diff --git a/lines/jeremias.json b/lines/jeremias.json new file mode 100644 index 0000000000000000000000000000000000000000..de75c7cc7e0b7a269ba65c89ac43552dc3168a03 --- /dev/null +++ b/lines/jeremias.json @@ -0,0 +1 @@ +[[["1","ΤΟ ῥῆμα τοῦ Θεοῦ ὃ ἐγένετο ἐπὶ Ἱερεμίαν τὸν του Χελκίου, ἐκ τῶν ἱερέων, ὃς κατῴκει ἐν Ἀναθὼθ ἐν γῇ Βενιαμὶν,"],["2","ὡς ἐγενήθη λόγος τοῦ Θεοῦ πρὸς αὐτὸν, ἐν ταῖς ἡμέραις Ἰωσία υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα, ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ."],["3","Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἰωακεὶμ υἱοῦ Ἰωσία βασιλέως Ἰούδα, ἕως ἑνδεκάτου ἔτους τοῦ Σεδεκία υἱοῦ Ἰωσία βασιλέως Ἰούδα, ἕως τῆς αἰχμαλωσίας Ἱερουσαλὴμ ἐν τῷ πέμπτῳ μηνί."],["4","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς αὐτόν·"],["5","Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε."],["6","Καὶ εἶπα, ὁ ὢν δέσποτα, Κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι."],["7","Καὶ εἶπε Κύριος πρὸς μὲ, μὴ λέγε, ὅτι νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε, πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι, λαλήσεις."],["8","Μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος."],["9","Καὶ ἐξέτεινε Κύριος τὴν χεῖρα αὐτοῦ πρὸς μὲ, καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπε Κύριος πρὸς μὲ, ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου."],["10","Ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ ἐπὶ βασιλείας, ἐκριζοῦν, καὶ κατασκάπτειν, καὶ ἀπολύειν, καὶ ἀνοικοδομεῖν, καὶ καταφυτεύειν."],["11","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, τί σὺ ὁρᾷς; καὶ εἶπα, βακτηρίαν καρυΐνην."],["12","Καὶ εἶπε Κύριος πρὸς μὲ, καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς."],["13","Καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρὸς μὲ, λέγων, τί σὺ ὁρᾷς; καὶ εἶπα, λέβητα ὑποκαιόμενον, καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου Βοῤῥᾶ."],["14","Καὶ εἶπε Κύριος πρὸς μὲ, ἀπὸ προσώπου Βοῤῥᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν."],["15","Διότι ἰδοὺ ἐγὼ συγκαλῶ πάσας τὰς βασιλείας τῆς γῆς ἀπὸ Βοῤῥᾶ, λέγει Κύριος· καὶ ἥξουσι καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὐτοῦ ἐπὶ τὰ πρόθυρα τῶν πυλῶν Ἱερουσαλὴμ, καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλῳ αὐτῆς, καὶ ἐπὶ πάσας τὰς πόλεις Ἰούδα."],["16","Καὶ λαλήσω πρὸς αὐτοὺς μετὰ κρίσεως, περὶ πάσης τῆς κακίας αὐτῶν, ὡς ἐγκατέλιπόν με, καὶ ἔθυσαν θεοῖς ἀλλοτρίοις, καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν."],["17","Καὶ σὺ περίζωσαι τὴν ὀσφύν σου, καὶ ἀνάστηθι, καὶ εἰπὸ πάντα ὅσα ἄν ἐντείλωμαί σοι· μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, μηδὲ πτοηθῇς ἐναντίον αὐτῶν, ὅτι μετὰ σοῦ εἰμι, τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος."],["18","Ἰδοὺ τέθεικά σε ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν καὶ ὡς τεῖχος χαλκοῦν, ὀχυρὸν πᾶσι τοῖς βασιλεύσιν Ἰούδα, καὶ τοῖς ἄρχουσιν αὐτοῦ, καὶ τῷ λαῷ τῆς γῆς."],["19","Καὶ πολεμήσουσί σε, καὶ οὐ μὴ δύνωνται πρὸς σὲ διότι μετὰ σοῦ ἐγώ εἰμι, τοῦ ἐξαιρεῖσθαί σε, εἶπε Κύριος."]],[["2","Καὶ εἶπε, τάδε λέγει Κύριος, ἐμνήσθην ἐλέους νεότητός σου, καὶ ἀγάπης τελειώσεώς σου, τοῦ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ἰσραὴλ, λέγει Κύριος."],["3","Ὁ ἅγιος Ἰσραὴλ τῷ Κυρίῳ, ἀρχὴ γεννημάτων αὐτοῦ· πάντες οἱ ἔσθοντες αὐτὸν πλημμελήσουσι, κακὰ ἥξει ἐπʼ αὐτοὺς, φησὶ Κύριος."],["4","Ἀκούσατε λόγον Κυρίου οἶκος Ἰακὼβ, καὶ πᾶσα πατριὰ οἴκου Ἰσραήλ."],["5","Τάδε λέγει Κύριος, τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν μακρὰν ἀπʼ ἐμοῦ, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων, καὶ ἐματαιώθησαν;"],["6","Καὶ οὐκ εἶπαν, ποῦ ἐστι Κύριος, ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ, ἐν γῇ ἀνύδρῳ καὶ ἀκάρπῳ, ἐν γῇ ᾗ οὐ διώδευσεν ἐν αὐτῇ ἀνὴρ εὐθὲν, καὶ οὐ κατῴκησεν ἄνθρωπος ἐκεῖ;"],["7","Καὶ ἤγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον, τοῦ φαγεῖν ὑμᾶς τοὺς καρποὺς αὐτοῦ, καὶ τὰ ἀγαθὰ αὐτοῦ· καὶ εἰσήλθετε, καὶ ἐμιάνατε τὴν γῆν μου, καὶ τὴν κληρονομίαν μου ἔθεσθε εἰς βδέλυγμα."],["8","Οἱ ἱερεῖς οὐκ εἶπαν, ποῦ ἐστι Κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου, οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμὲ, καὶ οἱ προφῆται ἐπροφήτευον τῇ Βάαλ, καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν."],["9","Διατοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς, καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι."],["10","Διότι ἔλθετε εἰς νήσους Χεττιεὶμ, καὶ ἴδετε, καὶ εἰς Κηδὰρ ἀποστείλατε, καὶ νοήσατε σφόδρα, καὶ ἴδετε εἰ γέγονε τοιαῦτα·"],["11","εἰ ἀλλάξωνται ἔθνη θεοὺς αὐτῶν, καὶ οὗτοι οὐκ εἰσὶ θεοί· ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἧς οὐκ ὠφεληθήσονται."],["12","Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος."],["13","Ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν."],["14","Μὴ δοῦλός ἐστιν Ἰσραὴλ, ἢ οἰκογενής ἐστι; διατί εἰς προνομὴν ἐγένετο;"],["15","Ἐπʼ αὐτὸν ὠρύοντο λέοντες, καὶ ἔδωκαν τὴν φωνὴν αὐτῶν, οἳ ἔταξαν τὴν γῆν αὐτοῦ εἰς ἔρημον, καὶ αἱ πόλεις αὐτοῦ κατεσκάφησαν, παρὰ τὸ μὴ κατοικεῖσθαι."],["16","Καὶ υἱοὶ Μέμφεως καὶ Τάφνας ἔγνωσάν σε, καὶ κατέπαιζόν σου."],["17","Οὐχὶ ταῦτα ἐποίησέ σοι τὸ καταλιπεῖν σε ἐμέ; λέγει Κύριος ὁ Θεός σου."],["18","Καὶ νῦν τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γηῶν; καὶ τί σοι καὶ τῇ ὁδῷ Ἀσσυρίων τοῦ πιεῖν ὕδωρ ποταμῶν;"],["19","Παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε· καὶ γνῶθι, καὶ ἴδε, ὅτι πικρόν σοι τὸ καταλιπεῖν σε ἐμὲ, λέγει Κύριος ὁ Θεός σου· καὶ οὐκ εὐδόκησα ἐπὶ σοὶ, λέγει Κύριος ὁ Θεός σου."],["20","Ὅτι ἀπʼ αἰῶνος συνέτριψας τὸν ζυγόν σου, καὶ διέσπασας τοὺς δεσμούς σου, καὶ εἶπας, οὐ δουλεύσω σοι ἀλλὰ πορεύσομαι ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου κατασκίου, ἐκεῖ διαχυθήσομαι ἐν τῇ πορνείᾳ μου."],["21","Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία;"],["22","Ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ, καὶ πληθυνῇς σεαυτῇ ποίαν, κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ, λέγει Κύριος."],["23","Πῶς ἐρεῖς, οὐκ ἐμιάνθην, καὶ ὀπίσω τῆς Βάαλ οὐκ ἐπορεύθην; ἴδε τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ, καὶ γνῶθι τί ἐποίησας· ὀψὲ φωνὴ αὐτῆς ὠλόλυξε·"],["24","Τὰς ὁδοὺς αὐτῆς ἐπλάτυνεν ἐφʼ ὕδατα ἐρήμου, ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο, παρεδόθη, τίς ἐπιστρέψει αὐτήν; πάντες οἱ ζητοῦντες αὐτὴν οὐ κοπιάσουσιν, ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτήν."],["25","Ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδοῦ τραχείας, καὶ τὸν φάρυγγά σου ἀπὸ δίψους· ἡ δὲ εἶπεν ἀνδριοῦμαι, ὅτι ἠγαπήκει ἀλλοτρίους, καὶ ὀπίσω αὐτῶν ἐπορεύετο."],["26","Ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ, οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ Ἰσραὴλ, αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν, καὶ οἱ ἄρχοντες αὐτῶν, καὶ οἱ ἱερεῖς αὐτῶν, καὶ οἱ προφῆται αὐτῶν."],["27","Τῷ ξύλῳ εἶπαν, ὅτι πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ, σὺ ἐγέννησάς με· καὶ ἔστρεψαν ἐπʼ ἐμὲ νῶτα, καὶ οὐ πρόσωπα αὐτῶν· καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν, ἀνάστα καὶ σῶσον ἡμᾶς."],["28","Καὶ ποῦ εἰσὶν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσιν ἐν καιρῷ τῆς κακώσεώς σου; ὅτι κατʼ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου Ἰούδα, καὶ κατʼ ἀριθμὸν διόδων τῆς Ἱερουσαλὴμ ἔθυον τῇ Βάαλ."],["29","Ἱνατί λαλεῖτε πρὸς μέ; πάντες ὑμεῖς ἠσεβήσατε, καὶ πάντες ὑμεῖς ἠνομήσατε εἰς ἐμὲ, λέγει Κύριος."],["30","Μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν, παιδείαν οὐκ ἐδέξασθε, μάχαιρα κατέφαγε τοὺς προφήτας ὑμῶν ὡς λέων ὀλοθρεύων, καὶ οὐκ ἐφοβήθητε."],["31","Ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος, μὴ ἔρημος ἐγενόμην τῷ Ἰσραὴλ ἢ γῆ κεχερσωμένη; διατί εἶπεν ὁ λαός μου, οὐ κυριευθησόμεθα, καὶ οὐχ ἥξομεν πρὸς σὲ ἔτι;"],["32","Μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς, καὶ παρθένος τὴν στηθοδεσμίδα αὐτῆς; ὁ δὲ λαός μου ἐπελάθετό μου ἡμέρας ὧν οὐκ ἔστιν ἀριθμός."],["33","Τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου, τοῦ ζητῆσαι ἀγάπησιν; οὐχ οὕτως· ἀλλὰ καὶ σὺ ἐπονηρεύσω τοῦ μιάναι τὰς ὁδούς σου,"],["34","καὶ ἐν ταῖς χερσί σου εὑρέθησαν αἵματα ψυχῶν ἀθώων· οὐκ ἐν διορύγμασιν εὗρον αὐτοὺς, ἀλλʼ ἐπὶ πάσῃ δρυΐ."],["35","Καὶ εἶπας, ἀθῶός εἰμι, ἀλλὰ ἀποστραφήτω ὁ θυμὸς αὐτοῦ ἀπʼ ἐμοῦ. Ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ, ἐν τῷ λέγειν σε, οὐχ ἥμαρτον·"],["36","Ὅτι κατεφρόνησας σφόδρα τοῦ δευτερῶσαι τὰς ὁδούς σου· καὶ ἀπὸ Αἰγύπτου καταισχυνθήσῃ, καθὼς κατῃσχύνθης ἀπὸ Ἀσσούρ·"],["37","ὅτι καὶ ἐντεῦθεν ἐξελεύσῃ, καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου· ὅτι ἀπώσατο Κύριος τὴν ἐλπίδα σου, καὶ οὐκ εὐοδωθήσῃ ἐν αὐτῇ."]],[["1","Ἐὰν ἐξαποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀπέλθῃ ἀπʼ αὐτοῦ, καὶ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι; οὐ μιαινομένη μιανθήσεται ἡ γυνὴ ἐκείνη; καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολλοῖς, καὶ ἀνέκαμπτες πρὸς μὲ, λέγει Κύριος."],["2","Ἆρον τοὺς ὀφθαλμούς σου εἰς εὐθεῖαν, καὶ ἴδε, ποῦ οὐχὶ ἐξεφύρθης· ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐτοῖς ὡσεὶ κορώνη ἐρημουμένη, καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου καὶ ἐν ταῖς κακίαις σου,"],["3","καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ· ὄψις πόρνης ἐγένετό σου, ἀπηναισχύντησας πρὸς πάντας."],["4","Οὐχ ὡς οἶκόν με ἐκαλέσας, καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου;"],["5","Μὴ διαμενεῖ εἰς τὸν αἰῶνα, ἢ φυλαχθήσεται εἰς νῖκος; ἰδοὺ ἐλάλησας, καὶ ἐποίησας τὰ πονηρὰ ταῦτα, καὶ ἠδυνάσθης."],["6","Καὶ εἶπε Κύριος πρὸς μὲ ἐν ταῖς ἡμέραις Ἰωσείου τοῦ βασιλέως, εἶδες ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραήλ; ἐπορεύθησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσαν ἐκεῖ."],["7","Καὶ εἶπα, μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα, πρὸς μὲ ἀνάστρεψον· καὶ οὐκ ἀνέστρεψε· καὶ εἶδε τὴν ἀσυνθεσίαν αὐτῆς ἡ ἀσύνθετος Ἰούδα."],["8","Καὶ εἶδον, ὅτι περὶ πάντων ὧν κατελήφθη ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία Ἰσραὴλ, καὶ ἐξαπέστειλα αὐτὴν, καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς· καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ἰούδα, καὶ ἐπορεύθη, καὶ ἐπόρνευσε καὶ αὐτὴ,"],["9","και ἐγένετο εἰς οὐθὲν ἡ πορνεία αὐτῆς, καὶ ἐμοίχευσε τὸ ξύλον καὶ τὸν λίθον."],["10","Καὶ ἐν πᾶσι τούτοις οὐκ ἐπεστράφη πρὸς μὲ ἡ ἀσύνθετος Ἰούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς, ἀλλʼ ἐπὶ ψεύδει."],["11","Καὶ εἶπε Κύριος πρὸς μὲ, ἐδικαίωσε τὴν ψυχὴν αὐτοῦ Ἰσραὴλ ἀπὸ τῆς ἀσυνθέτου Ἰούδα."],["12","Πορεύου καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς Βοῤῥᾶν, καὶ ἐρεῖς, ἐπιστράφηθι πρὸς μὲ ἡ κατοικία τοῦ Ἰσραὴλ, λέγει Κύριος· καὶ μὴ στηριῶ τὸ πρόσωπόν μου ἐφʼ ὑμᾶς, ὅτι ἐλεήμων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα."],["13","Πλὴν, γνῶθι τὴν ἀδικίαν σου, ὅτι εἰς Κύριον τὸν Θεόν σου ἠσέβησας, καὶ διέχεας τὰς ὁδούς σου εἰς ἀλλοτρίους ὑποκάτω παντὸς ξύλου ἀλσώδους, τῆς δὲ φωνῆς μου οὐχ ὑπήκουσας, λέγει Κύριος."],["14","Ἐπιστράφητε υἱοὶ ἀφεστηκότες, λέγει Κύριος, διότι ἐγὼ κατακυριεύσω ὑμῶν, καὶ λήψομαι ὑμᾶς ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς, καὶ εἰσάξω ὑμᾶς εἰς Σιὼν,"],["15","καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετʼ ἐπιστήμης."],["16","Καὶ ἔσται ἐὰν πληθυνθῆτε, καὶ αὐξηθῆτε ἐπὶ τῆς γῆς, λέγει Κύριος, ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἐροῦσιν ἔτι, κιβωτὸς διαθήκης ἁγίου Ἰσραὴλ, οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐκ ὀνομασθήσεται, οὐδὲ ἐπισκεφθήσεται, καὶ οὐ ποιηθήσεται ἔτι."],["17","Ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ καλέσουσι τὴν Ἱερουσαλὴμ, Θρόνον Κυρίου· καὶ συναχθήσονται πάντα τὰ ἔθνη εἰς αὐτὴν, καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τῶν ἐνθυμημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς."],["18","Ἐν ταῖς ἡμέραις ἐκείναις συνελεύσονται ὁ οἶκος Ἰούδα ἐπὶ τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ ἥξουσιν ἐπιτοαυτὸ ἀπὸ γῆς Βοῤῥᾶ, καὶ ἀπὸ πασῶν τῶν χωρῶν ἐπὶ τὴν γῆν, ἣν κατεκληρονόμησα τοὺς πατέρας αὐτῶν."],["19","Καὶ ἐγὼ εἶπα, γένοιτο Κύριε· ὅτι τάξω σε εἰς τέκνα, καὶ δώσω σοι γῆν ἐκλεκτὴν, κληρονομίαν Θεοῦ παντοκράτορος ἐθνῶν· καὶ εἶπα, πατέρα καλέσετέ με, καὶ ἀπʼ ἐμοῦ οὐκ ἀποστραφήσεσθε."],["20","Πλὴν ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ ὁ οἶκος Ἰσραὴλ, λέγει Κύριος."],["21","Φωνὴ ἐκ χειλέων ἠκούσθη κλαυθμοῦ καὶ δεήσεως υἱῶν Ἰσραὴλ, ὅτι ἠδίκησαν ἐν ταῖς ὁδοῖς αὐτῶν, ἐπελάθοντο Θεοῦ ἁγίου αὐτῶν."],["22","Ἐπιστράφητε υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν. Ἰδοὺ δοῦλοι ἡμεῖς ἐσόμεθά σοι· ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν εἶ."],["23","Ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ, καὶ ἡ δύναμις τῶν ὀρέων, πλὴν διὰ Κυρίου Θεοῦ ἡμῶν ἡ σωτηρία τοῦ Ἰσραήλ."],["24","Ἡ δὲ αἰσχύνη κατηνάλωσε τοὺς μόχθους τῶν πατέρων ἡμῶν, ἀπὸ νεότητος ἡμῶν, τὰ πρόβατα αὐτῶν καὶ τοὺς μόσχους αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν."],["25","Ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν, καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν, διότι ἔναντι τοῦ Θεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς, καὶ οἱ πατέρες ἡμῶν, ἀπὸ νεότητος ἡμῶν ἕως τῆς ἡμέρας ταύτης· καὶ οὐχ ὑπηκούσαμεν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν."]],[["1","Ἐὰν ἐπιστραφῇ Ἰσραὴλ, λέγει Κύριος, πρὸς μὲ, ἐπιστραφήσεται· καὶ ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ στόματος αὐτοῦ, καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηθῇ,"],["2","καὶ ὀμόσῃ, ζῇ Κύριος, μετὰ ἀληθείας ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη, καὶ ἐν αὐτῷ αἰνέσουσι τῷ Θεῷ ἐν Ἰερουσαλήμ."],["3","Ὅτι τάδε λέγει Κύριος τοῖς ἀνδράσιν Ἰούδα, καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ, νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρητε ἐπʼ ἀκάνθαις."],["4","Περιτμήθητε τῷ Θεῷ ὑμῶν, καὶ περιτέμεσθε τὴν σκληροκαρδίαν ὑμῶν ἄνδρες Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, μὴ ἐξέλθῃ ὡς πῦρ ὁ θυμός μου, καὶ ἐκκαυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων, ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμῶν."],["5","Ἀναγγείλατε ἐν τῷ Ἰούδᾳ, καὶ ἀκουσθήτω ἐν Ἱερουσαλήμ· εἴπατε, σημάνατε ἐπὶ τῆς γῆς σάλπιγγι, κεκράξατε μέγα· εἴπατε, συνάχθητε, καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις."],["6","Ἀναλαβόντες φεύγετε εἰς Σιών· σπεύσατε, μὴ στῆτε, ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ Βοῤῥα, καὶ συντριβὴν μεγάλην."],["7","Ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῇρε, καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ, τοῦ θεῖναι τὴν γῆν εἰς ἐρήμωσιν· καὶ αἱ πόλεις καθαιρεθήσονται, παρὰ τὸ μὴ κατοικεῖσθαι αὐτάς."],["8","Ἐπὶ τούτοις περιζώσασθε σάκκους, καὶ κόπτεσθε, καὶ ἀλαλάξατε, διότι οὐκ ἀπεστράφη ὁ θυμὸς Κυρίου ἀφʼ ὑμῶν."],["9","Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἀπολεῖται ἡ καρδία τοῦ βασιλέως, καὶ ἡ καρδία τῶν ἀρχόντων, καὶ οἱ ἱερεῖς ἐκστήσονται, καὶ οἱ προφῆται θαυμάσονται."],["10","Καὶ εἶπα, ὦ δέσποτα Κύριε, ἆρά γε ἀπατῶν ἠπάτησας τὸν λαὸν τοῦτον καὶ τὴν Ἱερουσαλὴμ, λέγων, εἰρήνη ἔσται, καὶ ἰδοὺ ἥψατο ἡ μάχαιρα ἕως τῆς ψυχῆς αὐτῶν."],["11","Ἐν τῷ καιρῷ ἐκείνῳ ἐροῦσι τῷ λαῷ τούτῳ καὶ τῇ Ἱερουσαλὴμ, πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ, ὁδὸς τῆς θυγατρὸς τοῦ λαοῦ μου, οὐκ εἰς καθαρὸν, οὐδʼ εἰς ἅγιον."],["12","Πνεῦμα πληρώσεως ἥξει μοι· νῦν δὲ ἐγὼ λαλῶ κρίματά μου πρὸς αὐτούς."],["13","Ἰδοὺ ὡς νεφέλη ἀναβήσεται, καὶ ὡς καταιγὶς τὰ ἄρματα αὐτοῦ, κουφότεροι ἀετῶν οἱ ἵπποι αὐτοῦ· οὐαὶ ἡμῖν, ὅτι ταλαιπωροῦμεν."],["14","Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου Ἱερουσαλὴμ, ἵνα σωθῇς· ἕως πότε ὑπάρχουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου;"],["15","Διότι φωνὴ ἀγγέλλοντος ἐκ Δὰν ἥξει, καὶ ἀκουσθήσεται πόνος ἐξ ὄρους Ἐφραίμ."],["16","Ἀναμνήσατε ἔθνη, ἰδοὺ ἥκασιν· ἀναγγείλατε ἐν Ἱερουσαλὴμ, συστροφαὶ ἔρχονται ἐκ γῆς μακρόθεν, καὶ ἔδωκαν ἐπὶ τὰς πόλεις Ἰούδα φωνὴν αὐτῶν."],["17","Ὡς φυλάσσοντες ἀγρὸν, ἐγένοντο ἐπʼ αὐτὴν κύκλῳ, ὅτι ἐμοῦ ἠμέλησας, λέγει Κύριος."],["18","Αἱ ὁδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταῦτά σοι· αὕτη ἡ κακία σου, ὅτι πικρὰ, ὅτι ἥψατο ἕως τῆς καρδίας σου."],["19","Τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου, μαιμάσσει ἡ ψυχή μου, σπαράσσεται ἡ καρδία μου· οὐ σιωπήσομαι, ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχή μου, κραυγὴν πολέμου"],["20","καὶ ταλαιπωρίας συντριμμὸν ἐπικαλεῖται, ὅτι τεταλαιπώρηκε πᾶσα ἡ γῆ, ἄφνω τεταλαιπώρηκεν ἡ σκηνὴ, διεσπάσθησαν αἱ δέῤῥεις μου."],["21","Ἕως πότε ὄψομαι φεύγοντας ἀκούων φωνὴν σαλπίγγων;"],["22","Διότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν· υἱοὶ ἄφρονές εἰσι καὶ οὐ συνετοὶ, σοφοί εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἐπέγνωσαν."],["23","Ἐπέβλεψα ἐπὶ τὴν γῆν, καὶ ἰδοὺ οὐθὲν, καὶ εἰς τὸν οὐρανὸν, καὶ οὐκ ἦν τὰ φῶτα αὐτοῦ."],["24","Εἶδον τὰ ὄρη, καὶ ἦν τρέμοντα, καὶ πάντας τοὺς βουνοὺς ταρασσομένους."],["25","Ἐπέβλεψα, καὶ ἰδοὺ οὐκ ἦν ἄνθρωπος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπτοεῖτο."],["26","Εἶδον, καὶ ἰδοὺ ὁ Κάρμηλος ἔρημος, καὶ πᾶσαι αἱ πόλεις ἐμπεπυρισμέναι πυρὶ ἀπὸ προσώπου Κυρίου, καὶ ἀπὸ προσώπου ὀργῆς θυμοῦ αὐτοῦ ἠφανίσθησαν."],["27","Τάδε λέγει Κύριος, ἔρημος ἔσται πᾶσα ἡ γῆ, συντέλειαν δὲ οὐ μὴ ποιήσω."],["28","Ἐπὶ τούτοις πενθείτω ἡ γῆ, καὶ συσκοτασάτω ὁ οὐρανὸς ἄνωθεν· διότι ἐλάλησα, καὶ οὐ μετανοήσω, ὥρμησα, καὶ οὐκ ἀποστρέψω ἀπʼ αὐτῆς."],["29","Ἀπὸ φωνῆς ἱππέως, καὶ ἐντεταμένου τόξου ἀνεχώρησε πᾶσα ἡ χώρα· εἰσέδυσαν εἴς τὰ σπήλαια, καὶ εἰς τὰ ἄλση ἐκρύβησαν, καὶ ἐπὶ τὰς πέτρας ἀνέβησαν· πᾶσα πόλις ἐγκατελείφθη, οὐ κατῴκει ἐν αὐταῖς ἄνθρωπος."],["30","Καὶ σὺ τί ποιήσεις; ἐὰν περιβάλῃ κόκκινον, καὶ κοσμήσῃ κόσμῳ χρυσῷ· ἐὰν ἐγχρίσῃ στίβι τοὺς ὀφθαλμούς σου, εἰς μάταιον ὡραϊσμός σου· ἀπώσαντό σε οἱ ἐρασταί σου, τὴν ψυχήν σου ζητοῦσιν."],["31","Ὅτι φωνὴν ὡς ὠδινούσης ἤκουσα τοῦ στεναγμοῦ σου, ὡς πρωτοτοκούσης· φωνὴ θυγατρὸς Σιὼν ἐκλυθήσεται, καὶ παρήσει τὰς χεῖρας αὐτῆς· οἴμοι ἐγὼ, ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις."]],[["1","Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ἴδετε, καὶ γνῶτε, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὕρητε, εἰ ἔστι ποιῶν κρίμα, καὶ ζητῶν πίστιν· καὶ ἵλεως ἔσομαι αὐτοῖς, λέγει Κύριος."],["2","Ζῇ Κύριος, λέγουσι, διατοῦτο οὐκ ἐν ψεύδεσιν ὀμνύουσι;"],["3","Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν· ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν, συνετέλεσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν· ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν, καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι."],["4","Καὶ ἐγὼ εἶπα, ἴσως πτωχοί εἰσι, διότι οὐκ ἐδυνάσθησαν, ὅτι οὐκ ἔγνωσαν ὁδὸν Κυρίου, καὶ κρίσιν Θεοῦ."],["5","Πορεύσομαι πρὸς τοὺς ἁδροὺς, καὶ λαλήσω αὐτοῖς, ὅτι αὐτοὶ ἐπέγνωσαν ὁδὸν Κυρίου, καὶ κρίσιν Θεοῦ· καὶ ἰδοὺ ὁμοθυμαδὸν συνέτριψαν ζυγὸν, διέῤῥηξαν δεσμούς."],["6","Διατοῦτο ἔπαισεν αὐτοὺς λέων ἐκ τοῦ δρυμοῦ, καὶ λύκος ἕως τῶν οἰκιῶν ὠλόθρευσεν αὐτοὺς, καὶ πάρδαλις ἐγρηγόρησεν ἐπὶ τὰς πόλεις αὐτῶν· πάντες οἱ ἐκπορευόμενοι ἀπʼ αὐτῶν θηρευθήσονται, ὅτι ἐπλήθυναν ἀσεβείας αὐτῶν, ἴσχυσαν ἐν ταῖς ἀποστροφαῖς αὐτῶν."],["7","Ποίᾳ τούτων ἵλεως γένωμαί σοι; οἱ υἱοί σου ἐγκατέλιπόν με, καὶ ὤμνυον ἐν τοῖς οὐκ οὖσι θεοῖς· καὶ ἐχόρτασα αὐτοὺς, καὶ ἐμοιχῶντο, καὶ ἐν οἴκοις πορνῶν κατέλυον."],["8","Ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζον."],["9","Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος· ἢ ἐν ἔθνει τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου;"],["10","Ἀνάβητε ἐπὶ τοὺς προμαχῶνας αὐτῆς, καὶ κατασκάψατε, συντέλειαν δὲ μὴ ποιήσητε· ὑπολίπεσθε τὰ ὑποστηρίγματα αὐτῆς, ὅτι τοῦ Κυρίου εἰσίν."],["11","Ὅτι ἀθετῶν ἠθέτησεν εἰς ἐμὲ, λέγει Κύριος, οἶκος Ἰσραὴλ, καὶ οἶκος Ἰούδα"],["12","ἐψεύσατο τῷ Κυρίῳ αὐτῶν, καὶ εἶπαν, οὐκ ἔστι ταῦτα· οὐχ ἥξει ἐφʼ ἡμᾶς κακὰ, καὶ μάχαιραν καὶ λιμὸν οὐκ ὀψόμεθα."],["13","Οἱ προφῆται ἡμῶν ἦσαν εἰς ἄνεμον, καὶ λόγος Κυρίου οὐχ ὑπῆρχεν ἐν αὐτοῖς."],["14","Διατοῦτο τάδε λέγει Κύριος παντοκράτωρ, ἀνθʼ ὧν ἐλαλήσατε τὸ ῥῆμα τοῦτο, ἰδοὺ ἐγὼ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ, καὶ τὸν λαὸν τοῦτον ξύλα, καὶ καταφάγεται αὐτούς."],["15","Ἰδοὺ ἐγὼ ἐπάγω ἐφʼ ὑμᾶς ἔθνος πόῤῥωθεν, οἶκος Ἰσραὴλ, λέγει Κύριος, ἔθνος οὗ οὐκ ἀκούσει τῆς φωνῆς τῆς γλώσσης αὐτοῦ."],["16","Πάντες ἰσχυροὶ, καὶ κατέδονται τὸν θερισμὸν ὑμῶν,"],["17","καὶ τοὺς ἄρτους ὑμῶν, καὶ κατέδονται τοὺς υἱοὺς ὑμῶν, καὶ τὰς θυγατέρας ὑμῶν, καὶ κατέδονται τὰ πρόβατα ὑμῶν, καὶ τοὺς μόσχους ὑμῶν, καὶ κατέδονται τοὺς ἀμπελῶνας ὑμῶν, καὶ τοὺς συκῶνας ὑμῶν, καὶ τοὺς ἐλαιῶνας ὑμῶν· καὶ ἀλοήσουσι τὰς πόλεις τὰς ὀχυρὰς ὑμῶν, ἐφʼ αἷς ὑμεῖς πεποίθατε ἐπʼ αὐταῖς, ἐν ῥομφαίᾳ."],["18","Καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος ὁ Θεός σου, οὐ μὴ ποιήσω ὑμᾶς εἰς συντέλειαν."],["19","Καὶ ἔσται ὅταν εἴπητε, τίνος ἕνεκεν ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν πάντα ταῦτα; καὶ ἐρεῖς αὐτοῖς, ἀνθʼ ὧν ἐδουλεύσατε θεοῖς ἀλλοτρίοις ἐν τῇ γῇ ὑμῶν, οὕτως δουλεύσετε ἀλλοτρίοις ἐν τῇ γῇ οὐχ ὑμῶν."],["20","Ἀναγγείλατε ταῦτα εἰς τὸν οἶκον Ἰακὼβ, καὶ ἀκουσθήτω ἐν τῷ οἴκῳ Ἰούδα."],["21","Ἀκούσατε δὴ ταῦτα λαὸς μωρὸς καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ βλέπουσιν, ὦτα αὐτοῖς καὶ οὐκ ἀκούουσι."],["22","Μὴ ἐμὲ οὐ φοβηθήσεσθε; λέγει Κύριος· ἢ ἀπὸ προσώπου μου οὐκ εὐλαβηθήσεσθε; τὸν τάξαντα ἄμμον ὅριον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτὸ, καὶ ταραχθήσεται, καὶ οὐ δυνήσεται· καὶ ἠχήσουσι τὰ κύματα αὐτῆς, καὶ οὐχ ὑπερβήσεται αὐτό."],["23","Τῷ δὲ λαῷ τούτῳ ἐγενήθη καρδία ἀνήκοος καὶ ἀπειθὴς, καὶ ἐξέκλιναν καὶ ἀπήλθοσαν,"],["24","καὶ οὐκ εἶπον ἐν τῇ καρδίᾳ αὐτῶν, φοβηθῶμεν δὴ Κύριον τὸν Θεὸν ἡμῶν, τὸν διδόντα ἡμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον, κατὰ καιρὸν πληρώσεως προστάγματος θερισμοῦ, καὶ ἐφύλαξεν ἡμῖν."],["25","Αἱ ἀνομίαι ὑμῶν ἐξέκλιναν ταῦτα, καὶ αἱ ἁμαρτίαι ὑμῶν ἀπέστησαν τὰ ἀγαθὰ ἀφʼ ὑμῶν."],["26","Ὅτι εὑρέθησαν ἐν τῷ λαῷ μου ἀσεβεῖς, καὶ παγίδας ἔστησαν τοῦ διαφθεῖραι ἄνδρας, καὶ συνελαμβάνοσαν."],["27","Ὡς παγὶς ἐφεσταμένη πλήρης πετεινῶν, οὕτως οἱ οἶκοι αὐτῶν πλήρεις δόλου· διατοῦτο ἐμεγαλύνθησαν, καὶ ἐπλούτησαν,"],["28","καὶ παρέβησαν κρίσιν, οὐκ ἔκριναν κρίσιν ὀρφανοῦ, καὶ κρίσιν χήρας οὐκ ἐκρίνοσαν."],["29","Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος· ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου;"],["30","Ἔκστασις καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς."],["31","Οἱ προφῆται προφητεύουσιν ἄδικα, καὶ οἱ ἱερεῖς ἐπεκρότησαν ταῖς χερσὶν αὐτῶν, καὶ ὁ λαός μου ἠγάπησεν οὕτως· καὶ τί ποιήσετε εἰς τὰ μετὰ ταῦτα;"]],[["1","Ἐνισχύσατε υἱοὶ Βενιαμὶν ἐκ μέσου τῆς Ἱερουσαλὴμ, καὶ ἐν Θεκουὲ σημάνατε σάλπιγγι, καὶ ὑπὲρ Βαιθαχαρμὰ ἄρατε σημεῖον, ὅτι κακὰ ἐκκέκυφεν ἀπὸ Βοῤῥᾶ, καὶ συντριβὴ μεγάλη γίνεται·"],["2","καὶ ἀφαιρεθήσεται τὸ ὕψος θύγατερ Σιών."],["3","Εἰς αὐτὴν ἥξουσι ποιμένες, καὶ τὰ ποίμνια αὐτῶν· καὶ πήξουσιν ἐπʼ αὐτὴν σκηνὰς κύκλῳ, καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὐτοῦ."],["4","Παρασκευάσασθε ἐπʼ αὐτὴν εἰς πόλεμον, ἀνάστητε, καὶ ἀναβῶμεν ἐπʼ αὐτὴν μεσημβρίας· οὐαὶ ἡμῖν, ὅτι κέκλικεν ἡ ἡμέρα, ὅτι ἐκλείπουσιν αἱ σκιαὶ τῆς ἡμέρας."],["5","Ἀνάστητε, καὶ ἀναβῶμεν ἐπʼ αὐτὴν νυκτὶ, καὶ διαφθείρωμεν τὰ θεμέλια αὐτῆς."],["6","Ὅτι τάδε λέγει Κύριος, ἔκκοψον τὰ ξύλα αὐτῆς, ἔκχεον ἐπὶ Ἱερουσαλὴμ δύναμιν· ὦ πόλις ψευδὴς, ὅλη καταδυναστεία ἐν αὐτῇ."],["7","Ὡς ψύχει λάκκος ὕδωρ, οὕτω ψύχει κακία αὐτῆς· ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διαπαντός."],["8","Πόνῳ καὶ μάστιγι παιδευθήσῃ Ἱερουσαλὴμ, μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ, μὴ ποιήσω σε ἄβατον γῆν, ἥτις οὐ κατοικισθῇ."],["9","Ὅτι τάδε λέγει Κύριος, καλαμᾶσθε, καλαμᾶσθε ὡς ἄμπελον τὰ κατάλοιπα τοῦ Ἰσραὴλ, ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ."],["10","Πρὸς τίνα λαλήσω, καὶ διαμαρτύρωμαι, καὶ εἰσακούσεται; ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δυνήσονται ἀκούειν· ἰδοὺ τὸ ῥῆμα Κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμὸν, οὐ μὴ βουληθῶσιν αὐτό."],["11","Καὶ τὸν θυμόν μου ἔπλησα, καὶ ἐπέσχον, καὶ οὐ συνετέλεσα αὐτούς· ἐκχεῶ ἐπὶ νήπια ἔξωθεν, καὶ ἐπὶ συναγωγὴν νεανίσκων ἅμα, ὅτι ἀνὴρ καὶ γυνὴ συλληφθήσονται, πρεσβύτερος μετὰ πλήρους ἡμερῶν."],["12","Καὶ μεταστραφήσονται αἱ οἰκίαι αὐτῶν εἰς ἑτέρους, ἀγροὶ καὶ αἱ γυναῖκες αὐτῶν ἐπιτοαυτό· ὅτι ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην, λέγει Κύριος."],["13","Ὅτι ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου πάντες συνετελέσαντο ἄνομα, ἀπὸ ἱερέως καὶ ἕως ψευδοπροφήτου πάντες ἐποίησαν ψευδῆ."],["14","Καὶ ἰῶντο σύντριμμα τοῦ λαοῦ μου, ἐξουθενοῦντες καὶ λέγοντες, εἰρήνη εἰρήνη· καὶ ποῦ ἐστιν εἰρήνη;"],["15","Κατῃσχύνθησαν, ὅτι ἐξελίποσαν· καὶ οὐδʼ ὡς καταισχυνόμενοι κατῃσχύνθησαν, καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν· διατοῦτο πεσοῦνται ἐν τῇ πτώσει αὐτῶν, καὶ ἐν καιρῷ ἐπισκοπῆς ἀπολοῦνται, εἶπε Κύριος."],["16","Τάδε λέγει Κύριος, στῆτε ἐπὶ ταῖς ὁδοῖς, καὶ ἴδετε, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους· καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν· Καὶ εἶπαν, οὐ πορευσόμεθα."],["17","Καθέστακα ἐφʼ ὑμᾶς σκοπούς· ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν, οὐκ ἀκουσόμεθα."],["18","Διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτῶν."],["19","Ἄκουε γῆ, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν, ὅτι τῶν λόγων μου οὐ προσέσχον, καὶ τὸν νόμον μου ἀπώσαντο."],["20","Ἱνατί μοι λίβανον ἐκ Σαβὰ φέρετε, καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ εἰσὶ δεκτὰ, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι."],["21","Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν, καὶ ἀσθενήσουσι πατέρες καὶ υἱοὶ ἅμα, γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται."],["22","Τάδε λέγει Κύριος, ἰδοὺ λαὸς ἔρχεται ἀπὸ Βοῤῥᾶ, καὶ ἔθνη ἐξεγερθήσονται ἀπʼ ἐσχάτου τῆς γῆς."],["23","Τόξον καὶ ζιβύνην κρατήσουσιν· ἰταμός ἐστι, καὶ οὐκ ἐλεήσει· φωνὴ αὐτοῦ, ὡς θάλασσα κυμαίνουσα· ἐφʼ ἵπποις καὶ ἅρμασι παρατάξεται ὡς πῦρ εἰς πόλεμον πρὸς σὲ, θύγατερ Σιών."],["24","Ἠκούσαμεν τὴν ἀκοὴν αὐτῶν, παρελύθησαν αἱ χεῖρες ἡμῶν, θλίψις κατέσχεν ἡμᾶς, ὠδῖνες ὡς τικτούσης."],["25","Μὴ ἐκπορεύεσθε εἰς ἀγρὸν, καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε, ὅτι ῥομφαία τῶν ἐχθρῶν παροικεῖ κυκλόθεν."],["26","Θύγατερ λαοῦ μου περίζωσαι σάκκον, κατάπασσε ἐν σποδῷ, πένθος ἀγαπητοῦ ποιήσαι σεαυτῇ κοπετὸν οἰκτρὸν, ὅτι ἐξαίφνης ἥξει ταλαιπωρία ἐφʼ ὑμᾶς."],["27","Δοκιμαστὴν δέδωκά σε ἐν λαοῖς δεδοκιμασμένοις, καὶ γνώσῃ με ἐν τῷ δοκιμάσαι με τὴν ὁδὸν αὐτῶν,"],["28","πάντες ἀνήκοοι πορεύομενοι σκολιῶς· χαλκὸς καὶ σίδηρος, πάντες διεφθαρμένοι εἰσίν."],["29","Ἐξέλιπε φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλιπε μόλιβος· εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρία αὐτῶν οὐκ ἐτάκη."],["30","Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος."]],[["2","Ἀκούσατε λόγον Κυρίου πᾶσα Ἰουδαία."],["3","Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, διορθώσατε τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ."],["4","Μὴ πεποίθατε ἐφʼ ἑαυτοῖς ἐπὶ λόγοις ψευδέσιν, ὅτι τὸ παράπαν οὐκ ὠφελήσουσιν ὑμᾶς, λέγοντες, ναὸς Κυρίου, ναὸς Κυρίου ἐστίν."],["5","Ὅτι ἐὰν διορθοῦντες διορθώσητε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ ποιοῦντες ποιήσητε κρίσιν ἀναμέσον ἀνδρὸς, καὶ ἀναμέσον τοῦ πλησίον αὐτοῦ,"],["6","καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύσητε, καὶ αἷμα ἀθῶον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ, καὶ ὀπίσω θεῶν ἀλλοτρίων μὴ πορεύησθε εἰς κακὸν ὑμῖν,"],["7","καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ ἐν γῇ ᾗ ἔδωκα τοῖς πατράσιν ὑμῶν ἐξ αἰῶνος καὶ ἕως αἰῶνος."],["8","Εἰ δὲ ὑμεῖς πεποίθατε ἐπὶ λόγοις ψευδέσιν, ὅθεν οὐκ ὠφεληθήσεσθε,"],["9","καὶ φονεύετε, καὶ μοιχᾶσθε, καὶ κλέπτετε, καὶ ὀμνύετε ἐπʼ ἀδίκῳ, καὶ θυμιᾶτε τῇ Βάαλ, καὶ ἐπορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων, ὧν οὐκ οἴδατε, τοῦ κακῶς εἶναι ὑμῖν,"],["10","καὶ ἤλθετε καὶ ἔστητε ἐνώπιον ἐμοῦ ἐν τῷ οἴκῳ οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτῷ, καὶ εἴπατε, ἀπεσχήμεθα τοῦ μὴ ποιεῖν πάντα τὰ βδελύγματα ταῦτα."],["11","Μὴ σπήλαιον λῃστῶν ὁ οἶκός μου, οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτῷ ἐκεῖ ἐνώπιον ὑμῶν; καὶ ἰδοὺ ἐγὼ ἑώρακα, λέγει Κύριος."],["12","Ὅτι πορεύθητε εἰς τὸν τόπον μου τὸν ἐν Σηλὼ, οὗ κατεσκήνωσα τὸ ὄνομά μου ἐκεῖ ἔμπροσθεν, καὶ ἴδετε ἃ ἐποίησα αὐτῷ ἀπὸ προσώπου κακίας λαοῦ μου Ἰσραήλ."],["13","Καὶ νῦν ἀνθʼ ὧν ἐποιήσατε πάντα τὰ ἔργα ταῦτα, καὶ ἐλάλησα πρὸς ὑμᾶς καὶ οὐκ ἠκούσατέ μου, καὶ ἐκάλεσα ὑμᾶς καὶ οὐκ ἀπεκρίθητε,"],["14","τοίνυν κᾀγὼ ποιήσω τῷ οἴκῳ ᾧ ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτῷ, ἐφʼ ᾧ ὑμεῖς πεποίθατε ἐπʼ αὐτῷ, καὶ τῷ τόπῳ ᾧ ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν, καθὼς ἐποίησα τῇ Σηλώ."],["15","Καὶ ἀποῤῥίψω ὑμᾶς ἀπὸ προσώπου μου, καθὼς ἀπέῤῥιψα τοὺς ἀδελφοὺς ὑμῶν, πᾶν τὸ σπέρμα Ἐφραΐμ."],["16","Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξιοῦ τοῦ ἐλεηθῆναι αὐτοὺς, καὶ μὴ εὔχου, καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαι."],["17","Ἢ οὐχ ὁρᾷς, τί αὐτοὶ ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ;"],["18","Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς, τοῦ ποιῆσαι καυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσί με."],["19","Μὴ ἐμὲ αὐτοὶ παροργίζουσι; λέγει Κύριος· οὐχὶ ἑαυτοὺς, ὅπως καταισχυνθῇ τὰ πρόσωπα αὐτῶν;"],["20","Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ὀργὴ καὶ θυμός μου χεῖται ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐπὶ τοὺς ἀνθρώπους, καὶ ἐπὶ τὰ κτήνη, καὶ ἐπὶ πᾶν ξύλου τοῦ ἀγροῦ αὐτῶν, καὶ ἐπὶ τὰ γεννήματα τῆς γῆς, καὶ καυθήσεται καὶ οὐ σβεσθήσεται."],["21","Τάδε λέγει Κύριος, τὰ ὁλοκαυτώματα ὑμῶν συναγάγετε μετὰ τῶν θυσιῶν ὑμῶν, καὶ φάγετε κρέα."],["22","Ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν, καὶ οὐκ ἐνετειλάμην αὐτοῖς ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, περὶ ὁλοκαυτωμάτων καὶ θυσίας."],["23","Ἀλλʼ ἢ τὸ ῥῆμα τοῦτο ἐνετειλάμην αὐτοῖς, λέγων, ἀκούσατε τῆς φωνῆς μου, καὶ ἔσομαι ὑμῖν εἰς Θεὸν, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς λαὸν, καὶ πορεύεσθε ἐν πάσαις ταῖς ὁδοῖς μου, αἷς ἂν ἐντείλωμαι ὑμῖν, ὅπως ἂν εὖ ᾖ ὑμῖν."],["24","Καὶ οὐκ ἤκουσάν μου, καὶ οὐ προσέσχε τὸ οὖς αὐτῶν, ἀλλʼ ἐπορεύθησαν ἐν τοῖς ἐνθυμήμασι τῆς καρδίας αὐτῶν τῆς κακῆς, καὶ ἐγενήθησαν εἰς τὰ ὄπισθεν· καὶ οὐκ εἰς τὰ ἔμπροσθεν,"],["25","ἀφʼ ἧς ἡμέρας ἐξήλθοσαν οἱ πατέρες αὐτῶν ἐκ γῆς Αἰγύπτου, καὶ ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐξαπέστειλα πρὸς ὑμᾶς πάντας τοὺς δούλους μου, τοὺς προφήτας, ἡμέρας καὶ ὄρθρου, καὶ ἀπέστειλα,"],["26","καὶ οὐκ εἰσήκουσάν μου, καὶ οὐ προσέσχε τὸ οὖς αὐτῶν, καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν."],["27","Καὶ ἐρεῖς αὐτοῖς τοῦτον τὸν λόγον,"],["28","τοῦτο τὸ ἔθνος ὃ οὐκ ἤκουσε τῆς φωνῆς Κυρίου, οὐδὲ ἐδέξατο παιδείαν, ἐξέλιπεν ἡ πίστις ἐκ στόματος αὐτῶν."],["29","Κεῖρε τὴν κεφαλήν σου, καὶ ἀπόῤῥιπτε, καὶ ἀνάλαβε ἐπὶ χειλέων θρῆνον, ὅτι ἀπεδοκίμασε Κύριος, καὶ ἀπώσατο τὴν γενεὰν τὴν ποιοῦσαν ταῦτα."],["30","Ὅτι ἐποίησαν οἱ υἱοὶ Ἰούδα τὸ πονηρὸν ἐναντίον ἐμοῦ, λέγει Κύριος· ἔταξαν τὰ βδελύγματα αὐτῶν ἐν τῷ οἴκῳ, οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτὸν, τοῦ μιάναι αὐτόν."],["31","Καὶ ᾠκοδόμησαν τὸν βωμὸν τοῦ Ταφὲθ, ὅς ἐστιν ἐν φάραγγι υἱοῦ Ἐννὸμ, τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἐν πυρὶ, ὃ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ οὐ διενοήθην ἐν τῇ καρδίᾳ μου."],["32","Διατοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι, Βωμὸς τοῦ Ταφὲθ καὶ φάραγξ υἱοῦ Ἐννὸμ, ἀλλʼ ἡ φάραγξ τῶν ἀνῃρημένων· καὶ θάψουσιν ἐν τῷ Ταφὲθ, διὰ τὸ μὴ ὑπάρχειν τόπον."],["33","Καὶ ἔσονται οἱ νεκροὶ τοῦ λαοῦ τούτου εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ οὐκ ἔσται ὁ ἀποσοβῶν."],["34","Καὶ καταλύσω ἐκ πόλεων Ἰούδα καὶ ἐκ διόδων Ἱερουσαλὴμ φωνὴν εὐφραινομένων, καὶ φωνὴν χαιρόντων, φωνὴν νυμφίου, καὶ φωνὴν νύμφης, ὅτι εἰς ἐρήμωσιν ἔσται πᾶσα ἡ γῆ."]],[["1","Ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει Κύριος, ἐξοίσουσι τὰ ὀστᾶ τῶν βασιλέων Ἰούδα, καὶ τὰ ὀστᾶ τῶν ἀρχόντων αὐτοῦ, καὶ τὰ ὀστᾶ τῶν ἱερέων, καὶ τὰ ὀστᾶ προφητῶν, καὶ τὰ ὀστᾶ τῶν κατοικούντων ἐν Ἱερουσαλὴμ ἐκ τῶν τάφων αὐτῶν,"],["2","καὶ ψύξουσιν αὐτὰ πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην, καὶ πρὸς πάντας τοὺς ἀστέρας, καὶ πρὸς πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, ἃ ἠγάπησαν, καὶ οἷς ἐδούλευσαν, καὶ ὧν ἐπορεύθησαν ὀπίσω αὐτῶν, καὶ ὧν ἀντείχοντο, καὶ οἷς προσεκύνησαν αὐτοῖς· οὐ κοπήσονται, καὶ οὐ ταφήσονται, καὶ ἔσονται εἰς παράδειγμα ἐπὶ πρόσωπου τῆς γῆς,"],["3","ὅτι εἵλοντο τὸν θάνατον ἢ τὴν ζωὴν, καὶ πᾶσι τοῖς καταλοίποις τοῖς καταλειφθεῖσιν ἀπὸ τῆς γενεᾶς ἐκείνης, ἐν παντὶ τόπῳ οὗ ἐὰν ἐξώσω αὐτοὺς ἐκεῖ."],["4","Ὅτι τάδε λέγει Κύριος, μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἀναστρέφει;"],["5","Διατί ἀπέστρεψεν ὁ λαός μου οὗτος ἀποστροφὴν ἀναιδῆ, καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὐτῶν, καὶ οὐκ ἠθέλησαν τοῦ ἐπιστρέψαι;"],["6","ἐνωτίσασθε δὴ, καὶ ἀκούσατε· οὐχ οὕτω λαλήσουσιν, οὐκ ἔστιν ἄνθρωπος ὁ μετανοῶν ἀπὸ τῆς κακίας αὐτοῦ, λέγων, τί ἐποίησα; διέλιπεν ὁ τρέχων ἀπὸ τοῦ δρόμου αὐτοῦ, ὡς ἵππος κάθιδρος ἐν χρεμετισμῷ αὐτοῦ."],["7","Καὶ ἡ ἀσίδα ἐν τῷ οὐρανῷ ἔγνω τὸν καιρὸν αὐτῆς, τρυγὼν καὶ χελιδὼν ἀγροῦ, στρουθία ἐφύλαξαν καιροὺς εἰσόδων ἑαυτῶν, ὁ δὲ λαός μου οὗτος οὐκ ἔγνω τὰ κρίματα Κυρίου."],["8","Πῶς ἐρεῖτε, ὅτι σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου μεθʼ ἡμῶν ἐστιν; εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς γραμματεῦσιν."],["9","Ἠσχύνθησαν σοφοὶ, καὶ ἐπτοήθησαν καὶ ἑάλωσαν, ὅτι τὸν νόμον Κυρίου ἀπεδοκίμασαν· σοφία τίς ἐστιν ἐν αὐτοῖς;"],["10","Διατοῦτο δώσω τὰς γυναῖκας αὐτῶν ἑτέροις, καὶ τοὺς ἀγροὺς αὐτῶν τοῖς κληρονόμοις,"],["13","καὶ συνάξουσι τὰ γεννήματα αὐτῶν, λέγει Κύριος. Οὐκ ἔστι σταφυλὴ ἐν ταῖς ἀμπέλοις, καὶ οὐκ ἐστι σῦκα ἐν ταῖς συκαῖς, καὶ τὰ φύλλα κατεῤῥύηκεν."],["14","Ἐπὶ τί ἡμεῖς καθήμεθα; συνάχθητε, καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς ὀχυρὰς, καὶ ἀποῤῥιφῶμεν ἐκεῖ, ὅτι ὁ Θεὸς ἀπέῤῥιψεν ἡμᾶς, καὶ ἐπότισεν ἡμᾶς ὕδωρ χολῆς, ὅτι ἡμάρτομεν ἐναντίον αὐτοῦ."],["15","Συνήχθημεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθὰ, εἰς καιρὸν ἰάσεως, καὶ ἰδοὺ σπουδή."],["16","Ἐκ Δὰν ἀκουσόμεθα φωνὴν ὀξύτητος ἵππων αὐτοῦ· ἀπὸ φωνῆς χρεμετισμοῦ ἱππασίας ἵππων αὐτοῦ ἐσείσθη πᾶσα ἡ γῆ. καὶ ἥξει καὶ καταφάγεται τὴν γῆν, καὶ τὸ πλήρωμα αὐτῆς, πόλιν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ."],["17","Διότι ἰδοὺ ἐγὼ ἐξαποστέλλω εἰς ὑμᾶς ὄφεις θανατοῦντας, οἷς οὐκ ἔστιν ἐπᾴσαι, καὶ δήξονται ὑμᾶς"],["18","ἀνίατα μετʼ ὀδύνης καρδίας ὑμῶν ἀπορουμένης."],["19","Ἰδοὺ φωνὴ κραυγῆς θυγατρὸς λαοῦ μου ἀπὸ γῆς μακρόθεν· μὴ Κύριος οὐκ ἔστιν ἐν Σιών; ἢ βασιλεὺς οὐκ ἔστιν ἐκεῖ; διότι παρώργισάν με ἐν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐν ματαίοις ἀλλοτρίοις."],["20","Διῆλθε θέρος, παρῆλθεν ἀμητὸς, καὶ ἡμεῖς οὐ διεσώθημεν."],["21","Ἐπὶ συντρίμματι θυγατρὸς λαοῦ μου ἐσκοτώθην· ἐν ἀπορίᾳ κατίσχυσάν με ὠδῖνες ὡς τικτούσης."],["22","Καὶ μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαὰδ, ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; διατί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου;"],["23","Τίς δώσει κεφαλῇ μου ὕδωρ, καὶ ὀφθαλμοῖς μου πηγὴν δακρύων; καὶ κλαύσομαι τὸν λαόν μου τοῦτον ἡμέρας καὶ νυκτὸς, τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου."]],[["1","Τίς δῴη μοι ἐν τῇ ἐρήμῳ σταθμὸν ἔσχατον, καὶ καταλείψω τὸν λαόν μου, καὶ ἀπελεύσομαι ἀπʼ αὐτῶν; ὅτι πάντες μοιχῶνται, σύνοδος ἀθετούντων,"],["2","καὶ ἐνέτειναν τὴν γλῶσσαν αὐτῶν ὡς τόξον· ψεῦδος, καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τῆς γῆς, ὅτι ἐκ κακῶν εἰς κακὰ ἐξήλθοσαν, καὶ ἐμὲ οὐκ ἔγνωσαν, φησὶ Κύριος."],["3","Ἕκαστος ἀπὸ τοῦ πλησίον αὐτοῦ φυλάξασθε, καὶ ἐπʼ ἀδελφοῖς αὐτῶν μὴ πεποίθατε, ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς φίλος δολίως πορεύσεται."],["4","Ἕκαστος κατὰ τοῦ φίλου αὐτοῦ καταπαίξεται, ἀλήθειαν οὐ μὴ λαλήσωσι· μεμάθηκεν ἡ γλῶσσα αὐτῶν λαλεῖν ψευδῆ, ἠδίκησαν, καὶ οὐ διέλιπον τοῦ ἐπιστρέψαι."],["5","Τόκος ἐπὶ τόκῳ, καὶ δόλος ἐπὶ δόλῳ· οὐκ ἤθελον εἰδέναι με, φησὶ Κύριος."],["6","Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ πυρώσω αὐτοὺς, καὶ δοκιμῶ αὐτούς· ὅτι ποιήσω ἀπὸ προσώπου πονηρίας θυγατρὸς λαοῦ μου."],["7","Βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν, δόλια τὰ ῥήματα τοῦ στόματος αὐτῶν· τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικὰ, καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν."],["8","Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος· ἢ ἐν λαῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου;"],["9","Ἐπὶ τὰ ὄρη λάβετε κοπετὸν, καὶ ἐπὶ τὰς τρίβους τῆς ἐρήμου θρῆνον, ὅτι ἐξέλιπον παρὰ τὸ μὴ εἶναι ἀνθρώπους· οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ, καὶ ἕως κτηνῶν, ἐξέστησαν, ᾤχοντο."],["10","Καὶ δώσω τὴν Ἱερουσαλὴμ εἰς μετοικίαν, καὶ εἰς κατοικητήριον δρακόντων, καὶ τὰς πόλεις Ἰούδα εἰς ἀφανισμὸν θήσομαι, παρὰ τὸ μὴ κατοικεῖσθαι."],["11","Τίς ὁ ἄνθρωπος ὁ συνετὸς, καὶ συνέτω τοῦτο; καὶ ᾧ λόγος στόματος Κυρίου πρὸς αὐτὸν, ἀναγγειλάτω ὑμῖν, ἕνεκεν τίνος ἀπώλετο ἡ γῆ, ἀνήφθη, ὡς ἔρημος, παρὰ τὸ μὴ διοδεύεσθαι αὐτήν;"],["12","Καὶ εἶπε Κύριος πρὸς μὲ, διὰ τὸ ἐγκαταλιπεῖν αὐτοὺς τὸν νόμον μου, ὃν ἔδωκα πρὸ προσώπου αὐτῶν, καὶ οὐκ ἤκουσαν τῆς φωνῆς μου,"],["13","ἀλλʼ ἐπορεύθησαν ὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας αὐτῶν τῆς κακῆς, καὶ ὀπίσω τῶν εἰδώλων ἃ ἐδίδαξαν αὐτοὺς οἱ πατέρες αὐτῶν."],["14","Διατοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ἀνάγκας, καὶ ποτιῶ αὐτοὺς ὕδωρ χολῆς,"],["15","καὶ διασκορπιῶ αὐτοὺς ἐν τοῖς ἔθνεσιν, εἰς οὓς οὐκ ἐγίνωσκον αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν, καὶ ἐπαποστελῶ ἐπʼ αὐτοὺς τὴν μάχαιραν, ἕως τοῦ ἐξαναλῶσαι αὐτοὺς ἐν αὐτῇ."],["16","Τάδε λέγει Κύριος, καλέσατε τὰς θρηνούσας, καὶ ἐλθέτωσαν, καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε, καὶ φθεγξάσθωσαν,"],["17","καὶ λαβέτωσαν ἐφʼ ὑμᾶς θρῆνον, καὶ καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, καὶ τὰ βλέφαρα ὑμῶν ῥείτω ὕδωρ,"],["18","ὅτι φωνὴ οἰκτροῦ ἠκούσθη ἐν Σιών· πῶς ἐταλαιπωρήσαμεν, κατῃσχύνθημεν σφόδρα, ὅτι ἐγκατελίπομεν τὴν γῆν, καὶ ἀπεῤῥίψαμεν τὰ σκηνώματα ἡμῶν;"],["19","Ἀκούσατε δὴ γυναῖκες λόγον Θεοῦ, καὶ δεξάσθω τὰ ὦτα ὑμῶν λόγους στόματος αὐτοῦ, καὶ διδάξατε τὰς θυγατέρας ὑμῶν οἶκτον, καὶ γυνὴ τὴν πλησίον αὐτῆς θρῆνον."],["20","Ὅτι ἀνέβη θάνατος διὰ τῶν θυρίδων ὑμῶν, εἰσῆλθεν εἰς τὴν γῆν ὑμῶν, τοῦ ἐκτρίψαι νήπια ἔξωθεν, καὶ νεανίσκους ἀπὸ τῶν πλατειῶν."],["21","Καὶ ἔσονται οἱ νεκροὶ τῶν ἀνθρώπων εἰς παράδειγμα ἐπὶ προσώπου τοῦ πεδίου τῆς γῆς ὑμῶν, ὡς χόρτος ὀπίσω θερίζοντος, καὶ οὐκ ἔσται ὁ συνάγων."],["22","Τάδε λέγει Κύριος, μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῆ ἰσχύϊ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ,"],["23","ἀλλʼ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιεῖν καὶ γινώσκειν, ὅτι ἐγώ εἰμι Κύριος ὁ ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς, ὅτι ἐν τούτοις τὸ θέλημά μου, λέγει Κύριος."],["24","Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίας αὐτῶν."],["25","Ἐπʼ Αἴγυπτον, καὶ ἐπὶ Ἰδουμαίαν, καὶ ἐπὶ Ἐδὼμ, καὶ ἐπὶ υἱοὺς Ἀμμὼν, καὶ ἐπὶ υἱοὺς Μωὰβ, καὶ ἐπὶ πάντα περικειρόμενον τὰ κατὰ πρόσωπον αὐτοῦ, τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ, ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκὶ, καὶ πᾶς οἶκος Ἰσραὴλ ἀπερίτμητοι καρδίας αὐτῶν."]],[["1","Ἀκούσατε τὸν λόγον Κυρίου, ὃν ἐλάλησεν ἐφʼ ὑμᾶς, οἶκος Ἰσραήλ."],["2","Τάδε λέγει Κύριος, κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε, καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε, ὅτι φοβοῦνται αὐτὰ τοῖς προσώποις αὐτῶν."],["3","Ὅτι τὰ νόμιμα τῶν ἐθνῶν μάταια· ξύλον ἐστὶν ἐκ τοῦ δρυμοῦ ἐκκεκομμένον, ἔργον τέκτονος, καὶ χώνευμα,"],["4","ἀργυρίῳ καὶ χρυσίῳ κεκαλλωπισμένα, ἐν σφύραις καὶ ἥλοις ἐστερέωσαν αὐτά·"],["5","Θήσουσιν αὐτὰ, καὶ οὐ κινηθήσονται· ἀργύριον τορευτόν ἐστιν, οὐ πορεύσονται,"],["9","ἀργύριον προσβλητόν ἐστιν. Ἀπὸ Θαρσεὶς ἥξει χρυσίον Μωφὰζ, καὶ χεὶρ χρυσοχόων, ἔργα τεχνιτῶν πάντα, ὑάκινθον καὶ πορφύραν ἐνδύσουσιν αὐτά."],["9a","Αἰρόμενα ἀρθήσονται, ὅτι οὐκ ἐπιβήσονται· μὴ φοβηθῆτε αὐτὰ, ὅτι οὐ μὴ κακοποιήσωσι, καὶ ἀγαθὸν οὐκ ἔστιν ἐν αὐτοῖς."],["11","Οὕτως ἐρεῖτε αὐτοῖς, θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἐκ τῆς γῆς, καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ τούτου."],["12","Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανὸν,"],["13","καὶ πλῆθος ὕδατος ἐν οὐρανῷ· καὶ ἀνήγαγε νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησε, καὶ ἐξήγαγε φῶς ἐκ θησαυρῶν αὐτοῦ."],["14","Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως, κατῃσχύνθη πᾶς χρυσοχόος ἐπὶ τοῖς γλυπτοῖς αὐτοῦ, ὅτι ψευδῆ ἐχώνευσεν, οὐκ ἔστι πνεῦμα ἐν αὐτοῖς."],["15","Μάταιά ἐστιν ἔργα ἐμπεπαιγμένα, ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται."],["16","Οὐκ ἔστι τοιαύτη μερὶς τῷ Ἰακὼβ, ὅτι ὁ πλάσας τὰ πάντα, αὐτὸς κληρονομία αὐτοῦ, Κύριος ὄνομα αὐτῷ."],["17","Συνήγαγεν ἔξωθεν τὴν ὑπόστασίν σου, κατοικοῦσαν ἐν ἐκλεκτοῖς."],["18","Ὅτι τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ σκελίζω τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἐν θλίψει, ὅπως εὑρεθῇ ἡ πληγή σου."],["19","Οὐαὶ ἐπὶ συντρίμματί σου, ἀλγηρὰ ἡ πληγή σου· κᾀγὼ εἶπα, ὄντως τοῦτο τὸ τραῦμά σου, καὶ κατέλαβέ σε."],["20","Ἡ σκηνή σου ἐταλαιπώρησεν, ὤλετο· καὶ πᾶσαι αἱ δέῤῥεις σου διεσπάσθησαν· οἱ υἱοί μου καὶ τὰ πρόβατά μου οὐκ εἰσὶν, οὐκ ἔστιν ἔτι τόπος τῆς σκηνῆς μου, τόπος τῶν δέῤῥεών μου."],["21","Ὅτι οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐζήτησαν· διατοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν,"],["22","φωνὴ ἀκοῆς ἰδοὺ ἔρχεται καὶ σειαμὸς μέγας ἐκ γῆς Βοῤῥᾶ, τοῦ τάξαι τὰς πόλεις Ἰούδα εἰς ἀφανισμὸν, καὶ κοίτην στρουθῶν."],["23","Οἶδα, Κύριε, ὅτι οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐδὲ ἀνὴρ πορεύσεται καὶ κατορθώσει πορείαν αὐτοῦ."],["24","Παίδευσον ἡμᾶς Κύριε, πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς."],["25","Ἔκχεον τὸν θυμόν σου ἐπὶ ἔθνη τὰ μὴ εἰδότα σε, καὶ ἐπὶ γενεὰς αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο, ὅτι κατέφαγον τὸν Ἰακὼβ καὶ ἐξανήλωσαν αὐτὸν, καὶ τὴν νομὴν αὐτοῦ ἠρήμωσαν."]],[["1","Ὁ ΛΟΓΟΣ Ὁ ΓΕΝΟΜΕΝΟΣ ΠΑΡΑ ΚΥΡΙΟΥ ΠΡΟΣ ἹΕΡΕΜΙΑΝ, ΛΕΓΩΝ,"],["2","Ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης, καὶ λαλήσεις πρὸς ἄνδρας Ἰούδα, καὶ πρὸς τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ,"],["3","καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαθήκης ταύτης,"],["4","ἧς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐκ καμίνου τῆς σιδηρᾶς, λέγων, ἀκούσατε τῆς φωνῆς μου, καὶ ποιήσατε πάντα ὅσα ἐὰν ἐντείλωμαι ὑμῖν, καὶ ἔσεσθέ μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς Θεόν·"],["5","Ὅπως στήσω τὸν ὅρκον μου, ὃν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τοῦ δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι, καθὼς ἡ ἡμέρα αὕτη· καὶ ἀπεκρίθην καὶ εἶπα, γένοιτο Κύριε."],["6","Καὶ εἶπε Κύριος πρὸς μὲ, ἀνάγνωθι τοὺς λόγους τούτους ἐν πόλεσιν Ἰούδα, καὶ ἔξωθεν Ἱερουσαλὴμ, λέγων, ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης, καὶ ποιήσατε αὐτούς."],["8","Καὶ οὐκ ἐποίησαν."],["9","Καὶ εἶπε Κύριος πρὸς μὲ, εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα, καὶ ἐν τοῖς κατοικοῦσιν ἐν Ἱερουσαλήμ·"],["10","Ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον, οἳ οὐκ ἠθέλησαν εἰσακοῦσαι τῶν λόγων μου, καὶ ἰδοὺ αὐτοὶ πορεύονται ὀπίσω θεῶν ἀλλοτρίων, τοῦ δουλεύειν αὐτοῖς· καὶ διεσκέδασεν οἶκος Ἰσραὴλ καὶ οἶκος Ἰούδα τὴν διαθήκην μου, ἣν διεθέμην πρὸς τοὺς πατέρας αὐτῶν."],["11","Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, ἐξ ὧν οὐ δυνήσονται ἐξελθεῖν ἐξ αὐτῶν· καὶ κεκράξονται πρὸς μὲ, καὶ οὐκ εἰσακούσομαι αὐτῶν."],["12","Καὶ πορεύσονται πόλεις Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, καὶ κεκράξονται πρὸς τοὺς θεοὺς, οἷς αὐτοὶ θυμιῶσιν αὐτοῖς, οἳ μὴ σώσουσιν αὐτοὺς ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν."],["13","Ὅτι κατʼ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου Ἰούδα, καὶ κατʼ ἀριθμὸν ἐξόδων τῆς Ἱερουσαλὴμ ἐτάξατε βωμοὺς θυμιᾷν τῇ Βάαλ."],["14","Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου περὶ αὐτῶν ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι ἐν τῷ καιρῷ ἐν ᾧ ἐπικαλοῦνταί με, ἐν καιρῷ κακώσεως αὐτῶν."],["15","Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα; μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφελοῦσιν ἀπὸ σοῦ τὰς κακίας σου, ἢ τούτοις διαφεύξῃ;"],["16","Ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει ἐκάλεσε Κύριος τὸ ὄνομά σου, εἰς φωνὴν περιτομῆς αὐτῆς· ἀνήφθη πῦρ ἐπʼ αὐτὴν, μεγάλη ἡ θλίψις ἐπὶ σὲ, ἠχρειώθησαν οἱ κλάδοι αὐτῆς·"],["17","Καὶ Κύριος ὁ καταφυτεύσας σε, ἐλάλησεν ἐπὶ σὲ κακὰ ἀντὶ τῆς κακίας οἴκου Ἰσραὴλ καὶ οἴκου Ἰούδα, ὅ, τι ἐποίησαν ἑαυτοῖς τοῦ παροργίσαι με ἐν τῷ θυμιᾷν αὐτοὺς τῇ Βάαλ."],["18","Κύριε γνώρισόν μοι, καὶ γνώσομαι· τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν."],["19","Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων· ἐπʼ ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρὸν, λέγοντες, δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ οὐκέτι."],["20","Κύριε κρίνων δίκαια, δοκιμάζων νεφροὺς καὶ καρδίας, ἴδοιμι τῆν παρὰ σοῦ ἐκδίκησιν ἐξ αὐτῶν, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου."],["21","Διατοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ἄνδρας Ἀναθὼθ τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς λέγοντας, οὐ μὴ προφητεύσεις ἐπὶ τῷ ὀνόματι Κυρίου, εἰ δὲ μὴ, ἀποθάνῃ ἐν ταῖς χερσὶν ἡμῶν·"],["22","Ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπʼ αὐτούς· οἱ νεανίσκοι αὐτῶν ἐν μαχαίρᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ,"],["23","καὶ ἐγκατάλειμμα οὐκ ἔσται αὐτῶν, ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικοῦντας ἐν Ἀναθὼθ, ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν."]],[["1","Δίκαιος εἶ Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ· πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα;"],["2","Ἐφύτευσας αὐτοὺς, καὶ ἐῤῥιζώθησαν· ἐτεκνοποιήσαντο, καὶ ἐποίησαν καρπόν· ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν."],["3","Καὶ σύ Κύριε γινώσκεις με, δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου· ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν."],["4","Ἕως πότε πενθήσει ἡ γῆ, καὶ πᾶς ὁ χόρτος τοῦ ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῆ; ἠφανίσθησαν κτήνη καὶ πετεινὰ, ὅτι εἶπαν, οὐκ ὄψεται ὁ Θεὸς ὁδοὺς ἡμῶν."],["5","Σοῦ οἱ πόδες τρέχουσι, καὶ ἐκλύουσί σε· πῶς παρασκευάσῃ ἐφʼ ἵπποις; καὶ ἐν γῇ εἰρήνης σου πέποιθας· πῶς ποιήσεις ἐν φρυάγματι τοῦ Ἰορδάνου;"],["6","Ὅτι καὶ οἱ ἀδελφοί σου καὶ ὁ οἶκος τοῦ πατρός σου, καὶ οὗτοι ἠθέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν, ἐκ τῶν ὀπίσω σου ἐπισυνήχθησαν· μὴ πιστεύσῃς ἐν αὐτοῖς, ὅτι λαλήσουσι πρὸς σὲ καλά."],["7","Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς."],["8","Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπʼ ἐμὲ τὴν φωνὴν αὐτῆς, διατοῦτο ἐμίσησα αὐτήν."],["9","Μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοὶ, ἢ σπήλαιον κύκλῳ αὐτῆς; βαδίσατε, συναγάγετε πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν."],["10","Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν τὴν μερίδα τὴν ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον,"],["11","ἐτέθη εἰς ἀφανισμὸν ἀπωλείας· διʼ ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ, ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐν καρδίᾳ."],["12","Ἐπὶ πᾶσαν διεκβολὴν ἐν τῇ ἐρήμῳ ἦλθον ταλαιπωροῦντες, ὅτι μάχαιρα τοῦ Κυρίου καταφάγεται ἀπʼ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς· οὐκ ἔστιν εἰρήνη πάσῃ σαρκί."],["13","Σπείρατε πυροὺς, καὶ ἀκάνθας θερίζετε· οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς· αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν, ἀπὸ ὀνειδισμοῦ ἔναντι Κυρίου."],["14","Ὅτι τάδε λέγει Κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν, τῶν ἁπτομένων τῆς κληρονομίας μου, ἧς ἐμέρισα τῷ λαῷ μου Ἰσραὴλ, ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν, καὶ τὸν Ἰούδαν ἐκβαλῶ ἐκ μέσου αὐτῶν."],["15","Καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς, ἐπιστρέψω καὶ ἐλεήσω αὐτοὺς, καὶ κατοικιῶ αὐτοὺς, ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ, καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ."],["16","Καὶ ἔσται ἐὰν μαθόντες μάθωσι τὴν ὁδὸν τοῦ λαοῦ μου, τοῦ ὀμνύειν τῷ ὀνόματί μου, ζῇ Κύριος, καθὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν τῇ Βάαλ, καὶ οἰκοδομηθήσεται ἐν μέσῳ τοῦ λαοῦ μου."],["17","Ἐὰν δὲ μὴ ἐπιστρέψωσι, καὶ ἐξαρῶ τὸ ἔθνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ."]],[["1","Τάδε λέγει Κύριος, βάδισον καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν, καὶ περίθου περὶ τὴν ὀσφύν σου, καὶ ἐν ὕδατι οὐ διελεύσεται."],["2","Καὶ ἐκτησάμην τὸ περίζωμα κατὰ τὸν λόγον Κυρίου, καὶ περιέθηκα περὶ τὴν ὀσφύν μου."],["3","Καὶ ἐγενήθη λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["4","λάβε τὸ περίζωμα τὸ περὶ τὴν ὀσφύν σου, καὶ ἀνάστηθι, καὶ βάδισον ἐπὶ τὸν Εὐφράτην, καὶ κατάκρυψον αὐτὸ ἐκεῖ ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας."],["5","Καὶ ἐπορεύθην, καὶ ἔκρυψα αὐτὸ ἐν τῷ Εὐφράτῃ, καθὼς ἐνετείλατό μοι Κύριος."],["6","Καὶ ἐγένετο μεθʼ ἡμέρας πολλὰς, καὶ εἶπε Κύριος πρὸς μὲ, ἀνάστηθι, βάδισον ἐπὶ τὸν Εὐφράτην, καὶ λάβε ἐκεῖθεν τὸ περίζωμα, ὃ ἐνετειλάμην σοι τοῦ κατακρύψαι ἐκεῖ."],["7","Καὶ ἐπορεύθην ἐπὶ τὸν Εὐφράτην ποταμὸν, καὶ ὤρυξα, καὶ ἔλαβον τὸ περίζωμα ἐκ τοῦ τόπου οὗ κατώρυξα αὐτὸ ἐκεῖ, καὶ ἰδοὺ διεφθαρμένον ἦν, ὃ οὐ μὴ χρησθῇ εἰς οὐθέν."],["8","Καὶ ἐγενήθη λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["9","Τάδε λέγει Κύριος, οὕτω φθερῶ τὴν ὕβριν Ἰούδα καὶ τὴν ὕβριν Ἱερουσαλὴμ,"],["10","τὴν πολλὴν ταύτην ὕβριν, τοὺς μὴ βουλομένους ὑπακούειν τῶν λόγων μου, καὶ πορευθέντας ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς, καὶ τοῦ προσκυνεῖν αὐτοῖς· καὶ ἔσονται ὥσπερ τὸ περίζωμα τοῦτο, ὃ οὐ χρησθήσεται εἰς οὐθέν."],["11","Ὅτι καθάπερ κολλᾶται τὸ περίζωμα περὶ τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ πάντα οἶκον Ἰούδα, τοῦ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν, καὶ εἰς καύχημα, καὶ εἰς δόξαν, καὶ οὐκ εἰσήκουσάν μου."],["12","Καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον, πᾶς ἀσκὸς πληρωθήσεται οἴνου· καὶ ἔσται ἐὰν εἴπωσι πρὸς σὲ, μὴ γνόντες οὐ γνωσόμεθα, ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἴνου;"],["13","Καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ πληρῶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην, καὶ τοὺς βασιλεῖς αὐτῶν τοὺς καθημένους υἱοὺς τοῦ Δαυὶδ ἐπὶ τοῦ θρόνου αὐτῶν, καὶ τοὺς ἱερεῖς καὶ τοὺς προφήτας, καὶ τὸν Ἰούδαν καὶ πάντας τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ, μεθύσματι·"],["14","Καὶ διασκορπιῶ αὐτοὺς ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ, καὶ τοὺς πατέρας αὐτῶν, καὶ τοὺς υἱοὺς αὐτῶν ἐν τῷ αὐτῷ· οὐκ ἐπιποθήσω, λέγει Κύριος, καὶ οὐ φείσομαι, καὶ οὐκ οἰκτειρήσω ἀπὸ διαφθορᾶς αὐτῶν."],["15","Ἀκούσατε, καὶ ἐνωτίσασθε, καὶ μὴ ἐπαίρεσθε, ὅτι Κύριος ἐλάλησε."],["16","Δότε τῷ Κυρίῳ Θεῷ ὑμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι, καὶ πρὸ τοῦ προσκόψαι πόδας ὑμῶν ἐπʼ ὄρη σκοτεινά· καὶ ἀναμενεῖτε εἰς φῶς, καὶ ἐκεῖ σκιὰ θανάτου καὶ τεθήσονται εἰς σκότος."],["17","Ἐὰν δὲ μὴ ἀκούσητε, κεκρυμμένως κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως, καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον Κυρίου."],["18","Εἴπατε τῷ βασιλεῖ καὶ τοῖς δυναστεύουσι, ταπεινώθητε καὶ καθίσατε, ὅτι καθῃρέθη ἀπὸ κεφαλῆς ὑμῶν στέφανος δόξης ὑμῶν."],["19","Πόλεις αἱ πρὸς Νότον, συνεκλείσθησαν, καὶ οὐκ ἦν ὁ ἀνοίγων· ἀποικίσθη Ἰούδας, συνετέλεσαν ἀποικίαν τελείαν."],["20","Ἀνάλαβε ὀφθαλμούς σου Ἱερουσαλὴμ, καὶ ἴδε τοὺς ἐρχομένους ἀπὸ Βοῤῥᾶ· ποῦ ἐστι τὸ ποίμνιον ὃ ἐδόθη σοι, πρόβατα δόξης σου;"],["21","Τί ἐρεῖς ὅταν ἐπισκέπτωνταί σε; καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαθήματα εἰς ἀρχήν· οὐκ ὠδῖνες καθέξουσί σε καθὼς γυναῖκα τίκτουσαν;"],["22","Καὶ ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου, διατί ἀπήντησέ μοι ταῦτα; διὰ τὸ πλῆθος τῆς ἀδικίας σου ἀνεκαλύφθη τὰ ὀπίσθιά σου, παραδειγματισθῆναι τὰς πτέρνας σου."],["23","Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυνήσεσθε εὐποιῆσαι μεμαθηκότες τὰ κακά."],["24","Καὶ διέσπειρα αὐτοὺς, ὡς φρύγανα φερόμενα ὑπὸ ἀνέμου εἰς ἔρημον."],["25","Οὕτως ὁ κλῆρός σου, καὶ μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοὶ, λέγει Κύριος· ὡς ἐπελάθου μου, καὶ ἤλπισας ἐπὶ ψεύδεσι,"],["26","κᾀγὼ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου, καὶ ὀφθήσεται ἡ ἀτιμία σου,"],["27","καὶ ἡ μοιχεία σου, καὶ χρεμετισμός σου, καὶ ἡ ἀπαλλοτρίωσις τῆς πορνείας σου· ἐπὶ τῶν βουνῶν, καὶ ἐν τοῖς ἀγροῖς ἑώρακα τὰ βδελύγματά σου· οὐαί σοι Ἱερουσαλὴμ, ὅτι οὐκ ἐκαθαρίσθης ὀπίσω μου· ἕως τίνος ἔτι;"]],[["1","ΚΑΙ ἘΓΕΝΕΤΟ ΛΟΓΟΣ ΚΥΡΙΟΥ ΠΡΟΣ ἹΕΡΕΜΙΑΝ ΠΕΡΙ ΤΗΣ ἈΒΡΟΧΙΑΣ."],["2","Ἐπένθησεν ἡ Ἰουδαία, καὶ αἱ πύλαι αὐτῆς ἐκενώθησαν, καὶ ἐσκοτώθησαν ἐπὶ τῆς γῆς, καὶ ἡ κραυγὴ τῆς Ἱερουσαλὴμ ἀνέβη·"],["3","Καὶ οἱ μεγιστᾶνες αὐτῆς ἀπέστειλαν τοὺς νεωτέρους αὐτῶν ἐφʼ ὕδωρ· ἤλθοσαν ἐπὶ τὰ φρέατα, καὶ οὐχ εὕροσαν ὕδωρ, καὶ ἀπέστρεψαν τὰ ἀγγεῖα αὐτῶν κενά."],["4","Καὶ τὰ ἔργα τῆς γῆς ἐξέλιπεν, ὅτι οὐκ ἦν ὑετός· ᾐσχύνθησαν οἱ γεωργοὶ, ἐπεκάλυψαν τὰς κεφαλὰς αὐτῶν."],["5","Καὶ ἔλαφοι ἐν ἀγρῷ ἔτεκον, καὶ ἐγκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη."],["6","Ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπας, καὶ εἵλκυσαν ἄνεμον, ἐξέλιπον οἱ ὀφθαλμοὶ αὐτῶν, ὅτι οὐκ ἦν χόρτος."],["7","Αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν· Κύριε ποίησον ἡμῖν ἕνεκέν σου, ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον σου, ὅτι σοι ἡμάρτομεν."],["8","Ὑπομονὴ Ἰσραὴλ Κύριε, καὶ σώζεις ἐν καιρῷ κακῶν· ἱνατί ἑγενήθης ὡσεὶ πάροικος ἐπὶ τῆς γῆς, καὶ ὡς αὐτόχθων ἐκκλίνων εἰς κατάλυμα;"],["9","Μὴ ἔσῃ ὥσπερ ἄνθρωπος ὑπνῶν, ἢ ὡς ἀνὴρ οὐ δυνάμενος σώζειν; καὶ σὺ ἐν ἡμῖν εἶ Κύριε, καὶ τὸ ὄνομά σου ἐπικέκληται ἐφʼ ἡμᾶς· μὴ ἐπιλάθῃ ἡμῶν."],["10","Οὕτως λέγει Κύριος τῷ λαῷ τούτῳ, ἠγάπησαν κινεῖν πόδας αὐτῶν, καὶ οὐκ ἐφείσαντο, καὶ ὁ Θεὸς οὐκ εὐώδωσεν ἐν αὐτοῖς· νῦν μνησθήσεται τῆς ἀδικίας αὐτῶν."],["11","Καὶ εἶπε Κύριος πρὸς μὲ, μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου εἰς ἀγαθὰ,"],["12","ὅτι ἐὰν νηστεύσωσιν, οὐκ εἰσακούσομαι τῆς δεήσεως αὐτῶν· καὶ ἐὰν προσενέγκωσιν ὁλοκαυτώματα καὶ θυσίας, οὐκ εὐδοκήσω ἐν αὐτοῖς, ὅτι ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ ἐγὼ συντελέσω αὐτούς."],["13","Καὶ εἶπα, ὁ ὢν Κύριε, ἰδοὺ οἱ προφῆται αὐτῶν προφητεύουσι, καὶ λέγουσιν, οὐκ ὄψεσθε μάχαιραν, οὐδὲ λιμὸς ἔσται ἐν ὑμῖν, ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω ἐπὶ τῆς γῆς, καὶ ἐν τῷ τόπῳ τούτῳ."],["14","Καὶ εἶπε Κύριος πρὸς μὲ, ψευδῆ οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέστειλα αὐτοὺς, καὶ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ οὐκ ἐλάλησα πρὸς αὐτούς· ὅτι ὁράσεις ψευδεῖς, καὶ μαντείας, καὶ οἰωνίσματα, καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προφητεύουσιν ὑμῖν."],["15","Διατοῦτο τάδε λέγει Κύριος περὶ τῶν προφητῶν τῶν προφητευόντων ἐπὶ τῷ ὀνόματί μου ψευδῆ, καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτοὺς, οἳ λέγουσι, μάχαιρα καὶ λιμὸς οὐκ ἔσται ἐπὶ τῆς γῆς ταύτης· ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται, καὶ ἐν λιμῷ συντελεσθήσονται οἱ προφῆται,"],["16","καὶ ὁ λαὸς, οἷς αὐτοὶ προφητεύουσιν αὐτοῖς, καὶ ἔσονται ἐῤῥιμμένοι ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ, καὶ οὐκ ἔσται ὁ θάπτων αὐτοὺς, καὶ αἱ γυναῖκες αὐτῶν, καὶ οἱ υἱοὶ αὐτῶν, καὶ αἱ θυγατέρες αὐτῶν, καὶ ἐκχεῶ ἐπʼ αὐτοὺς τὰ κακὰ αὐτῶν."],["17","Καὶ ἐρεῖς πρὸς αὐτοὺς τὸν λόγον τοῦτον, καταγάγετε ἐπ ὀφθαλμοὺς ὑμῶν δάκρυα ἡμερας καὶ νυκτὸς, καὶ μὴ διαλιπέτωσαν, ὅτι συντρίμματι συνετρίβη θυγάτηρ λαοῦ μου, καὶ πληγὴ ὀδυνηρὰ σφόδρα."],["18","Ἐὰν ἐξέλθω εἰς τὸ πεδίον, καὶ ἰδοὺ τραυματίαι μαχαίρας· καὶ ἐὰν εἰσέλθω εἰς τὴν πόλιν, καὶ ἰδοὺ πόνος λιμοῦ· ὅτι ἱερεὺς καὶ προφήτης ἐπορεύθησαν εἰς γῆν, ἣν οὐκ ᾔδεισαν."],["19","Μὴ ἀποδοκιμάζων ἀπεδοκίμασας τὸν Ἰούδαν, καὶ ἀπὸ Σιὼν ἀπέστη ἡ ψυχή σου; ἱνατί ἔπαισας ἡμᾶς, καὶ οὐκ ἔστιν ἡμῖν ἴασις; ὑπεμείναμεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθὰ, εἰς καιρὸν ἰάσεως, καὶ ἰδοὺ ταραχή."],["20","Ἔγνωμεν Κύριε ἁμαρτήματα ἡμῶν, ἀδικίας πατέρων ἡμῶν, ὅτι ἡμάρτομεν ἐναντίον σου."],["21","Κόπασον διὰ τὸ ὄνομά σου, μὴ ἀπολέσῃς θρόνον δόξης σου· μνήσθητι, μὴ διασκεδάσῃς τὴν διαθήκην σου τὴν μεθʼ ἡμῶν."],["22","Μὴ ἔστιν ἐν εἰδώλοις τῶν ἐθνῶν ὑετίζων; καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν αὐτοῦ, οὐχὶ σὺ εἶ αὐτός; καὶ ὑπομενοῦμέν σε Κύριε, ὅτι σὺ ἐποίησας πάντα ταῦτα."]],[["1","Καὶ εἶπε Κύριος πρὸς μὲ, ἐὰν στῇ Μωυσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς· ἐξαπόστειλον τὸν λαὸν τοῦτον, καὶ ἐξελθέτωσαν."],["2","Καὶ ἔσται ἐὰν εἴπωσι πρὸς σὲ, ποῦ ἐξελευσόμεθα; καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, ὅσοι εἰς θάνατον, εἰς θάνατον· καὶ ὅσοι εἰς μάχαιραν, εἰς μάχαιραν· καὶ ὅσοι εἰς λιμὸν, εἰς λιμόν· καὶ ὅσοι εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν."],["3","Καὶ ἐκδικήσω ἐπʼ αὐτοὺς τέσσαρα εἴδη, λέγει Κύριος· τὴν μάχαιραν εἰς σφαγὴν, καὶ τοὺς κύνας εἰς διασπασμὸν, καὶ τὰ θηρία τῆς γῆς, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ εἰς βρῶσιν καὶ διαφθοράν."],["4","Καὶ παραδώσω αὐτοὺς εἰς ἀνάγκας πάσαις ταῖς βασιλείαις τῆς γῆς, διὰ Μανασσῆ υἱὸν Ἐζεκίου βασιλέως Ἰούδα, περὶ πάντων ὧν ἐποίησεν ἐν Ἱερουσαλήμ."],["5","Τίς φείσεται ἐπὶ σοὶ Ἱερουσαλήμ; καὶ τίς δειλιάσει ἐπὶ σοί; ἢ τίς ἀνακάμψει εἰς εἰρήνην σοι;"],["6","Σὺ ἀπεστράφης με, λέγει Κύριος, ὀπίσω πορεύσῃ· καὶ ἐκτενῶ τὴν χεῖρά μου, καὶ διαφθερῶ σε, καὶ οὐκέτι ἀνήσω αὐτούς·"],["7","Καὶ διασπερῶ αὐτοὺς ἐν διασπορᾶ ἐν πύλαις λαοῦ μου ἠτεκνώθησαν, ἀπώλεσαν τὸν λαόν μου διὰ τὰς κακίας αὐτῶν."],["8","Ἐπληθύνθησαν αἱ χῆραι αὐτῶν ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης· ἐπήγαγον ἐπὶ μητέρα νεανίσκους, ταλαιπωρίαν ἐν μεσημβρίᾳ, ἐπέῤῥιψα ἐπʼ αὐτὴν ἐξαίφνης τρόμον καὶ σπουδήν."],["9","Ἐκενώθη ἡ τίκτουσα ἑπτὰ, ἀπεκάκησεν ἡ ψυχὴ αὐτῆς, ἐπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσούσης τῆς ἡμέρας, κατῃσχύνθη καὶ ὠνειδίσθη· τοὺς καταλοίπους αὐτῶν εἰς μάχαιραν δώσω ἐναντίον τῶν ἐχθρῶν αὐτῶν."],["10","Οἴμοι ἐγὼ, μῆτερ, ὡς τινά με ἔτεκες ἄνδρα δικαζόμενον, καὶ διακρινόμενον πάσῃ τῇ γῇ· οὔτε ὠφέλησα, οὔτε ὠφέλησέ με οὐδείς· ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με."],["11","Γένοιτο δέσποτα κατευθυνόντων αὐτῶν· εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν, καὶ ἐν καιρῷ θλίψεως αὐτῶν, εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόν."],["12","Εἰ γνωσθήσεται σίδηρος; καὶ περιβόλαιον χαλκοῦν ἡ ἰσχύς σου."],["13","Καὶ τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω ἀντάλλαγμα, διὰ πάσας τὰς ἁμαρτίας σου, καὶ ἐν πᾶσι τοῖς ὁρίοις σου."],["14","Καὶ καταδουλώσω σε κύκλῳ τοῖς ἐχθροῖς σου, ἐν τῇ γῇ ᾗ οὐκ ᾔδεις· ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, ἐφʼ ὑμᾶς καυθήσεται."],["15","Κύριε μνήσθητί μου, καὶ ἐπίσκεψαί με, καὶ ἀθώωσόν με ἀπὸ τῶν καταδιωκόντων με, μὴ εἰς μακροθυμίαν· γνῶθι, ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸν"],["16","ὑπὸ τῶν ἀθετούντων τοὺς λόγους σου· συντέλεσον αὐτούς· καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου, ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπʼ ἐμοὶ, Κύριε παντοκράτωρ."],["17","Οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλὰ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου· καταμόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην."],["18","Ἱνατί οἱ λυποῦντές με κατισχύουσί μου; ἡ πληγή μου στερεὰ, πόθεν ἰαθήσομαι; γινομένη ἐγενήθη μοι ὡς ὕδωρ ψευδὲς, οὐκ ἔχον πίστιν."],["19","Διατοῦτο τάδε λέγει Κύριος, ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε, καὶ πρὸ προσώπου μου στήσῃ· καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς τὸ στόμα μου ἔσῃ· καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σὲ, καὶ σὺ οὐκ ἀναστρέψεις πρὸς αὐτούς."],["20","Καὶ δώσω σε τῷ λαῷ τούτῳ, ὡς τεῖχος ὀχυρὸν, χαλκοῦν· καὶ πολεμήσουσι πρὸς σὲ, καὶ οὐ μὴ δύνωνται πρὸς σὲ, διότι μετὰ σοῦ εἰμι τοῦ σώζειν σε,"],["21","καὶ τοῦ ἐξαιρεῖσθαί σε ἐκ χειρὸς πονηρῶν, καὶ λυτρώσομαί σε ἐκ χειρὸς λοιμῶν."]],[["1","Καὶ σὺ μὴ λάβῃς γυναῖκα, λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ,"],["2","καὶ οὐ γεννηθήσεταί σοι υἱὸς, οὐδὲ θυγάτηρ ἐν τῷ τόπῳ τούτῳ."],["3","Ὅτι τάδε λέγει Κύριος περὶ τῶν υἱῶν καὶ περὶ τῶν θυγατέρων τῶν γεννωμένων ἐν τῷ τόπῳ τούτῳ, καὶ περὶ τῶν μητέρων αὐτῶν τῶν τετοκυιῶν αὐτοὺς, καὶ περὶ τῶν πατέρων αὐτῶν τῶν γεγεννηκότων αὐτοὺς ἐν τῇ γῇ ταύτῃ,"],["4","ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται, οὐ κοπήσονται, καὶ οὐ ταφήσονται· εἰς παράδειγμα ἐπὶ προσώπου τῆς γῆς ἔσονται· καὶ τοῖς θηρίοις τῆς γῆς ἔσονται καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ· ἐν μαχαίρᾳ πεσοῦνται, καὶ ἐν λιμῷ συντελεσθήσονται."],["5","Τάδε λέγει Κύριος, μὴ εἰσέλθῃς εἰς θίασον αὐτῶν, καὶ μὴ πορευθῇς τοῦ κόψασθαι, καὶ μὴ πενθήσῃς αὐτοὺς, ὅτι ἀφέστακα τὴν εἰρήνην μου ἀπὸ τοῦ λαοῦ τούτου·"],["6","Οὐ μὴ κόψονται αὐτοὺς, οὐδὲ ἐντομίδας οὐ μὴ ποιήσουσι, καὶ οὐ ξυρηθήσονται,"],["7","καὶ οὐ μὴ κλασθῇ ἄρτος ἐν πένθει αὐτῶν εἰς παράκλησιν ἐπὶ τεθνηκότι· οὐ ποτιοῦσιν αὐτὸν ποτήριον εἰς παράκλησιν ἐπὶ πατρὶ καὶ μητρὶ αὐτοῦ."],["8","Εἰς οἰκίαν πότου οὐκ εἰσελεύσῃ σὺ, συγκαθίσαι μετʼ αὐτῶν τοῦ φαγεῖν καὶ πιεῖν."],["9","Διότι τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἰδοὺ ἐγὼ καταλύω ἐκ τοῦ τόπου τούτου ἐνώπιον τῶν ὀφθαλμῶν ὑμῶν, καὶ ἐν ταῖς ἡμέραις ὑμῶν, φωνὴν χαρᾶς, καὶ φωνὴν εὐφροσύνης, φωνὴν νυμφίου, καὶ φωνὴν νύμφης."],["10","Καὶ ἔσται ὅταν ἀναγγείλῃς τῷ λαῷ τούτῳ ἅπαντα τὰ ῥήματα ταῦτα, καὶ εἴπωσι πρὸς σὲ, διατί ἐλάλησε Κύριος ἐφʼ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα; τίς ἡ ἀδικία ἡμῶν; καὶ τίς ἡ ἁμαρτία ἡμῶν, ἣν ἡμάρτομεν ἔναντι Κυρίου τοῦ Θεοῦ ἡμῶν;"],["11","Καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἀνθʼ ὧν ἐγκατέλιπόν με οἱ πατέρες ὑμῶν, λέγει Κύριος, καὶ ᾤχοντο ὀπισω θεῶν ἀλλοτρίων, καὶ ἐδούλευσαν αὐτοῖς, καὶ προσεκύνησαν αὐτοῖς, καὶ ἐμὲ ἐγκατέλιπον, καὶ τὸν νόμον μου οὐκ ἐφυλάξαντο·"],["12","Καὶ ὑμεῖς ἐπονηρεύσασθε ὑπὲρ τοὺς πατέρας ὑμῶν· καὶ ἰδοὺ ὑμεῖς πορεύεσθε ἕκαστος ὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας ὑμῶν τῆς πονηρᾶς, τοῦ μὴ ὑπακούειν μου."],["13","Καὶ ἀποῤῥίψω ὑμᾶς ἀπὸ τῆς γῆς ταύτης εἰς τὴν γῆν, ἣν οὐκ ᾔδειτε ὑμεῖς καὶ οἱ πατέρες ὑμῶν, καὶ δουλεύσετε ἐκεῖ θεοῖς ἑτέροις, οἳ οὐ δώσουσιν ὑμῖν ἔλεος."],["14","Διατοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι, ζῇ Κύριος ὁ ἀναγαγὼν τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου,"],["15","ἀλλὰ, ζῇ Κύριος, ὃς ἀνήγαγε τὸν οἶκον Ἰσραὴλ ἀπὸ γῆς Βοῤῥᾶ, καὶ ἀπὸ πασῶν τῶν χωρῶν οὗ ἐξώσθησαν ἐκεῖ· καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γῆν αὐτῶν, ἣν ἔδωκα τοῖς πατράσιν αὐτῶν."],["16","Ἰδοὺ ἐγὼ ἀποστέλλω τοὺς ἁλιεῖς τοὺς πολλοὺς, λέγει Κύριος, καὶ ἁλιευσουσιν αὐτούς· καὶ μετὰ ταῦτα ἀποστέλλω τοὺς πολλοὺς θηρευτὰς, καὶ θηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς ὄρους, καὶ ἐπάνω παντὸς βουνοῦ, καὶ ἐκ τῶν τρυμαλιῶν τῶν πετρῶν."],["17","Ὅτι οἱ ὀφθαλμοί μου ἐπὶ πάσας τὰς ὁδοὺς αὐτῶν, καὶ οὐκ ἐκρύβη τὰ ἀδικήματα αὐτῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου."],["18","Καὶ ἀνταποδώσω διπλὰς τὰς κακίας αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν, ἐφʼ αἷς ἐβεβήλωσαν τὴν γῆν μου ἐν τοῖς θνησιμαίοις τῶν βδελυγμάτων αὐτῶν, καὶ ἐν ταῖς ἀνομίαις αὐτῶν, ἐν αἷς ἐπλημμέλησαν τὴν κληρονομίαν μου."],["19","Κύριε σὺ ἰσχύς μου, καὶ βοήθειά μου, καὶ καταφυγή μου ἐν ἡμέραις κακῶν· πρὸς σὲ ἔθνη ἥξουσιν ἀπʼ ἐσχάτου τῆς γῆς, καὶ ἐροῦσιν, ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα;"],["20","Εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεοὺς, καὶ οὗτοι οὐκ εἰσὶ θεοί."],["21","Διατοῦτο ἰδοὺ ἐγὼ δηλώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ τὴν χεῖρά μου, καὶ γνωριῶ αὐτοῖς τὴν δύναμίν μου, καὶ γνώσονται, ὅτι ὄνομά μοι Κύριος."]],[["5","Ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπʼ ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ ἐπʼ αὐτὸν, καὶ ἀπὸ Κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ."],["6","Καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη ἡ ἐν τῇ ἐρήμῳ, οὐκ ὄψεται ὅταν ἔλθῃ τὰ ἀγαθὰ, καὶ κατασκηνώσει ἐν ἁλίμοις, καὶ ἐν ἐρήμῳ, ἐν γῇ ἁλμυρᾷ ἥτις οὐ κατοικεῖται."],["7","Καὶ εὐλογημένος ὁ ἄνθρωπος, ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ·"],["8","Καὶ ἔσται ὡς ξύλον εὐθηνοῦν παρʼ ὕδατα, καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζαν αὐτοῦ· οὐ φοβηθήσεται ὅταν ἔλθῃ καῦμα, καὶ ἔσται ἐπʼ αὐτῷ στελέχη ἀλσώδη, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται, καὶ οὐ διαλείψει ποιῶν καρπόν."],["9","Βαθεία ἡ καρδία παρὰ πάντα, καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν;"],["10","Ἐγὼ Κύριος ἐτάζων καρδίας, καὶ δοκιμάζων νεφροὺς, τοῦ δοῦναι ἑκάστῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καὶ κατὰ τοὺς καρποὺς τῶν ἐπιτηδευμάτων αὐτοῦ."],["11","Ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκε, ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως· ἐν ἡμίσει ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτὸν, καὶ ἐπʼ ἐσχάτων αὐτοῦ ἔσται ἄφρων."],["12","Θρόνος δόξης ὑψωμένος, ἁγίασμα ἡμῶν,"],["13","ὑπομονὴ Ἰσραήλ· Κύριε, πάντες οἱ καταλιπόντες σε καταισχυνθήτωσαν, ἀφεστηκότες ἐπὶ τῆς γῆς γραφήτωσαν, ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς, τὸν Κύριον."],["14","Ἴασαί με Κύριε, καὶ ἰαθήσομαι· σῶσόν με, καὶ σωθήσομαι, ὅτι καύχημά μου σὺ εἶ."],["15","Ἰδοὺ αὐτοὶ λέγουσι πρὸς μὲ, ποῦ ἐστιν ὁ λόγος Κυρίου; ἐλθέτω."],["16","Ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου, καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα· σὺ ἐπίστῃ· τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου, πρὸ προσώπου σου ἐστί."],["17","Μὴ γενηθῇς μοι εἰς ἀλλοτρίωσιν, φειδόμενός μου ἐν ἡμέρᾳ πονηρᾷ."],["18","Καταισχυνθήτωσαν οἱ διώκοντές με, καὶ μὴ καταισχυνθείην ἐγώ· πτοηθείησαν αὐτοὶ, καὶ μὴ πτοηθείην ἐγώ· ἐπάγαγε ἐπʼ αὐτοὺς ἡμέραν πονηρὰν, δισσὸν σύντριμμα σύντριψον αὐτούς."],["19","Τάδε λέγει Κύριος, βάδισον, καὶ στῆθι ἐν ταῖς πύλαις υἱῶν λαοῦ σου, ἐν αἷς εἰσπορεύονται ἐν αὐταῖς βασιλεῖς Ἰούδα, καὶ ἐν αἷς ἐκπορεύονται ἐν αὐταῖς, καὶ ἐν πάσαις ταῖς πύλαις Ἱερουσαλὴμ,"],["20","καὶ ἐρεῖς αὐτοῖς, ἀκούσατε τὸν λόγον Κυρίου βασιλεῖς Ἰούδα, καὶ πᾶσα Ἰουδαία, καὶ πᾶσα Ἱερουσαλὴμ, οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις·"],["21","Τάδε λέγει Κύριος, φυλάσσεσθε τὰς ψυχὰς ὑμῶν, καὶ μὴ αἴρετε βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ μὴ ἐκπορεύεσθε ταῖς πύλαις Ἱερουσαλὴμ,"],["22","καὶ μὴ ἐκφέρετε βαστάγματα ἐξ οἰκιῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ πᾶν ἔργον οὐ ποιήσετε· ἁγιάσατε τὴν ἡμέραν τῶν σαββάτων, καθὼς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν. Καὶ οὐκ ἤκουσαν, καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν,"],["23","καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν, τοῦ μὴ ἀκοῦσαί μου, καὶ τοῦ μὴ δέξασθαι παιδείαν."],["24","Καὶ ἓσται, ἐὰν εἰσακούσητέ μου, λέγει Κύριος, τοῦ μὴ εἰσφέρειν βαστάγματα διὰ τῶν πυλῶν τῆς πόλεως ταύτης ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἁγιάζειν τὴν ἡμέραν τῶν σαββάτων, τοῦ μὴ ποιεῖν πᾶν ἔργον,"],["25","καὶ εἰσελεύσονται διὰ τῶν πυλῶν τῆς πόλεως ταύτης βασιλεῖς καὶ ἄρχοντες καθήμενοι ἐπὶ θρόνου Δαυὶδ, καὶ ἐπιβεβηκότες ἐφʼ ἅρμασι καὶ ἵπποις αὐτῶν, αὐτοὶ καὶ οἱ ἄρχοντες αὐτῶν, ἄνδρες Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλήμ· καὶ κατοικισθήσεται ἡ πόλις αὕτη εἰς τὸν αἰῶνα."],["26","Καὶ ἥξουσιν ἐκ τῶν πόλεων Ἰούδα, καὶ κυκλόθεν Ἱερουσαλὴμ, καὶ ἐκ γῆς Βενιαμὶν, καὶ ἐκ γῆς πεδινῆς, καὶ ἐκ τοῦ ὄρους, καὶ ἐκ τῆς πρὸς Νότον, φέροντες ὁλοκαυτώματα καὶ θυσίας καὶ θυμιάματα καὶ μάννα καὶ λίβανον, φέροντες αἴνεσιν εἰς οἶκον Κυρίου."],["27","Καὶ ἔσται ἐὰν μὴ ἀκούσητέ μου τοῦ ἁγιάζειν τὴν ἡμέραν τῶν σαββάτων, τοῦ μὴ αἴρειν βαστάγματα, καὶ μὴ εἰσπορεύεσθαι ταῖς πύλαις Ἱερουσαλὴμ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ ἀνάψω πῦρ ἐν ταῖς πύλαις αὐτῆς, καὶ καταφάγεται ἄμφοδα Ἱερουσαλὴμ, καὶ οὐ σβεσθήσεται."]],[["1","Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἱερεμίαν, λέγων,"],["2","ἀνάστηθι, καὶ κατάβηθι εἰς οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου."],["3","Καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων."],["4","Καὶ ἔπεσε τὸ ἀγγεῖον, ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ· καὶ πάλιν αὐτὸς ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ ποιῆσαι."],["5","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["6","Εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς οἶκος Ἰσραήλ; ἰδοὺ, ὡς ὁ πηλὸς τοῦ κεραμέως, ὑμεῖς ἐστε ἐν χερσί μου."],["7","Πέρας λαλήσω ἐπὶ ἔθνος, ἢ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς, καὶ τοῦ ἀπολλύειν,"],["8","καὶ ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην, τοῦ ποιῆσαι αὐτοῖς."],["9","Καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν, τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι,"],["10","καὶ ποιήσωσι τὰ πονηρὰ ἐναντίον μου, τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα, τοῦ ποιῆσαι αὐτοῖς."],["11","Καὶ νῦν εἰπὸν πρὸς ἄνδρας Ἰούδα, καὶ πρὸς τοὺς κατοικοῦντας Ἱερουσαλὴμ, ἰδοὺ ἐγὼ πλάσσω ἐφʼ ὑμᾶς κακὰ, καὶ λογίζομαι ἐφʼ ὑμᾶς λογισμόν· ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ καλλίονα ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν."],["12","Καὶ εἶπαν, ἀνδριούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν."],["13","Διατοῦτο τάδε λέγει Κύριος, ἐρωτήσατε δὴ ἐν ἔθνεσι, τίς ἤκουσε τοιαῦτα φρικτὰ ἃ ἐποίησε σφόδρα παρθένος Ἰσραήλ;"],["14","Μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοὶ, ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; μὴ ἐκκλίνῃ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον;"],["15","Ὅτι ἐπελάθοντό μου λαός μου, εἰς κενὸν ἐθυμίασαν καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους, τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν,"],["16","τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν, καὶ σύριγμα αἰώνιον· πάντες οἱ διαπορευόμενοι διʼ αὐτῆς ἐκστήσονται, καὶ κινήσουσι τὴν κεφαλὴν αὐτῶν."],["17","Ὡς ἄνεμον καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν αὐτῶν, δείξω αὐτοῖς ἡμέραν ἀπωλείας αὐτῶν."],["18","Καὶ εἶπεν, δεῦτε καὶ λογισώμεθα ἐπὶ Ἱερεμίαν λογισμὸν, ὅτι οὐκ ἀπολεῖται νόμος ἀπὸ ἱερέως, καὶ βουλὴ ἀπὸ συνετοῦ, καὶ λόγος ἀπὸ προφήτου· δεῦτε καὶ πατάξωμεν αὐτὸν ἐν γλώσσῃ, καὶ ἀκουσόμεθα πάντας τοὺς λόγους αὐτοῦ."],["19","Εἰσάκουσόν μου Κύριε, καὶ εἰσάκουσον τῆς φωνῆς τοῦ δικαιώματός μου."],["20","Εἰ ἀνταποδίδοται ἀντὶ ἀγαθῶν κακὰ, ὅτι συνελάλησαν ῥήματα κατὰ τῆς ψυχῆς μου, καὶ τὴν κόλασιν αὐτῶν ἔκρυψάν μοι· μνήσθητι ἑστηκότος μου κατὰ πρόσωπόν σου, τοῦ λαλῆσαι ὑπὲρ αὐτῶν ἀγαθὰ, τοῦ ἀποστρέψαι τὸν θυμόν σου ἀπʼ αὐτῶν."],["21","Διατοῦτο δὸς τοὺς υἱοὺς αὐτῶν εἰς λιμὸν, καὶ ἄθροισον αὐτοὺς εἰς χεῖρας μαχαίρας· γενέσθωσαν αἱ γυναῖκες αὐτῶν ἄτεκνοι καὶ χῆραι, καὶ οἱ ἄνδρες αὐτῶν γενέσθωσαν ἀνῃρημένοι θανάτῳ, καὶ οἱ νεανίσκοι αὐτῶν πεπτωκότες μαχαίρᾳ ἐν πολέμῳ."],["22","Γενηθήτω κραυγὴ ἐν ταῖς οἰκίαις αὐτῶν· ἐπάξεις ἐπʼ αὐτοὺς λῃστὰς ἄφνω, ὅτι ἐνεχείρησαν λόγον εἰς σύλληψίν μου, καὶ παγίδας ἔκρυψαν ἐπʼ ἐμέ."],["23","Καὶ σὺ, Κύριε, ἔγνως ἅπασαν τὴν βουλὴν αὐτῶν ἐπʼ ἐμὲ εἰς θάνατον· μὴ ἀθωώσῃς τὰς ἀδικίας αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀπὸ προσώπου σου μὴ ἐξαλείψῃς· γενέσθω ἡ ἀσθένεια αὐτῶν ἐναντίον σου, ἐν καιρῷ θυμοῦ σου ποίησον ἐν αὐτοῖς."]],[["1","Τότε εἶπε Κύριος πρὸς μὲ, βάδισον, καὶ κτῆσαι βικὸν πεπλασμένον ὀστράκινον, καὶ ἄξεις ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ ἀπὸ τῶν ἱερέων,"],["2","καὶ ἐξελεύσῃ εἰς τὸ πολυάνδριον υἱῶν τῶν τέκνων αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν προθύρων πύλης τῆς Χαρσείθ· καὶ ἀνάγνωθι ἐκεῖ πάντας τοὺς λόγους τούτους, οὓς ἂν λαλήσω πρὸς σὲ,"],["3","καὶ ἐρεῖς αὐτοῖς, Ἀκούσατε τὸν λόγον Κυρίου, βασιλεῖς Ἰούδα, καὶ ἄνδρες Ἰούδα, καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον κακὰ, ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει τὰ ὦτα αὐτοῦ·"],["4","Ἀνθʼ ὧν ἐγκατέλιπόν με, καὶ ἀπηλλοτρίωσαν τὸν τόπον τοῦτον, καὶ ἐθυμίασαν ἐν αὐτῷ θεοῖς ἀλλοτρίοις, οἷς οὐκ ᾔδεισαν αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν· καὶ οἱ βασιλεῖς Ἰούδα ἔπλησαν τὸν τόπον τοῦτον αἱμάτων ἀθώων,"],["5","καὶ ᾠκοδόμησαν ὑψηλὰ τῇ Βάαλ, τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν ἐν πυρὶ, ἃ οὐκ ἐνετειλάμην, οὐδὲ διενοήθην ἐν τῇ καρδίᾳ μου."],["6","Διατοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐ κληθήσεται τῷ τόπῳ τούτῳ ἔτι Διάπτωσις καὶ Πολυάνδριον υἱοῦ Ἐννὼμ, ἀλλʼ ἢ Πολυάνδριον τῆς σφαγῆς."],["7","Καὶ σφάξω τὴν βουλὴν Ἰούδα, καὶ τὴν βουλὴν Ἱερουσαλὴμ ἐν τῷ τόπῳ τούτῳ, καὶ καταβαλῶ αὐτοὺς ἐν μαχαίρᾳ ἐναντίον τῶν ἐχθρῶν αὐτῶν, καὶ ἐν χερσὶ τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν· καὶ δώσω τοὺς νεκροὺς αὐτῶν εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς·"],["8","Καὶ κατάξω τὴν πόλιν ταύτην εἰς ἀφανισμὸν, καὶ εἰς συρισμόν· πᾶς ὁ παραπορευόμενος ἐπʼ αὐτῆς σκυθρωπάσει, καὶ συριεῖ ὑπὲρ πάσης τῆς πληγῆς αὐτῆς."],["9","Καὶ ἔδονται τὰς σάρκας τῶν υἱῶν αὐτῶν, καὶ τὰς σάρκας τῶν θυγατέρων αὐτῶν· καὶ ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ ἔδονται ἐν τῇ περιοχῇ, καὶ ἐν τῇ πολιορκίᾳ ᾗ πολιορκήσουσιν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν."],["10","Καὶ συντρίψεις τὸν βικὸν κατʼ ὀφθαλμοὺς τῶν ἀνδρῶν τῶν ἐκπορευομένων μετὰ σοῦ,"],["11","καὶ ἐρεῖς, τάδε λέγει Κύριος, οὕτως συντρίψω τὸν λαὸν τοῦτον, καὶ τὴν πόλιν ταύτην, καθὼς συντρίβεται ἄγγος ὀστράκινον, ὃ οὐ δυνήσεται ἰαθῆναι ἔτι."],["12","Οὕτως ποιήσω, λέγει Κύριος, τῷ τόπῳ τούτῳ, καὶ τοῖς κατοικοῦσιν ἐν αὐτῷ, τοῦ δοθῆναι τὴν πόλιν ταύτην, ὡς τὴν διαπίπτουσαν."],["13","Καὶ οἶκοι Ἱερουσαλὴμ, καὶ οἶκοι βασιλέων Ἰούδα ἔσονται καθὼς ὁ τόπος ὁ διαπίπτων, ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν ἐν πάσαις ταῖς οἰκίαις, ἐν αἷς ἐθυμίασαν ἐπὶ τῶν δωμάτων αὐτῶν πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις."],["14","Καὶ ἦλθεν Ἱερεμίας ἀπὸ τῆς διαπτώσεως, οὗ ἀπέστειλεν αὐτὸν Κύριος ἐκεῖ, τοῦ προφητεῦσαι· καὶ ἔστη ἐν τῇ αὐλῇ οἴκου Κυρίου, καὶ εἶπε πρὸς πάντα τὸν λαὸν,"],["15","τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὴν πόλιν ταύτην, καὶ ἐπὶ πάσας τὰς πόλεις αὐτῆς, καὶ ἐπὶ τὰς κώμας αὐτῆς, ἅπαντα τὰ κακὰ ἃ ἐλάλησα ἐπʼ αὐτὴν, ὅτι ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν, τοῦ μὴ εἰσακούειν τῶν ἐντολῶν μου."]],[["1","Καὶ ἤκουσε Πασχὼρ ὁ υἱὸς Ἑμμὴρ ὁ ἱερεὺς, καὶ οὗτος ἦν καθεσταμένος ἡγούμενος οἴκου Κυρίου, τοῦ Ἱερεμίου προφητεύοντος τοὺς λόγους τούτους."],["2","Καὶ ἐπάταξεν αὐτὸν, καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν καταράκτην, ὃς ἦν ἐν πύλῃ οἴκου ἀποτεταγμένου τοῦ ὑπερῴου, ὃς ἦν ἐν οἴκῳ Κυρίου."],["3","Καὶ ἐξήγαγε Πασχὼρ τὸν Ἱερεμίαν ἐκ τοῦ καταράκτου· καὶ εἶπεν αὐτῷ Ἱερεμίας, οὐχὶ Πασχὼρ ἐκάλεσε τὸ ὄνομά σου, ἀλλʼ ἢ Μέτοικον."],["4","Διότι τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ δίδωμί σε εἰς μετοικίαν σὺν πᾶσι τοῖς φίλοις σου· καὶ πεσοῦνται ἐν μαχαίρᾳ ἐχθρῶν αὐτῶν, καὶ οἱ ὀφθαλμοί σου ὄψονται· καὶ σὲ καὶ πάντα Ἰούδα δώσω εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ μετοικιοῦσιν αὐτοὺς, καὶ κατακόψουσιν ἐν μαχαίραις."],["5","Καὶ δώσω τὴν πᾶσαν ἰσχὺν τῆς πόλεως ταύτης, καὶ πάντας τοὺς πόνους αὐτῆς, καὶ πάντας τοὺς θησαυροὺς τοῦ βασιλέως Ἰούδα εἰς χεῖρας ἐχθρῶν αὐτοῦ, καὶ ἄξουσιν αὐτοὺς εἰς Βαβυλῶνα."],["6","Καὶ σὺ καὶ πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, πορεύσεσθε ἐν αἰχμαλωσίᾳ, καὶ ἐν Βαβυλῶνι ἀποθανῇ, καὶ ἐκεῖ ταφήσῃ σὺ καὶ πάντες οἱ φίλοι σου, οἷς ἐπροφήτευσας αὐτοῖς ψευδῆ."],["7","Ἠπάτησάς με Κύριε, καὶ ἠπατήθην, ἐκράτησας, καὶ ἠδυνάσθης· ἐγενόμην εἰς γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος·"],["8","Ὅτι πικρῷ λόγῳ μου γελάσομαι, ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι, ὅτι ἐγενήθη λόγος Κυρίου εἰς ὀνειδισμὸν ἐμοὶ καὶ εἰς χλευασμὸν πᾶσαν ἡμέραν μου."],["9","Καὶ εἶπα, οὐ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου, καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ· καὶ ἐγένετο ὡς πῦρ καιόμενον φλέγον ἐν τοῖς ὀστοῖς μου, καὶ παρεῖμαι πάντοθεν, καὶ οὐ δύναμαι φέρειν,"],["10","ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν, ἐπισύστητε, καὶ ἐπισυστῶμεν ἐπʼ αὐτῷ πάντες ἄνδρες φιλοι αὐτοῦ· τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ, εἰ ἀπατηθήσεται, καὶ δυνησόμεθα αὐτῷ, καὶ ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ."],["11","Ὁ δὲ κύριος μετʼ ἐμοῦ καθὼς μαχητὴς ἰσχύων· διατοῦτο ἐδίωξαν, καὶ νοῆσαι οὐκ ἠδύναντο· ᾐσχύνθησαν σφόδρα, ὅτι οὐκ ἐνόησαν ἀτιμίας αὐτῶν, αἳ διʼ αἰῶνος οὐκ ἐπιλησθήσονται."],["12","Κύριε δοκιμάζων δίκαια, συνιῶν νεφροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐν αὐτοῖς, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὰ ἀπολογήματά μου."],["13","Ἄσατε τῷ Κυρίῳ, αἰνέσατε αὐτῷ, ὅτι ἐξείλατο τὴν ψυχὴν πένητος ἐκ χειρὸς πονηρευομένων."],["14","Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ· ἡ ἡμέρα ἐν ᾗ ἔτεκέν με ἡ μήτηρ μου, μὴ ἔστω ἐπευκτή."],["15","Ἐπικατάρατος ὁ ἄνθρωπος ὁ εὐαγγελισάμενος τῷ πατρί μου λέγων, ἐτέχθη σοι ἄρσην· εὐφραινόμενος"],["16","ἔστω ὁ ἄνθρωπος ἐκεῖνος, ὡς αἱ πόλεις ἃς κατέστρεψε Κύριος ἐν θυμῷ καὶ οὐ μετεμελήθη· ἀκουσάτω κραυγῆς τῷ πρωὶ, καὶ ἀλαλαγμοῦ μεσημβρίας,"],["17","ὅτι οὐκ ἀπέκτεινέ με ἐν μήτρᾳ, καὶ ἐγένετό μοι ἡ μήτηρ μου τάφος μου, καὶ ἡ μήτρα συλλήψεως αἰωνίας."],["18","Ἱνατί τοῦτο ἐξῆλθον ἐκ μήτρας, τοῦ βλέπειν κόπους καὶ πόνους, καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου;"]],[["1","Ὁ ΛΟΓΟΣ Ὁ ΓΕΝΟΜΕΝΟΣ ΠΑΡΑ ΚΥΡΙΟΥ ΠΡΟΣ ἹΕΡΕΜΙΑΝ, ὍΤΕ ἈΠΕΣΤΕΙΛΕ ΠΡΟΣ ΑΥΤΟΝ Ὁ ΒΑΣΙΛΕΥΣ ΣΕΔΕΚΙΑΣ ΤΟΝ ΠΑΣΧΩΡ ΥΙΟΝ ΜΕΓΧΙΟΥ, ΚΑΙ ΣΟΦΟΝΙΑΝ ΥΙΟΝ ΒΑΣΑΙΟΥ ΤΟΝ ἹΕΡΕΑ, ΛΕΓΩΝ,"],["2","ἐπερώτησον περὶ ἡμῶν τὸν Κύριον· ὅτι βασιλεὺς Βαβυλῶνος ἐφέστηκεν ἐφʼ ἡμᾶς· εἰ ποιήσει Κύριος κατὰ πάντα τὰ θαυμάσια αὐτοῦ, καὶ ἀπελεύσεται ἀφʼ ἡμῶν."],["3","Καὶ εἶπε πρὸς αὐτοὺς Ἱερεμίας, οὕτως ἐρεῖτε πρὸς Σεδεκίαν βασιλέα Ἰούδα,"],["4","τὰδε λέγει Κύριος, ἰδοὺ ἐγὼ μεταστρέφω τὰ ὅπλα τὰ πολεμικὰ, ἐν οἷς ὑμεῖς πολεμεῖτε ἐν αὐτοῖς πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ἔξωθεν τοῦ τείχους· καὶ συνάξω αὐτοὺς εἰς τὸ μέσον τῆς πόλεως ταύτης,"],["5","καὶ πολεμήσω ἐγὼ ὑμᾶς ἐν χειρὶ ἐκτεταμένῃ καὶ ἐν βραχίονι κραταιῷ μετὰ θυμοῦ καὶ ὀργῆς μεγάλης."],["6","Καὶ πατάξω πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ταύτῃ, τοὺς ἀνθρώπους καὶ τὰ κτήνη ἐν θανάτῳ μεγάλῳ, καὶ ἀποθανοῦνται."],["7","Καὶ μετὰ ταῦτα οὕτως λέγει Κύριος, δώσω τὸν Σεδεκίαν βασιλέα Ἰούδα, καὶ τοὺς παῖδας αὐτοῦ, καὶ τὸν λαὸν καταλειφθέντα ἐν τῇ πόλει ταύτῃ ἀπὸ τοῦ θανάτου καὶ ἀπὸ τοῦ λιμοῦ καὶ ἀπὸ τῆς μαχαίρας, εἰς χεῖρας ἐχθρῶν αὐτῶν, τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν, καὶ κατακόψουσιν αὐτοὺς ἐν στόματι μαχαίρας· οὐ φείσομαι ἐπʼ αὐτοῖς, καὶ οὐ μὴ οἰκτειρήσω αὐτούς."],["8","Καὶ πρὸς τὸν λαὸν τοῦτον ἐρεῖς, τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς, καὶ τὴν ὁδὸν τοῦ θανάτου."],["9","Ὁ καθήμενος ἐν τῇ πόλει ταύτῃ, ἀποθανεῖται ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ· καὶ ὁ ἐκπορευόμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς, ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς σκῦλα, καὶ ζήσεται."],["10","Διότι ἐστήρικα τὸ πρόσωπόν μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ, καὶ οὐκ εἰς ἀγαθά· εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσεται, καὶ κατακαύσει αὐτὴν ἐν πυρί."],["11","Ὁ οἶκος βασιλέως Ἰούδα, ἀκούσατε λόγον Κυρίου."],["12","Οἶκος Δαυὶδ, τάδε λέγει Κύριος, κρίνατε πρωῒ κρίμα, καὶ κατευθύνατε, καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτὸν, ὅπως μὴ ἀναφθῇ ὡς πῦρ ἡ ὀργή μου, καὶ καυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων."],["13","Ἰδοὺ ἐγὼ πρὸς σὲ τὸν κατοικοῦντα τὴν κοιλάδα σὸρ, τὴν πεδεινὴν, τοὺς λέγοντας, τίς πτοήσει ἡμᾶς; ἢ τίς εἰσελεύσεται πρὸς τὸ κατοικητήριον ἡμῶν;"],["14","Καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ ἔδεται πάντα τὰ κύκλῳ αὐτῆς."]],[["1","Τάδε λέγει Κύριος, πορεύου καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ βασιλέως Ἰούδα, καὶ λαλήσεις ἐκεῖ τὸν λόγον τοῦτον,"],["2","καὶ ἐρεῖς, Ἄκουε λόγον Κυρίου βασιλεῦ Ἰούδα, ὁ καθήμενος ἐπὶ θρόνου Δαυὶδ, σὺ καὶ ὁ οἶκός σου καὶ ὁ λαός σου, καὶ οἱ εἰσπορευόμενοι ταῖς πύλαις ταύταις·"],["3","Τάδε λέγει Κύριος, ποιεῖτε κρίσιν καὶ δικαιοσύνην, καὶ ἐξαιρεῖσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτὸν, καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύετε, καὶ μὴ ἀσεβεῖτε, καὶ αἷμα ἀθῶον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ."],["4","Διότι ἐὰν ποιοῦντες ποιήσητε τὸν λόγον τοῦτον, καὶ εἰσελεύσονται ἐν ταῖς πύλαις τοῦ οἴκου τούτου βασιλεῖς καθήμενοι ἐπὶ θρόνου Δαυὶδ, καὶ ἐπιβεβηκότες ἐφʼ ἁρμάτων καὶ ἵππων, αὐτοὶ καὶ οἱ παῖδες αὐτῶν, καὶ ὁ λαὸς αὐτῶν."],["5","Ἐὰν δὲ μὴ ποιήσητε τοὺς λόγους τούτους, κατʼ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς ἐρήμωσιν ἔσται ὁ οἶκος οὗτος."],["6","Ὅτι τάδε λέγει Κύριος κατὰ τοῦ οἴκου βασιλέως Ἰούδα, Γαλαὰδ σύ μοι ἀρχὴ τοῦ Λιβάνου, ἐὰν μὴ θῶ σε εἰς ἔρημον, πόλεις μὴ κατοικηθησομένας,"],["7","καὶ ἐπάξω ἐπὶ σὲ ὀλοθρεύοντα ἄνδρα, καὶ τὸν πέλεκυν αὐτοῦ, καὶ ἐκκόψουσι τὰς ἐκλεκτὰς κέδρους σου, καὶ ἐμβαλοῦσιν εἰς τὸ πῦρ."],["8","Καὶ διελεύσονται ἔθνη διὰ τῆς πόλεως ταύτης, καὶ ἐρεῖ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, διατί ἐποίησε Κύριος οὕτως τῇ πόλει ταύτῃ τῇ μεγάλῃ;"],["9","Καὶ ἐροῦσιν, ἀνθʼ ὧν ἐγκατέλιπον τὴν διαθήκην Κυρίου Θεοῦ αὐτῶν, καὶ προσεκύνησαν θεοῖς ἀλλοτρίοις, καὶ ἐδούλευσαν αὐτοῖς."],["10","Μὴ κλαίετε τὸν τεθνηκότα, μηδὲ θρηνεῖτε αὐτόν· κλαύσατε κλαυθμῷ τὸν ἐκπορευόμενον, ὅτι οὐκ ἐπιστρέψει ἔτι, οὐδὲ ὄψεται τὴν γῆν πατρίδος αὐτοῦ."],["11","Διότι τάδε λέγει Κύριος ἐπὶ Σελλὴμ υἱὸν Ἰωσία τὸν βασιλεύοντα ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὐτοῦ, ὃς ἐξῆλθεν ἐκ τοῦ τόπου τούτου· οὐκ ἀναστρέψει ἐκεῖ ἔτι,"],["12","ἀλλʼ ἢ ἐν τῷ τόπῳ τούτῳ οὗ μετῴκισα αὐτὸν, ἐκεῖ ἀποθανεῖται, καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι."],["13","Ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης, καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν, καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ."],["14","Ὠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ῥιπιστὰ διεσταλμένα θυρίσι, καὶ ἐξυλωμένα ἐν κέδρῳ, καὶ κεχρισμένα ἐν μίλτῳ."],["15","Μὴ βασιλεύσῃς, ὅτι σὺ παροξυνῇ ἐν Ἄχαζ τῷ πατρί σου; οὐ φάγονται, καὶ οὐ πίονται· βέλτιόν σε ποιεῖν κρίμα καὶ δικαιοσύνην."],["16","Οὐκ ἔγνωσαν, οὐκ ἔκριναν κρίσιν ταπεινῷ, οὐδὲ κρίσιν πένητος· οὐ τοῦτό ἐστι τὸ μὴ γηῶναί σε ἐμὲ; λέγει Κύριος."],["17","Ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου, οὐδὲ ἡ καρδία σου καλὴ, ἀλλὰ εἰς τὴν πλεονεξίαν σου, καὶ εἰς τὸ αἷμα τὸ ἀθῶον τοῦ ἐκχέαι αὐτὸ, καὶ εἰς ἀδικήματα καὶ εἰς φόνον, τοῦ ποιεῖν αὐτά."],["18","Διατοῦτο τάδε λέγει Κύριος ἐπὶ Ἰωακεὶμ υἱὸν Ἰωσία βασιλέα Ἰούδα, καὶ ἐπὶ τὸν ἄνδρα τοῦτον, οὐ κόψονται αὐτὸν, ὦ ἀδελφὲ, οὐδὲ μὴ κλαύσονται αὐτὸν, οἴμοι Κύριε."],["19","Ταφὴν ὄνου ταφήσεται, συμψησθεὶς ῥιφήσεται ἐπέκεινα τῆς πύλης Ἱερουσαλήμ."],["20","Ἀνάβηθι εἰς τὸν Λίβανον, καὶ κράξον, καὶ εἰς τὴν Βασὰν δὸς τὴν φωνήν σου, καὶ βόησον εἰς τὸ πέρας τῆς θαλάσσης, ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου."],["21","Ἐλάλησα πρὸς σὲ ἐν τῇ παραπτώσει σου, καὶ εἶπας, οὐκ ἀκούσομαι· αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου, οὐκ ἤκουσας τῆς φωνῆς μου."],["22","Πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος, καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ ἐξελεύσονται, ὅτι τότε αἰσχυνθήσῃ καὶ ἀτιμωθήσῃ ἀπὸ πάντων τῶν φιλούντων σε."],["23","Κατοικοῦσα ἐν τῷ Λιβάνῳ, ἐννοσσεύουσα ἐν ταῖς κέδροις, καταστενάξεις ἐν τῷ ἐλθεῖν σοι ὀδύνας ὡς τικτούσης."],["24","Ζῶ ἐγὼ, λέγει Κύριος, ἐὰν γενόμενος γένηται Ἰεχονίας υἱὸς Ἰωακεὶμ βασιλεὺς Ἰούδα ἀποσφράγισμα ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐκεῖθεν ἐκσπάσω σε,"],["25","καὶ παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου, ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν Χαλδαίων,"],["26","καὶ ἀποῤῥίψω σε καὶ τὴν μητέρα σου τὴν τεκοῦσάν σε εἰς γῆν, οὗ οὐκ ἐτέχθης ἐκεῖ, καὶ ἐκεῖ ἀποθανεῖσθε·"],["27","Εἰς δὲ τὴν γῆν ἣν αὐτοὶ εὔχονται ταῖς ψυχαῖς αὐτῶν, οὐ μὴ ἀποστρέψωσιν."],["28","Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστι χρεία αὐτοῦ, ὅτι ἐξεῤῥίφη, καὶ ἐξεβλήθη εἰς γῆν ἣν οὐκ ᾔδει."],["29","Γῆ, γῆ ἄκουε λόγον Κυρίου,"],["30","γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ θρόνου Δαυὶδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδα."]],[["1","Ὢ ποιμένες οἱ ἀπολλύοντες καὶ διασκορπίζοντες τὰ πρόβατα τῆς νομῆς αὐτῶν."],["2","Διατοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ποιμαίνοντας τὸν λαόν μου, ὑμεῖς διεσκορπίσατε τὰ πρόβατά μου, καὶ ἐξώσατε αὐτὰ, καὶ οὐκ ἐπεσκέψασθε αὐτὰ, ἰδοὺ ἐγὼ ἐκδικῶ ἐφʼ ὑμᾶς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν."],["3","Καὶ ἐγὼ εἰσδέξομαι τοὺς καταλοίπους τοῦ λαοῦ μου ἐπὶ πάσης τῆς γῆς, οὗ ἔξωσα αὐτοὺς ἐκεῖ, καὶ καταστήσω αὐτοὺς εἰς τὴν νομὴν αὐτῶν, καὶ αὐξηθήσονται, καὶ πληθυνθήσονται."],["4","Καὶ ἀναστήσω αὐτοῖς ποιμένας, οἳ ποιμανοῦσιν αὐτοὺς, καὶ οὐ φοβηθήσονται ἔτι, οὐδὲ πτοηθήσονται, λέγει Κύριος."],["5","Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαυὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς, καὶ συνήσει, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς."],["6","Ἐν ταῖς ἡμέραις αὐτοῦ καὶ σωθήσεται Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθὼς, καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει αὐτὸν Κύριος, Ἰωσεδὲκ ἐν τοῖς προφήταις."],["9","Συνετρίβη ἡ καρδία μου ἐν ἐμοὶ, ἐσαλεύθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθην ὡς ἀνὴρ συντετριμμένος, καὶ ὡς ἄνθρωπος συνεχόμενος ἀπὸ οἶνου ἀπὸ προσώπου Κυρίου καὶ ἀπὸ προσώπου εὐπρεπείας δόξης αὐτοῦ."],["10","Ὅτι ἀπὸ προσώπου τούτων ἐπένθησεν ἡ γῆ, ἐξηράνθησαν αἱ νομαὶ τῆς ἐρήμου· καὶ ἐγένετο ὁ δρόμος αὐτῶν πονηρὸς, καὶ ἡ ἰσχὺς αὐτῶν οὕτως."],["11","Ὅτι ἱερεὺς καὶ προφήτης ἐμολύνθησαν, καὶ ἐν τῷ οἴκῳ μου εἶδον πονηρίας αὐτῶν."],["12","Διατοῦτο γενέσθω ἡ ὁδὸς αὐτῶν αὐτοῖς εἰς ὀλίσθημα ἐν γνόφῳ, καὶ ὑποσκελισθήσονται, καὶ πεσοῦνται ἐν αὐτῇ· διότι ἐπάξω ἐπʼ αὐτοὺς κακὰ, ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν."],["13","Καὶ ἐν τοῖς προφήταις Σαμαρείας εἶδον ἀνομήματα· ἐπροφήτευσαν διὰ τῆς Βάαλ, καὶ ἐπλάνησαν τὸν λαόν μου Ἰσραήλ."],["14","Καὶ ἐν τοῖς προφήταις Ἱερουσαλὴμ ἑώρακα φρικτὰ, μοιχωμένους, καὶ πορευομένους ἐν ψεύδεσι, καὶ ἀντιλαμβανομένους χειρῶν πολλῶν, τοῦ μὴ ἀποστραφῆναι ἕκαστον ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς· ἐγενήθησάν μοι πάντες ὡς Σόδομα, καὶ οἱ κατοικοῦντες αὐτὴν ὥσπερ Γόμοῤῥα."],["15","Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ὀδύνην, καὶ ποτιῶ αὐτοὺς ὕδωρ πικρὸν, ὅτι ἀπὸ τῶν προφητῶν Ἱερουσαλὴμ ἐξῆλθε μολυσμὸς πάσῃ τῇ γῇ."],["16","Οὕτως λέγει Κύριος παντοκράτωρ, μὴ ἀκούετε τοὺς λόγους τῶν προφητῶν, ὅτι ματαιοῦσιν ἑαυτοῖς ὅρασιν, ἀπὸ καρδίας αὐτῶν λαλοῦσι, καὶ οὐκ ἀπὸ στόματος Κυρίου."],["17","Λέγουσι τοῖς ἀπωθουμένοις τὸν λόγον Κυρίου, εἰρήνη ἔσται ὑμῖν, καὶ πᾶσι τοῖς πορευομένοις τοῖς θελήμασιν αὐτῶν, καὶ παντὶ τῷ πορευομένῳ πλάνῃ καρδίας αὐτοῦ, εἶπαν, οὐχ ἥξει ἐπὶ σὲ κακά."],["18","Ὅτι τίς ἔστη ἐν ὑποστήματι Κυρίου, καὶ εἶδε τὸν λόγον αὐτοῦ; τίς ἠνωτίσατο, καὶ ἤκουσεν;"],["19","Ἰδοὺ σεισμὸς παρὰ Κυρίου, καὶ ὀργὴ ἐκπορεύεται εἰς συσσεισμὸν, συστρεφομένη ἐπὶ τοὺς ἀσεβεῖς ἥξει."],["20","Καὶ οὐκ ἔτι ἀποστρέψει ὁ θυμὸς Κυρίου, ἕως ποιήσῃ αὐτὸ, καὶ ἕως ἂν στήσῃ αὐτὸ, ἀπὸ ἐγχειρήματος καρδίας αὐτοῦ· ἐπʼ ἐσχάτου τῶν ἡμερῶν νοήσουσιν αὐτό."],["21","Οὐκ ἀπέστελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα πρὸς αὐτοὺς, καὶ αὐτοὶ ἐπροφήτευον."],["22","Καὶ εἰ ἔστησαν ἐν τῇ ὑποστάσει μου, καὶ εἰ ἤκουσαν τῶν λόγων μου, καὶ τὸν λαόν μου ἂν ἀπέστρεφον αὐτοὺς ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν."],["23","Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν."],["24","Εἰ κρυβήσεταί τις ἐν κρυφαίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν; μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος."],["25","Ἤκουσα ἃ λαλοῦσιν οἱ προφῆται, ἃ προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, ψευδῆ λέγοντες, ἠνυπνιασάμην ἐνύπνιον."],["26","Ἕως πότε ἔσται ἐν καρδίᾳ τῶν προφητῶν τῶν προφητευόντων ψευδῆ, ἐν τῷ προφητεύειν αὐτοὺς τὰ θελήματα τῆς καρδίας αὐτῶν,"],["27","τῶν λογιζομένων τοῦ ἐπιλαθέσθαι τοῦ νόμου μου ἐν τοῖς ἐνυπνίοις αὐτῶν, ἃ διηγοῦντο ἕκαστος τῷ πλησίον αὐτοῦ, καθάπερ ἐπελάθοντο οἱ πατέρες αὐτῶν τοῦ ὀνόματός μου ἐν τῇ Βάαλ;"],["28","Ὁ προφήτης ἐν ᾧ τὸ ἐνύπνιόν ἐστι, διηγησάσθω τὸ ἐνύπνιον αὐτοῦ, καὶ ἐν ᾧ ὁ λόγος μου πρὸς αὐτὸν, διηγησάσθω τὸν λόγον μου ἐπʼ ἀληθείας· τί τὸ ἄχυρον πρὸς τὸν σῖτον; οὕτως οἱ λόγοι μου, λέγει Κύριος."],["29","Οὐκ ἰδοὺ οἱ λόγοι μου, ὥσπερ πῦρ, λέγει Κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν;"],["30","Ἰδοὺ ἐγὼ διατοῦτο πρὸς τοὺς προφήτας, λέγει Κύριος ὁ Θεὸς, τοὺς κλέπτοντας τοὺς λόγους μου ἕκαστον παρὰ τοῦ πλησίον αὐτοῦ."],["31","Ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας τοὺς ἐκβάλλοντας προφητείας γλώσσης, καὶ νυστάζοντας νυσταγμὸν αὐτῶν."],["32","Διατοῦτο ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας τοὺς προφητεύοντας ἐνύπνια ψευδῆ, καὶ οὐ διηγοῦντο αὐτὰ, καὶ ἐπλάνησαν τὸν λαόν μου ἐν τοῖς ψεύδεσιν αὐτῶν, καὶ ἐν τοῖς πλάνοις αὐτῶν, καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτοὺς, καὶ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ ὠφέλειαν οὐκ ὠφελήσουσι τὸν λαὸν τοῦτον."],["33","Καὶ ἐὰν ἐρωτήσωσιν ὁ λαὸς οὗτος, ἢ ἱερεὺς, ἢ προφήτης, τί τὸ λῆμμα Κυρίου; καὶ ἐρεῖς αὐτοῖς, ὑμεῖς ἐστε τὸ λῆμμα, καὶ ῥάξω ὑμᾶς, λέγει Κύριος."],["34","Ὁ προφήτης, καὶ οἱ ἱερεῖς, καὶ ὁ λαὸς, οἳ ἂν εἴπωσι, λῆμμα Κυρίου, καὶ ἐκδικήσω τὸν ἄνθρωπον ἐκεῖνον, καὶ τὸν οἶκον αὐτοῦ."],["35","Οὕτως ἐρεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ, τί ἀπεκρίθη Κύριος, καὶ τί ἐλάλησε Κύριος;"],["36","Καὶ λῆμμα Κυρίου μὴ ὀνομάζετε ἔτι, ὅτι τὸ λῆμμα τῷ ἀνθρώπῳ ἔσται ὁ λόγος αὐτοῦ."],["37","Καὶ διατί ἐλάλησε Κύριος ὁ Θεὸς ἡμῶν;"],["38","Διατοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς ἡμῶν ἄνθʼ ὧν εἴπατε τὸν λόγον τοῦτον, λῆμμα Κυρίου, καὶ ἀπέστειλα πρὸς ὑμᾶς, λέγων, οὐκ ἐρεῖτε, λῆμμα Κυρίου·"],["39","διατοῦτο ἰδοὺ ἐγὼ λαμβάνω, καὶ ῥάσσω ὑμᾶς, καὶ τὴν πόλιν ἣν ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν."],["40","Καὶ δώσω ἐφʼ ὑμᾶς ὀνειδισμὸν αἰώνιον, καὶ ἀτιμίαν αἰώνιον, ἥτις οὐκ ἐπιλησθήσεται."],["40a","Διατοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι, ζῇ Κύριος, ὃς ἀνήγαγε τὸν οἶκον Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου,"],["40b","ἀλλὰ, ζῇ Κύριος, ὃς συνήγαγε πᾶν τὸ σπέρμα Ἰσραὴλ ἀπὸ γῆς Βοῤῥᾶ, καὶ ἀπὸ πασῶν τῶν χωρῶν, οὗ ἔξωσεν αὐτοὺς ἐκεῖ, καὶ ἀπεκατέστησεν αὐτοὺς εἰς τὴν γῆν αὐτῶν."]],[["1","Ἔδειξέ μοι Κύριος δύο καλάθους σύκων, κειμένους κατὰ πρόσωπον ναοῦ Κυρίου, μετὰ τὸ ἀποικίσαι Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος τὸν Ἰεχονίαν υἱὸν Ἰωακεὶμ βασιλέα Ἰούδα, καὶ τοὺς ἄρχοντας, καὶ τοὺς τεχνίτας, καὶ τοὺς δεσμώτας, καὶ τοὺς πλουσίους ἐξ Ἱερουσαλὴμ, καὶ ἤγαγεν αὐτοὺς εἰς Βαβυλῶνα."],["2","Ὁ κάλαθος ὁ εἷς σύκων χρηστῶν σφόδρα, ὡς τὰ σύκα τὰ πρώϊμα· καὶ ὁ κάλαθος ὁ ἕτερος σύκων πονηρῶν σφόδρα, ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν."],["3","Καὶ εἶπε Κύριος πρὸς μὲ, τί σὺ ὁρᾷς Ἱερεμία; καὶ εἶπα, σύκα· σύκα τὰ χρηστὰ, χρηστὰ λίαν· καὶ τὰ πονηρὰ, πονηρὰ λίαν, ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν."],["4","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["5","Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὡς τὰ σύκα τὰ χρηστὰ ταῦτα, οὕτως ἐπιγνώσομαι τοὺς ἀποικισθέντας Ἰουδαίους, οὓς ἐξαπέσταλκα ἐκ τοῦ τόπου τούτου εἰς γῆν Χαλδαίων εἰς ἀγαθά."],["6","Καὶ στηριῶ τοὺς ὀφθαλμούς μου ἐπʼ αὐτοὺς εἰς ἀγαθὰ, καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γῆν ταύτην εἰς ἀγαθά· καὶ ἀνοικοδομήσω αὐτοὺς, καὶ οὐ μὴ καθελῶ αὐτοὺς, καὶ καταφυτεύσω αὐτοὺς, καὶ οὐ μὴ ἐκτίλω."],["7","Καὶ δώσω αὐτοῖς καρδίαν τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγώ εἰμι Κύριος, καὶ ἔσονταί μου εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν, ὅτι ἐπιστραφήσονται ἐπʼ ἐμὲ ἐξ ὅλης τῆς καρδίας αὐτῶν."],["8","Καὶ ὡς τὰ σύκα τὰ πονηρὰ, ἃ οὐ βρωθήσονται ἀπὸ πονηρίας αὐτῶν, τάδε λέγει Κύριος, οὕτως παραδώσω τὸν Σεδεκίαν βασιλέα Ἰούδα, καὶ τοὺς μεγιστᾶνας αὐτοῦ, καὶ τὸ κατάλοιπον Ἱερουσαλὴμ τοὺς ὑπολελειμμένους ἐν τῇ γῇ ταύτῃ, καὶ τοὺς κατοικοῦντας ἐν Αἰγύπτῳ."],["9","Καὶ δώσω αὐτοὺς εἰς διασκορπισμὸν εἰς πάσας τὰς βασιλείας τῆς γῆς, καὶ ἔσονται εἰς ὀνειδισμὸν, καὶ εἰς παραβολὴν, καὶ εἰς μῖσος, καὶ εἰς κατάραν ἐν παντὶ τόπῳ οὗ ἔξωσα αὐτοὺς ἐκεῖ."],["10","Καὶ ἀποστελῶ εἰς αὐτοὺς τὸν λιμὸν, καὶ τὸν θάνατον, καὶ τὴν μάχαιραν, ἕως ἂν ἐκλείπωσιν ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς."]],[["1","Ὁ ΛΟΓΟΣ Ὁ ΓΕΝΟΜΕΝΟΣ ΠΡΟΣ ἹΕΡΕΜΙΑΝ ἐπὶ πάντα τὸν λαὸν Ἰούδα ἐν τῷ ἔτει τῷ τετάρτῳ τοῦ Ἰωακεὶμ υἱοῦ Ἰωσία βασιλέως Ἰούδα,"],["2","ὃν ἐλάλησε πρὸς πάντα τὸν λαὸν Ἰούδα, καὶ πρὸς τοὺς κατοικοῦντας Ἱερουσαλὴμ, λέγων,"],["3","Ἐν τρισκαιδεκάτῳ ἔτει Ἰωσία υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα, καὶ ἕως τῆς ἡμέρας ταύτης εἴκοσι καὶ τρία ἔτη, καὶ ἐλάλησα πρὸς ὑμᾶς ὀρθρίζων, καὶ λέγων,"],["4","καὶ ἀπέστελλον πρὸς ὑμᾶς τοὺς δούλους μου τοὺς προφήτας, ὄρθρου ἀποστέλλων, καὶ οὐκ εἰσηκούσατε, καὶ οὐ προσέσχετε τοῖς ὠσὶν ὑμῶν,"],["5","λέγων, ἀποστράφητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων ὑμῶν, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ἧς ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν, ἀπʼ αἰῶνος καὶ ἕως αἰῶνος."],["6","Μὴ πορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων, τοῦ δουλεύειν αὐτοῖς, καὶ τοῦ προσκυνεῖν αὐτοῖς, ὅπως μὴ παροργίζητέ με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν, τοῦ κακῶσαι ὑμᾶς."],["7","Καὶ οὐκ ἠκούσατέ μου."],["8","Διατοῦτο τάδε λέγει Κύριος, ἐπειδὴ οὐκ ἐπιστεύσατε τοῖς λόγοις μου,"],["9","ἰδοὺ ἐγὼ ἀποστέλλω, καὶ λήψομαι πατριὰν ἀπὸ Βοῤῥᾶ, καὶ ἄξω αὐτοὺς ἐπὶ τὴν γῆν ταύτην, καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν, καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῆς, καὶ ἐξερημώσω αὐτοὺς, καὶ δώσω αὐτοὺς εἰς ἀφανισμὸν, καὶ εἰς συριγμὸν, καὶ εἰς ὀνειδισμὸν αἰώνιον."],["10","Καὶ ἀπολῶ ἀπʼ αὐτῶν φωνὴν χαρᾶς, καὶ φωνὴν εὐφροσύνης, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης, ὀσμὴν μύρου, καὶ φῶς λύχνου."],["11","Καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἀφανισμὸν, καὶ δουλεύσουσιν ἐν τοῖς ἔθνεσιν ἑβδομήκοντα ἔτη."],["12","Καὶ ἐν τῷ πληρωθῆναι τὰ ἑβδομήκοντα ἔτη, ἐκδικήσω τὸ ἔθνος ἐκεῖνο, καὶ θήσομαι αὐτοὺς εἰς ἀφανισμὸν αἰώνιον,"],["13","καὶ ἐπάξω ἐπὶ τὴν γῆν ἐκείνην πάντας τοὺς λόγους μου, οὓς ἐλάλησα κατʼ αὐτῆς, πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ·"],["14","Ἃ ἘΠΡΟΦΗΤΕΥΣΕΝ ἹΕΡΕΜΙΑΣ ἘΠΙ ΤΑ ἜΘΝΗ ΤΑ ΑΙΛΑΜ."],["15","Τάδε λέγει Κύριος, συνετρίβη τὸ τόξον Αἰλὰμ, ἀρχὴ δυναστείας αὐτῶν."],["16","Καὶ ἐπάξω ἐπὶ Αἰλὰμ τέσσαρας ἀνέμους ἐκ τῶν τεσσάρων ἄκρων τοῦ οὐρανοῦ, καὶ διασπερῶ αὐτοὺς ἐν πᾶσι τοῖς ἀνέμοις τούτοις, καὶ οὐκ ἔσται ἔθνος ὃ οὐχ ἥξει ἐκεῖ, οἱ ἐξωσμένοι Αἰλάμ."],["17","Καὶ πτοήσω αὐτοὺς ἐναντίον τῶν ἐχθρῶν αὐτῶν, τῶν ζητούντων τὴν ψυχὴν αὐτῶν, καὶ ἐπάξω ἐπʼ αὐτοὺς κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου, καὶ ἐπαποστελῶ ὀπίσω αὐτῶν τὴν μάχαιράν μου, ἕως τοῦ ἐξαναλῶσαι αὐτούς."],["18","Καὶ θήσω τὸν θρόνον μου ἐν Αἰλὰμ, καὶ ἐξαποστελῶ ἐκεῖθεν βασιλέα καὶ μεγιστᾶνας."],["19","Καὶ ἔσται ἐπʼ ἐσχάτου τῶν ἡμερῶν, καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν Αἰλὰμ, λέγει Κύριος."],["20","Ἐν ἀρχῇ βασιλεύοντος Σεδεκίου βασιλέως, ἐγένετο ὁ λόγος οὗτος περὶ Αἰλάμ·"]],[["2","ΤΗ ΑΙΓΥΠΤΩ ἘΠΙ ΔΥΝΑΜΙΝ ΦΑΡΑΩ ΝΕΧΑΩ ΒΑΣΙΛΕΩΣ ΑΙΓΥΠΤΟΥ, ὃς ἦν ἐπὶ τῷ ποταμῷ Εὐφράτῃ ἐν Χαρμεὶς, ὃν ἐπάταξε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, ἐν τῷ ἔτει τῷ τετάρτῳ Ἰωακεὶμ βασιλέως Ἰούδα."],["3","Ἀναλάβετε ὅπλα καὶ ἀσπίδας, καὶ προσαγάγετε εἰς πόλεμον,"],["4","καὶ ἐπισάξατε τοὺς ἵππους, ἐπίβητε οἱ ἱππεῖς, καὶ κατάστητε ἐν ταῖς περικεφαλαίαις ὑμῶν, προσβάλετε τὰ δόρατα, καὶ ἐνδύσασθε τοὺς θώρακας ὑμῶν."],["5","Τί ὅτι αὐτοὶ πτοοῦνται, καὶ ἀποχωροῦσιν εἰς τὸ ὀπίσω; διότι οἱ ἰσχυροὶ αὐτῶν κοπήσονται, φυγῇ ἔφυγον, καὶ οὐκ ἀνέστρεψαν περιεχόμενοι κυκλόθεν, λέγει Κύριος."],["6","Μὴ φευγέτω ὁ κοῦφος, καὶ μὴ ἀνασωζέσθω ὁ ἰσχυρὸς ἐπὶ Βοῤῥᾶν· τὰ παρὰ τὸν Εὐφράτην ἠσθένησε, καὶ πεπτώκασι."],["7","Τίς οὗτος ὡς ποταμὸς ἀναβήσεται, καὶ ὡς ποταμοὶ κυμαίνουσιν ὕδωρ;"],["8","Ὕδατα Αἰγύπτου ὡς ποταμὸς ἀναβήσεται· καὶ εἶπεν, ἀναβήσομαι, καὶ κατακαλύψω τὴν γῆν, καὶ ἀπολῶ τοὺς κατοικοῦντας ἐν αὐτῇ."],["9","Ἐπίβητε ἐπὶ τοὺς ἵππους, παρασκευάσατε τὰ ἅρματα, ἐξέλθατε οἱ μαχηταὶ Αἰθιόπων, καὶ Λίβυες καθωπλισμένοι ὅπλοις, καὶ Λυδοὶ ἀνάβητε, ἐντείνατε τόξον."],["10","Καὶ ἡ ἡμέρα ἐκείνη Κυρίῳ τῷ Θεῷ ἡμῶν ἡμέρα ἐκδικήσεως, τοῦ ἐκδικῆσαι τοὺς ἐχθροὺς αὐτοῦ· καὶ καταφάγεται ἡ μάχαιρα Κυρίου, καὶ ἐμπλησθήσεται, καὶ μεθυσθήσεται ἀπὸ τοῦ αἵματος αὐτῶν, ὅτι θυσία τῷ Κυρίῳ ἀπὸ γῆς Βοῤῥᾶ ἐπὶ ποταμῷ Εὐφράτῃ."],["11","Ἀνάβηθι Γαλαὰδ, καὶ λάβε ῥητίνην τῇ παρθένῳ θυγατρὶ Αἰγύπτου· εἰς τὸ κενὸν ἐπλήθυνας ἰάματά σου, ὠφέλεια οὐκ ἔστιν ἐν σοί."],["12","Ἤκουσαν ἔθνη φωνήν σου, καὶ τῆς κραυγῆς σου ἐπλήσθη ἡ γῆ, ὅτι μαχητὴς πρὸς μαχητὴν ἠσθένησαν, ἐπιτοαυτὸ ἔπεσαν ἀμφότεροι."],["13","Ἃ ἘΛΑΛΗΣΕ ΚΥΡΙΟΣ ἐν χειρὶ Ἱερεμίου, τοῦ ἐλθεῖν τὸν βασιλέα Βαβυλῶνος τοῦ κόψαι γῆν Αἰγύπτου."],["14","Ἀναγγείλατε εἰς Μαγδωλὸν, καὶ παραγγείλατε εἰς Μέμφιν· εἴπατε, ἐπίστηθι, καὶ ἑτοίμασον, ὅτι κατέφαγε μάχαιρα τὴν σμίλακά σου."],["15","Διατί ἔφυγεν ἀπὸ σοῦ ὁ Ἄπις; ὁ μόσχος ὁ ἐκλεκτός σου οὐκ ἔμεινεν· ὅτι Κύριος παρέλυσεν αὐτόν."],["16","Καὶ τὸ πλῆθός σου ἠσθένησε, καὶ ἔπεσε· καὶ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ ἐλάλει, ἀναστῶμεν, καὶ ἀναστρέψωμεν πρὸς τὸν λαὸν ἡμῶν εἰς τὴν πατρίδα ἡμῶν, ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς."],["17","Καλέσατε τὸ ὄνομα Φαραὼ Νεχαὼ βασιλέως Αἰγύπτου, Σαὼν ἑσβειὲ μωήδ."],["18","Ζῶ ἐγὼ, λέγει Κύριος ὁ Θεὸς, ὅτι ὡς τὸ Ἰταβύριον ἐν τοῖς ὄρεσι, καὶ ὡς ὁ Κάρμηλος ὁ ἐν τῇ θαλάσσῃ, ἥξει."],["19","Σκεύη ἀποικισμοῦ ποίησον σεαυτῇ κατοικοῦσα θύγατερ Αἰγύπτου, ὅτι Μέμφις εἰς ἀφανισμὸν ἔσται, καὶ κληθήσεται Οὐαὶ, διὰ τὸ μὴ ὑπάρχειν κατοικοῦντας ἐν αὐτῇ."],["20","Δάμαλις κεκαλλωπισμένη Αἴγυπτος, ἀπόσπασμα ἀπὸ Βοῤῥᾶ ἦλθεν ἐπʼ αὐτὴν,"],["21","καὶ οἱ μισθωτοὶ αὐτῆς ἐν αὐτῇ, ὥσπερ μόσχοι σιτευτοὶ τρεφόμενοι ἐν αὐτῇ· διότι καὶ αὐτοὶ ἐπεστράφησαν, καὶ ἔφυγον ὁμοθυμαδόν· οὐκ ἔστησαν, ὅτι ἡμέρα ἀπωλείας ἦλθεν ἐπʼ αὐτοὺς, καὶ καιρὸς ἐκδικήσεως αὐτῶν."],["22","Φωνὴ αὐτῶν ὡς ὄφεως συρίζοντος, ὅτι ἐν ἄμμῳ πορεύονται, ἐν ἀξίναις ἥξουσιν ἐπʼ αὐτήν·"],["23","ὡς κόπτοντες ξύλα ἐκκόψουσι τὸν δρυμὸν αὐτῆς, λέγει Κύριος, ὅτι οὐ μὴ εἰκασθῇ, ὅτι πληθύνει ὑπὲρ ἀκρίδα, καὶ οὐκ ἔστιν αὐτοῖς ἀριθμός."],["24","Κατῃσχύνθη ἡ θυγάτηρ Αἰγύπτου, παρεδόθη εἰς χεῖρας λαοῦ ἀπὸ Βοῤῥᾶ."],["25","Ἰδοὺ ἐγὼ ἐκδικῶ τὸν Ἀμμὼν τὸν υἱὸν αὐτῆς ἐπὶ Φαραὼ, καὶ ἐπὶ τοὺς πεποιθότας ἐπʼ αὐτῷ."],["27","Σὺ δὲ μὴ φοβηθῇς δοῦλός μου Ἰακὼβ, μηδὲ πτοηθῇς Ἰσραήλ· διότι ἐγὼ ἰδοὺ σώζων σε μακρόθεν, καὶ τὸ σπέρμα σου ἐκ τῆς αἰχμαλωσίας αὐτῶν· καὶ ἀναστρέψει Ἰακὼβ, καὶ ἡσυχάσει καὶ ὑπνώσει, καὶ οὐκ ἔσται ὁ παρενοχλῶν αὐτόν."],["28","Μὴ φοβοῦ παῖς μου Ἰακὼβ, λέγει Κύριος, ὅτι μετὰ σοῦ ἐγώ εἰμι· ἡ ἀπτόητος καὶ τρυφερὰ παρεδόθη· ὅτι ποιήσω ἔθνει συντέλειαν ἐν παντὶ ἔθνει εἰς οὓς ἔξωσά σε ἐκεῖ, σὲ δὲ οὐ μὴ ποιήσω ἐκλιπεῖν, καὶ παιδεύσω σε εἰς κρίμα, καὶ ἀθῶον οὐκ ἀθωώσω σε."]],[["1","ΛΟΓΟΣ ΚΥΡΙΟΥ ὋΝ ἘΛΑΛΗΣΕΝ ἘΠΙ ΒΑΒΥΛΩΝΑ."],["2","Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, καὶ ἀκουστὰ ποιήσατε, καὶ μὴ κρύψητε· εἴπατε, ἑάλωκε Βαβυλὼν, κατῃσχύνθη Βῆλος, ἡ ἀπτόητος, ἡ τρυφερὰ παρεδόθη Μαιρωδὰχ,"],["3","ὅτι ἀνέβη ἐπʼ αὐτὴν ἔθνος ἀπὸ Βοῤῥᾶ, οὗτος θήσει τὴν γῆν αὐτῆς εἰς ἀφανισμὸν, καὶ οὐκ ἔσται ὁ κατοικῶν ἐν αὐτῇ ἀπὸ ἀνθρώπου καὶ ἕως κτήνους."],["4","Ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, ἥξουσιν οἱ υἱοὶ Ἰσραὴλ αὐτοὶ, καὶ οἱ υἱοὶ Ἰούδα ἐπὶ τὸ αὐτὸ, βαδίζοντες καὶ κλαίοντες πορεύσονται, τὸν Κύριον Θεὸν αὐτῶν ζητοῦντες."],["5","Ἕως Σιὼν ἐρωτήσουσι τὴν ὁδὸν, ὧδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσι, καὶ ἥξουσι, καὶ καταφεύξονται πρὸς Κύριον τὸν Θεόν· διαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται."],["6","Πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου, οἱ ποιμένες αὐτῶν ἔξωσαν αὐτοὺς, ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτοὺς, ἐξ ὄρους ἐπὶ βουνὸν ᾤχοντο, ἐπελάθοντο κοίτης αὐτῶν."],["7","Πάντες οἱ εὑρίσκοντες αὐτοὺς, ἀνήλισκον αὐτούς· οἱ ἐχθροὶ αὐτῶν εἶπαν, Μὴ ἀνῶμεν αὐτοὺς, ἀνθʼ ὧν ἥμαρτον τῷ Κυρίῳ· νομὴ δικαιοσύνης τῷ συναγαγόντι τοὺς πατέρας αὐτῶν."],["8","Ἀπαλλοτριώθητε ἐκ μέσου Βαβυλῶνος καὶ ἀπὸ γῆς Χαλδαίων, καὶ ἐξέλθατε, καὶ γένεσθε ὥσπερ δράκοντες κατὰ πρόσωπον προβάτων."],["9","Ὅτι ἰδοὺ ἐγὼ ἐγείρω ἐπὶ Βαβυλῶνα συναγωγὰς ἐθνῶν ἐκ γῆς Βοῤῥᾶ, καὶ παρατάξονται αὐτῇ· ἐκεῖθεν ἁλώσεται, ὡς βολὶς μαχητοῦ συνετοῦ οὐκ ἐπιστρέψει κενή."],["10","Καὶ ἔσται ἡ Χαλδαία εἰς προνομὴν, πάντες οἱ προνομεύοντες αὐτὴν ἐμπλησθήσονται."],["11","Ὅτι ηὐφραίνεσθε, καὶ κατεκαυχᾶσθε, διαρπάζοντες τὴν κληρονομίαν μου, διότι ἐσκιρτᾶτε, ὡς βοΐδια ἐν βοτάνῃ, καὶ ἐκερατίζετε ὡς ταῦροι."],["12","Ἠσχύνθη ἡ μήτηρ ὑμῶν σφόδρα, ἐνετράπη ἡ τεκοῦσα ὑμᾶς μήτηρ ἐπʼ ἀγαθὰ, ἐσχάτη ἐθνῶν, ἔρημος"],["13","ἀπὸ ὀργῆς Κυρίου, οὐ κατοικηθήσεται καὶ ἔσται εἰς ἀφανισμὸν πᾶσα· καὶ πᾶς ὁ διοδεύων διὰ Βαβυλῶνος σκυθρωπάσει, καὶ συριοῦσιν ἐπὶ πᾶσαν τὴν πληγὴν αὐτῆς."],["14","Παρατάξασθε ἐπὶ Βαβυλῶνα κύκλῳ πάντες τείνοντες τόξον, τοξεύσατε ἐπʼ αὐτὴν, μὴ φείσησθε ἐπὶ τοῖς τοξεύμασιν ὑμῶν,"],["15","καὶ κατακρατήσατε αὐτήν· παρελύθησαν αἱ χεῖρες αὐτῆς, ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς, καὶ κατεσκάφη τὸ τεῖχος αὐτῆς, ὅτι ἐκδίκησις παρὰ Θεοῦ ἐστιν· ἐκδικεῖτε ἐπʼ αὐτὴν, καθὼς ἐποίησε, ποιήσατε αὐτῇ."],["16","Ἐξολοθρεύσασθε σπέρμα ἐκ Βαβυλῶνος, κατέχοντα δρέπανον ἐν καιρῷ θερισμοῦ· ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς, ἕκαστος εἰς τὸν λαὸν αὐτοῦ ἀποστρέψουσι, καὶ ἕκαστος εἰς τὴν γῆν αὐτοῦ φεύξεται."],["17","Πρόβατον πλανώμενον Ἰσραὴλ, λέοντες ἔξωσαν αὐτόν· ὁ πρῶτος ἔφαγεν αὐτὸν βασιλεὺς Ἀσσοὺρ, καὶ οὗτος ὕστερον τὰ ὀστᾶ αὐτοῦ βασιλεὺς Βαβυλῶνος."],["18","Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐκδικῶ ἐπὶ τὸν βασιλέα Βαβυλῶνος, καὶ ἐπὶ τὴν γῆν αὐτοῦ, καθὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα Ἀσσούρ."],["19","Καὶ ἀποκαταστήσω τὸν Ἰσραὴλ εἰς τὴν νομὴν αὐτοῦ, καὶ νεμήσεται ἐν τῷ Καρμήλῳ, καὶ ἐν ὄρει Ἐφραῒμ, καὶ ἐν τῷ Γαλαὰδ, καὶ πλησθήσεται ἡ ψυχὴ αὐτοῦ."],["20","Ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, ζητήσουσι τὴν ἀδικίαν Ἰσραὴλ, καὶ οὐχ ὑπάρξει, καὶ τὰς ἁμαρτίας Ἰούδα, καὶ οὐ μὴ εὑρεθῶσιν, ὅτι ἵλεως ἔσομαι τοῖς ὑπολελειμμένοις ἐπὶ τῆς γῆς,"],["21","λέγει Κύριος. Πικρῶς ἐπίβηθι ἐπʼ αὐτὴν, καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐπʼ αὐτήν· ἐκδίκησον μάχαιρα, καὶ ἀφάνισον, λέγει Κύριος, καὶ ποίει κατὰ πάντα ὅσα ἐντέλλομαί σοι."],["22","Φωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων."],["23","Πῶς ἐκλάσθη καὶ συνετρίβη ἡ σφυρὰ πάσης τῆς γῆς; πῶς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλὼν ἐν ἔθνεσιν;"],["24","Ἐπιβήσονταί σοι, καὶ οὐ γνώσῃ, ὡς Βαβυλὼν καὶ ἁλώσῃ· εὑρέθης, καὶ ἐλήφθης, ὅτι τῷ Κυρίῳ ἀντέστης."],["25","Ἤνοιξε Κύριος τὸν θησαυρὸν αὐτοῦ, καὶ ἐξήνεγκε τὰ σκεύη ὀργῆς αὐτοῦ, ὅτι ἔργον τῷ Κυρίῳ Θεῷ ἐν γῇ Χαλδαίων,"],["26","ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς· ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς, ἐρευνήσατε αὐτὴν ὡς σπήλαιον, καὶ ἐξολοθρεύσατε αὐτήν· μὴ γενέσθω αὐτῆς κατάλειμμα·"],["27","Ἀναξηράνατε αὐτῆς πάντας τοὺς καρποὺς, καὶ καταβήτωσαν εἰς σφαγήν· οὐαὶ αὐτοῖς, ὅτι ἥκει ἡ ἡμέρα αὐτῶν, καὶ καιρὸς ἐκδικήσεως αὐτῶν."],["28","Φωνὴ φευγόντων, καὶ ἀνασωζομένων ἐκ γῆς Βαβυλῶνος, τοῦ ἀναγγεῖλαι εἰς Σιὼν τὴν ἐκδίκησιν παρὰ Κυρίου Θεοῦ ἡμῶν."],["29","Παραγγείλατε ἐπὶ Βαβυλῶνα πολλοῖς, παντὶ ἐντείνοντι τόξον, παρεμβάλλετε ἐπʼ αὐτὴν κυκλόθεν· μὴ ἔστω αὐτῆς ἀνασωζόμενος· ἀνταπόδοτε αὐτῇ κατὰ τὰ ἔργα αὐτῆς, κατὰ πάντα ὅσα ἐποίησε, ποιήσατε αὐτῇ, ὅτι πρὸς Κύριον ἀντέστη Θεὸν ἅγιον τοῦ Ἰσραήλ."],["30","Διατοῦτο πεσοῦνται οἱ νεανίσκοι αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ αὐτῆς ῥιφήσονται, εἶπε Κύριος."],["31","Ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν, λέγει Κύριος· ὅτι ἥκει ἡ ἡμέρα σου, καὶ ὁ καιρὸς ἐκδικήσεως σου."],["32","Καὶ ἀσθενήσει ἡ ὕβρις σου, καὶ πεσεῖται· καὶ οὐδεὶς ἔσται ὁ ἀνιστῶν αὐτήν· καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ καταφάγεται πάντα τὰ κύκλῳ αὐτῆς."],["33","Τάδε λέγει Κύριος, καταδεδυνάστευνται οἱ υἱοὶ Ἰσραὴλ, καὶ οἱ υἱοὶ Ἰούδα, ἅμα πάντες οἱ αἰχμαλωτεύσαντες αὐτοὺς, κατεδυνάστευσαν αὐτοὺς, ὅτι οὐκ ἠθέλησαν ἐξαποστεῖλαι αὐτούς."],["34","Καὶ ὁ λυτρούμενος αὐτοὺς ἰσχυρὸς, Κύριος παντοκράτωρ ὄνομα αὐτῷ· κρίσιν κρινεῖ πρὸς τοὺς ἀντιδίκους αὐτοῦ, ὅπως ἐξάρῃ τὴν γῆν· καὶ παροξυνεῖ τοῖς κατοικοῦσι Βαβυλῶνα,"],["35","μάχαιραν ἐπὶ τοὺς Χαλδαίους, καὶ ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα, καὶ ἐπὶ τοὺς μεγιστᾶνας αὐτῆς, καὶ ἐπὶ τοὺς συνετοὺς αὐτῆς·"],["36","Μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῆς, καὶ παραλυθήσονται· μάχαιραν ἐπὶ τοὺς ἵππους αὐτῶν, καὶ ἐπὶ τὰ ἅρματα αὐτῶν·"],["37","Μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῶν, καὶ ἐπὶ τὸν σύμμικτον τὸν ἐν μέσῳ αὐτῆς, καὶ ἔσονται ὡσεὶ γυναῖκες· μάχαιραν ἐπὶ τοὺς θησαυροὺς, καὶ διασκορπισθήσονται"],["38","ἐπὶ τῷ ὕδατι αὐτῆς, καὶ καταισχυνθήσονται, ὅτι γῆ τῶν γλυπτῶν ἐστι, καὶ ἐν ταῖς νήσοις, οὗ κατεκαυχῶντο."],["39","Διατοῦτο κατοικήσουσιν ἰνδάλματα ἐν ταῖς νήσοις, καὶ κατοικήσουσιν ἐν αὐτῇ θυγατέρες σειρήνων, οὐ μὴ κατοικηθῇ οὐκέτι εἰς τὸν αἰῶνα."],["40","Καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα, καὶ τὰς ὁμορούσας αὐταῖς, εἶπε Κύριος, οὐ μὴ κατοικήσει ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ παροικήσει ἐκεῖ υἱὸς ἀνθρώπου."],["41","Ἰδοὺ λαὸς ἔρχεται ἀπὸ Βοῤῥᾶ, καὶ ἔθνος μέγα, καὶ βασιλεῖς πολλοὶ ἐξεγερθήσονται ἀπʼ ἐσχάτου τῆς γῆς,"],["42","τόξον καὶ ἐγχειρίδιον ἔχοντες, ἰταμός ἐστι, καὶ οὐ μὴ ἐλεήσῃ· ἡ φωνὴ αὐτῶν ὡς θάλασσα ἠχήσει, ἐφʼ ἵπποις ἱππάσονται, παρεσκευασμένοι, ὥσπερ πῦρ, εἰς πόλεμον, πρὸς σὲ, θύγατερ Βαβυλῶνος."],["43","Ἤκουσε βασιλεὺς Βαβυλῶνος τὴν ἀκοὴν αὐτῶν, καὶ παρελύθησαν αἱ χεῖρες αὐτοῦ· θλῖψις κατεκράτησεν αὐτοῦ, ὠδῖνες ὡς τικτούσης."],["44","Ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἀπὸ τοῦ Ἰορδάνου εἰς Γαιθὰν, ὅτι ταχέως ἐκδιώξω αὐτοὺς ἀπʼ αὐτῆς, καὶ πάντα νεανίσκον ἐπʼ αὐτὴν ἐπιστήσω· ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεταί μοι; καὶ τίς οὗτος ποιμὴν, ὃς στήσεται κατὰ πρόσωπόν μου;"],["45","Διατοῦτο ἀκούσατε τὴν βουλὴν Κυρίου ἣν βεβούλευται ἐπὶ Βαβυλῶνα, καὶ λογισμοὺς αὐτοῦ οὓς ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους· ἐὰν μὴ διαφθαρῇ τὰ ἀρνία τῶν προβάτων αὐτῶν, ἐὰν μὴ ἀφανισθῇ νομὴ ἀπʼ αὐτῶν."],["46","Ὅτι ἀπὸ φωνῆς ἁλώσεως Βαβυλῶνος σεισθήσεται ἡ γῆ, καὶ κραυγὴ ἐν ἔθνεσιν ἀκουσθήσεται."]],[["1","Τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ Βαβυλῶνα καὶ ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἄνεμον καύσωνα διαφθείροντα."],["2","Καὶ ἐξαποστελῶ εἰς Βαβυλῶνα ὑβριστὰς, καὶ καθυβρίσουσιν αὐτὴν, καὶ λυμανοῦνται τὴν γῆν αὐτῆς· οὐαὶ ἐπὶ Βαβυλῶνα κυκλόθεν ἐν ἡμέρᾳ κακώσεως αὐτῆς."],["3","Τεινέτω ὁ τείνων τὸ τόξον αὐτοῦ, καὶ περιθέσθω ᾧ ἐστιν ὅπλα αὐτοῦ, καὶ μὴ φείσησθε ἐπὶ τοὺς νεανίσκους αὐτῆς, καὶ ἀφανίσατε πᾶσαν τὴν δύναμιν αὐτῆς."],["4","Καὶ πεσοῦνται τραυματίαι ἐν γῇ Χαλδαίων, καὶ κατακεκεντημένοι ἔξωθεν αὐτῆς."],["5","Διότι οὐκ ἐχήρευσεν Ἰσραὴλ καὶ Ἰούδας ἀπὸ Θεοῦ αὐτῶν, ἀπὸ Κυρίου παντοκράτορος, ὅτι ἡ γῆ αὐτῶν ἐπλήσθη ἀδικίας ἀπὸ τῶν ἁγίων Ἰσραήλ."],["6","Φεύγετε ἐκ μέσου Βαβυλῶνος, καὶ ἀνασώζετε ἕκαστος τὴν ψυχὴν αὐτοῦ, καὶ μὴ ἀποῤῥιφῆτε ἐν τῇ ἀδικίᾳ αὐτῆς, ὅτι καιρὸς ἐκδικήσεως αὐτῆς ἐστι παρὰ Κυρίου, ἀνταπόδομα αὐτὸς ἀνταποδίδωσιν αὐτῇ."],["7","Ποτήριον χρυσοῦν Βαβυλὼν ἐν χειρὶ Κυρίου, μεθύσκον πᾶσαν τὴν γῆν, ἀπὸ τοῦ οἴνου αὐτῆς ἐπίοσαν ἔθνη, διατοῦτο ἐσαλεύθησαν."],["8","Καὶ ἄφνω ἔπεσε Βαβυλὼν, καὶ συνετρίβη· θρηνεῖτε αὐτὴν, λάβετε ῥητίνην τῇ διαφθορᾷ αὐτῆς, εἴπως ἰαθήσεται."],["9","Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη· ἐγκαταλίπωμεν αὐτὴν, καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὐτοῦ, ὅτι ἤγγικεν εἰς οὐρανὸν τὸ κρίμα αὐτῆς, ἐξῇρεν ἕως τῶν ἄστρων."],["10","Ἐξήνεγκε Κύριος τὸ κρίμα αὐτοῦ· δεῦτε, καὶ ἀναγγείλωμεν ἐν Σιὼν τὰ ἔργα Κυρίου τοῦ Θεοῦ ἡμῶν."],["11","Παρασκευάζετε τὰ τοξεύματα, πληροῦτε τὰς φαρέτρας· ἤγειρε Κύριος τὸ πνεῦμα βασιλέως Μήδων, ὅτι εἰς Βαβυλῶνα ἡ ὀργὴ αὐτοῦ, τοῦ ἐξολοθρεῦσαι αὐτὴν, ὅτι ἐκδίκησις Κυρίου ἐστὶν, ἐκδίκησις λαοῦ αὐτοῦ ἐστιν."],["12","Ἐπὶ τειχέων Βαβυλῶνος ἄρατε σημεῖον, ἐπιστήσατε φαρέτρας, ἐγείρατε φυλακὰς, ἑτοιμάσατε ὅπλα, ὅτι ἐνεχείρισε, καὶ ποιήσει Κύριος ἃ ἐλάλησεν ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα,"],["13","κατασκηνοῦντας ἐφʼ ὕδασι πολλοῖς, καὶ ἐπὶ πλήθει θησαυρῶν αὐτῆς· ἥκει τὸ πέρας σου ἀληθῶς εἰς τὰ σπλάγχνα σου."],["14","Ὅτι ὤμοσε Κύριος κατὰ τοῦ βραχίονος αὐτοῦ, διότι πληρώσω σε ἀνθρώπων ὡσεὶ ἀκρίδων, καὶ φθέγξονται ἐπὶ σὲ οἱ καταβαίνοντες."],["15","Κύριος ποιῶν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ἑτοιμάζων οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, ἐν τῇ συνέσει αὐτοῦ ἐξέτεινε τὸν ουρανὸν,"],["16","εἰς φωνὴν ἔθετο ἦχος ὕδατος ἐν οὐρανῷ, καὶ ἀνήγαγε νεφέλας ἀπʼ ἐσχάτου τῆς γῆς· ἀστραπὰς εἰς ὑετὸν ἐποίησε, καὶ ἐξήγαγε φῶς ἐκ τῶν θησαυρῶν αὐτοῦ."],["17","Ἐματαιώθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως, κατῃσχύνθη πᾶς χρυσοχόος ἀπὸ τῶν γλυπτῶν αὐτοῦ, ὅτι ψευδῆ ἐχώνευσαν, οὐκ ἔστι πνεῦμα ἐν αὐτοῖς."],["18","Μάταιά ἐστιν ἔργα μεμωκημένα, ἐν καιρῷ ἐπισκέψεως αὐτῶν ἀπολοῦνται."],["19","Οὐ τοιαύτη μερὶς τῷ Ἰακὼβ, ὅτι ὁ πλάσας τὰ πάντα, αὐτός ἐστι κληρονομία αὐτοῦ, Κύριος ὄνομα αὐτῷ."],["20","Διασκορπίζεις σύ μοι σκεύη πολέμου, καὶ διασκορπιῶ ἐν σοὶ ἔθνη, καὶ ἐξαρῶ ἐκ σοῦ βασιλεῖς."],["21","Καὶ διασκορπιῶ ἐν σοὶ ἵππον καὶ ἐπιβάτην αὐτοῦ, καὶ διασκορπιῶ ἐν σοὶ ἅρματα καὶ ἀναβάτας αὐτῶν."],["22","Καὶ διασκορπιῶ ἐν σοὶ νεανίσκον καὶ παρθένον, καὶ διασκορπιῶ ἐν σοὶ ἄνδρα καὶ γυναῖκα."],["23","Καὶ διασκορπιῶ ἐν σοὶ ποιμένα καὶ τὸ ποίμνιον αὐτοῦ, καὶ διασκορπιῶ ἐν σοὶ γεωργὸν καὶ τὸ γεώργιον αὐτοῦ, καὶ διασκορπιῶ ἐν σοὶ ἡγεμόνας καὶ στρατηγούς σου."],["24","Καὶ ἀνταποδώσω τῇ Βαβυλῶνι καὶ πᾶσι τοῖς κατοικοῦσι Χαλδαίοις πάσας τὰς κακίας αὐτῶν, ἃς ἐποίησαν ἐπὶ Σιὼν κατʼ ὀφθαλμοὺς ὑμῶν, λέγει Κύριος."],["25","Ἰδοὺ ἐγὼ πρὸς σὲ τὸ ὄρος τὸ διεφθαρμένον, τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ κατακυλιῶ σε ἐπὶ τῶν πετρῶν, καὶ δώσω σε ὡς ὄρος ἐμπεπυρισμένον·"],["26","Καὶ οὐ μὴ λάβωσιν ἀπὸ σοῦ λίθον εἰς γωνίαν, καὶ λίθον εἰς θεμέλιον, ὅτι εἰς ἀφανισμὸν ἔσῃ εἰς τὸν αἰῶνα, λέγει Κύριος."],["27","Ἄρατε σημεῖον ἐπὶ τῆς γῆς, σαλπίσατε ἐν ἔθνεσι σάλπιγγι, ἁγιάσατε ἐπʼ αὐτὴν ἔθνη, παραγγείλατε ἐπʼ αὐτὴν, βασιλεῖς ἄρατε παρʼ ἐμοῦ, καὶ τοῖς Ἀχαναζέοις· ἐπιστήσατε ἐπʼ αὐτὴν βελοστάσεις, ἀναβιβάσατε ἐπʼ αὐτὴν ἵππον ὡς ἀκρίδων πλῆθος."],["28","Ἀναβιβάσατε ἐπʼ αὐτὴν ἔθνη, τὸν βασιλέα τῶν Μήδων καὶ πάσης τῆς γῆς, τοὺς ἡγουμένους αὐτοῦ, καὶ πάντας τοὺς στρατηγοὺς αὐτοῦ."],["29","Ἐσείσθη ἡ γῆ, καὶ ἐπόνεσε, διότα ἐξανέστη ἐπὶ Βαβυλῶνα λογισμὸς Κυρίου, τοῦ θεῖναι τὴν γῆν Βαβυλῶνος εἰς ἀφανισμὸν, καὶ μὴ κατοικεῖσθαι αὐτήν."],["30","Ἐξέλιπε μαχητὴς Βαβυλῶνος τοῦ πολεμεῖν, καθήσονται ἐκεῖ ἐν περιοχῇ, ἐθραύσθη ἡ δυναστεία αὐτῶν, ἐγενήθησαν ὡσεὶ γυναῖκες· ἐνεπυρίσθη τὰ σκηνώματα αὐτῆς, συνετρίβησαν οἱ μοχλοὶ αὐτῆς."],["31","Διώκων εἰς ἀπάντησιν διώκοντος διώξεται, καὶ ἀναγγέλλων εἰς ἀπάντησιν ἀναγγέλλοντος, τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ Βαβυλῶνος, ὅτι ἑάλωκεν ἡ πόλις αὐτοῦ."],["32","Ἀπʼ ἐσχάτου τῶν διαβάσεων αὐτοῦ ἐλήφθησαν, καὶ τὰ συστήματα αὐτῶν ἐνέπρησαν ἐν πυρὶ, καὶ ἄνδρες αὐτοῦ οἱ πολεμισταὶ ἐξέρχονται."],["33","Διότι τάδε λέγει Κύριος, οἶκοι βασιλέως Βαβυλῶνος, ὡς ἅλων ὥριμος ἀλοηθήσονται· ἔτι μικρὸν, καὶ ἥξει ὁ ἀμητὸς αὐτῆς."],["34","Κατέφαγέ με, ἐμερίσατό με, κατέλαβέ με σκότος λεπτὸν, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατέπιέ με, ὡς δράκων ἔπλησε τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῆς τρυφῆς μου·"],["35","Ἔξωσάν με οἱ μόχθοι μου καὶ αἱ ταλαιπωρίαι μου εἰς Βαβυλῶνα, ἐρεῖ κατοικοῦσα Σιὼν, καὶ τὸ αἷμά μου ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους, ἐρεῖ Ἱερουσαλήμ."],["36","Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ κρινῶ τὴν ἀντίδικόν σου, καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου, καὶ ἐρημώσω τὴν θάλασσαν αὐτῆς, καὶ ξηρανῶ τὴν πηγὴν αὐτῆς."],["37","Καὶ ἔσται Βαβυλὼν εἰς ἀφανισμὸν, καὶ οὐ κατοικηθήσεται."],["38","Ὅτι ἅμα ὡς λέοντες ἐξηγέρθησαν, καὶ ὡς σκύμνοι λεόντων."],["39","Ἐν τῇ θερμασίᾳ αὐτῶν δώσω πότημα αὐτοῖς, καὶ μεθύσω αὐτοὺς, ὅπως καρωθῶσι, καὶ ὑπνώσωσιν ὕπνον αἰώνιον, καὶ οὐ μὴ ἐξεγερθῶσι, λέγει Κύριος."],["40","Καὶ καταβίβασον αὐτοὺς ὡς ἄρνας εἰς σφαγὴν, καὶ ὡς κριοὺς μετʼ ἐρίφων."],["41","Πῶς ἑάλω καὶ ἐθηρεύθη τὸ καύχημα πάσης τῆς γῆς; πῶς ἐγένετο Βαβυλὼν εἰς ἀφανισμὸν ἐν τοῖς ἔθνεσιν;"],["42","Ἀνέβη ἐπὶ Βαβυλῶνα ἡ θάλασσα ἐν ἤχῳ κυμάτων αὐτῆς, καὶ κατεκαλύφθη,"],["43","ἐγενήθησαν αἱ πόλεις αὐτῆς ὡς γῆ ἄνυδρος καὶ ἄβατος, οὐ κατοικήσει ἐν αὐτῇ οὐδὲ εἷς, οὐδὲ μὴ καταλύσει ἐν αὐτῇ υἱὸς ἀνθρώπου."],["44","Καὶ ἐκδικήσω ἐπὶ Βαβυλῶνα, καὶ ἐξοίσω ἃ κατέπιεν ἐκ τοῦ στόματος αὐτῆς, καὶ οὐ μὴ συναχθῶσι πρὸς αὐτὴν ἔτι τὰ ἔθνη,"],["49","καὶ ἐν Βαβυλῶνι πεσοῦνται τραυματίαι πάσης τῆς γῆς."],["50","Ἀνασωζόμενοι ἐκ γῆς πορεύεσθε, καὶ μὴ ἵστασθε· οἱ μακρόθεν μνήσθητε τοῦ Κυρίου, καὶ Ἱερουσαλὴμ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν."],["51","Ἠσχύνθημεν ὅτι ἠκούσαμεν ὀνειδισμὸν ἡμῶν, κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμῶν, εἰσῆλθον ἀλλογενεῖς εἰς τὰ ἅγια ἡμῶν, εἰς οἶκον Κυρίου."],["52","Διατοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐκδικήσω ἐπὶ τὰ γλυπτὰ αὐτῆς, καὶ ἐν πάσῃ τῇ γῇ αὐτῆς πεσοῦνται τραυματίαι."],["53","Ὅτι ἐὰν ἀναβῇ Βαβυλὼν ὡς ὁ οὐρανὸς, καὶ ὅτι ἐὰν ὀχυρώσῃ τὰ τείχη ἰσχύϊ αὐτῆς, παρʼ ἐμοῦ ἥξουσιν ἐξολοθρεύοντες αὐτὴν, λέγει Κύριος."],["54","Φωνὴ κραυγῆς ἐν Βαβυλῶνι, καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων,"],["55","ὅτι ἐξωλόθρευσε Κύριος τὴν Βαβυλῶνα, καὶ ἀπώλεσεν ἀπʼ αὐτῆς φωνὴν μεγάλην ἠχοῦσαν ὡς ὕδατα πολλά· ἔδωκεν εἰς ὄλεθρον φωνὴν αὐτῆς."],["56","Ὅτι ἦλθεν ἐπὶ Βαβυλῶνα ταλαιπωρία, ἑάλωσαν οἱ μαχηταὶ αὐτῆς, ἐπτόηται τὸ τόξον αὐτῶν, ὅτι ὁ Θεὸς ἀνταποδίδωσιν αὐτοῖς."],["57","Κύριος ἀνταποδίδωσι, καὶ μεθύσει μέθῃ τοὺς ἡγεμόνας αὐτῆς, καὶ τοὺς σοφοὺς αὐτῆς, καὶ τοὺς στρατηγοὺς αὐτῆς, λέγει ὁ βασιλεὺς, Κύριος παντοκράτωρ ὄνομα αὐτῷ."],["58","Τάδε λέγει Κύριος, τεῖχος Βαβυλῶνος ἐπλατύνθη, κατασκαπτόμενον κατασκαφήσεται, καὶ αἱ πύλαι αὐτῆς αἱ ὑψηλαὶ ἐμπυρισθήσονται, καὶ οὐ κοπιάσουσι λαοὶ εἰς κενὸν, καὶ ἔθνη ἐν ἀρχῇ ἐκλείψουσιν."],["59","Ὁ ΛΟΓΟΣ ὋΝ ἘΝΕΤΕΙΛΑΤΟ ΚΥΡΙΟΣ ἹΕΡΕΜΙΑ ΤΩ ΠΡΟΦΗΤΗ εἰπεῖν τῷ Σαραίᾳ υἱῷ Νηρείου, υἱοῦ Μαασαίου, ὅτε ἐπορεύετο παρὰ Σεδεκίου βασιλέως Ἰούδα εἰς Βαβυλῶνα, ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ· καὶ Σαραίας ἄρχων δώρων."],["60","Καὶ ἔγραψεν Ἱερεμίας πάντα τὰ κακὰ ἃ ἥξει ἐπὶ Βαβυλῶνα ἐν βιβλίῳ, πάντας τοὺς λόγους τούτους τοὺς γεγραμμένους ἐπὶ Βαβυλῶνα."],["61","Καὶ εἶπεν Ἱερεμίας πρὸς Σαραίαν, ὅταν ἔλθῃς εἰς Βαβυλῶνα, καὶ ὄψῃ καὶ ἀναγνώσῃ πάντας τοὺς λόγους τούτους,"],["62","καὶ ἐρεῖς, Κύριε Κύριε, σὺ ἐλάλησας ἐπὶ τὸν τόπον τοῦτον, τοῦ ἐξολοθρεῦσαι αὐτὸν, καὶ τοῦ μὴ εἶναι ἐν αὐτῷ κατοικοῦντας ἀπὸ ἀνθρώπου ἕως κτήνους, ὅτι ἀφανισμὸς εἰς τὸν αἰῶνα ἔσται."],["63","Καὶ ἔσται ὅταν παύσῃ τοῦ ἀναγινώσκειν τὸ βιβλίον τοῦτο, καὶ ἐπιδήσεις ἐπʼ αὐτὸ λίθον, καὶ ῥίψεις αὐτὸ εἰς μέσον τοῦ Εὐφράτου,"],["64","καὶ ἐρεῖς, οὕτως καταδύσεται Βαβυλὼν, καὶ οὐ μὴ ἀναστῇ ἀπὸ προσώπου τῶν κακῶν, ὧν ἐγὼ ἐπάγω ἐπʼ αὐτήν."]],[["1","ἘΠΙ ΤΟΥΣ ἈΛΛΟΦΥΛΟΥΣ ΤΑΔΕ ΛΕΓΕΙ ΚΥΡΙΟΣ."],["2","Ἰδοὺ ὕδατα ἀναβαίνει ἀπὸ Βοῤῥᾶ, καὶ ἔσται εἰς χειμάῤῥουν κατακλύζοντα, καὶ κατακλύσει γῆν καὶ τὸ πλήρωμα αὐτῆς, πόλιν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· καὶ κεκράξονται οἱ ἄνθρωποι, καὶ ἀλαλάξουσιν ἅπαντες οἱ κατοικοῦντες τὴν γῆν,"],["3","ἀπὸ φωνῆς ὁρμῆς αὐτοῦ, ἀπὸ τῶν ὅπλων τῶν ποδῶν αὐτοῦ, καὶ ἀπὸ σεισμοῦ τῶν ἁρμάτων αὐτοῦ, ἤχου τροχῶν αὐτοῦ· οὐκ ἐπέστρεψαν πατέρες ἐφʼ υἱοὺς αὐτῶν ἀπὸ ἐκλύσεως χειρῶν αὐτῶν"],["4","ἐν τῇ ἡμέρᾳ τῇ ἐπερχομένῃ τοῦ ἀπολέσαι πάντας τοὺς ἀλλοφύλους· καὶ ἀφανιῶ τὴν Τύρον, καὶ τὴν Σιδῶνα, καὶ πάντας τοὺς καταλοίπους τῆς βοηθείας αὐτῶν, ὅτι ἐξολοθρεύσει Κύριος τοὺς καταλοίπους τῶν νήσων."],["5","Ἥκει φαλάκρωμα ἐπὶ Γάζαν, ἀπεῤῥίφη Ἀσκάλων, καὶ οἱ κατάλοιποι Ἐνακίμ."],["6","Ἕως τίνος κόψεις ἡ μάχαιρα τοῦ Κυρίου; ἕως τίνος οὐχ ἡσυχάσεις; ἀποκατάστηθι εἰς τὸν κολεόν σου, ἀνάπαυσαι, καὶ ἐπάρθητι."],["7","Πῶς ἡσυχάσει, καὶ Κύριος ἐνετείλατο αὐτῇ ἐπὶ τὴν Ἀσκάλωνα, καὶ ἐπὶ τὰς παραθαλασσίους, ἐπὶ τὰς καταλοίπους ἐπεγερθῆναι;"]],[["1","ΤΗ ἸΔΟΥΜΑΙΑ, τάδε λέγει Κύριος, οὐκ ἔστιν ἔτι σοφία ἐν Θαιμὰν, ἀπώλετο βουλὴ ἐκ συνετῶν, ᾤχετο σοφία αὐτῶν, ἠπατήθη ὁ τόπος αὐτῶν·"],["2","βαθύνατε εἰς κάθισιν οἱ κατοικοῦντες ἐν Δαιδὰμ, ὅτι δύσκολα ἐποίησεν· ἤγαγον ἐπʼ αὐτὸν ἐν χρόνῳ ᾧ ἐπεσκεψάμην ἐπʼ αὐτόν."],["3","Ὅτι τρυγηταὶ ἦλθον, οἳ οὐ καταλείψουσί σοι κατάλειμμα· ὡς κλέπται ἐν νυκτὶ, ἑπιθήσουσι χεῖρα αὐτῶν."],["4","Ὅτι ἐγὼ κατέσυρα τὸν Ἡσαῦ, ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν, κρυβῆναι οὐ μὴ δύνωνται, ὤλοντο διὰ χεῖρα ἀδελφοῦ αὐτοῦ, γείτονός μου, καὶ οὐκ ἔστιν"],["5","ὑπολείπεσθαι ὀρφανόν σου, ἵνα ζήσηται· καὶ ἐγὼ ζήσομαι, καὶ αἱ χῆραι ἐπʼ ἐμὲ πεποίθασιν·"],["6","Ὅτι τάδε εἶπε Κύριος, οἷς οὐκ ἦν νόμος πιεῖν τὸ ποτήριον, ἔπιον· καὶ σὺ ἀθωωμένη οὐ μὴ ἀθωωθῇς,"],["7","ὅτι κατʼ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς ἄβατον καὶ εἰς ὀνειδισμὸν, καὶ εἰς κατάρασιν ἔσῃ ἐν μέσῳ αὐτῆς, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι εἰς αἰῶνα."],["8","Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλε, συνάχθητε, καὶ παραγένεσθε εἰς αὐτὴν, ἀνάστητε εἰς πόλεμον."],["9","Μικρὸν ἔδωκά σε ἐν ἔθνεσιν, εὐκαταφρόνητον ἐν ἀνθρώποις."],["10","Ἡ παιγνία σου ἐνεχείρησέ σοι, ἰταμία καρδίας σου κατέλυσε τρυμαλιὰς πετρῶν, συνέλαβεν ἰσχὺν βουνοῦ ὑψηλοῦ· ὅτι ὕψωσεν ὥσπερ ἀετὸς νοσσιὰν αὐτοῦ, ἐκεῖθεν καθελῶ σε."],["11","Καὶ ἔσται ἡ Ἰδουμαία εἰς ἄβατον, πᾶς ὁ παραπορευόμενος ἐπʼ αὐτὴν συριεῖ."],["12","Ὥσπερ κατεστράφη Σόδομα καὶ Γόμοῤῥα, καὶ αἱ πάροικοι αὐτῆς, εἶπε Κύριος παντοκράτωρ, οὐ μὴ καθίσει ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ κατοικήσει ἐκεῖ υἱὸς ἀνθρώπου."],["13","Ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ἰορδάνου εἰς τόπον Αἰθὰμ, ὅτι ταχὺ ἐκδιώξω αὐτοὺς ἀπʼ αὐτῆς, καὶ τοὺς νεανίσκους ἐπʼ αὐτὴν ἐπιστήσατε· ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεταί μοι; καὶ τίς οὗτος ποιμὴν, ὃς στήσεται κατὰ πρόσωπόν μου;"],["14","Διατοῦτο ἀκούσατε βουλὴν Κυρίου, ἣν ἐβουλεύσατο ἐπὶ τὴν Ἰδουμαίαν, καὶ λογισμὸν αὐτοῦ, ὃν ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Θαιμὰν, ἐὰν μὴ συμψησθῶσι τὰ ἐλάχιστα τῶν προβάτων, ἐὰν μὴ ἀβατωθῇ ἐπʼ αὐτοὺς κατάλυσις αὐτῶν,"],["15","ὅτι ἀπὸ φωνῆς πτώσεως αὐτῶν ἐφοβήθη ἡ γῆ, καὶ κραυγὴ θαλάσσης οὐκ ἠκούσθη."],["16","Ἰδοὺ ὥσπερ ἀετὸς ὄψεται, καὶ ἐκτενεῖ τὰς πτέρυγας ἐπʼ ὀχυρώματα αὐτῆς· καὶ ἔσται ἡ καρδία τῶν ἰσχυρῶν τῆς Ἰδουμαίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς καρδία γυναικὸς ὠδινούσης."],["17","ΤΟΙΣ ΥΙΟΙΣ ἈΜΜΩΝ οὕτως εἶπε Κύριος, μὴ υἱοὶ οὐκ εἰσὶν ἐν Ἰσραὴλ, ἢ παραληψόμενος οὐκ ἔστιν αὐτοῖς; διατί παρέλαβε Μελχὸλ τὴν Γαλαὰδ, καὶ ὁ λαὸς αὐτῶν ἐν πόλεσιν αὐτῶν ἐνοικήσει;"],["18","Διατοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ ἀκουτιῶ ἐπὶ Ῥαββὰθ θόρυβον πολέμων, καὶ ἔσονται εἰς ἄβατον καὶ εἰς ἀπώλειαν, καὶ βωμοὶ αὐτῆς ἐν πυρὶ κατακαυθήσονται, καὶ παραλήψεται Ἰσραὴλ τὴν ἀρχὴν αὐτοῦ."],["19","Ἀλάλαξον Ἐσεβὼν, ὅτι ὤλετο Γαΐ· κεκράξατε θυγατέρες Ῥαββὰθ, περιζώσασθε σάκκους καὶ κόψασθε, ὅτι Μελχὸλ βαδιεῖται ἐν ἀποικίᾳ, οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα."],["20","Τί ἀγαλλιᾶσθε ἐν τοῖς πεδίοις Ἐνακεὶμ, θύγατερ ἰταμίας, ἡ πεποιθυῖα ἐπὶ θησαυροῖς, ἡ λέγουσα, τίς εἰσελεύσεται ἐπʼ ἐμέ;"],["21","Ἰδοὺ ἐγὼ φέρω φόβον ἐπὶ σὲ, εἶπε Κύριος, ἀπὸ πάσης τῆς περιοίκου σου, καὶ διασπαρήσεσθε ἕκαστος εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ οὐκ ἔστιν ὁ συνάγων."],["23","ΤΗ ΚΗΔΑΡ ΤΗ ΒΑΣΙΛΙΣΣΗ ΤΗΣ ΑΥΛΗΣ, ἫΝ ἘΠΑΤΑΞΕ ΝΑΒΟΥΧΟΔΟΝΟΣΟΡ ΒΑΣΙΛΕΥΣ ΒΑΒΥΛΩΝΟΣ, οὕτως εἶπε Κύριος, Ἀνάστητε, καὶ ἀνάβητε ἐπὶ Κηδὰρ, καὶ πλήσατε τοὺς υἱοὺς Κεδέμ."],["24","Σκηνὰς αὐτῶν, καὶ τὰ πρόβατα αὐτῶν λήψονται· ἱμάτια αὐτῶν, καὶ πάντα τὰ σκεύη αὐτῶν, καὶ καμήλους αὐτῶν λήψονται ἑαυτοῖς· καὶ καλέσατε ἐπʼ αὐτοὺς ἀπώλειαν κυκλόθεν."],["25","Φεύγετε, λίαν ἐμβαθύνατε εἰς κάθισιν, καθήμενοι ἐν τῇ αὐλῇ, ὅτι ἐβουλεύσατο ἐφʼ ὑμᾶς βασιλεὺς Βαβυλῶνος βουλὴν, καὶ ἐλογίσατο λογισμόν."],["26","Ἀνάστηθι, καὶ ἀνάβηθι ἐπʼ ἔθνος εὐσταθοῦν, καθήμενον εἰς ἀναψυχὴν, οἷς οὐκ εἰσὶ θύραι, οὐ βάλανοι, οὐ μοχλοὶ, μόνοι καταλύουσι."],["27","Καὶ ἔσονται κάμηλοι αὐτῶν εἰς προνομὴν, καὶ πλῆθος κτηνῶν αὐτῶν εἰς ἀπώλειαν, καὶ λικμήσω αὐτοὺς παντὶ πνεύματι κεκαρμένους πρὸ προσώπου αὐτῶν, ἐκ παντὸς πέραν αὐτῶν οἴσω τὴν τροπὴν αὐτῶν, εἶπε Κύριος."],["28","Καὶ ἔσται ἡ αὐλὴ διατριβὴ στρουθῶν, καὶ ἄβατος ἕως αἰῶνος, οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ κατοικήσει ἐκεῖ υἱὸς ἀνθρώπου."],["29","ΤΗ ΔΑΜΑΣΚΩ. Κατῃσχύνθη Ἠμὰθ, καὶ Ἀρφὰθ, ὅτι ἤκουσαν ἀκοὴν πονηρὰν, ἐξέστησαν, ἐθυμώθησαν, ἀναπαύσασθαι οὐ μὴ δύνωνται."],["30","Ἐξελύθη Δαμασκὸς, ἀπεστράφη εἰς φυγὴν, τρόμος ἐπελάβετο αὐτῆς."],["31","Πῶς οὐχὶ ἐγκατέλιπε πόλιν ἐμὴν, κώμην ἠγάπησαν;"],["32","Διατοῦτο πεσοῦνται νεανίσκοι ἐν πλατείαις σου, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου πεσοῦνται, φησὶ Κύριος·"],["33","Καὶ καύσω πῦρ ἐν τείχει Δαμασκοῦ, καὶ καταφάγεται ἄμφοδα υἱοῦ Ἄδερ."]],[["1","ΤΗ ΜΩΑΒ οὕτως εἶπε Κύριος, οὐαὶ ἐπὶ Ναβαῦ, ὅτι ὤλετο, ἐλήφθη Καριαθαὶμ, ᾐσχύνθη Ἀμὰθ καὶ Ἀγάθ."],["2","Οὐκ ἔστιν ἔτι ἰατρεία Μωὰβ, γαυρίαμα ἐν Ἐσεβὼν, ἐλογίσατο ἐπʼ αὐτὴν κακά· ἐκόψαμεν αὐτὴν ἀπὸ ἔθνους, καὶ παῦσιν παύσεται· ὄπισθέν σου βαδιεῖται μάχαιρα,"],["3","ὅτι φωνὴ κεκραγότων ἐξ Ὠρωναὶμ, ὄλεθρον καὶ σύντριμμα μέγα·"],["4","Συνετρίβη Μωὰβ, ἀναγγείλατε εἰς Ζογόρα,"],["5","ὅτι ἐπλήσθη Ἀλὼθ ἐν κλαυθμῷ· ἀναβήσεται κλαίων ἐν ὁδῷ Ὠρωναὶμ, κραυγὴν συντρίμματος ἠκούσατε."],["6","Φεύγετε καὶ σώσατε τὰς ψυχὰς ὑμῶν, καὶ ἔσεσθε ὥσπερ ὄνος ἄγριος ἐν ἐρήμῳ."],["7","Ἐπειδὴ ἐπεποίθεις ἐν ὀχυρώματί σου, καὶ σὺ συλληφθήσῃ· καὶ ἐξελεύσεται Χαμὼς ἐν ἀποικίᾳ, καὶ οἱ ἱερεῖς αὐτοῦ, καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα."],["8","Καὶ ἥξει ὄλεθρος ἐπὶ πᾶσαν πόλιν, οὐ μὴ σωθῇ, καὶ ἀπολεῖται ὁ αὐλῶν, καὶ ἐξολοθρευθήσεται ἡ πεδινὴ, καθὼς εἶπε Κύριος."],["9","Δότε σημεῖα τῇ Μωὰβ, ὅτι ἁφῇ ἁφθήσεται, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς εἰς ἄβατον ἔσονται· πόθεν ἔνοικος αὐτῇ;"],["10","Ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς, ἐξαίρων μάχαιραν αὐτοῦ ἀφʼ αἵματος."],["11","Ἀνεπαύσατο Μωὰβ ἐκ παιδαρίου, καὶ πεποιθὼς ἦν ἐπὶ τῇ δόξῃ αὐτοῦ, οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγεῖον, καὶ εἰς ἀποικισμὸν οὐκ ᾤχετο· διατοῦτο ἔστη γεῦμα αὐτοῦ ἐν αὐτῷ, καὶ ὀσμὴ αὐτοῦ οὐκ ἐξέλιπε."],["12","Διατοῦτο ἰδοὺ ἡμέραι αὐτοῦ ἔρχονται, φησὶ Κύριος, καὶ ἀποστελῶ αὐτῷ κλίνοντας, καὶ κλινοῦσιν αὐτὸν, καὶ τὰ σκεύη αὐτοῦ λεπτυνοῦσι, καὶ τὰ κέρατα αὐτοῦ συγκόψουσι."],["13","Καὶ καταισχυνθήσεται Μωὰβ ἀπὸ Χαμὼς, ὥσπερ κατῃσχύνθη οἶκος Ἰσραὴλ ἀπὸ Βαιθὴλ ἐλπίδος αὐτῶν πεποιθότες ἐπʼ αὐτοῖς."],["14","Πῶς ἐρεῖτε, ἰσχυροί ἐσμεν, καὶ ἄνθρωπος ἰσχύων εἰς τὰ πολεμικά;"],["15","Ὤλετο Μωὰβ πόλις αὐτοῦ, καὶ ἐκλεκτοὶ νεανίσκοι αὐτοῦ κατέβησαν εἰς σφαγήν."],["16","Ἐγγὺς ἡμέρα Μωὰβ ἐλθεῖν, καὶ πονηρία αὐτοῦ ταχεῖα σφόδρα."],["17","Κινήσατε αὐτῷ πάντες κυκλόθεν αὐτοῦ, πάντες ἔκδοτε ὄνομα αὐτοῦ· εἴπατε, πῶς συνετρίβη βακτηρία εὐκλεὴς, ῥάβδος μεγαλώματος;"],["18","Κατάβηθι ἀπὸ δόξης, καὶ κάθισον ἐν ὑγρασίᾳ καθημένη· Δαιβὼν ἐκτριβήσεται, ὅτι ὤλετο Μωὰβ, ἀνέβη εἰς σὲ λυμαινόμενος ὀχύρωμά σου."],["19","Ἐφʼ ὁδοῦ στῆθι, καὶ ἔπιδε καθημένη ἐν Ἀρὴρ, καὶ ἐρώτησον φεύγοντα, καὶ σωζόμενον, καὶ εἰπὸν, τί ἐγένετο;"],["20","Κατῃσχύνθη Μωὰβ, ὅτι συνετρίβη· ὀλόλυξον καὶ κέκραξον, ἀνάγγειλον ἐν Ἀρνὼν, ὅτι ὤλετο Μωὰβ,"],["21","καὶ κρίσις ἔρχεται εἰς τὴν γῆν Μεισὼρ ἐπὶ Χελὼν, καὶ Ῥεφὰς, καὶ Μωφὰς,"],["22","καὶ ἐπὶ Δαιβὼν, καὶ ἐπὶ Ναβαῦ, καὶ ἐπʼ οἶκον Δαιθλαθαὶμ,"],["23","καὶ ἐπὶ Καριαθαὶμ, καὶ ἐπʼ οἶκον Γαιμὼλ, καὶ ἐπʼ οἶκον Μαὼν,"],["24","καὶ ἐπὶ Καριὼθ, καὶ ἐπὶ Βοσὸρ, καὶ ἐπὶ πάσας τὰς πόλεις Μωὰβ τὰς πόῤῥω καὶ τὰς ἐγγύς."],["25","Κατεάχθη κέρας Μωὰβ, καὶ τὸ ἐπίχειρον αὐτοῦ συνετρίβη."],["26","Μεθύσατε αὐτὸν, ὅτι ἐπὶ Κύριον ἐμεγαλύνθη· καὶ ἐπικρούσει Μωὰβ ἐν χειρὶ αὐτοῦ, καὶ ἔσται εἰς γέλωτα καὶ αὐτός."],["27","Καὶ εἰ μὴ εἰς γελοιασμὸν ἦν σοι Ἰσραὴλ, καὶ ἐν κλοπαῖς σου εὑρέθη, ὅτι ἐπολέμεις αὐτόν."],["28","Κατέλιπον τὰς πόλεις, καὶ ᾤκησαν ἐν πέτραις οἱ κατοικοῦντες Μωάβ· ἐγενήθησαν ὥσπερ περιστεραὶ νοσσεύουσαι ἐν πέτραις, στόματι βοθύνου."],["29","Καὶ ἤκουσα ὕβριν Μωὰβ, ὕβρισε λίαν ὕβριν αὐτοῦ, καὶ ὑπερηφανίαν αὐτοῦ· καὶ ὑψώθη ἡ καρδία αὐτοῦ."],["30","Ἐγὼ δὲ ἔγνων ἔργα αὐτοῦ· οὐχὶ τὸ ἱκανὸν αὐτῷ οὐχ οὕτως ἐποίησε;"],["31","Διατοῦτο ἐπὶ Μωὰβ ὀλολύζετε πάντοθεν· βοήσατε ἐπʼ ἄνδρας κειράδας αὐχμοῦ."],["32","Ὡς κλαυθμὸν Ἰαζὴρ ἀποκλαύσομαί σοι ἄμπελος Ἀσερημὰ, κλήματά σου διῆλθε θάλασσαν, πόλεις Ἰαζὴρ ἥψαντο, ἐπὶ ὀπώραν σου, ἐπὶ τρυγηταῖς σου ὄλεθρος ἐπέπεσε."],["33","Συνεψήσθη χαρμοσύνη καὶ εὐφροσύνη ἐκ τῆς Μωαβίτιδος· καὶ οἶνος ἦν ἐπὶ ληνοῖς σου, πρωῒ οὐκ ἐπάτησαν, οὐδὲ δείλης οὐκ ἐποίησαν,"],["34","αἱ δὲ ἀπὸ κραυγῆς Ἐσεβὼν ἕως Αἰτὰμ αἱ πόλεις αὐτῶν ἔδωκαν φωνὴν αὐτῶν, ἀπὸ Ζογὸρ ἕως Ὠρωναὶμ, καὶ ἀγγελίαν σαλασία, ὅτι καὶ τὸ ὕδωρ Νεβρεὶν εἰς κατάκαυμα ἔσται."],["35","Καὶ ἀπολῶ τὸν Μωὰβ, φησὶ Κύριος, ἀναβαίνοντα ἐπὶ τὸν βωμὸν, καὶ θυμιῶντα θεοῖς αὐτοῦ."],["36","Διατοῦτο καρδία τοῦ Μωὰβ, ὥσπερ αὐλοὶ βουβήσουσι, καρδία μου ἐπʼ ἀνθρώπους κειράδας ὥσπερ αὐλὸς βομβήσει· διατοῦτο ἃ περιεποιήσατο, ἀπώλετο ἀπὸ ἀνθρώπου."],["37","Πᾶσαν κεφαλὴν ἐν παντὶ τόπῳ ξυρηθήσονται, καὶ πᾶς πώγων ξυρηθήσεται, καὶ πᾶσαι χεῖρες κόψονται, καὶ ἐπὶ πάσης ὀσφύος σάκκος."],["38","Καὶ ἐπὶ πάντων τῶν δωμάτων Μωὰβ, καὶ ἐπὶ ταῖς πλατείαις αὐτῆς, ὅτι συνέτριψα, φησὶ Κύριος, ὡς ἀγγεῖον, οὗ οὐκ ἔστι χρεία αὐτοῦ."],["39","Πῶς κατήλλαξε; πῶς ἔστρεψε νῶτον Μωάβ; ᾐσχύνθη, καὶ ἐγένετο Μωὰβ εἰς γέλωτα, καὶ ἐγκότημα πᾶσι τοῖς κύκλῳ αὐτῆς."],["40","Ὅτι οὕτως εἶπε Κύριος,"],["41","Ἐλήφθη Καριὼθ, καὶ τὰ ὀχυρώματα συνελήφθη,"],["42","καὶ ἀπολεῖται Μωὰβ ἀπὸ ὄχλου, ὅτι ἐπὶ τὸν Κύριον ἐμεγαλύνθη."],["43","Παγὶς καὶ φόβος καὶ βόθυνος ἐπὶ σὲ καθήμενος Μωάβ."],["44","Ὁ φεύγων ἀπὸ προσώπου τοῦ φόβου, ἐμπεσεῖται εἰς τὸν βόθυνον· καὶ ὁ ἀναβαίνων ἐκ τοῦ βοθύνου, καὶ συλληφθήσεται ἐν τῇ παγίδι· ὅτι ἐπάξω ταῦτα ἐπὶ Μωὰβ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν."]],[["15","Οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ, λάβε τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου τούτου ἐκ χειρός μου, καὶ ποτιεῖς πάντα τὰ ἔθνη, πρὸς ἃ ἐγὼ ἀποστέλλω σε πρὸς αὐτούς."],["16","Καὶ πίονται, καὶ ἐξεμοῦνται, καὶ ἐκμανήσονται ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστέλλω ἀναμέσον αὐτῶν."],["17","Καὶ ἔλαβον τὸ ποτήριον ἐκ χειρὸς Κυρίου, καὶ ἐπότισα τὰ ἔθνη, πρὸς ἃ ἀπέστειλέ με Κύριος πρὸς αὐτὰ,"],["18","τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα, καὶ βασιλεῖς Ἰούδα καὶ ἄρχοντας αὐτοῦ, τοῦ θεῖναι αὐτὰς εἰς ἐρήμωσιν, καὶ εἰς ἄβατον, καὶ εἰς συριγμὸν,"],["19","καὶ τὸν Φαραὼ βασιλέα Αἰγύπτου, καὶ τοὺς παῖδας αὐτοῦ, καὶ τοὺς μεγιστᾶνας αὐτοῦ,"],["20","καὶ πάντα τὸν λαὸν αὐτοῦ, καὶ πάντας τοὺς συμμίκτους, καὶ πάντας τοὺς βασιλεῖς ἀλλοφύλων, καὶ τὴν Ἀσκάλωνα, καὶ τὴν Γάζαν, καὶ τὴν Ἀκκάρων, καὶ τὸ ἐπίλοιπον Ἀζώτου,"],["21","καὶ τὴν Ἰδουμαίαν, καὶ τὴν Μωαβῖτιν, καὶ τοὺς υἱοὺς Ἀμμὼν,"],["22","καὶ βασιλεῖς Τύρου, καὶ βασιλεῖς Σιδῶνος, καὶ βασιλεῖς τοὺς ἐν τῷ πέραν τῆς θαλάσσης,"],["23","καὶ τὴν Δαιδὰν, καὶ τὴν Θαιμὰν, καὶ τὴν Ῥῶς, καὶ πᾶν περικεκαρμένον κατὰ πρόσωπον αὐτοῦ,"],["24","καὶ πάντας τοὺς συμμίκτους τοὺς καταλύοντας ἐν τῇ ἐρήμῳ,"],["25","καὶ πάντας βασιλεῖς Αἰλὰμ, καὶ πάντας βασιλεῖς Περσῶν,"],["26","καὶ πάντας βασιλεῖς ἀπὸ ἀπηλιώτου τοὺς πόῤῥω καὶ τοὺς ἐγγὺς, ἕκαστον πρὸς τὸν ἀδελφὸν αὐτοῦ, καὶ πάσας βασιλείας τὰς ἐπὶ προσώπου τῆς γῆς."],["27","Καὶ ἐρεῖς αὐτοῖς, οὕτως εἶπε Κύριος παντοκράτωρ, πίετε, μεθύσθητε, καὶ ἐξεμέσετε, καὶ πεσεῖσθε, καὶ οὐ μὴ ἀναστῆτε ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστέλλω ἀναμέσον ὑμῶν."],["28","Καὶ ἔσται ὅταν μὴ βούλωνται δέξασθαι τὸ ποτήριον ἐκ τῆς χειρός σου, ὥστε πιεῖν, καὶ ἐρεῖς, οὕτως εἶπε Κύριος, πιόντες πίεσθε,"],["29","ὅτι ἐν πόλει ἐν ᾗ ὠνομάσθη τὸ ὄνομά μου ἐπʼ αὐτὴν, ἐγὼ ἄρχομαι κακῶσαι, καὶ ὑμεῖς καθάρσει οὐ μὴ καθαρισθῆτε, ὅτι μάχαιραν ἐγὼ καλῶ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ τῆς γῆς."],["30","Καὶ σὺ προφητεύσεις ἐπʼ αὐτοὺς τοὺς λόγους τούτους, καὶ ἐρεῖς, Κύριος ἀφʼ ὑψηλοῦ χρηματιεῖ, ἀπὸ τοῦ ἁγίου αὐτοῦ δώσει φωνὴν αὐτοῦ, λόγον χρηματιεῖ ἐπὶ τοῦ τόπου αὐτοῦ· καὶ οἵδε ὥσπερ τρυγῶντες ἀποκριθήσονται· καὶ ἐπὶ καθημένους ἐπὶ τὴν γῆν"],["31","ἥκει ὄλεθρος ἐπὶ μέρος τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ ἐν τοῖς ἔθνεσι· κρίνεται αὐτὸς πρὸς πᾶσαν σάρκα, οἱ δὲ ἀσεβεῖς ἐδόθησαν εἰς μάχαιραν, λέγει Κύριος."],["32","Οὕτως εἶπε Κύριος, ἰδοὺ κακὰ ἔρχεται ἀπὸ ἔθνους ἐπὶ ἔθνος, καὶ λαίλαψ μεγάλη ἐκπορεύεται ἀπʼ ἐσχάτου τῆς γῆς."],["33","Καὶ ἔσονται τραυματίαι ὑπὸ Κυρίου ἐν ἡμέρᾳ Κυρίου, ἐκ μέρους τῆς γῆς, καὶ ἕως εἰς μέρος τῆς γῆς· οὐ μὴ κατορυγῶσιν, εἰς κόπρια ἐπὶ προσώπου τῆς γῆς ἔσονται."],["34","Ἀλαλάξατε ποιμένες, καὶ κεκράξατε, καὶ κόπτεσθε οἱ κριοὶ τῶν προβάτων, ὅτι ἐπληρώθησαν αἱ ἡμέραι ὑμῶν εἰς σφαγὴν, καὶ πεσεῖσθε ὥσπερ οἱ κριοὶ οἱ ἐκλεκτοὶ,"],["35","καὶ ἀπολεῖται φυγὴ ἀπὸ τῶν ποιμένων, καὶ σωτηρία ἀπὸ τῶν κριῶν τῶν προβάτων."],["36","Φωνὴ κραυγῆς τῶν ποιμένων, καὶ ἀλαλαγμὸς τῶν προβάτων καὶ τῶν κριῶν, ὅτι ὠλόθρευσε Κύριος τὰ βοσκήματα αὐτῶν·"],["37","Καὶ παύσεται τὰ κατάλοιπα τῆς εἰρήνης ἀπὸ προσώπου ὀργῆς θυμοῦ μου."],["38","Ἐγκατέλιπεν ὥσπερ λέων κατάλυμα αὐτοῦ, ὅτι ἐγενήθη ἡ γῆ αὐτῶν εἰς ἄβατον ἀπὸ προσώπου τῆς μαχαίρας τῆς μεγάλης."]],[["1","ἘΝ ἈΡΧΗ ΒΑΣΙΛΕΩΣ ἸΩΑΚΕΙΜ ΥΙΟΥ ἸΩΣΙΑ, ἘΓΕΝΗΘΗ Ὁ ΛΟΓΟΣ ΟΥΤΟΣ ΠΑΡΑ ΚΥΡΙΟΥ·"],["2","Οὕτως εἶπε Κύριος, στῆθι ἐν αὐλῇ οἴκου Κυρίου, καὶ χρηματιεῖς ἅπασι τοῖς Ἰουδαίοις, καὶ πᾶσι τοῖς ἐρχομένοις προσκυνεῖν ἐν οἴκῳ Κυρίου, ἅπαντας τοὺς λόγους οὓς συνέταξά σοι χρηματίσαι αὐτοῖς, μὴ ἀφέλῃς ῥῆμα."],["3","Ἴσως ἀκούσονται, καὶ ἀποστραφήσονται ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ παύσομαι ἀπὸ τῶν κακῶν ὧν ἐγὼ λογίζομαι τοῦ ποιῆσαι αὐτοῖς ἕνεκεν τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν."],["4","Καὶ ἐρεῖς, οὕτως εἶπε Κύριος, ἐὰν μὴ ἀκούσητέ μου, τοῦ πορεύεσθαι ἐν τοῖς νομίμοις μου οἷς ἔδωκα κατὰ πρόσωπον ὑμῶν,"],["5","εἰσακούειν τῶν λόγων τῶν παίδων μου τῶν προφητῶν, οὓς ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς ὄρθρου, καὶ ἀπέστειλα, καὶ οὐκ ἠκούσατέ μου,"],["6","καὶ δώσω τὸν οἶκον τοῦτον ὥσπερ Σηλὼ, καὶ τὴν πόλιν δώσω εἰς κατάραν πᾶσι τοῖς ἔθνεσι πάσης τῆς γῆς."],["7","Καὶ ἤκουσαν οἱ ἱερεῖς, καὶ οἱ ψευδοπροφῆται, καὶ πᾶς ὁ λαὸς τοῦ Ἱερεμίου λαλοῦντος τοὺς λόγους τούτους ἐν οἴκῳ Κυρίου."],["8","Καὶ ἐγένετο Ἱερεμίου παυσαμένου λαλοῦντος πάντα ἃ συνέταξε Κύριος αὐτῷ λαλῆσαι παντὶ τῷ λαῷ, καὶ συνελάβοσαν αὐτὸν οἱ ἱερεῖς, καὶ οἱ ψευδοπροφῆται, καὶ πᾶς ὁ λαὸς, λέγων, θανάτῳ ἀποθανῇ,"],["9","ὅτι ἐπροφήτευσας τῷ ὀνόματι Κυρίου, λέγων, ὥσπερ Σηλὼ ἔσται ὁ οἶκος οὗτος, καὶ ἡ πόλις αὕτη ἐρημωθήσεται ἀπὸ κατοικούντων· Καὶ ἐξεκκλησιάσθη πᾶς ὁ λαὸς ἐπὶ Ἱερεμίαν ἐν οἴκῳ Κυρίου."],["10","Καὶ ἤκουσαν οἱ ἄρχοντες Ἰούδα τὸν λόγον τοῦτον, καὶ ἀνέβησαν ἐξ οἴκου τοῦ βασιλέως εἰς οἶκον Κυρίου, καὶ ἐκάθισαν ἐν προθύροις πύλης τῆς καινῆς."],["11","Καὶ εἶπαν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται πρὸς τοὺς ἄρχοντας, καὶ παντὶ τῷ λαῷ, κρίσις θανάτου τῷ ἀνθρώπῳ τούτῳ, ὅτι ἐπροφήτευσε κατὰ τῆς πόλεως ταύτης, καθὼς ἠκούσατε ἐν τοῖς ὠσὶν ὑμῶν."],["12","Καὶ εἶπεν Ἱερεμίας πρὸς τοὺς ἄρχοντας, καὶ παντὶ τῷ λαῷ, λέγων, Κύριος ἀπέστειλέ με προφητεῦσαι ἐπὶ τὸν οἶκον τοῦτον, καὶ ἐπὶ τὴν πόλιν ταύτην, πάντας τοὺς λόγους οὓς ἠκούσατε."],["13","Καὶ νῦν βελτίους ποιήσατε τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἔργα ὑμῶν, καὶ ἀκούσατε τῆς φωνῆς Κυρίου, καὶ παύσεται Κύριος ἀπὸ τῶν κακῶν ὧν ἐλάλησεν ἐφʼ ὑμᾶς."],["14","Καὶ ἰδοὺ ἐγὼ ἐν χερσὶν ὑμῶν, ποιήσατέ μοι ὡς συμφέρει, καὶ ὡς βέλτιον ὑμῖν."],["15","Ἀλλʼ ἢ γνόντες γνώσεσθε, ὅτι εἰ ἀναιρεῖτέ με, αἷμα ἀθῶον δίδοτε ἐφʼ ὑμᾶς, καὶ ἐπὶ τὴν πόλιν ταύτην, καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· ὅτι ἐν ἀληθείᾳ ἀπέσταλκέ με Κύριος πρὸς ὑμᾶς λαλῆσαι εἰς τὰ ὦτα ὑμῶν πάντας τοὺς λόγους τούτους."],["16","Καὶ εἶπον οἱ ἄρχοντες καὶ πᾶς ὁ λαὸς πρὸς τοὺς ἱερεῖς καὶ πρὸς τοὺς ψευδοπροφήτας, οὐκ ἔστι τῷ ἀνθρώπῳ τούτῳ κρίσις θανάτου, ὅτι ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐλάλησε πρὸς ἡμᾶς."],["17","Καὶ ἀνέστησαν ἄνδρες τῶν πρεσβυτέρων τῆς γῆς, καὶ εἶπαν πάσῃ τῇ συναγωγῇ τοῦ λαοῦ,"],["18","Μιχαίας ὁ Μωραθίτης ἦν ἐν ταῖς ἡμέραις Ἐζεκίου βασιλέως Ἰούδα, καὶ εἶπε παντὶ τῷ λαῷ Ἰούδα, οὕτως εἶπε Κύριος, Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ εἰς ἄβατον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ."],["19","Μὴ ἀνελὼν ἀνεῖλεν αὐτὸν Ἐζεκίας καὶ πᾶς Ἰούδα; οὐχ ὅτι ἐφοβήθησαν τὸν Κύριον, καὶ ὅτι ἐδεήθησαν τοῦ προσώπου Κυρίου, καὶ ἐπαύσατο Κύριος ἀπὸ τῶν κακῶν ὧν ἐλάλησεν ἐπʼ αὐτούς; καὶ ἡμεῖς ἐποιήσαμεν κακὰ μεγάλα ἐπὶ ψυχὰς ἡμῶν."],["20","Καὶ ἄνθρωπος ἦν προφητεύων τῷ ὀνόματι Κυρίου, Οὐρίας υἱὸς Σαμαίου ἐκ Καριαθιαρὶμ, καὶ ἐπροφήτευσε περὶ τῆς γῆς ταύτης κατὰ πάντας τοὺς λόγους Ἱερεμίου."],["21","Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἰωακεὶμ καὶ πάντες οἱ ἄρχοντες πάντας τοὺς λόγους αὐτοῦ, καὶ ἐζήτουν ἀποκτεῖναι αὐτόν· καὶ ἤκουσεν Οὐρίας, καὶ εἰσῆλθεν εἰς Αἴγυπτον."],["22","Καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς ἄνδρας εἰς Αἴγυπτον,"],["23","καὶ ἐξηγάγοσαν αὐτὸν ἐκεῖθεν, καὶ εἰσηγάγοσαν αὐτὸν πρὸς τὸν βασιλέα, καὶ ἐπάταξεν αὐτὸν ἐν μαχαίρᾳ, καὶ ἔῤῥιψεν αὐτὸν εἰς τὸ μνῆμα υἱῶν λαοῦ αὐτοῦ."],["24","Πλὴν χεὶρ Ἀχεικὰμ υἱοῦ Σαφὰν ἦν μετὰ Ἱερεμίου, τοῦ μὴ παραδοῦναι αὐτὸν εἰς χεῖρας τοῦ λαοῦ, μὴ ἀνελεῖν αὐτόν."]],[["2","Οὕτως εἶπε Κύριος, ποίησον σεαυτῷ δεσμοὺς καὶ κλοιοὺς, καὶ περίθου περὶ τὸν τράχηλόν σου."],["3","Καὶ ἀποστελεῖς αὐτοὺς πρὸς βασιλέα Ἰδουμαίας, καὶ πρὸς βασιλέα Μωὰβ, καὶ πρὸς βασιλέα υἱῶν Ἀμμὼν, καὶ πρὸς τὸν βασιλέα Τύρου, καὶ πρὸς βασιλέα Σιδῶνος, ἐν χερσὶν ἀγγέλων αὐτῶν τῶν ἐρχομένων εἰς ἀπάντησιν αὐτῶν εἰς Ἱερουσαλὴμ πρὸς Σεδεκίαν βασιλέα Ἰούδα."],["4","Καὶ συντάξεις αὐτοῖς πρὸς τοὺς κυρίους αὐτῶν εἰπεῖν, οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ, οὕτως ἐρεῖτε πρὸς τοὺς κυρίους ὑμῶν,"],["5","ὅτι ἐγὼ ἐποίησα τὴν γῆν ἐν τῇ ἰσχύϊ μου τῇ μεγάλῃ, καὶ ἐν τῷ ἐπιχείρῳ μου τῷ ὑψηλῷ, καὶ δώσω αὐτὴν ᾧ ἐὰν δόξῃ ἐν ὀφθαλμοῖς μου·"],["6","Ἔδωκα τὴν γῆν τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος δουλεύειν αὐτῷ, καὶ τὰ θηρία τοῦ ἀγροῦ ἐργάζεσθαι αὐτῷ."],["8","Καὶ τὸ ἔθνος καὶ ἡ βασιλεία, ὅσοι ἐὰν μὴ ἐμβάλωσι τὸν τράχηλον αὐτῶν ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλῶνος, ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ ἐπισκέψομαι αὐτοὺς, εἶπε Κύριος, ἕως ἐκλίπωσιν ἐν χειρὶ αὐτοῦ."],["9","Καὶ ὑμεῖς μὴ ἀκούετε τῶν ψευδοπροφητῶν ὑμῶν, καὶ τῶν μαντευομένων ὑμῖν, καὶ τῶν ἐνυπνιαζομένων ὑμῖν, καὶ τῶν οἰωνισμάτων ὑμῶν, καὶ τῶν φαρμακῶν ὑμῶν, τῶν λεγόντων, οὐ μὴ ἐργάσησθε τῷ βασιλεῖ Βαβυλῶνος·"],["10","Ὅτι ψευδῆ αὐτοὶ προφητεύουσιν ὑμῖν, πρὸς τὸ μακρῦναι ὑμᾶς ἀπὸ τῆς γῆς ὑμῶν."],["11","Καὶ τὸ ἔθνος ὃ ἐὰν εἰσαγάγῃ τὸν τράχηλον αὐτοῦ ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλῶνος, καὶ ἐργάσηται αὐτῷ, καὶ καταλείψω αὐτὸν ἐπὶ τῆς γῆς αὐτοῦ, καὶ ἐργᾶται αὐτῷ, καὶ ἐνοικήσει ἐν αὐτῇ."],["12","Καὶ πρὸς Σεδεκίαν βασιλέα Ἰούδα ἐλάλησα κατὰ πάντας τοὺς λόγους τούτους, λέγων, εἰσαγάγετε τὸν τράχηλον ὑμῶν,"],["14","καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος, ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖν,"],["15","ὅτι οὐκ ἀπέστειλα αὐτοὺς, φησὶ Κύριος, καὶ προφητεύουσι τῷ ὀνόματί μου ἐπ ἀδίκῳ, πρὸς τὸ ἀπολέσαι ὑμᾶς, καὶ ἀπολεῖσθε ὑμεῖς, καὶ οἱ προφῆται ὑμῶν, οἱ προφητεύοντες ὑμῖν ἐπʼ ἀδίκῳ ψευδῆ."],["16","Ὑμῖν, καὶ παντὶ τῷ λαῷ τούτῳ, καὶ τοῖς ἱερεῦσιν ἐλάλησα, λέγων, οὕτως εἶπε Κύριος, μὴ ἀκούετε τῶν λόγων τῶν προφητῶν, τῶν προφητευόντων ὑμῖν, λεγόντων, ἰδοὺ σκεύη οἴκου Κυρίου ἐπιστρέψει ἐκ Βαβυλῶνος· ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖν. Οὐκ ἀπέστειλα αὐτούς."],["18","Εἰ προφῆταί εἰσι, καὶ εἰ ἔστι λόγος Κυρίου ἐν αὐτοῖς, ἀπαντησάτωσάν μοι, ὅτι οὕτως εἶπε Κύριος."],["19","Καὶ τῶν ἐπιλοίπων σκευῶν,"],["20","ὧν οὐκ ἔλαβε βασιλεὺς Βαβυλῶνος, ὅτε ἀπῴκισε τὸν Ἰεχονίαν ἐξ Ἱερουσαλὴμ,"],["22","εἰς Βαβυλῶνα εἰσελεύσεται, λέγει Κύριος."]],[["1","Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει Σεδεκία βασιλέως Ἰούδα ἐν μηνὶ τῷ πέμπτῳ, εἶπέ μοι Ἀνανίας υἱὸς Ἀζὼρ ὁ ψευδοπροφήτης ἀπὸ Γαβαὼν ἐν οἴκῳ Κυρίου, κατʼ ὀφθαλμοὺς τῶν ἱερέων, καὶ παντὸς τοῦ λαοῦ, λέγων,"],["2","Οὕτως εἶπε Κύριος, συνέτριψα τὸν ζυγὸν τοῦ βασιλέως Βαβυλῶνος."],["3","Ἔτι δύο ἔτη ἡμερῶν, καὶ ἐγὼ ἀποστρέψω εἰς τὸν τόπον τοῦτον τὰ σκεύη οἴκου Κυρίου,"],["4","καὶ Ἰεχονίαν, καὶ τὴν ἀποικίαν Ἰούδα, ὅτι συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλῶνος."],["5","Καὶ εἶπεν Ἱερεμίας πρὸς Ἀνανίαν κατʼ ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ καὶ κατʼ ὀφθαλμοὺς τῶν ἱερέων τῶν ἑστηκότων ἐν οἴκῳ Κυρίου,"],["6","καὶ εἶπεν Ἱερεμίας, ἀληθῶς οὕτω ποιήσαι Κύριος, στήσαι τὸν λόγον σου ὃν σὺ προφητεύεις, τοῦ ἐπιστρέψαι τὰ σκεύη οἴκου Κυρίου καὶ πᾶσαν τὴν ἀποικίαν ἐκ Βαβυλῶνος εἰς τὸν τόπον τοῦτον."],["7","Πλὴν ἀκούσατε τὸν λόγον Κυρίου, ὃν ἐγὼ λέγω εἰς τὰ ὦτα ὑμῶν καὶ εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ."],["8","Οἱ προφῆται οἱ γεγονότες πρότεροί μου καὶ πρότεροι ὑμῶν ἀπὸ τοῦ αἰῶνος, καὶ ἐπροφήτευσαν ἐπὶ γῆς πολλῆς, καὶ ἐπὶ βασιλείας μεγάλας εἰς πόλεμον."],["9","Ὁ προφήτης ὁ προφητεύσας εἰς εἰρήνην, ἐλθόντος τοῦ λόγου, γνώσονται τὸν προφήτην ὃν ἀπέστειλεν αὐτοῖς Κύριος ἐν πίστει."],["10","Καὶ ἔλαβεν Ἀνανίας ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου Ἱερεμίου, καὶ συνέτριψεν αὐτούς."],["11","Καὶ εἶπεν Ἀνανίας κατʼ ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ, λέγων, οὕτως εἶπε Κύριος, οὕτως συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλῶνος ἀπὸ τραχήλων πάντων τῶν ἐθνῶν· καὶ ᾤχετο Ἱερεμίας εἰς τὴν ὁδὸν αὐτοῦ."],["12","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἱερεμίαν, μετὰ τὸ συντρίψαι Ἀνανίαν τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου αὐτοῦ, λέγων,"],["13","Βάδιζε, καὶ εἰπὸν πρὸς Ἀνανίαν, λέγων, οὕτως εἶπε Κύριος, κλοιοὺς ξυλίνους συνέτριψας, καὶ ποιήσω ἀντʼ αὐτῶν κλοιοὺς σιδηροῦς·"],["14","Ὅτι οὕτως εἶπε Κύριος, ζυγὸν σιδηροῦν ἔθηκα ἐπὶ τὸν τράχηλον πάντων τῶν ἐθνῶν, ἐργάζεσθαι τῷ βασιλεῖ Βαβυλῶνος."],["15","Καὶ εἶπεν Ἱερεμίας τῷ Ἀνανίᾳ, οὐκ ἀπέσταλκέ σε Κύριος, καὶ πεποιθέναι ἐποίησας τὸν λαὸν τοῦτον ἐπʼ ἀδίκῳ."],["16","Διατοῦτο οὕτως εἶπε Κύριος, ἰδοὺ ἐγὼ ἐξαποστέλλω σε ἀπὸ προσώπου τῆς γῆς, τούτῳ τῷ ἐνιαυτῷ ἀποθανῇ."],["17","Καὶ ἀπέθανεν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ."]],[["1","Καὶ οὗτοι οἱ λόγοι τῆς βίβλου οὓς ἀπέστειλεν Ἱερεμίας ἐξ Ἱερουσαλὴμ πρὸς τοὺς πρεσβυτέρους τῆς ἀποικίας, καὶ πρὸς τοὺς ἱερεῖς, καὶ πρὸς τοὺς ψευδοπροφήτας, ἐπιστολὴν εἰς Βαβυλῶνα τῇ ἀποικίᾳ, καὶ πρὸς ἅπαντα τὸν λαὸν,"],["2","ὕστερον ἐξελθόντος Ἰεχονίου τοῦ βασιλέως, καὶ τῆς βασιλίσσης, καὶ τῶν εὐνούχων, καὶ παντὸς ἐλευθέρου, καὶ δεσμώτου, καὶ τεχνίτου ἐξ Ἱερουσαλὴμ,"],["3","ἐν χειρὶ Ἐλεασὰν υἱοῦ Σαφὰν, καὶ Γαμαρίου υἱοῦ Χελκίου, ὃν ἀπέστειλε Σεδεκίας βασιλεὺς Ἰούδα, πρὸς βασιλέα Βαβυλῶνος εἰς Βαβυλῶνα, λέγων,"],["4","Οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ ἐπὶ τὴν ἀποικίαν ἣν ἀπῴκισα ἀπὸ Ἱερουσαλὴμ,"],["5","οἰκοδομήσατε οἴκους, καὶ κατοικήσατε, καὶ φυτεύσατε παραδείσους, καὶ φάγετε τοὺς καρποὺς αὐτῶν,"],["6","καὶ λάβετε γυναῖκας, καὶ τεκνοποιήσατε υἱοὺς καὶ θυγατέρας, καὶ λάβετε τοῖς υἱοῖς ὑμῶν γυναῖκας, καὶ τὰς θυγατέρας ὑμῶν δότε ἀνδράσι, καὶ πληθύνεσθε, καὶ μὴ σμικρυνθῆτε·"],["7","Καὶ ζητήσατε εἰς εἰρήνην τῆς γῆς, εἰς ἣν ἀπῴκισα ὑμᾶς ἐκεῖ· καὶ προσεύξεσθε περὶ αὐτῶν πρὸς Κύριον, ὅτι ἐν εἰρήνῃ αὐτῆς εἰρήνη ὑμῖν."],["8","Ὅτι οὕτως εἶπε Κύριος, μὴ ἀναπειθέτωσαν ὑμᾶς οἱ ψευδοπροφῆται οἱ ἐν ὑμῖν, καὶ μὴ ἀναπειθέτωσαν ὑμᾶς οἱ μάντεις ὑμῶν, καὶ μὴ ἀκούετε εἰς τὰ ἐνύπνια ὑμῶν, ἃ ὑμεῖς ἐνυπνιάζεσθε,"],["9","ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖν ἐπὶ τῷ ὀνόματί μου, καὶ οὐκ ἀπέστειλα αὐτούς."],["10","Ὅτι οὕτως εἶπε Κύριος, ὅταν μέλλῃ πληροῦσθαι Βαβυλῶνι ἑβδομήκοντα ἔτη, ἐπισκέψομαι ὑμᾶς, καὶ ἐπιστήσω τοὺς λόγους μου ἐφʼ ὑμᾶς, τοῦ ἀποστρέψαι τὸν λαὸν ὑμῶν εἰς τὸν τόπον τοῦτον."],["11","Καὶ λογιοῦμαι ἐφʼ ὑμᾶς λογισμὸν εἰρήνης, καὶ οὐ κακὰ, τοῦ δοῦναι ὑμῖν ταῦτα."],["12","Καὶ προσεύξασθε πρὸς μὲ, καὶ εἰσακούσομαι ὑμῶν."],["13","Καὶ ἐκζητήσατέ με, καὶ εὑρήσετέ με· ὅτι ζητήσετέ με ἐν ὅλῃ καρδίᾳ ὑμῶν,"],["14","καὶ ἐπιφανοῦμαι ὑμῖν·"],["15","Ὅτι εἴπατε, κατέστησεν ἡμῖν Κύριος προφήτας ἐν Βαβυλῶνι·"],["21","Οὕτως εἶπε Κύριος ἐπὶ Ἀχιὰβ, καὶ ἐπὶ Σεδεκίαν, ἰδοὺ ἐγὼ δίδωμι αὐτοὺς εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ πατάξει αὐτοὺς κατʼ ὀφθαλμοὺς ὑμῶν."],["22","Καὶ λήψονται ἀπʼ αὐτῶν κατάραν ἐν πάσῃ τῇ ἀποικίᾳ Ἰούδα ἐν Βαβυλῶνι, λέγοντες, ποιήσαι σε Κύριος, ὡς Σεδεκίαν ἐποίησε, καὶ ὡς Ἀχιὰβ, οὓς ἀπετηγάνισε βασιλεὺς Βαβυλῶνος ἐν πυρὶ,"],["23","διʼ ἣν ἐποίησαν ἀνομίαν ἐν Ἰσραὴλ, καὶ ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν αὐτῶν, καὶ λόγον ἐχρημάτισαν ἐν τῷ ὀνόματί μου, ὃν οὐ συνέταξα αὐτοῖς· καὶ ἐγὼ μάρτυς, φησὶ Κύριος."],["24","Καὶ πρὸς Σαμαίαν τὸν Αἰλαμίτην ἐρεῖς,"],["25","οὐκ ἀπέστειλά σε τῷ ὀνόματί μου· καὶ πρὸς Σοφονίαν υἱὸν Μαασαίου τὸν ἱερέα εἰπὲ,"],["26","Κύριος ἔδωκέ σε ἱερέα ἀντὶ Ἰωδαὲ τοῦ ἱερέως, γενέσθαι ἐπιστάτην ἐν τῷ οἴκῳ Κυρίου παντὶ ἀνθρώπῳ προφητεύοντι, καὶ παντὶ ἀνθρώπῳ μαινομένῳ, καὶ δώσεις αὐτὸν εἰς τὸ ἀπόκλεισμα, καὶ εἰς τὸν καταράκτην."],["27","Καὶ νῦν διατί συνελοιδορήσατε Ἱερεμίαν τὸν ἐξ Ἀναθὼθ, τὸν προφητεύσαντα ὑμῖν;"],["28","Οὐ διατοῦτο ἀπέστειλεν; ὅτι διὰ τοῦ μηνὸς τούτου ἀπέστειλε πρὸς ὑμᾶς εἰς Βαβυλῶνα, λέγων, μακράν ἐστιν, οἰκοδομήσατε οἰκίας, καὶ κατοικήσατε, καὶ φυτεύσατε κήπους, καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν."],["29","Καὶ ἀνέγνω Σοφονίας τὸ βιβλίον εἰς τὰ ὦτα Ἱερεμίου."],["30","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἱερεμίαν, λέγων,"],["31","ἀπόστειλον πρὸς τὴν ἀποικίαν, λέγων, οὕτως εἶπε Κύριος ἐπὶ Σαμαίαν τὸν Αἰλαμίτην, ἐπειδὴ ἐπροφήτευσεν ὑμῖν Σαμαίας, καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτὸν, καὶ πεποιθέναι ἐποίησεν ὑμᾶς ἐπʼ ἀδίκοις,"],["32","διατοῦτο οὕτως εἶπε Κύριος, ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπὶ Σαμαίαν, καὶ ἐπὶ τὸ γένος αὐτοῦ, καὶ οὐκ ἔσται αὐτῶν ἄνθρωπος ἐν μέσῳ ὑμῶν, τοῦ ἰδεῖν τὰ ἀγαθὰ, ἃ ἐγὼ ποιήσω ὑμῖν, οὐκ ὄψονται."]],[["1","Ὁ ΛΟΓΟΣ Ὁ ΓΕΝΟΜΕΝΟΣ ΠΡΟΣ ἹΕΡΕΜΙΑΝ ΠΑΡΑ ΚΥΡΙΟΥ, ΕΙΠΕΙΝ,"],["2","Οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ, λέγων, Γράψον πάντας τοὺς λόγους οὓς ἐχρημάτισα πρὸς σὲ ἐπὶ βιβλίου."],["3","Ὅτι ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ ἀποστρέψω τὴν ἀποικίαν λαοῦ μου Ἰσραὴλ καὶ Ἰούδα, εἶπε Κύριος, καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν ἣν ἔδωκα τοῖς πατράσιν αὐτῶν, καὶ κυριεύσουσιν αὐτῆς."],["4","ΚΑΙ ΟΥΤΟΙ ΟΙ ΛΟΓΟΙ ΟΥΣ ἘΛΑΛΗΣΕ ΚΥΡΙΟΣ ἘΠΙ ἸΣΡΑΗΛ ΚΑΙ ἸΟΥΔΑ."],["5","Οὕτως εἶπε Κύριος, φωνὴν φόβου ἀκούσεσθε· φόβος, καὶ οὐκ ἔστιν εἰρήνη."],["6","Ἐρωτήσατε, καὶ ἴδετε, εἰ ἔτεκεν ἄρσεν; καὶ περὶ φόβου, ἐν ᾧ καθέξουσιν ὀσφὺν καὶ σωτηρίαν; διότι ἑώρακα πάντα ἄνθρωπον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπὶ τῆς ὀσφύος αὐτοῦ· ἐστράφησαν πρόσωπα εἰς ἴκτερον."],["7","Ὅτι ἐγενήθη μεγάλη ἡ ἡμέρα ἐκείνη, καὶ οὐκ ἔστι τοιαύτη· καὶ χρόνος στενός ἐστι τῷ Ἰακὼβ,"],["8","καὶ ἀπὸ τούτου σωθήσεται. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπε Κύριος, συντρίψω τὸν ζυγὸν ἀπὸ τοῦ τραχήλου αὐτῶν, καὶ τοὺς δεσμοὺς αὐτῶν διαῤῥήξω· καὶ οὐκ ἐργῶνται αὐτοὶ ἔτι ἀλλοτρίοις,"],["9","καὶ ἐργῶνται τῷ Κυρίῳ Θεῷ αὐτῶν· καὶ τὸν Δαυὶδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς."],["12","Οὕτως εἶπε Κύριος, ἀνέστησα σύντριμμα, ἀλγηρὰ ἡ πληγή σου,"],["13","οὐκ ἔστι κρίνων κρίσιν σου, εἰς ἀλγηρὸν ἰατρεύθης, ὠφέλειά σοι οὐκ ἔστι."],["14","Πάντες οἱ φίλοι σου ἐπελάθοντό σου, οὐ μὴ ἐπερωτήσωσιν· ὅτι πληγὴν ἐχθροῦ ἔπαισά σε, παιδείαν στερεάν· ἐπὶ πᾶσαν ἀδικίαν σου ἐπλήθυναν αἱ ἁμαρτίαι σου."],["16","Διατοῦτο πάντες οἱ ἔσθοντές σε βρωθήσονται, καὶ πάντες οἱ ἐχθροί σου κρέας αὐτῶν πᾶν ἔδονται. Ἐπὶ πλῆθος ἀδικιῶν σου ἐπληθύνθησαν αἱ ἁμαρτίαι σου· ἐποίησαν ταῦτά σοι· Καὶ ἔσονται οἱ διαφοροῦντές σε εἰς διαφόρημα, καὶ πάντας τοὺς προνομεύσαντάς σε δώσω εἰς προνομήν."],["17","Ὅτι ἀνάξω τὸ ἴαμά σου, ἀπὸ πληγῆς ὀδυνηρᾶς ἰατρεύσω σε, φησὶ Κύριος· ὅτι Ἐσπαρμένη ἐκλήθης, θήρευμα ὑμῶν ἐστιν, ὅτι ζητῶν οὐκ ἔστιν αὐτήν."],["18","Οὕτως εἶπε Κύριος, ἰδοὺ ἐγὼ ἀποστρέψω τὴν ἀποικιαν Ἰακὼβ, καὶ τὴν αἰχμαλωσίαν αὐτοῦ ἐλεήσω· καὶ οἰκοδομηθήσεται πόλις ἐπὶ τὸ ὕψος αὐτῆς, καὶ ὁ λαὸς κατὰ τὸ κρίμα αὐτοῦ καθεδεῖται,"],["19","καὶ ἐξελεύσονται ἀπʼ αὐτῶν ᾄδοντες, φωνὴ παιζόντων· καὶ πλεονάσω αὐτοὺς, καὶ οὐ μὴ ἐλαττωθῶσι."],["20","Καὶ εἰσελεύσονται οἱ υἱοὶ αὐτῶν ὡς τὸ πρότερον, καὶ τὰ μαρτύρια αὐτῶν κατὰ πρόσωπόν μου ὀρθωθήσεται· καὶ ἐπισκέψομαι τοὺς θλίβοντας αὐτοὺς."],["21","Καὶ ἔσονται ἰσχυρότεροι αὐτοῦ ἐπʼ αὐτοὺς, καὶ ὁ ἄρχων αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται· καὶ συνάξω αὐτοὺς, καὶ ἀποστρέψουσι πρὸς μέ· ὅτι τίς ἐστιν οὗτος ὃς ἔδωκε τὴν καρδίαν αὐτοῦ, ἀποστρέψαι πρὸς μέ; φησὶ Κύριος·"],["23","Ὅτι ὀργὴ Κυρίου ἐξῆλθε θυμώδης, ἐξῆλθεν ὀργὴ στρεφομένη, ἐπʼ ἀσεβεῖς ἥξει."],["24","Οὐ μὴ ἀποστραφῇ ὀργὴ θυμοῦ Κυρίου, ἕως ποιήσει, καὶ ἕως καταστήσῃ ἐγχείρημα καρδίας αὐτοῦ· ἐπʼ ἐσχάτων τῶν ἡμερῶν γνώσεσθε αὐτά."]],[["1","Ἐν τῷ χρόνῳ ἐκείνῳ, εἶπε Κύριος, ἔσομαι εἰς Θεὸν τῷ γένει Ἰσραὴλ, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν."],["2","Οὕτως εἶπε Κύριος, εὗρον θερμὸν ἐν ἐρήμῳ μετὰ ὀλωλότων ἐν μαχαίρᾳ· βαδίσατε, καὶ μὴ ὀλέσητε τὸν Ἰσραὴλ."],["3","Κύριος πόῤῥωθεν ὤφθη αὐτῷ· ἀγάπησιν αἰώνιον ἠγάπησά σε· διατοῦτο εἵλκυσά σε εἰς οἰκτείρημα."],["4","Ὅτι οἰκοδομήσω σε, καὶ οἰκοδομηθήσῃ παρθένος Ἰσραήλ· ἔπι λήψῃ τύμπανόν σου, καὶ ἐξελεύσῃ μετὰ συναγωγῆς παιζόντων."],["5","Ὅτι ἐφυτεύσατε ἀμπελῶνας ἐν ὄρεσι Σαμαρείας, φυτεύσατε καὶ αἰνέσατε,"],["6","ὅτι ἐστὶν ἡμέρα κλήσεως ἀπολογουμένων ἐν ὄρεσιν Ἐφραὶμ, ἀνάστητε, καὶ ἀνάβητε εἰς Σιὼν πρὸς Κύριον τὸν Θεὸν ὑμῶν."],["7","Ὅτι οὕτως εἶπε Κύριος τῷ Ἰακὼβ, εὐφράνθητε, καὶ χρεμετίσατε ἐπὶ κεφαλὴν ἐθνῶν· ἀκουστὰ ποιήσατε, καὶ αἰνέσατε· εἴπατε, ἔσωσε Κύριος τὸν λαὸν αὐτοῦ, τὸ κατάλοιπον τοῦ Ἰσραήλ."],["8","Ἰδοὺ ἐγὼ ἄγω αὐτοὺς ἀπὸ Βοῤῥᾶ, καὶ συνάξω αὐτοὺς ἀπʼ ἐσχάτου τῆς γῆς ἐν ἑορτῇ φασέκ· καὶ τεκνοποιήσει ὄχλον πολὺν, καὶ ἀποστρέψουσιν ὧδε."],["9","Ἐν κλαυθμῷ ἐξῆλθον, καὶ ἐν παρακλήσει ἀνάξω αὐτοὺς, αὐλίζων ἐπὶ διώρυγας ὑδάτων ἐν ὁδῷ ὀρθῇ, καὶ οὐ μὴ πλανηθῶσιν ἐν αὐτῇ· ὅτι ἐγενόμην τῷ Ἰσραὴλ εἰς πατέρα, καὶ Ἐφραὶμ πρωτότοκός μου ἐστίν."],["10","Ἀκούσατε λόγους Κυρίου ἔθνη, καὶ ἀναγγείλατε εἰς νήσους τὰς μακρόθεν· εἴπατε, ὁ λικμήσας τὸν Ἰσραὴλ καὶ συνάξει αὐτὸν, καὶ φυλάξει αὐτὸν, ὡς ὁ βόσκων ποίμνιον αὐτοῦ."],["11","Ὅτι ἐλυτρώσατο Κύριος τὸν Ἰακὼβ, ἐξείλατο αὐτὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ."],["12","Καὶ ἥξουσι, καὶ εὐφρανθήσονται ἐν τῷ ὄρει Σιὼν, καὶ ἥξουσιν ἐπʼ ἀγαθὰ Κυρίου, ἐπὶ γῆν σίτου καὶ οἴνου, καὶ καρπῶν, καὶ κτηνῶν, καὶ προβάτων· καὶ ἔσται ἡ ψυχὴ αὐτῶν ὥσπερ ξύλον ἔγκαρπον, καὶ οὐ πεινάσουσιν ἔτι."],["13","Τότε χαρήσονται παρθένοι ἐν συναγωγῇ νεανίσκων, καὶ πρεσβύται χαρήσονται, καὶ στρέψω τὸ πένθος αὐτῶν εἰς χαρμονὴν, καὶ ποιήσω αὐτοὺς εὐφραινομένους."],["14","Μεγαλυνῶ καὶ μεθύσω τὴν ψυχὴν τῶν ἱερεων υἱῶν Λευὶ, καὶ ὁ λαός μου τῶν ἀγαθῶν μου ἐμπλησθήσεται· οὕτως εἶπε Κύριος."],["15","Φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη θρήνου, καὶ κλαυθμοῦ, καὶ ὀδυρμοῦ· Ῥαχὴλ ἀποκλαιομένη οὐκ ἤθελε παύσασθαι ἐπὶ τοῖς υἱοῖς αὐτῆς, ὅτι οὐκ εἰσίν."],["16","Οὕτως εἶπε Κύριος, διαλειπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ, καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων σου, ὅτι ἔστι μισθὸς τοῖς σοῖς ἔργοις, καὶ ἐπιστρέψουσιν ἐκ γῆς ἐχθρῶν,"],["17","μόνιμον τοῖς σοῖς τέκνοις."],["18","Ἀκοὴν ἤκουσα Ἐφραὶμ ὀδυρομένου, ἐπαίδευσάς με, καὶ ἐπαιδεύθην· ἐγὼ ὥσπερ μόσχος οὐκ ἐδιδάχθην· ἐπίστρεψόν με, καὶ ἐπιστρέψω, ὅτι σὺ Κύριος ὁ Θεός μου."],["19","Ὅτι ὕστερον αἰχμαλωσίας μου μετενόησα, καὶ ὕστερον τοῦ γνῶναί με, ἐστέναξα ἐφʼ ἡμέρας αἰσχύνης, καὶ ὑπέδειξά σοι, ὅτι ἔλαβον ὀνειδισμὸν ἐκ νεότητός μου."],["20","Υἱὸς ἀγαπητὸς Ἐφραὶμ, ἐμοὶ παιδίον ἐντρυφῶν, ὅτι ἀνθʼ ὧν οἱ λόγοι μου ἐν αὐτῷ, μνείᾳ μνησθήσομαι αὐτοῦ· διατοῦτο ἔσπευσα ἐπʼ αὐτῷ, ἐλεῶν ἐλεήσω αὐτὸν, φησὶ Κύριος."],["21","Στῆσον σεαυτὴν Σιὼν, ποίησον τιμωρίαν, δὸς καρδίαν σου εἰς τοὺς ὤμους· ὁδὸν ᾗ ἐπορεύθης, ἀποστράφηθι παρθένος Ἰσραὴλ, ἀποστράφητι εἰς τὰς πόλεις σου πενθοῦσα."],["22","Ἕως πότε ἀποστρέψεις θυγάτηρ ἠτιμωμένη; ὅτι ἔκτισε Κύριος σωτηρίαν εἰς καταφύτευσιν καινὴν, ἐν σωτηρίᾳ περιελεύσονται ἄνθρωποι."],["23","Ὅτι οὕτως εἶπε Κύριος, ἔτι ἐροῦσι τὸν λόγον τοῦτον ἐν γῇ Ἰούδα, καὶ ἐν πόλεσιν αὐτοῦ, ὅταν ἀποστρέψω τὴν αἰχμαλωσίαν αὐτοῦ, εὐλογημένος Κύριος ἐπὶ δίκαιον ὄρος τὸ ἅγιον αὐτοῦ·"],["24","Καὶ ἐνοικοῦντες ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν πάσῃ τῇ γῇ αὐτοῦ, ἅμα γεωργῷ, καὶ ἀρθήσεται ἐν ποιμνίῳ."],["25","Ὅτι ἐμέθυσα πᾶσαν ψυχὴν διψῶσαν, καὶ πᾶσαν ψυχὴν πεινῶσαν ἐνέπλησα."],["26","Διατοῦτο ἐξηγέρθην, καὶ εἶδον, καὶ ὁ ὕπνος μου ἡδύς μοι ἐγενήθη."],["27","Διατοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ σπερῶ τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν, σπέρμα ἀνθρώπου καὶ σπέρμα κτήνους."],["28","Καὶ ἔσται ὥσπερ ἐγρηγόρουν ἐπʼ αὐτοὺς καθαιρεῖν καὶ κακοῦν, οὕτως γρηγορήσω ἐπʼ αὐτοὺς τοῦ οἰκοδομεῖν καὶ καταφυτεύειν, φησὶ Κύριος."],["29","Ἐν ταῖς ἡμέραις ἐκείναις οὐ μὴ εἴπωσιν, οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν."],["30","Ἀλλʼ ἢ ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται, καὶ τοῦ φαγόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτοῦ."],["31","Ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινὴν,"],["32","οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, φησὶ Κύριος."],["33","Ὅτι αὕτη ἡ διαθήκη μου, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ, μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος, διδοὺς δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτοὺς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν."],["34","Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι."],["35","Ἐὰν ὑψωθῇ ὁ οὐρανὸς εἰς τὸ μετέωρον, φησὶ Κύριος, καὶ ἐὰν ταπεινωθῇ τὸ ἔδαφος τῆς γῆς κάτω, καὶ ἐγὼ οὐκ ἀποδοκιμῶ τὸ γένος Ἰσραὴλ, φησὶ Κύριος, περὶ πάντων ὧν ἐποίησαν."],["36","Οὕτως εἶπε Κύριος, ὁ δοὺς τὸν ἥλιον εἱς φῶς τῆς ἡμέρας, σελήνην καὶ ἀστέρας εἰς φῶς τῆς νυκτὸς, καὶ κραυγὴν ἐν θαλάσσῃ, καὶ ἐβόμβησε τὰ κύματα αὐτῆς, Κύριος παντοκράτωρ ὄνομα αὐτῷ·"],["37","Ἐὰν παύσωναι οἱ νόμοι οὗτοι ἀπὸ προσώπου μου, φησὶ Κύριος, καὶ τὸ γένος Ἰσραὴλ παύσεται γενέσθαι ἔθνος κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας."],["38","Ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ οἰκοδομηθήσεται πόλις τῷ Κυρίῳ ἀπὸ πύργου Ἁναμεὴλ, ἕως πύλης τῆς γωνίας."],["39","Καὶ ἐξελεύσεται ἡ διαμέτρησις αὐτῆς ἀπέναντι αὐτῶν ἕως βουνῶν Γαρὴβ, καὶ περικυκλωθήσεται κύκλῳ ἐξ ἐκλεκτῶν λίθων,"],["40","καὶ πάντες Ἀσαρημὼθ ἕως Νάχαλ Κέδρων, ἕως γωνίας πύλης ἵππων ἀνατολῆς, ἁγίασμα τῷ Κυρίῳ, καὶ οὐκέτι οὐ μὴ ἐκλίπῃ, καὶ οὐ μὴ καθαιρεθῇ ἕως τοῦ αἰῶνος."]],[["1","Ὁ ΛΟΓΟΣ ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἱερεμίαν ἐν τῷ ἐνιαυτῷ δεκάτῳ βασιλεῖ Σεδεκίᾳ, οὗτος ἐνιαυτὸς ὀκτωκαιδέκατος τῷ βασιλεῖ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος."],["2","Καὶ δύναμις βασιλέως Βαβυλῶνος ἐχαράκωσεν ἐπὶ Ἱερουσαλὴμ, καὶ Ἱερεμίας ἐφυλάσσετο ἐν αὐλῇ τῆς φυλακῆς, ἥ ἐστιν ἐν οἴκῳ βασιλέως,"],["3","ἐν ᾗ κατέκλεισεν αὐτὸν ὁ βασιλεὺς Σεδεκίας, λέγων, διατί σὺ προφητεύεις, λέγων, οὕτως εἶπε Κύριος, ἰδοὺ ἐγὼ δίδωμι τὴν πόλιν ταύτην ἐν χερσὶ βασιλέως Βαβυλῶνος, καὶ λήψεται αὐτὴν,"],["4","καὶ Σεδεκίας οὐ μὴ σωθῇ ἐκ χειρὸς τῶν Χαλδαίων, ὅτι παραδόσει παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λαλήσει στόμα αὐτοῦ πρὸς στόμα αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται·"],["5","Καὶ εἰσελεύσεται Σεδεκίας εἰς Βαβυλῶνα, καὶ ἐκεῖ καθίεται;"],["6","ΚΑΙ Ὁ ΛΟΓΟΣ ΚΥΡΙΟΥ ἘΓΕΝΗΘΗ ΠΡΟΣ ἹΕΡΕΜΙΑΝ, ΛΕΓΩΝ,"],["7","Ἰδοὺ Ἀναμεὴλ υἱὸς Σαλῶμ ἀδελφοῦ πατρός σου ἔρχεται πρὸς σὲ, λέγων, κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν Ἀναθὼθ, ὅτι σοὶ κρίσις παραλαβεῖν εἰς κτῆσιν."],["8","Καὶ ἦλθε πρὸς μὲ Ἀναμεὴλ υἱὸς Σαλὼμ, ἀδελφοῦ πατρός μου, εἰς τὴν αὐλὴν τῆς φυλακῆς, καὶ εἶπε, κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν γῇ Βενιαμὶν τὸν ἐν Ἀναθὼθ, ὅτι σοὶ κρίμα κτήσασθαι αὐτὸν, καὶ σὺ πρεσβύτερος. καὶ ἔγνων, ὅτι λόγος Κυρίου ἐστὶ,"],["9","καὶ ἐκτησάμην τὸν ἀγρὸν Ἀναμεὴλ υἱοῦ ἀδελφοῦ πατρός μου, καὶ ἔστησα αὐτῷ ἑπτὰ σίκλους καὶ δέκα ἀργυρίου,"],["10","καὶ ἔγραψα εἰς βιβλίον, καὶ ἐσφραγισάμην, καὶ διεμαρτυράμην μάρτυρας, καὶ ἔστησα τὸ ἀργύριον ἐν ζυγῷ."],["11","Καὶ ἔλαβον τὸ βιβλίον τῆς κτήσεως τὸ ἐσφραγισμένον,"],["12","καὶ ἔδωκα αὐτὸ τῷ Βαροὺχ υἱῷ Νηρίου υἱῷ Μαασαίου, κατʼ ὀφθαλμοὺς Ἀναμεὴλ υἱοῦ ἀδελφοῦ πατρός μου, καὶ κατʼ ὀφθαλμοὺς τῶν ἀνδρῶν τῶν παρεστηκότων καὶ γραφόντων ἐν τῷ βιβλίῳ τῆς κτήσεως, καὶ κατʼ ὀφθαλμοὺς τῶν Ἰουδαίων τῶν ἐν τῇ αὐλῇ τῆς φυλακῆς."],["13","Καὶ συνέταξα τῷ Βαροὺχ κατʼ ὀφθαλμοὺς αὐτῶν, λέγων,"],["14","Οὕτως εἶπε Κύριος παντοκράτωρ, λάβε τὸ βιβλίον τῆς κτήσεως τοῦτο, καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον, καὶ θήσεις αὐτὸ εἰς ἀγγεῖον ὀστράκινον, ἵνα διαμείνῃ ἡμέρας πλείους."],["15","Ὅτι οὕτως εἶπε Κύριος, ἔτι κτιηθήσονται ἀγροὶ, καὶ οἰκίαι, καὶ ἀμπελῶνες ἐν τῇ γῇ ταύτῃ."],["16","Καὶ προσευξάμην πρὸς Κύριον μετὰ τὸ δοῦναί με τὸ βιβλίον τῆς κτήσεως πρὸς Βαροὺχ υἱὸν Νηρίου, λέγων,"],["17","Ὁ ὢν Κύριε, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν τῇ ἰσχύϊ σου τῇ μεγάλῃ, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ τῷ μετεώρῳ, οὐ μὴ ἀποκρυβῇ ἀπὸ σοῦ οὐθὲν,"],["18","ποιῶν ἔλεος εἰς χιλιάδας, καὶ ἀποδιδοὺς ἁμαρτίας πατέρων εἰς κόλπους τέκνων αὐτῶν μετʼ αὐτούς· ὁ Θεὸς ὁ μέγας, ὁ ἰσχυρὸς,"],["19","Κύριος μεγάλης βουλῆς, καὶ δυνατὸς τοῖς ἔργοις, ὁ Θεὸς ὁ μέγας ὁ παντοκράτωρ, καὶ μεγαλώνυμος Κύριος· οἱ ὀφθαλμοί σου εἰς τὰς ὁδοὺς τῶν υἱῶν τῶν ἀνθρώπων, δοῦναι ἑκάστῳ κατὰ τὴν ὁδὸν αὐτοῦ·"],["20","Ὃς ἐποίησας σημεῖα καὶ τέρατα ἐν γῇ Αἰγύπτῳ ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐν Ἰσραὴλ, καὶ ἐν τοῖς γηγενέσι· καὶ ἐποίησας σεαυτῷ ὄνομα, ὡς ἡμέρα αὕτη,"],["21","καὶ ἐξήγαγες τὸν λαόν σου Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου ἐν σημείοις καὶ ἐν τέρασιν, ἐν χειρὶ κραταιᾷ,"],["22","καὶ ἐν βραχίονι ὑψηλῷ, καὶ ἐν ὁράμασι μεγάλοις, καὶ ἔδωκας αὐτοῖς τὴν γῆν ταύτην, ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν, γῆν ῥέουσαν γάλα καὶ μέλι."],["23","Καὶ εἰσήλθοσαν καὶ ἔλαβον αὐτὴν, καὶ οὐκ ἤκουσαν τῆς φωνῆς σου, καὶ ἐν τοῖς προστάγμασί σου οὐκ ἐπορεύθησαν· ἅπαντα ἃ ἐνετείλω αὐτοῖς οὐκ ἐποίησαν, καὶ ἐποὶησαν συμβῆναι αὐτοῖς πάντα τὰ κακὰ ταῦτα."],["24","Ἰδοὺ ὄχλος ἥκει εἰς τὴν πόλιν συλλαβεῖν αὐτὴν, καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων τῶν πολεμούντων αὐτὴν ἀπὸ προσώπου μαχαίρας, καὶ τοῦ λιμοῦ ὡς ἐλάλησας, οὕτως ἐγένετο."],["25","Καὶ σὺ λέγεις πρὸς μέ κτῆσαι σεαυτῷ τὸν ἀγρὸν ἀργυρίου· καὶ ἔγραψα βιβλίον, καὶ ἐσφραγισάμην, καὶ ἐπεμαρτυράμην μάρτυρας, καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων."],["26","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["27","Ἐγὼ Κύριος ὁ Θεὸς πάσης σαρκός, μὴ ἀπʼ ἐμοῦ κρυβήσεταί τι;"],["28","Διατοῦτο οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ, δοθεῖσα παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λήψεται αὐτὴν,"],["29","καὶ ἥξουσιν οἱ Χαλδαῖοι πολεμοῦντες ἐπὶ τὴν πόλιν ταύτην, καὶ καύσουσι τὴν πόλιν ταύτην ἐν πυρί, καὶ κατακαύσουσι τὰς οἰκίας ἐν αἷς ἐθυμιῶσαν ἐπὶ τῶν δωμάτων αὐτῶν τῇ Βάαλ, καὶ ἔσπενδον σπονδὰς θεοῖς ἑτέροις, πρὸς τὸ παραπικράναι με·"],["30","Ὅτι ἦσαν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ υἱοὶ Ἰούδα μόνοι ποιοῦντες τὸ πονηρὸν κατʼ ὀφθαλμούς μου ἐκ νεὁτητος αὐτῶν·"],["31","Ὅτι ἐπὶ τὴν ὀργήν μου, καὶ ἐπὶ τὸν θυμόν μου ἦν ἡ πόλις αὕτη, ἀφʼ ἧς ἡμέρας ᾠκοδόμησαν αὐτὴν καὶ ἕως τῆς ἡμέρας ταύτης, ἀπαλλάξαι αὐτὴν ἀπὸ προσώπου μου,"],["32","διὰ πάσας τὰς πονηρίας τῶν υἱῶν Ἰσραὴλ καὶ Ἰούδα, ὧν ἐποίησαν πικράναι με, αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν, καὶ οἱ ἄρχοντες αὐτῶν, καὶ οἱ ἱερεῖς αὐτῶν, καὶ οἱ προφῆται αὐτῶν, ἄνδρες Ἰούδα, καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ,"],["33","καὶ ἀπέστρεψαν πρὸς μὲ νῶτον, καὶ οὐ πρόσωπον· καὶ ἐδίδαξα αὐτοὺς ὄρθρου, καὶ οὐκ ἤκουσαν ἔτι λαβεῖν παιδείαν."],["34","Καὶ ἔθηκαν τὰ μιάσματα αὐτῶν ἐν τῷ οἴκῳ, οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπʼ αὐτῷ, ἐν ἀκαθαρσίαις αὐτῶν."],["35","Καὶ ᾠκοδόμησαν τοὺς βωμοὺς τῇ Βάαλ τοὺς ἐν φάραγγι υἱοὺ Ἑννὸμ, τοῦ ἀναφέρειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τῷ Μολὸχ βασιλεῖ, ἃ οὐ συνέταξα αὐτοῖς, καὶ οὐκ ἀνέβη ἐπὶ καρδίαν μου τοῦ ποιῆσαι τὸ βδέλυγμα τοῦτο, πρὸς τὸ ἐφαμαρτεῖν τὸν Ἰούδαν."],["36","Καὶ νῦν οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ ἐπὶ τὴν πόλιν, ἣν σὺ λέγεις, παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος ἐν μαχαίρᾳ, καὶ ἐν λιμῷ καὶ ἐν ἀποστολῇ·"],["37","Ἰδοὺ ἐγὼ συνάγω αὐτοὺς ἐκ πάσης τῆς γῆς, οὗ διέσπειρα αὐτοὺς ἐκεῖ ἐν ὀργῇ μου, καὶ τῷ θυμῷ μου, καὶ ἐν παροξυσμῷ μεγάλῳ· καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὸν τόπον τοῦτον, καὶ καθιῶ αὐτοὺς πεποιθότας·"],["38","Καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν."],["39","Καὶ δώσω αὐτοῖς ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν, φοβηθῆναί με πάσας τὰς ἡμέρας, καὶ εἰς ἀγαθὸν αὐτοῖς καὶ τοῖς τέκνοις αὐτῶν μετʼ αὐτούς."],["40","Καὶ διαθήσομαι αὐτοῖς διαθήκην αἰωνίαν, ἣν οὐ μὴ ἀποστρέψω ὄπισθεν αὐτῶν· καὶ τὸν φόβον μου δώσω εἰς τὴν καρδίαν αὐτῶν, πρὸς τὸ μὴ ἀποστῆναι αὐτοὺς ἀπʼ ἐμοῦ."],["41","Καὶ ἐπισκέψομαι τοῦ ἀγαθῶσαι αὐτοὺς, καὶ φυτεύσω αὐτοὺς ἐν τῇ γῇ ταύτῃ ἐν πίστει, καὶ ἐν πάσῃ καρδίᾳ μου, καὶ ἐν πάσῃ ψυχῇ."],["42","Ὅτι οὕτως εἶπε Κύριος, καθὰ ἐπήγαγον ἐπὶ τὸν λαὸν τοῦτον πάντα τὰ κακὰ τὰ μεγάλα ταῦτα, οὕτως ἐγὼ ἐπάξω ἐπʼ αὐτοὺς πάντα τὰ ἀγαθὰ, ἃ ἐλάλησα ἐπʼ αὐτούς."],["43","Καὶ κτηθήσονται ἔτι ἀγροὶ ἐν τῇ γῇ, ᾗ σὺ λέγεις, ἄβατος ἔσται ἀπὸ ἀνθρώπων καὶ κτήνους, καὶ παρεδόθησαν εἰς χεῖρας Χαλδαίων."],["44","Καὶ κτήσονται ἀγροὺς ἐν ἀργυρίῳ· καὶ γράψεις βιβλίον καὶ σφραγιῇ, καὶ διαμαρτύρῃ μάρτυρας ἐν γῇ Βενιαμὶν, καὶ κύκλῳ τῆς Ἱερουσαλὴμ, καὶ ἐν πόλεσιν Ἰούδα, καὶ ἐν πόλεσι τοῦ ὄρους, καὶ ἐν πόλεσι τῆς σεφηλὰ, καὶ ἐν πόλεσι τῆς ναγὲβ, ὅτι ἀποστρέψω τὰς ἀποικίας αὐτῶν."]],[["1","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἱερεμίαν δεύτερον, καὶ αὐτὸς ἦν ἔτι δεδεμένος ἐν τῇ αὐλῇ τῆς φυλακῆς, λέγων,"],["2","Οὕτως εἶπε Κύριος, ποιῶν γῆν, καὶ πλάσσων αὐτὴν, τοῦ ἀνορθῶσαι αὐτὴν, Κύριος ὄνομα αὐτῷ·"],["3","Κέκραξον πρὸς μὲ, καὶ ἀποκριθήσομαί σοι, καὶ ἀπαγγελῶ σοι μεγάλα καὶ ἰσχυρὰ, ἃ οὐκ ἔγνως αὐτά."],["4","Ὅτι οὕτως εἶπε Κύριος περὶ οἴκων τῆς πόλεως ταύτης, καὶ περὶ οἴκων βασιλεως Ἰούδα τῶν καθῃρημένων εἰς χάρακας καὶ προμαχῶνας,"],["5","τοῦ μάχεσθαι πρὸς τοὺς Χαλδαίους, καὶ πληρῶσαι αὐτὴν τῶν νεκρῶν τῶν ἀνθρώπων, οὓς ἐπάταξα ἐν ὀργῇ μου, καὶ ἐν θυμῷ μου· καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν, περὶ πασῶν τῶν πονηριῶν αὐτῶν."],["6","Ἰδοὺ ἐγὼ ἀνάγω αὐτῇ συνούλωσιν καὶ ἴαμα, καὶ φανερώσω αὐτοῖς, καὶ ἰατρεύσω αὐτὴν, καὶ ποιήσω καὶ εἰρήνην καὶ πίστιν."],["7","Καὶ ἀποστρέψω τὴν ἀποικίαν Ἰούδα, καὶ ἀποικίαν Ἰσραὴλ, καὶ οἰκοδομήσω αὐτοὺς καθὼς καὶ τοπρότερον."],["8","Καὶ καθαριῶ αὐτοὺς ἀπὸ πασῶν τῶν ἀδικιῶν αὐτῶν, ὧν ἡμάρτοσάν μοι, καὶ οὐ μὴ μνησθήσομαι ἁμαρτιῶν αὐτῶν, ὧν ἥμαρτόν μοι, καὶ ἀπέστησαν ἀπʼ ἐμοῦ."],["9","Καὶ ἔσται εἰς εὐφροσύνην καὶ αἴνεσιν, καὶ εἰς μεγαλειότητα παντὶ τῷ λαῷ τῆς γῆς, οἵτινες ἀκούσονται πάντα τὰ ἀγαθὰ ἃ ἐγὼ ποιήσω, καὶ φοβηθήσονται καὶ πικρανθήσονται περὶ πάντων τῶν ἀγαθῶν, καὶ περὶ πάσης τῆς εἰρήνης ἧς ἐγὼ ποιήσω αὐτοῖς."],["10","Οὕτως εἶπε Κύριος, ἔτι ἀκουσθήσεται ἐν τῷ τόπῳ τούτῳ, ᾧ ὑμεῖς λέγετε, ἔρημός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτηνῶν, ἐν πόλεσιν Ἰούδα, καὶ ἔξωθεν Ἱερουσαλὴμ, ταῖς ἠρημωμέναις, παρὰ τὸ μὴ εἶναι ἄνθρωπον καὶ κτήνη·"],["11","Φωνὴ εὐφροσύνης, καὶ φωνὴ χαρμοσύνης, φωνὴ νυμφίου, καὶ φωνὴ νύμφης, φωνὴ λεγόντων, ἐξομολογεῖσθε Κυρίῳ παντοκράτορι, ὅτι χρηστὸς Κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· καὶ εἰσοίσουσι δῶρα εἰς οἶκον Κυρίου, ὅτι ἀποστρέψω πᾶσαν τὴν ἀποικίαν τῆς γῆς ἐκείνης κατὰ τοπρότερον, εἶπε Κύριος."],["12","Οὕτως εἶπε Κύριος τῶν δυνάμεων, ἔτι ἔσται ἐν τῷ τόπῳ τούτῳ τῷ ἐρήμῳ, παρὰ τὸ μὴ εἶναι ἄνθρωπον καὶ κτῆνος, ἐν πάσαις ταῖς πόλεσιν αὐτοῦ καταλύματα ποιμένων κοιταζόντων πρόβατα,"],["13","ἐν πόλεσι τῆς ὀρεινῆς, καὶ ἐν πόλεσι τῆς σεφηλὰ, καὶ ἐν πόλεσι τῆς ναγὲβ, καὶ ἐν γῇ Βενιαμὶν, καὶ ἐν ταῖς κύκλῳ Ἱερουσαλὴμ, καὶ ἐν πόλεσιν Ἰούδα· ἔτι παρελεύσεται πρόβατα ἐπὶ χεῖρα ἀριθμοῦντος, εἶπε Κύριος."]],[["1","Ὁ ΛΟΓΟΣ ὁ γενόμενος πρὸς Ἱερεμίαν παρὰ Κυρίου, (καὶ Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ πᾶν τὸ στρατόπεδον αὐτοῦ, καὶ πᾶσα ἡ γῆ ἀρχῆς αὐτοῦ ἐπολέμουν ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπὶ πάσας τὰς πόλεις Ἰούδα,) λέγων,"],["2","Οὕτως εἶπε Κύριος, βάδισον πρὸς Σεδεκίαν βασιλέα Ἰούδα, καὶ ἐρεῖς αὐτῷ, οὕτως εἶπε Κύριος, παραδόσει παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ συλλήψεται αὐτὴν, καὶ καύσει αὐτὴν ἐν πυρὶ,"],["3","καὶ σὺ οὐ μὴ σωθῇς ἐκ χειρὸς αὐτοῦ, καὶ συλλήψει συλληφθήσῃ, καὶ εἰς χεῖρας αὐτοῦ δοθήσῃ, καὶ ὀφθαλμοί σου τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται, καὶ εἰς Βαβυλῶνα εἰσελεύσῃ."],["4","Ἀλλʼ ἄκουσον τὸν λόγον Κυρίου, Σεδεκία βασιλεῦ Ἰούδα· οὕτως λέγει Κύριος,"],["5","ἐν εἰρήνῃ ἀποθανῇ· καὶ ὡς ἔκλαυσαν τοὺς πατέρας σου τοὺς βασιλεύσαντας πρότερόν σου, κλαύσονται καὶ σὲ, οὐαὶ Κύριε, καὶ ἕως ᾅδου κόψονταί σε, ὅτι λόγον ἐγὼ ἐλάλησα, εἶπε Κύριος."],["6","Καὶ ἐλάλησεν Ἱερεμίας πρὸς τὸν βασιλέα Σεδεκίαν πάντας τοὺς λόγους τούτους ἐν Ἱερουσαλήμ."],["7","Καὶ ἡ δύναμις βασιλέως Βαβυλῶνος ἐπολέμει ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπὶ τὰς πόλεις Ἰούδα, καὶ ἐπὶ Λαχὶς, καὶ ἐπὶ Ἄζηκα, ὅτι αὗται κατελείφθησαν ἐν πόλεσιν Ἰούδα πόλεις ὀχυραί."],["8","Ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν παρὰ Κυρίου, μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκίαν διαθήκην πρὸς τὸν λαὸν, τοῦ καλέσαι ἄφεσιν,"],["9","τοῦ ἐξαποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ, καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, τὸν Ἑβραῖον καὶ τὴν Ἑβραίαν ἐλευθέρους, πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ Ἰούδα."],["10","Καὶ ἐπεστράφησαν πάντες οἱ μεγιστᾶνες, καὶ πᾶς ὁ λαὸς οἱ εἰσελθόντες ἐν τῇ διαθήκῃ, τοῦ ἀποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ, καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ,"],["11","καὶ ἐῶσαν αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας."],["12","Καὶ ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν, λέγων,"],["13","Οὕτως εἶπε Κύριος, ἐγὼ διεθέμην διαθήκην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐξειλάμην αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐκ οἴκου δουλείας, λέγων,"],["14","ὅταν πληρωθῇ ἓξ ἔτη, ἀποστελεῖς τὸν ἀδελφόν σου τὸν Ἑβραῖον, ὃς πραθήσεταί σοι, καὶ ἐργᾶταί σοι ἓξ ἔτη, καὶ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον· καὶ οὐκ ἤκουσάν μου, καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν."],["15","Καὶ ἐπέστρεψαν σήμερον ποιῆσαι τὸ εὐθὲς πρὸ ὀφθαλμῶν μου, τοῦ καλέσαι ἄφεσιν ἕκαστον τοῦ πλησίον αὐτοῦ· καὶ συνετέλεσαν διαθήκην κατὰ πρόσωπόν μου, ἐν τῷ οἴκῳ οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπʼ αὐτῷ."],["16","Καὶ ἐπεστρέψατε, καὶ ἐβεβηλώσατε τὸ ὄνομά μου, τοῦ ἐπιστρέψαι ἕκαστον τὸν παῖδα αὐτοῦ, καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, οὓς ἐξαπεστείλατε ἐλευθέρους τῇ ψυχῇ αὐτῶν, τοῦ εἶναι ὑμῖν εἰς παῖδας καὶ παιδίσκας."],["17","Διατοῦτο οὕτως εἶπε Κύριος, ὑμεῖς οὐκ ἠκούσατέ μου, τοῦ καλέσαι ἄφεσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· ἰδοὺ ἐγὼ καλῶ ἄφεσιν ὑμῖν εἰς μάχαιραν, καὶ εἰς τὸν θάνατον, καὶ εἰς τὸν λιμὸν, καὶ δώσω ὑμᾶς εἰς διασπορὰν πάσαις ταῖς βασιλείαις τῆς γῆς·"],["18","Καὶ δώσω τοὺς ἄνδρας τοὺς παρεληλυθότας τὴν διαθήκην μου, τοὺς μὴ στήσαντας τὴν διαθήκην μου, ἣν ἐποίησαν κατὰ πρόσωπόν μου, τὸν μόσχον ὃν ἐποίησαν ἐργάζεσθαι αὐτῷ,"],["19","τοὺς ἄρχοντας Ἰούδα, καὶ τοὺς δυνάστας, καὶ τοὺς ἱερεῖς, καὶ τὸν λαόν·"],["20","Καὶ δώσω αὐτοὺς τοῖς ἐχθροῖς αὐτῶν, καὶ ἔσται τὰ θνησιμαῖα αὐτῶν βρῶσις τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς."],["21","Καὶ τὸν Σεδεκίαν βασιλέα τῆς Ἰουδαίας, καὶ τοὺς ἄρχοντας αὐτῶν δώσω εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ δύναμις βασιλέως Βαβυλῶνος τοῖς ἀποτρέχουσιν ἀπʼ αὐτῶν."],["22","Ἰδοὺ ἐγὼ συντάσσω, φησὶ Κύριος, καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὴν γῆν ταύτην, καὶ πολεμήσουσιν ἐπʼ αὐτὴν, καὶ λήψονται αὐτὴν, καὶ κατακαύσουσιν αὐτὴν ἐν πυρὶ, καὶ τὰς πόλεις Ἰούδα, καὶ δώσω αὐτὰς ἐρήμους ἀπὸ τῶν κατοικούντων."]],[["1","Ὁ ΛΟΓΟΣ Ὁ ΓΕΝΟΜΕΝΟΣ ΠΡΟΣ ἹΕΡΕΜΙΑΝ παρὰ Κυρίου ἐν ἡμέραις Ἰωακεὶμ βασιλέως Ἰούδα, λέγων,"],["2","Βάδισον εἰς οἶκον Ἀρχαβεὶν, καὶ ἄξεις αὐτοὺς εἰς οἶκον Κυρίου, εἰς μίαν τῶν αὐλῶν, καὶ ποτιεῖς αὐτοὺς οἶνον."],["3","Καὶ ἐξήγαγον τὸν Ἰεχονιαν υἱὸν Ἱερεμὶν υἱοῦ Χαβασὶν, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ πᾶσαν τὴν οἰκίαν Ἀρχαβεὶν,"],["4","καὶ εἰσήγαγον αὐτοὺς εἰς οἶκον Κυρίου εἰς τὸ παστοφόριον υἱῶν Ἰωνὰν, υἱοῦ Ἀνανίου, υἱοῦ Γοδολίου ἀνθρώπου τοῦ Θεοῦ, ὅς ἐστιν ἐγγὺς τοῦ οἴκου τῶν ἀρχόντων τῶν ἐπάνω τοῦ οἴκου Μαασαίου υἱοῦ Σελὼμ, τοῦ φυλάσσοντος τὴν αὐλήν."],["5","Καὶ ἔδωκα κατὰ πρόσωπον αὐτῶν κεράμιον οἴνου, καὶ ποτήρια, καὶ εἶπα, πίετε οἴνον."],["6","Καὶ εἶπον, οὐ μὴ πίωμεν οἶνον, ὅτι Ἰωναδὰβ υἱὸς Ῥηχὰβ ὁ πατὴρ ἡμῶν ἐνετείλατο ἡμῖν, λέγων, οὐ μὴ πίητε οἶνον ὑμεῖς καὶ οἱ υἱοὶ υμῶν ἕως αἰῶνος,"],["7","καὶ οἰκίας οὐ μὴ οἰκοδομήσητε, καὶ σπέρμα οὐ μὴ σπείρητε, καὶ ἀμπελὼν οὐκ ἔσται ὑμῖν, ὅτι ἐν σκηναῖς οἰκήσετε πάσας τὰς ἡμέρας ὑμῶν, ὅπως ἂν ζήσητε ἡμέρας πολλὰς ἐπὶ τῆς γῆς, ἐφʼ ἧς διατρίβετε ὑμεῖς ἐπʼ αὐτῆς."],["8","Καὶ ἠκούσαμεν τῆς φωνῆς Ἰωναδὰβ τοῦ πατρὸς ἡμῶν, πρὸς τὸ μὴ πιεῖν οἶνον πάσας τὰς ἡμέρας ἡμῶν, ἡμεῖς καὶ αἱ γυναῖκες ἡμῶν, καὶ οἱ υἱοὶ ἡμῶν, καὶ αἱ θυγατέρες ἡμῶν,"],["9","καὶ πρὸς τὸ μὴ οἰκοδομεῖν οἰκίας τοῦ κατοικεῖν ἐκεῖ, καὶ ἀμπελὼν καὶ ἀγρὸς καὶ σπέρμα οὐκ ἐγένετο ἡμῖν."],["10","Καὶ ᾠκήσαμεν ἐν σκηναῖς, καὶ ἠκούσαμεν, καὶ ἐποιήσαμεν κατὰ πάντα ἃ ἐνετείλατο ἡμῖν Ἰωναδὰβ ὁ πατὴρ ἡμῶν."],["11","Καὶ ἐγενήθη ὅτε ἀνέβη Ναβουχοδονόσορ ἐπὶ τὴν γῆν, καὶ εἴπαμεν εἰσελθεῖν, καὶ εἰσήλθομεν εἰς Ἱερουσαλὴμ, ἀπὸ προσώπου τῆς δυνάμεως τῶν Χαλδαίων, καὶ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν Ἀσσυρίων, καὶ ᾠκοῦμεν ἐκεῖ."],["12","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["13","οὕτως λέγει Κύριος, πορεύου, καὶ εἰπὸν ἀνθρώπῳ Ἰούδα, καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ, οὐ μὴ λάβητε παιδείαν τοῦ ἀκούειν τοὺς λόγους μου;"],["14","Ἔστησαν ῥῆμα υἱοὶ Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ, ὃ ἐνετείλατο τοῖς τέκνοις αὐτοῦ πρὸς τὸ μὴ πιεῖν οἶνον, καὶ οὐκ ἐπίοσαν· καὶ ἐγὼ ἐλάλησα πρὸς ὑμᾶς ὄρθρου, καὶ οὐκ ἠκούσατε."],["15","Καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας, λέγων, ἀποστράφητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ βελτίω ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ οὐ πορεύεσθε ὀπίσω θεῶν ἑτέρων τοῦ δουλεύειν αὐτοῖς, καὶ οἰκήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα ὑμῖν, καὶ τοῖς πατράσιν ὑμῶν· καὶ οὐκ ἐκλίνατε τὰ ὦτα ὑμῶν, καὶ οὐκ εἰσηκούσατε."],["16","Καὶ ἔστησαν υἱοὶ Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν, ὁ δὲ λαὸς οὗτος οὐκ ἤκουσέ μου."],["17","Διατοῦτο οὕτως εἶπε Κύριος, ἰδοὺ ἐγὼ φέρω ἐπὶ Ἰούδαν καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἱερουσαλὴμ πάντα τὰ κακὰ ἃ ἐλάλησα ἐπʼ αὐτούς."],["18","Διατοῦτο οὕτως εἶπε Κύριος, ἐπειδὴ ἤκουσαν υἱοὶ Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν ποιεῖν καθότι ἐνετείλατο αὐτοῖς ὁ πατὴρ αὐτῶν,"],["19","οὐ μὴ ἐκλείπῃ ἀνὴρ τῶν υἱῶν Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ παρεστηκὼς κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας τῆς γῆς."]],[["1","ἘΝ ΤΩ ἘΝΙΑΥΤΩ ΤΩ ΤΕΤΑΡΤΩ ἸΩΑΚΕΙΜ υἱοῦ Ἰωσία βασιλέως Ἰούδα, ἐγενήθη λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["2","Λάβε σεαυτῷ χαρτίον βιβλίου, καὶ γράψον ἐπʼ αὐτοῦ πάντας τοὺς λόγους οὓς ἐλάλησα πρὸς σὲ ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπὶ Ἰούδα, καὶ ἐπὶ πάντα τὰ ἔθνη, ἀφʼ ἧς ἡμέρας λαλήσαντός μου πρὸς σὲ ἀφʼ ἡμερῶν Ἰωσία βασιλέως Ἰούδα, καὶ ἕως τῆς ἡμέρας ταύτης."],["3","Ἴσως ἀκούσεται ὁ οἶκος Ἰούδα πάντα τὰ κακὰ ἃ ἐγὼ λογίζομαι ποιῆσαι αὐτοῖς, ἵνα ἀποστρέψωσιν ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, καὶ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ ταῖς ἁμαρτίαις αὐτῶν."],["4","Καὶ ἐκάλεσεν Ἱερεμίας τὸν Βαροὺχ υἱὸν Νηρίου· καὶ ἔγραψεν ἀπὸ στόματος Ἱερεμίου πάντας τοὺς λόγους Κυρίου, οὓς ἐλάλησε πρὸς αὐτὸν, εἰς χαρτίον βιβλίου."],["5","Καὶ ἐνετείλατο Ἱερεμίας τῷ Βαροὺχ, λέγων, ἐγὼ φυλάσσομαι, οὐ μὴ δύνωμαι εἰσελθεῖν εἰς οἶκον Κυρίου·"],["6","Καὶ ἀναγνώσῃ ἐν τῷ χαρτίῳ τούτῳ εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν οἴκῳ Κυρίου, ἐν ἡμέρᾳ νηστείας, καὶ ἐν ὠσὶ παντὸς Ἰούδα τῶν ἐρχομένων ἐκ πόλεων αὐτῶν, ἀναγνώσῃ αὐτοῖς."],["7","Ἴσως πεσεῖται ἔλεος αὐτῶν κατὰ πρόσωπον Κυρίου, καὶ ἀποστρέψουσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, ὅτι μέγας ὁ θυμὸς καὶ ἡ ὀργὴ Κυρίου, ἣν ἐλάλησεν ἐπὶ τὸν λαὸν τοῦτον."],["8","Καὶ ἐποίησε Βαροὺχ κατὰ πάντα ἃ ἐνετείλατο αὐτῷ Ἱερεμίας, τοῦ ἀναγνῶναι ἐν τῷ βιβλίῳ τοὺς λόγους Κυρίου ἐν οἴκῳ Κυρίου."],["9","Καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ὀγδόῳ τῷ βασιλεῖ Ἰωακεὶμ ἐν τῷ μηνὶ τῷ ἐννάτῳ, ἐξεκκλησίασαν νηστείαν κατὰ πρόσωπον Κυρίου πᾶς ὁ λαὸς ἐν Ἱερουσαλὴμ, καὶ οἴκος Ἰούδα."],["10","Καὶ ἀνεγίνωσκε Βαροὺχ ἐν τῷ βιβλίῳ τοὺς λόγους Ἱερεμίου ἐν οἴκῳ Κυρίου, ἐν οἴκῳ Γαμαρίου υἱοῦ Σαφὰν τοῦ γραμματέως, ἐν τῇ αὐλῇ τῇ ἐπάνω ἐν προθύροις πύλης τοῦ οἴκου Κυρίου τῆς καινῆς, καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ."],["11","Καὶ ἤκουσε Μιχαίας υἱὸς Γαμαρίου υἱοῦ Σαφὰν ἅπαντας τοὺς λόγους Κυρίου, ἐκ τοῦ βιβλίου·"],["12","Καὶ κατέβη εἰς οἰκίαν τοῦ βασιλέως, εἰς τὸν οἶκον τοῦ γραμματέως, καὶ ἰδοὺ ἐκεῖ πάντες οἱ ἄρχοντες ἐκάθηντο, Ἐλισαμὰ ὁ γραμματεὺς, καὶ Δαλαίας υἱὸς Σελεμίου, καὶ Ἰωνάθαν υἱὸς Ἀκχοβὼρ, καὶ Γαμαρίας υἱὸς Σαφὰν, καὶ Σεδεκίας υἱὸς Ἀνανίου, καὶ πάντες οἱ ἄρχοντες·"],["13","Καὶ ἀνήγγειλεν αὐτοῖς Μιχαίας πάντας τοὺς λόγους οὓς ἤκουσεν ἀναγινώσκοντος Βαροὺχ εἰς τὰ ὦτα τοῦ λαοῦ."],["14","Καὶ ἀπέστειλαν πάντες οἱ ἄρχοντες πρὸς Βαροὺχ υἱὸν Νηρίου, τὸν Ἰουδὶν υἱὸν Ναθανίου, υἱοῦ Σελεμίου, υἱοῦ Χουσὶ, λέγοντες, τὸ χαρτίον ἐν ᾧ σὺ ἀναγινώσκεις ἐν αὐτῷ ἐν ὠσὶ τοῦ λαοῦ, λάβε αὐτὸ εἰς τὴν χεῖρά σου, καὶ ἧκε· καὶ ἔλαβε Βαροὺχ τὸ χαρτίον, καὶ κατέβη πρὸς αὐτούς."],["15","Καὶ εἶπον αὐτῷ, πάλιν ἀνάγνωθι εἰς τὰ ὦτα ἡμῶν· καὶ ἀνέγνω Βαρούχ."],["16","Καὶ ἐγενήθη ὡς ἤκουσαν πάντας τοὺς λόγους, συνεβουλεύσαντο ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, καὶ εἶπον, ἀναγγέλλοντες ἀναγγείλωμεν τῷ βασιλεῖ ἅπαντας τοὺς λόγους τούτους."],["17","Καὶ τὸν Βαροὺχ ἠρώτησαν, λέγοντες, ποῦ ἔγραψας πάντας τοὺς λόγους τούτους;"],["18","Καὶ εἶπε Βαροὺχ, ἀπὸ στόματος αὐτοῦ ἀνήγγειλέ μοι Ἱερεμίας πάντας τοὺς λόγους τούτους, καὶ ἔγραφον ἐν βιβλίῳ."],["19","Καὶ εἶπον τῷ Βαροὺχ, βάδισον, καὶ κατακρύβηθι σὺ καὶ Ἱερεμίας, ἄνθρωπος μὴ γνώτω ποῦ ὑμεῖς."],["20","Καὶ εἰσῆλθον πρὸς τὸν βασιλέα εἰς τὴν αὐλὴν, καὶ τὸ χαρτίον ἔδωκαν φυλάσσειν ἐν οἴκῳ Ἐλισαμά· καὶ ἀνήγγειλαν τῷ βασιλεῖ πάντας τοὺς λόγους τούτους."],["21","Καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Ἰουδὶν, λαβεῖν τὸ χαρτίον· καὶ ἔλαβεν αὐτὸ ἐξ οἴκου Ἐλισαμά· καὶ ἀνέγνω Ἰουδὶν εἰς τὰ ὦτα τοῦ βασιλέως, καὶ εἰς τὰ ὦτα πάντων τῶν ἀρχόντων, τῶν ἑστηκότων περὶ τὸν βασιλέα."],["22","Καὶ ὁ βασιλεὺς ἐκάθητο ἐν οἴκῳ χειμερινῷ, καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτοῦ."],["23","Καὶ ἐγενήθη ἀναγινώσκοντος Ἰουδὶν τρεῖς σελίδας καὶ τέσσαρας, ἀπέτεμεν αὐτὰς τῷ ξυρῷ τοῦ γραμματέως, καὶ ἔῤῥιπτεν εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας, ἕως ἐξέλιπε πᾶς ὁ χάρτης εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας."],["24","Καὶ οὐκ ἐζήτησαν, καὶ οὐ διέῤῥηξαν τὰ ἱμάτια αὐτῶν ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ οἱ ἀκούοντες πάντας τοὺς λόγους τούτους."],["25","Καὶ Ἐλνάθαν καὶ Γοδολίας ὑπέθεντο τῷ βασιλεῖ, πρὸς τὸ κατακαῦσαι τὸ χαρτίον."],["26","Καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἱερεμεὴλ υἱῷ τοῦ βασιλέως, καὶ τῷ Σαραίᾳ υἱῷ Ἐσριὴλ, συλλαβεῖν τὸν Βαροὺχ, καὶ τὸν Ἱερεμίαν, καὶ κατεκρύβησαν."],["27","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἱερεμίαν, μετὰ τὸ κατακαῦσαι τὸν βασιλέα τὸ χαρτίον, πάντας τοὺς λόγους, οὓς ἔγραψε Βαροὺχ ἀπὸ στόματος Ἱερεμίου, λέγων,"],["28","πάλιν λάβε σὺ χαρτίον ἕτερον, καὶ γράψον πάντας τοὺς λόγους, τοὺς ὄντας ἐπὶ τοῦ χαρτίου, οὓς κατέκαυσεν ὁ βασιλεὺς Ἰωακεὶμ,"],["29","καὶ ἐρεῖς, οὕτως εἶπε Κύριος, σὺ κατέκαυσας τὸ χαρτίον τοῦτο, λέγων, διατί ἔγραψας ἐπʼ αὐτῷ, λέγων, εἰσπορευόμενος εἰσπορεύσεται βασιλεὺς Βαβυλῶνος, καὶ ἐξολοθρεύσει τὴν γῆν ταύτην, καὶ ἐκλείψει ἐπʼ αὐτῆς ἄνθρωπος καὶ κτήνη;"],["30","Διατοῦτο οὕτως εἶπε Κύριος ἐπὶ Ἰωακεὶμ βασιλέα Ἰούδα, οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου Δαυὶδ, καὶ τὸ θνησιμαῖον αὐτοῦ ἔσται ἐῤῥιμμένον ἐν τῷ καύματι τῆς ἡμέρας, καὶ ἐν τῷ παγετῷ τῆς νυκτός·"],["31","Καὶ ἐπισκέψομαι ἐπʼ αὐτὸν, καὶ ἐπὶ τὸ γένος αὐτοῦ, καὶ ἐπὶ τοὺς παῖδας αὐτοῦ, καὶ ἐπάξω ἐπʼ αὐτὸν, καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἱερουσαλὴμ, καὶ ἐπὶ γῆν Ἰούδα, πάντα τὰ κακὰ ἃ ἐλάλησα πρὸς αὐτοὺς, καὶ οὐκ ἤκουσαν."],["32","Καὶ ἔλαβε Βαροὺχ χαρτίον ἕτερον, καὶ ἔγραψεν ἐπʼ αὐτῷ ἀπὸ στόματος Ἱερεμίου ἅπαντας τοὺς λόγους τοῦ βιβλίου, οὓς κατέκαυσεν Ἰωακείμ· καὶ ἔτι προσετέθησαν αὐτῷ λόγοι πλείονες, ὡς οὗτοι."]],[["1","Καὶ ἐβασίλευσε Σεδεκίας υἱὸς Ἰωσεία ἀντὶ Ἰωακείμ, ὃν ἐβασίλευσε Ναβουχοδονόσορ βασιλεύειν τοῦ Ἰούδα."],["2","Καὶ οὐκ ἤκουσαν αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ὁ λαὸς τῆς γῆς τοῦς λόγους Κυρίου, οὓς ἐλάλησεν ἐν χειρὶ Ἱερεμίου."],["3","Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σεδεκίας τὸν Ἰωάχαλ υἱὸν Σελεμίου, καὶ τὸν Σοφονίαν υἱὸν Μαασαίου τὸν ἱερέα πρὸς Ἱερεμίαν λέγων, πρόσευξαι δὴ περὶ ἡμῶν πρὸς Κύριον."],["4","Καὶ Ἱερεμίας ἦλθε καὶ διῆλθε διὰ μέσου τῆς πόλεως, καὶ οὐκ ἔδωκαν αὐτὸν εἰς τὸν οἶκον τῆς φυλακῆς."],["5","Καὶ δύναμις Φαραὼ ἐξῆλθεν ἐξ Αἰγύπτου, καὶ ἤκουσαν οἱ Χαλδαῖοι τὴν ἀκοὴν αὐτῶν, καὶ ἀνέβησαν ἐπὶ Ἰερουσαλήμ."],["6","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἱερεμίαν, λέγων,"],["7","οὕτως εἶπε Κύριος, οὕτως ἐρεῖς πρὸς βασιλέα Ἰούδα τὸν ἀποστείλαντα πρὸς σὲ, τοῦ ἐκζητῆσαί με, ἰδοὺ δύναμις· Φαραὼ ἡ ἐξελθοῦσα ὑμῖν εἰς βοήθειαν· ἀποστρέψουσιν εἰς γῆν Αἰγύπτου,"],["8","καὶ ἀναστρέψουσιν αὐτοὶ οἱ Χαλδαῖοι, καὶ πολεμήσουσιν ἐπὶ τὴν πόλιν ταύτην, καὶ συλλήψονται αὐτὴν, καὶ καύσουσιν αὐτὴν ἐν πυρί."],["9","Ὅτι οὕτως εἶπε Κύριος, μὴ ὑπολάβητε ταῖς ψυχαῖς ὑμῶν, λέγοντες, ἀποτρέχοντες ἀπελεύσονται ἀφʼ ἡμῶν οἱ Χαλδαῖοι· ὅτι οὐ μὴ ἀπέλθωσι."],["10","Καὶ ἐὰν πατάξητε πᾶσαν δύναμιν τῶν Χαλδαίων τοὺς πολεμοῦντας ὑμᾶς, καὶ καταλειφθῶσί τινες ἐκκεκεντημένοι, ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ οὗτοι ἀναστήσονται, καὶ καύσουσι τὴν πόλιν ταύτην ἐν πυρί."],["11","Καὶ ἐγένετο ὅτε ἀνέβη ἡ δύναμις τῶν Χαλδαίων ἀπὸ Ἱερουσαλὴμ ἀπὸ προσώπου τῆς δυνάμεως Φαραὼ,"],["12","ἐξῆλθεν Ἱερεμίας ἀπὸ Ἱερουσαλὴμ τοῦ πορευθῆναι εἰς γῆν Βενιαμεὶν, τοῦ ἀγοράσαι ἐκεῖθεν ἐν μέσῳ τοῦ λαοῦ·"],["13","Καὶ ἐγένετο αὐτὸς ἐν πύλῃ Βενιαμὶν, καὶ ἐκεῖ ἄνθρωπος παρʼ ᾧ κατέλυε, Σαρουΐα υἱὸς Σελεμίου, υἱοῦ Ἀνανίου, καὶ συνέλαβε τὸν Ἱερεμίαν, λέγων, πρὸς τοὺς Χαλδαίους σὺ φεύγεις."],["14","Καὶ εἶπε, ψεῦδος, οὐκ εἰς τοὺς Χαλδαίους ἐγὼ φεύγω· καὶ οὐκ εἰσήκουσεν αὐτοῦ· καὶ συνέλαβε Σαρουΐα τὸν Ἱερεμίαν, καὶ εἰσήγαγεν αὐτὸν πρὸς τοὺς ἄρχοντας."],["15","Καὶ ἐπικράνθησαν οἱ ἄρχοντες ἐπὶ Ἱερεμίαν, καὶ ἐπάταξαν αὐτὸν, καὶ ἀπέστειλαν αὐτὸν εἰς τὴν οἰκίαν Ἰωνάθαν τοῦ γραμματέως, ὅτι ταύτην ἐποίησαν εἰς οἰκίαν φυλακῆς."],["16","Καὶ ἦλθεν Ἱερεμίας εἰς οἰκίαν τοῦ λάκκου, καὶ εἰς τὴν χερὲθ, καὶ ἐκάθισεν ἐκεῖ ἡμέρας πολλάς."],["17","Καὶ ἀπέστειλε Σεδεκίας, καὶ ἐκάλεσεν αὐτὸν, καὶ ἠρώτα αὐτὸν ὁ βασιλεὺς κρυφαίως εἰπεῖν, εἰ ἔστιν ὁ λόγος παρὰ Κυρίου; καὶ εἶπεν, ἔστιν· εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσῃ."],["18","Καὶ εἶπεν Ἱερεμίας τῷ βασιλεῖ, τί ἠδίκησά σε, καὶ τοὺς παῖδάς σου, καὶ τὸν λαὸν τοῦτον, ὅτι σὺ δίδως με εἰς οἰκίαν φυλακῆς;"],["19","Καὶ ποῦ εἰσιν οἱ προφῆται ὑμῶν οἱ προφητεύσαντες ὑμῖν, λέγοντες, ὅτι οὐ μὴ ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν γῆν ταύτην;"],["20","Καὶ νῦν, Κύριε βασιλεῦ, πεσέτω τὸ ἔλεός μου κατὰ πρόσωπόν σου· καὶ τί ἀποστρέφεις με εἰς οἰκίαν Ἰωνάθαν τοῦ γραμματέως; καὶ οὐ μὴ ἀποθάνω ἐκεῖ."],["21","Καὶ συνέταξεν ὁ βασιλεὺς, καὶ ἐνεβάλοσαν αὐτὸν εἰς οἰκίαν τῆς φυλακῆς, καὶ ἐδίδοσαν αὐτῷ ἄρτον ἕνα τῆς ἡμέρας, ἔξωθεν οὗ πέσσουσιν, ἕως ἐξέλιπον οἱ ἄρτοι ἐκ τῆς πόλεως· καὶ ἐκάθισεν Ἱερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς."]],[["1","Καὶ ἤκουσε Σαφανίας υἱὸς Νάθαν, καὶ Γοδολίας υἱὸς Πασχὼρ, καὶ Ἰωάχαλ υἱὸς Σεμελίου, τοὺς λόγους οὓς Ἱερεμίας ἐλάλει ἐπὶ τὸν λαὸν, λέγων,"],["2","Οὕτως εἶπε Κύριος, ὁ κατοικῶν ἐν τῇ πόλει ταύτῃ, ἀποθανεῖται ἐν ῥομφαίᾳ, καὶ ἐν λιμῷ· καὶ ὁ ἐκπορευόμενος πρὸς τοὺς Χαλδαίους, ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς εὕρημα, καὶ ζήσεται."],["3","Ὅτι οὕτως εἶπε Κύριος, παραδιδομένη παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας δυνάμεως βασιλέως Βαβυλῶνος, καὶ συλλήψεται αὐτήν."],["4","Καὶ εἶπον τῷ βασιλεῖ, ἀναιρεθήτω δὴ ὁ ἄνθρωπος ἐκεῖνος, ὅτι αὐτὸς ἐκλύει τὰς χεῖρας τῶν ἀνθρώπων τῶν πολεμούντων τῶν καταλειπομένων ἐν τῇ πόλει, καὶ τὰς χεῖρας παντὸς τοῦ λαοῦ, λαλῶν πρὸς αὐτοὺς κατὰ τοὺς λόγους τούτους· ὅτι ὁ ἄνθρωπος οὗτος οὐ χρησμολογεῖ εἰρήνην τῷ λαῷ τούτῳ ἀλλʼ ἢ πονηρά."],["5","Καὶ εἶπεν ὁ βασιλεὺς, ἰδοὺ αὐτὸς ἐν χερσὶν ὑμῶν· ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτούς."],["6","Καὶ ἔῤῥιψαν αὐτὸν εἰς λάκκον Μελχίου υἱοῦ τοῦ βασιλέως, ὃς ἦν ἐν τῇ αὐλῇ τῆς φυλακῆς, καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον, καὶ ἐν τῷ λάκκῳ οὐκ ἦν ὕδωρ, ἀλλʼ ἢ βόρβορος, καὶ ἦν ἐν τῷ βορβόρῳ."],["7","Καὶ ἤκουσεν Ἀβδεμέλεχ ὁ Αἰθίοψ, καὶ αὐτὸς ἐν οἰκίᾳ τοῦ βασιλέως, ὅτι ἔδωκαν Ἱερεμίαν εἰς τὸν λάκκον· καὶ ὁ βασιλεὺς ἦν ἐν τῇ πύλῃ Βενιαμὶν,"],["8","καὶ ἐξῆλθε πρὸς αὐτὸν, καὶ ἐλάλησε πρὸς τὸν βασιλέα, καὶ εἶπεν,"],["9","ἐπονηρεύσω, ἃ ἐποίησας τοῦ ἀποκτεῖναι τὸν ἄνθρωπον τοῦτον, ἀπὸ προσώπου τοῦ λιμοῦ, ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τῇ πόλει."],["10","Καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἀβδεμέλεχ, λέγων, λάβε εἰς τὰς χεῖράς σου ἐντεῦθεν τριάκοντα ἀνθρώπους, καὶ ἀνάγαγε αὐτὸν ἐκ τοῦ λάκκου, ἵνα μὴ ἀποθάνῃ."],["11","Καὶ ἔλαβεν Ἀβδεμέλεχ τοὺς ἀνθρώπους, καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ βασιλέως τὴν ὑπόγαιον, καὶ ἔλαβεν ἐκεῖθεν παλαιὰ ῥάκη καὶ παλαιὰ σχοινία, καὶ ἔῤῥιψεν αὐτὰ πρὸς Ἱερεμίαν εἰς τὸν λάκκον,"],["12","καὶ εἶπε, ταῦτα θὲς ὑποκάτω τῶν σχοινίων· καὶ ἐποίησεν Ἱερεμίας οὕτως."],["13","Καὶ εἵλκυσαν αὐτὸν τοῖς σχοινίοις, καὶ ἀνήγαγον αὐτὸν ἐκ τοῦ λάκκου· καὶ ἐκάθισεν Ἱερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς."],["14","Καὶ ἀπέστειλεν ὁ βασιλεὺς, καὶ ἐκάλεσεν αὐτὸν προς ἑαυτὸν εἰς οἰκίαν Ἀσελεισὴλ, τὴν ἐν οἴκῳ Κυρίου· καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, ἐρωτήσω σε λόγον, καὶ μὴ δὴ κρύψῃς ἀπʼ ἐμοῦ ῥῆμα."],["15","Καὶ εἶπεν Ἱερεμίας τῷ βασιλεῖ, ἐὰν ἀναγγείλω σοι, οὐχὶ θανάτῳ με θανατώσεις; καὶ ἐὰν συμβουλεύσω σοι, οὐ μὴ ἀκούσῃς μου."],["16","Καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεὺς, λέγων, ζῇ Κύριος ὃς ἐποίησεν ἡμῖν τὴν ψυχὴν ταύτην, εἰ ἀποκτενῶ σε, καὶ εἰ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων τούτων."],["17","Καὶ εἶπεν αὐτῷ Ἱερεμίας, οὕτως εἶπε Κύριος, ἐὰν ἐξελθὼν ἐξέλθῃς πρὸς ἡγεμόνας βασιλέως Βαβυλῶνος, ζήσεται ἡ ψυχή σου, καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρὶ, καὶ ζήσῃ σὺ καὶ ἡ οἰκία σου."],["18","Καὶ ἐὰν μὴ ἐξέλθῃς, δοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας τῶν Χαλδαίων, καὶ καύσουσιν αὐτὴν ἐν πυρὶ καὶ σὺ οὐ μὴ σωθῇς."],["19","Καὶ εἶπεν ὁ βασιλεὺς τῷ Ἱερεμίᾳ, ἐγὼ λόγον ἔχω τῶν Ἰουδαίων τῶν πεφευγότων πρὸς τοὺς Χαλδαίους, μὴ δώσειν με εἰς χεῖρας αὐτῶν, καὶ καταμωκήσονταί μου."],["20","Καὶ εἶπεν Ἱερεμίας, οὐ μὴ παραδῶσί σε· ἄκουσον τὸν λόγον Κυρίου, ὃν ἐγὼ λέγω πρὸς σὲ, καὶ βέλτιον ἔσται σοι, καὶ ζήσεται ἡ ψυχή σου."],["21","Καὶ εἰ μὴ θέλῃς σὺ ἐξελθεῖν, οὗτος ὁ λόγος ὃν ἔδειξέ μοι Κύριος·"],["22","Καὶ ἰδοὺ πᾶσαι αἱ γυναῖκες αἱ καταλειφθεῖσαι ἐν οἰκίᾳ βασιλέως Ἰούδα, ἐξήγοντο πρὸς ἄρχοντας βασιλέως Βαβυλῶνος· καὶ αὗται ἔλεγον, ἠπάτησάν σε, καὶ δυνήσονταί σοι ἄνδρες εἰρηνικοί σου· καὶ καταλύσουσιν ἐν ὀλισθήμασι πόδα σου, ἀπέστρεψαν ἀπὸ σοῦ,"],["23","καὶ τᾶς γυναῖκάς σου καὶ τὰ τέκνα σου ἐξάξουσι πρὸς τοὺς Χαλδαίους· καὶ σὺ οὐ μὴ σωθῇς, ὅτι ἐν χειρὶ βασιλέως Βαβυλῶνος συλληφθήσῃ, καὶ ἡ πόλις αὕτη κατακαυθήσεται."],["24","Καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, ἄνθρωπος μὴ γνώτω ἐκ τῶν λόγων τούτων, καὶ σὺ οὐ μὴ ἀποθάνῃς."],["25","Καὶ ἐὰν οἱ ἄρχοντες ἀκούσωσιν ὅτι ἐλάλησά σοι, καὶ ἔλθωσι πρὸς σὲ, καὶ εἴπωσί σοι, ἀνάγγειλον ἡμῖν, τί ἐλάλησέ σοι ὁ βασιλεύς; μὴ κρύψῃς ἀφʼ ἡμῶν, καὶ οὐ μὴ ἀνέλωμέν σε· καὶ τί ἐλάλησε πρὸς σὲ ὁ βασιλεύς;"],["26","Καὶ ἐρεῖς αὐτοῖς, ῥίπτω ἐγὼ τὸ ἔλεός μου κατʼ ὀφθαλμοὺς τοῦ βασιλέως, πρὸς τὸ μὴ ἀποστρέψαι με εἰς οἰκίαν Ἰωνάθαν, ἀποθανεῖν με ἐκεῖ."],["27","Καὶ ἤλθοσαν πάντες οἱ ἄρχοντες πρὸς Ἰερεμίαν, καὶ ἠρώτησαν αὐτόν· καὶ ἀνήγγειλεν αὐτοῖς κατὰ πάντας τοὺς λόγους τούτους, οὓς ἐνετείλατο αὐτῷ ὁ βασιλεύς· καὶ ἀπεσιώπησαν, ὅτι οὐκ ἠκούσθη ὁ λόγος Κυρίου."],["28","Καὶ ἐκάθισεν Ἱερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς, ἕως χρόνου οὗ συνελήφθη Ἱερουσαλήμ."]],[["1","Καὶ ἐγένετο τῷ μηνὶ τῷ ἐννάτῳ τοῦ Σεδεκία βασιλέως Ἰούδα, παρεγένετο Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπολιόρκουν αὐτήν."],["2","Καὶ ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ Σεδεκία, ἐν τῷ μηνὶ τῷ τετάρτῳ, ἐννάτῃ τοῦ μηνὸς, ἐῤῥάγη ἡ πόλις,"],["3","καὶ εἰσῆλθον πάντες οἱ ἡγούμενοι βασιλέως Βαβυλῶνος, καὶ ἐκάθισαν ἐν πύλῃ τῇ μέσῃ Μαργανασὰρ, καὶ Σαμαγὼθ, καὶ Ναβουσάχαρ, καὶ Ναβουσαρεὶς, Ναγαργᾶς, Νασεῤῥαβαμὰθ, καὶ οἱ κατάλοιποι ἡγεμόνες βασιλέως Βαβυλῶνος."],["14","Καὶ ἀπέστειλαν, καὶ ἔλαβον τὸν Ἱερεμίαν ἐξ αὐλῆς τῆς φυλακῆς, καὶ ἔδωκαν αὐτὸν πρὸς τὸν Γοδολίαν υἱὸν Ἀχεικὰμ, υἱοῦ Σαφὰν, καὶ ἐξήγαγον αὐτὸν, καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ."],["15","Καὶ πρὸς Ἱερεμίαν ἐγένετο λόγος Κυρίου ἐν τῇ αὐλῇ τῆς φυλακῆς, λέγων,"],["16","πορεύου καὶ εἰπὲ πρὸς Ἀβδεμέλεχ τὸν Αἰθίοπα, οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἰδοὺ ἐγὼ φέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά."],["17","Καὶ σώσω σε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ οὐ μὴ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων ὧν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν,"],["18","ὅτι σώζων σώσω σε, καὶ ἐν ῥομφαίᾳ οὐ μὴ πέσῃς· καὶ ἔσται ἡ ψυχή σου εἰς εὕρημα, ὅτι ἐπεποίθεις ἐπʼ ἐμοὶ, φησὶ Κύριος."]],[["1","Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἱερεμίαν, μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ναβουζαρδὰν τὸν ἀρχιμάγειρον τὸν ἐκ Ῥαμὰ, ἐν τῷ λαβεῖν αὐτὸν ἐν χειροπέδαις, ἐν μέσῳ ἀποικίας Ἰούδα τῶν ἠγμένων εἰς Βαβυλῶνα."],["2","Καὶ ἔλαβεν αὐτὸν ὁ ἀρχιμάγειρος, καὶ εἶπεν αὐτῷ, Κύριος ὁ Θεός σου ἐλάλησε τὰ κακὰ ταῦτα ἐπὶ τὸν τόπον τοῦτον·"],["3","Καὶ ἐποίησε Κύριος, ὅτι ἡμάρτετε αὐτῷ, καὶ οὐκ ἠκούσατε τῆς φωνῆς αὐτοῦ."],["4","Ἰδοὺ ἔλυσά σε ἀπὸ τῶν χειροπέδων τῶν ἐπὶ τὰς χεῖράς σου· εἰ καλὸν ἐναντίον σου ἐλθεῖν μετʼ ἐμοῦ εἰς Βαβυλῶνα, καὶ θήσω τοὺς ὀφθαλμούς μου ἐπὶ σέ."],["5","Εἰ δὲ μὴ, ἀπότρεχε, ἀνάστρεψον πρὸς τὸν Γοδολίαν υἱὸν Ἀχεικὰμ, υἱοῦ Σαφὰν, ὃν κατέστησε βασιλεὺς Βαβυλῶνος ἐν γῇ Ἰούδα, καὶ οἴκησον μετʼ αὐτοῦ ἐν μέσῳ τοῦ λαοῦ ἐν γῇ Ἰούδα, εἰς ἅπαντα τὰ ἀγαθὰ ἐν ὀφθαλμοῖς σου τοῦ πορευθῆναι ἐκεῖ, καὶ πορεύου· καὶ ἔδωκεν αὐτῷ ὁ ἀρχιμάγειρος δῶρα, καὶ ἀπέστειλεν αὐτόν."],["6","Καὶ ἦλθε πρὸς Γοδολίαν εἰς Μασσηφὰ, καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ αὐτοῦ, τοῦ καταλειφθέντος ἐν τῇ γῇ."],["7","Καὶ ἤκουσαν πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως τῆς ἐν ἀγρῷ, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησε βασιλεὺς Βαβυλῶνος τὸν Γοδολίαν ἐν τῇ γῇ, καὶ παρακατέθεντο αὐτῷ ἄνδρας καὶ γυναῖκας αὐτῶν, οὓς οὐ κατῴκισεν εἰς Βαβυλῶνα."],["8","Καὶ ἦλθε πρὸς Γοδολίαν εἰς Μασσηφὰ Ἰσραὴλ υἱὸς Ναθανίου, καὶ Ἰωάναν υἱὸς Κάρηε, καὶ Σαραίας υἱὸς Θαναεμὲθ, καὶ υἱοὶ Ἰωφὲ τοῦ Νετωφαθὶ, καὶ Ἐζονίας υἱὸς τοῦ Μωχαθὶ, αὐτοὶ, καὶ οἱ ἄνδρες αὐτῶν."],["9","Καὶ ὤμοσεν αὐτοῖς Γοδολίας, καὶ τοῖς ἀνδράσιν αὐτῶν, λέγων, μὴ φοβηθῆτε ἀπὸ προσώπου τῶν παίδων τῶν Χαλδαίων· κατοικήσατε ἐν τῇ γῇ, καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ βέλτιον ἔσται ὑμῖν."],["10","Καὶ ἰδοὺ ἐγὼ κάθημαι ἐναντίον ὑμῶν εἰς Μασσηφὰ, στῆναι κατὰ πρόσωπον τῶν Χαλδαίων, οἳ ἂν ἔλθωσιν ἐφʼ ὑμᾶς· καὶ ὑμεῖς συνάγετε οἶνον καὶ ὀπώραν καὶ ἔλαιον, καὶ βάλετε εἰς τὰ ἀγγεῖα ὑμῶν, καὶ οἰκήσατε ἐν ταῖς πόλεσιν αἷς κατεκρατήσατε."],["11","Καὶ πάντες οἱ Ἰουδαῖοι οἱ ἐν Μωὰβ, καὶ ἐν υἱοῖς Ἀμμὼν, καὶ οἱ ἐν τῇ Ἰδουμαίᾳ, καὶ οἱ ἐν πάσῃ τῇ γῇ, ἤκουσαν ὅτι ἔδωκε βασιλεὺς Βαβυλῶνος κατάλειμμα τῷ Ἰούδᾳ, καὶ ὅτι κατέστησεν ἐπʼ αὐτοὺς τὸν Γοδολίαν υἱὸν Ἀχεικάμ."],["12","Καὶ ἦλθον πρὸς Γοδολίαν εἰς γῆν Ἰούδα εἰς Μασσηφὰ, καὶ συνήγαγον οἶνον, καὶ ὀπώραν πολλὴν σφόδρα, καὶ ἔλαιον."],["13","Καὶ Ἰωάναν υἱὸς Κάρηε, καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως, οἱ ἐν τοῖς ἀγροῖς, ἦλθον πρὸς τὸν Γοδολίαν εἰς Μασσηφὰ,"],["14","καὶ εἶπον αὐτῷ, εἰ γνώσει γινώσκεις, ὅτι Βελεισσὰ βασιλεὺς υἱὸς Ἀμμὼν ἀπέστειλε πρὸς σὲ τὸν Ἰσμαὴλ πατάξαι σου ψυχήν; καὶ οὐκ ἐπίστευσεν αὐτοῖς Γοδολίας."],["15","Καὶ εἶπεν Ἰωάναν τῷ Γοδολίᾳ κρυφαίως ἐν Μασσηφᾷ, πορεύσομαι δὴ καὶ πατάξω τὸν Ἰσμαὴλ, καὶ μηδεὶς γνώτω, μὴ πατάξῃ σου ψυχὴν, καὶ διασπαρῇ πᾶς Ἰούδα οἱ συνηγμένοι πρὸς σὲ, καὶ ἀπολοῦνται οἱ κατάλοιποι Ἰούδα."],["16","Καὶ εἶπε Γοδολίας πρὸς Ἰωάναν, Μῆ ποιήσῃς τὸ πρᾶγμα, ὅτι ψευδῆ σὺ λέγεις ὑπὲρ Ἰσμαήλ."]],[["1","Καὶ ἐγένετο τῷ μηνὶ τῷ ἑβδόμῳ, ἦλθεν Ἰσμαὴλ υἱὸς Ναθανίου υἱοῦ Ἐλεασὰ, ἀπὸ γένους τοῦ βασιλέως, καὶ δέκα ἄνδρες μετʼ αὐτοῦ πρὸς Γοδολίαν εἰς Μασσηφὰ, καὶ ἔφαγον ἐκεῖ ἄρτον ἅμα."],["2","Καὶ ἀνέστη Ἰσμαὴλ, καὶ οἱ δέκα ἄνδρες οἳ ἦσαν μετʼ αὐτοῦ, καὶ ἐπάταξαν τὸν Γοδολίαν, ὃν κατέστησε βασιλεὺς Βαβυλῶνος ἐπὶ τῆς γῆς,"],["3","καὶ πάντας τοὺς Ἰουδαίους τοὺς ὄντας μετʼ αὐτοῦ ἐν Μασσηφὰ, καὶ πάντας τοὺς Χαλδαίους τοὺς εὑρεθέντας ἐκεῖ."],["4","Καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ δευτέρᾳ πατάξαντος αὐτοῦ τὸν Γοδολίαν, καὶ ἄνθρωπος οὐκ ἔγνω."],["5","Καὶ ἤλθοσαν ἄνδρες ἀπὸ Συχὲμ, καὶ ἀπὸ Σαλὴμ, καὶ ἀπὸ Σαμαρίας, ὀγδοήκοντα ἄνδρες, ἐξυρημένοι πώγωνας, καὶ διεῤῥηγμένοι τὰ ἱμάτια, καὶ κοπτόμενοι, καὶ μάννα, καὶ λίβανος ἐν χερσὶν αὐτῶν, τοῦ εἰσενεγκεῖν εἰς οἶκον Κυρίου."],["6","Καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς Ἰσμαήλ· αὐτοὶ ἐπορεύοντο, καὶ ἔκλαιον· καὶ εἶπεν αὐτοῖς, εἰσέλθετε πρὸς Γοδολίαν."],["7","Καὶ ἐγένετο, εἰσελθόντων αὐτῶν εἰς τὸ μέσον τῆς πόλεως, ἔσφαξεν αὐτοὺς εἰς τὸ φρέαρ."],["8","Καὶ δέκα ἄνδρες εὑρέθησαν ἐκεῖ, καὶ εἶπον τῷ Ἱσμαὴλ, μὴ ἀνέλῃς ἡμᾶς, ὅτι εἰσὶν ἡμῖν θησαυροὶ ἐν ἀγρῷ, πυροὶ καὶ κριθαὶ, μέλι καὶ ἔλαιον· καὶ παρῆλθε, καὶ οὐκ ἀνεῖλεν αὐτοὺς ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν."],["9","Καὶ τὸ φρέαρ εἰς ὃ ἔῤῥιψεν ἐκεῖ Ἰσμαὴλ πάντας οὓς ἐπάταξε, φρέαρ μέγα τοῦτό ἐστιν, ὃ ἐποίησεν ὁ βασιλεὺς Ἀσὰ ἀπὸ προσώπου Βαασὰ βασιλέως Ἰσραὴλ, τοῦτο ἐνέπλησεν Ἰσμαὴλ τραυματιῶν."],["10","Καὶ ἀπέστρεψεν Ἰσμαὴλ πάντα τὸν λαὸν τὸν καταλειφθέντα εἰς Μασσηφὰ, καὶ τὰς θυγατέρας τοῦ βασιλέως, ἃς παρκατέθετο ὁ ἀρχιμάγειρος τῷ Γοδολίᾳ υἱῷ Ἀχεικὰμ, καὶ ᾤχετο εἰς τὸ πέραν υἱῶν Ἀμμών."],["11","Καὶ ἤκουσεν Ἰωάναν υἱὸς Κάρηε, καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετʼ αὐτοῦ, πάντα τὰ κακὰ ἃ ἐποίησεν Ἰσμαὴλ,"],["12","καὶ ἤγαγον ἅπαν τὸ στρατόπεδον αὐτῶν, καὶ ᾤχοντο πολεμεῖν αὐτὸν, καὶ εὗρον αὐτὸν ἐπὶ ὕδατος πολλοῦ ἐν Γαβαών."],["13","Καὶ ἐγένετο, ὅτε εἶδε πᾶς ὁ λαὸς ὁ μετὰ Ἰσμαὴλ τὸν Ἰωάναν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως τῆς μετʼ αὐτοῦ,"],["14","καὶ ἀνέστρεψαν πρὸς Ἰωάναν."],["15","Καὶ Ἰσμαὴλ ἐσώθη σὺν ὀκτὼ ἀνθρώποις, καὶ ᾤχετο πρὸς τοὺς υἱοὺς Ἀμμών."],["16","Καὶ ἔλαβεν Ἰωάναν, καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετʼ αὐτοῦ, πάντας τοὺς καταλοίπους τοῦ λαοῦ, οὓς ἀπέστρέψεν ἀπὸ Ἰσμαὴλ, δυνατοὺς ἄνδρας ἐν πολέμῳ, καὶ τὰς γυναῖκας, καὶ τὰ λοιπὰ, καὶ τοὺς εὐνούχους, οὓς ἀπέστρεψαν ἀπὸ Γαβαὼν,"],["17","καὶ ᾤχοντο, καὶ ἐκάθισαν ἐν Γαβηρωχαμάα, τῇ πρὸς Βηθλεὲμ, τοῦ πορευθῆναι εἰς Αἴγυπτον"],["18","ἀπὸ προσώπου τῶν Χαλδαίων· ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου αὐτῶν, ὅτι ἐπάταξεν Ἰσμαὴλ τὸν Γοδολίαν, ὃν κατέστησεν ὁ βασιλεὺς Βαβυλῶνος ἐν τῇ γῇ."]],[["1","Καὶ προσῆλθον πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως, καὶ Ἰωάναν, καὶ Ἀζαρίας υἱὸς Μαασαίου, καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου,"],["2","πρὸς Ἱερεμίαν τὸν προφήτην, καὶ εἶπαν αὐτῷ, πεσέτω δὴ τὸ ἔλεος ἡμῶν κατὰ πρόσωπόν σου, καὶ πρόσευξαι πρὸς Κύριον τὸν Θεόν σου περὶ τῶν καταλοίπων τούτων· ὅτι κατελείφθημεν ὀλίγοι ἀπὸ πολλῶν, καθὼς οἱ ὀφθαλμοί σου βλέπουσι."],["3","Καὶ ἀναγγειλάτω ἡμῖν Κύριος ὁ Θεός σου τὴν ὁδὸν ᾗ πορευσόμεθα ἐν αὐτῇ, καὶ λόγον ὃν ποιήσομεν."],["4","Καὶ εἶπεν αὐτοῖς Ἱερεμίας, ἤκουσα, ἰδοὺ ἐγὼ προσεύξομαι ὑπὲρ ὑμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, κατὰ τοὺς λόγους ὑμῶν· καὶ ἔσται, ὁ λόγος ὃν ἂν ἀποκριθήσεται Κύριος ὁ Θεὸς, ἁναγγελῶ ὑμῖν, οὐ μὴ κρύψω ἀφʼ ὑμῶν ῥῆμα."],["5","Καὶ αὐτοὶ εἶπαν τῷ Ἱερεμίᾳ, ἔστω Κύριος ἐν ἡμῖν εἰς μάρτυρα δίκαιον καὶ πιστὸν, εἰ μὴ κατὰ πάντα τὸν λόγον, ὃν ἐὰν ἀποστείλῃ Κύριος πρὸς ἡμᾶς, οὕτως ποιήσωμεν."],["6","Καὶ ἐὰν ἀγαθὸν καὶ ἐὰν κακὸν, τὴν φωνὴν Κυρίου τοῦ Θεοῦ ἡμῶν, οὗ ἡμεῖς ἀποστέλλομέν σε πρὸς αὐτὸν, ἀκουσόμεθα, ἵνα βέλτιον ἡμῖν γένηται, ὅτι ἀκουσόμεθα τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν."],["7","Καὶ ἐγενήθη μεθʼ ἡμέρας δέκα, ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν."],["8","Καὶ ἐκάλεσε τὸν Ἰωάναν, καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως, καὶ πάντα τὸν λαὸν ἀπὸ μικροῦ καὶ ἕως μεγάλου,"],["9","καὶ εἶπεν αὐτοῖς, οὕτως εἶπε Κύριος,"],["10","ἐὰν καθίσαντες καθίσητε ἐν τῇ γῇ ταύτῃ, οἰκοδομήσω ὑμᾶς, καὶ οὐ μὴ καθελῶ, καὶ φυτεύσω ὑμᾶς, καὶ οὐ μὴ ἐκτιλῶ, ὅτι ἀναπέπαυμαι ἐπὶ τοῖς κακοῖς οἷς ἐποίησα ὑμῖν."],["11","Μὴ φοβηθῆτε ἀπὸ προσώπου βασιλέως Βαβυλῶνος, οὗ ὑμεῖς φοβεῖσθε· ἀπὸ προσώπου αὐτοῦ μὴ φοβηθῆτε, φησὶ Κύριος, ὅτι μεθʼ ὑμῶν ἐγὼ, ἐξαιρεῖσθαι ὑμᾶς, καὶ σώζειν ὑμᾶς ἐκ χειρὸς αὐτῶν."],["12","Καὶ δώσω ὑμῖν ἔλεος, καὶ ἐλεήσω ὑμᾶς, καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν."],["13","Καὶ εἰ λέγετε ὑμεῖς, οὐ μὴ καθίσωμεν ἐν τῇ γῇ ταύτῃ, πρὸς τὸ μὴ ἀκοῦσαι φωνῆς Κυρίου,"],["14","ὅτι εἰς γῆν Αἰγύπτου εἰσελευσόμεθα, καὶ οὐ μὴ ἴδωμεν πόλεμον, καὶ φωνὴν σάλπιγγος οὐ μὴ ἀκούσωμεν, καὶ ἐν ἄρτοις οὐ μὴ πεινάσωμεν, καὶ ἐκεῖ οἰκήσομεν·"],["15","διατοῦτο ἀκούσατε λόγον Κυρίου· οὕτως εἶπε Κύριος, ἐὰν ὑμεῖς δῶτε τὸ πρόσωπον ὑμῶν εἰς Αἴγυπτον, καὶ εἰσέλθητε ἐκεῖ κατοικεῖν,"],["16","καὶ ἔσται, ἡ ῥομφαία ἣν ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτῆς εὑρήσει ὑμᾶς ἐν γῇ Αἰγύπτου, καὶ ὁ λιμὸς οὗ ὑμεῖς λόγον ἔχετε ἀπὸ προσώπου αὐτοῦ καταλήψεται ὑμᾶς ὀπίσω ὑμῶν ἐν Αἰγύπτῳ, καὶ ἐκεῖ ἀποθανεῖσθε."],["17","Καὶ ἔσονται πάντες οἱ ἄνθρωποι, καὶ πάντες οἱ ἀλλογενεῖς, οἱ θέντες τὸ πρόσωπον αὐτῶν εἰς γῆν Αἰγύπτου ἐνοικεῖν ἐκεῖ, ἐκλείψουσιν ἐν τῇ ῥομφαίᾳ, καὶ ἐν τῷ λιμῷ, καὶ οὐκ ἔσται αὐτῶν οὐδεὶς σωζόμενος ἀπὸ τῶν κακῶν ὧν ἐγὼ ἐπάγω ἐπʼ αὐτούς."],["18","Ὅτι οὕτως εἶπε Κύριος, καθὼς ἔσταξεν ὁ θυμός μου ἐπὶ τοὺς κατοικοῦντας Ἱερουσαλὴμ, οὕτως στάξει ὁ θυμός μου ἐφʼ ὑμᾶς, εἰσελθόντων ὑμῶν εἰς Αἴγυπτον· καὶ ἔσεσθε εἰς ἄβατον, καὶ ὑποχείριοι, καὶ εἰς ἀρὰν, καὶ εἰς ὀνειδισμὸν, καὶ οὐ μὴ ἴδητε οὐκέτι τὸν τόπον τοῦτον."],["19","Ἃ ἐλάλησε Κύριος ἐφʼ ὑμᾶς τοὺς καταλοίπους Ἰούδα· μὴ εἰσέλθητε εἰς Αἴγυπτον· καὶ νῦν γνόντες γνώσεσθε,"],["20","ὅτι ἐπονηρεύσασθε ἐν ψυχαῖς ὑμῶν, ἀποστείλαντές με, λέγοντες, πρόσευξαι περὶ ἡμῶν πρὸς Κύριον, καὶ κατὰ πάντα ἃ ἐὰν λαλήσει σοι Κύριος ποιήσομεν."],["21","Καὶ οὐκ ἠκούσατε τῆς φωνῆς Κυρίου, ἧς ἀπέστειλέ με πρὸς ὑμᾶς."],["22","Καὶ νῦν ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐκλείψετε ἐν τῷ τόπῳ ᾧ ὑμεῖς βούλεσθε εἰσελθεῖν κατοικεῖν ἐκεῖ."]],[["1","Καὶ ἐγενήθη, ὡς ἐπαύσατο Ἱερεμίας λέγων πρὸς τὸν λαὸν πάντας τοὺς λόγους Κυρίου, οὓς ἀπέστειλεν αὐτὸν Κύριος πρὸς αὐτοὺς, πάντας τοὺς λόγους τούτους,"],["2","καὶ εἶπεν Ἀζαρίας υἱὸς Μαασαίου, καὶ Ἰωάναν υἱὸς Κάρηε, καὶ πάντες οἱ ἄνδρες, οἱ εἰπόντες τῷ Ἱερεμίᾳ, λέγοντες, ψεύδη, οὐκ ἀπέστειλέ σε Κύριος πρὸς ἡμᾶς, λέγων, μὴ εἰσέλθητε εἰς Αἴγυπτον οἰκεῖν ἐκεῖ,"],["3","ἀλλʼ ἢ Βαροὺχ υἱὸς Νηρίου συμβάλλει σε πρὸς ἡμᾶς, ἵνα δῷς ἡμᾶς εἰς χεῖρας τῶν Χαλδαίων, τοῦ θανατῶσαι ἡμᾶς, καὶ ἀποικισθῆναι ἡμᾶς εἰς Βαβυλῶνα."],["4","Καὶ οὐκ ἤκουσεν Ἰωάναν, καὶ πάντες ἡγεμόνες τῆς δυνάμεως, καὶ πᾶς ὁ λαὸς τῆς φωνῆς Κυρίου, κατοικῆσαι ἐν γῇ Ἰούδα."],["5","Καὶ ἔλαβεν Ἰωάναν, καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως πάντας τοὺς καταλοίπους Ἰούδα, τοὺς ἀποστρέψαντας κατοικεῖν ἐν τῇ γῃ,"],["6","τοὺς δυνατοὺς ἄνδρας, καὶ τὰς γυναῖκας, καὶ τὰ νήπια τὰ λοιπὰ, καὶ τὰς θυγατέρας τοῦ βασιλέως, καὶ τὰς ψυχὰς ἃς κατέλιπε Ναβουζαρδὰν μετὰ Γοδολίου υἱοῦ Ἀχεικὰμ, καὶ Ἱερεμίαν τὸν προφήτην, καὶ Βαροὺχ, υἱὸν Νηρίου,"],["7","καὶ εἰσῆλθον εἰς Αἴγυπτον, ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς Κυρίου, καὶ εἰσῆλθον εἰς Τάφνας."],["8","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἱερεμίαν ἐν Τάφνας, λέγων,"],["9","λάβε σεαυτῷ λίθους μεγάλους, καὶ κατάκρυψον αὐτοὺς ἐν προθύροις, ἐν πύλῃ τῆς οἰκίας Φαραὼ ἐν Τάφνας, κατʼ ὀφθαλμοὺς ἀνδρῶν Ἰούδα,"],["10","καὶ ἐρεῖς, οὕτως εἶπε Κύριος, ἰδοὺ ἐγὼ ἀποστέλλω, καὶ ἄξω Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος, καὶ θήσει αὐτοῦ τὸν θρόνον ἐπάνω τῶν λίθων τούτων ὧν κατέκρυψας, καὶ ἀρεῖ τᾶ ὅπλα ἐπʼ αὐτοὺς,"],["11","καὶ εἰσελεύσεται, καὶ πατάξει γῆν Αἰγύπτου, οὓς εἰς θάνατον εἰς θάνατον, καὶ οὓς εἰς ἀποικισμὸν εἰς ἀποικισμὸν, καὶ οὓς εἰς ῥομφαίαν εἰς ῥομφαίαν."],["12","Καὶ καύσει πῦρ ἐν οἰκίαις τῶν θεῶν αὐτῶν, καὶ ἐμπυριεῖ αὐτὰς, καὶ ἀποικιεῖ αὐτοὺς, καὶ φθειριεῖ γῆν Αἰγύπτου, ὥσπερ φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ· καὶ ἐξελεύσεται ἐν εἰρήνῃ,"],["13","καὶ συντρίψει τοὺς στύλους Ἡλιουπόλεως τοὺς ἐν Ὢν, καὶ τὰς οἰκίας αὐτῶν κατακαύσει ἐν πυρί."]],[["1","Ὁ ΛΟΓΟΣ Ὁ ΓΕΝΟΜΕΝΟΣ ΠΡΟΣ ἹΕΡΕΜΙΑΝ ἅπασι τοῖς Ἰουδαίοις τοῖς κατοικοῦσιν ἐν γῇ Αἰγύπτου, καὶ τοῖς καθημένοις ἐν Μαγδωλῷ, καὶ ἐν Τάφνας, καὶ ἐν γῇ Παθούρης, λέγων,"],["2","Οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὑμεῖς ἑωράκατε πάντα τὰ κακὰ ἃ ἐπήγαγον ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπὶ τὰς πόλεις Ἰούδα· καὶ ἰδού εἰσιν ἔρημοι ἀπὸ ἐνοίκων"],["3","ἀπὸ προσώπου πονηρίας αὐτῶν, ἧς ἐποίησαν παραπικράναι με, πορευθέντες θυμιᾷν θεοῖς ἑτέροις, οἷς οὐκ ἔγνωτε."],["4","Καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας ὄρθρου, καὶ ἀπέστειλα, λέγων, μὴ ποιήσητε τὸ πρᾶγμα τῆς μολύνσεως ταύτης, ἧς ἐμίσησα."],["5","Καὶ οὐκ ἤκουσάν μου, καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν ἀποστρέψαι ἀπὸ τῶν κακῶν αὐτῶν, πρὸς τὸ μὴ θυμιᾷν θεοῖς ἑτέροις."],["6","Καὶ ἔσταξεν ἡ ὀργή μου, καὶ ὁ θυμός μου, καὶ ἐξεκαύθη ἐν πύλαις Ἰούδα, καὶ ἔξωθεν Ἱερουσαλήμ· καὶ ἐγενήθησαν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον ὡς ἡ ἡμέρα αὕτη."],["7","Καὶ νῦν οὕτως εἶπε Κύριος παντοκράτωρ, ἱνατί ὑμεῖς ποιεῖτε κακὰ μεγάλα ἐπὶ ψυχαῖς ὑμῶν; ἐκκόψαι ὑμῶν ἄνθρωπον καὶ γυναῖκα, νήπιον καὶ θηλάζοντα ἐκ μέσου Ἰούδα, πρὸς τὸ μὴ καταλειφθῆναι ὑμῶν μηδένα,"],["8","παραπικράναι με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν, θυμιᾷν θεοῖς ἑτέροις ἐν γῇ Αἰγύπτῳ, εἰς ἣν ἤλθετε κατοικεῖν ἐκεῖ, ἵνα κοπῆτε, καὶ ἵνα γένησθε εἰς κατάραν καὶ εἰς ὀνειδισμὸν ἐν πᾶσι τοῖς ἔθνεσι τῆς γῆς;"],["9","Μὴ ἐπιλέλησθε ὑμεῖς τῶν κακῶν τῶν πατέρων ὑμῶν, καὶ τῶν κακῶν τῶν βασιλέων Ἰούδα, καὶ τῶν κακῶν τῶν ἀρχόντων ὑμῶν, καὶ τῶν κακῶν τῶν γυναικῶν ὑμῶν, ὧν ἐποίησαν ἐν γῇ Ἰούδα, καὶ ἔξωθεν Ἱερουσαλήμ;"],["10","Καὶ οὐκ ἐπαύσαντο ἕως τῆς ἡμέρας ταύτης, καὶ οὐκ ἀντείχοντο τῶν προσταγμάτων μου, ὧν ἔδωκα κατὰ πρόσωπον τῶν πατέρων αὐτῶν."],["11","Διατοῦτο οὕτως εἶπε Κύριος, ἰδοὺ ἐγὼ ἐφίστημι τὸ πρόσωπόν μου,"],["12","τοῦ ἀπολέσαι πάντας τοὺς καταλοίπους τοὺς ἐν Αἰγύπτῳ, καὶ πεσοῦνται ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ, καὶ ἐκλείψουσιν ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἔσονται εἰς ὀνειδισμὸν, καὶ εἰς ἀπώλειαν, καὶ εἰς κατάραν."],["13","Καὶ ἐπισκέψομαι ἐπὶ τοὺς καθημένους ἐν γῇ Αἰγύπτῳ, ὡς ἐπεσκεψάμην ἐπὶ Ἱερουσαλὴμ, ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ,"],["14","καὶ οὐκ ἔσται σεσωσμένος οὐδεὶς τῶν ἐπιλοίπων Ἰούδα τῶν παροικούντων ἐν γῇ Αἰγύπτῳ, τοῦ ἐπιστρέψαι εἰς γῆν Ἰούδα, ἐφʼ ἣν αὐτοὶ ἐλπίζουσι ταῖς ψυχαῖς αὐτῶν τοῦ ἐπιστρέψαι ἐκεῖ· οὐ μὴ ἐπιστρέψωσιν, ἀλλʼ ἢ οἱ ἀνασεσωσμένοι."],["15","Καὶ ἀπεκρίθησαν τῷ Ἱερεμίᾳ πάντες οἱ ἄνδρες οἱ γνόντες ὅτι θυμιῶσιν αἱ γυναῖκες αὐτῶν, καὶ πᾶσαι αἱ γυναῖκες, συναγωγὴ μεγάλη, καὶ πᾶς ὁ λαὸς οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ, ἐν Παθουρῇ, λέγοντες,"],["16","Ὁ λόγος ὃν ἐλάλησας πρὸς ἡμᾶς τῷ ὀνόματι Κυρίου, οὐκ ἀκούσομέν σου,"],["17","ὅτι ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν, θυμιᾷν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, καὶ σπένδειν αὐτῇ σπονδὰς, καθὰ ἐποιήσαμεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, καὶ οἱ βασιλεῖς ἡμῶν, καὶ οἱ ἄρχοντες ἡμῶν, ἐν πόλεσιν Ἰούδα καὶ ἔξωθεν Ἱερουσαλήμ· καὶ ἐπλήσθημεν ἄρτων, καὶ ἐγενόμεθα χρηστοὶ, καὶ κακὰ οὐκ εἴδομεν."],["18","Καὶ ὡς διελίπομεν θυμιῶντες τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἠλαττώθημεν πάντες, καὶ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐξελίπομεν."],["19","Καὶ ὅτι ἡμεῖς ἐθυμιῶμεν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, καὶ ἐσπείσαμεν αὐτῇ σπονδὰς, μὴ ἄνευ τῶν ἀνδρῶν ἡμῶν ἐποιήσαμεν αὐτῇ χαυῶνας, καὶ ἐσπείσαμεν αὐτῇ σπονδάς;"],["20","Καὶ εἶπεν Ἱερεμίας παντὶ τῷ λαῷ, τοῖς δυνατοῖς καὶ ταῖς γυναιξὶ καὶ παντὶ τῷ λαῷ τοῖς ἀποκριθεῖσιν αὐτῷ λόγους, λέγων,"],["21","οὐχὶ τοῦ θυμιάματος οὗ ἐθυμιάσατε ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἔξωθεν Ἱερουσαλὴμ, ὑμεῖς καὶ οἱ πατέρες ὑμῶν, καὶ οἱ βασιλεῖς ὑμῶν, καὶ οἱ ἄρχοντες ὑμῶν, καὶ ὁ λαὸς τῆς γῆς, ἐμνήσθη Κύριος; καὶ ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ;"],["22","Καὶ οὐκ ἠδύνατο Κύριος ἔτι φέρειν ἀπὸ προσώπου πονηρίας πραγμάτων ὑμῶν, καὶ ἀπὸ τῶν βδελυγμάτων ὑμῶν ὧν ἐποιήσατε· καὶ ἐγενήθη ἡ γῆ ὑμῶν εἰς ἐρήμωσιν, καὶ εἰς ἄβατον, καὶ εἰς ἀρὰν, ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ,"],["23","ἀπὸ προσώπου ὧν ἐθυμιᾶτε, καὶ ὧν ἡμάρτετε τῷ Κύριῳ· καὶ οὐκ ἠκούσατε τῆς φωνῆς Κυρίου, καὶ ἐν τοῖς προστάγμασιν αὐτοῦ, καὶ ἐν τῷ νόμῳ καὶ ἐν τοῖς μαρτυρίοις αὐτοῦ οὐκ ἐπορεύθητε, καὶ ἐπελάβετο ὑμῶν τὰ κακὰ ταῦτα."],["24","Καὶ εἶπεν Ἱερεμίας τῷ λαῷ, καὶ ταῖς γυναιξὶν, ἀκουσατε λόγον Κυρίου."],["25","Οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὑμεῖς γυναῖκες τῷ στόματι ὑμῶν ἐλαλήσατε, καὶ ταῖς χερσὶν ὑμῶν ἐπληρώσατε, λέγουσαι, ποιοῦσαι ποιήσομεν τὰς ὁμολογίας ἡμῶν ἃς ὡμολογήκαμεν, θυμιᾷν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς· ἐμμείνασαι ἐνεμείνατε ταῖς ὁμολογίαις ὑμῶν, καὶ ποιοῦσαι ἐποιήσατε."],["26","Διατοῦτο ἀκούσατε λόγον Κυρίου, πᾶς Ἰούδα οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ, ἰδοὺ ὤμοσα τῷ ὀνόματί μου τῷ μεγάλῳ, εἶπε Κύριος, ἐὰν γένηται ἔτι ὄνομά μου ἐν τῷ στόματι παντὸς Ἰούδα εἰπεῖν, ζῇ Κύριος, ἐπὶ πάση γῇ Αἰγύπτῳ."],["27","Ὅτι ἐγὼ ἐγρήγορα ἐπʼ αὐτοὺς, τοῦ κακῶσαι αὐτοὺς, καὶ οὐκ ἀγαθῶσαι· καὶ ἐκλείψουσι πᾶς Ἰούδα, οἱ κατοικοῦντες ἐν γῇ Αἰγύπτῳ, ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ, ἕως ἂν ἐκλείπωσι."],["28","Καὶ οἱ σεσωσμένοι ἀπὸ ῥομφαίας ἐπιστρέψουσιν εἰς γῆν Ἰούδα ὀλίγοι ἀριθμῷ, καὶ γνώσονται οἱ κατάλοιποι Ἰούδα οἱ καταστάντες ἐν γῇ Αἰγύπτῳ, κατοικῆσαι ἐκεῖ, λόγος τίνος ἐμμενεῖ."],["29","Καὶ τοῦτο τὸ σημεῖον ὑμῖν, ὅτι ἐπισκέψομαι ἐγὼ ἐφʼ ὑμᾶς εἰς πονηρά."],["30","Οὕτως εἶπε Κύριος, ἰδοὺ ἐγὼ δίδωμι τὸν Οὐαφρῆ βασιλέα Αἰγύπτου εἰς χεῖρας ἐχθροῦ αὐτοῦ, καὶ εἰς χεῖρας ζητοῦντος τὴν ψυχὴν αὐτοῦ, καθὰ ἔδωκα τὸν Σεδεκίαν βασιλέα Ἰούδα εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος ἐχθροῦ αὐτοῦ, καὶ ζητοῦντος τὴν ψυχὴν αὐτοῦ."],["31","Ὁ ΛΟΓΟΣ ὋΝ ἘΛΑΛΗΣΕΝ ἹΕΡΕΜΙΑΣ Ὁ ΠΡΟΦΗΤΗΣ πρὸς Βαροὺχ υἱὸν Νηρίου, ὅτε ἔγραφε τοὺς λόγους τούτους ἐν τῷ βιβλίῳ ἀπὸ στόματος Ἱερεμίου, ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ Ἰωακεὶμ υἱῷ Ἰωσία βασιλέως Ἰούδα."],["32","Οὕτως εἶπε Κύριος ἐπὶ σοὶ Βαροὺχ,"],["33","ὅτι εἶπας, οἴμοι οἴμοι, ὅτι προσέθηκε Κύριος κόπον ἐπίπονόν μοι, ἐκοιμήθην ἐν στεναγμοῖς, ἀνάπαυσιν οὐχ εὗρον·"],["34","Εἰπὸν αὐτῷ, οὕτως εἶπε Κύριος, ἰδοὺ οὓς ἐγὼ ᾠκοδόμησα, ἐγὼ καθαιρῶ· καὶ οὓς ἐγὼ ἐφύτευσα, ἐγὼ ἐκτίλλω."],["35","Καὶ σὺ ζητήσεις σεαυτῷ μεγάλα; μὴ ζητήσῃς, ὅτι ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα, λέγει Κύριος· καὶ δώσω τὴν ψυχήν σου εἰς εὕρημα ἐν παντὶ τόπῳ οὗ ἐὰν βαδίσῃς ἐκεῖ."]],[["1","Ὄντος εἰκοστοῦ καὶ ἑνὸς ἔτους Σεδεκίου, ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀμειτάαλ, θυγάτηρ Ἱερεμίου, ἐκ Λοβενά."],["4","Καὶ ἐγένετο τῷ ἔτει τῷ ἐννάτῳ τῆς βασιλείας αὐτοῦ, ἐν μηνὶ τῷ ἐννάτῳ, δεκάτῃ τοῦ μηνὸς, ἦλθε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ἱερουσαλὴμ, καὶ περιεχαράκωσαν αὐτὴν, καὶ περιῳκοδόμησαν αὐτὴν τετραπέδοις λίθοις κύκλῳ."],["5","Καὶ ἦλθεν ἡ πόλις εἰς συνοχὴν, ἕως ἑνδεκάτου ἔτους τῷ βασιλεῖ Σεδεκίᾳ,"],["6","ἐν τῇ ἐννάτῃ τοῦ μηνὸς, καὶ ἐστερεώθη ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς."],["7","Καὶ διεκόπη ἡ πόλις, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἐξῆλθον νυκτὸς κατὰ τὴν ὁδὸν τῆς πύλης, ἀναμέσον τοῦ τείχους, καὶ τοῦ προτειχίσματος, ὃ ἦν κατὰ τὸν κῆπον τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τῆς πόλεως κύκλῳ, καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς ἄραβα,"],["8","Καὶ κατεδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως, καὶ κατέλαβον αὐτὸν ἐν τῷ πέραν Ἱερειχὼ, καὶ πάντες οἱ παῖδες αὐτοῦ διεσπάρησαν ἀπʼ αὐτοῦ."],["9","Καὶ συνέλαβον τὸν βασιλέα, καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλαθὰ, καὶ ἐλάλησεν αὐτῷ μετὰ κρίσεως."],["10","Καὶ ἔσφαξε βασιλεὺς Βαβυλῶνος τοὺς υἱοὺς Σεδεκίου κατʼ ὀφθαλμοὺς αὐτοῦ, καὶ πάντας τοὺς ἄρχοντας Ἰούδα ἔσφαξεν ἐν Δεβλαθά."],["11","Καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσε, καὶ ἔδησεν αὐτὸν ἐν πέδαις· καὶ ἤγαγεν αὐτὸν βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα, καὶ ἔδωκεν αὐτὸν εἰς οἰκίαν μύλωνος, ἕως ἡμέρας ἧς ἀπέθανε."],["12","Καὶ ἐν μηνὶ πέμπτῳ, δεκάτῃ τοῦ μηνὸς, ἦλθε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος, ἑστηκὼς κατὰ πρόσωπον τοῦ βασιλέως Βαβυλῶνος, εἰς Ἱερουσαλὴμ,"],["13","καὶ ἐνέπρησε τὸν οἶκον Κυρίου, καὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ πάσας τὰς οἰκίας τῆς πόλεως, καὶ πᾶσαν οἰκίαν μεγάλην ἐνέπρησεν ἐν πυρί·"],["14","Καὶ πᾶν τεῖχος Ἱερουσαλὴμ κύκλῳ καθεῖλεν ἡ δύναμις τῶν Χαλδαίων, ἡ μετὰ τοῦ ἀρχιμαγείρου."],["16","Καὶ τοὺς καταλοίπους τοῦ λαοῦ κατέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γεωργούς."],["17","Καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ Κυρίου, καὶ τὰς βάσεις, καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ Κυρίου συνέτριψαν οἱ Χαλδαῖοι, καὶ ἔλαβον τὸν χαλκὸν αὐτῶν, καὶ ἀπήνεγκαν εἰς Βαβυλῶνα."],["18","Καὶ τὴν στεφάνην, καὶ τὰς φιάλας, καὶ τὰς κρεάγρας, καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ, ἐν οἷς ἐλειτούργουν ἐν αὐτοῖς,"],["19","καὶ τὰς ἀπφὼθ, καὶ τὰς μασμαρὼθ, καὶ τοὺς ὑποχυτῆρας, καὶ τὰς λυχνίας, καὶ τὰς θυΐσκας, καὶ τοὺς κυάθους, ἃ ἦν χρυσᾶ χρυσᾶ, καὶ ἃ ἦν ἀργυρᾶ ἀργυρᾶ, ἔλαβεν ὁ ἀρχιμάγειρος."],["20","Καὶ οἱ στύλοι δύο, καὶ ἡ θάλασσα μία, καὶ οἱ μόσχοι δώδεκα χαλκοῖ ὑποκάτω τῆς θαλάσσης, ἃ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν εἰς οἶκον Κυρίου, οὗ οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ αὐτῶν."],["21","Καὶ οἱ στύλοι τριακονταπέντε πηχῶν ὕψος τοῦ στύλου τοῦ ἑνὸς, καὶ σπαρτίον δώδεκα πήχεων περιεκύκλου αὐτὸν, καὶ τὸ πάχος αὐτοῦ δακτύλων τεσσάρων κύκλῳ,"],["22","καὶ γεῖσος ἐπʼ αὐτοῖς χαλκοῦν, καὶ πέντε πήχεων τὸ μῆκος, ὑμεροχὴ τοῦ γείσους τοῦ ἑνός, καὶ δίκτυον καὶ ῥοαὶ ἐπὶ τοῦ γείσους κύκλῳ τὰ πάντα χαλκᾶ, καὶ κατὰ ταῦτα τῷ στύλῳ τῷ δευτέρῳ ὀκτὼ ῥοαὶ τῷ πήχει τοῖς δώδεκα πήχεσι."],["23","Καὶ ἦσαν αἱ ῥοαὶ ἐννενηκονταὲξ τὸ ἓν μέρος, καὶ ἦσαν αἱ πᾶσαι ῥοαὶ ἑκατὸν ἐπὶ τοῦ δικτύου κύκλῳ."],["24","Καὶ ἔλαβεν ὁ ἀρχιμάγειρος τὸν ἱερέα τὸν πρῶτον, καὶ τὸν ἱερέα τὸν δευτεροῦντα, καὶ τοὺς φυλάττοντας τὴν ὁδὸν,"],["25","καὶ εὐνοῦχον ἕνα ὃς ἦν ἐπιστάτης τῶν ἀνδρῶν τῶν πολεμιστῶν, καὶ εὐνοῦχον ἕνα ὃς ἦν ἐπιστάτης ἀνδρῶν τῶν πολεμιστῶν, καὶ ἑπτὰ ἄνδρας ὀνομαστοὺς, τοὺς ἐν προσώπῳ τοῦ βασιλέως, τοὺς εὑρεθέντας ἐν τῇ πόλει, καὶ τὸν γραμματέα τῶν δυνάμεων, τὸν γραμματεύοντα τῷ λαῷ τῆς γῆς, καὶ ἑξήκοντα ἀνθρώπους ἐκ τοῦ λαοῦ τῆς γῆς, τοὺς εὑρεθέντας ἐν μέσῳ τῆς πόλεως·"],["26","Καὶ ἔλαβεν αὐτοὺς Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος τοῦ βασιλέως, καὶ ἢγαγεν αὐτοὺς πρὸς βασιλέα Βαβυλῶνος εἰς Δεβλαθά."],["27","Καὶ ἐπάταξεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος ἐν Δεβλαθὰ, ἐν γῇ Αἱμάθ."],["31","Καὶ ἐγένετο ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει, ἀποικισθέντος τοῦ Ἰωακεὶμ βασιλέως Ἰούδα, ἐν τῷ δωδεκάτῳ μηνὶ, ἐν τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς, ἔλαβεν Οὐλαιμαδάχὰρ βασιλεὺς Βαβυλῶνος, ἐν τῷ ἐνιαυτῷ ᾧ ἐβασίλευσε, τὴν κεφαλὴν Ἰωακεὶμ βασιλέως Ἰούδα, καὶ ἔκειρεν αὐτὸν, καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἰκίας ἧς ἐφυλάσσετο,"],["32","καὶ ἐλάλησεν αὐτῷ χρηστὰ, καὶ ἔδωκε τὸν θρόνον αὐτοῦ ἐπάνω τῶν βασιλέων τῶν μετʼ αὐτοῦ ἐν Βαβυλῶνι,"],["33","καὶ ἤλλαξε τὴν στολὴν τῆς φυλακῆς αὐτοῦ, καὶ ἤσθιεν ἄρτον διαπαντὸς κατὰ πρόσωπον αὐτοῦ πάσας τὰς ἡμέρας ἃς ἔζησε."],["34","Καὶ ἡ σύνταξις αὐτῷ ἐδίδοτο διαπαντὸς παρὰ τοῦ βασιλέως Βαβυλῶνος ἐξ ἡμέρας εἰς ἡμέραν, ἕως ἡμέρας ἧς ἀπέθανε."]]] \ No newline at end of file diff --git a/lines/jezekiel.json b/lines/jezekiel.json new file mode 100644 index 0000000000000000000000000000000000000000..ce892245d7f0f9061598550befc07acad57dda3a --- /dev/null +++ b/lines/jezekiel.json @@ -0,0 +1 @@ +[[["1","ΚΑΙ ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει ἐν τῷ τετάρτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς, καὶ ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ ἠνοίχθησαν οἱ οὐρανοὶ, καὶ ἴδον ὁράσεις Θεοῦ."],["2","Πέμπτῃ τοῦ μηνός· τοῦτο τὸ ἔτος τὸ πέμπτον τῆς αἰχμαλωσίας τοῦ βασιλέως Ἰωακείμ·"],["3","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιὴλ υἱὸν Βουζεὶ, τὸν ἱερέα, ἐν γῇ Χαλδαίων, ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου."],["4","Καὶ ἴδον, καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ Βοῤῥᾶ, καὶ νεφέλη μεγάλη ἐν αὐτῷ, καὶ φέγγος κύκλῳ αὐτοῦ καὶ πῦρ ἐξαστράπτον· καὶ ἐν τῷ μέσῳ αὐτοῦ ὡς ὅρασις ἠλέκτρου ἐν μέσῳ τοῦ πυρὸς, καὶ φέγγος ἐν αὐτῷ."],["5","Καὶ ἐν τῷ μέσῳ ὡς ὁμοίωμα τεσσάρων ζῴων· καὶ αὕτη ἡ ὅρασις αὐτῶν· ὁμοίωμα ἀνθρώπου ἐπʼ αὐτοῖς."],["6","Καὶ τέσσαρα πρόσωπα τῷ ἑνὶ, καὶ τέσσαρες πτέρυγες τῷ ἑνί."],["7","Καὶ τὰ σκέλη αὐτῶν ὀρθὰ, καὶ πτερωτοὶ οἱ πόδες αὐτῶν, καὶ σπινθῆρες, ὡς ἐξαστράπτων χαλκός· καὶ ἐλαφραὶ αἱ πτέρυγες αὐτῶν."],["8","Καὶ χεὶρ ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν."],["9","Καὶ τὰ πρόσωπα αὐτῶν τῶν τεσσάρων οὐκ ἐπεστρέφοντο ἐν τῷ βαδίζειν αὐτά· ἕκαστον ἀπέναντι τοῦ προσώπου αὐτῶν ἐπορεύοντο."],["10","Καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν, πρόσωπον ἀνθρώπου, καὶ πρόσωπον τοῦ λέοντος ἐκ δεξιῶν τοῖς τέσσαρσι, καὶ πρόσωπον μόσχου ἐξ ἀριστερῶν τοῖς τέσσαρσι, καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσι."],["11","Καὶ αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι ἄνωθεν τοῖς τέσσαρσιν, ἑκατέρῳ δύο συνεζευγμέναι πρὸς ἀλλήλας, καὶ δύο ἐπεκάλυπτον ἐπάνω τοῦ σώματος αὐτῶν."],["12","Καὶ ἑκάτερον κατὰ πρόσωπον αὐτοῦ ἐπορεύετο· οὗ ἂν ἦν τὸ πνεῦμα πορευόμενον ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον."],["13","Καὶ ἐν μέσῳ τῶν ζώων ὅρασις ὡς ἀνθράκων πυρὸς καιομένων, ὡς ὄψις λαμπάδων συστρεφομένων ἀναμέσον τῶν ζώων, καὶ φέγγος τοῦ πυρὸς, καὶ ἐκ τοῦ πυρὸς ἐξεπορεύετο ἀστραπή."],["15","Καὶ ἴδον, καὶ ἰδοὺ τροχὸς εἷς ἐπὶ τῆς γῆς ἐχόμενος τῶν ζώων τοῖς τέσσαρσι."],["16","Καὶ τὸ εἶδος τῶν τροχῶν ὡς εἶδος θαρσείς· καὶ ὁμοίωμα ἓν τοῖς τέσσαρσι· καὶ τὸ ἔργον αὐτῶν ἦν καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ."],["17","Ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο· οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτὰ,"],["18","οὐδʼ οἱ νῶτοι αὐτῶν· καὶ ὕψος ἦν αὐτοῖς· καὶ ἴδον αὐτὰ, καὶ οἱ νῶτοι αὐτῶν πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσι."],["19","Καὶ ἐν τῷ πορεύεσθαι τὰ ζῶα, ἐπορεύοντο οἱ τροχοὶ ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ ζῶα ἀπὸ τῆς γῆς, ἐξῄροντο οἱ τροχοί."],["20","Οὗ ἂν ἦν ἡ νεφέλη, ἐκεῖ τὸ πνεῦμα τοῦ πορεύεσθαι, ἐπορεύοντο οἱ τροχοὶ καὶ ἐξῄροντο σὺν αὐτοῖς, διότι πνεῦμα ζωῆς ἐν τοῖς τροχοῖς."],["21","Ἐν τῷ πορεύεσθαι αὐτὰ ἐπορεύοντο, καὶ ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν· καὶ ἐν τῷ ἐξαίρειν αὐτὰ ἀπὸ τῆς γῆς, ἐξῄροντο σὺν αὐτοῖς, ὅτι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς."],["22","Καὶ ὁμοίωμα ὑπὲρ κεφαλῆς αὐτῶς τῶν ζώων ὡσεὶ στερέωμα, ὡς ὅρασις κρυστάλλου, ἐκτεταμένον ἐπὶ τῶν πτερύγων αὐτῶν ἐπάνωθεν."],["23","Καὶ ὑποκάτωθεν τοῦ στερεώματος αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι, πτερυσσόμεναι ἑτέρα τῇ ἑτέρᾳ, ἑκάστῳ δύο ἐπικαλύπτουσαι τὰ σώματα αὐτῶν."],["24","Καὶ ἤκουον τὴν φωνὴν τῶν πτερύγων αὐτῶν ἐν τῷ πορεύεσθαι αὐτὰ, ὡς φωνὴν ὕδατος πολλοῦ· καὶ ἐν τῷ ἑστάναι αὐτὰ, κατέπαυον αἱ πτέρυγες αὐτῶν."],["25","Καὶ ἰδοὺ φωνὴ ὑπεράνωθεν τοῦ στερεώματος τοῦ ὄντος ὑπὲρ κεφαλῆς αὐτῶν,"],["26","ὡς ὅρασις λίθου σαπφείρου, ὁμοίωμα θρόνου ἐπʼ αὐτοῦ, καὶ ἐπὶ τοὺ ὁμοιώματος του θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν."],["27","Καὶ ἴδον ὡς ὄψιν ἠλέκτρου ἀπὸ ὁράσεως ὀσφύος καὶ ἐπάνω, καὶ ἀπὸ ὁράσεως ὀσφύος καὶ ἕως κάτω ἴδον ὅρασιν πυρὸς, καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ,"],["28","ὡς ὅρασις τόξου ὅταν ᾖ ἐν τῇ νεφέλῃ ἐν ἡμέραις ὑετοῦ, οὕτως ἡ στάσις τοῦ φέγγους κυκλόθεν."]],[["1","Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου· καὶ ἴδον, καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἤκουσα φωνὴν λαλοῦντος· καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, στῆθι ἐπὶ τοὺς πόδας σου, καὶ λαλήσω πρὸς σέ·"],["2","Καὶ ἦλθεν ἐπʼ ἐμὲ πνεῦμα, καὶ ἀνέλαβέ με, καὶ ἐξῇρέ με, καὶ ἔστησέ με ἐπὶ τοὺς πόδας μου, καὶ ἤκουον αὐτοῦ λαλοῦντος πρὸς μέ."],["3","Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, ἐξαποστέλλω ἐγώ σε πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, τοὺς παραπικραίνοντάς με, οἵτινες παρεπίκρανάν με, αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἕως τῆς σήμερον ἡμέρας."],["4","Καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος,"],["5","ἐὰν ἆρα ἀκούσωσιν ἢ πτοηθῶσι, διότι οἶκος παραπικραίνων ἐστὶ, καὶ γνώσονται ὅτι προφήτης εἶ σὺ ἐν μέσῳ αὐτῶν."],["6","Καὶ σὺ, υἱὲ ἀνθρώπου, μὴ φοβηθῇς αὐτοὺς, μηδὲ ἐκστῇς ἀπὸ προσώπου αὐτῶν· διότι παροιστρήσουσι, καὶ ἐπισυστήσονται ἐπὶ σὲ κύκλῳ, καὶ ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς· τοὺς λόγους αὐτῶν μὴ φοβηθῇς, καὶ ἀπὸ προσώπου αὐτῶν μὴ ἐκστῇς, διότι οἶκος παραπικραίνων ἐστί."],["7","Καὶ λαλήσεις τοὺς λόγους μου πρὸς αὐτοὺς, ἐὰν ἆρα ἀκούσωσιν ἢ πτοηθῶσιν, ὅτι οἶκος παραπικραίνων ἐστί."],["8","Καὶ σὺ, υἱὲ ἀνθρώπου, ἄκουε τοῦ λαλοῦντος πρὸς σὲ, μὴ γίνου παραπικραίνων, καθὼς ὁ οἶκος ὁ παραπικραίνων· χάνε τὸ στόμα σου, καὶ φάγε ὃ ἐγὼ δίδωμί σοι."],["9","Καὶ ἴδον, καὶ ἰδοὺ χεὶρ ἐκτεταμένη πρὸς μὲ, καὶ ἐν αὐτῇ κεφαλὶς βιβλίου."],["10","Καὶ ἀνείλησεν αὐτὴν ἐνώπιόν μου, καὶ ἦν ἐν αὐτῇ γεγραμμένα τὰ ἔμπροσθεν καὶ τὰ ὀπίσω· καὶ ἐγέγραπτο θρῆνος καὶ μέλος καὶ οὐαί."]],[["1","Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, κατάφαγε τὴν κεφαλίδα ταύτην, καὶ πορεύθητι καὶ λάλησον τοῖς υἱοῖς Ἰσραήλ·"],["2","Καὶ διήνοιξε τὸ στόμα μου, καὶ ἐψώμισέ με τὴν κεφαλίδα."],["3","Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, τὸ στόμα σου φάγεται, καὶ ἡ κοιλία σου πλησθήσεται τῆς κεφαλίδος ταύτης τῆς δεδομένης εἰς σέ· καὶ ἔφαγον αὐτὴν, καὶ ἐγένετο ἐν τῷ στόματί μου, ὡς μέλι γλυκάζον."],["4","Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, βάδιζε καὶ εἴσελθε πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτούς·"],["5","Διότι οὐ πρὸς λαὸν βαθύγλωσσον σὺ ἐξαποστέλλῃ πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ·"],["6","Οὐδὲ πρὸς λαοὺς πολλοὺς ἀλλοφώνους ἢ ἀλλογλώσσους, οὐδὲ στιβαροὺς τῇ γλωσσῃ ὄντας, ὧν οὐκ ἀκούσῃ τοὺς λόγους· καὶ εἰ πρὸς τοιούτους ἐξαπέστειλά σε, οὗτοι ἂν εἰσήκουσάν σου."],["7","Ὁ δὲ οἶκος τοῦ Ἰσραὴλ οὐ μὴ θελήσουσιν εἰσακοῦσαί σου, διότι οὐ βούλονται εἰσακούειν μου, ὅτι πᾶς ὁ οἶκος Ἰσραὴλ φιλόνεικοί εἰσι καὶ σκληροκάρδιοι."],["8","Καὶ ἰδοὺ δέδωκα τὸ πρόσωπόν σου δυνατὸν κατέναντι τῶν προσώπων αὐτῶν, καὶ τὸ νῖκός σου κατισχύσω κατέναντι τοῦ νίκους αὐτῶν·"],["9","Καὶ ἔσται διαπαντὸς κραταιότερον πέτρας· μὴ φοβηθῇς ἀπʼ αὐτῶν, μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν, διότι οἶκος παραπικραίνων ἐστί."],["10","Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, πάντας τοὺς λόγους οὓς λελάληκα μετὰ σοῦ, λάβε εἰς τὴν καρδίαν σου, καὶ τοῖς ὠσί σου ἄκουε."],["11","Καὶ βάδιζε, εἴσελθε εἰς τὴν αἰχμαλωσίαν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σοῦ, καὶ λαλήσεις πρὸς αὐτοὺς, καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα ἐνδῶσι."],["12","Καὶ ἀνέλαβέ με πνεῦμα, καὶ ἤκουσα κατόπισθέν μου φωνὴν σεισμοῦ μεγάλου, εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτοῦ."],["13","Καὶ ἴδον φωνὴν τῶν πτερύγων τῶν ζώων πτερυσσομένων ἑτέρα πρὸς τὴν ἑτέραν, καὶ φωνὴ τῶν τροχῶν ἐχομένη αὐτῶν, καὶ φωνὴ τοῦ σεισμοῦ."],["14","Καὶ τὸ πνεῦμα ἐξῇρέ με, καὶ ἀνέλαβέ με, καὶ ἐπορεύθην ἐν ὁρμῇ τοῦ πνεύματός μου, καὶ χεὶρ Κυρίου ἐγένετο ἐπʼ ἐμὲ κραταιά."],["15","Καὶ εἰσῆλθον εἰς τὴν αἰχμαλωσίαν μετέωρος, καὶ περιῆλθον τοὺς κατοικοῦντας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβὰρ τοὺς ὄντας ἐκεῖ· καὶ ἐκάθισα ἐκεῖ ἑπτὰ ἡμέρας, ἀναστρεφόμενος ἐν μέσῳ αὐτῶν."],["16","Καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["17","υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον, καὶ διαπειλήσῃ αὐτοῖς παρʼ ἐμοῦ."],["18","Ἐν τῷ λέγειν με τῷ ἀνόμῳ, θανάτῳ θανατωθήσῃ· καὶ οὐ διεστείλω αὐτῷ τοῦ διαστείλασθαι τῷ ἀνόμῳ, ἀποστρέψαι ἀπὸ τῶν ὁδῶν αὐτοῦ, τοῦ ζῆσαι αὐτόν· ὁ ἄνομος ἐκεῖνος τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω."],["19","Καὶ σὺ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ, καὶ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου ῥύσῃ."],["20","Καὶ ἐν τῷ ἀποστρέφειν δίκαιον ἀπὸ τῶν δικαιοσυνῶν αὐτοῦ, καὶ ποιήσει παράπτωμα, καὶ δώσω τὴν βάσανον εἰς πρόσωπον αὐτοῦ, αὐτὸς ἀποθανεῖται, ὅτι οὐ διεστείλω αὐτῷ· καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται, διότι οὐ μὴ μνησθῶσιν αἱ δικαιοσύναι αὐτοῦ, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω."],["21","Σὺ δὲ ἐὰν διαστείλῃ τῷ δικαίῳ τοῦ μὴ ἁμαρτεῖν, καὶ αὐτὸς μὴ ἁμάρτῃ, ὁ δίκαιος ζωῇ ζήσεται, ὅτι διεστείλω αὐτῷ, καὶ σὺ τὴν σεαυτοῦ ψυχὴν ῥύσῃ."],["22","Καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου· καὶ εἶπε πρὸς μὲ, ἀνάστηθι, καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ ἐκεῖ λαληθήσεται πρὸς σέ."],["23","Καὶ ἀνέστην καὶ ἐξῆλθον πρὸς τὸ πεδίον· καὶ ἰδοὺ ἐκεῖ δόξα Κυρίου εἱστήκει, καθὼς ἡ ὅρασις, καὶ καθὼς ἡ δόξα Κυρίου, ἣν ἴδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ πίπτω ἐπὶ πρόσωπόν μου·"],["24","Καὶ ἦλθεν ἐπʼ ἐμὲ πνεῦμα, καὶ ἔστησέ με ἐπὶ τοὺς πόδας μου, καὶ ἐλάλησε πρὸς μὲ, καὶ εἶπε μοι, εἴσελθε, καὶ ἐγκλείσθητι ἐν μέσῳ τοῦ οἴκου σου."],["25","Καὶ σὺ, υἱὲ ἀνθρώπου, ἰδοὺ δέδονται ἐπὶ σὲ δεσμοὶ, καὶ δήσουσί σε ἐν αὐτοῖς, καὶ οὐ μὴ ἐξέλθῃς ἐκ μέσου αὐτῶν."],["26","Καὶ τὴν γλῶσσάν σου συνδήσω, καὶ ἀποκωφωθήσῃ, καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, διότι οἶκος παραπικραίνων ἐστί."],["27","Καὶ ἐν τῷ λαλεῖν με πρὸς σὲ, ἀνοίξω τὸ στόμα σου, καὶ ἐρεῖς πρὸς αὐτοὺς τάδε λέγει Κύριος, ὁ ἀκούων ἀκουέτω, καὶ ὁ ἀπειθῶν ἀπειθείτω, διότι οἶκος παραπικραίνων ἐστί."]],[["1","Καὶ σὺ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ πλίνθον, καὶ θήσεις αὐτὴν πρὸ προσώπου σου, καὶ διαγράψεις ἐπʼ αὐτὴν πόλιν τὴν Ἱερουσαλήμ."],["2","Καὶ δώσεις ἐπʼ αὐτὴν περιοχὴν, καὶ οἰκοδομήσεις ἐπʼ αὐτὴν προμαχῶνας, καὶ περιβαλεῖς ἐπʼ αὐτὴν χάρακα, καὶ δώσεις ἐπʼ αὐτὴν παρεμβολὰς, καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ."],["3","Καὶ σὺ λάβε σεαυτῷ τήγανον σιδηροῦν, καὶ θήσεις αὐτὸ τοῖχον σιδηροῦν ἀναμέσον σου καὶ ἀναμέσον τῆς πόλεως, καὶ ἑτοιμάσεις τὸ πρόσωπόν σου ἐπʼ αὐτὴν, καὶ ἔσται ἐν συνκλεισμῷ, καὶ συγκλείσεις αὐτήν· σημεῖόν ἐστι τοῦτο τοῖς υἱοῖς Ἰσραήλ."],["4","Καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερὸν, καὶ θήσεις τὰς ἀδικίας τοῦ οἴκου Ἰσραὴλ ἐπʼ αὐτοὺ, κατὰ ἀριθμὸν τῶν ἡμερῶν πεντήκοντα καὶ ἑκατὸν ἃς κοιμηθήσῃ ἐπʼ αὐτοῦ, καὶ λήψῃ τὰς ἀδικίας αὐτῶν."],["5","Καὶ ἐγὼ δέδωκά σοι τὰς ἀδικίας αὐτῶν εἰς ἀριθμὸν ἡμερῶν, ἐννενήκοντα καὶ ἑκατὸν ἡμέρας, καὶ λήψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰσραήλ."],["6","Καὶ συντελέσεις ταῦτα, καὶ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιὸν, καὶ λήψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰούδα τεσσαράκοντα ἡμέρας, ἡμέραν εἰς ἐνιαυτὸν τέθεικά σοι."],["7","Καὶ εἰς τὸν συγκλεισμὸν Ἱερουσαλὴμ ἑτοιμάσεις τὸ πρόσωπόν σου, καὶ τὸν βραχίονά σου στερεώσεις, καὶ προφητεύσεις ἐπʼ αὐτήν."],["8","Καὶ ἐγὼ ἰδοὺ δέδωκα ἐπὶ σὲ δεσμοὺς, καὶ μὴ στραφῇς ἀπὸ τοῦ πλευροῦ σου ἐπὶ τὸ πλευρόν σου, ἕως οὗ συντελεσθῶσιν ἡμέραι τοῦ συγκλεισμοῦ σου."],["9","Καὶ σὺ λάβε σεαυτῷ πυροὺς, καὶ κριθὰς, καὶ κύαμον, καὶ φακὸν, καὶ κέγχρον, καὶ ὀλύραν, καὶ ἐμβαλεῖς αὐτὰ εἰς ἄγγος ἓν ὀστράνικον, καὶ ποιήσεις αὐτὰ σεαυτῷ εἰς ἄρτους· καὶ κατὰ ἀριθμὸν τῶν ἡμερῶν, ἃς σὺ καθεύδεις ἐπὶ τοῦ πλευροῦ σου, ἐννενήκοντα καὶ ἑκατὸν ἡμέρας φάγεσαι αὐτά."],["10","Καὶ τὸ βρῶμά σου φάγεσαι ἐν σταθμῷ, εἴκοσι σίκλους τὴν ἡμέραν, ἀπὸ καιροῦ ἕως καιροῦ φάγεσαι αὐτά."],["11","Καὶ ὕδωρ ἐν μέτρῳ πίεσαι, καὶ τὸ ἕκτον τοῦ εἲν ἀπὸ καιροῦ ἕως καιροῦ πίεσαι."],["12","Καὶ ἐγκρυφίαν κρίθινον φάγεσαι αὐτὰ, ἐν βολβίτοις κόπρου ἀνθρωπίνης ἐγκρύψεις αὐτὰ κατʼ ὀφθαλμοὺς αὐτῶν."],["13","Καὶ ἐρεῖς, τάδε λέγει Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, οὕτως φάγονται οἱ υἱοὶ τοῦ Ἰσραὴλ ἀκάθαρτα ἐν τοῖς ἔθνεσι."],["14","Καὶ εἶπα, μηδαμῶς Κύριε Θεὲ Ἰσραήλ· εἰ ἡ ψυχή μου οὐ μεμίανται ἐν ἀκαθαρσίᾳ, καὶ θνησιμαῖον καὶ θηριάλωτον οὐ βέβρωκα ἀπὸ γενέσεώς μου ἕως τοῦ νῦν, οὐδὲ εἰσελήλυθεν εἰς τὸ στόμα μου πᾶν κρέας ἕωλον."],["15","Καὶ εἶπε πρὸς μὲ, ἰδοὺ δέδωκά σοι βόλβιτα βοῶν ἀντὶ τῶν βολβίτων τῶν ἀνθρωπίνων, καὶ ποιήσεις τοὺς ἄρτους σου ἐπʼ αὐτῶν."],["16","Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ συντρίβω στήριγμα ἄρτου ἐν Ἱερουσαλὴμ, καὶ φάγονται ἄρτον ἐν σταθμῷ καὶ ἐν ἐνδείᾳ, καὶ ὕδωρ ἐν μέτρῳ, καὶ ἐν ἀφανισμῷ πίονται·"],["17","Ὅπως ἐνδεεῖς γένωνται ἄρτου καὶ ὕδατος· καὶ ἀφανισθήσεται ἄνθρωπος καὶ ἀδελφὸς αὐτοῦ, καὶ ἐντακήσονται ἐν ταῖς ἀδικίαις αὐτῶν."]],[["1","Καὶ σὺ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ ῥομφαίαν ὀξεῖαν ὑπὲρ ξυρὸν κουρέως, κτήσῃ αὐτὴν σεαυτῷ, καὶ ἐπάξεις αὐτὴν ἐπὶ τὴν κεφαλήν σου, καὶ ἐπὶ τὸν πώγωνά σου· καὶ λήψῃ ζυγὸν σταθμίων, καὶ διαστήσεις αὐτούς."],["2","Τὸ τέταρτον ἐν πυρὶ ἀνακαύσεις ἐν μέσῃ τῇ πόλει κατὰ τὴν πλήρωσιν τῶν ἡμερῶν τοῦ συγκλεισμοῦ· καὶ λήψῃ τὸ τέταρτον, καὶ κατακαύσεις αὐτὸ ἐν μέσῳ αὐτῆς· καὶ τὸ τέταρτον κατακόψεις ἐν ῥομφαίᾳ κύκλῳ αὐτῆς· καὶ τὸ τέταρτον διασκορπιεῖς τῷ πνεύματι· καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν."],["3","Καὶ λήψῃ ἐκεῖθεν ὀλίγους ἐν ἀριθμῷ, καὶ συμπεριλήψῃ αὐτοὺς τῇ ἀναβολῇ σου."],["4","Καὶ ἐκ τούτων λήψῃ ἔτι, καὶ ῥίψεις αὐτοὺς εἰς μέσον τοῦ πυρὸς, καὶ κατακαύσεις αὐτοὺς ἐν πυρί· ἐξ αὐτῆς ἐξελεύσεται πῦρ· καὶ ἐρεῖς παντὶ οἴκῳ Ἰσραὴλ,"],["5","Τάδε λέγει Κύριος, αὕτη ἡ Ἱερουσαλὴμ, ἐν μέσῳ τῶν ἐθνῶν τέθεικα αὐτὴν, καὶ τὰς κύκλῳ αὐτῆς χώρας."],["6","Καὶ ἐρεῖς τὰ δικαιώματά μου τῇ ἀνόμῳ ἐκ τῶν ἐθνῶν, καὶ τὰ νόμιμά μου τῶν χωρῶν τῶν κύκλῳ αὐτῆς· διότι τὰ δικαιώματά μου ἀπώσαντο, καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθησαν ἐν αὐτοῖς."],["7","Διατοῦτο τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἡ ἀφορμὴ ὑμῶν ἐκ τῶν ἐθνῶν τῶν κύκλῳ ὑμῶν, καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθητε, καὶ τὰ δικαιώματά μου οὐκ ἐποιήσατε, ἀλλʼ οὐδὲ κατὰ τὰ δικαιώματα τῶν ἐθνῶν τῶν κύκλῳ ὑμῶν οὐ πεποιήκατε,"],["8","διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ σὲ, καὶ ποιήσω ἐν μέσῳ σου κρίμα ἐνώπιον τῶν ἐθνῶν."],["9","Καὶ ποιήσω ἐν σοὶ ἃ οὐ πεποίηκα, καὶ ἃ οὐ ποιήσω ὅμοια αὐτοῖς ἔτι κατὰ πάντα τὰ βδελύγματά σου."],["10","Διατοῦτο πατέρες φάγονται τέκνα ἐν μέσῳ σου, καὶ τέκνα φάγονται πατέρας· καὶ ποιήσω ἐν σοὶ κρίματα, καὶ διασκορπιῶ πάντας τοὺς καταλοίπους σου εἰς πάντα ἄνεμον."],["11","Διατοῦτο, ζῶ ἐγὼ, λέγει Κύριος, ἦ μὴν ἀνθʼ ὧν τὰ ἅγιά μου ἐμίανας ἐν πᾶσι τοῖς βδελύγμασί σου, κᾀγὼ ἀπώσομαί σε, οὐ φείσεταί μου ὁ ὀφθαλμὸς, κᾀγὼ οὐκ ἐλεήσω."],["12","Τὸ τέταρτόν σου ἐν θανάτῳ ἀναλωθήσεται, καὶ τὸ τέταρτόν σου ἐν λιμῷ συντελεσθήσεται ἐν μέσῳ σου, καὶ τὸ τέταρτόν σου εἰς πάντα ἄνεμον σκορπιῶ αὐτοὺς, καὶ τὸ τέταρτόν σου ἐν ῥομφαίᾳ πεσοῦνται κύκλῳ σου, καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν."],["13","Καὶ συντελεσθήσεται ὁ θυμός μου, καὶ ἡ ὀργή μου ἐπʼ αὐτοὺς, καὶ ἐπιγνώσῃ, διότι ἐγὼ Κύριος λελάληκα ἐν ζήλῳ μου, ἐν τῷ συντελέσαι με τὴν ὀργήν μου ἐπʼ αὐτούς."],["14","Καὶ θήσομαί σε εἰς ἔρημον, καὶ τὰς θυγατέρας σου κύκλῳ σου ἐνώπιον παντὸς διοδεύοντος."],["15","Καὶ ἔσῃ στενακτὴ καὶ δηλαϊστὴ ἐν τοῖς ἔθνεσι τοῖς κύκλῳ σου, ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα ἐν ἐκδικήσει θυμοῦ μου· ἐγὼ Κύριος λελάληκα."],["16","Καὶ ἐν τῷ ἀποστεῖλαί με βολίδας τοῦ λιμοῦ ἐπʼ αὐτούς, καὶ ἔσονται εἰς ἔκλειψιν, καὶ συντρίψω στήριγμα ἄρτου σου."],["17","Καὶ ἐξαποστελῶ ἐπὶ σὲ λιμὸν καὶ θηρία πονηρὰ, καὶ τιμωρήσομαί σε, καὶ θάνατος καὶ αἷμα διελεύσονται ἐπὶ σὲ, καὶ ῥομφαίαν ἐπάξω ἐπὶ σὲ κυκλόθεν· ἐγὼ Κύριος λελάληκα."]],[["1","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["2","υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰ ὄρη Ἰσραὴλ, καὶ προφήτευσον ἐπʼ αὐτὰ,"],["3","καὶ ἐρεῖς, Τὰ ὄρη Ἰσραὴλ ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξι καὶ ταῖς νάπαις, ἰδοὺ ἐγὼ ἐπάγω ἐφʼ ὑμᾶς ῥομφαίαν, καὶ ἐξολοθρευθήσεται τὰ ὑψηλὰ ὑμῶν."],["4","Καὶ συντριβήσονται τὰ θυσιαστήρια ὑμῶν, καὶ τὰ τεμένη ὑμῶν, καὶ καταβαλῶ τραυματίας ὑμῶν ἐνώπιον τῶν εἰδώλων ὑμῶν,"],["5","καὶ διασκορπιῶ τὰ ὀστᾶ ὑμῶν κύκλῳ τῶν θυσιαστηρίων ὑμῶν,"],["6","καὶ ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν· αἱ πόλεις ἐξερημωθήσονται, καὶ τὰ ὑψηλὰ ἀφανισθήσεται, ὅπως ἐξολοθρευθῇ τὰ θυσιαστήρια ὑμῶν, καὶ συντριβήσονται τὰ εἴδωλα ὑμῶν, καὶ ἐξαρθῇ τὰ τεμένη ὑμῶν·"],["7","Καὶ πεσοῦνται τραυματίαι ἐν μέσῳ ὑμῶν, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος."],["8","Ἐν τῷ γενέσθαι ἐξ ὑμῶν ἀνασωζομένους ἐκ ῥομφαίας ἐν τοῖς ἔθνεσι, καὶ ἐν τῷ διασκορπισμῷ ὑμῶν ἐν ταῖς χώραις,"],["9","καὶ μνησθήσονταί μου οἱ ἀνασωζόμενοι ἐξ ὑμῶν ἐν τοῖς ἔθνεσιν, οὗ ᾐχμαλωτεύθησαν ἐκεῖ· ὀμώμοκα τῇ καρδίᾳ αὐτῶν τῇ ἐκπορνευούσῃ ἀπʼ ἐμοῦ, καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν τοῖς ἐκπορνεύουσιν ὀπίσω τῶν ἐπιτηδευμάτων αὐτῶν· καὶ κόψονται πρόσωπα αὐτῶν ἐν πᾶσι τοῖς βδελύγμασιν αὐτῶν·"],["10","Καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος λελάληκα."],["11","Τάδε λέγει Κύριος, κρότησον τῇ χειρὶ καὶ ψόφησον τῷ ποδὶ, καὶ εἰπὸν, εὖγε εὖγε, ἐπὶ πᾶσι τοῖς βδελύγμασιν οἴκου Ἰσραήλ· ἐν ῥομφαίᾳ καὶ ἑν θανάτῳ καὶ ἐν λιμῷ πεσοῦνται."],["12","Ὁ ἐγγὺς ἐν ῥομφαίᾳ πεσεῖται, ὁ δὲ μακρὰν ἐν θανάτῳ τελευτήσει· καὶ ὁ περιεχόμενος ἐν λιμῷ συντελεσθήσεται· καὶ συντελέσω τὴν ὀργήν μου ἐπʼ αὐτούς."],["13","Καὶ γνώσεσθε διότι ἐγὼ Κύριος, ἐν τῷ εἶναι τοὺς τραυματίας ὑμῶν ἐν μέσῳ τῶν εἰδώλων ὑμῶν κύκλῳ τῶν θυσιαστηρίων ὑμῶν· ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ὑποκάτω δένδρου συσκίου, οὗ ἔδωκαν ἐκεῖ ὀσμὴν εὐωδίας πᾶσι τοῖς εἰδώλοις αὐτῶν."],["14","Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπʼ αὐτούς, καὶ θήσομαι τὴν γῆν εἰς ἀφανισμὸν καὶ εἰς ὄλεθρον ἀπὸ τῆς ἐρήμου Δεβλαθὰ ἐκ πάσης τῆς κατοικεσίας αὐτῶν· ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος."]],[["1","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["2","καὶ σὺ υἱὲ ἀνθρώπου εἰπόν, τάδε λέγει Κύριος, Τῇ γῇ τοῦ Ἰσραὴλ πέρας ἥκει, τὸ πέρας ἥκει ἐπὶ τὰς τέσσαρας πτέρυγας τῆς γῆς."],["3","Ἥκει τὸ πέρας"],["4","ἐπὶ σὲ τὸν κατοικοῦντα τὴν γῆν· ἥκει ὁ καιρὸς, ἤγγικεν ἡ ἡμέρα, οὐ μετὰ θορύβων, οὐδὲ μετὰ ὠδίνων."],["5","Νῦν ἐγγύθεν ἐκχεῶ τὴν ὀργήν μου ἐπὶ σὲ, καὶ συντελέσω τὸν θυμόν μου ἐν σοὶ, καὶ κρινῶ σε ἐν ταῖς ὁδοῖς σου, καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου,"],["6","οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐδὲ μὴ ἐλεήσω· διότι τὰς ὁδούς σου ἐπὶ σὲ δώσω, καὶ τὰ βδελύγματά σου ἐν μέσῳ σου ἔσονται, καὶ ἐπιγνώσῃ, διότι ἐγώ εἰμι Κύριος ὁ τύπτων."],["7","Νῦν τὸ πέρας πρὸς σὲ, καὶ ἀποστελῶ ἐγὼ ἐπὶ σὲ, καὶ ἐκδικήσω ἐν ταῖς ὁδοῖς σου, καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου,"],["8","οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐδὲ μὴ ἐλεήσω· διότι τὴν ὁδόν σου ἐπὶ σὲ δώσω, καὶ τὰ βδελύγματά σου ἐν μέσῳ σου ἔσται, καὶ ἐπιγνώσῃ διότι ἐγὼ Κύριος."],["9","Διότι τάδε λέγει Κύριος, ἰδοὺ τὸ πέρας ἥκει."],["10","Ἰδοὺ ἡ ἡμέρα Κυρίου· εἰ καὶ ἡ ῥάβδος ἤνθηκεν, ἡ ὕβρις ἐξανέστηκε,"],["11","καὶ συντρίψει στήριγμα ἀνόμου, καὶ οὐ μετὰ θορύβου, οὐδὲ μετὰ σπουδῆς."],["12","Ἥκει ὁ καιρὸς, ἰδοὺ ἡ ἡμέρα· ὁ κτώμενος μὴ χαιρέτω, καὶ ὁ πωλῶν μὴ θρηνείτω·"],["13","Διότι ὁ κτώμενος πρὸς τὸν πωλοῦντα οὐκέτι μὴ ἐπιστρέψει, καὶ ἄνθρωπος ἐν ὀφθαλμῷ ζωῆς αὐτοῦ οὐ κρατήσει."],["14","Σαλπίσατε ἐν σάλπιγγι, καὶ κρίνατε τὰ σύμπαντα."],["15","Ὁ πόλεμος ἐν ῥομφαίᾳ ἔξωθεν, καὶ ὁ λιμὸς καὶ ὁ θάνατος ἔσωθεν· ὁ ἐν τῷ πεδίῳ ἐν ῥομφαίᾳ τελευτήσει, τοὺς δʼ ἐν τῇ πόλει λιμὸς καὶ θάνατος συντελέσει."],["16","Καὶ ἀνασωθήσονται οἱ ἀνασωζόμενοι ἐξ αὐτῶν, καὶ ἔσονται ἐπὶ τῶν ὀρέων· καὶ πάντας ἀποκτενῶ, ἔκαστον ἐν ταῖς ἀδικίαις αὐτοῦ."],["17","Πᾶσαι χεῖρες ἐκλυθήσονται, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ."],["18","Καὶ περιζώσονται σάκκους, καὶ καλύψει αὐτοὺς θάμβος· καὶ ἐπὶ πᾶν πρόσωπον αἰσχύνη ἐπʼ αὐτοὺς, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα."],["19","Τὸ ἀργύριον αὐτῶν ῥιφήσεται ἐν ταῖς πλατείαις, καὶ τὸ χρυσίον αὐτῶν ὑπεροφθήσεται· αἱ ψυχαὶ αὐτῶν οὐ μὴ ἐμπλησθῶσι, καὶ αἱ κοιλίαι αὐτῶν οὐ μὴ πληρωθῶσι, διότι βάσανος τῶν ἀδικιῶν αὐτῶν ἐγένετο."],["20","Ἐκλεκτὰ κόσμου εἰς ὑπερηφανίαν ἔθεντο αὐτὰ, καὶ εἰκόνας τῶν βδελυγμάτων αὐτῶν ἐποίησαν ἐξ αὐτῶν· ἕνεκεν τούτου δέδωκα αὐτὰ αὐτοῖς εἰς ἀκαθαρσίαν."],["21","Καὶ παραδώσω αὐτὰ εἰς χεῖρας ἀλλοτρίων, τοῦ διαρπάσαι αὐτὰ, καὶ τοῖς λοιμοῖς τῆς γῆς εἰς σκῦλα, καὶ βεβηλώσουσιν αὐτά."],["22","Καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν, καὶ μιανοῦσι τῆν ἐπισκοπήν μου, καὶ εἰσελεύσονται εἰς αὐτὰ ἀφυλάκτως, καὶ βεβηλώσουσιν αὐτά."],["23","Καὶ ποιήσουσι φυρμόν· διότι ἡ γῆ πλήρης λαῶν, καὶ ἡ πόλις πλήρης ἀνομίας."],["24","Καὶ ἀποστρέψω τὸ φρύαγμα τῆς ἰσχύος αὐτῶν, καὶ μιανθήσεται τὰ ἅγια αὐτῶν."],["25","Καὶ ἐξιλασμὸς ἥξει, καὶ ζητήσει εἰρήνην, καὶ οὐκ ἔσται."],["26","Οὐαὶ ἐπὶ οὐαὶ ἔσται· καὶ ἀγγελία ἐπὶ ἀγγελίαν ἔσται· καὶ ζητηθήσεται ὅρασις ἐκ προφήτου, καὶ νόμος ἀπολεῖται ἐξ ἱερέως, καὶ βουλὴ ἐκ πρεσβυτέρων."],["27","Ἄρχων ἐνδύσεται ἀφανισμὸν, καὶ αἱ χεῖρες τοῦ λαοῦ τῆς γῆς παραλυθήσονται· κατὰ τὰς ὁδοὺς αὐτῶν ποιήσω αὐτοῖς, καὶ ἐν τοῖς κρίμασιν αὐτῶν ἐκδικήσω αὐτοὺς, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος."]],[["1","Καὶ ἐγένετο ἐν τῷ ἕκτῳ ἔτει ἐν τῷ πέμπτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς, ἐγὼ ἐκαθήμην ἐν τῷ οἴκῳ, καὶ οἱ πρεσβύτεροι Ἰούδα ἐκάθηντο ἐνώπιόν μου· καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου."],["2","Καὶ ἴδον, καὶ ἰδοὺ ὁμοίωμα ἀνδρὸς, ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως κάτω πῦρ, καὶ ἀπὸ τῆς ὀσφύος αὐτοῦ, ὑπεράνω αὐτοῦ ὡς ὅρασις ἠλέκτρου."],["3","Καὶ ἐξέτεινεν ὁμοίωμα χειρὸς, καὶ ἀνέλαβέ με τῆς κορυφῆς μου, καὶ ἀνέλαβέ με πνεῦμα ἀναμέσον τῆς γῆς καὶ ἀναμέσον τοῦ οὐρανοῦ, καὶ ἤγαγέ με εἰς Ἱερουσαλὴμ ἐν ὁράσει Θεοῦ ἐπὶ τὰ πρόθυρα τῆς πύλης τῆς βλεπούσης εἰς Βοῤῥᾶν, οὗ ἦν ἡ στήλη τοῦ κτωμένου·"],["4","Καὶ ἰδοὺ ἦν ἐκεῖ δόξα Κυρίου Θεοῦ Ἰσραὴλ κατὰ τὴν ὅρασιν ἣν ἴδον ἐν τῷ πεδίῳ."],["5","Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου πρὸς Βοῤῥᾶν· καὶ ἀνέβλεψα τοῖς ὀφθαλμοῖς μου πρὸς Βοῤῥᾶν, καὶ ἰδοὺ ἀπὸ Βοῤῥᾶ ἐπὶ τὴν πύλην τὴν πρὸς ἀνατολάς,"],["6","Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, ἑώρακας τί οὗτοι ποιοῦσιν· ἀνομίας μεγάλας ποιοῦσιν ὧδε τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἁγίων μου· καὶ ἔτι ὄψει ἀνομίας μείζονας."],["7","Καὶ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς."],["8","Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, ὄρυξον· καὶ ὤρυξα, καὶ ἰδοὺ θύρα."],["9","Καὶ εἶπε πρὸς μὲ, εἴσελθε, καὶ ἴδε τὰς ἀνομίας ἃς οὗτοι ποιοῦσιν ὧδε."],["10","Καὶ εἰσῆλθον, καὶ ἴδον, καὶ ἰδοὺ μάταια βδελύγματα, καὶ πάντα τὰ εἴδωλα οἴκου Ἰσραὴλ διαγεγραμμένα ἐπʼ αὐτοὺς κύκλῳ."],["11","Καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραὴλ, καὶ Ἰεχονίας ὁ τοῦ Σαφὰν ἐν μέσῳ αὐτῶν εἱστήκει πρὸ προσώπου αὐτῶν, καὶ ἕκαστος θυμιατήριον αὐτοῦ εἶχεν ἐν τῇ χειρὶ, καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἀνέβαινε."],["12","Καὶ εἶπε πρὸς μὲ, ἑώρακας, υἱὲ ἀνθρώπου, ἃ οἱ πρεσβύτεροι οἴκου Ἰσραὴλ ποιοῦσιν, ἕκαστος αὐτῶν ἐν τῷ κοιτῶνι τῷ κρυπτῷ αὐτῶν, διότι εἶπαν, οὐχ ὁρᾷ ὁ Κύριος, ἐγκαταλέλοιπε Κύριος τὴν γῆν."],["13","Καὶ εἶπε πρὸς μὲ, ἔτι ὄψει ἀνομίας μείζονας ἃς οὗτοι ποιοῦσι."],["14","Καὶ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου τῆς βλεπούσης πρὸς Βοῤῥᾶν· καὶ ἰδοὺ ἐκεῖ γυναῖκες καθήμεναι θρηνοῦσαι τὸν Θαμμούζ."],["15","Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου ἑώρακας, καὶ ἔτι ὄψει ἐπιτηδεύματα μείζονα τούτων."],["16","Καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν οἴκου Κυρίου τὴν ἐσωτέραν, καὶ ἐπὶ τῶν προθύρων τοῦ ναοῦ Κυρίου ἀναμέσον τῶν αἰλὰμ, καὶ ἀναμέσον τοῦ θυσιαστηρίου, ὡς εἴκοσι ἄνδρες τὰ ὀπίσθια αὐτῶν πρὸς τὸν ναὸν τοῦ Κυρίου, καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, καὶ οὗτοι προσκυνοῦσι τῷ ἡλίῳ."],["17","Καὶ εἶπε πρὸς μὲ, ἑώρακας υἱὲ ἀνθρώπου· μη μικρα τῷ οἴκῳ Ἰούδα τοῦ ποιεῖν τὰς ἀνομίας ἃς πεποιήκασιν ὧδε; διότι ἔπλησαν τὴν γῆν ἀνομίας· καὶ ἰδοὺ αὐτοὶ ὡς μυκτηρίζοντες."],["18","Καὶ ἐγὼ ποιήσω αὐτοῖς μετὰ θυμοῦ· οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐδὲ μὴ ἐλεήσω."]],[["1","Καὶ ἀνέκραγεν εἰς τὰ ὦτά μου φωνῇ μεγάλῃ, λέγων, ἤγγικεν ἡ ἐκδίκησις τῆς πόλεως· καὶ ἕκαστος εἶχε τὰ σκεύη τῆς ἐξολοθρεύσεως ἐν χειρὶ αὐτοῦ."],["2","Καὶ ἰδοὺ ἓξ ἄνδρες ἤρχοντο ἀπὸ τῆς ὁδοῦ τῆς πύλης τῆς ὑψηλῆς τῆς βλεπούσης πρὸς Βοῤῥᾶν, καὶ ἑκάστου πέλυξ ἐν τῇ χειρὶ αὐτοῦ· καὶ εἷς ἀνὴρ ἐν μέσῳ αὐτῶν ἐνδεδυκὼς ποδήρη, καὶ ζώνη σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ, καὶ εἰσήλθοσαν καὶ ἔστησαν ἐχόμενοι τοῦ θυσιαστηρίου τοῦ χαλκοῦ."],["3","Καὶ δόξα Θεοῦ τοῦ Ἰσραὴλ ἀνέβη ἀπὸ τῶν χερουβὶμ, ἡ οὖσα ἐπʼ αὐτῶν, εἰς τὸ αἴθριον τοῦ οἴκου·"],["4","Καὶ ἐκάλεσε τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὸν ποδήρη, ὃς εἶχεν ἐπὶ τῆς ὀσφύος αὐτοῦ τὴν ζώνην, καὶ εἶπε πρὸς αὐτὸν, δίελθε μέσην Ἱερουσαλὴμ, καὶ δὸς σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ τῶν κατοδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῶν."],["5","Καὶ τούτοις εἶπεν ἀκούοντός μου, πορεύεσθε ὀπίσω αὐτοῦ εἰς τὴν πόλιν, καὶ κόπτετε, καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε."],["6","Πρεσβύτερον καὶ νεανίσκον καὶ παρθένον καὶ νήπια καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας ἐφʼ οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε· ἀπὸ τῶν ἁγίων μου ἄρξασθε. Καὶ ἤρξαντο ἀπὸ τῶν ἀνδρῶν τῶν πρεσβυτέρων οἳ ἦσαν ἔσω ἐν τῷ οἴκῳ."],["7","Καὶ εἶπε πρὸς αὐτούς, μιάνατε τὸν οἶκον, καὶ πλήσατε τὰς ὁδοὺς νεκρῶν ἐκπορευόμενοι, καὶ κόπτετε."],["8","Καὶ ἐγένετο ἐν τῷ κόπτειν αὐτοὺς, καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἀνεβόησα, καὶ εἶπα, οἴμοι Κύριε, ἐξαλείφεις σὺ τοὺς καταλοίπους τοῦ Ἰσραὴλ, ἐν τῷ ἐκχέαι σε τὸν θυμόν σου ἐπὶ Ἱερουσαλήμ;"],["9","Καὶ εἶπε πρὸς μὲ, ἀδικία τοῦ οἴκου Ἰσραὴλ καὶ Ἰούδα μεμεγάλυνται σφόδρα σφόδρα, ὅτι ἐπλήσθη ἡ γῆ λαῶν πολλῶν, καὶ ἡ πόλις ἐπλήσθη ἀδικίας καὶ ἀκαθαρσίας, ὅτι εἶπαν, ἐγκατέλιπε Κύριος τὴν γῆν, οὐκ ἐφορᾷ ὁ Κύριος."],["10","Καὶ οὐ φείσεταί μου ὁ ὀφθαλμὸς, οὐδὲ μὴ ἐλεήσω, τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα."],["11","Καὶ ἰδοὺ ὁ ἀνὴρ ὁ ἐνδεδυκὼς τὸν ποδήρη, καὶ ἐζωσμένος τῇ ζώνῃ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀπεκρίνατο λέγων, πεποίηκα καθὼς ἐνετείλω μοι."]],[["1","Καὶ ἴδον, καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς τῶν χερουβὶμ, ὡς λίθος σαπφείρου ὁμοίωμα θρόνου ἐπʼ αὐτῶν."],["2","Καὶ εἶπε πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολὴν, εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν, τῶν ὑποκάτω τῶν χερουβὶμ, καὶ πλῆσον τὰς δράκας σου ἀνθράκων πυρὸς ἐκ μέσου τῶν χερουβὶμ, καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν· καὶ εἰσῆλθεν ἐνώπιον ἐμοῦ."],["3","Καὶ τὰ χερουβὶμ εἱστήκει ἐκ δεξιῶν τοῦ οἴκου ἐν τῷ εἰσπορεύεσθαι τὸν ἄνδρα, καὶ ἡ νεφέλη ἔπλησε τὴν αὐλήν τὴν ἐσωτέραν."],["4","Καὶ ἀπῇρεν ἡ δόξα Κυρίου ἀπὸ τῶν χερουβὶμ εἰς τὸ αἴθριον τοῦ οἴκου, καὶ ἐπλησε τὸν οἶκον ἡ νεφέλη· καὶ ἡ αὐλὴ ἐπλήσθη τοῦ φέγγους τῆς δόξης Κυρίου."],["5","Καὶ φωνὴ τῶν πτερύγων τῶν χερουβὶμ ἠκούετο ἕως τῆς αὐλῆς τῆς ἐξωτέρας, ὡς φωνὴ Θεοῦ σαδδαῒ λαλοῦντος."],["6","Καὶ ἐγένετο ἐν τῷ ἐντέλλεσθαι αὐτὸν τῷ ἀνδρὶ τῷ ἐνδεδυκότι τὴν στολὴν τὴν ἁγίαν, λέγων, λάβε πῦρ ἐκ μέσου τῶν τροχῶν ἐκ μέσου τῶν χερουβὶμ, καὶ εἰσῆλθε καὶ ἔστη ἐχόμενος τῶν τροχῶν."],["7","Καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ εἰς μέσον τοῦ πυρὸς τοῦ ὄντος εἰς μέσον τῶν χερουβὶμ, καὶ ἔλαβε, καὶ ἔδωκεν εἰς τὰς χεῖρας τοῦ ἐνδεδυκότος τὴν στολὴν τὴν ἁγίαν, καὶ ἔλαβε καὶ ἐξῆλθε."],["8","Καὶ ἴδον τὰ χερουβὶμ ὁμοίωμα χειρῶν ἀνθρώπων ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν."],["9","Καὶ ἴδον, καὶ ἰδοὺ τροχοὶ τέσσαρες εἱστήκεισαν ἐχόμενοι τῶν χερουβὶμ· τροχὸς εἷς ἐχόμενος χεροὺβ ἑνός· καὶ ἡ ὄψις τῶν τροχῶν, ὡς ὄψις λίθου ἄνθρακος."],["10","Καὶ ὄψις αὐτῶν ὁμοίωμα ἓν τοῖς τέσσαρσιν, ὃν τρόπον ὅταν ᾖ τροχὸς ἐν μέσῳ τροχοῦ."],["11","Ἐν τῷ πορεύεσθαι αὐτὰ, εἰς τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο, οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά· ὅτι εἰς ὃν ἂν τόπον ἐπέβλεψεν ἡ ἀρχὴ ἡ μία, ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά."],["12","Καὶ οἱ νῶτοι αὐτῶν, καὶ αἱ χεῖρες αὐτῶν, καὶ αἱ πτέρυγες αὐτῶν, καὶ οἱ τροχοὶ πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσι τροχοῖς,"],["13","τοῖς δὲ τροχοῖς τούτοις ἐπεκλήθη Γελγὲλ ἀκούοντός μου."],["15","Καὶ τὰ χερουβὶμ ἦσαν τοῦτο τὸ ζῶον ὃ ἴδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ."],["16","Καὶ ἐν τῷ πορεύεσθαι τὰ χερουβὶμ, ἑπορεύοντο οἱ τροχοὶ, καὶ οὗτοι ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ χερουβὶμ τὰς πτέρυγας αὐτῶν τοῦ μετεωρίζεσθαι ἀπὸ τῆς γῆς, οὐκ ἐπέστρεφον οἱ τροχοὶ αὐτῶν."],["17","Ἐν τῷ ἑστᾶναι αὐτὰ, εἱστήκεισαν· καὶ ἐν τῷ μετεωρίζεσθαι αὐτὰ, μετεωρίζοντο μετʼ αὐτῶν· διότι πνεῦμα ζωῆς ἐν αὐτοῖς ἦν."],["18","Καὶ ἐξῆλθε δόξα Κυρίου ἀπὸ τοῦ οἴκου, καὶ ἐπέβη ἐπὶ τὰ χερουβίμ."],["19","Καὶ ἀνέλαβον τὰ χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ· ἐν τῷ ἐξελθεῖν αὐτὰ, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν· καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου τῆς ἀπέναντι, καὶ δόξα Θεοῦ Ἰσραὴλ ἦν ἐπʼ αὐτῶν ὑπεράνω."],["20","Τοῦτο τὸ ζῶόν ἐστιν ὃ ἴδον ὑποκάτω Θεοῦ Ἰσραὴλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβὰρ, καὶ ἔγνων ὅτι χερουβίμ ἐστι."],["21","Τέσσαρα πρόσωπα τῷ ἑνὶ, καὶ ὀκτὼ πτέρυγες τῷ ἑνὶ, καὶ ὁμοίωμα χειρῶν ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν."],["22","Καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν, ταῦτα τὰ πρόσωπά ἐστιν ἃ ἴδον ὑποκάτω τῆς δόξης τοῦ Θεοῦ Ἰσραὴλ ἐπὶ τοῦ ποταμοῦ Χοβάρ· καὶ αὐτὰ ἕκαστον κατὰ πρόσωπον αὐτῶυ ἐπορεύοντο."]],[["1","Καὶ ἀνέλαβέ με πνεῦμα, καὶ ἤγαγέ με ἐπὶ τὴν πύλην τοῦ οἴκου Κυρίου τὴν κατέναντι, τὴν βλέπουσαν κατὰ ἀνατολάς· καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τῆς πύλης ὡς εἴκοσι καὶ πέντε ἄνδρες, καὶ ἴδον ἐν μέσῳ αὐτῶν τὸν Ἰεχονίαν τὸν τοῦ Ἔζερ, καὶ Φαλτίαν τὸν τοῦ Βαναίου, τοὺς ἀφηγουμένους τοῦ λαοῦ."],["2","Καὶ εἶπε Κύριος πρὸς μὲ, υἱὲ ἀνθρώπου, οὗτοι οἱ ἄνδρες οἱ λογιζόμενοι μάταια καὶ βουλευόμενοι βουλὴν πονηρὰν ἐν τῇ πόλει ταύτῃ·"],["3","Οἱ λέγοντες, οὐχὶ προσφάτως ᾠκοδόμηνται αἱ οἰκίαι; αὕτη ἐστὶν ὁ λέβης, ἡμεῖς δὲ τὰ κρέα."],["4","Διατοῦτο προφήτευσον ἐπʼ αὐτοὺς, προφήτευσον υἱὲ ἀνθρώπου."],["5","Καὶ ἔπεσεν ἐπʼ ἐμὲ πνεῦμα Κυρίου, καὶ εἶπε πρὸς μὲ, λέγε, Τάδε λέγει Κύριος, οὕτως εἴπατε οἶκος Ἰσραήλ, καὶ τὰ διαβούλια τοῦ πνεύματος ὑμῶν ἐγὼ ἐπίσταμαι."],["6","Ἐπληθύνατε νεκροὺς ὑμῶν ἐν τῇ πόλει ταύτῃ, καὶ ἐνεπλήσατε τὰς ὁδοὺς αὐτῶν τραυματιῶν."],["7","Διατοῦτο τάδε λέγει Κύριος, τοὺς νεκροὺς ὑμῶν οὓς ἐπατάξατε ἐν μέσῳ αὐτῆς, οὗτοί εἰσι τὰ κρέα, αὕτὴ δὲ ὁ λέβης ἐστὶ, καὶ ὑμᾶς ἐξάξω ἐκ μέσου αὐτῆς."],["8","Ῥομφαίαν φοβεῖσθε, καὶ ῥομφαίαν ἐπάξω ἐφʼ ὑμᾶς, λέγει Κύριος."],["9","Καὶ ἐξάξω ὑμᾶς ἐκ μέσου αὐτῆς, καὶ παραδώσω ὑμᾶς εἰς χεῖρας ἀλλοτρίων, καὶ ποιήσω ἐν ὑμῖν κρίματα,"],["10","ἐν ῥομφαίᾳ πεσεῖσθε, ἐπὶ τῶν ὀρέων τοῦ Ἰσραὴλ κρινῶ ὑμᾶς, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος."],["13","καὶ ἐγένετο ἐν τῷ προφητεύειν με, καὶ Φαλτίας ὁ τοῦ Βαναίου ἀπέθανε· καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἀνεβόησα φωνῇ μεγάλῃ, καὶ εἶπα, οἴμοι οἴμοι Κύριε, εἰς συντέλειαν ποιεῖς σὺ τοὺς καταλοίπους τοῦ Ἰσραήλ;"],["14","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["15","υἱὲ ἀνθρώπου, οἱ ἀδελφοί σου καὶ οἱ ἄνδρες τῆς αἰχμαλωσίας σου καὶ πᾶς ὁ οἶκος τοῦ Ἰσραὴλ συντετέλεσται, οἷς εἶπαν αὐτοῖς οἱ κατοικοῦντες Ἱερουσαλὴμ, μακρὰν ἀπέχετε ἀπὸ τοῦ Κυρίου, ἡμῖν δέδοται ἡ γῆ εἰς κληρονομίαν."],["16","Διατοῦτο εἰπὸν, Τάδε λέγει Κύριος, ὅτι ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη, καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν γῆν, καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις, οὗ ἐὰν εἰσέλθωσιν ἐκεῖ."],["17","Διατοῦτο εἰπὸν, τάδε λέγει Κύριος, καὶ εἰσδέξομαι αὐτοὺς ἐκ τῶν ἐθνῶν, καὶ συνάξω αὐτοὺς ἐκ τῶν χωρῶν οὗ διέσπειρα αὐτοὺς ἐν αὐταῖς· καὶ δώσω αὐτοῖς τὴν γῆν τοῦ Ἰσραήλ."],["18","Καὶ εἰσελεύσονται ἐκεῖ, καὶ ἐξαροῦσι πάντα τὰ βδελύγματα αὐτῆς καὶ πάσας τὰς ἀνομίας αὐτῆς ἐξ αὐτῆς."],["19","Καὶ δώσω αὐτοῖς καρδίαν ἑτέραν, καὶ πνεῦμα καινὸν δώσω ἐν αὐτοῖς, καὶ ἐκσπάσω τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην·"],["20","Ὅπως ἐν τοῖς προστάγμασί μου πορεύωνται, καὶ τὰ δικαιώματά μου φυλάσσωνται καὶ ποιῶσιν αὐτὰ, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν."],["21","Καὶ εἰς τὴν καρδίαν τῶν βδελυγμάτων αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν, ὡς ἡ καρδία αὐτῶν ἐπορεύετο, τὰς ὁδοὺς αὐτῶν εἰς τὰς κεφαλὰς αὐτῶν δέδωκα, λέγει Κύριος."],["22","Καὶ ἐξῇραν τὰ χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἡ δόξα Θεοῦ Ἰσραὴλ ἐπʼ αὐτὰ ὑπεράνω αὐτῶν."],["23","Καὶ ἀνέβη ἡ δόξα Κυρίου ἐκ μέσης τῆς πόλεως, καὶ ἔστη ἐπὶ τοῦ ὄρους ὃ ἦν ἀπέναντι τῆς πόλεως."],["24","Καὶ ἀνέλαβέ με πνεῦμα, καὶ ἤγαγέ με εἰς γῆν Χαλδαίων εἰς τὴν αἰχμαλωσίαν ἐν ὁράσει ἐν πνεύματι Θεοῦ· καὶ ἀνέβην ἀπὸ τῆς ὁράσεως ἧς ἴδον."],["25","Καὶ ἐλάλησα πρὸς τὴν αἰχμαλωσίαν πάντας τοὺς λόγους τοῦ Κυρίου οὓς ἔδειξέ μοι."]],[["1","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["2","υἱὲ ἀνθρώπου, ἐν μέσῳ τῶν ἀδικιῶν αὐτῶν σὺ κατοικεῖς, οἳ ἔχουσιν ὀφθαλμοὺς τοῦ βλέπειν, καὶ οὐ βλέπουσι, καὶ ὦτα ἔχουσι τοῦ ἀκούειν, καὶ οὐκ ἀκούουσι, διότι οἶκος παραπικραίνων ἐστί."],["3","Καὶ σὺ, υἱὲ ἀνθρώπου, ποίησον σεαυτῷ σκεύη αἰχμαλωσίας ἡμέρας ἐνώπιον αὐτῶν, καὶ αἰχμαλωτευθήσῃ ἐκ τοῦ τόπου σου εἰς ἕτερον τόπον ἐνώπιον αὐτῶν, ὅπως ἴδωσι διότι οἶκος παραπικραίνων ἐστί."],["4","Καὶ ἐξοίσεις τὰ σκεύη σου σκεύη αἰχμαλωσίας ἡμέρας κατʼ ὀφθαλμοὺς αὐτῶν, καὶ σὺ ἐξελεύσῃ ἑσπέρας, ὡς ἐκπορεύεται αἰχμάλωτος ἐνώπιον αὐτῶν."],["5","Διόρυξον σεαυτῷ εἰς τὸν τοῖχον, καὶ διεξελεύσῃ διʼ αὐτοῦ ἐνώπιον αὐτῶν·"],["6","ἐπʼ ὤμων ἀναληφθήσῃ, καὶ κεκρυμμένος ἐξελεύσῃ, τὸ πρόσωπόν σου συγκαλύψεις, καὶ οὐ μὴ ἴδῃς τὴν γῆν, διότι τέρας δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ."],["7","Καὶ ἐποίησα οὕτως κατὰ πάντα ὅσα ἐνετείλατό μοι· καὶ σκεύη ἐξήνεγκα αἰχμαλωσίας ἡμέρας, καὶ ἑσπέρας διώρυξα ἐμαυτῷ τὸν τοῖχον, καὶ κεκρυμμένος ἐξῆλθον, ἐπʼ ὤμων ἀνελήφθην ἐνώπιον αὐτῶν."],["8","Καὶ ἐγένετο λόγος Κυρίου τοπρωῒ πρὸς μὲ, λέγων,"],["9","υἱὲ ἀνθρώπου, οὐκ εἶπαν πρὸς σὲ ὁ οἶκος τοῦ Ἰσραὴλ, οἶκος ὁ παραπικραίνων, τί σὺ ποιεῖς;"],["10","Εἰπὸν πρὸς αὐτοὺς, Τάδε λέγει Κύριος Κύριος, ὁ ἄρχων καὶ ὁ ἀφηγούμενος ἐν Ἱερουσαλὴμ, καὶ παντὶ οἴκῳ Ἰσραὴλ, οἵ εἰσιν ἐν μέσῳ αὐτῶν,"],["11","εἰπὸν, ὅτι ἐγὼ τέρατα ποιῶ· ὃν τρόπον πεποίηκα, οὕτως ἔσται αὐτῷ· ἐν μετοικεσίᾳ καὶ ἐν αἰχμαλωσίᾳ πορεύσονται."],["12","Καὶ ὁ ἄρχων ἐν μέσῳ αὐτων ἐπʼ ὤμων ἀρθήσεται, καὶ κεκρυμμένος ἐξελεύσεται διὰ τοῦ τοίχου, καὶ διορύξει τοῦ ἐξελθεῖν αὐτὸν διʼ αὐτοῦ, τὸ πρόσωπον αὐτοῦ συγκαλύψει, ὅπως μὴ ὁραθῇ ὀφθαλμῷ, καὶ αὐτὸς τὴν γῆν οὐκ ὄψεται."],["13","Καὶ ἐκπετάσω τὸ δίκτυόν μου ἐπʼ αὐτὸν, καὶ συλληφθήσεται ἐν τῇ περιοχῇ μου, καὶ ἄξω αὐτὸν εἰς Βαβυλῶνα εἰς γῆν Χαλδαίων, καὶ αὐτὴν οὐκ ὄψεται, καὶ ἐκεῖ τελευτήσει."],["14","Καὶ πάντας τοὺς κύκλῳ αὐτοῦ τοὺς βοηθοὺς αὐτοῦ, καὶ πάντας τοὺς ἀντιλαμβανομένους αὐτοῦ, διασπερῶ εἰς πάντα ἄνεμον, καὶ ῥομφαίαν ἐκκενώσω ὀπίσω αὐτῶν."],["15","Καὶ γνώσονται διότι ἐγὼ Κύριος, ἐν τῷ διασκορπίσαι με αὐτοὺς ἐν τοῖς ἔθνεσι, καὶ διασπερῶ αὐτοὺς ἐν ταῖς χώραις."],["16","Καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἄνδρας ἀριθμῷ ἐκ ῥομφαίας, καὶ ἐκ λιμοῦ, καὶ ἐκ θανάτου, ὅπως ἐκδιηγῶνται πάσας τὰς ἀνομίας αὐτῶν ἐν τοῖς ἔθνεσιν οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος."],["17","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["18","υἱὲ ἀνθρώπου, τὸν ἄρτον σου μετὰ ὀδύνης φάγεσαι, καὶ τὸ ὕδωρ μετὰ βασάνου καὶ θλίψεως πίεσαι."],["19","Καὶ ἐρεῖς πρὸς τὸν λαὸν τῆς γῆς, τάδε λέγει Κύριος τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ ἐπὶ τῆς γῆς τοῦ Ἰσραὴλ, τοὺς ἄρτους αὐτῶν μετὰ ἐνδείας φάγονται, καὶ τὸ ὕδωρ αὐτῶν μετὰ ἀφανισμοῦ πίονται, ὅπως ἀφανισθῇ ἡ γῆ σὺν πληρώματι αὐτῆς· ἐν ἀσεβείᾳ γὰρ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ."],["20","Καὶ αἱ πόλεις αὐτῶν αἱ κατοικούμεναι ἐξερημωθήσονται, καὶ ἡ γῆ εἰς ἀφανισμὸν ἔσται, καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος."],["21","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["22","υἱὲ ἀνθρώπου, τίς ἡ παραβολὴ ὑμῖν ἐπὶ τῆς γῆς τοῦ Ἰσραὴλ, λέγοντες, μακραὶ αἱ ἡμέραι, ἀπόλωλεν ὅρασις;"],["23","Διατοῦτο εἰπὸν πρὸς αὐτούς, Τάδε λέγει Κύριος, καὶ ἀποστρέψω τὴν παραβολὴν ταύτην, καὶ οὐκέτι μὴ εἴπωσι τὴν παραβολὴν ταύτην οἶκος τοῦ Ἰσραήλ, ὅτι λαλήσεις πρὸς αὐτούς, ἡγγίκασιν αἱ ἡμέραι, καὶ λόγος πάσης ὁράσεως."],["24","Ὅτι οὐκ ἔσται ἔτι πᾶσα ὅρασις ψευδὴς, καὶ μαντευόμενος τὰ πρὸς χάριν ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ."],["25","Διότι ἐγὼ Κύριος λαλήσω τοὺς λόγους μου, λαλήσω καὶ ποιήσω, καὶ οὐ μὴ μηκύνω ἔτι· ὅτι ἐν ταῖς ἡμέραις ὑμῶν οἶκος ὁ παραπικραίνων, λαλήσω λόγον καὶ ποιήσω, λέγει Κύριος."],["26","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["27","υἱὲ ἀνθρώπου, ἰδοὺ ὁ οἶκος Ἰσραὴλ ὁ παραπικραίνων, λέγοντες λέγουσιν, ἡ ὅρασις ἣν οὗτος ὁρᾷ, εἰς ἡμέρας πολλὰς, καὶ εἰς καιροὺς μακροὺς οὗτος προφητεύει."],["28","Διατοῦτο εἰπὸν πρὸς αὐτοὺς, Τάδε λέγει Κύριος, οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ λόγοι μου, οὓς ἂν λαλήσω· λαλήσω καὶ ποιήσω, λέγει Κύριος."]],[["1","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["2","υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραὴλ, καὶ προφητεύσεις, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἀκούσατε λόγον Κυρίου·"],["3","Τάδε λέγει Κύριος, οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν, καὶ τὸ καθόλου μὴ βλέπουσιν."],["4","Ὡς ἀλώπεκες ἐν ταῖς ἐρήμοις οἱ προφῆταί σου, Ἰσραήλ·"],["5","Οὐκ ἔστησαν ἐν στερεώματι· καὶ συνήγαγον ποίμνια ἐπὶ τὸν οἶκον τοῦ Ἰσραήλ· οὐκ ἀνέστησαν οἱ λέγοντες, ἐν ἡμέρᾳ Κυρίου,"],["6","βλέποντες ψευδῆ, μαντευόμενοι μάταια, οἱ λέγοντες, λέγει Κύριος, καὶ Κύριος οὐκ ἀπέσταλκεν αὐτοὺς, καὶ ἤρξαντο τοῦ ἀναστῆσαι λόγον."],["7","Οὐχὶ ὅρασιν ψευδῆ ἑωράκατε; καὶ μαντείας ματαίας εἰρήκατε;"],["8","Καὶ διατοῦτο εἰπὸν, Τάδε λέγει Κύριος, ἄνθʼ ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς, καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι, διατοῦτο ἰδοὺ ἐγὼ ἐφʼ ὑμᾶς, λέγει Κύριος."],["9","Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς προφήτας τοὺς ὁρῶντας ψευδῆ, καὶ τοὺς ἀποφθεγγομένους μάταια· ἐν παιδείᾳ τοῦ λαοῦ μου οὐκ ἔσονται, οὐδὲ ἐν γραφῇ οἴκου Ἰσραὴλ οὐ γραφήσονται, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται, καὶ γνώσονται διότι ἐγὼ Κύριος·"],["10","Ἀνθʼ ὧν ἐπλάνησαν τὸν λαόν μου, λέγοντες, εἰρήνη, καὶ οὐκ ἔστιν εἰρήνη· καὶ οὗτος οἰκοδομεῖ τοῖχον, καὶ αὐτοὶ ἀλείφουσιν αὐτὸν, πεσεῖται."],["11","Εἰπὸν πρὸς τοὺς ἀλείφοντας, πεσεῖται, καὶ ἔσται ὑετὸς κατακλύζων, καὶ δώσω λίθους πετροβόλους εἰς τοὺς ἐνδέσμους αὐτῶν, καὶ πεσοῦνται, καὶ πνεῦμα ἐξαῖρον, καὶ ῥαγήσεται."],["12","Καὶ ἰδοὺ πέπτωκεν ὁ τοῖχος, καὶ οὐκ ἐροῦσι πρὸς ὑμᾶς, ποῦ ἐστιν ἡ ἀλοιφὴ ὑμῶν ἣν ἠλείψατε;"],["13","Διατοῦτο τάδε λέγει Κύριος, καὶ ῥήξω πνοὴν ἐξαίρουσαν μετὰ θυμοῦ, καὶ ὑετὸς κατακλύζων ἐν ὀργῇ μου ἔσται· καὶ τοὺς λίθους τοὺς πετροβόλους ἐν θυμῷ ἐπάξω εἰς συντέλειαν·"],["14","Καὶ κατασκάψω τὸν τοῖχον ὃν ἠλείψατε, και πεσεῖται· καὶ θήσω αὐτὸν ἐπὶ τὴν γῆν, καὶ ἀποκαλυφθήσεται τὰ θεμέλια αὐτοῦ, καὶ πεσεῖται, καὶ συντελεσθήσεσθε μετʼ ἐλέγχων, καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος."],["15","Καὶ συντελέσω τὸν θυμόν μου ἐπὶ τὸν τοῖχον, καὶ ἐπὶ τοὺς ἀλείφοντας αὐτὸν, πεσεῖται· καὶ εἶπα πρὸς ὑμᾶς, οὐκ ἔστιν ὁ τοῖχος, οὐδὲ οἱ ἀλείφοντες αὐτὸν,"],["16","προφῆται τοῦ Ἰσραὴλ, οἱ προφητεύοντες ἐπὶ Ἱερουσαλὴμ, καὶ οἱ ὁρῶντες αὐτῇ εἰρήνην, καὶ οὐκ ἔστιν εἰρήνη, λέγει Κύριος."],["17","Καὶ σὺ, υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς θυγατέρας τοῦ λαοῦ σου, τὰς προφητευούσας ἀπὸ καρδίας αὐτῶν, καὶ προφήτευσον ἐπʼ αὐτὰς,"],["18","καὶ ἐρεῖς, τάδε λέγει Κύριος, οὐαὶ ταῖς συῤῥαπτούσαις προσκεφάλαια ὑπὸ πάντα ἀγκῶνα χειρὸς, καὶ ποιούσαις ἐπιβόλαια ἐπὶ πᾶσαν κεφαλὴν πάσης ἡλικίας, τοῦ διαστρέφειν ψυχάς· αἱ ψυχαὶ διεστράφησαν τοῦ λαοῦ μου· καὶ ψυχὰς περιεποιοῦντο."],["19","Καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου, ἕνεκεν δρακὸς κριθῶν, καὶ ἕνεκεν κλασμάτων ἄρτων, τοῦ ἀποκτεῖναι ψυχὰς ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ τοῦ περιποιήσασθαι ψυχὰς ἃς οὐκ ἔδει ζῆσαι, ἐν τῷ ἀποφθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποφθέγματα."],["20","Διατοῦτο τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ τὰ προσκεφάλαια ὑμῶν, ἐφʼ ἃ ὑμεῖς ἐκεῖ συστρέφετε ψυχάς· καὶ διαῤῥήξω αὐτὰ ἀπὸ τῶν βραχιόνων ὑμῶν, καὶ ἐξαποστελῶ τὰς ψυχὰς ἃς ὑμεῖς ἐκστρέφετε τὰς ψυχὰς αὐτῶν εἰς διασκορπισμόν."],["21","Καὶ διαῤῥήξω τὰ ἐπιβόλαια ὑμῶν, καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ οὐκέτι ἔσονται ἐν χερσὶν ὑμῶν εἰς συστροφήν· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος."],["22","Ἀνθʼ ὧν διεστρέψετε καρδίαν δικαίου, καὶ ἐγὼ οὐ διέστρεφον αὐτὸν, καὶ τοῦ κατισχῦσαι χεῖρας ἀνόμου τὸ καθόλου μὴ ἀποστρέψαι ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ζῆσαι αὐτόν·"],["23","Διατοῦτο ψευδῆ οὐ μὴ ἴδητε, καὶ μαντείας οὐ μὴ μαντεύσησθε ἔτι· καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος."]],[["1","Καὶ ἦλθον πρὸς μὲ ἐκ τῶν πρεσβυτέρων ἄνδρες τοῦ λαοῦ Ἰσραὴλ καὶ ἐκάθισαν πρὸ προσώπου μου."],["2","Καὶ ἐγένετο πρὸς μὲ λόγος Κυρίου, λέγων,"],["3","υἱὲ ἀνθρώπου, οἱ ἄνδρες οὗτοι ἔθεντο τὰ διανοήματα αὐτῶν ἐπὶ τὰς καρδίας αὐτῶν, καὶ τὴν κόλασιν τῶν ἀδικιῶν αὐτῶν ἔθηκαν πρὸ προσώπου αὐτῶν· εἰ ἀποκρινόμενος ἀποκριθῶ αὐτοῖς;"],["4","Διατοῦτο λάλησον αὐτοῖς, καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, ἄνθρωπος ἄνθρωπος ἐκ τοῦ οἴκου Ἰσραὴλ, ὃς ἂν θῇ τὰ διανοήματα αὐτοῦ ἐπὶ τὴν καρδίαν αὐτοῦ, καὶ τὴν κόλασιν τῆς ἀδικίας αὐτοῦ τάξῃ πρὸ προσώπου αὐτοῦ, καὶ ἔλθῃ πρὸς τὸν προφήτην, ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ ἐν οἷς ἐνέχεται ἡ διάνοια αὐτοῦ,"],["5","ὅπως πλαγιάσῃ τὸν οἶκον τοῦ Ἰσραὴλ κατὰ τὰς καρδίας αὐτῶν τὰς ἀπηλλοτριωμένας ἀπʼ ἐμοῦ ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν."],["6","Διατοῦτο εἰπὸν εἰς τὸν οἶκον τοῦ Ἰσραὴλ, τάδε λέγει Κύριος Κύριος, ἐπιστράφητε καὶ ἀποστρέψατε ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν, καὶ ἀπὸ πασῶν τῶν ἀσεβειῶν ὑμῶν, καὶ ἐπιστρέψατε τὰ πρόσωπα ὑμῶν."],["7","Διότι ἄνθρωπος ἄνθρωπος ἐκ τοῦ οἴκου Ἰσραὴλ, καὶ ἐκ τῶν προσηλύτων τῶν προσηλυτευόντων ἐν τῷ Ἰσραὴλ, ὃς ἂν ἀπαλλοτριωθῇ ἀπʼ ἐμοῦ, καὶ θῆται τὰ ἐνθυμήματα αὐτοῦ ἐπὶ τὴν καρδίαν αὐτοῦ, καὶ τὴν κόλασιν τῆς ἀδικίας αὐτοῦ τάξῃ πρὸ προσώπου αὐτοῦ, καὶ ἔλθῃ πρὸς τὸν προφήτην τοῦ ἐπερωτῆσαι αὐτὸν ἐν ἐμοὶ, ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ, ἐν ᾧ ἐνέχεται ἐν αὐτῷ."],["8","Καὶ στηριῶ τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον, καὶ θήσομαι αὐτὸν εἰς ἔρημον καὶ εἰς ἀφανισμὸν, καὶ ἐξαρῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος."],["9","Καὶ ὁ προφήτης ἐὰν πλανήσῃ καὶ λαλήσῃ, ἐγὼ Κύριος πεπλάνηκα τὸν προφήτην ἐκεῖνον, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπʼ αὐτὸν, καὶ ἀφανιῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου Ἰσραήλ."],["10","Καὶ λήψονται τὴν ἀδικίαν αὐτῶν κατὰ τὸ ἀδίκημα τοῦ ἐπερωτῶντος, καὶ κατὰ τὸ ἀδίκημα ὁμοίως τῷ προφήτῃ ἔσται·"],["11","Ὅπως μὴ πλανᾶται ἔτι ὁ οἶκος τοῦ Ἰσραὴλ ἀπʼ ἐμοῦ, καὶ ἵνα μὴ μιαίνωνται ἔτι ἐν πᾶσι τοῖς παραπτώμασιν αὐτῶν· καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν, λέγει Κύριος."],["12","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["13","υἱὲ ἀνθρώπου, γῆ ἣ ἐὰν ἁμάρτῃ μοι τοῦ παραπεσεῖν παράπτωμα, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπʼ αὐτὴν, καὶ συντρίψω αὐτῆς στήριγμα ἄρτου, καὶ ἐξαποστελῶ ἐπʼ αὐτὴν λιμὸν, καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνθρωπον καὶ κτήνη."],["14","Καὶ ἐὰν ὦσιν οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, Νῶε καὶ Δανιὴλ καὶ Ἰὼβ, αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν σωθήσονται, λέγει Κύριος."],["15","Ἐὰν καὶ θηρία πονηρὰ ἐπάγω ἐπὶ τὴν γῆν, καὶ τιμωρήσομαι αὐτὴν, καὶ ἔσται εἰς ἀφανισμὸν, οὐκ ἔσται ὁ διοδεύων ἀπὸ προσώπου τῶν θηρίων,"],["16","καὶ οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς ὦσι, ζῶ ἐγὼ, λέγει Κύριος, εἰ υἱοὶ ἢ θυγατέρες σωθήσονται, ἀλλʼ ἢ αὐτοὶ μόνοι σωθήσονται, ἡ δὲ γῆ ἔσται εἰς ὄλεθρον."],["17","Ἢ καὶ ῥομφαίαν ἐὰν ἐπάγω ἐπὶ τὴν γῆν ἐκείνην, καὶ εἴπω, ῥομφαία διελθάτω διὰ τῆς γῆς, καὶ ἐξαρῶ ἐξ αὐτῶν ἄνθρωπον καὶ κτῆνος,"],["18","καὶ οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, ζῶ ἐγὼ, λέγει Κύριος, οὐ μὴ ῥύσονται υἱοὺς οὐδὲ θυγατέρας, ἀλλʼ ἢ αὐτοὶ μόνοι σωθήσονται."],["19","Ἢ καὶ θάνατον ἐπαποστέλλω ἐπὶ τὴν γῆν ἐκείνην, καὶ ἐκχεῶ τὸν θυμόν μου ἐπʼ αὐτὴν ἐν αἵματι τοῦ ἐξολοθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος,"],["20","καὶ Νῶε καὶ Δανιὴλ καὶ Ἰὼβ ἐν μέσῳ αὐτῆς, ζῶ ἐγὼ, λέγει Κύριος, ἐὰν υἱοὶ ἢ θυγατέρες ὑπολειφθῶσιν, αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν ῥύσονται τὰς ψυχὰς αὐτῶν."],["21","Τάδε λέγει Κύριος, ἐὰν δὲ καὶ τὰς τέσσαρας ἐκδικήσεις μου τὰς πονηρὰς, ῥομφαίαν, καὶ λιμὸν, καὶ θηρία πονηρὰ, καὶ θάνατον ἐξαποστείλω ἐπὶ Ἱερουσαλὴμ, τοῦ ἐξολοθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος·"],["22","Καὶ ἰδοὺ ὑπολελειμμένοι ἐν αὐτῇ, οἱ ἀνασεσωσμένοι αὐτῆς, οἳ ἐξάγουσιν ἐξ αὐτῆς υἱοὺς καὶ θυγατέρας, ἰδοὺ ἐκπορεύονται πρὸς ὑμᾶς, καὶ ὄψεσθε τὰς ὁδοὺς αὐτῶν καὶ τὰ ἐνθυμήματα αὐτῶν, καὶ μεταμεληθήσεσθε ἐπὶ τὰ κακὰ ἃ ἐπήγαγον ἐπὶ Ἱερουσαλὴμ, πάντα τὰ κακὰ ἃ ἐπήγαγον ἐπʼ αὐτήν."],["23","Καὶ παρακαλέσουσιν ὑμᾶς, διότι ὄψεσθε τὰς ὁδοὺς αὐτῶν καὶ τὰ ἐνθυμήματα αὐτῶν, καὶ ἐπιγνώσεσθε διότι οὐ μάτην πεποίηκα πάντα ὅσα ἐποίησα ἐν αὐτῇ, λέγει Κύριος."]],[["1","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["2","Καὶ σὺ υἱὲ ἀνθρώπου, τί ἂν γένοιτο τὸ ξύλον τῆς ἀμπέλου ἐκ πάντων τῶν ξύλων τῶν κλημάτων τῶν ὄντων ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ;"],["3","Εἰ λήψονται ἐξ αὐτῆς ξύλον τοῦ ποιῆσαι εἰς ἐργασίαν; εἰ λήψονται ἐξ αὐτῆς πάσσαλον τοῦ κρεμᾶσαι ἐπʼ αὐτὸν πᾶν σκεῦος;"],["4","Πάρεξ ὃ πυρὶ δέδοται εἰς ἀναλωσιν, τὴν κατʼ ἐνιαυτὸν κάθαρσιν ἀπʼ αὐτῆς ἀναλίσκει τὸ πῦρ, καὶ ἐκλείπει εἰς τέλος· μὴ χρήσιμον ἔσται εἰς ἐργασίαν;"],["5","Οὐδὲ ἔτι αὐτοῦ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν; μὴ ὅτι ἐὰν καὶ πῦρ αὐτὸ ἀναλώσῃ εἰς τέλος, εἰ ἔτι ἔσται εἰς ἐργασίαν."],["6","Διὰ τοῦτο εἰπὸν, Τάδε λέγει Κύριος, ὃν τρόπον τὸ ξύλον τῆς ἀμπέλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ ὃ δέδωκα αὐτὸ πυρὶ εἰς ἀνάλωσιν, οὕτως δέδωκα τοὺς κατοικοῦντας Ἰερουσαλήμ."],["7","Καὶ δώσω τὸ πρόσωπόν μου ἐπʼ αὐτούς· ἐκ τοῦ πυρὸς ἐξελεύσονται, καὶ πῦρ αὐτοὺς καταφάγεται, καὶ ἐπιγνώσονται ὅτι ἐγὼ Κύριος ἐν τῷ στηρίσαι με τὸ πρόσωπόν μου ἐπʼ αὐτούς."],["8","Καὶ δώσω τὴν γῆν εἰς ἀφανισμὸν, ἀνθʼ ὧν παρέπεσον παραπτώματι, λέγει Κύριος."]],[["1","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["2","υἱὲ ἀνθρώπου, διαμάρτυραι τῇ Ἱερουσαλὴμ τὰς ἀνομίας αὐτῆς,"],["3","καὶ ἐρεῖς, Τάδε λέγει Κύριος τῇ Ἱερουσαλὴμ, ἡ ῥίζα σου καὶ ἡ γένεσίς σου ἐκ γῆς Χαναάν· ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία."],["4","Καὶ ἡ γένεσίς σου ἐν ᾗ ἡμέρᾳ ἐτέχθης, οὐκ ἔδησας τοὺς μαστοὺς σου, καὶ ἐν ὕδατι οὐκ ἐλούσθης, οὐδὲ ἁλὶ ἡλίσθης, καὶ ἐν σπαργάνοις οὐκ ἐσπαργανώθης,"],["5","οὐδὲ ἐφείσατο ὁ ὀφθαλμός μου ἐπὶ σοὶ, τοῦ ποιῆσαί σοι ἓν ἐκ πάντων τούτων, τοῦ παθεῖν τι ἐπὶ σοί· καὶ ἀπεῤῥίφης ἐπὶ πρόσωπον τοῦ πεδίου τῇ σκολιότητι τῆς ψυχῆς σου ἐν ἡμέρᾳ ᾗ ἐτέχθης."],["6","Καὶ διῆλθον ἐπὶ σὲ, καὶ ἴδον σε πεφυρμένην ἐν τῷ αἵματί σου· καὶ εἶπά σοι, ἐκ τοῦ αἵματός σου ζωὴ,"],["7","πληθύνου, καθὼς ἡ ἀνατολὴ τοῦ ἀγροῦ δέδωκά σε· καὶ ἐπληθύνθης καὶ ἐμεγαλύνθης, καὶ εἰσῆλθες εἰς πόλεις πόλεων· οἱ μαστοί σου ἀνωρθώθησαν, καὶ ἡ θρίξ σου ἀνέτειλε· σὺ δὲ ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα."],["8","Καὶ διῆλθον διὰ σοῦ, καὶ ἴδον σε· καὶ ἰδοὺ καιρός σου, καὶ καιρὸς καταλυόντων· καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σὲ, καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου, καὶ ὤμοσά σοι· καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Κύριος· καὶ ἐγένου μοι."],["9","Καὶ ἔλουσά σε ἐν ὕδατι, καὶ ἀπέπλυνα τὸ αἷμά σου ἀπὸ σοῦ, καὶ ἔχρισά σε ἐν ἐλαίῳ."],["10","Καὶ ἐνέδυσά σε ποικίλα, καὶ ὑπέδυσά σε ὑάκινθον· καὶ ἔζωσά σε βύσσῳ καὶ περιέβαλόν σε τριχαπτῳ,"],["11","καὶ ἐκόσμησά σε κόσμῳ, καὶ περιέθηκα ψέλλια περὶ τὰς χεῖράς σου, καὶ κάθεμα περὶ τὸν τράχηλόν σου·"],["12","Καὶ ἔδωκα ἐνώτιον περὶ τὸν μυκτῆρά σου, καὶ τροχίσκους ἐπὶ τὰ ὦτά σου, καὶ στέφανον καυχήσεως ἐπὶ τὴν κεφαλήν σου·"],["13","Καὶ ἐκοσμήθης χρυσίῳ καὶ ἀργυρίῳ, καὶ τὰ περιβόλαιά σου βύσσινα, καὶ τριχαπτὰ, καὶ ποικίλα· σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἔφαγες, καὶ ἐγένου καλὴ σφόδρα."],["14","Καὶ ἐξῆλθέ σου ὄνομα ἐν τοῖς ἔθνεσιν ἐν τῷ κάλλει σου, διότι συντετελεσμένον ἦν ἐν εὐπρεπείᾳ ἐν τῇ ὡραιότητι ᾗ ἔταξα ἐπὶ σὲ, λέγει Κύριος."],["15","Κατεπεποίθεις ἐν τῷ κάλλει σου, καὶ ἐπόρνευσας ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐξέχεας τὴν πορνείαν σου ἐπὶ πάντα πάροδον·"],["16","Καὶ ἔλαβες ἐκ τῶν ἱματίων σου, καὶ ἐποίησας σεαυτῇ εἴδωλα ῥαπτὰ, καὶ ἐξεπόρνευσας ἐπʼ αὐτὰ, καὶ οὐ μὴ εἰσέλθῃς οὐδὲ μὴ γένηται."],["17","Καὶ ἔλαβες τὰ σκεύη τῆς καυχήσεώς σου ἐκ τοῦ χρυσίου μου καὶ ἐκ τοῦ ἀργυρίου μου, ἐξ ὧν ἔδωκά σοι, καὶ ἐποίησας σεαυτῇ εἰκόνας ἀρσενικὰς, καὶ ἐξεπόρνευσας ἐν αὐταῖς."],["18","Καὶ ἔλαβες τὸν ἱματισμὸν τὸν ποικίλον σου, καὶ περιέβαλες αὐτὰς, καὶ τὸ ἔλαιόν μου καὶ τὸ θυμίαμά μου ἔθηκας πρὸ προσώπου αὐτῶν."],["19","Καὶ τοὺς ἄρτοὺς μου οὓς ἔδωκά σοι, σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἐψώμισά σε, καὶ ἔθηκας αὐτὰ τρὸ τροσώπου αὐτῶν εἰς ὀσμὴν εὐωδίας· καὶ ἐγένετο, λέγει Κύριος."],["20","Καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου ἃς ἐγέννησας, καὶ ἔθυσας αὐτοῖς εἰς ἀνάλωσιν· ὡς μικρὰ ἐξεπόρνευσας,"],["21","καὶ ἔσφαξας τὰ τέκνα σου, καὶ ἔδωκας αὐτὰ ἐν τῷ ἀποτροπιάζεσθαί σε αὐτὰ αὐτοῖς·"],["22","Τοῦτο παρὰ πᾶσαν τὴν πορνείαν σου, καὶ οὐκ ἐμνήσθης τῆς νηπιότητός σου, ὅτε ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα, πεφυρμένη ἐν τῷ αἵματί σου ἔζησας."],["23","Καὶ ἐγένετο μετὰ πάσας τὰς κακίας σου, λέγει Κύριος,"],["24","καὶ ᾠκοδόμησας σεαυτῇ οἴκημα πορνικὸν, καὶ ἐποίησας σεαυτῇ ἔκθεμα ἐν πάσῃ πλατείᾳ,"],["25","καὶ ἐπʼ ἀρχῆς πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖά σου, καὶ ἐλυμῄνω τὸ κάλλος σου· καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ καὶ ἐπλήθυνας τὴν πορνείαν σου,"],["26","καὶ ἐξεπόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμοροῦντάς σοι τοὺς μεγαλοσάρκους, καὶ πολλαχῶς ἐξεπόρνευσας τοῦ παροργίσαι με."],["27","Ἐὰν δὲ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ ἐξαρῶ τὰ νόμιμά σου, καὶ παραδώσω εἰς ψυχὰς μισούντων σε, θυγατέρας ἀλλοφύλων τὰς ἐκκλινούσας σε ἐκ τῆς ὁδοῦ σου ἧς ἠσέβησας."],["28","Καὶ ἐξεπόρνευσας ἐπὶ τὰς θυγατέρας Ἀσσοὺρ, καὶ οὐδʼ οὕτως ἐνεπλήσθης, καὶ ἐξεπόρνευσας καὶ οὐκ ἐνεπίπλω."],["29","Καὶ ἐπλήθυνας τὰς διαθήκας σου πρὸς γῆν Χαλδαίων, καὶ οὐδε ἐν τούτοις ἐνεπλήσθης."],["30","Τί διαθῶ τὴν θυγατέρα σου, λέγει Κύριος, ἐν τῷ ποιῆσαί σε πάντα ταῦτα ἔργα γυναικὸς πόρνης; καὶ ἐξεπόρνευσας τρισσῶς ἐν ταῖς θυγατράσι σου·"],["31","Τὸ πορνεῖον ᾠκοδόμησας ἐν πάσῃ ἀρχῇ ὁδοῦ, καὶ τὴν βάσιν σου ἐποίησας ἐν πάσῃ πλατείᾳ· καὶ ἐγένου ὡς πόρνη συνάγουσα μισθώματα."],["32","Ἡ γυνὴ ἡ μοιχωμένη ὁμοία σοι, παρὰ τοῦ ἀνδρὸς αὐτῆς λαμβάνουσα μισθώματα, πᾶσι τοῖς ἐκπορνεύσασαιν αὐτὴν προσεδίδου μισθώματα·"],["33","καὶ σὺ δέδωκας μισθώματα πᾶσι τοῖς ἐρασταῖς σου, καὶ ἐφόρτιζες αὐτοὺς τοῦ ἔρχεσθαι πρὸς σὲ κυκλόθεν ἐν τῇ πορνείᾳ σου."],["34","Καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ τὰς γυναῖκας ἐν τῇ πορνείᾳ σου, καὶ μετὰ σοῦ πεπορνεύκασιν, ἐν τῷ προσδιδόναι σε μισθώματα, καὶ σοὶ μισθώματα οὐκ ἐδόθη, καὶ ἐγένετο ἐν σοὶ διεστραμμένα."],["35","Διατοῦτο πόρνη ἄκουε λόγον Κυρίου."],["36","Τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἐξέχεας τὸν χαλκόν σου, καὶ ἀποκαλυφθήσεται ἡ αἰσχύνη σου ἐν τῇ πορνείᾳ σου πρὸς τοὺς ἐραστάς σου, καὶ εἰς πάντα τὰ ἐνθυμήματα τῶν ἀνομιῶν σου, καὶ ἐν τοῖς αἵμασι τῶν τέκνων σου ὧν ἔδωκας αὐτοῖς·"],["37","Διατοῦτο ἰδοὺ ἐγὼ ἐπισυνάγω πάντας τοὺς ἐραστάς σου ἐν οἷς ἐπεμίγης ἐν αὐτοῖς, καὶ πάντας οὓς ἠλάπησας, σὺν πᾶσιν οἷς ἐμίσεις, καὶ συνάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν, καὶ ἀποκαλύψω τὰς κακίας σου πρὸς αὐτούς, καὶ ὄψονται πᾶσαν τὴν αἰσχύνην σου,"],["38","καὶ ἐκδικήσω σε ἐκδικήσει μοιχαλίδος, καὶ θήσω σε ἐν αἵματι θυμοῦ καὶ ζήλου."],["39","Καὶ παραδώσω σε εἰς χεῖρας αὐτῶν, καὶ κατασκάψουσι τὸ πορνεῖόν σου, καὶ καθελοῦσι τὴν βάσιν σου, καὶ ἐκδύσουσί σε τὰ ἱμάτιά σου, καὶ λήψονται τὰ σκεύη τῆς καυχήσεώς σου· καὶ ἀφήσουσί σε γυμνὴν, καὶ ἀσχημονοῦσαν."],["40","Καὶ ἄξουσιν ἐπὶ σὲ ὄχλους, καὶ λιθοβολήσουσί σε ἐν λίθοις, καὶ κατασφάξουσί σε ἐν τοῖς ξίφεσιν αὐτῶν."],["41","Καὶ ἐυπρήσουσι τοὺς οἴκους σου πυρὶ, καὶ ποιήσουσιν ἐν σοὶ ἐκδικήσεις ἐνώπιον γυναικῶν πολλῶν· καὶ ἀποστρέψω σε ἐκ πορνείας, καὶ μισθώματα οὐ μὴ δώσω οὐκέτι."],["42","Καὶ ἐπαφήσω τὸν θυμόν μου ἐπὶ σὲ, καὶ ἐξαρθήσεται ὁ ζῆλός μου ἐκ σοῦ· καὶ ἀναπαύσομαι, καὶ οὐ μὴ μεριμνήσω οὐκέτι."],["43","Ἀνθʼ ὧν οὐκ ἐμνήσθης τῆς νηπιότητός σου, καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις· καὶ ἰδοὺ ἐγὼ τὰς ὁδούς σου εἰς κεφαλήν σου δέδωκα, λέγει Κύριος· καὶ οὕτως ἐποίησας τὴν ἀσέβειαν ἐπὶ πάσαις ταῖς ἀνομίαις σου."],["44","Ταῦτά ἐστι πάντα ὅσα εἶπαν κατὰ σοῦ ἐν παραβολῇ, λέγοντες, καθὼς ἡ μήτηρ,"],["45","καὶ ἡ θυγάτηρ θυγάτηρ τῆς μητρός σου· σὺ εἶ ἡ ἀπωσαμένη τὸν ἄνδρα αὐτῆς καὶ τὰ τέκνα αὐτῆς, καὶ ἀδελφαὶ τῶν ἀδελφῶν σου αἱ ἀπωσάμεναι τοὺς ἄνδρας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν· ἡ μήτηρ ὑμῶν Χετταία, καὶ ὁ πατὴρ Ἀμοῤῥαῖος."],["46","Ἡ ἀδελφὴ ὑμῶν ἡ πρεσβυτέρα Σαμάρεια, αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς, ἡ κατοικοῦσα ἐξ εὐωνύμων σου· καὶ ἡ ἀδελφή σου ἡ νεωτέρα σου, ἡ κατοικοῦσα ἐκ δεξιῶν σου, Σόδομα καὶ αἱ θυγατέρες αὐτῆς."],["47","Καὶ οὐδʼ ὡς ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπορεύθης, οὐδὲ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίησας παρὰ μικρὸν, καὶ ὑπέρκεισαι αὐτὰς ἐν πάσαις ταῖς ὁδοῖς σου."],["48","Ζῶ ἐγὼ, λέγει Κύριος, εἰ πεποίηκε Σόδομα αὕτη καὶ αἱ θυγατέρες αὐτῆς, ὃν τρόπον ἐποίησας σὺ καὶ αἱ θυγατέρες σου."],["49","Πλὴν τοῦτο τὸ ἀνόμημα Σοδόμων τῆς ἀδελφῆς σου, ὑπερηφανία, ἐν πλησμονῇ ἄρτων καὶ ἐν εὐθηνίᾳ ἐσπατάλων αὕτη καὶ αἱ θυγατέρες αὐτῆς· τοῦτο ὑπῆρχεν αὐτῇ καὶ ταῖς θυγατράσιν αὐτῆς, καὶ χεῖρα πτωχοῦ καὶ πένητος οὐκ ἀντελαμβάνοντο."],["50","Καὶ ἐμεγαλαύχουν, καὶ ἐποίησαν ἀνομήματα ἐνώπιον ἐμοῦ· καὶ ἐξῇρα αὐτὰς καθὼς ἴδον."],["51","Καὶ Σαμάρεια κατὰ τὰς ἡμίσεις τῶν ἁμαρτιῶν σου οὐχ ἥμαρτε· καὶ ἐπλήθυνας τὰς ἀνομίας σου ὑπὲρ αὐτὰς, καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν πάσαις ταῖς ἀνομίαις σου αἷς ἐποίησας."],["52","Καὶ σὺ κόμισαι βάσανόν σου, ἐν ᾗ ἔφθειρας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου αἷς ἠνόμησας ὑπὲρ αὐτὰς, καὶ ἐδικαίωσας αὐτὰς ὑπὲρ σεαυτήν· καὶ σὺ αἰσχύνθητι, καὶ λάβε τὴν ἀτιμίαν σου ἐν τῷ δικαιῶσαί σε τὰς ἀδελφάς σου."],["53","Καὶ ἀποστρέψω τὰς ἀποστροφὰς αὐτῶν, τὴν ἀποστροφὴν Σοδόμων καὶ τῶν θυγατέρων αὐτῆς· καὶ ἀποστρέψω τὴν ἀποστροφὴν Σαμαρείας καὶ τῶν θυγατέρων αὐτῆς· καὶ ἀποστρέψω τὴν ἀποστροφήν σου ἐν μέσῳ αὐτῶν·"],["54","Ὅπως κομίσῃ τὴν βάσανόν σου, καὶ ἀτιμωθήσῃ ἐκ πάντων ὧν ἐποίησας ἐν τῷ παροργίσαι με."],["55","Καὶ ἡ ἀδελφή σου Σόδομα καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται καθὼς ἦσαν ἀπʼ ἀρχῆς· καὶ σὺ καὶ αἱ θυγατέρες σου ἀποκατασταθήσεσθε καθὼς ἀπʼ ἀρχῆς ἦτε."],["56","Καὶ εἰ μὴ ἦν Σόδομα ἡ ἀδελφή σου εἰς ἀκοὴν ἐν τῷ στόματί σου ἐν ταῖς ἡμέραις ὑπερηφανίας σου·"],["57","πρὸ τοῦ ἀποκαλυφθῆναι τὰς κακίας σου, ὃν τρόπον νῦν ὄνειδος εἶ θυγατέρων Συρίας, καὶ πάντων τῶν κύκλῳ αὐτῆς θυγατέρων ἀλλοφύλων τῶν περιεχουσῶν σε κύκλῳ."],["58","Τὰς ἀσεβείας σου καὶ τὰς ἀνομίας σου σὺ κεκόμισαι αὐτὰς, λέγει Κύριος."],["59","Τάδε λέγει Κύριος, καὶ ποιήσω ἐν σοὶ καθὼς ἐποίησας, ὡς ἠτίμωσας ταῦτα τοῦ παραβῆναι τὴν διαθήκην μου."],["60","Καὶ μνησθήσομαι ἐγὼ τῆς διαθήκης μου τῆς μετὰ σοῦ ἐν ἡμέραις νηπιότητός σου, καὶ ἀναστήσω σοι διαθήκην αἰώνιον."],["61","Καὶ μνησθήσῃ τὴν ὁδόν σου, καὶ ἐξατιμωθήσῃ ἐν τῷ ἀναλαβεῖν σε τὰς ἀδελφάς σου τὰς πρεσβυτέρας σου σὺν ταῖς νεωτέραις σου, καὶ δώσω αὐτάς σοι εἰς οἰκοδομὴν, καὶ οὐκ ἐκ διαθήκης σου."],["62","Καὶ ἀναστήσω ἐγὼ τὴν διαθήκην μου μετὰ σοῦ, καὶ ἐπιγνῶσῃ ὅτι ἐγὼ Κύριος·"],["63","Ὅπως μνησθῇς καὶ αἰσχυνθῇς, καὶ μὴ ᾖ σοι ἔτι ἀνοῖξαι τὸ στόμα σου ἀπὸ προσώπου τῆς ἀτιμίας σου, ἐν τῷ ἐξιλάσκεσθαί με σοὶ κατὰ πάντα ὅσα ἐποίησας, λέγει Κύριος."]],[["1","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["2","υἱὲ ἀνθρώπου, διήγησαι διήγημα καὶ εἰπὸν παραβολὴν πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ,"],["3","καὶ ἐρεῖς, τάδε λέγει Κύριος, Ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου,"],["4","τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισε, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χαναὰν, εἰς πόλιν τετειχισμένην ἔθετο αὐτά."],["5","Καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς, καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν ἐφʼ ὕδατι πολλῷ, ἐπιβλεπόμενον ἐταξεν αὐτό."],["6","Καὶ ἀνέτειλε, καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν καὶ μικρὰν, τοῦ ἐπιφαίνεσθαι αὐτὴν τὰ κλήματα αὐτῆς ἐπʼ αὐτό· καὶ ῥίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν· καὶ ἐγένετο εἰς ἄμπελον, καὶ ἐποίησεν ἀπώρυγας, καὶ ἐξέτεινε τὴν ἀναδενδράδα αὐτῆς."],["7","Καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας, μεγαλοπτέρυγος πολὺς ὄνυξι· καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπεπλεγμένη πρὸς αὐτὸν, καὶ ῥίζαι αὐτῆς πρὸς αὐτὸν, καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλεν αὐτῷ, τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βόλῳ τῆς φυτείας αὐτῆς."],["8","Εἰς πεδίον καλὸν ἐφʼ ὕδατι πολλῶ αὕτη πιαίνεται, τοῦ ποιεῖν βλαστοὺς, καὶ φέρειν καρπὸν, τοῦ εἶναι εἰς ἄμπελον μεγάλην."],["9","Διατοῦτο εἰπὸν, τάδε λέγει Κύριος, εἰ κατευθυνεῖ; οὐχὶ αἱ ῥίζαι τῆς ἁπαλότητος αὐτῆς καὶ ὁ καρπὸς σαπήσεται; καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτῆς, καὶ οὐκ ἐν βραχίονι μεγάλῳ, οὐδὲ ἐν λαῷ πολλῷ, τοῦ ἐκσπᾶσαι αὐτὴν ἐκ ῥιζῶν αὐτῆς."],["10","Καὶ ἰδοὺ πιαίνεται· μὴ κατευθυνεῖ; οὐχὶ ἅμα τῷ ἅψεσθαι αὐτῆς ἄνεμον τὸν καύσωνα ξηρανθήσεται; σὺν τῷ βόλῳ ἀνατολῆς αὐτῆς ξηρανθήσεται."],["11","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["12","υἱὲ ἀνθρώπου, εἰπὸν δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα, οὐκ ἐπίστασθε τί ἦν ταῦτα; εἰπὸν, ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ, καὶ λήψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς, καὶ ἄξῃ αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλῶνα."],["13","Καὶ λήψεται ἐκ τοῦ σπέρματος τῆς βασιλείας, καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην, καὶ εἰσάξει αὐτὸν ἐν ἀρᾷ καὶ τοὺς ἡγεμόνας τῆς γῆς λήψεται,"],["14","τοῦ γενέσθαι εἰς βασιλείαν ἀσθενῆ, τὸ καθόλου μὴ ἐπαίρεσθαι, τοῦ φυλάσσειν τὴν διαθήκην αὐτοῦ, καὶ ἱστάνειν αὐτήν."],["15","Καὶ ἀποστήσεται ἀπʼ αὐτοῦ, τοῦ ἐξαποστέλλειν ἀγγέλους ἑαυτοῦ εἰς Αἴγυπτον, τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν· εἰ κατευθυνεῖ, εἰ διασωθήσεται ὁ ποιῶν ἐναντία; καὶ παραβαίνων διαθήκην εἰ διασωθήσεται;"],["16","Ζῶ ἐγὼ, λέγει Κύριος, ἐὰν μὴ ἐν τόπῳ ὁ βασιλεὺς ὁ βασιλεύσας αὐτὸν, ὃς ἠτίμωσε τὴν ἀράν μου, καὶ ὃς παρέβη τὴν διαθήκην μου, μετʼ αὐτοῦ ἐν μέσῳ Βαβυλῶνος τελευτήσει,"],["17","καὶ οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ὄχλῳ πολλῷ ποιήσει πρὸς αὐτὸν Φαραὼ πόλεμον, ἐν χαρακοβολίᾳ καὶ ἐν οἰκοδομῇ βελοστάσεων, τοῦ ἐξᾶραι ψυχάς."],["18","Καὶ ἠτίμωσεν ὁρκωμοσίαν τοῦ παραβῆναι διαθήκην· καὶ ἰδοὺ δέδωκα τὴν χεῖρα αὐτοῦ, καὶ πάντα ταῦτα ἐποίησεν αὐτῷ, μὴ σωθήσεται."],["19","Διατοῦτο εἰπὸν, τάδε λέγει Κύριος, ζῶ ἐγὼ, ἐὰν μὴ τὴν ὁρκωμοσίαν μου ἣν ἠτίμωσε, καὶ τὴν διαθήκην μου ἣν παρέβη, καὶ δώσω αὐτὴν εἰς κεφαλὴν αὐτοῦ."],["20","Καὶ ἐκπετάσω ἐπʼ αὐτὸν τὸ δίκτυον, καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦ."],["21","Ἐν πάσῃ παρατάξει αὐτοῦ ἐν ῥομφαίᾳ πεσοῦνται· καὶ τοὺς καταλοίπους εἰς πάντα ἄνεμον διασπερῶ, καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος λελάληκα."],["22","Διότι τάδε λέγει Κύριος, καὶ λήψομαι ἐγὼ ἐκ τῶν ἐκλεκτῶν τῆς κέδρου ἐκ κορυφῆς, καρδίας αὐτῶν ἀποκνιῶ, καὶ καταφυτεύσω ἐγὼ ἐπʼ ὄρος ὑψηλὸν,"],["23","καὶ κρεμάσω αὐτὸν ἐν ὄρει μετεώρῳ Ἰσραήλ· καὶ καταφυτεύσω, καὶ ἐξοίσει βλαστὸν, καὶ ποιήσει καρπὸν, καὶ ἔσται εἰς κέδρον μεγάλην· καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν ὄρνεον, καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται· τὰ κλήματα αὐτοῦ ἀποκατασταθήσεται."],["24","Καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου, διότι ἐγὼ Κύριος ὁ ταπεινῶν ξύλον ὑψηλὸν, καὶ ὑψῶν ξύλον ταπεινὸν, καὶ ξηραίνων ξύλον χλωρὸν, καὶ ἀναθάλλων ξύλον ξηρόν· ἐγὼ Κύριος λελάληκα, καὶ ποιήσω."]],[["1","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["2","υἱὲ ἀνθρώπου, τί ὑμῖν ἡ παραβολὴ αὕτη ἐν τοῖς υἱοῖς Ἰσραὴλ, λέγοντες, οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἐγομφίασαν;"],["3","Ζῶ ἐγὼ, λέγει Κύριος, ἐὰν γένηται ἔτι λεγομένη ἡ παραβολὴ αὕτη ἐν τῷ Ἰσραήλ·"],["4","Ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν, ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρὸς, οὕτως καὶ ἡ ψυχὴ τοῦ υἱοῦ, ἐμαί εἰσιν· ἡ ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται."],["5","Ὁ δὲ ἄνθρωπος ὃς ἔσται δίκαιος, ὁ ποιῶν κρίμα καὶ δικαιοσύνην,"],["6","ἐπὶ τῶν ὀρέων οὐ φάγεται, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐ μὴ ἐπάρῃ πρὸς τὰ ἐνθυμήματα οἴκου Ἰσραὴλ, καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐ μὴ μιάνῃ, καὶ πρὸς γυναῖκα ἐν ἀφέδρῳ οὖσαν οὐ προσεγγιεῖ,"],["7","καὶ ἄνθρωπον οὐ μὴ καταδυναστεύσῃ, ἐνεχυρασμὸν ὀφείλοντος ἀποδώσει, καὶ ἅρπαγμα οὐχ ἁρπᾶται, τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι δώσει, καὶ γυμνὸν περιβαλεῖ,"],["8","καὶ τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει, καὶ πλεονασμὸν οὐ λήψεται, καὶ ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ, κρίμα δίκαιον ποιήσει ἀναμέσον ἀνδρὸς καὶ ἀναμέσον τοῦ πλησίον αὐτοῦ,"],["9","καὶ τοῖς προστάγμασί μου πεπόρευται, καὶ τὰ δικαιώματά μου πεφύλακται, τοῦ ποιῆσαι αὐτά· δίκαιος οὗτός ἐστι, ζωῇ ζήσεται, λέγει Κύριος."],["10","Καὶ ἐὰν γεννήσῃ υἱὸν λοιμὸν, ἐκχέοντα αἷμα καὶ ποιοῦντα ἁμαρτήματα,"],["11","ἐν τῇ ὁδῷ τοῦ πατρὸς αὐτοῦ τοῦ δικαίου οὐκ ἐπορεύθη, ἀλλὰ καὶ ἐπὶ τῶν ὀρέων ἔφαγε, καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐμίανε,"],["12","καὶ πτωχὸν καὶ πένητα κατεδυνάστευσε, καὶ ἅρπαγμα ἥρπασε, καὶ ἐνεχυρασμὸν οὐκ ἀπέδωκε, καὶ εἰς τὰ εἴδωλα ἔθετο τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἀνομίαν πεποίηκε,"],["13","μετὰ τόκου ἔδωκε, καὶ πλεονασμὸν ἔλαβεν· οὗτος ζωῇ οὐ ζήσεται, πάσας τὰς ἀνομίας ταύτας ἐποίησε, θανάτῳ θανατωθήσεται· τὸ αἷμα αὐτοῦ ἐπʼ αὐτὸν ἔσται."],["14","Ἐὰν δὲ γεννήσῃ υἱόν, καὶ ἴδῃ πάσας τὰς ἁμαρτίας τοῦ πατρὸς αὐτοῦ ἃς ἐποίησε, καὶ φοβηθῇ, καὶ μὴ ποιήσῃ κατʼ αὐτὰς,"],["15","ἐπὶ τῶν ὀρέων οὐ βέβρωκε, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐκ ἔθετο εἰς τὰ ἐνθυμήματα οἴκου Ἰσραὴλ, καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐκ ἐμίανε,"],["16","καὶ ἄνθρωπον οὐ κατεδυνάστευσε, καὶ ἐνεχυρασμὸν οὐκ ἐνεχύρασε, καὶ ἅρπαγμα οὐχ ἥρπασε, τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι ἔδωκε, καὶ γυμνὸν περιέβαλε,"],["17","καὶ ἀπὸ ἀδικίας ἀπέστρεψε τὴν χεῖρα αὐτοῦ, τόκον οὐδὲ πλεονασμὸν οὐκ ἔλαβε, δικαιοσύνην ἐποίησε, καὶ ἐν τοῖς προστάγμασί μου ἐπορεύθη, οὐ τελευτήσει ἐν ἀδικίαις πατρὸς αὐτοῦ, ζωῇ ζήσεται."],["18","Ὁ δὲ πατὴρ αὐτοῦ ἐὰν θλίψει θλίψῃ καὶ ἁρπάσῃ ἅρπαγμα, ἐναντία ἐποίησεν ἐν μέσῳ τοῦ λαοῦ μου, καὶ ἀποθανεῖται ἐν τῇ ἀδικίᾳ αὐτοῦ."],["19","Καὶ ἐρεῖτε, τί ὅτι οὐκ ἔλαβε τὴν ἀδικίαν ὁ υἱὸς τοῦ πατρός; ὅτι ὁ υἱὸς δικαιοσύνην καὶ ἔλεος πεποίηκε, πάντα τὰ νόμιμά μου συνετήρησε, καὶ ἐποίησεν αὐτὰ, ζωῇ ζήσεται."],["20","Ἡ δὲ ψυχὴ ἡ ἁμαρτάνουσα, ἀποθανεῖται· ὁ δὲ υἱὸς οὐ λήψεται τὴν ἀδικίαν τοῦ πατρὸς, οὐδὲ ὁ πατὴρ λήψεται τὴν ἀδικίαν τοῦ υἱοῦ· δικαιοσύνη δικαίῳ ἐπʼ αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμῳ ἐπʼ αὐτὸν ἔσται."],["21","Καὶ ὁ ἄνομος ἐὰν ἀποστρέψῃ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησε, καὶ φυλάξηται πάσας τὰς ἐντολάς μου, καὶ ποιήσῃ δικαιοσύνην καὶ ἔλεος, ζωῇ ζήσεται, καὶ οὐ μὴ ἀποθάνῃ."],["22","Πάντα τὰ παραπτώματα αὐτοῦ ὅσα ἐποίησεν, οὐ μνησθήσονται· ἐν τῇ δικαιοσύνῃ αὐτοῦ ᾗ ἐποίησε, ζήσεται."],["23","Μὴ θελήσει θελήσω τὸν θάνατον τοῦ ἀνόμου, λέγει Κύριος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτόν;"],["24","Ἐν δὲ τῶ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ, καὶ ποιῆσαι ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας ἃς ἐποίησεν ὁ ἄνομος, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ ἃς ἐποίησεν, οὐ μὴ μνησθῶσιν· ἐν τῷ παραπτώματι αὐτοῦ ᾧ παρέπεσε, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἥμαρτεν, ἐν αὐταῖς ἀποθανεῖται."],["25","Καὶ εἰπατε, οὐ κατευθύνει ἡ ὁδὸς Κυρίου· ἀκούσατε δὴ πᾶς ὁ οἶκος Ἰσραήλ· μὴ ἡ ὁδός μου οὐ κατευθυνεῖ; οὐχὶ ἡ ὁδὸς ὑμῶν κατευθύνει;"],["26","Ἐν τῷ ἀποστρέψαι τὸν δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ, καὶ ποιήσει παράπτωμα, καὶ ἀποθάνῃ ἐν τῷ παραπτώματι ᾧ ἐποίησεν, ἐν αὐτῷ ἀποθανεῖται."],["27","Καὶ ἐν τῷ ἀποστρέψαι ἄνομον ἀπὸ τῆς ἀνομίας αὐτοῦ ἧς ἐποίησε, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην, οὗτος τὴν ψυχὴν αὐτοῦ ἐφύλαξε,"],["28","καὶ ἀπέστρεψεν ἐκ πασῶν ἀσεβειῶν αὐτοῦ ὧν ἐποίησε, ζωῇ ζήσεται, οὐ μὴ ἀποθάνῃ."],["29","Καὶ λέγουσιν ὁ οἶκος τοῦ Ἰσραὴλ, οὐ κατορθοῖ ἡ ὁδὸς Κυρίου· μὴ ἡ ὁδός μου οὐ κατορθοῖ, οἶκος Ἰσραήλ; οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατορθοῖ;"],["30","Ἕκαστον κατὰ τὴν ὁδὸν αὐτοῦ κρινῷ ὑμᾶς οἶκος Ἰσραὴλ, λέγει Κύριος· ἐπιστράφητε καὶ ἀποστρέψατε ἐκ πασῶν τῶν ἀσεβειῶν ὑμῶν, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας."],["31","Ἀποῤῥίψατε ἀφʼ ἑαυτῶν πάσας τὰς ἀσεβείας ὑμῶν ἃς ἠσεβήσατε εἰς ἐμὲ, καὶ ποιήσατε ἑαυτοῖς καρδίαν καινὴν καὶ πνεῦμα καινόν· καὶ ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ;"],["32","Διότι οὐ θέλω τὸν θάνατον τοῦ ἀποθνήσκοντος, λέγει Κύριος."]],[["1","Καὶ σὺ λάβε θρῆνον ἐπὶ τὸν ἄρχοντα τοῦ Ἰσραὴλ,"],["2","καὶ ἐρεῖς, τί ἡ μήτηρ σου σκύμνος ἐν μέσῳ λεόντων ἐγενήθη; ἐν μέσῳ λεόντων ἐπλήθυεν σκύμνους αὐτῆς."],["3","Καὶ ἀπεπήδησεν εἷς τῶν σκύμνων αὐτῆς, λέων ἐγένετο, καὶ ἔμαθε τοῦ ἁρπάζειν ἁρπάγματα, ἀνθρώπους ἔφαγε."],["4","Καὶ ἤκουσαν κατʼ αὐτοῦ ἔθνη, ἐν τῇ διαφθορᾷ αὐτῶν συνελήφθη, καὶ ἤγαγον αὐτὸν ἐν κημῷ εἰς γῆν Αἰγύπτου."],["5","Καὶ εἶδεν ὅτι ἀπῶσται ἀπʼ αὐτῆς, ἀπώλετο ἡ ὑπόστασις αὐτῆς· καὶ ἔλαβεν ἄλλον ἐκ τῶν σκύμνων αὐτῆς· λέοντα ἔταξεν αὐτὸν."],["6","Καὶ ἀνεστρέφετο ἐν μέσῳ λεόντων, λέων ἐγένετο, καὶ ἔμαθεν ἁρπάζειν ἁρπάγματα, ἀνθρώπους ἔφαγε,"],["7","καὶ ἐνέμετο τῷ θράσει αὐτοῦ, καὶ τὰς πόλεις αὐτῶν ἐξηρήμωσε, καὶ ἠφάνισε γῆν, καὶ τὸ πλήρωμα αὐτῆς ἀπὸ φωνῆς ὠρυώματος αὐτοῦ."],["8","Καὶ ἔδωκαν ἐπʼ αὐτὸν ἔθνη ἐκ χωρῶν κυκλόθεν, καὶ ἐξεπέτασαν ἐπʼ αὐτὸν δίκτυα αὐτῶν, ἐν διαφθορᾷ αὐτῶν συνελήφθη·"],["9","Καὶ ἔθεντο αὐτὸν ἐν κημῷ καὶ ἐν γαλεάγρᾳ, ἦλθε πρὸς βασιλέα Βαβυλῶνος, καὶ εἰσήγαγεν αὐτὸν εἰς φυλακὴν, ὅπως μὴ ἀκουσθῇ ἡ φωνὴ αὐτοῦ ἐπὶ τὰ ὄρη τοῦ Ἰσραήλ."],["10","Ἡ μήτηρ σου ὡς ἄμπελος καὶ ὡς ἄνθος ἐν ῥοᾷ, ἐν ὕδατι πεφυτευμένη, ὁ καρπὸς αὐτῆς καὶ ὁ βλαστὸς αὐτῆς ἐγένετο ἐξ ὕδατος πολλοῦ."],["11","Καὶ ἐγένετο αὕτη ῥάβδος ἐπὶ φυλὴν ἡγουμένων, καὶ ὑψώθη τῷ μεγέθει αὐτῆς ἐν μέσῳ στελεχῶν· καὶ εἶδε τὸ μέγεθος αὐτῆς ἐν πλήθει κλημάτων αὐτῆς."],["12","Καὶ κατεκλάσθη ἐν θυμῷ, ἐπὶ γῆν ἐῤῥίφη, καὶ ἄνεμος ὁ καύσων ἐξήρανε τὰ ἐκλεκτὰ αὐτῆς· ἐξεδικήθησαν, καὶ ἐξηράνθη ἡ ῥάβδος ἰσχύος αὐτῆς· πῦρ ἀνήλωσεν αὐτήν."],["13","Καὶ νῦν πεφύτευκαν αὐτὴν ἐν τῇ ἠρημῳ, ἐν γῇ ἀνύδρῳ."],["14","Καὶ ἐξῆλθε πῦρ ἐκ ῥάβδου ἐκλεκτῶν αὐτῆς, καὶ κατέφαγεν αὐτὴν, καὶ οὐκ ἦν ἐν αὐτῇ ῥάβδος ἰσχύος· φυλὴ εἰς παραβολὴν θρήνου ἐστὶ, καὶ ἐσται εἰς θρῆνον."]],[["1","Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἑβδόμῳ τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς, ἦλθον ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραὴλ, ἐπερωτῆσαι τὸν Κύριον, καὶ ἐκάθισαν πρὸ προσώπου μου."],["2","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["3","υἱὲ ἀνθρώπου, λάλησον πρὸς τοὺς πρεσβυτέρους τοῦ οἴκου Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, εἰ ἐπερωτῆσαί με ὑμεῖς ἔρχεσθε; ζῶ ἐγὼ, εἰ ἀποκριθήσομαι ὑμῖν, λέγει Κύριος."],["4","Εἰ ἐκδικήσω αὐτοὺς ἐκδικήσει, υἱὲ ἀνθρώπου; τὰς ἀνομίας τῶν πατέρων αὐτῶν διαμάρτυραι αὐτοῖς,"],["5","καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, Ἀφʼ ἧς ἡμέρας ᾑρέτισα τὸν οἶκον Ἰσραὴλ, καὶ ἐγνωρίσθην τῷ σπέρματι οἴκου Ἰακώβ, καὶ ἐγνώσθην αὐτοῖς ἐν γῇ Αἰγύπτου, καὶ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν, λέγων, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν·"],["6","Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου εἰς τὴν γῆν ἣν ἡτοίμασα αὐτοῖς, γῆν ῥέουσαν γάλα καὶ μέλι, κηρίον ἐστὶ παρὰ πᾶσαν τὴν γῆν."],["7","Καὶ εἶπα πρὸς αὐτοὺς, ἕκαστος βδελύγματα τῶν ὀφθαλμῶν αὐτοῦ ἀποῤῥιψάτω, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν Αἰγύπτου μὴ μιαίνεσθε, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν."],["8","Καὶ ἀπέστησαν ἀπʼ ἐμοῦ, καὶ οὐκ ἠθέλησαν εἰσακοῦσαί μου, τὰ βδελύγματα τῶν ὀφθαλμῶν αὐτῶν οὐκ ἀπέῤῥιψαν, καὶ τὰ ἐπιτηδεύματα Αἰγύπτου οὐκ ἐγκατέλιπον· καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπʼ αὐτοὺς, τοῦ συντελέσαι ὀργήν μου ἐν αὐτοῖς ἐν μέσῳ τῆς Αἰγύπτου."],["9","Καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν αὐτοί εἰσιν ἐν μέσῳ αὐτῶν, ἐν οἷς ἐγνώσθην πρὸς αὐτοὺς ἐνώπιον αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου."],["10","Καὶ ἤγαγον αὐτοὺς εἰς τὴν ἔρημον,"],["11","καὶ ἔδωκα αὐτοῖς τὰ προστάγματά μου, καὶ τὰ δικαιώματά μου ἐγνώρισα αὐτοῖς, ὅσα ποιήσει αὐτὰ ἄνθρωπος, καὶ ζήσεται ἐν αὐτοῖς."],["12","Καὶ τὰ σάββατά μου ἔδωκα αὐτοῖς, τοῦ εἶναι εἰς σημεῖον ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον αὐτῶν, τοῦ γνῶναι αὐτοὺς διότι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς."],["13","Καὶ εἶπα πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, ἐν τοῖς προστάγμασί μου πορεύεσθε· καὶ οὐκ ἐπορεύθησαν· καὶ τὰ δικαιώματά μου ἀπώσαντο, ἃ ποιήσει αὐτὰ ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς· καὶ τὰ σάββατά μου ἐβεβήλωσαν σφόδρα· καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπʼ αὐτοὺς ἐν τῇ ἐρήμῳ, τοῦ ἐξαναλῶσαι αὐτούς."],["14","Καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν ἐξήγαγον αὐτοὺς κατʼ ὀφθαλμοὺς αὐτῶν."],["15","Καὶ ἐγὼ ἐξῇρα τὴν χεῖρά μου ἐπʼ αὐτοὺς ἐν τῇ ἐρήμῳ τὸ παράπαν, τοῦ μὴ εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν ἣν ἔδωκα αὐτοῖς, γῆν ῥέουσαν γάλα καὶ μέλι· κηρίον ἐστὶ παρὰ πᾶσαν τὴν γῆν·"],["16","Ἀνθʼ ὧν τὰ δικαιώματά μου ἀπώσαντο, καὶ ἐν τοῖς προστάγμασί μου οὐκ ἐπορεύθησαν ἐν αὐτοῖς, καὶ τὰ σάββατά μου ἐβεβήλουν, καὶ ὀπίσω τῶν ἐνθυμημάτων καρδίας αὐτῶν ἐπορεύοντο."],["17","Καὶ ἐφείσατο ὁ ὀφθαλμός μου ἐπʼ αὐτοὺς, τοῦ ἐξαλεῖψαι αὐτοὺς, καὶ οὐκ ἐποίησα αὐτοὺς εἰς συντέλειαν ἐν τῇ ἐρήμῳ."],["18","Καὶ εἶπα πρὸς τὰ τέκνα αὐτῶν ἐν τῇ ἐρήμῳ, ἐν τοῖς νομίμοις τῶν πατέρων ὑμῶν μὴ πορεύεσθε, καὶ τὰ δικαιώματα αὐτῶν μὴ φυλάσσεσθε, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν μὴ συναναμίσγεσθε, καὶ μὴ μιαίνεσθε."],["19","Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν· ἐν τοῖς προστάγμασί μου πορεύεσθε, καὶ τὰ δικαιώματά μου φυλάσσεσθε, καὶ ποιεῖτε αὐτά."],["20","Καὶ τὰ σάββατά μου ἁγιάζετε, καὶ ἔστω εἰς σημεῖον ἀναμέσον ἐμοῦ καὶ ὑμῶν, τοῦ γινώσκειν διότι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν."],["21","Καὶ παρεπίκρανάν με, καὶ τὰ τέκνα αὐτῶν ἐν τοῖς προστάγμασί μου οὐκ ἐπορεύθησαν, καὶ τὰ δικαιώματά μου οὐκ ἐφυλάξαντο τοῦ ποιεῖν αὐτὰ, ἃ ποιήσει ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ σάββατά μου ἐβεβήλουν· καῖ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπʼ αὐτοὺς ἐν τῇ ἐρήμῳ, τοῦ συντελέσαι τὴν ὀργήν μου ἐπʼ αὐτούς."],["22","Καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, καὶ ἐξήγαγον αὐτοὺς κατʼ ὀφθαλμοὺς αὐτῶν."],["23","Ἐξῇρα τὴν χεῖρά μου ἐπʼ αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ διασκορπίσαι αὐτοὺς ἐν τοῖς ἔθνεσι, διασπεῖραι αὐτοὺς ἐν ταῖς χώραις,"],["24","ἀνθʼ ὧν τὰ δικαιώματά μου οὐκ ἐποίησαν, καὶ τὰ προστάγματά μου ἀπώσαντο, καὶ τὰ σάββατά μου ἐβεβήλουν καὶ ὀπίσω τῶν ἐνθυμημάτων τῶν πατέρων αὐτῶν ἦσαν οἱ ὀφθαλμοὶ αὐτῶν."],["25","Καὶ ἐγὼ ἔδωκα αὐτοῖς προστάγματα οὐ καλὰ, καὶ δικαιώματα ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς."],["26","Καὶ μιανῶ αὐτοὺς ἐν τοῖς δόγμασιν αὐτῶν, ἐν τῷ διαπορεύεσθαί με πᾶν διανοῖγον μήτραν, ὅπως ἀφανίσω αὐτούς."],["27","Διατοῦτο λάλησον πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, υἱὲ ἀνθρώπου, καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, ἕως τούτου παρώργισάν με οἱ πατέρες ὑμῶν ἐν τοῖς παραπτώμασιν αὐτῶν ἐν οἷς παρέπεσον εἰς ἐμέ."],["28","Καὶ εἰσήγαγον αὐτοὺς εἰς τὴν γῆν ἣν ᾖρα τὴν χεῖρά μου δοῦναι αὐτὴν αὐτοῖς· καὶ ἴδον πάντα βουνὸν ὑψηλὸν, καὶ πᾶν ξύλον κατάσκιον, καὶ ἔθυσαν ἐκεῖ τοῖς θεοῖς αὐτῶν, καὶ ἔταξαν ἐκεῖ ὀσμὴν εὐωδίας, καὶ ἔσπεισαν ἐκεῖ τὰς σπονδὰς αὐτῶν."],["29","Καὶ εἶπον πρὸς αὐτοὺς, τί ἐστιν Ἀβαμὰ, ὅτι ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ; καὶ ἐπεκάλεσαν τὸ ὄνομα αὐτοῦ Ἀβαμὰ, ἕως τῆς σήμερον ἡμέρας·"],["30","Διατοῦτο εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, τάδε λέγει Κύριος, εἰ ἐν ταῖς ἀνομίαις τῶν πατέρων ὑμῶν ὑμεῖς μιαίνεσθε, καὶ ὀπίσω τῶν βδελυγμάτων αὐτῶν ὑμεῖς ἐκπορνεύετε,"],["31","καὶ ἐν ταῖς ἀπαρχαῖς τῶν δομάτων ὑμῶν, ἐν τοῖς ἀφορισμοῖς οἷς ὑμεῖς μιαίνεσθε ἐν πᾶσι τοῖς ἐνθυμήμασιν ὑμῶν ἕως τῆς σήμερον ἡμέρας, καὶ ἐγὼ ἀποκριθῶ ὑμῖν οἶκος τοῦ Ἰσραήλ; Ζῶ ἐγὼ, λέγει Κύριος, εἰ ἀποκριθήσομαι ὑμῖν, καὶ εἰ ἀναβήσεται ἐπὶ τὸ πνεῦμα ὑμῶν τοῦτο."],["32","Καὶ οὐκ ἔσται ὃν τρόπον ὑμεῖς λέγετε, ἐσόμεθα ὡς τὰ ἔθνη, καὶ ὡς αἱ φυλαὶ τῆς γῆς, τοῦ λατρεύειν ξύλοις καὶ λίθοις."],["33","Διατοῦτο, ζῶ ἐγὼ, λέγει Κύριος, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν θυμῷ κεχυμένῳ βασιλεύσω ἐφʼ ὑμᾶς,"],["34","καὶ ἐξάξω ὑμᾶς ἐκ τῶν λαῶν, καὶ εἰσδέξομαι ὑμᾶς ἐκ τῶν χωρῶν οὗ διεσκορπίσθητε ἐν αὐταῖς, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν θυμῷ κεχυμένῳ."],["35","Καὶ ἄξω ὑμᾶς εἰς τὴν ἔρημον τῶν λαῶν, καὶ διακριθήσομαι πρὸς ὑμᾶς ἐκεῖ πρόσωπον κατὰ προσώπον."],["36","Ὃν τρόπον διεκρίθην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἐρήμῳ γῆς Αἰγύπτου, οὕτως κρινῶ ὑμᾶς, λέγει Κύριος."],["37","Καὶ διάξω ὑμᾶς ὑπὸ τὴν ῥάβδον μου, καὶ εἰσάξω ὑμᾶς ἐν ἀριθμῷ."],["38","Καὶ ἐκλέξω ἐξ ὑμῶν τοὺς ἀσεβεῖς καὶ τοὺς ἀφεστηκότας, διότι ἐκ τῆς παροικεσίας αὐτῶν ἐξάξω αὐτοὺς, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος Κύριος."],["39","Καὶ ὑμεῖς οἶκος Ἰσραὴλ, τάδε λέγει Κύριος Κύριος, ἕκαστος τὰ ἐπιτηδεύματα αὐτοῦ ἐξάρατε, καὶ μετὰ ταῦτα εἰ ὑμεῖς εἰσακούετέ μου, καὶ τὸ ὄνομά μου τὸ ἅγιον οὐ βεβηλώσετε οὐκέτι ἐν τοῖς δώροις ὑμῶν καὶ ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν·"],["40","Διότι ἐπι τοῦ ὄρους τοῦ ἁγίου μου, ἐπʼ ὄρους ὑψηλοῦ, λέγει Κύριος Κύριος, ἐκεῖ δουλεύσουσί μοι πᾶς οἶκος Ἰσραὴλ εἰς τέλος· καὶ ἐκεῖ προσδέξομαι, καὶ ἐκεῖ ἐπισκέψομαι τὰς ἀπαρχὰς ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν ἀφορισμῶν ὑμῶν, ἐν πᾶσι τοῖς ἁγιάσμασιν ὑμῶν."],["41","Ἐν ὀσμῇ εὐωδίας προσδέξομαι ὑμᾶς, ἐν τῷ ἐξαγαγεῖν με ὑμᾶς ἐκ τῶν λαῶν, καὶ εἰσδέχεσθαι ὑμᾶς ἐκ τῶν χωρῶν ἐν αἷς διεσκορπίσθητε ἐν αὐταῖς, καὶ ἁγιασθήσομαι ἐν ὑμῖν κατʼ ὀφθαλμοὺς τῶν λαῶν."],["42","Καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος, ἐν τῷ εἰσαγαγεῖν με ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, εἰς τὴν γῆν εἰς ἣν ᾖρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτὴν τοῖς πατράσιν ὑμῶν."],["43","Καὶ μνησθήσεσθε ἐκεῖ τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν ἐν οἷς ἐμιαίνεσθε ἐν αὐτοῖς, καὶ κόψεσθε τὰ πρόσωπα ὑμῶν ἐν πάσαις ταῖς κακίαις ὑμῶν."],["44","Καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος, ἐν τῷ ποιῆσαί με οὕτως ὑμῖν, ὅπως τὸ ὄνομά μου μὴ βεβηλωθῇ κατὰ τὰς ὁδοὺς ὑμῶν τὰς κακὰς, καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ διεφθαρμένα, λέγει Κύριος."]],[["1","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["2","υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ θαιμὰν, καὶ ἐπίβλεψον ἐπὶ Δαρὸμ, καὶ προφήτευσον ἐπὶ δρυμὸν ἡγούμενον Ναγὲβ,"],["3","καὶ ἐρεῖς τῷ δρυμῷ Ναγὲβ, ἄκουε λόγον Κυρίου· τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ ἀνάπτω ἐν σοὶ πῦρ, καὶ καταφάγεται ἐν σοὶ πᾶν ξύλον χλωρὸν καὶ πᾶν ξύλον ξηρὸν, οὐ σβεσθήσεται ἡ φλὸξ ἡ ἐξαφθεῖσα, καὶ κατακαυθήσεται ἐν αὐτῇ πᾶν πρόσωπον ἀπὸ ἀπηλιώτου ἕως Βοῤῥᾶ."],["4","Καὶ ἐπιγνώσεται πᾶσα σὰρξ, ὅτι ἐγὼ Κύριος ἐξέκαυσα αὐτὸ, οὐ σβεσθήσεται."],["5","Καὶ εἶπα, μηδαμῶς Κύριε Κύριε· αὐτοὶ λέγουσι πρὸς μὲ, οὐχὶ παραβολή ἐστι λεγομένη αὕτη;"],["6","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["7","Διατοῦτο προφήτευσον υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπίβλεψον ἐπὶ τὰ ἅγια αὐτῶν,"],["8","καὶ προφητεύσεις ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς τὴν γῆν τοῦ Ἰσραὴλ, τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ πρὸς σὲ, καὶ ἐκσπάσω τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ, καὶ ἐξολοθρεύσω ἐκ σοῦ ἄνομον καὶ ἄδικον·"],["9","Ἀνθʼ ὧν ἐξολοθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον, οὕτως ἐξελεύσεται τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ ἐπὶ πᾶσαν σάρκα ἀπὸ ἀπηλιώτου ἔως Βοῤῥᾶ,"],["10","καὶ ἐπιγνώσεται πᾶσα σὰρξ, διότι ἐγὼ Κύριος ἐξέσπασα τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ, οὐκ ἀποστρέψει οὐκέτι."],["11","Καὶ σὺ υἱὲ ἀνθρώπου καταστέναξον ἐν συντριβῇ ὀσφύος σου, καὶ ἐν ὀδύναις στενάξεις κατʼ ὀφθαλμοὺς αὐτῶν."],["12","Καὶ ἔσται ἐὰν εἴπωσι πρὸς σὲ, ἕνεκα τίνος σὺ στενάζεις; καὶ ἐρεῖς, ἐπὶ τῇ ἀγγελίᾳ, διότι ἔρχεται, καὶ θραυσθήσεται πᾶσα καρδία, καὶ πᾶσαι χεῖρες παραλυθήσονται, καὶ ἐκψύξει πᾶσα σὰρξ καὶ πᾶν πνεῦμα, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ· ἰδοὺ ἔρχεται, λέγει Κύριος."],["13","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["14","υἱὲ ἀνθρώπου προφήτευσον, καὶ ἐρεῖς, τάδε λέγει Κύριος, εἰπὸν, ῥομφαία ῥομφαία ὀξύνου καὶ θυμώθητι,"],["15","ὅπως σφάξῃς σφάγια, ὀξύνου ὅπως γένῃ εἰς στίλβωσιν, ἑτοίμη εἰς παράλυσιν· σφάζε, ἐξουδένει, ἀπόθου πᾶν ξῦλον."],["16","Καὶ ἔδωκεν αὐτὴν ἑτοίμην τοῦ κρατεῖν χεῖρα αὐτοῦ· ἐξηκονήθη ἡ ῥομφαία, ἐστὶν ἑτοίμη τοῦ δοῦναι αὐτὴν εἰς χεῖρα, ἀποκεντοῦντος."],["17","Ἀνάκραγε καὶ ὀλύλυξον, υἱὲ ἀνθρώπου, ὅτι αὕτη ἐγένετο ἐν τῷ λαῷ μου, αὕτη ἐν πᾶσι τοῖς ἀφηγουμένοις τοῦ Ἰσραήλ· παροικήσουσιν, ἐπὶ ῥομφαίᾳ ἐγένετο ἐν τῷ λαῷ μου· διατοῦτο κρότησον ἐπὶ τὴν χεῖρά σου,"],["18","ὅτι δεδικαίωται· καὶ τί εἰ καὶ φυλὴ ἀπωσθῇ; οὐκ ἔσται, λέγει Κύριος Κύριος."],["19","Καὶ σὺ υἱὲ ἀνθρώπου προφήτευσον, καὶ κρότησον χεῖρα ἐπὶ χεῖρα, καὶ διπλασίασον ῥομφαίαν· ἡ τρίτη ῥομφαία τραυματιῶν ἐστι, ῥομφαία τραυματιῶν ἡ μεγάλη· καὶ ἐκστήσεις αὐτοὺς,"],["20","ὅπως μὴ θραυσθῇ ἡ καρδία, καὶ πληθυνθῶσιν οἱ ἀσθενοῦντες ἐπὶ πᾶσαν πύλην, παραδέδονται εἰς σφάγια ῥομφαίας· εὖ γέγονεν εἰς σφαγὴν, εὖ γέγονεν εἰς στίλβωσιν."],["21","Καὶ διαπορεύου, ὀξύνου ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὗ ἄν τὸ πρόσωπόν σου ἐξεγείρηται."],["22","Καὶ ἐγὼ δὲ κροτήσω χεῖρά μου πρὸς χεῖρά μου, καὶ ἐναφήσω θυμόν μου, ἐγὼ Κύριος λελάληκα."],["23","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["24","καὶ σὺ, υἱὲ ἀνθρώπου, διάταξον σεαυτῷ δύο ὁδοὺς, τοῦ εἰσελθεῖν ῥομφαίαν βασιλέως Βαβυλῶνος, ἐκ χώρας μιᾶς ἐξελεύσονται αἱ δύο, καὶ χεὶρ ἐν ἀρχῇ ὁδοῦ πόλεως, ἐπʼ ἀρχῆς ὁδοῦ διατάξεις,"],["25","τοῦ εἰσελθεῖν ῥομφαίαν ἐπὶ Ῥαββὰθ υἱῶν Ἀμμὼν, καὶ ἐπὶ τὴν Ἰουδαίαν, καὶ ἐπὶ τὴν Ἱερουσαλὴμ, ἐν μέσῳ αὐτῆς."],["26","Διότι στήσεται βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν ἀρχαίαν ὁδόν, ἐπʼ ἀρχῆς τῶν δύο ὁδῶν, τοῦ μαντεύσασθαι μαντείαν, τοῦ ἀναβράσαι ῥάβδον, καὶ ἐπερωτῆσαι ἐν τοῖς γλυπτοῖς, καὶ κατασκοπήσασθαι."],["27","Ἐκ δεξιῶν αὐτοῦ ἐγένετο τὸ μαντεῖον ἐπὶ Ἱερουσαλὴμ, τοῦ βαλεῖν χάρακα, τοῦ διανοῖξαι στόμα ἐν βοῇ, ὑψῶσαι φωνὴν μετὰ κραυγῆς, τοῦ βαλεῖν χάρακα ἐπὶ τὰς πύλας αὐτῆς, καὶ βαλεῖν χῶμα, καὶ οἰκοδομῆσαι βελοστάσεις."],["28","Καὶ αὐτός αὐτοῖς ὡς μαντευόμενος μαντείαν ἐνώπιον αὐτῶν, καὶ αὐτὸς ἀναμιμνήσκων ἀδικίας αὐτοῦ μνησθῆναι."],["29","Διατοῦτο τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἀνεμνήσατε τὰς ἀδικίας ὑμῶν, ἐν τῷ ἀποκαλυφθῆναι τὰς ἀσεβείας ὑμῶν, τοῦ ὀραθῆναι ἁμαρτίας ὑμῶν, ἐν πάσαις ταῖς ἀσεβείαις ὑμῶν καὶ ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν, ἀνθʼ ὧν ἀνεμνήσατε, ἐν τούτοις ἁλώσεσθε."],["30","Καὶ σὺ βέβηλε, ἄνομε, ἀφηγούμενε τοῦ Ἰσραὴλ, οὗ ἥκει ἡ ἡμέρα ἐν καιρῷ ἀδικίας, πέρας,"],["31","τάδε λέγει Κύριος, ἀφείλου τὴν κίδαριν, καὶ ἐπέθου τὸν στέφανον, αὐτῇ οὐ τοιαύτη ἔσται· ἐταπείνωσας τὸ ὑψηλὸν, καὶ ὕψωσας τὸ ταπεινόν."],["32","Ἀδικίαν, ἀδικίαν, ἀδικίαν θήσομαι αὐτὴν, οὐαὶ αὐτῇ, τοιαύτη ἔσται ἕως οὗ ἔλθῃ ᾧ καθήκει, καὶ παραδώσω αὐτῷ."],["33","Καὶ σὺ υἱὲ ἀνθρώπου προφήτευσον, καὶ ἐρεῖς, τάδε λέγει Κύριος πρὸς τοὺς υἱοὺς Ἀμμὼν καὶ πρὸς τὸν ὀνειδισμὸν αὐτῶν· καὶ ἐρεῖς, ῥομφαία ῥομφαία ἐσπασμένη εἰς σφάγια, καὶ ἐσπασμένη εἰς συντέλειαν, ἐγείρου ὅπως στίλβῃς·"],["34","ἐν τῇ ὁράσει σου τῇ ματαίᾳ, καὶ ἐν τῷ μαντεύεσθαί σε ψευδῆ, τοῦ παραδοῦναί σε ἐπὶ τραχήλους τραυματιῶν ἀνόμων, ἥκει ἡ ἡμέρα ἐν καιρῷ ἀδικίας, πέρας."],["35","Ἀπόστρεφε, μὴ καταλύσῃς ἐν τῷ τόπῳ τούτῳ ᾧ γεγέννησαι, ἐν τῇ γῇ τῇ ἰδίᾳ σου κρινῶ σε."],["36","Καὶ ἐκχεῶ ἐπὶ σὲ ὀργήν μου, ἐν πυρὶ ὀργῆς μου ἐμφυσήσω ἐπὶ σὲ, καὶ παραδώσω σε εἰς χεῖρας ἀνδρῶν βαρβάρων τεκταινόντων διαφθοράς."],["37","Ἐν πυρὶ ἔσῃ κατάβρωμα, τὸ αἷμά σου ἔσται ἐν μέσῳ τῆς γῆς σου· οὐ μὴ γένηταί σου μνεία, διότι ἐγὼ Κύριος λελάληκα."]],[["1","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["2","καὶ σύ υἱὲ ἀνθρώπου, εἰ κρινεῖς τὴν πόλιν τῶν αἱμάτων; καὶ παράδειξον αὐτῇ πάσας τὰς ἀνομίας αὐτῆς,"],["3","καὶ ἐρεῖς, τάδε λέγει Κύριος Κύριος, ὦ πόλις ἐκχέουσα αἵματα ἐν μέσῳ αὐτῆς, τοῦ ἐλθεῖν καιρὸν αὐτῆς, καὶ ποιοῦσα ἐνθυμήματα καθʼ ἑαυτῆς, τοῦ μιαίνειν αὐτήν,"],["4","ἐν τοῖς αἵμασιν αὐτῶν οἷς ἐξέχεας, παραπέπτωκας, καὶ ἐν τοῖς ἐνθυμήμασί σου οἷς ἐποίεις, ἐμιαίνου· καὶ ἤγγισας τὰς ἡμέρας σου, καὶ ἤγαγες καιρὸν ἐτῶν σου· διατοῦτο δέδωκά σε εἰς ὀνειδισμὸν τοῖς ἔθνεσι, καὶ εἰς ἐμπαιγμὸν πάσαις ταῖς χώραις ταῖς ἐγγιζούσαις πρὸς σὲ,"],["5","καὶ ταῖς μακρὰν ἀπεχούσαις ἀπὸ σοῦ, καὶ ἐμπαίξονται ἐν σοὶ ἀκάθαρτος ἡ ἀνομαστὴ, καὶ πολλὴ ἐν ταῖς ἀνομίαις."],["6","Ἰδοὺ οἱ ἀφηγούμενοι οἴκου Ἰσραήλ, ἕκαστος πρὸς τοὺς συγγενεῖς αὐτοῦ, συνεφύροντο ἐν σοὶ, ὅπως ἐκχέωσιν αἷμα."],["7","Πατέρα καὶ μητὲρα ἐκακολόγουν ἐν σοὶ, καὶ πρὸς τὸν προσήλυτον ἀνεστρέφοντο ἐν ἀδικίαις ἐν σοί, ὀρφανὸν καὶ χήραν κατεδυνάστευον."],["8","Καὶ τὰ ἅγιά μου ἐξουδένουν, καὶ τὰ σάββατά μου ἐβεβήλουν ἐν σοί."],["9","Ἄνδρες λῃσταὶ ἐν σοὶ, ὅπως ἐκχέωσιν ἐν σοὶ αἷμα, καὶ ἐπὶ τῶν ὀρέων ἤσθιον ἐπὶ σοὶ, ἀνόσια ἐποίουν ἐν μέσῳ σου."],["10","Αἰσχύνην πατρὸς ἀπεκάλυψαν ἐν σοὶ, καὶ ἐν ἀκαθαρσίαις ἀποκαθημένην ἐταπείνουν ἐν σοί."],["11","Ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἠνομοῦσαν, καὶ ἕκαστος τὴν νύμφην αὐτοῦ ἐμίαινεν ἐν ἀσεβείᾳ, καὶ ἕκαστος τὴν ἀδελφὴν αὐτοῦ θυγατέρα τοῦ πατρὸς αὐτοῦ ἐταπείνουν ἐν σοί."],["12","Δῶρα ἐλαμβάνοσαν ἐν σοὶ, ὅπως ἐκχέωσιν αἷμα, τόκον καὶ πλεονασμὸν ἐλαμβάνοσαν ἐν σοὶ, καὶ συνετελέσω συντέλειαν κακίας σου τὴν ἐν καταδυναστείᾳ, ἐμοῦ δὲ ἐπελάθου, λέγει Κύριος."],["13","Ἐὰν δὲ πατάξω χεῖρά μου ἐφʼ οἷς συντετέλεσαι οἷς ἐποίησας, καὶ ἐπὶ τοῖς αἵμασί σου τοῖς γεγενημένοις ἐν μέσῳ σου,"],["14","εἰ ὑποστήσεται ἡ καρδία σου; εἰ κρατήσουσιν αἱ χεῖρές σου ἐν ταῖς ἡμέραις αἷς ἐγὼ ποιῶ ἐν σοί; ἐγὼ Κύριος λελάληκα, καὶ ποιήσω."],["15","Καὶ διασκορπιῶ σε ἐν τοῖς ἔθνεσι, καὶ διασπερῶ σε ἐν ταῖς χώραις, καὶ ἐκλείψει ἡ ἀκαθαρσία σου ἐκ σοῦ."],["16","Καὶ κατακληρονομήσω ἐν σοὶ κατʼ ὀφθαλμοὺς τῶν ἐθνῶν, καὶ γνώσεσθε διότι ἐγὼ Κύριος."],["17","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["18","υἱὲ ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι ὁ οἶκος Ἰσραὴλ ἀναμεμιγμένοι πάντες χαλκῷ, καὶ σιδήρῳ, καὶ κασσιτέρῳ, καὶ μολίβῳ, ἐν μέσῳ ἀργυρίου ἀναμεμιγμένος ἐστί."],["19","Διατοῦτο εἰπὸν, τάδε λέγει Κύριος Κύριος, ἀνθʼ ὧν ἐγένεσθε εἰς σύγκρασιν μίαν, διατοῦτο ἐγὼ εἰσδέχομαι ὑμᾶς εἰς μέσον Ἱερουσαλήμ·"],["20","Καθὼς εἰσδέχεται ἄργυρος, καὶ χαλκὸς, καὶ σίδηρος, καὶ κασσίτερος, καὶ μόλιβος εἰς μέσον καμίνου, τοῦ ἐκφυσῆσαι εἰς αὐτὸ πῦρ τοῦ χωνευθῆναι, οὕτως εἰσδέξομαι ἐν ὀργῇ μου, καὶ συνάξω καὶ χωνεύσω ὑμᾶς,"],["21","καὶ ἐκφυσήσω ἐφʼ ὑμᾶς ἐν πυρὶ ὀργῆς μου, καὶ χωνευθήσεσθε ἐν μέσῳ αὐτῆς."],["22","Ὃν τρόπον χωνεύεται ἀργύριον ἐν μέσῳ καμίνου, οὕτως χωνευθήσεσθε ἐν μέσῳ αὐτῆς, καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος ἐξέχεα τὸν θυμόν μου ἐφʼ ὑμᾶς."],["23","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["24","υἱὲ ἀνθρώπου, εἰπὸν αὐτῇ, σὺ εἶ γῆ ἡ οὐ βρεχομένη, οὐδὲ ὑετὸς ἐγένετο ἐπὶ σὲ ἐν ἡμέρᾳ ὀργῆς."],["25","Ἧς οἱ ἀφηγούμενοι ἐν μέσῳ αὐτῆς ὡς λέοντες ὠρυόμενοι ἁρπάζοντες ἁρπάγματα, ψυχὰς κατεσθίοντες ἐν δυναστείᾳ, καὶ τιμὰς λαμβάνοντες· καὶ χῆραί σου ἐπληθύνθησαν ἐν μέσῳ σου."],["26","Καὶ οἱ ἱερεῖς αὐτῆς ἠθέτησαν νόμον μου, καὶ ἐβεβήλουν τὰ ἅγιά μου· ἀναμέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον, καὶ ἀναμέσον ἀκαθάρτου καὶ τοῦ καθαροῦ οὐ διέστελλον, καὶ ἀπὸ τῶν σαββάτων μου παρεκάλυπτον τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ ἐβεβηλούμην ἐν μέσῳ αὐτῶν."],["27","Οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς ὡς λύκοι ἁρπάζοντες ἁρπάγματα, τοῦ ἐκχέαι αἷμα, ὅπως πλεονεξίᾳ πλεονεκτῶσι."],["28","Καὶ οἱ προφῆται αὐτῆς ἀλείφοντες αὐτοὺς πεσοῦνται, ὁρῶντες μάταια, μαντευόμενοι ψευδῆ, λέγοντες, τάδε λέγει Κύριος· καὶ Κύριος οὐκ ἐλάλησε."],["29","Λαὸν τῆς γῆς ἐκπιεζοῦντες ἀδικίᾳ, καὶ διαρπάζοντες ἁρπάγματα, πτωχὸν καὶ πένητα καταδυναστεύοντες, καὶ πρὸς τὸν προσήλυτον οὐκ ἀναστρεφόμενοι μετὰ κρίματος."],["30","Καὶ ἐζήτουν ἐξ αὐτῶν ἄνδρα ἀναστρεφόμενον ὀρθῶς, καὶ ἑστῶτα πρὸ προσώπου μου ὁλοσχερῶς ἐν καιρῷ τῆς ὀργῆς, τοῦ μὴ εἰς τέλος ἐξαλεῖψαι αὐτὴν, καὶ οὐχ εὗρον."],["31","Καὶ ἐξέχεα ἐπʼ αὐτὴν θυμόν μου ἐν πυρὶ ὀργῆς μου, τοῦ συντελέσαι· τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα, λέγει Κύριος Κύριος."]],[["1","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["2","υἱὲ ἀνθρώπου, δύο γυναῖκες ἦσαν θυγατέρες μητρὸς μιᾶς,"],["3","καὶ ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ ἐν τῇ νεότητι αὐτῶν, ἐκεῖ ἔπεσον οἱ μαστοὶ αὐτῶν, ἐκεῖ διεπαρθενεύθησαν."],["4","Καὶ τὰ ὀνόματα αὐτῶν ἦν Ὀολὰ ἡ πρεσβυτέρα, καὶ Ὀολιβὰ ἡ ἀδελφὴ αὐτῆς· καὶ ἐγένοντό μοι, καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας, καὶ τὰ ὀνόματα αὐτῶν, Σαμάρεια ἦν Ὀολὰ, καὶ Ἱερουσαλὴμ ἦν Ὀολιβά."],["5","Καὶ ἐξεπόρνευσεν ἡ Ὀολὰ ἀπʼ ἐμοῦ, καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὐτῆς, ἐπὶ τοὺς Ἀσσυρίους τοὺς ἐγγίζοντας αὐτῇ,"],["6","ἐνδεδυκότας ὑακίνθινα, ἡγουμένους καὶ στρατηγούς· νεανίσκοι καὶ ἐπίλεκτοι, πάντες ἱππεῖς ἱππαζόμενοι ἐφʼ ἵππων."],["7","Καὶ ἔδωκε τὴν πορνείαν αὐτῆς ἐπʼ αὐτούς· ἐπίλεκτοι υἱοὶ Ἀσσυρίων πάντες· καὶ ἐπὶ πάντας οὓς ἐπέθετο, ἐν πᾶσι τοῖς ἐνθυμήμασιν αὐτοῖς ἐμιαίνετο."],["8","Καὶ τὴν πορνείαν αὐτῆς ἐξ Αἰγύπτου οὐκ ἐγκατέλιπεν, ὅτι μετʼ αὐτῆς ἐκοιμῶντο ἐν νεότητι αὐτῆς, καὶ αὐτοὶ διεπαρθένευσαν αὐτὴν, καὶ ἐξέχεαν τὴν πορνείαν αὐτῶν ἐπʼ αὐτήν."],["9","Διατοῦτο παρέδωκα αὐτὴν εἰς χεῖρας τῶν ἐραστῶν αὐτῆς, εἰς χεῖρας υἱῶν Ἀσσυρίων, ἐφʼ οὓς ἐπετίθετο."],["10","Αὐτοὶ ἀπεκάλυψαν τὴν αἰσχύνην αὐτῆς, υἱοὺς καὶ θυγατέρας αὐτῆς ἔλαβον, καὶ αὐτὴν ἐν ῥομφαίᾳ ἀπέκτειναν· καὶ ἐγένετο λάλημα εἰς γυναῖκας, καὶ ἐποίησαν ἐκδικήσεις ἐν αὐτῇ εἰς τὰς θυγατέρας."],["11","Καὶ εἶδεν ἡ ἀδελφὴ αὐτῆς Ὀολιβὰ, καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτῆς ὑπὲρ ἐπί θεσιν αὐτῆς, καὶ τὴν πορνείαν αὐτῆς ὑπὲρ τὴν πορνείαν τῆς τῆς ἀδελφῆς αὐτῆς."],["12","Ἐπὶ τοὺς υἱοὺς τῶν Ἀσσυρίων ἐπέθετο, ἡγουμένους καὶ στρατηγοὺς, τοὺς ἐγγὺς αὐτῆς, ἐνδεδυκότας εὐπάρυφα, ἱππεῖς ἱππαζομένους ἐφʼ ἵππων· νεανίσκοι ἐπίλεκτοι πάντες·"],["13","Καὶ ἴδον ὅτι μεμίανται ὁδὸς μία τῶν δύο."],["14","Καὶ προσέθετο πρὸς τὴν πορνείαν αὐτῆς, καὶ εἶδεν ἄνδρας ἐζωγραφημένους ἐπὶ τοῦ τοίχου, εἰκόνας Χαλδαίων ἐζωγραφημένους ἐν γραφίδι,"],["15","ἐζωσμένους ποικίλματα ἐπὶ τὰς ὀσφύας αὐτῶν, παραβαπτὰ καὶ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, ὄψις τρισσὴ πάντων, ὁμοίωμα υἱῶν Χαλδαίων, γῆς πατρίδος αὐτοῦ·"],["16","Καὶ ἐπέθετο ἐπʼ αὐτοὺς τῇ ὁράσει ὀφθαλμῶν αὐτῆς· καὶ ἐξαπέστειλεν ἀγγέλους πρὸς αὐτοὺς εἰς γῆν Χαλδαίων."],["17","Καὶ ἤλθοσαν πρὸς αὐτὴν υἱοὶ Βαβυλῶνος, εἰς κοίτην καταλυόντων, καὶ ἐμίαινον αὐτὴν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐμιάνθη ἐν αὐτοῖς, καὶ ἀπέστη ἡ ψυχὴ αὐτῆς ἀπʼ αὐτῶν."],["18","Καὶ ἀπεκάλυψε τὴν πορνείαν αὐτῆς, καὶ ἀπεκάλυψεν αἰσχύνην αὐτῆς· καὶ ἀπέστη ἡ ψυχή μου ἀπʼ αὐτῆς, ὃν τρόπον ἀπέστη ἡ ψυχή μου ἀπὸ τῆς ἀδελφῆς αὐτῆς."],["19","Καὶ ἐπλήθυνας τὴν πορνείαν σου, τοῦ ἀναμνῆσαι ἡμέραν νεότητός σου, ἐν αἷς ἐπόρνευσας ἐν Αἰγύπτῳ,"],["20","καὶ ἐπέθου ἐπὶ τοὺς Χαλδαίους, ὧν ὡς ὄνων αἱ σάρκες αὐτῶν, καὶ αἰδοῖα ἵππων τὰ αἰδοῖα αὐτῶν,"],["21","καὶ ἐπεσκέψω τὴν ἀνομίαν νεότητός σου, ἃ ἐποίεις ἐν Αἰγύπτῳ ἐν τῷ καταλύματί σου, οὗ οἱ μαστοὶ νεότητός σου."],["22","Διατοῦτο, Ὀολιβὰ, τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σὲ, ἀφʼ ὧν ἀπέστη ἡ ψυχή σου ἀπʼ αὐτῶν, καὶ ἐπάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν,"],["23","υἱοὺς Βαβυλῶνος, καὶ πάντας τοὺς Χαλδαίους, Φακοὺκ, καὶ Σουὲ, καὶ Ὑχουὲ, καὶ πάντας υἱοὺς Ἀσσυρίων μετʼ αὐτῶν, νεανίσκους ἐπιλέκτους, ἡγεμόνας καὶ στρατηγοὺς, πάντας τρισσοὺς καὶ ὀνομαστὺος, ἱππεύοντας ἐφʼ ἵππων."],["24","Καὶ πάντες ἥξουσιν ἐπὶ σὲ ἀπὸ Βοῤῥᾶ, ἅρματα καὶ τροχοὶ μετʼ ὄχλου λαῶν, θυρεοὶ καὶ πέλται, καὶ βαλεῖ φυλακὴν ἐπὶ σὲ κύκλῳ·"],["25","καὶ δώσω πρὸ προσώπου αὐτῶν κρίμα, καὶ ἐκδικήσουσί σε ἐν τοῖς κρίμασιν αὐτῶν. Καὶ δώσω τὸν ζῆλόν μου ἐν σοὶ, καὶ ποιήσουσι μετὰ σου ἐν ὀργῇ θυμοῦ· μυκτῆρά σου καὶ ὦτά σου ἀφελοῦσι, καὶ τοὺς καταλοίπους σου ἐν ῥομφαίᾳ καταβαλοῦσιν· αὐτοὶ υἱούς σου καὶ θυγατέρας σου λήψονται, καὶ τοὺς καταλοίπους σου πῦρ καταφάγεται."],["26","Καὶ ἐκδύσουσί σε τὸν ἱματισμόν σου, καὶ λήψονται τὰ σκεύη τῆς καυχήσεώς σου."],["27","Καὶ ἀποστρέψω τὰς ἀσεβείας σου ἐκ σοῦ, καὶ τὴν πορνείαν σου ἐκ γῆς Αἰγύπτου· καὶ οὐ μὴ ἄρῃς τοὺς ὀφθαλμούς σου ἐπʼ αὐτοὺς, καὶ Αἰγύπτου οὐ μὴ μνησθῇς οὐκέτι."],["28","Διότι τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ παραδίδωμί σε εἰς χεῖρας ὧν μισεῖς, ἀφʼ ὧν ἀπέστη ἡ ψυχή σου ἀπʼ αὐτῶν."],["29","Καὶ ποιήσουσιν ἐν σοὶ ἑν μίσει, καὶ λήψονται πάντας τοὺς πόνους σου καὶ τοὺς μόχθους σου, καὶ ἔσῃ γυμνὴ καὶ αἰσχύνουσα, καὶ ἀποκαλυφθήσεται αἰσχύνη πορνείας σου· καὶ ἀσέβειά σου, καὶ ἡ πορνεία σου"],["30","ἐποίησε ταῦτά σοι, ἐν τῷ ἐκπορνεῦσαί σε ὀπίσω ἐθνῶν, καὶ ἐμιαίνου ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν."],["31","Ἐν τῇ ὁδῷ τῆς ἀδελφῆς σου ἐπορεύθης· καὶ δώσω τὸ ποτήριον αὐτὴς εἰς χεῖράς σου."],["32","Τάδε λέγει Κύριος, τὸ ποτήριον τῆς ἀδελφῆς σου πίεσαι, τὸ βαθὺ καὶ τὸ πλατὺ, καὶ τὸ πλεονάζον τοῦ συντελέσαι μέθην."],["33","Καὶ ἐκλύσεως πλησθήσῃ, καὶ τὸ ποτήριον ἀφανισμοῦ, ποτήριον ἀδελφῆς σου Σαμαρείας, πίεσαι αὐτό·"],["34","καὶ τὰς ἑορτὰς καὶ τὰς νουμηνίας αὐτῆς ἀποστρέψω· διότι ἐγὼ λελάληκα, λέγει Κύριος."],["35","Διατοῦτο τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἐπελάθον μου, καὶ ἀπέῤῥιψάς με ὀπίσω τοῦ σώματός σου, καὶ σὺ λάβε τὴν ἀσέβειάν σου καὶ τὴν πορνείαν σου."],["36","Καὶ εἶπε Κύριος πρὸς μὲ, υἱὲ ἀνθρώπου, οὐ κρινεῖς τὴν Ὀολὰν καὶ τὴν Ὀολιβὰν, καὶ ἀναγγελεῖς αὐταῖς τὰς ὀνομίας αὐτῶν;"],["37","Ὅτι ἐμοιχῶντο, καὶ αἷμα ἐν χερσὶν αὐτῶν, τὰ ἐνθυμήματα αὐτῶν ἐμοιχῶντο, καὶ τὰ τέκνα αὐτῶν ἃ ἐγέννησάν μοι, διήγαγον αὐτοῖς διʼ ἐμπύρων."],["38","Ἕως καὶ ταῦτα ἐποίησάν μοι, τὰ ἅγιά μου ἐμίαινον, καὶ τὰ σάββατά μου ἐβεβήλουν,"],["39","καὶ ἐν τῷ σφάζειν αὐτοὺς τὰ τέκνα αὐτῶν τοῖς εἰδώλοις αὐτῶν, καὶ εἰσεπορεύοντο εἰς τὰ ἅγιά μου, τοῦ βεβηλοῦν αὐτά· καὶ ὅτι οὕτως ἐποίουν ἐν μέσῳ τοῦ οἴκου μου,"],["40","καὶ ὅτι τοῖς ἀνδράσι τοῖς ἐρχομένοις μακρόθεν, οἷς ἀγγέλους ἐξαπέστειλαν πρὸς αὐτοὺς, καὶ ἅμα τῷ ἔρχεσθαι αὐτοὺς, εὐθὺς ἐλούου, καὶ ἐστιβίζου τοὺς ὀφθαλμούς σου, καὶ ἐκόσμου κόσμῳ,"],["41","καὶ ἐκάθου ἐπὶ κλίνης ἐστρωμένης, καὶ τράπεζα κεκοσμημένη πρὸ προσώπου αὐτῆς, καὶ τὸ θυμίαμα καὶ τὸ ἔλαιόν μου εὐφραίνοντο ἐν αὐτοῖς,"],["42","καὶ φωνὴν ἁρμονίας ἀνεκρούοντο, καὶ πρὸς ἄνδρας ἐκ πλήθους ἀνθρώπων ἥκοντας ἐκ τῆς ἐρήμου· καὶ ἐδίδοσαν ψέλλια ἐπὶ τὰς χεῖρας αὐτῶν, καὶ στέφανον καυχήσεως ἐπὶ τὰς κεφαλὰς αὐτῶν."],["43","Καὶ εἶπα, οὐκ ἐν τούτοις μοιχεύουσι; καὶ ἔργα πόρνης καὶ αὐτὴ ἐξεπόρνευσε;"],["44","Καὶ εἰσεπορεύοντο πρὸς αὐτὴν, ὃν τρόπον εἰσπορεύονται πρὸς γυναῖκα πόρνην, οὕτως εἰσεπορεύοντο πρὸς Ὀολὰν, καὶ πρὸς Ὀολιβὰν, τοῦ ποιῆσαι ἀνομίαν."],["45","Καὶ ἄνδρες δίκαιοι αὐτοὶ καὶ ἐκδικήσουσιν αὐτὰς ἐκδικήσει μοιχαλίδος, καὶ ἐκδικήσει αἵματος, ὅτι μοιχαλίδες εἰσὶ, καὶ αἷμα ἐν χερσὶν αὐτῶν."],["46","Τάδε λέγει Κύριος Κύριος, ἀνάγαγε ἐπʼ αὐτὰς ὄχλον, καὶ δὸς ἐν αὐταῖς ταραχὴν καὶ διαρπαγὴν,"],["47","καὶ λιθοβόλησον ἐπʼ αὐτὰς λίθοις ὄχλων, καὶ κατακέντει αὐτὰς ἐν τοῖς ξίφεσιν αὐτῶν· υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν ἀποκτενοὺσι, καὶ τοὺς οἴκους αὐτῶν ἐμπρήσουσι."],["48","Καὶ ἀποστρέψω ἀσεβείαν ἐκ τῆς γῆς, καὶ παιδευθήσονται πᾶσαι αἱ γυναῖκες, καὶ οὐ μὴ ποιήσουσι κατὰ τὰς ἀσεβείας αὐτῶν."],["49","Καὶ δοθήσεται ἡ ἀσέβεια ὑμῶν ἐφʼ ὑμᾶς, καὶ τὰς ἁμαρτίας τῶν ἐνθυμημάτων ὑμῶν λήψεσθε, καὶ γνώσεσθε διότι ἐγὼ Κύριος."]],[["1","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, ἐν τῷ ἔτει τῷ ἐννάτῳ, ἐν τῷ μηνὶ τῷ δεκάτῳ, δεκάτῃ τοῦ μηνὸς, λέγων,"],["2","υἱὲ ἀνθρώπου γράψον σεαυτῷ εἰς ἡμέραν ἀπὸ τῆς ἡμέρας ταύτης, ἀφʼ ἧς ἀπηρείσατο βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἰερουσαλήμ, ἀπὸ τῆς ἡμέρας τῆς σήμερον·"],["3","Καὶ εἰπὸν ἐπὶ τὸν οἶκον τὸν παραπικραίνοντα παραβολήν, καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει Κύριος, ἐπίστησον τὸν λέβητα, καὶ ἔγχεον εἰς αὐτὸν ὕδωρ,"],["4","καὶ ἔμβαλε εἰς αὐτὸν τὰ διχοτομήματα, πᾶν διχοτόμημα καλὸν, σκέλος καὶ ὦμον ἐκσεσαρκισμένα ἀπὸ τῶν ὀστῶν,"],["5","ἐξ ἐπιλέκτων κτηνῶν εἰλημμένων· καὶ ὑπόκαιε τὰ ὀστᾶ ὑποκάτω αὐτῶν, ἔζεσε καὶ ἥψηται τὰ ὀστᾶ αὐτῆς ἐν μέσῳ αὐτῆς."],["6","Διατοῦτο τάδε λέγει Κύριος, ὦ πόλις αἱμάτων, λέβης, ἐν ᾧ ἐστιν ἰὸς ἐν αὐτῷ, καὶ ὁ ἰὸς οὐκ ἐξῆλθεν ἐξ αὐτῆς, κατὰ μέλος αὐτῆς ἐξήνεγκεν, οὐκ ἐπεσεν ἐπʼ αὐτὴν κλῆρος."],["7","Ὅτι αἷμα αὐτῆς ἐν μέσῳ αὐτῆς ἐστιν, ἐπὶ λεωπετρίαν τέταχα αὐτό· οὐκ ἐκκέχυκα αὐτὸ ἐπὶ τὴν γῆν, τοῦ καλύψαι ἐπʼ αὐτὸ γῆν,"],["8","τοῦ ἀναβῆναι θυμὸν εἰς ἐκδίκησιν ἐκδικηθῆναι· δέδωκα τὸ αἷμα αὐτῆς ἐπὶ λεωπετρίαν, τοῦ μὴ καλύψαι αὐτό."],["9","Διατοῦτο τάδε λέγει Κύριος, κᾀγὼ μεγαλυνῶ τὸν δαλόν·"],["10","Καὶ πληθυνῶ τὰ ξύλα, καὶ ἀνακαύσω τὸ πῦρ, ὅπως τακῇ τὰ κρέα, καὶ ἐλαττωθῇ ὁ ζωμὸς,"],["11","καὶ στῇ ἐπὶ τοὺς ἄνθρακας, ὅπως προσκαυθῇ καὶ θερμανθῇ ὁ χαλκὸς αὐτῆς, καὶ τακῇ ἐν μέσῳ ἀκαθαρσίας αὐτῆς, καὶ ἐκλίπῃ ὁ ἰὸς αὐτῆς,"],["12","καὶ οὐ μὴ ἐξέλθῃ ἐξ αὐτῆς πολὺς ὁ ἰὸς αὐτῆς. Καταισχυνθήσεται ὁ ἰὸς αὐτῆς,"],["13","ἀνθʼ ὧν ἐμιαίνου σύ· καὶ τί ἐὰν μὴ καθαρισθῇς ἔτι ἕως οὗ ἐμπλήσω τὸν θυμόν μου;"],["14","Ἐγὼ Κύριος λελάληκα, καὶ ἥξει, καὶ ποιήσω, οὐ διαστελῶ, οὐδὲ μὴ ἐλεήσω· κατὰ τὰς ὁδούς σου, καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, λέγει Κύριος· διατοῦτο ἐγὼ κρινῶ σε κατὰ τὰ αἵματά σου, καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, ἡ ἀκάθαρτος, ἡ ὀνομαστὴ, καὶ πολλὴ τοῦ παραπικραίνειν."],["15","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["16","υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ λαμβάνω ἐκ σοῦ τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν σου ἐν παρατάξει, οὐ μὴ κοπῇς, οὐδʼ οὐ μὴ κλαυσθῇς,"],["17","στεναγμὸς αἵματος, ὀσφύος πένθος ἔσῃ· οὐκ ἔσται τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σὲ, καὶ τὰ ὑοιδήματά σου ἐν τοῖς ποσί σου· οὐ μὴ παρακληθῇς ἐν χείλεσιν αὐτῶν, καὶ ἄρτον ἀνδρῶν οὐ μὴ φάγῃς."],["18","Καὶ ἐλάλησα πρὸς τὸν λαὸν τοπρωῒ, ὃν τρόπον ἐνετείλατὸ μοι ἑσπέρας, καὶ ἐποίησα τοπρωῒ, ὃν τρόπον ἐπετάγη μοι."],["19","Καὶ εἶπε πρὸς μὲ ὁ λαὸς, οὐκ ἀναγγέλλεις ἡμῖν τί ἐστι ταῦτα ἃ σὺ ποιεῖς;"],["20","Καὶ εἶπα πρὸς αὐτοὺς, λόγος Κυρίου ἐγένετο πρὸς μὲ, λέγων,"],["21","εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ, Τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ βεβηλῶ τὰ ἅγιά μου, φρύαγμα ἰσχύος ὑμῶν, ἐπιθυμήματα ὀφθαλμῶν ὑμῶν, καὶ ὑπὲρ ὧν φείδονται αἱ ψυχαὶ ὑμῶν· καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, οὓς ἐγκατελίπετε, ἐν ῥομφαίᾳ πεσοῦνται."],["22","Καὶ ποιήσετε ὃν τρόπον πεποίηκα· ἀπὸ στόματος αὐτῶν οὐ παρακληθήσεσθε, καὶ ἄρτον ἀνδρῶν οὐ φάγεσθε,"],["23","καὶ αἱ κόμαι ὑμῶν ἐπὶ τῆς κεφαλῆς ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν· οὔτε μὲ κόψησθε, οὔτε μὴ κλαύσητε, καὶ ἐντακήσεσθε ἐν ταῖς ἀδικίαις ὑμῶν, καὶ παρακαλέσετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ."],["24","Καὶ ἔσται Ἰεζεκιὴλ ὑμῖν εἰς τέρας, κατὰ πάντα ὅσα ἐποίησα ποιήσετε, ὅταν ἔλθῃ ταῦτα, καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος."],["25","Καὶ σύ, υἱὲ ἀνθρώπου, οὐχὶ ἐν τῇ ἡμέρᾳ ὅταν λαμβάνω τὴν ἰσχὺν παρʼ αὐτῶν, τὴν ἔπαρσιν τῆς καυχήσεως αὐτῶν, τὰ ἐπιθυμήματα ὀφθαλμῶν αὐτῶν, καὶ τὴν ἔπαρσιν ψυχῆς αὐτῶν, υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν,"],["26","ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἥξει ὁ ἀνασωζόμενος πρὸς σὲ, τοῦ ἀναγγεῖλαί σοι εἰς τὰ ὦτα;"],["27","Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διανοιχθήσεται τὸ στόμα σου πρὸς τὸν ἀνασωζόμενον· λαλήσεις, καὶ οὐ μὴ ἀποκωφωθῇς οὐκέτι, καὶ ἔσῃ αὐτοῖς εἰς τέρας, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος."]],[["1","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["2","υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν, καὶ προφήτευσον ἐπʼ αὐτοὺς,"],["3","καὶ ἐρεῖς τοῖς υἱοῖς Ἀμμὼν, Ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου, ὅτι ἐβεβηλώθη, καὶ ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, ὅτι ἠφανίσθη, καὶ ἐπὶ τὸν οἶκον τοῦ Ἰούδα, ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ,"],["4","διατοῦτο ἰδοὺ ἐγὼ παραδίδωμι ὑμᾶς τοῖς υἱοῖς Κεδὲμ εἰς κληρονομίαν, καὶ κατασκηνώσουσιν ἐν τῇ ἀπαρτίᾳ αὐτῶν ἐν σοὶ, καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὐτῶν· αὐτοὶ φάγονται τοὺς καρπούς σου, καὶ αὐτοὶ πίονται τὴν πιότητά σου."],["5","Καὶ δώσω τὴν πόλιν τοῦ Ἀμμὼν εἰς νομὰς καμήλων, καὶ τοὺς υἱοὺς Ἀμμὼν εἰς νομὴν προβάτων, καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος."],["6","Διότι τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἐκρότησας τὴν χεῖρά σου, καὶ ἐψόφησας τῷ ποδί σου, καὶ ἐπέχαρας ἐκ ψυχῆς σου ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ,"],["7","διατοῦτο ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔθνεσι, καὶ ἐξολεθρεύσω σε ἐκ τῶν λαῶν, καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ, καὶ ἐπιγνώσῃ διότι ἐγὼ Κύριος."],["8","Τάδε λέγει Κύριος, ἀνθʼ ὧν εἶπε Μωάβ, ἰδοὺ, οὐχ ὃν τρόπον πάντα τὰ ἔθνη, οἶκος Ἰσραὴλ καὶ Ἰούδα;"],["9","Διατοῦτο ἰδοὺ ἐγὼ παραλύω τὸν ὦμον Μωάβ ἀπὸ πόλεων ἀκρωτηρίων αὐτοῦ, ἐκλεκτὴν γῆν, οἶκον Βεθασιμούθ ἐπάνω πηγῆς πόλεως παραθαλασσίας,"],["10","τοὺς υἱοὺς Κεδὲμ ἑπὶ τοὺς υἱοὺς Ἀμμὼν δέδωκα αὐτῷ εἰς κληρονομίαν, ὅπως μὴ μνεία γένηται τῶν υἱῶν Ἀμμών."],["11","Καὶ εἰς Μωὰβ ποιήσω ἐκδίκησιν, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος."],["12","Τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἐποίησεν ἡ Ἰδουμαία ἐν τῷ ἐκδικῆσαι αὐτοὺς ἐκδίκησιν εἰς τὸν οἶκον Ἰούδα, καὶ ἐμνησικάκησαν, καὶ ἐξεδίκησαν δίκην,"],["13","διατοῦτο τάδε λέγει Κύριος, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τὴν Ἰδουμαίαν, καὶ ἐξολοθρεύσω ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος, καὶ θήσομαι αὐτὴν ἔρημον, καὶ ἐκ Θαιμὰν διωκόμενοι ἐν ῥομφαίᾳ πεσοῦνται."],["14","Καὶ δώσω ἐκδίκησίν μου ἐπὶ τὴν Ἰδουμαίαν ἐν χειρὶ λαοῦ μου Ἰσραὴλ, καὶ ποιήσουσιν ἐν τῇ Ἰδουμαίᾳ κατὰ τὴν ὀργήν μου καὶ κατὰ τὸν θυμόν μου, καὶ ἐπιγνώσονται τὴν ἐκδίκησίν μου, λέγει Κύριος."],["15","Διατοῦτο τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἐποίησαν οἱ ἀλλόφυλοι ἐν ἐκδικήσει, καὶ ἐξανέστησαν ἐκδίκησιν ἐπιχαίροντες ἐκ ψυχῆς, τοῦ ἐξαλεῖψαι ἕως ἑνὸς,"],["16","διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ τοὺς ἀλλοφύλους, καὶ ἐξολοθρεύσω Κρῆτας, καὶ ἀπολῶ τοὺς καταλοίπους τοὺς κατοικοῦντας τὴν παραλίαν·"],["17","Καὶ ποιήσω ἐν αὐτοῖς ἐκδικήσεις μεγάλας, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος, ἐν τῷ δοῦναι τὴν ἐκδίκησίν μου ἐπʼ αὐτούς."]],[["1","Καὶ ἐγενήθη ἐν τῷ ἑνδεκάτῳ ἔτει, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["2","Υἱὲ ἀνθρώπου, ἀνθʼ οὗ εἶπε Σὸρ ἐπὶ Ἱερουσαλὴμ, εὖγε συνετρίβη, ἀπόλωλε τὰ ἔθνη, ἐπεστράφη πρὸς μὲ, ἡ πλήρης ἠρήμωται·"],["3","Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ σὲ Σὸρ, καὶ ἀνάξω ἐπὶ σὲ ἔθνη πολλὰ, ὡς ἀναβαίνει ἡ θάλασσα τοῖς κύμασιν αὐτῆς."],["4","Καὶ καταβαλοῦσι τὰ τείχη Σὸρ, καὶ καταβαλοῦσι τοὺς πύργους σου, καὶ λικμήσω τὸν χοῦν αὐτῆς ἀπʼ αὐτῆς, καὶ δώσω αὐτὴν εἰς λεωπετρίαν·"],["5","Ψυγμὸς σαγηνῶν ἔσται ἐν μέσῳ θαλάσσης, ὅτι ἐγὼ λελάληκα, λέγει Κύριος· καὶ ἔσται εἰς προνομὴν τοῖς ἔθνεσι."],["6","Καὶ αἱ θυγατέρες αὐτῆς ἐν πεδίῳ μαχαίρᾳ ἀναιρεθήσονται, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος."],["7","Ὅτι τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ Σόρ τὸν Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος ἀπὸ τοῦ Βοῤῥᾶ, βασιλεὺς βασιλέων ἐστὶ, μεθʼ ἵππων καὶ ἁρμάτων καὶ ἱππέων καὶ συναγωγῆς ἐθνῶν πολλῶν σφόδρα."],["8","Οὗτος τὰς θυγατέρας σου τὰς ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀνελεῖ, καὶ δώσει ἐπὶ σὲ προφυλακὴν, καὶ περιοικοδομήσει, καὶ ποιήσει ἐπὶ σὲ κύκλῳ χάρακα, καὶ περίστασιν ὅπλων, καὶ τὰς λόγχας αὐτοῦ ἀπέναντί σου δώσει·"],["9","Τὰ τείχη σου, καὶ τοὺς πύργους σου καταβαλεῖ ἐν ταῖς μαχαίραις αὐτοῦ."],["10","Ἀπὸ τοῦ πλήθους τῶν ἵππων αὐτοῦ κατακαλύψει σε ὁ κονιορτὸς αὐτῶν· καὶ ἀπὸ τῆς φωνῆς τῶν ἱππέων αὐτοῦ καὶ τῶν τροχῶν τῶν ἁρμάτων αὐτοῦ σεισθήσεται τὰ τείχη σου, εἰσπορευομένου αὐτοῦ τὰς πύλας σου, ὡς εἰσπορευόμενος εἰς πόλιν ἐκ πεδίου."],["11","Ἐν ταῖς ὁπλαῖς τῶν ἵππων αὐτοῦ καταπατήσουσί σου πάσας τὰς πλατείας· τὸν λαόν σου μαχαίρᾳ ἀνελεῖ, καὶ τὴν ὑπόστασιν τῆς ἰσχύος σου ἐπὶ τὴν γῆν κατάξει."],["12","Καὶ προνομεύσει τὴν δύναμίν σου, καὶ σκυλεύσει τὰ ὑπάρχοντά σου, καὶ καταβαλεῖ τὰ τείχη σου, καὶ τοὺς οἴκους σου τοὺς ἐπιθυμητοὺς καθελεῖ· καὶ τοὺς λίθους σου, καὶ τὰ ξύλα σου, καὶ τὸν χοῦν σου εἰς μέσον τῆς θαλάσσης σου ἐμβαλεῖ."],["13","Καὶ καταλύσει τὸ πλῆθος τῶν μουσικῶν σου, καὶ ἡ φωνὴ τῶν ψαλτηρίων σου οὐ μὴ ἀκουσθῇ ἔτι."],["14","Καὶ δώσω σε λεωπετρίαν, ψυγμὸς σαγηνῶν ἔσῃ, οὐ μὴ οἰκοδομηθῇς ἔτι, ὅτι ἐγὼ Κύριος ἐλάλησα, λέγει Κύριος."],["15","Διότι τάδε λέγει Κύριος Κύριος τῇ Σὸρ, οὐκ ἀπὸ φωνῆς τῆς πτώσεώς σου, ἐν τῷ στενάξαι τραυματίας, ἐν τῷ σπᾶσαι μάχαιραν ἐν μέσῳ σου, σεισθήσονται αἱ νῆσαι;"],["16","Καὶ καταβήσονται ἀπὸ τῶν θρόνων αὐτῶν πάντες οἱ ἄρχοντες ἐκ τῶν ἐθνῶν τῆς θαλάσσης, καὶ ἀφελοῦνται τὰς μίτρας ἀπὸ τῶν κεφαλῶν αὐτῶν, καὶ τὸν ἱματισμὸν τὸν ποικίλον αὐτῶν ἐκδύσονται· ἐκστάσει ἐκστήσονται, ἐπὶ γῆν καθεδοῦνται, καὶ φοβηθήσονται τὴν ἀπώλειαν αὐτῶν, καὶ στενάξουσιν ἐπὶ σὲ,"],["17","καὶ λήψονται ἐπὶ σὲ θρῆνον, καὶ ἐροῦσί σοι, πῶς κατελύθης ἐκ θαλάσσης ἡ πόλις ἡ ἐπαινετὴ, ἡ δοῦσα τὸν φόβον αὐτῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν;"],["18","Καὶ φοβηθήσονται αἱ νῆσοι ἀπὸ ἡμέρας πτώσεώς σου."],["19","Ὅτι τάδε λέγει Κύριος Κύριος, ὅταν δῶ πόλιν ἠρημωμένην ὡς τὰς πόλεις τὰς μὴ κατοικισθησομένας, ἐν τῷ ἀναγαγεῖν με ἐπὶ σὲ τὴν ἄβυσσον, καὶ κατακαλύψει σε ὕδωρ πολὺ,"],["20","καὶ καταβιβάσω σε πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον πρὸς λαὸν αἰῶνος, καὶ κατοικιῶ σε εἰς βάθη τῆς γῆς ὡς ἔρημον αἰώνιον μετὰ καταβαινόντων εἰς βόθρον, ὅπως μὴ κατοικηθῇς, μηδὲ ἀναστῇς ἐπὶ γῆς ζωῆς,"],["21","ἀπώλειάν σε δώσω, καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα, λέγει Κύριος Κύριος."]],[["1","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων,"],["2","Καὶ σὺ υἱὲ ἀνθρώπου λάβε ἐπὶ Σὸρ θρῆνον,"],["3","καὶ ἐρεῖς τῇ Σὸρ τῇ κατοικούσῃ ἐπὶ τῆς εἰσόδου τῆς θαλάσσης, τῷ ἐμπορίῳ τῶν λαῶν, ἀπὸ νήσων πολλῶν, τάδε λέγει Κύριος τῇ Σόρ,"],["4","Σὺ εἶπας, ἐγὼ περιέθηκα ἐμαυτῇ κάλλος μου, ἐν καρδίᾳ θαλάσσης τῷ Βεελεὶμ υἱοί σου περιέθηκάν σοι κάλλος."],["5","Κέδρος ἐν Σενεὶρ ᾠκοδομήθη σοι, ταινίαι σανίδων κυπαρίσσου ἐκ τοῦ Λιβάνου ἐλήφθησαν, τοῦ ποιῆσαί σοι ἱστοὺς ἐλατίνους,"],["6","ἐκ τῆς Βασανίτιδος ἐποίησαν τὰς κώπας σου, τὰ ἱερά σου ἐποίησαν ἐξ ἐλέφαντος, οἴκους ἀλσώδεις ἀπὸ νήσων τῶν Χετιείμ."],["7","Βύσσος μετὰ ποικιλίας ἐξ Αἰγύπτου ἐγένετό σοι στρωμνὴ, τοῦ περιθεῖναί σοι δόξαν, καὶ περιβαλεῖν σε ὑάκινθον καὶ πορφύραν ἐκ τῶν νήσων Ἐλεισαὶ, καὶ ἐγένετο περιβόλαιά σου."],["8","Καὶ οἱ ἄρχοντές σου οἱ κατοικοῦντες Σιδῶνα, καὶ Ἀράδιοι ἐγένοντο κωπηλάται σου· οἱ σοφοί σου Σὸρ, οἳ ἦσαν ἐν σοὶ, οὗτοι κυβερνῆταί σου."],["9","Οἱ πρεσβύτεροι Βιβλίων, καὶ οἱ σοφοὶ αὐτῶν, οἳ ἦσαν ἐν σοί, οὗτοι ἐνίσχυον τὴν βουλήν σου· καὶ πάντα τὰ πλοῖα τῆς θαλάσσης καὶ οἱ κωπηλάται αὐτῶν ἐγένοντό σοι ἐπὶ δυσμὰς δυσμῶν."],["10","Πέρσαι, καὶ Λυδοὶ, καὶ Λίβυες ἦσαν ἐν τῇ δυνάμει σου, ἄνδρες πολεμισταί σου πέλτας καὶ περικεφαλαίας ἐκρέμασαν ἐν σοί, οὗτοι ἔδωκαν τὴν δόξαν σου."],["11","Υἱοὶ Ἀραδίων καὶ ἡ δύναμίς σου ἐπὶ τῶν τειχέων σου· φύλακες ἐν τοῖς πύργοις σου ἦσαν, τὰς φαρέτρας αὐτῶν ἐκρέμασαν ἐπὶ τῶν ὅρμων σου κύκλῳ, οὗτοι ἐτελείωσάν σου τὸ κάλλος."],["12","Καρχηδόνιοι ἔμποροί σου ἀπὸ πλήθους πάσης ἰσχύος σου, ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ κασσίτερον καὶ μόλιβον ἔδωκαν τὴν ἀγοράν σου."],["13","Ἡ Ἑλλὰς, καὶ ἡ σύμπασα, καὶ τὰ παρατείνοντα, οὗτοι ἐνεπορεύοντό σοι ἐν ψυχαῖς ἀνθρώπων, καὶ σκεύη χαλκᾶ ἔδωκαν τὴν ἐμπορίαν σου."],["14","Ἐξ οἴκου Θογαρμὰ ἵπποι καὶ ἱππεῖς ἔδωκαν ἀγοράν σου."],["15","Υἱοὶ Ῥοδίων ἔμποροί σου, ἀπὸ νήσων ἐπλήθυναν τὴν ἐμπορίαν σου ὀδόντας ἐλεφαντίνους, καὶ τοῖς εἰσαγομένοις ἀντεδίδους τοὺς μισθούς σου,"],["16","ἀνθρώπους ἐμπορίαν σου ἀπὸ πλήθους τοῦ συμμίκτου σου, στακτὴν καὶ ποικίλματα ἐκ Θαρσὶς, καὶ Ῥαμὸθ, καὶ Χορχὸρ ἔδωκαν τὴν ἀγοράν σου."],["17","Ἰούδας καὶ οἱ υἱοὶ τοῦ Ἰσραὴλ, οὗτοι ἔμποροί σου, ἐν πράσει σίτου καὶ μύρων καὶ κασίας, καὶ πρῶτον μέλι καὶ ἔλαιον καὶ ῥητίνην ἔδωκαν εἰς τὸν σύμμικτόν σου."],["18","Δαμασκὸς ἔμποροί σου, ἐκ πλήθους πάσης δυνάμεώς σου· οἶνος ἐκ Χελβὼν, καὶ ἔρια ἐκ Μιλήτου, καὶ οἶνον εἰς τὴν ἀγοράν σου ἔδωκαν."],["19","Ἐξ Ἀσὴλ σίδηρος εἰργασμένος, καὶ τροχιὰς ἐν τῷ συμμίκτῳ σου ἐστί."],["20","Δαιδὰν ἔμποροί σου, μετὰ κτηνῶν ἐκλεκτῶν εἰς ἅρματα."],["21","Ἡ Ἀραβία καὶ πάντες οἱ ἄρχοντες Κηδὰρ, οὗτοι ἔμποροί σου διὰ χειρός σου, καμήλους καὶ ἀμνοὺς καὶ κριοὺς ἐν οἷς ἐμπορεύονταί σε."],["22","Ἔμποροι Σαββὰ, καὶ Ῥαμμὰ, οὗτοι ἔμποροί σου, μετὰ πρώτων ἡδυσμάτων, καὶ λίθων χρηστῶν, καὶ χρυσὸν ἔδωκαν τὴν ἀγοράν σου."],["23","Χαῤῥὰ, καὶ Χαναὰ, οὗτοι ἔμποροί σου·"],["24","Ἀσσοὺρ καὶ Χαρμὰν ἔμποροί σου, φέροντες ἐμπορίαν ὑάκινθον, καὶ θησαυροὺς ἐκλεκτοὺς δεδεμένους σχοίνίοις, καὶ κυπαρίσσινα."],["25","Πλοῖα ἔμποροί σου, ἐν τῷ πλήθει, ἐν τῷ συμμίκτῳ σου· καὶ ἐνεπλήσθης καὶ ἐβαρύνθης σφόδρα ἐν καρδίᾳ θαλάσσης."],["26","Ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κωπηλάται σου, τὸ πνεῦμα τοῦ Νότου συνέτριψέ σε ἐν καρδίᾳ θαλάσσης."],["27","Ἦσαν δυνάμεις σου, καὶ ὁ μισθός σου, καὶ τῶν συμμίκτων σου, καὶ οἱ κωπηλάται σου, καὶ οἱ κυβερνῆταί σου, καὶ οἱ σύμβουλοί σου, καὶ οἱ σύμμικτοί σου ἐκ τῶν συμμίκτων σου, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου οἱ ἐν σοί· καὶ πᾶσα συναγωγή σου ἐν μέσῳ σου πεσοῦνται ἐν καρδίᾳ θαλάσσης, ἐν τῇ ἡμέρᾳ τῆς πτώσεώς σου."],["28","Πρὸς τὴν κραυγὴν τῆς φωνῆς σου οἱ κυβερνῆταί σου φόβῳ φοβηθήσονται."],["29","Καὶ καταβήσονται ἀπὸ τῶν πλοίων πάντες οἱ κωπηλάται, καὶ οἱ ἐπιβάται, καὶ οἱ πρωρεῖς τῆς θαλάσσης ἐπὶ τὴν γῆν στήσονται."],["30","Καὶ ἀλαλάξουσιν ἐπὶ σὲ τῇ φωνῇ αὐτῶν, καὶ κεκράξονται πικρὸν, καὶ ἐπιθήσουσι γῆν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, καὶ σποδὸν στρώσονται."],["32","Καὶ λήψονται οἱ υἱοὶ αὐτῶν ἐπὶ σὲ θρῆνον, θρήνημα Σόρ·"],["33","Πόσον τινὰ εὗρες μισθὸν ἀπὸ τῆς θαλάσσης; Ἐνέπλησας ἔθνη ἀπὸ τοῦ πλήθους σου, καὶ ἀπὸ τοῦ συμμίκτου σου ἐπλούτησας πάντας βασιλεῖς τῆς γῆς."],["34","Νῦν συνετρίβης ἐν θαλάσσῃ, ἐν βάθει ὕδατος ὁ σύμμικτός σου, καὶ πᾶσα ἡ συναγωγή σου ἐν μέσῳ σου· ἔπεσον πάντες οἱ κωπηλάται σου."],["35","Πάντες οἱ κατοικοῦντες τὰς νήσους ἐστύγνασαν ἐπὶ σέ, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐξέστησαν, καὶ ἐδάκρυσε τὸ πρόσωπον αὐτῶν."],["36","Ἔμποροι ἀπὸ ἐθνῶν ἐσύρισάν σε, ἀπώλεια ἐγένου, καὶ οὐκέτι ἔσῃ εἰς τὸν αἰῶνα."]],[["1","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["2","Καὶ σὺ υἱὲ ἀνθρώπου εἰπὸν τῷ ἄρχοντι Τύρου, τάδε λέλει Κύριος, ἀνθʼ οὗ ὑψώθη σου ἡ καρδία, καὶ εἶπας, Θεός εἰμι ἐγὼ, κατοικίαν Θεοῦ, καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ."],["3","Μὴ σοφώτερος εἶ σὺ τοῦ Δανιήλ; ἢ σοφοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμῃ αὐτῶν;"],["4","Μὴ ἐν τῇ ἐπιστήμῃ σου ἢ τῇ φρονήσει σου ἐποίησας σεαυτῷ δύναμιν, καὶ χρυσίον καὶ ἀργύριον ἐν τοῖς θησαυροῖς σου;"],["5","Ἐν τῇ πολλῇ ἐπιστήμῃ σου καὶ ἐμπορίᾳ σου ἐπλήθυνας δύναμίν σου, ὑψώθη ἡ καρδία σου ἐν τῇ δυνάμει σου."],["6","Διατοῦτο τάδε λέγει Κύριος, ἐπειδὴ δέδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ,"],["7","ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ, καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου, καὶ στρώσουσιν τὸ κάλλος σου εἰς ἀπώλειαν,"],["8","καὶ καταβιβάσουσί σε, καὶ ἀποθανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης."],["9","Μὴ λέγων ἐρεῖς, Θεός εἰμι ἐγὼ, ἐνώπιον τῶν ἀναιρούντων σε; σὺ δὲ εἶ ἄνθρωπος, καὶ οὐ Θεός."],["10","Ἐν πλήθει ἀπεριτμήτων ἀπολῇ ἐν χερσὶν ἀλλοτρίων, ὅτι ἐγὼ ἐλάλησα, λέγει Κύριος."],["11","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["12","υἱὲ ἀνθρώπου, λάβε θρῆνον ἐπὶ τὸν ἄρχοντα Τύρου, καὶ εἰπὸν αὐτῷ, τάδε λέγει Κύριος Κύριος, σὺ ἀποσφράγισμα ὁμοιώσεως,"],["13","καὶ στέφανος κάλλους ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγενήθης· πᾶντα λίθον χρηστὸν ἐνδέδεσαι, σάρδιον καὶ τοπάζιον, καὶ σμάραγδον καὶ ἄνθρακα, καὶ σάπφειρον καὶ ἴασπιν, καὶ ἀργύριον καὶ χρυσίον, καὶ λιγύριον καὶ ἀχάτην, καὶ ἀμέθυστον καὶ χρυσόλιθον, καὶ βηρύλλιον καὶ ὀνύχιον, καὶ χρυσίου ἐνέπλήσας τοὺς θησαυρούς σου καὶ τὰς ἀποθήκας σου ἐν σοί."],["14","Ἀφʼ ἧς ἡμέρας ἐκτίσθης σὺ μετὰ τοῦ χερούβ, ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ, ἐγενήθης ἐν μέσῳ λίθων πυρίνων."],["15","Ἐγενήθης σὺ ἄμωμος ἐν ταῖς ἡμέραις σου, ἀφʼ ἧς ἡμέρας σὺ ἐκτίσθης ἕως εὑρέθη τὰ ἀδικήματα ἐν σοί."],["16","Ἀπὸ πλήθους τῆς ἐμπορίας σου ἔπλησας τὰ ταμεῖά σου ἀνομίας, καὶ ἥμαρτες, καὶ ἐτραυματίσθης ἀπὸ ὄρους τοῦ Θεοῦ· καὶ ἤγαγέ σε τὸ χεροὺβ ἐκ μέσου λίθων πυρίνων."],["17","Ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου, διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου· διὰ πλῆθος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔῤῥιψά σε, ἐναντίον βασιλέων ἔδωκά σε παραδειγματισθῆναι."],["18","Διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου καὶ τῶν ἀδικιῶν τῆς ἐμπορίας σου, ἐβεβήλωσα τὰ ἱερά σου, καὶ ἐξάξω πῦρ ἐκ μέσου σου, τοῦτο καταφάγεταί σε· καὶ δώσω σε σποδὸν ἐπὶ τῆς γῆς σου ἐναντίον πάντων τῶν ὁρώντων σε."],["19","Καὶ πάντες οἱ ἐπιστάμενοί σε ἐν τοῖς ἔθνεσι στενάξουσιν ἐπὶ σέ· ἀπώλεια ἐγένου, καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα."],["20","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["21","υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Σιδῶνα, καὶ προφήτευσον ἐπʼ αὐτὴν,"],["22","καὶ εἰπὸν, Τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ σέ Σιδὼν, καὶ ἐνδοξασθήσομαι ἐν σοί, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα, καὶ ἁγιασθήσομαι ἐν σοί."],["23","Αἷμα καὶ θάνατος ἐν ταῖς πλατείαις σου, καὶ πεσοῦνται τετραυματισμέμοι μαχαίραις ἐν σοὶ περικύκλῳ σου, καὶ γνώσονται διότι ἐγώ εἰμι Κύριος."],["24","Καὶ οὐκ ἔσονται οὐκέτι ἐν τῷ οἴκῳ τοῦ Ἰσραὴλ σκόλοψ πικρίας καὶ ἄκανθα ὀδύνης ἀπὸ τῶν περικύκλῳ αὐτῶν, τῶν ἀτιμασάντων αὐτοὺς, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος."],["25","Τάδε λέγει Κύριος Κύριος, καὶ συνάξω τὸν Ἰσραὴλ ἐκ τῶν ἐθνῶν οὗ διεσκορπίσθησαν ἐκεῖ, καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς, καὶ ἐνώπιον τῶν λαῶν καὶ τῶν ἐθνῶν·"],["26","Καὶ κατοικήσουσι ἐπὶ τῆς γῆς αὐτῶν, ἣν δέδωκα τῷ δούλῳ μου Ἰακὼβ, καὶ κατοικήσουσιν ἐπʼ αὐτῆς ἐν ἐλπίδι, καὶ οἰκοδομήσουσιν οἰκίας, καὶ φυτεύσουσιν ἀμπελῶνας, καὶ κατοικήσουσιν ἐν ἐλπίδι, ὅταν ποιήσω κρίμα ἐν πᾶσι τοῖς ἀτιμάσασιν αὐτοὺς ἐν τοῖς κύκλῳ αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν καὶ ὁ Θεὸς τῶν πατέρων αὐτῶν."]],[["1","Ἐν τῷ ἔτει τῷ δωδεκάτῳ, ἐν τῷ δεκάτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["2","υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, καὶ προφήτευσον ἐπʼ αὐτὸν καὶ ἐπʼ Αἴγυπτον ὅλην,"],["3","καὶ εἰπόν, Τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ Φαραὼ, τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσῳ ποταμῶν αὐτοῦ, τὸν λέγοντα, ἐμοί εἰσιν οἱ ποταμοὶ, καὶ ἐγὼ ἐποίησα αὐτούς."],["4","Καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου, καὶ προσκολλήσω τοὺς ἰχθῦας τοῦ ποταμοῦ σου πρὸς τὰς πτέρυγάς σου, καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου,"],["5","καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου· ἐπὶ πρόσωπον τοῦ πεδίου πέσῇ, καὶ οὐ μὴ συναχθῇς, καὶ οὐ μὴ περισταλῇς, τοῖς θηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ δέδωκά σε εἰς κατάβρωμα·"],["6","Καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον, ὅτι ἐγώ εἰμι Κύριος· ἀνθʼ ὧν ἐγενήθης ῥάβδος καλαμίνη τῷ οἴκῳ Ἰσραὴλ,"],["7","ὅτε ἐπελάβετό σου τῇ χειρὶ αὐτῶν, ἐθλάσθης· καὶ ὅτε ἐπεκρότησεν ἐπʼ αὐτοὺς πᾶσα χεὶρ, καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ, συνετρίβης, καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν."],["8","Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ῥομφαίαν, καὶ ἀπολῶ ἀπὸ σοῦ ἀνθρώπους καὶ κτήνη,"],["9","καὶ ἔσται ἡ γῆ Αἰγύπτου ἀπώλεια καὶ ἔρημος· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος· ἀντὶ τοῦ λέγειν σε, οἱ ποταμοὶ ἐμοί εἰσι, καὶ ἐγὼ ἐποίησα αὐτοὺς,"],["10","Διατοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ, καὶ ἐπὶ πάντας τοὺς ποταμούς σου, καὶ δώσω γῆν Αἰγύπτου εἰς ἔρημον καὶ ῥομφαίαν καὶ ἀπώλειαν ἀπὸ Μαγδωλοῦ καὶ Συήνης καὶ ἕως ὁρίων Αἰθιόπων."],["11","Οὐ μὴ διέλθῃ ἐν αὐτῇ ποὺς ἀνθρώπου, καὶ ποὺς κτήνους οὐ μὴ διέλθῃ αὐτὴν, καὶ οὐ κατοικηθήσεται τεσσαράκοντα ἔτη."],["12","Καὶ δώσω τὴν γῆν αὐτῆς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης, καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται τεσσεράκοντα ἔτη· καὶ διασπερῶ Αἴγυπτον ἐν τοῖς ἔθνεσι, καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας."],["13","Τάδε λέγει Κύριος, μετὰ τεσσεράκοντα ἔτη συνάξω Αἰγυπτίους ἀπὸ τῶν ἐθνῶν οὗ διεσκορπίσθησαν ἐκεῖ,"],["14","καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν τῶν Αἰγυπτίων, καὶ κατοικίσω αὐτοὺς ἐν γῇ Φαθωρῆς, ἐν τῇ γῇ ὅθεν ἐλήμφθησαν, καὶ ἔσται ἀρχὴ ταπεινὴ"],["15","παρὰ πάσας τὰς ἀρχάς· οὐ μὴ ὑψωθῇ ἔτι ἐπὶ τὰ ἔθνη· καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω, τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔθνεσι."],["16","Καὶ οὐκέτι ἔσονται τῷ οἴκῳ Ἰσραὴλ εἰς ἐλπίδα ἀναμιμνήσκουσαν ἀνομίαν, ἐν τῷ ἀκολουθῆσαι αὐτοὺς ὀπίσω ἀυτῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος."],["17","Καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει, μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["18","Υἱὲ ἀνθρώπου, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο τὴν δύναμιν αὐτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου, πᾶσα κεφαλὴ φαλακρὰ, καὶ πᾶς ὦμος μαδῶν· καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρον, καὶ τῆς δουλείας ἧς ἐδούλευσαν ἐπʼ αὐτήν."],["19","Τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ δίδωμι τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος γῆν Αἰγύπτου, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς, καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς· καὶ ἔσται μισθὸς τῇ δυνάμει αὐτοῦ,"],["20","ἀντὶ τῆς λειτουργίας αὐτοῦ ἧς ἐδούλευσεν ἐπὶ Τύρον, δέδωκα αὐτῷ γῆν Αἰγύπτου· τάδε λέγει Κύριος Κύριος."],["21","Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ Ἰσραὴλ, καὶ σοὶ δώσω στόμα ἀνεῳγμένον ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος."]],[["1","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["2","υἱὲ ἀνθρώπου, προφήτευσον, καὶ εἰπὸν τάδε λέγει Κύριος, ὢ ὢ ἡμέρα,"],["3","ὅτι ἐγγὺς ἡμέρα τοῦ Κυρίου, ἡμέρα πέρας ἐθνῶν ἔσται·"],["4","Καὶ ἥξει μάχαιρα ἐπʼ Αἰγυπτίους, καὶ ἔσται ταραχὴ ἐν γῇ Αἰθιοπίᾳ, καὶ συμπεσοῦνται τετραυματισμένοι ἐν Αἰγύπτῳ, καὶ συμπεσεῖται τὰ θεμέλια αὐτῆς."],["5","Πέρσαι, καὶ Κρῆτες, καὶ Λυδοὶ, καὶ Λίβυες, καὶ πάντες οἱ ἐπίμικτοι καὶ τῶν υἱῶν τῆς διαθήκης μου, μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ."],["6","Καὶ πεσοῦνται τὰ ἀντιστηρίγματα Αἰγύπτου, καὶ καταβήσεται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς ἀπὸ Μαγδωλοῦ ἕως Συήνης, μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ, λέγει Κύριος."],["7","Καὶ ἐρημωθήσεται ἐν μέσῳ χωρῶν ἐρημωμένων, καὶ αἱ πόλεις αὐτῶν ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται,"],["8","καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ὅταν δῶ πῦρ ἐπʼ Αἴγυπτον, καὶ συντριβῶσι πάντες οἱ βοηθοῦντες αὐτῇ."],["9","Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσονται ἄγγελοι σπεύδοντες ἀφανίσαι τὴν Αἰθιοπίαν, καὶ ἔσται ταραχὴ ἐν αὐτοῖς ἐν τῇ ἡμέρᾳ Αἰγύπτου, ὅτι ἰδοὺ ἥκει."],["10","Τάδε λέγει Κύριος Κύριος, καὶ ἀπολῶ πλῆθος Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος,"],["11","αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ, λοιμοὶ ἀπὸ ἐθνῶν ἀπεσταλμένοι ἀπολέσαι γῆν· καὶ ἐκκενώσουσι πάντες τὰς μαχαίρας αὐτῶν ἐπʼ Αἴγυπτον, καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν,"],["12","καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους, καὶ ἀπολῶ τὴν γῆν, καὶ τὸ πλήρωμα αὐτῆς ἐν χερσὶν ἀλλοτρίων, ἐγὼ Κύριος λελάληκα."],["13","Ὅτι τάδε λέγει Κύριος Κύριος, καὶ ἀπολῶ μεγιστᾶνας ἀπὸ Μέμφεως, καὶ ἄρχοντας Μέμφεως ἐκ γῆς Αἰγύπτου, καὶ οὐκ ἔσονται ἔτι."],["14","Καὶ ἀπολῶ γῆν Φαθωρῆς, καὶ δώσω πῦρ ἐπὶ Τάνιν, καὶ ποιήσω ἐκδίκησιν ἐν Διοσπόλει."],["15","Καὶ ἐκχεῶ τὸν θυμόν μου ἐπὶ Σαὶν τὴν ἰσχὺν Αἰγύπτου, καὶ ἀπολῶ τὸ πλῆθος Μέμφεως,"],["16","καὶ δώσω πῦρ ἐπʼ Αἴγυπτον, καὶ ταραχῇ ταραχθήσεται ἡ Συήνη, καὶ ἐν Διοσπόλει ἔσται ἔκρηγμα, καὶ διαχυθήσεται ὕδατα."],["17","Νεανίσκοι Ἡλιουπόλεως καὶ Βουβάστου ἐν μαχαίρᾳ πεσοῦνται, καὶ αἱ γυναῖκες ἐν αἰχμαλωσίᾳ πορεύσονται,"],["18","καὶ ἐν Τάφναις συσκοτάσει ἡ ἡμέρα, ἐν τῷ συντρίψαι με ἐκεῖ τὰ σκῆπτρα Αἰγύπτου· καὶ ἀπολεῖται ἐκεῖ ἡ ὕβρις ἰσχύος αὐτῆς, καὶ ταύτην νεφέλη καλύψει, καὶ αἱ θυγατέρες αὐτῆς αἰχμάλωτοι ἀρθήσονται."],["19","Καὶ ποιήσω κρίμα ἐν Αἰγύπτῳ, καὶ γνώσονται ὅτι ἐγὼ εἰμι Κύριος."],["20","Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ πρώτῳ μηνὶ, ἑβδόμῃ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["21","υἱὲ ἀνθρώπου, τοὺς βραχίονας Φαραὼ βασιλέως Αἰγύπτου συνέτριψα, καὶ ἰδοὺ οὐ κατεδεήθη τοῦ δοθῆναι ἴασιν, τοῦ δοθῆναι ἐπʼ αὐτὸν μάλαγμα, τοῦ δοθῆναι ἰσχὺν ἐπιλαβέσθαι μαχαίρας."],["22","Διατοῦτο τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, καὶ συντρίψω τοὺς βραχίονας αὐτοῦ τοὺς ἰσχυροὺς, καὶ τοὺς τεταμένους, καὶ καταβαλῶ τὴν μάχαιραν αὐτοῦ ἐκ τῆς χειρὸς αὐτοῦ,"],["23","καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔθνη, καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας."],["24","Καὶ κατισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος, καὶ δώσω τὴν ῥομφαίαν μου εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ἐπάξει αὐτὴν ἐπʼ Αἴγυπτον, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς, καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς."],["25","Καὶ ἐνισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος, οἱ δὲ βραχίονες Φαραὼ πεσοῦνται· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ δοῦναι τὴν ῥομφαίαν μου εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ ἐκτενεῖ αὐτὴν ἐπὶ γῆν Αἰγύπτου."],["26","Καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔθνη, καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας, καὶ γνώσονται πάντες ὅτι ἐγώ εἰμι Κύριος."]],[["1","Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ τρίτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["2","υἱὲ ἀνθρώπου, εἰπὸν πρὸς Φαραὼ βασιλέα Αἰγύπτου καὶ τῷ πλήθει αὐτοῦ, Τίνι ὡμοίωσας σεαυτὸν ἐν τῷ ὕψει σου;"],["3","Ἰδοὺ Ἀσσοὺρ κυπάρισσος ἐν τῷ Λιβάνῳ, καὶ καλὸς ταῖς παραφυάσι, καὶ ὑψηλὸς τῷ μεγέθει, εἰς μέσον νεφελῶν ἐγένετο ἡ ἀρχὴ αὐτοῦ."],["4","ὕδωρ ἐξέθρεψεν αὐτὸν, ἡ ἄβυσσος ὕψωσεν αὐτὸν, τοὺς ποταμοὺς αὐτῆς ἤγαγε κύκλῳ τῶν φυτῶν αὐτοῦ, καὶ τὰ συστήματα αὐτῆς ἐξαπέστειλεν εἰς πάντα τὰ ξύλα τοῦ πεδίου."],["5","Ἕνεκεν τούτου ὑψώθη τὸ μέγεθος αὐτοῦ παρὰ πάντα τὰ ξύλα τοῦ πεδίου, καὶ ἐπλατύνθησαν οἱ κλάδοι αὐτοῦ ἀφʼ ὕδατος πολλοῦ."],["6","Ἐν ταῖς παραφυάσιν αὐτοῦ ἐνόσσευσαν πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὑποκάτω τῶν κλάδων αὐτοῦ ἐγεννῶσαν πάντα τὰ θηρία τοῦ πεδίου, ἐν τῇ σκιᾷ αὐτοῦ κατῴκησε πᾶν πλῆθος ἐθνῶν."],["7","Καὶ ἐγένετο καλὸς ἐν τῷ ὕψει αὐτοῦ διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ, ὅτι ἐγενήθησαν αἱ ῥίζαι αὐτοῦ εἰς ὕδωρ πολύ."],["8","Καὶ κυπάρισσοι τοιαῦται ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ, καὶ αἱ πίτυες οὐχ ὅμοιαι ταῖς παραφυάσιν αὐτοῦ, καὶ ἐλάται οὐκ ἐγένοντο ὅμοιαι τοῖς κλάδοις αὐτοῦ· πᾶν ξύλον ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ οὐχ ὡμοιώθη αὐτῷ ἐν τῷ κάλλει αὐτοῦ,"],["9","διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ· καὶ ἐζήλωσεν αὐτὸν τὰ ξύλα τοῦ παραδείσου τῆς τρυφῆς τοῦ Θεοῦ."],["10","Διατοῦτο τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἐγένου μέγας τῷ μεγέθει, καὶ ἔδωκας τὴν ἀρχήν σου εἰς μέσον νεφελῶν, καὶ εἶδον ἐν τῷ ὑψωθῆναι αὐτόν·"],["11","Καὶ παρέδωκα αὐτὸν εἰς χεῖρας ἄρχοντος ἐθνῶν, καὶ ἐποίησε τὴν ἀπώλειαν αὐτοῦ."],["12","Καὶ ἐξωλόθρευσαν αὐτὸν ἀλλότριοι λοιμοὶ ἀπὸ ἐθνῶν, καὶ κατέβαλον αὐτὸν ἐπὶ τῶν ὀρέων· ἐν πάσαις ταῖς φάραγξιν ἔπεσαν οἱ κλάδοι αὐτοῦ, καὶ συνετρίβη τὰ στελέχη αὐτοῦ ἐν παντὶ πεδίῳ τῆς γῆς, καὶ κατέβησαν ἀπὸ τῆς σκέπης αὐτῶν πάντες οἱ λαοὶ τῶν ἐθνῶν, καὶ ἠδάφισαν αὐτόν."],["13","Ἐπὶ τὴν πτῶσιν αὐτοῦ ἀνεπαύσαντο πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐπὶ τὰ στελέχη αὐτοῦ ἐγίνοντο πάντα τὰ θηρία τοῦ ἀγροῦ,"],["14","ὅπως μὴ ὑψωθῶσιν ἐν τῷ μεγέθει αὐτῶν πάντα τὰ ξύλα τὰ ἐν τῷ ὕδατι· καὶ ἔδωκαν τὴν ἀρχὴν αὐτῶν εἰς μέσον νεφελῶν, καὶ οὐκ ἔστησαν ἐν τῷ ὕψει αὐτῶν πρὸς αὐτά· πάντες οἱ πίνοντες ὕδωρ, πάντες ἐδόθησαν εἰς θάνατον, εἰς γῆς βάθος, ἐν μέσῳ υἱῶν ἀνθρώπων πρὸς καταβαίνοντας εἰς βόθρον."],["15","Τάδε λέγει Κύριος Κύριος, ἐν ᾗ ἡμέρᾳ κατέβη εἰς ᾅδου, ἐπένθησεν αὐτὸν ἡ ἄβυσσος· καὶ ἐπέστησα τοὺς ποταμοὺς αὐτῆς, καὶ ἐκώλυσα πλῆθος ὕδατος, καὶ ἐσκότασεν ἐπʼ αὐτὸν ὁ Λίβανος, πάντα τὰ ξύλα τοῦ πεδίου ἐπʼ αὐτῷ ἐξελύθησαν."],["16","Ἀπὸ τῆς φωνῆς τῆς πτώσεως αὐτοῦ ἐσείσθησαν τὰ ἔθνη, ὅτε κατεβίβαζον αὐτὸν εἰς ᾅδου μετὰ τῶν καταβαινόντων εἰς λάκκον, καὶ παρεκάλουν αὐτὸν ἐν γῇ πάντα τὰ ξύλα τῆς τρυφῆς, καὶ τὰ ἐκλεκτὰ τοῦ Λιβάνου πάντα τὰ πίνοντα ὕδωρ."],["17","Καὶ γὰρ αὐτοὶ κατέβησαν μετʼ αὐτοῦ εἰς ᾅδου ἐν τοῖς τραυματίαις ἀπὸ μαχαίρας, καὶ τὸ σπέρμα αὐτοῦ οἱ κατοικοῦντες ὑπὸ τὴν σκέπην αὐτοῦ ἐν μέσῳ τῆς ζωῆς αὐτῶν ἀπώλοντο."],["18","Τίνι ὡμοιώθης; κατάβηθι, καὶ καταβιβάσθητι μετὰ τῶν ξύλων τῆς τρυφῆς εἰς γῆς βάθος· ἐν μέσῳ ἀπεριτμήτων κοιμηθήσῃ μετὰ τραυματιῶν μαχαίρας· οὕτως Φαραὼ καὶ τὸ πλῆθος τῆς ἰσχύος αὐτοῦ, λέγει Κύριος Κύριος."]],[["1","Καὶ ἐγένετο ἐν τῷ δεκάτῳ ἔτει, ἐν τῷ δεκάτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["2","υἱὲ ἀνθρώπου, λάβε θρῆνον ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐρεῖς αὐτῷ, Λέοντι ἐθνῶν ὡμοιώθης σὺ, καὶ ὡς δράκων ὁ ἐν τῇ θαλάσσῃ, καὶ ἐκεράτιζες τοῖς ποταμοῖς σου, καὶ ἐτάρασσες ὕδωρ τοῖς ποσί σου, καὶ κατεπάτεις τοὺς ποταμούς σου."],["3","Τάδε λέγει Κύριος, καὶ περιβαλῶ ἐπὶ σὲ δίκτυα λαῶν πολλῶν, καὶ ἀνάξω σε ἐν τῷ ἀγκίστρῳ μου,"],["4","καὶ ἐκτενῶ σε ἐπὶ τὴν γῆν· πεδία πλησθήσεται, καὶ ἐπικαθιῶ ἐπὶ σὲ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐμπλήσω πάντα τὰ θηρία πάσης τῆς γῆς."],["5","Καὶ δώσω τὰς σάρκας σου ἐπὶ τὰ ὄρη, καὶ ἐμπλήσω ἀπὸ τοῦ αἵματός σου."],["6","Καὶ ποτισθήσεται ἡ γῆ ἀπὸ τῶν προχωρημάτων σου, ἀπὸ τοῦ πλήθους σου ἐπὶ τῶν ὀρέων· φάραγγας ἐμπλήσω ἀπὸ σοῦ,"],["7","καὶ κατακαλύψω ἐν τῷ σβεσθῆναί σε οὐρανὸν, καὶ συσκοτάσω τὰ ἄστρα αὐτοῦ, ἥλιον ἐν νεφέλῃ καλύψω, καὶ σελήνη οὐ μὴ φάνῃ τὸ φῶς αὐτῆς."],["8","Πάντα τὰ φαίνοντα φῶς ἐν τῷ οὐρανῷ, συσκοτάσουσιν ἐπὶ σέ· καὶ δώσω σκότος ἐπὶ τὴν γῆν, λέγει Κύριος Κύριος."],["9","Καὶ παροργιῶ καρδίαν λαῶν πολλῶν, ἡνίκα ἂν ἄγω αἰχμαλωσίαν σου εἰς τὰ ἔθνη, εἰς γῆν ἣν οὐκ ἔγνως."],["10","Καὶ στυγνάσουσιν ἐπὶ σὲ ἔθνη πολλὰ, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐκστήσονται, ἐν τῷ πετᾶσθαι τὴν ῥομφαίαν μου ἐπὶ πρόσωπα αὐτῶν, προσδεχόμενοι τὴν πτῶσιν αὐτῶν ἀφʼ ἡμέρας πτώσεώς σου."],["11","Ὅτι τάδε λέγει Κύριος Κύριος, ῥομφαία βασιλέως Βαβυλῶνος ἥξει σοι"],["12","ἐν μαχαίραις γιγάντων, καὶ καταβαλῶ τὴν ἰσχύν σου, λοιμοὶ ἀπὸ ἐθνῶν πάντες, καὶ ἀπολοῦσι τὴν ὕβριν Αἰγύπτου, καὶ συντριβήσεται πᾶσα ἡ ἰσχὺς αὐτῆς."],["13","Καὶ ἀπολῶ πάντα τὰ κτήνη αὐτῆς ἀφʼ ὕδατος πολλοῦ, καὶ οὐ μὴ ταράξῃ αὐτὸ πούς ἀνθρώπου ἔτι, καὶ ἴχνος κτηνῶν οὐ μὴ καταπατήσῃ αὐτό."],["14","Οὕτως τότε ἡσυχάσει τὰ ὕδατα αὐτῶν, καὶ οἱ ποταμοὶ αὐτῶν ὡς ἔλαιον πορεύσονται, λέγει Κύριος,"],["15","ὅταν δῶ Αἴγυπτον εἰς ἀπώλειαν, καὶ ἐρημωθῇ ἡ γῆ σὺν· τῇ πληρώσει αὐτῆς, ὅταν διασπερῶ πάντας τοὺς κατοικοῦντας ἐν αὐτῇ, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος."],["16","Θρῆνός ἐστι, καὶ θρηνήσεις αὐτὸν, καὶ αἱ θυγατέρες τῶν ἐθνῶν θρηνήσουσιν αὐτὸν, ἐπʼ Αἴγυπτον, καὶ ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῆς θρηνήσουσιν αὐτὴν, λέγει Κύριος Κύριος."],["17","Καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει τοῦ πρώτου μηνὸς, πεντεκαιδεκάτῃ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["18","Υἱὲ ἀνθρώπου, θρήνησον ἐπὶ τὴν ἰσχὺν Αἰγύπτου, καὶ καταβιβάσουσιν αὐτῆς τὰς θυγατέρας τὰ ἔθνη νεκρὰς εἰς τὸ βάθος τῆς γῆς, πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον·"],["20","Ἐν μέσῳ μαχαίρας τραυματιῶν πεσοῦνται μετʼ αὐτοῦ, καὶ κοιμηθήσεται πᾶσα ἡ ἰσχὺς αὐτοῦ·"],["21","καὶ ἐροῦσί σοι οἱ γίγαντες, ἐν βάθει βόθρου γίνου, τίνος κρείττων εἶ; καὶ κατάβηθι, καὶ κοιμήθητι μετὰ ἀπεριτμήτων, ἐν μέσῳ τραυματιῶν μαχαίρας."],["22","Ἐκεῖ Ἀσσοὺρ καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ, πάντες τραυματίαι ἐκεῖ ἐδόθησαν, καὶ ἡ ταφὴ αὐτῶν ἐν βάθει βόθρου, καὶ ἐγενήθη ἡ συναγωγὴ αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ,"],["23","οἱ δόντες τὸν φόβον αὐτῶν ἐπὶ γῆς ζωῆς."],["24","Ἐκεῖ Αἰλὰμ καὶ πᾶσα ἡ δύναμις αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ, καὶ οἱ καταβαίνοντες ἀπερίτμητοι εἰς γῆς βάθος, οἱ δεδωκότες αὐτῶν φόβον ἐπὶ γῆς ζωῆς· καὶ ἐλάβοσαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον,"],["25","ἐν μέσῳ τραυματιῶν."],["26","Ἐκεῖ ἐδόθησαν Μοσὸχ καὶ Θοβὲλ, καὶ πᾶσα ἡ ἰσχὺς αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες τραυματίαι αὐτοῦ, πάντες ἀπερίτμητοι τραυματίαι ἀπὸ μαχαίρας, οἱ δεδωκότες τὸν φόβον αὐτῶν ἐπὶ γῆς ζωῆς."],["27","Καὶ ἐκοιμήθησαν μετὰ τῶν γιγάντων τῶν πεπτωκότων ἀπʼ αἰῶνος, οἳ κατέβησαν εἰς ᾅδου ἐν ὅπλοις πολεμικοῖς, καὶ ἔθηκαν τὰς μαχαίρας αὐτῶν ὑπὸ τὰς κεφαλὰς αὐτῶν, καὶ ἐγενήθησαν αἱ ἀνομῖαι αὐτῶν ἐπὶ τῶν ὀστέων αὐτῶν, ὅτι ἐξεφόβησαν πάντας ἐν τῇ ζωῇ αὐτῶν."],["28","Καὶ σὺ ἐν μέσῳ ἀπεριτμήτων κοιμηθήσῃ μετὰ τετραυματισμένων μαχαίρᾳ."],["29","Ἐκεῖ ἐδόθησαν οἱ ἄρχοντες Ἀσσοὺρ, οἱ δόντες τὴν ἰσχὺν αὐτοῦ εἰς τραῦμα μαχαίρας· οὗτοι μετὰ τραυματιῶν ἐκοιμήθησαν, μετὰ καταβαινόντων εἰς βόθρον."],["30","Ἐκεῖ οἱ ἄρχοντες τοῦ Βοῤῥᾶ πάντες στρατηγοὶ Ἀσσοὺρ, οἱ καταβαίνοντες τραυματίαι, σὺν τῷ φόβῳ αὐτῶν καὶ τῇ ἰσχύϊ αὐτῶν ἐκοιμήθησαν ἀπερίτμητοι μετὰ τραυματιῶν μαχαίρας, καὶ ἀπήνεγκαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον."],["31","Ἐκείνους ὄψεται βασιλεὺς Φαραὼ, καὶ παρακληθήσεται ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῶν, λέγει Κύριος Κύριος."],["32","Ὅτι δέδωκα τὸν φόβον αὐτοῦ ἐπὶ γῆς ζωῆς, καὶ κοιμηθήσεται ἐν μέσῳ ἀπεριτμήτων μετὰ τραυματιῶν μαχαίρας Φαραὼ, καὶ πᾶν τὸ πλῆθος αὐτοῦ μετʼ αὐτοῦ, λέγει Κύριος Κύριος."]],[["1","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["2","υἱὲ ἀνθρώπου, λάλησον τοῖς υἱοῖς τοῦ λαοῦ σου, καὶ ἐρεῖς πρὸς αὐτοὺς, Γῆ ἐφʼ ἣν ἂν ἐπάγω ῥομφαίαν, καὶ λάβῃ ὁ λαὸς τῆς γῆς ἄνθρωπον ἕνα ἐξ αὐτῶν, καὶ δῶσιν αὐτὸν ἑαυτοῖς εἰς σκοπὸν,"],["3","καὶ ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην ἐπὶ τὴν γῆν, καὶ σαλπίσῃ τῇ σάλπιγγι, καὶ σημάνῃ τῷ λαῷ,"],["4","καὶ ἀκούσῃ ὁ ἀκούσας τῆς φωνῆς τῆς σάλπιγγος, καὶ μὴ φυλάξηται, καὶ ἐπέλθῃ ἡ ῥομφαία, καὶ καταλάβῃ αὐτὸν, τὸ αἷμα αὐτοῦ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἔσται."],["5","Ὅτι τὴν φωνὴν τῆς σάλπιγγος ἀκούσας οὐκ ἐφυλάξατο, τὸ αἷμα αὐτοῦ ἐπʼ αὐτοῦ ἔσται· καὶ οὗτος ὅτι ἐφυλάξατο, τὴν ψυχὴν αὐτοῦ ἐξείλατο."],["6","Καὶ ὁ σκοπὸς ἐὰν ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην, καὶ μὴ σημάνῃ τῇ σάλπιγγι, καὶ ὁ λαὸς μὴ φυλάξηται, καὶ ἐλθοῦσα ἡ ῥομφαία λάβῃ ἐξ αὐτῶν ψυχὴν, αὕτη διὰ τὴν αὐτῆς ἀνομίαν ἐλήφθη, καὶ τὸ αἷμα ἐκ χειρὸς τοῦ σκοποῦ ἐκζητήσω."],["7","Καὶ σὺ υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον."],["8","Ἐν τῷ εἰπεῖν με τῷ ἁμαρτωλῷ, θανάτῳ θανατωθήσῃ, καὶ μὴ λαλήσῃς τοῦ φυλάξασθαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, αὐτὸς ὁ ἄνομος τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω."],["9","Σὺ δὲ ἐὰν προαπαγγείλῃς τῷ ἀσεβεῖ τὴν ὁδὸν αὐτοῦ ἀποστρέψαι ἀπʼ αὐτῆς, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, οὗτος τῇ ἀσεβείᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχὴν σαυτοῦ ἐξῄρησαι."],["10","Καὶ σὺ υἱὲ ἀνθρώπου, εἰπὸν τῷ οἴκῳ Ἰσραὴλ, οὓτως ἐλαλήσατε λέγοντες, αἱ πλάναι ἡμῶν, καὶ αἱ ἀνομίαι ἡμῶν ἐφʼ ἡμῖν εἰσι, καὶ ἐν αὐταῖς ἡμεῖς τηκόμεθα, καὶ πῶς ζησόμεθα;"],["11","Εἰπὸν αὐτοῖς, ζῶ ἐγὼ, τάδε λέγει Κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἀσεβοῦς, ὡς ἀποστρέψαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, καὶ ζῇν αὐτόν· ἀποστροφῇ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν· καὶ ἱνατί ἀποθνήσκετε οἶκος Ἰσραήλ;"],["12","Εἰπὸν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου, δικαιοσύνη δικαίου οὐ μὴ ἐξελεῖται αὐτὸν, ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ· καὶ ἀνομία ἀσεβοῦς οὐ μὴ κακώσῃ αὐτὸν, ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ· καὶ δίκαιος οὐ μὴ δύνηται σωθῆναι."],["13","Ἐν τῷ εἰπεῖν με τῷ δικαίῳ, οὗτος πέποιθεν ἐπὶ τῇ δικαιοσύνῃ αὐτοῦ, καὶ ποιήσει ἀνομίαν, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ οὐ μὴ ἀναμνησθῶσιν, ἐν τῇ ἀδικίᾳ αὐτοῦ ᾗ ἐποίησεν ἐν αὐτῇ ἀποθανεῖται."],["14","Καὶ ἐν τῷ εἰπεῖν με τῷ ἀσεβεῖ, θανάτῳ θανατωθήσῃ, καὶ ἀποστρέψει ἀπὸ τῆς ἁμαρτίαις αὐτοῦ, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην,"],["15","καὶ ἐνεχύρασμα ἀποδοῖ, καὶ ἁρπάγματα ἀποτίσει, ἐν προστάγμασιν ζωῆς διαπορεύηται, τοῦ μὴ ποιῆσαι ἄδικον, ζωῇ ζήσεται, καὶ οὐ μὴ ἀποθάνῃ."],["16","Πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ ἃς ἥμαρτεν, οὐ μὴ ἀναμνησθῶσιν, ὅτι κρίμα καὶ δικαιοσύνην ἐποίησεν, ἐν αὐταῖς ζήσεται."],["17","Καὶ ἐροῦσιν οἱ υἱοὶ τοῦ λαοῦ σου, οὐκ εὐθεῖα ἡ ὁδὸς τοῦ Κυρίου· καὶ αὕτη ἡ ὁδὸς αὐτῶν οὐκ εὐθεῖα."],["18","Ἐν τῷ ἀποστρέψαι δίκαιον ἀπὸ τῆς δικαιοσύνης αὐτοῦ, καὶ ποιήσει ἀνομίας, καὶ ἀποθανεῖται ἐν αὐταῖς."],["19","Καὶ ἐν τῷ ἀποστρέψαι τὸν ἁμαρτωλὸν ἀπὸ τῆς ἀνομίας αὐτοῦ, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην, ἐν αὐτοῖς αὐτὸς ζήσεται."],["20","Καὶ τοῦτό ἐστιν ὃ εἴπατε, οὐκ εὐθεῖα ἡ ὁδὸς Κυρίου· ἕκαστον ἐν ταῖς ὁδοῖς αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος Ἰσραήλ."],["21","Καὶ ἐγενήθη ἐν τῷ δεκάτῳ ἔτει, ἐν τῷ δωδεκάτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς τῆς αἰχμαλωσίας ἡμῶν, ἦλθε πρὸς μὲ ὁ ἀνασωθεὶς ἀπὸ Ἱερουσαλὴμ, λέγων, ἑάλω ἡ πόλις."],["22","Καὶ χεὶρ Κυρίου ἐγενήθη ἐπʼ ἐμὲ ἑσπέρας πρὶν ἐλθεῖν αὐτὸν, καὶ ἤνοιξέ μου τὸ στόμα, ὡς ἦλθε πρὸς μὲ τὸ πρωΐ· καὶ ἀνοιχθὲν τὸ στόμα μου, οὐ συνεσχέθη ἔτι."],["23","Καὶ ἐγενήθη λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["24","υἱὲ ἀνθρώπου, οἱ κατοικοῦντες τὰς ἠρημωμένας ἐπὶ τῆς γῆς τοῦ Ἰσραὴλ, λέγουσιν, εἷς ἦν Ἁβραὰμ, καὶ κατέσχε τὴν γῆν, καὶ ἡμεῖς πλείους ἐσμὲν, ἡμῖν δέδοται ἡ γῆ εἰς κατάσχεσιν."],["25","Διατοῦτο εἰπὸν αὐτοῖς, τάδε λέγει Κύριος Κύριος,"],["27","ζῶ ἐγὼ, εἰ μὴν οἱ ἐν ταῖς ἠρημωμέναις μαχαίραις πεσοῦνται, καὶ οἱ ἐπὶ προσώπου τοῦ πεδίου τοῖς θηρίοις τοῦ ἀγροῦ δοθήσονται εἰς κατάβρωμα, καὶ τοὺς ἐν ταῖς τετειχισμέναις, καὶ τοὺς ἐν τοῖς σπηλαίοις θανάτῳ ἀποκτενῶ."],["28","Καὶ δώσω τὴν γῆν ἔρημον, καὶ ἀπολεῖται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς, καὶ ἐρημωθήσεται τὰ ὄρῃ τοῦ Ἰσραὴλ διὰ τὸ μὴ εἶναι διαπορευόμενον."],["29","Καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος· καὶ ποιήσω τὴν γῆν αὐτῶν ἔρημον, καὶ ἐρημωθήσεται διὰ πάντα τὰ βδελύγματα αὐτῶν ἃ ἐποίησαν."],["30","Καὶ σὺ υἱὲ ἀνθρώπου, οἱ υἱοὶ τοῦ λαοῦ σου οἱ λαλοῦντες περὶ σοῦ παρὰ τὰ τείχη καὶ ἐν τοῖς πυλῶσι τῶν οἰκιῶν, καὶ λαλοῦσιν ἄνθρωπος τῷ ἀδελφῷ αὐτοῦ, λέγοντες, συνέλθωμεν, καὶ ἀκούσωμεν τὰ ἐκπορευόμενα παρὰ Κυρίου."],["31","Ἔρχονται πρὸς σὲ, ὡς συμπορεύεται λαὸς, καὶ κάθηνται ἐναντίον σου, καὶ ἀκούουσι τὰ ῥήματά σου, καὶ αὐτὰ οὐ μὴ ποιήσουσιν, ὅτι ψεῦδος ἐν τῷ στόματι αὐτῶν, καὶ ὀπίσω τῶν μιασμάτων ἡ καρδία αὐτῶν."],["32","Καὶ γίνῃ αὐτοῖς ὡς φωνὴ ψαλτηρίου ἡδυφώνου εὐαρμόστου, καὶ ἀκούσονταί σου τὰ ῥήματα, καὶ οὐ μὴ ποιήσουσιν αὐτά."],["33","Καὶ ἡνίκα ἐὰν ἔλθῃ, ἐροῦσιν, ἰδοὺ ἥκει· καὶ γνώσονται ὅτι προφήτης ἦν ἐν μέσῳ αὐτῶν."]],[["1","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["2","υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς ποιμένας τοῦ Ἰσραὴλ, προφήτευσον, καὶ εἰπὸν τοῖς ποιμέσι, Τάδε λέγει Κύριος Κύριος, ὦ ποιμένες Ἰσραὴλ, μὴ βόσκουσι ποιμένες ἑαυτούς; οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες;"],["3","Ἰδοὺ τὸ γάλα κατέσθετε, καὶ τὰ ἔρια περιβάλλεσθε, καὶ τὸ παχὺ σφάζετε, καὶ τὰ πρόβατά μου οὐ βόσκετε."],["4","Τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε, καὶ τὸ κακῶς ἔχον οὐκ ἐσωματοποιήσατε, καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε, καὶ τὸ πλανώμενον οὐκ ἀπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε, καὶ τὸ ἰσχυρὸν κατειργάσασθε μόχθῳ."],["5","Καὶ διεσπάρη τὰ πρόβατά μου, διὰ τὸ μὴ εἶναι ποιμένας, καὶ ἐγενήθη εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ."],["6","Καὶ διεσπάρη τὰ πρόβατά μου ἐν παντὶ ὄρει, καὶ ἐπὶ πᾶν βουνὸν ὑψηλὸν, καὶ ἐπὶ προσώπου τῆς γῆς διεσπάρη, καὶ οὐκ ἦν ὁ ἐκζητῶν οὐδὲ ὁ ἀποστρέφων."],["7","Διατοῦτο ποιμένες ἀκούσατε λόγον Κυρίου."],["8","Ζῶ ἐγὼ, λέγει Κύριος Κύριος, εἰ μὴν ἀντὶ τοῦ γενέσθαι τὰ πρόβατά μου εἰς προνομὴν, καὶ γενέσθαι τὰ πρόβατά μου εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ πεδίου, παρὰ τὸ μὴ εἶναι ποιμένας, καὶ οὐκ ἐξεζήτησαν οἱ ποιμένες τὰ πρόβατά μου, καὶ ἐβόσκησαν οἱ ποιμένες ἑαυτοὺς, τὰ δὲ πρόβατά μου οὐκ ἐβόσκησαν·"],["9","Ἀντὶ τούτου ποιμένες,"],["10","τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας, καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀποστρέψω αὐτοὺς τοῦ μὴ ποιμαίνειν τὰ πρόβατά μου, καὶ οὐ βοσκήσουσιν ἔτι οἱ ποιμένες αὐτά· καὶ ἐξελοῦμαι τὰ πρόβατά μου ἐκ τοῦ στόματος αὐτῶν, καὶ οὐκ ἔσονται αὐτοῖς ἔτι εἰς κατάβρωμα."],["11","Διότι τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ ἐκζητήσω τὰ πρόβατά μου, καὶ ἐπισκέψομαι αὐτά."],["12","Ὥσπερ ζητεῖ ὁ ποιμὴν τὸ ποίμνιον αὐτοῦ ἐν ἡμέρᾳ ὅτʼ ἄν ᾖ γνόφος καὶ νεφέλη ἐν μέσῳ προβάτων διακεχωρισμένων, οὕτως ἐκζητήσω τὰ πρόβατά μου, καὶ ἀπελάσω αὐτὰ ἀπὸ παντὸς τόπου οὗ διεσπάρησαν ἐκεῖ ἐν ἡμέρᾳ νεφέλης καὶ γνόφου."],["13","Καὶ ἐξάξω αὐτοὺς ἐκ τῶν ἐθνῶν, καὶ συνάξω αὐτοὺς ἀπὸ τῶν χωρῶν, καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν αὐτῶν, καὶ βοσκήσω αὐτοὺς ἐπὶ τὰ ὄρη Ἰσραὴλ, καὶ ἐν ταῖς φάραγξι, καὶ ἐν πάσῃ κατοικίᾳ τῆς γῆς,"],["14","ἐν νομῇ ἀγαθῇ βοσκήσω αὐτοὺς, ἐν τῷ ὄρει τῷ ὑψηλῷ Ἰσραήλ· καὶ ἔσονται αἱ μάνδραι αὐτῶν ἐκεῖ, καὶ κοιμηθήσονται, καὶ ἐκεῖ ἀναπαύσονται ἐν τρυφῇ ἀγαθῇ, καὶ ἐν νομῇ πίονι βοσκηθήσονται ἐπὶ τῶν ὀρέων Ἰσραήλ."],["15","Ἐγὼ βοσκήσω τὰ πρόβατά μου, καὶ ἐγὼ ἀναπαύσω αὐτὰ, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος· τάδε λέγει Κύριος Κύριος."],["16","Τὸ ἀπολωλὸς ζητήσω, καὶ τὸ πλανώμενον ἀποστρέψω, καὶ τὸ συντετριμμένον καταδήσω, καὶ τὸ ἐκλεῖπον ἐνισχύσω, καὶ τὸ ἰσχυρὸν φυλάξω, καὶ βοσκήσω αὐτὰ μετὰ κρίματος."],["17","Καὶ ὑμεῖς πρόβατα, τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ διακρινῶ ἀναμέσον προβάτου καὶ προβάτου, κριῶν καὶ τράγων."],["18","Καὶ οὐχ ἱκανὸν ὑμῖν, ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε, καὶ τὰ κατάλοιπα τῆς νομῆς ὑμῶν κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν; καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε, καὶ τὸ λοιπὸν τοῖς ποσὶν ὑμῶν ἐταράσσετε;"],["19","Καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον."],["20","Διατοῦτο τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ διακρινῶ ἀναμέσον προβάτου ἰσχυροῦ καὶ ἀναμέσον προβάτου ἀσθενοῦς·"],["21","Ἐπὶ ταῖς πλευραῖς καὶ τοῖς ὤμοις ὑμῶν διωθεῖσθε, καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε, καὶ πᾶν τὸ ἐκλεῖπον ἐξεθλίβετε."],["22","Καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐ μὴ ὦσιν ἔτι εἰς προνομὴν, καὶ κρινῶ ἀναμέσον κριοῦ πρὸς κριόν."],["23","Καὶ ἀναστήσω ἐπʼ αὐτοὺς ποιμένα ἕνα, καὶ ποιμανεῖ αὐτοὺς, τὸν δοῦλόν μου Δαυὶδ, καὶ ἔσται αὐτῶν ποιμὴν,"],["24","καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν· ἐγὼ Κύριος ἐλάλησα."],["25","Καὶ διαθήσομαι τῷ Δαυὶδ διαθήκην εἰρήνης, καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς, καὶ κατοικήσουσιν ἐν τῇ ἐρήμῳ, καὶ ὑπνώσουσιν ἐν τοῖς δρυμοῖς."],["26","Καὶ δώσω αὐτοὺς περικύκλῳ τοῦ ὄρους μου· καὶ δώσω τὸν ὑετὸν ὑμῖν, ὑετὸν εὐλογίας."],["27","Καὶ τὰ ξύλα τὰ ἐν τῷ πεδίῳ δώσει τὸν καρπὸν αὐτῶν, καὶ ἡ γῆ δώσει τὴν ἰσχὺν αὐτῆς, καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν ἐν ἐλπίδι εἰρήνης, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ συντρίψαι με τὸν ζυγὸν αὐτῶν· καὶ ἐξελοῦμαι αὐτοὺς ἐκ χειρὸς τῶν καταδουλωσαμένων αὐτοὺς,"],["28","καὶ οὐκ ἔσονται ἔτι ἐν προνομῇ τοῖς ἔθνεσι, καὶ τὰ θηρία τῆς γῆς οὐκέτι μὴ φάγωσιν αὐτούς· καὶ κατοικήσουσιν ἐν ἐλπίδι, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς."],["29","Καὶ ἀναστήσω αὐτοῖς φυτὸν εἰρήνης, καὶ οὐκέτι ἔσονται ἀπολλύμενοι λιμῷ ἐπὶ τῆς γῆς, καὶ ὀνειδισμὸν ἐθνῶν οὐ μὴ ἐνέγκωσιν ἔτι."],["30","Καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, καὶ αὐτοὶ λαός μου. Οἶκος Ἰσραὴλ, λέγει Κύριος Κύριος,"],["31","πρόβατά μου καὶ πρόβατα ποιμνίου μου ἐστὲ, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, λέγει Κύριος Κύριος."]],[["1","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["2","υἱὲ ἀνθρώπου, ἐπίστρεψον τὸ πρόσωπόν σου ἐπʼ ὄρος Σηεὶρ, καὶ προφήτευσον εἰς αὐτὸ,"],["3","καὶ εἰπὸν αὐτῷ, Τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ σὲ ὄρος Σηεὶρ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ δώσω σε εἰς ἔρημον, καὶ ἐρημωθήσῃ,"],["4","καὶ ταῖς πόλεσί σου ἐρημίαν ποιήσω, καὶ σὺ ἔρημος ἔσῃ, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος."],["5","Ἀντὶ τοῦ γενέσθαι σε ἐχθρὰν αἰωνίαν, καὶ ἐνεκάθισας τῷ οἴκῳ Ἰσραὴλ δόλῳ, ἐν χειρὶ ἐχθρῶν μαχαίρᾳ ἐν καιρῷ ἀδικίας, ἐπʼ ἐσχάτων."],["6","Διατοῦτο ζῶ ἐγὼ, λέγει Κύριος Κύριος, εἰ μὴν εἰς αἷμα ἥμαρτες, καὶ αἷμα διώξεταί σε."],["7","Καὶ δώσω ὄρος Σηεὶρ εἰς ἔρημον, καὶ ἠρημωμένον, καὶ ἀπολῶ ἀπʼ αὐτοῦ ἀνθρώπους καὶ κτήνη,"],["8","καὶ ἐμπλήσω τῶν τραυματιῶν βουνούς σου καὶ τὰς φάραγγάς σου, καὶ ἐν πᾶσι τοῖς πεδίοις σου τετραυματισμένοι μαχαίρᾳ πεσοῦνται ἐν σοί."],["9","Ἐρημίαν αἰώνιον θήσομαί σε, καὶ αἱ πόλεις σου οὐ μὴ κατοικηθῶσιν ἔτι, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος."],["10","Διὰ τὸ εἰπεῖν σε, τὰ δύο ἔθνη, καὶ αἱ δύο χῶραι ἐμαὶ ἔσονται, καὶ κληρονομήσω αὐτὰς, καὶ Κύριος ἐκεῖ ἐστι·"],["11","Διατοῦτο ζῶ ἐγὼ, λέγει Κύριος, καὶ ποιήσω σοι κατὰ τὴν ἔχθραν σου, καὶ γνωσθήσομαί σοι ἡνίκα ἂν κρινῶ σε,"],["12","καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος· ἤκουσα τῆς φωνῆς τῶν βλασφημιῶν σου, ὅτι εἶπας, τὰ ὄρη Ἰσραὴλ ἔρημα ἡμῖν δέδοται εἰς κατάβρωμα,"],["13","καὶ ἐμεγαλοῤῥημόνησας ἐπʼ ἐμὲ τῷ στόματί σου, ἐγὼ ἤκουσα."],["14","Τάδε λέγει Κύριος, ἐν τῇ εὐφροσύνῃ πάσης τῆς γῆς ἔρημον ποιήσω σε."],["15","Ἔρημον ἔσῃ ὄρος Σηεὶρ, καὶ πᾶσα ἡ Ἰδουμαία, καὶ ἐξαναλωθήσεται, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν."]],[["1","Καὶ σὺ υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ τὰ ὄρη Ἰσραὴλ, καὶ εἰπὸν τοῖς ὄρεσι τοῦ Ἰσραὴλ, ἀκούσατε λόγον Κυρίου."],["2","Τάδε λέγει Κύριος Κύριος, ἀνθʼ οὗ εἶπεν ἐφʼ ὑμᾶς ὁ ἐχθρὸς, εὖγε ἔρημα αἰώνια εἰς κατάσχεσιν ἡμῖν ἐγενήθη·"],["3","Διατοῦτο προφήτευσον, καὶ εἰπὸν, τάδε λέγει Κύριος Κύριος, ἀντὶ τοῦ ἀτιμασθῆναι ὑμᾶς, καὶ μισηθῆναι ὑμᾶς ὑπὸ τῶν κύκλῳ ὑμῶν, τοῦ εἶναι ὑμᾶς εἰς κατάσχεσιν τοῖς καταλοίποις ἔθνεσι, καὶ ἀνέβητε λάλημα γλώσσῃ, καὶ εἰς ὀνείδισμα ἔθνεσι,"],["4","διατοῦτο ὄρη Ἰσραὴλ ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος τοῖς ὄρεσι, καὶ τοῖς βουνοῖς, καὶ τοῖς χειμάῤῥοις, καὶ ταῖς φάραγξι, καὶ τοῖς ἐξηρημωμένοις καὶ ἠφανισμένοις, καὶ ταῖς πόλεσι ταῖς ἐγκαταλελειμμέναις, καὶ ἐγένοντο εἰς προνομὴν, καὶ εἰς καταπάτημα τοῖς καταλειφθεῖσιν ἔθνεσι περικύκλῳ."],["5","Διατοῦτο τάδε λέγει Κύριος Κύριος, εἰ μὴν ἐν πυρὶ θυμοῦ μου ἐλάλησα ἐπὶ τὰ λοιπὰ ἔθνη, καὶ ἐπὶ τὴν Ἰδουμαίαν πᾶσαν, ὅτι ἔδωκαν τὴν γῆν μου ἑαυτοῖς εἰς κατάσχεσιν μετʼ εὐφροσύνης, ἀτιμάσαντες ψυχὰς, τοῦ ἀφανίσαι ἐν προνομῇ·"],["6","Διατοῦτο προφήτευσον ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ εἰπὸν τοῖς ὄρεσι, καὶ τοῖς βουνοῖς, καὶ ταῖς φάραγξι, καὶ ταῖς νάπαις, τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐν τῷ ζήλῳ μου, καὶ ἐν τῷ θυμῷ μου ἐλάλησα, ἀντὶ τοῦ ὀνειδισμοὺς ἐθνῶν ἐνέγκαι ὑμᾶς."],["7","Διατοῦτο ἐγὼ ἀρῶ τὴν χεῖρά μου ἐπὶ τὰ ἔθνη τὰ περικύκλῳ ὑμῶν, οὗτοι τὴν ἀτιμίαν αὐτῶν λήψονται."],["8","Ὑμῶν δὲ ὄρη Ἰσραὴλ τὴν σταφυλὴν καὶ τὸν καρπὸν ὑμῶν καταφάγεται ὁ λαός μου, ὅτι ἐλπίζουσι τοῦ ἐλθεῖν·"],["9","Ὅτι ἰδοὺ ἐγὼ ἐφʼ ὑμᾶς, καὶ ἐπιβλέψω ἐφʼ ὑμᾶς, καὶ κατεργασθήσεσθε, καὶ σπαρήσεσθε,"],["10","καὶ πληθυνῶ ἐφʼ ὑμᾶς ἀνθρώπους, πᾶν οἶκον Ἰσραὴλ εἰς τέλος, καὶ κατοικηθήσονται αἱ πόλεις, καὶ ἡ ἠρημωμένη οἰκοδομηθήσεται."],["11","Καὶ πληθυνῶ ἐφʼ ὑμᾶς ἀνθρώπους, καὶ κτήνη, καὶ κατοικιῶ ὑμᾶς ὡς τὸ ἐν ἀρχῇ ὑμῶν, καὶ εὖ ποιήσω ὑμᾶς, ὥσπερ τὰ ἔμπροσθεν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος."],["12","Καὶ γεννήσω ἐφʼ ὑμᾶς ἀνθρώπους τὸν λαόν μου Ἰσραὴλ, καὶ κληρονομήσουσιν ὑμᾶς, καὶ ἔσεσθε αὐτοῖς εἰς κατάσχεσιν· καὶ οὐ μὴ προστεθῆτε ἔτι ἀτεκνωθῆναι ἀπʼ αὐτῶν."],["13","Τάδε λέγει Κύριος Κύριος, ἀνθʼ ὧν εἶπάν σοι, κατέσθουσα ἀνθρώπους εἶ, καὶ ἠτεκνωμένη ὑπὸ τοῦ ἔθνους σου ἐγένου·"],["14","Διατοῦτο ἀνθρώπους οὐκέτι φάγεσαι, καὶ τὸ ἔθνος σου οὐκ ἀτεκνώσεις ἔτι, λέγει Κύριος Κύριος."],["15","Καὶ οὐκ ἀκουσθήσεται οὐκέτι ἐφʼ ὑμᾶς ἀτιμία ἐθνῶν, καὶ ὀνειδισμοὺς λαῶν οὐ μὴ ἀνενέγκητε ἔτι, λέγει Κύριος Κύριος."],["16","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["17","υἱὲ ἀνθρώπου, οἶκος Ἰσραὴλ κατῴκησεν ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ἐμίαναν αὐτὴν ἐν τῇ ὁδῷ αὐτῶν, καὶ ἐν τοῖς εἰδώλοις αὐτῶν, καὶ ἐν ταῖς ἀκαθαρσίαις αὐτῶν, καὶ κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀποκαθημένης ἐγενήθη ἡ ὁδὸς αὐτῶν πρὸ προσώπου μου."],["18","Καὶ ἐξέχεα τὸν θυμόν μου ἐπʼ αὐτοὺς,"],["19","καὶ διέσπειρα αὐτοὺς εἰς τὰ ἔθνη, καὶ ἐλίκμησα αὐτοὺς εἰς τὰς χώρας, κατὰ τὴν ὁδὸν αὐτῶν, καὶ κατὰ τὴν ἁμαρτίαν αὐτῶν ἔκρινα αὐτούς."],["20","Καὶ εἰσῆλθον εἰς τὰ ἔθνη, οὗ εἰσῆλθον ἐκεῖ, καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον ἐν τῷ λέγεσθαι αὐτοὺς, λαὸς Κυρίου οὗτοι, καὶ ἐκ τῆς γῆς αὐτοῦ ἐξεληλύθασι."],["21","Καὶ ἐπεισάμην αὐτῶν διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβήλωσαν οἶκος Ἰσραὴλ ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθοσαν ἐκεῖ."],["22","Διατοῦτο εἰπὸν τῷ οἴκῳ Ἰσραὴλ, τάδε λέγει Κύριος, οὐχ ὑμῖν ἐγὼ ποιῶ οἶκος Ἰσραὴλ, ἀλλʼ ἢ διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβηλώσατε ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθετε ἐκεῖ."],["23","Καὶ ἁγιάσω τὸ ὄνομά μου τὸ μέγα τὸ βεβηλωθὲν ἐν τοῖς ἔθνεσιν, ὃ ἐβεβηλώσατε ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ἁγιασθῆναί με ἐν ὑμῖν κατʼ ὀφθαλμοὺς αὐτῶν."],["24","Καὶ λήψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν, καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν τῶν γαιῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν,"],["25","καὶ ῥανῶ ἐφʼ ὑμᾶς καθαρὸν ὕδωρ, καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν, καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν, καὶ καθαριῶ ὑμᾶς·"],["26","Καὶ δώσω ὑμῖν καρδίαν καινὴν, καὶ πνεῦμα καινὸν δώσω ἐν ὑμῖν, καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν, καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην·"],["27","Καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν, καὶ ποιήσω ἵνα ἐν τοῖς δικαιώμασί μου πορεύησθε, καὶ τὰ κρίματά μου φυλάξησθε, καὶ ποιήσητε·"],["28","Καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ἧς ἔδωκα τοῖς πατράσιν ὑμῶν, καὶ ἔσεσθέ μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς Θεόν."],["29","Καὶ σώσω ὑμᾶς ἐκ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν, καὶ καλέσω τὸν σῖτον, καὶ πληθυνῶ αὐτὸν, καὶ οὐ δώσω ἐφʼ ὑμᾶς λιμόν."],["30","Καὶ πληθυνῶ τὸν καρπὸν τοῦ ξύλου, καὶ τὰ γεννήματα τοῦ ἀγροῦ, ὅπως ἂν μὴ λάβητε ὀνειδισμὸν λιμοῦ ἐν τοῖς ἔθνεσι."],["31","Καὶ μνησθήσεσθε τὰς ὁδοὺς ὑμῶν τὰς πονηρὰς, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ μὴ ἀγαθὰ, καὶ προσοχθιεῖτε κατὰ πρόσωπον αὐτῶν ἐν ταῖς ἀνομίαις ὑμῶν, καὶ ἐπὶ τοῖς βδελύγμασιν αὐτῶν."],["32","Οὐ διʼ ὑμᾶς ἐγὼ ποιῶ, λέγει Κύριος Κύριος, γνωστόν ἐστιν ὑμῖν· αἰσχύνθητε καὶ ἐντράπητε ἐκ τῶν ὁδῶν ὑμῶν οἶκος Ἰσραήλ."],["33","Τάδε λέγει ἀδωναῒ Κύριος, ἐν ἡμέρᾳ ᾗ καθαριῶ ὑμᾶς ἐκ πασῶν ἀνομιῶν ὑμῶν, καὶ κατοικιῶ τὰς πόλεις, καὶ οἰκοδομηθήσονται ἔρημοι,"],["34","καὶ ἡ γῆ ἠφανισμένη ἐργασθήσεται ἀνθʼ ὧν ὅτι ἠφανισμένη ἐγενήθη κατʼ ὀφθαλμοὺς παντὸς παροδεύοντος."],["35","Καὶ ἐροῦσιν, ἡ γῆ ἐκείνη ἠφανισμένη ἐγενήθη ὡς κῆπος τρυφῆς, καὶ αἱ πόλεις αἱ ἔρημοι καὶ ἠφανισμέναι καὶ κατεσκαμμέναι ὀχυραὶ ἐκάθισαν."],["36","Καὶ γνώσονται τὰ ἔθνη, ὅσα ἂν καταλειφθῶσιν κύκλῳ ὑμῶν, ὅτι ἐγὼ Κύριος ᾠκοδόμησα τὰς καθῃρημένας, καὶ κατεφύτευσα τὰς ἠφανισμένας· ἐγὼ Κύριος ἐλάλησα, καὶ ποιήσω."],["37","Τάδε λέγει ἀδωναῒ Κύριος, ἔτι τοῦτο ζητηθήσομαι τῷ οἴκῳ Ἰσραὴλ τοῦ ποιῆσαι αὐτούς· πληθυνῶ αὐτοὺς ὡς πρόβατα ἀνθρώπους,"],["38","ὡς πρόβατα ἅγια, ὡς πρόβατα Ἱερουσαλὴμ ἐν ταῖς ἑορταῖς αὐτῆς· οὕτως ἔσονται αἱ πόλεις αἱ ἔρημοι πλήρεις προβάτων ἀνθρώπων· καὶ γνώσονται ὅτι ἐγὼ Κύριος."]],[["1","Καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι Κύριος, καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων,"],["2","καὶ περιήγαγέ με ἐπʼ αὐτὰ κυκλόθεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, ξηρὰ σφόδρα."],["3","Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστέα ταῦτα; καὶ εἶπα, Κύριε Κύριε, σὺ ἐπίστῃ ταῦτα."],["4","Καὶ εἶπε πρὸς μὲ, προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα, καὶ ἐρεῖς αὐτοῖς, τὰ ὀστᾶ τὰ ξηρὰ, ἀκούσατε λόγον Κυρίου."],["5","Τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις, ἰδοὺ ἐγὼ φέρω ἐφʼ ὑμᾶς πνεῦμα ζωῆς,"],["6","καὶ δώσω ἐφʼ ὑμᾶς νεῦρα, καὶ ἀνάξω ἐφʼ ὑμᾶς σάρκα, καὶ ἐκτενῶ ἐφʼ ὑμᾶς δέρμα, καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος."],["7","Καὶ προεφήτευσα, καθὼς ἐνετείλατό μοι· καὶ ἐγένετο ἐν τῷ ἐμὲ προφητεῦσαι, καὶ ἰδοὺ σεισμὸς, καὶ προσήγαγε τὰ ὀστᾶ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ."],["8","Καὶ ἴδον, καὶ ἰδοὺ, ἐπʼ αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπʼ αὐτὰ δέρματα ἐπάνω, καὶ πνεῦμα οὐκ ἦν ἐπʼ αὐτοῖς."],["9","Καὶ εἶπε πρὸς μὲ, προφήτευσον ἐπὶ τὸ πνεῦμα, προφήτευσον υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ πνεύματι, τάδε λέγει Κύριος, ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθὲ, καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν."],["10","Καὶ προεφήτευσα καθότι ἐνετείλατό μοι, καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν, καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σφόδρα."],["11","Καὶ ἐλάλησε Κύριος πρὸς μὲ, λέγων, υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστι, καὶ αὐτοὶ λέγουσι, ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν."],["12","Διατοῦτο προφήτευσον, καὶ εἰπὸν, Τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν, καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραήλ·"],["13","Καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν, τοῦ ἀναγαγεῖν με ἐκ τῶν τάφων τὸν λαόν μου."],["14","Καὶ δώσω πνεῦμά μου εἰς ὑμὰς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος· λελάληκα καὶ ποιήσω, λέγει Κύριος."],["15","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων,"],["16","υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ ῥάβδον, καὶ γράψον ἐπʼ αὐτὴν τὸν Ἰούδαν, καὶ τοὺς υἱοὺς Ἰσραὴλ τοὺς προσκειμένους ἐπʼ αὐτόν· καὶ ῥάβδον δευτέραν λήψῃ σεαυτῷ, καὶ γράψεις αὐτὴν τῷ Ἰωσὴφ, ῥάβδον Ἐφραὶμ, καὶ πάντας τοὺς υἱοὺς Ἰσραὴλ τοὺς προστεθέντας πρὸς αὐτόν."],["17","Καὶ συνάψεις αὐτὰς προσαλλήλας σεαυτῷ, εἰς ῥάβδον μίαν τοῦ δῆσαι ἑαυτὰς, καὶ ἔσονται ἐν τῇ χειρί σου."],["18","Καὶ ἔσται ὅταν λέγωσι πρὸς σὲ οἱ υἱοὶ τοῦ λαοῦ σου, οὐκ ἀναγγέλλεις ἡμῖν, τί ἐστι ταῦτά σοι;"],["19","Καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ λήψομαι τὴν φυλὴν Ἰωσὴφ, τὴν διὰ χειρὸς Ἐφραὶμ, καὶ τὰς φυλὰς Ἰσραὴλ τὰς προσκειμένας πρὸς αὐτὸν, καὶ δώσω αὐτοὺς ἐπὶ τὴν φυλὴν Ἰούδα, καὶ ἔσονται εἰς ῥάβδον μίαν τῇ χειρὶ Ἰούδα."],["20","Καὶ ἔσονται αἱ ῥάβδοι ἐφʼ αἷς σὺ ἔγραψας ἐπʼ αὐταῖς, ἐν τῇ χειρί σου ἐνώπιον αὐτῶν."],["21","Καὶ ἐρεῖς αὐτοῖς, Τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ λαμβάνω πάντα οἶκον Ἰσραὴλ ἐκ μέσου τῶν ἐθνῶν, οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ συνάξω αὐτοὺς ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν, καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν τοῦ Ἰσραὴλ,"],["22","καὶ δώσω αὐτοὺς εἰς ἔθνος ἐν τῇ γῇ μου, καὶ ἐν τοῖς ὄρεσιν Ἰσραήλ· καὶ ἄρχων εἷς ἔσται αὐτῶν, καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔθνη, οὐδὲ, μὴ διαιρεθῶσιν οὐκέτι εἰς δύο βασιλείας,"],["23","ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοῖς εἰδώλοις αὐτῶν· καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν, ὧν ἡμάρτοσαν ἐν αὐταῖς, καὶ καθαριῶ αὐτοὺς, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεόν."],["24","Καὶ ὁ δοῦλός μου Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν, ἔσται ποιμὴν εἷς πάντων, ὅτι ἐν τοῖς προστάγμασί μου πορεύσονται, καὶ τὰ κρίματά μου φυλάξονται, καὶ ποιήσουνσιν αὐτά."],["25","Καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν ἐγὼ δέδωκα τῷ δούλῳ μου Ἰακὼβ, οὗ κατῴκησαν ἐκεῖ οἱ πατέρες αὐτῶν, καὶ κατοικήσουσιν ἐπʼ αὐτῆς αὐτοί· καὶ Δαυὶδ ὁ δοῦλός μου ἄρχων εἰς τὸν αἰῶνα."],["26","Καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης, διαθήκη αἰωνία ἔσται μετʼ αὐτῶν, καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα,"],["27","καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτοῖς Θεὸς, καὶ αὐτοί μου ἔσονται λαός·"],["28","Καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτοὺς, ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα."]],[["1","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,"],["2","υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Γὼγ, καὶ τὴν γῆν τοῦ Μαγὼγ, ἄρχοντα Ῥὼς Μεσὸχ, καὶ Θοβὲλ, καὶ προφήτευσον ἐπʼ αὐτόν."],["3","Καὶ εἰπὸν αὐτῷ, τάδε λέγει Κύριος Κύριος,"],["4","Ἰδοὺ ἐγὼ ἐπὶ σὲ ἄρχοντα Ῥὼς Μεσὸχ, καὶ Θοβὲλ, καὶ συνάξω σε, καὶ πᾶσαν τὴν δύναμίν σου, ἵππους καὶ ἱππεῖς ἐνδεδυμένους θώρακας πάντας συναγωγῇ πολλῇ, πέλται καὶ περικεφαλαίαι καὶ μάχαιραι·"],["5","Πέρσαι, καὶ Αἰθίοπες, καὶ Λίβυες, πάντες περικεφαλαίαις καὶ πέλταις,"],["6","Γομὲρ, καὶ πάντες οἱ περὶ αὐτὸν, οἶκος τοῦ Θοργαμὰ, ἀπʼ ἐσχάτου Βοῤῥᾶ, καὶ πάντες οἱ περὶ αὐτὸν, καὶ ἔθνη πολλὰ μετὰ σοῦ."],["7","Ἑτοιμάσθητι, ἑτοίμασον σεαυτὸν σὺ, καὶ πᾶσα ἡ συναγωγή σου ἡ συνηγμένη μετὰ σοῦ, καὶ ἔσῃ μοι εἰς προφυλακήν."],["8","Ἀφʼ ἡμερῶν πλειόνων ἑτοιμασθήσεται, καὶ ἐπʼ ἐσχάτου ἐτῶν ἐλεύσεται, καὶ ἥξει εἰς τὴν γῆν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας, συνηγμένων ἀπὸ ἐθνῶν πολλῶν ἐπὶ γῆν Ἰσραὴλ, ἣ ἐγενήθη ἔρημος διʼ ὅλου· καὶ οὗτος ἐξ ἐθνῶν ἐξελήλυθε, καὶ κατοικήσουσιν ἐπʼ εἰρήνης ἅπαντες."],["9","Καὶ ἀναβήσῃ ὡς ὑετὸς, καὶ ἥξεις ὡς νεφέλη κατακαλύψαι γῆν, καὶ ἔσῃ σὺ καὶ πάντες οἱ περὶ σὲ, καὶ ἔθνη πολλὰ μετὰ σοῦ."],["10","Τάδε λέγει Κύριος Κύριος, καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀναβήσεται ῥήματα ἐπὶ τὴν καρδίαν σου, καὶ λογιῇ λογισμοὺς πονηροὺς,"],["11","καὶ ἐρεῖς, ἀναβήσομαι ἐπὶ γῆν ἀπεῤῥιμμένην, ἥξω ἐπὶ ἡσυχάζοντας ἐν τῇ ἡσυχίᾳ, καὶ οἰκοῦντας ἐπʼ εἰρήνης, πάντας κατοικοῦντας γῆν, ἐν ᾗ οὐχ ὑπάρχει τεῖχος, οὐδὲ μοχλοὶ, καὶ θύραι οὐκ εἰσὶν αὐτοῖς,"],["12","προνομεῦσαι προνομὴν, καὶ σκῦλα σκυλεῦσαι αὐτῶν, τοῦ ἐπιστρέψαι χεῖράς μου εἰς τὴν ἠρημωμένην ἣ κατῳκίσθη, καὶ ἐπʼ ἔθνος συνηγμένον ἀπὸ ἐθνῶν πολλῶν, πεποιηκότας κτήσεις, κατοικοῦντας ἐπὶ τὸν ὀμφαλὸν τῆς γῆς."],["13","Σαββὰ, καὶ Δαιδὰν, καὶ ἔμποροι Καρχηδόνιοι, καὶ πᾶσαι αἱ κῶμαι αὐτῶν ἐροῦσί σοι, εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ, καὶ σκυλεῦσαι σκῦλα, συνήγαγες συναγωγήν σου λαβεῖν ἀργύριον καὶ χρυσίον, ἀπενέγκασθαι κτῆσιν, τοῦ σκυλεῦσαι σκῦλα."],["14","Διατοῦτο προφήτευσον υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ Γὼγ, τάδε λέγει Κύριος, οὐκ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν τῷ κατοικισθῆναι τὸν λαόν μου Ἰσραὴλ ἐπʼ εἰρήνης, ἐγερθήσῃ,"],["15","καὶ ἥξεις ἐκ τοῦ τόπου σου ἀπʼ ἐσχάτου Βοῤῥᾶ, καὶ ἔθνη πολλὰ μετὰ σοῦ; ἀναβάται ἵππων πάντες, συναγωγὴ μεγάλη καὶ δύναμις πολλή."],["16","Καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου Ἰσραὴλ ὡς νεφέλη καλύψαι γῆν· ἐπʼ ἐσχάτων τῶν ἡμερῶν ἔσται, καὶ ἀνάξω σε ἐπὶ τὴν γῆν μου, ἵνα γνῶσι πάντα τὰ ἔθνη ἐμὲ, ἐν τῷ ἁγιασθῆναί με ἐν σοὶ ἐνώπιον αὐτῶν."],["17","Τάδε λέγει Κύριος Κύριος τῷ Γὼγ, σὺ εἶ περὶ οὗ ἐλάλησα πρὸ ἡμερῶν τῶν ἔμπροσθεν, διὰ χειρὸς τῶν δούλων μου τῶν προφητῶν τοῦ Ἰσραὴλ, ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσι, τοῦ ἀναγαγεῖν σε ἐπʼ αὐτούς."],["18","Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ἡμέρᾳ ᾗ ἂν ἔλθῃ Γὼγ ἐπὶ τὴν γῆν Ἰσραὴλ, λέγει Κύριος Κύριος, ἀναβήσεται ὁ θυμός μου,"],["19","καὶ ὁ ζῆλός μου· ἐν πυρὶ τῆς ὀργῆς μου ἐλάλησα, εἰ μὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σεισμὸς μέγας ἐπὶ γῆς Ἰσραήλ·"],["20","Καὶ σεισθήσονται ἀπὸ προσώπου Κυρίου οἱ ἰχθύες τῆς θαλάσσης, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τὰ θηρία τοῦ πεδίου, καὶ πάντα τὰ ἑρπετὰ τὰ ἕρποντα ἐπὶ τῆς γῆς, καὶ πάντες οἱ ἄνθρωποι οἱ ἐπὶ προσώπου τῆς γῆς, καὶ ῥαγήσεται τὰ ὄρη, καὶ πεσοῦνται αἱ φάραγγες, καὶ πᾶν τεῖχος ἐπὶ τὴν γῆν πεσεῖται."],["21","Καὶ καλέσω ἐπʼ αὐτὸ καὶ πᾶν φόβον, λέγει Κύριος· μάχαιρα ἀνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἔσται."],["22","Καὶ κρινῶ αὐτὸν θανάτῳ, καὶ αἵματι, καὶ ὑετῷ κατακλύζοντι, καὶ λίθοις χαλάζης, καὶ πῦρ καὶ θεῖον βρέξω ἐπʼ αὐτὸν, καὶ ἐπὶ πάντας τοὺς μετʼ αὐτοῦ, καὶ ἐπʼ ἔθνη πολλὰ μετʼ αὐτοῦ."],["23","Καὶ μεγαλυνθήσομαι, καὶ ἁγιασθήσομαι, καὶ ἐνδοξασθήσομαι, καὶ γνωσθήσομαι ἐναντίον ἐθνῶν πολλῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος."]],[["1","Καὶ σὺ υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ Γὼγ, καὶ εἰπὸν, τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γὼγ ἄρχοντα Ῥὼς, Μεσὸχ, καὶ Θοβέλ."],["2","Καὶ συνάξω σε, καὶ καθοδηγήσω σε, καὶ ἀναβιβῶ σε ἐπʼ ἐσχάτου τοῦ Βοῤῥᾶ, καὶ ἀνάξω σε ἐπὶ τὰ ὄρη τῷ Ἰσραήλ."],["3","Καὶ ἀπολῶ τὸ τόκον σου ἀπὸ τῆς χειρός σου τῆς ἀριστερᾶς, καὶ τὰ τοξεύματά σου ἀπὸ τῆς χειρός σου τῆς δεξιᾶς, καὶ καταβαλῶ σε ἐπὶ τὰ ὄρη τὰ Ἰσραὴλ,"],["4","καὶ πεσῇ σὺ καὶ πάντες οἱ περὶ σὲ, καὶ τὰ ἔθνη τὰ μετὰ σοῦ δοθήσονται εἰς πλήθη ὀρνέων, παντὶ πετεινῷ, καὶ πᾶσι τοῖς θηρίοις τοῦ πεδίου δέδωκά σε καταβρωθῆναι."],["5","Ἐπὶ προσώπου τοῦ πεδίου πεσῇ, ὅτι ἐγὼ ἐλάλησα, λέγει Κύριος."],["6","Καὶ ἀποστελῶ πῦρ ἐπὶ Γὼγ, καὶ κατοικηθήσονται αἱ νῆσοι ἐπʼ εἰρήνης, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος."],["7","Καὶ τὸ ὄνομά μου τὸ ἅγιον γνωσθήσεται ἐν μέσῳ λαοῦ μου Ἰσραὴλ, καὶ οὐ βεβηλωθήσεται τὸ ὄνομά μου τὸ ἅγιον οὐκέτι, καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος, ἅγιος ἐν Ἰσραήλ."],["8","Ἰδοὺ ἥκει, καὶ γνώσῃ ὅτι ἔσται, λέγει Κύριος Κύριος· αὕτη ἐστὶν ἡ ἡμέρα ἐν ᾗ ἐλάλησα."],["9","Καὶ ἐξελεύσονται οἱ κατοικοῦντες τὰς πόλεις Ἰσραὴλ, καὶ καύσουσιν ἐν τοῖς ὅπλοις, πέλταις καὶ κοντοῖς, καὶ τόξοις καὶ τοξεύμασι, καὶ ῥάβδοις χειρῶν, καὶ λόγχαις, καὶ καύσουσιν ἐν αὐτοῖς πῦρ ἑπτὰ ἔτη·"],["10","Καὶ οὐ μὴ λάβωσι ξύλα ἐκ τοῦ πεδίου, οὐδὲ μὴ κόψωσιν ἐκ τῶν δρυμῶν, ἀλλʼ ἢ τὰ ὅπλα κατακαύσουσι πυρί· καὶ προνομεύσουσι τοὺς προνομεύσαντας αὐτοὺς, καὶ σκυλεύσουσι τοὺς σκυλεύσαντας αὐτοὺς, λέγει Κύριος."],["11","Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δώσω τῷ Γὼγ τόπον ὀνομαστὸν, μνημεῖον ἐν Ἰσραὴλ, τὸ πολυάνδριον τῶν ἐπελθόντων πρὸς τῇ θαλάσσῃ καὶ περιοικοδομήσουσι τὸ περιστόμιον τῆς φάραγγος, καὶ κατορύξουσιν ἐκεῖ τὸν Γὼγ καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, καὶ κληθήσεται τότε Τὸ πολυάνδριον τοῦ Γώγ."],["12","Καὶ κατορύξουσιν αὐτοὺς οἶκος Ἰσραὴλ, ἵνα καθαρισθῇ ἡ γῆ ἐν ἑπταμήνῳ."],["13","Καὶ κατορύξουσιν αὐτοὺς πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἔσται αὐτοῖς ὀνομαστὸν, ᾗ ἡμέρᾳ ἐδοξάσθη, λέγει Κύριος."],["14","Καὶ ἄνδρας διαπαντὸς διαστελοῦσιν ἐπιπορευομένους τὴν γῆν, θάψαι τοὺς καταλελειμμένους ἐπὶ προσώπου τῆς γῆς, καθαρίσαι αὐτὴν μετὰ τὴν ἐπτάμηνον, καὶ ἐκζητήσουσι."],["15","Καὶ πᾶς ὁ διαπορευόμενος τὴν γῆν, καὶ ἰδὼν ὀστοῦν ἀνθρώπου, οἰκοδομήσει παρʼ αὐτῷ σημεῖον, ἕως ὅτου θάψωσιν αὐτὸ οἱ θάπτοντες εἰς γαὶ τὸ πολυάνδριον τοῦ Γώγ."],["16","Καὶ γὰρ τὸ ὄνομα τῆς πόλεως, Πολυάνδριον· καὶ καθαρισθήσεται ἡ γῆ."],["17","Καὶ σὺ υἱὲ ἀνθρώπου εἰπὸν, τάδε λέγει Κύριος, εἰπὸν παντὶ ὀρνέῳ πετεινῷ, καὶ πρὸς πάντα τὰ θηρία τοῦ πεδίου, Συνάχθητε καὶ ἔρχεσθε, συνάχθητε ἀπὸ πάντων τῶν περικύκλῳ ἐπὶ τὴν θυσίαν μου, ἣν τέθυκα ὑμῖν θυσίαν μεγάλην ἐπὶ τὰ ὄρη Ἰσραὴλ, καὶ φάγεσθε κρέα, καὶ πίεσθε αἷμα."],["18","Κρέα γιγάντων φάγεσθε, καὶ αἷμα ἀρχόντων τῆς γῆς πίεσθε· κριοὺς καὶ μόσχους καὶ τράγους, καὶ οἱ μόσχοι ἐστεατωμένοι πάντες."],["19","Καὶ φάγεσθε στέαρ εἰς πλησμονὴν, καὶ πίεσθε αἷμα εἰς μέθην ἀπὸ τῆς θυσίας μου, ἧς ἔθυσα ὑμῖν."],["20","Καὶ ἐμπλησθήσεσθε ἐπὶ τῆς τραπέζης μου, ἵππον καὶ ἀναβάτην καὶ γίγαντα καὶ πάντα ἄνδρα πολεμιστὴν, λέγει Κύριος."],["21","Καὶ δώσω τὴν δόξαν μου ἐν ὑμῖν, καὶ ὄψονται πάντα τὰ ἔθνη τὴν κρίσιν μου ἣν ἐποίησα, καὶ τὴν χεῖρά μου ἣν ἐπήγαγον ἐπʼ αὐτούς."],["22","Καὶ γνώσονται οἶκος Ἰσραὴλ, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα."],["23","Καὶ γνώσονται πάντα τὰ ἔθνη, ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν ᾐχμαλωτεύθησαν οἶκος Ἰσραὴλ, ἀνθʼ ὧν ἠθέτησαν εἰς ἐμὲ, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν, καὶ παρέδωκα αὐτοὺς εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῶν, καὶ ἔπεσαν πάντες μαχαίρᾳ."],["24","Κατὰ τὰς ἀκαθαρσίας αὐτῶν, καὶ κατὰ τὰ ἀνομήματα αὐτῶν ἐποίησα αὐτοῖς, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν."],["25","Διατοῦτο τάδε λέγει Κύριος Κύριος, νῦν ἀποστρέψω αἰχμαλωσίαν ἐν Ἰακὼβ, καὶ ἐλεήσω τὸν οἶκον Ἰσραὴλ, καὶ ζηλώσω διὰ τὸ ὄνομα τὸ ἅγιόν μου."],["26","Καὶ λήψονται τὴν ἀτιμίαν αὐτῶν, καὶ τὴν ἀδικίαν ἣν ἠδίκησαν ἐν τῷ κατοικισθῆναι αὐτοὺς ἐπὶ τὴν γῆν αὐτῶν ἐπʼ εἰρήνης· καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν,"],["27","ἐν τῷ ἀποστρέψαι με αὐτοὺς ἐκ τῶν ἐθνῶν, καὶ συναγαγεῖν με αὐτοὺς ἐκ τῶν χωρῶν τῶν ἐθνῶν· καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν ἐθνῶν."],["28","Καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, ἐν τῷ ἐπιφανῆναί με αὐτοῖς ἐν τοῖς ἔθνεσι."],["29","Καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν, ἀνθʼ ὧν ἐξέχεα τὸν θυμόν μου ἐπὶ τὸν οἶκον Ἰσραὴλ, λέγει Κύριος Κύριος."]],[["1","Καὶ ἐγένετο ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ ἔτει τῆς αἰχμαλωσίας ἡμῶν, ἐν τῷ πρώτῳ μηνὶ, δεκάτῃ τοῦ μηνὸς, ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μετὰ τὸ ἁλῶναι τὴν πόλιν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου,"],["2","καὶ ἤγαγέ με ἐν ὁράσει Θεοῦ εἰς τὴν γῆν Ἰσραὴλ, καὶ ἔθηκέ με ἐπʼ ὄρος ὑψηλὸν σφόδρα, καὶ ἐπʼ αὐτῷ ὡσεὶ οἰκοδομὴ πόλεως ἀπέναντι,"],["3","Καὶ εἰσήγαγέ με ἐκεῖ· καὶ ἰδοὺ ἀνὴρ, καὶ ἡ ὅρασις αὐτοῦ ἦν ὡσεὶ ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἦν σπαρτίον οἰκοδόμων, καὶ κάλαμος μέτρον, καὶ αὐτὸς εἱστήκει ἐπὶ τῆς πύλης."],["4","Καὶ εἶπε πρὸς μὲ ὁ ἀνὴρ, Ὃν ἑώρακας υἱὲ ἀνθρώπου ἐν τοῖς ὀφθαλμοῖς σου ἴδε, καὶ ἐν τοῖς ὠσί σου ἄκουε, καὶ τάξον εἰς τὴν καρδίαν σου πάντα ὅσα ἐγὼ δεικνύω σοι, διότι ἕνεκα τοῦ δεῖξαί σοι εἰσελήλυθας ὧδε, καὶ δείξεις πάντα ὅσα σὺ ὁρᾷς τῷ οἴκῳ τοῦ Ἰσραήλ."],["5","Καὶ ἰδοὺ περίβολος ἔξωθεν τοῦ οἴκου κύκλῳ, καὶ ἐν τῇ χειρὶ τοῦ ἀνδρὸς κάλαμος, τὸ μέτρον πηχῶν ἓξ ἐν πήχει καὶ παλαιστῆς· καὶ διεμέτρησε τὸ προτείχισμα, πλάτος ἶσον τῷ καλάμῳ, καὶ τὸ ὕψος αὐτοῦ ἶσον τῷ καλάμῳ."],["6","Καὶ εἰσῆλθεν εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς ἐν ἑπτὰ ἀναβαθμοῖς, καὶ διεμέτρησε τὸ αἰλὰμ τῆς πύλης ἶσον τῷ καλάμῳ·"],["7","Καὶ τὸ θεὲ ἶσον τῷ καλάμῳ τὸ μῆκος, καὶ ἶσον τῷ καλάμῳ τὸ πλάτος, καὶ τὸ αἰλὰμ ἀναμέσον τοῦ θεηλὰθ πηχῶν ἕξ· καὶ τὸ θεὲ τὸ δεύτερον, ἶσον τῷ καλάμῳ πλάτος, καὶ ἶσον τῷ καλάμῳ μῆκος, καὶ τὸ αἰλὰμ πηχέων πέντε·"],["8","Καὶ τὸ θεὲ τὸ τρίτον, ἶσον τῷ καλάμῳ μῆκος, καὶ ἶσον τῷ καλάμῳ πλάτος."],["9","Καὶ τὸ αἰλὰμ τοῦ πυλῶνος, πλησίον τοῦ αἰλὰμ τῆς πύλης πηχῶν ὀκτὼ, καὶ τὰ αἰλεῦ πηχῶν δύο· καὶ τὰ αἰλὰμ τῆς πύλης ἔσωθεν,"],["10","καὶ τὰ θεὲ τῆς πύλης τοῦ θεὲ κατέναντι, τρεῖς ἔνθεν καὶ τρεῖς ἔνθεν, καὶ μέτρον ἓν τοῖς τρισί· μέτρον ἓν τοῖς αἰλὰμ ἔνθεν καὶ ἔνθεν."],["11","Καὶ διεμέτρησε τὸ πλάτος τῆς θύρας τοῦ πυλῶνος πηχῶν δέκα, καὶ τὸ εὖρος τοῦ πυλῶνος πηχῶν δεκατριῶν."],["12","Καὶ πῆχυς ἐπισυναγόμενος ἐπὶ πρόσωπον τῶν θεεὶμ ἔνθεν καὶ ἔνθεν, καὶ τὸ θεὲ πηχῶν ἓξ ἔνθεν καὶ πηχῶν ἓξ ἔνθεν."],["13","Καὶ διεμέτρησε τὴν πύλην ἀπὸ τοῦ τοίχου τοῦ θεὲ ἐπὶ τὸν τοῖχον τοῦ θεὲ, πλάτος πήχεις εἴκοσι καὶ πέντε· αὕτη πύλη ἐπὶ πύλην."],["14","Καὶ τὸ αἴθριον τοῦ αἰλὰμ τῆς πύλης ἔξωθεν, πήχεις εἴκοσι θεεὶμ τῆς πύλης κύκλῳ."],["15","Καὶ τὸ αἴθριον τῆς πύλης ἔξωθεν, εἰς τὸ αἴθριον αἰλὰμ τῆς πύλης ἔσωθεν πηχῶν πεντήκοντα."],["16","Καὶ θυρίδες κρυπταὶ ἐπὶ τὸ θεεὶμ, καὶ ἐπὶ τὰ αἰλὰμ ἔσωθεν τῆς πύλης τῆς αὐλῆς κυκλόθεν· καὶ ὡσαύτως τοῖς αἰλὰμ θυρίδας κύκλῳ ἔσωθεν, καὶ ἐπὶ τὸ αἰλὰμ φοίνικες ἔνθεν καὶ ἔνθεν."],["17","Καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ παστοφόρια, καὶ περίστυλα κύκλῳ τῆς αὐλῆς, τριάκοντα παστοφόρια ἐν τοῖς περιστύλοις,"],["18","καὶ αἱ στοαὶ κατὰ νώτου τῶν πυλῶν κατὰ τὸ μῆκος τῶν πυλῶν τὸ περίστυλον τὸ ὑποκάτω."],["19","Καὶ διεμέτρησε τὸ πλάτος τῆς αὐλῆς, ἀπὸ τοῦ αἰθρίου τῆς πύλης τῆς ἐξωτέρας ἔσωθεν ἐπὶ τὸ αἴθριον τῆς πύλης τῆς βλεπούσης ἔξω, πήχεις ἑκατὸν τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ ἤγαγέ με ἐπὶ Βοῤῥᾶν,"],["20","καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς Βοῤῥᾶν τῇ αὐλῇ τῇ ἐξωτέρᾳ, καὶ διεμέτρησεν αὐτὴν, τό, τε μῆκος αὐτῆς καὶ τὸ πλάτος,"],["21","καὶ τὸ θεὲ τρεῖς ἔνθεν καὶ τρεῖς ἔνθεν, καὶ τὸ αἰλεῦ, καὶ τὰ αἰλαμμὼν, καὶ τοὺς φοίνικας αὐτῆς· καὶ ἐγένετο κατὰ τὰ μέτρα τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς, πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς, καὶ πηχῶν εἰκοσιπέντε τὸ εὖρος αὐτῆς·"],["22","Καὶ αἱ θυρίδες αὐτῆς, καὶ τὰ αἰλαμμὼν, καὶ οἱ φοίνικες αὐτῆς καθὼς ἡ πύλη ἡ βλέπουσα κατὰ ἀνατολάς· καὶ ἐν ἑπτὰ κλημακτῆρσιν ἀνέβαινον ἐπʼ αὐτὸν, καὶ τὰ αἰλαμμὼν ἔσωθεν·"],["23","Καὶ πύλη τῇ αὐλῇ τῇ ἐσωτέρᾳ βλέπουσα ἐπὶ πύλην τοῦ Βοῤῥᾶ, ὃν τρόπον τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ διεμέτρησε τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην, πήχεις ἑκατόν."],["24","Καὶ ἤγαγέ με κατὰ Νότον, καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς Νότον, καὶ διεμέτρησεν αὐτὴν, καὶ τὰ θεὲ, καὶ τὰ αἰλεῦ, καὶ τὰ αἰλαμμὼν, κατὰ τὰ μέτρα ταῦτα."],["25","Καὶ αἱ θυρίδες αὐτῆς, καὶ τὰ αἰλαμμὼν κυκλόθεν, καθὼς αἱ θυρίδες τοῦ αἰλὰμ, πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς, καὶ πηχῶν εἰκοσιπέντε τὸ εὖρος αὐτῆς,"],["26","καὶ ἑπτὰ κλημακτῆρες αὐτῇ, καὶ αἰλαμμὼν ἔσωθεν, καὶ φοίνικες αὐτῇ, εἷς ἔνθεν καὶ εἷς ἔνθεν ἐπὶ τὰ αἰλεῦ."],["27","Καὶ πύλη κατέναντι τῆς πύλης τῆς αὐλῆς τῆς ἐσωτέρας πρὸς Νότον, καὶ διεμέτρησε τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην, πήχεις ἑκατὸν τὸ εὖρος πρὸς Νότον."],["28","Καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τῆς πύλης τῆς πρὸς Νότον, καὶ διεμέτρησε τὴν πύλην κατὰ τὰ μέτρα ταῦτα,"],["29","καὶ τὰ θεὲ, καὶ τὰ αἰλεῦ, καὶ τὰ αἰλαμμὼν κατὰ τὰ μέτρα ταῦτα, καὶ θυρίδες αὐτῇ, καὶ τῷ αἰλαμμὼν κύκλῳ, πήχεις πεντήκοντα τὸ μῆκος αὐτῆς,"],["31","καὶ τὸ εὖρος πήχεις εἰκοσιπέντε τοῦ αἰλὰμ εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ φοίνικες τῷ αἰλεῦ, καὶ ὀκτὼ κλημακτῆρες."],["32","Καὶ εἰσήγαγέ με εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς, καὶ διεμέτρησεν αὐτὴν κατὰ τὰ μέτρα ταῦτα,"],["33","καὶ τὰ θεὲ, καὶ τὰ αἰλεῦ, καὶ τὰ αἰλαμμὼν κατὰ τὰ μέτρα ταῦτα, καὶ θυρίδες αὐτῇ καὶ αἰλαμμὼν κύκλῳ πήχεις πεντήκοντα μῆκος αὐτῆς, καὶ εὖρος αὐτῆς πήχεις εἰκοσιπέντε."],["34","Καὶ αἰλαμμὼν εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ φοίνικες ἐπὶ τοῦ αἰλεῦ ἔνθεν καὶ ἔνθεν, καὶ ὀκτὼ κλημακτῆρες αὐτῇ."],["35","Καὶ εἰσήγαγέ με εἰς τὴν πύλην τὴν πρὸς βοῤῥᾶν, καὶ διεμέτρησε κατὰ τὰ μέτρα ταῦτα,"],["36","καὶ τὰ θεὲ, καὶ τὰ αἰλεῦ, καὶ τὰ αἰλαμμὼν, καὶ θυρίδες αὐτῇ κύκλῳ, καὶ τὸ αἰλαμμὼν αὐτῆς, πήχεις πεντήκοντα μῆκος αὐτῆς, καὶ εὖρος πήχεις εἰκοσιπέντε·"],["37","Καὶ τὰ αἰλαμμὼν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ φοίνικες τῷ αἰλεῦ ἔνθεν καὶ ἔνθεν, καὶ ὀκτὼ κλημακτῆρες αὐτῇ."],["38","Τὰ παστοφόρια αὐτῆς, καὶ τὰ θυρώματα αὐτῆς, καὶ τὰ αἰλαμμὼν αὐτῆς ἐπὶ τῆς πύλης τῆς δευτέρας ἔκρυσις,"],["39","ὅπως σφάζωσιν ἐν αὐτῇ τὰ ὑπὲρ ἁμαρτίας, καὶ τὰ ὑπὲρ ἀγνοίας."],["40","Καὶ κατὰ νώτου τοῦ ῥύακος τῶν ὁλοκαυτωμάτων τῆς βλεπούσης πρὸς Βοῤῥᾶν, δύο τράπεζαι πρὸς ἀνατολὰς κατὰ νώτου τῆς δευτέρας, καὶ τοῦ αἰλὰμ τῆς πύλης δύο τράπεζαι κατὰ ἀνατολάς."],["41","Τέσσαρες ἔνθεν, καὶ τέσσαρες ἔνθεν κατὰ νώτου τῆς πύλης, ἐπʼ αὐτὰς σφάζουσι τὰ θύματα· κατέναντι τῶν ὀκτὼ τραπεζῶν τῶν θυμάτων."],["42","Καὶ τέσσαρες τράπεζαι τῶν ὁλοκαυτωμάτων λίθιναι λελαξευμέναι, πήχεως καὶ ἡμίσους τὸ πλάτος, καὶ πήχεων δύο ἡμίσους τὸ μῆκος, καὶ ἐπὶ πῆχυν τὸ ὕψος· ἐπʼ αὐτὰ ἐπιθήσουσι τὰ σκεύη, ἑν οἷς σφάζουσιν ἐκεῖ τὰ ὁλοκαυτώματα καὶ τὰ θύματα."],["43","Καὶ παλαιστὴν ἕξουσι γεῖσος λελαξευμένον ἔσωθεν κύκλῳ, καὶ ἐπὶ τὰς τραπέζας ἐπάνωθεν στέγας, τοῦ καλύπτεσθαι ἀπὸ τοῦ ὑετοῦ, καὶ ἀπὸ τῆς ξηρασίας."],["44","Καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν· καὶ ἰδοὺ δύο ἐξέδραι ἐν τῇ αὐλῇ τῇ ἐσωτέρᾳ, μία κατὰ νώτου τῆς πύλης τῆς βλεπούσης πρὸς Βοῤῥᾶν, φέρουσα πρὸς Νότον, καὶ μία κατὰ νώτου τῆς πύλης τῆς πρὸς Νότον, βλεπούσης δὲ πρὸς Βοῤῥᾶν."],["45","Καὶ εἶπε πρὸς μὲ, ἡ ἐξέδρα αὕτη ἡ βλέπουσα πρὸς Νότον, τοῖς ἱερεῦσι τοῖς φυλάσσουσι τὴν φυλακὴν τοῦ οἴκου,"],["46","καὶ ἡ ἐξέδρα ἡ βλέπουσα πρὸς Βοῤῥᾶν, τοῖς ἱερεῦσι τοῖς φυλάσσουσι τὴν φυλακὴν τοῦ θυσιαστηρίου· ἐκεῖνοί εἰσιν οἱ υἱοὶ Σαδδοὺκ, οἱ ἐγγίζοντες ἐκ τοῦ Λευὶ πρὸς Κύριον, λειτουργεῖν αὐτῷ."],["47","Καὶ διεμέτρησε τὴν αὐλὴν, μῆκος πηχῶν ἑκατὸν, καὶ εὖρος πήχεις ἑκατὸν, ἐπὶ τὰ τέσσαρα μέρη αὐτῆς, καὶ τὸ θυσιαστήριον ἀπέναντι τοῦ οἴκου."],["48","Καὶ εἰσήγαγέ με εἰς τὸ αἰλὰμ τοῦ οἴκου· καὶ διεμέτρησε τὸ αἲλ τοῦ αἰλὰμ πηχῶν πέντε τὸ πλάτος ἔνθεν, καὶ πηχῶν πέντε ἔνθεν, καὶ τὸ εὖρος τοῦ θυρώματος πηχῶν δεκατεσσάρων, καὶ ἐπωμίδες τῆς θύρας τοῦ αἰλὰμ πηχῶν τριῶν ἔνθεν, καὶ πηχῶν τριῶν ἔνθεν."],["49","Καὶ τὸ μῆκος τοῦ αἰλὰμ πηχῶν εἴκοσι, καὶ τὸ εὖρος πηχῶν δώδεκα· καὶ ἐπὶ δέκα ἀναβαθμῶν ἀνέβαινον ἐπʼ αὐτὸ, καὶ στύλοι ἦσαν ἐπὶ τὸ αἰλάμ, εἷς ἔνθεν καὶ εἷς ἔνθεν."]],[["1","Καὶ εἰσήγαγέ με εἰς τὸν ναὸν, ᾧ διεμέτρησε τὸ αἰλὰμ πηχῶν ἓξ τὸ πλάτος ἔνθεν,"],["2","καὶ πηχῶν ἓξ τὸ εὖρος τοῦ αἰλὰμ ἔνθεν, καὶ τὸ εὖρος τοῦ πυλῶνος πηχῶν δέκα, καὶ ἐπωμίδες τοῦ πυλῶνος πηχῶν πέντε ἔνθεν, καὶ πηχῶν πέντε ἔνθεν· καὶ διεμέτρησε τὸ μῆκος αὐτοῦ πηχῶν τεσσαράκοντα, καὶ τὸ εὖρος πηχῶν εἴκοσι."],["3","Καὶ εἰσῆλθεν εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ διεμέτρησε τὸ αἲλ τοῦ θυρώματος πηχῶν δύο, καὶ τὸ θύρωμα πηχῶν ἓξ, καὶ τὰς ἐπωμίδας τοῦ θυρώματος πηχῶν ἑπτὰ ἔνθεν, καὶ πηχῶν ἑπτὰ ἔνθεν."],["4","Καὶ διεμέτρησε τὸ μῆκος τῶν θυρῶν πηχῶν τεσσαράκοντα, καὶ τὸ εὖρος πηχῶν εἴκοσι, κατὰ πρόσωπον τοῦ ναοῦ· καὶ εἶπε, τοῦτο τὸ ἅγιον τῶν ἁγίων."],["5","Καὶ διεμέτρησε τὸν τοῖχον τοῦ οἴκου πηχῶν ἓξ, καὶ τὸ εὖρος τῆς πλευρᾶς πηχῶν τεσσάρων κυκλόθεν,"],["6","καὶ πλευρὰ πλευρὸν ἐπὶ πλευρὸν τριάκοντα τρὶς δίς· καὶ διάστημα ἐν τῷ τοίχῳ τοῦ οἴκου ἐν τοῖς πλευροῖς κύκλῳ, τοῦ εἶναι τοῖς ἐπιλαμβανομένοις ὁρᾷν, ὅπως τὸ παράπαν μὴ ἅπτωνται τῶν τοίχων τοῦ οἴκου."],["7","Καὶ τὸ εὖρος τῆς ἀνωτέρας τῶν πλευρῶν κατὰ τὸ πρόσθεμα ἐκ τοῦ τοίχου, πρὸς τὴν ἀνωτέραν κύκλῳ τοῦ οἴκου, ὅπως διαπλατύνηται ἄνωθεν, καὶ ἐκ τῶν κάτωθεν ἀναβαίνωσιν ἐπὶ τὰ ὑπερῷα, καὶ ἐκ τῶν γεισῶν ἐπὶ τὰ τριώροφα,"],["8","Καὶ τὸ θραὲλ τοῦ οἴκου ὕψος κύκλῳ διάστημα τῶν πλευρῶν ἶσον τῷ καλάμῳ πηχῶν ἕξ· διαστήματα"],["9","καὶ εὖρος τοῦ τοίχου τῆς πλευρᾶς ἔξωθεν πηχῶν πέντε, καὶ τὰ ἀπόλοιπα τὰ ἀναμέσον τῶν πλευρῶν τοῦ οἴκου,"],["10","καὶ ἀναμέσον τῶν ἐξεδρῶν εὖρος πηχῶν εἴκοσι, τὸ περιφερὲς τῷ οἴκῳ κύκλῳ."],["11","Καὶ αἱ θύραι τῶν ἐξεδρῶν ἐπὶ τὸ ἀπόλοιπον τῆς θύρας τῆς μιᾶς τῆς πρὸς Βοῤῥᾶν· καὶ ἡ θύρα ἡ μία πρὸς Νότον· καὶ τὸ εὖρος τοῦ φωτὸς τοῦ ἀπολοίπου πηχῶν πέντε πλάτος κυκλόθεν."],["12","Καὶ τὸ διορίζον κατὰ πρόσωπον τοῦ ἀπολοίπου, ὡς πρὸς θάλασσαν πηχῶν ἑβδομήκοντα πλάτος, τοῦ τοίχου τοῦ διορίζοντος πηχῶν πέντε εὖρος κυκλόθεν, καὶ μῆκος αὐτοῦ πηχῶν ἐννενήκοντα."],["13","Καὶ διεμέτρησε κατέναντι τοῦ οἴκου μῆκος πηχῶν ἑκατὸν, καὶ τὰ ἀπόλοιπα καὶ τὰ διορίζοντα, καὶ οἱ τοῖχοι αὐτῶν μῆκος πηχῶν ἑκατόν."],["14","Καὶ τὸ εὖρος κατὰ πρόσωπον τοῦ οἴκου, καὶ τὰ ἀπόλοιπα κατέναντι πηχῶν ἑκατόν."],["15","Καὶ διεμέτρησε μῆκος τοῦ διορίζοντος κατὰ πρόσωπον τοῦ ἀπολοίπου τῶν κατόπισθεν τοῦ οἴκου ἐκείνου, καὶ τὰ ἀπόλοιπα ἔνθεν καὶ ἔνθεν πηχῶν ἑκατὸν τὸ μῆκος· καὶ ὁ ναὸς, καὶ αἱ γωνίαι, καὶ τὸ αἰλὰμ τὸ ἐξώτερον, πεφατνωμένα."],["16","Καὶ αἱ θυρίδες δικτυωταὶ, ὑποφαύσεις κύκλῳ τοῖς τρισὶν, ὥστε διακύπτειν· καὶ ὁ οἶκος καὶ τὰ πλησίον ἐξυλωμένα κύκλῳ, καὶ τὸ ἔδαφος, καὶ ἐκ τοῦ ἐδάφους ἕως τῶν θυρίδων· καὶ αἱ θυρίδες ἀναπτυσσόμεναι τρισσῶς εἰς τὸ διακύπτειν."],["17","Καὶ ἕως πλησίον τῆς ἐσωτέρας καὶ ἕως τῆς ἐξωτέρας, καὶ ἐφʼ ὅλον τὸν τοῖχον κύκλῳ ἐν τῷ ἔσωθεν καὶ ἐν τῷ ἔξωθεν,"],["18","γεγλυμμένα χερουβὶμ, καὶ φοίνικες ἀναμέσον χεροὺβ καὶ ἀναμέσον χερούβ· δύο πρόσωπα τῷ χερούβ·"],["19","Πρόσωπον ἀνθρώπου πρὸς τὸν φοίνικα ἔνθεν καὶ ἔνθεν, καὶ πρόσωπον λέοντος πρὸς τὸν φοίνικα ἔνθεν καὶ ἔνθεν· διαγεγλυμμένος ὁ οἶκος κυκλόθεν·"],["20","Ἐκ τοῦ ἐδάφους ἕως τοῦ φατνώματος, τὰ χερουβὶμ καὶ οἱ φοίνικες διαγεγλυμμένοι."],["21","Καὶ τὸ ἅγιον καὶ ὁ ναὸς ἀναπτυσσόμενος τετράγωνα, κατὰ πρόσωπον τῶν ἁγίων ὅρασις ὡς ὄψις"],["22","θυσιαστηρίου ξυλίνου, πηχῶν τριῶν τὸ ὕψος αὐτοῦ, καὶ τὸ μῆκος πηχῶν δύο, καὶ τὸ εὖρος πηχῶν δύο· καὶ κέρατα εἶχε, καὶ ἡ βάσις αὐτοῦ καὶ οἱ τοῖχοι αὐτοῦ ξύλινοι· καὶ εἶπε πρὸς μὲ, αὕτη ἡ τράπεζα, ἡ πρὸ προσώπου Κυρίου."],["23","Καὶ δύο θυρώματα τῷ ναῷ, καὶ δύο θυρώματα τῷ ἁγίῳ,"],["24","τοῖς δυσὶ θυρώμασι τοῖς στροφωτοῖς· δύο θυρώματα τῷ ἑνὶ, καὶ δύο θυρώματα τῇ θύρᾳ τῇ δευτέρᾳ."],["25","Καὶ γλυφὴ ἐπʼ αὐτῶν, καὶ ἐπὶ τὰ θυρώματα τοῦ ναοῦ χερουβίμ· καὶ φοίνικες κατὰ τὴν γλυφὴν τῶν ἁγίων, καὶ σπουδαῖα ξύλα κατὰ πρόσωπον τοῦ αἰλὰμ ἔξωθεν,"],["26","Καὶ θυρίδες κρυπταί· καὶ διεμέτρησεν ἔνθεν καὶ ἔνθεν, εἰς τὰ ὀροφώματα τοῦ αἰλὰμ, καὶ τὰ πλευρὰ τοῦ οἴκου ἐζυγωμένα."]],[["1","Καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν κατὰ ἀνατολὰς, κατέναντι τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, καὶ εἰσήγαγέ με· καὶ ἰδοὺ ἐξέδραι πέντε, ἐχόμεναι τοῦ ἀπολοίπου, καὶ ἐχόμεναι τοῦ διορίζοντος πρὸς Βοῤῥᾶν,"],["2","ἐπὶ πήχεις ἑκατὸν μῆκος πρὸς Βοῤῥᾶν, καὶ τὸ πλάτος πεντήκοντα,"],["3","διαγεγραμμέναι ὃν τρόπον αἱ πύλαι τῆς αὐλῆς τῆς ἐσωτέρας, καὶ ὃν τρόπον τὰ περίστυλα τῆς αὐλῆς τῆς ἐξωτέρας ἐστοιχισμέναι, ἀντιπρόσωποι στοαὶ τρισσαί."],["4","Καὶ κατέναντι τῶν ἐξεδρῶν περίπατος πηχῶν δέκα τὸ πλάτος, ἐπὶ πήχεις ἑκατὸν τὸ μῆκος, καὶ τὰ θυρώματα αὐτῶν πρὸς Βοῤῥᾶν,"],["5","καὶ οἱ περίπατοι οἱ ὑπερῷοι ὡσαύτως· ὅτι ἐξείχετο τὸ περίστυλον ἐξ αὐτοῦ, ἐκ τοῦ ὑποκάτωθεν περιστύλου, καὶ τὸ διάστημα· οὕτως περίστυλον καὶ διάστημα, καὶ οὕτως στοαὶ δύο."],["6","Διότι τριπλαῖ ἦσαν, καὶ στύλους οὐκ εἶχον καθὼς οἱ στύλοι τῶν ἐξωτέρων· διατοῦτο ἐξείχοντο τῶν ὑποκάτωθεν καὶ τῶν μέσων ἀπὸ τῆς γῆς."],["7","Καὶ φῶς ἔξωθεν, ὃν τρόπον αἱ ἐξέδραι τῆς αὐλῆς τῆς ἐξωτέρας, αἱ βλέπουσαι ἀπέναντι τῶν ἐξεδρῶν τῶν πρὸς Βοῤῥᾶν, μῆκος πηχῶν πεντήκοντα."],["8","Ὅτι τὸ μῆκος τῶν ἐξεδρῶν τῶν βλεπουσῶν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, ἦν πηχῶν πεντήκοντα, καὶ αὗταί εἰσιν αἱ ἀντιπρόσωποι ταύταις· τὸ πᾶν πηχῶν ἑκατόν."],["9","Καὶ αἱ θύραι τῶν ἐξεδρῶν τούτων τῆς εἰσόδου τῆς πρὸς ἀνατολὰς, τοῦ εἰσπορεύεσθαι διʼ αὐτῶν ἐκ τῆς αὐλῆς τῆς ἐξωτέρας,"],["10","κατὰ τὸ φῶς τοῦ ἐν ἀρχῇ περιπάτου, καὶ τὰ πρὸς Νότον κατὰ πρόσωπον τοῦ Νότου κατὰ πρόσωπον τοῦ ἀπολοίπου, καὶ κατὰ πρόσωπον τοῦ διορίζοντος, καὶ αἱ ἐξέδραι."],["11","Καὶ ὁ περίπατος κατὰ πρόσωπον αὐτῶν, κατὰ τὰ μέτρα ἐξεδρῶν τῶν πρὸς Βοῤῥᾶν, καὶ κατὰ τὸ μῆκος αὐτῶν, καὶ κατὰ τὸ εὖρος αὐτῶν, καὶ κατὰ πάσας τὰς ἐξόδους αὐτῶν, καὶ κατὰ πάσας τὰς ἐπιστροφὰς αὐτῶν, καὶ κατὰ τὰ φῶτα αὐτῶν, καὶ κατὰ τὰ θυρώματα αὐτῶν,"],["12","τῶν ἐξεδρῶν τῶν πρὸς Νότον, καὶ κατὰ τὰ θυρώματα ἀπʼ ἀρχῆς τοῦ περιπάτου, ὡς ἐπὶ φῶς διαστμήατος καλάμου, καὶ κατὰ ἀνατολὰς τοῦ εἰσπορεύεσθαι διʼ αὐτῶν."],["13","Καὶ εἶπε πρὸς μὲ, αἱ ἐξέδραι αἱ πρὸς Βοῤῥᾶν, καὶ αἱ ἐξέδραι αἱ πρὸς Νότον, οὖσαι κατὰ πρόσωπον τῶν διαστημάτων, αὗταί εἰσιν αἱ ἐξέδραι τοῦ ἁγίου, ἐν αἷς φάγονται ἐκεῖ οἱ ἱερεῖς υἱοὶ Σαδδοὺκ, οἱ ἐγγίζοντες πρὸς Κύριον, τὰ ἅγια τῶν ἁγίων, καὶ ἐκεῖ θήσουσι τὰ ἅγια τῶν ἁγίων, καὶ τὴν θυσίαν, καὶ τὰ περὶ ἁμαρτίας, καὶ τὰ περὶ ἀγνοίας, διότι ὁ τόπος ἅγιος."],["14","Οὐκ εἰσελεύσονται ἐκεῖ πάρεξ τῶν ἱερέων, οὐκ ἐξελεύσονται ἐκ τοῦ ἁγίου εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, ὅπως διαπαντὸς ἅγιοι ὦσιν οἱ προσάγοντες, καὶ μὴ ἅπτωνται τοῦ στολισμοῦ αὐτῶν, ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς, διότι ἅγιά ἐστι· καὶ ἐνδύσονται ἱμάτια ἕτερα, ὅταν ἅπτωνται τοῦ λαοῦ."],["15","Καὶ συνετελέσθη ἡ διαμέτρησις τοῦ οἴκου ἔσωθεν· καὶ ἐξήγαγέ με καθʼ ὁδὸν τῆς πύλης τῆς βλεπούσης πρὸς ἀνατολὰς, καὶ διεμέτρησε τὸ ὑπόδειγμα τοῦ οἴκου κυκλόθεν ἐν διατάξει."],["16","Καὶ ἔστη κατὰ νώτου τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς, καὶ διεμέτρησε πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου."],["17","Καὶ ἐπέστρεψε πρὸς Βοῤῥᾶν, καὶ διεμέτρησε τὸ κατὰ πρόσωπον τοῦ Βοῤῥᾶ, πήχεις πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου."],["18","Καὶ ἐπέστρεψε πρὸς θάλασσαν, καὶ διεμέτρησε τὸ κατὰ πρόσωπον θαλάσσης, πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου."],["19","Καὶ ἐπέστρεψε πρὸς Νότον, καὶ διεμέτρησε κατέναντι τοῦ Νότου, πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου,"],["20","τὰ τέσσαρα μέρη τοῦ αὐτοῦ καλάμου· καὶ διέταξεν αὐτὸν, καὶ περίβολον αὐτῶν κύκλῳ, πεντακοσίων πρὸς ἀνατολὰς, καὶ πεντακοσίων πηχῶν εὖρος, τοῦ διαστέλλειν ἀναμέσον τῶν ἁγίων, καὶ ἀναμέσον τοῦ προτειχίσματος, τοῦ ἐν διατάξει τοῦ οἴκου."]],[["1","Καὶ ἤγαγέ με ἐπὶ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς, καὶ ἐξήγαγέ με."],["2","Καὶ ἰδοὺ δόξα Θεοῦ Ἰσραὴλ ἤρχετο κατὰ τὴν ὁδὸν τὴν πρὸς ἀνατολὰς, καὶ φωνὴ τῆς παρεμβολῆς, ὡς φωνὴ διπλασιαζόντων πολλῶν· καὶ ἡ γῆ ἐξέλαμπεν ὡς φέγγος ἀπὸ τῆς δόξης κυκλόθεν."],["3","Καὶ ἡ ὅρασις ἣν ἴδον, κατὰ τὴν ὅρασιν ἣν ἴδον, ὅτε εἰσεπορευόμην τοῦ χρίσαι τὴν πόλιν· καὶ ἡ ὅρασις τοῦ ἅρματος οὗ ἴδον, κατὰ τὴν ὅρασιν ἣν ἴδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ πίπτω ἐπὶ πρόσωπόν μου."],["4","Καὶ δόξα Κυρίου εἰσῆλθεν εἰς τὸν οἶκον, κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς."],["5","Καὶ ἀνέλαβέ με πνεῦμα, καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν· καὶ ἰδοὺ πλήρης δόξης ὁ Κυρίου οἶκος."],["6","Καὶ ἔστην, καὶ ἰδοὺ φωνὴ ἐκ τοῦ οἴκου λαλοῦντος πρὸς μέ, καὶ ὁ ἀνὴρ εἱστήκει ἐχόμενός μου,"],["7","καὶ εἶπε πρὸς μὲ, Υἱὲ ἀνθρώπου, ἑώρακας τὸν τόπον τοῦ θρόνου μου, καὶ τὸν τόπον τοῦ ἴχνους τῶν ποδῶν μου, ἐν οἷς κατασκηνώσῃ τὸ ὄνομά μου ἐν μέσῳ οἴκου Ἰσραὴλ τὸν αἰῶνα· καὶ οὐ βεβηλώσουσιν οὐκέτι οἶκος Ἰσραὴλ τὸ ὄνομα τὸ ἅγιόν μου, αὐτοὶ καὶ οἱ ἡγούμενοι αὐτῶν ἐν τῇ πορνείᾳ αὐτῶν, καὶ ἐν τοῖς φόνοις τῶν ἡγουμένων ἐν μέσῳ αὐτῶν,"],["8","ἐν τῷ τιθέναι αὐτοὺς τὸ πρόθυρόν μου ἐν τοῖς προθύροις αὐτῶν, καὶ τὰς φλιάς μου ἐχομένας τῶν φλιῶν αὐτῶν· καὶ ἔδωκαν τὸν τοῖχόν μου ὡς συνεχόμενον ἐμοῦ καὶ αὐτῶν, καὶ ἐβεβήλωσαν τὸ ὄνομα τὸ ἅγιόν μου ἐν ταῖς ἀνομίαις αὐτῶν αἷς ἐποίουν· καὶ ἐξέτριψα αὐτοὺς ἐν θυμῷ μου, καὶ ἐν φόνῳ."],["9","Καὶ νῦν ἀπωσάσθωσαν τὴν πορνείαν αὐτῶν, καὶ τοὺς φόνους τῶν ἡγουμένων αὐτῶν ἀπʼ ἐμοῦ, καὶ κατασκηνώσω ἐν μέσῳ αὐτῶν τὸν αἰῶνα."],["10","Καὶ σὺ, υἱὲ ἀνθρώπου, δεῖξον τῷ οἴκῳ Ἰσραὴλ τὸν οἶκον· καὶ κοπάσουσιν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν· καὶ τὴν ὅρασιν αὐτοῦ, καὶ τὴν διάταξιν αὐτοῦ."],["11","Καὶ αὐτοὶ λήψονται τὴν κόλασιν αὐτῶν περὶ πάντων ὧν ἐποίησαν· καὶ διαγράψεις τὸν οἶκον, καὶ τὰς ἐξόδους αὐτοῦ, καὶ τὴν ὑπόστασιν αὐτοῦ, καὶ πάντα τὰ προστάγματα αὐτοῦ, καὶ πάντα τὰ νόμιμα αὐτοῦ γνωριεῖς αὐτοῖς, καὶ διαγράψεις ἐναντίον αὐτῶν· καὶ φυλάξονται πάντα τὰ δικαιώματά μου, καὶ πάντα τὰ προστάγματά μου, καὶ ποιήσουσιν αὐτά."],["12","Καὶ τὴν διαγραφὴν τοῦ οἴκου ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, πάντα τὰ ὅρια αὐτοῦ κυκλόθεν ἅγια ἁγίων."],["13","Καὶ ταῦτα τὰ μέτρα τοῦ θυσιαστηρίου ἐν πήχει τοῦ πήχεως, καὶ παλαιστῆς, κόλπωμα βάθους ἐπὶ πῆχυν, καὶ πῆχυς τὸ εὖρος, καὶ γεῖσος ἐπὶ τὸ χεῖλος αὐτοῦ κυκλόθεν, σπιθαμῆς· καὶ τοῦτο τὸ ὕψος τοῦ θυσιαστηρίου"],["14","ἐκ βάθους τῆς ἀρχῆς τοῦ κοιλώματος αὐτοῦ, πρὸς τὸ ἱλαστήριον τὸ μέγα τοῦτο, ὑποκάτωθεν πηχῶν δύο, καὶ τὸ εὖρος πήχεος· καὶ ἀπὸ τοῦ ἱλαστηρίου τοῦ μικροῦ ἐπὶ τὸ ἱλαστήριον τὸ μέγα, πήχεις τέσσαρες, καὶ εὖρος πῆχυς."],["15","Καὶ τὸ ἀριὴλ πηχῶν τεσσάρων, καὶ ἀπὸ τοῦ ἀριὴλ, καὶ ὑπεράνω τῶν κεράτων πῆχυς."],["16","Καὶ τὸ ἀριὴλ πηχῶν δώδεκα μήκους, ἐπὶ πήχεις δώδεκα, τετράγωνον ἐπὶ τὰ τέσσαρα μέρη αὐτοῦ."],["17","Καὶ τὸ ἱλαστήριον πηχῶν δεκατεσσάρων τὸ μῆκος, ἐπὶ πήχεις δέκατέσσαρας τὸ εὖρος ἐπὶ τέσσαρα μέρη αὐτοῦ, καὶ τὸ γεῖσος αὐτῷ κυκλόθεν κυκλούμενον αὐτῷ ἥμισυ πήχεως· καὶ τὸ κύκλωμα αὐτοῦ πῆχυς κυκλόθεν, καὶ οἱ κλημακτῆρες αὐτοῦ βλέποντες κατὰ ἀνατολάς."],["18","Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ταῦτα τὰ προστάγματα τοῦ θυσιαστηρίου ἐν ἡμέρᾳ ποιήσεως αὐτοῦ, τοῦ ἀναφέρειν ἐπʼ αὐτοῦ ὁλοκαυτώματα, καὶ προσχέειν πρὸς αὐτὸ αἷμα."],["19","Καὶ δώσεις τοῖς ἱερεῦσι τοῖς Λευίταις τοῖς ἐκ τοῦ σπέρματος Σαδδοὺκ τοῖς ἐγγίζουσι πρὸς μὲ, λέγει Κύριος ὁ Θεὸς, τοῦ λειτουργεῖν μοι μόσχον ἐκ βοῶν περὶ ἁμαρτίας."],["20","Καὶ λήψονται ἐκ τοῦ αἵματος αὐτοῦ, καὶ ἐπιθήσουσιν ἐπὶ τὰ τέσσαρα κέρατα τοῦ θυσιαστηρίου, καὶ ἐπὶ τὰς τέσσαρας γωνίας τοῦ ἱλαστηρίου καὶ ἐπὶ τὴν βάσιν κύκλῳ, καὶ ἐξιλάσονται αὐτό."],["21","Καὶ λήψονται τὸν μόσχον τὸν περὶ ἁμαρτίας, καὶ κατακαυθήσεται ἐν τῷ ἀποκεχωρισμένῳ τοῦ οἴκου, ἔξωθεν τῶν ἁγίων."],["22","Καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ λήψονται ἐρίφους δύο αἰγῶν ἀμώμους ὑπὲρ ἁμαρτίας, καὶ ἐξιλάσονται τὸ θυσιαστήριον, καθότι ἐξιλάσαντο ἐν τῷ μόσχῳ."],["23","Καὶ μετὰ τὸ συντελέσαι τὸν ἐξιλασμὸν, προσοίσουσι μόσχον ἐκ βοῶν ἄμωμον, καὶ κριὸν ἐκ προβάτων ἄμωμον,"],["24","καὶ προσοίσετε ἐναντίον Κυρίου· καὶ ἐπιῤῥίψουσιν οἱ ἱερεῖς ἐπʼ αὐτὰ ἅλα, καὶ ἀνοίσουσιν αὐτὰ ὁλοκαυτώματα τῷ Κυρίῳ."],["25","Ἑπτὰ ἡμέρας ποιήσεις ἔριφον ὑπὲρ ἁμαρτίας καθʼ ἡμέραν, καὶ μόσχον ἐκ βοῶν, καὶ κριὸν ἐκ προβάτων, ἄμωμα ποιήσουσιν"],["26","ἑπτὰ ἡμέρας· καὶ ἐξιλάσονται τὸ θυσιαστήριον, καὶ καθαριοῦσιν αὐτό· καὶ πλήσουσι χεῖρας αὐτῶν."],["27","Καὶ ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος."]],[["1","Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἦν κεκλεισμένη."],["2","Καὶ εἶπε Κύριος πρὸς μὲ, ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς μὴ διέλθῃ διʼ αὐτῆς· ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται διʼ αὐτῆς, καὶ ἔσται κεκλεισμένη."],["3","Διότι ὁ ἡγούμενος οὗτος καθήσεται ἐν αὐτῇ, τοῦ φαγεῖν ἄρτον ἐναντίον Κυρίου· κατὰ τὴν ὁδὸν αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται."],["4","Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ ἴδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος τοῦ Κυρίου· καὶ πίπτω ἐπὶ πρόσωπόν μου."],["5","Καὶ εἶπε Κύριος πρὸς μὲ, υἱὲ ἀνθρώπου, τάξον εἰς τὴν καρδίαν σου, καὶ ἴδε τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσί σου ἄκουε πάντα ὅσα ἐγὼ λαλῶ μετὰ σοῦ, κατὰ πάντα τὰ προστάγματα τοῦ οἴκου Κυρίου, καὶ πάντα τὰ νόμιμα αὐτοῦ· καὶ τάξεις τὴν καρδίαν σου εἰς τὴν εἴσοδον τοῦ οἴκου, κατὰ πάσας τὰς ἐξόδους αὐτοῦ, ἐν πᾶσι τοῖς ἁγίοις."],["6","Καὶ ἐρεῖς πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα, πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, τάδε λέγει Κύριος ὁ Θεὸς, ἱκανούσθω ὑμῖν ἀπὸ πασῶν τῶν ἀνομιῶν ὑμῶν, οἶκος Ἰσραὴλ,"],["7","τοῦ εἰσαγαγεῖν ὑμᾶς υἱοὺς ἀλλογενεῖς, ἀπεριτμήτους καρδίᾳ· καὶ ἀπεριτμήτους σαρκὶ, τοῦ γίνεσθαι ἐν τοῖς ἁγίοις μου, καὶ βεβηλοῦν αὐτὰ, ἐν τῷ προσφέρειν ὑμᾶς ἄρτους, σάρκας, καὶ αἷμα· καὶ παρεβαίνετε τὴν διαθήκην μου ἐν πάσαις ταῖς ἀνομίαις ὑμῶν,"],["8","καὶ διετάξατε τοῦ φυλάσσειν φυλακὰς ἐν τοῖς ἁγίοις μου."],["9","Διατοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς, πᾶς υἱὸς ἀλλογενὴς ἀπερίτμητος καρδίᾳ, καὶ ἀπερίτμητος σαρκὶ, οὐκ εἰσελεύσεται εἰς τὰ ἅγιά μου ἐν πᾶσιν υἱοῖς ἀλλογενῶν, τῶν ὄντων ἐν μέσῳ οἴκου Ἰσραήλ·"],["10","Ἀλλʼ ἢ οἱ Λευῖται, οἵτινες ἀφήλαντο ἀπʼ ἐμοῦ ἐν τῷ πλανᾶσθαι τὸν Ἰσραὴλ ἀπʼ ἐμοῦ κατόπισθεν τῶν ἐνθυμημάτων αὐτῶν· καὶ λήψονται ἀδικίαν αὐτῶν,"],["11","καὶ ἔσονται ἐν τοῖς ἁγίοις μου λειτουργοῦντες, θυρωροὶ ἐπὶ τῶν πυλῶν τοῦ οἴκου, καὶ λειτουργοῦντες τῷ οἴκῳ· οὗτοι σφάξουσι τὰς θυσίας καὶ τὰ ὁλοκαυτώματα τῷ λαῷ, καὶ οὗτοι στήσονται ἐναντίον τοῦ λαοῦ, τοῦ λειτουργεῖν αὐτοῖς."],["12","Ἀνθʼ ὧν ἐλειτούργουν αὐτοῖς πρὸ προσώπου τῶν εἰδώλων αὐτῶν· καὶ ἐγένετο τῷ οἴκῳ Ἰσραὴλ εἰς κόλασιν ἀδικίας· ἕνεκα τούτου ᾖρα τὴν χεῖρά μου ἐπʼ αὐτοὺς, λέγει Κύριος ὁ Θεὸς,"],["13","καὶ οὐκ ἐγγιοῦσι πρὸς μὲ τοῦ ἱερατεύειν μοι, οὐδὲ τοῦ προσάγειν πρὸς τὰ ἅγια υἱῶν τοῦ Ἰσραὴλ, οὐδὲ πρὸς τὰ ἅγια τῶν ἁγίων μου· καὶ λήψονται ἀτιμίαν αὐτῶν ἐν τῇ πλανήσει ᾗ ἐπλανήθησαν."],["14","Κατάξουσιν αὐτοὺς φυλάσσειν φυλακὰς τοῦ οἴκου εἰς πάντα τὰ ἔργα αὐτοῦ, καὶ εἰς πάντα ὅσα ἂν ποιήσωσιν."],["15","Οἱ ἱερεῖς οἱ Λευῖται, οἱ υἱοὶ τοῦ Σαδδοὺκ, οἵτινες ἐφυλάξαντο τὰς φυλακὰς τῶν ἁγίων μου, ἐν τῷ πλανᾶσθαι οἶκον Ἰσραὴλ ἀπʼ ἐμοῦ, οὗτοι προσάξουσι πρὸς μὲ, τοῦ λειτουργεῖν μοι, καὶ στήσονται πρὸ προσώπου μου, τοῦ προσφέρειν μοι θυσίαν, στέαρ καὶ αἷμα, λέγει Κύριος ὁ Θεός."],["16","Οὗτοι εἰσελεύσονται εἰς τὰ ἅγιά μου, καὶ οὗτοι προσελεύσονται πρὸς τὴν τράπεζάν μου, τοῦ λειτουργεῖν μοι, καὶ φυλάξουσι τὰς φυλακάς μου."],["17","Καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι αὐτοὺς τὰς πύλας τῆς αὐλῆς τῆς ἐσωτέρας, στολὰς λινὰς ἐνδύσονται, καὶ οὐκ ἐνδύσονται ἔρια ἐν τῷ λειτουργεῖν αὐτοὺς ἀπὸ τῆς πύλης τῆς ἐσωτέρας αὐλῆς."],["18","Καὶ κιδάρεις λινὰς ἕξουσιν ἐπὶ ταῖς κεφαλαῖς αὐτῶν, καὶ περισκελῆ λινὰ ἕξουσιν ἐπὶ τὰς ὀσφύας αὐτῶν, καὶ οὐ περιζώσονται βίᾳ."],["19","Καὶ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν πρὸς τὸν λαὸν, ἐκδύσονται τὰς στολὰς αὐτῶν, ἐν αἷς αὐτοὶ λειτουργοῦσιν ἐν αὐταῖς· καὶ θήσουσιν αὐτὰς ἐν ταῖς ἐξέδραις τῶν ἁγίων, καὶ ἐνδύσονται στολὰς ἑτέρας, καὶ οὐ μὴ ἁγιάσωσι τὸν λαὸν ἐν ταῖς στολαῖς αὐτῶν."],["20","Καὶ τὰς κεφαλὰς αὐτῶν οὐ ξυρήσονται, καὶ τὰς κόμας αὐτῶν οὐ ψιλώσουσι, καλύπτοντε καλύψουσιν τὰς κεφαλὰς αὐτῶν."],["21","Καὶ οἶνον οὐ μὴ πίωσι πᾶς ἱερεὺς, ἐν τῷ εἰσπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν."],["22","Καὶ χήραν καὶ ἐκβεβλημένην οὐ λήψονται ἑαυτοῖς εἰς γυναῖκα, ἀλλʼ ἢ παρθένον ἐκ τοῦ σπέρματος Ἰσραήλ· καὶ χήρα ἐὰν γένηται ἐξ ἱερέως, λήψονται."],["23","Καὶ τὸν λαόν μου διδάξουσιν ἀναμέσον ἁγίου καὶ βεβήλου, καὶ ἀναμέσον ἀκαθάρτου καὶ καθαροῦ γνωριοῦσιν αὐτοῖς."],["24","Καὶ ἐπὶ κρίσιν αἵματος οὗτοι ἐπιστήσονται τοῦ διακρίνειν· τὰ δικαιώματά μου δικαιώσουσι, καὶ τὰ κρίματά μου κρινοῦσι, καὶ τὰ νόμιμά μου καὶ τὰ προστάγματά μου ἐν πάσαις ταῖς ἑορταῖς μου φυλάξονται, καὶ τὰ σάββατά μου ἁγιάσουσι."],["25","Καὶ ἐπὶ ψυχὴν ἀνθρώπου οὐκ εἰσελεύσονται τοῦ μιανθῆναι, ἀλλʼ ἢ ἐπὶ πατρὶ, καὶ ἐπὶ μητρὶ, καὶ ἐπὶ υἱῷ, καὶ ἐπὶ θυγατρὶ, καὶ ἐπὶ ἀδελφῷ, καὶ ἐπὶ ἀδελφῇ αὐτοῦ, ἣ οὐ γέγονεν ἀνδρὶ, μιανθήσεται."],["26","Καὶ μετὰ τὸ καθαρισθῆναι αὐτὸν, ἑπτὰ ἡμέρας ἐξαριθμήσῃ αὐτῷ."],["27","Καὶ ᾗ ἂν ἡμέρᾳ εἰσπορεύωνται εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τοῦ λειτουργεῖν ἐν τῷ ἁγίῳ, προσοίσουσιν ἱλασμὸν, λέγει Κύριος ὁ Θεός·"],["28","Καὶ ἔσται αὐτοῖς εἰς κληρονομίαν· ἐγὼ κληρονομία αὐτοῖς, καὶ κατάσχεσις αὐτοῖς οὐ δοθήσεται ἐν τοῖς υἱοῖς Ἰσραὴλ, ὅτι ἐγὼ κατάσχεσις αὐτῶν."],["29","Καὶ τὰς θυσίας, καὶ τὰ ὑπὲρ ἁμαρτίας, καὶ τὰ ὑπὲρ ἀγνοίας, οὗτοι φάγονται· καὶ πᾶν ἀφόρισμα ἐν τῷ Ἰσραὴλ αὐτοῖς ἔσται,"],["30","ἀπαρχαὶ πάντων, καὶ τὰ πρωτότοκα πάντων, καὶ τὰ ἀφαιρέματα πάντα· ἐκ πάντων τῶν ἀπαρχῶν ὑμῶν, τοῖς ἱερεῦσιν ἔσται· καὶ τὰ πρωτογεννήματα ὑμῶν δώσετε τῷ ἱερεῖ, τοῦ θεῖναι εὐλογίας ὑμῶν ἐπὶ τοὺς οἴκους ὑμῶν."],["31","Καὶ πᾶν θνησιμαῖον καὶ θηριάλωτον ἐκ τῶν πετεινῶν, καὶ ἐκ τῶν κτηνῶν, οὐ φάγονται οἱ ἱερεῖς."]],[["1","Καὶ ἐν τῷ καταμετρεῖσθαι ὑμᾶς τὴν γῆν ἐν κληρονομίᾳ, ἀφοριεῖτε ἀπαρχὴν τῷ Κυρίῳ, ἅγιον ἀπὸ τῆς γῆς πέντε καὶ εἴκοσι χιλιάδας μῆκος, καὶ εὖρος εἴκοσι χιλιάδας, ἅγιον ἔσται ἐν πᾶσι τοῖς ὁρίοις αὐτοῦ κυκλόθεν."],["2","Καὶ ἔσται ἐκ τούτου ἁγιάσματα, πεντακόσιοι ἐπὶ πεντακοσίους, τετράγωνον κυκλόθεν, καὶ πεντήκοντα πήχεις διάστημα αὐτῶν κυκλόθεν."],["3","Καὶ ἐκ ταύτης τῆς διαμετρήσεως διαμετρήσεις μῆκος πέντε καὶ εἴκοσι χιλιάδας, καὶ εὖρος εἴκοσι χιλιάδας· καὶ ἐν αὐτῇ ἔσται ἅγια τῶν ἁγίων·"],["4","Ἀπὸ τῆς γῆς ἔσται τοῖς ἱερεῦσι τοῖς λειτουργοῦσιν ἐν τῷ ἁγίῳ, καὶ ἔσται τοῖς ἐγγίζουσι λειτουργεῖν τῷ Κυρίῳ· καὶ ἔσται αὐτοῖς τόπος εἰς οἴκους ἀφωρισμένους τῷ ἁγιασμῷ αὐτῶν,"],["5","εἴκοσι καὶ πέντε χιλιάδας μῆκος, καὶ εὖρος εἴκοσι χιλιάδες· καὶ τοῖς Λευίταις τοῖς λειτουργοῦσι τῷ οἴκῳ, αὐτοῖς εἰς κατάσχεσιν πόλεις τοῦ κατοικεῖν."],["6","Καὶ τὴν κατάσχεσιν τῆς πόλεως δώσεις πέντε χιλιάδας εὖρος, καὶ μῆκος πέντε καὶ εἴκοσι χιλιάδας, ὃν τρόπον ἡ ἀπαρχὴ τῶν ἁγίων παντὶ οἴκῳ Ἰσραὴλ ἔσονται."],["7","Καὶ τῷ ἡγουμένῳ ἐκ τούτου, καὶ ἀπὸ τούτου εἰς τὰς ἀπαρχὰς τῶν ἁγίων, εἰς κατάσχεσιν τῆς πόλεως, κατὰ πρόσωπον τῶν ἀπαρχῶν τῶν ἁγίων, καὶ κατὰ πρόσωπον τῆς κατασχέσεως τῆς πόλεως τὰ πρὸς θάλασσαν, καὶ ἀπὸ τῶν πρὸς θάλασσαν πρὸς ἀνατολάς· καὶ τὸ μῆκος ὡς μία τῶν μερίδων ἀπὸ τῶν ὁρίων τῶν πρὸς θάλασσαν, καὶ τὸ μῆκος, ἐπὶ τὰ ὅρια τὰ πρὸς ἀνατολὰς τῆς γῆς."],["8","Καὶ ἔσται αὐτῷ εἰς κατάσχεσιν ἐν τῷ Ἰσραὴλ, καὶ οὐ καταδυναστεύσουσιν οὐκέτι οἱ ἀφηγούμενοι τοῦ Ἰσραὴλ τὸν λαόν μου, καὶ τὴν γῆν κατακληρονομήσουσιν οἶκος Ἰσραὴλ κατὰ φυλὰς αὐτῶν."],["9","Τάδε λέγει Κύριος Θεὸς, ἱκανούσθω ὑμῖν οἱ ἀφηγούμενοι τοῦ Ἰσραὴλ, ἀδικίαν καὶ ταλαιπωρίαν ἀφέλεσθε, κρίμα καὶ δικαιοσύνην ποιήσατε· ἐξάρατε καταδυναστείαν ἀπὸ τοῦ λαοῦ μου, λέγει Κύριος Θεός."],["10","Ζυγὸς δίκαιος, καὶ μέτρον δίκαιον, καὶ χοῖνιξ δικαία ἔσται ὑμῖν τοῦ μέτρου,"],["11","καὶ ἡ χοῖνιξ ὁμοίως μία ἔσται τοῦ λαμβάνειν· τὸ δέκατον τοῦ γομόρ, χοῖνιξ, καὶ τὸ δέκατον τοῦ γομόρ, πρὸς τὸ γομόρ ἔσται τὸ ἴσον."],["12","Καὶ τὰ στάθμια, εἴκοσι ὀβολοὶ, πέντε σίκλοι, πέντε καὶ σίκλοι δέκα, καὶ πεντήκοντα σίκλοι ἡ μνᾶ ἔσται ὑμῖν."],["13","Καὶ αὕτη ἡ ἀπαρχὴ ἣν ἀφοριεῖτε, ἕκτον μέτροο ἀπὸ τοῦ γυμὸρ τοῦ πυροῦ, καὶ τὸ ἕκτον αὐτοῦ τοῦ οἴφι ἀπὸ τοῦ κόρου τῶν κριθῶν."],["14","Καὶ τὸ πρόσταγμα τοῦ ἐλαίου κοτύλην ἐλαίου ἀπὸ δέκα κοτυλῶν, ὅτι αἱ δέκα κοτύλαι εἰσὶ γομόρ."],["15","Καὶ πρόβατον ἀπὸ τῶν προβάτων ἀπὸ δέκα ἀφαίρεμα ἐκ πασῶν τῶν πατριῶν τοῦ Ἰσραὴλ, εἰς θυσίας, καὶ εἰς ὁλοκαυτώματα, καὶ εἰς σωτηρίου, τοῦ ἐξιλάσκεσθαι περὶ ὑμῶν, λέγει Κύριος Θεός."],["16","Καὶ πᾶς ὁ λαὸς δώσει τὴν ἀπαρχὴν ταύτην τῷ ἀφηγουμένῳ τοῦ Ἰσραήλ."],["17","Καὶ διὰ τοῦ ἀφηγουμένου ἔσται τὰ ὁλοκαυτώματα, καὶ αἱ θυσίαι, καὶ αἱ σπονδαὶ ἐν ταῖς ἑορταῖς, καὶ ἐν ταῖς νουμηνίαις, καὶ ἐν τοῖς σαββάτοις, καὶ ἐν πάσαις ταῖς ἑορταῖς οἴκου Ἰσραήλ· αὐτὸς ποιήσει τὰ ὑπὲρ ἁμαρτίας, καὶ τὴν θυσίαν, καὶ τὰ ὁλοκαυτώματα, καὶ τὰ τοῦ σωτηρίου, τοῦ ἐξιλάσκεσθαι ὑπὲρ τοῦ οἴκου Ἰσραήλ."],["18","Τάδε λέγει Κύριος Θεὸς, ἐν τῷ πρώτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, λήμψεσθε μόσχον ἐκ βοῶν ἄμωμον, τοῦ ἐξιλάσασθαι τὸ ἅγιον."],["19","Καὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ ἐξιλασμοῦ, καὶ δώσει ἐπὶ τὰς φλιὰς τοῦ οἴκου, καὶ ἐπὶ τὰς τέσσαρας γωνίας τοῦ ἱεροῦ, καὶ ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐπὶ τὰς φλιὰς τῆς πύλης τῆς αὐλῆς τῆς ἐσωτέρας."],["20","Καὶ οὕτως ποιήσεις ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ· μιᾷ τοῦ μηνὸς λήψῃ παρʼ ἑκάστου ἀπόμοιραν· καὶ ἐξιλάσεσθε τὸν οἶκον."],["21","Καὶ ἐν τῷ πρώτῳ, τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς ἔσται ὑμῖν τὸ πάσχα ἑορτή· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε."],["22","Καὶ ποιήσει ὁ ἀφηγούμενος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὑπὲρ αὐτοῦ, καὶ τοῦ οἴκου, καὶ ὑπὲρ παντὸς τοῦ λαοῦ τῆς γῆς, μόσχον ὑπὲρ ἁμαρτίας."],["23","Καὶ τὰς ἑπτὰ ἡμέρας τῆς ἑορτῆς ποιήσει ὁλοκαυτώματα τῷ Κυρίῳ ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς ἀμώμους καθʼ ἡμέραν, τὰς ἑπτὰ ἡμέρας, καὶ ὑπὲρ ἁμαρτίας ἔριφον αἰγῶν καθʼ ἡμέραν, καὶ θυσίαν."],["24","Καὶ πέμμα τῷ μόσχῳ, καὶ πέμματα τῷ κριῷ ποιήσεις, καὶ ἐλαίου τὸ εἲν τῷ πεμματι."],["25","Καὶ ἐν τῷ ἑβδόμῷ μηνὶ, πεντεκαιδεκάτῃ τοῦ μηνὸς, ἐν τῇ ἑορτῇ ποιήσεις κατὰ τὰ αὐτὰ, ἑπτὰ ἡμέρας, καθὼς τὰ ὑπὲρ τῆς ἁμαρτίας, καὶ καθὼς τὰ ὁλοκαυτώματα, καὶ καθὼς τὸ μαναὰ, καὶ καθὼς τὸ ἔλαιον."]],[["1","Τάδε λέγει Κύριος Θεὸς, ἡ πύλη ἡ ἐν τῇ αὐλῇ τῇ ἐσωτέρᾳ, ἡ βλέπουσα πρὸς ἀνατολὰς, ἔσται κεκλεισμένη ἓξ ἡμέρας τὰς ἐνεργούς· ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων ἀνοιχθῇ, καὶ ἐν τῇ ἡμέρᾳ τῆς νουμηνίας ἀνοιχθήσεται."],["2","Καὶ εἰσελεύσεται ὁ ἀφηγούμενος κατὰ τὴν ὁδὸν τοῦ αἰλὰμ τῆς πύλης τῆς ἔσωθεν, καὶ στήσεται ἐπὶ τὰ πρόθυρα τῆς πύλης, καὶ ποιήσουσιν οἱ ἱερεῖς τὰ ὁλοκαυτώματα αὐτοῦ, καὶ τὰ τοῦ σωτηρίου αὐτοῦ."],["3","Καὶ προσκυνήσει ἡ λαὸς τῆς γῆς κατὰ τὰ πρόθυρα τῆς πύλης ἐκείνης, καὶ ἐν τοῖς σαββάτοις, καὶ ἐν ταῖς νουμηνίαις, ἐναντίον Κυρίου."],["4","Καὶ τὰ ὁλοκαυτώματα προσοίσει ὁ ἀφηγούμενος τῷ Κυρίῳ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, ἓξ ἀμνοὺς ἀμώμους, καὶ κριὸν ἂμωμον,"],["5","καὶ μαναὰ, πέμμα τῷ κριῷ, καὶ τοῖς ἀμνοῖς θυσίαν, δόμα χειρὸς αὐτοῦ, καὶ ἐλαίου τὸ εἲν τῷ πέμματι."],["6","Καὶ ἐν τῇ ἡμέρᾳ τῆς νουμηνίας μόσχον ἄμωμον, καὶ ἓξ ἀμνοὺς, καὶ κριὸς ἄμωμος ἔσται,"],["7","καὶ πέμμα τῷ κριῷ, καὶ πέμμα τῷ μόσχῳ ἔσται μαναά, καὶ τοῖς ἀμνοῖς, καθὼς ἂν ἐκποιῇ ἡ χεὶρ αὐτοῦ, καὶ ἐλαίου τὸ εἲν τῷ πέμματι."],["8","Καὶ ἐν τῷ εἰσπορεύεσθαι τὸν ἀφηγούμενον, κατὰ τὴν ὁδὸν τοῦ αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν τῆς πύλης ἐξελεύσεται."],["9","Καὶ ὅταν εἰσπορεύηται ὁ λαὸς τῆς γῆς ἐναντίον Κυρίου ἐν ταῖς ἑορταῖς, ὁ εἰσπορευόμενος κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης πρὸς Βοῤῥᾶν προσκυνεῖν, ἐξελεύσεται κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Νότον· καὶ ὁ εἰσπορευόμενος κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Νότον, ἐξελεύσεται κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν· οὐκ ἀναστρέψει κατὰ τὴν πύλην εἰς ἣν εἰσελήλυθεν, ἀλλʼ ἢ κατʼ εὐθὺ αὐτῆς ἐξελεύσεται."],["10","Καὶ ὁ ἀφηγούμενος ἐν μέσῳ αὐτῶν, ἐν τῷ εἰσπορεύεσθαι αὐτοὺς εἰσελεύσεται μετʼ αὐτῶν, καὶ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς ἐξελεύσεται."],["11","Καὶ ἐν ταῖς ἑορταῖς καὶ ἐν ταῖς πανηγύρεσιν ἔσται τὸ μαναὰ πέμμα τῷ μόσχῳ, καὶ πέμμα τῷ κριῷ, καὶ τοῖς, ἀμνοῖς καθὼς ἂν ἐκποιῇ ἡ χεὶρ αὐτοῦ, καὶ ἐλαίου τὸ εἲν τῷ πέμματι."],["12","Ἐὰν δὲ ποιήσῃ ὁ ἀφηγούμενος ὁμολογίαν ὁλοκαύτωμα σωτηρίου τῷ Κυρίῳ, καὶ ἀνοίξεῃ ἑαυτῷ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολάς, καὶ ποιήσῃ τὸ ὁλοκαύτωμα αὐτοῦ, καὶ τὰ τοῦ σωτηρίου αὐτοῦ, ὃν τρόπον ποιεῖ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων· καὶ ἐξελεύσεται, καὶ κλείσει τὰς θύρας μετὰ τὸ ἐξελθεῖν αὐτόν·"],["13","Καὶ ἀμνὸν ἐνιαύσιον ἄμωμον ποιήσει εἰς ὁλοκαύτωμα καθʼ ἡμέραν τῷ Κυρίῳ, πρωῒ ποιήσει αὐτόν·"],["14","Καὶ μαναὰ ποιήσει ἐπʼ αὐτῷ τὸπρωῒ, ἕκτον τοῦ μέτρου, καὶ ἐλαίου τρίτον τοῦ εἲν τοῦ ἀναμίξαι τὴν σεμίδαλιν μαναὰ τῷ Κυρίῳ, πρόσταγμα διαπαντός."],["15","Ποιήσετε τὸν ἀμνὸν, καὶ τὸ μαναὰ, καὶ τὸ ἔλαιον ποιήσετε τοπρωῒ, ὁλοκαύτωμα διαπαντός."],["16","Τάδε λέγει Κύριος Θεὸς, ἐὰν δῷ ὁ ἀφηγούμενος δόμα ἑνὶ ἐκ τῶν υἱῶν αὐτοῦ ἐκ τῆς κληρονομίας αὐτοῦ, τοῦτο τοῖς υἱοῖς αὐτοῦ ἔσται κατάσχεσις κληρονομία·"],["17","Ἐὰν δὲ δῷ δόμα ἑνὶ τῶν παίδων αὐτοῦ, καὶ ἔσται αὐτῷ ἕως τοῦ ἔτους τῆς ἀφέσεως, καὶ ἀποδώσει τῷ ἀφηγουμένῳ· πλὴν τῆς κληρονομίας τῶν υἱῶν αὐτοῦ αὐτοῖς ἔσται."],["18","Καὶ οὐ μὴ λάβῃ ὁ ἀφηγούμενος ἐκ τῆς κληρονομίας τοῦ λαοῦ, καταδυναστεῦσαι αὐτοὺς, ἐκ τῆς κατασχέσεως αὐτοῦ κατακληρονομήσει τοῖς υἱοῖς αὐτοῦ, ὅπως μὴ διασκορπίζηται ὁ λαός μου, ἕκαστος ἐκ τῆς κατασχέσεως αὐτοῦ."],["19","Καὶ εἰσήγαγέ με εἰς τὴν εἴσοδον τῆς κατὰ νώτου τῆς πύλης, εἰς τὴν ἐξέδραν τῶν ἁγίων τῶν ἱερέων, τὴν βλέπουσαν πρὸς Βοῤῥᾶν· καὶ ἰδοὺ ἐκεῖ τόπος κεχωρισμένος."],["20","Καὶ εἶπε πρὸς μὲ, οὗτος ὁ τόπος ἐστὶν, οὗ ἑψήσουσιν ἐκεῖ οἱ ἱερεῖς τὰ ὑπὲρ ἀγνοίας καὶ τὰ ὑπὲρ ἁμαρτίας, καὶ ἐκεῖ πέψουσι τὸ μαναὰ τὸ παράπαν, τοῦ μὴ ἐκφέρειν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, τοῦ ἁγιάζειν τὸν λαόν."],["21","Καὶ ἐξήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐξῶτέραν, καὶ περιήγαγέ με ἐπὶ τὰ τέσσαρα μέρη τῆς αὐλῆς· καὶ ἰδοὺ αὐλὴ κατὰ τὰ κλίτη τῆς αὐλῆς,"],["22","κατὰ τὸ κλίτος αὐλὴ, αὐλὴ ἐπὶ τὰ τέσσαρα, καὶ τῆς αὐλῆς αὐλὴ μικρὰ μήκους πηχῶν τεσσαράκοντα, καὶ εὖρος πηχῶν τριάκοντα, μέτρον ἓν ταῖς τέσσαρσι."],["23","Καὶ ἐξέδραι κύκλῳ ἐν αὐταῖς, κυκλῳ ταῖς τέσσαρσι· καὶ μαγειρεῖα γεγονότα ὑποκάτω τῶν ἐξεδρῶν κύκλῳ."],["24","Καὶ εἶπε πρὸς μὲ, οὗτοι οἱ οἶκοι τῶν μαγείρων, οὗ ἑψήσουσιν ἐκεῖ οἱ λειτουργοῦντες τῷ οἴκῳ τὰ θύματα τοῦ λαοῦ."]],[["1","Καὶ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τοῦ οἴκου· καὶ ἰδοὺ ὕδωρ ἐξεπορεύετο ὑποκάτωθεν τοῦ αἰθρίου κατὰ ἀνατολὰς, ὅτι τὸ πρόσωπον τοῦ οἴκου ἔβλεπε κατὰ ἀνατολὰς, καὶ τὸ ὕδωρ κατέβαινεν ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ, ἀπὸ Νότου ἐπὶ τὸ θυσιαστήριον."],["2","Καὶ ἐξήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, καὶ περιήγαγέ με τὴν ὁδὸν ἔξωθεν πρὸς τὴν πύλην τῆς αὐλῆς τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ ἰδοὺ τὸ ὕδωρ κατεφέρετο ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ,"],["3","καθὼς ἔξοδος ἀνδρὸς ἐξεναντίας· καὶ μέτρον ἐν τῇ χειρὶ αὐτοῦ· καὶ διεμέτρησε χιλίους ἐν τῷ μετρῳ, καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἀφέσεως·"],["4","καὶ διεμέτρησε χιλίους, καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἕως τῶν μηρῶν· καὶ διεμέτρησε χιλίους, καὶ διῆλθεν ὕδωρ ἕως ὀσφύος."],["5","Καὶ διεμέτρησε χιλίους, καὶ οὐκ ἠδύνατο διελθεῖν, ὅτι ἐξύβριζεν ὡς χειμάῤῥου ὃν οὐ διαβήσονται."],["6","Καὶ εἶπε πρὸς μὲ, ἑὼρακας υἱὲ ἀνθρώπου; καὶ ἤγαγέ με, καὶ ἐπέστρεψέ με ἐπι τὸ χεῖλος τοῦ ποταμοῦ,"],["7","ἐν τῇ ἐπιστροφῇ μου· καὶ ἰδοὺ ἐπὶ τοῦ χείλους τοῦ ποταμοῦ δένδρα πολλὰ σφόδρα ἔνθεν καὶ ἔνθεν."],["8","Καὶ εἶπε πρὸν μὲ, τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόμενον εἰς τὴν Γαλιλαίαν τὴν πρὸς ἀνατολὰς, καὶ κατέβαινεν ἐπὶ τὴν Ἀραβίαν, καὶ ἤρχετο ἕως ἐπὶ τὴν θάλασσαν ἐπὶ τὸ ὕδωρ τῆς διεκβολῆς, καὶ ὑγιάσει τὰ ὕδατα·"],["9","Καὶ ἔσται πᾶσα ψυχὴ τῶν ζώων τῶν ἐκζεόντων, ἐπὶ πάντα ἐφʼ ἃ ἂν ἐπέλθῃ ἐκεῖ ὁ ποταμὸς, ζήσεται· καὶ ἔσται ἐκεῖ ἰχθὺς πολὺς σφόδρα, ὅτι ἥκει ἐκεῖ τὸ ὕδωρ τοῦτο, καὶ ὑγιάσει, καὶ ζήσεται, πᾶν ἐφʼ ὃ ἂν ἔλθῃ ὁ ποταμὸς ἐκεῖ, ζήσεται."],["10","Καὶ στήσονται ἐκεῖ ἁλιεῖς ἀπὸ Ἰνγαδεὶν ἕως Ἐναγαλλείμ· ψυγμὸς σαγηνῶν ἔσται, καθʼ ἑαυτὴν ἔσται· καὶ οἱ ἰχθύες αὐτῆς, ὡς οἱ ἰχθύες τῆς θαλάσσης τῆς μεγάλης, πλῆθος πολὺ σφόδρα."],["11","Καὶ ἐν τῇ διεκβολῇ αὐτοῦ, καὶ ἐν τῇ ἐπιστροφῇ αὐτοῦ, καὶ ἐν τῇ ὑπεράρσει αὐτοῦ, οὐ μὴ ὑγιάσωσιν, εἰς ἅλας δέδονται."],["12","Καὶ ἐπὶ τοῦ ποταμοῦ ἀναβήσεται, ἐπὶ τοῦ χείλους αὐτοῦ ἔνθεν καὶ ἔνθεν, πᾶν ξύλον βρώσιμον, οὐ μὴ παλαιωθῇ ἐπʼ αὐτοῦ, οὐδὲ μὴ ἐκλείπῃ ὁ καρπὸς αὐτοῦ, τῆς καινότητος αὐτοῦ πρωτοβολήσει, ὅτι τὰ ὕδατα αὐτῶν ἐκ τῶν ἁγίων ταῦτα ἐκπορεύεται, καὶ ἔσται ὁ καρπὸς αὐτῶν εἰς βρῶσιν, καὶ ἀνάβασις αὐτῶν εἰς ὑγίειαν."],["13","Τάδε λέγει Κύριος Θεὸς, ταῦτα τὰ ὅρια κατακληρονομήσετε τῆς γῆς, ταῖς δώδεκα φυλαῖς τῶν υἱῶν Ἰσραὴλ πρόσθεσις σχοινίσματος."],["14","Καὶ κατακληρονομήσετε αὐτὴν ἕκαστος καθὼς ὁ ἀδελφὸς αὐτοῦ, εἰς ἣν ᾖρα τὴν χεῖρά μου, τοῦ δοῦναι τοῖς πατράσιν αὐτῶν, καὶ πεσεῖται ἡ γῆ αὕτη ὑμῖν ἐν κληρονομίᾳ."],["15","Καὶ ταῦτα τὰ ὅρια τῆς γῆς τῆς πρὸς Βοῤῥᾶν, ἀπὸ θαλάσσης τῆς μεγάλης τῆς καταβαινούσης, καὶ περισχιζούσης τῆς εἰσόδου, Ἠμασελδὰμ,"],["16","Μααβθηρὰς Ἑβραμηλιὰμ ἀναμέσον ὁρίων Δαμασκοῦ καὶ ἀναμέσον ὁρίων Ἠμαθεὶ, αὐλὴ τοῦ Σαυνὰν, αἵ εἰσιν ἐπάνω τῶν ὁρίων Αὐρανίτιδος."],["17","Ταῦτα τὰ ὅρια ἀπὸ τῆς θαλάσσης, ἀπὸ τῆς αὐλῆς τοῦ Αἰνὰν, ὅρια Δαμασκοῦ, καὶ τὰ πρὸς βοῤῥᾶν,"],["18","Καὶ τὰ πρὸς ἀνατολὰς ἀναμέσον τῆς Λωρανίτιδος, καὶ ἀναμέσον Δαμασκοῦ, καὶ ἀναμέσον τῆς Γαλααδίτιδος, καὶ ἀναμέσον τῆς γῆς τοῦ Ἰσραὴλ, ὁ Ἰορδάνης διορίζει ἐπὶ τὴν θάλασσαν, τὴν πρὸς ἀνατολὰς φοινικῶνος· ταῦτα τὰ πρὸς ἀνατολάς."],["19","Καὶ τὰ πρὸς Νότον καὶ Λίβα ἀπὸ Θαιμὰν καὶ φοινικῶνος, ἕως ὕδατος Μαριμὼθ Καδὴμ, παρεκτεῖνον ἐπὶ τὴν θάλασσαν τὴν μεγάλην·"],["20","τοῦτο τὸ μέρος Νότος καὶ λίψ. Τοῦτο τὸ μέρος τῆς θαλάσσης τῆς μεγάλης ὁρίζει, ἕως κατέναντι τῆς εἰσόδου Ἠμὰθ, ἕως εἰσόδου αὐτοῦ· ταῦτά ἐστι τὰ πρὸς θάλασσαν Ἠμάθ."],["21","Καὶ διαμερίσετε τὴν γῆν ταύτην αὐτοῖς, ταῖς φυλαῖς τοῦ Ἰσραήλ."],["22","Βαλεῖτε αὐτὴν ἐν κλήρῳ, ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς παροικοῦσιν ἐν μέσῳ ὑμῶν, οἵτινες ἐγέννησαν υἱοὺς ἐν μέσῳ ὑμῶν, καὶ ἔσονται ὑμῶν ὡς αὐτόχθονες ἐν τοῖς υἱοῖς τοῦ Ἰσραήλ· μεθʼ ὑμῶν φάγονται ἐν κληρονομίᾳ ἐν μέσῳ τῶν φυλῶν τοῦ Ἰσραὴλ,"],["23","καὶ ἔσονται ἐν φυλῇ προσηλύτων ἐν τοῖς προσηλύτοις τοῖς μετʼ αὐτῶν· ἐκεῖ δώσετε κληρονομίαν αὐτοῖς, λέγει Κύριος Θεός."]],[["1","Καὶ ταῦτα τὰ ὀνόματα τῶν φυλῶν ἀπὸ τῆς ἀρχῆς τῆς πρὸς Βοῤῥᾶν, κατὰ τὸ μέρος τῆς καταβάσεως τοῦ περισχίζοντος ἐπὶ τὴν εἴσοδον τῆς Ἠμὰθ αὐλῆς τοῦ Αἰλὰμ, ὅριον Δαμασκοῦ πρὸς Βοῤῥᾶν κατὰ μέρος Ἠμὰθ αὐλῆς· καὶ ἔσται αὐτοῖς τὰ πρὸς ἀνατολὰς ἕως πρὸς θάλασσαν, Δὰν, μία."],["2","Καὶ ἀπὸ τῶν ὁρίων τοῦ Δὰν τὰ πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς θάλασσαν, Ἀσσὴρ, μία."],["3","Καὶ ἀπὸ τῶν ὁρίων Ἀσσὴρ, ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς θάλασσαν, Νεφθαλεὶμ, μία."],["4","Καὶ ἀπὸ τῶν ὁρίων Νεφθαλεὶμ, ἀπὸ ἀνατολῶν, ἕως τῶν πρὸς θάλασσαν, Μανασσῆ, μία·"],["5","Καὶ ἀπὸ τῶν ὁρίων Μανασσῆ, ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς θάλασσαν, Ἐφραίμ, μία."],["6","Καὶ ἀπὸ τῶν ὁρίων Ἐφραὶμ, ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς θάλασσαν, Ῥουβὴν, μία."],["7","Καὶ ἀπὸ τῶν ὁρίων Ῥουβὴν ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς θάλασσαν, Ἰούδα, μία."],["8","Καὶ ἀπὸ τῶν ὁρίων Ἰούδα, ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἔσται ἡ ἀπαρχὴ τοῦ ἀφορισμοῦ πέντε καὶ εἴκοσι χιλιάδες εὖρος, καὶ μῆκος, καθὼς μία τῶν μερίδων ἀπὸ τῶν πρὸς ἀνατολὰς, καὶ ἕως τῶν πρὸς θάλασσαν· καὶ ἔσται τὸ ἅγιον ἐν μέσῳ αὐτῶν."],["9","Ἀπαρχὴν, ἣν ἀφοριοῦσι τῷ Κυρίῳ, μῆκος πέντε καὶ εἴκοσι χιλιάδες, καὶ εὖρος εἴκοσι πέντε χιλιάδες."],["10","Τούτων ἔσται ἡ ἀπαρχὴ τῶν ἁγίων τοῖς ἱερεῦσιν πρὸς Βοῤῥᾶν, πέντε καὶ εἴκοσι χιλιάδες· καὶ πρὸς θάλασσαν, δέκα χιλιάδες· καὶ πρὸς Νότον, εἴκοσι καὶ πέντε χιλιάδες· καὶ τὸ ὄρος τῶν ἁγίων ἔσται ἐν μέσῳ αὐτοῦ"],["11","τοῖς ἱερεῦσι, τοῖς ἡγιασμένοις υἱοῖς Σαδδοὺκ, τοῖς φυλάσσουσι τὰς φυλακὰς τοῦ οἴκου, οἵτινες οὐκ ἐπλανήθησαν ἐν τῇ πλανήσει υἱῶν Ἰσραὴλ, ὃν τρόπον ἐπλανήθησαν οἱ Λευῖται."],["12","Καὶ ἔσται αὐτοῖς ἡ ἀπαρχὴ δεδομένη ἐκ τῶν ἀπαρχῶν τῆς γῆς, ἅγιον ἁγίων ἀπὸ τῶν ὁρίων τῶν Λευειτῶν."],["13","Τοῖς δὲ Λευίταις τὰ ἐχόμενα τῶν ὁρίων τῶν ἱερέων, μῆκος πέντε καὶ εἴκοσι χιλιάδες, καὶ εὖρος δέκα χιλιάδες· πᾶν τὸ μῆκος πέντε καὶ εἴκοσι χιλιάδες, καὶ εὖρος εἴκοσι χιλιάδες."],["14","Οὐ πραθήσεται ἐξ αὐτοῦ, οὐδὲ καταμετρηθήσεται, οὐδὲ ἀφαιρεθήσεται τὰ πρωτογεννήματα τῆς γῆς, ὅτι ἅγιόν ἐστι τῷ Κυρίῳ."],["15","Τὰς δὲ πέντε χιλιάδας τὰς περισσὰς ἐπὶ τῷ πλάτει ἐπὶ ταῖς πέντε καὶ εἴκοσι χιλιάσι, προτείχισμα ἔσται τῇ πόλει εἰς τὴν κατοικίαν, καὶ εἰς διάστημα αὐτοῦ· καὶ ἔσται ἡ πόλις ἐν μέσῳ αὐτοῦ·"],["16","Καὶ ταῦτα τὰ μέτρα αὐτῆς· ἀπὸ τῶν πρὸς Βοῤῥᾶν, πεντακόσιοι καὶ τετρακισχίλιοι, καὶ ἀπὸ τῶν πρὸς Νότον πεντακόσιοι καὶ τέσσαρες χιλιάδες, καὶ ἀπὸ τῶν πρὸς ἀνατολὰς, πεντακόσιοι καὶ τέσσαρες χιλιάδες, καὶ ἀπὸ τῶν πρὸς θάλασσαν, τετρακισχιλίους πεντακοσίους."],["17","Καὶ ἔσται διάστημα τῇ πόλει πρὸς Βοῤῥᾶν διακόσιοι πεντήκοντα, καὶ πρὸς Νότον διακόσιοι καὶ πεντήκοντα, καὶ πρὸς ἀνατολὰς, διακόσιοι πεντήκοντα, καὶ πρὸς θάλασσαν διακόσιοι πεντήκοντα."],["18","Καὶ τὸ περισσὸν τοῦ μηκους τὸ ἐχόμενον τῶν ἀπαρχῶν τῶν ἁγίων, δέκα χιλιάδες πρὸς ἀνατολὰς, καὶ δέκα χιλιάδες πρὸς θάλασσαν· καὶ ἔσονται αἱ ἀπαρχαὶ τοῦ ἁγίου, καὶ ἔσται τὰ γεννήματα αὐτῆς εἰς ἄρτους τοῖς ἐργαζομένοις τὴν πόλιν."],["19","Οἱ δὲ ἐργαζόμενοι τὴν πόλιν ἐργῶνται αὐτὴν ἐκ πασῶν τῶν φυλῶν τοῦ Ἰσραήλ."],["20","Πᾶσα ἡ ἀπαρχὴ, πέντε καὶ εἴκοσι χιλιάδες ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας τετράγωνον· ἀφοριεῖτε αὐτοῦ τὴν ἀπαρχὴν τοῦ ἁγίου, ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως."],["21","Τὸ δὲ περισσὸν τῷ ἀφηγουμένῳ ἐκ τούτου καὶ ἐκ τούτου ἀπὸ τῶν ἀπαρχῶν τοῦ ἁγίου, καὶ εἰς τὴν κατάσχεσιν τῆς πόλεως, ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας μῆκος, ἕως τῶν ὁρίων τῶν πρὸς ἀνατολὰς καὶ πρὸς θάλασσαν, ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας ἕως τῶν ὁρίων τῶν πρὸς θάλασσαν, ἐχόμενα τῶν μερίδων τοῦ ἀφηγουμένου· καὶ ἔσται ἡ ἀπαρχὴ τῶν ἁγίων καὶ τὸ ἁγίασμα τοῦ οἴκου ἐν μέσῳ αὐτῆς."],["22","Καὶ παρὰ τῶν Λευιτῶν, ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως ἐν μέσῳ τῶν ἀφηγουμένων ἔσται ἀναμέσον τῶν ὁρίων Ἰούδα, καὶ ἀναμέσον τῶν ὁρίων Βενιαμὶν, καὶ τῶν ἀφηγουμένων ἔσται."],["23","Καὶ τὸ περισσὸν τῶν φυλῶν, ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς θάλασσαν, Βενιαμὶν, μία."],["24","Καὶ ἀπὸ τῶν ὁρίων τῶν Βενιαμὶν, ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς θάλα σσαν, Συμεὼν, μία."],["25","Καὶ ἀπὸ τῶν ὁρίων τῶν Συμεὼν, ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς θάλασσαν, Ἰσσάχαρ, μία."],["26","Καὶ ἀπὸ τῶν ὁρίων τῶν Ἰσσάχαρ, ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς θάλασσαν, Ζαβουλὼν, μία."],["27","Καὶ ἀπὸ τῶν ὁρίων τῶν Ζαβουλὼν, ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς θάλασσαν, Γὰδ, μία,"],["28","καὶ ἀπὸ τῶν ὁρίων τῶν Γὰδ, ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς Λίβα· καὶ ἔσται τὰ ὅρια αὐτοῦ ἀπὸ Θαιμὰν, καὶ ὕδατος βαριμὼθ Κάδης, κληρονομίας, ἕως τῆς θαλάσσης τῆς μεγάλης."],["29","Αὕτη ἡ γῆ, ἣν βαλεῖτε ἐν κλήρῳ ταῖς φυλαῖς τοῦ Ἰσραήλ· καὶ οὗτοι οἱδιαμερισμοὶ αὐτῶν, λέγει Κύριος Θεός."],["30","Καὶ αὗται αἱ διεκβολαὶ τῆς πόλεως αἱ πρὸς Βοῤῥᾶν, τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ."],["31","Καὶ αἱ πύλαι τῆς πόλεως, ἐπʼ ὀνόμασι φυλῶν τοῦ Ἰσραήλ· πύλαι τρεῖς πρὸς Βοῤῥᾶν, πύλη Ῥουβὴν μία, καὶ πύλη Ἰούδα, μία, καὶ πύλη Λευῒ, μία."],["32","Καὶ τὰ πρὸς ἀνατολὰς τετρακισχίλιοι καὶ πεντακόσιοι, καὶ πύλαι τρεῖς, πύλη Ἰωσὴφ, μία, καὶ πύλη Βενιαμεὶν, μία, καὶ πύλη Δὰν, μία."],["33","Καὶ τὰ πρὸς Νότον τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ· καὶ πύλαι τρεῖς, πύλη Συμεὼν, μία, καὶ πύλη Ἰσσάχαρ, μία, καὶ πύλη Ζαβουλὼν, μία."],["34","Καὶ τὰ πρὸς θάλασσαν τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ· πύλαι τρεῖς, πύλη Γὰδ, μία, καὶ πύλη Ἀσσὴρ, μία, καὶ πύλη Νεφθαλεὶμ, μία."],["35","Κύκλωμα, δέκα καὶ ὀκτὼ χιλιάδες· καὶ τὸ ὄνομα τῆς πόλεως, ἀφʼ ἧς ἂν ἡμέρας γένηται, ἔσται τὸ ὄνομα αὐτῆς."]]] \ No newline at end of file diff --git a/lines/job.json b/lines/job.json new file mode 100644 index 0000000000000000000000000000000000000000..0ea65de29d57963f39ca69dd9307127373ff6ec4 --- /dev/null +++ b/lines/job.json @@ -0,0 +1 @@ +[[["1","ἌΝΘΡΩΠΟΣ τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰὼβ, καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινὸς, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος."],["2","Ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς."],["3","Καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοῶν πεντακόσια, θήλειαι ὄνοι νομάδες πεντακόσιαι, καὶ ὑπηρεσία πολλὴ σφόδρα, καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς, καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφʼ ἡλίου ἀνατολῶν."],["4","Συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους, ἐποιοῦσαν πότον καθʼ ἑκάστην ἡμέραν, συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν, ἐσθίειν καὶ πίνειν μετʼ αὐτῶν."],["5","Καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, ἀπέστελλεν Ἰὼβ καὶ ἐκαθάριζεν αὐτοὺς ἀνιστάμενος τοπρωῒ, καὶ προσέφερε περὶ αὐτῶν θυσίας, κατὰ τὸν ἀριθμὸν αὐτῶν, καὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν· ἔλεγε γὰρ Ἰὼβ, μή ποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς Θεόν· οὕτως οὖν ἐποίει Ἰὼβ πάσας τὰς ἡμέρας."],["6","Καὶ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη, καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἐνώπιον τοῦ Κυρίου, καὶ ὁ διάβολος ἦλθε μετʼ αὐτῶν."],["7","Καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ, πόθεν παραγέγονας; καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ Κυρίῳ, εἶπε, περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπʼ οὐρανὸν πάρειμι."],["8","Καὶ εἶπεν αὐτῷ ὁ Κύριος, προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ παιδός μου Ἰώβ; ὅτι οὐκ ἔστι κατʼ αὐτὸν ἐπὶ τῆς γῆς; ἄνθρωπος ἄμεμπτος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος;"],["9","Ἀπεκρίθη δὲ ὁ διάβολος, καὶ εἶπεν ἐναντίον τοῦ Κυρίου, μὴ δωρεὰν Ἰὼβ σέβεται τὸν Κύριον;"],["10","Οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ, καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ, καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτοῦ κύκλῳ; τὰ δὲ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας; καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς;"],["11","Ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι πάντων ὧν ἔχει· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει."],["12","Τότε εἶπεν ὁ Κύριος τῷ διαβόλῳ, ἰδοὺ πάντα ὅσα ἐστὶν αὐτῷ, δίδωμι ἐν τῇ χειρί σου, ἀλλʼ αὐτοῦ μὴ ἅψῃ· καὶ ἐξῆλθεν ὁ διάβολος παρὰ τοῦ Κυρίου."],["13","Καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη, οἱ υἱοὶ Ἰὼβ καὶ αἱ θυγατέρες αὐτοῦ ἔπινον οἶνον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου."],["14","Καὶ ἰδοὺ ἄγγελος ἦλθε πρὸς Ἰὼβ, καὶ εἶπεν αὐτῷ, τὰ ζεύγη τῶν βοῶν ἠροτρία, καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν,"],["15","καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς, καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι."],["16","Ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος, καὶ εἶπε πρὸς Ἰὼβ, πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ, καὶ κατέκαυσε τὰ πρόβατα, καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως· σωθεὶς δέ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι."],["17","Ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος, καὶ εἶπεν πρὸς Ἰὼβ, οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλᾶς τρεῖς, καὶ ἐκύκλωσαν τὰς καμήλους, καὶ ᾐχμαλώτευσαν αὐτὰς, καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· ἐσώθην δὲ ἐγὼ μόνος, καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι."],["18","Ἔτι τούτου λαλοῦντος, ἄλλος ἄγγελος ἔρχεται λέγων τῷ Ἰὼβ, τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθίοντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ,"],["19","ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν· ἐσώθην δὲ ἐγὼ μόνος, καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι."],["20","Οὕτως ἀναστὰς Ἰὼβ ἔῤῥξε τὰ ἱμάτια ἑαυτοῦ, καὶ ἐκείρατο τὴν κόμην τῆς κεφαλῆς, καὶ πεσὼν χαμαὶ, προσεκύνησε, καὶ εἶπεν,"],["21","αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ· ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον."],["22","Ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον τοῦ Κυρίου· καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ Θεῷ."]],[["1","Ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἔναντι Κυρίου, καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν παραστῆναι ἐναντίον τοῦ Κυρίου."],["2","Καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ, πόθεν σὺ ἔρχῃ; τότε εἶπεν ὁ διάβολος ἐνώπιον τοῦ Κυρίου, διαπορευθεὶς τὴν ὑπʼ οὐρανὸν, καὶ ἐμπεριπατήσας τὴν σύμπασαν, πάρειμι."],["3","Εἶπε δὲ ὁ Κύριος πρὸς τὸν διάβολον, προσέσχες οὖν τῷ θεράποντί μου Ἰὼβ, ὅτι οὐκ ἔστι κατʼ αὐτὸν τῶν ἐπὶ τῆς γῆς; ἄνθρωπος ἄκακος, ἀληθινὸς, ἄμεμπτος, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ, ἔτι δὲ ἔχεται ἀκακίας· σὺ δὲ εἶπας ὑπάρχοντα αὐτοῦ διακενῆς ἀπολέσαι."],["4","Ὑπολαβὼν δὲ ὁ διάβολος εἶπε τῷ Κυρίῳ, δέρμα ὑπὲρ δέρματος, ὅσα ὑπάρχει ἀνθρώπῳ ὑπέρ τῆς ψυχῆς αὐτοῦ ἐκτίσει."],["5","Οὐ μὴν δὲ ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου, ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν αὐτοῦ· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει."],["6","Εἶπε δὲ ὁ Κύριος τῷ διαβόλῳ, ἰδοὺ παραδίδωμί σοι αὐτόν· μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον."],["7","Ἐξῆλθε δὲ ὁ διάβολος ἀπὸ τοῦ Κυρίου· καὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς."],["8","Καὶ ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξύῃ, καὶ ἐκάθητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως."],["9","Χρόνου δὲ πολλοῦ προβεβηκότος, εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ, μέχρι τίνος καρτερήσεις, λέγων,"],["9a","ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν, προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου;"],["9b","ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς· υἱοὶ καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων·"],["9c","σύ τε αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθησαι διανυκτερεύων αἴθριος,"],["9d","κᾀγὼ πλανωμένη καὶ λάτρις τόπον ἐκ τόπου καὶ οἰκίαν ἐξ οἰκίας, προσδεχομένη τὸν ἥλιον πότε δύσεται, ἵνα ἀναπαύσωμαι τῶν μόχθων μου καὶ τῶν ὀδυνῶν αἵ με νῦν συνέχουσιν·"],["9e","ἀλλὰ εἶπόν τι ῥῆμα εἰς Κύριον, καὶ τελεύτα."],["10","Ὁ δὲ ἐμβλέψας, εἶπεν αὐτῇ, ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας· εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον τοῦ Θεοῦ."],["11","Ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτῷ, παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν· Ἐλιφὰζ ὁ Θαιμανῶν βασιλεὺς, Βαλδὰδ ὁ Σαυχέων τύραννος, Σωφὰρ Μιναίων βασιλεύς· καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδὸν, τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν."],["12","Ἰδόντες δὲ αὐτὸν πόῤῥωθεν, οὐκ ἐπέγνωσαν· καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν, ῥήξαντες ἕκαστος τὴν ἑαυτοῦ στολὴν, καὶ καταπασάμενοι γῆν."],["13","παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας, καὶ οὐδεὶς αὐτῶν ἐλάλησεν· ἑώρων γὰρ τὴν πληγὴν δεινὴν οὖσαν καὶ μεγάλην σφόδρα."]],[["1","Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ,"],["2","καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ, λέγων,"],["3","Ἀπόλοιτο ἡ ἡμέρα ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νὺξ ἐκείνη ᾗ εἶπαν, Ἰδοὺ ἄρσεν."],["4","Ἡ νὺξ ἐκείνη εἴη σκότος, καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ Κύριος ἄνωθεν, μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος·"],["5","Ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου, ἐπέλθοι ἐπʼ αὐτὴν γνόφος·"],["6","καταραθείη ἡ ἡμέρα καὶ ἡ νὺξ ἐκείνη, ἀπενέγκοιτο αὐτὴν σκότος· μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ, μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν."],["7","Ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη, καὶ μὴ ἔλθοι ἐπʼ αὐτὴν εὐφροσύνη, μηδὲ χαρμονή·"],["8","Ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι."],["9","Σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης· ὑπομείναι, καὶ εἰς φωτισμὸν μὴ ἔλθοι, καὶ μὴ ἴδοι Ἑωσφόρον ἀνατέλλοντα."],["10","Ὅτι οὐ συνέκλεισε πύλας γαστρὸς μητρός μου, ἀπήλλαξε γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου."],["11","Διατί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα; ἐκ γαστρὸς δὲ ἐξῆλθον, καὶ οὐκ εὐθὺς ἀπωλόμην;"],["12","Ἱνατί δὲ συνήντησάν μοι τὰ γόνατα; ἱνατί δὲ μαστοὺς ἐθήλασα;"],["13","νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην"],["14","Νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην μετὰ βασιλέων βουλευτῶν γῆς οἳ ἐγαυριῶντο ἐπὶ ξίφεσιν,"],["15","ἢ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός, οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου·"],["16","Ἢ ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς, ἢ ὥσπερ νήπιοι, οἳ οὐκ εἶδον φῶς·"],["17","Ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς, ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι."],["18","Ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου."],["19","Μικρὸς καὶ μέγας ἐκεῖ ἐστι, καὶ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ."],["20","Ἱνατί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς; ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς,"],["21","οἳ ἱμείρονται τοῦ θανάτου, καὶ οὐ τυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυροὺς,"],["22","περιχαρεῖς δὲ ἐγένοντο ἐὰν κατατύχωσι;"],["23","Θάνατος ἀνδρὶ ἀνάπαυμα, συνέκλεισεν γὰρ ὁ Θεὸς κατʼ αὐτοῦ."],["24","Πρὸ γὰρ τῶν σίτων μου στεναγμὸς ἥκει, δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ."],["25","Φόβος γὰρ ὃν ἐφρόντισα ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέν μοι."],["26","Οὔτε εἰρήνευσα, οὔτε ἡσύχασα, οὔτε ἀνεπαυσάμην, ἦλθε δέ μοι ὀργή·"]],[["1","Ὑπολαβὼν δὲ Ἐλιφὰς ὁ Θαιμανίτης, λέγει,"],["2","Μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει;"],["3","Εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς, καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας,"],["4","ἀσθενοῦντάς τε ἐξανέστησας ῥήμασι, γόνασί τε ἀδυνατοῦσι θάρσος περιέθηκας."],["5","Νῦν δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου, σὺ ἐσπούδασας."],["6","Πότερον οὐχ ὁ φόβος σου ἐστὶν ἐν ἀφροσύνῃ, καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦ σου;"],["7","Μνήσθητι οὖν, τίς καθαρὸς ὢν ἀπώλετο, ἢ πότε ἀληθινοὶ ὁλόῤῥιζοι ἀπώλοντο;"],["8","Καθʼ ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα, οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς."],["9","Ἀπὸ προστάγματος Κυρίου ἀπολοῦνται, ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται."],["10","Σθένος λέοντος, φωνὴ δὲ λεαίνης, γαυρίαμα δὲ δρακόντων ἐσβέσθη."],["11","Μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βορὰν, σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους."],["12","Εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου, οὐθὲν ἄν σοι τούτων κακὸν ἀπήντησε· πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρʼ αὐτοῦ;"],["13","Φόβῳ δὲ καὶ ἤχῳ νυκτερινῇ ἐπιπίπτων φόβος ἐπʼ ἀνθρώπους,"],["14","φρίκη μοι συνήντησεν καὶ τρόμος, καὶ μεγάλως μου τὰ ὀστᾶ διέσεισε,"],["15","καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν, ἔφριξαν δέ μου τρίχες καὶ σάρκες."],["16","Ἀνέστην καὶ οὐκ ἐπέγνων, εἶδον καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου, ἀλλʼ ἢ αὖραν καὶ φωνὴν ἤκουον."],["17","Τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον τοῦ Κυρίου; ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ;"],["18","Εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησε."],["19","Τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν, ἔπαισεν αὐτοὺς σητὸς τρόπον,"],["20","καὶ ἀπὸ πρωΐθεν μέχρι ἑσπέρας οὐκ ἔτι εἰσὶ, παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι, ἀπώλοντο."],["21","Ἐνεφύσησε γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν, ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν."]],[["1","Ἐπικαλέσαι δὲ εἴ τις σοι ὑπακούσεται, ἢ εἴ τινα ἀγγέλων ἁγίων ὄψῃ·"],["2","Καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργὴ, πεπλανημένον δὲ θανατοῖ ζῆλος."],["3","Ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζαν βάλλοντας, ἀλλʼ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα."],["4","Πόῤῥω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας, κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος."],["5","Ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται, αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται· ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς."],["6","Οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος, οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος."],["7","Ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ, νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται."],["8","Οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι Κυρίου, Κύριον δὲ τὸν πάντων δεσπότην ἐπικαλέσομαι,"],["9","τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμὸς,"],["10","τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπʼ οὐρανὸν,"],["11","τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος, καὶ ἀπολωλότας ἐξεγείροντα,"],["12","διαλλάσσοντα βουλὰς πανούργων, καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές·"],["13","ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει, βουλὴν δὲ πολυπλόκων ἐξέστησεν."],["14","Ἡμέρας συναντήσεται αὐτοῖς σκότος, τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἶσα νυκτὶ,"],["15","ἀπόλοιντο δὲ ἐν πολέμῳ· ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου."],["16","Εἴη δὲ ἀδυνάτῳ ἐλπὶς, ἀδίκου δὲ στόμα ἐμφραχθείη."],["17","Μακάριος δὲ ἄνθρωπος ὃν ἤλεγξεν ὁ Κύριος, νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου."],["18","Αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο."],["19","Ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν."],["20","Ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε."],["21","Ἀπὸ μάστιγος γλώσσης σε κρύψει, καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων."],["22","Ἀδίκων καὶ ἀνόμων καταγελάσῃ· ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς·"],["23","Θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσί σοι."],["24","Εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος· ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ."],["25","Γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ."],["26","Ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος, ἢ ὥσπερ θιμωνία ἅλωνος καθʼ ὥραν συγκομισθεῖσα."],["27","Ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν· ταῦτά ἐστιν ἃ ἀκηκόαμεν· σὺ δὲ γνῶθι σεαυτῷ, εἴ τι ἔπραξας."]],[["1","Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει,"],["2","Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργὴν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδὸν,"],["3","καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται· ἀλλʼ ὡς ἔοικε τὰ ῥήματά μου ἐστὶ φαῦλα."],["4","Βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μου ἐστὶν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με."],["5","Τί γάρ; μὴ διακενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλʼ ἢ τὰ σῖτα ζητῶν; εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα;"],["6","Εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ῥήμασι κενοῖς;"],["7","Οὐ δύναται γὰρ παύσασθαί μου ἡ ὀργή· βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος."],["8","Εἰ γὰρ δώῃ καὶ ἔλθοι μου ἡ αἴτησις, καὶ τὴν ἐλπίδα μου δώῃ ὁ Κύριος."],["9","Ἀρξάμενος ὁ Κύριος τρωσάτω με, εἰς τέλος δὲ μή με ἀνελέτω."],["10","Εἴη δέ μου πόλις τάφος, ἐφʼ ἧς ἐπὶ τειχέων ἡλλόμην, ἐπʼ αὐτῆς οὐ φείσομαι· οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια Θεοῦ μου."],["11","Τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω; τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή;"],["12","Μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου; ἢ αἱ σάρκες μου εἰσὶ χάλκεαι;"],["13","Ἢ οὐκ ἐπʼ αὐτῷ ἐπεποίθειν; βοήθεια δὲ ἀπʼ ἐμοῦ ἄπεστιν."],["14","Ἀπείπατό με ἔλεος, ἐπισκοπὴ δὲ Κυρίου ὑπερεῖδέ με."],["15","Οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου, ὥσπερ χειμάῤῥους ἐκλείπων, ἢ ὥσπερ κῦμα παρῆλθόν με"],["16","Οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασί μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς·"],["17","Καθὼς τακεῖσα θέρμης γενομένης, οὐκ ἐπεγνώσθη ὅπερ ἦν,"],["18","οὕτω κᾀγὼ κατελείφηθν ὑπὸ πάντων, ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην."],["19","Ἴδετε ὁδοὺς Θαιμανῶν, ἀτραποὺς, Σαβῶν οἱ διορῶντες."],["20","Καὶ αἰσχύνην ὀφειλήσουσιν, οἱ ἐπὶ πόλεσι καὶ χρήμασι πεποιθότες."],["21","Ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε."],["22","Τί γάρ; μήτι ὑμᾶς ἢτησα, ἢ τῆς παρʼ ὑμῶν ἰσχύος ἐπιδέομαι,"],["23","ὥστε σῶσαί με ἑξ ἐχθρῶν, ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με;"],["24","Διδάξατέ με, ἐγὼ δὲ κωφεύσω· εἴ τι πεπλάνημαι, φράσατέ μοι."],["25","Ἀλλʼ ὡς ἔοικε φαῦλα ἀληθινοῦ ῥήματα, οὐ γὰρ παρʼ ὑμῶν ἰσχὺν αἰτοῦμαι."],["26","Οὐδὲ ἔλεγχος ὑμῶν ῥήμασί με παύσει, οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι."],["27","Πλὴν ὅτι ἐπʼ ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν."],["28","Νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν, οὐ ψεύσομαι."],["29","Καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε."],["30","Οὐ γάρ ἐστιν ἐν γλώσσῃ μουἄδικον, ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ."]],[["1","Πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς; καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ;"],["2","Ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν Κύριον αὐτοῦ, καὶ τετευχὼς σκιᾶς; ἢ ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ;"],["3","Οὕτως κᾀγὼ ὑπέμεινα μῆνας κενοὺς, νύκτες δὲ ὀδυνῶν δεδομέναι μοι εἰσίν."],["4","Ἐὰν κοιμηθῶ, λέγω, πότε ἡμέρα; ὡς δʼ ἂν ἀναστῶ, πάλιν, πότε ἑσπέρα; πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωΐ."],["5","Φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων, τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων."],["6","Ὁ δὲ βίος μου ἔστιν ἐλαφρότερος λαλιᾶς, ἀπόλωλε δὲ ἐν κενῇ ἐλπίδι."],["7","Μνήσθητι οὖν ὅτι πνεῦμά μου ἡ ζωὴ, καὶ οὐκ ἔτι ἐπανελεύσεται ὀφθαλμός μου ἰδεῖν ἀγαθόν."],["8","Οὐ περιβλέψεταί με ὀφθαλμὸς ὁρῶντός με, οἱ ὀφθαλμοί σου ἐν ἐμοί, καὶ οὐκ ἔτι εἰμί·"],["9","Ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπʼ οὐρανοῦ· ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐκ ἔτι μὴ ἀναβῇ,"],["10","οὐδʼ οὐ μὴ ἐπιστρέψῃ εἰς τὸν ἴδιον οἶκον, οὐδʼ οὐ μὴ ἐπιγνῶ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ."],["11","Ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου, λαλήσω ἐν ἀνάγκῃ ὤν, ἀνοίξω πικρίαν ψυχῆς μου συνεχόμενος."],["12","Πότερον θάλασσα εἰμὶ ἢ δράκων, ὅτι κατέταξας ἐπʼ ἐμὲ φυλακήν;"],["13","Εἴπα ὅτι παρακαλέσει με ἡ κλίνη μου, ἀνοίσω δὲ πρὸς ἐμαυτὸν ἰδίᾳ λόγον τῇ κοίτῃ μου."],["14","Ἐκφοβεῖς με ἐνυπνίοις, καὶ ὁράμασί με καταπλήσσεις."],["15","Ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου, ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου."],["16","Οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω· ἀπόστα ἀπʼ ἐμοῦ, κενὸς γάρ μου ὁ βίος."],["17","Τί γάρ ἐστιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτόν; ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτόν;"],["18","Ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσῃ ἕως τὸ πρωΐ; καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς;"],["19","Ἕως τίνος οὐκ ἐᾷς με, οὐδὲ προΐῃ με, ἕως ἂν καταπίω τὸν πτύελόν μου;"],["20","Εἰ ἐγὼ ἥμαρτον, τί δυνήσομαι πρᾶξαι, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων; διατί ἔθου με κατεντευκτήν σου, εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον;"],["21","Διατί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην, καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου; νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι, ὀρθρίζων δὲ οὐκ ἔτι εἰμί."]],[["1","Ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης, λέγει,"],["2","Μέχρι τίνος λαλήσεις ταῦτα, πνεῦμα πολυῤῥῆμον τοῦ στόματός σου;"],["3","Μὴ ὁ Κύριος ἀδικήσει κρίνων; ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον;"],["4","Εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτῶν."],["5","Σὺ δὲ ὄρθριζε πρὸς Κύριον παντοκράτορα δεόμενος."],["6","Εἰ καθαρὸς εἶ καὶ ἀληθινὸς, δεήσεως ἐπακούσεταί σου, ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης."],["7","Ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα, τὰ δὲ ἔσχατά σου ἀμύθητα."],["8","Ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων·"],["9","Χθιζοὶ γάρ ἐσμεν, καὶ οὐκ οἴδαμεν· σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς ὁ βίος·"],["10","Ἢ οὐχ οὗτοί σε διδάξουσιν καὶ ἀναγγελοῦσι, καὶ ἐκ καρδίας ἐξάξουσι ῥήματα;"],["11","Μὴ θάλλει πάπυρος ἄνευ ὕδατος, ἢ ὑψωθήσεται βούτομον ἄνευ πότου;"],["12","Ἔτι ὂν ἐπὶ ῥίζης, καὶ οὐ μὴ θερισθῇ, πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη οὐχὶ ξηραίνεται;"],["13","Οὕτως τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων τοῦ Κυρίου· ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεῖται·"],["14","Ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος· ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή."],["15","Ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ· ἐπιλαβομένου δὲ αὐτοῦ, οὐ μὴ ὑπομείνῃ·"],["16","Ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου· καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ῥάδαμνος αὐτοῦ ἐξελεύσεται."],["17","Ἐπὶ συναγωγὴν λίθων κοιμᾶται· ἐν δὲ μέσῳ χαλίκων ζήσεται."],["18","Ἐὰν καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν· οὐχ ἑώρακας τοιαῦτα,"],["19","ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη, ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει."],["20","Ὁ γὰρ Κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον· πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται."],["21","Ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος, τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως."],["22","Οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην, δίαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται."]],[["1","Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει,"],["2","Ἐπʼ ἀληθείας οἶδα, ὅτι οὕτως ἐστί· πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ Κυρίῳ;"],["3","Ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ, οὐ μὴ ὑπακούσῃ αὐτῷ, ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων."],["4","Σοφὸς γάρ ἐστι διανοίᾳ, κραταιός τε καὶ μέγας· τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν;"],["5","Ὁ παλαιῶν ὄρη καὶ οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ·"],["6","Ὁ σείων τὴν ὑπʼ οὐρανὸν ἐκ θεμελίων, οἱ δὲ στύλοι αὐτῆς σαλεύονται·"],["7","Ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει·"],["8","Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ὡς ἐπʼ ἐδάφους ἐπὶ θαλάσσης·"],["9","Ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον, καὶ ταμεῖα Νότου·"],["10","Ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός."],["11","Ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω· ἐὰν παρέλθῃ με, οὐδʼ ὡς ἔγνων."],["12","Ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψει; ἢ τίς ἐρεῖ αὐτῷ, τί ἐποίησας;"],["13","Αὐτὸς γὰρ ἀπέστραπται ὀργὴν, ὑπʼ αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπʼ οὐρανόν"],["14","Ἐὰν δέ μου ὑπακούσεται, ἤ διακρίνει τὰ ῥήματά μου."],["15","Ἐὰν γὰρ ὦ δίκαιος, οὐκ εἰσακούσεταί μου, τοῦ κρίματος αὐτοῦ δεηθήσομαι·"],["16","Ἐάν τε καλέσω καὶ μὴ ὑπακούσῃ, οὐ πιστεύω ὅτι εἰσακήκοέ μου τῆς φωνῆς."],["17","Μὴ γνόφῳ με ἐκτρίψῃ· πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκε διακενῆς."],["18","Οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι· ἐνέπλησε δέ με πικρίας,"],["19","ὅτι μὲν γὰρ ἰσχύει κράτει· τίς οὖν κρίματι αὐτοῦ ἀντιστήσεται;"],["20","Ἐὰν γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει· ἐάν τε ᾧ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι."],["21","Εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῇ ψυχῇ, πλὴν ἀφαιρεῖταί μου ἡ ζωή."],["22","Διὸ εἶπον, μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή,"],["23","ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ, ἀλλὰ δίκαιοι καταγελῶνται,"],["24","παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς, πρόσωπα κριτῶν αὐτῆς συγκαλύπτει· εἰ δὲ μὴ αὐτός ἐστι, τίς ἐστιν;"],["25","Ὁ δὲ βίος μου ἐστὶν ἐλαφρότερος δρομέως· ἀπέδρασαν, καὶ οὐκ εἴδοσαν."],["26","Ἢ καὶ ἐστι ναυσὶν ἴχνος ὁδοῦ, ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν;"],["27","Ἐάν τε γὰρ εἶπω, ἐπιλήσομαι λαλῶν, συγκύψας τῷ προσώπῳ στενάξω·"],["28","Σείομαι πᾶσι τοῖς μέλεσιν, οἴδα γὰρ ὅτι οὐκ ἀθῶόν με ἐάσεις."],["29","Ἐπειδὴ δέ εἰμι ἀσεβὴς, διὰ τί οὐκ ἀπέθανον;"],["30","Ἐὰν γὰρ ἀπολούσωμαι χιόνι, καὶ ἀποκαθάρωμαι χερσὶ καθαραῖς,"],["31","ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας, ἐβδελύξατο δέ με ἡ στολή."],["32","Οὐ γὰρ εἰ ἄνθρωπος κατʼ ἐμὲ, ᾧ ἀντικρινοῦμαι, ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν."],["33","Εἴθε ἦν ὁ μεσίτης ἡμῶν, καὶ ἐλέγχων, καὶ διακούων ἀναμέσον ἀμφοτέρων."],["34","Ἀπαλλαξάτω ἀπʼ ἐμοῦ τὴν ῥάβδον, ὁ δὲ φόβος αὐτοῦ μή με στροβείτω,"],["35","καὶ οὐ μὴ φοβηθῶ, ἀλλὰ λαλήσω· οὐ γὰρ οὕτω συνεπίσταμαι."]],[["1","Καμνὼν τῇ ψυχῇ μου, στένων ἐπαφήσω ἐπʼ αὐτὸν τὰ ῥήματα μου· λαλήσω πικρίᾳ ψυχῆς μου συνεχόμενος,"],["2","καὶ ἐρῶ πρὸς Κύριον, μή με ἀσεβεῖν δίδασκε· καὶ διατί με οὕτως ἔκρινας;"],["3","Ἢ καλόν σοι ἐὰν ἀδικήσω; ὅτι ἀπείπω ἔργα χειρῶν σου, βουλῇ δὲ ἀσεβῶν προσέσχες."],["4","Ἢ ὥσπερ βροτὸς ὁρᾷ, καθορᾷς; ἢ καθὼς ὁρᾷ ἄνθρωπος, βλέψῃ;"],["5","Ἢ ὁ βίος σου ἀνθρώπινός ἐστιν, ἢ τὰ ἔτη σου ἀνδρὸς,"],["6","ὅτι ἀνεζήτησας τὴν ἀνομίαν μου, καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας;"],["7","Οἶδας γὰρ ὅτι οὐκ ἠσέβησα· ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος;"],["8","Αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με, μετὰ ταῦτα μεταβαλών με ἔπαισας."],["9","Μνήσθητι, ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις."],["10","Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἶσα τυρῷ;"],["11","Δέρμα δὲ καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἔνειρας."],["12","Ζωὴν δὲ καὶ ἔλεος ἔθου παρʼ ἐμοὶ, ἡ δὲ ἐπισκοπή σου ἐφυλαξέ μου τὸ πνεῦμα."],["13","Ταῦτα ἔχων ἐν σεαυτῷ, οἶδα ὅτι πάντα δύνασαι· ἀδυνατεῖ δέ σοι οὐθέν."],["14","Ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με, ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῶόν με πεποίηκας."],["15","Ἐάν τε γὰρ ἀσεβήσω, οἴμοι· ἐὰν δὲ ὦ δίκαιος, οὐ δύναμαι ἀνακύψαι, πλήρης γὰρ ἀτιμίας εἰμί."],["16","Ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν· πάλιν γὰρ μεταβαλὼν δεινῶς με ὀλέκεις,"],["17","ἐπανακαινίζων ἐπʼ ἐμὲ τὴν ἔτασίν μου· ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω, ἐπήγαγες δὲ ἐπʼ ἐμὲ πειρατήρια."],["18","Ἱνατί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέθανον, ὀφθαλμὸς δέ με οὐκ εἶδε,"],["19","καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην; διατί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην;"],["20","Ἢ οὐκ ὀλίγος ἐστὶν ὁ βίος τοῦ χρόνου μου; ἔασόν με ἀναπαύσασθαι μικρὸν,"],["21","πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω, εἰς γῆν σκοτεινὴν καὶ γνοφερὰν,"],["22","εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾷν ζωὴν βροτῶν."]],[["1","Ὑπολαβὼν δὲ Σωφὰρ ὁ Μιναῖος, λέγει,"],["2","Ὁ τὰ πολλὰ λέγων, καὶ ἀντακούσεται· ἢ καὶ ὁ εὔλαλος οἴεται εἶναι δίκαιος;"],["3","εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος. Μὴ πολὺς ἐν ῥήμασι γίνου, οὐ γάρ ἐστιν ὁ ἀντικρινόμενός σοι;"],["4","Μὴ γὰρ λέγε, ὅτι καθαρός εἰμι τοῖς ἔργοις καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ."],["5","Ἀλλὰ πῶς ἂν ὁ Κύριος λαλήσαι πρὸς σὲ, καὶ ἀνοίξει χείλη αὐτοῦ μετὰ σοῦ;"],["6","Εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας· ὅτι διπλοῦς ἔσται τῶν κατὰ σέ· καὶ τότε γνώσῃ, ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ Κυρίου ὧν ἡμάρτηκας."],["7","Ἢ ἴχνος Κυρίου εὑρήσεις, ἢ εἰς τὰ ἔσχατα ἀφίκου ἃ ἐποίησεν ὁ παντοκράτωρ;"],["8","Ὑψηλὸς ὁ οὐρανὸς, καὶ τί ποιήσεις; βαθύτερα δὲ τῶν ἐν ᾅδου, τί οἶδας;"],["9","ἢ μακρότερα μέτρου γῆς, ἢ εὔρους θαλάσσης;"],["10","Ἐὰν δὲ καταστρέψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ, τί ἐποίησας;"],["11","Αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων, ἰδὼν δὲ ἄτοπα οὐ παρόψεται."],["12","Ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις· βροτὸς δὲ γεννητὸς γυναικὸς, ἶσα ὄνῳ ἐρημίτῃ."],["13","Εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου, ὑπτιάζεις δὲ χεῖρας πρὸς αὐτὸν,"],["14","εἰ ἄνομόν τί ἐστιν ἐν χερσί σου, πόῤῥω ποίησον αὐτὸ ἀπὸ σοῦ, ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω·"],["15","Οὕτως γὰρ ἀναλάμψει σου τὸ πρόσωπον, ὥσπερ ὕδωρ καθαρὸν, ἐκδύσῃ δὲ ῥύπον, καὶ οὐ μὴ φοβηθήσῃ·"],["16","Καὶ τὸν κόπον ἐπιλήσῃ, ὥσπερ κῦμα παρελθὸν, καὶ οὐ πτοηθήσῃ·"],["17","Ἡ δὲ εὐχή σου ὥσπερ Ἑωσφόρος, ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή·"],["18","Πεποιθώς τε ἔσῃ, ὅτι ἐστί σοι ἐλπὶς, ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη·"],["19","Ἡσυχάσεις γὰρ, καὶ οὐκ ἔσται ὁ πολεμῶν σε· μεταβαλόμενοι δὲ πολλοί σου δεηθήσονται."],["20","Σωτηρία δὲ αὐτοὺς ἀπολείψει· ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπώλεια, ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται."]],[["1","Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει,"],["2","Εἶτα ὑμεῖς ἐστε ἄνθρωποι, ἢ μεθʼ ὑμῶν τελευτήσει σοφία;"],["3","Κᾀμοὶ μὲν καρδία καθʼ ὑμᾶς ἐστι."],["4","Δίκαιος γὰρ ἀνὴρ καὶ ἄμεμπτος ἐγεννήθη εἰς χλεύασμα·"],["5","Εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσεῖν ὑπὸ ἄλλων, οἴκους τε αὐτοῦ ἐκπορθεῖσθαι ὑπὸ ἀνόμων·"],["6","οὐ μὴν δὲ ἀλλὰ μηδεὶς πεποιθέτω πονηρὸς ὢν ἀθῶος ἔσεσθαι, ὅσοι παροργίζουσι τὸν Κύριον, ὡς οὐχὶ καὶ ἔτασις αὐτῶν ἔσται."],["7","Ἀλλὰ δὴ ἐρώτησον τετράποδα ἐάν σοι εἴπωσι, πετεινὰ δὲ οὐρανοῦ ἐάν σοι ἀπαγγείλωσιν."],["8","Ἐκδιήγησαι γῇ, ἐάν σοι φράσῃ, καὶ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης."],["9","Τίς οὖν οὐκ ἔγνω ἐν πᾶσι τούτοις, ὅτι χεὶρ Κυρίου ἐποίησε ταῦτα;"],["10","Εἰ μὴ ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων ζώντων, καὶ πνεῦμα παντὸς ἀνθρώπου."],["11","Οὖς μὲν γὰρ ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται."],["12","Ἐν πολλῷ χρόνῳ σοφία, ἐν δὲ πολλῷ βίῳ ἐπιστήμη."],["13","Παρʼ αὐτῷ σοφία καὶ δύναμις, αὐτῷ βουλὴ καὶ σύνεσις."],["14","Ἐὰν καταβάλῃ, τίς οἰκοδομήσει; ἐὰν κλείσῃ κατʼ ἀνθρώπων, τίς ἀνοίξει;"],["15","Ἐὰν κωλύσῃ τὸ ὕδωρ, ξηρανεῖ τὴν γῆν· ἐὰν δὲ ἐπαφῇ, ἀπώλεσεν αὐτὴν καταστρέψας."],["16","Παρʼ αὐτῷ κράτος καὶ ἰσχὺς, αὐτῷ ἐπιστήμη καὶ σύνεσις."],["17","Διάγων βουλευτὰς αἰχμαλώτους, κριτὰς δὲ γῆς ἐξέστησε."],["18","Καθιζάνων βασιλεῖς ἐπὶ θρόνους, καὶ περιεδησε ζώνῃ ὀσφύας αὐτῶν."],["19","Ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους, δυνάστας δὲ γῆς κατέστρεψε."],["20","Διαλλάσσων χείλη πιστῶν, σύνεσιν δὲ πρεσβυτέρων ἔγνω."],["21","Ἐκχέων ἀτιμίαν ἐπʼ ἄρχοντας, ταπεινοὺς δὲ ἰάσατο."],["22","Ἀνακαλύπτων βαθέα ἐκ σκότους, ἐξήγαγε δὲ εἰς φῶς σκιὰν θανάτου."],["23","Πλανῶν ἔθνη καὶ ἀπολλύων αὐτὰ, καταστρωννύων ἔθνη καὶ καθοδηγῶν αὐτά."],["24","Διαλλάσσων καρδίας ἀρχόντων γῆς· ἐπλάνησε δὲ αὐτοὺς ἐν ὁδῷ ᾗ οὐκ ᾔδεισαν."],["25","Ψηλαφήσαισαν σκότος καὶ μὴ φῶς, πλανηθείησαν δὲ ὥσπερ ὁ μεθύων."]],[["1","Ἰδοὺ ταῦτα ἑώρακέ μου ὁ ὀφθαλμὸς, καὶ ἀκήκοέ μου τὸ οὖς."],["2","Καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν."],["3","Οὐ μὴν δὲ ἀλλʼ ἐγὼ πρὸς Κύριον λαλήσω, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται."],["4","Ὑμεῖς δὲ ἐστὲ ἰατροὶ ἄδικοι, καὶ ἰαταὶ κακῶν πάντες."],["5","Εἴη δὲ ὑμῖν κωφεῦσαι, καὶ ἀποβήσεται ὑμῖν σοφία."],["6","Ἀκούσατε δὲ ἔλεγχον τοῦ στόματός μου, κρίσιν δὲ χειλέων μου προσέχετε."],["7","Πότερον οὐκ ἔναντι Κυρίου λαλεῖτε, ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον;"],["8","Ἢ ὑποστελεῖσθε; ὑμεῖς δὲ αὐτοὶ κριταὶ γίνεσθε."],["9","Καλὸν γὰρ ἐὰν ἐξιχνιάσῃ ὑμᾶς, εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ,"],["10","οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς· εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσεσθε,"],["11","πότερον οὐχ ἡ δῖνα αὐτοῦ στροβήσει ὑμᾶς; ὁ φόβος δὲ παρʼ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν,"],["12","ἀποβήσεται δὲ ὑμῶν τὸ γαυρίαμα ἶσα σποδῷ, τὸ δὲ σῶμα πήλινον."],["13","Κωφεύσατε ἵνα λαλήσω, καὶ ἀναπαύσωμαι θυμοῦ,"],["14","ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσι, ψυχὴν δέ μου θήσω ἐν χειρί."],["15","Ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται, ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ·"],["16","Καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται."],["17","Ἀκούσατε ἀκούσατε τὰ ῥήματά μου, ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων."],["18","Ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου, οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι."],["19","Τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι, ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω;"],["20","Δυεῖν δέ μοι χρήσῃ, τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι."],["21","Τὴν χεῖρα ἀπʼ ἐμοῦ ἀπέχου, καὶ ὁ φόβος σου μή με καταπλησσέτω."],["22","Εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι, ἢ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν·"],["23","Πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ ἀνομίαι μου; δίδαξόν με τίνες εἰσί."],["24","Διατί ἀπʼ ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον σοι;"],["25","Ἢ ὡς φῦλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ, ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι;"],["26","Ὅτι κατέγραψας κατʼ ἐμοῦ κακὰ, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας."],["27","Ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀφίκου."],["28","Ὃ παλαιοῦται ἶσα ἀσκῷ, ἢ ὥσπερ ἱμάτιον σητόβρωτον."]],[["1","Βρότος γὰρ γεννητὸς γυναικὸς, ὀλιγόβιος, καὶ πλήρης ὀργῆς·"],["2","ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν, ἀπέδρα δὲ ὥσπερ σκιὰ, καὶ οὐ μὴ στῇ."],["3","Οὐχὶ καὶ τούτου λόγον ἐποιήσω, καὶ τοῦτον ἐποίησας εἰσελθεῖν ἐν κρίματι ἐνώπιόν σου;"],["4","Τίς γὰρ καθαρὸς ἔσται ἀπὸ ῥύπου; ἀλλʼ οὐθεὶς,"],["5","ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς· ἀριθμητοὶ δὲ μῆνες αὐτοῦ παρʼ αὐτοῦ· εἰς χρόνον ἔθου, καὶ οὐ μὴ ὑπερβῇ."],["6","Ἀπόστα ἀπʼ αὐτοῦ, ἵνα ἡσυχάσῃ, καὶ εὐδοκήσῃ τὸν βίον, ὥσπερ ὁ μισθωτός."],["7","Ἔστι γὰρ δένδρῳ ἐλπὶς, ἐὰν γὰρ ἐκκοπῇ, ἔτι ἐπανθήσει, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ ἐκλείπῃ."],["8","Ἐὰν γὰρ γηράσῃ ἐν γῇ ἡ ῥίζα αὐτοῦ, ἐν δὲ πέτρᾳ τελευτήσῃ,"],["9","τὸ στέλεχος αὐτοῦ ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει, ποιήσει δὲ θερισμὸν, ὥσπερ νεόφυτον."],["10","Ἀνὴρ δὲ τελευτήσας ᾤχετο, πεσὼν δὲ βροτὸς οὐκ ἔτι ἐστί."],["11","Χρόνῳ γὰρ σπανίζεται θάλασσα, ποταμὸς δὲ ἐρημωθεὶς ἐξηράνθη."],["12","Ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴν ἀναστῇ ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συῤῥαφῇ, καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν."],["13","Εἰ γὰρ ὄφελον ἐν ᾅδῃ με ἐφύλαξας, ἔκρυψας δέ με ἕως ἂν παύσηταί σου ἡ ὀργὴ, καὶ τάξῃ μοι χρόνον ἐν ᾧ μνείαν μου ποιήσῃ."],["14","Ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος, ζήσεται συντελέσας ἡμέρας τοῦ βίου αὐτοῦ· ὑπομενῶ ἕως πάλιν γένωμαι;"],["15","Εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι, τὰ δὲ ἔργα τῶν χειρῶν σου μὴ ἀποποιοῦ."],["16","Ἠρίθμησας δέ μου τὰ ἐπιτηδεύματα, καὶ οὐ μὴ παρέλθῃ σε οὐδὲν τῶν ἁμαρτιῶν μου;"],["17","Ἐσφράγισας δέ μου τὰς ἀνομίας ἐν βαλαντίῳ, ἐπεσημῄνω δὲ εἴτι ἄκων παρέβην."],["18","Καὶ πλὴν ὄρος πίπτον διαπεσεῖται, καὶ πέτρα παλαιωθήσεται ἐκ τοῦ τόπου αὐτῆς."],["19","Λίθους ἐλέαναν ὕδατα, καὶ κατέκλυσεν ὕδατα ὕπτια τοῦ χώματος τῆς γῆς· καὶ ὑπομονὴν ἀνθρώπου ἀπώλεσας."],["20","Ὦσας αὐτὸν εἰς τέλος, καὶ ᾤχετο· ἐπέστησας αὐτῷ τὸ πρόσωπον, καὶ ἐξαπέστειλας,"],["21","πολλὼν δὲ γενομένων τῶν υἱῶν αὐτοῦ, οὐκ οἶδεν· ἐὰν δὲ ὀλίγοι γένωνται, οὐκ ἐπέσταται."],["22","Ἀλλʼ ἢ αἱ σάρκες αὐτοῦ ἤλγησαν, ἡ δὲ ψυχὴ αὐτοῦ ἐπένθησεν."]],[["1","Ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης, λέγει,"],["2","Πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεῦμα, καὶ ἐνέπλησε πόνον γαστρὸς,"],["3","ἐλέγχων ἐν ῥήμασιν οἷς οὐ δεῖ, καὶ ἐν λόγοις οἷς οὐδὲν ὄφελος;"],["4","Οὐ καὶ σὺ ἀπεποιήσω φόβον, συνετελέσω δὲ ῥήματα τοιαῦτα ἔναντι τοῦ Κυρίου;"],["5","Ἔνοχος εἶ ῥήμασι στόματός σου, οὐδὲ διέκρινας ῥήματα δυναστῶν."],["6","Ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγὼ, τὰ δὲ χείλη σου καταμαρτυρήσουσι σου."],["7","Τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγεννήθης; ἢ πρὸ θινῶν ἐπάγης;"],["8","Ἢ σύνταγμα Κυρίου ἀκήκοας; ἢ συμβούλῳ σοι ἐχρήσατο ὁ Θεός; εἰς δέ σε ἀφίκετο σοφία;"],["9","Τί γὰρ οἶδας, ὃ οὐκ οἴδαμεν; ἢ τί συνίεις σὺ, ὃ οὐ καὶ ἡμεῖς;"],["10","Καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν, βαρύτερος τοῦ πατρός σου ἡμέραις."],["11","Ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι, μεγάλως ὑπερβαλλόντως λελάληκας."],["12","Τί ἐτόλμησεν ἡ καρδία σου; ἢ τί ἐπήνεγκαν οἱ ὀφθαλμοί σου,"],["13","ὅτι θυμὸν ἔῤῥηξας ἔναντι Κυρίου, ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα;"],["14","Τίς γὰρ ὢν βροτὸς, ὅτι ἔσται ἅμεμπτος; ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός;"],["15","Εἰ κατὰ ἁγίων οὐ πιστεύει, οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ."],["16","Ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος ἀνὴρ, πίνων ἀδικίας ἶσα ποτῷ."],["17","Ἀναγγελῶ δέ σοι, ἄκουέ μου, ἃ δὴ ἑώρακα, ἀναγγελῶ σοι,"],["18","ἃ σοφοὶ ἐροῦσι, καὶ οὐκ ἔκρυψαν πατέρες αὐτῶν."],["19","Αὐτοῖς μόνοις ἐδόθη ἡ γῆ, καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπʼ αὐτούς."],["20","Πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι, ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ."],["21","Ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ· ὅταν δοκῇ ἤδη εἰρηνεύειν, ἥξει αὐτοῦ ἡ καταστροφή."],["22","Μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους, ἐντέταλται γὰρ ἤδη εἰς χεῖρας σιδήρου,"],["23","κατατέτακται δὲ εἰς σῖτα γυψίν· οἶδε δὲ ἐν ἑαυτῷ ὅτι μένει εἰς πτῶμα· ἡμέρα δὲ σκοτεινὴ αὐτὸν στροβήσει,"],["24","ἀνάγκη δὲ καὶ θλίψις αὐτὸν καθέξει, ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων·"],["25","Ὅτι ᾖρκε χεῖρας ἐναντίον τοῦ Κυρίου, ἔναντι δὲ Κυρίου παντοκράτορος ἐτραχηλίασεν."],["26","Ἔδραμε δὲ ἐναντίον αὐτοῦ ὕβρει, ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ."],["27","Ὅτι ἐκάλυψε τὸ πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ, καὶ ἐποίησε περιστόμιον ἐπὶ τῶν μηρίων."],["28","Αὐλισθείη δὲ πόλεις ἐρήμους, εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους· ἃ δὲ ἐκεῖνοι ἡτοίμασαν, ἄλλοι ἀποίσονται."],["29","Οὔτε μὴ πλουτισθῇ, οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα· οὐ μὴ βάλῃ ἐπὶ τὴν γῆν σκιὰν,"],["30","οὐδὲ μὴ ἐκφύγῃ τὸ σκότος· τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος, ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος."],["31","Μὴ πιστευέτω ὅτι ὑπομενεῖ, κενὰ γὰρ ἀποβήσεται αὐτῷ."],["32","Ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ."],["33","Τρυγηθείη δὲ ὡς ὄμφαξ πρὸ ὥρας, ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας."],["34","Μαρτύριον γὰρ ἀσεβοῦς θάνατος· πῦρ δὲ καύσει οἴκους δωροδεκτῶν·"],["35","Ἐν γαστρὶ δὲ λήψεται ὀδύνας, ἀποβήσεται δὲ αὐτῷ κενὰ, ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει δόλον."]],[["1","Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει,"],["2","Ἀκήκοα τοιαῦτα πολλὰ, παρακλήτορες κακῶν πάντες."],["3","Τί γάρ; μὴ τάξις ἐστὶ ῥήμασι πνεύματος; ἢ τί παρενοχλήσει σοι ὅτι ἀποκρίνῃ;"],["4","Κᾀγὼ καθʼ ὑμᾶς λαλήσω· εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς, εἶτʼ ἐναλοῦμαι ὑμῖν ῥήμασι· κινήσω δὲ καθʼ ὑμῶν κεφαλήν."],["5","Εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου, κίνησιν δὲ χειλέων οὐ φείσομαι."],["6","Ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα· ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι;"],["7","Νῦν δὲ κατάκοπόν με πεποίηκε μωρὸν σεσηπότα, καὶ ἐπελάβου μου."],["8","Εἰς μαρτύριον ἐγενήθη, καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου, κατὰ πρόσωπόν μου ἀνταπεκρίθη."],["9","Ὀργῇ χρησάμενος κατέβαλέ με, ἔβρυξεν ἐπʼ ἐμὲ τοὺς ὀδόντας, βέλη πειρατῶν αὐτοῦ ἐπʼ ἐμοὶ ἔπεσαν."],["10","Ἀκίσιν ὀφθαλμῶν ἐνήλατο, ὀξεῖ ἔπαισέ με εἰς τὰ γόνατα, ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπʼ ἐμοί."],["11","Παρέδωκε γάρ με ὁ Κύριος εἰς χείρας ἀδίκων, ἐπὶ δὲ ἀσεβέσιν ἔῤῥιψέ με."],["12","Εἰρηνεύοντα διεσκέδασέ με· λαβών με τῆς κόμης διέτιλε, κατέστησέ με ὥσπερ σκοπόν."],["13","Ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου, οὐ φειδόμενοι ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου·"],["14","Κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, ἔδραμον πρὸς μὲ δυνάμενοι."],["15","Σάκκον ἔῤῥαψαν ἐπὶ βύρσης μου, τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη."],["16","Ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ, ἐπὶ δὲ βλεφάροις μου σκιά."],["17","Ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσί μου, εὐχὴ δέ μου καθαρά."],["18","Γῆ μὴ ἐπικαλύψῃς ἐφʼ αἵματι τῆς σαρκός μου, μηδὲ εἴη τόπος τῇ κραυγῇ μου."],["19","Καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις."],["20","Ἀφίκοιτό μου ἡ δέησις πρὸς Κύριον, ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός."],["21","Εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι Κυρίου, καὶ υἱῷ ἀνθρώπου τῷ πλησίον αὐτοῦ."],["22","Ἔτη δὲ ἀριθμητὰ ἥκασιν, ὁδῷ δὲ ᾗ οὐκ ἐπαναστραφήσομαι, πορεύσομαι."]],[["1","Ὀλέκομαι πνεύματι φερόμενος, δέομαι δὲ ταφῆς, καὶ οὐ τυγχάνω."],["2","Λίσσομαι κάμνων, καὶ τί ποιήσας;"],["3","ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι. Τίς ἐστιν οὕτος; τῇ χειρί μου συνδεθήτω."],["4","Ὅτι καρδίαν αὐτῶν ἔκρυψας ἀπὸ φρονήσεως, διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς."],["5","Τῇ μερίδι ἀναγγελεῖ κακίας· ὀφθαλμοὶ δὲ ἐφʼ υἱοῖς ἐτάκησαν."],["6","Ἔθου δέ με θρύλλημα ἐν ἔθνεσι, γέλως δὲ αὐτοῖς ἀπέβην."],["7","Πεπώρωνται γὰρ ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου, πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων."],["8","Θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτῳ, δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη."],["9","Σχοίη δὲ πιστὸς τὴν ἑαυτοῦ ὁδὸν, καθαρὸς δὲ χεῖρας ἀναλάβοι θάρσος."],["10","Οὐ μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε καὶ δεῦτε δὴ, οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές."],["11","Αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ, ἐῤῥάγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου."],["12","Νύκτα εἰς ἡμέραν ἔθηκα, φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους."],["13","Ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος, ἐν δὲ γνοφῳ ἔστρωταί μου ἡ στρωμνή."],["14","Θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι, μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν."],["15","Ποῦ οὖν μου ἔτι ἐστὶν ἡ ἐλπὶς, ἢ τὰ ἀγαθά μου ὄψομαι;"],["16","Ἢ μετʼ ἐμοῦ εἰς ᾅδην καταβήσονται; ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα;"]],[["1","Ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης, λέγει,"],["2","Μέχρι τίνος οὐ παύσῃ; ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν."],["3","Διατί δὲ ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου;"],["4","Κέχρηταί σοι ὀργή· τί γὰρ ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπʼ οὐρανόν; ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων;"],["5","Καὶ φῶς ἀσεβῶν σβεσθήσεται, καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ."],["6","Τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ, ὁ δὲ λύχνος ἐπʼ αὐτῷ σβεσθήσεται."],["7","Θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ· σφάλαι δὲ αὐτοῦ ἡ βουλή."],["8","Ἐμβέβληται δὲ ὁ ποῦς αὐτοῦ ἐν παγίδι, ἐν δικτύῳ ἑλιχθείη."],["9","Ἔλθοισαν δὲ ἐπʼ αὐτὸν παγίδες, κατισχύσει ἐπʼ αὐτὸν διψῶντας."],["10","Κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ, καὶ ἡ σύλληψις αὐτοῦ ἐπὶ τρίβον."],["11","Κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι· πολλοὶ δὲ περὶ πόδα αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ·"],["12","πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον."],["13","Βρωθείησαν αὐτοῦ κλῶνες ποδῶν, κατέδεται δὲ αὐτοῦ τὰ ὡραῖα θάνατος."],["14","Ἐκραγείη δέ ἐκ διαίτης αὐτοῦ ἴασις, σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ."],["15","Κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ, κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ."],["16","Ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται, καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ."],["17","Τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς, καὶ ὑπάρξει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω."],["18","Ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος."],["19","Οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ, οὐδὲ σεσωσμένος ἐν τῇ ὑπʼ οὐρανὸν ὁ οἶκος αὐτοῦ."],["20","Ἀλλʼ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι· ἐπʼ αὐτῷ ἐστέναξαν ἔσχατοι, πρώτους δὲ ἔσχε θαῦμα."],["21","Οὗτοί εἰσιν οἱ οἶκοι ἀδίκων, οὗτος δὲ ὁ τόπος τῶν μὴ εἰδότων τὸν Κύριον."]],[["1","Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει,"],["2","Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου, καὶ καθαιρεῖτέ με λόγοις; γνῶτε μόνον ὅτι ὁ Κύριος ἐποίησέ με οὕτως."],["3","Καταλαλεῖτέ μου, οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι."],["4","Ναὶ δὴ ἐπʼ ἀληθείας ἐγὼ ἐπλανήθην, παρʼ ἐμοὶ δὲ αὐλίζεται πλάνος·"],["4a","λαλῆσαι ῥῆματα ἃ οὐκ ἔδει, τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ."],["5","Ἔα δὲ, ὅτι ἐπʼ ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδει."],["6","Γνῶτε οὖν ὅτι Κύριός ἐστιν ὁ ταράξας, ὀχύρωμα δὲ αὐτοῦ ἐπʼ ἐμὲ ὕψωσεν."],["7","Ἰδοὺ γελῶ ὀνείδει, οὐ λαλήσω· κεκράξομαι, καὶ οὐδαμοῦ κρίμα."],["8","Κύκλῳ περιῳκοδόμημαι, καὶ οὐ μὴ διαβῶ· ἐπὶ πρόσωπόν μου σκότος ἔθετο."],["9","Τὴν δὲ δόξαν ἀπʼ ἐμοῦ ἐξέδυσεν, ἀφεῖλε δὲ στέφανον ἀπὸ κεφαλῆς μου."],["10","Διέσπασέ με κύκλῳ καὶ ᾠχόμην, ἐξέκοψε δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου."],["11","Δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο, ἡγήσατο δέ με ὥσπερ ἐχθρόν."],["12","Ὁμοθυμαδὸν δὲ ἦλθον τὰ πειρατήρια αὐτοῦ ἐπʼ ἐμοὶ, ταῖς ὁδοῖς μου ἐκύκλωσαν ἐγκάθετοι."],["13","Ἀπʼ ἐμοῦ ἀδελφοί μου ἀπέστησαν, ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ· φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν·"],["14","Οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου, καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου."],["15","Γείτονες οἰκίας, θεράπαιναί τε μοῦ, ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν."],["16","Θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσε· στόμα δέ μου ἐδέετο."],["17","Καὶ ἱκέτευον τὴν γυναῖκά μου, προσεκαλούμην δὲ καλακευων υἱοὺς παλλακίδων μου·"],["18","Οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο, ὅταν ἀναστῶ, κατʼ ἐμοῦ λαλοῦσιν."],["19","Ἐβδελύξαντό με οἱ ἰδόντες με· οὓς δὴ ἠγαπήκειν, ἐπανέστησάν μοι."],["20","Ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου, τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται."],["21","Ἐλεήσατέ με, ἐλεήσατέ με, ὦ φίλοι, χεὶρ γὰρ Κυρίου ἡ ἁψαμένη μου ἐστί."],["22","Διατί με διώκετε ὥσπερ καὶ ὁ Κύριος; ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε;"],["23","Τίς γὰρ ἂν δοίη γραφῆναι τὰ ῥήματά μου, τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα,"],["24","ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ, ἢ ἐν πέτραις ἐγγλυφῆναι;"],["25","Οἶδα γὰρ ὅτι ἀένναός ἐστιν ὁ ἐκλύειν με μέλλων,"],["26","ἐπὶ γῆς ἀναστῆσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα· παρὰ γὰρ Κυρίου ταῦτά μοι συνετελέσθη,"],["27","ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι, ἃ ὁ ὀφθαλμός μου ἑώρακε, καὶ οὐκ ἄλλος, πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ."],["28","Εἰ δὲ καὶ ἐρεῖτε, τί ἐροῦμεν ἔναντι αὐτοῦ, καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ;"],["29","Εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος, θυμὸς γὰρ ἐπʼ ἀνόμους ἐπελεύσεται· καὶ τότε γνώσονται, ποῦ ἐστιν αὐτῶν ἡ ὕλη"]],[["1","Ὑπολαβὼν δὲ Σωφὰρ ὁ Μιναῖος, λέγει,"],["2","Οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα, καὶ οὐχὶ συνίετε μᾶλλον ἢ καὶ ἐγώ."],["3","Παιδείαν ἐντροπῆς μου ἀκούσομαι, καὶ πνεῦμα ἐκ τῆς συνέσεως ἀποκρίνεταί μοι."],["4","Μὴ ταῦτα ἔγνως ἀπὸ τοῦ ἔτι, ἀφʼ οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς;"],["5","Εὐφροσύνη δὲ ἀσεβῶν πτῶμα ἐξαίσιον, χαρμονὴ δὲ παρανόμων ἀπώλεια·"],["6","ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα, ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται."],["7","Ὅταν γὰρ δοκῇ ἤδη κατεστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται· οἱ δὲ εἰδότες αὐτὸν ἐροῦσι, ποῦ ἐστιν;"],["8","Ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ, ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν."],["9","Ὀφθαλμὸς παρέβλεψε, καὶ οὐ προσθήσει, καὶ οὐκ ἔτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ."],["10","Τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες, αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας."],["11","Ὀστᾶ αὐτοῦ ἐνεπλήσθησαν νεότητος αὐτοῦ, καὶ μετʼ αὐτοῦ ἐπὶ χώματος κοιμηθήσεται."],["12","Ἐὰν γλυκανθῇ ἐν στόματι αὐτοῦ κακία, κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ,"],["13","οὐ φείσεται αὐτῆς, καὶ οὐκ ἐγκαταλείψει αὐτήν· καὶ συνάξει αὐτὴν ἐν μέσῳ τοῦ λάρυγγος αὐτοῦ,"],["14","καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι ἑαυτῷ· χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ."],["15","Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται, ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος."],["16","Θυμὸν δὲ δρακόντων θηλάσειεν, ἀνέλοι δὲ αὐτὸν γλῶσσα ὄφεως."],["17","Μὴ ἴδοι ἄμελξιν νομάδων, μηδὲ νομὰς μέλιτος καὶ βουτύρου."],["18","Εἰς κενὰ καὶ μάταια ἐκοπίασε, πλοῦτον ἐξ οὗ οὐ γεύσεται· ὥσπερ στρίφνος ἀμάσητος, ἀκατάποτος."],["19","Πολλῶν γὰρ δυνατῶν οἴκους ἔθλασε· δίαιταν δὲ ἥρπασε, καὶ οὐκ ἔστησεν."],["20","Οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν, ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται."],["21","Οὐκ ἔστιν ὑπόλειμμα τοῖς βρώμασιν αὐτοῦ, διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά."],["22","Ὅταν δὲ δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται, πᾶσα δὲ ἀνάγκη ἐπʼ αὐτὸν ἐπελεύσεται."],["23","Εἴ πῶς εἶ πληρῶσαι γαστέρα αὐτοῦ, ἐπαποστείλαι ἐπʼ αὐτὸν θυμὸν ὀργῆς, νίψαι ἐπʼ αὐτὸν ὀδύνας,"],["24","καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου· τρώσαι αὐτὸν τόξον χάλκειον."],["25","Διεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος, ἄστρα δὲ ἐν διαίταις αὐτοῦ· περιπατήσαισαν ἐπʼ αὐτῷ φόβοι,"],["26","πᾶν δὲ σκότος αὐτῷ ὑπομείναι· κατέδεται αὐτὸν πῦρ ἄκαυστον, κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον."],["27","Ἀνακάλυψαι δὲ αὐτοῦ ὁ οὐρανὸς τὰς ἀνομίας, γῆ δὲ ἐπανασταίη αὐτῷ."],["28","Ἑλκύσαι τὸν οἶκον αὐτοῦ ἀπώλεια εἰς τέλος, ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ."],["29","Αὕτη ἡ μέρις ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου."]],[["1","Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει,"],["2","Ἀκούσατε ἀκούσατέ μου τῶν λόγων, ἵνα μὴ ᾖ μοι παρʼ ὑμῶν αὕτη ἡ παράκλησις."],["3","Ἄρατέ με, ἐγὼ δὲ λαλήσω, εἶτʼ οὐ καταγελάσετέ μου."],["4","Τί γάρ; μὴ ἀνθρώπου μου ἡ ἔλεγξις; ἢ διὰ τί οὐ θυμωθήσομαι;"],["5","Εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσετε, χεῖρα θέντες ἐπὶ σιαγόνι."],["6","Ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα· ἔχουσι δέ μου τὰς σάρκας ὀδύναι."],["7","Διὰ τί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ;"],["8","Ὁ σπόρος αὐτῶν κατὰ ψυχὴν, τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς."],["9","Οἱ οἶκοι αὐτῶν εὐθηνοῦσι, φόβος δὲ οὐδαμοῦ, μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπʼ αὐτοῖς."],["10","Ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησε, διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλε."],["11","Μένουσι δὲ ὡς πρόβατα αἰώνια, τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν,"],["12","ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν, καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ."],["13","Συνετέλεσαν δὲ ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν, ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν."],["14","Λέγει δὲ Κυρίῳ, ἀπόστα ἀπʼ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι."],["15","Τί ἱκανὸς, ὅτι δουλεύσομεν αὐτῷ; καὶ τίς ὠφέλεια, ὅτι ἀπαντήσομεν αὐτῷ;"],["16","Ἐν χερσὶ γὰρ ἦν αὐτῶν τὰ ἀγαθὰ, ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ."],["17","Οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβῶν λύχνος σβεσθήσεται, ἐπελεύσεται δὲ αὐτοῖς ἡ καταστροφὴ, ὠδῖνες δὲ αὐτοὺς ἕξουσιν ἀπὸ ὀργῆς."],["18","Ἔσονται δὲ ὥσπερ ἄχυρα ὑπʼ ἀνέμου, ἢ ὥσπερ κονιορτὸς ὃν ὑφείλετο λαίλαψ."],["19","Ἐκλείποι υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ, ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται."],["20","Ἴδοισαν οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγὴν, ἀπὸ δὲ Κυρίου μὴ διασωθείη."],["21","Ὅτι τὸ θέλημα αὐτοῦ ἐν οἴκῳ αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν."],["22","Πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; αὐτὸς δὲ φόνους διακρίνει;"],["23","Οὗτος ἀποθανεῖται ἐν κράτει ἁπλοσύνης αὐτοῦ, ὅλος δὲ εὐπαθῶν καὶ εὐθηνῶν."],["24","Τὰ δὲ ἔγκατα αὐτοὺ πλήρη στέατος, μυελὸς δὲ αὐτοῦ διαχεῖται."],["25","Ὁ δὲ τελευτᾷ ὑπὸ πικρίας ψυχῆς, οὐ φαγὼν οὐδὲν ἀγαθόν."],["26","Ὁμοθυμαδὸν δὲ ἐπὶ γῆς κοιμῶνται, σαπρία δὲ αὐτοὺς ἐκάλυψεν."],["27","Ὥστε οἶδα ὑμᾶς, ὅτι τόλμῃ ἐπίκεισθέ μοι·"],["28","Ὥστε ἐρεῖτε, ποῦ ἐστιν οἶκος ἄρχοντος; καὶ ποῦ ἐστιν ἡ σκέπη τῶν σκηνωμάτων τῶν ἀσεβῶν;"],["29","Ἐρωτήσατε παραπορευομένους ὁδὸν, καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριώσετε."],["30","Ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρὸς, εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχθήσονται."],["31","Τίς ἀπαγγελεῖ ἐπὶ προσώπου αὐτοῦ τὴν ὁδὸν αὐτοῦ, καὶ αὐτὸς ἐποίησε; τίς ἀνταποδώσει αὐτῷ;"],["32","Καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη, καὶ αὐτὸς ἐπὶ σωρῶν ἠγρύπνησεν."],["33","Ἐγλυκάνθησαν αὐτῷ χάλικες χειμάῤῥου, καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται, καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι."],["34","Πῶς δὲ παρακαλεῖτέ με κενά; τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφʼ ὑμῶν οὐδέν."]],[["1","Ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης, λέγει,"],["2","Πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην;"],["3","Τί γὰρ μέλει τῷ Κυρίῳ, ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος; ἢ ὠφέλεια, ὅτι ἀπλώσῃς τὴν ὁδόν σου;"],["4","Ἢ λόγον σου ποιοῦμενος ἐλέγξεις, καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν;"],["5","Πότερον οὐχ ἡ κακία σου ἐστὶ πολλὴ, ἀναρίθμητοι δέ σου εἰσὶν αἱ ἁμαρτίαι;"],["6","Ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διακενῆς, ἀμφίασιν δὲ γυμνῶν ἀφείλου."],["7","Οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν·"],["8","Ἐθαύμασας δέ τινων πρόσωπον, ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς."],["9","Χήρας δὲ ἐξαπέστειλας κενὰς, ὀρφανοὺς δὲ ἐκάκωσας."],["10","Τοιγαροῦν ἐκύκλωσάν σε παγίδες, καὶ ἐσπούδασέ σε πόλεμος ἐξαίσιος."],["11","Τὸ φῶς σοι σκότος ἀπέβη, κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψε."],["12","Μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ; τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσε;"],["13","Καὶ εἶπας, τί ἔγνω ὁ ἰσχυρός; ἢ κατὰ τοῦ γνόφου κρίνει;"],["14","Νεφέλη ἀποκρυφὴ αὐτοῦ καὶ οὐχ ὁραθήσεται, καὶ γῦρον οὐρανοῦ διαπορεύεται."],["15","Μὴ τρίβον αἰώνιον φυλάξεις, ἣν ἐπάτησαν ἄνδρες δίκαιοι,"],["16","οἳ συνελήφθησαν ἄωροι; ποταμὸς ἐπιῤῥέων οἱ θεμέλιοι αὐτῶν,"],["17","οἱ λέγοντες, Κύριος τί ποιήσει ἡμῖν; ἢ τί ἐπάξεται ἡμῖν ὁ παντοκράτωρ;"],["18","Ὃς δὲ ἐνέπλησε τοὺς οἴκους αὐτῶν ἀγαθῶν, βουλὴ δὲ ἀσεβῶν πόῤῥω ἀπʼ αὐτοῦ."],["19","Ἰδόντες δίκαιοι ἐγέλασαν, ἄμεμπτος δὲ ἐμυκτήρισεν."],["20","Εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν, καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ."],["21","Γενοῦ δὴ σκληρὸς, ἐὰν ὑπομείνῃς, εἶτα ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς."],["22","Ἔκλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν, καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου."],["23","Ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου, πόῤῥω ἐποίησας ἀπὸ διαίτης σου ἄδικον."],["24","Θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ, καὶ ὡς πέτρα χειμάῤῥου Σωφίρ."],["25","Ἔσται οὖν σου ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν, καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον."],["26","Εἶτα παῤῥησιασθήσῃ ἐναντίον Κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρῶς."],["27","Εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου· δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχάς."],["28","Ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης, ἐπὶ δὲ ὁδοῖς σου ἔσται φέγγος·"],["29","Ὅτι ἐταπείνωσας σεαυτὸν, καὶ ἐρεῖς, ὑπερηφανεύσατο, καὶ κύφοντα ὀφθαλμοῖς σώσει."],["30","Ῥύσεται ἀθῶον, καὶ διασώθητι ἐν καθαραῖς χερσί σου."]],[["1","Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει,"],["2","Καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστι, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπʼ ἐμῷ στεναγμῷ."],["3","Τίς δʼ ἄρα γνοίη, ὅτι εὕροιμι αὐτὸν, καὶ ἔλθοιμι εἰς τέλος;"],["4","Εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, τὸ δὲ στόμα μου ἐμπλήσαι ἐλέγχων."],["5","Γνοίην δὲ ἰάματα ἅ μοι ἐρεῖ, αἰσθοίμην δὲ τίνα μοι ἀπαγγελεῖ."],["6","Καὶ ἐν πολλῇ ἰσχύϊ ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται."],["7","Ἀλήθεια γὰρ καὶ ἔλεγχος παρʼ αὐτοῦ, ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου."],["8","Εἰ γὰρ πρῶτος πορεύσομαι, καὶ οὐκ ἔτι εἰμὶ, τὰ δὲ ἐπʼ ἐσχάτοις, τί οἶδα;"],["9","Ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον, περιβαλεῖ δεξιὰ καὶ οὐκ ὄψομαι·"],["10","Οἶδε γὰρ ἤδη ὁδόν μου· διέκρινε δέ με ὥσπερ τὸ χρυσίον."],["11","Ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ, ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα, καὶ οὐ μὴ ἐκκλίνω ἀπὸ ἐνταλμάτων αὐτοῦ,"],["12","καὶ οὐ μὴ παρέλθω, ἐν δὲ κόλπῳ μου ἔκρυψα ῥήματα αὐτοῦ."],["13","Εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ὁ ἀντειπὼν αὐτῷ; ὁ γὰρ αὐτὸς ἠθέλησε, καὶ ἐποίησε."],["15","Διὰ τοῦτο ἐπʼ αὐτῷ ἐσπούδακα· νουθετούμενος δὲ, ἐφρόντισα αὐτοῦ."],["15a","Ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ· κατανοήσω, καὶ πτοηθήσομαι ἐξ αὐτοῦ."],["16","Κύριος δὲ ἐμαλάκυνε τὴν καρδίαν μου· ὁ δὲ παντοκράτωρ ἐσπούδασέ με."],["17","Οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώπου δέ μου ἐκάλυψε γνόφος."]],[["1","Διατί δὲ Κύριον ἔλαθον ὧραι,"],["2","ἀσεβεῖς δὲ ὅριον ὑπερέβησαν, ποίμνιον σὺν ποιμένι ἁρπάσαντες;"],["3","Ὑποζύγιον ὀρφανῶν ἀπήγαγον, καὶ βοῦν χήρας ἠνεχύρασαν."],["4","Ἐξέκλιναν ἀδυνάτους ἐξ ὁδοῦ δικαίας, ὁμοθυμαδὸν δὲ ἐκρύβησαν πρᾳεῖς γῆς."],["5","Ἀπέβησαν δὲ ὥσπερ ὄνοι ἐν ἀγρῷ, ὑπὲρ ἐμοῦ ἐξελθόντες τὴν ἑαυτῶν τάξιν· ἡδύνθη αὐτῷ ἄρτος εἰς νεωτέρους."],["6","Ἀγρὸν πρὸ ὥρας οὐκ αὐτῶν ὄντα ἐθέρισαν· ἀδύνατοι ἀμπελῶνας ἀσεβῶν ἀμισθὶ καὶ ἀσιτὶ εἰργάσαντο."],["7","Γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων, ἀμφίασιν δὲ ψυχῆς αὐτῶν ἀφείλαντο."],["8","Ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται· παρὰ τὸ μὴ ἔχειν ἑαυτοὺς σκέπην, πέτραν περιεβάλοντο."],["9","Ἥρπασαν ὀρφανὸν ἀπὸ μαστοῦ, ἐκπεπτωκότα δὲ ἐταπείνωσαν·"],["10","Γυμνοὺς δὲ ἐκοίμισαν ἀδίκως, πεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο."],["11","Ἐν στενοῖς ἀδίκως ἐνήδρευσαν, ὁδὸν δὲ δικαίαν οὐκ ᾔδεισαν."],["12","Οἳ ἐκ πόλεως καὶ οἴκων ἰδίων ἐξεβάλοντο, ψυχὴ δὲ νηπίων ἐστέναξε μέγα."],["13","Αὐτὸς δὲ διατί τούτων ἐπισκοπὴν οὐ πεποίηται; ἐπὶ γῆς ὄντων αὐτῶν καὶ οὐκ ἐπέγνωσαν, ὁδὸν δὲ δικαιοσύνης οὐκ ᾔδεισαν, οὐδὲ ἀτραποὺς αὐτῶν ἐπορεύθησαν."],["14","Γνοὺς δὲ αὐτῶν τὰ ἔργα, παρέδωκεν αὐτοὺς εἰς σκότος, καὶ νυκτὸς ἔσται ὡς κλέπτης."],["15","Καὶ ὀφθαλμὸς μοιχοῦ ἐφύλαξε σκότος, λέγων, οὐ προνοήσει με ὀφθαλμὸς, καὶ ἀποκρυβὴν προσώπου ἔθετο."],["16","Διώρυξεν ἐν σκότει οἰκίας, ἡμέρας ἐσφράγισαν ἑαυτοὺς, οὐκ ἐπέγνωσαν φῶς."],["17","Ὅτι ὁμοθυμαδὸν αὐτοῖς τὸ πρωῒ σκιὰ θανάτου, ὅτι ἐπιγνώσεται τάραχος σκιᾶς θανάτου."],["18","Ἐλαφρός ἐστιν ἐπὶ πρόσωπον ὕδατος, καταραθείη ἡ μερὶς αὐτῶν ἐπὶ γῆς,"],["19","ἀναφανείη δὲ τὰ φυτὰ αὐτῶν ἐπὶ γῆς ξηρά· ἀγκαλίδα γὰρ ὀρφανῶν ἥρπασαν."],["20","Εἶτʼ ἀνεμνήσθη αὐτοῦ ἡ ἁμαρτία· ὥσπερ δὲ ὁμίχλη δρόσου ἀφανὴς ἐγένετο· ἀποδοθείη δὲ αὐτῷ ἃ ἔπραξε, συντριβείη δὲ πᾶς ἄδικος ἶσα ξύλῳ ἀνιάτῳ."],["21","Στείραν δὲ οὐκ εὖ ἐποίησε, καὶ γύναιον οὐκ ἠλέησε."],["22","Θυμῷ δὲ κατέστρεψεν ἀδυνάτους· ἀναστὰς τοιγαροῦν, οὐ μὴ πιστεύσῃ κατὰ τῆς ἑαυτοῦ ζωῆς."],["23","Μαλακισθεὶς, μὴ ἐλπιζέτω ὑγιασθῆναι, ἀλλὰ πεσεῖται νόσῳ."],["24","Πολλοὺς γὰρ ἐκάκωσε τὸ ὕψωμα αὐτοῦ, ἐμαράνθη δὲ ὥσπερ μολόχη ἐν καύματι, ἢ ὥσπερ στάχυς ἀπὸ καλάμης αὐτόματος ἀποπεσών."],["25","Εἰ δὲ μὴ, τίς ἐστιν ὁ φάμενος ψευδῆ με λέγειν, καὶ θήσει εἰς οὐδὲν τὰ ῥήματά μου;"]],[["1","Ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης, λέγει,"],["2","Τί γὰρ προοίμιον ἢ φόβος παρʼ αὐτοῦ ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψιστῳ;"],["3","Μὴ γάρ τις ὑπολάβοι ὅτι ἐστὶ παρέλκυσις πειραταῖς· ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρʼ αὐτοῦ;"],["4","Πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι Κυρίου; ἢ τίς ἂν ἀποκαθαρίσαι αὐτὸν γεννητὸς γυναικός;"],["5","Εἰ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει, ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ."],["6","Ἔα δὲ, ἄνθρωπος σαπρία, καὶ υἱὸς ἀνθρώπου σκώληξ."]],[["1","Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει,"],["2","Τίνι πρόσκεισαι, ἢ τίνι μέλλεις βοηθεῖν; πότερον οὐχ ᾧ πολλὴ ἰσχὺς, καὶ ᾧ βραχίων κραταιός ἐστι;"],["3","Τίνι συμβεβούλευσαι; οὐχ ᾧ πᾶσα σοφία; τίνι ἐπακολουθήσεις; οὐχ ᾧ μεγίστη δύναμις;"],["4","Τίνι ἀνήγγειλας ῥήματα; πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐξελθοῦσα ἐκ σοῦ;"],["5","Μὴ γίγαντες μαιωθήσονται ὑποκάτωθεν ὕδατος καὶ τῶν γειτόνων αὐτοῦ;"],["6","Γυμνὸς ὁ ᾅδης ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστι περιβόλαιον τῇ ἀπωλείᾳ."],["7","Ἐκτείνων βορέαν ἐπʼ οὐδὲν, κρεμάζων γῆν ἐπὶ οὐδενός."],["8","Δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ, καὶ οὐκ ἐῤῥάγη νέφος ὑποκάτω αὐτοῦ·"],["9","Ὁ κρατῶν πρόσωπον θρόνου, ἐκπετάζων ἐπʼ αὐτὸν νέφος αὐτοῦ."],["10","Πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος, μέχρι συντελείας φωτὸς μετὰ σκότους."],["11","Στύλοι οὐρανοῦ ἐπετάσθησαν, καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ."],["12","Ἰσχύϊ κατέπαυσε τὴν θάλασσαν, ἐπιστήμῃ δὲ ἔστρωται τὸ κῆτος."],["13","Κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν· προστάγματι δὲ ἐθανάτωσε δράκοντα ἀποστάτην."],["14","Ἰδοῦ ταῦτα μέρη ὁδοῦ αὐτοῦ, καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ· σθενὸς δὲ βροντῆς αὐτοῦ, τίς οἶδεν ὁπότε ποιήσει;"]],[["1","Ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπεν τῷ προοιμίῳ,"],["2","Ζῇ ὁ Θεὸς, ὃς οὕτω με κέκρικε, καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχὴν,"],["3","εἰ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥινὶ,"],["4","μὴ λαλήσειν τὰ χείλη μου ὄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα."],["5","Μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἂν ἀποθάνω, οὐ γὰρ ἀπαλλάξω μου τὴν ἀκακίαν μου."],["6","Δικαιοσύνῃ δὲ προσέχων οὐ μὴν προῶμαι, οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας."],["7","Οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν, καὶ οἱ ἐπʼ ἐμὲ ἐπανιστάμενοι, ὥσπερ ἡ ἀπώλεια τῶν παρανόμων."],["8","Καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ, ὅτι ἐπέχει; πεποιθὼς ἐπὶ κύριον ἄρα σωθήσεται;"],["9","Ἢ τὴν δέησιν αὐτοῦ εἰσακούσεται ὁ Θεός; ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης"],["10","μὴ ἔχει τινὰ παῤῥησίαν ἔναντι αὐτοῦ; ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ;"],["11","Ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν τί ἐστιν ἐν χειρὶ Κυρίου, ἅ ἐστι παρὰ παντοκράτορι, οὐ ψεύσομαι."],["12","Ἰδοὺ πάντες οἴδατε, ὅτι κενὰ κενοῖς ἐπιβάλλετε."],["13","Αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, κτῆμα δὲ δυναστῶν ἐλεύσεται παρὰ παντοκράτορος ἐπʼ αὐτούς."],["14","Ἐὰν δἐ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτῶν, εἰς σφαγὴν ἔσονται· ἐὰν δὲ καὶ ἀνδρωθῶσι, προσαιτήσουσιν."],["15","Οἱ δὲ περιόντες αὐτοῦ ἐν θανάτῳ τελευτήσουσι, χήρας δὲ αὐτῶν οὐδεὶς ἐλεήσει."],["16","Ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον, ἶσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον,"],["17","ταῦτα πάντα δίκαιοι περιποιήσονται, τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν."],["18","Ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆτες, καὶ ὥσπερ ἀράχνη."],["19","Πλούσιος κοιμηθήσεται καὶ οὐ προσθήσει, ὀφθαλμοὺς αὐτοῦ διήνοιξε καὶ οὐκ ἔστι."],["20","Συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι, νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος."],["21","Ἀναλήψεται δὲ αὐτὸν καύσων καὶ ἀπελεύσεται, καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ."],["22","Καὶ ἐπιῤῥίψει ἐπʼ αὐτὸν καὶ οὐ φείσεται, ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται."],["23","Κροτήσει ἐπʼ αὐτοὺς χεῖρας αὐτῶν, καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ."]],[["1","Ἐστι γὰρ ἀργυρίῳ τόπος ὅθεν γίνεται, τόπος δὲ χρυσίου ὅθεν διηθεῖται."],["2","Σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἶσα λίθῳ λατομεῖται."],["3","Τάξιν ἔθετο σκότει, καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται, λίθος σκοτία, καὶ σκιὰ θανάτου."],["4","Διακοπὴ χειμάῤῥου ἀπὸ κονίας, οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν, ἐκ βροτῶν ἐσαλεύθησαν."],["5","Γῆ, ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος, ὑποκάτω αὐτῆς ἐστράφη ὡσεὶ πῦρ."],["6","Τόπος σαπφείρου οἱ λίθοι αὐτῆς, καὶ χῶμα χρυσίον αὐτῷ."],["7","Τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινὸν, καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός·"],["8","Καὶ οὐκ ἐπάτησαν αὐτὸν υἱοὶ ἀλαζόνων, οὐ παρῆλθεν ἐπʼ αὐτῆς λέων."],["9","Ἐν ἀκροτόμῳ ἐξέτεινε χεῖρα αὐτοῦ, κατέστρεψε δὲ ἐκ ῥιζῶν ὄρη."],["10","Δίνας δὲ ποταμῶν διέῤῥηξε, πᾶν δὲ ἔντιμον εἴδέ μου ὁ ὀφθαλμός."],["11","Βάθη δὲ ποταμῶν ἀνεκάλυψεν, ἔδειξε δὲ αὐτοῦ δύναμιν εἰς φῶς."],["12","Ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς ἐπιστήμης;"],["13","Οὐκ οἶδε βροτὸς ὁδὸν αὐτῆς, οὐδὲ μὴν εὑρέθη ἐν ἀνθρώποις."],["14","Ἄβυσσος εἶπεν, οὐκ ἔνεστιν ἐν ἐμοί· καὶ ἡ θάλασσα εἶπεν, οὐκ ἔνεστι μετʼ ἐμοῦ."],["15","Οὐ δώσει συνκλεισμὸν ἀντʼ αὐτῆς, καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆς."],["16","Καὶ οὐ συνβασταχθήσεται χρυσίῳ Σωφεὶρ, ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ."],["17","Οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος, καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ."],["18","Μετέωρα καὶ γαβὶς οὐ μνησθήσεται, καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα."],["19","Οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας, χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται."],["20","Ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς συνέσεως;"],["21","Λέληθε πάντα ἄνθρωπον, καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη."],["22","Ἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν, ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος."],["23","Ὁ Θεὸς εὖ συνέστησεν αὐτῆς τὴν ὁδὸν, αὐτὸς δὲ οἶδε τὸν τόπον αὐτῆς."],["24","Αὐτὸς γὰρ τὴν ὑπʼ οὐρανὸν πᾶσαν ἐφορᾷ· εἰδὼς τὰ ἐν τῇ γῇ, πάντα"],["25","ἃ ἐποίησεν, ἀνέμων σταθμὸν, ὕδατος μέτρα ὅτε ἐποίησεν·"],["26","οὕτως ἰδὼν ἠρίθμησε, καὶ ὁδὸν ἐν τινάγματι φωνάς."],["27","Τότε εἶδεν αὐτὴν, καὶ ἐξηγήσατο αὐτὴν, ἑτοιμάσας ἐξιχνίασεν."],["28","Εἶπε δὲ ἀνθρώπῳ, Ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστὶν ἐπιστήμη."]],[["1","Ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπε τῷ προοιμίῳ,"],["2","Τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ Θεὸς ἐφύλαξεν;"],["3","Ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει·"],["4","Ὅτε ἤμην ἐπιβρίθων ὁδοὺς, ὅτε ὁ Θεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου·"],["5","Ὅτε ἤμην ὑλώδης λίαν, κύκλῳ δέ μου οἱ παῖδες·"],["6","Ὅτε ἐχέοντο αἱ ὁδοί μου βουτύρῳ, τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι·"],["7","Ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος."],["8","Ἰδόντες με νεανίσκοι ἐκρύβησαν, πρεσβῦται δὲ πάντες ἔστησαν."],["9","Ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες, δάκτυλον ἐπιθέντες ἐπὶ στόματι."],["10","Οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με, καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη."],["11","Ὅτι οὖς ἤκουσε καὶ ἐμακάρισέ με, ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινε."],["12","Διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ ὀρφανῷ ᾧ οὐκ ἦν βοηθὸς, ἐβοήθησα."],["13","Εὐλογία ἀπολλυμένου ἐπʼ ἐμὲ ἔλθοι, στόμα δὲ χήρας με εὐλόγησε·"],["14","Δικαιοσύνην δὲ ἐνδεδύκειν, ἠμφιασάμην δὲ κρίμα ἶσα διπλοΐδι."],["15","Ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν."],["16","Ἐγὼ ἤμην πατὴρ ἀδυνάτων, δίκην δὲ ἣν οὐκ ᾔδειν ἐξιχνίασα."],["17","Συνέτριψα δὲ μύλας ἀδίκων, ἐκ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα."],["18","Εἶπα δὲ, ἡ ἡλικία μου γηράσει ὥσπερ στέλεχος φοίνικος, πολὺν χρόνον βιώσω."],["19","Ἡ ῥίζα διήνοικται ἐπὶ ὕδατος, καὶ δρόσος αὐλισθήσεται ἐν τῷ θερισμῷ μου."],["20","Ἡ δόξα μου κενὴ μετʼ ἐμοῦ, καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύεται."],["21","Ἐμοῦ ἀκούσαντες προσέσχον, ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ."],["22","Ἐπὶ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο, περιχαρεῖς δὲ ἐγίνοντο ὁπόταν αὐτοῖς ἐλάλουν."],["23","Ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετὸν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν."],["24","Ἐὰν γελάσω πρὸς αὐτοὺς, οὐ μὴ πιστεύσωσι, καὶ φῶς τοῦ προσώπου μου οὐκ ἀπέπιπτεν."],["25","Ἐξελεξάμην ὁδὸν αὐτῶν, καὶ ἐκάθισα ἄρχων, καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις, ὃν τρόπον παθεινοὺς παρακαλῶν."]],[["1","Νυνὶ δὲ κατεγέλασάν μου ἐλάχιστοι, νῦν νουθετοῦσί με ἐν μέρει, ὧν ἐξουδένουν τοὺς πατέρας αὐτῶν, οὓς οὐχ ἡγησάμην ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων."],["2","Καί γε ἰσχὺς χειρῶν αὐτῶν ἱνατί μοι; ἐπʼ αὐτοὺς ἀπώλετο συντέλεια."],["3","Ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος, οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν."],["4","Οἱ περικυκλοῦντες ἄλιμα ἐπὶ ἠχοῦντι, οἵτινες ἄλιμα ἦν αὐτῶν τὰ σῖτα, ἄτιμοι δὲ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, οἳ καὶ ῥὶζας ξύλων ἐμασσῶντο ὑπὸ λιμοῦ μεγάλου."],["5","Ἐπανέστησάν μοι κλέπται,"],["6","ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν·"],["7","Ἀναμέσον εὐήχων βοήσονται οἳ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο."],["8","Ἀφρόνων υἱοὶ καὶ ἀτίμων, ὄνομα καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς."],["9","Νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν, καὶ ἐμὲ θρύλλημα ἔχουσιν."],["10","Ἐβδελύξαντο δέ με ἀποστάντες μακρὰν, ἀπὸ δὲ τοῦ προσώπου μου οὐκ ἐφείσαντο πτύελον."],["11","Ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέ με, καὶ χαλινὸν τοῦ προσώπου μου ἐξαπέστειλεν."],["12","Ἐπὶ δεξιῶν βλαστοῦ ἐπανέστησαν, πόδα αὐτῶν ἐξέτειναν, καὶ ὡδοποίησαν ἐπʼ ἐμὲ· τρίβους ἀπωλείας αὐτῶν."],["13","Ἐξετρίβησαν τρίβοι μου, ἐξέδυσαν γάρ μου τὴν στολήν·"],["14","βέλεσιν αὐτοῦ κατηκόντισέ με. Κέκριται δέ μοι ὡς βούλεται, ἐν ὀδύναις πέφυρμαι."],["15","Ἐπιστρέφονταί μου αἱ ὀδύναι, ᾤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα, καὶ ὥσπερ νέφος ἡ σωτηρία μου."],["16","Καὶ νῦν ἐπʼ ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου, ἔχουσιν δέ με ἡμέραι ὀδυνῶν."],["17","Νυκτὶ δέ μου τὰ ὀστᾶ συγκέχυται, τὰ δὲ νεῦρά μου διαλέλυται."],["18","Ἐν πολλῇ ἰσχύϊ ἐπελάβετό μου τῆς στολῆς, ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχε με."],["19","Ἥγησαι δέ με ἴσα πηλῷ, ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς."],["20","Κέκραγα δὲ πρὸς σὲ καὶ οὐκ ἀκούεις μου, ἔστησαν δὲ καὶ κατενόησάν με."],["21","Ἐπέβησαν δέ μοι ἀνελεημόνως, χειρὶ κραταιᾷ με ἐμαστίγωσας."],["22","Ἔταξας δέ με ἐν ὀδύναις, καὶ ἀπέῤῥιψάς με ἀπὸ σωτηρίας."],["23","Οἶδα γὰρ ὅτι θάνατός με ἐκτρίψει, οἰκία γὰρ παντὶ θνητῷ γῆ."],["24","Εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθείς γε ἑτέρου, καὶ ποιήσει μοι τοῦτο."],["25","Ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα, ἐστέναξα ἰδὼν ἄνδρα ἐν ἀνάγκαις·"],["26","ἐγὼ δὲ ἐπέχων ἀγαθοῖς, ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν."],["27","Ἡ κοιλία μου ἐξέζεσε καὶ οὐ σιωπήσεται, προέφθασάν με ἡμέραι πτωχείας."],["28","Στένων πεπόρευμαι ἄνευ φιμοῦ, ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς."],["29","Ἀδελφὸς γέγονα σειρήνων, ἑταῖρος δὲ στρουθῶν."],["30","Τὸ δὲ δέρμα μου ἐσκότωται μεγάλως, τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος."],["31","Ἀπέβη δὲ εἰς πένθος μου ἡ κιθάρα, ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί."]],[["1","Διαθήκην ἐθέμην τοῖς ὀφθαλμοῖς μου, καὶ οὐ συνήσω ἐπὶ παρθένον."],["2","Καὶ τί ἐμέρισεν ὁ Θεὸς ἄνωθεν, καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστων;"],["3","Οὐαί, ἀπώλεια τῷ ἀδίκῳ, καὶ ἀπαλλοτρίωσις τοῖς ποιοῦσιν ἀνομίαν."],["4","Οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου, καὶ πάντα τὰ διαβήματά μου ἐξαριθμήσεται;"],["5","Εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν, εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον·"],["6","Ἕσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ, οἶδε δὲ ὁ Κύριος τὴν ἀκακίαν μου·"],["7","Εἰ ἐξέκλινεν ὁ πούς μου ἐκ τῆς ὁδοῦ, εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπηκολούθησεν ἡ καρδία μου, εἰ δὲ καὶ ταῖς χερσί μου ἡψάμην δώρων,"],["8","σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν, ἄῤῥιζος δὲ γενοίμην ἐπὶ γῆς."],["9","Εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου, εἰ καὶ ἐγκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς,"],["10","ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρῳ, τὰ δὲ νήπιά μου ταπεινωθείη."],["11","Θυμὸς γὰρ ὀργῆς ἀκατάσχετος, τὸ μιᾶναι ἀνδρὸς γυναῖκα."],["12","Πῦρ γάρ ἐστι καιόμενον ἐπὶ πάντων τῶν μερῶν, οὗδʼ ἂν ἐπέλθῃ ἐκ ῥιζῶν ἀπώλεσεν."],["13","Εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης, κρινομένων αὐτῶν πρὸς μὲ,"],["14","τί γὰρ ποιήσω ἐὰν ἔτασίν μου ποιῆται ὁ Κύριος; ἐὰν δὲ καὶ ἐπισκοπήν τινα, ἀπόκρισιν ποιήσομαι;"],["15","Πότερον οὐχ ὡς καὶ ἐγὼ ἐγενόμην ἐν γαστρὶ, καὶ ἐκεῖνοι γεγόνασι; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ."],["16","Ἀδύνατοι δὲ χρείαν ἥν ποτε εἶχον οὐκ ἀπέτυχον, χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα·"],["17","Εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος, καὶ οὐχὶ ὀρφανῷ μετέδωκα·"],["18","Ὅτι ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατὴρ, καὶ ἐκ γαστρὸς μητρός μου ὡδήγησα·"],["19","Εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον, καὶ οὐκ ἠμφίασα αὐτόν·"],["20","Ἀδύνατοι δὲ εἰ μὴ εὐλόγησάν με, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μοῦ ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν·"],["21","Εἰ ἐπῆρα ὀρφανῷ χεῖρα, πεποιθὼς ὅτι πολλή μοι βοήθεια περίεστιν·"],["22","Ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός, ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνος συντριβείη."],["23","Φόβος γὰρ Κυρίου συνέσχε με, ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω."],["24","Εἰ ἔταξα χρυσίον εἰς χοῦν μου, εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα,"],["25","εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου μου γενομένου, εἰ δὲ καὶ ἐπʼ ἀναριθμήτοις ἐθέμην χεῖρά μου·"],["26","Ἢ οὐχ ὁρῶμεν ἥλιον τὸν ἐπιθαύσκοντα ἐκλείποντα, σελήνην δὲ φθίνουσαν; οὐ γὰρ ἐπʼ αὐτοῖς ἐστί·"],["27","Καὶ εἰ ἠπατήθη λάθρα ἡ καρδία μου, εἰ δὲ χεῖρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα."],["28","Καὶ τοῦτό μοι ἄρα ἀνομία ἡ μεγίστη λογισθείη, ὅτι ἐψευσάμην ἐναντίον Κυρίου τοῦ ὑψίστου."],["29","Εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου, καὶ εἶπεν ἡ καρδία μου, εὖγε."],["30","Ἀκούσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου, θρυληθείην δὲ ἄρα ὑπὸ λαοῦ μου κακούμενος."],["31","Εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου, τίς ἄν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; λίαν μου χρηστοῦ ὄντος·"],["32","Ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο·"],["33","Εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου·"],["34","Οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους, τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν· εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν θύραν μου κόλπῳ κενῷ·"],["35","Τίς δῴη ἀκούοντά μου; χεῖρα δὲ Κυρίου εἰ μὴ ἐδεδοίκειν· συγγραφὴν δὲ ἣν εἶχον κατά τινος,"],["36","ἐπʼ ὤμοις ἂν περιθέμενος στέφανον ἀνεγίνωσκον,"],["37","καὶ εἰ μὴ ῥῆξας αὐτὴν ἀπέδωκα, οὐθὲν λαβὼν παρὰ χρεωφειλέτου·"],["38","Εἰ ἐπʼ ἐμοί ποτε ἡ γῆ ἐστέναξεν, εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν·"],["39","Εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς, εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκλαβὼν ἐλύπησα·"],["40","Ἀντὶ πυροῦ ἄρα ἐξέλθοι μοι κνίδη, ἀντὶ δὲ κριθῆς βάτος. Καὶ ἐπαύσατο Ἰὼβ ῥήμασιν."]],[["1","Ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν Ἰὼβ, ἦν γὰρ Ἰὼβ δίκαιος ἐναντίον αὐτῶν."],["2","Ὠργίσθη δὲ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης ἐκ τῆς συγγενείας Ῥὰμ, τῆς Αὐσίτιδος χώρας· ὠργίσθη δὲ τῷ Ἰὼβ σφόδρα, διότι ἀπέφῃνεν ἑαυτὸν δίκαιον ἐναντίον Κυρίου·"],["3","Καὶ κατὰ τῶν τριῶν δὲ φίλων ὠργίσθη σφόδρα, διότι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα Ἰὼβ, καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ."],["4","Ἐλιοὺς δὲ ὑπέμεινε δοῦναι ἀπόκρισιν Ἰὼβ, ὅτι πρεσβύτεροι αὐτοῦ εἰσιν ἡμέραις."],["5","Καὶ εἶδεν Ἐλιοὺς, ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν ἀνδρῶν, καὶ ἐθυμώθη ὀργῇ αὐτοῦ."],["6","Ὑπολαβὼν δὲ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης, εἶπε, Νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι, διὸ ἡσύχασα φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην."],["7","Εἶπα δὲ, ὅτι οὐχ ὁ χρόνος ἐστὶν ὁ λαλῶν, ἐν πολλοῖς δὲ ἔτεσιν οἴδασι σοφίαν."],["8","Ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς· πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσα."],["9","Οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοὶ, οὐδʼ οἱ γέροντες οἴδασι κρίμα."],["10","Διὸ εἶπα, ἀκούσατέ μου, καὶ ἀναγγελῶ ὑμῖν ἃ οἶδα."],["11","Ἐνωτίζεσθέ μου τὰ ῥήματα· ἐρῶ γὰρ ὑμῶν ἀκουόντων ἄχρις οὗ ἐτάσητε λόγουις,"],["12","καὶ μέχρι ὑμῶν συνήσω, καὶ ἰδοὺ οὐκ ἦν τῷ Ἰὼβ ἐλέγχων ἀνταποκρινόμενος ῥήματα αὐτοῦ ἐξ ὑμῶν·"],["13","ἵνα μὴ εἴπητε, εὕρομεν σοφίαν Κυρίῳ προσθέμενοι."],["14","Ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα."],["15","Ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι, ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους."],["16","Ὑπέμεινα, οὐ γὰρ ἐλάλησα, ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν."],["17","Ὑπολαβὼν δὲ Ἐλιοῦς, λέγει,"],["18","πάλιν λαλήσω, πλήρης γάρ εἰμι ῥημάτων, ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός."],["19","Ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος, ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐῤῥηγώς."],["20","Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη,"],["21","ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ, ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ."],["22","Οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπα· εἰ δὲ μὴ, καὶ ἐμὲ σῆτες ἔδονται."]],[["1","Οὐ μὴν δὲ ἀλλὰ ἄκουσου Ἰὼβ τὰ ῥήματά μου, καὶ λαλιὰν ἐνωτίζου μου."],["2","γὰρ ἤνοιξα τὸ στόμα μου, καὶ ἐλάλησεν ἡ γλῶσσά μου."],["3","Καθαρά μου ἡ καρδία ῥήμασι, σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει."],["4","Πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με."],["5","Ἐὰν δύνῃ, δός μοι ἀπόκρισιν, πρὸς ταῦτα ὑπόμεινον, στῆθι κατʼ ἐμὲ, καὶ ἐγὼ κατὰ σέ."],["6","Ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγὼ, ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα."],["7","Οὐχ ὁ φόβος μου σὲ στροβήσει, οὐδὲ ἡ χείρ μου βαρεῖα ἔσται ἐπὶ σοί."],["8","Πλὴν εἶπας ἐν ὠσί μου· φωνὴν ῥημάτων σου ἀκήκοα·"],["9","διότι λέγεις, καθαρός εἰμι οὐχ ἁμαρτών, ἄμεμπτός εἰμι, οὐ γὰρ ἠνόμησα·"],["10","Μέμψιν δὲ κατʼ ἐμοῦ εὗρεν· ἥγηται δέ με ὥσπερ ὑπεναντίον."],["11","Ἔθετο δὲ ἐν ξύλῳ τὸν πόδα μου, ἐφύλαξε δέ μου πάσας τὰς ὁδούς."],["12","Πῶς γὰρ λέγεις, δίκαιός εἰμι, καὶ οὐκ ἐπακήκοέ μου; αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν."],["13","Λέγεις δέ, διατί τῆς δίκης μου οὐκ ἐπακήκοέ μου πᾶν ῥῆμα;"],["14","Ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ Κύριος, ἐν δὲ τῷ δευτέρῳ."],["15","ἐνύπνιον ἢ ἐν μελέτῃ νυκτερινῇ, ὡς ὅταν ἐπιπίπτῃ δεινὸς φόβος ἐπʼ ἀνθρώπους, ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης·"],["16","Τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων, ἐν εἴδεσι φόβου τοιούτοις αὐτοὺς ἐξεφόβησεν."],["17","Ἀποστρέψαι ἄνθρωπον ἀπὸ ἀδικίας, τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ πτώματος ἐῤῥύσατο."],["18","Ἐφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου, καὶ μὴ πεσεῖν αὐτὸν ἐν πολέμῳ."],["19","Πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐπὶ μαλακίᾳ ἐπὶ κοίτης, καὶ πλῆθος ὀστῶν αὐτοῦ ἐνάρκησε."],["20","Πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι, καὶ ἡ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμήσει·"],["21","ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες, καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ κένα."],["22","Ἤγγισε δὲ εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, ἡ δὲ ζωὴ αὐτοῦ ἐν ᾅδῃ·"],["23","Ἐὰν ὦσι χιλιοι αγγελοι θανατηφόροι, εἷς αὐτῶν οὐ μὴ τρώσῃ αὐτόν· ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι πρὸς Κύριον, ἀναγγείλῃ δὲ ἀνθρώπῳ τὴν ἑαυτοῦ μέμψιν, τὴν δὲ ἄνοιαν αὐτοῦ δείξῃ,"],["24","ἀνθέξεται τοῦ μὴ πεσεῖν εἰς θάνατον· ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου, τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ·"],["25","Ἁπαλυνεῖ δὲ αὐτοῦ τὰς σάρκας ὥσπερ νηπίου, ἀποκαταστήσει δὲ αὐτὸν ἀνδρωθέντα ἐν ἀνθρώποις."],["26","Εὐξάμενος δὲ πρὸς Κύριον καὶ δεκτὰ αὐτῷ ἔσται, εἰσελεύσεται προσώπῳ ἱλαρῷ σὺν ἐξηγορίᾳ· ἀποδώσει δὲ ἀνθρώποις δικαιοσύνην."],["27","Εἶτα τότε ἀπομέμψεται ἄνθρωπος αὐτὸς ἑαυτῷ, λέγων, οἷα συνετέλουν; καὶ οὐκ ἄξια ἤτασέ με ὧν ἥμαρτον."],["28","Σῶσον ψυχήν μου τοῦ μὴ ἐλθεῖν εἰς διαφθορὰν, καὶ ἡ ζωή μου φῶς ὄψεται."],["29","Ἰδοὺ ταῦτα πάντα ἐργᾶται ὁ ἰσχυρὸς ὁδοὺς τρεῖς μετὰ ἀνδρός."],["30","Καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ θανάτου, ἵνα ἡ ζωή μου ἐν φωτὶ αἰνῇ αὐτόν."],["31","Ἐνωτίζου Ἰὼβ καὶ ἄκουέ μου· κώφευσον, καὶ ἐγώ εἰμι λαλήσω."],["32","Εἰ εἰσί σοι λόγοι, ἀποκρίθητί μοι· λάλησον, θέλω γὰρ δικαιωθῆναί σε."],["33","Εἰ μὴ, σὺ ἄκουσόν μου, κώφευσον καὶ διδάξω σε."]],[["1","Ὑπολαβὼν δὲ Ἐλιοὺς, λέγει,"],["2","Ἀκούσατέ μου σοφοὶ, ἐπιστάμενοι ἐνωτίζεσθε."],["3","Ὅτι οὖς λόγους δοκιμάζει, καὶ λάρυγξ γεύεται βρῶσιν."],["4","Κρίσιν ἑλώμεθα ἑαυτοῖς, γνῶμεν ἀναμέσον ἑαυτῶν, ὅ, τι καλόν."],["5","Ὅτι εἴρηκεν Ἰὼβ, δίκαιός εἰμι· ὁ Κύριος ἀπήλλαξέ μου τὸ κρίμα."],["6","Ἐψεύσατο δὲ τῷ κρίματί μου, βίαιον τὸ βέλος μου ἄνευ ἀδικίας."],["7","Τίς ἀνὴρ ὥσπερ Ἰὼβ, πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ;"],["8","Οὐχ ἁμαρτῶν οὐδὲ ἀσεβήσας, ἢ οὐδʼ οὐ κοινωνήσας μετὰ ποιούντων τὰ ἄνομα, τοῦ πορευθῆναι μετὰ ἀσεβῶν."],["9","Μὴ γὰρ εἴπῃς, ὅτι οὐκ ἔσται ἐπισκοπὴ ἀνδρός, καὶ ἐπισκοπὴ αὐτῷ παρὰ Κυρίου."],["10","Διὸ συνετοὶ καρδίας ἀκούσατέ μου, μή μοι εἴη ἔναντι Κυρίου ἀσεβῆσαι, καὶ ἔναντι παντοκράτορος ταράξαι τὸ δίκαιον."],["11","Ἀλλὰ ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν, καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν."],["12","Οἴει δὲ τὸν Κύριον ἄτοπα ποιήσειν, ἢ ὁ παντοκράτωρ ταράξει κρίσιν,"],["13","ὃς ἐποίησε τὴν γῆν; Τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὑπʼ οὐρανὸν, καὶ τὰ ἐνόντα πάντα;"],["14","Εἰ γὰρ βούλοιτο συνέχειν, καὶ τὸ σνεῦμα παρʼ αὐτῷ κατασχεῖν,"],["15","τελευτήσει πᾶσα σὰρξ ὁμοθυμαδὸν, πᾶς δὲ βροτὸς εἰς γῆν ἀπελεύσεται, ὅθεν καὶ ἐπλάσθη."],["16","Ἴδὲ μὴ νουθετῇ, ἄκουε ταῦτα, ἐνωτίζου φωνὴν ῥημάτων."],["17","Ἴδε σὺ τὸν μισοῦντα ἄνομα, καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς, ὄντα αἰώνιον δίκαιον."],["18","Ἀσεβὴς ὁ λέγων βασιλεῖ, παρανομεῖς, ἀσεβέστατε τοῖς ἄρχουσιν."],["19","Ὃς οὐκ ἐπαισχυνθῇ πρόσωπον ἐντίμου, οὐδὲ οἶδε τιμὴν θέσθαι ἁδροῖς θαυμασθῆναι πρόσωπα αὐτῶν."],["20","Κενὰ δὲ αὐτοῖς ἀποβήσεται, τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός· ἐχρήσαντο γὰρ παρανόμως, ἐκκλινομένων ἀδυνάτων."],["21","Αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων, λέληθε δὲ αὐτὸν οὐδὲν ὧν πράσσουσιν."],["22","Οὐδὲ ἔσται τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα·"],["23","Ὅτι οὐκ ἐπʼ ἄνδρα θήσει ἔτι."],["24","Ὁ γὰρ Κύριος πάντας ἐφορᾷ· ὁ καταλαμβάνων ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός."],["25","Ὁ γνωρίζων αὐτῶν τὰ ἔργα, καὶ στρέψει νύκτα καὶ ταπεινωθήσοται."],["26","Ἔσβεσε δὲ ἀσεβεῖς, ὁρατοὶ δὲ ἐναντίον αὐτοῦ."],["27","Ὅτι ἐξέκλιναν ἐκ νόμου Θεοῦ, δικαιώματα δὲ αὐτοῦ οὐκ ἐπέγνωσαν,"],["28","τοῦ ἐπαγαγεῖν ἐπʼ αὐτὸν κραυγὴν πενήτων, καὶ κραυγὴν πτωχῶν εἰσακούσεται."],["29","Καὶ αὐτὸς ἡσυχίαν παρέξει, καὶ τίς καταδικάσεται; καὶ κρύψει πρόσωπον, καὶ τίς ὄψεται αὐτόν; καὶ κατὰ ἔθνους, καὶ κατὰ ἀνθρώπου ὁμοῦ."],["30","Βασιλεύων ἀνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαοῦ."],["31","Ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων, εἴληφα, οὐκ ἐνεχυράσω·"],["32","Ἄνευ ἐμαυτοῦ ὄψομαι· σὺ δεῖξόν μοι, εἰ ἀδικίαν εἰργασάμην, οὐ μὴ προσθήσω."],["33","Μὴ ἀπὸ σοῦ ἀποτίσει αὐτὴν, ὅτι σὺ ἀπώσῃ; ὅτι σὺ ἐκλέξῃ καὶ οὐκ ἐγώ; καὶ τί ἔγνως, λάλησον."],["34","Διὸ συνετοὶ καρδίας ἐροῦσι ταῦτα, ἀνὴρ δὲ σοφὸς ἀκήκοέ μου τὸ ῥῆμα."],["35","Ἰὼβ δὲ οὐκ ἐν συνέσει ἐλάλησε, τὰ ῥήματα αὐτοῦ οὐκ ἐν ἐπιστήμῃ."],["36","Οὐ μὴν δὲ ἀλλὰ μάθε Ἰώβ, μὴ δῷς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες·"],["37","Ἵνα μὴ προσθῶμεν ἐφʼ ἁμαρτίας ἡμῶν, ἀνομία δὲ ἐφʼ ἡμῖν λογισθήσεται, πολλὰ λαλούντων ῥήματα ἐναντίον τοῦ Κυρίου."]],[["1","Ὑπολαβὼν δὲ Ἐλιοὺς, λέγει,"],["2","Τί τοῦτο ἡγήσω ἐν κρίσει; σὺ τίς εἶ, ὅτι εἶπας, δίκαιός εἰμι ἔναντι Κυρίου;"],["4","Ἐγώ σοι δώσω ἀπόκρισιν, καὶ τοῖς τρισὶ φίλοις σου."],["5","Ἀνάβλεψον εἰς τὸν οὐρανὸν, καὶ ἴδε· κατάμαθε δὲ νέφη, ὡς ὑψηλὰ ἀπὸ σοῦ."],["6","Εἰ ἥμαρτες, τί πράξεις; εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι;"],["7","Ἐπεὶ δὲ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ; ἢ τί ἐκ χειρός σου λήψεται;"],["8","Ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου, καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου."],["9","Ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται, βοήσονται ἀπὸ βραχίονος πολλῶν."],["10","Καὶ οὐκ εἶπε, ποῦ ἐστιν ὁ Θεὸς ὁ ποιήσας με, ὁ κατατάσσων φυλακὰς νυκτερινὰς,"],["11","ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς, ἀπὸ δὲ πετεινῶν οὐρανοῦ;"],["12","Ἐκεῖ κεκράξονται, καὶ οὐ μὴ εἰσακούσῃ, καὶ ἀπὸ ὕβρεως πονηρῶν."],["13","Ἄτοπα γὰρ οὐ βούλεται ἰδεῖν ὁ Κύριος, αὐτὸς γὰρ ὁ παντοκράτωρ."],["14","Ὁρατής ἐστι τῶν συντελούντων τὰ ἄνομα, καὶ σώσει με· κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αὐτὸν αἰνέσαι, ὡς ἔστι καὶ νῦν."],["15","“Ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος ὀργὴν αὐτοῦ, καὶ οὐκ ἔγνω παράπτωμά τι σφόδρα·"],["16","καὶ Ἰὼβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ, ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει."]],[["1","Προσθεὶς δὲ ἔτι Ἐλιοὺς, λέγει,"],["2","Μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστι λέξις."],["3","Ἀναλαβὼν τὴν ἐπιστήμην μου μακράν, ἔργοις δέ μου δίκαια ἐρῶ ἐπʼ ἀληθείας,"],["4","καὶ οὐκ ἄδικα ῥήματα ἀδίκως συνιεῖς."],["5","Γίνωσκε δὲ, ὅτι ὁ Κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον, δυνατὸς ἰσχύϊ καρδίας"],["6","ἀσεβῆ οὐ μὴ ζωοποιήσῃ, καὶ κρίμα πτωχῶν δώσει."],["7","Οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ, καὶ μετὰ βασιλέων εἰς θρόνον, καὶ καθιεῖ αὐτοὺς εἰς νῖκος, καὶ ὑψωθήσονται."],["8","Καὶ οἱ πεπεδημένοι ἐν χειροπέδαις, συσχεθήσονται ἐν σχοινίοις πενίας."],["9","Καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν, καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι ἰσχύσουσιν."],["10","Ἀλλὰ τοῦ δικαίου εἰσακούσεται· καὶ εἶπεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας."],["11","Ἐὰν ἀκούσωσι, καὶ δουλεύσωσι, συντελέσουσι τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς, καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις."],["12","Ἀσεβεῖς δὲ οὐ διασώζει, παρὰ τὸ μὴ βούλεσθαι αὐτοὺς εἰδέναι τὸν Κύριον, καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν."],["13","Καὶ ὑποκριταὶ καρδίᾳ τάξουσι θυμόν, οὐ βοήσονται, ὅτι ἔδησεν αὐτούς."],["14","Ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν, ἡ δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων,"],["15","ἀνθʼ ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον, κρίμα δὲ πραέων ἐκθήσει."],["16","Καὶ προσεπιηπάτησέ σε ἐκ στόματος ἐχθροῦ, ἄβυσσος κατάχυσις ὑποκάτω αὐτῆς, καὶ κατέβη τράπεζά σου πλήρης πιότητος."],["17","Οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα,"],["18","θυμὸς δὲ ἐπʼ ἀσεβεῖς ἔσται, διʼ ἀσέβειαν δώρων ὧν ἐδέχοντο ἐπʼ ἀδικίαις."],["19","Μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς δεήσεως ἐν ἀνάγκῃ ὄντων ἀδυνάτων,"],["20","καὶ πάντας τοὺς κραταιοῦντας ἰσχὺν μὴ ἐξελκύσῃς τὴν νύκτα, τοῦ ἀναβῆναι λαοὺς ἀντʼ αὐτῶν,"],["21","ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄτοκα· ἐπὶ τοὺτων γὰρ ἐξείλω ἀπὸ πτωχείας."],["22","Ἰδοὺ ὁ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύι αὐτοῦ· τίς γάρ ἐστι κατʼ αὐτὸν δυνάστης;"],["23","Τίς δέ ἐστιν ὁ ἐτάζων αὐτοῦ τὰ ἔργα; ἢ τίς ὁ εἰπὼν, ἔπραξεν ἄδικα;"],["24","Μνήσθητι, ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα, ὧν ἦρξαν ἄνδρες."],["25","Πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ, ὅσοι τιτρωσκόμενοί εἰσι βροτοί."],["26","Ἰδοὺ ὁ ἰσχυρὸς πολύς, καὶ οὐ γνωσόμεθα· ἀριθμὸς ἐτῶν αὐτοῦ καὶ ἀπέραντος."],["27","Ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ, καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην."],["28","Ῥυήσονται παλαιώματα, ἐσκίασε δὲ νέφη ἐπὶ ἀμυθήτῳ βροτῷ·"],["28a","ὥραν ἔθετο κτήνεσιν, οἴδασι δὲ κοίτης τάξιν·"],["28b","ἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου ἡ διάνοια, οὐδὲ διαλλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος."],["29","Καὶ ἐὰν συνῇ ἐπεκτάσεις νεφέλης, ἰσότητα σκηνῆς αὐτοῦ,"],["30","ἰδοὺ ἐκτενεῖ ἐπʼ αὐτὸν ἠδὼ, καὶ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν."],["31","Ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς, δώσει τροφὴν τῷ ἰσχύοντι."],["32","Ἐπὶ χειρῶν ἐκάλυψε φῶς, καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι."],["33","Ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ Κύριος, κτῆσι καὶ περὶ ἀδικίας."]],[["1","Καὶ ἀπὸ ταύτης ἐταράχθη ἡ καρδία μου, καὶ ἀπεῤῥύη ἐκ τοῦ τόπου αὐτῆς."],["2","Ἄκουε ἀκοὴν ἐν ὀργῇ θυμοῦ Κυρίου, καὶ μελέτη ἐκ στόματος αὐτοῦ ἐξελεύσεται."],["3","Ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἡ ἀρχὴ αὐτοῦ, καὶ τὸ φῶς αὐτοῦ ἐπὶ πτερύγων τῆς γῆς."],["4","Ὀπίσω αὐτοῦ βοήσεται φωνῇ, βροντήσει ἐν φωνῇ ὕβρεως αὐτοὺ· καὶ οὐκ ἀνταλλάξει αὐτούς, ὅτι ἀκούσει φωνὴν αὐτοῦ."],["5","Βροντήσει ὁ ἰσχυρὸς ἐν φωνῇ αὐτοῦ θαυμάσια· ἐποίησε γὰρ μεγάλα ἃ οὐκ ᾔδειμεν,"],["6","συντάσσων χιόνι, γίνου ἐπὶ τῆς, γῆς, καὶ χειμὼν ὑετὸς, καὶ χειμὼν ὑετῶν δυναστείας αὐτοῦ."],["7","Ἐν χειρὶ παντὸς ἀνθρώπου κατασφραγίζει, ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν."],["8","Εἰσῆλθε δὲ θηρία ὑπὸ τὴν σκέπην, ἡσύχασαν δὲ ἐπὶ κοίτης."],["9","Ἐκ ταμιείων ἐπέρχονται ὀδύναι, ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος·"],["10","Καὶ ἀπὸ πνοῆς ἰσχυροῦ δώσει πάγος· οἰακίζει δὲ τὸ ὕδωρ ὡς ἐὰν βούληται,"],["11","καὶ ἐκλεκτὸν καταπλάσσει νεφέλη· διασκορπιεῖ νέφος φῶς αὐτοῦ,"],["12","καὶ αὐτὸς κυκλώματα διαστρέψει, ἐν θεεβουλαθὼθ, εἰς ἔργα αὐτῶν· πάντα ὅσα ἂν ἐντείληται αὐτοῖς, ταῦτα συντέτακται παρʼ αὐτοῦ ἐπὶ τῆς γῆς,"],["13","ἐάν τε εἰς παιδείαν, ἐὰν εἰς τὴν γῆν αὐτοῦ, ἐὰν εἰς ἔλεος εὑρήσει αὐτόν."],["14","Ἐνωτίζου ταῦτα, Ἰώβ· στῆθι νουθετούμενος δύναμιν Κυρίου."],["15","Οἴδαμεν ὅτι ὁ Θεὸς ἔθετο ἔργα αὐτοῦ, φῶς ποιήσας ἐκ σκότους."],["16","Ἐπίσταται δὲ διάκρισιν νεφῶν, ἐξαίσια δὲ πτώματα πονηρῶν."],["17","Σοῦ δὲ ἡ στολὴ θερμὴ, ἡσυχάζεται δὲ ἐπὶ τῆς γῆς."],["18","Στερεώσεις μετʼ αὐτοῦ εἰς παλαιώματα, ἰσχυραὶ ὡς ὅρασις ἐπιχύσεως."],["19","Διατὶ δίδαξόν με, τί ἐροῦμεν αὐτῷ; καὶ παυσώμεθα πολλὰ λέγοντες."],["20","Μὴ βίβλος ἢ γραμματεύς μοι παρέστηκεν, ἵνα ἄνθρωπον ἑστηκὼς κατασιωπήσω;"],["21","Πᾶσι δὲ οὐχ ὁρατὸν τὸ φῶς, τηλαυγές ἐστιν ἐν τοῖς παλαιώμασιν, ὥσπερ τὸ παρʼ αὐτοῦ ἐπὶ νεφῶν."],["22","Ἀπὸ Βοῤῥᾶ νέφη χρυσαυγοῦντα, ἐπὶ τούτοις μεγάλη ἡ δόξα καὶ τιμὴ παντοκράτορος,"],["23","καὶ οὐχ εὑρίσκομεν ἄλλον ὅμοιον τῇ ἰσχύϊ αὐτοῦ· ὁ τὰ δίκαια κρίνων, οὐκ οἴει ἐπακούειν αὐτόν;"],["24","Διὸ φοβηθήσονται αὐτὸν οἱ ἄνθρωποι, φοβηθήσονται δὲ αὐτὸν καὶ οἱ σοφοὶ καρδίᾳ."]],[["1","Μετὰ δὲ τὸ παύσασθαι Ἐλιοὺν τῆς λέξεως, εἶπεν ὁ Κύριος τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφῶν,"],["2","Τίς οὗτος ὁ κρύπτων με βουλὴν, συνέχεν δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν;"],["3","Ζώσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου· ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι."],["4","Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δέ μοι εἰ ἐπίστῃ σύνεσιν."],["5","Τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπʼ αὐτῆς;"],["6","Ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασι; τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπʼ αὐτῆς;"],["7","Ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου."],["8","Ἔφραξα δὲ θάλασσαν πύλαις, ὅτε ἐμαίμασσεν ἐκ κοιλίας μητρὸς αὐγῆς ἐκπορευομένη·"],["9","Ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα."],["10","Ἐθέμην δὲ αὐτῇ ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας."],["11","Εἶπα δὲ αὐτῇ, μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, ἀλλʼ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα."],["12","Ἢ ἐπὶ σοῦ συντέταχα φέγγος πρωϊνόν; Ἑωσφόρος δὲ ἶδε τὴν ἑαυτοῦ τάξιν,"],["13","ἐπιλαβέσθαι πτερύγων γῆς, ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς;"],["14","Ἢ σὺ λαβὼν γῆν πηλὸν, ἔπλασας ζῶον, καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ γῆς;"],["15","Ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δὲ ὑπερηφάνων συνέτριψας;"],["16","Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας;"],["17","Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;"],["18","Νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπʼ οὐρανόν; ἀνάγγειλον δή μοι, πόση τίς ἐστι;"],["19","Ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς; σκότους δὲ ποῖος ὁ τόπος;"],["20","Εἰ ἀγάγοις με εἰς ὅρια αὐτῶν, εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν·"],["21","Οἶδα ἄρα ὅτι τότε γεγέννησαι, ἀριθμὸς δὲ ἐτῶν σου πολύς;"],["22","Ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑώρακας;"],["23","Ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν, εἰς ἡμέραν πολέμων καὶ μάχης;"],["24","Πόθεν δὲ ἐκπορεύεται πάχνη, ἢ διασκεδάννυται Νότος εἰς τὴν ὑπʼ οὐρανόν;"],["25","Τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ῥύσιν, ὁδὸν δὲ κυδοιμῶν,"],["26","τοῦ ὑετίσαι ἐπὶ γῆν οὗ οὐκ ἀνήρ, ἔρημον οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ,"],["27","τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον, καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης;"],["28","Τίς ἐστιν ὑετοῦ πατήρ; τίς δέ ἐστιν ὁ τετοκὼς βώλους δρόσου;"],["29","Ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος; πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν,"],["30","ἣ καταβαίνει ὥσπερ ὕδωρ ῥέον; πρόσωπον ἀσεβοῦς τίς ἔπτηξε;"],["31","Συνῆκας δὲ δεσμὸν Πλειάδος, καὶ φραγμὸν Ὠρίωνος ἤνοιξας;"],["32","Ἢ διανοίξεις μαζουρὼθ ἐν καιρῷ αὐτοῦ, καὶ ἕσπερον ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτά;"],["33","Ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ, ἢ τὰ ὑπʼ οὐρανὸν ὁμοθυμαδὸν γινόμενα;"],["34","καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρου ὑπακούσεταί σου;"],["35","Ἀποστελεῖς δὲ κεραυνοὺς καὶ πορεύσονται; ἐροῦσι δέ σοι, τί ἐστι;"],["36","Τίς δὲ ἔδωκε γυναιξὶν ὑφάσματος σοφίαν, ἢ ποικιλτικὴν ἐπιστήμην;"],["37","Τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ, οὐρανὸν δὲ εἰς γῆν ἔκλινε;"],["38","Κέχυται δὲ ὥσπερ γῆ κονία, κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον."],["39","Θηρεύσεις δὲ λέουσι βορὰν, ψυχὰς δὲ δρακόντων ἐμπλήσεις;"],["40","Δεδοίκασι γὰρ ἐν κοίταις αὐτῶν, κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες."],["41","Τίς δὲ ἡτοίμασε κόρακι βοράν; νεοσσοὶ γὰρ αὐτοῦ πρὸς Κύριον κεκράγασι πλανώμενοι, τὰ σῖτα ζητοῦντες."]],[["1","Εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας, ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων,"],["2","ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρεις τοκετοῦ αὐτῶν, ὠδῖνας δὲ αὐτῶν ἔλυσας,"],["3","ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἔξω φόβου, ὠδῖνας δὲ αὐτῶν ἐξαποστελεῖς,"],["4","ἀποῤῥήξουσι τὰ τέκνα αὐτῶν, πληθυνθήσονται ἐν γενγήματι· ἐξελεύσονται, καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς."],["5","Τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον; δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν;"],["6","Ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον, καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα."],["7","Καταγελῶν πολυοχλίας πόλεως, μέμψιν δὲ φορολόγου οὐκ ἀκούων,"],["8","κατασκέψεται ὄρη νομὴν αὐτοῦ, καὶ ὀπίσω παντὸς χλωροῦ ζητεῖ."],["9","Βουλήσεται δέ σοι μονόκερως δουλεῦσαι, ἢ κοιμηθῆναι ἐπὶ φάτνης σου;"],["10","Δήσεις δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτοῦ, ἢ ἑλκύσει σου αὔλακας ἐν πεδίῳ;"],["11","Πέποιθας δὲ ἐπʼ αὐτῷ, ὅτι πολλὴ ἡ ἰσχὺς αὐτοῦ, ἐπαφήσεις δὲ αὐτῷ τὰ ἔργα σου;"],["12","Πιστεύσεις δὲ, ὅτι ἀποδώσει σοι τὸν σπόρον, εἰσοίσει δέ σου τὸν ἅλωνα;"],["13","Πτέρυξ τερπομένων νεέλασσα, ἐὰν συλλάβῃ ἁσίδα καὶ νέσσα·"],["14","Ὅτι ἀφήσει εἰς γῆν τὰ ὠὰ αὐτῆς, καὶ ἐπὶ χοῦν θάλψει,"],["15","καὶ ἐπελάθετο, ὅτι ποῦς σκορπιεῖ, καὶ θηρία ἀγροῦ καταπατήσει."],["16","Ἀπεσκλήρυνε τὰ τέκνα ἑαυτῆς, ὥστε μὴ ἑαυτήν· εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου."],["17","Ὅτι κατεσιώπησεν αὐτῇ ὁ Θεὸς σοφίαν, καὶ οὐκ ἐπεμέρισεν αὐτῇ ἐν τῇ συνέσει."],["18","Κατὰ καιρὸν ἐν ὕψει ὑψώσει, καταγελάσεται ἵππου, καὶ τοῦ ἐπιβάτου αὐτοῦ."],["19","Ἢ σὺ περιέθηκας ἵππῳ δύναμιν, ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον;"],["20","Περιέθηκας δὲ αὐτῷ πανοπλίαν; δόξαν δὲ στηθέων αὐτοῦ τόλμῃ."],["21","Ἀνορύσσων ἐν πεδίῳ γαυριᾷ, ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύϊ."],["22","Συναντῶν βασιλεῖ καταγελᾷ, καὶ οὐ μὴν ἀποστραφῇ ἀπὸ σιδήρου."],["23","Ἐπʼ αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα,"],["24","καὶ ὀργὴ ἀφανιεῖ τὴν γῆν· καὶ οὐ μὴ πιστεύσει, ἕως ἂν σημάνῃ σάλπιγξ."],["25","Σάλπιγγος δὲ σημαινούσης, λέγει, εὖγε· πόῤῥωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἅλματι καὶ κραυγῇ."],["26","Ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ, ἀναπετάσας τὰς πτέρυγας, ἀκίνητος, καθορῶν τὰ πρὸς Νότον;"],["27","Ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετὸς, γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται,"],["28","ἐπʼ ἐξοχῇ πέτρας, καὶ ἀποκρύφῳ,"],["29","ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα, πόῤῥωθεν οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσι."],["30","Νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι, οὗ δʼ ἂν ὦσι τεθνεῶτες, παραχρῆμα εὑρίσκονται."]],[["1","Καὶ ἀπεκρίθη Κύριος ὁ Θεὸς τῷ Ἰὼβ, καὶ εἶπε,"],["2","μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλίνει; ἐλέγχων δὲ Θεὸν, ἀποκριθήσεται αὐτήν."],["3","Ὑπολαβὼν δὲ Ἰὼβ λέγει τῷ Κυρίῳ,"],["4","τί ἔτι ἐγὼ κρίνομαι, νουθετούμενος καὶ ἐλέγχων Κύριον, ἀκούων τοιαῦτα οὐθὲν ὤν; ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα; χεῖρα θήσω ἐπὶ στόματί μου."],["5","Ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω."],["6","Ἔτι δὲ ὑπολαβὼν ὁ Κύριος, εἶπε τῷ Ἰὼβ ἐκ τοῦ νέφους,"],["7","Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι."],["8","Μὴ ἀποποιοῦ μου τὸ κρίμα· οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἳνα ἀναφανῇς δίκαιος;"],["9","Ἢ βραχίων σοί ἐστι κατὰ τοῦ Κυρίου, ἢ φωνῇ κατʼ αὐτοῦ βροντᾷς;"],["10","Ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίασαι."],["11","Ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ, πὰντα δὲ ὑβριστὴν ταπείνωσον."],["12","Ὑπερήφανον δὲ σβέσον, σῆψον δὲ ἀσεβεῖς παραχρῆμα."],["13","Κρύψον δὲ εἰς γῆν ὁμοθυμαδόν, τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον."],["14","Ὁμολογήσω ὅτι δύναται ἡ δεξιά σου σῶσαι."],["15","Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοὶ, χόρτον ἶσα βουσὶν ἐσθίουσιν."],["16","Ἰδοὺ δὴ ἡ ἰσχὺς αὐτοῦ ἐπʼ ὀσφύϊ, ἡ δὲ δύναμις αὐτοῦ ἐπʼ ὀμφαλοῦ γαστρός·"],["17","Ἔστησεν οὐρὰν ὡς κυπάρισσον, τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται."],["18","Αἱ πλευραὶ αὐτοῦ, πλευραὶ χάλκειαι, ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός."],["19","Τουτέστιν ἀρχὴ πλάσματος Κυρίου· πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ."],["20","Ἐπελθὼν δὲ ἐπʼ ὄρος ἀκρότομον, ἐποίησε χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ."],["21","Ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον."],["22","Σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ῥαδάμνοις, καὶ κλῶνες ἀγροῦ."],["23","Ἐὰν γένηται πλημμύρα, οὐ μὴ αἰσθηθῇ· πέποιθεν, ὅτι προσκρούσει ὁ Ἰορδάνης εἰς τὸ στόμα αὐτοῦ."],["24","Ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν, ἐνσκολιευόμενος τρήσει ῥῖνα."],["25","Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβαίεαν περὶ ῥῖνα αὐτοῦ;"],["26","Ἤ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ, ψελλίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ;"],["27","Λαλήσει δέ σοι δεήσει, ἱκετηρίᾳ μαλακῶς;"],["28","Θήσεται δὲ μετὰ σοῦ διαθήκην; λήψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον;"],["29","Παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ; ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ;"],["30","Ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη, μεριτεύονται δὲ αὐτὸν Φοινίκων ἔθνη;"],["31","Πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ, καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ."],["32","Ἐπιθήσεις δὲ αὐτῷ χεῖρα, μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν στόματι αὐτοῦ, καὶ μηκέτι γινέσθω."]],[["1","Οὐχ ἐώρακας αὐτόν; οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας;"],["2","Οὐ δέδοικας, ὅτι ἡτοίμασταί μοι; τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς;"],["3","Ἢ τίς ἀντιστήσεταί μοι, καὶ ὑπομενεῖ; εἰ πᾶσα ἡ ὑπʼ οὐρανὸν ἐμή ἐστιν,"],["4","Οὐ σιωπήσομαι διʼ αὐτόν· καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἶσον αὐτῷ."],["5","Τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ, εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι;"],["6","Πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει; κύκλῳ ὀδόντων αὐτοῦ φόβος."],["7","Τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκεαι. σύνδεσμος δὲ αὐτοῦ, ὥσπερ σμυρίτης λίθος."],["8","Εἷς τοῦ ἑνὸς κολλῶνται, πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν."],["9","Ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται· συνέχονται καὶ οὐ μὴ ἀποσπασθῶσιν."],["10","Ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος Ἑωσφόρου."],["11","Ἐκ στόματος αὐτοῦ ἐκπορεύονται ὡς λαμπάδες καιόμεναι, καὶ διαῤῥιπτοῦνται ἑς ἐσχάραι πυρός."],["12","Ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων."],["13","Ἡ ψυχὴ αὐτοῦ ἄνθρακες, φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται·"],["14","Ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις, ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια."],["15","Σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται· καταχέει ἐπʼ αὐτὸν, οὐ σαλευθήσεται."],["16","Ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἕστηκε δὲ ὥσπερ ἄκμων ἀνήλατος."],["17","Στραφέντος δὲ αὐτοῦ, φόβος θηρίοις τετράποσιν ἐπὶ γῆς ἁλλομένοις."],["18","Ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐδὲν μὴ ποιήσωσι, δόρυ, καὶ θώρακα."],["19","Ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν."],["20","Οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκεον· ἥγηται μὲν πετροβόλον χόρτον."],["21","Ὡς καλάμη ἐλογίσθησαν σφυρά, καταγελᾷ δὲ σεισμοῦ πυρφόρου."],["22","Ἡ στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς, πᾶς δὲ χρυσὸς θαλάσσης ὑπʼ αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος."],["23","Ἀναζεῖ τὴν ἄβυσσον ὥσπερ χαλκεῖον· ἥγηται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλειπτρον,"],["24","τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον· ἐλογίσατο ἄβυσσον εἰς περίπατον."],["25","Οὐκ ἔστιν οὐδὲν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ, πεποιημένον ἐκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου."],["26","Πᾶν ὑψηλὸν ὁρᾷ· αὐτὸς δὲ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν."]],[["1","Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει τῷ Κυρίῳ,"],["2","Οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν."],["3","Τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν; φειδόμενος δὲ ῥημάτων, καὶ σὲ οἴεται κρύπτειν; τίς δὲ ἀναγγελεῖ μοι ἃ οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστὰ ἃ οὐκ ἐπιστάμην;"],["4","Ἄκουσον δέ μου Κύριε, ἵνα κᾀγὼ λαλήσω· ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον."],["5","Ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε."],["6","Διὸ ἐφαύλισα ἐμαυτὸν, καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν."],["7","Ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν Κύριον πάντα τὰ ῥήματα ταῦτα τῷ Ἰώβ, εἶπεν ὁ Κύριος Ἐλὺιφὰς τῷ Θαιμανὺίτῃ, ἥμαρτες σὺ, καὶ οἱ δὺο φίλοι σου· οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδὲν, ὥσπερ ὁ θεράπων μου Ἰώβ."],["8","Νῦν δὲ λάβετε ἑπτὰ μόσχους, καὶ ἑπτὰ κριοὺς, καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ἰὼβ, καὶ ποιήσει κάρπωσιν ὑπὲρ ὑμῶν. Ἰὼβ δὲ ὁ θεράπων μου εὔξεται περὶ ὑμῶν, ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήψομαι· εἰ μὴ γὰρ διʼ αὐτὸν, ἀπώλεσα ἂν ὑμᾶς· οὐ γὰρ ἐλαλήσατε ἀληθὲς κατὰ τοῦ θεράποντός μου Ἰώβ."],["9","Ἐπορεύθη δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης, καὶ Βαλδὰδ ὁ Σαυχίτης, καὶ Σωφὰρ ὁ Μιναῖος, καὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς ὁ Κύριος· καὶ ἔλυσε τὴν ἁμαρτίαν αὐτοῖς διὰ Ἰὼβ."],["10","Ὁ δὲ Κύριος ηὔξησε τὸν Ἰώβ· εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ, ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν· ἔδωκε δὲ ὁ Κύριος διπλᾶ, ὅσα ἦν ἔμπροσθεν Ἰὼβ εἰς διπλασιασμόν."],["11","Ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πάντα τὰ συμβεβηκότα αὐτῷ, καὶ ἦλθον πρὸς αὐτὸν, καὶ πάντες ὅσοι ᾔδεισαν αὐτὸν ἐκ πρώτου· φαγόντες δὲ καὶ πιόντες παρʼ αὐτῷ παρεκάλεσαν αὐτὸν, καὶ ἐθαύμασαν ἐπὶ πᾶσιν οἷς ἐπήγαγεν ἐπʼ αὐτῷ ὁ Κύριος· ἔδωκε δὲ αὐτῷ ἕκαστος ἀμνάδα μίαν, καὶ τετράδραχμον χρυσοῦ καὶ ἀσήμου."],["12","Ὁ δὲ Κύριος εὐλόγησε τὰ ἔσχατα Ἰὼβ, ἢ τὰ ἔμπροσθεν· ἦν δὲ τὰ κτήνη αὐτοῦ, πρόβατα μύρια τετρακισχίλια, κάμηλοι ἑξακισχίλιαι, ζεύγη βοῶν χίλια, ὄνοι θήλειαι νομάδες χίλιαι."],["13","Γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ, καὶ θυγατέρες τρεῖς."],["14","Καὶ ἐκάλεσε τὴν μὲν πρώτην, Ἡμέραν· τὴν δὲ δευτέραν, Κασίαν· τὴν δὲ τρίτην, Ἀμαλθαίας κέρας."],["15","Καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ἰὼβ, βελτίους αὐτῶν ἐν τῇ ὑπʼ οὐρανόν· ἔδωκε δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς."],["16","Ἔζησε δὲ Ἰὼβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα· τὰ δὲ πάντα ἔτη ἔζησε, διακόσια τεσσράκοντα· καὶ Σἴδεν Ἰὼβ τοὺς υἱοὺς αὐτοῦ, καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ, τετάρτην γενεάν."],["17","Καὶ ἐτελεύτησεν Ἰὼβ πρεσβύτερος, καὶ πλήρης ἡμερῶν·"],["17a","γέγραπται δὲ, αὐτὸν πάλιν ἀναστήσεσθαι μεθʼ ὧν ὁ Κύριος ἀνίστησιν."],["17b","Οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου, ἐν μὲν γῇ κατοικῶν τῇ Αὐσίτιδι, ἐπὶ τοῖς ὁρίοις τῆς Ἰδουμαίας καὶ Ἀραβίας· προϋπῆρχε δὲ αὐτῷ ὄνομα Ἰωβάβ·"],["17c","λαβὼν δὲ γυναῖκα Ἀράβισσαν, γεννᾷ υἱὸν, ᾧ ὄνομα Ἐννών· ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρὲ ἐκ τῶν Ἡσαῦ υἱῶν υἱὸς, μητρὸς δὲ Βοσόῤῥας, ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Ἁβραάμ·"],["17d","καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Ἐδὼμ, ἧς καὶ αὐτὸς ἦρξε χώρας· πρῶτος Βαλὰκ ὁ τοῦ Βεὼρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά· μετὰ δὲ Βαλὰκ, Ἰωβὰβ ὁ καλούμενος Ἰώβ· μετὰ δὲ τοῦτον, Ἀσὼμ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς Θαιμανίτιδος χώρας· μετὰ δὲ τοῦτον, Ἀδὰδ υἱὸς Βαρὰδ, ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωὰβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθαίμ·"],["17e","οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι, Ἐλιφὰς τῶν Ἡσαῦ υἱῶν Θαιμανῶν βασιλεὺς, Βαλδὰδ ὁ Σαυχαίων τύραννος, Σωφὰρ ὁ Μιναίων βασιλεύς."]]] \ No newline at end of file diff --git a/lines/joel.json b/lines/joel.json new file mode 100644 index 0000000000000000000000000000000000000000..804474a1b8623bf0e6a00b7248598fae982067b3 --- /dev/null +++ b/lines/joel.json @@ -0,0 +1 @@ +[[["1","ΛΟΓΟΣ Κυρίου ὃς ἐγενήθη πρὸς Ἰωὴλ τὸν τοῦ Βαθουήλ."],["2","Ἀκούσατε ταῦτα, οἱ πρεσβύτεροι, καὶ ἑνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν γῆν. εἰ γέγονεν τοιαῦτα ἐν ταῖς ἡμέραις ἡμῶν, ἢ ἐν ταῖς ἡμέραις τῶν πατέρων ὑμῶν;"],["3","ὑπὲρ αὐτῶν τοῖς τέκνοις ὑμῶν διηγήσασθε, καὶ τὰ τέκνα ὑμῶν τοῖς τέκνοις αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν εἰς γενεὰν ἑτέραν."],["4","τὰ κατάλοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρίς, καὶ τὰ κατάλοιπα τῆς ἀκρίδος κατέφαγεν ὁ βροῦχος, καὶ τὰ κατάλοιπα τοῦ βρούχου κατέφαγεν ἡ ἐρυσίβη."],["5","Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὐτῶν καὶ κλαύσατε· θρηνήσατε πάντες οἱ πίνοντες οἶνον εἰς μέθην, ὅτι ἐξῄρθη ἐκ στόματος ὑμῶν εὐφροσύνη καὶ χαρά."],["6","Ὅτι ἔθνος ἀνέβη ἐπὶ τὴν γῆν μου ἰσχυρὸν καὶ ἀναρίθμητον, οἱ ὀδόντες αὐτοῦ ὀδόντες λέοντος, καὶ αἱ μῦλαι αὐτοῦ σκύμνου·"],["7","Ἔθετο τὴν ἄμπελόν μου εἰς ἀφανισμὸν, καὶ τὰς συκάς μου εἰς συγκλασμόν· ἐρευνῶν ἐξηρεύνησεν αὐτὴν, καὶ ἔῤῥιψεν· ἐλεύκανε τὰ κλήματα αὐτῆς."],["8","Θρήνησον πρὸς μὲ ὑπὲρ νύμφην περιεζωσμένην σάκκον, ἐπὶ τὸν ἄνδρα αὐτῆς τὸν παρθενικόν."],["9","Ἐξῇρται θυσία καὶ σπονδὴ ἐξ οἴκου Κυρίου· πενθεῖτε οἱ ἱερεῖς οἱ λειτουργοῦντες θυσιαστηρίῳ Κυρίου,"],["10","ὅτι τεταλαιπώρηκε τὰ πεδία· πενθείτω ἡ γῆ, ὅτι τεταλαιπώρηκεν σῖτος· ἐξηράνθη οἶνος, ὠλιγώθη ἔλαιον·"],["11","Ἐξηράνθησαν γεωργοί· θρηνεῖτε κτήματα ὑπὲρ πυροῦ καὶ κριθῆς, ὅτι ἀπόλωλε τρυγητὸς ἐξ ἀγροῦ·"],["12","Ἡ ἄμπελος ἐξηράνθη, καὶ αἱ συκαῖ ὠλιγώθησαν· ῥοὰ, καὶ φοῖνιξ, καὶ μῆλον, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐξηράνθησαν, ὅτι ᾔσχυναν χαρὰν οἱ υἱοὶ τῶν ἀνθρώπων."],["13","Περιζώσασθε καὶ κόπτεσθε οἱ ἱερεῖς· θρηνεῖτε οἱ λειτουργοῦντες θυσιαστηρίῳ· εἰσέλθετε, ὑπνώσατε ἐν σάκκοις λειτουργοῦντες Θεῷ, ὅτι ἀπέσχηκεν ἐξ οἴκου Θεοῦ ὑμῶν θυσία καὶ σπονδή."],["14","Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους, πάντας κατοικοῦντας γῆν εἰς οἶκον Θεοῦ ὑμῶν, καὶ κεκράξετε πρὸς Κύριον ἐκτενῶς,"],["15","Οἴμοι, οἴμοι, οἴμοι εἰς ἡμέραν, ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου, καὶ ὡς ταλαιπωρία ἐκ ταλαιπωρίας ἥξει."],["16","Κατέναντι τῶν ὀφθαλμῶν ὑμῶν βρώματα ἐξωλθρεύθη, ἐξ οἴκου Θεοῦ ὑμῶν εὐφροσύνη καὶ χαρά."],["17","Ἐσκίρτησαν δαμάλεις ἐπὶ ταῖς φάτναις αὐτῶν, ἠφανίσθησαν θησαυροὶ, κατεσκάφησαν ληνοὶ, ὅτι ἐξηράνθη σῖτος."],["18","Τί ἀποθήσομεν ἑαυτοῖς; ἔκλαυσαν βουκόλια βοῶν, ὅτι οὐχ ὑπῆρχε νομὴ αὐτοῖς· καὶ τὰ ποίμνια τῶν προβάτων ἠφανίσθησαν."],["19","Πρὸς σὲ Κύριε βοήσομαι, ὅτι πῦρ ἀνήλωσε τὰ ὡραῖα τῆς ἐρήμου, καὶ φλὸξ ἀνῆψε πάντα τὰ ξύλα τοῦ ἀγροῦ,"],["20","καὶ τὰ κτήνη τοῦ πεδίου ἀνέβλεψαν πρὸς σὲ, ὅτι ἐξηράνθησαν ἀφέσεις ὑδάτων, καὶ πῦρ κατέφαγε τὰ ὡραῖα τῆς ἐρήμου."]],[["1","Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, κηρύξατε ἐν ὄρει ἁγίῳ μου, καὶ συγχυθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν γῆν, διότι πάρεστιν ἡμέρα Κυρίου, ὅτι ἐγγὺς"],["2","ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης· ὡς ὄρθρος χυθήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὺς καὶ ἰσχυρὸς, ὅμοιος αὐτῷ οὐ γέγονεν ἀπὸ τοῦ αἰῶνος, καὶ μετʼ αὐτὸν οὐ προστεθήσεται ἕως ἐτῶν εἰς γενεὰς γενεῶν."],["3","Τὰ ἔμπροσθεν αὐτοῦ πῦρ ἀναλίσκον, καὶ τὰ ὀπίσω αὐτοῦ ἀναπτομένη φλόξ· ὡς παράδεισος τρυφῆς ἡ γῆ πρὸ προσώπου αὐτοῦ, καὶ τὰ ὄπισθεν αὐτοῦ πεδίον ἀφανισμοῦ, καὶ ἀνασωζόμενος οὐκ ἔσται αὐτῷ."],["4","Ὡς ὅρασις ἵππων ἡ ὅρασις αὐτῶν, καὶ ὡς ἱππεῖς οὕτως καταδιώξονται."],["5","Ὡς φωνὴ ἁρμάτων ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐξαλοῦνται, καὶ ὡς φωνὴ φλογὸς πυρὸς κατεσθιούσης καλάμην, καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον."],["6","Ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαοὶ, πᾶν πρόσωπον ὡς πρόσκαυμα χύτρας."],["7","Ὡς μαχηταὶ δραμοῦνται καὶ ὡς ἄνδρες πολεμισταὶ ἀναβήσονται ἐπὶ τὰ τείχη, καὶ ἕκαστος ἐν τῇ ὁδῷ αὐτοῦ πορεύσεται, καὶ οὐ μὴ ἐκκλίνωσι τὰς τρίβους αὐτῶν,"],["8","καὶ ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ οὐκ ἀφέξεται· καταβαρυνόμενοι ἐν τοῖς ὅπλοις αὐτῶν πορεύσονται, καὶ ἐν τοῖς βέλεσιν αὐτῶν πεσοῦνται, καὶ οὐ μὴ συντελεσθῶσι."],["9","Τῆς πόλεως ἐπιλήψονται, καὶ ἐπὶ τῶν τειχέων δραμοῦνται, καὶ ἐπὶ ταῖς οἰκίαις ἀναβήσονται, καὶ διὰ θυρίδων εἰσελεύσονται ὡς κλέπται."],["10","Πρὸ προσώπου αὐτοῦ συγχυθήσεται ἡ γῆ, καὶ σεισθήσεται ὁ οὐρανός· ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσι, καὶ ἄστρα δύσουσι τὸ φέγγος αὐτῶν."],["11","Καὶ Κύριος δώσει φωνὴν αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ, ὅτι πολλή ἐστι σφόδρα ἡ παρεμβολὴ αὐτοῦ, ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ· διότι μεγάλη ἡ ἡμέρα Κυρίου, ἐπιφανὴς σφόδρα, καὶ τίς ἔσται ἱκανὸς αὐτῇ;"],["12","Καὶ νῦν λέγει Κύριος ὁ Θεὸς ὑμῶν, ἐπιστράφητε πρὸς μὲ ἐξ ὅλης τῆς καρδίας ὑμῶν, καὶ ἐν νηστείᾳ, καὶ ἐν κλαυθμῷ, καὶ ἐν κοπετῷ,"],["13","καὶ διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν· καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστὶ, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις."],["14","Τίς οἶδεν εἰ ἐπιστρέψει, καὶ μετανοήσει, καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν, καὶ θυσίαν, καὶ σπονδὴν Κυρίῳ τῷ Θεῷ ὑμῶν;"],["15","Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, ἁγιάσατε νηστείαν. κηρύξατε θεραπείαν,"],["16","συναγάγετε λαὸν, ἁγιάσατε ἐκκλησίαν, ἐκλέξασθε πρεσβυτέρους, συναγάγετε νήπια θηλάζοντα μαστοὺς, ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς."],["17","Ἀναμέσον τῆς κρηπίδος τοῦ θυσιαστηρίου, κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες τῷ Κυρίῳ, καὶ ἐροῦσι, φεῖσαι Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος, τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσι, ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;"],["18","Καὶ ἐζήλωσε Κύριος τὴν γῆν αὐτοῦ, καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ."],["19","Καὶ ἀπεκρίθη Κύριος, καὶ εἶπε τῷ λαῷ αὐτοῦ, ἰδοὺ ἐγὼ ἐξαποστέλλω ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἐμπλησθήσεσθε αὐτῶν, καὶ οὐ δώσω ὑμᾶς οὐκ ἔτι εἰς ὀνειδισμὸν ἐν τοῖς ἔθνεσι."],["20","Καὶ τὸν ἀπὸ Βοῤῥᾶ ἐκδιώξω ἀφʼ ὑμῶν, καὶ ἐξώσω αὐτὸν εἰς γῆν ἄνυδρον, καὶ ἀφανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην· καὶ ἀναβήσεται ἡ σαπρία αὐτοῦ, καὶ ἀναβήσεται ὁ βρόμος αὐτοῦ, ὅτι ἐμεγάλυνε τὰ ἔργα αὐτοῦ."],["21","Θάρσει γῆ, χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι."],["22","Θαρσεῖτε κτήνη τοῦ πεδίου, ὅτι βεβλάστηκε τὰ πεδία τῆς ἐρήμου, ὅτι ξύλον ἤνεγκεν τὸν καρπὸν αὐτοῦ, συκῆ καὶ ἄμπελος ἔδωκαν τὴν ἰσχὺν αὐτῶν."],["23","Καὶ τὰ τέκνα Σιὼν χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ τῷ Κυρίῳ Θεῷ ὑμῶν, διότι ἔδωκεν ὑμῖν τὰ βρώματα εἰς δικαιοσύνην, καὶ βρέξει ὑμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον, καθὼς ἔμπροσθεν,"],["24","καὶ πλησθήσονται αἱ ἅλωνες σίτου, καὶ ὑπερχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου."],["25","Καὶ ἀνταποδώσε ὑμῖν ἀντὶ τῶν ἐτῶν ὧν κατέφαγεν ἡ ἀκρὶς, καὶ ὁ βροῦχος, καὶ ἡ ἐρυσίβη, καὶ ἡ κάμπη, ἡ δύναμίς μου ἡ μεγάλη, ἣν ἐξαπέστειλα εἰς ὑμᾶς."],["26","Καὶ φάγεσθε ἐσθίοντες, καὶ ἐμπλησθήσεσθε, καὶ αἰνέσετε τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ὑμῶν, ἃ ἐποίησε μεθʼ ὑμῶν εἰς θαυμάσια· καὶ οὐ μὴ καταισχυνθῇ ὁ λαός μου εἰς τὸν αἰῶνα."],["27","Καὶ ἐπιγνώσεσθε ὅτι ἐν μέσῳ τοῦ Ἰσραὴλ ἐγώ εἰμι, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ οὐκ ἕστιν ἔτι πλὴν ἐμοῦ· καὶ οὐ μὴ καταισχυνθῶσιν ἔτι ὁ λαός μου εἰς τὸν αἰῶνα."]],[["1","Καὶ ἔσται μετὰ ταῦτα, καὶ ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται."],["2","Καὶ ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου."],["3","Καὶ δώσω τέρατα ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ."],["4","Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην, καὶ ἐπιφανῆ."],["5","Καὶ ἔσται πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται· ὅτι ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσαλὴμ ἔσται ἀνασωζόμενος καθότι εἶπε Κύριος, καὶ εὐαγγελιζόμενοι οὓς Κύριος προσκέκληται."]],[["1","Ὅτι ἰδοὺ ἐγὼ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν ἐπιστρέψω τὴν αἰχμαλωσίαν Ἰούδα καὶ Ἱερουσαλὴμ,"],["2","καὶ συνάξω πάντα τὰ ἔθνη, καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα Ἰωσαφὰτ, καὶ διακριθήσομαι πρὸς αὐτοὺς ἐκεῖ ὑπὲρ τοῦ λαοῦ μου καὶ τῆς κληρονομίας μου Ἰσραὴλ, οἳ διεσπάρησαν ἐν τοῖς ἔθνεσι, καὶ τὴν γῆν μου κατεδιείλαντο,"],["3","καὶ ἐπὶ τὸν λαόν μου ἔβαλον κλήρους, καὶ ἔδωκαν τὰ παιδάρια πόρναις, καὶ τὰ κοράσια ἐπώλουν ἀντὶ τοῦ οἴνου, καὶ ἔπινον."],["4","Καὶ τί ὑμεῖς ἐμοὶ Τύρος, καὶ Σιδὼν, καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων; μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτέ μοι; ἢ μνησικακεῖτε ὑμεῖς ἐπʼ ἐμοί; ὀξέως, καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν,"],["5","ἀνθʼ ὧν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε, καὶ τὰ ἐπίλεκτά μου τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν,"],["6","καὶ τοὺς υἱοὺς Ἰούδα καὶ τοὺς υἱοὺς Ἱερουσαλὴμ ἀπέδοσθε τοῖς υἱοῖς τῶν Ἑλλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶν ὁρίων αὐτῶν."],["7","Καὶ ἰδοὺ ἐγὼ ἐξεγείρω αὐτοὺς ἐκ τοῦ τόπου οὗ ἀπέδοσθε αὐτοὺς ἐκεῖ, καὶ ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν,"],["8","καὶ ἀποδώσομαι τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ὑμῶν εἰς χεῖρας τῶν υἱῶν Ἰούδα, καὶ ἀποδώσονται αὐτοὺς εἰς αἰχμαλωσίαν εἰς ἔθνος μακρὰν ἀπέχον, ὅτι Κύριος ἐλάλησε."],["9","Κηρύξατε ταῦτα ἐν τοῖς ἔθνεσιν, ἁγιάσατε πόλεμον, ἐξεγείρατε τοὺς μαχητὰς, προσαγάγετε καὶ ἀναβαίνετε πάντες ἄνδρες πολεμισταὶ,"],["10","συγκόψατε τὰ ἄροτρα ὑμῶν εἰς ῥομφαίας, καὶ τὰ δρέπανα ὑμῶν εἰς σειρομάστας· ὁ ἀδύνατος λεγέτω, ὅτι ἰσχύω ἐγώ."],["11","Συναθροίζεσθε, καὶ εἰσπορεύεσθε πάντα τὰ ἔθνη κυκλόθεν, καὶ συνάχθητε ἐκεῖ· ὁ πρᾳῢς ἔστω μαχητής."],["12","Ἐξεγειρέσθωσαν, ἀναβαινέτωσαν πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα Ἰωσαφὰτ, διότι ἐκεῖ καθιῶ τοῦ διακρῖναι πάντα τὰ ἔθνη κυκλόθεν."],["13","Ἐξαποστείλατε δρέπανα, ὅτι παρέστηκεν ὁ τρυγητός· εἰσπορεύεσθε, πατεῖτε, διότι πλήρης ἡ ληνός· ὑπερεκχεῖτε τὰ ὑπολήνια, ὅτι πεπλήθυνται τὰ κακὰ αὐτῶν."],["14","Ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης, ὅτι ἐγγὺς ἡμέρα Κυρίου ἐν τῇ κοιλάδι τῆς δίκης."],["15","Ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσι, καὶ οἱ ἀστέρες δύσουσι φέγγος αὐτῶν."],["16","Ὁ δὲ Κύριος ἐκ Σιὼν ἀνακεκράξεται, καὶ ἐξ Ἱερουσαλὴμ δώσει φωνὴν αὐτοῦ, καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ· ὁ δὲ Κύριος φείσεται τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχύσει τοὺς υἱοὺς Ἰσραήλ."],["17","Καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὁ κατασκηνῶν ἐν Σιὼν ὄρει ἁγίῳ μου· καὶ ἔσται Ἱερουσαλὴμ ἁγία, καὶ ἀλλογενεῖς οὐ διελεύσονται διʼ αὐτῆς οὐκέτι."],["18","Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀποσταλάξει τὰ ὄρη γλυκασμὸν, καὶ οἱ βουνοὶ ῥυήσονται γάλα, καὶ πᾶσαι αἱ ἀφέσεις Ἰούδα ῥυήσονται ὕδατα, καὶ πηγὴ ἐξ οἴκου Κυρίου ἐξελεύσεται, καὶ ποτιεῖ τὸν χειμάῤῥουν τῶν σχοίνων."],["19","Αἴγυπτος εἰς ἀφανισμὸν ἔσται, καὶ ἡ Ἰδουμαία εἰς πεδίον ἀφανισμοῦ ἔσται, ἐξ ἀδικιῶν υἱῶν Ἰούδα, ἀνθʼ ὧν ἐξέχεαν αἷμα δίκαιον ἐν τῇ γῇ αὐτῶν."],["20","Ἡ δὲ Ἰουδαία εἰς τὸν αἰῶνα κατοικηθήσεται, καὶ Ἱερουσαλὴμ εἰς γενεὰς γενεῶν."],["21","Καὶ ἐκζητήσω τὸ αἷμα αὐτῶν, καὶ οὐ μὴ ἀθωώσω, καὶ Κύριος κατασκηνώσει ἐν Σιών."]]] \ No newline at end of file diff --git a/lines/jonas.json b/lines/jonas.json new file mode 100644 index 0000000000000000000000000000000000000000..f84f978c7f1e482a24e10ff38944e6f24b2b02ca --- /dev/null +++ b/lines/jonas.json @@ -0,0 +1 @@ +[[["1","ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν τὸν τοῦ Ἀμαθὶ, λέγων,"],["2","ἀνάστηθι, καὶ πορεύθητι εἰς Νινευὴ τὴν πόλιν τὴν μεγάλην, καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρὸς μέ."],["3","Καὶ ἀνέστη Ἰωνᾶς τοῦ φυγεῖν εἰς Θαρσὶς ἐκ προσώπου Κυρίου· καὶ κατέβη εἰς Ἰόππην, καὶ εὗρε πλοῖον βαδίζον εἰς Θαρσὶς, καὶ ἔδωκε τὸ ναῦλον αὐτοῦ, καὶ ἀνέβη εἰς αὐτὸ, τοῦ πλεῦσαι μετʼ αὐτῶν εἰς Θαρσὶς ἐκ προσώπου Κυρίου."],["4","Καὶ Κύριος ἐξήγειρε πνεῦμα ἐπὶ τὴν θάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ, καὶ τὸ πλοῖον ἐκινδύνευε τοῦ συντριβῆναι."],["5","Καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ, καὶ ἀνεβόησαν ἕκαστος πρὸς τὸν θεὸν αὐτοῦ, καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν, τοῦ κουφισθῆναι ἀπʼ αὐτῶν· Ἰωνᾶς δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου, καὶ ἐκάθευδε, καὶ ἔρεγχε."],["6","Καὶ προσῆλθε πρὸς αὐτὸν ὁ πρωρεὺς, καὶ εἶπεν αὐτῷ, τί σὺ ῥέγχεις; ἀνάστα, καὶ ἐπικαλοῦ τὸν Θεόν σου, ὅπως διασώσῃ ὁ Θεὸς ἡμᾶς, καὶ οὐ μὴ ἀπολώμεθα."],["7","Καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, δεῦτε βάλωμεν κλήρους, καὶ ἐπιγνῶμεν, τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν· καὶ ἔβαλον κλήρους, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ἰωνᾶν."],["8","Καὶ εἶπον πρὸς αὐτὸν, ἀπάγγειλον ἡμῖν, τίς σου ἡ ἐργασία ἐστὶ, καὶ πόθεν ἔρχῃ, καὶ ἐκ ποίας χώρας, καὶ ἐκ ποίου λαοῦ εἶ σύ;"],["9","Καὶ εἶπε πρὸς αὐτοὺς, δοῦλος Κυρίου εἰμὶ ἐγὼ, καὶ τὸν Κύριον Θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι, ὃς ἐποίησε τὴν θάλασσαν καὶ τὴν ξηράν."],["10","Καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν, καὶ εἶπον πρὸς αὐτὸν, τί τοῦτο ἐποίησας; διότι ἔγνωσαν οἱ ἄνδρες ὅτι ἐκ προσώπου Κυρίου ἦν φεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς·"],["11","καὶ εἶπον πρὸς αὐτὸν, τί ποιήσομέν σοι, καὶ κοπάσει ἡ θάλασσα ἀφʼ ἡμῶν; ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξήγειρε μᾶλλον κλύδωνα."],["12","Καὶ εἶπεν Ἰωνᾶς πρὸς αὐτοὺς, ἄρατέ με, καὶ ἐμβάλετέ με εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφʼ ὑμῶν· διότι ἔγνωκα ἐγὼ, ὅτι διʼ ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτος ἐφʼ ὑμᾶς ἐστι."],["13","Καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν, καὶ οὐκ ἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο, καὶ ἐξηγείρετο μᾶλλον ἐπʼ αὐτούς."],["14","Καὶ ἀνεβόησαν πρὸς Κύριον, καὶ εἶπαν, μηδαμῶς Κύριε· μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφʼ ἡμᾶς αἷμα δίκαιον, διότι σὺ Κύριε, ὃν τρόπον ἐβούλου, πεποίηκας."],["15","Καὶ ἔλαβον τὸν Ἰωνᾶν, καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς."],["16","Καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν Κύριον, καὶ ἔθυσαν θυσίαν τῷ Κυρίῳ, καὶ ηὔξαντο τὰς εὐχάς."]],[["1","Καὶ προσέταξε Κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν Ἰωνᾶν· καὶ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας."],["2","Καὶ προσηύξατο Ἰωνᾶς πρὸς Κύριον τὸν Θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους,"],["3","καὶ εἶπεν, Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου, ἐκ κοιλίας ᾅδου κραυγῆς μου, ἤκουσας φωνῆς μου, ἀπέῤῥιψάς με εἰς βάθη καρδίας θαλάσσης,"],["4","καὶ ποταμοί ἐκύκλωσάν με, πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπʼ ἐμὲ διῆλθον."],["5","Καὶ ἐγὼ εἶπα, ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου· ἆρα προσθήσω τοῦ ἐπιβλέψαι με πρὸς ναὸν τὸν ἅγιόν σου;"],["6","Περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς, ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων,"],["7","κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι· καὶ ἀναβήτω φθορὰ ζωῆς μου Κύριε ὁ Θεός μου."],["8","Ἐν τῷ ἐκλείπειν ἀπʼ ἐμοῦ τὴν ψυχήν μου, τοῦ Κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν τὸν ἅγιόν σου."],["9","Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεος αὐτῶν ἐγκατέλιπον."],["10","Ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι, ὅσα ηὐξάμην ἀποδώσω σοι σωτηρίου τῷ Κυρίῳ."],["11","Καὶ προσετάγη ἀπὸ Κυρίου τῷ κήτει, καὶ ἐξέβαλε τὸν Ἰωνᾶν ἐπὶ τὴν ξηράν."]],[["1","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν ἐκ δευτέρου, λέγων,"],["2","ἀνάστηθι, πορεύθητι εἰς Νινευὴ τὴν πόλιν τὴν μεγάλην; καὶ κήρυξον ἐν αὐτῇ κατὰ τὸ κήρυγμα τὸ ἔμπροσθεν, ὃ ἐγὼ ἐλάλησα πρὸς σέ."],["3","Καὶ ἀνέστη Ἰωνᾶς, καὶ ἐπορεύθη εἰς Νινευὴ, καθὰ ἐλάλησε Κύριος· ἡ δὲ Νινευὴ ἦν πόλις μεγάλη τῷ Θεῷ, ὡσεὶ πορείας ὁδοῦ τριῶν ἡμερῶν·"],["4","καὶ ἤρξατο Ἰωνᾶς τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν, ὡσεὶ πορείαν ἡμέρας μιᾶς· καὶ ἐκήρυξε, καὶ εἶπεν, ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται."],["5","Καὶ ἐπίστευσαν οἱ ἄνδρες Νινευὴ τῷ Θεῷ, καὶ ἐκήρυξαν νηστείαν, καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μεγάλου αὐτῶν ἕως μικροῦ αὐτῶν."],["6","Καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευὴ, καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ, καὶ περιείλατο τὴν στολὴν αὐτοῦ ἀφʼ ἑαυτοῦ, καὶ περιεβάλετο σάκκον, καὶ ἐκάθισεν ἐπὶ σποδοῦ."],["7","Καὶ ἐκηρύχθη, καὶ ἐῤῥέθη ἐν τῇ Νινευὴ παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ, λέγων, οἱ ἄνθρωποι, καὶ τὰ κτήνη, καὶ οἱ βόες, καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν, μηδὲ νεμέσθωσαν, μηδὲ ὕδωρ πιέτωσαν."],["8","Καὶ περιεβάλλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς τὸν Θεὸν ἐκτενῶς· καὶ ἀπέστρεψαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν, λέγοντες,"],["9","τίς οἶδεν εἰ μετανοήσει ὁ Θεὸς, καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ, καὶ οὐ μὴ ἀπολώμεθα;"],["10","Καὶ εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ μετενόησεν ὁ Θεὸς ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησε."]],[["1","Καὶ ἐλυπήθη Ἰωνᾶς λύπην μεγάλην· καὶ συνεχύθη,"],["2","καὶ προσεύξατο πρὸς Κύριον, καὶ εἶπεν, Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου, ἔτι ὄντος μου ἐν τῇ γῇ μου; διατοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσὶς, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις."],["3","Καὶ νῦν, δέσποτα Κύριε, λάβε τὴν ψυχήν μου ἀπʼ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῇν με."],["4","Καὶ εἶπε Κύριος πρὸς Ἰωνᾶν, εἰ σφόδρα λελύπησαι σύ;"],["5","Καὶ ἐξῆλθεν Ἰωνᾶς ἐκ τῆς πόλεως, καὶ ἐκάθισεν ἀπέναντι τῆς πόλεως· καὶ ἐποίησεν αὐτῷ ἐκεῖ σκηνὴν, καὶ ἐκάθητο ὑποκάτω αὐτῆς, ἕως οὗ ἀπίδῃ τί ἔσται τῇ πόλει."],["6","Καὶ προσέταξε Κύριος ὁ Θεὸς κολοκύνθῃ, καὶ ἀνέβη ὑπὲρ κεφαλῆς τοῦ Ἰωνᾶ, τοῦ εἶναι σκιὰν ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ, τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶν κακῶν αὐτοῦ· καὶ ἐχάρη Ἰωνᾶς ἐπὶ τῇ κολοκύνθῃ χαρὰν μεγάλην."],["7","Καὶ προσέταξεν ὁ Θεὸς σκώληκι ἑωθινῇ τῇ ἐπαυρίον, καὶ ἐπάταξε τὴν κολόκυνθαν, καὶ ἀπεξηράνθη."],["8","Καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον, καὶ προσέταξεν ὁ Θεὸς πνεύματι καύσωνι συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν τοῦ Ἰωνᾶ· καὶ ὠλιγοψύχησε, καὶ ἀπελέγετο τὴν ψυχὴν αὐτοῦ, καὶ εἶπε, καλόν μοι ἀποθανεῖν με ἢ ζῇν."],["9","Καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἰωνᾶν, εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνθῃ; καὶ εἶπε, σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου."],["10","Καὶ εἶπε Κύριος, σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας ἐπʼ αὐτὴν, καὶ οὐδὲ ἐξέθρεψας αὐτὴν, ἣ ἐγενήθη ὑπὸ νύκτα, καὶ ὑπὸ νύκτα ἀπώλετο·"],["11","ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευὴ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνθρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά;"]]] \ No newline at end of file diff --git a/lines/joshua.json b/lines/joshua.json new file mode 100644 index 0000000000000000000000000000000000000000..4d73c8869275ef76f842ee418ef91370db7b4a69 --- /dev/null +++ b/lines/joshua.json @@ -0,0 +1 @@ +[[["1","ΚΑΙ ἐγένετο μετὰ τὴν τελευτὴν Μωυσῆ, εἶπε Κύριος τῷ Ἰησοῖ υἱῷ Ναυῆ τῷ ὑπουργῷ Μωυσῆ, λέγων,"],["2","Μωυσῆς ὁ θεράπωνμου τετελεύτηκε. νῦν οὖν ἀναστὰς, διάβηθι τὸν Ἰορδάνην σὺ καὶ πᾶς ὁ λαὸς οὗτος εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι αὐτοῖς."],["3","πᾶς ὁ τόπος ἐφʼ ὃν ἂν ἐπιβῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν, ὑμῖν δώσω αὐτόν, ὃν τρόπον εἴρηκα τῷ Μωυσῇ·"],["4","Τὴν ἔρημον καὶ τὸν Ἀντιλίβανον, ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου, καὶ ἕως τῆς θαλάσσης τῆς ἐσχάτης· ἀφʼ ἡλίου δυσμῶν ἔσται τὰ ὅρια ὑμῶν."],["5","οὐκ ἀντιστήσεται ἄνθρωπος κατενώπιον ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· καὶ ὥσπερ ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ, καὶ οὐκ ἐγκαταλείψω σε οὐδʼ ὑπερόψομαί σε."],["6","Ἴσχυε καὶ ἀνδρίζου· σὺ γὰρ ἀποδιεῖς τῷ λαῷ τούτῳ τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσινν ὑμῶν δοῦναι αὐτοῖς."],["7","Ἴσχυε οὖν καὶ ἀνδρίζου, φυλάσσεσθαι καὶ ποιεῖν καθότι ἐνετείλατό σοι Μωυσῆς ὁ παῖς μου· καὶ οὐκ ἐκκλινεῖς ἀπʼ αὐτῶν εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ, ἵνα συνῇς ἐν πᾶσιν οἷς ἐὰν πράσσῃς."],["8","Καὶ οὐκ ἀποστήσεται ἡ βίβλος τοῦ νόμου τούτου ἐκ τοῦ στόματός σου, καὶ μελετήσεις ἐν αὐτῇ ἡμέρας καὶ νυκτὸς, ἵνα εἰδῇς ποιεῖν πάντα τὰ γεγραμμένα· τότε εὐοδωθήσῃ, καὶ εὐοδώσεις τὰς ὁδούς σου, καὶ τότε συνήσεις."],["9","Ἰδοὺ ἐντέαλμαί σοι· ἴσχυε καὶ ἀνδρίζου, μὴ δειλιάσῃς, μηδὲ φοβηθῇ, ὅτι μετὰ σοῦ Κύριος ὁ Θεός σου εἰς πάντα οὗ ἐὰν πορεύῃ·"],["10","Καὶ ἐνετείλατο Ἰησοῦς τοῖς γραμματεῦσιν τοῦ λαοῦ, λέγων,"],["11","Εἰσέλθατε κατὰ μέσον τῆς παρεμβολῆς τοῦ λαοῦ, καὶ ἐντείλασθε τῷ λαῷ, λέγοντες, ἐτοιμάζεσθε ἐπισιτισμόν, ὅτι ἔτι τρεῖς ἡμέραι καὶ ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην τοῦτον, εἰσελθόντες κατασχεῖν τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν."],["12","Καὶ τῷ Ῥουβὴν, καὶ τῷ Γὰδ, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ εἶπεν Ἰησοῦς,"],["13","μνήσθητε τὸ ῥῆμα ὃ ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς Κυρίου, λέγων, Κύριος ὁ Θεὸς ὑμῶν κατέπαυσεν ὑμᾶς, καὶ ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην."],["14","Αἱ γυναῖκες ὑμῶν καὶ τὰ παιδία ὑμῶν καὶ τὰ κτήνη ὑμῶν κατοικείτωσαν ἐν τῇ γῇ, ᾗ ἔδωκεν ὑμῖν· ὑμεῖς δὲ διαβήσεσθε εὔζωνοι πρότεροι τῶν ἀδελφῶν ὑμῶν πᾶς ὁ ἰσχύων· καὶ συμμαχήσετε αὐτοῖς,"],["15","ἕως ἂν καταπαύσῃ Κύριος ὁ Θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ὑμῶν, ὥσπερ καὶ ὑμᾶς, καὶ κληρονομήσωσι καὶ οὗτοι τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν αὐτοῖς· καὶ ἀπελεύσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, ἣν ἔδωκεν ὑμῖν Μωυσῆς εἰς τὸ πέραν τοῦ Ἰορδάνου ἐπʼ ἀνατολῶν ἡλίου."],["16","Καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν, πάντα ὅσα ἐὰν ἐντείλῃ ἡμῖν, ποιήσομεν, καὶ εἰς πάντα τόπον οὗ ἐὰν ἀποστείλῃς ἡμᾶς, πορευσόμεθα."],["17","Κατὰ πάντα ὅσα ἠκούσαμεν Μωυσῆ, ἀκουσόμεθά σοῦ· πλὴν ἔστω Κύριος ὁ Θεὸς ἡμῶν μετὰ σοῦ, ὃν τρόπον ἦν μετὰ Μωυσῆ."],["18","Ὁ δὲ ἄνθρωπος ὃς ἂν ἀπειθήσῃ σοι, καὶ ὅστις μὴ ἀκούσῃ τῶν ῥημάτων σου καθότι ἐὰν ἐντείλῃ αὐτῷ, ἀποθανέτω· ἀλλὰ ἴσχυε καὶ ἀνδρίζου."]],[["1","Καὶ ἀπέστειλεν Ἰησοῦς υἱὸς Ναυῆ ἐκ Σαττὶν δύο νεανίσκους κατασκοπεῦσαι, λέγων, ἀνάβητε καὶ ἴδετε τὴν γῆν καὶ τὴν Ἱεριχώ· καὶ πορευθέντες οἱ δύο νεανίσκοι εἰσήλθοσαν εἰς Ἱεριχώ· καὶ εἰσήλθοσαν εἰς οἰκίαν γυναικὸς πόρνης, ᾗ ὄνομα Ῥαάβ· Καὶ κατέλυσαν ἐκεῖ."],["2","Καὶ ἀπηγγέλη τῷ βασιλεῖ Ἱεριχὼ, λέγοντες, εἰσπεπόρευνται ὧδε ἄνδρες τῶν υἱῶν Ἰσραὴλ κατασκοπεῦσαι τὴν γῆν."],["3","Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἱεριχὼ, καὶ εἶπε πρὸς Ῥαὰβ, λέγων, ἐξάγαγε τοὺς ἄνδρας τοὺς εἰσπεπορευμένους εἰς τὴν οἰκίαν σου τὴν νύκτα, κατασκοπεῦσαι γὰρ τὴν γῆν ἥκασι."],["4","Καὶ λαβοῦσα ἡ γυνὴ τοὺς δύο ἄνδρας, ἔκρυψεν αὐτούς· καὶ εἶπεν αὐτοῖς, λέγουσα, εἰσεληλύθασι πρὸς μὲ οἱ ἄνδρες,"],["5","ὡς δὲ ἡ πύλη ἐκλείετο ἐν τῷ σκότει, καὶ οἱ ἄνδρες ἐξῆλθον· οὐκ ἐπίσταμαι ποῦ πεπόρευνται· καταδιώξατε ὀπίσω αὐτῶν, εἰ καταλήψεσθε αὐτούς."],["6","Αὕτη δὲ ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὸ δῶμα, καὶ ἔκρυψεν αὐτοὺς ἐν τῇ λινοκαλάμῃ τῇ ἐστοιβασμένῃ αὐτῇ ἐπὶ τοῦ δώματος."],["7","Καὶ οἱ ἄνδρες κατεδίωξαν ὀπίσω αὐτῶν ὁδὸν τὴν ἐπὶ τοῦ Ἰορδάνου ἐπὶ τὰς διαβάσεις, καὶ ἡ πύλη ἐκλείσθη."],["8","Καὶ ἐγένετο ὡς ἐξήλθοσαν οἱ διώκοντες ὀπίσω αὐτῶν, καὶ αὐτοὶ δὲ πρὶν ἢ κοιμηθῆναι αὐτοὺς, αὕτη δὲ ἀνέβη πρὸς αὐτοὺς ἐπὶ τὸ δῶμα,"],["9","καὶ εἶπε πρὸς αὐτοὺς, ἐπίσταμαι ὅτι ἔδωκεν ὑμῖν Κύριος τὴν γῆν· ἐπιπέπτωκε γὰρ ὁ φόβος ὑμῶν ἐφʼ ἡμᾶς."],["10","Ἀκηκόαμεν γὰρ ὅτι κατεξήρανε Κύριος ὁ Θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἀπὸ προσώπου ὑμῶν, ὅτε ἐξεπορεύεσθε ἐκ γῆς Αἰγυπτου, καὶ ὅσα ἐποίησε τοῖς δυσὶ βασιλεῦσι τῶν Ἀμοῤῥαίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, τῷ Σηὼν καὶ Ὢγ, οὓς ἐξωλοθρεύσατε αὐτούς."],["11","Καὶ ἀκούσαντες ἡμεῖς ἐξέστημεν τῇ καρδίᾳ ἡμῶν, καὶ οὐκ ἔστη ἔτι πνεῦμα ἐν οὐδενὶ ἡμῶν ἀπὸ προσώπου ὑμῶν· ὅτι Κύριος ὁ Θεὸς ὑμῶν, Θεὸς ἐν οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω."],["12","Καὶ νῦν ὀμόσατέ μοι Κύριον τὸν Θεὸν, ὅτι ποιῶ ὑμῖν ἔλεος, καὶ ποιήσατε Καὶ ὑμεῖς ἔλεος ἐν τῷ οἴκῳ τοῦ πατρός μου,"],["13","καὶ ζωγρήσατε τὸν οἶκον τοῦ πατρὸς μου, τὴν μητέρα μου, καὶ τοὺς ἀδελφούς μου, καὶ πάντα τὸν οἶκόν μου, καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς, καὶ ἐξελεῖσθε τὴν ψυχήν μου ἐκ θανάτου."],["14","Καὶ εἶπαν αὐτῇ οἱ ἄνδρες, ἡ ψυχὴ ἡμῶν ἀνθʼ ὑμῶν εἰς θάνατον· καὶ αὐτὴ εἶπεν, ὡς ἂν παραδῷ Κύριος ὑμῖν τὴν πόλιν, ποιήσετε εἰς ἐμὲ ἔλεος καὶ ἀλήθειαν."],["15","Καὶ κατεχάλασεν αὐτοὺς διὰ τῆς θυρίδος,"],["16","καὶ εἶπεν αὐτοῖς, εἰς τὴν ὀρεινὴν ἀπέλθετε, μὴ συναντήσωσιν ὑμῖν οἱ καταδιώκοντες, καὶ κρυβήσεσθε ἐκεῖ τρεῖς ἡμέρας ἕως ἂν ἀποστρέψωσιν οἱ καταδιώκοντες ὀπίσω ὑμῶν, καὶ μετὰ ταῦτα ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν."],["17","Καὶ εἶπαν πρὸς αὐτὴν οἱ ἄνδρες, ἀθῶοι ἐσμὲν τῷ ὅρκῳ σου τούτῳ."],["18","Ἰδοὺ ἡμεῖς εἰσπορευόμεθα εἰς μέρος τῆς πόλεως, καὶ θήσεις τὸ σημεῖον, τὸ σπαρτίον τὸ κόκκινον τοῦτο ἐκδήσεις εἰς τὴν θυρίδα διʼ ἧς κατεβίβασας ἡμᾶς διʼ αὐτῆς· τὸν δὲ πατέρα σου, καὶ τὴν μητέρα σου, καὶ τοὺς ἀδελφούς σου, καὶ πάντα τὸν οἶκον τοῦ πατρός σου συνάξεις πρὸς σεαυτὴν εἰς τὴν οἰκίαν σου."],["19","Καὶ ἔσται πᾶς ὃς ἂν ἐξέλθῃ τὴν θύραν τῆς οἰκίας σου ἔξω, ἔνοχος ἑαυτῷ ἔσται, ἡμεῖς δὲ ἀθῶοι τῷ ὅρκῳ σου τούτῳ· καὶ ὅσοι ἐὰν γένωνται μετὰ σοῦ ἐν τῇ οἰκίᾳ σου, ἡμεῖς ἔνοχοι ἐσόμεθα."],["20","Ἐὰν δέ τις ἡμᾶς ἀδικήσῃ ἢ καὶ ἀποκαλύψῃ τοὺς λόγους ἡμῶν τούτους, ἐσόμεθα ἀθῶοι τῷ ὅρκῳ σου τούτῳ."],["21","Καὶ εἶπεν αὐτοῖς, κατὰ τὸ ῥῆμα ὑμῶν ἔστω· καὶ ἐξαπέστειλεν αὐτοὺς, καὶ ἐπορεύθησαν."],["22","Καὶ ἤλθοσαν εἰς τὴν ὀρεινήν, καὶ κατέμειναν ἐκεῖ τρεῖς ἡμέρας· καὶ ἐξεζήτησαν οἱ καταδιώκοντες πάσας τὰς ὁδοὺς, καὶ οὐχ εὕροσαν."],["23","Καὶ ὑπέστρεψαν οἱ δύο νεανίσκοι, καὶ κατέβησαν ἐκ τοῦ ὄρους· καὶ διέβησαν πρὸς Ἰησοῦν υἱὸν Ναυὴ, καὶ διηγήσαντο αὐτῷ πάντα τὰ συμβεβηκότα αὐτοῖς."],["24","Καὶ εἶπαν πρὸς Ἰησοῦν, ὅτι παραδέδωκε Κύριος πᾶσαν τὴν γῆν ἐν χειρὶ ἡμῶν, καὶ κατέπτηχε πᾶς ὁ κατοικῶν τὴν γῆν ἐκείνην ἀφʼ ἡμῶν."]],[["1","Καὶ ὤρθρισεν Ἰησοῦς τοπρωῒ, καὶ ἀπῇρεν ἐκ Σαττὶν, καὶ ἤλθοσαν ἕως τοῦ Ἰορδάνου, καὶ κατέλυσαν ἐκεῖ πρὸ τοῦ διαβῆναι."],["2","Καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας διῆλθον οἱ γραμματεῖς διὰ τῆς παρεμβολῆς,"],["3","καὶ ἐνετείλαντο τῷ λαῷ, λέγοντες, ὅταν ἴδητε τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς Λευίτας αἴροντας αὐτὴν, ἀπαρεῖτε ἀπὸ τῶν τόπων ὑμῶν, καὶ πορεύσεσθε ὀπίσω αὐτῆς."],["4","Ἀλλὰ μακρὰν ἔστω ἀναμέσον ὑμῶν καὶ ἐκείνης, ὅσον δισχιλίους πήχεις στήσεσθε· μὴ προσεγγίσητε αὐτῇ, ἵνα ἐπίστησθε τὴν ὁδὸν, ἣν πορεύσεσθε αὐτήν· οὐ γὰρ πεπόρευσθε τὴν ὁδὸν ἀπʼ ἐχθὲς καὶ τρίτης ἡμέρας."],["5","Καὶ εἶπεν Ἰησοῦς τῷ λαῷ, ἁγνίσασθε εἰς αὔριον, ὅτι αὔριον ποιήσει Κύριος ἐν ὑμῖν θαυμαστά."],["6","Καὶ εἶπεν Ἰησοῦς τοῖς ἱερεῦσιν, ἄρατε τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ προπορεύεσθε τοῦ λαοῦ· καὶ ᾖραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ ἐπορεύοντο ἔμπροσθεν τοῦ λαοῦ."],["7","Καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε κατενώπιον πάντων υἱῶν Ἰσραὴλ, ἵνα γνῶσιν ὅτι καθότι ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ."],["8","Καὶ νῦν ἔντειλαι τοῖς ἱερεῦσι τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης, λέγων, ὠς ἂν εἰσέλθητε ἐπὶ μέρους τοῦ ὕδατος τοῦ Ἰορδάνου, καὶ ἐν τῷ Ἰορδάνῃ στήσεσθε."],["9","Καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰσραὴλ, προσαγάγετε ὧδε, καὶ ἀκούσατε τὸ ῥῆμα Κυρίου τοῦ Θεοῦ ἡμῶν."],["10","Ἐν τούτῳ γνώσεσθε, ὅτι Θεὸς ζῶν ἐν ὑμῖν, καὶ ὀλοθρεύων ὀλοθρεύσει ἀπὸ προσώπου ἡμῶν τὸν Χαναναῖον, καὶ τὸν Χετταῖον, καὶ τὸν Φερεζαῖον, καὶ τὸν Εὐαῖον, καὶ τὸν Ἀμοῤῥαῖον, καὶ τὸν Γεργεσαῖον, καὶ τὸν Ἰεβουσαῖον."],["11","Ἰδοὺ ἡ κιβωτὸς διαθήκης Κυρίου πάσης τῆς γῆς διαβαίνει τὸν Ἰορδάνην."],["12","Προχειρίσασθε ὑμῖν δώδεκα ἄνδρας ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, ἕνα ἀφʼ ἑκάστης φυλῆς."],["13","Καὶ ἔσται, ὡς ἂν καταπαύσωσιν οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου πάσης τῆς γῆς ἐν τῷ ὕδατι τοῦ Ἰορδάνου, τὸ ὕδωρ τοῦ Ἰορδάνου ἐκλείψει, τὸ δὲ ὕδωρ τὸ καταβαῖνον στήσεται."],["14","Καὶ ἀπῇρεν ὁ λαὸς ἐκ τῶν σκηνωμάτων αὐτῶν διαβῆναι τὸν Ἰορδάνην, οἱ δὲ ἱερεῖς ᾔροσαν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου πρότεροι τοῦ λαοῦ."],["15","Ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν Ἰορδάνην, καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ Ἰορδάνου· ὁ δὲ Ἰορδάνης ἐπληροῦτο καθʼ ὅλην τὴν κρηπίδα αὐτοῦ, ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν·"],["16","Καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν, ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καριαθιαρίμ· τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν Ἄραβα θάλασσαν ἁλὸς, ἕως εἰς τὸ τέλος ἐξέλιπε· καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ἱεριχώ."],["17","Καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ἰορδάνου· καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ διέβαινον διὰ ξηρᾶς, ἕως συνετέλεσε πᾶς ὁ λαὸς διαβαίνων τὸν Ἰορδάνην."]],[["1","Καὶ ἐπεὶ συνετέλεσε πᾶς ὁ λαὸς διαβαίνων τὸν Ἰορδανην, καὶ εἶπε, Κύριος τῷ Ἰησοῖ, λέγων,"],["2","ταραλαβὼν ἄνδρας ἀπὸ τοῦ λαοῦ, ἕνα ἀφʼ ἑκάστης φυλῆς,"],["3","σύνταξον αὐτοῖς· καὶ ἀνέλεσθε ἐκ μέσου τοῦ Ἰορδάνου ἑτοίμους δώδεκα λίθους, καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν αὐτοῖς, θέτε αὐτοὺς ἐν τῇ στρατοπεδίᾳ ὑμῶν, οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα."],["4","Καὶ ἀνακαλεσάμενος Ἰησοῦς δώδεκα ἄνδρας τῶν ἐνδόξων ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, ἕνα ἀφʼ ἑκάστης φυλῆς,"],["5","εἶπεν αὐτοῖς, προσαγάγετε ἔμπροσθέν μου πρὸ προσώπου Κυρίου εἰς μέσον τοῦ Ἰροδάνου· καὶ ἀνελόμενος ἐκεῖθεν ἕκαστος λίθον, ἀράτω ἐπὶ τῶν ὤμων αὐτοῦ κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Ἰσραὴλ,"],["6","ἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διαπαντός· ἵνα ὅταν ἐρωτᾷ σε ὁ υἱός σου αὔριον λέγων, τί εἰσιν οἱ λιθοι οὗτοι ἡμῖν;"],["7","Καὶ σὺ δηλώσεις τῷ υἱῷ σου, λέγων, ὅτι ἐξέλιπεν ὁ Ἰορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτοῦ διαθήκης Κυρίου πάσης τῆς γῆς, ὡς διέβαινεν αὐτόν· καὶ ἔσονται οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς Ἰσραὴλ ἕως τοῦ αἰῶνος."],["8","Καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ἰσραὴλ, καθότι ἐνετείλατο Κύριος τῷ Ἰησοῖ· καὶ ἀναλαβόντες δώδεκα λίθους ἐκ μέσου τοῦ Ἰορδάνου, καθάπερ συνέταξε Κύριος τῷ Ἰησοῖ ἐν τῇ συντελείᾳ τῆς διαβάσεως τῶν υἱῶν Ἰσραὴλ, καὶ διεκόμισαν ἅμα ἑαυτοῖς εἰς τὴν παρεμβολὴν, καὶ ἀπέθηκαν ἐκεῖ."],["9","Ἔστησε δὲ Ἰησοῦς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτῷ τῷ Ἰορδάνῃ, ἐν τῷ γενομένῳ τόπῳ ὑπὸ τοὺς πόδας τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου· καὶ εἰσὶν ἐκεῖ ἕως τῆς σήμερον ἡμέρας."],["10","Εἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐν τῷ Ἰορδάνῃ, ἕως οὗ συνετέλεσεν Ἰησοῦς πάντα ἃ ἐνετείλατο Κύριος ἀναγγεῖλαι τῷ λαῷ· καὶ ἔσπευσεν ὁ λαὸς, καὶ διέβησαν."],["11","Καὶ ἐγένετο ὡς συνετέλεσε πᾶς ὁ λαὸς διαβῆναι, καὶ διέβη ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου, καὶ οἱ λίθοι ἔμπροσθεν αὐτῶν."],["12","Καὶ διέβησαν οἱ υἱοὶ Ῥουβὴν, καὶ οἱ υἱοὶ Γὰδ, καὶ οἱ ἡμίσεις φυλῆς Μανασσῆ διεσκευασμένοι ἔμπροσθεν τῶν υἱῶν Ἰσραὴλ, καθάπερ ἐνετείλατο αὐτοῖς Μωυσῆς."],["13","Τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον Κυρίου εἰς πόλεμον πρὸς τὴν Ἱεριχὼ πόλιν."],["14","Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ηὔξησε Κύριος τὸν Ἰησοῦν ἐναντίον τοῦ παντὸς γένους Ἰσραὴλ· καὶ ἐφοβοῦντο αὐτὸν, ὥσπερ Μωυσῆν, ὅσον χρόνον ἔζη."],["15","Καὶ εἶπε Κύριος τῷ Ἰησοῖ, λέγων,"],["16","ἔντειλαι τοῖς ἱερεῦσι τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης τοῦ μαρτυρίου Κυρίου, ἐκβῆναι ἐκ τοῦ Ἰορδάνου."],["17","Καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἱερεῦσι, λέγων, ἔκβητε ἐκ τοῦ Ἰορδάνου."],["18","Καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐκ τοῦ Ἰορδάνου, καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τῆς γῆς, ὥρμησε τὸ ὕδωρ τοῦ Ἰορδάνου κατὰ χώραν, καὶ ἐπορεύετο καθὰ χθὲς καὶ τρίτην ἡμέραν διʼ ὅλης τῆς κρηπίδος."],["19","Καὶ ὁ λαὸς ἀνέβη ἐκ τοῦ Ἰορδάνου δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου· καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ Ἰσραὴλ ἑν Γαλγάλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τῆς Ἱεριχώ."],["20","Καὶ τοὺς δώδεκα λίθους τούτους, οὓς ἔλαβεν ἐκ τοῦ Ἰορδάνου, ἔστησεν Ἰησοῦς ἐν Γαλγάλοις,"],["21","λέγων, ὅταν ἐρωτῶσιν ὑμᾶς οἱ υἱοι ὑμῶν λέγοντες, τί εἰσιν οἱ λίθοι οὗτοι;"],["22","Ἀναγγείλατε τοῖς υἱοῖς ὑμῶν, ὅτι ἐπὶ ξηρᾶς διέβη Ἰσραὴλ τὸν Ἰορδάνην τοῦτον,"],["23","ἀποξηράναντος Κυρίου τοῦ Θεοῦ ἡμῶν τὸ ὕδωρ τοῦ Ἰορδάνου ἐκ τῶν ἔμπροσθεν αὐτῶν, μέχρις οὗ διέβησαν· καθάπερ ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν τὴν ἐρυθρὰν θάλασσαν, ἣν ἀπεξήρανε Κύριος ὁ Θεὸς ἡμῶν ἔμπροσθεν ἡμῶν, ἕως παρήλθομεν·"],["24","Ὅπως γνῶσι πάντα τὰ ἔθνη τῆς γῆς, ὅτι ἡ δύναμις τοῦ κυρίου ἰσχυρά ἐστι, καὶ ἵνα ὑμεῖς σέβησθε Κύριον τὸν Θεὸν ἡμῶν ἐν παντὶ ἔργῳ."]],[["1","Καὶ ἐγένετο ὡς ἤκουσαν οἱ βασιλεῖς τῶν Ἀμοῤῥαίων οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, καὶ οἱ βασιλεῖς τῆς Φοινίκης οἳ παρὰ τὴν θάλασσαν, ὅτι ἀπεξήρανε Κύριος ὁ Θεὸς τὸν Ἰορδάνην ποταμὸν ἐκ τῶν ἔμπροσθεν τῶν νἱῶν Ἰσραὴλ ἐν τῷ διαβαίνειν αὐτοὺς καὶ ἐτάκησαν αὐτῶν αἱ διάνοιαι, καὶ κατεπλάγησαν, καὶ οὐκ ἦν ἐν αὐτοῖς φρόνησις οὐδεμία ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ."],["2","Ὑπὸ δὲ τοῦτον τὸν καιρὸν εἶπε Κύριος τῷ Ἰησοῖ, ποίησον σεαυτῷ μαχαίρας πετρίνας ἐκ πέτρας ἀκροτόμου, καὶ καθίσας περίτεμε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ δευτέρον."],["3","Καὶ ἐποίησεν Ἰησοῦς μαχαίρας πετρίνας ἀκροτόμους, καὶ περιέτεμε τοὺς υἱοὺς Ἰσραὴλ ἐπὶ τοῦ καλουμένου τόπου, Βουνὸς τῶν ἀκροβυστιῶν."],["4","Ὃν δὲ τρόπον περιεκάθαρεν Ἰησοῦς τοὺς υἱοὺς Ἰσραήλ· ὅσοι ποτὲ ἐγένοντο ἐν τῇ ὁδῷ, καὶ ὅσοι ποτὲ ἀπερίτμητοι ἦσαν τῶν ἐξεληλυθότων ἐξ Αἰγύπτου,"],["5","πάντας τούτους περιέτεμεν Ἰησοῦς· τεσσαράκοντα γὰρ καὶ δύο ἔτη ἀνέστραπται Ἰσραὴλ ἐν τῇ ἐρήμῳ τῇ Μαβδαρίτιδτ."],["6","Διὸ ἀπερίτμητοι ἦσαν οἱ πλεῖστοι αὐτῶν τῶν μαχίμων τῶν ἐξεληλυθότων ἐκ γῆς Αἰγύπτου, οἱ ἀπειθήσαντες τῶν ἐντολῶν τοῦ Θεοῦ, οἷς καὶ διώρισε μὴ ἰδεῖν αὐτοὺς τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν αὐτῶν δοῦναι γῆν ῥέουσαν γάλα καὶ μέλι."],["7","Ἀντὶ δὲ τούτων ἀντικατέστησε τοὺς υἱοὺς αὐτῶν, οὓς Ἰησοῦς περιέτεμε, διὰ τὸ αὐτοὺς γεγεννῆσθαι κατὰ τὴν ὁδὸν ἀπεριτμήτους."],["8","Περιτμηθέντες δὲ ἡσυχίαν εἶχον αὐτόθι καθήμενοι ἐν τῇ παρεμβολῇ ἕως ὑγιάσθησαν."],["9","Καὶ εἶπε Κύριος τῷ Ἰησοῖ υἱῷ Ναυή, ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφʼ ὑμῶν· καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Γάλγαλα."],["10","Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἀφʼ ἑσπέρας ἐπὶ δυσμῶν Ἱεριχὼ ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν τῷ πεδίῳ."],["11","Καὶ ἐφάγοσαν ἀπὸ τοῦ σίτου τῆς γῆς ἄζυμα καὶ νέα."],["12","Ἐν ταύτῃ τῇ ἡμέρᾳ ἐξέλιπε τὸ μάννα μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἐκ τοῦ σίτου τῆς γῆς, καὶ οὐκέτι ὑπῆρχε τοῖς υἱοῖς Ἰσραὴλ μάννα· ἐκαρπίσαντο δὲ τὴν χώραν τῶν Φοινίκων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ."],["13","Καὶ ἐγένετο ὡς ἦν Ἰησοῦς ἐν Ἱεριχὼ, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν ἄνθρωπον ἑστηκότα ἐναντίον αὐτοῦ, καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ· καὶ προσελθὼν Ἰησοῦς, εἶπεν αὐτῷ, ἡμέτερος εἶ, ἢ τῶν ὑπεναντίων;"],["14","Ὁ δὲ εἶπεν αὐτῷ, ἐγὼ ἀρχιστράτηγος δυνάμεως Κυρίου, νυνὶ παραγέγονα. Καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ εἶπεν αὐτῷ, δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ;"],["15","Καὶ λέγει ὁ ἀρχιστράτηγος Κυρίου πρὸς Ἰησοῦν, Λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐφʼ ᾧ νῦν ἔστηκας ἐπʼ αὐτοῦ, ἅγιός ἐστι."]],[["1","Καὶ Ἱεριχὼ συρκεκλεισμένη καὶ ὠχυρωμένη, καὶ οὐδεὶς ἐξεπορεύετο ἐξ αὐτῆς, οὐδὲ εἰσεπορεύετο."],["2","Καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν, ἰδον ἐγὼ παραδίδωμι ὑποχείριόν σοι τὴν Ἱεριχὼ, καὶ τὸν βασιλέα αὐτῆς τὸν ἐν αὐτῇ, δυνατοὺς ὄντας ἐν ἰσχύϊ."],["3","Σὺ δὲ περίστησον αὐτῇ τοὺς μαχίμους κύκλῳ."],["5","Καὶ ἔσται ὡς ἂν σαλπίσητε τῇ σάλπιγγι, ἀνακραγέτω πᾶς ὁ λαὸς ἅμα, καὶ ἀνακραγόντων αὐτῶν πεσεῖται αὐτόματα τὰ τείχη τῆς πόλεως, καὶ εἰσελεύσεται πᾶς ὁ λαὸς ὁρμήσας ἕκαστος κατὰ πρόσωπον εἰς τὴν πόλιν."],["6","Καὶ εἰσῆλθεν Ἰησοῦς ὁ τοῦ Ναυῆ πρὸς τοὺς ἱερεῖς,"],["7","καὶ εἶπεν αὐτοῖς, λέγων, παραγγείλατε τῷ λαῷ περιελθεῖν, καὶ κυκλῶσαι τὴν πόλιν· καὶ οἱ μάχιμοι παραπορευέσθωσαν ἐνωπλισμένοι ἐναντίον Κυρίου."],["8","Καὶ ἑπτὰ ἱερεῖς ἔχοντες ἑπτὰ σάλπιγγας ἱερὰς παρελθέτωσαν ὡσαύτως ἐναντίον τοῦ Κυρίου, καὶ σημαινέτωσαν εὐτόνως· καὶ ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου ἐπακολουθείτω."],["9","Οἱ δὲ μάχιμοι παραπορευέσθωσαν ἔμπροσθεν, καὶ οἱ ἱερεῖς οἱ οὐραγοῦντες ὀπίσω τῆς κιβωτοῦ τῆς διαθήκης Κυρίου σαλπίζοντες."],["10","Τῷ δὲ λαῷ ἐνετείλατο Ἰησοῦς, λέγων, μὴ βοᾶτε, μηδὲ ἀκουσάτω μηδεὶς τὴν φωνὴν ὑμῶν, ἕως ἂν ἡμέραν διαγγείλῃ αὐτὸς ἀναβοῆσαι, καὶ τότε ἀναβοήσετε·"],["11","Καὶ περιελθοῦσα ἡ κιβωτὸς τῆς διαθήκης τοῦ Θεοῦ εὐθέως ἀπῆλθεν εἰς τὴν παρεμβολὴν, καὶ ἐκοιμήθη ἐκεῖ."],["12","Καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ ἀνέστη Ἰησοῦς τοπρωῒ, καὶ ᾖραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου."],["13","Καὶ οἱ ἑπτὰ ἱερεῖς οἱ φέροντες τὰς σάλπιγγας τὰς ἑπτὰ προεπορεύοντο ἐναντίον Κυρίου· καὶ μετὰ ταῦτα εἰσεπορεύοντο οἱ μάχιμοι, καὶ ὁ λοιπὸς ὄχλος ὄπισθεν τῆς κιβωτοῦ τῆς διαθήκης Κυρίου·"],["14","καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξι, καὶ ὁ λοιπὸς ὄχλος ἅπας περιεκύκλωσε τὴν πόλιν ἑξάκις ἐγγύθεν, καὶ ἀπῆλθε πάλιν εἰς τὴν παρεμβολήν· οὕτως ἐποίει ἐπὶ ἓξ ἡμέρας."],["15","Καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀνέστησαν ὄρθρου, καὶ περιήλθοσαν τὴν πόλιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἑπτάκις."],["16","Καὶ ἐγένετο τῇ περιόδῳ τῇ ἑβδόμῃ ἐσάλπισαν οἱ ἱερεῖς· καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰσραὴλ, κεκράξατε, παρέδωκε γὰρ Κύριος ὑμῖν τὴν πόλιν."],["17","Καὶ ἔσται ἡ πόλις ἀνάθεμα, αὐτὴ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ, Κυρὶῳ σαβαώθ· πλὴν Ῥαὰβ τὴν πόρνην περιποιήσασθε αὐτὴν, καὶ πάντα ὅσα ἐστὶν ἐν τῷ οἴκῳ αὐτῆς."],["18","Ἀγγὰ ὑμεῖς φυλάξεσθε σφόδρα ἀπὸ τοῦ ἀναθέματος, μήποτε ἐνθυμηθέντες ὑμεῖς αὐτοὶ λάβητε ἀπὸ τοῦ ἀναθέματος, καὶ ποιήσητε τὴν παρεμβολὴν τῶν υἱῶν Ἰσραὴλ ἀνάθεμα, καὶ ἐκτρίψητε ἡμᾶς."],["19","Καὶ πᾶν ἀργύριον ἢ χρυσίον, ἢ χαλκὸς ἢ σίδηρος, ἅγιον ἔσται τῷ Κυρὶῳ· εἰς θησαυρὸν Κυρίου εἰσενεχθήσεται."],["20","Καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν οἱ ἱερεῖς· ὡς δὲ ἤκουσεν ὁ λαὸς τῶν σαλπίγγων, ἠλάλαξε πᾶς ὁ λαὸς ἅμα ἀλαλαγμῷ μεγάλῳ καὶ ἰσχυρῷ· καὶ ἔπεσεν ἅπαν τὸ τεῖχος κύκλῳ· καὶ ἀνέβη πᾶς ὁ λαὸς εἰς τὴν πόλιν."],["21","Καὶ ἀνεθεμάτισεν αὐτὴν Ἰησοῦς, καὶ ὅσα ἦν ἐν τῇ πόλει ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς, ἀπὸ νεανίσκου καὶ ἕως πρεσβύτου, καὶ ἕως μόσχου καὶ ὑποζυγίου, ἐν στόματι ῥομφαίας."],["22","Καὶ τοῖς δυσὶ νεανίσκοις τοῖς κατασκοπεύσασιν εἶπεν Ἰησοῦς, εἰσέλθατε εἰς τὴν οἰκίαν τῆς γυναικὸς, καὶ ἐξαγάγετε αὐτὴν ἐκεῖθεν, καὶ ὅσα ἐστὶν αὐτῇ."],["23","Καὶ εἰσῆλθον οἱ δύο νεανίσκοι οἱ κατασκοπεύσαντες τὴν πόλιν, εἰς τὴν οἰκίαν τῆς γυναικὸς, καὶ ἐξηγάγοσαν Ῥαὰβ τὴν πόρνην, καὶ τὸν πατέρα αὐτῆς, καὶ τὴν μητέρα αὐτῆς, καὶ τοὺς ἀδελφοὺς αὐτῆς, καὶ τὴν συγγένειαν αὐτῆς, καὶ πάντα ὅσα ἦν αὐτῆ· καὶ κατέστησαν αὐτὴν ἔξω τῆς παρεμβολῆς Ἰσραήλ."],["24","Καὶ ἡ πόλις ἐνεπρήσθη ἐν πυρισμῷ σὺν πᾶσι τοῖς ἐν αὐτῇ· πλὴν ἀργυρίου καὶ χρυσίου καὶ χαλκοῦ καὶ σιδήρου ἔδωκαν εἰς θησαυρὸν Κυρίου εἰσενεχθῆναι."],["25","Καὶ Ῥαὰβ τὴν πόρνην, καὶ πάντα τὸν οἶκον αὐτῆς τὸν πατρικὸν ἐζώγρησεν Ἰησοῦς· καὶ κατῴκισεν ἐν τῷ Ἰσραὴλ ἕως τῆς σήμερον ἡμέρας, διότι ἔκρυψε τοὺς κατασκοπεύαντας, οὓς ἀπέστειλεν Ἰησοῦς κατασκοπεῦσαι τὴν Ἱεριχώ."],["26","Καὶ ὥρκισεν Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐναντίον Κυρίου, λέγων, ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς οἰκοδομήσει τὴν πόλιν ἐκείνην· ἐν τῷ πρωτοτόκῳ αὐτοῦ θεμελιώσει αὐτὴν, καὶ ἐν τῷ ἐλαχίστῳ αὐτοῦ ἐπιστήσει τὰς πύλας αὐτῆς. Καὶ οὕτως ἐποίησεν Ὁζᾶν ὁ ἐκ Βαιθήλ· ἐν τῷ Ἀβιρὼν τῷ πρωτοτόκῳ ἐθεμελίωσεν αὐτὴν, καὶ ἐν τῷ ἐλαχίστῳ διασωθέντι ἐπέστησε τὰς πύλας αὐτῆς."],["27","Καὶ ἦν Κύριος μετὰ Ἰησοῦ, καὶ ἦν τὸ ὄνομα αὐτοῦ κατὰ πᾶσαν τὴν γῆν."]],[["1","Καὶ ἐπλημμέλησαν οἱ υἱοὶ Ἰσραὴλ πλημμέλιαν μεγάλην, καὶ ἐνοσφίσαντο ἀπὸ τοῦ ἀναθέματος· καὶ ἔλαβεν Ἄχαρ υἱὸς Χαρμὶ υἱοῦ Ζαμβρὶ υἱοῦ Ζαρὰ ἐκ τῆς φυλῆς Ἰούδα ἀπὸ τοῦ ἀναθέματος· καὶ ἐθυμώθη Κύριος ὀργῇ τοῖς υἱοῖς Ἰσραήλ."],["2","Καὶ ἀπέστειλεν Ἰησοῦς ἄνδρας εἰς Γαὶ, ἥ ἐστι κατὰ Βαιθὴλ, λέγων, κατασκέψασθε τὴν Γαί"],["3","καὶ ἀνέβησαν οἱ ἄνδρες καὶ κατεσκέψαντο τὴν Γαί· Καὶ ἀνέστρεψαν πρὸς Ἰησοῦν, καὶ εἶπαν πρὸς αὐτὸν, μὴ ἀναβήτω πᾶς ὁ λαὸς, ἀλλʼ ὡσεὶ δισχίλιοι ἢ τρισχίλιοι ἄνδρες ἀναβήτωσαν καὶ ἐκπολιορκησάτωσαν τὴν πόλιν· μὴ ἀναγάγῃς ἐκεῖ τὸν λαὸν ἅπαντα, ὀλίγοι γάρ εἰσι."],["4","Καὶ ἀνέβησαν ὡσεὶ τρισχίλιοι ἄνδρες, καὶ ἔφυγον ἀπὸ προσώπου ἀνδρῶν Γαί."],["5","Καὶ ἀπέκτειναν ἀπʼ αὐτῶν ἄνδρες Γαὶ εἰς τριακονταὲξ ἄνδρας, καὶ κατεδίωξαν αὐτοὺς ἀπὸ τῆς πύλης, καὶ συνέτριψαν αὐτοὺς ἀπὸ τοῦ καταφεροῦς· καὶ ἐπτοήθη ἡ καρδία τοῦ λαοῦ, καὶ ἐγένετο ὥσπερ ὕδωρ."],["6","Καὶ διέῤῥηξεν Ἰησοῦς τὰ ἱμάτια αὐτοῦ· καὶ ἔπεσεν Ἰησοῦς ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον ἐναντίον Κυρίου ἕως ἑσπέρας, αὐτὸς καὶ οἱ πρεσβύτεροι Ἰσραήλ· καὶ ἐπεβάλοντο χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν."],["7","Καὶ εἶπεν Ἰησοῦς, δέομαι Κύριε· ἱνατί διεβίβασεν ὁ παῖς σου τὸν λαὸν τοῦτον τὸν Ἰορδάνην παραδοῦναι αὐτὸν τῷ Ἀμοῤῥαίῳ, ἀπολέσαι ἡμᾶς; καὶ εἰ κατεμείναμεν καὶ κατῳκίσθημεν παρὰ τὸν Ἰορδάνην."],["8","Καὶ τί ἐρῶ ἐπεὶ μετέβαλεν Ἰσραὴλ αὐχένα ἀπέναντι τοῦ ἐχθροῦ αὐτοῦ;"],["9","Καὶ ἀκούσας ὁ Χαναναῖος καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν, περικυκλώσουσιν ἡμᾶς, καὶ ἐκτρίψουσιν ἡμᾶς ἀπὸ τῆς γῆς· καὶ τί ποιήσεις τὸ ὄνομά σου τὸ μέγα;"],["10","Καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν, ἀνάστηθι, ἱνατί τοῦτο σὺ πέπτωκας ἐπὶ πρόσωπόν σου;"],["11","Ἡμάρτηκεν ὁ λαὸς καὶ παρέβη τὴν διαθήκην, ἣν διεθέμην πρὸς αὐτοὺς, κλέψαντες ἀπὸ τοῦ ἀναθέματος ἐνέβαλον εἰς τὰ σκεύη αὐτῶν."],["12","Καὶ οὐ μὴ δύνωνται οἱ υἱοὶ Ἰσραὴλ ὑποστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν· αὐχένα ὑποστρέψουσιν ἔναντι τῶν ἐχθρῶν αὐτῶν, ὅτι ἐγενήθησαν ἀνάθεμα· οὐ προσθήσω ἔτι εἶναι μεθʼ ὑμῶν, ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν."],["13","Ἀναστὰς ἁγίασον τὸν λαὸν, καὶ εἶπον ἁγιασθῆναι εἰσαύριον· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, τὸ ἀνάθεμά ἐστιν ἐν ὑμῖν· οὐ δυνήσεσθε ἀντιστῆναι ἀπέναντι τῶν ἐχθρῶν ὑμῶν, ἕως ἂν ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν."],["14","Καὶ συναχθήσεσθε πάντες τοπρωῒ κατὰ φυλὰς, καὶ ἔσται ἡ φυλὴ ἣν ἂν δείξῃ Κύριος, προσάξετε κατὰ δήμους· καὶ τὸν δῆμον ὃν ἂν δείξῃ Κύριος, προσάξετε κατʼ οἶκον· καὶ τὸν οἶκον ὃν ἂν δέξῃ Κύριος, προσάξετε κατʼ ἄνδρα."],["15","Καὶ ὃς ἂν ἐνδειχθῇ, κατακαυθήσεται ἐν πυρὶ, καὶ πάντα ὅσα ἐστὶν αὐτῷ· ὅτι παρέβη τὴν διαθήκην Κυρίου, καὶ ἐποίησεν ἀνόμημα ἐν Ἰσραήλ."],["16","Καὶ ὤρθρισεν Ἰησοῦς, καὶ προσήγαγε τὸν λαὸν κατὰ φυλάς· καὶ ἐνεδείχθη ἡ φυλὴ Ἰούδα."],["17","Καὶ προσήχθη κατὰ δήμους, καὶ ἐνεδείχθη δῆμος Ζαραΐ. Καὶ προσήχθη κατʼ ἄνδρα,"],["18","καὶ ἐνεδείχθη Ἄχαρ υἱὸς Ζαμβρὶ υἱοῦ Ζάρά."],["19","Καὶ εἶπεν Ἰησοῦς τῷ Ἄχαρ, δὸς δόξαν σήμερον τῷ Κυρίῳ Θεῷ Ἰσραὴλ, καὶ δὸς τὴν ἐξομολόγησιν, καὶ ἀνάγγειλόν μοι τί ἐποίησας, καὶ μὴ κρύψῃς ἀπʼ ἐμοῦ."],["20","Καὶ ἀπεκρίθη Ἄχαρ τῷ Ἰησοῖ, καὶ εἶπεν, ἀληθῶς ἥμαρτον ἐναντίον Κυρίου τοῦ Θεοῦ Ἰσραήλ· οὕτως καὶ οὕτως ἐποίησα."],["21","Εἶδον ἐν τῇ προνομῇ ψιλὴν ποικίλην, καὶ διακόσια δίδραχμα ἀργυρίου, καὶ γλῶσσαν μίαν χρυσῆν πεντήκοντα διδράχμων, καὶ ἐνθυμηθεὶς αὐτῶν ἔλαβον· καὶ ἰδοὺ αὐτὰ ἐγκέκρυπται ἐν τῇ σκηνῇ μου, καὶ τὸ ἀργύριον κέκρυπται ὑποκάτω αὐτῶν."],["22","Καὶ ἀπέστειλεν Ἰησοῦς ἀγγέλους, καὶ ἔδραμον εἰς τὴν σκηνὴν εἰς τὴν παρεμβολήν· καὶ ταῦτα ἦν κεκρυμμένα εἰς τὴν σκηνὴν αὐτοῦ, καὶ τὸ ἀργύριον ὑποκάτω αὐτῶν."],["23","Καὶ ἐξήνεγκαν αὐτὰ ἐκ τῆς σκηνῆς, καὶ ἤνεγκαν πρὸς Ἰησοῦν καὶ τοὺς πρεσβυτέρους Ἰσραὴλ, καὶ ἔθηκαν αὐτὰ ἔναντι Κυρίου."],["24","Καὶ ἔλαβεν Ἰησοῦς τὸν Ἄχαρ υἱὸν Ζαρὰ, καὶ ἀνήγαγεν αὐτὸν εἰς φάραγγα Ἀχὼρ, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς θυγατέρας αὐτοῦ, καὶ τοὺς μόσχους αὐτοῦ, καὶ τὰ ὑποζύγια αὐτοῦ, καὶ πάντα τὰ πρόβατα αὐτοῦ, καὶ τὴν σκηνὴν αὐτοῦ, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ πᾶς ὁ λαὸς μετʼ αὐτοῦ· καὶ ἀνήγαγεν αὐτοὺς εἰς Ἐμεκαχώρ."],["25","Καὶ εἶπεν Ἰησοῦς τῷ Ἄχαρ, τί ὠλόθρευσας ἡμᾶς; ἐξολοθρεύσαι σε Κύριος καθὰ καὶ σήμερον."],["26","Καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις πᾶς Ἰσραὴλ, καὶ ἐπέστησαν αὐτῷ σωρὸν λίθων μέγαν· καὶ ἐπαύσατο Κύριος τοῦ θυμοῦ τῆς ὀργῆς. Διὰ τοῦτο ἐπωνόμασεν αὐτὸ Ἐμεκαχὼρ ἕως τῆς ἡμέρας ταύτης."]],[["1","Καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν, μὴ φοβηθῇς, μηδὲ δειλιάσῃς· λάβε μετὰ σοῦ πάντας τοὺς ἄνδρας τοὺς πολεμιστάς, καὶ ἀναστὰς ἀνάβηθι εἰς Γαί· ἰδοὺ δέδωκα εἰς τὰς χεῖράς σου τὸν βασιλέα Γαὶ, καὶ τὴν γῆν αὐτοῦ."],["2","Καὶ ποιήσεις τὴν Γαὶ, ὃν τρόπον ἐποίησας τὴν Ἱεριχὼ, καὶ τὸν βασιλέα αὐτῆς· καὶ τὴν προνομὴν τῶν κτηνῶν προνομεύσεις σεαυτῷ· κατάστησον δὲ σεαυτῷ ἔνεδρα τῇ πόλει εἰς τὰ ὀπίσω."],["3","Καὶ ἀνέστη Ἰησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ὥστε ἀναβῆναι εἰς Γαί. ἐπέλεξε δὲ Ἰησοῦς τριάκοντα χιλιάδας ἀνδρῶν δυνατοὺς ἐν ἰσχύϊ, καὶ ἀπέστειλεν αὐτοὺς νυκτός."],["4","Καὶ ἐνετείλατο αὐτοῖς, λέγων, ὑμεῖς ἐνεδρεύσατε ὀπίσω τῆς πόλεως· μὴ μακρὰν γίνεσθε ἀπὸ τῆς πόλεως, καὶ ἔσεσθε πάντες ἕτοιμοι."],["5","Καὶ ἐγὼ καὶ πάντες οἱ μετʼ ἐμοῦ προσάξομεν πρὸς τὴν πόλιν· καὶ ἔσται ὡς ἂν ἐξέλθωσιν οἱ κατοικοῦντες Γαὶ εἰς συνάντησιν ἡμῖν, καθάπερ καὶ πρώην, καὶ φευξόμεθα ἀπὸ προσώπου αὐτῶν."],["6","Καὶ ὡς ἂν ἐξέλθωσιν ὀπίσω ἡμῶν, ἀποσπάσομεν αὐτοὺς ἀπὸ τῆς πόλεως· καὶ ἐροῦσι, φεύγουσιν οὗτοι ἀπὸ προσώπου ἡμῶν, ὃν τρόπον καὶ ἔμπροσθεν."],["7","Ὑμεῖς δὲ ἐξαναστήσεσθε ἐκ τῆς ἐνέδρας, καὶ πορεύσεσθε εἰς τὴν πόλιν."],["8","Κατὰ τὸ ῥῆμα τοῦτο ποιήσετε· ἰδοὺ ἐντέταλμαι ὑμῖν."],["9","Καὶ ἀπέστειλεν αὐτοὺς Ἰησοῦς, καὶ ἐπορεύθησαν εἰς τὴν ἔνεδραν· καὶ ἐνεκάθισαν ἀναμέσον Βαιθὴλ καὶ ἀναμέσον Γαὶ, ἀπὸ θαλάσσης τῆς Γαί."],["10","Καὶ ὀρθρίσας Ἰησοῦς τοπρωῒ, ἐπεσκέψατο τὸν λαόν· καὶ ἀνέβησαν αὐτὸς καὶ οἱ πρεσβύτεροι κατὰ πρόσωπον τοῦ λαοῦ ἐπὶ Γαί."],["11","Καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετʼ αὐτοῦ ἀνέβησαν· καὶ πορευόμενοι ἦλθον ἐξεναντίας τῆς πόλεως ἀπὸ ἀνατολῶν."],["12","Καὶ τὰ ἔνεδρα τῆς πόλεως ἀπὸ θαλάσσης·"],["14","Καὶ ἐγένετο ὡς εἶδε βασιλεὺς Γαὶ, ἔσπευσε καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτοῖς ἐπʼ εὐθείας εἰς τὸν πόλεμον, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ μετʼ αὐτοῦ· καὶ αὐτὸς οὐκ ᾔδει ὅτι ἔνεδρα αὐτῷ ἐστιν ὀπίσω τῆς πόλεως."],["15","Καὶ εἶδε, καὶ ἀνεχώρησεν Ἰησοῦς καὶ Ἰσραὴλ ἀπὸ προσώπου αὐτῶν."],["16","Καὶ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ἰσραήλ· καὶ αὐτοὶ ἀπέστησαν ἀπὸ τῆς πόλεως."],["17","Οὐ κατελείφθη οὐδεὶς ἐν τῇ Γαὶ, ὃς οὐ κατεδίωξεν ὀπίσω Ἰσραήλ· καὶ κατέλιπον τὴν πόλιν ἠνεῳγμένην, καὶ κατεδίωξαν ὀπίσω Ἰσραήλ·"],["18","Καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν, ἔκτεινον τὴν χεῖρά σου ἐν τῷ γαισῷ τῷ ἐν τῇ χειρί σου ἐπὶ τὴν πόλιν, εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτήν· καὶ τὰ ἔνεδρα ἐξαναστήσονται ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν. Καὶ ἐξέτεινεν Ἰησοῦς τὴν χεῖρα αὐτοῦ τὸν γαισὸν ἐπὶ τὴν πόλιν·"],["19","καὶ τὰ ἔνεδρα ἐξανέστησαν ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν· καὶ ἐξήλθοσαν ὅτε ἐξέτεινε τὴν χεῖρα, καὶ εἰσήλθοσαν καὶτὴν πόλιν, καὶ κατελάβοντο αὐτήν· καὶ σπεύσαντες ἐνέπρησαν τὴν πόλιν ἐν πυρί."],["20","Καὶ περιβλέψαντες οἱ κάτοικοι Γαὶ εἰς τὰ ὀπίσω αὐτῶν, καὶ ἐθεώρουν καπνὸν ἀναβαίνοντα ἐκ τῆς πόλεως εἰς τὸν οὐρανόν· καὶ οὐκ ἔτι εἶχον ποῦ φύγωσιν ὧδε ἢ ὧδε."],["21","Καὶ Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ εἶδον, ὅτι ἔλαβον τὰ ἔνεδρα τὴν πόλιν, καὶ ὅτι ἀνέβη ὁ καπνὸς τῆς πόλεως εἰς τὸν οὐρανόν· καὶ μεταβαλλόμενοι, ἐπάταξαν τοὺς ἄνδρας τῆς Γαί."],["22","Καὶ οὗτοι ἐξήλθοσαν ἐκ τῆς πόλεως εἰς συνάντησιν· καὶ ἐκενήθησαν ἀναμέσον τῆς παρεμβολῆς, οὗτοι ἐντεῦθεν καὶ οὗτοι ἐντεῦθεν· καὶ ἐπάταξαν αὐτοὺς ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσωσμένον καὶ διαπεφευγότα."],["23","Καὶ τὸν βασιλέα τῆς Γαὶ συνέλαβον ζῶντα, καὶ προσήγαγον αὐτὸν πρὸς Ἰησοῦν."],["24","Καὶ ὡς ἐπαύσαντο οἱ υἱοὶ Ἰσραὴλ ἀποκτείνοντες πάντας τοὺς ἐν τῇ Γαὶ, καὶ τοὺς ἐν τοῖς πεδίοις, καὶ ἐν τῷ ὄρει ἐπὶ τῆς καταβάσεως, οὗ κατεδίωξαν αὐτοὺς ἀπʼ αὐτῆς εἰς τέλος, καὶ ἐπέστρεψεν Ἰησοῦς εἰς Γαὶ, καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ῥομφαίας."],["25","Καὶ ἐγενήθησαν οἱ πεσόντες ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ ἄνδρος καὶ ἕως γυναικὸς, δώδεκα χιλιάδες, πάντας τοὺς κατοικοῦντας Γαί."],["27","Πλὴν τῶν σκύλων τῶν ἐν τῇ πόλει πάντα, ἃ ἐπρονόμευσαν ἑαυτοῖς οἱ υἱοὶ Ἰσραήλ κατὰ πρόσταγμα Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Ἰησοῖ."],["28","Καὶ ἐνεπύρισεν Ἰησοῦς τὴν πόλιν ἐν πυρί· χῶμα ἀοίκητον εἰς τὸν αἰῶνα ἔθηκεν αὐτὴν ἕως τῆς ἡμέρας ταύτης."],["29","Καὶ τὸν βασιλέα τῆς Γαὶ ἐκρέμασεν ἐπὶ ξύλου διδύμου· καὶ ἦν ἐπὶ τοῦ ξύλου ἕως ἑσπέρας· καὶ ἐπιδύνοντος τοῦ ἡλίου συνέταξεν Ἰησοῦς, καὶ καθείλοσαν τὸ σῶμα αὐτοῦ ἀπὸ τοῦ ξύλου, καὶ ἔῤῥιψαν αὐτὸ εἰς τὸν βόθρον· καὶ ἐπέστησαν αὐτῷ σωρὸν λίθων, ἕως τῆς ἡμέρας ταύτης."]],[["1","Ὡς δὲ ἤκουσαν οἱ βασιλεῖς τῶν Ἀμοῤῥαίων οἱ ἐν τῷ πέραν τοῦ Ἰορδάνου, οἱ ἐν τῇ ὀρεινῇ, καὶ οἱ ἐν τῇ πεδινῇ, καὶ οἱ ἐν πάσῃ τῇ παραλίᾳ τῆς θαλάσσης τῆς μεγάλης, καὶ οἱ πρὸς τῷ Ἀντιλιβάνῳ, καὶ οἱ Χετταῖοι, καὶ οἱ Χαναναῖοι, καὶ οἱ Φερεζαῖοι, καὶ οἱ Εὐαῖοι, καὶ οἱ Ἀμοῤῥαῖοι, καὶ οἱ Γεργεσαῖοι, καὶ οἱ Ἰεβουσαῖοι,"],["2","συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμῆσαι Ἰησοῦν καὶ Ἰσραὴλ ἅμα πάντες."],["2a","Τότε ᾠκοδόμησεν Ἰησοῦς θυσιαστήριον Κυρίῳ τῷ Θεῷ Ἰσραὴλ ἐν ὄρει Γαιβὰλ,"],["2b","καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων Κυρίου τοῖς υἱοῖς Ἰσραῆλ, καθὰ γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ, θυσιαστήριον λίθων ὁλοκλήρων, ἐφʼ οὓς οὐκ ἐπεβλήθη σίδηρος· καὶ ἀνεβίβασεν ἐκεῖ ὁλοκαυτώματα Κυρίῳ, καὶ θυσίαν σωτηρίου."],["2c","Καὶ ἔγραψεν Ἰησοῦς ἐπὶ τῶν λίθων τὸ δευτερονόμιον, νόμον Μωυσῆ, ἐνώπιον τῶν υἱῶν Ἰσραήλ."],["2d","Καὶ πᾶς Ἰσραὴλ, καὶ οἱ πρεσβύτεροι αὐτῶν, καὶ οἱ δικασταὶ, καὶ οἱ γραμματεῖς αὐτῶν, παρεπορεύοντο ἔνθεν καὶ ἔνθεν τῆς κιβωτοῦ ἀπέναντι· καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ᾖρν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου· καὶ ὁ προσήλυτος καὶ ὁ αὐτόχθων, οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαριζὶν, καὶ οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαιβὰλ, καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων Κυρίου εὐλογῆσαι τὸν λαὸν ἐν πρώτοις."],["2e","Καὶ μετὰ ταῦτα οὕτως ἀνέγνω Ἰησοῦς πάντα τὰ ῥήματα τοῦ νόμου τούτου, τὰς εὐλογίας καὶ τὰς κατάρας, κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ."],["2f","Οὐκ ἦν ῥῆμα ἀπὸ πάντων ὧν ἐνετείλατο Μωυσῆς τῷ Ἰησοῖ, ὃ οὐκ ἀνέγνω Ἰησοῦς εἰς τὰ ὦτα πάσης ἐκκλησίας υἱῶν Ἰσραὴλ, τοῖς ἀνδράσι καὶ ταῖς γυναιξὶ καὶ τοῖς παιδίοις καὶ τοῖς προσηλύτοις τοῖς προσπορευομένοις τῷ Ἰσραήλ."],["3","Καὶ οἱ κατοικοῦντες Γαβαὼν ἤκουσαν πάντα ὅσα ἐποίησε Κύριος τῇ Ἱεριχὼ καὶ τῇ Γαί."],["4","Καὶ ἐποίησαν καί γε αὐτοὶ μετὰ πανουργίας· καὶ ἐλθόντες ἐπεσιτίσαντο καὶ ἡτοιμάσαντο· καὶ λαβόντες σάκκους παλαιοὺς ἐπὶ τῶν ὤμων αὐτῶν, καὶ ἀσκοὺς οἴνου παλαιοὺς καὶ κατεῤῥωγότας ἀποδεδεμένους,"],["5","καὶ τὰ κοῖλα τῶν ὑποδημάτων αὐτῶν, καὶ τὰ σανδάλια αὐτῶν παλαιὰ καὶ καταπεπελματωμένα ἐν τοῖς ποσὶν αὐτῶν, καὶ τὰ ἱμάτια αὐτῶν πεπαλαιωμένα ἐπάνω αὐτῶν, καὶ ὁ ἄρτος αὐτῶν τοῦ ἐπισιτισμοῦ ξηρὸς καὶ εὐρωτιῶν καὶ βεβρωμένος."],["6","Καὶ ἤλθοσαν πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ἰσραὴλ εἰς Γάλγαλα, καὶ εἶπαν πρὸς Ἰησοῦν καὶ Ἰσραήλ, ἐκ γῆς μακρόθεν ἥκαμεν· καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην."],["7","Καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς τὸν Χοῤῥαῖον, ὅρα μὴ ἐν ἐμοὶ κατοικεῖς· καὶ πῶς σοι διαθῶμαι διαθήκην;"],["8","Καὶ εἶπαν πρὸς Ἰησοῦν, οἰκεται σου ἐσμέν· καὶ εἶπε πρὸς αὐτοὺς Ἰησοῦς, πόθεν ἐστὲ, καὶ πόθεν παραγεγόνατε;"],["9","Καὶ εἶπαν, ἐκ γῆς μακρόθεν σφόδρα ἥκασιν οἱ παῖδές σου ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ σου· ἀκηκόαμεν γὰρ τὸ ὄνομα αὐτοῦ, καὶ ὅσα ἐποίησεν ἐν Αἰγύπτῳ,"],["10","καὶ ὅσα ἐποίησε τοῖς βασιλεῦσι τῶν Ἀμοῤῥαίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, τῷ Σηὼν βασιλεῖ τῶν Ἀμοῤῥαίων, καὶ τῷ Ὢγ βασιλεῖ τῆς Βασὰν, ὃς κατῴκει ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραΐν."],["11","Καὶ ἀκούσαντες εἶπαν πρὸς ἡμᾶς οἱ πρεσβύτεροι ἡμῶν καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ἡμῶν, λέγοντες, λάβετε ἑαυτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδὸν, καὶ πορεύθητε εἰς συνάντησιν αὐτῶν, καὶ ἐρεῖτε πρὸς αὐτοὺς, οἰκέται σου ἐσμὲν, καὶ νῦν διάθεσθε ἡμῖν τὴν διαθήκην."],["12","Οὗτοι οἱ ἄρτοι, θερμοὺς ἐφωδιάσθημεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ ᾗ ἐξήλθομεν παραγενέσθαι πρὸς ὑμᾶς· νῦν δὲ ἐξηράνθησαν καὶ γεγόνασι βεβρωμένοι."],["13","Καὶ οὗτοι οἱ ἀσκοὶ τοῦ οἴνου οὓς ἐπλήσαμεν καινοὺς, καὶ οὗτοι ἐῤῥώγασι· καὶ τὰ ἱμάτια ἡμῶν, καὶ τὰ ὑποδήματα ἡμῶν πεπαλαίωται ἀπὸ τῆς πολλῆς ὁδοῦ σφόδρα."],["14","Καὶ ἔλαβον οἱ ἄρχοντες τοῦ ἐπισιτισμοῦ αὐτῶν, καὶ Κύριον οὐκ ἐπηρώτησαν."],["15","Καὶ ἐποίησεν Ἰησοῦς πρὸς αὐτοὺς εἰρήνην, καὶ διέθεντο πρὸς αὐτοὺς διαθήκην τοῦ διασῶσαι αὐτούς· καὶ ὤμοσαν αὐτοῖς οἱ ἄρχοντες τῆς συναγωγῆς."],["16","Καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας μετὰ τὸ διαθέσθαι πρὸς αὐτοὺς διαθήκην, ἤκουσαν ὅτι ἐγγύθεν αὐτῶν εἰσι, καὶ ὅτι ἐν αὐτοῖς κατοικοῦσι."],["17","Καὶ ἀπῇραν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἦλθον εἰς τὰς πόλεις αὐτῶν· αἱ δὲ πόλεις αὐτῶν Γαβαὼν καὶ Κεφιρὰ καὶ Βηρὼτ, καὶ πόλεις Ἰαρίν."],["18","Καὶ οὐκ ἐμαχέσαντο αὐτοῖς οἱ υἱοὶ Ἰσραὴλ, ὅτι ὤμοσαν αὐτοῖς πάντες οἱ ἄρχοντες Κύριον τὸν Θεὸν Ἰσραήλ· καὶ διεγόγγυσαν πᾶσα ἡ συναγωγὴ ἐπὶ τοῖς ἄρχουσι."],["19","Καὶ εἶπαν οἱ ἄρχοντες πάσῃ τῇ συναγωγῇ, ἡμεῖς ὠμόσαμεν αὐτοῖς Κύριον τὸν Θεὸν Ἰσραὴλ, καὶ νῦν οὐ δυνησόμεθα ἅψασθαι αὐτῶν."],["20","Τοῦτο ποιήσομεν, ζωγρῆσαι αὐτοὺς, καὶ περιποιησόμεθα αὐτούς· καὶ οὐκ ἔσται καθʼ ἡμῶν ὀργὴ διὰ τὸν ὅρκον, ὃν ὠμόσαμεν αὐτοῖς."],["21","Ζήσονται, καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροφόροι πάσῃ τῇ συναγωγῇ, καθάπερ εἶπαν αὐτοῖς οἱ ἄρχοντες."],["22","Καὶ συνεκάλεσεν αὐτοὺς Ἰησοῦς, καὶ εἶπεν αὐτοῖς, διατί παρελογίσασθέ με, λέγοντες, μακρὰν ἀπὸ σοῦ ἐσμὲν σφόδρα· ὑμεῖς δὲ ἐγχώριοί ἐστε τῶν κατοικούντων ἐν ἡμῖν;"],["23","Καὶ νῦν ἐπικατάρατοί ἐστε· οὐ μὴ ἐκλείπῃ ἐξ ὑμῶν δοῦλος, οὐδὲ ξυλοκόπος, οὐδὲ ὑδροφόρος ἐμοὶ καὶ τῷ Θεῷ μου."],["24","Καὶ ἀπεκρίθησαν τῷ Ἰησοῖ, λέγοντες, ἀνηγγέλη ἡμῖν ὅσα συνέταξε Κύριος ὁ Θεός σου Μωυσῇ τῷ παιδὶ αὐτοῦ, δοῦναι ὑμῖν τὴν γῆν ταύτην, καὶ ἐξολοθρεῦσαι ἡμᾶς καὶ πάντας τοὺς κατοικοῦντας ἐπʼ αὐτῆς ἀπὸ προσώπου ὑμῶν· καὶ ἐφοβήθημεν σφόδρα περὶ τῶν ψυχῶν ἡμῶν ἀπὸ προσώπου ὑμῶν, καὶ ἐποιήσαμεν τὸ πρᾶγμα τοῦτο."],["25","Καὶ νῦν ἰδοὺ ἡμεῖς ὑποχείριοι ὑμῖν· ὡς ἀρέσκει ὑμῖν καὶ ὡς δοκεῖ ὑμῖν, ποιήσατε ἡμῖν."],["26","Καὶ ἐποίησαν αὐτοῖς οὕτως· καὶ ἐξείλατο αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρῶν υἱῶν Ἰσραὴλ, καὶ οὐκ ἀνεῖλον αὐτούς."],["27","Καὶ κατέστησεν αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ, καὶ τῷ θυσιαστηρίῳ τοῦ Θεοῦ· διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες Γαβαὼν ξυλοκόποι καὶ ὑδροφόροι τοῦ θυσιαστηρίου τοῦ θεοῦ ἕως τῆς σήμερον ἡμέρας, καὶ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος."]],[["1","Ὡς δὲ ἤκουσεν Ἀδωνιβεζέκ βασιλεὺς Ἱερουσαλὴμ ὅτι ἔλαβεν Ἰησοῦς τὴν Γαὶ, καὶ ἐξωλόθρευσεν αὐτὴν, ὃν τρόπον ἐποίησαν τὴν Ἱεριχὼ καὶ τὸν βασιλέα αὐτῆς, οὕτως ἐποίησαν καὶ τὴν Γαὶ καὶ τὸν βασιλέα αὐτῆς, καὶ ὅτι ηὐτομόλησαν οἱ κατοικοῦντες Γαβαὼν πρὸς Ἰησοῦν καὶ πρὸς Ἰσραὴλ,"],["2","καὶ ἐφοβήθησαν ἀπʼ αὐτῶν σφόδρα· ᾔδει γὰρ ὅτι πόλις μεγάλη Γαβαὼν, ὡσεὶ μία τῶν μητροπόλεων, καὶ πάντες οἱ ἄνδρες αὐτῆς ἰσχυροί."],["3","Καὶ ἀπέστειλεν Ἀδωνιβεζὲκ βασιλεὺς Ἰερουσαλὴμ πρὸς Ἐλὰμ βασιλέα Χεβρὼν, καὶ πρὸς Φιδὼν βασιλέα Ἱερειμοὺθ, καὶ πρὸς Ἰεφθα βασιλέα Λαχὶς καὶ πρὸς Δαβεὶν βασιλέα Ὀδολλὰμ, λέγων,"],["4","δεῦτε, ἀνάβητε πρός με, καὶ βοηθήσατέ μοι, καὶ ἐκπολεμήσωμεν Γαβαών· ηὐτομόλησαν γὰρ πρὸς Ἰησοῦν καὶ πρὸς τοὺς υἱοὺς Ἰσραήλ."],["5","Καὶ ἀνέβησαν οἱ πέντε βασιλεῖς τῶν Ἰεβουσαίων, βασιλεὺς Ἱερουσαλὴμ, καὶ βασιλεὺς Χεβρὼν, καὶ βασιλεὺς Ἱεριμοὺθ, καὶ βασιλεὺς Λαχὶς, καὶ βασιλεὺς Ὀδολλάμ, αὐτοὶ καὶ πᾶς ὁ λαὸς αὐτῶν. καὶ περιεκάθισαν τὴν Γαβαὼν, καὶ ἐξεπολιόρκουν αὐτήν."],["6","Καὶ ἀπέστειλαν οἱ κατοικοῦντες Γαβαὼν πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ἰσραὴλ εἰς Γάλγαλα, λέγοντες, μὴ ἐκλύσῃς τὰς χεῖράς σου ἀπὸ τῶν παίδων σου· ἀνάβηθι πρὸς ἡμᾶς, τοτάχος, και βοήθησον ἡμῖν, καὶ ἐξελοῦ ἡμᾶς· ὅτι συνηγμένοι εἰσὶν ἐφʼ ἡμᾶς πάντες οἱ βασιλεῖς τῶν Ἀμοῤῥαίων, οἱ κατοικοῦντες τὴν ὀρεινὴν."],["7","Καὶ ἀνέβη Ἰησοῦς ἐκ Γαλγάλων, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετʼ αὐτοῦ, πᾶς δυνατὸς ἐν ἰσχύϊ."],["8","Καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν, μὴ φοβηθῇς αὐτούς, εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτούς· οὐχ ὑπολειφθήσεται ἐξ αὐτῶν οὐδεὶς ἐνώπιον ὑμῶν."],["9","Καὶ ἐπεὶ παρεγένετο Ἰησοῦς ἐπʼ αὐτοὺς ἄφνω, ὅλην τὴν νύκτα εἰσεπορεύθη ἐκ Γαλγάλων."],["10","Καὶ ἐξέστησεν αὐτοὺς Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ· καὶ συνέτριψεν αὐτοὺς Κύριος συντρίψει μεγάλῃ ἐν Γαβαών· καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως Ὠρωνείν, καὶ κατέκοπτον αὐτοὺς ἕως Ἀζηκὰ καὶ ἕως Μακηδά."],["11","Ἐν δὲ τῷ φεύγειν αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τὴς καταβάσεως Ὡρωνεὶν, καὶ Κύριος ἐπέῤῥιψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ ἕως Ἀζηκά· καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους τῆς χαλάζης, ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ἰσραὴλ μαχαίρᾳ ἐν τῷ πολέμῳ."],["12","Τότε ἐλάλησεν Ἰησοῦς πρὸς Κύριον, ᾗ ἡμέρᾳ παρέδωκεν ὁ Θεὸς τὸν Ἀμοῤῥαῖον ὑποχείριον Ἰσραὴλ, ἡνίκα συνέτριψεν αὐτοὺς ἐν Γαβαὼν, καὶ συνετρίβησαν ἀπὸ προσώπου υἱῶν Ἰσραήλ· καὶ εἶπεν Ἰησοῦς, στήτω ὁ ἥλιος κατὰ Γαβαὼν, καὶ ἡ σελήνη κατὰ φάραγγα Αἰλών."],["13","Καὶ ἔστη ὁ ἥλιος καὶ ἡ σελήνη ἐν στάσει, ἕως ἠμύνατο ὁ Θεὸς τοὺς ἐχθροὺς αὐτῶν· καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ· οὐ προεπορεύετο εἰς δυσμὰς εἰς τέλος ἡμέρας μιᾶς."],["14","Καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη οὐδὲ τὸ πρότερον οὐδὲ τὸ ἔσχατον, ὥστε ἐπακοῦσαι Θεὸν ἀνθρώπου, ὅτι Κύριος συνεξεπολέμησε τῷ Ἰσραήλ."],["16","Καὶ ἔφυγον οἱ πέντε βασιλεῖς οὗτοι, καὶ κατεκρύβησαν εἰς τὸ σπήλαιον τὸ ἐν Μακηδά."],["17","Καὶ ἀπηγγέλη τῷ Ἰησοῦ, λέγοντες, εὕρηνται οἱ πέντε βασιλεῖς κεκρυμμένοι ἐν τῷ σπηλαίῳ τῷ ἐν Μακηδά."],["18","Καὶ εἶπεν Ἰησοῦς, κυλίσατε λίθους ἐπὶ τὸ στόμα τοῦ σπηλαίου, καὶ καταστήσατε ἄνδρας φυλάσσειν ἐπʼ αὐτούς."],["19","Ὑμεῖς δὲ μὴ ἑστήκατε, καταδιώκοντες ὀπίσω τῶν ἐχθρῶν ὑμῶν, καὶ καταλάβετε τὴν οὐραγίαν αὐτῶν, καὶ μὴ ἀφῆτε εἰσελθεῖν εἰς τὰς πόλεις αὐτῶν· παρέδωκε γὰρ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν."],["20","Καὶ ἐγένετο ὡς κατέπαυσεν Ἰησοῦς καὶ πᾶς υἱὸς Ἰσραὴλ κόπτοντες αὐτοὺς κοπὴν μεγάλην σφόδρα ἕως εἰς τέλος, καὶ οἱ διασωζόμενοι διεσώθησαν εἰς τὰς πόλεις τὰς ὀχυράς."],["21","Καὶ ἀπεστράφη πᾶς ὁ λαὸς πρὸς Ἰησοῦν εἰς Μακηδὰ ὑγιεῖς· καὶ οὐκ ἔγρυξεν οὐδεὶς τῶν υἱῶν Ἰηραὴλ τῇ γλώσσῃ αὐτοῦ."],["22","Καὶ εἶπεν Ἰησοῦς, ἀνοίξατε τὸ σπήλαιον, καὶ ἐξαγάγετε τοὺς πέντε βασιλεῖς τούτους ἐκ τοῦ σπηλαίου."],["23","Καὶ ἐξηγάγοσαν τοὺς πέντε βασιλεῖς ἐκ τοῦ σπηλαίου, τὸν βασιλέα Ἱερουσαλὴμ, καὶ τὸν βασιλέα Χεβρὼν, καὶ τὸν βασιλέα Ἱεριμοὺθ, καὶ τὸν βασιλέα Λαχὶς, καὶ τὸν βασιλέα Ὀδολλάμ."],["24","Καὶ ἐπεὶ ἐξήγαγον αὐτοὺς πρὸς Ἰησοῦν, καὶ συνεκάλεσεν Ἰησοῦς πάντα Ἰσραὴλ, καὶ τοὺς ἐναρχομένους τοῦ πολέμου τοὺς συμπορευομένους αὐτῷ, λέγων αὐτοῖς, προπορεύεσθε καὶ ἐπίθετε τοὺς πόδας ὑμῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν· καὶ προσελθόντες ἐπέθηκαν τοὺς πόδας αὐτῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν."],["25","Καὶ εἶπεν Ἰησοῦς πρὸς αὐτοὺς, μὴ φοβηθῆτε αὐτοὺς, μηδὲ δειλιάσητε, ἀνδρίζεσθε καὶ ἰσχύετε, ὅτι οὕτω ποιήσει Κύριος πᾶσι τοῖς ἐχθροῖς ὑμῶν, οὓς ὑμεῖς καταπολεμεῖτε αὐτούς."],["26","Καὶ ἀπέκτεινεν αὐτοὺς Ἰησοῦς, καὶ ἐκρέμασεν αὐτοὺς ἐπὶ πέντε ξύλων· καὶ ἦσαν κρεμάμενοι ἐπὶ τῶν ξύλων ἕως ἑσπέρας."],["27","Καὶ ἐγενήθη πρὸς ἡλίου δυσμὰς, ἐνετείλατο Ἰησοῦς, καὶ καθεῖλον αὐτοὺς ἀπὸ τῶν ξύλων, καὶ ἔῤῥιψαν αὐτοὺς εἰς τὸ σπήλαιον, εἰς ὃ κατεφύγοσαν ἐκεῖ, καὶ ἐπεκύλισαν λίθους ἐπὶ τὸ σπήλαιον ἕως τῆς σήμερον ἡμέρας."],["28","Καὶ τὴν Μακηδὰ ἐλάβοσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους, καὶ ἐξωλόθρευσαν πᾶν ἐμπνέον ὃ ἦν ἐν αὐτῇ· καὶ οὐ κατελείφθη οὐδεὶς ἐν αὐτῇ διασεσωσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ Μακηδὰ, ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ἱεριχώ."],["29","Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ ἐκ Μακηδὰ εἰς Λεβνὰ, καὶ ἐπολιόρκει Λεβνά."],["30","Καὶ παρέδωκεν αὐτὴν Κύριος εἰς χεῖρας Ἰσραήλ· καὶ ἔλαβον αὐτὴν, καὶ τὸν βασιλέα αὐτῆς, καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους, καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ· καὶ οὐ κατελείφθη ἐν αὐτῇ διασεσωσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ αὐτῆς, ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ἱεριχώ."],["31","Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ ἐκ Λεβνὰ εἰς Λαχὶς, καὶ περιεκάθισεν αὐτὴν, καὶ ἐπολιόρκει αὐτήν."],["32","Καὶ παρέδωκε Κύριος τὴν Λαχὶς εἰς τὰς χεῖρας Ἰσραήλ. καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους, καὶ ἐξωλόθρευσαν αὐτὴν, ὃν τρόπον ἐποίησαν τὴν Λεβνά."],["33","Τότε ἀνέβη Ἐλὰμ βασιλεὺς Γαζὲρ βοηθήσων τῇ Λαχείς· καὶ ἐπάταξεν αὐτὸν Ἰησοῦς ἐν στόματι ξίφους, καὶ τὸν λαὸν αὐτοῦ, ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσωσμένον καὶ διαπεφευγότα."],["34","Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ ἐκ Λαχὶς εἰς Ὀδολλὰμ, καὶ περιεκάθισεν αὐτὴν καὶ ἐξεπολιόρκησεν αὐτήν."],["35","Καὶ παρέδωκεν αὐτὴν Κύριος ἐν χειρὶ Ἰσραήλ· καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἐφόνευσεν αὐτὴν ἐν στόματι ξίφους, καὶ πᾶν ἐμπνέον ἐν ἀτῇ ἐφόνευσαν, ὃν τρόπον ἐποίησαν τῇ Λαχίς."],["36","Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ εἰς Χεβρὼν, καὶ περιεκάθισεν αὐτήν."],["37","Καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους, καὶ πᾶν τὸ ἐμπνέον ὅσα ἦν ἐν αὐτῇ· οὐκ ἦν διασεσωσμένος· ὃν τρόπον ἐποίησαν τὴν Ὀδολλὰμ, ἐξωλόθρευσαν αὐτὴν, καὶ ὅσα ἦν ἐν αὐτῇ."],["38","Καὶ ἀπέστρεψεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ εἰς Δαβίρ· καὶ περικαθίσαντες αὐτὴν,"],["39","ἔλαβον αὐτὴν, καὶ τὸν βασιλέα αὐτῆς, καὶ τὰς κώμας αὐτῆς· καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους, καὶ ἐξωλόθρευσαν αὐτὴν, καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ· καὶ οὐ κατέλιπον αὐτῇ οὐδένα διασεσωσμένον· ὃν τρόπον ἐποίησαν τῇ Χεβρὼν καὶ τῷ βασιλεῖ αὐτῆς, οὕτως ἐποίησαν τῇ Δαβὶρ καὶ τῷ βασιλεῖ αὐτῆς."],["40","Καὶ ἐπάταξεν Ἰησοῦς πᾶσαν τὴν γῆν τῆς ὀρεινῆς, καὶ τὴν Ναγὲβ, καὶ τὴν πεδινὴν, καὶ τὴν Ἀσηδὼθ, καὶ τοὺς βασιλεῖς αὐτῆς· οὐ κατέλιπον αὐτῶν σεσωσμένον· καὶ πᾶν ἐμπνέον ζωῆς ἐξωλόθρευσεν, ὃν τρόπον ἐνετείλατο Κύριος ὁ Θεὸς Ἰσραὴλ,"],["41","ἀπὸ Κάδης Βαρνῆ ἕως Γάζης πᾶσαν τὴν Γοσὸμ ἕως τῆς Γαβαών."],["42","Καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν, καὶ τὴν γῆν αὐτῶν ἐπάταξεν Ἰησοῦς εἰσάπαξ· ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ συνεπολέμει τῷ Ἰσραήλ."]],[["1","Ὡς δὲ ἤκουσεν Ἰαβὶς βασιλεὺς Ἀσὼρ, ἀπέστειλε πρὸς Ἰωβὰβ βασιλέα Μαρῶν, καὶ πρὸς βασιλέα Συμοὼν, καὶ πρὸς βασιλέα Ἀζὶφ,"],["2","καὶ πρὸς βασιλεῖς τοὺς κατὰ Σιδῶνα τὴν μεγάλην, εἰς τὴν ὀρεινὴν καὶ εἰς Ἄραβα ἀπέναντι Κενερὼθ, καὶ εἰς τὸ πεδίον, καὶ εἰς Φεναεδδὼρ,"],["3","καὶ εἰς τοὺς παραλίους Χαναναίους ἀπὸ ἀνατολῶν, καὶ εἰς τοὺς παραλίους Ἀμοῤῥαίους, καὶ τοὺς Χετταίους, καὶ Φερεζαίους, καὶ Ἰεβουσαίους τοὺς ἐν τῷ ὄρει, καὶ τοὺς Εὐαίους, καὶ τοὺς ὑπὸ τὴν Ἀερμὼν εἰς γῆν Μασσύμα."],["4","Καὶ ἐξῆλθον αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν μετʼ αὐτῶν, ὥσπερ ἡ ἄμμος τῆς θαλάσσης τῷ πλήθει, καὶ ἵπποι καὶ ἅρματα πολλὰ σφόδρα."],["5","Καὶ συνῆλθον πάντες οἱ βασιλεῖς αὐτοὶ καὶ παρεγένοντο ἐπὶ τὸ αὐτὸ, καὶ παρενέβαλον ἐπὶ τοῦ ὕδατος Μαρὼν πολεμῆσαι τὸν Ἰσραήλ."],["6","Καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν, μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι αὔριον ταύτην τὴν ὥραν ἐγὼ παραδίδωμι τετροπωμένους αὐτοὺς ἐναντίον τοῦ Ἰσραήλ· τοὺς ἵππους αὐτῶν νευροκοπήσεις, καὶ τὰ ἅρματα αὐτῶν κατακαύσεις ἐν πυρί."],["7","Καὶ ἦλθεν Ἰησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ἐπʼ αὐτοὺς ἐπὶ τὸ ὕδωρ Μαρὼν ἐξάπινα· καὶ ἐπέπεσαν ἐπʼ αὐτοὺς ἐν τῇ ὀρεινῇ."],["8","Καὶ παρέδωκεν αὐτοὺς Κύριος ὑποχειρίους Ἰσραήλ· καὶ κόπτοντες αὐτοὺς κατεδίωκον ἕως Σιδῶνος τῆς μεγάλης, καὶ ἕως Μασερὼν, καὶ ἕως τῶν πεδίων Μασσὼχ κατʼ ἀνατολάς· καὶ κατέκοψαν αὐτοὺς ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν διασεσωσμένον."],["9","Καὶ ἐποίησεν αὐτοῖς Ἰησοῦς, ὃν τρόπον ἐνετείλατο αὐτῷ Κύριος· τοὺς ἵππους αὐτῶν ἐνευροκόπησε, καὶ τὰ ἅρματα αὐτῶν ἐνέπρησε πυρί."],["10","Καὶ ἐπεστράφη Ἰησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ κατελάβετο Ἀσὼρ, καὶ τὸν βασιλέα αὐτῆς· ἦν δὲ Ἀσὼρ τοπρότερον ἄρχουσα πασῶν τῶν βασιλειῶν τούτων."],["11","Καὶ ἀπέκτειναν πᾶν ἐμπνέον ἐν αὐτῇ ἐν ξίφει, καὶ ἐξωλόθρευσαν πάντας, καὶ οὐ κατελείφθη ἐν αὐτῇ ἐμπνέον· καὶ τὴν Ἀσὼρ ἐνέπρησαν ἐν πυρί."],["12","Καὶ πάσας τὰς πόλεις τῶν βασιλειῶν, καὶ τοὺς βασιλεῖς αὐτῶν ἔλαβεν Ἰησοῦς, καὶ ἀνεῖλεν αὐτοὺς ἐν στόματι ξίφους· καὶ ἐξωλόθρευσαν αὐτοὺς, ὃν τρόπον συνέταξε Μωυσῆς ὁ παῖς Κυρίου."],["13","Ἀλλὰ πάσας τὰς πόλεις τὰς κεχωματισμένας οὐκ ἐνέπρησεν Ἰσραήλ· πλὴν Ἀσὼρ μόνην ἐνέπρησεν Ἰσραὴλ,"],["14","καὶ πάντα τὰ σκῦλα αὐτῆς ἐπρονόμευσαν ἑαυτοῖς οἱ υἱοὶ Ἰσραήλ· αὐτοὺς δὲ πάντας ἐξωλόθρευσαν ἐν στόματι ξίφους, ἕως ἀπώλεσεν αὐτοὺς· οὐ κατέλιπον ἐξ αὐτῶν οὐδὲν ἐμπνέον."],["15","Ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ τῷ παιδὶ αὐτοῦ, καὶ Μωυσῆς ὡσαύτως ἐνετείλατο τῷ Ἰησοῖ· καὶ οὕτως ἐποίησεν Ἰησοῦς, οὐ παρέβη οὐδὲν ἀπὸ πάντων ὧν συνέταξεν αὐτῷ Μωυσῆς."],["16","Καὶ ἔλαβεν Ἰησοῦς πᾶσαν τὴν γῆν τὴν ὀρεινὴν, καὶ πᾶσαν τὴν γῆν Ναγὲβ, καὶ πᾶσαν τὴν γῆν Γοσὸμ, καὶ τὴν πεδινὴν, καὶ τὴν πρὸς δυσμαῖς, καὶ τὸ ὄρος Ἰσραὴλ, καὶ τὰ ταπεινὰ"],["17","τὰ πρὸς τῷ ὄρει ἀπὸ ὄρους Χελχὰ, καὶ ὃ προσαναβαίνει εἰς Σηεὶρ, καὶ ἕως Βαλαγὰδ, καὶ τὰ πεδία τοῦ Λιβάνου ὑπὸ τὸ ὄρος τὸ Ἀερμών· καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν ἔλαβε, καὶ ἀνεῖλε, καὶ ἀπέκτεινε."],["18","Καὶ ἡμέρας πλείους ἐποίησεν Ἰησοῦς πρὸς τοὺς βασιλεῖς τούτους τὸν πόλεμον."],["19","Καὶ οὐκ ἦν πόλις, ἣν οὐκ ἔλαβεν Ἰσραήλ· πάντα ἐλάβοσαν ἐν πολέμῳ."],["20","Ὅτι διὰ Κυρίου ἐγένετο κατισχύσαι αὐτῶν τὴν καρδίαν συναντᾷν εἰς πόλεμον πρὸς Ἰσραὴλ, ἵνα ἐξολοθρευθῶσιν, ὅπως μὴ δοθῇ αὐτοῖς ἔλεος, ἀλλʼ ἵνα ἐξολοθρευθῶσιν, ὃν τρόπον εἶπε Κύριος πρὸς Μωυσῆν."],["21","Καὶ ἦλθεν Ἰησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἐξωλόθρευσε τοὺς Ἐνακὶμ ἐκ τῆς ὀρεινῆς, ἐκ Χεβρὼν, καὶ ἐκ Δαβὶρ, καὶ ἐξ Ἀναβὼθ, καὶ ἐκ παντὸς Ἰούδα σὺν ταῖς πόλεσιν αὐτῶν· καὶ ἐξωλόθρευσεν αὐτοὺς Ἰησοῦς."],["22","Οὐ κατελείφθη τῶν Ἐνακὶμ ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, ἀλλὰ πλὴν ἐν Γάζῃ, καὶ ἐν Γὲθ, καὶ ἐν Ἀσελδὼ κατελείφθη."],["23","Καὶ ἔλαβεν Ἰησοῦς πᾶσαν τὴν γῆν, καθότι ἐνετείλατο Κύριος τῷ Μωυσῇ· καὶ ἔδωκεν αὐτοὺς Ἰησοῦς ἐν κληρονομίᾳ Ἰσραὴλ ἐν μερισμῷ κατὰ φυλὰς αὐτῶν· καὶ ἡ γῆ κατέπαυσε πολεμουμένη."]],[["1","Καὶ οὗτοι οἱ βασιλεῖς τῆς γῆς, οὓς ἀνεῖλον οἱ υἱοὶ Ἰσραὴλ, καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ Ἰορδάνου ἀφʼ ἡλίου ἀνατολῶν ἀπὸ φάραγγος Ἀρνῶν ἕως τοῦ ὄρους Ἀερμὼν, καὶ πᾶσαν τὴν γῆν Ἄραβα ἀπʼ ἀνατολῶν."],["2","Σηὼν τὸν βασιλέα τῶν Ἀμοῤῥαίων, ὃς κατῴκει ἐν Ἐσεβὼν, κυριεύων ἀπὸ Ἀρνῶν, ἥ ἐστιν ἐν τῇ φάραγγι κατὰ μέρος τῆς φάραγγος, καὶ τὸ ἥμισυ τῆς Γαλαὰδ ἕως Ἰαβὸκ, ὅρια υἱῶν Ἀμμών."],["3","Καὶ Ἄραβ ἕως τῆς θαλάσσης Χενερὲθ κατʼ ἀνατολὰς, καὶ ἕως τῆς θαλάσσης Ἄραβα, θάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν ὁδὸν τὴν κατὰ Ἀσειμὼθ, ἀπὸ Θαιμὰν τὴν ὑπὸ Ἀσηδὼθ Φασγά."],["4","Καὶ Ὢγ βασιλεὺς Βασὰν ὑπελείφθη ἐκ τῶν γιγάντων, ὁ κατοικῶν ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραῒν,"],["5","ἄρχων ἀπὸ ὄρους Ἀερμὼν καὶ ἀπὸ Σεκχαὶ, καὶ πᾶσαν τὴν Βασὰν ἕως ὁρίων Γεργεσὶ, καὶ τὴν Μαχὶ, καὶ τὸ ἥμισυ Γαλαδ ὁρίων Σηὼν βασιλέως Ἐσεβών."],["6","Μωυσῆς ὁ παῖς Κυρίου καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπάταξαν αὐτούς· καὶ ἔδωκεν αὐτὴν Μωυσῆς ἐν κληρονομίᾳ Ῥουβὴν, καὶ Γὰδ, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ."],["7","Καὶ οὗτοι οἱ βασιλεῖς τῶν Ἀμοῤῥαίων, οὓς ἀνεῖλεν Ἰησοῦς καὶ υἱοὶ Ἰσραὴλ ἐν τῷ πέραν τοῦ Ἰορδάνου παρὰ θάλασσαν Βαλαγὰδ ἐν τῷ πεδίῳ τοῦ Λιβάνου, καὶ ἕως ὄρους τοῦ Χελχὰ ἀναβαινόντων εἰς Σηείρ· καὶ ἔδωκεν αὐτὴν Ἰησοῦς ταῖς φυλαῖς Ἰσραὴλ κληρονομεῖν κατὰ κλῆρον αὐτῶν,"],["8","ἐν τῷ ὄρει, καὶ ἐν τῷ πεδίῳ, καὶ ἐν Ἄραβ, καὶ ἐν Ἀσηδὼθ, καὶ ἐν τῇ ἐρήμῳ, καὶ Ναγὲβ· τὸν Χετταῖον, καὶ τὸν Ἀμοῤῥαῖον, καὶ τὸν Χαναναῖον, καὶ τὸν Φερεζαῖον, καὶ τὸν Εὐαῖον, καὶ τὸν Ἰεβουσαῖον."],["9","Τὸν βασιλέα Ἱεριχὼ, καὶ τὸν βασιλέα τῆς Γαὶ, ἥ ἐστι πλησίον Βαιθὴλ,"],["10","βασιλέα Ἱερουσαλὴμ, βασιλέα Χεβρὼν,"],["11","βασιλέα Ἱεριμοὺθ, βασιλέα Λαχὶς,"],["12","βασιλέα Αἰλὰμ, βασιλέα Γαζὲρ,"],["13","βασιλέα Δαβὶρ, βασιλέα Γαδὲρ,"],["14","βασιλέα Ἑρμὰθ, βασιλέα Ἀδὲρ,"],["15","βασιλέα Λεβνὰ, βασιλέα Ὀδολλὰμ,"],["16","βασιλέα Ἠλὰθ,"],["17","βασιλέα Ταφοὺτ, βασιλέα Ὀφὲρ,"],["18","βασιλέα Ὀφὲκ τῆς Ἀρὼκ,"],["19","βασιλέα Ἀσὼμ,"],["20","βασιλέα Συμοὼν, βασιλέα Μαμβρὼθ, βασιλέα Ἀζὶφ,"],["21","βασιλέα Κάδης, βασιλέα Ζαχὰκ,"],["22","βασιλέα Μαρεδὼθ, βασιλέα Ἰεκὸμ τοῦ Χερμὲλ,"],["23","βασιλέα Ὀδολλὰμ τοῦ Φεννεαδὼρ, βασιλέα Γεῒ τῆς Γαλιλαίας,"],["24","βασιλέα Θερσά· πάντες οὗτοι βασιλεῖς εἰκοσιεννέα."]],[["1","Καὶ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς τῶν ἡμερῶν· καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν, σὺ προβέβηκας τῶν ἡμερῶν, καὶ ἡ γῆ ὑπολέλειπται πολλὴ εἰς κληρονομίαν."],["2","Καὶ αὕτη ἡ γῆ καταλελειμμένη· ὅρια Φυλιστιεὶμ, ὁ Γεσιρὶ, καὶ ὁ Χαναναῖος,"],["3","ἀπὸ τῆς ἀοικήτου τῆς κατὰ πρόσωπον Αἰγύπτου ἕως τῶν ὁρίων Ἀκκαρὼν ἐξ εὐωνύμων τῶν Χαναναίων προσλογίζεται ταῖς πέντε σατραπείαις τῶν Φυλιστιείμ, τῷ Γαζαίῳ, καὶ τῷ Ἀζωτίῳ, καὶ τῷ Ἀσκαλωνίτῃ, καὶ τῷ Γετθαίῳ, καὶ τῷ Ἀκκαρωνίτῃ, καὶ τῷ Εὐαίῳ,"],["4","ἐκ Θαιμὰν καὶ πάσῃ γῇ Χαναὰν ἐναντίον Γάζης, καὶ οἱ Σιδώνιοι ἕως Ἀφὲκ, ἕως τῶν ὁρίων τῶν Ἀμοῤῥαίων,"],["5","καὶ πᾶσαν τὴν γῆν Γαλιὰθ Φυλιστιεὶμ, καὶ πάντα τὸν Λίβανον ἀπὸ ἀνατολῶν ἡλίου ἀπὸ Γαλγὰλ ὑπὸ τὸ ὄρος τὸ Ἀερμὼν ἕως τῆς εἰσόδου Ἐμὰθ,"],["6","πᾶς ὁ κατοικῶν τὴν ὀρεινὴν ἀπὸ τοῦ Λιβάνου ἕως τῆς Μασερὲθ Μεμφωμαὶμ. Πάντας τοὺς Σιδωνίους, ἐγὼ αὐτοὺς ἐξολοθρεύσω ἀπὸ προσώπου Ἰσραήλ· ἀλλὰ διάδος αὐτὴν ἐν κλήρῳ τῷ Ἰσραὴλ, ὃν τρόπον σοὶ ἐνετειλάμην."],["7","Καὶ νῦν μέρισον τὴν γῆν ταύτην ἐν κληρονομίᾳ ταῖς ἐννέα φυλαῖς, καὶ τῷ ἡμίσει φυλῆς Μανασσή."],["8","Ἀπὸ τοῦ Ἰορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ. ταῖς δυσὶ φυλαῖς, καὶ τῷ ἡμίσει φυλῆς Μανασσή, τῷ Ῥουβὴν, καὶ τῷ Γὰδ ἔδωκε Μωυσῆς ἐν τῷ πέραν τοῦ Ἰορδάνου· κατʼ ἀνατολὰς ἡλίου δέδωκεν αὐτῷ Μωυσῆς ὁ παῖς Κυρίου,"],["9","ἀπὸ Ἀροὴρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάῤῥου Ἀρνών, καὶ τὴν πόλιν τὴν ἐν μέσῳ τῆς φάραγγος, καὶ πᾶσαν τὴν Μισὼρ ἀπὸ Μαιδαβάν·"],["10","Πάσας τὰς πόλεις Σηὼν βασιλέως Ἀμοῤῥαίων, ὃς ἐβασίλευσεν ἐν Ἐσεβὼν ἕως τῶν ὁρίων υἱῶν Ἀμμῶν·"],["11","Καὶ τὴν Γαλααδίτιδα, καὶ τὰ ὅρια Γεσιρὶ, καὶ τοὺς Μαχατὶ, πᾶν ὄρος Ἀερμὼν, καὶ πᾶσαν τὴν Βασανίτιν ἕως Ἀχά·"],["12","Πᾶσαν τὴν βασιλείαν Ὢγ ἐν τῇ Βασανίτιδι, ὃς ἐβασίλευσεν ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραΐν· οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων, καὶ ἐπάταξεν αὐτὸν Μωυσῆς, καὶ ἐξωλόθρευσε."],["13","Καὶ οὐκ ἐξωλόθρευσαν οἱ υἱοὶ Ἰσραὴλ τὸν Γεσιρὶ, καὶ τὸν Μαχατὶ, καὶ τὸν Χαναναῖον· καὶ κατῷκει βασιλεὺς Γεσιρὶ καὶ ὁ Μαχατὶ ἐν τοῖς υἱοῖς Ἰσραὴλ ἕως τῆς σήμερον ἡμέρας."],["14","Πλὴν τῆς φυλῆς Λευὶ οὐκ ἐδόθη κληρονομία· Κύριος ὁ Θεὸς Ἰσραὴλ, οὗτος κληρονομία αὐτῶν, καθὰ εἶπεν αὐτοῖς Κύριος· καὶ οὗτος ὁ καταμερισμὸς, ὃν κατεμέρισε Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ ἐν Ἀραβὼθ Μωὰβ ἐν τῷ πέραν τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ."],["15","Καὶ ἔδωκε Μωυσῆς τῇ φυλῇ Ῥουβὴν κατὰ δήμους αὐτῶν."],["16","Καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ Ἀροὴρ, ἥ ἐστι κατὰ πρόσωπον φάραγγος Ἀρνῶν, καὶ ἡ πόλις ἡ ἐν τῇ φάραγγι Ἀρνῶν· καὶ πᾶσαν τὴν Μισὼρ,"],["17","ἕως Ἐσεβὼν, καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ Μισὼρ, καὶ Δαιβὼν, καὶ Βαιμὼν Βαὰλ, καὶ οἴκου Μεελβὼθ,"],["18","καὶ Βασὰν, καὶ Βακεδμὼθ, καὶ Μαιφαὰδ, καὶ, Καριθαὶμ,"],["19","καὶ Σεβαμὰ, καὶ Σεραδὰ, καὶ Σιὼν ἐν τῷ ὄρει Ἐνὰβ,"],["20","καὶ Βαιθφογὼρ, καὶ Ἀσηδὼθ Φασγὰ, καὶ Βαιτθασεινὼθ,"],["21","καὶ πάσας τὰς πόλεις τοῦ Μισὼρ, καὶ πᾶσαν τὴν βασιλείαν τοῦ Σηὼν βασιλέως τῶν Ἀμοῤῥαίων, ὃν ἐπάταξε Μωυσῆς αὐτὸν καὶ τοὺς ἡγουμένους Μαδιὰμ, καὶ τὸν Εὐὶ, καὶ τὸν Ῥοβὸκ, καὶ τὸν Σοὺρ, καὶ τὸν Οὒρ, καὶ τὸν Ῥοβὲ ἄρχοντα ἔναρα Σιὼν, καὶ τοὺς κατοικοῦντας Σιών."],["22","Καὶ τὸν Βαλαὰμ τὸν τοῦ Βαιὼρ τὸν μάντιν ἀπέκτειναν ἐν τῇ ῥοπῇ."],["23","Ἐγένετο δὲ τὰ ὅρια Ῥουβὴν, Ἰορδάνης ὅριον· αὑτη ἡ κληρονομία υἱῶν Ῥουβὴν κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν."],["24","Ἔδωκε δὲ Μωυσῆς τοῖς υἱοῖς Γὰδ κατὰ δήμους αὐτῶν."],["25","Καὶ ἐγένετο τὰ ὅρια αὐτῶν Ἰαζήρ· πᾶσαι πόλεις Γαλαὰδ, καὶ τὸ ἥμισυ γῆς υἱῶν Ἀμμῶν ἕως Ἄραβα, ἥ ἐστι κατὰ προσωπον Ἀράδ."],["26","Καὶ ἀπὸ Ἐσεβὼν ἕως Ἀραβὼθ κατὰ τὴν Μασσηφὰ, καὶ Βοτανὶμ, καὶ Μαὰν ἕως τῶν ὁρίων Δαιβὼν,"],["27","καὶ Ἐναδὼμ καὶ Ὀθαργαῒ καὶ Βαινθαναβρὰ καὶ Σοκχωθὰ καὶ Σαφὰν καὶ τὴν λοιπὴν βασιλείαν Σηὼν βασιλέως Ἐσεβών· καὶ ὁ Ἰορδάνης ὁριεῖ ἕως μέρους τῆς θαλάσσης Χενερὲθ πέραν τοῦ Ἰορδάνου ἀπʼ ἀνατολῶν."],["28","Αὕτη ἡ κληρονομία υἱῶν Γὰδ κατὰ δήμους αὐτῶν καὶ κατὰ πόλεις αὐτῶν· κατὰ δήμους αὐτῶν αὐχένα ἐπιστρέψουσιν ἐναντίον τῶν ἐχθρῶν αὐτῶν, ὅτι ἐγενήθη κατὰ δήμους αὐτῶν αἱ πόλεις αὐτῶν, καὶ αἱ ἐπαύλεις αὐτῶν."],["29","Καὶ ἔδωκε Μωυσῆς τῷ ἡμίσει φυλῆς Μανασσῆ κατὰ δήμους αὐτῶν."],["30","Καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ἀπὸ Μαὰν, καὶ πᾶσα βασιλεία Βασὰν, καὶ πᾶσα βασιλεία Ὢγ βασιλέως τῆς Βασὰν, καὶ πάσας τὰς κώμας Ἰαῒρ, αἵ εἰσιν ἐν τῇ Βασανίτιδι, ἑξήκοντα πόλεις."],["31","Καὶ τὸ ἥμισυ τῆς Γαλαάδ· καὶ ἐν Ἀσταρὼθ, καὶ ἐν Ἐδραῒν πόλεις βασιλείας Ὢγ ἐν τῇ Βασανίτιδι, τοῖς υἱοῖς Μαχὶρ υἱοῖς Μανασσῆ, καὶ τοῖς ἡμίσεσιν υἱοις Μαχὶρ υἱοῖς Μανασσῆ, κατὰ δήμους αὐτῶν."],["32","Οὗτοι οὓς κατεκληρονόμησε Μωυσῆς πέραν τοῦ Ἰορδάνου ἐν Ἀραβὼθ Μωὰβ ἐν τῷ πέραν τοῦ Ἰορδάνου τοῦ κατὰ Ἱεριχὼ ἀπʼ ἀνατολῶν."]],[["1","Καὶ οὗτοι οἱ κατακληρονομήσαντες υἱῶν Ἰσραὴλ ἐν τῇ γῇ Χαναὰν, οἷς κατεκληρονόμησαν αὐτοῖς Ἐλεάζαρ ὁ ἱερεὺς, καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ οἱ ἄρχοντες πατριῶν φυλῶν τῶν υἱῶν Ἰσραήλ."],["2","Κατὰ κλήρους ἐκληρονόμησαν, ὃν τρόπον ἐνετείλατο Κύριος ἐν χειρὶ Ἰησοῦ ταῖς ἐννέα φυλαῖς, καὶ τῷ ἡμίσει φυλῆς"],["3","ἀπὸ τοῦ πέραν τοῦ Ἰορδάνου. Καὶ τοῖς Λευίταις οὐκ ἔδωκε κλῆρον ἐν αὐτοῖς,"],["4","ὅτι ἦσαν οἱ υἱοὶ Ἰωσὴφ δύο φυλαὶ Μανασσὴ καὶ Ἐφραΐμ· καὶ οὐκ ἐδόθη μερὶς ἐν τῇ γῇ τοῖς Λευίταις, ἀλλʼ ἤ πόλεις κατοικεῖν, καὶ τὰ ἀφωρισμένα αὐτῶν τοῖς κτήνεσι, καὶ τὰ κτήνη αὐτῶν."],["5","Ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐμέρισαν τὴν γῆν."],["6","Καὶ προσήλθοσαν οἱ υἱοῖ Ἰούδα πρὸς Ἰησοῦν ἐν Γαλγάλ· καὶ εἶπε πρὸς αὐτὸν Χάλεβ ὁ τοῦ Ἰεφονὴ ὁ Κενεζαῖος, σὺ ἐπίστῃ τὸ ῥῆμα, ὃ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἄνθρωπον τοῦ Θεοῦ περὶ ἐμοῦ καὶ σοῦ ἐν Κάδης Βαρνῆ."],["7","Τεσσαράκοντα γὰρ ἐτῶν ἤμην ὅτε ἀπέστειλέ με Μωυσῆς ὁ παῖς τοῦ Θεοῦ ἐκ Κάδης Βαρνῆ κατασκοπεῦσαι τὴν γῆν· καὶ ἀπεκρίθην αὐτῷ λόγον κατὰ τὸν νοῦν αὐτοῦ."],["8","Οἱ ἀδελφοί μου οἱ ἀναβάντες μετʼ ἐμοῦ μετέστησαν τὴν καρδίαν τοῦ λαοῦ, ἐγὼ δὲ προσετέθην ἐπακολουθῆσαι Κυρίῳ τῷ Θεῷ μου."],["9","Καὶ ὤμοσε Μωυσῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγων, ἡ γῆ ἐφʼ ἣν ἐπέβης, σοὶ ἔσται ἐν κλήρῳ καὶ τοῖς τέκνοις σου εἰς τὸν αἰῶνα, ὅτι προσετέθης ἐπακολουθῆσαι ὀπίσω Κυρίου τοῦ Θεοῦ ἡμῶν."],["10","Καὶ νῦν διέθρεψέ με Κύριος ὃν τρόπον εἶπε· τοῦτο τεσσαρακοστὸν καὶ πέμπτον ἔτος, ἀφʼ οὗ ἐλάλησε Κύριος τὸ ῥῆμα τοῦτο πρὸς Μωυσῆν· καὶ ἐπορεύθη Ἰσραὴλ ἐν τῇ ἐρήμῳ· καὶ νῦν ἰδοὺ ἐγὼ σήμερον ὀγδοήκοντα καὶ πέντε ἐτῶν·"],["11","Ἔτι εἰμὶ σήμερον ἰσχύων, ὡσεὶ ὅτε ἀπέστειλέ με Μωυσῆς, ὡσαύτως ἰσχύω νῦν ἐζελθεῖν καὶ εἰσελθεῖν εἰς τὸν πόλεμον."],["12","Καὶ νῦν αἰτοῦμαί σε τὸ ὄρος τοῦτο, καθὰ εἰπε Κύριος τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι σὺ ἀκήκοας τὸ ῥῆμα τοῦτο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· νῦν δὲ οἱ Ἐνακὶμ ἐκεῖ εἰσι, πόλεις ὀχυραὶ καὶ μεγάλαι· ἐὰν οὖν Κύριος μετʼ ἐμοῦ ᾖ, ἐξολοθρεύσω αὐτοὺς, ὃν τρόπον εἶπέ μοι Κύριος."],["13","Καὶ εὐλόγησεν αὐτὸν Ἰησοῦς, καὶ ἔδωκε Χεβρὼν τῷ Χάλεβ υἱῷ Ἰεφονῆ υἱῷ Κενὲζ ἐν κλήρῳ."],["14","Διὰ τοῦτο ἐγενήθη ἡ Χεβρὼν τῷ Χάλεβ τῷ τοῦ Ἰεφονῆ τοῦ Κενεζαίου ἐν κλήρῳ ἕως τῆς ἡμέρας ταύτης, διὰ τὸ αὐτὸν ἐπακολουθῆσαι τῷ προστάγματι Κυρίου Θεοῦ Ἰσραήλ."],["15","Τὸ δὲ ὄνομα τῆς Χεβρὼν ἦν τὸ πρότερον πόλις Ἀργὸβ, μητρόπολις τῶν Ἐνακὶμ αὕτη· καὶ ἡ γῆ ἐκόπασε τοῦ πολέμου."]],[["1","Καὶ ἐγένετο τὰ ὅρια φυλῆς Ἰούδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς Ἰδουμαίας ἀπὸ τῆς ἐρήμου Σὶν ἕως Κάδης πρὸς Λίβα."],["2","Καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ Λιβὸς ἕως μέρους θαλάσσης τῆς ἁλυκῆς ἀπὸ τῆς λοφιᾶς τῆς φερούσης ἐπὶ Λίβα."],["3","Καὶ διαπορεύεται ἀπέναντι τῆς προσαναβάσεως Ἀκραβίν· καὶ ἐκπεριπορεύεται Σενὰ, καὶ ἀναβαίνει ἀπὸ Λιβὸς ἐπὶ Κάδης Βαρνῆ· καὶ ἐκπορεύεται Ἀσωρὼν, καὶ προσαναβαίνει εἰς Σάραδα· καὶ ἐκπορεύεται τὴν κατὰ δυσμὰς Κάδης,"],["4","καὶ ἐκπορεύεται ἐπὶ Σελμωνὰν, καὶ διεκβάλλει ἕως φάραγγος Αἰγύπτου· καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ἐπὶ τὴν θάλασσαν· τοῦτό ἐστιν αὐτῶν ὅρια ἀπὸ Λιβός."],["5","Καὶ τὰ ὅρια ἀπὸ ἀνατολῶν πᾶσα ἡ θάλασσα ἡ ἁλυκὴ ἕως τοῦ Ἰορδάνου. Καὶ τὰ ὅρια αὐτῶν ἀπὸ Βοῤῥᾶ, καὶ ἀπὸ τῆς λοφιᾶς τῆς θαλάσσης καὶ ἀπὸ τοῦ μέρους τοῦ Ἰορδάνου."],["6","Ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιθαγλαάμ· καὶ παραπορεύεται ἀπὸ Βοῤῥᾶ ἐπὶ Βαιθάραβα, καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον Βαιὼν υἱοῦ Ῥουβήν·"],["7","Καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς φάραγγος Ἀχὼρ, καὶ καταβαίνει ἐπὶ Γαλγὰλ, ἥ ἐστιν ἀπέναντι τῆς προσβάσεως Ἀδαμμὶν, ἥ ἐστι κατὰ Λίβα τῇ φάραγγι, καὶ διεκβάλλεῖ ἐπὶ τὸ ὕδωρ τῆς πηγῆς τοῦ ἡλίου· καὶ ἔσται αὐτοῦ ἡ διέξοδος πηγὴ Ῥωγήλ·"],["8","Καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα Ἐννὸμ, ἐπὶ νώτου τοῦ Ἰεβοῦις ἀπὸ Λιβός· αὕτη ἐστιν Ἱερουσαλήμ· καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους, ἥ ἐστι κατὰ πρόσωπον φάραγγος Ἐννὸμ πρὸς θαλάσσης, ἥ ἐστιν ἐκ μέρους γῆς Ῥαφαῒν ἐπὶ βοῤῥᾶ·"],["9","Καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος Ναφθὼ, καὶ διεκβάλλει εἰς τὸ ὄρος Ἐφρών· καὶ ἄξει τὸ ὅριον εἰς Βαάλ· αὕτη ἐστὶ πόλις Ἰαρίμ."],["10","Καὶ περιελεύσεται ὅριον ἀπὸ Βαὰλ ἐπὶ θάλασσαν, καὶ παρελεύσεται εἰς ὄρος Ἀσσὰρ ἐπὶ νώτου πόλιν Ἰαρὶν ἀπὸ Βοῤῥᾶ· αὕτη ἐστὶ Χασλών· καὶ καταβήσεται ἐπὶ πόλιν ἡλίου, καὶ παρελεύσεται ἐπὶ Λίβα·"],["11","Καὶ διεκβάλλει τὸ ὅριον κατὰ νώτου Ἀκκαρὼν ἐπὶ βοῤῥᾶν, καὶ διεκβαλεῖ τὰ ὅρια εἰς Σοκχὼθ, καὶ παρελεύσεται ὅρια ἐπὶ Λίβα, καὶ διεκβαλεῖ ἐπὶ Λεβνὰ, καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσαν·"],["12","Καὶ τὰ ὅρια αὐτῶν ἀπὸ θαλάσσης, ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ. Ταῦτα τὰ ὅρια υἱῶν Ἰούδα κύκλῳ κατὰ δήμους αὐτῶν."],["13","Καὶ τῷ Χάλεβ υἱῷ Ἰεφονῆ ἔδωκε μερίδα ἐν μέσῳ υἱῶν Ἰούδα διὰ προστάγματος τοῦ Θεοῦ· καὶ ἔδωκεν αὐτῷ Ἰησοῦς τὴν πόλιν Ἀρβὸκ μητρόπολιν Ἐνάκ· αὕτη ἐστὶ Χεβρών."],["14","Καὶ ἐξωλόθρευσεν ἐκεῖθεν Χάλεβ υἱὸς Ἰεφονὴ τοὺς τρεῖς υἱοὺς Ἐνὰκ, τὸν Σουσὶ καὶ Θολαμὶ καὶ τὸν Ἀχιμᾶ."],["15","Καὶ ἀνέβη ἐκεῖθεν Χάλεβ ἐπὶ τοὺς κατοικοῦντας Δαβίρ· τὸ δὲ ὄνομα Δαβὶρ ἦν τὸ πρότερον πόλις Γραμμάτων."],["16","Καὶ εἶπε Χάλεβ, ὃς ἂν λάβῃ καὶ ἐκκόψῃ τὴν πόλιν τῶν Γραμμάτων καὶ κυριεύσῃ αὐτῆς, δώσω αὐτῷ τὴν Ἀσχὰν θυγατέρα μου εἰς γυναῖκα."],["17","Καὶ ἔλαβεν αὐτὴν Γοθονιὴλ υἱὸς Χενὲζ ἀδελφοῦ Χάλεβ· καὶ ἔδωκεν αὐτῷ τὴν Ἀσχὰν θυγατέρα αὐτοῦ γυναῖκα."],["18","Καὶ ἐγένετο ἐν τῷ ἐκπορεύέσθαι αὐτὴν καὶ συνέβουλεύσατο αὐτῷ, λέγουσα, αἰτήσομαι τὸν πατέρα μου ἀγρόν· καὶ ἐβόησεν ἐκ τοῦ ὄνου· καὶ εἶπεν αὐτῇ Χάλεβ, τί ἐστί σοι;"],["19","Καὶ εἶπεν αὐτῷ, δός μοι εὐλογίαν, ὅτι εἰς γῆν Ναγὲβ δέδωκάς με· δός μοι τὴν Βοτθανίς· καὶ ἔδωκεν αὐτῇ τὴν Γοναιθλὰν τὴν ἄνω καὶ τὴν Γοναιθλὰν τὴν κάτω."],["20","Αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ἰούδα."],["21","Ἐγενήθησαν δὲ πόλεις αὐτῶν πόλεις πρὸς τῇ φυλῇ υἱῶν Ἰούδα ἐφʼ ὁρίων Ἐδὼμ ἐπὶ τῆς ἐρήμου, καὶ Βαισελεὴλ, καὶ Ἀρὰ, καὶ Ἀσὼρ,"],["22","καὶ Ἰκὰμ, καὶ Ῥεγμὰ, καὶ Ἀρουὴλ,"],["23","καὶ Κάδης, καὶ Ἀσοριωναὶν, καὶ Μαινὰμ,"],["24","καὶ Βαλμαινὰν, καὶ αἱ κῶμαι αὐτῶν,"],["25","καὶ αἱ πόλεις Ἀσερὼν, αὕτη Ἀσὼρ,"],["26","καὶ Σὴν, καὶ Σαλμαὰ, καὶ Μωλαδὰ,"],["27","καὶ Σερὶ, καὶ Βαιφαλὰθ,"],["28","καὶ Χολασεωλὰ, καὶ Βηρσαβεέ· καὶ αἱ κῶμαι αὐτῶν, καὶ αἱ ἐπαύλεις αὐτῶν,"],["29","Βαλὰ, καὶ Βακὼκ, καὶ Ἀσὸμ,"],["30","καὶ Ἐλβωϋδὰδ, καὶ Βαιθὴλ, καὶ Ἑρμὰ,"],["31","καὶ Σεκελὰκ, καὶ Μαχαρὶμ, καὶ Σεθεννὰκ,"],["32","καὶ Λαβὼς, καὶ Σαλὴ, καὶ Ἐρωμώθ· πόλεις εἰκοσιεννέα, καὶ αἱ κῶμαι αὐτῶν."],["33","Ἐν τῇ πεδινῇ Ἀσταὼλ, καὶ Ῥάα, καὶ Ἄσσα."],["34","Καὶ Ῥάμεν, καὶ Τανὼ, καὶ Ἰλουθὼθ, καὶ Μαιανὶ,"],["35","καὶ Ἰερμοὺθ, καὶ Ὀδολλὰμ, καὶ Μεμβρὰ, καὶ Σαωχὼ, καὶ Ἰαζηκὰ,"],["36","καὶ Σακαρὶμ, καὶ Γάδηρα, καὶ αἱ ἐπαύλεις αὐτῆς· πόλεις δεκατέσσαρες, καὶ αἱ κῶμαι αὐτῶν."],["37","Σεννὰ, καὶ Ἀδασὰν, καὶ Μαγαδαλγὰδ,"],["38","καὶ Δαλὰδ, καὶ Μασφὰ, καὶ Ἰαχαρεὴλ,"],["39","καὶ Βασηδὼθ, καὶ Ἰδεαδαλέα, καὶ"],["40","Χαβρά, καὶ Μαχὲς, καὶ Μααχὼς,"],["41","καὶ Γεδδὼρ, καὶ Βαγαδιὴλ, καὶ Νωμὰν, καὶ Μαχηδάν· πόλεις ἑκκαίδεκα, καὶ αἱ κῶμαι αὐτῶν·"],["42","Λεβνὰ, καὶ Ἰθὰκ, καὶ Ἀνὼχ,"],["43","καὶ Ἰανὰ, καὶ Νασὶβ,"],["44","καὶ Κεϊλὰμ, καὶ Ἀκιεζὶ, καὶ Κεζὶβ, καὶ Βαθησὰρ, καὶ Αἰλώμ· πόλεις δέκα, καὶ αἱ κῶμαι αὐτῶν·"],["45","Ἀκκαρὼν, καὶ αἱ κῶμαι αὐτῆς, καὶ αἱ ἐπαύλεις αὐτῶν,"],["46","ἀπὸ Ἀκκαρὼν Γεμνά· καὶ πᾶσαι ὅσαι εἰσὶ πλησίον Ἀσηδώθ· καὶ αἱ κῶμαι αὐτῶν,"],["47","Ἀσιεδὼθ, καὶ αἱ κῶμαι αὐτῆς, καὶ αἱ ἐπαύλεις αὐτῆς· Γάζα, καὶ αἱ κῶμαι αὐτῆς, καὶ ἐπαύλεις αὐτῆς ἕως τοῦ χειμάῤῥου Αἰγύπτου, καὶ ἡ θάλασσα ἡ μεγάλη διορίζει."],["48","Καὶ ἐν τῇ ὀρεινῇ Σαμὶρ, καὶ Ἰεθὲρ, καὶ Σωχὰ,"],["49","καὶ Ῥεννὰ, καὶ πόλις Γραμμάτων, αὕτη Δαβὶρ,"],["50","καὶ Ἀνὼν, καὶ Ἒς, καὶ Μὰν, καὶ Αἰσὰμ,"],["51","καὶ Γοσὸμ, καὶ Χαλοὺ, καὶ Χαννὰ, καὶ Γηλώμ· πόλεις ἕνδεκα, καὶ αἱ κῶμαι αὐτῶν·"],["52","Αἰρὲμ, καὶ Ῥεμνὰ, καὶ Σομὰ,"],["53","καὶ Ἰεμαῒν, καὶ Βαιθαχοὺ, καὶ Φακουὰ,"],["54","καὶ Εὐμὰ, καὶ πόλις Ἀρβὸκ, αὕτη ἐστὶ Χεβρὼν, καὶ Σωραίθ· πόλεις ἐννέα, καὶ αἱ ἐπαύλεις αὐτῶν·"],["55","Μαὼρ, καὶ Χερμὲλ, καὶ Ὀζὶβ, καὶ Ἰτὰν,"],["56","καὶ Ἰαριὴλ, καὶ Ἀρικὰμ, καὶ Ζακαναῒμ,"],["57","καὶ Γαβαὰ, καὶ Θαμναθά· πόλεις ἐννέα, καὶ αἱ κῶμαι αὐτῶν·"],["58","Αἰλουὰ, καὶ Βηθσοὺρ, καὶ Γεδδὼν,"],["59","καὶ Μαγαρὼθ, καὶ Βαιθανὰμ, καὶ Θεκούμ· πόλεις ἓξ, καὶ αἱ κῶμαι αὐτῶν·"],["59a","Θεκὼ, καὶ Ἐφραθὰ, αὕτη ἐστὶ Βαιθλεὲμ, καὶ Φαγὼρ, καὶ Αἰτὰν, καὶ Κουλὸν, καὶ Τατὰμ, καὶ Θωβὴς, καὶ Καρὲμ, καὶ Γαλὲμ καὶ Θεθὴρ, καὶ Μανοχώ· πόλεις ἕνδεκα, καὶ αἱ κῶμαι αὐτῶν·"],["60","Καριαθβαὰλ, αὕτη ἡ πόλις Ἰαρὶμ, καὶ Σωθηβᾶ· πόλεις δύο, καὶ αἱ ἐπαύλεις αὐτῶν·"],["61","καὶ Βαδδαργεὶς, καὶ Θαραβαὰμ, καὶ Αἰνὼν,"],["62","καὶ Αἰοχιοζὰ, καὶ Ναφλαζὼν, καὶ αἱ πόλεις Σαδῶν, καὶ Ἀρκάδης· πόλεις ἑπτὰ, καὶ αἱ κῶμαι αὐτῶν."],["63","Καὶ ὁ Ἰεβουσαῖος κατῴκει ἐν Ἱερουσαλὴμ, καὶ οὐκ ἠδυνήθησαν οἱ υἱοὶ Ἰούδα ἀπολέσαι αὐτούς· καὶ κατῴκησαν οἱ Ἰεβουσαῖοι ἐν Ἱερουσαλὴμ ἕως τῆς ἡμέρας ταύτης."]],[["1","Καὶ ἐγένετο τὰ ὅρια υἱῶν Ἰωσὴφ ἀπὸ τοῦ Ἰορδάνου τοῦ κατὰ Ἱεριχὼ ἀπὸ ἀνατολῶν· καὶ ἀναβήσεται ἀπὸ Ἱεριχὼ εἰς τὴν ὀρεινὴν, τὴν ἔρημον, εἰς Βαιθὴλ Λουζά."],["2","Καὶ ἐξελεύσεται εἰς Βαιθὴλ, καὶ παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ Ἀχαταρωθί."],["3","Καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια Ἀπταλὶμ ἕως τῶν ὁρίων Βαιθωρὼν τὴν κάτω, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν."],["4","Καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Ἱωσὴφ, Ἐφραῒμ καὶ Μανασσή."],["5","Καὶ ἐγενήθη ὅρια υἱῶν Ἐφραῒμ κατὰ δήμους αὐτῶν· καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπʼ ἀνατολῶν Ἀταρὼθ, καὶ Ἐρὼκ ἕως Βαιθωρὼν τὴν ἄνω, καὶ Γαζαρά."],["6","Καὶ ἐλεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς Ἰκασμὼν ἀπὸ Βοῤῥᾶ Θερμᾶ· περιελεύσεται ἐπʼ ἀνατολὰς εἰς Θηνασὰ, καὶ Σέλλης, καὶ παρελεύσεται ἀπʼ ἀνατολῶν εἰς Ἰανῶκὰ,"],["7","καὶ εἰς Μαχὼ, καὶ Ἀταρὼθ, καὶ αἱ κῶμαι αὐτῶν· καὶ ἐλεύσεται ἐπὶ Ἱεριχὼ, καὶ διεκβαλεῖ ἐπὶ τὸν Ἰορδάνην."],["8","Καὶ ἀπὸ Τάφου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανα· καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ θάλασσαν· αὕτη ἡ κληρονομία φυλῆς Ἐφραῒμ κατὰ δήμους αὐτῶν."],["9","Καὶ αἱ πόλεις αἱ ἀφορισθεῖσαι τοῖς υἱοῖς Ἐφραῒμ ἀναμέσον τῆς κληρονομίας νἱῶν Μανασσή, πᾶσαι αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν."],["10","Καὶ οὐκ ἀπώλεσεν Ἐφραῒμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γάζέρ· καὶ κατῴκει ὁ Χαναναῖος ἐν τῷ Ἐφραῒμ ἕως τῆς ἡμέρας ταυτης, ἕως ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου, καὶ ἔλαβεν αὐτὴν, καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί· καὶ τοὺς Χαναναίους, καὶ τοὺς Φερεζαίους, καὶ τοὺς κατοικοῦντας ἐν Γαζὲρ, ἐξεκέντησαν· καὶ ἔδωκεν αὐτὴν Φαραὼ ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ."]],[["1","Καὶ ἐγένετο τὰ ὅρια φυλῆς υἱῶν Μανασσῆ, ὅτι οὗτος πρωτότοκος τῷ Ἰωσὴφ, τῷ Μαχὶρ πρωτοτόκῳ Μανασσῆ πατρὶ Γαλαὰδ, ἀνὴρ γὰρ πολεμιστὴς ἦν, ἐν τῇ Γαλααδίτιδι καὶ ἐν τῇ Βασανίτιδι."],["2","Καὶ ἐγενήθη τοῖς υἱοῖς Μανασσῆ τοῖς λοιποῖς κατὰ δήμους αὐτῶν· τοῖς υἱοῖς Ἰεζὶ, καὶ τοῖς υἱοῖς Κελὲζ, καὶ τοῖς υἱοῖς Ἰεζιὴλ, καὶ τοῖς υἱοῖς Συχὲμ, καὶ τοῖς υἱοῖς Συμαρὶμ, καὶ τοῖς υἱοῖς Ὀφέρ· οὗτοι ἄρσενες κατὰ δήμους αὐτῶν."],["3","Καὶ τῷ Σαλπαὰδ υἱῷ Ὀφὲρ οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλʼ ἢ θυγατέρες· καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπαάδ· Μααλὰ, καὶ Νουὰ, καὶ Ἐγλὰ, καὶ Μελχὰ, καὶ Θερσά."],["4","Καὶ ἔστησαν ἐναντίον Ἐλεάζαρ τοῦ ἱερέως, καὶ ἐναντίον Ἰησοῦ, καὶ ἐναντίον τῶν ἀρχόντων, λέγουσαι, ὁ Θεὸς ἐνετείλατο διὰ χειρὸς Μωυσῆ δοῦναι ἡμῖν κληρονομίαν ἐν μέσῳ τῶν ἀδελφῶν ἡμῶν· καὶ ἐδόθη αὐταῖς διὰ προστάγματος Κυρίου κλῆρος ἐν τοῖς ἀδελφοῖς τοῦ πατρὸς αὐτῶν."],["5","Καὶ ἔπεσεν ὁ σχοινισμὸς αὐτῶν ἀπὸ Ἀνάσσα, καὶ πεδίον Λαβὲκ ἐκ τῆς γῆς Γαλαὰδ, ἥ ἐστι πέραν τοῦ Ἰορδάνου·"],["6","Ὅτι θυγατέρες υἱῶν Μανασσὴ ἐκληρονόμησαν κλῆρον ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν· ἡ δὲ γῆ Γαλαὰδ ἐγενήθη τοῖς υἱοῖς Μανασσὴ τοῖς καταλελειμμένοις."],["7","Καὶ ἐγενήθη ὅρια υἱῶν Μανασσῆ Δηλανὰθ, ἥ ἐστι κατὰ πρόσωπον υἱῶν Ἀνὰθ, καὶ πορεύεται ἐπὶ τὰ ὅρια ἐπὶ Ἰαμὶν καὶ Ἰασσὶβ ἐπὶ πηγὴν Θαφθώθ."],["8","Τῷ Μανασσῇ ἔσται· καὶ Θαφὲθ ἐπὶ τῶν ὁρίων Μανασσῆ, τοῖς υἱοῖς Ἐφραΐμ."],["9","Καὶ καταβήσεται τὰ ὅρια ἐπὶ φάραγγα Καρανὰ ἐπὶ Λίβα κατὰ φάραγγα Ἰαριὴλ· τερέμινθος τῷ Ἐφραῒμ ἀναμέσον πόλεως Μανασσῆ· καὶ ὅρια Μανασσῆ ἐπὶ τὸν βοῤῥᾶν εἰς τὸν χειμάῤῥουν· καὶ ἔσται αὐτοῦ ἡ διέξοδος θάλασσα"],["10","ἀπὸ Λιβὸς τῷ Ἐφραῒμ, καὶ ἐπὶ Βοῤῥᾶν Μανασσῇ· καὶ ἔσται ἡ θάλασσα ὅρια αὐτοῖς· καὶ ἐπὶ Ἀσὴβ συνάψουσιν ἐπὶ Βοῤῥᾶν, καὶ τῷ Ἰσσάχαρ ἀπὸ ἀνατολῶν."],["11","Καὶ ἔσται Μανασσῇ ἐν Ἰσσάχαρ καὶ ἐν Ἀσὴρ Βαιθοὰν καὶ αἱ κῶμαι αὐτῶν, καὶ τοὺς κατοικοῦντας Δὼρ, καὶ τὰς κώμας αὐτῆς, καὶ τοὺς κατοικοῦντας Μαγεδδὼ, καὶ τὰς κώμας αὐτῆς, καὶ τὸ τρίτον τῆς Μαφετὰ, καὶ τὰς κώμας αὐτῆς."],["12","Καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Μανασσῆ ἐξολοθρεῦσαι τὰς πόλεις ταύτας· καὶ ἤρχετο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ."],["13","Καὶ ἐγενήθη καὶ ἐπεὶ κατίσχυσαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐποίησαν τοὺς Χαναναίους ὑπηκόους, ἐξολοθρεῦσαι δὲ αὐτοὺς οὐκ ἐξωλόθρευσαν."],["14","Ἀντεῖπαν δὲ οἱ νἱοὶ Ἰωσὴφ τῷ Ἰησοῦ, λέγοντες, διατί ἐκληρονόμησας ἡμᾶς κλῆρον ἕνα, καὶ σχοίνισμα ἕν; ἐγὼ δὲ λαὸς πολύς εἰμι, καὶ ὁ Θεὸς εὐλόγησέ με."],["15","Καὶ εἶπεν αὐτοῖς Ἰησοῦς, εἰ λαὸς πολὺς εἶ, ἀνάβηθι εἰς τὸν δρυμὸν, καὶ ἐκκάθαρον σεαυτῷ εἰ στενοχωρεῖ σε τὸ ὄρος τὸ Ἐφραΐμ."],["16","Καὶ εἶπαν, οὐκ ἀρέσκει ἡμῖν τὸ ὄρος τὸ Ἐφραΐμ· καὶ ἵππος ἐπίλεκτος, καὶ σίδηρος τῷ Χαναναίῳ τῷ κατοικοῦντι ἐν αὐτῷ ἐν Βαιθσὰν, καὶ ἐν ταῖς κώμαις αὐτῆς, ἐν τῇ κοιλάδι Ἰεζραέλ."],["17","Καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰωσὴφ, εἰ λαὸς πολὺς εἶ καὶ ἰσχὺν μεγάλην ἔχεις, οὐκ ἔσται σοι κλῆρος εἷς·"],["18","Ὁ γὰρ δρυμὸς ἔσται σοι, ὅτι δρυμός ἐστι καὶ ἐκκαθαριεῖς αὐτὸν, καὶ ἔσται σοι· καὶ ὅταν ἐξολοθρεύ· σῃς τὸν Χαναναῖον, ὅτι ἵππος ἐπίλεκτος αὐτῷ ἐστι· σὺ γὰρ ὑπερισχύεις αὐτοῦ."]],[["1","Καὶ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς Σηλὼ, καὶ ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ ἡ γῆ ἐκρατήθη ὑπʼ αὐτῶν."],["2","Καὶ κατελείφθησαν οἱ υἱοὶ Ἰσραὴλ, οἳ οὐκ ἐκληρονόμησαν, ἑπτὰ φυλαί."],["3","Καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰσραὴλ, ἕως τίνος ἐκλυθήσεσθε κληρονομῆσαι τὴν γῆν, ἣν ἔδωκε Κύριος ὁ Θεὸς ἡμῶν;"],["4","Δότε ἐξ ὑμῶν ἄνδρας τρεῖς ἐκ φυλῆς, καὶ ἀναστάντες διελθέτωσαν τὴν γῆν, καὶ διαγραψάτωσαν αὐτὴν ἐναντίον μου, καθὰ δεήσει διελεῖν αὐτήν. Καὶ διέλθοσαν πρὸς αὐτόν·"],["5","καὶ διεῖλεν αὐτοῖς ἑπτὰ μερίδας· Ἰούδας στήσεται αὐτοῖς ὅριον ἀπὸ Λιβὸς, καὶ οἱ υἱοὶ Ἰωσὴφ στήσονται αὐτοῖς ἀπὸ Βοῤῥᾶ."],["6","Ὑμεῖς δὲ μερίσατε τὴν γῆν ἑπτὰ μερίδας, καὶ ἐνέγκατε ὧδε πρὸς μὲ, καὶ ἐξοίσω ὑμῖν κλῆρον ἔναντι Κυρίου τοῦ Θεοῦ ἡμῶν."],["7","Οὐ γάρ ἐστι μερὶς τοῖς υἱοῖς Λευὶ ἐν ὑμῖν· ἱερατεία γὰρ Κυρίου μερὶς αὐτοῦ· καὶ Γὰδ καὶ Ῥουβὴν καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἐλάβοσαν τὴν κληρονομίαν αὐτῶν πέραν τοῦ Ἰορδάνου ἐπʼ ἀνατολῆς, ἣν ἔδωκεν αὐτοῖς Μωυσῆς ὁ παῖς Κυρίου."],["8","Καὶ ἀναστάντες οἱ ἄνδρες ἐπορεύθησαν· καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἀνδράσι τοῖς πορευομένοις χωροβατῆσαι τὴν γῆν, λέγων, πορεύεσθε καὶ χωροβατήσατε τὴν γῆν, καὶ παραγενήθητε πρὸς μὲ, καὶ ὧδε ἐξοίσω ὑμῖν κλῆρον ἔναντι Κυρίου ἐν Σηλώ."],["9","Καὶ ἐπορεύθησαν, καὶ ἐχωροβάτησαν τὴν γῆν· καὶ εἴδοσαν αὐτὴν, καὶ ἔγραψαν αὐτὴν κατὰ πόλεις, ἑπτα μερίδας εἰς βιβλίον, καὶ ἤνεγκαν πρὸς Ἰησοῦν."],["10","Καὶ ἐνέβαλεν αὐτοῖς Ἰησοῦς κλῆρον ἐν Σηλὼ ἔναντι Κυρίου."],["11","Καὶ ἐξῆλθεν ὁ κλῆρος φυλῆς Βενιαμὶν πρῶτος κατὰ δήμους αὐτῶν· καὶ ἐξῆλθεν ὅρια τοῦ κλήρου αὐτῶν ἀναμέσον υἱῶν Ἰούδα καὶ ἀναμέσον τῶν υἱῶν Ἰωσήφ."],["12","Καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ Βοῤῥᾶ· ἀπὸ τοῦ Ἱορδάνου προσαναβήσεται τὰ ὅρια κατὰ νὼτου Ἱεριχὼ ἀπὸ Βοῤῥᾶ, καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν θάλασσαν, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος ἡ Μαβδαρίτις Βαιθών."],["13","Καὶ διελεύσεται ἐκεῖθεν τὰ ὅρια Λοῦζὰ ἐπὶ νώτου Λουζὰ ἀπὸ Λιβὸς αὐτῆς· αὕτη ἐστὶ Βαιθήλ· καὶ καταβήσεται τὰ ὅρια Μααταρὼβ Ὀρὲχ ἐπὶ τὴν ὀρεινὴν, ἥ ἐστι πρὸς Λίβα Βαιθωρὼν ἡ κάτω."],["14","Καὶ διελεύσεται τὰ ὅρια καὶ παρελεύσεται ἐπὶ τὸ μέρος τὸ βλέπον παρὰ θάλασσαν ἀπὸ Λιβὸς ἀπὸ τοῦ ὄρους ἐπὶ πρόσωπον Βαιθωρὼν Λίβα· καὶ ἔσται αὐτοῦ ἡ διέξοδος εἰς Καριὰθ Βαάλ· αὕτη ἐστὶ Καριαθιαρὶν, πόλις υἱῶν Ἰούδα· τοῦτό ἐστι τὸ μέρος τὸ πρὸς θάλασσαν."],["15","Καὶ μέρος τὸ πρὸς Λίβα ἀπὸ μέρους Καριὰθ Βαάλ· καὶ διελεύσεται ὅρια εἰς Γασὶν, ἐπὶ πηγὴν ὕδατος Ναφθώ."],["16","Καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους, τοῦτό ἐστι κατὰ πρόσωπον νάπης Σοννὰμ, ὅ ἐστιν ἐκ μέρους Ἐμὲκ Ῥαφαῒν ἀπὸ Βοῤῥᾶ, καὶ καταβήσεται Γαίεννα ἐπὶ νῶτον Ἰεβουσαὶ ἀπὸ Λιβός· καταβήσεται ἐπὶ πηγὴν Ῥωγήλ·"],["17","Καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιθσαμύς· καὶ παρελεύσεται ἐπὶ Γαλιλὼθ, ἥ ἐστιν ἀπέναντι πρὸς ἀνάβασις Αἰθαμίν· καὶ καταβήσεται ἐπὶ λίθον Βαιὼν υἱῶν Ῥουβήν·"],["18","καὶ διελεύσεται κατὰ νώτου Βαιθάραβα ἀπὸ Βοῤῥᾶ, καὶ καταβήσεται ἐπὶ τὰ ὅρια ἐπὶ νῶτον θάλασσαν ἀπὸ Βοῤῥᾶ."],["19","Καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ λοφιὰν τῆς θαλάσσης τῶν ἁλῶν ἐπὶ Βοῤῥᾶν εἰς μέρος τοῦ Ἰορδάνου ἀπὸ Λιβός· ταῦτα τὰ ὅριά ἐστιν ἀπὸ Λιβός."],["20","Καὶ ὁ Ἰορδάνης ὁριεῖ ἀπὸ μέρους ἀνατολῶν· αὕτη ἡ κληρονομία υἱῶν Βενιαμὶν, τὰ ὅρια αὐτῆς κύκλῳ κατὰ δήμους."],["21","Καὶ ἐγενήθησαν αἱ πόλεις τῶν υιῶν Βενιαμὶν κατὰ δήμους αὐτῶν Ἱερειχὼ, καὶ Βεθεγαιὼ, καὶ Ἀμεκασὶς,"],["22","καὶ Βαιθαβαρὰ, καὶ Σαρὰ, καὶ Βησανὰ,"],["23","καὶ Αἰεὶν, καὶ Φαρὰ, καὶ Ἐφραθὰ,"],["24","καὶ Καραφὰ, καὶ Κεφιρὰ, καὶ Μονὶ, καὶ Γαβαὰ, πόλεις δώδεκα· καὶ αἱ κῶμαι αὐτῶν,"],["25","Γαβαὼν, καὶ Ῥαμὰ, καὶ Βεηρωθὰ,"],["26","καὶ Μασσημὰ, καὶ Μιρὼν, καὶ Ἀμωκὴ,"],["27","καὶ Φιρὰ, καὶ Καφὰν, καὶ Νακὰν, καὶ Ζεληκὰν, καὶ Θαρεηλὰ,"],["28","καὶ Ἰηβοῦς· αὕτη ἐστὶν Ἱερουσαλήμ· καὶ Γαβαὼθ, Ἰαρὶμ, πόλεις δεκατρεῖς, καὶ αἱ κῶμαι αὐτῶν· αὕτη ἡ κληρονομία υἱῶν Βενιαμὶν κατὰ δήμους αὐτῶν."]],[["1","Καὶ ἐξῆλθεν ὁ δεύτερος κλῆρος τῶν υἱῶν Συμεών· καὶ ἐγενήθη ἡ κληρονομία αὐτῶν ἀναμέσον κλήρων υἱῶν Ἰούδα."],["2","Καὶ ἐγενήθη ὁ κλῆρος αὐτῶν Βηρσαβεὲ, καὶ Σαμαὰ, καὶ Καλαδὰμ,"],["3","καὶ Ἀρσωλὰ, καὶ Βωλὰ, καὶ Ἰασὸν,"],["4","καὶ Ἐρθουλὰ, καὶ Βουλὰ, καὶ Ἑρμὰ,"],["5","καὶ Σικελὰκ, καὶ Βαιθμαχερὲβ, καὶ Σαρσουσὶν,"],["6","καὶ Βαθαρὼθ, καὶ οἱ ἀγροὶ αὐτῶν· πόλεις δεκατρεῖς, καὶ αἱ κῶμαι αὐτῶν."],["7","Ἐρεμμὼν, καὶ Θαλχὰ, καὶ Ἰεθὲρ, καὶ Ἀσάν· πόλεις τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν,"],["8","κύκλῳ τῶν πόλεων αὐτῶν ἕως Βαλὲκ πορευομένων Βαμὲθ κατὰ Λίβα· αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Συμεὼν κατὰ δήμους αὐτῶν."],["9","Ἀπὸ τοῦ κλήρου τοῦ Ἰούδα ἡ κληρονομία φυλῆς υἱῶν Συμεὼν, ὅτι ἐγενήθη ἡ μερὶς υἱῶν Ἰούδα μείζων τῆς αὐτῶν· καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεὼν ἐν μέσῳ τοῦ κλήρου αὐτῶν."],["10","Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ τρίτος τῷ Ζαβουλὼν κατὰ δήμους αὐτῶν· ἔσται τὰ ὅρια τῆς κληρονομίας αὐτῶν, Ἐσεδεκγωλὰ ὅρια αὐτῶν,"],["11","ἡ θάλασσα καὶ Μαγελδὰ, καὶ συνάψει ἐπὶ Βαιθάραβὰ εἰς τὴν φάραγγα, ἥ ἐστι κατὰ πρόσωπον Ἰεκμάν."],["12","Καὶ ἀνέστρεψεν ἀπὸ Σεδδοὺκ ἐξ ἐναντίας ἀπὸ ἀνατολῶν Βαιθσαμὺς ἐπὶ τὰ ὅρια Χασελωθαὶθ, καὶ διελεύσεται ἐπὶ Δαβιρὼθ, καὶ προσαναβήσεται ἐπὶ Φαγγαί."],["13","Καὶ ἐκεῖθεν περιελεύσεται ἐξ ἐναντίας ἐπʼ ἀνατολὰς ἐπὶ Γεβερὲ ἐπὶ πόλιν Κατασὲμ, καὶ διελεύσεται ἐπὶ Ῥεμμωναὰ Μαθαραοζά."],["14","Καὶ περιελεύσεται ὅρια ἐπὶ Βοῤῥᾶν ἐπὶ Ἀμὼθ, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ Γαιφαὴλ,"],["15","καὶ Κατανὰθ, καὶ Ναβαὰλ, καὶ Συμοὼν, καὶ Ἱεριχὼ, καὶ Βαιθμάν."],["16","Αὕτη ἡ κληρονομία τῆς φυλῆς υἱῶν Ζαβουλὼν κατὰ δήμους αὐτῶν, πόλεις καὶ αἱ κῶμαι αὐτῶν."],["17","Καὶ τῷ Ἰσσὰχαρ ἐξῆλθεν ὁ κλῆρος ὁ τέταρτος."],["18","Καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Ἰαζὴλ, καὶ Χασαλὼθ, καὶ Σουνὰμ,"],["19","καὶ Ἀγὶν, καὶ Σιωνὰ, καὶ Ῥεηρὼθ, καὶ Ἀναχερὲθ,"],["20","καὶ Δαβιρὼν, καὶ Κισὼν, καὶ Ῥεβές,"],["21","καὶ Ῥεμμὰς, καὶ Ἰεὼν, καὶ Τομμὰν, καὶ Αἰμαρὲκ, καὶ Βηρσαφής."],["22","Καὶ συνάψει τὰ ὅρια ἐπὶ Γαιθβὼρ, καὶ ἐπὶ Σαλὶμ κατὰ θάλασσαν, καὶ Βαιθσαμύς· καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ὁ Ἰορδάνης."],["23","Αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ἰσσάχαρ κατὰ δήμους αὐτῶν, αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν."],["24","Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πέμπτος Ἀσὴρ κατὰ δήμους αὐτῶν."],["25","Καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Ἐξελεκὲθ, καὶ Ἀλὲφ, καὶ Βαιθὸκ, καὶ Κεὰφ,"],["26","καὶ Ἐλιμελὲχ, καὶ Ἀμιὴλ, καὶ Μαασά· καὶ συνάψει τῷ Καρμήλῳ κατὰ θάλασσαν, καὶ τῷ Σιὼν, καὶ Λαβανάθ."],["27","Καὶ ἐπιστρέψει ἀπὸ ἀνατολῶν ἡλίου καὶ Βαιθεγενὲθ, καὶ συνάψει τῷ Ζαβουλὼν καὶ Ἐκγαῖ, καὶ Φθαιὴλ κατὰ Βοῤῥᾶν, καὶ εἰσελεύσεται ὅρια Σαφθαιβαιθμὲ, καὶ Ἰναὴλ, καὶ διελεύσεται εἰς Χωβαμασομὲλ,"],["28","καὶ Ἐλβὼν, καὶ Ῥαὰβ, καὶ Ἐμεμαὼν, καὶ Κανθὰν ἕως Σιδῶνος τῆς μεγάλης."],["29","Καὶ ἀναστρέψει τὰ ὅρια εἰς Ῥαμὰ, καὶ ἕως πηγῆς Μασφασσὰτ, καὶ τῶν Τυρίων· καὶ ἀναστρέψει τὰ ὅρια ἐπὶ Ἰασὶφ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ἡ θάλασσα, καὶ Ἀπολὲβ, καὶ Ἐχοζὸβ,"],["30","καὶ Ἀρχὸβ, καὶ Ἀφὲκ, καὶ Ῥααύ."],["31","Αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ἀσὴρ κατὰ δήμους αὐτῶν, πόλεις καὶ αἱ κῶμαι αὐτῶν."],["32","Καὶ τῷ Νεφθαλὶ ἐξῆλθεν ὁ κλῆρος ὁ ἕκτος."],["33","Καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Μοολὰμ, καὶ Μωλὰ, καὶ Βεσεμιῒν, καὶ Ἀρμὲ, καὶ Ναβὸκ, καὶ Ἰεφθαμαὶ, ἕως Δωδάμ· καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτοῦ Ἰορδάνης."],["34","Καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν ἐν Ἀθθαβὼρ, καὶ διελεύσεται ἐκεῖθεν Ἰακανὰ, καὶ συνάψει τῷ Ζαβουλὼν ἀπὸ Νότου, καὶ Ἀσὴρ συνάψει κατὰ θάλασσαν, καὶ ὁ Ἰορδάνης ἀπὸ ἀνατολῶν ἡλίου."],["35","Καὶ αἱ πόλεις τειχήρεις τῶν Τυρίων, Τυρὸς, καὶ Ὠμαθαδακὲθ, καὶ Κενερέθ,"],["36","καὶ Ἀρμαὶθ, καὶ Ἀραὴλ, καὶ Ἀσὼρ,"],["37","καὶ Κάδες, καὶ Ἀσσαρὶ, καὶ πηγὴ Ἀσὸρ,"],["38","καὶ Κερωὲ, καὶ Μεγαλααρὶμ, καὶ Βαιθθαμὲ, καὶ Θεσσαμύς."],["39","Αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Νεφθαλί."],["40","Καὶ τῷ Δὰν ἐξῆλθεν ὁ κλῆρος ὁ ἕβδομος·"],["41","Καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Σαρὰθ, καὶ Ἀσὰ, καὶ πόλεις Σαμμαὺς,"],["42","καὶ Σαλαμὶν, καὶ Ἀμμὸν, καὶ Σιλαθὰ,"],["43","καὶ Ἐλὼν, καὶ Θαμναθὰ, καὶ Ἀκκαρὼν,"],["44","καὶ Ἀλκαθὰ, καὶ Βεγεθὼν, καὶ Γεβεελὰν,"],["45","καὶ Ἀζὼρ, καὶ Βαναιβακὰτ, καὶ Γεθρεμμὼν,"],["46","καὶ ἀπὸ θαλάσσης Ἱερὰκων ὅριον πλησίον Ἰόππης."],["47","Αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Δὰν κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ κῶμαι αὐτῶν·"],["47a","καὶ οὐκ ἐξέθλιψαν οἱ υἱοὶ Δὰν τὸν Ἀμοῤῥαῖον τὸν θλίβοντα αὐτοὺς ἐν τῷ ὄρει· καὶ οὐκ εἴων αὐτοὺς οἱ Ἀμοῥῥαῖοι καταβῆναι εἰς τὴν κοιλάδα, καὶ ἔθλιψαν ἀπʼ αὐτῶν τὸ ὅριον τῆς μερίδος αὐτῶν."],["48","Καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δὰν καὶ ἐπολέμησαν τὴν Λαχὶς, καὶ κατελάβοντο αὐτὴν, καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι μαχαίρας· καὶ κατῴκησαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτῆς Λασενδάν·"],["48a","καὶ ὁ Ἀμοῤῥαῖος ὑπέμεινε τοῦ κατοικεῖν ἐν Ἐλὼμ καὶ ἐν Σαλαμίν· καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ Ἐφραὶμ ἐπʼ αὐτοὺς, καὶ ἐγένοντο αὐτοῖς εἰς φόρον."],["49","Καὶ ἐπορεύθησαν ἐμβατεύσαι τὴν γῆν κατὰ τὸ ὅριον αὐτῶν· καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ κλῆρον τῷ Ἰησοῖ τῷ υἱῷ Ναυῆ ἐν αὐτοῖς"],["50","διὰ προστάγματος τοῦ Θεοῦ, καὶ ἔδωκαν αὐτῷ τὴν πόλιν, ἣν ᾐτήσατο, Θαμνασαρὰχ, ἥ ἐστιν ἐν τῷ ὄρει Ἐφραίμ· καὶ ᾠκοδόμησε τὴν πόλιν, καὶ κατῴκει ἐν αὐτῇ."],["51","Αὗται αἱ διαιρέσεις ἃς κατεκληρονόμησεν Ἐλεάζαρ ὁ ἱερεὺς, καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ οἱ ἄρχοντες τῶν πατριῶν ἐν ταῖς φυλαῖς Ἰσραὴλ κατὰ κλήρους ἐν Σηλὼ ἔναντι Κυρίου, παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν."]],[["1","Καὶ ἐλάλησε Κύριος τῷ Ἰησοῖ, λέγων,"],["2","λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, δότε τὰς πόλεις τῶν φυγαδευτηρίων, ἃς εἶπα πρὸς ὑμᾶς διὰ Μωυσῆ."],["3","Φυγαδευτήριον τῷ φονευτῇ τῷ πατάξαντι ψυχὴν ἀκουσίως· καὶ ἔσονται ὑμῖν αἱ πόλεις φυγαδευτήριον, καὶ οὐκ ἀποθανεῖται ὁ φονευτὴς ὑπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, ἕως ἂν καταστῇ· ἐναντίον τῆς συναγωγῆς εἰς κρίσιν."],["7","Καὶ διέστειλε τὴν Κάδης ἐν τῇ Γαλιλαίᾳ ἐν τῷ ὄρει τῷ Νεφθαλὶ, καὶ Συχὲμ ἐν τῷ ὄρει τῷ Ἐφραὶμ, καὶ τὴν πόλιν Ἀρβὸκ, αὕτη ἐστὶ Χεβρὼν, ἐν τῷ ὄρει τῷ Ἰούδα."],["8","Καὶ ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἔδωκε Βοσὸρ ἐν τῇ ἐρήμῳ ἐν τῷ πεδίῳ ἀπὸ τῆς φυλῆς Ῥουβὴν, καὶ Ἀρημὼθ ἐν τῇ Γαλαὰδ ἐκ τῆς φυλῆς Γὰδ, καὶ τὴν Γαυλὼν ἐν τῇ Βασανίτιδι ἐκ τῆς φυλῆς Μανασσῆ."],["9","Αὗται αἱ πόλεις αἱ ἐπίκλητοι τοῖς υἱοῖς Ἰσραὴλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς, καταφυγεῖν ἐκεῖ παντὶ παίοντι ψυχὴν ἀκουσίως, ἵνα μὴ ἀποθάνῃ ἐν χειρὶ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, ἕως ἄν καταστῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν."]],[["1","Καὶ προσήλθοσαν οἱ ἀρχιπατριῶται τῶν υἱῶν Λευὶ πρὸς Ἐλεάζαρ τὸν ἱερέα, καὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ, καὶ πρὸς τοὺς ἀρχιφύλους πατριῶν ἐκ τῶν φυλῶν Ἰσραήλ·"],["2","Καὶ εἶπον πρὸς αὐτοὺς ἐν Σηλὼ ἐν γῇ Χαναὰν, λέγοντες, ἐνετείλατο Κύριος ἐν χειρὶ Μωυσῆ δοῦναι ἡμῖν πόλεις κατοικεῖν, καὶ τὰ περισπόρια τοῖς κτήνεσιν ἡμῶν."],["3","Καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς Λευίταις ἐν τῷ κατακληρονομεῖν διὰ προστάγματος Κυρίου τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν."],["4","Καὶ ἐξῆλθεν ὁ κλῆρος τῷ δήμῳ Καάθ· καὶ ἐγένετο τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἱερεῦσι τοῖς Λευίταις ἀπὸ φυλῆς Ἰούδα καὶ ἀπὸ φυλῆς Συμεὼν καὶ ἀπὸ φυλῆς Βενιαμὶν κληρωτὶ, πόλεις δεκατρεῖς."],["5","Καὶ τοῖς υἱοῖς Καὰθ τοῖς καταλελειμμένοις ἐκ τῆς φυλῆς Ἐφραὶμ καὶ ἐκ τῆς φυλῆς Δὰν καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ κληρωτὶ, πόλεις δέκα."],["6","Καὶ τοῖς υἱοῖς Γεδσὼν ἀπὸ τῆς φυλῆς Ἰσσάχαρ καὶ ἀπὸ τῆς φυλῆς Ἀσὴρ καὶ ἀπὸ τῆς φυλῆς Νεφθαλὶ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐν τῇ Βασὰν, πόλεις δεκατρεῖς."],["7","Καὶ τοῖς υἱοῖς Μεραρὶ κατὰ δήμους αὐτῶν ἀπὸ φυλῆς Ῥουβὴν καὶ ἀπὸ φυλῆς Γὰδ καὶ ἀπὸ φυλῆς Ζαβουλὼν κληρωτὶ, πόλεις δώδεκα."],["8","Καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν, ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ, κληρωτί."],["9","Καὶ ἔδωκεν ἡ φυλὴ υἱῶν Ἰούδα καὶ ἡ φυλὴ υἱῶν Συμεὼν καὶ ἀπὸ τῆς φυλῆς υἱῶν Βενιαμὶν τὰς πόλεις ταύτας· καὶ ἐπεκλήθησαν"],["10","τοῖς υἱοῖς Ἀαρὼν ἀπὸ τοῦ δήμου τοῦ Καὰθ τῶν υἱῶν Λευὶ, ὅτι τούτοις ἐγενήθη ὁ κλῆρος."],["11","Καὶ ἔδωκεν αὐτοῖς τὴν Καριαθαρβὸκ μητρόπολιν τῶν Ἐνάκ· αὕτη ἐστὶ Χεβρὼν ἐν τῷ ὄρει Ἰούδα· τὰ δὲ περισπόρια κύκλῳ αὐτῆς,"],["12","καὶ τοὺς ἀγροὺς τῆς πόλεως, καὶ τὰς κώμας αὐτῆς ἔδωκεν Ἰησοῦς τοῖς υἱοῖς Χάλεβ υἱοῦ Ἰεφοννὴ ἐν κατασχέσει."],["13","Καὶ τοῖς υἱοῖς Ἀαρὼν ἔδωκε τὴν πόλιν φυγαδευτήριον τῷ φονεύσαντι, τὴν Χεβρὼν, καὶ τὰ ἀφωρισμένα τὰ σὺν αὐτῇ· καὶ τὴν Λεμνὰ, καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ·"],["14","Καὶ τὴν Αἰλὼμ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ τὴν Τεμὰ, καὶ τὰ ἀφωρισμένα αὐτῇ·"],["15","Καὶ τὴν Γελλὰ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ τὴν Δαβὶρ, καὶ τὰ ἀφωρισμένα αὐτῇ·"],["16","Καὶ Ἀσὰ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ Τανὺ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ Βαιθσαμὺς, καὶ τὰ ἀφωρισμένα αὐτῇ· πόλεις ἐννέα παρὰ τῶν δύο φυλῶν τούτων."],["17","Καὶ παρὰ τῆς φυλῆς Βενιαμὶν, τὴν Γαβαὼν, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ Γαθὲθ, καὶ τὰ ἀφωρισμένα αὐτῇ·"],["18","Καὶ Ἀναθὼθ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ Γάμαλα, καὶ τὰ ἀφωρισμένα αὐτῇ· πόλεις τέσσαρες."],["19","Πᾶσαι αἱ πόλεις υἱῶν Ἀαρὼν τῶν ἱερέων, δεκατρεῖς."],["20","Καὶ τοῖς δήμοις υἱοῖς Καὰθ τοῖς Λευίταις τοῖς καταλελειμμένοις ἀπὸ τῶν υἱῶν Καὰθ, καὶ ἐγενήθη ἡ πόλις τῶν ἱερέων αὐτῶν ἀπὸ φυλῆς Ἐφραίμ·"],["21","καὶ ἔδωκαν αὐτοῖς τὴν πόλιν τοῦ φυγαδευτηρίου τὴν τοῦ φονεύσαντος, τὴν Συχὲμ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ Γάζαρα καὶ τὰ πρὸς αὐτὴν, καὶ τὰ ἀφωρισμένα αὐτῇ·"],["22","Καὶ Βαιθωρὼν, καὶ τὰ ἀφωρισμένα τὰ αὐτῇ· πόλεις τέσσαρες."],["23","Καὶ ἐκ τῆς φυλῆς Δὰν, τὴν Ἑλκωθαὶμ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ τὴν Γεθεδὰν, καὶ τὰ ἀφωρισμένα αὐτῇ·"],["24","Καὶ Αἰλὼν, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ τὴν Γεθερεμμὼν, καὶ τὰ ἀφωρισμένα αὐτῇ· πόλεις τέσσαρες."],["25","Καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ, τὴν Τανὰχ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ τὴν Ἰεβαθὰ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· πόλεις δύο."],["26","Πᾶσαι πόλεις δέκα, καὶ τὰ ἀφωρισμένα αὐτῇ τὰ πρὸς αὐταῖς, τοῖς δήμοις υἱῶν Καὰθ τοῖς ὑπολελειμμένοις."],["27","Καὶ τοῖς υἱοῖς Γεδσὼν τοῖς Λευίταις ἐκ τοῦ ἡμίσους φυλῆς Μανασσῆ τὰς πόλεις τὰς ἀφωρισμένας τοῖς φονεύσασι, τὴν Γαυλὼν ἐν τῇ Βασανίτιδι, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ τὴν Βοσορὰν, καὶ τὰ ἀφωρισμένα αὐτῇ· πόλεις δύο."],["28","Καὶ ἐκ τῆς φυλῆς Ἰσσάχαρ, τὴν Κισὼν, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ τὴν Δεββὰ, καὶ τὰ ἀφωρισμένα αὐτῇ·"],["29","Καὶ τὴν Ῥεμμὰθ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ Πηγὴν γραμμάτων, καὶ τὰ ἀφωρισμένα αὐτῇ· πόλεις τέσσαρες."],["30","Καὶ ἐκ τῆς φυλῆς Ἀσὴρ τὴν Βασελλὰν, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ τὴν Δαββὼν, καὶ τὰ ἀφωρισμένα αὐτῇ·"],["31","Καὶ Χελκὰτ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ τὴν Ῥαὰβ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· πόλεις τέσσαρες."],["32","Καὶ ἐκ τῆς φυλῆς Νεφθαλὶ, τὴν πόλιν τὴν ἀφωρισμένην τῷ φονεύσαντι, τὴν Κάδης ἐν τῇ Γαλιλαίᾳ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ τὴν Νεμμὰθ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ Θεμμὼν, καὶ τὰ ἀφωρισμένα αὐτῇ· πόλεις τρεῖς."],["33","Πᾶσαι αἱ πόλεις τοῦ Γεδσὼν κατὰ δήμους αὐτῶν, πόλεις δεκατρεῖς."],["34","Καὶ τῷ δήμῳ υἱῶν Μεραρὶ τοῖς Λευίταις τοῖς λοιποῖς ἐκ τῆς φυλῆς Ζαβουλὼν, τὴν Μαὰν, καὶ τὰ περισπόρια αὐτῆς· καὶ τὴν Κάδης, καὶ τὰ περισπόρια αὐτῆς·"],["35","Καὶ Σελλὰ, καὶ τὰ περισπόρια αὐτῆς· πόλεις τρεῖς."],["36","Καὶ πέραν τοῦ Ἰορδάνου τοῦ κατὰ Ἰεριχὼ ἐκ τῆς φυλῆς Ῥουβὴν, τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος, τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ· τὴν Μισὼ, καὶ τὰ περισπόρια αὐτῆς· καὶ τὴν Ἰαζὴρ, καὶ τὰ περισπόρια αὐτῆς·"],["37","καὶ τὴν Δεκμὼν, καὶ τὰ περισπόρια αὐτῆς· καὶ τὴν Μαφὰ, καὶ τὰ περισπόρια αὐτῆς· πόλεις τέσσαρες."],["38","Καὶ ἀπὸ τῆς φυλῆς Γὰδ, τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος, καὶ τὴν Ῥαμὼθ ἐν τῇ Γαλαὰδ, καὶ τὰ περισπόρια αὐτῆς· τὴν Καμὶν, καὶ τὰ περισπόρια αὐτῆς·"],["39","καὶ τὴν Ἐσβὼν, καὶ τὰ περισπόρια αὐτῆς· καὶ τὴν Ἰαζὴρ, καὶ τὰ περισπόρια αὐτῆς· πᾶσαι αἱ πόλεις τέσσαρες."],["40","Πᾶσαι αἱ πόλεις τοῖς υἱοῖς Μεραρὶ κατὰ δήμους αὐτῶν τῶν καταλελειμμένων ἀπὸ τῆς φυλῆς τῆς Λευί· καὶ ἐγενήθη τὰ ὅρια αἱ πόλεις δεκαδύο."],["41","Πᾶσαι πόλεις τῶν Λευιτῶν ἐν μέσῳ κατασχέσεως υἱῶν Ἰσραὴλ, τεσσαρακονταοκτὼ πόλεις, καὶ τὰ περισπόρια αὐτῶν"],["42","κύκλῳ τῶν πόλεων τούτων· πόλις καὶ τὰ περισπόρια κύκλῳ τῆς πόλεως πάσαις ταῖς πόλεσι ταύταις·"],["42a","καὶ συνετέλεσεν Ἰησοῦς διαμερίσας τὴν γῆν ἐν τοῖς ὁρίοις αὐτῶν·"],["42b","καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ μερίδα τῷ Ἰησοῖ διὰ πρόσταγμα Κυρίου· ἔδωκαν αὐτῷ τὴν πόλιν, ἣν ᾐτήσατο· τὴν Θαμνασαχὰρ ἔδωκαν αὐτῷ ἐν τῷ ὄρει Ἐφραίμ·"],["42c","καὶ ᾠκοδόμησεν Ἰησοῦς τὴν πόλιν, καὶ ᾤκησεν ἐν αὐτῇ·"],["42d","καὶ ἔλαβεν Ἰησοῦς τὰς μαχαίρας τὰς πετρίνας, ἐν αἷς περιέτεμε τοὺς υἱοὺς Ἰσραὴλ τοὺς γενομένους ἐν τῇ ὁδῷ ἐν τῇ ἐρήμῳ, καὶ ἔθηκεν αὐτὰς ἐν Θαμνασαχάρ."],["43","Καὶ ἔδωκε Κύριος τῷ Ἰσραὴλ πᾶσαν τὴν γῆν, ἣν ὤμοσε δοῦναι τοῖς πατράσιν αὐτῶν· καὶ κατεκληρονόμησαν αὐτὴν, καὶ κατῴκησαν ἐν αὐτῇ."],["44","Καὶ κατέπαυσεν αὐτοὺς Κύριος κυκλόθεν, καθότι ὤμοσε τοῖς πατράσιν αὐτῶν· οὐκ ἀνέστη οὐθεὶς κατενώπιον αὐτῶν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν· πάντας τοὺς ἐχθροὺς αὐτῶν παρέδωκε Κύριος εἰς τὰς χεῖρας αὐτῶν."],["45","Οὐ διέπεσεν ἀπὸ πάντων τῶν ῥημάτων τῶν καλῶν, ὧν ἐλάλησε Κύριος τοῖς υἱοῖς Ἰσραὴλ· πάντα παρεγένετο."]],[["1","Τότε συνεκάλεσεν Ἰησοῦς τοὺς υἱοὺς Ῥουβὴν, καὶ τοὺς υἱοὺς Γὰδ, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ,"],["2","καὶ εἶπεν αὐτοῖς, ὑμεῖς ἀκηκόατε πάντα ὅσα ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς Κυρίου, καὶ ὑπηκούσατε τῆς φωνῆς μου κατὰ πάντα ὅσα ἐνετείλατο ὑμῖν."],["3","Οὐκ ἐγκαταλελοίπατε τοὺς ἀδελφοὺς ὑμῶν ταύτας τὰς ἡμέρας πλείους· ἕως τῆς σήμερον ἡυμέρας ἐφυλάξατε τὴν ἐντολὴν Κυρίου τοῦ Θεοῦ ὑμῶν."],["4","Νῦν δὲ κατέπαυσε Κύριος ὁ Θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ἡμῶν, ὃν τρόπον εἶπεν αὐτοῖς· νῦν οὖν ἀποστραφέντες, ἀπέλθατε εἰς τοὺς οἴκους ὑμῶν, καὶ εἰς τὴν γῆν τῆς κατασχέσεως ὑμῶν, ἣν ἔδωκεν ὑμῖν Μωυσῆς ἐν τῷ πέραν τοῦ Ἰορδάνου."],["5","Ἀλλὰ φυλάξασθε σφόδρα ποιεῖν τὰς ἐντολὰς καὶ τὸν νόμον, ὃν ἐνετείλατο ἡμῖν ποιεῖν Μωυσῆς ὁ παῖς Κυρίου· ἀγαπᾷν Κύριον τὸν Θεὸν ἡμῶν, πορεύεσθαι πάσαις ταῖς ὁδοῖς αὐτοῦ, φυλάξασθαι τὰς ἐντολὰς αὐτοῦ, καὶ προσκεῖσθαι αὐτῷ, καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς διανοίας ὑμῶν, καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν."],["6","Καὶ εὐλόγησεν αὐτοὺς Ἰησοῦς, καὶ ἐξαπέστειλεν αὐτούς· καὶ ἐπορεύθησαν εἰς τοὺς οἴκους αὐτῶν."],["7","Καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ ἔδωκε Μωυσῆς ἐν τῇ Βασανίτιδι, καὶ τῷ ἡμίσει ἔδωκεν Ἰησοῦς μετὰ τῶν ἀδελφῶν αὐτοῦ ἐν τῷ πέραν τοῦ Ἰορδάνου παρὰ θάλασσαν· καὶ ἡνίκα ἐξαπέστειλεν αὐτοὺς Ἰησοῦς εἰς τοὺς οἴκους αὐτῶν καὶ εὐλόγησεν αὐτούς."],["8","Καὶ ἐν χρήμασι πολλοῖς ἀπήλθοσαν εἰς τοὺς οἴκους αὐτῶν· καὶ κτήνη πολλὰ σφόδρα, καὶ ἀργύριον, καὶ χρυσίον, καὶ σίδηρον, καὶ ἱματισμὸν πολὺν, διείλαντο τὴν προνομὴν τῶν ἐχθρῶν μετὰ τῶν ἀδελφῶν αὐτῶν."],["9","Καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ῥουβὴν, καὶ οἱ υἱοὶ Γὰδ, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἀπὸ τῶν υἱῶν Ἰσραὴλ ἐν Σηλὼ ἐν γῇ Χαναὰν ἀπελθεῖν εἰς τὴν Γαλαὰδ εἰς γῆν κατασχέσεως αὐτῶν, ἣν ἐκληρονόμησαν αὐτὴν διὰ προστάγματος Κυρίου ἐν χειρὶ Μωυσῆ."],["10","Καὶ ἦλθον εἰς Γαλαὰδ τοῦ Ἰορδάνου, ἥ ἐστιν ἐν γῇ Χαναάν· καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Ῥουβὴν, καὶ οἱ υἱοὶ Γὰδ, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἐκεῖ βωμὸν ἐπὶ τοῦ Ἰορδάνου, βωμὸν μέγαν τοῦ ἰδεῖν."],["11","Καὶ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ λεγόντων, Ἰδοῦ ᾠκοδομήκασιν οἱ υἱοὶ Ῥουβὴν, καὶ οἱ υἱοὶ Γὰδ, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ βωμὸν ἐφʼ ὁρίων γῆς Χαναὰν ἐπὶ τοῦ Γαλαὰδ τοῦ Ἰορδάνου ἐν τῷ πέραν υἱῶν Ἰσραήλ."],["12","Καὶ συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ εἰς Σηλὼ, ὥστε ἀναβάντες ἐκπολεμῆσαι αὐτούς."],["13","Καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς τοὺς υἱοὺς Ῥουβὴν καὶ πρὸς τοὺς υἱοὺς Γὰδ καὶ πρὸς τοὺς υἱοὺς ἥμισυ φυλῆς Μανασσῆ εἰς γῆν Γαλαὰδ, τόν τε Φινεὲς υἱὸν Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἀρχιερέως,"],["14","καὶ δέκα τῶν ἀρχόντων μετʼ αὐτοῦ· ἄρχων εἷς ἀπὸ οἴκου πατριᾶς ἀπὸ πασῶν φυλῶν Ἰσραήλ· ἄρχοντες οἴκων πατριῶν εἰσι χιλίαρχοι Ἰσραήλ."],["15","Καὶ παρεγένοντο πρὸς τοὺς υἱοὺς Ῥουβὴν, καὶ πρὸς τοὺς υἱοὺς Γὰδ, καὶ πρὸς τοὺς ἡμίσεις φυλῆς Μανασσῆ εἰς γῆν Γαλαάδ· καὶ ἐλάλησαν πρὸς αὐτοὺς, λέγοντες,"],["16","τάδε λέγει πᾶσα ἡ συναγωγὴ Κυρίου, τίς ἡ πλημμέλεια αὕτη, ἣν ἐπλημμελήσατε ἐναντίον τοῦ Θεοῦ Ἰσραὴλ, ἀποστραφῆναι σήμερον ἀπὸ Κυρίου, οἰκοδομήσαντες ὑμῖν ἑαυτοῖς βωμὸν, ἀποστάτας ὑμᾶς γενέσθαι ἀπὸ τοῦ Κυρίου;"],["17","Μὴ μικρὸν ἡμῖν τὸ ἁμάρτημα Φογὼρ, ὅτι οὐκ ἐκαθαρίσθημεν ἀπʼ αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης; καὶ ἐγενήθη πληγὴ ἐν τῇ συναγωγῇ Κυρίου."],["18","Καὶ ὑμεῖς ἀπεστράφητε σήμερον ἀπὸ Κυρίου· καὶ ἔσται ἐὰν ἀποστῆτε σήμερον ἀπὸ Κυρίου, καὶ αὔριον ἐπὶ πάντα Ἰσραὴλ ἔσται ἡ ὀργή."],["19","Καὶ νῦν εἰ μικρὰ ἡ γῆ ὑμῶν τῆς κατασχέσεως ὑμῶν, διάβητε εἰς τὴν γῆν τῆς Κυρίου κατασχέσεως, οὗ κατασκηνοῖ ἐκεῖ ἡ σκηνὴ Κυρίου, καὶ κατακληρονομήσετε ἐν ἡμῖν· καὶ μὴ ἀπὸ Θεοῦ ἀποστάται γενήθητε, καὶ ὑμεῖς μηδʼ ἀπόστητε ἀπὸ Κυρίου, διὰ τὸ οἰκοδομῆσαι ὑμᾶς βωμὸν ἔξω τοῦ θυσιαστηρίου Κυρίου τοῦ Θεοῦ ἡμῶν."],["20","Οὐκ ἰδοὺ Ἄχαρ ὁ τοῦ Ζαρᾶ πλημμελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος, καὶ ἐπὶ πᾶσαν συναγωγὴν Ἰσραὴλ ἐγενήθη ὀργή; καὶ οὗτος εἷς αὐτὸς ἀπέθανε τῇ ἑαυτοῦ ἁμαρτίᾳ."],["21","Καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ῥουβὴν, καὶ οἱ υἱοὶ Γὰδ, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ, καὶ ἐλάλησαν τοῖς χιλιάρχοις Ἰσραὴλ, λέγοντες,"],["22","ὁ Θεὸς Θεὸς Κύριός ἐστι, καὶ ὁ Θεὸς Θεὸς αὐτὸς οἶδε, καὶ Ἰσραὴλ αὐτὸς γνώσεται· εἰ ἐν ἀποστασίᾳ ἐπλημμελήσαμεν ἔναντι τοῦ Κυρίου, μὴ ῥύσαιτο ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ."],["23","Καὶ εἰ ᾠκοδομήσαμεν ἑαυτοῖς βωμὸν, ὥστε ἀποστῆναι ἀπὸ Κυρίου τοῦ Θεοῦ ἡμῶν, ὥστε ἀναβιβάσαι ἐπʼ αὐτὸν θυσίαν ὁλοκαυτωμάτων, ὥστε ποιῆσαι ἐπʼ αὐτοῦ θυσίαν σωτηρίου, Κύριος ἐκζητήσει."],["24","Ἀλλʼ ἕνεκεν εὐλαβείας ῥήματος ἐποιήσαμεν τοῦτο, λέγοντες, ἵνα μὴ εἴπωσιν αὔριον τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν, τί ὑμῖν Κυρίῳ τῷ Θεῷ Ἰσραήλ;"],["25","Καὶ ὅρια ἔθηκε Κύριος ἀναμέσον ἡμῶν καὶ ὑμῶν τὸν Ἰορδάνην, καὶ οὐκ ἔστιν ὑμῖν μερὶς Κυρίου· καὶ ἀπαλλοτριώσουσιν οἱ υἱοὶ ὑμῶν τοὺς υἱῶν ἡμῶν, ἵνα μὴ σέβωνται Κύριον."],["26","Καὶ εἴπαμεν ποιῆσαι οὕτω, τοῦ οἰκοδομῆσαι τὸν βωμὸν τοῦτον οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν,"],["27","ἀλλʼ ἵνα ᾖ τοῦτο μαρτύριον ἀναμέσον ἡμῶν καὶ ὑμῶν, καὶ ἀναμέσον τῶν γενεῶν ἡμῶν μεθʼ ἡμᾶς, τοῦ λατρεύειν λατρείαν Κυρίου ἐναντίον αὐτοῦ, ἐν τοῖς καρπώμασιν ἡμῶν καὶ ἐν ταῖς θυσίαις ἡμῶν καὶ ἐν ταῖς θυσίαις τῶν σωτηρίων ἡμῶν· καὶ οὐκ ἐροῦσι τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν αὔριον, οὐκ ἔστιν ὑμῖν μερὶς Κυρίου."],["28","Καὶ εἴπαμεν, ἐὰν γένηταί ποτε καὶ λαλήσωσι πρὸς ἡμᾶς, ἢ ταῖς γενεαῖς ἡμῶν αὔριον, καὶ ἐροῦσιν, ἴδετε ὁμοίωμα τοῦ θυσιαστηρίου Κυρίου, ὃ ἐποίησαν οἱ πατέρες ἡμῶν οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν, ἀλλὰ μαρτύριόν ἐστιν ἀναμέσον ὑμῶν καὶ ἀναμέσον ἡμῶν, καὶ ἀναμέσον τῶν υἱῶν ἡμῶν."],["29","Μὴ γένοιτο οὖν ἡμᾶς ἀποστραφῆναι ἀπὸ Κυρίου ἐν τῇ σήμερον ἡμέρᾳ ἀποστῆναι ἀπὸ Κυρίου, ὥστε οἰκοδομῆσαι ἡμᾶς θυσιαστήριον τοῖς καρπώμασι, καὶ ταῖς θυσίαις Σαλαμὶν, καὶ τῇ θυσίᾳ τοῦ σωτηρίου, πλὴν τοῦ θυσιαστηρίου Κυρίου ὅ ἐστιν ἐναντίον τῆς σκηνῆς αὐτοῦ."],["30","Καὶ ἀκούσας Φινεὲς ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς Ἰσραὴλ οἳ ἦσαν μετʼ αὐτοῦ, τοὺς λόγους οὓς ἐλάλησαν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ, καὶ ἤρεσεν αὐτοῖς."],["31","Καὶ εἶπε Φινεὲς ὁ ἱερεὺς τοῖς υἱοῖς Ῥουβὴν καὶ τοῖς υἱοῖς Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ, σήμερον ἐγνώκαμεν ὅτι μεθʼ ἡμῶν Κύριος, διότι οὐκ ἐπλημμελήσατε ἐναντίον Κυρίου πλημμέλειαν, καὶ ὅτι ἐῤῥύσασθε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ χειρὸς Κυρίου."],["32","Καὶ ἀπέστρεψε Φινεὲς ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες ἀπὸ τῶν υἱῶν Ῥουβὴν καὶ ἀπὸ τῶν υἱῶν Γὰδ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐκ τῆς Γαλαὰδ εἰς γῆν Χαναὰν πρὸς τοὺς υἱοὺς Ἰσραήλ· καὶ ἀπεκρίθησαν αὐτοῖς τοὺς λόγους."],["33","Καὶ ἤρεσε τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ εὐλόγησαν τὸν Θεὸν υἱῶν Ἰσραήλ· καὶ εἶπαν μηκέτι ἀναβῆναι πρὸς αὐτοὺς εἰς πόλεμον ἐξολοθρεῦσαι τὴν γῆν τῶν υἱῶν Ῥουβὴν καὶ τῶν υἱων Γὰδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασσῆ· καὶ κατῴκησαν ἐπʼ αὐτῆς."],["34","Καὶ ἐπωνόμασεν Ἰησοῦς τὸν βωμὸν τῶν Ῥουβὴν καὶ τῶν Γὰδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασσῆ, καὶ εἶπεν, ὅτι μαρτύριόν ἐστιν ἀναμέσον αὐτῶν, ὅτι Κύριος ὁ Θεὸς αὐτῶν ἐστι."]],[["1","Καὶ ἐγένετο μεθʼ ἡμέρας πλείους μετὰ τὸ καταπαῦσαι Κύριον τὸν Ἰσραὴλ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ κυκλόθεν, καὶ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς ταῖς ἡμέραις."],["2","Καὶ συνεκάλεσεν Ἰησοῦς πάντας τοὺς υἱοὺς Ἰσραὴλ καὶ τὴν γερουσίαν αὐτῶν καὶ τοὺς ἄρχοντας αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν, καὶ εἶπε πρὸς αὐτοὺς, ἐγὼ γεγήρακα καὶ προβέβηκα ταῖς ἡμέραις·"],["3","Ὑμεῖς δὲ ἑωράκατε ὅσα ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν πᾶσι τοῖς ἔθνεσι τούτοις ἀπὸ προσώπου ἡμῶν, ὅτι Κύριος ὁ Θεὸς ὑμῶν ὁ ἐκπολεμήσας ὑμῖν."],["4","Ἴδετε ὅτι ἐπέῤῥιφα ὑμῖν τὰ ἔθνη τὰ καταλελειμμένα ὑμῖν ταῦτα ἐν τοῖς κλήροις εἰς τὰς φυλὰς ὑμῶν, ἀπὸ τοῦ Ἰορδάνου πάντα τὰ ἔθνη, καὶ ἐξωλόθρευσα, καὶ ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης ὁριεῖ ἐπὶ δυσμὰς ἡλίου."],["5","Κύριος δὲ ὁ Θεὸς ἡμῶν οὗτος ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου ἡμῶν, ἕως ἂν ἀπόλωνται· καὶ ἀποστελεῖ αὐτοῖς τὰ θηρία τὰ ἄγρια, ἕως ἂν ἐξολοθρεύσῃ αὐτοὺς καὶ τοὺς βασιλεῖς αὐτῶν ἀπὸ προσώπου ὑμῶν, καὶ κατακληρονομήσετε τὴν γῆν αὐτῶν, καθὰ ἐλάλησε Κύριος ὁ Θεὸς ἡμῶν ὑμῖν."],["6","Κατισχύσατε οὖν σφόδρα φυλάσσειν καὶ ποιεῖν πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τοῦ νόμου Μωυσῆ, ἵνα μὴ ἐκκλίνητε εἰς δεξιὰ ἢ εὐώνυμα,"],["7","ὅπως μὴ εἰσέλθητε εἰς τὰ ἔθνη τὰ καταλελειμμένα ταῦτα· καὶ τὰ ὀνόματα τῶν θεῶν αὐτῶν οὐκ ὀνομασθήσεται ἐν ὑμῖν, οὐδὲ μὴ λατρεύσητε, οὐδὲ μὴ προσκυνήσητε αὐτοῖς,"],["8","ἀλλὰ Κυρίῳ τῷ Θεῷ ἡμῶν προσκολληθήσεσθε, καθάπερ ἐποιήσατε ἕως τῆς ἡμέρας ταύτης."],["9","Καὶ ἐξολοθρεύσει αὐτοὺς Κύριος ἀπὸ προσώπου ὑμῶν ἔθνη μεγάλα καὶ ἰσχυρά· καὶ οὐδεὶς ἀντέστη κατενώπιον ἡμῶν ἕως τῆς ἡμέρας ταύτης."],["10","Εἷς ὑμῶν ἐδίωξε χιλίους, ὅτι Κύριος ὁ Θεὸς ἡμῶν οὗτος ἐξεπολέμει ὑμῖν, καθάπερ εἶπεν ἡμῖν."],["11","Καὶ φυλάξασθε σφόδρα τοῦ ἀγαπᾷν Κύριον τὸν Θεὸν ἡμῶν."],["12","Ἐὰν γὰρ ἀποστραφῆτε καὶ προσθῆσθε τοῖς ὑπολειφθεῖσιν ἔθνεσι τούτοις τοῖς μεθʼ ὑμῶν, καὶ ἐπιγαμίας ποιήσητε πρὸς αὐτοὺς, καὶ συγκαταμιγῆτε αὐτοῖς καὶ αὐτοὶ ὑμῖν,"],["13","γινώσκετε ὅτι οὐ μὴ προσθῇ Κύριος τοῦ ἐξολοθρεῦσαι τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν· καὶ ἔσονται ὑμῖν εἰς παγίδας, καὶ εἰς σκάνδαλα, καὶ εἰς ἥλους ἐν ταῖς πτέρναις ὑμῶν, καὶ εἰς βολίδας ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν, ἕως ἂν ἀπόλησθε ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης, ἣν ἔδωκεν ὑμῖν Κύριος ὁ Θεὸς ὑμῶν."],["14","Ἐγὼ δὲ ἀποτρέχω τὴν ὁδὸν, καθὰ καὶ πάντες οἱ ἐπὶ τῆς γῆς· καὶ γνώσεσθε τῇ καρδίᾳ ὑμῶν καὶ τῇ ψυχῇ ὑμῶν, διότι οὐκ ἔπεσεν εἷς λόγος ἀπὸ πάντων τῶν λόγων, ὧν εἶπε Κύριος ὁ Θεὸς ἡμῶν πρὸς πάντα τὰ ἀνήκοντα ἡμῖν, οὐ διεφώνησεν ἐξ αὐτῶν."],["15","Καὶ ἔσται ὃν τρόπον ἥκει πρὸς ἡμᾶς πάντα τὰ ῥήματα τὰ καλὰ, ἃ ἐλάλησε Κύριος ἐφʼ ὑμᾶς· οὕτως ἐπάξει Κύριος ὁ Θεὸς ἐφʼ ὑμᾶς πάντα τὰ ῥήματα τὰ πονηρὰ ἕως ἂν ἐξολοθρεύσῃ ὑμᾶς ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης, ἧς ἔδωκε Κύριος ὑμῖν,"],["16","ἐν τῷ παραβῆναι ὑμᾶς τὴν διαθήκην Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἣν ἐνετείλατο ἡμῖν, καὶ πορευθέντες λατρεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς."]],[["1","Καὶ συνήγαγεν Ἰησοῦς πάσας φυλὰς Ἰσραὴλ εἰς Σηλὼ, καὶ συνεκάλεσε τοὺς πρεσβυτέρους αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν, καὶ ἔστησεν αὐτοὺς ἀπέναντι τοῦ Θεοῦ."],["2","Καὶ εἶπεν Ἰησοῦς πρὸς πάντα τὸν λαὸν, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, πέραν τοῦ ποταμοῦ παρῴκησαν οἱ πατέρες ὑμῶν τὸ ἀπαρχῆς, Θάρα ὁ πατὴρ Ἁβραὰμ, καὶ ὁ πατὴρ Ναχὼρ, καὶ ἐλάτρευσαν θεοῖς ἑτέροις."],["3","Καὶ ἔλαβον τὸν πατέρα ὑμῶν τὸν Ἁβραὰμ ἐκ τοῦ πέραν τοῦ ποταμοῦ, καὶ ὡδήγησα αὐτὸν ἐν πάσῃ τῇ γῇ· καὶ ἐπλήθυνα αὐτοῦ σπέρμα, καὶ ἔδωκα αὐτῷ τὸν Ἰσαὰκ,"],["4","καὶ τῷ Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἡσαῦ· καὶ ἔδωκα τῷ Ἡσαῦ τὸ ὄρος τὸ Σηεὶρ κληρονομῆσαι αὐτῷ· καὶ Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ κατέβησαν εἰς Αἴγυπτον, καὶ ἐγένοντο ἐκεῖ εἰς ἔθνος μέγα καὶ πολὺ καὶ κραταιόν· καὶ ἐκάκωσαν αὐτοὺς οἱ Αἰγύπτιοι."],["5","Καὶ ἐπάταξα τὴν Αἴγυπτον ἐν σημείοις οἷς ἐποίησα ἐν αὐτοῖς."],["6","Καὶ μετὰ ταῦτα ἐξήγαγε τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου, καὶ εἰσήλθατε εἰς τὴν θάλασσαν τὴν ἐρυθράν· καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω τῶν πατέρων ἡμῶν ἐν ἅρμασι καὶ ἐν ἵπποις εἰς τὴν θάλασσαν τὴν ἐρυθράν."],["7","Καὶ ἀνεβοήσαμεν πρὸς Κύριον· καὶ ἔδωκε νεφέλην καὶ γνόφον ἀναμέσον ἡμῶν καὶ ἀναμέσον τῶν Αἰγυπτίων, καὶ ἐπήγαγεν ἐπʼ αὐτοὺς τὴν θάλασσαν, καὶ ἐκάλυψεν αὐτούς· καὶ εἴδοσαν οἱ ὀφθαλμοὶ ὑμῶν ὅσα ἐποίησε Κύριος ἐν γῇ· Αἰγύπτῳ· καὶ ἦτε ἐν τῇ ἐρήμῳ ἡμέρας πλείους."],["8","Καὶ ἤγαγεν ἡμᾶς εἰς γῆν Ἀμοῤῥαίων τῶν κατοικούντων πέραν τοῦ Ἰορδάνου, καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖρας ἡμῶν· καὶ κατεκληρονομήσατε τὴν γῆν αὐτῶν, καὶ ἐξωλοθρεύσατε αὐτοὺς ἀπὸ προσώπου ὑμῶν."],["9","Καὶ ἀνέστη Βαλὰκ ὁ τοῦ Σεπφὼρ βασιλεὺς Μωὰβ, καὶ παρετάξατο τῷ Ἰσραὴλ, καὶ ἀποστείλας ἐκάλεσε τὸν Βαλαὰμ ἀράσασθαι ἡμῖν."],["10","Καὶ οὐκ ἠθέλησε Κύριος ὁ Θεός σου ἀπολέσαι σε· καὶ εὐλογίαις εὐλόγησεν ἡμᾶς, καὶ ἐξείλατο ἡμᾶς ἐκ χειρῶν αὐτῶν, καὶ παρέδωκεν αὐτούς."],["11","Καὶ διέβητε τὸν Ἰορδάνην, καὶ παρεγενήθητε εἰς Ἱεριχώ· καὶ ἐπολέμησαν πρὸς ἡμᾶς οἱ κατοικοῦντες Ἱεριχὼ ὁ Ἀμοῤῥαῖος, καὶ ὁ Χαναναῖος, καὶ ὁ Φερεζαῖος, καὶ ὁ Εὑαῖος, καὶ ὁ Ἰεβουσαῖος, καὶ ὁ Χετταῖος, καὶ ὁ Γεργεσαῖος· καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖρας ἡμῶν."],["12","Καὶ ἐξαπέστειλε προτέραν ὑμῶν τὴν σφηκίαν· καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ προσώπου ἡμῶν δώδεκα βασιλεῖς τῶν Ἀμοῤῥαίων, οὐκ ἐν τῇ ῥομφαίᾳ σου οὐδὲ ἐν τῷ τόξῳ σου."],["13","Καὶ ἔδωκεν ὑμῖν γῆν ἐφʼ ἣν οὐκ ἐκοπιάσατε ἐπʼ αὐτῆς, καὶ πόλεις ἃς οὐκ ᾠκοδομήκατε, καὶ κατῳκίσθητε ἐν αὐταῖς, καὶ ἀμπελῶνας καὶ ἐλαιῶνας οὓς οὐκ ἐφυτεύσατε ὑμεῖς, ἔδεσθε."],["14","Καὶ νῦν φοβήθητε Κύριον, καὶ λατρεύσατε αὐτῷ ἐν εὐθύτητι καὶ ἐν δικαιοσύνῃ, καὶ περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἷς ἐλάτρευσαν οἱ πατέρες ἡμῶν ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ ἐν Αἰγύπτῳ, καὶ λατρεύσατε Κυρίῳ."],["15","Εἰ δὲ μὴ ἀρέσκει ὑμῖν λατρεύειν Κυρίῳ, ἐκλέξασθε ὑμῖν αὐτοῖς σήμερον τίνι λατρεύσητε, εἴτε τοῖς θεοῖς τῶν πατέρων ὑμῶν, τοῖς ἐν τῷ πέραν τοῦ ποταμοῦ, εἴτε τοῖς θεοῖς τῶν Ἀμοῤραίων, ἐν οἷς ὑμεῖς κατοικεῖτε ἐπὶ τῆς γῆς αὐτῶν· ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομεν Κυρίῳ, ὅτι ἅγιός ἐστι."],["16","Καὶ ἀποκριθεὶς ὁ λαὸς εἶπε, μὴ γένοιτο ἡμῖν καταλιπεῖν Κύριον, ὥστε λατρεύειν θεοῖς ἑτέροις."],["17","Κύριος ὁ Θεὸς ἡμῶν, αὐτὸς Θεός ἐστιν· αὐτὸς ἀνήγαγεν ἡμᾶς καὶ τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου, καἰ διεφύλαξεν ἡμᾶς ἐν πάσῃ τῇ ὁδῷ ᾗ ἐπορεύθημεν ἐν αὐτῇ, καὶ ἐν πᾶσι τοῖς ἔθνεσιν οὓς παρήλθομεν διʼ αὐτῶν."],["18","Καὶ ἐξέβαλε Κύριος τὸν Ἀμοῤῥαῖον καὶ πάντα τὰ ἔθνη τὰ κατοικοῦντα τὴν γῆν ἀπὸ προσώπου ἡμῶν· ἀλλὰ καὶ ἡμεῖς λατρεύσομεν Κυρίῳ, οὗτος γὰρ Θεὸς ἡμῶν ἐστι."],["19","Καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαὸν, οὐ μὴ δύνησθε λατρεύειν Κυρίῳ, ὅτι Θεὸς ἅγιός ἐστι· καὶ ζηλώσας οὗτος οὐκ ἀνήσει τὰ ἁμαρτήματα ὑμῶν καὶ τὰ ἀνομήματα ὑμῶν,"],["20","ἡνίκα ἂν ἐγκαταλίπητε Κύριον καὶ λατρεύσητε θεοῖς ἑτέροις· καὶ ἐπελθὼν κακώσει ὑμᾶς καὶ ἐξαναλώσει ὑμᾶς ἀνθʼ ὧν εὖ ἐποίησεν ὑμᾶς."],["21","Καὶ εἶπεν ὁ λαὸς πρὸς Ἰησοῦν, οὐχὶ, ἀλλὰ Κυρίῳ λατρεύσομεν."],["22","Καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαὸν, μάρτυρες ὑμεῖς καθʼ ὑμῶν, ὅτι ὑμεῖς ἐξελέξασθε Κυρίῳ λατρεύειν αὐτῷ."],["23","Καὶ νῦν περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς ἐν ὑμῖν, καὶ εὐθύνατε τὴν καρδίαν ὑμῶν πρὸς Κύριον Θεὸν Ἰσραήλ."],["24","Καὶ εἶπεν ὁ λαὸς πρὸς Ἰησοῦν, Κυρίῳ λατρεύσομεν καὶ τῆς φωνῆς αὐτοῦ ἀκουσόμεθα."],["25","Καὶ διέθετο Ἰησοῦς διαθήκην πρὸς τὸν λαὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔδωκεν αὐτῷ νόμον καὶ κρίσιν ἐν Σηλὼ ἐνώπιον τῆς σκηνῆς τοῦ Θεοῦ Ἰσραήλ."],["26","Καὶ ἔγραψε τὰ ῥήματα ταῦτα εἰς βιβλίον νόμων τοῦ Θεοῦ· καὶ ἔλαβε λίθον μέγαν, καὶ ἔστησεν αὐτὸν Ἰησοῦς ὑπὸ τὴν τέρμινθον ἀπέναντι Κυρίου."],["27","Καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαὸν, ἰδοὺ ὁ λίθος οὗτος ἔσται ἐν ὑμῖν εἰς μαρτύριον, ὅτι αὐτὸς ἀκήκοε πάντα τὰ λεχθέντα αὐτῷ ὑπὸ Κυρίου· ὅτι ἐλάλησε πρὸς ὑμᾶς σήμερον, καὶ οὗτος ἔσται ἐν ὑμῖν εἰς μαρτύριον ἐπʼ ἐσχάτων τῶν ἡμερῶν, ἡνίκα ἂν ψεύσησθε Κυρίῳ τῷ Θεῷ μου."],["28","Καὶ ἀπέστειλεν Ἰησοῦς τὸν λαὸν, καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ."],["29","Καὶ ἐλάτρευσεν Ἰσραὴλ τῷ Κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ, καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων ὅσοι ἐφείλκυσαν τὸν χρόνον μετὰ Ἰησοῦ, καὶ ὅσοι εἴδοσαν πάντα τὰ ἔργα Κυρίου ὅσα ἐποίησε τῷ Ἰσραήλ."],["30","Καὶ ἐγένετο μετʼ ἐκεῖνα καὶ ἀπέθανεν Ἰησοῦς υἱὸς Ναυῆ δοῦλος Κυρίου ἐκατὸν δέκα ἐτῶν."],["31","Καὶ ἔθαψαν αὐτὸν πρὸς τοῖς ὁρίοις τοῦ κλήρου αὐτοῦ ἐν Θαμνασαρὰχ ἐν τῷ ὄρει τῷ Ἐφραὶμ ἀπὸ βοῤῥᾶ τοῦ ὄρους τοῦ Γαλαάδ·"],["31a","ἐκεῖ ἔθηκαν μετʼ αὐτοῦ εἰς τὸ μνῆμα εἰς ὃ ἔθαψαν αὐτὸν ἐκεῖ τὰς μαχαίρας τὰς πετρίνας, ἐν αἷς περιέτεμε τοὺς υἱοὺς Ἰσραὴλ ἐν Γαλγάλοις, ὅτε ἐξήγαγεν αὐτοὺς ἐξ Αἰγύπτου, καθὰ συνέταξεν αὐτοῖς Κύριος· καὶ ἐκεῖ εἰσιν ἕως τῆς σήμερον ἡμέρας."],["32","Καὶ τὰ ὀστᾶ Ἰωσὴφ ἀνήγαγον οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου, καὶ κατώρυξαν ἐν Σικίμοις, ἐν τῇ μερίδι τοῦ ἀγροῦ οὗ ἐκτήσατο Ἰακὼβ παρὰ τῶν Ἀμοῤῥαίων τῶν κατοικούντων ἐν Σικίμοις ἀμνάδων ἑκατὸν, καὶ ἔδωκεν αὐτὴν Ἰωσὴφ ἐν μερίδι."],["33","Καὶ ἐγένετο μετὰ ταῦτα καὶ Ἐλεάζαρ υἱὸς Ἀαρὼν ὁ ἀρχιερεὺς ἐτελεύτησε, καὶ ἐτάφη ἐν Γαβαὰρ Φινεὲς τοῦ υἱοῦ αὐτοῦ, ἣν ἔδωκεν αὐτῷ ἐν τῷ ὄρει τῷ Ἐφραίμ."],["33a","Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λαβόντες οἱ υἱοὶ Ἰσραὴλ τὴν κιβωτὸν τοῦ Θεοῦ, περιεφέροσαν ἐν ἑαυτοῖς· καὶ Φινεὲς ἱεράτευσεν ἀντὶ Ἐλεάζαρ τοῦ πατρὸς αὐτοῦ ἕως ἀπέθανε, καὶ κατωρύγη ἐν Γαβαὰρ τῇ ἑαυτοῦ·"],["33b","οἱ δὲ υἱοὶ Ἰσραὴλ ἀπήλθοσαν ἕκαστος εἰς τὸν τόπον αὐτῶν, καὶ εἰς τὴν ἑαυτῶν πόλιν· καὶ ἐσέβοντο οἱ υἱοὶ Ἰσραὴλ τὴν Ἀστάρτην, καὶ Ἀσταρὼθ, καὶ τοὺς θεοὺς τῶν ἐθνῶν τῶν κύκλῳ αὐτῶν· καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας Ἐγλὼμ τῷ βασιλεῖ Μωὰβ, καὶ ἐκυρίευσεν αὐτῶν ἔτη δεκαοκτώ."]]] \ No newline at end of file diff --git a/lines/judges.json b/lines/judges.json new file mode 100644 index 0000000000000000000000000000000000000000..6e4653c016a9f087df0a98a2a90f57a4816f0a46 --- /dev/null +++ b/lines/judges.json @@ -0,0 +1 @@ +[[["1","ΚΑΙ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ, καὶ ἐπηρώτων οἱ υἱοὶ Ἰσραὴλ διὰ τοῦ Κυρίου, λέγοντες, τίς ἀναβήσεται ἡμῖν πρὸς τοὺς Χαναναίους ἀφηγούμενος τοῦ πολεμῆσαι πρὸς αὐτούς;"],["2","Καὶ εἶπε Κύριος, Ἰούδας ἀναβήσεται· ἰδοὺ δέδωκα τὴν γῆν ἐν χειρὶ αὐτοῦ."],["3","Καὶ εἶπεν Ἰούδας τῷ Συμεὼν ἀδελφῷ αὐτοῦ, ἀνάβηθι μετʼ ἐμοῦ ἐν τῷ κλήρῳ μου, καὶ παραταξώμεθα πρὸς τοὺς Χαναναίους, καὶ πορεύσομαι κᾀγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου· καὶ ἐπορεύθη μετʼ αὐτοῦ Συμεών."],["4","Καὶ ἀνέβη Ἰούδας· καὶ παρέδωκε Κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον εἰς τὰς χεῖρας αὐτῶν· καὶ ἔκοψαν αὐτοὺς ἐν Βεζὲκ εἰς δέκα χιλιάδας ἀνδρῶν·"],["5","Καὶ κατέλαβον τὸν Ἀδωνιβεζὲκ ἐν τῇ Βεζὲκ, καὶ παρετάξαντο πρὸς αὐτόν· καὶ ἔκοψαν τὸν Χαναναῖον καὶ Φερεζαῖον."],["6","Καὶ ἔφυγεν Ἀδωνιβεζέκ· καὶ κατέδραμον ὀπίσω αὐτοῦ, καὶ ἐλάβοσαν αὐτὸν, καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτοῦ."],["7","Καὶ εἶπεν Ἀδωνιβεζὲκ, ἑβδομήκοντα βασιλεῖς, τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι, ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέ μοι ὁ Θεός. καὶ ἄγουσιν αὐτὸν εἰς Ἱερουσαλήμ, καὶ ἀπέθανεν ἐκεῖ."],["8","Καὶ ἐπολέμουν υἱοὶ Ἰούδα τὴν Ἱερουσαλὴμ, καὶ κατελάβοντο αὐτὴν, καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ῥομφαίας, καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί."],["9","Καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ Ἰούδα πολεμῆσαι πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα τὴν ὀρεινὴν καὶ τὸν Νότον καὶ τὴν πεδινήν."],["10","Καὶ ἐπορεύθη Ἰούδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρών· καὶ ἐξῆλθε Χεβρὼν ἐξ ἐναντίας· καὶ τὸ ὄνομα ἦν Χεβρὼν τὸ πρότερον Καριαθαρβοκσεφέρ· καὶ ἐπάτάξαν τὸν Σεσσὶ καὶ Ἀχιμὰν καὶ Θολμὶ γεννήματα τοῦ Ἐνάκ."],["11","Καὶ ἀνέβησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας Δαβίρ· τὸ δὲ ὄνομα τῆς Δαβὶρ ἦν ἔμπροσθεν Καριαθσεφὲρ, πόλις Γραμμάτων."],["12","Καὶ εἶπε Χάλεβ, ὃς ἂν πατάξῃ τὴν πόλιν τῶν Γραμμάτων καὶ προκαταλάβηται αὐτὴν, δώσω αὐτῷ τὴν Ἀσχὰ θυγατέρα μου εἰς γυναῖκα."],["13","Καὶ προκατελάβετο αὐτὴν Γοθονιὴλ υἱὸς Κενὲζ ἀδελφοῦ Χάλεβ ὁ νεώτερος· καὶ ἔδωκεν αὐτῷ Χάλεβ τὴν Ἀσχὰ θυγατέρα αὐτοῦ εἰς γυναῖκα."],["14","Καὶ ἐγένετο ἐν τῇ εἰσόδῳ αὐτῆς, καὶ ἐπέσεισεν αὐτὴν Γοθονιὴλ τοῦ αἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς ἀγρόν· καὶ ἐγόγγυζε καὶ ἔκραζεν ἀπὸ τοῦ ὑποζυγίου, εἰς γῆν Νότου ἐκδέδοσαί με· καὶ εἶπεν αὐτῇ Χάλεβ, τί ἐστί σοι;"],["15","Καὶ εἶπεν αὐτῷ Ἀσχὰ, δὸς δή μοι εὐλογίαν, ὅτι εἰς γῆν Νότου ἐκδέδοσαί με, καὶ δώσεις μοι λύτρωσιν ὕδατος· καὶ ἔδωκεν αὐτῇ Χάλεβ κατὰ τὴν καρδίαν αὐτῆς λύτρωσιν μετεώρων καὶ λύτρωσιν ταπεινῶν."],["16","Καὶ οἱ υἱοὶ Ἰοθὸρ τοῦ Κιναίου τοῦ γαμβροῦ Μωυσῆ ἀνέβησαν ἐκ πόλεως τῶν φοινίκων μετὰ τῶν υἱῶν Ἰούδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ Νότῳ Ἰούδα, ἥ ἐστιν ἐπὶ καταβάσεως Ἀρὰδ, καὶ κατῴκησαν μετὰ τοῦ λαοῦ."],["17","Καὶ ἐπορεύθη Ἰούδας μετὰ Συμεὼν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἔκοψε τὸν Χαναναῖον τὸν κατοικοῦντα Σεφὲθ, καὶ ἐξωλόθρευσαν αὐτους· καὶ ἐκάλεσε τὸ ὄνομα τῆς πόλεως, Ἀνάθεμα."],["18","Καὶ οὐκ ἐκληρονόμησεν Ἰούδας τὴν Γάζαν οὐδὲ τὰ ὅρια αὐτῆς, οὐδὲ τὴν Ἀσκάλωνα οὐδὲ τὰ ὅρια αὐτῆς, καὶ τὴν Ἀκκαρὼν οὐδὲ τὰ ὅρια αὐτῆς, τὴν Ἄζωτον οὐδὲ τὰ περισπόρια αὐτῆς."],["19","Καὶ ἦν Κύριος μετὰ Ἰούδα· καὶ ἐκληρονόμησε τὸ ὄρος, ὅτι οὐκ ἠδυνάσθησαν ἐξολοθρεῦσαι τοὺς κατοικοῦντας τὴν κοιλάδα, ὅτι Ῥηχὰβ διεστείλατο αὐτοῖς."],["20","Καὶ ἔδωκαν τῷ Χάλεβ τὴν Χεβρὼν, καθὼς ἐλάλησε Μωυσῆς· καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις τῶν υἱῶν Ἐνάκ."],["21","Καὶ τὸν Ἰεβουσαῖον τὸν κατοικοῦντα ἐν Ἱερουσαλὴμ οὐκ ἐκληρονόμησαν οἱ υἱοὶ Βενιαμίν· καὶ κατῴκησεν ὁ Ἰεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμὶν ἐν Ἱερουσαλὴμ ἕως τῆς ἡμέρας ταύτης."],["22","Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰωσὴφ καί γε αὐτοὶ εἰς Βαιθήλ· καὶ Κύριος ἦν μετʼ αὐτῶν."],["23","Καὶ παρενέβαλον, καὶ κατεσκέψαντο Βαιθήλ· τὸ δὲ ὄνομα τῆς πόλεως ἦν ἔμπροσθεν Λουζά."],["24","Καὶ εἶδον οἱ φυλάσσοντες, καὶ ἰδοὺ ἀνὴρ ἐξεπορεύετο ἐκ τῆς πόλεως, καὶ ἔλαβον αὐτόν· καὶ εἶπον αὐτῷ, δεῖξον ἡμῖν τῆς πόλεως τὴν εἴσοδον, καὶ ποιήσομεν μετὰ σου ἔλεος."],["25","Καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως· καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας· τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτοῦ ἐξαπέστειλαν."],["26","Καὶ ἐπορεύθη ὁ ἀνὴρ εἰς γῆν Χεττίν· καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Λουζά· τοῦτο ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης."],["27","Καὶ οὐκ ἐξῇρε Μανασσῆ τὴν Βαιθσὰν, ἥ ἐστι Σκυθῶν πόλις, οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περίοικα αὐτῆς, οὐδὲ τὴν Θανὰκ οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Δὼρ οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τὸν κατοικοῦντα Βαλὰκ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Μαγεδὼ οὐδὲ τὰ περίοικα αὐτῆς καὶ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Ἰεβλαὰμ οὐδὲ τὰ περίοικα αὐτῆς, οὐδὲ τὰς θυγατέρας αὐτῆς· καὶ ἤρξατο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ."],["28","Καὶ ἐγένετο ὅτε ἐνίσχυσεν Ἰσραὴλ, καὶ ἐποίησε τὸν Χαναναῖον εἰς φόρον, καὶ ἐξαίρων οὐκ ἐξῇρεν αὐτόν."],["29","Καὶ Ἐφραὶμ οὐκ ἐξῇρε τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζέρ· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν Γαζὲρ, καὶ ἐγένετο εἰς φόρον."],["30","Καὶ Ζαβουλὼν οὐκ ἐξῇρε τοὺς κατοικοῦντας Κέδρων, οὐδὲ τοὺς κατοικοῦντας Δωμανά· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτῶν, καὶ ἐγένετο αὐτῷ εἰς φόρον. Καὶ Ἀσὴρ οὐκ ἐξῇρε τοὺς κατοικοῦντας Δωμανά· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτῶν, καὶ ἐγένετο αὐτῷ εἰς φόρον."],["31","Καὶ Ἀσὴρ οὐκ ἐξῇρε τοὺς κατοικοῦντας Ἀκχὼ, καὶ ἐγένετο αὐτῷ εἰς φόρον, καὶ τοὺς κατοικοῦντας Δὼρ, καὶ τοὺς κατοικοῦντας Σιδῶνα, καὶ τοὺς κατοικοῦντας Δαλὰφ, τὸν Ἀσχαζὶ, καὶ τὸν Χεβδὰ, καὶ τὸν Ναῒ, καὶ τὸν Ἐρεώ."],["32","Καὶ κατῴκησεν ὁ Ἀσὴρ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν, ὅτι οὐκ ἠδυνήθη ἐξάραι αὐτόν."],["33","Καὶ Νεφθαλὶ οὐκ ἐξῇρε τοὺς κατοικοῦντας Βαιθσαμῦς, καὶ τοὺς κατοικοῦντας Βαιθανάχ· καὶ κατῴκησε Νεφθαλὶ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν· οἱ δὲ κατοικοῦντες Βαιθσαμὺς καὶ τὴν Βαιθενὲθ, ἐγένοντο αὐτοῖς εἰς φόρον."],["34","Καὶ ἐξέθλιψεν ὁ Ἀμοῤῥαῖος τοὺς υἱοὺς Δὰν εἰς τὸ ὄρος, ὅτι οὐκ ἀφῆκαν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα."],["35","Καὶ ἤρξατο ὁ Ἀμοῤῥαῖος κατοικεῖν ἐν τῷ ὄρει τῷ ὀστρακώδει, ἐν ᾧ αἱ ἅρκτοι καὶ ἐν ᾧ αἱ ἀλώπεκες, ἐν τῷ Μυρσινῶνι, καὶ ἐν Θαλαβίν, καὶ ἐβαρύνθη ἡ χεὶρ οἴκου Ἰωσὴφ ἐπὶ τὸν Ἀμοῤῥαῖον, καὶ ἐγενήθη αὐτοῖς εἰς φόρον."],["36","Καὶ τὸ ὅριον τοῦ Ἀμοῤῥαίου ἀπὸ τῆς ἀναβάσεως Ἀκραβὶν ἀπὸ τῆς πέτρας καὶ ἐπάνω."]],[["1","Καὶ ἀνέβη ἄγγελος Κυρίου ἀπὸ Γαλγὰλ ἐπὶ τὸν κλαυθμῶνα καὶ ἐπὶ Βαιθὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ εἶπε πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, ἀνεβίβασα ὑμᾶς ἐξ Αἰγύπτου, καὶ εἰσήγαγον ὑμᾶς εἰς τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν· καὶ εἶπα, οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθʼ ὑμῶν εἰς τὸν αἰῶνα."],["2","Καὶ ὑμεῖς οὐ διαθήσεσθε διαθήκην τοῖς ἐγκαθημένοις εἰς τὴν γῆν ταύτην, οὐδὲ τοῖς θεοῖς αὐτῶν προσκυνήσετε, ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε, τὰ θυσιαστήρια αὐτῶν καθελεῖτε· καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου, ὅτι ταῦτα ἐποιήσατε."],["3","Κᾀγὼ εἶπον, οὐ μὴ ἐξάρω αὐτοὺς ἐκ προσώπου ὑμῶν, καὶ ἔσονται ὑμῖν εἰς συνοχὰς, καὶ οἱ θεοὶ αὐτῶν ἔσονται ὑμῖν εἰς σκάνδαλον."],["4","Καὶ ἐγένετο ὡς ἐλάλησεν ὁ ἄγγελος Κυρίου τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ἰσραὴλ, καὶ ἐπῇραν ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν."],["5","Καὶ ἐπωνόμασαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κλαυθμῶνες· καὶ ἐθυσίασαν ἐκεῖ τῷ Κυρίῳ."],["6","Καὶ ἐξαπέστειλεν Ἰησοῦς τὸν λαὸν, καὶ ἦλθεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ κατακληρονομῆσαι τὴν γῆν."],["7","Καὶ ἐδούλευσεν ὁ λαὸς τῷ Κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων, ὅσοι ἐμακροημέρευσαν μετὰ Ἰησοῦ, ὅσοι ἔγνωσαν πᾶν τὸ ἔργον Κυρίου τὸ μέγα ὅσα ἐποίησεν ἐν τῷ Ἰσραήλ."],["8","Καὶ ἐτελεύτησεν Ἰησοῦς υἱὸς Ναυῆ δοῦλος Κυρίου, υἱὸς ἑκατὸν δέκα ἐτῶν."],["9","Καὶ ἔθαψαν αὐτὸν ἐν ὁρίῳ τῆς κληρονομίας αὐτοῦ ἐν Θαμναθαρὲς, ἐν ὄρει Ἐφραὶμ ἀπὸ Βοῤῥᾶ τοῦ ὄρους Γαάς."],["10","Καὶ πᾶσα ἡ γενεὰ ἐκείνη προσετέθησαν πρὸς τοὺς πατέρας αὐτῶν· καὶ ἀνέστη γενεὰ ἑτέρα μετʼ αὐτοὺς, οἳ οὐκ ἔγνωσαν τὸν Κύριον, καί γε τὸ ἔργον ὃ ἐποίησεν ἐν τῷ Ἰσραήλ."],["11","Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐλάτρευσαν τοῖς Βααλίμ."],["12","Καὶ ἐγκατέλιπον τὸν Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν, τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου, καὶ ἐπορεύθησαν ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν, καὶ προσεκύνησαν αὐτοῖς· καὶ παρώργισαν τὸν Κύριον,"],["13","καὶ ἐγκατέλιπον αὐτὸν, καὶ ἐλάτρευσαν τῷ Βάαλ καὶ ταῖς Ἀστάρταις."],["14","Καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραήλ· καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας προνομευόντων, καὶ κατεπρονόμευσαν αὐτούς· καὶ ἀπέδοτο αὐτοὺς ἐν χερσὶ τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν, καὶ οὐκ ἠδυνήθησαν ἔτι ἀντιστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν ἐν πᾶσιν οἷς ἐπορεύοντο·"],["15","καὶ χεὶρ Κυρίου ἦν ἐπʼ αὐτοὺς εἰς κακὰ, καθὼς ἐλάλησε Κύριος καὶ καθὼς ὤμοσε Κύριος αὐτοῖς, καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα."],["16","Καὶ ἤγειρε Κύριος κριτὰς, καὶ ἔσωσεν αὐτοὺς Κύριος ἐκ χειρὸς τῶν προνομευόντων αὐτούς· καί γε τῶν κριτῶν οὐχ ὑπήκουσαν,"],["17","ὅτι ἐξεπόρνευσαν ὀπίσω θεῶν ἑτέρων, καὶ προσεκύνησαν αὐτοῖς· καὶ ἐξέκλιναν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐπορεύθησαν οἱ πατέρες αὐτῶν τοῦ εἰσακούειν τῶν λόγων Κυρίου· οὐκ ἐποίησαν οὕτω."],["18","Καὶ ὅτι ἤγειρε Κύριος αὐτοῖς κριτὰς, καὶ ἦν Κύριος μετὰ τοῦ κριτοῦ, καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ, ὅτι παρεκλήθη Κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καὶ ἐκθλιβόντων αὐτούς."],["19","Καὶ ἐγένετο ὡς ἀπέθνησκεν ὁ κριτὴς, καὶ ἀπέστρεψαν καὶ πάλιν διέφθειραν ὑπὲρ τοὺς πατέρας αὐτῶν πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων, λατρεύειν αὐτοῖς καὶ προσκυνεῖν αὐτοῖς· οὐκ ἀπέῤῥιψαν τὰ ἐπιτηδεύματα αὐτῶν, καὶ τὰς ὁδοὺς αὐτῶν τὰς σκληράς."],["20","Καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραήλ· καὶ εἶπεν, ἀνθʼ ὧν ὅσα ἐγκατέλιπον τὸ ἔθνος τοῦτο τὴν διαθήκην μου ἣν ἐνετειλάμην τοῖς πατράσιν αὐτῶν, καὶ οὐκ εἰσήκουσαν τῆς φωνῆς μου,"],["21","καὶ ἐγὼ οὐ προσθήσω τοῦ ἐξᾶραι ἄνδρα ἐκ προσώπου αὐτῶν ἀπὸ τῶν ἐθνῶν, ὧν κατέλιπεν Ἰησοῦς υἱὸς Ναυῆ ἐν τῇ γῇ· καὶ ἀφῆκε"],["22","τοῦ πειρᾶσαι ἐν αὐτοῖς τὸν Ἰσραὴλ, εἰ φυλάσσονται τὴν ὁδὸν Κυρίου πορεύεσθαι ἐν αὐτῇ, ὃν τρόπον ἐφύλαξαν οἱ πατέρες αὐτῶν, ἢ οὔ."],["23","Καὶ ἀφήσει Κύριος τὰ ἔθνη ταῦτα τοῦ μὴ ἐξᾶραι αὐτὰ τὸ τάχος, καὶ οὐ παρέδωκεν αὐτὰ ἐν χειρὶ Ἰησοῦ."]],[["1","Καὶ ταῦτα τὰ ἔθνη ἃ ἀφῆκε Κύριος αὐτὰ ὥστε πειρᾶσαι ἐν αὐτοῖς τὸν Ἰσραὴλ, πάντας τοὺς μὴ ἐγνωκότας τοὺς πολέμους Χαναάν."],["2","Πλὴν διὰ τὰς γενεὰς υἱῶν Ἰσραὴλ τοῦ διδάξαι αὐτοὺς πόλεμον, πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά."],["3","Τὰς πέντε σατραπείας τῶν ἀλλοφύλων, καὶ πάντα τὸν Χαναναῖον, καὶ τὸν Σιδώνιον, καὶ τὸν Εὐαῖον τὸν κατοικοῦντα τὸν Λίβανον ἀπὸ τοῦ ὄρους τοῦ Ἀερμὼν ἕως Λαβωεμάθ."],["4","Καὶ ἐγένετο ὥστε πειρᾶσαι ἐν αὐτοῖς τὸν Ἰσραὴλ, γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς Κυρίου, ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ."],["5","Καὶ οἱ υἱοὶ Ἰσραὴλ κατῴκησαν ἐν μέσῳ τοῦ Χαναναίου, καὶ τοῦ Χετταίου, καὶ τοῦ Ἀμοῤῥαίου, καὶ τοῦ Φερεζαίου, καὶ τοῦ Εὐαίου, καὶ τοῦ Ἰεβουσαίου."],["6","Καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας, καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν, καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν."],["7","Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐναντίον Κυρίου· καὶ ἐπελάθοντο Κυρίου τοῦ Θεοῦ αὐτῶν, καὶ ἐλάτρευσαν τοῖς Βααλὶμ καὶ τοῖς ἄλσεσι."],["8","Καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραὴλ, καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Χουσαρσαθαὶμ βασιλέως Συρίας ποταμῶν· καὶ ἐδούλευσαν οἱ υἱοὶ Ἰσραὴλ τῷ Χουσαρσαθαὶμ ἔτη ὀκτώ."],["9","Καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον· καὶ ἤγειρε Κύριος σωτῆρα τῷ Ἰσραὴλ, καὶ ἔσωσεν αὐτοὺς, τὸν Γοθονιὴλ υἱὸν Κενὲζ ἀδελφοῦ Χάλεβ τὸν νεώτερον ὑπὲρ αὐτόν."],["10","Καὶ ἐγένετο ἐπʼ αὐτὸν πνεῦμα Κυρίου, καὶ ἔκρινε τὸν Ἰσραήλ· καὶ ἐξῆλθεν εἰς πόλεμον πρὸς Χουσαρσαθαίμ· καὶ παρέδωκε Κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθαὶμ βασιλέα Συρίας ποταμῶν· καὶ ἐκραταιώθη χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθαίμ."],["11","Καὶ ἡσύχασεν ἡ γῆ ἔτη τεσσαράκοντα· καὶ ἀπέθανε Γοθονιὴλ υἱὸς Κενέζ."],["12","Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ ἐνίσχυσε Κύριος τὸν Ἐγλὼμ βασιλέα Μωὰβ ἐπὶ τὸν Ἰσραὴλ, διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι Κυρίου."],["13","Καὶ συνήγαγε πρὸς ἑαυτὸν πάντας τοὺς υἱοὺς Ἀμμὼν καὶ Ἀμαλὴκ, καὶ ἐπορεύθη καὶ ἐπάταξε τὸν Ἰσραὴλ, καὶ ἐκληρονόμησε τὴν πόλιν τῶν φοινίκων."],["14","Καὶ ἐδούλευσαν οἱ υἱοὶ Ἰσραὴλ τῷ Ἐγλὼμ βασιλεῖ Μωὰβ ἔτη δεκαοκτώ."],["15","Καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον· καὶ ἤγειρεν αὐτοῖς σωτῆρα, τὸν Ἀὼδ υἱὸν Γηρὰ υἱὸν τοῦ Ἰεμενὶ ἄνδρα ἀμφοτεροδέξιον· καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Ἰσραὴλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ Ἐγλὼμ βασιλεῖ Μωάβ."],["16","Καὶ ἐποίησεν ἑαυτῷ Ἀὼδ μάχαιραν δίστομον, σπιθαμῆς τὸ μῆκος αὐτῆς· καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν αὐτοῦ τὸν δεξιόν."],["17","Καὶ ἐπορεύθη, καὶ προσήνεγκε τὰ δῶρα τῷ Ἐγλὼμ βασιλεῖ Μωάβ· καὶ Ἐγλὼμ ἀνὴρ ἀστεῖος σφόδρα."],["18","Καὶ ἐγένετο ἡνίκα συνετέλεσεν Ἀὼδ προσφέρων τὰ δῶρα, καὶ ἐξαπέστειλε τοὺς φέροντας τὰ δῶρα,"],["19","καὶ αὐτὸς ὑπέστρεψεν ἀπὸ τῶν γλυπτῶν τῶν μετὰ τῆς Γαλγάλ· καὶ εἶπεν Ἀὼδ, λόγος μοι κρύφιος πρὸς σὲ, βασιλεῦ· καὶ εἶπεν Ἐγλὼμ πρὸς αὐτὸν, σιώπα· καὶ ἐξαπέστειλεν ἀφʼ ἑαυτοῦ πάντας τοὺς ἐφεστῶτας ἐπʼ αὐτόν,"],["20","καὶ Ἀὼδ εἰσῆλθε πρὸς αὐτόν· καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ τῷ ἑαυτοῦ μονώτατος· καὶ εἶπεν Ἀὼδ, λόγος Θεοῦ μοι πρὸς σὲ, βασιλεῦ· καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου Ἐγλὼμ ἐγγὺς αὐτοῦ."],["21","Καὶ ἐγένετο ἅμα τῷ ἀναστῆναι αὐτὸν, καὶ ἐξέτεινεν Ἀὼδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ, καὶ ἔλαβε τὴν μάχαιραν ἐπάνωθεν τοῦ μηροῦ αὐτοῦ τοῦ δεξιοῦ, καὶ ἐνέπηξεν αὐτὴν ἐν τῇ κοιλίᾳ αὐτοῦ,"],["22","καὶ ἐπεισήνεγκε καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογὸς, καὶ ἀπέκλεισε τὸ στέαρ κατὰ τῆς φλογὸς, ὅτι οὐκ ἐξέσπασε τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ."],["23","Καὶ ἐξῆλθεν Ἀὼδ τὴν προστάδα· καὶ ἐξῆλθε τοὺς διατεταγμένους, καὶ ἀπέκλεισε τὰς θύρας τοῦ ὑπερῴου κατʼ αὐτοῦ, καὶ ἐσφήνωσε."],["24","Καὶ αὐτὸς ἐξῆλθε· καὶ οἱ παῖδες αὐτοῦ ἐπῆλθον καὶ εἶδον, καὶ ἰδοὺ αἱ θύραι τοῦ ὑπερῴου ἐσφηνωμέναι· καὶ εἶπαν, μήποτε ἀποκενοῖ τοὺς πόδας αὐτοῦ ἐν τῷ ταμείῳ τῷ θερινῷ;"],["25","Καὶ ὑπέμειναν ἕως ᾑσχύνοντο· καὶ ἰδοὺ οὐκ ἔστιν ὁ ἀνοίγων τὰς θύρας τοῦ ὑπερῴου· καὶ ἔλαβον τὴν κλεῖδα, καὶ ἤνοιξαν· καὶ ἰδοὺ ὁ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς."],["26","Καὶ Ἀὼδ διεσώθη ἕως ἐθορυβοῦντο, καὶ οὐκ ἦν ὁ προσνοῶν αὐτῷ· καὶ αὐτὸς παρῆλθε τὰ γλυπτὰ, καὶ διεσώθη εἰς Σετειρωθά."],["27","Καὶ ἐγένετο ἡνίκα ἦλθεν Ἀὼδ εἰς γῆν Ἰσραὴλ, καὶ ἐσάλπισεν ἐν κερατίνῃ ἐν τῷ ὄρει Ἐφραὶμ, καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τοῦ ὄρους, καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν."],["28","Καὶ εἶπε πρὸς αὐτοὺς, κατάβητε ὀπίσω μου, ὅτι παρέδωκε Κύριος ὁ Θεὸς τοὺς ἐχθροὺς ἡμῶν τὴν Μωὰβ ἐν χειρὶ ἡμῶν· καὶ κατέβησαν ὀπίσω αὐτοῦ, καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ἰορδάνου τῆς Μωὰβ, καὶ οὐκ ἀφῆκεν ἄνδρα διαβῆναι."],["29","Καὶ ἐπάταξαν τὴν Μωὰβ τῇ ἡμέρᾳ ἐκείνῃ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν, πᾶν λιπαρὸν καὶ πάντα ἄνδρα δυνάμεως, καὶ οὐ διεσώθη ὁ ἀνήρ."],["30","Καὶ ἐνετράπη Μωὰβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ χεῖρα Ἰσραὴλ, καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη· καὶ ἔκρινεν αὐτοὺς Ἀὼδ ἕως οὗ ἀπέθανε."],["31","Καὶ μετʼ αὐτὸν ἀνέστη Σαμεγὰρ υἱὸς Δινὰχ, καὶ ἐπάταξε τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐν τῷ ἀροτρόποδι τῶν βοῶν· καὶ ἔσωσε καί γε αὐτὸς τὸν Ἰσραήλ."]],[["1","Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ Ἀὼδ ἀπέθανε."],["2","Καὶ ἀπέδοτο τοὺς υἱοὺς Ἰσραὴλ Κύριος ἐν χειρὶ Ἰαβὶν βασιλέως Χαναὰν, ὃς ἐβασίλευσεν ἐν Ἀσώρ· καὶ ὁ ἂρχων τῆς δυνάμεως αὐτοῦ Σισάρα, καὶ αὐτὸς κατῴκει ἐν Ἀρισὼθ τῶν ἐθνῶν."],["3","Καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον, ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ· καὶ αὐτὸς ἔθλιψε τὸν Ἰσραὴλ κατακράτος εἴκοσι ἔτη."],["4","Καὶ Δεββῶρα γυνὴ προφῆτις, γυνὴ Λαφιδὼθ, αὕτη ἔκρινε τὸν Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ."],["5","Καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββῶρα ἀναμέσον τῆς Ῥαμὰ καὶ ἀναμέσον τῆς Βαιθὴλ ἐν τῷ ὄρει Ἐφραίμ· καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ἰσραὴλ εἰς κρίσιν."],["6","Καὶ ἀπέστειλε Δεββῶρα καὶ ἐκάλεσε τὸν Βαρὰκ υἱὸν Ἀβινεὲμ ἐκ Κάδης Νεφθαλὶ, καὶ εἶπε πρὸς αὐτὸν, οὐχὶ ἐνετείλατο Κύριος ὁ Θεὸς Ἰσραήλ σοι; καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβὼρ, καὶ λήψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἐκ τῶν υἱῶν Νεφθαλὶ, καὶ ἐκ τῶν υἱῶν Ζαβουλὼν."],["7","Καὶ ἐπάξω πρὸς σὲ εἰς τὸν χειμάῤῥουν Κισῶν ἐπὶ τὸν Σισάρα ἄρχοντα τῆς δυνάμεως Ἰαβὶν, καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆθος αὐτοῦ, καὶ παραδώσω αὐτὸν εἰς χεῖράς σου."],["8","Καὶ εἶπε πρὸς αὐτὴν Βαρὰκ, ἐὰν πορευθῇς μετʼ ἐμοῦ, πορεύσομαι, καὶ ἐὰν μὴ πορευθῇς, οὐ πορεύσομαι· ὅτι οὐκ οἶδα τὴν ἡμέραν ἐν ᾗ εὐοδοῖ Κύριος τὸν ἄγγελον μετʼ ἐμοῦ."],["9","Καὶ εἶπε, πορευομένη πορεύσομαι μετὰ σοῦ· πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου ἐπὶ τὴν ὁδὸν ἣν σὺ πορεύῃ, ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται Κύριος τὸν Σισάρα· καὶ ἀνέστη Δεββῶρα, καὶ ἐπορεύθη μετὰ τοῦ Βαρὰκ ἐκ Κάδης."],["10","Καὶ ἐβόησε Βαρὰκ τὸν Ζαβουλὼν καὶ τὸν Νεφθαλὶ ἐκ Κάδης, καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες ἀνδρῶν, καὶ ἀνέβη Δεββῶρα μετʼ αὐτοῦ."],["11","Καὶ Χαβὲρ ὁ Κιναῖος ἐχωρίσθη ἀπὸ Καινᾶ ἀπὸ τῶν υἱῶν Ἰωβὰβ γαμβροῦ Μωυσῆ· καὶ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἕως δρυὸς πλεονεκτούντων, ἥ ἐστιν ἐχόμενα Κεδές."],["12","Καὶ ἀνηγγέλη Σισάρᾳ, ὅτι ἀνέβη Βαρὰκ υἱὸς Ἀβινεὲμ εἰς ὄρος Θαβώρ."],["13","Καὶ ἐκάλεσε Σισάρα πάντα τὰ ἅρματα αὐτοὺ ἐννακόσια ἅρματα σιδηρᾶ, καὶ πάντα τὸν λαὸν τὸν μετʼ αὐτοῦ ἀπὸ Ἀρισὼθ τῶν ἐθνῶν εἰς τὸν χειμάῤῥουν Κισῶν."],["14","Καὶ εἶπε Δεββῶρα πρὸς Βαρὰκ, ἀνάστηθι, ὅτι αὕτη ἡ ἡμέρα ἐν ᾗ παρέδωκε Κύριος τὸν Σισάρα ἐν τῇ χειρί σου, ὅτι Κύριος ἐξελεύσεται ἔμπροσθέν σου· καὶ κατέβη Βαρὰκ κατὰ τοῦ ὄρους Θαβὼρ, καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ."],["15","Καὶ ἐξέστησε Κύριος τὸν Σισάρα καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ῥομφαίας ἐνώπιον Βαράκ· καὶ κατέβη Σισάρα ἐπάνωθεν τοὺ ἄρματος αὐτοῦ, καὶ ἔφυγε τοῖς ποσὶν αὐτοῦ."],["16","Καὶ Βαρὰκ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως Ἀρισὼθ τῶν ἐθνῶν· καὶ ἔπεσε πᾶσα παρεμβολὴ Σισάρα ἐν στόματι ῥομφαίας· οὐ κατελείφθη ἕως ἑνός."],["17","Καὶ Σισάρα ἔφυγε τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν Ἰαὴλ γυναικὸς Χαβὲρ ἑταίρου τοῦ Κιναίου· ὅτι εἰρήνη ἦν ἀναμέσον Ἰαβὶν βασιλέως Ἀσὼρ καὶ ἀναμέσον τοῦ οἴκου Χαβὲρ τοῦ Κιναίου."],["18","Καὶ ἐξῆλθεν Ἰαὴλ εἰς συνάντησιν Σισάρα, καὶ εἶπεν αὐτῷ, ἔκκλινον, κύριέ μου, ἔκκλινον πρὸς μὲ, μὴ φοβοῦ· καὶ ἐξέκλινε πρὸς αὐτῆν εἰς τὴν σκηνήν· καὶ περιέβαλεν αὐτὸν ἐπιβολαίῳ."],["19","Καὶ εἶπε Σισάρα πρὸς αὐτὴν, πότισόν με δὴ μικρὸν ὑδωρ, ὅτι ἐδίψησα· καὶ ἤνοιξε τὸν ἀσκὸν τοῦ γάλακτος, καὶ ἐπότισεν αὐτὸν, καὶ περιέβαλεν αὐτόν."],["20","Καὶ εἶπε πρὸς αὐτὴν Σισάρα, στῆθι δὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἔσται ἐὰν ἀνὴρ ἔλθῃ πρὸς σὲ, καὶ ἐρωτήσῃ σε, καὶ εἴπῃ, εἰ ἔστιν ὧδε ἀνήρ; καὶ ἐρεῖς, οὐκ ἔστι."],["21","Καὶ ἔλαβεν Ἰαὴλ γυνὴ Χαβὲρ τὸν πάσσαλον τῆς σκηνῆς, καὶ ἔθηκε τὴν σφύραν ἐν τῇ χειρὶ αὐτῆς, καὶ εἰσῆλθε πρὸς αὐτὸν ἐν κρύφῇ, καὶ ἔπηξε τὸν πάσσαλον ἐν τῷ κροτάφῳ αὐτοῦ, καὶ διεξῆλθεν ἐν τῇ γῇ· καὶ αὐτὸς ἐξεστῶς ἐσκοτώθη, καὶ ἀπέθανε."],["22","Καὶ ἰδοὺ Βαρὰκ διώκων τὸν Σισάρα· καὶ ἐξῆλθεν Ἰαὴλ εἰς συνάντησιν αὐτῷ, καὶ εἶπεν αὐτῷ, δεῦρο καὶ δείξω σοι τὸν ἄνδρα ὃν σὺ ζητεῖς· καὶ εἰσῆλθε πρὸς αὐτήν· καὶ ἰδοὺ Σισάρα ἐῤῥιμμένος νεκρὸς, καὶ ὁ πάσσαλος ἐν τῷ κροτάφῳ αὐτοῦ."],["23","Καὶ ἐτρόπωσεν ὁ Θεὸς τὸν Ἰαβὶν βασιλέα Χαναὰν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔμπροσθεν υἱῶν Ἰσραήλ."],["24","Καὶ ἐπορεύετο χεὶρ τῶν υἱῶν Ἰσραὴλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ἰαβὶν βασιλέα Χαναὰν, ἕως οὗ ἐξωλόθρευσαν τὸν Ἰαβὶν βασιλέα Χαναάν."]],[["1","Καὶ ἦσαν Δεββῶρα καὶ Βαρὰκ υἱὸς Ἀβινεὲμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγοντες,"],["2","Ἀπεκαλύφθη ἀποκάλυμμα ἐν Ἰσραὴλ ἐν τῷ ἑκουσιασθῆναι λαὸν, εὐλογεῖτε Κύριον."],["3","Ἀκούσατε βασιλεῖς, καὶ ἐνωτίσασθε σατράπαι· ᾄσομαι ἐγώ εἰμι τῷ Κυρίῳ ἐγώ εἰμι, ψαλῶ τῷ Κυρίῳ τῷ Θεῷ Ἰσραήλ."],["4","Κύριε, ἐν τῇ ἐξόδῳ σου ἐν Σηεὶρ, ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ Ἐδὼμ, γῆ ἐσείσθη, καὶ ὁ οὐρανὸς ἔσταξε δρόσους, καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ."],["5","Ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου Κυρίου Ἐλωῒ, τοῦτο Σινὰ ἀπὸ προσώπου Κυρίου Θεοῦ Ἰσραήλ."],["6","Ἐν ἡμέραις Σαμεγὰρ υἱοῦ Ἀνὰθ, ἐν ἡμέραις Ἰαὴλ, ἐξέλιπον ὁδοὺς, καὶ ἐπορεύθησαν ἀτραποὺς, ἐπορεύθησαν ὁδοὺς διεστραμμένας."],["7","Ἐξέλιπον δυνατοὶ ἐν Ἰσραὴλ, ἐξέλιπον ἕως οὗ ἀνέστη Δεββῶρα, ἕως οὗ ἀνέστη μήτηρ ἐν Ἰσραήλ."],["8","Ἐξελέξαντο θεοὺς καινοὺς, τότε ἐπολέμησαν πόλεις ἀρχόντων· θυρεὸς ἐὰν ὀφθῇ καὶ λόγχη ἐν τεσσαράκοντα χιλιάσιν ἐν Ἰσραήλ."],["9","Ἡ καρδία μου εἰς τὰ διατεταγμένα τῷ Ἰσραήλ· οἱ ἑκούσιαζόμενοι ἐν λαῷ εὐλογεῖτε Κύριον."],["10","Ἐπιβεβηκότες ἐπὶ ὄνου θηλείας μεσημβρίας, καθήμενοι ἐπὶ κριτηρίου, καὶ πορευόμενοι ἐπὶ ὁδοὺς συνέδρων ἐφʼ ὁδῷ,"],["11","διηγεῖσθε, ἀπὸ φωνῆς ἀνακρουομένων ἀναμέσον ὑδρευομένων· ἐκεῖ δώσουσι δικαιοσύνας· Κύριε δικαιοσύνας αὔξησον ἐν Ἰσραήλ· τότε κατέβη εἰς τὰς πόλεις λαὸς Κυρίου."],["12","Ἐξεγείρου, ἐξεγείρου, Δεββῶρα· ἐξεγείρου, ἐξεγείρου, λάλησον ᾠδήν· ἀνάστα Βαρὰκ, καὶ αἰχμαλώτισον αἰχμάλωσίαν σου υἱὸς Ἀβινεέμ."],["13","Τότε κατέβη κατάλειμμα τοῖς ἰσχυροῖς· λαὸς Κυρίου κατέβη αὐτῷ ἐν τοῖς κραταιοῖς ἐξ ἐμοῦ."],["14","Ἐφραῒμ ἐξεῤῥίζωσεν αὐτοὺς ἐν τῷ Ἀμαλὴκ, ὀπίσω σου Βενιαμὶν ἐν τοῖς λαοῖς σου· ἐν ἐμοὶ Μαχὶρ κατέβησαν ἐξερευνῶντες· καὶ ἀπὸ Ζαβουλὼν ἕλκοντες ἐν ῥάβδῳ διηγήσεως γραμματέως."],["15","Καὶ ἀρχηγοι ἐν Ἰσσάχαρ μετὰ Δεββώρας καὶ Βαράκ· οὕτω Βαρὰκ ἐν κοιλάσιν ἀπέστειλεν ἐν ποσὶν αὐτοῦ, εἰς τὰς μερίδας Ῥουβὴν, μεγάλοι ἐξικνούμενοι καρδίαν."],["16","Εἰς τί ἐκάθισαν ἀναμέσον τῆς διγομίας τοῦ ἀκοῦσαι συρισμοῦ ἀγελῶν εἰς διαιρέσεις Ῥουβήν; μεγάλοι ἐξετασμοὶ καρδίας."],["17","Γαλαάδ ἐν τῷ πέραν τοῦ Ἰορδάνου οὗ ἐσκήνωσε· καὶ Δὰν εἰς τί παροικεῖ πλοίοις; Ἀσὴρ ἐκάθισε παραλίαν θαλασσῶν, καὶ ἐπὶ διεξόδοις αὐτοῦ σκηνώσει."],["18","Ζαβουλὼν λαὸς ὠνείδισε ψυχὴν αὐτοῦ εἰς θάνατον, καὶ Νεφθαλὶ ἐπὶ ὕψη ἀγροῦ"],["19","ἦλθον αὐτῶν. Βασιλεῖς παρετάξαντο, τότε ἐπολέμησαν βασιλεῖς Χαναὰν ἐν Θαναὰχ ἐπὶ ὕδατι Μαγεδδὼ, δῶρον ἀργυρίου οὐκ ἔλαβον."],["20","Ἐξ οὐρανοῦ παρετάξαντο οἱ ἀστέρες, ἐκ τρίβων αὐτῶν παρετάξαντο μετὰ Σισάρα."],["21","Χειμάῤῥους Κισῶν ἐξέσυρεν αὐτοὺς, χειμάῤῥους ἀρχαίων, χειμάῤῥους Κισῶν· καταπατήσει αὐτὸν ψυχή μου δυνατή."],["22","Ὅτε ἐνεποδίσθησαν πτέρναι ἵππου, σπουδῇ ἔσπευσαν ἰσχυροὶ αὐτοῦ"],["23","καταρᾶσθαι Μηρὼζ, εἶπεν ἄγγελος Κυρίου, καταρᾶσθε· ἐπικατάρατος πᾶς ὁ κατοικῶν αὐτὴν, ὅτι οὐκ ἤλθοσαν εἰς βοήθειαν Κυρίου, εἰς βοήθειαν ἐν δυνατοῖς."],["24","Εὐλογηθείη ἐν γυναιξὶν Ἰαὴλ γυνὴ Χαβὲρ τοῦ Κιναίου, ἀπὸ γυναικῶν ἐν σκηναῖς εὐλογηθείη."],["25","Ὕδωρ ᾔτησε, γάλα ἔδωκεν ἐν λεκάνῃ· ὑπερεχόντων προσήνεγκε βούτυρον."],["26","Χεῖρα αὐτῆς ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινε, καὶ δεξιὰν αὐτῆς εἰς σφύραν κοπίωντων, καὶ ἐσφυροκόπησε Σισάρα, διήλωσε κεφαλὴν αὐτοῦ καὶ ἐπάταξε, διήλωσε κρόταφον αὐτοῦ."],["27","Ἀναμέσον τῶν ποδῶν αὐτῆς κατεκυλίσθη· ἔπεσε καὶ ἐκοιμήθη ἀναμέσον τῶν ποδῶν αὐτῆς, κατακλιθεὶς ἔπεσε· καθὼς κατεκλίθη ἐκεῖ ἔπεσεν ἐξοδευθείς."],["28","Διὰ τῆς θυρίδος παρέκυψε μήτηρ Σισάρα ἐκτὸς τοῦ τοξικοῦ, διότι ᾐσχύνθη ἅρμα αὐτοῦ; διότι ἐχρόνισαν πόδες ἁρμάτων αὐτοῦ;"],["29","Αἱ σοφαὶ ἄρχουσαι αὐτῆς ἀπεκρίθησαν πρὸς αὐτὴν, καὶ αὐτὴ ἀπέστρεψε λόγους αὐτῆς ἑαυτῇ,"],["30","οὐχ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα; οἰκτίρμων οἰκτειρήσει εἰς κεφαλὴν ἀνδρός· σκῦλα βαμμάτων τῷ Σισάρᾳ, σκῦλα βαμμάτων ποικιλίας, βάμματα ποικιλτῶν αὐτὰ τῷ τραχήλῳ αὐτοῦ σκῦλα."],["31","Οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου, Κύριε· καὶ οἱ ἀγαπῶντες αὐτὸν, ὡς ἔξοδος ἡλίου ἐν δυνάμει αὐτοῦ. Καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη."]],[["1","Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἔδωκεν αὐτοὺς Κύριος ἐν χειρὶ Μαδιὰμ ἑπτὰ ἔτη."],["2","Καὶ ἴσχυσε χεὶρ Μαδιὰμ ἐπὶ Ἰσραήλ· καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ προσώπου Μαδιὰμ τὰς τρυμαλιὰς τὰς ἐν τοῖς ὄρεσι, καὶ τὰ σπήλαια, καὶ τὰ κρεμαστά."],["3","Καὶ ἐγένετο ἐὰν ἔσπειραν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἀνέβαινον Μαδιὰμ καὶ Ἀμαλὴκ, καὶ οἱ υἱοὶ ἀνατολῶν συνανέβαινον αὐτοῖς, καὶ παρενέβαλον εἰς αὐτοὺς,"],["4","καὶ διέφθειρον τοὺς καρποὺς αὐτῶν ἕως ἐλθεῖν εἰς Γάζαν· καὶ οὐ κατελείποντο ὑπόστασιν ζωῆς ἐν τῇ γῇ Ἰσραὴλ, οὐδὲ ἐν τοῖς ποιμνίοις ταῦρον καὶ ὄνον."],["5","Ὅτι αὐτοὶ καὶ αἱ κτήσεις αὐτῶν ἀνέβαινον, καὶ αἱ σκηναὶ αὐτῶν παρεγίνοντο, καθὼς ἀκρὶς εἰς πλῆθος, καὶ αὐτοῖς καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός· καὶ ἤρχοντο εἰς τὴν γῆν Ἰσραὴλ, καὶ διέφθειρον αὐτήν."],["6","Καὶ ἐπτώχευσεν Ἰσραὴλ σφόδρα ἀπὸ προσώπου Μαδιάμ."],["7","Καὶ ἐβόησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον ἀπὸ προσώπου Μαδιάμ."],["8","Καὶ ἐξαπέστειλε Κύριος ἄνδρα προφήτην πρὸς τοὺς νἱοὺς Ἰσραήλ· καὶ εἶπεν αὐτοῖς, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἐγώ εἰμι ὃς ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου, καὶ ἐξήγαγον ὑμᾶς ἐξ οἴκου δουλείας ὑμῶν·"],["9","καὶ ἐῤῥυσάμην ὑμᾶς ἐκ χειρὸς Αἰγύπτου καὶ ἐκ χειρὸς πάντων τῶν θλιβόντων ὑμᾶς, καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμῶν· καὶ ἔδωκα ὑμῖν τὴν γῆν αὐτῶν."],["10","Καὶ εἶπα ὑμῖν, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν· οὐ φοβηθήσεσθε τοὺς θεοὺς τοῦ Ἀμοῤῥαίου, ἐν οἷς ὑμεῖς κάθησθε ἐν τῇ γῇ αὐτῶν· καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου."],["11","Καὶ ἦλθεν ἄγγελος Κυρίου, καὶ ἐκάθισεν ὑπὸ τὴν τερέμινθον τὴν ἐν Ἐφραθὰ ἐν γῇ Ἰωὰς πατρὸς τοῦ Ἐσδρί· καὶ Γεδεὼν ὁ υἱὸς αὐτοῦ ῥαβδίζων σῖτον ἐν ληνῷ εἰς ἐκφυγεῖν ἀπὸ προσώπου τοῦ Μαδίαμ."],["12","Καὶ ὤφθη αὐτῷ ὁ ἄγγελος Κυρίου, καὶ εἶπε πρὸς αὐτὸν, Κύριος μετὰ σοῦ, ἰσχυρὸς τῶν δυνάμεων."],["13","Καὶ εἶπε πρὸς αὐτὸν Γεδεὼν, ἐν ἐμοὶ, Κύριέ μου· καὶ εἰ ἔστι Κύριος μεθʼ ἡμῶν, εἰς τί εὗρεν ἡμᾶς τὰ κακὰ ταῦτα; καὶ ποῦ ἐστι πάντα τὰ θαυμάσια αὐτοῦ, ἃ διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν, λέγοντες, μὴ οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς Κύριος; καὶ νῦν ἐξέῤῥιψεν ἡμᾶς καὶ ἔδωκεν ἡμᾶς ἐν χειρὶ Μαδίαμ."],["14","Καὶ ἐπέστρεψε πρὸς αὐτὸν ὁ ἄγγελος Κυρίου, καὶ εἶπε, πορεύου ἐν τῇ ἰσχύϊ σου ταύτῃ, καὶ σώσεις τὸν Ἰσραὴλ ἐκ χειρὸς Μαδιάμ· ἰδοὺ ἐξαπέστειλά σε."],["15","Καὶ εἶπε πρὸς αὐτὸν Γεδεὼν, ἐν ἐμοὶ, Κύριέ μου, ἐν τίνι σώσω τὸν Ἰσραήλ; ἰδοὺ ἡ χιλιάς μου ἠσθένησεν ἐν Μανασσῇ, καὶ ἐγώ εἰμι μικρότερος ἐν οἴκῳ τοῦ πατρός μου."],["16","Καὶ εἶπε πρὸς αὐτὸν ὁ ἄγγελος Κυρίου, Κύριος ἔσται μετὰ σοῦ, καὶ πατάξεις τὴν Μαδιὰμ ὡσεὶ ἄνδρα ἕνα."],["17","Καὶ εἶπε πρὸς αὐτὸν Γεδεὼν, εἰ δὴ εὗρον ἔλεος ἐν ὀφθαλμοῖς σου, καὶ ποιήσεις μοι σήμερον πᾶν ὅτι, ἐλάλησας μετʼ ἐμοῦ,"],["18","μὴ χωρισθῇς ἐντεῦθεν ἕως τοῦ ἐλθεῖν με πρὸς σὲ, καὶ ἐξοίσω τὴν θυσίαν καὶ θύσω ἐνώπιόν σου· καὶ εἶπεν, ἐγώ εἰμι καθίσομαι ἕως τοῦ ἐπιστρέψαι σε."],["19","Καὶ Γεδεὼν εἰσῆλθε, καὶ ἐποίησεν ἔριφον αἰγῶν καὶ οἰφὶ ἀλεύρου ἄζυμα, καὶ τὰ κρέα ἔθηκεν ἐν τῷ κοφίνῳ, καὶ τὸν ζωμὸν ἔβαλεν ἐν τῇ χύτρᾳ, καὶ ἐξήνεγκεν αὐτὰ πρὸς αὐτὸν ὑπὸ τὴν τερέμινθον, καὶ προσήγγισε."],["20","Καὶ εἶπε πρὸς αὐτὸν ὁ ἄγγελος τοῦ Θεοῦ, λάβε τὰ κρέα καὶ τὰ ἄζυμα, καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην, καὶ τὸν ζωμὸν ἐχόμενα ἔκχεε· καὶ ἐποιήσεν οὕτως."],["21","Καὶ ἐξέτεινεν ὁ ἄγγελος Κυρίου τὸ ἄκρον τῆς ῥάβδου τῆς ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἥψατο τῶν κρεῶν καὶ τὼν ἀζύμων· καὶ ἀνέβη πῦρ ἐκ τῆς πέτρας, καὶ κατέφαγε τὰ κρέα καὶ τοὺς ἀζύμους· καὶ ὁ ἄγγελος Κυρίου ἐπορεύθη ἀπʼ ὀφθαλμῶν αὐτοῦ."],["22","Καὶ εἶδε Γεδεὼν, ὅτι ἄγγελος Κυρίου οὗτός ἐστι· καὶ εἶπε Γεδεὼν, ἆ ἆ, Κύριέ μου Κύριε, ὅτι εἶδον τὸν ἄγγελον Κυρίου πρόσωπον πρὸς πρόσωπον."],["23","Καὶ εἶπεν αὐτῷ Κύριος, εἰρήνη σοι, μὴ φοβοῦ, οὐ μὴ ἀποθάνῃς."],["24","Καὶ ᾠκοδόμησεν ἐκεῖ Γεδεὼν θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἐπεκάλεσεν αὐτῷ, εἰρήνη Κυρίου, ἕως τῆς ἡμέρας ταύτης, ἔτι αὐτοῦ ὄντος ἐν Ἐφραθὰ πατρὸς τοῦ Ἐσδρί."],["25","Καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ εἶπεν αὐτῷ Κύριος, λάβε τὸν μόσχον τὸν ταῦρον ὅς ἐστι τῷ πατρί σου, καὶ μόσχον δεύτερον ἑπταετῇ, καὶ καθελεῖς τὸ θυσιαστήριον τοῦ Βάαλ ὅ ἐστι τῷ πατρί σου, καὶ τὸ ἄλσος τὸ ἐπʼ αὐτὸ ὀλοθρεύσεις."],["26","Καὶ οἰκοδομήσεις θυσιαστήριον τῷ Κυρίῳ τῷ Θεῷ σου ἐπὶ κορυφὴν Μαωζὶ τούτου ἐν τῇ παρατάξει καὶ λήψῃ τὸν μόσχον τὸν δεύτερον, καὶ ἀνοίσεις ὁλοκαυτώματα ἐν τοῖς ξύλοις τοῦ ἄλσοῦς, οὗ ἐξολοθρεύσεις."],["27","Καὶ ἔλαβε Γεδεὼν δέκα ἄνδρας ἀπὸ τῶν δούλων ἑαυτοῦ, καὶ ἐποίησεν ὃν τρόπον ἐλάλησε πρὸς αὐτὸν Κύριος· καὶ ἐγενήθη ὡς ἐφοβήθη τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς ἄνδρας τῆς πόλεως τοῦ ποιῆσαι ἡμέρας, καὶ ἐποίησε νυκτός."],["28","Καὶ ὤρθρισαν οἱ ἄνδρες τῆς πόλεως τοπρωΐ· καὶ ἰδοὺ καθῄρητο τὸ θυσιαστήριον τοῦ Βάαλ, καὶ τὸ ἄλσος τὸ ἐπʼ αὐτῷ ὠλόθρευτο· καὶ εἶδον τὸν μόσχον τὸν δεύτερον, ὃν ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον τὸ ᾠκοδομημένον."],["29","Καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ, τίς ἐποίησε τὸ ῥῆμα τοῦτο; καὶ ἐπεζήτησαν καὶ ἠρεύνησαν, καὶ ἔγνωσαν ὅτι Γεδεὼν υἱὸς Ἰωὰς ἐποίησε τὸ ῥῆμα τοῦτο."],["30","Καὶ εἶπαν οἱ ἄνδρες τῆς πόλεως πρὸς Ἰωὰς, ἐξένεγκε τὸν υἱόν σου, καὶ ἀποθανέτω, ὅτι καθεῖλε τὸ θυσιαστήριον τοῦ Βάαλ, καὶ ὅτι ὠλόθρευσε τὸ ἄλσος τὸ ἐπʼ αὐτῷ."],["31","Καὶ εἶπε Γεδεὼν υἱὸς Ἰωὰς τοῖς ἀνδράσι πᾶσιν, οἳ ἐπανέστησαν αὐτῷ, μὴ ὑμεῖς νῦν δικάζεσθε ὑπὲρ τοῦ Βάαλ; ἢ ὑμεῖς σώσετε αὐτόν; ὃς ἐὰν δικάσηται αὐτῷ, θανατωθήτω ἕως πρωΐ· εἰ θεός ἐστι, δικαζέσθω αὐτῷ, ὅτι καθεῖλε τὸ θυσιαστήριον αὐτοῦ."],["32","Καὶ ἐκάλεσεν αὐτὸ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ἱεροβάαλ, λέγων, δικαζέσθω ἐν αὐτῷ ὁ Βάαλ, ὅτι καθῃρέθη τὸ θυσιαστήριον αὐτοῦ."],["33","Καὶ πᾶσα Μαδιὰμ, καὶ Ἀμαλὴκ, καὶ υἱοὶ ἀνατολῶν συνήχθησαν ἐπὶ τοαυτὸ, καὶ παρενέβαλον ἐν τῇ κοιλάδι Ἰεζραέλ."],["34","Καὶ πνεῦμα Κυρίου ἐνέδυσε τὸν Γεδεὼν, καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ ἐβόησεν Ἀβιέζερ ὀπίσω αὐτοῦ."],["35","Καὶ ἀγγέλους ἐξαπέστειλεν εἰς πάντα Μανασσῆ, καὶ ἐν Ἀσὴρ, καὶ ἐν Ζαβουλὼν, καὶ ἐν Νεφθαλί· καὶ ἀνέβη εἰς συνάντησιν αὐτῶν."],["36","Καὶ εἶπε Γεδεὼν πρὸς τὸν Θεὸν, εἰ σὺ σώζεις ἐν χειρί μου τὸν Ἰσραὴλ, καθὼς ἐλάλησας,"],["37","ἰδοὺ ἐγὼ τίθημι τὸν πόκον τοῦ ἐρίου ἐν τῇ ἅλωνι· ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ξηρασία, γνώσομαι ὅτι σώσεις ἐν χειρί μου τὸν Ἰσραὴλ, καθὼς ἐλάλησας."],["38","Καὶ ἐγένετο οὕτως· καὶ ὤρθρισε τῇ ἐπαύριον, καὶ ἐξεπίασε τὸν πόκον, καὶ ἔσταξε δρόσος ἀπὸ τοῦ πόκου πλήρης λεκάνη ὕδατος."],["39","Καὶ εἶπε Γεδεὼν πρὸς τὸν Θεὸν, μὴ δὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοὶ, καὶ λαλήσω ἔτι ἅπαξ· πειράσω δὴ καί γε ἔτι ἅπαξ ἐν τῷ πόκῳ· καὶ γενέσθω ἡ ξηρασία ἐπὶ τὸν πόκον μόνον, καὶ ἐπὶ πᾶσαν τὴν γῆν γενηθήτω δρόσος."],["40","Καὶ ἐποίησεν ὁ Θεὸς οὕτως ἐν τῇ νυκτὶ ἐκείνῃ· καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐγενήθη δρόσος."]],[["1","Καὶ ὤρθρισεν Ἱεροβάαλ, αὐτός ἐστι Γεδεὼν, καὶ πᾶς ὁ λαὸς μετʼ αὐτοῦ, καὶ παρενέβαλον ἐπὶ πηγὴν Ἀράδ· καὶ παρεμβολὴ Μαδιὰμ ἦν αὐτῷ ἀπὸ Βοῤῥᾶ ἀπὸ Γαβααθαμωραὶ ἐν κοιλάδι."],["2","Καὶ εἶπε Κύριος πρὸς Γεδεὼν, πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ, ὥστε μὴ παραδοῦναί με τὴν Μαδιὰμ ἐν χειρὶ αὐτῶν, μὴ ποτε καυχήσηται Ἰσραὴλ ἐπʼ ἐμὲ, λέγων, ἡ χείρ μου ἔσωσέ με."],["3","Καὶ νῦν λάλησον δὴ ἐν ὠσὶ τοῦ λαοῦ, λέγων, τίς ὁ φοβούμενος καὶ δειλός; ἐπιστραφέτω καὶ ἐκχωρείτω ἀπὸ ὄρους Γαλαάδ· καὶ ἐπέστρεψεν ἀπὸ τοῦ λαοῦ εἴκοσι καὶ δύο χιλιάδες, καὶ δέκα χιλιάδες ὑπελείφθησαν."],["4","Καὶ εἶπε Κύριος πρὸς Γεδεὼν, ἔτι ὁ λαὸς πολύς ἐστι· κατένεγκον αὐτοὺς πρὸς τὸ ὕδωρ, καὶ ἐκκαθαρῶ σοι αὐτὸν ἐκεῖ· καὶ ἔσται ὃν ἐὰν εἴπω πρὸς σὲ, οὗτος πορεύσεται σὺν σοὶ, αὐτὸς πορεύσεται σὺν σοί· καὶ πᾶς ὃν ἂν εἴπω πρὸς σὲ, οὗτος οὐ πορεύσεται μετὰ σοῦ, αὐτὸς οὐ πορεύσεται μετὰ σοῦ."],["5","Καὶ κατήνεγκε τὸν λαὸν πρὸς τὸ ὕδωρ· καὶ εἶπε Κύριος πρὸς Γεδεὼν, πᾶς ὃς ἂν λάψῃ τῇ γλώσσῃ αὐτοῦ ἀπὸ τοῦ ὕδατος ὡς ἐὰν λάψῃ ὁ κύων, στήσεις αὐτὸν κατὰ μόνας, καὶ πᾶς ὃς ἐὰν κλίνῃ ἐπὶ τὰ γόνατα αὐτοῦ πιεῖν."],["6","Καὶ ἐγένετο ὁ ἀριθμὸς τῶν λαψάντων ἐν χειρὶ αὐτῶν πρὸς τὸ στόμα αὐτῶν, τριακόσιοι ἄνδρες· καὶ πᾶν τὸ κατάλοιπον τοῦ λαοῦ ἔκλιναν ἐπὶ τὰ γόνατα αὐτῶν πιεῖν ὕδωρ."],["7","Καὶ εἶπε Κύριος πρὸς Γεδεὼν, ἐν τοῖς τριακοσίοις ἀνδράσι τοῖς λάψασι σώσω ὑμᾶς, καὶ δώσω τὴν Μαδιὰμ ἐν χειρί σου, καὶ πᾶς ὁ λαὸς πορεύσονται ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ."],["8","Καὶ ἔλαβον τὸν ἐπισιτισμὸν τοῦ λαοῦ ἐν χειρὶ αὐτῶν, καὶ τὰς κερατίνας αὐτῶν· καὶ τὸν πάντα ἄνδρα Ἰσραὴλ ἐξαπέστειλεν ἄνδρα εἰς σκηνὴν αὐτοῦ· καὶ τοὺς τριακοσίους ἄνδρας κατίσχυσε· καὶ ἡ παρεμβολὴ Μαδιὰμ ἦσαν αὐτοῦ ὑποκάτω ἐν τῇ κοιλάδι."],["9","Καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ εἶπε πρὸς αὐτὸν Κύριος, ἀνάστα, κατάβηθι ἐν τῇ παρεμβολῇ, ὅτι παρέδωκα αὐτὴν ἐν τῇ χειρί σου."],["10","Καὶ εἰ φοβῇ σὺ καταβῆναι, κατάβηθι σὺ καὶ Φαρὰ τὸ παιδάριόν σου εἰς τὴν παρεμβολὴν,"],["11","καὶ ἀκούσῃ τί λαλήσουσι, καὶ μετὰ τοῦτο ἰσχύσουσιν αἱ χεῖρές σου καὶ καταβήσῃ ἐν τῇ παρεμβολῇ· καὶ κατέβη αὐτὸς καὶ Φαρὰ τὸ παιδάριον αὐτοῦ πρὸς ἀρχὴν τῶν πεντήκοντα, οἳ ἦσαν ἐν τῇ παρεμβολῇ."],["12","Καὶ Μαδιὰμ καὶ Ἀμαλὴκ καὶ πάντες οἱ υἱοὶ ἀνατολῶν βεβλημένοι ἐν τῇ κοιλάδι ὡς ἀκρὶς εἰς πλῆθος, καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμὸς, ἀλλʼ ἦσαν ὡς ἡ ἄμμος ἡ ἐπὶ χείλους τῆς θαλάσσης εἰς πλῆθος."],["13","Καὶ ἦλθε Γεδεὼν, καὶ ἰδοὺ ἀνὴρ ἐξηγούμενος τῷ πλησίον αὐτοῦ ἐνύπνιον, καὶ εἶπεν, ἰδοὺ ἐνυπνιασάμην ἐνύπνιον, καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου στρεφομένη ἐν τῇ παρεμβολῇ Μαδιὰμ, καὶ ἦλθεν ἕως τῆς σκηνῆς, καὶ ἐπάταξεν αὐτὴν, καὶ ἔπεσε, καὶ ἀνέστρεψεν αὐτὴν ἄνω, καὶ ἔπεσεν ἡ σκηνή."],["14","Καὶ ἀπεκρίθη ὁ πλησίον αὐτοῦ, καὶ εἶπεν, οὐκ ἔστιν αὕτη εἰ μὴ ῥομφαία Γεδεὼν υἱοῦ Ἰωὰς ἀνδρὸς Ἰσραήλ· παρέδωκεν ὁ Θεὸς ἐν χειρὶ αὐτοῦ τὴν Μαδιὰμ καὶ πᾶσαν τὴν παρεμβολήν."],["15","Καὶ ἐγένετο ὡς ἤκουσε Γεδεὼν τὴν ἐξήγησιν τοῦ ἐνυπνίου καὶ τὴν σύγκρισιν αὐτοῦ, καὶ προσεκύνησε Κυρίῳ, καὶ ὑπέστρεψεν εἰς τὴν παρεμβολὴν Ἰσραὴλ, καὶ εἶπεν, ἀνάστητε, ὅτι παρέδωκε Κύριος ἐν χειρὶ ἡμῶν τὴν παρεμβολὴν Μαδιάμ."],["16","Καὶ διεῖλε τοὺς τριακοσίους ἄνδρας εἰς τρεῖς ἀρχὰς, καὶ ἔδωκε κερατίνας ἐν χειρὶ πάντων, καὶ ὑδρίας κενὰς, καὶ λαμπάδας ἐν ταῖς ὑδρίαις,"],["17","καὶ εἶπε πρὸς αὐτοὺς, ἀπʼ ἐμοῦ ὄψεσθε, καὶ οὕτω ποιήσετε· καὶ ἰδοὺ ἐγὼ εἰσπορεύομαι ἐν ἀρχῇ τῆς παρεμβολῆς, καὶ ἔσται καθὼς ἂν ποιήσω, οὕτω ποιήσετε."],["18","Καὶ σαλπιῶ ἐν τῇ κερατίνῃ ἐγὼ, καὶ πάντες μετʼ ἐμοῦ σαλπιεῖτε ἐν ταῖς κερατίναις κύκλῳ ὅλης τῆς παρεμβολῆς, καὶ ἐρεῖτε, τῷ Κυρίῳ καὶ τῷ Γεδεών."],["19","Καὶ εἰσῆλθε Γεδεὼν καὶ οἱ ἐκατὸν ἄνδρες οἱ μετʼ αὐτοῦ ἐν ἀρχῇ τῆς παρεμβολῆς ἐν ἀρχῇ τῆς φυλακῆς μέσης· καὶ ἐγείροντες ἤγειραν τοὺς φυλάσσοντας, καὶ ἐσάλπισαν ἐν ταῖς κερατίναις, καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ταῖς χερσὶν αὐτῶν."],["20","Καὶ ἐσάλπισαν αἱ τρεῖς ἀρχαὶ ἐν ταῖς κερατίναις, καὶ συνέτριψαν τὰς ὑδρίας, καὶ ἐκράτησαν ἐν χερσὶν ἀριστεραῖς αὐτῶν τὰς λαμπάδας, καὶ ἐν χερσὶ δεξιαῖς αὐτῶν τὰς κερατίνας τοῦ σαλπίζειν· καὶ ἀνέκραξαν, ῥομφαία τῷ Κυρίῳ καὶ τῷ Γεδεών."],["21","Καὶ ἔστησεν ἀνὴρ ἐφʼ ἑαυτῷ κύκλῳ τῆς παρεμβολῆς· καὶ ἔδραμε πᾶσα ἡ παρεμβολὴ, καὶ ἐσήμαναν, καὶ ἔφυγον."],["22","Καὶ ἐσάλπισαν ἐν ταῖς τριακοσίαις κερατίναις· καὶ ἔθηκε Κύριος τὴν ῥομφαίαν ἀνδρὸς ἐν τῷ πλησίον αὐτοῦ ἐν πάσῃ τῇ παρεμβολῇ."],["23","Καὶ ἔφυγεν ἡ παρεμβολὴ ἕως Βηθσεὲδ Ταγαραγαθὰ Ἀβελμεουλὰ ἐπὶ Ταβάθ· καὶ ἐβόησαν ἀνὴρ Ἰσραὴλ ἀπὸ Νεφθαλὶ καὶ ἀπὸ Ἀσὴρ, καὶ ἀπὸ παντὸς Μανασσῆ, καὶ ἐδίωξαν ὀπίσω Μαδιάμ."],["24","Καὶ ἀγγέλους ἀπέστειλε Γεδεὼν ἐν παντὶ ὄρει Ἐφραὶμ, λέγων, κατάβητε εἰς συνάντησιν Μαδιὰμ, καὶ καταλάβετε ἑαυτοῖς τὸ ὕδωρ ἕως Βαιθηρὰ καὶ τὸν Ἰορδάνην· καὶ ἐβόησε πᾶς ἀνὴρ Ἐφραὶμ, καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως Βαιθηρὰ καὶ τὸν Ἰορδάνην."],["25","Καὶ συνελάβοντο τοὺς ἄρχοντας Μαδιὰμ, καὶ τὸν Ὠρὴβ καὶ τὸν Ζήβ· καὶ ἀπέκτειναν τὸν Ὠρὴβ ἐν Σοὺρ Ὠρὴβ, καὶ τὸν Ζὴβ ἀπέκτειναν ἐν Ἱακεφζήφ· καὶ κατεδίωξαν τὴν Μαδιάμ· καὶ τὴν κεφαλὴν Ὠρὴβ καὶ Ζὴβ ἤνεγκαν πρὸς Γεδεὼν ἀπὸ πέραν τοῦ Ἰορδάνου."]],[["1","Καὶ εἶπαν πρὸς Γεδεὼν ἀνὴρ Ἐφραὶμ, τί τὸ ῥῆμα τοῦτο ἐποίησας ἡμῖν, τοῦ μὴ καλέσαι ἡμᾶς ὅτε ἐπορεύθης παρατάξασθαι ἐν Μαδιάμ; καὶ διελέξαντο πρὸς αὐτὸν ἰσχυρῶς."],["2","Καὶ εἶπε πρὸς αὐτοὺς, τί ἐποίησα νῦν καθὼς ὑμεῖς; ἢ οὐχὶ κρείττῶν ἐπιφυλλὶς Ἐφραὶμ ἢ τρυγητὸς Ἀβιέζερ;"],["3","Ἐν χειρὶ ὑμῶν παρέδωκε Κύριος τοὺς ἄρχοντας Μαδιὰμ, τὸν Ὠρὴβ καὶ τὸν Ζήβ· καὶ τί ἠδυνήθην ποιῆσαι ὡς ὑμεῖς; τότε ἀνέθη τὸ πνεῦμα αὐτῶν ἀπʼ αὐτοῦ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον."],["4","Καὶ ἦλθε Γεδεὼν ἐπὶ τὸν Ἰορδανὴν, καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες οἱ μετʼ αὐτοῦ πεινῶντες καὶ διώκοντες."],["5","Καὶ εἶπε τοῖς ἀνδράσι Σοκχὼθ, δότε δὴ ἄρτους εἰς τροφὴν τῷ λαῷ τούτῳ τῷ ἐν ποσί μου, ὅτι ἐκλείπουσι, καὶ ἰδοὺ ἐγώ εἰμι διώκων ὀπίσω τοῦ Ζεβεὲ καὶ Σαλμανὰ βασιλέων Μαδιάμ."],["6","Καὶ εἶπον οἱ ἄρχοντες Σοκχὼθ, μὴ χεὶρ Ζεβεὲ καὶ Σαλμανὰ νῦν ἐν χειρί σου, ὅτι δώσομεν τῇ δυνάμει σου ἄρτους;"],["7","Καὶ εἶπε Γεδεὼν, διὰ τοῦτο ἐν τῷ δοῦναι Κύριον τὸν Ζεβεὲ καὶ τὸν Σαλμανὰ ἐν χειρί μου, καὶ ἐγὼ ἀλοήσω τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου, καὶ ἐν ταῖς Βαρκηνίμ."],["8","Καὶ ἀνέβη ἐκεῖθεν εἰς Φανουὴλ, καὶ ἐλάλησε πρὸς αὐτοὺς ὡσαύτως· καὶ ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Φανουὴλ ὃν τρόπον ἀπεκρίθησαν ἄνδρες Σοκχώθ."],["9","Καὶ εἶπε Γεδεὼν πρὸς ἄνδρας Φανουὴλ, ἐν ἐπιστροφῇ μου μετʼ εἰρήνης, κατασκάψω τὸν πύργον τοῦτον."],["10","Καὶ Ζεβεὲ καὶ Σαλμανὰ ἐν Καρκὰρ, καὶ ἡ παρεμβολὴ αὐτῶν μετʼ αὐτῶν ὡσεὶ δεκαπέντε χιλιάδες, πάντες οἱ καταλελειμμένοι ἀπὸ πάσης παρεμβολῆς ἀλλοφύλων· καὶ οἱ πεπτωκότες, ἑκατὸν εἴκοσι χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν."],["11","Καὶ ἀνέβη Γεδεὼν ὁδὸν τῶν σκηνούντων ἐν σκηναῖς ἀπὸ ἀνατολῶν τῆς Ναβαὶ καὶ Ἰεγεβάλ· καὶ ἐπάταξε τὴν παρεμβολὴν, καὶ ἡ παρεμβολὴ ἦν πεποιθυῖα."],["12","Καὶ ἔφυγον Ζεβεὲ καὶ Σαλμανά· καὶ ἐδίωξεν ὀπίσω αὐτῶν, καὶ ἐκράτησε τοὺς δύο βασιλεῖς Μαδιὰμ τὸν Ζεβεὲ καὶ τὸν Σαλμανὰ, καὶ πᾶσαν τὴν παρεμβολὴν ἐξέστησε."],["13","Καὶ ἐπέστρεψε Γεδεὼν υἱὸς Ἰωὰς ἀπὸ τῆς παρατάξεως ἀπὸ ἐπάνωθεν τῆς παρατάξεως Ἀρές."],["14","Καὶ συνέλαβε παιδάριον ἀπὸ τῶν ἀνδρῶν Σοκχὼθ, καὶ ἐπηρώτησεν αὐτόν· καὶ ἔγραψε πρὸς αὐτὸν ὀνόματα τῶν ἀρχόντων Σοκχὼθ καὶ τῶν πρεσβυτέρων αὐτῶν, ἑβδομήκοντα καὶ ἑπτὰ ἄνδρας."],["15","Καὶ παρεγένετο Γεδεὼν πρὸς τοὺς ἄρχοντας Σοκχὼθ, καὶ εἶπεν, ἰδοὺ Ζεβεὲ καὶ Σαλμανὰ, ἐν οἷς ὠνειδίσατέ με, λέγοντες, μὴ χεὶρ Ζεβεὲ καὶ Σαλμανὰ νῦν ἐν χειρί σου, ὅτι δώσομεν τοῖς ἀνδράσι σου τοῖς ἐκλείπουσιν ἄρτους;"],["16","Καὶ ἔλαβε τοὺς πρεσβυτέρους τῆς πόλεως ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ταῖς Βαρκηνὶμ, καὶ ἠλόησεν ἐν αὐτοῖς τοὺς ἄνδρας τῆς πόλεως·"],["17","Καὶ τὸν πύργον Φανουὴλ κατέστρεψε, καὶ ἀπέκτεινε τοὺς ἄνδρας τῆς πόλεως."],["18","Καὶ εἶπε πρὸς Ζεβεὲ καὶ Σαλμανὰ, ποῦ οἱ ἄνδρες, οὓς ἀπεκτείνατε ἐν Θαβώρ; καὶ εἶπαν, ὡς σὺ, ὡς αὐτοὶ, εἰς ὁμοίωμα υἱοῦ βασιλέως."],["19","Καὶ εἶπε Γεδεὼν, ἀδελφοί μου καὶ υἱοὶ τῆς μητρός μου ἦσαν· ζῇ Κύριος· εἰ ἐζωογονήκειτε αὐτοὺς, οὐκ ἂν ἀπέκτεινα ὑμᾶς."],["20","Καὶ εἶπεν Ἰεθὲρ τῷ πρωτοτόκῳ αὐτοῦ, ἀναστὰς, ἀπόκτεινον αὐτούς· καὶ οὐκ ἔσπασε τὸ παιδάριον τὴν ῥομφαίαν αὐτοῦ, ὅτι ἐφοβήθη, ὅτι ἔτι νεώτερος ἦν."],["21","Καὶ εἶπε Ζεβεὲ καὶ Σαλμανὰ, ἀνάστα σὺ, καὶ συνάντησον ἡμῖν, ὅτι ὡς ἀνδρὸς ἡ δύναμίς σου· καὶ ἀνέστη Γεδεὼν, καὶ ἀπέκτεινε τὸν Ζεβεὲ καὶ τὸν Σαλμανά· καὶ ἔλαβε τοὺς μηνίσκους τοὺς ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν."],["22","Καὶ εἶπον ἀνὴρ Ἰσραὴλ πρὸς Γεδεὼν, κύριε, ἄρξον ἡμῶν καὶ σὺ, καὶ ὁ υἱός σου, καὶ ὁ υἱὸς τοῦ υἱοῦ σου, ὅτι σὺ ἔσωσας ἡμᾶς ἐκ χειρὸς Μαδιάμ."],["23","Καὶ εἶπε πρὸς αὐτοὺς Γεδεὼν, οὐκ ἄρξω ἐγὼ, καὶ οὐκ ἄρξει ὁ υἱός μου ἐν ὑμῖν· Κύριος ἄρξει ὑμῶν."],["24","Καὶ εἶπε πρὸς αὐτοὺς Γεδεὼν, αἰτήσομαι παρʼ ὑμῶν αἴτημα, καὶ δότε μοι ἀνὴρ ἐνώτιον ἐκ σκύλων αὐτοῦ· ὅτι ἐνώτια χρυσᾶ αὐτοῖς, ὅτι ἦσαν Ἰσμαηλῖται."],["25","Καὶ εἶπαν, διδόντες δώσομεν· καὶ ἀνέπτυξε τὸ ἱμάτιον αὐτοῦ, καὶ ἔβαλεν ἐκεῖ ἀνὴρ ἐνώτιον σκύλων αὐτοῦ."],["26","Καὶ ἐγένετο ὁ σταθμὸς τῶν ἐνωτίων τῶν χρυσῶν ὧν ᾔτησε, χίλιοι καὶ ἑπτακόσιοι χρυσοὶ, πάρεξ τῶν μηνίσκων καὶ τῶν στραγγαλίδων καὶ τῶν ἱματίων καὶ πορφυρίδων τῶν ἐπὶ βασιλεῦσι Μαδιὰμ, καὶ ἐκτὸς τῶν περιθεμάτων ἃ ἦν ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν."],["27","Καὶ ἐποίησεν αὐτὸ Γεδεὼν εἰς ἐφὼδ, καὶ ἔστησεν αὐτὸ ἐν πόλει αὐτοῦ ἐν Ἐφραθά καὶ ἐξεπόρνευσε πᾶς Ἰσραὴλ ὀπίσω αὐτοῦ ἐκεῖ· καὶ ἐγένετο τῷ Γεδεὼν καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκῶλον."],["28","Καὶ συνεστάλη Μαδιὰμ ἐνώπιον υἱῶν Ἰσραὴλ, καὶ οὐ προσέθηκαν ἆραι κεφαλὴν αὐτῶν· καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη ἐν ἡμέραις Γεδεών."],["29","Καὶ ἐπορεύθη Ἱεροβάαλ υἱὸς Ἰωὰς, καὶ ἐκάθισεν ἐν οἴκῳ αὐτοῦ."],["30","Καὶ τῷ Γεδεὼν ἦσαν υἱοὶ ἑβδομήκοντα ἐκπορευόμενοι ἐκ μηρῶν αὐτοῦ, ὅτι γυναῖκες πολλαὶ ἦσαν αὐτῷ."],["31","Καὶ παλλακὴ αὐτοῦ ἦν ἐν Συχὲμ, καὶ ἔτεκεν αὐτῷ καί γε αὐτὴ υἱὸν, καὶ ἔθηκε τὸ ὄνομα Ἀβιμέλεχ."],["32","Καὶ ἀπέθανε Γεδεὼν υἱὸς Ἰωὰς ἐν πόλει αὐτοῦ, καὶ ἐτάφη ἐν τῷ τάφῳ Ἰωὰς τοῦ πατρὸς αὐτοῦ ἐν Ἐφραθὰ Ἀβὶ Ἐσδρί."],["33","Καὶ ἐγενήθη ὡς ἀπέθανε Γεδεὼν, καὶ ἐπέστρεψαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐξεπόρνευσαν ὀπίσω τῶν Βααλὶμ, καὶ ἔθηκαν ἑαυτοῖς τῷ Βάαλ διαθήκην τοῦ εἶναι αὐτοῖς αὐτὸν εἰς θεόν."],["34","Καὶ οὐκ ἐμνήσθησαν οἱ υἱοὶ Ἰσραὴλ Κυρίου τοῦ Θεοῦ τοῦ ῥυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τῶν θλιβόντων αὐτοὺς κυκλόθεν."],["35","Καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ τοῦ οἴκου Ἱεροβάαλ, αὐτός ἐστι Γεδεὼν, κατὰ πάντα τὰ ἀγαθὰ ἃ ἐποίησε μετὰ Ἰσραήλ."]],[["1","Καὶ ἐπορεύθη Ἀβιμέλεχ υἱὸς Ἱεροβάαλ εἰς Συχὲμ πρὸς ἀδελφοὺς μητρὸς αὐτοῦ· καὶ ἐλάλησε πρὸς αὐτοὺς καὶ πρὸς πᾶσαν συγγένειαν οἴκου πατρὸς μητρὸς αὐτοῦ, λέγων,"],["2","λαλήσατε δὴ ἐν τοῖς ὠσὶ πάντων τῶν ἀνδρῶν Συχὲμ, τί τὸ ἀγαθὸν ὑμῖν, κυριεῦσαι ὑμῶν ἑβδομήκοντα ἄνδρας πάντας υἱοὺς Ἱεροβάαλ, ἢ κυριεύειν ὑμῶν ἄνδρα ἕνα; καὶ μνήσθητε ὅτι ὀστοῦν ὑμῶν καὶ σὰρξ ὑμῶν εἰμι."],["3","Καὶ ἐλάλησαν περὶ αὐτοῦ οἱ ἀδελφοὶ τῆς μητρὸς αὐτοῦ ἐν τοῖς ὠσὶ πάντων τῶν ἀνδρῶν Συχὲμ πάντας τοὺς λόγους τούτους· καὶ ἔκλινεν ἡ καρδία αὐτῶν ὀπίσω Ἀβιμέλεχ, ὅτι εἶπαν, ἀδελφός ἡμῶν ἐστι."],["4","Καὶ ἔδωκαν αὐτῷ ἑβδομήκοντα ἀργυρίου ἐξ οἴκου Βααλβερίθ· καὶ ἐμισθώσατο ἑαυτῷ Ἀβιμέλεχ ἄνδρας κενοὺς καὶ δειλοὺς, καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ."],["5","Καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς Ἐφραθὰ, καὶ ἀπέκτεινε τοὺς ἀδελφοὺς αὐτοῦ υἱοὺς Ἱεροβάαλ, ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα· καὶ κατελείφθη Ἰωάθαμ υἱὸς Ἱεροβάαλ ὁ νεώτερος, ὅτι ἐκρύβη."],["6","Καὶ συνήχθησαν πάντες ἄνδρες Σικίμων, καὶ πᾶς οἶκος Βηθμααλὼ, καὶ ἐπορεύθησαν, καὶ ἐβασίλευσαν τὸν Ἀβιμέλεχ πρὸς τῇ βαλάνῳ τῇ εὑρετῇ τῆς στάσεως τῆς ἐν Σικίμοις."],["7","Καὶ ἀνηγγέλη τῷ Ἰωάθαμ, καὶ ἐπορεύθη, καὶ ἔστη ἐπὶ κορυφὴν ὄρους Γαριζὶν, καὶ ἐπῇρε τὴν φωνὴν αὐτοῦ, καὶ ἔκλαυσε, καὶ εἶπεν αὐτοῖς, ἀκούσατέ μου ἄνδρες Σικίμων, καὶ ἀκούσεται ὑμῶν ὁ Θεός."],["8","Πορευόμενα ἐπορεύθη τὰ ξύλα τοῦ χρίσαι ἐφʼ ἑαυτὰ βασιλέα, καὶ εἶπον τῇ ἐλαίᾳ, βασίλευσον ἐφʼ ἡμῶν."],["9","Καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία, μὴ ἀπολείψασα τὴν πιότητά μου, ἐν ᾗ δοξάσουσι τὸν Θεὸν ἄνδρες, πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων;"],["10","Καὶ εἶπον τὰ ξύλα τῇ συκῇ, δεῦρο, βασίλευσον ἐφʼ ἡμῶν."],["11","Καὶ εἶπεν αὐτοῖς ἡ συκῆ, μὴ ἀπολείψασα ἐγὼ τὴν γλυκύτητά μου καὶ τὰ γεννήματά μου τὰ ἀγαθὰ, πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων;"],["12","Καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ἄμπελον, δεῦρο, βασίλευσον ἐφʼ ἡμῶν."],["13","Καὶ εἶπεν αὐτοῖς ἡ ἄμπελος, μὴ ἀπολείψασα τὸν οἶνόν μου τὸν εὐφραίνοντα Θεὸν καὶ ἀνθρώπους, πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων;"],["14","Καὶ εἶπαν πάντα τὰ ξύλα τῇ ῥάμνῳ, δεῦρο σὺ, βασίλευσον ἐφʼ ἡμῶν."],["15","Καὶ εἶπεν ἡ ῥάμνος πρὸς τὰ ξύλα, εἰ ἐν ἀληθείᾳ χρίετέ με ὑμεῖς τοῦ βασιλεύειν ἐφʼ ὑμᾶς, δεῦτε, ὑπόστητε ἐν τῇ σκιᾷ μου· καὶ εἰ μὴ, ἐξέλθοι πῦρ ἀπʼ ἐμοῦ καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιβάνου."],["16","Καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε, καὶ ἐβασιλεύσατε τὸν Ἀβιμέλεχ, καὶ εἰ ἀγαθωσύνην ἐποιήσατε μετὰ Ἱεροβάαλ, καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ εἰ ὡς ἀνταπόδοσις χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῷ,"],["17","ὡς παρετάξατο ὁ πατήρ μου ὑπὲρ ὑμῶν, καὶ ἐξέῤῥιψε τὴν ψυχὴν αὐτοῦ ἐξεναντίας, καὶ ἐῤῥύσατο ὑμᾶς ἐκ χειρὸς Μαδιὰμ,"],["18","καὶ ὑμεῖς ἐπανέστητε ἐπὶ τὸν οἶκον τοῦ πατρός μου σήμερον, καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτοῦ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα, καὶ ἐβασίλευσατε τὸν Ἀβιμέλεχ υἱὸν παιδίσκης αὐτοῦ ἐπὶ τοὺς ἄνδρας Σικίμων, ὅτι ἀδελφὸς ὑμῶν ἐστι·"],["19","Καὶ εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε μετὰ Ἱεροβάαλ, καὶ μετὰ τοῦ οἴκου αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ, εὐφρανθείητε ἐν Ἀβιμέλεχ, καὶ εὐφρανθείη καί γε αὐτὸς ἐφʼ ὑμῖν·"],["20","Εἰ δὲ οὐ, ἐξέλθοι πῦρ ἀπὸ Ἀβιμέλεχ, καὶ καταφάγοι τοὺς ἄνδρας Σικίμων καὶ τὸν οἴκον Βηθμααλώ· καὶ ἐξέλθοι πῦρ ἀπὸ ἀνδρῶν Σικίμων, καὶ ἐκ τοῦ οἴκου Βηθμααλὼ, καὶ καταφάγοι τὸν Ἀβιμέλεχ."],["21","Καὶ ἔφυγεν Ἰωάθαμ καὶ ἀπέδρα, καὶ ἐπορεύθη ἕως Βαιὴρ, καὶ ᾤκησεν ἐκεῖ ἀπὸ προσώπου Ἀβιμέλεχ ἀδελφοῦ αὐτοῦ."],["22","Καὶ ἦρξεν Ἀβιμέλεχ ἐπὶ Ἰσραὴλ τρία ἔτη."],["23","Καὶ ἐξαπέστειλεν ὁ Θεὸς πνεῦμα πονηρὸν ἀναμέσον Ἀβιμέλεχ καὶ ἀναμέσον τῶν ἀνδρῶν Σικίμων· καὶ ἠθέτισαν ἄνδρες Σικίμων ἐν τῷ οἴκῳ Ἀβιμέλεχ,"],["24","τοῦ ἐπαγαγεῖν τὴν ἀδικίαν τῶν ἑβδομήκοντα υἱῶν Ἱεροβάαλ, καὶ τὰ αἵματα αὐτῶν τοῦ θεῖναι ἐπὶ Ἀβιμέλεχ τὸν ἀδελφὸν αὐτῶν, ὃς ἀπέκτεινεν αὐτοὺς, καὶ ἐπὶ ἄνδρας Σικίμων, ὅτι ἐνίσχυσαν τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι τοὺς ἀδελφοὺς αὐτοῦ."],["25","Καὶ ἔθηκαν αὐτῷ οἱ ἄνδρες Σικίμων ἐνεδρεύοντας ἐπὶ τὰς κεφαλὰς τῶν ὀρέων, καὶ διήρπαζον πάντα ὃς παρεπορεύετο ἐπʼ αὐτοὺς ἐν τῇ ὁδῷ· καὶ ἀπηγγέλη τῷ βασιλεῖ Ἀβιμέλεχ."],["26","Καὶ ἦλθε Γαὰλ υἱὸς Ἰωβὴλ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ παρῆλθον ἐν Σικίμοις, καὶ ἤλπισαν ἐν αὐτῷ οἱ ἄνδρες Σικίμων."],["27","Καὶ ἐξῆλθον εἰς ἀγρὸν, καὶ ἐτρύγησαν τοὺς ἀμπελῶνας αὐτῶν, καὶ ἐπάτησαν, καὶ ἐποίησαν Ἐλλουλίμ· καὶ εἰσήνεγκαν εἰς οἶκον θεοῦ αὐτῶν, καὶ ἔφαγον καὶ ἔπιον, καὶ κατηράσαντο τὸν Ἀβιμέλεχ."],["28","Καὶ εἶπε Γαὰλ υἱὸς Ἰωβὴλ, τίς ἐστιν Ἀβιμέλεχ, καὶ τίς ἐστιν υἱὸς Συχὲμ, ὅτι δουλεύσομεν αὐτῷ; οὐχ υἱὸς Ἱεροβάαλ, καὶ Ζεβοὺλ ἐπίσκοπος αὐτοῦ, δοῦλος αὐτοῦ σὺν τοῖς ἀνδράσιν Ἐμμὼρ πατρὸς Συχέμ; καὶ τί ὅτι δουλεύσομεν αὐτῷ ἡμεῖς;"],["29","Καὶ τίς δῴη τὸν λαὸν τοῦτον ἐν χειρί μου; καὶ μεταστήσω τὸν Ἀβιμέλεχ, καὶ ἐρῶ πρὸς αὐτὸν, πλήθυνον τὴν δύναμίν σου καὶ ἔξελθε."],["30","Καὶ ἤκουσε Ζεβοὺλ ἄρχων τῆς πόλεως τοὺς λόγους Γαὰλ υἱοῦ Ἰωβὴλ, καὶ ὠργίσθη θυμῷ αὐτός."],["31","Καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἀβιμέλεχ ἐν κρυφῇ, λέγων, ἰδοὺ Γαὰλ υἱὸς Ἰωβὴλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔρχονται εἰς Συχὲμ, καὶ ἰδοὺ αὐτοὶ περικάθηνται τὴν πόλιν ἐπὶ σέ."],["32","Καὶ νῦν ἀνάστηθι νυκτὸς, καὶ ὁ λαὸς ὁ μετὰ σου, καὶ ἐνέδρευσον ἐν τῷ ἀγρῷ."],["33","Καὶ ἔσται τοπρωῒ ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον, ὀρθριεῖς καὶ ἐκτενεῖς ἐπὶ τὴν πόλιν· καὶ ἰδοὺ αὐτὸς καὶ ὁ λαὸς ὁ μετʼ αὐτοῦ ἐκπορεύονται πρὸς σὲ, καὶ ποιήσεις αὐτῷ ὅσα ἂν εὕρῃ ἡ χείρ σου."],["34","Καὶ ἀνέστη Ἀβιμέλεχ καὶ πᾶς ὁ λαὸς μετʼ αὐτοῦ νυκτὸς, καὶ ἐνήδρευσαν ἐπὶ Συχὲμ τέτρασιν ἀρχαῖς."],["35","Καὶ ἐξῆλθε Γαὰλ υἱὸς Ἰωβὴλ, καὶ ἔστη πρὸς τῇ θύρᾳ τῆς πύλης τῆς πόλεως· καὶ ἀνέστη Ἀβιμέλεχ καὶ ὁ λαὸς ὁ μετʼ αὐτοῦ ἀπὸ τοῦ ἐνέδρου."],["36","Καὶ εἶδε Γαὰλ υἱὸς Ἰωβὴλ τὸν λαὸν, καὶ εἶπε πρὸς Ζεβοὺλ, ἰδοὺ λαὸς καταβαίνει ἀπὸ τῶν κεφαλῶν τῶν ὀρέων· καὶ εἶπε πρὸς αὐτὸν Ζεβοὺλ, τὴν σκιὰν τῶν ὀρέων σὺ βλέπεις ὡς ἄνδρας."],["37","Καὶ προσέθετο ἔτι Γαὰλ τοῦ λαλῆσαι, καὶ εἶπεν, ἰδοὺ λαὸς καταβαίνων κατὰ θάλασσαν ἀπὸ τοῦ ἐχόμενα ὀμφαλοῦ τῆς γῆς, καὶ ἀρχὴ ἑτέρα ἔρχεται διʼ ὁδοῦ Ἥλων Μαωνενίμ."],["38","Καὶ εἶπε πρὸς αὐτὸν Ζεβοὺλ, καὶ ποῦ ἐστι τὸ στόμα σου ὡς ἐλάλησας, τίς ἐστιν Ἀβιμέλεχ, ὅτι δουλεύσομεν αὐτῷ; μὴ οὐχὶ οὗτος ὁ λαὸς ὃν ἐξουδένωσας; ἔξελθε δὴ νῦν καὶ παράταξαι αὐτῷ."],["39","Καὶ ἐξῆλθε Γαὰλ ἐνώπιον ἀνδρῶν Συχὲμ, καὶ παρετάξατο πρὸς Ἀβιμέλεχ."],["40","Καὶ ἐδίωξεν αὐτὸν Ἀβιμέλεχ, καὶ ἔφυγεν ἀπὸ προσώπου αὐτοῦ· καὶ ἔπεσον τραυματίαι πολλοὶ ἕως τῆς θύρας τῆς πύλης."],["41","Καὶ εἰσῆλθεν Ἀβιμέλεχ ἐν Ἀρημά· καὶ ἐξέβαλε Ζεβοὺλ τὸν Γαὰλ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, μὴ οἰκεῖν ἐν Συχέμ."],["42","Καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἐξῆλθεν ὁ λαὸς εἰς τὸν ἀγρὸν, καὶ ἀνήγγειλε τῷ Ἀβιμέλεχ."],["43","Καὶ ἔλαβε τὸν λαὸν, καὶ διεῖλεν αὐτοὺς εἰς τρεῖς ἀρχὰς, καὶ ἐνήδρευσεν ἐν ἀγρῷ· καὶ εἶδε, καὶ ἰδοὺ λαὸς ἐξῆλθεν ἐκ τῆς πόλεως, καὶ ἀνέστη ἐπʼ αὐτοὺς, καὶ ἐπάταξεν αὐτούς."],["44","Καὶ Ἀβιμέλεχ καὶ οἱ ἀρχηγοὶ οἱ μετʼ αὐτοῦ ἐξέτειναν, καὶ ἔστησαν παρὰ τὴν θύραν τῆς πύλης τῆς πόλεως· καὶ αἱ δύο ἀρχαὶ ἐξέτειναν ἐπὶ πάντας τοὺς ἐν τῷ ἀγρῷ, καὶ ἐπάταξαν αὐτούς."],["45","Καὶ Ἀβιμέλεχ παρετάσσετο ἐν τῇ πόλει ὅλην τὴν ἡμέραν ἐκείνην, καὶ κατελάβετο τὴν πόλιν, καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἀπέκτεινε, καὶ τὴν πόλιν καθεῖλε, καὶ ἔσπειρεν αὐτὴν ἅλας."],["46","Καὶ ἤκουσαν πάντες οἱ ἄνδρες πύργου Συχὲμ, καὶ ἦλθον εἰς συνέλευσιν Βαιθηλβερίθ."],["47","Καὶ ἀνηγγέλη τῷ Ἀβιμέλεχ, ὅτι συνήχθησαν πάντες οἱ ἄνδρες πύργου Συχέμ."],["48","Καὶ ἀνέβη Ἀβιμέλεχ εἰς ὄρος Σελμὼν, καὶ πᾶς ὁ λαὸς ὁ μετʼ αὐτοῦ· καὶ ἔλαβεν Ἀβιμέλεχ τὰς ἀξίνας ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἔκοψε κλάδον ξύλου, καὶ ᾖρε, καὶ ἔθηκεν ἐπὶ ὤμων αὐτοῦ· καὶ εἶπε τῷ λαῷ τῷ μετʼ αὐτοῦ, ὃ εἴδετέ με ποιοῦντα, ταχέως ποιήσατε ὡς ἐγώ."],["49","Καὶ ἔκοψαν καί γε ἀνὴρ κλάδον πᾶς ἀνὴρ, καὶ ἐπορεύθησαν ὀπίσω Ἀβιμέλεχ, καὶ ἐπέθηκαν ἐπὶ τὴν συνέλευσιν, καὶ ἐνεπύρισαν ἐπʼ αὐτοὺς τὴν συνέλευσιν ἐν πυρί· καὶ ἀπέθανον καί γε πάντες οἱ ἄνδρες πύργου Σικίμων, ὡσεὶ χίλιοι ἄνδρες καὶ γυναῖκες."],["50","Καὶ ἐπορεύθη Ἀβιμέλεχ ἐκ Βαιθηγβερὶθ, καὶ παρενέβαλεν ἐν Θήβης, καὶ κατέλαβεν αὐτήν."],["51","Καὶ πύργος ἰσχυρὸς ἦν ἐν μέσῳ τῆς πόλεως· καὶ ἔφυγον ἐκεῖ πάντες οἱ ἄνδρες καὶ αἱ γυναῖκες τῆς πόλεως, καὶ ἔκλεισαν ἔξωθεν αὐτῶν, καὶ ἀνέβησαν ἐπὶ τὸ δῶμα τοῦ πύργου."],["52","Καὶ ἦλθεν Ἀβιμέλεχ ἕως τοῦ πύργου, καὶ παρετάξαντο αὐτῷ· καὶ ἤγγισεν Ἀβιμέλεχ ἕως τῆς θύρας τοῦ πύργου τοῦ ἐμπρῆσαι αὐτὸν ἐν πυρί."],["53","Καὶ ἔῤῥιψε γυνὴ μία κλάσμα ἐπιμύλιον ἐπὶ κεφαλὴν Ἀβιμέλεχ, καὶ ἔκλασε τὸ κρανίον αὐτοῦ."],["54","Καὶ ἐβόησε ταχὺ πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ, καὶ εἶπεν αὐτῷ, σπάσον τὴν ῥομφαίαν μου καὶ θανάτωσόν με, μή ποτε εἴπωσι, γυνὴ ἀπέκτεινεν αὐτόν· καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ, καὶ ἀπέθανε."],["55","Καὶ εἶδεν ἀνὴρ Ἰσραὴλ ὅτι ἀπέθανεν Ἀβιμέλεχ· καὶ ἐπορεύθησαν ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ."],["56","Καὶ ἐπέστρεψεν ὁ Θεὸς τὴν πονηρίαν Ἀβιμέλεχ, ἣν ἐποίησε τῷ πατρὶ αὐτοῦ, ἀποκτεῖναι τοὺς ἑβδομήκοντα ἀδελφοὺς αὐτοῦ."],["57","Καὶ τὴν πᾶσαν πονηρίαν ἀνδρῶν Συχὲμ ἐπέστρεψεν ὁ Θεὸς εἰς κεφαλὴν αὐτῶν· καὶ ἐπῆλθεν ἐπʼ αὐτοὺς ἡ κατάρα Ἰωάθαμ υἱοῦ Ἰεροβάαλ."]],[["1","Καὶ ἀνέστη μετὰ Ἀβιμέλεχ τοῦ σῶσαι τὸν Ἰσραὴλ Θωλὰ υἱὸς Φουὰ, υἱὸς πατραδέλφου αὐτοῦ, ἀνὴρ Ἰσσάχαρ· καὶ αὐτὸς ᾤκει ἐν Σαμὶρ ἐν ὄρει Ἐφραίμ."],["2","Καὶ ἔκρινε τὸν Ἰσραὴλ εἴκοσι τρία ἔτη, καὶ ἀπέθανε, καὶ ἐτάφη ἐν Σαμίρ."],["3","Καὶ ἀνέστη μετʼ αὐτὸν Ἰαῒρ ὁ Γαλαὰδ, καὶ ἔκρινε τὸν Ἰσραὴλ εἴκοσι δύο ἔτη."],["4","Καὶ ἦσαν αὐτῷ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβαίνοντες ἐπὶ τριάκοντα δύο πώλους· καὶ τριάκοντα δύο πόλεις αὐτοῖς· καὶ ἐκάλουν αὐτὰς ἐπαύλεις Ἰαῒρ ἕως τῆς ἡμέρας ταύτης ἐν γῇ Γαλαάδ."],["5","Καὶ ἀπέθανεν Ἰαῒρ, καὶ ἐτάφη ἐν Ῥαμνών."],["6","Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐδούλευσαν τοῖς Βααλὶμ, καὶ ταῖς Ἀσταρὼθ, καὶ τοῖς θεοῖς Ἀρὰμ, καὶ τοῖς θεοῖς Σιδῶνος, καὶ τοῖς θεοῖς Μωὰβ, καὶ τοῖς θεοῖς υἱῶν Ἀμμὼν, καὶ τοῖς θεοῖς Φυλιστιῒμ, καὶ ἐγκατέλιπον τὸν Κύριον, καὶ οὐκ ἐδούλευσαν αὐτῷ."],["7","Καὶ ὠργίσθη θυμῷ Κύριος ἐν Ἰσραὴλ, καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Φυλιστιῒμ, καὶ ἐν χειρὶ υἱῶν Ἀμμών."],["8","Καὶ ἔθλιψαν καὶ ἔθλασαν τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ ὀκτωκαίδεκα ἔτη, τοὺς πάντας υἱοὺς Ἰσραὴλ τοὺς ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν γῇ τοῦ Ἀμοῤῥὶ τοῦ ἐν Γαλαάδ."],["9","Καὶ διέβησαν οἱ υἱοὶ Ἀμμὼν τὸν Ἰορδάνην παρατάξασθαι πρὸς Ἰούδαν, καὶ Βενιαμὶν, καὶ πρὸς Ἐφραίμ· καὶ ἐθλίβησαν οἱ υἱοὶ Ἰσραὴλ σφόδρα."],["10","Καὶ ἐβόησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον, λέγοντες, ἡμάρτομέν σοι, ὅτι ἐγκατελίπομεν τὸν Θεὸν, καὶ ἐδουλεύσαμεν τῷ Βααλίμ."],["11","Καὶ εἶπε Κύριος πρὸς τοὺς υἱοὺς Ἰσραὴλ, μὴ οὐχὶ ἐξ Αἰγύπτου, καὶ ἀπὸ τοῦ Ἀμοῤῥαίου, καὶ ἀπὸ υἱῶν Ἀμμὼν, καὶ ἀπὸ Φυλιστιῒμ,"],["12","καὶ Σιδωνίων, καὶ Ἀμαλὲκ, καὶ Μαδιὰμ, οἳ ἔθλιψαν ὑμᾶς; καὶ ἐβοήσατε πρὸς μὲ, καὶ ἔσωσα ὑμᾶς ἐκ χειρὸς αὐτῶν;"],["13","Καὶ ὑμεῖς ἐγκατελίπετέ με, καὶ ἐδουλεύσατε θεοῖς ἑτέροις· διὰ τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς."],["14","Πορεύεσθε, καὶ βοήσατε πρὸς τοὺς θεοὺς οὓς ἐξελέξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν."],["15","Καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον, ἡμάρτομεν, ποίησον σὺ ἡμῖν κατὰ πὰν τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου, πλὴν ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ."],["16","Καὶ ἐξέκλιναν τοὺς θεοὺς τοὺ ἀλλοτρίους ἐκ μέσου αὐτῶν, καὶ ἐδούλευσαν τῷ Κυρίῳ μόνῳ· καὶ ὠλιγώθη ἡ ψυχὴ αὐτοῦ ἐν κόπῳ Ἰσραήλ."],["17","Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἀμμὼν, καὶ παρενέβαλον ἐν Γαλαάδ· καὶ συνήχθησαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ παρενέβαλον ἐν τῇ σκοπίᾳ."],["18","Καὶ εἶπον ὁ λαὸς οἱ ἄρχοντες Γαλαὰδ, ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ, τίς ὁ ἀνὴρ ὅστις ἂν ἄρξεται παρατάξασθαι πρὸς υἱοῖς Ἀμμὼν, καὶ ἔσται εἰς ἄρχοντα πᾶσι τοῖς κατοικοῦσι Γαλαάδ;"]],[["1","Καὶ Ἰεφθάε ὁ Γαλααδίτης ἐπῃρμένος δυνάμει, καὶ αὐτὸς υἱοῖς γυναικὸς πόρνης, ἣ ἐγέννησε τῷ Γαλαὰδ τὸν Ἰεφθάε."],["2","Καὶ ἔτεκεν ἡ γυνὴ Γαλαὰδ αὐτῷ υἱούς· καὶ ἡδρύνθησαν οἱ υἱοὶ τῆς γυναικὸς, καὶ ἐξέβαλον τὸν Ἰεφθάε, καὶ εἶπαν αὐτῷ, οὐ κληρονομήσεις ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν, ὅτι υἱὸς γυναικὸς ἑταίρας σύ."],["3","Καὶ ἔφυγεν Ἰεφθάε ἀπὸ προσώπου τῶν ἀδελφῶν αὐτοῦ, καὶ ᾤκησεν ἐν γῇ Τώβ· καὶ συνεστράφησαν πρὸς Ἰεφθάε ἄνδρες κενοὶ, καὶ ἐξῆλθον μετʼ αὐτοῦ."],["4","Καὶ ἐγένετο ἡνίκα παρετάξαντο οἱ υἱοὶ Ἀμμῶν μετὰ Ἰσραὴλ,"],["5","καὶ ἐπορεύθησαν οἱ πρεσβύτεροι Γαλαὰδ λαβεῖν τὸν Ἰεφθάε ἀπὸ τῆς γῆς Τὼβ,"],["6","καὶ εἶπαν τῷ Ἰεφθάε, δεῦρο καὶ ἔσῃ ἡμῖν εἰς ἀρχηγὸν, καὶ παραταξόμεθα πρὸς υἱοὺς Ἀμμών."],["7","Καὶ εἶπεν Ἰεφθάε τοῖς πρεσβυτέροις Γαλαὰδ, οὐχὶ ὑμεῖς ἐμισήσατέ με, καὶ ἐξεβάλετέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ ἐξαπεστείλατέ με ἀφʼ ὑμῶν; καὶ διατί ἤλθατε πρὸς μὲ νῦν ἡνίκα χρῄζετε;"],["8","Καὶ εἶπαν οἱ προσβύτεροι Γαλαὰδ πρὸς Ἰεφθάε, διὰ τοῦτο νῦν ἐπεστρέψαμεν πρὸς σὲ, καὶ πορεύσῃ μεθʼ ἡμῶν, καὶ παρατάξῃ πρὸς υἱοὺς Ἀμμὼν, καὶ ἔσῃ ἡμῖν εἰς ἄρχοντα πᾶσι τοῖς κατοικοῦσι Γαλαάδ."],["9","Καὶ εἶπεν Ἰεφθάε πρὸς τοὺς πρεσβυτέρους Γαλαὰδ, εἰ ἐπιστρέφετέ με ὑμεῖς παρατάξασθαι ἐν υἱοῖς Ἀμμὼν, καὶ παραδῷ αὐτοὺς Κύριος ἐνώπιον ἐμοῦ, καὶ ἐγὼ ὑμῖν ἔσομαι εἰς ἄρχοντα."],["10","Καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλαὰδ πρὸς Ἰεφθάε, Κύριος ἔστω ἀκούων ἀναμέσον ἡμῶν, εἰ μὴ κατὰ τὸ ῥῆμά σου οὕτω ποιήσομεν."],["11","Καὶ ἐπορεύθη Ἰεφθάε μετὰ τῶν πρεσβυτέρων Γαλαὰδ, καὶ ἔθηκαν αὐτὸν ὁ λαὸς ἐπʼ αὐτοὺς εἰς κεφαλὴν καὶ εἰς ἀρχηγόν· καὶ ἐλάλησεν Ἰεφθαέ πάντας τοὺς λόγους αὐτοῦ ἐνώπιον Κυρίου ἐν Μασσηφά."],["12","Καὶ ἀπέστειλεν Ἰεφθάε ἀγγέλους πρὸς βασιλέα υἱῶν Ἀμμὼν, λέγων, τί ἐμοὶ καὶ σοὶ, ὅτι ἦλθες πρὸς μὲ τοῦ παρατάξασθαι ἐν τῇ γῇ μου;"],["13","Καὶ εἶπε βασιλεὺς υἱῶν Ἀμμὼν πρὸς τοὺς ἀγγέλους Ἰεφθάε, ὅτι ἔλαβεν Ἰσραὴλ τὴν γῆν μου ἐν τῷ ἀναβαίνειν αὐτὸν ἐξ Αἰγύπτου ἀπὸ Ἀρνὼν ἕως Ἰαβὸκ καὶ ἕως τοῦ Ἰορδάνου· καὶ νῦν ἐπίστρεψον αὐτὰς ἐν εἰρήνῃ, καὶ πορεύσομαι."],["14","Καὶ προσέθηκεν ἔτι Ἰεφθάε, καὶ ἀπέστειλεν ἀγγέλους πρὸς βασιλέα υἱῶν Ἀμμών."],["15","Καὶ εἶπεν αὐτῷ, οὕτω λέγει Ἰεφθάε, οὐκ ἔλαβεν Ἰσραὴλ τὴν γῆν Μωὰβ, καὶ τὴν γῆν υἱῶν Ἀμμών,"],["16","ὅτι ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου ἐπορεύθη Ἰσραὴλ ἐν τῇ ἐρήμῳ ἕως θαλάσσης Σὶφ, καὶ ἦλθεν εἰς Κάδης."],["17","Καὶ ἀπέστειλεν Ἰσραὴλ ἀγγέλους πρὸς βασιλέα Ἐδὼμ, λέγων, παρελεύσομαι δὴ ἐν τῇ γῇ σου· καὶ οὐκ ἤκουσε βασιλεὺς Ἐδώμ· καί γε πρὸς βασιλέα Μωὰβ ἀπέστειλε, καὶ οὐκ εὐδόκησε· καὶ ἐκάθισεν Ἰσραὴλ ἐν Κάδης,"],["18","καὶ ἐπορεύθη ἐν τῇ ἐρήμῳ, καὶ ἐκύκλωσε τὴν γῆν Ἐδὼμ καὶ τὴν γῆν Μωάβ· καὶ ἦλθεν ἀπὸ ἀνατολῶν ἡλίου τῇ γῇ Μωὰβ, καὶ παρενέβαλεν ἐν πέραν Ἀρνὼν, καὶ οὐκ εἰσῆλθεν ἐν ὁρίοις Μωὰβ, ὅτι Ἀρνὼν ὅριον Μωάβ."],["19","Καὶ ἀπέστειλεν Ἰσραὴλ ἀγγέλους πρὸς Σηὼν βασιλέα τοῦ Ἀμοῤῥαίου βασιλέα Ἐσεβῶν, καὶ εἶπεν αὐτῷ Ἰσραήλ, παρέλθωμεν δὴ ἐν τῇ γῇ σου ἕως τοῦ τόπου ἡμῶν."],["20","Καὶ οὐκ ἐνεπίστευσε Σηὼν τῷ Ἰσραὴλ παρελθεῖν ἐν τῷ ὁρίῳ αὐτοῦ· καὶ συνῆξε Σηὼν πάντα τὸν λαὸν αὐτοῦ, καὶ παρενέβαλον εἰς Ἰασὰ, καὶ παρετάξατο πρὸς Ἰσραήλ."],["21","Καὶ παρέδωκε Κύριος ὁ Θεὸς Ἰσραὴλ τὸν Σηὼν καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Ἰσραὴλ, καὶ ἐπάταξεν αὐτόν· καὶ ἐκληρονόμησεν Ἰσραὴλ πᾶσαν τὴν γῆν τοῦ Ἀμοῤῥαίου τοῦ κατοικοῦντος τὴν γῆν ἐκείνην"],["22","ἀπὸ Ἀρνὼν καὶ ἕως τοῦ Ἰαβὸκ, καὶ ἀπὸ τοῦ ἐρήμου ἕως τοῦ Ἰορδάνου."],["23","Καὶ νῦν Κύριος ὁ Θεὸς Ἰσραὴλ ἐξῇρε τὸν Ἀμοῤῥαῖον ἀπὸ προσώπου λαοῦ αὐτοῦ Ἰσραήλ, καὶ σὺ κληρονομήσεις αὐτόν;"],["24","Οὐχὶ ἃ ἐὰν κληρονομήσει σε Χαμὼς ὁ θεὸς σοῦ, αὐτὰ κληρονομήσεις, καὶ τοὺς πάντας οὓς ἐξῇρε Κύριος ὁ Θεὸς ἡμῶν ἀπὸ προσώπου ἡμῶν, αὐτοὺς κληρονομήσομεν;"],["25","Καὶ νῦν μὴ ἐν ἀγαθῷ ἀγαθώτερος σὺ ὑπὲρ Βαλὰκ υἱὸν Σεπφὼρ βασιλέως Μωάβ; μὴ μαχόμενος ἐμαχέσατο μετὰ Ἰσραὴλ, ἢ πολεμῶν ἐπολέμησεν αὐτὸν,"],["26","ἐν τῷ οἰκῆσαι ἐν Ἐσεβὼν καὶ ἐν τοῖς ὁρίοις αὐτῆς, καὶ ἐν γῇ Ἀροὴρ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς, καὶ ἐν πάσαις ταῖς πόλεσι ταῖς παρὰ τὸν Ἰορδάνην, τριακόσια ἔτη; καὶ διατί οὐκ ἐῤῥύσω αὐτοὺς ἐν τῷ καιρῷ ἐκείνῳ;"],["27","Καὶ νῦν ἐγώ εἰμι οὐχ ἥμαρτόν σοι, καὶ σὺ ποιεῖς μετʼ ἐμοῦ πονηρίαν τοῦ παρατάξασθαι ἐν ἐμοί· κρίναι Κύριος ὁ κρίνων σήμερον ἀναμέσον υἱῶν Ἰσραὴλ καὶ ἀναμέσον υἱῶν Ἀμμών."],["28","Καὶ οὐκ ἤκουσε βασιλεὺς υἱῶν Ἀμμὼν τῶν λόγων Ἰεφθάε, ὧν ἀπέστειλε πρὸς αὐτόν."],["29","Καὶ ἐγένετο ἐπὶ Ἰεφθάε πνεῦμα Κυρίου, καὶ παρῆλθε τὸν Γαλαὰδ, καὶ τὸν Μανασσῆ, καὶ παρῆλθε τὴν σκοπιὰν Γαλαὰδ εἰς τὸ πέραν υἱῶν Ἀμμών."],["30","Καὶ ηὔξατο Ἰεφθάε εὐχὴν τῷ Κυρίῳ, καὶ εἶπεν, ἐὰν διδοὺς δῷς μοι τοὺς υἱοὺς Ἁμμὼν ἐν τῆ χειρί μου,"],["31","καὶ ἔσται ὁ ἐκπορευόμενος ὃς ἂν ἐξέλθῃ ἀπὸ τῆς θύρας τοῦ οἴκου μου εἰς συνάντησίν μου ἐν τῷ ἐπιστρέφειν με ἐν εἰρήνῃ ἀπὸ υἱῶν Ἀμμὼν, καὶ ἔσται τῷ Κυρίῳ, ἀνοίσω αὐτὸν ὁλοκαύτωμα."],["32","Καὶ παρῆλθεν Ἰεφθάε πρὸς υἱοὺς Ἀμμὼν παρατάξασθαι πρὸς αὐτούς· καὶ παρέδωκεν αὐτοὺς Κύριος ἐν χειρὶ αὐτοῦ."],["33","Καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Ἀροὴρ ἕως ἐλθεῖν ἄχρις Ἀρνὼν ἐν ἀριθμῷ εἴκοσι πόλεις, καὶ ἕως Ἐβελχαρμὶμ, πληγὴν μεγάλην σφόδρα· καὶ συνεστάλησαν οἱ υἱοὶ Ἀμμὼν ἀπὸ προσώπου υἱῶν Ἰσραήλ."],["34","Καὶ ἦλθεν Ἰεφθάε εἰς Μασσηφὰ εἰς τὸν οἶκον αὐτοῦ· καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ὑπάντησιν ἐν τυμπάνοις καὶ χοροῖς· καὶ αὕτη ἦν μονογενὴς αὐτῷ· οὐκ ἦν αὐτῷ ἕτερος υἱὸς ἢ θυγάτηρ."],["35","Καὶ ἐγένετο ὡς εἶδεν αὐτὴν αὐτός, διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ εἶπεν, ἆ ἆ, θυγάτηρ μου, ταραχῇ ἐτάραξάς με, καὶ σὺ ἦς ἐν τῷ ταράχῳ μου, καὶ ἐγώ εἰμι ἤνοιξα κατὰ σοῦ τὸ στόμα μου πρὸς Κύριον, καὶ οὐ δυνήσομαι ἀποστρέψαι."],["36","Ἡ δὲ εἶπε πρὸς αὐτὸν, πάτερ, ἤνοιξας τὸ στόμα σου πρὸς Κύριον; ποίησόν μοι ὃν τρόπον ἐξῆλθεν ἐκ στόματός σου, ἐν τῷ ποιῆσαί σοι Κύριον ἐκδίκησιν τῶν ἐχθρῶν σου ἀπὸ τῶν υἱῶν Ἀμμών."],["37","Καὶ ἥδε εἶπε πρὸς τὸν πατέρα αὐτῆς, ποιησάτω δὴ ὁ πατήρ μου τὸν λόγον τοῦτον· ἔασόν με δύο μῆνας, καὶ πορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη, καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου ἐγώ εἰμι καὶ αἱ συνεταιρίδες μου."],["38","Καὶ εἶπε, πορεύου· καὶ ἀπέστειλεν αὐτὴν δύο μῆνας· καὶ ἐπορεύθη αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτῆς, καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτῆς ἐπὶ τὰ ὄρη."],["39","Καὶ ἐγένετο ἐν τέλει τῶν δύο μηνῶν, καὶ ἐπέστρεψε πρὸς τὸν πατέρα αὐτῆς· καὶ ἐποίησεν ἐν αὐτῇ τὴν εὐχὴν αὐτοῦ ἣν ηὔξατο· καὶ αὕτη οὐκ ἔγνω ἄνδρα· καὶ ἐγένετο εἰς πρόσταγμα ἐν Ἰσραήλ·"],["40","Ἀπὸ ἡμερῶν εἰς ἡμέρας ἐπορεύοντο θυγατέρες Ἰσραὴλ θρηνεῖν τὴν θυγατέρα Ἰεφθάε τοῦ Γαλααδίτου ἐπὶ τέσσαρας ἡμέρας ἐν τῷ ἐνιαυτῷ."]],[["1","Καὶ ἐβόησεν ἀνὴρ Ἐφραὶμ, καὶ παρῆλθαν εἰς Βοῤῥᾶν, καὶ εἶπαν πρὸς Ἰεφθάε, διατί παρῆλθες παρατάξασθαι ἐν υἱοῖς Ἀμμὼν, καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ; τὸν οἶκόν σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί."],["2","Καὶ εἶπε πρὸς αὐτοὺς Ἰεφθὰε, ἀνὴρ μαχητὴς ἤμην ἐγὼ καὶ ὁ λαός μου, καὶ οἱ υἱοὶ Ἀμμὼν σφόδρα· καὶ ἐβόησα ὑμᾶς, καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν."],["3","Καὶ εἶδον ὅτι οὐκ εἶ σωτὴρ, καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου, καὶ παρῆλθον πρὸς υἱοὺς Ἀμμὼν, καὶ ἔδωκεν αὐτοὺς Κύριος ἐν χειρί μου· καὶ εἰς τί ἀνέβητε ἐπʼ ἐμὲ ἐν τῇ ἡμέρᾳ ταύτῃ παρατάξασθαι ἐν ἐμοί;"],["4","Καὶ συνέστρεψεν Ἰεφθάε πάντας τοὺς ἄνδρας Γαλαὰδ, καὶ παρετάξατο τῷ Ἐφραὶμ, καὶ ἐπάταξαν ἄνδρες Γαλαὰδ τὸν Ἐφραὶμ, ὅτι εἶπαν οἱ διασωζόμενοι τοῦ Ἐφραὶμ, ὑμεῖς Γαλαὰδ ἐν μέσῳ τοῦ Ἐφραὶμ καὶ ἐν μέσῳ τοῦ Μανασσῆ."],["5","Καὶ προκατελάβετο Γαλαὰδ τὰς διαβάσεις τοῦ Ἰορδάνου τοῦ Ἐφραίμ· καὶ εἶπαν αὐτοῖς οἱ διασωζόμενοι Ἐφραὶμ, διαβῶμεν· καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλαὰδ, μὴ Ἐφραθίτης εἶ; καὶ εἶπεν, οὔ."],["6","Καὶ εἶπαν αὐτῷ, εἶπον δὴ στάχυς· καὶ οὐ κατεύθυνε τοῦ λαλῆσαι οὕτως· καὶ ἐπελάβοντο αὐτοῦ, καὶ ἔθυσαν αὐτὸν πρὸς τὰς διαβάσεις τοῦ Ἰορδάνου· καὶ ἔπεσαν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Ἐφραὶμ δύο καὶ τεσσαράκοντα χιλιάδες."],["7","Καὶ ἔκρινεν Ἰεφθάε τὸν Ἰσραὴλ ἓξ ἔτη· καὶ ἀπέθανεν Ἰεφθάε ὁ Γαλααδίτης, καὶ ἐτάφη ἐν πόλει αὐτοῦ Γαλαάδ."],["8","Καὶ ἔκρινε μετʼ αὐτὸν τὸν Ἰσραὴλ Ἀβαισσὰν ἀπὸ Βηθλεέμ."],["9","Καὶ ἦσαν αὐτῷ τριάκοντα υἱοὶ, καὶ τριάκοντα θυγατέρες, ἃς ἐξαπέστειλεν ἔξω, καὶ τριάκοντα θυγατέρας εἰσήνεγκε τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν· καὶ ἔκρινε τὸν Ἰσραὴλ ἑπτὰ ἔτη."],["10","Καὶ ἀπέθανεν Ἀβαισσὰν, καὶ ἐτάφη ἐν Βηθλεέμ."],["11","Καὶ ἔκρινε μετʼ αὐτὸν τὸν Ἰσραὴλ Αἰλὼμ ὁ Ζαβουλωνίτης δέκα ἔτη."],["12","Καὶ ἀπέθανεν Αἰλὼμ ὁ Ζαβουλωνίτης, καὶ ἐτάφη ἐν Αἰλὼμ ἐν γῇ Ζαβουλών."],["13","Καὶ ἔκρινε μετʼ αὐτὸν τὸν Ἰσραὴλ Ἀβδὼν υἱὸς Ἑλλὴλ ὁ Φαραθωνίτης."],["14","Καὶ ἦσαν αὐτῷ τεσσαράκοντα υἱοὶ, καὶ τριάκοντα υἱῶν υἱοὶ ἐπιβαίνοντες ἐπὶ ἑβδομήκοντα πώλους· καὶ ἔκρινε τὸν Ἰσραὴλ ὀκτὼ ἔτη."],["15","Καὶ ἀπέθανεν Ἀβδὼν υἱὸς Ἐλλὴλ ὁ Φαραθωνίτης, καὶ ἐτάφη ἐν Φαραθὼν ἐν γῇ Ἐφραὶμ ἐν ὄρει τοῦ Ἀμαλήκ."]],[["1","Καὶ προσέθηκαν ἔτι οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ παρέδωκεν αὐτοὺς Κύριος ἐν χειρὶ Φυλιστιῒμ τεσσαράκοντα ἔτη."],["2","Καὶ ἦν ἀνὴρ εἷς ἀπὸ Σαραὰ ἀπὸ δήμου συγγενείας τοῦ Δανὶ, καὶ ὄνομα αὐτῷ Μανωὲ, καὶ γυνὴ αὐτοῦ στεῖρα καὶ οὐκ ἔτεκε."],["3","Καὶ ὤφθη ἄγγελος Κυρίου πρὸς τὴν γυναῖκα, καὶ εἶπε πρὸς αὐτὴν, ἰδοὺ σὺ στεῖρα καὶ οὐ τέτοκας, καὶ συλλήψῃ υἱόν."],["4","Καὶ νῦν φύλαξαι δὴ, καὶ μὴ πίῃς οἶνον καὶ μέθυσμα, καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον,"],["5","ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱόν· καὶ σίδηρος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ οὐκ ἀναβήσεται, ὅτι Ναζὶρ Θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ τῆς κοιλίας· καὶ αὐτὸς ᾄρξεται σῶσαι τὸν Ἰσραὴλ ἐκ χειρὸς Φυλιστιΐμ."],["6","Καὶ εἰσῆλθεν ἡ γυνὴ, καὶ εἶπε τῷ ἀνδρὶ αὐτῆς, λέγουσα, ἄνθρωπος Θεοῦ ἦλθε πρὸς μὲ, καὶ εἶδος αὐτοῦ ὡς εἶδος ἀγγέλου Θεοῦ, φοβερὸν σφόδρα· καὶ οὐκ ἠρώτησα αὐτὸν πόθεν ἐστὶ, καὶ τὸ ὄνομα αὐτοῦ οὐκ ἀπήγγειλέ μοι."],["7","Καὶ εἶπέ μοι, ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱόν· καὶ νῦν μὴ πίῃς οἶνον καὶ μέθυσμα, καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον, ὅτι Θεοῦ ἅγιον ἔσται τὸ παιδάριον ἀπὸ γαστρὸς ἕως ἡμέρας θανάτου αὐτοῦ."],["8","Καὶ προσηύξατο Μανωὲ πρὸς Κύριον, καὶ εἶπεν, ἐν ἐμοὶ Κύριε ἀδωναϊὲ τὸν ἄνθρωπον τοῦ Θεοῦ ὃν ἀπέστειλας· ἐλθέτω δὴ ἔτι πρὸς ἡμᾶς, καὶ συμβιβασάτω ἡμᾶς τί ποιήσωμεν τῷ παιδίῳ τῷ τικτομένῳ."],["9","Καὶ εἰσήκουσεν ὁ Θεὸς τῆς φωνῆς Μανωὲ, καὶ ἦλθεν ὁ ἄγγελος τοῦ Θεοῦ ἔτι πρὸς τὴν γυναῖκα· καὶ αὕτη ἐκάθητο ἐν ἀγρῷ, καὶ Μανωὲ ὁ ἀνὴρ αὐτῆς οὐκ ἦν μετʼ αὐτῆς."],["10","Καὶ ἐτάχυνεν ἡ γυνὴ καὶ ἔδραμε καὶ ἀνήγγειλε τῷ ἀνδρὶ αὐτῆς, καὶ εἶπε πρὸς αὐτὸν, ἰδοὺ ὦπται πρὸς μὲ ὁ ἀνὴρ ὃς ἦλθεν ἐν ἡμέρᾳ πρὸς μέ."],["11","Καὶ ἀνέστη καὶ ἐπορεύθη Μανωὲ ὀπίσω τῆς γυναικὸς αὐτοῦ, καὶ ἦλθε πρὸς τὸν ἄνδρα, καὶ εἶπεν αὐτῷ, εἰ σὺ εἶ ὁ ἀνὴρ, ὁ λαλήσας πρὸς τὴν γυναῖκα; καὶ εἶπεν ὁ ἄγγελος, ἐγώ."],["12","Καὶ εἶπε Μανωὲ, νῦν ἐλεύσεται ὁ λόγος· τίς ἔσται κρίσις τοῦ παιδίου καὶ τὰ ποιήματα αὐτοῦ;"],["13","Καὶ εἶπεν ὁ ἄγγελος Κυρίου πρὸς Μανωὲ, ἀπὸ πάντων ὧν εἴρηκα πρὸς τὴν γυναῖκα, φυλάξεται·"],["14","Ἀπὸ παντὸς ὃ ἐκπορεύεται ἐξ ἀμπέλου τοῦ οἴνου, οὐ φάγεται, καὶ οἶνον καὶ μέθυσμα μὴ πιέτω, καὶ πᾶν ἀκάθαρτον μὴ φαγέτω· πάντα ὅσα ἐνετειλάμην αὐτῇ, φυλάξεται."],["15","Καὶ εἶπε Μανωὲ πρὸς τὸν ἄγγελον Κυρίου, κατάσχωμεν ὧδέ σε, καὶ ποιήσωμεν ἐνώπιόν σου ἔριφον αἰγῶν."],["16","Καὶ εἶπεν ὁ ἄγγελος Κυρίου πρὸς Μανωὲ, ἐὰν κατάσχῃς, οὐ φάγομαι ἀπὸ τῶν ἄρτων σου· καὶ ἐὰν ποιήσῃς ὁλοκαύτωμα, τῷ Κυρίῳ ἀνοίσεις αὐτό· ὅτι οὐκ ἔγνω Μανωὲ, ὅτι ἄγγελος Κυρίου αὐτός."],["17","Καὶ εἶπε Μανωὲ πρὸς τὸν ἄγγελον Κυρίου, τί τὸ ὄνομά σοι, ὅτι ἔλθοι τὸ ῥῆμά σου, καὶ δοξάσομέν σε;"],["18","Καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Κυρίου, εἰς τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ αὐτό ἐστι θαυμαστόν."],["19","Καὶ ἔλαβε Μανωὲ τὸν ἔριφον τῶν αἰγῶν καὶ τὴν θυσίαν, καὶ ἀνήνεγκεν ἐπὶ τὴν πέτραν τῷ Κυρίῳ· καὶ διεχώρισε ποιῆσαι, καὶ Μανωὲ καὶ ἡ γυνὴ αὐτοῦ βλέποντες."],["20","Καὶ ἐγένετο ἐν τῷ ἀναβῆναι τὴν φλόγα ἐπάνω τοῦ θυσιαστηρίου ἕως τοῦ οὐρανοῦ, καὶ ἀνέβη ὁ ἄγγελος Κυρίου ἐν τῇ φλογί. καὶ Μανωὲ καὶ ἡ γυνὴ αὐτοῦ βλέποντες, καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν ἐπὶ τὴν γῆν."],["21","Καὶ οὐ προσέθηκεν ἔτι ὁ ἄγγελος Κυρίου ὀφθῆναι πρὸς Μανωὲ καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ· τότε ἔγνω Μανωὲ, ὅτι ἄγγελος Κυρίου οὗτος."],["22","Καὶ εἶπε Μανωὲ πρὸς τὴν γυναῖκα αὐτοῦ, θανάτῳ ἀποθανούμεθα ὅτι Θεὸν εἴδομεν."],["23","Καὶ εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ, εἰ ἤθελεν ὁ Κύριος θανατῶσαι ἡμᾶς, οὐκ ἂν ἔλαβεν ἐκ χειρὸς ἡμῶν ὁλοκαύτωμα καὶ θυσίαν, καὶ οὐκ ἂν ἔδειξεν ἡμῖν ταῦτα πάντα, καὶ καθὼς καιρός οὐκ ἂν ἠκούτισεν ἡμᾶς ταῦτα."],["24","Καὶ ἔτεκεν ἡ γυνὴ υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Σαμψών· καὶ ἡδρύνθη τὸ παιδάριον, καὶ εὐλόγησεν αὐτὸ Κύριος."],["25","Καὶ ἤρξατο πνεῦμα Κυρίου συνεκπορεύεσθαι αὐτῷ ἐν παρεμβολῇ Δὰν, καὶ ἀναμέσον Σαραὰ καὶ ἀναμέσον Ἐσθαόλ."]],[["1","Καὶ κατέβη Σαμψὼν εἰς Θαμναθὰ, καὶ εἶδε γυναῖκα ἐν Θαμναθὰ ἀπὸ τῶν θυγατέρων τῶν ἀλλοφύλων."],["2","Καὶ ἀνέβη καὶ ἀπήγγειλε τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ, καὶ εἶπε, γυναῖκα ἑώρακα ἐν Θαμναθὰ ἀπὸ τῶν θυγατέρων Φυλιστιῒμ, καὶ νῦν λάβετε αὐτήν μοι εἰς γυναῖκα."],["3","Καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ, καὶ ἡ μήτηρ αὐτοῦ, μὴ οὐκ εἰσὶ θυγατέρες τῶν ἀδελφῶν σου, καὶ ἐκ παντὸς τοῦ λαοῦ μου γυνὴ, ὅτι συ πορεύῃ λαβεῖν γυναῖκα ἀπὸ τῶν ἀλλοφύλων τῶν ἀπεριτμήτων; Καὶ εἶπε Σαμψὼν πρὸς τὸν πατέρα αὐτοῦ, ταύτην λάβε μοι, ὅτι αὕτη εὐθεῖα ἐν ὀφθαλμοῖς μου."],["4","Καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οὐκ ἔγνωσαν ὅτι παρὰ Κυρίου ἐστὶν, ὅτι ἐκδίκησιν αὐτὸς ζητεῖ ἐκ τῶν ἀλλοφύλων· καὶ ἐν τῷ καιρῷ ἐκείνῳ οἱ ἀλλόφυλοι κυριεύοντες ἐν Ἰσραήλ."],["5","Καὶ κατέβη Σαμψὼν καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ εἰς Θαμναθά· καὶ ἦλθεν ἕως τοῦ ἀμπελῶνος Θαμναθὰ, καὶ ἰδοὺ σκύμνος λέοντος ὠρυόμενος εἰς συνάντησιν αὐτοῦ."],["6","Καὶ ἥλατο ἐπʼ αὐτὸν πνεῦμα Κυρίου, καὶ συνέτριψεν αὐτὸν ὡσεὶ συντρίψει ἔριφον αἰγῶν, καὶ οὐδὲν ἦν ἐν ταῖς χερσὶν αὐτοῦ· καὶ οὐκ ἀπήγγειλε τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ ὃ ἐποίησε."],["7","Καὶ κατέβησαν καὶ ἐλάλησαν τῇ γυναικὶ, καὶ ηὐθύνθη ἐν ὀφθαλμοῖς Σαμψών."],["8","Καὶ ὑπέστρεψε μεθʼ ἡμέρας λαβεῖν αὐτὴν, καὶ ἐξέκλινεν ἰδεῖν τὸ πτῶμα τοῦ λέοντος, καὶ ἰδοὺ συναγωγὴ μελισσῶν ἐν τῷ στόματι τοῦ λέοντος καὶ μέλι."],["9","Καὶ ἐξεῖλεν αὐτὸ εἰς χεῖρας αὐτοῦ, καὶ ἐπορεύετο πορευόμενος καὶ ἐσθίων· καὶ ἐπορεύθη πρὸς τὸν πατέρα αὐτοῦ καὶ πρὸς τὴν μητέρα αὐτοῦ, καὶ ἔδωκεν αὐτοῖς καὶ ἔφαγον, καὶ οὐκ ἀπήγγειλεν αὐτοῖς ὅτι ἀπὸ στόματος τοῦ λέοντος ἐξεῖλε τὸ μέλι."],["10","Καὶ κατέβη ὁ πατὴρ αὐτοῦ πρὸς τὴν γυναῖκα, καὶ ἐποίησεν ἐκεῖ Σαμψὼν πότον ἡμέρας ἑπτὰ, ὅτι οὕτως ποιοῦσιν οἱ νεανίσκοι."],["11","Καὶ ἐγένετο ὅτε εἶδον αὐτὸν, καὶ ἔλαβον τριάκοντα κλητοὺς, καὶ ἦσαν μετʼ αὐτοῦ."],["12","Καὶ εἶπεν αὐτοῖς Σαμψὼν, πρόβλημα ὑμῖν προβάλλομαι, ἐὰν ἀπαγγέλλοντες ἀπαγγείλητε αὐτὸ ἐν ταῖς ἑπτὰ ἡμέραις τοῦ πότου καὶ εὕρητε, δώσω ὑμῖν τριάκοντα σινδόνας καὶ τριάκοντα στολὰς ἱματίων."],["13","Καὶ ἐὰν μὴ δύνησθε ἀπαγγεῖλαί μοι, δώσετε ὑμεῖς ἐμοὶ τριάκοντα ὀθόνια καὶ τριάκοντα ἀλλασσομένας στολὰς ἱματίων· καὶ εἶπαν αὐτῷ, προβάλου τὸ πρόβλημά σου, καὶ ἀκουσόμεθα αὐτό."],["14","Καὶ εἶπεν αὐτοῖς, τὶ βρωτὸν ἐξῆλθεν ἐκ βιβρώσκοντος, καὶ ἀπὸ ἰσχυροῦ γλυκύ· καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὸ πρόβλημα ἐπὶ τρεῖς ἡμέρας."],["15","Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ, καὶ εἶπαν τῇ γυναικὶ Σαμψὼν, ἀπάτησον δὴ τὸν ἄνδρα σου, καὶ ἀπαγγειλάτω σοι τὸ πρόβλημα, μή ποτε κατακαύσωμέν σε καὶ τὸν οἶκον τοῦ πατρός σου ἐν πυρί· ἢ ἐκβιᾶσαι ἡμᾶς κεκλήκατε;"],["16","Καὶ ἔκλαυσεν ἡ γυνὴ Σαμψὼν πρὸς αὐτὸν, καὶ εἶπε, πλὴν μεμίσηκάς με καὶ οὐκ ἠγάπησάς με, ὅτι τὸ πρόβλημα ὃ προεβάλου τοῖς υἱοῖς τοῦ λαοῦ μου, οὐκ ἀπήγγειλάς μοι αὐτό· καὶ εἶπεν αὐτῇ Σαμψὼν, εἰ τῷ πατρί μου καὶ τῇ μητρί μου οὐκ ἀπήγγελκα, σοὶ ἀπαγγείλω;"],["17","Καὶ ἔκλαυσε πρὸς αὐτὸν ἐπὶ τὰς ἑπτὰ ἡμέρας, ἃς ἦν αὐτοῖς ὁ πότος· καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἀπήγγειλεν αὐτῇ, ὅτι παρηνόχλησεν αὐτῷ· καὶ αὐτὴ ἀπήγγειλε τοῖς υἱοῖς τοῦ λαοῦ αὐτῆς."],["18","Καὶ εἶπαν αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πρὸ τοῦ ἀνατεῖλαι τὸν ἥλιον, τί γλυκύτερον μέλιτος, καὶ τί ἰσχυρότερον λέοντος; καὶ εἶπεν αὐτοῖς Σαμψὼν, εἰ μὴ ἠροτριάσατε ἐν τῇ δαμάλει μου, οὐκ ἂν ἔγνωτε τὸ πρόβλημά μου."],["19","Καὶ ἥλατο ἐπʼ αὐτὸν πνεῦμα Κυρίου, καὶ κατέβη εἰς Ἀσκάλωνα, καὶ ἐπάταξεν ἐξ αὐτῶν τριάκοντα ἄνδρας, καὶ ἔλαβε τὰ ἱμάτια αὐτῶν, καὶ ἔδωκε τὰς στολὰς τοῖς ἀπαγγείλασι τὸ πρόβλημα· Καὶ ὠργίσθη θυμῷ Σαμψὼν, καὶ ἀνέβη εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ."],["20","Καὶ ἐγένετο ἡ γυνὴ Σαμψὼν ἑνὶ τῶν φίλων αὐτοῦ, ὧν ἐφιλίασε."]],[["1","Καὶ ἐγένετο μεθʼ ἡμέρας ἐν ἡμέραις θερισμοῦ πυρῶν, καὶ ἐπεσκέψατο Σαμψὼν τὴν γυναῖκα αὐτοῦ ἐν ἐρίφῳ αἰγῶν, καὶ εἶπεν, εἰσελεύσομαι πρὸς τὴν γυναῖκά μου καὶ εἰς τὸ ταμεῖον· καὶ οὐκ ἔδωκεν αὐτὸν ὁ πατὴρ αὐτῆς εἰσελθεῖν."],["2","Καὶ εἶπεν ὁ πατὴρ αὐτὴς, λέγων, εἶπα ὅτι μισῶν ἐμίσησας αὐτὴν, καὶ ἔδωκα αὐτὴν ἑνὶ τῶν ἐκ τῶν φίλων σου· μὴ οὐχὶ ἡ ἀδελφὴ αὐτῆς ἡ νεωτέρα ἀγαθωτέρα ὑπὲρ αὐτήν; ἔστω δή σοι ἀντὶ αὐτῆς."],["3","Καὶ εἶπεν αὐτοῖς Σαμψὼν, ἠθὼωμαι καὶ τὸ ἅπαξ ἀπὸ ἀλλοφύλων, ὅτι ποιῶ ἐγὼ μετʼ αὐτῶν πονηρίαν·"],["4","Καὶ ἐπορεύθη Σαμψὼν, καὶ συνέλαβε τριακοσίας ἀλώπεκας, καὶ ἔλαβε λαμπάδας, καὶ ἐπέστρεψε κέρκον πρὸς κέρκον, καὶ ἔθηκε λαμπάδα μίαν ἀναμέσον τῶν δύο κέρκων καὶ ἔδησε,"],["5","καὶ ἐξέκαυσε πῦρ ἐν ταῖς λαμπάσι, καὶ ἐξαπέστειλεν ἐν τοῖς στάχυσι τῶν ἀλλοφύλων· καὶ ἐκάησαν ἀπὸ ἅλωνος καὶ ἕως σταχύων ὀρθῶν, καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας."],["6","Καὶ εἶπαν οἱ ἀλλόφυλοι, τίς ἐποίησε ταῦτα; καὶ εἶπαν, Σαμψὼν ὁ νυμφίος τοῦ Θαμνὶ, ὅτι ἔλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ ἔδωκεν αὐτὴν τῷ ἐκ τῶν φίλων αὐτοῦ· καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι, καὶ ἐνέπρησαν αὐτὴν καὶ τὸν οἶκον τοῦ πατρὸς αὐτῆς ἐν πυρί."],["7","Καὶ εἶπεν αὐτοῖς Σαμψὼν, ἐὰν ποιήσητε οὕτως ταύτην, ὅτι ἦ μὴν ἐκδικήσω ἐν ὑμῖν, καὶ ἔσχατον κοπάσω."],["8","Καὶ ἐπάταξεν αὐτοὺς κνήμην ἐπὶ μηρὸν πληγὴν μεγάλην· καὶ κατέβη καὶ ἐκάθισεν ἐν τρυμαλιᾷ τῆς πέτρας Ἠτάμ."],["9","Καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι, καὶ παρενέβαλον ἐν Ἰούδα, καὶ ἐξεῤῥίφησαν ἐν Λεχί."],["10","Καὶ εἶπαν ἀνὴρ Ἰούδα, εἰς τί ἀνέβητε ἐφʼ ἡμᾶς; καὶ εἶπον οἱ ἀλλόφυλοι, δῆσαι τὸν Σαμψὼν ἀνέβημεν, καὶ ποιῆσαι αὐτῷ ὃν τρόπον ἐποίησεν ἡμῖν."],["11","Καὶ κατέβησαν τρισχίλιοι ἀπὸ Ἰούδα ἄνδρες εἰς τρυμαλιὰν πέτρας Ἠτὰμ, καὶ εἶπαν πρὸς Σαμψὼν, οὐκ οἶδας ὅτι κυριεύουσιν οἱ ἀλλόφυλοι ἡμῶν; καὶ τί τοῦτο ἐποίησας ἡμῖν; καὶ εἶπεν αὐτοῖς Σαμψὼν, ὃν τρόπον ἐποίησάν μοι, οὕτως ἐποίησα αὐτοῖς·"],["12","Καὶ εἶπαν αὐτῷ, δῆσαί σε κατέβημεν τοῦ δοῦναί σε ἐν χειρὶ ἀλλοφύλων· καὶ εἶπεν αὐτοῖς Σαμψὼν, ὀμόσατέ μοι μή ποτε συναντήσητε ἐν ἐμοὶ ὑμεῖς."],["13","Καὶ εἶπον αὐτῷ, λέγοντες, οὐχὶ, ὅτι ἀλλʼ ἢ δεσμῷ δήσομέν σε, καὶ παραδώσωμέν σε ἐν χειρὶ αὐτῶν, καὶ θανάτῳ οὐ θανατώσωμέν σε· καὶ ἔδησαν αὐτὸν ἐν δυσὶ καλωδίοις καινοῖς, καὶ ἀνήνεγκαν αὐτὸν ἀπὸ τῆς πέτρας ἐκείνης."],["14","Καὶ ἦλθον ἕως σιαγόνος· καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν, καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ· καὶ ἥλατο ἐπʼ αὐτὸν πνεῦμα Κυρίου· καὶ ἐγενήθη τὰ καλώδια τὰ ἐπὶ βραχίοσιν αὐτοῦ ὡσεὶ στυππίον ὃ ἐξεκαύθη ἐν πυρί· καὶ ἐτάκησαν δεσμοὶ αὐτοῦ ἀπὸ χειρῶν αὐτοῦ."],["15","Καὶ εὗρε σιαγόνα ὄνου ἐξεῤῥιμμένην, καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτὴν, καὶ ἐπάταξεν ἐν αὐτῇ χιλίους ἄνδρας."],["16","Καὶ εἶπε Σαμψὼν, ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτοὺς, ὅτι ἐν τῇ σιαγόνι τοῦ ὄνου ἐπάταξα χιλίους ἄνδρας."],["17","Καὶ ἐγένετο ὡς ἐπαύσατο λαλῶν, καὶ ἔῤῥιψε τὴν σιαγόνα ἐκ τῆς χειρὸς αὐτοῦ· καὶ ἐκάλεσε τὸν τόπον ἐκεῖνον, ἀναίρεσις σιαγόνος."],["18","Καὶ ἐδίψησε σφόδρα, καὶ ἔκλαυσε πρὸς Κύριον, καὶ εἶπε, σὺ εὐδόκησας ἐν χειρὶ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην, καὶ νῦν ἀποθανοῦμαι τῷ δίψει, καὶ ἐμπεσοῦμαι ἐν χειρὶ τῶν ἀπεριτμήτων;"],["19","Καὶ ἔῤῥηξεν ὁ Θεὸς τὸν λάκκον τὸν ἐν τῇ σιαγόνι, καὶ ἐξῆλθεν ἐκ αὐτοῦ ὕδωρ, καὶ ἔπιε· καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτοῦ καὶ ἔζησε. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς, Πηγὴ τοῦ ἐπικαλουμένου, ἥ ἐστιν ἐν σιαγόνι, ἕως τῆς ἡμέρας ταύτης."],["20","Καὶ ἔκρινε τὸν Ἰσραὴλ ἐν ἡμέραις ἀλλοφύλων εἴκοσι ἔτη."]],[["1","Καὶ ἐπορεύθη Σαμψὼν εἰς Γάζαν, καὶ εἶδεν ἐκεῖ γυναῖκα πόρνην, καὶ εἰσῆλθε πρὸς αὐτήν."],["2","Καὶ ἀνηγγέλη τοῖς Γαζαίοις, λέγοντες, ἥκει Σαμψὼν ὧδε. καὶ ἐκύκλωσαν, καὶ ἐνήδρευσαν ἐπʼ αὐτὸν ὅλην τὴν νύκτα ἐν τῇ πύλῃ τῆς πόλεως· καὶ ἐκώφευσαν ὅλην τὴν νύκτα, λέγοντες, ἕως διαφαύσῃ ὁ ὄρθρος, καὶ φονεύσωμεν αὐτόν."],["3","Καὶ ἐκοιμήθη Σαμψὼν ἕως μεσονυκτίου, καὶ ἀνέστη ἐν ἡμίσει τῆς νυκτὸς, καὶ ἐπελάβετο τῶν θυρῶν τῆς πύλης τῆς πόλεως σὺν τοῖς δυσὶ σταθμοῖς, καὶ ἀνεβάσταζεν αὐτὰς σὺν τῷ μοχλῷ, καὶ ἔθηκεν ἐπὶ ὤμων αὐτοῦ· καὶ ἀνέβη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους τοῦ ἐπὶ προσώπου τοῦ Χεβρῶν, καὶ ἔθηκεν αὐτὰ ἐκεῖ."],["4","Καὶ ἐγένετο μετὰ τοῦτο, καὶ ἠγάπησε γυναῖκα ἐν Ἀλσωρήχ· καὶ ὄνομα αὐτῇ Δαλιδά."],["5","Καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων, καὶ εἶπαν αὐτῇ, ἀπάτησον αὐτὸν, καὶ ἴδε ἐν τίνι ἡ ἰσχὺς αὐτοῦ ἡ μεγάλη, καὶ ἐν τίνι δυνησόμεθα αὐτῷ, καὶ δήσομεν αὐτὸν τοῦ ταπεινῶσαι αὐτόν· καὶ ἡμεῖς δώσομέν σοι ἀνὴρ χιλίους καὶ ἑκατὸν ἀργυρίου."],["6","Καὶ εἶπε Δαλιδὰ πρὸς Σαμψὼν, ἀπάγγειλον δή μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη, καὶ ἐν τίνι δεθήσῃ τοῦ ταπεινωθῆναί σε."],["7","Καὶ εἶπε πρὸς αὐτὴν Σαμψὼν, ἐὰν δήσωσί με ἐν ἑπτὰ νευραῖς ὑγραῖς μὴ διεφθαρμέναις, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων."],["8","Καὶ ἀνήνεγκαν αὐτῇ οἱ ἄρχοντες τῶν ἀλλοφύλων ἑπτὰ νευρὰς ὑγρὰς μὴ διεφθαρμένας, καὶ ἔδησεν αὐτὸν ἐν αὐταῖς."],["9","Καὶ τὸ ἔνεδρον αὐτῇ ἐκάθητο ἐν τῷ ταμείῳ· καὶ εἶπεν αὐτῷ, ἀλλόφυλοι ἐπὶ σὲ Σαμψών· καὶ διέσπασε τὰς νευρὰς ὡς εἴ τις ἀποσπάσοι στρέμμα στυππίου ἐν τῷ ὀσφρανθῆναι αὐτὸ πυρὸς, καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτοῦ."],["10","Καὶ εἶπε Δαλιδὰ πρὸς Σαμψὼν, ἰδοὺ ἐπλάνησάς με, καὶ ἐλάλησας πρὸς μὲ ψευδῆ· νῦν οὖν ἀνάγγειλόν μοι ἐν τίνι δεθήσῃ."],["11","Καὶ εἶπε πρὸς αὐτὴν, ἐὰν δεσμεύοντες δήσωσί με ἐν καλωδίοις καινοῖς οἷς οὐκ ἐγένετο ἐν αὐτοῖς ἔργον, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἶς τῶν ἀνθρώπων."],["12","Καὶ ἔλαβε Δαλιδὰ καλώδια καινὰ, καὶ ἔδησεν αὐτὸν ἐν αὐτοῖς, καὶ τὰ ἔνεδρα ἐξῆλθεν ἐκ τοῦ ταμείου· καὶ εἶπεν, ἀλλόφυλοι ἐπὶ σὲ Σαμψών· καὶ διέσπασεν αὐτὰ ἀπὸ βραχιόνων αὐτοῦ ὡσεὶ σπαρτίον."],["13","Καὶ εἶπε Δαλιδὰ πρὸς Σαμψὼν, ἰδοὺ ἐπλάνησάς με, καὶ ἐλάλησας πρὸς μὲ ψευδῆ· ἀνάγγειλον δή μοι ἐν τίνι δεθήσῃ· καὶ εἶπε πρὸς αὐτὴν, ἐὰν ὑφάνῃς τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς μου σὺν τῷ διάσματι, καὶ ἐγκρούσῃς τῷ πασσάλῳ εἰς τὸν τοῖχον, καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων ἀσθενής."],["14","Καὶ ἐγένετο ἐν τῷ κοιμᾶσθαι αὐτὸν, καὶ ἔλαβε Δαλιδὰ τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ, καὶ ὕφανεν ἐν τῷ διάσματι, καὶ ἔπηξεν τῷ πασσάῳ εἰς τὸν τοῖχον, καὶ εἶπεν, ἀλλόφυλοι ἐπὶ σὲ Σαμψών· καὶ ἐξυπνίσθη ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ ἐξῇρε τὸν πάσσαλον τοῦ ὑφάσματος ἐκ τοῦ τοίχου."],["15","Καὶ εἶπε πρὸς Σαμψὼν Δαλιδὰ, πῶς λέγεις, ἠγάπηκά σε, καὶ ἡ καρδία σου οὐκ ἔστι μετʼ ἐμοῦ; τοῦτο τρίτον ἐπλάνησάς με καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη."],["16","Καὶ ἐγένετο ὅτε ἐξέθλιψεν αὐτὸν ἐν λόγοις αὐτῆς πάσας τὰς ἡμέρας, καὶ ἐστενοχώρησεν αὐτὸν, καὶ ὠλιγοψύχησεν ἕως τοῦ ἀποθανεῖν."],["17","Καὶ ἀνήγγειλεν αὐτῇ πᾶσαν τὴν καρδίαν αὐτοῦ, καὶ εἶπεν αὐτῇ, σίδηρος οὐκ ἀνέβη ἐπὶ τὴν κεφαλήν μου, ὅτι ἅγιος Θεοῦ ἐγώ εἰμι ἀπὸ κοιλίας μητρός μου· ἐὰν οὖν ξυρήσωμαι, ἀποστήσεται ἀπʼ ἐμοῦ ἡ ἰσχύς μου καὶ ἀσθενήσω, καὶ ἔσομαι ὡς πάντες οἱ ἄνθρωποι."],["18","Καὶ εἶδε Δαλιδὰ, ὅτι ἀπήγγειλεν αὐτῇ πᾶσαν τὴν καρδίαν αὐτοῦ· καὶ ἀπέστειλε καὶ ἐκάλεσε τοὺς ἄρχοντας τῶν ἀλλοφύλων, λέγουσα, ἀνάβητε ἔτι τὸ ἅπαξ τοῦτο, ὅτι ἀπήγγειλέ μοι πᾶσαν τὴν καρδίαν αὐτοῦ· καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων, καὶ ἀνήνεγκαν τὸ ἀργύριον ἐν χερσὶν αὐτῶν."],["19","Καὶ ἐκοίμισε Δαλιδὰ τὸν Σαμψὼν ἐπὶ τὰ γόνατα αὐτῆς· καὶ ἐκάλεσεν ἄνδρα, καὶ ἐξύρησε τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ, καὶ ἤρξατο ταπεινῶσαι αὐτὸν, καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπʼ αὐτοῦ."],["20","Καὶ εἶπε Δαλιδά, ἀλλόφυλοι ἐπὶ σὲ Σαμψών. καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν, ἐξελεύσομαι ὡς ἅπαξ καὶ ἅπαξ, καὶ ἐκτιναχθήσομαι· καὶ αὐτὸς οὐκ ἔγνω ὅτι ὁ Κύριος ἀπέστη ἀπάνωθεν αὐτοῦ."],["21","Καὶ ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι, καὶ ἐξέκοψαν τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ κατήνεγκαν αὐτὸν εἰς Γάζαν, καὶ ἐπέδησαν αὐτὸν ἐν πέδαις χαλκείαις· καὶ ἦν ἀλήθων ἐν οἴκῳ τοῦ δεσμωτηρίου."],["22","Καὶ ἤρξατο θρὶξ τῆς κεφαλῆς αὐτοῦ βλαστάνειν καθὼς ἐξυρήσατο."],["23","Καὶ οἱ ἄρχοντες τῶν ἀλλοφύλων συνήχθησαν θυσαιάσαι θυσίασμα μέγα τῷ Δαγὼν θεῷ αὐτῶν, καὶ εὐφρανθῆναι, καὶ εἶπαν, ἔδωκεν ὁ θεὸς ἐν χειρὶ ἡμῶν τὸν Σαμψὼν τὸν ἐχθρὸν ἡμῶν."],["24","Καὶ εἶδον αὐτὸν ὁ λαὸς, καὶ ὕμνησαν τὸν θεὸν αὐτῶν, ὅτι παρέδωκεν ὁ θεὸς ἡμῶν τὸν ἐχθρὸν ἡμῶν ἐν χειρὶ ἡμῶν, τὸν ἐρημοῦντα τὴν γῆν ἡμῶν, καὶ ὃς ἐπλήθυνε τοὺς τραυματίας ἡμῶν."],["25","Καὶ ὅτε ἠγαθύνθη ἡ καρδία αὐτῶν, καὶ εἶπαν, καλέσατε τὸν Σαμψὼν ἐξ οἴκου φυλακῆς, καὶ παιξάτω ἐνώπιον ἡμῶν· καὶ ἐκάλεσαν τὸν Σαμψὼν ἐξ οἴκου δεσμωτηρίου, καὶ ἔπαιζεν ἐνώπιον αὐτῶν· καὶ ἐῤῥάπιζον αὐτὸν, καὶ ἔστησαν αὐτὸν ἀναμέσον τῶν κιόνων."],["26","Καὶ εἶπε Σαμψὼν πρὸς τὸν νεανίαν τὸν κρατοῦντα τὴν χεῖρα αὐτοῦ, ἄφες με, καὶ ψηλαφήσω τοὺς κίονας ἐφʼ οἷς ὁ οἶκος ἐπʼ αὐτοὺς, καὶ ἐπιστηριχθήσομαι ἐπʼ αὐτούς."],["27","Καὶ ὁ οἶκος πλήρης τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν, καὶ ἐκεῖ πάντες οἱ ἄρχοντες τῶν ἀλλοφύλων, καὶ ἐπὶ τὸ δῶμα ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ γυναῖκες οἱ θεωροῦντες ἐν παιγνίαις Σαμψών."],["28","Καὶ ἔκλαυσε Σαμψὼν πρὸς Κύριον, καὶ εἶπεν, ἀδωναϊὲ Κύριε μνήσθητι δή μου, καὶ ἐνίσχυσόν με ἔτι τὸ ἅπαξ τοῦτο Θεὲ, καὶ ἀνταποδώσω ἀνταπόδοσιν μίαν περὶ τῶν δύο ὀφθαλμῶν μου τοῖς ἀλλοφύλοις."],["29","Καὶ περιέλαβε Σαμψὼν τοὺς δύο κίονας τοῦ οἴκου ἐφʼ οὓς ὁ οἶκος εἱστήκει, καὶ ἐπεστηρίχθη ἐπʼ αὐτοὺς, καὶ ἐκράτησεν ἕνα τῇ δεξιᾷ αὐτοῦ, καὶ ἕνα τῇ ἀριστερᾷ αὐτοῦ."],["30","Καὶ εἶπε Σαμψὼν, ἀποθανέτω ψυχή μου μετὰ τῶν ἀλλοφύλων· καὶ ἐβάσταξεν ἐν ἰσχύϊ· καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς ἄρχοντας, καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ· καὶ ἦσαν οἱ τεθνηκότες οὓς ἐθανάτωσε Σαμψὼν ἐν τῷ θανάτῳ αὐτοῦ, πλείους ἢ οὓς ἐθανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ."],["31","Καὶ κατέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ, καὶ ἔλαβον αὐτόν· καὶ ἀνέβησαν καὶ ἔθαψαν αὐτὸν ἀναμέσον Σαραὰ καὶ ἀναμέσον Ἐσθαὸλ ἐν τῷ τάφῳ Μανωὲ τοῦ πατρὸς αὐτοῦ· καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ εἴκοσι ἔτη."]],[["1","Καὶ ἐγένετο ἀνὴρ ἀπὸ ὄρους Ἐφραὶμ, καὶ ὄνομα αὐτῷ Μιχαίας."],["2","Καὶ εἶπε τῇ μητρὶ αὐτοῦ, οἱ χίλιοι καὶ ἑκατὸν οὗς ἔλαβες ἀργυρίου σεαυτῇ, καί με ἠράσω, καὶ προσεῖπας ἐν ὠσί μου, ἰδοὺ τὸ ἀργύριον παρʼ ἐμοὶ, ἐγὼ ἔλαβον αὐτό. καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ, εὐλογητὸς ὁ υἱός μου τῷ Κυρίῳ."],["3","Καὶ ἀπέδωκε τοὺς χιλίους καὶ ἑκατὸν τοῦ ἀργυρίου τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ, ἁγιάζουσα ἡγίασα τὸ ἀργύριον τῷ Κυρίῳ ἐκ τῆς χειρός μου τῷ υἱῷ μου τοῦ ποιῆσαι γλυπτὸν καὶ χωνευτὸν, καὶ νῦν ἀποδώσω αὐτό σοι."],["4","Καὶ ἀπέδωκε τὸ ἀργύριον τῇ μητρὶ αὐτοῦ· καὶ ἔλαβεν ἡ μήτηρ αὐτοῦ διακοσίους ἀργυρίου, καὶ ἔδωκεν αὐτὸ ἀργυροκόπῳ, καὶ ἐποίησεν αὐτὸ γλυπτὸν καὶ χωνευτόν· καὶ ἐγενήθη ἐν οἴκῳ Μιχαία."],["5","Καὶ ὁ οἶκος Μιχαία αὐτῷ οἶκος Θεοῦ· καὶ ἐποίησεν ἐφὼδ καὶ θαραφίν· καὶ ἐπλήρωσε τὴν χεῖρα ἀπὸ ἑνὸς υἱῶν αὐτοῦ, καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα."],["6","Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ· ἀνὴρ τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει."],["7","Καὶ ἐγενήθη νεανίας ἐκ Βηθλεέμ δήμου Ἰούδα, καὶ αὐτὸς Λευίτης, καὶ οὗτος παρῴκει ἐκεῖ."],["8","Καὶ ἐπορεύθη ὁ ἀνὴρ ἀπὸ Βηθλεὲμ τῆς πόλεως Ἰούδα παροικῆσαι ἐν ᾧ ἐὰν εὕρῃ τόπῳ· καὶ ἦλθεν ἕως ὄρους Ἐφραὶμ, καὶ ἕως οἴκου Μιχαία τοῦ ποιῆσαι ὁδὸν αὐτοῦ."],["9","Καὶ εἶπεν αὐτῷ Μιχαίας, πόθεν ἔρχῃ; καὶ εἶπε πρὸς αὐτὸν, Λευίτης εἰμὶ ἐκ Βηθλεὲμ Ἰούδα, καὶ ἐγὼ πορεύομαι παροικῆσαι ἐν ᾧ ἐὰν εὕρω τόπῳ."],["10","Καὶ εἶπεν αὐτῷ Μιχαίας, κάθου μετʼ ἐμοῦ, καὶ γίνου μοι εἰς πατέρα καὶ εἰς ἱερέα, καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίου εἰς ἡμέραν, καὶ στολὴν ἱματίων, καὶ τὰ πρὸς ζωήν σου."],["11","Καὶ ἐπορεύθη ὁ Λευίτης, καὶ ἤρξατο παροικεῖν παρὰ τῷ ἀνδρί· καὶ ἐγενήθη ὁ νεανίας αὐτῷ ὡς εἷς ἀπὸ υἱῶν αὐτοῦ."],["12","Καὶ ἐπλήρωσε Μιχαίας τὴν χεῖρα τοῦ Λευίτου, καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα, καὶ ἐγένετο ἐν τῷ οἴκῳ Μιχαία."],["13","Καὶ εἶπε Μιχαίας, νῦν ἔγνων ὅτι ἀγαθυνεῖ μοι Κύριος, ὅτι ἐγένετό μοι ὁ Λευίτης εἰς ἱερέα."]],[["1","Ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ· καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἡ φυλὴ Δὰν ἐζήτει ἑαυτῇ κληρονομίαν κατοικῆσαι, ὅτι οὐκ ἐνέπεσεν αὐτῇ ἕως τῆς ἡμέρας ἐκείνης ἐν μέσῳ φυλῶν υἱῶν Ἰσραὴλ κληρονομία."],["2","Καὶ ἀπέστειλαν οἱ υἱοὶ Δὰν ἀπὸ δήμων αὐτῶν πέντε ἄνδρας υἱοὺς δυνάμεως, ἀπὸ Σαραὰ καὶ ἀπὸ Ἐσθαὸλ τοῦ κατασκέψασθαι τὴν γῆν καὶ ἐξιχνιάσαι αὐτήν· καὶ εἶπαν πρὸς αὐτοὺς, πορεύεσθε καὶ ἐξιχνιάσατε τὴν γῆν· καὶ ἦλθον ἕως ὄρους Ἐφραὶμ ἕως οἴκου Μιχαία· καὶ ηὐλίσθησαν αὐτοὶ ἐκεῖ"],["3","ἐν οἴκῳ Μιχαία, καὶ αὐτοὶ ἐπέγνωσαν τὴν φωνὴν τοῦ νεανίσκου τοῦ Λευίτου, καὶ ἐξέκλιναν ἐκεῖ· καὶ εἶπαν αὐτῷ, τίς ἤνεγκέ σε ὧδε; καὶ σὺ τί ποιεῖς ἐν τῷ τόπῳ τούτῳ; καὶ τί σοι ὧδε;"],["4","Καὶ εἶπε πρὸς αὐτοὺς, οὕτω καὶ οὕτως ἐποίησέ μοι Μιχαίας, καὶ ἐμισθώσατό με, καὶ ἐγενόμην αὐτῷ εἰς ἱερέα."],["5","Καὶ εἶπαν αὐτῷ, ἐπερώτησον δὴ ἐν τῷ Θεῷ, καὶ γνωσόμεθα εἰ εὐοδωθήσεται ἡ ὁδὸς ἡμῶν, ἐν ᾗ ἡμεῖς πορευόμεθα ἐν αὐτῇ."],["6","Καὶ εἶπεν αὐτοῖς ὁ ἱερεὺς, πορεύεσθε ἐν εἰρήνῃ· ἐνώπιον Κυρίου ἡ ὁδὸς ὑμῶν, ἐν ᾗ πορεύεσθε ἐν αὐτῇ."],["7","Καὶ ἐπορεύθησαν οἱ πέντε ἄνδρες, καὶ ἦλθον εἰς Λαισά· καὶ εἶδαν τὸν λαὸν τὸν ἐν μέσῳ αὐτῆς καθήμενον ἐπʼ ἐλπίδι, ὡς κρίσις Σιδωνίων ἡσυχάζουσα, καὶ οὐκ ἔστι διατρέπων ἢ καταισχύνων λόγον ἐν τῇ γῇ, κληρονόμος ἐκπιέζων θησαυροὺς, καὶ μακράν εἰσι Σιδωνίων, καὶ λόγον οὐκ ἔχουσι πρὸς ἄνθρωπον."],["8","Καὶ ἦλθον οἱ πέντε ἄνδρες πρὸς τοὺς ἀδελφοὺς αὐτῶν εἰς Σαραὰ καὶ Ἐσθαὸλ, καὶ εἶπον τοῖς ἀδελφοῖς αὐτῶν, τί ὑμεῖς κάθησθε;"],["9","Καὶ εἶπαν, ἀνάστητε, καὶ ἀναβῶμεν ἐπʼ αὐτοὺς, ὅτι εἴδομεν τὴν γῆν, καὶ ἰδοὺ ἀγαθὴ σφόδρα, καὶ ὑμεῖς ἡσυχάζετε, μὴ ὀκνήσητε τοῦ πορευθῆναι, καὶ εἰσελθεῖν τοῦ κληρονομῆσαι τὴν γῆν."],["10","Καὶ ἡνίκα ἐὰν ἔλθητε, εἰσελεύσεσθε πρὸς λαὸν ἐπʼ ἐλπίδι, καὶ ἡ γῆ πλατεῖα, ὅτι ἔδωκεν αὐτὴν ὁ Θεὸς ἐν χειρὶ ὑμῶν· τόπος ὅπου οὐκ ἔστιν ἐκεῖ ὑστέρημα παντὸς ῥήματος τῶν ἐν τῇ γῇ."],["11","Καὶ ἀπῇραν ἐκεῖθεν ἀπὸ δήμων τοῦ Δὰν ἀπὸ Σαραὰ καὶ ἀπὸ Ἐσθαὸλ, ἑξακόσιοι ἄνδρες ἐζωσμένοι σκεύη παρατάξεως."],["12","Καὶ ἀνέβησαν καὶ παρενέβαλον ἐν Καριαθιαρὶμ ἐν Ἰούδα. διὰ τοῦτο ἐκλήθη ἐν ἐκείνῳ τῷ τόπῳ, παρεμβολὴ Δὰν, ἕως τῆς ἡμέρας ταύτης· ἰδοὺ ὀπίσω Καριαθιαρίμ."],["13","Καὶ παρῆλθον ἐκεῖθεν ὄρος Ἐφραὶμ, καὶ ἦλθον ἕως οἴκου Μιχαία."],["14","Καὶ ἀπεκρίθησαν οἱ πέντε ἄνδρες οἱ πορευόμενοι κατασκέψασθαι τὴν γῆν Λαισὰ, καὶ εἶπαν πρὸς τοὺς ἀδελφοὺς, ἔγνωτε ὅτι ἐστὶν ἐν τῷ οἴκῳ τούτῳ ἐφὼδ καὶ θεραφὶν καὶ γλυπτὸν καὶ χωνευτόν· καὶ νῦν γνῶτε ὅ, τι ποιήσετε."],["15","Καὶ ἐξέκλιναν ἐκεῖ, καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ νεανίσκου τοῦ Λευίτου, εἰς τὸν οἶκον Μιχαία, καὶ ἠρώτησαν αὐτὸν εἰς εἰρήνην."],["16","Καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ ἀνεζωσμένοι τὰ σκεύη τῆς παρατάξεως αὐτῶν ἑστῶτες παρὰ θύρας τῆς πύλης, οἱ ἐκ τῶν υἱῶν Δάν."],["17","Καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορευθέντες κατασκέψασθαι τὴν γῆν,"],["18","καὶ εἰσῆλθον ἐκεῖ εἰς οἶκον Μιχαία, καὶ ὁ ἱερεὺς ἑστώς. Καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ ἐφὼδ καὶ τὸ θεραφὶν καὶ τὸ χωνευτόν· καὶ εἶπε πρὸς αὐτοὺς ὁ ἱερεὺς, τί ὑμεῖς ποιεῖτε;"],["19","Καὶ εἶπαν αὐτῷ, κώφευσον, ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου, καὶ δεῦρο μεθʼ ἡμῶν, καὶ γένου ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα· μὴ ἀγαθὸν εἶναί σε ἱερέα οἴκου ἀνδρὸς ἑνὸς, ἢ γενέσθαι σε ἱερέα φυλῆς καὶ οἴκου εἰς δῆμον Ἰσραήλ;"],["20","Καὶ ἠγαθύνθη ἡ καρδία τοῦ ἱερέως, καὶ ἔλαβε τὸ ἐφὼδ καὶ τὸ θεραφὶν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτὸν, καὶ ἦλθεν ἐν μέσῳ τοῦ λαοῦ."],["21","Καὶ ἐπέστρεψαν καὶ ἀπῆλθον, καὶ ἔθηκαν τὰ τέκνα καὶ τὴν κτῆσιν καὶ τὸ βάρος ἔμπροσθεν αὐτῶν."],["22","Αὐτοὶ ἐμάκρυναν ἀπὸ οἴκου Μιχαία, καὶ ἰδοὺ Μιχαίας καὶ οἱ ἄνδρες οἱ ἐν ταῖς οἰκίαις ταῖς μετὰ οἴκου Μιχαία ἐβόησαν, καὶ κατελάβοντο τοὺς υἱοὺς Δάν."],["23","Καὶ ἐπέστρεψαν οἱ υἱοὶ Δὰν τὸ πρόσωπον αὐτῶν, καὶ εἶπαν τῷ Μιχαίᾳ, τί ἐστί σοι, ὅτι ἐβόησας;"],["24","Καὶ εἶπε Μιχαίας, ὅτι τὸ γλυπτόν μου, ὃ ἐποίησα, ἐλάβετε, καὶ τὸν ἱερέα, καὶ ἐπορεύθητε· καὶ τί μοι ἔτι; καὶ τί τοῦτο λέγετε πρὸς μὲ, τί κράζεις;"],["25","Καὶ εἶπαν πρὸς αὐτὸν οἱ υἱοὶ Δὰν, μὴ ἀκουσθήτω δὴ φωνή σου μεθʼ ἡμῶν, μή ποτε συναντήσωσιν ὑμῖν ἄνδρες πικροὶ ψυχῇ, καὶ προσθήσουσι ψυχήν σου, καὶ τὴν ψυχὴν τοῦ οἴκου σου."],["26","Καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δὰν εἰς ὁδὸν αὐτῶν· καὶ εἶδε Μιχαίας, ὅτι δυνατώτεροί εἰσιν ὑπὲρ αὐτόν· καὶ ἐπέστρεψεν εἰς τὸν οἶκον αὐτοῦ."],["27","Καὶ οἱ υἱοὶ Δὰν ἔλαβον ὃ ἐποιησε Μιχαίας, καὶ τὸν ἱερέα ὃς ἦν αὐτῷ, καὶ ἦλθον ἐπὶ Λαισὰ, ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιθότα ἐπʼ ἐλπίδι· καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας, καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί."],["28","Καὶ οὐκ ἦν ὁ ῥυόμενος, ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων, καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπου· καὶ αὐτὴ ἐν τῇ κοιλάδι τοῦ οἴκου Ῥαάβ· καὶ ᾠκοδόμησαν τὴν πόλιν, καὶ κατεσκήνωσαν ἐν αὐτῇ,"],["29","καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Δὰν, ἐν ὀνόματι Δὰν πατρὸς αὐτῶν, ὃς ἐτέχθη τῷ Ἰσραήλ· καὶ ἦν Οὐλαμαῒς ὄνομα τῆς πόλεως τοπρότερον."],["30","Καὶ ἔστησαν ἑαυτοῖς οἱ υἱοὶ Δὰν τὸ γλυπτόν· καὶ Ἰωνάθαν υἱὸς Γηρσὼν υἱὸς Μανασσῆ αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ Δὰν ἕως ἡμέρας τῆς ἀποικίας τῆς γῆς."],["31","Καὶ ἔθηκαν ἑαυτοῖς τὸ γλυπτὸν ὁ ἐποίησε Μιχαίας, πάσας τὰς ἡμέρας ἃς ἦν ὁ οἶκος τοῦ Θεοῦ ἐν Σηλώμ· καὶ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ."]],[["1","Καὶ ἐγένετο ἀνὴρ Λευίτης παροικῶν ἐν μηροῖς ὄρους Ἐφραὶμ, καὶ ἔλαβεν αὐτῷ γυναῖκα παλλακὴν ἀπὸ Βηθλεὲμ Ἰούδα."],["2","Καὶ ἐπορεύθη ἀπʼ αὐτοῦ ἡ παλλακὴ αὐτοῦ, καὶ ἀπῆλθε παρʼ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτῆς εἰς Βηθλεὲμ Ἰούδα, καὶ ἦν ἐκεῖ ἡμέρας μηνῶν τεσσάρων."],["3","Καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς, καὶ ἐπορεύθη ὀπίσω αὐτῆς τοῦ λαλῆσαι ἐπὶ καρδίαν αὐτῆς, τοῦ ἐπιστρέψαι αὐτὴν αὐτῷ· καὶ νεανίας αὐτοῦ μετʼ αὐτοῦ, καὶ ζεῦγος ὄνων· ἡ δὲ εἰσήνεγκεν αὐτὸν εἰς οἶκον πατρὸς αὐτῆς· καὶ εἶδεν αὐτὸν ὁ πατὴρ τῆς νεάνιδος, καὶ ηὐφράνθη εἰς συνάντησιν αὐτοῦ."],["4","Καὶ κατέσχεν αὐτὸν ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος, καὶ ἐκάθισε μετʼ αὐτοῦ ἐπὶ τρεῖς ἡμέρας, καὶ ἔφαγον καὶ ἔπιον, καὶ ηὐλίσθησαν ἐκεῖ."],["5","Καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τετάρτῃ, καὶ ὤρθρισαν τοπρωῒ καὶ ἀνέστη τοῦ πορευθῆναι, καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν νυμφίον αὐτοῦ, στήρισον τὴν καρδιάν σου ψωμῷ ἄρτου, καὶ μετὰ τοῦτο πορεύσεσθε."],["6","Καὶ ἐκάθισαν καὶ ἔφαγον οἱ δύο ἐπὶ τὸ αὐτὸ καὶ ἔπιον· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν ἄνδρα, ἄγε δὴ αὐλίσθητι, καὶ ἀγαθυνθήσεται ἡ καρδία σου."],["7","Καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ πορεύεσθαι αὐτός· καὶ ἐβιάσατο αὐτὸν ὁ γαμβρὸς αὐτοῦ, καὶ ἐκάθισε καὶ ηὐλίσθη ἐκεῖ."],["8","Καὶ ὤρθρισε τοπρωῒ τῇ ἡμέρᾳ τῇ πέμπτῃ τοῦ πορευθῆναι· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος, στήρισον δὴ τὴν καρδίαν σου, καὶ στράτευσον ἕως κλῖναι τὴν ἡμέραν· καὶ ἔφαγον οἱ δύο."],["9","Καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ πορευθῆναι αὐτὸς, καὶ ἡ παλλακὴ αὐτοῦ, καὶ ὁ νεανίας αὐτοῦ· καὶ εἶπεν αὐτῷ ὁ γάμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος, ἰδοὺ δὴ ἠσθένησεν ἡμέρα εἰς τὴν ἑσπέραν· αὐλίσθητι ὧδε, καὶ ἀγαθυνθήσεται ἡ καρδία σου, καὶ ὀρθριεῖτε αὔριον εἰς ὁδὸν ὑμῶν, καὶ πορεύσῃ εἰς τὸ σκήνωμά σου."],["10","Καὶ οὐκ εὐδόκησεν ὁ ἀνὴρ αὐλισθῆναι, καὶ ἀνέστη καὶ ἀπῆλθε, καὶ ἦλθεν ἕως ἀπέναντι Ἰεβοὺς, αὕτη ἐστὶν Ἱερουσαλὴμ, καὶ μετʼ αὐτοῦ ζεῦγος ὄνων ἐπισεσαγμένων, καὶ ἡ παλλακὴ αὐτοῦ μετʼ αὐτοῦ."],["11","Καὶ ἦλθοσαν ἕως Ἰεβούς· καὶ ἡ ἡμέρα προβεβήκει σφόδρα, καὶ εἴπεν ὁ νεανίας πρὸς τὸν κύριον αὐτοῦ, δεῦρο δὴ καὶ ἐκκλίνωμεν εἰς πόλιν τοῦ Ἰεβουσὶ ταύτην, καὶ αὐλισθῶμεν ἐν αὐτῇ."],["12","Καὶ εἶπε πρὸς αὐτὸν ὁ κύριος αὐτοῦ, οὐκ ἐκκλινοῦμεν εἰς πόλιν ἀλλοτρίαν, ἐν ᾗ οὐκ ἔστιν ἀπὸ υἱῶν Ἰσραὴλ ὧδε, καὶ παρελευσόμεθα ἕως Γαβαά."],["13","Καὶ εἶπε τῷ νεανίᾳ αὐτοῦ, δεῦρο καὶ ἐγγίσωμεν ἑνὶ τῶν τόπων, καὶ αὐλισθησόμεθα ἐν Γαβαᾷ ἢ ἐν Ῥαμᾷ."],["14","Καὶ παρῆλθον καὶ ἐπορεύθησαν, καὶ ἔδυ αὐτοῖς ὁ ἥλιος ἐχόμενα τῆς Γαβαὰ, ἥ ἐστιν ἐν τῷ Βενιαμίν."],["15","Καὶ ἐξέκλιναν ἐκεῖ τοῦ εἰσελθεὶν αὐλισθῆναι ἐν Γαβαᾷ· καὶ εἰσῆλθον, καὶ ἐκάθισαν ἐν τῇ πλατείᾳ τῆς πόλεως, καὶ οὐκ ἦν ἀνὴρ συνάγων αὐτοὺς εἰς οἰκίαν αὐλισθῆναι."],["16","Καὶ ἰδοὺ ἀνὴρ πρεσβύτης ἤρχετο ἐξ ἔργων αὐτοῦ ἐξ ἀγροῦ ἐν ἑσπέρᾳ, καὶ ὁ ἀνὴρ ἦν ἐξ ὄρους Ἐφραὶμ, καὶ αὐτὸς παρῴκει ἐν Γαβαᾷ, καὶ οἱ ἄνδρες τοῦ τόπου υἱοὶ Βενιαμίν."],["17","Καὶ ᾖρε τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶδε τὸν ὁδοιπόρον ἄνδρα ἐν τῇ πλατείᾳ τῆς πόλεως· καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης, ποῦ πορεύῃ, καὶ πόθεν ἔρχῃ;"],["18","Καὶ εἶπε πρὸς αὐτὸν, παραπορευόμεθα ἡμεῖς ἀπὸ Βηθλεὲμ Ἰούδα ἕως μηρῶν ὄρους Ἐφραίμ· ἐκεῖθεν ἐγώ εἰμι, καὶ ἐπορεύθην ἕως Βηθλεὲμ Ἰούδα, καὶ εἰς τὸν οἶκόν μου ἐγὼ πορεύομαι, καὶ οὐκ ἔστιν ἀνὴρ συνάγων με εἰς τὴν οἰκίαν."],["19","Καί γε ἄχυρα καὶ χορτάσματά ἐστι τοῖς ὄνοις ἡμῶν, καὶ ἄρτος καὶ οἶνός ἐστιν ἐμοὶ καὶ τῇ παιδίσκῃ καὶ τῷ νεανίσκῳ μετὰ τῶν παίδων σου· οὐκ ἔστιν ὑστέρημα παντὸς πράγματος."],["20","Καὶ εἶπεν ὁ ἀνὴρ πρεσβύτης, εἰρήνη σοι· πλὴν πᾶν τὸ ὑστέρημά σου ἐπʼ ἐμὲ, πλὴν ἐν τῇ πλατείᾳ οὐ μὴ αὐλισθήσῃ."],["21","Καὶ εἰσήνεγκεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ, καὶ τόπον ἐποίησε τοῖς ὄνοις, καὶ αὐτοὶ ἐνίψαντο τοὺς πόδας αὐτῶν, καὶ ἔφαγον καὶ ἔπιον."],["22","Αὐτοὶ δὲ ἀγαθύνοντες καρδίαν αὐτῶν· καὶ ἰδοὺ ἄνδρες τῆς πόλεως υἱοὶ παρανόμων ἐκύκλωσαν τὴν οἰκίαν, κρούοντες ἐπὶ τὴν θύραν· καὶ εἶπον πρὸς τὸν ἄνδρα τὸν κύριον τοῦ οἴκου τὸν πρεσβύτην, λέγοντες, ἐξένεγκε τὸν ἄνδρα ὅς εἰσῆλθεν εἰς τὴν οἰκίαν σου, ἵνα γνῶμεν αὐτόν."],["23","Καὶ ἐξῆλθε πρὸς αὐτοὺς ὁ ἀνὴρ ὁ κύριος τοῦ οἴκου, καὶ εἶπε, μὴ ἀδελφοί, μὴ κακοποιήσητε δὴ μετὰ τὸ εἰσελθεῖν τὸν ἄνδρα τοῦτον εἰς τὴν οἰκίαν μου, μὴ ποιήσητε τὴν ἀφροσύνην ταύτην."],["24","Ἴδε ἡ θυγάτηρ μου ἡ παρθένος, καὶ ἡ παλλακὴ αὐτοῦ· ἐξάξω αὐτὰς, καὶ ταπεινώσατε αὐτὰς, καὶ ποιήσατε αὐταῖς τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς ὑμῶν, καὶ τῷ ἀνδρὶ τούτῳ μή ποιήσητε τὸ ῥῆμα τῆς ἀφροσύνης ταύτης."],["25","Καὶ οὐκ εὐδόκησαν οἱ ἄνδρες τοῦ εἰσακοῦσαι αὐτοῦ· καὶ ἐπελάβετο ὁ ἀνηρ τῆς παλλακῆς αὐτοῦ, καὶ ἐξήγαγεν αὐτὴν πρὸς αὐτοὺς ἔξω· καὶ ἔγνωσαν αὐτὴν, καὶ ἐνέπαιζον ἐν αὐτῇ ὅλην τὴν νύκτα ἕως τοπρωῒ, καὶ ἐξαπέστειλαν αὐτὴν ὡς ἀνέβη τοπρωΐ."],["26","Καὶ ἦλθεν ἡ γυνὴ πρὸς τὸν ὄρθρον, καὶ ἔπεσε παρὰ τὴν θύραν τοῦ οἴκου οὗ ἦν αὐτῆς ἐκεῖ ὁ ἀνὴρ, ἕως οὗ διέφαυσε."],["27","Καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς τοπρωῒ, καὶ ἤνοιξε τὰς θύρας τοῦ οἴκου, καὶ ἐξῆλθε τοῦ πορευθῆναι τὴν ὁδὸν αὐτοῦ· καὶ ἰδοὺ ἡ γυνὴ αὐτοῦ ἡ παλλακὴ πεπτωκυῖα παρὰ τὰς θύρας τοῦ οἴκου, καὶ αἱ χεῖρες αὐτῆς ἐπὶ τὸ πρόθυρον."],["28","Καὶ εἶπε πρὸς αὐτὴν, ἀνάστα καὶ ἀπέλθωμεν· καὶ οὐκ ἀπεκρίθη, ὅτι ἦν νεκρά· καὶ ἔλαβεν αὐτὴν ἐπὶ τὸν ὄνον, καὶ ἐπορεύθη εἰς τὸν τόπον αὐτοῦ."],["29","Καὶ ἔλαβε τὴν ῥομφαίαν, καὶ ἐκράτησε τὴν παλλακὴν αὐτοῦ· καὶ ἐμέλισεν αὐτὴν εἰς δώδεκα μέλη, καὶ ἀπέστειλεν αὐτὰ ἐν παντὶ ὁρίῳ Ἰσραήλ."],["30","Καὶ ἐγένετο πᾶς ὁ βλέπων ἔλεγεν, οὐκ ἐγένετο καὶ οὐχ ἑὼραται ἀπὸ ἡμέρας ἀναβάσεως υἱῶν Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης ὠς αὐτή· θέσθε ὑμῖν αὐτοῖς βουλὴν ἐπʼ αὐτὴν, καὶ λαλήσατε."]],[["1","Καὶ ἐξῆλθον πάντες οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐξεκκλησιάσθη ἡ συναγωγὴ ὡς ἀνὴρ εἷς ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ, καὶ γῇ τοῦ Γαλαὰδ, πρὸς Κύριον εἰς Μασσηφά."],["2","Καὶ ἐστάθησαν κατὰ πρόσωπον Κυρίου πᾶσαι αἱ φυλαὶ τοῦ Ἰσραὴλ ἐν ἐκκλησίᾳ τοῦ λαοῦ τοῦ Θεοῦ, τετρακόσιαι χιλιάδες ἀνδρῶν πεζῶν ἕλκοντες ῥομφαίαν."],["3","Καὶ ἤκουσαν οἱ υἱοὶ Βενιαμεὶν, ὅτι ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ εἰς Μασσηφά· Καὶ ἐλθόντες εἶπαν οἱ υἱοὶ Ἰσραὴλ, λαλήσατε, ποῦ ἐγένετο ἡ πονηρία αὕτη;"],["4","Καὶ ἀπεκριθη ὁ ἀνὴρ ὁ Λευίτης, ὁ ἀνὴρ τῆς γυναικὸς τῆς φονευθείσης, καὶ εἶπεν, εἰς Γαβαὰ τῆς Βενιαμὶν ἦλθον ἐγὼ καὶ ἡ παλλακή μου τοῦ αὐλισθῆναι,"],["5","καὶ ἀνέστησαν ἐπʼ ἐμὲ οἱ ἄνδρες τῆς Γαβαὰ, καὶ ἐκύκλωσαν ἐπʼ ἐμὲ ἐπὶ τὴν οἰκίαν νυκτός· ἐμὲ ἠθέλησαν φονεῦσαι, καὶ τὴν παλλακήν μου ἐταπείνωσαν, καὶ ἀπέθανε."],["6","Καὶ ἐκράτησα τὴν παλλακήν μου, καὶ ἐμέλισα αὐτὴν, καὶ ἐξαπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας υἱῶν Ἰσραήλ· ὅτι ἐποίησαν ζέμα καὶ ἀπόπτωμα ἐν Ἰσραήλ."],["7","Ἰδοὺ πάντες ὑμεῖς υἱοὶ Ἰσραὴλ, δότε ἑαυτοῖς λόγον καὶ βουλὴν ἐκεῖ."],["8","Καὶ ἀνέστη πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς, λέγοντες, οὐκ ἀπελευσόμεθα ἀνὴρ εἰς σκήνωμα αὐτοῦ, καὶ οὐκ ἐπιστρέψομεν ἀνὴρ εἰς τὸν οἶκον αὐτοῦ."],["9","Καὶ νῦν τοῦτο τὸ ῥῆμα, ὃ ποιηθήσεται τῇ Γαβαᾷ· ἀναβησόμεθα ἐπʼ αὐτὴν ἐν κλήρῳ."],["10","Πλὴν ληψόμεθα δέκα ἄνδρας τοῖς ἑκατὸν εἰς πάσας φυλὰς Ἰσραὴλ, καὶ ἑκατὸν τοῖς χιλίοις, καὶ χιλίους τοῖς μυρίοις, λαβεῖν ἐπισιτισμὸν τοῦ ποιῆσαι ἐλθεῖν αὐτοὺς εἰς Γαβαὰ Βενιαμὶν, ποιῆσαι αὐτῇ κατὰ πᾶν τὸ ἀπόπτωμα, ὃ ἐποίησεν ἐν Ἰσραήλ."],["11","Καὶ συνήχθη πᾶς ἀνὴρ Ἰσραὴλ εἰς τὴν πόλιν ὡς ἀνὴρ εἷς."],["12","Καὶ ἀπέστειλαν αἱ φυλαὶ Ἰσραὴλ ἄνδρας ἐν πάσῃ φυλῇ Βενιαμεὶν, λέγοντες, τίς ἡ πονηρία αὕτη ἡ γενομένη ἐν ὑμῖν;"],["13","Καὶ νῦν δότε τοὺς ἄνδρας υἱοὺς παρανόμων τοὺς ἐν Γαβαὰ, καὶ θανατώσομεν αὐτοὺς, καὶ ἐκκαθαριοῦμεν πονηρίαν ἀπὸ Ἰσραήλ· καὶ οὐκ εὐδόκησαν οἱ υἱοὶ Βενιαμὶν ἀκοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν υἱῶν Ἰσραήλ."],["14","Καὶ συνήχθησαν οἱ υἱοὶ Βενιαμὶν ἀπὸ τῶν πόλεων αὐτῶν εἰς Γαβαὰ ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς Ἰσραήλ."],["15","Καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμὶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ τῶν πόλεων εἰκοσιτρεῖς χιλιάδες ἀνὴρ ἕλκων ῥομφαίαν, ἐκτὸς τῶν οἰκούντων τὴν Γαβαά, οἱ ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες"],["16","ἐκλεκτοὶ ἐκ παντὸς λαοῦ ἀμφοτεροδέξιοι· πάντες οὗτοι σφενδονῆται ἐν λίθοις πρὸς τρίχα, καὶ οὐκ ἐξαμαρτάνοντες."],["17","Καὶ ἀνὴρ Ἰσραὴλ ἐπεσκέπησαν ἐκτὸς τοῦ Βενιαμὶν τετρακόσιαι χιλιάδες ἀνδρῶν ἑλκόντων ῥομφαίαν· πάντες οὗτοι ἄνδρες παρατάξεως."],["18","Καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθὴλ, καὶ ἠρώτησαν ἐν τῷ Θεῷ· καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ, τίς ἀναβήσεται ἡμῖν ἐν ἀρχῇ εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμίν; καὶ εἶπε Κύριος, Ἰούδας ἐν ἀρχῇ ἀναβήσεται ἀφηγούμενος."],["19","Καὶ ἀνέστησαν οἱ υἱοὶ Ἰσραὴλ τοπρωῒ, καὶ παρενέβαλον ἐπὶ Γαβαά."],["20","Καὶ ἐξῆλθον πᾶς ἀνὴρ Ἰσραὴλ εἰς παράταξιν πρὸς Βενιαμὶν, καὶ συνῆψαν αὐτοῖς ἐπὶ Γαβαά."],["21","Καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμὶν ἀπὸ τῆς Γαβαὰ, καὶ διέφθειραν ἐν Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν."],["22","Καὶ ἐνίσχυσαν ἀνῆρ Ἰσραὴλ, καὶ προσέθηκαν συνάψαι παράταξιν ἐν τῷ τόπῳ ὅπου συνῆψαν ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ."],["23","Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἔκλαυσαν ἐνώπιον Κυρίου ἕως ἑσπέρας, καὶ ἠρώτησαν ἐν Κυρίῳ, λέγοντες, εἰ προσθῶμεν ἐγγίσαι εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμὶν ἀδελφοὺς ἡμῶν; καὶ εἶπε Κύριος, ἀνάβητε πρὸς αὐτούς."],["24","Καὶ προσῆλθον οἱ υἱοὶ Ἰσραὴλ πρὸς υἱοὺς Βενιαμὶν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ."],["25","Καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμὶν εἰς συνάντησιν αὐτοὶς ἀπὸ τῆς Γαβαὰ ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, καὶ διέφθειραν ἀπὸ υἱῶν Ἰσραὴλ ἔτι ὀκτωκαίδεκα χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν· πάντες οὗτοι ἕλκοντες ῥομφαίαν."],["26","Καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ καὶ πᾶς ὁ λαὸς, καὶ ἦλθον εἰς Βαιθήλ· καὶ ἔκλαυσαν, καὶ ἐκάθισαν ἐκεῖ ἐνώπιον Κυρίου· καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἕως ἑσπέρας, καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας ἐνώπιον Κυρίου,"],["27","ὅτι ἐκεῖ κιβωτὸς διαθήκης Κυρίου τοῦ Θεοῦ ἐν ταῖς ἡμέραις ἐκείναις,"],["28","καὶ Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ ἐπηρώτησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν Κυρίῳ, λέγοντες, εἰ προσθῶμεν ἔτι ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμὶν ἀδελφοὺς ἡμῶν; καὶ εἶπε Κύριος, ἀνάβητε, αὔριον δώσω αὐτοὺς εἰς χεῖρας ὑμῶν."],["29","Καὶ ἔθηκαν οἱ υἱοῖ Ἰσραὴλ ἔνεδρα τῇ Γαβαὰ κύκλῳ."],["30","Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς υἱοὺς Βενιαμὶν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ συνῆψαν πρὸς τὴν Γαβαὰ ὡς ἅπαξ καὶ ἅπαξ."],["31","Καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμὶν εἰς συνάντησιν τοῦ λαοῦ, καὶ ἐξεκενώθησαν ἐκ τῆς πόλεως, καὶ ἤρξαντο πατάσσειν ἀπὸ τοῦ λαοῦ τραυματίας ὡς ἅπαξ καὶ ἅπαξ ἐν ταῖς ὁδοῖς, ἥ ἐστι μία ἀναβαίνουσα εἰς Βαιθὴλ, καὶ μία εἰς Γαβαὰ ἐν ἀγρῷ, ὡς τριάκοντα ἄνδρας ἐν Ἰσραήλ."],["32","Καὶ εἶπαν οἱ υἱοὶ Βενιαμὶν, πίπτουσιν ἐνώπιον ἡμῶν ὡς τὸ πρῶτον. καὶ οἱ υἱοὶ Ἰσραὴλ εἶπαν, Φύγωμεν, καὶ ἐκκενώσωμεν αὐτοὺς ἀπὸ τῆς πόλεως εἰς τὰς ὁδούς· καὶ ἐποίησαν οὕτω."],["33","Καὶ πᾶς ἀνὴρ ἀνέστη ἐκ τοῦ τόπου αὐτῶν, καὶ συνῆψαν ἐν Βάαλ Θαμάρ· καὶ τὸ ἔνεδρον Ἰσραὴλ ἐπήρχετο ἐκ τοῦ τόπου αὐτοῦ ἀπὸ Μαρααγαβέ."],["34","Καὶ ἦλθον ἐξεναντίας Γαβαὰ δέκα χιλιάδες ἀνδρῶν ἐκλεκτῶν ἐκ παντὸς Ἰσραήλ· καὶ παράταξις βαρεῖα· καὶ αὐτοὶ οὐκ ἔγνωσαν, ὅτι φθάνει ἀπʼ αὐτοὺς ἡ κακία."],["35","Καὶ ἐπάταξε Κύριος τὸν Βενιαμὶν ἐνώπιον υἱῶν Ἰσραήλ· καὶ διέφθειραν οἱ υἱοὶ Ἰσραὴλ ἐκ τοῦ Βενιαμὶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας· πάντες οὗτοι εἷλκον ῥομφαίαν."],["36","Καὶ εἶδον οἱ υἱοὶ Βενιαμὶν ὅτι ἐπλήγησαν· καὶ ἔδωκεν ἀνὴρ Ἰσραὴλ τῷ Βενιαμὶν τόπον, ὅτι ἤλπισαν πρὸς τὸ ἔνεδρον ὃ ἔθηκαν ἐπὶ τῇ Γαβαᾷ."],["37","Καὶ ἐν τῷ αὐτοὺς ὑποχωρῆσαι, καὶ τὸ ἔνεδρον ἐκινήθη· καὶ ἐξέτειναν ἐπὶ τὴν Γαβαὰ, καὶ ἐξεχύθη τὸ ἔνεδρον, καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας."],["38","Καὶ σημεῖον ἦν τοῖς υἱοῖς Ἰσραὴλ μετὰ τοῦ ἐνέδρου τῆς μάχης ἀνενέγκαι αὐτοὺς σύσσημον καπνοῦ ἀπὸ τῆς πόλεως."],["39","Καὶ εἶδον οἱ υἱοὶ Ἰσραὴλ, ὅτι προκατελάβετο τὸ ἔνεδρον τὴν Γαβαὰ, καὶ ἔστησαν ἐν τῇ παρατάξει· καὶ Βενιαμὶν ἤρξατο πατάσσειν τραυματίας ἐν ἀνδράσιν Ἰσραὴλ ὡς τριάκοντα ἄνδρας· ὅτι εἶπαν, πάλιν πτώσει πίπτουσιν ἐνώπιον ἡμῶν ὡς ἡ παράταξις ἡ πρώτη."],["40","Καὶ τὸ σύσσημον ἀνέβη ἐπὶ πλεῖον ἐπὶ τῆς πόλεως ὡς στύλος καπνοῦ· καὶ ἐπέβλεψε Βενιαμὶν ὀπίσω αὐτοῦ, καὶ ἰδοὺ ἀνέβη ἡ συντέλεια τῆς πόλεως ἕως οὐρανοῦ."],["41","Καὶ ἀνὴρ Ἰσραὴλ ἐπέστρεψε· καὶ ἔσπευσαν ἄνδρες Βενιαμὶν, ὅτι εἶδον ὅτι συνήντησεν ἐπʼ αὐτοὺς ἡ πονηρία."],["42","Καὶ ἐπέβλεψαν ἐνώπιον υἱῶν Ἰσραὴλ εἰς τὴς ὁδὸν τῆς ἐρήμου, καὶ ἔφυγον· καὶ ἡ παράταξις ἔφθασεν ἐπʼ αὐτοὺς, καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειρον αὐτοὺς ἐν μέσῳ αὐτῶν."],["43","Καὶ κατέκοπτον τὸν Βενιαμὶν, καὶ ἐδίωξαν αὐτὸν ἀπὸ Νουὰ κατὰ πόδα αὐτοῦ ἕως ἀπέναντι Γαβαὰ πρὸς ἀνατολὰς ἡλίου."],["44","Καὶ ἔπεσον ἀπὸ Βενιαμὶν ὀκτωκαίδεκα χιλιάδες ἀνδρῶν· οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως."],["45","Καὶ ἐπέβλεψαν οἱ λοιποὶ, καὶ ἔφευγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ Ῥέμμών· καὶ ἐκαλαμήσαντο ἐξ αὐτῶν οἱ υἱοὶ Ἰσραὴλ πεντακισχιλίους ἄνδρας· καὶ κατέβησαν ὀπίσω αὐτῶν οἱ υἱοὶ Ἰσραὴλ ἕως Γεδᾶν, καὶ ἐπάταξαν ἐξ αὐτῶν δισχιλίους ἄνδρας."],["46","Καὶ ἐγένοντο πάντες οἱ πεπτωκότες ἀπὸ Βενιαμὶν, εἰκοσιπέντε χιλιάδες ἀνδρῶν ἑλκόντων ῥομφαίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως."],["47","Καὶ ἐπέβλεψαν οἱ λοιποὶ, καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ Ῥεμμὼν ἑξακόσιοι ἄνδρες, καὶ ἐκάθισαν ἐν πέτρᾳ Ῥεμμὼν τέσσαρας μῆνας."],["48","Καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπέστρεψαν πρὸς υἱοὺς Βενιαμὶν, καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας ἀπὸ πόλεως Μεθλὰ καὶ ἕως κτήνους, καὶ ἕως παντὸς τοῦ εὑρισκομένου εἰς πάσας τὰς πόλεις· καὶ τὰς πόλεις τὰς εὑρεθείσας ἐνέπρησαν ἐν πυρί."]],[["1","Καὶ οἱ υἱοὶ Ἰσραὴλ ὤμοσαν ἐν Μασσηφὰθ, λέγοντες, ἀνὴρ ἐξ ἡμῶν οὐ δώσει θυγατέρα αὐτοῦ τῷ Βενιαμὶν εἰς γυναῖκα."],["2","Καὶ ἦλθεν ὁ λαὸς εἰς Βαιθὴλ, καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ Θεοῦ· καὶ ᾖραν φωνὴν αὐτῶν, καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν,"],["3","καὶ εἶπαν, εἰς τί Κύριε Θεὲ Ισραὴλ ἐγενήθη αὕτη, τοῦ ἐπισκεπῆναι σήμερον ἀπὸ Ἰσραὴλ φυλὴν μίαν;"],["4","Καὶ ἐγένετο τῇ ἐπαύριον, καὶ ὤρθρισεν ὁ λαὸς, καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον, καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας."],["5","Καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ, τίς οὐκ ἀνέβη ἐν τῇ ἐκκλησίᾳ ἀπὸ πασῶν φυλῶν Ἰσραὴλ πρὸς Κύριον; ὅτι ὁ ὅρκος μέγας ἦν τοῖς οὐκ ἀναβεβηκόσι πρὸς Κύριον εἰς Μασσηφὰθ, λέγοντες, θανάτῳ θανατωθήσεται."],["6","Καὶ παρεκλήθησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Βενιαμὶν ἀδελφὸν αὐτῶν, καὶ εἶπαν, ἐξεκόπη σήμερον φυλὴ μία ἀπὸ Ἰσραήλ."],["7","Τί ποιήσωμεν αὐτοῖς τοῖς περισσοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας; καὶ ἡμεῖς ὠμόσαμεν ἐν Κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας."],["8","Καὶ εἶπαν, τίς εἷς ἀπὸ φυλῶν Ἰσραὴλ, ὃς οὐκ ἀνέβη πρὸς Κύριον εἰς Μασσηφάθ; Καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ Ἰαβεῖς Γαλαὰδ εἰς τὴν ἐκκλησίαν."],["9","Καὶ ἐπεσκέπη ὁ λαὸς, καὶ οὐκ ἦν ἐκεῖ ἀνὴρ ἀπὸ οἰκούντων Ἰαβὶς Γαλαάδ."],["10","Καὶ ἀπέστειλεν ἐκεῖ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ υἱῶν τῆς δυνάμεως, καὶ ἐνετείλαντο αὐτοῖς λέγοντες, πορεύεσθε καὶ πατάξατε τοὺς οἰκοῦντας Ἰαβεῖς Γαλαὰδ ἐν στόματι ῥομφαίας."],["11","Καὶ τοῦτο ποιήσετε· πᾶν ἄρσεν καὶ πᾶσαν γυναῖκα εἰδυῖαν κοίτην ἄρσενος, ἀναθεματιεῖτε· τὰς δὲ παρθένους, περιποιήσεσθε· καὶ ἐποίησαν οὕτως."],["12","Καὶ εὗρον ἀπὸ οἰκούντων Ἰαβεῖς Γαλαὰδ, τετρακοσίας νεάνιδας παρθένους, αἵτινες οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος, καὶ ἤνεγκαν αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλὼμ τὴν ἐν γῇ Χαναάν."],["13","Καὶ ἀπέστειλαν πᾶσα ἡ συναγωγὴ, καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Βενιαμεὶν ἐν τῇ πέτρᾳ Ῥεμμὼν, καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην."],["14","Καὶ ἐπέστρεψε Βενιαμὶν πρὸς τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἔδωκαν αὐτοῖς οἱ υἱοὶ Ἰσραὴλ τὰς γυναῖκας ἃς ἐζωοποίησαν ἀπὸ τῶν θυγατέρων Ἰαβὶς Γαλαάδ· καὶ ἤρεσεν αὐτοῖς οὕτω."],["15","Καὶ ὁ λαὸς παρεκλήθη ἐπὶ τῷ Βενιαμὶν, ὅτι ἐποίησε Κύριος διακοπὴν ἐν ταῖς φυλαῖς Ἰσραήλ."],["16","Καὶ εἶπον οἱ πρεσβύτεροι τῆς συναγωγῆς, τί ποιήσωμεν τοῖς περισσοῖς εἰς γυναῖκας; ὅτι ἠφανίσθη ἀπὸ Βενιαμὶν γυνή."],["17","Καὶ εἶπαν, κληρονομία διασωζομένων τῶν Βενιαμίν· καὶ οὐκ ἐξαλειφθήσεται φυλὴ ἀπὸ Ἰσραὴλ,"],["18","ὅτι ἡμεῖς οὐ δυνησόμεθα δοῦναι αὐτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων ἡμῶν, ὅτι ὠμόσαμεν ἐν υἱοῖς Ἰσραὴλ, λέγοντες, ἐπικατάρατος ὁ διδοὺς γυναῖκα τῷ Βενιαμίν."],["19","Καὶ εἶπαν, ἰδοὺ δὴ ἑορτὴ Κυρίου ἐν Σηλὼμ ἀφʼ ἡμερῶν εἰς ἡμέρας, ἥ ἐστιν ἀπὸ Βοῤῥᾶ τῆς Βαιθὴλ, κατʼ ἀνατολὰς ἡλίου ἐπὶ τῆς ὁδοῦ τῆς ἀναβαινούσης ἀπὸ Βαιθὴλ εἰς Συχὲμ, καὶ ἀπὸ Νότου τῆς Λεβωνᾶ."],["20","Καὶ ἐνετείλαντο τοῖς υἱοῖς Βενιαμεὶν, λέγοντες, πορεύεσθε καὶ ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσι,"],["21","καὶ ὄψεσθε, καὶ ἰδοὺ, ἐὰν ἐξέλθωσιν αἱ θυγατέρες τῶν οἰκούντων Σηλὼ χορεύειν ἐν τοῖς χοροῖς, καὶ ἐξελεύσεσθε ἐκ τῶν ἀμπελώνων, καὶ ἁρπάσατε αὑτοῖς ἀνὴρ γυναῖκα ἀπὸ τῶν θυγατέρων Σηλὼμ, καὶ πορεύεσθε εἰς γῆν Βενιαμίν."],["22","Καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ἡμᾶς, καὶ ἐροῦμεν αὐτοῖς, ἔλεος ποιήσατε ἡμῖν αὐτὰς, ὅτι οὐκ ἐλάβομεν ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῇ παρατάξει, ὅτι οὐχ ὑμεῖς ἐδώκατε αὐτοῖς, ὡς κλῆρος πλημμελήσατε."],["23","Καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμίν· καὶ ἔλαβον γυναῖκας εἰς ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν ὧν ἥρπασαν· καὶ ἐπορεύθησαν, καὶ ὑπέστρεψαν εἰς τὴν κληρονομίαν αὐτῶν· καὶ ᾠκοδόμησαν τὰς πόλεις, καὶ ἐκάθισαν ἐν αὐταῖς."],["24","Καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὴρ εἰς φυλὴν αὐτοῦ καὶ εἰς συγγένειαν αὐτοῦ· καὶ ἐξῆλθον ἐκεῖθεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ."],["25","Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ· ἀνὴρ τὸ εὐθὲς ἐνώπιον αὐτοῦ ἐποίει."]]] \ No newline at end of file diff --git a/lines/judith.json b/lines/judith.json new file mode 100644 index 0000000000000000000000000000000000000000..22b3456f91ac8edf7c6a65d212868b236f6b7c89 --- /dev/null +++ b/lines/judith.json @@ -0,0 +1 @@ +[[["1","ἝΤΟΥΣ δωδεκάτου τῆς βασιλείας Ναβουχοδονόσορ, ὃς ἐβασίλευσεν Ἀσσυρίων ἐν Νινευὴ τῇ πόλει τῇ μεγάλῃ, ἐν ταῖς ἡμέραις Ἀρφαξὰδ,"],["2","ὃς ἐβασίλευσε Μήδων ἐν Ἐκβατάνοις, καὶ ᾠκοδόμησεν ἐπʼ Ἐκβατάνων, καὶ κύκλῳ τείχη ἐκ λίθων λελαξευμένων, εἰς πλάτος πηχῶν τριῶν, καὶ εἰς μῆκος πηχῶν ἓξ, καὶ ἐποίησε τὸ ὕψος τοῦ τείχους πηχῶν ἑβδομήκοντα, καὶ τὸ πλάτος αὐτοῦ πηχῶν πεντήκοντα,"],["3","καὶ τοὺς πύργους αὐτοῦ ἔστησεν ἐπὶ ταῖς πύλαις αὐτῆς πηχῶν ἑκατὸν, καὶ τὸ πλάτος αὐτῆς ἐθεμελίωσεν εἰς πήχεις ἑξήκοντα."],["4","Καὶ ἐποίησε τὰς πύλας αὐτῆς πύλας διεγειρομένας εἰς ὕψος πηχῶν ἑβδομήκοντα, καὶ τὸ πλάτος αὐτῶν πήχεις τεσσράκοντα εἰς ἐξόδους δυνάμεων δυνατῶν αὐτοῦ, καὶ διατάξεις τῶν πεζῶν αὐτοῦ."],["5","Καὶ ἐποίησε πόλεμον ἐν ταῖς ἡμέραις ἐκείναις ὁ βασιλεὺς Ναβουχοδονόσορ πρὸς βασιλέα Ἀρφαξὰδ ἐν τῷ πεδίῳ τῷ μεγάλῳ, τοῦτό ἐστιν ἐν τοῖς ὁρίοις Ῥαγαῦ."],["6","Καὶ συνήντησαν πρὸς αὐτὸν πάντες οἱ κατοικοῦντες τὴν ὀρεινὴν, καὶ πάντες οἱ κατοικοῦντες τὸν Εὐφράτην, καὶ τὸν Τίγριν, καὶ τὸν Ὑδάσπην, καὶ πεδίῳ Εἰριὼχ ὁ βασιλεὺς Ἐλυμαίων· καὶ συνῆλθον ἔθνη πολλὰ σφόδρα εἰς παράταξιν υἱῶν Χελεούλ."],["7","Καὶ ἀπέστειλε Ναβουχοδονόσορ ὁ βασιλεὺς Ἀσσυρίων ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν Περσίδα, καὶ ἐπὶ πάντας τοὺς κατοικοῦντας πρὸς δυσμαῖς, τοὺς κατοικοῦντας Κιλικίαν καὶ Δαμασκὸν, τὸν Λίβανον καὶ Ἀντιλίβανον, καὶ πάντας τοὺς κατοικοῦντας κατὰ πρόσωπον παραλίας,"],["8","καὶ τοὺς ἐν τοῖς ἔθνεσι τοῦ Καρμήλου, καὶ Γαλαὰδ, καὶ τὴν ἄνω Γαλιλαίαν, καὶ τὸ μέγα πεδίον Ἐσδρηλὼμ,"],["9","καὶ πάντας τοὺς ἐν Σαμαρείᾳ καὶ ταῖς πόλεσιν αὐτῆς, καὶ πέραν τοῦ Ἰορδάνου ἕως Ἱερουσαλὴμ, καὶ Βετὰνη, καὶ Χελλοὺς, καὶ Κάδης, καὶ τοῦ ποταμοῦ Αἰγύπτου, καὶ Ταφνὰς, καὶ Ῥαμεσσὴ,"],["10","καὶ πᾶσαν γῆν Γεσὲμ ἕως τοῦ ἐλθεῖν ἐπάνω Τάνεως καὶ Μέμφεως, καὶ πάντας τοὺς κατοικοῦντας τὴν Αἴγυπτον ἕως τοῦ ἐλθεῖν ἐπὶ τὰ ὅρια τῆς Αἰθιοπίας."],["11","Καὶ ἐφαύλισαν πάντες οἱ κατοικοῦντες πᾶσαν τὴν γῆν τὸ ῥῆμα Ναβουχοδονὸσορ τοῦ βασιλέως Ἀσσυρίων, καὶ οὐ συνῆλθον αὐτῷ εἰς τὸν πόλεμον, ὅτι οὐκ ἐφοβήθησαν αὐτὸν, ἀλλ ἦν ἐναντίον αὐτῶν ὡς ἀνὴρ ἶσος· καὶ ἀνέστρεψαν τοὺς ἀγγέλους αὐτοῦ κενοὺς ἐν ἀτιμίᾳ πρὸ προσώπου αὐτῶν."],["12","Καὶ ἐθυμώθη Ναβουχοδονόσορ ἐπὶ πᾶσαν τὴν γῆν ταύτην σφόδρα, καὶ ὤμοσε κατὰ τοῦ θρόνου καὶ τῆς βασιλείας αὐτοῦ, εἰ μὴν ἐκδικήσειν πάντα τὰ ὅρια τῆς Κιλικίας καὶ Δαμασκηνῆς καὶ Συρίας, ἀνελεῖν τῇ ῥομφαίᾳ αὐτοῦ καὶ πάντας τοὺς κατοικοῦντας ἐν γῇ Μωὰβ, καὶ τοὺς υἱοὺς Ἀμμὼν, καὶ πᾶσαν τὴν Ἰουδαίαν, καὶ πάντας τοὺς ἐν Αἰγύπτῳ ἕως τοῦ ἐλθεῖν ἐπὶ τὰ ὅρια τῶν δύο θαλασσῶν."],["13","Καὶ παρετάξατο ἐν τῇ δυνάμει αὐτοῦ πρὸς Ἀρφαξὰδ βασιλέα ἐν τῷ ἔτει τῷ ἑπτακαιδεκάτῳ, καὶ ἐκραταιώθη ἐν τῷ πολέμῳ αὐτοῦ, καὶ ἀνέστρεψε πᾶσαν τὴν δύναμιν Ἀρφαξὰδ, καὶ πᾶσαν τὴν ἵππον αὐτοῦ, καὶ πάντα τὰ ἅρματα αὐτοῦ,"],["14","καὶ ἐκυρίευσε τῶν πόλεων αὐτοῦ· καὶ ἀφίκετο ἕως Ἐκβατάνων, καὶ ἐκράτησε τῶν πύργων, καὶ ἐπρονόμευσε τὰς πλατείας αὐτῆς, καὶ τὸν κόσμον αὐτῆς ἔθηκεν εἰς ὄνειδος αὐτης·"],["15","Καὶ ἔλαβε τὸν Ἀρφαξὰδ ἐν τοῖς ὄρεσι Ῥαγαῦ, καὶ κατηκόντισεν αὐτὸν ἐν ταῖς ζιβύναις αὐτοῦ, καὶ ἐξωλόθρευσεν αὐτὸν ἕως τῆς ἡμέρας ἐκείνης."],["16","Καὶ ἀνέστρεψε μετʼ αὐτῶν αὐτὸς καὶ πᾶς ὁ σύμμικτος αὐτοῦ, πλῆθος ἀνδρῶν πολεμιστῶν πολὺ σφόδρα· καὶ ἦν ἐκεῖ ῥαθυμῶν καὶ εὐωχούμενος αὐτὸς καὶ ἡ δυνάμις αὐτοῦ ἐφʼ ἡμέρας ἑκατὸν εἴκοσι."]],[["1","Καὶ ἐν τῷ ἔτει τῷ ὀκτωκαιδεκάτῳ, δευτέρᾳ καὶ εἰκάδι τοῦ πρώτου μηνὸς, ἐγένετο λόγος ἐν οἴκῳ Ναβουχοδονόσορ βασιλέως Ἀσσυρίων, ἐκδικῆσαι πᾶσαν τὴν γῆν καθὼς ἐλάλησε."],["2","Καὶ συνεκάλεσε πάντας τοὺς θεράποντας αὐτοῦ, καὶ πάντας τοὺς μεγιστᾶνας αὐτοῦ, καὶ ἔθετο μετʼ αὐτῶν τὸ μυστήριον τῆς βουλῆς αὐτοῦ· καὶ συνετέλεσε πᾶσαν τὴν κακίαν τῆς γῆς ἐκ τοῦ στόματος αὐτοῦ·"],["3","καὶ αὐτοὶ ἔκριναν ὀλοθρεῦσαι πᾶσαν σάρκα, οἳ οὐκ ἠκολούθησαν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ."],["4","Καὶ ἐγένετο ὡς συνετέλεσε τὴν βουλὴν αὐτοῦ, ἐκάλεσε Ναβουχοδονόσορ βασιλεὺς Ἀσσυρίων τὸν Ὀλοφέρνην ἀρχιστράτηγον τῆς δυνάμεως αὐτοῦ, δεύτερον ὄντα μετʼ αὐτὸν, καὶ εἶπε πρὸς αὐτὸν,"],["5","τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, ὁ κύριος πάσης τῆς γῆς, ἰδοὺ σὺ ἐξελεύσῃ ἐκ τοῦ προσώπου μου, καὶ λήψῃ μετὰ σεαυτοῦ ἄνδρας πεποιθότας ἐν ἰσχύϊ αὐτῶν, πεζῶν εἰς χιλιάδας ἑκατὸν εἴκοσι, καὶ πλῆθος ἵππων σὺν ἀναβάταις μυριάδων δεκαδύο,"],["6","καὶ ἐξελεύσῃ εἰς συνάντησιν πάσῃ τῇ γῇ ἐπὶ δυσμὰς, ὅτι ἠπείθησαν τῷ ῥήματι τοῦ στόματός μου·"],["7","καὶ ἀπαγγελεῖς αὐτοῖς ἑτοιμάζειν γῆν καὶ ὕδωρ, ὅτι ἐξελεύσομαι ἐν θυμῷ μου ἐπʼ αὐτοὺς, καὶ καλύψω πᾶν τὸ πρόσωπον τῆς γῆς ἐν τοῖς ποσὶ τῆς δυνάμεώς μου· καὶ δώσω αὐτοὺς εἰς διαρπαγὴν αὐτοῖς,"],["8","καὶ οἱ τραυματίαι αὐτῶν πληρώσουσι τὰς φάραγγας καὶ τοὺς χειμάῤῥους αὐτῶν, καὶ ποταμὸς ἐπικλύζων τοῖς νεκροῖς αὐτῶν πληρωθήσεται·"],["9","καὶ ἄξω τὴν αἰχμαλωσίαν αὐτῶν ἐπὶ τὰ ἄκρα πάσης τῆς γῆς."],["10","Σὺ δὲ ἐξελθὼν προκαταλήψῃ μοι πᾶν ὅριον αὐτῶν, καὶ ἐκδώσουσί σοι ἑαυτοὺς, καὶ διατηρήσεις ἐμοὶ αὐτοὺς εἰς ἡμέραν ἐλεγμοῦ αὐτῶν."],["11","Ἐπὶ δὲ τοὺς ἀπειθοῦντας οὐ φείσεται ὁ ὀφθαλμός σου, δοῦναι αὐτοὺς εἰς φόνον καὶ ἁρπαγὴν ἐν πάσῃ τῇ γῇ σου."],["12","Ὅτι ζῶν ἐγὼ, καὶ τὸ κράτος τῆς βασιλείας μου, λελάληκα, καὶ ποιήσω ταῦτα ἐν χειρί μου."],["13","Καὶ σὺ δὲ οὐ παραβήσῃ ἕν τι τῶν ῥημάτων τοῦ κυρίου σου, ἀλλʼ ἐπιτελῶν ἐπιτελέσεις, καθότι προστέταχά σοι, καὶ οὐ μακρυνεῖς τοῦ ποιῆσαι αὐτά."],["14","Καὶ ἐξῆλθεν Ὀλοφέρνης ἀπὸ προσώπου τοῦ κυρίου αὐτοῦ, καὶ ἐκάλεσε πάντας τοὺς δυνάστας, καὶ τοὺς στρατηγοὺς, καὶ ἐπιστάτας τῆς δυνάμεως Ἀσσοὺρ,"],["15","καὶ ἠρίθμησεν ἐκλεκτοὺς ἄνδρας εἰς παράταξιν, καθότι ἐκέλευσεν αὐτῷ ὁ κύριος αὐτοῦ, εἰς μυριάδας δεκαδύο, καὶ ἱππεῖς τοξότας μυρίους δισχιλίους,"],["16","καὶ διέταξεν αὐτοὺς ὃν τρόπον πολέμου πλῆθος συντάσσεται."],["17","Καὶ ἔλαβε καμήλους καὶ ὄνους καὶ ἡμιόνους εἰς τὴν ἀπαρτίαν αὐτῶν, πλῆθος πολὺ σφόδρα, καὶ πρόβατα καὶ βόας καὶ αἶγας εἰς τὴν παρασκευὴν αὐτῶν, ὧν οὐκ ἦν ἀριθμός,"],["18","καὶ ἐπισιτισμὸν παντὶ ἀνδρὶ εἰς πλῆθος, καὶ χρυσίον καὶ ἀργύριον ἐξ οἴκου βασιλέως πολὺ σφόδρα."],["19","Καὶ ἐξῆλθεν αὐτὸς καὶ πᾶσα ἡ δύναμις αὐτοῦ εἰς πορείαν τοῦ προελθεῖν βασιλέως Ναβουχοδονόσορ, καὶ καλύψαι πᾶν τὸ πρόσωπον τῆς γῆς πρὸς δυσμαῖς ἐν ἅρμασι καὶ ἱππεῦσι καὶ πεζοῖς ἐπιλέκτοις αὐτῶν."],["20","Καὶ πολὺς ὁ ἐπίμικτος ὡς ἀκρὶς τυνεξῆλθον αὐτοῖς, καὶ ὡς ἡ ἄμμος τῆς γῇς· οὐ γὰρ ἦν ἀριθμὸς ἀπὸ πλήθους αὐτῶν."],["21","Καὶ ἀπῆλθον ἐκ Νινευὴ ὁδὸν τριῶν ἡμερῶν ἐπὶ πρόσωπον τοῦ πεδίου Βαικτιλαὶθ, καὶ ἐπεστρατοπέδευσεν ἀπὸ Βαικτιλαὶθ πλησίον τοῦ ὄρους τοῦ ἐπʼ ἀριστερᾷ τῆς ἄνω Κιλικίας."],["22","Καὶ ἔλαβε πᾶσαν τὴν δύναμιν αὐτοῦ, τοὺς πεζοὺς, καὶ τοὺς ἱππεῖς, καὶ τὰ ἅρματα αὐτοῦ, καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν ὀρεινήν."],["23","Καὶ διέκοψε τὸ Φοὺδ καὶ Λοὺδ, καὶ ἐπρονόμευσαν πάντας υἱοὺς Ῥασσὶς, καὶ υἱοὺς Ἰσμαὴλ τοὺς κατὰ πρόσωπον τῆς ἐρήμου πρὸς Νότον τῆς Χελλαίων."],["24","Καὶ παρῆλθε τὸν Εὐφράτην, καὶ διῆλθε τὴν Μεσοποταμίαν, καὶ διέσκαψε πάσας τὰς πόλεις τὰς ὑψηλὰς τὰς ἐπὶ τοῦ χειμαῤῥοῦ Ἀβρωνᾶ ἕως τοῦ ἐλθεῖν ἐπὶ θάλασσαν."],["25","Καὶ κατελάβετο τὰ ὅρια τῆς Κιλίκιας, καὶ κατέκοψε πάντας τοὺς ἀντιστάντας αὐτῷ· καὶ ἦλθεν ἕως ὁρίων Ἰάφεθ, τὰ πρὸς Νότον κατὰ πρόσωπον τῆς Ἀραβίας."],["26","Καὶ ἐκύκλωσε πάντας τοὺς υἱοὺς Μαδιὰν, καὶ ἐνέπρησε τὰ σκηνώματα αὐτῶν, καὶ ἐπρονόμευσε τὰς μάνδρας αὐτῶν."],["27","Καὶ κατέβη εἰς πεδίον Δαμασκοῦ ἐν ἡμέραις θερισμοῦ πυρῶν, καὶ ἐνέπρησε πάντας τοὺς ἀγροὺς αὐτῶν· καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια ἔδωκεν εἰς ἀφανισμὸν, καὶ τὰς πόλεις αὐτῶν ἐσκύλευσε, καὶ τὰ πεδία αὐτῶν ἐξελίκμησε, καὶ ἐπάταξε πάντας τοὺς νεανίσκους αὐτῶν ἐν στόματι ῥομφαίας."],["28","Καὶ ἐπέπεσεν ὁ φόβος καὶ ὁ τρόμος αὐτοῦ ἐπὶ τοὺς κατοικοῦντας τὴν παραλίαν, τοὺς ὄντας ἐν Σιδῶνι καὶ Τύρῳ, καὶ τοὺς κατοικοῦντας Σοὺρ, καὶ Ὀκινὰ, καὶ πάντας τοὺς κατοικοῦντας Ἱεμναάν· καὶ οἱ κατοικοῦντες ἐν Ἀζώτῳ καὶ Ἀσκάλωνι ἐφοβήθησαν αὐτὸν σφόδρα."]],[["1","Καὶ ἀπέστειλαν πρὸς αὐτὸν ἀγγέλους λόγοις εἰρηνικοῖς, λέγοντες,"],["2","ἰδοὺ ἡμεῖς οἱ παῖδες Ναβουχοδονόσορ βασιλέως μεγάλου παρακείμεθα ἐνώπιόν σου, χρῆσαι ἡμῖν καθὼς ἀρεστόν ἐστι τῷ προσώπῳ σου."],["3","Ἰδοὺ αἱ ἐπαύλεις ἡμῶν, καὶ πᾶν πεδίον πυρῶν, καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια, καὶ πᾶσαι αἱ μάνδραι τῶν σκηνῶν ἡμῶν παράκεινται πρὸ προσώπου σου· χρῆσαι καθʼ ὃ ἂν ἀρέσκῃ σοι."],["4","Ἰδοὺ καὶ αἱ πόλεις ἡμῶν, καὶ οἱ κατοικοῦντες ἐν αὐταῖς δοῦλοί σου εἰσίν· ἐλθὼν ἀπάντησον αὐταῖς ὡς ἔστιν ἀγαθὸν ἐν ὀφθαλμοῖς σου."],["5","Καὶ παρεγένοντο οἱ ἄνδρες πρὸς Ὀλοφέρνην, καὶ ἀπήγγειλαν αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα."],["6","Καὶ κατέβη ἐπὶ τὴν παραλίαν αὐτὸς καὶ ἡ δύναμις αὐτοῦ, καὶ ἐφρούρησε τὰς πόλεις τὰς ὑψηλάς· καὶ ἔλαβεν ἐξ αὐτῶν εἰς συμμαχίαν ἄνδρας ἐπιλέκτους."],["7","Καὶ ἐδέξαντο αὐτὸν αὐτοὶ, καὶ πᾶσα ἡ περίχωρος αὐτῶν μετὰ στεφάνων καὶ χορῶν καὶ τυμπάνων."],["8","Καὶ κατέσκαψε πάντα τὰ ὅρια αὐτῶν, καὶ τὰ ἄλση αὐτῶν ἐξέκοψε· καὶ ἦν δεδογμένον αὐτῷ ἐξολοθρεῦσαι πάντας τοὺς θεοὺς τῆς γῆς, ὅπως αὐτῷ μόνῳ τῷ Ναβουχοδονόσορ λατρεύσωσι πάντα τὰ ἔθνη, καὶ πᾶσαι αἱ γλῶσσαι καὶ πᾶσαι αἱ φυλαὶ αὐτῶν ἐπικαλέσωνται αὐτὸν εἰς θεόν."],["9","Καὶ ἦλθε κατὰ πρόσωπον Ἐσδρηλὼν πλησίον τῆς Δωταίας, ἥ ἐστιν ἀπέναντι τοῦ πρίονος τοῦ μεγάλου τῆς Ἰουδαίας."],["10","Καὶ κατεστρατοπέδευσεν ἀναμέσον Γαιβαὶ καὶ Σκυθῶν πόλεως, καὶ ἦν ἐκεῖ μῆνα ἡμερῶν εἰς τὸ συλλέξαι πᾶσαν τὴν ἀπαρτίαν τῆς δυνάμεως αὐτοῦ."]],[["1","Καὶ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ οἱ κατοικοῦντες ἐν τῇ Ἰουδαίᾳ πάντα ὅσα ἐποίησεν Ὀλοφέρνης τοῖς ἔθνεσιν, ὁ ἀρχιστράτηγος Ναβουχοδονόσορ βασιλέως Ἀσσυρίων, καὶ ὃν τρόπον ἐσκύλευσε πάντα τὰ ἱερὰ αὐτῶν, καὶ ἔδωκεν αὐτὰ εἰς ἀφανισμὸν,"],["2","καὶ ἐφοβήθησαν σφόδρα σφόδρα ἀπὸ προσώπου αὐτοῦ, καὶ περὶ Ἱερουσαλὴμ καὶ τοῦ ναοῦ Κυρίου Θεοῦ αὐτῶν ἐταράχθησαν·"],["3","ὅτι προσφάτως ἦσαν ἀναβεβηκότες ἐκ τῆς αἰχμαλωσίας, καὶ νεωστὶ πᾶς ὁ λαὸς συνελέλεκτο τῆς Ἰουδαίας, καὶ τὰ σκεύη, καὶ τὸ θυσιαστήριον, καὶ ὁ οἶκος, ἐκ τῆς βεβηλώσεως ἡγιασμένα ἦν,"],["4","καὶ ἀπέστειλαν εἰς πᾶν ὅριον Σαμαρείας, καὶ Κωνὰς, καὶ Βαιθωρὼν, καὶ Βελμὲν, καὶ Ἱεριχὼ, καὶ εἰς Χωβὰ, καὶ Αἰσωρὰ, καὶ τὸν αὐλῶνα Σαλὴμ,"],["5","καὶ προκατελάβοντο πάσας τὰς κορυφὰς τῶν ὀρέων τῶν ὑψηλῶν, καὶ ἐτειχίσαντο τὰς ἐν αὐτοῖς κώμας, καὶ παρέθεντο εἰς ἐπισιτισμον εἰς παρασκευὴν πολέμου, ὅτι προσφάτως ἦν τὰ πεδία αὐτῶν τεθερισμένα."],["6","Καὶ ἔγραψεν Ἰωακὶμ ὁ ἱερεὺς ὁ μέγας, ὃς ἦν ἐν ταῖς ἡμέραις ἐκείναις ἐν Ἱερουσαλὴμ, τοῖς κατοικοῦσι Βετυλούα, καὶ Βετομεσθαὶμ, ἥ ἐστιν ἀπέναντι Ἐσδρηλὼν, κατὰ πρόσωπον τοῦ πεδίου τοῦ πλησίον Δωθαῒμ,"],["7","λέγων, διακατασχεῖν τὰς ἀναβάσεις τῆς ὀρεινῆς, ὅτι διʼ αὐτῶν ἦν ἡ εἴσοδος εἰς τὴν Ἰουδαίαν· καὶ ἦν εὐχερῶς διακωλύσαι αὐτοὺς προσβαίνοντας, στενῆς τῆς προσβάσεως οὔσης, ἐπʼ ἄνδρας τοὺς πάντας δύο."],["8","Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ καθὰ συνέταξεν αὐτοῖς Ἰωακὶμ ὁ ἱερεὺς ὁ μέγας, καὶ ἡ γερουσία παντὸς δήμου Ἰσραὴλ, οἳ ἐκάθηντο ἐν Ἱερουσαλήμ."],["9","Καὶ ἀνεβόησαν πᾶς ἀνὴρ Ἰσραὴλ πρὸς τὸν Θεὸν ἐν ἐκτενίᾳ μεγάλῃ, καὶ ἐταπεινοῦσαν τὰς ψυχὰς αὐτῶν ἐν ἐκτενίᾳ μεγάλῃ,"],["10","αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν, καὶ τὰ νήπια αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν· καὶ πᾶς πάροικος ἢ μισθωτὸς, καὶ ἀργυρώνητος αὐτῶν, ἐπέθεντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν."],["11","Καὶ πᾶς ἀνὴρ Ἰσραὴλ καὶ γυνὴ, τὰ παιδία, καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ ἔπεσον κατὰ πρόσωπον τοῦ ναοῦ, καὶ ἐσποδώσαντο τὰς κεφαλὰς αὐτῶν, καὶ ἐξέτειναν τοὺς σάκκους αὐτῶν κατὰ πρόσωπον Κυρίου· καὶ τὸ θυσιαστήριον σάκκῳ περιέβαλον,"],["12","καὶ ἐβόησαν πρὸς τὸν Θεὸν Ἰσραὴλ ὁμοθυμαδὸν ἐκτενῶς, τοῦ μὴ δοῦναι εἰς διαρπαγὴν τὰ νήπια αὐτῶν, καὶ τὰς γυναῖκας εἰς προνομὴν, καὶ τὰς πόλεις τῆς κληρονομίας αὐτῶν εἰς ἀφανισμὸν, καὶ τὰ ἅγια εἰς βεβήλωσιν καὶ ὀνειδισμὸν, ἐπίχαρμα τοῖς ἔθνεσι."],["13","Καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς αὐτῶν, καὶ εἰσεῖδε τὴν θλίψιν αὐτῶν· καὶ ἦν ὁ λαὸς νηστεύων ἡμέρας πλείους ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλὴμ, κατὰ πρόσωπον τῶν ἁγίων Κυρίου παντοκράτορος."],["14","Καὶ Ἰωακὶμ ὁ ἱερεὺς ὁ μέγας, καὶ πάντες οἱ παρεστηκότες ἐνώπιον Κυρίου, ἱερεῖς καὶ οἱ λειτουργοῦντες Κυρίῳ, σάκκους περιεζωσμένοι τὰς ὀσφύας αὐτῶν, προσέφερον τὴν ὁλοκαύτωσιν τοῦ ἐνδελεχισμοῦ, καὶ τὰς εὐχὰς, καὶ τὰ ἑκουσία δόματα τοῦ λαοῦ,"],["15","καὶ ἦν σποδὸς ἐπὶ τὰς κιδάρεις αὐτῶν, καὶ ἐβόων πρὸς Κύριον ἐκ πάσης δυνάμεως εἰς ἀγαθὸν ἐπισκέψασθαι πάντα οἶκον Ἰσραήλ."]],[["1","Καὶ ἀνηγγέλλη Ὀλοφέρνῃ ἀρχιστρατήγῳ δυνάμεως Ἀσσοὺρ, διότι οἱ υἱοὶ Ἰσραὴλ παρεσκευάσαντο εἰς πόλεμον, καὶ τὰς διόδους τῆς ὀρεινῆς συνέκλεισαν, καὶ ἐτείχισαν πᾶσαν κορυφὴν ὄρους ὑψηλοῦ, καὶ ἔθηκαν ἐν τοῖς πεδίοις σκάνδαλα."],["2","Καὶ ὠργίσθη θυμῷ σφόδρα, καὶ ἐκάλεσε πάντας τοὺς ἄρχοντας Μωὰβ, καὶ τοὺς στρατηγοὺς Ἀμμὼν, καὶ πάντας σατράπας τῆς παραλίας,"],["3","καὶ εἶπεν αὐτοῖς, ἀναγγείλατε δή μοι, υἱοὶ Χαναὰν, τίς ὁ λαὸς οὗτος ὁ καθήμενος ἐν τῇ ὀρεινῇ, καὶ τίνες ἃς κατοικοῦσι πόλεις; καὶ τὸ πλῆθος τῆς δυνάμεως αὐτῶν, καὶ ἐν τίνι τὸ κράτος αὐτῶν, καὶ ἡ ἰσχὺς αὐτῶν, καὶ τίς ἀνέστηκεν ἐπʼ αὐτῶν βασιλεὺς ἡγούμενος στρατηγίας αὐτῶν;"],["4","Καὶ διὰ τί κατενωτίσαντο τοῦ μὴ ἐλθεῖν εἰς ἀπάντησίν μοι παρὰ πάντας τοὺς κατοικοῦντας ἐν δυσμαῖς;"],["5","Καὶ εἶπε πρὸς αὐτὸν Ἀχιὼρ ὁ ἡγούμενος πάντων υἱῶν Ἀμμὼν, ἀκουσάτω δὴ ὁ κύριός μου λόγον ἐκ στόματος τοῦ δούλου σου, καὶ ἀναγγελῶ σοι τὴν ἀλήθειαν περὶ τοῦ λαοῦ, ὃς κατοικεῖ τὴν ὀρεινὴν ταύτην, πλησίον σοι οἰκοῦντος, καὶ οὐκ ἐξελεύσεται ψεῦδος ἐκ τοῦ στόματος τοῦ δούλου σου."],["6","Ὁ λαὸς οὗτός εἰσιν ἀπογόνοι Χαλδαίων,"],["7","καὶ παρῴκησαν τὸ πρότερον ἐν τῇ Μεσοποταμίᾳ, ὅτι οὐκ ἐβουλήθησαν ἀκολουθῆσαι τοῖς θεοῖς τῶν πατέρων αὐτῶν, οἳ ἐγένοντο ἐν γῇ Χαλδαίων·"],["8","καὶ ἐξέβησαν ἐξ ὁδοῦ τῶν γονέων αὐτῶν, καὶ προσεκύνησαν τῷ Θεῷ τοῦ οὐρανοῦ, Θεῷ ᾧ ἐπέγνωσαν· καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ προσώπου τῶν θεῶν αὐτῶν, καὶ ἔφυγον εἰς Μεσοποταμίαν, καὶ παρῴκησαν ἐκεῖ ἡμέρας πολλάς."],["9","Καὶ εἶπεν ὁ Θεὸς αὐτῶν ἐξελθεῖν ἐκ τῆς παροικίας αὐτῶν, καὶ πορευθῆναι εἰς γῆν Χαναάν· καὶ κατῴκησαν ἐκεῖ, καὶ ἐπληθύνθησαν χρυσίῳ καὶ ἀργυρίῳ καὶ ἐν κτήνεσι πολλοῖς σφόδρα."],["10","Καὶ κατέβησαν εἰς Αἴγυπτον, ἐκάλυψε γὰρ τὸ πρόσωπον τῆς γῆς Χαναὰν λιμὸς, καὶ παρῴκησαν ἐκεῖ μέχρις οὗ διετράφησαν· καὶ ἐγένοντο ἐκεῖ εἰς πλῆθος πολύ, καὶ οὐκ ἦν ἀριθμὸς τοῦ γένους αὐτῶν."],["11","Καὶ ἐπανέστη αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου, καὶ κατεσοφίσαντο αὐτοὺς ἐν πόνῳ καὶ ἐν πλίνθῳ, καὶ ἐταπείνωσαν αὐτοὺς, καὶ ἔθεντο αὐτοὺς εἰς δούλους."],["12","Καὶ ἀνεβόησαν πρὸς τὸν Θεὸν αὐτῶν, καὶ ἐπάταξε πᾶσαν τὴν γῆν Αἰγύπτου πληγαῖς, ἐν αἷς οὐκ ἦν ἴασις· καὶ ἐξέβαλον αὐτοὺς οἱ Αἰγύπτιοι ἀπὸ προσώπου αὐτῶν."],["13","Καὶ κατεξήρανεν ὁ Θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἔμπροσθεν αὐτῶν,"],["14","καὶ ἤγαγεν αὐτοὺς εἰς ὁδὸν τοῦ Σινὰ, καὶ Κάδης Βαρνὴ, καὶ ἐξέβαλον πάντας τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ."],["15","Καὶ ᾤκησαν ἐν γῇ Ἀμοῤῥαίων, καὶ πάντας τοὺς Εσεβωνίτας ἐξωλόθρευσαν ἐν τῇ ἰσχύϊ αὐτῶν· καὶ διαβάντες τὸν Ἰορδάνην ἐκληρονόμησαν πᾶσαν τὴν ὀρεινήν."],["16","Καὶ ἐξέβαλον ἐκ προσώπου αὐτῶν τὸν Χανανῖον, καὶ τὸν Φερεζαῖον, καὶ τὸν Ἰεβουσαῖον. καὶ τὸν Συχὲμ, καὶ πάντας τοὺς Γεργεσαίους, καὶ κατῴκησαν ἐν αὐτῇ ἡμέρας πολλάς."],["17","Καὶ ἕως οὐχ ἥμαρτον ἐνώπιον τοῦ Θεοῦ αὐτῶν, ἦν τὰ ἀγαθὰ μετʼ αὐτῶν, ὅτι Θεὸς μισῶν ἀδικίαν μετʼ αὐτῶν ἐστίν."],["18","Ὅτε δὲ ἀπέστησαν ἀπὸ τῆς ὁδοῦ ἧς διέθετο αὐτοῖς, ἐξωλοθρεύθησαν ἐν πολλοῖς πολέμοις ἐπὶ πολὺ σφόδρα, καὶ ᾐχμαλωτεύθησαν εἰς γῆν οὐκ ἰδίαν, καὶ ὁ ναὸς τοῦ Θεοῦ αὐτῶν ἐγενήθη εἰς ἔδαφος, καὶ αἱ πόλεις αὐτῶν ἐκρατήθησαν ὑπὸ τῶν ὑπεναντίων."],["19","Καὶ νῦν ἐπιστρέψαντες ἐπὶ τὸν Θεὸν αὐτῶν, ἀνέβησαν ἐκ τῆς διασπορᾶς οὗ διεσπάρησαν ἐκεῖ, καὶ κατέσχον τὴν Ἱερουσαλὴμ, οὗ τὸ ἁγίασμα αὐτῶν, καὶ κατῳκίσθησαν ἐν τῇ ὀρεινῇ, ὅτι ἦν ἔρημος,"],["20","καὶ νῦν, δέσποτα κύριε, εἰ μέν ἐστιν ἀγνόημα ἐν τῷ λαῷ τούτῳ, καὶ ἁμαρτάνουσιν εἰς τὸν Θεὸν αὐτῶν, καὶ ἐπισκεψόμεθα ὅ, τι ἐστὶν ἐν αὐτοῖς σκάνδαλον τοῦτο, καὶ ἀναβησόμεθα, καὶ ἐκπολεμήσομεν αὐτούς."],["21","Εἰ δὲ οὐκ ἔστιν ἀνομία ἐν τῷ ἔθνει αὐτῶν, παρελθέτω δὴ ὁ κύριός μου, μήποτε ὑπερασπίσῃ ὁ Κύριος αὐτῶν καὶ ὁ Θεὸς αὐτῶν ὑπὲρ αὐτῶν, καὶ ἐσόμεθα εἰς ὀνειδισμὸν ἐναντίον πάσης τῆς γῆς."],["22","Καὶ ἐγένετο ὡς ἐπαύσατο Ἀχιὼρ λαλῶν τοὺς λόγους τούτους, καὶ ἐγόγγυσε πᾶς ὁ λαὸς ὁ κυκλῶν τὴν σκηνὴν καὶ περιεστώς· καὶ εἶπαν οἱ μεγιστᾶνες Ὀλοφέρνου, καὶ πάντες οἱ κατοικοῦντες τὴν παραλίαν καὶ τὴν Μωὰβ, συγκόψαι αὐτόν,"],["23","οὐ γὰρ φοβηθησόμεθα ἀπὸ υἱῶν Ἰσραήλ· ἰδοὺ γὰρ λαὸς ἐν ᾧ οὐκ ἔστι δύναμις, οὐδὲ κράτος εἰς παράταξιν ἰσχυράν."],["24","Διὸ δὴ ἀναβησόμεθα, καὶ ἔσονται εἰς κατάβρωμα πάσης τῆς στρατιᾶς σου, δέσποτα Ὀλοφέρνη."]],[["1","Καὶ ὡς κατέπαυσεν ὁ θόρυβος τῶν ἀνδρῶν τῶν κύκλῳ τῆς συνεδρείας, καὶ εἶπεν Ὀλοφέρνης ὁ ἀρχιστράτηγος δυνάμεως Ἀσσοὺρ πρὸς Ἀχιὼρ ἐναντίον παντὸς τοῦ δήμου ἀλλοφύλων, καὶ πρὸς πάντας υἱοὺς Μωὰβ,"],["2","καὶ τίς εἶ σὺ, Ἀχιὼρ, καὶ οἱ μισθωτοὶ τοῦ Ἐφραὶμ, ὅτι προεφήτευσας ἐν ἡμῖν καθὼς σήμερον, καὶ εἶπας τὸ γένος Ἰσραὴλ μὴ πολεμῆσαι, ὅτι ὁ Θεὸς αὐτῶν ὑπερασπιεῖ αὐτῶν; καὶ τίς ὁ Θεὸς εἰ μὴ Ναβουχοδονόσορ;"],["3","Οὗτος ἀποστελεῖ τὸ κράτος αὐτοῦ, καὶ ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου τῆς γῆς, καὶ οὐ ῥύσεται αὐτοὺς ὁ Θεὸς αὐτῶν· ἀλλʼ ἡμεῖς οἱ δοῦλοι αὐτοῦ πατάξομεν αὐτοὺς ὡς ἄνθρωπον ἕνα, καὶ οὐχ ὑποστήσονται τὸ κράτος τῶν ἵππων ἡμῶν."],["4","Κατακαύσομεν γὰρ αὐτοὺς ἐν αὐτοῖς, καὶ τὰ ὄρη αὐτῶν μεθυσθήσεται ἐν τῷ αἵματι αὐτῶν, καὶ τὰ πεδία αὐτῶν πληρωθήσεται νεκρῶν αὐτῶν· καὶ οὐκ ἀντιστήσεται τὸ ἴχνος τῶν ποδῶν αὐτῶν κατὰ πρόσωπον ἡμῶν, ἀλλὰ ἀπωλείᾳ ἀπολοῦνται, λάλει ὁ βασιλεὺς Ναβουχοδονόσορ ὁ κύριος πάσης τῆς γῆς· εἶπε γὰρ, οὐ ματαιωθήσεται τὰ ῥήματα τῶν λόγων αὐτοῦ."],["5","Σὺ δὲ Ἀχιὼρ μισθωτὲ τοῦ Ἀμμὼν, ὃς ἐλάλησας τοὺς λόγους τούτους ἐν ἡμέρᾳ ἀδικίας σου, οὐκ ὄψει ἔτι τὸ πρόσωπόν μου ἀπὸ τῆς ἡμέρας ταύτης, ἕως οὗ ἐκδικήσω τὸ γένος τῶν ἐκ Αἰγύπτου."],["6","Καὶ τότε διελεύσεται ὁ σίδηρος τῆς στρατιᾶς μου, καὶ ὁ λαὸς τῶν θεραπόντων μου τὰς πλευράς σου, καὶ πεσῇ ἐν τοῖς τραυματίαις αὐτῶν, ὅταν ἐπιστρέψω."],["7","Καὶ ἀποκαταστήσουσί σε οἱ δοῦλοί μου εἰς τὴν ὀρεινὴν, καὶ θήσουσί σε ἐν μιᾷ τῶν πόλεων τῶν ἀναβάσεων,"],["8","καὶ οὐκ ἀπολῇ ἕως οὗ ἐξολοθρευθῇς μετʼ αὐτῶν."],["9","Καὶ εἴπερ ἐλπίζεις τῇ καρδίᾳ σον ὅτι οὐ λημφθήσονται, μὴ συμπεσέτω σου τὸ πρόσωπον· ἐλάλησα, καὶ οὐδὲν διαπεσεῖται τῶν ῥημάτων μου."],["10","Καὶ προσέταξεν Ὀλοφέρνης τοῖς δούλοις αὐτοῦ, οἳ ἦσαν παρεστηκότες ἐν τῇ σκηνῇ αὐτοῦ, συλλαβεῖν τὸν Ἀχιὼρ, καὶ ἀποκαταστῆσαι αὐτὸν εἰς Βετυλούα, καὶ πάραδοῦναὶ εἰς χεῖρας υἱῶν Ἰσραήλ."],["11","Καὶ συνέλαβον αὐτὸν οἱ δοῦλοι αὐτοῦ, καὶ ἤγαγον αὐτὸν ἔξω τῆς παρεμβολῆς εἰς τὸ πεδίον, καὶ ἀπῇραν ἐκ μέσου τῆς πεδινῆς εἰς τὴν ὀρεινὴν, καὶ παρεγένοντο ἐπὶ τὰς πηγὰς αἳ ἦσαν ὑποκάτω Βετυλούα."],["12","Καὶ ὡς εἶδαν αὐτοὺς οἱ ἄνδρες τῆς πόλεως ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, ἀνέλαβον τὰ ὅπλα αὐτῶν, καὶ ἀπῆλθον ἔξω τῆς πόλεως ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους· καὶ πᾶς ἀνὴρ σφενδονητὴς διεκράτησαν τὴν ἀνάβασιν αὐτῶν, καὶ ἔβαλον ἐν λίθοις ἐπʼ αὐτούς."],["13","Καὶ ὑποδύσαντες ὑποκάτω τοῦ ὄρους, ἔδησαν τὸν Ἀχιὼρ, καὶ ἀφῆκαν ἐῤῥιμμένον ὑπὸ τὴν ῥίζαν τοῦ ὄρους, καὶ ἀπῴχοντο πρὸς τὸν κύριον αὐτῶν."],["14","Καταβάντες δὲ υἱοὶ Ἰσραὴλ ἐκ τῆς πόλεως αὐτῶν ἐπέστησαν αὐτῷ, καὶ λύσαντες αὐτὸν ἀπήγαγον εἰς τὴν Βετυλούα, καὶ κατέστησαν αὐτὸν ἐπὶ τοὺς ἄρχοντας τῆς πόλεως αὐτῶν,"],["15","οἳ ἦσαν ἐν ταῖς ἡμέραις ἐκείναις, Ὀζίας ὁ τοῦ Μιχὰ ἐκ τῆς φυλῆς Συμεὼν, καὶ Ἀβρὶς ὁ τοῦ Γοθονιὴλ, καὶ Χαρμὶς υἱὸς Μελχιήλ."],["16","Καὶ συνεκάλεσαν πάντας τοὺς πρεσβυτέρους τῆς πόλεως· καὶ συνέδραμον πᾶς νεανίσκος αὐτῶν καὶ αἱ γυναῖκες εἰς τὴν ἐκκλησίαν· καὶ ἔστησαν τὸν Ἀχιὼρ ἐν μέσῳ παντὸς τοῦ λαοῦ αὐτῶν· καὶ ἐπηρώτησεν αὐτὸν Ὀζίας τὸ συμβεβηκός."],["17","Καὶ ἀποκριθεὶς ἀπήγγειλεν αὐτοῖς τὰ ῥήματα τῆς συνεδρίας Ὀλοφέρνου, καὶ πάντα τὰ ῥήματα ὅσα ἐλάλησεν ἐν μέσῳ τῶν ἀρχόντων υἱῶν Ἀσσούρ, καὶ ὅσα ἐμεγαλοῤῥημόνησεν Ὀλοφέρνης εἰς τὸν οἶκον Ἰσραήλ."],["18","Καὶ πεσόντες ὁ λαὸς προσεκύνησαν τῷ Θεῷ, καὶ ἐβόησαν λέγοντες,"],["19","κύριε ὁ Θεὸς τοῦ οὐρανοῦ, κάτιδε ἐπὶ τὰς ὑπερηφανείας αὐτῶν, καὶ ἐλέησον τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τῶν ἡγιασμένων σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ."],["20","Καὶ παρεκάλεσαν τὸν Ἀχιὼρ, καὶ ἐπῄνεσαν αὐτὸν σφόδρα."],["21","Καὶ παρέλαβεν αὐτὸν Ὀζίας ἐκ τῆς ἐκκλησίας εἰς οἶκον αὐτοῦ, καὶ ἐποίησε πότον τοῖς πρεσβυτέροις· καὶ ἐπεκαλέσαντο τὸν Θεὸν Ἰσραὴλ εἰς βοήθειαν ὅλην τὴν νύκτα ἐκείνην."]],[["1","Τῇ δʼ ἐπαύριον παρήγγειλεν Ὀλοφέρνης πᾶσῃ τῇ στρατιᾷ αὐτοῦ, καὶ παντὶ τῷ λαῷ αὐτοῦ, οἳ παρεγένοντο ἐπὶ τὴν συμμαχίαν αὐτοῦ, ἀναζευγνύειν ἐπὶ Βετυλούα, καὶ τὰς ἀναβάσεις τῆς ὀρεινῆς προκαταλαμβάνεσθαι, καὶ ποιεῖν πόλεμον πρὸς τοὺς υἱοὺς Ἰσραήλ."],["2","Καὶ ἀνέζευξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς ἀνὴρ δυνατὸς αὐτῶν· καὶ ἡ δύναμις αὐτῶν ἀνδρῶν πολεμιστῶν, χιλιάδες ἀνδρῶν πεζῶν ἐκατὸν ἑβδομήκοντα, καὶ ἱππέων χιλιάδες δεκαδύο, χωρὶς τῆς ἀποσκευῆς, καὶ τῶν ἀνδρῶν οἳ ἦσαν πεζοὶ ἐν αὐτοῖς, πλῆθος πολὺ σφόδρα."],["3","Καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι πλησίον Βετυλούα ἐπὶ τῆς πηγῆς, καὶ παρέτειναν εἰς εὖρος ἐπὶ Δωθαῒμ καὶ ἕως Βελθὲμ, καὶ εἰς μῆκος ἀπὸ Βετυλούα ἕως Κυαμῶνος, ἥ ἐστιν ἀπέναντι Ἐσδρηλώμ."],["4","Οἱ δὲ υἱοὶ Ἰσραὴλ, ὡς εἶδον αὐτῶν τὸ πλῆθος, ἐταράχθησαν σφόδρα· καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, νῦν ἐκλείξουσιν οὗτοι τὸ πρόσωπον τῆς γῆς πάσης, καὶ οὔτε τὰ ὄρη τὰ ὑψηλὰ, οὔτε αἱ φάραγγες, οὔτε οἱ βουνοὶ ὑποστήσονται τὸ βάρος αὐτῶν."],["5","Καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτῶν, καὶ ἀνακαύσαντες πυρὰς ἐπὶ τοὺς πύργους αὐτῶν, ἔμενον φυλάσσοντες ὅλην τὴν νύκτα ἐκείνην."],["6","Τῇ δὲ ἡμέρᾳ τῇ δευτέρᾳ ἐξήγαγεν Ὀλοφέρνης πᾶσαν τὴν ἵππον αὐτοῦ κατὰ πρόσωπον τῶν υἱῶν Ἰσραὴλ οἳ ἦσαν ἐν Βετυλούᾳ,"],["7","καὶ ἐπεσκέψατο τὰς ἀναβάσεις τῆς πόλεως αὐτῶν, καὶ τὰς πηγὰς τῶν ὑδάτων αὐτῶν ἐφώδευσε, καὶ προκατελάβετο αὐτὰς, καὶ ἐπέστησεν αὐταῖς παρεμβολὰς ἀνδρῶν πολεμιστῶν, καὶ αὐτὸς ἀνέζευξεν εἰς τὸν λαὸν αὐτοῦ."],["8","Καὶ προσελθόντες αὐτῷ πάντες οἱ ἄρχοντες τῶν υἱῶν Ἡσαῦ, καὶ πάντες οἱ ἡγούμενοι τοῦ λαοῦ Μωὰβ, καὶ οἱ στρατηγοὶ τῆς παραλίας, εἶπαν,"],["9","ἀκουσάτω δὴ λόγον ὁ δεσπότης ἡμῶν, ἵνα μὴ γένηται θραῦσμα ἐν τῇ δυνάμει σου."],["10","Ὁ γὰρ λαὸς οὗτος τῶν υἱῶν Ἰσραὴλ οὐ πέποιθαν ἐπὶ τοῖς δόρασιν αὐτῶν, ἀλλʼ ἐπὶ τοῖς ὕψεσι τῶν ὀρέων αὐτῶν, ἐν οἷς αὐτοὶ ἐνοικοῦσιν ἐν αὐτοῖς· οὐ γάρ ἐστιν εὐχερὲς προσβῆναι ταῖς κορυφαῖς τῶν ὀρέων αὐτῶν."],["11","Καὶ νῦν, δέσποτα, μὴ πολέμει πρὸς αὐτοὺς, καθὼς γίνεται πόλεμος παρατάξεως, καὶ οὐ πεσεῖται ἐκ τοῦ λαοῦ σου ἀνὴρ εἷς."],["12","Ἀνάμεινον ἐπὶ τῆς παρεμβολῆς σου, διαφυλάσσων πάντα ἄνδρα ἐκ τῆς δυνάμεώς σου, καὶ ἐπικρατησάτωσαν οἱ παῖδές σου τῆς πηγῆς τοῦ ὕδατος, ἣ ἐκπορεύεται ἐκ τῆς ῥίζης τοῦ ὄρους,"],["13","διότι ἐκεῖθεν ὑδρεύονται πάντες οἱ κατοικοῦντες Βετυλούα, καὶ ἀνελεῖ αὐτοὺς ἡ δίψα, καὶ ἐκδώσουσι τὴν πόλιν ἑαυτῶν· καὶ ἡμεῖς καὶ ὁ λαὸς ἡμῶν ἀναβησόμεθα ἐπὶ τὰς πλησίον κορυφὰς τῶν ὀρέων, καὶ παρεμβαλοῦμεν ἐπʼ αὐταῖς εἰς προφυλακὴν, τοῦ μὴ ἐξελθεῖν ἐκ τῆς πόλεως ἄνδρα ἕνα."],["14","Καὶ τακήσονται ἐν τῷ λιμῷ αὐτοὶ, καὶ αἱ γυναῖκες αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν· καὶ πρὶν ἐλθεῖν τὴν ῥομφαίαν ἐπʼ αὐτοὺς, καταστρωθήσονται ἐν ταῖς πλατείαις τῆς οἰκήσεως αὐτῶν,"],["15","καὶ ἀνταποδώσεις αὐτοῖς ἀνταπόδομα πονηρὸν, ἀνθʼ ὧν ἐστασίασαν, καὶ οὐκ ἀπήντησαν τῷ προσώπῳ σου ἐν εἰρήνῃ."],["16","Καὶ ἤρεσαν οἱ λόγοι αὐτῶν ἐνώπιον Ὀλοφέρνου, καὶ ἐνώπιον πάντων τῶν θεραπόντων αὐτοῦ, καὶ συνέταξαν ποιεῖν καθὼς ἐλάλησαν."],["17","Καὶ ἀπῇρε παρεμβολὴ υἱῶν Ἀμμὼν, καὶ μετʼ αὐτῶν χιλιάδες πέντε υἱῶν Ἀσσούρ· καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι, καὶ προκατελάβοντο τὰ ὕδατα, καὶ τὰς πηγὰς τῶν ὑδάτων τῶν υἱῶν Ἰσραήλ."],["18","Καὶ ἀνέβησαν υἱοὶ Ἡσαῦ, καὶ οἱ υἱοὶ Ἀμμών, καὶ παρενέβαλον ἐν τῇ ὀρεινῇ ἀπέναντι Δωθαῒμ, καὶ ἀπέστειλαν ἐξ αὐτῶν πρὸς Νότον καὶ ἀπηλιώτην ἀπέναντι Ἐκρεβὴλ, ἥ ἐστι πλησίον Χοὺς, ἥ ἐστιν ἐπὶ τοῦ χειμάῤῥου Μοχμούρ· καὶ ἡ λοιπὴ στρατιὰ τῶν Ἀσσυρίων παρενέβαλον ἐν τῷ πεδίῳ, καὶ ἐκάλυψαν πᾶν τὸ πρόσωπον τῆς γῆς· καὶ αἱ σκηναὶ καὶ αἱ ἀπαρτίαι αὐτῶν κατεστρατοπέδευσαν ἐν ὄχλῳ πολλῷ, καὶ ἦσαν εἰς πλῆθος πολὺ σφόδρα."],["19","Καὶ οἱ υἱοὶ Ἰσραὴλ ἀνεβόησαν πρὸς Κύριον Θεὸν αὐτῶν, ὅτι ὠλιγοψύχησε τὸ πνεῦμα αὐτῶν, ὅτι ἐκύκλωσαν πάντες οἱ ἐχθροὶ αὐτῶν, καὶ οὐκ ἦν διαφυγεῖν ἐκ μέσου αὐτῶν."],["20","Καὶ ἔμεινε κύκλῳ αὐτῶν πᾶσα παρεμβολὴ Ἀσσοὺρ, οἱ πεζοὶ καὶ τὰ ἅρματα καὶ οἱ ἱππεῖς αὐτῶν, ἡμέρας τριακοντατέσσαρας· καὶ ἐξέλιπε πάντας τοὺς κατοικοῦντας Βετυλούα πάντα τὰ ἀγγεῖα αὐτῶν τῶν ὑδάτων."],["21","Καὶ οἱ λάκκοι ἐξεκενοῦντο, καὶ οὐκ εἶχον πιεῖν εἰς πλησμονὴν ὕδωρ ἡμέραν μίαν, ὅτι ἐν μέτρῳ ἐδίδοσαν αὐτοῖς πιεῖν."],["22","Καὶ ἠθύμησαν τὰ νήπια αὐτῶν, καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ νεανίσκοι ἐξέλιπον ἀπὸ τῆς δίψης· καὶ ἔπιπτον ἐν ταῖς πλατείαις τῆς πόλεως, καὶ ἐν ταῖς διόδοις τῶν πυλῶν, καὶ οὐκ ἦν κραταίωσις ἔτι ἐν αὐτοῖς."],["23","Καὶ ἐπισυνήχθησαν πᾶς ὁ λαὸς ἐπὶ Ὀζίαν καὶ τοὺς ἄρχοντας τῆς πόλεως, οἱ νεανίσκοι καὶ αἱ γυναῖκες καὶ τὰ παιδία, καὶ ἀνεβόησαν φωνῇ μεγάλῃ, καὶ εἶπαν ἐναντίον πάντων τῶν πρεσβυτέρων,"],["24","κρίναι ὁ Θεὸς ἀναμέσον ἡμῶν καὶ ὑμῶν, ὅτι ἐποιήσατε ἐν ἡμῖν ἀδικίαν· μεγάλην, οὐ λαλήσαντες εἰρηνικὰ μετὰ τῶν υἱῶν Ἀσσούρ."],["25","Καὶ νῦν οὐκ ἔστι βοηθὸς ἡμῶν, ἀλλὰ πέπρακεν ἡμᾶς ὁ Θεὸς εἰς τὰς χεῖρας αὐτῶν, τοῦ καταστρωθῆναι ἐναντίον αὐτῶν ἐν δίψῃ καὶ ἀπωλείᾳ μεγάλῃ."],["26","Καὶ νῦν ἐπικαλέσασθε αὐτοὺς, καὶ ἔκδοσθε τὴν πόλιν πᾶσαν εἰς προνομὴν τῷ λαῷ Ὀλοφέρνου, καὶ πάσῃ τῇ δυνάμει αὐτοῦ."],["27","Κρεῖσσον γὰρ ἡμῖν γενηθῆναι αὐτοῖς εἰς διαρπαγήν· ἐσόμεθα γὰρ εἰς δούλους, καὶ ζήσεται ἡ ψυχὴ ἡμῶν, καὶ οὐκ ὀψόμεθα τὸν θάνατον τῶν νηπίων ἡμῶν ἐν ὀφθαλμοῖς ἡμῶν, καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα ἡμῶν ἐκλειπούσας τὰς ψυχὰς αὐτῶν."],["28","Μαρτυρόμεθα ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὸν Θεὸν ἡμῶν, καὶ Κύριον τῶν πατέρων ἡμῶν, ὃς ἐκδικεῖ ἡμᾶς κατὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ κατὰ τὰ ἁμαρτήματα τῶν πατέρων ἡμῶν, ἵνα μὴ ποιήσῃ κατὰ τὰ ῥήματα ταῦτα ἐν τῇ ἡμέρᾳ τῇ σήμερον·"],["29","καὶ ἐγένετο κλαυθμὸς μέγας ἐν μέσῳ τῆς ἐκκλησίας πάντων ὁμοθυμαδὸν, καὶ ἐβόησαν πρὸς Κύριον τὸν Θεὸν φωνῇ μεγάλῃ."],["30","Καὶ εἶπε πρὸς αὐτοὺς Ὀζίας, θαρσεῖτε ἀδελφοὶ, διακαρτερήσωμεν ἔτι πέντε ἡμέρας, ἐν αἷς ἐπιστρέψει Κύριος ὁ Θεὸς ἡμῶν τὸ ἔλεος αὐτοῦ ἐφʼ ἡμᾶς· οὐ γὰρ ἐγκαταλείψει ἡμᾶς εἰς τέλος."],["31","Ἐὰν δὲ διέλθωσιν αὗται, καὶ μὴ ἔλθῃ ἐφʼ ἡμᾶς βοήθεια, ποιήσω κατὰ τὰ ῥήματα ὑμῶν."],["32","Καὶ ἐσκόρπισε τὸν λαὸν εἰς τὴν ἑαυτοῦ παρεμβολήν· καὶ ἐπὶ τὰ τείχη καὶ τοὺς πύργους τῆς πόλεως αὐτῶν ἀπῆλθον, καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα εἰς τοὺς οἴκους αὐτῶν ἐξαπέστειλε· καὶ ἦσαν ἐν ταπεινώσει πολλῇ ἐν τῇ πόλει."]],[["1","Καὶ ἤκουσεν ἐν ἐκείναις ταῖς ἡμέραις Ἰουδὶθ, θυγάτηρ Μεραρὶ, υἱοῦ Ὢξ, υἱοῦ Ἰωσὴφ, υἱοῦ Ὀζιὴλ, υἱοὺ Ἑλκία, υἱοῦ Ἠλιοὺ, υἱοῦ Χελκίου, υἱοῦ Ἐλιὰβ, υἱοῦ Ναθαναὴλ, υἱοῦ Σαλαμιὴλ, υἱοῦ Σαρασαδαΐ, υἱοῦ Ἰσραήλ."],["2","Καὶ ὁ ἀνὴρ αὐτῆς Μανασσῆς, τῆς φυλῆς αὐτῆς, καὶ τῆς πατριᾶς αὐτῆς, καὶ ἀπέθανεν ἐν ἡμέραις θερισμοῦ κριθῶν·"],["3","ἐπέστη γὰρ ἐπὶ τοῦ δεσμεύοντος τὸ δρᾶγμα ἐν τῷ πεδίῳ, καὶ ὁ καύσων ἦλθεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἔπεσεν ἐπὶ τὴν κλίνην, καὶ ἐτελεύτησεν ἐν Βετυλούᾳ τῇ πόλει αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ ἀγρῷ τῷ ἀναμέσον Δωθαῒμ καὶ Βελαμών."],["4","Καὶ ἦν Ἰουδὶθ ἐν τῷ οἴκῳ αὐτῆς χηρεύουσα ἔτη τρία καὶ μῆνας τέσσαρας."],["5","Καὶ ἐποίησεν ἑαυτῇ σκηνὴν ἐπὶ τοῦ δώματος τοῦ οἴκου αὐτῆς, καὶ ἐπέθηκεν ἐπὶ τὴν ὀσφῦν αὐτῆς σάκκον· καὶ ἦν ἐπʼ αὐτῆς τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς."],["6","Καὶ ἐνήστευε πάσας τὰς ἡμέρας χηρεύσεως αὐτῆς χωρὶς προσαββάτων, καὶ σαββάτων, καὶ προνουμηνιῶν, καὶ νουμηνιῶν, καὶ ἑορτῶν, καὶ χαρμοσυνῶν οἴκου Ἰσραήλ."],["7","Καὶ ἦν καλὴ τῷ εἴδει, καὶ ὡραία τῇ ὄψει σφόδρα· καὶ ὑπελείπετο αὐτῇ Μανασσῆς ὁ ἀνὴρ αὐτῆς χρυσίον καὶ ἀργύριον, καὶ παῖδας καὶ παιδίσκας, καὶ κτήνη καὶ ἀγροὺς, καὶ ἔμενεν ἐπʼ αὐτῶν."],["8","Καὶ οὐκ ἦν ὃς ἐπήνεγκεν αὐτῇ ῥῆμα πονηρὸν, ὅτι ἐφοβεῖτο τὸν Θεὸν σφόδρα."],["9","Καὶ ἤκουσε τὰ ῥήματα τοῦ λαοῦ τὰ πονηρὰ ἐπὶ τὸν ἄρχοντα, ὅτι ὠλιγοψύχησαν ἐπὶ τῇ σπάνει τῶν ὑδάτων· καὶ ἤκουσε πάντας τοὺς λόγους Ἰουδὶθ οὓς ἐλάλησε πρὸς αὐτοὺς Ὀζίας, ὡς ὤμοσεν αὐτοῖς παραδώσειν τὴν πόλιν μετὰ ἡμέρας πέντε τοῖς Ἀσσυρίοις."],["10","Καὶ ἀποστείλασα τὴν ἅβραν αὐτῆς τὴν ἐφεστῶσαν πᾶσι τοῖς ὑπάρχουσιν αὐτῆς, ἐκάλεσεν Ὀζίαν καὶ Χαβρὶν καὶ Χαρμὶν τοὺς πρεσβυτέρους τῆς πόλεως αὐτῆς."],["11","Καὶ ἦλθον πρὸς αὐτὴν, καὶ εἶπε πρὸς αὐτοὺς, ἀκούσατε δή μου ἄρχοντες τῶν κατοικούντων ἐν Βετυλούᾳ· ὅτι οὐκ εὐθὴς ὁ λόγος ὑμῶν ὃν ἐλαλήσατε ἐναντίον τοῦ λαοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ ἐστήσατε τὸν ὅρκον ὃν ἐλαλήσατε ἀναμέσον τοῦ Θεοῦ καὶ ὑμῶν, καὶ εἴπατε ἐκδώσειν τὴν πόλιν τοῖς ἐχθροῖς ὑμῶν, ἐὰν μὴ ἐν αὐταῖς ἐπιστρέψῃ ὁ Κύριος βοηθῆσαι ἡμῖν."],["12","Καὶ νῦν τίνες ἐστὲ ὑμεῖς οἳ ἐπειράσατε τὸν Θεὸν ἐν τῇ ἡμέρᾳ τῇ σήμερον, καὶ ἵστασθε ὑπὲρ τοῦ Θεοῦ ἐν μέσῳ υἱῶν ἀνθρώπων;"],["13","Καὶ νῦν Κύριον παντοκράτορα ἐξετάζετε, καὶ οὐθὲν ἐπιγνώσεσθε ἕως τοῦ αἰῶνος·"],["14","ὅτι βάθος καρδίας ἀνθρώπου οὐχ εὑρήσετε, καὶ λόγους τῆς διανοίας αὐτοῦ οὐ λήψεσθε, καὶ πῶς τὸν Θεὸν ὃς ἐποίησε τὰ πάντα ταῦτα, ἐρευνήσετε, καὶ τὸν νοῦν αὐτοῦ ἐπιγνώσεσθε, καὶ τὸν λογισμὸν αὐτοῦ κατανοήσετε; μηδαμῶς, ἀδελφοὶ, μὴ παροργίζετε Κύριον τὸν Θεὸν ἡμῶν,"],["15","ὅτι ἐὰν μὴ βούληται ἐν ταῖς πέντε ἡμέραις βοηθῆσαι ἡμῖν, αὐτὸς ἔχει τὴν ἐξουσίαν ἐν αἷς θέλει σκεπάσαι ἡμέραις, ἢ καὶ ὀλοθρεῦσαι ἡμᾶς πρὸ προσώπου τῶν ἐχθρῶν ἡμῶν."],["16","Ὑμεῖς δὲ μὴ ἐνεχυράζετε τὰς βουλὰς Κυρίου τοῦ Θεοῦ ἡμῶν, ὅτι οὐχ ὡς ἄνθρωπος ὁ Θεὸς ἀπειληθῆναι, οὐδὲ ὡς υἱὸς ἀνθρώπου διαιτηθῆναι."],["17","Διόπερ ἀναμένοντες τὴν παρʼ αὐτοῦ σωτηρίαν, ἐπικαλεσώμεθα αὐτὸν εἰς βοήθειαν ἡμῶν, καὶ εἰσακούσεται τῆς φωνῆς ἡμῶν, ἐὰν ᾖ αὐτῷ ἀρεστόν."],["18","Ὅτι οὐκ ἀνέστη ἐν ταῖς γενεαῖς ἡμῶν, οὐδε ἐστὶν ἐν τῇ ἡμέρᾳ τῇ σήμερον οὔτε φυλὴ, οὔτε πατριὰ, οὔτε δῆμος, οὔτε πόλις ἐξ ἡμῶν, οἳ προσκυνοῦσι θεοῖς χειροποιήτοις, καθάπερ ἐγένετο ἐν ταῖς πρότερον ἡμέραις,"],["19","ὧν χάριν ἐδόθησαν εἰς ῥομφαίαν καὶ εἰς διαρπαγὴν οἱ πατέρες ἡμῶν, καὶ ἔπεσον πτῶμα μέγα ἐνώπιον τῶν ἐχθρῶν ἡμῶν."],["20","Ἡμεῖς δὲ ἕτερον θεὸν οὐκ ἐπέγνωμεν πλὴν αὐτοῦ· ὅθεν ἐλπίζομεν ὅτι οὐχ ὑπερόψεται ἡμᾶς, οὐδʼ ἀπὸ τοῦ γένους ἡμῶν."],["21","Ὅτι ἐν τῷ ληφθῆναι ἡμᾶς, οὕτως καθήσεται πᾶσα ἡ Ἰουδαία, καὶ προνομευθήσεται τὰ ἅγια ἡμῶν, καὶ ζητήσει τὴν βεβήλωσιν αὐτῶν ἐκ τοῦ στόματος ἡμῶν,"],["22","καὶ τὸν φόνον τῶν ἀδελφῶν ἡμῶν, καὶ τὴν αἰχμαλωσίαν τῆς γῆς, καὶ τὴν ἐρήμωσιν τῆς κληρονομίας ἡμῶν ἐπιστρέψει εἰς κεφαλὴν ἡμῶν ἐν τοῖς ἔθνεσιν, οὗ ἐὰν δουλεύσωμεν ἐκεῖ, καὶ ἐσόμεθα εἰς πρόσκομμα καὶ εἰς ὄνειδος ἐναντίον τῶν κτωμένων ἡμᾶς·"],["23","ὅτι οὐ κατευθυνθήσεται ἡ δουλεία ἡμῶν εἰς χάριν. ἀλλʼ εἰς ἀτιμίαν θήσει αὐτὴν Κύριος ὁ Θεὸς ἡμῶν."],["24","Καὶ νῦν ἀδελφοὶ ἐπιδειξώμεθα τοῖς ἀδελφοῖς ἡμῶν, ὅτι ἐξ ἡμῶν κρέμαται ἡ ψυχὴ αὐτῶν, καὶ τὰ ἅγια καὶ ὁ οἶκος καὶ τὸ θυσιαστήριον ἐπεστήρικται ἐφʼ ἡμῖν."],["25","Παρὰ ταῦτα πάντα εὐχαριστήσωμεν Κυρίῳ τῷ Θεῷ ἡμῶν, ὃς πειράζει ἡμᾶς καθὰ καὶ τοὺς πατέρας ἡμῶν."],["26","Μνήσθητε ὅσα ἐποίησε μετὰ Ἁβραὰμ, καὶ ὅσα ἐπείρασε τὸν Ἰσαὰκ, καὶ ὅσα ἐγένετο τῷ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας ποιμαίνοντι τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ·"],["27","ὅτι οὐ καθὼς ἐκείνους ἐπύρωσεν εἰς ἐτασμὸν τῆς καρδίας αὐτῶν, καὶ ἡμᾶς οὐκ ἐξεδίκησεν, ἀλλʼ εἰς νουθέτησιν μαστιγοῖ Κύριος τοὺς ἐγγίζοντας αὐτῷ."],["28","Καὶ εἶπε πρὸς αὐτὴν Ὀζίας, πάντα ὅσα εἶπας, ἀγαθῇ καρδίᾳ ἐλάλησας, καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τοῖς λόγοις σου."],["29","Ὅτι οὐκ ἐν τῇ σήμερον ἡ σοφία σου πρόδηλός ἐστιν, ἀλλὰ ἀπʼ ἀρχῆς ἡμερῶν σου ἔγνω πᾶς ὁ λαὸς τὴν σύνεσίν σου, καθότι ἀγαθόν ἐστι τὸ πλάσμα τῆς καρδίας σου."],["30","Ἀλλʼ ὁ λαὸς ἐδίψησε σφόδρα, καὶ ἠνάγκασαν ποιῆσαι ἡμᾶς καθὰ ἐλαλήσαμεν αὐτοῖς, καὶ ἀπαγαγεῖν ὅρκον ἐφʼ ἡμᾶς, ὃν οὐ παραβησόμεθα."],["31","Καὶ νῦν δεήθητι περὶ ἡμῶν, ὅτι γυνὴ εὐσεβὴς εἶ, καὶ ἀποστελεῖ Κύριος τὸν ὑετὸν εἰς πλήρωσιν τῶν λάκκων ἡμῶν, καὶ οὐκ ἐκλείψομεν ἔτι."],["32","Καὶ εἶπε πρὸς αὐτοὺς Ἰουδὶθ, ἀκούσατέ μου, καὶ ποιήσω πρᾶγμα ὃ ἀφίξεται εἰς γενεὰς γενεῶν υἱοῖς τοῦ γένους ἡμῶν."],["33","Ὑμεῖς στήσεσθε ἐπὶ τῆς πύλης τὴν νύκτα ταύτην, καὶ ἐξελεύσομαι ἐγὼ μετὰ τῆς ἅβρας μου, καὶ ἐν ταῖς ἡμέραις μεθʼ ἃς εἴπατε παραδώσειν τὴν πόλιν τοῖς ἐχθροῖς ἡμῶν, ἐπισκέψεται Κύριος τὸν Ἰσραὴλ ἐν χειρί μου."],["34","Ὑμεῖς δὲ οὐκ ἐξερευνήσετε τὴν πρᾶξίν μου, οὐ γὰρ ἐρῶ ὑμῖν, ἕως τοῦ τελεσθῆναι ἃ ἐγὼ ποιῶ."],["35","Καὶ εἶπεν Ὀζίας καὶ οἱ ἄρχοντες πρὸς αὐτὴν, πορεύου εἰς εἰρήνην, καὶ Κύριος ὁ Θεὸς ἔμπροσθέν σον εἰς ἐκδίκησιν τῶν ἐχθρῶν ἡμῶν."],["36","Καὶ ἀποστρέψαντες ἐκ τῆς σκηνῆς, ἐπορεύθησαν ἐπὶ τὰς διατάξεις αὐτῶν."]],[["1","Ἰουδὶθ δὲ ἔπεσεν ἐπὶ πρόσωπον, καὶ ἐπέθετο σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῆς, καὶ ἐγύμνωσεν ὃν ἐνεδιδύσκετο σάκκον· καὶ ἦν ἄρτι προσφερόμενον ἐν Ἱερουσαλὴμ εἰς τὸν οἶκον τοῦ Θεοῦ τὸ θυμίαμα τῆς ἑσπέρας ἐκείνης· καὶ ἐβόησε φωνῇ μεγάλῃ Ἰουδὶθ πρὸς Κύριον, καὶ εἶπε,"],["2","κύριε ὁ Θεὸς τοῦ πατρός μου Συμεὼν, ᾧ ἔδωκας ἐν χειρὶ ῥομφαίαν εἰς ἐκδίκησιν ἀλλογενῶν, οἳ ἔλυσαν μήτραν παρθένου εἰς μίασμα, καὶ ἐγύμνωσαν μηρὸν εἰς αἰσχύνην, καὶ ἐβεβήλωσαν μήτραν εἰς ὄνειδος· εἶπας γὰρ, οὐχ οὕτως ἔσται, καὶ ἐποίησαν·"],["3","ἀνθʼ ὧν ἔδωκας ἄρχοντας αὐτῶν εἰς φόνον, καὶ τὴν στρωμνὴν αὐτῶν ἣ ᾐδέσατο τὴν ἀπάτην αὐτῶν, εἰς αἷμα, καὶ ἐπάταξας δούλους ἐπὶ δυνάσταις, καὶ δυνάστας ἐπὶ θρόνους αὐτῶν·"],["4","καὶ ἔδωκας γυναῖκας αὐτῶν εἰς προνομὴν, καὶ θυγατέρας εἰς αἰχμαλωσίαν, καὶ πάντα τὰ σκῦλα εἰς διαίρεσιν υἱῶν ἠγαπημένων ὑπὸ σοῦ, οἳ καὶ ἐζήλωσαν τὸν ζῆλόν σου, καὶ ἐβδελύξαντο μίασμα αἵματος αὐτῶν, καὶ ἐπεκαλέσαντό σε εἰς βοηθόν· ὁ Θεὸς ὁ Θεὸς ὁ ἐμὸς, καὶ εἰσάκουσον ἐμοῦ τῆς χήρας."],["5","Σὺ γὰρ ἐποίησας τὰ πρότερα ἐκείνων, καὶ ἐκεῖνα, καὶ τὰ μετέπειτα, καὶ τὰ νῦν, καὶ τὰ ἐπερχόμενα διενοήθης, καὶ ἐγενήθησαν ἃ ἐνενοήθης,"],["6","καὶ παρέστησαν ἃ ἐβουλεύσω, καὶ εἶπαν, ἰδοὺ πάρεσμεν· πᾶσαι γὰρ αἱ ὁδοί σου ἕτοιμοι, καὶ ἡ κρίσις σου ἐν προγνώσει."],["7","Ἰδοὺ γὰρ Ἀσσύριοι ἐπληθύνθησαν ἐν δυνάμει αὐτῶν, ὑψώθησαν ἐφʼ ἵππῳ καὶ ἀναβάτῃ, ἐγανρίασαν ἐν βραχίονι πεζῶν, ἤλπισαν ἐν ἀσπίδι καὶ ἐν γαισῷ καὶ τόξῳ καὶ σφενδόνῃ, καὶ οὐκ ἔγνωσαν ὅτι σὺ εἶ Κύριος συντρίβων πολέμους· Κύριος ὄνομά σοι."],["8","Σὺ ῥάξον αὐτῶν τὴν ἰσχὺν ἐν δυνάμει σου, καὶ κάταξον τὸ κράτος αὐτῶν ἐν τῷ θυμῷ σου· ἐβουλεύσαντο γὰρ βεβηλῶσαι τὰ ἅγιά σου, μιᾶναι τὸ σκήνωμα τῆς καταπαύσεως τοῦ ὀνόματος τῆς δόξης σου, καὶ καταβαλεῖν σιδήρῳ κέρας θυσιαστηρίου σου."],["9","Βλέψον εἰς ὑπερηφανίαν αὐτῶν, ἀπόστειλον τὴν ὀργήν σου εἰς κεφαλὰς αὐτῶν· δὸς ἐν χειρί μου τῆς χήρας ὃ διενοήθην κράτος,"],["10","πάταξον δοῦλον ἐκ χειλέων ἀπάτης μου ἐπʼ ἄρχοντι, καὶ ἄρχοντα ἐπὶ θεράποντι αὐτοῦ, θραῦσον αὐτῶν τὸ ἀνάστεμα ἐν χειρὶ θηλείας."],["11","Οὐ γὰρ ἐν πλήθει τὸ κράτος σου, οὐδὲ ἡ δυναστεία σου ἐν ἰσχύουσιν, ἀλλὰ ταπεινῶν εἶ Θεὸς, ἐλαττόνων εἶ βοηθὸς, ἀντιλήπτωρ ἀσθενούντων, ἀπεγνωσμένων σκεπαστὴς, ἀπηλπισμένων σωτήρ."],["12","Ναὶ ναὶ ὁ Θεὸς τοῦ πατρὸς μοὺ, καὶ Θεὸς κληρονομίας Ἰσραὴλ, δέσποτα τῶν οὐρανῶν καὶ τῆς γῆς, κτίστα τῶν ὑδάτων, βασιλεῦ πάσης κτίσεώς σου, σὺ εἰσάκουσον τῆς δεήσεώς μου,"],["13","καὶ δὸς λόγον μου καὶ ἀπάτην εἰς τραῦμα καὶ μώλωπα αὐτῶν, οἳ κατὰ τῆς διαθήκης σου, καὶ οἴκου ἡγιασμένου σου, καὶ κορυφῆς Σιὼν, καὶ οἴκου κατασχέσεως υἱῶν σου ἐβουλεύσαντο σκληρά."],["14","Καὶ ποίησον ἐπὶ πᾶν τὸ ἔθνος σου, καὶ πάσης φυλῆς ἐπίγνωσιν, τοῦ εἰδῆσαι ὅτι σὺ εἶ ὁ Θεὸς πάσης δυνάμεως καὶ κράτους, καὶ οὐκ ἔστιν ἄλλος ὑπερασπίζων τοῦ γένους Ἰσραὴλ, εἰ μὴ σύ."]],[["1","Καὶ ἐγένετο ὡς ἐπαύσατο βοῶσα πρὸς τὸν Θεὸν Ἰσραὴλ, καὶ συνετέλεσε πάντα τὰ ῥήματα ταῦτα,"],["2","καὶ ἀνέστη ἀπὸ τῆς πτώσεως καὶ ἐκάλεσε τὴν ἅβραν αὐτῆς, καὶ κατέβη εἰς τὸν οἶκον ἐν ᾧ διέτριβεν ἐν αὐτῷ ἐν ταῖς ἡμέραις τῶν σαββάτων, καὶ ἐν ταῖς ἑορταῖς αὐτῆς,"],["3","καὶ περιείλατο τὸν σάκκον ὃν ἐνεδεδύκει, καὶ ἐξεδύσατο τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς, καὶ περιεκλύσατο τὸ σῶμα ὕδατι, καὶ ἐχρίσατο μύρῳ παχεῖ, καὶ διέταξε τὰς τρίχας τῆς κεφαλῆς αὐτῆς, καὶ ἐπέθετο μίτραν ἐπʼ αὐτῆς, καὶ ἐνεδύσατο τὰ ἱμάτια τῆς εὐφροσύνης αὐτῆς, ἐν οἷς ἐστολίζετο ἐν ταῖς ἡμέραις τῆς ζωῆς τοῦ ἀνδρὸς αὐτῆς Μανασσῆ·"],["4","καὶ ἔλαβε σανδάλια εἰς τοὺς πόδας αὐτῆς, καὶ περιέθετο τοὺς χλιδῶνας, καὶ τὰ ψέλλια, καὶ τοὺς δακτυλίους, καὶ τὰ ἐνώτια, καὶ πάντα τὸν κόσμον αὐτῆς· καὶ ἐκαλλωπίσατο σφόδρα εἰς ἀπάτησιν ὀφθαλμῶν ἀνδρῶν, ὅσοι ἂν ἴδωσιν αὐτήν."],["5","Καὶ ἔδωκε τῇ ἅβρᾳ αὐτῆς ἀσκοπυτίνην οἴνου, καὶ καμψάκην ἐλαίου, καὶ πήραν ἐπλήρωσεν ἀλφίτων καὶ παλάθης καὶ ἄρτων καθαρῶν, καὶ περιεδίπλωσε πάντα τὰ ἀγγεῖα αὐτῆς, καὶ ἐπέθηκεν ἐπʼ αὐτῇ."],["6","Καὶ ἐξήλθοσαν ἐπὶ τὴν πύλην τῆς πόλεως Βετυλούα, καὶ εὕροσαν ἐφεστῶτας ἐπʼ αὐτῇς Ὀζίαν, καὶ τοὺς πρεσβυτέρους τῆς πόλεως Χαβρὶν καὶ Χαρμίν."],["7","Ὡς δὲ εἶδον αὐτὴν, καὶ ἦν ἠλλοιωμένον τὸ πρόσωπον αὐτῆς, καὶ τὴν στολὴν μεταβεβληκυῖαν αὐτῆς, καὶ ἐθαύμασαν ἐπὶ τῷ κάλλει αὐτῆς ἐπὶ πολὺ σφόδρα, καὶ εἶπαν αὐτῇ,"],["8","ὁ Θεὸς ὁ Θεὸς τῶν πατέρων ἡμῶν δῴη σε εἰς χάριν, καὶ τελειώσαι τὰ ἐπιτηδεύματά σου εἰς γαυρίαμα υἱῶν Ἱσραὴλ καὶ ὕψωμα Ἰερουσαλήμ· καὶ προσεκύνησε τῷ Θεῷ,"],["9","Καὶ εἶπε πρὸς αὐτοὺς, ἐπιτάξατε ἀνοῖξαί μοι τὴν πύλην τῆς πόλεως, καὶ ἐξελεύσομαι εἰς τελείωσιν τῶν λόγων, ὧν ἐλαλήσατε μετʼ ἐμοῦ· καὶ συνέταξαν τοῖς νεανίσκοις ἀνοῖξαι αὐτῇ καθότι ἐλάλησαν."],["10","Καὶ ἐποίησαν οὕτως· καὶ ἐξῆλθεν Ἰουδὶθ, αὐτὴ καὶ ἡ παιδίσκη αὐτῆς μετʼ αὐτῆς· ἀπεσκόπευον δὲ αὐτὴν οἱ ἄνδρες τῆς πόλεως ἕως οὗ κατέβη τὸ ὄρος, ἕως διῆλθε τὸν αὐλῶνα, καὶ οὐκ ἔτι ἐθεώρουν αὐτήν."],["11","Καὶ ἐπορεύοντο ἐν τῷ αὐλῶνι εἰς εὐθεῖαν, καὶ συνήντησεν αὐτῇ προφυλακὴ τῶν Ἀσσυρίων."],["12","Καὶ συνέλαβον αὐτὴν, καὶ ἐπηρώτησαν, τίνων εἶ; καὶ πόθεν ἔρχῃ; καὶ ποῦ πορεύῃ; καὶ εἶπε, θυγάτηρ εἰμὶ τῶν Ἑβραίων, καὶ ἀποδιδράσκω ἀπὸ προσώπου αὐτῶν, ὅτι μέλλουσι δίδοσθαι ὑμῖν εἰς κατάβρωμα."],["13","Κᾀγὼ ἔρχομαι εἰς τὸ πρόσωπον Ὀλοφέρνου ἀρχιστρατήγου δυνάμεως ὑμῶν, τοῦ ἀναγγεῖλαι ῥήματα ἀληθείας, καὶ δείξω πρὸ προσώπου αὐτοῦ ὁδὸν καθʼ ἣν πορεύσεται, καὶ κυριεύσει πάσης τῆς ὀρεινῆς, καὶ οὐ διαφωνήσει τῶν ἀνδρῶν αὐτοῦ σὰρξ μία, οὐδὲ πνεῦμα ζωῆς."],["14","Ὡς δὲ ἤκουσαν οἱ ἄνδρες τὰ ῥήματα αὐτῆς, καὶ κατενόησαν τὸ πρόσωπον αὐτῆς, καὶ ἦν ἐναντίον αὐτῶν θαυμάσιον τῷ κάλλει σφόδρα, καὶ εἶπαν πρὸς αὐτὴν,"],["15","σέσωκας τὴν ψυχήν σου, σπεύσασα καταβῆναι εἰς πρόσωπον τοῦ κυρίου ἡμῶν· καὶ νῦν πρόσελθε ἐπὶ τὴν σκηνὴν αὐτοῦ, καὶ ἀφʼ ἡμῶν προπέμψουσί σε ἕως παραδώσουσί σε εἰς τὰς χεῖρας αὐτοῦ."],["16","Ἐὰν δὲ στῇς ἐναντίον αὐτοῦ, μὴ φοβηθῇς τῇ καρδίᾳ σου, ἀλλὰ ἀνάγγειλον κατὰ τὰ ῥήματά σου, καὶ εὖ σε ποιήσει."],["17","Καὶ ἐπέλεξαν ἐξ αὐτῶν ἄνδρας ἑκατὸν, καὶ παρέζευξαν αὐτῇ καὶ τῇ ἅβρᾳ αὐτῆς, καὶ ἤγαγον αὐτὰς ἐπὶ τὴν σκηνὴν Ὀλοφέρνου."],["18","Καὶ ἐγένετο συνδρομὴ ἐν πὰσῃ τῇ παρεμβολῇ· διεβοήθη γὰρ εἰς τὰ σκηνώματα ἡ παρουσία αὐτῆς· καὶ ἐλθόντες ἐκύκλουν αὐτὴν ὡς εἱστήκει ἔξω τῆς σκηνῆς Ὀλοφέρνου, ἕως προσήγγειλαν αὐτῷ περὶ αὐτῆς."],["19","Καὶ ἐθαύμαζον ἐπὶ τῷ κάλλει αὐτῆς, καὶ ἐθαύμαζον τοὺς υἱοὺς Ἰσραὴλ ἀπʼ αὐτῆς· καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, τίς καταφρονήσει τοῦ λαοῦ τούτου, ὃς ἔχει ἐν ἑαυτῷ γυναῖκας τοιαύτας; ὅτι οὐ καλόν ἐστιν ὑπολείπεσθαι ἐξ αὐτῶν ἄνδρα ἕνα, οἳ ἀφεθέντες δυνήσονται κατασοφίσασθαι πᾶσαν τὴν γῆν·"],["20","καὶ ἐξῆλθον οἱ παρακαθεύδοντες Ὀλοφέρνῃ, καὶ πάντες οἱ θεράποντες αὐτοῦ, καὶ εἰσήγαγον αὐτὴν εἰς τὴν σκηνήν."],["21","Καὶ ἦν Ὀλοφέρνης ἀναπαυόμενος ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κωνωπείῳ, ὃ ἦν ἐκ πορφύρας καὶ χρυσίου καὶ σμαράγδου καὶ λίθων πολυτελῶν καθυφασμένων."],["22","Καὶ ἀνήγγειλαν αὐτῷ περὶ αὐτῆς, καὶ ἐξῆλθεν εἰς τὸ προσκήνιον, καὶ λαμπάδες ἀργυραῖ προάγουσαι αὐτοῦ."],["23","Ὡς δὲ ἦλθε κατὰ πρόσωπον αὐτοῦ Ἰουδὶθ, καὶ τῶν θεραπόντων αὐτοῦ, ἐθαύμασαν πάντες ἐπὶ τῷ κάλλει τοῦ προσώπου αὐτῆς· καὶ πεσοῦσα ἐπὶ πρόσωπον προσεκύνησεν αὐτῷ, καὶ ἤγειραν αὐτὴν οἱ δοῦλοι αὐτοῦ."]],[["1","Καὶ εἶπε πρὸς αὐτὴν Ὀλοφέρνης, θάρσησον γύναι, μὴ φοβηθῇς τῇ καρδίᾳ σου, ὅτι ἐγὼ οὐκ ἐκάκωσα ἄνθρωπον ὅστις ᾑρέτικε δουλεύειν βασιλεῖ Ναβουχοδονόσορ πάσης τῆς γῆς."],["2","Καὶ νῦν ὁ λαός σου ὁ κατοικῶν τὴν ὀρεινὴν, εἰ μὴ ἐφαύλισάν με, οὐκ ἂν ᾖρα τὸ δόρυ μου ἐπʼ αὐτοὺς, ἀλλʼ αὐτοὶ ἑαυτοῖς ἐποίησαν ταῦτα."],["3","Καὶ νῦν λέγε μοι, τίνος ἕνεκεν ἀπέδρας ἀπʼ αὐτῶν, καὶ ἦλθες πρὸς ἡμᾶς; ἥκεις γὰρ εἰς σωτηρίαν· θάρσει, ἐν τῇ νυκτὶ ταύτῃ ζήσῃ, καὶ εἰς τὸ λοιπόν."],["4","Οὐ γάρ ἐστιν ὃς ἀδικήσει σε, ἀλλʼ εὖ σε ποιήσει, καθὰ γίνεται τοῖς δούλοις τοῦ κυρίου μου βασιλέως Ναβουχοδονόσορ."],["5","Καὶ εἶπε πρὸς αὐτὸν Ἰουδίθ, δέξαι τὰ ῥήματα τῆς δούλης σου, καὶ λαλησάτω ἡ παιδίσκη σου κατὰ πρόσωπόν σου, καὶ οὐκ ἀναγγελῶ ψεῦδος τῷ κυρίῳ μου ἐν τῇ νυκτὶ ταύτῃ."],["6","Καὶ ἐὰν κατακολουθήσῃς τοῖς λόγοις τῆς παιδίσκης σου, τελείως πρᾶγμα ποιήσει μετὰ σοῦ ὁ Θεὸς, καὶ οὐκ ἀποπεσεῖται ὁ κύριός μου τῶν ἐπιτηδευμάτων αὐτοῦ."],["7","Ζῇ γὰρ βασιλεὺς Ναβουχοδονόσορ πάσης τῆς γῆς, καὶ ζῇ τὸ κράτος αὐτοῦ, ὃς ἀπέστειλέ σε εἰς κατόρθωσιν πάσης ψυχῆς, ὅτι οὐ μόνον ἄνθρωποι διὰ σὲ δουλεύουσιν αὐτῷ, ἀλλὰ καὶ τὰ θηρία τοῦ ἀγροῦ, καὶ τὰ κτήνη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ διὰ τῆς ἰσχύος σου ζήσονται ἐπὶ Ναβουχοδονόσορ, καὶ πάντα τὸν οἶκον αὐτοῦ."],["8","Ἠκούσαμεν γὰρ τὴν σοφίαν σου, καὶ τὰ πανουργεύματα τῆς ψυχῆς σου, καὶ ἀνηγγέλη πάσῃ τῇ γῇ, ὅτι σὺ μόνος ἀγαθὸς ἐν πάσῃ βασιλείᾳ, καὶ δυνατὸς ἐν ἐπιστήμῃ, καὶ θαυμαστὸς ἐν στρατεύμασι πολέμου."],["9","Καὶ νῦν ὁ λόγος ὃν ἐλάλησεν Ἀχιὼρ ἐν τῇ συνεδρείᾳ σου, ἠκούσαμεν τὰ ῥήματα αὐτοῦ, ὅτι περιεποιήσαντο αὐτὸν οἱ ἄνδρες Βετυλούα, καὶ ἀνήγγειλεν αὐτοῖς πάντα ὅσα ἐξελάλησε παρὰ σοί."],["10","Διὸ, δέσποτα κύριε, μὴ παρέλθῃς τὸν λόγον αὐτοῦ, ἀλλὰ κατάθου αὐτὸν ἐν τῇ καρδίᾳ σου, ὅτι ἀληθής ἐστιν· οὐ γὰρ ἐκδικᾶται τὸ γένος ἡμῶν, οὐ κατισχύει ῥομφαία ἐπʼ αὐτοὺς, ἐὰν μὴ ἁμάρτωσιν εἰς τὸν Θεὸν αὐτῶν."],["11","Καὶ νῦν ἵνα μὴ γένηται ὁ κύριός μου εκβολος καὶ ἄπρακτος, καὶ ἐπιπεσεῖται θάνατος ἐπὶ πρόσωπον αὐτῶν, καὶ κατελάβετο αὐτοὺς ἁμάρτημα ἐν ᾧ παροργιοῦσι τὸν Θεὸν αὐτῶν, ὁπηνίκα ἂν ποιήσωσιν ἀτοπίαν."],["12","Ἐπεὶ γὰρ ἐξέλιπεν αὐτοὺς τὰ βρώματα, καὶ ἐσπανίσθη πᾶν ὕδωρ, ἐβουλεύσαντο ἐπιβαλεῖν τοῖς κτήνεσιν αὐτῶν, καὶ πάντα ὅσα διεστείλατο αὐτοῖς ὁ Θεὸς ἐν τοῖς νόμοις αὐτοῦ μὴ φαγεῖν, διέγνωσαν δαπανῆσαι."],["13","Καὶ τὰς ἀπαρχὰς τοῦ σίτου, καὶ τὰς δεκάτας τοῦ οἴνου καὶ τοῦ ἐλαίου, ἃ διεφύλαξαν ἁγιάσαντες τοῖς ἱερεῦσι τοῖς παρεστηκόσιν ἐν Ἱερουσαλὴμ ἀπέναντι τοῦ προσώπου τοῦ Θεοῦ ἡμῶν, κεκρίκασιν ἐξαναλῶσαι, ὧν οὐδὲ ταῖς χερσὶ καθῆκεν ἅψασθαι οὐδένα τῶν ἐκ τοῦ λαοῦ."],["14","Καὶ ἀπεστάλκασιν εἰς Ἱερουσαλὴμ, ὅτι καὶ οἱ ἐκεῖ κατοικοῦντες ἐποίησαν ταῦτα, τοὺς μετοικίσαντας αὐτοῖς τὴν ἄφεσιν παρὰ τῆς γερουσίας."],["15","Καὶ ἔσται ὡς ἂν ἀναγγείλῃ αὐτοῖς καὶ ποιήσωσιν, δοθήσονταί σοι εἰς ὄλεθρον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ."],["16","Ὅθεν ἐγὼ ἡ δούλη σου ἐπιγνοῦσα ταῦτα πάντα, ἀπέδρων ἀπὸ προσώπου αὐτῶν· καὶ ἀπέστειλέ με ὁ Θεὸς ποιῆσαι μετὰ σοῦ πράγματα, ἐφʼ οἷς ἐκστήσεται πᾶσα ἡ γῆ ὅσοι ἐὰν ἀκούσωσιν αὐτά."],["17","Ὅτι ἡ δούλη σου θεοσεβής ἐστι, καὶ θεραπεύουσα νυκτὸς καὶ ἡμέρας τὸν Θεὸν τοῦ οὐρανοῦ· καὶ νῦν μενῶ παρὰ σοί, κύριέ μου, καὶ ἐξελεύσεται ἡ δούλη σου κατὰ νύκτα εἰς τὴν φάραγγα, καὶ προσεύξομαι πρὸς τὸν Θεόν· καὶ ἐρεῖ μοι πότε ἐποίησαν τὰ ἁμαρτήματα αὐτῶν·"],["18","καὶ ἐλθοῦσα προσανοίσω σοι· ἐξελεύσῃ σὺν πάσῃ τῇ δυνάμει σου, καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεταί σοι ἐξ αὐτῶν."],["19","Καὶ ἄξω σε διὰ μέσου τῆς Ἰουδαίας, ἕως τοῦ ἐλθεῖν ἀπέναντι Ἱερουσαλήμ· καὶ θήσω τὸν δίφρον σου ἐν μέσῳ αὐτῆς, καὶ ἄξεις αὐτοὺς ὡς πρόβατα οἷς οὐκ ἔστι ποιμήν· καὶ οὐ γρύξει κύων τῇ γλώσσῃ αὐτοῦ ἀπέναντί σου· ὅτι ταῦτα ἐλαλήθη μοι κατὰ πρόγνωσίν μου, καὶ ἀπηγγέλη μοι, καὶ ἀπεστάλην ἀναγγεῖλαί σοι."],["20","Καὶ ἤρεσαν οἱ λόγοι αὐτῆς ἐναντίον Ὀλοφέρνου, καὶ ἐναντίον πάντων τῶν θεραπόντων αὐτοῦ, καὶ ἐθαύμασαν ἐπὶ τῇ σοφίᾳ αὐτῆς, καὶ εἶπαν,"],["21","οὐκ ἔστι τοιαύτη γυνὴ ἀπʼ ἄκρου ἕως ἄκρου τῆς γῆς, καλῷ προσώπῳ καὶ συνέσει λόγων."],["22","Καὶ εἶπε πρὸς αὐτὴν Ὀλοφέρνης, εὖ ἐποίησεν ὁ Θεὸς ἀποστείλας σε ἔμπροσθεν τοῦ λαοῦ, τοῦ γενηθῆναι ἐν χερσὶν ἡμῶν κράτος· ἐν δὲ τοῖς φαυλίσασι τὸν κύριόν μου, ἀπώλειαν."],["23","Καὶ νῦν ἀστεῖα εἶ σὺ ἐν τῷ εἴδει σου, καὶ ἀγαθὴ ἐν τοῖς λόγοις σου· ὅτι ἐὰν ποιήσῃς καθὰ ἐλάλησας, ὁ Θεός σου ἔσται μου Θεὸς, καὶ σὺ ἐν οἴκῳ βασιλέως Ναβουχοδονόσορ καθήσῃ, καὶ ἔσῃ ὀνομαστὴ παρὰ πᾶσαν τὴν γῆν."]],[["1","Καὶ ἐκέλευσεν εἰσαγαγεῖν αὐτὴν οὗ ἐτίθετο τὰ ἀργυρώματα, καὶ αὐτοῦ συνέταξε καταστρῶσαι αὐτῇ ἀπὸ τῶν ὀψοποιημάτων αὐτοῦ, καὶ τοῦ οἴνου αὐτοῦ πίνειν."],["2","Καὶ εἶπεν Ἰουδὶθ, οὐ φάγομαι ἐξ αὐτῶν, ἵνα μὴ γένηται σκάνδαλον, ἀλλʼ ἐκ τῶν ἠκολουθηκότων μοι χορηγηθήσεται."],["3","Καὶ εἶπε πρὸς αὐτὴν Ὀλοφέρνης, ἐὰν δὲ ἐκλίπῃ τὰ ὄντα μετὰ σοῦ, πόθεν ἐξοίσομέν σοι δοῦναι ὅμοια αὐτοῖς; οὐ γάρ ἐστι μεθʼ ἡμῶν ἐκ τοῦ ἔθνους σου."],["4","Καὶ εἶπεν Ἰουδὶθ πρὸς αὐτὸν, ζῇ ἡ ψυχη σου, κύριέ μου, ὅτι οὐ δαπανήσι ἡ δούλη σου τὰ ὄντα μετʼ ἐμοῦ, ἕως ἂν ποιήσῃ Κὺριος ἐν χειρί μου ἃ ἐβουλεύσατο."],["5","Καὶ ἠγάγοσαν αὐτὴν οἱ θεράποντες Ὀλοφέρνου εἰς τὴν σκηνὴν, καὶ ὕπνωσε μέχρι μεσούσης τῆς νυκτός· καὶ ἀνέστη πρὸς τὴν ἑωθινὴν φυλακὴν,"],["6","καὶ ἀπέστειλε πρὸς Ὀλοφέρνην, λέγουσα, ἐπιταξάτω δὴ ὁ κύριός μου, ἐᾶσαι τὴν δούλην σου ἐπὶ προσευχὴν ἐξελθεῖν."],["7","Καὶ προσέταξεν Ὀλοφέρνης τοῖς σωματοφύλαξι μὴ διακωλύειν αὐτήν· καὶ παρέμεινεν ἐν τῇ παρεμβολῇ ἡμέρας τρεῖς, καὶ ἐξεπορεύετο κατὰ νύκτα εἰς τὴν φάραγγα Βετυλούα, καὶ ἐβαπτίζετο ἐν τῇ παρεμβολῇ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος."],["8","Καὶ ὡς ἀνέβη, ἐδέετο τοῦ Κυρίου Θεοῦ Ἰσραὴλ κατευθύναι τὴν ὁδὸν αὐτῆς εἰς ἀνάστεμα τῶν υἱῶν τοῦ λαοῦ αὐτοῦ."],["9","Καὶ εἰσπορευομένη καθαρὰ παρέμενε τῇ σκηνῇ, μέχρις οὗ προσηνέγκατο τὴν τροφὴν αὐτῆς πρὸς ἑσπέραν."],["10","Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ, ἐποίησεν Ὀλοφέρνης πότον τοῖς δούλοις αὐτοῦ μόνοις, καὶ οὐκ ἐκάλεσεν εἰς τὴν χρῆσιν οὐδένα τῶν πρὸς ταῖς χρείαις."],["11","Καὶ εἶπε Βαγώᾳ τῷ εὐνούχῳ, ὃς ἦν ἀφεστηκὼς ἐπὶ πάντων τῶν αὐτοῦ, πεῖσον δὴ πορευθεὶς τὴν γυναῖκα τὴν Ἑβραίαν ἥ ἐστι παρὰ σοὶ, τοῦ ἐλθεῖν πρὸς ἡμᾶς, καὶ φαγεῖν καὶ πιεῖν μεθʼ ἡμῶν."],["12","Ἰδοὺ γὰρ αἰσχρὸν τῷ προσώπῳ ἡμῶν, εἰ γυναῖκα τοιαύτην παρήσομεν οὐχ ὁμιλήσαντες αὐτῇ, ὅτι ἐὰν ταύτην μὴ ἐπισπασώμεθα, καταγελάσεται ἡμῶν."],["13","Καὶ ἐξῆλθε Βαγώας ἀπὸ προσώπου Ὀλοφέρνου, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ εἶπε, μὴ ὀκνησάτω δὴ ἡ παιδίσκη ἡ καλὴ αὕτη ἐλθοῦσα πρὸς τὸν κύριόν μου, δοξασθῆναι κατὰ πρόσωπον αὐτοῦ, καὶ πίεσαι μεθʼ ἡμῶν εἰς εὐφροσύνην οἶνον, καὶ γενηθῆναι ἐν τῇ ἡμέρᾳ ταύτῃ ὡς θυγάτηρ μία τῶν υἱῶν Ἀσσοὺρ, αἳ παρεστήκασιν ἐν οἴκῳ Ναβουχοδονόσορ."],["14","Καὶ εἶπε πρὸς αὐτὸν Ἰουδίθ, καὶ τίς εἰμι ἐγὼ ἀντεροῦσα τῷ κυρίῳ μου; ὅτι πᾶν ὃ ἔσται ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ ἀρεστὸν, σπεύσασα ποιήσω, καὶ ἔσται τοῦτο ἀγαλλίαμα ἕως ἡμέρας θανάτου μου."],["15","Καὶ διαναστᾶσα ἐκοσμήθη τῷ ἱματισμῷ καὶ παντὶ τῷ κόσμῳ τῷ γυναικείῳ· καὶ προσῆλθεν ἡ δούλη αὐτῆς, καὶ ἔστρωσεν αὐτῇ κατέναντι Ὀλοφέρνου χαμαὶ τὰ κώδια, ἃ ἔλαβε παρὰ Βαγώου εἰς τὴν καθημερινὴν δίαιταν αὐτῆς, εἰς τὸ ἐσθίειν κατακλινομένην ἐπʼ αὐτῶν."],["16","Καὶ εἰσελθοῦσα ἀνέπεσεν Ἰουδίθ, καὶ ἐξέστη ἡ καρδία Ὀλοφέρνου ἐπʼ αὐτὴν, καὶ ἐσαλεύθη ἡ ψυχὴ αὐτοῦ· καὶ ἦν κατεπίθυμος σφόδρα τοῦ συγγενέσθαι μετʼ αὐτῆς· καὶ ἐτήρει καιρὸν τοῦ ἀπατῆσαι αὐτὴν, ἀφʼ ἧς ἡμέρας εἶδεν αὐτήν."],["17","Καὶ εἶπε πρὸς αὐτὴν Ὀλοφέρνης, πίε δὴ, καὶ γενήθητι μεθʼ ἡμῶν εἰς εὐφροσύνην."],["18","Καὶ εἶπεν Ἰουδὶθ, πίομαι δὴ, κύριε, ὅτι ἐμεγαλύνθη τὸ ζῇν μου ἐν ἐμοὶ σήμερον παρὰ πάσας τὰς ἡμέρας τῆς γενέσεώς μου."],["19","Καὶ λαβοῦσα ἔφαγε καὶ ἔπιε κατέναντι αὐτοῦ ἃ ἡτοίμασεν ἡ δούλη αὐτῆς."],["20","Καὶ ηὐφράνθη Ὀλοφέρνης ἀπʼ αὐτῆς, καὶ ἔπιεν οἶνον πολὺν σφόδρα ὅσον οὐκ ἔπιε πώποτε ἐν ἡμέρᾳ μιᾷ ἀφʼ οὗ ἐγεννήθη."]],[["1","Ὡς δὲ ὀψία ἐγένετο, ἐσπούδασαν οἱ δοῦλοι αὐτοῦ ἀναλύειν· καὶ Βαγώας συνέκλεισε τὴν σκηνὴν ἔξωθεν, καὶ ἀπέκλεισε τοὺς παρεστῶτας ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ, καὶ ἀπῴχοντο εἰς τὰς κοίτας αὐτῶν· ἦσαν γὰρ πάντες κεκοπωμένοι, διὰ τὸ ἐπὶ πλεῖον γεγονέναι τὸν πότον."],["2","Ὑπελείφθη δὲ Ἰουδὶθ μόνη ἐν τῇ σκηνῇ, καὶ Ὀλοφέρνης προπεπτωκὼς ἐπὶ τὴν κλίνην αὐτοῦ· ἦν γὰρ περικεχυμένος αὐτῷ ὁ οἶνος."],["3","Καὶ εἶπεν Ιουδὶθ τῇ δούλῃ αὐτῆς στῆναι ἔξω τοῦ κοιτῶνος αὐτῆς, καὶ ἐπιτηρεῖν τὴν ἔξοδον αὐτῆς καθάπερ καθʼ ἡμέραν, ἐξελεύσεσθαι γὰρ ἔφη ἐπὶ τὴν προσευχὴν αὐτῆς· καὶ τῷ Βαγώᾳ ἐλάλησε κατὰ τὰ ῥήματα ταῦτα."],["4","Καὶ ἀπήλθοσαν πάντες ἐκ προσώπου, καὶ οὐδεὶς κατελείφθη ἐν τῷ κοιτῶνι ἀπὸ μικροῦ ἕως μεγάλου· καὶ στᾶσα Ἰουδὶθ παρὰ τὴν κλίνην αὐτοῦ, εἶπεν ἐν τῇ καρδίᾳ αὐτῆς, Κύριε ὁ Θεὸς πάσης δυνάμεως, ἐπίβλεψον ἐν τῇ ὥρᾳ ταύτῃ ἐπὶ τὰ ἔργα τῶν χειρῶν μου, εἰς ὕψωμα Ἱερουσαλήμ·"],["5","ὅτι νῦν καιρὸς ἀντιλαβέσθαι τῆς κληρονομίας σου, καὶ ποιῆσαι τὸ ἐπιτήδευμά μου, εἰς θραῦμα ἔχθρων οἳ ἐπανέστησαν ἡμῖν."],["6","Καὶ προσελθοῦσα τῷ κανόνι τῆς κλίνης ὃς ἦν πρὸς κεφαλῆς Ὀλοφέρνου, καθεῖλε τὸν ἀκινάνην αὐτοῦ ἀπʼ αὐτοῦ."],["7","Καὶ ἐγγίσασα τῆς κλίνης, ἐδράξατο τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ, καὶ εἶπε, κραταίωσόν με, ὁ Θεὸς Ἰσραὴλ, ἐν τῇ ἡμέρᾳ ταύτῃ·"],["8","Καὶ ἐπάταξεν εἰς τὸν τράχηλον αὐτοῦ δὶς ἐν τῇ ἰσχύϊ αὐτῆς, καὶ ἀφεῖλε τὴν κεφαλὴν αὐτοῦ ἀπʼ αὐτοῦ,"],["9","καὶ ἀπεκύλισε τὸ σῶμα αὐτοῦ ἀπὸ τῆς στρωμνῆς, καὶ ἀφεῖλε τὸ κωνωπεῖον ἀπὸ τῶν στύλων· καὶ μετʼ ὀλίγον ἐξῆλθε, καὶ παρέδωκε τῇ ἅβρᾳ αὐτῆς τὴν κεφαλὴν Ὀλοφέρνου."],["10","Καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν πήραν τῶν βρωμάτων αὐτῆς, καὶ ἐξῆλθον αἱ δύο ἅμα κατὰ τὸν ἐθισμὸν αὐτῶν· καὶ διελθοῦσαι τὴν παρεμβολὴν, ἐκύκλωσαν τὴν φάραγγα ἐκείνην, καὶ προσανέβησαν τὸ ὄρος Βετυλούα, καὶ ἤλθοσαν πρὸς τὰς πύλας αὐτῆς."],["11","Καὶ εἶπεν Ἰουδὶθ μακρόθεν τοῖς φυλάσσουσιν ἐπὶ τῶν πυλῶν, ἀνοίξατε, ἀνοίξατε δὴ τὴν πύλην, μεθʼ ἡμῶν ὁ Θεὸς ὁ Θεὸς ἡμῶν, ποιῆσαι ἔτι ἰσχὺν ἐν Ἰσραὴλ καὶ κράτος κατὰ τῶν ἐχθρων, καθὰ καὶ σήμερον ἐποίησε."],["12","Καὶ ἐγένετο ὡς ἤκουσαν οἱ ἄνδρες τῆς πόλεως αὐτῆς τὴν φωνὴν αὐτῆς, ἐσπούδασαν τοῦ καταβῆναι εἰς τὴν πύλην τῆς πόλεως αὐτῶν· καὶ συνεκάλεσαν τοὺς πρεσβυτέρους τῆς πόλεως."],["13","Καὶ συνέδραμον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου, ὅτι παράδοξον ἦν αὐτοῖς τὸ ἐλθεῖν αὐτὴν, καὶ ἤνοιξαν, τὴν πύλην, καὶ ὑπεδέξαντο αὐτάς· καὶ ἅψαντες πῦρ εἰς φαῦσιν, περιεκύκλωσαν αὐτάς."],["14","Ἡ δὲ εἶπε πρὸς αὐτοὺς φωνῇ μεγάλῃ, αἰνεῖτε τὸν Θεόν, αἰνεῖτε· αἰνεῖτε τὸν Θεὸν ὃς οὐκ ἀπέστησε τὸ ἔλεος αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰσραὴλ, ἀλλʼ ἔθραυσε τοὺς ἐχθροὺς ἡμῶν διὰ χειρός μου ἐν τῇ νυκτὶ ταύτῃ."],["15","Καὶ προελοῦσα τὴν κεφαλὴν ἐκ τῆς πήρας, ἔδειξε, καὶ εἶπεν αὐτοῖς, ἰδοὺ ἡ κεφαλὴ Ὀλοφέρνου ἀρχιστρατήγου δυνάμεως Ἀσσοὺρ, καὶ ἰδοὺ τὸ κωνωπεῖον ἐν ᾧ κατέκειτο ἐν ταῖς μέθαις αὐτοῦ, καὶ ἐπάταξεν αὐτὸν ὁ Κύριος ἐν χειρὶ θηλείας."],["16","Καὶ ζῇ Κύριος ὃς διεφύλαξέ με ἐν τῇ ὁδῷ μου ᾗ ἐπορεύθην, ὅτι ἠπάτησεν αὐτὸν τὸ πρόσωπόν μου εἰς ἀπώλειαν αὐτοῦ, καὶ οὐκ ἐποίησεν ἁμάρτημα μετʼ ἐμοῦ εἰς μίασμα καὶ αἰσχύνην."],["17","Καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα, καὶ κύψαντες προσεκύνησαν τῷ Θεῷ καὶ εἶπαν ὁμοθυμαδὸν, εὐλογητὸς εἶ ὁ Θεὸς ἡμῶν, ὁ ἐξουδενώσας ἐν τῇ ἡμέρᾳ τῇ σήμερον τοὺς ἐχθροὺς τοῦ λαοῦ σου."],["18","Καὶ εἶπεν αὐτῇ Ὀζίας, εὐλογητὴ σὺ, θυγάτηρ τῷ Θεῷ τῷ ὑψίστῳ παρὰ πάσας τὰς γυναῖκας τὰς ἐπὶ τῆς γῆς, καὶ εὐλογημένος Κύριος ὁ Θεὸς, ὃς ἔκτισε τοὺς οὐρανοὺς καὶ τὴν γῆν, ὃς κατεύθυνέ σε εἰς τραῦμα κεφαλῆς ἄρχοντος ἐχθρῶν ἡμῶν,"],["19","ὅτι οὐκ ἀποστήσεται ἡ ἐλπίς σου ἀπὸ καρδίας ἀνθρώπων μνημονευόντων ἰσχὺν Θεοῦ ἕως αἰῶνος."],["20","Καὶ ποιήσαι σοι αὐτὰ ὁ Θεὸς εἰς ὕψος αἰώνιον, τοῦ ἐπισκέψασθαί σε ἐν ἀγαθοῖς, ἀνθʼ ὧν οὐκ ἐφείσω τῆς ψυχῆς σου διὰ τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν, ἀλλʼ ἐπεξῆλθες πτώματι ἡμῶν, ἐπʼ εὐθείαν πορευθεῖσα ἐνώπιον τοῦ Θεοῦ ἡμῶν· καὶ εἶπαν πᾶς ὁ λαός, γένοιτο, γένοιτο."]],[["1","Καὶ εἶπε πρὸς αὐτοὺς Ἰουδὶθ, ἀκούσατε δή μου, ἀδελφοὶ, καὶ λαβόντες τὴν κεφαλὴν ταύτην, κρεμάσατε αὐτὴν ἐπὶ τῆς ἐπάλξεως τοῦ τείχους ὑμῶν."],["2","Καὶ ἔσται ἡνίκα ἂν διαφαύσῃ ὁ ὄρθρος, καὶ ἐξέλθῃ ὁ ἥλιος ἐπὶ τὴν γῆν, ἀναλήψεσθε ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ ὑμῶν, καὶ ἐξελεύσεσθε πᾶς ἀνὴρ ἰσχύων ἔξω τῆς πόλεως, καὶ δώσετε ἀρχηγὸν εἰς αὐτοὺς, ὡς καταβαίνοντες ἐπὶ τὸ πεδίον εἰς τὴν προφυλακὴν υἱῶν Ἀσσοὺρ, καὶ οὐ καταβήσεσθε."],["3","Καὶ ἀναλαβόντες οὗτοι τὰς πανοπλίας αὐτῶν, πορεύσονται εἰς τὴν παρεμβολὴν αὐτῶν, καὶ ἐγεροῦσι τοὺς στρατηγοὺς τῆς δυνάμεως Ἀσσοὺρ, καὶ συνδραμοῦνται ἐπὶ τὴν σκηνὴν Ὀλοφέρνου, καὶ οὐχ εὑρήσουσιν αὐτὸν, καὶ ἐπιπεσεῖται ἐπʼ αὐτοὺς φόβος, καὶ φεύξονται ἀπὸ προσώπου ὑμῶν."],["4","Καὶ ἐπακολουθήσαντες ὑμεῖς, καὶ πάντες οἱ κατοικοῦντες πᾶν ὅριον Ἰσραὴλ, καταστρώσατε αὐτοὺς ἐν ταῖς ὁδοῖς αὐτῶν."],["5","Πρὸ δὲ τοῦ ποιῆσαι ταῦτα, καλέσατέ μοι Ἀχιὼρ τὸν Ἀμμανίτην, ἵνα ἰδὼν ἐπιγνῷ τὸν ἐκφαυλίσαντα τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ αὐτὸν ὡς εἰς θάνατον ἀποστείλαντα εἰς ἡμᾶς."],["6","Καὶ ἐκάλεσαν τὸν Ἀχιὼρ ἐκ τοῦ οἴκου Ὀζία· ὡς δὲ ἦλθε, καὶ εἶδε τὴν κεφαλὴν Ὀλοφέρνου ἐν χειρὶ ἀνδρὸς ἑνὸς ἐν τῇ ἐκκλησίᾳ τοῦ λαοῦ, ἔπεσεν ἐπὶ πρόσωπον, καὶ ἐξελύθη τὸ πνεῦμα αὐτοῦ."],["7","Ὡς δὲ ἀνέλαβον αὐτὸν, προσέπεσε τοῖς ποσὶν Ἰουδὶθ, καὶ προσεκύνησε τῷ προσώτῳ αὐτῆς, καὶ εἶπεν, εὐλογημένη σὺ ἐν παντὶ σκηνώματι Ἰούδα, καὶ ἐν παντὶ ἔθνει, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται."],["8","Καὶ νῦν ἀνάγγειλόν μοι ὅσα ἐποίησας ἐν ταῖς ἡμέραις ταύταις· καὶ ἀπήγγειλεν αὐτῷ Ἰουδὶθ ἐν μέσῳ τοῦ λαοῦ πάντα ὅσα ἦν πεποιηκυῖα, ἀφʼ ἧς ἡμέρας ἐξῆλθεν ἕως οὗ ἐλάλει αὐτοῖς."],["9","Ὡς δὲ ἐπαύσατο λαλοῦσα, ἠλάλαξεν ὁ λαὸς φωνῇ μεγάλῃ, καὶ ἔδωκε φωνὴν εὐφρόσυνον ἐν τῇ πόλει αὐτῶν."],["10","Ἰδὼν δὲ Ἀχιὼρ πάντα ὅσα ἐποίησεν ὁ Θεὸς τοῦ Ἰσραὴλ, ἐπίστευσε τῷ Θεῷ σφόδρα, καὶ περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ, καὶ προσετέθη πρὸς τὸν οἶκον Ἰσραὴλ ἕως τῆς ἡμέρας ταύτης."],["11","Ἡνίκα δὲ ὁ ὄρθρος ἀνέβη, καὶ ἐκρέμασαν τὴν κεφαλὴν Ὀλοφέρνου ἐκ τοῦ τείχους, καὶ ἀνέλαβε πᾶς ἀνὴρ Ἰσραὴλ τὰ ὅπλα αὐτοῦ, καὶ ἐξήλθοσαν κατὰ σπείρας ἐπὶ τὰς ἀναβάσεις τοῦ ὄρους."],["12","Οἱ δὲ υἱοὶ Ἀσσοὺρ, ὡς εἶδον αὐτοὺς, διέπεμψαν ἐπὶ τοὺς ἡγουμένους αὐτῶν· οἱ δὲ ἦλθον ἐπὶ στρατηγοὺς καὶ χιλιάρχους καὶ ἐπὶ πάντα ἄρχοντα αὐτῶν·"],["13","Καὶ παρεγένοντο ἐπὶ τὴν σκηνὴν Ὀλοφέρνου, καὶ εἶπαν τῷ ὄντι ἐπὶ πάντων τῶν αὐτοῦ, ἔγειρον δὴ τὸν κύριον ἡμῶν, ὅτι ἐτόλμησαν οἱ δοῦλοι καταβαίνειν ἐφʼ ἡμᾶς εἰς πόλεμον, ἵνα ἐξολοθρευθῶσιν εἰς τέλος."],["14","Καὶ εἰσῆλθε Βαγώας, καὶ ἔκρουσε τὴν αὐλαίαν τῆς σκηνῆς· ὑπενοεῖτο γὰρ καθεύδειν αὐτὸν μετὰ Ἰουδίθ."],["15","Ὡς δὲ οὐδεὶς ἐπήκουσε, διαστείλας εἰσῆλθεν εἰς τὸν κοιτῶνα, καὶ εὗρεν αὐτὸν ἐπὶ τῆς χελωνίδος ἐῤῥιμεμένον νεκρὸν, καὶ ἡ κεφαλὴ αὐτοῦ ἀφῄρητο ἀπʼ αὐτοῦ."],["16","Καὶ ἐβόησε φωνῇ μεγάλῃ μετὰ κλαυθμοῦ καὶ στεναγμοῦ καὶ βοῆς ἰσχυρᾶς, καὶ διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ."],["17","Καὶ εἰσῆλθεν εἰς τὴν σκηνὴν οὗ ἦν Ἰουδὶθ καταλύουσα, καὶ οὐχ εὗρεν αὐτήν· καὶ ἐξεπήδησεν εἰς τὸν λαὸν, κράζων,"],["18","ἠθέτησαν οἱ δοῦλοι, ἐποίησεν αἰσχύνην μία γυνὴ τῶν Ἑβραίων εἰς τὸν οἶκον τοῦ βασιλέως Ναβουχοδονόσορ, ὅτι ἰδοὺ Ὀλοφέρνης χαμαί, καὶ ἡ κεφαλὴ οὐκ ἔστιν ἐπʼ αὐτῷ."],["19","Ὡς δὲ ἤκουσαν ταῦτα τὰ ῥήματα οἱ ἄρχοντες τῆς δυνάμεως Ἀσσοὺρ, τοὺς χιτῶνας αὐτῶν διέῤῥηξαν, καὶ ἐταράχθη ἡ ψυχὴ αὐτῶν σφόδρα, καὶ ἐγένετο αὐτῶν κραυγὴ καὶ βοὴ μεγάλη σφόδρα ἐν μέσῳ τῆς παρεμβολῆς."]],[["1","Καὶ ὡς ἤκουσαν οἱ ἐν τοῖς σκηνώμασιν ὄντες, ἐξέστησαν ἐπὶ τὸ γεγονός·"],["2","καὶ ἐπέπεσεν ἐπʼ αὐτοὺς φόβος καὶ τρόμος, καὶ οὐκ ἦν ἄνθρωπος μένων κατὰ πρόσωπον τοῦ πλησίον ἔτι, ἀλλʼ ἐκχυθέντες ὁμοθυμαδὸν ἔφευγον ἐπὶ πᾶσαν ὁδὸν τοῦ πεδίου καὶ τῆς ὀρεινῆς."],["3","Καὶ οἱ παρεμβεβληκότες ἐν τῇ ὀρεινῇ κύκλῳ Βετυλούα καὶ ἐτράπησαν εἰς φυγήν· καὶ τότε οἱ υἱοὶ Ἰσραὴλ πᾶς ἀνὴρ πολεμιστὴς ἐξ αὐτῶν ἐξεχύθησαν ἐπʼ αὐτούς."],["4","Καὶ ἀπέστειλεν Ὀζίας εἰς Βαιτομασθαῒμ, καὶ Χωβαῒ, καὶ Χωλὰ, καὶ εἰς πᾶν ὅριον Ἰσραὴλ, τοὺς ἀπαγγέλλοντας ὑπὲρ τῶν συντετελεσμένων, καὶ ἵνα πάντες ἐπεκχυθῶσι τοῖς πολεμίοις εἰς τὴν ἀναίρεσιν αὐτῶν."],["5","Ὡς δὲ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ, πάντες ὁμοθυμαδὸν ἐπέπεσον ἐπʼ αὐτοὺς, καὶ ἔκοπτον αὐτοὺς ἕως Χωβά. ὡσαύτως δὲ καὶ οἱ ἐξ Ἱερουσαλὴμ παρεγενήθησαν καὶ ἐκ πάσης τῆς ὀρεινῆς· ἀνήγγειλαν γὰρ αὐτοῖς τὰ γεγονότα τῇ παρεμβολῇ τῶν ἐχθρῶν αὐτῶν· καὶ οἱ ἐν Γαλαὰδ καὶ οἱ ἐν τῇ Γαλιλαίᾳ ὑπερεκέρασαν αὐτοὺς πληγῇ μεγάλῃ, ἕως οὗ παρῆλθον Δαμασκὸν, καὶ τὰ ὅρια αὐτῆς."],["6","Οἱ δὲ λοιποὶ οἱ κατοικοῦντες Βετυλούα, ἐπέπεσαν τῇ παρεμβολῇ Ἀσσοὺρ, καὶ ἐπρονόμευσαν αὐτοὺς, καὶ ἐπλούτησαν σφόδρα."],["7","Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἀναστρέψαντες ἀπὸ τῆς κοπῆς, ἐκυρίευσαν τῶν λοιπῶν, καὶ αἱ κῶμαι καὶ ἐπαύλεις ἐν τῇ ὀρείνῃ καὶ πεδινῇ ἐκράτησαν πολλῶν λαφύρων· ἦν γὰρ πλῆθος πολὺ σφόδρα."],["8","Καὶ Ἰωακὶμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία τῶν υἱῶν Ἰσραὴλ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ ἦλθον τοῦ θεάσασθαι τὰ ἀγαθὰ ἃ ἐποίησε Κύριος τῷ Ἰσραήλ, καὶ τοῦ ἰδεῖν τὴν Ἰουδὶθ, καὶ λαλῆσαι μετʼ αὐτῆς εἰρήνην."],["9","Ὡς δὲ εἰσῆλθον πρὸς αὐτὴν, εὐλόγησαν αὐτὴν πάντες ὁμοθυμαδὸν, καὶ εἶπαν πρὸς αὐτὴν, σὺ ὕψωμα Ἰσραὴλ, σὺ γαυρίαμα μέγα τοῦ Ἰσραὴλ, σὺ καύχημα μέγα τοῦ γένους ἡμῶν."],["10","Ἐποίησας πάντα ταῦτα ἐν χειρί σου, ἐποίησας τὰ ἀγαθὰ μετὰ Ἰσραήλ· καὶ εὐδοκήσαι ἐπʼ αὐτοῖς ὁ Θεός· εὐλογημένη γίνου παρὰ τῷ παντοκράτορι Κυρίῳ εἰς τὸν αἰῶνα χρόνον· καὶ εἶπε πᾶς ὁ λαὸς, γένοιτο."],["11","Καὶ ἐλαφύρευσε πᾶς ὁ λαὸς τὴν παρεμβολὴν ἐφʼ ἡμέρας τριάκοντα, καὶ ἔδωκαν τῇ Ἰουδὶθ τὴν σκηνὴν Ὀλοφέρνου, καὶ πάντα τὰ ἀργυρώματα, καὶ τὰς κλίνας καὶ τὰ ὅλκια· καὶ πάντα τὰ σκευάσματα αὐτοῦ· καὶ λαβοῦσα αὕτη ἐπέθηκεν ἐπὶ τὴν ἡμίονον αὐτῆς, καὶ ἔζευξε τὰς ἁμάξας αὐτῆς, καὶ ἐσώρευσεν αὐτὰ ἐπʼ αὐτῶν."],["12","Καὶ συνέδραμε πᾶσα γυνὴ Ἰσραὴλ τοῦ ἰδεῖν αὐτὴν, καὶ εὐλόγησαν αὐτήν· καὶ ἐποίησαν αὐτῇ χορὸν ἐξ αὐτῶν· καὶ ἔλαβε θύρσους ἐν ταῖς χερσὶν αὐτῆς, καὶ ἔδωκε ταῖς γυναιξὶ ταῖς μετʼ αὐτῆς,"],["13","καὶ ἐστεφανώσαντο τὴν ἐλαίαν αὕτη καὶ αἱ μετʼ αὐτῆς· καὶ προῆλθε παντὸς τοῦ λαοῦ ἐν χορείᾳ ἡγουμένη πασῶν τῶν γυναικῶν, καὶ ἠκολούθει πᾶς ἀνὴρ Ἰσραὴλ ἐνωπλισμένοι μετὰ στεφάνων καὶ ὕμνων ἐν τῷ στόματι αὐτῶν."]],[["1","Καὶ ἐξῆρχεν Ἰουδὶθ τὴν ἐξομολόγησιν ταύτην ἐν παντὶ Ἰσραὴλ, καὶ ὑπεφώνει πᾶς ὁ λαὸς τὴν αἴνεσιν ταύτην·"],["2","Καὶ εἶπεν Ἰουδὶθ, Ἐξάρχετε τῷ Θεῷ μου ἐν τυμπάνοις, ᾄσατε τῷ Κυρίῳ μου ἐν κυμβάλοις, ἐναρμόσασθε αὐτῷ ψαλμὸν καινὸν, ὑψοῦτε καὶ ἐπικαλέσασθε τὸ ὄνομα αὐτοῦ."],["3","ὅτι Θεὸς συντρίβων πολέμους Κύριος, ὅτι εἰς παρεμβολὰς αὐτοῦ ἐν μέσῳ λαοῦ ἐξείλατό με ἐκ χειρὸς τῶν καταδιωκόντων με."],["4","Ἦλθεν Ἀσσοὺρ ἐξ ὀρέων ἀπὸ βοῤῥᾶ, ἦλθεν ἐν μυριάσι δυνάμεως αὐτοῦ, ὧν τὸ πλῆθος αὐτῶν ἐνέφραξε χειμάῤῥους, καὶ ἡ ἵππος αὐτῶν ἐκάλυψε βουνούς."],["5","Εἶπεν ἐμπρήσειν τὰ ὅριά μου, καὶ τοὺς νεανίσκους μου ἀνελεῖν ἐν ῥομφαίᾳ, καὶ τὰ θηλάζοντά μου θήσειν εἰς ἔδαφος, καὶ τὰ νήπιά μου δώσειν εἰς προνομὴν, καὶ τὰς παρθένους μου σκυλεῦσαι."],["6","Κύριος Παντοκράτωρ ἠθέτησεν αὐτοὺς ἐν χειρὶ θηλείας."],["7","Οὐ γὰρ ὑπέπεσεν ὁ δυνατὸς αὐτῶν ὑπὸ νεανίσκων, οὐδὲ υἱοὶ Τιτάνων ἐπάταξαν αὐτόν, οὐδὲ ὑψηλοὶ γίγαντες ἐπέθεντο αὐτῷ, ἀλλὰ Ἰουδὶθ θυγάτηρ Μεραρεὶ ἐν κάλλει προσώπου αὐτῆς παρέλυσεν αὐτόν."],["8","Ἐξεδύσατο γὰρ στολὴν χηρεύσεως αὐτῆς εἰς ὕψος τῶν πονούντων ἐν Ἰσραήλ, ἠλείψατο τὸ πρόσωπον αὐτῆς ἐν μυρισμῷ, καὶ ἐδήσατο τὰς τρίχας αὐτῆς ἐν μίτρᾳ, καὶ ἔλαβε στολὴν λινῆν εἰς ἀπάτην αὐτοῦ."],["9","Τὸ σανδάλιον αὐτῆς ἥρπασεν ὀφθαλμὸν αὐτοῦ, καὶ τὸ κάλλος αὐτῆς ᾐχμαλώτισε ψυχὴν αὐτοῦ· διῆλθεν ὁ ἀκινάκης τὸν τράχηλον αὐτοῦ."],["10","Ἔφριξαν Πέρσαι τὴν τόλμαν αὐτῆς, καὶ Μῆδοι τὸ θράσος αὐτῆς ἐῤῥάχθησαν."],["11","Τότε ἠλάλαξαν οἱ ταπεινοί μου, καὶ ἐφοβήθησαν οἱ ἀσθενοῦντές μου, καὶ ἐπτοήθησαν· ὕψωσαν τὴν φωνὴν αὐτῶν, καὶ ἀνετράπησαν."],["12","Υἱοὶ κορασίων κατεκέντησαν αὐτοὺς, καὶ ὡς παῖδας αὐτομολούντων ἐτίτρωσκον αὐτούς· ἀπώλοντο ἐκ παρατάξεως Κυρίου μου."],["13","Ὑμνήσω τῷ Θεῷ μου ὕμνον καινόν· Κύριε, μέγας εἶ, καὶ ἔνδοξος, θαυμαστὸς ἐν ἰσχύϊ, ἀνυπέρβλητος."],["14","Σοὶ δουλευσάτω πᾶσα ἡ κτίσις σου, ὅτι εἶπας, καὶ ἐγενήθησαν· ἀπέστειλας τὸ πνεῦμά σου, καὶ ᾠκοδόμησε· καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τῇ φωνῇ σου."],["15","Ὄρη γὰρ ἐκ θεμελίων σὺν ὕδασι σαλευθήσεται, πέτραι δὲ ἀπὸ προσώπου σου ὡς κηρὸς τακήσονται, ἐπὶ δὲ τοῖς φοβουμένοις σε, σὺ εὐιλατεύεις αὐτοῖς."],["16","Ὅτι μικρὸν πᾶσα θυσία εἰς ὀσμὴν εὐωδίας, καὶ ἐλάχιστον πᾶν στέαρ εἰς ὁλοκαύτωμά σοι· ὁ δὲ φοβούμενος τὸν Κύριον, μέγας διαπαντός."],["17","Οὐαὶ ἔθνεσιν ἐπανισταμένοις τῷ γένει μου· Κύριος παντοκράτωρ ἐκδικήσει αὐτοὺς ἐν ἡμέρᾳ κρίσεως, δοῦναι πῦρ καὶ σκώληκας εἰς σάρκας αὐτῶν, καὶ κλαύσονται ἐν αἰσθήσει ἕως αἰῶνος."],["18","Ὡς δὲ ἤλθοσαν εἰς Ἱερουσαλήμ, προσεκύνησαν τῷ Θεῷ· καὶ ἡνίκα ἐκαθαρίσθη ὁ λαὸς, ἀνήνεγκαν τὰ ὁλοκαυτώματα αὐτῶν, καὶ τὰ ἑκουσία αὐτῶν, καὶ τὰ δόματα."],["19","Καὶ ἀνέθηκεν Ἰουδὶθ πάντα τὰ σκεύη Ὀλοφέρνου ὅσα ἔδωκεν ὁ λαὸς αὐτῇ, καὶ τὸ κωνωπεῖον ὃ ἔλαβεν αὕτς ἐκ τοῦ κοιτῶνος αὐτοῦ, εἰς ἀνάθημα τῷ Θεῷ ἔδωκε."],["20","Καὶ ἦν ὁ λαὸς εὐφραινόμενος ἐν Ἱερουσαλὴμ κατὰ πρόσωπον τῶν ἁγίων ἐπὶ μῆνας τρεῖς, καὶ Ἰουδὶθ μετʼ αὐτῶν κατέμεινε."],["21","Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἀνέζευξεν ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ· καὶ Ἰουδὶθ ἀπῆλθεν εἰς Βετυλούα, καὶ κατέμεινεν ἐπὶ τῆς ὑπάρξεως αὐτῆς· καὶ ἐγένετο κατὰ τὸν καιρὸν αὐτῆς ἔνδοξος ἐν πάσῃ τῇ γῇ."],["22","Καὶ πολλοὶ ἐπεθύμησαν αὐτὴν, καὶ οὐκ ἔγνω ἀνὴρ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῆς, ἀφʼ ἧς ἡμέρας ἀπέθανε Μανασσῆς ὁ ἀνὴρ αὐτῆς, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ."],["23","Καὶ ἦν προβαίνουσα μεγάλη σφόδρα· καὶ ἐγήρασεν ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς αὐτῆς ἔτη ἑκατὸν πέντε, καὶ ἀφῆκε τὴν ἅβραν αὐτῆς ἐλευθέραν, καὶ ἀπέθανεν εἰς Βετυλούα, καὶ ἔθαψαν αὐτὴν ἐν τῷ σπηλαίῳ τοῦ ἀνδρὸς αὐτῆς Μανασσῆ."],["24","καὶ ἐπένθησεν αὐτὴν οἶκος Ἰσραὴλ ἡμέρας ἑπτά· καὶ διεῖλε τὰ ὑπάρχοντα αὐτῆς πρὸ τοῦ ἀποθανεῖν αὐτὴν, πᾶσι τοῖς ἔγγιστα Μανασσῆ τοῦ ἀνδρὸς αὐτῆς, καὶ τοῖς ἔγγιστα τοῦ γένους αὐτῆς."],["25","Καὶ οὐκ ἦν ἔτι ὁ ἐκφοβῶν τοὺς υἱοὺς Ἰσραὴλ ἐν ταῖς ἡμέραις Ἰουδὶθ, καὶ μετὰ τὸ ἀποθανεῖν αὐτὴν, ἡμέρας πολλάς."]]] \ No newline at end of file diff --git a/lines/kings-i.json b/lines/kings-i.json new file mode 100644 index 0000000000000000000000000000000000000000..b0f01e94b6da0d49b5cf5d3c9dabc32874e93cdb --- /dev/null +++ b/lines/kings-i.json @@ -0,0 +1 @@ +[[["1","ἌΝΘΡΩΠΟΣ ἦν ἐξ Ἀρμαθαὶμ Σιφὰ, ἐξ ὄρους Ἐφραὶμ, καὶ ὄνομα αὐτῷ Ἑλκανὰ υἱὸς Ἰερεμεὴλ υἱοῦ Ἡλιοὺ υἱοῦ Θοκὲ ἐν"],["2","Νασὶβ Ἐφραίμ. Καὶ τοῦτῳ δύο γυναῖκες· ὄνομα τῇ μιᾷ, Ἄννα· καὶ ὄνομα τῇ δευτέρᾳ, Φεννάνα. Καὶ ἦν τῇ Φεννάνᾳ παιδία· καὶ τῇ Ἄννᾳ οὐκ ἦν παιδίον."],["3","Καὶ ἀνέβαινεν ὁ ἄνθρωπος ἐξ ἡμερῶν εἰς ἡμέρας ἐκ πόλεως αὐτοῦ ἐξ Ἀρμαθαὶμ προσκυνεῖν καὶ θύειν Κυρίῳ τῷ Θεῷ σαβαὼθ εἰς Σηλώμ· καὶ ἐκεῖ Ἡλὶ καὶ οἱ δύο υἱοὶ αὐτοῦ Ὀφνὶ καὶ Φινεὲς ἱερεῖς τοῦ Κυρίου."],["4","Καὶ ἐγενήθη ἡμέρα, καὶ ἔθυσεν Ἑλκανὰ, καὶ ἔδωκε τῇ Φεννάνᾳ γυναικὶ αὐτοῦ, καὶ τοῖς υἱοῖς αὐτῆς μερίδας."],["5","Καὶ τῇ Ἄννᾳ ἔδωκε μερίδα μίαν, ὅτι οὐκ ἦν αὐτῇ παιδίον, πλὴν ὅτι τὴν Ἄνναν ἠγάπα Ἑλκανὰ ὑπὲρ ταύτην· καὶ Κύριος ἀπέκλεισε τὰ περὶ τὴν μήτραν αὐτῆς,"],["6","ὅτι οὐκ ἔδωκεν αὐτῇ Κύριος παιδίον κατὰ τὴν θλίψιν αὐτῆς, καὶ κατὰ τὴν ἀθυμίαν τῆς θλίψεως αὐτῆς· καὶ ἠθύμει διὰ τοῦτο, ὅτι συνέκλεισε Κύριος τὰ περὶ τὴν μήτραν αὐτῆς τοῦ μὴ δοῦναι αὐτῇ παιδίον."],["7","Οὕτως ἐποίει ἐνιαυτὸν κατʼ ἐνιαυτὸν, ἐν τῷ ἀναβαίνειν αὐτὴν εἰς οἶκον Κυρίου· καὶ ἠθύμει, καὶ ἔκλαιε, καὶ οὐκ ἤσθιε."],["8","Καὶ εἶπεν αὐτῇ Ἑλκανὰ ὁ ἀνὴρ αὐτῆς, Ἄννα· καὶ εἶπεν αὐτῷ, ἰδοὺ ἐγώ, κύριε· καὶ εἶπεν αὐτῇ, τί ἐστί σοι ὅτι κλαίεις; καὶ ἱνατί οὐκ ἐσθίεις; καὶ ἱνατί τύπτει σε ἡ καρδία σου; οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα τέκνα;"],["9","Καὶ ἀνέστη Ἄννα μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλὼμ, καὶ κατέστη ἐνώπιον Κυρίου· καὶ Ἡλὶ ὁ ἱερεὺς, ἐπὶ τοῦ δίφρου ἐπὶ τῶν φλιῶν ναοῦ Κυρίου."],["10","Καὶ αὐτὴ κατώδυνος ψυχῇ, καὶ προσηύξατο πρὸς Κύριον, καί κλαίουσα ἔκλαυσε."],["11","Καὶ ηὔξατο εὐχὴν Κυρίῳ, λέγουσα, Ἀδωναῒ Κύριε ἐλωὲ σαβαὼθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου, καὶ μνησθῇς μου, καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρῶν, καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ, καὶ οἶνον καὶ μέθυσμα οὐ πίεται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ."],["12","Καὶ ἐγενήθη ὅτε ἐπλήθυνε προσευχομένη ἐνώπιον Κύριου, καὶ Ἡλὶ ὁ ἱερεὺς ἐφύλαξε τὸ στόμα αὐτῆς."],["13","Καὶ αὕτη ἐλάλει ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο, καὶ φωνὴ αὐτῆς οὐκ ἠκούετο· καὶ ἐλογίσατο αὐτὴν Ἡλὶ εἰς μεθύουσαν."],["14","Καὶ εἶπεν αὐτῇ τὸ παιδάριον Ἡλὶ, ἕως πότε μεθυσθήσῃ; περιελοῦ τὸν οἶνόν σου, καὶ πορεύου ἐκ προσώπου Κυρίου."],["15","Καὶ ἀπεκρίθη Ἄννα, καὶ εἶπεν, οὐχὶ κύριε· γυνὴ ἡ σκληρὰ ἡμέρα ἐγώ εἰμι, καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα, καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον Κυρίου."],["16","Μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λοιμὴν, ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν."],["17","Καὶ ἀπεκρίθη Ἡλὶ, καὶ εἶπεν αὐτῇ, πορεύου εἰς εἰρήνην· ὁ Θεὸς Ἰσραὴλ δῴη σοι πᾶν αἴτημά σου, ὃ ᾐτήσω παρʼ αὐτοῦ."],["18","Καὶ εἶπεν, εὗρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου· καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς· καὶ εἰσῆλθεν εἰς τὸ κατάλυμα αὐτῆς, καὶ ἔφαγε μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιε, καὶ τὸ πρόσωπον αὐτῆς οὐ συνέπεσεν ἔτι."],["19","Καὶ ὀρθρίζουσι τοπρωῒ καὶ προσκυνοῦσι τῷ Κυρίῳ, καὶ πορεύονται τὴν ὁδὸν αὐτῶν· καὶ εἰσῆλθεν Ἑλκανὰ εἰς τὸν οἴκον αὐτοῦ Ἀρμαθαὶμ, καὶ ἔγνω τὴν Ἄνναν γυναῖκα αὐτοῦ· καὶ ἐμνήσθη αὐτῆς Κύριος, καὶ συνέλαβε."],["20","Καὶ ἐγενήθη τῷ καιρῷ τῶν ἡμερῶν, καὶ ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σαμουὴλ, καὶ εἶπεν, ὅτι παρὰ Κυρίου Θεοῦ σαβαὼθ ᾐτησάμην αὐτόν."],["21","Καὶ ἀνέβη ὁ ἄνθρωπος Ἑλκανὰ καὶ πᾶς ὁ οἶκος αὐτοῦ θῦσαι ἐν Σηλὼμ τὴν θυσίαν τῶν ἡμερῶν, καὶ τὰς εὐχὰς αὐτοῦ, καὶ πάσας τὰς δεκάτας τῆς γῆς αὐτοῦ."],["22","Καὶ Ἄννα οὐκ ἀνέβη μετʼ αὐτοῦ, ὅτι εἶπε τῷ ἀνδρὶ αὐτῆς, ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον, ἐὰν ἀπογαλακτίσω αὐτὸ, καὶ ὀφθήσεται τῷ προσώπῳ Κυρίου, καὶ καθήσεται ἕως αἰῶνος ἐκεῖ."],["23","Καὶ εἶπεν αὐτῇ Ἑλκανὰ ὁ ἀνὴρ αὐτῆς, ποίει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου, κάθου ἕως ἂν ἀπογαλακτίσῃς αὐτό· ἀλλὰ στήσαι Κύριος τὸ ἐξελθὸν ἐκ τοῦ στόματός σου· καὶ ἐκάθισεν ἡ γυνὴ καὶ ἐθήλασε τὸν υἱὸν αὐτῆς, ἕως ἂν ἀπογαλακτίσῃ αὐτόν."],["24","Καὶ ἀνέβη μετʼ αὐτοῦ εἰς Σηλὼμ ἐν μόσχῳ τριετίζοντι, καὶ ἄρτοις, καὶ οἰφὶ σεμιδάλεως, καὶ νέβελ οἴνου· καὶ εἰσῆλθεν εἰς οἶκον Κυρίου ἐν Σηλὼμ, καὶ τὸ παιδάριον μετʼ αὐτῶν."],["25","Καὶ προσήγαγον ἐνώπιον Κυρίου· καὶ ἔσφαξεν ὁ πατὴρ αὐτοῦ τὴν θυσίαν, ἣν ἐποίει ἐξ ἡμερῶν εἰς ἡμέρας τῷ Κυρίῳ· καὶ προσήγαγε τὸ παιδάριον, καὶ ἔσφαξε τὸν μόσχον· καὶ προσήγαγεν Ἄννα ἡ μήτηρ τοῦ παιδαρίου πρὸς Ἡλὶ,"],["26","καὶ εἶπεν, ἐν ἐμοί κύριε ζῇ ἡ ψυχή σου, ἐγὼ ἡ γυνὴ ἡ καταστᾶσα ἐνώπιόν σου μετὰ σοῦ ἐν τῷ προσεύξασθαι πρὸς Κύριον."],["27","Ὑπὲρ τοῦ παιδαρίου τούτου προσηυξάμην· καὶ ἐδωκέ μοι Κύριος τὸ αἴτημά μου ὃ ᾐτησάμην παρʼ αὐτοῦ."],["28","Κᾀγὼ κιχρῶ αὐτὸν τῷ Κυρίῳ πάσας τὰς ἡμέρας ἃς ζῇ αὐτὸς, χρῆσιν τῷ Κυρίῳ, καὶ εἶπεν,"]],[["1","Ἐστερέωθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη ἐπʼ ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθην ἐν σωτηρίᾳ σου."],["2","Ὅτι οὐκ ἔστιν ἅγιος ὡς Κύριος, καὶ οὐκ ἔστι δίκαιος ὡς ὁ Θεὸς ἡμῶν, οὐκ ἔστιν ἅγιος πλήν σου."],["3","Μὴ καυχᾶσθε, καὶ μὴ λαλεῖτε ὑψηλά· μὴ ἐξελθέτω μεγαλοῤῥημοσύνη ἐκ τοῦ στόματος ὑμῶν, ὅτι Θεὸς γνώσεων Κύριος, καὶ Θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ."],["4","Τόξον δυνατῶν ἠσθένησε, καὶ ἀσθενοῦντες περιεζώσαντο δυνάμιν."],["5","Πλήρεις ἄρτων ἠλαττώθησαν, καὶ οἱ πεινῶντες παρῆκαν γῆν· ὅτι στεῖρα ἔτεκεν ἑπτὰ, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε."],["6","Κύριος θανατοῖ καὶ ζωογονεῖ, κατάγει εἰς ᾅδου καὶ ἀνάγει."],["7","Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ."],["8","Ἀνιστᾷ ἀπὸ γῆς πένητα, καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχὸν, καθίσαι μετὰ δυναστῶν λαοῦ, καὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς,"],["9","διδοὺς εὐχὴν τῷ εὐχομένῳ· καὶ εὐλόγησεν ἔτη δικαίου, ὅτι οὐκ ἐν ἰσχύϊ δυνατὸς ἀνήρ."],["10","Κύριος ἀσθενῆ ποιήσει ἀντίδικον αὐτοῦ, Κύριος ἅγιος· μὴ καυχάσθω ὁ φρόνιμος ἐν τῇ φρονήσει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ· ἀλλʼ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιεῖν καὶ γινώσκειν τὸν Κύριον, καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. Κύριος ἀνέβη εἰς οὐρανοὺς, καὶ ἐβρόντησεν· αὐτὸς κρινεῖ ἄκρα γῆς, καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ."],["11","Καὶ κατέλιπεν αὐτὸν ἐκεῖ ἐνώπιον Κυρίου, καὶ ἀπῆλθεν εἰς Ἀρμαθαίμ· καὶ τὸ παιδάριον ἦν λειτουργῶν τῷ προσώπῳ Κυρίου ἐνώπιον Ἡλὶ τοῦ ἱερέως."],["12","Καὶ οἱ υἱοὶ Ἡλὶ τοῦ ἱερέως υἱοὶ λοιμοί, οὐκ εἰδότες τὸν Κύριον."],["13","Καὶ τὸ δικαίωμα τοῦ ἱερέως παρὰ τοῦ λαοῦ παντὸς τοῦ θύοντος· καὶ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως ὡς ἂν ἡψήθη τὸ κρέας, καὶ κρεάγρα τριόδους ἐν τῇ χειρὶ αὐτοῦ,"],["14","καὶ ἐπάταξεν αὐτὴν εἰς τὸν λέβητα τὸν μέγαν ἢ εἰς τὸ χαλκεῖον ἢ εἰς τὴν χύτραν, καὶ πᾶν ὃ ἐὰν ἀνέβη ἐν τῇ κρεάγρᾳ, ἐλάμβανεν ἑαυτῷ ὁ ἱερεύς· κατὰ τάδε ἐποίουν παντὶ Ἰσραὴλ τοῖς ἐρχομένοις θῦσαι Κυρίῳ ἐν Σηλώμ."],["15","Καὶ πρὶν θυμιαθῆναι τὸ στέαρ, ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως, καὶ ἔλεγε τῷ ἀνδρὶ τῷ θύοντι, δὸς κρέας ὀπτῆσαι τῷ ἱερεῖ, καὶ οὐ μὴ λάβω παρὰ σοῦ κρέας ἑφθὸν ἐκ τοῦ λέβητος."],["16","Καὶ ἔλεγεν ὁ ἀνὴρ ὁ θύων, θυμιαθήτω πρῶτον ὡς καθήκει τὸ στέαρ, καὶ λάβε σεαυτῷ ἐκ πάντων ὧν ἐπιθυμεῖ ἡ ψυχή σου· καὶ εἶπεν, οὐχί· ὅτι νῦν δώσεις· καὶ ἐὰν μὴ, λήψομαι κραταιῶς."],["17","Καὶ ἦν ἡ ἁμαρτία ἐνώπιον Κυρίου τῶν παιδαρίων μεγάλη σφόδρα, ὅτι ἠθέτουν τὴν θυσίαν Κυρίου."],["18","Καὶ Σαμουὴλ ἦν λειτουργῶν ἐνώπιον Κυρίου, παιδάριον περιεζωσμένον ἐφοὺδ βάδ·"],["19","Καὶ διπλοΐδα μικρὰν ἐποίησεν αὐτῷ ἡ μήτηρ αὐτοῦ, καὶ ἀνέφερεν αὐτῷ ἐξ ἡμερῶν εἰς ἡμέρας ἐν τῷ ἀναβαίνειν αὐτὴν μετὰ τοῦ ἀνδρὸς αὐτῆς θῦσαι τὴν θυσίαν τῶν ἡμερῶν."],["20","Καὶ εὐλόγησεν Ἡλὶ τὸν Ἑλκανὰ καὶ τὴν γυναῖκα αὐτοῦ, λέγων, ἀποτίσαι σοι Κύριος σπέρμα ἐκ τῆς γυναικὸς ταύτης, ἀντὶ τοῦ χρέους οὗ ἔχρησας τῷ Κυρίῳ· καὶ ἀπῆλθεν ὁ ἄνθρωπος εἰς τὸν τὸπον αὐτοῦ."],["21","Καὶ ἐπεσκέψατο Κύριος τὴν Ἄνναν, καὶ ἔτεκεν ἔτι τρεῖς υἱοὺς, καὶ δύο θυγατέρας· καὶ ἐμεγαλύνθη τὸ παιδάριον Σαμουὴλ ἐνώπιον Κυρίου."],["22","Καὶ Ἡλὶ πρεσβύτης σφόδρα· καὶ ἤκουσεν ἃ ἐποίουν οἱ υἱοὶ αὐτοῦ τοῖς υἱοῖς Ἰσραήλ·"],["23","Καὶ εἶπεν αὐτοῖς, ἱνατί ποιεῖτε κατὰ τὸ ῥῆμα τοῦτο, ὃ ἐγὼ ἀκούω ἐκ στόματος παντὸς τοῦ λαοῦ Κυρίου;"],["24","Μὴ τέκνα, ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοὴ ἣν ἐγὼ ἀκούω· μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαθαὶ αἱ ἀκοαὶ ἃς ἐγὼ ἀκούω τοῦ μὴ δουλεύειν λαὸν Θεῷ."],["25","Ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται ὑπὲρ αὐτοῦ πρὸς Κύριον· καὶ ἐὰν τῷ Κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται ὑπὲρ αὐτοῦ; Καὶ οὐκ ἤκουον τῆς φωνῆς τοῦ πατρὸς αὐτῶν, ὅτι βουλόμενος ἐβούλετο Κύριος διαφθεῖραι αὐτούς."],["26","Καὶ τὸ παιδάριον Σαμουὴλ ἐπορεύετο, καὶ ἦν ἀγαθὸν μετὰ Κυρίου καὶ μετὰ ανθρώπων."],["27","Καὶ ἦλθεν ὁ ἄνθρωπος Θεοῦ πρὸς Ἡλὶ, καὶ εἶπε, τάδε λέγει Κύριος, ἀποκαλυφθεὶς ἀπεκαλύφθην πρὸς οἶκον τοῦ πατρός σου, ὄντων αὐτῶν ἐν γῇ Αἰγύπτῳ δούλων τῷ οἴκῳ Φαραὼ."],["28","Καὶ ἐξελεξάμην τὸν οἶκον τοῦ πατρός σου ἐκ πάντων τῶν σκήπτρων Ἰσραὴλ ἐμοὶ ἱερατεύειν, τοῦ ἀναβαίνειν ἐπὶ θυσιαστήριόν μου, καὶ θυμιᾷν θυμίαμα, καὶ αἴρειν ἐφούδ· καὶ ἔδωκα τῷ οἴκῳ τοῦ πατρός σου τὰ πάντα τοῦ πυρὸς υἱῶν Ἰσραὴλ εἰς βρῶσιν."],["29","Καὶ ἱνατί ἐπέβλεψας ἐπὶ τὸ θυμίαμά μου καὶ εἰς τὴν θυσίαν μου ἀναιδεῖ ὀφθαλμῷ; καὶ ἐδόξασας τοὺς υἱούς σου ὑπὲρ ἐμὲ ἐνευλογεῖσθαι ἀπαρχῆς πάσης θυσίας τοῦ Ἰσραὴλ ἔμπροσθέν μου;"],["30","Διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, εἶπα, ὁ οἶκός σου καὶ ὁ οἶκος τοῦ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος· καὶ νῦν φησι Κὺριος, μηδαμῶς ἐμοὶ, ὅτι ἀλλʼ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμωθήσεται."],["31","Ἰδοὺ ἔρχονται ἡμέραι, καὶ ἐξολοθρεύσω τὸ σπέρμα σου καὶ τὸ σπέρμα οἴκου πατρός σου·"],["32","Καὶ οὐκ ἔσται σοι πρεσβύτης ἐν οἴκῳ μου πάσας τὰς ἡμέρας."],["33","Καὶ ἄνδρα οὐκ ἐξολοθρεύσω σοι ἀπὸ τοῦ θυσιαστηρίου μου, ἐκλείπειν τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ καταῤῥεῖν τὴν ψυχὴν αὐτοῦ· καὶ πᾶς περισσεύων οἴκου σου πεσοῦνται ἐν ῥομφαίᾳ ἀνδρῶν."],["34","Καὶ τοῦτό σοι τὸ σημεῖον ὃ ἥξει ἐπὶ τοὺς δύο υἱούς σου, Ὀφνὶ καὶ Φινεὲς, ἐν μιᾷ ἡμέρᾳ ἀποθανοῦνται ἀμφότεροι."],["35","Καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστὸν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστὸν, καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας."],["36","Καὶ ἔσται ὁ περισσεύων ἐν οἴκῳ σον, ἥξει προσκυνεῖν αὐτῷ ὀβολοῦ ἀργυρίου, λέγων, παράῤῥιψόν με ἐπὶ μίαν τῶν ἱερατειῶν σου φαγεῖν ἄρτον."]],[["1","Καὶ τὸ παιδάριον Σαμουὴλ ἦν λειτουργῶν τῷ Κυρίῳ ἐνώπιον Ἡλὶ τοῦ ἱερέως· καὶ ῥῆμα Κυρίου ἦν τίμιον ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἦν ὅρασις διαστέλλουσα."],["2","Καὶ ἐγένετο ἐν τῇ ἡμέρα ἐκείνῃ, καὶ Ἡλὶ ἐκάθευδεν ἐν τῷ τόπῳ αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἤρξαντο βαρύνεσθαι, καὶ οὐκ ἠδύναντο βλέπειν."],["3","Καὶ ὁ λύχνος τοῦ Θεοῦ πρὶν ἐπισκευασθῆναι, καὶ Σαμουὴλ ἐκάθευδεν ἐν τῷ ναῷ, οὗ ἡ κιβωτὸς τοῦ Θεοῦ."],["4","Καὶ ἐκάλεσε Κύριος, Σαμουὴλ Σαμουήλ· καὶ εἶπεν, ἰδοὺ ἐγώ."],["5","Καὶ ἔδραμε πρὸς Ἡλὶ, καὶ εἶπεν, ἰδοὺ ἐγὼ, ὅτι κέκληκάς με· καὶ εἶπεν, οὐ κέκληκά σε, ἀνάστρεφε, κάθευδε· καὶ ἀνέστρεψε καὶ ἐκάθευδε."],["6","Καὶ προσέθετο Κύριος, καὶ ἐκάλεσε, Σαμουὴλ Σαμουήλ· καὶ ἐπορεύθη πρὸς Ἡλὶ τὸ δεύτερον, καὶ εἶπεν, ἰδοὺ ἐγὼ, ὅτι κέκληκάς με· καὶ εἶπεν, οὐ κέκληκά σε, ἀνάστρεφε, κάθευδε."],["7","Καὶ Σαμουὴλ πρὶν γνῶναι Θεὸν, καὶ ἀποκαλυφθῆναι αὐτῷ ῥῆμα Κυρίου."],["8","Καὶ προσέθετο Κύριος καλέσαι Σαμουὴλ ἐν τρίτῳ· καὶ ἀνέστη καὶ ἐπορεύθη πρὸς Ἡλὶ, καὶ εἶπεν, ἰδοὺ ἐγὼ, ὅτι κέκληκάς με· καὶ ἐσοφίσατο Ἡλὶ ὅτι Κύριος κέκληκε τὸ παιδάριον."],["9","Καὶ εἶπεν, ἀνάστρεφε, κάθευδε τέκνον· καὶ ἔσται ἐὰν καλέσῃ σε, καὶ ἐρεῖς, λάλει, ὅτι ἀκούει ὁ δοῦλός σου· καὶ ἐπορεύθη Σαμουὴλ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ αὐτοῦ."],["10","Καὶ ἦλθε Κύριος καὶ κατέστη, καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ· καὶ εἶπε Σαμουὴλ, λάλει, ὅτι ἀκούει ὁ δοῦλός σου."],["11","Καὶ εἶπε Κύριος πρὸς Σαμουὴλ, ἰδοὺ ἐγὼ ποιῶ τὰ ῥήματά μου ἐν Ἰσραὴλ, παντὸς ἀκούοντος αὐτὰ, ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ."],["12","Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπεγερῶ ἐπὶ Ἡλὶ πάντα ὅσα ἐλάλησα εἰς τὸν οἶκον αὐτοῦ, ἄρξομαι καὶ ἐπιτελέσω."],["13","Καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐκδικῶ ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ὅτι κακολογοῦντες Θεὸν οἱ υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτούς."],["14","Καὶ οὐδʼ οὕτως· ὤμοσα τῷ οἴκῳ Ἡλὶ, εἰ ἐξιλασθήσεται ἀδικία οἴκου Ἡλὶ, ἐν θυμιάματι καὶ ἐν θυσίαις ἕως αἰῶνος."],["15","Καὶ κοιμᾶται Σαμουὴλ ἕως πρωῒ, καὶ ὤρθρισε τοπρωῒ καὶ ἤνοιξε τὰς θύρας οἴκου Κυρίου· καὶ Σαμουὴλ ἐφοβήθη ἀπαγγεῖλαι τὴν ὅρασιν."],["16","Καὶ εἶπεν Ἡλὶ πρὸς Σαμουὴλ, Σαμουὴλ τέκνον· καὶ εἶπεν, ἰδοὺ ἐγώ."],["17","Καὶ εἶπε, τί τὸ ῥήμα τὸ λαληθὲν πρὸς σέ; μὴ δὴ κρήψῃς ἀπʼ ἐμοῦ· τάδε ποιήσαι σοι ὁ Θεὸς καὶ τάδε προσθείη, ἐὰν κρύψῃς ἀπʼ ἐμοῦ ῥῆμα ἐκ πάντων τῶν λόγων τῶν λαληθέντων σοι ἐν τοῖς ὠσί σου."],["18","Καὶ ἀπήγγειλε Σαμουὴλ πάντας τοὺς λόγους, καὶ οὐκ ἔκρυψεν ἀπʼ αὐτοῦ· καὶ εἶπεν Ἡλὶ, Κύριος αὐτὸς, τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ ποιήσει."],["19","Καὶ ἐμεγαλύνθη Σαμουὴλ, καὶ ἦν Κύριος μετʼ αὐτοῦ, καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τῶν λόγων αὐτοῦ ἐπὶ τὴν γῆν."],["20","Καὶ ἔγνωσαν πᾶς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ, ὅτι πιστὸς Σαμονὴλ εἰς προφήτην τῷ Κυρίῳ."],["21","Καὶ προσέθετο Κύριος δηλωθῆναι ἐν Σηλὼμε, ὅτι ἀπεκαλύφθη Κύριος πρὸς Σαμουήλ· καὶ ἐπιστεύθη Σαμουὴλ τοῦ προφήτης γενέσθαι τῷ Κυρίῳ εἰς πάντα Ἰσραὴλ ἀπʼ ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων· καὶ Ἡλὶ πρεσβύτης σφόδρα, καὶ οἱ υἱοὶ αὐτοῦ πορεύομενοι ἐπορεύοντο, καὶ πονηρὰ ἡ ὁδὸς αὐτῶν ἐνώπιον Κυρίου."]],[["1","Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συναθροίζονται ἀλλόφυλοι ἐπὶ Ἰσραὴλ εἰς πόλεμον· καὶ ἐξῆλθεν Ἰσραὴλ εἰς ἀπάντησιν αὐτοῖς εἰς πόλεμον, καὶ παρεμβάλλουσιν ἐπὶ Ἀβενέζερ· καὶ οἱ ἀλλόφυλοι παρεμβάλλουσιν ἐν Ἀφέκ."],["2","Καὶ παρατάσσονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ἰσραήλ· καὶ ἔκλινεν ὁ πόλεμος, καὶ ἔπταισεν ἀνὴρ Ἰσραὴλ ἐνώπιον ἀλλοφύλων, καὶ ἐπλήγησαν ἐν τῇ παρατάξει ἐν ἀγρῷ τέσσαρες χιλιάδες ἀνδρῶν."],["3","Καὶ ἦλθεν ὁ λαὸς εἰς τὴν παρεμβολὴν, καὶ εἶπαν οἱ πρεσβύτεροι Ἰσραὴλ, κατὰ τί ἔπταισεν ἡμᾶς Κύριος σήμερον ἐνώπιον ἀλλοφύλων; λάβωμεν τὴν κιβωτὸν τοῦ Θεοῦ ἡμῶν ἐκ Σηλώμ, καὶ ἐξελθέτω ἐκ μέσου ἡμῶν, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν."],["4","Καὶ ἀπέστειλεν ὁ λαὸς εἰς Σηλὼμ, καὶ αἴρουσιν ἐκεῖθεν τὴν κιβωτὸν Κυρίου καθημένου χερουβίμ· καὶ ἀμφότεροι οἱ υἱοὶ Ἡλὶ μετὰ τῆς κιβωτοῦ, Ὀφνὶ καὶ Φινεές."],["5","Καὶ ἐγενήθη ὡς ἦλθεν ἡ κιβωτὸς Κυρίου εἰς τὴν παρεμβολὴν, καὶ ἀνέκραξεν πᾶς Ἰσραὴλ φωνῇ μεγάλῃ, καὶ ἤχησεν ἡ γῆ."],["6","Καὶ ἤκουσαν οἱ ἀλλόφυλοι τῆς κραυγῆς, καὶ εἶπον οἱ ἀλλόφυλοι, τίς ἡ κραυγὴ ἡ μεγάλη αὕτη ἐν τῇ παρεμβολῇ τῶν Ἑβραίων; καὶ ἔγνωσαν ὅτι κιβωτὸς Κυρίου ἥκει εἰς τὴν παρεμβολήν."],["7","Καὶ ἐφοβήθησαν οἱ ἀλλόφυλοι, καὶ εἶπον, οὗτοι οἱ θεοὶ ἥκασι πρὸς αὐτοὺς εἰς τὴν παρεμβολήν. Οὐαὶ ἡμῖν, ἐξελοῦ ἡμᾶς Κύριε σήμερον, ὅτι οὐ γέγονε τοιαύτη ἐχθὲς καὶ τρίτην·"],["8","οὐαὶ ἡμῖν, τίς ἐξελεῖται ἡμᾶς ἐκ χειρὸς τῶν θεῶν τῶν στερεῶν τούτων; οὗτοι οἱ θεοὶ οἱ πατάξαντες τὴν Αἴγυπτον ἐν πάσῃ πληγῇ, καὶ ἐν τῇ ἐρήμῳ."],["9","Κραταιοῦσθε καὶ γίνεσθε εἰς ἄνδρας ἀλλόφυλοι, ὅπως μὴ δουλεύσητε τοῖς Ἑβραίοις, καθὼς ἐδούλευσαν ἡυῖν, καὶ ἔσεσθε εἰς ἄνδρας, καὶ πολεμήσατε αὐτούς."],["10","Καὶ ἐπολέμησαν αὐτούς· καὶ πταίει ἀνὴρ Ἰσραὴλ, καὶ ἔφυγεν ἕκαστος εἰς σκήνωμα αὐτοῦ· καὶ ἐγένετο πληγὴ μεγάλη σφόδρα· καὶ ἔπεσον ἐξ Ἰσραὴλ τριάκοντα χιλιάδες ταγμάτων."],["11","Καὶ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη, καὶ ἀμφότεροι οἱ υἱοὶ Ἡλὶ ἀπέθανον, Ὀφνὶ καὶ Φινεές."],["12","Καὶ ἔδραμεν ἀνὴρ Ἰεμιναῖος ἐκ τῆς παρατάξεως, καὶ ἦλθεν εἰς Σηλὼμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ ἱμάτια αὐτοῦ διεῤῥωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ."],["13","Καὶ ἦλθε, καὶ ἰδοὺ Ἡλὶ ἐπὶ τοῦ δίφρου παρὰ τὴν πύλην σκοπεύων τὴν ὁδὸν, ὅτι ἦν καρδία αὐτοῦ ἐξεστηκυῖα περὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ· καὶ ὁ ἄνθρωπος εἰσῆλθεν εἰς τὴν πόλιν ἀπαγγεῖλαι· καὶ ἀνεβόησεν ἡ πόλις."],["14","Καὶ ἤκουσεν Ἡλὶ τὴν φωνὴν τῆς βοῆς, καὶ εἶπε, τίς ἡ φωνῆ τῆς βοῆς ταύτης; καὶ ὁ ἄνθρωπος σπεύσας εἰσῆλθε, καὶ ἀπήγγειλε τῷ Ἡλί."],["15","Καὶ Ἡλὶ υἱὸς ἐνενήκοντα ἐτῶν, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπανέστησαν, καὶ οὐκ ἐπέβλεπε. Καὶ εἶπεν Ἡλὶ τοῖς ἀνδράσιν τοῖς περιεστηκόσιν αὐτῷ, τίς ἡ φωνὴ τοῦ ἤχου τούτου;"],["16","καὶ ὁ ἀνὴρ σπεύσας προσῆλθε πρὸς Ἡλὶ, καὶ εἶπεν αὐτῷ, ἐγώ εἰμι ὁ ἥκων ἐκ τῆς παρεμβολῆς, κᾀγὼ πέφευγα ἐκ τῆς παρατάξεως σήμερον· καὶ εἶπεν Ἡλὶ, τί τὸ γεγονὸς ῥῆμα, τέκνον;"],["17","Καὶ ἀπεκρίθη τὸ παιδάριον, καὶ εἶπε, πέφευγεν ἀνὴρ Ἰσραὴλ ἐκ προσώπου ἀλλοφύλων, καὶ ἐγένετο πληγὴ μεγάλη ἐν τῷ λαῷ, καὶ ἀμφότεροι οἱ υἱοί σου τεθνήκασι, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη."],["18","Καὶ ἐγένετο ὡς ἐμνήσθη τῆς κιβωτοῦ τοῦ Θεοῦ, καὶ ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπισθίως ἐχόμενος τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ, καὶ ἀπέθανεν, ὅτι πρεσβύτης ὁ ἄνθρωπος καὶ βαρύς· καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ εἴκοσι ἔτη."],["19","Καὶ νύμφη αὐτοῦ γυνὴ Φινεὲς συνειληφυῖα τοῦ τεκεῖν, καὶ ἤκουσε τὴν ἀγγελίαν, ὅτι ἐλήφθη ἡ κιβωτὸς τοῦ Θεοῦ, καὶ ὅτι τέθνηκεν ὁ πενθερὸς αὐτῆς καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ ἔκλαυσε καὶ ἔτεκεν, ὅτι ἐπεστράφησαν ἐπʼ αὐτὴν ὠδῖνες αὐτῆς·"],["20","Καὶ ἐν τῷ καιρῷ αὐτῆς ἀποθνήσκει· καὶ εἶπον αὐτῇ αἱ γυναῖκες αἱ παρεστηκυῖαι αὐτῇ, μὴ φοβοῦ, ὅτι υἱὸν τέτοκασ· καὶ οὐκ ἀπεκρίθη, καὶ οὐκ ἐνόησαν ἡ καρδία αὐτῆς."],["21","Καὶ ἐκάλεσε τὸ παιδάριον Οὐαιβαρχαβώθ ὑπὲρ τῆς κιβωτοῦ τοῦ Θεοῦ, καὶ ὑπὲρ τοῦ πενθεροῦ αὐτῆς, καὶ ὑπὲρ τοῦ ἀνδρὸς αὐτῆς."],["22","Καὶ εἶπαν, ἀπῴκισται δόξα Ἰσραὴλ ἐν τῷ ληφθῆναι τὴν κιβωτὸν Κυρίου."]],[["1","Καὶ ἀλλόφυλοι ἔλαβον τὴν κιβωτὸν τοῦ Θεοῦ, καὶ εἰσήνεγκαν αὐτὴν ἐξ Ἀβενεζὲρ εἰς Ἄζωτον."],["2","Καὶ ἔλαβον ἀλλόφυλοι τὴν κιβωτὸν Κυρίου, καὶ εἰσήνεγκαν αὐτὴν εἰς οἴκον Δαγὼν, καὶ παρέστησαν αὐτὴν παρὰ Δαγών."],["3","Καὶ ὤρθρισαν οἱ Ἀζώτιοι, καὶ εἰσῆλθον εἰς οἶκον Δαγών· καὶ εἶδον, καὶ ἰδοὺ Δαγὼν πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ τοῦ Θεοῦ· καὶ ἤγειραν τὸν Δαγὼν, καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ· καὶ ἐβαρύνθη χεὶρ Κυρίου ἐπὶ τοὺς Ἀζωτίους, καὶ ἐβασάνισεν αὐτούς· καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν, τὴν Ἄζωτον καὶ τὰ ὅρια αὐτῆς."],["4","Καὶ ἐγένετο ὅτε ὤρθρισαν τοπρωῒ, καὶ ἰδοὺ Δαγὼν, πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ διαθήκης Κυρίου· καὶ κεφαλὴ Δαγὼν καὶ ἀμφότερα τὰ ἴχνη χειρῶν αὐτοῦ ἀφῃρημένα ἐπὶ τὰ ἐμπρόσθια ἁμαφὲθ ἕκαστοι, καὶ ἀμφότεροι οἱ καρποὶ τῶν χειρῶν αὐτοῦ πεπτωκότες ἐπὶ τὸ πρόθυρον, πλὴν ἡ ῥάχις Δαγὼν ὑπελείφθη."],["5","Διὰ τοῦτο οὐκ ἐπιβαίνουσιν οἱ ἱερεῖς Δαγὼν, καὶ πᾶς ὁ εἰσπορευόμενος εἰς οἶκον Δαγὼν, ἐπὶ βαθμὸν οἴκου Δαγὼν ἐν Ἀζώτῳ ἕως τῆς ἡμέρας ταύτης, ὅτι ὑπερβαίνοντες ὑπερβαίνουσι."],["6","Καὶ ἐβαρύνθη ἡ χεὶρ Κυρίου ἐπὶ Ἄζωτον, καὶ ἐπήγαγεν αὐτοῖς, καὶ ἐξέζεσεν αὐτοῖς εἰς τὰς ναῦς, καὶ μέσον τῆς χώρας αὐτῆς ἀνεφύησαν μύες· καὶ ἐγένετο σύγχυσις θανάτου μεγάλη ἐν τῇ πόλει."],["7","Καὶ εἶδον οἱ ἄνδρες Ἀζώτου ὅτι οὕτως, καὶ λέγουσιν, ὅτι οὐ καθήσεται κιβωτὸς τοῦ Θεοῦ Ἰσραὴλ μεθʼ ἡμῶν, ὅτι σκληρὰ χεὶρ αὐτοῦ ἐφʼ ἡμᾶς καὶ ἐπὶ Δαγὼν θεὸν ἡμῶν."],["8","Καὶ ἀποστέλλουσι καὶ συνάγουσι τοὺς σατράπας τῶν ἀλλοφύλων πρὸς αὐτοὺς, καὶ λέγουσι, τί ποιήσωμεν τῇ κιβωτῷ Θεοῦ Ἰσραήλ; καὶ λέγουσιν οἱ Γεθαῖοι, μετελθέτω κιβωτὸς τοῦ Θεοῦ πρὸς ἡμᾶς· καὶ μετῆλθε κιβωτὸς τοῦ Θεοῦ Ἰσραὴλ εἰς Γέθ."],["9","Καὶ ἐγενήθη μετὰ τὸ μετελθεῖν αὐτὴν, καὶ γίνεται χεὶρ Κυρίου τῇ πόλει, τάραχος μέγας σφόδρα· καὶ ἐπάταξε τοὺς ἄνδρας τῆς πόλεως ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν· καὶ ἐποίησαν οἱ Γεθαῖοι ἑαυτοῖς ἕδρας."],["10","Καὶ ἐξαποστέλλουσι τὴν κιβωτὸν τοῦ Θεοῦ εἰς Ἀσκάλωνα· καὶ ἐγενήθη ὡς εἰσῆλθε κιβωτὸς Θεοῦ εἰς Ἀσκάλωνα, καὶ ἐβόησαν οἱ Ἀσκαλωνῖται, λέγοντες, τί ἀπεστρέψατε τὴν κιβωτὸν τοῦ Θεοῦ Ἰσραὴλ πρὸς ἡμᾶς θανατῶσαι ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν;"],["11","Καὶ ἐξαποστέλλουσι καὶ συνάγουσι τοὺς σατράπας τῶν ἀλλοφύλων, καὶ εἶπον, ἐξαποστείλατε τὴν κιβωτὸν τοῦ Θεοῦ Ἰσραήλ, καὶ καθισάτω εἰς τὸν τόπον αὐτῆς, καὶ οὐ μὴ θανατώσῃ ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν· Ὅτι ἐγενήθη σύγχυσις ἐν ὅλῃ τῇ πόλει βαρεῖα σφόδρα, ὡς εἰσῆλθεν κιβωτὸς Θεοῦ Ἰσραὴλ ἐκεῖ."],["12","καὶ οἱ ζῶντες καὶ οὐκ ἀποθανόντες ἐπλήγησαν εἰς τὰς ἕδρας· καὶ ἀνέβη ἡ κραυγὴ τῆς πόλεως εἰς τὸν οὐρανόν."]],[["1","Καὶ ἦν ἡ κιβωτὸς ἐν ἀγρῷ τῶν ἀλλοφύλων ἑπτὰ μῆνας, καὶ ἐξέζεσεν ἡ γῆ αὐτῶν μύας."],["2","Καὶ καλοῦσιν ἀλλόφυλοι τοὺς ἱερεῖς καὶ τοὺς μάντεις καὶ τοὺς ἐπαοιδοὺς αὐτῶν, λέγοντες, τί ποιήσωμεν τῇ κιβωτῷ Κυρίου; γνωρίσατε ἡμῖν ἐν τίνι ἀποστελοῦμεν αὐτὴν εἰς τὸν τόπον αὐτῆς."],["3","Καὶ εἶπαν, εἰ ἐξαποστέλλετε ὑμεῖς τὴν κιβωτὸν διαθήκης Κυρίου Θεοῦ Ἰσραήλ, μὴ δὴ ἐξαποστείλητε αὐτὴν κενήν, ἀλλὰ ἀποδιδόντες ἀπόδοτε αὐτῇ τῆς βασάνου, καὶ τότε ἰαθήσεσθε, καὶ ἐξιλασθήσεται ὑμῖν· μὴ οὐκ ἀποστῇ ἡ χεὶρ αὐτοῦ ἀφʼ ὑμῶν;"],["4","Καὶ λέγουσι, τί τὸ τῆς βασάνου ἀποδώσομεν αὐτῇ; καὶ εἶπαν, κατα ἀριθμὸν τῶν σατραπῶν τῶν ἀλλοφύλων πέντε ἕδρας χρυσᾶς, ὅτι πταῖσμα ἐν ὑμῖν καὶ τοῖς ἄρχουσιν ὑμῶν καὶ τῷ λαῷ,"],["5","καὶ μῦς χρυσοῦς ὁμοίωμα τῶν μυῶν ὑμῶν τῶν διαφθειρόντων τὴν γῆν· καὶ δώσετε τῷ Κυρίῳ δόξαν, ὅπως κουφίσῃ τὴν χεῖρα αὐτοῦ ἀφʼ ὑμῶν, καὶ ἀπὸ τῶν θεῶν ὑμῶν, καὶ ἀπὸ τῆς γῆς ὑμῶν."],["6","Καὶ ἱνατί βαρύνετε τὰς καρδίας ὑμῶν, ὡς ἐβάρυνεν Αἴγυπτος καὶ Φαραὼ τὴν καρδίαν αὐτῶν; οὐχὶ ὅτε ἐνέπαιξεν αὐτοῖς, ἐξαπέστειλαν αὐτοὺς καὶ ἀπῆλθον;"],["7","Καὶ νῦν λάβετε καὶ ποιήσατε ἅμαξαν καινὴν, καὶ δύο βόας πρωτοτοκούσας ἄνευ τῶν τέκνων· καὶ ζεύξατε τὰς βόας ἐν τῇ ἁμάξῃ, καὶ ἀπαγάγετε τὰ τὲκνα ἀπὸ ὄπισθεν αὐτῶν εἰς οἴκον."],["8","Καὶ λήψεσθε τὴν κιβωτὸν, καὶ θήσετε αὐτὴν ἐπὶ τὴν ἅμαξαν, καὶ τὰ σκεύη τὰ χρυσᾶ ἀποδώσετε αὐτῇ τῆς βασάνου, καὶ θήσετε ἐν θέματι βερσεχθὰν ἐκ μέρους αὐτῆς· καὶ ἐξαποστελεῖτε αὐτὴν, καὶ ἀπελάσατε αὐτήν, καὶ ἀπελεύσεσθε."],["9","Καὶ ὄψεσθε, εἰ ὁδὸν ὁρίων αὐτῆς πορεύσεται μετὰ Βαιθσαμὺς, αὐτὸς πεποίηκεν ἡμῖν τὴν κακίαν τὴν μεγάλην ταύτην· καὶ ἐὰν μὴ, καὶ γνωσόμεθα ὅτι οὐ χεὶρ αὐτοῦ ἧπται ἡμῶν, ἀλλὰ σύμπτωμα τοῦτο γέγονεν ἡμῖν."],["10","Καὶ ἐποίησαν οἱ ἀλλόφυλοι οὕτω· καὶ ἔλαβον δύο βόας πρωτοτοκούσας, καὶ ἔζευξαν αὐτὰς ἐν τῇ ἁμάξῃ, καὶ τὰ τέκνα αὐτῶν ἀπεκώλυσαν εἰς οἶκον·"],["11","Καὶ ἔθεντο τὴν κιβωτὸν Κυρίου ἐπὶ τὴν ἅμαξαν, καὶ τὸ θέμα ἐργὰβ καὶ τοὺς μῦς τοὺς χρυσοῦς."],["12","Καὶ κατεύθυναν αἱ βόες ἐν τῇ ὁδῷ εἰς ὁδὸν Βαιθσαμὺς, ἐν τρίβῳ ἐνὶ ἐπορεύοντο καὶ ἐκοπίων, καὶ οὐ μεθίσταντο δεξιὰ οὐδὲ ἀριστερά· καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων ἐπορεύοντο ὀπίσω αὐτῆς ἕως ὁρίων Βαιθσαμύς."],["13","Καὶ οἱ ἐν Βαιθσαμὺς ἐθέριζον θερισμὸν πυρῶν ἐν κοιλάδι· καὶ ᾖραν ὀφθαλμοὺς αὐτῶν, καὶ εἶδον κιβωτὸν Κυρίου, καὶ ηὐφράνθησαν εἰς ἀπάντησιν αὐτῆς."],["14","Καὶ ἡ ἅμαξα εἰσῆλθεν εἰς ἀγρὸν Ὠσῆὲ τὸν ἐν Βαιθσαμὺς, καὶ ἔστησαν ἐκεῖ παρʼ αὐτῇ λίθον μέγαν· καὶ σχίζουσι τὰ ξύλα τῆς ἁμάξης, καὶ τὰς βόας ἀνήνεγκαν εἰς ὁλοκαύτωσιν τῷ κυρίῳ."],["15","Καὶ οἱ Λευῖται ἀνήνεγκαν τὴν κιβωτὸν τοῦ Κυρίου, καὶ τὸ θέμα ἐργὰβ μετʼ αὐτῆς, καὶ τὰ ἐπʼ αὐτῆς σκεύη τὰ χρυσᾶ, καὶ ἔθεντο ἐπὶ τοῦ λίθου τοῦ μεγάλου· καὶ οἱ ἄνδρες Βαιθσαμὺς ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ θυσίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῷ Κυρίῳ."],["16","Καὶ οἱ πέντε σατράπαι τῶν ἀλλοφύλων ἑώρων, καὶ ἀνέστρεψαν εἰς Ἀσκάλωνα τῇ ἡμέρᾳ ἐκείνῃ."],["17","Καὶ αὗται αἱ ἕδραι αἱ χρυσαῖ, ἃς ἀπέδωκαν οἱ ἀλλόφυλοι τῆς βασάνου τῷ Κυρίῳ· τῆς Ἀζώτου μίαν, τῆς Γάζης μίαν, τῆς Ἀσκάλωνος μίαν, τῆς Γὲθ μίαν, τῆς Ἀκκαρὼν μίαν."],["18","Καὶ μῦς οἱ χρυσοῖ κατʼ ἀριθμὸν πασῶν πόλεων τῶν ἀλλοφύλων τῶν πέντε σατραπῶν ἐκ πόλεως ἐστερεωμένης καὶ ἕως κώμης τοῦ Φερεζαίου, καὶ ἕως λίθου τοῦ μεγάλου, οὗ ἐπέθηκαν ἐπʼ αὐτοῦ τὴν κιβωτὸν διαθήκης Κυρίου, τοῦ ἐν ἀγρῷ Ὠσηὲ τοῦ Βαιθσαμυσίτου."],["19","Καὶ οὐκ ἠσμένισαν οἱ υἱοὶ Ἰεχονίου ἐν τοῖς ἀνδράσι Βαιθσαμὺς, ὅτι εἶδαν κιβωτὸν Κυρίου· καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑβδομήκοντα ἄνδρας, καὶ πεντήκοντα χιλιάδας ἀνδρῶν· καὶ ἐπένθησεν ὁ λαός, ὅτι ἐπάταξε Κύριος ἐν τῷ λαῷ πληγὴν μεγάλην σφόδρα."],["20","Καὶ εἶπαν οἱ ἄνδρες οἱ ἐκ Βαιθσαμὺς, τίς δυνήσεται διελθεῖν ἐνώπιον Κυρίου τοῦ Θεοῦ τοῦ ἁγίου τούτου; καὶ πρὸς τίνα ἀναβήσεται κιβωτὸς Κυρίου ἀφʼ ἡμῶν;"],["21","Καὶ ἀποστέλλουσιν ἀγγέλους πρὸς τοὺς κατοικοῦντας Καριαθιαρεὶμ, λέγοντες, ἀπεστρόφασιν ἀλλόφυλοι τὴν κιβωτὸν Κυρίου, κατάβητε καὶ ἀναγάγετε αὐτὴν πρὸς ἑαυτούς."]],[["1","Καὶ ἔρχονται οἱ ἄνδρες Καριαθιαρὶμ, καὶ ἀνάγουσι τὴν κιβωτὸν διαθήκης Κυρίου· καὶ εἰσάγουσιν αὐτὴν εἰς οἶκον ʼΑμιναδὰβ τὸν ἐν τῷ βουνῷ· καὶ τὸν Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ ἡγίασαν φυλάσσειν τὴν κιβωτὸν διαθήκης Κυρίου."],["2","Καὶ ἐγενήθη ἀφʼ ἧς ἡμέρας ἦν ἡ κιβωτὸς ἐν Καριαθιαρὶμ, ἐπλήθυναν αἱ ἡμέραι, καὶ ἐγένετο εἴκοσι ἔτη· καὶ ἐπέβλεψε πᾶς οἶκος Ἰσραὴλ ὀπίσω Κυρίου."],["3","Καὶ εἶπε Σαμουὴλ πρὸς πάντα οἶκον Ἰσραὴλ, λέγων, εἰ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὑμεῖς ἐπιστρέφετε πρὸς Κύριον, περιέλετε θεοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ τὰ ἄλση, καὶ ἑτοιμάσατε τὰς καρδίας ὑμῶν πρὸς Κύριον, καὶ δουλεύσατε αὐτῷ μόνῳ, καὶ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἀλλοφύλων."],["4","Καὶ περιεῖλον οἱ υἱοὶ Ἰσραὴλ τὰς Βααλὶμ καὶ τὰ ἄλση ʼΑσταρὼθ, καὶ ἐδούλευσαν Κυρίῳ μόνῳ."],["5","Καὶ εἶπε Σαμουήλ, ἀθροίσατε πάντα Ἰσραὴλ εἰς Μασσηφὰθ, καὶ προσεύξομαι περὶ ὑμῶν πρὸς Κύριον."],["6","Καὶ συνήχθησαν εἰς Μασσηφὰθ, καὶ ὑδρεύονται ὕδωρ, καὶ ἐξέχεαν ἐνώπιον Κυρίου ἐπὶ τὴν γῆν· καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ εἶπαν, ἡμαρτήκαμεν ἐνώπιον Κυρίου· καὶ ἐδίκαζε Σαμουὴλ τοὺς υἱοὺς Ἰσραὴλ εἰς Μασσηφάθ."],["7","Καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ εἰς Μασσηφάθ· καὶ ἀνέβησαν σατράπαι ἀλλοφύλων ἐπὶ Ἰσραήλ· καὶ ἀκούουσιν οἱ υἱοὶ Ἰσραήλ, καὶ ἐφοβήθησαν ἀπὸ προσώπου ἀλλοφύλων."],["8","Καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Σαμουήλ, μὴ παρασιωπήσῃς ἀφʼ ἡμῶν τοῦ μὴ βοᾷν πρὸς Κύριον Θεόν σου, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων."],["9","Καὶ ἔλαβε Σαμουὴλ ἄρνα γαλαθηνὸν ἕνα, καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ Κυρίῳ· καὶ ἐβόησε Σαμουὴλ πρὸς Κύριον περὶ Ἰσραὴλ, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος."],["10","Καὶ ἦν Σαμουὴλ ἀναφέρων τὴν ὁλοκαύτωσιν· καὶ ἀλλόφυλοι προσῆγον εἰς πόλεμον ἐπὶ Ἰσραήλ· καὶ ἐβρόντησε Κύριος ἐν φωνῇ μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τοὺς ἀλλοφύλους, καὶ συνεχύθησαν καὶ ἔπταισαν ἐνώπιον Ἰσραήλ."],["11","Καὶ ἐξῆλθον ἄνδρες Ἰσραὴλ ἐκ Μασσηφὰθ, καὶ κατεδίωξαν τοὺς ἀλλοφύλους, καὶ ἐπάταξαν αὐτοὺς ἕως ὑποκάτω τοῦ Βαιθχόρ."],["12","Καὶ ἔλαβεν Σαμουὴλ λίθον ἕνα, καὶ ἔστησεν αὐτὸν ἀναμέσον Μασσηφὰθ καὶ ἀναμέσον τῆς παλαιᾶς· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ʼΑβενέζερ, λίθος τοῦ βοηθοῦ· καὶ εἶπεν, ἕως ἐνταῦθα ἐβοήθησεν ἡμῖν Κύριος."],["13","Καὶ ἐταπείνωσε Κύριος τοὺς ἀλλοφύλους, καὶ οὐ προσέθεντο ἔτι προσελθεῖν εἰς ὅριον Ἰσραήλ· καὶ ἐγενήθη χεὶρ Κυρίου ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας τοῦ Σαμουήλ."],["14","Καὶ ἀπεδόθησαν αἱ πόλεις ἃς ἔλαβον οἱ ἀλλόφυλοι παρὰ τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀπέδωκαν αὐτὰς τῷ Ἰσραὴλ ἀπὸ ʼΑσκάλωνος ἕως ʼΑζόβ· καὶ τὸ ὅριον Ἰσραὴλ ἀφείλοντο ἐκ χειρὸς ἀλλοφύλων· καὶ ἦν εἰρήνη ἀναμέσον Ἰσραὴλ καὶ ἀναμέσον τοῦ ʼΑμοῤῥαίου."],["15","Καὶ ἐδίκαζεν Σαμουὴλ τὸν Ἰσραὴλ πάσας τὰς ἡμέρας τῆς ζεῆς αὐτοῦ."],["16","Καὶ ἐπορεύετο κατʼ ἐνιαυτὸν ἐνιαυτὸν, καὶ ἐκύκλου Βαιθὴλ καὶ τὴν Γαλγαλὰ καὶ τὴν Μασσηφάθ· καὶ ἐδίκαζε τὸν Ἰσραὴλ ἐν πᾶσι τοῖς ἡγιασμένοις τούτοις."],["17","Ἡ δὲ ἀποστροφὴ αὐτοῦ εἰς ʼΑρμαθάιμ, ὅτι ἐκεῖ ἦν ὁ οἶκος αὐτοῦ· καὶ ἐδίκαζεν ἐκεῖ τὸν Ἰσραήλ, καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ."]],[["1","Καὶ ἐγένετο ὡς ἐγήρασε Σαμουὴλ, καὶ κατέστησε τούς υἱοὺς αὐτοῦ δικαστὰς τῷ Ἰσραήλ."],["2","Καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν αὐτοῦ· πρωτότοκος Ἰωήλ, καὶ ὄνομα τοῦ δευτέρου ʼΑβιά, δικασταὶ ἐν Βηρσαβεέ."],["3","Καὶ οὐκ ἐπορεύθησαν οἱ υἱοὶ αὐτοῦ ἐν ὁδῷ αὐτοῦ· καὶ ἐξέκλιναν ὀπίσω τῆς συντελείας, καὶ ἐλάμβανον δῶρα, καὶ ἐξέκλινον δικαιώματα."],["4","Καὶ συναθροίζονται ἄνδρες Ἰσραὴλ, καὶ παραγίνονται εἰς ʼΑρμαθαὶμ πρὸς Σαμουὴλ,"],["5","καὶ εἶπαν αὐτῷ, ἰδοὺ, σὺ γεγήρακας, καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τῇ ὁδῷ σου· καὶ νῦν κατάστησον ἐφʼ ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς, καθὰ καὶ τὰ λοιπὰ ἔθνη."],["6","Καὶ πονηρὸν τὸ ῥῆμα ἐν ὀφθαλμοῖς Σαμουήλ, ὡς εἶπαν, δὸς ἡμῖν βασιλέα δικάζειν ἡμᾶς· καὶ προσηύξατο Σαμουὴλ πρὸς Κύριον."],["7","Καὶ εἶπε Κύριος πρὸς Σαμουήλ, ἄκουε τῆς φωνῆς τοῦ λαοῦ, καθὰ ἂν λαλῶσί σοι, ὅτι οὐ σὲ ἐξουθενήκασιν, ἀλλʼ ἢ ἐμὲ ἐξουθενήκασι τοῦ μὴ βασιλεύειν ἐπʼ αὐτῶν."],["8","Κατὰ πάντα τὰ ποιήματα, ἃ ἐποίησάν μοι ἀφʼ ἧς ἡμέρας ἀνήγαγον αὐτοὺς ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐγκατέλιπόν με, καὶ ἐδούλευον θεοῖς ἑτέροις, οὕτως αὐτοὶ ποιοῦσι καὶ σοί."],["9","Καὶ νῦν ἄκουε τῆς φωνῆς αὐτῶν· πλὴν ὅτι διαμαρτυρόμενος διαμαρτύρῃ αὐτοῖς, καὶ ἀπαγγελεῖς αὐτοῖς τὸ δικαίωμα τοῦ βασιλέως ὃς βασιλεύσει ἐπʼ αὐτούς."],["10","Καὶ εἶπε Σαμουὴλ πᾶν τὸ ῥῆμα τοῦ κυρίου πρὸς τὸν λαὸν τοὺς αἰτοῦντας παρʼ αὐτοῦ βασιλέα."],["11","Καὶ εἶπε, τοῦτο ἔσται τὸ δικαίωμα τοῦ βασιλέως ὃς βασιλεύσει ἐφʼ ὑμᾶς· τοὺς υἱοὺς ὑμῶν λήψεται, καὶ θήσεται αὐτοὺς ἐν ἅρμασιν αὐτοῦ, καὶ ἐν ἱππεῦσιν αὐτοῦ, καὶ προτρέχοντας τῶν ἁρμάτων αὐτοῦ,"],["12","καὶ θέσθαι αὐτοὺς ἑαυτῷ ἑκατονάρχους καὶ χιλιάρχους, καὶ θερίζειν θερισμὸν αὐτοῦ, καὶ τρυγᾷν τρυγητὸν αὐτοῦ, καὶ ποιεῖν σκεύη πολεμικὰ αὐτοῦ, καὶ σκεύη ἁρμάτων αὐτοῦ."],["13","Καὶ τὰς θυγατέρας ὑμῶν λήψεται εἰς μυρεψοὺς, καὶ εἰς μαγειρίσσας, καὶ εἰς πεσσούσας."],["14","Καὶ τοὺς ἀγροὺς ὑμῶν, καὶ τοὺς ἀμπελῶνας ὑμῶν, καὶ τοὺς ἐλαιῶνας ὑμῶν τοὺς ἀγαθοὺς λήψεται, καὶ δώσει τοῖς δούλοις ἑαυτοῦ."],["15","Καὶ τὰ σπέρματα ὑμῶν καὶ τοὺς ἀμπελῶνας ὑμῶν ἀποδεκατώσει, καὶ δώσει τοῖς εὐνούχοις αὐτοῦ, καὶ τοῖς δούλοις αὐτοῦ."],["16","Καὶ τοὺς δούλους ὑμῶν, καὶ τὰς δούλας ὑμῶν, καὶ τὰ βουκόλια ὑμῶν τὰ ἀγαθὰ, καὶ τοὺς ὄνους ὑμῶν λήψεται, καὶ ἀποδεκατώσει εἰς τὰ ἔργα αὐτοῦ·"],["17","Καὶ τὰ ποίμνια ὑμῶν ἀποδεκατώσει, καὶ ὑμεῖς ἔσεσθε αὐτῷ δοῦλοι."],["18","Καὶ βοήσεσθε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου βασιλέως ὑμῶν οὗ ἐξελέξασθε ἑαυτοῖς, καὶ οὐκ ἐπακούσεται Κύριος ὑμῶν ἐν ταῖς ἡμέραις ἐκείναις, ὅτι ὑμεῖς ἐξελέξασθε ἑαυτοῖς βασιλέα."],["19","Καὶ οὐκ ἐβούλετο ὁ λαὸς ἀκοῦσαι τοῦ Σαμουὴλ, καὶ εἶπαν αὐτῷ, οὐχὶ, ἀλλʼ ἢ βασιλεὺς ἔσται ἐφʼ ἡμᾶς."],["20","Καὶ ἐσόμεθα καὶ ἡμεῖς καθὰ πάντα τὰ ἔθνη· καὶ δικάσει ἡμᾶς βασιλεὺς ἡμῶν, καὶ ἐξελεύσεται ἔμπροσθεν ἡμῶν, καὶ πολεμήσει τὸν πόλεμον ἡμῶν."],["21","Καὶ ἤκουσε Σαμουὴλ πάντας τοὺς λόγους τοῦ λαοῦ, καὶ ἐλάλησεν αὐτοὺς εἰς τὰ ὦτα Κυρίου."],["22","Καὶ εἶπε Κύριος πρὸς Σαμουήλ, ἄκουε τῆς φωνῆς αὐτῶν, καὶ βασίλευσον αὐτοῖς βασιλέα· καὶ εἶπε Σαμουὴλ πρὸς ἄνδρας Ἰσραήλ, ἀποτρεχέτω ἕκαστος εἰς τὴν πόλιν αὐτοῦ."]],[["1","Καὶ ἀνὴρ ἐξ υἱῶν Βενιαμίν, καὶ ὄνομα αὐτῷ Κίς, υἱὸς ʼΑβιὴλ, υἱοῦ Ἰαρὲδ, υἱοῦ Βαχὶρ, υἱοῦ ʼΑφὲκ, υἱοῦ ἀνδρὸς Ἰεμιναίου, ἀνὴρ δυνατός."],["2","Καὶ τούτῳ υἱός, καὶ ὄνομα αὐτῷ Σαούλ, εὐμεγέθης, ἀνὴρ ἀγαθός, καὶ οὐκ ἦν ἐν υἱοῖς Ἰσραὴλ ἀγαθὸς ὑπὲρ αὐτόν, ὑπερωμίαν καὶ ἐπάνω ὑψηλὸς ὑπὲρ πᾶσαν τὴν γῆν."],["3","Καὶ ἀπώλοντο αἱ ὄνοι Κὶς πατρὸς Σαούλ· καὶ εἶπε Κὶς πρὸς Σαοὺλ τὸν υἱὸν αὐτοῦ, λάβε μετὰ σεαυτοῦ ἓν τῶν παιδαρίων, καὶ ἀνάστητε καὶ πορεύθητε καὶ ζητήσατε τὰς ὄνους."],["4","Καὶ διῆλθον διʼ ὄρους Ἐφράιμ, καὶ διῆλθον διὰ τῆς γῆς Σελχὰ, καὶ οὐχ εὗρον· καὶ διῆλθον διὰ τῆς γῆς Σεγαλὶμ, καὶ οὐκ ἦν· καὶ διῆλθον διὰ τῆς γῆς Ἰαμὶν, καὶ οὐχ εὗρον."],["5","Αὐτῶν δὲ ἐλθόντων εἰς τὴν Σὶφ, καὶ Σαοὺλ εἶπε τῷ παιδαρίῳ αὐτοῦ τῷ μετʼ αὐτοῦ, δεῦρο καὶ ἀποστρέψωμεν, μὴ ἀνεὶς ὁ πατήρ μου τὰς ὄνους, φροντίζῃ τὰ περὶ ἡμῶν."],["6","Καὶ εἶπεν αὐτῷ τὸ παιδάριον, ἰδοὺ δὴ ἄνθρωπος τοῦ Θεοῦ ἐν τῇ πόλει ταύτῃ, καὶ ὁ ἄνθρωπος ἔνδοξος, πᾶν ὃ ἐὰν λαλήσῃ παραγινόμενον παρέσται· καὶ νῦν πορευθῶμεν, ὅπως ἀπαγγείλῃ ἡμῖν τὴν ὁδὸν ἡμῶν ἐφʼ ἣν ἐπορευθημεν ἐπʼ αὐτήν."],["7","Καὶ εἶπε Σαοὺλ τῷ παιδαρίῳ αὐτοῦ τῷ μετʼ αὐτοῦ, καὶ ἰδοὺ πορευσόμεθα· καὶ τί οἴσομεν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ; ὅτι οἱ ἄρτοι ἐκλελοίπασιν ἐκ τῶν ἀγγείων ἡμῶν, καὶ πλεῖον οὐκ ἔστι μεθʼ ἡμῶν εἰσενεγκεῖν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ τὸ ὑπάρχον ἡμῖν."],["8","Καὶ προσέθετο τὸ παιδάριον ἀποκριθῆναι τῷ Σαοὺλ, καὶ εἶπεν, ἰδοὺ εὕρηται ἐν τῇ χειρί μου τέταρτον σίκλου ἀργυρίου, καὶ δώσεις τῷ ἀνθρώπῳ τοῦ Θεοῦ, καὶ ἀπαγγελεῖ ἡμῖν τὴν ὁδὸν ἡμῶν."],["9","Καὶ ἔμπροσθεν ἐν Ἰσραὴλ τάδε ἔλεγεν ἕκαστος ἐν τῷ πορεύεσθαι ἐπερωτᾷν τὸν Θεὸν, δεῦρο καὶ πορευθῶμεν πρὸς τὸν βλέποντα· ὅτι τὸν προφήτην ἐκάλει ὁ λαὸς ἔμπροσθεν, ὁ βλέπων."],["10","Καὶ εἶπε Σαοὺλ πρὸς τὸ παιδάριον αὐτοῦ, ἀγαθὸν τὸ ῥῆμα, δεῦρο καὶ πορευθῶμεν· καὶ ἐπορεύθησαν εἰς τὴν πόλιν οὗ ἦν ἐκεῖ ὁ ἄνθρωπος ὁ τοῦ Θεοῦ."],["11","Αὐτῶν ἀναβαινόντων τὴν ἀνάβασιν τῆς πόλεως, καὶ αὐτοὶ εὑρίσκουσι τὰ κοράσια ἐξεληλυθότα ὑδρεύεσθαι ὕδωρ, καὶ λέγουσιν αὐταῖς, εἰ ἔστιν ἐνταῦθα ὁ βλέπων;"],["12","Καὶ ἀπεκρίθη τὰ κοράσια αὐτοῖς, καὶ λέγουσιν αὐτοῖς, ἔστιν· ἰδοὺ κατὰ πρόσωπον ὑμῶν· νῦν διὰ τὴν ἡμέραν ἥκει εἰς τὴν πόλιν, ὅτι θυσία σήμερον τῷ λαῷ ἐν Βαμᾷ."],["13","Ὡς ἂν εἰσέλθητε εἰς τὴν πόλιν, οὕτως εὑρήσετε αὐτὸν ἐν τῇ πόλει, πρὶν ἀναβῆναι αὐτὸν εἰς Βαμᾶ τοῦ φαγεῖν· ὅτι οὐ μὴ φάγῃ ὁ λαὸς ἕως τοῦ εἰσελθεῖν αὐτόν, ὅτι οὗτος εὐλογεῖ τὴν θυσίαν, καὶ μετὰ ταῦτα ἐσθίουσιν οἱ ξένοι· καὶ νῦν ἀνάβητε, ὅτι διὰ τὴν ἡμέραν εὑρήσετε αὐτόν."],["14","Καὶ ἀναβαίνουσι τὴν πόλιν· αὐτῶν εἰσπορευομένων εἰς μέσον τῆς πόλεως, καὶ ἰδοὺ Σαμουὴλ ἐξῆλθεν εἰς τὴν ἀπάντησιν αὐτῶν, τοῦ ἀναβῆναι εἰς Βαμᾶ."],["15","Καὶ Κύριος ἀπεκάλυψε τὸ ὠτίον Σαμουὴλ ἡμέρᾳ μιᾷ ἔμπροσθεν τοῦ ἐλθεῖν πρὸς αὐτὸν Σαοὺλ, λέγων,"],["16","ὡς ὁ καιρὸς, αὔριον ἀποστελῶ πρὸς σὲ ἄνδρα ἐκ γῆς Βενιαμίν, καὶ χρίσεις αὐτὸν εἰς ἄρχοντα ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ σώσει τὸν λαόν μου ἐκ χειρὸς ἀλλοφύλων, ὅτι ἐπέβλεψα ἐπὶ τὴν ταπείνωσιν τοῦ λαοῦ μου, ὅτι ἦλθε βοὴ αὐτῶν πρὸς μέ."],["17","Καὶ Σαμουὴλ εἶδε τὸν Σαούλ, καὶ Κύριος ἀπεκρίθη αὐτῷ, ἰδοὺ ὁ ἄνθρωπος ὃν εἶπά σοι, οὗτος ἄρξει ἐν τῷ λαῷ μου."],["18","Καὶ προσήγαγε Σαοὺλ πρὸς Σαμουὴλ εἰς μέσον τῆς πόλεως, καὶ εἶπεν, ἀπάγγειλον δὴ ποῖος ὁ οἶκος τοῦ βλέποντος."],["19","Καὶ ἀπεκρίθη Σαμουὴλ τῷ Σαοὺλ, καὶ εἶπεν, ἐγώ εἰμι αὐτός· ἀνάβηθι ἔμπροσθέν μου εἰς Βαμὰ, καὶ φάγε μετʼ ἐμοῦ σήμερον, καὶ ἐξαποστελῶ σε πρωῒ, καὶ πάντα τὰ ἐν τῇ καρδίᾳ σου ἀπαγγελῶ σοι."],["20","Καὶ περὶ τῶν ὄνων σου τῶν ἀπολωλυιῶν σήμερον τριταίων, μὴ θῇς τὴν καρδίαν σου αὐταῖς, ὅτι εὕρηνται· καὶ τίνι τὰ ὡραῖα τοῦ Ἰσραήλ; οὐ σοὶ, καὶ τῷ οἴκῳ τοῦ πατρός σου;"],["21","Καὶ ἀπεκρίθη Σαοὺλ, καὶ εἶπεν, οὐχὶ ἀνδρὸς υἱὸς Ἰεμιναίου ἐγώ εἰμι τοῦ μικροῦ σκήπτρου φυλῆς Ἰσραήλ; καὶ τῆς φυλῆς τῆς ἐλαχίστης ἐξ ὅλου σκήπτρου Βενιαμίν; καὶ ἱνατί ἐλάλησας πρὸς ἐμὲ κατὰ τὸ ῥῆμα τοῦτο;"],["22","Καὶ ἔλαβε Σαμουὴλ τὸν Σαοὺλ καὶ τὸ παιδάριον αὐτοῦ, καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὸ κατάλυμα, καὶ ἔθετο αὐτοῖς ἐκεῖ τόπον ἐν πρώτοις τῶν κεκλημένων ὡσεὶ ἑβδομήκοντα ἀνδρῶν."],["23","Καὶ εἶπε Σαμουὴλ τῷ μαγείρῳ, δός μοι τὴν μερίδα ἣν ἔδωκά σοι, ἣν εἶπά σοι θεῖναι αὐτὴν παρὰ σοί."],["24","Καὶ ἥψησεν ὁ μάγειρος τὴν κωλέαν, καὶ παρέθηκεν αὐτὴν ἐνώπιον Σαούλ· καὶ εἶπε Σαμουὴλ τῷ Σαούλ, ἰδοὺ ὑπόλειμμα, παράθες αὐτὸ ἐνώπιόν σου καὶ φάγε, ὅτι εἰς μαρτύριον τέθειταί σοι παρὰ τοὺς ἄλλους, ἀπόκνιζε· καὶ ἔφαγεν Σαοὺλ μετὰ Σαμουὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ."],["25","Καὶ κατέβη ἐκ τῆς Βαμᾶ εἰς τὴν πόλιν· καὶ διέστρωσαν τῷ Σαοὺλ ἐπὶ τῷ δώματι, καὶ ἐκοιμήθη."],["26","Καὶ ἐγένετο ὡς ἀνέβαινεν ὁ ὄρθρος, καὶ ἐκάλεσε Σαμουὴλ τὸν Σαοὺλ ἐπὶ τῷ δώματι, λέγων, ἀνάστα, καὶ ἐξαποστελῶ σε· καὶ ἀνέστη Σαοὺλ, καὶ ἐξῆλθεν αὐτὸς καὶ Σαμουὴλ ἕως ἔξω."],["27","Αὐτῶν καταβαινόντων εἰς μέρος τῆς πόλεως, καὶ Σαμουὴλ εἶπε τῷ Σαοὺλ, εἶπον τῷ νεανίσκῳ, καὶ διελθέτω ἔμπροσθεν ἡμῶν· καὶ σὺ στῆθι ὡς σήμερον, καὶ ἄκουσον ῥῆμα Θεοῦ."]],[["1","Καὶ ἔλαβε Σαμουὴλ τὸν φακὸν τοῦ ἐλαίου, καὶ ἐπέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐφίλησεν αὐτὸν, καὶ εἶπεν αὐτῷ, οὐχὶ κέχρικέ σε Κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ Ἰσραήλ; καὶ σὺ ἄρξεις ἐν λαῷ Κυρίου, καὶ σὺ σώσεις αὐτὸν ἐκ χειρὸς ἐχθρῶν αὐτοῦ· καὶ τοῦτό σοι τὸ σημεῖον, ὅτι ἔχρισέ σε Κύριος ἐπὶ κληρονομίαν αὐτοῦ εἰς ἄρχοντα·"],["2","Ὡς ἂν ἀπέλθῃς σήμερον ἀπʼ ἐμοῦ, καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοῖς τάφοις Ῥαχὴλ ἐν τῷ ὄρει Βενιαμὶν ἁλλομένους μεγάλα· καὶ ἐροῦσί σοι, εὕρηνται αἱ ὄνοι ἃς ἐπορεύθητε ζητεῖν· καὶ ἰδοὺ ὁ πατήρ σου ἀποτετίνακται τὸ ῥῆμα τῶν ὄνων, καὶ ἐδαψιλεύσατο διʼ ὑμᾶς, λέγων, τί ποιήσω ὑπὲρ τοῦ υἱοῦ μου;"],["3","Καὶ ἀπελεύσῃ ἐκεῖθε καὶ ἐπέκεινα ἥξεις ἕως τῆς δρυὸς Θαβώρ, καὶ εὑρήσεις ἐκεῖ τρεῖς ἄνδρας ἀναβαίνοντας πρὸς τὸν Θεὸν εἰς Βαιθὴλ, ἕνα αἴροντα τρία αἰγίδια, καὶ ἕνα αἴροντα τρία ἀγγεῖα ἄρτων, καὶ ἕνα αἴροντα ἀσκὸν οἴνου·"],["4","Καὶ ἐρωτήσουσί σε τὰ εἰς εἰρήνην, καὶ δώσουσί σοι δύο ἀπαρχὰς ἄρτων, καὶ λὴψῃ ἐκ τῆς χειρὸς αὐτῶν."],["5","Καὶ μετὰ ταῦτα εἰσελεύσῃ εἰς τὸν βουνὸν τοῦ Θεοῦ, οὗ ἐστιν ἐκεῖ τὸ ἀνάστημα τῶν ἀλλοφύλων· ἐκεῖ Νασὶβ ὁ ἀλλόφυλος· καὶ ἔσται ὡς ἂν εἰσέλθητε ἐκεῖ εἰς τὴν πόλιν, καὶ ἀπαντήσεις χορῷ προφητῶν καταβαινόντων ἐκ τῆς Βαμᾶ, καὶ ἔμπροσθεν αὐτῶν νάβλα, καὶ τύμπανον, καὶ αὐλὸς, καὶ κινύρα, καὶ αὐτοὶ προφητεύοντες·"],["6","Καὶ ἐφαλεῖται ἐπὶ σὲ πνεῦμα Κυρίου, καὶ προφητεύσεις μετʼ αὐτῶν, καὶ στραφήσῃ εἰς ἄνδρα ἄλλον."],["7","Καὶ ἔσται ὅταν ἥξει τὰ σημεῖα ταῦτα ἐπὶ σὲ, ποίει πάντα ὅσα ἐὰν εὕρῃ ἡ χείρ σου, ὅτι Θεὸς μετὰ σοῦ."],["8","Καὶ καταβήσῃ ἔμπροσθεν τῆς Γαλγὰλ, καὶ ἰδοὺ καταβαίνω πρὸς σὲ ἀνενεγκεῖν ὁλοκαύτωσιν καὶ θυσίας εἰρηνικάς· ἑπτὰ ἡμέρας διαλείψεις ἕως τοῦ ἐλθεῖν με πρὸς σὲ, καὶ γνωρίσω σοι ἃ ποιήσεις."],["9","Καὶ ἐγενήθη ὥστε ἐπιστραφῆναι τῷ ὤμῳ αὐτοῦ ἀπελθεῖν ἀπὸ Σαμουὴλ, μετέστρεψεν αὐτῷ ὁ Θεὸς καρδίαν ἄλλην· καὶ ἦλθε πάντα τὰ σημεῖα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ."],["10","Καὶ ἔρχεται ἐκεῖθεν εἰς τὸν βουνόν, καὶ ἰδοὺ χορὸς προφητῶν ἐξεναντίας αὐτοῦ· καὶ ἥλατο ἐπʼ αὐτὸν πνεῦμα Θεοῦ, καὶ προεφήτευσεν ἐν μέσῳ αὐτῶν."],["11","Καὶ ἐγενήθησαν πάντες οἱ εἰδότες αὐτὸν ἐχθὲς καὶ τρίτης, καὶ εἶδον, καὶ ἰδοὺ αὐτὸς ἐν μέσῳ τῶν προφητῶν· καὶ εἶπεν ὁ λαὸς ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, τί τοῦτο τὸ γεγονὸς τῷ υἱῷ Κίς; ἢ καὶ Σαοὺλ ἐν προφήταις;"],["12","Καὶ ἀπεκρίθη τίς αὐτῶν, καὶ εἶπε, καὶ τίς πατὴρ αὐτοῦ; καὶ διὰ τοῦτο ἐγενήθη εἰς παραβολὴν, ἢ καὶ Σαοὺλ ἐν προφήταις;"],["13","Καὶ συνετέλεσε προφητεύων, καὶ ἔρχεται εἰς τὸν βουνόν."],["14","Καὶ εἶπεν ὁ οἰκεῖος αὐτοῦ πρὸς αὐτὸν καὶ πρὸς τὸ παιδάριον αὐτοῦ, ποῦ ἐπορεύθητε; καὶ εἶπαν, ζητεῖν τὰς ὄνους, καὶ εἴδαμεν ὅτι οὐκ εἰσί, καὶ εἰσήλθομεν πρὸς Σαμουήλ."],["15","Καὶ εἶπεν ὁ οἰκεῖος πρὸς Σαοὺλ, ἀπάγγειλον δή μοι, τί εἶπέ σοι Σαμουήλ;"],["16","Καὶ εἶπε Σαοὺλ πρὸς τὸν οἰκεῖον αὐτοῦ, ἀπήγγειλεν ἀπαγγέλλων μοι, ὅτι εὕρηνται αἱ ὄνοι· τὸ δὲ ῥῆμα τῆς βασιλείας οὐκ ἀπήγγειλεν αὐτῷ."],["17","Καὶ παρήγγειλε Σαμουὴλ παντὶ τῷ λαῷ πρὸς Κύριον εἰς Μασσηφάθ."],["18","Καὶ εἶπε πρὸς υἱοὺς Ἰσραὴλ, τάδε εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ, λέγων, ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου, καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου, καὶ ἐκ πασῶν τῶν βασιλειῶν τῶν θλιβουσῶν ὑμᾶς."],["19","Καὶ ὑμεῖς σήμερον ἐξουδενήκατε τὸν Θεόν, ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν κακῶν ὑμῶν καὶ θλίψεων ὑμῶν· καὶ εἴπατε, οὐχί, ἀλλʼ ἢ ὅτι βασιλέα καταστήσεις ἐφʼ ἡμῶν· καὶ νῦν κατάστητε ἐνώπιον Κυρίου κατὰ τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς φυλὰς ὑμῶν."],["20","Καὶ προσήγαγε Σαμουὴλ πάντα τὰ σκῆπτρα Ἰσραὴλ, καὶ κατακληροῦται σκῆπτρον Βενιαμίν."],["21","Καὶ προσάγει σκῆπτρον Βενιαμὶν εἰς φυλάς, καὶ κατακληροῦται φυλὴ Ματταρί· καὶ προσάγουσι τὴν φυλὴν Ματταρὶ εἰς ἄνδρας, καὶ κατακληροῦται Σαοὺλ υἱὸς Κίς· καὶ ἐζήτει αὐτόν, καὶ οὐχ εὑρίσκετο."],["22","Καὶ ἐπηρώτησε Σαμουὴλ ἔτι ἐν Κυρίῳ, εἰ ἔρχεται ὁ ἀνὴρ ἐνταῦθα; καὶ εἶπε Κύριος, ἰδοὺ αὐτὸς κέκρυπται ἐν τοῖς σκεύεσι."],["23","Καὶ ἔδραμε καὶ λαμβάνει αὐτὸν ἐκεῖθεν, καὶ κατέστησεν ἐν μέσῳ τοῦ λαοῦ· καὶ ὑψώθη ὑπὲρ πάντα τὸν λαὸν ὑπερωμίαν καὶ ἐπάνω."],["24","Καὶ εἶπε Σαμουὴλ πρὸς πάντα τὸν λαὸν, εἰ ἑωράκατε ὃν ἐκλέλεκται ἑαυτῷ Κύριος, ὅτι οὐκ ἔστιν ὅμοιος αὐτῷ ἐν πᾶσιν ὑμῖν; καὶ ἔγνωσαν πᾶς ὁ λαὸς, καὶ εἶπαν, ζήτω ὁ βασιλεύς."],["25","Καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν τὸ δικαίωμα τοῦ βασιλέως, καὶ ἔγραψεν ἐν βιβλίῳ, καὶ ἔθηκεν ἐνώπιον Κυρίου· καὶ ἐξαπέστειλε Σαμουὴλ πάντα τὸν λαόν, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ."],["26","Καὶ Σαοὺλ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαά· καὶ ἐπορεύθησαν υἱοὶ δυνάμεων, ὧν ἥψατο Κύριος καρδίας αὐτῶν μετὰ Σαούλ."],["27","Καὶ υἱοὶ λοιμοὶ εἶπαν, τίς σώσει ἡμᾶς οὗτος; καὶ ἠτίμασαν αὐτόν, καὶ οὐκ ἤνεγκαν αὐτῷ δῶρα."]],[["1","Καὶ ἐγενήθη ὡς μετὰ μῆνα, καὶ ἀνέβη Νάας ὁ Ἀμμανίτης, καὶ παρεμβάλλει ἐπὶ Ἰαβὶς Γαλαάδ· καὶ εἶπαν πάντες οἱ ἄνδρες Ἰαβὶς πρὸς Νάας τὸν Ἀμμανίτην, διάθου ἡμῖν διαθήκην, καὶ δουλεύσομέν σοι."],["2","Καὶ εἶπε πρὸς αὐτοὺς Νάας ὁ ʼΑμμανίτης, ἐν ταύτῃ διαθήσομαι διαθήκην ὑμῖν, ἐν τῷ ἐξορύξαι ὑμῶν πάντα ὀφθαλμὸν δεξιόν, καὶ θήσομαι ὄνειδος ἐπὶ Ἰσραήλ."],["3","Καὶ λέγουσιν αὐτῷ οἱ ἄνδρες Ἰαβίς, ἄνες ἡμῖν ἑπτὰ ἡμέρας καὶ ἀποστελοῦμεν ἀγγέλους εἰς πᾶν ὅριον Ἰσραήλ· ἐὰν μὴ ᾖ ὁ σώζων ἡμᾶς, ἐξελευσόμεθα πρὸς ὑμᾶς."],["4","Καὶ ἔρχονται οἱ ἄγγελοι εἰς Γαβαὰ πρὸς Σαούλ, καὶ λαλοῦσι τοὺς λόγους εἰς τὰ ὦτα τοῦ λαοῦ· καὶ ᾖραν πᾶς ὁ λαὸς τὴν φωνὴν αὐτῶν, καὶ ἔκλαυσαν."],["5","Καὶ ἰδοὺ Σαοὺλ ἤρχετο μετὰ τοπρωῒ ἐξ ἀγροῦ· καὶ εἶπε Σαοὺλ, Τί ὅτι κλαίει ὁ λαός; καὶ διηγοῦνται αὐτῷ τὰ ῥήματα τῶν ἀνδρῶν Ἰαβίς."],["6","Καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Σαοὺλ ὡς ἤκουσε τὰ ῥήματα ταῦτα, καὶ ἐθυμώθη ἐπʼ αὐτοὺς ὀργῇ αὐτοῦ σφόδρα."],["7","Καὶ ἔλαβε δύο βόας, καὶ ἐμέλισεν αὐτὰς, καὶ ἀπέστειλεν εἰς πᾶν ὅριον Ἰσραὴλ ἐν χειρὶ ἀγγέλων, λέγων, ὃς οὐκ ἔστιν ἐκπορευόμενος ὀπίσω Σαοὺλ καὶ ὀπίσω Σαμουὴλ, κατὰ τάδε ποιήσουσι τοῖς βουσὶν αὐτοῦ· καὶ ἐπῆλθεν ἔκστασις Κυρίου ἐπὶ τὸν λαὸν Ἰσραὴλ, καὶ ἐβόησαν ὡς ἀνὴρ εἷς."],["8","Καὶ ἐπισκέπτεται αὐτοὺς ἐν βεζὲκ ἐν Βαμᾷ πάντα ἄνδρα Ἰσραὴλ ἑξακοσίας χιλιάδας, καὶ ἄνδρας Ἰούδα ἑβδομήκοντα χιλιάδας."],["9","Καὶ εἶπε τοῖς ἀγγέλοις τοῖς ἐρχομένοις, τάδε ἐρεῖτε τοῖς ἀνδράσιν Ἰαβὶς, αὔριον ὑμῖν ἡ σωτηρία διαθερμάναντος τοῦ ἡλίου· καὶ ἦλθον οἱ ἄγγελοι εἰς τὴν πόλιν, καὶ ἀπαγγέλλουσι τοῖς ἀνδράσιν Ἰαβίς, καὶ εὐφράνθησαν."],["10","Καὶ εἶπον οἱ ἄνδρες Ἰαβὶς πρὸς Νάας τὸν ʼΑμμανίτην, αὔριον ἐξελευσόμεθα πρὸς ὑμᾶς, καὶ ποιήσετε ἡμῖν τὸ ἀγαθὸν ἐνώπιον ὑμῶν."],["11","Καὶ ἐγενήθη μετὰ τὴν αὔριον, καὶ ἔθετο Σαοὺλ τὸν λαὸν εἰς τρεῖς ἀρχὰς, καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν φυλακῇ τῇ ἑωθινῇ, καὶ ἔτυπτον τοὺς υἱοὺς ʼΑμμὼν ἕως διεθερμάνθη ἡ ἡμέρα· καὶ ἐγενήθη καὶ ὑπολελειμμένοι διεσπάρησαν, καὶ οὐκ ὑπελείφθησαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό."],["12","Καὶ εἶπεν ὁ λαὸς πρὸς Σαμουὴλ τίς ὁ εἴπας ὅτι Σαοὺλ οὐ βασιλεύσει ἡμῶν; παράδος τοὺς ἄνδρας, καὶ θανατώσομεν αὐτούς."],["13","Καὶ εἶπε Σαοὺλ, οὐκ ἀποθανεῖται οὐδεὶς ἐν τῇ ἡμέρᾳ ταύτῃ, ὅτι σήμερον ἐποίησε Κύριος σωτηρίαν ἐν Ἰσραήλ."],["14","Καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν, λέγων, πορευθῶμεν εἰς Γάλγαλα, καὶ ἐγκαινίσωμεν ἐκεῖ τὴν βασιλείαν."],["15","Καὶ ἐπορεύθη πᾶς ὁ λαὸς εἰς Γάλγαλα, καὶ ἔχρισε Σαμουὴλ ἐκεῖ τὸν Σαοὺλ εἰς βασιλέα ἐνώπιον Κυρίου ἐν Γαλγάλοις· καὶ ἔθυσεν ἐκεῖ θυσίας καὶ εἰρηνικὰς ἐνώπιον Κυρίου· καὶ εὐφράνθη Σαμουὴλ καὶ πᾶς Ἰσραὴλ ὥστε λίαν."]],[["1","Καὶ εἶπε Σαμουὴλ πρὸς πάντα Ἰσραὴλ, ἰδοὺ ἤκουσα φωνῆς ὑμῶν εἰς πάντα ὅσα εἴπατέ μοι, καὶ ἐβασίλευσα ἐφʼ ὑμᾶς βασιλέα,"],["2","καὶ νῦν ἰδοὺ ὁ βασιλεὺς διαπορεύεται ἐνώπιον ὑμῶν· κἀγὼ γεγήρακα καὶ καθήσομαι, καὶ οἱ υἱοί μου ἰδοὺ ἐν ὑμῖν· κᾀγὼ ἰδοὺ διελήλυθα ἐνώπιον ὑμῶν ἐκ νεότητος καὶ ἕως τῆς ἡμέρας ταύτης."],["3","Ἰδοὺ ἐγώ, ἀποκρίθητε κατʼ ἐμοῦ ἐνώπιον Κυρίου καὶ ἐνώπιον χριστοῦ αὐτοῦ· μόσχον τίνος εἴληφα, ἢ ὄνον τίνος εἴληφα, ἢ τίνα κατεδυνάστευσα ὑμῶν, ἢ τίνα ἐξεπίεσα, ἢ ἐκ χειρὸς τίνος εἴληφα ἐξίλασμα καὶ ὑπόδημα; ἀποκρίθητε κατʼ ἐμοῦ, καὶ ἀποδώσω ὑμῖν."],["4","Καὶ εἶπαν πρὸς Σαμουὴλ οὐκ ἠδίκησας ἡμᾶς, καὶ οὐ κατεδυνάστευσας ἡμᾶς, καὶ οὐκ ἔθλασας ἡμᾶς, καὶ οὐκ εἴληφας ἐκ χειρὸς οὐδενὸς οὐδέν."],["5","Καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν, μάρτυς Κύριος ἐν ὑμῖν, καὶ μάρτυς χριστὸς αὐτοῦ σήμερον ἐν ταύτῃ τῇ ἡμέρᾳ, ὅτι οὐχ εὑρήκατε ἐν χειρί μου οὐδέν· καὶ εἶπαν, μάρτυς."],["6","Καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν, λέγων, μάρτυς Κύριος ὁ ποιήσας τὸν Μωυσῆν καὶ τὸν ʼΑαρὼν, ὁ ἀναγαγὼν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου."],["7","Καὶ νῦν κατάστητε, καὶ δικάσω ὑμᾶς ἐνώπιον Κυρίου, καὶ ἀπαγγελῶ ὑμῖν τὴν πᾶσαν δικαιοσύνην Κυρίου, ἃ ἐποίησεν ἐν ὑμῖν καὶ ἐν τοῖς πατράσιν ὑμῶν·"],["8","Ὡς εἰσῆλθεν Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ εἰς Αἴγυπτον, καὶ ἐταπείνωσεν αὐτοὺς Αἴγυπτος· καὶ ἐβόησαν οἱ πατέρες ἡμῶν πρὸς Κύριον, καὶ ἀπέστειλε Κύριος τὸν Μωυσῆν καὶ τὸν ʼΑαρών, καὶ ἐξήγαγον τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου, καὶ κατῴκισεν αὐτοὺς ἐν τῷ τόπῳ τούτῳ."],["9","Καὶ ἐπελάθοντο Κυρίου τοῦ Θεοῦ αὐτῶν, καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Σισαρά ἀρχιστρατήγῳ Ἰαβὶς βασιλέως ʼΑσὼρ, καὶ εἰς χεῖρας ἀλλοφύλων, καὶ εἰς χεῖρας βασιλέως Μωὰβ, καὶ ἐπολέμησεν ἐν αὐτοῖς."],["10","Καὶ ἐβόησαν πρὸς Κύριον, καὶ ἔλεγον, ἡμάρτομεν, ὅτι ἐγκατελίπομεν τὸν Κύριον, καὶ ἐδουλεύσαμεν τοῖς Βααλὶμ καὶ τοῖς ἄλσεσι· καὶ νῦν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν, καὶ δουλεύσομέν σοι."],["11","Καὶ ἀπέστειλε τὸν Ἰεροβάαλ, καὶ τὸν Βαρὰκ, καὶ τὸν Ἰεφθάε, καὶ τὸν Σαμουὴλ, καὶ ἐξείλατο ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν τῶν κυκλόθεν, καὶ κατῳκεῖτε πεποιθότες."],["12","Καὶ ἴδετε ὅτι Νάας βασιλεὺς υἱῶν ʼΑμμὼν ἦλθεν ἐφʼ ὑμᾶς, καὶ εἴπατε, οὐχί, ἀλλʼ ἢ ὅτι βασιλεὺς βασιλεύσει ἐφʼ ἡμῶν· καὶ Κύριος ὁ Θεὸς ἡμῶν βασιλεὺς ἡμῶν."],["13","Καὶ νῦν ἰδοὺ ὁ βασιλεὺς ὃν ἐξελέξασθε· καὶ ἰδοὺ δέδωκε Κύριος ἐφʼ ὑμᾶς βασιλέα."],["14","Ἐὰν φοβηθῆτε τὸν Κύριον, καὶ δουλεύσητε αὐτῷ, καὶ ἀκούσητε τῆς φωνῆς αὐτοῦ, καὶ μὴ ἐρίσητε τῷ στόματι Κυρίου, καὶ ἦτε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὁ βασιλεύων ἐφʼ ὑμῶν ὀπίσω Κυρίου πορευόμενοι·"],["15","Ἐὰν δὲ μὴ ἀκούσητε τῆς φωνῆς Κυρίου, καὶ ἐρίσητε τῷ στόματι Κυρίου, καὶ ἔσται χεὶρ Κυρίου ἐφʼ ὑμᾶς καὶ ἐπὶ τὸν βασιλέα ὑμῶν."],["16","Καὶ νῦν κατάστητε, καὶ ἴδετε τὸ ῥῆμα τὸ μέγα τοῦτο ὃ ὁ κύριος ποιήσει ἐν ὀφθαλμοῖς ὑμῶν."],["17","Οὐχὶ θερισμὸς πυρῶν σήμερον; ἐπικαλέσομαι Κύριον, καὶ δώσει φωνὰς καὶ ὑετόν· καὶ γνῶτε καὶ ἴδετε, ὅτι ἡ κακία ὑμῶν μεγάλη, ἣν ἐποίησατε ἐνώπιον Κυρίου, αἰτήσαντες ἑαυτοῖς βασιλέα."],["18","Καὶ ἐπεκαλέσατο Σαμουὴλ τὸν Κύριον· καὶ ἔδωκε Κύριος φωνὰς καὶ ὑετὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἐφοβήθησαν πᾶς ὁ λαὸς τὸν Κύριον σφόδρα καὶ τὸν Σαμουήλ."],["19","Καὶ εἶπαν πᾶς ὁ λαὸς πρὸς Σαμουὴλ, πρόσευξαι ὑπὲρ τῶν δούλων σου πρὸς Κύριον Θεόν σου, καὶ οὐ μὴ ἀποθάνωμεν, ὅτι προστεθείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας ἡμῶν κακίαν, αἰτήσαντες ἑαυτοῖς βασιλέα."],["20","Καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν, μὴ φοβεῖσθε· ὑμεῖς πεποιήκατε τὴν πᾶσαν κακίαν ταύτην· πλὴν μὴ ἐκκλίνητε ἀπὸ ὄπισθεν Κυρίου, καὶ δουλεύσατε τῷ κυρίῳ ἐν ὅλῃ καρδίᾳ ὑμῶν·"],["21","Καὶ μὴ παραβῆτε ὀπίσω τῶν μηθὲν ὄντων, οἳ οὐ περανοῦσιν οὐθὲν, καὶ οἳ οὐκ ἐξελοῦνται, ὅτι οὐθέν εἰσιν."],["22","Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ διὰ τὸ ὄνομα αὐτοῦ τὸ μέγα, ὅτι ἐπιεικῶς Κύριος προσελάβετο ὑμᾶς ἑαυτῷ εἰς λαόν."],["23","Καὶ ἐμοὶ μηδαμῶς τοῦ ἁμαρτεῖν τῷ Κυρίῳ ἀνιέναι τοῦ προσεύχεσθαι περὶ ὑμῶν· καὶ δουλεύσω τῷ Κυρίῳ, καὶ δείξω ὑμῖν τὴν ὁδὸν τὴν ἀγαθὴν καὶ τὴν εὐθεῖαν·"],["24","Πλὴν φοβεῖσθε τὸν κύριον, καὶ δουλεύσατε αὐτῷ ἐν ἀληθείᾳ καὶ ἐν ὅλῃ καρδίᾳ ὑμῶν, ὅτι ἴδετε ἃ ἐμεγάλυνε μεθʼ ὑμῶν."],["25","Καὶ ἐὰν κακίᾳ κακοποιήσητε, καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὑμῶν προστεθήσεσθε."]],[["2","Καὶ ἐκλέγεται ἐαυτῷ Σαοὺλ τρεῖς χιλιάδας ἀνδρῶν ἐκ τῶν ἀνδρῶν Ἰσραήλ· καὶ ἦσαν μετὰ Σαοὺλ δισχίλιοι οἱ ἐν Μαχμὰς, καὶ ἐν τῷ ὄρει Βαιθήλ, καὶ χίλιοι ἦσαν μετὰ Ἰωνάθαν ἐν Γαβαὰ τοῦ Βενιαμίν· καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἐξαπέστειλεν ἕκαστον εἰς τὸ σκήνωμα αὐτοῦ."],["3","Καὶ ἐπάταξεν Ἰωνάθαν τὸν Νασὶβ τὸν ἀλλόφυλον τὸν ἐν τῷ βουνῷ· καὶ ἀκούουσιν οἱ ἀλλόφυλοι· καὶ Σαοὺλ σάλπιγγι σαλπίζει εἰς πᾶσαν τὴν γῆν, λέγων, ἠθετήκασιν οἱ δοῦλοι."],["4","Καὶ πᾶς Ἰσραὴλ ἤκουσε λεγόντων, πέπαικε Σαοὺλ τὸν Νασὶβ τὸν ἀλλόφυλον, καὶ ᾐσχύνθησαν Ἰσραὴλ ἐν τοῖς ἀλλοφύλοις· καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ὀπίσω Σαοὺλ ἐν Γαλγάλοις."],["5","Καὶ οἱ ἀλλόφυλοι συνάγονται εἰς πόλεμον ἐπὶ Ἰσραήλ· καὶ ἀναβαίνουσιν ἐπὶ Ἰσραὴλ τριάκοντα χιλιάδες ἁρμάτων, καὶ ἓξ χιλιάδες ἱππέων, καὶ λαὸς ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν τῷ πλήθει· καὶ ἀναβαίνουσι καὶ παρεμβάλλουσιν ἐν Μαχμὰς ἐξ ἐναντίας Βαιθωρὼν κατὰ Νότου."],["6","Καὶ ἀνὴρ Ἰσραὴλ εἶδεν ὅτι στενῶς αὐτῷ μὴ προσάγειν αὐτόν, καὶ ἐκρύβη ὁ λαὸς ἐν τοῖς σπηλαίοις, καὶ ἐν ταῖς μάνδραις, καὶ ἐν ταῖς πέτραις, καὶ ἐν τοῖς βόθροις, καὶ ἐν τοῖς λάκκοις."],["7","Καὶ οἱ διαβαίνοντες διέβησαν τὸν Ἰορδάνην εἰς γῆν Γὰδ καὶ Γαλαάδ· καὶ Σαοὺλ ἔτι ἦν ἐν Γαλγάλοις, καὶ πᾶς ὁ λαὸς ἐξέστη ὀπίσω αὐτοῦ."],["8","Καὶ διέλιπεν ἑπτὰ ἡμέρας τῷ μαρτυρίῳ, ὡς εἶπε Σαμουήλ, καὶ οὐ παρεγένετο Σαμουὴλ εἰς Γάλγαλα, καὶ διεσπάρη ὁ λαὸς αὐτοῦ ἀπʼ αὐτοῦ."],["9","Καὶ εἶπε Σαούλ, προσαγάγετε ὅπως ποιήσω ὁλοκαύτωσιν καὶ εἰρηνικάς· καὶ ἀνήνεγκε τὴν ὁλοκαύτωσιν."],["10","Καὶ ἐγένετο ὡς συνετέλεσεν ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ Σαμουὴλ παραγίνεται· καὶ ἐξῆλθε Σαοὺλ εἰς ἀπάντησιν αὐτῷ εὐλογῆσαι αὐτόν."],["11","Καὶ εἶπε Σαμουήλ, τί πεποίηκας; καὶ εἶπε Σαούλ, ὅτι εἶδον ὡς διεσπάρη ὁ λαὸς ἀπʼ ἐμοῦ, καὶ σὺ οὐ παρεγένου ὡς διετάξω ἐν τῷ μαρτυρίῳ τῶν ἡμερῶν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν εἰς Μαχμάς,"],["12","καὶ εἶπα, νῦν καταβήσονται οἱ ἀλλόφυλοι πρὸς μὲ εἰς Γάλγαλα, καὶ τοῦ προσώπου τοῦ κυρίου οὐκ ἐδεήθην· καὶ ἐνεκρατευσάμην, καὶ ἀνήνεγκα τὴν ὁλοκαύτωσιν."],["13","Καὶ εἶπε Σαμουὴλ πρὸς Σαοὺλ, μεματαίωταί σοι, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου, ἣν ἐνετείλατό σοι Κύριος, ὡς νῦν ἡτοίμασε Κύριος τὴν βασιλείαν σου ἐπὶ Ἰσραὴλ ἕως αἰῶνος."],["14","Καὶ νῦν ἡ βασιλεία σου οὐ στήσεταί σοι, καὶ ζητήσει Κύριος ἑαυτῷ ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ· καὶ ἐντελεῖται Κύριος αὐτῷ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι Κύριος."],["15","Καὶ ἀνέστη Σαμουὴλ, καὶ ἀπῆλθεν ἐκ Γαλγάλων· καὶ τὸ κατάλειμμα τοῦ λαοῦ ἀνέβη ὀπίσω Σαοὺλ εἰς ἀπάντησιν ὀπίσω τοῦ λαοῦ τοῦ πολεμιστοῦ· αὐτῶν παραγενομένων ἐκ Γαλγάλων εἰς Γαβαὰ Βενιαμίν. Καὶ ἐπεσκέψατο Σαοὺλ τὸν λαὸν τὸν εὑρεθέντα μετʼ αὐτοῦ ὡς ἑξακοσίους ἄνδρας."],["16","Καὶ Σαοὺλ καὶ Ἰωνάθαν υἱὸς αὐτοῦ καὶ ὁ λαὸς οἱ εὑρεθέντες μετʼ αὐτῶν ἐκάθισαν ἐν Γαβαὰ Βενιαμὶν, καὶ ἔκλαιον· Καὶ οἱ ἀλλόφυλοι παρεμβεβλήκεισαν ἐν Μαχμάς."],["17","Καὶ ἐξῆλθε διαφθείρων ἐξ ἀγροῦ ἀλλοφύλων τρισὶν ἀρχαῖς· ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γοφερὰ ἐπὶ γὴν Σωγὰλ,"],["18","καὶ ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Βαιθωρὼν, καὶ ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γαβαὲ τὴν εἰσκύπτουσαν ἐπὶ Γαὶ τὴν Σαβίμ."],["19","Καὶ τέκτων σιδήρου οὐχ εὑρίσκετο ἐν πάσῃ γῇ Ἰσραὴλ, ὅτι εἶπον οἱ ἀλλόφυλοι, μὴ ποιήσωσιν οἱ Ἑβραῖοι ῥομφαίαν καὶ δόρυ."],["20","Καὶ κατέβαινον πᾶς Ἰσραὴλ εἰς γῆν ἀλλοφύλων χαλκεύειν ἕκαστος τὸ θέριστρον αὐτοῦ καὶ τὸ σκεῦος αὐτοῦ, καὶ ἕκαστος τὴν ἀξίνην αὐτοῦ καὶ τὸ δρέπανον αὐτοῦ."],["21","Καὶ ἦν ὁ τρυγητὸς ἕτοιμος τοῦ θερίζειν· τὰ δὲ σκεύη ἦν τρεῖς σίκλοι εἰς τὸν ὀδόντα, καὶ τῇ ἀξίνῃ καὶ τῷ δρεπάνῳ ὑπόστασις ἦν ἡ αὐτή."],["22","Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις τοῦ πολέμου Μαχμὰς, καὶ οὐχ εὑρέθη ῥομφαία καὶ δόρυ ἐν χειρὶ παντὸς τοῦ λαοῦ τοῦ μετὰ Σαοὺλ καὶ μετὰ Ἰωνάθαν· καὶ εὑρέθη τῷ Σαοὺλ καὶ τῷ Ἰωνὰθαν υἱῷ αὐτοῦ."],["23","Καὶ ἐξῆλθεν ἐξ ὑποστάσεως τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν Μαχμάς."]],[["1","Καὶ γίνεται ἡ ἡμέρα, καὶ εἶπεν Ἰωνάθαν υἱὸς Σαοὺλ τῷ παιδαρίῳ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ, δεῦρο, καὶ διαβῶμεν εἰς Μεσσὰβ τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν ἐκείνῳ· καὶ τῷ πατρὶ αὐτοῦ οὐκ ἀπήγγειλε."],["2","Καὶ Σαοὺλ ἐκάθητο ἐπʼ ἄκρου τοῦ βουνοῦ ὑπὸ τὴν ῥοὰν τὴν ἐν Μαγδὼν, καὶ ἦσαν μετʼ αὐτοῦ ὡς ἑξακόσιοι ἄνδρες."],["3","Καὶ ʼΑχιὰ υἱὸς ʼΑχιτὼβ ἀδελφοῦ Ἰωχαβὴλ υἱοῦ Φινεὲς υἱοῦ Ἡλὶ ἱερεὺς τοῦ Θεοῦ ἐν Σηλὼμ αἴρων ἐφούδ· καὶ ὁ λαὸς οὐκ ᾔδει ὅτι πεπόρευται Ἰωνάθαν."],["4","Καὶ ἀναμέσον τῆς διαβάσεως οὗ ἐζήτει Ἰωνάθαν διαβῆναι εἰς τὴν ὑπόστασιν τῶν ἀλλοφύλων, καὶ ὀδοὺς πέτρας ἐκ τούτου, καὶ ὀδοὺς πέτρας ἐκ τούτου· ὄνομα τῷ ἑνὶ Βασὲς, καὶ ὄνομα τῷ ἄλλῳ Σεννά."],["5","Ἡ ὁδὸς ἡ μία ἀπὸ Βοῤῥᾶ ἐρχομένῳ Μαχμάς, καὶ ἡ ὁδὸς ἡ ἄλλη ἀπὸ Νότου ἐρχομένῳ Γαβαέ."],["6","Καὶ εἶπεν Ἰωνάθαν πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ, δεῦρο, διαβῶμεν εἰς Μεσσὰβ τῶν ἀπεριτμήτων τούτων, εἴ τι ποιήσαι Κύριος ἡμῖν, ὅτι οὐκ ἔστι τῷ Κυρίῳ συνεχόμενον σώζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις."],["7","Καὶ εἶπεν αὐτῷ ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ποίει πᾶν ὃ ἐὰν ἡ καρδία σου ἐκκλίνῃ· ἰδοὺ ἐγὼ μετὰ σοῦ, ὡς ἡ καρδία σον καρδία μοῦ."],["8","Καὶ εἶπεν Ἰωνάθαν, ἰδοὺ ἡμεὶς διαβαίνομεν πρὸς τοὺς ἄνδρας, καὶ κατακυλισθησόμεθα πρὸς αὐτούς·"],["9","Ἐὰν τάδε εἴπωσι πρὸς ἡμᾶς, ἀπόστητε ἐκεῖ ἕως ἂν ἀπαγγείλωμεν ὑμῖν· καἰ στησόμεθα ἐφʼ ἑαυτοῖς, καὶ οὐ μὴ ἀναβῶμεν ἐπʼ αὐτούς."],["10","Ἐὰν τάδε εἴπωσι πρὸς ἡμᾶς, ἀνάβητε πρὸς ἡμᾶς· καὶ ἀναβησόμεθα, ὅτι παραδέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας ἡμῶν· τοῦτο ἡμῖν τὸ σημεῖον."],["11","Καὶ εἰσῆλθον ἀμφότεροι εἰς Μεσσὰβ τῶν ἀλλοφύλων· καὶ λέγουσιν οἱ ἀλλόφυλοι, ἰδοὺ Ἐβραῖοι ἐκπορεύονται ἐκ τῶν τρωγλῶν αὐτῶν, οὗ ἐκρύβησαν ἐκεῖ."],["12","Καὶ ἀπεκρίθησαν οἱ ἄνδρες Μεσσὰβ πρὸς Ἰωνάθαν καὶ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ, καὶ λέγουσιν, ἀνάβητε πρὸς ἡμᾶς, καὶ γνωριοῦμεν ὑμῖν ῥῆμα· καὶ εἶπεν Ἰωνάθαν πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ, ἀνάβηθι ὀπίσω μου, ὅτι παρέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας Ἰσραήλ."],["13","Καὶ ἀνέβη Ἰωνάθὰν ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ ἐπὶ τοὺς πόδας αὐτοῦ, καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ μετʼ αὐτοῦ· καὶ ἐπέβλεψαν κατὰ πρόσωπον Ἰωνάθαν, καὶ ἐπάταξεν αὐτούς, καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐπεδίδου ὀπίσω αὐτοῦ."],["14","Καὶ ἐγενήθη ἡ πληγὴ ἡ πρώτη, ἣν ἐπάταξεν Ἰωνάθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὡς εἴκοσι ἄνδρες ἐν βολίσι καὶ ἐν πετροβόλοις καὶ ἐν κόχλαξι τοῦ πεδίου."],["15","Καὶ ἐγενήθη ἔκστασις ἐν τῇ παρεμβολῇ, καὶ ἐν ἀγρῷ· καὶ πᾶς ὁ λαός οἱ ἐν Μεσσὰβ, καὶ οἱ διαφθείροντες ἐξέστησαν, καὶ αὐτοὶ οὐκ ἤθελον ποιεῖν· καὶ ἐθάμβησεν ἡ γῆ, καὶ ἐγενήθη ἔκστασις παρὰ Κυρίου."],["16","Καὶ εἶδον οἱ σκοποὶ τοῦ Σαοὺλ ἐν Γαβαὰ Βενιαμὶν, καὶ ἰδοὺ ἡ παρεμβολὴ τεταραγμένη ἔνθεν καὶ ἔνθεν."],["17","Καὶ εἶπε Σαοὺλ τῷ λαῷ τῷ μετʼ αὐτοῦ, ἐπισκέψασθε δὴ, καὶ ἴδετε τίς πεπόρευται ἐξ ὑμῶν· καὶ ἐπεσκέψαντο, καὶ ἰδοὺ οὐχ εὑρίσκετο Ἰωνάθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ."],["18","Καὶ εἶπε Σαοὺλ τῷ ʼΑχιᾷ, προσάγαγε τὸ ἐφούδ· ὅτι αὐτὸς ᾗρε τὸ ἐφοὺδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον Ἰσραήλ."],["19","Καὶ ἐγενήθη ὡς λαλεῖ Σαοὺλ πρὸς τὸν ἱερέα, καὶ ὁ ἦχος ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων ἐπορεύετο πορευόμενος καὶ ἐπλήθυνε· καὶ εἶπε Σαοὺλ πρὸς τὸν ἱερέα, συνάγαγε τὰς χεῖράς σου."],["20","Καὶ ἀνέβη Σαοὺλ καὶ πᾶς ὁ λαὸς ὁ μετʼ αὐτοῦ, καὶ ἔρχονται ἕως τοῦ πολέμου· καὶ ἰδοὺ ἐγένετο ῥομφαία ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτοῦ, σύγχυσις μεγάλη σφόδρα."],["21","Καὶ οἱ δοῦλοι οἱ ὄντες ἐχθὲς καὶ τρίτην ἡμέραν μετὰ τῶν ἀλλοφύλων οἱ ἀναβάντες εἰς τὴν παρεμβολὴν, ἐπεστράφησαν καὶ αὐτοὶ εἶναι μετὰ Ἰσραὴλ τῶν μετὰ Σαοὺλ καὶ Ἰωνάθαν."],["22","Καὶ πᾶς Ἰσραὴλ οἱ κρυπτόμενοι ἐν τῷ ὄρει Ἐφραὶμ, καὶ ἤκουσαν ὅτι πεφεύγασιν οἱ ἀλλόφυλοι· καὶ συνάπτουσι καὶ αὐτοὶ ὀπίσω αὐτῶν εἰς πόλεμον·"],["23","καὶ ἔσωσε Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ἰσραήλ· καὶ ὁ πόλεμος διῆλθε τὴν Βαμώθ· καὶ πᾶς ὁ λαὸς ἦν μετὰ Σαοὺλ ὡς δέκα χιλιάδες ἀνδρῶν. Καὶ ἦν ὁ πόλεμος διεσπαρμένος εἰς ὅλην πόλιν ἐν τῷ ὄρει Ἐφραίμ."],["24","Καὶ Σαοὺλ ἠγνόησεν ἄγνοιαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἀρᾶται τῷ λαῷ, λέγων, ἐπικατάρατος ὁ ἄνθρωπος ὃς φάγεται ἄρτον ἕως ἑσπέρας· καὶ ἐκδικήσω τὸν ἐχθρόν μου· καὶ οὐκ ἐγεύσατο πᾶς ὁ λαὸς ἄρτου·"],["25","καὶ πᾶσα ἡ γῆ ἠρίστα. Καὶ Ἰάαλ δρυμὸς ἦν μελισσῶνος κατὰ πρόσωπον τοῦ ἀγροῦ."],["26","Καὶ εἰσῆλθεν ὁ λαὸς εἰς τὸν μελισσῶνα, καὶ ἰδοὺ ἐπορεύετο λαλῶν· καὶ ἰδοὺ οὐκ ἦν ἐπιστρέφων τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, ὅτι ἐφοβήθη ὁ λαὸς τὸν ὅρκον Κυρίου."],["27","Καὶ Ἰωνάθαν οὐκ ἀκηκόει ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ τὸν λαόν· καὶ ἐξέτεινε τὸ ἄκρον τοῦ σκήπτρου αὐτοῦ τοῦ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἔβαψεν αὐτὸ εἰς τὸ κηρίον τοῦ μέλιτος, καὶ ἐπέστρεψε τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ."],["28","Καὶ ἀπεκρίθη εἷς ἐκ τοῦ λαοῦ, καὶ εἶπεν, ὁρκίσας ὥρκισε τὸν λαὸν ὁ πατήρ σου, λέγων ἐπικατάρατος ὁ ἄνθρωπος ὃς φάγεται ἄρτον σήμερον· καὶ ἐξελύθη ὁ λαός."],["29","Καὶ ἔγνω Ἰωνάθαν, καὶ εἶπεν, ἀπήλλαχεν ὁ πατήρ μου τὴν γῆν· ἴδε, διότι εἶδον οἱ ὀφθαλμοί μου ὅτι ἐγευσάμην βραχύ τι τοῦ μέλιτος τούτου·"],["30","Ἀλλʼ ὅτι ἔφαγεν ἔσθων σήμερον ὁ λαὸς τῶν σκύλων τῶν ἐχθρῶν αὐτῶν ὧν εὗρεν, ὅτι νῦν ἂν μείζων ἦν ἡ πληγὴ ἡ ἐν τοῖς ἀλλοφύλοις."],["31","Καὶ ἐπάταξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν ἀλλοφύλων ἐν Μαχμάς· καὶ ἐκοπίασεν ὁ λαὸς σφόδρα."],["32","Καὶ ἐκλίθη ὁ λαὸς εἰς τὰ σκῦλα· καὶ ἔλαβεν ὁ λαὸς ποίμνια, καὶ βουκόλια, καὶ τέκνα βοῶν, καὶ ἔσφαξεν ἐπὶ τὴν γῆν, καὶ ἤσθιεν ὁ λαὸς σὺν τῷ αἵματι."],["33","Καὶ ἀπηγγέλη Σαοὺλ, λέγοντες, ἡμάρτηκεν ὁ λαὸς τῷ Κυρίῳ, φαγὼν σὺν τῷ αἵματι· καὶ εἶπε Σαοὺλ, ἐκ Γεθθαὶμ κυλίσατέ μοι λίθον ἐνταῦθα μέγαν."],["34","Καὶ εἶπε Σαοὺλ, διασπάρητε ἐν τῷ λαῷ, καὶ εἴπατε αὐτοῖς προσαγαγεῖν ἐνταῦθα ἕκαστος τὸν μόσχον αὑτοῦ, καὶ ἕκαστος τὸ πρόβατον αὑτοῦ· καὶ σφαζέτω ἐπὶ τούτου, καὶ οὐ μὴ ἁμάρτητε τῷ Κυρίῳ τοῦ ἐσθίειν σὺν τῷ αἵματι· καὶ προσῆγεν ὁ λαὸς ἕκαστος τὸ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἔσφαζον ἐκεῖ."],["35","Καὶ ᾠκοδόμησεν ἐκεῖ Σαοὺλ θυσιαστήριον τῷ Κυρίῳ· τοῦτο ἤρξατο Σαοὺλ οἰκοδομῆσαι θυσιαστήριον τῷ Κυρίῳ."],["36","Καὶ εἶπε Σαούλ, καταβῶμεν ὀπίσω τῶν ἀλλοφύλων τὴν νύκτα, καὶ διαρπάσωμεν ἐν αὐτοῖς ἕως διαφαύσῃ ἡμέρα, καὶ μὴ ὑπολείπωμεν ἐν αὐτοῖς ἄνδρα· καὶ εἶπαν, πᾶν τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει· καὶ εἶπεν ὁ ἱερεὺς, προσελθωμεν ἐνταῦθα πρὸς τὸν Θεόν."],["37","Καὶ ἐπηρώτησε Σαοὺλ τὸν Θεὸν, εἰ καταβῶ ὀπίσω τῶν ἀλλοφύλων, εἰ παραδώσεις αὐτοὺς εἰς χεῖρας Ἰσραήλ; καὶ οὐκ ἀπεκρίθη αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ."],["38","Καὶ εἶπε Σαοὺλ, προσαγάγετε ἐνταῦθα πάσας τὰς γωνίας τοῦ Ἰσραὴλ, καὶ γνῶτε καὶ ἴδετε ἐν τίνι γέγονεν ἡ ἁμαρτία αὕτη σήμερον."],["39","Ὅτι ζῇ Κύριος ὁ σώσας τὸν Ἰσραὴλ, ὅτι ἐὰν ἀποκριθῇ κατὰ Ἰωνάθαν τοῦ υἱοῦ μου, θανάτῳ ἀποθανεῖται· καὶ οὐκ ἦν ὁ ἀποκρινόμενος ἐκ παντὸς τοῦ λαοῦ."],["40","Καὶ εἶπε παντὶ ἀνδρὶ Ἰσραὴλ, ὑμεῖς ἔσεστε εἰς δουλείαν, καὶ ἐγὼ καὶ Ἰωνάθαν ὁ υἱός μου ἐσόμεθα εἰς δουλείαν· καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ, τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει."],["41","Καὶ εἶπε Σαοὺλ, Κύριε ὁ Θεὸς Ἰσραὴλ, τί ὅτι οὐκ ἀπεκρίθης τῷ δούλῳ σου σήμερον; εἰ ἐν ἐμοὶ ἢ ἐν Ἰωνάθαν τῷ υἱῷ μου ἡ ἀδικία; Κύριε ὁ Θεὸς Ἰσραὴλ, δὸς δήλους· καὶ ἐὰν τάδε εἴπῃ, δὸς δὴ τῷ λαῷ σου Ἰσραὴλ, δὸς δὴ ὁσιότητα· καὶ κληροῦται Ἰωνάθαν καὶ Σαούλ, καὶ ὁ λαὸς ἐξῆλθε."],["42","Καὶ εἶπε Σαοὺλ, βάλλετε ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον Ἰωνάθαν τοῦ υἱοῦ μου· ὃν ἂν κατακληρώσηται Κύριος, ἀποθανέτω· καὶ εἶπεν ὁ λαὸς πρὸς Σαοὺλ, οὐκ ἔστι τὸ ῥῆμα τοῦτο· καὶ κατεκράτησε Σαοὺλ τοῦ λαοῦ, καὶ βάλλουσιν ἀναμέσον αὐτοῦ καὶ ἀναμέσον Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ, καὶ κατακληροῦται Ἰωνάθαν."],["43","Καὶ εἶπε Σαοὺλ πρὸς Ἰωνάθαν, ἀπάγγειλόν μοι τί πεποίηκας· καὶ ἀπήγγειλεν αὐτῷ Ἰωνάθαν, καὶ εἶπε, γευόμενος ἐγευσάμην ἐν ἄκρῳ τῷ σκήπτρῳ τῷ ἐν τῇ χειρί μου βραχὺ μέλι, καὶ ἰδοὺ ἐγὼ ἀποθνήσκω."],["44","Καὶ εἶπεν αὐτῷ Σαοὺλ, τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι θανάτῳ ἀποθανῇ σήμερον."],["45","Καὶ εἶπεν ὁ λαὸς πρὸς Σαοὺλ, εἰ σήμερον θανατωθήσεται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην ταύτην ἐν Ἰσραήλ; ζῇ Κύριος, εἰ πεσεῖται τριχὸς τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τὴν γῆν, ὅτι ὁ λαὸς τοῦ Θεοῦ ἐποίησε τὴν ἡμέραν ταύτην· καὶ προσηύξατο ὁ λαὸς περὶ Ἰωνάθαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ οὐκ ἀπέθανε."],["46","Καὶ ἀνέβη Σαοὺλ ἀπὸ ὄπισθε τῶν ἀλλοφύλων· καὶ οἱ ἀλλόφυλοι ἀπῆλθον εἰς τὸν τόπον αὐτῶν."],["47","Καὶ Σαοὺλ ἔλαχε τοῦ βασιλεύειν, κατακληροῦται ἔργον ἐπὶ Ἰσραήλ· καὶ ἐπολέμει κύκλῳ πάντας τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὸν Μωὰβ, καὶ εἰς τοὺς υἱοὺς ʼΑμμὼν, καὶ εἰς τοὺς υἱοὺς Ἐδὼμ, καὶ εἰς τὸν Βαιθαιὼρ, καὶ εἰς βασιλέα Σουβὰ, καὶ εἰς τοὺς ἀλλοφύλους· οὗ ἂν ἐστράφη, ἐσώζετο."],["48","Καὶ ἐποίησε δύναμιν, καὶ ἐπάταξε τὸν ʼΑμαλήκ· καὶ ἐξείλετο τὸν Ἰσραὴλ ἐκ χειρὸς τῶν καταπατούντων αὐτόν."],["49","Καὶ ἦσαν οἱ υἱοὶ Σαοὺλ Ἰωνάθαν, καὶ Ἰεσσιοὺ, καὶ Μελχισά· καὶ ὀνόματα τῶν δύο θυγατέρων αὐτοῦ, ὄνομα τῇ πρωτοτόκῳ Μερόβ, καὶ ὄνομα τῇ δευτέρᾳ Μελχόλ."],["50","Καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ ʼΑχινοὸμ, θυγάτερ ʼΑχιμάας· καὶ ὄνομα τῷ ἀρχιστρατήγῳ αὐτοῦ ʼΑβεννηρ, υἱὸς Νὴρ, υἱοῦ οἰκείου Σαούλ."],["51","Καὶ Κὶς πατὴρ Σαοὺλ, καὶ Νὴρ πατὴρ ʼΑβεννὴρ υἱὸς Ἰαμὶν, υἱοῦ ʼΑβιήλ."],["52","Καὶ ἦν ὁ πόλεμος κραταιὸς ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας Σαούλ· καὶ ἰδὼν Σαοὺλ πάντα ἄνδρα δυνατὸν, καὶ πάντα ἄνδρα υἱὸν δυνάμεως, καὶ συνήγαγεν αὐτοὺς πρὸς αὑτόν."]],[["1","Καὶ εἶπε Σαμουὴλ πρὸς Σαοὺλ, ἐμὲ ἀπέστειλε Κύριος χρίσαί σε εἰς βασιλεα ἐπὶ Ἰσραήλ· καὶ νῦν ἄκουε τῆς φωνῆς Κυρίου."],["2","Τάδε εἶπε Κύριος σαβαὼθ, νῦν ἐκδικήσω ἃ ἐποίησεν ʼΑμαλὴκ τῷ Ἰσραὴλ, ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου."],["3","Καὶ νῦν πορεύου, καὶ πατάξεις τὸν ʼΑμαλὴκ καὶ Ἱερὶμ καὶ πάντα τὰ αὐτοῦ, καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ, καὶ ἐξολοθρεύσεις αὐτόν· καὶ ἀναθεματιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ, καὶ οὐ φείσῃ ἀπʼ αὐτοῦ· καὶ ἀποκτενεῖς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς, καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος, καὶ ἀπὸ μόσχου ἕως προβάτου, καὶ ἀπὸ καμήλου ἕως ὄνου."],["4","Καὶ παρήγγειλε Σαοὺλ τῷ λαῷ, καὶ ἐπισκέπτεται αὐτοὺς ἐν Γαλγάλοις τετρακοσίας χιλιάδας ταγμάτων, καὶ τὸν Ἰούδαν τριάκοντα χιλιάδας ταγμάτων."],["5","Καὶ ἦλθε Σαοὺλ ἕως τῶν πόλεων ʼΑμαλὴκ, καὶ ἐνήδρευσεν ἐν τῷ χειμάῤῥῳ."],["6","Καὶ εἶπε Σαοὺλ πρὸς τὸν Κιναῖον, ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ ʼΑμαληκίτου, μὴ προσθῶ σε μετʼ αὐτοῦ, καὶ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν Ἰσραὴλ, ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου· καὶ ἐξέκλινεν ὁ Κιναῖος ἐκ μέσου ʼΑμαλήκ."],["7","Καὶ ἐπάταξε Σαοὺλ τὸν Ἀμαλὴκ ἀπὸ Εὐειλὰτ ἕως Σοὺρ ἐπὶ προσώπου Αἰγύπτου."],["8","Καὶ συνέλαβε τὸν ʼΑγὰγ βασιλέα ʼΑμαλὴκ ζῶντα, καὶ πάντα τὸν λαὸν καὶ Ἱερὶμ ἀπέκτεινεν ἐν στόματι ῥομφαίας."],["9","Καὶ περιεποιήσατο Σαοὺλ καὶ πᾶς ὁ λαὸς τὸν ʼΑγὰγ ζῶντα, καὶ τὰ ἀγαθὰ τῶν ποιμνίων, καὶ τῶν βουκολίων, καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων, καὶ πάντων τῶν ἀγαθῶν, καὶ οὐκ ἐβούλοντο ἐξολοθρεῦσαι αὐτά· καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλόθρευσαν."],["10","Καὶ ἐγενήθη ῥῆμα Κυρίου πρὸς Σαμουὴλ, λέγων,"],["11","παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαοὺλ εἰς βασιλέα, ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέ μου, καὶ τοὺς λόγους μου οὐκ ἐτήρησε· καὶ ἠθύμησε Σαμουὴλ, καὶ ἐβόησε πρὸς Κύριον ὅλην τὴν νύκτα."],["12","Καὶ ὤρθρισε Σαμουὴλ, καὶ ἐπορεύθη εἰς ἀπάντησιν Ἰσραὴλ το πρωΐ· καὶ ἀπηγγέλη τῷ Σαοὺλ, λέγοντες ἥκει Σαμουὴλ εἰς Κάρμηλον, καὶ ἀνέστακεν αὐτῷ χεῖρα· καὶ ἐπέστρεψε τὸ ἅρμα, καὶ κατέβη εἰς Γάλγαλα πρὸς Σαούλ, καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ Κυρίῳ, τὰ πρῶτα τῶν σκύλων ἤνεγκεν ἐξ ʼΑμαλήκ."],["13","Καὶ παρεγένετο Σαμουὴλ πρὸς Σαούλ· καὶ εἶπεν αὐτῷ Σαοὺλ, εὐλογητὸς σὺ τῷ Κυρίῳ· ἔστησα πάντα ὅσα ἐλάλησε Κύριος."],["14","Καὶ εἶπε Σαμουὴλ, καὶ τίς ἡ φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσί μου, καὶ φωνὴ τῶν βοῶν ἣν ἐγὼ ἀκούω;"],["15","Καὶ εἶπε Σαούλ, ἐξ ʼΑμαλὴκ ἤνεγκα αὐτά, ἃ περιεποιήσατο ὁ λαός, τὰ κράτιστα τοῦ ποιμνίου, καὶ τῶν βοῶν, ὅπως τυθῇ Κυρίῳ τῷ Θεῷ σου, καὶ τὰ λοιπὰ ἐξωλόθρευσα."],["16","Καὶ εἶπε Σαμουὴλ πρὸς Σαοὺλ, ἄνες, καὶ ἀπαγγελῶ σοι ἃ ἐλάλησε Κύριος πρὸς μὲ τὴν νύκτα· καὶ εἶπεν αὐτῷ, λάλησον."],["17","Καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ, οὐχὶ μικρὸς εἶ σὺ ἐνώπιον αὐτοῦ, ἡγούμενος σκήπτρου φυλῆς Ἰσραήλ; καὶ ἔχρισέ σε Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ."],["18","Καὶ ἀπέστειλέ σε Κύριος ἐν ὁδῷ, καὶ εἶπέ σοι, πορεύθητι, καὶ ἐξολόθρευσον· ἀνελεῖς τοὺς ἁμαρτάνοντας εἰς ἐμέ, τὸν Ἀμαλὴκ, καὶ πολεμήσεις αὐτοὺς ἕως συντελέσῃς αὐτούς."],["19","Καὶ ἱνατί οὐκ ἤκουσας φωνῆς Κυρίου, ἀλλʼ ὥρμησας τοῦ θέσθαι ἐπὶ τὰ σκῦλα, καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον Κυρίου;"],["20","Καὶ εἶπε Σαοὺλ πρὸς Σαμουὴλ, διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ, καὶ ἐπορεύθην τῇ ὁδῷ ᾗ ἀπέστειλέ με Κύριος, καὶ ἤγαγον τὸν ʼΑγὰγ βασιλέα ʼΑμαλὴκ, καὶ τὸν ʼΑμαλὴκ ἐξωλόθρευσα."],["21","Καὶ ἔλαβεν ὁ λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια τὰ πρῶτα τοῦ ἐξολοθρεύματος, θύσαι ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἐν Γαλγάλοις."],["22","Καὶ εἶπε Σαμουήλ, εἰ θελητὸν τῷ Κυρίῳ ὁλοκαυτώματα καὶ θυσίας, ὡς τὸ ἀκοῦσαι φωνῆς Κυρίου; ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴν, καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν."],["23","Ὅτι ἁμαρτία οἰώνισμά ἐστιν, ὀδύνην καὶ πόνονς θεραφὶν ἐπάγουσιν· ὅτι ἐξουδένωσας τὸ ῥῆμα Κυρίου, καὶ ἐξουδενώσει σε Κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ἰσραήλ."],["24","Καὶ εἶπε Σαοὺλ πρὸς Σαμουὴλ, ἡμάρτηκα, ὅτι παρέβην τὸν λόγον Κυρίου καὶ τὸ ῥῆμά σου, ὅτι ἐφοβήθην τὸν λαὸν, καὶ ἤκουσα τῆς φωνῆς αὐτῶν."],["25","Καὶ νῦν ἆρον δὴ τὸ ἁμάρτημά μου, καὶ ἀνάστρεψον μετʼ ἐμοῦ, καὶ προσκυνήσω Κυρίῳ τῷ Θεῷ σου."],["26","Καὶ εἶπε Σαμουὴλ πρὸς Σαοὺλ, οὐκ ἀναστρέφω μετὰ σοῦ; ὅτι ἐξουδένωσας τὸ ῥῆμα Κυρίου, καὶ ἐξουδενώσει σε Κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ τὸν Ἰσραήλ."],["27","Καὶ ἐπέστρεψε Σαμουὴλ τὸ πρόσωπον αὐτοῦ τοῦ ἀπελθεῖν, καὶ ἐκράτησε Σαοὺλ τοῦ πτερυγίου τῆς διπλοΐδος αὐτοῦ, καὶ διέῤῥηξεν αὐτό."],["28","Καὶ εἶπε πρὸς αὐτὸν Σαμουὴλ, διέῤῥηξε Κύριος τὴν βασιλείαν σου ἀπὸ Ἰσραὴλ ἐκ χείρος σου σήμερον, καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ·"],["29","Καὶ διαιρεθήσεται Ἰσραὴλ εἰς δύο, καὶ οὐκ ἀποστρέψει οὐδὲ μετανοήσει, ὅτι οὐχ ὡς ἄνθρωπός ἐστι τοῦ μετανοῆσαι αὐτός."],["30","Καὶ εἶπε Σαοὺλ, ἡμάρτηκα, ἀλλὰ δόξασόν με δὴ ἐνώπιον πρεσβυτέρων Ἰσραὴλ καὶ ἐνώπιον λαοῦ μου, καὶ ἀνάστρεψον μετʼ ἐμοῦ, καὶ προσκυνήσω Κυρίῳ τῷ Θεῷ σου."],["31","Καὶ ἀνέστρεψε Σαμουὴλ ὀπίσω Σαοὺλ, καὶ προσεκύνησε τῷ Κυρίῳ."],["32","Καὶ εἶπε Σαμουὴλ, προσαγάγετέ μοι τὸν ʼΑγὰγ βασιλέα ʼΑμαλήκ· καὶ προσῆλθε πρὸς αὐτὸν ʼΑγὰγ τρέμων· καὶ εἶπεν ʼΑγὰγ, εἰ οὕτω πικρὸς ὁ θάνατος."],["33","Καὶ εἶπε Σαμουὴλ πρὸς ʼΑγὰγ, καθότι ἠτέκνωσε γυναῖκας ἡ ῥομφαία σου, οὕτως ἀτεκνωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου· καὶ ἔσφαξε Σαμουὴλ τὸν ʼΑγὰγ ἐνώπιον Κυρίου ἐν Γαλγάλ."],["34","Καὶ ἀπῆλθε Σαμουὴλ εἰς ʼΑρμαθαίμ· καὶ Σαοὺλ ἀνέβη εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαά."],["35","Καὶ οὐ προσέθετο ἔτι Σαμουὴλ ἰδεῖν τὸν Σαοὺλ ἕως ἡμέρας θανάτου αὐτοῦ, ὅτι ἐπένθει Σαμουὴλ ἐπὶ Σαοὺλ, καὶ Κύριος μετεμελήθη ὅτι ἐβασίλευσε τὸν Σαοὺλ ἐπὶ Ἰσραήλ."]],[["1","Καὶ εἶπε Κύριος πρὸς Σαμουήλ, ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαοὺλ, κᾀγω ἐξουδένωκα αὐτὸν, μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ; πλῆσον τὸ κέρας σου ἐλαίου, καὶ δεῦρο ἀποστείλω σε πρὸς Ἰεσσαὶ ἕως Βηθλεὲμ, ὅτι ἑώρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ βασιλέα."],["2","Καὶ εἶπε Σαμουὴλ πῶς πορευθῶ; καὶ ἀκούσεται Σαοὺλ, καὶ ἀποκτενεῖ με· καὶ εἶπε Κύριος, δάμαλιν βοῶν λάβε ἐν τῇ χειρί σου, καὶ ἐρεῖς, θῦσαι τῷ Κυρίῳ ἥκω."],["3","Καὶ καλέσεις τὸν Ἰεσσαὶ εἰς τὴν θυσίαν, καὶ γνωριῶ σοι ἃ ποιήσεις· καὶ χρίσεις ὃν ἂν εἴπω πρὸς σέ."],["4","Καὶ ἐποίησε Σαμουὴλ πάντα ἃ ἐλάλησεν αὐτῷ Κύριος· καὶ ἦλθεν εἰς Βηθλεὲμ, καὶ ἐξέστησαν οἱ πρεσβύτεροι τῆς πόλεως τῇ ἀπαντήσει αὐτοῦ, καὶ εἶπαν, ἢ εἰρήνη ἡ εἴσοδός σου ὁ βλέπων;"],["5","Καὶ εἶπεν, εἰρήνη· θῦσαι τῷ Κυρίῳ ἥκω· ἁγιάσθητε καὶ εὐφράνθητε μετʼ ἐμοῦ σήμερον· καὶ ἡγίασε τὸν Ἰεσσαὶ καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ ἐκάλεσεν αὐτοὺς εἰς τὴν θυσίαν."],["6","Καὶ ἐγενήθη ἐν τῷ εἰσιέναι αὐτοὺς, καὶ εἶδε τὸν Ἑλιάβ, καὶ εἶπεν, ἀλλὰ καὶ ἐνώπιον Κυρίου χριστὸς αὐτοῦ."],["7","Καὶ εἶπε Κύριος πρὸς Σαμουὴλ, μὴ ἐπιβλέψῃς ἐπὶ τὴν ὄψιν αὐτοῦ, μηδὲ εἰς τὴν ἕξιν μεγέθους αὐτοῦ, ὅτι ἐξουδένωκα αὐτόν· ὅτι οὐχ ὡς ἐμβλέψεται ἄνθρωπος, ὄψεται ὁ Θεός· ὅτι ἄνθρωπος ὅψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς ὄψεται εἰς καρδίαν."],["8","Καὶ ἐκάλεσεν Ἰεσσαὶ τὸν ʼΑμιναδὰβ, καὶ παρῆλθε κατὰ πρόσωπον Σαμουήλ. καὶ εἶπεν οὐδὲ τοῦτον ἐξελέξατο ὁ Θεός."],["9","Καὶ παρήγαγεν Ἰεσσαὶ τὸν Σαμά· καὶ εἶπε, καὶ ἐν τούτῳ οὐκ ἐξελέξατο Κύριος."],["10","Καὶ παρήγαγεν Ἰεσσαὶ τοὺς ἑπτὰ υἱοὺς αὐτοῦ ἐνώπιον Σαμουήλ· καὶ εἶπε Σαμουὴλ, οὐκ ἐξελέξατο Κύριος ἐν τούτοις."],["11","Καὶ εἶπε Σαμουὴλ πρὸς Ἰεσσαὶ, ἐκλελοίπασι τὰ παιδάρια; καὶ εἶπεν, ἔτι ὁ μικρὸς ἰδοὺ ποιμαίνει ἐν τῷ ποιμνίῳ· καὶ εἶπε Σαμουὴλ πρὸς Ἰεσσαὶ, ἀπόστειλον καὶ λάβε αὐτὸν, ὅτι οὐ μὴ κατακλιθῶμεν ἕως τοῦ ἐλθεῖν αὐτόν."],["12","Καὶ ἀπέστειλε καὶ εἰσήγαγεν αὐτόν· καὶ αὐτὸς πυῤῥάκης μετὰ κάλλους ὀφθαλμῶν, καὶ ἀγαθὸς ὁράσει Κυρίῳ· καὶ εἶπε Κύριος πρὸς Σαμουὴλ, ἀνάστα καὶ χρίσον τὸν Δαυείδ, ὅτι οὗτός ἐστιν ἀγαθός."],["13","Καὶ ἔλαβε Σαμουὴλ τὸ κέρας τοῦ ἐλαίου, καὶ ἔχρισεν αὐτὸν ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ· καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Δαυὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω· καὶ ἀνέστη Σαμουὴλ, καὶ ἀπῆλθεν εἰς ʼΑρμαθαίμ."],["14","Καὶ πνεῦμα Κυρίου ἀπέστη ἀπὸ Σαοὺλ, καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρὸν παρὰ Κυρίου."],["15","Καὶ εἶπαν οἱ παῖδες Σαοὺλ πρὸς αὐτόν, ἰδοὺ δὴ, πνεῦμα Κυρίου πονηρὸν πνίγει σε·"],["16","Εἰπάτωσαν δὴ οἱ δοῦλοί σου ἐνώπιόν σου, καὶ ζητησάτωσαν τῷ κυρίῳ ἡμῶν ἄνδρα εἰδότα ψάλλειν ἐν κινύρᾳ· καὶ ἔσται ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ σοὶ, καὶ ψαλῇ ἐν τῇ κινύρᾳ αὐτοῦ, καὶ ἀγαθόν σοι ἔσται καὶ ἀναπαύσει σε."],["17","Καὶ εἶπε Σαοὺλ πρὸς τοὺς παῖδας αὐτοῦ, ἴδετε δή μοι ἄνδρα ὀρθῶς ψάλλοντα, καὶ εἰσαγάγετε αὐτὸν πρὸς μέ."],["18","Καὶ ἀπεκρίθη εἷς τῶν παιδαρίων αὐτοῦ, καὶ εἶπεν, ἰδοὺ ἑώρακα υἱὸν τῷ Ἰεσσαὶ Βηθλεεμίτην, καὶ αὐτὸν εἰδότα ψαλμὸν, καὶ ὁ ἀνὴρ συνετὸς, καὶ πολεμιστὴς, καὶ σοφὸς λόγῳ, καὶ ὁ ἀνὴρ ἀγαθὸς τῷ εἴδει, καὶ Κύριος μετʼ αὐτοῦ."],["19","Καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους πρὸς Ἰεσσαὶ, λέγων, ἀπόστειλον πρὸς μὲ τὸν υἱόν σου Δαυὶδ τὸν ἐν τῷ ποιμνίῳ σου."],["20","Καὶ ἔλαβεν Ἰεσσαὶ γόμορ ἄρτων, καὶ ἀσκὸν οἴνου, καὶ ἔριφον αἰγῶν ἕνα, καὶ ἐξαπέστειλεν ἐι· χειρὶ Δαυὶδ τοῦ υἱοῦ αὐτοῦ πρὸς Σαούλ."],["21","Καὶ εἰσῆλθε Δαυὶδ πρὸς Σαοὺλ, καὶ παρειστήκει ἐνώπιον αὐτοῦ, καὶ ἠγάπησεν αὐτὸν σφόδρα· καὶ ἐγενήθη αὐτῷ αἴρων τὰ σκεύη αὐτοῦ."],["22","Καὶ ἀπέστειλε Σαοὺλ πρὸς Ἰεσσαὶ, λέγων, παριστάσθω δὴ Δαυὶδ ἐνώπιον ἐμοῦ, ὅτι εὗρε χάριν ἐν ὀφθαλμοῖς μου."],["23","Καὶ ἐγενήθη ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ Σαοὺλ, καὶ ἐλάμβανε Δαυὶδ τὴν κινύραν, καὶ ἔψαλλεν ἐν χειρὶ αὐτοῦ, καὶ ἀνέψυχε Σαοὺλ, καὶ ἀγαθὸν αὐτῷ, καὶ ἀφίστατο ἀπʼ αὐτοῦ τὸ πνεῦμα τὸ πονηρόν."]],[["1","Καὶ συνάγουσιν ἀλλόφυλοι τὰς παρεμβολὰς αὐτῶν εἰς πόλεμον, καὶ συνάγονται εἰς Σοκχὼθ τῆς Ἰουδαίας, καὶ παρεμβάλλουσιν ἀναμέσον Σοκχὼθ, καὶ ἀναμέσον ʼΑζηκὰ Ἐφερμέν."],["2","Καὶ Σαοὺλ καὶ οἱ ἄνδρες Ἰσραὴλ συνάγονται, καὶ παρεμβάλλουσιν ἐν τῇ κοιλάδι αὐτοὶ, καὶ παρατάσσονται εἰς πόλεμον ἐξεναντίας τῶν ἀλλοφύλων."],["3","Καὶ οἱ ἀλλόφυλοι ἵστανται ἐπὶ τοῦ ὄρους ἐνταῦθα, καὶ Ἰσραὴλ ἵσταται ἐπὶ τοῦ ὄρους ἐνταῦθα, καὶ ὁ αὐλὼν ἀναμέσον αὐτῶν."],["4","Καὶ ἐξῆλθεν ἀνὴρ δυνατὸς ἐκ τῆς παρατάξεως τῶν ἀλλοφύλων, Γολιὰθ ὄνομα αὐτῷ ἐκ Γὲθ, ὕψος αὐτοῦ τεσσάρων πήχεων καὶ σπιθαμῆς."],["5","Καὶ περικεφαλαῖα ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ θώρακα ἁλυσιδωτὸν αὐτὸς ἐνδεδυκώς· καὶ ὁ σταθμὸς τοῦ θώρακος αὐτοῦ, πέντε χιλιάδες σίκλων χαλκοῦ καὶ σιδήρου."],["6","Καὶ κνημῖδες χαλκαῖ ἐπὶ τῶν σκελῶν αὐτοῦ, καὶ ἀσπὶς χαλκῆ ἀναμέσον τῶν ὤμων αὐτοῦ."],["7","Καὶ ὁ κοντὸς τοῦ δόρατος αὐτοῦ ὡσεὶ μέσακλον ὑφαινόντων, καὶ ἡ λόγχη αὐτοῦ ἑξακοσίων σίκλων σιδήρου· καὶ ὁ αἴρων τὰ ὅπλα αὐτοῦ προεπορεύετο αὐτοῦ."],["8","Καὶ ἔστη καὶ ἀνεβόησεν εἰς τὴν παράταξιν Ἰσραὴλ, καὶ εἶπεν αὐτοῖς, τί ἐκπορεύεσθε παρατάξασθαι πολέμῳ ἐξεναντίας ἡμῶν; οὐκ ἐγώ εἰμι ἀλλόφυλος, καὶ ὑμεῖς Ἐβραῖοι τοῦ Σαούλ; ἐκλέξασθε ἐαυτοῖς ἄνδρα, καὶ καταβήτω πρὸς με."],["9","Καὶ ἐὰν δυνηθῇ πολεμῆσαι πρός με, καὶ ἐαν πατάξῃ με, καὶ ἐσόμεθα ὑμῖν εἰς δούλους· ἐὰν δὲ ἐγὼ δυνηθῶ καὶ πατάξω αὐτὸν, ἔσεσθε ἡμῖν εἰς δούλους, καὶ δουλεύσετε ἡμῖν."],["10","Καὶ εἶπεν ὁ ἀλλόφυλος, ἰδοὺ ἐγὼ ὠνείδισα τὴν παράταξιν Ἰσραὴλ σήμερον ἐν τῇ ἡμέρᾳ ταύτῃ· δότε μοι ἄνδρα, καὶ μονομαχήσομεν ἀμφότεροι."],["11","Καὶ ἤκουσε Σαοὺλ καὶ πᾶς Ἰσραὴλ τὰ ῥήματα τοῦ ἀλλοφύλου ταῦτα, καὶ ἐξέστησαν καὶ ἐφοβήθησαν σφόδρα."],["32","Καὶ εἶπε Δαυὶδ πρὸς Σαοὺλ, μὴ δὴ συμπεσέτω καρδία τοῦ κυρίου μου ἐπʼ αὐτόν· ὁ δοῦλός σου πορεύσεται καὶ πολεμήσει μετὰ τοῦ ἀλλοφύλου τούτου."],["33","Καὶ εἶπε Σαοὺλ πρὸς τὸν Δαυὶδ, οὐ μὴ δυνήσῃ πορευθῆναι πρὸς τὸν ἀλλόφυλον τοῦ πολεμεῖν μετʼ αὐτοῦ, ὅτι παιδάριον εἶ σὺ, καὶ αὐτὸς ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ."],["34","Καὶ εἶπε Δαυὶδ πρὸς Σαοὺλ, ποιμαίνων ἦν ὁ δοῦλός σου τῷ πατρὶ αὐτοῦ ἐν τῷ ποιμνίῳ· καὶ ὅταν ἤρχετο ὁ λέων, καὶ ἡ ἄρκος, καὶ ἐλάμβανε πρόβατον ἐκ τῆς ἀγέλης,"],["35","καὶ ἐξεπορευόμην ὀπίσω αὐτοῦ καὶ ἐπάταξα αὐτόν, καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτοῦ· καὶ εἰ ἐπανίστατο ἐπʼ ἐμὲ, καὶ ἐκράτησα τοῦ φάρυγγος αὐτοῦ, καὶ ἐπάταξα, καὶ ἐθανάτωσα αὐτόν·"],["36","Καὶ τὸν λέοντα καὶ τὴν ἄρκον ἔτυπτεν ὁ δοῦλός σου, καὶ ἔσται ὁ ἀλλόφυλος ὁ ἀπερίτμητος ὡς ἓν τούτων· οὐχὶ πορεύσομαι καὶ πατάξω αὐτὸν, καὶ ἀφελῶ σήμερον ὄνειδος ἐξ Ἰσραήλ; διότι τίς ὁ ἀπερίτμητος οὗτος, ὃς ὠνείδισε παράταξιν Θεοῦ ζῶντος;"],["37","Κύριος ὃς ἐξείλατό με ἐκ χειρὸς τοῦ λέοντος καὶ ἐκ χειρὸς τῆς ἄρκτου, αὐτὸς ἐξελεῖταί με ἐκ χειρὸς τοῦ ἀλλοφύλου τοῦ ἀπεριτμήτου τούτου· καὶ εἶπε Σαοὺλ πρὸς Δαυὶδ, πορεύου, καὶ ἔσται Κύριος μετὰ σοῦ."],["38","Καὶ ἐνέδυσε Σαοὺλ τὸν Δαυὶδ μανδύαν, καὶ τὴν περικεφαλαίαν χαλκῆν περὶ τὴν κεφαλὴν αὐτοῦ,"],["39","καὶ ἔζωσε τὸν Δαυὶδ τὴν ῥομφαίαν αὐτοῦ ἐπάνω τοῦ μανδύου αὐτοῦ· καὶ ἐκοπίασε περιπατήσας ἅπαξ καὶ δίς· καὶ εἶπε Δαυὶδ πρὸς Σαοὺλ, οὐ μὴ δύνωμαι πορευθῆναι ἐν τούτοις, ὅτι οὐ πεπείραμαι· καὶ ἀφαιροῦσιν αὐτὰ ἀπʼ αὐτοῦ."],["40","Καὶ ἔλαβε τὴν βακτηρίαν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐξελέξατο ἑαυτῷ πέντε λίθους λείους ἐκ τοῦ χειμάῤῥου, καὶ ἔθετο αὐτοὺς ἐν τῷ καδίῳ τῷ ποιμενικῷ τῷ ὄντι αὐτῷ εἰς συλλογὴν, καὶ σφενδόνη αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ· καὶ προσῆλθε πρὸς τὸν ἄνδρα τὸν ἀλλόφυλον."],["42","Καὶ εἶδε Γολιὰθ τὸν Δαυὶδ, καὶ ἐξητίμασεν αὐτόν· ὅτι αὐτὸς ἦν παιδάριον, καὶ αὐτὸς πυῤῥάκης μετὰ κάλλους ὀφθαλμὼν."],["43","Καὶ εἶπεν ὁ ἀλλόφυλος πρὸς Δαυὶδ, ὡσεὶ κύων ἐγώ εἰμι, ὅτι σὺ ἔρχῃ ἐπʼ ἐμὲ ἐν ῥάβδῳ καὶ λίθοις; καὶ εἶπε Δαυὶδ, οὐχί, ἀλλʼ ἢ χείρωυ κυνός· καὶ κατηράσατο ὁ ἀλλόφυλος τὸν Δαυὶδ ἐν τοῖς θεοῖς αὐτοῦ."],["44","Καὶ εἶπεν ὁ ἀλλόφυλος πρὸς Δαυὶδ, δεῦρο πρὸς μὲ, καὶ δώσω τὰς σάρκας σου τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς κτήνεσι τῆς γῆς."],["45","Καὶ εἶπε Δαυὶδ πρὸς τὸν ἀλλόφυλον, σὺ ἔρχῃ πρὸς μὲ ἐν ῥομφαίᾳ καὶ ἐν δόρατι καὶ ἐν ἀσπίδι, κᾀγὼ πορεύομαι πρὸς σὲ ἐν ὀνόματι Κυρίου Θεοῦ σαβαὼθ παρατάξεως Ἰσραὴλ, ἣν ὠνείδισας σήμερον,"],["46","καὶ ἀποκλείσει σε Κύριος σήμερον εἰς τὴν χεῖρά μου, καὶ ἀποκτενῶ σε, καὶ ἀφελῶ τὴν κεφαλήν σου ἀπὸ σοῦ, καὶ δώσω τὰ κῶλά σου καὶ τὰ κῶλα παρεμβολῆς ἀλλοφύλων ἐν ταύτῃ τῇ ἡμέρᾳ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς· καὶ γνώσεται πᾶσα ἡ γῆ, ὅτι ἔστι Θεὸς ἐν Ἰσραήλ."],["47","Καὶ γνώσεται πᾶσα ἡ ἐκκλησία αὕτη, ὅτι οὐκ ἐν ῥομφαίᾳ καὶ δόρατι σώζει Κύριος, ὅτι τοῦ Κυρίου ὁ πόλεμος, καὶ παραδώσει Κύριος ὑμᾶς εἰς χεῖρας ἡμῶν."],["48","Καὶ ἀνέστη ὁ ἀλλόφυλος καὶ ἐπορεύθη εἰς συνάντησιν Δαυίδ."],["49","Καὶ ἐξέτεινε Δαυὶδ τὴν χεῖρα αὐτοῦ εἰς τὸ κάδιον, καὶ ἔλαβεν ἐκεῖθεν λίθον ἕνα, καὶ ἐσφενδόνησε, καὶ ἐπάταξε τὸν ἀλλόφυλον εἰς τὸ μέτωπον αὐτοῦ, καὶ διέδυ ὁ λίθος διὰ τῆς περικεφαλαίας εἰς τὸ μέτωπον αὐτοῦ, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν."],["51","Καὶ ἔδραμε Δαυὶδ, καὶ ἐπέστη ἐπʼ αὐτὸν, καὶ ἔλαβε τὴν ῥομφαίαν αὐτοῦ, καὶ ἐθανάτωσεν αὐτὸν, καὶ ἀφεῖλε τὴν κεφαλὴν αὐτοῦ· καὶ εἶδον οἱ ἀλλόφυλοι, ὅτι τέθνηκεν ὁ δυνατὸς αὐτῶν, καὶ ἔφυγον."],["52","Καὶ ἀνίστανται ἄνδρες Ἰσραὴλ καὶ Ἰούδα, καὶ ἠλάλαξαν, καὶ κατεδίωξαν ὀπίσω αὐτῶν ἕως εἰσόδου Γὲθ, καὶ ἕως τῆς πύλης ʼΑσκάλωνος· καὶ ἔπεσον τραυματίαι τῶν ἀλλοφύλων ἐν τῇ ὁδῷ τῶν πυλῶν καὶ ἕως Γὲθ, καὶ ἕως ʼΑκκαρών."],["53","Καὶ ἀνέστρεψαν ἄνδρες Ἰσραὴλ ἐκκλίνοντες ὀπίσω τῶν ἀλλοφύλων, καὶ κατεπάτουν τὰς παρεμβολὰς αὐτῶν."],["54","Καὶ ἔλαβε Δαυὶδ τὴν κεφαλὴν τοῦ ἀλλοφύλου, καὶ ἤνεγκεν αὐτὴν εἰς Ἰερουσαλὴμ, καὶ τὰ σκεύη αὐτοῦ ἔθηκεν ἐν τῷ σκηνώματι αὐτοῦ."]],[["6","Καὶ ἐξῆλθον αἱ χορεύουσαι εἰς συνάντησιν Δαυὶδ ἐκ πασῶν πόλεων Ἰσραὴλ ἐν τυμπάνοις, καὶ ἐν χαρμοσύνῃ, καὶ ἐν κυμβάλοις."],["7","Καὶ ἐξῆρχον αἱ γυναῖκες, καὶ ἔλεγον, ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ, καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ."],["8","Καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ἐν ὀφθαλμοῖς Σαοὺλ περὶ τοῦ λόγου τούτου, καὶ εἶπε, τῷ Δαυὶδ ἔδωκαν τὰς μυριάδας, καὶ ἐμοὶ ἔδωκαν τὰς χιλιάδας."],["12","Καὶ ἐφοβήθη Σαοὺλ ἀπὸ προσώπου Δαυὶδ,"],["13","καὶ ἀπέστησεν αὐτὸν ἀπʼ αὐτοῦ, καὶ κατέστησεν αὐτὸν ἑαυτῷ χιλίαρχον· καὶ ἐξεπορεύετο καὶ εἰσεπορεύετο ἔμπροσθεν τοῦ λαοῦ."],["14","Καὶ ἦν Δαυὶδ ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ συνιῶν, καὶ Κύριος ἦν μετʼ αὐτοῦ."],["15","Καὶ εἶδε Σαοὺλ ὡς αὐτὸς συνιεῖ σφόδρα, καὶ εὐλαβεῖτο ἀπὸ προσώπου αὐτοῦ."],["16","Καὶ πᾶς Ἰσραὴλ καὶ Ἰούδας ἠγάπα τὸν Δαυὶδ, ὅτι αὐτὸς εἰσεπορεύετο καὶ ἐξεπορεύετο πρὸ προσώπου τοῦ λαοῦ."],["20","Καὶ ἠγάπησε Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ τὸν Δαυίδ· καὶ ἀπηγγέλη τῷ Σαοὺλ, καὶ ηὐθύνθη ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ."],["21","Καὶ εἶπε Σαοὺλ, δώσω αὐτὴν αὐτῷ, καὶ ἔσται αὐτῷ εἰς σκάνδαλον· καὶ ἦν ἐπὶ Σαοὺλ χεὶρ ἀλλοφύλων."],["22","Καὶ ἐνετείλατο Σαοὺλ τοῖς παισὶν αὐτοῦ, λέγων, λαλήσατε ὑμεῖς λάθρα τῷ Δαυὶδ, λέγοντες, ἰδοὺ θέλει ἐν σοὶ ὁ βασιλεὺς, καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀγαπῶσί σε, καὶ σὺ ἐπιγάμβρευσον τῷ βασιλεῖ."],["23","Καὶ ἐλάλησαν οἱ παῖδες Σαοὺλ εἰς τὰ ὦτα Δαυὶδ τὰ ῥήματα ταῦτα· καὶ εἶπε Δαυὶδ, εἰ κούφον ἐν ὀφθαλμοῖς ὑμῶν ἐπιγαμβρεῦσαι βασιλεῖ; κᾀγὼ ἀνὴρ ταπεινὸς, καὶ οὐχὶ ἔνδοξος."],["24","Καὶ ἀπήγγειλαν οἱ παῖδες Σαοὺλ αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα, ἃ ἐλάλησε Δαυίδ."],["25","Καὶ εἶπε Σαοὺλ, τάδε ἐρεῖτε τῷ Δαυὶδ, οὐ βούλεται ὁ βασιλεὺς ἐν δόματι ἀλλʼ ἢ ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων ἐκδικῆσαι ἐχθροὺς τοῦ βασιλέως· καὶ Σαοὺλ ἐλογίσατο ἐμβαλεῖν αὐτὸν εἰς χεῖρας τῶν ἀλλοφύλων."],["26","Καὶ ἀπαγγέλλουσιν οἱ παῖδες Σαοὺλ τῷ Δαυὶδ τὰ ῥήματα ταῦτα, καὶ ηὐθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς Δαυὶδ ἐπιγαμβρεῦσαι τῷ βασιλεῖ."],["27","Καὶ ἀνέστη Δαυὶδ, καὶ ἐπορεύθη αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ, καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἑκατὸν ἄνδρας· καὶ ἀνήνεγκε τὰς ἀκροβυστίας αὐτῶν, καὶ ἐπιγαμβρεύεται τῷ βασιλεῖ, καὶ δίδωσιν αὐτῷ τὴν Μελχὸλ θυγατέρα αὐτοῦ αὐτῷ εἰς γυναῖκα."],["28","Καὶ εἶδε Σαοὺλ ὅτι Κύριος μετὰ Δαυὶδ, καὶ πᾶς Ἰσραὴλ ἠγάπα αὐτόν."],["29","Καὶ προσέθετο εὐλαβεῖσθαι ἀπὸ Δαυὶδ ἔτι."]],[["1","Καὶ ἐλάλησε Σαοὺλ πρὸς Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ, καὶ πρὸς πὰντας τοὺς παῖδας αὐτοῦ θανατῶσαι τὸν Δαυίδ."],["2","Καὶ Ἰωνάθαν ὁ υἱὸς Σαοὺλ ἡρεῖτο τὸν Δαυὶδ σφόδρα· καὶ ἀπήγγειλεν Ἰωνάθαν τῷ Δαυὶδ, λέγων, Σαοὺλ ζητεῖ θανατῶσαί σε· φύλαξαι οὖν αὔριον πρωῒ, καὶ κρύβηθι καὶ κάθισον κρυδῇ·"],["3","Καὶ ἐγὼ ἐξελεύσομαι καὶ στήσομαι ἐχόμενος τοῦ πατρός μου ἐν ἀγρῷ οὗ ἐὰν ᾖς ἐκεῖ· καὶ ἐγὼ λαλήσω περὶ σοῦ πρὸς τὸν πατέρα μου, καὶ ὄψομαι ὅ, τι ἐὰν ᾖ, καὶ ἀπαγγελῶ σοι."],["4","Καὶ ἐλάλησεν Ἰωνάθαν περὶ Δαυὶδ ἀγαθὰ πρὸς Σαοὺλ τὸν πατέρα αὐτοῦ, καὶ εἶπε πρὸς αὐτὸν, μὴ ἁμαρτησάτω ὁ βασιλεὺς εἰς τὸν δοῦλόν σου Δαυὶδ, ὅτι οὐχ ἡμάρτηκεν εἰς σὲ, καὶ τὰ ποιήματα αὐτοῦ ἀγαθὰ σφόδρα·"],["5","Καὶ ἔθετο τὴν ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐπάταξε τὸν ἀλλόφυλον, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην, καὶ πᾶς Ἰσραὴλ εἶδον, καὶ ἐχάρησαν· καὶ ἱνατί ἁμαρτάνεις εἰς αἷμα ἀθῶον θανατῶσαι τὸν Δαυὶδ δωρεάν;"],["6","Καὶ ἤκουσε Σαοὺλ τῆς φωνῆς Ἰωνάθαν· καὶ ὤμοσε Σαοὺλ, λέγων, ζῇ Κύριος, εἰ ἀποθανεῖται."],["7","Καὶ ἐκάλεσεν Ἰωνάθαν τὸν Δαυὶδ, καὶ ἀπήγγειλεν αὐτῷ πάντα τὰ ῥήματα ταῦτα· καὶ εἰσήγαγεν Ἰωνάθαν τὸν Δαυὶδ πρὸς Σαοὺλ, καὶ ἦν ἐνώπιον αὐτοῦ, ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν."],["8","Καὶ προσέθετο ὁ πόλεμος γενέσθαι πρὸς Σαοὺλ, καὶ κατίσχυσε Δαυὶδ, καὶ ἐπολέμησε τοὺς ἀλλοφύλους, καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην σφόδρα, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ."],["9","Καὶ ἐγένετο πνεῦμα Θεοῦ πονηρὸν ἐπὶ Σαοὺλ, καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων, καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ Δαυὶδ ἔψαλλε ταῖς χερσὶν αὐτοῦ."],["10","Καὶ ἐζήτει Σαοὺλ πατάξαι τὸ δόρυ εἰς Δαυίδ· καὶ ἀπέστη Δαυὶδ ἐκ προσώπου Σαούλ· καὶ ἐπάταξε τὸ δόρυ εἰς τὸν τοῖχον· καὶ Δαυὶδ ἀνεχώρησε καὶ διεσώθη."],["11","Καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἀπέστειλε Σαοὺλ ἀγγελους εἰς οἶκον Δαυὶδ φυλάξαι αὐτὸν, τοῦ θανατῶσαι αὐτὸν πρωΐ· καὶ ἀπήγγειλε τῷ Δαυὶδ Μελχὸλ ἡ γυνὴ αὐτοῦ, λέγουσα, ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ."],["12","Καὶ κατάγει ἡ Μελχὸλ τὸν Δαυὶδ διὰ τῆς θυρίδος, καὶ ἀπῆλθε καὶ ἔφυγε καὶ σώζεται."],["13","Καὶ ἔλαβεν ἡ Μελχὸλ τὰ κενοτάφια, καὶ ἔθετο ἐπὶ τὴν κλίνην, καὶ ἧπαρ τῶν αἰγῶν ἔθετο πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκάλυψεν αὐτὰ ἱματίῳ."],["14","Καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυὶδ, καὶ λέγουσιν ἐνοχλεῖσθαι αὐτόν."],["15","Καὶ ἀποστέλλει ἐπὶ τὸν Δαυὶδ, λέγων, ἀγάγετε αὐτὸν ἐπὶ τῆς κλίνης πρὸς μὲ τοῦ θανατῶσαι αὐτόν."],["16","Καὶ ἔρχονται οἱ ἄγγελοι, καὶ ἰδοὺ τὰ κενοτάφια ἐπὶ τῆς κλίνης, καὶ ἧπαρ τῶν αἰγῶν πρὸς κεφαλῆς αὐτοῦ."],["17","Καὶ εἶπε Σαοὺλ τῇ Μελχὸλ, ἱνατί οὕτως παρελογίσω με, καὶ ἐξαπέστειλας τὸν ἐχθρόν μου, καὶ διεσώθη; καὶ εἶπε Μελχὸλ τῷ Σαοὺλ, αὐτὸς εἶπεν, ἐξαπόστειλόν με, εἰ δὲ μὴ, θανατώσω σε."],["18","Καὶ Δαυὶδ ἔφυγε καὶ διεσώθη, καὶ παραγίνεται πρὸς Σαμουὴλ εἰς Ἀρμαθαὶμ, καὶ ἀπαγγέλλει αὐτῷ πάντα ὅσα ἐποίησεν αὐτῷ Σαούλ· καὶ ἐπορεύθη Σαμουὴλ καὶ Δαυὶδ, καὶ ἐκάθισαν ἐν Ναυὰθ ἐν Ῥαμᾶ."],["19","Καὶ ἀπηγγέλη τῷ Σαοὺλ, λέγοντες, ἰδοὺ Δαυὶδ ἐν Ναυὰθ ἐν Ῥαμᾴ."],["20","Καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυὶδ, καὶ εἶδον τὴν ἐκκλησίαν τῶν προφητῶν, καὶ Σαμουὴλ εἱστήκει καθεστηκὼς ἐπʼ αὐτῶν· καὶ ἐγενήθη ἐπὶ τούς ἀγγέλους τοῦ Σαοὺλ πνεῦμα Θεοῦ, καὶ προφητεύουσι."],["21","Καὶ ἀπηγγέλη τῷ Σαοὺλ, καὶ ἀπέστειλεν ἀγγέλους ἑτέρους, καὶ ἐπροφήτευσαν καὶ αὐτοί· καὶ προσέθετο Σαοὺλ ἀποστεῖλαι ἀγγέλους τρίτους, καὶ ἐπροφήτευσαν καὶ αὐτοί."],["22","Καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ, καὶ ἐπορεύθη καὶ αὐτὸς εἰς Ἁρμαθαὶμ, καὶ ἔρχεται ἕως τοῦ φρέατος τοῦ ἅλω τοῦ ἐν τῷ Σεφί, καὶ ἠρώτησε καὶ εἶπε, ποῦ Σαμουὴλ καὶ Δαυίδ; καὶ εἶπαν, ἰδοὺ ἐν Ναυὰθ ἐν Ῥαμᾷ."],["23","Καὶ ἐπορεύθη ἐκεῖθεν εἰς Ναυὰθ ἐν Ῥαμᾷ· καὶ ἐγενήθη καὶ ἐπʼ αὐτῷ πνεῦμα Θεοῦ, καὶ ἐπορεύετο προφητεύων ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Ναυὰθ ἐν Ῥαμᾷ."],["24","Καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ, καὶ ἐπροφήτευσεν ἐνώπιον αὐτῶν· καὶ ἔπεσε γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· διὰ τοῦτο ἔλεγον, εἰ καὶ Σαοὺλ ἐν προφήταις;"]],[["1","Καὶ ἀπέδρα Δαυὶδ ἐκ Ναυὰθ ἐν Ῥαμᾷ, καὶ ἔρχεται ἐνώπιον Ἰωνάθαν, καὶ εἶπε, τί πεποίηκα, καὶ τί τὸ ἀδίκημά μου, καὶ τί ἡμάρτηκα ἐνώπιον τοῦ πατρός σου, ὅτι ἐπιζητεῖ τὴν ψυχήν μου;"],["2","Καὶ εἶπεν αὐτῷ Ἰωνάθαν, μηδαμῶς σοι, οὐ μὴ ἀποθάνῃς· ἰδοὺ οὐ μὴ ποιήσῃ ὁ πατήρ μου ῥῆμα μέγα ἢ μικρὸν, καὶ οὐκ ἀποκαλύψει τὸ ὠτίον μου· καὶ τί ὅτι κρύψει ὁ πατήρ μου ἀπʼ ἐμοῦ τὸ ῥῆμα τοῦτο; οὐκ ἔστι τοῦτο."],["3","Καὶ ἀπεκρίθη Δαυὶδ τῷ Ἰωνάθαν, καὶ εἶπε, γινώσκων οἶδεν ὁ πατήρ σου, ὅτι, εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, καὶ εἶπε, μὴ γνῶναι τοῦτο Ἰωνάθαν, μὴ οὐ βούληται· ἀλλὰ ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, ὅτι καθὼς εἶπον, ἐμπέπλησται ἀναμέσον ἐμοῦ καὶ τοῦ θανάτου."],["4","Καὶ εἶπεν Ἰωνάθαν πρὸς Δαυὶδ, τί ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τί ποιήσω σοι;"],["5","Καὶ εἶπε Δαυὶδ πρὸς Ἰωνάθαν, ἰδοὺ δὴ νεομηνία αὔριον, καὶ ἐγὼ καθίσας οὐ καθήσομαι φαγεῖν, καὶ ἐξαποστελεῖς με, καὶ κρυβήσομαι ἐν τῷ πεδίῳ ἕως δείλης."],["6","Καὶ ἐὰν ἐπισκεπτόμενος ἐπισκέψηταί με ὁ πατήρ σου, καὶ ἐρεῖς, παραιτούμενος παρῃτήσατο ἀπʼ ἐμοῦ Δαυὶδ δραμεῖν ἕως εἰς Βηθλεὲμ τὴν πόλιν αὐτοῦ, ὅτι θυσία τῶν ἡμερῶν ἐκεῖ ὅλῃ τῇ φυλῇ."],["7","Ἐὰν τάδε εἴπῃ, ἀγαθῶς, εἰρήνη τῷ δούλῳ σου· καὶ ἐὰν σκληρῶς ἀποκριθῇ σοι, γνῶθι ὅτι συντετέλεσται ἡ κακία παρʼ αὐτοῦ."],["8","Καὶ ποιήσεις ἔλεος μετὰ δούλου σου, ὅτι εἰσήγαγες εἰς διαθήκην Κυρίου τὸν δοῦλόν σου μετὰ σεαυτοῦ· καὶ εἰ ἔστιν ἀδικία ἐν τῷ δούλῳ σου, θανάτωσόν με σὺ, καὶ ἕως τοῦ πατρός σου ἱνατί οὕτως εἰσάγεις με;"],["9","Καὶ εἶπεν Ἰωνάθαν, μηδαμῶς σοι· ὅτι ἐὰν γινῶσκων γνῶ ὅτι συντετέλεσται ἡ κακία παρὰ τοῦ πατρός μου τοῦ ἐλθεῖν ἐπὶ σὲ, καὶ ἐὰν μὴ ᾖ εἰς τὰς πόλεις σου, ἐγὼ ἀπαγγελῶ σοι."],["10","Καὶ εἶπε Δαυὶδ πρὸς Ἰωνάθαν, τίς ἀπαγγείλῃ μοι, ἐὰν ἀποκριθῇ ὁ πατήρ σου σκληρῶς;"],["11","Καὶ εἶπεν Ἰωνάθαν πρὸς Δαυὶδ, πορεύου, καὶ μὲνε εἰς ἀγρόν· καὶ ἐκπορεύονται ἀμφότεροι εἰς ἀγρόν."],["12","Καὶ εἶπεν Ἰωνάθαν πρὸς Δαυὶδ, Κύριος ὁ Θεὸς Ἰσραὴλ οἶδεν, ὅτι ἀνακρινῶ τὸν πάτερα μου ὡς ἂν ὁ καιρὸς, τρισσῶς, καὶ ἰδοὺ ἀγαθὸν ᾖ περὶ Δαυὶδ, καὶ οὐ μὴ ἀποστείλω πρὸς σὲ εἰς ἀγρὸν,"],["13","τάδε ποιήσαι ὁ Θεὸς τῷ Ἰωνάθαν καὶ τάδε προσθείη· ὅτι ἀνοίσω τὰ κακὰ ἐπὶ σὲ, καὶ ἀποκαλύψω τὸ ὠτίον σου, καὶ ἐξαποστελῶ σε καὶ ἀπελεύσῃ εἰς εἰρήνην, καὶ ἔσται Κύριος μετὰ σοῦ καθὼς ἦν μετὰ τοῦ πατρός μου."],["14","Καὶ ἐὰν μὲν ἔτι μου ζῶντος, καὶ ποιήσεις ἔλεος μετʼ ἐμοῦ· καὶ ἐὰν θανάτῳ ἀποθάνω,"],["15","οὐκ ἐξαρεῖς ἔλεός σου ἀπὸ τοῦ οἴκου μου ἕως τοῦ αἰῶνος· καὶ εἰ μὴ, ἐν τῷ ἐξαίρειν Κύριον τοὺς ἐχθροὺς Δαυὶδ ἔκαστον ἀπὸ τοῦ προσώπου τῆς γῆς,"],["16","εὑρεθῆναι τὸ ὄνομα τοῦ Ἰωνάθαν ἀπὸ τοῦ οἴκου Δαυὶδ, καὶ ἐκζητῆσαι Κύριος ἐχθροὺς τοῦ Δαυίδ."],["17","Καὶ προσέθετο ἔτι Ἰωνάθαν ὀμόσαι τῷ Δαυίδ, ὅτι ἠγάπησε ψυχὴν ἀγαπῶντος αὐτόν."],["18","Καὶ εἶπεν Ἰωνάθαν, αὔριον νεομηνία, καὶ ἐπισκεπήσῃ, ὅτι ἐπισκεπήσεται καθέδρα σου."],["19","Καὶ τρισσεύσεις καὶ ἐπισκεψῃ καὶ ἥξεις εἰς τὸν τόπον σου οὗ κρυβῇς ἐν τῇ ἡμέρᾳ τῇ ἐργασίμῃ, καὶ καθήσῃ παρὰ τὸ ἐργὰβ ἐκεῖνο."],["20","Καὶ ἐγὼ τρισσεύσω ταῖς σχίζαις ἀκοντίζων, ἐκπέμπων εἰς τὴν ʼΑματταρί."],["21","Καὶ ἰδοὺ ἀποστέλλω τὸ παιδάριον, λέγων, δεῦρο, εὗρέ μοι τὴν σχίζαν. Ἐὰν εἴπω λέγων τῷ παιδαρίῳ, ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ὧδε, λάβε αὐτήν· παραγίνου, ὅτι εἰρήνη σοι, καὶ οὐκ ἔστι λόγος, ζῇ Κύριος·"],["22","ἐὰν τάδε εἴπω τῷ νεανίσκῳ, ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα· πορεύου, ὅτι ἐξαπέσταλκέ σε Κύριος."],["23","Καὶ τὸ ῥῆμα ὃ ἐλαλήσαμεν ἐγὼ καὶ σὺ, ἰδοὺ Κύριος μάρτυς ἀναμέσον ἐμοῦ καὶ σοῦ ἕως αἰῶνος."],["24","Καὶ κρύπτεται Δαυὶδ ἐν ἀγρῷ, καὶ παραγίνεται ὁ μὴν, καὶ ἔρχεται ὁ βασιλεὺς ἐπὶ τὴν τράπεζαν τοῦ φαγεῖν."],["25","Καὶ ἐκάθισεν ἐπὶ τὴν καθέδραν αὐτοῦ ὡς ἅπαξ καὶ ἅπαξ ἐπὶ τῆς καθέδρας παρὰ τοῖχον, καὶ προέφθασε τὸν Ἰωνάθαν, καὶ ἐκάθισεν Ἀβεννὴρ ἐκ πλαγίων Σαοὺλ, καὶ ἐπεσκέπη ὁ τόπος Δαυίδ."],["26","Καὶ οὐκ ἐλάλησε Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι εἴρηκε, σύμπτωμα φαίνεται, μὴ καθαρὸς εἶναι, ὅτι οὐ κεκαθάρισται."],["27","Καὶ ἐγενήθη τῇ ἐπαύριον τοῦ μηνὸς τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, καὶ ἐπεσκέπη ὁ τόπος τοῦ Δαυίδ· καὶ εἶπε Σαοὺλ πρὸς Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ, τί ὅτι οὐ παραγέγονεν ὁ υἱὸς Ἰεσσαὶ καὶ ἐχθὲς καὶ σήμερον ἐπὶ τὴν τράπεζαν;"],["28","Καὶ ἀπεκρίθη Ἰωνάθαν τῷ Σαοὺλ, καὶ εἶπεν αὐτῷ, παρῄτηται παρʼ ἐμοῦ Δαυὶδ ἕως εἰς Βηθλεὲμ τὴν πόλιν αὐτοῦ πορευθῆναι."],["29","Καὶ εἶπεν, ἐξαπόστειλον δή με, ὅτι θυσία τῆς φυλῆς ἡμῖν ἐν τῇ πόλει, καὶ ἐνετείλαντο πρὸς μὲ οἱ ἀδελφοί μου· καὶ νῦν εἰ εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, διαβήσομαι δὴ καὶ ὄψομαι τοὺς ἀδελφούς μου· διὰ τοῦτο οὐ παραγέγονεν ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως."],["30","Καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ ἐπὶ Ἰωνάθαν σφόδρα, καὶ εἶπεν αὐτῷ, υἱὲ κορασίων αὐτομολούντων, οὐ γὰρ οἶδα ὅτι μέτοχος εἶ σὺ τῷ υἱῷ Ἰεσσαὶ εἰς αἰσχύνην σου, καὶ εἰς αἰσχύνην ἀποκαλύψεως μητρός σου;"],["31","ὅτι πάσας τὰς ἡμέρας ἃς ὁ υἱὸς Ἰεσσαὶ ζῇ ἐπὶ τῆς γῆς, οὐχ ἑτοιμασθήσεται ἡ βασιλεία σου· νῦν οὖν ἀποστείλας λάβε τὸν νεανίαν, ὅτι υἱὸς θανάτου οὗτος."],["32","Καὶ ἀπεκρίθη Ἰωνάθαν τῷ Σαοὺλ, ἵνατί ἀποθνήσκει; τί πεποίηκε;"],["33","Καὶ ἐπῇρε Σαοὺλ τὸ δόρυ ἐπὶ Ἰωνάθαν τοῦ θανατῶσαι αὐτόν· καὶ ἔγνω Ἰωνάθαν ὅτι συντετέλεσται ἡ κακία αὕτη παρὰ τοῦ πατρὸς αὐτοῦ θανατῶσαι τὸν Δαυίδ."],["34","Καὶ ἀνεπήδησεν Ἰωνάθαν ἀπὸ τῆς τραπέζης ἐν ὀργῇ θυμοῦ, καὶ οὐκ ἔφαγεν ἐν τῇ δευτέρᾳ τοῦ μηνὸς ἄρτον, ὅτι ἐθρανσθη ἐπὶ τὸν Δαυὶδ, ὅτι συνετέλεσεν ἐπʼ αὐτὸν ὁ πατὴρ αὐτοῦ."],["35","Καὶ ἐγενήθη πρωὶ, καὶ ἐξῆλθεν Ἰωνάθαν εἰς ἀγρόν, καθὼς ἐτάξατο εἰς τὸ μαρτύριον Δαυίδ, καὶ παιδάριον μικρὸν μετʼ αὐτοῦ."],["36","Καὶ εἶπε τῷ παιδαρίω, δράυε, εὗρέ μοι τὰς σχίζας ἐν αἷς ἐγὼ ἀκοντίζω· και τὸ παιδάμε ἔδραυε, και αὐτὸς ἠκόντισε τῇ σχίζῃ, καὶ παρήγαγεν αὐτήν."],["37","Καὶ ἦλθεν τὸ παιδάριον ἕως τοῦ τόπου τῆς σχίζης οὗ ἠκόντιζεν Ἰωνάθαν· καὶ ἀνεβόησεν Ἰωνάθαν ὀπίσω τοῦ νεανίου, καὶ εἶπεν, ἐκεῖ ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα·"],["38","Καὶ ἀνεβόησεν Ἰωνάθαν ὀπίσω τοῦ παιδαρίου αὐτοῦ, λέγων, ταχύνας σπεῦσον, καὶ μὴ στῇς· καὶ ἀνέλεξε τὸ παιδάριον Ἰωνάθαν τὰς σχίζας, καὶ ἤνεγκε τὰς σχίζας πρὸς τὸν κύριον αὐτοῦ."],["39","καὶ τὸ παιδάριον οὐκ ἔγνω οὐθὲν, πάρεξ Ἰωνάθαν καὶ Δαυίδ."],["40","καὶ Ἰωνάθαν ἔδωκε τὰ σκεύη αὐτοῦ ἐπὶ τὸ παιδάριον αὐτοῦ, καὶ εἶπε τῷ παιδαρίῳ αὐτοῦ, πορεύου, εἴσελθε εἰς τὴν πόλιν."],["41","Καὶ ὡς εἰσῆλθε τὸ παιδάριον, καὶ Δαυὶδ ἀνέστη ἀπὸ τοῦ ἀργὰβ, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ, καὶ προσεκύνησεν αὐτῷ τρίς, καὶ κατεφίλησεν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἔκλαυσεν ἕκαστος τῷ πλησίον αὐτοῦ, ἕως συντελείας μεγάλης."],["42","Καὶ εἶπεν Ἰωνάθαν τῷ Δαυὶδ, πορεύου εἰς εἰρήνην, καὶ ὡς ὀμωμόκαμεν ἡμεῖς ἀμφότεροι ἐν ὀνόματι Κυρίου, λέγοντες, Κύριος ἔσται μάρτυς ἀνὰμέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰμέσον τοῦ σηέρματός μου καὶ ἀναμέσον τοῦ σπέρματός σον ἕως αἰῶνος·"]],[["1","καὶ ἀνέστη Δαυὶδ καὶ ἀπῆλθε, καὶ Ἰωνάθαν εἰσῆλθεν εἰς τὴν πόλιν."],["2","Καὶ ἔρχεται Δαυὶδ εἰς Νομβᾶ πρὸς Ἀβιμέλεχ τὸν ἱερέα· καὶ ἐξέστη Ἀβιμέλεχ τῇ ἀπαντήσει αὐτοῦ, καὶ εἶπεν αὐτῷ, τί ὅτι σὺ μόνος, καὶ οὐθεὶς μετὰ σοῦ;"],["3","Καὶ εἶπε Δαυὶδ τῷ ἱερεῖ, ὁ βασιλεὺς ἐντέταλταί μοι ῥῆμα σήμερον, καὶ εἶπέ μοι, μηδεὶς γνώτω τὸ ῥῆμα περὶ οὗ ἐγὼ ἀποστέλλω σε, καὶ ὑπὲρ οὗ ἐγὼ ἐντέταλμαί σοι· καὶ τοῖς παιδαρίοις διαμεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ, Θεοῦ πίστις φελλανὶ μαεμωνί."],["4","Καὶ νῦν εἰ εἰσὶν ὑπὸ τὴν χεῖρά σου πέντε ἄρτοι, δὸς εἰς χεῖρά μου τὸ εὑρεθέν."],["5","Καὶ ἀπεκρίθη ὁ ἱερεὺς τῷ Δαυὶδ, καὶ εἶπεν, οὔκ εἰσιν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ὅτι ἀλλʼ ἢ ἄρτοι ἅγιοί εἰσιν· εἰ πεφυλαγμένα τὰ παιδάριά ἐστι πλὴν ἀπὸ γυναικὸς, καὶ φάγεται."],["6","Καὶ ἀπεκρίθη Δαυὶδ τῷ ἱερεῖ, καὶ εἶπεν αὐτῷ, ἀλλὰ ἀπὸ γυναικὸς ἀπεσχήμεθα ἐχθὲς καὶ τρίτην ἡμέραν· ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν γέγονε πάντα τὰ παιδία ἡγνισμένα, καὶ αὐτὴ ἡ ὁδὸς βέβηλος, διότι ἁγιασθήσεται σήμερον διὰ τὰ σκεύη μου."],["7","Καὶ ἔδωκεν αὐτῷ Ἀβιμέλεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως, ὅτι ἐκεῖ οὐκ ἦν ἄρτοι, ἀλλʼ ἢ ἄρτοι τοῦ προσώπου οἱ ἀφῃρημένοι ἐκ προσώπου Κυρίου, τοῦ παρατεθῆναι ἄρτον θερμὸν ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς."],["8","Καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συνεχόμενος Νεεσσαρὰν ἐνώπιον Κυρίου, καὶ ὄνομα αὐτῷ Δωὴκ Σύρος, νέμων τὰς ἡμιόνους Σαούλ."],["9","Καὶ εἶπε Δαυὶδ πρὸς Ἀβιμέλεχ, ἴδε εἰ ἔστιν ἐνταῦθα ὑπὸ τὴν χεῖρά σου δόρυ ἢ ῥομφαία, ὅτι τὴν ῥομφαίαν μου καὶ τὰ σκεύη οὐκ εἴληφα ἐν τῇ χειρί μου, ὅτι ἦν τὸ ῥῆμα τοῦ βασιλέως κατὰ σπουδήν."],["10","Καὶ εἶπεν ὁ ἱερεὺς, ἰδοὺ ἡ ῥομφαία Γολιὰθ τὸυ ἀλλοφύλου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι Ἠλᾶ· καὶ αὕτη ἐνειλημένη ἦν ἐν ἱματίῳ· εἰ ταύτην λήψῃ, σεαυτῷ λάβε, ὅτι οὐκ ἔστιν ἑτέρα πάρεξ ταύτης ἐνταῦθα· καὶ εἶπε Δαυὶδ, ἰδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή· δός μοι αὐτήν."],["11","Καὶ ἔδωκεν αὐτὴν αὐτῷ· καὶ ἀνέστη Δαυὶδ, καὶ ἔφυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου Σαούλ· καὶ ἦλθε Δαυὶδ πρὸς Ἀγχοῦς βασιλέα Γέθ."],["12","Καὶ εἶπον οἱ παῖδες Ἀγχοῦς πρὸς αὐτὸν, οὐχὶ οὗτος Δαυὶδ ὁ βασιλεὺς τῆς γῆς; οὐχὶ τούτῳ ἐξῆρχον αἱ χορεύουσαι, λέγουσαι, ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ, καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ;"],["13","Καὶ ἔθετο Δαυὶδ τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ ἐφοβήθη σφόδρα ἀπὸ προσώπου Ἀγχοῦς βασιλέως Γέθ."],["14","Καὶ ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐνώπιον αὐτοῦ, καὶ προσεποιήσατο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἐτυμπάνιζεν ἐπὶ ταῖς θύραις τῆς πόλεως, καὶ παρεφέρετο ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ ἔπιπτεν ἐπὶ τὰς θύρας τῆς πύλης, καὶ τὰ σίελα αὐτοῦ κατέῤῥει ἐπὶ τὸν πώγωνα αὐτοῦ."],["15","Καὶ εἶπεν Ἀγχοῦς πρὸς τοὺς παῖδας αὐτοῦ, ἰδοὺ ἴδετε ἄνδρα ἐπίληπτον, ἱνατί εἰσηγάγετε αὐτὸν πρὸς μέ;"],["16","Μὴ ἐλαττοῦμαι ἐπιλήπτων ἐγὼ, ὅτι εἰσαγηόχατε αὐτὸν ἐπιληπτεύεσθαι πρὸς μέ; οὗτος οὐκ εἰσελεύσεται εἰς οἰκίαν."]],[["1","Καὶ ἀπῆλθεν ἐκεῖθεν Δαυὶδ, καὶ διεσώθη, καὶ ἔρχεται εἰς τὸ σπήλαιον τὸ Ὀδολλάμ· καὶ ἀκούουσιν οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ, καὶ καταβαίνουσι πρὸς αὐτὸν ἐκεῖ."],["2","Καὶ συνήγοντο πρὸς αὐτὸν πᾶς ἐν ἀνάγκῇ, καὶ πᾶς ὑπόχρεως, καὶ πᾶς κατώδυνος ψυχῇ, καὶ ἦν ἐπʼ αὐτῶν ἡγούμενος, καὶ ἦσαν μετʼ αὐτοῦ ὡς τετρακόσιοι ἄνδρες."],["3","Καὶ ἀπῆλθε Δαυὶδ ἐκεῖθεν εἰς Μασσηφὰθ τῆς Μωὰβ, καὶ εἶπε πρὸς βασιλέα Μωὰβ, γινέσθωσαν δὴ ὁ πατήρ μου καὶ ἡ μήτηρ μου παρὰ σοί, ἕως ὅτου γνῶ τί ποιήσει μοι ὁ Θεός."],["4","Καὶ παρεκάλεσε τὸ πρόσωπον τοῦ βασιλέως Μωὰβ, καὶ κατῴκουν μετʼ αὐτοῦ πάσας τὰς ἡμέρας, ὄντος τοῦ Δαυὶδ ἐν τῇ περιοχῇ."],["5","Καὶ εἶπε Γὰδ ὁ προφήτης πρὸς Δαυὶδ, μὴ κάθου ἐν τῇ περιοχῇ· πορεύου, καὶ ἥξεις εἰς γῆν Ἰούδα· καὶ ἐπορεύθη Δαυὶδ, καὶ ἦλθε καὶ ἐκάθισεν ἐν πόλει Σαρίκ."],["6","Καὶ ἤκουσε Σαοὺλ, ὅτι ἔγνωσται Δαυὶδ, καὶ οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ· καὶ Σαοὺλ ἐκάθητο ἐν τῷ βουνῷ ὑπὸ τὴν ἄρουραν τὴν ἐν Ῥαμᾷ, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ πάντες οἱ παῖδες αὐτοῦ παρειστήκεισαν αὐτῷ."],["7","Καὶ εἶπε Σαοὺλ πρὸς τοὺς παῖδας αὐτοῦ τοὺς παρεστηκότας αὐτῷ, ἀκούσατε δὴ υἱοὶ Βενιαμὶν, εἰ ἀληθῶς πᾶσιν ὑμῖν δώσει ὁ υἱὸς Ἰεσσαὶ ἀγροὺς καὶ ἀμπελῶνας, καὶ πάντας ὑμᾶς τάξει ἑκατοντάρχους καὶ χιλιάρχους,"],["8","ὅτι σύγκεισθε πάντες ὑμεῖς ἐπʼ ἐμὲ, καὶ οὐκ ἔστιν ὁ ἀποκαλύπτων τὸ ὠτίον μου, ἐν τῷ διαθέσθαι τὸν υἱόν μου διαθήκην μετὰ τοῦ υἱοῦ Ἰεσσαὶ, καὶ οὐκ ἔστι πονῶν περὶ ἐμοῦ ἐξ ὑμῶν, καὶ ἀποκαλύπτων τὸ ὠτίον μου, ὅτι ἐπήγειρεν ὁ υἱός μου τὸν δοῦλόν μου ἐπʼ ἐμὲ εἰς ἐχθρὸν, ὡς ἡ ἡμέρα αὕτη;"],["9","Καὶ ἀποκρίνεται Δωὴκ ὁ Σύρος ὁ καθεστηκὼς ἐπὶ τάς ἡμιόνους Σαοὺλ, καὶ εἶπεν, ἑωρακα τὸν υἱὸν Ἰεσσαὶ παραγινόμενον εἰς Νομβᾶ πρὸς Ἀβιμέλεχ υἱὸν Ἀχιτὼβ τὸν ἱερέα."],["10","Καὶ ἠρώτα αὐτῷ διὰ τοῦ Θεοῦ, καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ, καὶ τὴν ῥομφαίαν Γολιὰθ τοῦ ἀλλοφύλου ἔδωκεν αὐτῷ."],["11","Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν Ἀβιμέλεχ υἱὸν Ἀχιτὼβ καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοὺς ἐν Νομβᾶ· καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα."],["12","Καὶ εἶπε Σαοὺλ, ἄκουε δὴ υἱὲ Ἀχιτώβ· καὶ εἶπεν, ἰδοὺ ἐγὼ, λάλει κύριε."],["13","Καὶ εἶπεν αὐτῷ Σαοὺλ, ἱνατί συνέθου κατʼ ἐμοῦ σὺ καὶ ὁ υἱὸς Ἰεσσαὶ, δοῦναί σε αὐτῷ ἄρτον καὶ ῥομφαίαν, καὶ ἐρωτᾷν αὐτῷ διὰ τοῦ Θεοῦ, θέσθαι αὐτὸν ἐπʼ ἐμὲ εἰς ἐχθρὸν, ὡς ἡ ἡμέρα αὕτη;"],["14","Καὶ ἀπεκρίθη τῷ βασιλεῖ, καὶ εἶπε, καὶ τίς ἐν πᾶσι τοῖς δούλοις σου ὡς Δαυὶδ πιστὸς, καὶ γαμβρὸς τοῦ βασιλέως, καὶ ἄρχων παντὸς παραγγέλματός σου, καὶ ἔνδοξος ἐν τῷ οἰκῳ σου;"],["15","Ἢ σήμερον ἦργμαι ἐρωτᾷν αὐτῷ διὰ τοῦ Θεοῦ; μηδαμῶς· μὴ δότω ὁ βασιλεὺς κατὰ τοῦ δούλου αὐτοῦ λόγον, καὶ ἐφʼ ὅλον τὸν οἶκον τοῦ πατρός μου, ὅτι οὐκ ᾔδει ὁ δοῦλός σου ἐν πᾶσι τούτοις ῥῆμα μικρὸν, ἢ μέγα."],["16","Καὶ εἶπεν ὁ βασιλεὺς Σαοὺλ, θανάτῳ ἀποθανῇ Ἀβιμέλεχ σὺ, καὶ πᾶς ὁ οἶκος τοῦ πατρός σου."],["17","Καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παρατρέχουσι τοῖς ἐφεστηκόσι πρὸς αὐτὸν, προσαγάγετε καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ Κυρίου, ὅτι ἡ χεὶρ αὐτῶν μετὰ Δαυὶδ, καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτὸς, καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου· καὶ οὐκ ἐβουλήθησαν οἱ παῖδες τοῦ βασιλέως ἐπενεγκεῖν τὰς χεῖρας αὐτῶν ἁπαντῆσαι εἰς τοὺς ἱερεῖς Κυρίου."],["18","Καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δωὴκ, ἐπιστρέφου σὺ, καὶ ἀπάντα εἰς τοὺς ἱερεῖς· καὶ ἐπεστράφη Δωὴκ ὁ Σύρος, καὶ ἐθανάτωσε τοὺς ἱερεῖς τοῦ Κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τριακοσίους καὶ πέντε ἄνδρας, πάντας αἴροντας ἐφούδ."],["19","Καὶ τὴν Νομβᾶ τὴν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ ἀνδρὸς ἕως γυναικὸς, ἀπὸ νηπίου ἕως θηλάζοντος, καὶ μόσχου, καὶ ὄνου, καὶ προβάτου."],["20","Καὶ διασώζεται υἱὸς εἷς τῷ Ἀβιμέλεχ υἱῷ Ἀχιτὼβ, καὶ ὄνομα αὐτῷ Ἀβιάθαρ, καὶ ἔφυγεν ὀπίσω Δαυίδ."],["21","Καὶ ἀπήγγειλεν Ἀβιάθαρ τῷ Δαυὶδ, ὅτι ἐθανάτωσε Σαοὺλ πάντας τοὺς ἱερεῖς τοῦ Κυρίου."],["22","Καὶ εἶπε Δαυὶδ τῷ Ἀβιάθαρ, ἤδειν ὅτι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι Δωὴκ ὁ Σύρος ὅτι ἀπαγγέλλων ἀπαγγελεῖ τῷ Σαούλ· ἐγώ εἰμι αἴτιος τῶν ψυχῶν οἴκου τοῦ πατρός σου."],["23","Κάθου μετʼ ἐμοῦ· μὴ φοβοῦ, ὅτι οὗ ἐὰν ζητῶ τῇ ψυχῇ μου τόπον, ζητήσω καὶ τῇ ψυχῇ σου, ὅτι πεφύλαξαι σὺ παρʼ ἐμοί."]],[["1","Καὶ ἀπηγγέλη τῷ Δαυὶδ, λέγοντες, ἰδοὺ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν τῇ Κεϊλὰ, καὶ αὐτοὶ διαρπάζουσι, καταπατοῦσι τοὺς ἅλω."],["2","Καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Κυρίου, λέγων, εἰ πορευθῶ, καὶ πατάξω τοὺς ἀλλοφύλους τούτους; καὶ εἶπε Κύριος, πορεύου, καὶ πατάξεις ἐν τοῖς ἀλλοφύλοις τούτοις, καὶ σώσεις τὴν Κεϊλά."],["3","Καὶ εἶπον οἱ ἄνδρες τοῦ Δαυὶδ πρὸς αὐτὸν, ἰδοὺ ἡμεῖς ἐνταῦθα ἐν τῇ Ἰουδαίᾳ φοβούμεθα, καὶ πῶς ἔσται ἐὰν πορευθῶμεν εἰς Κεϊλὰ, εἰς τὰ σκῦλα τῶν ἀλλοφύλων εἰσπορευσόμεθα;"],["4","Καὶ προσέθετο Δαυὶδ ἔτι ἐπερωτῆσαι διὰ τοῦ Κυρίου· καὶ ἀπεκρίθη αὐτῷ Κύριος, καὶ εἶπεν αὐτῷ, ἀνάστηθι καὶ κατάβηθι εἰς Κεϊλὰ, ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χεῖράς σου."],["5","Καὶ ἐπορεύθη Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ εἰς Κεϊλὰ, καὶ ἐπολέμησε τοῖς ἀλλοφύλοις· καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ, καὶ ἀπήγαγε τὰ κτήνη αὐτῶν, καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ ἔσωσε Δαυὶδ τοὺς κατοικοῦντας Κεϊλά."],["6","Καὶ ἐγένετο ἐν τῷ φεύγειν Ἀβιάθαρ υἱὸν Ἀχιμέλεχ πρὸς Δαυὶδ, καὶ αὐτὸς μετὰ Δαυὶδ εἰς Κεϊλὰ κατέβη ἔχων ἐφοὺδ ἐν τῇ χειρὶ αὐτοῦ."],["7","Καὶ ἀπηγγέλη τῷ Σαοὺλ, ὅτι ἥκει ὁ Δαυὶδ εἰς Κεϊλά· καὶ εἶπε Σαοὺλ, πέπρακεν αὐτὸν ὁ Θεὸς εἰς τὰς χεῖράς μου, ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρῶν καὶ μοχλῶν."],["8","Καὶ παρήγγειλε Σαοὺλ παντὶ τῷ λαῷ καταβαίνειν εἰς πόλεμον εἰς Κεϊλὰ, συνέχειν τὸν Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ."],["9","Καὶ ἔγνω Δαυὶδ, ὅτι οὐ παρασιωπᾷ Σαοὺλ περὶ αὐτοῦ τὴν κακίαν· καὶ εἶπε Δαυὶδ πρὸς Ἀβιάθαρ τὸν ἱερέα, προσάγαγε τὸ ἐφοὺδ Κυρίου."],["10","Καὶ εἶπε Δαυίδ, Κύριε ὁ Θεὸς Ἰσραήλ, ἀκούων ἀκήκοεν ὁ δοῦλός σου, ὅτι ζητεῖ Σαοὺλ ἐλθεῖν ἐπὶ Κεϊλὰ διαφθεῖραι τὴν πόλιν διʼ ἐμέ."],["11","Εἰ ἀποκλεισθήσεται; καὶ νῦν εἰ καταβήσεται Σαοὺλ, καθὼς ἤκουσεν ὁ δοῦλός σου; Κύριε ὁ Θεὸς Ἰσραήλ ἀπάγγειλον τῷ δούλῳ σου· καὶ εἶπε Κύριος, ἀποκλεισθήσεται."],["13","Καὶ ἀνέστη Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ ὡς τετρακόσιοι, καὶ ἐξῆλθον ἐκ Κεϊλὰ, καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύοντο· καὶ τῷ Σαοὺλ ἀπηγγέλη, ὅτι διασέσωσται Δαυὶδ ἐκ Κεϊλὰ, καὶ ἀνῆκε τοῦ ἐλθεῖν."],["14","Καὶ ἐκάθισεν ἐν Μασερὲμ ἐν τῇ ἐρήμῳ ἐν τοῖς στενοῖς, καὶ ἐκάθετο ἐν τῇ ἐρήμῳ ἐν τῷ ὄρει Ζὶφ, ἐν τῇ γῇ τῇ αὐχμώδει· καὶ ἐζήτει αὐτὸν Σαοὺλ πάσας τὰς ἡμέρας, καὶ οὐ παρέδωκεν αὐτὸν Κύριος εἰς τὰς χεῖρας αὐτοῦ."],["15","Καὶ εἶδε Δαυὶδ, ὅτι ἐξέρχεται Σαοὺλ τοῦ ζητεῖν τὸν Δαυίδ· καὶ Δαυὶδ ἦν ἐν τῷ ὄρει τῷ αὐχμώδει ἐν τῇ Καινῇ Ζίφ."],["16","Καὶ ἀνέστη Ἰωνάθαν υἱὸς Σαοὺλ καὶ ἐπορεύθη πρὸς Δαυὶδ εἰς Καινὴν, καὶ ἐκραταίωσε τὰς χεῖρας αὐτοῦ ἐν Κυρίῳ,"],["17","καὶ εἶπε πρὸς αὐτὸν, μὴ φοβοῦ, ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαοὺλ τοῦ πατρός μου, καὶ σὺ βασιλεύσεις ἐπὶ Ἰσραὴλ, καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον, καὶ Σαοὺλ ὁ πατήρ μου οἶδεν οὕτως."],["18","Καὶ διέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον Κυρίου· καὶ ἐκάθητο Δαυὶδ ἐν Καινῇ, καὶ Ἰωνάθαν ἀπῆλθεν εἰς οἶκον αὐτοῦ."],["19","Καὶ ἀνέβησαν οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαοὺλ ἐπὶ τὸν βουνὸν, λέγοντες, οὐκ ἰδοὺ Δαυὶδ κέκρυπται παρʼ ἡμῖν ἐν Μεσσαρὰ ἐν τοῖς στενοῖς ἐν τῇ Καινῇ ἐν τῷ βουνῷ τοῦ Ἑχελᾶ τοῦ ἐκ δεξιῶν τοῦ Ἰεσσαιμοῦ;"],["20","Καὶ νῦν πᾶν τὸ πρὸς ψυχὴν τοῦ βασιλέως εἰς κατάβασιν, καταβαινέτω πρὸς ἡμᾶς· κεκλείκασιν αὐτὸν εἰς τὰς χεῖρας τοῦ βασιλέως."],["21","Καὶ εἶπεν αὐτοῖς Σαοὺλ, εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, ὅτι ἐπονέσατε περὶ ἐμοῦ·"],["22","Πορεύθητε δὴ καὶ ἑτοιμάσατε ἔτι, καὶ γνῶτε τὸν τόπον αὐτοῦ οὗ ἔσται ὁ ποὺς αὐτοῦ ἐν τάχει ἐκεῖ οὗ εἴπατε, μή ποτε πανουργεύσηται."],["23","Καὶ ἴδετε καὶ γνῶτε, καὶ πορεύσομαι μεθʼ ὑμῶν· καὶ ἔσται εἰ ἔστιν ἐπὶ τῆς γῆς, καὶ ἐξερευνήσω αὐτὸν ἐν πάσαις χιλιάσιν Ἰούδα."],["24","Καὶ ἀνέστησαν οἱ Ζιφαῖοι, καὶ ἐπορεύθησαν ἔμπροσθεν Σαούλ· καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ἐρήμῳ τῇ Μαὼν καθʼ ἑσπέραν ἐκ δεξιῶν τοῦ Ἰεσσαιμοῦ."],["25","Καὶ ἐπορεύθη Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ζητεῖν αὐτόν· καὶ ἀπήγγειλαν τῷ Δαυὶδ, καὶ κατέβη εἰς τὴν πέτραν τὴν ἐν τῇ ἐρήμῳ Μαών· καὶ ἤκουσε Σαοὺλ, καὶ κατεδίωξεν ὀπίσω Δαυὶδ εἰς τὴν ἔρημον Μαών."],["26","Καὶ πορεύονται Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους ἐκ τούτου, καὶ ἦν Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους ἐκ τούτου· καὶ ἦν Δαυὶδ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαούλ· καὶ Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ παρενέβαλον ἐπὶ Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ, συλλαβεῖν αὐτούς."],["27","Καὶ πρὸς Σαοὺλ ἦλθεν ἄγγελος, λέγων, σπεῦδε καὶ δεῦρο, ὅτι ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὴν γῆν."],["28","Καὶ ἀνέστρεψε Σαοὺλ μὴ καταδιώκειν ὀπίσω Δαυίδ, καὶ ἐπορεύθη εἰς συνάντησιν τῶν ἀλλοφύλων· διὰ τοῦτο ἐπεκλήθη ὁ τόπος ἐκεῖνος, πέτρα ἡ μερισθεῖσα."]],[["1","Καὶ ἀνέστη Δαυὶδ ἐκεῖθεν, καὶ ἐκάθισεν ἐν τοῖς στενοῖς Ἐνγαδδί."],["2","Καὶ ἐγενήθη ὡς ἀνέστρεψε Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ ἀπηγγέλη αὐτῷ, λεγόντων, ὅτι Δαυὶδ ἐν τῇ ἐρήμῳ Ἐνγαδδί."],["3","Καὶ ἔλαβε μεθʼ ἑαυτοῦ τρεῖς χιλιάδας ἀνδρῶν ἐκλεκτοὺς ἐκ παντὸς Ἰσραὴλ, καὶ ἐπορεύθη ζητεῖν τὸν Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ ἐπὶ πρόσωπον Σαδδαιέμ."],["4","Καὶ ἦλθεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ τῆς ὁδοῦ, καὶ ἦν ἐκεῖ σπήλαιον· καὶ Σαοὺλ εἰσῆλθε παρασκευάσασθαι, καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτερον τοῦ σπηλαίου ἐκάθηντο."],["5","Καὶ εἶπον οἱ ἄνδρες Δαυὶδ πρὸς αὐτὸν, ἰδοὺ ἡ ἡμέρα αὕτη, ἣν εἶπε Κύριος πρὸς σὲ παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου, καὶ ποιήσεις αὐτῷ ὡς ἀγαθὸν ἐν ὀφθαλμοῖς σου· καὶ ἀνέστη Δαυὶδ, καὶ ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος τοῦ Σαοὺλ λαθραίως."],["6","Καὶ ἐγενήθη μετὰ ταῦτα, καὶ ἐπάταξε καρδία Δαυὶδ αὐτὸν, ὅτι ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος αὐτοῦ."],["7","Καὶ εἶπε Δαυὶδ πρὸς τοὺς ἄνδρας αὐτοῦ, μηδαμῶς μοι παρὰ Κυρίου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου τῷ χριστῷ Κυρίου, ἐπενέγκαι χεῖρά μου ἐπʼ αὐτὸν, ὅτι χριστὸς Κυρίου ἐστὶν οὗτος."],["8","Καὶ ἔπεισε Δαυὶδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις, καὶ οὐκ ἔδωκεν αὐτοῖς ἀναστάντας θῦσαι τὸν Σαούλ· καὶ ἀνέστη Σαοὺλ καὶ κατέβη τὴν ὁδόν."],["9","Καὶ ἀνέστη Δαυὶδ ὀπίσω αὐτοῦ ἐκ τοῦ σπηλαίου· καὶ ἐβόησε Δαυὶδ ὀπίσω Σαοὺλ, λέγων, κύριε βασιλευ· καὶ ἐπέβλεψε Σαοὺλ εἰς τᾶ ὀπίσω αὐτοῦ, καὶ ἔκυψε Δαυὶδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ προσεκύνησεν αὐτῷ."],["10","Καὶ εἶπε Δαυὶδ πρὸς Σαοὺλ, ἱνατί ἀκούεις τῶν λόγων τοῦ λαοῦ, λεγόντων, ἰδοὺ Δαυὶδ ζητεῖ τὴν ψυχήν σου;"],["11","Ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑωράκασιν οἱ ὀφθαλμοί σου ὡς παρέδωκέ σε Κύριος σήμερον εἰς χεῖράς μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε, καὶ ἐφεισάμην σου, καὶ εἶπα, οὐκ ἐποίσω χεῖρά μου ἐπὶ κύριόν μου, ὅτι χριστὸς Κυρίου οὗτός ἐστι."],["12","καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος σου ἐν τῇ χειρί μου, ἐγὼ ἀφῄρηκα τὸ πτερύγιον, καὶ οὐκ ἀπέκτανκά σε· καὶ γνῶθι καὶ ἴδε σήμερον, ὅτι οὐκ ἔστι κακία ἐν τῇ χειρί μου οὐδὲ ἀσέβεια καὶ ἀθέτησις, καὶ οὐχ ἡμάρτηκα εἰς σὲ, καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβεῖν αὐτήν."],["13","Δικάσαι Κύριος ἀναμέσον ἐμοῦ καὶ σοῦ, καὶ ἐκδικήσαι σοι Κύριος ἐκ σου· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σὲ,"],["14","καθὼς λέγεται ἡ παραβολὴ ἡ ἀρχαῖα, ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σέ."],["15","Καὶ νῦν ὀπίσω τίνος σὺ ἐκπορεύῃ βασιλεῦ Ἰσραήλ; ὀπίσω τίνος καταδιώκεις σύ; ὀπίσω κυνὸς τεθνηκότος, καὶ ὀπίσω ψύλλου ἑνός;"],["16","Γένοιτο Κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον σοῦ, ἴδοι Κύριος καὶ κρίναι τὴν κρίσιν μου, καὶ δικάσαι μοι ἐκ χειρός σου."],["17","Καὶ ἐγένετο, ὡς συνετέλεσε Δαυὶδ τὰ ῥήματα ταῦτα λαλῶν πρὸς Σαοὺλ, καὶ εἶπε Σαοὺλ, ἡ φωνή σου αὕτη, τέκνον Δαυίδ; καὶ ᾖρε Σαοὺλ τὴν φωνὴν αὐτοῦ, καὶ ἔκλαυσε."],["18","Καὶ εἶπε Σαοὺλ πρὸς Δαυὶδ, δίκαιος σὺ ὑπὲρ ἐμὲ, ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθά, ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά."],["19","Καὶ σὺ ἀπήγγειλάς μοι σήμερον ἃ ἐποίησάς μοι ἀγαθὰ, ὡς ἀπέκλεισέ με Κύριος εἰς χεῖράς σου σήμερον, καὶ οὐκ ἀπέκτεινάς με."],["20","Καὶ ὅτι εἰ εὕροι τις τὸν ἐχθρὸν αὐτοῦ ἐν θλίψει, καὶ ἐκπέμψοι αὐτὸν ἐν ὁδῷ ἀγαθῇ, καὶ Κύριος ἀποτίσει αὐτῷ ἀγαθὰ, καθὼς πεποίηκας σήμερον."],["21","Καὶ νῦν ἰδοὺ ἐγὼ γινώσκω, ὅτι βασιλεύων βασιλεύσεις, καὶ στήσεται ἐν χειρί σου ἡ βασιλεία Ἰσραήλ."],["22","Καὶ νῦν ὄμοσόν μοι ἐν Κυρίῳ, ὅτι οὐκ ἐξολοθρεύσεις τὸ σπέρμα μου ὀπίσω μοῦ, οὐκ ἀφανιεῖς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου."],["23","Καὶ ὤμοσε Δαυὶδ τῷ Σαούλ· καὶ ἀπῆλθε Σαοὺλ εἰς τὸν τόπον αὐτοῦ, καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἀνέβησαν εἰς τὴν Μεσσερὰ στενήν."]],[["1","Καὶ ἀπέθανε Σαμουὴλ, καὶ συναθροίζονται πᾶς Ἰσραὴλ, καὶ κόπτονται αὐτὸν, καὶ θάπτουσιν αὐτὸν ἐν οἴκῳ αὐτοῦ ἐν Ἁρμαθαίμ· καὶ ἀνέστη Δαυὶδ, καὶ κατέβη εἰς τὴν ἔρημον Μαών."],["2","Καὶ ἦν ἄνθρωπος ἐν τῇ Μαὼν, καὶ τὰ ποίμνια αὐτοῦ ἐν τῷ Καρμήλῳ, καὶ ὁ ἄνθρωπος μέγας σφόδρα· καὶ τούτῳ ποίμνια τρισχίλια, καὶ αἶγες χίλιαι· καὶ ἐγενήθη ἐν τῷ κείρειν τὸ ποίμνιον αὐτοῦ ἐν τῷ Καρμήλῳ."],["3","Καὶ ὄνομα τῷ ἀνθρώπῳ Νάβαλ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Ἀβιγαία· καὶ ἡ γυνὴ αὐτοῦ ἀγαθὴ συνέσει καὶ ἀγαθὴ τῷ εἴδει σφόδρα· καὶ ὁ ἄνθρωπος σκληρὸς καὶ πονηρὸς ἐν ἐπιτηδεύμασι, καὶ ὁ ἄνθρωπος κυνικός."],["4","καὶ ἤκουσε Δαυὶδ ἐν τῇ ἐρήμῳ, ὅτι κείρει Νάβαλ ὁ Καρμήλιος τὸ ποίμνιον αὐτοῦ."],["5","Καὶ ἀπέστειλε Δαυὶδ δέκα παιδάρια, καὶ εἶπε τοῖς παιδαρίοις, ἀνάβητε εἰς Κάρμηλον καὶ ἀπέλθατε πρὸς Νάβαλ, καὶ ἐρωτήσατε αὐτὸν ἐπὶ τῷ ὀνόματί μου εἰς εἰρήνην,"],["6","καὶ ἐρεῖτε τάδε· εἰς ὥρας καὶ σὺ ὑγιαίνων καὶ ὁ οἶκός σου, καὶ πάντα τὰ σὰ ὑγιαίνοντα."],["7","Καὶ νῦν ἰδοὺ ἀκήκοα ὅτι κείρουσί σοι νῦν οἱ ποιμένες σου οἳ ἦσαν μεθʼ ἡμῶν ἐν τῇ ἐρήμῳ, καὶ οὐκ ἀπεκωλύσαμεν αὐτοὺς, καὶ οὐκ ἐνετειλάμεθα αὐτοῖς οὐθὲν πάσας τὰς ἡμέρας ὄντων αὐτῶν ἐν Καρμήλῳ."],["8","Ἐρώτησον τὰ παιδάριά σου, καὶ ἀπαγγελοῦσί σοι· καὶ εὑρέτωσαν τὰ παιδάριά σου χάριν ἐν ὀφθαλμοῖς σου, ὅτι ἐφʼ ἡμέραν ἀγαθὴν ἥκομεν· δὸς δὴ ὃ ἐὰν εὕρῃ ἡ χείρ σου τῷ υἱῷ σου τῷ Δαυίδ."],["9","Καὶ ἔρχονται τὰ παιδάρια, καὶ λαλοῦσι τοὺς λόγους τούτους πρὸς Νάβαλ κατὰ πάντα τὰ ῥήματα ταῦτα ἐν τῷ ὀνόματι Δαυίδ· καὶ ἀνεπήδησε"],["10","καὶ ἀπεκρίθη Νάβαλ τοῖς παισὶ Δαυὶδ, καὶ εἶπε, τίς ὁ Δαυὶδ, καὶ τίς ὁ υἱὸς Ἰεσσαί; σήμερον πεπληθυμένοι εἰσὶν οἱ δοῦλοι ἀναχωροῦντες ἕκαστος ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ."],["11","Καὶ λήψομαι τοὺς ἄρτους μου καὶ τὸν οἶνόν μου καὶ τὰ θύματά μου ἃ τέθυκα τοῖς κείρουσί μου τὰ πρόβατα, καὶ δώσω αὐτὰ ἀνδράσιν, οἷς οὐκ οἶδα πόθεν εἰσί;"],["12","Καὶ ἀπεστράφησαν τὰ παιδάρια Δαυὶδ εἰς ὁδὸν αὐτῶν, καὶ ἀνέστρεψαν καὶ ἦλθον, καὶ ἀνήγγειλαν τῷ Δαυὶδ κατὰ τὰ ῥήματα ταῦτα."],["13","Καὶ εἶπε Δαυὶδ τοῖς ἀνδράσιν αὐτοῦ, ζώσασθε ἕκαστος τὴν ῥομφαίαν αὐτοῦ· καὶ ἀνέβησαν ὀπίσω Δαυὶδ, ὡς τετρακόσιοι ἄνδρες· καὶ οἱ διακόσιοι ἐκάθισαν μετὰ τῶν σκευῶν."],["14","Καὶ τῇ Ἀβιγαίᾳ γυναικὶ Νάβαλ ἀπήγγειλεν ἓν τῶν παιδαρίων, λέγων, ἰδοὺ Δαυὶδ ἀπέστειλεν ἀγγέλους ἐκ τῆς ἐρήμου εὐλογῆσαι τὸν κύριον ἡμῶν, καὶ ἐξέκλινεν ἀπʼ αὐτῶν."],["15","Καὶ οἱ ἄνδρες ἀγαθοὶ ἡμῖν σφόδρα, οὐκ ἀπεκώλυσαν ἡμᾶς, οὐδὲ ἐνετείλαντο ἡμῖν οὐδὲν πάσας τὰς ἡμέρας ἃς ἦμεν παρʼ αὐτοῖς."],["16","Καὶ ἐν τῷ εἶναι ἡμᾶς ἐν ἀγρῷ, ὡς τεῖχος ἦσαν περὶ ἡμᾶς καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν, πάσας τὰς ἡμέρας ἃς ἦμεν παρʼ αὐτοῖς ποιμαίνοντες τὸ ποίμνιον."],["17","Καὶ νῦν γνῶθι καὶ ἴδε σὺ τί ποιήσεις, ὅτι συντετέλεσται ἡ κακία εἰς τὸν κύριον ἡμῶν καὶ εἰς τὸν οἶκον αὐτοῦ· καὶ οὗτος υἱὸς λοιμὸς, καὶ οὐκ ἔστι λαλῆσαι πρὸς αὐτόν."],["18","Καὶ ἔσπευσεν Ἀβιγαία καὶ ἔλαβε διακοσίους ἄρτους, καὶ δύο ἀγγεῖα οἴνου, καὶ πέντε πρόβατα πεποιημένα, καὶ πέντε οἰφὶ ἀλφίτου, καὶ γόμορ ἓν σταφίδος, καὶ διακοσίας παλάθας, καὶ ἔθετο ἐπὶ τοὺς ὄνους."],["19","Καὶ εἶπε τοῖς παιδαρίοις αὐτῆς, προπορεύεσθε ἔμπροσθέν μου, καὶ ἰδοὺ, ἐγὼ ὀπίσω ὑμῶν παραγίνομαι· καὶ τῷ ἀνδρὶ αὐτῆς οὐκ ἀπήγγειλε."],["20","Καὶ ἐγενήθη, αὐτῆς ἐπιβεβηκυίης ἐπὶ τὴν ὄνον καὶ καταβαινούσης ἐν σκέπῃ τοῦ ὄρους, καὶ ἰδοὺ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ κατέβαινον εἰς συνάντησιν αὐτῆς, καὶ ἀπήντησεν αὐτοῖς."],["21","Καὶ Δαυὶδ εἶπεν, ἴσως εἰς ἄδικον πεφύλακα πάντα τὰ αὐτοῦ ἐν τῇ ἐρήμῳ, καὶ οὐκ ἐνετειλάμεθα λαβεῖν ἐκ πάντων τῶν αὐτοῦ οὐθὲν, καὶ ἀνταπέδωκέ μοι πονηρὰ ἀντὶ ἀγαθῶν."],["22","Τάδε ποιήσαι ὁ Θεὸς τῷ Δαυὶδ καὶ τάδε προσθείη, εἰ ὑπολείψομαι ἐκ πάντων τῶν τοῦ Νάβαλ ἕως πρωΐ οὐροῦντα πρὸς τοῖχον."],["23","Καὶ εἶδεν Ἀβιγαία τὸν Δαυίδ, καὶ ἔσπευσε καὶ κατεπήδησεν ἀπὸ τῆς ὄνου, καὶ ἔπεσεν ἐνώπιον Δαυὶδ ἐπὶ πρόσωπον αὐτῆς, καὶ προσεκύνησεν αὐτῷ ἐπὶ τὴν γῆν"],["24","ἐπὶ τοὺς πόδας αὐτοῦ, καὶ εἶπεν, ἐν ἐμοὶ κύριέ μου ἡ ἀδικία μου, λαλησάτω δὴ ἡ δούλη σου εἰς τὰ ὦτά σου, καὶ ἄκουσον λόγων τῆς δούλης σου."],["25","Μὴ δὴ θέσθω ὁ κύριός μου καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν τοῦτον, ὅτι κατὰ τὸ ὄνομα αὐτοῦ οὗτός ἐστι· Νάβαλ ὄνομα αὐτῷ, καὶ ἀφροσύνη μετʼ αὐτοῦ· καὶ ἐγὼ ἡ δούλη σου οὐκ εἶδον τὰ παιδάρια τοῦ κυρίου μου ἃ ἀπέστειλας."],["26","Καὶ νῦν κύριέ μου, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, καθὼς ἐκώλυσέ σε Κύριος τοῦ μὴ ἐλθεῖν εἰς αἷμα ἀθῶον, καὶ σώζειν τὴν χεῖρά σου σοί· καὶ νῦν γένοιντο ὡς Νάβαλ οἱ ἐχθροί σου καὶ οἱ ζητοῦντες τῷ κυρίῳ μου κακά."],["27","Καὶ νῦν λάβε τὴν εὐλογίαν ταύτην, ἣν ἐνήνοχεν ἡ δούλη σου τῷ κυρίῳ μου, καὶ δώσεις τοῖς παιδαρίοις τοῖς παρεστηκόσι τῷ κυρίῳ μου."],["28","Ἆρον δὴ τὸ ἀνόμημα τῆς δούλης σου, ὅτι ποιῶν ποιήσει Κύριος τῷ κυρίῳ μου οἶκον πιστὸν, ὅτι πόλεμον κυρίου μου ὁ Κύριος πολεμεῖ, καὶ κακία οὐχ εὑρεθήσεται ἐν σοὶ πώποτε."],["29","Καὶ ἀναστήσεται ἄνθρωπος καταδιώκων σε καὶ ζητῶν τὴν ψυχήν σου, καὶ ἔσται ψυχὴ κυρίου μου ἐνδεδεμένη ἐν δεσμῷ τῆς ζωῆς παρὰ Κυρίῳ τῷ Θεῷ, καὶ ψυχὴν ἐχθρῶν σου σφενδονήσεις ἐν μέσῳ τῆς σφενδόνης."],["30","Καὶ ἔσται ὅτε ποιήσῃ Κύριος τῷ κυρίῳ μου πάντα ὅσα ἐλάλησεν ἀγαθὰ ἐπὶ σὲ, καὶ ἐντελεῖταί σοι εἰς ἡγούμενον ἐπὶ Ἰσραὴλ,"],["31","καὶ οὐκ ἔσται σοι τοῦτο βδελυγμὸς καὶ σκάνδαλον τῷ κυρίῳ μου, ἐκχέαι αἷμα ἀθῶον δωρεὰν, καὶ σῶσαι χεῖρα κυρίῳ μου αὐτῷ· καὶ ἀγαθώσαι Κύριος τῷ κυρίῳ μοῦ, καὶ μνησθήσῃ τῆς δούλης σου ἀγαθῶσαι αὐτῇ."],["32","Καὶ εἶπε Δαυὶδ τῇ Ἀβιγαίᾳ, εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὃς ἀπέστειλέ σε σήμερον ἐν ταύτῃ εἰς ἀπάντησίν μοι,"],["33","καὶ εὐλογητὸς ὁ τρόπος σου, καὶ εὐλογημένη σὺ ἡ ἀποκωλύσασά με σήμερον ἐν ταύτῃ μὴ ἐλθεῖν εἰς αἵματα, καὶ σῶσαι χεῖρά μου ἐμοί."],["34","Πλὴν ὅτι ζῇ Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὃς ἀπεκώλυσέ σε σήμερον τοῦ κακοποιῆσαί σε, ὅτι εἰ μὴ ἔσπευσας καὶ παρεγένου εἰς ἀπάντησίν μοι, τότε εἶπα, εἰ ὑπολειφθήσεται τῷ Νάβαλ ἕως φωτὸς τοῦ πρωῒ οὐρῶν πρὸς τοῖχον."],["35","Καὶ ἔλαβε Δαυὶδ ἐκ χειρὸς αὐτῆς πάντα ἃ ἔφερεν αὐτῷ, καὶ εἶπεν αὐτῇ, ἀνάβηθι εἰς εἰρήνην εἰς οἶκόν σου· βλέπε, ἤκουσα τῆς φωνῆς σου, καὶ ἠρέτισα τὸ πρόσωπόν σου."],["36","Καὶ παρεγενήθη Ἀβιγαία πρὸς Νάβαλ· καὶ ἰδοὺ αὐτῷ πότος ἐν οἴκῳ αὐτοῦ, ὡς πότος βασιλέως· καὶ ἡ καρδία Νάβαλ ἀγαθὴ ἐπʼ αὐτόν· καὶ αὐτὸς μεθύων ἕως σφόδρα· καὶ οὐκ ἀπήγγειλεν αὐτῷ ῥῆμα μικρὸν ἢ μέγα ἕως φωτὸς τοῦ πρωΐ."],["37","Καὶ ἐγένετο πρωῒ, ὡς ἐξένηψεν ἀπὸ τοῦ οἴνου Νάβαλ, ἀπήγγειλεν ἡ γυνὴ αὐτοῦ τὰ ῥήματα ταῦτα· καὶ ἐναπέθανεν ἡ καρδία αὐτοῦ ἐν αὐτῷ, καὶ αὐτὸς γίνεται ὡς λίθος."],["38","Καὶ ἐγένετο ὡσεὶ δέκα ἡμέραι, καὶ ἐπάταξε Κύριος τὸν Νάβαλ, καὶ ἀπέθανε."],["39","Καὶ ἤκουσε Δαυὶδ, καὶ εἶπεν, εὐλογητὸς Κύριος, ὃς ἔκρινε τὴν κρίσιν τοῦ ὀνειδισμοῦ μου ἐκ χειρὸς Νάβαλ, καὶ τὸν δοῦλον αὐτοῦ περιεποιήσατο ἐκ χειρὸς κακῶν, καὶ τὴν κακίαν Νάβαλ ἀπέστρεψε Κύριος εἰς κεφαλὴν αὐτοῦ. Καὶ ἀπέστειλε Δαυὶδ καὶ ἐλάλησε περὶ Ἀβιγαίας, λαβεῖν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα."],["40","Καὶ ἦλθον οἱ παῖδες Δαυὶδ πρὸς Ἀβιγαίαν εἰς Κάρμηλον, καὶ ἐλάλησαν αὐτῇ, λέγοντες, Δαυὶδ ἀπέστειλεν ἡμᾶς πρὸς σὲ, λαβεῖν σε αὐτῷ εἰς γυναῖκα."],["41","Καὶ ἀνέστη καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον, καὶ εἶπεν, ἰδοὺ ἡ δούλη σου εἰς παιδίσκην νίψαι πόδας τῶν παίδων σου."],["42","Καὶ ἀνέστη Ἀβιγαία, καὶ ἐπέβη ἐπὶ τὴν ὄνον, καὶ πέντε κοράσια ἠκολούθουν αὐτῇ, καὶ ἐπορεύθη ὀπίσω τῶν παίδων Δαυὶδ, καὶ γίνεται αὐτῷ εἰς γυναῖκα."],["43","Καὶ τὴν Ἀχινάαμ ἔλαβε Δαυὶδ ἐξ Ἰεζραὲλ, καὶ ἀμφότεραι ἦσαν αὐτῷ γυναῖκες."],["44","Καὶ Σαοὺλ ἔδωκε Μελχὸλ τὴν θυγατέρα αὐτοῦ τὴν γυναῖκα Δαυὶδ τῷ Φαλτὶ υἱῷ Ἀμὶς τῷ ἐκ Ῥομμᾶ."]],[["1","Καὶ ἔρχονται οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς τὸν Σαοὺλ εἰς τὸν βουνὸν, λέγοντες, ἰδοὺ Δαυὶδ σκεπάζεται μεθʼ ἡμῶν ἐν τῷ βουνῷ τῷ ʼΕχελὰ, κατὰ πρόσωπον τοῦ Ἰεσσεμοῦ."],["2","Καὶ ἀνέστη Σαοὺλ, καὶ κατέβη εἰς τὴν ἔρημον Ζὶφ, καὶ μετʼ αὐτοὺ τρεῖς χιλιάδες ἀνδρῶν ἐκλεκτοὶ ἐξ Ἰσραὴλ, ζητεῖν τὸν Δαυὶδ ἐν τῇ ἐρήμῳ Ζίφ."],["3","Καὶ παρενέβαλε Σαοὺλ ἐν τῷ βουνῷ τῷ Ἐχελὰ τῷ ἐπὶ προσώπου τοῦ Ἰεσσεμοῦ ἐπὶ τῆς ὁδοῦ, καὶ Δαυὶδ ἐκάθισεν ἐν τῇ ἐρήμῳ· καὶ εἶδε Δαυὶδ, ὅτι ἥκει Σαοὺλ ὀπίσω αὐτοῦ εἰς τὴν ἔρημον."],["4","Καὶ ἀπέστειλε Δαυὶδ κατασκόπους, καὶ ἔγνω ὅτι ἥκει Σαοὺλ ἕτοιμος ἐκ Κεϊλά."],["5","Καὶ ἀνέστη Δαυὶδ λάθρα, καὶ εἰσπορεύεται εἰς τὸν τόπον οὗ ἐκάθευδεν ἐκεῖ Σαοὺλ, καὶ ἐκεῖ Ἀβεννὴρ υἱὸς Νὴρ ἀρχιστράτηγος αὐτοῦ· καὶ Σαοὺλ ἐκάθευδεν ἐν λαμπήνῃ, καὶ ὁ λαὸς παρεμβεβληκὼς κύκλῳ αὐτοῦ."],["6","Καὶ ἀπεκρίθη Δαυὶδ, καὶ εἶπε πρὸς Ἀβιμέλεχ τὸν Χετταῖον, καὶ πρὸς Ἀβεσσὰ υἱὸν Σαρουίας ἀδελφὸν Ἰωὰβ, λέγων, τίς εἰσελεύσεται μετʼ ἐμοῦ πρὸς Σαοὺλ εἰς τὴν παρεμβολήν; καὶ εἶπεν Ἀβεσσὰ, ἐγὼ εἰσελεύσομαι μετὰ σοῦ."],["7","Καὶ εἰσπορεύεται Δαυὶδ καὶ Ἀβεσσὰ εἰς τὸν λαὸν τὴν νύκτα· καὶ ἰδοὺ Σαοὺλ καθεύδων ὕπνῳ ἐν λαμπήνῃ, καὶ τὸ δόρυ αὐτοῦ ἐμπεπηγὸς εἰς τὴν γῆν πρὸς κεφαλῆς αὐτοῦ, καὶ Ἀβεννὴρ καὶ ὁ λαὸς αὐτοῦ ἐκάθευδε κύκλῳ αὐτοῦ."],["8","Καὶ εἶπεν Ἀβεσσὰ πρὸς Δαυὶδ, ἀπέκλεισε Κύριος σήμερον τὸν ἐχθρόν σου εἰς χεῖράς σου· καὶ νῦν πατάξω αὐτὸν τῷ δόρατι εἰς τὴν γῆν ἅπαξ, καὶ οὐ δευτερώσω αὐτῷ."],["9","Καὶ εἶπε Δαυὶδ πρὸς Ἀβεσσὰ, μὴ ταπεινώσῃς αὐτὸν, ὅτι τίς ἐποίσει χεῖρα αὐτοῦ ἐπὶ χριστὸν Κυρίου καὶ ἀθωωθήσεται;"],["10","Καὶ εἶπε Δαυὶδ, ζῇ Κύριος, ἐὰν μὴ Κύριος παίσῃ αὐτὸν, ἢ ἡμέρα αὐτοῦ ἔλθῃ καὶ ἀποθάνῃ, ἢ εἰς πόλεμον καταβῇ καὶ προστεθῇ."],["11","Μηδαμῶς μοι παρὰ Κυρίου ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν Κυρίου· καὶ νῦν λάβε δὴ τὸ δόρυ ἀπὸ προσκεφαλῆς αὐτοῦ, καὶ τὸν φακὸν τοῦ ὕδατος, καὶ ἀπέλθωμεν ἡμεῖς καθʼ ἑαυτούς."],["12","Καὶ ἔλαβε Δαυὶδ τὸ δόρυ, καὶ τὸν φακὸν τοῦ ὕδατος ἀπὸ προσκεφαλῆς αὐτοῦ, καὶ ἀπῆλθον καθʼ ἑαυτούς· καὶ οὐκ ἦν ὁ βλέπων, καὶ οὐκ ἦν ὁ γινώσκων, καὶ οὐκ ἦν ὁ ἐξεγειρόμενος, πάντες ὑπνοῦντες, ὅτι θάμβος Κυρίου ἐπέπεσεν ἐπʼ αὐτούς."],["13","Καὶ διέβη Δαυὶδ εἰς τὸ πέραν, καὶ ἔστη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους μακρόθεν, καὶ πολλὴ ἡ ὁδὸς ἀναμέσον αὐτῶν."],["14","Καὶ προσεκαλέσατο Δαυὶδ τὸν λαὸν, καὶ τῷ Ἀβεννὴρ ἐλάλησε, λέγεν, οὐκ ἀποκριθήσῃ Ἀβεννήρ; καὶ ἀπεκρίθη ʼΑβεννὴρ, καὶ εἶπε, τίς εἶ σὺ ὁ καλῶν;"],["15","Καὶ εἶπε Δαυὶδ πρὸς Ἀβεννὴρ, οὐκ ἀνὴρ σύ; καὶ τίς, ὡς σὺ, ἐν Ἰσραήλ; καὶ διατί οὐ φυλάσσεις τὸν κύριόν σου τὸν βασιλέα; ὅτι εἰσῆλθεν εἷς ἐκ τοῦ λαοῦ διαφθεῖραι τὸν κύριόν σου τὸν βασιλέα."],["16","Καὶ οὐκ ἀγαθὸν τὸ ῥῆμα τοῦτο, ὃ πεποίηκας· ζῇ Κύριος, ὅτι υἱοὶ θανατώσεως ὑμεῖς, οἱ φυλάσσοντες τὸν βασιλέα τὸν κύριον ὑμῶν τὸν χριστὸν Κυρίου· καὶ νῦν ἴδε δὴ τὸ δόρυ τοῦ βασιλέως, καὶ ὁ φακὸς τοῦ ὕδατος, ποῦ ἐστι τὰ πρὸς κεφαλῆς αὐτοῦ;"],["17","Καὶ ἐπέγνω Σαοὺλ τὴν φωνὴν Δαυὶδ, καὶ εἶπεν, ἡ φωνή σου αὕτη, τέκνον Δαυίδ; καὶ εἶπε Δαυίδ, δοῦλός σου κύριε βασιλεῦ."],["18","Καὶ εἶπεν, ἱνατί τοῦτο καταδιώκει ὁ κύριος ὀπίσω τοῦ δούλου αὐτοῦ; ὅτι τί ἡμάρτηκα; καὶ τί εὑρέθη ἐν ἐμοὶ ἀδίκημα;"],["19","Καὶ νῦν ἀκουσάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ῥῆμα τοῦ δούλου αὐτοῦ· εἰ ὁ Θεὸς ἐπισείει σε ἐπʼ ἐμὲ, ὀσφρανθείη θυσία σου· καὶ εἰ υἱοὶ ἀνθρώπων, ἐπικατάρατοι οὗτοι ἐνώπιον Κυρίου, ὅτι ἐξέβαλόν με σήμερον μὴ ἐστηρίθαι ἐν κληρονομίᾳ Κυρίου, λέγοντες, πορεύου, δούλευε θεοῖς ἑτέροις."],["20","Καὶ νῦν μὴ πέσοι τὸ αἷμά μου ἐπὶ τὴν γῆν ἐξεναντίας προσώπου Κυρίου, ὅτι ἐξελήλυθεν ὁ βασιλεὺς Ἰσραὴλ ζητεῖν ψυχήν μου, καθὼς καταδιώκει ὁ νυκτικόραξ ἐν τοῖς ὄρεσι."],["21","Καὶ εἶπε Σαοὺλ, ἡμάρτηκα· ἐπίστρεφε, τέκνον Δαυὶδ, ὅτι οὐ κακοποιήσω σε, ἀνθʼ ὧν ἔντιμος ψυχή μου ἐν ὀφθαλμοῖς σου, καὶ ἐν τῇ σήμερον μεματαίωμαι καὶ ἠγνόηκα πολλὰ σφόδρα."],["22","Καὶ ἀπεκρίθη Δαυὶδ, καὶ εἶπεν, ἰδοὺ τὸ δόρυ τοῦ βασιλέως· διελθέτω εἷς τῶν παιδαρίων καὶ λαβέτω αὐτό·"],["23","Καὶ Κύριος ἐπιστρέψει ἑκάστῳ κατὰ τὰς δικαιοσύνας αὐτοῦ καὶ τὴν πίστιν αὐτοῦ· ὡς παρέδωκέ σε Κύριος σήμερον εἰς χεῖράς μου, καὶ οὐκ ἠθέλησα ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν Κυρίου."],["24","Καὶ ἰδοὺ καθὼς ἐμεγαλύνθη ἡ ψυχή σου σήμερον ἐν ταύτῃ ἐν ὀφθαλμοῖς μου, οὕτως μεγαλυνθείη ἡ ψυχή μου ἐνώπιον Κυρίου, καὶ σκεπάσαι με, καὶ ἐξελεῖταί με ἐκ πάσης θλίψεως."],["25","Καὶ εἶπε Σαοὺλ πρὸς Δαυὶδ, εὐλογημένος σὺ, τέκνον· καὶ ποιῶν ποιήσεις, καὶ δυνάμενος δυνήσῃ· καὶ ἀπῆλθε Δαυὶδ εἰς τὴν ὁδὸν αὐτοῦ, καὶ Σαοὺλ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ."]],[["1","Καὶ εἶπε Δαυὶδ ἐν τῇ καρδίᾳ αὐτοῦ, λέγων, νῦν προστεθήσομαι ἐν ἡμέρᾳ μιᾷ εἰς χεῖρας Σαούλ· καὶ οὐκ ἔστι μοι ἀγαθὸν ἐὰν μὴ σωθῶ εἰς γῆν ἀλλοφύλων, καὶ ἀνῇ ἀπʼ ἐμοῦ Σαοὺλ τοῦ ζητεῖν με εἰς πᾶν ὅριον Ἰσραὴλ, καὶ σωθήσομαι ἐκ χειρὸς αὐτοῦ."],["2","Καὶ ἀνέστη Δαυὶδ καὶ οἱ ἐξακόσιοι ἄνδρες οἱ μετʼ αὐτοῦ, καὶ ἐπορεύθη πρὸς Ἀγχοῦς υἱὸν Ἀμμὰχ βασιλέα Γέθ."],["3","Καὶ ἐκάθισε Δαυὶδ μετὰ Ἀγχοῦς, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ Δαυὶδ καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, Ἀχινάαμ Ἰεζραηλίτις καὶ Ἀβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου."],["4","Καὶ ἀνηγγέλη τῷ Σαοὺλ ὅτι πέφευγε Δαυὶδ εἰς Γὲθ, καὶ οὐ προσέθετο ἔτι ζητεῖν αὐτόν."],["5","Καὶ εἶπε Δαυὶδ πρὸς Ἀγχοῦς, εἰ δὴ εὕρηκεν ὁ δοῦλός σου χάριν ἐν ὀφθαλμοῖς σου, δότωσαν δή μοι τόπον ἐν μιᾷ τῶν πόλεων τῶν κατʼ ἀγρὸν, καὶ καθήσομαι ἐκεῖ· καὶ ἱνατί κάθηται ὁ δοῦλός σου ἐν πόλει βασιλευομένῃ μετὰ σοῦ;"],["6","Καὶ ἔδωκεν αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν Σεκελάκ· διὰ τοῦτο ἐγενήθη Σεκελὰκ τῷ βασιλεῖ τῆς Ἰουδαίας ἕως τῆς ἡμέρας ταύτης."],["7","Καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἡμερῶν ὧν ἐκάθισε Δαυὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων, τέσσαρας μῆνας."],["8","Καὶ ἀνέβαινε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ, καὶ ἐπετίθεντο ἐπὶ πάντα τὸν Γεσιρὶ καὶ ἐπὶ τὸν Ἀμαληκίτην· καὶ ἰδοὺ ἡ γῆ κατῳκεῖτο ἀπὸ ἀνηκόντων ἡ ἀπὸ Γελαμψοὺρ τετειχισμένων καὶ ἕως γῆς Αἰγύπτου."],["9","Καὶ ἔτυπτε τὴν γῆν, καὶ οὐκ ἐζωογόνει ἄνδρα ἢ γυναῖκα· καὶ ἐλάμβανον ποίμνια καὶ βουκόλια καὶ ὄνους καὶ καμήλους καὶ ἱματισμὸν, καὶ ἀνέστρεψαν καὶ ἤρχοντο πρὸς Ἀγχοῦς."],["10","Καὶ εἶπεν Ἀγχοῦς πρὸς Δαυὶδ ἐπὶ τίνα ἐπέθεσθε σήμερον; καὶ εἶπε Δαυὶδ πρὸς Ἀγχοῦς, κατὰ Νότον τῆς Ἰουδαίας καὶ κατὰ Νότον Ἰεσμεγὰ καὶ κατὰ Νότον τοῦ Κενεζί."],["11","Καὶ ἄνδρα καὶ γυναῖκα οὐκ ἐζωογόνησα τοῦ εἰσαγαγεῖν εἰς Γὲθ, λέγων, μὴ ἀναγγειλωσιν εἰς Γὲθ καθʼ ἡμῶν, λέγοντες, τάδε Δαυὶδ ποιεῖ· καὶ τόδε τὸ δικαίωμα αὐτοῦ πάσας τὰς ἡμέρας ἃς ἐκάθητο Δαυὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων."],["12","Καὶ ἐπιστεύθη Δαυὶδ ἐν τῷ Ἀγχοῦς σφόδρα, λέγων, ἤσχυνται αἰσχυνόμενος ἐν τῷ λαῷ αὐτοῦ ἐν Ἰσραὴλ, καὶ ἔσται μοι δοῦλος εἰς τὸν αἰῶνα."]],[["1","Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συναθροίζονται ἀλλόφυλοι ἐν ταῖς παρεμβολαῖς αὐτῶν ἐξελθεῖν πολεμεῖν μετὰ Ἰσραήλ· καὶ εἶπεν Ἀγχοῦς πρὸς Δαυὶδ, γινώσκων γνώσῃ, ὅτι μετʼ ἐμοῦ ἐξελεύσῃ εἰς πόλεμον σὺ, καὶ οἱ ἄνδρες σου."],["2","Καὶ εἶπε Δαυὶδ πρὸς Ἀγχοῦς, οὕτω νῦν γνώσῃ ἃ ποιήσει ὁ δοῦλός σου· καὶ εἶπεν Ἀγχοῦς πρὸς Δαυὶδ, οὕτως ἀρχισωματοφύλακα θήσομαί σε πάσας τὰς ἡμέρας"],["3","Καὶ Σαμουὴλ ἀπέθανε, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραὴλ, καὶ θάπτουσιν αὐτὸν ἐν Ἀρμαθαὶμ ἐν πόλει αὐτοῦ. καὶ Σαοὺλ περιεῖλε τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς."],["4","Καὶ συναθροίζονται οἱ ἀλλόφυλοι, καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωνάμ· καὶ συναθροίζει Σαοὺλ πάντα ἄνδρα Ἰσραὴλ, καὶ παρεμβάλλουσιν εἰς Γελβουέ."],["5","Καὶ εἶδε Σαοὺλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων, καὶ ἐφοβήθη, καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα."],["6","Καὶ ἐπηρώτησε Σαοὺλ διὰ Κυρίου, καὶ οὐκ ἀπεκρίθη αὐτῷ Κύριος ἐν τοῖς ἐνυπνίοις καὶ ἐν τοῖς δήλοις καὶ ἐν τοῖς προφήταις."],["7","Καὶ εἶπε Σαοὺλ τοῖς παισὶν αὐτοῦ, ζητήσατέ μοι γυναῖκα ἐγγαστρίμυθον, καὶ πορεύσομαι πρὸς αὐτὴν, καὶ ζητήσω ἐν αὐτῇ· καὶ εἶπαν οἱ παἷδες αὐτοῦ πρὸς αὐτὸν ἰδοὺ γυνὴ ἐγγαστρίμυθος ἐν Ἀενδώρ."],["8","Καὶ συνεκαλύψατο Σαοὺλ, καὶ περιεβάλετο ἱμάτια ἕτερα, καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετʼ αὐτοῦ, καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς, καὶ εἶπεν αὐτῇ, μάντευσαι δή μοι ἐν τῷ ἐγγαστριμύθῳ, καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι."],["9","Καὶ εἶπεν αὐτῷ ἡ γυνὴ, ἰδοὺ δὴ σὺ οἶδας ὅσα ἐποίησε Σαοὺλ, ὡς ἐξωλόθρευσε τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς, καὶ ἱνατί σὺ παγιδεύεις τὴν ψυχήν μοι θανατῶσαι αὐτήν;"],["10","Καὶ ὤμοσεν αὐτῇ Σαοὺλ, λέγων, ζῇ Κύριος, εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ."],["11","Καὶ εἶπεν ἡ γυνὴ, τίνα ἀναγάγω σοι; καὶ εἶπε, τὸν Σαμουὴλ ἀνάγαγέ μοι."],["12","Καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουὴλ, καὶ ἀνεβόησε φωνῇ μεγάλῃ· καὶ εἶπεν ἡ γυνὴ πρὸς Σαοὺλ, ἱνατί παρελογίσω με; καὶ σὺ εἶ Σαούλ."],["13","Καὶ εἶπεν αὐτῇ ὁ βασιλεὺς, μὴ φοβοῦ, εἶπον τίνα ἑώρακας· καὶ εἶπεν αὐτῷ ἡ γυνὴ, θεοὺς ἑώρακα ἀναβαίνοντας ἐκ τῆς γῆς."],["14","Καὶ εἶπεν αὐτῇ, τί ἔγνως; καὶ εἶπεν αὐτῷ, ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς, καὶ οὗτος διπλοΐδα ἀναβεβλημένος· καὶ ἔγνω Σαοὺλ, ὅτι οὗτος Σαμουὴλ, καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ προσεκύνησεν αὐτῷ."],["15","Καὶ εἶπε Σαμουὴλ, ἱνατί παρηνώχλησάς μοι ἀναβῆναί με; καὶ εἶπε Σαοὺλ, θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοὶ, καὶ ὁ Θεὸς ἀφέστηκεν ἀπʼ ἐμοῦ, καὶ οὐκ ἐπακήκοέ μοι ἔτι καὶ ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις· καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω."],["16","Καὶ εἶπε Σαμουὴλ, ἱνατί ἐπερωτᾷς με, καὶ Κύριος ἀφέστηκεν ἀπὸ σοῦ, καὶ γέγονε μετὰ τοῦ πλησίον σου;"],["17","Καὶ πεποίηκε Κύριος σοι, καθὼς ἐλάλησε Κύριος ἐν χειρί μου, καὶ διαῤῥήξει Κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου, καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυὶδ,"],["18","διότι οὐκ ἤκουσας φωνῆς Κυρίου, καὶ οὐκ ἐποίησας θυμὸν ὀργῆς αὐτοῦ ἐν Ἀμαλὴκ, διὰ τοῦτο τὸ ῥῆμα ἐποίησε Κύριός σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ."],["19","Καὶ παραδώσει Κύριος τὸν Ἰσραὴλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων, καὶ αὔριον σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται, καὶ τὴν παρεμβολὴν Ἰσραὴλ δώσει Κύριος εἰς χεῖρας ἀλλοφύλων."],["20","Καὶ ἔσπευσε Σαοὺλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν, καὶ ἐφοβήθη σφόδρα ἀπὸ τῶν λόγων Σαμουὴλ, καὶ ἐν αὐτῷ οὐκ ἦν ἰσχὺς ἔτι, οὐ γὰρ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην."],["21","Καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς Σαοὺλ, καὶ εἶδεν ὅτι ἔσπευσε σφόδρα, καὶ εἶπε πρὸς αὐτὸν, ἰδοὺ δὴ ἤκουσεν ἡ δούλη σου τῆς φωνῆς σου, καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου, καὶ ἤκουσα τοὺς λόγους οὓς ἐλάλησάς μοι."],["22","Καὶ νῦν ἄκουσον δὴ φωνῆς τῆς δούλης σου, καὶ παραθήσω ἐνώπιόν σου ψωμὸν ἄρτου, καὶ φάγε, καὶ ἔσται σοὶ ἰσχὺς, ὅτι πορεύῃ ἐν ὁδῷ."],["23","Καὶ οὐκ ἐβουλήθη φαγεῖν· καὶ παρεβιάζοντο αὐτὸν οἱ παῖδες αὐτοῦ καὶ ἡ γυνὴ, καὶ ἤκουσε τῆς φωνῆς αὐτῶν, καὶ ἀνέστη ἀπὸ τῆς γῆς, καὶ ἐκάθισεν ἐπὶ τὸν δίφρον."],["24","Καὶ τῇ γυναικὶ ἦν δάμαλις νομὰς ἐν τῇ οἰκίᾳ· καὶ ἔσπευσε καὶ ἔθυσεν αὐτήν· καὶ ἔλαβεν ἄλευρα καὶ ἐφύρασε, καὶ ἔπεψεν ἄζυμα,"],["25","καὶ προσήγαγεν ἐνώπιον Σαοὺλ, καὶ ἐνώπιον τῶν παίδων αὐτοῦ· καὶ ἔφαγον, καὶ ἀνέστησαν καὶ ἀπῆλθον τὴν νύκτα ἐκείνην."]],[["1","Καὶ συναθροίζουσιν ἀλλόφυλοι πάσας τὰς παρεμβολὰς αὐτῶν εἰς Ἀφὲκ, καὶ Ἰσραὴλ παρενέβαλεν ἐν Ἀεδὼρ τὴν ἐν Ἰεζραέλ."],["2","Καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων παρεπορεύοντο εἰς ἑκατοντάδας καὶ χιλιάδας, καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ παρεπορεύοντο ἐπʼ ἐσχάτων μετὰ Ἀγχοῦς."],["3","Καὶ εἶπον οἱ σατράπαι τῶν ἀλλοφύλων, τίνες οἱ διαπορευόμενοι οὗτοι; καὶ εἶπεν Ἀγχοῦς πρὸς τοὺς στρατηγοὺς τῶν ἀλλοφύλων, οὐκ οὗτος Δαυὶδ ὁ δοῦλος Σαοὺλ βασιλέως Ἰσραήλ; γέγονε μεθʼ ἡμῶν ἡμέρας τοῦτο δεύτερον ἔτος, καὶ οὐχ εὕρηκα ἐν αὐτῷ οὐθὲν ἀφʼ ἧς ἡμέρας ἐνέπεσε πρὸς μὲ καὶ ἕως τῆς ἡμέρας ταύτης."],["4","Καὶ ἐλυπήθησαν ἐπʼ αὐτῷ οἱ στρατηγοὶ τῶν ἀλλοφύλων, καὶ λέγουσιν αὐτῷ, ἀπόστρεψον τὸν ἄνδρα, καὶ ἀποστραφήτω εἰς τὸν τόπον αὐτοῦ, οὗ κατέστησας αὐτὸν ἐκεῖ, καὶ μὴ ἐρχέσθω μεθʼ ἡμῶν εἰς τὸν πόλεμον, καὶ μὴ γινέσθω ἐπίβουλος τῆς παρεμβολῆς· καὶ ἐν τίνι διαλλαγήσεται οὗτος τῷ κυρίῳ αὐτοῦ; οὐχὶ ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων;"],["5","οὐχ οὗτος Δαυὶδ, ᾧ ἐξῆρχον ἐν χοροῖς, λέγοντες, ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ, καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ;"],["6","Καὶ ἐκάλεσεν Ἀγχοῦς τὸν Δαυὶδ, καὶ εἶπεν αὐτῷ, ζῇ Κύριος, ὅτι εὐθὺς σὺ καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς μου, καὶ ἡ ἔξοδός σου καὶ ἡ εἴσοδός σου μετʼ ἐμοῦ ἐν τῇ παρεμβολῇ, καὶ ὅτι οὐχ εὕρηκα κατὰ σοῦ κακίαν ἀφʼ ἧς ἡμέρας ἥκεις πρὸς μὲ ἕως τῆς σήμερον ἡμέρας· καὶ ἐν ὀφθαλμοῖς τῶν σατραπῶν οὐκ ἀγαθὸς σύ."],["7","Καὶ νῦν ἀνάστρεφε καὶ πορεύου εἰς εἰρήνην, καὶ οὐ μὴ ποιήσῃς κακίαν ἐν ὀφθαλμοῖς τῶν σατραπῶν τῶν ἀλλοφύλων."],["8","Καὶ εἶπε Δαυὶδ πρὸς Ἀγχοῦς, τί πεποίηκά σοι καὶ τί εὗρες ἐν τῷ δούλῳ σου ἀφʼ ἧς ἡμέρας ἤμην ἐνώπιόν σου καὶ ἕως τῆς ἡμέρας ταύτης, ὅτι οὐ μὴ ἔλθω πολεμήσας τοὺς ἐχθροὺς τοῦ κυρίου μου τοῦ βασιλέως;"],["9","Καὶ ἀπεκρίθη Ἀγχοῦς πρὸς Δαυὶδ, οἶδα ὅτι ἀγαθὸς σὺ ἐν ὀφθαλμοῖς μου, ἀλλʼ οἱ σατράπαι τῶν ἀλλοφύλων λέγουσιν, οὐχ ἥξει μεθʼ ἡμῶν εἰς πόλεμον."],["10","Καὶ νῦν ὄρθρισον τοπρωῒ σὺ καὶ οἱ παῖδες τοῦ κυρίου σου οἱ ἥκοντες μετὰ σοῦ, καὶ πορεύεσθε εἰς τὸν τόπον οὗ κατέστησα ὑμᾶς ἐκεῖ, καὶ λόγον λοιμὸν μὴ θῇς ἐν καρδίᾳ σου, ὅτι ἀγαθὸς σὺ ἐνώπιόν μου· καὶ ὀρθρίσατε ἐν τῇ ὁδῷ καὶ φωτισάτω ὑμῖν, καὶ πορεύθητε."],["11","Καὶ ὤρθρισε Δαυὶδ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἀπελθεῖν καὶ φυλάσσειν τὴν γῆν τῶν ἀλλοφύλων, καὶ οἱ ἀλλόφυλοι ἀνέβησαν πολεμεῖν ἐπὶ Ἰεζραήλ."]],[["1","Καὶ ἐγενήθη εἰσελθόντος Δαυὶδ καὶ τῶν ἀνδρῶν αὐτοῦ τὴν Σεκελὰκ τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ Ἀμαλὴκ ἐπέθετο ἐπὶ τὸν Νότον καὶ ἐπὶ τὴν Σεκελὰκ, καὶ ἐπάταξε τὴν Σεκελὰκ καὶ ἐνεπύρισαν αὐτὴν ἐν πυρί."],["2","Καὶ τὰς γυναῖκας καὶ πάντα τὰ ἐν αὐτῇ ἀπὸ μικροῦ ἕως μεγάλου οὐκ ἐθανάτωσαν ἄνδρα καὶ γυναῖκα, ἀλλʼ ᾐχμαλὼτευσαν, καὶ ἀπῆλθον εἰς τὴν ὁδὸν αὐτῶν."],["3","Καὶ ἦλθε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς τὴν πόλιν, καὶ ἰδοὺ ἐμπεπύρισται ἐν πυρὶ, αἱ δὲ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν ᾐχμαλωτευμένοι."],["4","Καὶ ᾖρε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ τὴν φωνὴν αὐτῶν, καὶ ἔκλαυσαν ἕως ὅτου οὐκ ἦν ἐν αὐτοῖς ἰσχὺς ἔτι τοῦ κλαίειν."],["5","Καὶ ἀμφότεραι αἱ γυναῖκες Δαυὶδ ᾐχμαλωτεύθησαν, Ἀχιναὰμ ἡ Ἰεζραηλίτις, καὶ Ἀβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου."],["6","Καὶ ἐθλίβη Δαυὶδ σφόδρα, ὅτι εἶπεν ὁ λαὸς λιθοβολῆσαι αὐτὸν, ὅτι κατώδυνος ψυχὴ παντὸς τοῦ λαοῦ ἑκάστου ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς θυγατέρας αὐτοῦ· καὶ ἐκραταιώθη Δαυὶδ ἐν Κυρίῳ Θεῷ αὐτοῦ."],["7","Καὶ εἶπε Δαυὶδ πρὸς Ἀβιάθαρ τὸν ἱερέα υἱὸν Ἀχιμέλεχ, προσάγαγε τὸ ἐφούδ."],["8","Καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Κυρίου, λέγων, εἰ καταδιώξω ὀπίσω τοῦ γεδδοὺρ τούτου; εἰ καταλήμψομαι αὐτούς; καὶ εἶπεν αὐτῷ, καταδίωκε, ὅτι καταλαμβάνων καταλήμψῃ αὐτοὺς, καὶ ἐξαιρούμενος ἐξελῇ."],["9","Καὶ ἐπορεύθη Δαυὶδ αὐτὸς καὶ οἱ ἑξακόσιοι ἄνδρες μετʼ αὐτοῦ, καὶ ἔρχονται ἕως τοῦ χειμάῤῥου Βοσὸρ, καὶ οἱ περισσοὶ ἔστησαν."],["10","Καὶ κατεδίωξεν ἐν τετρακοσίοις ἀνδράσιν· ὑπέστησαν δὲ διακόσιοι ἄνδρες οἵτινες ἐκάθισαν πέραν τοῦ χειμάῤῥου τοῦ Βοσόρ."],["11","Καὶ εὑρίσκουσιν ἄνδρα Αἰγύπτιον ἐν ἀγρῷ, καὶ λαμβάνουσιν αὐτὸν, καὶ ἄγουσιν αὐτὸν πρὸς Δαυίδ· καὶ διδόασιν αὐτῷ ἄρτον καὶ ἔφαγε, καὶ ἐπότισαν αὐτὸν ὕδωρ·"],["12","καὶ διδόασιν αὐτῷ κλάσμα παλάθης καὶ ἔφαγε, καὶ κατέστη τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ· ὅτι οὐ βεβρώκει ἄρτον, καὶ οὐ πεπώκει ὕδωρ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας."],["13","Καὶ εἶπεν αὐτῷ Δαυὶδ, τίνος σὺ εἶ, καὶ πόθεν εἶ; καὶ εἶπε τὸ παιδάριον τὸ Αἰγύπτιον, ἐγώ εἰμι δοῦλος ἀνδρὸς Ἀμαληκίτου, καὶ κατέλιπέ με ὁ κύριός μου, ὅτι ἠνωχλήθην ἐγὼ σήμερον τριταῖος."],["14","Καὶ ἡμεῖς ἐπεθέμεθα ἐπὶ τὸν Νότον τοῦ Χελεθὶ, καὶ ἐπὶ τὰ τῆς Ἰουδαίας μέρη, καὶ ἐπὶ Νότον Χελοὺβ, καὶ τὴν Σεκελὰκ ἐνεπυρίσαμεν ἐν πυρί."],["15","Καὶ εἶπεν, αὐτῷ Δαυὶδ, εἰ κατάξεις με ἐπὶ τὸ γεδδοὺρ τοῦτο; καὶ εἶπεν, ὄμοσον δή μοι κατὰ τοῦ Θεοῦ μὴ θανατώσειν με, καὶ μὴ παραδοῦναί με εἰς χεῖρας τοῦ κυρίου μου, καὶ κατάξω σε ἐπὶ τὸ γεδδοὺρ τοῦτο."],["16","Καὶ κατήγαγεν αὐτὸν ἐκεῖ, καὶ ἰδοὺ οὗτοι διακεχυμένοι ἐπὶ πρόσωπον πάσης τῆς γῆς, ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἐν πᾶσι τοῖς σκύλοις τοῖς μεγάλοις, οἷς ἔλαβον ἐκ γῆς ἀλλοφύλων καὶ ἐκ γῆς Ἰούδα."],["17","Καὶ ἦλθεν ἐπʼ αὐτοὺς Δαυὶδ, καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ ἑωσφόρου ἕως δείλης καὶ τῇ ἐπαύριον· καὶ οὐκ ἐσώθη ἐξ αὐτῶν ἀνὴρ, ὅτι ἀλλʼ ἢ τετρακόσια παιδάρια, ἃ ἦν ἐπιβεβηκότα ἐπὶ τὰς καμήλους, καὶ ἔφυγον."],["18","Καὶ ἀφείλατο Δαυὶδ πάντα ἃ ἔλαβον οἱ Ἀμαληκῖται, καὶ ἀμφότερας τὰς γυναῖκας αὐτοῦ ἐξείλατο."],["19","Καὶ οὐ διεφώνησεν αὐτοῖς ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἀπὸ τῶν σκύλων, καὶ ἕως υἱῶν καὶ θυγατέρων, καὶ ἕως πάντων ὧν ἔλαβον αὐτῶν, καὶ πάντα ἐπέστρεψε Δαυίδ."],["20","Καὶ ἔλαβε πάντα τὰ ποίμνια, καὶ τὰ βουκόλια, καὶ ἀπήγαγεν ἔμπροσθεν τῶν σκύλων· καὶ τοῖς σκύλοις ἐκείνοις ἐλέγετο, ταῦτα τὰ σκῦλα Δαυίδ."],["21","Καὶ παραγίνεται Δαυὶδ πρὸς τοὺς διακοσὶους ἄνδρας τούς ὑπολειφθέντας τοῦ πορεύεσθαι ὀπίσω Δαυὶδ, καὶ ἐκάθισεν αὐτοὺς ἐν τῷ χειμάῤῥῳ τοῦ Βοσὸρ, καὶ ἐξῆλθον εἰς ἀπάντησιν Δαυὶδ καὶ εἰς ἀπάντησιν τοῦ λαοῦ τοῦ μετʼ αὐτοῦ· καὶ προσήγαγε Δαυὶδ ἕως τοῦ λαοῦ, καὶ ἠρώτησαν αὐτὸν τὰ εἰς εἰρήνην."],["22","Καὶ ἀπεκρίθη πᾶς ἀνὴρ λοιμὸς καὶ πονηρὸς τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν πορευθέντων μετὰ Δαυὶδ, καὶ εἶπον, ὅτι οὐ κατεδίωξαν μεθʼ ἡμῶν, οὐ δώσομεν αὐτοῖς ἐκ τῶν σκύλων ὧν ἐξειλόμεθα, ὅτι ἀλλʼ ἢ ἕκαστος τὴς γυναῖκα αὐτοῦ, καὶ τὰ τέκνα αὐτοῦ ἀπαγέσθωσαν, καὶ ἀποστρεφέτωσαν."],["23","Καὶ εἶπε Δαυὶδ, οὐ ποιήσετε οὕτως, μετὰ τὸ παραδοῦναι τὸν Κύριον ἡμῖν, καὶ φυλάξαι ἡμᾶς, καὶ παρέδωκε Κύριος τὸν γεδδοὺρ τὸν ἐπερχόμενον ἐφʼ ἡμᾶς, εἰς χεῖρας ἡμῶν."],["24","Καὶ τίς ἐπακούσεται ὑμῶν τῶν λόγων τούτων; ὅτιδοὐχ ἧττον ἡμῶν εἰσι, διότι κατὰ τὴν μερίδα τοῦ καταβαίνοντος εἰς τὸν πόλεμον, οὕτως ἔσται ἡ μερὶς τοῦ καθημένου ἐπὶ τὰ σκεύη, κατὰ τὸ αὐτὸ μεριοῦνται."],["25","Καὶ ἐγενήθη ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω, καὶ ἐγένετο εἰς προστάγμα καὶ εἱς δικαίωμα τῷ Ἰσραὴλ ἕως τῆς σήμερον."],["26","Καὶ ἦλθε Δαυὶδ εἰς Σεκελὰκ, καὶ ἀπέστειλε τοῖς πρεσβυτέροις τῶν σκύλων Ἰούδα καὶ τοῖς πλησίον αὐτοῦ, λέγων, ἰδοὺ ἀπὸ τῶν σκύλων τῶν ἐχθρῶν Κυρίου,"],["27","τοῖς ἐν Βαιθσοὺρ, καὶ τοῖς Ῥαμᾷ Νότου, καὶ τοῖς ἐν Γεθὸρ,"],["28","καὶ τοῖς ἐν Ἀροὴρ, καὶ τοῖς ἐν Ἀμμαδὶ, καὶ τοῖς ἐν Σαφὶ, καὶ τοῖς ἐν Ἐσθιὲ,"],["28a","καὶ τοὶς ἐν Γὲθ, καὶ τοῖς ἐν Κιμὰθ, καὶ τοῖς ἐν Σαφὲκ, καὶ τοῖς ἐν Θημὰθ,"],["29","καὶ τοῖς ἐν Καρμήλῳ, καὶ τοῖς ἐν ταῖς πόλεσι τοῦ Ἱερεμεὴλ, καὶ τοῖς ἐν ταῖς πόλεσι τοῦ Κενεζὶ,"],["30","καὶ τοῖς ἐν Ἱεριμοὺθ, καὶ τοῖς ἐν Βηρσαβεὶ, καὶ τοῖς ἐν Νομβὲ,"],["31","καὶ τοῖς ἐν Χεβρὼν, καὶ πάντας τοὺς τόπους οὓς διῆλθε Δαυὶδ ἐκεῖ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ."]],[["1","Καὶ οἱ ἀλλόφύλοι ἐπολέμουν ἐπὶ Ἰσραήλ· καὶ ἔφυγον οἱ ἄνδρες Ἰσραὴλ ἐκ προσώπου τῶν ἀλλοφύλων, καὶ πίπτουσι τραυματίαι ἐν τῷ ὄρει τῷ Γελβουέ."],["2","Καὶ συνάπτουσιν οἱ ἀλλόφυλοι τῷ Σαοὺλ καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ τύπτουσιν ἀλλόφυλοι τὸν Ἰωναθάν, καὶ τὸν Ἀμιναδὰβ, καὶ τὸν Μελχισᾶ υἱὸν Σαούλ."],["3","Καὶ βαρύνεται ὁ πόλεμος ἐπὶ Σαοὺλ, καὶ εὑρίσκουσιν αὐτὸν οἱ ἀκοντισταὶ ἄνδρες τόξοται, καὶ ἐτραυματίσθη εἰς τὰ ὑποχόνδρια."],["4","Καὶ εἶπε Σαοὺλ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ, σπάσαι τὴν ῥομφαίαν σου καὶ ἀποκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἀποκεντήσωσί με καὶ ἐμπαίξωσιν ἐμοί· καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβήθη σφόδρα· καὶ ἔλαβε Σαοὺλ τὴν ῥομφαίαν, καὶ ἐπέπεσεν ἐπʼ αὐτήν."],["5","Καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι τέθνηκε Σαοὺλ, καὶ ἐπέπεσε καὶ αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ, καὶ ἀπέθανε μετʼ αὐτοῦ."],["6","Καὶ ἀπέθανε Σαοὺλ, καὶ οἱ τρεῖς υἱοὶ αὐτοῦ, καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κατὰ τὸ αὐτό."],["7","Καὶ εἶδον οἱ ἄνδρες Ἰσραὴλ οἱ ἐν τῷ πέραν τῆς κοιλάδος καὶ οἱ ἐν τῷ πέραν τοῦ Ἰορδάνου, ὅτι ἔφυγον οἱ ἄνδρες Ἰσραὴλ, καὶ ὅτι τέθνηκε Σαοὺλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ καταλείπουσι τὰς πόλεις αὐτῶν καὶ φεύγουσι· καὶ ἔρχονται οἱ ἀλλόφυλοι καὶ κατοικοῦσιν ἐν αὐταῖς."],["8","Καὶ ἐγενήθη τῇ ἐπαύριον ἔρχονται οἱ ἀλλόφυλοι ἐκδιδύσκειν τοὺς νεκροὺς, καὶ εὑρίσκουσι τὸν Σαοὺλ καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ πεπτωκότας ἐπὶ τὰ ὄρη Γελβούε."],["9","Καὶ ἀποστρέφουσιν αὐτὸν, καὶ ἐξέδυσαν τὰ σκεύη αὐτοῦ, καὶ ἀποστέλλουσιν αὐτὰ εἰς γῆν ἀλλοφύλων, κύκλῳ εὐαγγελίζοντες τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ."],["10","Καὶ ἀνέθηκαν τὰ σκεύη αὐτοῦ εἰς τὸ Ἀσταρτεῖον, καὶ τὸ σῶμα αὐτοῦ κατέπηξαν ἐν τῷ τείχει Βαιθσάμ."],["11","Καὶ ἀκούουσιν οἱ κατοικοῦντες Ἰαβὶς τῆς Γαλααδίτιδος ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τῷ Σαούλ."],["12","Καὶ ἀνέστησαν πᾶς ἀνὴρ δυνάμεως, καὶ ἐπορεύθησαν ὅλην τὴν νύκτα, καὶ ἔλαβον τὸ σῶμα Σαοὺλ καὶ τὸ σῶμα Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ ἀπὸ τοῦ τείχους Βαιθσὰμ, καὶ φέρουσιν αὐτοὺς εἰς Ἰαβὶς, καὶ κατακαίουσιν αὐτοὺς ἐκεῖ."],["13","Καὶ λαμβάνουσιν τὰ ὀστᾶ αὐτῶν, καὶ θάπτουσιν ὑπὸ τὴν ἄρουραν τὴν ἐν Ἰαβὶς, καὶ νηστεύουσιν ἑπτὰ ἡμέρας."]]] \ No newline at end of file diff --git a/lines/kings-ii.json b/lines/kings-ii.json new file mode 100644 index 0000000000000000000000000000000000000000..b2ee081c343a1891359cd9855ac4dfa0467044a0 --- /dev/null +++ b/lines/kings-ii.json @@ -0,0 +1 @@ +[[["1","ΚΑΙ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Σαοὺλ, καὶ Δαυὶδ ἀνέστρεψε τύπτων τὸν Ἀμαλὴκ, καὶ ἐκάθισε Δαυὶδ ἐν Σεκελὰκ ἡμέρας δύο."],["2","Καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ Σαοὺλ, καὶ τὰ ἱμάτια αὐτοῦ διεῤῥωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ· καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς Δαυὶδ, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ."],["3","Καὶ εἶπεν αὐτῷ Δαυὶδ, πόθεν σὺ παραγίνῃ; καὶ εἶπεν πρὸς αὐτὸν, ἐκ τῆς παρεμβολῆς Ἰσραὴλ ἐγὼ διασέσωσμαι."],["4","Καὶ εἶπεν αὐτῷ Δαυὶδ, τίς ὁ λόγος οὗτος; ἀπάγγειλόν μοι· καὶ εἶπεν, ὅτι ἔφυγεν ὁ λαὸς ἐκ τοῦ πολέμου, καὶ πεπτώκασι πολλοὶ ἐκ τοῦ λαοῦ καὶ ἀπέθανον, καὶ Σαοὺλ καὶ Ἰωνάθαν ὁ υἱὸς αὐτοῦ ἀπέθανε."],["5","Καὶ εἶπε Δαυὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγελλοντι αὐτῷ, πῶς οἶδας ὅτι τέθνηκε Σαοὺλ καὶ Ἰωνάθαν ὁ υἱὸς αὐτοῦ;"],["6","Καὶ εἶπε τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτῷ, περιπτώματι περιέπεσον ἐν τῷ ὄρει τῷ Γελβουὲ, καὶ ἰδοὺ Σαοὺλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτοῦ, καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνῆψαν αὐτῷ."],["7","Καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτοῦ, καὶ εἶδέ με, καὶ ἐκάλεσέ με· καὶ εἶπα, ἰδοὺ ἐγώ."],["8","Καὶ εἶπέ μοι, τίς εἶ σύ; καὶ εἶπα, Ἀμαληκίτης ἐγώ εἰμι."],["9","Καὶ εἶπε πρὸς μὲ, στῆθι δὴ ἐπάνω μου καὶ θανάτωσόν με, ὅτι κατέσχε με σκότος δεινὸν, ὅτι πᾶσα ἡ ψυχή μου ἐν ἐμοί."],["10","Καὶ ἐπέστην ἐπʼ αὐτὸν καὶ ἐθανάτωσα αὐτὸν, ὅτι ᾔδειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσεῖν αὐτόν· καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸν χλιδόνα τὸν ἐπὶ τοῦ βραχίονος αὐτοῦ, καὶ ἐνήνοχα αὐτὰ τῷ κυρίῳ μου ὧδε."],["11","Καὶ ἐκράτησε Δαυὶδ τῶν ἱματίων αὐτοῦ, καὶ διέῤῥηξεν αὐτά· καὶ πάντες οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ διέῤῥηξαν τὰ ἱμάτια αὐτῶν."],["12","Καὶ ἐκόψαντο καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ Σαοὺλ καὶ ἐπὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ καὶ ἐπὶ τὸν λαὸν Ἰούδα καὶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ, ὅτι ἐπλήγησαν ἐν ῥομφαίᾳ."],["13","Καὶ εἶπε Δαυὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ, πόθεν εἶ σύ; καὶ εἶπεν, υἱὸς ανδρὸς παροίκου Ἀμαληκίτου ἐγώ εἰμι."],["14","Καὶ εἶπεν αὐτῷ Δαυὶδ, πῶς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν Κυρίου;"],["15","Καὶ ἐκάλεσε Δαυὶδ ἓν τῶν παιδαρίων αὐτοῦ, καὶ εἶπε, προσελθὼν ἀπάντησον αὐτῷ· καὶ ἐπάταξεν αὐτὸν, καὶ ἀπέθανε."],["16","Καὶ εἶπε πρὸς αὐτὸν Δαυὶδ, τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου, ὅτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ, λέγον, ὅτι ἐγὼ ἐθανάτωσα τὸν χριστὸν Κυρίου."],["17","Καὶ ἐθρήνησε Δαυὶδ τὸν θρῆνον τοῦτον ἐπὶ Σαοὺλ καὶ ἐπὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ."],["18","Καὶ εἶπε τοῦ διδάξαι τοὺς υἱοὺς Ἰούδα· ἰδοὺ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐθοῦς."],["19","Στήλωσον Ἰσραὴλ ὑπὲρ τῶν τεθνηκότων ἐπὶ τὰ ὕψη σου τραυματιῶν· πῶς ἔπεσαν δυνατοί;"],["20","Μὴ ἀναγγείλητε ἐν Γὲθ, καὶ μὴ εὐαγγελίσησθε ἐν ταῖς ἐξόδοις Ἀσκάλωνος, μή ποτε εὐφρανθῶσι θυγατέρες ἀλλοφύλων, μή ποτε ἀγαλλιάσωνται θυγατέρες τῶν ἀπεριτμήτων."],["21","Ὄρη τὰ ἐν Γελβουὲ μὴ καταβάτω δρόσος καὶ μὴ ὑετὸς ἐφʼ ὑμᾶς, καὶ ἀγροὶ ἀπαρχῶν, ὅτι ἐκεῖ προσωχθίσθη θυρεὸς δυνατῶν· θυρεὸς Σαοὺλ οὐκ ἐχρίσθη ἐν ἐλαίῳ."],["22","Ἀφʼ αἵματος τραυματιῶν καὶ ἀπὸ στέατος δυνατῶν τόξον Ἰωνάθαν οὐκ ἀπεστράφη κενὸν εἰς τὰ ὀπίσω, καὶ ῥομφαία Σαοὺλ οὐκ ἀνέκαμψε κενή."],["23","Σαοὺλ καὶ Ἰωνάθαν οἱ ἠγαπημένοι καὶ ὡραῖοι οὐ διακεχωρισμένοι, εὐπρεπεῖς ἐν τῇ ζωῇ αὐτῶν, καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν· ὑπὲρ ἀετοὺς κοῦφοι, καὶ ὑπὲρ λέοντας ἐκραταιώθησαν."],["24","Θυγατέρες Ἰσραὴλ ἐπὶ Σαοὺλ κλαύσατε, τὸν ἐνδιδύσκοντα ὑμᾶς κόκκινα μετὰ κόσμου ὑμῶν, τὸν ἀναφέροντα κόσμον χρυσοῦν ἐπὶ τὰ ἐνδύματα ὑμῶν."],["25","Πῶς ἔπεσαν δυνατοὶ ἐν μέσῳ τοῦ πολέμου, Ἰωνάθαν ἐπὶ τὰ ὕψη σου τραυματίαι;"],["26","Ἀλγῶ ἐπὶ σοὶ, ἀδελφέ μου Ἰωνάθαν, ὡραιώθης μοι σφόδρα, ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν."],["27","Πῶς ἔπεσαν δυνατοὶ, καὶ ἀπώλοντο σκεύη πολεμικά;"]],[["1","Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησε Δαυὶδ ἐν Κυρίῳ, λέγων, εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων Ἰούδα; καὶ εἶπε Κύριος πρὸς αὐτὸν, ἀνάβηθι· καὶ εἶπε Δαυὶδ, ποῦ ἀναβῶ; καὶ εἶπεν, εἰς Χεβρών."],["2","Καὶ ἀνέβη ἐκεῖ Δαυὶδ εἰς Χεβρὼν, καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, Ἀχινάαμ ἡ Ἰεζραηλίτις, καὶ Ἀβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου,"],["3","καὶ οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ ἕκαστος, καὶ ὁ οἶκος αὐτοῦ, καὶ κατῴκουν ἐν ταῖς πόλεσι Χεβρών."],["4","Καὶ ἔρχονται ἄνδρες τῆς Ἰουδαίας, καὶ χρίουσι τὸν Δαυὶδ ἐκεῖ τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον Ἰούδα· Καὶ ἀπήγγειλαν τῷ Δαυὶδ, λέγοντες, ὅτι οἱ ἄνδρες Ἰαβὶς τῆς Γαλααδίτιδος ἔθαψαν τὸν Σαούλ."],["5","Καὶ ἀπέστειλε Δαυὶδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους Ἰαβὶς τῆς Γαλααδίτιδος, καὶ εἶπε πρὸς αὐτοὺς Δαυὶδ, εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, ὅτι ἐποιήσατε τὸ ἔλεος τοῦτο ἐπὶ τὸν κύριον ὑμῶν, ἐπὶ Σαοὺλ τὸν χριστὸν Κυρίου, καὶ ἐθάψατε αὐτὸν καὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ."],["6","Καὶ νῦν ποιῆσαι Κύριος μεθʼ ὑμῶν ἔλεος καὶ ἀλήθειαν· καί γε ἐγὼ ποιήσω μεθʼ ὑμῶν τὸ ἀγαθὸν τοῦτο, ὅτι ἐποιήσατε τὸ ῥῆμα τοῦτο."],["7","Καὶ νῦν κραταιούσθωσαν αἱ χεῖρες ὑμῶν, καὶ γίνεσθε εἰς υἱοὺς δυνατοὺς, ὅτι τέθνηκεν ὁ κύριος ὑμῶν Σαοὺλ, καί γε ἐμὲ κέχρικεν ὁ οἶκος Ἰούδα ἐφʼ ἑαυτὸν εἰς βασιλέα."],["8","Καὶ Ἀβεννὴρ υἱὸς Νὴρ ἀρχιστράτηγος τοῦ Σαοὺλ ἔλαβε τὸν Ἰεβοσθὲ υἱὸν Σαοὺλ, καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τῆς παρεμβολῆς εἰς Μαναὲμ,"],["9","καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδίτιν, καὶ ἐπὶ τὸν Θασιρὶ, καὶ ἐπὶ τὸν Ἰεζραὴλ, καὶ ἐπὶ τὸν Ἐφραὶμ, καὶ ἐπὶ τὸν Βενιαμὶν, καὶ ἐπὶ πάντα Ἰσραήλ."],["10","Τεσσαράκοντα ἐτῶν Ἰεβοσθὲ υἱὸς Σαοὺλ, ὅτε ἐβασίλευσεν ἐπὶ τὸν Ἰσραὴλ· καὶ δύο ἔτη ἐβασίλευσε, πλὴν τοῦ οἴκου Ἰούδα, οἳ ἦσαν ὀπίσω Δαυίδ."],["11","Καὶ ἐγένοντο αἱ ἡμέραι ἃς Δαυὶδ ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν οἶκον Ἰούδα, ἑπτὰ ἔτη καὶ μῆνας ἕξ."],["12","Καὶ ἐξῆλθεν Ἀβεννὴρ υἱὸς Νὴρ, καὶ οἱ παῖδες Ἰεβοσθὲ υἱοῦ Σαοὺλ ἐκ Μαναὲμ εἰς Γαβαών·"],["13","Καὶ Ἰωὰβ υἱὸς Σαρουία, καὶ οἱ παῖδες Δαυὶδ ἐξῆλθον ἐκ Χεβρὼν, καὶ συναντῶσιν αὐτοῖς ἐπὶ τὴν κρήνην τὴν Γαβαὼν ἐπὶ τὸ αὐτὸ, καὶ ἐκάθισαν οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν, καὶ οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν."],["14","Καὶ εἶπεν Ἀβεννὴρ πρὸς Ἰωὰβ, ἀναστήτωσαν δὴ τὰ παιδάρια, καὶ παιξάτωσαν ἐνώπιον ὑμῶν· καὶ εἶπεν Ἰωὰβ, ἀναστήτωσαν."],["15","Καὶ ἀνέστησαν καὶ παρῆλθον ἐν ἀριθμῷ τῶν παίδων Βενιαμὶν δώδεκα τῶν Ἰεβοσθὲ υἱοῦ Σαοὺλ, καὶ δώδεκα ἐκ τῶν παίδων Δαυίδ"],["16","Καὶ ἐκράτησαν ἕκαστος τῇ χειρὶ τὴν κεφαλὴν τοῦ πλησίον αὐτοῦ, καὶ μάχαιρα αὐτοῦ εἰς πλευρὰν τοῦ πλησίον αὐτοῦ, καὶ πίπτουσι κατὰ τὸ αὐτό· καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, μερὶς τῶν ἐπιβούλων, ἥ ἐστιν ἐν Γαβαών."],["17","Καὶ ἐγένετο ὁ πόλεμος σκληρὸς ὥστε λίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἔπταισεν Ἀβεννὴρ καὶ ἄνδρες Ἰσραὴλ ἐνώπιον παίδων Δαυίδ."],["18","Καὶ ἐγένοντο ἐκεῖ τρεῖς υἱοὶ Σαρουία, Ἰωὰβ, καὶ Ἀβεσσὰ, καὶ Ἀσαήλ· καὶ Ἀσαὴλ κοῦφος τοῖς ποσὶν αὐτοῦ· ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ."],["19","Καὶ κατεδίωξεν Ἀσαὴλ ὀπίσω Ἀβεννὴρ, καὶ οὐκ ἐξέκλινε τοῦ πορεύεσθαι εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ κατόπισθεν Ἀβεννήρ."],["20","Καὶ ἐπέβλεψεν Ἀβεννὴρ εἰς τὰ ὀπίσω αὐτοῦ, καὶ εἶπεν, εἰ σὺ εἶ αὐτὸς Ἀσαήλ; καὶ εἶπεν, ἐγώ εἰμι."],["21","Καὶ εἶπεν αὐτῷ Ἀβεννὴρ, ἔκκλινον σὺ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ, καὶ κατάσχε σεαυτῷ ἓν τῶν παιδαρίων, καὶ λάβε σεαυτῷ τὴν πανοπλίαν αὐτοῦ· καὶ οὐκ ἠθέλησεν Ἀσαὴλ ἐκκλῖναι ἐκ τῶν ὄπισθεν αὐτοῦ."],["22","Καὶ προσέθετο ἔτι Ἀβεννὴρ λέγων τῷ Ἀσαὴλ, ἀπόστηθι ἀπʼ ἐμοῦ, ἵνα μὴ πατάξω σε εἰς τὴν γῆν· καὶ πῶς ἀρῶ τὸ πρόσωπόν μου πρὸς Ἰωάβ;"],["23","Καὶ ποῦ ἐστι ταῦτα; ἐπίστρεφε πρὸς Ἰωὰβ τὸν ἀδελφόν σου. Καὶ οὐκ ἐβούλετο τοῦ ἀποστῆναι· καὶ τύπτει αὐτὸν Ἀβεννὴρ ἐν τῷ ὀπίσω τοῦ δόρατος ἐπὶ τὴν ψόαν, καὶ διεξῆλθε τὸ δόρυ ἐκ τῶν ὀπίσω αὐτοῦ, καὶ πίπτει ἐκεῖ καὶ ἀποθνήσκει ὑποκάτω αὐτοῦ· καὶ ἐγένετο πᾶς ὁ ἐρχόμενος ἕως τοῦ τόπου οὗ ἔπεσεν ἐκεῖ Ἀσαὴλ καὶ ἀπέθανε, καὶ ὑφίστατο."],["24","Καὶ κατεδίωξεν Ἰωὰβ καὶ Ἀβεσσὰ ὀπίσω Ἀβεννὴρ, καὶ ὁ ἥλιος ἔδυνε· καὶ αὐτοὶ εἰσῆλθον ἕως τοῦ βουνοῦ Ἀμμὰν, ὅ ἐστιν ἐπὶ προσώπου Γαῒ, ὁδὸν ἔρημον Γαβαών."],["25","Καὶ συναθροίζονται οἱ υἱοὶ Βενιαμὶν οἱ ὀπίσω Ἀβεννὴρ, καὶ ἐγενήθησαν εἰς συνάντησιν μίαν, καὶ ἔστησαν ἐπὶ κεφαλὴν βουνοῦ ἑνός."],["26","Καὶ ἐκάλεσεν Ἀβεννὴρ Ἰωὰβ, καὶ εἶπε, μὴ εἰς νῖκος καταφάγεται ἡ ῥομφαία; ἢ οὐκ οἴδας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα; καὶ ἕως πότε οὐ μὴ εἴπῃς τῷ λαῷ ἀποστρέφειν ἀπὸ ὄπισθε τῶν ἀδελφῶν ἡμῶν;"],["27","Καὶ εἶπεν Ἰωὰβ, ζῇ Κύριος, ὅτι εἰ μὴ ἐλάλησας, διότι τότε ἐκ πρωϊόθεν ἀνέβη ἂν ὁ λαὸς ἕκαστος κατόπισθε τοῦ ἀδελφοῦ αὐτοῦ."],["28","Καὶ ἐσάλπισεν Ἰωὰβ τῇ σάλπιγγι, καὶ ἀπέστησαν πᾶς ὁ λαὸς, καὶ οὐ κατεδίωξαν ὀπίσω τοῦ Ἰσραὴλ, καὶ οὐ προσέθεντο ἔτι τοῦ πολεμεῖν."],["29","Καὶ Ἀβεννὴρ καὶ οἱ ἄνδρες αὐτοῦ ἀπῆλθον εἰς δυσμὰς ὅλην τὴν νύκτα ἐκείνην, καὶ διέβαινον τὸν Ἰορδάνην, καὶ ἐπορεύθησαν ὅλην τὴν παρατείνουσαν, καὶ ἔρχονται εἰς τὴν παρεμβολήν."],["30","Καὶ Ἰωὰβ ἀνέστρεψεν ὄπισθεν ἀπὸ τοῦ Ἀβεννὴρ, καὶ συνήθροισε πάντα τὸν λαὸν, καὶ ἐπεσκέπησαν τῶν παίδων Δαυὶδ ἐννεακαίδεκα ἄνδρες,"],["31","καὶ Ἀσαήλ. Καὶ οἱ παῖδες Δαυὶδ ἐπάταξαν τῶν υἱῶν Βενιαμὶν τῶν ἀνδρῶν Ἀβεννὴρ τριακοσίους ἑξήκοντα ἄνδρας παρʼ αὐτοῦ."],["32","Καὶ αἴρουσι τὸν Ἀσαὴλ, καὶ θάπτουσιν αὐτὸν ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ ἐν Βηθλεέμ· καὶ ἐπορεύθη Ἰωὰβ καὶ οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ ὅλην τὴν νύκτα, καὶ διέφαυσεν αὐτοῖς ἐν Χεβρών."]],[["1","Καὶ ἐγένετο ὁ πόλεμος ἐπὶ πολὺ ἀναμέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀναμέσον τοῦ οἴκου Δαυίδ· καὶ ὁ οἶκος Δαυὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, καὶ ὁ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει."],["2","Καὶ ἐτέχθησαν τῷ Δαυὶδ υἱοὶ ἐν Χεβρών· καὶ ἦν ὁ πρωτότοκος αὐτοῦ Ἀμνὼν τῆς Ἀχινόομ τῆς Ἰεζραηλίτιδος."],["3","Καὶ ὁ δεύτερος αὐτοῦ Δαλουΐα τῆς Ἀβιγαίας τῆς Καρμηλίας, καὶ ὁ τρίος, Ἀβεσσαλὼμ υἱὸς Μααχὰ θυγατρὸς Θολμὶ βασιλέως Γεσσὶρ,"],["4","καὶ ὁ τέταρτος Ὀρνία υἱὸς Ἀγγὶθ, καὶ ὁ πέμπτος Σαφατία τῆς Ἀβιτὰλ,"],["5","καὶ ὁ ἕκτος Ἰεθεραὰμ τῆς Αἰγὰλ γυναικὸς Δαυίδ· οὗτοι ἐτέχθησαν τῷ Δαυὶδ ἐν Χεβρών."],["6","Καὶ ἐγένετο ἐν τῷ εἶναι τὸν πόλεμον ἀναμέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀναμέσον τοῦ οἴκου Δαυὶδ, καὶ Ἀβεννὴρ ἦν κρατῶν τοῦ οἴκου Σαούλ."],["7","Καὶ τῷ Σαοὺλ παλλακὴ Ῥεσφὰ θυγάτηρ Ἰώλ· καὶ εἶπεν Ἰεβοσθὲ υἱὸς Σαοὺλ πρὸς Ἀβεννὴρ, τί ὅτι εἰσῆλθες πρὸς τὴν παλλακὴν τοῦ πατρός μου;"],["8","Καὶ ἐθυμώθη σφόδρα Ἀβεννὴρ περὶ τοῦ λόγου τούτου τῷ Ἰεβοσθέ. καὶ εἶπεν Ἀβεννὴρ πρὸς αὐτὸν, μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι; ἐποίησα σήμερον ἔλεος μετὰ τοῦ οἴκου Σαοὺλ τοῦ πατρός σου, καὶ περὶ ἀδελφῶν καὶ περὶ γνωρίμων, καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον Δαυὶδ, καὶ ἐπιζητεῖς ἐπʼ ἐμὲ σὺ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον;"],["9","Τάδε ποιήσαι ὁ Θεὸς τῷ Ἀβεννὴρ καὶ τάδε προσθείη αὐτῷ, ὅτι καθὼς ὤμοσε Κύριος τῷ Δαυὶδ, ὅτι οὕτως ποιήσω αὐτῷ ἐν τῇ ἡμέρᾳ ταύτῃ,"],["10","περιελεῖν τὴν βασιλείαν ἀπὸ τοῦ οἴκου Σαοὺλ, καὶ τοῦ ἀναστῆσαι τὸν θρόνον Δαυὶδ ἐπὶ Ἰσραὴλ καὶ ἐπὶ τὸν Ἰούδαν ἀπὸ Δὰν ἕως Βηρσαβεέ."],["11","Καὶ οὐκ ἠδυνάσθη ἔτι Ἰεβοσθὲ ἀποκριθῆναι τῷ Ἀβεννὴρ ῥῆμα, ἀπὸ τοῦ φοβεῖσθαι αὐτόν."],["12","Καὶ ἀπέστειλεν Ἀβεννὴρ ἀγγέλους πρὸς Δαυὶδ εἰς Θαιλὰμ οὗ ἦν, παραχρῆμα, λέγων, διάθου διαθήκην σου μετʼ ἐμοῦ, καὶ ἰδοὺ ἡ χείρ μου μετὰ σοῦ ἐπιστρέψαι πρὸς σὲ πάντα τὸν οἶκον Ἰσραήλ."],["13","Καὶ εἶπε Δαυὶδ, καλῶς ἐγὼ διαθήσομαι πρὸς σὲ διαθήκην· πλὴν λόγον ἕνα ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, λέγων, οὐκ ὄψει τὸ πρόσωπόν μου, ἐὰν μὴ ἀγάγῃς τὴν Μελχὸλ θυγατέρα Σαοὺλ παραγινομένου σου ἰδεῖν τὸ πρόσωπόν μου."],["14","Καὶ ἐξαπέστειλε Δαυὶδ πρὸς Ἰεβοσθὲ υἱον Σαοὺλ ἀγγέλους, λέγων, ἀπόδος μοι τῆν γυναῖκά μου τὴν Μελχὸλ, ἣν ἔλαβον ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων."],["15","Καὶ ἀπέστειλεν Ἰεβοσθὲ, καὶ ἔλαβεν αὐτὴν παρὰ τοῦ ἀνδρὸς αὐτῆς παρὰ Φαλτιὴλ υἱοῦ Σελλῆς."],["16","Καὶ ἐπορεύετο ὁ ἀνὴρ αὐτῆς μετʼ αὐτῆς κλαίων ὀπίσω αὐτῆς ἕως Βαρακίμ· καὶ εἶπε πρὸς αὐτὸν Ἀβεννὴρ, πορεύου, ἀνάστρεφε· καὶ ἀνέστρεψε."],["17","Καὶ εἶπεν Ἀβεννὴρ πρὸς τοὺς πρεσβυτέρους Ἰσραὴλ, λέγων, χθὲς καὶ τρίτην ἐζητεῖτε τὸν Δαυὶδ βασιλεύειν ἐφʼ ὑμᾶς."],["18","Καὶ νῦν ποιήσατε, ὅτι Κύριος ἐλάλησε περὶ Δαυὶδ, λέγων, ἐν χειρὶ τοῦ δούλου μου Δαυὶδ σώσω τὸν Ἰσραὴλ ἐκ χειρὸς ἀλλοφύλων, καὶ ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν."],["19","Καὶ ἐλάλησεν Ἀβεννὴρ ἐν τοῖς ὠσὶ Βενιαμίν· καὶ ἐπορεύθη Ἀβεννὴρ τοῦ λαλῆσαι εἰς τὰ ὦτα τοῦ Δαυὶδ εἰς Χεβρὼν πάντα ὅσα ἤρεσεν ἐν ὀφθαλμοῖς Ἰσραὴλ καὶ ἐν ὀφθαλμοῖς οἴκου Βενιαμίν."],["20","Καὶ ἦλθεν Ἀβεννὴρ πρὸς Δαυὶδ εἰς Χεβρὼν, καὶ μετʼ αὐτοῦ εἴκοσι ἄνδρες· καὶ ἐποίησε Δαυὶδ τῷ Ἀβεννὴρ καὶ τοῖς ἀνδράσι τοῖς μετʼ αὐτοῦ πότον."],["21","Καὶ εἶπεν Ἀβεννὴρ πρὸς Δαυὶδ, ἀναστήσομαι δὴ καὶ πορεύσομαι καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα Ἰσραὴλ· καὶ διαθήσομαι μετʼ αὐτοῦ διαθήκην, καὶ βασιλεύσεις ἐπὶ πᾶσιν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου. Καὶ ἀπέστειλε Δαυὶδ τὸν Ἀβεννὴρ, καὶ ἐπορεύθη ἐν εἰρήνῃ."],["22","Καὶ ἰδοὺ οἱ παῖδες Δαυὶδ καὶ Ἰωὰβ παρεγένοντο ἐκ τῆς ἐξοδίας, καὶ σκῦλα πολλὰ ἔφερον μεθʼ ἑαυτῶν· καὶ Ἀβεννὴρ οὐκ ἦν μετὰ Δαυὶδ εἰς Χεβρὼν, ὅτι ἀπεστάλκει αὐτὸν, καὶ ἀπεληλύθει ἐν εἰρήνῃ."],["23","Καὶ Ἰωὰβ καὶ πᾶσα ἡ στρατιὰ αὐτοῦ ἤλθοσαν, καὶ ἀπηγγέλη τῷ Ἰωὰβ, λέγοντες, ἥκει Ἀβεννὴρ υἱὸς Νὴρ πρὸς Δαυὶδ, καὶ ἀπέσταλκεν αὐτὸν, καὶ ἀπῆλθεν ἐν εἰρήνῃ."],["24","Καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα, καὶ εἶπε, τί τοῦτο ἐποίησας; ἰδοὺ ἦλθεν Ἀβεννὴρ πρὸς σὲ, καὶ ἱνατί ἐξαπέσταλκας αὐτὸν, καὶ ἀπελήλυθεν ἐν εἰρήνῃ;"],["25","Ἢ οὐκ οἶδας τὴν κακίαν Ἀβεννὴρ υἱοῦ Νὴρ, ὅτι ἀπατῆσαί σε παρεγένετο, καὶ γνῶναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου, καὶ γνῶναι ἅπαντα ὅσα σὺ ποιεῖς;"],["26","Καὶ ἀνέστρεψεν Ἰωὰβ ἀπὸ τοῦ Δαυὶδ, καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἀβεννὴρ ὀπίσω, καὶ ἐπιστρέφουσιν αὐτὸν ἀπὸ τοῦ φρέατος τοῦ Σεειρὰμ· καὶ Δαυὶδ οὐκ ᾔδει."],["27","Καὶ ἐπέστρεψε τὸν Ἀβεννὴρ εἰς Χεβρὼν, καὶ ἐξέκλινεν αὐτὸν Ἰωὰβ ἐκ πλαγίων τῆς πύλης λαλῆσαι πρὸς αὐτὸν, ἐνεδρεύων· καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ εἰς τὴν ψόαν, καὶ ἀπέθανεν ἐν τῷ αἵματι Ἀσαὴλ τοῦ ἀδελφοῦ Ἰωάβ."],["28","Καὶ ἤκουσε Δαυὶδ μετὰ ταῦτα, καὶ εἶπεν, ἀθῶός εἰμι ἐγὼ καὶ ἡ βασιλεία μου ἀπὸ Κυρίου καὶ ἕως αἰῶνος ἀπὸ τῶν αἱμάτων Ἀβεννὴρ υἱοῦ Νήρ."],["29","Καταντησάτωσαν ἐπὶ κεφαλὴν Ἰωὰβ καὶ ἐπὶ πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, καὶ μὴ ἐκλείποι ἐκ τοῦ οἴκου Ἰωὰβ γονοῤῥυὴς, καὶ λεπρὸς, καὶ κρατῶν σκυτάλης, καὶ πίπτων ἐν ῥομφαίᾳ, καὶ ἐλασσούμενος ἄρτοις."],["30","Ἰωὰβ δὲ καὶ Ἀβεσσὰ ὁ ἀδελφὸς αὐτοῦ διαπαρετηροῦντο τὸν Ἀβεννὴρ, ἀνθʼ ὧν ἐθανάτωσε τὸν Ἀσαὴλ τὸν ἀδελφὸν αὐτῶν ἐν Γαβαὼν, ἐν τῷ πολέμῳ."],["31","Καὶ εἶπε Δαυὶδ πρὸς Ἰωὰβ καὶ πρὸς πάντα τὸν λαὸν τὸν μετʼ αὐτοῦ, διαῤῥήξατε τὰ ἱμάτια ὑμῶν, καὶ περιζώσασθε σάκκους, καὶ κόπτεσθε ἐνώπιον Ἀβεννήρ· καὶ ὁ βασιλεὺς Δαυὶδ ἐπορεύετο ὀπίσω τῆς κλίνης."],["32","Καὶ θάπτουσι τὸν Ἀβεννὴρ ἐν Χεβρών· καὶ ᾖρεν ὁ βασιλεὺς τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν ἐπὶ τοῦ τάφου αὐτοῦ, καὶ ἔκλαυσε πᾶς ὁ λαὸς ἐπὶ Ἀβεννήρ."],["33","Καὶ ἐθρήνησεν ὁ βασιλεὺς ἐπὶ Ἀβεννὴρ, καὶ εἶπεν, εἰ κατὰ τὸν θάνατον Νάβαλ ἀποθανεῖται Ἀβεννήρ;"],["34","Αἱ χεῖρές σου οὐκ ἐδέθησαν, οἱ πόδες σου οὐκ ἐν πέδαις· οὐ προσήγαγεν ὡς Νάβαλ, ἐνώπιον υἱῶν ἀδικίας ἔπεσας· καὶ συνήχθη πᾶς ὁ λαὸς τοῦ κλαῦσαι αὐτόν."],["35","Καὶ ἦλθε πᾶς ὁ λαὸς περιδειπνῆσαι τὸν Δαυὶδ ἄρτοις ἔτι οὔσης ἡμέρας· καὶ ὤμοσε Δαυὶδ, λέγων, τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι ἐὰν μὴ δύῃ ὁ ἥλιος, οὐ μὴ γεύσομαι ἄρτου ἢ ἀπὸ παντὸς τινός."],["36","Καὶ ἔγνω πᾶς ὁ λαὸς, καὶ ἤρεσεν ἐνώπιον αὐτῶν πάντα ὅσα ἐποίησεν ὁ βασιλεὺς ἐνώπιον τοῦ λαοῦ."],["37","Καὶ ἔγνω πᾶς ὁ λαὸς καὶ πᾶς Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι οὐκ ἐγένετο παρὰ τοῦ βασιλέως θανατῶσαι τὸν Ἀβεννὴρ υἱὸν Νήρ."],["38","Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τοὺς παῖδας αὐτοῦ, οὐκ οἴδατε, ὅτι ἡγούμενος μέγας πέπτωκεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐν τῷ Ἰσραήλ;"],["39","Καὶ ὅτι ἐγώ εἰμι συγγενὴς σήμερον, καὶ καθεσταμένος ὑπὸ βασιλέως; οἱ δὲ ἄνδρες οὗτοι υἱοὶ Σαρουίας σκληρότεροί μου εἰσίν· ἀποδῷ Κύριος τῷ ποιοῦντι τὰ πονηρὰ κατὰ τὴν κακίαν αὐτοῦ."]],[["1","Καὶ ἤκουσεν Ἰεβοσθὲ υἱὸς Σαοὺλ, ὅτι τέθνηκεν Ἀβεννὴρ υἱὸς Νὴρ ἐν Χεβρὼν, καὶ ἐξελύθησαν αἱ χεῖρες αὐτοῦ, καὶ πάντες οἱ ἄνδρες Ἰσραὴλ παρείθησαν."],["2","Καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τῷ Ἰεβοσθὲ υἱῷ Σαούλ· ὄνομα τῷ ἑνὶ Βαανὰ, καὶ ὄνομα τῷ δευτέρῳ Ῥηχὰβ, υἱοὶ Ῥεμμὼν τοῦ Βηρωθαίου ἐκ τῶν υἱῶν Βενιαμίν· ὅτι Βηρὼθ ἐλογίζετο τοῖς υἱοῖς Βενιαμίν·"],["3","Καὶ ἀπέδρασαν οἱ Βηρωθαῖοι εἰς Γεθαὶμ, καὶ ἦσαν ἐκεῖ παροικοῦντες ἕως τῆς ἡμέρας ταύτης."],["4","Καὶ τῷ Ἰωνάθαν υἱῷ Σαοὺλ υἱὸς πεπληγὼς τοὺς πόδας υἱὸς ἐτῶν πέντε, καὶ οὗτος ἐν τῷ ἐλθεῖν τὴν ἀγγελίαν Σαοὺλ καὶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ ἐξ Ἰεζραὴλ, καὶ ᾖρεν αὐτὸν ἡ τιθηνὸς αὐτοῦ, καὶ ἔφυγε· καὶ ἐγένετο ἐν τῷ σπεύδειν αὐτὸν καὶ ἀναχωρεῖν, καὶ ἔπεσε καὶ ἐχωλάνθη, καὶ ὄνομα αὐτῷ Μεμφιβοσθέ."],["5","Καὶ ἐπορεύθησαν υἱοὶ Ῥεμμὼν τοῦ Βηρωθαίου Ῥηχὰβ καὶ Βαανὰ, καὶ εἰσῆλθον εν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον Ἰεβοσθὲ, καὶ αὐτὸς ἐκάθευδεν ἐν τῇ κοίτῃ τῆς μεσημβρίας."],["6","Καὶ ἰδοὺ ἡ θυρωρὸς τοῦ οἴκου ἐκάθαιρε πυροὺς, καὶ ἐνύσταξε καὶ ἐκάθευδε· καὶ Ῥηχὰβ καὶ Βαανὰ οἱ ἀδελφοὶ διέλαθον,"],["7","καὶ εἰσῆλθον εἰς τὸν οἶκον· καὶ Ἰεβοσθὲ ἐκάθευδεν ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ· καὶ τύπτουσιν αὐτὸν, καὶ θανατοῦσιν αὐτὸν, καὶ ἀφαιροῦσι τὴν κεφαλὴν αὐτοῦ· καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ, καὶ ἀπῆλθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα."],["8","Καὶ ἤνεγκαν τὴν κεφαλὴν Ἰεβοσθὲ τῷ Δαυὶδ εἰς Χεβρὼν, καὶ εἶπον πρὸς τὸν βασιλέα, ἰδοὺ ἡ κεφαλὴ Ἰεβοσθὲ υἱοῦ Σαοὺλ τοῦ ἐχθροῦ σου, ὃς ἐζήτει τὴν ψυχήν σου, καὶ ἔδωκε Κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχθρῶν αὐτοῦ, ὡς ἡ ἡμέρα αὕτη, ἐκ Σαοὺλ τοῦ ἐχθροῦ σου καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ."],["9","Καὶ ἀπεκρίθη Δαυὶδ τῷ Ῥηχὰβ καὶ τῷ Βαανὰ ἀδελφῷ αὐτοῦ υἱοῖς Ῥεμμὼν τοῦ Βηρωθαίου, καὶ εἶπεν αὐτοῖς, ζῇ Κύριος, ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως, ὅτι ὁ ἀπαγγείλας μοι ὅτι τέθνηκε Σαοὺλ,"],["10","καὶ αὐτὸς ἦν ὡς εὐαγγελιζόμενος ἐνώπιόν μου, καὶ κατέσχον αὐτὸν καὶ ἀπέκτεινα αὐτὸν ἐν Σεκελὰκ, ᾧ ἔδει με δοῦναι εὐαγγέλια."],["11","Καὶ νῦν ἄνδρες πονηροὶ ἀπεκτάγκασιν ἄνδρα δίκαιον ἐν τῷ οἴκῳ αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ· καὶ νῦν ἐκζητήσω τὸ αἷμα αὐτοῦ ἐκ χειρὸς ὑμῶν, καὶ ἐξολοθρεύσω ὑμᾶς ἐκ τῆς γῆς."],["12","Καὶ ἐνετείλατο Δαυὶδ τοῖς παιδαρίοις αὐτοῦ, καὶ ἀποκτείνουσιν αὐτούς, καὶ κολοβοῦσι τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας αὐτῶν, καὶ ἐκρέμασαν αὐτοὺς ἐπι τῆς κρήνης ἐν Χεβρὼν, καὶ τὴν κεφαλὴν Ἰεβοσθὲ ἔθαψαν ἐν τῷ τάφῳ Ἀβεννὴρ υἱοῦ Νήρ."]],[["1","Καὶ παραγίνονται πᾶσαι αἱ φυλαὶ Ἰσραὴλ πρὸς Δαυὶδ εἰς Χεβρὼν, καὶ εἶπαν αὐτῷ, ἰδοὺ ὀστᾶ σου, καὶ σάρκες σου ἡμεῖς."],["2","Καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως ἐφʼ ἡμῖν, σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραήλ· καὶ εἶπε Κύριος πρὸς σὲ, σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραὴλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ."],["3","Καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρὼν, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυὶδ διαθήκην ἐν Χεβρὼν ἐνώπιον Κυρίου· καὶ χρίουσι τὸν Δαυὶδ εἰς βασιλέα ἐπὶ πάντα Ἰσραήλ."],["4","Υἱὸς τριάκοντα ἐτῶν Δαυὶδ ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν."],["5","Ἑπτὰ ἔτη καὶ μῆνας ἓξ ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν Ἰούδαν, καὶ τριάκοντα τρία ἔτη ἐβασίλευσεν ἐπὶ πάντα Ἰσραὴλ καὶ Ἰούδαν ἐν Ἱερουσαλήμ."],["6","Καὶ ἀπῆλθε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς Ἰερουσαλὴμ πρὸς τὸν Ἱεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν· καὶ ἐῤῥέθη τῷ Δαυὶδ, οὐκ εἰσελεύσῃ ὧδε, ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοὶ, λέγοντες, ὅτι οὐκ εἰσελεύσεται Δαυὶδ ὧδε."],["7","Καὶ προκατελάβετο Δαυὶδ τὴν περιοχὴν Σιών· αὕτη ἡ πόλις τοῦ Δαυίδ."],["8","Καὶ εἶπε Δαυὶδ τῇ ἡμέρᾳ ἐκείνῃ, πᾶς τύπτων Ἰεβουσαῖον, ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισοῦντας τὴν ψυχὴν Δαυίδ. Διὰ τοῦτο ἐροῦσι, τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσοντάι εἰς οἶκον Κυρίου."],["9","Καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ περιοχῇ, καὶ ἐκλήθη αὕτη ἡ πόλις Δαυίδ· καὶ ᾠκοδόμησεν αὐτὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας, καὶ τὸν οἶκον αὐτοῦ."],["10","Καὶ διεπορεύετο Δαυὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ μετʼ αὐτοῦ."],["11","Καὶ ἀπέστειλε Χειρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυὶδ, καὶ ξύλα κέδρινα, καὶ τέκτονας ξύλων, καὶ τέκτονας λίθων, καὶ ᾠκοδόμησαν οἶκον τῷ Δαυίδ."],["12","Καὶ ἔγνω Δαυὶδ, ὅτι ἡτοίμασεν αὐτὸν Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραὴλ, καὶ ὅτι ἐπῄρθη ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ἰσραήλ."],["13","Καὶ ἔλαβε Δαυὶδ ἔτι γυναῖκας καὶ παλλακὰς ἐξ Ἰερουσαλὴμ, μετὰ τὸ ἐλθεῖν αὐτὸν ἐκ Χεβρών· καὶ ἐγένοντο τῷ Δαυὶδ ἔτι υἱοὶ καὶ θυγατέρες."],["14","Καὶ ταῦτα τὰ ὀνόματα τῶν γεννηθέντων αὐτῷ ἐν Ἱερουσαλήμ· Σαμμοὺς, καὶ Σωβὰβ, καὶ Νάθαν, καὶ Σαλωμὼν,"],["15","καὶ Ἐβεὰρ, καὶ Ἐλισουὲ, καὶ Ναφὲκ, καὶ Ἰεφιὲς,"],["16","καὶ Ἐλισαμὰ, καὶ Ἐλιδαὲ, καὶ Ἐλιφαλὰθ,"],["16a","Σαμαὲ, Ἰεσσιβὰθ, Νάθαν, Γαλαμαὰν, Ἰεβαὰρ, Θεησοῦς, Ἐλιφαλὰτ, Ναγὲδ, Ναφὲκ, Ἰανάθαν, Λεασαμὺς, Βααλιμὰθ, Ἐλιφαάθ."],["17","Καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι κέχρισται Δαυὶδ βασιλεὺς ἐπὶ Ἰσραὴλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητεῖν τὸν Δαυίδ· καὶ ἤκουσε Δαυὶδ, καὶ κατέβη εἰς τὴν περιοχήν."],["18","Καὶ οἱ ἀλλόφυλοι παραγίνονται, καὶ συνέπεσαν εἰς τὴν κοιλάδα τῶν Τιτάνων."],["19","Καὶ ἠρώτησε Δαυὶδ διὰ Κυρίου, λέγων, εἰ ἀναβῶ πρὸς τοὺς ἀλλοφύλους, καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπε Κύριος πρὸς Δαυὶδ, ἀνάβαινε, ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοφύλους εἰς τὰς χεῖράς σου."],["20","Καὶ ἦλθε Δαυὶδ ἐκ τῶν ἐπάνω διακοπῶν, καὶ ἔκοψε τοὺς ἀλλοφύλους ἐκεῖ· καὶ εἶπε Δαυὶδ, διέκοψε Κύριος τοὺς ἐχθροὺς ἀλλοφύλους ἐνώπιον ἐμοῦ, ὡς διακόπτεται ὕδατα· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Ἐπάνω διακοπῶν."],["21","Καὶ καταλιμπάνουσιν ἐκεῖ τοὺς θεοὺς αὐτῶν, καὶ ἐλάβοσαν αὐτοὺς Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ."],["22","Καὶ προσέθεντο ἔτι ἀλλόφυλοι τοῦ ἀναβῆναι, καὶ συνέπεσαν ἐν τῇ κοιλάδι τῶν Τιτάνων."],["23","Καὶ ἐπηρώτησε Δαυὶδ διὰ Κυρίου· καὶ εἶπε Κύριος, οὐκ ἀναβήσῃ εἰς συνάντησιν αὐτῶν, ἀποστρέφου ἀπʼ αὐτῶν, καὶ παρέσῃ αὐτοῖς πλησίον τοῦ κλαυθμῶνος."],["24","Καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συγκλεισμοῦ ἀπὸ τοῦ ἄλσους τοῦ κλαυθμῶνος, τότε καταβήσῃ πρὸς αὐτούς, ὅτι τότε ἐξελεύσεται Κύριος ἔμπροσθέν σου κόπτειν ἐν τῷ πολέμῳ τῶν ἀλλοφύλων."],["25","Καὶ ἐποιήσε Δαυὶδ καθὼς ἐνετείλατο αὐτῷ Κύριος, καὶ ἐπάταξε τοὺς ἀλλοφύλους ἀπὸ Γαβαὼν ἕως τῆς γῆς Γαζηρά."]],[["1","Καὶ συνήγαγεν ἔτι Δαυὶδ πάντα νεανίαν ἐξ Ἰσραὴλ, ὡς ἑβδομήκοντα χιλιάδας."],["2","Καὶ ἀνέστη καὶ ἐπορεύθη Δαυὶδ καὶ πᾶς ὁ λαὸς ὁ μετʼ αὐτοῦ καὶ ἀπὸ τῶν ἀρχόντων Ἰούδα ἐν ἀναβάσει τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ Θεοῦ, ἐφʼ ἣν ἐπεκλήθη τὸ ὄνομα τοῦ Κυρίου τῶν δυνάμεων καθημένου ἐπὶ τῶν χερουβὶν ἐπʼ αὐτῆς."],["3","Καὶ ἐπεβίβασεν τὴν κιβωτὸν Κυρίου ἐφʼ ἅμαξαν καινὴν, καὶ ᾖραν αὐτὴν ἐξ οἴκου Ἀμιναδὰβ τοῦ ἐν τῷ βουνῷ· καὶ Ὀζὰ καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ Ἀμιναδὰβ ἦγαν τὴν ἅμαξαν σὺν τῇ κιβωτῷ."],["4","Καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπορεύοντο ἔμπροσθεν τῆς κιβωτοῦ."],["5","Καὶ Δαυὶδ καὶ υἱοὶ Ἰσραὴλ παίζοντες ἐνώπιον Κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύϊ, καὶ ἐν ᾠδαῖς, καὶ ἐν κινύραις, καὶ ἐν νάβλαις, καὶ ἐν τυμπάνοις, καὶ ἐν κυμβάλοις, καὶ ἐν αὐλοῖς."],["6","Καὶ παραγίνονται ἕως ἅλω Ναχώρ· καὶ ἐξέτεινεν Ὀζὰ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτὸν τοῦ Θεοῦ κατασχεῖν αὐτὴν, καὶ ἐκράτησεν αὐτὴν, ὅτι περιέσπασεν αὐτὴν ὁ μόσχος."],["7","Καὶ ἐθυμώθη ὀργῇ Κύριος τῷ Ὀζᾷ, καὶ ἔπαισεν αὐτὸν ἐκεῖ ὁ Θεός, καὶ ἀπέθανεν ἐκεῖ παρὰ τὴν κιβωτὸν τοῦ Κυρίου ἐνώπιον τοῦ Θεοῦ."],["8","Καὶ ἠθύμησε Δαυὶδ ὑπὲρ οὗ διέκοψε Κύριος διακοπὴν ἐν τῷ Ὀζᾷ, καὶ ἐκλήθη ὁ τόπος ἐκεῖνος, διακοπὴ Ὀζᾶ, ἕως τῆς ἡμέρας ταύτης."],["9","Καὶ ἐφοβήθη Δαυὶδ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγων, πῶς εἰσελεύσεται πρὸς μὲ ἡ κιβωτὸς Κυρίου;"],["10","Καὶ οὐκ ἐβούλετο Δαυὶδ τοῦ ἐκκλῖναι πρὸς αὐτὸν τὴν κιβωτὸν διαθήκης Κυρίου εἰς τὴν πόλιν Δαυίδ· καὶ ἀπέκλινεν αὐτὴν Δαυὶδ εἰς οἶκον Ἀβεδδαρὰ τοῦ Γεθαίου."],["11","Καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ Κυρίου εἰς οἶκον Ἀβεδδαρὰ τοῦ Γεθαίου μῆνας τρεῖς· καὶ εὐλόγησε Κύριος ὅλον τὸν οἶκον Ἀβεδδαρὰ, καὶ πάντα τὰ αὐτοῦ."],["12","Καὶ ἀπηγγέλη τῷ βασιλεῖ Δαυὶδ, λέγοντες, εὐλόγησε Κύριος τὸν οἶκον Ἀβεδδαρὰ, καὶ πάντα τὰ αὐτοῦ, ἕνεκα τῆς κιβωτοῦ τοῦ Θεοῦ· καὶ ἐπορεύθη Δαυὶδ, καὶ ἀνήγαγε τὴν κιβωτὸν τοῦ Κυρίου ἐκ τοῦ οἴκου Ἀβεδδαρὰ εἰς τὴν πόλιν Δαυὶδ ἐν εὐφροσύνῃ."],["13","Καὶ ἦσαν μετʼ αὐτοῦ αἴροντες τὴν κιβωτὸν ἑπτὰ χοροὶ, καὶ θύμα μόσχος καὶ ἄρνες."],["14","Καὶ Δαυὶδ ἀνεκρούετο ἐν ὀργάνοις ἡρμοσμένοις ἐνώπιον Κυρίου, καὶ ὁ Δαυὶδ ἐνδεδυκὼς στολὴν ἔξαλλον."],["15","Καὶ Δαυὶδ καὶ πᾶς ὁ οἶκος Ἰσραὴλ ἀνήγαγον τὴν κιβωτὸν Κυρίου μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος."],["16","Καὶ ἐγένετο τῆς κιβωτοῦ παραγινομένης ἕως πόλεως Δαυίδ, καὶ Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ διέκυπτε διὰ τῆς θυρίδος, καὶ εἶδε τὸν βασιλέα Δαυὶδ ὀρχούμενον, καὶ ἀνακρουόμενον ἐνώπιον Κυρίου, καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ καρδίᾳ αὐτῆς."],["17","Καὶ φέρουσι τὴν κιβωτὸν τοῦ Κυρίου, καὶ ἀνέθηκαν αὐτὴν εἰς τὸν τόπον αὐτῆς εἰς μέσον τῆς σκηνῆς, ἧς ἔπηξεν αὐτῇ Δαυὶδ· καὶ ἀνήνεγκε Δαυιδ ὁλοκαυτώματα ἐνώπιον Κυρίου, εἰρηνικάς."],["18","Καὶ συνετέλεσε Δαυὶδ συναναφέρων τὰς ὁλοκαυτώσεις καὶ τὰς εἰρηνικὰς, καὶ εὐλόγησε τὸν λαὸν ἐν ὀνόματι Κυρίου τῶν δυνάμεων."],["19","Καὶ διεμέρισε παντὶ τῷ λαῷ εἰς πᾶσαν τὴν δύναμιν τοῦ Ἰσραὴλ ἀπὸ Δὰν ἕως Βηρσαβεὲ, καὶ ἀπὸ ἀνδρὸς ἕως γυναικὸς, ἑκάστῳ κολλυρίδα ἄρτου, καὶ ἐσχαρίτην, καὶ λάγανον ἀπὸ τηγάνου· καὶ ἀπῆλθε πᾶς ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ."],["20","Καὶ ἐπέστρεψε Δαυὶδ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ· καὶ ἐξῆλθε Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ εἰς ἀπάντησιν Δαυὶδ, καὶ εὐλόγησεν αὐτὸν, καὶ εἶπε, τί δεδόξασται σήμερον ὁ βασιλεὺς Ἰσραὴλ, ὃς ἀπεκαλύφθη σήμερον ἐν ὀφθαλμοῖς παιδισκῶν τῶν δούλων ἑαυτοῦ, καθὼς ἀποκαλύπτεται ἀποκαλυφθεὶς εἷς τῶν ὀρχουμένων;"],["21","Καὶ εἶπε Δαυὶδ πρὸς Μελχόλ, ἐνώπιον Κυρίου ὀρχήσομαι· εὐλογητὸς Κύριος ὃς ἐξελέξατό με ὑπὲρ τὸν πατέρα σου καὶ ὑπὲρ πάντα τὸν οἶκον αὐτοῦ, του καταστῆσαί με εἰς ἡγούμενον ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ τὸν Ἰσραὴλ·"],["22","καὶ παίξομαι καὶ ὀρχήσομαι ἐνώπιον Κυρίου, καὶ ἀποκαλυφθήσομαι ἔτι οὕτως, καὶ ἔσομαι ἀχρεῖος ἐν ὀφθαλμοῖς σου, καὶ μετὰ τῶν παιδισκῶν, ὧν εἶπάς με μὴ δοξασθῆναι."],["23","Καὶ τῇ Μελχὸλ θυγατρὶ Σαοὺλ οὐκ ἐγένετο παιδίον ἕως τῆς ἡμέρας τοῦ ἀποθανεῖν αὐτήν."]],[["1","Καὶ ἐγένετο ὅτε ἐκάθισεν ὁ βασιλεὺς ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ Κύριος κατεκληρονόμησεν αὐτὸν κύκλῳ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ τῶν κύκλῳ,"],["2","καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Νάθαν τὸν προφήτην, ἰδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς."],["3","Καὶ εἶπε Νάθαν πρὸς τὸν βασιλέα, πάντα ὅσα ἂν ἐν τῇ καρδίᾳ σου, βάδιζε καὶ ποίει, ὅτι Κύριος μετὰ σοῦ."],["4","Καὶ ἐγένετο τῇ νυκτὶ ἐκείνῃ, καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Νάθαν, λέγων, πορεύου,"],["5","καὶ εἶπον πρὸς τὸν δοῦλόν μου Δαυὶδ, τάδε λέγει Κύριος, οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με."],["6","Ὅτι οὐ κατῴκηκα ἐν οἴκῳ ἀφʼ ἧς ἡμέρας ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης, καὶ ἤμην ἐυπεριπατῶν ἐν καταλύματι καὶ ἐν σκηνῇ,"],["7","ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ Ἰσραήλ· εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ἰσραὴλ, ᾧ ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου Ἰσραὴλ, λέγων, ἱνατί οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον;"],["8","Καὶ νῦν τάδε ἐρεῖς τῷ δούλῳ μου Δαυὶδ, τάδε λέγει Κύριος παντοκράτωρ, ἔλαβόν σε ἐκ τῆς μάνδρας τῶν προβάτων, τοῦ εἶναί σε εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου ἐπὶ τὸν Ἰσραὴλ,"],["9","καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύου, καὶ ἐξωλόθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου, καὶ ἐποίησά σε ὀνομαστὸν κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς."],["10","Καὶ θήσομαι τόπον τῷ λαῷ μου τῷ Ἰσραὴλ, καὶ καταφυτεύσω αὐτὸν, καὶ κατασκηνώσει καθʼ ἑαυτὸν, καὶ οὐ μεριμνήσει οὐκέτι· καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν, καθὼς ἀπʼ ἀρχῆς,"],["11","ἀπὸ τῶν ἡμερῶν ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ἰσραήλ· καὶ ἀναπαύσω σε ἀπὸ πάντων τῶν ἐχθρῶν σου· καὶ ἀπαγγελεῖ σοι Κύριος, ὅτι οἶκον οἰκοδομήσεις αὐτῷ."],["12","Καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ."],["13","Αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα."],["14","Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ ἐὰν ἔλθῃ ἡ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν, καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων·"],["15","Τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπʼ αὐτοῦ, καθὼς ἀπέστησα ἀφʼ ὧν ἀπέστησα ἐκ προσώπου μου."],["16","Καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιόν μου· καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τον αἰῶνα."],["17","Κατὰ πάντας τοὺς λόγους τούτους, καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησε Νάθαν πρὸς Δαυίδ."],["18","Καὶ εἰσῆλθεν ὁ βασιλεὺς Δαυὶδ, καὶ ἐνάθισεν ἐνώπιον Κυρίου, καὶ εἶπε, τίς εἰμι ἐγὼ, Κύριέ μου Κύριε, καὶ τίς ὁ οἶκός μου, ὅτι ἠγάπησάς με ἕως τούτων;"],["19","Καὶ κατεσμικρύνθην μικρὸν ἐνώπίον σου, Κύριέ μου Κύριε, καὶ ἐλάλησας ὑπὲρ τοῦ οἴκου τοῦ δούλου σου εἰς μακράν· οὗτος δὲ ὁ νόμος τοῦ ἀνθρώπου, Κύριέ μου Κύριε;"],["20","Καὶ τί προσθήσει Δαυὶδ ἔτι τοῦ λαλῆσαι πρὸς σέ; καὶ νῦν σὺ οἶδας τὸν δοῦλόν σου, Κύριέ μου Κύριε,"],["21","καὶ διὰ τὸν δοῦλόν σου πεποίηκας, καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας πᾶσαν τὴν μεγαλωσύνην ταύτην, γνωρίσαι τῷ δούλῳ σου, ἕνεκεν τοῦ μεγαλύναι σε"],["22","Κύριέ μου· ὅτι οὐκ ἔστιν ὡς σὺ, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ ἐν πᾶσιν οἷς ἠκούσαμεν ἐν τοῖς ὠσὶν ἡμῶν."],["23","Καὶ τίς ὡς ὁ λαός σου Ἰσραὴλ ἔθνος ἄλλο ἐν τῇ γῇ; ὡς ὡδήγησεν αὐτὸν ὁ Θεὸς τοῦ λυτρώσασθαι αὐτῷ λαὸν, τοῦ θέσθαι σε ὄνομα, τοῦ ποιῆσαι μεγαλωσύνην καὶ ἐπιφάνειαν, τοῦ ἐκβαλεῖν σε ἐκ προσώπου τοῦ λαοῦ σου, οὓς ἐλυτρώσω σεαυτῷ ἐξ Αἰγύπτου, ἔθνη καὶ σκηνώματα;"],["24","Καὶ ἡτοίμασας σεαυτῷ τὸν λαόν σου Ἰσραὴλ εἰς λαὸν ἕως αἰῶνος, καὶ σὺ Κύριε ἐγένου αὐτοῖς εἰς Θεόν."],["25","Καὶ νῦν, κύριέ μου, ῥῆμα ὃ ἐλάλησας περὶ τοῦ δούλου σου καὶ τοῦ οἴκου αὐτοῦ, πίστωσον ἕως τοῦ αἰῶνος, Κύριε παντοκράτωρ θεὲ τοῦ Ἰσραήλ· καὶ νῦν καθὼς ἐλάλησας,"],["26","Μεγαλυνθείη τὸ ὄνομά σου ἕως αἰῶνος."],["27","Κύριε παντοκράτωρ Θεὸς Ἰσραὴλ, ἀπεκάλυψας τὸ ὠτίον τοῦ δούλου σου, λέγων, οἶκον οἰκοδομήσω σοι· διὰ τοῦτο εὗρεν ὁ δοῦλός σου τὴν καρδίαν ἑαυτοῦ τοῦ προσεύξασθαι πρὸς σὲ τὴν προσευχὴν ταύτην."],["28","Καὶ νῦν, Κύριέ μου Κύριε, σὺ εἶ Θεὸς, καὶ οἱ λόγοι σου ἔσονται ἀληθιναὶ, καὶ ἐλάλησας ὑπὲρ τοῦ δούλου σου τὰ ἀγαθὰ ταῦτα."],["29","Καὶ νῦν ἄρξαι καὶ εὐλόγησον τὸν οἶκον τοῦ δούλου σου, τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐνώπιόν σου· ὅτι σὺ Κύριέ μου Κύριε ἐλάλησας, καὶ ἀπὸ τῆς εὐλογίας σου εὐλογηθήσεται ὁ οἶκος τοῦ δούλου σου τοῦ εἶναι εἰς τὸν αἰῶνα."]],[["1","Καὶ ἐγένετο μετὰ ταῦτα, καὶ ἐπάταξε Δαυὶδ τοὺς ἀλλοφύλους, καὶ ἐτροπώσατο αὐτούς· καὶ ἔλαβε Δαυὶδ τὴν ἀφωρισμένην ἐκ χειρὸς τῶν ἀλλοφύλων."],["2","Καὶ ἐπάταξε Δαυὶδ τὴν Μωὰβ, καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις, κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν· καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι, καὶ τὰ δύο σχοινίσματα ἐζώγρησε· καὶ ἐγένετο Μωὰβ τῷ Δαυὶδ εἰς δούλους φέροντας ξένια."],["3","Καὶ ἐπάταξε Δαυὶδ τὸν Ἁδρααζὰρ υἱὸν Ῥαὰβ, βασιλέα Σουβὰ, πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐφράτην."],["4","Καὶ προκατελάβετο Δαυὶδ τῶν αὐτοῦ χίλια ἅρματα, καὶ ἑπτὰ χιλιάδας ἱππέων, καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν· καὶ παρέλυσε Δαυὶδ πάντα τὰ ἅρματα, καὶ ὑπελείπετο ἑαυτῷ ἑκατὸν ἅρματα."],["5","Καὶ παραγίνεται Συρία Δαμασκοῦ βοηθῆσαι τῷ Ἀδρααζὰρ βασιλεῖ Σουβὰ, καὶ ἐπάταξε Δαυὶδ ἐν τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν."],["6","Καὶ ἔθετο Δαυὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκὸν, καὶ ἐγένετο ὁ Σύρος τῷ Δαυὶδ εἰς δούλους φέροντας ξένια· καὶ ἔσωσε Κύριος τὸν Δαυὶδ ἐν πᾶσιν οἷς ἐπορεύετο."],["7","Καὶ ἔλαβε Δαυὶδ τοὺς χλιδῶνας τοὺς χρυσοῦς, οἳ ἦσαν ἐπὶ τῶν παίδων τῶν Ἀδρααζὰρ βασιλέως Σουβὰ, καὶ ἤνεγκεν αὐτὰ εἰς Ἱερουσαλήμ· καὶ ἔλαβεν αὐτὰ Σουσακὶμ βασιλεὺς Αἰγύπτου, ἐν τῷ ἀναβῆναι αὐτὸν εἰς Ἱερουσαλὴμ ἐν ἡμέραις Ῥοβοὰμ υἱοῦ Σαλωμῶντος."],["8","Καὶ ἐκ τῆς Μετεβὰκ καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τοῦ Ἀδρααζὰρ ἔλαβεν ὁ βασιλεὺς Δαυὶδ χαλκὸν πολὺν σφόδρα· ἐν αὐτῷ ἐποίησε Σαλωμὼν τὴν θάλασσαν τὴν χαλκῆν, καὶ τοὺς στύλους, καὶ τοὺς λουτῆρας, καὶ πάντα τὰ σκεύη."],["9","Καὶ ἤκουσε Θοοὺ ὁ βασιλεὺς Ἡμὰθ, ὅτι ἐπάταξε Δαυὶδ πᾶσαν τὴν δύναμιν Ἀδρααζὰρ,"],["10","καὶ ἀπέστειλε Θοοὺ Ἰεδδουρὰμ τὸν υἱὸν αὐτοῦ πρὸς βασιλέα Δαυὶδ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην, καὶ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησε τὸν Ἀδρααζὰρ, καὶ ἐπάταξεν αὐτὸν, ὅτι ἀντικείμενος ἦν τῷ Ἀδρααζάρ· καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἦσαν σκεύη ἀργυρᾶ, καὶ σκεύη χρυσᾶ, καὶ σκεύη χαλκᾶ."],["11","Καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς Δαυὶδ τῷ Κυρίῳ, μετὰ τοῦ ἀργυρίου καὶ μετὰ τοῦ χρυσίου οὗ ἡγίασεν ἐκ πασῶν τῶν πόλεων ὧν κατεδυνάστευσεν,"],["12","ἐκ τῆς Ἰδουμαίας, καὶ ἐκ τῆς Μωὰβ, καὶ ἐκ τῶν υἱῶν Ἀμμὼν, καὶ ἐκ τῶν ἀλλοφύλων, καὶ ἐξ Ἀμαλὴκ, καὶ ἐκ τῶν σκύλων Ἀδρααζὰρ υἱοῦ Ῥαὰβ βασιλέως Σουβά."],["13","Καὶ ἐποίησε Δαυὶδ ὄνομα· καὶ ἐν τῷ ἀνακάμπτειν αὐτὸν ἐπάταξε τὴν Ἰδουμαίαν ἐν Γεβελὲμ εἰς ὀκτωκαίδεκα χιλιάδας."],["14","Καὶ ἔθετο ἐν τῇ Ἰδουμαίᾳ φρουρὰν, ἐν πάσῃ τῇ Ἰδουμαίᾳ· καὶ ἐγένοντο πάντες οἱ Ἰδουμαῖοι δοῦλοι τῷ βασιλεῖ· καὶ ἔσωσε Κύριος τὸν Δαυὶδ ἐν πᾶσιν οἷς ἐπορεύετο."],["15","Καὶ ἐβασίλευσε Δαυὶδ ἐπὶ πάντα Ἰσραήλ· καὶ ἦν Δαυὶδ ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ."],["16","Καὶ Ἰωὰβ υἱὸς Σαρουίας ἐπὶ τῆς στρατιᾶς· καὶ Ἰωσαφὰτ υἱὸς Ἀχιλοὺδ ἐπὶ τῶν ὑπομνημάτων·"],["17","καὶ Σαδὼκ υἱὸς Ἀχιτὼβ καὶ Ἀχιμέλεχ υἱὸς Ἀβιάθαρ ἱερεῖς· καὶ Σασὰ ὁ γραμματεύς·"],["18","καὶ Βαναίας υἱὸς Ἰωδαὲ σύμβουλος· καὶ ὁ Χελεθὶ, καὶ ὁ Φελετὶ, καὶ οἱ υἱοὶ Δαυὶδ αὐλάρχαι ἦσαν."]],[["1","Καὶ εἶπε Δαυὶδ, εἰ ἔστιν ἔτι ὑπολελειμμένος ἐν τῷ οἴκῳ Σαοὺλ, καὶ ποιήσω μετʼ αὐτοῦ ἔλεος ἕνεκεν Ἰωνάθαν;"],["2","Καὶ ἐκ τοῦ οἴκου Σαοὺλ ἦν παῖς, καὶ ὄνομα αὐτῷ Σιβά· καὶ καλοῦσιν αὐτὸν πρὸς Δαυίδ· καὶ εἶπε πρὸς αὐτὸν ὁ βασιλεὺς, σὺ εἶ Σιβά; καὶ εἶπεν, ἐγὼ δοῦλος σός."],["3","Καὶ εἶπεν ὁ βασιλεὺς, εἰ ὑπολέλειπται ἐκ τοῦ οἴκου Σαοὺλ ἔτι ἀνὴρ, καὶ ποιήσω μετʼ αὐτοῦ ἔλεος Θεοῦ; καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα, ἔτι ἐστὶν υἱὸς τῷ Ἰωνάθαν πεπληγὼς τοὺς πόδας."],["4","Καὶ εἶπεν ὁ βασιλεὺς, ποῦ οὗτος; καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα, ἰδοὺ ἐν οἴκῳ Μαχεὶρ υἱοῦ Ἀμιὴλ ἐκ τῆς Λοδάβαρ."],["5","Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Δαυὶδ, καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ οἴκου Μαχὶρ υἱοῦ Ἀμιὴλ ἐκ τῆς Λαδάβαρ."],["6","Καὶ παραγίνεται Μεμφιβοσθὲ υἱὸς Ἰωνάθαν υἱοῦ Σαοὺλ πρὸς τὸν βασιλέα Δαυίδ, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ, καὶ προσεκύνησεν αὐτῷ· καὶ εἶπεν αὐτῷ Δαυίδ, Μεμφιβοσθέ; καὶ εἶπεν, ἰδοὺ ὁ δοῦλός σου."],["7","Καὶ εἶπεν αὐτῷ Δαυίδ, μὴ φοβοῦ, ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ Ἰωνάθαν τὸν πατέρα σου, καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν Σαοὺλ πατρὸς τοῦ πατρός σου, καὶ σὺ φαγῃ ἄρτον ἐπὶ τῆς τραπέζης μου διαπαντός."],["8","Καὶ προσεκύνησε Μεμφιβοσθὲ, καὶ εἶπε, τίς εἰμι ὁ δοῦλός σου, ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί;"],["9","Καὶ ἐκάλεσεν ὁ βασιλεὺς Σιβὰ τὸ παιδάριον Σαοὺλ, καὶ εἶπε πρὸς αὐτὸν, πάντα ὅσα ἐστὶ τῷ Σαοὺλ καὶ ὅλῳ τῷ οἴκῳ αὐτοῦ δέδωκα τῷ υἱῷ τοῦ κυρίου σου."],["10","Καὶ ἐργᾷ αὐτῷ τὴν γῆν σὺ, καὶ οἱ υἱοί σου, καὶ οἱ δοῦλοί σου, καὶ εἰσοίσεις τῷ υἱῷ τοῦ κυρίου σου ἄρτους, καὶ ἔδεται ἄρτους· καὶ Μεμφιβοσθὲ υἱὸς τοῦ κυρίου σου φάγεται διαπαντὸς ἄρτον ἐπὶ τῆς τραπέζης μου· καὶ τῷ Σιβᾷ ἦσαν πεντεκαίδεκα υἱοὶ, καὶ εἴκοσι δοῦλοι."],["11","Καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα, κατὰ πάντα ὅσα ἐντέταλται ὁ κύριός μου ὁ βασιλεὺς τῷ δούλῳ αὐτοῦ, οὕτως ποιήσει ὁ δοῦλός σου· καὶ Μεμφιβοσθὲ ἤσθιεν ἐπὶ τῆς τραπέζης Δαυὶδ καθὼς εἷς τῶν υἱῶν αὐτοῦ τοῦ βασιλέως."],["12","Καὶ τῷ Μεμφιβοσθὲ υἱὸς μικρὸς ἦν, καὶ ὄνομα αὐτῷ Μιχά· καὶ πᾶσα ἡ κατοίκησις τοῦ οἴκου Σιβὰ δοῦλοι τοῦ Μεμφιβοσθέ."],["13","Καὶ Μεμφιβοσθὲ κατῴκει ἐν Ἱερουσαλὴμ, ὅτι ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως αὐτὸς διαπαντὸς ἤσθιε, καὶ αὐτὸς ἦν χωλὸς ἀμφοτέροις τοῖς ποσὶν αὐτοῦ."]],[["1","Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἀπέθανε βασιλεὺς υἱῶν Ἀμμὼν, καὶ ἐβασίλευσεν Ἀννὼν υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."],["2","Καὶ εἶπε Δαυὶδ, ποιήσω ἔλεος μετὰ Ἀννὼν υἱοῦ Ναὰς, ὃν τρόπον ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετʼ ἐμοῦ ἔλεος. Καὶ ἀπέστειλεν Δαυὶδ παρακαλέσαι αὐτὸν ἐν χειρὶ τῶν δούλων αὐτοῦ περὶ τοῦ πατρὸς αὐτοῦ· καὶ παρεγένοντο οἱ παῖδες Δαυὶδ εἰς τὴν γῆν υἱῶν Ἀμμών."],["3","Καὶ εἶπον οἱ ἄρχοντες υἱῶν Ἀμμὼν πρὸς Ἀννῶν τὸν κύριον αὐτῶν, μὴ παρὰ τὸ δοξάζειν Δαυὶδ τὸν πατέρα σου ἐνώπιόν σου, ὅτι ἀπέστειλέ σοι παρακαλοῦντας; ἀλλʼ ὅπως οὐχὶ ἐρευνήσωσι τὴν πόλιν καὶ κατασκοπήσωσιν αὐτὴν καὶ τοῦ κατασκέψασθαι αὐτὴν ἀπέστειλε Δαυὶδ τοὺς παῖδας αὐτοῦ πρὸς σέ;"],["4","Καὶ ἔλαβεν Ἀννὼν τοὺς παῖδας Δαυὶδ, καὶ ἐξύρησε τοὺς πώγωνας αὐτῶν, καὶ ἀπέκοψε τοὺς μανδύας αὐτῶν ἐν τῷ ἡμίσει ἕως τῶν ἰσχίων αὐτῶν, καὶ ἐξαπέστειλεν αὐτούς."],["5","Καὶ ἀπήγγειλαν τῷ Δαυὶδ ὑπὲρ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπαντὴν αὐτῶν, ὅτι ἦσαν οἱ ἄνδρες ἠτιμασμένοι σφόδρα· καὶ εἶπεν ὁ βασιλεὺς, καθίσατε ἐν Ἱεριχὼ ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν, καὶ ἐπιστραφήσεσθε."],["6","Καὶ εἶδον οἱ υἱοὶ Ἀμμὼν ὅτι κατῃσχύνθησαν ὁ λαὸς Δαυίδ· καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἀμμὼν, καὶ ἐμισθώσαντο τὴν Συρίαν Βαιθραὰμ, καὶ τὴν Συρίαν Σουβὰ, καὶ Ῥοὼβ, εἴκοσι χιλιάδας πεζῶν, καὶ τὸν βασιλέα Ἀμαλὴκ χιλίους ἄνδρας, καὶ Ἰστὼβ δώδεκα χιλιάδας ἀνδρῶν."],["7","Καὶ ἤκουσε Δαυὶδ, καὶ ἀπέστειλε τὸν Ἰωὰβ καὶ πᾶσαν τὴν δύναμιν τοὺς δυνατούς."],["8","Καὶ ἐξῆλθον οἱ υἱοὶ Ἀμμὼν καὶ παρετάξαντο πόλεμον παρὰ τῇ θύρᾳ τῇς πύλης, Συρίας Σουβὰ καὶ Ῥοὼβ καὶ Ἰστὼβ καὶ Ἀμαλὴκ μόνοι ἐν ἀγρῷ."],["9","Καὶ εἶδεν Ἰωὰβ ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου ἐκ τοῦ κατὰ πρόσωπον ἐξεναντίας καὶ ἐκ τοῦ ὄπισθεν, καὶ ἐπελέξατο ἐκ πάντων τῶν νεανιῶν Ἰσραὴλ, καὶ παρετάξαντο ἐξ ἐναντίας Συρίας."],["10","Καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Ἀβεσσὰ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξεναντίας υἱῶν Ἀμμών."],["11","Καὶ εἶπεν, εὰν κραταιωθῇ Συρία ὑπὲρ ἐμὲ, καὶ ἔσεσθέ μοι εἰς σωτηρίαν· καὶ ἐὰν κραταιωθῶσιν υἱοὶ Ἀμμὼν ὑπὲρ σὲ, καὶ ἐσόμεθα τοῦ σῶσαί σε."],["12","Ἀνδρίζου καὶ κραταιωθῶμεν ὑπὲρ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ Θεοῦ ἡμῶν, καὶ Κύριος ποιήσει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ."],["13","Καὶ προσῆλθεν Ἰωὰβ καὶ ὁ λαὸς αὐτοῦ μετʼ αὐτοῦ εἰς πόλεμον πρὸς Συρίαν, καὶ ἔφυγαν ἀπὸ προσώπου αὐτοῦ."],["14","Καὶ οἱ υἱοὶ Ἀμμὼν εἶδαν ὅτι ἔφυγε Συρία, καὶ ἔφυγαν ἀπὸ προσώπου Ἀβεσσὰ, καὶ εἰσῆλθον εἰς τὴν πόλιν· καὶ ἀνέστρεψεν Ἰωὰβ ἀπὸ τῶν υἱῶν Ἀμμὼν, καὶ παρεγένετο εἰς Ἱερουσαλήμ."],["15","Καὶ εἶδε Συρία ὅτι ἔπτάισεν ἔμπροσθεν Ἰσραὴλ, καὶ συνήχθησαν ἐπὶ τὸ αὐτό."],["16","Καὶ ἀπέστειλεν Ἀδρααζὰρ, καὶ συνήγαγε τὴν Συρίαν τὴν ἐκ τοῦ πέραν τοῦ ποταμοῦ Χαλαμὰκ, καὶ παρεγένοντο Αἱλάμ· καὶ Σωβὰκ ἄρχων τῆς δυνάμεως Ἀδρααζὰρ ἔμπροσθεν αὐτῶν."],["17","Καὶ ἀπηγγέλη τῷ Δαυὶδ, καὶ συνήγαγε τὸν πάντα Ἰσραὴλ, καὶ διέβη τὸν Ἰορδάνην, καὶ παρεγένετο εἰς Αἰλάμ· καὶ παρετάξατο Συρία ἀπέναντι Δαυὶδ, καὶ ἐπολέμησαν μετʼ αὐτοῦ."],["18","Καὶ ἔφυγε Συρία ἀπὸ πρόσωπου Ἰσραήλ· καὶ ἀνεῖλε Δαυὶδ ἐκ τῆς Συρίας ἑπτακόσια ἅρματα, καὶ τεσσαράκοντα χιλιάδας ἱππέων, καὶ τὸν Σωβὰκ τὸν ἄρχοντα τῆς δυνάμεως αὐτοῦ ἐπάταξε, καὶ ἀπέθανεν ἐκεῖ."],["19","Καὶ εἶδαν πάντες οἱ βασιλεῖς οἱ δοῦλοι Ἀδρααζὰρ ὅτι ἔπταισαν ἔμπροσθεν Ἰσραὴλ, καὶ ηὐτομόλησαν μετὰ Ἰσραὴλ, καὶ ἐδούλευσαν αὐτοῖς· καὶ ἐφοβήθη Συρία τοῦ σῶσαι ἔτι τοὺς υἱοὺς Ἀμμών."]],[["1","Καὶ ἐγένετο, ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ εἰς τὸν καιρὸν τῆς ἐξοδίας τῶν βασιλέων, καὶ ἀπέστειλε Δαυὶδ τὸν Ἰωὰβ, καὶ τοὺς παῖδας αὐτοῦ μετʼ αὐτοῦ, καὶ τὸν πάντα Ἰσραὴλ, καὶ διέφθειραν τοὺς υἱοὺς Ἀμμών· καὶ διεκάθισαν ἐπὶ Ῥαββάθ· καὶ Δαυὶδ ἐκάθισεν ἐν Ἱερουσαλήμ."],["2","Καὶ ἐγένετο πρὸς ἑσπέραν, καὶ ἀνέστη Δαυὶδ ἀπὸ τῆς κοίτης αὐτοῦ, καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τοῦ βασιλέως, καὶ εἶδε γυναῖκα λουομένην ἀπὸ τοῦ δώματος, καὶ ἡ γυνὴ καλὴ τῷ εἴδει σφόδρα."],["3","Καὶ ἀπέστειλε Δαυὶδ, καὶ ἐζήτησε τὴν γυναῖκα, καὶ εἶπεν, οὐχὶ αὕτη Βηρσαβεὲ θυγάτηρ Ἐλιὰβ γυνὴ Οὐρίου τοῦ Χετταίου;"],["4","Καὶ ἀπέστειλεν Δαυὶδ ἀγγέλους, καὶ ἔλαβεν αὐτὴν, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ ἐκοιμήθη μετʼ αὐτῆς· καὶ αὕτη ἁγιαζομένη ἀπὸ ἀκαθαρσίας αὐτῆς, καὶ ἀπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς."],["5","Καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή· καὶ ἀποστείλασα ἀπήγγειλε τῷ Δαυὶδ, καὶ εἶπεν, ἐγώ εἰμι ἐν γαστρὶ ἔχω."],["6","Καὶ ἀπέστειλε Δαυὶδ πρὸς Ἰωὰβ, λέγων, ἀπόστειλον πρὸς μὲ τὸν Οὐρίαν τὸν Χετταῖον· καὶ ἀπέστειλεν Ἰωὰβ τὸν Οὐρίαν πρὸς Δαυίδ."],["7","Καὶ παραγίνεται Οὐρίας καὶ εἰσῆλθε πρὸς αὐτὸν, καὶ ἐπηρώτησε Δαυὶδ εἰς εἰρήνην Ἰωὰβ, καὶ εἰς εἰρήνην τοῦ λαοῦ, καὶ εἰς εἰρήνην τοῦ πολέμου."],["8","Καὶ εἶπε Δαυὶδ τῷ Οὐρίᾳ, Κατάβηθι εἰς τὸν οἶκόν σου, καὶ νίψαι τοὺς πόδας σου· καὶ ἐξῆλθεν Οὐρίας ἐξ οἴκου τοῦ βασιλέως, καὶ ἐξῆλθεν ὀπίσω αὐτοῦ ἄρσις τοῦ βασιλέως."],["9","Καὶ ἐκοιμήθη Οὐρίας παρὰ τῇ θύρᾳ τοῦ βασιλέως μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ, καὶ οὐ κατέβη εἰς τὸν οἶκον αὐτοῦ."],["10","Καὶ ἀνήγγειλαν τῷ Δαυὶδ, λέγοντες, ὅτι Οὐ κατέβη Οὐρίας εἰς τὸν οἶκον αὐτοῦ· καὶ εἶπε Δαυὶδ πρὸς Οὐρίαν, οὐχὶ ἐξ ὁδοῦ σὺ ἔρχῃ; τί ὅτι οὐ κατέβης εἰς τὸν οἶκόν σου;"],["11","Καὶ εἶπεν Οὐρίας πρὸς Δαυὶδ, ἡ κιβωτὸς, καὶ Ἰσραὴλ, καὶ Ἰούδας κατοικοῦσιν ἐν σκηναῖς, καὶ ὁ κύριός μου Ἰωὰβ, καὶ οἱ δοῦλοι τοῦ κυρίου μου ἐπὶ πρόσωπον τοῦ ἀγροῦ παρεμβάλλουσι, καὶ ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἶκόν μου τοῦ φαγεῖν, καὶ πιεῖν, καὶ κοιμηθῆναι μετὰ τῆς γυναικός μου; πῶς; ζῇ ἡ ψυχή σου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο."],["12","Καὶ εἶπε Δαυὶδ πρὸς Οὐρίαν, κάθισον ἐνταῦθα καί γε σήμερον, καὶ αὔριον ἐξαποστελῶ σε· καὶ ἐκάθισεν Οὐρίας ἐν Ἱερουσαλὴμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ τῇ ἐπαύριον."],["13","Καὶ ἐκάλεσεν αὐτὸν Δαυὶδ, καὶ ἔφαγεν ἐνώπιον αὐτοῦ, καὶ ἔπιε, καὶ ἐμέθυσεν αὐτὸν, καὶ ἐξῆλθεν ἑσπέρας τοῦ κοιμηθῆναι ἐπὶ τῆς κοίτης αὐτοῦ μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ, καὶ εἰς τὸν οἶκον αὐτοῦ οὐ κατέβη."],["14","Καὶ ἐγένετο πρωῒ, καὶ ἔγραψε Δαυὶδ βιβλίον πρὸς Ἰωὰβ, καὶ ἀπέστειλεν ἐν χειρὶ Οὐρίου."],["15","Καὶ ἔγραψεν ἐν βιβλίῳ, λέγων, εἰσάγαγε τὸν Οὐρίαν ἐξεναντίας τοῦ πολέμου τοῦ κραταιοῦ, καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτοῦ, καὶ πληγήσεται καὶ ἀποθανεῖται."],["16","Καὶ ἐγενήθη ἐν τῷ φυλάσσειν Ἰωὰβ ἐπὶ τὴν πόλιν, καὶ ἔθηκε τὸν Οὐρίαν εἰς τὸν τόπον οὗ ᾔδει ὅτι ἄνδρες δυνάμεως ἐκεῖ."],["17","Καὶ ἐξῆλθον οἱ ἄνδρες τῆς πόλεως, καὶ ἐπολέμουν μετὰ Ἰωάβ· καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐκ τῶν δούλων Δαυὶδ, καὶ ἀπέθανε καί γε Οὐρίας ὁ Χετταῖος."],["18","Καὶ ἀπέστειλεν Ἰωὰβ, καὶ ἀπήγγειλε τῷ Δαυὶδ πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα·"],["19","καὶ ἐνετείλατο τῷ ἀγγέλῳ, λέγων, ἐν τῷ συντελέσαι πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα,"],["20","καὶ ἔσται ἐὰν ἀναβῇ ὁ θυμὸς τοῦ βασιλέως, καὶ εἴπῃ σοι, τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι τοξεύσουσιν ἀπάνωθεν τοῦ τείχους;"],["21","Τίς ἐπάταξε τὸν Ἀβιμέλεχ υἱὸν Ἱεροβάαλ υἱοῦ Νήρ; οὐχὶ γυνὴ ἔῤῥιψε κλάσμα μύλου ἐπʼ αὐτὸν ἀπὸ ἄνωθεν τοῦ τείχους, καὶ ἀπέθανεν ἐν Θαμασί; ἱνατί προσηγάγετε πρὸς τὸ τεῖχος; καὶ ἐρεῖς, καί γε ὁ δοῦλός σου Οὐρίας ὁ Χετταῖος ἀπέθανε."],["22","Καὶ ἐπορεύθη ὁ ἄγγελος Ἰωὰβ πρὸς τὸν βασιλέα εἰς Ἱερουσαλὴμ, καὶ παρεγένετο καὶ ἀπήγγειλε τῷ Δαυὶδ πάντα ὅσα ἀπήγγειλεν αὐτῷ Ἰωὰβ, πάντα τὰ ῥήματα τοῦ πολέμου· καὶ ἐθυμώθη Δαυὶδ πρὸς Ἰωὰβ, καὶ εἶπε πρὸς τὸν ἄγγελον, ἱνατί προσηγάγετε πρὸς τὴν πόλιν τοῦ πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι πληγήσεσθε ἀπὸ τοῦ τείχους; τίς ἐπάταξε τὸν Ἀβιμέλεχ υἱὸν Ἱεροβάαλ; οὐχὶ γυνὴ ἔῤῥιψεν ἐπʼ αὐτὸν κλάσμα μύλου ἀπὸ τοῦ τείχους, καὶ ἀπέθανεν ἐν Θαμασί; ἱνατί προσηγάγετε πρὸς τὸ τεῖχος;"],["23","Καὶ εἶπεν ὁ ἄγγελος πρὸς Δαυὶδ, ὅτι ἐκραταίωσαν ἐφʼ ἡμᾶς οἱ ἄνδρες, καὶ ἐξῆλθον ἐφʼ ἡμᾶς εἰς τὸν ἀγρὸν, καὶ ἐγενήθημεν ἐπʼ αὐτοὺς ἕως τῆς θύρας τῆς πύλης."],["24","Καὶ ἐτόξευσαν οἱ τοξεύοντες πρὸς τοὺς παῖδάς σου ἀπάνωθεν τοῦ τείχους, καὶ ἀπέθανον τῶν παίδων τοῦ βασιλέως, καί γε ὁ δοῦλός σου Οὐρίας ὁ Χετταῖος ἀπέθανε."],["25","Καὶ εἶπε Δαυὶδ πρὸς τὸν ἄγγελον, τάδε ἐρεῖς πρὸς Ἰωάβ, μὴ πονηρὸν ἔστω ἐν ὀφθαλμοῖς σου τὸ ῥῆμα τοῦτο, ὅτι ποτὲ μὲν οὕτως καὶ ποτὲ οὕτως φάγεται ἡ μάχαιρα· κραταίωσον τὸν πόλεμόν σου εἰν τὴν πόλιν, καὶ κατάσπασον αὐτὴν, καὶ κραταίωσον αὐτήν."],["26","Καὶ ἤκουσεν ἡ γυνὴ Οὐρίου ὅτι ἀπέθανεν Οὐρίας ὁ ἀνὴρ αὐτῆς, καὶ ἐκόψατο τὸν ἄνδρα αὐτῆς."],["27","Καὶ διῆλθε τὸ πένθος, καὶ ἀπέστειλεν Δαυὶδ, καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα, καὶ ἔτεκεν αὐτῷ υἱόν· καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ὃ ἐποίησε Δαυὶδ ἐν ὀφθαλμοῖς Κυρίου."]],[["1","Καὶ ἀπέστειλε Κύριος τὸν Νάθαν τὸν προφήτην πρὸς Δαυίδ· καὶ εἰσῆλθε πρὸς αὐτὸν, καὶ εἶπεν αὐτῷ, δύο ἦσαν ἄνδρες ἐν πόλει μιᾷ, εἷς πλούσιος, καὶ εἷς πένης."],["2","Καὶ τῷ πλουσίῳ ἦν ποίμνια καὶ βουκόλια πολλὰ σφόδρα."],["3","Καὶ τῷ πένητι οὐδὲν ἀλλʼ ἢ ἀμνὰς μία μικρὰ, ἣν ἐκτήσατο καὶ περιεποιήσατο, καὶ ἐξέθρεψεν αὐτὴν, καὶ ἡδρύνθη μετʼ αὐτοῦ καὶ μετὰ τῶν υἱῶν αὐτοῦ ἐπὶ τὸ αὐτὸ, ἐκ τοῦ ἄρτου αὐτοῦ ἤσθιε, καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινε, καὶ ἐν τῷ κόλπῷ αὐτοῦ ἐκάθευδε, καὶ ἦν αὐτῷ ὡς θυγάτηρ."],["4","Καὶ ἦλθε πάροδος τῷ ἀνδρὶ τῷ πλουσίῳ, καὶ ἐφείσατο λαβεῖν ἐκ τῶν ποιμνίων αὐτοῦ, καὶ ἐκ τῶν βουκολίων αὐτοῦ, τοῦ ποιῆσαι τῷ ξένῳ ὁδοιπόρῳ τῷ ἐλθόντι πρὸς αὐτὸν, καὶ ἔλαβε τὴν ἀμνάδα τοῦ πένητος. καὶ ἐποίησεν αὐτὴν τῷ ἀνδρὶ τῷ ἐλθόντι πρὸς αὐτόν."],["5","Καὶ ἐθυμώθη ὀργῇ Δαυὶδ σφόδρα τῷ ἀνδρὶ, καὶ εἶπε Δαυὶδ πρὸς Νάθαν, ζῇ Κύριος, ὅτι υἱὸς θανάτου ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο·"],["6","Καὶ τὴν ἀμνάδα ἀποτίσει ἑπταπλασίονα, ἀνθʼ ὧν ὅτι ἐποίησε τὸ ῥῆμα τοῦτο, καὶ περὶ οὗ οὐκ ἐφείσατο."],["7","Καὶ εἶπε Νάθαν πρὸς Δαυὶδ, σὺ εἶ ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἐγώ εἰμι ὁ χρίσας σε εἰς βασιλέα ἐπὶ Ἰσραὴλ, καὶ ἐγώ εἰμι ἐῤῥυσάμην σε ἐκ χειρὸς Σαοὺλ,"],["8","καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου, καὶ τὰς γυναῖκας τοῦ κυρίου σου ἐν τῷ κόλπῳ σου, καὶ ἔδωκά σοι τὸν οἶκον Ἰσραὴλ καὶ Ἰούδα· καὶ εἰ μικρόν ἐστι, προσθήσω σοι κατὰ ταῦτα."],["9","Τί ὅτι ἐφαύλισας τὸν λόγον Κυρίου, τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς αὐτοῦ; τὸν Οὐρίαν τὸν Χετταῖον ἐπάταξας ἐν ῥομφαίᾳ, καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ εἰς γυναῖκα, καὶ αὐτὸν ἀπέκτεινας ἐν ῥομφαίᾳ υἱῶν Ἀμμών."],["10","Καὶ νὺν οὐκ ἀποστήσεται ῥομφαία ἐκ τοῦ οἴκου σου ἕως αἰῶνος, ἀνθʼ ὧν ὅτι ἐξουδένωσάς με, καὶ ἔλαβες τὴν γυναῖκα τοῦ Οὐρίου τοῦ Χετταίου, τοῦ εἶναί σοι εἰς γυναῖκα."],["11","Τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου, καὶ λήψομαι τὰς γυναῖκάς σου κατʼ ὀφθαλμούς σου, καὶ δώσω τῷ πλησίον σου, καὶ κοιμηθήσεται μετὰ τῶν γυναικῶν σου ἐναντίον τοῦ ἡλίου τούτου."],["12","Ὅτι σὺ ἐποίησας κρυβῇ, κᾀγὼ ποιήσω τὸ ῥῆμα τοῦτο ἐναντίον παντὸς Ἰσραὴλ, καὶ ἀπέναντι τοῦ ἡλίου τούτου."],["13","Καὶ εἶπε Δανὶδ τῷ Νάθαν, ἡμάρτηκα τῷ Κυρίῳ· καὶ εἶπε Νάθαν πρὸς Δαυὶδ, καὶ Κύριος παρεβίβασε τὸ ἁμάρτημά σου· οὐ μὴ ἀποθάνῃς."],["14","Πλὴν ὅτι παροργίζων παρώργισας τοὺς ἐχθροὺς Κυρίου ἐν τῷ ῥήματι τούτῳ, καί γε ὁ υἱός σου ὁ τεχθείς σοι θανάτῳ ἀποθανεῖται."],["15","Καὶ ἀπῆλθε Νάθαν εἰς τὸν οἶκον αὐτοῦ· καὶ ἔθραυσε Κύριος τὸ παιδίον ὃ ἔτεκεν ἡ γυνὴ Οὐρίου τοῦ Χετταίου τῷ Δαυὶδ, καὶ ἠῤῥώστησε."],["16","Καὶ ἐζήτησε Δαυὶδ τὸν Θεὸν περὶ τοῦ παιδαρίου, καὶ ἐνήστευσε Δαυὶδ νηστείαν, καὶ εἰσῆλθε καὶ ηὐλίσθη ἐπὶ τῆς γῆς."],["17","Καὶ ἀνέστησαν ἐπʼ αὐτὸν οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ ἐγεῖραι αὐτὸν ἀπὸ τῆς γῆς, καὶ οὐκ ἠθέλησε, καὶ οὐ συνέφαγεν αὐτοῖς ἄρτον."],["18","Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἀπέθανε τὸ παιδάριον· καὶ ἐφοβήθησαν οἱ δοῦλοι Δαυὶδ ἀναγγεῖλαι αὐτῷ, ὅτι τέθνηκε τὸ παιδάριον, ὅτι εἶπον, ἰδοὺ ἐν τῷ τὸ παιδάριον ἔτι ζῇν ἐλαλήσαμεν πρὸς αὐτὸν, καὶ οὐκ εἰσήκουσε τῆς φωνῆς ἡμῶν· καὶ πῶς εἴπωμεν πρὸς αὐτὸν ὅτι τέθνηκε τὸ παιδάριον, καὶ ποιήσει κακά;"],["19","Καὶ συνῆκε Δαυὶδ, ὅτι οἱ παῖδες αὐτοῦ ψιθυρίζουσι, καὶ ἐνόησε Δαυὶδ ὅτι τέθνηκε τὸ παιδάριον· καὶ εἶπε Δαυὶδ πρὸς τοὺς παῖδας αὐτοῦ, εἰ τέθνηκε τὸ παιδάριον; καὶ εἶπαν, τέθνηκε."],["20","Καὶ ἀνέστη Δαυὶδ ἐκ τῆς γῆς, καὶ ἐλούσατο, καὶ ἠλείψατο, καὶ ἤλλαξε τὰ ἱμάτια αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ προσεκύνησεν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ᾔτησεν ἄρτον φαγεῖν, καὶ παρέθηκαν αὐτῷ ἄρτον, καὶ ἔφαγε."],["21","Καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν, τί τὸ ῥῆμα τοῦτο ὃ ἐποίησας ἕνεκα τοῦ παιδαρίου; ἔτι ζῶντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις, καὶ ἡνίκα ἀπέθανε τὸ παιδάριον, ἀνέστης, καὶ ἔφαγες ἄρτον, καὶ πέπωκας;"],["22","Καὶ εἶπε Δαυὶδ, ἐν τῷ τὸ παιδάριον ἔτι ζῇν ἐνήστευσα καὶ ἔκλαυσα, ὅτι εἶπα, τίς οἶδεν εἰ ἐλεήσει με Κύριος, καὶ ζήσεται τὸ παιδάριον;"],["23","Καὶ νῦν τέθνηκεν, ἱνατί τοῦτο ἐγὼ νηστεύω; μὴ δυνήσομαι ἐπιστρέψαι αὐτὸν ἔτι; ἐγὼ πορεύσομαι πρὸς αὐτόν, καὶ αὐτὸς οὐκ ἀναστρέψει πρὸς μέ."],["24","Καὶ παρεκάλεσε Δαυὶδ Βηρσαβεὲ τὴν γυναῖκα αὐτοῦ, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ ἐκοιμήθη μετʼ αὐτῆς, καὶ συνέλαβε καὶ ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σαλωμὼν, καὶ Κύριος ἠγάπησεν αὐτόν."],["25","Καὶ ἀπέστειλεν ἐν χειρὶ Νάθαν τοῦ προφήτου, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰεδδεδὶ, ἕνεκεν Κυρίου."],["26","Καὶ ἐπολέμησεν Ἰωὰβ ἐν Ῥαββὰθ υἱῶν Ἀμμὼν, καὶ κατέλαβε τὴν πόλιν τῆς βασιλείας."],["27","Καὶ ἀπέστειλεν Ἰωὰβ ἀγγέλους πρὸς Δαυὶδ, καὶ εἶπεν, ἐπολέμησα ἐν Ῥαββὰθ, καὶ κατελαβόμην τὴν πόλιν τῶν ὑδάτων."],["28","Καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ, καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν, καὶ προκαταλαβοῦ αὐτὴν, ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν, καὶ κληθῇ τὸ ὄνομά μου ἐπʼ αὐτήν."],["29","Καὶ συνήγαγε Δαυὶδ πάντα τὸν λαὸν, καὶ ἐπορεύθη εἰς Ῥαββὰθ, καὶ ἐπολέμησεν ἐν αὐτῇ, καὶ κατελάβετο αὐτήν."],["30","Καὶ ἔλαβε τὸν στέφανον Μολχὸμ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου, καὶ λίθου τιμίου, καὶ ἦν ἐπὶ τῆς κεφαλῆς Δαυὶδ, καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκε πολλὰ σφόδρα."],["31","Καὶ τὸν λαὸν τὸν ὄντα ἐν αὐτῇ ἐξήγαγε, καὶ ἔθηκεν ἐν τῷ πρίονι, καὶ ἐν τοῖς τριβόλοις τοῖς σιδηροῖς, καὶ ὑποτομεῦσι σιδηροῖς, καὶ διήγαγεν αὐτοὺς διὰ τοῦ πλινθίου· καὶ οὕτως ἐποίησε πάσαις ταῖς πόλεσιν υἱῶν Ἀμμών· καὶ ἐπέστρεψε Δαυὶδ καὶ πᾶς ὁ λαὸς εἰς Ἰερουσαλήμ."]],[["1","Καὶ ἐγενήθη μετὰ ταῦτα καὶ τῷ Ἀβεσσαλὼμ υἱῷ Δαυὶδ ἀδελφὴ καλὴ τῷ εἴδει σφόδρα, καὶ ὄνομα αὐτῇ Θημὰρ, καὶ ἠγάπησεν αὐτὴν Ἀμνὼν υἱὸς Δαυίδ."],["2","Καὶ ἐθλίβετο Ἀμνὼν ὥστε ἀῤῥωστεῖν διὰ Θημὰρ τὴν ἀδελφὴν αὐτοῦ, ὅτι παρθένος ἦν αὕτη, καὶ ὑπέρογκον ἐν ὀφθαλμοῖς Ἀμνὼν τοῦ ποιῆσαί τι αὐτῇ."],["3","Καὶ ἦν τῷ Ἀμνὼν ἑταῖρος, καὶ ὄνομα αὐτῷ Ἰωναδὰβ, υἱὸς Σαμαὰ τοῦ ἀδελφοῦ Δαυίδ· καὶ Ἰωναδὰβ ἀνὴρ σοφὸς σφόδρα,"],["4","καὶ εἶπεν αὐτῷ, τί σοι ὅτι σὺ οὕτως ἀσθενὴς, υἱὲ τοῦ βασιλέως, τὸ πρωῒ πρωΐ; οὐκ ἀπαγγέλλεις μοι; καὶ εἶπεν αὐτῷ Ἀμνὼν, Θημὰρ τὴν ἀδελφὴν Ἀβεσσαλὼμ τοῦ ἀδελφοῦ μου ἐγὼ ἀγαπῶ."],["5","Καὶ εἶπεν αὐτῷ Ἰωναδὰβ, κοιμήθητι ἐπὶ τῆς κοίτης σου καὶ μαλακίσθητι, καὶ εἰσελεύσεται ὁ πατήρ σου τοῦ ἰδεῖν σε, καὶ ἐρεῖς πρὸς αὐτὸν, ἐλθέτω δὴ Θημὰρ ἡ ἀδελφή μου, καὶ ψωμισάτω με, καὶ ποιησάτω κατʼ ὀφθαλμούς μου βρῶμα, ὅπως ἴδω καὶ φάγω ἐκ τῶν χειρῶν αὐτῆς."],["6","Καὶ ἐκοιμήθη Ἀμνὼν καὶ ἠῤῥώστησε· καὶ εἰσῆλθεν ὁ βασιλεὺς ἰδεῖν αὐτόν· καὶ εἶπεν Ἀμνὼν πρὸς τὸν βασιλέα, ἐλθέτω δὴ Θημὰρ ἡ ἀδελφή μου πρὸς μὲ, καὶ κολλυρισάτω ἐν ὀφθαλμοῖς μου δύο κολλυρίδας, καὶ φάγομαι ἐκ τῆς χειρὸς αὐτῆς."],["7","Καὶ ἀπέστειλε Δαυὶδ πρὸς Θημὰρ εἰς τὸν οἶκον, λέγων, πορεύθητι δὴ εἰς τὸν οἶκον τοῦ ἀδελφοῦ σου, καὶ ποίησον αὐτῷ βρῶμα."],["8","Καὶ ἐπορεύθη Θημὰρ εἰς τὸν οἶκον Ἀμνὼν ἀδελφοῦ αὐτῆς, καὶ αὐτὸς κοιμώμενος· καὶ ἔλαβε τὸ σταῖς καὶ ἐφύρασε, καὶ ἐκολλύρισε κατʼ ὀφθαλμοὺς αὐτοῦ, καὶ ἥψησε τὰς κολλυρίδας."],["9","Καὶ ἔλαβε τὸ τήγανον καὶ κατεκένωσεν ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἠθέλησε φαγεῖν· καὶ εἶπεν Ἀμνὼν, ἐξαγάγετε πάντα ἄνδρα ἐπάνωθέν μου· καὶ ἐξήγαγον πάντα ἄνδρα ἀπὸ ἐπάνωθεν αὐτοῦ."],["10","Καὶ εἶπεν Ἀμνὼν πρὸς Θημὰρ, εἰσένεγκε τὸ βρῶμα εἰς τὸ ταμιεῖον, καὶ φάγομαι ἐκ τῆς χειρός σου· καὶ ἔλαβε Θημὰρ τὰς κολλυρίδας ἃς ἐποίησε, καὶ εἰσήνεγκε τῷ Ἀμνὼν ἀδελφῷ αὐτῆς εἰς τὸν κοιτῶνα."],["11","Καὶ προσήγαγεν αὐτῷ τοῦ φαγεῖν, καὶ ἐπελάβετο αὐτῆς, καὶ εἶπεν αὐτῇ, δεῦρο, κοιμήθητι μετʼ ἐμοῦ, ἀδελφή μου."],["12","Καὶ εἶπεν αὐτῷ, μὴ ἀδελφέ μου, μὴ ταπεινώσῃς με, διότι οὐ ποιηθήσεται οὕτως ἐν Ἰσραὴλ, μὴ ποιήσῃς τὴν ἀφροσύνην ταύτην."],["13","Καὶ ἐγὼ ποῦ ἀποίσω τὸ ὄνειδός μου; καὶ σὺ ἔσῃ ὡς εἷς τῶν ἀφρόνων ἐν Ἰσραήλ· καὶ νῦν λάλησον δὴ πρὸς τὸν βασιλέα, ὅτι οὐ μὴ κωλύσῃ με ἀπὸ σοῦ."],["14","Καὶ οὐκ ἠθέλησεν Ἀμνὼν τοῦ ἀκοῦσαι τῆς φωνῆς αὐτῆς· καὶ ἐκραταίωσεν ὑπὲρ αὐτὴν, καὶ ἐταπείνωσεν αὐτήν, καὶ ἐκοιμήθη μετʼ αὐτῆς."],["15","Καὶ ἐμίσησεν αὐτὴν Ἀμνὼν μῖσος μέγα σφόδρα, ὅτι μέγα τὸ μῖσος ὃ ἐμίσησεν αὐτὴν μπὲρ τὴν ἀγάπην ἣν ἠγάπησεν αὐτὴν, ὅτι μείζων ἡ κακία ἡ ἐσχάτη ἢ ἡ πρώτη· καὶ εἶπεν αὐτῇ Ἀμνὼν, ἀνάστηθι, καὶ πορεύου."],["16","Καὶ εἶπεν αὐτῷ Θημὰρ περὶ τῆς κακίας τῆς μεγάλης ταύτης ὑπὲρ ἑτέραν ἣν ἐποίησας μετʼ ἐμοῦ, τοῦ ἐξαποστεῖλαί με· καὶ οὐκ ἐθέλησεν Ἀμνὼν ἀκοῦσαι τῆς φωνῆς αὐτῆς."],["17","Καὶ ἐκάλεσε τὸ παιδάριον αὐτοῦ τὸν προεστηκότα τοῦ οἴκου, καὶ εἶπεν αὐτῷ, ἐξαποστείλατε δὴ ταύτην ἀπʼ ἐμοῦ ἔξω, καὶ ἀπόκλεισον τὴν θύραν ὀπίσω αὐτῆς."],["18","Καὶ ἐπʼ αὐτῆς ἦν χιτὼν καρπωτὸς, ὅτι οὕτως ἐνεδιδύσκοντο αἱ θυγατέρες τοῦ βασιλέως αἱ παρθένοι τοὺς ἐπενδύτας αὐτῶν· καὶ ἐξήγαγεν αὐτὴν ὁ λειτουργὸς αὐτοῦ ἔξω, καὶ ἀπέκλεισε τὴν θύραν ὀπίσω αὐτῆς."],["19","Καὶ ἔλαβε Θημὰρ σποδὸν, καὶ ἐπέθηκεν ἐπὶ τὴν κεφαλὴν αὐτῆς· καὶ τὸν χιτῶνα τὸν καρπωτὸν τὸν ἐπʼ αὐτῆς διέῤῥηξε· καὶ ἐπέθηκε τὰς χεῖρας αὐτῆς ἐπὶ τὴν κεφαλὴν αὐτῆς, καὶ ἐπορεύθη πορευομένη καὶ κράζουσα."],["20","Καὶ εἶπε πρὸς αὐτὴν Ἀβεσσαλὼμ ὁ ἀδελφὸς αὐτῆς, μὴ Ἀμνὼν ὁ ἀδελφός σου ἐγένετο μετὰ σοῦ; καὶ νῦν ἀδελφή μου κώφευσον, ὅτι ἀδελφός σου ἐστί· μὴ θῇς τὴν καρδίαν σου τοῦ λαλῆσαι τὸ ῥῆμα τοῦτο· καὶ ἐκάθισε Θημὰρ χηρεύουσα ἐν τῷ οἴκῳ Ἀβεσσαλὼμ τοῦ ἀδελφοῦ αὐτῆς."],["21","Καὶ ἤκουσεν ὁ βασιλεὺς Δαυὶδ πάντας τοὺς λόγους τούτους, καὶ ἐθυμώθη σφόδρα, καὶ οὐκ ἐλύπησε τὸ πνεῦμα Ἀμνὼν τοῦ υἱοῦ αὐτοῦ, ὅτι ἠγάπα αὐτὸν, ὅτι πρωτότοκος αὐτοῦ ἦν."],["22","Καὶ οὐκ ἐλάλησεν Ἀβεσσαλὼμ μετὰ Ἀμνὼν ἀπὸ πονηροῦ ἕως ἀγαθοῦ, ὅτι ἐμίσει Ἀβεσσαλὼμ τὸν Ἀμνὼν ἐπὶ λόγου οὗ ἐταπείνωσε Θημὰρ τὴν ἀδελφὴν αὐτοῦ."],["23","Καὶ ἐγένετο εἰς διετηρίδα ἡμερῶν, καὶ ἦσαν κείροντες τῷ Ἀβεσσαλὼμ ἐν Βελασὼρ τῇ ἐχόμενα Ἐφραὶμ, καὶ ἐκάλεσεν Ἀβεσσαλὼμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως."],["24","Καὶ ἦλθεν Ἀβεσσαλὼμ πρὸς τὸν βασιλέα, καὶ εἶπεν, ἰδοὺ δὴ κείρουσι τῷ δούλῳ σου, πορευθήτω δὴ ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ μετὰ τοῦ δούλου σου."],["25","Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἀβεσσαλὼμ, μὴ δὴ υἱέ μου, μὴ πορεύθῶμεν πάντες ἡμεῖς, καὶ οὐ μὴ καταβαρυνθῶμεν ἐπὶ σέ· καὶ ἐβιάσατο αὐτόν, καὶ οὐκ ἠθέλησε τοῦ πορευθῆναι, καὶ εὐλόγησεν αὐτόν."],["26","Καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς αὐτὸν, καὶ εἰ μή, πορευθήτω δὴ μεθʼ ἡμῶν Ἀμνὼν ὁ ἀδελφός μου· καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, ἱνατί πορευθῇ μετὰ σοῦ;"],["27","Καὶ ἐβιάσατο αὐτὸν Ἀβεσσαλώμ, καὶ ἀπέστειλε μετʼ αὐτοῦ τὸν Ἀμνὼν καὶ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως· καὶ ἐποίησεν Ἀβεσσαλὼμ πότον κατὰ τὸν πότον τοῦ βασιλέως."],["28","Καὶ ἐνετείλατο Ἀβεσσαλὼμ τοῖς παιδαρίοις αὐτοῦ, λέγων, ἴδετε ὡς ἂν ἀγαθυνθῇ ἡ καρδία Ἀμνὼν ἐν τῷ οἴνῳ, καὶ εἴπω πρὸς ὑμᾶς, πατάξατε τὸν Ἀμνὼν, καὶ θανατώσατε αὐτόν· μὴ φοβηθῆτε, ὅτι οὐχὶ ἐγώ εἰμι ὁ ἐντελλόμενος ὑμῖν; ἀνδρίζεσθε καὶ γίνεσθε εἰς υἱοὺς δυνάμεως."],["29","Καὶ ἐποίησαν τὰ παιδάρια Ἀβεσσαλὼμ τῷ Ἀμνὼν, καθὰ ἐνετείλατο αὐτοῖς Ἀβεσσαλώμ· καὶ ἀνέστησαν πάντες οἱ υἱοὶ τοῦ βασιλέως, καὶ ἐπεκάθισαν ἀνὴρ ἐπὶ τὴν ἡμιονον αὐτοῦ, καὶ ἔφυγον."],["30","Καὶ ἐγένετο, αὐτῶν ὄντων ἐν τῇ ὁδῷ, καὶ ἡ ἀκοὴ ἦλθε πρὸς Δαυὶδ, λέγων, ἐπάταξεν Ἀβεσσαλὼμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως, καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς."],["31","Καὶ ἀνέστη ὁ βασιλεὺς καὶ διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ καὶ ἐκοιμήθη ἐπὶ τὴν γῆν, καὶ πάντες οἱ παῖδες αὐτοῦ οἱ περιεστῶτες αὐτῷ διέῤῥηξαν τὰ ἱμάτια αὐτῶν."],["32","Καὶ ἀπεκρίθη Ἰωναδὰβ υἱὸς Σαμαὰ ἀδελφοῦ Δαυὶδ, καὶ εἶπε, μὴ εἰπάτω ὁ κύριός μου ὁ βασιλεὺς ὅτι πάντα τὰ παιδάρια τοὺς υἱοὺς τοῦ βασιλέως ἐθανάτωσεν, ὅτι Ἀμνὼν μονώτατος ἀπέθανεν, ὅτι ἐπὶ στόματος Ἀβεσσαλὼμ ἦν κείμενος ἀπὸ τῆς ἡμέρας ἧς ἐταπείνωσε Θημὰρ τὴν ἀδελφὴν αὐτοῦ."],["33","Καὶ νῦν μὴ θέσθω ὁ κύριός μου ὁ βασιλεὺς ἐπὶ τὴν καρδίαν αὐτοῦ ῥῆμα, λέγων, πάντες οἱ υἱοὶ τοῦ βασιλέως ἀπέθανον· ὅτι ἀλλʼ ἢ Ἀμνὼν μονώτατος ἀπέθανε."],["34","Καὶ ἀπέδρα Ἀβεσσαλώμ. Καὶ ᾖρε τὸ παιδάριον ὁ σκοπὸς τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶδε· καὶ ἰδοὺ λαὸς πολὺς πορευόμενος ἐν τῇ ὁδῷ ὄπισθεν αὐτοῦ ἐκ πλευρᾶς τοῦ ὄρους ἐν τῇ καταβάσει· καὶ παρεγένετο ὁ σκοπὸς καὶ ἀπήγγειλε τῷ βασιλεῖ, καὶ εἶπεν, ἄνδρας ἑώρακα ἐκ τῆς ὁδοῦ τὴς Ὠρωνῆν ἐκ μέρους τοῦ ὄρους."],["35","Καὶ εἶπεν Ἰωναδὰβ πρὸς τὸν βασιλέα, ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως πάρεισι· κατὰ τὸν λόγον τοῦ δούλου σου, οὕτως ἐγένετο."],["36","Καὶ ἐγένετο ἡνίκα συνετέλεσε λαλῶν, καὶ ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως ἦλθον, καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν· καί γε ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ ἔκλαυσαν κλαυθμὸν μέγαν σφόδρα."],["37","Καὶ Ἀβεσσαλὼμ ἔφυγε, καὶ ἐπορεύθη, πρὸς Θολμὶ υἱὸν Ἐμιοὺδ βασιλέα Γεδσοὺρ εἰς γῆν Χαμααχάδ· καὶ ἐπένθησεν ὁ βασιλεὺς Δαυὶδ ἐπὶ τὸν υἱὸν αὐτοῦ πάσας τὰς ἡμέρας."],["38","Καὶ Ἀβεσσαλὼμ ἀπέδρα, καὶ ἐπορεύθη εἰς Γεδσοὺρ, καὶ ἦν ἐκεῖ ἔτη τρία."],["39","Καὶ ἐκόπασεν ὁ βασιλεὺς Δαυὶδ τοῦ ἐξελθεῖν πρὸς Ἀβεσσαλὼμ, ὅτι παρεκλήθη ἐπὶ Ἀμνὼν, ὅτι ἀπέθανε."]],[["1","Καὶ ἔγνω Ἰωὰβ υἱὸς Σαρουίας ὅτι ἡ καρδία τοῦ βασιλέως ἐπὶ Ἀβεσσαλώμ."],["2","Καὶ ἀπέστειλεν Ἰωὰβ εἰς Θεκωὲ, καὶ ἔλαβεν ἐκεῖθεν γυναῖκα σοφὴν, καὶ εἶπε πρὸς αὐτὴν, πένθησον δὴ, καὶ ἔνδυσαι ἱμάτια πενθικὰ, καὶ μὴ ἀλείψῃ ἔλαιον, καὶ ἔσῃ ὡς γυνὴ πενθοῦσα ἐπὶ τεθνηκότι τοῦτο ἡμέρας πολλὰς,"],["3","καὶ ἐλεύσῃ πρὸς τὸν βασιλέα, καὶ λαλήσεις πρὸς αὐτὸν κατὰ τὸ ῥῆμα τοῦτο· καὶ ἔθηκεν Ἰωὰβ τοὺς λόγους ἐν τῷ στόματι αὐτῆς."],["4","Καὶ εἰσῆλθεν ἡ γυνὴ ἡ Θεκωῖτις πρὸς τὸν βασιλέα, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς εἰς τὴν γῆν, καὶ προσεκύνησεν αὐτῷ, καὶ εἶπε, σῶσον βασιλεῦ, σῶσον."],["5","Καὶ εἶπε πρὸς αὐτὴν ὁ βασιλεὺς, τί ἐστι σοι;"],["6","Ἡ δὲ εἶπε, καὶ μάλα γυνὴ χήρα ἐγώ εἰμι, καὶ ἀπέθανεν ὁ ἀνήρ μου. Καί γε τῇ δούλῃ σου δύο υἱοὶ, καὶ ἐμαχέσαντο ἀμφότεροι ἐν τῷ ἀγρῷ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἀναμέσον αὐτῶν· καὶ ἔπαισεν ὁ εἷς τὸν ἕνα ἀδελφὸν αὐτοῦ, καὶ ἐθανάτωσεν αὐτόν."],["7","Καὶ ἰδοὺ ἐπανέστη ὅλη ἡ πατριὰ πρὸς τὴν δούλην σου, καὶ εἶπαν, δὸς τὸν παίσαντα τὸν ἀδελφὸν αὐτοῦ, καὶ θανατώσομεν αὐτὸν ἀντὶ τῆς ψυχῆς τοῦ ἀδελφοῦ αὐτοῦ οὗ ἀπέκτεινε, καὶ ἐξαροῦμεν καί γε τὸν κληρονόμον ὑμῶν· καὶ σβέσουσι τὸν ἄνθρακά μου τὸν καταλειφθέντα ὥστε μὴ θέσθαι τῷ ἀνδρί μου κατάλειμμα καὶ ὄνομα ἐπὶ προσώπου τῆς γῆς."],["8","Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὴν γυναῖκα, ὑγιαίνουσα βάδιζε εἰς τὸν οἶκόν σου, κᾀγὼ ἐντελοῦμαι περὶ σοῦ."],["9","Καὶ εἶπεν ἡ γυνὴ ἡ Θεκωΐτις πρὸς τὸν βασιλέα, ἐπʼ ἐμὲ, κύριέ μου βασιλεῦ, ἡ ἀνομία καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου, καὶ ὁ βασιλεὺς καὶ ὁ θρόνος αὐτοῦ ἀθῶος."],["10","Καὶ εἶπεν ὁ βασιλεύς, τίς ὁ λαλῶν πρὸς σὲ, καὶ ἄξεις αὐτὸν πρὸς ἐμὲ, καὶ οὐ προσθήσει ἔτι ἅψασθαι αὐτοῦ;"],["11","Καὶ εἶπε, μνημονευσάτω δὴ ὁ βασιλεὺς τὸν Κύριον Θεὸν αὐτοῦ πληθυνθῆναι ἀγχιστέα τοῦ αἵματος τοῦ διαφθεῖραι, καὶ οὐ μὴ ἐξάρωσι τὸν υἱόν μου· καὶ εἶπε, ζῇ Κύριος, εἶ πεσεῖται ἀπὸ τῆς τριχὸς τοῦ υἱοῦ σου ἐπὶ τὴν γῆν."],["12","Καὶ εἶπεν ἡ γυνὴ, λαλησάτω δὴ ἡ δούλη σου πρὸς τὸν κύριόν μου βασιλέα ῥῆμα· καὶ εἶπε, λάλησον."],["13","Καὶ εἶπεν ἡ γυνὴ, ἱνατί ἐλογίσω τοιοῦτο ἐπὶ λαὸν Θεοῦ; ἢ ἐκ στόματος τοῦ βασιλέως ὁ λόγος οὗτος ὡς πλημμέλεια, τοῦ μὴ ἐπιστρέψαι τὸν βασιλέα τὸν ἐξωσμένον αὐτοῦ;"],["14","Ὅτι θανάτῳ ἀποθανούμεθα, καὶ ὥσπερ τὸ ὕδωρ τὸ καταφερόμενον ἐπὶ τῆς γῆς ὃ οὐ συναχθήσεται, καὶ λήψεται ὁ Θεὸς ψυχὴν, καὶ λογιζόμενος τοῦ ἐξῶσαι ἀπʼ αὐτοῦ ἐξεωσμένον."],["15","Καὶ νῦν ὃ ἦλθον λαλῆσαι πρὸς τὸν βασιλέα τὸν κύριόν μου τὸ ῥῆμα τοῦτο, ὅτι ὄψεταί με ὁ λαὸς, καὶ ἐρεῖ ἡ δούλη σου, λαλησάτω δὴ πρὸς τὸν κύριόν μον τὸν βασιλέα, εἴπως ποιήσει ὁ βασιλεὺς τὸ ῥῆμα τῆς δούλης αὐτοῦ"],["16","ὅτι ἀκούσει ὁ βασιλεύς· ῥυσάσθω τὴν δούλην αὐτοῦ ἐκ χειρὸς τοῦ ἀνδρὸς τοῦ ζητοῦντος ἐξᾶραί με καὶ τὸν υἱόν μου ἀπὸ κληρονομίας Θεοῦ."],["17","Καὶ εἶπεν ἡ γυνή, εἰ ἤδη ὁ λόγος τοῦ κυρίου μου τοῦ βασιλέως εἰς θυσίας· ὅτι καθὼς ἄγγελος Θεοῦ, οὕτως ὁ κύριός μου ὁ βασιλεὺς, τοῦ ἀκούειν τὸ ἀγαθὸν καὶ τὸ πονηρόν· καὶ Κύριος ὁ Θεός σου ἔσται μετὰ σοῦ."],["18","Καὶ ἀπεκρίθη ὁ βασιλεὺς, καὶ εἶπε πρὸς τὴν γυναῖκα, μὴ δὴ κρύψῃς ἀπʼ ἐμοῦ ῥῆμα, ὃ ἐγὼ ἐπερωτῶ σε· καὶ εἶπεν ἡ γυνή, λαλησάτω δὴ ὁ κύριός μου ὁ βασιλεύς."],["19","Καὶ εἶπεν ὁ βασιλεὺς, μὴ ἡ χεὶρ Ἰωὰβ ἐν παντὶ τούτῳ μετὰ σοῦ; καὶ εἶπεν ἡ γυνὴ τῷ βασιλεῖ, ζῇ ἡ ψυχή σου, κύριέ μου βασιλεῦ, εἰ ἔστιν εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ ἐκ πάντων ὧν ἐλάλησεν ὁ κύριός μου ὁ βασιλεὺς, ὅτι ὁ δοῦλός σου Ἰωὰβ αὐτὸς ἐνετείλατό μοι, καὶ αὐτὸς ἔθετο ἐν τῷ στόματι τῆς δούλης σου πάντας τοὺς λόγους τούτους."],["20","Ἕνεκεν τοῦ περιελθεῖν τὸ πρόσωπον τοῦ ῥήματος τούτου, ὃ ἐποίησεν ὁ δοῦλός σου Ἰωὰβ τὸν λόγον τοῦτον· καὶ ὁ κύριός μου σοφὸς καθὼς σοφία ἀγγέλου τοῦ Θεοῦ, τοῦ γνῶναι πάντα τὰ ἐν τῇ γῇ."],["21","Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἰωὰβ, ἰδοὺ δὴ ἐποίησά σοι κατὰ τὸν λόγον σου τοῦτον· πορεύου, ἐπιστρέψον τὸ παιδάριον τὸν Ἀβεσσαλώμ."],["22","Καὶ ἔπεσεν Ἰωὰβ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ προσεκύνησε, καὶ εὐλόγησε τὸν βασιλέα· καὶ εἶπεν Ἰωὰβ, σήμερον ἔγνω ὁ δοῦλός σου ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μου βασιλεῦ, ὅτι ἐποίησεν ὁ κύριός μου ὁ βασιλεὺς τὸν λόγον τοῦ δούλου αὐτοῦ."],["23","Καὶ ἀνέστη Ἰωὰβ, καὶ ἐπορεύθη εἰς Γεδσούρ, καὶ ἤγαγε τὸν Ἀβεσσαλὼμ εἰς Ἰερουσαλήμ."],["24","Καὶ εἶπεν ὁ βασιλεὺς, ἀποστραφήτω εἰς τὸν οἶκον αὐτοῦ, καὶ τὸ πρόσωπόν μου μὴ βλεπέτω· καὶ ἀπέστρεψεν Ἀβεσσαλὼμ εἰς τὸν οἶκον αὐτοῦ, καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδε."],["25","Καὶ ὡς Ἀβεσσαλὼμ οὐκ ἦν ἀνὴρ ἐν παντὶ Ἰσραὴλ αἰνετὸς σφόδρα, ἀπὸ ἴχνους ποδὸς αὐτοῦ καὶ ἕως κορυφῆς αὐτοῦ οὐκ ἦν ἐν αὐτῷ μῶμος."],["26","Καὶ ἐν τῷ κείρεσθαι αὐτὸν τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐγένετο ἀπʼ ἀρχῆς ἡμερῶν εἰς ἡμέρας ὡς ἂν ἐκείρετο, ὅτι κατεβαρύνετο ἐπʼ αὐτὸν, καὶ κειρόμενος αὐτὴν ἔστησε τὴν τρίχα τῆς κεφαλῆς αὐτοῦ διακοσίους σίκλους ἐν τῷ σίκλῳ τῷ βασιλικῷ."],["27","Καὶ ἐτέχθησαν τῷ Ἀβεσσαλὼμ τρεῖς υἱοὶ, καὶ θυγάτηρ μία, καὶ ὄνομα αὐτῇ Θημάρ· αὕτη ἦν γυνὴ καλὴ σφόδρα· καὶ γίνεται γυνὴ Ῥοβοὰμ υἱῷ Σαλωμὼν, καὶ τίκτει αὐτῷ τὸν Ἀβία."],["28","Καὶ ἐκάθισεν Ἀβεσσαλὼμ ἐν Ἱερουσαλὴμ δύο ἔτη ἡμερῶν, καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδε."],["29","Καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ πρὸς Ἰωὰβ ἀποστεῖλαι αὐτὸν πρὸς τὸν βασιλέα, καὶ οὐκ ἠθέλησεν ἐλθεῖν πρὸς αὐτόν· καὶ ἀπέστειλεν ἐκ δευτέρου πρὸς αὐτὸν, καὶ οὐκ ἠθέλησε παραγενέσθαι."],["30","Καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς τοὺς παῖδας αὐτοῦ, ἴδετε, ἡ μερὶς ἐν ἀγρῷ τοῦ Ἰωὰβ ἐχόμενά μου, καὶ αὐτῷ ἐκεῖ κριθαὶ, πορεύεσθε καὶ ἐμπρήσατε αὐτὴν ἐν πυρί· καὶ ἐνέπρησαν οἱ παῖδες Ἀβεσσαλὼμ τὴν μερίδα· καὶ παραγίνονται οἱ δοῦλοι Ἰωὰβ πρὸς αὐτὸν διεῤῥηχότες τὰ ἱμάτια αὐτῶν, καὶ εἶπον, ἐνεπύρισαν οἱ δοῦλοι Ἀβεσσαλὼμ τὴν μερίδα ἐν πυρί."],["31","Καὶ ἀνέστη Ἰωὰβ, καὶ ἦλθε πρὸς Ἀβεσσαλὼμ εἰς τὸν οἶκον, καὶ εἶπε πρὸς αὐτὸν, ἱνατί ἐνεπύρισαν οἱ παῖδές σου τὴν μερίδα τὴν ἐμὴν ἐν πυρί;"],["32","Καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Ἰωὰβ, ἰδοὺ ἀπέστειλα πρὸς σὲ, λέγων, ἧκε ὧδε, καὶ ἀποστελῶ σε πρὸς τὸν βασιλέα, λέγων, ἱνατί ἦλθον ἐκ Γεδσούρ; ἀγαθόν μοι ἦν εἶναι ἐκεῖ· καὶ νῦν ἰδοὺ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδον· εἰ δέ ἐστιν ἐν ἐμοὶ ἀδικία, καὶ θανάτωσόν με."],["33","Καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα, καὶ ἀπήγγειλεν αὐτῷ· καὶ ἐκάλεσε τὸν Ἀβεσσαλώμ· καὶ εἰσῆλθε πρὸς τὸν βασιλέα, καὶ προσεκύνησεν αὐτῷ, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ κατὰ πρόσωπον τοῦ βασιλέως· καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Ἀβεσσαλώμ."]],[["1","Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐποίησεν ἑαυτῷ Ἀβεσσαλὼμ ἅρματα, καὶ ἵππους, καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ."],["2","Καὶ ὤρθρισεν Ἀβεσσαλὼμ, καὶ ἔστη ἀνὰ χεῖρα τῆς ὁδοῦ τῆς πύλης· καὶ ἐγένετο πᾶς ἀνὴρ ᾧ ἐγένετο κρίσις, ἦλθε πρὸς τὸν βασιλέα εἰς κρίσιν, καὶ ἐβόησε πρὸς αὐτὸν Ἀβεσσαλὼμ, καὶ ἔλεγεν αὐτῷ, ἐκ ποίας πόλεως σὺ εἶ; καὶ εἶπεν, ἐκ μιᾶς φυλῶν Ἰσραὴλ ὁ δοῦλός σου."],["3","Καὶ εἶπε πρὸς αὐτὸν ὁ Ἀβεσσαλὼμ, ἰδοὺ οἱ λόγοι σου ἀγαθοὶ καὶ εὔκολοι, καὶ ὁ ἀκούων οὐκ ἔστι σοι παρὰ τοῦ βασιλέως."],["4","Καὶ εἶπεν Ἀβεσσαλὼμ, τίς με καταστήσει κριτὴν ἐν τῇ γῇ, καὶ ἐπʼ ἐμὲ ἐλεύσεται πᾶς ἀνὴρ ᾧ ἐὰν ᾖ ἀντιλογία καὶ κρίσις, καὶ δικαιώσω αὐτόν;"],["5","Καὶ ἐγένετο ἐν τῷ ἐγγίζειν ἄνδρα τοῦ προσκυνῆσαι αὐτῷ, καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ, καὶ ἐπελαμβάνετο αὐτοῦ, καὶ κατεφίλησεν αὐτόν."],["6","Καὶ ἐποίησεν Ἀβεσσαλὼμ κατὰ τὸ ῥῆμα τοῦτο παντὶ Ἰσραὴλ τοῖς παραγινομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα, καὶ ἰδιοποιεῖτο Ἀβεσσαλὼμ τὴν καρδίαν ἀνδρῶν Ἰσραήλ."],["7","Καὶ ἐγένετο ἀπὸ τέλους τεσσαράκοντα ἐτῶν, καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς τὸν πατέρα αὐτοῦ, πορεύσομαι δὴ, καὶ ἀποτίσω τὰς εὐχάς μου, ἃς ηὐξάμην τῷ Κυρίῳ ἐν Χεβρών·"],["8","Ὅτι εὐχὴν ηὔξατο ὁ δοῦλός σου ἐν τῷ οἰκεῖν με ἐν Γεδσοὺρ ἐν Συρίᾳ, λέγων, ἐὰν ἐπιστρέφων ἐπιστρέψῃ με Κύριος εἰς Ἰερουσαλὴμ, καὶ λατρεύσω τῷ Κυρίῳ."],["9","Καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, Βάδιζε εἰς εἰρήνην· καὶ ἀναστὰς ἐπορεύθη εἰς Χεβρών."],["10","Καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ κατασκόπους ἐν πάσαις φυλαῖς Ἰσραὴλ, λέγων, ἐν τῷ ἀκοῦσαι ὑμᾶς τὴν φωνὴν τῆς κερατίνης, καὶ ἐρεῖτε, βεβασίλευκε βασιλεὺς Ἀβεσσαλὼμ ἐν Χεβρών."],["11","Καὶ μετὰ Ἀβεσσαλὼμ ἐπορεύθησαν διακόσιοι ἄνδρες ἐξ Ἰερουσαλὴμ κλητοί· καὶ πορευόμενοι τῇ ἁπλότητι αὐτῶν, καὶ οὐκ ἔγνωσαν πᾶν ῥῆμα."],["12","Καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ τῷ Ἀχειτόφελ τῷ Θεκωνεὶ, σύμβουλον Δαυὶδ, ἐκ τῆς πόλεως αὐτοῦ εἰς Γωλὰ, ἐν τῷ θυσιάζειν αὐτόν· καὶ ἐγένετο σύντριμμα ἰσχυρόν· καὶ ὁ λαὸς ὁ πορευόμενος καὶ πολὺς μετὰ Ἀβεσσαλώμ."],["13","Καὶ παρεγένετο ἀπαγγέλων πρὸς Δαυὶδ, λέγων, ἐγενήθη ἡ καρδία ἀνδρῶν Ἰσραὴλ ὀπίσω Ἀβεσσαλώμ."],["14","Καὶ εἶπε Δαυὶδ πᾶσι τοῖς παισὶν αὐτοῦ τοῖς μετʼ αὐτοῦ τοῖς ἐν Ἰερουσαλὴμ, ἀνάστητε καὶ φύγωμεν, ὅτι οὐκ ἔστιν ἡμῖν σωτηρία ἀπὸ προσώπου Ἀβεσσαλώμ· ταχύνατε τοῦ πορευθῆναι, ἵνα μὴ ταχύνῃ καὶ καταλάβῃ ἡμᾶς, καὶ ἐξώσῃ ἐφʼ ἡμᾶς τὴν κακίαν, καὶ πατάξῃ τὴν πόλιν ἐν στόματι μαχαίρης."],["15","Καὶ εἶπον οἱ παῖδες τοῦ βασιλέως πρὸς τὸν βασιλέα, κατὰ πάντα ὅσα αἱρεῖται ὁ κύριος ἡμῶν ὁ βασιλεὺς, ἰδοὺ οἱ παῖδές σου."],["16","Καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ οἶκος αὐτοῦ τοῖς ποσὶν αὐτῶν· καὶ ἀφῆκεν ὁ βασιλεὺς δέκα γυναῖκας τῶν παλλακῶν αὐτοῦ φυλάσσειν τὸν οἶκον."],["17","Καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ, καὶ ἔστησαν ἐν οἴκῳ τῷ μακράν."],["18","Καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον, καὶ πᾶς Χελεθὶ καὶ πᾶς ὁ Φελεθὶ, καὶ ἔστησαν ἐπὶ τῆς ἐλαίας ἐν τῇ ἐρήμῳ· καὶ πᾶς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ, καὶ πάντες οἱ περὶ αὐτὸν, καὶ πάντες οἱ ἁδροὶ, καὶ πάντες οἱ μαχηταὶ ἑξακόσιοι ἄνδρες· καὶ παρῆσαν ἐπὶ χεῖρα αὐτοῦ· καὶ πᾶς ὁ Χελεθι, καὶ πᾶς ὁ Φελεθὶ, καὶ πάντες οἱ Γεθαῖοι οἱ ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοῖς ποσὶν αὐτῶν ἐκ Γὲθ, καὶ πορευόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως."],["19","Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἐθὶ τὸν Γεθαῖον, ἱνατί πορεύῃ καὶ σὺ μεθʼ ἡμῶν; ἐπίστρεφε, καὶ οἴκει μετὰ τοῦ βασιλέως, ὅτι ξένος εἶ σὺ, καὶ ὅτι μετῴκηκας σὺ ἐκ τοῦ τόπου σου."],["20","Εἰ ἐχθὲς παραγέγονας, καὶ σήμερον κινήσω σε μεθʼ ἡμῶν; καί γε μεταναστήσεις τὸν τόπον σου· χθὲς ἡ ἐξέλευσίς σου, καὶ σήμερον μετακινήσω σε μεθʼ ἡμῶν τοῦ πορευθῆναι; καὶ ἐγὼ πορεύσομαι οὗ ἐὰν ἐγὼ πορευθῶ· ἐπιστρέφου καὶ ἐπίστρεψον τοὺς ἀδελφούς σου μετὰ σοῦ, καὶ Κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήθειαν."],["21","Καὶ ἀπεκρίθη Ἐθὶ τῷ βασιλεῖ, καὶ εἶπε, ζῇ Κύριος καὶ ζῇ ὁ κύριός μου ὁ βασιλεὺς, ὅτι εἰς τὸν τόπον οὗ ἐὰν ᾖ ὁ κύριός μου, καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωὴν, ὅτι ἐκεῖ ἔσται ὁ δοῦλός σου."],["22","Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἐθὶ, δεῦρο, καὶ διάβαινε μετʼ ἐμοῦ· καὶ παρῆλθεν Ἐθὶ ὁ Γεθαῖος καὶ ὁ βασιλεὺς, καὶ πάντες οἱ παῖδες αὐτοῦ καὶ πᾶς ὁ ὄχλος ὁ μετʼ αὐτοῦ."],["23","Καὶ πᾶσα ἡ γῆ ἔκλαιε φωνῇ μεγάλῃ· καὶ πᾶς ὁ λαὸς παρεπορεύοντο ἐν τῷ χειμάῤῥῳ τῶν Κέδρων· καὶ ὁ βασιλεὺς διέβη τὸν χειμάῤῥουν Κέδρων· καὶ πᾶς ὁ λαὸς καὶ ὁ βασιλεὺς παρεπορεύοντο ἐπὶ πρόσωπον ὁδοῦ τὴν ἔρημον."],["24","Καὶ ἰδοὺ καί γε Σαδὼκ καὶ πάντες οἱ Λευῖται μετʼ αὐτοῦ, αἴροντες τὴν κιβωτὸν διαθήκης Κυρίου ἀπὸ Βαιθάρ· καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ Θεοῦ· καὶ ἀνέβη Ἀβιάθαρ ἕως ἐπαύσατο πᾶς ὁ λαὸς παρελθεῖν ἐκ τῆς πόλεως."],["25","Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὸν Σαδὼκ, ἀπόστρεψον τὴν κιβωτὸν τοῦ Θεοῦ εἰς τὴν πόλιν· ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς Κυρίου, καὶ ἐπιστρέψει με, καὶ δείξει μοι αὐτὴν καὶ τὴν εὐπρέπειαν αὐτῆς."],["26","Καὶ ἐὰν εἴπῃ οὕτως, οὐκ ἠθέληκα ἐν σοί· ἰδοὺ ἐγώ εἰμι, ποιείτω μοι κατὰ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ."],["27","Καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδὼκ τῷ ἱερεῖ, ἴδετε, σὺ ἐπιστρέφεις εἰς τὴν πόλιν ἐν εἰρήνῃ, καὶ Ἀχιμάας ὁ υἱός σου, καὶ Ἰωνάθαν ὁ υἱὸς Ἀβιάθαρ οἱ δύο υἱοὶ ὑμῶν μεθʼ ὑμῶν."],["28","Ἴδετε, ἐγώ εἰμι στρατεύομαι ἐν Ἀραβὼθ τῆς ἐρήμου, ἕως τοῦ ἐλθεῖν ῥῆμα παρʼ ὑμῶν τοῦ ἀπαγγεῖλαί μοι."],["29","Καὶ ἀπέστρεψε Σαδὼκ καὶ Ἀβιάθαρ τὴν κιβωτὸν τοῦ Θεοῦ εἰς Ἰερουσαλὴμ, καὶ ἐκάθισεν ἐκεῖ."],["30","Καὶ Δαυὶδ ἀνέβαινεν ἐν τῇ ἀναβάσει τῶν ἐλαιῶν ἀναβαίνων καὶ κλαίων, καὶ τὴν κεφαλὴν ἐπικεκαλυμμένος, καὶ αὐτὸς ἐπορεύετο ἀνυπόδετος· καὶ πὰς ὁ λαὸς ὁ μετʼ αὐτοῦ ἐπεκάλυψεν ἀνὴρ τὴν κεφαλὴν αὐτοῦ· καὶ ἀνέβαινον ἀναβαίνοντες καὶ κλαίοντες."],["31","Καὶ ἀνηγγέλη Δαυὶδ, λέγοντες, καὶ Ἀχιτόφελ ἐν τοῖς συστρεφομένοις μετὰ Ἀβεσσαλώμ· καὶ εἶπε Δαυὶδ, διασκέδασον δὴ τὴν βουλὴν Ἀχιτόφελ, Κύριε ὁ Θεός μου."],["32","Καὶ ἦν Δαυὶδ ἐρχόμενος ἕως τοῦ Ῥὼς, οὗ προσεκύνησεν ἐκεῖ τῷ Θεῷ· καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτῷ Χουσὶ ὁ ἀρχιεταῖρος Δαυίδ διεῤῥηχὼς τὸν χιτῶνα αὐτοῦ, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ."],["33","Καὶ εἶπεν αὐτῷ Δαυὶδ ἐὰν μὲν διαβῇς μετʼ ἐμοῦ, καὶ ἔσῃ ἐπʼ ἐμὲ εἰς βάσταγμα·"],["34","καὶ ἐὰν ἐπιστρέψῃς ἐπὶ τὴν πόλιν, καὶ ἐρεῖς τῷ Ἀβεσσαλὼμ, διεληλύθασιν οἱ ἀδελφοί σου, καὶ ὁ βασιλεὺς κατόπισθέ μου διελήλυθεν ὁ πατήρ σου· καὶ νῦν παῖς σού εἰμὶ, βασιλεῦ, ἔασόν με ζῆσαι· παῖς τοῦ πατρὸς σου ἤμην τότε καὶ ἀρτίως, καὶ νῦν ἐγὼ δοῦλος σός· καὶ διασκεδάσεις μοι τὴν βουλὴς Ἀχιτόφελ."],["35","Καὶ ἰδοὺ ἐκεῖ μετὰ σοῦ Σαδὼκ καὶ Ἀβιάθαρ οἱ ἱερεῖς· καὶ ἔσται πὰν ῥῆμα ὁ ἐὰν ἀκούσῃς ἐξ οἴκου τοῦ βασιλέως, καὶ ἀπαγγελεῖς τῷ Σαδὼκ καὶ τῷ Ἀβιάθαρ τοῖς ἱερεῦσιν."],["36","Ἰδοὺ ἐκεῖ μετʼ αὐτῶν δύο υἱοὶ αὐτῶν, Ἀχιμάας υἱὸς τῷ Σαδὼκ, καὶ Ἰωνάθαν υἱὸς τῷ Ἀβιάθαρ· καὶ ἀποστελεῖτε ἐν χειρὶ αὐτῶν πρὸς μὲ πὰν ῥῆμα ὃ ἐὰν ἀκούσητε."],["37","Καὶ εἰσῆλθε Χουσὶ ὁ ἐταῖρος Δαυὶδ εἰς τὴν πόλιν, καὶ Ἀβεσσαλὼμ ἄρτι εἰσεπορεύετο εἰς Ἰερουσαλήμ."]],[["1","Καὶ Δαυὶδ παρῆλθε βραχύ τι ἀπὸ τῆς Ῥὼς, καὶ ἰδοὺ Σιβὰ τὸ παιδάριον Μεμφιβοσθὲ εἰς ἀπαντὴν αὐτοῦ· καὶ ζεῦγος ὄνων ἐπισεσαγμένων, καὶ ἐπʼ αὐτοῖς διακόσιοι ἄρτοι, καὶ ἑκατὸν σταφίδες, καὶ ἑκατὸν φοίνικες καὶ νέβελ οἴνου."],["2","Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σιβὰ, τί ταῦτά σοι; καὶ εἶπε Σιβὰ, τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικαθῆσθαι, καὶ οἱ ἄρτοι καὶ οἱ φοίνικες εἰς βρῶσιν τοῖς παιδαρίοις, καὶ ὁ οἶνος πιεῖν τοῖς ἐκλελυμένοις ἐν τῇ ἐρήμῳ."],["3","Καὶ εἶπεν ὁ βασιλεὺς, καὶ ποῦ ὁ υἱὸς τοῦ κυρίου σου; καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα, ἰδοὺ κάθηται ἐν Ἱερουσαλὴμ, ὅτι εἶπε, σήμερον ἐπιστρέψουσί μοι οἶκος Ἰσραὴλ τὴν βασιλείαν τοῦ πατρός μου."],["4","Καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σιβᾷ, ἰδού σοι πάντα ὅσα ἐστὶ Μεμφιβοσθέ· καὶ εἶπε Σιβὰ προσκυνήσας, εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου κύριέ μου βασιλεῦ."],["5","Καὶ ἦλθεν ὁ βασιλεὺς Δαυὶδ ἕως Βαουρίμ· καὶ ἰδοὺ ἐκεῖθεν ἀνὴρ ἐξεπορεύετο ἐκ συγγενείας οἴκου Σαοὺλ, καὶ ὄνομα αὐτῷ Σεμεῒ υἱὸς Γηρά· ἐξῆλθε ἐκπορευόμενος καὶ καταρώμενος,"],["6","καὶ λιθάζων ἐν λίθοις τὸν Δαυὶδ, καὶ πάντας τοὺς παῖδας τοῦ βασιλέως Δαυίδ· καὶ πᾶς ὁ λαὸς ἦν, καὶ πάντες οἱ δυνατοὶ, ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ βασιλέως."],["7","Καὶ οὕτως ἔλεγε Σεμεῒ ἐν τῷ καταρᾶσθαι αὐτὸν, ἔξελθε ἔξελθε ἀνὴρ αἱμάτων καὶ ἀνὴρ ὁ παράνομος."],["8","Ἐπέστρεψεν ἐπὶ σὲ Κύριος πάντα τὰ αἵματα τοῦ οἴκου Σαοὺλ, ὅτι ἐβασίλευσας ἀντʼ αὐτοῦ· καὶ ἔδωκε Κύριος τὴν βασιλείαν ἐν χειρὶ Ἀβεσσαλὼμ τοῦ υἱοῦ σου· καὶ ἰδοὺ σὺ ἐν τῇ κακίᾳ σου, ὅτι ἀνὴρ αἱμάτων σύ."],["9","Καὶ εἶπεν Ἀβεσσὰ υἱὸς Σαρουίας πρὸς τὸν βασιλέα, ἱνατί καταρᾶται ὁ κύων ὁ τεθνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα; διαβήσομαι δὴ καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ."],["10","Καὶ εἶπεν ὁ βασιλεὺς, τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουίας; καὶ ἄφετε αὐτὸν, καὶ οὕτως καταράσθω, ὅτι Κύριος εἶπεν αὐτῷ καταρᾶσθαι τὸν Δαυίδ· καὶ τίς ἐρεῖ, ὡς τί ἐποίησας οὕτως;"],["11","Καὶ εἶπε Δαυὶδ πρὸς Ἀβεσσὰ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ, ἰδοὺ ὁ υἱός μου ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου, καὶ προσέτι νῦν ὁ υἱὸς τοῦ Ἰεμινί· ἄφετε αὐτὸν καταρᾶσθαι, ὅτι εἶπεν αὐτῷ Κύριος."],["12","Εἴπως ἴδοι Κύριος ἐν τῇ ταπεινώσει μου, καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ."],["13","Καὶ ἐπορεύθη Δαυὶδ καὶ πάντες οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ὁδῷ· καὶ Σεμεῒ ἐπορεύετο ἐκ πλευρᾶς τοῦ ὄρους ἐχόμενα αὐτοῦ πορευόμενος καὶ καταρώμενος καὶ λιθάζων ἐν λίθοις ἐκ πλαγίων αὐτοῦ καὶ τῷ χοῒ πάσσων."],["14","Καὶ ἦλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς μετʼ αὐτοῦ ἐκλελυμένοι, καὶ ἀνέψυξαν ἐκεῖ."],["15","Καὶ Ἀβεσσαλὼμ καὶ πᾶς ἀνὴρ Ἰσραὴλ εἰσῆλθον εἰς Ἰερουσαλὴμ, καὶ Ἀχιτόφελ μετʼ αὐτοῦ."],["16","Καὶ ἐγενήθη ἡνίκα ἦλθε Χουσὶ ὁ ἀρχιεταῖρος Δαυὶδ πρὸς Ἀβεσσαλὼμ, καὶ εἶπε Χουσὶ πρὸς Ἀβεσσαλὼμ, ζήτω ὁ βασιλεύς."],["17","Καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Χουσὶ, τοῦτο τὸ ἔλεός σου μετὰ τοῦ ἑταίρου σου; ἱνατί οὐκ ἀπῆλθες μετὰ τοῦ ἑταίρου σου;"],["18","Καὶ εἶπε Χουσὶ πρὸς Ἀβεσσαλὼμ, οὐχὶ, ἀλλὰ κατόπισθεν οὗ ἐξελέξατο Κύριος καὶ ὁ λαὸς οὗτος καὶ πᾶς ἀνὴρ Ἰσραὴλ, αὐτῷ ἔσομαι, καὶ μετὰ αὐτοῦ καθήσομαι."],["19","Καὶ τὸ δεύτερον, τίνι ἐγὼ δουλεύσω; οὐχὶ ἐνώπιον τοῦ υἱοῦ αὐτοῦ; καθάπερ ἐδούλευσα ἐνώπιον τοῦ πατρός σου, οὕτως ἔσομαι ἐνώπιόν σου."],["20","Καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Ἀχιτόφελ, φέρετε ἑαυτοῖς βουλὴν τί ποιήσωμεν."],["21","Καὶ εἶπεν Ἀχιτόφελ πρὸς Ἀβεσσαλὼμ, εἴσελθε πρὸς τὰς παλλακὰς τοῦ πατρός σου, ἃς κατέλιπε φυλάσσειν τὸν οἶκον αὐτοῦ, καὶ ἀκούσεται πᾶς Ἰσραὴλ, ὅτι κατῄσχυνα, τὸν πατέρα σοῦ, καὶ ἐνισχύσουσιν αἱ χεῖρες πάντων τῶν μετὰ σοῦ."],["22","Καὶ ἔπηξαν τὴν σκηνὴν τῷ Ἀβεσσαλὼμ ἐπὶ τὸ δῶμα, καὶ εἰσῆλθεν Ἀβεσσαλὼμ πρὸς τὰς παλλακὰς τοῦ πατρὸς αὐτοῦ κατʼ ὀφθαλμοὺς παντὸς Ἰσραήλ."],["23","Καὶ ἡ βουλὴ Ἀχιτόφελ, ἣν ἐβουλεύσατο ἐν ταῖς ἡμέραις ταῖς πρώταις, ὃν τρόπον ἐπερωτήσῃ τις ἐν λόγῳ τοῦ Θεοῦ· οὕτως πᾶσα ἡ βουλὴ τοῦ Ἀχιτόφελ καί γε τῷ Δαυὶδ καί γε τῷ Ἀβεσσαλώμ."]],[["1","Καὶ εἶπεν Ἀχιτόφελ πρὸς Ἀβεσσαλὼμ, ἐπιλέξω δὴ ἐμαυτῷ δώδεκα χιλιάδας ἀνδρῶν, καὶ ἀναστήσομαι καὶ καταδιώξω ὀπίσω Δαυὶδ τὴν νύκτα."],["2","Καὶ ἐπελεύσομαι ἐπʼ αὐτὸν, καὶ αὐτὸς κοπιῶν καὶ ἐκλελυμένος χερσὶ, καὶ ἐκστήσω αὐτὸν, καὶ φεύξεται πᾶς ὁ λαὸς ὁ μετʼ αὐτοῦ, καὶ πατάξω τὸν βασιλέα μονώτατον·"],["3","Καὶ ἐπιστρέψω πάντα τὸν λαὸν πρὸς σὲ, ὃν τρόπον ἐπιστρέφει ἡ νύμφη πρὸς τὸν ἄνδρα αὐτῆς· πλὴν ψυχὴν ἀνδρὸς ἑνὸς σὺ ζητεῖς, καὶ παντὶ τῷ λαῷ ἔσται εἰρήνη."],["4","Καὶ εὐθὺς ὁ λόγος ἐν ὀφθαλμοῖς Ἀβεσσαλὼμ, καὶ ἐν ὀφθαλμοῖς πάντων τῶν πρεσβυτέρων Ἰσραήλ."],["5","Καὶ εἶπεν Ἀβεσσαλὼμ, καλέσατε δὴ καί γε τὸν Χουσὶ τὸν Ἀραχὶ, καὶ ἀκούσωμεν τί ἐν τῷ στόματι αὐτοῦ, καί γε αὐτοῦ."],["6","Καὶ εἰσῆλθε Χουσὶ πρὸς Ἀβεσσαλὼμ, καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς αὐτὸν, λέγων, κατὰ τὸ ῥῆμα τοῦτο ἐλάλησεν Ἀχιτόφελ· ποιήσομεν κατὰ τὸν λόγον αὐτοῦ; εἰ δὲ μὴ, σὺ λάλησον."],["7","Καὶ εἶπε Χουσὶ πρὸς Ἀβεσσαλὼμ, οὐκ ἀγαθὴ αὕτη ἡ βουλὴ ἣν ἐβουλεύσατο Ἀχιτόφελ τὸ ἅπαξ τοῦτο."],["8","Καὶ εἶπε Χουσὶ, σὺ οἶδας τὸν πατέρα σου καὶ τοὺς ἄνδρας αὐτοῦ, ὅτι δυνατοί εἰσι σφόδρα καὶ κατάπικροι τῇ ψυχῇ αὐτῶν, ὡς ἄρκος ἠτεκνωμένη ἐν ἀγρῷ, καὶ ὡς ὗς τραχεῖα ἐν τῇ πεδίῳ· ὁ πατήρ σου ἀνὴρ πολεμιστὴς, καὶ οὐ μὴ καταλύσῃ τὸν λαόν."],["9","Ἰδοὺ γὰρ αὐτὸς νῦν κέκρυπται ἐν ἑνὶ τῶν βουνῶν ἢ ἐν ἑνὶ τῶν τόπων· καὶ ἔσται ἐν τῷ ἐπιπεσεῖν αὐτοῖς ἐν ἀρχῇ, καὶ ἀκούσῃ ἀκούων, καὶ εἴπῃ, ἐγενήθη θραῦσις ἐν τῷ λαῷ τῷ ὀπίσω Ἀβεσσαλώμ·"],["10","Καί γε αὐτὸς υἱὸς δυνάμεως, οὗ ἡ καρδία καθὼς ἡ καρδία τοῦ λέοντος, τηκομένη τακήσεται· ὅτι· οἶδε πᾶς Ἰσραὴλ, ὅτι δυνατὸς ὁ πατήρ σου, καὶ υἱοὶ δυνάμεως οἱ μετʼ αὐτοῦ."],["11","Ὅτι οὕτως συμβουλεύων ἐγὼ συνεβούλευσα, καὶ συναγόμενος συναχθήσεται ἐπὶ σὲ πᾶς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ, ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος· καὶ τὸ πρόσωπόν σου πορευόμενον ἐν μέσῳ αὐτῶν."],["12","Καὶ ἥξομεν πρὸς αὐτὸν εἰς ἕνα τῶν τόπων οὗ ἐὰν εὕρωμεν αὐτὸν ἐκεῖ, καὶ παρεμβαλοῦμεν ἐπʼ αὐτὸν, ὡς πίπτει δρόσος ἐπὶ τὴν γῆν, καὶ οὐχ ὑπολειψόμεθα ἐν αὐτῷ καὶ τοῖς ἀνδράσιν αὐτοῦ τοῖς μετʼ αὐτοῦ, καί γε ἕνα."],["13","Καὶ ἐὰν εἰς τὴν πόλιν συναχθῇ, καὶ λήψεται πᾶς Ἰσραὴλ πρὸς τὴν πόλιν ἐκείνην σχοινία, καὶ συροῦμεν αὐτὴν ἕως εἰς τὸν χειμάῤῥουν, ὅπως μὴ καταλειφθῇ ἐκεῖ μηδὲ λίθος."],["14","Καὶ εἶπεν Ἀβεσσαλὼμ, καὶ πᾶς ἀνὴρ Ἰσραὴλ, ἀγαθὴ ἡ βουλὴ Χουσὶ τοῦ Ἀραχὶ ὑπὲρ τὴν βουλὴν Ἀχιτόφελ· καὶ Κύριος ἐνετείλατο διασκεδάσαι τὴν βουλὴν τοῦ Ἀχιτόφελ τὴν ἀγαθὴν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἀβεσσαλὼμ τὰ κακὰ πάντα."],["15","Καὶ εἶπε Χουσὶ ὁ τοῦ Ἀραχὶ πρὸς Σαδὼκ καὶ Ἀβιάθαρ τοὺς ἱερεῖς, οὕτως καὶ οὕτως συνεβούλευσεν Ἀχιτόφελ τῷ Ἀβεσσαλὼμ καὶ τοῖς πρεσβυτέροις Ἰσραήλ· καὶ οὕτως καὶ οὕτως συνεβούλευσα ἐγώ."],["16","Καὶ νῦν ἀποστείλατε ταχὺ καὶ ἀναγγείλατε τῷ Δαυὶδ, λέγοντες, μὴ αὐλισθῇς τὴν νύκτα ἐν Ἀραβὼθ τῆς ἐρήμου, καί γε διαβαίνων σπεῦσον, μήποτε καταπείσῃ τὸν βασιλέα, καὶ πάντα τὸν λαὸν τὸν μετʼ αὐτοῦ."],["17","Καὶ Ἰωνάθαν καὶ Ἀχιμάας εἱστήκεισαν ἐν τῇ πηγῇ Ῥωγὴλ, καὶ ἐπορεύθη ἡ παιδίσκη, καὶ ἀνήγγειλεν αὐτοῖς, καὶ αὐτοὶ πορεύονται καὶ ἀναγγέλλουσι τῷ βασιλεῖ Δαυίδ· ὅτι οὐκ ἠδύναντο ὀφθῆναι τοῦ εἰσελθεῖν τἰς τὴν πόλιν."],["18","Καὶ εἶδεν αὐτοὺς παιδάριον, καὶ ἀνήγγειλε τῷ Ἀβεσσαλώμ· καὶ ἐπορεύθησαν οἱ δύο ταχέως, καὶ εἰσῆλθαν εἰς οἰκίαν ἀνδρὸς ἐν Βαουρίμ· καὶ αὐτῷ λάκκος ἐν τῇ αὐλῇ, καὶ κατέβησαν ἐκεῖ."],["19","Καὶ ἔλαβεν ἡ γυνὴ, καὶ διεπέτασε τὸ ἐπικάλυμμα ἐπὶ πρόσωπον τοῦ λάκκου, καὶ ἔψυξεν ἐπʼ αὐτῷ ἀραφὼθ, καὶ οὐκ ἐγνώσθη ῥῆμα."],["20","Καὶ ἦλθον οἱ παῖδες Ἀβεσσαλὼμ πρὸς τὴν γυναῖκα εἰς τὴν οἰκίαν, καὶ εἶπαν, ποῦ Ἀχιμάας καὶ Ἰωνάθαν; καὶ εἶπεν αὐτοῖς ἡ γυνὴ, παρῆλθαν μικρὸν το ὕδατος· καὶ ἐζήτησαν, καὶ οὐχ εὗραν, καὶ ἀνέστρεψαν εἰς Ἰερουσαλήμ."],["21","Ἐγένετο δὲ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς, καὶ ἀνέβησαν ἐκ τοῦ λάκκου, καὶ ἐπορεύθησαν· καὶ ἀπήγγειλαν τῷ βασιλεῖ Δαυὶδ, καὶ εἶπαν πρὸς Δαυὶδ, ἀνάστητε καὶ διάβητε ταχέως τὸ ὕδωρ, ὅτι οὕτως ἐβουλεύσατο περὶ ὑμῶν Ἀχιτόφελ."],["22","Καὶ ἀνέστη Δαυὶδ καὶ πᾶς ὁ λαὸς ὁ μετʼ αὐτοῦ, καὶ διέβησαν τὸν Ἰορδάνην ἕως τοῦ φωτὸς τοῦ πρωῒ, ἕως ἑνὸς οὐκ ἔλαθεν ὃς οὐ διῆλθε τὸν Ἰορδάνην."],["23","Καὶ Ἀχιτόφελ εἶδεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ, καὶ ἀνέστη καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς τὴν πόλιν αὐτοῦ· καὶ ἐνετείλατο τῷ οἴκῳ αὐτοῦ, καὶ ἀπήγξατο καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ."],["24","Καὶ Δαυεὶδ διῆλθεν εἰς Μαναΐμ καὶ Ἀβεσσαλὼμ διέβη τὸν Ἰορδάνην αὐτὸς καὶ πᾶς ἀνὴρ Ἰσραὴλ μετʼ αὐτοῦ."],["25","Καὶ τὸν Ἀμεσσαῒ κατέστησεν Ἀβεσσαλὼμ ἀντὶ Ἰωὰβ ἐπὶ τῆς δυνάμεως. Καὶ Ἀμεσσαῒ υἱὸς ἀνδρὸς, καὶ ὄνομα αὐτῷ Ἰεθὲρ ὁ Ἰεζραηλίτης· οὗτος εἰσῆλθε πρὸς Ἀβιγαίαν θυγατέρα Νάας ἀδελφὴν Σαρουίας μητρὸς Ἰωάβ."],["26","Καὶ παρενέβαλε πᾶς Ἰσραὴλ καὶ Ἀβεσσαλὼμ εἰς τὴν γῆν Γαλαάδ."],["27","Καὶ ἐγένετο ἡνίκα ἦλθε Δαυὶδ εἰς Μαναῒμ, καὶ Οὐεσβὶ υἱὸς Νάας ἐκ Ῥαββὰθ υἱῶν Ἀμμὼν, καὶ Μαχὶρ υἱὸς Ἀμιὴλ ἐκ Λωδαβὰρ, καὶ Βερζελλὶ ὁ Γαλααδίτης ἐκ Ῥωγελλὶμ,"],["28","ἤνεγκαν δέκα κοίτας ἀμφιτάπους, καὶ λέβητας δέκα, καὶ σκεύη κεράμου, καὶ πυροὺς, καὶ κριθὰς, καὶ ἄλευρον, καὶ ἄλφιτον, καὶ κύαμον, καὶ φακὸν,"],["29","καὶ μέλι, καὶ βούτυρον καὶ πρόβατα καὶ σαφὼθ βοῶν· καὶ προσήνεγκαν τῷ Δαυὶδ, καὶ τῷ λαῷ τῷ μετʼ αὐτοῦ φαγεῖν· ὅτι εἶπεν, ὁ λαὸς πεινῶν καὶ ἐκλελυμένος καὶ διψῶν ἐν τῇ ἐρήμῳ."]],[["1","Καὶ ἐπεσκέψατο Δαυὶδ τὸν λαὸν τὸν μετʼ αὐτοῦ, καὶ κατέστησεν ἐπʼ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους."],["2","Καὶ ἀπέστειλε Δαυὶδ τὸν λαὸν τὸ τρίτον ἐν χειρὶ Ἰωὰβ, καὶ τὸ τρίτον ἐν χειρὶ Ἀβεσσὰ υἱοῦ Σαρουίας ἀδελφοῦ Ἰωὰβ, καὶ τὸ τρίτον ἐν χειρὶ Ἐθὶ τοῦ Γεθαίου· καὶ εἶπε Δαυὶδ πρὸς τὸν λαὸν, ἐξελθὼν ἐξελεύσομαι καί γε ἐγὼ μεθʼ ὑμῶν."],["3","Καὶ εἶπαν, οὐκ ἐξελεύσῃ, ὅτι ἐὰν φυγῇ φύγωμεν, οὐ θήσουσιν ἐφʼ ἡμᾶς καρδίαν· καὶ ἐὰν ἀποθάνωμεν τὸ ἥμισυ ἡμῶν, οὐ θήσουσιν ἐφʼ ἡμᾶς καρδίαν, ὅτι σὺ ὡς ἡμεῖς δέκα χιλιάδες· καὶ νῦν ἀγαθὸν, ὅτι ἔσῃ ἡμῖν ἐν τῇ πόλει βοήθεια τοῦ βοηθεῖν."],["4","Καὶ εἶπε πρὸς αὐτοὺς ὁ βασιλεὺς, ὃ ἐὰν ἀρέσῃ ἐν ὀφθαλμοῖς ὑμῶν, ποιήσω· καὶ ἔστη ὁ βασιλεὺς ἀνὰ χεῖρα τῆς πύλης· καὶ πᾶς ὁ λαὸς ἐξεπορεύετο εἰς ἑκατοντάδας καὶ εἰς χιλιάδας."],["5","Καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἰωὰβ καὶ τῷ Ἀβεσσὰ καὶ τῷ Ἐθὶ, λέγων, φείσασθέ μου τοῦ παιδαρίου τοῦ Ἀβεσσαλώμ· καὶ πᾶς ὁ λαὸς ἤκουσεν ἐντελλομένου τοῦ βασιλέως πᾶσι τοῖς ἄρχουσιν ὑπὲρ Ἀβεσσαλώμ."],["6","Καὶ ἐξῆλθε πᾶς ὁ λαὸς εἰς τὸν δρυμὸν ἐξεναντίας Ἰσραήλ· καὶ ἐγένετο ὁ πόλεμος ἐν τῷ δρυμῷ Ἐφραίμ."],["7","Καὶ ἔπταισεν ἐκεῖ ὁ λαὸς Ἰσραὴλ ἐνώπιον τῶν παίδων Δαυὶδ, καὶ ἐγένετο ἡ θραῦσις μεγάλη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἴκοσι χιλιάδες ἀνδρῶν."],["8","Καὶ ἐγένετο ἐκεῖ ὁ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τῆς γῆς· καὶ ἐπλεόνασεν ὁ δρυμὸς τοῦ καταφαγεῖν ἐκ τοῦ λαοῦ, ὑπὲρ οὓς κατέφαγεν ἐν τῷ λαῷ ἡ μάχαιρα τῇ ἡμέρᾳ ἐκαίνῃ."],["9","Καὶ συνήντησεν Ἀβεσσαλὼμ ἐνώπιον τῶν παίδων Δαυίδ· καὶ Ἀβεσσαλὼμ ἦν ἐπιβεβηκὼς ἐπὶ τοῦ ἡμιόνου αὐτοῦ, καὶ εἰσῆλθεν ὁ ἡμίονος ὑπὸ τὸ δάσος τῆς δρυὸς τῆς μεγάλης, καὶ περιεπλάκη ἡ κεφαλὴ αὐτοῦ ἐν τῇ δρυῒ, καὶ ἐκρεμάσθη ἀναμέσον τοῦ οὐρανοῦ καὶ ἀναμέσον τῆς γῆς, καὶ ὁ ἡμίονος ὑποκάτω αὐτοῦ παρῆλθε."],["10","Καὶ εἶδεν ἀνὴρ εἷς, καὶ ἀνήγγειλε τῷ Ἰωὰβ, καὶ εἶπεν, ἰδοὺ ἑώρακα τὸν Ἀβεσσαλὼμ κρεμάμενον ἐν τῇ δρυΐ."],["11","Καὶ εἶπεν Ἰωὰβ τῷ ἀνδρὶ τῇ ἀναγγέλλοντι αὐτῷ, καὶ ἰδοὺ ἑώρακας· τί ὅτι οὐκ ἐπάταξας αὐτὸν ἐκεῖ εἰς τὴν γῆν; καὶ ἐγὼ ἂν δεδώκειν σοι δέκα ἀργυρίου καὶ παραζώνην μίαν."],["12","Εἶπε δὲ ὁ ἀνὴρ πρὸς Ἰωὰβ, καὶ ἐγώ εἰμι ἵστημι ἐπὶ τὰς χεῖράς μου χιλίους σίκλους ἀργυρίου, οὐ μὴ ἐπιβάλω τὴν χεῖρά μου ἐπὶ τὸν υἱὸν τοῦ βασιλέως· ὅτι ἐν τοῖς ὠσὶν ἡμῶν ἐνετείλατο ὁ βασιλεύς σοι καὶ τῷ Ἀβεσσὰ καὶ τῷ Ἐθὶ, λέγων, φυλάξατέ μοι τὸ παιδάριον τὸν Ἀβεσσαλὼμ,"],["13","μὴ ποιῆσαι ἐν τῇ ψυχῇ αὐτοῦ ἄδικον· καὶ πᾶς ὁ λόγος οὐ λήσεται ἀπὸ τοῦ βασιλέως, καὶ σὺ στήσῃ ἐξεναντίας."],["14","Καὶ εἶπεν Ἰωὰβ, τοῦτο ἐγὼ ἄρξομαι, οὐχ οὕτως μενῶ ἐνώπιόν σου· καὶ ἔλαβεν Ἰωὰβ τρία βέλη ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐνέπηξεν αὐτὰ ἐν τῇ καρδίᾳ Ἀβεσσαλὼμ, ἔτι αὐτοῦ ζῶντος ἐν τῇ καρδίᾳ τῆς δρυός."],["15","Καὶ ἐκύκλωσαν δέκα παιδάρια αἴροντα τὰ σκεύη Ἰωὰβ, καὶ ἐπάταξαν τὸν Ἀβεσσαλὼμ, καὶ ἐθανάτωσαν αὐτόν."],["16","Καὶ ἐσάλπισεν Ἰωὰβ ἐν κερατίνῃ, καὶ ἀπέστρεψεν ὁ λαὸς τοῦ μὴ διώκειν ὀπίσω Ἰσραὴλ, ὅτι ἐφείδετο Ἰωὰβ τοῦ λαοῦ."],["17","Καὶ ἔλαβε τὸν Ἀβεσσαλὼμ, καὶ ἔῤῥιψεν αὐτὸν εἰς χάσμα μέγα ἐν τῷ δρυμῷ εἰς τὸν βόθυνον τὸν μέγαν, καὶ ἐστήλωσεν ἐπʼ αὐτὸν σωρὸν λίθων μέγαν σφόδρα· καὶ πᾶς Ἰσραὴλ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ."],["18","Καὶ Ἀβεσσαλὼμ ἔτι ζῶν ἔλαβε καὶ ἔστησεν ἑαυτῷ τὴν στήλην ἐν ᾗ ἐλήφθη, καὶ ἐστήλωσεν αὐτὴν λαβεῖν τὴν στήλην τὴν ἐν τῇ βασιλέως, ὅτι εἶπεν, ὅτι οὐκ ἔστιν αὐτῷ υἱὸς ἕνεκν τοῦ ἀναμνῆσαι τὸ ὄνομα αὐτοῦ· καὶ ἐκάλεσε τὴν στήλην, Χεὶρ Ἀβεσσαλὼμ, ἕως τῆς ἡμέρας ταύτης."],["19","Καὶ Ἀχιμάας υἱὸς Σαδὼκ εἶπε, δράμω δὴ καὶ εὐαγγελιῶ τῷ βασιλεῖ, ὅτι ἔκρινε Κύριος ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτοῦ."],["20","Καὶ εἶπεν αὐτῷ Ἰωὰβ, οὐκ ἀνὴρ εὐαγγελίας σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ εὐαγγελιῇ ἐν ἡμέρᾳ ἄλλῃ· ἐν δὲ τῇ ἡμέρᾳ ταύτῃ οὐκ εὐαγγελιῇ, οὗ εἵνεκεν ὁ υἱὸς τοῦ βασιλέως ἀπέθανε."],["21","Καὶ εἶπεν Ἰωὰβ τῷ Χουσὶ, Βαδίσας ἀνάγγειλον τῷ βασιλεῖ ὅσα εἶδες· καὶ προσεκύνησε Χουσεὶ τῷ Ἰωὰβ, καὶ ἐξῆλθε."],["22","Καὶ προσέθετο ἕτι Ἀχιμάας υἱὸς Σαδὼκ, καὶ εἶπε πρὸς Ἰωὰβ, καὶ ἔστω, ὅτι δράμω καί γε ἐγὼ ὀπίσω τοῦ Χουσί· καὶ εἶπεν Ἰωὰβ, ἱνατί σὺ τοῦτο τρέχεις, υἱέ μου; δεῦρο, οὐκ ἔστι σοι εὐαγγέλια εἰς ὠφέλειαν πορευομένῳ."],["23","Καὶ εἶπε, τί γὰρ ἐὰν δράμω; καὶ εἶπεν αὐτῷ Ἰωὰβ, δράμε· καὶ ἔδραμεν Ἀχιμάας τὴν ὁδὸν τὴν τοῦ Κεχὰρ, καὶ ὑπερέβη τὸν Χουσί."],["24","Καὶ Δαυὶδ ἐκάθητο ἀναμέσον τῶν δύο πυλῶν· καὶ ἐπορεύθη ὁ σκοπὸς εἰς τὸ δῶμα τῆς πύλης πρὸς τὸ τεῖχος, καὶ ἐπῇρε τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶδε. καὶ ἰδοὺ ἀνὴρ τρέχων μόνος ἐνώπιον αὐτοῦ."],["25","Καὶ ἀνεβόησεν ὁ σκοπὸς καὶ ἀπήγγειλε τῷ βασιλεῖ· καὶ εἶπεν ὁ βασιλεὺς, εἰ μόνος ἐστὶν, εὐαγγέλια ἐν τῷ στόματι αὐτοῦ· καὶ ἐπορεύετο πορευόμενος καὶ ἐγγίζων."],["26","Καὶ εἶδεν ὁ σκοπὸς ἄνδρα ἕτερον τρέχοντα· καὶ ἐβόησεν ὁ σκοπὸς πρὸς τῇ πύλῃ, καὶ εἶπε, καὶ ἰδοὺ ἀνὴρ ἕτερος τρέχων μόνος· καὶ εἶπεν ὁ βασιλεὺς, καί γε οὗτος εὐαγγελιζόμενος."],["27","Καὶ εἶπεν ὁ σκοπός, ἐγὼ ὁρῶ τὸν δρόμον τοῦ πρώτου ὡς δρόμον Ἀχιμάας υἱοῦ Σαδώκ· καὶ εἶπεν ὁ βασιλεὺς, ἀνὴρ ἀγαθὸς οὗτος, καί γε εἰς εὐαγγελίαν ἀγαθὴν ἐλεύσεται."],["28","Καὶ ἐβόησεν Ἀχιμάας, καὶ εἶπε πρὸς τὸν βασιλέα, εἰρήνη· καὶ προσεκύνησε τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ εἶπεν, εὐλογητὸς Κύριος ὁ Θεός σου, ὃς ἀπέκλεισε τοὺς ἄνδρας τοὺς ἐπαραμένους τὴν χεῖρα αὐτῶν ἐν τῷ κυρίῳ μου τῷ βασιλεῖ."],["29","Καὶ εἶπεν ὁ βασιλεὺς, εἰρήνη τῷ παιδαρίῳ τῷ Ἀβεσσαλώμ; καὶ εἶπεν Ἀχιμάας, εἶδον τὸ πλῆθος τὸ μέγα τοῦ ἀποστεῖλαι τὸν δοῦλον τοῦ βασιλέως Ἰωὰβ καὶ τὸν δοῦλόν σου, καὶ οὐκ ἔγνων τί ἐκεῖ."],["30","Καὶ εἶπεν ὁ βασιλεὺς, ἐπίστρεψον, στηλώθητι ὧδε· καὶ ἐπεστράφη, καὶ ἔστη."],["31","Καὶ ἰδοὺ ὁ Χουσὶ παρεγένετο, καὶ εἶπε τῷ βασιλεῖ, εὐαγγελισθήτω ὁ κύριός μου ὁ βασιλεὺς, ὅτι ἔκρινέ σοι Κύριος σήμερον ἐκ χειρὸς πάντων τῶν ἐπεγειρομένων ἐπὶ σέ."],["32","Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὸν Χουσὶ, εἰ εἰρήνη τῷ παιδαρίῳ τῷ Ἀβεσσαλώμ; καὶ εἶπεν ὁ Χουσὶ, γένοιντο ὡς τὸ παιδάριον οἱ ἐχθροὶ τοῦ κυρίου μου τοῦ βασιλέως, καὶ πάντες ὅσοι ἐπανέστησαν ἐπʼ αὐτὸν εἰς κακά."]],[["1","Καὶ ἐταράχθη ὁ βασιλεὺς, καὶ ἀνέβη εἰς τὸ ὑπερῷον τῆς πύλης, καὶ ἔκλαυσε· καὶ οὕτως εἶπεν ἐν τῷ πορεύεσθαι αὐτὸν, υἱέ μου Ἀβεσσαλὼμ, υἱέ μου, υἱέ μου Ἀβεσαλώμ· τίς δῴη τὸν θάνατόν μου ἀντὶ σοῦ; ἐγὼ ἀντὶ σοῦ Ἀβεσσαλὼμ, υἱέ μου, υἱέ μου."],["2","Καὶ ἀνηγγέλη τῷ Ἰωὰβ, λέγοντες, ἰδοῦ ὁ βασιλεὺς κλαίει καὶ πενθεῖ ἐπὶ Ἀβεσσαλώμ."],["3","Καὶ ἐγένετο ἡ σωτηρία ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς πένθος παντὶ τῷ λαῷ, ὅτι ἤκουσεν ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγων, ὅτι λυπεῖται ὁ βασιλεὺς ἐπὶ τῷ υἱῷ αὐτοῦ."],["4","Καὶ διεκλέπτετο ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν, καθὼς διακλέπτεται ὁ λαὸς οἱ αἰσχυνόμενοι ἐν τῷ αὐτοὺς φεύγειν ἐν τῷ πολέμῳ."],["5","Καὶ ὁ βασιλεὺς ἔκρυψε τὸ πρόσωπον αὐτοῦ· καὶ ἔκραξεν ὁ βασιλεὺς φωνῇ μεγάλῃ, λέγων, υἱέ μου Ἀβεσσαλὼμ, Ἀβεσσαλὼμ υἱὲ μου."],["6","Καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον, καὶ εἶπε, κατῄσχυνας σήμερον τὰ πρόσωπα πάντων τῶν δούλων σου τῶν ἐξαιρουμένων σε σήμερον, καὶ τὴν ψυχὴν τῶν υἱῶν σου, καὶ τῶν θυγατέρων σου, καὶ τὴν ψυχὴν τῶν γυναικῶν σου, καὶ τῶν παλλακῶν σου,"],["7","τοῦ ἀγαπᾷν τοὺς μισοῦντάς σε, καὶ μισεῖν τοὺς ἀγαπῶντάς σε· καὶ ἀνήγγειλας σήμερον, ὅτι οὐκ εἰσὶν οἱ ἄρχοντές σου, οὐδὲ παῖδες· ὅτι ἔγνωκα σήμερον, ὅτι εἰ Ἀβεσσαλὼμ ἔζη, πάντες ἡμεῖς σήμερον νεκροί, ὅτι τότε τὸ εὐθὲς ἦν ἐν ὀφθαλμοῖς σου."],["8","Καὶ νῦν ἀναστὰς ἔξελθε καὶ λάλησον εἰς τὴν καρδίαν τῶν δούλων σου, ὅτι ἐν Κυρίῳ ὤμοσα, ὅτι εἰ μὴ ἐκπορεύσῃ σήμερον, εἰ αὐλισθήσεται ἀνὴρ μετὰ σοῦ τὴν νύκτα ταύτην· καὶ ἐπίγνωθι σεαυτῷ, καὶ κακόν σοι τοῦτο ὑπὲρ πᾶν τὸ κακὸν τὸ ἐπελθόν σοι ἐκ νεότητός σου ἕως τοῦ νῦν."],["9","Καὶ ἀνέστη ὁ βασιλεὺς καὶ ἐκάθισεν ἐν τῇ πύλῃ· καὶ πᾶς ὁ λαὸς ἀνήγγειλαν, λέγοντες, ἰδοὺ ὁ βασιλεὺς κάθηται ἐν τῇ πύλῃ· καὶ εἰσῆλθε πᾶς ὁ λαὸς κατὰ πρόσωπον τοῦ βασιλέως ἐπὶ τὴν πύλην· καὶ Ἰσραὴλ ἔφυγεν ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ."],["10","Καὶ ἦν πᾶς ὁ λαὸς κρινόμενος ἐν πάσαις φυλαῖς Ἰσραὴλ, λέγοντες, ὁ βασιλεὺς Δαυὶδ ἐῤῥύσατο ἡμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ἡμῶν, καὶ αὐτὸς ἐξείλετο ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων· καὶ νῦν πέφευγεν ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τῆς βασιλείας αὐτοῦ, καὶ ἀπὸ Ἀβεσσαλώμ."],["11","Καὶ Ἀβεσσαλὼμ, ὃν ἐχρίσαμεν ἐφʼ ἡμῶν, ἀπέθανεν ἐν τῷ πολέμῳ· καὶ νῦν ἱνατί ὑμεῖς κωφεύετε τοῦ ἐπιστρέψαι τὸν βασιλέα; καὶ τὸ ῥῆμα παντὸς Ἰσραὴλ ἦλθε πρὸς τὸν βασιλέα."],["12","Καὶ ὁ βασιλεὺς Δαυὶδ ἀπέστειλε πρὸς Σαδὼκ καὶ πρὸς Ἀβιάθαρ τοῦς ἱερεῖς, λέγων, λαλήσατε πρὸς τοὺς πρεσβυτέρους Ἰούδα, λέγοντες, ἱνατί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ; καὶ λόγος παντὸς Ἰσραὴλ ἦλθε πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ."],["13","Ἀδελφοί μου ὑμεῖς, ὀστᾶ μου καὶ σάρκες μου ὑμεῖς· ἱνατί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ;"],["14","καὶ τῷ Ἀμεσσαῒ; ἐρεῖτε, οὐχὶ ὀστοῦν μου καὶ σάρξ μου σύ; καὶ νῦν τάδε ποιήσαι μοι ὁ Θεὸς, καὶ τάδε προσθείη, εἰ μὴ ἄρχων δυνάμεως ἔσῃ ἐνώπιον ἐμοῦ πάσας τὰς ἡμέρας ἀντὶ Ἰωάβ."],["15","Καὶ ἔκλινε τὴν καρδίαν παντὸς ἀνδρὸς Ἰούδα ὡς ἀνδρὸς ἑνός· καὶ ἀπέστειλαν πρὸς τὸν βασιλεα, λέγοντες, ἐπιστράφηθι σὺ καὶ πάντες οἱ δοῦλοί σου."],["16","Καὶ ἐπέστρεψεν ὁ βασιλεὺς, καὶ ἦλθεν ἕως τοῦ Ἰορδάνου· καὶ ἄνδρες Ἰούδα ἦλθαν εἰς Γάλγαλα τοῦ πορεύεσθαι εἰς ἀπαντὴν τοῦ βασιλέως, διαβιβάσαι τὸν βασιλέα τὸν Ἰορδάνην."],["17","Καὶ ἐτάχυνε Σεμεῒ υἱὸς Γηρὰ υἱοῦ τοῦ Ἰεμινὶ ἐκ Βαουρὶμ, καὶ κατέβη μετὰ ἀνδρὸς Ἰούδα εἰς ἀπαντὴν τοῦ βασιλέως Δαυίδ,"],["18","καὶ χίλιοι ἄνδρες μετʼ αὐτοῦ ἐκ τοῦ Βενιαμὶν, καὶ Σιβὰ τὸ παιδάριον τοῦ οἴκου Σαοὺλ, καὶ πεντεκαίδεκα υἱοὶ αὐτοῦ μετʼ αὐτοῦ, καὶ εἴκοσι δοῦλοι αὐτοῦ μετʼ αὐτοῦ· καὶ κατεύθυναν τὸν Ἰορδάνην ἔμπροσθεν τοῦ βασιλέως,"],["19","καὶ ἐλειτούργησαν τὴν λειτουργίαν τοῦ διαβιβάσαι τὸν βασιλέα· καὶ διέβη ἡ διάβασις τοῦ ἐξεγεῖραι τὸν οἶκον τοῦ βασιλέως, καὶ τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ. Καὶ Σεμεῒ υἱὸς Γηρὰ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον τοῦ βασιλέως, διαβαίνοντος αὐτοῦ τὸν Ἰορδάνην,"],["20","καὶ εἶπε πρὸς τὸν βασιλέα, μὴ δὴ λογισάσθω ὁ κύριός μου ἀνομίαν, καὶ μὴ μνησθῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ ἡμέρᾳ ᾗ ὁ κύριός μου ἐξεπορεύετο ἐξ Ἰερουσαλὴμ, τοῦ θέσθαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτοῦ."],["21","Ὅτι ἔγνω ὁ δοῦλός σου ὅτι ἐγὼ ἥμαρτον, καὶ ἰδοὺ ἐγὼ ἦλθον σήμερον πρότερος παντὸς Ἰσραὴλ καὶ οἴκου Ἰωσὴφ, τοῦ καταβῆναί με εἰς ἀπαντὴν τοῦ κυρίου μου τοῦ βασιλέως."],["22","Καὶ ἀπεκρίθη Ἀβεσσαὲ υἱὸς Σαρουίας, καὶ εἶπε, μὴ ἀντὶ τούτου οὐ θανατωθήσεται Σεμεῒ, ὅτι κατηράσατο τὸν χριστὸν Κυρίου;"],["23","Καὶ εἶπε Δαυίδ, τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουίας, ὅτι γίνεσθέ μοι σήμερον εἰς ἐπίβουλον; σήμερον οὐ θανατωθήσεταί τις ἀνὴρ ἐξ Ἰσραήλ· ὅτι οὐκ οἴδα εἰ σήμερον βασιλεύω ἐγὼ ἐπὶ τὸν Ἰσραήλ."],["24","Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμεῒ, οὐ μὴ ἀποθάνῃς· καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεύς."],["25","Καὶ Μεμφιβοσθὲ υἱὸς υἱοῦ Σαοὺλ κατέβη εἰς ἀπαντὴν τοῦ βασιλέως, καὶ οὐκ ἐθεράπευσε τοὺς πόδας αὐτοῦ, οὐδὲ ὠνυχίσατο, οὐδὲ ἐποίησε τὸν μύστακα αὐτοῦ, καὶ τὰ ἱμάτια αὐτοῦ οὐκ ἀπέπλυνεν, ἀπὸ τῆς ἡμέρας ἧς ἀπῆλθεν ὁ βασιλεὺς, ἕως τῆς ἡμέρας ἧς αὐτὸς παρεγένετο ἐν εἰρήνῃ."],["26","Καὶ ἐγένετο ὅτε εἰσῆλθεν εἰς Ἱερουσαλὴμ εἰς ἀπάντησιν τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, τί ὅτι οὐκ ἐπορεύθης μετʼ ἐμοῦ, Μεμφιβοσθέ;"],["27","Καὶ εἶπε πρὸς αὐτὸν Μεμφιβοσθὲ, κύριέ μου βασιλεῦ, ὁ δοῦλός μου παρελογίσατό με, ὅτι εἶπεν ὁ παῖς σου αὐτῷ, ἐπίσαξόν μοι τὴν ὄνον, καὶ ἐπιβῶ ἐπʼ αὐτὴν, καὶ πορεύσομαι μετὰ τοῦ βασιλέως, ὅτι χωλὸς ὁ δοῦλός σου."],["28","Καὶ μεθώδευσεν ἐν τῷ δούλῳ σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα· καὶ ὁ κύριός μου ὁ βασιλεὺς ὡς ἄγγελος τοῦ Θεοῦ, καὶ ποίησον τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου."],["29","Ὅτι οὐκ ἦν πᾶς ὁ οἶκος τοῦ πατρός μου, ἀλλʼ ἢ ὅτι ἄνδρες θανάτου τῷ κυρίῳ μου τῷ βασιλεῖ, καὶ ἔθηκας τὸν δοῦλόν σου ἐν τοῖς ἐσθίουσι τὴν τράπεζάν σου· καὶ τί ἐστι μοὶ ἔτι δικαίωμα, καὶ τοῦ κεκραγέναι με ἔτι πρὸς τὸν βασιλέα;"],["30","Καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, ἱνατί λαλεῖς ἔτι τοὺς λόγους σου; εἶπον, σὺ καὶ Σιβὰ διελεῖσθε τὸν ἀγρόν."],["31","Καὶ εἶπε Μεμφιβοσθὲ πρὸς τὸν βασιλέα, καί γε τὰ πάντα λαβέτω, μετὰ τὸ παραγενέσθαι τὸν κύριόν μου τὸν βασιλέα ἐν εἰρήνῃ εἰς τὸν οἶκον αὐτοῦ."],["32","Καὶ Βερζελλὶ ὁ Γαλααδίτης κατέβη ἐκ Ῥωγελλὶμ, καὶ διέβη μετὰ τοῦ βασιλέως τὸν Ἰορδάνην ἐκπέμψαι αὐτὸν τὸν Ἰορδάνην."],["33","Καὶ Βερζελλὶ ἀνὴρ πρεσβύτερος σφόδρα, υἱὸς ὀγδοήκοντα ἐτῶν, καὶ αὐτὸς διέθρεψε τὸν βασιλέα ἐν τῷ οἰκεῖν αὐτὸν ἐν Μαναῒμ, ὅτι ἀνὴρ μέγας ἦν σφόδρα."],["34","Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Βερζελλὶ, σὺ διαβήσῃ μετʼ ἐμοῦ, καὶ διαθρέψω τὸ γῆράς σου μετʼ ἐμοῦ ἐν Ἱερουσαλήμ."],["35","Καὶ εἶπε Βερζελλὶ πρὸς τὸν βασιλέα, πόσαι ἡμέραι ἐτῶν ζωῆς μου, ὅτι ἀναβήσομαι μετὰ τοῦ βασιλέως εἰς Ἱερουσαλήμ;"],["36","Υἱὸς ὀγδοήκοντα ἐτῶν ἐγώ εἰμι σήμερον· εἰ μὴν γνώσομαι ἀναμέσον ἀγαθοῦ καὶ κακοῦ; εἰ γεύσεται ὁ δοῦλός σου ἔτι ὃ φάγομαι ἢ πίομαι; ἢ ἀκούσομαι ἔτι φωνὴν ᾀδόντων καὶ ᾀδουσῶν; καὶ ἱνατί ἔσται ἔτι ὁ δοῦλός σου εἰς φορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα;"],["37","Ὡς βραχὺ διαβήσεται ὁ δοῦλός σου τὸν Ἰορδάνην μετὰ τοῦ βασιλέως· καὶ ἱνατί ἀνταποδίδωσί μοι ὁ βασιλεὺς τὴν ἀνταπόδοσιν ταύτην;"],["38","Καθισάτω δὴ ὁ δοῦλός σου, καὶ ἀποθανοῦμαι ἐν τῇ πόλει μου παρὰ τῷ τάφῳ τοῦ πατρός μου καὶ τῆς μητρός μου· καὶ ἰδοὺ ὁ δοῦλός σου Χαμαὰμ διαβήσεται μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως· καὶ ποίησον αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου."],["39","Καὶ εἶπεν ὁ βασιλεὺς, μετʼ ἐμοῦ διαβήτω Χαμαὰμ, κᾀγὼ ποιήσω αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς μου, καὶ πάντα ὅσα ἂν ἐκλέξῃ ἐπʼ ἐμοὶ, ποιήσω σοι."],["40","Καὶ διέβη πᾶς ὁ λαὸς τὸν Ἰορδάνην, καὶ ὁ βασιλεὺς διέβη, καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Βερζελλὶ, καὶ εὐλόγησεν αὐτὸν, καὶ ἐπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ."],["41","Καὶ διέβη ὁ βασιλεὺς εἰς Γάλγαλα, καὶ Χαμαὰμ διέβη μετʼ αὐτοῦ· καὶ πᾶς ὁ λαὸς Ἰούδα διαβαίνοντες μετὰ τοῦ βασιλέως, καί γε τὸ ἥμισυ τοῦ λαοῦ Ἰσραήλ."],["42","Καὶ ἰδοὺ πᾶς ἀνὴρ Ἰσραὴλ παρεγένοντο πρὸς τὸν βασιλέα, καὶ εἶπε πρὸς τὸν βασιλέα, τί ὅτι ἔκλεψάν σε οἱ ἀδελφοὶ ἡμῶν ἀνὴρ Ἰούδα, καὶ διεβίβασαν τὸν βασιλέα καὶ τὸν οἶκον αὐτοῦ τὸν Ἰορδάνην, καὶ πάντες ἄνδρες Δαυὶδ μετʼ αὐτοῦ;"],["43","Καὶ ἀπεκρίθη πᾶς ἀνὴρ Ἰούδα πρὸς ἄνδρα Ἰσραὴλ, καὶ εἶπαν, διότι ἐγγίζει πρὸς μὲ ὁ βασιλεύς· καὶ ἱνατί οὕτως ἐθυμώθης περὶ τοῦ λόγου τούτου; μὴ βρώσει ἐφάγαμεν ἐκ τοῦ βασιλέως, ἢ δόμα ἔδωκεν, ἢ ἄρσιν ᾖρεν ἡμῖν;"],["44","Καὶ ἀπεκρίθη ἀνὴρ Ἰσραὴλ τῷ ἀνδρὶ Ἰούδα, καὶ εἶπε, δέκα χεῖρές μοι ἐν τῷ βασιλεῖ, καὶ πρωτότοκος ἐγὼ ἢ σὺ, καί γε ἐν τῷ Δαυίδ εἰμι ὑπὲρ σέ· καὶ ἱνατί τοῦτο ὕβρισάς με, καὶ οὐκ ἐλογίσθη ὁ λόγος μου πρῶτός μοι τοῦ Ἰούδα ἐπιστρέψαι τὸν βασιλέα ἐμοί; καὶ ἐσκληρύνθη ὁ λόγος ἀνδρὸς Ἰούδα ὑπὲρ τὸν λόγον ἀνδρὸς Ἰσραήλ."]],[["1","Καὶ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος, καὶ ὄνομα αὐτῷ Σαβεὲ, υἱὸς Βοχορί ἀνὴρ ὁ Ἰεμινὶ, καὶ ἐσάλπισε τῇ κερατίνῃ, καὶ εἶπεν, οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαυὶδ, οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ Ἰεσσαί· ἀνὴρ εἰς τὰ σκηνώματά σου, Ἰσραήλ."],["2","Καὶ ἀνέβη πᾶς ἀνὴρ Ἰσραὴλ ἀπὸ ὄπισθεν Δαυὶδ ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί· καὶ ἀνὴρ Ἰούδα ἐκολλήθη τῷ βασιλεῖ αὐτῶν, ἀπὸ τοῦ Ἰορδάνου καὶ ἕως Ἰερουσαλήμ."],["3","Καὶ εἰσῆλθε Δαυὶδ εἰς τὸν οἶκον αὐτοῦ εἰς Ἱερουσαλήμ· καὶ ἔλαβεν ὁ βασιλεὺς τὰς δέκα γυναῖκας τὰς παλλακὰς αὐτοῦ, ἃς ἀφῆκε φυλάσσειν τὸν οἶκον, καὶ ἔδωκεν αὐτὰς ἐν οἴκῳ φυλακῆς, καὶ διέθρεψεν αὐτὰς, καὶ πρὸς αὐτὰς οὐκ εἰσῆλθε· καὶ ἦσαν συνεχόμεναι ἕως ἡμέρας θανάτου αὐτῶν χῆραι ζῶσαι."],["4","Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἀμεσσαῒ, βόησόν μοι τὸν ἄνδρα Ἰούδα τρεῖς ἡμέρας, σὺ δὲ αὐτοῦ στῆθι."],["5","Καὶ ἐπορεύθη Ἀμεσσαῒ τοῦ βοῆσαι τὸν Ἰούδαν, καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ οὗ ἐτάξατο αὐτῷ Δαυίδ."],["6","Καὶ εἶπε Δαυὶδ πρὸς Ἀμεσσαῒ, νῦν κακοποιήσει ἡμᾶς Σαβεὲ υἱὸς Βοχορὶ ὑπὲρ Ἀβεσσαλώμ· καὶ νῦν σὺ λάβε μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου, καὶ καταδίωξον ὀπίσω αὐτοῦ, μή ποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς, καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν."],["7","Καὶ ἐξῆλθον ὀπίσω αὐτοὺ Ἀβεσσαῒ καὶ οἱ ἄνδρες Ἰωὰβ, καὶ ὁ Χερεθὶ, καὶ ὁ Φελεθὶ, καὶ πάντες οἱ δυνατοὶ, καὶ ἐξῆλθον ἐξ Ἱερουσαλὴμ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί."],["8","Καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ τῷ ἐν Γαβαών· καὶ Ἀμεσσαῒ εἰσῆλθεν ἔμπροσθεν αὐτῶν· καὶ Ἰωὰβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ, καὶ ἐπʼ αὐτῷ ἐζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τῆς ὀσφύος αὐτοῦ ἐν κολεῷ αὐτῆς· καὶ ἡ μάχαιρα ἐξῆλθε· καὶ αὐτὴ ἐξῆλθε καὶ ἔπεσε."],["9","Καὶ εἶπεν Ἰωὰβ τῷ Ἀμεσσαῒ, εἰ ὑγιαίνεις σὺ, ἀδελφέ; καὶ ἐκράτησεν ἡ χεὶρ ἡ δεξιὰ Ἰωὰβ τοῦ πώγωνος Ἀμεσσαῒ τοῦ καταφιλῆσαι αὐτόν."],["10","Καὶ Ἀμεσσαῒ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ Ἰωάβ· καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ Ἰωὰβ εἰς τὴν ψόαν, καὶ ἐξεχύθη ἡ κοιλία αὐτοῦ εἰς τὴν γῆν, καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ, καὶ ἀπέθανε· καὶ Ἰωὰβ καὶ Ἀβεσσαῒ ὁ ἀδελφὸς αὐτοῦ ἐδίωξεν ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί."],["11","Καὶ ἀνὴρ ἔστη ἐπʼ αὐτὸν τῶν παιδαρίων Ἰωὰβ, καὶ εἶπε, τίς ὁ βουλόμενος Ἰωὰβ, καὶ τίς τοῦ Δαυὶδ, ὀπίσω Ἰωάβ;"],["12","Καὶ Ἀμεσσαῒ πεφυρμένος ἐν τῷ αἵματι ἐν μέσὼ τῆς τρίβου· καὶ εἶδεν ἀνὴρ, ὅτι εἱστήκει πᾶς ὁ λαὸς, καὶ ἀπέστρεψε τὸν Ἀμεσσαῒ ἐκ τῆς τρίβου εἰς ἀγρόν· καὶ ἐπέῤῥιψεν ἐπʼ αὐτὸν ἱμάτιον, καθʼ ὅτι εἶδε πάντα τὸν ἐρχόμενον ἐπʼ αὐτὸν ἑστηκότα."],["13","Ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου, παρῆλθε πᾶς ἀνὴρ Ἰσραὴλ ὀπίσω Ἰωὰβ τοῦ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί."],["14","Καὶ διῆλθεν ἐν πάσαις φυλαῖς Ἰσραὴλ εἰς Ἀβὲλ καὶ εἰς Βαθμαχά· καὶ πάντες ἐν Χαῤῥὶ καὶ ἐξεκκλησιάσθησαν, καὶ ἦλθον κατόπισθεν αὐτοῦ."],["15","Καὶ παρεγενήθησαν καὶ ἐπολιόρκουν ἐπʼ αὐτὸν ἐν Ἀβὲλ καὶ Φερμαχά· καὶ ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν, καὶ ἔστη ἐν τῷ προτειχίσματι· καὶ πᾶς ὁ λαὸς ὁ μετὰ Ἰωὰβ ἐνοοῦσαν καταβαλεῖν τὸ τεῖχος."],["16","Καὶ ἐβόησε γυνὴ σοφὴ ἐκ τοῦ τείχους, καὶ εἶπεν, ἀκούσατε ἀκούσατε, εἴπατε δὴ πρὸς Ἰωὰβ, ἔγγισον ἕως ὧδε, καὶ λαλήσω πρὸς αὐτόν."],["17","Καὶ προσήγγισε πρὸς αὐτήν· καὶ εἶπεν ἡ γυνὴ, εἰ σὺ εἶ Ἰωάβ; ὁ δὲ εἶπεν, ἐγώ. εἶπε δὲ αὐτῷ, ἄκουσον τοὺς λόγους τῆς δούλης σου· καὶ εἶπεν Ἰωὰβ, ἀκούω ἐγώ εἰμι."],["18","Καὶ εἶπε λέγουσα, λόγον ἐλάλησαν ἐν πρώτοις, λέγοντες, ἠρωτημένος ἠρωτήθη ἐν τῇ Ἀβὲλ καὶ ἐν Δὰν εἰ ἐξέλιπον ἃ ἔθεντο οἱ πιστοὶ τοῦ Ἰσραήλ· ἐρωτῶντες ἐπερωτήσουσιν ἐν Ἀβὲλ, καὶ οὕτως εἰ ἐξέλιπον."],["19","Ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων Ἰσραήλ· σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν Ἰσραήλ· ἱνατί καταποντίζεις κληρονομίαν Κυρίου;"],["20","Καὶ ἀπεκρίθη Ἰωὰβ, καὶ εἶπεν, ἵλεώς μοι ἵλεώς μοι, εἰ καταποντιῶ καὶ εἰ φθερῶ."],["21","Οὐχ οὕτως ὁ λόγος, ὅτι ἀνὴρ ἐξ ὄρους Ἐφραὶμ, Σαβεὲ υἱὸς Βοχορὶ ὄνομα αὐτοῦ, καὶ ἐπῇρε τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα Δαυίδ. δότε αὐτόν μοι μόνον, καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως. Καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἰωὰβ, ἰδοὺ ἡ κεφαλὴ αὐτοῦ ῥιφήσεται πρὸς σὲ διὰ τοῦ τείχους."],["22","Καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς πάντα τὸν λαὸν, καὶ ἐλάλησε πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς· καὶ ἀφεῖλε τὴν κεφαλὴν Σαβεὲ υἱοῦ Βοχορί· καὶ ἀφεῖλε καὶ ἔβαλε πρὸς Ἰωάβ· καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀπʼ αὐτοῦ ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ· καὶ Ἰωὰβ ἀπέστρεψεν εἰς Ἰερουσαλὴμ πρὸς τὸν βασιλέα."],["23","Καὶ ὁ Ἰωὰβ πρὸς πάσῃ τῇ δυνάμει Ἰσραήλ· καὶ Βαναίας υἱὸς Ἰωδαὲ ἐπὶ τοῦ Χερεθὶ, καὶ ἐπὶ τοῦ Φελεθί·"],["24","Καὶ Ἀδωνιρὰμ ἐπὶ τοῦ φόρου· καὶ Ἰωσαφὰθ υἱὸς Ἀχιλοὺθ ἀναμιμνήσκων."],["25","Καὶ Σουσὰ γραμματεύς· καὶ Σαδὼκ καὶ Ἀβιάθαρ ἱερεῖς·"],["26","Καί γε Ἰρὰς ὁ Ἰαρὶν ἦν ἱερεὺς τῷ Δαυίδ."]],[["1","Καὶ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις Δαυὶδ τρία ἔτη, ἐνιαυτὸς ὁ ἐχόμενος ἐνιαυτοῦ· καὶ ἐζήτησε Δαυὶδ τὸ πρόσωπον Κυρίου· καὶ εἶπε Κύριος, ἐπὶ Σαοὺλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἀδικία ἐν θανάτῳ αἱμάτων αὐτοῦ, περὶ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας."],["2","Καὶ ἐκάλεσεν ὁ βασιλεὺς Δαυὶδ τοὺς Γαβαωνίτας, καὶ εἶπε πρὸς αὐτούς· καὶ οἱ Γαβαωνίται οὐχ υἱοὶ Ἰσραήλ εἰσιν, ὅτι ἀλλʼ ἢ ἐκ τοῦ ἐλλείμματος τοῦ Ἀμοῤῥαίου, καὶ οἱ υἱοὶ Ἰσραὴλ ὤμοσαν αὐτοῖς· καὶ ἐζήτησε Σαοὺλ πατάξαι αὐτοὺς ἐν τῷ ζηλῶσαι αὐτὸν τοὺς υἱοὺς Ἰσραὴλ καὶ Ἰούδα."],["3","Καὶ εἶπε Δαυὶδ πρὸς τοὺς Γαβαωνίτας, τί ποιήσω ὑμῖν, καὶ ἐν τίνι ἐξιλάσωμαι, καὶ εὐλογήσετε τὴν κληρονομίαν Κυρίου;"],["4","Καὶ εἶπαν αὐτῷ οἱ Γαβαωνίται, οὐκ ἔστιν ἡμῖν ἀργύριον ἢ χρυσίον μετὰ Σαοὺλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ οὐκ ἔστιν ἡμῖν ἀνὴρ θανατῶσαι ἐν Ἰσραήλ. Καὶ εἶπε, τί ὑμεῖς λέγετε, καὶ ποιήσω ὑμῖν;"],["5","καὶ εἶπαν πρὸς τὸν βασιλέα, ὁ ἀνὴρ ὃς συνετέλεσεν ἐφʼ ἡμᾶς καὶ ἐδίωξεν ἡμᾶς, ὃς παρελογίσατο ἐξολοθρεῦσαι ἡμᾶς, ἀφανίσωμεν αὐτὸν, τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ."],["6","Δότω ἡμῖν ἑπτὰ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξηλιάσωμεν αὐτοὺς τῷ Κυρίῳ ἐν τῷ Γαβαὼν Σαοὺλ ἐκλεκτοὺς Κυρίου· καὶ εἶπεν ὁ βασιλεὺς, ἐγὼ δώσω."],["7","Καὶ ἐφείσατο ὁ βασιλεὺς ἐπὶ Μεμφιβοσθὲ υἱὸν Ἰωνάθαν υἱοῦ Σαοὺλ διὰ τὸν ὅρκον Κυρίου τὸν ἀναμέσον αὐτῶν, καὶ ἀναμέσον Δαυὶδ, καὶ ἀναμέσον Ἰωνάθαν υἱοῦ Σαούλ."],["8","Καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ῥεσφὰ θυγατρὸς Ἁϊᾶ, οὓς ἔτεκε τῷ Σαοὺλ, τὸν Ἐρμωνοῒ καὶ τὸν Μεμφιβοσθὲ, καὶ τοὺς πέντε υἱοὺς τῆς Μιχὸλ θυγατρὸς Σαοὺλ, οὓς ἔτεκε τῷ Ἐσδριὴλ υἱῷ Βερζελλὶ τῷ Μωουλαθί·"],["9","Καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν, καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι Κυρίου· καὶ ἔπεσαν οἱ ἑπτὰ αὐτοὶ ἐπὶ τὸ αὐτό· καὶ αὐτοὶ δὲ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ ἐν πρώτοις, ἐν ἀρχῇ θερισμοῦ κριθῶν."],["10","Καὶ ἔλαβε Ῥεσφὰ θυγάτηρ Ἁϊᾶ τὸν σάκκον, καὶ ἔπηξεν αὐτῇ πρὸς τὴν πέτραν ἐν ἀρχῇ θερισμοῦ κριθῶν, ἕως ἔσταξεν ἐπʼ αὐτοὺς ὕδωρ ἐκ τοῦ οὐρανοῦ· καὶ οὐκ ἔδωκε τὰ πετεινὰ τοῦ οὐρανοῦ καταπαῦσαι ἐπʼ αὐτοὺς ἡμέρας, καὶ τὰ θηρία τοῦ ἀγροῦ νυκτός."],["11","Καὶ ἀπηγγέλη τῷ Δαυὶδ ὅσα ἐποίησε Ῥεσφὰ θυγάτηρ Ἁϊᾶ παλλακὴ Σαούλ· καὶ ἐξελύθησαν, καὶ κατέλαβεν αὐτοὺς Δὰν υἱὸς Ἰωὰ ἐκ τῶν ἀπογόνων τῶν γιγάντων."],["12","Καὶ ἐπορεύθη Δαυὶδ καὶ ἔλαβε τὰ ὀστᾶ Σαοὺλ, καὶ τὰ ὀστᾶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ, παρὰ τῶν ἀνδρῶν υἱῶν Ἰαβὶς Γαλαὰδ, οἳ ἔκλεψαν αὐτοὺς ἐκ τῆς πλατείας Βαιθσὰν, ὅτι ἔστησαν αὐτοὺς ἐκεῖ οἱ ἀλλόφυλοι ἐν τῇ ἡμέρᾳ ᾗ ἐπάταξαν οἱ ἀλλόφυλοι τὸν Σαοὺλ ἐν Γελβουέ."],["13","Καὶ ἁνένεγκεν ἐκεῖθεν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ, καὶ συνήγαγε τὰ ὀστᾶ τῶν ἐξηλιασμένων."],["14","Καὶ ἔθαψαν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ καὶ τὰ ὀστᾶ τῶν ἡλιασθένων ἐν γῇ Βενιαμὶν ἐν τῇ πλευρᾷ ἐν τῷ τάφῳ Κὶς τοῦ πατρὸς αὐτοῦ· καὶ ἐποίησαν πάντα ὅσα ἐνετείλατο ὁ βασιλεύς· καὶ ἐπήκουσεν ὁ Θεὸς τῇ γῇ μετὰ ταῦτα."],["15","Καὶ ἐγενήθη ἔτι πόλεμος τοῖς ἀλλοφύλοις μετὰ Ἰσραήλ· καὶ κατέβη Δαυὶδ καὶ οἱ παῖδες αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἐπολέμησαν μετὰ τῶν ἀλλοφύλων· καὶ ἐπορεύθη Δαυίδ."],["16","Καὶ Ἰεσβὶ, ὃς ἦν ἐν τοῖς ἐκγόνοις τοῦ Ῥαφά, καὶ ὁ σταθμὸς τοῦ δόρατος αὐτοῦ, τριακοσίων σίκλων ὁλκῇ χαλκοῦ, καὶ αὐτὸς περιεζωσμένος κορύνην, καὶ διενοεῖτο τοῦ πατάξαι τὸν Δαυίδ."],["17","Καὶ ἐβοήθησεν αὐτῷ Ἀβεσσὰ υἱὸς Σαρουίας, καὶ ἐπάταξε τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν· τότε ὤμοσαν οἱ ἄνδρες Δαυὶδ, λέγοντες, οὐκ ἐξελεύσῃ ἔτι μεθʼ ἡμῶν εἰς πόλεμον, καὶ οὐ μὴ σβέσῃς τὸν λύχνον Ἰσραήλ."],["18","Καὶ ἐγενήθη μετὰ ταῦτα ἔτι πόλεμος ἐν Γὲθ μετὰ τῶν ἀλλοφύλων· τότε ἐπάταξε Σεβοχὰ ὁ Ἀστατωθὶ τὸν Σὲφ ἐν τοῖς ἐγγόνοις τοῦ Ῥαφά."],["19","Καὶ ἐγένετο ὁ πόλεμος ἐν Ῥὸμ μετὰ τῶν ἀλλοφύλων· καὶ ἐπάταξεν Ἐλεανὰν υἱὸς Ἀριωργὶμ ὁ Βαιθλεεμίτης τὸν Γολιὰθ τὸν Γεθαῖον· καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων."],["20","Καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γέθ· καὶ ἦν ἀνὴρ μαδὼν, καὶ οἱ δάκτυλοι τῶν χειρῶν αὐτοῦ, καὶ οἱ δάκτυλοι τῶν ποδῶν αὐτοῦ ἓξ καὶ ἓξ, εἰκοσιτέσσαρες ἀριθμῷ· καί γε αὐτὸς ἐτέχθη τῷ Ῥαφᾴ."],["21","Καὶ ὠνείδισε τὸν Ἰσραὴλ, καὶ ἐπάταξεν αὐτὸν Ἰωνάθαν υἱὸς Σεμεῒ ἀδελφοῦ Δαυίδ."],["22","Οἱ τέσσαρες οὗτοι ἐτέχθησαν ἀπόγονοι τῶν γιγάντων ἐν Γὲθ τῷ Ῥαφὰ οἶκος, καὶ ἔπεσαν ἐν χειρὶ Δαυὶδ, καὶ ἐν χειρὶ τῶν δούλων αὐτοῦ."]],[["1","Καὶ ἐλάλησε Δαυὶδ τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης, ἐν ᾗ ἡμέρᾳ ἐξείλετο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἐκ χειρὸς Σαούλ."],["2","Καὶ εἶπεν ᾠδή· Κύριε πέτρα μου, καὶ ὀχύρωμά μου, καὶ ἐξαιρούμενός με ἐμοί,"],["3","ὁ Θεός μου, φύλαξ μου ἔσται μοι, πεποιθὼς ἔσομαι ἐπʼ αὐτῷ· ὑπερασπιστής μου, καὶ κέρας σωτηρίας μου, ἀντιλήπτωρ μου, καὶ καταφυγή μου σωτηρίας μου, ἐξ ἀδίκου σώσεις με."],["4","Αἰνετὸν ἐπικαλέσομαι Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι."],["5","Ὅτι περιέσχον με συντριμμοὶ θανάτου, χείμαῤῥοι ἀνομίας ἐθάμβησάν με."],["6","Ὠδῖνες θανάτου ἐκύκλωσάν με, προέφθασάν με σκληρότητες θανάτου."],["7","Ἐν τῷ θλίβεσθαί με ἐπικαλέσομαι τὸν Κύριον, καὶ πρὸς τὸν Θεόν μου βοήσομαι, καὶ ἐπακούσεται ἐκ ναοῦ αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐν τοῖς ὠσὶν αὐτοῦ."],["8","Καὶ ἐταράχθη καὶ ἐσείσθη ἡ γῆ, καὶ τὰ θεμέλια τοῦ οὐρανοῦ συνεταράχθησαν καὶ ἐσπαράχθησαν, ὃτι ἐθυμώθη Κύριος αὐτοῖς."],["9","Ἀνέβη καπνὸς ἐν τῇ ὀργῇ αὐτοῦ, καὶ πῦρ ἐκ στόματος αὐτοῦ κατέδεται· ἄνθρακες ἐξεκαύθησαν ἀπʼ αὐτοῦ."],["10","Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ."],["11","Καὶ ἐπεκάθισεν ἐπὶ τῷ χερουβὶν καὶ ἐπετάσθη, καὶ ὤφθη ἐπὶ πτερύγων ἀνέμου."],["12","Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ· κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ σκότος ὑδάτων, ἐπάχυνεν ἐν νεφέλαις ἀέρος."],["13","Ἀπὸ τοῦ φέγγους ἐναντίον αὐτοῦ ἐξεκαύθησαν ἄνθρακες πυρός."],["14","Ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ὁ ὕψιστος ἔδωκε φωνὴν αὐτοῦ."],["15","Καὶ ἀπέστειλε βέλη, καὶ ἐσκόρπισεν αὐτούς· καὶ ἢστραψεν ἀστραπὴν, καὶ ἐξέστησεν αὐτούς."],["16","Καὶ ὤφθησαν ἀφέσεις θαλάσσης, καὶ ἀπεκαλύφθη θεμέλια τῆς οἰκουμένης ἐν τῇ ἐπιτιμήσει Κυρίου, ἀπὸ πνοῆς πνεύματος θυμοῦ αὐτοῦ."],["17","Ἀπέστειλεν ἐξ ὕξ ὕψους καὶ ἔλαβέ με, εἵλκυσέ με ἐξ ὑδάτων πολλῶν."],["18","Ἐῤῥύσατό με ἐξ ἐχθρῶν μου ἰσχύος, ἐκ τῶν μισούντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ."],["19","Προέφθασάν με ἡμέραι θλίψεώς μου· καὶ ἐγένετο Κύριος ἐπιστήριγμά μου;"],["20","καὶ ἐξήγαγέ με εἰς πλατυσμὸν, καὶ ἐξείλετό με, ὅτι ηὐδόκησες ἐν ἐμοί."],["21","Καὶ ἀνταπέδωκέ μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταπέδωκέ μοι."],["22","Ὅτι ἐφύλαξα ὁδοὺς Κυρίου, καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου."],["23","Ὅτι πάντα τὰ κρίματα αὐτοῦ κατεναντίον μου καὶ τὰ δικαιώματα αὐτοῦ, οὐκ ἀπέστην ἀπʼ αὐτῶν."],["24","Καὶ ἔσομαι ἄμωμος αὐτῷ, καὶ προφυλάξομαι ἀπὸ τῆς ἀνομίας μου."],["25","Καὶ ἀποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ."],["26","Μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ ἀνδρὸς τελείου τελειωθήσῃ·"],["27","Καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ στρεβλωθήσῃ."],["28","Καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις, καὶ ὀφθαλμοὺς ἐπὶ μετεώρων ταπεινώσεις."],["29","Ὅτι σὺ ὁ λύχνος μου Κύριε, καὶ Κύριος ἐκλάμψει μοι τὸ σκότος μου."],["30","Ὅτι ἐν σοὶ δραμοῦμαι μονόζωνος, καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος."],["31","Ὁ ἰσχυρὸς ἄμωμος ἡ ὁδὸς αὐτοῦ· τὸ ῥῆμα Κυρίου κραταιὸν πεπυρωμένον· ὑπερασπιστής ἐστι πᾶσι τοῖς πεποιθόσιν ἐπʼ αὐτόν."],["32","Τίς ἰσχυρὸς πλὴν Κυρίου; καὶ τίς κτίστης ἔσται πλὴν τοῦ Θεοῦ ἡμῶν;"],["33","Ὁ ἰσχυρὸς ὁ κραταιῶν με δυνάμει, καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου."],["34","Τιθεὶς τοὺς πόδας μου ὡς ἐλάφων, καὶ ἐπὶ τὰ ὕψη ἱστῶν με."],["35","Διδάσκων χεῖράς μου εἰς πόλεμον, καὶ κατάξας τόξον χαλκοῦν ἐν βραχίονί μου."],["36","Καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου, καὶ ἡ ὑπακοή σου ἐπλήθυνέ με εἰς πλατυσμὸν εἰς τὰ διαβήματά μου ὑποκάτω μου,"],["37","καὶ οὐκ ἐσαλεύθησαν τὰ σκέλη μου."],["38","Διώξω ἐχθρούς μου, καὶ ἀφανιῶ αὐτοὺς, καὶ οὐκ ἀναστρέψω ἕως ἂν συντελέσω αὐτούς."],["39","Καὶ θλάσω αὐτοὺς καὶ οὐκ ἀναστήσονται, καὶ πεσοῦνται ὑπὸ τοὺς πόδας μου."],["40","Καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον, κάμψεις τοὺς ἐπιστανομένους μοι ὑποκάτω μου."],["41","Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, τοὺς μισοῦντάς με, καὶ ἐθανάτωσας αὐτούς."],["42","Βοήσονται, καὶ οὐκ ἔστι βοηθὸς, πρὸς Κύριον, καὶ οὐκ ἐπήκουσεν αὐτῶν."],["43","Καὶ ἐλέανα αὐτοὺς ὡς χοῦν γῆς, ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς."],["44","Καὶ ῥύσῃ με ἐκ μάχης λαῶν, φυλάξεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸς ὃν οὐκ ἔγνω ἐδούλευσάν μοι."],["45","Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, εἰς ἀκοὴν ὠτίου ἤκουσάν μου."],["46","Υἱοὶ ἀλλότριοι ἀποῤῥιφήσονται, καὶ σφαλοῦσιν ἐκ τῶν συγκλεισμῶν αὐτῶν."],["47","Ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ φύλαξ μου, καὶ ὑψωθήσεται ὁ Θεός μου ὁ φύλαξ τῆς σωτηρίας μου."],["48","Ἰσχυρὸς Κύριος ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ, παιδεύων λαοὺς ὑποκάτω μου,"],["49","καὶ ἐξάγων με ἐξ ἐχθρῶν μου· καὶ ἐκ τῶν ἐπεγειρομένων μοι ὑψώσεις με, ἐξ ἀνδρὸς ἀδικημάτων ῥύσῃ με."],["50","Διὰ τοῦτο ἐξομολογήσομαί σοι Κύριε ἐν τοῖς ἔθνεσι, καὶ ἐν τῷ ὀνόματί σου ψαλῶ."],["51","Μεγαλύνων τὰς σωτηρίας βασιλέως αὐτοῦ, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ τῷ Δαυὶδ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Καὶ οὗτοι οἱ λόγοι Δαυὶδ οἱ ἔσχατοι·"]],[["1","Πιστὸς Δαυὶδ υἱὸς Ἰεσσαί, καὶ πιστὸς ἀνὴρ ὃν ἀνέστησε Κύριος ἐπὶ χριστὸν Θεοῦ Ἰακὼβ, καὶ εὐπρεπεῖς ψαλμοὶ Ἰσραήλ."],["2","Πνεῦμα Κυρίου ἐλάλησεν ἐν ἐμοὶ, καὶ ὁ λόγος αὐτοῦ ἐπὶ γλώσσης μου."],["3","Λέγει ὁ Θεὸς Ἰσραὴλ, ἐμοὶ ἐλάλησε φύλαξ ἐξ Ἰσραὴλ παραβολήν· εἶπὸν ἐν ἀνθρώπῳ, πῶς κραταιώσητε φόβον χριστοῦ;"],["4","Καὶ ἐν φωτὶ Θεοῦ πρωΐας, ἀνατείλαι ἥλιος τοπρωῒ, οὗ Κύριος παρῆλθεν ἐκ φέγγους, καὶ ὡς ἐξ ὑετοῦ χλόης ἀπὸ γῆς."],["5","Οὐ γὰρ οὕτως ὁ οἶκός μου μετὰ ἰσχυροῦ, διαθήκην γὰρ αἰώνιον ἔθετό μοι ἑτοίμην ἐν παντὶ καιρῷ πεφυλαγμένην· ὅτι πᾶσα σωτηρία μου καὶ πᾶν θέλημα, ὅτι οὐ μὴ βλαστήσῃ ὁ παράνομος."],["6","Ὥσπερ ἄκανθα ἐξωσμένη πάντες οὗτοι, ὅτι οὐ χειρὶ ληφθήσονται,"],["7","καὶ ἀνὴρ οὐ κοπιάσει ἐν αὐτοῖς· καὶ πλῆρες σιδήρου, καὶ ξύλον δόρατος, καὶ ἐν πυρὶ καύσει, καὶ καυθήσονται αἰσχύνην αὐτῶν."],["8","Ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυίδ· Ἰεβοσθὲ ὁ Χαναναῖος ἄρχων τοῦ τρίτου ἐστίν· Ἀδινὼν ὁ Ἀσωναῖος, οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ ὀκτακοσίους στρατιώτας εἰσάπαξ."],["9","Καὶ μετʼ αὐτὸν Ἐλεανὰν υἱὸς πατραδέλφου αὐτοῦ υἱὸς Δουδὶ τοῦ ἐν τοῖς τρισὶ δυνατοῖς μετὰ Δαυίδ· καὶ ἐν τῷ ὀνειδίσαι αὐτὸν ἐν τοῖς ἀλλοφύλοις, συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἀνέβησεν ἀνὴρ Ἰσραήλ."],["10","Αὐτὸς ἀνέστη καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις, ἕως οὗ ἐκοπίασεν ἡ χεὶρ αὐτοῦ, καὶ προσεκολλήθη ἡ χεὶρ αὐτοῦ πρὸς τὴν μάχαιραν· καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ὁ λαὸς ἐκάθητο ὀπίσω αὐτοῦ πλὴν ἐκδιδύσκειν."],["11","Καὶ μετʼ αὐτὸν Σαμαΐα υἱὸς Ἄσα ὁ Ἀρουχαῖος· καὶ συνήχθησαν οἱ ἀλλόφυλοι εἰς Θηρία· καὶ ἦν ἐκεῖ μερὶς τοῦ ἀγροῦ πλήρης φακοῦ· καὶ ὁ λαὸς ἔφυγεν ἐκ προσώπου ἀλλοφύλων."],["12","Καὶ ἐστηλώθη ἐν μέσῳ τῆς μερίδος, καὶ ἐξείλατο αὐτὴν, καὶ ἐπάταξε τοὺς ἀλλοφύλους· καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην."],["13","Καὶ κατέβησαν τρεῖς ἀπὸ τῶν τριάκοντα, καὶ κατέβησαν εἰς Κασὼν πρὸς Δαυὶδ, εἰς τὸ σπήλαιον Ὀδολλάμ· καὶ τάγμα τῶν ἀλλοφύλων, καὶ παρενέβαλον ἐν τῇ κοιλάδι Ῥαφαΐν."],["14","Καὶ Δαυὶδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ ὑπόστεμα τῶν ἀλλοφύλων τότε ἐν Βηθλεέμ."],["15","Καὶ ἐπεθύμησε Δαυὶδ καὶ εἶπε, τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ; τὸ δὲ σύστεμα τῶν ἀλλοφύλων τότε ἐν Βηθλεέμ."],["16","Καὶ διέῤῥηξαν οἱ τρεῖς δυνατοὶ ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων, καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ· καὶ ἔλαβαν, καὶ παρεγένοντο πρὸς Δαυίδ, καὶ οὐκ ἡθέλησε πιεῖν αὐτό· καὶ ἔσπεισεν αὐτὸ τῷ Κυρίῳ."],["17","Καὶ εἶπεν, ἵλεώς μοι Κύριε τοῦ ποιῆσαι τοῦτο, εἰ αἷμα τῶν ἀνδρῶν τῶν πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι· καὶ οὐκ ἠθέλησε πιεῖν αὐτό. Ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί."],["18","Καὶ Ἀβεσσὰ ὁ ἀδελφὸς Ἰωάβ υἱὸς Σαρουίας αὐτὸς ἄρχων ἐν τοῖς τρισὶ, καὶ αὐτὸς ἐξήγειρε τὸ δόρυ αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας· καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισὶν."],["19","Ἐκ τῶν τριῶν ἐκείνων ἔνδοξος, καὶ ἐγένετο αὐτοῖς εἰς ἄρχοντα, καὶ ἕως τῶν τριῶν οὐκ ἦλθε."],["20","Καὶ Βαναίας υἱὸς Ἰωδαὲ ἀνὴρ αὐτὸς πολλοστὸς ἔργοις, ἀπὸ Καβεσεήλ, καὶ αὐτὸς ἐπάταξε τοὺς δύο υἱοὺς Ἀριὴλ τοῦ Μωάβ· καὶ αὐτός κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν μέσῳ τοῦ λάκκου ἐν τῇ ἡμέρᾳ τῆς χιόνος."],["21","Αὐτὸς ἐπάταξε τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατὸν, ἐν δὲ τῇ χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ξύλον διαβάθρας· καὶ κατέβη πρὸς αὐτὸν ἐν ῥἀβδῳ, καὶ ἥρπασε τὸ δόρυ ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου, καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ."],["22","Ταῦτα ἐποίησε Βαναίας υἱὸν Ἰωδαὲ, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισὶ τοῖς δυνατοῖς,"],["23","ἐκ τῶν τριῶν ἔνδοξος, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἦλθε· καὶ ἔταξεν αὐτὸν Δαυὶδ πρὸς τὰς ἀκοὰς αὐτοῦ. Καὶ ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυὶδ τοῦ βασιλέως."],["24","Ἀσαὴλ ἀδελφὸς Ἰωάβ· οὗτος ἐν τοῖς τριάκοντα· Ἐλεανὰν υἱὸς Δουδὶ πατραδέλφου αὐτοῦ ἐν Βηθλεέμ·"],["25","Σαιμὰ ὁ Ῥουδαῖος·"],["26","Σελλὴς ὁ Κελωθί· Ἴρας υἱὸς Ἴσκα ὁ Θεκωΐτης·"],["27","Ἀβιέζερ ὁ Ἀνωθίτης, ἐκ τῶν υἱῶν τοῦ Ἀνωθίτου·"],["28","Ἐλλὼν ὁ Ἀωΐτης· Νοερὲ ὁ Νετωφατίτης·"],["29","Ἐσθαὶ υἱὸς Ῥιβὰ ἐκ Γαβαὲθ υἱὸς Βενιαμὶν τοῦ Ἐφραθαίου· Ἀσμὼθ ὁ Βαρδιαμίτης·"],["32","Ἐμασοὺ ὁ Σαλαβωνίτης· υἱοὶ Ἀσάν, Ἰωνάθαν·"],["33","Σαμνὰν ὁ Ἁρωδίτης· Ἀμνὰν υἱὸς Ἀραῒ Σαραουρίτης·"],["34","Ἀλιφαλὲθ υἱὸς τοῦ Ἀσβίτου, υἱὸς τοῦ Μαχαχαχί· Ἐλιὰβ υἱὸς Ἀχιτόφελ τοῦ Γελωνίτου·"],["35","Ἀσαραῒ ὁ Καρμήλιος τοῦ Οὐραιοερχί·"],["36","Γάαλ υἱὸς Ναθανά· πολυδυνάμεως υἱὸς Γαλααδδί·"],["37","Ἐλιὲ ὁ Ἀμμανίτης·"],["37a","Ἁδροὶ ἀπὸ χειμάῤῥων·"],["37b","Γαδαβιὴλ υἱὸς τοῦ Ἀραβωθαίου·"],["37c","Γελωρὲ ὁ Βηθωραῖος αἴρων τὰ σκεύη· Ἰωὰβ υἱὸς Σαρουίας·"],["38","Ἴρας ὁ Ἐθιραῖος· Γηρὰβ ὁ Ἐθεναῖος·"],["39","Οὐρίας ὁ Χετταῖος· οἱ πάντες τριάκοντα καὶ ἑπτά."]],[["1","Καὶ προσέθετο ὀργὴν Κύριος ἐκκαῆναι ἐν Ἰσραήλ, καὶ ἐπέσεισε τὸν Δαυὶδ ἐν αὐτοῖς, λέγων, βάδιζε, ἀρίθμησον τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν."],["2","Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἰωὰβ ἄρχοντα τῆς ἰσχύος τὸν μετʼ αὐτοῦ, διέλθε δὴ πάσας φυλὰς Ἰσραὴλ καὶ Ἰούδα, ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεέ, καὶ ἐπίσκεψαι τὸν λαὸν, καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ."],["3","Καὶ εἶπεν Ἰωὰβ πρὸς τὸν βασιλέα, καὶ προσθείη Κύριος ὁ Θεὸς πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλασίονα, καὶ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως ὁρῶντες· καὶ ὁ κύριός μου ὁ βασιλεὺς ἱνατί βούλεται ἐν τῷ λόγῳ τούτῳ;"],["4","Καὶ ὑπερίσχυσεν ὁ λόγος τοῦ βασιλέως πρὸς Ἰωὰβ καὶ εἰς τοὺς ἄρχοντας τῆς δυνάμεως· Καὶ ἐξῆλθεν Ἰωὰβ καὶ οἱ ἄρχοντες τῆς ἰσχύος ἐνώπιον τοῦ βασιλέως ἐπισκέψασθαι τὸν λαὸν τὸν Ἰσραήλ."],["5","Καὶ διέβησαν τὸν Ἰορδάνην, καὶ παρενέβαλον ἐν Ἀροὴρ ἐκ δεξιῶν τῆς πόλεως τῆς ἐν μέσῳ τῆς φάραγγος Γὰδ καὶ Ἐλιέζερ."],["6","Καὶ ἦλθον εἰς Γαλαὰδ καὶ εἰς γῆν Θαβασὼν, ἥ ἐστιν Ἀδασαὶ, καὶ παρεγένοντο εἰς Δανιδὰν καὶ Οὐδὰν, καὶ ἐκύκλωσαν Σιδῶνα."],["7","Καὶ ἦλθον εἰς Μάψαρ Τύρου, καὶ εἰς πάσας τὰς πόλεις τοῦ Εὐαίου καὶ τοῦ Χαναναίου· καὶ ἦλθαν κατὰ Νότον Ἰούδα εἰς Βηρσαβεὲ,"],["8","καὶ περιώδευσαν ἐν πάσῃ τῇ γῇ· καὶ παρεγένοντο ἀπὸ τέλους ἐννέα μηνῶν καὶ εἴκοσι ἡμερῶν εἰς Ἰερουσαλήμ."],["9","Καὶ ἔδωκεν Ἰωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ πρὸς τὸν βασιλέα· καὶ ἐγένετο Ἰσραὴλ, ὀκτακόσιαι χιλιάδες ἀνδρῶν δυνάμεως σπωμένων ῥομφαίαν· καὶ ἀνὴρ Ἰούδα, πεντακόσιαι χιλιάδες ἀνδρῶν μαχητῶν."],["10","Καὶ ἐπάταξε καρδία Δαυὶδ αὐτὸν μετὰ τὸ ἀριθμῆσαι τὸν λαόν· καὶ εἶπε Δαυὶδ πρὸς Κύριον, ἥμαρτον σφόδρα ὃ ἐποίησα νῦν Κύριε· παραβίβασον δὴ τὴν ἀνομίαν τοῦ δούλου σου, ὅτι ἐμωράνθην σφόδρα."],["11","Καὶ ἀνέστη Δαυὶδ τοπρωΐ· καὶ λόγος Κυρίου ἐγένετο πρὸς Γὰδ τὸν προφήτην τὸν ὁρῶντα, λέγων,"],["12","πορεύθητι, καὶ λάλησον πρὸς Δαυὶδ, λέγων, τάδε λέγει Κύριος, τρία ἐγώ εἰμι αἴρω ἐπὶ σὲ, καὶ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν, καὶ ποιήσω σοι."],["13","Καὶ εἰσῆλθε Γὰδ πρὸς Δαυὶδ, καὶ ἀνήγγειλε, καὶ εἶπεν αὐτῷ, ἔκλεξαι σεαυτῷ γενέσθαι, εἰ ἔλθῃ σοι τρία ἔτη λιμὸς ἐν τῇ γῇ σου, ἢ τρεῖς μῆνας φεύγειν σε ἔμπροσθεν τῶν ἐχθρῶν σου, καὶ ἔσονται διώκοντές σε, ἢ γενέσθαι τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου· νῦν οὖν γνῶθι καὶ ἴδε τί ἀποκριθῶ τῷ ἀποστείλαντί με ῥῆμα."],["14","Καὶ εἶπε Δαυὶδ πρὸς Γὰδ, στενά μοι πάντοθεν σφόδρα ἐστίν· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα· εἰς δὲ χεῖρας ἀνθρώπου οὐ μὴ ἐμπέσω."],["15","Καὶ ἐξελέξατο ἑαυτῷ Δαυὶδ τὸν θάνατον· καὶ ἡμέραι θερισμοῦ πυρῶν· καὶ ἔδωκε Κύριος θάνατον ἐν Ἰσραὴλ ἀπὸ πρωΐθεν ἕως ὥρας ἀρίστου, καὶ ἤρξατο ἡ θραῦσις ἐν τῷ λαῷ· καὶ ἀπέθανεν ἐκ τοῦ λαοῦ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ, ἑβδομήκοντα χιλιάδες ἀνδρῶν."],["16","Καὶ ἐξέτεινεν ὁ ἄγγελος τοῦ Θεοῦ τὴν χεῖρα αὐτοῦ εἰς Ἱερουσαλὴμ τοῦ διαφθεῖραι αὐτὴν, καὶ παρεκλήθη Κύριος ἐπὶ τῇ κακίᾳ, καὶ εἶπε τῷ ἀγγέλῳ τῷ διαφθείροντι ἐν τῷ λαῷ, πολὺ νῦν, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἄγγελος Κυρίου ἦν παρὰ τῇ ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου."],["17","Καὶ εἶπε Δαυὶδ πρὸς Κύριον, ἐν τῷ ἰδεῖν αὐτὸν τὸν ἄγγελον τὸν τύπτοντα ἐν τῷ λαῷ, καὶ εἶπεν, ἰδοὺ, ἐγώ εἰμι ἠδίκησα· καὶ οὗτοι τὰ πρόβατα τί ἐποίησαν; γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου."],["18","Καὶ ἦλθε Γὰδ πρὸς Δαυὶδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ εἶπεν αὐτῷ, ἀνάβηθι, καὶ στῆσον τῷ Κυρίῳ θυσιαστήριον ἐν τῷ ἅλωνι Ὀρνὰ τοῦ Ἰεβουσαίου."],["19","Καὶ ἀνέβη Δαυὶδ κατὰ τὸν λόγον Γὰδ, καθʼ ὃν τρόπον ἐνετείλατο αὐτῷ Κύριος."],["20","Καὶ διέκυψεν Ὀρνὰ, καὶ εἶδε τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ παραπορευομένους ἐπάνω αὐτοῦ· καὶ ἐξῆλθεν Ὀρνὰ, καὶ προσεκύνησε τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν."],["21","Καὶ εἶπεν Ὀρνὰ, τί ὅτι ἦλθεν ὁ κύριός μου ὁ βασιλεὺς πρὸς τὸν δοῦλον αὐτοῦ; καὶ εἶπε Δαυὶδ, κτήσασθαι παρὰ σοῦ τὸν ἅλωνα τοῦ οἰκοδομῆσαι θυσιαστήριον τῷ Κυρίῳ, καὶ συσχεθῇ ἡ θραῦσις ἐπάνω τοῦ λαοῦ."],["22","Καὶ εἶπεν Ὀρνὰ πρὸς Δαυὶδ, λαβέτω καὶ ἀνενεγκάτω ὁ κύριός μου ὁ βασιλεὺς τῷ Κυρίῳ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ· ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα, καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τῶν βοῶν εἰς ξύλα."],["23","Τὰ πάντα ἔδωκεν Ὀρνὰ τῷ βασιλεῖ· καὶ εἶπεν Ὀρνὰ πρὸς τὸν βασιλέα, Κύριος ὁ Θεός σου εὐλογήσαι σε."],["24","Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ὀρνὰ, οὐχὶ, ὅτι ἀλλὰ κτώμενος κτήσομαι παρὰ σοῦ ἐν ἀναλλάγματι, καὶ οὐκ ἀνοίσω τῷ Κυρίῳ μου Θεῷ ὁλοκαύτωμα δωρεάν. Καὶ ἐκτήσατο Δαυὶδ τὸν ἅλωνα καὶ τοὺς βόας ἐν ἀργυρίῳ σίκλων πεντήκοντα."],["25","Καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυὶδ θυσιαστήριον Κυρίῳ, καὶ ἀνήνεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς· καὶ προσέθηκε Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον ἐπʼ ἐσχάτῳ, ὅτι μικρὸν ἦν ἐν πρώτοις· καὶ ἐπήκουσε Κύριος τῇ γῇ, καὶ συνεσχέθη ἡ θραῦσις ἐπάνωθεν Ἰσραήλ."]]] \ No newline at end of file diff --git a/lines/kings-iii.json b/lines/kings-iii.json new file mode 100644 index 0000000000000000000000000000000000000000..5415dc7c9b637d792b51e5d41d70b6899d4463ac --- /dev/null +++ b/lines/kings-iii.json @@ -0,0 +1 @@ +[[["1","ΚΑΙ ὁ βασιλεὺς Δαυὶδ πρεσβύτερος προβεβηκὼς ἡμέραις, καὶ περιέβαλλον αὐτὸν ἱματίοις, καὶ οὐκ ἐθερμαίνετο."],["2","Καὶ εἶπον οἱ παῖδες αὐτοῦ, ζητησάτωσαν τῷ βασιλεῖ παρθένον νεάνιδα, καὶ παραστήσεται τῷ βασιλεῖ, καὶ ἔσται αὐτὸν θάλπουσα, καὶ κοιμηθήσεται μετʼ αὐτοῦ, καὶ θερμανθήσεται ὁ κύριός μου ὁ βασιλεύς."],["3","Καὶ ἐζήτησαν νεάνιδα καλὴν ἐκ παντὸς ὁρίου Ἰσραήλ· καὶ εὗρον τὴν Ἀβισὰγ τὴν Σωμανίτιν, καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα."],["4","Καὶ ἡ νεᾶνις καλὴ ἕως σφόδρα· καὶ ἦν θάλπουσα τὸν βασιλέα, καὶ ἐλειτούργει αὐτῷ· καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν."],["5","Καὶ Ἀδωνίας υἱὸς Ἀγγὶθ ἐπῄρετο, λέγων, ἐγὼ βασιλεύσω· καὶ ἐποίησεν ἑαυτῷ ἅρματα καὶ ἱππεῖς, καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ."],["6","Καὶ οὐκ ἀπεκώλυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ οὐδέποτε, λέγων, διατί σὺ ἐποίησας; καὶ γε αὐτὸς ὡραῖος τῇ ὄψει σφόδρα, καὶ αὐτὸν ἔτεκεν ὀπίσω Ἀβεσσαλώμ."],["7","Καὶ ἐγένοντο οἱ λόγοι αὐτοῦ μετὰ Ἰωὰβ τοῦ υἱοῦ Σαρουίας, καὶ μετὰ Ἀβιάθαρ τοῦ ἱερέως, καὶ ἐβοήθουν ὀπίσω Ἀδωνίου."],["8","Καὶ Σαδὼκ ὁ ἱερεὺς, καὶ Βαναίας υἱὸς Ἰωδαὲ, καὶ Νάθαν ὁ προφήτης, καὶ Σεμεῒ, καὶ Ῥησὶ, καὶ υἱοὶ δυνατοὶ τοῦ Δαυὶδ, οὐκ ἦσαν ὀπίσω Ἀδωνίου."],["9","Καὶ ἐθυσίασεν Ἀδωνίας πρόβατα καὶ μόσχους καὶ ἄρνας μετὰ αἰθῆ τοῦ Ζωελεθὶ, ὃς ἦν ἐχόμενα τῆς Ῥωγήλ· καὶ ἐκάλεσε πάντας τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ πάντας τοὺς ἁδροὺς Ἰούδα παῖδας τοῦ βασιλέως."],["10","Καὶ Νάθαν τὸν προφήτην, καὶ Βαναίαν, καὶ τοὺς δυνατοὺς, καὶ τὸν Σαλωμὼν ἀδελφὸν αὐτοῦ, οὐκ ἐκάλεσε."],["11","Καὶ εἶπε Νάθαν πρὸς Βηρσαβεὲ μητέρα Σαλωμὼν, λέγων, οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν Ἀδωνίας υἱὸς Ἀγγὶθ, καὶ ὁ κύριος ἡμῶν Δαυὶδ οὐκ ἔγνω;"],["12","Καὶ νῦν δεῦρο, συμβουλεύσω σοι δὴ συμβουλίαν, καὶ ἐξελοῦ τὴν ψυχήν σου, καὶ τὴν ψυχὴν τοῦ υἱοῦ σου Σαλωμών."],["13","Δεῦρο εἴσελθε πρὸς τὸν βασιλέα Δαυὶδ, καὶ ἐρεῖς πρὸς αὐτὸν, λέγουσα, οὐχὶ σὺ κύριέ μου βασιλεῦ ὤμοσας τῇ δούλῃ σου, λέγων, ὅτι ὁ υἱός σου Σαλωμὼν βασιλεύσει μετʼ ἐμέ, καὶ αὐτὸς καθιεῖται ἐπὶ τοῦ θρόνου μου; καὶ τί ὅτι ἐβασίλευσεν Ἀδωνίας;"],["14","Καὶ ἰδοὺ ἔτι λαλούσης σου ἐκεῖ μετα τοῦ βασιλέως, καὶ ἐγὼ εἰσελεύσομαι ὀπίσω σου, καὶ πληρώσω τοὺς λόγους σου."],["15","Καὶ εἴσῆλθε Βηρσαβεὲ πρὸς τὸν βασιλέα εἰς τὸ ταμεῖον· καὶ ὁ βασιλεὺς πρεσβύτης σφόδρα· καὶ Ἀβισὰλ ἡ Σωμανῖτις ἦν λειτουργοῦσα τῷ βασιλεῖ."],["16","Καὶ ἔκυψε Βηρσαβεὲ, καὶ προσεκύνησε τῷ βασιλεῖ· καὶ εἶπεν ὁ βασιλεύς, τί ἔστι σοί;"],["17","Ἡ δὲ εἶπε, κύριε, σὺ ὤμοσας ἐν Κυρίῳ τῷ Θεῷ σου τῇ δούλῃ σου, λέγων, ὅτι ὁ υἱός σου Σαλωμὼν βασιλεύσει μετʼ ἐμέ, καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου."],["18","Καὶ νῦν ἰδοὺ Ἀδωνίας ἐβασίλευσε, καὶ σὺ κύριέ μου βασιλεῦ οὐκ ἔγνως."],["19","Καὶ ἐθυσίασε μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος, καὶ ἐκάλεσε πάντας τοὺς υἱοὺς τοῦ βασιλέως, καὶ Ἀβιάθαρ τὸν ἱερέα, καὶ Ἰωὰβ τὸν ἄρχοντα τῆς δυνάμεως· καὶ τὸν Σαλωμὼν τὸν δοῦλόν σου οὐκ ἐκάλεσε."],["20","Καὶ σὺ κύριέ μου βασιλεῦ, οἱ ὀφθαλμοὶ παντὸς Ἰσραὴλ πρὸς σέ, ἀπάγγειλαι αὐτοῖς τίς καθήσεται ἐπὶ τοῦ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως μετʼ αὐτόν."],["21","Καὶ ἔσται ὡς ἂν κοιμηθῇ ὁ κύριός μου ὁ βασιλεὺς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔσομαι ἐγὼ καὶ Σαλωμὼν ὁ υἱός μου ἁμαρτωλοί."],["22","Καὶ ἰδοὺ ἔτι αὐτῆς λαλούσης μετὰ τοῦ βασιλέως, καὶ Νάθαν ὁ προφήτης ἦλθε."],["23","Καὶ ἀνηγγέλη τῷ βασιλεῖ, ἰδοὺ Νάθαν ὁ προφήτης· καὶ εἰσῆλθε κατὰ πρόσωπον τοῦ βασιλέως, καὶ προσεκύνησε τῷ βασιλεῖ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν."],["24","Καὶ εἶπε Νὰθαν, κύριέ μου βασιλεῦ, σὺ εἶπας, Ἀδωνίας βασιλεύσει ὀπίσω μου, καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου;"],["25","Ὅτι κατέβη σήμερον, καὶ ἐθυσίασε μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος, καὶ ἐκάλεσε πάντας τοὺς υἱοὺς τοῦ βασιλέως, καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως, καὶ Ἀβιάθαρ τὸν ἱερέα· καὶ ἰδού εἰσιν ἐσθίοντες καὶ πίνοντες ἐνώπιον αὐτοῦ, καὶ εἶπαν, ζήτω ὁ βασιλεὺς Ἀδωνίας."],["26","Καὶ ἐμὲ αὐτὸν τὸν δοῦλόν σου, καὶ Σαδὼκ τὸν ἱερέα, καὶ Βαναίαν υἱὸν Ἰωδαὲ, καὶ Σαλωμὼν τὸν δοῦλόν σου, οὐκ ἐκάλεσεν."],["27","Εἰ διὰ τοῦ κυρίου μου τοῦ βασιλέως γέγονε τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἐγνώρισας τῷ δούλῳ σου τίς καθήσεται ἐπὶ τὸν θρόνον τοῦ κυρίου μου βασιλέως μετʼ αὐτόν;"],["28","Καὶ ἀπεκρίθη ὁ βασιλεὺς Δαυὶδ, καὶ εἶπε, καλέσατέ μοι τὴν Βηρσαβεέ· καὶ εἰσῆλθεν ἐνώπιον τοῦ βασιλέως, καὶ ἔστη ἐνώπιον αὐτοῦ."],["29","Καὶ ὤμοσεν ὁ βασιλεὺς, καὶ εἶπε, ζῇ Κύριος ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως,"],["30","ὅτι καθὼς ὤμοσά σοι ἐν Κυρίῳ Θεῷ Ἰσραὴλ, λέγων, ὅτι Σαλωμὼν ὁ υἱός σου βασιλεύσει μετʼ ἐμὲ, καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου ἀντʼ ἐμοῦ, ὅτι οὕτω ποιήσω τῇ ἡμέρᾳ ταύτῃ."],["31","Καὶ ἔκυψε Βηρσαβεὲ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ προσεκύνησε τῷ βασιλεῖ, καὶ εἶπε, ζήτω ὁ κύριός μου ὁ βασιλεὺς Δαυὶδ εἰς τὸν αἰῶνα."],["32","Καὶ εἶπεν ὁ βασιλεὺς Δαυίδ, Καλέσατέ μοι Σαδὼκ τὸν ἱερέα, καὶ Νάθαν τὸν προφήτην, καὶ Βαναίαν υἱὸν Ἰωδαέ καὶ εἰσῆλθον ἐνώπιον τοῦ βασιλέως."],["33","Καὶ εἶπεν ὁ βασιλεὺς αὐτοῖς, λάβετε τοὺς δούλους τοῦ κυρίου ὑμῶν μεθʼ ὑμῶν, καὶ ἐπιβιβάσατε τὸν υἱόν μου Σαλωμὼν ἐπὶ τὴν ἡμίονον τὴν ἐμὴν, καὶ καταγάγετε αὐτὸν εἰς τὴν Γιὼν,"],["34","καὶ χρισάτω αὐτὸν ἐκεῖ Σαδὼκ ὁ ἱερεὺς καὶ Νάθαν ὁ προφήτης εἰς βασιλέα ἐπὶ Ἰσραὴλ, καὶ σαλπίσατε κερατίνῃ, καὶ ἐρεῖτε, ζήτω ὁ βασιλεὺς Σαλωμών."],["35","Καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου, καὶ βασιλεύσει ἀντʼ ἐμοῦ· καὶ ἐγὼ ἐνετειλάμην τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ Ἰσραὴλ καὶ Ἰούδαν."],["36","Καὶ ἀπεκρίθη Βαναίας υἱὸς Ἰωδαὲ τῷ βασιλεῖ, καὶ εἶπε, γένοιτο οὕτως· πιστώσαι Κύριος ὁ Θεὸς τοῦ κυρίου μου τοῦ βασιλέως·"],["37","καθὼς ἦν Κύριος μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, οὕτως εἴη μετὰ Σαλωμὼν, καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως Δαυίδ."],["38","Καὶ κατέβη Σαδὼκ ὁ ἱερεὺς, καὶ Νάθαν ὁ προφήτης, καὶ Βαναίας υἱὸς Ἰωδαὲ, καὶ ὁ Χερεθὶ, καὶ ὁ Φελεθὶ, καὶ ἐπεκάθισαν τὸν Σαλωμὼν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως Δαυὶδ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὴν Γιών."],["39","Καὶ ἔλαβε Σαδὼκ ὁ ἱερεὺς τὸ κέρας τοῦ ἐλαίου ἐκ τῆς σκηνῆς, καὶ ἔχρισε τὸν Σαλωμὼν, καὶ ἐσάλπισε τῇ κερατίνῃ· καὶ εἶπε πᾶς ὁ λαός, ζήτω ὁ βασιλεὺς Σαλωμών."],["40","Καὶ ἀνέβη πᾶς ὁ λαὸς ὀπίσω αὐτοῦ, καὶ ἐχόρευον ἐν χοροῖς καὶ εὐφραινόμενοι εὐφροσύνην μεγάλην, καὶ ἐῤῥάγη ἡ γῆ ἐν τῇ φωνῇ αὐτῶν."],["41","Καὶ ἤκουσεν Ἀδωνίας καὶ πάντες οἱ κλητοὶ αὐτοῦ, καὶ αὐτοὶ συνετέλεσαν φαγεῖν· καὶ ἤκουσεν Ἰωὰβ τὴν φωνὴν τῆς κερατίνης, καὶ εἶπε, τίς ἡ φωνὴ τῆς πόλεως ἠχούσης;"],["42","Ἔτι αὐτοῦ λαλοῦντος, καὶ ἰδοὺ Ἰωνάθαν υἱὸς Ἀβιάθαρ τοῦ ἱερέως εἰσῆλθε· καὶ εἶπεν Ἀδωνίας, εἴσελθε, ὅτι ἀνὴρ δυνάμεως εἶ σὺ, καὶ ἀγαθὰ εὐαγγέλισαι."],["43","Καὶ ἀπεκρίθη Ἰωνάθαν, καὶ εἶπε, καὶ μάλα ὁ κύριος ἡμῶν ὁ βασιλεὺς Δαυὶδ ἐβασίλευσε τὸν Σαλωμὼν,"],["44","καὶ ἀπέστειλε μετʼ αὐτοῦ ὁ βασιλεὺς τὸν Σαδὼκ τὸν ἱερέα, καὶ Νάθαν τὸν προφήτην, καὶ Βαναίαν τὸν υἱὸν Ἰωδαὲ, καὶ τὸν Χερεθὶ, καὶ τὸν Φελεθὶ, καὶ ἐπεκάθισαν αὐτὸν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως·"],["45","Καὶ ἔχρισαν αὐτὸν Σαδὼκ ὁ ἱερεὺς καὶ Νάθαν ὁ προφήτης ἐν τῇ Γιὼν, καὶ ἀνέβησαν ἐκεῖθεν εὐφραινόμενοι, καὶ ἤχησεν ἡ πόλις· αὕτη ἡ φωνὴ ἣν ἠκούσατε."],["46","Καὶ ἐκάθισε Σαλωμὼν ἐπὶ θρόνον βασιλείας."],["47","Καὶ εἰσῆλθον οἱ δοῦλοι τοῦ βασιλέως εὐλογῆσαι τὸν κύριον ἡμῶν τὸν βασιλέα Δαυὶδ, λέγοντες, ἀγαθύναι ὁ Θεὸς τὸ ὄνομα Σαλωμὼν ὑπὲρ τὸ ὄνομά σου, καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον σου· καὶ προσεκύνησεν ὁ βασιλεὺς ἐπὶ τὴν κοίτην."],["48","Καί γε οὕτως εἶπεν ὁ βασιλεύς, εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὃς ἔδωκε σήμερον ἐκ τοῦ σπέρματός μου καθήμενον ἐπὶ τοῦ θρόνου μου, καὶ οἱ ὀφθαλμοί μου βλέπουσι."],["49","Καὶ ἐξέστησαν πάντες οἱ κλητοὶ τοῦ Ἀδωνίου, καὶ ἦλθον ἀνὴρ εἰς τὴν ὁδὸν αὐτοῦ."],["50","Καὶ Ἀδωνίας ἐφοβήθη ἀπὸ προσώπου Σαλωμὼν, καὶ ἀνέστη καὶ ἀπῆλθε καὶ ἐπελάβετο τῶν κεράτων τοῦ θυσιαστηρίου."],["51","Καὶ ἀνηγγέλη τῷ Σαλωμὼν, λέγοντες, ἰδοὺ Ἀδωνίας ἐφοβήθη τὸν βασιλέα Σαλωμὼν, καὶ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου, λέγων, ὀμοσάτω μοι σήμερον Σαλωμὼν, εἰ οὐ θανατώσει τὸν δοῦλον αὐτοῦ ἐν ῥομφαίᾳ."],["52","Καὶ εἶπε Σαλωμών, ἐὰν γένηται εἰς υἱὸν δυνάμεως, εἰ πεσεῖται τῶν τριχῶν αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ ἐὰν κακία εὑρεθῇ ἐν αὐτῷ, θανατωθήσεται."],["53","Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν, καὶ κατήνεγκαν αὐτὸν ἀπάνωθεν τοῦ θυσιαστηρίου· καὶ εἰσῆλθε, καὶ προσεκύνησε τῷ βασιλεῖ Σαλωμών· καὶ εἶπεν αὐτῷ Σαλωμὼν, δεῦρο εἰς τὸν οἶκόν σου."]],[["1","Καὶ ἤγγισαν αἱ ἡμέραι Δαυὶδ ἀποθανεῖν αὐτὸν, καὶ ἀπεκρίνατο Σαλωμὼν υἱῷ αὐτοῦ, λέγων,"],["2","ἐγώ εἰμι πορεύομαι ἐν ὁδῷ πάσης τῆς γῆς· καὶ ἰσχύσεις, καὶ ἔσῃ εἰς ἄνδρα,"],["3","καὶ φυλάξεις φυλακὴν Κυρίου Θεοῦ σου τοῦ πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ, φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσέως· ἵνα συνήσῃς ἃ ποιήσεις κατὰ πάντα ὅσα ἂν ἐντείλωμαί σοι·"],["4","Ἵνα στήσῃ Κύριος τὸν λόγον αὐτοῦ ὃν ἐλάλησε, λέγων, ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν πορεύεσθαι ἐνώπιόν μου ἐν ἀληθείᾳ, ἐν ὅλῃ καρδίᾳ αὐτῶν, λέγων, οὐκ ἐξολοθρευθήσεταί σοι ἀνὴρ ἐπάνωθεν θρόνου Ἰσραήλ."],["5","Καί γε σὺ ἔγνως ὅσα ἐποίησέ μοι Ἰωὰβ υἱὸς Σαρουίας, ὅσα ἐποίησε τοῖς δυσὶν ἄρχουσι τῶν δυνάμεων Ἰσραὴλ, τῷ Ἀβεννὴρ υἱῷ Νὴρ, καὶ τῷ Ἀμεσσαῒ υἱῷ Ἰεθὲρ, καὶ ἀπέκτεινεν αὐτοὺς, καὶ ἔταξε τὰ αἵματα πολέμου ἐν εἰρήνῃ, καὶ ἔδωκεν αἷμα ἀθῶον ἐν τῇ ζώνῃ αὐτοῦ τῇ ἐν τῇ ὀσφύϊ αὐτοῦ, καὶ ἐν τῷ ὑποδήματι αὐτοῦ τῷ ἐν τῷ ποδὶ αὐτοῦ."],["6","Καὶ ποιήσεις κατὰ τὴν σοφίαν σου, καὶ σὺ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν εἰρήνῃ εἰς ᾅδου."],["7","Καὶ τοῖς υἱοῖς Βερζελλὶ τοῦ Γαλααδίτου ποιήσεις ἔλεος, καὶ ἔσονται ἐν τοῖς ἐσθίουσιν τὴν τράπεζάν σου· ὅτι οὕτως ἤγγισάν μοι ἐν τῷ με ἀποδιδράσκειν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ ἀδελφοῦ σου."],["8","Καὶ ἰδοὺ μετὰ σοῦ Σεμεῒ υἱὸς Γηρὰ υἱὸς τοῦ Ἰεμινὶ ἐκ Βαουρὶμ, καὶ αὐτὸς κατηράσατό με κατάραν ὀδυνηρὰν τῇ ἡμέρᾳ ᾗ ἐπορευόμην εἰς παρεμβολάς· καὶ αὐτὸς κατέβη εἰς ἀπαντήν μου εἰς τὸν Ἰορδάνην, καὶ ὤμοσα αὐτῷ ἐν Κυρίῳ, λέγων, εἰ θανατώσω σε ἐν ῥομφαίᾳ."],["9","Καὶ οὐ μὴ ἀθωώσῃς αὐτὸν, ὅτι ἀνὴρ σοφὸς εἶ σύ, καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου."],["10","Καὶ ἐκοιμήθη Δαυὶδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυίδ."],["11","Καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσε Δαυὶδ ἐπὶ τὸν Ἰσραὴλ, τεσσαράκοντα ἔτη· ἐν Χεβρὼν ἐβασίλευσεν ἑπτά ἔτη, καὶ ἐν Ἱερουσαλὴμ τριάκοντα τρία ἔτη."],["12","Καὶ Σαλωμὼν ἐκάθισεν ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἡτοιμάσθη ἡ βασιλεία αὐτοῦ σφόδρα."],["13","Καὶ εἰσῆλθεν Ἀδωνίας υἱὸς Ἀγγὶθ πρὸς Βηρσαβεὲ μητέρα Σαλωμὼν, καὶ προσεκύνησεν αὐτῇ· ἡ δὲ εἶπεν, εἰρήνη ἡ εἴσοδός σου; καὶ εἶπεν, εἰρήνη·"],["14","λόγος μοι πρὸς σέ. Καὶ εἶπεν αὐτῷ, λάλησον."],["15","Καὶ εἶπεν αὐτῇ, σὺ οἶδας, ὅτι ἐμοὶ ἦν βασιλεία, καὶ ἐπʼ ἐμὲ ἔθετο πᾶς Ἰσραὴλ τὸ πρόσωπον αὐτοῦ εἰς βασιλέα· καὶ ἐστράφη ἡ βασιλεία, καὶ ἐγένετο τῷ ἀδελφῷ μου, ὅτι παρὰ Κυρίου ἐγενήθη αὐτῷ."],["16","Καὶ νῦν αἴτησιν μίαν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου· καὶ εἶπεν αὐτῷ Βηρσαβεὲ, λάλει."],["17","Καὶ εἶπεν αὐτῇ, εἰπον δὴ πρὸς Σαλωμὼν τὸν βασιλέα, ὅτι οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπὸ σοῦ, καὶ δώσει μοι τὴν Ἀβισὰγ τὴν Σωμανίτιν εἰς γυναῖκα."],["18","Καὶ εἶπε Βηρσαβεὲ, καλῶς· ἐγὼ λαλήσω περὶ σοῦ τῷ βασιλεῖ."],["19","Καὶ εἰσῆλθε Βηρσαβεὲ πρὸς τὸν βασιλέα Σαλωμὼν αλῆσαι αὐτῷ περὶ Ἀδωνίου· καὶ ἐξανέστη ὁ βασιλεὺς εἰς ἀπαντὴν αὐτῇ, καὶ κατεφίλησεν αὐτὴν, καὶ ἐκάθισεν ἐπὶ τοῦ θρόνου· καὶ ἐτέθη θρόνος τῇ μητρὶ τοῦ βασιλέως, καὶ ἐκάθισεν ἐκ δεξιῶν αὐτοῦ."],["20","Καὶ εἶπεν αὐτῷ, αἴτησιν μίαν μικρὰν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν μου· καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς, αἴτησαι, μήτερ ἐμὴ, καὶ οὐκ ἀποστρέψω σε."],["21","Καὶ εἶπε, δοθήτω δὴ Ἀβισὰ ἡ Σωμανίτις τῷ Αδωνίᾳ τῷ ἀδελφῷ σου εἰς γυναῖκα."],["22","Καὶ ἀπεκρίθη ὁ βασιλεὺς Σαλωμὼν, καὶ εἶπε τῇ μητρὶ αὐτοῦ, καὶ ἱνατί σὺ ᾔτησαι τὴν Ἀβισὰλ τῷ Ἀδωνίᾳ; καὶ αἴτησαι αὐτῷ τὴν βασιλείαν, ὅτι οὗτος ἀδελφός μου ὁ μέγας ὑπὲρ ἐμέ, καὶ αὐτῷ Ἀβιάθαρ ὁ ἱερεὺς, καὶ αὐτῷ Ἰωὰβ ὁ υἱὸς Σαρουίας ἀρχιστράτηγος ἑταῖρος."],["23","Καὶ ὤμοσεν ὁ βασιλεὺς Σαλωμὼν κατὰ τοῦ Κυρίου, λέγων, τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε παροσθείη, ὅτι κατὰ τῆς ψυχῆς αὐτοῦ ἐλάλησεν Ἀδωνίας τὸν λόγον τοῦτον."],["24","Καὶ νῦν ζῇ Κύριος ὃς ἡτοίμασε με καὶ ἔθετό με ἐπὶ τὸν θρόνον Δαυὶδ τοῦ πατρός μου, καὶ αὐτὸς ἐποίησέ μοι οἶκον καθὼς ἐλάλησε Κύριος, ὅτι σήμερον θανατωθήσεται Ἀδωνίας."],["25","Καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν ἐν χειρὶ Βαναίου υἱοῦ Ἰωδαὲ, καὶ ἀνεῖλεν αὐτὸν, καὶ ἀπέθανεν Ἀδωνίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ."],["26","Καὶ τῷ Ἀβιάθαρ τῷ ἱερεῖ εἶπεν ὁ βασιλεύς, ἀπότρεχε σὺ εἰς Ἀναθὼθ εἰς ἀγρόν σου, ὅτι ἀνὴρ θανάτου εἶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ· καὶ οὐ θανατώσω σε, ὅτι ᾖρας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐνώπιον τοῦ πατρός μου, καὶ ὅτι ἐκακουχήθης ἐν πᾶσιν οἷς ἐκακουχήθη ὁ πατήρ μου."],["27","Καὶ ἐξέβαλε Σαλωμὼν τὸν Ἀβιάθαρ τοῦ μὴ εἶναι ἱερέα τοῦ Κυρίου, πληρωθῆναι τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησεν ἐπὶ τὸν οἶκον Ἡλὶ ἐν Σηλώμ."],["28","Καὶ ἡ ἀκοὴ ἦλθεν ἕως Ἰωὰβ υἱοῦ Σαρουίας, ὅτι Ἰωὰβ ἦν κεκλικὼς ὀπίσω Ἀδωνίου, καὶ ὀπίσω Σαλωμὼν οὐκ ἔκλινε· καὶ ἔφυγεν Ἰωὰβ εἰς τὸ σκήνωμα τοῦ Κυρίου, καὶ κατέσχε τῶν κεράτων τοῦ θυσιαστηρίου."],["29","Καὶ ἀπηγγέλη τῷ Σαλωμὼν, λέγοντες, ὅτι πέφευγεν Ἰωὰβ εἰς τὴν σκηνὴν τοῦ Κυρίου, καὶ ἰδοὺ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου· καὶ ἀπέστειλε Σαλωμὼν ὁ βασιλεὺς πρὸς Ἰωὰβ, λέγων, τί γέγονέ σοι, ὅτι πέφευγας εἰς τὸ θυσιαστήριον; καὶ εἶπεν Ἰωὰβ, ὅτι ἐφοβήθην ἀπὸ προσώπου σου, καὶ ἔφυγον πρὸς Κύριον· καὶ ἀπέστειλε Σαλωμὼν τὸν Βαναίου υἱὸν Ἰωδαὲ, λέγων, πορεύου καὶ ἄνελε αὐτὸν, καὶ θάψον αὐτόν."],["30","Καὶ ἦλθε Βαναίας υἱὸς Ἰωδαὲ πρὸς Ἰωὰβ εἰς τὴν σκηνὴν τοῦ Κυρίου, καὶ εἶπεν αὐτῷ τάδε λέγει ὁ βασιλεὺς, ἔξελθε· καὶ εἶπεν Ἰωὰβ, οὐκ ἐκπορεύωμαι, ὅτι ὧδε ἀποθανοῦμαι· καὶ ἐπέστρεψε Βαναίας υἱὸς Ἰωδαὲ, καὶ εἶπε τῷ βασιλεῖ, λέγων, τάδε λελάληκεν Ἰωὰβ, καὶ τάδε ἀποκέκριταί μοι."],["31","Καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς, πορεύου, καὶ ποίησον αὐτῷ καθὼς εἴρηκε, καὶ ἄνελε αὐτὸν· καὶ θάψεις αὐτὸν, καὶ ἐξαρεῖς σήμερον τὸ αἷμα ὃ δωρεὰν ἐξέχεεν, ἀπʼ ἐμοῦ καὶ ἀπὸ τοῦ οἴκου τοῦ πατρός μου."],["32","Καὶ ἐπέστρεψε Κύριος τὸ αἷμα τῆς ἀδικίας αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, ὡς ἀπήντησε τοῖς δυσὶν ἀνθρώποις τοῖς δικαίοις καὶ ἀγαθοῖς ὑπὲρ αὐτὸν, καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ῥομφαίᾳ, καὶ ὁ πατήρ μου Δαυὶδ οὐκ ἔγνω τὸ αἷμα αὐτῶν, τὸν Ἀβεννὴρ υἱὸν Νὴρ ἀρχιστράτηγον Ἰσραὴλ, καὶ τὸν Ἀμεσσὰ υἱὸν Ἰεθὲρ ἀρχιστράτηγον Ἰούδα."],["33","Καὶ ἐπεστράφη τὰ αἵματα αὐτῶν εἰς κεφαλὴν αὐτοῦ, καὶ εἰς κεφαλὴν τοῦ σπέρματος αὐτοῦ εἰς τὸν αἰῶνα· καὶ τῷ Δαυὶδ καὶ τῷ σπέρματι αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ καὶ τῷ θρόνῳ αὐτοῦ γένοιτο εἰρήνη ἕως αἰῶνος παρὰ Κυρίου."],["34","Καὶ ἀνέβη Βαναίας υἱὸς Ἰωδαὲ, καὶ ἀπήντησεν αὐτῷ, καὶ ἐθανάτωσεν αὐτὸν, καὶ ἔθαψεν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ ἐν τῇ ἐρήμῳ."],["35","Καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναίου υἱὸν Ἰωδαὲ ἀντʼ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν· καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν Ἰερουσαλήμ· καὶ Σαδὼκ τὸν ἱερέα ἔδωκεν αὐτὸν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ Ἀβιάθαρ. Καὶ Σαλωμὼς υἱὸς Δαυὶδ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ καὶ Ἰούδα ἐν Ἱερουσαλήμ·"],["35a","καὶ ἔδωκε Κύριος φρόνησιν τῷ Σαλωμὼν, καὶ σοφίαν πολλὴν σφόδρα, καὶ πλάτος καρδίας, ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν."],["35b","Καὶ ἐπληθύνθη ἡ φρόνησις Σαλωμὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων υἱῶν ἀρχαίων, καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου·"],["35c","Καὶ ἔλαβε τὴν θυγατέρα Φαραὼ, καὶ εἰσήγαγεν αὐτὴν εἰς πόλιν Δαυὶδ ἕως συντελέσαι αὐτὸν οἰκοδομῆσαι τὸν οἶκον αὐτοῦ, καὶ τὸν οἶκον Κυρίου ἐν πρώτοις, καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κυκλόθεν· ἐν ἑπτὰ ἔτεσιν ἐποίησε καὶ συνετέλεσε."],["35d","Καὶ ἦν τῷ Σαλωμὼν ἐβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν, καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει·"],["35e","καὶ ἐποίησε Σαλωμὼν τὴν θάλασσαν, καὶ τὰ ὑποστηρίγματα, καὶ τοὺς λουτῆρας τοὺς μεγάλους, καὶ τοὺς στύλους, καὶ τἠν κρήνην τῆς αὐλῆς, καὶ τὴν θάλασσαν τὴν χαλκῆν· καὶ ᾠκοδόμησε τὴν ἄκραν ἔπαλξιν ἐπʼ αὐτῆς, διεκόψεν τὴν πόλιν Δαυίδ."],["35f","οὕτως θυγάτηρ Φαραὼ ἀνέβαινεν ἐκ τῆς πόλεως Δαυὶδ εἰς τὸν οἶκον αὐτῆς, ὃν ᾠκοδόμησεν αὐτῇ· τότε ᾠκοδόμησε τὴν ἄκραν·"],["35g","καὶ Σαλωμὼν ἀνέφερε τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον ὃ ᾠκοδόμησε τῷ Κυρίῳ, καὶ ἐθυμία ἐνώπιον Κυρίου, καὶ συνετέλεσε τὸν οἶκον."],["35h","Καὶ οὗτοι οἱ ἄρχοντες οἱ καθεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμὼν, τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα·"],["35i","καὶ ᾠκοδόμησε τὴν Ἀσσοὺρ, καὶ τὴν Μαγδὼ, καὶ τὴν Γαζὲρ, καὶ τὴν Βαιθωρὼν ἐπάνω, καὶ τὰ Βαλλάθ·"],["35k","πλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ Κυρίου, καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κύκλῳ, μετὰ ταῦτα ᾠκοδόμησε τὰς πόλεις ταύτας."],["35l","Καὶ ἐν τῷ ἔτι Δαυὶδ ζῇν, ἐνετείλατο τῷ Σαλωμὼν, λέγων, ἰδοὺ μετὰ σοῦ Σεμεῒ υἱὸς Γηρὰ υἱὸς τοῦ σπέρματος τοῦ Ἰεμινὶ ἐκ Χεβρών·"],["35m","οὗτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾗ ἡμέρᾳ ἐπορευόμην εἰς παρεμβολάς·"],["35n","καὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντήν μοι ἐπὶ τὸν Ἰορδάνην, καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ Κυρίου, λέγων, εἰ θανατωθήσεται ἐν ῥομφαίᾳ·"],["35o","καὶ νῦν μὴ ἀθωώσῃς αὐτὸν, ὅτι ἀνὴρ φρόνιμος σύ· καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου."],["36","Καὶ ἐκάλεσεν ὁ βασιλεὺς τὸν Σεμεῒ, καὶ εἶπεν αὐτῷ, ὠκοδόμησον σεαυτῷ οἶκον ἐν Ἱερουσαλὴμ καὶ κάθου ἐκεῖ, καὶ οὐκ ἐξελεύσῃ ἐκεῖθεν οὐδαμοῦ."],["37","Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου σου καὶ διαβήσῃ τὸν χείμαῤῥον Κέδρων, γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ· τὸ αἷμά σου ἔσται ἐπὶ τὴν κεφαλήν σου· καὶ ὥρκισεν αὐτὸν ὁ βασιλεὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ."],["38","Καὶ εἶπε Σεμεῒ πρὸς τὸν βασιλέα, ἀγαθὸν τὸ ῥῆμα ὃ ἐλάλησας, κύριέ μου βασιλεῦ· οὕτω ποιήσει ὁ δοῦλός σου· καὶ ἐκάθισε Σεμεῒ ἐν Ἱερουσαλὴμ τρία ἔτη."],["39","Καὶ ἐγενήθη μετὰ τὰ τρία ἔτη, καὶ ἀπέδρασαν δύο δοῦλοι τοῦ Σεμεῒ πρὸς Ἀγχοὺς υἱὸν Μααχὰ βασιλέα Γέθ· καὶ ἀπηγγέλη τῷ Σεμεῒ, λέγοντες, ἰδοὺ οἱ δοῦλοί σου ἐν Γέθ."],["40","Καὶ ἀνέστη Σεμεῒ καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ, καὶ ἐπορεύθη εἰς Γὲθ πρὸς Ἀγχοὺς τοῦ ἐκζητῆσαι τοὺς δούλους αὐτοῦ· καὶ ἐπορεύθη Σεμεῒ, καὶ ἤγαγε τοὺς δούλους αὐτοῦ ἐκ Γέθ."],["41","Καὶ ἀπηγγέλη τῷ Σαλωμὼν, λέγοντες, ὅτι ἐπορεύθη Σεμεῒ ἐξ Ἱερουσαλὴμ εἰς Γὲθ, καὶ ἀνέστρεψε τοὺς δούλους αὐτοῦ."],["42","Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσε τὸν Σεμεῒ, καὶ εἶπε πρὸς αὐτόν, οὐχὶ ὥρκισά σε κατὰ τοῦ Κυρίου, καὶ ἐπεμαρτυράμην σοι, λέγων, ἐν ᾗ ἂν ἡμέρᾳ ἐξέλθῃς ἐξ Ἱερουσαλὴμ, καὶ πορευθῇς εἰς δεξιὰ ἢ εἰς ἀριστερά, γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ;"],["43","Καὶ τί ὅτι οὐκ ἐφύλαξας τὸν ὅρκον Κυρίου, καὶ τὴν ἐντολὴν ἣν ἐνετειλάμην κατὰ σοῦ;"],["44","Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμεῒ, σὺ οἶδας πᾶσαν τὴν κακίαν σου ἣν οἶδεν ἡ καρδία σου, ἃ ἐποίησας Δαυὶδ τῷ πατρί μου, καὶ ἀνταπέδωκε Κύριος τὴν κακίαν σου εἰς κεφαλήν σου."],["45","Καὶ ὁ βασιλεὺς Σαλωμὼν εὐλογημένος, καὶ ὁ θρόνος Δαυὶδ ἔσται ἕτοιμος ἐνώπιον Κυρίου εἰς τὸν αἰῶνα."],["46","Καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμὼν τῷ Βαναίᾳ υἱῷ Ἰωδαὲ, καὶ ἐξῆλθε καὶ ἀνεῖλεν αὐτόν."],["46a","Καὶ ἦν ὁ βασιλεὺς Σαλωμὼν φρόνιμος σφόδρα καὶ σοφός· καὶ Ἰούδα καὶ Ἰσραὴλ πολλοὶ σφόδρα, ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος, ἐσθίοντες καὶ πίνοντες καὶ χαίροντες·"],["46b","καὶ Σαλωμὼν ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις· καὶ ἦσαν προσφέροντες δῶρα, καὶ ἐδούλευον τῷ Σαλωμὼν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ·"],["46c","καὶ Σαλωμὼν ἤρξατο ἀνοίγειν τὰ δυναστεύματα τοῦ Λιβάνου·"],["46d","καὶ αὐτὸς ᾠκοδόμησε τὴν Θερμαὶ ἐν τῇ ἐρήμῳ·"],["46e","καὶ τοῦτο τὸ ἄριστον τῷ Σαλωμών· τριάκοντα κόροι σεμιδάλεως, καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου, δέκα μόσχοι ἐκλεκτοὶ, καὶ εἴκοσι βόες νομάδες, καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν νομάδων·"],["46f","ὅτι ἦν ἄρχων ἐν παντὶ πέραν τοῦ ποταμοῦ ἀπὸ Ῥαφὶ ἕως Γάζης ἐν πᾶσι τοῖς βασιλεῦσι πέραν τοῦ ποταμοῦ·;"],["46g","καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν αὐτοῦ κυκλόθεν· καὶ κατῴκει Ἰούδα καὶ Ἰσραὴλ πεποιθότες, ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ, καὶ ὑπὸ τὴν συκῆν αὐτοῦ, ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ πάσας τὰς ἡμέρας Σαλωμών."],["46h","Καὶ οὗτοι οἱ ἄρχοντες τοῦ Σαλωμών. Ἀζαρίου υἱὸς Σαδὼκ τοῦ ἱερέως, καὶ Ὀρνίου υἱὸς Νάθαν ἄρχων τῶν ἐφεστηκότων· καὶ ἔδραμεν ἐπὶ τὸν οἶκον αὐτοῦ· καὶ Σουβὰ γραμματεὺς, καὶ Βασὰ υἱὸς Ἀχιθαλὰμ ἀναμιμνήσκων, καὶ Ἀβὶ υἱὸς Ἰωὰβ ἀρχιστράτηγος, καὶ Ἀχιρὲ υἱὸς Ἐδραῒ ἐπὶ τὰς ἄρσεις, καὶ Βαναίας υἱὸς Ἰωδαὲ ἐπὶ τῆς αὐλαρχίας καὶ ἐπὶ τοῦ πλινθίου, καὶ Καχοὺρ υἱὸς Νάθαν ὁ σύμβουλος."],["46i","Καὶ ἦσαν τῷ Σαλωμὼν τεσσαράκοντα χιλιάδες τοκάδες ἵπποι εἰς ἅρματα, καὶ δώδεκα χιλιάδες ἵππων·"],["46k","καὶ ἦν ἄρχων ἐν πᾶσι τοῖς βασιλεῦσιν ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου·"],["46l","καὶ Σαλωμὼν υἱὸς Δαυὶδ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ καὶ Ἰούδα ἐν Ἱερουσαλήμ."]],[["2","Πλὴν ὁ λαὸς ἦσαν θυμιῶντες ἐπὶ τοῖς ὑψηλοῖς, ὅτι οὐκ ᾠκοδομήθη οἶκος τῷ Κυρίῳ ἕως τοῦ νῦν."],["3","Καὶ ἠγάπησε Σαλωμὼν τὸν Κύριον πορεύεσθαι ἐν τοῖς προστάγμασι Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, πλὴν ἐν τοῖς ὑψηλοῖς ἔθυε καὶ ἐθυμία."],["4","Καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Γαβαὼν θῦσαι ἐκεῖ, ὅτι αὕτη ὑψηλοτάτη, καὶ μεγάλη· χιλίαν ὁλοκαύτωσιν ἀνήνεγκε Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον ἐν Γαβαών."],["5","Καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπε Κύριος πρὸς Σαλωμὼν, αἴτησαί τι αἴτημα σεαυτῷ."],["6","Καὶ εἶπε Σαλωμὼν, σὺ ἐποιήσας μετὰ τοῦ δούλου σου Δαυὶδ τοῦ πατρός μου ἔλεος μέγα, καθὼς διῆλθεν ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ, καὶ ἐν εὐθύτητι καρδίας μετὰ σοῦ, καὶ ἐφύλαξας αὐτῷ τὸ ἔλεος τὸ μέγα τοῦτο, δοῦναι τὸν υἱὸν αὐτοῦ ἐπὶ τοῦ θρόνου αὐτοῦ, ὡς ἡ ἡμέρα αὕτη."],["7","Καὶ νῦν, Κύριε ὁ Θεός μου, σὺ ἔδωκας τὸν δοῦλόν σου ἀντὶ Δαυὶδ τοῦ πατρός μου· καὶ ἐγώ εἰμι παιδάριον μικρὸν, καὶ οὐκ οἶδα τὴν ἔξοδόν μου καὶ τὴν εἴσοδόν μου."],["8","Ὁ δὲ δοῦλός σου ἐν μέσῳ τοῦ λαοῦ σου, ὃν ἐξελέξω, λαὸν πολὺν, ὃς οὐκ ἀριθμηθήσεται."],["9","Καὶ δώσεις τῷ δούλῳ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοῦ συνιεῖν ἀναμέσον ἀγαθοῦ καὶ κακοῦ· ὅτι τίς δυνηθήσεται κρίνειν τὸν λαόν σου τὸν βαρὺν τοῦτον;"],["10","Καὶ ἤρεσεν ἐνώπιον Κυρίου, ὅτι ᾐτῄσατο Σαλωμὼν τὸ ῥῆμα τοῦτο."],["11","Καὶ εἶπε Κύριος πρὸς αὐτὸν, ἀνθʼ ὧν ᾐτήσω παρʼ ἐμοῦ τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ᾐτήσω σεαυτῷ ἡμέρας πολλὰς, καὶ οὐκ ᾐτήσω πλοῦτον, οὐδὲ ᾐτήσω ψυχὰς ἐχθρῶν σου, ἀλλʼ ᾐτήσω σεαυτῷ τοῦ συνιεῖν τοῦ εἰσακούειν κρίμα,"],["12","ἰδοὺ πεποίηκα κατὰ τὸ ῥῆμά σου· ἰδοὺ δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν· ὡς σὺ οὐ γέγονεν ἔμπροσθέν σου, καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σοι."],["13","Καὶ ἃ οὐκ ᾐτήσω δέδωκά σοι, καὶ πλοῦτον καὶ δόξαν, ὡς οὐ γέγονεν ἀνὴρ ὅμοιός σοι ἐν βασιλεῦσι."],["14","Καὶ ἐὰν πορευθῇς ἐν τῇ ὁδῷ μου φυλάσσειν τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ὡς ἐπορεύθη Δαυὶδ ὁ πατήρ σου, καὶ πληθυνῶ τὰς ἡμέρας σου."],["15","Καὶ ἐξυπνίσθη Σαλωμὼν, καὶ ἰδοὺ ἐνύπνιον· καὶ ἀνέστη καὶ παραγίνεται εἰς Ἱερουσαλήμ, καὶ ἔστη κατὰ πρόσωπον τοῦ θυσιαστηρίου τοῦ κατὰ πρόσωπον κιβωτοῦ διαθήκης Κυρίου ἐν Σιὼν, καὶ ἀνήγαγεν ὁλοκαυτώσεις, καὶ ἐποίησεν εἰρηνικὰς, καὶ ἐποίησε πότον μέγαν ἑαυτῷ καὶ πᾶσι τοῖς παισὶν αὐτοῦ."],["16","Τότε ὤφθησαν δύο γυναῖκες πόρναι τῷ βασιλεῖ, καὶ ἔστησαν ἐνώπιον αὐτοῦ."],["17","Καὶ εἶπεν ἡ γυνὴ ἡ μία, ἐν ἐμοὶ κύριε, ἐγὼ καὶ ἡ γυνὴ αὕτη ᾠκοῦμεν ἐν οἴκῳ ἑνί, καὶ ἐτέκομεν ἐν τῷ οἴκῳ."],["18","Καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ τεκούσης μου, ἔτεκε καὶ ἡ γυνὴ αὕτη· καὶ ἡμεῖς κατὰ τὸ αὐτό· καὶ οὐκ ἔστιν οὐθεὶς μεθʼ ἡμῶν πάρεξ ἀμφοτέρων ἡμῶν ἐν τῷ οἴκῳ."],["19","Καὶ ἀπέθανεν ὁ υἱὸς τῆς γυναικὸς ταύτης τὴν νύκτα, ὡς ἐπεκοιμήθη ἐπʼ αὐτόν."],["20","Καὶ ἀνέστη μέσης τῆς νυκτὸς, καὶ ἔλαβε τὸν υἱόν μου ἐκ τῶν ἀγκαλῶν μου, καὶ ἐκοίμισεν αὐτὸν ἐν τῷ κόλπῳ αὐτῆς, καὶ τὸν υἱὸν αὐτῆς τὸν τεθνηκότα ἐκοίμισεν ἐν τῷ κόλπῳ μου."],["21","Καὶ ἀνέστην τοπρωῒ θηλάσαι τὸν υἱόν μου, καὶ ἐκεῖνος ἦν τεθνηκώς· καὶ ἰδοὺ κατενόησα αὐτὸν πρωῒ, καὶ ἰδοὺ οὐκ ἦν ὁ υἱός μου ὃν ἔτεκον."],["22","Καὶ εἶπεν ἡ γυνὴ ἡ ἑτέρα, οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν, ὁ δὲ υἱός σου ὁ τεθνηκώς· καὶ ἐλάλησαν ἐνώπιον τοῦ βασιλέως."],["23","Καὶ εἶπεν ὁ βασιλεὺς αὐταῖς, σὺ λέγεις, οὗτος ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υἱὸς ταύτης ὁ τεθνηκώς· καὶ σὺ λέγεις, οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υἱός σου ὁ τεθνηκώς."],["24","Καὶ εἶπεν ὁ βασιλεύς, λάβετε μάχαιραν· καὶ προσήνεγκαν τὴν μάχαιραν ἐνώπιον τοῦ βασιλέως."],["25","Καὶ εἶπεν ὁ βασιλεύς, διέλετε τὸ παιδίον τὸ ζῶν τὸ θηλάζον εἰς δύο, καὶ δότε τὸ ἥμισυ αὐτοῦ ταύτῃ, καὶ τὸ ἥμισυ αὐτοῦ ταύτῃ."],["26","Καὶ ἀπεκρίθη ἡ γυνὴ ἧς ἦν ὁ υἱὸς ὁ ζῶν, καὶ εἶπε πρὸς τὸν βασιλέα, ὅτι ἐταράχθη ἡ μήτρα αὐτῆς ἐπὶ τῷ υἱῷ αὐτῆς, καὶ εἶπεν, ἐν ἐμοὶ κύριε, δότε αὐτῇ τὸ παιδίον, καὶ θανάτῳ μὴ θανατώσητε αὐτό· καὶ αὕτη εἶπε, μήτε ἐμοὶ, μήτε αὐτῇ ἔστω, διέλετε."],["27","Καὶ ἀπεκρίθη ὁ βασιλεὺς, καὶ εἶπε, δότε τὸ παιδίον τῇ εἰπούσῃ, δότε αὐτῇ αὐτὸ, καὶ θανάτῳ μὴ θανατώσητε αὐτὸ, αὕτη ἡ μήτηρ αὐτοῦ."],["28","Καὶ ἤκουσαν πᾶς Ἰσραὴλ τὸ κρίμα τοῦτο ὃ ἔκρινεν ὁ βασιλεὺς, καὶ ἐφοβήθησαν ἀπὸ προσώπου τοῦ βασιλέως, ὅτι εἶδον ὅτι φρόνησις Θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα."]],[["1","Καὶ ἦν ὁ βασιλεὺς Σαλωμὼν βασιλεύων ἐπὶ Ἰσραήλ."],["2","Καὶ οὗτοι ἄρχοντες οἳ ἦσαν αὐτῷ· Ἀζαρίας υἱὸς Σαδώκ·"],["3","Ἐλιὰφ καὶ Ἀχιὰ υἱὸς Σηβὰ γραμματεῖς· καὶ Ἰωσαφὰτ υἱὸς Ἀχιλοὺδ ἀναμιμνήσκων·"],["4","Καὶ Βαναίας υἱὸν Ἰωδαὲ ἐπὶ τῆς δυνάμεως· καὶ Σαδὼκ καὶ Ἀβιάθαρ ἱερεῖς·"],["5","Καὶ Ὀρνία υἱὸς Νάθαν ἐπὶ τῶν καθεσταμένων· καὶ Ζαβοὺθ υἱὸς Νάθαν ἑταῖρος τοῦ βασιλέως·"],["6","Καὶ Ἀχισὰρ ἦν οἰκονόμος· καὶ Ἐλιὰκ ὁ οἰκονόμος· καὶ Ἐλιὰβ υἱὸς Σὰφ ἐπὶ τῆς πατριᾶς· καὶ Ἀδωνιρὰμ υἱὸς Αὐδῶν ἐπὶ τῶν φόρων."],["7","Καὶ τῷ Σαλωμὼν δώδεκα καθεστάμενοι ἐπὶ πάντα Ἰσραήλ, χορηγεῖν τῷ βασιλεῖ καὶ τῷ οἴκῳ αὐτοῦ· μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν."],["8","Καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν. Βεὲν υἱὸς Ὢρ ἐν ὄρει Ἐφραὶμ εἷς."],["9","Υἱὸς Δακὰρ ἐν Μακὲς, καὶ ἐν Σαλαβὶν, καὶ Βαιθσαμὺς, καὶ Ἐλὼν ἕως Βηθανὰν εἷς."],["10","Υἱὸς Ἐσδὶ, ἐν Ἀραβὼθ, αὐτοῦ Σωχὼ καὶ πᾶσα ἡ γῆ Ὀφέρ."],["11","Υἱοῦ Ἀμιναδὰβ πᾶσα Νεφθαδὼρ, Τεφὰθ θυγάτηρ Σαλωμὼν ἦν αὐτῷ εἰς γυναῖκα, εἷς."],["12","Βανὰ υἱὸς Ἀχιλοὺθ τὴν Ἰθαανὰχ, καὶ Μαγεδδὼ, καὶ πᾶς ὁ οἶκος Σὰν ὁ παρὰ Σεσαθὰν ὑποκάτω τοῦ Ἐσραὲ, καὶ ἐκ Βηθσὰν ἕως Σαβελμαουλᾶ, ἕως Μαεβὲρ Λουκάμ, εἷς."],["13","Υἱὸς Ναβὲρ ἐν Ῥαβὼθ Γαλαὰδ, τούτῳ σχοίνισμα Ἐργὰβ ἐν τῇ Βασὰν, ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοῖ, εἷς."],["14","Ἀχιναδὰβ υἱὸς Σαδδὼ Μααναΐμ."],["15","Ἀχιμαὰς ἐν Νεφθαλίμ, καὶ οὗτος ἔλαβε τὴν Βασεμμὰθ θυγατέρα Σαλωμὼν εἰς γυναῖκα, εἷς."],["16","Βαανὰ υἱὸς Χουσὶ ἐν Ἀσὴρ καὶ ἐν Βααλὼθ, εἷς."],["17","Σεμεῒ υἱὸς Ἠλὰ ἐν τῷ Βενιαμίν."],["18","Γαβὲρ υἱὸς Ἀδαῒ ἐν τῇ γῇ Γὰδ Σηὼν βασιλέως τοῦ Ἐσεβὼν καὶ Ὢγ βασιλέως τοῦ Βασὰν, καὶ νασὲφ εἷς ἐν γῇ Ἰούδα."],["19","Ἰωσαφὰτ υἱὸς Φουασοὺδ ἐν Ἱσσάχαρ."]],[["1","Καὶ ἐχορήγουν οἱ καθεστάμενοι οὕτως τῷ βσαιλεῖ Σαλωμών· καὶ πάντα τὰ διαγγέλματα ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως ἕκαστος μῆνα αὐτοῦ, οὐ παραλλάσσουσι λόγον. Καὶ τὰς κριθὰς καὶ τὸ ἄχυρον τοῖς ἵπποις καὶ τοῖς ἅρμασιν ᾖρον εἰς τὸν τόπον οὗ ἂν ᾖ ὁ βασιλεὺς, ἕκαστος κατὰ τὴν σύνταξιν αὐτοῦ."],["2","Καὶ ταῦτα τὰ δέοντα τῷ Σαλωμών· ἐν ἡμέρᾳ μιᾷ τριάκοντα κόροι σεμιδάλεως, καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου,"],["3","καὶ δέκα μόσχοι ἐκλεκτοὶ, καὶ εἴκοσι βόες νομάδες, καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων, καὶ δορκάδων ἐκλεκτῶν σιτευτά."],["4","Ὅτι ἦν ἄρχων πέραν τοῦ ποταμοῦ, καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν κυκλόθεν."],["9","Καὶ ἔδωκε Κύριος φρόνησιν τῷ Σαλωμὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ χύμα καρδίας, ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν."],["10","Καὶ ἐπληθύνθη Σαλωμὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων ἀνθρώπων, καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου."],["11","Καὶ ἐσοφίσατο ὑπὲρ πάντας τοὺς ἀνθρώπους· καὶ ἐσοφίσατο ὑπὲρ Γαιθὰν τὸν Ζαρίτην, καὶ τὸν Αἰνὰν, καὶ τὸν Χαλκὰδ καὶ Δαράλα υἱοὺς Μάλ."],["12","Καὶ ἐλάλησε Σαλωμὼν τρισχιλίας παραβολὰς, καὶ ἦσαν ᾠδαι αὐτοῦ πεντακισχίλιαι."],["13","Καὶ ἐλάλησεν ὑπὲρ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ, καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου· καὶ ἐλάλησε περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἑρπετῶν καὶ περὶ τῶν ἰχθύων."],["14","Καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σαλωμών· καὶ παρὰ πάντων τῶν βασιλέων τῆς γῆς, ὅσοι ἤκουον τῆς σοφίας αὐτοῦ·"],["14a","Καὶ ἔλαβε Σαλωμὼν τὴν θυγατέρα Φαραὼ αὐτῷ εἰς γυναῖκα, καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυὶδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον Κυρίου, καὶ τὸν οἶκον ἑαυτοῦ, καὶ τὸ τεῖχος Ἱερουσαλήμ·"],["14b","τότε ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου, καὶ προκατελάβετο τὴν Γαζὲρ, καὶ ἐνεπύρισεν αὐτὴν, καὶ τὸν Χανανίτην τὸν κατοικοῦντα ἐν Μεργάβ· καὶ ἔδωκεν αὐτὰς Φαραὼ ἀποστολὰς θυγατρὶ αὐτοῦ γυναικὶ Σαλωμών· καὶ Σαλωμὼν ᾠκοδόμησε τὴν Γαζέρ."],["15","Καὶ ἀπέστειλε Χιρὰμ βασιλεὺς Τύρου τοὺς παῖδας αὐτοῦ χρίσαι τὸν Σαλωμὼν ἀντὶ Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀγαπῶν ἦν Χιρὰμ τὸν Δαυὶδ πάσας τὰς ἡμέρας."],["16","Καὶ ἀπέστειλε Σαλωμὼν πρὸς Χιρὰμ, λέγων,"],["17","Σὺ οἶδας τὸν πατέρα μου Δαυὶδ, ὅτι οὐκ ἠδύνατο οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ μου ἀπὸ προσώπου τῶν πολέμων τῶν κυκλωσάντων αὐτὸν, ἕως τοῦ δοῦναι Κύριον αὐτοὺς ὑπὸ τὰ ἴχνη τῶν ποδῶν αὐτοῦ."],["18","Καὶ νῦν ἀνέπαυσε Κύριος ὁ Θεός μου ἐμοὶ κυκλόθεν, οὐκ ἔστιν ἐπίβουλος καὶ οὐκ ἔστιν ἁμάρτημα πονηρόν."],["19","Καὶ ἰδοὺ ἐγὼ λέγω οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ μου, καθὼς ἐλάλησε Κύριος ὁ Θεὸς πρὸς Δαυὶδ τὸν πατέρα μου, λέγων, ὁ υἱός σου ὃν δώσω ἀντὶ σοῦ ἐπὶ τὸν θρόνον σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου."],["20","Καὶ νῦν ἔντειλαι, καὶ κοψάτωσάν μοι ξύλα ἐκ τοῦ Λιβάνου· καὶ ἰδοὺ οἱ δοῦλοί μου μετὰ τῶν δούλων σου, καὶ τὸν μισθὸν δουλείας σου δώσω σοι κατὰ πάντα ὅσα ἂν εἴπῃς, ὅτι σὺ οἶδας, ὅτι οὐκ ἔστιν ἡμῖν εἰδὼς ξύλα κόπτειν καθὼς οἱ Σιδώνιοι."],["21","Καὶ ἐγενήθη καθὼς ἤκουσε Χιρὰμ τῶν λόγων Σαλωμὼν, ἐχάρη σφόδρα, καὶ εἶπεν, εὐλογητὸς ὁ Θεὸς σήμερον, ὃς ἔδωκε τῷ Δαυὶδ υἱὸν φρόνιμον ἐπὶ τὸν λαὸν τὸν πολὺν τοῦτον."],["22","Καὶ ἀπέστειλε πρὸς Σαλωμὼν, λέγων, ἀκήκοα περὶ πάντων ὧν ἀπέσταλκας πρὸς μέ· ἐγὼ ποιήσω πᾶν θέλημά σου· ξύλα κέδρινα καὶ πεύκινα"],["23","οἱ δοῦλοί μου κατάξουσιν αὐτὰ ἐκ τοῦ Λιβάνου εἰς τὴν θάλασσαν, ἐγὼ θήσομαι αὐτὰ σχεδίας, ἕως τοῦ τόπου οὗ ἐὰν ἀποστείλῃς πρὸς μὲ, καὶ ἐκτινάξω αὐτὰ ἐκεῖ, καὶ σὺ ἀρεῖς· καὶ ποιήσεις τὸ θέλημά μου, τοῦ δοῦναι ἄρτους τῷ οἴκῳ μου."],["24","Καὶ ἦν Χιρὰμ διδοὺς τῷ Σαλωμὼν κέδρους καὶ πεύκας καὶ πᾶν θέλημα αὐτοῦ."],["25","Καὶ Σαλωμὼν ἔδωκε τῷ Χιρὰμ εἴκοσι χιλιάδας κόρους πυροῦ καὶ μαχεὶρ τῷ οἴκῳ αὐτοῦ, καὶ εἴκος χιλιάδας βαὶθ ἐλαίου κεκομμένου· κατὰ τοῦτο ἐδίδου Σαλωμὼν τῷ Χιρὰμ κατʼ ἐνιαυτόν."],["26","Καὶ Κύριος ἔδωκε σοφίαν τῷ Σαλωμὼν καθὼς ἐλάλησεν αὐτῷ· καὶ ἦν εἰρήνη ἀναμέσον Χιρὰμ καὶ ἀναμέσον Σαλωμὼν, καὶ διέθεντο διαθήκην ἀναμέσον αὐτῶν."],["27","Καὶ ἀνήνεγκεν ὁ βασιλεὺς φόρον ἐκ παντὸς Ἰσραὴλ, καὶ ἦν ὁ φόρος τριάκοντα χιλιάδες ἀνδρῶν."],["28","Καὶ ἀπέστειλεν αὐτοὺς εἰς τὸν Λίβανον, δέκα χιλιάδες ἐν τῷ μηνὶ ἀλλασσόμενοι· μῆνα ἦσαν ἐν τῷ Λιβάνῳ, καὶ δύο μῆνας ἐν οἴκῳ αὐτῶν· καὶ Ἀδωνιρὰμ ἐπὶ τοῦ φόρου."],["29","Καὶ ἦν τῷ Σαλωμὼν ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν, καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει,"],["30","χωρὶς τῶν ἀρχόντων τῶν καθεσταμένων ἐπὶ τῶν ἔργων τῷ Σαλωμὼν, τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται οἱ ποιοῦντες τὰ ἔργα."],["32","Καὶ ἡτοίμασαν τοὺς λίθους καὶ τὰ ξύλα τρία ἔτη."]],[["1","Καὶ ἐγενήθη ἐν τῷ τεσσαρακοστῷ καὶ τετρακοσιοστῷ ἔτει τῆς ἐξόδου υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου, τῷ ἔτει τῷ τετάρτῳ ἐν μηνὶ τῷ δευτέρῳ βασιλεύοντος τοῦ βασιλέως Σαλωμὼν ἐπὶ τὸν Ἰσραὴλ,"],["1a","καὶ ἐνετείλατο ὁ βασιλεὺς ἵνα ἄρωσι λίθους μεγάλους τιμίους εἰς τὸν θεμέλιον τοῦ οἴκου, καὶ λίθους ἀπελεκήτους."],["1b","Καὶ ἐπελέκησαν οἱ υἱοὶ Σαλωμὼν, καὶ οἱ υἱοὶ Χιρὰμ, καὶ ἔβαλαν αὐτούς."],["1c","Ἐν τῷ ἔτει τῷ τετάρτῷ ἐθεμελίωσε τὸν οἶκον Κυρίου ἐν μηνὶ Ζιοῦ, καὶ τῷ δευτέρῳ μηνί."],["1d","Ἐν ἑνδεκάτῳ ἐνιαυτῷ, ἐν μηνὶ Βαὰλ, οὗτος ὁ μὴν ὁ ὄγδοος, συνετελέσθη ὁ οἶκος εἰς πάντα λόγον αὐτοῦ, καὶ εἰς πᾶσαν διάταξιν αὐτοῦ."],["2","Καὶ ὁ οἶκος ὃν ᾠκοδόμησεν ὁ βασιλεὺς τῷ Κυρίῳ, τεσσαράκοντα ἐν πήχει μῆκος αὐτοῦ, καὶ εἴκοσι ἐν πήχει πλάτος αὐτοῦ, καὶ πέντε καὶ εἴκοσι ἐν πήχει τὸ ὕψος αὐτοῦ·"],["3","Καὶ τὸ αἰλὰμ κατὰ πρόσωπον τοῦ ναοῦ, εἴκοσι ἐν πήχει μῆκος αὐτοῦ εἰς τὸ πλάτος τοῦ οἴκου, κατὰ πρόσωπον τοῦ οἴκου, καὶ ᾠκοδόμησε τὸν οἶκον, καὶ συνετέλεσεν αὐτόν."],["4","Καὶ ἐποίησε τῷ οἴκῳ θυρίδας παρακυπτομένας κρυπτάς."],["5","Καὶ ἔδωκεν ἐπὶ τὸν τοῖχον τοῦ οἴκου μέλαθρα κυκλόθεν τῷ ναῷ καὶ τῷ δαβίρ."],["6","Ἡ πλευρὰ ἡ ὑποκάτω πέντε πήχεων ἐν πήχει τὸ πλάτος αὐτῆς, καὶ τὸ μέσον ἓξ, καὶ ἡ τρίτη ἑπτὰ ἐν πήχει τὸ πλάτος αὐτῆς· ὅτι διάστημα ἔδωκε τῷ οἴκῳ κυκλόθεν ἔξωθεν τοῦ οἴκου, ὅπως μὴ ἐπιλαμβάνωνται τῶν τοίχων τοῦ οἴκου."],["7","Καὶ ὁ οἴκος ἐν τῷ οἰκοδομεῖσθαι αὐτὸν λίθοις ἀκροτομοις ἀργοῖς ᾠκοδομήθη· καὶ σφύρα καὶ πέλεκυς καὶ πᾶν σκεῦος σιδηροῦν οὐκ ἠκούσθη ἐν τῷ οἴκῳ ἐν τῷ οἰκοδομεῖσθαι αὐτόν."],["8","Καὶ ὁ πυλὼν τῆς πλευρᾶς τῆς ὑποκάτωθεν ὑπὸ τὴν ὠμίαν τοῦ οἴκου τὴν δεξιὰν, καὶ ἑλικτὴ ἀνάβασις εἰς τὸ μέσον, καὶ ἐκ τῆς μέσης ἐπὶ τὸ τριόροφα."],["9","Καὶ ᾠκοδόμησε τὸν οἶκον καὶ συνετέλεσεν αὐτόν· καὶ ἐκοιλοστάθμησε τὸν οἶκον κέδροις."],["10","Καὶ ᾠκοδόμησε τοὺς ἐνδέσμους, διʼ ὅλου τοῦ οἴκου πέντε ἐν πήχει τὸ ὕψος αὐτοῦ, καὶ συνέσχε τὸν σύνδεσμον ἐν ξύλοις κεδρίνοις."],["15","Καὶ ᾠκοδόμησε τοὺς τοίχους τοῦ οἴκου ἔσωθεν διὰ ξύλων κεδρίνων ἀπὸ τοῦ ἐδάφους τοῦ οἴκου καὶ ἕως τῶν τοίχων καὶ ἕως τῶν δοκῶν· ἐκοιλοστάθμησε συνεχόμενα ξύλοις ἔσωθεν· καὶ περιέσχε τὸ ἔσω τοῦ οἴκου ἐν πλευραῖς πευκίναις."],["16","Καὶ ᾠκοδόμησε τοὺς εἴκοσι πήχεις ἀπʼ ἄκρου τοῦ τοίχου τὸ πλευρὸν τὸ ἓν ἀπὸ τοῦ ἐδάφους ἕως τῶν δοκῶν· καὶ ἐποίησεν ἐκ τοῦ δαβὶρ εἰς τὸ ἁγιον τῶν ἁγίων."],["17","Καὶ τεσσαράκοντα πήχεων ἦν ὁ ναὸς κατὰ πρόσωπον τοῦ δαβὶρ ἐν μέσῳ τοῦ οἴκου ἔσωθεν,"],["19","δοῦναι ἐκεῖ τὴν κιβωτὸν διαθήκης Κυρίου."],["20","Εἴκοσι πήχεις μῆκος, καὶ εἴκοσι πήχεις πλάτος, καὶ εἴκοσι πήχεις τὸ ὕψος αὐτοῦ· Καὶ περιέσχεν αὐτὸ χρυσίῳ συγκεκλεισμένῳ· καὶ ἐποίησε θυσιαστήριον"],["21","κατὰ πρόσωπον τοῦ δαβὶρ, καὶ περιέσχεν αὐτὸ χρυσίῳ."],["22","Καὶ ὅλον τὸν οἶκον περιέσχε χρυσίῳ, ἕως συντελείας παντὸς τοῦ οἴκου."],["23","Καὶ ἐποίησεν ἐν τῷ δαβὶρ δύο χερουβὶμ δέκα πήχεων μέγεθος ἐσταθμωμένον·"],["24","Καὶ πέντε πήχεων πτερύγιον τοῦ χερουβὶμ τοῦ ἑνὸς, καὶ πέντε πήχεων πτερύγιον αὐτοῦ τὸ δεύτερον, ἐν πήχει δέκα ἀπὸ μέρους πτερυγίου αὐτοῦ εἰς μέρος πτερυγίου αὐτοῦ."],["25","Οὕτως τῷ χερουβὶμ τῷ δευτέρῳ, ἐν μέτρῳ ἑνὶ συντέλεια μία ἀμφοτέροις."],["26","Καὶ τὸ ὕψος τοῦ χερουβὶμ τοῦ ἑνὸς δέκα ἐν πήχει· καὶ οὕτω τῷ χερουβὶμ τῷ δευτέρῳ."],["27","Καὶ ἀμφότερα χερουβὶμ ἐν μέσῳ τοῦ οἴκου τοῦ ἐσωτάτου· καὶ διεπέτασε τὰς πτέρυγας αὐτῶν, καὶ ἥπτετο πτέρυξ μία τοῦ τοίχου, καὶ πτέρυξ χερουβὶμ τοῦ δευτέρου ἥπτετο τοῦ τοίχου τοῦ δευτέρου· καὶ αἱ πτέρυγες αὐτῶν ἐν μέσῳ τοῦ οἴκου ἥπτοντο πτέρυξ πτέρυγος."],["28","Καὶ περιέσχε τὰ χερουβὶμ χρυσίῳ."],["29","Πάντας τοὺς τοίχους τοῦ οἴκου κύκλῳ ἐγκολαπτὰ ἔγραψε γραφίδι χερουβὶμ, καὶ φοίνικας τῷ ἐσωτέρῳ καὶ τῷ ἐξωτέρῳ."],["30","Καὶ τὸ ἔδαφος τοῦ οἴκου περιέσχε χρυσίῳ τοῦ ἐσωτάτου καὶ τοῦ ἐξωτάτου."],["31","Καὶ τῷ θυρώματι τοῦ δαβὶρ ἐποίησε θύρας ξύλων ἀρκευθίνων, στοαὶ τετραπλῶς,"],["34","ἐν ἀμφοτέραις ταῖς θύραις ξύλα πεύκινα· δύο πτυχαὶ ἡ θύρα ἡ μία καὶ στροφεῖς αὐτῶν, καὶ δύο πτυχαὶ ἡ θύρα ἡ δευτέρα στρεφόμενα ἐγκεκολαμμένα χερουβὶμ,"],["35","καὶ φοίνικες, καὶ διαπεπετασμένα πέταλα, καὶ περιεχόμενα χρυσίῳ καταγομένῳ ἐπὶ τὴν ἐκτύπωσιν."],["36","Καὶ ᾠκοδόμησε τὴν αὐλὴν τὴν ἐσωτάτην· τρεῖς στίχους ἀπελεκήτων, καὶ στίχος κατειργασμένης κέδρου κυκλόθεν·"],["36a","καὶ ᾠκοδόμησε τὸ καταπέτασμα τῆς αὐλῆς τοῦ αἰλὰμ τοῦ οἴκου τοῦ κατὰ πρόσωπον τοῦ ναοῦ."]],[["1","Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν, καὶ ἔλαβε τὸν Χιρὰμ ἐκ Τύρου,"],["2","υἱὸν γυναικὸς χήρας, καὶ οὗτος ἀπὸ τῆς φυλῆς τῆς Νεφθαλίμ, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος· τέκτων χαλκοῦ, καὶ πεπληρωμένος τῆς τέχνης καὶ συνέσεως καὶ ἐπιγνώσεως τοῦ ποιεῖν πᾶν ἔργον ἐν χαλκῷ· καὶ εἰσηνέχθη πρὸς τὸν βασιλέα Σαλωμών· καὶ ἐποίησε πάντα τὰ ἔργα."],["3","Καὶ ἐχώνευσε τοὺς δύο στύλους τῷ αἰλὰμ τοῦ οἴκου· ὀκτωκαίδεκα πήχεις ὕψος τοῦ στύλου· καὶ περίμετρον τεσσαρεσκαίδεκα πήχεις ἐκύκλου αὐτὸν τὸ πάχος τοῦ στύλου· τεσσάρων δσκτύλων τὰ κοιλώματα· καὶ οὕτως ὁ στύλος ὁ δεύτερος·"],["4","Καὶ δύο ἐπιθέματα ἐποίησε δοῦναι ἐπὶ τὰς κεφαλὰς τῶν στύλων χωνευτά· πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ ἑνὸς, καὶ πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ δευτέρου"],["5","Καὶ ἐποίησε δύο δίκτυα περικαλύψαι τὸ ἐπίθεμα τῶν στύλων· καὶ δίκτυον τῷ ἐπιθέματι τῷ ἑνὶ, καὶ δίκτυον τῷ ἐπιθέματι τῷ δευτέρῳ."],["6","Καὶ ἔργον κρεμαστὸν, δύο στίχοι ῥοῶν χαλκῶν, δεδικτυωμένοι, ἔργον κρεμαστὸν, στίχος ἐπὶ στίχον· καὶ οὕτως ἐποίησε τῷ ἐπιθέματι τῷ δευτέρῳ."],["7","Καὶ ἔστησε τοὺς στύλους τοῦ αἰλὰμ τοῦ ναοῦ· καὶ ἔστησε τὸν στύλον τὸν ἕνα, καὶ ἐπεκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰαχούμ· καὶ ἔστησε τὸν στύλον τὸν δεύτερον, καὶ ἐπεκάλεσε τὸ ὄνομα αὐτοῦ Βολώζ."],["8","Καὶ ἐπὶ τῶν κεφαλῶν τῶν στύλων ἔργον κρίνου κατὰ τὸ αἰλὰμ τεσσάρων πηχῶν·"],["9","καὶ μέλαθρον ἐπʼ ἀμφοτέρων τῶν στύλων· καὶ ἐπάνωθεν τῶν πλευρῶν ἐπίθεμα τὸ μέλαθρον τῷ πάχει."],["10","Καὶ ἐποίησε τὴν θάλασσαν δέκα ἐν πήχει ἀπὸ τοῦ χείλους αὐτῆς ἕως τοῦ χείλους αὐτῆς, στρογγυλόν κύκλῳ τὸ αὐτό· πέντε ἐν πήχει τὸ ὕψος αὐτῆς· καὶ συνηγμένη τρεῖς καὶ τριάκοντα ἐν πήχει."],["11","Καὶ ὑποστηρίγματα ὑποκάτωθεν τοῦ χείλους αὐτῆς κυκλόθεν ἐκύκλουν αὐτὴν δέκα ἐν πήχει κυκλόθεν·"],["12","καὶ τὸ χεῖλος αὐτῆς ὡς ἔργον χείλους ποτηρίου βλαστὸς κρίνου· καὶ τὸ πάχος αὐτοῦ παλαιστής."],["13","Καὶ δώδεκα βόες ὑποκάτω τῆς θαλάσσης, οἱ τρεῖς ἐπιβλέποντες βοῤῥὰν, καὶ οἱ τρεῖς ἐπιβλέποντες θάλασσαν, καὶ οἱ τρεῖς ἐπιβλέποντες Νότον, καὶ οἱ τρεῖς ἐπιβλέποντες ἀνατολήν· καὶ πάντα τὰ ὀπίσθια εἰς τὸν οἶκον, καὶ ἡ θάλασσα ἐπʼ αὐτῶν ἐπάνωθεν."],["14","Καὶ ἐποίησε δέκα μεχωνὼθ χαλκᾶς· πέντε πήχεις μῆκος τῆς μεχωνὼθ τῆς μιᾶς, καὶ τέσσαρες πήχεις τὸ πλάτος αὐτῆς, καὶ ἓξ ἐν πήχει ὕψος αὐτῆς."],["15","Καὶ τοῦτο τὸ ἔργον τῶν μεχωνὼθ συγκλειστὸν αὐτοῖς, καὶ συγκλειστὸν ἀναμέσον τῶν ἐξεχομένων."],["16","Καὶ ἐπὶ τὰ συγκλείσματα αὐτῶν ἀναμέσον ἐξεχομένων λέοντες καὶ βόες καὶ χερουβὶμ, καὶ ἐπὶ τῶν ἐξεχομένων, οὕτως καὶ ἐπάνωθεν, καὶ ὑποκάτωθεν τῶν λεόντων καὶ τῶν βοῶν χῶραι, ἔργον καταβάσεως."],["17","Καὶ τέσσαρες τροχοὶ χαλκοῖ τῇ μεχωνὼθ τῇ μιᾷ, καὶ τὰ προσέχοντα χαλκᾶ καὶ τέσσαρα μέρη αὐτῶν, ὠμίαι ὑποκάτω τῶν λουτήρων."],["18","Καὶ χεῖρες ἐν τοῖς τροχοῖς ἐν τῇ μεχωνώθ. Καὶ τὸ ὕψος τοῦ τροχοῦ τοῦ ἑνὸς πήχεος καὶ ἡμίσους."],["19","Καὶ τὸ ἔργον τῶν τροχῶν ἔργον τροχῶν ἅρματος· αἱ χεῖρες αὐτῶν καὶ οἱ νῶτοι αὐτῶν καὶ ἡ πραγματεία αὐτῶν πάντα χωνευτά."],["20","Αἱ τέσσαρες ὠμίαι ἐπὶ τῶν τεσσάρων γωνιῶν τῆς μεχωνὼθ τῆς μιᾶς, ἐκ τῆς μεχωνὼθ οἱ ὦμοι αὐτῆς."],["21","Καὶ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνὼθ ἥμισυ τοῦ πήχεος μέγεθος αὐτῆς στρογγύλον κύκλῳ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνώθ· καὶ ἀρχὴ χειρῶν αὐτῆς καὶ τὰ συγκλείσματα αὐτῆς· καὶ ἠνοίγετο ἐπὶ τὰς ἀρχὰς τῶν χειρῶν αὐτῆς."],["22","Καὶ τὰ συγκλείσματα αὐτῆς χερουβὶμ καὶ λέοντες καὶ φοίνικες ἑστῶτα, ἐχόμενον ἕκαστον κατὰ πρόσωπον ἔσω καὶ τὰ κυκλόθεν."],["23","Κατʼ αὐτὴν ἐποίησε πάσας τὰς δέκα μεχωνὼθ, τάξιν μίαν καὶ μέτρον ἓν πάσαις."],["24","Καὶ ἐποίησε δέκα χυτροκαύλους χαλκοῦς, τεσσαράκοντα χοεῖς χωροῦντα τὸν ἕνα χυτρόκαυλον μετρήσει τεσσάρων πήχων· χυτρόκαυλος ὁ εἷς ἐπὶ τῇ μεχωνὼθ τῇ μιᾷ ταῖς δέκα μεχωνώθ."],["25","Καὶ ἔθετο τὰς πέντε μεχωνὼθ ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν, καὶ πέντε ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐξ ἀριστερῶν· καὶ ἡ θάλασσα ἀπὸ τῆς ὡμίας τοῦ οἴκου ἐκ δεξιῶν κατʼ ἀνατολὰς ἀπὸ τοῦ κλίτους τοῦ Νότου."],["26","Καὶ ἐποίησε Χιρὰμ τοὺς λέβητας καὶ τὰς θερμαστρεῖς καὶ τὰς φιάλας· καὶ συνετέλεσε Χιρὰμ ποιῶν πάντα τὰ ἔργα ἃ ἐποίησε τῷ βασιλεῖ Σαλωμὼν ἐν οἴκῳ Κυρίου·"],["27","Στύλους δύο, καὶ τὰ στρεπτὰ τῶν στύλων ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο· καὶ τὰ δίκτυα δύο τοῦ καλύπτειν ἀμφότερα τὰ στρεπτὰ τῶν γλυφῶν τὰ ὄντα ἐπὶ τῶν στύλων."],["28","Τὰς ῥοὰς τετρακοσίας ἀμφοτέροις τοῖς δικτύοις, δύο στίχοι ῥοῶν τῷ δικτύῳ τῷ ἑνὶ, περικαλύπτειν ἀμφότερα τὰ ὄντα τὰ στρεπτὰ τῆς μεχωνὼθ ἐπʼ ἀμφοτέροις τοῖς στύλοις·"],["29","Καὶ τὰ μεχωνὼθ δέκα, καὶ τοὺς χυτροκαύλους δέκα ἐπὶ τῶν μεχωνώθ·"],["30","Καὶ τὴν θάλασσαν μίαν, καὶ τοὺς βόας δώδεκα ὑποκάτω τῆς θαλάσσης·"],["31","Καὶ τοὺς λέβητας καὶ τὰς θερμαστρεῖς καὶ τὰς φιάλας καὶ πάντα τὰ σκεύη, ἃ ἐποίησε Χιρὰμ τῷ βασιλεῖ Σαλωμὼν τῷ οἴκῳ Κυρίου· καὶ οἱ στύλοι τεσσαράκοντα καὶ ὀκτὼ τοῦ οἴκου τοῦ βασιλέως καὶ τοῦ οἴκου Κυρίου· πάντα τὰ ἔργα τοῦ βασιλέως ἃ ἐποίησε Χιρὰμ χαλκᾶ ἄρδην."],["32","Οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ οὗ ἐποίησε πάντα τὰ ἔργα ταῦτα ἐκ πλήθους σφόδρα· οὐκ ἦν τέρμα τῶν σταθμῶν τοῦ χαλκοῦ."],["33","Ἐν τῷ περιοίκῳ τοῦ Ἰορδάνου ἐχώνευσεν αὐτὰ ἐν τῷ πάχει τῆς γῆς ἀναμέσον Σοκχὼθ καὶ ἀναμέσον Σειρά."],["34","Καὶ ἔλαβεν ὁ βασιλεὺς Σαλωμὼν τὰ σκεύη ἃ ἐποίησεν ἐν οἴκῳ Κυρίου, τὸ θυσιαστήριον τὸ χρυσοῦν, καὶ τὴν τράπεζαν ἐφʼ ἧς οἱ ἄρτοι τῆς προσφορᾶς, χρυσῆν,"],["35","καὶ τὰς λυχνίας πέντε ἐξ ἀριστερῶν, καὶ πέντε ἐκ δεξιῶν κατὰ πρόσωπον τοῦ δαβὶρ χρυσᾶς συγκλειομένας, καὶ τὰ λαμπάδια, καὶ τοὺς λύχνους, καὶ τὰς ἐπαρύστρις χρυσᾶς."],["36","Καὶ τὰ πρόθυρα, καὶ οἱ ἧλοι, καὶ αἱ φιάλαι, καὶ τὰ τρυβλία, καὶ αἱ θυΐσκαι χρυσαῖ, συγκλειστά· καὶ τὰ θυρώματα τῶν θυρῶν τοῦ οἴκου τοῦ ἐσωτάτου ἁγίου τῶν ἁγίων, καὶ τὰς θύρας τοῦ ναοῦ χρυσᾶς."],["37","Καὶ ἀνεπληρώθη τὸ ἔργον ὃ ἐποίησε Σαλωμὼν οἴκου Κυρίου· καὶ εἰσήνεγκε Σαλωμὼν τὰ ἅγια Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ πάντα τὰ ἅγια Σαλωμὼν, τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἔδωκεν εἰς τοὺς θησαυροὺς οἴκου Κυρίου."],["38","Καὶ τὸν οἶκον ἑαυτῷ ᾠκοδόμησε Σαλωμὼν τρισκαίδεκα ἔτεσι·"],["39","Καὶ ᾠκοδόμησε τὸν οἶκον δρυμῷ τοῦ Λιβάνου· ἑκατὸν πήχεις μῆκος αὐτοῦ, καὶ πεντήκοντα πήχεις πλάτος αὐτοῦ, καὶ τριάκοντα πηχῶν ὕψος αὐτοῦ· καὶ τριῶν στύχων στύλων κεδρίνων, καὶ ὠμίαι κέδριναι τοῖς στύλοις."],["40","Καὶ ἐφάτνωσε τὸν οἶκον ἄνωθεν ἐπὶ τῶν πλευρῶν τῶν στύλων· καὶ ἀριθμὸς τῶν στύλων τεσσαράκοντα καὶ πέντε ὁ στίχος,"],["41","καὶ μέλαθρα τρία, καὶ χῶρα ἐπὶ χώραν τρισσῶς."],["42","Καὶ πάντα τὰ θυρώματα, καὶ αἱ χῶραι τετράγωνοι μεμελαθρωμέναι· καὶ ἀπὸ τοῦ θυρώματος ἐπὶ θύραν τρισσῶς."],["43","Καὶ τὸ αἰλὰμ τῶν στύλων, πεντήκοντα μῆκος, καὶ πεντήκοντα ἐν πλάτει ἐζυγωμένα αἰλὰμ ἐπὶ πρόσωπον αὐτῶν· καὶ στύλοι καὶ πάχος ἐπὶ πρόσωπον αὐτῆς τοῖς αἰλαμίν."],["44","Καὶ τὸ αἰλὰμ τῶν θρόνων οὗ κρινεῖ ἐκεῖ, αἰλὰμ τοῦ κριτηρίου."],["45","Καὶ ὁ οἶκος αὐτῶν ἐν ᾧ καθήσεται ἐκεῖ, αὐλὴ μία ἐξελισσομένη τούτοις κατὰ τὸ ἔργον τοῦτο· Καὶ οἶκον τῇ θυγατρὶ Φαραὼ ἣν ἔλαβε Σαλωμὼν, κατὰ τὸ αἰλὰμ τοῦτο."],["46","Πάντα ταῦτα ἐκ λίθων τιμίων κεκολαμμένα ἐκ διαστήματος ἔσωθεν καὶ ἐκ τοῦ θεμελίου ἕως τῶν γεισῶν· καὶ ἔξωθεν εἰς τὴν αὐλὴν τὴν μεγάλην,"],["47","τὴν τεθεμελιωμένην ἐν τιμίοις λίθοις μεγάλοις, λίθοις δεκαπήχεσι καὶ τοῖς ὀκταπήχεσι·"],["48","Καὶ ἐπάνωθεν τιμίοις κατὰ τὸ μέτρον ἀπελεκήτων, καὶ κέδροις."],["49","Τῆς αὐλῆς τῆς μεγάλης κύκλῳ τρεῖς στίχοι ἀπελεκήτων, καὶ στίχος κεκολαμμένης κέδρου·"],["50","καὶ συνετέλεσε Σαλωμὼν ὅλον τὸν οἶκον αὐτοῦ."]],[["1","Καὶ ἐγένετο ὡς συνετέλεσε Σαλωμὼν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον αὐτοῦ μετὰ εἴκοσι ἔτη, τότε ἐξεκκλησίασεν ὁ βασιλεὺς Σαλωμὼν πάντας τοὺς πρεσβυτέρους Ἰσραὴλ ἐν Σιὼν, τοῦ ἐνεγκεῖν τὴν κιβωτὸν διαθήκης Κυρίου ἐκ πόλεως Δαυὶδ, αὕτη ἐστὶ Σιὼν,"],["2","ἐν μηνὶ Ἀθανίν."],["3","Καὶ ᾖραν οἱ ἱερεῖς τὴν κιβωτὸν"],["4","καὶ τὸ σκήνωμα τοῦ μαρτυρίου καὶ τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῷ σκηνώματι τοῦ μαρτυρίου."],["5","Καὶ ὁ βασιλεὺς καὶ πὰς Ἰσραὴλ ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες πρόβατα, βόας, ἀναρίθμητα·"],["6","Καὶ εἰσφέρουσιν οἱ ἱερεῖς τὴν κιβωτὸν εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ δαβὶρ τοῦ οἴκου, εἰς τὰ ἅγια τῶν ἁγίων, ὑπὸ τὰς πτέρυγας τῶν χερουβίν."],["7","Ὅτι τὰ χερουβὶμ διαπεπετασμένα ταῖς πτέρυξιν ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ· καὶ περιεκάλυπτον τὰ χερουβὶμ ἐπὶ τὴν κιβωτὸν καὶ ἐπὶ τὰ ἅγια αὐτῆς ἐπάνωθεν."],["8","Καὶ ὑπερεῖχον τὰ ἡγιασμένα· καὶ ἐνεβλέποντο αἱ κεφαλαὶ τῶν ἡγιασμένων ἐκ τῶν ἁγίων εἰς πρόσωπον τοῦ δαβὶρ, καὶ οὐκ ὠπτάνοντο ἔξω."],["9","Οὐκ ἦν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες λίθιναι, πλάκες τῆς διαθήκης ἃς ἔθηκε Μωυσῆς ἐν Χωρὴβ, ἃς διέθετο Κύριος μετὰ τῶν υἱῶν Ἰσραὴλ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς ἐκ γῆς Αἰγύπτου."],["10","Καὶ ἐγένετο ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ τοῦ ἁγίου, καὶ ἡ νεφέλη ἔπλησε τὸν οἶκον."],["11","Καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στήκειν λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἔπλησε δόξα Κυρίου τὸν οἶκον."],["14","Καὶ ἀπέστρεψεν ὁ βασιλεὺς τὸ πρόσωπον αὐτοῦ, καὶ εὐλόγησεν ὁ βασιλεὺς πάντα Ἰσραήλ· καὶ πᾶσα ἐκκλησία Ἰσραὴλ εἱστήκει·"],["15","Καὶ εἶπεν, εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ σημερον, ὃς ἐλάλησεν ἐν τῷ στόματι αὐτοῦ περὶ Δαυὶδ τοῦ πατρός μου καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἐπλήρωσε, λέγον,"],["16","ἀφʼ ἧς ἡμέρας ἐξήγαγον τὸν λαόν μου τὸν Ἰσραὴλ ἐξ Αἰγύπτου, οὐκ ἐξελεξάμην ἐν πόλει ἐν ἑνὶ σκήπτρῳ Ἰσραὴλ τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι τὸ ὄνομά μου ἐκεῖ· καὶ ἐξελεξάμην ἐν Ἱερουσαλὴμ εἶναι τὸ ὄνομά μου ἐκεῖ· καὶ ἐξελεξάμην τὸν Δαυὶδ τοῦ εἶναι ἐπὶ τὸν λαόν μου τὸν Ἰσραήλ."],["17","Καὶ ἐγένετο ἐπὶ τῆς καρδίας τοῦ πατρός μου οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραήλ."],["18","Καὶ εἶπε Κύριος πρὸς Δαυὶδ τὸν πατέρα μου, ἀνθʼ ὧν ἦλθεν ἐπὶ τὴν καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου, καλῶς ἐποίησας ὅτι ἐγενήθη ἐπὶ τὴν καρδίαν σου."],["19","Πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἶκον, ἀλλʼ ἢ ὁ υἱός σου ὁ ἐξελθὼν ἐκ τῶν πλευρῶν σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου."],["20","Καὶ ἀνέστησε Κύριος τὸ ῥῆμα αὐτοῦ ὃ ἐλάλησε· καὶ ἀνέστην ἀντὶ Δαυὶδ τοῦ πατρός μου, καὶ ἐκάθισα ἐπὶ τοῦ θρόνου Ἰσραὴλ, καθὼς ἐλάλησε Κύριος, καὶ ᾠκοδόμησα τὸν οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραήλ."],["21","Καὶ ἐθέμην ἐκεῖ τόπον τῇ κιβωτῷ, ἐν ᾗ ἐστιν ἐκεῖ διαθήκη Κυρίου ἣν διέθετο Κύριος μετὰ τῶν πατέρων ἡμῶν ἐν τῷ ἐξαγαγεῖν αὐτὸν αὐτοὺς ἐκ γῆς Αἰγύπτου."],["22","Καὶ ἀνέστη Σαλωμὼν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου Κυρίου ἐνώπιον πάσης ἐκκλησίας Ἰσραήλ· καὶ διεπέτασε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν,"],["23","καὶ εἶπε, Κύριε ὁ Θεὸς Ἰσραὴλ, οὐκ ἔστιν ὡς σὺ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, φυλάσσων διαθήκην καὶ ἔλεος τῷ δούλῳ σου τῷ πορευομένῳ ἐνώπιόν σου ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ,"],["24","ἃ ἐφύλαξας τῷ δούλῳ σου Δαυὶδ τῷ πατρί μου· καὶ γὰρ ἐλάλησας ἐν τῷ στόματί σου, καὶ ἐν χερσί σου ἐπλήρωσας, ὡς ἡ ἡμέρα αὕτη."],["25","Καὶ νῦν Κύριε ὁ Θεὸς Ἰσραὴλ, φύλαξον τῷ δούλῳ σου Δαυὶδ τῷ πατρί μου ἃ ἐλάλησας αὐτῷ, λέγων, οὐκ ἐξαρθήσεταί σου ἀνὴρ ἐκ προσώπου μου καθήμενος ἐπὶ θρόνου Ἰσραὴλ, πλὴν ἐὰν φυλάξωνται τὰ τέκνα σου τὰς ὁδοὺς αὐτῶν τοῦ πορεύεσθαι ἐνώπιόν μου καθὼς ἐπορεύθης ἐνώπιον ἐμοῦ."],["26","Καὶ νῦν, Κύριε ὁ Θεὸς Ἰσραὴλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου τῷ Δαυὶδ τῷ πατρί μου."],["27","Ὅτι εἰ ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς; εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, πλὴν καὶ ὁ οἶκος οὗτος ὃν ᾠκοδόμησα τῷ ὀνόματί σου;"],["28","Καὶ ἐπιβλέψῃ ἐπὶ τὴν δέησίν μου Κύριε ὁ Θεὸς Ἰσραὴλ, ἀκούειν τῆς προσευχῆς ἧς ὁ δοῦλός σου προσεύχεται ἐνώπιόν σου πρὸς σὲ σήμερον,"],["29","τοῦ εἶναι τοὺς ὀφθαλμούς σου ἠνεῳγμένους εἰς τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτὸς, εἰς τὸν τὸπον ὃν εἶπας, ἔσται τὸ ὄνομά μου ἐκεῖ, τοῦ εἰσακούειν τῆς προσευχῆς ἧς προσεύχεται ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον ἡμέρας καὶ νυκτός."],["30","Καὶ εἰσακούσῃ τῆς δεήσεως τοῦ δούλου σου καὶ τοῦ· λαοῦ σου Ἰσραὴλ ἃ ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον· καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐν οὐρανῷ· καὶ ποιήσεις καὶ ἵλεως ἔσῃ."],["31","Ὅσα ἂν ἁμάρτῃ ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἐὰν λάβῃ ἐπʼ αὐτὸν ἀρὰν τοῦ ἀράσασθαι αὐτὸν, καὶ ἔλθῃ καὶ ἐξαγορεύσῃ κατὰ πρόσωπον τοῦ θυσιαστηρίου σου ἐν τῷ οἴκῳ τούτῳ,"],["32","καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ποιήσεις· καὶ κρινεῖς τὸν λαόν σου Ἰσραὴλ, ἀνομηθῆναι ἄνομον, δοῦναι τὴν ὁδὸν αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ τοῦ δικαιῶσαι δίκαιον, δοῦναι αὐτῷ κατὰ τὴν δικαιοσύνην αὐτοῦ."],["33","Ἐν τῷ πταῖσαι τὸν λαόν σου Ἰσραὴλ ἐνώπιον ἐχθρῶν, ὅτι ἁμαρτήσονταί σοι, καὶ ἐπιστρέψουσι καὶ ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶ προσεύξονται καὶ δεηθήσονται ἐν τῷ οἴκῳ τούτῳ,"],["34","καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ, καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τοῦ λαοῦ σου Ἰσραὴλ, καὶ ἐπιστρέψεις αὐτοὺς εἰς τὴν γῆν ἣν ἔδωκας τοῖς πατράσιν αὐτῶν."],["35","Ἐν τῷ συσχεθῆναι τὸν οὐρανὸν καὶ μὴ γενέσθαι ὑετὸν, ὅτι ἁμαρτήσονταί σοι, καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον, καὶ ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἀποστρέψουσιν ὅταν ταπεινώσῃς αὐτοὺς,"],["36","καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ, καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου Ἰσραήλ· ὅτι δηλώσεις αὐτοῖς τὴν ὁδὸν τὴν ἀγαθὴν πορεύεσθαι ἐν αὐτῇ, καὶ δώσεις ὑετὸν ἐπὶ τὴν γῆν ἣν ἔδωκας τῷ λαῳ σου ἐν κληρονομίᾳ."],["37","Λιμὸς ἐὰν γένηται, θάνατος ἐὰν γένηται, ὅτι ἔσται ἐμπυρισμὸς, βροῦχος, ἐρυσίβη ἐὰν γένηται, καὶ ἐὰν θλίψῃ αὐτὸν ὁ ἐχθρὸς αὐτοῦ ἐν μιᾷ τῶν πόλεων αὐτοῦ, πᾶν συνάντημα, πᾶν πόνον,"],["38","πᾶσαν προσευχὴν, πᾶσαν δέησιν ἐὰν γένηται παντὶ ἀνθρώπῳ, ὡς ἂν γνῶσιν ἕκαστος ἁφὴν καρδίας αὐτοῦ, καὶ διαπετάσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν οἶκον τοῦτον,"],["39","καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου, καὶ ἵλεως ἔσῃ, καὶ ποιήσεις καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καθὼς ἂν γνῷς τὴν καρδίαν αὐτοῦ, ὅτι σὺ μονώτατος οἶδας τὴν καρδίαν πάντων υἱῶν ἀνθρώπων,"],["40","ὅπως φοβῶνταί σε πάσας τὰς ἡμέρας ὅσας αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν."],["41","Καὶ τῷ ἀλλοτρίῳ ὃς οὐκ ἔστιν ἀπὸ λαοῦ σοῦ οὗτος,"],["42","καὶ ἥξουσι καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον,"],["43","καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου, καὶ ποιήσεις κατὰ πάντα ὅσα ἂν ἐπικαλέσηταί σε ὁ ἀλλότριος, ὅπως γνῶσι πάντες οἱ λαοὶ τὸ ὄνομά σου, καὶ φοβῶνταί σε, καθὼς ὁ λαός σου Ἰσραὴλ, καὶ γνῶσιν ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὸν οἶκον τοῦτον ὃν ᾠκοδόμησα."],["44","Ὅτι ἐξελεύσεται ὁ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ ἐν ὁδῷ ᾗ ἐπιστρέψεις αὐτοὺς, καὶ προσεύξονται ἐν ὀνόματι Κυρίου ὁδὸν τῆς πόλεως ἧς ἑξελέξω ἐν αὐτῇ, καὶ τοῦ οἴκου οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου,"],["45","καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ τῆς δεήσεως αὐτῶν, καὶ τῆς προσευχῆς αὐτῶν, καὶ ποιήσεις τὸ δικαίωμα αὐτοῖς."],["46","Ὅτι ἁμαρτήσονταί σοι, ὅτι οὐκ ἔστιν ἄνθρωπος ὃς οὐχ ἁμαρτήσεται, καὶ ἐπάξεις αὐτοὺς καὶ παραδώσεις αὐτοὺς ἐνώπιον ἐχθρῶν, καὶ αἰχμαλωτιοῦσιν οἱ αἰχμαλωτίζοντες εἰς γῆν μακρὰν ἢ ἐγγὺς,"],["47","καὶ ἐπιστρέψουσι καρδίας αὐτῶν ἐν τῇ γῇ οὗ μετήχθησαν ἐκεῖ, καὶ ἐπιστρέψωσιν ἐν γῇ μετοικίας αὐτῶν, καὶ δεηθῶσί σου, λέγοντες, ἡμάρτομεν, ἠδικήσαμεν, ἠνομήσαμεν,"],["48","καὶ ἐπιστρέψωσι πρὸς σὲ ἐν ὅλῃ καρδίᾳ αὐτῶν καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν τῇ γῇ ἐχθρῶν αὐτῶν οὗ μετήγαγες αὐτοὺς, καὶ προσεύξονται πρὸς σὲ ὁδὸν γῆς αὐτῶν ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν, καὶ τῆς πόλεως ἧς ἐξελέξω, καὶ τοῦ οἴκου οὗ ᾠκοδόμηκα τῷ ὀνόματί σου,"],["49","καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου,"],["50","καὶ ἵλεως ἔσῃ ταῖς ἀδικίας αὐτῶν αἷς ἥμαρτόν σοι, καὶ κατὰ πάντα τὰ ἀθετήματα αὐτῶν ἃ ἠθέτησάν σοι, καὶ δώσεις αὐτοὺς εἰς οἰκτιρμοὺς ἐνώπιον αἰχμαλωτευόντων αὐτοὺς, καὶ οἰκτειρήσουσιν εἰς αὐτοὺς,"],["51","ὅτι λαός σου καὶ κληρονομία σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐκ μέσου χωνευτηρίου σιδήρου."],["52","Καὶ ἔστωσαν οἱ ὀφθαλμοί σου καὶ τὰ ὦτά σου ἠνεῳγμένα εἰς τὴν δέησιν τοῦ δούλου σου, καὶ εἰς τὴν δέησιν τοῦ λαοῦ σου Ἰσραὴλ, εἰσακούειν αὐτῶν ἐν πᾶσιν οἷς ἂν ἐπικαλέσωνταί σε."],["53","Ὅτι σὺ διέστειλας αὐτοὺς σεαυτῷ εἰς κληρονομίαν ἐκ πάντων τῶν λαῶν τῆς γῆς, καθὼς ἐλάλησας ἐν χειρὶ δούλου σου Μωυσῆ, ἐν τῷ ἐξαγαγεῖν σε τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου, Κύριε Κύριε."],["53a","Τότε ἐλάλησε Σαλωμὼν ὑπὲρ τοῦ οἴκου, ὡς συνετέλεσε τοῦ οἰκοδομῆσαι αὐτὸν, Ἥλιον ἐγνώρισεν ἐν οὐρανῷ· Κύριος εἶπε τοῦ κατοικεῖν ἐν γνόφῳ· οἰκοδόμησον οἶκόν μου, οἶκον εὐπρεπῆ σεαυτῷ τοῦ κατοικεῖν ἐπὶ καινότητος· οὐκ ἰδοὺ αὕτη γέγραπται ἐν βιβλίῳ τῆς ᾠδῆς;"],["54","Καὶ ἐγένετο ὡς συνετέλεσε Σαλωμὼν προσευχόμενος πρὸς Κύριον ὅλην τὴν προσευχὴν καὶ τὴν δέησιν ταύτην, καὶ ἀνέστη ἀπὸ προσώπου τοῦ θυσιαστηρίου Κυρίου ὀκλακὼς ἐπὶ τὰ γόνατα αὐτοῦ, καὶ αἱ χεῖρες αὐτοῦ διαπεπετασμέναι εἰς τὸν οὐρανόν."],["55","Καὶ ἔστη, καὶ εὐλόγησε πᾶσαν ἐκκλησίαν Ἰσραὴλ φωνῇ μεγάλῃ, λέγων,"],["56","εὐλογητὸς Κύριος σήμερον ὃς ἔδωκε κατάπαυσιν τῷ λαῷ αὐτοῦ Ἰσραὴλ, κατὰ πάντα ὅσα ἐλάλησεν· οὐ διεφώνησε λόγος εἷς ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ τοῖς ἀγαθοῖς οἷς ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Μωυσῆ."],["57","Γένοιτο Κύριος ὁ Θεὸς ἡμῶν μεθʼ ἡμῶν, καθὼς ἦν μετὰ τῶν πατέρων ἡμῶν· μὴ ἐγκαταλοίποιτο ἡμᾶς μηδὲ ἀποστρέψοιτο ἡμᾶς,"],["58","Γένοιτο Κύριος ὁ Θεὸς ἡμῶν μεθʼ ἡμῶν, καθὼς ἦν μετὰ τῶν πατέρων ἡμῶν· μὴ ἐγκαταλοίποιτο ἡμᾶς μηδὲ ἀποστρέψοιτο ἡμᾶς, ἐπικλῖναι καρδίας ἡμῶν ἐπʼ αὐτὸν τοῦ πορεύεσθαι ἐν πάσαις ὁδοῖς αὐτοῦ, καὶ φυλάσσειν πάσας ἐντολὰς αὐτοῦ, καὶ τὰ προστάγματα αὐτοῦ, ἃ ἐνετείλατο τοῖς πατράσιν ἡμῶν."],["59","Καὶ ἔστωσαν οἱ λόγοι οὗτοι ὡς δεδέημαι ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν, ἐγγίζοντες πρὸς Κύριον Θεὸν ἡμῶν ἡμέρας καὶ νυκτὸς, τοῦ ποιεῖν τὸ δικαίωμα τοῦ δοῦλου σου, καὶ τὸ δικαίωμα λαοῦ Ἰσραὴλ ῥῆμα ἡμέρας ἐν ἡμέρᾳ ἐνιαυτοῦ·"],["60","ὅπως γνῶσι πάντες οἱ λαοὶ τῆς γῆς, ὅτι Κύριος ὁ Θεὸς, αὐτὸς Θεὸς, καὶ οὐκ ἔστιν ἔτι."],["61","Καὶ ἔστωσαν αἱ καρδίαι ἡμῶν τέλειαι πρὸς Κύριον Θεὸν ἡμῶν, καὶ ὁσίως πορεύεσθαι ἐν τοῖς προστάγμασιν αὐτοῦ, καὶ φυλάσσειν ἐντολὰς αὐτοῦ, ὡς ἡ ἡμέρα αὕτη."],["62","Καὶ ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ ἔθυσαν θυσίαν ἐνώπιον Κυρίου."],["63","Καὶ ἔθυσεν ὁ βασιλεὺς Σαλωμὼν τὰς θυσίας τῶν εἰρηνικῶν ἃς ἔθυσε τῷ Κυρίῳ, βοῶν δύο καὶ εἴκοσι χιλιάδας, προβάτων ἑκατὸν καὶ εἴκοσι χιλιάδας· καὶ ἐνεκαίνισε τὸν οἶκον Κυρίου ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ Ἰσραήλ."],["64","Τῇ ἡμέρᾳ ἐκείνῃ ἡγίασεν ὁ βασιλεὺς τὸ μέσον τῆς αὐλῆς τὸ κατὰ πρόσωπον τοῦ οἴκου Κυρίου· ὅτι ἐποίησεν ἐκεῖ τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας καὶ τὰ στέατα τῶν εἰρηνικῶν, ὅτι τὸ θυσιαστήριον τὸ χαλκοῦν τὸ ἐνώπιον Κυρίου μικρὸν τοῦ μὴ δύνασθαι τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας τῶν εἰρηνικῶν ὑπενεγκεῖν."],["65","Καὶ ἑποίησε Σαλωμὼν τὴν ἑορτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ, ἐκκλησία μεγάλη ἀπὸ τῆς εἰσόδου Ἡμὰθ ἕως ποταμοῦ Αἰγύπτου, ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἐν τῷ οἴκῳ ᾧ ᾠκοδόμησεν, ἐσθίων καὶ πίνων καὶ εὐφραινόμενος ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἑπτὰ ἡμέρας."],["66","Καὶ ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξαπέστειλε τὸν λαόν· καὶ εὐλόγησαν τὸν βασιλέα, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὰ σκηνώματα αὐτοῦ χαίροντες· καὶ ἀγαθὴ ἡ καρδία ἐπὶ τοῖς ἀγαθοῖς οἷς ἐποίησε Κύριος τῷ Δαυὶδ δούλῳ αὐτοῦ, καὶ τῷ Ἰσραὴλ λαῷ αὐτοῦ."]],[["1","Καὶ ἐγενήθη ὡς συνετέλεσε Σαλωμὼν οἰκοδομεῖν τὸν οἶκον Κυρίου, καὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ πᾶσαν τὴν πραγματείαν Σαλωμὼν, ὅσα ἠθέλησε ποιῆσαι,"],["2","καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν δεύτερον, καθὼς ὤφθη ἐν Γαβαών."],["3","Καὶ εἶπε πρὸς αὐτὸν Κύριος, ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου, καὶ τῆς δεήσεώς σου ἧς ἐδεήθης ἐνώπιόν μου· πεποίηκά σοι κατὰ πᾶσαν τὴν προσευχήν σου· ἡγίακα τὸν οἶκον τοῦτον ὃν ᾠκοδόμησας τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα, καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκεῖ καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας."],["4","Καὶ σὺ ἐὰν πορευθῇς ἐνώπιον ἐμοῦ, καθὼς ἐπορεύθη Δαυὶδ ὁ πατήρ σου, ἐν ὁσιότητι καρδίας καὶ ἐν εὐθύτητι, καὶ τοῦ ποιεῖν κατὰ πάντα ἃ ἐνετειλάμην αὐτῷ, καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου φυλάξῃς,"],["5","καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ἐν Ἰσραὴλ εἰς τὸν αἰῶνα, καθὼς ἐλάλησα Δαυὶδ πατρί σου, λέγων, οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ἰσραήλ."],["6","Ἐὰν δὲ ἀποστραφέντες ἀποστραφῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν ἀπʼ ἐμοῦ, καὶ μὴ φυλάξητε τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ἃ ἔδωκε Μωυσῆς ἐνώπιον ὑμῶν, καὶ πορευθῆτε καὶ δουλεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς,"],["7","καὶ ἐξαρῶ τὸν Ἰσραὴλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον ὃν ἡγίασα τῷ ὀνόματί μου ἀποῤῥίψω ἐκ προσώπου μου· καὶ ἔσται Ἰσραὴλ εἰς ἀφανισμὸν καὶ εἰς λάλημα εἰς πάντας τοὺς λαούς."],["8","Καὶ ὁ οἶκος οὗτος ἔσται ὁ ὑψηλὸς, πᾶς ὁ διαπορευόμενος διʼ αὐτοῦ ἐκστήσεται καὶ συριεῖ, καὶ ἐροῦσιν, ἕνεκεν τίνος ἐποίησε Κύριος οὕτως τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ;"],["9","Καὶ ἐροῦσιν, ἀνθʼ ὧν ἐγκατέλιπον Κύριον Θεὸν αὐτῶν, ὃς ἐξήγαγε τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου, ἐξ οἴκου δουλείας, καὶ ἀντελάβοντο θεῶν ἀλλοτρίων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐδούλευσαν αὐτοῖς, διὰ τοῦτο ἐπήγαγε Κύριος ἐπʼ αὐτοὺς τὴν κακίαν ταύτην."],["9a","Τότε ἀνήγαγε Σαλωμὼν τὴν θυγατέρα Φαραὼ ἐκ πόλεως Δαυὶδ εἰς οἶκον αὐτοῦ, ὃν ᾠκοδόμησεν ἐαυτῷ ἐν ταῖς ἡμέραις ἐκείναις."],["10","Εἴκοσι ἔτη ἐν οἷς ᾠκοδόμησε Σαλωμὼν τοὺς δύο οἴκους, τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως,"],["11","Χιρὰμ βασιλεὺς Τύρου ἀντελάβετο τοῦ Σαλωμὼν ἐν ξύλοις κεδρίνοις, καὶ ἐν ξύλοις πευκίνοις, καὶ ἐν χρυσίῳ, καὶ ἐν χρυσίῳ, καὶ ἐν παντὶ θελήματι αὐτοῦ· τότε ἔδωκεν ὁ βασιλεὺς τῷ Χιρὰμ εἴκοσι πόλεις ἐν τῇ γῇ τῇ Γαλιλαίᾳ."],["12","Καὶ ἐξήλθε Χιρὰμ ἐκ Τύρου, καὶ ἐπορεύθη εἰς τὴν Γαλιλαίαν τοῦ ἰδεῖν τὰς πόλεις ἃς ἔδωκεν αὐτῷ Σαλωμών· καὶ οὐκ ἤρεσαν αὐτῷ."],["13","Καὶ εἶπε, τί αἱ πόλεις αὗται ἃς ἔδωκάς μοι ἀδελφέ; καὶ ἐκάλεσεν αὐτὰς Ὅριον ἕως τῆς ἡμέρας ταύτης."],["14","Καὶ ἤνεγκε Χιρὰμ τῷ Σαλωμὼν ἑκατὸν καὶ εἴκοσι τάλαντα χρυσίου."],["26","Καὶ ναῦν ὑπὲρ οὗ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν ἐν Γασίων Γαβὲρ τὴν οὖσαν ἐχομένην Αἰλὰθ ἐπὶ τοῦ χείλους τῆς ἐσχάτης θαλάσσης ἐν γῇ Ἐδώμ."],["27","Καὶ ἀπέστειλε Χιρὰμ ἐν τῇ νηῒ τῶν παίδων αὐτοῦ ἄνδρας ναυτικοὺς ἐλαύνειν εἰδότας θάλασσαν μετὰ τῶν παίδων Σαλωμών."],["28","Καὶ ἦλθον εἰς Σωφιρὰ, καὶ ἔλαβον ἐκεῖθεν χρυσίου ἑκατὸν καὶ εἴκοσι τάλαντα, καὶ ἤνεγκαν τῷ βασιλεῖ Σαλωμών."]],[["1","Καὶ βασίλισσα Σαβὰ ἤκουσε τὸ ὄνομα Σαλωμὼν καὶ τὸ ὄνομα Κυρίου, καὶ ἦλθε πειράσαι αὐτὸν ἐν αἰνίγμασι."],["2","Καὶ ἦλθεν εἰς Ἰερουσαλὴμ ἐν δυνάμει βαρείᾳ σφόδρα· καὶ κάμηλοι αἴρουσαι ἡδύσματα καὶ χρυσὸν πολὺν σφόδρα καὶ λίθον τίμιον· καὶ εἰσῆλθε πρὸς Σαλωμὼν, καὶ ἐλάλησεν αὐτῷ πάντα ὅσα ἦν ἐν τῇ καρδίᾳ αὐτῆς."],["3","Καὶ ἀπήγγειλεν αὐτῇ Σαλωμὼν πάντας τοὺς λόγους αὐτῆς· οὐκ ἦν λόγος παρεωραμένος παρὰ τοῦ βασιλέως, ὃν οὐκ ἀπήγγειλεν αὐτῇ."],["4","Καὶ εἶδε βασίλισσα Σαβὰ πᾶσαν τὴν φρόνησιν Σαλωμὼν, καὶ τὸν οἶκον ὃν ᾠκοδόμησε,"],["5","καὶ τὰ βρώματα Σαλωμὼν, καὶ τὴν καθέδραν παίδων αὐτοῦ, καὶ τὴν στάσιν λειτουργῶν αὐτοῦ, καὶ τὸν ἱματισμὸν αὐτοῦ, καὶ τοὺς οἰνοχόους αὐτοῦ, καὶ τὴν ὁλοκαύτωσιν αὐτοῦ ἣν ἀνέφερεν ἐν οἴκῳ Κυρίου, καὶ ἐξ ἑαυτῆς ἐγένετο·"],["6","Καὶ εἶπε πρὸς τὸν βασιλέα Σαλωμὼν, ἀληθινὸς ὁ λόγος ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τοῦ λόγου σου καὶ περὶ τῆς φρονήσεώς σου."],["7","Καὶ οὐκ ἐπίστευσα τοῖς λαλοῦσί μοι, ἕως ὅτου παρεγενόμην καὶ ἑωράκασιν οἱ ὀφθαλμοί μου· καὶ ἰδοὺ οὐκ εἰσὶ τὸ ἥμισυ καθὼς ἀπήγγειλάν μοι· προστέθεικας ἀγαθὰ πρὸς αὐτὰ ἐπὶ πᾶσαν τὴν ἀκοὴν ἣν ἤκουσα ἐν τῇ γῇ μου."],["8","Μακάριαι αἱ γυναῖκές σου, μακάριοι οἱ παῖδές σου οὗτοι οἱ παρεστηκότες ἐνώπιόν σου διόλου, οἱ ἀκούοντες πᾶσαν τὴν φρόνησίν σου."],["9","Γένοιτο Κύριος ὁ Θεός σου εὐλογημένος, ὃς ἠθέλησεν ἐν σοὶ δοῦναί σε ἐπὶ θρόνου Ἰσραὴλ, διὰ τὸ ἀγαπᾷν Κύριον τὸν Ἰσραὴλ στῆσαι εἰς τὸν αἰῶνα· καὶ ἔθετό σε βασιλέα ἐπʼ αὐτοὺς, τοῦ ποιεῖν κρίμα ἐν δικαιοσύνῃ καὶ ἐν κρίμασιν αὐτῶν."],["10","Καὶ ἔδωκε τῷ Σαλωμὼν ἑκατὸν εἴκοσι τάλαντα χρυσίου, καὶ ἡδύσματα πολλὰ σφόδρα, καὶ λίθον τίμιον· οὐκ ἐληλύθει κατὰ τὰ ἡδύσματα ἐκεῖνα ἔτι εἰς πλῆθος, ἃ ἔδωκε βασίλισσα Σαβὰ τῷ βασιλεῖ Σαλωμών."],["11","Καὶ ἡ ναῦς Χιρὰμ ἡ αἴρουσα τὸ χρυσίον ἐκ Σουφὶρ, ἤνεγκε ξύλα πελεκητὰ πολλὰ σφόδρα καὶ λίθον τίμιον."],["12","Καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ πελεκητὰ ὑποστηρίγματα τοῦ οἴκου Κυρίου καὶ τοῦ οἴκου τοῦ βασιλέως, καὶ νάβλας καὶ κινύρας τοῖς ᾠδοῖς· οὐκ ἐληλύθει τοιαῦτα ξύλα ἀπελέκητα ἐπὶ τῆς γῆς, οὐδὲ ὤφθησάν που ἕως τῆς ἡμέρας ταύτης."],["13","Καὶ ὁ βασιλεὺς Σαλωμὼν ἔδωκε τῇ βασιλίσσῃ Σαβὰ πάντα ὅσα ἠθέλησεν, ὅσα ᾐτήσατο, ἐκτὸς πάντων ὧν ἐδεδώκει αὐτῇ διὰ χειρὸς τοῦ βασιλέως Σαλωμών· καὶ ἀπεστράφη, καὶ ἦλθεν εἰς τὴν γῆν αὐτῆς αὐτὴ, καὶ πάντες οἱ παῖδες αὐτῆς."],["14","Καὶ ἦν ὁ σταθμὸς τοῦ χρυσίου τοῦ ἐληλυθότος τῷ Σαλωμὼν ἐν ἐνιαυτῷ ἑνὶ, ἑξακόσια καὶ ἑξηκονταὲξ τάλαντα χρυσίου,"],["15","χωρὶς τῶν φόρων τῶν ὑποτεταγμένων καὶ τῶν ἐμπόρων καὶ πάντων τῶν βασιλέων τοῦ πέραν καὶ τῶν σατραπῶν τῆς γῆς."],["16","Καὶ ἐποίησε Σαλωμὼν τριακόσια δόρατα χρυσᾶ ἐλατά· τριακόσιοι χρυσοῖ ἐπῆσαν ἐπὶ τὸ δόρυ τὸ ἕν·"],["17","Καὶ τριακόσια ὅπλα χρυσᾶ ἐλατά· καὶ τρεῖς μναῖ ἐνῆσαν χρυσοῦ εἰς τὸ ὅπλον τὸ ἕν· καὶ ἔδωκεν αὐτὰ ὁ βασιλεὺς εἰς οἶκον δρυμοῦ τοῦ Λιβάνου."],["18","Καὶ ἐποίησεν ὁ βασιλεὺς θρόνον ἐλεφάντινον μέγαν, καὶ περιεχρύσωσεν αὐτὸν χρυσίῳ δοκίμῳ."],["19","Ἓξ ἀναβαθμοὶ τῷ θρόνῳ, καὶ προτομαὶ μόσχων τῷ θρόνῳ ἐκ τῶν ὀπίσω αὐτοῦ, καὶ χεῖρες ἔνθεν καὶ ἔνθεν ἐπὶ τοῦ τόπου τῆς καθέδρας, καὶ δύο λέοντες ἑστηκότες παρὰ τὰς χεῖρας,"],["20","καὶ δώδεκα λέοντες ἑστῶτες ἐκεῖ ἐπὶ τῶν ἓξ ἀναβαθμῶν ἔνθεν καὶ ἔνθεν· οὐ γέγονεν οὕτως πάσῃ βασιλείᾳ."],["21","Καὶ πάντα τὰ σκεύη τὰ ὑπὸ τοῦ Σαλωμὼν γεγονότα χρυσᾶ, καὶ λουτῆρες χρυσοῖ, καὶ πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ συγκεκλεισμένα. οὐκ ἦν ἀργύριον, ὅτι οὐκ ἦν λογιζόμενον ἐν ταῖς ἡμέραις Σαλωμών·"],["22","Ὅτι ναῦς Θαρσὶς τῷ βασιλεῖ Σαλωμὼν ἐν τῇ θαλάσσῃ μετὰ τῶν νηῶν Χιράμ· μία διὰ τριῶν ἐτῶν ἤρχετο τῷ βασιλεῖ ναῦς ἐκ Θαρσὶς χρυσίου καὶ ἀργυρίου καὶ λίθων τορευτῶν καὶ πελεκητῶν."],["22a","Αὕτη ἦν ἡ πραγματεία τῆς προνομῆς ἧς ἀνήνεγκαν ὁ βασιλεὺς Σαλωμὼν οἰκοδομῆσαι τὸν οἶκον Κυρίου, καὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ τὸ τεῖχος Ἱερουσαλὴμ, καὶ τὴν ἄκραν, τοῦ περιφράξαι τὸν φραγμὸν τῆς πόλεως Δαυὶδ, καὶ τὴν Ἀσσοὺρ, καὶ τὴν Μαγδὰν, καὶ τὴν Γαζὲρ, καὶ τὴν Βαιθωρὼν τὴν ἀνωτέρω, καὶ τὴν Ἰεθερμὰθ, καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων, καὶ πάσας τὰς πόλεις τῶν ἱππέων, καὶ τὴν πραγματείαν Σαλωμὼν, ἣν ἐπραγματεύσατο οἰκοδομῆσαι ἐν Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ γῇ, τοῦ μὴ κατάρξαι αὐτοῦ"],["22b","πάντα τὸν λαὸν τὸν ὑπολελειμμένον ὑπὸ τοῦ Χετταίου καὶ τοῦ Ἀμοῤῥαίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Χαναναίου καὶ τοῦ Εὐαίου καὶ τοῦ Ἰεβουσαίου καὶ τοῦ Γεργεσαίου, τῶν μὴ ἐκ τῶν υἱῶν Ἰσραὴλ ὄντων, τὰ τέκνα αὐτῶν τὰ ὑπολελειμμένα μετʼ αὐτοῦ ἐν τῇ γῇ, οὓς οὐκ ἐδύναντο οἱ υἱοὶ Ἰσραὴλ ἐξολοθρεῦσαι αὐτοὺς, καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμὼν εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης·"],["22c","καὶ ἐκ τῶν υἱῶν Ἰσραὴλ οὐκ ἔδωκε Σαλωμὼν πρᾶγμα, ὅτι αὐτοὶ ἦσαν ἄνδρες οἱ πολεμισταὶ, καὶ παῖδες αὐτοῦ καὶ ἄρχοντες καὶ τρισσοὶ αὐτοῦ, καὶ ἄρχοντες τῶν ἁρμάτων αὐτοῦ, καὶ ἱππεῖς αὐτοῦ."],["23","Καὶ ἐμεγαλύνθη Σαλωμὼν ὑπὲρ πάντας τοὺς βασιλεῖς τῆς γῆς πλούτῳ καὶ φρονήσει."],["24","Καὶ πάντες βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμὼν, τοῦ ἀκοῦσαι τῆς φρονήσεως αὐτοῦ ἧς ἔδωκε Κύριος τῇ καρδίᾳ αὐτοῦ."],["25","Καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δῶρα, σκεύη χρυσᾶ, καὶ ἱματισμὸν, στακτὴν, καὶ ἡδύσματα, καὶ ἵππους, καὶ ἡμιόνους τὸ κατʼ ἐνιαυτὸν ἐνιαυτῷ."],["26","Καὶ ἦσαν τῷ Σαλωμὼν τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἅρματα, καὶ δώδεκα χιλιάδες ἱππέων· καὶ ἔθετο αὐτὰς ἐν ταῖς πόλεσι τῶν ἁρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν Ἱερουσαλήμ·"],["26a","καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου."],["27","Καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ἱερουσαλὴμ ὡς λίθους, καὶ τὰς κέδρους ἔδωκεν ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος."],["28","Καὶ ἡ ἔξοδος Σαλωμῶν τῶν ἱππέων καὶ ἐξ Αἰγύπτου, καὶ ἐκ Θεκουὲ ἔμποροι τοῦ βασιλέως· καὶ ἐλάμβανον ἐκ Θεκουὲ ἐν ἀλλάγματι."],["29","Καὶ ἀνέβαινεν ἡ ἔξοδος ἐξ Αἰγύπτου ἅρμα ἀντὶ ἑκατὸν ἀργυρίου, καὶ ἵππος ἀντὶ πεντήκοντα ἀργυρίου· καὶ οὕτως πᾶσι τοῖς βασιλεῦσι Χεττιῒν, καὶ βασιλεῦσι Συρίας κατὰ θάλασσαν ἐξεπορεύοντο."]],[["1","Καὶ ὁ βασιλεὺς Σαλωμὼν ἦν φιλογύνης. Καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρχουσαι ἑπτακόσιαι, καὶ παλλακαὶ τριακόσιαι. Καὶ ἔλαβε γυναῖκας ἀλλοτρίας, καὶ τὴν θυγατέρα Φαραὼ, Μωαβίτιδας, Ἀμμανίτιδας, Σύρας, καὶ Ἰδουμαίας, Χετταίας, καὶ Ἀμοῤῥαίας,"],["2","ἐκ τῶν ἐθνῶν ὧν ἀπεῖπε Κύριος τοῖς υἱοῖς Ἰσραὴλ, οὐκ εἰσελεύσεσθε εἰς αὐτοὺς, καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς, μὴ ἐκκλίνωσι τὰς καρδίας ὑμῶν ὀπίσω εἰδώλων αὐτῶν· εἰς αὐτοὺς ἐκολλήθη Σαλωμὼν τοῦ ἀγαπῆσαι."],["4","Καὶ ἐγενήθη ἐν καιρῷ γήρους Σαλωμὼν, καὶ οὖκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. Καὶ ἐξέκλιναν γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν."],["5","Τότε ᾠκοδόμησε Σαλωμὼν ὑψηλὸν τῷ Χαμὼς εἰδώλῳ Μωὰβ, καὶ τῷ βασιλεῖ αὐτῶν εἰδώλῳ υἱῶν Ἀμμὼν,"],["6","καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων."],["7","Καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, αἳ ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν,"],["8","καὶ ἐποίησε Σαλωμὼν τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἐπορεύθη ὀπίσω Κυρίου, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ."],["9","Καὶ ὠργίσθη Κύριος ἐπὶ Σαλωμὼν, ὅτι ἐξέκλινε καρδίαν αὐτοῦ ἀπὸ Κυρίου Θεοῦ Ἰσραὴλ, τοῦ ὀφθέντος αὐτῷ δὶς,"],["10","καὶ ἐντειλαμένου αὐτῷ ὑπὲρ τοῦ λόγου τούτου, τὸ παράπαν μὴ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων, καὶ φυλάξασθαι ποιῆσαι ἃ ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός· οὐδʼ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου, κατὰ τὴν καρδίαν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ."],["11","Καὶ εἶπε Κύριος πρὸς Σαλωμὼν, ἀνθʼ ὧν ἐγένετο ταῦτα μετὰ σοῦ, καὶ οὐκ ἐφύλαξας τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ἃ ἐνετειλάμην σοι, διαῤῥήσσων διαῤῥήξω τὴν βασιλείαν σου ἐκ χειρός σου, καὶ δώσω αὐτὴν τῷ δούλῳ σου."],["12","Πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω αὐτὰ διὰ Δαυὶδ τὸν πατέρα σου· ἐκ χειρὸς υἱοῦ σου λήψομαι αὐτήν."],["13","Πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω· σκῆπτρον ἓν δώσω τῷ υἱῷ σου διὰ Δαυὶδ τὸν δοῦλόν μου, καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν ἣν ἐξελεξάμην."],["14","Καὶ ἤγειρε Κύριος σατὰν τῷ Σαλωμὼν τὸν Ἄδερ τὸν Ἰδουμαῖον, καὶ τὸν Ἐσρὼμ υἱὸν Ἐλιαδαὲ τὸν ἐν Ρααμὰ, Ἀδαδέζερ βασιλέα Σουβὰ κύριον αὐτοῦ· καὶ συνηθροίσθησαν ἐπʼ αὐτὸν ἄνδρες, καὶ ἦν ἄρχων συστρέμματος, καὶ προκατελάβετο τὴν Δαμασέκ· καὶ ἦσαν σατὰν τῷ Ἰσραὴλ πάσας τὰς ἡμέρας Σαλωμών· καὶ Ἄδερ ὁ Ἰδουμαῖος ἐκ τοῦ σπέρματος τῆς βασιλείας ἐν Ἰδουμαίᾳ."],["15","Καὶ ἐγένετο ἐν τῷ ἐξολοθρεῦσαι Δαυὶδ τὸν Ἐδὼμ ἐν τῷ πορευθῆναι Ἰωὰβ ἄρχοντα τῆς στρατιᾶς θάπτειν τοὺς τραυματίας, καὶ ἔκοψαν πᾶν ἀρσενικὸν ἐν τῇ Ἰδουμαίᾳ·"],["16","ὅτι ἓξ μῆνας ἐνεκάθητο ἐκεῖ Ἰωὰβ καὶ πᾶς Ἰσραὴλ ἐν τῇ Ἰδουμαίᾳ, ἕως ὅτου ἐξωλόθρευσε πᾶν ἀρσενικὸν ἐν τῇ Ἰδουμαίᾳ·"],["17","Καὶ ἀπέδρα Ἄδερ αὐτὸς καὶ πάντες ἄνδρες Ἰδουμαῖοι τῶν παίδων τοῦ πατρὸς αὐτοῦ μετʼ αὐτοῦ, καὶ εἰσῆλθον εἰς Αἴγυπτον· καὶ Ἄδερ παιδάριον μικρόν."],["18","Καὶ ἀνίστανται ἄνδρες ἐκ τῆς πόλεως Μαδιὰμ, καὶ ἄρχονται εἰς Φαρὰν, καὶ λαμβάνουσιν ἄνδρας μεθʼ αὑτῶν, καὶ ἔρχονται πρὸς Φαραὼ βασιλέα Αἰγύπτου· καὶ εἰσῆλθεν Ἄδερ πρὸς Φαραὼ, καὶ ἔδωκεν αὐτῷ οἶκον, καὶ ἄρτους διέταξεν αὐτῷ."],["19","Καὶ εὗρεν Ἄδερ χάριν ἐναντίον Φαραὼ σφόδρα, καὶ ἔδωκεν αὐτῷ γυναῖκα ἀδελφὴν τῆς γυναικὸς αὐτοῦ, ἀδελφὴν Θεκεμίνας μείζω. Καὶ ἔτεκεν αὐτῷ ἡ ἀδελφὴ Θεκεμίνας τῷ Ἄδερ τὸν Γανηβὰθ υἱὸν αὐτῆς·"],["20","καὶ ἐξέθρεψεν αὐτὸν Θεκεμίνα ἐν μέσῳ υἱῶν Φαραώ· καὶ ἦν Γανηβὰθ ἐν μέσῳ υἱῶν Φαραώ."],["21","Καὶ Ἄδερ ἤκουσεν ἐν Αἰγύπτῳ ὅτι κεκοίμηται Δαυὶδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ὅτι τέθνηκεν Ἰωὰβ ὁ ἄρχων τῆς στρατιᾶς, καὶ εἶπεν Ἄδερ πρὸς Φαραὼ, ἐξαπόστειλόν με, καὶ ἀποστρέψω εἰς τὴν γῆν μου."],["22","Καὶ εἶπε Φαραὼ τῷ Ἄδερ, τίνι σὺ ἐλαττονῇ μετʼ ἐμοῦ; καὶ ἰδοὺ σὺ ζητεῖς ἀπελθεῖν εἰς τὴν γῆν σου; καὶ εἶπεν αὐτῷ Ἄδερ, ὅτι ἐξαποστέλλων ἐξαποστελεῖς με· καὶ ἀνέστρεψεν Ἄδερ εἰς τὴν γῆν αὐτοῦ·"],["25","αὕτη ἡ κακία ἣν ἐποίησεν Ἄδερ· καὶ ἐβαρυθύμησεν Ἰσραὴλ, καὶ ἐβασίλευσεν ἐν τῇ Ἐδώμ."],["26","Καὶ Ἱεροβοὰμ υἱὸς Ναβὰτ ὁ Ἐφραθὶ ἐκ τῆς Σαριρὰ, υἱὸς γυναικὸς χήρας, δοῦλος Σαλωμών."],["27","Καὶ τοῦτο τὸ πρᾶγμα ὡς ἐπῇρατο χεῖρας ἐπὶ βασιλέα Σαλωμών· καὶ ὁ βασιλεὺς Σαλωμὼν ᾠκοδόμησε τὴν ἄκραν, συνέκλεισε τὸν φραγμὸν τῆς πόλεως Δαυὶδ τοῦ πατρὸς αὐτοῦ."],["28","Καὶ ὁ ἄνθρωπος Ἱεροβοὰμ ἰσχυρὸς δυνάμει· καὶ εἶδε Σαλωμὼν τὸ παιδάριον ὅτι ἀνὴρ ἔργων ἐστὶ, καὶ κατέστησεν αὐτὸν ἐπὶ τὰς ἄρσεις οἴκου Ἰωσήφ."],["29","Καὶ ἐγενήθη ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ Ἱεροβοὰμ ἐξῆλθεν ἐξ Ἱερουσαλὴμ, καὶ εὗρεν αὐτὸν Ἀχιὰ ὁ Σηλωνίτης ὁ προφήτης ἐν τῇ ὁδῷ, καὶ ἀπέστησεν αὐτὸν ἐκ τῆς ὁδοῦ· καὶ Ἀχιὰ περιβεβλημένος ἱματίῳ καινῷ, καὶ ἀμφότεροι μόνοι ἐν τῷ πεδίῳ."],["30","Καὶ ἐπελάβετο Ἀχιὰ τοῦ ἱματίου αὐτοῦ τοῦ καινοῦ τοῦ ἐπʼ αὐτῷ, καὶ διέῤῥηξεν αὐτὸ δώδεκα ῥήγματα,"],["31","καὶ εἶπε τῷ Ἱεροβοὰμ, λάβε σεαυτῷ δέκα ῥήγματα, ὅτι τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἰδοὺ ἐγὼ ῥήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σαλωμὼν, καὶ δώσω σοι δέκα σκῆπτρα."],["32","Καὶ δύο σκῆπτρα ἔσονται αὐτῷ διὰ τὸν δοῦλόν μου Δαυὶδ, καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν ἣν ἐξελεξάμην ἐν αὐτῇ ἐκ πασῶν φυλῶν Ἰσραήλ."],["33","Ἀνθʼ ὧν ἐγκατέλιπέ με, καὶ ἐποίησε τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων, καὶ τῷ Χαμὼς, καὶ τοῖς εἰδώλοις Μωὰβ, καὶ τῷ βασιλεῖ αὐτῶν προσοχθίσματι υἱῶν Ἀμμὼν, καὶ οὐκ ἐπορεύθη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον ἐμοῦ, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ."],["34","Καὶ οὐ μὴ λάβω τὴν βασιλείαν ὅλην ἐκ χειρὸς αὐτοῦ, διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῳ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, διὰ τὸν Δαυὶδ τὸν δοῦλόν μου ὃν ἐξελεξάμην αὐτόν."],["35","Καὶ λήψομαι τὴν βασιλείαν ἐκ χειρὸς τοῦ υἱοῦ αὐτοῦ, καὶ δώσω σοι τὰ δέκα σκῆπτρα."],["36","Τῷ δὲ υἱῷ αὐτοῦ δώσω τὰ δύο σκῆπτρα, ὅπως ᾖ θέσις τῷ δούλῳ μου Δαυὶδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμοῦ ἐν Ἱερουσαλὴμ τῇ πόλει, ἣν ἐξελεξάμην ἐμαυτῷ τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ."],["37","Καὶ σὲ λήψομαι, καὶ βασιλεύσεις ἐν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ σὺ ἔσῃ βασιλεὺς ἐπὶ τὸν Ἰσραήλ."],["38","Καὶ ἔσται ἐὰν φυλάξῃς πάντα ὅσα ἂν ἐντείλωμαί σοι, καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς μου, καὶ ποιήσῃς τὸ εὐθὲς ἐνώπιον ἐμοῦ, τοῦ φυλάξασθαι τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου, καθὼς ἐποίησε Δαυὶδ ὁ δοῦλός μου, καὶ ἔσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστὸν, καθὼς ᾠκοδόμησα τῷ Δαυίδ."],["40","Καὶ ἐζήτησε Σαλωμὼν θανατῶσαι τὸν Ἱεροβοάμ· καὶ ἀνέστη καὶ ἀπέδρα εἰς Αἴγυπτον πρὸς Σουσακὶμ βασιλέα Αἰγύπτου, καὶ ἦν ἐν Αἰγύπτῳ ἕως οὗ ἀπέθανε Σαλωμών."],["41","Καὶ τὰ λοιπὰ τῶν λόγων Σαλωμὼν, καὶ πάντα ὅσα ἐποίησε, καὶ πᾶσαν τὴν φρόνησιν αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ ῥημάτων Σαλωμών;"],["42","Καὶ αἱ ἡμέραι ἃς ἐβασίλευε Σαλωμὼν ἐν Ἱερουσαλὴμ ἐπὶ πάντα Ἰσραὴλ τεσσαράκοντα ἔτη."],["43","Καὶ ἐκοιμήθη Σαλωμὼν μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐγενήθη ὡς ἤκουσεν Ἱεροβοὰμ υἱὸς Ναβὰτ, καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ ὡς ἔφυγεν ἐκ προσώπου Σαλωμὼν καὶ ἐκάθητο ἐν Αἰγύπτῳ, κατευθύνει καὶ ἔρχεται εἰς τὴν πόλιν αὐτοῦ εἰς τὴν γῆν Σαριρὰ τὴν ἐν ὄρει Ἐφραίμ. Καὶ ὁ βασιλεὺς Σαλωμὼν ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσε Ῥοβοὰμ ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."]],[["1","Καὶ πορεύεται βασιλεὺς Ῥοβοὰμ εἰς Σίκιμα, ὅτι εἰς Σίκιμα ἤρχοντο πᾶς Ἰσραὴλ βασιλεῦσαι αὐτόν."],["3","Καὶ ἐλάλησεν ὁ λαὸς πρὸς τὸν βασιλέα Ῥοβοὰμ, λέγοντες,"],["4","Ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν ἡμῶν, καὶ σὺ νῦν κούφισον ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς, καὶ ἀπὸ τοῦ κλοιοῦ αὐτοῦ τοῦ βαρέως, οὗ ἔδωκεν ἐφʼ ἡμᾶς, καὶ δουλεύσομέν σοι."],["5","Καὶ εἶπε πρὸς αὐτοὺς, ἀπέλθετε ἕως ἡμερῶν τριῶν, καὶ ἀναστρέψατε πρὸς μέ· καὶ ἀπῆλθον."],["6","Καὶ ἀπήγγειλεν ὁ βασιλεὺς τοῖς πρεσβυτέροις, οἳ ἦσαν παρεστῶτες ἐνώπιον Σαλωμὼν τοῦ πατρὸς αὐτοῦ ἔτι ζῶντος αὐτοῦ, λέγων, πῶς ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθῶ τῷ λαῷ τούτῳ λόγον;"],["7","Καὶ ἐλάλησαν πρὸς αὐτὸν, λέγοντες, εἰ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἔσῃ δοῦλος τῷ λαῷ τούτῳ, καὶ δουλεύσεις αὐτοῖς, καὶ λαλήσεις πρὸς αὐτοὺς λόγους ἀγαθοὺς, καὶ ἔσονταί σοι δοῦλοι πάσας τὰς ἡμέρας."],["8","Καὶ ἐγκατέλιπε τὴν βουλὴν τῶν πρεσβυτέρων ἃ συνεβουλεύσαντο αὐτῷ, καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν ἐκτραφέντων μετʼ αὐτοῦ τῶν παρεστηκότων πρὸ προσώπου αὐτοῦ."],["9","Καὶ εἶπεν αὐτοῖς, τί ὑμεῖς συμβουλεύετε; καὶ τί ἀποκριθῶ τῷ λαῷ τούτῳ τοῖς λέγουσι πρὸς μὲ, λεγόντων, κούφισον ἀπὸ τοῦ κλοιοῦ οὗ ἔδωκεν ὁ πατήρ σου ἐφʼ ἡμᾶς;"],["10","Καὶ ἐλάλησαν πρὸς αὐτὸν τὰ παιδάρια τὰ ἐκτραφέντα μετʼ αὐτοῦ οἱ παρεστηκότες πρὸ προσώπου αὐτοῦ, λέγοντες, τάδε λαλήσεις τῷ λαῷ τούτῳ τοῖς λαλήσασι πρὸς σὲ, λέγοντες, ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν ἡμῶν, καὶ σὺ νῦν κούφισον ἀφʼ ἡμῶν· τάδε λαλήσεις πρὸς αὐτοὺς, ἡ μικρότης μου παχυτέρα τῆς ὀσφύος τοῦ πατρός μου."],["11","Καὶ νῦν ὁ πατήρ μου ἐπεσάσσετο ὑμᾶς κλοιῷ βαρεῖ, κᾀλὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξιν, ἐγὼ δὲ παιδεύσω ὑμᾶς ἐν σκορπίοις."],["12","Καὶ παρεγένοντο πᾶς Ἰσραὴλ πρὸς τὸν βασιλέα Ῥοβοὰμ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καθότι ἐλάλησεν αὐτοῖς ὁ βασιλεὺς, λέγων, ἀναστράφητε πρὸς μὲ τῇ ἡμέρᾳ τῇ τρίτῃ."],["13","Καὶ ἀπεκρίθη ὁ βασιλεὺς πρὸς τὸν λαὸν σκληρά· καὶ ἐγκατέλιπε Ῥοβοὰμ τὴν βουλὴν τῶν πρεσβυτέρων ἃ συνεβουλεύσαντο αὐτῷ,"],["14","καὶ ἐλάλησε πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν παιδαρίων, λέγων, ὁ πατήρ μου ἐβάρυνε τὸν κλοιὸν ὑμῶν, κᾀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι, κᾀγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις."],["15","Καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ Κυρίου, ὅπως στήσῃ τὸ ῥῆμα αὐτοῦ ὃ ἐλάλησεν ἐν χειρὶ Ἀχιὰ τοῦ Σηλωνίτου περὶ Ἱεροβοὰμ υἱοῦ Ναβάτ."],["16","Καὶ εἶδον πᾶς Ἰσραὴλ, ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν· καὶ ἀπεκρίθη ὁ λαὸς τῷ βασιλεῖ, λέγων, τίς ἡμῖν μερὶς ἐν Δαυίδ; καὶ οὐκ ἔστιν ἡμῖν κληρονομία ἐν υἱῷ Ἰεσσαί· ἀπότρεχε Ἰσραὴλ, εἰς τὰ σκηνώματά σου· νύν βόσκε τὸν οἶκόν σου, Δαυίδ· καὶ ἀπῆλθεν Ἰσραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ."],["18","Καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Ἀδωνιρὰμ τὸν ἐπὶ τοῦ φόρου, καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις καὶ ἀπέθανε· καὶ ὁ βασιλεὺς Ῥοβοὰμ ἔφθασεν ἀναβῆναι τοῦ φυγεῖν εἰς Ἱερουσαλήμ."],["19","Καὶ ἠθέτησεν Ἰσραὴλ εἰς τὸν οἶκον Δαυὶδ ἕως τῆς ἡμέρας ταύτης."],["20","Καὶ ἐγένετο ὡς ἤκουσε πᾶς Ἰσραὴλ ὅτι ἀνέκαμψεν Ἱεροβοὰμ ἐξ Αἰγύπτου, καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτὸν εἰς τὴν συναγωγὴν, καὶ ἐβασίλευσαν αὐτὸν ἐπὶ Ἰσραήλ· καὶ οὐκ ἦν ὀπίσω οἴκου Δαυὶδ πάρεξ σκήπτρου Ἰούδα καὶ Βενιαμὶν μόνοι."],["21","Καὶ Ῥοβοὰμ εἰσῆλθεν εἰς Ἱερουσαλὴμ, καὶ ἐξεκκλησίασε τὴν συναγωγὴν Ἰούδα καὶ σκῆπτρον Βενιαμὶν ἑκατὸν καὶ εἴκοσι χιλιάδας νεανιῶν ποιούντων πόλεμον, τοῦ πολεμεῖν πρὸς οἶκον Ἰσραὴλ, ἐπιστρέψαι τὴν βασιλείαν Ῥοβοὰμ υἱῷ Σαλωμών."],["22","Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ Θεοῦ, λέγων,"],["23","εἶπον τῷ Ῥοβοὰμ υἱῷ Σαλωμὼν βασιλεῖ Ἰούδα, καὶ πρὸς πάντα οἶκον Ἰούδα καὶ Βενιαμὶν, καὶ τῷ καταλοίπῳ τοῦ λαοῦ, λέγων,"],["24","τάδε λέγει Κύριος, οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε μετὰ τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἰσραήλ· ἀποστρεφέτω ἕκαστος εἰς τὸν οἶκον ἑαυτοῦ, ὅτι παρʼ ἐμοῦ γέγονε τὸ ῥῆμα τοῦτο· καὶ ἤκουσαν τοῦ λόγου Κυρίου, καὶ κατέπαυσαν τοῦ πορευθῆναι κατὰ τὸ ῥῆμα Κυρίου."],["24a","Καὶ ὁ βασιλεὺς Σαλωμὼν κοιμᾶται μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ, ἐν πόλει Δαυίδ· καὶ ἐβασίλευσε Ῥοβοὰμ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ ἐν Ἱερουσαλὴμ, υἱὸς ὢν ἑκκαίδεκα ἐτῶν ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ δώδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ναανὰν, θυγάτηρ Ἄνα υἱοῦ Ναὰς βασιλέως υἱῶν Ἀμμών· καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ οὐκ ἐπορεύθη ἐν ὁδῷ Δαυὶδ τοῦ πατρὸς αὐτοῦ."],["24b","Καὶ ἦν ἄνθρωπος ἐξ ὄρους Ἐφραὶμ δοῦλος τῷ Σαλωμὼν, καὶ ὄνομα αὐτῷ Ἱεροβοὰμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαριρὰ, γυνὴ πόρνη· καὶ ἔδωκεν αὐτὸν Σαλωμὼν εἰς ἄρχοντα σκυτάλης ἐπὶ ἄρσεις οἴκου Ἰωσήφ· καὶ ᾠκοδόμησε τῷ Σαλωμὼν τὴν Σαριρὰ τὴν ἐν ὄρει Ἐφραίμ· καὶ ἦσαν αὐτῷ τριακόσια ἅρματα ἵππων· οὗτος ᾠκοδόμησε τὴν ἄκραν ἐν ταῖς ἄρσεσιν οἴκου Ἐφραὶμ, οὗτος συνέκλεισε τὴν πόλιν Δαυὶδ, καὶ ἦν ἐπαιρόμενος ἐπὶ τὴν βασιλείαν·"],["24c","καὶ ἐζήτει Σαλωμὼν θανατῶσαι αὐτόν· καὶ ἐφοβήθη, καὶ ἀπέδρα αὐτὸς πρὸς Σουσακὶμ βασιλέα Αἰγύπτου, καὶ ἦν μετʼ αὐτοῦ ἕως ἀπέθανε Σαλωμών·"],["24d","Καὶ ἤκουσεν Ἱεροβοὰμ ἐν Αἰγύπτῳ ὅτι τέθνηκε Σαλωμὼν, καὶ ἐλάλησεν εἰς τὰ ὦτα Σουσακὶμ βασιλέως Αἰγύπτου, λέγων, ἐξαπόστειλόν με, καὶ ἀπελεύσομαι ἐγὼ εἰς τὴν γῆν μου· καὶ εἶπεν αὐτῷ Σουσακὶμ, αἴτησαί τι αἴτημα, καὶ δώσω σοι·"],["24e","καὶ Σουσακὶμ ἔδωκε τῷ Ἱεροβοὰμ τὴν Ἀνὼ ἀδελφὴν Θεκεμίνας τὴν πρεσβυτέραν τῆς γυναικὸς αὐτοῦ αὐτῷ εἰς γυναῖκα· αὕτη ἦν μεγάλη ἐν μέσῳ τῶν θυγατέρων τοῦ βασιλέως, καὶ ἔτεκε τῷ Ἱεροβοὰμ τὸν Ἀβιὰ υἱὸν αὐτοῦ·"],["24f","καὶ εἶπεν Ἱεροβοὰμ πρὸς Σουσακὶμ, ὄντως ἐξαπόστειλόν με, καὶ ἀπελεύσομαι· Καὶ ἐξῆλθεν Ἱεροβοὰμ ἐξ Αἰγύπτου, καὶ ἦλθεν εἰς γῆν Σαριρὰ τὴν ἐν ὄρει Ἐφραίμ· καὶ συνάγεται ἐκεῖ πᾶν σκῆπτρον Ἐφραίμ· καὶ ᾠκοδόμησεν ἐκεῖ Ἱεροβοὰμ χάρακα·"],["24g","Καὶ ἠῤῥώστησε τὸ παιδάριον αὐτοῦ ἀῤῥωστίᾳ κραταιᾷ σφόδρα· καὶ ἐπορεύθη Ἱεροβοὰμ ἐρωτῆσαι περὶ τοῦ παιδαρίου· καὶ εἶπε πρὸς Ἀνὼ τὴν γυναῖκα αὐτοῦ, ἀνάστηθι, πορεύου, ἐπερώτησον τὸν Θεὸν περὶ τοῦ παιδαρίου, εἰ ζήσεται ἐκ τῆς ἀῤῥωστίας αὐτοῦ·"],["24h","καὶ ἄνθρωπος ἦν ἐν Σηλὼμ, καὶ ὄνομα αὐτῷ Ἀχιὰ, καὶ οὗτος ἦν υἱὸς ἑξήκοντα ἐτῶν, καὶ ῥῆμα Κυρίου μετʼ αὐτοῦ· καὶ εἶπεν Ἱεροβοὰμ πρὸς τὴν γυναῖκα αὐτοῦ, ἀνάστηθι, καὶ λάβε εἰς τὴν χεῖρά σου τῷ ἀνθρώπῳ τοῦ Θεοῦ ἄρτους, καὶ κολλύρια τοῖς τέκνοις αὐτοῦ, καὶ σταφυλὴν, καὶ στάμνον μέλιτος·"],["24i","καὶ ἀνέστη ἡ γυνὴ, καὶ ἔλαβεν εἰς τὴν χεῖρα αὐτῆς ἄρτους, καὶ δύο κολλύρια, καὶ σταφυλὴν, καὶ στάμνον μέλιτος τῷ Ἀχιά· καὶ ὁ ἄνθρωπος πρεσβύτερος, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἠμβλυώπουν τοῦ ἰδεῖν·"],["24k","καὶ ἀνέστη ἐκ Σαριρὰ καὶ πορεύεται· καὶ ἐγένετο ἐλθούσης αὐτὴς εἰς τὴν πόλιν πρὸς Ἀχιὰ τὸν Σηλωνίτην, καὶ εἶπεν Ἀχιὰ τῷ παιδαρίῳ αὐτοῦ, ἔξελθε δὴ εἰς ἀπαντὴν Ἀνὼ τῇ γυναικὶ Ἱεροβοὰμ, καὶ ἐρεῖς αὐτῇ, εἴσελθε, καὶ μὴ στῇς, ὅτι τάδε λέγει Κύριος, σκληρὰ ἐγὼ ἐπαποστέλλω ἐπὶ σέ·"],["24l","καὶ εἰσῆλθεν Ἀνὼ πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ, καὶ εἴπεν αὐτῇ Ἀχιὰ, ἱνατί ἐνήνοχάς μοι ἄρτους, καὶ σταφυλὴν, καὶ κολλύρια, καὶ στάμνον μέλιτος; τάδε λέγει Κύριος, ἰδοὺ σὺ ἀπελεύσῃ ἀπʼ ἐμοῦ, καὶ ἔσται εἰσελθούσης σου τὴν πόλιν εἰς Σαριρὰ, καὶ τὰ κοράσιά σου ἐξλεύσονταί σοι εἰς συνάντησιν, καὶ ἐροῦσί σοι, τὸ παιδάριον τέθνηκεν·"],["24m","ὅτι τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐξολοθρεύσω τοῦ Ἱεροβοὰμ οὐροῦντα πρὸς τοῖχον, καὶ ἔσονται οἱ τεθνηκότες τοῦ Ἱεροβοὰμ ἐν τῇ πόλει, καταφάγονται οἱ κύνες, καὶ τὸν τεθνηκότα ἐν τῷ ἀγρῷ καταφάγεται τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τὸ παιδάριον κόψεται, οὐαὶ κύριε, ὅτι εὑρέθη ἐν αὐτῷ ῥῆμα καλὸν περὶ τοῦ Κυρίου·"],["24n","Καὶ ἀπῆλθεν ἡ γυνὴ, ὡς ἤκουσε· καὶ ἐγένετο ὡς εἰσῆλθεν εἰς τὴν Σαριρὰ, καὶ τὸ παιδάριον ἀπέθανε· καὶ ἐξῆλθεν ἡ κραυγὴ εἰς ἀπαντήν· καὶ ἐπορεύθη Ἱεροβοὰμ εἰς Σίκιμα τὴν ἐν ὄρει Ἐφραὶμ, καὶ συνήθροισεν ἐκεῖ τὰς φυλὰς τοῦ Ἰσραὴλ, καὶ ἀνέβη ἐκεῖ Ῥοβοὰμ υἱὸς Σαλωμών·"],["24o","καὶ λόγος Κυρίου ἐγένετο πρὸς Σαμαίαν τὸν Ἐνλαμὶ, λέγων, λάβε σεαυτῷ ἱμάτιον καινὸν τὸ οὐκ εἰσεληλυθὸς εἰς ὕδωρ, καὶ ῥῆξον αὐτὸ δώδεκα ῥήγματα, καὶ δώσεις τῷ Ἱεροβοὰμ, καὶ ἐρεῖς αὐτῷ, τάδε λέγει Κύριος, λάβε σεαυτῷ δέκα ῥήγματα τοῦ περιβαλέσθαι σε· καὶ ἔλαβεν Ἱεροβοάμ· καὶ εἶπε Σαμαίας, τάδε λέγει Κύριος ἐπὶ τὰς δέκα φυλὰς τοῦ Ἰσραήλ."],["24p","Καὶ εἶπεν ὁ λαὸς πρὸς Ῥοβοὰμ υἱὸν Σαλωμὼν, ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν αὐτοῦ ἐφʼ ἡμᾶς, καὶ ἐβάρυνε τὰ βρώματα τῆς τραπέζης αὐτοῦ· καὶ νῦν κουφιεῖς ἐφʼ ἡμᾶς, καὶ δουλεύσομέν σοι·"],["24q","καὶ εἶπε Ῥοβοὰμ πρὸς τὸν λαὸν, ἔτι τριῶν ἡμερῶν, καὶ ἀποκριθήσομαι ὑμῖν ῥῆμα· καὶ εἶπε Ῥοβοὰμ, εἰσαγάγετέ μοι τοὺς πρεσβυτέρους, καὶ συμβουλεύσομαι μετʼ αὐτῶν τί ἀποκριθῶ τῷ λαῷ ῥῆμα ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ· Καὶ ἐλάλησε Ῥοβοὰμ εἰς τὰ ὦτα αὐτῶν, καθὼς ἀπέστειλεν ὁ λαὸς πρὸς αὐτόν· καὶ εἶπον οἱ πρεσβύτεροι τοῦ λαοῦ, οὕτως ἐλάλησε πρὸς σὲ ὁ λαός·"],["24r","Καὶ διεσκέδασε Ῥοβοὰμ τὴν βουλὴν αὐτῶν, καὶ οὐκ ἤρεσεν ἐνώπιον αὐτοῦ· καὶ ἀπέστειλε, καὶ εἰσήγαγε τοὺς συντρόφους αὐτοῦ, καὶ ἐλάλησεν αὐτοῖς, ταῦτα καὶ ταῦτα ἀπέσταλκεν ὁ λαὸς πρὸς μὲ, λέγων· καὶ εἶπαν οἱ σύντροφοι αὐτοῦ, οὕτως λαλήσεις πρὸς τὸν λαὸν, λέγων, ἡ μικρότης μου παχυτέρα ὑπὲρ τὴν ὀσφῦν τοῦ πατρός μου· ὁ πατήρ μου ἐμαστίγου ὑμᾶς μάστιξιν, ἐγὼ δὲ κατάρξω ὑμᾶς ἐν σκορπίοις."],["24s","Καὶ ἤρεσε τὸ ῥῆμα ἐνώπιον Ῥοβοάμ· καὶ ἀπεκρίθη τῷ λαῷ, καθὼς συνεβούλευσαν αὐτῷ οἱ σύντροφοι αὐτοῦ τὰ παιδάρια·"],["24t","καὶ εἶπε πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἀνέκραξαν ἅπαντες, λέγοντες, οὐ μερὶς ἡμῖν ἐν Δαυὶδ, οὐδὲ κληρονομία ἐν υἱῷ Ἰεσσαί· ἕκαστος εἰς τὰ σκηνώματά σου Ἰσραὴλ, ὅτι ὁ ἄνθρωπος οὗτος οὐκ εἰς ἄρχοντα οὐδὲ εἰς ἡγούμενον·"],["24u","καὶ διεσπάρη πᾶς ὁ λαὸς ἐκ Σικίμων, καὶ ἀπῆλθον ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ· Καὶ κατεκράτησε Ῥοβοὰμ, καὶ ἀπῆλθε, καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα αὐτοῦ, καὶ εἰσῆλθεν εἰς Ἱερουσαλήμ· καὶ πορεύονται ὀπίσω αὐτοῦ πᾶν σκῆπτρον Ἰούδα, καὶ πᾶν σκῆπτρον Βενιαμίν."],["24x","Καὶ ἐγένετο ἐνισταμένου τοῦ ἐνιαυτοῦ, καὶ συνήθροισε Ῥοβοὰμ πάντα ἄνδρα Ἰούδα καὶ Βενιαμὶν, καὶ ἀνέβη τοῦ πολεμεῖν πρὸς Ἱεροβοὰμ εἰς Σίκιμα·"],["24y","καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ Θεοῦ, λέγων, εἶπον τῷ Ῥοβοὰμ βασιλεῖ Ἰούδα, καὶ πρὸς πάντα οἶκον Ἰούδα καὶ Βενιαμὶν, καὶ πρὸς τὸ κατάλειμμα τοῦ λαοῦ, λέγων, τάδε λέγει Κύριος, οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν υἱοὺς Ἰσραὴλ, ἀναστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι παρʼ ἐμοῦ γέγονε τὸ ῥῆμα τοῦτο·"],["24z","καὶ ἤκουσαν τοῦ λόγου Κυρίου, καὶ ἀνέσχον μὴ πορευθῆναι κατὰ τὸ ῥῆμα Κυρίου."],["25","Καὶ ᾠκοδόμησεν Ἱεροβοὰμ τὴν Σίκιμα τὴν ἐν ὄρει Ἐφραὶμ, καὶ κατῴκει ἐν αὐτῇ, καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ᾠκοδόμησε τὴν Φανουήλ."],["26","Καὶ εἶπεν Ἱεροβοὰμ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἰδοὺ νῦν ἐπιστρέψει ἡ βασιλεία εἰς οἴκον Δαυίδ·"],["27","Ἐὰν ἀναβῇ ὁ λαὸς οὗτος ἀναφέρειν θυσίαν ἐν οἴκῳ Κυρίου εἰς Ἱερουσαλὴμ, καὶ ἐπιστραφήσεται καρδία τοῦ λαοῦ πρὸς Κύριον καὶ κύριον αὐτῶν, πρὸς Ῥοβοὰμ βασιλέα Ἰούδα, καὶ ἀποκτενοῦσί με."],["28","Καὶ ἐβουλεύσατο ὁ βασιλεὺς, καὶ ἐπορεύθη, καὶ ἐποίησε δύο δαμάλεις χρυσᾶς, καὶ εἶπε πρὸς τὸν λαὸν, ἱκανούσθω ὑμῖν ἀναβαίνειν εἰς Ἱερουσαλήμ· ἰδοὺ θεοί σου Ἰσραὴλ οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου."],["29","Καὶ ἔθετο τὴν μίαν ἐν Βαιθὴλ, καὶ τὴν μίαν ἔδωκεν ἐν Δάν."],["30","Καὶ ἐγένετο ὁ λόγος οὗτος εἰς ἁμαρτίαν· καὶ ἐπορεύετο ὁ λαὸς πρὸ προσώπου τῆς μιᾶς ἕως Δὰν, καὶ εἴασαν τὸν οἶκον Κυρίου"],["31","Καὶ ἐποίησεν οἴκους ἐφʼ ὑψηλῶν, καὶ ἐποίησεν ἱερεῖς μέρος τι ἐκ τοῦ λαοῦ, οἳ οὐκ ἦσαν ἐκ τῶν υἱῶν Λευί."],["32","Καὶ ἐποίησεν Ἱεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ἰούδα, καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν ἐν Βαιθὴλ τοῦ θύειν ταῖς δαμάλεσιν αἷς ἐποίησε, καὶ παρέστησεν ἐν Βαιθὴλ τοὺς ἱερεῖς τῶν ὑψηλῶν ὧν ἐποίησε."],["33","Καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησε, τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ ἑορτῇ ᾗ ἐπλάσατο ἀπὸ καρδίας αὐτοῦ· καὶ ἐποίησεν ἑορτὴν τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τοῦ ἐπιθῦσαι."]],[["1","Καὶ ἰδοὺ ἄνθρωπος τοῦ Θεοῦ ἐξ Ἰούδα παρεγένετο ἐν λόγῳ Κυρίου εἰς Βαιθὴλ, καὶ Ἱεροβοὰμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον ἐπιθῦσαι."],["2","Καὶ ἐπεκάλεσε πρὸς τὸ θυσιαστήριον ἐν λόγῳ Κυρίου, καὶ εἶπε, θυσιαστήριον, θυσιαστήριον, τάδε λέγει Κύριος, ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαυὶδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σὲ, καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπὶ σέ."],["3","Καὶ δώσει ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τέρας, λέγων, τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος, λέγων, ἰδοὺ τὸ θυσιαστήριον ῥήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπʼ αὐτῷ."],["4","Καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ἱεροβοὰμ τῶν λόγων τοῦ ἀνθρώπου τοῦ Θεοῦ τοῦ ἐπικαλεσαμένου ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Βαιθὴλ, καὶ ἐξέτεινεν ὁ βασιλεὺς τὴν χεῖρα αὐτοῦ ἀπὸ τοῦ θυσιαστηρίου, λέγων, συλλάβετε αὐτόν· καὶ ἰδοὺ ἐξηράνθη ἡ χεὶρ αὐτοῦ, ἣν ἐξέτεινεν ἐπʼ αὐτὸν, καὶ οὐκ ἐδυνήθη ἐπιστρέψαι αὐτὴν πρὸς αὐτόν."],["5","Καὶ τὸ θυσιαστήριον ἐῤῥάγη, καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυσιαστηρίου, κατὰ τὸ τέρας ὃ ἔδωκεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ἐν λόγῳ Κυρίου."],["6","Καὶ εἶπεν ὁ βασιλεὺς Ἱεροβοὰμ τῷ ἀνθρώπῳ τοῦ Θεοῦ, δεήθητι τοῦ πρόσώπου Κυρίου τοῦ Θεοῦ σου, καὶ ἐπιστρεψάτω ἡ χείρ μου πρὸς ἐμέ· καὶ ἐδεήθη ὁ ἄνθρωπος τοῦ Θεοῦ τοῦ προσώπου Κυρίου, καὶ ἐπέστρεψε τὴν χεῖρα τοῦ βασιλέως πρὸς αὐτὸν, καὶ ἐγένετο καθὼς τὸ πρότερον."],["7","Καὶ ἐλάλησεν ὁ βασιλεὺς πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ, εἴσελθε μετʼ ἐμοῦ εἰς οἶκον, καὶ ἀρίστησον, καὶ δώσω σοι δόμα."],["8","Καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ πρὸς τὸν βασιλέα, ἐὰν δῷς μοι τὸ ἥμισυ τοῦ οἴκου σου, οὐκ εἰσελεύσομαι μετὰ σοῦ, οὐδὲ μὴ φάγω ἄρτον, οὐδὲ μὴ πίω ὕδωρ ἐν τῷ τόπῳ τούτῳ·"],["9","ὅτι οὕτως ἐνετείλατό μοι Κύριος ἐν λόγῳ, λέγων, μὴ φάγῃς ἄρτον καὶ μὴ πίῃς ὕδωρ καὶ μὴ ἐπιστρέψῃς ἐν τῇ ὁδῷ ᾗ ἐπορεύθης ἐν αὐτῇ."],["10","Καὶ ἀπῆλθεν ἐν ὁδῷ ἄλλῃ, καὶ οὐκ ἀνέστρεψεν ἐν τῇ ὁδῷ ᾗ ἦλθεν ἐν αὐτῇ εἰς Βαιθήλ."],["11","Καὶ προφήτης εἷς πρεσβύτης κατῴκη ἐν Βαιθὴλ, καὶ ἔρχονται οἱ υἱοὶ αὐτοῦ καὶ διηγήσαντο αὐτῷ πάντα τὰ ἔργα ἃ ἐποίησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν Βαιθὴλ, καὶ τοὺς λόγους οὓς ἐλάλησε τῷ βασιλεῖ, καὶ ἐπέστρεψαν τὸ πρόσωπον τοῦ πατρὸς αὐτῶν."],["12","Καὶ ἐλάλησε πρὸς αὐτοὺς ὁ πατὴρ αὐτῶν, λέγων, ποίᾳ ὁδῷ πεπόρευται; καὶ δεικνύουσιν αὐτῷ οἱ υἱοὶ αὐτοῦ τὴν ὁδὸν ἐν ᾗ ἀνῆλθεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ὁ ἐλθὼν ἐξ Ἰούδα."],["13","Καὶ εἶπε τοῖς υἱοῖς αὐτοῦ, ἐπισάξατέ μοι τὸν ὄνον· καὶ ἐπέσαξαν αὐτῷ τὸν ὄνον, καὶ ἐπέβη ἐπʼ αὐτὸν,"],["14","καὶ ἐπορεύθη κατόπισθεν τοῦ ἀνθρώπου τοῦ Θεοῦ, καὶ εὗρεν αὐτὸν καθήμενον ὑπὸ δρῦν, καὶ εἶπεν αὐτῷ, εἰ σὺ εἶ ὁ ἄνθρωπος τοῦ Θεοῦ ὁ ἐληλυθὼς ἐξ Ἰούδα; καὶ εἶπεν αὐτῷ, ἐγώ."],["15","Καὶ εἶπεν αὐτῷ, δεῦρο μετʼ ἐμοῦ, καὶ φάγε ἄρτον."],["16","Καὶ εἶπεν, οὐ μὴ δύνωμαι τοῦ ἐπιστρέψαι μετὰ σοῦ, οὐδὲ μὴ φάγομαι ἄρτον, οὐδὲ πίομαι ὕδωρ ἐν τῷ τόπῳ τούτῳ·"],["17","Ὅτι οὕτως ἐντέταλταί μοι ἐν λόγῳ Κύριος, λέγων, μὴ φάγῃς ἄρτον ἐκεῖ καὶ μὴ πίῃς ὕδωρ καὶ μὴ ἐπιστρέψῃς ἐκεῖ ἐν τῇ ὁδῷ ᾗ ἐπορεύθης ἐν αὐτῇ."],["18","Καὶ εἶπε πρὸς αὐτὸν, κᾀγὼ προφήτης εἰμὶ καθὼς σὺ, καὶ ἄγγελος λελάληκε πρὸς μὲ ἐν ῥήματι Κυρίου, λέγων, ἐπίστρεψον αὐτὸν πρὸς σεαυτὸν εἰς τὸν οἶκόν σου, καὶ φαγέτω ἄρτον, καὶ πιέτω ὕδωρ· καὶ ἐψεύσατο αὐτῷ·"],["19","Καὶ ἐπέστρεψεν αὐτὸν, καὶ ἔφαγεν ἄρτον καὶ ἔπιεν ὕδωρ ἐν τῴ οἴκῳ αὐτοῦ."],["20","Καὶ ἐγένετο αὐτῶν καθημένων ἐπὶ τῆς τραπέζης, καὶ ἐγένετο λόγος Κυρίου πρὸς τὸν προφήτην τὸν ἐπιστρέψαντα αὐτόν·"],["21","καὶ εἶπε πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ τὸν ἥκοντα ἐξ Ἰούδα, λέγων, τάδε λέγει Κύριος, ἀνθʼ ὧν παρεπίκρανας τὸ ῥῆμα Κυρίου, καὶ οὐκ ἐφύλαξας τὴν ἐντολὴν ἣν ἐνετείλατό σοι Κύριος ὁ Θεός σου,"],["22","καὶ ἐπέστρεψας, καὶ ἔφαγες ἄρτον καὶ ἔπιες ὕδωρ ἐν τῷ τόπῳ τούτῳ ᾧ ἐλάλησε πρὸς σὲ, λέγων, οὐ μὴ φάγῃς ἄρτον καὶ μὴ πίῃς ὕδωρ, οὐ μὴ εἰσέλθῃ τὸ σῶμά σου εἰς τὸν τάφον τῶν πατέρων σου."],["23","Καὶ ἐγένετο μετὰ τὸ φαγεῖν αὐτὸν ἄρτον καὶ πιεῖν ὕδωρ, καὶ ἐπέσαξεν αὐτῷ τὸν ὄνον, καὶ ἐπέστρεψε, καὶ ἀπῆλθε."],["24","Καὶ εὗρεν αὐτὸν λέων ἐν τῇ ὁδῷ, καὶ ἐθανάτωσεν αὐτόν· καὶ ἦν τὸ σῶμα αὐτοῦ ἐῥῥιμμένον ἐν τῇ ὁδῷ, καὶ ὁ ὄνος εἱστήκει παρʼ αὐτὸ, καὶ ὁ λέων εἱστήκει παρὰ τὸ σῶμα."],["25","Καὶ ἰδοὺ ἄνδρες παραπορευόμενοι καὶ εἶδον τὸ θνησιμαῖον ἐῤῥιμμένον ἐν τῇ ὁδῷ, καὶ ὁ λέων εἱστήκει ἐχόμενα τοῦ θνησιμαίου· καὶ εἰσῆλθον, καὶ ἐλάλησαν ἐν τῇ πόλει οὗ ὁ προφήτης ὁ πρεσβύτης κατῴκει ἐν αὐτῄ."],["26","Καὶ ἤκουσεν ὁ ἐπιστρέψας αὐτὸν ἐκ τῆς ὁδοῦ, καὶ εἶπεν, ὁ ἄνθρωπος τοῦ Θεοῦ οὗτός ἐστιν ὃς παρεπίκρανε τὸ ῥῆμα Κυρίου·"],["28","Καὶ ἐπορεύθη καὶ εὗρε τὸ σῶμα αὐτοῦ ἐῤῥιμμένον ἐν τῇ ὁδῷ, καὶ ὁ ὄνος, καὶ ὁ λέων εἱστήκεισαν παρὰ τὸ σῶμα· καὶ οὐκ ἔφαγεν ὁ λέων τὸ σῶμα τοῦ ἀνθρώπου τοῦ Θεοῦ, καὶ οὐ συνέτριψε τὸν ὄνον."],["29","Καὶ ᾖρεν ὁ προφήτης τὸ σῶμα τοῦ ἀνθρώπου τοῦ Θεοῦ, καὶ ἐπέθηκεν αὐτὸ ἐπὶ τὸν ὄνον, καὶ ἐπέστρεψεν αὐτὸν εἰς τὴν πόλιν"],["30","ὁ προφήτης, τοῦ θάψαι αὐτὸν ἐν τῷ τάφῳ ἑαυτοῦ, καὶ ἐκόψαντο αὐτὸν, οὐαὶ ἀδελφέ."],["31","Καὶ ἐγένετο μετὰ τὸ κόψασθαι αὐτὸν, καὶ εἶπε τοῖς υἱοῖς αὐτοῦ, λέγων, ἐὰν ἀποθάνω, θάψατέ με ἐν τῷ τάφῳ τούτῳ οὗ ὁ ἄνθρωπος τοῦ Θεοῦ τέθαπται ἐν αὐτῷ, παρὰ τὰ ὀστᾶ αὐτοῦ θέτε με, ἵνα σωθῶσι τὰ ὀστᾶ μου μετὰ τῶν ὀστῶν αὐτοῦ."],["32","Ὅτι γινόμενον ἔσται τὸ ῥῆμα ὃ ἐλάλησεν ἐν λόγῳ Κυρίου ἐπὶ τὸ θυσιαστήριον ἐν Βαιθὴλ καὶ ἐπὶ τοὺς οἴκους τοὺς ὑψηλοὺς τοὺς ἐν Σαμαρείᾳ."],["33","Καὶ μετὰ τὸ ῥῆμα τοῦτο οὐκ ἐπέστρεψεν Ἱεροβοὰμ ἀπὸ τῆς κακίας αὐτοῦ, καὶ ἐπέστρεψε καὶ ἐποίησεν ἐκ μέρους τοῦ λαοῦ ἱερεῖς ὑψηλῶν· ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα αὐτοῦ, καὶ ἐγένετο ἱερεὺς εἰς τὰ ὑψηλά."],["34","Καὶ ἐγένετο τὸ ῥῆμα τοῦτο εἰς ἁμαρτίαν τῷ οἴκῳ Ἱεροβοὰμ, καὶ εἰς ὄλεθρον, καὶ εἰς ἀφανισμὸν ἀπὸ προσώπου τῆς γῆς."]],[["21","Καὶ Ῥοβοὰμ υἱὸς Σαλωμὼν ἐβασίλευσεν ἐπὶ Ἰούδαν· υἱὸς τεσσαράκοντα καὶ ἑνὸς ἐνιαυτῶν Ῥοβοὰμ ἐν τῷ βασιλεύειν αὐτόν· καὶ ἑπτακαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ τῇ πόλει, ἣν ἐξελέξατο Κύριος θέσθαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν τοῦ Ἰσραήλ· καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Νααμὰ ἡ Ἀμμωνίτις."],["22","Καὶ ἐποίησε Ῥοβοὰμ τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ παρεζήλωσεν αὐτὸν ἐν πᾶσιν οἷς ἐποίησαν οἱ πατέρες αὐτῶν ἐν ταῖς ἁμαρτίαις αὐτῶν αἷς ἥμαρτον."],["23","Καὶ ᾠκοδόμησαν ἑαυτοῖς ὑψηλὰ καὶ στήλας καὶ ἄλση ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου συσκίου."],["24","Καὶ σύνδεσμος ἐγενήθη ἐν τῇ γῇ, καὶ ἐποίησαν ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐθνῶν ὧν ἐξῇρε Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ."],["25","Καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ τῷ πέμπτῳ βασιλεύοντος Ῥοβοὰμ, ἀνέβη Σουσακεὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἱερουσαλὴμ,"],["26","καὶ ἔλαβε πάντας τοὺς θησαυροὺς οἴκου Κυρίου καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως, καὶ τὰ δόρατα τὰ χρυσᾶ ἃ ἔλαβε Δαυὶδ ἐκ χειρὸς τῶν παίδων Ἀδραζαὰρ βασιλέως Σουβὰ, καὶ εἰσήνεγκεν αὐτὰ εἰς Ἱερουσαλὴμ τὰ πάντα ἃ ἔλαβεν, ὅπλα τὰ χρυσᾶ ὅσα ἐποίησε Σαλωμὼν, καὶ ἀπήνεγκεν αὐτὰ εἰς Αἴγυπτον."],["27","Καὶ ἐποίησε Ῥοβοὰμ ὁ βασιλεὺς ὅπλα χαλκᾶ ἀντʼ αὐτῶν· καὶ ἐπέθεντο ἐπʼ αὐτὸν οἱ ἡγούμενοι τῶν παρατρεχόντων οἱ φυλάσσοντες τὸν πυλῶνα οἴκου βασιλέως."],["28","Καὶ ἐγένετο ὅτε εἰσεπορεύετο ὁ βασιλεὺς εἰς οἶκον Κυρίου, καὶ ᾖρον αὐτὰ οἱ παρατρέχοντες καὶ ἀπηρείδοντο αὐτὰ εἰς τὸ θεὲ τῶν παρατρεχόντων."],["29","Καὶ τὰ λοιπὰ τῶν λόγων Ῥοβοὰμ καὶ πάντα ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;"],["30","Καὶ πόλεμος ἦν ἀναμέσον Ῥοβοὰμ καὶ ἀναμέσον Ἱεροβοὰμ πάσας τὰς ἡμέρας."],["31","Καὶ ἐκοιμήθη Ῥοβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ, ἐν πόλει Δαυίδ· καὶ ἐβασίλευσεν Ἀβιοὺ ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."]],[["1","Καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, βασιλεύει Ἀβιοὺ υἱὸς Ῥοβοὰμ ἐπὶ Ἰούδαν·"],["2","Καὶ τρία ἔτη ἐβασίλευσεν ἐπὶ Ἱερουσαλήμ· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Μααχὰ, θυγάτηρ Ἀβεσσαλώμ."],["3","Καὶ ἐπορεύθη ἐν ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτοῦ αἷς ἐποίησεν ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, ὡς ἡ καρδία τοῦ πατρὸς αὐτοῦ."],["4","Ὅτι διὰ Δαυὶδ ἔδωκεν αὐτῷ Κύριος κατάλειμμα, ἵνα στήσῃ τὰ τέκνα αὐτοῦ μετʼ αὐτὸν, καὶ στήσῃ τὴν Ἱερουσαλὴμ·"],["5","ὡς ἐποίησε Δαυὶδ τὸ εὐθὲς ἐνώπιον Κυρίου, οὐκ ἐξέκλινεν ἀπὸ πάντων ὧν ἐνετείλατο αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ."],["7","Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀβιοὺ καὶ πάντα ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; καὶ πόλεμος ἦν ἀναμέσον Ἀβιοὺ καὶ ἀναμέσον Ἱεροβοάμ."],["8","Καὶ ἐκοιμήθη Ἀβιοὺ μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ εἰκοστῷ καὶ τετάρτῳ ἔτει τοῦ Ἱεροβοὰμ, καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ· καὶ βασιλεύει Ἀσὰ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."],["9","Ἐν τῷ ἐνιαυτῷ τετάρτῳ καὶ εἰκοστῷ τοῦ Ἱεροβοὰμ βασιλέως Ἰσραὴλ, βασιλεύει Ἀσὰ ἐπὶ Ἰούδαν·"],["10","Καὶ τεσσαράκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἀνὰ, θυγάτηρ Ἀβεσσαλώμ."],["11","Καὶ ἐποίησεν Ἀσὰ τὸ εὐθὲς ἐνώπιον Κυρίου, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ."],["12","Καὶ ἀφεῖλε τὰς τελετὰς ἀπὸ τῆς γῆς, καὶ ἐξαπέστειλε πάντα τὰ ἐπιτηδεύματα ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ."],["13","Καὶ τὴν Ἀνὰ τὴν μητέρα ἑαυτοῦ μετέστησε τοῦ μὴ εἶναι ἡγουμένην, καθὼς ἐποίησε σύνοδον ἐν τῷ ἄλσει αὐτῆς· καὶ ἐξέκοψεν Ἀσὰ τὰς καταδύσεις αὐτῆς, καὶ ἐνέπρησε πυρὶ ἐν τῷ χειμάῤῥῳ τῶν Κέδρων."],["14","Τὰ δὲ ὑψηλὰ οὐκ ἐξῇρε· πλὴν ἡ καρδία Ἀσὰ ἦν τελεία μετὰ Κυρίου πάσας τὰς ἡμέρας αὐτοῦ."],["15","Καὶ εἰσήνεγκε τοὺς κίονας τοῦ πατρὸς αὐτοῦ, καὶ τοὺς κίονας αὐτοῦ εἰσήνεγκεν εἰς τὸν οἶκον Κυρίου ἀργυροῦς καὶ χρυσοῦς, καὶ σκεύη."],["16","Καὶ πόλεμος ἦν ἀναμέσον Ἀσὰ καὶ ἀναμέσον Βαασὰ βασιλέως Ἰσραὴλ πάσας τὰς ἡμέρας αὐτῶν."],["17","Καὶ ἀνέβη Βαασὰ βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰούδαν, καὶ ᾠκοδόμησε τὴν Ῥαμὰ, τοῦ μὴ εἶναι ἐκπορευόμενον καὶ εἰσπορευόμενον τῷ Ἀσὰ βασιλεῖ Ἰούδα."],["18","Καὶ ἔλαβεν Ἀσὰ σύμπαν τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν τοῖς θησαυροῖς οἴκου Κυρίου καὶ ἐν τοῖς θησαυροῖς τοῦ οἴκου τοῦ βασιλέως, καὶ ἔδωκεν αὐτὰ εἰς χεῖρας παίδων αὐτοῦ· καὶ ἐξαπέστειλεν αὐτοὺς ὁ βασιλεὺς Ἀσὰ πρὸς υἱὸν Ἄδερ υἱὸν Ταβερεμὰ υἱοῦ Ἀζὶν βασιλέως Συρίας τοῦ κατοικοῦντος ἐν Δαμασκῷ, λέγων,"],["19","διάθου διαθήκην ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον σοῦ, καὶ ἀναμέσον τοῦ πατρός μου καὶ τοῦ πατρός σου· ἰδοὺ ἐξαπέσταλκά σοι δῶρα ἀργύριον καὶ χρυσίον· δεῦρο, διασκέδασον τὴν διαθήκην σου τὴν πρὸς Βαασὰ βασιλέα Ἰσραὴλ, καὶ ἀναβήσεται ἀπʼ ἐμοῦ."],["20","Καὶ ἤκουσεν υἱὸς Ἄδερ τοῦ βασιλέως Ἀσά, καὶ ἀπέστειλε τοὺς ἄρχοντας τῶν δυνάμεων αὐτοῦ ταῖς πόλεσι τοῦ Ἰσραὴλ, καὶ ἐπάταξαν τὴν Ἀῒν, τὴν Δὰν, καὶ τὴν Ἀβὲλ οἴκου Μααχὰ, καὶ πᾶσαν τὴν Χεννερὲθ, ἕως πάσης τῆς γῆς Νεφθαλί."],["21","Καὶ ἐγένετο ὡς ἤκουσε Βαασὰ, καὶ διέλιπε τοῦ οἰκοδομεῖν τὴν Ῥαμὰ, καὶ ἀνέστρεψεν εἰς Θερσά."],["22","Καὶ ὁ βασιλεὺς Ἀσὰ παρήγγειλε παντὶ Ἰούδα εἰς ἐνακὶμ, καὶ αἴρουσι τοὺς λίθους τῆς Ῥαμὰ, καὶ τὰ ξύλα αὐτῆς ἃ ᾠκοδόμησε Βαασά· καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς ὁ βασιλεὺς Ἀσὰ πᾶν βουνὸν Βενιαμὶν καὶ τὴν σκοπιάν."],["23","Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀσὰ, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ ἣν ἐποίησε, καὶ τὰς πόλεις ἃς ᾠκοδόμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; πλὴν ἐν τῷ καιρῷ τοῦ γήρως αὐτοῦ ἐπόνεσε τοὺς πόδας αὐτοῦ."],["24","Καὶ ἐκοιμήθη Ἀσὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ πατρὸς αὐτοῦ· καὶ βασιλεύει Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."],["25","Καὶ Ναβὰτ υἱὸς Ἱεροβοὰμ βασιλεύει ἐπὶ Ἰσραὴλ ἐν ἔτει δευτέρῳ τοῦ Ἀσὰ βασιλέως Ἰούδα, καὶ ἐβασίλευσεν ἐν Ἰσραὴλ ἔτη δύο."],["26","Καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδῷ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἐξήμαρτε τὸν Ἰσραήλ."],["27","Καὶ περιεκάθισεν αὐτὸν Βαασὰ υἱὸς Ἀχιὰ ἐπὶ τὸν οἶκον Βελαὰν υἱοῦ Ἀχιὰ, καὶ ἐχάραξεν αὐτὸν ἐν Γαβαθὼν τῇ τῶν ἀλλοφύλων· καὶ Ναβὰτ καὶ πᾶς Ἰσραὴλ περιεκάθητο ἐπὶ Γαβαθών."],["28","Καὶ ἐθανάτωσεν αὐτὸν Βαασὰ ἐν ἔτει τρίτῳ τοῦ Ἀσὰ υἱοῦ Ἀσὰ βασιλέως Ἰούδα, καὶ ἐβασίλευσεν."],["29","Καὶ ἐγένετο ὡς ἐβασίλευσε, καὶ ἐπάταξεν ὅλον τὸν οἶκον Ἱεροβοὰμ, καὶ οὐχ ὑπελείπετο πᾶσαν πνοὴν τοῦ Ἱεροβοὰμ ἕως τοῦ ἐξολοθρεῦσαι αὐτὸν, κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἀχιὰ τοῦ Σηλωνίτου·"],["30","περὶ τῶν ἁμαρτιῶν Ἱεροβοὰμ, ὅς ἐξήμαρτε τὸν Ἰσραήλ, καὶ ἐν τῷ παροργισμῷ αὐτοῦ ᾧ παρώργισε τὸν Κύριον Θεὸν τοῦ Ἰσραήλ."],["31","Καὶ τὰ λοιπὰ τῶν λόγων Ναβὰτ καὶ πάντα ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;"],["33","Καὶ ἐν τῷ ἔτει τῷ τρίτῳ τοῦ Ἀσὰ βασιλέως Ἰούδα βασιλεύει Βαασὰ υἱὸς Ἀχιὰ ἐπὶ Ἰσραὴλ ἐν Θερσᾷ εἴκοσι καὶ τέσσαρα ἔτη."],["34","Καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδῷ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ὡς ἐξήμαρτε τὸν Ἰσραήλ."]],[["1","Καὶ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἰοὺ υἱοῦ Ἀνανὶ πρὸς Βαασά."],["2","Ἀνθʼ ὧν ὕψωσά σε ἀπὸ τῆς γῆς, καὶ ἔδωκά σε ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ ἐπορεύθης ἐν τῇ ὁδῷ Ἱεροβοὰμ, καὶ ἐξήμαρτες τὸν λαόν μου τὸν Ἰσραὴλ, τοῦ παροργίσαι με ἐν τοῖς ματαίοις αὐτῶν,"],["3","ἰδοὺ ἐγὼ ἐξεγείρω ὀπίσω Βαασὰ, καὶ ὄπισθεν τοῦ οἴκου αὐτοῦ, καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον Ἱεροβοὰμ υἱοῦ Ναβάτ."],["4","Τὸν τεθνηκότα τοῦ Βαασὰ ἐν τῇ πόλει καταφάγονται αὐτὸν οἱ κύνες, καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ καταφάγονται αὐτὸν τὰ πετεινὰ τοῦ οὐρανοῦ."],["5","Καὶ τὰ λοιπὰ τῶν λόγων Βαασὰ καὶ πάντα ἃ ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ;"],["6","Καὶ ἐκοιμήθη Βαασὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται ἐν Θερσᾷ, καὶ βασιλεύει Ἠλὰ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."],["7","Καὶ ἐν χειρὶ Ἰοὺ υἱοῦ Ἀνανὶ ἐλάλησε Κύριος ἐπὶ Βαασὰ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, πᾶσαν τὴν κακίαν ἣν ἐποίησεν ἐνώπιον Κυρίου τοῦ παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτου, τοῦ εἶναι κατὰ τὸν οἶκον Ἱεροβοὰμ, καὶ ὑπὲρ τοῦ πατάξαι αὐτόν."],["8","Καὶ Ἠλὰ υἱὸς Βαασὰ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ δύο ἔτη ἐν Θερσᾷ."],["9","Καὶ συνέστρεψεν ἐπʼ αὐτὸν Ζαμβρὶ ὁ ἄρχων τῆς ἡμίσους τῆς ἵππου, καὶ αὐτὸς ἦν ἐν Θερσᾷ πίνων μεθύων ἐν τῷ οἴκῳ Ὠσᾶ τοῦ οἰκονόμου ἐν Θερσᾷ."],["10","Καὶ εἰσῆλθε Σαμβρὶ καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν αὐτὸν, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ."],["11","Καὶ ἐγενήθη ἐν τῷ βασιλεῦσαι αὐτὸν ἐν τῷ καθίσαι αὐτὸν ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἐπάταξεν ὅλον τὸν οἶκον Βαασὰ,"],["12","κατὰ τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος ἐπὶ τὸν οἶκον Βαασὰ, καὶ πρὸς Ἰοὺ τὸν προφήτην"],["13","περὶ πασῶν τῶν ἁμαρτιῶν Βαασὰ καὶ Ἠλὰ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἐξήμαρτε τὸν Ἰσραὴλ, τοῦ παροργίσαι Κύριον τὸν Θεὸν Ἰσραὴλ ἐν τοῖς ματαίοις αὐτῶν."],["14","Καὶ τὰ λοιπὰ τῶν λόγων Ἠλὰ ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ;"],["15","Καὶ Ζαμβρὶ ἐβασίλευσεν ἐν Θερσᾷ ἡμέρας ἑπτά· καὶ ἡ παρεμβολὴ Ἰσραὴλ ἐπὶ Γαβαθὼν τὴν τῶν ἀλλοφύλων."],["16","Καὶ ἤκουσεν ὁ λαὸς ἐν τῇ παρεμβολῇ, λεγόντων, συνεστράφη Ζαμβρὶ καὶ ἔπαισν τὸν βασιλέα· καὶ ἐβασίλευσαν ἐν Ἰσραὴλ τὸν Ἀμβρὶ τὸν ἡγούμενον τῆς στρατιᾶς ἐπὶ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῇ παρεμβολῇ."],["17","Καὶ ἀνέβη Ἀμβρὶ καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ ἐκ Γαβαθὼν, καὶ περιεκάθισαν ἐπὶ Θερσᾷ."],["18","Καὶ ἐγενήθη ὡς εἶδε Ζαμβρὶ ὅτι προκατείληπται αὐτοῦ ἡ πόλις, καὶ πορεύεται εἰς ἄντρον τοῦ οἴκου τοῦ βασιλέως, καὶ ἐνεπύρισεν ἐπʼ αὐτὸν τὸν οἶκον τοῦ βασιλέως, καὶ ἀπέθανεν"],["19","ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ ὧν ἐποίησε, τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου πορευθῆναι ἐν ὁδῷ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ὡς ἐξήμαρτε τὸν Ἰσραήλ."],["20","Καὶ τὰ λοιπὰ τῶν λόγων Ζαμβρὶ καὶ τὰς συνάψεις αὐτοῦ ἃς συνῆψεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ;"],["21","Τότε μερίζεται ὁ λαὸς Ἰσραήλ· ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Θαμνὶ υἱοῦ Γωνὰθ τοῦ βασιλεῦσαι αὐτὸν, καὶ τὸ ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Ἀμβρί."],["22","Ὁ λαὸς ὁ ὢν ὀπίσω Ἀμβρὶ ὑπερεκράτησε τὸν λαὸν τὸν ὀπίσω Θαμνὶ υἱοῦ Γωνάθ· καὶ ἀπέθανε Θαμνὶ καὶ Ἰωρὰμ ὁ ἀδελφὸς αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἐβασίλευσεν Ἀμβρὶ μετὰ Θαμνί."],["23","Ἐν τῷ ἔτει τῷ τριακοστῷ καὶ πρώτῳ τοῦ βασιλέως Ἀσὰ βασιλεύει Ἀμβρὶ ἐπὶ Ἰσραὴλ δώδεκα ἔτη· ἐν Θερσᾷ βασιλεύει ἓξ ἔτη."],["24","Καὶ ἐκτήσατο Ἀμβρὶ τὸ ὄρος τὸ Σεμερὼν παρὰ Σεμὴρ τοῦ κυρίου τοῦ ὄρους ἐν δύο ταλάντων ἀργυρίου· καὶ ᾠκοδόμησε τὸ ὄρος, καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ ὄρους οὗ ᾠκοδόμησαν ἐπὶε τῷ ὀνόματι Σεμὴρ τοῦ κυρίου τοῦ ὄρους, Σεμηρών."],["25","Καὶ ἐποίησεν Ἀμβρὶ τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ."],["26","Καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἐξήμαρτε τὸν Ἰσραὴλ, τοῦ παροργίσαι τὸν Κύριον Θεὸν Ἰσραὴλ ἐν τοῖς ματαίοις αὐτῶν."],["27","Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀμβρὶ καὶ πάντα ἃ ἐποίησε, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ;"],["28","Καὶ ἐκοιμήθη Ἀμβρὶ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται ἐν Σαμαρείᾳ, καὶ βασιλεύει Ἀχαὰβ ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."],["28a","Καὶ ἐν τῷ ἐνιαυτῷ τῷ ἑνδεκάτῳ ἔτει τοῦ Ἀμβρὶ βασιλεύει Ἰωσαφὰτ υἱὸς Ἀσὰ ἐτῶν τριάκοντα καὶ πέντε ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ εἰκοσιπέντε ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ ὄνομα τῆς μητρὸς αὐτοὐ Γαζουβὰ, θυγάτηρ Σελί·"],["28b","καὶ ἐπορεύθη ἐν τῇ ὁδῷ Ἀσὰ τοῦ πατρὸς αὐτοῦ, καὶ οὐκ ἐξέκλινεν ἀπʼ αὐτῆς τοῦ ποιεῖν τὸ εὐθὲς ἐνώπιον Κυρίου· πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇραν· ἔθυον ἐν τοῖς ὑψηλοῖς, καὶ ἐθυμίων·"],["28c","καὶ ἃ συνέθετο Ἰωσαφὰτ μετὰ βασιλέως Ἰσραὴλ, καὶ πᾶσα ἡ δυναστεία ἣν ἐποίησε, καὶ οὓς ἐπολέμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰούδα;"],["28d","καὶ τὰ λοιπὰ τῶν συμπλοκῶν ἃς ἐπέθεντο ἐν ταῖς ἡμέραις Ἀσὰ τοῦ πατρὸς αὐτοῦ ἐξῇρεν ἀπὸ τῆς γῆς·"],["28e","καὶ βασιλεὺς οὐκ ἦν ἐν Συρίᾳ· Νασίβ."],["28f","Καὶ ὁ βασιλεὺς Ἰωσαφὰτ ἐποίησε ναῦν εἰς Θαρσὶς πορεύεσθαι εἰς Σωφὶρ ἐπὶ τὸ χρυσίον· καὶ οὐκ ἐπορεύθη, ὅτι συνετρίβη ἡ ναῦς ἐν Γασιὼν Γαβέρ·"],["28g","τότε εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ, ἐξαποστελῶ τοὺς παῖδάς σου καὶ τὰ παιδάριά μου ἐν τῇ νηΐ· καὶ οὐκ ἐβούλετο Ἰωσαφάτ·"],["28h","καὶ ἐκοιμήθη Ἰωσαφὰτ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ· καὶ ἐβασίλευσεν Ἰωρὰμ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."],["29","Ἐν ἔτει δευτέρῳ τοῦ Ἰωσαφὰτ βασιλέως Ἰούδα, Ἀχαὰβ υἱὸς Ἀμβρὶ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ εἴκοσι καὶ δύο ἔτη."],["30","Καὶ ἐποίησεν Ἀχαὰβ τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς ἔμπροσθεν αὐτοῦ."],["31","Καὶ οὐκ ἦν αὐτῷ ἱκανὸν τοῦ πορεύεσθαι ἐν ταῖς ἁμαρτίαις Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, καὶ ἔλαβε γυναῖκα τὴν Ἰεζάβελ θυγατέρα Ἰεθεβαὰλ βασιλέως Σιδωνίων· καὶ ἐπορεύθη καὶ ἐδούλευσε τῷ Βάαλ, καὶ προσεκύνησεν αὐτῷ."],["32","Καὶ ἔστησε θυσιαστήριον τῷ Βάαλ ἐν οἴκῳ τῶν προσοχθισμάτων αὐτοῦ, ὃν ᾠκοδόμησεν ἐν Σαμαρείᾳ."],["33","Καὶ ἐποίησεν Ἀχαὰβ ἄλσος· καὶ προσέθηκεν Ἀχαὰβ τοῦ ποιῆσαι παροργίσματα, τοῦ παροργίσαι τὸν Κύριον Θεὸν τοῦ Ἰσραὴλ, καὶ τὴν ψυχὴν αὐτοῦ ἐξολοθρευθῆναι, ἐκακοποίησεν ὑπὲρ πάντας τοὺς βασιλεῖς Ἰσραὴλ τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ."],["34","Καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ᾠκοδόμησεν Ἀχιὴλ ὁ Βαιθηλίτης τὴν Ἱεριχώ· ἐν τῷ Ἀβιρὼν πρωτοτόκῳ αὐτοῦ ἐθεμελίωσεν αὐτὴν, καὶ τῷ Σεγοὺβ τῷ νεωτέρῳ αὐτοῦ ἐπέστησε θύρας αὐτῆς, κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ Ἰησοῦ υἱοῦ Ναυῆ."]],[["1","Καὶ εἶπεν Ἠλιοὺ ὁ προφήτης Θεσβίτης ὁ ἐκ Θεσβῶν τῆς Γαλαὰδ πρὸς Ἀχαὰβ, ζῇ Κύριος ὁ Θεὸς τῶν δυνάμεων ὁ Θεὸς Ἰσραὴλ, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετὸς, ὅτι εἰ μὴ διὰ στόματος λόγου μου."],["2","Καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἠλιοὺ,"],["3","πορεύου ἐντεῦθεν κατὰ ἀνατολὰς, καὶ κρύβηθι ἐν τῷ χειμάῤῥῳ Χοῤῥαθ τοῦ ἐπὶ προσώπου τοῦ Ἰορδάνου."],["4","Καὶ ἔσται ἐκ τοῦ χειμάῤῥου πίεσαι ὕδωρ, καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέφειν σε ἐκεῖ."],["5","Καὶ ἐποίησεν Ἠλιοὺ κατὰ τὸ ῥῆμα Κυρίου, καὶ ἐκάθισεν ἐν τῷ χειμάῤῥῳ Χοῤῥὰθ ἐπὶ προσώπου τοῦ Ἰορδάνου."],["6","Καὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τοπρωῒ, καὶ κρέα τοδείλης, καὶ ἐκ τοῦ χειμάῤῥου ἔπινεν ὕδωρ."],["7","Καὶ ἐγένετο μεθʼ ἡμέρας, καὶ ἐξηράνθη ὁ χειμάῤῥους, ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς."],["8","Καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἠλιοὺ,"],["9","ἀνάστηθι, καὶ πορεύου εἰς Σαρεπτὰ τῆς Σιδωνίας· ἰδοὺ ἐντέταλμαι ἐκεῖ γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε."],["10","Καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαρεπτὰ, καὶ ἦλθεν εἰς τὸν πυλῶνα τῆς πόλεως· καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγε ξύλα· καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ἠλιοὺ, καὶ εἶπεν αὐτῇ, λάβε δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος, καὶ πίομαι."],["11","Καὶ ἐπορεύθη λαβεῖν, καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ἠλιοὺ, καὶ εἶπε, λήψῃ δή μοι ψωμὸν ἄρτου τοῦ ἐν τῇ χειρί σου."],["12","Καὶ εἶπεν ἡ γυνὴ, ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλʼ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καψάκῃ· καὶ ἰδοὺ ἐγὼ συλλέξω δύο ξυλάρια, καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα, καὶ ἀποθανούμεθα."],["13","Καὶ εἶπε πρὸς αὐτὴν Ἠλιοὺ, θάρσει, εἴσελθε καὶ ποίησον κατὰ τὸ ῥῆμά σου· ἀλλὰ ποίησόν μοι ἐκεῖθεν ἐγκρυφίαν μικρὸν, καὶ ἐξοίσεις μοι ἐν πρώτοις, σαυτῇ δὲ καὶ τοῖς τέκνοις σου ποιήσεις ἐπʼ ἐσχάτῳ·"],["14","Ὅτι τάδε λέγει Κύριος, ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει, καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει, ἕως ἡμέρας τοῦ δοῦναι Κύριον τὸν ὑετὸν ἐπὶ τῆς γῆς."],["15","Καὶ ἐπορεύθη ἡ γυνὴ, καὶ ἐποίησε, καὶ ἤσθιεν αὐτὴ καὶ αὐτὸς καὶ τὰ τέκνα αὐτῆς."],["16","Καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπε, καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἠλαττονήθη, κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ Ἠλιού."],["17","Καὶ ἐγένετο μετὰ ταῦτα, καὶ ἠῤῥώστησεν ὁ υἱὸς τῆς γυναικὸς τῆς κυρίας τοῦ οἴκου· καὶ ἦν ἡ ἀῤῥωστία αὐτοῦ κραταιὰ σφόδρα ἕως οὐχ ὑπελείφθη ἐν αὐτῷ πνεῦμα."],["18","Καὶ εἶπε πρὸς Ἠλιοὺ, τί ἐμοὶ καὶ σοὶ ἄνθρωπε τοῦ Θεοῦ; εἰσῆλθες πρὸς μὲ τοῦ ἀναμνῆσαι ἀδικίας μου, καὶ θανατῶσαι τὸν υἱόν μου;"],["19","Καὶ εἶπεν Ἠλιοὺ πρὸς τὴν γυναῖκα, δός μοι τὸν υἱόν σου· καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς, καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερῷον ἐν ᾧ αὐτὸς ἐκάθητο ἐκεῖ, καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τῆς κλίνης."],["20","Καὶ ἀνεβόησεν Ἠλιοὺ, καὶ εἶπεν, οἵ μοι Κύριε, ὁ μάρτυς τῆς χήρας μεθʼ ἧς ἐγὼ κατοικῶ μετʼ αὐτῆς, σὺ κεκάκωκας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς."],["21","Καὶ ἐνεφύσησε τῷ παιδαρίῳ τρὶς, καὶ ἐπεκαλέσατο τὸν Κύριον, καὶ εἶπε, Κύριε ὁ Θεός μου, ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτόν."],["22","Καὶ ἐγένετο οὕτως· καὶ ἀνεβόησε τὸ παιδάριον."],["23","Καὶ κατήγαγεν αυτὸ ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον, καὶ ἔδωκεν αὐτὸ τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν Ἠλιοὺ, βλέπε, ζῇ ὁ υἱός σου."],["24","Καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἠλιοὺ, ἰδοὺ ἔγνωκα ὅτι σὺ ἄνθρωπος Θεοῦ, καὶ ῥῆμα Κυρίου ἐν τῷ στόματί σου ἀληθινόν."]],[["1","Καὶ ἐγένετο μεθʼ ἡμέρας πολλὰς, καὶ ῥῆμα Κυρίου ἐγένετο πρὸς Ἠλιοὺ ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ, λέγων, πορεύθητι, καὶ ὄφθητι τῷ Ἀχαὰβ, καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς."],["2","Καὶ ἐπορεύθη Ἠλιοὺ τοῦ ὀφθῆναι τῷ Ἀχαὰβ, καὶ ἡ λιμὸς κραταιὰ ἐν Σαμαρείᾳ."],["3","Καὶ ἐκάλεσεν Ἀχαὰβ τὸν Ἀβδιοὺ τὸν οἰκονόμον· καὶ Ἀβδιοὺ ἦν φοβούμενος τὸν Κύριον σφόδρα."],["4","Καὶ ἐγένετο ἐν τῷ τύπτειν τὴν Ἰεζάβελ τοὺς προφήτας Κυρίου, καὶ ἔλαβεν Ἀβδιοὺ ἑκατὸν ἄνδρας προφήτας καὶ κατέκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίῳ, καὶ διέτρεφεν αὐτοὺς ἐν ἄρτῳ καὶ ὕδατι."],["5","Καὶ εἶπεν Ἀχαὰβ πρὸς Ἀβδιοὺ, δεῦρο, καὶ διέλθωμεν ἐπὶ τὴν γῆν καὶ ἐπὶ πηγὰς τῶν ὑδάτων καὶ ἐπὶ χειμάῤῥους, ἐὰν πῶς εὕρωμεν βοτάνην, καὶ περιποιησώμεθα ἵππους καὶ ἡμιόνους, καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τῶν σκηνῶν."],["6","Καὶ ἐμέρισαν ἑαυτοῖς τὴν ὁδὸν τοῦ διελθεῖν αὐτήν· Ἀχαὰβ ἐπορεύθη ἐν ὁδῷ μιᾷ, καὶ Ἀβδιοὺ ἐπορεύθη ἐν ὁδῷ ἄλλῃ μόνος."],["7","Καὶ ἦν Ἀβδιοὺ ἐν τῇ ὁδῷ μόνος· καὶ ἦλθεν Ἠλιοὺ εἰς συνάντησιν αὐτοῦ μόνος· καὶ Ἀβδιοὺ ἔσπευσε καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ, καὶ εἶπεν, εἰ σὺ εἶ αὐτὸς, κύριέ μου Ἠλιού;"],["8","Καὶ εἶπεν Ἠλιοὺ αὐτῷ, ἑγώ· πορεύου, λέγε τῷ κυρίῳ σου, ἰδοὺ Ἠλιού."],["9","Καὶ εἶπεν Ἀβδιοὺ, τί ἡμάρτηκα, ὅτι δίδως τὸν δοῦλόν σου εἰς χεῖρα Ἀχαὰβ τοῦ θανατῶσαί με;"],["10","Ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστιν ἔθνος ἢ βασιλεία, οὗ οὐκ ἀπέστειλεν ὁ κύριός μου ζητεῖν σε· καὶ εἰ εἶπον, οὐκ ἔστι, καὶ ἐνέπρησε τὴν βασιλείαν καὶ τὰς χώρας αὐτῆς, ὅτι οὐχ εὕρηκέ σε."],["11","Καὶ νῦν σὺ λέγεις, πορεύου, ἀνάγγελε τῷ κυρίῳ σου, ἰδοὺ Ἠλιού."],["12","Καὶ ἔσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σοῦ, καὶ πνεῦμα Κυρίου ἀρεῖ σε εἰς τὴν γῆν ἣν οὐκ οἶδα, καὶ εἰσελεύσομαι ἀπαγγεῖλαι τῷ Ἀχαὰβ, καὶ οὐχ εὑρήσει σε, καὶ ἀποκτενεῖ με· καὶ ὁ δοῦλός σου ἐστὶ φοβούμενος τὸν Κύριον ἐκ νεότητος αὐτοῦ."],["13","Ἢ οὐκ ἀπηγγέλη σοι τῷ κυρίῳ μου, οἷα πεποίηκα ἐν τῷ ἀποκτείνειν τὴν Ἰεζάβελ τοὺς προφήτας Κυρίου, καὶ ἔκρυψα ἀπὸ τῶν προφητῶν Κυρίου ἑκατὸν ἄνδρας, ἀνὰ πεντήκοντα ἐν σπηλαίῳ, καὶ ἔθρεψα ἐν ἄρτοις καὶ ὕδατι;"],["14","Καὶ νῦν σὺ λέγεις μοι, πορεύου, λέγε τῷ κυρίῳ σου, ἰδοὺ Ἠλιού· καὶ ἀποκτενεῖ με."],["15","Καὶ εἶπεν Ἠλιοὺ, ζῇ Κύριος τῶν δυνάμεων ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι σήμερον ὀφθήσομαι αὐτῷ."],["16","Καὶ ἐπορεύθη Ἀβδιοὺ εἰς συναντὴν τῷ Ἀχαὰβ, καὶ ἀπήγγειλεν αὐτῷ· καὶ ἐξέδραμεν Ἀχαὰβ, καὶ ἐπορεύθη εἰς συνάντησιν Ἠλιού."],["17","Καὶ ἐγένετο ὡς εἶδεν Ἀχαὰβ τὸν Ἠλιού, καὶ εἶπεν Ἀχαὰβ πρὸς Ἠλιοὺ, εἰ σὺ εἶ αὐτὸς ὁ διαστρέφων τὸν Ἰσραήλ;"],["18","Καὶ εἶπεν Ἠλιοὺ, οὐ διαστρέφω τὸν Ἰσραὴλ, ὅτι ἀλλʼ ἢ σὺ καὶ οἶκος τοῦ πατρός σου, ἐν τῷ καταλιμπάνειν ὑμᾶς τὸν Κύριον Θεὸν ὑμῶν, καὶ ἐπορεύθης ὀπίσω τῶν Βααλίμ."],["19","Καὶ νῦν ἀπόστειλον, συνάθροισον πρὸς μὲ πάντα Ἰσραὴλ εἰς ὄρος τὸ Καρμήλιον, καὶ τοὺς προφήτας τῆς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα, καὶ τοὺς προφήτας τῶν ἀλσῶν τετρακοσίους ἐσθίοντας τράπεζαν Ἰεζάβελ."],["20","Καὶ ἀπέστειλεν Ἀχαὰβ εἰς πάντα Ἰσραὴλ, καὶ ἐπισυνήγαγεπάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον."],["21","Καὶ προσήγαγεν Ἠλιοὺ πρὸς πάντας· καὶ εἶπεν αὐτοῖς Ἠλιοὺ, ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπʼ ἀμφοτέραις ταῖς ἰγνύαις· εἰ ἔστι Κύριος ὁ Θεὸς, πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δὲ Βάαλ, πορεύεσθε ὀπίσω αὐτοῦ· καὶ οὐκ ἀπεκρίθη ὁ λαὸς λόγον."],["22","Καὶ εἶπεν Ἠλιοὺ πρὸς τὸν λαόν, ἐγὼ ὑπολέλειμμαι προφήτης τοῦ Κυρίου μονώτατος· καὶ οἱ προφῆται τοῦ Βάαλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες, καὶ οἱ προφῆται τοῦ ἄλσους τετρακόσιοι·"],["23","Δότωσαν ἡμῖν δύο βόας, καὶ ἐκλεξάσθωσαν ἑαυτοῖς τὸν ἕνα, καὶ μελισάτωσαν, καὶ ἐπιθέτωσαν ἐπὶ τῶν ξύλων, καὶ πῦρ μὴ ἐπιθέτωσαν· καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον, καὶ πῦρ οὐ μὴ ἐπιθῶ."],["24","Καὶ βοᾶτε ἐν ὀνόματι θεῶν ὑμῶν, καὶ ἐγὼ ἐπικαλέσομαι ἐν τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ μου· καὶ ἔσται ὁ θεὸς ὃς ἂν ἐπακούσῃ ἐν πυρὶ, οὗτος Θεός· καὶ ἀπεκρίθησαν πᾶς ὁ λαὸς, καὶ εἶπον, καλὸν τὸ ῥῆμα ὃ ἐλάλησας."],["25","Καὶ εἶπεν Ἠλιοὺ τοῖς προφήταις τῆς αἰσχύνης, ἐκλέξασθε ἑαυτοῖς τὸν μόσχον τὸν ἕνα, καὶ ποιήσατε πρῶτοι, ὅτι πολλοὶ ὑμεῖς· καὶ ἐπικαλέσασθε ἐν ὀνόματι θεοῦ ὑμῶν, καὶ πῦρ μὴ ἐπιθῆτε."],["26","Καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν, καὶ ἐπεκαλοῦντο ἐν ὀνόματι τοῦ Βάαλ ἐκ πρωΐθεν ἕως μεσημβρίας, καὶ εἶπον, ἐπάκουσον ἡμῶν ὁ Βάαλ, ἐπάκουσον ἡμῶν· καὶ οὐκ ἦν φωνὴ, καὶ οὐκ ἦν ἀκρόασις· καὶ διέτρεχον ἐπὶ τοῦ θυσιαστηρίου οὗ ἐποίησαν."],["27","Καὶ ἐγένετο μεσημβρία, καὶ ἐμυκτήρισεν αὐτοὺς Ἠλιοὺ ὁ Θεσβίτης, καὶ εἶπεν, ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ, ὅτι θεός ἐστιν· ὅτι ἀδολεσχία αὐτῷ ἐστι, καὶ ἅμα μή ποτε χρηματίζει αὐτὸς, ἢ μή ποτε καθεύδει αὐτὸς, καὶ ἐξαναστήσεται."],["28","Καὶ ἐπεκαλοῦντο ἐν φωνῇ μεγάλῃ, καὶ κατετέμνοντο κατὰ τὸν ἐθισμὸν αὐτῶν ἐν μαχαίραις καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος ἐπʼ αὐτοὺς,"],["29","καὶ προεφήτευον ἕως οὗ παρῆλθε τὸ δειλινόν· καὶ ἐγένετο ὡς ὁ καιρὸς τοὺ ἀναβῆναι τὴν θυσίαν, καὶ ἐλάλησεν Ἠλιοὺ ὁ Θεσβίτης πρὸς τοὺς προφήτας τῶν προσοχθισμάτων, λέγων, μετάστητε ἀπὸ τοῦ νῦν, καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου· καὶ μετέστησαν, καὶ ἀπῆλθον."],["30","Καὶ εἶπεν Ἠλιοὺ πρὸς τὸν λαὸν, προσαγάγετε πρὸς μέ· καὶ προσήγαγε πᾶς ὁ λαὸς πρὸς αὐτόν."],["31","Καὶ ἔλαβεν Ἡλιοὺ δώδεκα λίθους κατὰ ἀριθμὸν φυλῶν τοῦ Ἰσραὴλ, ὡς ἐλάλησε Κύριος πρὸς αὐτὸν, λέγων, Ἰσραὴλ ἔσται τὸ ὄνομά σου."],["32","Καὶ ᾠκοδόμησε τοὺς λίθους ἐν ὀνόματι Κυρίου, καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον· καὶ ἐποίησε θάλασσαν χωροῦσαν δύο μετρητὰς σπέρματος κυκλόθεν τοῦ θυσιαστηρίου·"],["33","Καὶ ἐστοίβασε τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησε, καὶ ἐμέλισε τὸ ὁλοκαύτωμα καὶ ἐπέθηκεν ἐπὶ τὰς σχίδακας, καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον,"],["34","καὶ εἶπε, λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος, καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας· καὶ ἐποίησαν οὕτως. Καὶ εἶπε, δευτερώσατε· καὶ ἐδευτέρωσαν· καὶ εἶπε, τρισσώσατε· καὶ ἐτρίσσευσαν."],["35","Καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου, καὶ τὴν θάλασσαν ἔπλησαν ὕδατος."],["36","Καὶ ἀνεβόησεν Ἠλιοὺ εἰς τὸν οὐρανὸν, καὶ εἶπε, Κύριε ὁ Θεὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραήλ, ἐπάκουσόν μου Κύριε, ἐπάκουσόν μου σήμερον ἐν πυρί, καὶ γνώτωσαν πᾶς ὁ λαὸς οὗτος, ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς Ἰσραὴλ, καὶ ἐγὼ δοῦλός σου, καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταῦτα."],["37","Ἐπάκουσόν μου Κύριε, ἐπάκουσόν μου, καὶ γνώτω ὁ λαὸς οὗτος, ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς, καὶ σὺ ἔστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω."],["38","Καὶ ἔπεσε πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε τὰ ὁλοκαυτώματα καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τῇ θαλάσσῃ, καὶ τοὺς λίθους καὶ τὸν χοῦν ἐξέλειξε τὸ πῦρ."],["39","Καὶ ἔπεσε πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτῶν, καὶ εἶπον, ἀληθῶς Κύριος ὁ Θεὸς αὐτὸς ὁ Θεός."],["40","Καὶ εἶπεν Ἠλιοὺ πρὸς τὸν λαὸν, συλλάβετε τοὺς προφήτας τοῦ Βάαλ, μηδεὶς σωθήτω ἐξ αὐτῶν· καὶ συνελαβον αὐτοὺς, καὶ κατάγει αὐτοὺς Ἠλιοὺ εἰς τὸν χειμάῤῥουν Κισσῶν, καὶ ἔσφαξεν αὐτοὺς ἐκεῖ."],["41","Καὶ εἶπεν Ἠλιοὺ τῷ Ἀχαὰβ, ἀνάβηθι, καὶ φάγε καὶ πίε, ὅτι φωνὴ τῶν ποδῶν τοῦ ὑετοῦ."],["42","Καὶ ἀνέβη Ἀχαὰβ τοῦ φαγεῖν καὶ πιεῖν· καὶ Ἠλιοὺ ἀνέβη ἐπὶ τὴν Κάρμηλον καὶ ἔκυψεν ἐπὶ τὴν γῆν, καὶ ἔθηκε τὸ πρόσωπον αὐτοῦ ἀναμέσον τῶν γονάτων αὐτοῦ,"],["43","καὶ εἶπε τῷ παιδαρίῳ αὐτοῦ, ἀνάβηθι, καὶ ἐπίβλεψον ὁδὸν τῆς θαλάσσης· καὶ ἐπέβλεψε τὸ παιδάριον, καὶ εἶπεν, οὐκ ἔστιν οὐθέν· καὶ εἶπεν Ἠλιοὺ, καὶ σὺ ἐπίστρεψον ἑπτάκις."],["44","Καὶ ἐπέστρεψε τὸ παιδάριον ἑπτάκις· καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ, καὶ ἰδοὺ νεφέλη μικρὰ ὡς ἴχνος ἀνδρὸς ἀνάγουσα ὕδωρ· καὶ εἶπεν, ἀνάβηθι, καὶ εἶπον Ἀχαὰβ, ζεῦξον τὸ ἅρμα σου καὶ κατάβηθι, μὴ καταλάβῃ σε ὁ ὑετός."],["45","Καὶ ἐγένετο ἕως ὧδε καὶ ὧδε, καὶ ὁ οὐρανὸς συνεσκότασε νεφέλαις καὶ πνεύματι, καὶ ἐγένετο ὑετὸς μέγας· καὶ ἔκλαιε καὶ ἐπορεύετο Ἀχαὰβ ἕως Ἰεζράελ."],["46","Καὶ χεὶρ Κυρίου ἐπὶ τὸν Ἠλιοὺ, καὶ συνέσφιγξε τὴν ὀσφὺν αὐτοῦ, καὶ ἔτρεχεν ἔμπροσθεν Ἀχαὰβ εἰς Ἰεζράελ."]],[["1","Καὶ ἀνήγγειλεν Ἀχαὰβ τῇ Ἰεζάβελ γυναικὶ αὐτοῦ πάντα ἃ ἐποίησεν Ἠλιοὺ, καὶ ὡς ἀπέκτεινε τοὺς προφήτας ἐν ῥομφαίᾳ."],["2","Καὶ ἀπέστειλεν Ἰεζάβελ πρὸς Ἠλιοὺ, καὶ εἶπεν, εἰ σὺ εἶ Ἠλιοὺ καὶ ἐγὼ Ἰεζάβελ, τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, ὅτι ταύτην τὴν ὥραν αὔριον θήσομαι τὴν ψυχήν σου καθὼς ψυχὴν ἑνὸς ἐξ αὐτῶν."],["3","Καὶ ἐφοβήθη Ἠλιοὺ, καὶ ἀνέστη καὶ ἀπῆλθε κατὰ τὴν ψυχὴν αὐτοῦ, καὶ ἔρχεται εἰς Βηρσαβεὲ γῆν Ἰούδα, καὶ ἀφῆκε τὸ παιδάριον αὐτοῦ ἐκεῖ."],["4","Καὶ αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας, καὶ ἦλθε καὶ ἐκάθισεν ὑποκάτω ῥαθμὲν, καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ ἀποθανεῖν· καὶ εἶπεν, ἱκανούσθω νῦν, λάβε δὴ τὴν ψυχήν μου ἀπʼ ἐμοῦ Κύριε, ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου."],["5","Καὶ ἐκοιμήθη καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ φυτόν· καὶ ἰδού τις ἥψατο αὐτοῦ, καὶ εἶπεν αὐτῷ, ἀνάστηθι καὶ φάγε."],["6","Καὶ ἐπέβλεψεν Ἠλιού· καὶ ἰδοὺ πρὸς κεφαλῆς αὐτοῦ ἐγκρυφίας ὀλυρίτης καὶ καψάκης ὕδατος· καὶ ἀνέστη καὶ ἔφαγε καὶ ἔπιε, καὶ ἐπιστρέψας ἐκοιμήθη."],["7","Καὶ ἐπέστρεψεν ὁ ἄγγελος Κυρίου ἐκ δευτέρου, καὶ ἥψατο αὐτοῦ, καὶ εἶπεν αὐτῷ, ἀνάστα, φάγε, ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός."],["8","Καὶ ἀνέστη, καὶ ἔφαγε, καὶ ἔπιε· καὶ ἐπορεύθη ἐν ἰσχύϊ τῆς ρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἕως ὄρους Χωρήβ."],["9","Καὶ εἰσῆλθεν ἐκεῖ εἰς τὸ σπήλαιον, καὶ κατέλυσεν ἐκεῖ· καὶ ἰδοὺ ῥῆμα Κυρίου πρὸς αὐτὸν, καὶ εἶπε, τί σὺ ἐνταῦθα Ἠλιού;"],["10","Καὶ εἶπεν Ἠλιοὺ, ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ἰσραήλ· τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν."],["11","Καὶ εἶπεν, ἐξελεύσῃ αὔριον, καὶ στήσῃ ἐνώπιον Κυρίου ἐν τῷ ὄρει· ἰδοὺ παρελεύσεται Κύριος. Καὶλἰδοὺ πνεῦμα μέγα κραταιὸν διαλύον ὄρη καὶ συντρίβον πέτρας ἐνώπιον Κυρίου, οὐκ ἐν τῷ πνεύματι Κύριος· καὶ μετὰ τό πνεῦμα συσσεισμὸς, οὐκ ἐν τῷ συσσεισμῷ Κύριος·"],["12","Καὶ μετὰ τὸν συσσεισμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ Κύριος· καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς."],["13","Καὶ ἐγένετο ὡς ἤκουσεν Ἠλιοὺ, καὶ ἐπεκάλυψε τὸ πρόσωπον αὐτοῦ ἐν τῇ μηλωτῇ αὐτοῦ, καὶ ἐξῆλθε καὶ ἔστη ὑπὸ σπήλαιον· καὶ ἰδοὺ πρὸς αὐτὸν φωνὴ, καὶ εἶπε, τί σὺ ἐνταῦθα Ἠλιού;"],["14","Καὶ εἶπεν Ἠλιού, ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπον τὴν διαθήκην σου οἱ υἱοὶ Ἰσραήλ· καὶ τὰ θυσιαστήριά σου καθεῖλαν, καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν."],["15","Καὶ εἶπε Κύριος πρὸς αὐτὸν, πορεύου, ἀνάστρεφε εἰς τὴν ὁδόν σου, καὶ ἥξεις εἰς τὴν ὁδὸν ἐρήμου Δαμασκοῦ· καὶ ἥξεις καὶ χρίσεις τὸν Ἀζαὴλ εἰς βασιλέα τῆς Συρίας·"],["16","Καὶ τὸν Ἰοὺ υἱὸν Ναμεσσὶ χρίσεις εἰς βασιλέα ἐπὶ Ἰσραήλ· καὶ τὸν Ἑλισαιὲ υἱὸν Σαφὰτ χρίσεις εἰς προφήτην ἀντὶ σοῦ."],["17","Καὶ ἔσται τὸν σωζόμενον ἐκ ῥομφαίας Ἀζαὴλ, θανατώσει Ἰού· καὶ τὸν σωζόμενον ἐκ ῥομφαίας Ἰοὺ, θανατώσει Ἑλισαιέ."],["18","Καὶ καταλείψεις ἐν Ἰσραὴλ ἑπτὰ χιλιάδας ἀνδρῶν, πάντα γόνατα ἃ οὐκ ὤκλασαν γόνυ τῷ Βάαλ, καὶ πᾶν στόμα ὃ οὐ προσεκύνησεν αὐτῷ."],["19","Καὶ ἀπῆλθεν ἐκεῖθεν καὶ εὑρίσκει τὸν Ἑλισαιὲ υἱὸν Σαφὰτ, καὶ αὐτὸς ἠροτρία ἐν βουσί· δώδεκα ζεύγη ἐνώπιον αὐτοῦ, καὶ αὐτὸς ἐν τοῖς δώδεκα· καὶ ἀπῆλθεν ἐπʼ αὐτὸν, καὶ ἐπέῥῥιψε τὴν μηλωτὴν αὐτοῦ ἐπʼ αὐτόν."],["20","Καὶ κατέλιπεν Ἑλισαιὲ τὰς βόας, καὶ κατέδραμεν ὀπίσω Ἠλιοὺ, καὶ εἶπε, καταφιλήσω τὸν πατέρα μου, καὶ ἀκολουθήσω ὀπίσω σοῦ· καὶ εἶπεν Ἠλιοὺ, ἀνάστρεφε, ὅτι πεποίηκά σοι."],["21","Καὶ ἀνέστρεψεν ἐξ ὄπισθεν αὐτοῦ· καὶ ἔλαβε τὰ ζεύγη τῶν βοῶν, καὶ ἔθυσε καὶ ἥψησεν αὐτὰ ἐν τοῖς σκεύεσι τῶν βοῶν, καὶ ἔδωκε τῷ λαῷ, καὶ ἔφαγον· καὶ ἀνέστη καὶ ἐπορεύθη ὀπίσω Ἠλιοὺ, καὶ ἐλειτούργει αὐτῷ."]],[["1","Καὶ ἀμπελὼν εἷς ἦν τῷ Ναβουθαὶ τῷ Ἰεζραηλίτῃ παρὰ τῇ ἅλῳ Ἀχαὰβ βασιλέως Σαμαρείας."],["2","Καὶ ἐλάλησεν Ἀχαὰβ πρὸς Ναβουθαὶ, λέγων, δός μοι τὸν ἀμπελῶνά σου, καὶ ἔσται μοι εἰς κῆπον λαχάνων, ὅτι ἐγγίζων οὗτος τῷ οἴκῳ μου, καὶ δώσω σοι ἀμπελῶνα ἄλλον ἀγαθὸν ὑπὲρ αὐτόν· εἰ δὲ ἀρέσκει ἐνώπιόν σου, δώσω σοι ἀργύριον ἄλλαγμα ἀμπελῶνός σου τούτου, καὶ ἔσται μοι εἰς κῆπον λαχάνων."],["3","Καὶ εἶπε Ναβουθαὶ πρὸς Ἀχαάβ, μὴ γένοιτό μοι παρὰ Θεοῦ μου δοῦναι κληρονομίαν πατέρων μου σοί."],["4","Καὶ ἐγένετο τὸ πνεῦμα Ἀχαὰβ τεταραγμένον, καὶ ἐκοιμήθη ἐπὶ τῆς κλίυης αὐτοῦ, καὶ συνεκάλυψε τὸ πρόσωπον αὐτοῦ, καὶ οὐκ ἔφαγεν ἄρτον."],["5","Καὶ εἰσῆλθεν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ πρὸς αὐτὸν, καὶ ἐλάλησε πρὸς αὐτὸν, τί τὸ πνεῦμά σου τεταραγμένον, καὶ οὐκ εἶ σὺ ἐσθίων ἄρτον;"],["6","Καὶ εἶπε πρὸς αὐτὴν, ὅτι ἐλάλησα πρὸς Ναβουθαὶ τὸν Ἰεζραηλίτην, λέγων, δός μοι τὸν ἀμπελῶνά σου ἀργυρίου· εἰ δὲ βούλῃ, δώσω σοι ἀμπελῶνα ἄλλον ἀντʼ αὐτοῦ· καὶ εἶπεν οὐ δώσω σοι κληρονομίαν πατέρων μου."],["7","Καὶ εἶπε πρὸς αὐτὸν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ, σὺ νῦν οὕτω ποιεῖς βασιλέα ἐπὶ Ἰσραήλ; ἀνάστηθι καὶ φάγε ἄρτον καὶ σαυτοῦ γενοῦ, ἐγὼ δὲ δώσω σοι τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ Ἰεζραηλίτου."],["8","Καὶ ἔγραψε βιβλίον ἐπὶ τῷ ὀνόματι Ἀχαὰβ, καὶ ἐσφραγίσατο τῇ σφραγίδι αὐτοῦ· καὶ ἀπέστειλε τὸ βιβλίον πρὸς τοὺς πρεσβυτέρους καὶ τοὺς ἐλευθέρους τοὺς κατοικοῦντας μετὰ Ναβουθαί."],["9","Καὶ ἐγέγραπτο ἐν τοῖς βιβλίοις, λέγων, νηστεύσατε νηστείαν, καὶ καθίσατε τὸν Ναβουθαὶ ἐν ἀρχῇ τοῦ λαοῦ·"],["10","Καὶ ἐγκαθίσατε δύο ἄνδρας υἱοὺς παρανόμων ἐξεναντίας αὐτοῦ, καὶ καταμαρτυρησάτωσαν αὐτοῦ, λέγοντες, εὐλόγησε Θεὸν καὶ βασιλέα· καὶ ἐξαγαγέτωσαν αὐτὸν, καὶ λιθοβολησάτωσαν αὐτὸν, καὶ ἀποθανέτω."],["11","Καὶ ἐποίησαν οἱ ἄνδρες τῆς πόλεως αὐτοῦ οἱ πρεσβύτεροι καὶ οἱ ἐλεύθεροι οἱ κατοικοῦντες ἐν τῇ πόλει αὐτοῦ, καθὼς ἀπέστειλε πρὸς αὐτοὺς Ἰεζάβελ, καὶ καθὰ ἐγέγραπτο ἐν τοῖς βιβλίοις οἷς ἀπέστειλε πρὸς αὐτούς."],["12","Καὶ ἐκάλεσαν νηστείαν, καὶ ἐκάθισαν τὸν Ναβουθαὶ ἐν ἀρχῇ τοῦ λαοῦ."],["13","Καὶ εἰσῆλθον δύο ἄνδρες υἱοὶ παρανόμων, καὶ ἐκάθισαν ἐξεναντίας αὐτοῦ, καὶ κατεμαρτύρησαν αὐτοῦ, λέγοντες, εὐλόγηκας Θεὸν καὶ βασιλέα· καὶ ἐξήγαγον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις, καὶ ἀπέθανε."],["14","Καὶ ἀπέστειλαν πρὸς Ἰεζάβελ, λέγοντες, λελιθοβόληται Ναβουθαὶ, καὶ τέθνηκε."],["15","Καὶ ἐγένετο ὡς ἤκουσεν Ἰεζάβελ, καὶ εἶπε πρὸς Ἀχαὰβ, ἀνάστα, κληρονόμει τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ Ἰεζραηλίτου, ὃς οὐκ ἔδωκέ σοι ἀργυρίου, ὅτι οὐκ ἔστι Ναβουθαὶ ζῶν, ὅτι τέθνηκε."],["16","Καὶ ἐγένετο ὡς ἤκουσεν Ἀχαὰβ ὅτι τέθνηκε Ναβουθαὶ ὁ Ἰεζραηλίτης, καὶ διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ περιεβάλετο σάκκον· καὶ ἐγένετο μετὰ ταῦτα, καὶ ἀνέστη καὶ κατέβη Ἀχαὰβ εἰς τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ Ἰεζραηλίτου κληρονομῆσαι αὐτόν."],["17","Καὶ εἶπε Κύριος πρὸς Ἠλιοὺ τὸν Θεσβίτην, λέγων,"],["18","ἀνάστηθι καὶ κατάβηθι εἰς ἀπαντὴν Ἀχαὰβ βασιλέως Ἰσραὴλ τοῦ ἐν Σαμαρείᾳ, ὅτι οὗτος ἐν ἀμπελῶνι Ναβουθαὶ, ὅτι καταβέβηκεν ἐκεῖ κληρονομῆσαι αὐτόν."],["19","Καὶ λαλήσεις πρὸς αὐτὸν, λέγων, τάδε λέγει Κύριος, ὡς σὺ ἐφόνευσας καὶ ἐκληρονόμησας, διὰ τοῦτο τάδε λέγει Κύριος, ἐν παντὶ τόπῳ ᾧ ἔλειξαν αἱ ὗες καὶ οἱ κύνες τὸ αἷμα Ναβουθαὶ, ἐκεῖ λείξουσιν οἱ κύνες τὸ αἷμά σου, καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου."],["20","Καὶ εἶπεν Ἀχαὰβ πρὸς Ἠλιοὺ, εἰ εὕρηκάς με ὁ ἐχθρός μου; καὶ εἶπεν, εὕρηκα· διότι μάτην πέπρασαι ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, παροργίσαι αὐτόν."],["21","Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ κακά· καὶ ἐκκαύσω ὀπίσω σου, καὶ ἐξολοθρεύσω τοῦ Ἀχαὰβ οὐροῦντα πρὸς τοῖχον, καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ἰσραήλ."],["22","Καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, καὶ ὡς τὸν οἶκον Βαασὰ υἱοῦ Ἀχιὰ, περὶ τῶν παροργισμάτων ὧν παρώργισας καὶ ἐξήμαρτες τὸν Ἰσραὴλ."],["23","Καὶ τῇ Ἰεζάβελ ἐλάλησε Κύριος, λέγων, οἱ κύνες καταφάγονται αὐτὴν ἐν τῷ προτειχίσματι τοῦ Ἰεζράελ·"],["24","Τὸν τεθνηκότα τοῦ Ἀχαὰβ ἐν τῇ πόλει φάγονται οἱ κύνες, καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ φάγονται τὰ πετεινὰ τοῦ οὐρανοῦ."],["25","Πλὴν ματαίως Ἀχαὰβ, ὃς ἐπράθη ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, ὡς μετέθηκεν αὐτὸν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ."],["26","Καὶ ἐβδελύχθη σφόδρα πορεύεσθαι ὀπίσω τῶν βδελυγμάτων, κατὰ πάντα ἃ ἐποίησεν ὁ Ἀμοῤῥαῖος, ὃν ἐξωλόθρευσε Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ."],["27","Καὶ ὑπὲρ τοῦ λόγου ὡς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου τοῦ Κυρίου, καὶ ἐπορεύετο κλαίων, καὶ διέῤῥηξε τὸν χιτῶνα αὐτοῦ, καὶ ἐζώσατο σάκκον ἐπὶ τὸ σῶμα αὐτοῦ, καὶ ἐνήστευσε· καὶ περιεβάλετο σάκκον ἐν τῇ ἡμέρᾳ ᾗ ἐπάταξε Ναβουθαὶ τὸν Ἰεζραηλίτην, καὶ ἐπορεύθη."],["28","Καὶ ἐγένετο ῥῆμα Κυρίου ἐν χειρὶ δούλου αὐτοῦ Ἠλιοὺ περὶ Ἀχαὰβ, καὶ εἶπε Κύριος,"],["29","ἑώρακας ὡς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου μου; οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ, ἀλλʼ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ αὐτοῦ ἐπάξω τὴν κακίαν."]],[["1","Καὶ συνήθροισεν υἱὸς Ἄδερ πᾶσαν τὴν δύναμιν αὐτοῦ, καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν, καὶ τριακονταδύο βασιλεῖς μετʼ αὐτοῦ, καὶ πᾶς ἵππος καὶ ἅρμα· καὶ ἀνέβησαν καὶ περιεκάθισαν ἐπὶ Σαμάρειαν, καὶ ἐπολέμησαν ἐπʼ αὐτήν."],["2","Καὶ ἀπέστειλε πρὸς Ἀχαὰβ βασιλέα Ἰσραὴλ εἰς τὴν πόλιν, καὶ εἶπε πρὸς αὐτὸν, τάδε λέγει υἱὸς Ἄδερ,"],["3","τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου ἐμόν ἐστι, καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστι."],["4","Καὶ ἀπεκρίθη βασιλεὺς Ἰσραὴλ, καὶ εἶπε, καθὼς ἐλάλησας κύριέ μου βασιλεῦ, σὸς ἐγώ εἰμι καὶ πάντα τὰ ἐμά."],["5","Καὶ ἀνέστρεψαν οἱ ἄγγελοι, καὶ εἶπαν, τάδε λέγει ὁ υἱὸς Ἄδερ, ἐγὼ ἀπέστειλα πρὸς σὲ, λέγων, τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα σου δώσεις ἐμοὶ,"],["6","ὅτι ταύτην τὴν ὥραν αὔριον ἀποστελῶ τοὺς παῖδάς μου πρὸς σὲ, καὶ ἐρευνήσουσι τὸν οἶκόν σου καὶ τοὺς οἴκους τῶν παίδων σου, καὶ ἔσται πάντα τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν αὐτῶν ἐφʼ ἃ ἂν ἐπιβάλωσι τὰς χεῖρας αὐτῶν, καὶ λήψονται."],["7","Καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ἰσραὴλ πάντας τοὺς πρεσβυτέρους τῆς γῆς, καὶ εἶπε, γνῶτε δὴ καὶ ἴδετε ὅτι κακίαν οὗτος ζητεῖ, ὅτι ἀπέσταλκε πρὸς μὲ περὶ τῶν γυναικῶν μου, καὶ περὶ τῶν υἱῶν μου, καὶ περὶ τῶν θυγατέρων μου· τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπʼ αὐτοῦ."],["8","Καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ λαὸς, μὴ ἀκούσῃς, καὶ μὴ θελήσῃς."],["9","Καὶ εἶπε τοῖς ἀγγέλοις υἱοῦ Ἄδερ, λέγετε τῷ κυρίῳ ὑμῶν, πάντα ὅσα ἀπέσταλκας πρὸς τὸν δοῦλόν σου ἐν πρώτοις ποιήσω, τὸ δὲ ῥῆμα τοῦτο οὐ δυνήσομαι ποιῆσαι· καὶ ἀπῇραν οἱ ἄνδρες, καὶ ἐπέστρεψαν αὐτῷ λόγον."],["10","Καὶ ἀπέστειλε πρὸς αὐτὸν υἱὸς Ἄδερ, λέγων, τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς ἀλώπεξι παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου."],["11","Καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ἰσραὴλ, καὶ εἶπεν, ἱκανούσθω· μὴ καυχάσθω ὁ κυρτὸς, ὡς ὁ ὀρθός."],["12","Καὶ ἐγένετο ὅτε ἀπεκρίθη αὐτῷ τὸν λόγον τοῦτον, πίνων ἦν αὐτὸς καὶ πάντες οἱ βασιλεῖς οἱ μετʼ αὐτοῦ ἐν σκηναῖς· καὶ εἶπε τοῖς παισὶν αὐτοῦ, οἰκοδομήσατε χάρακα· καὶ ἔθεντο χάρακα ἐπὶ τὴν πόλιν."],["13","Καὶ ἰδοὺ προφήτης εἷς προσῆλθε τῷ Ἀχαὰβ βασιλεῖ Ἰσραὴλ, καὶ εἶπε, τάδε λέγει Κύριος, εἰ ἑώρακας τὸν ὄχλον τὸν μέγαν τοῦτον; ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν σήμερον εἰς χεῖρας σὰς, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος."],["14","Καὶ εἶπεν Ἀχαὰβ, ἐν τίνι; καὶ εἶπε, τάδε λέγει Κύριος, ἐν τοῖς παιδαρίοις τῶν ἀρχόντων τῶν χωρῶν· καὶ εἶπεν Ἀχαὰβ, τίς συνάψει τὸν πόλεμον; καὶ εἶπε, σύ."],["15","Καὶ ἐπεσκέψατο Ἀχαὰβ τοὺς ἄρχοντας τὰ παιδάρια τῶν χωρῶν, καὶ ἐγένοντο διακόσια τριάκοντα· καὶ μετὰ ταῦτα ἐπεσκέψατο τὸν λαὸν πάντα υἱὸν δυνάμεως, ἑπτὰ χιλιάδας."],["16","Καὶ ἐξῆλθε μεσημβρίας, καὶ υἱὸς Ἄδερ πίνων μεθύων ἐν Σοκχὼθ αὐτὸς καὶ οἱ βασιλεῖς, τριάκοντα καὶ δύο βασιλεῖς συμβοηθοὶ αὐτοῦ."],["17","Καὶ ἐξῆλθον ἄρχοντες παιδάρια τῶν χωρῶν ἐν πρώτοις· καὶ ἀποστέλλουσι καὶ ἀπαγγέλλουσι τῷ βασιλεῖ Συρίας, λέγοντες, ἄνδρες ἐξεληλύθασιν ἐκ Σαμαρείας."],["18","Καὶ εἶπεν αὐτοῖς, εἰ εἰς εἰρήνην ἐκπορεύονται, συλλαβεῖν αὐτοὺς ζῶντας· καὶ εἰ εἰς πόλεμον, ζῶντας συλλαβεῖν αὐτούς·"],["19","καὶ μὴ ἐξελθάτωσαν ἐκ τῆς πόλεως ἄρχοντα τὰ παιδάρια τῶν χωρῶν. Καὶ ἡ δύναμις ὀπίσω αὐτῶν"],["20","ἐπάταξεν ἕκαστος τὸν παρʼ αὐτοῦ· καὶ ἐδευτέρωσιν ἕκαστος τὸν παρʼ αὐτοῦ· καὶ ἔφυγε Συρία· καὶ κατεδίωξεν αὐτοὺς Ἰσραήλ· καὶ σώζεται υἱὸς Ἄδερ βασιλεὺς Συρίας ἐφʼ ἵππου ἱππέως."],["21","Καὶ ἐξῆλθεν βασιλεὺς Ἰσραὴλ, καὶ ἔλαβε πάντας τοὺς ἵππους καὶ τὰ ἅρματα, καὶ ἐπάταξε πληγὴν μεγάλην ἐν Συρίᾳ."],["22","Καὶ προσῆλθεν ὁ προφήτης πρὸς βασιλέα Ἰσραὴλ, καὶ εἶπε, κραταιοῦ καὶ γνῶθι καὶ ἴδε τί ποιήσεις, ὅτι ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ υἱὸς Ἄδερ βασιλεὺς Συρίας ἀναβαίνει ἐπὶ σὲ."],["23","Καὶ οἱ παῖδες βασιλέως Συρίας· καὶ εἶπον, θεὸς ὀρέων Θεὸς Ἰσραὴλ καὶ οὐ θεὸς κοιλάδων, διὰ τοῦτο ἐκραταίωσεν ὑπὲρ ἡμᾶς· ἐὰν δὲ πολεμήσωμεν αὐτοὺς κατʼ εὐθὺ, εἰ μὴν κραταιώσωμεν ὑπὲρ αὐτούς."],["24","Καὶ τὸ ῥῆμα τοῦτο ποίησον· ἀπόστησον τοὺς βασιλεῖς ἕκαστον εἰς τὸν τόπον αὐτῶν, καὶ θοῦ ἀντʼ αὐτῶν σατράπας,"],["25","καὶ ἀλλάξομέν σοι δύναμιν κατὰ τὴν δύναμιν τὴν πεσοῦσαν, καὶ ἵππον κατὰ τὴν ἵππον, καὶ ἅρματα κατὰ τὰ ἅρματα, καὶ πολεμήσομεν πρὸς αὐτοὺς κατʼ εὐθὺ, καὶ κραταιώσομεν ὑπὲρ αὐτούς· καὶ ἤκουσε τῆς φωνῆς αὐτοῦ, καὶ ἐποίησεν οὕτως."],["26","Καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ, καὶ ἐπεσκέψατο υἱὸς Ἄδερ τὴν Συρίαν, καὶ ἀνέβη εἰς Ἀφεκὰ εἰς πόλεμον ἐπὶ Ἰσραήλ."],["27","Καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπεσκέπησαν, καὶ παρεγένοντο εἰς ἀπαντὴν αὐτῶν· καὶ παρενέβαλεν Ἰσραὴλ ἐξεναντίας αὐτῶν ὡσεὶ δύο ποίμνια αἰγῶν· καὶ Συρία ἔπλησε τὴν γῆν."],["28","Καὶ προσῆλθεν ὁ ἄνθρωπος τοῦ Θεοῦ, καὶ εἶπε τῷ βασιλεῖ Ἰσραὴλ, τάδε λέγει Κύριος, ἀνθʼ ὧν εἶπε Συρία, θεὸς ὀρέων Κύριος ὁ Θεὸς Ἰσραὴλ καὶ οὐ θεὸς κοιλάδων αὐτὸς, καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῖρα σὴν, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος."],["29","Καὶ παρεμβάλλουσιν οὗτοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας· καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ προσήγαγεν ὁ πόλεμος, καὶ ἐπάταξεν Ἰσραὴλ τὴν Συρίαν ἑκατὸν χιλιάδας πεζῶν μιᾷ ἡμέρᾳ."],["30","Καὶ ἔφυγον οἱ κατάλοιποι εἰς Ἀφεκὰ εἰς τὴν πόλιν, καὶ ἔπεσε τὸ τεῖχος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρῶν τῶν καταλοίπων· καὶ υἱὸς Ἄδερ ἔφυγε καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ κοιτῶνος, εἰς τὸ ταμιεῖον."],["31","Καὶ εἶπε τοῖς παισὶν αὐτοῦ, οἶδα ὅτι βασιλεῖς Ἰσραὴλ βασιλεῖς ἐλέους εἰσίν· ἐπιθώμεθα δὴ σάκκους ἐπὶ τὰς ὀσφύας ἡμῶν, καὶ σχοινία ἐπὶ τὰς κεφαλὰς ἡμῶν, καὶ ἐξέλθωμεν πρὸς βασιλεα Ἰσραὴλ, εἴπως ζωογονήσει τὰς ψυχὰς ἡμῶν."],["32","Καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν, καὶ ἔθεσαν σχοινία ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ εἶπον τῷ βασιλεῖ Ισραὴλ, δοῦλός σου υἱὸς Ἄδερ λέγει, ζησάτω δὴ ἡ ψυχὴ ἡμῶν· καὶ εἶπεν, εἰ ἔτι ζῇ, ἀδελφός μου ἐστί."],["33","Καὶ οἱ ἄνδρες οἰωνίσαντο, καὶ ἐσπείσαντο· καὶ ἀνελέξαντο τὸν λόγον ἐκ τοῦ στόματος αὐτοῦ, καὶ εἶπον, ἀδελφός σου υἱὸς Ἄδερ· καὶ εἶπεν, εἰσέλθατε καὶ λάβετε αὐτόν· καὶ ἐξῆλθε πρὸς αὐτὸν υἱὸς Ἄδερ, καὶ ἀναβιβάζουσιν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα."],["34","Καὶ εἶπε πρὸς αὐτὸν, τὰς πόλεις ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ τοῦ πατρός σου ἀποδώσω σοι· καὶ ἐξόδους θήσεις σεαυτῷ ἐν Δαμασκῷ, καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρείᾳ· καὶ ἐγὼ ἐν διαθήκῃ ἐξαποστελῶ σε. Καὶ διέθετο αὐτῷ διαθήκην, καὶ ἐξαπέστειλεν αὐτόν."],["35","Καὶ ἄνθρωπος εἷς ἐκ τῶν υἱῶν τῶν προφητῶν εἶπε πρὸς τὸν πλησίον αὐτοῦ ἐν λόγῳ Κυρίου, πάταξον δή με· καὶ οὐκ ἠθέλησεν ὁ ἄνθρωπος πατάξαι αὐτόν."],["36","Καὶ εἶπε πρὸς αὐτὸν, ἀνθʼ ὧν οὐκ ἤκουσας τῆς φωνῆς Κυρίου, καὶ ἰδοὺ σὺ ἀποτρέχεις ἀπʼ ἐμοῦ, καὶ πατάξει σε λέων· καὶ ἀπῆλθεν ἀπʼ αὐτοῦ, καὶ εὑρίσκει αὐτὸν λέων, καὶ ἐπάταξεν αὐτόν."],["37","Καὶ εὑρίσκει ἄνθρωπον ἄλλον, καὶ εἶπε, πάταξόν με δή· καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνθρωπος, πατάξας καὶ συνέτριψε."],["38","Καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τῷ βασιλεῖ Ἰσραὴλ ἐπὶ τῆς ὁδοῦ, καὶ κατεδήσατο ἐν τελαμῶνι τοὺς ὀφθαλμοὺς αὐτοῦ."],["39","Καὶ ἐγένετο ὡς παρεπορεύετο ὁ βασιλεὺς, καὶ οὗτος ἐβόα πρὸς τὸν βασιλέα, καὶ εἶπεν, ὁ δοῦλός σου ἐξῆλθεν ἐπὶ τὴν στρατιὰν τοῦ πολέμου, καὶ ἰδοὺ ἀνὴρ εἰσήγαγε πρὸς μὲ ἄνδρα, καὶ εἶπε πρὸς μὲ, φύλαξον τοῦτον τὸν ἄνδρα· ἐὰν δὲ ἐκπηδῶν ἐκπηδήσῃ, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, ἢ τάλαντον ἀργυρίου στήσεις."],["40","Καὶ ἐγενήθη, περιεβλέψατο ὁ δοῦλός σου ὧδε καὶ ὧδε, καὶ οὗτος οὐκ ἦν· καὶ εἶπε πρὸς αὐτὸν ὁ βασιλεὺς Ἰσραὴλ, ἰδοὺ καὶ τὰ ἔνεδρα παρʼ ἐμοὶ ἐφόνευσας·"],["41","Καὶ ἔσπευσε καὶ ἀφεῖλε τὸν τελαμῶνα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ· καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς Ἰσραὴλ, ὅτι ἐκ τῶν προφητῶν οὗτος."],["42","Καὶ εἶπε πρὸς αὐτὸν, τάδε λέγει Κύριος, διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ τῆς χειρός σου, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ."],["43","Καὶ ἀπῆλθεν ὁ βασιλεὺς Ἰσραὴλ συγκεχυμένος καὶ ἐκλελυμένος, καὶ ἔρχεται εἰς Σαμάρειαν."]],[["1","Καὶ ἐκάθισε τὰ τρία ἔτη, καὶ οὐκ ἦν πόλεμος ἀναμέσον Συρίας καὶ ἀναμέσον Ἰσραήλ."],["2","Καὶ ἐγενήθη ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ, καὶ κατέβη Ἰωσαφὰτ βασιλεὺς Ἰούδα πρὸς βασιλέα Ἰσραήλ."],["3","Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς τοὺς παῖδας αὐτοῦ, εἰ οἴδατε ὅτι ἡμῖν Ῥεμμὰθ Γαλαὰδ, καὶ ἡμεῖς σιωπῶμεν λαβεῖν αὐτὴν ἐκ χειρὸς βασιλέως Συρίας;"],["4","Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ, ἀναβήσῃ μεθʼ ἡμῶν εἰς Ῥεμμὰθ Γαλαὰδ εἰς πόλεμον;"],["5","Καὶ εἶπεν Ἰωσαφὰτ, καθὼς ἐγὼ, καὶ σὺ οὕτως· καθὼς ὁ λαός μου, ὁ λαός σου· καθὼς οἱ ἵπποι μου, οἱ ἵπποι σου. Καὶ εἶπεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα πρὸς βασιλέα Ἰσραὴλ, ἐπερωτήσατε δὴ σήμερον τὸν Κύριον."],["6","Καὶ συνήθροισεν ὁ βασιλεὺς Ἰσραὴλ πάντας τοὺς προφήτας ὡς τετρακοσίους ἄνδρας, καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς, εἰ πορευθῶ εἰς Ῥεμμὰθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπισχῶ; καὶ εἶπον, ἀνάβαινε, καὶ διδοὺς δώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως."],["7","Καὶ εἶπεν Ἰωσαφὰτ πρὸς βασιλέα Ἰσραὴλ, οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου, καὶ ἐπερωτήσομεν τὸν κύριον διʼ αὐτοῦ;"],["8","Καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ, εἷς ἐστιν ἀνὴρ εἰς τὸ ἐπερωτῆσαι δὀ αὐτοῦ τὸν Κύριον, καὶ ἐγὼ μεμίσηκα αὐτὸν, ὄτι οὐ λαλεῖ περὶ ἐμοῦ καλὰ, ἀλλʼ ἢ κακὰ, Μιχαίας υἱὸς Ἰεμβλαά· καὶ εἶπεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα, μὴ λεγέτω ὁ βασιλεὺς οὕτως."],["9","Καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ἰσραὴλ εὐνοῦχον ἕνα, καὶ εἶπε, τοτάχος Μιχαίαν υἱὸν Ἰεμβλαά."],["10","Καὶ ὁ βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα ἐκάθηντο ἀνὴρ ἐπὶ τοῦ θρόνου αὐτοῦ ἔνοπλοι ἐν ταῖς πύλαις Σαμαρείας· καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐνώπιον αὐτῶν."],["11","Καὶ ἐποίησεν ἑαυτῷ Σεδεκίας υἱὸς Χαναὰν κέρατα σιδηρᾶ, καὶ εἶπε, τάδε λέγει Κύριος, ἐν τούτοις κερατιεῖς τὴν Συρίαν ἕως συντελεσθῇ."],["12","Καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτως, λέγοντες, ἀνάβαινε εἰς Ῥεμμὰθ Γαλαὰδ, καὶ εὐοδώσει, καὶ δώσει Κύριος εἰς χεῖράς σου καὶ τὸν βασιλέα Συρίας."],["13","Καὶ ὁ ἄγγελος ὁ πορευθεὶς καλέσαι τὸν Μιχαίαν, ἐλάλησεν αὐτῷ, λέγων, ἰδοὺ δὴ λαλοῦσι πάντες οἱ προφῆται ἐν στόματι ἐνὶ καλὰ περὶ τοῦ βασιλέως, γίνου δὴ καὶ σὺ εἰς τοὺς λόγους σου κατὰ τοὺς λόγους ἑνὸς τούτων, καὶ λάλησον καλά."],["14","Καὶ εἶπε Μιχαίας, ζῇ Κύριος, ὅτι ἃ ἐὰν εἴπῃ Κύριος πρὸς μὲ, ταῦτα λαλήσω."],["15","Καὶ ἦλθε πρὸς τὸν βασιλέα· καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, Μιχαία, εἰ ἀναβῶ εἰς Ῥεμμὰθ Γαλαὰδ εἰς πόλεμον, ἢ ἐπισχῶ; καὶ εἶπεν, ἀνάβαινε, καὶ εὐοδώσει Κύριος εἰς χεῖρα τοῦ βασιλέως."],["16","Καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, ποσάκις ἐγὼ ὁρκίζω σε, ὃπως λαλήσῃς πρὸς μὲ ἀλήθειαν ἐν ὀνόματι Κυρίου;"],["17","Καὶ εἶπεν, οὐχ οὕτως· ἑώρακα πάντα τὸν Ἰσραὴλ διεσπαρμένον ἐν τοῖς ὄρεσιν ὡς ποίμνιον ᾧ οὐκ ἔστι ποιμήν· καὶ εἶπε Κύριος, οὐ κύριος τούτοις Θεός; ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ ἀναστρεφέτω."],["18","Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα, οὐκ εἶπα πρὸς σε, ὅτι οὐ προφητεύει οὗτός μοι καλὰ, διότι ἀλλʼ ἢ κακά;"],["19","Καὶ εἶπε Μιχαίας, οὐχ οὕτως· οὐκ ἐγώ· ἄκουε ῥῆμα Κυρίου· οὐχ οὕτως. Εἶδον Θεὸν Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων αὐτοῦ."],["20","Καὶ εἶπε Κύριος, τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραὴλ, καὶ ἀναβήσεται, καὶ πεσεῖται ἐν Ῥεμμὰθ Γαλαάδ; καὶ εἶπεν οὗτος οὕτως, καὶ οὗτος οὕτως."],["21","Καὶ ἐξῆλθε πνεῦμα καὶ ἔστη ἐνώπιον Κυρίου, καὶ εἶπεν, ἐγὼ ἀπατήσω αὐτόν."],["22","Καὶ εἶπε πρὸς αὐτὸν Κύριος, ἐν τίνι; καὶ εἶπεν, ἐξελεύσομαι, καὶ ἔσομαι πνεῦμα ψευδὲς εἰς τὸ στόμα πάντων τῶν προφητῶν αὐτοῦ· καὶ εἶπεν, ἀπατήσεις, καί γε δυνήσῃ· ἔξελθε καὶ ποίησον οὕτως."],["23","Καὶ νῦν ἰδοὺ ἔδωκε Κύριος πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου τούτων, καὶ Κύριος ἐλάλησεν ἐπὶ σὲ κακά."],["24","Καὶ προσῆλθε Σεδεκίας υἱὸς Χαναὰν, καὶ ἐπάταξε τὸν Μιχαίαν ἐπὶ τὴν σιαγόνα, καὶ εἶπε, ποῖον πνεῦμα Κύριου τὸ λαλῆσαν ἐν σοί;"],["25","Καὶ εἶπε Μιχαίας, ἰδοὺ σὺ ὄψῃ τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν εἰσέλθῃς ταμεῖον τοῦ ταμείου τοῦ κρυβῆναι ἐκεῖ."],["26","Καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραὴλ, λάβετε τὸν Μιχαίαν, καὶ ἀποστρέψατε αὐτὸν πρὸς Σεμὴρ τὸν βασιλέα τῆς πόλεως· καὶ τῷ Ἰωὰς υἱῷ τοῦ βασιλέως"],["27","εἶπον θέσθαι τοῦτον ἐν φυλακῇ, καὶ ἐσθίειν αὐτὸν ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ."],["28","Καὶ εἶπε Μιχαίας, ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐ λελάληκε Κύριος ἐν ἐμοί."],["29","Καὶ ἀνέβη βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα μετʼ αὐτοῦ εἰς Ῥεμμὰθ Γαλαάδ."],["30","Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα, συγκαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς Ἰσραὴλ, καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον."],["31","Καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσι τῶν ἁρμάτων αὐτοῦ τριάκοντα καὶ δυσὶ, λέγων, μὴ πολεμεῖτε μικρὸν καὶ μέγαν, ἀλλʼ ἢ τὸν βασιλέα Ἰσραὴλ μονώτατον."],["32","Καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ἰωσαφὰτ βασιλέα Ἰούδα, καὶ αὐτοὶ εἶπαν, φαίνεται βασιλεὺς Ἰσραήλ οὗτος, καὶ ἐκύκλωσαν αὐτὸν πολεμῆσαι· καὶ ἀνέκραξεν Ἰωσαφάτ."],["33","Καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἔστι βασιλεὺς Ἰσραὴλ οὗτος, καὶ ἀπέστρεψαν ἀπʼ αὐτοῦ."],["34","Καὶ ἐπέτεινεν εἷς τὸ τόξον εὐστόχως, καὶ ἐπάταξε τὸν βασιλέα Ἰσραὴλ ἀναμέσον τοῦ πνεύμονος καὶ ἀναμέσον τοῦ θώρακος· καὶ εἶπε τῷ ἡνιόχῳ αὐτοῦ, ἐπίστρεψον τὰς χεῖράς σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι τέτρωμαι."],["35","Καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὁ βασιλεὺς ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξεναντίας Συρίας ἀπὸ πρωῒ ἕως ἑσπέρας, καὶ ἀπέχυνε τὸ αἷμα ἀπὸ τῆς πληγῆς εἰς τὸν κόλπον τοῦ ἅρματος, καὶ ἀπέθανεν ἑσπέρας, καὶ ἐξεπορεύετο τὸ αἷμα τῆς τροπῆς ἕως τοῦ κόλπου τοῦ ἅρματος."],["36","Καὶ ἔστη ὁ στρατοκῆρυξ δύνοντος τοῦ ἡλίου, λέγων, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν καὶ εἰς τὴν ἑαυτοῦ γῆν,"],["37","ὅτι τέθνηκεν ὁ βασιλεύς· καὶ ἦλθον εἰς Σαμάρειαν, καὶ ἔθαψαν τὸν βασιλέα ἐν Σαμαρείᾳ."],["38","Καὶ ἀπένιψαν τὸ ἅρμα ἐπὶ τὴν κρήνην Σαμαρείας· καὶ ἐξέλιξαν αἱ ὗες καὶ οἱ κύνες τὸ αἷμα, καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι, κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησε."],["39","Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀχαὰβ καὶ πάντα ἃ ἐποίησε, καὶ οἴκον ἐλεφάντινον ὃν ᾠκοδόμησε, καὶ πάσας τὰς πόλεις ἃς ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ;"],["40","Καὶ ἐκοιμήθη Ἀχαὰβ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ὀχοζίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."],["41","Καὶ Ἰωσαφὰτ υἱὸς Ἀσὰ ἐβασίλευσεν ἐπὶ Ἰούδαν· ἐν ἔτει τετάρτῷ τοῦ Ἀχαὰβ βασιλέως Ἰσραὴλ ἐβασίλευσεν"],["42","Ἰωσαφὰτ, Υἱὸς τρίακοντα καὶ πέντε ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ εἴκοσι καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλὴμ· καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀζουβὰ θυγάτηρ Σαλαΐ."],["43","Καὶ ἐπορεύθη ἐν πάση ὁδῷ Ἀσὰ τοῦ πατρὸς αὐτοῦ, οὐκ ἐξέκλινεν ἀπʼ αὐτῆς τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου."],["44","Πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇρεν· ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς."],["45","Καὶ εἰρήνευσεν Ἰωσαφὰτ μετὰ βασιλέως Ἰσραήλ."],["46","Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωσαφὰτ, καὶ αἱ δυναστεῖαι αὐτοῦ ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν βασιλέων Ἰούδα;"],["51","Καὶ ἐκοιμήθη Ἰωσαφὰτ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη παρὰ τοῖς πατράσιν αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐβασίλευσεν Ἰωρὰμ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."],["52","Καὶ Ὀχοζίας υἱὸς Ἀχαὰβ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ· ἐν ἔτει ἑπτακαιδεκάτῳ Ἰωσαφὰτ βασιλέως Ἰούδα, Ὀχοζίας υἱὸς Ἀχαὰβ ἐβασίλευσεν ἐν Ἰσραὴλ ἐν Σαμαρείᾳ δύο ἔτη."],["53","Καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδῶ Ἀχαὰβ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ὁδῷ Ἰεζάβελ τῆς μητρὸς αὐτοῦ, καὶ ἐν ταῖς ἁμαρτίαις οἴκου Ἱεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτε τὸν Ἰσραήλ·"],["54","Καὶ ἐδούλευσε τοῖς Βααλὶμ καὶ προσεκύνησεν αὐτοῖς, καὶ παρώργισε τὸν Κύριον Θεὸν Ἰσραὴλ, κατὰ πάντα τὰ γενόμενα ἔμπροσθεν αὐτοῦ."]]] \ No newline at end of file diff --git a/lines/kings-iv.json b/lines/kings-iv.json new file mode 100644 index 0000000000000000000000000000000000000000..a7b661f5633b1c139be5bdeaa6d70f4621c37aad --- /dev/null +++ b/lines/kings-iv.json @@ -0,0 +1 @@ +[[["1","ΚΑΙ ἠθέτησε Μωὰβ ἐν Ἰσραὴλ μετὰ τὸ ἀποθανεῖν Ἀχαάβ."],["2","Καὶ ἔπεσεν Ὀχοζίας διὰ τοῦ δικτυωτοῦ τοῦ ἐν τῷ ὑπερῴῳ αὐτοῦ τῷ ἐν Σαμαρείᾳ, καὶ ἠῤῥώστησε· καὶ ἀπέστειλεν ἀγγέλους, καὶ εἶπε πρὸς αὐτοὺς, δεῦτε καὶ ἐπιζητήσατε ἐν τῷ Βάαλ μυΐαν θεὸν Ἀκκαρὼν, εἰ ζήσομαι ἐκ τῆς ἀῤῥωστίας μου ταύτης· καὶ ἐπορεύθησαν ἐπερωτῆσαι διʼ αὐτοῦ."],["3","Καὶ ἄγγελος Κυρίου ἐκάλεσεν Ἠλιοὺ τὸν Θεσβίτην, λέγων, ἀναστὰς δεῦρο εἰς συνάντησιν τῶν ἀγγέλων Ὀχοζίου βασιλέως Σαμαρείας, καὶ λαλήσεις πρὸς αὐτοὺς, εἰ παρὰ τὸ μὴ εἶναι Θεὸν ἐν Ἰσραὴλ, ὑμεῖς πορεύεσθε ἐπιζητῆσαι ἐν τῷ Βάαλ μυΐαν θεὸν Ἀκκαρών; καὶ οὐχ οὕτως·"],["4","Ὅτι τάδε λέγει Κύριος, ἡ κλίνη ἐφʼ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπʼ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ· καὶ ἐπορεύθη Ἠλιοὺ, καὶ εἶπε πρὸς αὐτούς."],["5","Καὶ ἐπεστράφησαν οἱ ἄγγελοι πρὸς αὐτόν· καὶ εἶπε πρὸς αὐτοὺς, τί ὅτι ἐπεστρέψατε;"],["6","Καὶ εἶπαν πρὸς αὐτὸν, ἀνὴρ ἀνέβη εἰς συνάντησιν ἡμῶν, καὶ εἶπε πρὸς ἡμᾶς, δεῦτε, ἐπιστράφητε πρὸς τὸν βασιλέα τὸν ἀποστείλαντα ὑμᾶς, καὶ λαλήσατε πρὸς αὐτὸν, τάδε λέγει Κύριος, εἰ παρὰ τὸ μὴ εἶναιι Θεὸν ἐν Ἰσραὴλ, σὺ πορεύῃ ἐπιζητῆσαι ἐν τῷ Βάαλ μυΐαν θεὸν Ἀκκαρών; οὐχ οὕτως· ἡ κλίνη ἐφʼ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπʼ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ. Καὶ ἐπιστρέψαντες ἀπήγγειλαν τῷ βασιλεῖ καθὰ ἐλάλησεν Ἠλιού·"],["7","καὶ ἐλάλησε πρὸς αὐτοὺς, τίς ἡ κρίσις τοῦ ἀνδρὸς τοῦ ἀναβάντος εἰς συνάντησιν ὑμῖν καὶ λαλήσαντος πρὸς ὑμᾶς τοὺς λόγους τούτους;"],["8","Καὶ εἶπον πρὸς αὐτὸν, ἀνὴρ δασὺς, καὶ ζώνην δερματίνην περιεζωσμένος τὴν ὀσφῦν αὐτοῦ· καὶ εἶπεν, Ἠλιοὺ ὁ Θεσβίτης οὗτός ἐστι."],["9","Καὶ ἀπέστειλε πρὸς αὐτὸν πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἀνέβη πρὸς αὐτόν· καὶ ἰδοὺ Ἠλιοὺ ἐκάθητο ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους· καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν, καὶ εἶπεν, ἄνθρωπε τοῦ Θεοῦ, ὁ βασιλεὺς ἐκάλεσέ σε, κατάβηθι."],["10","Καὶ ἀπεκρίθη Ἠλιοὺ, καὶ εἶπε πρὸς τὸν πεντηκόνταρχον, καὶ εἰ ἄνθρωπος Θεοῦ ἐγὼ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ."],["11","Καὶ προσέθετο ὁ βασιλεὺς, καὶ ἀπέστειλε πρὸς αὐτὸν ἄλλον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ· καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν, καὶ εἶπεν, ἄνθρωπε τοῦ Θεοῦ, τάδε λέγει ὁ βασιλεὺς, ταχέως κατάβηθι."],["12","Καὶ ἀπεκρίθη Ἠλιοὺ καὶ ἐλάλησε πρὸς αὐτὸν, καὶ εἶπεν, εἰ ἄνθρωπος Θεοῦ ἐγὼ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ."],["13","Καὶ προσέθετο ὁ βασιλεὺς ἔτι ἀποστεῖλαι ἡγούμενον καὶ τοὺς πεντήκοντα αὐτοῦ· καὶ ἦλθεν ὁ πεντηκόνταρχος ὁ τρίτος, καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ κατέναντι Ἠλιοὺ, καὶ ἐδεήθη αὐτοῦ, καὶ ἐλάλησε πρὸς αὐτὸν, καὶ εἶπεν, ἄνθρωπε τοῦ Θεοῦ, ἐντιμωθήτω ἡ ψυχή μου, καὶ ἡ ψυχὴ τῶν δούλων σου τούτων τῶν πεντήκοντα ἐν ὀφθαλμοῖς σου."],["14","Ἰδοὺ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε τοὺς δύο πεντηκοντάρχους τοὺς πρώτους· καὶ νῦν ἐντιμωθήτω δὴ ἡ ψυχή μου ἐν ὀφθαλμοῖς σου."],["15","Καὶ ἐλάλησεν ἄγγελος Κυρίου πρὸς Ἠλιοὺ, καὶ εἶπε, κατάβηθι μετʼ αὐτοῦ, μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν· καὶ ἀνέστη Ἠλιοὺ καὶ κατέβη μετʼ αὐτοῦ πρὸς τὸν βασιλέα."],["16","Καὶ ἐλάλησε πρὸς αὐτὸν, καὶ εἶπεν Ἠλιού, τάδε λέγει Κύριος, τί ὅτι ἀπέστειλας ἀγγέλους ἐκζητῆσαι ἐν τῷ Βάαλ μυΐαν θεὸν Ἀκκαρών; οὐχ οὕτως· ἡ κλίνη ἐφʼ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπʼ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ."],["17","Καὶ ἀπέθανε κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησεν Ἠλιού."],["18","Καὶ τὰ λοιπὰ τῶν λόγων Ὀχοζίου ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;"],["18a","καὶ Ἰωρὰμ υἱὸς Ἀχαὰβ βασιλεύει ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἔτη δεκαδύο, ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ἰωσαφὰτ βασιλέως Ἰούδα·"],["18b","καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου· πλὴν οὐχ ὡς οἱ ἀδελφοὶ αὐτοῦ, οὐδὲ ὡς ἡ μήτηρ αὐτοῦ·"],["18c","καὶ ἀπέστησε τὰς στήλας τοῦ Βάαλ ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ, καὶ συνέτριψεν αὐτάς· πλὴν ἐν ταῖς ἁμαρτίαις οἴκου Ἰεροβοὰμ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, ἐκολλήθη, οὐκ ἀπέστη ἀπʼ αὐτῶν·"],["18d","καὶ ἐθυμώθη ὀργῇ Κύριος εἰς τὸν οἶκον Ἀχαάβ."]],[["1","Καὶ ἐγένετο ἐν τῷ ἀνάγειν Κύριον ἐν συσσεισμῷ τὸν Ἠλιοὺ ὡς εἰς τὸν οὐρανὸν, καὶ ἐπορεύθη Ἠλιοὺ καὶ Ἑλισαιὲ ἐκ Γαλγάλων."],["2","Καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἑλισαιὲ, κάθου δὴ ἐνταῦθα, ὅτι ὁ Θεὸς ἀπέσταλκέ με ἕως Βαιθήλ· καὶ εἶπεν Ἑλισαιὲ, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Βαιθήλ."],["3","Καὶ ἦλθον οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Βαιθὴλ πρὸς Ἑλισαιὲ, καὶ εἶπον πρὸς αὐτὸν, εἰ ἔγνως, ὅτι Κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε, κἀγὼ ἔγνωκα, σιωπᾶτε."],["4","Καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἑλισαιὲ, κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με εἰς Ἱεριχώ· καὶ εἶπε, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Ἱεριχώ."],["5","Καὶ ἤγγισαν οἱ υἱοῖ τῶν προφητῶν οἱ ἐν Ἱεριχὼ πρὸς Ἑλισαιὲ, καὶ εἶπον πρὸς αὐτὸν, εἰ ἔγνως, ὅτι σήμερον λαμβάνει Κύριος τὸν κύρίον σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε, καί γε ἐγὼ ἔγνων, σιωπᾶτε."],["6","Καὶ εἶπεν αὐτῷ Ἠλιοὺ, κάθου δὴ ὧδε, ὅτι Κύριος ἀπέσταλκέ με ἕως εἰς τὸν Ἰορδάνην· καὶ εἶπεν Ἑλισαιὲ, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἐπορεύθησαν ἀμφότεροι,"],["7","καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν προφητῶν, καὶ ἔστησαν ἐξεναντίας μακρόθεν· καὶ ἀμφότεροι ἔστησαν ἐπὶ τοῦ Ἰορδάνου."],["8","Καὶ ἔλαβεν Ἠλιοὺ τὴν μηλωτὴν αὐτοῦ καὶ εἴλησε καὶ ἐπάταξε τὸ ὕδωρ, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα· καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ."],["9","Καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς, καὶ Ἠλιοὺ εἶπε πρὸς Ἑλισαιὲ, αἴτησαι τί ποιήσω σοι πρὶν ἢ ἀναληφθῆναί με ἀπὸ σοῦ· καὶ εἶπεν Ἑλισαιὲ, γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπʼ ἐμέ."],["10","Καὶ εἶπεν Ἠλιοὺ, ἐσκλήρυνας τοῦ αἰτήσασθαι· ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, καὶ ἔσται σοι οὕτως· καὶ ἐὰν μὴ, οὐ μὴ γένηται."],["11","Καὶ ἐγένετο αὐτῶν πορευομένων, ἐπορεύοντο καὶ ἐλάλουν· καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς, καὶ διέστειλεν ἀναμέσον ἀμφοτέρων· καὶ ἀνελήμφθη Ἠλιοὺ ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν."],["12","Καὶ Ἑλισαιὲ ἑώρα, καὶ ἐβόα, πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ· καὶ οὐκ εἶδεν αὐτὸν ἔτι· καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ, καὶ διέῤῥηξεν αὐτὰ εἰς δύο ῥήγματα."],["13","Καὶ ὕψωσε τὴν μηλωτὴν Ἠλιοὺ, ἣ ἔπεσεν ἐπάνωθεν Ἑλισαιέ· καὶ ἐπέστρεψεν Ἑλισαιὲ, καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ἰορδάνου,"],["14","καὶ ἔλαβε τὴν μηλωτὴν Ἠλιοὺ, ἣ ἔπεσεν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξε τὸ ὕδωρ, καὶ εἶπε, ποῦ ὁ Θεὸς Ἠλιοὺ ἀφφώ; καὶ ἐπάταξε τὰ ὕδατα, καὶ διεῤῥάγησαν ἔνθα καὶ ἔνθα· καὶ διέβη Ἑλισαιέ."],["15","Καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ἱεριχὼ ἐξεναντίας, καὶ εἶπον, ἐπαναπέπαυται τὸ πνεῦμα Ἠλιοὺ ἐπὶ Ἑλισαιέ· καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν,"],["16","καὶ εἶπον πρὸς αὐτὸν, ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως· πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου, μή ποτε ᾖρεν αὐτὸν πνεῦμα Κυρίου, καὶ ἔῤῥιψεν αὐτὸν ἐν τῷ Ἰορδάνῃ ἢ ἐφʼ ἓν τῶν ὀρέων ἢ ἐφʼ ἕνα τῶν βουνῶν· καὶ εἶπεν Ἑλισαιὲ, οὐκ ἀποστελεῖτε."],["17","Καὶ παρεβιάσαντο αὐτὸν, ἕως οὗ ᾐσχύνετο· καὶ εἶπεν, ἀποστείλατε· καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας, καὶ ἐζήτησαν τρεῖς ἡμέρας, καὶ οὐχ εὗρον αὐτόν."],["18","Καὶ ἀνέστρεψαν πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν Ἱεριχώ· καὶ εἶπεν Ἑλισαῖε, οὐκ εἶπον πρὸς ὑμᾶς, μὴ πορευθῆτε;"],["19","Καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ἑλισαιὲ, ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ἀγαθὴ, καθὼς ὁ κύριος βλέπει, καὶ τὰ ὕδατα πονηρὰ, καὶ ἡ γῆ ἀτεκνουμένη."],["20","Καὶ εἶπεν Ἑλισαιὲ λάβετέ μοι ὑδρίσκην καινὴν, καὶ θέτε ἐκεῖ ἅλα· καὶ ἔλαβον, καὶ ἤνεγκαν πρὸς αὐτόν."],["21","Καὶ ἐξῆλθεν Ἐλισαιὲ εἰς τὴν διέξοδον τῶν ὑδάτων, καὶ ἔῤῥιψεν ἐκεῖ ἅλα, καὶ εἶπε, τάδε λέγει Κύριος, ἴαμαι τὰ ὕδατα ταῦτα, οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη."],["22","Καὶ ἰάθησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης, κατὰ τὸ ῥῆμα Ἑλισαιὲ ὃ ἐλάλησε."],["23","Καὶ ἀνέβη ἐκεῖθεν εἰς Βαιθήλ· καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ, καὶ εἶπον αὐτῷ, ἀνάβαινε φαλακρὲ, ἀνάβαινε."],["24","Καὶ ἐξένευσεν ὀπίσω αὐτῶν, καὶ εἶδεν αὐτὰ, καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι Κυρίου· καὶ ἰδοὺ ἐξῆλθον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ, καὶ ἀνέῤῥηξαν ἀπʼ αὐτῶν τεσσαράκοντα καὶ δύο παῖδας."],["25","Καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ Καρμήλιον, κᾀκεῖθεν ἐπέστρεψεν εἰς Σαμάρειαν."]],[["1","Καὶ Ἰωρὰμ υἱὸς Ἀχαὰμ ἐβασίλευσεν ἐν Ἰσραὴλ ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ἰωσαφὰτ βασιλέως Ἰούδα, καὶ ἐβασίλευσε δώδεκα ἔτη."],["2","Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· πλὴν οὐχ ὡς ὁ πατὴρ αὐτοῦ, καὶ οὐχ ὡς ἡ μήτηρ αὐτοῦ· καὶ μετέστησε τὰς στήλας τοῦ Βάαλ, ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ."],["3","Πλὴν ἐν τῇ ἁμαρτίᾳ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, ἐκολλήθη, οὐκ ἀπέστη ἀπʼ αὐτῆς."],["4","Καὶ Μωσὰ βασιλεὺς Μωὰβ ἦν νωκὴδ, καὶ ἐπέστρεφε τῷ βασιλεῖ Ἰσραὴλ ἐν τῇ ἐπαναστάσει ἑκατὸν χιλιάδας ἀρνῶν, καὶ ἑκατὸν χιλιάδας κριῶν ἐπὶ πόκων."],["5","Καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Ἀχαὰβ, καὶ ἠθέτησε βασιλεὺς Μωὰβ ἐν βασιλεῖ Ἰσραήλ."],["6","Καὶ ἐξῆλθεν ὁ βασιλεὺς Ἰωρὰμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ Σαμαρείας, καὶ ἐπεσκέψατο τὸν Ἰσραήλ."],["7","Καὶ ἐπορεύθη καὶ ἐξαπέστειλε πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα, λέγων, βασιλεὺς Μωὰβ ἠθέτησεν ἐν ἐμοί· εἰ πορεύσῃ μετʼ ἐμοῦ εἰς Μωὰβ εἰς πόλεμον; καὶ εἶπεν, ἀναβήσομαι· ὅμοιός μοι, ὅμοιός σοι· ὡς ὁ λαός μου, ὁ λαός σου· ὡς οἱ ἵπποι μου, οἱ ἵπποι σου."],["8","καὶ εἶπε, ποίᾳ ὁδῷ ἀναβῶ; καὶ εἶπεν, ὁδὸν ἔρημον Ἐδώμ."],["9","Καὶ ἐπορεύθη ὁ βασιλεὺς Ἰσραὴλ καὶ ὁ βασιλεὺς Ἰούδα καὶ ὁ βασιλεὺς Ἐδὼμ, καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερῶν· καὶ οὐκ ἦν ὕδωρ τῇ παρεμβολῇ καὶ τοῖς κτήνεσι τοῖς ἐν τοῖς ποσὶν αὐτῶν."],["10","Καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραὴλ, ὢ, ὅτι κέκληκε Κύριος τοὺς τρεῖς βασιλεῖς παρερχομένους δοῦναι αὐτοὺς ἐν χειρὶ Μωάβ."],["11","Καὶ εἶπεν Ἰωσαφὰτ, οὐκ ἔστιν ὧδε προφήτης τοῦ Κυρίου, καὶ ἐπιζητήσωμεν τὸν Κύριον παρʼ αὐτοῦ; καὶ ἀπεκρίθη εἷς τῶν παίδων τοῦ βασιλέως Ἰσραὴλ, καὶ εἶπεν, ὧδε Ἑλισαιὲ υἱὸς Σαφὰτ, ὃς ἐπέχεεν ὕδωρ ἐπὶ χεῖρας Ἠλιού."],["12","Καὶ εἶπεν Ἰωσαφὰτ, ἔστιν αὐτῷ ῥῆμα Κυρίου· καὶ κατέβη πρὸς αὐτὸν βασιλεὺς Ἰσραὴλ, καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα, καὶ βασιλεὺς Ἐδώμ."],["13","Καὶ εἶπεν Ἑλισαιὲ πρὸς βασιλέα Ἰσραὴλ, τί ἐμοὶ καὶ σοί; δεῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός σου καὶ τοὺς προφήτας τῆς μητπός σου· καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς Ἰσραήλ, μή ὅτι κέκληκε Κύριος τοὺς τρεῖς βασιλεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας Μωάβ;"],["14","Καὶ εἶπεν Ἑλισαιὲ, ζῇ Κύριος τῶν δυνάμεων ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι εἰ μὴ πρόσωπον Ἰωσαφὰτ βασιλέως Ἰούδα ἐγὼ λαμβάνω, εἰ ἐπέβλεψα πρὸς σὲ, καὶ εἶδόν σε."],["15","Καὶ νῦν λάβε μοι ψάλλοντα· καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ ψάλλων, καὶ ἐγένετο ἐπʼ αὐτὸν χεὶρ Κυρίου,"],["16","καὶ εἶπε, τάδε λέγει Κύριος, ποιήσατε τὸν χειμάῤῥουν τοῦτον βοθύνους βοθύνους,"],["17","ὅτι τάδε λέγει Κύριος, οὐκ ὄψεσθε πνεῦμα, καὶ οὐκ ὄψεσθε ὑετὸν, καὶ ὁ χειμάῤῥους οὗτος πλησθήσεται ὕδατος, καὶ πίεσθε ὑμεῖς καὶ αἱ κτήσεις ὑμῶν καὶ τὰ κτήνη ὑμῶν."],["18","Καὶ κούφη αὑτὴ ἐν ὀφθαλμοῖς Κυρίου· καὶ παραδώσω τὴν Μωὰβ ἐν χειρὶ ὑμῶν."],["19","Καὶ πατάξετε πᾶσαν πόλιν ὀχυρὰν, καὶ πᾶν ξύλον ἀγαθὸν καταβαλεῖτε, καὶ πάσας πηγὰς ὕδατος ἐμφράξεσθε, καὶ πᾶσαν μερίδα ἀγαθὴν ἀχρειώσετε ἐν λίθοις."],["20","Καὶ ἐγένετο πρωῒ ἀναβαινούσης τῆς θυσίας, καὶ ἰδοὺ ὕδατα ἤρχοντο ἐξ ὁδοῦ Ἐδώμ, καὶ ἐπλήσθη ἡ γῆ ὕδατος."],["21","Καὶ πᾶσα Μωὰβ ἤκουσαν ὅτι ἀνέβησαν οἱ τρεῖς βασιλεῖς πολεμεῖν αὐτούς· καὶ ἀνεβόησαν ἐκ παντὸς περιεζωσμένοι ζώνην· καὶ εἶπον, ὤ· καὶ ἔστησαν ἐπὶ τοῦ ὁρίου."],["22","Καὶ ὤρθρισαν τοπρωῒ, καὶ ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὰ ὕδατα· καὶ εἶδε Μωὰβ ἐξεναντίας τὰ ὕδατα πυῤῥὰ ὡς αἷμα,"],["23","καὶ εἶπαν, αἷμα τοῦτο τῆς ῥομφαίας· καὶ ἐμαχέσαντο οἱ βασιλεῖς, καὶ ἐπάταξεν ἀνὴρ τὸν πλησίον αὐτοῦ· καὶ νῦν ἐπὶ τὰ σκῦλα Μωάβ."],["24","Καὶ εἰσῆλθον εἰς τὴν παρεμβολὴν Ἰσραήλ· καὶ Ἰσραὴλ ἀνέστησαν καὶ ἐπάταξαν τὴν Μωὰβ, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτῶν· καὶ εἰσῆλθον εἰσπορευόμενοι καὶ τύπτοντες τὴν Μωάβ,"],["25","καὶ τὰς πόλεις καθεῖλον, καὶ πᾶσαν μερίδα ἀγαθὴν ἔῤῥιψαν ἀνὴρ τὸν λίθον καὶ ἐνέπλησαν αὐτὴν, καὶ πᾶσαν πηγὴν ἐνέφραξαν, καὶ πᾶν ξύλον ἀγαθὸν κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου καθῃρημένους· καὶ ἐκύκλευσαν οἱ σφενδονῆται, καὶ ἐπάταξαν αὐτήν."],["26","Καὶ εἶδεν ὁ βασιλεὺς Μωὰβ ὅτι ἐκραταίωσεν ὑπὲρ αὐτὸν ὁ πόλεμος· καὶ ἔλαβε μεθʼ ἑαυτοῦ ἑπτακοσίους ἄνδρας ἐσπασμένους ῥομφαίαν διακόψαι πρὸς βασιλέα Ἐδὼμ, καὶ οὐκ ἠδυνήθησαν."],["27","Καὶ ἔλαβε τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον ὃν ἐβασίλευσεν ἀντʼ αὐτοῦ, καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωμα ἐπὶ τοῦ τείχους, καὶ ἐγένετο μετάμελος μέγας ἐπὶ Ἰσραήλ· καὶ ἀπῆραν ἀπʼ αὐτοῦ, καὶ ἐπέστρεψαν εἰς τὴν γῆν."]],[["1","Καὶ γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἐβόα πρὸς τὸν Ἑλισαῖε, λέγουσα, ὁ δοῦλός σου ἀνήρ μου ἀπέθανε, καὶ σὺ ἔγνως, ὅτι δοῦλὸς σου ἦν φοβούμενος τὸν Κύριον· καὶ ὁ δανειστὴς ἦλθε λαβεῖν τοὺς δύο υἱούς μου ἑαυτῷ εἰς δούλους."],["2","Καὶ εἶπεν Ἑλισαιὲ, τί ποιήσω σοι; ἀνάγγειλόν μοι τί ἐστι σοι ἐν τῷ οἴκῳ; ἡ δὲ εἶπεν, οὐκ ἔστι τῇ δούλῃ σου οὐδὲν ἐν τῷ οἴκῳ, ὅτι ἀλλʼ ἢ ὃ ἀλείψομαι ἔλαιον."],["3","Καὶ εἶπε πρὸς αὐτήν, δεῦρο, αἴτησαι σεαυτῇ σκεύη ἔξωθεν παρὰ πάντων τῶν γειτόνων σκεύη κενὰ, μὴ ὀλιγώσῃς."],["4","Καὶ εἰσελεύσῃ καὶ ἀποκλείσεις τὴν θύραν κατὰ σοῦ καὶ κατὰ τῶν υἱῶν σου, καὶ ἀποχεεῖς εἰς τὰ σκεύη ταῦτα, καὶ τὸ πληρωθὲν ἀρεῖς."],["5","Καὶ ἀπῆλθε παρʼ αὐτοῦ, καὶ ἀπέκλεισε τὴν θύραν καθʼ ἑαυτῆς καὶ κατὰ τῶν υἱῶν αὐτῆς· αὐτοὶ προσήγγιζον πρὸς αὐτὴν, καὶ αὐτὴ ἐπέχεεν ἕως ἐπλήσθησαν τὰ σκεύη."],["6","Καὶ εἶπε πρὸς τοὺς υἱοὺς αὐτῆς, ἐγγίσατε ἔτι πρὸς μὲ τὸ σκεῦος· καὶ εἶπον αὐτῇ, οὐκ ἔστιν ἔτι σκεῦος· καὶ ἔστη τὸ ἔλαιον."],["7","Καὶ ἦλθε, καὶ ἀπήγγειλε τῷ ἀνθρώπῳ τοῦ Θεοῦ· καὶ εἶπεν Ἑλισαιὲ, δεῦρο καὶ ἀπόδου τὸ ἔλαιον, καὶ ἀποτίσεις τοὺς τόκους σου, καὶ σὺ καὶ οἱ υἱοί σου ζήσεσθε ἐν τῷ ἐπιλοίπῳ ἐλαίῳ."],["8","Καὶ ἐγένετο ἡμέρα, καὶ διέβη Ἐλισαιὲ εἰς Σωμὰν, καὶ ἐκεῖ γυνὴ μεγάλη, καὶ ἐκράτησεν αὐτὸν φαγεῖν ἄρτον· καὶ ἐγένετο ἀφʼ ἱκανοῦ τοῦ εἰσπορεύεσθαι αὐτὸν, ἐξέκλινε τοῦ ἐκεῖ φαγεῖν."],["9","Καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς, ἰδοὺ δὴ ἔγνων ὅτι ἄνθρωπος τοῦ Θεοῦ ἅγιος οὗτος διαπορεύεται ἐφ ἡμᾶς διαπαντός."],["10","Ποιήσωμεν δὴ αὐτῷ ὑπερῷον τόπον μικρόν, καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην, καὶ τράπεζαν, καὶ δίφρον, καὶ λυχνίαν· καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι πρὸς ἡμᾶς, καὶ ἐκκλινεῖ ἐκεῖ."],["11","Καὶ ἐγένετο ἡμέρα, καὶ εἰσῆλθεν ἐκεῖ, καὶ ἐξέκλινεν εἰς τὸ ὑπερῷον, καὶ ἐκοιμήθη ἐκεῖ."],["12","Καὶ εἶπε πρὸς Γιεζὶ τὸ παιδάριον αὐτοῦ, κάλεσόν μοι τὴν Σωμανίτιν ταύτην· καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη ἐνώπιον αὐτοῦ."],["13","Καὶ εἶπεν αὐτῷ, εἶπον δὴ πρὸς αὐτὴν, ἰδοὺ, ἐξέστησας ἡμῖν πᾶσαν τὴν ἔκστασιν ταύτην, τί δεῖ ποιῆσαί σοι; εἰ ἔστι λόγος σοι πρὸς τὸν βασιλέα, ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνάμεως; ἡ δὲ εἶπεν, ἐν μέσῳ τοῦ λαοῦ ἐγώ εἰμι οἰκῶ."],["14","Καὶ εἶπε πρὸς Γιεζὶ, τί δεῖ ποιῆσαι αὐτῇ; καὶ εἶπε Γιεζὶ τὸ παιδάριον αὐτοῦ, καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτῇ· καὶ ὁ ἀνὴρ αὐτῆς πρεσβύτης."],["15","Καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη παρὰ τὴν θύραν."],["16","Καὶ εἶπεν Ἐλισαιὲ πρὸς αὐτήν, εἰς τὸν καιρὸν τοῦτον, ὡς ἡ ὥρα, ζῶσα σὺ, περιειληφυῖα υἱόν· ἡ δὲ εἶπε, μή κύριε, μὴ διαψεύσῃ τὴν δούλην σου."],["17","Καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή, καὶ ἔτεκεν υἱὸν εἰς τὸν καιρὸν τοῦτον, ὡς ἡ ὥρα, ζῶσα, ὡς ἐλάλησε πρὸς αὐτὴν Ἑλισαιὲ."],["18","Καὶ ἡδρύνθη τὸ παιδάριον· καὶ ἐγένετο ἡνίκα ἐξῆλθε πρὸς τὸν πατέρα αὐτοῦ πρὸς τοὺς θερίζοντας,"],["19","καὶ εἶπε πρὸς τὸν πατέρα αὐτοῦ, τὴν κεφαλήν μου, τὴν κεφαλήν μου· καὶ εἶπε τῷ παιδαρίῳ, ἆρον αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ."],["20","Καὶ ᾖρεν αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ, καὶ ἐκοιμήθη ἐπὶ τῶν γονάτων αὐτῆς ἕως μεσημβρίας, καὶ ἀπέθανε."],["21","Καὶ ἀνήνεγκεν αὐτὸν, καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τὴν κλίνην τοῦ ἀνθρώπου τοῦ Θεοῦ· καὶ ἀπέκλεισε κατʼ αὐτοῦ, καὶ ἐξῆλθε,"],["22","καὶ ἐκάλεσε τὸν ἄνδρα αὐτῆς, και εἶπεν, ἀπόστειλον δή μοι ἓν τῶν παιδαρίων καὶ μίαν τῶν ὄνων, καὶ δραμοῦμαι ἕως τοῦ ἀνθρώπου τοῦ Θεοῦ, καὶ ἐπιστρέψω."],["23","Καὶ εἶπε, τι ὅτι σὺ πορεύῃ πρὸς αὐτὸν σήμερον; οὐ νεομηνία, οὐδὲ σάββατον· ἡ δὲ εἶπεν, εἰρήνη."],["24","Καὶ ἐπέσαξε τὴν ὄνον, καὶ εἶπε πρὸς τὸ παιδάριον αὐτῆς, ἄγε, πορεύου, μὴ ἐπίσχῃς μοι τοῦ ἐπιβῆναι ὅτι ἐὰν εἴπω σοι· δεῦρο καὶ πορεύσῃ, καὶ ἐλεύσῃ πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ εἰς ὄρος τὸ Καρμήλιον."],["25","Καὶ ἐπορεύθη καὶ ἦλθεν ἕως τοῦ ἀνθρώπου τοῦ Θεοῦ εἰς τὸ ὄρος· καὶ ἐγένετο ὡς εἶδεν Ἑλισαιὲ ἐρχομένην αὐτὴν, καὶ εἶπε πρὸς Γιεζὶ τὸ παιδάριον αὐτοῦ, ἰδοὺ δὴ ἡ Σωμανίτις ἐκείνη."],["26","Νῦν δράμε εἰς ἀπαντὴν αὐτῆς, καὶ ἐρεῖς, ἡ εἰρήνη σοι; ἡ εἰρήνη τῷ ἀνδρί σου; ἡ εἰρήνη τῷ παιδαρίῳ; ἡ δὲ εἶπεν, εἰρήνη."],["27","Καὶ ἦλθε πρὸς Ἑλισαιὲ εἰς τὸ ὄρος, καὶ ἐπελάβετο τῶν ποδῶν αὐτοῦ· καὶ ἤγγιζε Γιεζὶ ἀπώσασθαι αὐτήν. καὶ εἶπεν Ἑλισαιὲ, ἄφες αὐτὴν, ὅτι ἡ ψυχὴ αὐτῆς κατώδυνος αὐτῇ, καὶ Κύριος ἀπέκρυψεν ἀπʼ ἐμοῦ καὶ σοῦ καὶ οὐκ ἀνήγγειλέ μοι."],["28","Ἡ δὲ εἶπε, μὴ ᾐτησάμην υἱὸν παρὰ τοῦ κυρίου μου; ὅτι οὐκ εἶπα, οὐ πλανήσεις μετʼ ἐμοῦ;"],["29","Καὶ εἶπεν Ἐλισαιὲ τῷ Γιεζί, ζῶσαι τὴν ὀσθύν σου, καὶ λάβε τὴν βακτηρίαν μου ἐν τῇ χειρί σου, καὶ δεῦρο, ὅτι ἐὰν εὕρῃς ἄνδρα οὐκ εὐλογήσεις αὐτὸν, καὶ ἐὰν εὐλογήσῃ σε ἀνὴρ οὐκ ἀποκριθήσῃ αὐτῷ· καὶ ἐπιθήσεις τὴν βακτηρίαν μου ἐπὶ πρόσωπον τοῦ παιδαρίου."],["30","Καὶ εἶπεν ἡ μήτηρ τοῦ παιδαρίου, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐνκαταλείψω σε· καὶ ἀνέστη Ἑλισαιὲ, καὶ ἐπορεύθη ὀπίσω αὐτῆς."],["31","Καὶ Γιεζὶ διῆλθεν ἔμπροσθεν αὐτῆς, καὶ ἀπέθηκε τὴν βακτηρίαν ἐπὶ πρόσωπον τοῦ παιδαρίου· καὶ οὐκ ἦν φωνὴ καὶ οὖκ ἦν ἀκρόασις· καὶ ἐπέστρεψεν εἰς ἀπαντὴν αὐτοῦ, καὶ ἀπήγγειλεν αὐτῷ, λέγων, οὐκ ἠγέρθη τὸ παιδάριον."],["32","Καὶ εἰσῆλθεν Ἑλισαιὲ εἰς τὸν οἶκον, καὶ ἰδοὺ τὸ παιδάριον τεθνηκός κεκοιμισμένον ἐπὶ τὴν κλίνην αὐτοῦ·"],["33","Καὶ εἰσῆλθεν Ἑλισαιὲ εἰς τὸν οἶκον, καὶ ἀπέκλεισε τὴν θύραν κατὰ τῶν δύο ἑαυτῶν, καὶ προσηύξατο πρὸς Κύριον."],["34","Καὶ ἀνέβη καὶ ἐκοιμήθη ἐπὶ τὸ παιδάριον· καὶ ἔθηκε τὸ στόμα αὐτοῦ ἐπὶ τὸ στόμα αὐτοῦ, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας αὐτοῦ· καὶ διέκαμψεν ἐπʼ αὐτὸν, καὶ διεθερμάνθη ἡ σὰρξ τοῦ παιδαρίου."],["35","Καὶ ἐπέστρεψε, καὶ ἐπορεύθη ἐν τῇ οἰκίᾳ ἔνθεν καὶ ἔνθεν· καὶ ἀνέβη καὶ συνέκαμψεν ἐπὶ τὸ παιδάριον ἕως ἑπτάκις· καὶ ἤνοιξε τὸ παιδάριον τοὺς ὀφθαλμοὺς αὐτοῦ."],["36","Καὶ ἐξεβόησεν Ἑλισαιὲ πρὸς Γιεζὶ, καὶ εἶπε, κάλεσον τὴν Σωμανίτην ταύτην· καὶ ἐκάλεσε, καὶ εἰσῆλθε πρὸς αὐτόν· καὶ εἶπεν Ἑλισαιὲ, λάβε τὸν υἱόν σου."],["37","Καὶ εἰσῆλθεν ἡ γυνὴ, καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν· καὶ ἔλαβε τὸν υἱὸν αὐτῆς, καὶ ἐξῆλθε."],["38","Καὶ Ἑλισαιὲ ἐπέστρεψεν εἰς Γάλγαλα· καὶ ὁ λιμὸς ἐν τῇ γῇ, καὶ υἱοὶ τῶν προφητῶν ἐκάθηντο ἐνώπιον αὐτοῦ· καὶ εἶπεν Ἑλισαιὲ τῷ παιδαρίῳ αὐτοῦ, ἐπίστησον τὸν λέβητα τὸν μέγαν, καὶ ἕψε ἕψεμα τοῖς υἱοῖς τῶν προφητῶν."],["39","Καὶ ἐξῆλθεν εἰς τὸν ἀγρὸν συλλέξαι ἀριώθ· καὶ εὗρεν ἄμπελον ἐν τῷ ἀγρῷ, καὶ συνέλεξεν ἀπʼ αὐτῆς τολύπην ἀγρίαν πλῆρες τὸ ἱμάτιον αὐτοῦ, καὶ ἐνέβαλεν εἰς τὸν λέβητα τοῦ ἑψέματος, ὅτι οὐκ ἔγνωσαν, καὶ ἐνέχει τοῖς ἀνδράσι φαγεῖν·"],["40","καὶ ἐγένετο ἐν τῷ ἐσθίειν αὐτοὺς ἐκ τοῦ ἑψέματος, καὶ ἰδοὺ ἀνεβόησαν, καὶ εἶπαν, θάνατος ἐν τῷ λέβητι, ἄνθρωπε τοῦ Θεοῦ· καὶ οὐκ ἠδύναντο φαγεῖν."],["41","Καὶ εἶπε, λάβετε ἅλευρον, καὶ ἐμβάλετε εἰς τὸν λέβητα· καὶ εἶπεν Ἑλισαιὲ πρὸς Γιεζὶ τὸ παιδάριον, ἔγχει τῷ λαῷ καὶ ἐσθιέτωσαν· καὶ οὐκ ἐγενήθη ἐκεῖ ἔτι ῥῆμα πονηρὸν ἐν τῷ λέβητι."],["42","Καὶ ἀνὴρ διῆλθεν ἐκ Βαιθαρισὰ, καὶ ἤνεγκε πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ πρωτογεννημάτων εἴκοσι ἄρτους κριθίνους καὶ παλάθας· καὶ εἶπε, δότε τῷ λαῷ καὶ ἐσθιέτωσαν."],["43","Καὶ εἶπεν ὁ λειτουργὸς αὐτοῦ, τί δῶ τοῦτο ἐνώπιον ἑκατὸν ἀνδρῶν; καὶ εἶπε, δὸς τῷ λαῷ καὶ ἐσθιέτωσαν, ὅτι τάδε λέγει Κύριος, φάγονται καὶ καταλείψουσι."],["44","Καὶ ἔφαγον καὶ κατέλιπον, κατὰ τὸ ῥῆμα Κυρίου."]],[["1","Καὶ Ναιμὰν ὁ ἄρχων τῆς δυνάμεως Συρίας ἦν ἀνὴρ μέγας ἐνώπιον τοῦ κυρίου αὐτοῦ, καὶ τεθαυμασμένος προσώπῳ, ὅτι ἐν ὑτῶ ἔδωκε Κύριος σωτηρίαν Συρίᾳ· καὶ ὁ ἀνὴρ ἦν δυνατὸς ἰσχύϊ, λελεπρωμένος."],["2","Καὶ Συρία ἐξῆλθον μονόζωνοι, καὶ ᾐχμαλώτευσαν ἐκ γῆς Ἰσραὴλ νεάνιδα μικρὰν, καὶ ἦν ἐνώπιον τῆς γυναικὸς Ναιμάν."],["3","Ἡ δὲ εἶπε τῇ κυρίᾳ αὐτῆς, ὄφελον ὁ κύριός μου ἐνώπιον τοῦ προφήτου τοῦ Θεοῦ τοῦ ἐν Σαμαρείᾳ, τότε ἀποσυνάξει αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ."],["4","Καὶ εἰσῆλθε καὶ ἀπήγγειλε τῷ κυρίῳ ἑαυτῆς, καὶ εἶπεν, οὕτως καὶ οὕτως ἐλάλησεν ἡ νεᾶνις ἡ ἐκ γῆς Ἰσραήλ."],["5","Καὶ εἶπε βασιλεὺς Συρίας πρὸς Ναιμὰν, δεῦρο, εἴσελθε καὶ ἐξαποστελῶ βιβλίον πρὸς βασιλέα Ἰσραήλ· καὶ ἐπορεύθη, καὶ ἔλαβεν ἐν τῇ χειρὶ αὐτοῦ δέκα τάλαντα ἀργυρίου, καὶ ἑξακισχιλίους χρυσοῦς, καὶ δέκα ἀλλασσομένας στολὰς."],["6","Καὶ ἤνεγκε τὸ βιβλίον πρὸς τὸν βασιλέα Ἰσραὴλ, λέγων, καὶ νῦν ὡς ἂν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς σὲ, ἰδοὺ ἀπέστειλα πρὸς σὲ Ναιμὰν τὸν δοῦλόν μου, καὶ ἀποσυνάξεις αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ."],["7","Καὶ ἐγένετο ὡς ἀνέγνω βασιλεὺς Ἰσραὴλ τὸ βιβλίον, διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ εἶπεν, ὁ Θεὸς ἐγὼ τοῦ θανατῶσαι καὶ ζωοποιῆσαι, ὅτι οὗτος ἀποστέλλει πρὸς μὲ ἀποσυνάξαι ἄνδρα ἀπὸ τῆς λέπρας αὐτοῦ; ὅτι πλὴν γνῶτε δὴ καὶ ἴδετε ὅτι προφασίζεται οὗτός μοι."],["8","Καὶ ἐγένετο ὡς ἤκουσεν Ἐλισαιὲ, ὅτι διέῤῥηξεν ὁ βασιλεὺς Ἰσραὴλ τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπέστειλε πρὸς τὸν βασιλέα Ἰσραὴλ, λέγων, ἱνατί διέῤῥηξας τὰ ἱμάτιά σου; ἐλθέτω δὴ πρὸς μὲ Ναιμὰν, καὶ γνώτω ὅτι ἐστι προφήτης ἐν Ἰσραήλ."],["9","Καὶ ἦλθε Ναιμὰν ἐν ἵππῳ καὶ ἅρματι, καὶ ἔστη ἐπὶ θύρας οἴκου Ἐλισαιέ."],["10","Καὶ ἀπέστειλεν Ἐλισαιὲ ἄγγελον πρὸς αὐτὸν, λέγων, πορευθεὶς λοῦσαι ἑπτάκις ἐν τῷ Ἰορδάνῃ, καὶ ἐπιστρέψει ἡ σάρξ σου σοὶ καὶ καθαρισθήσῃ."],["11","Καὶ ἐθυμώθη Ναιμάν καὶ ἀπῆλθε, καὶ εἶπεν, ἰδοὺ εἶπον, πρὸς μὲ πάντως ἐξελεύσεται καὶ στήσεται, καὶ ἐπικαλέσεται ἐν ὀνόματι Θεοῦ αὐτοῦ, καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν τόπον, καὶ ἀποσυνάξει τὸ λεπρόν."],["12","Οὐχὶ ἀγαθὸς Ἀβανὰ καὶ Φαρφὰρ ποταμοὶ Δαμασκοῦ ὑπὲρ πάντα τὰ ὕδατα Ἰσραὴλ; οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς, καὶ καθαρισθήσομαι; καὶ ἐξέκλινε καὶ ἀπῆλθεν ἐν θυμῷ."],["13","Καὶ ἤγγισαν οἱ παῖδες αὐτοῦ, καὶ ἐλάλησαν πρὸς αὐτὸν, μέγαν λόγον ἐλάλησεν ὁ προφήτης πρὸς σέ· οὐχὶ ποιήσεις; καὶ ὅτι εἶπε πρὸς σέ, λοῦσαι καὶ καθαρίσθητι."],["14","Καὶ κατέβη Ναιμὰν καὶ ἐβαπτίσατο ἐν τῷ Ἰορδάνῃ ἑπτάκις κατὰ τὸ ῥῆμα Ἐλισαῖε· καὶ ἐπέστρεψεν ἡ σὰρξ αὐτοῦ ὡς σὰρξ παιδαρίου μικροῦ, καὶ ἐκαθαρίσθη."],["15","Καὶ ἐπέστρεψε πρὸς Ἐλισαιὲ αὐτὸς καὶ πᾶσα ἡ παρεμβολὴ αὐτοῦ, καὶ ἦλθε καὶ ἔστη ἐνώπιον αὐτοῦ, καὶ εἶπεν, ἰδοὺ ἔγνωκα ὅτι οὐκ ἔστι Θεὸς ἐν πάσῃ τῇ γῇ, ὅτι ἀλλʼ ἢ ἐν τῷ Ἰσραήλ· καὶ νῦν λάβε τὴν εὐλογίαν παρὰ τοῦ δούλου σου."],["16","Καὶ εἶπεν Ἐλισαιὲ ζῇ Κύριος ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ λήψομαι· καὶ παρεβιάσατο αὐτὸν λαβεῖν, καὶ ἠπείθησε·"],["17","Καὶ εἶπε Ναιμὰν, καὶ εἰ μὴ, δοθήτω δὴ τῷ δούλῳ σου γόμος ζεῦγος ἡμιόνων, καὶ σύ μοι δώσεις ἐκ τῆς γῆς τῆς πυῤῥᾶς, ὅτι οὐ ποιήσει ἔτι ὁ δοῦλός σου ὁλοκαύτωμα καὶ θυσίασμα θεοῖς ἑτέροις ἀλλʼ ἢ τῷ Κυρίῳ τῷ ῥήματι τούτῳ."],["18","Καὶ ἱλάσεται Κύριος τῷ δούλῳ σου ἐν τῷ εἰσπορεύεσθαι τὸν κύριόν μου εἰς οἶκον Ῥεμμὰν προσκυνῆσαι ἐκεῖ· καὶ αὐτὸς ἐπαναπαύσεται ἐπὶ τῆς χειρός μου, καὶ προσκυνήσω ἐν οἴκῳ Ῥεμμὰν ἐν τῷ προσκυνεῖν αὐτὸν ἐν οἴκῳ Ῥεμμάν· καὶ ἱλάσεται δὴ Κύριος τῷ δούλῳ σου ἐν τῷ λόγῳ τούτῳ."],["19","Καὶ εἶπεν Ἐλισαιὲ πρὸς Ναιμὰν, δεῦρο εἰς εἰρήνην· καὶ ἀπῆλθεν ἀπʼ αὐτοῦ εἰς δεβραθὰ τῆς γῆς."],["20","Καὶ εἶπε Γιεζὶ τὸ παιδάριον Ἐλισαιὲ, ἰδοὺ ἐφείσατο ὁ κύριός μου τοῦ Ναιμὰν τοῦ Σύρου τούτου, τοῦ μὴ λαβεῖν ἐκ χειρὸς αὐτοῦ ἃ ἐνήνοχε· ζῇ Κύριος, ὅτι εἰ μὴ δραμοῦμαι ὀπίσω αὐτοῦ, καὶ λήψομαι ἀπʼ αὐτοῦ τι."],["21","Καὶ ἐδίωξε Γιεζὶ ὀπίσω τοῦ Ναιμάν· καὶ εἶδεν αὐτὸν Ναιμὰν τρέχοντα ὀπίσω αὐτοῦ, καὶ ἐπέστρεψεν ἀπὸ τοῦ ἅρματος εἰς ἀπαντὴν αὐτοῦ."],["22","Καὶ εἶπεν, εἰρήνη· ὁ κύριός μου ἀπεστειλέ με, λέγων, ἰδοὺ νῦν ἦλθον πρὸς μὲ δύο παιδάρια ἐξ ὄρους Ἐφραὶμ ἀπὸ τῶν υἱῶν τῶν προφητῶν· δὸς δὴ αὐτοῖς τάλαντον ἀργυρίου, καὶ δύο ἀλλασσομένας στολάς."],["23","Καὶ εἶπε, λάβε διτάλαντον ἀργυρίου· καὶ ἔλαβε δύο τάλαντα ἀρλυρίον ἐν δυσὶ θυλάκοις, καὶ δύο ἀλλασσομένας στολὰς, καὶ ἔδωκεν ἐπὶ δύο παιδάρια αὐτοῦ, καὶ ᾖραν ἔμπροσθεν αὐτοῦ."],["24","Καὶ ἦλθεν εἰς τὸ σκοτεινὸν, καὶ ἔλαβεν ἐκ τῶν χειρῶν αὐτῶν, καὶ παρέθετο ἐν οἴκῳ, καὶ ἐξαπέστειλε τοὺς ἄνδρας."],["25","Καὶ αὐτὸς εἰσῆλθε, καὶ παρειστήκει πρὸς τὸν κύριον αὐτοῦ· καὶ εἶπε πρὸς αὐτὸν Ἐλισαιὲ, πόθεν Γιεζί; καὶ εἶπε Γιεζί, Οὐ πεπόρευται ὁ δοῦλός σου ἔνθα καὶ ἔνθα."],["26","Καὶ εἶπε πρὸς αὐτὸν Ἐλισαιὲ, οὐχὶ ἡ καρδία μου ἐπορεύθη μετὰ σοῦ ὅτε ἐπέστρεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος εἰς συναντήν σοι; καὶ νῦν ἔλαβες τὸ ἀργύριον, καὶ νῦν ἔλαβες τὰ ἱμάτια, καὶ ἐλαιῶνας καὶ ἀμπελῶνας καὶ πρόβατα καὶ βόας καὶ παῖδας καὶ παιδίσκας."],["27","Καὶ ἡ λέπρα Ναιμὰν κολληθήσεται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου εἰς τὸν αἰῶνα· καὶ ἐξῆλθεν ἐκ προσώπου αὐτοῦ λελεπρωμένος ὡσεὶ χιών."]],[["1","Καὶ εἶπον υἱοὶ τῶν προφητῶν πρὸς Ἐλισαιὲ, ἰδοὺ δὴ ὁ τόπος ἐν ᾧ ἡμεῖς οἰκοῦμεν ἐνώπιόν σου στενὸς ἀφʼ ἡμῶν."],["2","Πορευθῶμεν δὴ ἕως τοῦ Ἰορδάνου, καὶ λάβωμεν ἐκεῖθεν ἀνὴρ εἷς δοκὸν μίαν, καὶ ποιήσωμεν ἑαυτοῖς ἐκεῖ τοῦ οἰκεῖν ἐκεῖ· καὶ εἶπε, δεῦτε."],["3","Καὶ εἶπεν ὁ εἷς ἐπιεικῶς, δεῦρο μετὰ τῶν δούλων σου· καὶ εἶπεν, ἐγὼ πορεύσομαι."],["4","Καὶ ἐπορεύθη μετʼ αὐτῶν, καὶ ἦλθον εἰς τὸν Ἰορδάνην, καὶ ἔτεμνον τὰ ξύλα."],["5","Καὶ ἰδοὺ ὁ εἷς καταβάλλων τὴν δοκὸν, καὶ τὸ σιδήριον ἐξέπεσεν εἰς τὸ ὕδωρ, καὶ ἐβόησεν, ὤ κύριε, καὶ αὐτὸ κεκρυμμένον."],["6","Καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ, ποῦ ἔπεσε; καὶ ἔδειξεν αὐτῷ τὸν τόπον· καὶ ἀπέκνισε ξύλον καὶ ἔῤῥιψεν ἐκεῖ, καὶ ἐπεπόλασεν τὸ σιδήριον."],["7","Καὶ εἴρηκεν, ὕψωσον σεαυτῷ· καὶ ἐξέτεινε τὴν χεῖρα, καὶ ἔλαβεν αὐτό."],["8","Καὶ ὁ βασιλεὺς Συρίας ἦν πολεμῶν ἐν Ἰσραήλ· καὶ ἐβουλεύσατο πρὸς τοὺς παῖδας αὐτοῦ, λέγων, εἰς τὸν τόπον τόνδε τινὰ ἐλμωνὶ παρεμβαλῶ."],["9","Καὶ ἀπέστειλεν Ἐλισαιὲ πρὸς τὸν βασιλέα Ἰσραὴλ, λέγων, φύλαξαι μὴ παρελθεῖν ἐν τῷ τόπῳ τούτῳ, ὅτι ἐκεῖ Συρία κέκρυπται."],["10","Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰσραὴλ εἰς τὸν τόπον ὃν εἶπεν αὐτῷ Ἐλισαιὲ, καὶ ἐφυλάξατο ἐκεῖθεν οὐ μίαν οὐδὲ δύο."],["11","Καὶ ἐξεκινήθη ἡ ψυχὴ βασιλέως Συρίας περὶ τοῦ λόγου τούτου· καὶ ἐκάλεσε τοὺς παῖδας αὐτοῦ, καὶ εἶπε πρὸς αὐτοὺς, οὐκ ἀναγγελεῖτέ μοι τίς προδίδωσί με βασιλεῖ Ἰσραήλ;"],["12","Καὶ εἶπεν εἷς τῶν παίδων αὐτοῦ, οὐχί κύριέ μου βασιλεῦ, ὅτι Ἐλισαιὲ ὁ προφήτης ὁ ἐν Ἰσραὴλ ἀναγγέλλει τῷ βασιλεῖ Ἰσραὴλ πάντας τοὺς λόγους, οὓς ἐὰν λαλήσῃς ἐν τῷ ταμείῳ τοῦ κοιτῶνός σου."],["13","Καὶ εἶπε, δεῦτε ἴδετε ποῦ οὗτος, καὶ ἀποστείλας λήψομαι αὐτόν· καὶ ἀπήγγειλαν αὐτῷ, λέγοντες, ἰδοὺ ἐν Δωθαΐμ."],["14","Καὶ ἀπέστειλεν ἐκεῖ ἵππον καὶ ἅρμα καὶ δύναμιν βαρεῖαν, καὶ ἦλθον νυκτὸς καὶ περιεκύκλωσαν τὴν πόλιν."],["15","Καὶ ὤρθρισεν ὁ λειτουργὸς Ἐλισαιὲ ἀναστῆναι, καὶ ἐξῆλθε· καὶ ἰδοὺ δύναμις κυκλοῦσα τὴν πόλιν, καὶ ἵππος καὶ ἅρμα· καὶ εἶπε τὸ παιδάριον πρὸς αὐτὸν, ὦ κύριε, πῶς ποιήσομεν;"],["16","Καὶ εἶπεν Ἐλισαιὲ, μὴ φοβοῦ, ὅτι πλείους οἱ μεθʼ ἡμῶν ὑπὲρ τοὺς μετʼ αὐτῶν."],["17","Καὶ προσηύξατο Ἐλισαιὲ, καὶ εἶπε, Κύριε, διάνοιξον δὴ τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου καὶ ἰδέτω· καὶ διήνοιξε Κύριος τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε· καὶ ἰδοὺ τὸ ὄρος πλῆρες ἵππων, καὶ ἅρμα πυρὸς περικύκλῳ Ἐλισαιέ."],["18","Καὶ κατέβησαν πρὸς αὐτόν· καὶ προσηύξατο πρὸς Κύριον, καὶ εἶπε, πάταξον δὴ τὸ ἔθνος τοῦτο ἀορασίᾳ· καὶ ἐπάταξεν αὐτοὺς ἀορασίᾳ, κατὰ τὸ ῥῆμα Ἑλισαιὲ."],["19","Καὶ εἶπε πρὸς αὐτοὺς Ἑλισαιὲ, οὐχὶ αὕτη ἡ πόλις καὶ αὕτη ἡ ὁδός· δεῦτε ὀπίσω μου, καὶ ἄξω ὑμᾶς πρὸς τὸν ἄνδρα ὃν ζητεῖτε· καὶ ἀπήγαγεν αὐτοὺς πρὸς Σαμάρειαν."],["20","Καὶ ἐγένετο ὡς εἰσῆλθον εἰς Σαμάρειαν, καὶ εἶπεν Ἑλισαιὲ, ἄνοιξον δή Κύριε τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδέτωσαν· καὶ διήνοιξε Κύριος τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ εἶδου· καὶ ἰδοὺ ἦσαν ἐν μέσῳ Σαμαρείας."],["21","Καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραήλ πρὸς Ἑλισαιὲ, ὡς εἶδεν αὐτοὺς, εἰ πατάξας πατάξω, πάτερ;"],["22","Καὶ εἶπεν, Οὐ πατάξεις, εἰ μὴ οὓς ᾐχμαλώτευσας ἐν ῥομφαίᾳ σου καὶ τόξῳ σου σὺ τύπτεις· παράθες ἄρτους καὶ ὕδωρ ἐνώπιον αὐτῶν, καὶ φαγέτωσαν καὶ πιέτωσαν, καὶ ἀπελθέτωσαν πρὸς τὸν κύριον αὐτῶν."],["23","Καὶ παρέθηκεν αὐτοῖς παράθεσιν μεγάλην, καὶ ἔφαγον καὶ ἔπιον· καὶ ἀπέστειλεν αὐτοὺς, καὶ ἀπῆλθον πρὸς τὸν κύριον αὐτῶν· καὶ οὐ προσέθεντο ἔτι μονόζωνοι Συρίας τοῦ ἐλθεῖν εἰς γῆν Ἰσραήλ."],["24","Καὶ ἐγένετο μετὰ ταῦτα, καὶ ἤθροισεν υἱὸς Ἅδερ βασιλεὺς Συρίας πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ, καὶ ἀνέβη, καὶ περιεκάθισαν ἐπὶ Σαμάρειαν."],["25","Καὶ ἐγένετο λιμὸς μέγας ἐν Σαμαρείᾳ· καὶ ἰδοὺ περιεκάθηντο ἐπʼ αὐτὴν ἕως οὗ ἐγενήθη κεφαλὴ ὄνου πεντήκοντα ἀργυρίου, καὶ τέταρτον τοῦ κάβου κόπρου περιστερῶν πέντε ἀργυρίου."],["26","Καὶ ἦν ὁ βασιλεὺς Ἰσραὴλ διαπορευόμενος ἐπὶ τοῦ τείχους· καὶ γυνὴ ἐβόησε πρὸς αὐτὸν, λέγουσα, Σῶσον κύριε βασιλεῦ."],["27","Καὶ εἶπεν αὐτῇ, μὴ σὲ σώσαι Κύριος, πόθεν σώσω σε; μὴ ἀπὸ ἅλωνος ἢ ἀπὸ ληνοῦ;"],["28","Καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς, τί ἐστι σοι; καὶ εἶπεν ἡ γυνή, αὕτη εἶπε πρὸς μέ, δὸς τὸν υἱόν σου καὶ φαγόμεθα αὐτὸν σήμερον, καὶ τὸν υἱόν μου φαγόμεθα αὐτὸν αὔριον."],["29","Καὶ ἡψήσαμεν τὸν υἱόν μου καὶ ἐφάγομεν αὐτὸν, καὶ εἶπον πρὸς αὐτὴν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, δὸς τὸν υἱόν σου καὶ φάγωμεν αὐτόν· καὶ ἔκρυψε τὸν υἱὸν αὐτῆς."],["30","Καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ἰσραὴλ τοὺς λόγους τῆς γυναικὸς, διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ αὐτὸς διεπορεύετο ἐπὶ τοῦ τείχους, καὶ εἶδεν ὁ λαὸς τὸν σάκκον ἐπὶ τῆς σαρκὸς αὑτοῦ ἔσωθεν."],["31","Καὶ εἶπε, τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, εἰ στήσεται ἡ κεφαλὴ Ἑλισαιὲ ἐπʼ αὐτῷ σήμερον."],["32","Καὶ Ἑλισαιὲ ἐκάθητο ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ οἱ πρεσβύτεροι ἐκάθηντο μετʼ αὐτοῦ· καὶ ἀπέστειλεν ἄνδρα πρὸ προσώπου αὐτοῦ· πρὶν ἐλθεῖν τὸν ἄγγελον πρὸς αὐτόν, καὶ αὐτὸς εἶπε πρὸς τοὺς πρεσβυτέρους, εἰ εἴδετε ὅτι ἀπέστειλεν ὁ υἱὸς τοῦ φονευτοῦ οὗτος ἀφελεῖν τὴν κεφαλήν μου; ἴδετε ὡς ἂν ἔλθῃ ὁ ἄγγελος, ἀποκλείσατε τὴν θύραν, καὶ παραθλίψατε αὐτὸν ἐν τῇ θύρᾳ· οὐχὶ φωνὴ τῶν ποδῶν τοῦ κυρίου αὐτοῦ κατόπισθεν αὐτοῦ;"],["33","Ἔτι αὐτοῦ λαλοῦντος μετʼ αὐτῶν, καὶ ἰδοὺ ἄγγελος κατέβη πρὸς αὐτὸν, καὶ εἶπεν, ἰδοὺ αὕτη ἡ κακία παρὰ Κυρίου· τί ὑπομείνω τῷ Κυρίῳ ἔτι;"]],[["1","Καὶ εἶπεν Ἑλισαιὲ ἄκουσον λόγον Κυρίου· τάδε λέλει Κύριος, ὡς ἡ ὥρα αὕτη, αὔριον μέτρον σεμιδάλεως σίκλου, καὶ δίμετρον κριθῶν σίκλου, ἐν ταῖς πύλαις Σαμαρείας."],["2","Καὶ ἀπεκρίθη ὁ τριστάτης ἐφʼ ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τὴν χεῖρα αὐτοῦ τῷ Ἑλισαιὲ, καὶ εἶπεν, ἰδοὺ ποιήσει Κύριος καταράκτας ἐν οὐρανῷ, μὴ ἔσται τὸ ῥῆμα τοῦτο; καὶ Ἑλισαιὲ εἶπεν, ἰδοὺ σὺ ὄψει τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖθεν οὐ φάγῃ."],["3","Καὶ τέσσαρες ἄνδρες ἦσαν λεπροὶ παρὰ τὴν θύραν τῆς πόλεως, καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ, τί ἡμεῖς καθήμεθα ὧδε ἕως ἀποθάνωμεν;"],["4","Ἐὰν εἴπωμεν, εἰσέλθωμεν εἰς τὴν πόλιν, καὶ ὁ λιμὸς ἐν τῇ πόλει, καὶ ἀποθανούμεθα ἐκεῖ· καὶ ἐὰν καθίσωμεν ὧδε, καὶ ἀποθανούμεθα· καὶ νῦν δεῦτε, καὶ ἐμπεσωμεν εἰς τὴν παρεμβολὴν Συρίας· ἐὰν ζωογονήσωσιν ἡμᾶς, καὶ ζησόμεθα· καὶ ἐὰν θανατώσωσιν ἡμᾶς, καὶ ἀποθανούμεθα."],["5","Καὶ ἀνέστησαν ἐν τῷ σκότει εἰσελθεῖν εἰς τὴν παρεμβολὴν Συρίας· καὶ ἦλθον εἰς μέρος παρεμβολῆς Συρίας, καὶ ἰδοὺ οὐκ ἔστιν ἀνὴρ ἐκεῖ."],["6","Καὶ Κύριος ἀκουστὴν ἐποίησε παρεμβολὴν τὴν Συρίας φωνὴν ἅρματος καὶ φωνὴν ἵππου, φωνὴν δυνάμεως μεγάλης· καὶ εἶπεν ἀνὴρ πρὸς τὸν ἀδελφὸν αὐτοῦ, νῦν ἐμισθώσατο ἐφʼ ἡμᾶς ὁ βασιλεὺς Ἰσραὴλ τοὺς βασιλέας τῶν Χετταίων καὶ τοὺς βασιλέας Αἰγύπτου τοῦ ἐλθεῖν ἐφʼ ἡμᾶς."],["7","Καὶ ἀνέστησαν καὶ ἀπέδρασαν ἐν τῷ σκότει καὶ ἐγκατέλιπον τὰς σκηνὰς αὐτῶν, καὶ τοὺς ἵππους αὐτῶν, καὶ τοὺς ὄνους αὐτῶν ἐν τῇ παρεμβολῇ ὡς ἔστι, καὶ ἔφυγον πρὸς τὴν ψυχὴν ἑαυτῶν."],["8","Καὶ εἰσῆλθον οἱ λεπροὶ οὗτοι ἕως μέρους τῆς παρεμβολῆς, καὶ εἰσῆλθον εἰς σκηνὴν μίαν, καὶ ἔφαγον, καὶ ἔπιον, καὶ ἦραν ἐκεῖθεν ἀργύριον, καὶ χρυσίον, καὶ ἱματισμόν· καὶ ἐπορεύθησαν, καὶ ἐπέστρεψαν ἐκεῖθεν, καὶ εἰσῆλθον εἰς σκηνὴν ἄλλην, καὶ ἔλαβον ἐκεῖθεν καὶ ἐπορεύθησαν, καὶ κατέκρυψαν."],["9","Καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησιον αὐτοῦ, οὐχ οὕτως ἡμεῖς ποιοῦμεν· ἡ ἡμέρα αὕτη, ἡμέρα εὐαγγελίας ἐστὶ, καὶ ἡμεῖς σιωπῶμεν, καὶ μένομεν ἕως φωτὸς τοῦ πρωῒ, καὶ εὑρήσομεν ἀνομίαν· καὶ νῦν δεῦρο, καὶ εἰσέλθωμεν καὶ ἀναγγείλωμεν εἰς τὸν οἶκον τοῦ βασιλέως."],["10","Καὶ εἰσῆλθον καὶ ἐβόησαν πρὸς τὴν πύλην τῆς πόλεως, καὶ ἀνήγγειλαν αὐτοῖς, λέγοντες, εἰσήλθομεν εἰς τὴν παρεμβολὴν Συρίας, καὶ ἰδοὺ οὐκ ἔστιν ἐκεῖ ἀνὴρ καὶ φωνὴ ἀνθρώπου, ὅτι εἰ μὴ ἵππος δεδεμένος καὶ ὄνος, καὶ αἱ σκηναὶ αὐτῶν ὡς εἰσί."],["11","Καὶ ἐβόησαν οἱ θυρωροὶ, καὶ ἀνήγγειλαν εἰς τὸν οἶκον τοῦ βασιλέως ἔσω."],["12","Καὶ ἀνέστη ὁ βασιλεὺς νυκτὸς, καὶ εἶπε πρὸς τοὺς παῖδας αὐτοῦ, ἀναγγελῶ δὴ ὑμῖν ἃ ἐποίησεν ἡμῖν Συρία· ἔγνωσαν ὅτι πεινῶμεν ἡμεῖς, καὶ ἐξῆλθαν ἐκ τῆς παρεμβολῆς καὶ ἐκρύβησαν ἐν τῷ ἀγρῷ, λέγοντες, ὅτι ἐξελεύσονται ἐκ τῆς πόλεως, καὶ συλληψόμεθα αὐτοὺς ζῶντας, καὶ εἰς τὴν πόλιν εἰσελευσόμεθα."],["13","Καὶ ἀπεκρίθη εἷς τῶν παίδων αὐτοῦ καὶ εἶπε, λαβέτωσαν δὴ πέντε τῶν ἵππων τῶν ὑπολελειμμένων οἳ κατελείφθησεν ὧδε, ἰδού εἰσι πρὸς πᾶν τὸ πλῆθος Ἰσραὴλ τὸ ἐκλεῖπον, καὶ ἀποστελοῦμεν ἐκεῖ καὶ ὀψόμεθα."],["14","Καὶ ἔλαβον δύο ἐπιβάτας ἵππων· καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰσραὴλ ὀπίσω τοῦ βασιλέως Συρίας, λέγων, δεῦτε, καὶ ἴδετε."],["15","Καὶ ἐπορεύθησαν ὀπίσω αὐτῶν ἕως τοῦ Ἰορδάνου. καὶ ἰδοὺ πᾶσα ἡ ὁδὸς πλήρης ἱματίων καὶ σκευῶν ὧν ἔῤῥιψε Συρία ἐν τῷ θαμβεῖσθαι αὐτούς· καὶ ἐπέστρεψαν οἱ ἄγγελοι καὶ ἀνήγγειλαν τῷ βασιλεῖ."],["16","Καὶ ἐξῆλθεν ὁ λαὸς καὶ διήρπασεν τὴν παρεμβολὴν Συρίας· καὶ ἐγένετο μέτρον σεμισάλεως σίκλου, κατὰ τὸ ῥῆμα Κυρίου, καὶ δίμετρον κριθῶν σίκλου."],["17","Καὶ ὁ βασιλεὺς κατέστησε τὸν τριστάτην ἐφʼ ὃν ὁ βασιλεὺς ἐπανεπαύετο τῇ χειρὶ αὐτοῦ ἐπὶ τῆς πυλῆς· καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ, καὶ ἀπέθανε καθὰ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ, ὃς ἐλάλησεν ἐν τῷ καταβῆναι τὸν ἄγγελον πρὸς αὐτόν."],["18","Καὶ ἐγένετο καθὰ ἐλάλησεν Ἑλισαιὲ πρὸς τὸν βασιλέα, λέγων, δίμετρον κριθῆς σίκλου καὶ μέτρον σεμιδάλεως σίκλου· καὶ ἔσται ὡς ἡ ὥρα αὔριον ἐν τῇ πύλῃ Σαμαρείας."],["19","Καὶ ἀπεκρίθη ὁ τριστάτης τῷ Ἑλισαιὲ, καὶ εἶπεν, ἰδοὺ Κύριος ποιεῖ καταράκτας ἐν τῷ οὐρανῷ, μὴ ἔσται τὸ ῥῆμα τοῦτο; καὶ εἶπεν Ἑλισαιὲ, ἰδοὺ ὄψει τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖθεν οὐ μὴ φάγῃ."],["20","Καὶ ἐγένετο οὕτως, καὶ συνεπάτησαν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ, καὶ ἀπέθανε."]],[["1","Καὶ Ἑλισαιὲ ἐλάλησε πρὸς τὴν γυναῖκα, ἧς ἐζωπύρησε τὸν υἱὸν, λέγων, ἀνάστηθι καὶ δεῦρο σὺ καὶ ὁ οἶκός σου, καὶ παροίκει οὗ ἐὰν παροικήσῃς, ὅτι κέκληκε Κύριος λιμὸν ἐπὶ τὴν γῆν, καί γε ἦλθεν ἐπὶ τὴν γῆν ἑπτὰ ἔτη."],["2","Καὶ ἀνέστη ἡ γυνὴ, καὶ ἐποίησε κατὰ τὸ ῥῆμα Ἑλισαιὲ καὶ αὐτὴ καὶ ὁ οἶκος αὐτῆς, καὶ παρῴκει ἐν γῇ ἀλλοφύλων ἑπτὰ ἔτη."],["3","Καὶ ἐγένετο μετὰ τὸ τέλος τῶν ἑπτὰ ἐτῶν, καὶ ἐπέστρεψεν ἡ γυνὴ ἐκ γῆς ἀλλοφύλων εἰς τὴν πόλιν, καὶ ἦλθε βοῆσαι πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν αὐτῆς."],["4","Καὶ ὁ βασιλεὺς ἐλάλει πρὸς Γιεζὶ τὸ παιδάριον Ἑλισαιὲ τοῦ ἀνθρώπου τοῦ Θεοῦ, λέγων, διήγησαι δὴ ἐμοὶ πάντα τὰ μεγάλα ἃ ἐποίησεν Ἑλισαιέ."],["5","Καὶ ἐγένετο αὐτοῦ ἐξηγουμένου τῷ βασιλεῖ, ὡς ἑζωπύρησεν υἱὸν τεθνηκότα, καὶ ἰδοὺ ἡ γυνὴ ἧς ἐζωπύρησε τὸν υἱὸν αὐτῆς Ἑλισαιὲ, βοῶσα πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς· καὶ εἶπε Γιεζὶ, Κύριε βασιλεῦ, αὕτη ἡ γυνὴ, καὶ οὗτος ὁ υἱὸς αὐτῆς, ὃν ἐζωπύρησεν Ἑλισαιέ."],["6","Καὶ ἐπηρώτησεν ὁ βασιλεὺς τὴν γυναῖκα· καὶ διηγήσατο αὐτῷ· καὶ ἔδωκεν αὐτῇ ὁ βασιλεὺς εὐνοῦχον ἕνα, λέγων, ἐπίστρεψον πάντα τὰ αὐτῆς, καὶ πάντα τὰ γεννήματα τοῦ ἀγροῦ ἀπὸ τῆς ἡμέρας ἧς κατέλιπε τὴν γῆν ἕως τοῦ νῦν."],["7","Καὶ ἦλθεν Ἑλισαιὲ εἰς Δαμασκόν· καὶ υἱὸς Ἄδερ βασιλεὺς Συρίας ἠῤῥώστησε, καὶ ἀνήγγειλαν αὐτῷ, λέγοντες, ἥκει ὁ ἄνθρωπος τοῦ Θεοῦ ἕως ᾧδε."],["8","Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἀζαὴλ, λάβε ἐν τῇ χειρί σου μαναὰ, καὶ δεῦρο εἰς ἀπαντὴν τοῦ ἀνθρώπου τοῦ Θεοῦ, καὶ ἐπιζήτησον τὸν Κύριον παρʼ αὐτοῦ, λέγων, εἰ ζήσομαι ἐκ τῆς ἀῤῥωστίας μου ταύτης;"],["9","Καὶ ἐπορεύθη Ἀζαὴλ εἰς ἀπαντὴν αὐτοῦ, καὶ ἔλαβε μαναὰ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ πάντα τὰ ἀγαθὰ Δαμασκοῦ, ἄρσιν τεσσαράκοντα καμήλων, καὶ ἦλθε καὶ ἔστη ἐνώπιον αὐτοῦ, καὶ εἶπε πρὸς Ἑλισαιὲ, υἱός σου υἱὸς Ἅδερ βασιλεὺς Συρίας ἀπέστειλέ με πρὸς σὲ ἐπερωτῆσαι, λέγων, εἰ ζήσομαι ἐκ τῆς ἀῤῥωστίας μου ταύτης;"],["10","Καὶ εἶπεν Ἑλισαιὲ, δεῦρο, εἶπον, ζωῇ ζήσῃ, καὶ ἔδειξέ μοι Κύριος ὅτι θανάτῳ ἀποθανῇ."],["11","Καὶ παρέστη τῷ προσώπῳ αὐτοῦ, καὶ ἔθηκεν ἕως αἰσχύνης· καὶ ἔκλαυσεν ὁ ἄνθρωπος τοῦ Θεοῦ."],["12","Καὶ εἶπεν Ἀζαὴλ, τί ὅτι ὁ κύριός μου κλαίει; καὶ εἶπεν, ὅτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς Ἰσραὴλ κακά· τὰ ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρὶ, καὶ τοὺς ἐκλεκτοὺς αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενεῖς, καὶ τὰ νήπια αὐτῶν ἐνσείσεις, καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναῥῥήξεις."],["13","Καὶ εἶπεν Ἀζαὴλ, τίς ἐστιν ὁ δοῦλός σου, ὁ κύων ὁ τεθνηκὼς, ὅτι ποιήσει τὸ ῥῆμα τοῦτο; καὶ εἶπεν Ἑλισαιὲ, ἔδειξέ μοι Κύριός σε βασιλεύοντα ἐπὶ Συρίαν."],["14","Καὶ ἀπῆλθεν ἀπὸ Ἑλισαιὲ, καὶ εἰσῆλθε πρὸς τὸν κύριον αὐτοῦ, καὶ εἶπεν αὐτῷ, τί εἶπέ σοι Ἑλισαιέ; καὶ εἶπεν, εἶπέ μοι, ζωῇ ζήσῃ."],["15","Καὶ ἐγένετο τῇ ἐπαύριον, καὶ ἔλαβε τὸ μαχβὰρ καὶ ἔβαψεν ἐν τῷ ὕδατι, καὶ περιέβαλεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ, καὶ ἀπέθανε· καὶ ἐβασίλευσεν Ἀζαὴλ ἀντʼ αὐτοῦ."],["16","Ἐν ἔτει πέμπτῳ τῷ Ἰωρὰμ υἱῷ Ἀχαὰβ βασιλεῖ Ἰσραὴλ, καὶ Ἰωσαφὰτ βασιλεῖ Ἰούδα, ἐβασίλευσεν Ἰωρὰμ υἱὸς Ἰωσαφὰτ βασιλεὺς Ἰούδα."],["17","Υἱὸς τριάκοντα καὶ δύο ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ."],["18","Καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ἰσραὴλ καθὼς ἐποίησεν οἶκος Ἀχαὰβ, ὅτι θυγάτηρ Ἀχαὰβ ἦν αὐτῷ εἰς γυναῖκα, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου."],["19","Καὶ οὐκ ἠθέλησε Κύριος διαφθεῖραι τὸν Ἰούδαν διὰ Δαυὶδ τὸν δοῦλον αὐτοῦ, καθὼς εἶπε δοῦναι αὐτῷ λύχνον καὶ τοῖς υἱοῖς αὐτοῦ πάσας τὰς ἡμέρας."],["20","Ἐν ταῖς ἡμέραις αὐτοῦ ἠθέτησεν Ἐδὼμ ὑποκάτωθεν χειρὸς Ἰούδα, καὶ ἐβασίλευσαν ἐφʼ ἑαυτὸν βασιλέα."],["21","Καὶ ἀνέβη Ἰωρὰμ εἰς Σιὼρ, καὶ πάντα τὰ ἅρματα τὰ μετʼ αὐτοῦ· καὶ ἐγένετο αὐτοῦ ἀναστάντος, καὶ ἐπάταξε τὸν Ἐδὼμ τὸν κυκλώσαντα ἐπʼ αὐτὸν, καὶ τοὺς ἄρχοντας τῶν ἁρμάτων, καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτῶν."],["22","Καὶ ἠθέτησεν Ἐδὼμ ὑποκάτω τῆς χειρὸς Ἰούδα ἕως τῆς ἡμέρας ταύτης· τότε ἠθέτησε Λοβνὰ ἐν τῷ καιρῷ ἐκείνῳ."],["23","Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωρὰμ καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;"],["24","Καὶ ἐκοιμήθη Ἰωρὰμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ὀχοζίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."],["25","Ἐν ἔτει δωδεκάτῳ τῷ Ἰωρὰμ υἱῷ Ἀχαὰβ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ὀχοζίας υἱὸς Ἰωράμ."],["26","Υἱὸς εἴκοσι καὶ δύο ἐτῶν Ὀχοζίας ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γοθολία θυγάτηρ Ἀμβρὶ βασιλέως Ἰσραήλ."],["27","Καὶ ἐπορεύθη ἐν ὁδῷ οἴκου Ἀχαὰβ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου καθὼς ὁ οἶκος Ἀχαάβ."],["28","Καὶ ἐπορεύθη μετὰ Ἰωρὰμ υἱοῦ Ἀχαὰβ εἰς πόλεμον μετὰ Ἁζαὴλ βασιλέως ἀλλοφύλων ἐν Ῥεμμὼθ Γαλαὰδ, καὶ ἐπάταξαν οἱ Σύροι τὸν Ἰωράμ."],["29","Καὶ ἐπέστρεψεν ὁ βασιλεὺς Ἰωρὰμ τοῦ ἰατρευθῆναι ἐν Ἰεζράελ ἀπὸ τῶν πληγῶν ὧν ἐπάταξαν αὐτὸν ἐν Ῥεμμὼθ, ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ Ἁζαὴλ βασιλέως Συρίας· καὶ Ὀχοζίας υἱὸς Ἰωρὰμ κατέβη τοῦ ἰδεῖν τὸν Ἰωρὰμ υἱὸν Ἀχαὰβ ἐν Ἰεζράελ, ὅτι ἠῤῥώστει αὐτός."]],[["1","Καὶ Ἐλισαιὲ ὁ προφήτης ἐκάλεσεν ἕνα τῶν υἱῶν τῶν προφητῶν, καὶ εἶπεν αὐτῷ, ζῶσαι τὴν ὀσφύν σου, καὶ λάβε τὸν φακὸν τοῦ ἐλαίου τούτου ἐν τῇ χειρί σου, καὶ δεῦρο εἰς Ῥεμμὼθ Γαλαάδ."],["2","Καὶ εἰσελεύσῃ ἐκεῖ, καὶ ὄψει ἐκεῖ Ἰοὺ υἱὸν Ἰωσαφὰτ υἱοῦ Ναμεσσὶ, καὶ εἰσελεύσῃ καὶ ἀναστήσεις αὐτὸν ἐκ μέσου τῶν ἀδελφῶν αὐτοῦ, καὶ εἰσάξεις αὐτὸν εἰς τὸ ταμεῖον ἐν ταμείῳ."],["3","Καὶ λήψῃ τὸν φακὸν τοῦ ἐλαίου, καὶ ἐπιχεεῖς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ εἰπον, τάδε λέγει Κύριος, κέχρικά σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ· καὶ ἀνοίξεις τὴν θύραν, καὶ φεύξῃ καὶ οὐ μενεῖς."],["4","Καὶ ἐπορεύθη τὸ προδάριον ὁ παιφήτης εἰς Ῥεμμὼθ Γαλαάδ."],["5","Καὶ εἰσῆλθε· καὶ ἰδοὺ οἱ ἄρχοντες τῆς δυνάμεως ἐκάθηντο, καὶ εἶπε, λόγος μοι πρὸς σὲ ὁ ἄρχων· καὶ εἶπεν Ἰοὺ, πρὸς τίνα ἐκ πάντων ἡμῶν; καὶ εἶπε, πρὸς σέ ὁ ἄρχων."],["6","Καὶ ἀνέστη καὶ εἰσῆλθεν εἰς τὸν οἶκον, καὶ ἐπέχεε τὸ ἔλαιον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ εἶπεν αὐτῷ, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ, κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν Κυρίου ἐπὶ τὸν Ἰσραὴλ."],["7","Καὶ ἐξολοθρεύσεις τὸν οἶκον Ἀχαὰβ τοῦ κυρίου σου ἐκ προσώπου σου, καὶ ἐκδικὴσεις τὰ αἵματα τῶν δούλων μου τῶν προφητῶν, καὶ τὰ αἵματα πάντων τῶν δούλων Κυρίου ἐκ χειρὸς Ἰεζάβελ,"],["8","καὶ ἐκ χειρὸς ὅλου τοῦ οἴκου Ἀχαὰβ, καὶ ἐξολθρεύσεις τῷ οἴκῳ Ἀχαὰβ οὐροῦντα πρὸς τοῖχον, καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ἰσραήλ."],["9","Καὶ δώσω τὸν οἶκον Ἀχαὰβ ὡς τὸν οἶκον Ἰεροβοὰμ υἱοῦ Ναβὰτ, καὶ ὡς τὸν οἶκον Βαασὰ υἱοῦ Ἀχιά."],["10","Καὶ τὴν Ἰεζάβελ καταφάγονται οἱ κύνες ἐν τῇ μερίδι Ἰσζράελ, καὶ οὐκ ἔστιν ὁ θάπτων· καὶ ἤνοιξε τὴν θύραν καὶ ἔφυγε."],["11","Καὶ Ἰοὺ ἐξῆλθε πρὸς τοὺς παῖδας τοῦ κυρίου αὐτοῦ, καὶ εἶπαν αὐτῷ, εἰρήνη; τί ὅτι εἰσῆλθεν ὁ ἐπίληπτος οὗτος πρὸς σέ; καὶ εἶπεν αὐτοῖς, ὑμεῖς οἴδατε τὸν ἄνδρα καὶ τὴν ἀδολεσχίαν αὐτοῦ."],["12","Καὶ εἶπον, ἄδικον, ἀπάγγειλον δὴ ἡμῖν. Καὶ εἶπεν Ἰοὺ πρὸς αὐτοὺς, οὕτω καὶ οὕτω ἐλάλησε πρὸς μὲ, λέγων, καὶ εἶπε, τάδε λέγει Κύριος, κέχρικά σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ."],["13","καὶ ἀκούσαντες ἔσπευσαν, καὶ ἔλαβεν ἕκαστος τὸ ἱμάτιον αὐτοῦ, καὶ ἔθηκαν ὑποκάτω αὐτοῦ ἐπὶ τὸ γαρὲμ τῶν ἀναβάθμων· καὶ ἐσάλπισαν ἐν κερατίνῃ, καὶ εἶπαν, ἐβασίλευσεν Ἰού."],["14","Καὶ συνεστράφη Ἰοὺ υἱὸς Ἰωσαφὰτ υἱοῦ Ναμεσσὶ πρὸς Ἰωράμ· καὶ Ἰωρὰμ αὐτὸς ἐφύλασσεν ἐν Ῥεμμὼθ Γαλαὰδ, καὶ πᾶς Ἰσραὴλ ἀπὸ προσώπου Ἀζαὴλ βασιλέως Συρίας."],["15","Καὶ ἀπέστρεψεν Ἰωρὰμ ὁ βασιλεὺς ἰατρευθῆναι ἐν Ἰσζράελ ἀπὸ τῶν πληγῶν ὧν ἔπαισαν αὐτὸν οἱ Σύροι ἐν τῷ πολεμεῖν αὐτὸς μετὰ Ἀζαὴλ βασιλέως Συρίας. Καὶ εἶπεν Ἰοὺ, εἰ ἔστι ψυχὴ ὑμῶν μετʼ ἐμοῦ, μὴ ἐξελθέτω ἐκ τῆς πόλεως διαπεφευγὼς τοῦ πορευθῆναι καὶ ἀπαγγεῖλαι ἐν Ἰεζράελ."],["16","Καὶ ἵππευσε καὶ ἐπορεύθη Ἰοὺ, καὶ κατέβη εἰς Ἰεζράελ, ὅτι Ἰωρὰμ βασιλεὺς Ἰσραὴλ ἐθεραπεύετο ἐν τῷ Ἰεζράελ ἀπὸ τῶν τοξευμάτων, ὧν κατετόξευσαν αὐτὸν οἱ Ἀραμὶν ἐν τῇ Ῥαμμὰθ ἐν τῷ πολέμῳ μετὰ Ἁζαὴλ βασιλέως Συρίας, ὅτι αὐτὸς δυνατὸς καὶ ἀνὴρ δυνάμεως· καὶ Ὀχοζίας βασιλεὺς Ἰούδα κατέβη ἰδεῖν τὸν Ἰωράμ."],["17","Καὶ ὁ σκοπὸς ἀνέβη ἐπὶ τὸν πύργον Ἰεζράελ, καὶ εἶδε τὸν κονιορτὸν Ἰοὺ ἐν τῷ παραγίνεσθαι αὐτὸν, καὶ εἶπε, Κονιορτὸν ἐγὼ βλέπω· καὶ εἶπεν Ἰωρὰμ, λάβε ἐπιβάτην, καὶ ἀπόστειλον ἔμπροσθεν αὐτῶν, καὶ εἰπάτω ἡ εἰρήνη."],["18","Καὶ ἐπορεύθη ἐπιβάτης ἵππου εἰς ἀπαντὴν αὐτῶν, καὶ εἶπε, τάδε λέγει ὁ βασιλεὺς, ἡ εἰρήνη· καὶ εἶπεν Ἰού, τί σοι καὶ εἰρήνῃ; ἐπίστρεφε εἰς τὰ ὀπίσω μου· καὶ ἀπήγγειλεν ὁ σκοπὸς, λέγων, ἦλθεν ὁ ἄγγελος ἕως αὐτῶν, καὶ οὐκ ἀνέστρεψε."],["19","Καὶ ἀπέστειλεν ἐπιβάτην ἵππου δεύτερον, καὶ ἦλθε πρὸς αὐτὸν καὶ εἶπε, τάδε λέγει ὁ βασιλεύς, ἡ εἰρήνη· καὶ εἶπεν Ἰοὺ, τί σοι καὶ εἰρήνῃ; ἐπιστρέφου εἰς τὰ ὀπίσω μου."],["20","Καὶ ἀπήγγειλεν ὁ σκοπὸς, λέγων, ἦλθεν ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψε, καὶ ὁ ἄγων ἦγε τὸν Ἰοὺ υἱὸν Ναμεσσὶ, ὅτι ἐν παραλλαγῇ ἐγένετο."],["21","Καὶ εἶπεν Ἰωρὰμ, ζεῦξον· καὶ ἔζευξεν ἅρμα· καὶ ἐξῆλθεν Ἰωρὰμ βασιλεὺς Ἰσραὴλ, καὶ Ὀχοζίας βασιλεὺς Ἰούδα, ἀνὴρ ἐν τῷ ἅρματι αὐτοῦ, καὶ ἐξῆλθον εἰς ἀπαντὴν Ἰοὺ, καὶ εὗρον αὐτὸν ἐν τῇ μερίδι Ναβουθαὶ τοῦ Ἰεζραηλίτου."],["22","Καὶ ἐγένετο ὡς εἶδεν Ἰωρὰμ τὸν Ἰοὺ, καὶ εἶπεν, ἡ εἰρήνη Ἰοὺ; καὶ εἶπεν Ἰού, τί εἰρήνη; ἔτι αἱ πορνεῖαι Ἰεζάβελ τῆς μητρός σου καὶ τὰ φάρμακα αὐτῆς τὰ πολλά."],["23","Καὶ ἐπέστρεψεν Ἰωρὰμ τὰς χεῖρας αὐτοῦ, καὶ ἔφυγε· καὶ εἶπε πρὸς Ὀχοζίαν, δόλος Ὀχοζία."],["24","Καὶ ἔπλησεν Ἰοὺ τὴν χεῖρα αὐτοῦ ἐν τῷ τόξῳ, καὶ ἐπάταξε τὸν Ἰωρὰμ ἀνὰμέσον τῶν βραχιόνων αὐτοῦ, καὶ ἐξῆλθε τὸ βέλος αὐτοῦ διὰ τῆς καρδίας αὐτοῦ, καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ."],["25","Καὶ εἶπε πρὸς Βαδεκὰρ τὸν τριστάτην αὐτοῦ, ῥίψον αὐτὸν ἐν τῇ μερίδι ἀγροῦ Ναβουθαὶ τοῦ Ἰεζραηλίτου, ὅτι μνημονεύω ἐγὼ καὶ σὺ ἐπιβεβηκότες ἐπὶ ζεύγη ὀπίσω Ἀχαὰβ τοῦ πατρὸς αὐτοῦ, καὶ Κύριος ἔλαβεν ἐπʼ αὐτὸν τὸ λῆμμα τοῦτο·"],["26","Εἰ μὴ τὰ αἵματα Ναβουθαὶ καὶ τὰ αἵματα τῶν υἱῶν αὐτοῦ εἶδον ἐχθὲς, φησὶ Κύριος, καὶ ἀνταποδώσω αὐτῷ ἐν τῇ μερίδι ταύτῃ, φησὶ Κύριος· καὶ νῦν ἄρας δὴ ῥίψον αὐτὸν ἐν τῇ μερίδι κατὰ τὸ ῥῆμα Κυρίου."],["27","Καὶ Ὀχοζίας βασιλεὺς Ἰούδα εἶδε καὶ ἔφυγεν ὁδὸν Βαιθγάν· καὶ ἐδίωξεν ὀπίσω αὐτοῦ Ἰοὺ, καὶ εἶπε, καί γε αὐτόν· καὶ ἐπάταξεν αὐτὸν πρὸς τῷ ἅρματι ἐν τῷ ἀναβαίνειν Γαῒ, ἥ ἐστιν Ἰεβλαάμ· καὶ ἔφυγεν εἰς Μαγεδδὼ, καὶ ἀπέθανεν ἐκεῖ."],["28","Καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸ ἅρμα, καὶ ἤγαγον αὐτὸν εἰς Ἱερουσαλὴμ, καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν πόλει Δαυίδ."],["29","Καὶ ἐν ἔτει ἑνδεκάτῳ Ἰωρὰμ βασιλέως Ἰσραὴλ ἐβασίλευσεν Ὀχοζίας ἐπὶ Ἰούδαν."],["30","Καὶ ἦλθεν Ἰοὺ ἐπὶ Ἰεζράελ· καὶ Ἰεζάβελ ἤκουσε, καὶ ἐστιμμίσατο τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἠγάθυνε τὴν κεφαλὴν αὐτῆς, καὶ διέκυψε διὰ τῆς θυρίδος."],["31","Καὶ Ἰοὺ εἰσεπορεύετο ἐν τῇ πόλει, καὶ εἶπε, ἡ εἰρήνη Ζαμβρὶ ὁ φονευτὴς τοῦ κυρίου αὐτοῦ;"],["32","Καὶ ἐπῇρε τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θυρίδα, καὶ εἶδεν αὐτὴν, καὶ εἶπε, τίς εἶ σύ; κατάβηθι μετʼ ἐμοῦ· καὶ κατέκυψαν πρὸς αὐτὸν δύο εὐνοῦχοι."],["33","Καὶ εἶπε, κυλίσατε αὐτήν· καὶ ἐκύλισαν αὐτὴν, καὶ ἐῤῥαντίσθη τοῦ αἵματος αὐτῆς πρὸς τὸν τοῖχον καὶ πρὸς τοὺς ἵππους, καὶ συνεπάτησαν αὐτήν."],["34","Καὶ εἰσῆλθε καὶ ἔφαγε καὶ ἔπιεν, καὶ εἶπε, ἐπισκέψασθε δὴ τὴν κατηραμένην ταύτην, καὶ θάψατε αὐτὴν, ὅτι θυλάτηρ βασιλέως ἐστί."],["35","Καὶ ἐπορεύθησαν θάψαι αὐτὴν, καὶ οὐχ εὗρον ἐν αὐτῇ ἄλλο τι ἢ τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τῶν χειρῶν."],["36","Καὶ ἐπέστρεψαν καὶ ἀνήγγειλαν αὐτῷ· καὶ εἶπε, λόγος Κυρίου ὃν ἐλάλησεν ἐν χειρὶ Ἠλιοὺ τοῦ Θεσβίτου, λέγων, ἐν τῇ μερίδι Ἰεζρὰελ καταφάγονται οἱ κύνες τὰς σάρκας Ἰεζάβελ."],["37","Καὶ ἔσται τὸ θνησιμαῖον Ἰεζάβελ ὡς κοπρία ἐπὶ προσώπου τοῦ ἀγροῦ ἐν τῇ μερίδι Ἰεζραλ, ὥστε μὴ εἰπεῖν αὐτοὺς, Ἰεζάβελ."]],[["1","Καὶ τῷ Ἀχαὰβ ἑβδομήκοντα υἱοὶ ἐν Σαμαρείᾳ· καὶ ἔγραψεν Ἰοὺ βιβλίον, καὶ ἀπέστειλεν ἐν Σαμαρείᾳ πρὸς τοὺς ἄρχοντας Σαμαρείας, καὶ πρὸς τοὺς πρεσβυτέρους, καὶ πρὸς τοὺς τιθηνοὺς Αχαὰβ, λέγων,"],["2","Καὶ νῦν ὡς ἂν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς ὑμᾶς, καὶ μεθʼ ὑμῶν οἱ υἱοὶ τοῦ κυρίου ὑμῶν, καὶ μεθʼ ὑμῶν τὸ ἅρμα καὶ οἱ ἵπποι καὶ πόλεις ὀχυραὶ καὶ τὰ ὅπλα,"],["3","καὶ ὄψεσθε τὸν ἀγαθὸν καὶ τὸν εὐθῆ ἐν τοῖς υἱοῖς τοῦ κυρίου ὑμῶν, καὶ καταστήσετε αὐτὸν ἐπὶ τὸν θρόνον τοῦ πατρὸς αὐτοῦ, καὶ πολεμεῖτε ὑπὲρ τοῦ οἴκου τοῦ κυρίου ὑμῶν."],["4","Καὶ ἐφοβήθησαν σφόδρα, καὶ εἶπον, ἰδοὺ οἱ δύο βασιλεῖς οὐκ ἔστησαν κατὰ πρόσωπον αὐτοῦ, καὶ πῶς στησόμεθα ἡμεῖς;"],["5","Καὶ ἀπέστειλαν οἱ ἐπὶ τοῦ οἴκου καὶ οἱ ἐπὶ τῆς πόλεως καὶ οἱ πρεσβύτεροι καὶ οἱ τιθηνοὶ πρὸς Ἰοὺ, λέγοντες, παῖδές σου καὶ ἡμεῖς, καὶ ὅσα ἐὰν εἴπῃς πρὸς ἡμᾶς ποιήσομεν· οὐ βασιλεύσομεν ἄνδρα, τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ποιήσομεν."],["6","Καὶ ἔγραψε πρὸς αὐτοὺς Ἰοὺ βιβλίον δεύτερον, λέγων, εἰ ἐμοὶ ὑμεῖς, καὶ τῆς φωνῆς μου ὑμεῖς εἰσακούετε, λάβετε τὴν κεφαλὴν ἀνδρῶν τῶν υἱῶν τοῦ κυρίου ὑμῶν, καὶ ἐνέγκατε πρὸς μὲ, ὡς ἡ ὥρα αὔριον ἐν Ἰεζράελ· καὶ οἱ υἱοὶ τοῦ βασιλέως ἦσαν ἑβδομήκοντα ἄνδρες, οὗτοι ἁδροὶ τῆς πόλεως ἐξέτρεφον αὐτούς."],["7","Καὶ ἐγένετο ὡς ἦλθε τὸ βιβλίον πρὸς αὐτοὺς, καὶ ἔλαβον τοὺς υἱοὺς τοῦ βασιλέως, καὶ ἔσφαξαν αὐτοὺς ἑβδομήκοντα ἄνδρας· καὶ ἔθηκαν τὰς κεφαλὰς αὐτῶν ἐν καρτάλλοις, καὶ ἀπέστειλαν αὐτὰς πρὸς αὐτὸν εἰς Ἰεζράελ."],["8","Καὶ ἦλθεν ὁ ἄγγελος καὶ ἀπήγγειλε, λέγων, ἤνεγκαν τὰς κεφαλὰς τῶν υἱῶν τοῦ βασιλέως· καὶ εἶπε, θέτε αὐτὰς βουνοὺς δύο παρὰ τὴν θύραν τῆς πύλης εἰς πρωΐ."],["9","Καὶ ἐγένετο πρωΐ καὶ ἐξῆλθε καὶ ἔστη, καὶ εἶπε πρὸς πάντα τὸν λαόν, δίκαιοι ὑμεῖς· ἰδοὺ ἐγώ εἰμι συνεστράφην ἐπὶ τὸν κύριόν μου, καὶ ἀπέκτεινα αὐτόν· καὶ τίς ἐπάταξε πάντας τούτους;"],["10","Ἴδετε ἀφφὼ, ὅτι οὐ πεσεῖται ἀπὸ τοῦ ῥήματος Κυρίου εἰς τὴν γῆν οὗ ἐλάλησε Κύριος ἐπὶ τὸν οἶκον Ἀχαάβ· καὶ Κύριος ἐποίησεν ὅσα ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἠλιού."],["11","Καὶ ἐπάταξεν Ἰοὺ πάντας τοὺς καταλειφθέντας ἐν τῷ οἴκῳ Ἀχαὰβ ἐν Ἰεζράελ, καὶ πάντας τοὺς ἁδροὺς αὐτοῦ, καὶ τοὺς γνωστοὺς αὐτοῦ, καὶ τοὺς ἱερεῖς αὐτοῦ, ὥστε μὴ καταλιπεῖν αὐτοὺ κατάλειμμα."],["12","Καὶ ἀνέστη καὶ ἐπορεύθῃ εἰς Σαμάρειαν, αὐτὸς ἐν βαιθακὰθ τῶν ποιμένων ἐν τῇ ὁδῷ."],["13","Καὶ Ἰοὺ εὗρε τοὺς ἀδελφοὺς Ὀχοζίου βασιλέως Ἰούδα, καὶ εἶπε, τίνες ὑμεῖς; καὶ εἶπον, ἀδελφοὶ Ὀχοζίου ἡμεῖς, καὶ κατέβημεν εἰς εἰρήνην τῶν υἱῶν τοῦ βασιλέως, καὶ τῶν υἱῶν τῆς δυναστευούσης."],["14","Καὶ εἶπε, συλλάβετε αὐτοὺς ζῶντας· καὶ ἔσφαξαν αὐτοὺς εἰς βαιθακὰθ τεσσαράκοντα καὶ δύο ἄνδρας· οὐ κατέλιπεν ἄνδρα ἐξ αὐτῶν."],["15","Καὶ ἐπορεύθη ἐκεῖθεν καὶ εὗρε τὸν Ἰωναδὰβ υἱὸν Ῥηχὰβ εἰς ἀπαντὴν αὐτοῦ, καὶ εὐλόγησεν αὐτόν· καὶ εἶπε πρὸς αὐτὸν Ιοὺ, εἰ ἔστι καρδία σου μετὰ καρδίας μου εὐθεῖα καθὼς ἡ καρδία μου μετὰ τῆς καρδίας σου; καὶ εἶπεν Ἰωναδάβ ἔστι· καὶ εἶπεν Ἰοὺ, καὶ εἰ ἔστι, δὸς τὴν χεῖρά σου· καὶ ἔδωκε τὴν χεῖρα αὐτοῦ· καὶ ἀνεβίβασεν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα,"],["16","καὶ εἶπε πρὸς αὐτὸν, δεῦρο μετʼ ἐμοῦ, καὶ ἴδε ἐν τῷ ζηλῶσαί με τῷ Κυρίῳ· καὶ ἐπεκάθισε αὐτὸν ἐν τῷ ἅρματι αὐτοῦ."],["17","Καὶ εἰσῆλθεν εἰς Σαμάρειαν· καὶ ἐπάταξε πάντας τοὺς καταλειφθέντας τοῦ Ἀχαὰβ ἐν Σαμαρείᾳ ἕως τοῦ ἀφανίσαι αὐτὸν κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησε πρὸς Ἠλιού."],["18","Καὶ συνήθροισεν Ἰοὺ πάντα τὸν λαὸν, καὶ εἶπε πρὸς αὐτοὺς, Ἀχαὰβ ἐδούλευσε τῷ Βάαλ ὀλίγα, Ἰοὺ δουλεύσει αὐτῷ πολλά."],["19","Καὶ νῦν πάντες οἱ προφῆται τοῦ Βάαλ πάντας τοὺς δούλους αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ καλέσατε πρὸς μὲ, ἀνὴρ μὴ ἐπισκεπήτω, ὅτι θυσία μεγάλη μοι τῷ Βάαλ· πᾶς ὃς ἐὰν ἐπισκεπῇ, οὐ ζήσεται· καὶ Ἰοὺ ἐποίησεν ἐν πτερνισμῷ, ἵνʼ ἀπολέσῃ τοὺς δούλους τοῦ Βάαλ."],["20","Καὶ εἶπεν Ἰοὺ, ἁγιάσατε ἱερείαν τῷ Βάαλ· καὶ ἐκήρυξν."],["21","Καὶ ἀπέστειλεν Ἰοὺ ἐν παντὶ Ἰσραὴλ, λέγων, καὶ νῦν πάντες οἱ δοῦλοι, καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ, καὶ πάντες οἱ προθῆται αὐτοῦ, μηδεὶς ἀπολιπέσθω, ὅτι θυσίαν μεγάλην ποιῶ· ὃς ἂν ἀπολειφθῇ, οὐ ζήσεται· καὶ ἦλθον πάντες οἱ δοῦλοι τοῦ Βάαλ, καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ, καὶ πάντες οἱ προφῆται αὐτοῦ· οὐ κατελείφθη ἀνὴρ ὃς οὐ παρεγένετο· καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ Βάαλ· καὶ ἐπλήσθη ὁ οἶκος τοῦ Βάαλ στόμα εἰς στόμα."],["22","Καὶ εἶπε τῷ ἐπὶ τοῦ οἴκου μεσθάαλ, ἐξάγαγε ἔνδυμα πᾶσι τοῖς δούλοις τοῦ Βάαλ· καὶ ἐξήνεγκεν αὐτοῖς ὁ στολιστής."],["23","Καὶ εἰσῆλθεν Ἰοὺ καὶ Ἰωναδὰβ υἱὸς Ῥηχὰβ εἰς οἶκον τοῦ Βάαλ, καὶ εἶπε τοῖς δούλοις τοῦ Βάαλ, ἐρευνήσατε καὶ ἴδετε, εἰ ἔστι μεθʼ ὑμῶν τῶν δούλων Κυρίου, ὅτι ἀλλʼ ἢ οἱ δοῦλοι τοῦ Βάαλ μονώτατοι."],["24","Καὶ εἰσῆλθε τοῦ ποιῆσαι τὰ θύματα καὶ τὰ ὁλοκαυτώματα· καὶ Ἰοὺ ἔταξεν ἑαυτῷ ἔξω ὀγδοήκοντα ἄνδρας, καὶ εἶπεν, ἀνὴρ ὃς ἐὰν διασωθῇ ἀπὸ τῶν ἀνδρῶν ὧν ἐγὼ ἀνάγω ἐπὶ χεῖρα ὑμῶν, ἡ ψυχὴ αὐτοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ."],["25","Καὶ ἐγένετο ὡς συνετέλεσε ποιῶν τὴν ὁλοκαύτωσιν, καὶ εἶπεν Ἰοὺ τοῖς παρατρέχουσιν καὶ τοῖς τριστάταις, εἰσελθόντες πατάξατε αὐτοὺς, μὴ ἐξελθάτω ἐξ αὐτῶν ἀνήρ· καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας, καὶ ἔῤῥιψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται, καὶ ἐπορεύθησαν ἕως πόλεως οἴκου τοῦ Βάαλ."],["26","Καὶ ἐξήνεγκαν τὴν στήλην τοῦ Βάαλ, καὶ ἐνέπρησαν αὐτήν."],["27","Καὶ κατέσπασαν τὰς στήλας τοῦ Βάαλ, καὶ ἔπαξαν αὐτὸν εἰς λυτρῶνας ἕως τῆς ἡμέρας ταύτης."],["28","Καὶ ἠφάνισεν Ἰοὺ τὸν Βάαλ ἐξ Ἰσραήλ."],["29","Πλὴν ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, οὐκ ἀπέστη Ἰοὺ ἀπὸ ὄπισθεν αὐτῶν· αἱ δαμάλεις αἱ χρυσαῖ ἐν Βαιθὴλ, καὶ ἐν Δάν."],["30","Καὶ εἶπε Κύριος πρὸς Ἰοὺ, ἀνθʼ ὧν ὅσα ἠγάθυνας ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου κατὰ πάντα ὅσα ἐν τῇ καρδίᾳ μου ἐποίησας τῷ οἴκῳ Ἀχαὰβ, υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ἰσραήλ."],["31","Καὶ Ἰοὺ οὐκ ἐφύλαξε πορεύεσθαι ἐν νόμῳ Κυρίου θεοῦ Ἰσραὴλ ἐν ὅλῃ καρδίᾳ αὐτοῦ· οὐκ ἀπέστη ἑπάνωθεν ἁμαρτιῶν Ἰεροβοὰμ ὃς ἐξήμαρτε τὸν Ἰσραήλ."],["32","Ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος συγκόπτειν ἐν τῷ Ἰσραήλ· καὶ ἐπάταξεν αὐτοὺς Ἀζαὴλ ἐν παντὶ ὁρίῳ Ἰσραὴλ,"],["33","ἀπὸ τοῦ Ἰορδάνου κατʼ ἀνατολὰς ἡλίου πᾶσαν τὴν Γαλαάδ τοῦ Γαδδὶ, καὶ τοῦ Ῥουβὴν, καὶ τοῦ Μανασσῆ, ἀπὸ Ἀροὴρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάῤῥου Ἀρνὼν, καὶ τὴν Γαλαὰδ καὶ τὴν Βασάν."],["34","Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰοὺ καὶ πάντα ὅσα ἐποίησε, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, καὶ τὰς συνάψεις ἃς συνῆψεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;"],["35","Καὶ ἐκοιμήθη Ἰοὺ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ· καὶ ἐβασίλευσεν Ἰωάχαζ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."],["36","Καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν Ἰοὺ ἐπὶ Ἰσραὴλ εἰκοσιοκτὼ ἔτη ἐν Σαμαρείᾳ."]],[["1","Καὶ Γοθολία ἡ μήτηρ Ὀχοζίου εἶδεν ὅτι ἀπέθανεν ὁ υἱὸς αὐτῆς, καὶ ἀπώλεσε πᾶν τὸ σπέρμα τῆς βασιλείας."],["2","Καὶ ἔλαβεν Ἰωσαβεὲ θυγάτηρ τοῦ βασιλέως Ἰωρὰμ ἀδελφὴ Ὀχοζίου τὸν Ἰωὰς υἱὸν ἀδελφοῦ αὐτῆς, καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου τῶν υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων, αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ ἐν τῷ ταμείῳ τῶν κλινῶν, καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολίας, καὶ οὐκ ἐθανατώθη."],["3","Καὶ ἦν μετʼ αὐτῆς κρυβόμενος ἐν οἴκῳ Κυρίου ἓξ ἔτη· καὶ Γοθολία βασιλεύουσα ἐπὶ τῆς γῆς."],["4","Καὶ ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἀπέστειλεν Ἰωδαὲ, καὶ ἔλαβε τοὺς ἑκατοντάρχους τῶν Χοῤῥὶ καὶ τῶν Ῥασίμ, καὶ ἀπήγαγεν αὐτοὺς πρὸς αὐτὸν εἰς οἶκον Κυρίου, καὶ διέθετο αὐτοῖς διαθήκην Κυρίου, καὶ ὥρκωσε· καὶ ἔδειξεν αὐτοῖς Ἰωδαὲ τὸν υἱὸν τοῦ βασιλέως,"],["5","καὶ ἐνετείλατο αὐτοῖς, λέγων, οὗτος ὁ λόγος ὃν ποιήσετε· Τὸ τρίτον ἐξ ὑμῶν εἰσελθέτω τὸ σάββατον,"],["6","καὶ φυλάξατε φυλακὴν οἴκου τοῦ βασιλέως ἐν τῷ πυλῶνι, καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῶν ὁδῶν, καὶ τὸ τρίτον τῆς πύλης ὀπίσω τῶν παρατρεχόντων, καὶ φυλάξτε τὴν φυλακὴν τοῦ οἴκου."],["7","Καὶ δύο χεῖρες ἐν ὑμῖν, πᾶς ὁ ἐκπορευόμενος τὸ σάββατον, καὶ φυλάξουσι τὴν φυλακὴν οἴκου Κυρίου πρὸς τὸν βασιλέα."],["8","Καὶ κυκλώσατε ἐπὶ τὸν βασιλέα κύκλῳ, ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν χειρὶ αὐτοῦ, καὶ ὁ εἰσπορευόμενος εἰς τὰς σαδηρὼθ, ἀποθανεῖται· καὶ ἔσονται μετὰ τοῦ βασιλέως ἐν τῷ ἐκπορεύεσθαι αὐτὸν καὶ ἐν τῷ εἰσπορεύεσθαι αὐτόν."],["9","Καὶ ἐποίησαν οἱ ἑκατόνταρχοι πάντα ὅσα ἐνετείλατο Ἰωδαὲ ὁ συνετός· καὶ ἔλαβεν ἀνὴρ τοὺς ἄνδρας αὐτοῦ καὶ τοὺς εἰσπορευομένους τὸ σάββατον μετὰ τῶν ἐκπορευομένων τὸ σάββατον, καὶ εἰσῆλθον πρὸς Ἰωδαὲ τὸν ἱερέα."],["10","Καὶ ἔδωκεν ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις τοὺς σειρομάστας καὶ τοὺς τρισσοὺς τοῦ βασιλέως Δαυὶδ τοὺς ἐν οἴκῳ Κυρίου."],["11","Καὶ ἔστησαν οἱ παρατρέχοντες ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ, ἐν τῇ χειρὶ αὐτοῦ ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τοῦ οἴκου τῆς εὐωνύμου τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου, ἐπὶ τὸν βασιλέα κύκλῳ."],["12","Καὶ ἐξαπέστειλε τὸν υἱὸν τοῦ βασιλέως, καὶ ἔδωκεν ἐπʼ αὐτὸν νεζὲρ καὶ τὸ μαρτύριον, καὶ ἐβασίλευσεν αὐτὸν καὶ ἔχρισεν αὐτόν· καὶ ἐκρότησαν τῇ χειρὶ, καὶ εἶπαν, ζήτω ὁ βασιλεύς."],["13","Καὶ ἤκουσε Γοθολία τὴν φωνὴν τῶν τρεχόντων τοῦ λαοῦ, καὶ εἰσῆλθε πρὸς τὸν λαὸν εἰς οἶκον Κυρίου,"],["14","καὶ εἶδε, καὶ ἰδοὺ ὁ βασιλεὺς εἱστήκει ἐπὶ τοῦ στύλου κατὰ τὸ κρίμα· καὶ οἱ ᾠδοὶ καὶ αἱ σάλπιγγες πρὸς τὸν βασιλέα, καὶ πᾶς ὁ λαὸς τῆς γῆς χαίρων καὶ σαλπίζων ἐν σάλπιγξι· καὶ διέῤῥηξε Γοθολία τὰ ἱμάτια ἑαυτῆς, καὶ ἐβόησε σύνδεσμος, σύνδεσμος."],["15","Καὶ ἐνετείλατο Ἰωδαὲ ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις τοῖς ἐπισκόποις τῆς δυνάμεως, καὶ εἶπε πρὸς αὐτούς, ἐξαγάγετε αὐτὴν ἔσωθεν τῶν σαδηρὼθ, ὁ εἰσπορευόμενος ὀπίσω αὐτῆς θανάτῳ θανατωθήσεται ἐν ῥομφαίᾳ· ὅτι εἶπεν ὁ ἱερεύς, καὶ μὴ ἀποθάνῃ ἐν οἴκῳ Κυρίου."],["16","Καὶ ἐπέθηκαν αὑτῇ χεῖρας, καὶ εἰσῆλθον ὁδὸν εἰσόδου τῶν ἵππων οἴκου τοῦ βασιλέως, καὶ ἀπέθανεν ἐκεῖ."],["17","Καὶ διέθετο Ἰωδαὲ διαθήκην ἀναμέσον Κυρίου καὶ ἀναμέσον τοῦ βασιλέως καὶ ἀναμέσον τοῦ λαοῦ, τοῦ εἶναι εἰς λαὸν τῷ Κυρίῳ· καὶ ἀναμέσον τοῦ βασιλέως καὶ ἀναμέσον τοῦ λαοῦ."],["18","Καὶ εἰσῆλθε πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον τοῦ Βάαλ, καὶ κατέσπασαν αὐτὸν, καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰς εἰκόνας αὐτοῦ συνέτριψαν ἀγαθῶς· καὶ τὸν Μαθὰν τὸν ἱερέα τοῦ Βάαλ ἀπέκτειναν κατὰ πρόσωπον τῶν θυσιαστηρίων· καὶ ἔθηκεν ὁ ἱερεὺς ἐπισκόπους εἰς τὸν οἶκον Κυρίου."],["19","Καὶ ἔλαβε τοὺς ἑκατοντάρχους, καὶ τὸν Χοῤῥεὶ, καὶ τὸν Ῥασὶμ, καὶ πάντα τὸν λαὸν τῆς γῆς, καὶ κατήγαγον τὸν βασιλέα ἐξ οἴκου Κυρίου· καὶ εἰσῆλθον ὁδὸν πύλης τῶν παρατρεχόντων οἴκου τοῦ βασιλέως, καὶ ἐκάθισαν αὐτὸν ἐπὶ θρόνου τῶν βασιλέων."],["20","Καὶ ἐχάρη πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἡ πόλις ἡσύχασε· καὶ τὴν Γοθολίαν ἐθανάτωσαν ἐν ῥομφαίᾳ ἐν οἴκῳ τοῦ βασιλέως."]],[["1","Υἱὸς ἐπτὰ ἐτῶν Ἰωὰς ἐν τῷ βασιλεύειν αὐτόν."],["2","Ἐν ἔτει ἑβδόμῳ τῷ Ἰοὺ ἐβασίλευσεν Ἰωὰς, καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαβιὰ ἐκ τῆς Βηρσαβεέ."],["3","Καὶ ἐποίησεν Ἰωὰς τὸ εὐθὲς ἐνώπιον Κυρίου πάσας τὰς ἡμέρας ἃς ἐφώτισεν αὐτὸν Ἰωδαὲ ὁ ἱερεύς."],["4","Πλὴν τῶν ὑψηλῶν οὐ μετεστάθησαν, καὶ ἐκεῖ ἔτι ὁ λαὸς ἐθυσίαζε, καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς."],["5","Καὶ εἶπεν Ἰωὰς πρὸς τοὺς ἱερεῖς, πᾶν τὸ ἀργύριον τῶν ἁγίων τὸ εἰσοδιαζόμενον ἐν τῷ οἴκῳ Κυρίου, ἀργύριον συντιμήσεως, ἀνὴρ ἀργύριον λαβὼν συντιμήσεως, πᾶν ἀργύριον ὃ ἐὰν ἀναβῇ ἐπὶ καρδίαν ἀνδρὸς ἐνεγκεῖν ἐν οἴκῳ Κυρίου,"],["6","λαβέτωσαν ἑαυτοῖς οἱ ἱερεῖς, ἀνὴρ ἀπὸ τῆς πράσεως αὐτοῦ, καὶ αὐτοὶ κρατήσουσι τὸ βεδὲκ τοῦ οἴκου εἰς πάντα οὗ ἐὰν εὑρεθῇ ἐκεῖ βεδέκ."],["7","Καὶ ἐγενήθη ἐν τῷ εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ βασιλεῖ Ἰωὰς οὐκ ἐκραταίωσαν οἱ ἱερεῖς τὸ βεδέκ τοῦ οἴκου."],["8","Καὶ ἐκάλεσεν Ἰωὰς ὁ βασιλεὺς Ἰωδαὲ τὸν ἱερέα καὶ τοὺς ἱερεῖς, καὶ εἶπε πρὸς αὐτούς, τί ὅτι οὐκ ἐκραταιοῦτε τὸ βεδὲκ τοῦ οἴκου; καὶ νῦν μὴ λάβητε ἀργύριον ἀπὸ τῶν πράσεων ὑμῶν, ὅτι εἰς τὸ βεδὲκ τοῦ οἴκου δώσετε αὐτό."],["9","Καὶ συνεφώνησαν οἱ ἱερεῖς τοῦ μὴ λαβεῖν ἀργύριον παρὰ τοῦ λαοῦ, καὶ τοῦ μὴ ἐνισχῦσαι τὸ βεδὲκ τοῦ οἴκου."],["10","Καὶ ἔλαβεν Ἰωδαὲ ὁ ἱερεὺς κιβωτὸν μίαν, καὶ ἔτρησε τρώγλην ἐπὶ τῇς σανίδος αὐτῆς, καὶ ἔδωκεν αὐτὴν παρὰ ἁμμαζειβὶ ἐν τῷ οἴκῳ ἀδρος οἴκου Κυρίου· και ἔδωκας οἱ ἱερεῖς οἱ ἱεπεῖς φυλάσσοντες τὸν σταθμὸν πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου·"],["11","Καὶ ἐγένετο ὡς εἶδον ὅτι πολὺ τὸ ἀργύριον ἐν τῇ κιβωτῷ, καὶ ἀνέβη ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ ἱερεὺς ὁ μέγας, καὶ ἔσθιγξαν καὶ ἠρίθμησαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου."],["12","Καὶ ἔδωκαν τὸ ἀργύριον τὸ ἑτοιμασθὲν ἐπὶ χεῖρας ποιούντων τὰ ἔργα τῶν ἐπισκοπῶν οἴκου· Κυρίου, καὶ ἐξέδοσαν τοῖς τέκτοσι τῶν ξύλων, καὶ τοῖς οἱκοδόμοις τοῖς ποιοῦσιν ἐν οἴκῳ Κυρίου,"],["13","καὶ τοῖς τειχισταῖς, καὶ τοῖς λατόμοις τῶν λίθων τοῦ κτήσασθαι ξύλα καὶ λίθους λατομητοὺς τοῦ κατασχεῖν τὸ βεδὲκ οἴκου Κυρίου, εἰς πάντα ὅσα ἐξωδιάσθη ἐπὶ τὸν οἶκον τοῦ κραταιῶσαι."],["14","Πλὴν οὐ ποιηθήσονται οἴκῳ Κυρίου θύραι ἀργυραῖ, ἧλοι, φιάλαι, καὶ σάλπιγγες, πᾶν σκεῦος χρυσοῦν, καὶ σκεῦος ἀργυροῦν, ἐκ τοῦ ἀργυρίου τοῦ εἰσενεχθέντος ἐν οἴκῳ Κυρίου,"],["15","ὅτι τοῖς ποιοῦσι τὰ ἔργα δώσουσιν αὐτό· καὶ ἐκραταίωσαν ἐν αὐτῷ τὸν οἶκον Κυρίου."],["16","Καὶ οὐκ ἐξελογίζοντο τοὺς ἄνδρας οἷς ἐδίδουν τὸ ἀργύριον ἐπὶ χεῖρας αὐτῶν δοῦναι τοῖς ποιοῦσι τὰ ἔργα, ὅτι ἐν πίστει αὐτῶν ποιοῦσιν."],["17","Ἀργύριον περὶ ἁμαρτίας, καὶ ἀργύριον περὶ πλημμελείας, ὅ, τι εἰσηνέχθη ἐν οἴκῳ Κυρίου, τοῖς ἱερεῦσιν ἐγένετο."],["18","Τότε ἀνέβη Ἀζαὴλ βασιλεὺς Συρίας, καὶ ἐπολέμησεν ἐπὶ Γὲθ, καὶ προκατελάβετο αὐτήν· καὶ ἔταξεν Ἀζαὴλ τὸ πρόσωπον αὐτοῦ ἀναβῆναι ἐπὶ Ἱερουσαλήμ."],["19","Καὶ ἔλαβεν Ἰωὰς βασιλεὺς Ἰούδα πάντα τὰ ἅγια ὅσα ἡγίασεν Ἰωσαφὰτ καὶ Ἰωρὰμ καὶ Ὀχοζίας οἱ πατέρες αὐτοῦ καὶ βασιλεῖς Ἰούδα, καὶ τὰ ἅγια αὐτοῦ, καὶ πᾶν τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως, καὶ ἀπέστειλεν τῷ Ἀζαὴλ βασιλεῖ Συρίας, καὶ ἀνέβη ἀπὸ Ἱερουσαλήμ."],["20","Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;"],["21","Καὶ ἀνέστησαν οἱ δοῦλοι αὐτοῦ καὶ ἔδησαν πάντα σύνδεσμον, καὶ ἐπάταξαν τὸν Ἰωὰς ἐν οἴκῳ Μαλλὼ τῷ ἐν Σελά."],["22","Καὶ Ἰεζιρχὰρ υἱὸς Ἱεμουὰθ, καὶ Ἰεζεβοὺθ ὁ υἱὸς αὐτοῦ Σωμὴρ, οἱ δοῦλοι αὐτοῦ, ἐπάταξαν αὐτὸν καὶ ἀπέθανε, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἑν πόλει Δαυίδ· καὶ ἐβασίλευσεν Ἀμεσσείας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."]],[["1","Ἐν ἔτει εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ Ἰωὰς υἱῷ Ὀχοζίου βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωάχαζ υἱὸς Ἰοὺ ἐν Σαμαρείᾳ ἑπτακαίδεκα ἔτη."],["2","Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, καὶ ἐπορεύθη ὀπίσω ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, οὐκ ἀπέστη ἀπʼ αὐτῆς."],["3","Καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραὴλ, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ Ἀζαὴλ βασιλέως Συρίας, καὶ ἐν χειρὶ υἱοῦ Ἄδερ υἱοῦ Ἀζαὴλ πάσας τὰς ἡμέρας."],["4","Καὶ ἐδεήθη Ἰωάχαζ τοῦ προσώπου Κυρίου, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος, ὅτι εἶδε τὴν θλίψιν Ἰσραὴλ, ὅτι ἔθλιψεν αὐτοὺς βασιλεὺς Συρίας."],["5","Καὶ ἔδωκε Κύριος σωτηρίαν τῷ Ἰσραὴλ, καὶ ἐξῆλθεν ὑποκάτωθεν χειρὸς Συρίας· καὶ ἐκάθισαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τοῖς σκηνώμασιν αὐτῶν καθὼς ἐχθὲς καὶ τρίτης."],["6","Πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου Ἱεροβοὰμ ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, ἐν αὐτῇ ἐπορεύθη· καὶ γε τὸ ἄλσος ἐστάθη ἐν Σαμαρείᾳ."],["7","Ὅτι οὐχ ὑπελείφθη τῷ Ἰωάχαζ λαὸς, ἀλλʼ ἢ πεντήκοντα ἱππεῖς καὶ δέκα ἅρματα καὶ δέκα χιλιάδες πεζῶν, ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺ Συρίας, καὶ ἔθεντο αὐτοὺς ὡς χοῦν εἰς καταπάτησιν."],["8","Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωάχαζ καὶ πάντα ὅσα ἐποίησε καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;"],["9","Καὶ ἐκοιμήθη Ἰωάχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ· καὶ ἐβασίλευσεν Ἰωὰς υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."],["10","Ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῷ Ἰωὰς βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωὰς υἱὸς Ἰωάχαζ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἑκκαίδεκα ἔτη."],["11","Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πάσης Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ἁμαρτίας, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ· ἐν αὐτῇ ἐπορεύθη."],["12","Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς καὶ πάντα ὅσα ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ ἃς ἐποίησε μετὰ Ἀμεσσίου βασιλέως Ἰούδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;"],["13","Καὶ ἐκοιμήθη Ἰωὰς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ Ἰεροβοὰμ ἐκάθισεν ἐτὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἐτάφη ἐν Σαμαρείᾳ μετὰ τῶν βασιλέων Ἰσραήλ."],["14","Καὶ Ἑλισαιὲ ἠῤῥώστησε τὴν ἀῤῥωστίαν αὐτοῦ, διʼ ἣν ἀπέθανε· καὶ κατέβη πρὸς αὐτὸν Ἰωὰς βασιλεὺς Ἰσραὴλ, καὶ ἔκλαυσεν ἐπὶ πρόσωπον αὐτοῦ, καὶ εἶπε, πάτερ πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ."],["15","Καὶ εἶπεν αὐτῷ Ἐλισαιὲ, λάβε τόξον καὶ βέλη· καὶ ἔλαβε πρὸς ἑαυτὸν τόξον καὶ βέλη."],["16","Καὶ εἶπε τῷ βασιλεῖ, ἐπιβίβασον τὴν χεῖρά σου ἐπὶ τὸ τόξον· καὶ ἐπεβίβασεν Ἰωὰς τὴν χεῖρα αὐτοῦ· καὶ ἐπέθηκεν Ἑλισαιὲ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας τοῦ βασιλέως,"],["17","καὶ εἶπεν, ἄνοιξον τὴν θυρίδα κατʼ ἀνατολάς· καὶ ἤνοιξε· καὶ εἶπεν Ἑλισαιὲ, τόζευσον· καὶ ἐτόζευσε· καὶ εἶπε, βέλος σωτηρίας τῷ Κυρίῳ, καὶ βέλος σωτηρίας ἐν Συρίᾳ, καὶ πατάξεις τὴν Συρίαν ἐν Ἀφὲκ ἕως συντελείας."],["18","Καὶ εἶπεν αὐτῷ Ἑλισαιὲ, λάβε τόξα· καὶ ἔλαβε· καὶ εἶπε τῷ βασιλεῖ Ἰσραὴλ, πάταξον εἰς τὴν γῆν· καὶ ἐπάταξεν ὁ βασιλεὺς τρὶς, καὶ ἔστη·"],["19","Καὶ ἐλυπήθη ἐπʼ αὐτῷ ὁ ἄνθρωπος τοῦ Θεοῦ, καὶ εἶπεν, εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις, τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας, καὶ νῦν τρὶς πατάξεις τὴν Συρίαν."],["20","Καὶ ἀπέθανεν Ἑλισαιὲ, καὶ ἔθαψαν αὐτόν· καὶ μονόζωνοι Μωὰβ ἦλθον ἐν τῇ γῇ ἐλθόντος τοῦ ἐνιαυτοῦ."],["21","Καὶ ἐγένετο αὐτῶν θαπτόντων τὸν ἄνδρα, καὶ ἰδοὺ εἶδον τὸν μονόζωνον, καὶ ἔῤῥιψαν τὸν ἄνδρα ἐν τῷ τάφῳ Ἑλισαιέ· καὶ ἐπορεύθη καὶ ἥψατο τῶν ὀστέων Ἑλισαιὲ, καὶ ἔζησε καὶ ἀνέστη ἐπὶ τοὺς πόδας αὐτοῦ."],["22","Καὶ Ἀζαὴλ ἐξέθλιψε τὸν Ἰσραὴλ πάσας τὰς ἡμέρας Ἰωάχαζ."],["23","Καὶ ἠλέησε Κύριος αὐτοὺς καὶ ᾠκτείρησεν αὐτούς, καὶ ἐπέβλεψεν ἐπʼ αὐτοὺς διὰ τὴν διαθήκην αὐτοῦ τὴν μετὰ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ οὐκ ἠθέλησε Κύριος διαφθεῖραι αὐτοὺς, καὶ οὐκ ἀπέῤῥιψεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ."],["24","Καὶ ἀπέθανεν Ἀζαὴλ βασιλεὺς Συρίας, καὶ ἐβασίλευσεν υἱὸς Ἄδερ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."],["25","Καὶ ἐπέστρεψεν Ἰωὰς υἱὸς Ἰωάχαζ, καὶ ἔλαβε τὰς πόλεις ἐκ χειρὸς υἱοῦ Ἄδερ υἱοῦ Ἄζαὴλ, ἃς ἔλαβεν ἐκ χειρὸς Ἰωάχας τοῦ πατρὸς αὐτοῦ ἐν τῷ πολέμῳ· τρὶς ἐπάταξεν αὐτὸν Ἰωὰς, καὶ ἐπέστρεψε τὰς πόλεις Ἰσραήλ."]],[["1","Ἐν ἔτει δευτέρῳ τῷ Ἰωὰς υἱῷ Ἰωάχαζ βασιλεῖ Ἰσραὴλ, καὶ ἐβασιλευσεν Ἀμεσσίας υἱὸς Ἰωὰς βασιλεὺς Ἰούδα."],["2","Υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἰωαδὶμ ἐξ Ἱερουσαλήμ."],["3","Καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ· κατὰ πάντα ὅσα ἐποίησεν Ἰωὰς ὁ πατὴρ αὐτοῦ ἐποίησε."],["4","Πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῇρεν· ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς."],["5","Καὶ ἐγένετο ὅτε κατίσχυσεν ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐπάταξε τοὺς δούλους αὐτοῦ τοὺς πατάξαντας τὸν πατέρα αὐτοῦ."],["6","Καὶ τοὺς υἱοὺς τῶν παταξάντων οὐκ ἐθανάτωσε, καθὼς γέγραπται ἐν βιβλίῳ νόμων Μωυσῆ, ὡς ἐνετείλατο Κύριος, λέγων, οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν, καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων, ὅτι ἀλλʼ ἢ ἕκαστος ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται."],["7","Αὐτὸς ἐπάταξε τὴν Ἐδὼμ ἐν γεμελὲδ δέκα χιλιάδας, καὶ συνέλαβε τὴν πέτραν ἐν τῷ πολέμῳ, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Ἰεθοὴλ ἕως τῆς ἡμέρας ταύτης."],["8","Τότε ἀπέστειλεν Ἀμεσσίας ἀγγέλους πρὸς Ἰωὰς υἱὸν Ἰωάχαζ υἱοῦ Ἰοὺ βασιλέως Ἰσραὴλ, λέγων, δεῦρο ὀφθῶμεν προσώποις."],["9","Καὶ ἀπέστειλεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ πρὸς Ἀμεσσίαν βασιλέα Ἰούδα, λέγων, ὁ ἄκαν ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλε πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ, λέγων δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα· καὶ διῆλθον τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ, καὶ συνεπάτησαν τὴν ἄκανα."],["10","Τύπτων ἐπάταξας τὴν Ἰδουμαίαν, καὶ ἐπῇρέ σε καρδία σου· ἐνδοξάσθητι καθήμενος ἐν τῷ οἴκῳ σου, καὶ ἱνατί ἐρίζεις ἐν κακίᾳ σου; καὶ πεσῇ σὺ καὶ Ἰούδας μετὰ σοῦ."],["11","Καὶ οὐκ ἤκουσεν Ἀμεσσίας· καὶ ἀνέβη Ἰωὰς βασιλεὺς Ἰσραὴλ, καὶ ὤφθησαν προσώποις αὐτὸς καὶ Ἀμεσσίας βασιλεὺς Ἰούδα ἐν Βαιθσαμὺς τῇ τοῦ Ἰούδα·"],["12","Καὶ ἔπταισεν Ἰούδας ἀπὸ προσώπου Ἰσραὴλ, καὶ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ."],["13","Καὶ τὸν Ἀμεσσίαν υἱὸν Ἰωὰς υἱοῦ Ὀχοζίου συνέλαβεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ ἐν Βαιθσαμύς· καὶ ἦλθεν εἰς Ἱερουσαλήμ, καὶ καθεῖλεν ἐν τῷ τείχει Ἱερουσαλὴμ ἐν τῇ πύλῃ Ἐφραὶμ ἕως πύλης τῆς γωνίας τετρακοσίους πήχεις."],["14","Καὶ ἔλαβε τὸ χρυσίον, καὶ τὸ ἀργύριον, καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ Κυρίου, καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως, καὶ τοὺς υἱοὺς τῶν συμμίξεων, καὶ ἀπέστρεψεν εἰς Σαμάρειαν."],["15","Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς ὅσα ἐποίησεν ἐν δυναστείᾳ αὐτοῦ, ἃ ἐπολέμησε μετὰ Ἀμεσσείου βασιλέως Ἰούδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;"],["16","Καὶ ἐκοιμήθη Ἰωὰς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν Σαμαρείᾳ μετὰ τῶν βασιλέων Ἰσραήλ· καὶ ἐβασίλευσεν Ἰεροβοὰμ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."],["17","Καὶ ἔζησεν Ἀμεσσίας υἱὸς Ἰωὰς βασιλεὺς Ἰούδα μετὰ τὸ ἀποθανεῖν Ἰωὰς υἱὸν Ἰωάχαζ βασιλέα Ἰσραὴλ, πεντεκαίδεκα ἔτη."],["18","Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀμεσσίου καὶ πάντα ἅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;"],["19","Καὶ συνεστράφησαν ἐπʼ αὐτὸν σύστρεμμα ἐν Ἱερουσαλὴμ, καὶ ἔφυγεν εἰς Λαχίς· καὶ ἀπέστειλαν ὀπίσω αὐτοῦ εἰς Λαχὶς, καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ."],["20","Καὶ ῃραν αὐτὸν ἐφʼ ἵππων, καὶ ἐτάφη ἐν Ἱερουσαλὴμ μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ."],["21","Καὶ ἔλαβε πᾶς ὁ λαὸς Ἰούδα τὸν Ἀζαρίαν, καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν, καὶ ἐβασίλευσαν αὐτὸς ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἀμεσσίου."],["22","Αὐτὸς ᾠκοδόμησε τὴν Αἰλὼθ, καὶ ἐπέστρεψεν αὐτὴν τῷ Ἰούδα μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ."],["23","Ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Ἀμεσσίου υἱῷ Ἰωὰς βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἱεροβοὰμ υἱὸς Ἰωὰς ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ τεσσαράκοντα καὶ ἓν ἔτος."],["24","Καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ."],["25","Αὐτὸς ἀπέστησε τὸ ὅριον Ἰσραὴλ ἀπὸ εἰσόδου Αἰμὰθ ἕως τῆς θαλάσσης τῆς Ἄραβα, κατὰ τὸ ῥῆμα Κυρίου Θεοῦ Ἰσραὴλ ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἰῶνα υἱοῦ Ἀμαθὶ τοῦ προφήτου τοῦ ἐκ Γεθχοφέρ."],["26","Ὅτι εἶδε Κύριος τὴν ταπείνωσιν Ἰσραὴλ πικρὰν σφόδρα, καὶ ὀλιγοστοὺς συνεχομένους, καὶ ἐσπανισμένους, καὶ ἐγκαταλελειμμένους, καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ Ἰσραήλ."],["27","Καὶ οὐκ ἐλάλησε Κύριος ἐξαλεῖψαι τὸ σπέρμα Ἰσραὴλ ὑποκάτωθεν τοῦ οὐρανοῦ· καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς Ἱεροβοὰμ υἱοῦ Ἰωάς."],["28","Καὶ τὰ λοιπὰ τῶν λόγων Ἱεροβοὰμ καὶ πάντα ὅσα ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ, ὅσα ἐπολέμησε, καὶ ὅσα ἐπέστρεψε τὴν Δαμασκὸν, καὶ τὴν Αἰμὰθ τῷ Ἰούδα ἐν Ἰσραὴλ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;"],["29","Καὶ ἐκοιμήθη Ἱεροβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ μετὰ βασιλέων Ἰσραὴλ, καὶ ἐβασίλευσε Ζαχαρίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."]],[["1","Ἐν ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ Ἱεροβοὰμ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἀζαρίας υἱὸς Ἀμεσσίου βασιλέως Ἰούδα."],["2","Υἱὸς ἑκκαίδεκα ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ πεντηκονταδύο ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἱεχελία ἐξ Ἱερουσαλήμ."],["3","Καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, κατὰ πάντα ὅσα ἐποίησεν Ἀμεσσίας ὁ πατὴρ αὐτοῦ."],["4","Πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς."],["5","Καὶ ἥψατο Κύριος τὸν βασιλέα, καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας θανάτου αὐτοῦ· καὶ ἐβασίλευσεν ἐν οἴκῳ ἀφφουσώθ· καὶ Ἰωάθαμ υἱὸς τοῦ βασιλέως ἐπὶ τῷ οἴκῳ κρίνων τὸν λαὸν τῆς γῆς."],["6","Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀζαρίου καὶ πάντα ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;"],["7","Καὶ ἐκοιμήθη Ἀζαρίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ, καὶ ἐβασίλευσεν Ἰωάθαν υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."],["8","Ἐν ἔτει τριακοστῷ καὶ ὀγδόῳ τῷ Ἀζαρίου βασιλεῖ Ἰούδα ἐβασίλευσε Ζαχαρίας υἱὸς Ἰεροβοὰμ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἑξάμηνον."],["9","Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου καθὰ ἐποίησαν οἱ πατέρες αὐτοῦ· οὐκ ἀπέστη ἀπὸ πασῶν τῶν ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ."],["10","Καὶ συνεστράφησαν ἐπʼ αὐτὸν Σελλοὺμ υἱὸς Ἰαβίς· καὶ ἐπάταξαν αὐτὸν Κεβλαὰμ καὶ ἐθανάτωσαν αὐτὸν, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ."],["11","Καὶ τὰ λοιπὰ τῶν λόγων Ζαχαρίου, ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ."],["12","Ὁ λόγος Κυρίου ὃν ἐλάλησε πρὸς Ἰοὺ, λέγων, υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ἰσραήλ· καὶ ἐγένετο οὕτως."],["13","Καὶ Σελλοὺμ υἱὸς Ἰαβὶς ἐβασίλευσε· καὶ ἐν ἔτει τριακοστῷ καὶ ἐννάτῳ Ἀζαρίᾳ βασιλεῖ Ἰούδα ἐβασίλευσε Σελλοὺμ μῆνα ἡμερῶν ἐν Σαμαρείᾳ."],["14","Καὶ ἀνέβη Μαναὴμ υἱὸς Γαδδὶ ἐκ Θαρσιλὰ, καὶ ἦλθεν εἰς Σαμάρειαν, καὶ ἐπάταξε τὸν Σελλοὺμ υἱὸν Ἰαβὶς ἐν Σαμαρείᾳ, καὶ ἐθανάτωσεν αὐτόν."],["15","Καὶ τὰ λοιπὰ τῶν λόγων Σελλοὺμ, καὶ ἡ συστροφὴ αὐτοῦ ᾗ συνεστράφη, ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ."],["16","Τότε ἐπάταξε Μαναὴμ καὶ τὴν Θερσὰ καὶ πάντα τὰ ἐν αὐτῇ, καὶ τὰ ὅρια αὐτῆς ἀπὸ Θερσὰ, ὅτι οὐκ ἤνοιξαν αὐτῷ, καὶ ἐπάταξεν αὐτὴν, καὶ τὰς ἐν γαστρὶ ἐχούσας ἀνέῤῥηξεν."],["17","Ἐν ἔτει τριακοστῷ καὶ ἐννάτῳ τῷ Ἀζαρίᾳ βασιλεῖ Ἰούδα ἐβασίλευσε Μαναὴμ υἱὸς Γαδδὶ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ δέκα ἔτη."],["18","Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτε τὸν Ἰσραήλ."],["19","Ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φονὰ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὴν γῆν, καὶ Μαναὴμ ἔδωκε τῷ Φουὰ χίλια τάλαντα ἀργυρίου εἶναι τὴν χεῖρα αὐτοῦ μετʼ αὐτοῦ."],["20","Καὶ ἐξήνεγκε Μαναὴμ τὸ ἀργύριον ἐπὶ τὸν Ἰσραὴλ ἐπὶ πᾶν δυνατὸν ἰσχύϊ, δοῦναι τῷ βασιλεῖ τῶν Ἀσσυρίων, πεντήκοντα σίκλους τῷ ἀνδρὶ τῷ ἑνί· καὶ ἀπέστρεψε βασιλεὺς Ἀσσυρίων, καὶ οὐκ ἔστη ἐκεῖ ἐν τῇ γῇ."],["21","Καὶ τὰ λοιπὰ τῶν λόγων Μαναὴμ καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;"],["22","Καὶ ἐκοιμήθη Μαναὴμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσε Φακεσίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."],["23","Ἐν ἔτει πεντηκοστῷ τοῦ Ἀζαρίου βασιλεῖ Ἰούδα ἐβασίλευσε Φακεσίας υἱὸς Μαναὴμ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ δύο ἔτη."],["24","Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτε τὸν Ἰσραήλ."],["25","Καὶ συνεστράφη ἐπʼ αὐτὸν Φακεὲ υἱὸς Ῥομελίου ὁ τριστάτης αὐτοῦ, καὶ ἐπάταξεν αὐτὸν ἐν Σαμαρείᾳ ἐναντίον οἴκου τοῦ βασιλέως μετὰ τοῦ Ἀργὸβ καὶ μετὰ τοῦ Ἀρία, καὶ μετʼ αὐτοῦ πεντήκοντα ἄνδρες ἀπὸ τῶν τετρακοσίων· καὶ ἐθανάτωσε αὐτὸν, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ."],["26","Καὶ τὰ λοιπὰ τῶν λόγων Φακεσίου καὶ πάντα ὅσα ἐποίησεν, ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ."],["27","Ἐν ἔτει πεντηκοστῷ καὶ δευτέρῳ τοῦ Ἀζαρίου βασιλεῖ Ἰούδα ἐβασίλευσε Φακεὲ υἱὸς Ῥομελίου ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ εἴκοσι ἔτη."],["28","Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτε τὸν Ἰσραήλ."],["29","Ἐν ταῖς ἡμέραις Φακεὲ βασιλέως Ἰσραὴλ ἦλθε Θαλγαθφελλασὰρ βασιλεὺς Ἀσσυρίων, καὶ ἔλαβε τὴν Αἲν καὶ τὴν Ἀβὲλ καὶ τὴν Θαμααχὰ καὶ τὴν Ἀνιὼχ καὶ τὴν Κενὲζ καὶ τὴν Ἀσὼρ καὶ τὴν Γαλαὰν καὶ τὴν Γαλιλαίαν, πᾶσαν γῆν Νεφθαλὶ, καὶ ἀπῳκισεν αὐτοὺς εἰς Ἀσσυρίους."],["30","Καὶ συνέστρεψε σύστρεμμα Ὠσηὲ υἱὸς Ἠλὰ ἐπὶ Φακεὲ υἱὸν Ῥομελίου, καὶ ἐπάταξεν αὐτὸν, καὶ ἐθανάτωσε, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ, ἐν ἔτει εἰκοστῷ Ἰωάθαμ υἱοῦ Ἀζαρίου."],["31","Καὶ τὰ λοιπὰ τῶν λόγων Φακεὲ καὶ πάντα ὅσα ἐποίησεν, ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ."],["32","Ἐν ἔτει δευτέρῳ Φακεὲ υἱοῦ Ῥομελίου βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἰωάθαμ υἱὸς Ἀζαρίου βασιλέως Ἰούδα."],["33","Υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ ἐκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἰερουσὰ θυγάτηρ Σαδώκ."],["34","Καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, κατὰ πάντα ὅσα ἐποίησεν Ἀζαρίας ὁ πατὴρ αὐτοῦ."],["35","Πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς· αὐτὸς ᾠκοδόμησε τὴν πύλην οἴκου Κυρίου τὴν ἐπάνω."],["36","Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωάθαμ καὶ πάντα ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;"],["37","Ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος ἐξαποστέλλειν ἐν Ἰούδᾳ τὸν Ῥαασσὼν βασιλέα Συρίας, καὶ τὸν Φακεὲ υἱὸν Ῥομελίου."],["38","Καὶ ἐκοιμήθη Ἰωάθαμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ἄχαζ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."]],[["1","Ἐν ἔτει ἑπτακαιδεκάτῳ Φακεὲ υἱοῦ Ῥομελίου ἐβασίλευσεν Ἄχαζ υἱὸς Ἰωάθαμ βασιλέως Ἰούδα."],["2","Υἱὸς εἴκοσι ἐτῶν ἦν Ἄχαζ ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ οὐκ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου Θεοῦ αὐτοῦ πιστῶς, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ."],["3","Καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ἰσραὴλ, καί γε τὸν υἱὸν αὐτοῦ διῆγεν ἐν πυρὶ, κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῇρε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ."],["4","Καὶ ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς, καὶ ἐπὶ τῶν βουνῶν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους."],["5","Τότε ἀνέβη Ῥαασσὼν βασιλεὺς Συρίας καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ εἰς Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἐπολιόρκουν ἐπὶ Ἄχαζ, καὶ οὐκ ἠδύναντο πολεμεῖν."],["6","Ἐν τῷ καιρῷ ἐκείνῳ ἐπέστρεψε Ῥαασσὼν βασιλεὺς Συρίας τὴν Αἰλὰθ τῇ Συρίᾳ, καὶ ἐξέβαλε τοὺς Ἰουδαίους ἐξ Αἰλὰθ, καὶ Ἰδουμαῖοι ἦλθον εἰς Αἰλὰθ, καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης."],["7","Καὶ ἀπέστειλεν Ἄχαζ ἀγγέλους πρὸς Θαλγαθφελλασὰρ βασιλέα Ἀσσυρίων, λέγων, δοῦλός σου καὶ υἱός σου ἐγὼ, ἀνάβηθι, σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας, καὶ ἐκ χειρὸς βασιλέως Ἰσραὴλ, τῶν ἐπανισταμένων ἐπʼ ἐμέ."],["8","Καὶ ἔλαβεν Ἄχαζ ἀργύριον καὶ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως, καὶ ἀπέστειλε τῷ βασιλεῖ δῶρα."],["9","Καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς Ἀσσυρίων· καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς Δαμασκὸν, καὶ συνέλαβεν αὐτὴν, καὶ ἀπῴκισεν αὐτὴν, καὶ τὸν Ῥαασσὼν βασιλέα ἐθανάτωσε."],["10","Καὶ ἐπορεύθη βασιλεὺς Ἄχαζ εἰς Δαμασκὸν εἰς ἀπαντὴν Θαλγαθφελλασὰρ βασιλεῖ Ἀσσυρίων εἰς Δαμασκόν· καὶ εἶδε τὸ θυσιαστήριον ἐν Δαμασκῷ· καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἄχαζ πρὸς Οὐρίαν τὸν ἱερέα τὸ ὁμοίωμα τοῦ θυσιαστηρίου καὶ τὸν ῥυθμὸν αὐτοῦ καὶ πᾶσαν ποίησιν αὐτοῦ."],["11","Καὶ ᾠκοδόμησεν Οὐρίας ὁ ἱερεὺς τὸ θυσιαστήριον, κατὰ πάντα ὅσα ἀπέστειλεν ὁ βασιλεὺς Ἄχαζ ἐκ Δαμασκοῦ."],["12","Καὶ εἶδεν ὁ βασιλεὺς τὸ θυσιαστήριον, καὶ ἀνέβη ἐπʼ αὐτὸ,"],["13","καὶ ἐθυμίασε τὴν ὁλοκαύτωσιν αὐτοῦ, καὶ τὴν θυσίαν αὐτοῦ, καὶ τὴν σπονδὴν αὐτοῦ, καὶ προσέχεε τὸ αἷμα τῶν εἰρηνικῶν τῶν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν"],["14","τὸ ἀπέναντι Κυρίου· καὶ προσήγαγε τὸ πρόσωπον τοῦ οἴκου Κυρίου, ἀπὸ τοῦ ἀναμέσον τοῦ θυσιαστηρίου καὶ ἀπὸ τοῦ ἀναμέσον τοῦ οἴκου Κυρίου· καὶ ἔδειξεν αὐτὸ ἐπὶ μηρὸν τοῦ θυσιαστηρίου κατὰ βοῤῥᾶν."],["15","Καὶ ἐνετείλατο ὁ βασιλεὺς Ἄχαζ τῷ Οὐρίᾳ τῷ ἱερεῖ, λέγων, ἐπὶ τὸ θυσιαστήριον τὸ μέγα πρόσφερε τὴν ὁλοκαύτωσιν τὴν πρωϊνὴν καὶ τὴν θυσίαν τὴν ἑσπερινήν, καὶ τὴν ὁλοκαύτωσιν τοῦ βασιλέως καὶ τὴν θυσίαν αὐτοῦ, καὶ τὴν ὁλοκαύτωσιν παντὸς τοῦ λαοῦ, καὶ τὴν θυσίαν αὐτῶν καὶ τὴν σπονδὴν αὐτῶν, καὶ πᾶν αἷμα ὁλοκαυτώσεως, καὶ πᾶν αἷμα θυσίας ἐπʼ αὐτῶ ἐκχεεῖς· καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἔσται μοι εἰς τοπρωΐ."],["16","Καὶ ἐποίησεν Οὐρίας ὁ ἱερεὺς κατὰ πάντα ὅσα ἐνετείλατο αὐτῷ ὁ βασιλεὺς Ἄχαζ."],["17","Καὶ συνέκοψεν ὁ βασιλεὺς Ἄχαζ τὰ συνκλείσματα τῶν μεχωνὼθ, καὶ μετῇρεν ἀπʼ αὐτῶν τὸν λουτῆρα, καὶ τὴν θάλασσαν καθεῖλεν ἀπὸ τῶν βοῶν τῶν χαλκῶν τῶν ὑποκάτω αὐτῆς, καὶ ἔδωκεν αὐτὴν ἐπὶ βάσιν λιθίνην."],["18","Καὶ τὸν θεμέλιον τῆς καθέδρας ᾠκοδόμησεν ἐν οἴκῳ Κυρίου, καὶ τὴν εἴσοδον τοῦ βασιλέως τὴν ἔξω ἐπέστρεψεν ἐν οἴκῳ Κυρίου ἀπὸ προσώπου βασιλέως Ἀσσυρίων."],["19","Καὶ τὰ λοιπὰ τῶν λόγων Ἄχαζ ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;"],["20","Καὶ ἐκοιμήθη Ἄχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυὶδ, καὶ ἐβασίλευσεν Ἐζεκίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."]],[["1","Ἐν ἔτει δωδεκάτῳ τοῦ Ἄχαζ βασιλέως Ἰούδα ἐβασίλευσεν Ὠσηὲ υἱὸς Ἠλὰ ἐν Σαμαρείᾳ ἐπὶ Ἰσραὴλ ἐννέα ἔτη."],["2","Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς οἱ βασιλεῖς Ἰσραὴλ οἳ ἦσαν ἔμπροσθεν αὐτοῦ."],["3","Ἐπʼ αὐτὸν ἀνέβη Σαλαμανασσὰρ βασιλεὺς Ἀσσυρίων· καὶ ἐγενήθη αὐτῷ Ὠσηὲ δοῦλος, καὶ ἐπέστρεψεν αὐτῷ μαναά."],["4","Καὶ εὗρε βασιλεὺς Ἀσσυρίων ἐν τῷ Ὠσηὲ ἀδικίαν, ὅτι ἀπέστειλεν ἀγγέλους πρὸς Σηγὼρ βασιλέα Αἰγύπτου, καὶ οὐκ ἤνεγκε μαναὰ τῷ βασιλεῖ Ἀσσυρίων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ· καὶ ἐπολιόρκησεν αὐτὸν ὁ βασιλεὺς Ἀσσυρίων, καὶ ἔδησεν αὐτὸν ἐν οἴκῳ φυλακῆς."],["5","Καὶ ἀνέβη ὁ βασιλεὺς Ἀσσυρίων ἐν πάσῃ τῇ γῇ, καὶ ἀνέβη εἰς Σαμάρειαν, καὶ ἐπολιόρκησεν ἐπʼ αὐτὴν τρία ἔτη."],["6","Ἐν ἔτει ἐννάτῳ Ὠσῆε συνέλαβε βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν, καὶ ἀπῴκισεν Ἰσραὴλ εἰς Ἀσσυρίους, καὶ κατῴκισεν αὐτοὺς ἐν Ἀλαὲ καὶ ἐν Ἀβὼρ ποταμοῖς Γωζὰν, καὶ ὄρη Μήδων."],["7","Καὶ ἐγένετο ὅτι ἥμαρτον οἱ υἱοὶ Ἰσραὴλ τῷ Κυρίῳ Θεῷ αὐτῶν τῷ ἀναγαγόντι αὐτοὺς ἐκ γῆς Αἰγύπτου ὑποκάτωθεν χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου, καὶ ἐφοβήθησαν θεοὺς ἐτέρους,"],["8","καὶ ἐπορεύθησαν τοῖς δικαιώμασι τῶν ἐθνῶν ὧν ἐξῇρε Κύριος ἐκ προσώπου υἱῶν Ἰσραὴλ, καὶ οἱ βασιλεῖς Ἰσραὴλ ὅσοι ἐποίησαν,"],["9","καὶ ὅσοι ἠμφιέσαντο οἱ υἱοὶ Ἰσραὴλ λόγους, οὐχ οὕτως κατὰ Κυρίου Θεου αὐτῶν· καὶ ᾠκοδόμησαν ἑαυτοῖς ὑψηλὰ ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν ἀπὸ πύργου φυλασσόντων ἕως πόλεως ὀχυρᾶς,"],["10","καὶ ἐστήλωσαν ἑαυτοῖς στήλας καὶ ἄλση ἐπὶ παντὶ βουνῷ ὑψηλῷ καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους,"],["11","καὶ ἐθυμίασαν ἐκεῖ ἐν πᾶσιν ὑψηλοῖς, καθὼς τὰ ἔθνη ἃ ἀπῴκησε Κύριος ἐκ προσώπου αὐτῶν, καὶ ἐποίησαν κοινωνοὺς, καὶ ἐχάραξαν τοῦ παροργίσαι τὸν Κύριον,"],["12","καὶ ἐλάτρευσαν τοῖς εἰδώλοις οἷς εἶπε Κύριος αὐτοῖς, οὐ ποιήσετε τὸ ῥῆμα τοῦτο τῷ Κυρίῳ."],["13","Καὶ διεμαρτύρατο Κύριος ἐν τῷ Ἰσραὴλ καὶ ἐν τῷ Ἰούδα καὶ ἐν χειρὶ πάντων τῶν προφητῶν αὐτοῦ παντὸς ὁρῶντος, λέγων, ἀποστράφητε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν, καὶ φυλάξατε τὰς ἐντολάς μου, καὶ τὰ δικαιώματά μου, καὶ πάντα τὸν νόμον ὃν ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ὅσα ἀπέστειλα αὐτοῖς ἐν χειρὶ τῶν δούλων μου τῶν προφητῶν."],["14","Καὶ οὐκ ἤκουσαν, καὶ ἐσκλήρυναν τὸν νῶτον αὐτῶν ὑπὲρ τὸν νώτον τῶν πατέρων αὐτῶν."],["15","Καὶ τὰ μαρτύρια αὐτοῦ ὅσα διεμαρτύρατο αὐτοῖς οὐκ ἐφύλαξαν, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων, καὶ ἐματαιώθησαν, καὶ ὀπίσω τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν, ὧν ἐνετείλατο Κύριος αὐτοῖς μὴ ποιῆσαι κατὰ ταῦτα."],["16","Ἐγκατέλιπον τὰς ἐντολὰς Κυρίου Θεοῦ αὐτῶν, καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα δύο δαμάλεις, καὶ ἐποίησαν ἄλση, καὶ προσεκύνησαν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ ἐλάτρευσαν τῷ Βάαλ."],["17","Καὶ διῆγον τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἐν πυρὶ, καὶ ἐμαντεύοντο μαντείας, καὶ οἰωνίζοντο· καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν."],["18","Καὶ ἐθυμώθη Κύριος σφόδρα ἐν τῷ Ἰσραὴλ, καὶ ἀπέστησεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ, καὶ οὐχ ὑμελείφθη πλὴν φυλὴ Ἰούδα μονωτάτη."],["19","Καί γε Ἰούδας οὐκ ἐφύλαξε τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ αὐτῶν· καὶ ἐπορεύθησαν ἐν τοῖς δικαιώμασιν Ἰσραὴλ οἷς ἐποίησαν, καὶ ἀπεώσαντο τὸν Κύριος."],["20","Καὶ ἐθυμώθη Κύριος παντὶ σπέρματι Ἰσραὴλ, καὶ ἐσάλευσεν αὐτοὺς, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ διαρπαζόντων αὐτοὺς, ἕως οὗ ἀπέῤῥιψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ."],["21","Ὅτι πλὴν Ἰσραὴλ ἐπάνωθεν οἴκου Δαυὶδ, καὶ ἐβασίλευσαν τὸν Ἱεροβοὰμ υἱὸν Ναβάτ· καὶ ἐξέωσεν Ἱεροβοὰμ τὸν Ἰσραὴλ ἐξόπισθε Κυρίου, καὶ ἐξήμαρτεν αὐτοὺς ἁμαρτίαν μεγάλην."],["22","Καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν πάσῃ ἁμαρτία Ἱεροβοὰμ ἧς ἐποιήσεν, οὐκ ἀπέστησαν ἀπʼ αὐτῆς"],["23","ἕως οὗ μετέστησε Κύριος τὸν Ἰσραὴλ ἀπὸ προσώπου αὐτοῦ, καθὼς ἐλάλησε Κύριος ἐν χειρὶ πάντων τῶν δούλων αὐτοῦ τῶν προφητῶν· καὶ ἀπῳκίσθη Ἰσραὴλ ἐπάνωθεν τῆς γῆς αὐτοῦ εἰς Ἀσσυρίους ἕως τῆς ἡμέρας ταύτης."],["24","Καὶ ἤγαγε βασιλεὺς Ἀσσυρίων ἐκ Βαβυλῶνος τὸν ἐκ Χουνθὰ, ἀπὸ Ἀϊὰ, καὶ ἀπὸ Αἱμὰθ, καὶ Σεπφαρουαῒν, καὶ κατῳκίσθησαν ἐν πόλεσι Σαμαρείας ἀντὶ τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐκληρονόμησαν τὴν Σαμάρειαν, καὶ κατῴκίσθησαν ἐν ταῖς πόλεσιν αὐτῆς."],["25","Καὶ ἐγένετο ἐν ἀρχῇ τῆς καθέδρας αὐτῶν οὐκ ἐφοβήθησαν τὸν Κύριον, καὶ ἀπέστειλε Κύριος ἐν αὐτοῖς τοὺς λέοντας, καὶ ἦσαν ἀποκτενίοντες ἐν αὐτοῖς."],["26","Καὶ εἶπαν τῷ βασιλεῖ Ἀσσυρίων λέγοντες, τὰ ἔθνη ἃ ἀπῴκισας καὶ ἀντεκάθισας ἐν πόλεσι Σαμαρείας οὐκ ἔγνωσαν τὸ κρίμα τοῦ Θεοῦ τῆς γῆς, καὶ ἀπέστειλεν εἰς αὐτοὺς τοὺς λέοντας, καὶ ἰδού εἰσι θανατοῦντες αὐτοὺς, καθότι οὐκ οἴδασι τὸ κρίμα τοῦ Θεοῦ τῆς γῆς."],["27","Καὶ ἐνετείλατο ὁ βασιλεὺς Ἀσσυρίων, λέγων, ἀπαγάγετε ἐκεῖθεν, καὶ πορευέσθωσαν, καὶ κατοικήτωσαν ἐκεῖ, καὶ φωτιοῦσιν αὐτοὺς τὸ κρίμα τοῦ Θεοῦ τῆς γῆς."],["28","Καὶ ἤγαγον ἕνα τῶν ἱερέων ὧν ἀπῴκισαν ἀπὸ Σαμαρείας, καὶ ἐκάθισεν ἐν Βαιθὴλ, καὶ ἦν φωτίζων αὐτοὺς πῶς φοβηθῶσι τὸν Κύριον."],["29","Καὶ ἦσαν ποιοῦντες ἔθνη ἔθνη θεοὺς αὐτῶν· καὶ ἔθηκαν ἐν οἴκῳ τῶν ὑψηλῶν ὧν ἐποίησαν οἱ Σαμαρεῖται, ἔθνη ἔθνη ἐν ταῖς πόλεσιν αὐτῶν ἐν αἷς κατῴκουν."],["30","Καὶ οἱ ἄνδρες Βαβυλῶνος ἐποίησαν τὴν Σωκχὼθ Βενὶθ, καὶ οἱ ἄνδρες Χοὺθ ἐποίησαν τὴν Ἐργέλ, καὶ οἱ ἄνδρες Αἱμὰθ ἐποίησαν τὴν Ἀσιμὰθ,"],["31","καὶ οἱ Εὐαῖοι ἐποίησαν τὴν Ἐβλαζὲρ καὶ τὴν Θαρθὰκ, καὶ ὁ Σεπφαρουαῒμ ἡνίκα κατέκαιον τοὺς υἱοὺς αὐτῶν ἐν πυρὶ τῷ Ἀδραμέλεχ καὶ Ἀνημελὲχ θεοῖς Σεπφαρουαΐμ."],["32","Καὶ ἦσαν φοβούμενοι τὸν Κύριον· καὶ κατῴκισαν τὰ βδελύγματα αὐτῶν ἐν τοῖς οἴκοις τῶν ὑψηλῶν ἃ ἐποίησαν ἐν Σαμαρείᾳ, ἔθνος ἔθνος ἐν πόλει ἐν ᾗ κατῴκουν ἐν αὐτῇ· καὶ ἦσαν φοβούμενοι τὸν Κύριον· καὶ ἐποίησαν ἑαυτοῖς ἱερεῖς τῶν ὑψηλῶν, καὶ ἐποίησαν ἑαυτοῖς ἐν οἴκῳ τῶν ὑψηλῶν."],["33","Καὶ τὸν Κύριον ἐφοβοῦντο, καὶ τοῖς θεοῖς αὐτῶν ἐλάτρευον κατὰ τὸ κρίμα τῶν ἐθνῶν, ὅθεν ἀπῴκισαν αὐτοὺς ἐκεῖθεν."],["34","Ἕως τῆς ἡμέρας ταύτης αὐτοὶ ἐποίουν κατὰ τὸ κρίμα αὐτῶν· αὐτοὶ φοβοῦνται, καὶ αὐτοὶ ποιοῦσι κατὰ τὰ δικαιώματα αὐτῶν, καὶ κατὰ τὴν κρίσιν αὐτῶν, καὶ κατὰ τὸν νόμον, καὶ κατὰ τὴν ἐντολὴν ἣν ἐνετείλατο Κύριος τοῖς υἱοῖς Ἰακὼβ, οὗ ἔθηκε τὸ ὄνομα αὐτοῦ Ἰσραήλ."],["35","Καὶ διέθετο Κύριος μετʼ αὐτῶν διαθήκην, καὶ ἐνετείλατο αὐτοῖς, λέγων, οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους, καὶ οὐ προσκυνήσετε αὐτοῖς, καὶ οὐ λατρεύσετε αὐτοῖς, καὶ οὐ θυσιάσετε αὐτοῖς·"],["36","Ὅτι ἀλλʼ ἢ τῷ Κυρίῳ ὃς ἀνήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύϊ μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ, αὐτὸν φοβηθήσεσθε, καὶ αὐτῷ προσκυνήσετε, αὐτῷ θύσετε."],["37","Τὰ δικαιώματα καὶ τὰ κρίματα καὶ τὸν νόμον καὶ τὰς ἐντολὰς, ἃς ἔγραψεν ὑμῖν ποιεῖν, φυλάσσεσθε πάσας τὰς ἡμέρας, καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους."],["38","Καὶ τὴν διαθήκην ἣν διέθετο μεθʼ ὑμῶν οὐκ ἐπιλήσεσθε· καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους·"],["39","Ἀλλʼ ἢ τὸν Κύριον Θεὸν ὑμῶν φοβηθήσεσθε, καὶ αὐτὸς ἐξελεῖται ὑμᾶς ἐκ πάντων τῶν ἐχθρῶν ὑμῶν."],["40","Καὶ οὐκ ἀκούσεσθε ἐτὶ τῷ κρίματι αὐτῶν, ὃ αὐτοὶ ποιοῦσι."],["41","Καὶ ἦσαν τὰ ἔθνη ταῦτα φοβούμενοι τὸν Κύριον, καὶ τοῖς γλυπτοῖς αὐτῶν ἦσαν δουλεύοντες· καί γε οἱ υἱοὶ καὶ υἱοὶ τῶν υἱῶν αὐτῶν, καθὰ ἐποίησαν οἱ πατέρες αὐτῶν, ποιοῦσιν ἕως τῆς ἡμέρας ταύτης."]],[["1","Καὶ ἐγένετο ἐν ἔτει τρίτῳ τῷ Ὠσηὲ υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἐζεκίας υἱὸς Ἄχαζ βασιλέως Ἰούδα."],["2","Υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἄβού, θυγάτηρ Ζαχαρίου."],["3","Καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα ὅσα ἐποίησε Δαυὶδ ὁ πατὴρ αὐτοῦ."],["4","Αὐτὸς ἐξῆρε τὰ ὑψηλὰ, καὶ συνέτριψε τὰς στήλας, καὶ ἐξωλέθρευσε τὰ ἄλση, καὶ τὸν ὄφιν τὸν χαλκοῦν ὃν ἐποίησε Μωυσῆς, ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ Ἰσραὴλ θυμιῶντες αὐτῷ· καὶ ἐκάλεσεν αὐτὸν Νεεσθάν."],["5","Ἐν Κυρίῳ Θεῷ Ἰσραὴλ ἤλπισεν, καὶ μετʼ αὐτὸν οὐκ ἐγενήθη ὅμοιος αὐτῷ ἐν βασιλεῦσιν Ἰούδα, καὶ ἐν τοῖς γενομένοις ἔμπροσθεν αὐτοῦ."],["6","Καὶ ἐκολλήθη τῷ Κυρίῳ, οὐκ ἀπέστη ὄπισθεν αὐτοῦ, καὶ ἐφύλαξε τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐνετείλατο Μωυσῇ."],["7","Καὶ ἦν Κύριος μετʼ αὐτοῦ, καὶ ἐν πᾶσιν οἷς ἐποίει, συνῆκε· καὶ ἠθέτησεν ἐν τῷ βασιλεῖ Ἀσσυρίων, καὶ οὐκ ἐδούλευσεν αὐτῷ."],["8","Αὐτὸς ἐπάταξεν τοὺς ἀλλοφύλους ἕως Γάζης, καὶ ἕως ὁρίου αὐτῆς ἀπὸ πύργου φυλασσόντων καὶ ἕως πόλεως ὀχυρᾶς."],["9","Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ τετάρτῳ βασιλεῖ Ἐζεκίᾳ, αὐτὸς ἐνιαυτὸς ὁ ἕβδομος τῷ Ὠσηὲ υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραήλ, ἀνέβη Σαλαμανασσὰρ βασιλεὺς Ἀσσυρίων ἐπὶ Σαμάρειαν, καὶ ἐπολιόρκει ἐπʼ αὐτὴν,"],["10","καὶ κατελάβετο αὐτὴν ἀπὸ τέλους τριῶν ἐτῶν ἐν ἔτει ἕκτῳ τῷ Ἑζεκίᾳ, αὐτὸς ἐνιαυτὸς ἔννατος τῷ Ὠσηὲ βασιλεῖ Ἰσραὴλ, καὶ συνελήμφθη Σαμάρεια."],["11","Καὶ ἀπῴκισε βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν εἰς Ἀσσυρίους, καὶ ἔθηκεν αὐτοὺς ἐν Ἁλαὲ καὶ ἐν Ἀβὼρ ποταμῷ Γωζὰν καὶ ὄρὴ Μήδων·"],["12","ἀνθʼ ὧν ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς Κυρίου Θεοῦ αὐτῶν, καὶ παρέβησαν τὴν διαθήκην αὐτοῦ πάντα ὅσα ἐνετείλατο Μωυσῆς ὁ δοῦλος Κυρίου, καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἐποίησαν."],["13","Καὶ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει ἔτει τοῦ βασιλέως βασιλέως Ἑζεκίου ἀνέβη Σενναχηρὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις Ἰούδα τὰς ὀχυρὰς, καὶ συνέλαβεν αὐτάς."],["14","Καὶ ἀπέστειλεν Ἐζεκίας βασιλεὺς Ἰούδα ἀγγέλους πρὸς βασιλέα Ἀσσυρίων εἰς Λαχὶς, λέγων, ἡμάρτηκα, ἀποστράφηθι ἀπʼ ἐμοῦ· ὃ ἐὰν ἐπιθῇς ἐπʼ ἐμὲ, βαστάσω· καὶ ἐπέθηκεν ὁ βασιλεὺς Ἀσσυρίων ἐπὶ Ἑζεκίαν βασιλέα Ἰούδα τριακόσια τάλαντα ἀργυρίου, καὶ τριάκοντα τάλαντα χρυσίου."],["15","Καὶ ἔδωκεν Ἑζεκίας πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου, καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως."],["16","Ἐν τῷ καιρῷ ἐκείνῳ συνέκοψεν Ἑζεκίας τὰς θύρας ναοῦ, καὶ τὰ ἐστηριγμένα ἃ ἐχρύσωσεν Ἑζεκίας ὁ βασιλεὺς Ἰούδα, καὶ ἔδωκεν αὐτὰ βασιλεῖ Ἀσσυρίων."],["17","Καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων τὸν Θανθὰν καὶ τὸν Ῥαφὶς καὶ τὸν Ῥαψάκην ἐκ Λαχὶς πρὸς τὸν βασιλέα Ἑζεκίαν ἐν δυνάμει βαρείᾳ ἐπὶ Ἱερουσαλήμ· καὶ ἀνέβησαν καὶ ἦλθον εἰς Ἱερουσαλὴμ, καὶ ἔστησαν ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἥ ἐστιν ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως."],["18","Καὶ ἐβόησαν πρὸς Ἐζεκίαν· καὶ ἦλθον πρὸς αὐτὸν Ἑλιακὶμ υἱὸς Χελκίου ὁ οἰκονόμος, καὶ Σωμνὰς ὁ γραμματεὺς, καὶ Ἰωὰς ὁ νἱὸς Σαφὰτ ὁ ἀναμιμνήσκων."],["19","Καὶ εἶπε πρὸς αὐτοὺς Ῥαψάκης, εἴπατε δὴ πρὸς Ἐζεκίαν, τάδε λέγει ὁ βασιλεὺς, ὁ μέγας βασιλεὺς Ἀσσυρίων, τί ἡ πεποίθησις αὕτη ἣν πέποιθας;"],["20","Εἶπας, πλὴν λόγοι χειλέων, Βουλὴ καὶ δύναμις εἰς πόλεμον· νῦν οὖν τίνι πεποιθὼς ἠθέτησας ἐν ἐμοί;"],["21","Νῦν ἰδοὺ πέποιθας σαυτῷ ἐπὶ τὴν ῥἁβδον τὴν καλαμίνην τὴς τεθλασμένην ταύτην, ἐπʼ Αἴγυπτον; ὃς ἂν στηριχθῇ ἀνὴρ ἐπʼ αὐτὴν, καὶ εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ, καὶ τρήσει αὐτήν· οὕτως Φαραὼ βασιλεὺς Αἰγύπτου πᾶσι τοῖς πεποιθόσιν ἐπʼ αὐτόν."],["22","Καὶ ὅτι εἶπας πρὸς μὲ, ἐπὶ Κύριον Θεὸν πεποίθαμεν· οὐχὶ αὐτὸς οὗτος ἀπέστησεν Ἐζεκίας τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ, καὶ εἶπε τῷ Ἰούδᾳ καὶ τῇ Ἱερουσαλὴμ, ἐνώπιον τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε ἐν Ἰερουσαλήμ;"],["23","Καὶ νῦν μίχθητε δὴ τῷ κυρίῳ μου βασιλεῖ Ἀσσυρίων, καὶ δώσω σοι δισχιλίους ἵππους, εἰ δυνήσῃ δοῦναι σεαυτῷ ἐπιβάτας ἐπʼ αὐτούς."],["24","Καὶ πῶς ἀποστρέψεις τὸ πρόσωπον τοπάρχου ἑνὸς τῶν δούλων τοῦ κυρίου μου τῶν ἐλαχίστων; καὶ ἤλπισας σαυτῷ ἐπʼ Αἴγυπτον εἰς ἅρματα καὶ ἱππεῖς."],["25","Καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὸν τόπον τοῦτον τοῦ διαφθεῖραι αὐτόν; Κύριος εἶπε πρὸς μὲ, ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην καὶ διάφθειρον αὐτήν."],["26","Καὶ εἶπεν Ἑλιακὶμ υἱὸς Χελκίου καὶ Σωμνὰς καὶ Ἰωὰς πρὸς Ῥαψάκην, λάλησον δὴ πρὸς τοὺς παῖδάς σου Συριστὶ, ὅτι ἀκούομεν ἡμεῖς· καὶ οὐ λαλήσεις μεθʼ ἡμῶν Ἰουδαϊστὶ· καὶ ἱνατί λαλεῖς ἐν τοῖς ὠσὶ τοῦ λαοῦ τοῦ ἐπὶ τοῦ τείχους;"],["27","Καὶ εἶπε πρὸς αὐτοὺς Ῥαψάκης, μὴ ἐπὶ τὸν κύριόν σου καὶ πρὸς σὲ ἀπέστειλέ με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ ἐπὶ τοὺς ἄνδρας τοὺς καθημένους ἐπὶ τοῦ τείχους, τοῦ φαγεῖν τὴν κόπρον αὐτῶν, καὶ πιεῖν τὸ οὖρον αὐτῶν μεθʼ ὑμῶν ἅμα;"],["28","Καὶ ἔστη Ῥαψάκης καὶ ἐβόησε φωνῇ μεγάλῃ Ἰουδαϊστὶ, καὶ ἐλάλησε καὶ εἶπεν, ἀκούσατε τοὺς λόγους τοῦ μεγάλου βασιλέως Ἀσσυρίων."],["29","Τάδε λέγει ὁ βασιλεὺς, μὴ ἐπαιρέτω ὑμᾶς Ἐζεκίας λόγοις, ὅτι οὐ μὴ δύνηται ὑμᾶς ἐξελέσθαι ἐκ χειρὸς αὐτοῦ."],["30","Καὶ μὴ ἐπελπιζέτω ὑμᾶς Ἐζεκίας πρὸς Κὺριον, λέγων, ἐξαιρούμενος ἐξελεῖται Κύριος, οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων."],["31","Μὴ ἀκούετε Ἐζεκίου· ὅτι τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων, ποιήσατε μετʼ ἐμοῦ εὐλογίαν, καὶ ἐξέλθατε πρὸς μὲ, καὶ πίεται ἀνὴρ τὴν ἄμπελον αὐτοῦ, καὶ ἀνὴρ τὴν συκῆν αὐτοῦ φάγεται, καὶ πίεται ὕδωρ τοῦ λάκκου αὐτοῦ,"],["32","ἕως ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτου καὶ ἀμπελώνων, γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος, καὶ ζήσετε καὶ οὐ μὴ ἀποθάνητε· καὶ μὴ ἀκούετε Ἐζεκίου, ὅτι ἀπατᾷ ὑμᾶς, λέγων, Κύριος ῥύσεται ὑμᾶς."],["33","Μὴ ῥυόμενοι ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων;"],["34","Ποῦ ἐστιν ὁ θεὸς Αἱμὰθ, καὶ Ἀρφάδ; ποῦ ἐστιν ὁ θεὸς Σεπφαρουαῒμ, Ἀνὰ, καὶ Ἀβὰ, ὅτι ἐξείλαντο Σαμάρειαν ἐκ χειρός μου;"],["35","Τίς ἐν πᾶσι τοῖς θεοῖς τῶν γαιῶν, οἳ ἐξείλαντο τὰς γᾶς αὐτῶν ἐκ χειρός μου, ὅτι ἐξελεῖται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου;"],["36","Καὶ ἐκώφευσαν καὶ οὐκ ἀπεκρίθησαν αὐτῷ λόγον, ὅτι ἐντολὴ τοῦ βασιλέως, λέγων, οὐκ ἀποκριθήσεσθε αὐτῷ."],["37","Καὶ εἰσῆλθεν Ἐλιακὶμ υἱὸς Χελκίου ὁ οἰκονόμος, καὶ Σωμνὰς ὁ γραμματεὺς, καὶ Ἰωὰς υἱὸς Σαφὰτ ὁ ἀναμιμνήσκων πρὸς Ἐζεκίαν, διεῤῥηχότες τὰ ἱμάτια, καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ῥαψάκου."]],[["1","Καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ἐζεκίας, καὶ διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ περιεβάλετο σάκκον, καὶ εἰσῆλθεν εἰς οἶκον Κυρίου."],["2","Καὶ ἀπέστειλεν Ἑλιακὶμ τὸν οἰκονόμον, καὶ Σωμνὰν τὸν γραμματέα, καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους, πρὸς Ἡσαΐαν τὸν προφήτην υἱὸν Ἀμώς."],["3","Καὶ εἶπον πρὸς αὐτὸν, τάδε λέγει Ἐζεκίας, ἡμέρα θλίψεως καὶ ἐλεγμοῦ καὶ παροργισμοῦ ἡ ἡμέρα αὕτη· ὅτι ἦλθον υἱοὶ ἕως ὠδίνων, καὶ ἰσχὺς οὐκ ἔστι τῇ τικτούσῃ."],["4","Εἴ πως εἰσακούσεται Κύριος ὁ Θεός σου πάντας τοὺς λόγους Ῥαψάκου, ὃν ἀπέστειλεν αὐτὸν βασιλεὺς Ἀσσυρίων ὁ κύριος αὐτοῦ ὀνειδίζειν Θεὸν ζῶντα, καὶ βλασφημεῖν ἐν λόγοις οἷς ἤκουσε Κύριος ὁ Θεός σου, καὶ λήψῃ προσευχὴν περὶ τοῦ λείμματος τοῦ εὑρισκομένου."],["5","Καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως Ἐζεκίου πρὸς Ἡσαΐαν."],["6","Καὶ εἶπεν αὐτοῖς Ἡσαΐας, Τάδε ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν, τάδε λέγει Κύριος, μὴ φοβηθῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας, ὧν ἐβλασφήμησαν τὰ παιδάρια βασιλέως Ἀσσυρίων."],["7","Ἰδοὺ ἐγὼ δίδωμι ἐν αὐτῷ πνεῦμα, καὶ ἀκούσεται ἀγγελίαν, καὶ ἀποστραφήσεται εἰς τὴν γῆν αὐτοῦ· καὶ καταβαλῶ αὐτὸν ἐν ῥομφαίᾳ ἐν τῇ γῇ αὐτοῦ."],["8","Καὶ ἐπέστρεψε Ῥαψάκης, καὶ εὗρε τὸν βασιλέα Ἀσσυρίων πολεμοῦντα ἐπὶ Λοβνὰ, ὅτι ἤκουσεν ὅτι ἀπῇρεν ἐκ Λαχίς."],["9","Καὶ ἤκουσε περὶ Θαρακὰ βασιλέως Αἰθιόπων, λέγων, ἰδοὺ ἐξῆλθε πολεμεῖν μετὰ σοῦ· καὶ ἐπέστρεψε, καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἐζεκίαν, λέγων,"],["10","μὴ ἐπαιρέτω σε ὁ Θεός σου ἐφʼ ᾧ σὺ πέποιθας ἐν αὐτῷ, λέγων, οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων."],["11","Ἰδοὺ σὺ ἤκουσας πάντα ὅσα ἐποίησαν βασιλεῖς Ἀσσυρίων πάσαις ταῖς γαίαις τοῦ ἀναθεματίσαι αὐτάς· καὶ σὺ ῥυσθήσῃ;"],["12","Μὴ ἐξαιρούμενοι ἐξείλαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν, οὓς διέφθειραν οἱ πατρές μου, τήν τε Γωζὰν, καὶ τὴν Χαῤῥὰν, καὶ τὴν Ῥαφὶς, καὶ υἱοὺς Ἐδὲμ τοὺς ἐν Θαεσθέν;"],["13","Ποῦ ἐστιν ὁ βασιλεὺς Αἱμὰθ, καὶ ὁ βασιλεὺς Ἀρφάδ; καὶ ποῦ ἐστιν ὁ βασιλεὺς τῆς πόλεως Σεπφαρουαῒν, Ἀνὰ, καὶ Ἀβά;"],["14","Καὶ ἔλαβεν Ἐζεκίας τὰ βιβλία ἐκ χειρὸς τῶν ἀγγέλων, καὶ ἀνέγνω αὐτά· καὶ ἀνέβη εἰς οἶκον Κυρίου, καὶ ἀνέπτυξεν αὐτὰ Ἐζεκίας ἐναντίον Κυρίου,"],["15","καὶ εἶπε, Κύριε ὁ Θεὸς Ἰσραὴλ ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, σὺ εἶ ὁ Θεὸς μόνος ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν."],["16","Κλῖνον Κύριε τὸ οὖς σου καὶ ἄκουσον, ἄνοιξον Κύριε τοὺς ὀφθαλμούς σου καὶ ἴδε, καὶ ἄκουσον τοὺς λόγους Σενναχηρὶμ οὓς ἀπέστειλεν ὀνειδίζειν Θεὸν ζῶντα."],["17","Ὅτι ἀληθείᾳ Κύριε ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὰ ἔθνη,"],["18","καὶ ἔδωκαν τοὺς θεοὺς αὐτῶν εἰς τὸ πῦρ, ὅτι οὐ θεοί εἰσιν, ἀλλʼ ἢ ἔργα χειρῶν ἀνθρώπων ξύλα καὶ λίθος· καὶ ἀπώλεσαν αὐτούς."],["19","Καὶ νῦν, Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ, καὶ γνώσονται πᾶσαι αἱ βασιλεῖαι τῆς γῆς, ὅτι σὺ Κύριος ὁ Θεὸς μόνος."],["20","Καὶ ἀπέστειλεν Ἡσαΐας υἱὸς Ἀμὼς πρὸς Ἐζεκίαν, λέγων, τάδε λέγει Κύριος ὁ Θεὸς τῶν δυνάμεων Θεὸς Ἰσραὴλ, ἃ προσηύξω πρὸς μὲ περὶ Σενναχηρὶμ βασιλέως Ἀσσυρίων, ἤκουσα."],["21","Οὗτος ὁ λόγος ὃν ἐλάλησε Κύριος ἐπʼ αὐτὸν, ἐξουδένησέ σε καὶ ἐμυκτήρισέ σε παρθένος θυγάτηρ Σιὼν, ἐπὶ σοὶ κεφαλὴν αὐτῆς ἐκίνησε θυγάτηρ Ἱερουσαλήμ."],["22","Τίνα ὠνείδισας, καὶ τίνα ἐβλασφήμησας; καὶ ἐπὶ τίνα ὕψωσας φωνὴν, καὶ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου; εἰς τὸν ἅγιον τοῦ Ἰσραήλ;"],["23","Ἐν χειρὶ ἀγγέλων σου ὠνείδισας Κύριον, καὶ εἶπας, ἐν τῷ πλήθει τῶν ἁρμάτων μου ἐγὼ ἀναβήσομαι εἰς ὕψος ὀρέων μηροὺς τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ μέγεθος τῆς κέδρου αὐτοῦ, τὰ ἐκλεκτὰ κυπαρίσσων αὐτοῦ, καὶ ἦλθον εἰς μέσον δρυμοῦ καὶ Καρμήλου."],["24","Ἐγὼ ἔψυξα καὶ ἔπιον ὕδατα ἀλλότρια, καὶ ἐξερήμωσα τῷ ἴχνει τοῦ ποδός μου πάντας ποταμοὺς περιοχῆς."],["25","Ἔπλασα αὐτὴν, συνήγαγον αὐτήν· καὶ ἐγενήθη εἰς ἐπάρσεις ἀποικεσιῶν μαχίμων πόλεις ὀχυράς."],["26","Καὶ οἱ ἐνοικοῦντες ἐν αὐταῖς ἠσθένησαν τῇ χειρὶ, ἔπτηξαν καὶ κατῃσχύνθησαν· ἐγένοντο χόρτος ἀγροῦ, ἢ χλωρὰ βοτάνη, χλόη δωμάτων, καὶ πάτημα ἀπέναντι ἑστηκότος."],["27","Καὶ τὴν καθέδραν σου καὶ τὴν ἔξοδόν σου ἔγνων, καὶ τὸν θυμόν σου ἐπʼ ἐμὲ,"],["28","διὰ τὸ ὀργισθῆναί σε ἐπʼ ἐμὲ, καὶ τὸ στρῆνός σου ἀνέβη ἐν τοῖς ὠσί μου· καὶ θήσω τὰ ἄγκιστρά μου ἐν τοῖς μυκτῆρσί σου, καὶ χαλινὸν ἐν τοῖς χείλεσί σου, καὶ ἀποστρέψω σε ἐν τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ."],["29","Καὶ τοῦτό σοι τὸ σημεῖον· φάγε τοῦτον τὸν ἐνιαυτὸν αὐτόματα, καὶ τῷ ἔτει τῷ δευτέρῳ τὰ ἀνατέλλοντα, καὶ ἔτει τρίτῳ σπορὰ καὶ ἀμητὸς καὶ φυτεία ἀμπελώνων, καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν."],["30","Καὶ προσθήσει τὸν διασεσωσμένον οἴκου Ἰούδα τὸ ὑπολειφθὲν ῥίζαν κάτω, καὶ ποιήσει καρπὸν ἄνω."],["31","Ὅτι ἐξ Ἱερουσαλὴμ ἐξελεύσεται κατάλειμμα, καὶ ἀνασωζόμενος ἐξ ὄρους Σιών· ὁ ζῆλος Κυρίου τῶν δυνάμεων ποιήσει τοῦτο."],["32","Οὐχ οὕτως; Τάδε λέγει Κύριος πρὸς βασιλέα Ἀσσυρίων, οὐκ εἰσελεύσεται εἰς τὴν πόλιν ταύτην, καὶ οὐ τοξεύσει ἐκεῖ βέλος, καὶ οὐ προφθάσει ἐπʼ αὐτὴν θυρεὸς, καὶ οὐ μὴ ἐκχέῃ πρὸς αὐτὴν πρόσχωμα."],["33","Τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται, καὶ εἰς τὴν πόλιν ταύτην οὐκ εἰσελεύσεται, λέγει Κύριος."],["34","Καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης διʼ ἐμὲ καὶ διὰ Δαυὶδ τὸν δοῦλόν μου."],["35","Καὶ ἐγένετο νυκτὸς, καὶ ἐξῆλθεν ἄγγελος Κυρίου καὶ ἐπάταξεν ἐν τῇ παρεμβολῇ τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας· καὶ ὤρθρισαν τοπρωῒ, καὶ ἰδοὺ πάντες σώματα νεκρά."],["36","Καὶ ἀπῇρε καὶ ἐπορεύθη καὶ ἀπέστρεψε Σενναχηρὶμ βασιλεὺς Ἀσσυρίων, καὶ ᾤκησεν ἐν Νινευῆ."],["37","Καὶ ἐγένετο αὐτοῦ προσκυνοῦντος ἐν οἴκῳ Μεσερὰχ τοῦ θεοῦ αὐτοῦ, καὶ Ἀδραμέλεχ καὶ Σαρασὰρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν ἐν μαχαίρᾳ· καὶ αὐτοὶ ἐσώθησαν εἰς γῆν Ἀραράθ· καὶ ἐβασίλευσεν Ἀσορδὰν ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."]],[["1","Ἐν ταῖς ἡμέραις ἐκείναις ἠῤῥώστησεν Ἐζεκίας εἰς θάνατον· καὶ εἰσῆλθε πρὸς αὐτὸν Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης, καὶ εἶπε πρὸς αὐτὸν, τάδε λέγει Κύριος, ἔντειλαι τῷ οἴκῳ σου, ἀποθνήσκεις σὺ καὶ οὐ ζήσῃ."],["2","Καὶ ἐπέστρεψεν Ἐζεκίας πρὸς τὸν τοῖχον, καὶ ηὔξατο πρὸς Κύριον λέγων"],["3","Κύριε, μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ καρδίᾳ πλήρει, καὶ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ἐποίησα· καὶ ἔκλαυσεν Ἐζεκίας κλαυθμῷ μεγάλῳ."],["4","Καὶ ἦν Ἡσαΐας ἐν τῇ αὐλῇ τῇ μέσῃ, καὶ ῥῆμα Κυρίου ἐγένετο πρὸς αὐτὸν, λέγων,"],["5","ἐπίστρεψον, καὶ ἐρεῖς πρὸς Ἐζεκίαν τὸν ἡγούμενον τοῦ λαοῦ μου, τάδε λέγει Κύριος ὁ Θεὸς Δαυὶδ τοῦ πατρός σου, ἤκουσα τῆς προσευχῆς σου, εἶδον τὰ δάκρυά σου· ἰδοὺ ἐγὼ ἰάσομαί σε· τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναβήσῃ εἰς οἶκον Κυρίου."],["6","Καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου πεντεκαίδεκα ἔτη· καὶ ἐκ χειρὸς· βασιλέως Ἀσσυρίων σώσω σε καὶ τὴν πόλιν ταύτην, καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης διʼ ἐμὲ καὶ διὰ Δαυὶδ τὸν δοῦλόν μου."],["7","Καὶ εἶπε, λαβέτωσαν παλάθην σύκων, καὶ ἐπιθέτωσαν ἐπὶ τὸ ἕλκος, καὶ ὑγιάσει."],["8","Καὶ εἶπεν Ἐζεκίας πρὸς Ἡσαΐαν, τί τὸ σημεῖον ὅτι ἰάσεταί με Κύριος, καὶ ἀναβήσομαι εἰς οἶκον Κυρίου τῇ ἡμέρᾳ τῇ τρίτῃ;"],["9","Καὶ εἶπεν Ἡσαΐας, τοῦτο τὸ σημεῖον παρὰ Κυρίου, ὅτι ποιήσει Κύριος τὸν λόγον ὃν ἐλάλησε· πορεύσεται ἡ σκιὰ δέκα βαθμοὺς, ἐὰν ἐπιστρέψῃ δέκα βαθμούς."],["10","Καὶ εἶπεν Ἐζεκίας, κοῦφον τὴν σκιὰν κλῖναι δέκα βαθμούς· οὐχὶ, ἀλλʼ ἐπιστραφήτω ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς δέκα βαθμοὺς εἰς τὰ ὀπίσω."],["11","Καὶ ἐβόησεν Ἡσαΐας ὁ προφήτης πρὸς Κύριον, καὶ ἐπέστρεψεν ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς εἰς τὰ ὀπίσω δέκα βαθμούς."],["12","Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλε Μαρωδὰχ Βαλαδὰν υἱὸς Βαλαδὰν βασιλεὺς Βαβυλῶνος βιβλία καὶ μαναὰ πρὸς Ἐζεκίαν, ὅτι ἤκουσεν ὅτι ἠῤῥώστησεν Ἐζεκίας."],["13","Καὶ ἐχάρη ἐπʼ αὐτοῖς Ἐζεκίας, καὶ ἔδειξεν αὐτοῖς ὅλον τὸν οἶκον τοῦ νεχωθὰ, τὸ ἀργύριον καὶ τὸ χρυσίον, τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθὸν, καὶ τὸν οἶκον τῶν σκευῶν, καὶ ὅσα εὑρέθη ἐν τοῖς θησαυροῖς αὐτοῦ· οὐκ ἦν λόγος ὃν οὐκ ἔδειξεν αὐτοῖς Ἐζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ."],["14","Καὶ εἰσῆλθεν Ἡσαΐας ὁ προφήτης πρὸς τὸν βασιλέα Ἑζεκίαν, καὶ εἶπε πρὸς αὐτόν, τί ἐλάλησαν οἱ ἄνδρες οὖτοι, καὶ πόθεν ἥκασι πρὸς σέ; καὶ εἶπεν Ἐζεκίας, ἐκ γῆς πόῤῥωθεν ἥκασιν πρὸς μὲ, ἐκ Βαβυλῶνος."],["15","Καὶ εἶπε, τί εἶδον ἐν τῷ οἴκῳ σου; καὶ εἶπε πάντα ὅσα ἐν τῷ οἴκῳ μου εἶδον· οὐκ ἦν ἐν τῷ οἴκῳ μου ὃ οὐκ ἔδειξα αὐτοῖς, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου."],["16","Καὶ εἶπεν Ἡσαΐας πρὸς Ἐζεκίαν, ἄκουσον λόγον Κυρίου,"],["17","ἰδοὺ ἡμέραι ἔρχονται, καὶ ληφθήσεται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς Βαβυλῶνα· καὶ οὐχ ὑπολειφθήσεται ῥῆμα ὃ εἶπε Κύριος."],["18","Καὶ οἱ υἱοί σου οἳ ἐξελεύσονται ἐκ σοῦ οὓς γεννήσεις, λήψεται, καὶ ἔσονται εὐνοῦχοι ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶνος."],["19","Καὶ εἶπεν Ἐζεκίας πρὸς Ἡσαΐαν, ἀγαθὸς ὁ λόγος Κυρίου ὃν ἐλάλησεν· ἔστω εἰρήνη ἐν ταῖς ἡμέραις μου."],["20","Καὶ τὰ λοιπὰ τῶν λόγων Ἐζεκίου καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ ὅσα ἐποίησε, τὴν κρήνην καὶ τὸν ὑδραγωγόν, καὶ εἰσήγαγε τὸ ὕδωρ εἰς τὴν πόλιν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;"],["21","Καὶ ἐκοιμήθη Ἐζεκίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσε Μανασσῆς υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."]],[["1","Υἱὸς δώδεκα ἐτῶν Μανασσὴς ἐν τῷ βασιλεύειν αὐτόν, καὶ πεντήκοντα καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἁψιβά."],["2","Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῆρε Κύριος ἀπὸ προσώπον τῶν υἱῶν Ἰσραήλ."],["3","Καὶ ἐπέστρεψε καὶ ᾠκοδόμησε τὰ ὑψηλὰ ἃ κατέσπασεν Ἑζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησε θυσιαστήριον τῇ Βάαλ, καὶ ἐποίησε τὰ ἄλση καθὼς ἐποίησεν Ἀχαὰβ βασιλεὺς Ἰσραήλ, καὶ προσεκύνησε πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ ἐδούλευσεν αὐτοῖς."],["4","Καὶ ᾠκοδόμησε θυσιαστήριον ἐν ὄκῳ Κυρίου, ὡς εἶπεν, ἐν Ἰερουσάλὴμ θήσω τὸ ὄνομά μου."],["5","Καὶ ᾠκοδόμησε θυσιαστήριον πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου."],["6","Καὶ διῆγε τοὺς υἱοὺς αὐτοῦ ἐν πυρί, καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο, καὶ ἐποίησε τεμένη, καὶ γνώστας ἐπλήθυνε τοῦ ποιεῖν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν."],["7","Καὶ ἔθηκε τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ ᾧ εἶπε Κύριος πρὸς Δαυὶδ καὶ πρὸς Σαλωμὼν τὸν υἱὸν αὐτοῦ, ἐν τῷ οἴκῳ τούτῳ καὶ ἐν Ἰερουσαλὴμ ᾗ ἐξελεξάμην ἐκ πασῶν φυλῶν τοῦ Ἰσραὴλ καὶ θήσω τὸ ὄνομά μου εἰς τὸν αἰῶνα,"],["8","καὶ οὐ προσθήσω τοῦ σαλεῦσαι τὸν πόδα Ἰσραὴλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν, οἵ τινες φυλάξουσι πάντα ὅσα ἐνετειλάμην κατὰ πᾶσαν τὴν ἐντολὴν ἣν ἐνετείλατο αὐτοῖς ὁ δοῦλός μου Μωυσῆς."],["9","Καὶ οὐκ ἤκουσαν, καὶ ἐπλάνησεν αὐτοὺς Μανασσῆς τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου ὑπὲρ τὰ ἔθνη, ἃ ἠθάνισε Κύριος ἐκ προσώπου υἱῶν Ἰσραήλ."],["10","Καὶ ἐλάλησε Κύριος ἐν χειρὶ δούλων αὐτοῦ τῶν προφητῶν, λέγων,"],["11","ἀνθʼ ὧν ὅσα ἐποίησε Μανασσῆς ὁ βασιλεὺς Ἰούδα τὰ βδελύγματα ταῦτα τὰ πονηρὰ ἀπὸ πάντων ὧν ἐποίησεν ὁ Ἀμοῤῥαῖος ὁ ἔμπροσθεν, καὶ ἐξήμαρτε καί γε Ἰούδαν ἐν τοῖς εἰδώλοις αὐτῶν,"],["12","οὐχ οὕτως· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ, ἰδοὺ ἐγὼ φέρω κακὰ ἐπὶ Ἰερουσαλὴμ καὶ Ἰούδαν, ὥστε παντὸς ἀκούοντος ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ·"],["13","Καὶ ἐκτενῶ ἐπὶ Ἱερουσαλὴμ τὸ μέτρον Σαμαρείας καὶ τὸ στάθμιον οἴκου Ἀχαάβ· καὶ ἀπαλείψω τὴν Ἱερουσαλὴμ, καθὼς ἀπαλείφεται ὁ ἀλάβαστρος ἀπαλειφόμενος καὶ καταστρέφεται ἐπὶ πρόσωπον αὐτοῦ."],["14","Καὶ ἀπεώσομαι τὸ ὑπόλειμμα τῆς κληρονομίας μου, καὶ παραδώσω αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ ἔσονται εἰς διαρπαγὴν καὶ εἰς προνομὴν πᾶσι τοῖς ἐχθροῖς αὐτῶν,"],["15","ἀνθʼ ὧν ὅσα ἐποίησαν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς μου, καὶ ἦσαν παροργίζοντές με ἀπὸ τῆς ἡμέρας ἧς ἐξήγαγον τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης."],["16","Καί γε αἷμα ἀθῶον ἐξέχεε Μανασσῆς πολὺ σφόδρα ἕως οὗ ἔπλησε τὴν Ἱερουσαλὴμ στόμα εἰς στόμα, πλὴν ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ ὧν ἐξήμαρτε τὸν Ἰούδαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου."],["17","Καὶ τὰ λοιπὰ τῶν λόγων Μανασσῆ καὶ πάντα ὅσα ἐποίησε, καὶ ἡ ἁμαρτία αὐτοῦ ἣν ἥμαρτεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;"],["18","Καὶ ἐκοιμήθη Μανασσὴς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν τῷ κήπῳ τοῦ οἴκου αὐτοῦ ἐν κήπῳ Ὀζά· καὶ ἐβασίλευσεν Ἀμὼς υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."],["19","Υἱὸς εἴκοσι καὶ δύο ἐτῶν Ἀμὼς ἐν τῷ βασιλεύειν αὐτόν, καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μεσολλάμ, θυγάτηρ Ἀροὺς ἐξ Ἰετέβα."],["20","Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου καθὼς ἐποίησε Μανασσὴς, ὁ πατὴρ αὐτοῦ."],["21","Καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ ᾗ ἐπορεύθη ὁ πατὴρ αὐτοῦ, καὶ ἐλάτρευσε τοῖς εἰδώλοις οἷς ἐλάτρευσεν ὁ πατὴρ αὐτοῦ, καὶ προσεκύνησεν αὐτοῖς."],["22","Καὶ ἐγκατέλιπε τὸν Κύριον Θεὸν τῶν πατέρων αὐτοῦ, καὶ οὐκ ἐπορεύθη ἐν ὁδῷ Κυρίου."],["23","Καὶ συνεστράφησαν οἱ παῖδες Ἀμὼς πρὸς αὐτὸν, καὶ ἐθανάτωσαν τὸν βασιλέα ἐν τῷ οἴκῳ αὐτοῦ."],["24","Καὶ ἐπάταξεν ὁ λαὸς τῆς γῆς πάντας τοὺς συστραφέντας ἐπὶ τὸν βασιλέα Ἀμώς, καὶ ἐβασίλευσεν ὁ λαὸς τῆς γῆς τὸν Ἰωσίαν υἱὸν αὐτοῦ ἀντʼ αὐτοῦ."],["25","Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀμὼς ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;"],["26","Καὶ ἔθαψαν αὐτὸν ἑν τῷ τάφῳ αὐτοῦ ἑν τῷ κήτῳ Ὀζά, καὶ ἐβασίλευσεν Ἰωσίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."]],[["1","Υἱὸς ὀκτὼ ἐτῶν Ἰωσείας ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ἰερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰεδία, θυλάτηρ Ἐδεϊὰ ἐκ Βασουρώθ."],["2","Καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, οὐκ ἀπέστη δεξιὰ καὶ ἀριστερά."],["3","Καὶ ἐγενήθη ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῷ βασιλεῖ Ἰωσείᾳ, ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Σαπφὰν υἱὸν Ἐζελίου υἱοῦ Μεσολλὰμ τὸν γραμματέα οἴκου Κυρίου, λέγων,"],["4","ἀνάβηθι πρὸς Χελκίαν τὸν ἱερέα τὸν μέγαν, καὶ σφράγισον τὸ ἀργύριον τὸ εἰσενεχθὲν ἐν οἴκῳ Κυρίου, ὃ συνήγαγον οἱ φυλάσσοντες τὸν σταθμὸν παρὰ τοῦ λαοῦ."],["5","Καὶ δότωσαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα τῶν καθεσταμένων ἐν οἴκῳ Κυρίου· καὶ ἔδωκεν αὐτὸ τοῖς ποιοῦσι τὰ ἔργα τοῖς ἐν οἴκῳ Κυρίου τοῦ κατισχῦσαι τὸ βεδὲκ τοῦ οἴκου,"],["6","τοῖς τέκτοσι καὶ τοῖς οἰκοδόμοις καὶ τοῖς τειχισταῖς, καὶ τοῦ κτήσασθαι ξύλα καὶ λίθους λατομητοὺς, τοῦ κραταιῶσαι τὸ βεδὲκ τοῦ οἴκου."],["7","Πλὴν οὐκ ἐξελογίζοντο αὐτοὺς τὸ ἀργύριον τὸ διδόμενον αὐτοῖς, ὅτι ἐν πίστει αὐτοὶ ποιοῦσι."],["8","Καὶ εἶπε Χελκίας ὁ ἱερεὺς ὁ μέγας πρὸς Σαπφὰν τὸν γραμματέα, βιβλίον τοῦ νόμου εὗρον ἐν οἴκῳ Κυρίου· καὶ ἔδωκε Χελκίας τὸ βιβλίον πρὸς Σαπφὰν, καὶ ἀνέγνω αὐτό."],["9","Καὶ εἰσῆλθεν ἐν οἴκῳ Κυρίου πρὸς τὸν βασιλέα, καὶ ἀπέστρεψε τῷ βασιλεῖ ῥῆμα, καὶ εἶπεν, ἐχώνευσαν οἱ δοῦλοί σου τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου, καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα καθεσταμένων ἐν οἴκῳ Κυρίου."],["10","Καὶ εἶπε Σαπφὰν ὁ γραμματεὺς πρὸς τὸν βασιλέα, λέγων, βιβλίον ἔδωκέ μοι Χελκίας ὁ ἱερεύς· καὶ ἀνέγνω αὐτὸ Σαπφὰν ἐνώπιον τοῦ βασιλέως."],["11","Καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους βιβλίου τοῦ νόμου, καὶ διέῤῥηξε τὰ ἱμάτια ἑαυτοῦ."],["12","Καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκίᾳ τῷ ἱερεῖ, καὶ τῷ Ἀχικὰμ υἱῷ Σαπφὰν, καὶ τῷ Ἀχοβὼρ υἱῷ Μιχαίου, καὶ τῷ Σαπφὰν τῷ γραμματεῖ, καὶ τῷ Ἀσαΐᾳ δούλῳ τοῦ βασιλέως, λέγων,"],["13","δεῦτε, ἐκζητήσατε τὸν Κύριον περὶ ἐμοῦ, καὶ περὶ παντὸς τοῦ λαοῦ, καὶ περὶ παντὸς τοῦ Ἰούδα, καὶ περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος τούτου, ὅτι μεγάλη ἡ ὀργὴ Κυρίου ἐκκεκαυμένη ἐν ἡμῖν, ὑπὲρ οὗ οὐκ ἤκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων τοῦ βιβλίου τούτου τοῦ ποιεῖν κατὰ πάντα τὰ γεγραμμένα καθʼ ἡμῶν."],["14","Καὶ ἐπορεύθη Χελκίας ὁ ἱερεὺς, καὶ Ἀχικὰμ, καὶ Ἀχοβὼρ, καὶ Σαπφὰν, καὶ Ἀσαΐας πρὸς Ὄλδαν τὴν προφῆτιν μητέρα Σελλὴμ υἱοῦ Θεκουαὺ υἱοῦ Ἀρὰς τοῦ ἱματιοφύλακος· καὶ αὕτη κατῴκει ἐν Ἰερουσαλὴμ ἐν τῇ Μασενᾷ· καὶ ἐλάλησαν πρὸς αὐτήν."],["15","Καὶ εἶπεν αὐτοῖς, τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραὴλ, εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρὸς μέ,"],["16","τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτὸν πάντας τοὺς λόγους τοῦ βιβλίου οὓς ἀνέγνω βασιλεὺς Ἰούδα,"],["17","ἀνθʼ ὧν ἐγκατέλιπόν με, καὶ ἐθυμίων θεοῖς ἑτέροις, ὅπως παροργίσωσί με ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καὶ ἐκκαυθήσεται θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ σβεσθήσεται."],["18","Καὶ πρὸς βασιλέα Ἰούδα τὸν ἀποστείλαντα ὑμᾶς ἐπιζητῆσαι τὸν Κύριον, τάδε ἐρεῖτε πρὸς αὐτὸν, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, οἱ λόγοι οὓς ἤκουσας,"],["19","ἀνθʼ ὧν ὅτι ἡπαλύνθη ἡ καρδία σου, καὶ ἐνετράπης ἀπὸ προσώπου, ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτὸν, τοῦ εἶναι εἰς ἀφανισμὸν καὶ εἰς κατάραν, καὶ διέῤῥηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιόν μου, καί γε ἐγὼ ἤκουσα, λέγει Κύριος."],["20","Οὐχ οὕτως· ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ συναχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ, καὶ οὐκ ὀφθήσεται ἐν τοῖς ὀφθαλμοῖς σου ἐν πᾶσι τοῖς κακοῖς οἷς ἐγώ εἰμι ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον."]],[["1","Καὶ ἐπέστρεψαν τῷ βασιλεῖ τὸ ῥῆμα· καὶ ἀπέστειλεν ὁ βασιλεὺς, καὶ συνήγαγε πρὸς ἑαυτὸν πάντας τοὺς πρεσβυτέρους Ἰούδα καὶ Ἰερουσαλήμ."],["2","Καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον Κυρίου, καὶ πᾶς ἀνὴρ Ἰούδα καὶ πάντες οἱ κατοικοῦντες ἐν Ἰερουσαλὴμ μετʼ αὐτοῦ, καὶ οἱ ἱερεῖς, καὶ οἱ προφῆται, καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου, καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν πάντας τοὺς λόγους τοῦ βιβλίου τῆς διαθήκης τοῦ εὑρεθέντος ἐν οἴκῳ Κυρίου."],["3","Καὶ ἔστη ὁ βασιλεὺς πρὸς τὸν στύλον, καὶ διέθετο διαθήκην ἐνώπιον Κυρίου, τοῦ πορεύεσθαι ὀπίσω Κυρίου, τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ, καὶ τὰ μαρτύρια αὐτοῦ, καὶ τὰ δικαιώματα αὐτοῦ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ, τοῦ ἀναστῆσαι τοὺς λόγους τῆς διαθήκης ταύτης, τὰ γεγραμμένα ἐπὶ τὸ βιβλίον τοῦτο· καὶ ἔστη πᾶς ὁ λαὸς ἐν τῇ διαθήκῃ."],["4","Καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκίᾳ τῷ ἱερεῖ τῷ μεγάλῳ καὶ τοῖς ἱερεῦσι τῆς δευτερώσεως καὶ τοῖς φυλάσσουσι τὸν σταθμὸν, ἐξαγαγεῖν ἐκ τοῦ ναοῦ Κυρίου πάντα τὰ σκεύη τὰ πεποιημένα τῷ Βάαλ καὶ τῷ ἄλσει καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ· καὶ κατέκαυσεν αὐτὰ ἔξω Ἰερουσαλὴμ ἐν σαλημὼθ Κέδρών, καὶ ἔλαβεν τὸν χοῦν αὐτῶν εἰς Βαιθήλ."],["5","Καὶ κατέκαυσε τοὺς χωμαρὶμ οὓς ἔδωκαν βασιλεῖς Ἰούδα, καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς καὶ ἐν ταῖς πόλεσιν Ἰούδα καὶ τοῖς περικύκλῳ Ἰερουσαλήμ, καὶ τοὺς θυμιῶντας τῷ Βάαλ καὶ τῷ ἡλίῳ, καὶ τῇ σελήνῃ, καὶ τοῖς μαζουρὼθ, καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ."],["6","Καὶ ἐξήνεγκε τὸ ἄλσος ἐξ οἴκου Κυρίου ἔξωθεν Ἰερουσαλὴμ εἰς τὸν χειμάῤῥουν Κέδρών, καὶ κατέκαυσεν αὐτὸν ἐν τῷ χειμάῤῥῳ Κεδρων, καὶ ἐλέπτυνεν εἰς χοῦν· καὶ ἔῤῥιψε τὸν χοῦν αὐτοῦ εἰς τὸν τάφον τῶν υἱῶν τοῦ λαοῦ."],["7","καὶ καθεῖλε τὸν οἶκον τῶν καδησὶμ τῶν ἐν τῷ οἴκῳ Κυρίου, οὗ αἱ γυναῖκες ὕφαινον ἐκεῖ χεττιῒμ τῷ ἄλσει."],["8","Καὶ ἀνήγαγεν πάντας τοὺς ἱερεῖς ἐκ πόλεων Ἰούδα, καὶ ἐμίανε τὰ ὑψηλὰ οὗ ἐθυμίασαν ἐκεῖ οἱ ἱερεῖς ἀπὸ Γαιβὰλ καὶ ἕως Βηρσάβεέ· καὶ καθεῖλε τὸν οἶκον τῶν πυλῶν τὸν παρὰ τὴν θύραν τῆς πύλης Ἰησοῦ ἄρχοντος τῆς πόλεως, τῶν ἐξ ἀριστερῶν ἀνδρὸς ἐν τῇ πύλῃ τῆς πόλεως."],["9","Πλὴν οὐκ ἀνέβησαν οἱ ἱερεῖς τῶν ὑψηλῶν πρὸς τὸ θυσιαστήριον Κυρίου ἐν Ἰερουσαλήμ, ὅτι εἰ μὴ ἔφαγον ἄζυμα ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν."],["10","Καὶ ἐμίανε τὸν Ταφὲθ τὸν ἐν φάραγγι υἱοῦ Ἑννὸμ, τοῦ διαγαγεῖν ἄνδρα τὸν υἱὸν αὐτοῦ καὶ ἄνδρα τὴν θυγατέρα αὐτοῦ τῷ Μόλοχ ἐν πυρί."],["11","Καὶ κατέκαυσε τοὺς ἵππους οὓς ἔδωκαν βασιλεῖς Ἰούδα τῷ ἡλίῳ ἐν τῇ εἰσόδῳ οἴκου Κυρίου εἰς τὸ γαζοφυλάκιον Ναθὰν βασιλέως τοῦ εὐνούχου ἐν φαρουρείμ· καὶ τὸ ἅρμα τοῦ ἡλίου κατέκαυσεν πυρί,"],["12","καὶ τὰ θυσιαστήρια τὰ ἐπὶ τοῦ δώματος τοῦ ὑπερῴου Ἄχαζ, ἃ ἐποίησαν βασιλεὶς Ἰούδα· καὶ τὰ θυσιαστήρια ἃ ἐποίησε Μανασσῆς ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου καθεῖλεν ὁ βασιλεὺς καὶ κατέσπασεν ἐκεῖθεν, καὶ ἔῤῥιψε τὸν χοῦν αὐτῶν εἰς τὸν χειμάῤῥουν Κέδρων."],["13","Καὶ τὸν οἶκον τὸν ἐπὶ πρόσωπον Ἱερουσαλὴμ τὸν ἐκ δεξιῶν τοῦ ὄρους τοῦ Μοσθὰθ, ὃν ᾠκοδόμησε Σαλωμὼν βασιλεὺς Ἰσραὴλ τῇ Ἀστάρτῃ προσοχθίσματι Σιδωνίων, καὶ τῷ Χαμὼς προσοχθίσματι Μωὰβ, καὶ τῷ Μολὸχ βδελύγματι υἱῶν Ἀμμὼν, ἐμίανεν ὁ βασιλεύς."],["14","Καὶ συνέτριψε τὰς στήλας, καὶ ἐξωλόθρευσε τὰ ἄλση, καὶ ἔπλησε τοὺς τόπους αὐτῶν ὀστέων ἀνθρώπων."],["15","Καί γε τὸ θυσιαστήριον τὸ ἐν Βαιθὴλ τὸ ὑψηλὸν ὃ ἐποίησεν Ἱεροβοὰμ υἱὸς Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, καί γε τὸ θυσιαστήριον ἐκεῖνο τὸ ὑψηλὸν κατέσπασε, καὶ συνέτριψε τοὺς λίθους αὐτοῦ καὶ ἐλέπτυνεν εἰς χοῦν, καὶ κατέκαυσε τὸ ἄλσος."],["16","Καὶ ἐξένευσεν Ἰωσίας καὶ εἶδε τοὺς τάφους τοὺς ἐκεῖ ἐν τῇ πόλει, καὶ ἀπέστειλε, καὶ ἔλαβε τὰ ὀστᾶ ἐκ τῶν τάφων, καὶ κατέκαυσεν ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐμίανεν αὐτὸ κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ἐν τῷ ἑστᾶναι Ἱεροβοὰμ ἐν τῇ ἑορτῇ ἐπὶ τὸ θυσιαστήριον· καὶ ἐπιστρέψας ᾖρε τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τὸν τάφον τοῦ ἀνθρώπου τοῦ Θεοῦ τοῦ λαλήσαντος τοὺς λόγους τούτους."],["17","Καὶ εἶπεν, τί τὸ σκόπελον ἐκεῖνο ὃ ἐγὼ ὁρῶ; καὶ εἶπον αὐτῷ οἱ ἄνδρες τῆς πόλεως, ὁ ἄνθρωπος τοῦ Θεοῦ ὁ ἐξεληλυθὼς ἐξ Ἰούδα, καὶ ἐπικαλεσάμενος τοὺς λόγους τούτους οὓς ἐπεκαλέσατο ἐπὶ τὸ θυσιαστήριον Βαιθήλ."],["18","Καὶ εἶπεν, ἄφετε αὐτὸν, ἀνὴρ μὴ κινησάτωσαν τὰ ὀστᾶ αὐτοῦ· καὶ ἐῤῥύσθησαν τὰ ὀστᾶ αὐτοῦ μετὰ τῶν ὀστῶν τοῦ προφήτου τοῦ ἥκοντος ἐκ Σαμαρείας."],["19","Καί γε πάντας τοὺς οἴκους τῶν ὑψηλῶν τοὺς ἐν ταῖς πόλεσιν Σαμαρείας, οὓς ἐποίησαν βασιλεῖς Ἰσραὴλ παροργίζειν Κύριον, ἀπέστησεν Ἰωσίας, καὶ ἐποίησεν ἐν αὐτοῖς πάντα τὰ ἔργα ἃ ἐποίησεν ἐν Βαιθήλ."],["20","Καὶ ἐθυσίασε πάντας τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ὄντας ἐκεῖ ἐπὶ τῶν θυσιαστηρίων, καὶ κατέκαυσε τὰ ὀστᾶ τῶν ἀνθρώπων ἐπʼ αὐτὰ, καὶ ἐπεστράφη εἰς Ἱερουσαλήμ."],["21","Καὶ ἐνετείλατο ὁ βασιλεὺς παντὶ τῷ λαῷ, λέγων, ποιήσατε πάσχα τῷ Κυρίῳ Θεῷ ἡμῶν, καθὼς γέγραπται ἐπὶ βιβλίου τῆς διαθήκης ταύτης."],["22","Ὅτι οὐκ ἐγενήθη τὸ πάσχα τοῦτο ἀφʼ ἡμερῶν τῶν κριτῶν οἳ ἔκρινον τὸν Ἰσραὴλ, καὶ πάσας τὰς ἡμέρας βασιλέων Ἰσραὴλ καὶ βασιλέων Ἰούδα."],["23","ὅτι ἀλλʼ ἢ τῷ ὀκτωκαιδεκάτῳ ἔτει τοῦ βασιλέως Ἰωσίον ἐγενήθη τὸ πάσχα τῷ Κυρίῳ ἐν Ἰερουσαλήμ."],["24","Καί γε τοὺς θελητὰς, καὶ τοὺς γνωριστὰς καὶ τὰ θεραφὶν, καὶ τὰ εἴδωλα, καὶ πάντα τὰ προσοχθίσματα τὰ γεγονότα ἐν τῇ γῇ Ἰούδα καὶ ἐν Ἱερουσαλὴμ ἐξῇρεν Ἰωσίας, ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίον, οὗ εὗρε Χελκίας ὁ ἱερεὺς ἐν οἴκῳ Κυρίου."],["25","Ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ βασιλεὺς, ὃς ἐπέστρεψε πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ, καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ, καὶ ἐν ὅλῃ ἰσχύϊ αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, καὶ μετʼ αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ."],["26","Πλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ τῆς μεγάλης οὗ ἐθυμώθη ὀργῇ αὐτοῦ ἐν τῷ Ἰούδᾳ ἐπὶ τοὺς παροργισμοὺς, οὓς παρώργισεν αὐτὸν Μανασσῆς."],["27","Καὶ εἶπε Κύριος, καί γε τὸν Ἰούδα ἀποστήσω ἀπὸ τοῦ προσώπου μου, καθὼς ἀπέστησα τὸν Ἰσραὴλ, καὶ ἀπεώσομαι τὴν πόλιν ταύτην ἣν ἐξελεξάμην, τὴν Ἱερουσαλὴμ, καὶ τὸν οἶκον οὗ εἶπον, ἔσται τὸ ὄνομά μου ἐκεῖ."],["28","Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωσίου καὶ πάντα ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;"],["29","Ἐν δὲ ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου ἐπὶ βασιλέα Ἀσσυρίων ἐπὶ ποταμὸν Εὐφράτην· καὶ ἐπορεύθη Ἰωσίας εἰς ἀπαντὴν αὐτοῦ, καὶ ἐθανάτωσεν αὐτὸν Νεχαὼ ἐν Μαγεδδὼ ἐν τῷ ἰδεῖν αὐτόν."],["30","Καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ νεκρὸν ἐκ Μαγεδδὼ, καὶ ἤγαγον αὐτὸν εἰς Ἱερουσαλὴμ, καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ· καὶ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν Ἰωάχαζ υἱὸν Ἰωσίου, καὶ ἔχρισαν αὐτὸν, καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ."],["31","Υἱὸς εἴκοσι καὶ τριῶν ἐτῶν ἦν Ἰωάχαζ ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀμιτὰλ, θυγάτηρ Ἱερεμίου ἐκ Λοβνά."],["32","Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ."],["33","Καὶ μετέστησεν αὐτὸν Φαραὼ Νεχαὼ ἐν Ῥαβλαὰμ ἐν γῇ Ἐμὰθ τοῦ μὴ βασιλεύειν ἐν Ἱερουσαλὴμ, καὶ ἔδωκε ζημίαν ἐπὶ τὴν γῆν ἑκατὸν τάλαντα ἀργυρίου καὶ ἑκατὸν τάλαντα χρυσίου."],["34","Καὶ ἐβασίλευσε Φαραὼ Νεχαὼ ἐπʼ αὐτοὺς τὸν Ἐλιακὶμ υἱὸν Ἰωσίου βασιλέως Ἰούδα ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὐτοῦ· καὶ ἐπέστρεψε τὸ ὄνομα αὐτοῦ Ἰωακίμ· καὶ τὸν Ἰωάχαζ ἔλαβε καὶ εἰσήνεγκεν εἰς Αἴγυπτον, καὶ ἀπέθανεν ἐκεῖ."],["35","Καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκεν Ἰωακὶμ τῷ Φαραῷ, πλὴν ἐτιμογράφησε τὴν γῆν τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόματος Φαραώ ἀνὴρ κατὰ τὴν συντίμησιν αὐτοῦ ἔδωκαν τὸ ἀργύριον καὶ τὸ χρυσίον μετὰ τοῦ λαοῦ τῆς γῆς τοῦ δοῦναι τῷ Φαραῷ Νεχαώ."],["36","Υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν Ἰωακὶμ ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰελδὰφ θυγάτηρ Φαδαῒλ ἐκ Ῥουμά."],["37","Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ."]],[["1","Ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ ἐγενήθη αὐτῷ Ἰωακὶμ δοῦλος τρία ἔτη· καὶ ἐπέστρεψε καὶ ἠθέτησεν ἐν αὐτῷ."],["2","Καὶ ἀπέστειλε Κύριος αὐτῷ τοὺς μονοζώνους τῶν Χαλδαίων, καὶ τοὺς μονοζώνους Συρίας, καὶ τοὺς μονοζώνους Μωὰβ, καὶ τοὺς μονοζώνους υἱῶν Ἀμμὼν, καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν τῇ γῇ Ἰούδα τοῦ κατισχῦσαι κατὰ τὸν λόγον Κυρίου, ὃν ἐλάλησεν ἐν χειρὶ τῶν δούλων αὐτοῦ τῶν προφητῶν."],["3","Πλὴν ἐπὶ τὸν θυμὸν Κυρίου ἦν ἐν τῷ Ἰούδα, ἀποστῆσαι αὐτὸν ἀπὸ τοῦ προσώπου αὐτὸν ἐν ἁμαρτίαις Μανασσὴ κατὰ πάντα ὅσα ἐποίησε."],["4","Καί γε τὸ αἷμα ἀθῶον, ἐξέχεε, καὶ ἔπλησε τὴν Ἰερουσαλὴμ αἵματος ἀθώου, καὶ οὐκ ἠθέλησε Κύριος ἱλασθῆναι."],["5","Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωακὶμ καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;"],["6","καὶ ἐκοιμήθη Ἰωακεὶμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ἰωακεὶμ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."],["7","Καὶ οὐ προσέθετο ἔτι βασιλεὺς Αἰγύπτου ἐξελθεῖν ἐκ τῆς γῆς αὐτοῦ, ὅτι ἔλαβε βασιλεὺς Βαβυλῶνος ἀπὸ τοῦ χειμάῤῥου Αἰγύπτου ἕως τοῦ ποταμοῦ Εὐφράτου πάντα ὅσα ἦν τοῦ βασιλέως Αἰγύπτου."],["8","Υἱὸς ὀκτωκαίδεκα ἐτῶν Ἰωαχὶμ ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Νέσθα, θυγάτηρ Ἐλλαναθὰμ, ἐξ Ἱερουσαλήμ."],["9","Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, κατὰ πάντα ὅσα ἐποίησεν ὁ πατὴρ αὐτοῦ."],["10","Ἐν τῷ καιρῷ ἐκείνῳ ἀνέβη Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Ἱερουσαλὴμ, καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ."],["11","Καὶ εἰσῆλθε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς πόλιν, καὶ οἱ παῖδες αὐτοῦ ἐπολιόρκουν ἐπʼ αὐτήν."],["12","Καὶ ἐξῆλθεν Ἰωαχὶμ βασιλεὺς Ἰούδα ἐπὶ βασιλέα Βαβυλῶνος, αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἡ μήτηρ αὐτοῦ, καὶ οἱ ἄρχοντες αὐτοῦ, καὶ οἱ εὐνοῦχοι αὐτοῦ· καὶ ἔλαβεν αὐτὸν βασιλεὺς Βαβυλῶνος ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ."],["13","Καὶ ἐξήνεγκεν ἐκεῖθεν πάντας τοὺς θησαυροὺς οἴκου Κυρίου, καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως, καὶ συνέκοψε πάντα τὰ σκεύη τὰ χρυσᾶ ἃ ἐποίησε Σαλωμὼν ὁ βασιλεὺς Ἰσραὴλ ἐν τῷ ναῷ Κυρίου κατὰ τὸ ῥῆμα Κυρίου."],["14","Καὶ ἀπῴκισε τὴν Ἱερουσαλὴμ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς ἰσχύϊ αἰχμαλωσίας δέκα χιλιάδας αἰχμαλωτίσας, καὶ πᾶν τέκτονα καὶ τὸν συγκλείοντα, καὶ οὐχ ὑπελείφθη πλὴν οἱ πτωχοὶ τῆς γῆς."],["15","Καὶ ἀπῴκισε τὸν Ἰωαχὶμ εἰς Βαβυλῶνα, καὶ τὴν μητέρα τοῦ βασιλέως, καὶ τὰς γυναῖκας τοῦ βασιλέως, καὶ τοὺς εὐνούχους αὐτοῦ· καὶ τοὺς ἰσχυροὺς τῆς γῆς ἀπήγαγεν εἰς ἀποικεσίαν ἐξ Ἱερουσαλὴμ εἰς Βαβυλῶνα·"],["16","Καὶ πάντας τοὺς ἄνδρας τῆς δυνάμεως ἑπτακισχιλίους, καὶ τὸν τέκτονα καὶ τὸν συγκλείοντα χιλίους· πάντες δυνατοὶ ποιοῦντες πόλεμον· καὶ ἤγαγεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος μετοικεσίαν εἰς Βαβυλῶνα."],["17","Καὶ ἐβασίλευσε βασιλεὺς Βαβυλῶνος τὸν Βατθανίαν υἱὸν αὐτοῦ ἀντʼ αὐτοῦ, καὶ ἐπέθηκε τὸ ὄνομα αὐτοῦ, Σεδεκία."],["18","Υἱὸς εἴκοσι καὶ ἑνὸς ἑνιαυτῶν Σεδεκίας ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ ἔνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀμιτὰλ, θυγὰτηρ Ἱερεμίου."],["19","Καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, κατὰ πάντα ὅσα ἐποίησεν Ἰωακίμ."],["20","Ὅτι ἐπὶ τὸν θυμὸν Κυρίου ἦν ἐπὶ Ἱερουσαλὴμ καὶ ἐν τῷ Ἰούδα, ἕως ἀπέῤῥιψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ· καὶ ἠθέτησε Σεδεκίας ἐν τῷ βασιλεῖ Βαβυλῶνος."]],[["1","Καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ἐννάτῳ τῆς βασιλείας αὐτοῦ ἐν τῷ μηνὶ τῷ δεκάτῳ, ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ἱερουσαλήμ· καὶ παρενέβαλεν ἐπʼ αὐτὴν, καὶ ᾠκοδόμησεν ἐπʼ αὐτὴν περίτειχος κύκλῳ."],["2","Καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ ἕως τοῦ ἑνδεκάτου ἔτους τοῦ βασιλέως Σεδεκίου ἐννάτῃ τοῦ μηνός."],["3","Καὶ ἐνίσχυσεν ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς."],["4","Καὶ ἐῤῥάγη ἡ πόλις, καὶ πάντες οἱ ἄνδρες τοῦ πολέμου ἐξῆλθον νυκτὸς ὁδὸν πύλης τῆς ἀναμέσον τῶν τειχῶν, αὕτη ἐστὶ τοῦ κήπου τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τὴν πόλιν κύκλῳ· καὶ ἐπορεύθη ὁδὸν τὴν Ἄραβα·"],["5","Καὶ ἐδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως, καὶ κατέλαβον αὐτὸν ἐν Ἀραβὼθ Ἰεριχὼ, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ διεσπάρη ἐπάνωθεν αὐτοῦ."],["6","Καὶ συνέλαβον τὸν βασιλέα, καὶ ἤγαγον αὐτὸν πρὸς βασιλέα Βαβυλῶνος εἰς Ῥεβλαθά· καὶ ἐλάλησε μετʼ αὐτοῦ κρίσιν."],["7","Καὶ τοὺς υἱοὺς Σεδεκίου ἔσφαξε κατʼ ὀφθαλμοὺς αὐτοῦ, καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσε, καὶ ἔδησεν αὐτὸν ἐν πέδαις, καὶ ἤγαγεν εἰς Βαβυλῶνα."],["8","Καὶ ἐν τῷ μηνὶ τῷ πέμπτῳ ἑβδόμῃ τοῦ μηνὸς, αὐτὸς ἐνιαυτὸς ἐννεακαιδέκατος τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος, ἦλθε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος ἑστὼς ἐνώπιον βασιλέως Βαβυλῶνος εἰς Ἱερουσαλήμ·"],["9","Καὶ ἐνέπρησε τὸν οἶκον Κυρίου, καὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ πάντας τοὺς οἴκους Ἱερουσαλὴμ, καὶ πᾶν οἶκον ἐνέπρησεν ὁ ἀρχιμάγειρος."],["10","Καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κυκλόθεν κατέσπασεν ἡ δύναμις τῶν χαλδαίων."],["11","Καὶ τὸ περισσὸν τοῦ λαοῦ τὸ καταλειφθὲν ἐν τῇ πόλει, καὶ τοὺς ἐμπεπτωκότας οἳ ἐνέπεσον πρὸς τὸν βασιλέα Βαβυλῶνος, καὶ τὸ λοιπὸν τοῦ στηρίγματος μετῇρε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος."],["12","Καὶ ἀπὸ τῶν πτωχῶν τῆς γῆς ὑπέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γαβίν."],["13","Καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ Κυρίου, καὶ τὰς μεχωνὼθ, καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ Κυρίου συνέτριψαν οἱ Χαλδαῖοι, καὶ ᾖραν τὸν χαλκὸν αὐτῶν εἰς Βαβυλῶνα."],["14","Καὶ τοὺς λέβητας, καὶ τὰ ἰαμὶν, καὶ τὰς φιάλας, καὶ τὰς θυΐσκας, καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς, ἔλαβε."],["15","Καὶ τὰ πυρεῖα, καὶ τὰς φιάλας τὰς χρυσᾶς καὶ τὰς ἀργυρᾶς ἔλαβεν ὁ ἀρχιμάγειρος,"],["16","στύλους δύο, καὶ τὴν θάλασσαν μίαν, καὶ τὰς μεχωνὼθ ἃς ἐποίησε Σαλωμὼν τῷ οἴκῳ Κυρίου· οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ πάντων τῶν σκευῶν."],["17","Ὀκτωκαίδεκα πήχεων ὕψος τοῦ στύλου τοῦ ἑνὸς, καὶ τὸ χωθὰρ ἐπʼ αὐτοῦ τὸ χαλκοῦν· καὶ τὸ ὕψος τοῦ χωθὰρ τριῶν πήχεων· σαβαχὰ, καὶ ῥοαὶ ἐπὶ τῷ χωθὰρ κύκλῳ τὰ πάντα χαλκᾶ, καὶ κατὰ ταῦτα τῷ στύλῳ τῷ δευτέρῳ ἐπὶ τῷ σαβαχά."],["18","Καὶ ἔλαβεν ὁ ἀρχιμάγειρος τὸν Σαραίαν ἱερέα τὸν πρῶτον, καὶ τὸν Σοφονίαν υἱὸν τῆς δευτερώσεως, καὶ τοὺς τρεῖς τοὺς φυλάσσοντας τὸν σταθμόν."],["19","Καὶ ἐκ τῆς πόλεως ἔλαβον εὐνοῦχον ἕνα, ὅς ἦν ἐπιστάτης τῶν ἀνδρῶν τῶν πολεμιστῶν, καὶ πέντε ἄνδρας τῶν ὁρώντων τὸ πρόσωπον τοῦ βασιλέως τοὺς εὑρεθέντας ἐν τῇ πόλει, καὶ τὸν γραμματέα τοῦ ἄρχοντος τῆς δυνάμεως τὸν ἐκτάσσοντα τὸν λαὸν τῆς γῆς, καὶ ἑξήκοντα ἄνδρας τοῦ λαοῦ τῆς γῆς τοὺς εὑρεθέντας ἐν τῇ πόλει."],["20","Καὶ ἔλαβεν αὐτοὺς Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος, καὶ ἤγαγεν αὐτοὺς πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Ῥεβλαθά."],["21","Καὶ ἔπαισεν αὐτοὺς ὁ βασιλεὺς Βαβυλῶνος, καὶ ἐθανάτωσεν αὐτοὺς εἰς Ῥεβλαθὰ ἐν γῇ Αἰμάθ· καὶ ἀπῳκίσθη Ἰούδας ἐπάνωθεν τῆς γῆς αὐτοῦ."],["22","Καὶ ὁ λαὸς ὁ καταλειφθεὶς ἐν τῇ γῇ Ἰούδα οὓς κατέλιπε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ κατέστησεν ἐπʼ αὐτῶν τὸν Γοδολίαν υἱὸν Ἀχικὰμ υἱὸν Σαφάν."],["23","Καὶ ἤκουσαν πάντες οἱ ἄρχοντες τῆς δυνάμεως αυτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησε βασιλεὺς Βαβυλῶνος τὸν Γοδολίαν, καὶ ἦλθον πρὸς Γοδολίαν εἰς Μασσηφὰθ, καὶ Ἰσμαὴλ υἱὸς Ναθανίου, καὶ Ἰωνὰ υἱὸς Καρὴθ, καὶ Σαραίας υἱὸς Θαναμὰθ ὁ Νετωφαθίτης, καὶ Ἰεζονίας υἱὸς τοῦ Μαχαθὶ, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν·"],["24","Καὶ ὤμοσεν Γοδολίας αὐτοῖς, καὶ τοῖς ἀνδράσιν αὐτῶν, καὶ εἶπεν αὐτοῖς, μὴ φοβεῖσθε πάροδον τῶν Χαλδαίων, καθίσατε ἐν τῇ γῇ, καὶ δουλεύσατε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ καλῶς ἔσται ὑμῖν."],["25","Καὶ ἐγενήθη ἐν τῷ ἑβδόμῳ μηνὶ ἦλθεν Ἰσμαὴλ υἱὸς Ναθανίου υἱοῦ Ἐλισαμὰ ἐκ τοῦ σπέρματος τῶν βασιλέων, καὶ δέκα ἄνδρες μετʼ αὐτοῦ, καὶ ἐπάταξε τὸν Γοδολίαν καὶ ἀπέθανε, καὶ τοὺς Ἰουδαίους καὶ τοὺς Χαλδαίους, οἳ ἦσαν μετʼ αὐτοῦ ἐν Μασσηφά."],["26","Καὶ ἀνέστη πᾶς ὁ λαὸς ἀπὸ μικροῦ ἕως μεγάλου καὶ οἱ ἄρχοντες τῶν δυνάμεων, καὶ εἰσῆλθον εἰς Αἴγυπτον, ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου τῶν Χαλδαίων."],["27","Καὶ ἐγενήθη ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῆς ἀποικίας τοῦ Ἰωαχὶμ βασιλέως Ἰούδα, ἐν τῷ δωδεκάτῳ μηνὶ, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνὸς, ὕψωσεν Εὐιαλμαρωδὲκ βασιλεὺς Βαβυλῶνος ἐν τῷ ἐνιαυτῷ τῆς βασιλείας αὐτοῦ τὴν κεφαλὴν Ἰωαχὶμ τοῦ βασιλέως Ἰούδα, καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἴκου φυλακῆς αὐτοῦ."],["28","Καὶ ἐλάλησε μετʼ αὐτοῦ ἀγαθὰ, καὶ ἔδωκε τὸν θρόνον αὐτοῦ ἐπάνωθεν τῶν θρόνων τῶν βασιλέων τῶν μετʼ αὐτοῦ ἐν Βαβυλῶνι."],["29","Καὶ ἠλλοίωσε τὰ ἱμάτια τῆς φυλακῆς αὐτοῦ, καὶ ἤσθιεν ἄρτον διαπαντὸς ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ."],["30","Καὶ ἡ ἑστιατορία αὐτοῦ ἑστιατορία διαπαντὸς ἐδόθη αὐτῷ ἐξ οἴκου τοῦ βασιλέως, λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ αὐτοῦ, πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ."]]] \ No newline at end of file diff --git a/lines/lamentations.json b/lines/lamentations.json new file mode 100644 index 0000000000000000000000000000000000000000..3232841091b9c5dbe9c9d39bf3ad740509694ef0 --- /dev/null +++ b/lines/lamentations.json @@ -0,0 +1 @@ +[[["1","ΑΛΕΦ. Πῶς ἐκάθισε μόνη ἡ πόλις ἡ πεπληθυμμένη λαῶν; ἐγενήθη ὡς χήρα, πεπληθυμμένη ἐν ἔθνεσιν, ἄρχουσα ἐν χώραις ἐγενήθη εἰς φόρον."],["2","ΒΗΘ. Κλαίουσα ἔκλαυσεν ἐν νυκτὶ, καὶ τὰ δάκρυα αὐτῆς ἐπὶ τῶν σιαγόνων αὐτῆς, καὶ οὐχ ὑπάρχει ὁ παρακαλῶν αὐτὴν ἀπὸ πάντων τῶν ἀγαπώντων αὐτήν· πάντες οἱ φιλοῦντες αὐτὴν ἠθέτησαν ἐν αὐτῇ, ἐγένοντο αὐτῇ εἰς ἐχθρούς."],["3","ΓΙΜΕΛ. Μετῳκίσθη Ἰουδαία ἀπὸ ταπεινώσεως αὐτῆς, καὶ ἀπὸ πλήθους δουλείας αὐτῆς· ἐκάθισεν ἐν ἔθνεσιν, οὐχ εὗρεν ἀνάπαυσιν· πάντες οἱ καταδιώκοντες αὐτὴν, κατέλαβον αὐτὴν ἀναμέσον τῶν θλιβόντων."],["4","ΔΑΛΕΘ. Ὁδοὶ Σιὼν πενθοῦσι παρὰ τὸ μὴ εἶναι ἐρχομένους ἐν ἑορτῇ· πᾶσαι αἱ πύλαι αὐτῆς ἠφανισμέναι, οἱ ἱερεῖς αὐτῆς ἀναστενάζουσιν, αἱ παρθένοι αὐτῆς ἀγόμεναι, καὶ αὐτὴ πικραινομένη ἐν ἑαυτῇ."],["5","Η. Ἐγένοντο οἱ θλίβοντες αὐτὴν εἰς κεφαλὴν, καὶ οἱ ἐχθροὶ αὐτῆς εὐθηνοῦσαν, ὅτι Κύριος ἐταπείνωσεν αὐτὴν ἐπὶ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῆς· τὰ νήπια αὐτῆς ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ κατὰ πρόσωπον θλίβοντος."],["6","ΟΥΑΥ. Καὶ ἐξῄρθη ἐκ θυγατρὸς Σιὼν πᾶσα ἡ εὐπρέπεια αὐτῆς· ἐγένοντο οἱ ἄρχοντες αὐτῆς ὡς κριοὶ οὐχ εὑρίσκοντες νομὴν, καὶ ἐπορεύοντο ἐν οὐκ ἰσχύϊ κατὰ πρόσωπον διώκοντος."],["7","ΖΑΙΝ. Ἐμνήσθη Ἱερουσαλὴμ ἡμερῶν ταπεινώσεως αὐτῆς, καὶ ἀπωσμῶν αὐτῆς· πάντα τὰ ἐπιθυμήματα αὐτῆς ὅσα ἦν ἐξ ἡμερῶν ἀρχαίων, ἐν τῷ πεσεῖν τὸν λαὸν αὐτῆς εἰς χεῖρας θλίβοντος, καὶ οὐκ ἦν ὁ βοηθῶν αὐτῇ. ἰδόντες οἱ ἐχθροὶ αὐτῆς, ἐγέλασαν ἐπὶ κατοικεσίᾳ αὐτῆς."],["8","ΗΘ. Ἁμαρτίαν ἥμαρτεν Ἱερουσαλὴμ, διατοῦτο εἰς σάλον ἐγένετο· πάντες οἱ δοξάζοντες αὐτὴν, ἐταπείνωσαν αὐτήν· εἶδον γὰρ τὴν ἀσχημοσύνην αὐτῆς, καί γε αὐτὴ στενάζουσα καὶ ἀπεστράφη ὀπίσω."],["9","ΤΗΘ. Ἀκαθαρσία αὐτῆς πρὸ ποδῶν αὐτῆς· οὐκ ἐμνήσθη ἔσχατα αὐτῆς, καὶ κατεβίβασεν ὑπέρογκα· οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν. ἴδε Κύριε τὴν ταπείνωσίν μου, ὅτι ἐμεγαλύνθη ὁ ἐχθρός."],["10","ΙΩΔ. Χεῖρα αὐτοῦ ἐξεπέτασε θλίβων ἐπὶ πάντα τὰ ἐπιθυμήματα αὐτῆς· εἶδε γὰρ ἔθνη εἰσελθόντα εἰς τὸ ἁγίασμα αὐτῆς, ἃ ἐνετείλω μὴ εἰσελθεῖν αὐτὰ εἰς ἐκκλησίαν σου."],["11","ΧΑΦ. Πᾶς ὁ λαὸς αὐτῆς καταστενάζοντες, ζητοῦντες ἄρτον· ἔδωκαν τὰ ἐπιθυμήματα αὐτῆς ἐν βρώσει, τοῦ ἐπιστρέψαι ψυχήν· ἴδε Κύριε καὶ ἐπίβλεψον, ὅτι ἐγενήθη ἠτιμωμένη."],["12","ΛΑΜΕΔ. Οἱ πρὸς ὑμᾶς πάντες παραπορευόμενοι ὁδὸν, ἐπιστρέψατε καὶ ἴδετε εἰ ἔστιν ἄλγος κατὰ τὸ ἄλγος μου, ὃ ἐγενήθη· φθεγξάμενος ἐν ἐμοὶ ἐταπείνωσέ με Κύριος ἐν ἡμέρᾳ ὀργῆς θυμοῦ αὐτοῦ."],["13","ΜΗΜ. Ἐξ ὕψους αὐτοῦ ἀπέστειλε πῦρ, ἐν τοῖς ὀστέοις μου κατήγαγεν αὐτό· διεπέτασε δίκτυον τοῖς ποσί μου, ἀπέστρεψέ με εἰς τὰ ὀπίσω· ἔδωκέ με ἠφανισμένην, ὅλην τὴν ἡμέραν ὠδυνωμένην."],["14","ΝΟΥΝ. Ἐγρηγορήθη ἐπὶ τὰ ἀσεβήματά μου, ἐν χερσί μου συνεπλάκησαν· ἀνέβησαν ἐπὶ τὸν τράχηλόν μου· ἠσθένησεν ἡ ἰσχύς μου· ὅτι ἔδωκε Κύριος ἐν χερσί μου ὀδύνας, οὐ δυνήσομαι στῆναι."],["15","ΣΑΜΕΧ. Ἐξῇρε πάντας τοὺς ἰσχυρούς μου ὁ Κύριος ἐκ μέσου μου, ἐκάλεσεν ἐπʼ ἐμὲ καιρὸν τοῦ συντρίψαι ἐκλεκτούς μου· ληνὸν ἐπάτησε Κύριος παρθένῳ θυγατρὶ Ἰούδα· ἐπὶ τούτοις ἐγὼ κλαίω."],["16","ΑΙΝ. Ὁ ὀφθαλμός μου κατήγαγεν ὕδωρ, ὅτι ἐμακρύνθη ἀπʼ ἐμοῦ ὁ παρακαλῶν με, ὁ ἐπιστρέφων ψυχήν μου· ἐγένοντο οἱ υἱοί μου ἠφανισμένοι, ὅτι ἐκραταιώθη ὁ ἐχθρός."],["17","ΦΗ. Διεπέτασε Σιὼν χεῖρα αὐτῆς, οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν· ἐνετείλατο Κύριος τῷ Ἰακὼβ, κύκλῳ αὐτοῦ οἱ θλίβοντες αὐτόν· ἐγενήθη Ἱερουσαλὴμ εἰς ἀποκαθημένην ἀναμέσον αὐτῶν."],["18","ΤΣΑΔΗ. Δίκαιός ἐστι Κύριος, ὅτι στόμα αὐτοῦ παρεπίκρανα· ἀκούσατε δὴ πάντες οἱ λαοὶ, καὶ ἴδετε τὸ ἄλγος μου· παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ."],["19","ΚΩΦ. Ἐκάλεσα τοὺς ἐραστάς μου, αὐτοὶ δὲ παρελογίσαντό με· οἱ ἱερεῖς μου καὶ οἱ πρεσβύτεροί μου ἐν τῇ πόλει ἐξέλιπον, ὅτι ἐζήτησαν βρῶσιν αὐτοῖς ἵνα ἐπιστρέψωσι ψυχὰς αὐτῶν, καὶ οὐχ εὗρον."],["20","ΡΗΧΣ. Ἴδε, Κύριε, ὅτι θλίβομαι, ἡ κοιλία μου ἐταράχθη, καὶ ἡ καρδία μου ἐστράφη ἐν ἐμοὶ, ὅτι παραπικραίνουσα παρεπικράνθην, ἔξωθεν ἠτέκνωσέ με μάχαιρα, ὥσπερ θάνατος ἐν οἴκῳ."],["21","ΧΣΕΝ. Ακούσατε δὴ, ὅτι στενάζω ἐγὼ, οὐκ ἔστιν ὁ παρακαλῶν με· πάντες οἱ ἐχθροί μου ἤκουσαν τὰ κακά μου, καὶ ἐχάρησαν, ὅτι σὺ ἐποίησας· ἐπήγαγες ἡμέραν, ἐκάλεσας καιρὸν, ἐγένοντο ὅμοιοι ἐμοί."],["22","ΘΑΥ. Εἰσέλθοι πᾶσα ἡ κακία αὐτῶν κακὰ πρόσωπόν σου, καὶ ἐπιφύλλισον αὐτοῖς, ὃν τρόπον ἐποίησαν ἐπιφυλλίδα περὶ πάντων τῶν ἁμαρτημάτων μου, ὅτι πολλοὶ οἱ στεναγμοί μου, καὶ ἡ καρδία μου λυπεῖται."]],[["1","ΑΛΕΦ. Πῶς ἐγνόφωσεν ἐν ὀργῇ αὐτοῦ Κύριος τὴν θυγατέρα Σιών; κατέῤῥιψεν ἐξ οὐρανοῦ εἰς γῆν δόξασμα Ἰσραὴλ, καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδῶν αὐτοῦ."],["2","ΒΗΘ. Ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ κατεπόντισε Κύριος, οὐ φεισάμενος· πάντα τὰ ὡραῖα Ἰακὼβ καθεῖλεν ἐν θυμῷ αὐτοῦ, τὰ ὀχυρώματα τῆς θυγατρὸς Ἰούδα ἐκόλλησεν εἰς τὴν γῆν, ἐβεβήλωσε βασιλέα αὐτῆς, καὶ ἄρχοντας αὐτῆς."],["3","ΓΙΜΕΛ. Συνέκλασεν ἐν ὀργῇ θυμοῦ αὐτοῦ πᾶν κέρας Ἰσραὴλ, ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτοῦ ἀπὸ προσώπου ἐχθροῦ, καὶ ἀνῆψεν ἐν Ἰακὼβ ὡς πῦρ φλόγα, καὶ κατέφαγε πάντα τὰ κύκλῳ."],["4","ΔΑΛΕΘ. Ἐνέτεινε τόξον αὐτοῦ ὡς ἐχθρὸς ὑπεναντίος, ἐστερέωσε δεξιὰν αὐτοῦ ὡς ὑπεναντίος, καὶ ἀπέκτεινε πάντα τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν μου ἐν σκηνῇ θυγατρὸς Σιὼν, ἐξέχεεν ὡς πῦρ τὸν θυμὸν αὐτοῦ."],["5","Η. Ἐγενήθη Κύριος ὡς ἐχθρὸς, κατεπόντισεν Ἰσραὴλ, κατεπόντισε τὰς βάρεις αὐτῆς, διέφθειρε τὰ ὀχυρώματα αὐτοῦ, καὶ ἐπλήθυνε τῇ θυγατρὶ Ἰούδα ταπεινουμένην καὶ τεταπεινωμένην."],["6","ΟΥΑΥ. Καὶ διεπέτασεν ὡς ἄμπελον τὸ σκήνωμα αὐτοῦ, διέφθειρεν ἑορτὴν αὐτοῦ· ἐπελάθετο Κύριος ἃ ἐποίησεν ἐν Σιὼν ἑορτῆς καὶ σαββάτου, καὶ παρώξυνεν ἐμβριμήματι ὀργῆς αὐτοῦ βασιλέα καὶ ἱερέα καὶ ἄρχοντα."],["7","ΖΑΙΝ. Ἀπώσατο Κύριος θυσιαστήριον αὐτοῦ, ἀπετίναξεν ἁγίασμα αὐτοῦ, συνέτριψεν ἐν χειρὶ ἐχθροῦ τεῖχος βάρεων αὐτῆς· φωνὴν ἔδωκαν ἐν οἴκῳ Κυρίου ὡς ἐν ἡμέρᾳ ἑορτῆς."],["8","ΗΘ. Καὶ ἐπέστρεψε διαφθεῖραι τείχος θυγατρὸς Σιών· ἐξέτεινε μέτρον, οὐκ ἀπέστρεψε χεῖρα αὐτοῦ ἀπὸ καταπατήματος, καὶ ἐπένθησε τὸ προτείχισμα, καὶ τεῖχος ὁμοθυμαδὸν ἠσθένησεν."],["9","ΤΗΘ. Ἐνεπάγησαν εἰς γῆν πύλαι αὐτῆς, ἀπώλεσε καὶ συνέτριψε μοχλοὺς αὐτῆς, βασιλέα αὐτῆς καὶ ἄρχοντα αὐτῆς ἐν τοῖς ἔθνεσιν· οὐκ ἔστι νόμος, καί γε προφῆται αὐτῆς οὐκ εἶδον ὅρασιν παρὰ Κυρίου."],["10","ΙΩΔ. Ἐκάθισαν εἰς τὴν γῆν, ἐσιώπησαν πρεσβύτεροι θυγατρὸς Σιὼν, ἀνεβίβασαν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, περιεζώσαντο σάκκους, κατήγαγον εἰς γῆν ἀρχηγοὺς παρθένους ἐν Ἱερουσαλήμ."],["11","ΧΑΦ. Ἐξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου, ἐταράχθη ἡ καρδία μου, ἐξεχύθη εἰς τὴν γῆν ἡ δόξα μου, ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς λαοῦ μου, ἐν τῷ ἐκλείπειν νήπιον καὶ θηλάζοντα ἐν πλατείαις πόλεως."],["12","ΛΑΜΕΔ. Ταῖς μητράσιν αὐτῶν εἶπαν, ποῦ σῖτος, καὶ οἶνος; ἐν τῷ ἐκλύεσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως, ἐν τῷ ἐκχεῖσθαι ψυχὰς αὐτῶν εἰς κόλπον μητέρων αὐτῶν."],["13","ΜΗΜ. Τί μαρτυρήσω σοι, ἢ τί ὁμοιώσω σοι, θύγατερ Ἱερουσαλήμ; τίς σώσει καὶ παρακαλέσει σε, παρθένος θύγατερ Σιών; ὅτι ἐμεγαλύνθη ποτήριον συντριβῆς σου, τίς ἰάσεταί σε;"],["14","ΝΟΥΝ. Προφῆταί σου εἴδοσάν σοι μάταια καὶ ἀφροσύνην, καὶ οὐκ ἀπεκάλυψαν ἐπὶ τὴν ἀδικίαν σου, τοῦ ἐπιστρέψαι αἰχμαλωσίαν σου, καὶ εἴδοσάν σοι λήμματα μάταια καὶ ἐξώσματα."],["15","ΣΑΜΕΧ. Ἐκρότησαν ἐπὶ σὲ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδὸν, ἐσύρισαν καὶ ἐκίνησαν τὴν κεφαλὴν αὐτῶν ἐπὶ τὴν θυγατέρα Ἱερουσαλήμ. Αὕτη ἡ πόλις, ἐροῦσι, στέφανος εὐφροσύνης πάσης τῆς γῆς;"],["16","ΑΙΝ. Διήνοιξαν ἐπὶ σὲ στόμα αὐτῶν πάντες οἱ ἐχθροί σου, ἐσυρίσαν καὶ ἔβρυξαν ὀδόντας, καὶ εἶπαν, κατεπίομεν αὐτήν· πλὴν αὕτη ἡ ἡμέρα ἣν προσεδοκῶμεν, εὕρομεν αὐτὴν, εἴδομεν."],["17","ΦΗ. Ἐποίησε Κύριος ἃ ἐνεθυμήθη, συνετέλεσε ῥῆμα αὐτοῦ, ἃ ἐνετείλατο ἐξ ἡμερῶν ἀρχαίων· καθεῖλε, καὶ οὐκ ἐφείσατο, καὶ ηὔφρανεν ἐπὶ σὲ ἐχθρὸν, ὕψωσε κέρας θλίβοντός σε."],["18","ΤΣΑΔΗ. Ἐβόησε καρδία αὐτῶν πρὸς Κύριον, τείχη Σιὼν καταγάγετε ὡς χειμάῤῥους δάκρυα ἡμέρας καὶ νυκτός· μὴ δῷς ἔκνηψιν σεαυτῇ, μὴ σιωπήσαιτο θυγάτηρ ὀφθαλμῶν σου."],["19","ΚΩΦ. Ἀνάστα, ἀγαλλίασαι ἐν νυκτὶ εἰς ἀρχὰς φυλακῆς σου, ἔκχεον ὡς ὕδωρ καρδίαν σου ἀπέναντι προσώπου Κυρίου, ἆρον πρὸς αὐτὸν χεῖράς σου περὶ ψυχῆς νηπίων σου, τῶν ἐκλυομένων λιμῷ ἐπʼ ἀρχῆς πασῶν ἐξόδων."],["20","ΡΗΧΣ. Ἴδε Κύριε καὶ ἐπίβλεψον τίνι ἐπεφύλλισας οὕτως· εἰ φάγονται γυναῖκες καρπὸν κοιλίας αὐτῶν; ἐπιφυλλίδα ἐποίησε μάγειρος, φονευθήσονται νήπια θηλάζοντα μαστούς; ἀποκτενεῖς ἐν ἁγιάσματι Κυρίου ἱερέα καὶ προφήτην;"],["21","ΧΣΕΝ. Ἐκοιμήθησαν εἰς τὴν ἔξοδον παιδάριον καὶ πρεσβύτης· παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ, ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἀπέκτεινας, ἐν ἡμέρᾳ ὀργῆς σου ἐμαγείρευσας, οὐκ ἐφείσω."],["22","ΘΑΥ. Ἐκάλεσεν ἡμέραν ἑορτῆς παροικίας μου κυκλόθεν, καὶ οὐκ ἐγένοντο ἐν ἡμέρᾳ ὀργῆς Κυρίου ἀνασωζόμενος καὶ καταλελειμμένος, ὡς ἐπεκράτησα, καὶ ἐπλήθυνα ἐχθρούς μου πάντας."]],[["1","ΑΛΕΦ. Ἐγὼ ἀνὴρ ὁ βλέπων πτωχείαν, ἐν ῥάβδῳ θυμοῦ αὐτοῦ ἐπʼ ἐμέ."],["2","Παρέλαβέ με καὶ ἀπήγαγέ με εἰς σκότος, καὶ οὐ φῶς."],["3","Πλὴν ἐν ἐμοὶ ἐπέστρεψε χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέραν,"],["4","ἐπαλαίωσε σάρκα μου καὶ δέρμα μου, ὀστέα μου συνέτριψεν."],["5","ΒΗΘ. Ἀνῳκοδόμησε κατʼ ἐμοῦ, καὶ ἐκύκλωσε κεφαλήν μου, καὶ ἐμόχθησεν·"],["6","ἐν σκοτεινοῖς ἐκάθισέ με ὡς νεκροὺς αἰῶνος."],["7","Ἀνῳκοδόμησε κατʼ ἐμοῦ, καὶ οὐκ ἐξελεύσομαι, ἐβάρυνε χαλκόν μου."],["8","ΓΙΜΕΛ. Καί γε κεκράξομαι καὶ βοήσω, ἀπέφραξε προσευχήν μου."],["9","ΔΑΛΕΘ. Ἀνῳκοδόμησεν ὁδούς μου, ἐνέφραξε τρίβους μου,"],["10","ἐτάραξεν ἄρκος ἐνεδρεύουσα, αὐτός μοι λέων ἐν κρυφαίοις,"],["11","κατεδίωξεν ἀφεστηκότα, καὶ κατέπαυσέ με, ἔθετό με ἠφανισμένην."],["12","Η. Ἐνέτεινε τόξον αὐτοῦ, καὶ ἐστήλωσέ με ὡς σκοπὸν εἰς βέλος."],["13","Εἰσήγαγεν ἐν τοῖς νεφροῖς μου ἰοὺς φαρέτρας αὐτοῦ."],["14","Ἐγενήθην γέλως παντὶ λαῷ μου, ψαλμὸς αὐτῶν ὅλην τὴν ἡμέραν."],["15","ΟΥΑΥ. Ἐχόρτασέ με πικρίας, ἐμέθυσέ με χολῆς,"],["16","καὶ ἐξέβαλε ψήφῳ ὀδόντας μου· ἐψώμισέ με σποδὸν,"],["17","καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου· ἐπελαθόμην ἀγαθά."],["18","Καὶ ἀπώλετο νῖκός μου, καὶ ἡ ἐλπίς μου ἀπὸ Κυρίου."],["19","ΖΑΙΝ. Ἐμνήσθην ἀπὸ πτωχείας μου, καὶ ἐκ διωγμοῦ πικρία καὶ χολή μου μνησθήσεται,"],["20","καὶ καταδολεσχήσει ἐπʼ ἐμὲ ἡ ψυχή μου."],["21","Ταύτην τάξω εἰς τὴν καρδίαν μου, διατοῦτο ὑπομενῶ."],["21a","ΗΘ. Τὰ ἐλέη Κυρίου, ὅτι οὐκ ἐξέλιπέ με, ὅτι οὐ συνετελέσθησαν οἱ οἰκτιρμοὶ αὐτοῦ· μῆνας εἰς τὰς πρωΐας ἐλέησον Κύριε, ὅτι οὐ συνετελέσθημεν, ὅτι οὐ συνετελέσθησαν οἱ οἰκτιρμοὶ αὐτοῦ."],["21b","Καινὰ εἰς τὰς πρωΐας, πολλὴ ἡ πίστις σου."],["21c","Μερίς μου Κύριος, εἶπεν ἡ ψυχή μου· διατοῦτο ὑπομενῶ αὐτῷ·"],["25","ΤΗΘ. Ἀγαθὸς Κύριος τοῖς ὑπομένουσιν αὐτὸν, ψυχὴ ἣ ζητήσει αὐτὸν, ἀγαθόν·"],["26","καὶ ὑπομενεῖ, καὶ ἡσυχάσει εἰς τὸ σωτήριον Κυρίου."],["27","ΤΗΘ. Ἀγαθὸν ἀνδρὶ, ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ,"],["28","καθήσεται κατὰ μόνας, καὶ σιωπήσεται, ὅτι ᾖρεν ἐφʼ ἑαυτῷ."],["30","ΙΩΔ. Δώσει τῷ παίοντι αὐτὸν σιαγόνα, χορτασθήσεται ὀνειδισμῶν·"],["31","Ὅτι οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται Κύριος."],["32","ΧΑΦ. Ὅτι ὁ ταπεινώσας οἰκτειρήσει, καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ,"],["33","οὐκ ἀπεκριθη ἀπὸ καρδίας αὐτοῦ, καὶ ἐταπείνωσεν υἱοὺς ἀνδρός."],["34","ΛΑΜΕΔ. Τοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὐτοῦ πάντας δεσμίους γῆς,"],["35","τοῦ ἐκκλίναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου ὑψίστου,"],["36","καταδικάσαι ἄνθρωπον ἐν τῷ κρίνεσθαι αὐτὸν, Κύριος οὐκ εἶπε."],["37","Τίς οὕτως εἶπε, καὶ ἐγενήθη; Κύριος οὐκ ἐνετείλατο."],["38","Ἐκ στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν."],["39","ΜΗΜ. Τί γογγύσει ἄνθρωπος ζῶν, ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ;"],["40","ΝΟΥΝ. Ἐξηρευνήθη ἡ ὁδὸς ἡμῶν καὶ ἠτάσθη, καὶ ἐπιστρέψομεν ἕως Κυρίου."],["41","Ἀναλάβωμεν καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς ὑψηλὸν ἐν οὐρανῷ."],["42","Ἡμαρτήσαμεν, ἠσεβήσαμεν, καὶ οὐχ ἱλάσθης."],["43","ΣΑΜΕΧ. Ἐπεσκέπασας ἐν ʼθυμῷ, καὶ ἀπεδίωξας ἡμᾶς, ἀπέκτεινας, οὐκ ἐφείσω."],["44","Ἐπεσκέπασας νεφέλην σεαυτῷ ἕινεκεν προσευχῆς,"],["45","καμμύσαι με καὶ ἀπωσθῆναι. ΑΙΝ. Ἔθηκας ἡμᾶς ἐν μέσῳ τῶν λαῶν."],["46","Διήνοιξαν ἐφʼ ἡμᾶς τὸ στόμα αὐτῶν πάντες οἱ ἐχθροὶ ἡμῶν."],["47","Φόβος καὶ θυμὸς ἐγενήθη ἡμῖν, ἔπαρσις καὶ συντριβή."],["48","Ἀφέσεις ὑδάτων κατάξει ὁ ὀφθαλμός μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου."],["49","ΦΗ. Ὁ ὀφθαλμός μου κατεπόθη, καὶ οὐ σιγήσομαι τοῦ μὴ εἶναι ἔκνηψιν,"],["50","ἕως οὗ διακύψῃ καὶ ἴδῃ Κύριος ἐξ οὐρανοῦ."],["51","Ὁ ὀφθαλμός μου ἐπιφυλλιεῖ ἐπὶ τὴν ψυχήν μου παρὰ πάσας θυγατέρας πόλεως."],["52","ΤΣΑΔΗ. Θηρεύοντες ἐθήρευσάν με ὡς στρουθίον· πάντες οἱ ἐχθροί μου δωρεὰν"],["53","ἐθανάτωσαν ἐν λάκκῳ ζωήν μου, καὶ ἐπέθηκαν λίθον ἐπʼ ἐμοί."],["54","Ὑπερεχύθη ὕδωρ ἐπὶ τὴν κεφαλήν μου· εἶπα, ἄπωσμαι."],["55","ΚΩΦ. Ἐπεκαλεσάμην τὸ ὄνομά σου, Κύριε, ἐκ λάκκου κατωτάτου·"],["56","Φωνήν μου ἤκουσας· μὴ κρύψῃς τὰ ὦτά σου εἰς τὴν δέησίν μου·"],["57","Εἰς τὴν βοήθειάν μου ἤγγισας· ἐν ἡμέρᾳ ᾗ ἐπεκαλεσάμην σε εἶπάς μοι, μὴ φοβοῦ."],["58","ΡΗΧΣ. Ἐδίκασας, Κύριε, τὰς δίκας τῆς ψυχῆς μου, ἐλυτρώσω τὴν ζωήν μου."],["59","Ἴδες, Κύριε, τὰς ταραχάς μου, ἔκρινας τὴν κρίσιν μου."],["60","Εἶδες πᾶσαν τὴν ἐκδίκησιν αὐτῶν, εἰς πάντας διαλογισμοὺς αὐτῶν ἐν ἐμοί."],["61","ΧΣΕΝ. Ἤκουσας τὸν ὀνειδισμὸν αὐτῶν, πάντας τοὺς διαλογισμοὺς αὐτῶν κατʼ ἐμοῦ,"],["62","χείλη ἐπανισταμένων μοι, καὶ μελέτας αὐτῶν κατʼ ἐμοῦ ὅλην τὴν ἡμέραν,"],["63","καθέδραν αὐτῶν, καὶ ἀνάστασιν αὐτῶν· ἐπίβλεψον ἐπὶ ὀφθαλμοὺς αὐτῶν."],["64","Ἀποδώσεις αὐτοῖς ἀνταπόδομα, Κύριε, κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν."],["65","ΘΑΥ. Ἀποδώσεις αὐτοῖς ὑπερασπισμὸν, καρδίας μου μόχθον."],["66","Σὺ αὐτοὺς καταδιώξεις ἐν ὀργῇ, καὶ ἐξαναλώσεις αὐτοὺς ὑποκάτωθεν τοῦ οὐρανοῦ, Κύριε."]],[["1","ΑΛΕΦ. Πῶς ἀμαυρωθήσεται χρυσίον, ἀλλοιωθήσεται τὸ ἀργύριον τὸ ἀγαθόν; ἐξεχύθησαν λίθοι ἅγιοι ἐπʼ ἀρχῆς πασῶν ἐξόδων."],["2","ΒΗΘ. Οἱ υἱοὶ Σιὼν οἱ τίμιοι, οἱ ἐπῃρμένοι ἐν χρυσίῳ, πῶς ἐλογίσθησαν εἰς ἀγγεῖα ὀστράκινα, ἔργα χειρῶν κεραμέως;"],["3","ΓΙΜΕΛ. Καί γε δράκοντες ἐξέδυσαν μαστοὺς, ἐθήλασαν σκύμνοι αὐτῶν θυγατέρας λαοῦ μου εἰς ἀνίατον, ὡς στρουθίον ἐν ἐρήμῳ."],["4","ΔΑΛΕΘ. Ἐκολλήθη ἡ γλῶσσα θηλάζοντος πρὸς τὸν φάρυγγα αὐτοῦ ἐν δίψει, νήπια ᾔτησαν ἄρτον, ὁ διακλῶν οὐκ ἔστιν αὐτοῖς."],["5","Η. Οἱ ἔσθοντες τὰς τρυφὰς ἠφανίσθησαν ἐν ταῖς ἐξόδοις, οἱ τιθηνούμενοι ἐπὶ κόκκων περιεβάλλοντο κοπρίας."],["6","ΟΥΑΥ. Καὶ ἐμεγαλύνθη ἀνομία θυγατρὸς λαοῦ μου ὑπὲρ ἀνομίας Σοδόμων τῆς κατεστραμμένης ὥσπερ σπουδὴ, καὶ οὐκ ἐπόνεσαν ἐν αὐτῇ χεῖρας."],["7","ΖΑΙΝ. Ἐκαθαριώθησαν Ναζιραῖοι αὐτῆς ὑπὲρ χιόνα, ἔλαμψαν ὑπὲρ γάλα, ἐπυρώθησαν, ὑπὲρ λίθου σαπφείρου τὸ ἀπόσπασμα αὐτῶν."],["8","ΗΘ. Ἐσκότασεν ὑπὲρ ἀσβόλην τὸ εἶδος αὐτῶν, οὐκ ἐπεγνώσθησαν ἐν ταῖς ἐξόδοις· ἐπάγη δέρμα αὐτῶν ἐπὶ τὰ ὀστέα αὐτῶν, ἐξηράνθησαν, ἐγενήθησαν ὥσπερ ξύλον."],["9","ΤΗΘ. Καλοὶ ἦσαν οἱ τραυματίαι ῥομφαίας, ἢ οἱ τραυματίαι λιμοῦ· ἐπορεύθησαν ἐκκεκεντημένοι ἀπὸ γεννημάτων ἀγρῶν."],["10","ΙΩΔ. Χεῖρες γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ παιδία αὐτῶν, ἐγενήθησαν εἰς βρῶσιν αὐταῖς, ἐν τῷ συντρίμματι τῆς θυγατρὸς τοῦ λαοῦ μου."],["11","ΧΑΦ. Συνετέλεσε Κύριος θυμὸν αὐτοῦ, ἐξέχεε θυμὸν ὀργῆς αὐτοῦ, καὶ ἀνῆψε πῦρ ἐν Σιὼν, καὶ κατέφαγε τὰ θεμέλια αὐτῆς."],["12","ΛΑΜΕΔ. Οὐκ ἐπίστευσαν βασιλεῖς γῆς, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, ὅτι εἰσελεύσεται ἐχθρὸς καὶ ἐκθλίβων διὰ τῶν πυλῶν Ἱερουσαλήμ."],["13","ΜΗΜ. Ἐξ ἁμαρτιῶν προφητῶν αὐτῆς, ἀδικιῶν ἱερέων αὐτῆς, τῶν ἐκχεόντων αἷμα δίκαιον ἐν μέσῳ αὐτῆς."],["14","ΝΟΥΝ. Ἐσαλεύθησαν ἐγρήγοροι αὐτῆς ἐν ταῖς ἐξόδοις, ἐμολύνθησαν ἐν αἵματι ἐν τῷ μὴ δύνασθαι αὐτοὺς, ἥψαντο ἐνδυμάτων αὐτῶν."],["15","ΣΑΜΕΧ. Ἀπόστητε ἀκαθάρτων, καλέσατε αὐτοὺς, ἀπόστητε, ἀπόστητε, μὴ ἅπτεσθε, ὅτι ἀνήφθησαν, καί γε ἐσαλεύθησαν· εἴπατε ἐν τοῖς ἔθνεσιν, οὐ μὴ προσθῶσι τοῦ παροικεῖν."],["16","ΑΙΝ. Πρόσωπον Κυρίου μερὶς αὐτῶν, οὐ προσθήσει ἐπιβλέψαι αὐτοῖς· πρόσωπον ἱερέων οὐκ ἔλαβον, προφήτας οὐκ ἠλέησαν."],["17","ΦΗ. Ἔτι ὄντων ἡμῶν ἐξέλιπον οἱ ὀφθαλμοὶ ἡμῶν, εἰς τὴν βοήθειαν ἡμῶν μάταια ἀποσκοπευόντων ἡμῶν."],["18","ΤΣΑΔΗ. Ἀπεσκοπεύσαμεν εἰς ἔθνος οὐ σῶζον, ἐθηρεύσαμεν μικροὺς ἡμῶν, τοῦ μὴ πορεύεσθαι ἐν ταῖς πλατείαις ἡμῶν."],["19","ΚΩΦ. Ἤγγικεν ὁ καιρὸς ἡμῶν, ἐπληρώθησαν αἱ ἡμέραι ἡμῶν, πάρεστιν ὁ καιρὸς ἡμῶν. Κοῦφοι ἐγένοντο οἱ διώκοντες ἡμᾶς ὑπὲρ ἀετοὺς οὐρανοῦ, ἐπὶ τῶν ὀρέων ἐξέπτησαν, ἐν ἐρήμῳ ἐνήδρευσαν ἡμᾶς."],["20","ΡΗΧΣ. Πνεῦμα προσώπου ἡμῶν χριστὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἴπαμεν, ἐν τῇ σκιᾶ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσι."],["21","ΧΣΕΝ. Χαῖρε καὶ εὐφραίνου θύγατερ Ἰδουμαίας ἡ κατοικοῦσα ἐπὶ γῆς, καί γε ἐπὶ σὲ διελεύσεται τὸ ποτήριον Κυρίου, μεθυσθήσῃ καὶ ἀποχεεῖς."],["22","ΘΑΥ. Ἐξέλιπεν ἡ ἀνομία σου θύγατερ Σιὼν, οὐ προσθήσει τοῦ ἀποικίσαι σε· ἐπεσκέψατο ἀνομίας σου θύγατερ Ἐδὼμ, ἀπεκάλυψεν ἐπὶ τὰ ἀσεβήματά σου."]],[["1","Μνήσθητι Κύριε, ὅ, τι ἐγενήθη ἡμῖν· ἐπίβλεψον, καὶ ἴδε τὸν ὀνειδισμὸν ἡμῶν."],["2","Κληρονομία ἡμῶν μετεστράθη ἀλλοτρίοις, οἱ οἶκοι ἡμῶν ξένοις."],["3","Ὀρφανοὶ ἐγενήθημεν, οὐχ ὑπάρχει πατὴρ, μητέρες ἡμῶν ὡς αἱ χῆραι."],["4","Ὕδωρ ἡμῶν ἐν ἀργυρίῳ ἐπίομεν, ξύλα ἡμῶν ἐν ἀλλάγματι ἦλθεν ἐπὶ τὸν τράχηλον ἡμῶν·"],["5","ἐδιώχθημεν, ἐκοπιάσαμεν, οὐκ ἀνεπαύθημεν."],["6","Αἴγυπτος ἔδωκε χεῖρα, Ἀσσοὺρ εἰς πλησμονὴν αὐτῶν."],["7","Οἱ πατέρες ἡμῶν ἥμαρτον, οὐχ ὑπάρχουσιν, ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομεν."],["8","Δοῦλοι ἐκυρίευσαν ἡμῶν, λυτρούμενος οὐκ ἔστιν ἐκ τῆς χειρὸς αὐτῶν."],["9","Ἐν ταῖς ψυχαῖς ἡμῶν εἰσοίσομεν ἄρτον ἡμῶν, ἀπὸ προσώπου ῥομφαίας τῆς ἐρήμου."],["10","Τὸ δέρμα ἡμῶν ὡς κλίβανος ἐπελιώθη, συνεσπάσθησαν ἀπὸ προσώπου καταιγίδων λιμοῦ."],["11","Γυναῖκας ἐν Σιὼν ἐταπείνωσαν, παρθένους ἐν πόλεσιν Ἰούδα."],["12","Ἄρχοντες ἐν χερσὶν αὐτῶν ἐκρεμάσθησαν, πρεσβύτεροι οὐκ ἐδοξάσθησαν."],["13","Ἐκλεκτοὶ κλαυθμὸν ἀνέλαβον, καὶ νεανίσκοι ἐν ξύλῳ ἠσθένησαν."],["14","Καὶ πρεσβύται ἀπὸ πύλης κατέπαυσαν, ἐκλεκτοὶ ἐκ ψαλμῶν αὐτῶν κατέπαυσαν."],["15","Κατέλυσε χαρὰ καρδίας ἡμῶν, ἐστράφη εἰς πένθος ὁ χορὸς ἡμῶν·"],["16","Ἔπεσεν ὁ στέφανος ἡμῶν τῆς κεφαλῆς· οὐαὶ δὲ ἡμῖν, ὅτι ἡμάρτομεν."],["17","Περὶ τούτου ἐγενήθη ὀδύνη, ὀδυνηρὰ ἡ καρδία ἡμῶν, περὶ τούτου ἐσκότασαν οἱ ὀφθαλμοὶ ἡμῶν."],["18","Ἐπʼ ὄρος Σιὼν, ὅτι ἠφανίσθη, ἀλώπεκες διῆλθον ἐν αὐτῇ."],["19","Σὺ δὲ Κύριε εἰς τὸν αἰῶνα κατοικήσεις, ὁ θρόνος σου εἰς γενεὰν καὶ γενεάν."],["20","Ἱνατί εἰς νῖκος ἐπιλήσῃ ἡμῶν, καταλείψεις ἡμᾶς εἰς μακρότητα ἡμερῶν;"],["21","Ἐπίστρεψον ἡμᾶς Κύριε πρὸς σὲ, καὶ ἐπιστραφησόμεθα· καὶ ἀνακαίνισον ἡμέρας ἡμῶν καθὼς ἔμπροσθεν."],["22","Ὅτι ἀπωθούμενος ἀπώσω ἡμᾶς, ὠργίσθης ἐφʼ ἡμᾶς ἕως σθόδρα."]]] \ No newline at end of file diff --git a/lines/leviticus.json b/lines/leviticus.json new file mode 100644 index 0000000000000000000000000000000000000000..3a528883b5af1248791200d607734f7dacd62ec6 --- /dev/null +++ b/lines/leviticus.json @@ -0,0 +1 @@ +[[["1","ΚΑΙ ἀνεκάλεσε Μωυσῆν, καὶ ἐλάλησε Κύριος αὐτῷ ἐκ τῆς σκηνῆς τοῦ μαρτυρίου, λέγων,"],["2","λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἄνθρωπος ἐξ ὑμῶν ἐὰν προσαγάγῃ δῶρα τῷ Κυρίῳ, ἀπὸ τῶν κτηνῶν καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων προσοίσετε τὰ δῶρα ὑμῶν."],["3","Ἐὰν ὁλοκαύτωμα τὸ δῶρον αὐτοῦ, ἐκ τῶν βοῶν ἄρσεν ἄμωμον προσάξει πρὸς τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, προσοίσει αὐτὸ δεκτὸν ἐναντίον Κυρίου."],["4","Καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ καρπώματος δεκτὸν αὐτῷ, ἐξιλάσασθαι περὶ αὐτοῦ."],["5","Καὶ σφάξουσι τὸν μόσχον ἔναντι Κυρίου· καὶ προσοίσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα, καὶ προσχεοῦσι τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ τὸ ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς τοῦ μαρτυρίου·"],["6","καὶ ἐκδείραντες τὸ ὁλοκαύτωμα, μελιοῦσιν αὐτὸ κατὰ μέλη."],["7","Καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς πῦρ ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐπιστοιβάσουσι ξύλα ἐπὶ τὸ πῦρ."],["8","Καὶ ἐπιστοιβάσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὰ διχοτομήματα, καὶ τὴν κεφαλὴν, καὶ τὸ στέαρ ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς τὰ ὄντα ἐπὶ τοῦ θυσιαστηρίου."],["9","Τὰ δὲ ἐγκοίλια καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι· καὶ ἐπιθήσουσιν οἱ ἱερεῖς τὰ πάντα ἐπὶ τὸ θυσιαστήριον· κάρπωμά ἐστι θυσία ὀσμὴ εὐωδίας τῷ Κυρίῳ."],["10","Ἐὰν δὲ ἀπὸ τῶν προβάτων τὸ δῶρον αὐτοῦ τῷ Κυρίῳ, ἀπό τε τῶν ἀρνῶν, καὶ τῶν ἐρίφων εἰς ὁλοκαυτώματα, ἄρσεν ἄμωμον προσάξει αὐτό."],["11","Καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν αὐτοῦ· καὶ σφάξουσιν αὐτὸ ἐκ πλαγίων τοῦ θυσιαστηρίου πρὸς βοῤῥᾶν ἔναντι Κυρίου· καὶ προσχεοῦσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον κύκλῳ."],["12","Καὶ διελουσιν αὐτὸ κατὰ μέλη, καὶ τὴν κεφαλὴν, καὶ τὸ στέαρ· καὶ ἐπιστοιβάσουσιν οἱ ἱερεῖς αὐτὰ ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς τὰ ἐπὶ τοῦ θυσιαστηρίου."],["13","Καὶ τὰ ἐγκοίλια, καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι· καὶ προσοίσει ὁ ἱερεὺς τὰ πάντα, καὶ ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον· κάρπωμά ἐστι θυσία ὀσμὴ εὐωδίας τῷ Κυρίῳ."],["14","Ἐὰν δὲ ἀπὸ τῶν πετεινῶν κάρπωμα προσφέρει δῶρον αὐτοῦ τῷ κυρίῳ, καὶ προσοίσει ἀπὸ τῶν τρυγόνων, ἢ ἀπὸ τῶν περιστερῶν τὸ δῶρον αὐτοῦ."],["15","Καὶ προσοίσει αὐτὸ ὁ ἱερεὺς πρὸς τὸ θυσιαστήριον, καὶ ἀποκνίσει τὴν κεφαλήν, καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον, καὶ στραγγιεῖ τὸ αἷμα πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου."],["16","Καὶ ἀφελεῖ τὸν πρόλοβον σὺν τοῖς πτεροῖς, καὶ ἐκβαλεῖ αὐτὸ παρὰ τὸ θυσιαστήριον κατʼ ἀνατολὰς εἰς τὸν τόπον τῆς σποδοῦ·"],["17","Καὶ ἐκκλάσει αὐτὸ ἐκ τῶν πτερύγων, καὶ οὐ διελεῖ, καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρός· κάρπωμά ἐστι θυσία ὀσμὴ εὐωδίας τῷ Κυρίῳ."]],[["1","Ἐὰν δὲ ψυχὴ προσφέρῃ δῶρον θυσίαν τῷ Κυρίῳ, σεμίδαλις ἔσται τὸ δῶρον αὐτοῦ, καὶ ἐπιχεεῖ ἐπʼ αὐτὸ ἔλαιον, καὶ ἐπιθήσει ἐπʼ αὐτὸ λίβανον· θυσία ἐστί."],["2","Καὶ οἴσει πρὸς τοὺς υἱοὺς Ἀαρὼν τοὺς ἱερεῖς· καὶ δραξάμενος ἀπʼ αὐτῆς πλήρη τὴν δράκα ἀπὸ τῆς σεμιδάλεως σὺν τῷ ἐλαίῳ, καὶ πάντα τὸν λίβανον αὐτῆς, καὶ ἐπιθήσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἐπὶ τὸ θυσιαστήριον· θυσία ὀσμὴ εὐωδίας τῷ Κυρίῳ."],["3","Καὶ τὸ λοιπὸν ἀπὸ τῆς θυσίας Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, ἅγιον τῶν ἁγίων ἀπὸ τῶν θυσιῶν Κυρίου."],["4","Ἐὰν δὲ προσφέρῃ δῶρον θυσίαν πεπεμμένην ἐκ κλιβάνου δῶρον Κυρίῳ ἐκ σεμιδάλεως, ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίῳ, καὶ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ."],["5","Ἐὰν δὲ θυσία ἀπὸ τηγάνου τὸ δῶρόν σου, σεμίδαλις πεφυραμένη ἐν ἐλαίῳ ἄζυμά ἐστι."],["6","Καὶ διαθρύψεις αὐτὰ κλάσματα, καὶ ἐπιχεεῖς ἐπʼ αὐτὰ ἔλαιον· θυσία ἐστὶ Κυρίῳ."],["7","Ἐὰν δὲ θυσία ἀπὸ ἐσχάρας τὸ δῶρόν σου, σεμίδαλις ἐν ἐλαίῳ ποιηθήσεται."],["8","Καὶ προσοίσει τὴν θυσίαν ἣν ἂν ποιήσῃ ἐκ τούτων τῷ Κυρίῳ, καὶ προσοίσει πρὸς τὸν ἱερέα."],["9","Καὶ προσεγγίσας πρὸς τὸ θυσιαστήριον, ἀφελεῖ ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον αὐτῆς, καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον, κάρπωμα· ὀσμὴ εὐωδίας Κυρίῳ."],["10","Τὸ δὲ καταλειφθὲν ἀπὸ τῆς θυσίας, Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, ἅγια τῶν ἁγίων ἀπὸ τῶν καρπωμάτων Κυρίου."],["11","Πᾶσαν θυσίαν, ἣν ἂν προσφέρητε Κυρίῳ, οὐ ποιήσετε ζυμωτόν· πᾶσαν γὰρ ζύμην, καὶ πᾶν μέλι οὐ προσοίσετε ἀπʼ αὐτοῦ, καρπῶσαι Κυρίῳ δῶρον."],["12","Ἀπαρχῆς προσοίσετε αὐτὰ Κυρίῳ, ἐπὶ δὲ τὸ θυσιαστήριον οὐκ ἀναβιβασθήσεται εἰς ὀσμὴν εὐωδίας Κυρίῳ."],["13","Καὶ πᾶν δῶρον θυσίας ὑμῶν ἁλὶ ἁλισθήσεται· οὐ διαπαύσατε ἅλας διαθήκης Κυρίου ἀπὸ θυσιασμάτων ὑμῶν· ἐπὶ παντὸς δώρου ὑμῶν προσοίσετε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἅλας."],["14","Ἐὰν δὲ προσφέρῃς θυσίαν πρωτογεννημάτων τῷ Κυρίῳ, νέα πεφρυγμένα χίδρα ἐρικτὰ τῷ Κυρίῳ· καὶ προσοίσεις τὴν θυσίαν τῶν πρωτογεννημάτων."],["15","Καὶ ἐπιχεεῖς ἐπʼ αὐτὴν ἔλαιον, καὶ ἐπιθήσεις ἐπʼ αὐτὴν λίβανον· θυσία ἐστί."],["16","Καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἀπὸ τῶν χίδρων σὺν τῷ ἐλαίῳ, καὶ πάντα τὸν λίβανον αὐτῆς· κάρπωμά ἐστι Κυρίῳ."]],[["1","Ἐὰν δὲ θυσία σωτηρίου τὸ δῶρον αὐτοῦ τῷ Κυρίῳ, ἐὰν μὲν ἐκ τῶν βοῶν αὐτὸ προσαγάγῃ, ἐάν τω ἄρσεν, ἐάν τε θῆλυ, ἄμωμον προσάξει αὐτὸ ἔναντι Κυρίου."],["2","Καὶ ἐπιθήσει τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου, καὶ σφάξει αὐτὸ ἐναντίον Κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ προσχεοῦσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων κύκλῳ."],["3","Καὶ προσάξουσιν ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου κάρπωμα Κυρίῳ, τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν, καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας."],["4","Καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπʼ αὐτῶν, τὸ ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ."],["5","Καὶ ἀνοίσουσιν αὐτὰ οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὰ ὁλοκαυτώματα ἐπὶ τὰ ξύλα, τὰ ἐπὶ τοῦ πυρὸς ἐπὶ τοῦ θυσιαστηρίου· κάρπωμα ὀσμὴ εὐωδίας Κυρίῳ."],["6","Ἐὰν δὲ ἀπὸ τῶν προβάτων τὸ δῶρον αὐτοῦ θυσία σωτηρίου τῷ Κυρίῳ, ἄρσεν ἢ θῆλυ, ἄμωμον προσοίσει αὐτό."],["7","Ἐὰν ἄρνα προσαγάγῃ τὸ δῶρον αὐτοῦ, προσάξει αὐτὸ ἔναντι Κυρίου."],["8","Καὶ ἐπιθήσει τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου αὐτοῦ, καὶ σφάξει αὐτὸ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ προσχεοῦσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ."],["9","Καὶ προσοίσει ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου κάρπωμα τῷ Κυρίῷ· τὸ στέαρ καὶ τὴν ὀσφὺν ἄμωμον σὺν ταῖς ψόαις περιελεῖ αὐτό· καὶ πᾶν τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν, καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας."],["10","Καὶ ἀμφοτέρους τοὺς νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπʼ αὐτῶν, τὸ ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελὼν,"],["11","ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον· ὀσμὴ εὐωδίας κάρπωμα Κυρίῳ."],["12","Ἐὰν δὲ ἀπὸ τῶν αἰγῶν τὸ δῶρον αὐτοῦ, καὶ προσάξει ἔναντι Κυρίου."],["13","Καὶ ἐπιθήσει τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ σφάξουσιν αὐτὸ ἔναντι Κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ προσχεοῦσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ."],["14","Καὶ ἀνοίσει ἀπʼ αὐτοῦ κάρπωμα Κυρίῳ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν, καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας."],["15","Καὶ ἀμφοτέρους τοὺς νεφροὺς, καὶ πᾶν τὸ στέαρ τὸ ἐπʼ αὐτῶν, τὸ ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ,"],["16","καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον· κάρπωμα ὀσμὴ εὐωδίας τῷ Κυρίῳ· πᾶν τὸ στέαρ τῷ Κυρίῳ."],["17","Νόμιμον εἰς τὸν αἰῶνα εἰς τὰς γενεὰς ὑμῶν, ἐν πάσῃ κατοικίᾳ ὑμῶν· πᾶν στέαρ καὶ πᾶν αἷμα οὐκ ἔδεσθε."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["2","Λάλησον πρὸς τοὺς υἱοὺς Ἰσραὴλ, λέγων, ψυχὴ ἐὰν ἁμάρτῃ ἔναντι Κυρίου ἀκουσίως ἀπὸ πάντων τῶν προσταγμάτων Κυρίου, ὧν οὐ δεῖ ποιεῖν, καὶ ποιήσῃ ἕν τι ἀπʼ αὐτῶν·"],["3","Ἐὰν μὲν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ τοῦ τὸν λαὸν ἁμαρτεῖν, καὶ προσάξει περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, μόσχον ἐκ βοῶν ἄμωμον τῷ Κυρίῳ περὶ τῆς ἁμαρτίας."],["4","Καὶ προσάξει τὸν μόσχον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι Κυρίου, καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι Κυρίου, καὶ σφάξει τὸν μόσχον ἐνώπιον Κυρίου."],["5","Καὶ λαβὼν ὁ ἱερεὺς ὁ χριστὸς ὁ τετελειωμένος τὰς χεῖρας ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ εἰσοίσει αὐτὸ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου."],["6","Καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον εἰς τὸ αἷμα, καὶ προσρανεῖ ἀπὸ τοῦ αἵματος ἑπτάκις ἔναντι Κυρίου, κατὰ τὸ καταπέτασμα τὸ ἅγιον."],["7","Καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τοῦ θυμιάματος τῆς συνθέσεως τοῦ ἐναντίον Κυρίου, ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ πᾶν τὸ αἷμα τοῦ μόσχου ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων, ὅ ἐστι παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου."],["8","Καὶ πὰν τὸ στέαρ τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας περιελεῖ ἀπʼ αὐτοῦ, τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια, καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων,"],["9","καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπʼ αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ αὐτό,"],["10","ὃν τρόπον ἀφαιρεῖται αὐτὸ ἀπὸ τοῦ μόσχου τοῦ τῆς θυσίας τοῦ σωτηρίου, καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον τῆς καρπώσεως."],["11","Καὶ τὸ δέρμα τοῦ μόσχου, καὶ πᾶσαν αὐτοῦ τὴν σάρκα σὺν τῇ κεφαλῇ καὶ τοῖς ἀκρωτηρίοις καὶ τῇ κοιλίᾳ καὶ τῇ κόπρῳ·"],["12","καὶ ἐξοίσουσιν ὅλον τὸν μόσχον ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν, οὗ ἐκχεοῦσι τὴν σποδιὰν, καὶ κατακαύσουσιν αὐτὸν ἐπὶ ξύλων ἐν πυρί· ἐπὶ τῆς ἐκχύσεως τῆς σποδιᾶς καυθήσεται."],["13","Ἐὰν δὲ πᾶσα συναγωγὴ Ἰσραὴλ ἀγνοήσῃ ἀκουσίως, καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς, καὶ ποιήσωσι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ἣ οὐ ποιηθήσεται, καὶ πλήμμελήσωσι,"],["14","καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία, ἣν ἥμαρτον ἐν αὐτῇ, καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν ἄμωμον περὶ τῆς ἁμαρτίας, καὶ προσάξει αὐτὸν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου."],["15","Καὶ ἐπιθήσουσιν οἱ πρεσβύτεροι τῆς συναγωγῆς τὰς χείρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι Κυρίου, καὶ σφάξουσιν τὸν μόσχον ἔναντι Κυρίου."],["16","Καὶ εἰσοίσει ὁ ἱερεὺς ὁ χριστὸς ἀπὸ τοῦ αἵματος τοὺ μόσχου εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου."],["17","Καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ ῥανεῖ ἑπτάκις ἔναντι Κυρίου, κατενώπιον τοῦ καταπετάσματος τοῦ ἁγίου."],["18","Καὶ ἀπὸ τοῦ αἵματος ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων τῆς συνθέσεως, ὅ ἐστιν ἐνώπιον Κυρίου, ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ τὸ πᾶν αἷμα ἐκχεεῖ πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν καρπώσεων, τοῦ πρὸς τῇ θύρᾳ τῆς σκηνῆς τοῦ μαρτυρίου."],["19","Καὶ τὸ πᾶν στέαρ περιελεῖ ἀπʼ αὐτοῦ, καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον."],["20","Καὶ ποιήσει τὸν μόσχον, ὃν τρόπον ἐποίησε τὸν μόσχον τὸν τῆς ἁμαρτίας, οὕτω ποιηθήσεται· καὶ ἐξιλάσεται περὶ αὐτῶν ὁ ἱερεὺς, καὶ ἀφεθήσεται αὐτοῖς ἡ ἁμαρτία."],["21","Καὶ ἐξοίσουσι τὸν μόσχον ὅλον ἔξω τῆς παρεμβολῆς, καὶ κατακαύσουσι τὸν μόσχον, ὃν τρόπον κατέκαυσαν τὸν μόσχον τὸν πρότερον· ἁμαρτία συναγωγῆς ἐστιν."],["22","Ἐὰν δὲ ὁ ἄρχων ἁμάρτῃ, καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου τοῦ Θεοῦ αὐτοῦ, ἣ οὐ ποιηθήσεται, ἀκουσίως, καὶ ἁμάρτῃ καὶ πλημμελήσῃ,"],["23","καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία, ἣν ἥμαρτεν ἐν αὐτῇ, καὶ προσοίσει τὸ δῶρον αὐτοῦ χίμαρον ἐξ αἰγῶν, ἄρσεν ἄμωμον."],["24","Καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου· καὶ σφάξουσιν αὐτὸν ἐν τόπῳ οὗ σφάζουσι τὰ ὁλοκαυτώματα ἐνώπιον Κυρίου· ἁμαρτία ἐστί."],["25","Καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων· καὶ τὸ πᾶν αἷμα αὐτοῦ ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων."],["26","Καὶ τὸ πᾶν στέαρ αὐτοῦ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον, ὥσπερ τὸ στέαρ θυσίας σωτηρίου· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἀφεθήσεται αὐτῷ."],["27","Ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς, ἐν τῷ ποιῆσαι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσῃ·"],["28","καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία, ἣν ἥμαρτεν ἐν αὐτῇ, καὶ οἴσει χίμαιραν ἐξ αἰγῶν, θήλειαν ἄμωμον οἴσει περὶ τῆς ἁμαρτίας, ἧς ἥμαρτε."],["29","Καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ ἁμαρτήματος αὐτοῦ· καὶ σφάξουσιν τὴν χίμαιραν τὴν τῆς ἁμαρτίας ἐν τῷ τόπῳ, οὗ σφάζουσι τὰ ὁλοκαυτώματα."],["30","Καὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος αὐτῆς τῷ δακτύλῳ, καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων· καὶ πᾶν τὸ αἷμα αὐτῆς ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου."],["31","Καὶ πᾶν τὸ στέαρ περιελεῖ, ὃν τρόπον περιαιρεῖται στέαρ ἀπὸ θυσίας σωτηρίου· καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας Κυρίῳ· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς, καὶ ἀφεθήσεται αὐτῷ."],["32","Εὰν δὲ πρόβατον προσενέγκῃ τὸ δῶρον αὐτοῦ περὶ τῆς ἁμαρτίας, θῆλυ ἄμωμον προσοίσει αὐτό."],["33","Καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τῆν κεφαλὴν τοῦ τῆς ἁμαρτίας· καὶ σφάξουσιν αὐτὸ ἐν τόπῳ, οὗ σφάζουσι τὰ ὁλοκαυτώματα."],["34","Καὶ λαβὼν ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ, ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῆς ὁλοκαρπώσεως· καὶ πᾶν αὐτοῦ τὸ αἷμα ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως."],["35","Καὶ πᾶν αὐτοῦ τὸ στέαρ περιελεῖ, ὃν τρόπον περιαιρεῖται στέαρ προβάτου ἐκ τῆς θυσίας τοῦ σωτηρίου· καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὸ ὁλοκαύτωμα Κυρίου· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ."]],[["1","Ἐὰν δὲ ψυχὴ ἁμάρτῃ, καὶ ἀκούσῃ φωνὴν ὁρκισμοῦ, καὶ οὗτος μάρτυς ἢ ἑώρακεν ἢ σύνοιδεν, ἐὰν μὴ ἀπαγγείλῃ, λήψεται τὴν ἁμαρτίαν."],["2","Ἡ ψυχὴ ἐκείνη ἥτις ἐὰν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ θνησιμαίου, ἢ θηριαλώτου ἀκαθάρτου, ἢ τῶν θνησιμαίων βδελυγμάτων τῶν ἀκαθάρτων, ἢ τῶν θνησιμαίων κτηνῶν τῶν ἀκαθάρτων,"],["3","ἢ ἅψηται ἀπὸ ἀκαθαρσίας ἀνθρώπου, ἀπὸ πάσης ἀκαθαρσίας αὐτοῦ, ἧς ἂν ἁψάμενος μιανθῇ καὶ ἔλαθεν αὐτόν, μετὰ τοῦτο δὲ γνῷ, καὶ πλημμελήσῃ."],["4","Ἡ ψυχὴ ἡ ἄνομος, ἡ διαστέλλουσα τοῖς χείλεσι κακοποιῆσαι ἢ καλῶς ποιῆσαι κατὰ πάντα ὅσα ἐὰν διαστείλῃ ὁ ἄνθρωπος μεθʼ ὅρκου, καὶ λάθῃ αὐτὸν πρὸ ὀφθαλμῶν, καὶ οὗτος γνῷ, καὶ ἁμάρτῃ ἕν τι τούτων."],["5","Καὶ ἐξαγορεύσει τὴν ἁμαρτίαν περὶ ὧν ἡμάρτηκε κατʼ αὐτῆς."],["6","Καὶ οἴσει περὶ ὧν ἐπλημμέλησε Κυρίῳ, περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτε, θῆλυ ἀπὸ τῶν προβάτων ἀμνάδα, ἢ χίμαιραν ἐξ αἰγῶν, περὶ ἁμαρτίας· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία."],["7","Ἐὰν δὲ μὴ ἰσχύῃ ἡ χεὶρ αὐτοῦ τὸ ἱκανὸν εἰς τὸ πρόβατον, οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, δύο τρυγόνας, ἢ δύο νοσσοὺς περιστερῶν Κυρίῳ, ἕνα περὶ ἁμαρτίας, καὶ ἕνα εἰς ὁλοκαύτωμα."],["8","Καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα· καὶ προσάξει ὁ ἱερεὺς τὸ περὶ τῆς ἁμαρτίας πρότερον· καὶ ἀποκνίσει ὁ ἱερεὺς τὴν κεφαλὴν αὐτοῦ ἀπὸ τοῦ σφονδύλου, καὶ οὐ διελεῖ."],["9","Καὶ ῥανεῖ ἀπὸ τοῦ αἵματος τοῦ περὶ τῆς ἁμαρτίας ἐπὶ τὸν τοῖχον τοῦ θυσιαστηρίου· τὸ δὲ κατάλοιπον τοῦ αἵματος καταστραγγιεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου· ἁμαρτία γάρ ἐστι·"],["10","Καὶ τὸ δεύτερον ποιήσει ὁλοκάρπωμα, ὡς καθήκει· καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ."],["11","Ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτοῦ ζεῦγος τρυγόνων, ἢ δύο νοσσούς περιστερῶν, καὶ οἴσει τὸ δῶρον αὐτοῦ, περὶ οὗ ἥμαρτε, τὸ δέκατον τοῦ οἰφὶ σεμιδάλεως περὶ ἁμαρτίας· οὐκ ἐπιχεεῖ ἐπʼ αὐτὸ ἔλαιον, οὐδὲ ἐπιθήσει ἐπʼ αὐτῷ λίβανον, ὅτι περὶ ἁμαρτίας ἐστί."],["12","Καὶ οἴσει αὐτὸ πρὸς τὸν ἱερέα· καὶ δραξάμενος ὁ ἱερεὺς ἀπʼ αὐτῆς πλήρη τὴν δράκα, τὸ μνημόσυνον αὐτῆς ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων Κυρίῳ· ἁμαρτία ἐστί."],["13","Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτεν ἀφʼ ἑνὸς τούτων, καὶ ἀφεθήσεται αὐτῷ. τὸ δὲ καταλειφθὲν ἔσται τῷ ἱερεῖ, ὡς θυσία τῆς σεμιδάλεως."],["14","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["15","ψυχὴ ἣ ἂν λάθῃ αὐτὸν λήθῃ, καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων Κυρίου, καὶ οἴσει τῆς πλημμελείας αὐτοῦ τῷ Κυρίῳ κριὸν ἄμωμον ἐκ τῶν προβάτων, τιμῆς ἀργυρίου σίκλων, τῷ σίκλῳ τῶν ἁγίων, περὶ οὗ ἐπλημμέλησε."],["16","Καὶ ὃ ἥμαρτεν ἀπὸ τῶν ἁγίων ἀποτίσει αὐτὸ, καὶ τὸ ἐπίπεμπτον προσθήσει ἐπʼ αὐτὸ, καὶ δώσει αὐτὸ τῷ ἱερεῖ· καὶ ὁ ἱερεὺς ἐξιλάσεται περὶ αὐτοῦ ἐν τῷ κριῷ τῆς πλημμελείας, καὶ ἀφεθήσεται αὐτῷ."],["17","Καὶ ἡ ψυχὴ ἣ ἂν ἁμάρτῃ, καὶ ποιήσει μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ὧν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω, καὶ πλημμελήσῃ, καὶ λάβῃ τὴν ἁμαρτίαν,"],["18","καὶ οἴσει κριὸν ἄμωμον ἐκ τῶν προβάτων, τιμῆς ἀργυρίου εἰς πλημμέλειαν πρὸς τὸν ἱερέα· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἀγνοίας αὐτοῦ, ἧς ἠγνόησε, καὶ αὐτὸς οὐκ ᾔδει, καὶ ἀφεθήσεται αὐτῷ."],["19","Ἐπλημμέλησε γὰρ πλημμελείᾳ ἔναντι Κυρίου."],["20","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["21","ψυχὴ ἣ ἂν ἁμάρτῃ, καὶ παριδὼν παρίδῃ τὰς ἐντολὰς Κυρίου, καὶ ψεύσηται τὰ πρὸς τὸν πλησίον ἐν παραθήκῃ, ἢ περὶ κοινωνίας, ἢ περὶ ἁρπαγῆς, ἢ ἠδίκησέ τι τὸν πλησίον,"],["22","ἢ εὗρεν ἀπωλίαν, καὶ ψεύσηται περὶ αὐτῆς, καὶ ὀμόσῃ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων, ὧν ἐὰν ποιήσῃ ὁ ἄνθρωπος, ὥστε ἁμαρτεῖν ἐν τούτοις·"],["23","Καὶ ἔσται ἡνίκα ἐὰν ἁμάρτῃ, καὶ πλημμελήσῃ, καὶ ἀποδῷ τὸ ἅρπαγμα, ὃ ἥρπασεν, ἢ τὸ ἀδίκημα, ὃ ἠδίκησεν, ἢ τὴν παραθήκην, ἥτις παρετέθη αὐτῷ, ἢ τὴν ἀπώλειαν, ἣν εὗρεν"],["24","ἀπὸ παντὸς πράγματος, οὗ ὤμοσε περὶ αὐτοῦ ἀδίκως, καὶ ἀποτίσει αὐτὸ τὸ κεφάλαιον, καὶ τὸ ἐπίπεμπτον προσθήσει ἐπʼ αὐτὸ, τίνος ἐστίν, αὐτῷ ἀποδώσει ᾗ ἡμέρᾳ ἐλεγχθῇ."],["25","Καὶ τῆς πλημμελείας αὐτου οἴσει τῷ Κυρίῳ κριὸν ἀπὸ τῶν προβάτων ἄμωμον, τιμῆς, εἰς ὃ ἐπλημμέλησε."],["26","Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου, καὶ ἀφεθήσεται αὐτῷ περὶ ἑνὸς ἀπὸ πάντων ὧν ἐποίησε καὶ ἐπλημμέλησεν αὐτῷ."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["2","ἔντειλαι τῷ Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λέγων, οὗτος ὁ νόμος τῆς ὁλοκαυτώσεως· αὕτη ἡ ὁλοκαύτωσις ἐπὶ τῆς καύσεως αὐτῆς ἐπὶ τοῦ θυσιαστηρίου ὅλην τὴν νύκτα ἕως τοπρωῒ, καὶ τὸ πῦρ τοῦ θυσιαστηρίου καυθήσεται ἐπʼ αὐτοῦ, οὐ σβεσθήσεται."],["3","Καὶ ἐνδύσεται ὁ ἱερεὺς χιτῶνα λινοῦν, καὶ περισκελὲς λινοῦν ἐνδύσεται περὶ τὸ σῶμα αὐτοῦ, καὶ ἀφελεῖ τὴν κατακάρπωσιν, ἣν ἂν καταναλώσῃ τὸ πῦρ, τὴν ὁλοκαύτωσιν ἀπὸ τοῦ θυσιαστηρίου· καὶ παραθήσει αὐτὸ ἐχόμενον τοῦ θυσιαστηρίου."],["4","Καὶ ἐκδύσεται τὴν στολὴν αὐτοῦ, καὶ ἐνδύσεται στολὴν ἄλλην· καὶ ἐξοίσει τὴν κατακάρπωσιν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν."],["5","Καὶ πῦρ ἐπὶ τὸ θυσιαστήριον καυθήσεται ἀπʼ αὐτοῦ, καὶ οὐ σβεσθήσεται· καὶ καύσει ἐπʼ αὐτοῦ ὁ ἱερεὺς ξύλα τοπρωῒ πρωῒ, καὶ στοιβάσει ἐπʼ αὐτοῦ τὴν ὁλοκαύτωσιν, καὶ ἐπιθήσει ἐπʼ αὐτὸ τὸ στέαρ τοῦ σωτηρίου."],["6","Καὶ πῦρ διαπαντὸς καυθήσεται ἐπὶ τὸ θυσιαστήριον, οὐ σβεσθήσεται."],["7","Οὗτος ὁ νόμος τῆς θυσίας, ἣν προσάξουσιν αὐτὴν οἱ υἱοὶ Ἀαρὼν ἔναντι Κυρίου, ἀπέναντι τοῦ θυσιαστηρίου."],["8","Καὶ ἀφελεῖ ἀπʼ αὐτοῦ τῇ δρακὶ ἀπὸ τῆς σεμιδάλεως τῆς θυσίας σὺν τῷ ἐλαίῳ αὐτῆς, καὶ σὺν παντὶ τῷ λιβάνῳ αὐτῆς, τὰ ὄντα ἐπὶ τῆς θυσίας· καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον κάρπωμα ὀσμὴν εὐωδίας, τὸ μνημόσυνον αὐτῆς τῷ Κυρίῳ."],["9","Τὸ δὲ καταλειφθὲν ἀπʼ αὐτῆς ἔδεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ· ἄζυμα βρωθήσεται ἐν τόπῳ ἁγίῳ· ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἔδονται αὐτήν."],["10","Οὐ πεφθήσεται ἐζυμωμένη· μερίδα αὐτὴν ἔδωκα αὐτοῖς ἀπὸ τῶν καρπωμάτων Κυρίου· ἅγια ἁγίων ἐστὶν, ὥσπερ τὸ τῆς ἁμαρτίας, καὶ ὥσπερ τὸ τῆς πλημμελείας."],["11","Πᾶν ἀρσενικὸν τῶν ἱερέων ἔδονται αὐτήν· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἀπὸ τῶν καρπωμάτων Κυρίου· πᾶς ὃς ἐὰν ἅψηται αὐτῶν, ἁγιασθήσεται."],["12","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["13","τοῦτο τὸ δῶρον Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ, ὃ προσοίσουσι Κυρίῳ ἐν τῇ ἡμέρᾳ, ᾗ ἂν χρίσῃς αὐτόν· τὸ δέκατον τοῦ οἰφὶ σεμιδάλεως εἰς θυσίαν διαπαντὸς, τὸ ἥμισυ αὐτῆς τὸπρωῒ, καὶ τὸ ἥμισυ αὐτῆς τοδειλινόν."],["14","Ἐπὶ τηγάνου ἐν ἐλαίῳ ποιηθήσεται, πεφυραμένην οἴσει αὐτήν ἑλικτά, θυσίαν ἐκ κλασμάτων, θυσίαν εἰς ὀσμὴν εὐωδίας Κυρίῳ."],["15","Ὁ ἱερεὺς ὁ χριστὸς ὁ ἀντʼ αὐτοῦ ἐκ τῶν υἱῶν αὐτοῦ ποιήσει αὐτήν· νόμος αἰώνιος· ἅπαν ἐπιτελεσθήσεται."],["16","Καὶ πᾶσα θυσία ἱερέως ὁλόκαυτος ἔσται, καὶ οὐ βρωθήσεται."],["17","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["18","λάλησον τῷ Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λέγων, οὗτος ὁ νόμος τῆς ἁμαρτίας· ἐν τόπῳ οὗ σφάζουσι τὸ ὁλοκαύτωμα, σφάξουσι τὰ περὶ τῆς ἁμαρτίας ἔναντι Κυρίου· ἅγια ἁγίων ἐστίν."],["19","Ὁ ἱερεὺς ὁ ἀναφέρων αὐτὴν, ἔδεται αὐτήν· ἐν τόπῳ ἁγίῳ βρωθήσεται, ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου."],["20","Πᾶς ὁ ἁπτόμενος τῶν κρεῶν αὐτῆς, ἁγιασθήσεται· καὶ ᾧ ἐὰν ἐπιῤῥαντισθῇ ἀπὸ τοῦ αἵματος αὐτῆς ἐπὶ τὸ ἱμάτιον, ὃς ἐὰν ῥαντισθῇ ἐπʼ αὐτὸ, πλυθήσεται ἐν τόπῳ ἁγίῳ."],["21","Καὶ σκεῦος ὀστράκινον, οὗ ἐὰν ἑψεθῇ ἐν αὐτῷ, συντριβήσεται· ἐὰν δὲ ἐν σκεύει χαλκῷ ἑψηθῇ, ἐκτρίψει αὐτὸ, καὶ ἐκκλύσει ὕδατι."],["22","Πᾶς ἄρσην ἐν τοῖς ἱερεῦσιν φάγεται αὐτά ἅγια ἁγίων ἐστὶ Κυρίῳ."],["23","Καὶ πάντα τὰ περὶ τῆς ἁμαρτίας, ὧν ἐὰν εἰσενεχθῇ ἀπὸ τοῦ αἵματος αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ, οὐ βρωθήσεται· ἐν πυρὶ κατακαυθήσεται."]],[["1","Καὶ οὗτος ὁ νόμος τοῦ κριοῦ τοῦ περὶ τῆς πλημμελείας· ἅγια ἁγίων ἐστίν."],["2","Ἐν τόπῳ οὗ σφάζουσι τὸ ὁλοκαύτωμα, σφάξουσι τὸν κριὸν τῆς πλημμελείας ἔναντι Κυρίου· καὶ τὸ αἷμα προσχεεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου κύκλῳ·"],["3","Καὶ πᾶν τὸ στέαρ αὐτοῦ προσοίσει ἀπʼ αὐτοῦ, καὶ τὴν ὀσφὺν, καὶ πᾶν τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια, καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων,"],["4","καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπʼ αὐτῶν, τὸ ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς, περιελεῖ αὐτά."],["5","Καὶ ἀνοίσει αὐτὰ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα τῷ Κυρίῳ· περὶ πλημμελείας ἐστί."],["6","Πᾶς ἄρσην ἐκ τῶν ἱερέων ἔδεται αὐτά· ἐν τόπῳ ἁγίῳ ἔδονται αὐτά ἅγια ἁγίων ἐστίν."],["7","Ὥσπερ τὸ περὶ τῆς ἁμαρτίας, οὕτω καὶ τὸ τῆς πλημμελείας· νόμος εἷς αὐτῶν· ὁ ἱερεὺς ὅστις ἐξιλάσεται ἐν αὐτῷ, αὐτῷ ἔσται."],["8","Καὶ ὁ ἱερεὺς ὁ προσάγων ὁλοκαύτωμα ἀνθρώπου, τὸ δέρμα τῆς ὁλοκαυτώσεως, ἧς προσφέρει αὐτὸς, αὐτῷ ἔσται."],["9","Καὶ πᾶσα θυσία ἥτις ποιηθήσεται ἐν τῷ κλιβάνῳ, καὶ πᾶσα ἥτις ποιηθήσεται ἐπʼ ἐσχάρας, ἢ ἐπὶ τηγάνου, τοῦ ἱερέως τοῦ προσφέροντος αὐτὴν, αὐτῷ ἔσται."],["10","Καὶ πᾶσα θυσία ἀναπεποιημένη ἐν ἐλαίῳ, καὶ μὴ ἀναπεποιημένη, πᾶσι τοῖς υἱοῖς Ἀαρὼν ἔσται, ἑκάστῳ τὸ ἶσον."],["11","Οὗτος ὁ νόμος θυσίας σωτηρίου, ἣν προσοίσουσι Κυρίῳ."],["12","Ἐὰν μὲν περὶ αἰνέσεως προσφέρῃ αὐτήν, καὶ προσοίσει ἐπὶ τῆς θυσίας τῆς αἰνέσεως ἄρτους ἐκ σεμιδάλεως ἀναπεποιημένους ἐν ἐλαίῳ, καὶ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ, καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ."],["13","Ἐπʼ ἄρτοις ζυμίταις προσοίσει τὰ δῶρα αὐτοῦ ἐπὶ θυσίᾳ αἰνέσεως σωτηρίου."],["14","Καὶ προσάξει ἓν ἀπὸ πάντων τῶν δώρων αὐτοῦ, ἀφαίρεμα Κυρίῳ· τῷ ἱερεῖ τῷ προσχέοντι τὸ αἷμα τοῦ σωτηρίου, αὐτῷ ἔσται."],["15","Καὶ τὰ κρέα θυαίας αἰνέσεως σωτηρίου αὐτῷ ἔσται· καὶ ἐν ᾗ ἡμέρᾳ δωρεῖται, βρωθήσεται· οὐ καταλείψουσιν ἀπʼ αὐτοῦ εἰς τὸ πρωΐ."],["16","Καὶ ἐὰν εὐχὴ ᾖ, ἢ ἑκούσιον θυσιάζῃ τὸ δῶρον αὐτοῦ, ᾗ ἂν ἡμέρᾳ προσαγάγῃ τὴν θυσίαν αὐτοῦ, βρωθήσεται, καὶ τῇ αὔριον."],["17","Καὶ τὸ καταλειφθὲν ἀπὸ τῶν κρεῶν τῆς θυσίας ἕως ἡμέρας τρίτης, ἐν πυρὶ κατακαυθήσεται."],["18","Ἐὰν δὲ φαγὼν φάγῃ ἀπὸ τῶν κρεῶν τῇ ἡμέρᾳ τῇ τρίτῃ, οὐ δεχθήσεται αὐτῷ τῷ προσφέροντι αὐτό· οὐ λογισθήσεται αὐτῷ, μίασμά ἐστιν· ἡ δὲ ψυχὴ ἥτις ἐὰν φάγῃ ἀπʼ αὐτοῦ, τὴν ἁμαρτίαν λήψεται."],["19","Καὶ κρέα ὅσα ἐὰν ἅψηται παντὸς ἀκαθάρτου, οὐ βρωθήσεται, ἐν πυρὶ κατακαυθήσεται· πᾶς καθαρὸς φάγεται κρέα."],["20","Ἡ δὲ ψυχὴ ἥτις ἐὰν φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ σωτηρίου, ὅ ἐστι Κυρίου, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπʼ αὐτῷ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς."],["21","Καὶ ἡ ψυχὴ ἣ ἂν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ ἀπὸ ἀκαθαρσίας ἀνθρώπου, ἢ τῶν τετραπόδων τῶν ἀκαθάρτω ἢ παντὸς βδελύγματος ἀκαθάρτου, καὶ φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ σωτηρίου, ὅ ἐστι Κυρίου, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς."],["22","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["23","λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, πᾶν στέαρ βοῶν, καὶ προβάτων, καὶ αἰγῶν οὐκ ἔδεσθε."],["24","Καὶ στέαρ θνησιμαίων καὶ θηριαλώτων ποιηθήσεται εἰς πᾶν ἔργον, καὶ εἰς βρῶσιν οὐ βρωθήσεται."],["25","Πᾶς ὁ ἔσθων στέαρ ἀπὸ τῶν κτηνῶν, ὧν προσάξει ἀπʼ αὐτῶν κάρπωμα Κυρίῳ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς."],["26","Πᾶν αἷμα οὐκ ἔδεσθε ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν, ἀπό τε τῶν κτηνῶν καὶ ἀπὸ τῶν πετεινῶν."],["27","Πᾶσα ψυχὴ ἣ ἂν φάγῃ αἷμα, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς."],["28","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["29","καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις, λέγων, ὁ προσφέρων θυσίαν σωτηρίου, οἴσει τὸ δῶρον αὐτοῦ Κυρίῳ καὶ ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου."],["30","Αἱ χεῖρες αὐτοῦ προσοίσουσι τὰ καρπώματα Κυρίῳ· τὸ στέαρ τὸ ἐπὶ τοῦ στηθυνίου, καὶ τὸν λοβὸν τοῦ ἥπατος προσοίσει αὐτὰ, ὥστε ἐπιτιθέναι δόμα ἔναντι Κυρίου."],["31","Καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ στέαρ ἐπὶ τοῦ θυσιαστηρίου· καὶ ἔσται τὸ στηθύνιον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ."],["32","Καὶ τὸν βραχίονα τὸν δεξιὸν δώσετε ἀφαίρεμα τῷ ἱερεῖ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν."],["33","Ὁ προσφέρων τὸ αἷμα τοῦ σωτηρίου, καὶ τὸ στέαρ τὸ ἀπὸ τῶν υἱῶν Ἀαρὼν, αὐτῷ ἔσται ὁ βραχίων ὁ δεξιὸς ἐν μερίδι."],["34","Τὸ γὰρ στηθύνιον τοῦ ἐπιθέματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος εἴληφα παρὰ τῶν υἱῶν Ἰσραὴλ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν, καὶ ἔδωκα αὐτὰ Ἀαρὼν τῷ ἱερεῖ καὶ τοῖς υἱοῖς αὐτοῦ, νόμιμον αἰώνιον παρὰ τῶν υἱῶν Ἰσραήλ."],["35","Αὕτη ἡ χρίσις Ἀαρὼν, καὶ ἡ χρίσις τῶν υἱῶν αὐτοῦ ἀπὸ τῶν καρπωμάτων Κυρίου, ἐν ᾗ ἡμέρᾳ προσηγάγετο αὐτοὺς τοῦ ἱερατεύειν τῷ Κυρίῳ,"],["36","καθὰ ἐνετείλατο Κύριος δοῦναι αὐτοῖς ᾗ ἡμέρᾳ ἔχρισεν αὐτοὺς παρὰ τῶν υἱῶν Ἰσραὴλ, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν."],["37","Οὗτος ὁ νόμος τῶν ὁλοκαυτωμάτων, καὶ θυσίας, καὶ περὶ ἁμαρτίας, καὶ τῆς πλημμελείας καὶ τῆς τελειώσεως, καὶ τῆς θυσίας τοῦ σωτηρίου,"],["38","ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ ἐν τῷ ὄρει Σινᾷ, ᾗ ἡμέρᾳ ἐνετείλατο τοῖς υἱοῖς Ἰσραὴλ προσφέρειν τὰ δῶρα αὐτῶν ἔναντι Κυρίου ἐν τῇ ἐρήμῳ Σινᾷ."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["2","λάβε Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς στολὰς αὐτοῦ, καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας, καὶ τοὺς δύο κριοὺς, καὶ τὸ κανοῦν τῶν ἀζύμων,"],["3","καὶ πᾶσαν τὴν συναγωγὴν ἐκκλησίασον ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου."],["4","Καὶ ἐποίησε Μωυσῆς ὃν τρόπον συνέταξεν αὐτῷ Κύριος· καὶ ἐξεκκλησίασε τὴν συναγωγὴν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου."],["5","Καὶ εἶπε Μωυσῆς τῇ συναγωγῇ, τοῦτό ἐστι τὸ ῥῆμα, ὃ ἐνετείλατο Κύριος ποιῆσαι."],["6","Καὶ προσήνεγκε Μωυσῆς τὸν Ἀαρὼν, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ ἔλουσεν αὐτοὺς ὕδατι."],["7","Καὶ ἐνέδυσεν αὐτὸν τὸν χιτῶνα, καὶ ἔζωσεν αὐτὸν τὴν ζώνην, καὶ ἐνέδυσεν αὐτὸν τὸν ὑποδύτην, καὶ ἐπέθηκεν ἐπʼ αὐτὸν τὴν ἐπωμίδα."],["8","Καὶ συνέζωσεν αὐτὸν κατὰ τὴν ποίησιν τῆς ἐπωμίδος, καὶ συνέσφιγξεν αὐτὸν ἐν αὐτῇ· καὶ ἐπέθηκεν ἐπʼ αὐτὴν τὸ λογεῖον, καὶ ἐπέθηκεν ἐπὶ τὸ λογεῖον τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν."],["9","Καὶ ἐπέθηκε τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐπέθηκεν ἐπὶ τὴν μίτραν κατὰ πρόσωπον αὐτοῦ τὸ πέταλον τὸ χρυσοῦν τὸ καθηγιασμένον ἅγιον, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ."],["10","Καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως,"],["11","καὶ ἔῤῥανεν ἀπʼ αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον ἑπτάκις· καὶ ἔχρισε τὸ θυσιαστήριον, καὶ ἡγίασεν αὐτὸ, καὶ πάντα τὰ ἐν αὐτῷ, καὶ τὸν λουτῆρα, καὶ τὴν βάσιν αὐτοῦ, καὶ ἡγίασεν αὐτά· καὶ ἔχρισε τὴν σκηνὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἡγίασεν αὐτήν."],["12","Καὶ ἐπέχεε Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως ἐπὶ τὴν κεφαλὴν Ἀαρών· καὶ ἔχρισεν αὐτὸν, καὶ ἡγίασεν αὐτόν."],["13","Καὶ προσήγαγε Μωυσῆς τοὺς υἱοὺς Ἀαρὼν, καὶ ἐνέδυσεν αὐτοὺς χιτῶνας, καὶ ἔζωσεν αὐτοὺς ζώνας, καὶ περιέθηκεν αὐτοῖς κιδάρεις, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ."],["14","Καὶ προσήγαγε Μωυσῆς τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας· καὶ ἐπέθηκεν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας."],["15","Καὶ ἔσφαξεν αὐτόν· καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ αἵματος, καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου κύκλῳ τῷ δακτύλῳ, καὶ ἐκαθάρισε τὸ θυσιαστήριον· καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου, καὶ ἡγίασεν αὐτὸ, τοῦ ἐξιλάσασθαι ἐπʼ αὐτοῦ."],["16","Καὶ ἔλαβε Μωυσῆς πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος, καὶ ἀμφοτέρους τοὺς νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπʼ αὐτῶν, καὶ ἀνήνεγκε Μωυσῆς ἐπὶ τὸ θυσιαστήριον."],["17","Καὶ τὸν μόσχον, καὶ τὴν βύρσαν αὐτοῦ, καὶ τὰ κρέα αὐτοῦ, καὶ τὴν κόπρον αὐτοῦ, κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τῆς παρεμβολῆς, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ."],["18","Καὶ προσήγαγε Μωυσῆς τὸν κριὸν τὸν εἰς ὁλοκαύτωμα· καὶ ἐπέθηκεν Ἀαρὼν καὶ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ. Καὶ ἔσφαξε Μωυσῆς τὸν κριόν· καὶ προσέχεε Μωυσῆς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ."],["19","Καὶ τὸν κριὸν ἐκρεανόμησε κατὰ μέλη· καὶ ἀνήνεγκε Μωυσῆς τὴν κεφαλὴν, καὶ τὰ μέλη, καὶ τὸ στέαρ· καὶ τὴν κοιλίαν, καὶ τοὺς πόδας ἔπλυνεν ὕδατι."],["20","Καὶ ἀνήνεγκε Μωυσῆς ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον· ὁλοκαύτωμά ἐστιν εἰς ὀσμὴν εὐωδίας· κάρπωμά ἐστι τῷ Κυρίῳ, καθάπερ ἐνετείλατο Κύριος τῷ Μωυσῇ."],["21","Καὶ προσήγαγε Μωυσῆς τὸν κριὸν τὸν δεύτερον, κριὸν τελειώσεως· καὶ ἐπέθηκεν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ."],["22","Καὶ ἔσφαξεν αὐτόν· καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ αἵματος αὐτοῦ, καὶ ἐπέθηκεν ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς Ἀαρὼν τοῦ δεξιοῦ, καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ."],["23","Καὶ προσήγαγε Μωυσῆς τοὺς υἱοὺς Ἀαρών· καὶ ἐπέθηκε Μωυσῆς ἀπὸ τοῦ αἵματος ἐπὶ τοὺς λοβοὺς τῶν ὤτων τῶν δεξιῶν, καὶ ἐπὶ τὰ ἄκρα τῶν χειρῶν αὐτῶν τῶν δεξιῶν· καὶ ἐπὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν τῶν δεξιῶν· καὶ προσέχεε Μωυσῆς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ."],["24","Καὶ ἔλαβε τὸ στέαρ, καὶ τὴν ὀσφὺν, καὶ τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας, καὶ τὸν λοβὸν τοῦ ἥπατος, καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπʼ αὐτῶν, καὶ τὸν βραχίονα τὸν δεξιόν."],["25","Καὶ ἀπὸ τοῦ κανοῦ τῆς τελειώσεως, τοῦ ὄντος ἔναντι Κυρίου, καὶ ἔλαβεν ἄρτον ἕνα ἄζυμον, καὶ ἄρτον ἐξ ἐλαίου ἕνα, καὶ λάγανον ἓν, καὶ ἐπέθηκεν ἐπὶ τὸ στέαρ, καὶ τὸν βραχίονα τὸν δεξιόν."],["26","Καὶ ἐπέθηκεν ἅπαντα ἐπὶ τὰς χεῖρας Ἀαρὼν, καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ, καὶ ἀνήνεγκεν αὐτὰ ἀφαίρεμα ἔναντι Κυρίου."],["27","Καὶ ἔλαβε Μωυσῆς ἀπὸ τῶν χειρῶν αὐτῶν, καὶ ἀνήνεγκεν αὐτὰ Μωυσῆς ἐπὶ τὸ θυσιαστήριον, ἐπὶ τὸ ὁλοκαύτωμα τῆς τελειώσεως, ὅ ἐστι ὀσμὴ εὐωδίας· κάρπωμά ἐστιν τῷ Κυρίῳ."],["28","Καὶ λαβὼν Μωυσῆς τὸ στηθύνιον, ἀφεῖλεν αὐτὸ ἐπίθεμα ἔναντι Κυρίου, ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως· καὶ ἐγένετο Μωυσῇ ἐν μεριδι, καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ."],["29","Καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως, καὶ ἀπὸ τοῦ αἵματος τοῦ ἐπὶ τοῦ θυσιαστηρίου, καὶ προσέῤῥνεν ἐπὶ Ἀαρὼν, καὶ τὰς στολὰς αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετʼ αὐτοῦ."],["30","Καὶ ἡγίασεν Ἀαρὼν, καὶ τὰς στολάς αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετʼ αὐτοῦ."],["31","Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν, καὶ τοὺς υἱοὺς αὐτοῦ, ἑψήσατε τὰ κρέα ἐν τῇ αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τόπῳ ἁγίῳ· καὶ ἐκεῖ φάγεσθε αὐτὰ, καὶ τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ τῆς τελειώσεως, ὃν τρόπον συντέτακταί μοι, λέγων, Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ φάγονται αὐτά."],["32","Καὶ τὸ καταλειφθὲν τῶν κρεῶν καὶ τῶν ἄρτων ἐν πυρὶ κατακαύσατε."],["33","Καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε ἑπτὰ ἡμέρας, ἕως ἡμέρα πληρωθῇ, ἡμέρα τελειώσεως ὑμῶν· ἑπτὰ γὰρ ἡμέρας τελειώσει τὰς χεῖρας ὑμῶν."],["34","Καθάπερ ἐποίησεν ἐν τῇ ἡμέρᾳ ταύτῃ, ᾗ ἐνετείλατο Κύριος τοῦ ποιῆσαι, ὥστε ἐξιλάσασθαι περὶ ὑμῶν."],["35","Καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καθήσεσθε ἑπτὰ ἡμέρας, ἡμέραν καὶ νύκτα· φυλάξεσθε τὰ φυλάγματα Κυρίου, ἵνα μὴ ἀποθάνητε· οὕτω γὰρ ἐνετείλατό μοι Κύριος ὁ Θεός."],["36","Καὶ ἐποίησεν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ πάντας τοὺς λόγους, οὓς συνέταξε Κύριος τῷ Μωυσῇ."]],[["1","Καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐκάλεσε Μωυσῆς Ἀαρὼν, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὴν γερουσίαν Ἰσραὴλ,"],["2","καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρών, λάβε σεαυτῷ μοσχάριον ἐκ βοῶν περὶ ἁμαρτίας, καὶ κριὸν εἰς ὁλοκαύτωμα, ἄμωμα, καὶ προσένεγκε αὐτὰ ἔναντι Κυρίου."],["3","Καὶ τῇ γερουσίᾳ Ἰσραὴλ λάλησον, λέγων, λάβετε χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, καὶ μοσχάριον, καὶ ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρπωσιν, ἄμωμα,"],["4","καὶ μόσχον, καὶ κριὸν εἰς θυσίαν σωτηρίου ἔναντι Κυρίου, καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ· ὅτι σήμερον Κύριος ὀφθήσεται ἐν ὑμῖν."],["5","Καὶ ἔλαβον καθὸ ἐνετείλατο Μωυσῆς ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ προσῆλθε πᾶσα συναγωγὴ, καὶ ἔστησαν ἔναντι Κυρίου."],["6","Καὶ εἶπε Μωυσῆς, τοῦτο τὸ ῥῆμα, ὃ εἶπε Κύριος, ποιήσατε, καὶ ὀφθήσεται ἐν ὑμῖν ἡ δόξα Κυρίου."],["7","Καὶ εἶπε Μωυσῆς τῷ Ἀαρὼν, πρόσελθε πρὸς τὸ θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου, καὶ τὸ ὁλοκαύτωμά σου, καὶ ἐξίλασαι περὶ σεαυτοῦ, καὶ τοῦ οἴκου σου· καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ, καὶ ἐξίλασαι περὶ αὐτῶν, καθάπερ ἐνετείλατο Κύριος τῷ Μωυσῇ."],["8","Καὶ προσῆλθεν Ἀαρὼν πρὸς τὸ θυσιαστήριον, καὶ ἔσφαξε τὸ μοσχάριον τὸ περὶ τῆς ἁμαρτίας αὐτοῦ."],["9","Καὶ προσήνεγκαν οἱ υἱοὶ Ἀαρὼν τὸ αἷμα πρὸς αὐτόν· καὶ ἔβαψε τὸν δάκτυλον εἰς τὸ αἷμα, καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου· καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου."],["10","Καὶ τὸ στέαρ καὶ τοὺς νεφροὺς καὶ τὸν λοβὸν τοῦ ἥπατος τοῦ περὶ τῆς ἁμαρτίας ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον, ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ."],["11","Καὶ τὰ κρέα καὶ τὴν βύρσαν κατέκαυσεν αὐτὰ πυρὶ, ἔξω τῆς παρεμβολῆς."],["12","Καὶ ἔσφαξε τὸ ὁλοκαύτωμα· καὶ προσήνεγκαν οἱ υἱοὶ Ἀαρὼν τὸ αἷμα πρὸς αὐτόν· καὶ προσέχεεν ἐπὶ τὸ θυσιαστήριον κύκλῳ."],["13","Καὶ τὸ ὁλοκαύτωμα προσήνεγκαν αὐτὸ κατὰ μέλη· αὐτὰ καὶ τὴν κεφαλὴν ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον."],["14","Καὶ ἔπλυνε τὴν κοιλίαν καὶ τοὺς πόδας ὕδατι· καὶ ἐπέθηκεν ἐπὶ τὸ ὁλοκαύτωμα ἐπὶ τὸ θυσιαστήριον."],["15","Καὶ προσήνεγκε τὸ δῶρον τοῦ λαοῦ, καὶ ἔλαβε τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας τοῦ λαοῦ, καὶ ἔσφαξεν αὐτὸν, καὶ ἐκαθάρισεν αὐτὸν, καθὰ καὶ τὸν πρῶτον."],["16","Καὶ προσήνεγκε τὸ ὁλοκαύτωμα, καὶ ἐποίησεν αὐτὸ ὡς καθήκει."],["17","Καὶ προσήνεγκε τὴν θυσίαν, καὶ ἔπλησε τὰς χεῖρας ἀπʼ αὐτῆς, καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον χωρὶς τοῦ ὁλοκαυτώματος τοῦ πρωϊνοῦ."],["18","Καὶ ἔσφαξε τὸν μόσχον, καὶ τὸν κριὸν τῆς θυσίας τοῦ σωτηρίου τῆς τοῦ λαοῦ· καὶ προσήνεγκαν οἱ υἱοὶ Ἀαρὼν τὸ αἷμα πρὸς αὐτόν, καὶ προσέχεε πρὸς τὸ θυσιαστήριον κύκλῳ,"],["19","καὶ τὸ στέαρ τὸ ἀπὸ τοῦ μόσχου, καὶ τοῦ κριοῦ τὴν ὀσφὺν, καὶ τὸ στέαρ τὸ κατακαλύπτον ἐπὶ τῆς κοιλίας, καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπʼ αὐτῶν, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος."],["20","Καὶ ἐπέθηκε τὰ στέατα ἐπὶ τὰ στηθύνια καὶ ἀνήνεγκε τὰ στέατα ἐπὶ τὸ θυσιαστήριον."],["21","Καὶ τὸ στηθύνιον, καὶ τὸν βραχίονα τὸν δεξιὸν ἀφεῖλεν Ἀαρὼν ἀφαίρεμα ἔναντι Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ."],["22","Καὶ ἐξάρας Ἀαρὼν τὰς χεῖρας ἐπὶ τὸν λαὸν, εὐλόγησεν αὐτούς· καὶ κατέβη ποιήσας τὸ περὶ τῆς ἁμαρτίας, καὶ τὰ ὁλοκαυτώματα, καὶ τὰ τοῦ σωτηρίου."],["23","Καὶ εἰσῆλθε Μωυσῆς καὶ Ἀαρὼν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ ἐξελθόντες εὐλόγησαν πάντα τὸν λαὸν· καὶ ὤφθη δόξα Κυρίου παντὶ τῷ λαῷ."],["24","Καὶ ἐξῆλθε πῦρ παρὰ Κυρίου, καὶ κατέφαγε τὰ ἐπὶ τοῦ θυσιαστηρίου, τά τε ὁλοκαυτώματα, καὶ τὰ στέατα· καὶ εἶδε πᾶς ὁ λαὸς, καὶ ἐξέστη, καὶ ἔπεσαν ἐπὶ πρόσωπον."]],[["1","Καὶ λαβόντες οἱ δύο υἱοὶ Ἀαρὼν Ναδὰβ καὶ Ἀβιοὺδ, ἕκαστος τὸ πυρεῖον αὐτοῦ, ἐπέθηκαν ἐπʼ αὐτὸ πῦρ, καὶ ἐπέβαλον ἐπʼ αὐτὸ θυμίαμα, καὶ προσήνεγκαν ἔναντι Κυρίου πῦρ ἀλλότριον, ὃ οὐ προσέταξε Κύριος αὐτοῖς."],["2","Καὶ ἐξῆλθε πῦρ παρὰ Κυρίου, καὶ κατέφαγεν αὐτοὺς, καὶ ἀπέθανον ἔναντι Κυρίου."],["3","Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν, τοῦτό ἐστιν, ὃ εἶπε Κύριος, λέγων, ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι, καὶ ἐν πάσῃ τῇ συναγωγῇ δοξασθήοσμαι· καὶ κατενύχθη Ἀαρών."],["4","Καὶ ἐκάλεσε Μωυσῆς τὸν Μισαδάη, καὶ τὸν Ἐλισαφὰν, υἱοὺς Ὀζιὴλ, υἱοὺς τοῦ ἀδελφοῦ τοῦ πατρὸς Ἀαρὼν, καὶ εἶπεν αὐτοῖς, προσέλθατε καὶ ἄρατε τοὺς ἀδελφοὺς ὑμῶν ἐκ προσώπου τῶν ἁγίων ἔξω τῆς παρεμβολῆς."],["5","Καὶ προσῆλθον, καὶ ᾖραν αὐτοὺς ἐν τοῖς χιτῶσιν αὐτῶν ἔξω τῆς παρεμβολῆς, ὃν τρόπον εἶπε Μωυσῆς."],["6","Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν καὶ Ἐλεάζαρ καὶ Ἰθάμαρ τοὺς υἱοὺς αὐτοῦ τοὺς καταλελειμμένους, τὴν κεφαλὴν ὑμῶν οὐκ ἀποκιδαρώσετε, καὶ τὰ ἱμάτια ὑμῶν οὐ διαῤῥήξετε, ἵνα μὴ ἀποθάνητε, καὶ ἐπὶ πᾶσαν τὴν συναγωγὴν ἔσται θυμός· οἱ δὲ ἀδελφοὶ ὑμῶν, πᾶς ὁ οἶκος Ἰσραὴλ, κλαύσονται τὸν ἐμπυρισμὸν, ὃν ἐνεπυρίσθησαν ὑπὸ Κυρίου."],["7","Καὶ ἀπὸ τὴς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε, ἵνα μὴ ἀποθάνητε· τὸ ἔλαιον γὰρ τῆς χρίσεως, τὸ παρὰ Κυρίου, ἐφʼ ὑμῖν, καὶ ἐποίησαν κατὰ τὸ ῥῆμα Μωυσῆ."],["8","Καὶ ἐλάλησε Κύριος τῷ Ἀαρὼν, λέγων,"],["9","οἶνον καὶ σίκερα οὐ πίεσθε σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ, ἡνίκα ἐὰν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἢ προσπορευομένων ὑμῶν πρὸς τὸ θυσιαστήριον, καὶ οὐ μὴ ἀποθάνητε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν,"],["10","διαστεῖλαι ἀναμέσον τῶν ἁγίων καὶ τῶν βεβήλων, καὶ ἀναμέσον τῶν ἀκαθάρτων καὶ τῶν καθαρῶν,"],["11","καὶ συμβιβάξειν τοὺς υἱοὺς Ἰσραὴλ ἅπαντα τὰ νόμιμα, ἃ ἐλάλησε Κύριος πρὸς αὐτοὺς διὰ χειρὸς Μωυσῆ."],["12","Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν καὶ πρὸς Ἐλεάζαρ καὶ Ἰθάμαρ τοὺς υἱοὺς Ἀαρὼν τοὺς καταλειφθέντας, λάβετε τὴν θυσίαν τὴν καταλειφθεῖσαν ἀπὸ τῶν καρπωμάτων Κυρίου, καὶ φάγεσθε ἄζυμα παρὰ τὸ θυσιαστήριον· ἅγια ἁγίων ἐστί."],["13","Καὶ φάγεσθε αὐτὴν ἐν τόπῳ ἁγίῳ· νόμιμον γάρ σοι ἐστὶ, καὶ νόμιμον τοῖς υἱοῖς σου τοῦτο ἀπὸ τῶν καρπωμάτων Κυρίου· οὕτω γὰρ ἐντέταλταί μοι."],["14","Καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος, καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος φάγεσθε ἐν τόπῳ ἁγίῳ, σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκός σου μετὰ σοῦ· νόμιμον γὰρ σοι, καὶ νόμιμον τοῖς υἱοῖς σου ἐδόθη ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου τῶν υἱῶν Ἰσραήλ."],["15","Τὸν βραχίονα τοῦ ἀφαιρέματος, καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος ἐπὶ τῶν καρπωμάτων τῶν στεάτωι· προσοίσουσιν ἀφόρισμα ἀφορίσαι ἔναντι Κυρίου· καὶ ἔσται σοι καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ νόμιμον αἰώνιον, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ."],["16","Καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας ζητῶν ἐξεζήτησε Μωυσῆς· καὶ ὁ δὲ ἐνπεπύριστο· καὶ ἐθυμώθη Μωυσῆς ἐπὶ Ἐλεάζαρ καὶ Ἰθάμαρ τοὺς υἱοὺς Ἀαρὼν τοὺς καταλελειμμένους, λέγων,"],["17","διατί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ; ὅτι γὰρ ἅγια ἁγίων ἐστι, τοῦτο ἔδωκεν ὑμῖν φαγεῖν, ἵνα ἀφέλητε τὴν ἁμαρτίαν τῆς συναγωγῆς, καὶ ἐξιλάσησθε περὶ αὐτῶν ἔναντι Κυρίου."],["18","Οὐ γὰρ εἰσήχθη τοῦ αἵματος αὐτοῦ εἰς τὸ ἅγιον· κατὰ πρόσωπον ἔσω φάγεσθε αὐτὸ ἐν τόπῳ ἁγίῳ, ὃν τρόπον μοι συνέταξε Κύριος."],["19","Καὶ ἐλάλησεν Ἀαρὼν πρὸς Μωυσῆν, λέγων, εἰ σήμερον προσαγιόχασι τὰ περὶ τῆς ἁμαρτίας αὐτῶν, καὶ τὰ ὁλοκαυτώματα αὐτῶν ἔναντι Κυρίου, καὶ συμβέβηκέ μοι τοιαῦτα, καὶ φάγομαι τὰ περὶ τῆς ἁμαρτίας σήμερον, μὴ ἀρεστὸν ἔται Κυρίῳ;"],["20","Καὶ ἤκουσε Μωυσῆς, καὶ ἤρεσεν αὐτῷ."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, λέγων,"],["2","λαλήσατε τοῖς υἱοῖς Ἰσραὴλ, λέγοντες, ταῦτα τὰ κτήνη, ἃ φάγεσθε ἀπὸ πάντων τῶν κτηνῶν τῶν ἐπὶ τῆς γῆς."],["3","Πᾶν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν, καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσι, ταῦτα φάγεσθε."],["4","Πλὴν ἀπὸ τούτων οὐ φάγεσθε, ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν, καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς, καὶ ὀνυχιζόντων ὀνυχιστῆρας· τὸν κάμηλον, ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο, ὁπλὴν δὲ οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν."],["5","Καὶ τὸν δασύποδα, ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο, καὶ ὁπλὴν οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν."],["6","Καὶ τὸν χοιρογρύλλιον, ὅτι οὐκ ἀνάγει μηρυκισμὸν τοῦτο, καὶ ὁπλὴν οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν."],["7","Καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν τοῦτο, καὶ ὀνυχίζει ὄνυχας ὁπλῆς, καὶ τοῦτο οὐκ ἀνάγει μηρυκισμὸν, ἀκάθαρτον τοῦτο ὑμῖν."],["8","Ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε, καὶ τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε· ἀκάθαρτα ταῦτα ὑμῖν."],["9","Καὶ ταῦτα, ἃ φάγεσθε ἀπὸ πάντων τῶν ἐν τοῖς ὕδασι· πάντα ὅσα ἐστὶν αὐτοῖς πτερύγια καὶ λεπίδες ἐν τοῖς ὕδασι, καὶ ἐν ταῖς θαλάσσαις, καὶ ἐν τοῖς χειμάῤῥοις, ταῦτα φάγεσθε."],["10","Καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια, οὐδὲ λεπίδες ἐν τῷ ὕδατι, ἢ ἐν ταῖς θαλάσσαις, καὶ ἐν τοῖς χειμάῤῥοις, ἀπὸ πάντων ὧν ἐρεύγεται τὰ ὕδατα, καὶ ἀπὸ πάσης ψυχῆς τῆς ζώσης ἐν τῷ ὕδατι, βδέλυγμά ἐστι, καὶ βδελύγματα ἔσονται ὑμῖν."],["11","Ἀπὸ τῶν κρεῶν αὐτῶν οὐκ ἔδεσθε, καὶ τὰ θνησιμαῖα αὐτῶν βδελύξεσθε."],["12","Καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια, οὐδὲ λεπίδες τῶν ἐν τοῖς ὕδασι, βδέλυγμα τοῦτό ἐστιν ὑμῖν."],["13","Καὶ ταῦτα, ἃ βδελύξεσθε ἀπὸ τῶν πετεινῶν, καὶ οὐ βρωθήσεται, βδέλυγμά ἐστι· τὸν ἀετὸν, καὶ τὸν γρύπα, καὶ τὸν ἁλιαίετον,"],["14","καὶ τὸν γύπα, καὶ τὸν ἴκτινον καὶ τὰ ὅμοια αὐτῷ."],["15","Καὶ στρουθὸν, καὶ γλαῦκα, καὶ λάρον, καὶ τὰ ὅμοια αὐτῷ·"],["16","Καὶ πάντα κόρακα, καὶ τὰ ὅμοια αὐτῷ· καὶ ἱέρακα, καὶ τὰ ὅμοια αὐτῷ·"],["17","καὶ νυκτικόρακα, καὶ καταράκτην, καὶ ἴβιν,"],["18","καὶ πορφυρίωνα, καὶ πελεκᾶνα, καὶ κύκνον,"],["19","καὶ ἐρωδιὸν, καὶ χαράδριον, καὶ τὰ ὅμοια αὐτῷ· καὶ ἔποπα, καὶ νυκτερίδα."],["20","Καὶ πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν, ἃ πορεύεται ἐπὶ τέσσαρα, βδελύγματά ἐστιν ὑμῖν."],["21","Ἀλλὰ ταῦτα φάγεσθε ἀπὸ τῶν ἑρπετῶν τῶν πετεινῶν, ἃ πορεύεται ἐπὶ τέσσαρα, ἃ ἔχει σκέλη ἀνώτερον τῶν ποδῶν αὐτοῦ, πηδᾷν ἐν αὐτοῖς ἐπὶ τῆς γῆς."],["22","Καὶ ταῦτα φάγεσθε ἀπʼ αὐτῶν· τὸν βροῦχον, καὶ τὰ ὅμοια αὐτῷ· καὶ τὸν ἀττάκην, καὶ τὰ ὅμοια αὐτῷ· καὶ ὀφιομάχην, καὶ τὰ ὅμοια αὐτῷ· καὶ τὴν ἀκρίδα, καὶ τὰ ὅμοια αὐτῇ·"],["23","Πᾶν ἑρπετὸν ἀπὸ τῶν πετεινῶν, οἷς εἰσι τέσσαρες πόδες, βδελύγματά ἐστιν ὑμῖν,"],["24","καὶ ἐν τούτοις μιανθήσεσθε· πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας."],["25","Καὶ πᾶς ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας."],["26","Καὶ ἐν πᾶσι τοῖς κτήνεσιν ὅ ἐστι διχηλοῦν ὁπλὴν, καὶ ὀνυχιστῆρας ὀνυχίζει, καὶ μηρυκισμὸν οὐ μηρυκᾶται, ἀκάθαρτα ἔσονται ὑμῖν· πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας."],["27","Καὶ πᾶς ὃς πορεύεται ἐπὶ χειρῶν ἐν πᾶσι τοῖς θηρίοις, ἃ πορεύεται ἐπὶ τέσσαρα, ἀκάθαρτά ἐστιν ὑμῖν· πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας."],["28","Καὶ ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· ἀκάθαρτα ταῦτά ἔστιν ὑμῖν."],["29","Καὶ ταῦτα ὑμῖν ἀκάθαρτα ἀπὸ τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς· ἡ γαλὴ, καὶ ὁ μῦς, καὶ ὁ κροκόδειλος ὁ χερσαῖος,"],["30","μυγάλη, καὶ χαμαιλέων, καὶ χαλαβώτης, καὶ σαῦρα, καὶ ἀσπάλαξ."],["31","Ταῦτα ἀκάθαρτα ὑμῖν ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς· πᾶς ὁ ἁπτόμενος αὐτῶν τεθνηκότων, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας."],["32","Καὶ πᾶν ἐφʼ ὃ ἂν ἐπιπέσῃ ἀπʼ αὐτῶν ἐπʼ αὐτὸ τεθνηκότων αὐτῶν, ἀκάθαρτον ἔσται ἀπὸ παντὸς σκεύους ξυλίνου ἢ ἱματίου ἢ δέρματος ἢ σάκκου· πᾶν σκεῦος ὃ ἂν ποιηθῇ ἔργον ἐν αὐτῷ, εἰς ὕδωρ βαφήσεται, καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας· καὶ καθαρὸν ἔσται."],["33","Καὶ πᾶν σκεῦος ὀστράκινον εἰς ὃ ἐὰν πέσῃ ἀπὸ τούτων ἔνδον, ὅσα ἐὰν ἔνδον ᾖ, ἀκάθαρτα ἔσται, καὶ αὐτὸ συντριβήσεται."],["34","Καὶ πᾶν βρῶμα, ὃ ἔσθεται, εἰς ὃ ἂν ἐπέλθῃ ἐπʼ αὐτὸ ὕδωρ, ἀκάθαρτον ἔσται· καὶ πᾶν ποτὸν, ὃ πίνεται ἐν παντὶ ἀγγείῳ, ἀκάθαρτον ἔσται."],["35","Καὶ πᾶν ὃ ἐὰν ἐπιπέσῃ ἀπὸ τῶν θνησιμαίων αὐτῶν ἐπʼ αὐτό, ἀκάθαρτον ἔσται· κλίβανοι καὶ χυτρόποδες καθαιρεθήσονται· ἀκάθαρτα ταῦτά ἐστι, καὶ ἀκάθαρτα ταῦτα ὑμῖν ἔσονται."],["36","Πλὴν πηγῶν ὑδάτων καὶ λάκκου καὶ συναγωγῆς ὕδατος, ἔσται καθαρόν· ὁ δὲ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν, ἀκάθαρτος ἔσται."],["37","Ἐὰν δὲ ἐπιπέσῃ ἀπὸ τῶν θνησιμαίων αὐτῶν ἐπὶ πᾶν σπέρμα σπόριμον, ὃ σπαρήσεται, καθαρὸν ἔσται."],["38","Ἐὰν δὲ ἐπιχυθῇ ὕδωρ ἐπὶ πᾶν σπέρμα, καὶ ἐπιπέσῃ τῶν θνησιμαίων αὐτῶν ἐπʼ αὐτό, ἀκάθαρτόν ἐστιν ὑμῖν."],["39","Ἐὰν δὲ ἀποθάνῃ τῶν κτηνῶν, ὅ ἐστιν ὑμῖν φαγεῖν τοῦτο, ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·"],["40","καὶ ὁ ἐσθίων ἀπὸ τῶν θνησιμαίων τούτων, πλυνεῖ τὰ ἱμάτια, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καὶ ὁ αἴρων ἀπὸ θνησιμαίων αὐτῶν, πλυνεῖ τὰ ἱμάτια, καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας."],["41","Καὶ πᾶν ἑρπετὸν, ὃ ἕρπει ἐπὶ τῆς γῆς, βδέλυγμα ἔσται τοῦτο ὑμῖν· οὐ βρωθήσεται."],["42","Καὶ πᾶς ὁ πορευόμενος ἐπὶ κοιλίας, καὶ πᾶς ὁ πορευόμενος ἐπὶ τέσσαρα διαπαντός, ὃ πολυπληθεῖ ποσὶν ἐν πᾶσι τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς, οὐ φάγεσθε αὐτὸ, ὅτι βδέλυγμα ὑμῖν ἐστι."],["43","Καὶ οὐ μὴ βδελύξητε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσι τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς, καὶ οὐ μιανθήσεσθε ἐν τούτοις, καὶ οὐκ ἀκάθαρτοι ἔσεσθε ἐν αὐτοῖς,"],["44","ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν· καὶ ἁγιασθήσεσθε, καὶ ἅγιοι ἔσεσθε, ὅτι ἅγιός εἰμι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν· καὶ οὐ μιανεῖτε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσι τοῖς ἑρπετοῖς τοῖς κινουμένοις ἐπὶ τῆς γῆς,"],["45","ὅτι ἐγώ εἰμι Κύριος ὁ ἀναγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου εἶναι ὑμῶν Θεός· καὶ ἔσεσθε ἅγιοι, ὅτι ἅγιός εἰμι ἐγὼ Κύριος."],["46","Οὗτος ὁ νόμος περὶ τῶν κτηνῶν καὶ τῶν πετεινῶν καὶ πάσης ψυχῆς τῆς κινουμένης ἐν τῷ ὕδατι, καὶ πάσης ψυχῆς ἑρπούσης ἐπὶ τῆς γῆς,"],["47","διαστεῖλαι ἀναμέσον τῶν ἀκαθάρτων καὶ ἀναμέσον τῶν καθαρῶν, καὶ ἀναμέσον τῶν ζωογονούντων τὰ ἐσθιόμενα καὶ ἀναμέσον τῶν ζωογονούντων τὰ μὴ ἐσθιόμενα."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["2","λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, γυνὴ ἥτις ἐὰν σπερματισθῇ, καὶ τέκῃ ἄρσεν, καὶ ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας· κατὰ τὰς ἡμέρας τοῦ χωρισμοῦ τῆς ἀφέδρου αὐτῆς, ἀκάθαρτος ἔσται."],["3","Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ περιτεμεῖ τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ."],["4","Καὶ τριάκοντα καὶ τρεῖς ἡμέρας καθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς· παντὸς ἁγίου οὐξ ἅψεται, καὶ εἰς τὸ ἁγιαστήριον οὐκ εἰσελεύσεται, ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς."],["5","Ἐὰν δὲ θῆλυ τέκῃ, καὶ ἀκάθαρτος ἔσται δὶς ἑπτὰ ἡμέρας, κατὰ τὴν ἄφεδρον αὐτῆς· καὶ ἑξήκοντα ἡμέρας καὶ ἓξ καθεσθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς."],["6","Καὶ ὅταν ἀναπληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς ἐφʼ υἱῷ ἢ ἐπὶ θυγατρι, προσοίσει ἀμνὸν ἐνιαύσιον ἄμωμον εἰς ὁλοκαύτωμα, καὶ νοσσὸν περιστερᾶς ἢ τρυγόνα περὶ ἁμαρτίας ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, πρὸς τὸν ἱερέα."],["7","Καὶ προσοίσει αὐτὸν ἔναντι Κυρίου· καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς, καὶ καθαριεῖ αὐτὴν ἀπὸ τῆς πηγῆς τοῦ αἵματος αὐτῆς· οὗτος ὁ νόμος τῆς τικτούσης ἄρσεν ἢ θῆλυ."],["8","Ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτῆς τὸ ἱκανὸν εἰς ἀμνὸν, καὶ λήψεται δύο τρυγόνας ἢ δύο νοσσοὺς περιστερῶν, μίαν εἰς ὁλοκαύτωμα, καὶ μίαν περὶ ἁμαρτίας· καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς, καὶ καθαρισθήσεται."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, λέγων,"],["2","ἀνθρώπῳ ἐάν τινι γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ οὐλὴ σημασίας τηλαυγὴς, καὶ γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ ἁφὴ λέπρας, ἀχθήσεται πρὸς Ἀαρὼν τὸν ἱερέα, ἢ ἕνα τῶν υἱῶν αὐτοῦ τῶν ἱερέων."],["3","Καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν ἐν δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ ἡ θρὶξ ἐν τῇ ἁφῇ μεταβάλῃ λευκὴ, καὶ ἡ ὄψις τῆς ἁφῆς ταπεινὴ ἀπὸ τοῦ δέρματος τοῦ χρωτὸς, ἁφὴ λέπρας ἐστί· καὶ ὄψεται ὁ ἱερεὺς, καὶ μιανεῖ αὐτόν."],["4","Ἐὰν δὲ καὶ τηλαυγὴς λευκὴ ἦ ἐν τῷ δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ ταπεινὴ μὴ ἦ ἡ ὄψις αὐτῆς ἀπὸ τοῦ δέρματος, καὶ ἡ θρὶξ αὐτοῦ οὐ μετέβαλε τρίχα λευκὴν, αὐτὴ δέ ἐστιν ἀμαυρὰ, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας."],["5","Καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· καὶ ἰδοὺ ἡ ἁφὴ μένει ἐναντίον αὐτοῦ, οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τῷ δέρματι, καὶ ἀφοριεῖ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας τοδεύτερον."],["6","Καὶ ὄψεται ὁ ἱερεὺς αὐτὸν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ τοδεύτερον· καὶ ἰδοὺ ἀμαυρὰ ἡ ἁφή, οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τῷ δέρματι· καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς, σημασία γάρ ἐστι· καὶ πλυνάμενος τὰ ἱμάτια αὐτοῦ, καθαρὸς ἔσται."],["7","Ἐὰν δὲ μεταβαλοῦσα μεταπέσῃ ἡ σημασία ἐν τῷ δέρματι, μετὰ τὸ ἰδεῖν αὐτὸν τὸν ἱερέα τοῦ καθαρίσαι αὐτόν, καὶ ὀφθήσεται τοδεύτερον τῷ ἱερεῖ."],["8","Καὶ ὄψεται αὐτὸν ὁ ἱερεύς, καὶ ἰδοὺ μετέπεσεν ἡ σημασία ἐν τῷ δέρματι, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς· λέπρα ἐστί."],["9","Καὶ ἁφὴ λέπρας ἐὰν γένηται ἐν ἀνθρώπῳ, και ἥξει πρὸς τὸν ἱερέα·"],["10","Καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ οὐλὴ λευκὴ ἐν τῷ δέρματι, καὶ αὕτη μετέβαλε τρίχα λευκὴν, καὶ ἀπὸ τοῦ ὑγιοῦς τῆς σαρκὸς τῆς ζώσης ἐν τῇ οὐλῇ."],["11","Λέπρα παλαιουμένη ἐστὶν ἐν τῷ δέρματι τοῦ χρωτός, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεὺς, καὶ ἀφοριεῖ αὐτὸν, ὅτι ἀκάθαρτός ἐστιν."],["12","Ἐὰν δὲ ἀνθοῦσα ἐξανθήσῃ λέπρα ἐν τῷ δέρματι, καὶ καλύψῃ ἡ λέπρα πᾶν τὸ δέρμα τῆς ἁφῆς ἀπὸ κεφαλῆς ἕως ποδῶν, καθʼ ὅλην τὴν ὅρασιν τοῦ ἱερέως·"],["13","Καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ ἐκάλυψεν ἡ λέπρα πᾶν τὸ δέρμα τοῦ χρωτός· καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεὺς τὴν ἁφήν, ὅτι πᾶν μετέβαλε λευκὸν, καθαρόν ἐστι."],["14","Καὶ ᾗ ἂν ἡμέρᾳ ὀφθῇ ἐν αὐτῷ χρὼς ζῶν, μιανθήσεται."],["15","Καὶ ὅψεται ὁ ἱερεὺς τὸν χρῶτα τὸν ὑγιῆ, καὶ μιανεῖ αὐτὸν ὁ χρὼς ὁ ὑγιὴς, ὅτι ἀκάθαρτός ἐστι· λέπρα ἐστίν."],["16","Ἐὰν δὲ ἀποκαταστῇ ὁ χρὼς ὁ ὑγιὴς, καὶ μεταβάλῃ λευκὴ, καὶ ἐλεύσεται πρὸς τὸν ἱερέα·"],["17","Καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ μετέβαλεν ἡ ἁφὴ εἰς τὸ λευκόν, καὶ καθαριεῖ ὁ ἱερεὺς τὴν ἁφήν· καθαρός ἐστι."],["18","Καὶ σὰρξ ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ ἕλκος, καὶ ὑγιασθῇ,"],["19","καὶ γένηται ἐν τῷ τόπῳ τοῦ ἕλκους οὐλὴ λευκὴ, ἢ τηλαυγὴς λευκαίνουσα, ἢ πυῤῥίζουσα, καὶ ὀφθήσεται τῷ ἱερεῖ·"],["20","Καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ ἡ ὄψις ταπεινοτέρα τοῦ δέρματος, καὶ ἡ θρὶξ αὐτῆς μετέβαλεν εἰς λευκὴν, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεὺς, ὅτι λέπρα ἐστίν· ἐν τῷ ἕλκει ἐξήνθησεν."],["21","Ἐὰν δὲ ἴδῃ ὁ ἱερεὺς, καὶ ἰδοὺ οὐκ ἔστιν ἐν αὐτῷ θρὶξ λευκὴ, καὶ ταπεινὸν μὴ ᾖ ἀπὸ τοῦ δέρματος τοῦ χρωτὸς, καὶ αὐτὴ ᾖ ἀμαυρά, καὶ ἀφοριεῖ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας."],["22","Ἐὰν δὲ διαχύσει διαχέηται ἐν τῷ δέρματι, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεὺς, ἁφὴ λέπρας ἐστίν· ἐν τῷ ἕλκει ἐξήνθησεν·"],["23","Ἐὰν δὲ κατὰ χώραν μείνῃ τὸ τηλαύγημα καὶ μὴ διαχέηται, οὐλὴ τοῦ ἕλκους ἐστὶ, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς."],["24","Καὶ σὰρξ ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ κατάκαυμα πυρὸς, καὶ γένηται ἐν τῷ δέρματι αὐτοῦ τὸ ὑγιασθὲν τοῦ κατακαύματος αὐγάζον τηλαυγὲς λευκὸν, ὑποπυῤῥίζον, ἢ ἔκλευκον·"],["25","Καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς, καὶ ἰδοὺ μετέβαλε θρὶξ λευκὴ εἰς τὸ αὐγάζον, καὶ ἡ ὄψις αὐτοῦ ταπεινὴ ἀπὸ τοῦ δέρματος, λέπρα ἐστίν· ἐν τῷ κατακαύματι ἐξήνθησε· καὶ μιανεῖ αὐτὸν ὁ ἱερεὺς, ἁφὴ λέπρας ἐστίν."],["26","Ἐὰν δὲ ἴδῃ ὁ ἱερεὺς, καὶ ἰδοὺ οὐκ ἔστιν ἐν τῷ· αὐγάζοντι θρὶξ λευκή, καὶ ταπεινὸν μὴ ᾖ ἀπὸ τοῦ δέρματος, αὐτὸ δὲ ἀμαυρὸν, καὶ ἀφοριεῖ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας."],["27","Καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· ἐὰν δὲ διαχύσει διαχέηται ἐν τῷ δέρματι, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεὺς, ἁφὴ λέπρας ἐστίν· ἐν τῷ ἕλκει ἐξήνθησεν."],["28","Ἐὰν δὲ κατὰ χώραν μείνῃ τὸ αὐγάζον, καὶ μὴ διαχυθῇ ἐν τῷ δέρματι, αὐτὴ δὲ ἀμαυρὰ ᾖ, οὐλὴ τοῦ κατακαύματός ἐστι, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς· ὁ γὰρ χαρακτὴρ τοῦ κατακαύματός ἐστι."],["29","Καὶ ἀνδρὶ ἢ γυναικὶ ἐὰν γένηται ἐν αὐτοῖς ἁφὴ λέπρας ἐν τῇ κεφαλῇ ἢ ἐν τῷ πώγωνι·"],["30","Καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν, καὶ ἰδοὺ ἡ ὄψις αὐτῆς ἐγκοιλοτέρα τοῦ δέρματος, ἐν αὐτῇ δὲ θρὶξ ξανθίζουσα λεπτὴ, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς· θραῦσμά ἐστι, λέπρα τῆς κεφαλῆς ἢ λέπρα τοῦ πώγωνός ἐστι."],["31","Καὶ ἐὰν ἴδῃ ὁ ἱερεὺς τὴν ἁφὴν τοῦ θραύσματος, καὶ ἰδοὺ οὐχ ἡ ὄψις ἐγκοιλοτέρα τοῦ δέρματος, καὶ θρὶξ ξανθίζουσα οὐκ ἔστιν ἐν αὐτῇ, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν τοῦ θραύσματος ἑπτὰ ἡμέρας."],["32","Καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἰδοὺ οὐ διεχύθη τὸ θραῦσμα, καὶ θρὶξ ξανθίζουσα οὐκ ἔστιν ἐν αὐτῇ, καὶ ἡ ὄψις τοῦ θραύσματος οὐκ ἔστι κοίλη ἀπὸ τοῦ δέρματος·"],["33","Καὶ ξυρηθήσεται τὸ δέρμα, τὸ δὲ θραῦσμα οὐ ξυρηθήσεται, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὸ θραῦσμα ἑπτὰ ἡμέρας τὸ δεύτερον."],["34","Καὶ ὄψεται ὁ ἱερεὺς τὸ θραῦσμα τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἰδοὺ οὐ διεχύθη τὸ θραῦσμα ἐν τῷ δέρματι μετὰ τὸ ξυρηθῆναι αὐτόν, καὶ ἡ ὄψις τοῦ θραύσματος οὐκ ἔστιν κοίλη ἀπὸ τοῦ δέρματος, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεὺς, καὶ πλυνάμενος τὰ ἱμάτια, καθαρὸς ἔσται."],["35","Ἐὰν δὲ διαχύσει διαχέηται τὸ θραῦσμα ἐν τῷ δέρματι μετὰ τὸ καθαρισθῆναι αὐτόν·"],["36","Καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ διακέχυται τὸ θραῦσμα ἐν τῷ δέρματι, οὐκ ἐπισκέψεται ὁ ἱερεὺς περὶ τῆς τριχὸς τῆς ξανθῆς, ὅτι ἀκάθαρτός ἐστιν."],["37","Ἐὰν δὲ ἐνώπιον μείνῃ ἐπὶ χώρας τὸ θραῦσμα, καὶ θρὶξ μέλαινα ἀνατείλῃ ἐν αὐτῷ, ὑγίακε τὸ θραῦσμα, καθαρός ἐστι, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς."],["38","Καὶ ἀνδρὶ ἢ γυναικὶ ἐὰν γένηται ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ αὐγάματα αὐγάζοντα λευκανθίζοντα·"],["39","καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ αὐγάσματα αὐγάζοντα λευκαθίζοντα, ἀλφός ἐστιν· ἐξανθεῖ ἐν τῷ δέρματι τῆς σαρκὸς αὐτοῦ, καθαρός ἐστιν."],["40","Ἐὰν δέ τινι μαδήσῃ ἡ κεφαλὴ αὐτοῦ, φαλακρός ἐστι, καθαρός ἐστιν."],["41","Ἐὰν δὲ κατὰ πρόσωπον μαδήσῃ ἡ κεφαλὴ αὐτοῦ, ἀναφάλαντός ἐστι, καθαρός ἐστιν."],["42","Ἐὰν δὲ γένηται ἐν τῷ φαλακρώματι αὐτοῦ ἢ ἐν τῷ ἀναφαλαντώματι αὐτοῦ ἁφὴ λευκὴ ἢ πυῤῥίζουσα, λέπρα ἐστὶν ἐν τῷ φαλακρώματι αὐτοὺ, ἢ ἐν τῷ ἀναφαλαντώματι αὐτοῦ·"],["43","καὶ ὄψεται αὐτὸν ὁ ἱερεύς, καὶ ἰδοὺ ἡ ὄψις τῆς ἁφῆς λευκὴ ἢ πυῤῥίζουσα ἐν τῷ φαλακρώματι αὐτοῦ ἢ ἐν τῷ ἀναφαλαντώματι αὐτοῦ, ὡς ωἶδος λέπρας ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ·"],["44","Ἄνθρωπος λεπρός ἐστι· μιάνσει μιανεῖ αὐτὸν ὁ ἱερεὺς, ἐν τῇ κεφαλῇ αὐτοῦ ἡ ἁφὴ αὐτοῦ."],["45","Καὶ ὁ λεπρὸς ἐν ᾧ ἐστιν ἡ ἁφὴ, τὰ ἱμάτια αὐτοῦ ἔστω παραλελυμένα, καὶ ἡ κεφαλὴ αὐτοῦ ἀκάλυπτος, καὶ περὶ τὸ στόμα αὐτοῦ περιβαλέσθω, καὶ ἀκάθαρτος κεκλήσεται."],["46","Πάσας τὰς ἡμέρας, ὅσας ἐὰν ᾖ ἐπʼ αὐτὸν ἡ ἁφὴ, ἀκάθαρτος ὢν ἀκάθαρτος ἔσται· κεχωρισμένος καθήσεται, ἔξω τῆς παρεμβολῆς αὐτοῦ ἔσται ἡ διατριβή."],["47","Καὶ ἱματίῳ ἐὰν γένηται ἁφὴ ἐν αὐτῷ λέπρας, ἐν ἱματίῳ ἐρέῳ, ἢ ἐν ἱματίῳ στυππυίνῳ,"],["48","ἢ ἐν στήμονι, ἢ ἐν κρόκῃ, ἢ ἐν τοῖς λινοῖς, ἢ ἐν τοῖς ἐρέοις, ἢ ἐν δέρματι, ἢ ἐν παντὶ ἐργασίμῳ δέρματι,"],["49","καὶ γένηται ἡ ἁφὴ χλωρίζουσα ἢ πυῤῥίζουσα ἐν τῷ δέρματι, ἢ ἐν τῷ ἱματίῳ, ἢ ἐν τῷ στήμονι, ἢ ἐν τῇ κρόκῃ, ἢ ἐν παντὶ σκεύει ἐργασίμῳ δέρματος, ἁφὴ λέπρας ἐστί· καὶ δείξει τῷ ἱερεῖ·"],["50","Καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφήν, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας."],["51","Καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· ἐὰν δὲ διαχέηται ἡ ἁφὴ ἐν τῷ ἱματίῳ, ἢ ἐν τῷ στήμονι, ἢ ἐν τῇ κρόκῃ, ἢ ἐν τῷ δέρματι, κατὰ πάντα ὅσα ἐὰν ποιηθῇ δέρματα ἐν τῇ ἐργασίᾳ, λέπρα ἔμμονός ἐστιν ἡ ἁφὴ, ἀκάθαρτός ἐστι."],["52","Κατακαύσει τὸ ἱμάτιον, ἢ τὸν στήμονα, ἢ τὴν κρόκην ἐν τοῖς ἐρέοις, ἢ ἐν τοῖς λινοῖς, ἢ ἐν παντὶ σκεύει δερματίνῳ, ἐν ᾧ ἂν ᾖ ἐν αὐτῷ ἡ ἁφὴ, ὅτι λέπρα ἔμμονός ἐστιν, ἐν πυρὶ κατακαυθήσεται."],["53","Ἐὰν δὲ ἴδῃ ὁ ἱερεὺς, καὶ μὴ διαχέηται ἡ ἁφὴ ἐν τῷ ἱματίῳ, ἢ ἐν τῷ στήμονι, ἢ ἐν τῇ κρόκῃ, ἢ ἐν παντὶ σκεύει δερματίνῳ·"],["54","Καὶ συντάξει ὁ ἱερεύς, καὶ πλυνεῖ ἐφʼ οὗ ἐὰν ᾖ ἐπʼ αὐτοῦ ἡ ἁφὴ, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας τοδέυτερον."],["55","Καὶ ὄψεται ὁ ἱερεὺς μετὰ τὸ πλυθῆναι αὐτὸ τὴν ἁφὴν, καὶ ἥδε οὐ μὴ μετέβαλεν ἡ ἁφὴ τὴν ὄψιν, καὶ ἡ ἁφὴ οὐ διαχεῖται, ἀκάθαρτόν ἐστιν, ἐν πυρὶ κατακαυθήσεται· ἐστήρικται ἐν τῷ ἱματίῳ, ἢ ἐν τῷ στήμονι, ἢ ἐν τῇ κρόκη."],["56","Καὶ ἐὰν ἴδῃ ὁ ἱερεὺς, καὶ ᾖ ἀμαυρὰ ἡ ἁφὴ μετὰ τὸ πλυθήναι αὐτὸ, ἀποῤῥήξει αὐτὸ ἀπὸ τοῦ ἱματίου, ἢ ἀπὸ τοῦ στήμονος, ἢ ἀπὸ τῆς κρόκης, ἢ ἀπὸ τοῦ δέρματος."],["57","Ἐὰν δὲ ὀφθῇ ἔτι ἐν τῷ ἱματίῳ, ἢ ἐν τῷ στήμονι, ἢ ἐν τῇ κρόκῃ, ἢ ἐν παντὶ σκεύει δερματίνῳ, λέπρα ἐξανθοῦσά ἐστιν ἐν πυρὶ κατακαυθήσεται ἐν ᾧ ἐστιν ἡ ἁφή."],["58","Καὶ τὸ ἱμάτιον, ἢ ὁ στήμων, ἢ ἡ κρόκη, ἢ πᾶν σκεῦος δερμάτινον, ὃ πλυθήσεται, καὶ ἀποστήσεται ἀπʼ αὐτοῦ ἡ ἁφὴ, καὶ πλυθήσεται τὸ δέυτερον, καὶ καθαρὸν ἔσται."],["59","Οὗτος ὁ νόμος ἁφῆς λέπρας ἱματίου ἐρέου, ἢ στυππυίνου, ἢ στήμονος, ἢ κρόκης, ἢ παντὸς σκεύους δερματίνου, εἰς τὸ καθαρίσαι αὐτὸ, ἢ μιᾶναι αὐτό."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["2","οὗτος ὁ νὁμος τοῦ λεπροῦ· ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ, καὶ προσαχθήσεται πρὸς τὸν ἱερέα."],["3","Καὶ ἐξελεύσεται ὁ ἱερεὺς ἔξω τῆς παρεμβολῆς, καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ ἰᾶται ἡ ἁφὴ τῆς λέπρας ἀπὸ τοῦ λεπροῦ."],["4","Καὶ προστάξει ὁ ἱερεὺς, καὶ λήψονται τῷ κεκαθαρισμένῳ δύο ὀρνίθια ζῶντα καθαρὰ, καὶ ξύλον κέδρινον, καὶ κεκλωσμένον κόκκινον, καὶ ὕσσωπον."],["5","Καὶ προστάξει ὁ ἱερεὺς, καὶ σφάξουσι τὸ ὀρνίθιον τὸ ἓν εἰς ἀγγεῖον ὀστράκινον ἐφʼ ὕδατι ζῶντι."],["6","Καὶ τὸ ὀρνίθιον τὸ ζῶν λήμψεται αὐτὸ, καὶ τὸ ξύλον τὸ κέδρινον, καὶ τὸ κλωστὸν κόκκινον, καὶ τὸν ὕσσωπον, καὶ βάψει αὐτὰ καὶ τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ σφαγέντος ἐφʼ ὕδατι ζῶντι."],["7","Καὶ περιῤῥανεῖ ἐπὶ τὸν καθαρισθέντα ἀπὸ τῆς λέπρας ἑπτάκις, καὶ καθαρὸς ἔσται· καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ πεδίον."],["8","Καὶ πλυνεῖ ὁ καθαρισθεὶς τὰ ἱμάτια αὐτοῦ, καὶ ξυρηθήσεται αὐτοῦ πᾶσαν τὴν τρίχα, καὶ λούσεται ἐν ὕδατι, καὶ καθαρὸς ἔσται· καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολὴν, καὶ διατρίψει ἔξω τοῦ οἴκου αὐτοῦ ἑπτὰ ἡμέρας."],["9","Καὶ ἔσται τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, ξυρηθήσεται πᾶσαν τὴν τρίχα αὐτοῦ, τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸν πώγωνα, καὶ τὰς ὀφρῦς, καὶ πᾶσαν τὴς τρίχα αὐτοῦ ξυρηθήσεται· καὶ πλυνεῖ τὰ ἱμάτια, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ καθαρὸς ἔσται."],["10","Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήψεται δύο ἀμνοὺς ἀμώμους ἑνιαυσίους, καὶ πρόβατον ἄμωμον ἑνιαύσιον, καὶ τρία δέκατα σεμιδάλεως εἰς θυσίαν πεφυραμένης ἐν ἐλαίῳ, καὶ κοτύλην ἐλαίου μίαν."],["11","Καὶ στήσει ὁ ἱερεὺς ὁ καθαρίζων, τὸν ἄνθρωπον τὸν καθαριζόμενον, καὶ ταῦτα ἔναντι Κυρίου, ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου."],["12","Καὶ λήψεται ὁ ἱερεὺς τὸν ἀμνὸν τὸν ἕνα, καὶ προσάξει αὐτὸν τῆς πλημμελείας, καὶ τὴν κοτύλην τοῦ ἐλαίου, καὶ ἀφοριεῖ αὐτὰ ἀφόρισμα ἔναντι Κυρίου."],["13","Καὶ σφάξουσι τὸν ἀμνὸν ἐν τόπῳ, οὗ σφάζουσι τὰ ὁλοκαυτώματα, καὶ τὰ περὶ ἁμαρτίας, ἐν τόπῳ ἁγίῳ· ἔστι γὰρ τὸ περὶ ἁμαρτίας, ὥσπερ τὸ τῆς πλημμελείας ἐστὶ τῷ ἱερει· ἅγια ἁγίων ἐστί."],["14","Καὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς πλημμελείας, καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς τοῦ καθαριζομένου τοῦ δεξιοῦ, καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ."],["15","Καὶ λαβὼν ὁ ἱερεὺς ἀπὸ τῆς κοτύλης τοῦ ἐλαίου, ἐπιχεεῖ ἐπὶ τὴν χεῖρα τοῦ ἱερέως τὴν ἀριστεράν."],["16","Καὶ βάψει τὸν δάκτυλον τὸν δεξιὸν ἀπὸ τοὺ ἐλαίου τοῦ ὄντος ἐπὶ τῆς χειρὸς αὐτοῦ τῆς ἀριστερᾶς· καὶ ῥανεῖ τῷ δακτύλῳ ἑπτάκις ἔναντι Κυρίου."],["17","Τὸ δὲ καταλειφθὲν ἔλαιον τὸ ὂν ἐν τῇ χειρὶ, ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς τοῦ καθαριζομένου τοῦ δεξιοῦ, καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ, ἐπὶ τὸν τόπον τοῦ αἵματος τοῦ τῆς πλημμελείας."],["18","Τὸ δὲ καταλειφθὲν ἔλαιον τὸ ἐπὶ τῆς χειρὸς τοῦ ἱερέως, ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὴν κεφαλὴν τοῦ καθαρισθέντος· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου."],["19","Καὶ ποιήσει ὁ ἱερεὺς τὸ περὶ τῆς ἁμαρτίας, καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τοῦ καθαριζομένου ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ· καὶ μετὰ τοῦτο σφάξει ὁ ἱερεὺς τὸ ὁλοκαύτωμα."],["20","Καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ ὁλοκαύτωμα, καὶ τὴν θυσίαν ἐπὶ τὸ θυσιαστήριον ἔναντι κυρίου· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς, καὶ καθαρισθήσεται."],["21","Ἐὰν δὲ πένηται, καὶ ἡ χεὶρ αὐτοῦ μὴ εὑρίσκῃ, λήψεται ἀμνὸν ἕνα εἰς ὃ ἐπλημμέλησεν εἰς ἀφαίρεμα, ὥστε ἐξιλάσασθαι περὶ αὐτοῦ, καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίῳ εἰς θυσίαν, καὶ κοτύλην ἐλαίου μίαν,"],["22","καὶ δύο τρυγόνας, ἢ δύο νοσσοὺς περιστερῶν, ὅσα εὗρεν ἡ χεὶρ αὐτοῦ, καὶ ἔσται ἡ μία περὶ ἁμαρτίας, καὶ ἡ μία εἰς ὁλοκαύτωμα."],["23","Καὶ προσοίσει αὐτὰ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, εἰς τὸ καθαρίσαι αὐτὸν, πρὸς τὸν ἱερέα, ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι Κυρίου."],["24","Καὶ λαβὼν ὁ ἱερεὺς τὸν ἀμνὸν τῆς πλημμελείας, καὶ τὴν κοτύλην τοῦ ἐλαίου, ἐπιθήσει αὐτὰ ἐπίθεμα ἔναντι Κυρίου."],["25","Καὶ σφάξει τὸν ἀμνὸν τὸν τῆς πλημμελείας, καὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς πλημμελείας, καὶ ἐπιθήσει ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς τοῦ καθαριζομένου τοῦ δεξιοῦ, καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ."],["26","Καὶ ἀπὸ τοῦ ἐλαίου ἐπιχεεῖ ὁ ἱερεὺς ἐπὶ τὴν χεῖρα τοῦ ἱερέως τὴν ἀριστεράν."],["27","Καὶ ῥανεῖ ὁ ἱερεὺς τῷ δακτύλῳ τῷ δεξιῷ ἀπὸ τοῦ ἐλαίου τοῦ ἐν τῇ χειρὶ αὐτοῦ τῇ ἀριστερᾷ ἑπτάκις ἔναντι Κυρίου."],["28","Καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ ἐλαίου τοῦ ἐπὶ τῆς χειρὸς αὐτοῦ ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς τοῦ καθαριζομένου τοῦ δεξιοῦ, καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς αὐτοῦ τῆς δεξιᾶς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς αὐτοῦ τοῦ δεξιοῦ, ἐπὶ τὸν τόπον τοῦ αἵματος τοῦ τῆς πλημμελείας."],["29","Τὸ δὲ καταλειφθὲν ἀπὸ τοῦ ἐλαίου τὸ ὂν ἐπὶ τῆς χειρὸς τοῦ ἱερέως, ἐπιθήσει ἐπὶ τὴν κεφαλὴν τοῦ καθαρισθέντος· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου."],["30","Καὶ ποιήσει μίαν ἀπὸ τῶν τρυγόνων ἢ ἀπὸ τῶν νοσσῶν τῶν περιστερῶν, καθότι εὗρεν αὐτοῦ ἡ χεὶρ,"],["31","τὴν μίαν περὶ ἁμαρτίας, καὶ τὴν μίαν εἰς ὁλοκαύτωμα σὺν τῇ θυσίᾳ· καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τοῦ καθαριζομένου ἔναντι Κυρίου."],["32","Οὗτος ὁ νόμος ἐν ᾧ ἐστιν ἡ ἁφὴ τῆς λέπρας, καὶ τοῦ μὴ εὑρίσκοντος τῇ χειρὶ εἰς τὸν καθαρισμὸν αὐτοῦ."],["33","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, λέγων,"],["34","ὡς ἂν εἰσέλθητε εἰς τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι ὑμῖν ἐν κτήσει, καὶ δώσω ἁφὴν λέπρας ἐν ταῖς οἰκίαις τῆς γῆς τῆς ἐγκτήτου ὑμῖν·"],["35","καὶ ἥξει τίνος αὐτοῦ ἡ οἰκία, καὶ ἀναγγελεῖ τῷ ἱερεῖ, λέγων, ὥσπερ ἁφὴ ἑώραταί μοι ἐν τῇ οἰκίᾳ."],["36","Καὶ προστάξει ὁ ἱερεὺς ἀποσκευάσαι τὴν οἰκίαν, πρὸ τοῦ εἰσελθόντα τὸν ἱερέα ἰδεῖν τὴν ἁφὴν, καὶ οὐ μὴ ἀκάθαρτα γένηται ὅσα ἂν ᾖ ἐν τῇ οἰκίᾳ· καὶ μετὰ ταῦτα εἰσελεύσεται ὁ ἱερεὺς καταμαθεῖν τὴν οἰκίαν."],["37","Καὶ ὄψεται τὴν ἁφὴν, καὶ ἰδοὺ ἡ ἁφὴ ἐν τοῖς τοίχοις τῆς οἰκίας, κοιλάδας χλωριζούσας, ἢ πυῤῥιζούσας, καὶ ἡ ὄψις αὐτῶν ταπεινοτέρα τῶν τοίχων."],["38","Καὶ ἐξελθὼν ὁ ἱερεὺς ἐκ τῆς οἰκίας ἐπὶ τὴν θύραν τῆς οἰκίας, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν οἰκίαν ἑπτὰ ἡμέρας."],["39","Καὶ ἐπανήξει ὁ ἱερεὺς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ὄψεται τὴν οἰκίαν, καὶ ἰδοὺ διεχύθη ἡ ἁφὴ ἐν τοῖς τοίχοις τῆς οἰκίας."],["40","Καὶ προστάξει ὁ ἱερεὺς, καὶ ἐξελοῦσι τοὺς λίθους ἐν οἷς ἐστιν ἡ ἁφὴ, καὶ ἐκβαλοῦσιν αὐτοὺς ἔξω τῆς πόλεως εἰς τόπον ἀκάθαρτον."],["41","Καὶ τὴν οἰκίαν ἀποξύσουσιν ἔσωθεν κύκλῳ, καὶ ἐκχεοῦσι τὸν χοῦν τὸν ἀπεξυσμένον ἔξω τῆς πόλεως εἰς τόπον ἀκάθαρτον."],["42","Καὶ λήψονται λίθους ἀπεξυσμένους ἑτέρους, καὶ ἀντιθήσουσιν ἀντὶ τῶν λίθων· καὶ χοῦν ἕτερον λήψονται, καὶ ἐξαλείψουσι τὴν οἰκίαν."],["43","Ἐὰν δὲ ἐπέλθῃ πάλιν ἡ ἁφὴ, καὶ ἀνατείλῃ ἐν τῇ οἰκίᾳ μετὰ τὸ ἐξελεῖν τοὺς λίθους, καὶ μετὰ τὸ ἀποξυσθῆναι τὴν οἰκίαν, καὶ μετὰ τὸ ἐξαλειφθῆναι,"],["44","καὶ εἰσελεύσεται ὁ ἱερεὺς, καὶ ὄψεται εἰ διακέχυται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ, λέπρα ἔμμονός ἐστιν ἐν τῇ οἰκίᾳ, ἀκάθαρτός ἐστι."],["45","Καὶ καθελοῦσι τὴν οἰκίαν, καὶ τὰ ξύλα αὐτῆς, καὶ τοὺς λίθους αὐτῆς, καὶ πάντα τὸν χοῦν ἐξοίσουσιν ἔξω τῆς πόλεως εἰς τόπον ἀκάθαρτον."],["46","Καὶ ὁ εἰσπορευόμενος εἰς τὴν οἰκίαν πάσας τὰς ἡμέρας, ἃς ἀφωρισμένη ἐστὶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·"],["47","Καὶ ὁ κοιμώμενος ἐν τῇ οἰκίᾳ, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καὶ ὁ ἔσθων ἐν τῇ οἰκίᾳ, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας."],["48","Ἐὰν δὲ παραγενόμενος εἰσέλθῃ ὁ ἱερεὺς καὶ ἴδῃ, καὶ ἰδοὺ οὐ διαχύσει οὐ διαχεῖται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ μετὰ τὸ ἐξαλειφθῆναι τὴν οἰκίαν, καὶ καθαριεῖ ὁ ἱερεὺς τὴν οἰκίαν, ὅτι ἰάθη ἡ ἁφή."],["49","Καὶ λήψεται ἀφαγνίσαι τὴν οἰκίαν, δύο ὀρνίθια ζῶντα καθαρὰ, καὶ ξύλον κέδρινον, καὶ κεκλωσμένον κόκκινον, καὶ ὕσσωπον."],["50","Καὶ σφάξει τὸ ὀρνίθιον τὸ ἓν εἰς σκεῦος ὀστράκινον ἐφʼ ὕδατι ζῶντι·"],["51","Καὶ λήψεται τὸ ξύλον τὸ κέδρινον, καὶ τὸ κεκλωσμένον κόκκινον, καὶ τὸν ὕσσωπον, καὶ τὸ ὀρνίθιον τὸ ζῶν· καὶ βάψει αὐτὸ εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ ἐσφαγμενου ἐφʼ ὕδατι ζῶντι· καὶ περιῤῥανεῖ ἐν αὐτοῖς ἐπὶ τὴν οἰκίαν ἑπτάκις."],["52","Καὶ ἀφαγνιεῖ τὴν οἰκίαν ἐν τῷ αἵματι τοῦ ὀρνιθίου, καὶ ἐν τῷ ὕδατι τῷ ζῶντι, καὶ ἐν τῷ ὀρνιθίῳ τῷ ζῶντι, καὶ ἐν τῷ ξύλῳ τῷ κεδρίνῳ, καὶ ἐν τῷ ὑσσώπῳ, καὶ ἐν τῷ κεκλωσμένῳ κοκκίνῳ."],["53","Καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν ἔξω τῆς πόλεως εἰς τὸ πεδίον, καὶ ἐξιλάσεται περὶ τῆς οἰκίας, καὶ καθαρὰ ἔσται."],["54","Οὗτος ὁ νόμος κατὰ πᾶσαν ἁφὴν λέπρας, καὶ θραύσματος,"],["55","καὶ τῆς λέπρας ἱματίου, καὶ οἰκίας,"],["56","καὶ οὐλῆς, καὶ σημασίας, καὶ τοῦ αὐγάζοντος,"],["57","καὶ τοῦ ἐξηγήσασθαι ᾗ ἡμέρᾳ ἀκάθαρτον, καὶ ᾗ ἡμέρᾳ καθαρισθήσεται· οὗτος ὁ νόμος τῆς λέπρας."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, λέγων,"],["2","λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς αὐτοῖς, ἀνδρὶ ἀνδρὶ ᾧ ἐὰν γένηται ῥύσις ἐκ τοῦ σώματος αὐτοῦ, ἡ ῥύσις αὐτοῦ ἀκάθαρτός ἐστι."],["3","Καὶ οὗτος ὁ νόμος τῆς ἀκαθαρσίας αὐτοῦ· ῥέων γόνον ἐκ σώματος αὐτοῦ, ἐκ τῆς ῥύσεως, ἧς συνέστηκε τὸ σῶμα αὐτοῦ διὰ τῆς ῥύσεως, αὕτη ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ· πᾶσαι αἱ ἡμέραι ῥύσεως σώματος αὐτοῦ, ᾗ συνέστηκε τὸ σῶμα αὐτοῦ διὰ τῆς ῥύσεως, ἀκαθαρσία αὐτοῦ ἐστι."],["4","Πᾶσα κοίτη ἐφʼ ἧς ἂν κοιμηθῇ ἐπʼ αὐτῆς ὁ γονοῤῥυὴς, ἀκάθαρτός ἐστι, καὶ πᾶν σκεῦος ἐφʼ ὃ ἂν καθίσῃ ἐπʼ αὐτὸ ὁ γονοῤῤυὴς, ἀκάθαρτον ἔσται."],["5","Καὶ ἄνθρωπος, ὃς ἐὰν ἅψηται τῆς κοίτης αὐτοῦ, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας."],["6","Καὶ ὁ καθήμενος ἐπὶ τοῦ σκεύους ἐφʼ ὃ ἂν καθίσῃ ὁ γονοῤῥυὴς, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας."],["7","Καὶ ὁ ἁπτόμενος τοῦ χρωτὸς τοῦ γονοῤῥυοῦς, πλυνεῖ τὰ ἱμάτια, καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας."],["8","Ἐὰν δὲ προσσιελίσῃ ὁ γονοῤῥυὴς ἐπὶ τὸν καθαρὸν, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας."],["9","Καὶ πᾶν ἐπίσαγμα ὄνου, ἐφʼ ὃ ἂν ἐπιβῇ ἐπʼ αὐτὸ ὁ γονοῤῥυὴς, ἀκάθαρτον ἔσται ἕως ἑσπέρας."],["10","Καὶ πᾶς ὁ ἁπτόμενος ὅσα ἂν ᾖ ὑποκάτω αὐτοῦ, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καὶ ὁ αἴρων αὐτὰ, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας."],["11","Καὶ ὅσων ἐὰν ἅψηται ὁ γονοῤῥυὴς, καὶ τὰς χεῖρας οὐ νένιπται ὕδατι, πλυνεῖ τὰ ἱμάτια, καὶ λούσεται τὸ σῶμα ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας."],["12","Καὶ σκεῦος ὀστράκινον οὗ ἂν ἅψηται ὁ γονοῤῥυὴς, συντριβήσεται· καὶ σκεῦος ξύλινον νιφήσεται ὕδατι, καὶ καθαρὸν ἔσται."],["13","Ἐὰν δὲ καθαρισθῇ ὁ γονοῤῥυὴς ἐκ τῆς ῥύσεως αὐτοῦ, καὶ ἐξαριθμηθήσεται αὐτῷ ἑπτὰ ἡμέρας εἰς τὸν καθαρισμὸν αὐτοῦ, καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα ὕδατι, καὶ καθαρὸς ἔσται."],["14","Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήψεται ἑαυτῷ δύο τρυγόνας, ἢ δύο νοσσοὺς περιστερῶν, καὶ οἴσει αὐτὰ ἔναντι Κυρίου ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ δώσει αὐτὰ τῷ ἱερεῖ."],["15","Καὶ ποιήσει αὐτὰ ὁ ἱερεὺς μίαν περὶ ἁμαρτίας, καὶ μίαν εἰς ὁλοκαύτωμα· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου ἀπὸ τῆς ῥύσεως αὐτοῦ."],["16","Καὶ ἄνθρωπος ᾧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας."],["17","Καὶ πᾶν ἱμάτιον, καὶ πᾶν δέρμα ἐφʼ ὃ ἂν ᾖ ἐπʼ αὐτὸ κοίτη σπέρματος, καὶ πλυθήσεται ὕδατι, καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας."],["18","Καὶ γυνὴ ἐὰν κοιμηθῇ ἀνὴρ μετʼ αὐτῆς κοίτην σπέρματος, καὶ λούσονται ὕδατι, καὶ ἀκάθαρτοι ἔσονται ἕως ἑσπέρας."],["19","Καὶ γυνὴ ἥτις ἂν ᾖ ῥέουσα αἵματι, καὶ ἔσται ἡ ῥύσις αὐτῆς ἐν τῷ σώματι αὐτῆς, ἑπτὰ ἡμέρας ἔσται ἐν τῇ ἀφέδρῳ αὐτῆς· πᾶς ὁ ἁπτόμενος αὐτῆς, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας."],["20","Καὶ πᾶν ἐφʼ ὃ ἂν κοιτάζηται ἐπʼ αὐτὸ ἐν τῇ ἀφέδρῳ αὐτῆς, ἀκάθαρτον ἔσται· καὶ πᾶν ἐφʼ ὃ ἂν ἐπικαθίσῃ ἐπʼ αὐτὸ, ἀκάθαρτον ἔσται."],["21","Καὶ πᾶς ὃς ἂν ἅψηται τῆς κοίτης αὐτῆς, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας."],["22","Καὶ πᾶς ὁ ἁπτόμενος παντὸς σκεύους οὗ ἐὰν καθίσῃ ἐπʼ αὐτὸ, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας."],["23","Ἐὰν δὲ ἐν τῇ κοίτῃ αὐτῆς οὔσης, ἢ ἐπὶ τοῦ σκεύους οὗ ἐὰν καθίσῃ ἐπʼ αὐτῷ ἐν τῷ ἅπτεσθαι αὐτὸν αὐτῆς, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας."],["24","Ἐὰν δὲ κοίτῃ κοιμηθῇ τις μετʼ αὐτῆς, καὶ γένηται ἡ ἀκαθαρσία αὐτῆς ἐπʼ αὐτῷ, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας· καὶ πᾶσα κοίτη ἐφʼ ᾗ ἂν κοιμηθῇ ἐπʼ αὐτῇ, ἀκάθαρτος ἔσται."],["25","Καὶ γυνὴ ἐὰν ῥέῃ ῥύσει αἵματος ἡμέρας πλείους, οὐκ ἐν καιρῷ τῆς ἀφέδρου αὐτῆς, ἐὰν καὶ ῥέῃ μετὰ τὴν ἄφεδρον αὐτῆς, πᾶσαι αἱ ἡμέραι ῥύσεως ἀκαθαρσίας αὐτῆς, καθάπερ αἱ ἡμέραι τῆς ἀφέδρου αὐτῆς, ἔσται ἀκάθαρτος."],["26","Καὶ πᾶσα κοίτη ἐφʼ ἧς ἂν κοιμηθῇ ἐπʼ αὐτῆς πάσας τὰς ἡμέρας τῆς ῥύσεως, κατὰ τὴν κοίτην τῆς ἀφέδρου, ἔσται αὐτῇ· καὶ πᾶν σκεῦος ἐφʼ ὃ ἂν καθίσῃ ἐπʼ αὐτὸ, ἀκάθαρτον ἔσται κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀφέδρου."],["27","Πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται, καὶ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας."],["28","Ἐὰν δὲ καθαρισθῇ ἀπὸ τῆς ῥύσεως, καὶ ἐξαριθμήσεται αὐτῇ ἑπτὰ ἡμέρας, καὶ μετὰ ταῦτα καθαρισθήσεται."],["29","Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήψεται αὑτῇ δύο τρυγόνας, ἢ δύο νοσσοὺς περιστερῶν, καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου."],["30","Καὶ ποιήσει ὁ ἱερεὺς τὴν μίαν περὶ ἁμαρτίας, καὶ τὴν μίαν εἰς ὁλοκαύτωμα· καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς ἔναντι Κυρίου ἀπὸ ῥύσεως ἀκαθαρσίας αὐτῆς."],["31","Καὶ εὐλαβεῖς ποιήσετε τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν· καὶ οὐκ ἀποθανοῦνται διὰ τὴν ἀκαθαρσίαν αὐτῶν, ἐν τῷ μιαίνειν αὐτοὺς τὴν σκηνήν μου τὴν ἐν αὐτοῖς."],["32","Οὗτος ὁ νόμος τοῦ γονοῤῥυοῦς· καὶ ἐάν τινι ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, ὥστε μιανθῆναι ἐν αὐτῇ,"],["33","καὶ τῇ αἱμοῤῥοούσῃ ἐν τῇ ἀφέδρῳ αὐτῆς, καὶ ὁ γονοῤῥυὴς ἐν τῇ ῥύσει αὐτοῦ τῷ ἄρσενι ἢ τῇ θηλείᾳ, καὶ τῷ ἀνδρὶ, ὃς ἂν κοιμηθῇ μετὰ ἀποκαθημένης."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, μετὰ τὸ τελευτῆσαι τοὺς δύο υἱοὺς Ἀαρὼν ἐν τῷ προσάγειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι Κυρίου, καὶ ἐτελεύτησαν."],["2","Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, λάλησον πρὸς Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ μὴ εἰσπορευέσθω πᾶσαν ὥραν εἰς τὸ ἅγιον ἐσώτερον τοῦ καταπετάσματος εἰς πρόσωπον τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ οὐκ ἀποθανεῖται· ἐν γὰρ νεφέλῃ ὀφθήσομαι ἐπὶ τοῦ ἱλαστηρίου."],["3","Οὕτως εἰσελεύσεται Ἀαρὼν εἰς τὸ ἅγιον· ἐν μόσχῳ ἐκ βοῶν περὶ ἁμαρτίας, καὶ κριὸν εἰς ὁλοκαύτωμα."],["4","Καὶ χιτῶνα λινοῦν ἡγιασμένον ἐνδύσεται, καὶ περισκελὲς λινοῦν ἔσται ἐπὶ τοῦ χρωτὸς αὐτοῦ, καὶ ζώνῃ λινῇ ζώσεται, καὶ κίδαριν λινῆν περιθήσεται, ἱμάτια ἅγιά ἐστι· καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ καὶ ἐνδύσεται αὐτά."],["5","Καὶ παρὰ τῆς συναγωγῆς τῶν υἱῶν Ἰσραὴλ λήψεται δύο χιμάρους ἐξ αἰγῶν περὶ ἁμαρτίας, καὶ κριὸν ἕνα εἰς ὁλοκαύτωμα."],["6","Καὶ προσάξει Ἀαρὼν τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἐξιλάσεται περὶ αὐτοῦ, καὶ τοῦ οἴκου αὐτοῦ."],["7","Καὶ λήψεται τοὺς δύο χιμάρους, καὶ στήσει αὐτοὺς ἔναντι Κυρίου παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου."],["8","Καὶ ἐπιθήσει Ἀαρὼν ἐπὶ τοὺς δύο χιμάρους κλῆρους· κλῆρον ἕνα τῷ Κυρίῳ, καὶ κλῆρον ἕνα τῷ ἀποπομπαίῳ."],["9","Καὶ προσάξει Ἀαρὼν τὸν χίμαρον ἐφʼ ὃν ἐπῆλθεν ἐπʼ αὐτὸν ὁ κλῆρος τῷ Κυρίῳ, καὶ προσοίσει περὶ ἁμαρτίας."],["10","Καὶ τὸν χίμαρον, ἐφʼ ὃν ἐπῆλθεν ἐπʼ αὐτὸν ὁ κλῆρος τοῦ ἀποπομπαίου, στήσει αὐτὸν ζῶντα ἔναντι Κυρίου, τοῦ ἐξιλάσασθαι ἐπʼ αὐτοῦ, ὥστε ἀποστεῖλαι αὐτὸν εἰς τὴν ἀποπομπήν, καὶ ἀφήσει αὐτὸν εἰς τὴν ἔρημον."],["11","Καὶ προσάξει Ἀαρὼν τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας αὑτοῦ, καὶ ἐξιλάσεται περὶ ἑαυτοῦ, καὶ τοῦ οἴκου· καὶ σφάξει τὸν μόσχον περὶ τῆς ἁμαρτίας αὐτοῦ."],["12","Καὶ λήψεται τὸ πυρεῖον πλῆρες ἀνθράκων πυρὸς ἀπὸ τοῦ θυσιαστηρίου, τοῦ ἀπέναντι Κυρίου· καὶ πλήσει τὰς χεῖρας θυμιάματος συνθέσεως λεπτῆς, καὶ εἰσοίσει ἐσώτερον τοῦ καταπετάσματος."],["13","Καὶ ἐπιθήσει τὸ θυμίαμα ἐπὶ τὸ πῦρ ἔναντι Κυρίου· καὶ καλύψει ἡ ἀτμὶς τοῦ θυμιάματος τὸ ἱλαστήριον τὸ ἐπὶ τῶν μαρτυρίων, καὶ οὐκ ἀποθανεῖται."],["14","Καὶ λήψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ ῥανεῖ τῷ δακτύλῳ ἐπὶ τὸ ἱλαστήριον κατὰ ἀνατολάς· κατὰ πρόσωπον τοῦ ἱλαστηρίου ῥανεῖ ἑπτάκις ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ."],["15","Καὶ σφάξει τὸν χίμαρον τὸν περὶ ἁμαρτίας, τὸν περὶ τοῦ λαοῦ, ἔναντι Κυρίου· καὶ εἰσοίσει τοῦ αἵματος αὐτοῦ ἐσώτερον τοῦ καταπετάσματος, καὶ ποιήσει τὸ αἷμα αὐτοῦ, ὃν τρόπον ἐποίησε τὸ αἷμα τοῦ μόσχου· καὶ ῥανεῖ τὸ αἷμα αὐτοῦ ἐπὶ τὸ ἱλαστήριον, κατὰ πρόσωπον τοῦ ἱλαστηρίου."],["16","Καὶ ἐξιλάσεται τὸ ἅγιον ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀπὸ τῶν ἀδικημάτων αὐτῶν περὶ πασῶν τῶν ἁμαρτιῶς αὐτῶν· καὶ οὕτω ποιήσει τῇ σκηνῇ τοῦ μαρτυρίου τῇ ἐκτισμένῃ ἐν αὐτοῖς ἐν μέσῳ τῆς ἀκαθαρσίας αὐτῶν."],["17","Καὶ πᾶς ἄνθρώπος οὐκ ἔσται ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, εἰσπορευομένου αὐτοῦ ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ, ἕως ἂν ἐξέλθῃ· καὶ ἐξιλάσεται περὶ ἑαυτοῦ, καὶ τοῦ οἴκου αὐτοῦ, καὶ περὶ πάσης συναγωγῆς υἱῶν Ἰσραήλ."],["18","Καὶ ἐξελεύσεται ἐπὶ τὸ θυσιαστήριον τὸ ὂν ἀπέναντι Κυρίου, καὶ ἐξιλάσεται ἐπʼ αὐτοῦ· καὶ λήψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ ἀπὸ τοῦ αἵματος τοῦ χιμάρου, καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου κύκλῳ."],["19","Καὶ ῥανεῖ ἐπʼ αὐτὸ ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ ἑπτάκις, καὶ καθαριεῖ αὐτό, καὶ ἁγιάσει αὐτὸ ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ἰσραήλ."],["20","Καὶ συντελέσει ἐξιλασκόμενος τὸ ἅγιον, καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὸ θυσιαστήριον, καὶ περὶ τῶν ἱερέων καθαριεῖ· καὶ προσάξει τὸν χίμαρον τὸν ζῶντα."],["21","Καὶ ἐπιθήσει Ἀαρὼν τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος, καὶ ἐξαγορεύσει ἐπʼ αὐτοῦ πάσας τὰς ἀνομίας τῶν υἱῶν Ἰσραὴλ, καὶ πάσας τὰς ἀδικίας αὐτῶν, καὶ πάσας τὰς ἁμαρτίας αὐτῶν· καὶ ἐπιθήσει αὐτὰς ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος· καὶ ἐξαποστελεῖ ἐν χειρὶ ἀνθρώπου ἑτοιμου εἰς τὴν ἔρημον."],["22","Καὶ λήψεται ὁ χίμαρος ἐφʼ ἑαυτῷ τὰς ἀδικίας αὐτῶν εἰς γῆν ἄβατον· καὶ ἐξαποστελεῖ τὸν χίμαρον εἰς τὴν ἔρημον."],["23","Καὶ εἰσελεύσεται Ἀαρὼν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἐκδύσεται τὴν στολὴν τὴν λινῆν, ἣν ἐνδεδύκει, εἰσπορευομένου αὐτοῦ εἰς τὸ ἅγιον, καὶ ἀποθήσει αὐτὴν ἐκεῖ."],["24","Καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι ἐν τόπῳ ἁγίῳ, καὶ ἐνδύσεται τὴν στολὴν αὐτοῦ, καὶ ἐξελθὼν ποιήσει τὸ ὁλοκαύτωμα αὐτοῦ καὶ τὸ ὁλοκάρπωμα τοῦ λαοῦ, καὶ ἐξιλάσεται περὶ αὐτοῦ, καὶ περὶ τοῦ οἴκου αὐτοῦ, καὶ περὶ τοῦ λαοῦ, ὡς περὶ τῶν ἱερέων."],["25","Καὶ τὸ στέαρ τὸ περὶ τῶν ἁμαρτιῶν ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον."],["26","Καὶ ὁ ἐξαποστέλλων τὸν χίμαρον τὸν διεσταλμένον εἰς ἄφεσιν, πλυνεῖ τὰ ἱμάτια, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν."],["27","Καὶ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας, καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας, ὧν τὸ αἷμα εἰσηνέχθη ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ, ἐξοίσουσιν αὐτὰ ἔξω τῆς παρεμβολῆς, ταὶ κατακαύσουσιν αὐτὰ ἐν πυρὶ, καὶ τὰ δέρματα αὐτῶν καὶ τὰ κρέα αὐτῶν καὶ τὴν κόπρον αὐτῶν."],["28","Ὁ δὲ κατακαίων αὐτὰ, πλυνεῖ τὰ ἱμάτια, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν."],["29","Καὶ ἔσται τοῦτο ὑμῖν νόμιμον αἰώνιον· ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, δεκάτῃ τοῦ μηνὸς, ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, καὶ πᾶν ἔργον οὐ ποιήσετε ὁ αὐτόχθων, καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμῖν."],["30","Ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξιλάσεται περὶ ὑμῶν, καθαρίσαι ὑμᾶς ἀπὸ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν ἔναντι Κυρίου, καὶ καθαρισθήσεσθε."],["31","Σάββατα σαββάτων ἀνάπαυσις αὕτη ἔσται ὑμῖν· καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, νόμιμον αἰώνιον."],["32","Ἐξιλάσεται ὁ ἱερεὺς, ὃν ἂν χρίσωσιν αὐτὸν, καὶ ὃν ἂν τελειώσωσι τὰς χεῖρας αὐτοῦ ἱερατεύειν μετὰ τὸν πατέρα αὐτοῦ· καὶ ἐνδύσεται τὴν στολὴν τὴν λινῆν, στολὴν ἁγίαν."],["33","Καὶ ἐξιλάσεται τὸ ἅγιον τοῦ ἁγίου, καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὸ θυσιαστήριον ἐξιλάσεται, καὶ περὶ τῶν ἱερέων, καὶ περὶ πάσης συναγωγῆς ἐξιλάσεται."],["34","Καὶ ἔσται τοῦτο ὑμῖν νόμιμον αἰώνιον ἐξιλάσκεσθαι περὶ τῶν νἱῶν Ἰσραὴλ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν· ἅπαξ τοῦ ἐνιαυτοῦ ποιηθήσεται, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["2","λάλησον πρὸς Ἀαρὼν καὶ πρὸς τοὺς υἱοὺς αὐτοῦ, καὶ πρὸς πάντας υἱοὺς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, τοῦτο τὸ ῥῆμα ὃ ἐνετείλατο Κύριος, λέγων,"],["3","ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἐὰν σφάξῃ μόσχον, ἢ πρόβατον, ἢ αἶγα ἐν τῇ παρεμβολῇ, καὶ ὃς ἂν σφάξῃ ἔξω τῆς παρεμβολῆς,"],["4","καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ, ὥστε ποιῆσαι αὐτὸ εἰς ὁλοκαύτωμα ἢ σωτήριον Κυρίῳ δεκτὸν εἰς ὀσμὴν εὐωδίας· καὶ ὃς ἂν σφάξῃ ἔξω, καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ αὐτὸ, ὥστε προσενέγκαι δῶρον τῷ Κυρίῳ ἀπέναντι τῆς σκηνῆς Κυρίου· καὶ λογισθήσεται τῷ ἀνθρώπῳ ἐκείνῳ αἷμα· αὶμα ἐξέχεεν· ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς."],["5","Ὅπως ἀναφέρωσιν οἱ υἱοὶ Ἰσραὴλ τὰς θυσίας αὐτῶν, ὅσας ἂν αὐτοὶ σφάξουσιν ἐν τοῖς πεδίοις, καὶ οἴσουσι τῷ Κυρίῳ ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα· καὶ θύσουσι θυσίαν σωτηρίου τῷ Κυρίῳ αὐτά."],["6","Καὶ προσχεεῖ ὁ ἱερεὺς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ ἀπέναντι Κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἀνοίσει τὸ στέαρ εἰς ὀσμὴν εὐωδίας Κυρίῳ."],["7","Καὶ οὐ θύσουσιν ἔτι τὰς θυσίας αὐτῶν τοῖς ματαίοις, οἷς αὐτοὶ ἐκπορνεύουσιν ὀπίσω αὐτῶν· νόμιμον αἰώνιον ἔσται ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν."],["8","Καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἢ ἀπὸ τῶν υἱῶν τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν ποιήσῃ ὁλοκαύτωμα ἢ θυσίαν,"],["9","καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ ποιῆσαι αὐτὸ τῷ Κυρίῳ, ἐξολοθρευθήσεται ὁ ἄνθρωπος ἐκεῖνος ἐκ τοῦ λαοῦ αὐτοῦ."],["10","Καὶ ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν φάγῃ πᾶν αἷμα· καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν τὴν ἔσθουσαν τὸ αἷμα, καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς."],["11","Ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστι· καὶ ἐγὼ δέδωκα αὐτὸ ὑμῖν ἐπὶ τοῦ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τῶν ψυχῶν ὑμῶν· τὸ γὰρ αἷμα αὐτοῦ ἀντὶ ψυχῆς ἐξιλάσεται."],["12","Διὰ τοῦτο εἴρηκα τοῖς υἱοῖς Ἰσραὴλ, πᾶσα ψυχὴ ἐξ ὑμῶν οὐ φάγεται αἷμα· καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμῖν οὐ φάγεται αἷμα."],["13","Καὶ ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν θηρεύσῃ θήρευμα θηρίον ἢ πετεινὸν, ὃ ἔσθεται, καὶ ἐκχεεῖ τὸ αἷμα, καὶ καλύψει αὐτὸ τῇ γῇ."],["14","Ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστι· καὶ εἶπα τοῖς υἱοῖς Ἰσραὴλ, αἷμα πάσης σαρκὸς οὐ φάγεσθε, ὅτι ἡ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστί· πᾶς ὁ ἔσθων αὐτὸ, ἐξολοθρευθήσεται."],["15","Καὶ πᾶσα ψυχὴ, ἥτις φάγεται θνησιμαῖον, ἢ θηριάλωτον ἐν τοῖς αὐτόχθοσιν, ἢ ἐν τοῖς προσηλύτοις, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, καὶ καθαρὸς ἔσται."],["16","Ἐὰν δὲ μὴ πλύνῃ τὰ ἱμάτια, καὶ τὸ σῶμα μὴ λούσηται ὕδατι, καὶ λήψεται ἀνόμημα αὐτοῦ."]],[["1","Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["2","λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν."],["3","Κατὰ τὰ ἐπιτηδεύματα Αἰγύπτου, ἐν ᾗ κατῳκήσατε ἐπʼ αὐτῇ, οὐ ποιήσετε· καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναὰν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε, καὶ τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε."],["4","Τὰ κρίματά μου ποιήσετε, καὶ τὰ προστάγματά μου φυλάξεσθε, καὶ πορεύεσθε ἐν αὐτοῖς· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν."],["5","Καὶ φυλάξεσθε πάντα τὰ προστάγματά μου, καὶ πάντα τὰ κρίματά μου, καὶ ποιήσετε αὐτά· ἃ ποιήσας αὐτὰ ἄνθρωπος, ζήσεται ἐν αὐτοῖς· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν."],["6","Ἄνθρωπος ἄνθρωπος πρὸς πάντα οἰκεῖα σαρκὸς αὐτοῦ οὐ προσελεύσεται ἀποκαλύψαι ἀσχημοσύνην· ἐγὼ Κύριος."],["7","Ἀσχημοσύνην πατρός σου καὶ ἀσχημοσύνην μητρός σου οὐκ ἀποκαλύψεις, μήτηρ γάρ σου ἐστὶν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς."],["8","Ἀσχημοσύνην γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις, ἀσχημοσύνη πατρός σου ἐστίν."],["9","Ἀσχημοσύνην τῆς ἀδελφῆς σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου, ἐνδογενοῦς ἢ γεγεννημένης ἔξω, οὐκ ἀποκαλύψεις ἀσχημοσύνην αὐτῶν."],["10","Ἀσχημοσύνην θυγατρὸς υἱοῦ σου, ἢ θυγατρὸς θυγατρός σου, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῶν, ὅτι σὴ ἀσχημοσύνη ἐστίν."],["11","Ἀσχημοσύνην θυγατρὸς γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις, ὁμοπατρία ἀδελφή σου ἐστὶν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς."],["12","Ἀσχημοσύνην ἀδελφῆς πατρός σου οὐκ ἀποκαλύψεις, οἰκεία γὰρ πατρός σου ἐστιν."],["13","Ἀσχημοσύνην ἀδελφῆς μητρός σου οὐκ ἀποκαλύψεις, οἰκεία γὰρ μητρός σου ἐστίν."],["14","Ἀσχημοσύνην ἀδελφοῦ τοῦ πατρός σου οὐκ ἀποκαλύψεις, καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ οὐκ εἰσελεύσῃ, συγγενὴς γάρ σου ἐστίν."],["15","Ἀσχημοσύνην νύμφης σου οὐκ ἀποκαλύψεις, γυνὴ γὰρ υἱοῦ σου ἐστὶν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς."],["16","Ἀσχημοσύνην γυναικὸς ἀδελφοῦ σου οὐκ ἀποκαλύψεις, ἀσχημοσύνη ἀδελφοῦ σου ἐστίν."],["17","Ἀσχημοσύνην γυναικὸς καὶ θυγατρὸς αὐτῆς οὐκ ἀποκαλύψεις· τὴν θυγατέρα τοῦ υἱοῦ αὐτῆς, καὶ τὴν θυγατέρα τῆς θυγατρὸς αὐτῆς οὐ λήψῃ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῶν, οἰκεῖαι γάρ σου εἰσίν· ἀσέβημα ἐστι."],["18","Γυναῖκα ἐπʼ ἀδελφῇ αὐτῆς οὐ λήψῃ ἀντίζηλον ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς ἐπʼ αὐτῇ, ἔτι ζώσης αὐτῆς."],["19","Καὶ πρὸς γυναῖκα ἐν χωρισμῷ ἀκαθαρσίας αὐτῆς οὐκ εἰσελεύσῃ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς."],["20","Καὶ πρὸς τὴν γυναῖκα τοῦ πλησίον σου οὐ δώσεις κοίτην σπέρματός σου, ἐκμιανθῆναι πρὸς αὐτήν."],["21","Καὶ ἀπὸ τοῦ σπέρματός σου οὐ δώσεις λατρεύειν ἄρχοντι· καὶ οὐ βεβηλώσεις τὸ ὄνομα τὸ ἅγιον· ἐγὼ Κύριος."],["22","Καὶ μετὰ ἄρσενος οὐ κοιμηθήσῃ κοίτην γυναικείαν, βδέλυγμα γάρ ἐστι."],["23","Καὶ πρὸς πᾶν τετράπουν οὐ δώσεις τὴν κοίτην σου εἰς σπερματισμὸν, ἐκμιανθῆναι πρὸς αὐτό· καὶ γυνὴ οὐ στήσεται πρὸς πᾶν τετράπουν βιβασθῆναι· μυσαρὸν γάρ ἐστι."],["24","Μὴ μιαίνεσθε ἐν πᾶσι τούτοις· ἐν πᾶσι γὰρ τούτοις ἐμίανθησαν τὰ ἔθνη, ἃ ἐγὼ ἐξαποστέλλω πρὸ προσώπου ὑμῶν,"],["25","καὶ ἐξεμιάνθη ἡ γῆ καὶ ἀνταπέδωκα ἀδικίαν αὐτοῖς διʼ αὐτὴν, καὶ προσώχθισεν ἡ γῆ τοῖς ἐγκαθημένοις ἐπʼ αὐτῆς."],["26","Καὶ φυλάξεσθε πάντα τὰ νόμιμά μου, καὶ πάντα τὰ προστάγματά μου, καὶ οὐ ποιήσετε ἀπὸ πάντων τῶν βδελυγμάτων τούτων ὁ ἐγχώριος, καὶ ὁ προσγενόμενος προσήλυτος ἐν ὑμῖν·"],["27","(Πάντα γὰρ τὰ βδελύγματα ταῦτα ἐποίησαν οἱ ἄνθρωποι τῆς γῆς, οἱ ὄντες πρότερον ὑμῶν, καὶ ἐμιάνθη ἡ γῆ·)"],["28","καὶ ἵνα μὴ προσοχθίσῃ ὑμῖν ἡ γῆ ἐν τῷ μιαίνειν ὑμᾶς αὐτὴν, ὃν τρόπον προσώχθισε τοῖς ἔθνεσι τοῖς πρὸ ὑμῶν."],["29","Ὅτι πᾶς ὃς ἐὰν ποιήσῃ ἀπὸ πάντων τῶν βδελυγμάτων τούτων, ἐξολοθρευθήσονται αἱ ψυχαὶ αἱ ποιοῦσαι ἐκ τοῦ λαοῦ αὐτῶν."],["30","Καὶ φυλάξετε τὰ προστάγματά μου, ὅπως μὴ ποιήσητε ἀπὸ πάντων τῶν νομίμων τῶν ἐβδελυγμένων, ἃ γέγονε πρὸ τοῦ ὑμᾶς· καὶ οὐ μιανθήσεσθε ἐν αὐτοῖς, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["2","λάλησον τῇ συναγωγῇ τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοῦς, ἅγιοι ἔσεσθε, ὅτι ἅγιος ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν."],["3","Ἕκαστος πατέρα αὐτοῦ καὶ μητέρα αὐτοῦ φοβείσθω, καὶ τὰ σάββατά μου φυλάξεσθε· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν."],["4","Οὐκ ἐπακολουθήσετε εἰδώλοις, καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσετε ὑμῖν· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν."],["5","Καὶ ἐὰν θύσητε θυσίαν σωτηρίου τῷ Κυρίῳ, δεκτὴν ὑμῶν θύσετε."],["6","ᾟ ἂν ἡμέρᾳ θύσετε, βρωθήσεται, καὶ τῇ αὔριον· καὶ ἐὰν καταλειφθῇ ἕως ἡμέρας τρίτης, ἐν πυρὶ κατακαυθήσεται."],["7","Ἐὰν δὲ βρώσει βρωθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἄθυτόν ἐστιν, οὐ δεχθήσεται."],["8","Ὁ δὲ ἔσθων αὐτὸ, ἁμαρτίαν λήψεται, ὅτι τὰ ἅγια Κυρίου ἐβεβήλωσε· καὶ ἐξολοθρευθήσονται αἱ ψυχαὶ αἱ ἔσθουσαι ἐκ τοῦ λαοῦ αὐτῶν."],["9","Καὶ ἐκθεριζόντων ὑμῶν τὸν θερισμὸν τῆς γῆς ὑμῶν, οὐ συντελέσετε τὸν θερισμὸν ὑμῶν τοῦ ἀγροῦ σου ἐκθερίσαι· καὶ τὰ ἀποπίπτοντα τοῦ θερισμοῦ σου οὐ συλλέξεις,"],["10","καὶ τὸν ἀμπελῶνά σου οὐκ ἐπανατρυγήσεις, οὐδὲ τὰς ῥῶγας τοῦ ἀμπελῶνός σου συλλέξεις· τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ καταλείψεις αὐτά. ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν."],["11","Οὐ κλέψετε, οὐ ψεύσεσθε, οὐδὲ συκοφαντήσει ἕκαστος τὸν πλησίον."],["12","Καὶ οὐκ ὀμεῖσθε τῷ ὀνόματί μου ἐπʼ ἀδίκῳ, καὶ οὐ βεβηλώσετε τὸ ὄνομα τὸ ἅγιον τοῦ Θεοῦ ὑμῶν· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν."],["13","Οὐκ ἀδικήσεις τὸν πλησίον, καὶ οὐχ ἁρπᾷ· καὶ οὐ μὴ κοιμηθήσεται ὁ μισθὸς τοῦ μισθωτοῦ σου παρὰ σοὶ ἕως πρωΐ."],["14","Οὐ κακῶς ἐρεῖς κωφόν, καὶ ἀπέναντι τυφλοῦ οὐ προσθήσεις σκάνδαλον· καὶ φοβηθήσῃ Κύριον τὸν Θεόν σου· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν."],["15","Οὐ ποιήσετε ἄδικον ἐν κρίσει· οὐ λήψῃ πρόσωπον πτωχοῦ, οὐδὲ μὴ θαυμάσῃς πρόσωπον δυνάστου· ἐν δικαιοσύνῃ κρίνεις τὸν πλησίον σου."],["16","Οὐ πορεύσῃ δόλῳ ἐν τῷ ἔθνει σου· οὐκ ἐπιστήσῃ ἐφʼ αἷμα τοῦ πλησίον σου· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν."],["17","Οὐ μισήσεις τὸν ἀδελφόν σου τῇ διανοίᾳ σου· ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον σου, καὶ οὐ λήψῃ διʼ αὐτὸν ἁμαρτίαν."],["18","Καὶ οὐκ ἐκδικᾶταί σου ἡ χείρ· καὶ οὐ μηνιεῖς τοῖς υἱοῖς τοῦ λαοῦ σου· καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· ἐγώ εἰμι Κύριος."],["19","Τὸν νόμον μου φυλάξεσθε· τὰ κτήνη σου οὐ κατοχεύσεις ἑτεροζύγῳ· καὶ τὸν ἀμπελῶνά σου οὐ κατασπερεῖς διάφορον· καὶ ἱμάτιον ἐκ δύο ὑφασμένον κίβδηλον οὐκ ἐπιβαλεῖς σεαυτῷ."],["20","Καὶ ἐάν τις κοιμηθῇ μετὰ γυναικὸς κοίτην σπέρματος, καὶ αὕτη ᾖ οἰκέτις διαπεφυλαγμένη ἀνθρώπῳ, καὶ αὕτη λύτροις οὐ λελύτρωται, ἢ ἐλευθερία οὐκ ἐδόθη αὐτῇ, ἐπισκοπὴ ἔσται αὐτοῖς· οὐκ ἀποθανοῦνται, ὅτι οὐκ ἀπηλευθερώθη."],["21","Καὶ προσάξει τῆς πλημμελείας αὐτοῦ τῷ Κυρίῳ παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου κριὸν πλημμελείας."],["22","Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἐν τῷ κριῷ τῆς πλημμελείας ἔναντι Κυρίου περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία ἣν ἥμαρτεν."],["23","Ὅταν δὲ εἰσέλθητε εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ὑμῶν δίδωσιν ὑμῖν, καὶ καταφυτεύσετε πᾶν ξύλον βρώσιμον, καὶ περικαθαριεῖτε τὴν ἀκαθαρσίαν αὐτοῦ· ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ὑμῖν ἀπερικάθαρτος, οὐ βρωθήσεται."],["24","Καὶ τῷ ἔτει τῷ τετάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος αἰνετὸς τῷ Κυρίῳ."],["25","Ἐν δὲ τῷ ἔτει τῷ πέμπτῳ φάγεσθε τὸν καρπόν, πρόσθεμα ὑμῖν τὰ γεννήματα αὐτοῦ· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν."],["26","Μὴ ἔσθετε ἐπὶ τῶν ὀρέων, καὶ οὐκ οἰωνιεῖσθε, οὐδὲ ὀρνιθοσκοπήσεσθε."],["27","Οὐ ποιήσετε σισόην ἐκ τῆς κόμης τῆς κεφαλῆς ὑμῶν, οὐδὲ φθερεῖτε τὴν ὄψιν τοῦ πώγωνος ὑμῶν."],["28","Καὶ ἐντομίδας οὐ ποιήσετε ἐπὶ ψυχῇ ἐν τῷ σώματι ὑμῶν· καὶ γράμματα στικτὰ οὐ ποιήσετε ἐν ὑμῖν· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν."],["29","Οὐ βεβηλώσεις τὴν θυγατέρα σου ἐκπορνεῦσαι αὐτήν· καὶ οὐκ ἐκπορνεύσει ἡ γῆ, καὶ ἡ γῆ πλησθήσεται ἀνομίας."],["30","Τὰ σάββατά μον φυλάξεσθε, καὶ ἀπὸ τῶν ἁγίων μου φοβηθήσεσθε· ἐγώ εἰμι Κύριος."],["31","Οὐκ ἐπακολουθήσετε ἐγγαστριμύθοις, καὶ τοῖς ἐπαοιδοῖς οὐ προσκολληθήσεσθε, ἐκμιανθῆναι ἐν αὐτοῖς· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν."],["32","Ἀπὸ προσώπου πολιοῦ ἐξαναστήσῃ, καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου, καὶ φοβηθήσῃ τὸν Θεόν σου· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν."],["33","Ἐὰν δέ τις προσέλθῃ ὑμῖν προσήλυτος ἐν τῇ γῇ ὑμῶν, οὐ θλίψετε αὐτόν."],["34","Ὡς ὁ αὐτόχθων ἐν ὑμῖν ἔσται ὁ προσήλυτος ὁ προσπορευόμενος πρὸς ὑμᾶς, καὶ ἀγαπήσεις αὐτὸν ὡς σεαυτόν· ὅτι προσήλυτοι ἐγενήθητε ἐν γῇ Αἰγύπτῳ· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν."],["35","Οὐ ποιήσετε ἄδικον ἐν κρίσει, ἐν μέτροις καὶ ἐν σταθμίοις καὶ ἐν ζυγοῖς."],["36","Ζυγὰ δίκαια καὶ σταθμία δίκαια καὶ χοῦς δίκαιος ἔσται ἐν ὑμιν· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου."],["37","Καὶ φυλάξεσθε πάντα τὸν νόμον μου, καὶ πάντα τὰ προστάγματά μου, καὶ ποιήσετε αὐτά· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις,"],["2","ἐάν τις ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, ἢ ἀπὸ τῶν γεγενημένων προσηλύτων ἐν Ἰσραὴλ, ὃς ἂν δῷ τοῦ σπέρματος αὐτοῦ ἄρχοντι, θανάτῳ θανατούσθω· τὸ ἔθνος τὸ ἐπὶ τῆς γῆς λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις."],["3","Καὶ ἐγὼ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον, καὶ ἀπολῶ αὐτὸν ἐκ τοῦ λαοῦ αὐτοῦ, ὅτι τοῦ σπέρματος αὐτοῦ ἔδωκεν ἄρχοντι, ἵνα μιάνῃ τὰ ἅγιά μου, καὶ βεβηλώσῃ τὸ ὄνομα τῶν ἡγιασμένων μοι."],["4","Ἐὰν δὲ ὑπερόψει ὑπερίδωσιν οἱ αὐτόχθονες τῆς γῆς τοῖς ὀφθαλμοῖς αὐτῶν ἀπὸ τοῦ ἀνθρώπου ἐκείνου, ἐν τῷ δοῦναι αὐτὸν τοῦ σπέρματος αὐτοῦ ἄρχοντι, τοῦ μὴ ἀποκτεῖναι αὐτόν·"],["5","καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον, καὶ τὴν συγγένειαν αὐτοῦ, καὶ ἀπολῶ αὐτὸν, καὶ πάντας τοὺς ὁμονοοῦντας αὐτῷ, ὥστε ἐκπορνεύειν αὐτὸν εἰς τοὺς ἄρχοντας, ἐκ τοῦ λαοῦ αὐτῶν."],["6","Καὶ ψυχὴ ἣ ἂν ἐπακολουθήσῃ ἐγγαστριμύθοις ἢ ἐπαοιδοῖς, ὥστε ἐκπορνεῦσαι ὀπίσω αὐτῶν, ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν ἐκείνην, καὶ ἀπολῶ αὐτῆν ἐκ τοῦ λαοῦ αὐτῆς."],["7","Καὶ ἔσεσθε ἅγιοι, ὅτι ἅγιος ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν."],["8","Καὶ φυλάξεσθε τὰ προστάγματά μου, καὶ ποιήσετε αὐτά· ἐγὼ Κύριος ὁ ἁγιάζεν ὑμᾶς."],["9","Ἄνθρωπος ἄνθρωπος, ὃς ἂν κακῶς εἴπῃ τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω· πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ κακῶς εἶπεν; ἔνοχος ἔσται."],["10","Ἄνθρωπος ὃς ἂν μοιχεύσηται γυναῖκα ἀνδρός, ἢ ὃς ἂν μοιχεύσηται γυναῖκα τοῦ πλησίον, θανάτῳ θανατούσθωσαν, ὁ μοιχεύων καὶ ἡ μοιχευομένη."],["11","Καὶ ἐάν τις κοιμηθῇ μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ, ἀσχημοσύνην τοῦ πατρὸς αὐτοῦ ἀπεκάλυσε· θανάτῳ θανατούσθωσαν ἀμφότεροι, ἔνοχοί εἰσι."],["12","Καὶ ἐάν τις κοιμηθῇ μετὰ νύμφης αὐτοῦ, θανάτῳ θανατούσθωσαν ἀμφότεροι· ἠσεβήκασι γάρ, ἔνοχοί εἰσι."],["13","Καὶ ὃς ἂν κοιμηθῇ μετὰ ἄρσενος κοίτην γυναικὸς, βδέλυγμα ἐποίησαν ἀμφότεροι· θανάτῳ θανατούσθωσαν, ἔνοχοι εἰσιν."],["14","Ὃς ἂν λάβῃ γυναῖκα καὶ τὴν μητέρα αὐτῆς, ἀνόμημά ἐστιν· ἐν πυρὶ κατακαύσουσιν αὐτὸν καὶ αὐτὰς, καὶ οὐκ ἔσται ἀνομία ἐν ὑμῖν."],["15","Καὶ ὃς ἂν δῷ κοιτασίαν αὐτοῦ ἐν τετράποδι, θανάτῳ θανάτούσθω, καὶ τὸ τετράπουν ἀποκτενεῖτε."],["16","Καὶ γυνὴ ἥτις προσελεύσεται πρὸς πᾶν κτῆνος βιβασθῆναι αὐτὴν ὑπʼ αὐτοὺ, ἀποκτενεῖτε τὴν γυναῖκα καὶ τὸ κτῆνος· θανάτῳ θανατούσθωσαν, ἔνοχοί εἰσιν."],["17","Ὃς ἂν λάβῃ τὴν ἀδελφὴν αὐτοῦ ἐκ πατρὸς αὐτοῦ ἢ ἐκ μητρὸς αὐτοῦ, καὶ ἴδῃ τὴν ἀσχημοσύνην αὐτῆς, καὶ αὕτη ἴδῃ τὴν ἀσχημοσύνην αὐτοῦ, ὄνειδός ἐστιν, ἐξολοθρευθήσονται ἐνωπιον υἱῶν γένους αὐτῶν· ἀσχημοσύνην ἀδελφῆς αὐτοῦ ἀπεκάλυψεν, ἁμαρτίαν κομιοῦνται."],["18","Καὶ ἀνὴρ ὃς ἂν κοιμηθῇ μετὰ γυναικὸς ἀποκαθημένης, καὶ ἀποκαλύψῃ τὴν ἀσχημοσύνην αὐτῆς, τὴν πηγὴν αὐτῆς ἀπεκάλυψε, καὶ αὕτη ἀπεκάλυψε τὴν ῥύσιν τοῦ αἵματος αὐτῆς· ἐξολοθρευθήσονται ἀμφότεροι ἐκ τῆς γενεᾶς αὐτῶν."],["19","Καὶ ἀσχημοσύνην ἀδελφῆς πατρὸς σου, καὶ ἀδελφῆς μητρός σου οὐκ ἀποκαλύψεις· τὴν γὰρ οἰκειότητα ἀπεκάλυψεν, ἁμαρτίαν ἀποίσονται."],["20","Ὃς ἂν κοιμηθῇ μετὰ τῆς συγγενοῦς αὐτοῦ, ἀσχημοσύνην τῆς συγγενείας αὐτοῦ ἀπεκάλυψεν, ἄτεκνοι ἀποθανοῦνται."],["21","Ὃς ἐὰς λάβῃ γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, ἀκαθαρσία ἐστίν· ἀσχημοσύνην τοῦ ἀδελφοῦ αὐτοῦ ἀπεκάλυψεν, ἄτεκνοι ἀποθανοῦνται."],["22","Καὶ φυλάξασθε πάντα τὰ προστάγματά μου, καὶ τὰ κρίματά μου, καὶ ποιήσετε αὐτὰ, καὶ οὐ μὴ προσοχθίσῃ ὑμῖν ἡ γῆ, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ κατοικεῖν ἐπʼ αὐτῆς."],["23","Καὶ οὐχὶ πορεύεσθε τοῖς νομίμοις τῶν ἐθνῶν, οὓς ἐξαποστέλλω ἀφʼ ὑμῶν· ὅτι ταῦτα πάντα ἐποίησαν, καὶ ἐβδελυξάμην αὐτούς."],["24","Καὶ εἶπα ὑμῖν, ὑμεῖς κληρονομήσετε τὴν γῆν αὐτῶν, καὶ ἐγὼ δώσω ὑμῖν αὐτὴν ἐν κτήσει, γῆν ῥέουσαν γάλα καὶ μέλι· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὃς διώρισα ὑμᾶς ἀπὸ πάντων τῶν ἐθνῶν."],["25","Καὶ ἀφοριεῖτε αὐτοὺς ἀναμέσον τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀναμέσον τῶν κτηνῶν τῶν ἀκαθάρτων, καὶ ἀναμέσον τῶν πετεινῶν τῶν καθαρῶν καὶ τῶν ἀκαθάρτων· καὶ οὐ βδελύξετε τὰς ψυχὰς ὑμῶν ἐν τοῖς κτήνεσι, καὶ ἐν τοῖς πετεινοῖς, καὶ ἐν πᾶσι τοῖς ἑρπετοῖς τῆς γῆς ἃ ἐγὼ ἀφώρισα ὑμῖν ἐν ἀκαθαρσίᾳ."],["26","Καὶ ἔσεσθέ μοι ἅγιοι, ὅτι ἐγὼ ἅγιός εἶμι Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἀφορίσας ὑμᾶς ἀπὸ πάντων τῶν ἐθνῶν, εἶναί μοι."],["27","Καὶ ἀνὴρ ἢ γυνὴ ὃς ἂν γένηται αὐτῶν ἐγγαστρίμυθος ἢ ἐπαοιδός, θανάτῳ θανατούσθωσαν ἀμφότεροι· λίθοις λιθοβολήσετε αὐτοὺς, ἔνοχοί εἰσι."]],[["1","Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, λέγων, εἶπον τοῖς ἱερεύσι τοῖς υἱοῖς Ἀαρὼν, καὶ ἐρεῖς πρὸς αὐτούς, ἐν ταῖς ψυχαῖς οὐ μιανθήσονται ἐν τῷ ἔθνει αὐτῶν,"],["2","ἀλλʼ ἢ ἐν τῷ οἰκείῳ τῷ ἔγγιστα αὐτῶν, ἐπὶ πατρὶ καὶ μητρὶ, καὶ υἱοῖς, καὶ θυγατράσιν, ἐπʼ ἀδελφῷ,"],["3","καὶ ἐπʼ ἀδελφῇ παρθένῳ τῇ ἐγγιζούσῃ αὐτῷ, τῇ μὴ ἐκδεδομένῃ ἀνδρί, ἐπὶ τούτοις μιανθήσεται."],["4","Οὐ μιανθήσεται ἐξάπινα ἐν τῷ λαῷ αὐτοῦ εἰς βεβήλωσιν αὐτοῦ."],["5","Καὶ φαλάκρωμα οὐ ξυρηθήσεσθε τὴν κεφαλὴν ἐπὶ νεκρῷ· καὶ τὴν ὄψιν τοῦ πώγωνος οὐ ξυρήσονται· καὶ ἐπὶ τὰς σάρκας αὐτῶν οὐ κατατεμοῦσιν ἐντομίδας."],["6","Ἅγιοι ἔσονται τῷ Θεῷ αὐτῶν, καὶ οὐ βεβηλώσουσι τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν· τὰς γὰρ θυσίας Κυρίου δῶρα τοῦ Θεοῦ αὐτῶν αὐτοὶ προσφέρουσι, καὶ ἔσονται ἅγιοι."],["7","Γυναῖκα πόρνην καὶ βεβηλωμένην οὐ λήψονται, καὶ γυναῖκα ἐκβεβλημένην ἀπὸ ἀνδρὸς αὐτῆς, ὅτι ἅγιός ἐστι Κυρίῳ τῷ Θεῷ αὐτοῦ."],["8","Καὶ ἁγιάσεις αὐτόν· τὰ δῶρα Κυρίου τοῦ Θεοῦ ὑμῶν οὗτος προσφέρει, ἅγιος ἔσται· ὅτι ἅγιος ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς."],["9","Καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν βεβηλωθῇ τοῦ ἐκπορνεύσαι, τὸ ὄνομα τοῦ πατρὸς αὐτῆς αὐτὴ βεβηλοῖ· ἐπὶ πυρὸς κατακαυθήσεται."],["10","Καὶ ὁ ἱερεὺς ὁ μέγας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ, τοῦ ἐπικεχυμένου ἐπὶ τὴν κεφαλὴν τοῦ ἐλαίου τοῦ χριστοῦ, καὶ τετελειωμένου ἐνδύσασθαι τὰ ἱμάτια, τὴν κεφαλὴν οὐκ ἀποκιδαρώσει, καὶ τὰ ἱμάτια οὐ διαῤῥήξει,"],["11","καὶ ἐπὶ πάσῃ ψυχῇ τετελευτηκυίᾳ οὐκ εἰσελεύσεται, ἐπὶ πατρὶ αὐτοῦ οὐδὲ ἐπὶ μητρὶ αὐτοῦ οὐ μιανθήσεται."],["12","Καὶ ἐκ τῶν ἁγίων οὐκ ἐξελεύσεται, καὶ οὐ βεβηλώσει τὸ ἡγιασμένον τοῦ Θεοῦ αὐτοῦ, ὅτι τὸ ἅγιον ἔλαιον τὸ χριστὸν τοῦ Θεοῦ ἐπʼ αὐτῷ· ἐγὼ Κύριος."],["13","Οὗτος γυναῖκα παρθένον ἐκ τοῦ γένους αὐτοῦ λήψεται."],["14","Χήραν δὲ καὶ ἐκβεβλημένην καὶ βεβηλωμένην καὶ πόρνην, ταύτας οὐ λήψεται, ἀλλʼ ἢ παρθένον ἐκ τοῦ λαοῦ αὐτοῦ λήψεται γυναῖκα."],["15","Καὶ οὐ βεβηλώσει τὸ σπέρμα αὐτοῦ ἐν τῷ λαῷ αὐτοῦ· ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτόν."],["16","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["17","εἶπον Ἀαρὼν, ἄνθρωπος ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν, τινὶ ἐὰν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται προσφέρειν τὰ δῶρα τοῦ Θεοῦ αὐτοῦ."],["18","πᾶς ἄνθρωπος ᾧ ἐστιν ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται· ἄνθρωπος τυφλὸς."],["19","ἢ χωλὸς, ἢ κολοβόριν, ἢ ὠτότμητος, ἢ ἄνθρωπος ᾧ ἂν ᾖ ἐν αὐτῳ σύντριμμα χειρὸς, ἢ σύντριμμα ποδὸς,"],["20","ἢ κυρτὸς, ἢ ἔφηλος, ἢ πτίλλος τοὺς ὀφθαλμούς, ἢ ἄνθρωπος ᾧ ἂν ᾖ ἐν αὐτῷ ψώρα ἀγρία, ἢ λειχὴν, ἢ μονόρχις."],["21","Πᾶς ᾧ ἐστιν ἐν αὐτῷ μῶμος, ἐκ τοῦ σπέρματος Ἀαρὼν τοῦ ἱερέως, οὐκ ἐγγιεῖ τοῦ προσενεγκεῖν τὰς θυσίας τῷ Θεῷ σου, ὅτι μῶμος ἐν αὐτῷ· τὰ δῶρα τοῦ Θεοῦ οὐ προσελεύσεται προσενεγκεῖν."],["22","Τὰ δῶρα τοῦ Θεοῦ τὰ ἅγια τῶν ἁγίων, καὶ ἀπὸ τῶν ἁγίων φάγεται."],["23","Πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσελεύσεται, καὶ πρὸς τὸ θυσιαστήριον οὐκ ἐγγιεῖ, ὅτι μῶμον ἔχει· καὶ οὐ βεβηλώσει τὸ ἅγιον τοῦ Θεοῦ αὐτοῦ, ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτούς."],["24","Καὶ ἐλάλησε Μωυσῆς πρὸς Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ πρὸς πάντας υἱοὺς Ἱσραήλ."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["2","εἶπον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ· καὶ προσεχέτωσαν ἀπὸ τῶν ἁγίων τῶν υἱῶν Ἰσραὴλ, καὶ οὐ βεβηλώσουσι τὸ ὄνομα τὸ ἅγιόν μου, ὅσα αὐτοὶ ἁγιάζουσί μοι· ἐγὼ Κύριος."],["3","Εἶπον αὐτοῖς, εἰς τὰς γενεὰς ὑμῶν πᾶς ἄνθρωπος, ὃς ἂν προσέλθῃ ἀπὸ παντὸς τοῦ σπέρματος ὑμῶν πρὸς τὰ ἅγια, ὅσα ἂν ἁγιάζωσιν οἱ υἱοὶ Ἰσραὴλ τῷ Κυρίῳ, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπʼ αὐτῷ ᾖ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἀπʼ ἐμοῦ· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν."],["4","Καὶ ἄνθρωπος ἐκ τοῦ σπέρματος Ἀαρὼν τοῦ ἱερέως, καὶ οὗτος λεπρᾷ ἢ γονοῤῥυεῖ, τῶν ἁγίων οὐκ ἔδεται, ἕως ἂν καθαρισθῇ· καὶ ὁ ἁπτόμενος πάσης ἀκαθαρσίας ψυχῆς, ἢ ἄνθρωπος ᾧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος,"],["5","ἢ ὅστις ἂν ἅψηται παντὸς ἑρπετοῦ ἀκαθάρτου, ὃ μιανεῖ αὐτὸν, ἢ ἐπʼ ἀνθρώπῳ, ἐν ᾧ μιανεῖ αὐτὸν κατὰ πᾶσαν ἀκαθαρσίαν αὐτοῦ·"],["6","Ψυχὴ ἥτις ἐὰν ἅψηται αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων, ἐὰν μὴ λούσηται τὸ σῶμα αὐτοῦ ὕδατι."],["7","Καὶ δύῃ ὁ ἥλιος, καὶ καθαρὸς ἔσται· καὶ τότε φάγεται τῶν ἁγίων, ὅτι ἄρτος αὐτοῦ ἐστι."],["8","Θνησιμαῖον καὶ θηριάλωτον οὐ φάγεται, μιανθῆναι αὐτὸν ἐν αὐτοῖς· ἐγὼ Κύριος."],["9","Καὶ φυλάξονται τὰ φυλάγματά μου, ἵνα μὴ λάβωσι διʼ αὐτὰ ἁμαρτίαν, καὶ ἀποθάνωσι διʼ αὐτὰ, ἐὰν βεβηλώσουσιν αὐτά· ἐγὼ Κύριος ὁ Θεὸς ὁ ἁγιάζων αὐτούς."],["10","Καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἅγια· πάροικος ἱερέως, ἢ μισθωτὸς, οὐ φάγεται ἅγια."],["11","Ἐὰν δὲ ἱερεὺς κτήσηται ψυχὴν ἔγκτητον ἀργυρίου, οὗτος φάγεται ἐκ τῶν ἄρτων αὐτοῦ· καὶ οἱ οἰκογενεῖς αὐτοῦ, καὶ οὗτοι φάγονται τῶν ἄρτων αὐτοῦ."],["12","Καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν γένηται ἀνδρὶ ἀλλογενεῖ, αὐτὴ τῶν ἀπαρχῶν ἁγίου οὐ φάγεται."],["13","Καὶ θυγάτηρ ἱερέως ἐὰν γένηται χήρα ἢ ἐκβεβλημένη, σπέρμα δὲ μὴ ᾖ αὐτῇ, ἐπαναστρέψει ἐπὶ τὸν οἶκον τὸν πατρικὸν κατὰ τὴν νεότητα αὐτῆς· ἀπὸ τῶν ἄρτων τοῦ πατρὸς αὐτῆς φάγεται· καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἀπʼ αὐτῶν."],["14","Καὶ ἄνθρωπος ὃς ἂν φάγῃ ἅγια κατʼ ἄγνοιαν, καὶ προσθήσει τὸ ἐπίπεμπτον αὐτοῦ ἐπʼ αὐτὸ, καὶ δώσει τῷ ἱερεῖ τὸ ἅγιον."],["15","Καὶ οὐ βεβηλώσουσι τὰ ἅγια τῶν υἱῶν Ἰσραὴλ, ἃ αὐτοὶ ἀφαιροῦσι τῷ Κυρίῳ,"],["16","καὶ ἐπάξουσιν ἐφʼ ἑαυτοὺς ἀνομίαν πλημμελείας ἐν τῷ ἐσθίειν αὐτοὺς τὰ ἅγια αὐτῶν, ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς."],["17","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["18","λάλησον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ πάσῃ συναγωγῇ Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἄνθρωπος ἄνθρωπος ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσηλύτων τῶν προσκειμένων πρὸς αὐτοὺς ἐν Ἰσραὴλ, ὃς ἂν προσενέγκῃ τὰ δῶρα αὐτοῦ κατὰ πᾶσαν ὁμολογίαν αὐτῶν, ἢ κατὰ πᾶσαν αἵρεσιν αὐτῶν, ὅσα ἂν προσενέγκωσι τῷ Θεῷ εἰς ὁλοκαύτωμα."],["19","Δεκτὰ ὑμῖν ἄμωμα ἄρσενα ἐκ τῶν βουκολίων, ἢ ἐκ τῶν προβάτων, καὶ ἐκ τῶν αἰγῶν."],["20","Πάντα ὅσα ἂν ἔχῃ μῶμον ἐν αὐτῷ οὐ προσάξουσι Κυρίῳ, διότι οὐ δεκτὸν ἔσται ὑμῖν."],["21","Καὶ ἄνθρωπος ὃς ἂν προσενέγκῃ θυσίαν σωτηρίου τῷ Κυρίῳ, διαστείλας εὐχὴν ἢ κατὰ αἵρεσιν ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν, ἐκ τῶν βουκολίων ἢ ἐκ τῶν προβάτων, ἄμωμον ἔσται εἰσδεκτὸν, πᾶς μῶμος οὐκ ἔσται ἐν αὐτῷ."],["22","Τυφλὸν ἢ συντετριμμένον ἢ γλωσσότμητον ἢ μυρμηκιῶντα ἢ ψωραγριῶντα ἢ λειχῆνας ἔχοντα, οὐ προσάξουσι ταῦτα τῷ Κυρίῳ, καὶ εἰς κάρπωσιν οὐ δώσετε ἀπʼ αὐτῶν ἐπὶ τὸ θυσιαστήριον τῷ Κυρίῳ."],["23","Καὶ μόσχον ἢ πρόβατον ὠτότμητον ἢ κολοβόκερκον, σφάγια ποιήσεις αὐτὰ σεαυτῷ, εἰς δὲ εὐχήν σου οὐ δεχθήσεται."],["24","Θλαδίαν καὶ ἐκτεθλιμμένον καὶ ἐκτομίαν καὶ ἀπεσπασμένον, οὐ προσάξεις αὐτὰ τῷ Κυρίῳ, καὶ ἐπὶ τῆς γῆς ὑμῶν οὐ ποιήσετε."],["25","Καὶ ἐκ χειρὸς ἀλλογενοῦς οὐ προσοίσετε τὰ δῶρα τοῦ Θεοῦ ὑμῶν ἀπὸ πάντων τούτων· ὅτι φθάρματά ἐστιν ἐν αὐτοῖς, μῶμος ἐν αὐτοῖς οὐ δεχθήσεται ταῦτα ὑμῖν."],["26","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["27","μόσχον ἢ πρόβατον ἢ αἶγα, ὡς ἂν τεχθῇ, καὶ ἔσται ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα, τῇ δὲ ἡμέρᾳ τῇ ὀγδόῃ καὶ ἐπέκεινα δεχθήσεται εἰς δῶρα, κάρπωμα Κυρίῳ."],["28","Καὶ μόσχον καὶ πρόβατον, αὐτὴν καὶ τὰ παιδία αὐτῆς, οὐ σφάξεις ἐν ἡμέρᾳ μιᾷ."],["29","Ἐὰν δὲ θύσῃς θυσίαν εὐχὴν χαρμοσύνης Κυρίῳ, εἰσδεκτὸν ὑμῖν θύσετε αὐτό."],["30","Αὐτῇ τῇ ἡμέρᾳ ἐκείνῃ βρωθήσεται· οὐκ ἀπολείψετε ἀπὸ τῶν κρεῶν εἰς τοπρωΐ· ἐγώ εἰμι Κύριος."],["31","Καὶ φυλάξετε τὰς ἐντολάς μου, καὶ ποιήσετε αὐτάς."],["32","Καὶ οὐ βεβηλώσετε τὸ ὄνομα τοῦ ἁγίου, καὶ ἁγιασθήσομαι ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ· ἐγὼ Κύριος ὁ ἁγιάζων ὑμᾶς,"],["33","ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, ὥστε εἶναι ὑμῶν Θεός· ἐγὼ Κύριος."]],[["1","Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["2","λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς, αἱ ἑορταὶ Κυρίου ἃς καλέσετε αὐτὰς κλητὰς ἁγίας, αὗταί εἰσιν αἱ ἑορταί μου."],["3","Ἓξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα, ἀνάπαυσις, κλητὴ ἁγία τῷ Κυρίῳ· πᾶν ἔργον οὐ ποιήσεις· σάββατά ἐστι τῷ Κυρίῳ ἐν πάσῃ κατοικίᾳ ὑμῶν."],["4","Αὗται αἱ ἑορταὶ τῷ Κυρίῳ κληταὶ ἅγιαι, ἃς καλέσετε αὐτὰς ἐν τοῖς καιροῖς αὐτῶν."],["5","Ἐν τῷ πρώτῳ μηνὶ, ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς, ἀναμέσον τῶν ἑσπερινῶν πάσχα τῷ Κυρίῳ."],["6","Καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτὴ τῶν ἀζύμων τῷ Κυρίῳ· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε."],["7","Καὶ ἡμέρα ἡ πρώτη κλητὴ ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε."],["8","Καὶ προσάξετε ὁλοκαυτώματα τῷ Κυρίῳ ἑπτὰ ἡμέρας· καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε."],["9","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["10","εἶπον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ὅταν εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ θερίζητε τὸν θερισμὸν αὐτῆς, καὶ οἴσετε τὸ δράγμα ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν πρὸς τὸν ἱερέα·"],["11","Καὶ ἀνοίσει τὸ δράγμα ἔναντι Κυρίου δεκτὸν ὑμῖν· τῇ ἐπαύριον τῆς πρώτης ἀνοίσει αὐτό ὁ ἱερεύς."],["12","Καὶ ποιήσετε ἐν τῇ ἡμέρᾳ ἐν ᾗ ἂν φέρητε τὸ δράγμα, πρόβατον ἄμωμον ἐνιαύσιον εἰς ὁλοκαύτωμα τῷ Κυρίῳ."],["13","Καὶ τὴν θυσίαν αὐτοῦ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ· θυσία τῷ Κυρίῳ, ὀσμὴ εὐωδίας Κυρίῳ· καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ ἳν οἴνου."],["14","Καὶ ἄρτον, καὶ πεφρυγμένα χίδρα νέα οὐ φάγεσθε ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην, ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τῷ Θεῷ ὑμῶν· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ κατοικίᾳ ὑμῶν."],["15","Καὶ ἀριθμήσετε ὑμῖν ἀπὸ τῆς ἐπαύριον τῶν σαββάτων, ἀπὸ τῆς ἡμέρας ἧς ἂν προσενέγκητε τὸ δράγμα τοῦ ἐπιθέματος, ἑπτὰ ἑβδομάδας ὁλοκλήρους,"],["16","ἕως τῆς ἐπαύριον τῆς ἐσχάτης ἑβδομάδος ἀριθμήσετε πεντήκοντα ἡμέρας, καὶ προσοίσετε θυσίαν νέαν τῷ Κυρίῳ."],["17","Ἀπὸ τῆς κατοικίας ὑμῶν προσοίσετε ἄρτους ἐπίθεμα, δύο ἄρτους· ἐκ δύο δεκάτων σεμιδάλεως ἔσονται, ἐζυμωμένοι πεφθήσονται πρωτογεννημάτων τῷ Κυρίῳ."],["18","Καὶ προσάξετε μετὰ τῶν ἄρτων ἑπτὰ ἀμνοὺς ἀμώμους ἐνιαυσίους, καὶ μόσχον ἕνα ἐκ βουκολίου, καὶ κριοὺς δύο ἀμώμους, καὶ ἔσονται ὁλοκαύτωμα τῷ Κυρίῳ· καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν θυσία ὀσμὴ εὐωδίας τῷ Κυρίῳ."],["19","Καὶ ποιήσουσι χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, καὶ δύο ἀμνοὺς ἐνιαυσίους εἰς θυσίαν σωτηρίου μετὰ τῶν ἄρτων τοῦ πρωτογεννήματος."],["20","Καὶ ἐπιθήσει αὐτὰ ὁ ἱερεὺς μετὰ τῶν ἄρτων τοῦ πρωτογεννήματος ἐπίθεμα ἐναντίον Κυρίου μετὰ τῶν δύο ἀμνῶν, ἅγια ἔσονται τῷ Κυρίῳ· τῷ ἱερεῖ τῷ προσφέροντι αὐτὰ αὐτῷ ἔσται."],["21","Καὶ καλέσετε ταύτην τὴν ἡμέραν κλητήν· ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν."],["22","Καὶ ὅταν θερίζητε τὸν θερισμὸν τῆς γῆς ὑμῶν, οὐ συντελέσετε τὸ λοιπὸν τοῦ θερισμοῦ τοῦ ἀγροῦ σου ἐν τῷ θερίζειν σε, καὶ τὰ ἀποπίπτοντα τοῦ θερισμοῦ σου οὐ συλλέξεις· τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ ὑπολείψεις αὐτά· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν."],["23","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["24","λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, τοῦ μηνὸς τοῦ ἐβδόμου μιᾷ τοῦ μηνὸς ἔσται ὑμῖν ἀνάπαυσις, μνημόσυνον σαλπίγγων· κλητὴ ἁγία ἔσται ὑμῖν·"],["25","Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε· καὶ προσάξετε ὁλοκαύτωμα Κυρίῳ."],["26","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["27","καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ ἐβδόμου τούτου, ἡμέρα ἐξιλασμοῦ, κλητὴ ἁγία ἔσται ὑμῖν· καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, καὶ προσάξετε ὁλοκαύτωμα τῷ Κυρίῳ."],["28","Πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ· ἔστι γὰρ ἡμέρα ἐξιλασμοῦ αὕτη ὑμῖν, ἐξιλάσασθαι περὶ ὑμῶν ἔναντι Κυρίου τοῦ Θεοῦ ὑμῶν."],["29","Πᾶσα ψυχὴ, ἥτις μὴ ταπεινωθήσεται ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς."],["30","Καὶ πᾶσα ψυχὴ, ἥτις ποιήσει ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς."],["31","Πᾶν ἔργον οὐ ποιήσετε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις κατοικίαις ὑμῶν."],["32","Σάββατα σαββάτων ἔσται ὑμῖν· καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν· ἀπὸ ἐνάτης τοῦ μηνὸς, ἀπὸ ἑσπέρας ἕως ἑσπέρας σαββατιεῖτε τὰ σάββατα ὑμῶν."],["33","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["34","λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς τοῦ ἐβδόμου τούτου, ἑορτὴ σκηνῶν ἑπτὰ ἡμέρας τῷ Κυρίῳ."],["35","Καὶ ἡ ἡμέρα ἡ πρώτη κλητὴ ἁγία· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε."],["36","Ἑπτὰ ἡμέρας προσάξετε ὁλοκαυτώματα τῷ Κυρίῳ, καὶ ἡ ἡμέρα ἡ ὀγδόη κλητὴ ἁγία ἔσται ὑμῖν· καὶ προσάξετε ὁλοκαυτώματα Κυρίῳ· ἐξόδιόν ἐστι· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε."],["37","Αὗται ἑορταὶ Κυρὶῳ, ἃς καλέσετε κλητὰς ἁγίας, ὥστε προσενέγκαι καρπώματα τῷ Κυρίῳ, ὁλοκαυτώματα καὶ θυσίας αὐτῶν, καὶ σπονδὰς αὐτῶν τὸ καθʼ ἡμέραν εἰς ἡμέραν·"],["38","πλὴν τῶν σαββάτων Κυρίου, καὶ πλὴν τῶν δομάτων ὑμῶν, καὶ πλὴν πασῶν τῶν εὐχῶν ὑμῶν, καὶ πλὴν τῶν ἐκουσίων ὑμῶν, ἃ ἂν δώτε τῷ Κυρίῳ."],["39","Καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου, ὅταν συντελέσητε τὰ γεννήματα τῆς γῆς, ἑορτάσατε τῷ Κυρίῳ ἑπτὰ ἡμέρας· τῇ ἡμέρᾳ τῇ πρώτῃ ἀνάπαυσις, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἀνάπαυσις."],["40","Καὶ λήψεσθε τῇ ἡμέρᾳ τῇ πρώτῃ καρπὸν ξύλου ὡραῖου, καὶ κάλλυνθρα φοινίκων, καὶ κλάδους ξύλου δασεῖς, καὶ ἰτέας, καὶ ἄγνου κλάδους ἐκ χειμάῤῥου, εὐφρανθῆναι ἔναντι Κυρίου τοῦ Θεοῦ ὑμῶν ἑπτὰ ἡμέρας τοῦ ἐνιαυτοῦ."],["41","Νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν· ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ ἑορτάσετε αὐτήν."],["42","Ἐν σκηναῖς κατοικήσετε ἑπτὰ ἡμέρας· πᾶς ὁ αὐτόχθων ἐν Ἰσραὴλ κατοικήσει ἐν σκηναῖς,"],["43","ὅπως ἴδωσιν αἱ γενεαὶ ὑμῶν, ὅτι ἐν σκηναῖς κατῴκισα τοὺς υἱοὺς Ἰσραὴλ, ἐν τῷ ἐξαγαγεῖν με αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν."],["44","Καὶ ἐλάλησε Μωυσῆς τὰς ἑορτὰς Κυρίου τοῖς υἱοῖς Ἰσραήλ."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["2","ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λαβέτωσάν σοι ἔλαιον ἐλάϊνον καθαρὸν κεκομμένον εἰς φῶς, καῦσαι λύχνον διαπαντὸς,"],["3","ἔξωθεν τοῦ καταπετάσματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ καύσουσιν αὐτὸ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωῒ ἐνώπιον Κυρίου ἐνδελεχῶς, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν."],["4","Ἐπὶ τῆς λυχνίας τῆς καθαρᾶς καύσετε τοὺς λύχνους ἐναντίον Κυρίου ἕως εἰς τοπρωΐ."],["5","Καὶ λήμψεσθε σεμίδαλιν, καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους· δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς."],["6","Καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα, ἓξ ἄρτους τὸ ἓν θέμα ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι Κυρίου."],["7","Καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλα, καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ Κυρίῳ."],["8","Τῇ ἡμέρᾳ τῶν σαββάτων προσθήσεται ἔναντι Κυρίου διαπαντὸς ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ, διαθήκην αἰώνιον."],["9","Καὶ ἔσται Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ· καὶ φάγονται αὐτὰ ἐν τόπῳ ἁγίῳ· ἔστι γὰρ ἅγια τῶν ἁγίῳν τοῦτο αὐτῶν ἀπὸ τῶν θυσιαζομένων τῷ Κυρίῳ, νόμιμον αἰώνιον."],["10","Καὶ ἐξῆλθεν υἱὸς γυναικὸς Ἰσραηλίτιδος, καὶ οὗτος ἦν υἱὸς Αἰγυπτίου ἐν τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἐμαχέσαντο ἐν τῇ παρεμβολῇ ὁ ἐκ τῆς Ἰσραηλίτιδος, καὶ ὁ ἄνθρωπος ὁ Ἰσραηλίτης."],["11","Καὶ ἐπονομάσας ὁ υἱὸς τῆς γυναικὸς τῆς Ἰσραηλίτιδος τὸ ὄνομα κατηράσατο· καὶ ἤγαγον αὐτὸν πρὸς Μωυσῆν· καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαλωμεὶθ θυγάτηρ Δαβρεὶ ἐκ τῆς φυλῆς Δάν."],["12","Καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακὴν διακρῖναι αὐτὸν διὰ προστάγματος Κυρίου."],["13","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["14","ἐξάγαγε τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς, καὶ ἐπιθήσουσι πάντες οἱ ἀκούσαντες τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ λιθοβολήσουσιν αὐτὸν πᾶσα ἡ συναγωγή."],["15","Καὶ τοῖς υἱοῖς Ἰσραὴλ λάλησον, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἄνθρωπος ὃς ἐὰν καταράσηται Θεὸν, ἁμαρτίαν λήψεται."],["16","Ὀνομάζων δὲ τὸ ὄνομα Κυρίου, θανάτῳ θανατούσθω· λίθοις λιθοβολείτω αὐτὸν πᾶσα ἡ συναγωγὴ Ἰσραήλ· ἐάν τε προσήλυτος ἐάν τε αὐτόχθων, ἐν τῷ ὀνομάσαι αὐτὸν τὸ ὄνομα Κυρίου, τελευτάτω."],["17","Καὶ ἄνθρωπος ὃς ἂν πατάξῃ ψυχὴν ἀνθρώπου, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω."],["18","Καὶ ὃς ἂν πατάξῃ κτῆνος, καὶ ἀποθάνῃ, ἀποτισάτω ψυχὴν ἀντὶ ψυχῆς."],["19","Καὶ ἐάν τις δῷ μῶμον τῷ πλησίον, ὡς ἐποίησεν αὐτῷ, ὡσαύτως ἀντιποιηθήσεται αὐτῷ·"],["20","Σύντριμμα ἀντὶ συντρίμματος, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος, καθότι ἂν δῷ μῶμον τῷ ἀνθρώπῳ, οὕτω δοθήσεται αὐτῷ."],["21","Ὃς ἂν πατάξῃ ἄνθρωπον, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω."],["22","Δικαίωσις μία ἔσται τῷ προσηλύτῳ καὶ τῷ ἐγχωρίῳ, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν."],["23","Καὶ ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἐξήγαγον τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς, καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις· καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐποίησαν καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῷ ὄρει Σινᾷ, λέγων,"],["2","λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ὅταν εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ ἀναπαύσεται ἡ γῆ, ἣν ἐγὼ δίδωμι ὑμῖν, σάββατα τῷ Κυρίῳ."],["3","Ἓξ ἔτη σπερεῖς τὸν ἀγρόν σου, καὶ ἓξ ἔτη τεμεῖς τὴν ἄμπελόν σου, καὶ συνάξεις τὸν καρπὸν αὐτῆς."],["4","Τῷ δὲ ἔτει τῷ ἑβδόμῳ σάββατα· ἀνάπαυσις ἔσται τῇ γῇ, σάββατα τῷ Κυρίῳ· τὸν ἀγρόν σου οὐ σπερεῖς, καὶ τὴν ἄμπελόν σου οὐ τεμεῖς,"],["5","καὶ τὰ αὐτόματα ἀναβαίνοντα τοῦ ἀγροῦ σου οὐκ ἐκθερίσεις, καἰ τὴν σταφυλὴν τοῦ ἁγιάσματός σου οὐκ ἐκτρυγήσεις· ἐνιαυτὸς ἀναπαύσεως ἔσται τῇ γῇ."],["6","Καὶ ἔσται τὰ σάββατα τῆς γῆς βρώματά σοι, καὶ τῷ παιδί σου, καὶ τῇ παιδίσκῃ σου, καὶ τῷ μισθωτῷ σου, καὶ τῷ παροίκῳ τῷ προσκειμένῳ πρὸς σέ."],["7","Καὶ τοῖς κτήνεσί σου, καὶ τοῖς θηρίοις τοῖς ἐν τῇ γῇ σου ἔσται πᾶν τὸ γέννημα αὐτοῦ εἰς βρῶσιν."],["8","Καὶ ἐξαριθμήσεις σεαυτῷ ἑπτὰ ἀναπαύσεις ἐτῶν, ἑπτὰ ἔτη ἑπτάκις· καὶ ἔσονταί σοι ἑπτὰ ἑβδομάδες ἐτῶν ἐννέα καὶ τεσσαράκοντα ἔτη."],["9","Διαγγελεῖτε σάλπιγγος φωνῇ ἐν πάσῃ τῇ γῇ ὑμῶν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ τῇ δεκάτῃ τοῦ μηνός· τῇ ἡμέρᾳ τοῦ ἱλασμοῦ διαγγελεῖτε σάλπιγγι ἐν πάσῃ τῇ γῇ ὑμῶν."],["10","Καὶ ἁγιάσετε τὸ ἔτος τὸν πεντηκοστὸν ἐνιαυτὸν, καὶ διαβοήσετε ἄφεσιν ἐπὶ τῆς γῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν· ἐνιαυτὸς ἀφέσεως σημασία αὕτη ἔσται ὑμῖν· καὶ ἀπελεύσεται εἷς ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ, καὶ ἕκαστος εἰς τὴν πατριὰν αὐτοῦ ἀπελεύσεσθε."],["11","Ἀφέσεως σημασία αὕτη, τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸς ἔσται ὑμῖν· οὐ σπερεῖτε, οὐδὲ ἀμήσετε τὰ αὐτόματα ἀναβαίνοντα αὐτῆς, καὶ οὐ τρυγήσετε τὰ ἡγιασμένα αὐτῆς,"],["12","ὅτι ἀφέσεως σημασία ἐστίν· ἅγιον ἔσται ὑμῖν· ἀπὸ τῶν πεδίων φάγεσθε τὰ γεννήματα αὐτῆς."],["13","Ἐν τῷ ἔτει τῆς ἀφέσεως σημασίας αὐτῆς ἐπανελεύσεται εἰς τὴν ἔγκτησιν αὐτοῦ."],["14","Ἐὰν δὲ ἀποδῷ πράσιν τῷ πλησίον σου, ἐὰν δὲ καὶ κτήσῃ παρὰ τοῦ πλησίον σου, μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον."],["15","Κατὰ ἀριθμὸν ἐτῶν μετὰ τὴν σημασίαν κτήσῃ παρὰ τοῦ πλησίον, κατὰ ἀριθμὸν ἐνιαυτῶν γεννημάτων ἀποδώσεταί σοι."],["16","Καθότι ἂν πλεῖον τῶν ἐτῶν πληθυνεῖ τὴν ἔγκτησιν αὐτοῦ, καὶ καθότι ἂν ἔλαττον τῶν ἐτῶν ἐλαττονώσει τὴν ἔγκτησιν αὐτοῦ· ὅτι ἀριθμὸν γεννημάτων αὐτοῦ, οὕτως ἀποδώσεταί σοι."],["17","Μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον· καὶ φοβηθήσῃ Κύριον τὸν Θεόν σου· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν."],["18","Καὶ ποιήσετε πάντα τὰ δικαιώματά μου, καὶ πάσας τὰς κρίσεις μου, καὶ φυλάξασθε, καὶ ποιήσετε αὐτὰ, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς πεποιθότες."],["19","Καὶ δώσει ἡ γῆ τὰ ἐκφόρια αὐτῆς, καὶ φάγεσθε εἰς πλησμονὴν, καὶ κατοικήσετε πεποιθότες ἐπʼ αὐτῆς."],["20","Ἐὰν δὲ λέγητε, τί φαγόμεθα ἐν τῷ ἔτει τῷ ἑβδόμῳ τούτῳ, ἐὰν μὴ σπείρωμεν μηδὲ συναγάγωμεν τὰ γεννήματα ἡμῶν;"],["21","Καὶ ἀποστέλλω τὴν εὐλογίαν μου ὑμῖν ἐν τῷ ἔτει τῷ ἕκτῳ, καὶ ποιήσει τὰ γεννήματα αὐτῆς εἰς τὰ τρία ἔτη."],["22","Καὶ σπερεῖτε τὸ ἔτος τὸ ὄγδοον, καὶ φάγεσθε ἀπὸ τῶν γεννημάτων παλαιὰ ἕως τοῦ ἔτους τοῦ ἐνάτου· ἕως ἂν ἔλθῃ τὸ γέννημα αὐτῆς, φάγεσθε παλαιὰ παλαιῶν."],["23","Καὶ ἡ γῆ οὐ πραθήσεται εἰς βεβαίωσιν· ἐμὴ γάρ ἐστιν ἡ γῆ, διότι προσήλυτοι καὶ πάροικοι ὑμεῖς ἐστε ἐναντίον μου."],["24","Καὶ κατὰ πᾶσαν γῆν κατασχέσεως ὑμῶν, λύτρα δώσετε τῆς γῆς."],["25","Ἐὰν δὲ πένηται ὁ ἀδελφός σου ὁ μετὰ σοῦ, καὶ ἀποδῶται ἀπὸ τῆς κατασχέσεως αὐτοῦ, καὶ ἔλθῃ ὁ ἀγχιστεύων ὁ ἐγγίζων αὐτῷ, καὶ λυτρώσεται τὴν πρᾶσιν τοῦ ἀδελφοῦ αὐτοῦ."],["26","Ἐὰν δὲ μὴ ᾖ τινι ὁ ἀγχιστεύων, καὶ εὐπορηθῇ τῇ χειρὶ, καὶ εὑρεθῇ αὐτῷ τὸ ἱκανὸν, λύτρα αὐτοῦ·"],["27","καὶ συλλογιεῖται τὰ ἔτη τῆς πράσεως αὐτοῦ, καὶ ἀποδώσει ὅ ὑπερέχει τῷ ἀνθρώπῳ, ᾧ ἀπέδοτο αὐτὸ αὐτῷ, καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτοῦ."],["28","Ἐὰν δὲ μὴ εὑπορηθῇ αὐτοῦ ἡ χεὶρ τὸ ἱκανὸν, ὥστε ἀποδοῦναι αὐτῷ, καὶ ἔσται ἡ πράσις τῷ κτησαμένῳ αὐτὰ ἕως τοῦ ἕκτου ἔτους τῆς ἀφέσεως, καὶ ἐξελεύσεται ἐν τῇ ἀφέσει, καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτοῦ."],["29","Ἐὰν δέ τις ἀποδῶται οἰκίαν οἰκητὴν ἐν πόλει τετειχισμένῃ, καὶ ἔσται ἡ λύτρωσις αὐτῆς, ἕως πληρωθῇ· ἐνιαυτὸς ἡμερῶν ἔσται ἡ λύτρωσις αὐτῆς."],["30","Ἐὰν δὲ μὴ λυτρωθῇ ἕως ἂν πληρωθῇ αὐτῆς ἐνιαυτὸς ὅλος, κυρωθήσεται ἡ οἰκία ἡ οὖσα ἐν πόλει τῇ ἐχούσῃ τεῖχος, βεβαίως τῷ κτησαμένῳ αὐτὴν εἰς τὰς γενεὰς αὐτοῦ, καὶ οὐκ ἐξελεύσεται ἐν τῇ ἀφέσει."],["31","Αἱ δὲ οἰκίαι αἱ ἐν ἐπαύλεσιν, αἷς οὐκ ἔστιν ἐν αὐταῖς τεῖχος κύκλῳ, πρὸς τὸν ἀγρὸν τῆς γῆς λογισθήσονται· λυτρωταὶ διαπαντὸς ἔσονται, καὶ ἐν τῇ ἀφέσει ἐξελεύσονται."],["32","Καὶ αἱ πόλεις τῶν Λευιτῶν, οἰκίαι τῶν πόλεων κατασχέσεως αὐτῶν, λυτρωταὶ διαπαντὸς ἔσονται τοῖς Λευίταις."],["33","Καὶ ὃς ἂν λυτρώσηται παρὰ τῶν Λευιτῶν, καὶ ἐξελεύσεται ἡ διάπρασις αὐτῶν οἰκιῶν πόλεως κατασχέσεως αὐτῶν ἐν τῇ ἀφέσει, ὅτι οἰκίαι τῶν πόλεων τῶν Λευιτῶν κατάσχεσις αὐτῶν ἐν μέσῳ υἱῶν Ἰσραήλ."],["34","Καὶ οἱ ἀγροὶ ἀφωρισμένοι ταῖς πόλεσιν αὐτῶν οὐ πραθήσονται, ὅτι κατάσχεσις αἰωνία τοῦτο αὐτῶν ἐστον."],["35","Ἐὰν δὲ πένηται ὁ ἀδελφός σοῦ ὁ μετὰ σοῦ, καὶ ἀδυνατήσῃ ταῖς χερσὶ παρὰ σοὺ, ἀντιλήψῃ αὐτοῦ ὡς προσηλύτου καὶ παροίκου, καὶ ζήσεται ὁ ἀδελφός σου μετὰ σοῦ."],["36","Οὐ λήψῃ παρʼ αὐτοῦ τόκον, οὐδὲ ἐπὶ πλήθει· καὶ φοβηθήσῃ τὸν Θεόν σου· ἐγὼ Κύριος· καὶ ζήσεται ὁ ἀδελφός σου μετὰ σοῦ."],["37","Τὸ ἀργύριόν σου οὐ δώσεις αὐτῷ ἐπὶ τὸκῳ, καὶ ἐπὶ πλεονασμῷ οὐ δώσεις αὐτῷ τὰ βρώματά σου."],["38","Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, δοῦναι ὑμῖν τὴν γῆν Χαναὰν, ὥστε εἶναι ὑμῶν Θεός."],["39","Ἐὰν δὲ ταπεινωθῇ ὁ ἀδελφός σου παρὰ σοὶ, καὶ πραθῇ σοι, οὐ δουλεύσει σοι δουλείαν οἰκέτου."],["40","Ὡς μισθωτὸς ἢ πάροικος ἔσται σοι· ἕως τοῦ ἔτους τῆς ἀφέσεως ἐργᾶται παρὰ σοί,"],["41","καὶ ἐξελεύσεται τῇ ἀφέσει, καὶ τὰ τέκνα αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἀπελεύσεται εἰς τὴν γενεὰν αὐτοῦ, εἰς τὴν κατάσχεσιν τὴν πατρικὴν ἀποδραμεῖται."],["42","Διότι οἰκέται μου εἰσὶν οὗτοι, οὓς ἐξήγαγον ἐκ γῆς Αἰγύπτου· οὐ πραθήσεται ἐν πράσει οἰκέτου."],["43","Οὐ κατατενεῖς αὐτὸν ἐν τῷ μόχθῳ, καὶ φοβηθήσῃ Κύριον τὸν Θεόν σου,"],["44","καὶ παῖς καὶ παιδίσκη ὅσοι ἂν γένωνταί σοι, ἀπὸ τῶν ἐθνῶν ὅσοι κύκλῳ σου εἰσὶν, ἀπʼ αὐτῶν κτήσεσθε δοῦλον καὶ δούλην,"],["45","καὶ ἀπὸ τῶν υἱῶν τῶν παροίκων τῶν ὄντων ἐν ὑμῖν, ἀπὸ τούτων κτήσεσθε καὶ ἀπὸ τῶν συγγενῶν αὐτῶν, ὅσοι ἂν γένωνται ἐν τῇ γῇ ὑμῶν, ἔστωσαν ὑμῖν εἰς κατάσχεσιν."],["46","Καὶ καταμεριεῖτε αὐτοὺς τοῖς τέκνοις ὑμῶν μεθʼ ὑμᾶς· καὶ ἔσονται ὑμῖν κατόχιμοι εἰς τὸν αἰῶνα· τῶν δὲ ἀδελφῶν ὑμῶν τῶν υἱῶν Ἰσραὴλ, ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ οὐ κατατενεῖ αὐτὸν ἐν τοῖς μόχθοις."],["47","Ἐὰν δὲ εὕρῃ ἡ χεὶρ τοὺ προσηλύτου ἢ τοῦ παροίκου τοῦ παρὰ σοὶ, καὶ ἀπορηθεὶς ὁ ἀδελφός σου πραθῇ τῷ προσηλύτῳ ἢ τῷ παροίκῳ τῷ παρὰ σοὶ, ἢ ἐκ γενετῆς προσηλύτῳ,"],["48","μετὰ τὸ πραθῆναι αὐτῷ, λύτρωσις ἔσται αὐτοῦ· εἷς τῶν ἀδελφῶν αὐτοῦ λυτρώσεται αὐτόν."],["49","Ἀδελφὸς πατρὸς αὐτοῦ, ἢ υἱὸς ἀδελφοῦ πατρὸς λυτρώσεται αὐτόν, ἢ ἀπὸ τῶν οἰκείων τῶν σαρκῶν αὐτοῦ ἐκ τῆς φυλῆς αὐτοῦ λυτρῶται αὐτόν· ἐὰν δὲ εὐπορηθεὶς ταῖς χερσὶ λυτρῶται ἑαυτὸν,"],["50","καὶ συλλογιεῖται πρὸς τὸν κεκτημένον αὐτὸν ἀπὸ τοῦ ἔτους οὗ ἀπέδοτο ἑαυτὸν αὐτῷ ἕως τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως· καὶ ἔσται τὸ ἀργύριον τῆς πράσεως αὐτοῦ ὡς μισθίου· ἔτος ἐξ ἔτους ἔσται μετʼ αὐτοῦ."],["51","Ἐὰν δέ τινι πλεῖον τῶν ἐτῶν ᾖ, πρὸς ταῦτα ἀποδώσει τὰ λύτρα αὐτοῦ ἀπὸ τοῦ ἀργυρίου τῆς πράσεως αὐτοῦ."],["52","Ἐὰν δὲ ὀλίγον καταλειφθῇ ἀπὸ τῶν ἐτῶν εἰς τὸν ἐνιαυτὸν τῆς ἀφέσεως, καὶ συλλογιεῖται αὐτῷ κατὰ τὰ ἔτη αὐτοῦ, καὶ ἀποδώσει τὰ λύτρα αὐτοῦ ὡς μισθωτός·"],["53","ἐνιαυτὸς ἐξ ἐνιαυτοῦ ἔσται μετʼ αὐτοῦ· οὐ κατατενεῖς αὐτὸν ἐν τῷ μόχθῳ ἐνώπιόν σου."],["54","Ἐὰν δὲ μὴ λυτρῶται κατὰ ταῦτα, ἐξελεύσεται ἐν τῷ ἔτει τῆς ἀφέσεως αὐτὸς καὶ τὰ παιδία αὐτοῦ μετʼ αὐτοῦ."],["55","Ὅτι ἐμοὶ οἱ υἱοὶ Ἰσραὴλ οἰκέται εἰσὶ, παῖδές μου οὗτοί εἰσιν, οὓς ἐξήγαγον ἐκ γῆς Αἰγύπτου."]],[["1","Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν· οὐ ποιήσετε ὑμῖν αὐτοῖς χειροποίητα, οὐδὲ γλυπτὰ, οὐδὲ στήλην ἀναστήσετε ὑμῖν, οὐδὲ λίθον σκοπὸν θήσετε ἐν τῇ γῇ ὑμῶν προσκυνῆσαι αὐτῷ· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν."],["2","Τὰ σάββατά μου φυλάξεσθε, καὶ ἀπὸ τῶν ἁγίων μου φοβηθήσεσθε· ἐγώ εἰμι Κύριος."],["3","Ἐὰν τοῖς προστάγμασί μου πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάσσησθε, καὶ ποιήσητε αὐτὰς,"],["4","καὶ δώσω τὸν ὑετὸν ὑμῖν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν·"],["5","Καὶ καταλήψεται ὑμῖν ὁ ἁλοητὸς τὸν τρυγητὸν, καὶ ὁ τρυγητὸς καταλήψεται τὸν σπόρον· καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονήν· καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν·"],["6","Καὶ δώσω εἰρήνην ἐν τῇ γῇ ὑμῶν· καὶ κοιμηθήσεσθε, καὶ οὐκ ἔσται ὑμᾶς ὁ ἐκφοβῶν· καὶ ἀπολῶ θηρία πονηρὰ ἐκ τῆς γῆς ὑμῶν."],["7","Καὶ διώξεσθε τοὺς ἐχθροὺς ὑμῶν, καὶ πεσοῦνται ἐναντίον ὑμῶν φόνῳ."],["8","Καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατὸν, καὶ ἑκατὸν ὑμῶν διώξονται μυριάδας· καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐναντίον ὑμῶν μαχαίρᾳ."],["9","Καὶ ἐπιβλέψω ἐφʼ ὑμᾶς, καὶ αὐξανῶ ὑμᾶς, καὶ πληθυνῶ ὑμᾶς, καὶ στήσω τὴν διαθήκην μου μεθʼ ὑμῶν·"],["10","Καὶ φάγεσθε παλαιὰ καὶ παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε."],["11","Καὶ θήσω τὴν σκηνήν μου ἐν ὑμῖν, καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμᾶς,"],["12","καὶ ἐμπεριπατήσω ἐν ὑμῖν· καὶ ἔσομαι ὑμῶν Θεὸς, καὶ ὑμεῖς ἔσεσθέ μοι λαός."],["13","Ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, ὄντων ὑμῶν δούλων· καὶ συνέτριψα τὸν δεσμὸν τοῦ ζυγοῦ ὑμῶν, καὶ ἤγαγον ὑμᾶς μετὰ παῤῥησίας."],["14","Ἐὰν δὲ μὴ ὑπακούσητέ μου, μηδὲ ποιήσητε τὰ προστάγματά μου ταῦτα,"],["15","ἀλλὰ ἀπειθήσητε αὐτοῖς, καὶ τοῖς κρίμασί μου προσοχθίσῃ ἡ ψυχὴ ὑμῶν, ὥστε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου, ὥστε διασκεδάσαι τὴν διαθήκην μου,"],["16","καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν· καὶ ἐπιστήσω ἐφʼ ὑμᾶς τὴν ἀπορίαν, τήν τε ψώραν, καὶ τὸν ἴκτερα σφακελίζοντα τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ τὴν ψυχὴν ὑμῶν ἐκτήκουσαν· καὶ σπερεῖτε διακενῆς τὰ σπέρματα ὑμῶν, καὶ ἔδονται οἱ ὑπεναντίοι ὑμῶν."],["17","Καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφʼ ὑμᾶς, καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν ὑμῶν, καὶ διώξονται ὑμᾶς οἱ μισοῦντες ὑμᾶς, καὶ φεύξεσθε οὐδενὸς διώκοντος ὑμᾶς."],["18","Καὶ ἐὰν ἕως τούτου μὴ ὑπακούσητέ μου, καὶ προσθήσω τοῦ παιδεῦσαι ὑμᾶς ἑπτάκις ἐπὶ ταῖς ἁμαρτίαις ὑμῶν."],["19","Καὶ συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑμῶν· καὶ θήσω τὸν οὐρανὸν ὑμῖν σιδηροῦν, καὶ τὴν γῆν ὑμῶν ὡσεὶ χαλκῆν."],["20","Καὶ ἔσται εἰς κενὸν ἡ ἰσχὺς ὑμῶν· καὶ οὐ δώσει ἡ γῆ ὑμῶν τὸν σπόρον αὐτῆς, καὶ τὸ ξύλον τοῦ ἀγρου ὑμῶν οὐ δώσει τὸν καρπὸν αὐτοῦ."],["21","Καὶ ἐὰν μετὰ ταῦτα πορεύησθε πλάγιοι, καὶ μὴ βούλησθε ὑπακούειν μου, προσθήσω ὑμῖν πληγὰς ἑπτὰ κατὰ τὰς ἁμαρτίας ὑμῶν."],["22","Καὶ ἀποστέλλω ἐφʼ ὑμᾶς τὰ θηρία τὰ ἄγρια τῆς γῆς, καὶ κατέδεται ὑμᾶς, καὶ ἐξαναλώσει τὰ κτήνη ὑμῶν, καὶ ὀλιγοστοὺς ποιήσω ὑμᾶς, καὶ ἐρημωθήσονται αἱ ὁδοὶ ὑμῶν."],["23","Καὶ ἐπὶ τούτοις ἐὰν μὴ παιδευθῆτε, ἀλλὰ πορεύησθε πρός με πλάγιοι,"],["24","πορεύσομαι κᾀγὼ μεθʼ ὑμῶν θυμῷ πλαγίῳ, καὶ πατάξω ὑμᾶς κᾀγὼ ἑπτάκις ἀντὶ τῶν ἁμαρτιῶν ὑμῶν."],["25","Καὶ ἐπάξω ἐφʼ ὑμᾶς μάχαιραν ἐκδικοῦσαν δίκην διαθήκης, καὶ καταφεύξεσθε εἰς τὰς πόλεις ὑμῶν· καὶ ἐξαποστελῶ θάνατον εἰς ὑμᾶς, καὶ παραδοθήσεσθε εἰς χεῖρας τῶν ἐχθρῶν."],["26","Ἐν τῷ θλίψαι ὑμᾶς σιτοδείᾳ ἄρτων, καὶ πέψουσι δέκα γυναῖκες τοὺς ἄρτους ὑμῶν ἐν κλιβάνῳ ἑνὶ, καὶ ἀποδώσουσι τοὺς ἄρτους ὑμῶν ἐν σταθμῷ, καὶ φάγεσθε, καὶ οὐ μὴ ἐμπλησθῆτε."],["27","Ἐὰν δὲ ἐπὶ τούτοις μὴ ὑπακούσητέ μου, καὶ πορεύησθε πρός με πλάγιοι,"],["28","καὶ αὐτὸς πορεύσομαι μεθʼ ὑμῶν ἐν θυμῷ πλαγίῳ, καὶ παιδεύσω ὑμᾶς ἐγὼ ἑπτάκις κατὰ τὰς ἁμαρτίας ὑμῶν."],["29","Καὶ φάγεσθε τὰς σάρκας τῶν υἱῶν ὑμῶν, καὶ τὰς σάρκας τῶν θυγατέρων ὑμῶν φάγεσθε."],["30","Καὶ ἐρημώσω τὰς στήλας ὑμῶν, καὶ ἐξολοθρεύσω τὰ ξύλινα χειροποίητα ὑμῶν, καὶ θήσω τὰ κῶλα ὑμῶν ἐπὶ τὰ κῶλα τῶν εἰδώλων ὑμῶν, καὶ προσοχθιεῖ ἡ ψυχή μου ὑμῖν."],["31","Καὶ θήσω τὰς πόλεις ὑμῶν ἐρήμους, καὶ ἐξερημώσω τὰ ἅγια ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ τῆς ὀσμῆς τῶν θυσιῶν ὑμῶν."],["32","Καὶ ἐξερημώσω ἐγὼ τὴν γῆν ὑμῶν, καὶ θαυμάσονται ἐπʼ αὐτῇ οἱ ἐχθροὶ ὑμῶν, οἱ ἐνοικοῦντες ἐν αὐτῇ."],["33","Καὶ διασπερῶ ὑμᾶς εἰς τὰ ἔθνη, καὶ ἐξαναλώσει ὑμᾶς ἐπιπορευομένη ἡ μάχαιρα, καὶ ἔσται ἡ γῆ ὑμῶν ἔρημος, καὶ αἱ πόλεις ὑμῶν ἔσονται ἔρημοι."],["34","Τότε εὐδοκήσει ἡ γῆ τὰ σάββατα αὐτῆς πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς,"],["35","καὶ ὑμεῖς ἔσεσθε ἐν τῇ γῇ τῶν ἐχθρῶν ὑμῶν· τότε σαββατιεῖ ἡ γη, καὶ εὐδοκήσει ἡ γῆ τὰ σάββατα αὐτῆς πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς· σαββατιεῖ ἃ οὐκ ἐσαββάτισεν ἐν τοῖς σαββάτοις ὑμῶν, ἡνίκα κατῳκεῖτε αὐτήν."],["36","Καὶ τοῖς καταλειφθεῖσιν ἐξ ὑμῶν ἐπάξω δουλείαν εἰς τὴν καρδίαν αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν· καὶ διώξεται αὐτοὺς φωνὴ φύλλου φερομένου, καὶ φεύξονται ὡς φεύγοντες ἀπὸ πολέμου, καὶ πεσοῦνται οὐθενὸς διώκοντος."],["37","Καὶ ὑπερόψεται ὁ ἀδελφὸς τὸν ἀδελφὸν ὡσεὶ ἐν πολέμῳ, οὐθενὸς κατατρέχοντος· καὶ οὐ δυνήσεσθε ἀντιστῆναι τοῖς ἐχθροῖς ὑμῶν."],["38","Καὶ ἀπολεῖσθε ἐν τοῖς ἔθνεσι, καὶ κατέδεται ὑμᾶς ἡ γῆ τῶν ἐχθρῶν ὑμῶν."],["39","Καὶ οἱ καταλειφθέντες ἀφʼ ὑμῶν, καταφθαρήσονται διὰ τὰς ἁμαρτίας αὐτῶν, καὶ διὰ τὰς ἁμαρτίας τῶν πατέρων αὐτῶν· ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν τακήσονται."],["40","Καὶ ἐξαγορεύσουσι τὰς ἁμαρτίας αὐτῶν, καὶ τὰς ἁμαρτίας τῶν πατέρων αὐτῶν, ὅτι παρέβησαν καὶ ὑπερεῖδόν με, καὶ ὅτι ἐπορεύθησαν ἐναντίον μου πλάγιοι,"],["41","καὶ ἐγὼ ἐπορεύθην μετʼ αὐτῶν ἐν θυμῷ πλαγίῳ· καὶ ἀπολῶ αὐτοὺς ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν· τότε ἐντραπήσεται ἡ καρδία αὐτῶν ἡ ἀπερίτμητος, καὶ τότε εὐδοκήσουσι τὰς ἁμαρτίας αὐτῶν."],["42","Καὶ μνησθήσομαι τῆς διαθήκης Ἰακὼβ, καὶ τῆς διαθήκης Ἰσαὰκ, καὶ τῆς διαθήκης Ἁβραὰμ μνησθήσομαι."],["43","Καὶ τῆς γῆς μνησθήσομαι, καὶ ἡ γῆ ἐγκαταλειφθήσεται ἀπʼ αὐτῶν· τότε προσδέξεται ἡ γῆ τὰ σάββατα αὐτῆς, ἐν τῷ ἐρημωθῆναι αὐτὴν διʼ αὐτούς· καὶ αὐτοὶ προσδέξονται τὰς αὐτῶν ἀνομίας, ἀνθʼ ὧν τὰ κρίματά μου ὑπερεῖδον, καὶ τοῖς προστάγμασί μου προσώχθισαν τῇ ψυχῇ αὐτῶν."],["44","Καὶ οὐδʼ ὡς ὄντων αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν, οὐχ ὑπερεῖδον αὐτούς, οὐδὲ προσώχθισα αὐτοῖς ὥστε ἐξαναλῶσαι αὐτούς τοῦ διασκεδάσαι τὴν διαθήκην μου τὴν πρὸς αὐτούς· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν."],["45","Καὶ μνησθήσομαι διαθήκης αὐτῶν τῆς προτέρας, ὅτε ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας ἔναντι τῶν ἐθνῶν, τοῦ εἶναι αὐτῶν Θεός· ἐγώ εἰμι Κύριος."],["46","Ταῦτα τὰ κρίματά μου, καὶ τὰ προστάγματά μου, καὶ ὁ νόμος ὃν ἔδωκε Κύριος ἀναμέσον αὐτοῦ καὶ ἀναμέσον τῶν υἱῶν Ἰσραὴλ, ἐν τῷ ὄρει Σινᾷ ἐν χειρὶ Μωυσῆ."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["2","λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς αὐτοῖς, ὃς ἂν εὔξηται εὐχὴν ὥστε τιμὴν τῆς ψυχῆς αὐτοῦ τῷ Κυρίῳ,"],["3","ἔσται ἡ τιμὴ τοῦ ἄρσενος ἀπὸ εἰκοσαετοῦς, ἕως ἑξηκονταετοῦς, ἔσται αὐτοῦ ἡ τιμὴ πεντήκοντα δίδραχμα ἀργυρίου τῷ σταθμῷ τῷ ἁγίῳ·"],["4","Τῆς δὲ θηλείας ἔσται ἡ συντίμησις τριάκοντα δίδραχμα."],["5","Ἐὰν δὲ ἀπὸ πενταετοῦς ἕως εἴκοσι ἐτῶν, ἔσται ἡ τιμὴ τοῦ ἄρσενος εἴκοσι δίδραχμα· τῆς δὲ θηλείας, δέκα δίδραχμα."],["6","Ἀπὸ δὲ μηνιαίου ἕως πενταετοῦς, ἔσται ἡ τιμὴ τοῦ ἄρσενος πέντε δίδραχμα· τῆς δὲ θηλείας, τρία δίδραχμα ἀργυρίου."],["7","Ἐὰν δὲ ἀπὸ ἑξήκοντα ἐτῶν καὶ ἐπάνω, ἐὰν μὲν ἄρσεν ᾖ, ἔσται ἡ τιμὴ αὐτοῦ πεντεκαίδεκα δίδραχμα ἀργυρίου· ἐὰν δὲ θήλεια, δέκα δίδραχμα."],["8","Ἐὰν δὲ ταπεινὸς ᾖ τῇ τιμῇ, στήσεται ἐναντίον τοῦ ἱερέως· καὶ τιμήσεται αὐτὸν ὁ ἱερεύς· καθάπερ ἰσχύει ἡ χεὶρ τοῦ εὐξαμένου, τιμήσεται αὐτὸν ὁ ἱερεύς."],["9","Ἐὰν δὲ ἀπὸ τῶν κτηνῶν τῶν προσφερομένων ἀπʼ αὐτῶν δῶρον τῷ Κυρίῳ, ὃς ἂν δῷ ἀπὸ τούτων τῷ Κυρίῳ, ἔσται ἅγιον."],["10","Οὐκ ἀλλάξει αὐτὸ καλὸν πονηρῷ, οὐδὲ πονηρὸν καλῷ· ἐὰν δὲ ἀλλάσσων ἀλλάξῃ αὐτὸ κτῆνος κτήνει, ἔσται αὐτὸ καὶ τὸ ἄλλαγμα ἅγια."],["11","Ἐὰν δὲ πᾶν κτῆνος ἀκάθαρτον, ἀφʼ ὧν οὐ προσφέρεται ἀπʼ αὐτῶν δῶρον τῷ Κυρίῳ, στήσει τὸ κτῆνος ἔναντι τοῦ ἱερέως,"],["12","καὶ τιμήσεται αὐτὸ ὁ ἱερεὺς ἀναμέσον καλοῦ καὶ ἀναμέσον πονηροῦ· καὶ καθότι ἂν τιμήσηται αὐτὸ ὁ ἱερεὺς, οὕτω στήσεται."],["13","Ἐὰν δὲ λυτρούμενος λυτρώσηται αὐτὸ, προσθήσει τὸ ἐπίπεμπτον πρὸς τὴν τιμὴν αὐτοῦ."],["14","Καὶ ἄνθρωπος ὃς ἂν ἁγιάσῃ τὴν οἰκίαν αὐτοῦ ἁγίαν τῷ Κυρίῳ, καὶ τιμήσεται αὐτὴν ὁ ἱερεὺς ἀναμέσον καλῆς καὶ ἀναμέσον πονηρᾶς· ὡς ἂν τιμήσηται αὐτὴν ὁ ἱερεὺς, οὕτω σταθήσεται."],["15","Ἐὰν δὲ ὁ ἁγιάσας αὐτὴν λυτρῶται τὴν οἰκίαν αὐτοῦ, προσθήσει ἐπʼ αὐτὸ τὸ ἐπίπεμπτον τοῦ ἀργυρίου τῆς τιμῆς, καὶ ἔσται αὐτῷ."],["16","Ἐὰν δὲ ἀπὸ τοῦ ἀγροῦ τῆς κατασχέσεως αὐτοῦ ἁγιάσῃ ἄνθρωπος τῷ Κυρίῳ, καὶ ἔσται ἡ τιμὴ κατὰ τὸν σπόρον αὐτοῦ, κόρου κριθῶν πεντήκοντα δίδραχμα ἀργυρίου."],["17","Ἐὰν δὲ ἀπὸ τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως ἁγιάσῃ τὸν ἀγρὸν αὐτοῦ, κατὰ τὴν τιμὴν αὐτοῦ στήσεται."],["18","Ἐὰν δὲ ἔσχατον μετὰ τὴν ἄφεσιν ἁγιάσῃ τὸν ἀγρὸν αὐτοῦ, προσλογιεῖται αὐτῷ ὁ ἱερεὺς τὸ ἀργύριον ἐπὶ τὰ ἔτη τὰ ἐπίλοιπα, ἕως εἰς τὸν ἐνιαυτὸν τῆς ἀφέσεως, καὶ ἀνθυφαιρεθήσεται ἀπὸ τῆς συντιμήσεως αὐτοῦ."],["19","Ἐὰν δὲ λυτρῶται τὸν ἀγρὸν ὁ ἁγιάσας αὐτὸν, προσθήσει τὸ ἐπίπεμπτον τοῦ ἀργυρίου πρὸς τὴν τιμὴν αὐτοῦ, καὶ ἔσται αὐτῷ."],["20","Ἐὰν δὲ μὴ λυτρῶται τὸν ἀγρὸν, καὶ ἀποδῶται τὸν ἀγρὸν ἀνθρώπῳ ἑτέρῳ, οὐκέτι μὴ λυτρώσηται αὐτόν."],["21","Ἀλλʼ ἔσται ὁ ἀγρὸς ἐξεληλυθυίας τῆς ἀφέσεως ἅγιος τῷ Κυρίῳ, ὥσπερ ἡ γῆ ἡ ἀφωρισμένη τῷ ἱερεῖ ἔσται κατάσχεσις αὐτοῦ."],["22","Ἐὰν δὲ ἀπὸ τοῦ ἀγροῦ οὗ κέκτηται, ὃς οὐκ ἔστιν ἀπὸ τοῦ ἀγροῦ τῆς κατασχέσεως αὐτοῦ, ἁγιάσῃ τῷ Κυρίῳ,"],["23","λογιεῖται πρὸς αὐτὸν ὁ ἱερεὺς τὸ τέλος τῆς τιμῆς ἐκ τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως, καὶ ἀποδώσει τὴν τιμὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἁγίαν τῷ Κυρίῳ·"],["24","Καὶ ἐν τῷ ἐνιαυτῷ τῆς ἀφέσεως ἀποδοθήσεται ὁ ἀγρὸς τῷ ἀνθρώπῳ παρʼ οὗ κέκτηται αὐτὸν, οὗ ἦν ἡ κατάσχεσις τῆς γῆς."],["25","Καὶ πᾶσα τιμὴ ἔσται σταθμίοις ἁγίοις· εἴκοσι ὀβολοὶ ἔσται τὸ δίδραχμον."],["26","Καὶ πᾶν πρωτότοκον ὃ ἐὰν γένηται ἐν τοῖς κτήνεσί σου, ἔσται τῷ Κυρίῳ, καὶ οὐ καθαγιάσει αὐτὸ οὐδείς· ἐάν τε μόσχον, ἐάν τε πρόβατον, τῷ Κυρίῳ ἐστίν."],["27","Ἐὰν δὲ τῶν τετραπόδων τῶν ἀκαθάρτων ἀλλάξῃ κατὰ τὴν τιμὴν αὐτοῦ, καὶ προσθήσει τὸ ἐπίπεμπτον πρὸς αὐτὸ, καὶ ἔσται αὐτῷ· ἐὰν δὲ μὴ λυτρῶται, πραθήσεται κατὰ τὸ τίμημα αὐτοῦ."],["28","Πᾶν δὲ ἀνάθεμα, ὃ ἂν ἀναθῇ ἄνθρωπος τῷ Κυρίῳ ἀπὸ πάντων, ὅσα αὐτῷ ἐστιν, ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἀπὸ ἀγροῦ κατασχέσεως αὐτοῦ, οὐκ ἀποδώσεται οὐδὲ λυτρώσεται· πᾶν ἀνάθεμα ἅγιον ἁγίων ἔσται τῷ Κυρίῳ."],["29","Καὶ πᾶν ὃ ἐὰν ἀνατεθῇ ἀπὸ τῶν ἀνθρώπων, οὐ λυτρωθήσεται, ἀλλὰ θανάτῳ θανατωθήσεται."],["30","Πᾶσα δεκάτη τῆς γῆς, ἀπὸ τοῦ σπέρματος τῆς γῆς, καὶ τοῦ καρποῦ τοῦ ξυλίνου, τῷ. Κυρίῳ ἐστίν, ἅγιον τῷ Κυρίῳ."],["31","Ἐὰν δὲ λυτρῶται λύτρῳ ἄνθρωπος τὴν δεκάτην αὐτοῦ, τὸ ἐπίπεμπτον προσθήσει πρὸς αὐτὸν, καὶ ἔσται αὐτῷ."],["32","Καὶ πᾶσα δεκάτη βοῶν, καὶ προβάτων, καὶ πᾶν ὃ ἂν ἔλθῃ ἐν τῷ ἀριθμῷ ὑπὸ τὴν ῥάβδον, τὸ δέκατον ἔσται ἅγιον τῷ Κυρίῳ."],["33","Οὐκ ἀλλάξεις καλὸν πονηρῷ, οὐδὲ πονηρὸν καλῷ· ἐὰν δὲ ἀλλάσσων ἀλλάξῃς αὐτό, καὶ τὸ ἄλλαγμα αὐτοῦ ἔσται ἅγιον, οὐ λυτρωθήσεται."],["34","Αὗταί εἰσιν αἱ ἐντολαὶ ἃς ἐνετείλατο Κύριος τῷ Μωυσῇ πρὸς τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ὄρει Σινᾷ."]]] \ No newline at end of file diff --git a/lines/loukios-or-the-ass.json b/lines/loukios-or-the-ass.json new file mode 100644 index 0000000000000000000000000000000000000000..1c04311fbe47404a4281effe51248ef13ec1868e --- /dev/null +++ b/lines/loukios-or-the-ass.json @@ -0,0 +1 @@ +[[["1","Ἀπῄειν ποτὲ ἐς Θετταλίαν· ἦν δέ μοι πατρικόν τι συμβόλαιον ἐκεῖ πρὸς ἄνθρωπον ἐπιχώριον· ἵππος δὲ με κατῆγε καὶ τὰ σκεύη καὶ θεράπων ἠκολούθει εἷς. ἐπορευόμην οὖν τὴν προκειμένην ὁδόν· καί πως ἔτυχον καὶ ἄλλοι ἀπιόντες ἐς Ὕπατα πόλιν τῆς Θετταλίας, ἐκεῖθεν ὄντες· καὶ ἁλῶν ἐκοινωνοῦμεν, καὶ οὕτως ἐκείνην τὴν ἀργαλέαν ὁδὸν ἀνύσαντες πλησίον ἤδη τῆς πόλεως ἦμεν, κἀγὼ ἠρόμην τοὺς Θετταλούς, εἴπερ ἐπίστανται ἄνδρα οἰκοῦντα ἐς τὰ Ὕπατα, Ἵππαρχον τοὔνομα. γράμματα δὲ αὐτῷ ἐκόμιζον οἴκοθεν, ὥστε οἰκῆσαι παρ’ αὐτῷ. οἱ δὲ εἰδέναι τὸν Ἵππαρχον τοῦτον ἔλεγον καὶ ὅπη τῆς πόλεως οἰκεῖ καὶ ὅτι ἀργύριον ἱκανὸν ἔχει καὶ ὅτι μίαν θεράπαιναν τρέφει καὶ τὴν αὑτοῦ γαμετὴν μόνας· ἔστι γὰρ φιλαργυρώτατος δεινῶς. ἐπεὶ δὲ πλησίον τῆς πόλεως ἐγεγόνειμεν, κῆπός τις ἦν καὶ ἔνδον οἰκίδιον ἀνεκτόν, ἔνθα ὁ Ἵππαρχος ᾤκει."],["2","οἱ μὲν οὖν ἀσπασάμενοί με ᾤχοντο, ἐγὼ δὲ κόπτω προσελθὼν τὴν θύραν, καὶ μόλις μὲν καὶ βραδέως, ὑπήκουσε δ’ οὖν ἡ γυνή, εἶτα καὶ προῆλθεν. ἐγὼ μὲν ἠρόμην εἰ ἔνδον εἴη ὁ Ἵππαρχος· Ἔνδον, ἔφη· σὺ δὲ τίς ἢ τί βουλόμενος πυνθάνῃ; Γράμματα ἥκω κομίζων αὐτῷ παρὰ Δεκριανοῦ τοῦ Πατρέως σοφιστοῦ. Μεῖνόν με, ἔφη, αὐτοῦ, καὶ τὴν θύραν συγκλείσασα ᾤχετο εἴσω πάλιν· καί ποτε ἐξελθοῦσα κελεύει ἡμᾶς εἰσελθεῖν. κἀγὼ δὲ παρελθὼν εἴσω ἀσπάξομαι αὐτὸν καὶ τὰ γράμματα ἐπέδωκα. ἔτυχε δὲ ἐν ἀρχῇ δείπνου ὢν καὶ κατέκειτο ἐπὶ κλινιδίου στενοῦ, γυνὴ δὲ αὐτοῦ καθῆστο πλησίον, καὶ τράπεξα μηδὲν ἔχουσα παρέκειτο. ὁ δὲ ἐπειδὴ τοῖς γράμμασιν ἐνέτυχεν, Ἀλλ’ ὁ μὲν φίλτατος ἐμοί, ἔφη, καὶ τῶν Ἑλλήνων ἐξοχώτατος Δεκριανὸς εὖ ποιεῖ καὶ θαρρῶν πέμπει παρ’ ἐμοὶ τοὺς ἑταίρους τοὺς ἑαυτοῦ· τὸ δὲ οἰκίδιον τὸ ἐμὸν ὁρᾷς, ὦ Λούκιε, ὡς ἔστι μικρὸν μέν, ἀλλὰ εὔγνωμον τὸν οἰκοῦντα ἐνεγκεῖν· ποιήσεις δὲ αὐτὸ σὺ μεγάλην οἰκίαν ἀνεξικάκως οἰκήσας. καὶ καλεῖ τὴν παιδίσκην, Ὦ Παλαίστρα, δὸς τῷ ἑταίρῳ κοιτῶνα καὶ κατάθες λαβοῦσα εἴ τι κομίζει σκεῦος, εἶτα πέμπε αὐτὸν εἰς βαλανεῖον· οὐχὶ γὰρ μετρίαν ἐλήλυθεν ὁδόν."],["3","ταῦτα εἰπόντος τὸ παιδισκάριον ἡ Παλαίστρα ἄγει μὲ καὶ δείκνυσί μοι κάλλιστον οἰκημάτιον· καί, Σὺ μέν, ἔφη, ἐπὶ ταύτης τῆς κλίνης κοιμήσῃ, τῷ δὲ παιδι σου σκιμπόδιον αὐτοῦ παραθήσω καὶ προσκεφάλαιον ἐπιθήσω. ταῦτα εἰπούσης ἡμεῖς ἀπῄειμεν λουσόμενοι δόντες αὐτῇ κριθιδίων τιμὴν εἰς τὸν ἵππον: ἡ δὲ πάντα ἔφερε λαβοῦσα εἴσω καὶ κατέθηκεν. ἡμεῖς δὲ λουσάμενοι ἀναστρέψαντες εἴσω εὐθὺς παρήλθομεν. καὶ ὁ Ἵππαρχός με δεξιωσάμενος ἐκέλευε συνανακλίνεσθαι μετ’ αὐτοῦ. τὸ δὲ δεῖπνον οὐ σφόδρα λιτόν· ὁ δὲ οἶνος ἡδὺς καὶ παλαιὸς ἦν. ἐπεὶ δὲ ἐδεδειπνήκειμεν, πότος ἦν καὶ λόγος οἷος ἐπὶ δείπνου ξένου, καὶ οὕτω τὴν ἑσπέραν ἐκείνην πότῳ δόντες ἐκοιμήθημεν. τῇ δ’ ὑστεραίᾳ ὁ Ἵππαρχος ἤρετό με, τίς μὲν ἔσται ἡ νῦν μοι ὁδὸς καὶ εἰ πάσαις ταῖς ἡμέραις αὐτοῦ προσμενῶ. Ἄπειμι μέν, ἔφην, ἐς Λάρισσαν, ἔοικα δὲ ἐνταῦθα διατρίψειν τριῶν ἢ πέντε ἡμερῶν."],["4","ἀλλὰ τοῦτο μὲν ἦν σκῆψις· ἐπεθύμουν δὲ σφόδρα μείνας ἐνταῦθα ἐξευρεῖν τινα τῶν μαγεύειν ἐπισταμένων γυναικῶν καὶ θεάσασθαί τι παράδοξον, ἢ πετόμενον ἄνθρωπον ἢ λυθούμενον. καὶ τῷ ἔρωτι τῆς θέας ταύτης δοὺς ἐμαυτὸν περιῄειν τὴν πόλιν, ἀπορῶν μὲν τῆς ἀρχῆς τοῦ ζητήματος, ὅμως δὲ περιῄειν· κἀν τούτῳ γυναῖκα ὁρῶ προσιοῦσαν ἔτι νέαν, εὐπορουμένην, ὅσον ἦν ἐκ τῆς ὁδοῦ συμβαλεῖν· ἱμάτια γὰρ ἀνθινὰ καὶ παῖδες συχνοὶ καὶ χρυσίον περιττόν. ὡς δὲ πλησιαίτερον γίγνομαι, προσαγορεύει με ἡ γυνή, καὶ ἀμείβομαι αὐτῇ ὁμοίως, καὶ φησίν, Ἐγὼ Ἄβροιά εἰμι, εἴ τινα τῆς σῆς μητρὸς φίλην ἀκούεις, καὶ ὑμᾶς δὲ τοὺς ἐξ ἐκείνης γενομένους φιλῶ ὥσπερ οὓς ἔτεκον αὐτή· τί οὖν οὐχὶ παρ’ ἐμοὶ καταλύεις, ὦ τέκνον; Ἀλλὰ σοὶ μέν, ἔφην, πολλὴ χάρις, αἰδοῦμαι δὲ οὐδὲν ἀνδρὶ φίλῳ ἐγκαλῶν ἔπειτα φεύγων τὴν ἐκείνου οἰκίαν· ἀλλὰ τῇ γνώμῃ, ὦ φιλτάτη, κατάγομαι παρὰ σοί. Ποῖ δέ, ἔφη, καὶ κατάγῃ; Παρὰ Ἱππάρχῳ. Τῷ φιλαργύρῳ; ἔφη. Μηδαμῶς, εἶπον, ὦ μῆτερ. τοῦτο εἴπῃς· λαμπρὸς γὰρ καὶ πολυτελὴς γέγονεν εἰς ἐμέ, ὥστε καὶ ἐγκαλέσαι ἄν τις τῇ τρυφῇ. ἡ δὲ μειδιάσασα καί με τῆς χειρὸς λαβομένη ἄγει ἀπωτέρω καὶ λέγει πρὸς ἐμέ, Φυλάττου μοι, ἔφη, τὴν Ἱππάρχου γυναῖκα πάσῃ μηχανῇ· μάγος γάρ ἐστι δεινὴ καὶ μάχλος καὶ πᾶσι τοῖς νέοις ἐπιβάλλει τὸν ὀφθαλμόν· καὶ εἰ μή τις ὑπακούσῃ αὐτῇ, τοῦτον τῇ τέχνῃ ἀμύνεται, καὶ πολλοὺς μετεμόρφωσεν εἰς ζῷα, τοὺς δὲ τέλεον ἀπώλεσε· σὺ δὲ καὶ νέος εἶ, τέκνον, καὶ καλός, ὥστε εὐθὺς ἀρέσαι γυναικί, καὶ ξένος, πρᾶγμα εὐκαταφρόνητον."],["5","ἐγὼ δὲ πυθόμενος ὅτι τὸ πάλαι μοι ζητούμενον οἴκοι παρ’ ἐμοὶ κάθηται, προσεῖχον οὐδὲν αὐτῇ ἔτι. ὡς δέ ποτε ἀφείθην, ἀπῄειν οἴκαδε λαλῶν πρὸς ἐμαυτὸν ἐν τῇ ὁδῷ, ἄγε δὴ σὺ ὁ φάσκων ἐπιθυμεῖν ταύτης τῆς παραδόξου θέας, ἔγειρέ μοι σεαυτὸν καὶ τέχνην εὕρισκε σοφήν, ᾗ τεύξῃ τούτων ὧν ἐρᾷς, καὶ ἐπὶ τὴν θεράπαιναν τὴν Παλαίστραν ἤδη ἀποδύου— τῆς γὰρ γυναικὸς τοῦ ξένου καὶ φίλου πόρρω ἵστασο— κἀπὶ ταύτης κυλιόμενος καὶ γυμναζόμενος καὶ ταύτῃ συμπλεκόμενος εὖ ἴσθι ὡς ῥᾳδίως γνώσῃ· δοῦλοι γὰρ τὰ δεσποτῶν ἐπίστανται καὶ καλὰ καὶ αἰσχρά. καὶ ταῦτα λέγων πρὸς ἐμαυτὸν εἰσῄειν οἴκαδε. τὸν μὲν οὖν Ἵππαρχον οὐ κατέλαβον ἐν τῇ οἰκίᾳ οὐδὲ τὴν ἐκείνου γυναῖκα, ἡ δὲ Παλαίστρα τῇ ἑστίᾳ παρήδρευε δεῖπνον ἡμῖν εὐτρεπίζουσα."],["6","κἀγὼ εὐθὺς ἔνθεν ἑλών, Ὡς εὐρύθμως, ἔφην, ὦ καλὴ Παλαίστρα, τὴν πυγὴν τῇ χύτρᾳ ὁμοῦ συμπεριφέρεις καὶ κλίνεις. ἡ δὲ ὀσφὺς ἡμῖν ὑγρῶς ἐπικινεῖται. μακάριος ὅστις ἐνταῦθα ἐνεβάψατο. ἡ δὲ— σφόδρα γὰρ ἦν ἰταμὸν καὶ χαρίτων μεστὸν τὸ κοράσιον— Φεύγοις ἄν, εἶπεν, ὦ νεανίσκε, εἴ γε νοῦν ἔχοις καὶ ζῆν ἐθέλοις, ὡς πολλοῦ πυρὸς καὶ κνίσης μεστά· ἢν γὰρ αὐτοῦ μόνον ἅψῃ, τραῦμα ἔχων πυρίκαυτον αὐτοῦ μοι παρεδρεύσεις, θεραπεύσει δέ σε οὐδεὶς ἀλλ’ οὐδὲ θεὸς ἰατρός, ἀλλ’ ἡ κατακαύσασά σε μόνη ἐγώ, καὶ τὸ παραδοξότατον, ἐγὼ μέν σε ποιήσω πλέον ποθεῖν, καὶ τῆς ἀπὸ τῆς θεραπείας ὀδύνης ἀρδόμενος ἀεὶ ἀνθέξῃ καὶ οὐδὲ λίθοις βαλλόμενος τὴν γλυκεῖαν ὀδύνην φεύξῃ. τί γελᾷς; ἀκριβῆ βλέπεις ἀνθρωπομάγειρον· οὐ γὰρ μόνα ταῦτα φαῦλα ἐδώδιμα σκευάζω, ἀλλ’ ἤδη τὸ μέγα τοῦτο καὶ καλόν, τὸν ἄνθρωπον. οἶδα ἔγωγε καὶ σφάττειν καὶ δέρειν καὶ κατακόπτειν, ἥδιστα δὲ τῶν σπλάγχνων αὐτῶν καὶ τῆς καρδίας ἄπτομαι. Τοῦτο μὲν ὀρθῶς, ἔφην, λέγεις· καὶ γὰρ ἐμὲ πόρρωθεν καὶ μηδὲ ἐγγὺς ὄντα οὐ κατακαύματι μὰ Δί’ ἀλλὰ ὅλῳ ἐμπρησμῷ ἐπέθηκας, καὶ διὰ τῶν ὀμμάτων τῶν ἐμῶν τὸ σὸν μὴ φαινόμενον πῦρ κάτω ἐς τὰ σπλάγχνα τἀμὰ ῥίψασα φρύγεις, καὶ ταῦτα οὐδὲν ἀδικοῦντα· ὥστε πρὸς θεῶν ἴασαί με ταύταις αἷς λέγεις αὐτὴ ταῖς πικραῖς καὶ ἡδείαις θεραπείαις, καί μὲ ἤδη ἀπεσφαγμένον λαβοῦσα δεῖρε, ὅπως αὐτὴ θέλεις. ἡ δὲ μέγα καὶ ἥδιστον ἐκ τούτου ἀνακαγχάσασα ἐμὴ τὸ λοιπὸν ἦν, καὶ συνέκειτο ἡμῖν, ὅπως, ἐπειδὰν κατακοιμίσῃ τοὺς δεσπότας, ἐλθῃ εἴσω παρ’ ἐμὲ καὶ καθευδήσῃ."],["7","κἀπειδὴ ἀφίκετο ποτε ὁ Ἵππαρχος, λουσάμενοι ἐδειπνοῦμεν καὶ πότος ἦν συχνὸς ἡμῶν ὁμιλούντων· εἶτα τοῦ ὕπνου καταψευσάμενος ἀνίσταμαι καὶ ἔργῳ ἀπῄειν ἔνθα ᾤκουν. πάντα δὲ τὰ ἔνδον εὖ παρεσκεύαστο· τῷ μὲν παιδὶ ἔξω ὑπέστρωτο, τράπεζα δὲ τῃ κλίνῃ παρειστήκει ποτήριον ἔχουσα· καὶ οἶνος αυτοῦ παρέκειτο καὶ ὕδωρ ἕτοιμον καὶ ψυχρὸν καὶ θερμόν. πᾶσα δὲ ἦν αὕτη τῆς Παλαίστρας παρασκευή. τῶν δὲ στρωμάτων ῥόδα πολλὰ κατεπέπαστο, τὰ μὲν οὕτω γυμνὰ καθ’ ἑαυτά, τὰ δὲ λελυμένα, τὰ δὲ στεφάνοις συμπεπλεγμένα. κἀγὼ τὸ συμπόσιον εὑρὼν ἕτοιμον ἔμενον τὸν συμπότην."],["8","ἡ δὲ ἐπειδὴ κατέκλινε τὴν δέσποιναν, σπουδῇ παρ’ ἐμὲ ἧκε, καὶ ἦν εὐφροσύνη τὸν οἶνον ἡμῶν καὶ τὰ φιλήματα προπινόντωω ἀλλήλοις. ὡς δὲ τῷ ποτῷ παρεσκευάσαμεν ἑαυτοὺς εὖ πρὸς τὴν νύκτα, λέγει πρός με ἡ Παλαίστρα· Τοῦτο μὲν δὴ πάντως δεῖ σε μνημονεύειν, ὦ νεανίσκε, ὅτι εἰς Παλαίστραν ἐμπέπτωκας, καὶ χρή σε νῦν ἐπιδεῖξαι εἰ γέγονας ἐν τοῖς ἐφήβοις γοργὸς καὶ παλαίσματα πολλὰ ἔμαθές ποτε. Ἀλλ’ οὐκ ἂν ἴδοις φεύγοντά μὲ τὸν ἔλεγχον τοῦτον· ὥστε ἀπόδυσαι, καὶ ἤδη παλαίωμεν. ἡ δέ, Οὕτως, ἔφη, ὡς ἐγὼ θέλω, παράσχου μοι τὴν ἐπίδειξιν· ἐγὼ μὲν νόμῳ διδασκάλου καὶ ἐπιστάτου τὰ ὀνόματα τῶν παλαισμάτων ὧν ἐθέλω εὑροῦσα ἐρῶ, σὺ δὲ ἕτοιμος γίνου ἐς τὸ ὑπακούειν καὶ ποιεῖν πᾶν τὸ κελευόμενον. Ἀλλ’ ἐπίταττε, ἔφην, καὶ σκόπει ὅπως εὐχερῶς καὶ ὑγρῶς τὰ παλαίσματα καὶ εὐτόνως ἔσται."],["9","ἡ δὲ ἀποδυσαμένη τὴν ἐσθῆτα καὶ στᾶσα ὅλη γυμνὴ ἔνθεν ἤρξατο ἐπιτάττειν, Ὦ, μειράκιον, ἔκδυσαι καὶ ἀλειψάμενος ἔνθεν ἐκ τοῦ μύρου συμπλέκου τῷ ἀνταγωνιστῇ· δύο μηρῶν σπάσας κλῖνον ὑπτίαν, ἔπειτα ἀνώτερος ὑποβαλὼν διὰ μηρῶν καὶ διαστείλας αἰώρει καὶ τεῖνε ἄνω τὰ σκέλη, καὶ χαλάσας καὶ στήσας κολλῶ αὐτῷ καὶ παρεισελθὼν βάλε καὶ πρώσας νύσσε ἤδη πανταχοῦ ἕως πονέσῃ, καὶ ἡ ὀσφὺς ἰσχυέτω, εἶτα ἐξελκύσας κατὰ πλάτος διὰ βουβῶνος δῆξον, καὶ πάλιν συνώθει εἰς τὸν τοῖχον, εἶτα τύπτε· ἐπειδὰν δὲ χάλασμα ἴδῃς, τότ’ ἤδη ἐπιβὰς ἅμμα κατ’ ἰξύος δήσας σύνεχε, καὶ πειρῶ μὴ σπεύδειν, ἀλλ’ ὀλίγον διακαρτερήσας σύντρεχε. ἤδη ἀπολέλυσαι."],["10","κἀγὼ ἐπειδὴ ῥᾳδίως πάντα ὑπήκουσα καὶ εἰς τέλος ἡμῖν ἔληξε τὰ παλαίσματα, λέγω πρὸς τὴν Παλαίστραν ἅμα ἐπιγελάσας, Ὦ διδάσκαλε, ὁρᾷς μὲν ὅπως εὐχερῶς καὶ εὐηκόως πεπάλαισταί μοι, σκόπει δέ, μὴ οὐκ ἐν κόσμῳ τὰ παλαίσματα ὑποβάλλῃς· ἄλλα γὰρ ἐξ ἄλλων ἐπιτάττεις. ἡ δὲ ἐπὶ κόρρης πλήξασά με, Ὡς φλύαρον, ἔφη, παρέλαβον τὸν μαθητήν. σκόπει οὖν μὴ πληγὰς ἔτι πλείους λάβῃς ἄλλα καὶ οὐ τὰ ἐπιταττόμενα παλαίων. καὶ ταῦτα εἰποῦσα ἐπανίσταται καὶ θεραπεύσασα ἑαυτήν, Νῦν, ἔφη, δείξεις, εἴπερ νέος εἶ καὶ εὔτονος παλαιστὴς καὶ εἰ ἐπίστασαι παλαίειν καὶ ποιεῖν τὰ ἀπὸ γονατίου. καὶ πεσοῦσα ἐπὶ τοῦ λέχους ἐς γόνυ, Ἄγε δὴ σὺ ὁ παλαιστής, ἔχεις τὰ μέσα, ὥστε τινάξας ὀξεῖαν ἐπίπρωσον καὶ βάθυνον. ψιλὸν ὁρᾷς αὐτοῦ παρακείμενον, τούτῳ χρῆσαι· πρῶτον δὲ κατὰ λόγον, ὡς ἅμμα σφίγγε, εἶτα ἀνακλάσας ἔμβαλλε καὶ σύνεχε καὶ μὴ δίδου διάστημα. ἐὰν δὲ χαλᾶται, θᾶττον ἐπάρας ἀνώτερον μετάθες καὶ κρούσας κῦψον καὶ σκόπει ὅπως μὴ ἀνασπάσῃς θᾶττον ἢ κελευσθῇς, ἀλλὰ δὴ κυρτώσας πολὺ αὐτὸν ὕφελκε, καὶ ὑποβαλὼν κάτω αὖθις τὴν παρεμβολὴν σύνεχε καὶ κινοῦ, εἶτα ἄφες αὐτόν· πέπτωκε γὰρ καὶ λέλυται καὶ ὕδωρ ὅλος ἔστι σοι ὁ ἀνταγωνιστής. ἐγὼ δὲ ἤδη μέγα ἀναγελῶν, Ἐθέλω, ἔφην, καὶ αὐτός, ὦ διδάσκαλε, παλαίσματα ὀλίγ’ ἄττα ἐπιτάξαι, σὺ δὲ ὑπάκουσον ἐπαναστᾶσα καὶ κάθισον, εἶτα δοῦσα κατὰ χειρὸς πάραψαι τὸ λοιπὸν καὶ καταμάττου, καί μὲ πρὸς τοῦ Ἡρακλέους περιλαβοῦσα ἤδη κοίμισον."],["11","Ἐν τοιαύταις ἡδοναῖς καὶ παιδιαῖς παλαισμάτων ἀγωνιζόμενοι νυκτερινοὺς ἀγῶνας ἐστεφανούμεθα, καὶ ἦν πολλὴ μὲν ἐν τούτῳ τρυφή· ὥστε τῆς εἰς τὴν Λάρισσαν ὁδοῦ παντάπασιν ἐπιλελήσμην. καί ποτὲ ἐπὶ νοῦν μοι ἦλθε τὸ μαθεῖν ὧν ἕνεκα ἤθλουν, καὶ φημὶ προς αὐτήν, Ὦ φιλτάτη, δεῖξόν μοι μαγγανεύουσαν ἢ μεταμορφουμένην τὴν δέσποιναν· πάλαι γὰρ τῆς παραδόξου ταύτης θέας ἐπιθυμῶ. μᾶλλον δ’ εἴ τι σὺ οἶδας, αὐτὴ μαγγάνευσον, ὥστε φανῆναί μοι ἄλλην ἐξ ἄλλης ὄψιν. οἶμαι δὲ καὶ σὲ οὐκ ἀπείρως τῆσδε τῆς τέχνης ἔχειν· τοῦτο δὲ οὐ παρ’ ἑτέρου μαθών, ἀλλὰ παρὰ τῆς ἐμαυτοῦ ψυχῆς λαβὼν οἶδα, ἐπεί με τὸν πάλαι ἀδαμάντινον, ὡς ἔλεγον αἱ γυναῖκες, ἐς μηδεμίαν γυναῖκα τὰ ὄμματα ταῦτα ἐρωτικῶς ποτε ἐκτείναντα συλλαβοῦσα τῇ τέχνῃ ταύτῃ αἰχμάλωτον ἔχεις ἐρωτικῷ πολέμῳ ψυχαγωγοῦσα. ἡ δὲ Παλαίστρα, Παῦσαι, φησί, προσπαίζων. τίς γὰρ ᾠδὴ δύναται μαγεῦσαι τὸν ἔρωτα, ὄντα τῆς τέχνης κύριον; ἐγὼ δέ, ὦ φίλτατε, τούτων μὲν οἶδα οὐδὲν μὰ τὴν κεφαλὴν τὴν σὴν καὶ τήνδε τὴν μακαρίαν εὐνήν· οὐδὲ γὰρ γράμματα ἔμαθον, καὶ ἡ δέσποινα βάσκανος οὖσα τυγχάνει εἰς τὴν αὐτῆς τέχνην· εἰ δέ μοι καιρὸς ἐπιτρέψοι., πειράσομαι παρασχεῖν σοι τὸ ἰδεῖν μεταμορφουμένην τὴν κεκτημένην. καὶ τότε μὲν ἐπὶ τούτοις ἐχοιμήθημεν."],["12","ἡμέραις δὲ ὕστερον οὐ πολλαῖς ἀγγέλλει πρός με ἡ Παλαίστρα ὡς ἡ δέσποινα αὐτῆς μέλλοι ὄρνις γενομένη πέτεσθαι πρὸς τὸν ἐρώμενον. κἀγώ, Νῦν, ἔφην, ὃ καιρός, ὦ Παλαίστρα, τῆς εἰς ἐμὲ χάριτος, ᾗ νῦν ἔχεις τὸν σαυτῆς ἱκέτην ἀναπαῦσαι πολυχρονίου ἐπιθυμίας. Θάρρει, ἔφη. κἀπειδὴ ἑσπέρα ἦν, ἄγει με λαβοῦσα πρὸς τὴν θύραν τοῦ δωματίου, ἔνθα ἐκεῖνοι ἐκάθευδον, καὶ κελεύει μὲ προσάγειν ὀπῇ τινι τῆς θύρας λεπτῇ καὶ σχοπεῖν τὰ γινόμενα ἔνδον. ὁρῶ οὖν τὴν μὲν γυναῖκα ἀποδυομένην. εἶτα γυμνὴ τῷ λύχνῳ προσελθοῦσα καὶ χόνδρους δύο λαβοῦσα τὸν μὲν λιβανωτὸν τῷ πυρὶ τοῦ λύχνου ἐπέθηκε καὶ στᾶσα πολλὰ τοῦ λύχνου κατελάλησεν· εἶτα κιβώτιον ἁδρὸν ἀνοίξασα, πάνυ πολλὰς ἔχον πυξίδας ἐν αὑτῷ, ἔνθεν ἀναιρεῖται καὶ προφέρει μίαν· ἡ δὲ εἶχεν ἐμβεβλημένον ὅ τι μὲν οὐκ οἶδα, τῆς δὲ ὄψεως αὐτῆς ἕνεκα ἔλαιον αὐτὸ ἐδόκουν εἶναι. ἐκ τούτου λαβοῦσα χρίεται ὅλη, ἀπὸ τῶν ὀνύχων ἀρξαμένη τῶν κάτω, καὶ ἄφνω πτερὰ ἐκφύεται αὐτῇ, καὶ ἡ ῥὶν κερατίνη καὶ γρυπὴ ἐγένετο, καὶ τἆλλα δὲ ὅσα ὀρνίθων κτήματα καὶ σύμβολα πάντα εἶχε· καὶ ἦν ἄλλο οὐδὲν ἢ κόραξ νυκτερινός. ἐπεὶ δὲ εἶδεν ἑαυτὴν ἐπτερωμένην, κρώξασα δεινὸν καὶ οἷον ἐκεῖνο οἱ κόρακες, ἀναστᾶσα ᾤχετο πετομένη διὰ τῆς θυρίδος."],["13","ἐγὼ δὲ ὄναρ ἐκεῖνο οἰόμενος ὁρᾶν τοῖς δακτύλοις τῶν ἑαυτοῦ βλεφάρων ἡπτόμην, οὐ πιστεύων τοῖς ἐμαυτοῦ ὀφθαλμοῖς οὔθ’ ὅτι βλέπουσιν οὔθ’ ὅτι ἐγρηγόρασιν. ὡς δὲ μόλις καὶ βραδέως ἐπείσθην ὅτι μὴ καθεύδω, ἐδεόμην τότε τῆς Παλαίστρας πτερῶσαι κἀμὲ καὶ χρίσασαν ἐξ ἐκείνου τοῦ φαρμάκου ἐᾶσαι πέτεσθαί με· ἠβουλόμην γὰρ πείρᾳ μαθεῖν εἰ μεταμορφωθεὶς ἐκ τοῦ ἀνθρώπου καὶ τὴν ψυχὴν ὄρνις ἔσομαι. ἡ δὲ τὸ δωμάτιον ὑπανοίξασα κομίζει τὴν πυξίδα. ἐγὼ δὲ σπεύδων ἤδη ἀποδύσας χρίω ὅλον ἐμαυτόν, καὶ ὄρνις μὲν οὐ γίνομαι ὁ δυστυχής. ἀλλά μοι οὐρὰ ὄπισθεν ἐξῆλθε, καὶ οἱ δάκτυλοι πάντες ᾤχοντο οὐκ οἶδ’ ὅποι· ὄνυχας δὲ τοὺς πάντας τέσσαρας εἶχον, καὶ τούτους οὐδὲν ἄλλο ἢ ὁπλάς, καί μοι αἱ χεῖρες καὶ οἱ πόδες κτήνους πόδες ἐγένοντο, καὶ τὰ ὦτα δὲ μακρὰ καὶ τὸ πρόσωπον μέγα. ἐπεὶ δὲ κύκλῳ περιεσκόπουν, αὑτὸν ἑώρων ὄνον, φωνὴν δὲ ἀνθρώπου ἐς τὸ μέμψασθαι τὴν Παλαίστραν οὐκέτι εἶχον. τὸ δὲ χεῖλος ἐκτείνας κάτω καὶ αὐτῷ δὴ τῷ σχήματι ὡς ὄνος ὑποβλέπων ᾐτιώμην αὐτήν, ὅση δύναμις, ὄνος ἀντὶ ὄρνιθος γενόμενος."],["14","ἡ δὲ ἀμφοτέραις ταῖς χερσὶ τυψαμένη τὸ πρόσωπον, Τάλαινα, εἶπεν, ἐγώ, μέγα εἴργασμαι κακόν· σπεύσασα γὰρ ἥμαρτον ἐν τῇ ὁμοιότητι τῶν πυξίδων καὶ ἄλλην ἔλαβον οὐχὶ τὴν τὰ πτερὰ φυουσαν. ἀλλὰ θάρρει μοι, ὦ φίλτατε· ῥᾴστη γὰρ ἡ τούτου θεραπεία· ῥόδα γὰρ μόνα εἰ φάγοις, ἀποδύσῃ μὲν αὐτίκα τὸ κτῆνος, τὸν δὲ ἐραστήν μοι τὸν ἐμὸν αὖθις ἀποδώσεις. ἀλλά μοι, φίλτατε, τὴν μίαν νύκτα ταύτην ὑπόμεινον ἐν τῷ ὄνῳ, ὄρθρου δὲ δραμοῦσα οἴσω σοι ῥόδα καὶ φαγὼν ἰαθήσῃ. ταῦτα εἶπε καταψηλαφήσασά μοῦ τὰ ὦτα καὶ τὸ λοιπὸν δέρμα."],["15","ἐγὼ δὲ τὰ μὲν ἄλλα ὄνος ἤμην, τὰς δὲ φρένας καὶ τὸν νοῦν ἄνθρωπος ἐκεῖνος ὃ Λούκιος, δίχα τῆς φωνῆς. πολλὰ οὖν κατ’ ἐμαυτὸν μεμψάμενος τὴν Παλαίστραν ἐπὶ τῇ ἁμαρτίᾳ δακὼν τὸ χεῖλος ἀπῄειν ἔνθα ἠπιστάμην ἑστῶτα τὸν ἐμαυτοῦ ἵππον καὶ ἄλλον ἀληθινὸν ὄνον τὸν Ἱππάρχου. οἱ δὲ αἰσθόμενοί με εἴσω παριόντα, δείσαντες μὴ τοῦ χόρτου κοινωνὸς αὐτοῖς ἐπεισέρχομαι, τὰ ὦτα κατακλίναντες ἕτοιμοι ἦσαν τοῖς ποσὶν ἀμύνειν τῇ γαστρί· κἀγὼ συνεὶς πορρωτέρω ποι τῆς φάτνης ἀποχωρήσας ἑστὼς ἐγέλων, ὁ δέ μοι γέλως ὀγκηθμὸς ἦν. ταῦτα δ’ ἄρ’ ἐνενόουν πρὸς ἐμαυτόν· ὢ τῆς ἀκαίρου ταύτης περιεργίας. τί δέ, εἰ λύκος παρεισέλθοι ἢ ἄλλο τι θηρίον; κινδυνεύεταί μοι μηδὲν κακὸν πεποιηκότι διαφθαρῆναι. ταῦτα ἐννοῶν ἠγνόουν ὁ δυστυχὴς τὸ μέλλον κακόν."],["16","ἐπεὶ γὰρ ἦν ἤδη νὺξ βαθεῖα καὶ σιωπὴ πολλὴ καὶ ὕπνος ὁ γλυκύς, ψοφεῖ μὲν ἔξωθεν ὁ τοῖχος ὡς διορυττόμενος, καὶ διωρύττετό γε, καὶ ὀπὴ ἤδη ἐγεγόνει ἄνθρωπον δέξασθαι δυναμένη, καὶ εὐθὺς ἄνθρωπος ταύτῃ παρῄει καὶ ἄλλος ὁμοίως, καὶ πολλοὶ ἔνδον ἦσαν καὶ πάντες εἶχον ξίφη. εἶτα καταδήσαντες ἔνδον ἐν τοῖς δωματίοις τὸν Ἵππαρχον καὶ τὴν Παλαίστραν καὶ τὸν ἐμὸν οἰκέτην ἀδεῶς ἤδη τὴν οἰκίαν ἐκένουν τά τε χρήματα καὶ τὰ ἱμάτια καὶ τὰ σκεύη κομίζοντες ἔξω. ὡς δὲ οὐδὲν ἄλλο ἔνδον κατελείπετο, λαβόντες ἐμέ τε καὶ τὸν ἄλλον ὄνον καὶ τὸν ἵππον ἐπέσαξαν, ἔπειτα ὅσα ἐβάστασαν, ἐπικατέδησαν ἡμῖν. καὶ οὕτως μέγα ἄχθος φέροντας ἡμᾶς ξύλοις παίοντες ἤλαυνον εἰς τὸ ὄρος ἀτρίπτῳ ὁδῷ φεύγειν πειρώμενοι. τὰ μὲν οὖν ἄλλα κτήνη οὐκ ἔχω εἰπεῖν ὅ τι ἔπασχεν, ἐγὼ δὲ ἀνυπόδητος ἀσυνήθης ἀπιὼν πέτραις ὀξείαις ἐπιβαίνων, τοσαῦτα σκεύη φέρων ἀπωλλύμην. καὶ πολλάκις προσέπταιον, καὶ οὐκ ἦν ἐξὸν καταπεσεῖν, καὶ εὐθὺς ἄλλος ὄπισθεν κατὰ τῶν μηρῶν ἔπαιε ξύλῳ. ἐπεὶ δὲ πολλάκις ὦ Καῖσαρ ἀναβοῆσαι ἐπεθύμουν, οὐδὲν ἄλλο ἢ ὠγκώμην, καὶ τὸ μὲν ὦ μέγιστον καὶ εὐφωνότατον ἐβόων, τὸ δὲ Καῖσαρ οὐκ ἐπηκολούθει. ἀλλὰ μὴν καὶ δι᾿ αὐτὸ τοῦτο ἐτυπτόμην ὡς προδιδοὺς αὐτοὺς τῷ ὀγκηθμῷ. μαθὼν οὖν ὅτι ἄλλως ἐβόων, ἔγνων σιγῇ προϊέναι καὶ κερδαίνειν τὸ μὴ παίεσθαι."],["17","ἐπὶ τούτῳ ἡμέρα τε ἤδη ἣν, καὶ ἡμεῖς ὄρη πολλὰ ἀναβεβήκειμεν, καὶ στόματα δὲ ἡμῶν δεσμῷ ἐπείχετο, ὡς μὴ περιβοσκόμενοι τὴν ὁδὸν ἐς τὸ ἄριστον ἀναλίσκοιμεν· ὥστε ἐς τὴν τότε καὶ ἔμεινα ὄνος. ἐπεὶ δὲ ἦν αὐτὸ τὸ μέσον τῆς ἡμέρας, καταλύομεν εἴς τινα ἔπαυλιν συνήθων ἐκείνοις ἀνθρώπων, ὅσον ἦν ἐκ τῶν γινομένων σκοπεῖν· καὶ γὰρ φιλήμασιν ἠσπάχοντο ἀλλήλους καὶ καταλύειν ἐκέλευον αὐτοὺς οἱ ἐν τῇ ἐπαύλει καὶ παρέθηκαν ἄριστον καὶ τοῖς κτήνεσιν ἡμῖν παρέβαλον κριθία. καὶ οἱ μὲν ἠρίστων, ἐγὼ δὲ ἐπείνων μὲν κακῶς· ἀλλ’ ἐπειδὴ οὔπω τότε κριθὰς ὠμὰς ἠριστήκειν, ἐσκοπούμην ὅ τι καὶ καταφάγοιμι. ὁρῶ δὲ κῆπον αὐτοῦ ὀπίσω τῆς αὐλῆς, καὶ εἶχε λάχανα πολλὰ καὶ καλὰ καὶ ῥόδα ὑπὲρ αὐτῶν ἐφαίνετο· κἀγὼ λαθὼν πάντας τοὺς ἔνδον ἀσχολουμένους περὶ τὸ ἄριστον ἔρχομαι ἐπὶ τὸν κῆπον, τοῦτο μὲν ὠμῶν λάχανων ἐμπλησθησόμενος, τοῦτο δὲ τῶν ῥόδων ἕνεκα· ἐλογιζόμην γὰρ ὅτι δῆθεν φαγὼν τῶν ἀνθέων πάλιν ἄνθρωπος ἔσομαι. εἶτα ἐμβὰς εἰς τὸν κῆπον θριδάκων μὲν καὶ ῥαφανίδων καὶ σελίνων, ὅσα ὠμὰ ἐσθίει ἄνθρωπος, ἐνεπλήσθην, τὰ δὲ ῥόδα ἐκεῖνα οὐκ ἦν ῥόδα ἀληθινά, τὰ δ’ ἦν ἐκ τῆς ἀγρίας δάφνης φυόμενα· ῥοδοδάφνην αὐτὰ καλοῦσιν οἱ ἄνθρωποι, κακὸν ἄριστον ὄνῳ τοῦτο παντὶ καὶ ἵππῳ· φασὶ γὰρ τὸν φαγόντα ἀποθνήσκειν αὐτίκα."],["18","ἐν τούτῳ ὁ κηπουρὸς αἰσθόμενος καὶ ξύλον ἁρπάσας, εἰσελθὼν εἰς τὸν κῆπον καὶ τὸν πολέμιον ἰδὼν καὶ τῶν λαχάνων τὸν ὄλεθρον, ὥσπερ τις δυνάστης μισοπόνηρος κλέπτην λαβὼν οὕτω με συνέκοψε τῷ ξύλῳ, μήτε πλευρῶν φεισάμενος μήτε μηρῶν, καὶ μὴν καὶ τὰ ὦτά μου κατέκλασε καὶ τὸ πρόσωπόν μου συνέτριψεν. ἐγὼ δὲ οὐκέτ’ ἀνεχόμενος ἀπολακτίσας ἀμφοτέροις καὶ καταβαλὼν ὕπτιον ἐπὶ τῶν λαχάνων ἔφευγον ἄνω ἐς τὸ ὄρος. ὁ δὲ ἐπειδὴ εἶδε δρόμῳ ἀπιόντα, ἀνέκραγε λῦσαι τοὺς κύνας ἐπ’ ἐμοί· οἱ δὲ κύνες πολλοί τε ἦσαν καὶ μεγάλοι καὶ ἄρκτοις μάχεσθαι ἱκανοί. ἔγνων ὅτι δὴ διασπάσονταί με οὗτοι λαβόντες, καὶ ὀλίγον ἐκπεριελθθὼν ἔκρινα τοῦτο δὴ τὸ τοῦ λόγου, παλινδρομῆσαι μᾶλλον ἢ κακῶς δραμεῖν. ὀπίσω οὖν ἀπῄειν καὶ εἴσειμι αὖθις εἰς τὴν ἔπαυλιν. οἱ δὲ τοὺς μὲν κύνας δρόμῳ ἐπιφερομένους ἐδέξαντο καὶ κατέδησαν, ἐμὲ δὲ παίοντες οὐ πρότερον ἀφῆκαν πρὶν ἢ ὑπὸ τῆς ὀδύνης πάντα τὰ λάχανα κάτωθεν ἐξεμέσαι."],["19","καὶ μὴν ὅτε ὁδοιπορεῖν ὥρα ἦν, τὰ βαρύτατα τῶν κλεμμάτων καὶ τὰ πλεῖστα ἐμοὶ ἐπέθηκαν· κἀκεῖθεν τότε οὕτως ἐξελαύνομεν. ἐπεὶ δὲ ἀπηγόρευον ἤδη παιόμενός τὲ καὶ τῷ φορτίῳ ἀχθόμενος καὶ τὰς ὁπλὰς ἐκ τῆς ὁδοῦ ἐκτετριμμένος, ἔγνων αὐτοῦ καταπεσεῖν καὶ μηδ’ ἂν ἀποσφαττωσί με ταῖς πληγαῖς, ἀναστῆναί ποτε, τοῦτο ἐλπίσας μέγα μοι ὄφελος ἔσεσθαι ἐκ τοῦ βουλεύματος· ᾠήθην γὰρ ὅτι πάντως ἡττώμενοι τὰ μὲν ἐμὰ σκεύη διανεμοῦσι τῷ τὲ ἵππῳ καὶ τῷ ἡμιόνῳ, ἐμὲ δὲ αὐτοῦ ἐάσουσι κεῖσθαι τοῖς λύκοις. ἀλλά τις δαίμων βάσκανος συνεὶς τῶν ἐμῶν βουλευμάτων ἐς τοὐναντίον περιήνεγκεν· ὁ γὰρ ἕτερος ὄνος ἴσως ἐμοὶ τὰ αὐτὰ νοήσας πίπτει ἐν τῇ ὁδῷ. οἱ δὲ τα μὲν πρῶτα ξύλῳ παίοντες ἀναστῆναι τὸν ἄθλιον ἐκέλευον, ὡς δὲ οὐδὲν ὑπήκουε ταῖς πληγαῖς, λαβόντες αὐτὸν οἱ μὲν τῶν ὤτων, οἱ δὲ τῆς οὐρᾶς ἀνεγείρειν ἐπειρῶντο· ὡς δὲ οὐδὲν ἤνυον, ἔκειτο δὲ ὥσπερ λίθος ἐν τῇ ὁδῷ ἀπηγορευκώς, λογισάμενοι ἐν ἀλλήλοις ὅτι δὴ μάτην πονοῦσι καὶ τὸν χρόνον τῆς φυγῆς ἀναλίσκουσιν, ὄνῳ νεκρῷ παρεδρεύοντες, τὰ μὲν σκεύη πάντα ὅσα ἐκόμιζεν ἐκεῖνος, διανέμουσιν ἐμοί τε καὶ τῷ ἵππῳ, τὸν δὲ ἄθλιον κοινωνὸν καὶ τῆς αἰχμαλωσίας καὶ τῆς ἀχθοφορίας λαβόντες τῷ ξίφει ὑποτέμνουσιν ἐκ τῶν σκελῶν καὶ σπαίροντα ἔτι ὠθοῦσιν ἐς τὸν χρημνὸν. ὁ δὲ ἀπῄει κάτω τὸν θάνατον ὀρχούμενος."],["20","ἐγὼ δὲ ὁρῶν ἐν τῷ συνοδοιπόρῳ τῶν ἐμῶν βουλευμάτων τὸ τέλος, ἔγνων φέρειν εὐγενῶς τὰ ἐν ποσὶ καὶ προθύμως περιπατεῖν, ἐλπίδας ἔχων πάντως ποτὲ ἐμπεσεῖσθαι εἰς τὰ ῥόδα κἀκ τούτων εἰς ἐμαυτὸν ἀνασωθήσεσθαι· καὶ τῶν λῃστῶν δὲ ἤκουον ὡς οὐκ εἴη ἔτι πολὺ τῆς ὁδοῦ λοιπόν. καὶ ὅτι καταμενοῦσιν ἔνθα καταλύσουσιν· ὥστε ταῦτα πάντα δρόμῳ ἐκομίζομεν, καὶ πρὸ τῆς ἑσπέρας ἤλθομεν εἰς τὰ οἰκεῖα. γραῦς δὲ γυνὴ ἔνδον καθῆστο, καὶ πῦρ πολὺ ἐκαίετο. οἱ δὲ πάντα ἐκεῖνα ἅπερ ἐτυγχάνομεν ἡμεῖς κομίζοντες, εἴσω κατέθηχαν. εἶτα ἤροντο τὴν γραῦν, Διὰ τί οὕτως καθέζῃ καὶ οὐ παρασκευάζεις ἄριστον; ᾿Αλλὰ πάντα, εἶπεν ἡ γραῦς, εὐτρεπῆ ὑμῖν, ἄρτοι πολλοί, οἴνου παλαιοῦ πίθοι, καὶ τὰ κρέα δὲ ὑμῖν τὰ ἄγρια σκευάσασα ἔχω. οἱ δὲ τὴν γραῦν ἐπαινέσαντες, ἀποδυσάμενοι ἠλείφοντο πρὸς τὸ πῦρ καὶ λέβητος ἔνδον ὕδωρ θερμὸν ἔχοντος ἀρυσάμενοι ἔνθεν καὶ καταχεάμενοι αὐτοσχεδίῳ τῷ λουτρῷ ἐχρήσαντο."],["21","εἶτα ὀλίγῳ ὕστερον ἧκον νεανίσκοι πολλοὶ κομίζοντες πλεῖστα ὅσα χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἱμάτια καὶ κόσμον γυναικεῖον καὶ ἀνδρεῖον πολύν. ἐκοινώνουν δὲ οὗτοι ἀλλήλοις· καὶ ἐπειδὴ ταῦτα ἔνδον κατέθεντο, ὁμοίως ἐλούσαντο καὶ οὗτοι. λοιπὸν μετὰ τοῦτο ἦν ἄριστον δαψιλὲς καὶ λόγος πολὺς ἐν τῷ συμποσίῳ τῶν ἀνδροφόνων. ἡ δὲ γραῦς ἐμοὶ καὶ τῷ ἵππῳ κριθὰς παρέθηκεν· ἀλλ’ ἐκεῖνος μὲν σπουδῇ τὰς κριθὰς κατέπινε δεδιώς, οἷα εἰκός, ἐμὲ τὸν συνάριστον. ἐγὼ δὲ ἐπειδὰν ἴδοιμι τὴν γραῦν ἐξιοῦσαν τῶν ἔνδον ἄρτον ἤσθιον. τῇ δὲ ὑστεραίᾳ καταλιπόντες τῇ γραίᾳ νεανίσκον ἕνα οἱ λοιποὶ πάντες ἔξω ἐπὶ τὸ ἔργον ἀπῄεσαν. ἐγὼ δὲ ἔστενον ἐμαυτὸν καὶ τὴν ἀκριβῆ φρουράν· τῆς μὲν γὰρ γραὸς καταφρονῆσαι. ἦν μοι καὶ φυγεῖν ἐκ τῶν ἐκείνης ὀμμάτων δυνατόν, ὁ δὲ νεανίσκος μέγας τε ἦν καὶ φοβερὸν ἔβλεπε, καὶ τὸ ξίφος ἀεὶ ἔφερε καὶ τὴν θύραν ἀεὶ ἐπῆγε."],["22","τρισὶ δὲ ὕστερον ἡμέραις μεσούσης σχεδὸν τῆς νυκτὸς ἀναστρέφουσιν οἱ λῃσταί, χρυσίον μὲν οὐδὲ ἀργύριον οὐδὲ ἄλλο οὐδὲν κομίζοντες, μόνην δὲ παρθένον ὡραίαν, σφόδρα καλήν, κλάουσαν καὶ κατεσπαραγμένην τὴν ἐσθῆτα καὶ τὴν κόμην· καὶ καταθέμενοι αὐτὴν ἔνδον ἐπὶ τῶν στιβάδων θαρρεῖν ἐκέλευον καὶ τὴν γραῦν ἐκέλευον ἀεὶ ἔνδον μένειν καὶ τὴν παῖδα ἐν φρουρᾷ ἔχειν. ἡ δὲ παῖς οὔτε ἐμφαγεῖν τι ἤθελεν οὔτε πιεῖν, ἀλλὰ πάντα ἔκλαε καὶ τὴν κόμην τὴν αὑτῆς ἐσπάραττεν· ὥστε καὶ αὐτὸς πλησίον ἑστὼς παρὰ τῇ φάτνῃ συνέκλαον ἐκείνῃ τῇ καλῇ παρθένῳ. ἐν δὲ τούτῳ οἱ λῃσταὶ ἔξω ἐν τῷ προδόμῳ ἐδείπνουν. πρὸς ἡμέραν δὲ τῶν σκοπῶν τις τῶν τὰς ὁδοὺς φρουρεῖν εἰληχότων ἔρχεται ἀγγέλλων ὅτι ξένος ταύτῃ παριέναι μέλλοι καὶ πολὺν πλοῦτον κομίζοι. οἱ δὲ οὕτως ὡς εἶχον ἀναστάντες καὶ ὁπλισάμενοι κἀμὲ καὶ τὸν ἵππον ἐπισάξαντες ἤλαυνον. ἐγὼ δὲ ὁ δυστυχὴς ἐπιστάμενος ἐπὶ μάχην καὶ πόλεμον ἐξελαύνεσθαι ὀκνηρῶς προῄειν, ἔνθεν ἐπαιόμην τῷ ξύλῳ ἐπειγομένων αὐτῶν. ἐπεὶ δὲ ἥκομεν ἐς τὴν ὁδὸν ἔνθα ὁ ξένος παρελάσειν ἔμελλε, συμπεσόντες οἱ λῃσταὶ τοῖς ὀχήμασιν αὐτόν τε καὶ τοὺς ἐκείνου θεράποντας ἀπέκτειναν, καὶ ὅσα ἦν τιμιώτατα ἐξελόντες τῷ ἵππῳ κἀμοὶ ἐπέθηκαν, τὰ δὲ ἕτερα τῶν σκευῶν αὐτοῦ ἐν τῇ ὕλῃ ἔκρυψαν. ἔπειτα ἤλαυνον ἡμᾶς οὕτως ὀπίσω, κἀγὼ ἐπειγόμενος καὶ τῷ ξύλῳ τυπτόμενος κρούω τὴν ὁπλὴν περὶ πέτραν ὀξεῖαν καί μοι ἀπὸ τῆς πληγῆς γίνεται τραῦμα ἀλγεινόν· καὶ χωλεύων ἔνθεν τὸ λοιπὸν τῆς ὁδοῦ ἐβάδιζον. οἱ δὲ πρὸς ἀλλήλους ἔλεγον, Τί γὰρ ἡμῖν δοκεῖ τρέφειν τὸν ὄνον τοῦτον πάντα καταπίπτοντα; ῥίψωμεν αὐτὸν ἀπὸ τοῦ κρημνοῦ οἰωνὸν οὐκ ἀγαθόν. Ναί, φησί, ῥίψωμεν αὐτὸν καθαρισμὸν τοῦ στρατοῦ ἐσόμενον. καὶ οἱ μὲν συνετάττοντο ἐπ’ ἐμέ· ἐγὼ δὲ ἀκούων ταῦτα τῷ τραύματι λοιπὸν ὡς ἀλλοτρίῳ ἐπέβαινον· ὁ γὰρ τοῦ θανάτου με φόβος ἀναίσθητον τῆς ὀδύνης ἔθηκεν."],["23","ἐπεὶ δὲ ἤλθομεν εἴσω ἔνθα κατελύομεν, τὰ μὲν σκεύη τῶν ἡμετέρων ὤμων ἀφελόντες εὖ κατέθηκαν. αὐτοὶ δὲ ἀναπεσόντες ἐδείπνουν. καὶ ἐπειδὴ νὺξ ἧν, ἀπῄεσαν ὡς τὰ λοιπὰ τῶν σκευῶν ἀνασῶσαι. Τὸν δὲ ἄθλιον τοῦτον ὄνον, ἔφη τις αὐτῶν, τί ἐπάγομεν ἄχρηστον ἐκ τῆς ὁπλῆς; τῶν δὲ σκευῶν ἃ μὲν ἡμεῖς οἴσομεν, ἃ δὲ ὁ ἵππος. καὶ ἀπῄεσαν τὸν ἵππον ἄγοντες. νὺξ δὲ ἦν λαμπροτάτη ἐκ τῆς σελήνης. κἀγὼ τότε πρὸς ἐμαυτὸν εἶπον, Ἄθλιε, τί μένεις ἔτι ἐνταῦθα; γῦπές σε καὶ γυπῶν τέκνα δειπνήσουσιν. οὐκ ἀκούεις οἷα περὶ σοῦ ἐβουλεύσαντο; θέλεις τῷ κρημνῷ περιπεσεῖν; νὺξ μὲν αὕτη καὶ σελήνη πολλή· οἱ δὲ οἴχονται ἀπιόντες· φυγὴ σῶζε σαυτὸν ἀπὸ δεσποτῶν ἀνδροφόνων. ταῦτα πρὸς ἐμαυτὸν ἐννοούμενος ὁρῶ ὅτι οὐδὲ προσεδεδέμν οὐδενί, ἀλλά με ὁ σύρων ἐν ταῖς ὁδοῖς ἱμὰς παρεκρέματο. τοῦτό με καὶ παρώξυνεν ὡς μάλιστα ἐς τὴν φυγήν, καὶ δρόμῳ ἐξιὼν ἀπῄειν. ἡ δὲ γραῦς ἐπεὶ εἶδεν ἀποδιδράσκειν ἕτοιμον, λαμβάνεταί μὲ ἐκ τῆς οὐρᾶς καὶ εἴχετο. ἐγὼ δὲ ἄξιον κρημνοῦ καὶ θανάτων ἄλλων εἰπὼν εἶναι τὸ ὑπὸ γραίας ἁλῶναι ἔσυρον αὐτήν, ἡ δὲ μάλ’ ἀνέκραγεν ἔνδοθεν τὴν παρθένον τὴν αἰχμάλωτον· ἡ δὲ προσελθοῦσα καὶ ἰδοῦσα γραῦν δίκην Δίρκης ἐξ ὄνου ἡμμένην τολμᾷ τόλμημα γενναῖον καὶ ἄξιον ἀπονενοημένου νεανίσκου· ἀναπηδᾷ γὰρ εἰς ἐμέ, καὶ ἐπικαθίσασά μοι ἤλαυνε· κἀγὼ τῷ τε ἔρωτι τῆς φυγῆς καὶ τῇ τῆς κόρης σπουδῇ ἔφυγον ἵππου δρόμῳ· ἡ δὲ γραῦς ὀπίσω ἀπελέλειπτο. ἡ δὲ παρθένος τοῖς μὲν θεοῖς ηὔχετο σῶσαι αὐτὴν τῇ φυγῇ· πρὸς δὲ ἐμέ, Ἤν με, ἔφη, κομίσῃς πρὸς τὸν πατέρα, ὦ καλὲ σύ, ἐλεύθερον μέν σε παντὸς ἔργου ἀφήσω, κριθῶν δὲ μέδιμνος ἔσται σοι ἐφ’ ἑκάστης ἡμέρας τὸ ἄριστον. ἐγὼ ὃὲ καὶ τοὺς φονεῖς τοὺς ἐμαυτοῦ φευξόμενος καὶ πολλὴν ἐπικουρίαν καὶ θεραπείαν ἐκ τῆς ἀνασωθείσης ἐμοὶ κόρης ἐλπίζων ἔθεον τοῦ τραύματος ἀμελήσας."],["24","ἐπεὶ δὲ ἥκομεν ἔνθα ἐσχίζετο τριπλῆ ὁδός, οἱ πολέμιοι ἡμᾶς καταλαμβάνουσιν ἀναστρέφοντες καὶ πόρρωθεν εὐθὺς πρὸς τὴν σελήνην ἔγνωσαν τοὺς δυστυχεῖς αἰχμαλώτους καὶ προσδραμόντες λαμβάνονταί μου καὶ λέγουσιν, Ὦ καλὴ κἀγαθὴ σὺ παρθένος, ποῖ βαδίζεις ἀωρίᾳ ταλαίπωρε; οὐδὲ τὰ δαιμόνια δέδοικας; ἀλλὰ δεῦρο ἴθι πρὸς ἡμᾶς, ἡμεῖς σε τοῖς οἰκείοις ἀποδώσομεν, σαρδώνιον γελῶντες ἔλεγον, κἀμὲ ἀποστρέψαντες εἷλκον ὀπίσω. κἀγὼ περὶ τοῦ ποδὸς καὶ τοῦ τραύματος ἀναμνησθεὶς ἐχώλευον· οἱ δέ, Νῦν, ἔφασαν, χωλὸς ὅτε ἀποδιδράσκων ἑάλωκας; ἀλλ’ ὅτε φεύγειν ἐδόκει σοι, ὑγιαίνων ἵππου ὠκύτερος καὶ πετεινὸς ἦσθα. τοῖς δὲ λόγοις τούτοις τὸ ξύλον εἵπετο, καὶ ἤδη ἕλκος τῷ μηρῷ εἶχον νουθετούμενος. ἐπεὶ δὲ εἴσω πάλιν ἀνεστρέψαμεν, τὴν μὲν γραῦν εὕρομεν ἐκ τῆς πέτρας κρεμαμένην ἐν καλωδίῳ· δείσασα γάρ, οἷον εἰκός, τοὺς δεσπότας ἐπὶ τῇ τῆς παρθένου φυγῇ κρημνᾷ ἑαυτὴν σφίγξασα ἐκ τοῦ τραχήλου. οἵ δὲ τὴν γραῦν θαυμάσαντες τῆς εὐγνωμοσύνης τὴν μὲν ἀπολύσαντες ἐς τὸν κρημνὸν κάτω ἀφῆκαν ὡς ἦν ἐν τῷ δεσμῷ, τὴν δὲ παρθένον ἔνδον κατέδησαν, εἶτα ἐδείπνουν, καὶ πότος ἦν μακρός."],["25","κἀν τούτῳ ἤδη περὶ τῆς κόρης διελέγοντο πρὸς ἀλλήλους· Τί ποιοῦμεν, ἔφη τις αὐτῶν, τὴν δραπέτιν; Τί δὲ ἄλλο, εἶπεν ἕτερος, ἢ τῇ γραῒ ταύτῃ κάτω ἐπιρρίψω μὲν αὐτήν, ἀφελομένην μὲν ἡμᾶς χρήματα πολλὰ ὅσον ἐπ᾿ αὐτῇ, καὶ προδοῦσαν ἡμῖν ὅλον τὸ ἐργαστήριον; εὖ ἴστε γάρ, ὦ φίλοι, ὅτι αὕτη εἰ τῶν οἴκοι ἐδράξατο, οὐδὲ εἷς ἂν ἡμῶν ξῶν ὑπελείπετο· πάντες γὰρ ἂν ἑάλωμεν, τῶν ἐχθρῶν ἐκ παρασκευῆς ἡμῖν ἐπιπεσόντων. ὥστε ἀμυνώμεθα μὲν τὴν πολεμίαν· ἀλλὰ μὴ οὕτω ῥᾳδίως ἀποθνησκέτω πεσοῦσα ἐπὶ τοῦ λίθου, θάνατον δὲ αὐτῇ τὸν ἀλγεινότατον καὶ μακρότατον ἐξεύρωμεν καὶ ὅστις αὐτὴν χρόνῳ καὶ βασάνῳ φυλάξας ὕστερον ἀπολεῖ. εἶτα ἐζήτουν θάνατον, καί τις εἶπεν, Οἶδα ὅτι ἐπαινέσεσθε τὸ ἀρχιτεχτόνημα. τὸν ὄνον δεῖ ἀπολέσθαι ὀκνηρὸν ὄντα, νῦν δὲ καὶ χωλὸν εἶναι ψευδόμενον, καὶ μὴν καὶ τῆς φυγῆς τῆς παρθένου γενόμενον ὑπηρέτην καὶ διάκονον· τοῦτον οὖν ἕωθεν ἀποσφάξαντες ἀνατέμωμεν ἐκ τῆς γαστρὸς καὶ τὰ μὲν ἔγκατα πάντα ἔξω βάλωμεν, τὴν δὲ ἀγαθὴν ταύτην παρθένον τῷ ὄνῳ ἐγκατοικίσωμεν, τὴν μὲν κεφαλὴν ἔξω τοῦ ὄνου πρόχειρον, ὡς ἂν μὴ εὐθὺς ἀποπνιγείη, τὸ δὲ ἄλλο σῶμα πᾶν ἔνδον κρυπτόμενον, ὡς ἂν αὐτὴν κατακειμένην εὖ μάλα συρράψαντες ῥίψωμεν ἔξω ἄμφω ταῦτα τοῖς γυψί, καινῶς τοῦτο ἐσκευασμένον ἄριστον. σκοπεῖτε δέ, ὦ φίλοι, τῆς βασάνου τὸ δεινόν, πρῶτον μὲν τὸ νεκρῷ ὄνῳ συνοικεῖν, εἶτα θέρους ὥρᾳ θερμοτάτῳ ἡλίῳ ἐν κτήνει καθεψεῖσθαι καὶ λιμῷ ἀεὶ κτείνοντι ἀποθνήσκειν καὶ μηδὲ ἑαυτὴν ἀποπνῖξαι ἔχειν· τὰ μὲν γὰρ ἄλλ’ ὅσα πείσεται σηπομένου τοῦ ὄνου τῇ τε ὀδμῇ καὶ τοῖς σκώληξι πεφυρμένη ἐῶ λέγειν. τέλος δὲ οἱ γῦπες διὰ τοῦ ὄνου παρεισιόντες εἴσω καὶ ταύτην ὡς ἐκεῖνον ἴσως καὶ ξῶσαν ἔτι διασπάσονται."],["26","πάντες ἀνεβόησαν ὡς ἐπὶ ἀγαθῷ μεγάλῳ τῷ τερατώδει τούτῳ εὑρήματι. ἐγὼ δὲ ἀνέστενον ἑαυτὸν ὡς ἂν ἀποσφαγησόμενος καὶ μηδὲ νεκρὸς εὐτυχὴς κεισόμενος, ἀλλὰ παρθένον ἀθλίαν ἐπιδεξόμενος καὶ θήκη οὐδὲν ἀδικούσης κόρης ἐσόμενος. ὄρθρος δὲ ἦν ἔτι καὶ ἐξαίφνης ἐφίσταται πλῆθος στρατιωτῶν ἐπὶ τοὺς μιαροὺς τούτους ἀφιγμένον, καὶ εὐθέως πάντας ἐδέσμουν καὶ ἐπὶ τὸν τῆς χώρας ἡγεμόνα ἀπῆγον. ἔτυχε δὲ καὶ ὁ τὴν κόρην μεμνηστευμένος σὺν αὐτοῖς ἐλθών· αὐτὸς γὰρ ἦν ὁ καὶ τὸ καταγώγιον τῶν λῃστῶν μηνύσας. παραλαβὼν οὖν τὴν παρθένον καὶ καθίσας ἐπ’ ἐμὲ οὕτως ἦγεν οἴκαδε. οἱ δὲ κωμῆται ὡς εἶδον ἡμᾶς ἔτι πόρρωθεν, ἔγνωσαν εὐτυχοῦντας, εὐαγγέλιον αὐτοῖς ἐμοῦ προογκησαμένου, καὶ προσδραμόντες ἠσπάζοντο καὶ ἦγον ἔσω."],["27","ἡ δὲ παρθένος πολὺν λόγον εἶχεν ἐμοῦ δίκαιον ποιοῦσα τοῦ συναιχμαλώτου συναποδράσαντος καὶ τὸν κοινὸν αὐτῇ ἐκεῖνον θάνατον συγκινδυνεύσαντος. καί μοι παρὰ τῆς κεκτημένης ἄριστον παρέκειτο μέδιμνος κριθῶν καὶ χόρτος ὅσος καὶ καμήλῳ ἱκανός. ἐγὼ δὲ τότε μάλιστα κατηρώμην τὴν Παλαίστραν ὡς ὄνον με καὶ οὐ κύνα τῇ τέχνῃ μεταθεῖσαν· ἑώρων γὰρ τοὺς κύνας εἰς τοὐπτανεῖον παρεισιόντας καὶ λαφύσσοντας πολλὰ καὶ ὅσα ἐν γάμοις πλουσίων νυμφίων. ἡμέραις δὲ ὕστερον μετὰ τὸν γάμον οὐ πολλαῖς ἐπειδὴ χάριν μοι ἡ δέσποινα ἔφη ἔχειν παρὰ τῷ πατρὶ καὶ ἀμείψασθαί με ἀμοιβῇ τῇ δικαίᾳ θέλειν, ὁ πατὴρ ἐκέλευσεν ἐλεύθερον ἀφιέναι ὑπαίθριον καὶ σὺν ταῖς ἀγελαίαις ἵπποις νέμεσθαι· καὶ γὰρ ὡς ἐλεύθερος, ἔφη, ζήσεται ἐν ἡδονῇ καὶ ταῖς ἵπποις ἐπιβήσεται. καὶ αὕτη δικαιοτάτη ἀμοιβὴ ἐδόκει τότε, εἰ ἦν τὰ πράγματα ἐν ὄνῳ δικαστῇ. καλέσας οὖν τῶν ἱπποφορβῶν τινα τούτῳ με παραδίδωσιν, ἐγὼ δὲ ἔχαιρον ὡς οὐκέτι ἀχθοφορήσων. ἐπεὶ δὲ ἥκομεν ἐς τὸν ἀγρόν, ταῖς ἵπποις μὲ ὁ νομεὺς συνέμιξε καὶ ἦγεν ἡμᾶς τὴν ἀγέλην εἰς νομόν."],["28","ἐχρῆν δὲ ἄρα κἀνταῦθα ὥσπερ Κανδαύλῃ κἀμοὶ γενέσθαι· ὁ γὰρ ἐπιστάτης τῶν ἵππων τῇ αὐτοῦ γυναικὶ Μεγαπόλῃ ἔνδον μὲ κατέλιπεν· ἡ δὲ τῇ μύλῃ με ὑπεξεύγνυεν, ὥστε ἀλεῖν αὐτῇ καὶ πυροὺς καὶ κριθὰς ὅλας. καὶ τοῦτο μὲν ἦν μέτριον κακὸν εὐχαρίστῳ ὄνῳ ἀλεῖν τοῖς ἑαυτοῦ ἐπιστάταις· ἡ δὲ βελτίστη καὶ παρὰ τῶν ἄλλων τῶν ἐν ἐκείνοις τοῖς ἀγροῖς— πολλοὶ δὲ πάνυ ἦσαν— ἄλευρα τὸν μισθὸν αἰτοῦσα ἐξεμίσθου τὸν ἐμὸν ἄθλιον τράχηλον, καὶ τὰς μὲν κριθὰς τοὐμὸν ἄριστον φρύγουσα κἀμοὶ ὥστε ἀλεῖν ἐπιβάλλουσα, μάζας ὅλας ποιοῦσα κατέπινεν· ἐμοὶ δὲ πίτυρα τὸ ἄριστον ἦν. εἰ δέ ποτε καὶ συνελάσειέ με ταῖς ἵπποις ὁ νομεύς, παιόμενός τε καὶ δακνόμενος ὑπὸ τῶν ἀρσένων ἀπωλλύμην· ἀεὶ γάρ με μοιχὸν ὑποπτεύοντες εἶναι τῶν ἵππων τῶν αὑτῶν γυναικῶν ἐδίωκον ἀμφοτέροις εἰς ἐμὲ ὑπολακτίζοντες, ὥστε φέρειν οὐκ ἠδυνάμην ζηλοτυπίαν ἱππικήν. λεπτὸς οὖν καὶ ἄμορφος ἐν οὐ πολλῷ χρόνῳ ἐγενόμην, οὔτε ἔνδον εὐφραινόμενος πρὸς τῇ μύλῃ οὔτε ὑπαίθριος νεμόμενος, ὑπὸ τῶν συννόμων πολεμούμενος."],["29","καὶ μὴν καὶ τὰ πολλὰ εἰς τὸ ὄρος ἄνω ἐπεμπόμην καὶ ξύλα τοῖς ὤμοις ἐκόμιζον. τοῦτο δὲ ἦν τὸ κεφάλαιον τῶν ἐμῶν κακῶν· πρῶτον μὲν ὑψηλὸν ὄρος ἀναβαίνειν ἔδει, ὀρθὴν δεινῶς ὁδόν, εἶτα καὶ ἀνυπόδητος ὄρει ἐν λιθίνῳ. καί μοι συνεξέπεμπον ὀνηλάτην, παιδάριον ἀκάθαρτον. τοῦτό με καινῶς ἑκάστοτε ἀπώλλυε· πρῶτον μὲν ἔπαιέ με καὶ τρέχοντα λίαν οὐ ξύλῳ ἁπλῷ, ἀλλὰ τῷ ὄζους πυκνοὺς ἔχοντι καὶ ὀξεῖς, καὶ ἀεὶ ἔπαιεν ἐς τὸ αὐτὸ τοῦ μηροῦ, ὥστε ἀνέῳκτό μοι κατ’ ἐκεῖνο ὁ μηρὸς τῇ ῥάβδῳ· ὁ δὲ ἀεὶ τὸ τραῦμα ἔπαιεν. εἶτά μοι ἐπετίθει φορτίον ὅσον χαλεπὸν εἶναι καὶ ἐλέφαντι ἐνεγκεῖν· καὶ ἄνωθεν ἡ κατάβασις ὀξεῖα ἦν· ὁ δὲ καὶ ἐνταῦθα ἔπαιεν. εἰ δέ μοι περιπῖπτον ἴδοι τὸ φορτίον καὶ εἰς τὸ ἕτερον ἐπικλῖνον, δέον τῶν ξύλων ἀφαιρεῖν καὶ τῷ κουφοτέρῳ προσβάλλειν καὶ τὸ ἴσον ποιεῖν, τοῦτο μὲν οὐδέποτε εἰργάσατο, λίθους δὲ μεγάλους ἐκ τοῦ ὄρους ἀναιρούμενος εἰς τὸ κουφότερον καὶ ἄνω νεῦον τοῦ φορτίου προσετίθει· καὶ κατῄειν ἄθλιος τοῖς ξύλοις ὁμοῦ καὶ λίθους ἀχρείους περιφέρων. καὶ ποταμὸς ἦν ἀέναος ἐν τῇ ὁδῷ· ὁ δὲ τῶν ὑποδημάτων φειδόμενος ὀπίσω τῶν ξύλων ἐπ’ ἐμοὶ καθίζων ἐπέρα τὸν ποταμόν."],["30","εἰ δέ ποτε οἷα κάμνων καὶ ἀχθοφορῶν καταπέσοιμι, τότε δὴ τότε τὸ δεινὸν ἀφόρητον ἦν· οὗ γὰρ ἦν καταβάντος τὴν χεῖρά μοι ἐπιδοῦναι κἀμὲ χαμόθεν ἐπεγείρειν καὶ τοῦ φορτίου ἀφελεῖν, ἄν ποτε καὶ δέοι, ὁ δὲ οὔτε κατῆλθεν οὔτε χεῖρά μοι ἐπέδωκεν, ἀλλ’ ἄνωθεν ἀπὸ τῆς κεφαλῆς καὶ τῶν ὤτων ἀρξάμενος συνέκοπτέ με τῷ ξύλῳ, ἕως ἐπεγείρωσί με αἱ πληγαί. καὶ μὴν καὶ ἄλλο κακὸν εἰς ἐμὲ ἀφόρητον ἔπαιζε· συνενεγκὼν ἀκανθῶν ὀξυτάτων φορτίον καὶ τοῦτο δεσμῷ περισφίγξας ἀπεκρέμα ὄπισθεν ἐκ τῆς οὐρᾶς, αἱ δὲ οἷον εἰκὸς ἀπιόντος τὴν ὁδὸν ἀποκρεμάμεναι προσέπιπτόν μοι καὶ πάντα μοι τὰ ὄπισθεν νύττουσαι ἐτίτρωσκον· καὶ ἦν μοι τὸ ἀμύνειν ἀδύνατον, τῶν τιτρωσκόντων ἀεί μοι ἑπομένων κἀμοῦ ἠρτημένων. εἰ μὲν γὰρ ἀτρέμα προΐοιμι φυλαττόμενος τῶν ἀκανθῶν τὴν προσβολήν, ὑπὸ τῶν ξύλων ἀπωλλύμην, εἰ δὲ φεύγοιμι τὸ ξύλον, τότ᾿ ἤδη τὸ δεινὸν ὄπισθεν ὀξὺ προσέπιπτε. καὶ ὅλως ἔργον ἦν τῷ ὀνηλάτῃ τῷ ἐμῷ ἀποκτενεῖν με."],["31","ἐπεὶ δέ ποτε ἅπαξ κακὰ πάσχων πολλὰ οὐκέτι φέρων πρὸς αὐτὸν λὰξ ἐκίνησα, εἶχεν ἀεὶ τοῦτο τὸ λὰξ ἐν μνήμῃ. καί ποτε κελεύεται στυππεῖον ἐξ ἑτέρου χωρίου εἰς ἕτερον χωρίον μετενεγκεῖν· κομίσας οὖν με καὶ τὸ στυππεῖον τὸ πολὺ συνενεγκὼν κατέδησεν ἐπ’ ἐμὲ καὶ δεσμῷ ἀργαλέῳ εὖ μάλα προσέδησέ με τῷ φορτίῳ κακὸν ἐμοὶ μέγα τυρεύων. ἐπεὶ δὲ προϊέναι λοιπὸν ἔδει, ἐκ τῆς ἑστίας κλέψας δαλὸν ἔτι θερμόν, ἐπειδὴ πόρρω τῆς αὐλῆς ἐγενόμεθα, τὸν δαλὸν ἐνέκρυψεν εἰς τὸ στυππεῖον. τὸ δὲ— τί γὰρ ἄλλο ἐδύνατο;— εὐθὺς ἀνάπτεται, καὶ λοιπὸν οὐδὲν ἔφερον ἄλλο ἢ πῦρ ἄπλετον. μαθὼν οὖν ὡς αὐτίκα ὀπτήσομαι, ἐν τῇ ὁδῷ τέλματι βαθεῖ ἐντυχὼν ῥίπτω ἐμαυτὸν τοῦ τέλματος ἐς τὸ ὑγρότατον· εἶτα ἐκύλιον ἐνταῦθα τὸ στυππεῖον καὶ δινῶν καὶ στρέφων ἐμαυτὸν τῷ πηλῷ κατέσβεσα τὸ θερμὸν ἐκεῖνο καὶ πικρὸν ἐμοὶ φορτίον, καὶ οὕτω λοιπὸν ἀκινδυνότερον ἐβάδιζον τὴς ὁδοῦ τὸ ἐπίλοιπον. οὐδὲ γὰρ ἔτι με ἀνάψαι τῷ παιδὶ δυνατὸν ἦν τοῦ στυππείου πηλῷ ὑγρῷ πεφυρμένου. καὶ τοῦτό γε ὁ τολμηρὸς παῖς ἐλθὼν ἐμοῦ κατεψεύσατο, εἰπὼν ὡς παριὼν ἑκὼν ἑαυτὸν ἐνσείσαιμι τῇ ἑστίᾳ. καὶ τότε μὲν ἐκ τοῦ στυππείου μηδὲ ἐλπίζων ὑπεξῆλθον."],["32","ἀλλ’ ἕτερον ὁ ἀκάθαρτος παῖς ἐξεῦρεν ἐπ᾿ ἐμὲ μακρῷ κάκιον· κομίσας γάρ με ἐς τὸ ὄρος καί μοι φορτίον ἁδρὸν ἐπιθεὶς ἐκ τῶν ξύλων, τοῦτο μὲν πιπράσκει γεωργῷ πλησίον οἰκοῦντι, ἐμὲ δὲ γυμνὸν καὶ ἄξυλον κομίσας οἴκαδε καταψεύδεταί μου πρὸς τὸν αὑτοῦ δεσπότην ἔργον ἀνόσιον· Τοῦτον, δέσποτα, τὸν ὄνον οὐκ οἷδ’ ὅ τι βόσκομεν δεινῶς ἀργὸν ὄντα καὶ βραδύν. ἀλλὰ μὴν νῦν ἐπιτηδεύει καὶ ἄλλο ἔργον· ἐπὰν γυναῖκα ἢ παρθένον καλὴν καὶ ὡραίαν ἴδῃ ἢ παῖδα, ἀπολακτίσας ἵεται δρόμῳ ἐπ’ αὐτούς, ὡς εἴ τις ἐρᾷ ἄνθρωπος ἄρρην ἐπὶ ἐρωμένῃ γυναικὶ κινούμενος, καὶ δάκνει ἐν φιλήματος σχήματι καὶ πλησιάζειν βιάξεται, ἐκ δὲ τούτου σοι δίκας καὶ πράγματα παρέξει, πάντων ὑβριζομένων, πάντων ἀνατρεπομένων. καὶ γὰρ νῦν ξύλα κομίζων γυναῖκα εἰς ἀγρὸν ἀπιοῦσαν ἰδὼν τὰ μὲν ξύλα πάντα χαμαὶ ἐσκόρπισεν ἀποσεισάμενος, τὴν δὲ γυναῖκα ἐς τὴν ὁδὸν ἀνατρέψας γαμεῖν ἐβούλετο, ἕως ἄλλος ἄλλοθεν ἐκδραμόντες ἠμύναμεν τῇ γυναικὶ ἐς τὸ μὴ διασπασθῆναι ὑπὸ τοῦ καλοῦ τούτου ἐραστοῦ."],["33","ὁ δὲ ταῦτα πυθόμενος, Ἀλλ’ εἰ μήτε βαδίζειν, ἔφη, ἐθέλει μήτε φορτηγεῖν καὶ ἔρωτας ἀνθρωπίνους ἐρᾷ ἐπὶ γυναῖκας καὶ παῖδας οἰστρούμενος, ἀποσφάξατε αὐτόν, καὶ τὰ μὲν ἔγκατα τοῖς κυσὶ δότε, τὰ δὲ κρέα τοῖς ἐργάταις φυλάξατε· καὶ ἢν ἔρηται, πῶς οὗτος ἀπέθανε, λύκου τοῦτο καταψεύσασθε. ὁ μὲν οὖν ἀκάθαρτος παῖς ὁ ἐμὸς ὀνηλάτης ἔχαιρε καί με αὐτίκα ἤθελεν ἀποσφάττειν. ἀλλ’ ἔτυχε γάρ τις παρὼν τότε τῶν γειτόνων γεωργῶν· οὗτος ἐρρύσατό μὲ ἐκ τοῦ θανάτου δεινὰ ἐπ’ ἐμοὶ βουλευσάμενος. Μηδαμῶς, ἔφη, ἀποσφάξῃς ὄνον καὶ ἀλεῖν καὶ ἀχθοφορεῖν δυνάμενον· καὶ οὐ μέγα. ἐπειδὴ γὰρ εἰς ἀνθρώπους ἔρῳ καὶ οἴστρῳ φέρεται, λαβὼν αὐτὸν ἔκτεμε· τῆς γὰρ ἐπαφροδίτου ταύτης ὁρμῆς ἀφαιρεθεὶς ἥμερός τε εὐθὺς καὶ πίων ἔσται καὶ οἴσει φορτίον μέγα οὐδὲν ἀχθόμενος. εἰ δὲ αὐτὸς ἀπείρως ἔχεις ταύτης τῆς ἰατρείας, ἀφίξομαι δεῦρο μεταξὺ τριῶν ἢ τεττάρων ἡμερῶν καί σοι τοῦτον σωφρονέστερον προβατίου παρέξω τῇ τομῇ. οἱ μὲν οὖν ἔνδον ἅπαντες ἐπῄνουν τὸν σύμβουλον, ὡς εὖ λέγει, ἐγὼ δὲ ἤδη ἐδάκρυον ὡς ἀπολέσων αὐτίκα τὸν ἐν τῷ ὄνῳ ἄνδρα καὶ ζῆν οὐκέτι ἐθέλειν ἔφην, εἰ γενοίμην εὐνοῦχος· ὥστε καὶ ὅλως ἀποσιτῆσαι τοῦ λοιποῦ ἐγνώκειν ἢ ῥῖψαι ἑαυτὸν ἐκ τοῦ ὄρους, ἔνθα ἐκπεσὼν θανάτῳ οἰκτίστῳ ὁλόκληρος ἔτι καὶ ἀκέραιος νεκρὸς τεθνήξομαι."],["34","ἐπεὶ δὲ ἦν νὺξ βαθεῖα, ἄγγελός τις ἀπὸ τῆς κώμης ἧκεν εἰς τὸν ἀγρὸν καὶ τὴν ἔπαυλιν, ταύτην λέγων τὴν νεόνυμφον κόρην τὴν ὑπὸ τοῖς λῃσταῖς γενομένην καὶ τὸν ταύτης νυμφίον, περὶ δείλην ὀψίαν ἀμφοτέρους αὐτοὺς ἐν τῷ αἰγιαλῷ περιπατοῦντας, ἐπιπολάσασαν ἄφνω τὴν θάλασσαν ἁρπάξαι αὐτοὺς καὶ ἀφανεῖς ποιῆσαι, καὶ τέλος αὐτοῖς τοῦτο τῆς συμφορᾶς καὶ θανάτου γενέσθαι. οἱ δὲ οἷα δὴ κεκενωμένης τῆς οἰκίας νέων δεσποτῶν ἔγνωσαν μηκέτι μένειν ἐν τῇ δουλείᾳ, ἀλλὰ πάντα διαρπάσαντες τὰ ἔνδον φυγῇ ἐσώζοντο. ὁ δὲ νομεὺς τῶν ἵππων κἀμὲ παραλαβὼν καὶ πάνθ’ ὅσα δυνατὸς συλλαβὼν ἐπικατέδησέ μοι καὶ ταῖς ἵπποις****, ἐγὼ δὲ ἠχθόμην μὲν φέρων φορτίον ὄνου ἀληθινοῦ, ἀλλ’ οὖν ἄσμενος τὸ ἐμπόδιον τοῦτο τῆς ἐμῆς ἐδεξάμην ἐχτομῆς. καὶ τὴν νύκτα ὅλην ἐλθόντες ὁδὸν ἀργαλέαν καὶ τριῶν ἄλλων ἡμερῶν τὴν ὁδὸν ἀνύσαντες ἐρχόμεθα ἐς πόλιν τῆς Μακεδονίας Βέροιαν μεγάλην καὶ πολυάνθρωπον."],["35","ἐνταῦθα ἔγνωσαν οἱ ἄγοντες ἡμᾶς ἱδρῦσαι καὶ ἑαυτούς. καὶ τότε δὴ πρᾶσις ἦν ἡμῶν τῶν κτηνῶν καὶ κῆρυξ εὔφημος ἐν ἀγορᾷ μέσῃ ἑστὼς ἐκήρυττεν. οἱ δὲ προσιόντες ἰδεῖν ἤθελον τὰ στόματα ἡμῶν ἀνοίγοντες καὶ τὴν ἡλικίαν ἐν τοῖς ὀδοῦσιν ἑκάστου ἔβλεπον, καὶ τοὺς μὲν ὠνήσαντο ἄλλος ἄλλον, ἐμὲ δὲ ὕστατον ὑπολελειμμένον ὁ κῆρυξ ἐκέλευεν αὖθις ἐπανάγειν ἐς οἶκον. Ὁρᾷς, ἔφη, οὗτος μόνος οὐχ εὕρηκε κύριον. ἡ δὲ πολλὰ πολλάκις δινονμένη καὶ μεταπίπτουσα Νέμεσις ἤγαγε κἀμοὶ τὸν δεσπότην, οἷον οὐκ ἂν εὐξαίμην· κίναιδος γὰρ καὶ γέρων ἦν τούτων εἷς τῶν τὴν θεὸν τὴν Συρίαν εἰς τὰς κώμας καὶ τοὺς ἀγροὺς περιφερόντων καὶ τὴν θεὸν ἐπαιτεῖν ἀναγκαζόντων. τούτῳ πιπράσκομαι πολλῆς πάνυ τιμῆς, τριάκοντα δραχμῶν· καὶ στένων ἤδη τῷ δεσπότῃ εἱπόμην ἄγοντι."],["36","ἐπεὶ δὲ ἥκομεν ἔνθα ᾤκει Φίληβος— τοῦτο γὰρ εἶχεν ὄνομα ὁ ὠνησάμενός με— μέγα εὐθὺς πρὸ τῆς θύρας ἀνέκραγεν, Ὦ, κοράσια, δοῦλον ὑμῖν ἐώνημαι καλὸν καὶ ἁδρὸν καὶ Καππαδόκην τὸ γένος. ἦσαν δὲ τὰ κοράσια ταῦτα ὄχλος κιναίδων συνεργῶν τοῦ Φιλήβου, καὶ πάντες πρὸς τὴν βοὴν ἀνεκρότησαν· ᾤοντο γὰρ ἀληθῶς ἄνθρωπον εἷναι τὸν ἐωνημένον. ὡς δὲ εἶδον ὄνον ὄντα τὸν δοῦλον, ἤδη ταῦτα ἐς τὸν Φίληβον ἔσκωπτον, Τοῦτον οὐ δοῦλον, ἀλλὰ νυμφίον σαυτῇ πόθεν ἄγεις λαβοῦσα; ὄναιο δὲ τούτων τῶν καλῶν γάμων καὶ τέκοις ταχέως ἡμῖν πώλους τοιούτους."],["37","καὶ οἱ μὲν ἐγέλων. τῇ δὲ ὑστεραίᾳ συνετάττοντο ἐπ’ ἔργον, ὥσπερ αὐτοὶ ἔλεγον, καὶ τὴν θεὸν ἐνσκευασάμενοι ἐμοὶ ἐπέθηκαν. εἶτα ἐκ τῆς πόλεως ἐξηλαύνομεν καὶ τὴν χώραν περιῄειμεν. ἐπὰν δ’ εἰς κώμην τινὰ εἰσέλθοιμεν, ἐγὼ μὲν ὁ θεοφόρητος ἵστάμην, ὁ δὲ αὐλητὴς ἐφύσα ὅμιλος ἔνθεον, οἱ δὲ τὰς μίτρας ἀπορρίψαντες τὴν κεφαλὴν κάτωθεν ἐκ τοῦ αὐχένος εἱλίσσοντες τοῖς ξίφεσιν ἐτέμνοντο τοὺς πήχεις καὶ τὴν γλῶτταν τῶν ὀδόντων ὑπερβάλλων ἕκαστος ἔτεμνε καὶ ταύτην, ὥστε ἐν ἀκαρεῖ πάντα πεπλῆσθαι μαλακοῦ αἵματος. ἐγὼ δὲ ταῦτα ὁρῶν τὰ πρῶτα ἔτρεμον ἑστώς, μή ποτε χρεία τῇ θεῷ καὶ ὀνείου αἵματος γένοιτο. ἐπειδὰν δὲ κατακόψειαν οὕτως ἑαυτούς, ἐκ τῶν περιεστηκότων θεατῶν συνέλεγον ὀβολοὺς καὶ δραχμάς· ἄλλος ἰσχάδας καὶ τυροὺς καὶ οἴνου κάδον ἐπέδωκε καὶ πυροῦ μέδιμνον καὶ κριθῶν τῷ ὄνῳ. οἱ δὲ ἐκ τούτων ἐτρέφοντο καὶ τὴν ἐπ’ ἐμοὶ κομιζομένην θεὸν ἐθεράπευον."],["38","καί ποτε εἰς κώμην τινὰ αὐτῶν εἰσβαλόντων ἡμῶν νεανίσκον τῶν κωμητῶν μέγαν ἀγρεύσαντες εἰσάγουσιν εἴσω ἔνθα καταλύοντες ἔτυχον. ἔπειτα ἔπασχον ἐκ τοῦ κωμήτου ὅσα συνήθη καὶ φίλια τοιούτοις ἀνοσίοις κιναίδοις ἦν. ἐγὼ δὲ ὑπεραλγήσας ἐπὶ τῇ ἐμαυτοῦ μεταβολῇ, Καὶ μέχρι νῦν ἀνέχομαι κακῶν, ἀναβοῆσαι, ὦ Ζεῦ σχέτλιε, ἠθέλησα, ἀλλ’ ἡ μὲν φωνὴ οὐκ ἀνέβη μοι ἡ ἐμή, ἀλλ’ ἡ τοῦ ὄνου ἐκ τοῦ φάρυγγος, καὶ μέγα ὠγκησάμην. τῶν δὲ κωμητῶν τινες ἔτυχον τότε ὄνον ἀπολωλεκότες, καὶ τὸν ἀπολωλότα ζητοῦντες ἀκούσαντές μου μέγα ἀναβοήσαντος παρέρχονται εἴσω οὐδενὶ οὐδὲν εἰπόντες ὡς ἐμοῦ τοῦ ἐκείνων ὄντος, καὶ καταλαμβάνουσι τοὺς κιναίδους ἄρρητα ἔνδον ἐργαζομένους· καὶ γέλως ἐκ τῶν ἐπεισελθόντων πολὺς γίνεται. ἔξω ἐκδραμόντες ὅλῃ τῇ κώμῃ τῷ λογῷ διέδωκαν τῶν ἱερέων τὴν ἀσελγειαν. οἱ δὲ αἰδούμενοι δεινῶς ταῦτα ἐληλεγμένα τῆς ἐπιούσης νυκτὸς ἔνθεν ἐξήλασαν, καὶ ἐπειδὴ ἐγένοντο ἐν τῇ ἐρήμῳ τῆς ὁδοῦ ἐχαλέπαινον καὶ ὠργίζοντο ἐμοὶ τῷ μηνύσαντι τὰ ἐκείνων μυστήρια. καὶ τοῦτο μὲν ἀνεκτὸν τὸ δεινὸν ἦν, κακῶς τῷ λόγῳ ἀκούειν, ἀλλὰ τὰ μετὰ τοῦτο οὐκέτ’ ἀνεκτά· τὴν γὰρ θεὸν ἀφελόντες μου καὶ χαμαὶ καταθέμενοι καὶ τὰ στρώματά μου πάντα περισπάσαντες γυμνὸν ἤδη προσδέουσί με δένδρῳ μεγάλῳ, εἶτα ἐκείνῃ τῇ ἐκ τῶν ἀστραγάλων μάστιγι παίοντες ὀλίγον ἐδέησαν ἀποκτεῖναι, κελεύοντές μὲ τοῦ λοιποῦ ἄφωνον εἶναι θεοφόρητον. καὶ μὴν καὶ ἀποσφάξαι μετὰ τὰς μάστιγας ἐβουλεύσαντο ὡς ἐς ὕβριν αὐτοὺς βαλόντα πολλὴν καὶ τῆς κώμης οὐκ ἐργασαμένους ἐκβαλόντα· ἀλλ’ ὥστε μὲ μὴ ἀποκτεῖναι, δεινῶς αὐτοὺς ἡ θεὸς ἐδυσώπησε χαμαὶ καθημένη καὶ οὐχ ἔχουσα ὅπως ὁδεύοι."],["39","ἐντεῦθεν οὖν μετὰ τὰς μάστιγας λαβὼν τὴν δέσποιναν ἐβάδιζον καὶ πρὸς ἑσπέραν ἤδη καταλύομεν εἰς ἀγρὸν πλουτοῦντος ἀνθρώπου· καὶ ἦν οὗτος ἔνδον καὶ τὴν θεὸν μάλα ἄσμενος τῇ οἰκίᾳ ὑπεδέξατο καὶ θυσίας αὐτῇ προσήγαγεν. ἐνθάδε οἶδα μέγαν κίνδυνον αὐτὸς ὑποστάς· τῶν φίλων γάρ τις τῷ δεσπότῃ τῶν ἀγρῶν ἔπεμψε δῶρον ὄνου ἀγρίου μηρόν· τοῦτον ὁ μάγειρος σχευάσαι λαβὼν ῥᾳθυμίᾳ ἀπώλεσε, κυνῶν πολλῶν λαθραίως εἴσω παρελθόντων· ὃς δεδιὼς πληγὰς πολλὰς καὶ βάσανον ἐκ τῆς ἀπωλείας τοῦ μηροῦ ἔγνω κρεμάσαι ἑαυτὸν ἐκ τοῦ τραχήλου. ἡ δὲ γυνὴ ἡ τούτου, κακὸν ἐξαίσιον ἐμόν, Ἀλλὰ μήτε ἀπόθνησκε, εἶπεν, ὦ φίλτατε, μήτε ἀθυμίᾳ τοιαύτῃ δῷς σεαυτόν· πειθόμενος γάρ μοι πράξεις εὖ πάντα. τῶν κιναίδων τὸν ὄνον λαβὼν ἔξω εἰς ἔρημον χωρίον κἄπειτα σφάξας αὐτὸν τὸ μέρος μὲν ἐκεῖνο τὸν μηρὸν ἀποτεμὼν κόμιζε δεῦρο καὶ κατασκευάσας τῷ δεσπότῃ ἀπόδος καὶ τὸ ἄλλο τοῦ ὄνου κάτω που ἐς κρημνὸν ἄφες· δόξει γὰρ ἀποδρὰς οἴχεσθαί ποι καὶ εἶναι ἀφανής. ὁρᾷς δὲ ὡς ἔστιν εὔσαρκος καὶ τοῦ ἀγρίου ἐκείνου πάντα ἀμείνων; ὁ δὲ μάγειρος τῆς γυναικὸς ἐπαινέσας τὸ βούλευμα, Ἄριστα, ἔφη, σοι, γύναι, ταῦτα, καὶ τούτῳ μόνῳ τῷ ἔργῳ τὰς μάστιγας φυγεῖν ἔχω, καὶ τοῦτό μοι ἤδη πεπράξεται. ὁ μὲν οὖν ἀνόσιος οὗτος οὑμὸς μάγειρος ἐμοῦ πλησίον ἑστὼς τῇ γυναικὶ ταῦτα συνεβουλεύετο."],["40","ἐγὼ δὲ τὸ μέλλον ἤδη προορώμενος κράτιστον ἔγνων τὸ σώζειν ἐμαυτὸν ἐκ τῆς κοπίδος καὶ ῥήξας τὸν ἱμάντα. ᾧ διηγόμην, καὶ ἀνασκιρτήσας ἵεμαι δρόμῳ εἴσω ἔνθα ἐδείπνουν οἱ κίναιδοι σὺν τῷ δεσπότῃ τῶν ἀγρῶν. ἐνταῦθα εἰσδραμὼν ἀνατρέπω πάντα τῷ σκιρτήματι καὶ λυχνίαν καὶ τραπέζας· κἀγὼ μὲν ᾤμην κομψόν τι τοῦτο πρὸς σωτηρίαν ἐμὴν εὑρηκέναι, καὶ τὸν δεσπότην τῶν ἀγρῶν κελεύειν εὐθέως ὡς ἀγέρωχον ὄνον ἐμὲ κατακλεισθέντα ποι φυλάττεσθαι ἀσφαλῶς· ἀλλά με τοῦτο τὸ κομψὸν εἰς ἔσχατον ἤνεγκε κινδύνου. λυττᾶν δόξαντές μὲ ξίφη πολλὰ ἤδη καὶ λόγχας ἐπ᾿ ἐμὲ ἐσπάσαντο καὶ ξύλα μακρά, καὶ εἶχον οὕτως ὥστε ἀποκτενεῖν με. ἐγὼ δὲ ὁρῶν τοῦ δεινοῦ τὸ μέγεθος δρόμῳ εἴσω παρέρχομαι ἔνθα οἱ ἐμοὶ δεσπόται κοιμηθήσεσθαι ἔμελλον. οἱ δὲ θεασάμενοι τοῦτο συγκλείουσι τὰς θύρας εὖ μάλα ἔξωθεν."],["41","ἐπειδὴ δὲ ἤδη ὄρθρος ἦν, ἀράμενος τὴν θεὸν αὖθις ἀπῄειν ἅμα τοῖς ἀγύρταις καὶ ἀφικόμεθα εἰς κώμην ἄλλην μεγάλην καὶ πολυάνθρωπον, ἐν ᾗ καὶ καινότερόν τι ἐτερατεύσαντο, τὴν θεὸν μὴ μεῖναι ἐν ἀνθρώπου οἰκίᾳ, τῆς δὲ παρ’ ἐκείνοις μάλιστα τιμωμένης ἐπιχωρίου δαίμονος τὸν ναὸν οἰκῆσαι. οἱ δὲ καὶ μάλα ἄσμενοι τὴν ξένην θεὸν ὑπεδέξαντο τῇ σφῶν αὐτῶν θεῷ συνοικίσαντες, ἡμῖν δὲ οἰκίαν ἀπέδειξαν ἀνθρώπων πενήτων. ἐνταῦθα συχνὰς ἡμέρας οἱ δεσπόται διατρίψαντες ἀπιέναι ἤθελον εἰς τὴν πλησίον πόλιν καὶ τὴν θεὸν ἀπῄτουν τοὺς ἐπιχωρίους, καὶ αὐτοὶ ἐς τὸ τέμενος παρελθόντες ἐκόμιζον αὐτὴν καὶ θέντες ἐπ’ ἐμοὶ ἤλαυνον ἔξω. ἔτυχον δὲ οἱ δυσσεβεῖς εἰς τὸ τέμενος ἐκεῖνο παρελθόντες ἀνάθημα φιάλην χρυσὴν κλέψαντες, ἣν ὑπὸ τῇ θεῷ ἔφερον· οἱ δὲ κωμῆται αἰσθόμενοι τοῦτο εὐθὺς ἐδίωκον, εἶτα ὡς πλησίον ἐγένοντο, καταπηδήσαντες ἀπὸ τῶν ἵππων εἴχοντο αὐτῶν ἐν τῇ ὁδῷ καὶ δυσσεβεῖς καὶ ἱεροσύλους ἐκάλουν καὶ ἀπῄτουν τὸ κλαπὲν ἀνάθημα, καὶ ἐρευνῶντες πάντα εὗρον αὐτὸ ἐν τῷ κόλπῳ τῆς θεοῦ. δήσαντες οὖν τοὺς γυνίας ἦγον ὀπίσω καὶ τοὺς μὲν εἰς τὴν εἱρκτὴν ἐμβάλλουσι, τὴν δὲ θεὸν τὴν ἐπ’ ἐμοὶ κομιζομένην ἀράμενοι ναῷ ἄλλῳ ἔδωκαν, τὸ δὲ χρυσίον τῇ πολίτιδι θεῷ πάλιν ἀπέδωκαν."],["42","τῇ δὲ ὑστεραίᾳ τά τε σκεύη κἀμὲ πιπράσκειν ἔγνωσαν, καὶ ἀπέδοντό με ξένῳ ἀνθρώπῳ τὴν πλησίον κώμην οἰκοῦντι, τέχνην ἔχοντι ἄρτους πέττειν· οὗτός με παραλαβὼν καὶ πυρῶν μεδίμνους δέκα ὠνησάμενος, ἐπιθείς μοι τὸν πυρὸν οἴκαδε ἤλαυνεν ὡς ἑαυτὸν ὁδὸν ἀργαλέαν· ὡς δὲ ἥκομεν, εἰσάγει μὲ εἰς τὸν μυλῶνα, καὶ ὁρῶ πολὺ πλῆθος ἔνδον ὁμοδούλων κτηνῶν, καὶ μύλαι πολλαὶ ἦσαν, καὶ πᾶσαι τούτοις ἐστρέφοντο, καὶ πάντα ἐκεῖνα μεστὰ ἦν ἀλεύρων. καὶ τότε μέν με οἷα ξένον δοῦλον καὶ φορτίον βαρύτατον ἀράμενον καὶ ὁδὸν ἀργαλέαν ἀφιγμένον ἀναπαύεσθαι ἔνδον ἀφῆκαν, τῇ δὲ ὑστεραίᾳ ὀθόνῃ τὰ ὄμματά μου σκεπάσαντες ὑποζευγνύουσί με τῇ κώπῃ τῆς μύλης, εἶτα ἤλαυνον. ἐγὼ δὲ ἠπιστάμην ὅπως χρὴ ἀλεῖν πολλάκις παθών, προσεποιούμην δὲ ἀγνοεῖν· ἀλλὰ μάτην ἤλπισα. λαβόντες γὰρ πολλοὶ τῶν ἔνδον βακτηρίας περιίστανταί μὲ καὶ μὴ προσδοκήσαντα, ὡς οὐχ ὁρῶντα, παίουσιν ἀθρόᾳ τῇ χειρί, ὥστε με ὑπὸ τῆς πληγῆς ὥσπερ στρόμβον ἐξαπίνης στρέφεσθαι· καὶ πείρᾳ ἔμαθον ὅτι χρὴ τὸν δοῦλον ἐς τὸ τὰ δέοντα ποιεῖν μὴ περιμένειν τὴν χεῖρα τοῦ δεσπότου."],["43","λεπτὸς οὖν πάνυ γίγνομαι καὶ ἀσθενὴς τῷ σώματι, ὥστε ἔγνω μὲ ὁ δεσπότης πωλῆσαι, καὶ ἀποδίδοταί με ἀνθρώπῳ κηπουρῷ τὴν τέχνην· οὗτος γὰρ εἶχε κῆπον λαβὼν γεωργεῖν. καὶ τοῦτο εἴχομεν ἔργον· ὁ δεσπότης ἕωθεν ἐπιθείς μοι τὰ λάχανα ἐκόμιζεν εἰς τὴν ἀγοράν, καὶ παραδοὺς τοῖς ταῦτα πιπράσκουσιν ἦγέ με πάλιν εἰς τὸν κῆπον. εἶτα ἐκεῖνος μὲν καὶ ἔσκαπτε καὶ ἐφύτευε καὶ τὸ ὕδωρ τῷ φυτῷ ἐπῆγεν, ἐγὼ δὲ ἐν τούτῳ εἱστήκειν ἀργός. ἦν δέ μοι δεινῶς ἀλγεινὸς ὁ τότε βίος· πρῶτον μὲν ἐπεὶ χειμὼν ἤδη ἦν κἀκεῖνος οὐδὲ αὑτῷ στρῶμα εἶχεν ἀγοράσαι οὐχ ὅπως ἐμοί, καὶ ἀνυπόδητος πηλὸν ὑγρὸν καὶ πάγον σκληρὸν καὶ ὀξὺν ἐπάτουν, καὶ φαγεῖν τοῦτο μόνον ἀμφοτέροις ἦν θρίδακας πικρὰς καὶ σκληράς."],["44","καί ποτε ἐξιόντων ἡμῶν ἐς τὴν πόλιν ἐντυγχάνει ἀνὴρ γενναῖος στρατιώτου στολὴν ἠμφιεσμένος, καὶ τὰ μὲν πρῶτα λαλεῖ πρὸς ἡμᾶς τῇ Ἰταλῶν φωνῇ καὶ ἤρετο τὸν κηπουρὸν ὅποι ἀπάγει τὸν ὄνον ἐμέ· ὁ δέ, οἷμαι, τῆς φωνῆς ἀνόητος ὢν οὐδὲν ἀπεκρίνατο· ὁ δὲ ὀργιζόμενος, ὡς ὑπερορώμενος, παίει τῇ μάστιγι τὸν κηπουρόν, κἀκεῖνος συμπλέκεται αὐτῷ καὶ ἐκ τῶν ποδῶν εἰς τὴν ὁδὸν ὑποσπάσας ἐκτείνει, καὶ κείμενον ἔπαιεν οὕτω καὶ χειρὶ καὶ ποδὶ καὶ λίθῳ τῷ ἐκ τῆς ὁδοῦ· ὁ δὲ τὰ πρῶτα καὶ ἀντεμάχετο καὶ ἠπείλει, εἰ ἀνασταίη, ἀποκτενεῖν τῇ μαχαίρᾳ· ὁ δὲ ὥσπερ ὑπ’ αὐτοῦ ἐκείνου διδαχθείς, τὸ ἀκινδυνότατον, σπᾷ τὴν μάχαιραν αὐτοῦ καὶ ῥιπτεῖ πόρρω, εἶτα αὖθις ἔπαιε κείμενον. ὁ δὲ τὸ κακὸν ὁρῶν ἤδη ἀφόρητον ψεύδεται ὡς τεθνηκὼς ἐν ταῖς πληγαῖς· ὁ δὲ δείσας ἐπὶ τούτῳ τὸν μὲν αὐτοῦ ὡς εἶχε κείμενον ἀπολείπει, τὴν δὲ μάχαιραν βαστάσας ἐπ’ ἐμοὶ ἤλαυνεν ἐς τὴν πόλιν."],["45","ὡς δὲ ἤλθομεν, τὸν μὲν κῆπον αὐτοῦ συνεργῷ τινι ἐπέδωκε γεωργεῖν, αὐτὸς δὲ τὸν κίνδυνον τὸν ἐκ τῆς ὁδοῦ δεδιὼς κρύπτεται ἅμα ἐμοὶ πρός τινος τῶν ἐν ἄστει συνήθων. τῇ δὲ ὑστεραίᾳ, δόξαν αὐτοῖς, οὕτω ποιοῦσι· τὸν μὲν ἐμὸν δεσπότην κιβωτῷ ἐνέκρυψαν, ἐμὲ δὲ ἀράμενοι ἐκ τῶν ποδῶν κομίζουσιν ἄνω τῇ κλίμακι ἐς ὑπερῷον κἀκεῖ μὲ ἄνω συγκλείουσιν. ὁ δὲ στρατιώτης ἐκ τῆς ὁδοῦ τότε μόλις ἐξαναστάς, ὡς ἔφασαν, καρηβαρῶν ταῖς πληγαῖς ἧκεν εἰς τὴν πόλιν καὶ τοῖς στρατιώταις τοῖς σὺν αὐτῷ ἐντυχὼν λέγει τὴν ἀπόνοιαν τοῦ κηπουροῦ· οἱ δὲ σὺν αὐτῷ ἐλθόντες μανθάνουσιν ἔνθα ἦμεν κεκρυμμένοι, καὶ παραλαμβάνουσι τοὺς τῆς πόλεως ἄρχοντας. οἱ δὲ εἴσω τινὰ πέμπουσι τῶν ὑπηρετῶν καὶ τοὺς ἔνδον ἅπαντας προελθεῖν ἔξω κελεύουσιν· ὡς δὲ προῆλθον, ὁ κηπουρὸς οὐδαμοῦ ἐφαίνετο. οἱ μὲν οὖν στρατιῶται ἔνδον ἔφασαν εἶναι τὸν κηπουρὸν κἀμὲ τὸν ἐκείνου ὄνον· οἱ δὲ οὐδὲν ἄλλο ὑπολελεῖφαι ἔλεγον οὔτε ἄνθρωπον οὔτε ὄνον. θορύβου δὲ ἐν τῷ στενωπῷ καὶ πολλῆς βοῆς ἐκ τούτων γενομένης ὁ ἀγέρωχος καὶ πάντα περίεργος ἐγὼ βουλόμενος μαθεῖν τίνες εἶεν οἱ βοῶντες, διακύπτω ἄνωθεν κάτω διὰ τῆς θυρίδος. οἱ δέ με ἰδόντες εὐθὺς ἀνέκραγον· οἱ δὲ ἑαλώκεσαν ψευδῆ λέγοντες· καὶ οἱ ἄρχοντες εἴσω παρελθόντες καὶ πάντα ἀνερευνῶντες εὑρίσκουσι τὸν ἐμὸν δεσπότην τῇ κιβωτῷ ἐγκείμενον καὶ λαβόντες τὸν μὲν εἰς τὸ δεσμωτήριον ἔπεμψαν λόγον τῶν τετολμημένων ὑφέξοντα, ἐμὲ δὲ κάτω βαστάσαντες τοῖς στρατιώταις παρέδοσαν. πάντες δὲ ἄσβεστον ἐγέλων ἐπὶ τῷ μηνύσαντι ἐκ τῶν ὑπερῴων καὶ προδόντι τὸν ἑαυτοῦ δεσπότην κἀκ τότε ἐξ ἐμοῦ πρωτου ἦλθεν εἰς ἀνθρώπους ὁ λόγος οὗτος, Ἐξ ὄνου παρακύψεως."],["46","τῇ δὲ ὑστεραίᾳ τί μὲν ἔπαθεν ὁ κηπουρὸς ὁ ἐμὸς δεσπότης, οὐκ οἶδα, ὁ δὲ στρατιώτης πωλήσειν με ἔγνω, καὶ πιπράσκει με πέντε καὶ εἴκοσιν Ἀττικῶν ὁ δὲ ὠνησάμενος θεράπων ἦν ἀνδρὸς σφόδρα πλουσίου πόλεως τῶν ἐν Μακεδονίᾳ τῆς μεγίστης Θεσσαλονίκης. οὗτος τέχνην εἶχε ταύτην, τὰ ὄψα τῷ δεσπότῃ ἐσκεύαζε, καὶ εἶχεν ἀδελφὸν σύνδουλον ἄρτους πέττειν καὶ μελίπηκτα κιρνᾶν ἐπιστάμενον. οὗτοι οἱ ἀδελφοὶ σύσκηνοί τε ἀεὶ ἦσαν ἀλλήλοις καὶ κατέλυον ἐν ταὐτῷ καὶ τὰ σκεύη τῶν τεχνῶν εἶχον ἀναμεμιγμένα, καὶ μετὰ ταῦτα κἀμὲ ἵστασαν ἔνθα κατέλυον. καὶ οὗτοι μετὰ τὸ δεῖπνον τοῦ δεσπότου πολλὰ λείψανα ἄμφω εἴσω ἐκόμιζον ὁ μὲν κρεῶν καὶ ἰχθύων, ὁ δὲ ἄρτων καὶ πλακούντων. οἱ δὲ κατακλεί σαντες ἔνδον ἐμὲ μετὰ τούτων καὶ φυλακὴν ἐμοὶ γλυκυτάτην περιστήσαντες ἀπῄεσαν ὥστε ἀπολούσασθαι· κἀγὼ τοῖς παρακειμένοις κριθιδίοις μακρὰ χαίρειν λέγων ταῖς τέχναις καὶ τοῖς κέρδεσι τῶν δεσποτῶν ἐδίδουν ἐμαυτόν, καὶ διὰ μακροῦ πάνυ ἐγεμιζόμην ἀνθρωπείου τροφῆς. οἱ δὲ ἀναστρέψαντες εἴσω τὰ μὲν πρῶτα οὐδὲν ᾐσθάνοντο τῆς ὀψοφαγίας τῆς ἐμῆς ἐκ τοῦ πλήθους τῶν παρακειμένῶν, κἀμοῦ ἔτι ἐν φόβῳ καὶ φειδοῖ κλέπτοντος τὸ ἄριστον. ἐπεὶ δὲ καὶ τέλεον ἤμην αὐτῶν καταγνοὺς ἄγνοιαν, τὰς καλλίστας τῶν μερίδων καὶ ἄλλα πολλὰ κατέτρωγον. καὶ ἐπειδὴ ᾔσθοντο ἤδη τῆς ζημίας, τὰ μὲν πρῶτα ἄμφω ὕποπτον ἐς ἀλλήλους ἔβλεπον καὶ κλέπτην ὁ ἕτερος τὸν ἕτερον καὶ ἄρπαγα τῶν κοινῶν καὶ ἀναίσχυντον ἔλεγον, καὶ ἦσαν ἀκριβεῖς λοιπὸν ἄμφω καὶ τῶν μερίδων ἀριθμὸς ἐγίνετο."],["47","ἐγὼ δὲ τὸν βίον εἶχον ἐν ἡδονῇ καὶ τρυφῇ, καὶ τὸ σῶμά μου ἐκ τῆς συνήθους τροφῆς πάλιν καλὸν ἐγεγόνει καὶ τὸ δέρμα ἐπανθούσῃ τῇ τριχὶ ἀπέστιλβεν. οἱ δὲ γενναιότατοι μέγαν τέ μὲ καὶ πίονα ὁρῶντες καὶ τὰ κριθίδια μὴ δαπανώμενα, ἀλλ’ ἐν ταὐτῷ μέτρῳ ὄντα, εἰς ὑπόνοιαν ἔρχονται τῶν τολμημάτων τῶν ἐμῶν, καὶ προελθόντες ὡς εἰς τὸ βαλανεῖον ἀπιόντες, ἔπειτα τὰς θύρας συγκλείσαντες, προσβαλόντες ὀπῇ τινι τὰ ὄμματα τῆς θύρας ἐσκοποῦντο τἄνδον. κἀγὼ τότε μηδὲν τοῦ δόλου εἰδὼς ἠρίστων προσελθών. οἱ δὲ τὰ μὲν πρῶτα ἐγέλων ὁρῶντες ἄριστον ἄπιστον· εἶτα δὲ τοὺς ὁμοδούλους ἐκάλουν ἐπὶ τὴν ἐμὴν θέαν, καὶ γέλως πολὺς ἦν, ὥστε καὶ ὁ δεσπότης αὐτῶν ἤκουσε τοῦ γέλωτος, θορύβου ὄντος ἔξωθεν, καὶ ἤρετό τινα ἐφ’ ᾧ τοσοῦτον οἱ ἔξω γελῶσιν. ἐπεὶ δὲ ἤκουσεν, ἐξανίσταται τοῦ συμποσίου καὶ διακύψας εἴσω ὁρᾷ μὲ συὸς ἀγρίου μερίδα καταπίνοντα, καὶ μέγα ἐν γέλωτι ἀναβοήσας εἰστρέχει εἴσω. κἀγὼ σφόδρα ἠχθόμην ἐπὶ τοῦ δεσπότου κλέπτης ἅμα καὶ λίχνος ἑαλωκώς. ὁ δὲ πολὺν εἶχεν ἐπ’ ἐμοὶ γέλωτα, καὶ τὰ μὲν πρῶτα κελεύει με εἴσω ἄγεσθαι εἰς τὸ ἐκείνου συμπόσιον, ἔπειτα τράπεζάν μοι παραθεῖναι εἶπε καὶ εἶναι ἐπ᾿ αὐτῇ πολλὰ τῶν ὅσα μὴ δυνατὸν ἄλλῳ ὄνῳ καταφαγεῖν, κρέα λοπάδας ζωμοὺς ἰχθῦς, τοῦτο μὲν ἐν γάρῳ καὶ ἐλαίῳ κατακειμένους, τοῦτο δὲ νάπυϊ ἐπικεχυμένους. κἀγὼ τὴν τύχην ὁρῶν ἤδη ἁπαλόν μοι προσμειδιῶσαν καὶ μαθὼν ὅτι μὲ τοῦτο μόνον τὸ παίγνιον ἀνασώσει, καίτοι ἤδη ἐμπεπλησμένος ὅμως ἠρίστων τῇ τραπέζῃ παραστάς. τὸ δὲ συμπόσιον ἐκλονεῖτο τῷ γέλωτι. καί τις. εἶπε, Καὶ πίεται οἶνον οὗτος ὁ ὄνος, ἤν τις αὐτῷ ἐγκερασάμενος ἐπιδῷ· καὶ ὁ δεσπότης ἐκέλευσε κἀγὼ τὸ προσενεχθὲν ἔπιον."],["48","ὁ δὲ οἷον εἰκὸς ὁρῶν μὲ κτῆμα παράδοξον τὴν μὲν τιμὴν τὴν ἐμὴν κελεύει τῶν διοικητῶν τινι καταβαλεῖν τῷ ἐμὲ ὠνησαμένῳ καὶ ἄλλο τοσοῦτον, ἐμὲ δὲ παρέδωκεν ἀπελευθέρῳ τῶν αὑτοῦ τινι νεανίσκῳ καὶ εἶπε κατηχεῖν ὅσα ποιῶν μάλιστα ψυχαγωγεῖν αὐτὸν δυναίμην. τῷ δέ γε ῥᾴδια ἦν πάντα· ὑπήκουον γὰρ εὐθὺ εἰς ἅπαντα διδασκόμενος. καὶ πρῶτον μὲν κατακλίνεσθαί μὲ ἐπὶ κλίνης ὥσπερ ἄνθρωπον ἐπ᾿ ἀγκῶνος ἐποίησεν, εἶτα καὶ προσπαλαίειν αὐτῷ, καὶ μὴν καὶ ὀρχεῖσθαι ἐπὶ τοὺς δύο ἐπανιστάμενον ὀρθὸν καὶ κατανεύειν καὶ ἀνανεύειν πρὸς τὰς φωνάς, καὶ πάνθ’ ὅσα ἐδυνάμην μὲν καὶ δίχα τοῦ μανθάνειν, ποιεῖν· καὶ τὸ πρᾶγμα περιβόητον ἦν, ὄνος ὁ τοῦ δεσπότου, οἰνοπότης, παλαίων, ὄνος ὀρχούμενος. τὸ δὲ μέγιστον, ὅτι πρὸς τὰς φωνὰς ἀνένευον ἐν καιρῷ καὶ κατένευον· καὶ πιεῖν δὲ ὁπότε θελήσαιμι, ᾔτουν τοῖς ὀφθαλμοῖς τὸν οἰνοχόον κινήσας. καὶ οἱ μὲν ἐθαύμαζον τὸ πρᾶγμα ὡς παράδοξον ἀγνοοῦντες ἄνθρωπον ἐν τῷ ὄνῳ κείμενον· ἐγὼ δὲ τρυφὴν ἐποιούμην τὴν ἐκείνων ἄγνοιαν. καὶ μὴν καὶ βαδίζειν ἐμάνθανον καὶ κομίζειν τὸν δεσπότην ἐπὶ νώτου καὶ τρέχειν δρόμον ἀλυπότατον καὶ τῷ ἀναβάτῃ ἀναίσθητον. καὶ σκεύη μοι ἦν πολυτελῆ, καὶ στρώματα πορφυρᾶ ἐπιβάλλομαι, καὶ χαλινοὺς εἰσεδεχόμην ἀργύρῳ καὶ χρυσῷ πεποικιλμένους, καὶ κώδωνες ἐξήπτοντό μου μέλος μουσικώτατον ἐκφωνοῦντες."],["49","ὁ δὲ Μενεκλῆς ὁ δεσπότης ἡμῶν, ὥσπερ ἔφην, ἐκ τῆς Θεσσαλονίκης δεῦρο ἐληλύθει ἐπ’ αἰτίᾳ τοιαύτῃ· ὑπέ σχετο τῇ πατρίδι θέαν παρέξειν ἀνδρῶν ὅπλοις πρὸς ἀλλήλους μονομαχεῖν εἰδότων· καὶ οἱ μὲν ἄνδρες τῆς μάχης ἤδη ἦσαν ἐν παρασκευῇ, καὶ ἀφῖκτο ἡ πορεία. ἐξελαύνομεν ἕωθεν, κἀγὼ τὸν δεσπότην ἔφερον εἴ ποτὲ χωρίον εἴη τῆς ὁδοῦ τραχὺ καὶ τοῖς ὀχήμασιν ἐπιβαίνειν χαλεπόν. ὡς δὲ κατέβημεν ἐπὶ Θεσσαλονίκην, οὐκ ἦν ὅστις ἐπὶ θέαν οὐκ ἠπείγετο καὶ τὴν ὄψιν τὴν ἐμήν· ἡ γὰρ ἐμὴ δόξα προεληλύθει ἐκ μακροῦ καὶ τὸ πολυπρόσωπον καὶ τὸ ἀνθρώπινον τῶν ἐμῶν ὀρχημάτων καὶ παλαισμάτων. ἀλλ’ ὁ μὲν δεσπότης τοῖς ἐνδοξοτάτοις τῶν αὑτοῦ πολιτῶν παρὰ τὸν πότον ἐδείκνυέ με καὶ τὰ παράδοξα ἐκεῖνα τὰ ἐν ἐμοὶ παίγνια ἐν τῷ δείπνῳ παρετίθει."],["50","ὁ δὲ ἐμὸς ἐπιστάτης πρόσοδον εὗρεν ἐξ ἐμοῦ πολλῶν πάνυ δραχμῶν· κατακλείσας γάρ με ἔνδον εἶχεν ἑστῶτα, καὶ τοῖς βουλομένοις ἰδεῖν ἐμὲ καὶ τἀμὰ παράδοξα ἔργα μισθοῦ τὴν θύραν ἤνοιγεν. οἱ δ’ εἰσεκόμιζον ἄλλος ἄλλο τι τῶν ἐδωδίμων, μάλιστα τὸ ἐχθρὸν εἶναι ὄνου γαστρὶ δοκοῦν· ἐγὼ δὲ ἤσθιον. ὥστε ὀλίγων ἡμερῶν τῷ δεσπότῃ καὶ τοῖς ἐν τῇ πόλει συναριστῶν μέγας τε καὶ πίων δεινῶς ἤδη ἐγεγόνειν. καί ποτε γυνὴ ξένη οὐ μέτρια κεκτημένη, τὴν ὄψιν ἱκανή, παρελθοῦσα ἔσω ἰδεῖν ἐμὲ ἀριστῶντα εἰς ἔρωτά μου θερμὸν ἐμπίπτει, τοῦτο μὲν τὸ κάλλος ἰδοῦσα τοῦ ὄνου, τοῦτο δὲ τῷ παραδόξῳ τῶν ἐμῶν ἐπιτηδευμάτων εἰς ἐπιθυμίαν συνουσίας προελθοῦσα· καὶ διαλέγε τα πρὸς τὸν ἐπιστάτην τὸν ἐμὸν καὶ μισθὸν αὐτῷ ἁδρὸν ὑπέσχετο, εἰ συγχωρήσειεν αὐτῇ σὺν ἐμοὶ τὴν νύκτα ἀναπαύσεσθαι· κἀκεῖνος οὐδὲν φροντίσας, εἴτε ἀνύσει τι ἐκείνη ἐξ ἐμοῦ εἴτε καὶ μή, λαμβάνει τὸν μισθόν."],["51","κἀπειδὴ ἑσπέρα τε ἦν ἤδη κἀκ τοῦ συμποσίου ἀφῆκεν ἡμᾶς ὁ δεσπότης, ἀναστρέφομεν ἔνθα ἐκαθεύδομεν, καὶ τὴν γυναῖκα εὕρομεν πάλαι ἀφιγμένην ἐπὶ τὴν ἐμὴν εὐνήν. κεκόμιστο δὲ αὐτῇ προσκεφάλαια μαλακὰ καὶ στρώματα εἴσω κατέθεντο καὶ χαμεύνιον ἡμῖν εὐτρεπὲς ἦν. εἶτα οἱ μὲν τῆς γυναικὸς θεράποντες αὐτοῦ που πλησίον πρὸ τοῦ δωματίου ἐκάθευδον, ἡ δὲ λύχνον ἔνδον ἔκαιε μέγαν τῷ πυρὶ λαμπόμενον· ἔπειτα ἀποδυσαμένη παρέστη τῷ λύχνῳ γυμνὴ ὅλη καὶ μύρον ἔκ τινος ἀλαβάστρου προχεαμένη τούτῳ ἀλείφεται, κἀμὲ δὲ μυρίζει ἔνθεν, μάλιστα τὴν ῥῖνά μου μύρων ἐνέπλησεν, εἶτά με καὶ ἐφίλησε καὶ οἷα πρὸς αὐτῆς ἐρώμενον καὶ ἄνθρωπον διελέγετο καί μὲ ἐκ τῆς φορβειᾶς ἐπιλαβομένη ἐπὶ τὸ χαμεύνιον εἷλκε· κἀγὼ οὐδέν τι τοῦ παρακαλέσαντος εἰς τοῦτο δεόμενος καὶ οἴνῳ δὲ παλαιῷ πολλῷ ὑποβεβρεγμένος καὶ τῷ χρωτὶ τοῦ μύρου οἰστρημένος καὶ τὴν παιδίσκην δὲ ὁρῶν πάντα καλὴν κλίνομαι, καὶ σφόδρα ἠπόρουν ὅπως ἀναβήσομαι τὴν ἄνθρωπον· καὶ γὰρ ἐξ ὅτου ἐγεγόνειν ὄνος, συνουσίας ἀλλ’ οὐδὲ τῆς ὄνοις συνήθους ἔτυχον ἁψάμενος, οὐδὲ γυναικὶ ἐχρησάμην ὄνῳ· καὶ μὴν καὶ τοῦτό μ’ εἰς δέος οὐχὶ μέτριον ἦγε, μὴ οὐ χωρήσασα ἡ γυνὴ διασπασθῇ, κἀγὼ ὥσπερ ἀνδροφόνος καλὴν δώσω δίκην. ἠγνόουν δὲ οὐκ εἰς δέον δεδιώς· ἡ γὰρ γυνὴ πολλοῖς τοῖς φιλήμασι, καὶ τούτοις ἐρωτικοῖς, προκαλουμένη ὡς εἶδεν οὐ κατέχοντα, ὥσπερ ἀνδρὶ παρακειμένη περιβάλλεταί με καὶ ἄρασα εἴσω ὅλον παρεδέξατο. κἀγὼ μὲν ὁ δειλὸς ἐδεδοίκειν ἔτι καὶ ὀπίσω ἀπῆγον ἐμαυτὸν ἀτρέμα, ἡ δὲ τῆς τε ὀσφύος τῆς ἐμῆς εἴχετο, ὥστε μὴ ὑποχωρεῖν, καὶ αὐτὴ εἵπετο τὸ φεῦγον. ἐπεὶ δὲ ἀκριβῶς ἐπείσθην ἔτι μοι καὶ προσδεῖν πρὸς τὴν τῆς γυναικὸς ἡδονήν τὲ καὶ τέρψιν, ἀδεῶς λοιπὸν ὑπηρέτουν ἐννοούμενος ὡς οὐδὲν εἴην κακίων τοῦ τῆς Πασιφάης μοιχοῦ. ἡ δὲ γυνὴ οὕτως ἦν ἄρα ἐς τὰ ἀφροδίσια ἑτοίμη καὶ τῆς ἀπὸ τῆς συνουσίας ἡδονῆς ἀκόρεστος, ὥστε ὅλην τὴν νύκτα ἐν ἐμοὶ ἐδαπάνησεν."],["52","ἅμα δὲ τῇ ἡμέρᾳ ἡ μὲν ἀναστᾶσα ἀπῇει συνθεμένη πρὸς τὸν ἐπιστάτην τὸν ἐμὸν οἴσειν ἐπὶ τοῖς αὐτοῖς τὸν μισθὸν τὸν αὐτὸν τῆς νυκτός. ὁ δὲ ἅμα μὲν πλουσιώτερος ἐκ τῶν ἐμῶν γενόμενος καὶ τῷ δεσπότῃ καινότερον ἐν ἐμοὶ ἐπιδειξόμενος συγκατακλείει μὲ τῇ γυναικί· ἡ δὲ κατεχρήσατό μοι δεινῶς. καί ποτε ἐλθὼν ὁ ἐπιστάτης ἀπαγγέλλει τῷ δεσπότῃ τὸ ἔργον, ὡς ἂν αὐτὸς διδάξας, καὶ ἐμοῦ μὴ εἰδότος ἄγει αὐτὸν ἑσπέρας ἤδη ἔνθα ἐκαθεύδομεν, καὶ διά τινος ὀπῆς τῆς θύρας δείκνυσί με ἔνδον τῇ μείρακι συνευναζόμενον. ὁ δὲ ἡσθεὶς τῇ θέᾳ καὶ δημοσίᾳ μὲ ταῦτα ποιοῦντα δεῖξαι ἐπεθύμησε, καὶ κελεύει πρὸς μηδένα ἔξω τοῦτο εἰπεῖν, Ἵνα, ἔφη, ἐν τῇ ἡμέρᾳ τῆς θέας παραγάγωμεν τοῦτον εἰς τὸ θέατρον σύν τινι τῶν καταδεδικασμένων γυναικῶν, κἀν πάντων ὀφθαλμοῖς ἐπὶ τὴν γυναῖκα ἀναβήσεται. καί τινα τῶν γυναικῶν, ἥτις κατεκέκριτο θηρίοις ἀποθανεῖν, ἄγουσιν ἔνδον παρ’ ἐμὲ καὶ προσιέναι τε ἐκέλευον καὶ ψαύειν ἐμοῦ."],["53","εἶτα τὸ τελευταῖον τῆς ἡμέρας ἐκείνης ἐνστάσης, ἐν ᾗ τὰς φιλοτιμίας ἦγεν ὁ ἐμὸς δεσπότης, εἰσάγειν ἔγνωσάν με εἰς τὸ θέατρον. καὶ εἰσῄειν οὕτω· κλίνη ἦν μεγάλη, ἀπὸ χελώνης Ἰνδικῆς πεποιημένη, χρυσῷ ἐσφηκωμένη, ἐπὶ ταύτῃ με ἀνακλίνουσι κἀκεῖ μοι τὴν γυναῖκα παρακατέκλιναν. εἶτα οὕτως ἡμᾶς ἐπέθηκαν ἐπί τινος μηχανήματος καὶ εἴσω εἰς τὸ θέατρον παρενέγχαντες κατέθηκαν ἐν τῷ μέσῳ, καὶ οἱ ἄνθρωποι μέγα ἀνεβόησαν καὶ κρότος πάσης χειρὸς ἐξήλατο ἐπ’ ἐμοί, καὶ τράπεξα ἡμῖν παρέκειτο καὶ πολλὰ ἐσκευασμένα ἐπ’ αὐτῇ ἔκειτο ὅσα τρυφῶντες ἄνθρωποι ἐν δείπνῳ ἔχουσι. καὶ παῖδες ἡμῖν παρειστήκεισαν οἰνοχόοι καλοὶ τὸν οἶνον ἡμῖν χρυσίῳ διακονούμενοι. ὁ μὲν οὖν ἐμὸς ἐπιστάτης ἑστὼς ὄπισθεν ἐκέλευέ με ἀριστᾶν· ἐγὼ δὲ ἅμα μὲν ᾐδούμην ἐν τῷ θεάτρῷ κατακείμενος, ἅμα δὲ ἐδεδίειν μή που ἄρκτος ἢ λέων ἀναπηδήσεται."],["54","ἐν τούτῳ δέ τινος ἄνθη φέροντος παροδεύοντος ἐν τοῖς ἄλλοις ἄνθεσιν ὁρῶ καὶ ῥόδων χλωρῶν φύλλα, καὶ μηδὲν ἔτι ὀκνῶν ἀναπηδήσας τοῦ λέχους ἐκπίπτω· καὶ οἱ μὲν ᾤοντό μὲ ἀνίστασθαι ὀρχησόμενον· ἐγὼ δὲ ἓν ἐξ ἑνὸς ἐπιτρέχων καὶ ἀπανθιζόμενος ἀπ’ αὐτῶν τῶν ἀνθέων τὰ ῥόδα κατέπινον. τῶν δὲ ἔτι θαυμαζόντων ἐπ’ ἐμοὶ ἀποπίπτει ἐξ ἐμοῦ ἐκείνη ἡ τοῦ κτήνους ὄψις καὶ ἀπόλλυται, καὶ ἀφανὴς ἐκεῖνος ὁ πάλαι ὄνος, ὁ δὲ Λούκιος αὐτὸς ἔνθεν μοι γυμνὸς εἱστήκει. τῇ δὲ παραδόξῳ ταύτῃ καὶ μηδέποτε ἐλπισθείσῃ θέᾳ πάντες ἐκπεπληγμένοι δεινὸν ἐπεθορύβησαν καὶ τὸ θέατρον εἰς δυο γνώμας ἐσχίζετο· οἱ μὲν γὰρ ὥσπερ φάρμακα δεινὰ ἐπιστάμενον καὶ κακόν τι πολύμορφον ἠξίουν εὐθὺς ἔνδον πυρί μὲ ἀποθανεῖν, οἱ δὲ περιμεῖναι καὶ τοὺς ἀπ’ ἐμοῦ λόγους ἔλεγον δεῖν καὶ πρότερον διαγνῶναι, εἶθ’ οὕτως δικάσαι περὶ τούτων. κἀγὼ δραμὼν πρὸς τὸν ἄρχοντα τῆς ἐπαρχίας— ἔτυχε δὲ τῇ θέᾳ ταύτῃ παρών— ἔλεγον κάτωθεν ὅτι γυνή με Θετταλὴ γυναικὸς Θετταλῆς δούλη χοίσματι μεμαγευμένῳ ἐπαλείψασα ὄνον ποιήσειε, καὶ ἱκέτευον αὐτὸν λαβόντα ἔχειν με ἐν φρουρᾷ ἐστ’ ἂν αὐτὸν πείσαιμι, ὡς οὐ καταψεύδομαι οὕτω γεγονός."],["55","καὶ ὁ ἄρχων, Λέγε, φησίν, ἡμῖν ὄνομα τὸ σὸν καὶ γονέων τῶν σῶν καὶ συγγενῶν, εἴ τινας φὴς ἔχειν τῷ γένει προσήκοντας, καὶ πόλιν. κἀγώ, Πατὴρ μέν, ἔφην,**** ἔστι μοι Λούκιος, τῷ δὲ ἀδελφῷ τῷ ἐμῷ Γάϊος· ἄμφω δὲ τὰ λοιπὰ δύο ὀνόματα κοινὰ ἔχομεν. κἀγὼ μὲν ἱστοριῶν καὶ ἄλλων εἰμὶ συγγραφεύς, ὁ δὲ ποιητὴς ἐλεγείων ἐστὶ καὶ μάντις ἀγαθός· πατρὶς δὲ ἡμῖν Πάτραι τῆς Ἀχαΐας. ὁ δὲ δικαστὴς ἐπεὶ ταῦτα ἤκουσε, Φιλτάτων ἐμοί, ἔφη, λίαν ἀνδρῶν υἱὸς εἶ καὶ ξένων οἰκίᾳ τέ με ὑποδεξαμένων καὶ δώροις τιμησάντων, καὶ ἐπίσταμαι ὅτι οὐδὲν ψεύδῃ παῖς ἐκείνων ὤν· καὶ τοῦ δίφρου ἀναπηδήσας περιβάλλει τε καὶ πολλὰ ἐφίλει, καί με οἴκαδε ἦγεν ὡς ἑαυτόν. ἐν τούτῳ δὲ καὶ ὁ ἐμὸς ἀδελφὸς ἀφίκετο ἀργύριον καὶ ἄλλα μοι πολλὰ κομίζων, κἀν τούτῳ με ὁ ἄρχων δημοσίᾳ πάντων ἀκουόντων ἀπολύει. καὶ ἐλθόντες ἐπὶ θάλασσαν ναῦν ἐσκεψάμεθα καὶ τὴν ἀποσκευὴν ἐνεθέμεθα."],["56","ἐγὼ δὲ κράτιστον εἶναι ἔγνων ἐλθεῖν παρὰ τὴν γυναῖκα τὴν ἐρασθεῖσαν μου τοῦ ὄνου, καλλίων αὐτῇ φανεῖσθαι λέγων νῦν ἐν ἀνθρώπῳ ὤν. ἡ δὲ ἀσμένη τέ μ’ εἰσεδέξατο τῷ παραδόξῳ, οἶμαι, τοῦ πράγματος ἐπιτερπομένη, καὶ δειπνεῖν σὺν αὐτῇ καὶ καθεύδειν ἱκέτευε· κἀγὼ ἐπειθόμην νεμέσεως ἄξιον εἶναι νομίζων τὸν ὄνον τὸν ἀγαπηθέντα νῦν γενόμενον ἄνθρωπον ὑπερτρυφᾶν καὶ τὴν ἐρασθεῖσαν ὑπερορᾶν· καὶ δειπνῶ σὺν αὐτῇ καὶ πολὺ ἐκ τοῦ μύρου ἀλείφομαι καὶ στεφανοῦμαι τῷ φιλτάτῳ ἐς ἀνθρώ πους με ἀνασώσαντι ῥόδῳ. ἐπεὶ δὲ ἦν νὺξ βαθεῖα ἤδη καὶ καθεύδειν ἔδει, κἀγὼ δ’ ἐπανίσταμαι καὶ ὡσπερεὶ μέγα τι ἀγαθὸν ποιῶν ἀποδύομαι καὶ ἵσταμαι γυμνὸς ὡς δῆθεν ἔτι μᾶλλον ἀρέσων ἐκ τῆς πρὸς τὸν ὄνον συγκρίσεῶς. ἡ δὲ ἐπειδὴ εἶδέ με πάντα ἀνθρώπινα ἔχοντα, προσπτύσασά μοι, Οὐ φθείρῃ ἀπ’ ἐμοῦ, ἔφη, καὶ τῆς ἐμῆς οἰκίας καὶ μακρὰν ἀπελθὼν κοιμήσῃ; ἐμοῦ δ’ ἐρομένου, Τί γὰρ καὶ ἡμάρτηταί μοι τοσοῦτο; Ἐγώ, ἔφη, μὰ Δί’| οὐχὶ σοῦ, ἀλλὰ τοῦ ὄνου τοῦ σοῦ ἐρῶσα τότε ἐκείνῳ καὶ οὐχὶ σοὶ συνεκάθευδον, καὶ ᾤμην σε καὶ νῦν κἂν ἐκεῖνό γε μόνον τὸ μέγα τοῦ ὄνου σύμβολον διασώζειν καὶ σύρειν· σὺ δέ μοι ἐλήλυθας ἐξ ἐκείνου τοῦ καλοῦ καὶ χρησίμου ξῴου ἐς πίθηκον μεταμορφωθείς. καὶ καλεῖ εὐθὺς ἤδη τοὺς οἰκέτας καὶ κελεύει με τῶν νώτων μετέωρον κομισθῆναι ἔξω τῆς οἰκίας, καὶ ἐξωσθεὶς πρὸ τοῦ δωματίου ἔξω γυμνὸς καλῶς ἐστεφανωμένος καὶ μεμυρισμένος τὴν γῆν γυμνὴν περιλαβὼν ταύτῃ συνεκάθευδον. ἅμα δὲ τῷ ὄρθρῳ γυμνὸς ὢν ἔθεον ἐπὶ ναῦν καὶ λέγω πρὸς τὸν ἀδελφὸν τὴν ἐμαυτοῦ ἐν γέλωτι συμφοράν. ἔπειτα ἐκ τῆς πόλεως δεξιοῦ πνεύσαντος ἀνέμου πλέομεν ἔνθεν, καὶ ὀλίγαις ἡμέραις ἔρχομαι εἰς τὴν ἐμὴν πατρίδα. ἐνταῦθα θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα, μὰ Δί’ οὐκ ἐκ κυνὸς πρωκτοῦ, τὸ δὴ τοῦ λόγου, ἀλλ’ ἐξ ὄνου περιεργίας διὰ μακροῦ πάνυ, καὶ οὕτω δὲ μόλις, οἴκαδε ἀνασωθείς."]]] \ No newline at end of file diff --git a/lines/maccabees-i.json b/lines/maccabees-i.json new file mode 100644 index 0000000000000000000000000000000000000000..3d72623378f2e24546f17ef06873b43f62b6c1f8 --- /dev/null +++ b/lines/maccabees-i.json @@ -0,0 +1 @@ +[[["1","ΚΑΙ ἐγένετο μετὰ τὸ πατάξαι Ἀλέξανδρον τὸν Φιλίππου τὸν Μακεδόνα, ὃς ἐξῆλθεν ἐκ τῆς γῆς Χεττειεὶμ, καὶ ἐπάταξε τὸν Δαρεῖον βασιλέα Περσῶν καὶ Μήδων, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ πρότερος ἐπὶ τὴν Ἑλλάδα."],["2","Καὶ συνεστήσατο πολέμους πολλοὺς, καὶ ἐκράτησεν ὀχυρωμάτων πολλῶν, καὶ ἔσφαξε βασιλεῖς τῆς γῆς."],["3","Καὶ διῆλθεν ἕως ἄκρων τῆς γῆς, καὶ ἔλαβε σκῦλα πλήθους ἐθνῶν· καὶ ἠσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ· καὶ ὑψώθη, καὶ ἐπῄρθη ἡ καρδία αὐτοῦ."],["4","Καὶ συνήγαγε δύναμιν ἰσχυρὰν σφόδρα, καὶ ἦρξε χωρῶν, καὶ ἐθνῶν, καὶ τυράννων, καὶ ἐγένοντο αὐτῷ εἰς φόρον."],["5","Καὶ μετὰ ταῦτα ἔπεσεν ἐπὶ τὴν κοίτην, καὶ ἔγνω ὅτι ἀποθνήσκει."],["6","Καὶ ἐκάλεσε τοὺς παῖδας αὐτοῦ τοὺς ἐνδόξους τοὺς συντρόφους αὐτοῦ ἀπὸ νεότητος, καὶ διεῖλεν αὐτοῖς τὴν βασιλείαν αὐτοῦ ἔτι ζῶντος αὐτοῦ."],["7","Καὶ ἐβασίλευσεν Ἀλέξανδρος ἔτη δώδεκα, καὶ ἀπέθανε."],["8","Καὶ ἐπεκράτησαν οἱ παῖδες αὐτοῦ ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ."],["9","Καὶ ἐπέθεντο πάντες διαδήματα μετὰ τὸ ἀποθανεῖν αὐτὸν, καὶ οἱ υἱοὶ αὐτῶν ὀπίσω αὐτῶν ἔτη πολλὰ, καὶ ἐπλήθυναν κακὰ ἐν τῇ γῇ."],["10","Καὶ ἐξῆλθεν ἐξ αὐτῶν ῥίζα ἁμαρτωλὸς Ἀντίοχος Ἐπιφανὴς, υἱὸς Ἀντιόχου βασιλέως, ὃς ἦν ὅμηρα ἐν τῇ Ῥώμῃ· καὶ ἐβασίλευσεν ἐν ἔτει ἑκατοστῷ καὶ τριακοστῷ καὶ ἑβδόμῳ βασιλείας Ἑλλήνων."],["11","Ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθον ἐξ Ἰσραὴλ υἱοὶ παράνομοι, καὶ ἀνέπεισαν πολλοὺς, λέγοντες, πορευθῶμεν, καὶ διαθώμεθα διαθήκην μετὰ τῶν ἐθνῶν τῶν κύκλῳ ἡμῶν, ὅτι ἀφʼ ἧς ἐχωρίσθημεν ἀπʼ αὐτῶν, εὗρεν ἡμᾶς κακὰ πολλά."],["12","Καὶ ἠγαθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς αὐτῶν."],["13","Καὶ προεθυμήθησάν τινες ἀπὸ τοῦ λαοῦ, καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα· καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν ποιῆσαι τὰ δικαιώματα τῶν ἐθνῶν."],["14","Καὶ ᾠκοδόμησαν γυμνάσιον ἐν Ἱεροσολύμοις κατὰ τὰ νόμιμα τῶν ἐθνῶν."],["15","Καὶ ἐποίησαν ἑαυτοῖς ἀκροβυστίας, καὶ ἀπέστησαν ἀπὸ διαθήκης ἁγίας· καὶ ἐζεύχθησαν τοῖς ἔθνεσι, καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρόν."],["16","Καὶ ἡτοιμάσθη ἡ βασιλεία ἐναντίον Ἀντιόχου· καὶ ὑπέλαβε βασιλεῦσαι τῆς Αἰγύπτου, ὅπως βασιλεύσῃ ἐπὶ τὰς δύο βασιλείας."],["17","Καὶ εἰσῆλθεν εἰς Αἴγυπτον ἐν ὄχλῳ βαρεῖ, ἐν ἅρμασι, καὶ ἐν ἐλέφασι, καὶ ἐν ἱππεῦσι, καὶ ἐν στόλῳ μεγάλῳ."],["18","Καὶ συνεστήσατο πόλεμον πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου· καὶ ἐνετράπη Πτολεμαῖος ἀπὸ προσώπου αὐτοῦ, καὶ ἔφυγε· καὶ ἔπεσον τραυματίαι πολλοί."],["19","Καὶ κατελάβοντο τὰς πόλεις τὰς ὀχυρὰς ἐν γῇ Αἰγύπτῳ· καὶ ἔλαβε τὰ σκῦλα γῆς Αἰγύπτου."],["20","Καὶ ἐπέστρεψεν Ἀντιόχος μετὰ τὸ πατάξαι Αἴγυπτον ἐν τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ τρίτῳ ἔτει· καὶ ἀνέβη ἐπὶ Ἰσραὴλ, καὶ ἀνέβη εἰς Ἱερουσαλὴμ ἐν ὄχλῳ βαρεῖ."],["21","Καὶ εἰσῆλθεν εἰς τὸ ἁγίασμα ἐν ὑπερηφανείᾳ, καὶ ἔλαβε τὸ θυσιαστήριον τὸ χρυσοῦν, καὶ τὴν λυχνίαν τοῦ φωτὸς, καὶ πάντα τὰ σκεύη αὐτῆς,"],["22","καὶ τὴν τράπεζαν τῆς προθέσεως, καὶ τὰ σπονδεῖα, καὶ τὰς φιάλας, καὶ τὰς θυΐσκας τὰς χρυσᾶς, καὶ τὸ καταπέτασμα, καὶ τοὺς στεφάνους, καὶ τὸν κόσμον τὸν χρυσοῦν τὸν κατὰ πρόσωπον τοῦ ναοῦ, καὶ ἐλέπισε πάντα."],["23","Καὶ ἔλαβε τὸ ἀργύριον, καὶ τὸ χρυσίον, καὶ τὰ σκεύη τὰ ἐπιθυμητά· καὶ ἔλαβε τοὺς θησαυροὺς τοὺς ἀποκρύφους οὓς εὗρε."],["24","Καὶ λαβὼν πάντα ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ· καὶ ἐποίησε φονοκτονίαν, καὶ ἐλάλησεν ὑπερηφανείαν μεγάλην."],["25","Καὶ ἐγένετο πένθος μέγα ἐπὶ Ἰσραὴλ ἐν παντὶ τόπῳ αὐτῶν."],["26","Καὶ ἐστέναξαν ἄρχοντες καὶ πρεσβύτεροι, παρθένοι καὶ νεανίσκοι ἠσθένησαν, καὶ τὸ κάλλος τῶν γυναικῶν ἠλλοιώθη."],["27","Πᾶς νυμφίος ἀνέλαβε θρῆνον, καὶ καθημένη ἐν παστῷ ἐγένετο ἐν πένθει."],["28","Καὶ ἐσείσθη ἡ γῆ ἐπὶ τοὺς κατοικοῦντας αὐτήν· καὶ πᾶς ὁ οἶκος Ἰακὼβ ἐνεδύσατο αἰσχύνην."],["29","Καὶ μετὰ δύο ἔτη ἡμερῶν ἀπέστειλεν ὁ βασιλεὺς ἄρχοντα φορολογίας εἰς τὰς πόλεις Ἰούδα· καὶ ἦλθεν εἰς Ἱερουσαλὴμ ἐν ὄχλῳ βαρεῖ."],["30","Καὶ ἐλάλησεν αὐτοῖς λόγους εἰρηνικοὺς ἐν δόλῳ· καὶ ἐνεπίστευσαν αὐτῷ· καὶ ἐπέπεσεν ἐπὶ τὴν πόλιν ἐξάπινα, καὶ ἐπάταξεν αὐτὴν πληγὴν μεγάλην, καὶ ἀπώλεσε λαὸν πολὺν ἐξ Ἰσραήλ."],["31","Καὶ ἔλαβε τὰ σκῦλα τῆς πόλεως, καὶ ἐνεπύρισεν αὐτὴν πυρὶ, καὶ καθεῖλε τοὺς οἴκους αὐτῆς καὶ τὰ τείχη αὐτῆς κύκλῳ."],["32","Καὶ ᾐχμαλώτευσαν τὰς γυναῖκας καὶ τὰ τέκνα, καὶ τὰ κτήνη ἐκληρονόμησαν."],["33","Καὶ ᾠκοδόμησαν τὴν πόλιν Δαυὶδ τείχει μεγάλῳ καὶ ἰσχυρῷ, πύργοις ὀχυροῖς, καὶ ἐγένετο αὐτοῖς εἰς ἄκραν."],["34","καὶ ἔθηκαν ἐκεῖ ἔθνος ἁμαρτωλὸν, ἄνδρας παρανόμους, καὶ ἐνίσχυσαν ἐν αὐτῇ."],["35","Καὶ παρέθεντο ὅπλα καὶ τροφὰς, καὶ συναγαγόντες τὰ σκῦλα Ἱερουσαλὴμ ἀπέθεντο ἐκεῖ· καὶ ἐγένοντο εἰς μεγάλην παγίδα."],["36","Καὶ ἐγένετο εἰς ἔνεδρον τῷ ἁγιάσματι, καὶ εἰς διάβολον πονηρὸν τῷ Ἰσραὴλ διαπαντός."],["37","Καὶ ἐξέχεαν αἷμα ἀθῷον κύκλῳ τοῦ ἁγιάσματος, καὶ ἐμόλυναν τὸ ἁγίασμα."],["38","Καὶ ἔφυγον οἱ κάτοικοι Ἱερουσαλὴμ διʼ αὐτοὺς, καὶ ἐγένετο κατοικία ἀλλοτρίων· καὶ ἐγένετο ἀλλοτρία τοῖς γεννήμασιν αὐτῆς, καὶ τὰ τέκνα αὐτῆς ἐγκατέλιπον αὐτήν."],["39","Τὸ ἁγίασμα αὐτῆς ἠρημώθη ὡς ἔρημος, αἱ ἑορταὶ αὐτῆς ἐστράφησαν εἰς πένθος, τὰ σάββατα αὐτῆς εἰς ὀνειδισμὸν, ἡ τιμὴ αὐτῆς εἱς ἐξουδένωσιν."],["40","Κατὰ τὴν δόξαν αὐτῆς ἐπληθύνθη ἡ ἀτιμία αὐτῆς, καὶ τὸ ὕψος αὐτῆς ἐστράφη εἰς πένθος."],["41","Καὶ ἔγραψεν ὁ βασιλεὺς Ἀντίοχος πάσῃ τῇ βασιλείᾳ αὐτοῦ εἶναι πάντας λαὸν ἕνα,"],["42","καὶ ἐγκαταλιπεῖν ἕκαστον τὰ νόμιμα αὐτοῦ· καὶ ἐπεδέξατο πάντα τὰ ἔθνη κατὰ τὸν λόγον τοῦ βασιλέως."],["43","Καὶ πολλοὶ ἀπὸ Ἰσραὴλ εὐδόκησαν τῇ λατρείᾳ αὐτοῦ, καὶ ἔθυσαν τοῖς εἰδώλοις, καὶ ἐβεβήλωσαν τὸ σάββατον."],["44","Καὶ ἀπέστειλεν ὁ βασιλεὺς βιβλία ἐν χειρὶ ἀγγέλων εἰς Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, πορευθῆναι ὀπίσω νομίμων ἀλλοτρίων τῆς γῆς,"],["45","καὶ κωλῦσαι ὁλοκαυτώματα καὶ θυσίαν καὶ σπονδὴν ἐκ τοῦ ἁγιάσματος, καὶ βεβηλῶσαι σάββατα καὶ ἑορτὰς,"],["46","καὶ μιᾶναι ἁγίασμα καὶ ἁγίους·"],["47","οἰκοδομῆσαι βωμοὺς, καὶ τεμένη, καὶ εἰδωλεῖα, καὶ θύειν ὕεια, καὶ κτήνη κοινὰ,"],["48","καὶ ἀφιέναι τοὺς υἱοὺς αὐτῶν ἀπεριτμήτους, βδελύξαι τὰς ψυχὰς αὐτῶν ἐν παντὶ ἀκαθάρτῳ καὶ βεβηλώσει,"],["49","ὥστε ἐπιλαθέσθαι τοῦ νόμου, καὶ ἀλλάξαι πάντα τὰ δικαιώματα."],["50","Καὶ ὃς ἂν μὴ ποιήσῃ κατὰ τὸ ῥῆμα τοῦ βασιλέως, ἀποθανεῖται."],["51","Κατὰ πάντας τοὺς λόγους τούτους ἔγραψε πάσῃ τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἐποίησεν ἐπισκόπους ἐπὶ πάντα τὸν λαόν· καὶ ἐνετείλατο ταῖς πόλεσιν Ἰούδα θυσιάζειν κατὰ πόλιν καὶ πόλιν."],["52","Καὶ συνηθροίσθησαν ἀπὸ τοῦ λαοῦ πρὸς αὐτοὺς πολλοὶ, πᾶς ὁ ἐγκαταλιπὼν τὸν νόμον· καὶ ἐποιησαν κακὰ ἐν τῇ γῇ."],["53","Καὶ ἔθεντο τὸν Ἰσραὴλ ἐν κρύφοις ἐν παντὶ φυγαδευτηρίῳ αὐτῶν."],["54","Καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ Χασελεῦ, τῷ πέμπτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει, ᾠκοδόμησαν βδέλυγμα ἐρημώσεως ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐν πόλεσιν Ἰούδα κύκλῳ ᾠκοδόμησαν βωμούς."],["55","Καὶ ἐπὶ τῶν θυρῶν τῶν οἰκιῶν, καὶ ἐν ταῖς πλατείαις ἐθυμίων."],["56","Καὶ τὰ βιβλία τοῦ νόμου ἃ εὗρον, ἐνεπύρισαν πυρὶ κατασχίσαντες."],["57","Καὶ ὅπου εὑρίσκετο παρά τινι βιβλίον διαθήκης, καὶ εἴ τις συνευδόκει τῷ νόμῳ, τὸ σύγκριμα τοῦ βασιλέως ἐθανάτου αὐτόν."],["58","Ἐν ἰσχύϊ αὐτῶν ἐποίουν οὕτως τῷ Ἰσραὴλ τοῖς εὑρισκομένοις ἐν παντὶ μηνὶ καὶ μηνὶ ἐν ταῖς πόλεσι."],["59","Καὶ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς θυσιάζοντες ἐπὶ τὸν βωμὸν ὃς ἦν ἐπὶ τοῦ θυσιαστηρίου."],["60","Καὶ τὰς γυναῖκας τὰς περιτετμηκυίας τὰ τέκνα αὐτῶν ἐθανάτωσαν, κατὰ τὸ πρόσταγμα."],["61","Καὶ ἐκρέμασαν τὰ βρέφη ἐκ τῶν τραχήλων αὐτῶν, καὶ τοὺς οἴκους αὐτῶν προενόμευσαν, καὶ τοὺς περιτετμηκότας αὐτοὺς ἐθανάτωσαν."],["62","Καὶ πολλοὶ ἐν Ἰσραὴλ ἐκραταιώθησαν, καὶ ὠχυρώθησαν ἐν ἑαυτοῖς τοῦ μὴ φαγεῖν κοινά."],["63","Καὶ ἐπελέξαντο ἀποθανεῖν, ἵνα μὴ μιανθῶσι τοῖς βρώμασι, καὶ μὴ βεβηλώσωσι διαθήκην ἁγίαν· καὶ ἀπέθανον."],["64","Καὶ ἐγένετο ὀργὴ μεγάλη ἐπὶ Ἰσραὴλ σφόδρα."]],[["1","Ἐν ταῖς ἡμέραις ἐκείναις ἀνέστη Ματταθίας Ἰωάννου τοῦ Συμεὼν, ἱερεὺς τῶν υἱῶν Ἰωαρὶβ ἀπὸ Ἱερουσαλὴμ, καὶ ἐκάθισεν ἐν Μωδεΐν."],["2","Καὶ αὐτῷ υἱοὶ πέντε, Ἰωαννὰν ὁ ἐπικαλούμενος Καδδὶς,"],["3","Σίμων ὁ καλούμενος Θασσι,"],["4","Ἰούδας ὁ ἐπικαλούμενος Μακκαβαῖος,"],["5","Ἐλεάζαρ ὁ ἐπικαλούμενος Αὐαρὰν, Ἰωνάθαν ὁ ἐπικαλούμενος Ἀπφοῦς."],["6","Καὶ εἶδε τὰς βλασφημίας τὰς γινομένας ἐν Ἰούδα καὶ ἐν Ἱερουσαλὴμ,"],["7","καὶ εἶπεν, οἴμοι, ἱνατί τοῦτο ἐγεννήθην ἰδεῖν τὸ σύντριμμα τοῦ λαοῦ μου, καὶ τὸ σύντριμμα τῆς πόλεως τῆς ἁγίας, καὶ καθίσαι ἐκεῖ ἐν τῷ δοθῆναι αὐτὴν ἐν χειρὶ ἐχθρῶν, καὶ τὸ ἁγίασμα ἐν χειρὶ ἀλλοτρίων;"],["8","Ἐγένετο ὁ ναὸς αὐτῆς ὡς ἀνὴρ ἄδοξος,"],["9","τὰ σκεύη τῆς δόξης αὐτῆς αἰχμάλωτα ἀπήχθη, ἀπεκτάνθη τὰ νήπια αὐτῆς ἐν ταῖς πλατείαις, οἱ νεανίσκοι αὐτῆς ἐν ῥομφαίᾳ ἐχθροῦ."],["10","Ποῖον ἔθνος οὐκ ἐκληρονόμησε βασιλείαν αὐτῆς, καὶ οὐκ ἐκράτησε τῶν σκύλων αὐτῆς;"],["11","Πᾶς ὁ κόσμος αὐτῆς ἀφῃρέθη, ἀντὶ ἐλευθήρας ἐγένετο εἰς δούλην."],["12","Καὶ ἰδοὺ τὰ ἅγια ἡμῶν καὶ ἡ καλλονὴ ἡμῶν καὶ ἡ δόξα ἡμῶν ἠρημώθη, καὶ ἐβεβήλωσαν αὐτὰ τὰ ἔθνη."],["13","Ἱνατί ἡμῖν ἔτι ζῇν;"],["14","Καὶ διέῤῥηξε Ματταθίας καὶ υἱοὶ αὐτοῦ τὰ ἱμάτια αὐτῶν, καὶ περιεβάλοντο σάκκους, καὶ ἐπένθησαν σφόδρα."],["15","Καὶ ἦλθον οἱ παρὰ τοῦ βασιλέως οἱ καταναγκάζοντες τὴν ἀποστασίαν εἰς Μωδεῒν τὴν πόλιν, ἵνα θυσιάσωσι."],["16","Καὶ πολλοὶ ἀπὸ Ἰσραὴλ πρὸς αὐτοὺς προσῆλθον· καὶ Ματταθίας καὶ οἱ υἱοὶ αὐτοῦ συνήχθησαν."],["17","Καὶ ἀπεκρίθησαν οἱ παρὰ τοῦ βασιλέως, καὶ εἰπον τῷ Ματταθίᾳ, λέγοντες, ἄρχων καὶ ἔνδοξος καὶ μέγας εἶ ἐν τῇ πόλει ταύτῃ, καὶ ἐστηριγμένος ἐν υἱοῖς καὶ ἀδελφοῖς."],["18","Νῦν οὖν πρόσελθε πρῶτος, καὶ ποίησον τὸ πρόσταγμα τοῦ βασιλέως, ὡς ἐποίησαν πάντα τὰ ἔθνη, καὶ οἱ ἄνδρες Ἰούδα, καὶ οἱ καταλειφθέντες ἐν Ἱερουσαλήμ· καὶ ἔσῃ σὺ καὶ ὁ οἶκός σου τῶν φίλων τοῦ βασιλέως, καὶ σὺ καὶ οἱ υἱοί σου δοξασθήσεσθε ἀργυρίῳ, καὶ χρυσίῳ, καὶ ἀποστολαῖς πολλαῖς."],["19","Καὶ ἀπεκρίθη Ματταθίας, καὶ εἶπε φωνῇ μεγάλῃ, εἰ πάντα τὰ ἔθνη τὰ ἐν οἴκῳ τῆς βασιλείας τοῦ βασιλέως ἀκούουσιν αὐτοῦ, ἀποστῆναι ἕκαστος ἀπὸ λατρείας πατέρων αὐτοῦ, καὶ ᾑρετίσαντο ἐν ταῖς ἐντολαῖς αὐτοῦ,"],["20","ἀλλʼ ἐγὼ καὶ οἱ υἱοί μου καὶ οἱ ἀδελφοί μου πορευσόμεθα ἐν διαθήκῃ πατέρων ἡμῶν."],["21","Ἵλεως ἡμῖν καταλιπεῖν νόμον καὶ δικαιώματὰ."],["22","Τῶν λόγων τοῦ βασιλέως οὐκ ἀκουσόμεθα, τοῦ παρελθεῖν τὴν λατρείαν ἡμῶν, δεξιὰν ἢ ἀριστεράν."],["23","Καὶ ὡς ἐπαύσατο λαλῶν τοὺς λόγους τούτους, προσῆλθεν ἀνὴρ Ἰουδαῖος ἐν ὀφθαλμοῖς πάντων, θυσιᾶσαι ἐπὶ τοῦ βωμοῦ τοῦ ἐν Μωδεῒν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως."],["24","Καὶ εἶδε Ματταθίας καὶ ἐζήλωσε, καὶ ἐτρόμησαν οἱ νεφροὶ αὐτοῦ, καὶ ἀνήνεγκε θυμὸν κατὰ τὸ κρίμα, καὶ δραμῶν ἔσφαξεν αὐτὸν ἐπὶ τὸν βωμόν."],["25","Καὶ τὸν ἄνδρα τοῦ βασιλέως τὸν ἀναγκάζοντα θύειν, ἀπέκτεινεν ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ τὸν βωμὸν καθεῖλε."],["26","Καὶ ἐζήλωσε τῷ νόμῳ καθὼς ἐποίησε Φινεὲς τῷ Ζαμβρὶ υἱῷ Σαλώμ."],["27","Καὶ ἀνέκραξε Ματταθίας ἐν τῇ πόλει φωνῇ μεγάλῃ, λέγων, πᾶς ὁ ζηλῶν τῷ νόμῳ καὶ ἱστῶν διαθήκην, ἐξελθέτω ὀπίσω μου."],["28","Καὶ ἔφυγον αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ εἰς τὰ ὄρη, καὶ ἐγκατέλιπον ὅσα εἶχον ἐν τῇ πόλει."],["29","Τότε κατέβησαν πολλοὶ ζητοῦντες δικαιοσύνην καὶ κρίμα, εἰς τὴν ἔρημον, καθίσαι ἐκεῖ,"],["30","αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ κτήνη αὐτῶν, ὅτι ἐπληθύνθη ἐπʼ αὐτοὺς τὰ κακά."],["31","Καὶ ἀνηγγέλη τοῖς ἀνδράσι τοῦ βασιλέως καὶ ταῖς δυνάμεσιν αἳ ἦσαν ἐν Ἱερουσαλὴμ πόλει Δαυὶδ, ὅτι κατέβησαν ἄνδρες, οἵτινες διεσκέδασαν τὴν ἐντολὴν τοῦ βασιλέως, εἰς τοὺς κρύφους ἐν τῇ ἐρήμῳ."],["32","Καὶ ἔδραμον ὀπίσω αὐτῶν πολλοί· καὶ καταλαβόντες αὐτοὺς παρενέβαλον ἐπʼ αὐτοὺς, καὶ συνεστήσαντο πρὸς αὐτοὺς πόλεμον ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων,"],["33","καὶ εἶπον πρὸς αὐτοὺς, ἕως τοῦ νῦν ἱκανόν· ἐξέλθετε καὶ ποιήσατε κατὰ τὸν λόγον τοῦ βασιλέως, καὶ ζήσεσθε."],["34","Καὶ εἶπον, οὐκ ἐξελευσόμεθα, οὐδὲ ποιήσομεν τὸν λόγον τοῦ βασιλέως, τοῦ βεβηλῶσαι τὴν ἡμέραν τῶν σαββάτων."],["35","καὶ ἐτάχυναν ἐπʼ αὐτοὺς πόλεμον."],["36","Καὶ οὐκ ἀπεκρίθησαν αὐτοῖς, οὐδὲ λίθον ἐνετίναξαν αὐτοῖς, οὐδὲ ἐνέφραξαν τοὺς κρύφους,"],["37","λέγοντες, ἀποθάνωμεν πάντες ἐν τῇ ἁπλότητι ἡμῶν· μαρτυρεῖ ἐφʼ ἡμᾶς ὁ οὐρανὸς καὶ ἡ γῆ, ὅτι ἀκρίτως ἀπόλλυτε ἡμᾶς."],["38","Καὶ ἀνέστησαν ἐπʼ αὐτοὺς ἐν τῷ πολέμῳ τοῖς σάββασι, καὶ ἀπέθανον αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν, ἕως χιλίων ψυχῶν ἀνθρώπων."],["39","Καὶ ἔγνω Ματταθίας καὶ οἱ φίλοι αὐτοῦ, καὶ ἐπένθησαν ἐπʼ αὐτοὺς ἕως σφόδρα."],["40","Καὶ εἶπεν ἀνὴρ τῷ πλησίον αὐτοῦ, ἐὰν πάντες ποιήσωμεν ὡς οἱ ἀδελφοὶ ἡμῶν ἐποίησαν, καὶ μὴ πολεμήσωμεν πρὸς τὰ ἔθνη ὑπὲρ τῶν ψυχῶν ἡμῶν καὶ τῶν δικαιωμάτων ἡμῶν, νῦν τάχιον ἡμᾶς ἐξολοθρεύσουσιν ἀπὸ τῆς γῆς."],["41","Καὶ ἐβουλεύσαντο τῇ ἡμέρᾳ ἐκείνῃ, λέγοντες, πᾶς ἄνθρωπος ὃς ἐὰν ἔλθῃ πρὸς ἡμᾶς εἰς πόλεμον τῇ ἡμέρᾳ τῶν σαββάτων, πολεμήσωμεν κατέναντι αὐτοῦ, καὶ οὐ μὴ ἀποθάνωμεν πάντες καθὼς ἀπέθανον οἱ ἀδελφοὶ ἡμῶν ἐν τοῖς κρύφοις."],["42","Τότε συνήχθησαν πρὸς αὐτοὺς συναγωγὴ Ἰουδαίων, ἰσχυροὶ δυνάμει ἀπὸ Ἰσραὴλ, πᾶς ὁ ἑκουσιαζόμενος τῷ νόμῳ."],["43","Καὶ πάντες οἱ φυγαδεύοντες ἀπὸ τῶν κακῶν προσετέθησαν αὐτοῖς, καὶ ἐγένοντο αὐτοῖς εἰς στήριγμα."],["44","Καὶ συνεστήσαντο δύναμιν, καὶ ἐπάταξαν ἁμαρτωλοὺς ἐν ὀργῇ αὐτῶν, καὶ ἄνδρας ἀνόμους ἐν θυμῷ αὐτῶν· καὶ οἱ λοιποὶ ἔφυγον εἰς τὰ ἔθνη σωθῆναι."],["45","Καὶ ἐκύκλωσε Ματταθίας καὶ οἱ φίλοι αὐτοῦ, καὶ καθεῖλον τοὺς βωμοὺς."],["46","Καὶ περιέτεμον τὰ παιδάρια τὰ ἀπερίτμητα ὅσα εὗρον ἐν ὁρίοις Ἰσραὴλ ἐν ἰσχύϊ."],["47","Καὶ ἐδίωξαν τοὺς υἱοὺς τῆς ὑπεπηφανίας, καὶ κατευωδώθη τὸ ἔργον ἐν χειρὶ αὐτῶν."],["48","Καὶ ἀντελάβοντο τοῦ νόμου ἐκ χειρὸς τῶν ἐθνῶν καὶ ἐκ χειρὸς τῶν βασιλέων· καὶ οὐκ ἔδωκαν κέρας τῷ ἁμαρτωλῷ."],["49","Καὶ ἤγγισαν αἱ ἡμέραι τοῦ Ματταθίου ἀποθανεῖν, καὶ εἶπε τοῖς υἱοῖς αὐτοῦ, νῦν ἐστηρίχθη ὑπερηφανία καὶ ἐλεγμὸς καὶ καιρὸς καταστροφῆς καὶ ὀργὴ θυμοῦ."],["50","Καὶ νῦν, τέκνα, ζηλώσατε τῷ νόμῳ, καὶ δότε τὰς ψυχὰς ὑμῶν ὑπὲρ διαθήκης πατέρων ἡμῶν."],["51","Μνήσθητε τῶν πατέρων ἡμῶν τὰ ἔργα ἃ ἐποίησαν ἐν ταῖς γενεαῖς αὐτῶν, καὶ δέξασθε δόξαν μεγάλην καὶ ὄνομα αἰώνιον."],["52","Ἁβραὰμ οὐχὶ ἐν πειρασμῷ εὑρέθη πιστὸς, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην;"],["53","Ἰωσὴφ ἐν καιρῷ στενοχωρίας αὐτοῦ ἐφύλαξεν ἐντολὴν, καὶ ἐγένετο κύριος Αἰγύπτου."],["54","Φινεὲς ὁ πατὴρ ἡμῶν ἐν τῷ ζηλῶσαι ζῆλον, ἔλαβε διαθήκην ἱερωσύνης αἰωνίας."],["55","Ἰησοῦς ἐν τῷ πληρῶσαι λόγον, ἐγένετο κριτὴς ἐν Ἰσραήλ."],["56","Χαλὲβ ἐν τῷ ἐπιμαρτύρασθαι ἐν τῇ ἐκκλησία, ἔλαβε γῆς κληρονομίαν."],["57","Δαυὶδ ἐν τῷ ἐλέῳ αὐτοῦ, ἐκληρονόμησε θρόνον βασιλείας εἰς αἰῶνα αἰῶνος."],["58","Ἡλίας ἐν τῷ ζηλῶσαι ζῆλον νόμου, ἀνελήφθη ἕως εἰς τὸν οὐρανόν."],["59","Ἀνανίας, Ἀζαρίας, Μισαήλ, πιστεύσαντες ἐσώθησαν ἐκ φλογός."],["60","Δανιὴλ ἐν τῇ ἁπλότητι αὐτοῦ ἐῤῥύσθη ἐκ στόματος λεόντων."],["61","Καὶ οὕτως ἐννοήθητε κατὰ γενεὰν καὶ γενεὰν, ὅτι πάντες οἱ ἐλπίζοντες ἐπʼ αὐτὸν οὐκ ἀσθενήσουσι."],["62","Καὶ ἀπὸ λόγων ἀνδρὸς ἁμαρτωλοῦ μὴ φοβηθῆτε, ὅτι ἡ δόξα αὐτοῦ εἰς κοπρίαν καὶ εἰς σκώληκας."],["63","Σήμερον ἐπαρθήσεται, καὶ αὔριον οὐ μὴ εὑρεθῇ, ὅτι ἔστρεψεν εἰς τὸν χοῦν αὐτοῦ, καὶ ὁ διαλογισμὸς αὐτοῦ ἀπώλετο."],["64","Καὶ ὑμεῖς, τέκνα, ἰσχύσατε καὶ ἀνδρίζεσθε ἐν τῷ νόμῳ, ὅτι ἐν αὐτῷ δοξασθήσεσθε."],["65","Καὶ ἰδοὺ Συμεὼν ὁ ἀδελφὸς ὑμῶν, οἶδα ὅτι ἀνὴρ βουλῆς ἐστιν, αὐτοῦ ἀκούετε πάσας τὰς ἡμέρας, αὐτὸς ὑμῖν ἔσται εἰς πατέρα."],["66","Καὶ Ἰούδας Μακκαβαῖος ἰσχυρὸς δυνάμει ἐκ νεότητος αὐτοῦ, οὗτος ὑμῖν ἔσται ἄρχων στρατιᾶς, καὶ πολεμήσει πόλεμον λαῶν."],["67","Καὶ ὑμεῖς προσάξατε πρὸς ὑμᾶς πάντας τοὺς ποιητὰς τοῦ νόμου, καὶ ἐκδικήσατε ἐκδίκησιν τοῦ λαοῦ ὑμῶν."],["68","Ἀνταπόδοτε ἀνταπόδομα τοῖς ἔθνεσι, καὶ προσέχετε εἰς τὰ προστάγματα τοῦ νόμου."],["69","Καὶ εὐλόγησεν αὐτούς· καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ."],["70","Καὶ ἀπέθανεν ἐν τῷ ἕκτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει· καὶ ἔθαψαν αὐτὸν οἱ υἱοὶ αὐτοῦ ἐν τάφοις πατέρων αὐτῶν ἐν Μωδεῒν, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραὴλ κοπετὸν μέγαν."]],[["1","Καὶ ἀνέστη Ἰούδας ὁ καλούμενος Μακκαβαῖος υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ."],["2","Καὶ ἐβοήθουν αὐτῷ πάντες οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πάντες ὅσοι ἐκολλήθησαν τῷ πατρὶ αὐτοῦ, καὶ ἐπολέμουν τὸν πόλεμον Ἰσραὴλ μετʼ εὐφροσύνης."],["3","Καὶ ἐπλάτυνε δόξαν τῷ λαῷ αὐτοῦ, καὶ ἐνεδύσατο θώρακα ὡς γίγας, καὶ συνεζώσατο τὰ σκεύη αὐτοῦ τὰ πολεμικά· καὶ συνεστήσατο πολέμους σκεπάζων παρεμβολὴν ἐν ῥομφαίᾳ."],["4","Καὶ ὡμοιώθη λέοντι ἐν τοῖς ἔργοις αὐτοῦ, καὶ ὡς σκύμνος ἐρευγόμενος εἰς θήραν."],["5","Καὶ ἐδίωξεν ἀνόμους ἐξερευνῶν, καὶ τοὺς ταράσσοντας τὸν λαὸν αὐτοῦ ἐφλόγισε·"],["6","Καὶ συνεστάλησαν οἱ ἄνομοι ἀπὸ τοῦ φόβου αὐτοῦ, καὶ πάντες οἱ ἐργάται τῆς ἀνομίας συνεταράχθησαν, καὶ εὐοδώθη σωτηρία ἐν χειρὶ αὐτοῦ."],["7","Καὶ ἐπίκρανε βασιλεῖς πολλούς, καὶ εὔφρανε τὸν Ἰακὼβ ἐν τοῖς ἔργοις αὐτοῦ, καὶ ἕως τοῦ αἰῶνος τὸ μνημόσυνον αὐτοῦ εἰς εὐλογίαν."],["8","Καὶ διῆλθεν ἐν πόλεσιν Ἰούδα, καὶ ἐξωλόθρευσεν ἀσεβεῖς ἐξ αὐτῆς, καὶ ἀπέστρεψεν ὀργὴν ἀπὸ Ἰσραήλ."],["9","Καὶ ὠνομάσθη ἕως ἐσχάτου τῆς γῆς, καὶ συνήγαγεν ἀπολλυμένους."],["10","Καὶ συνήγαγεν Ἀπολλώνιος ἔθνη, καὶ ἀπὸ Σαμαρείας δύναμιν μεγάλην, τοῦ πολεμῆσαι πρὸς Ἰσραήλ."],["11","Καὶ ἔγνω Ἰούδας, καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ, καὶ ἐπάταξεν αὐτὸν, καὶ ἀπέκτεινεν αὐτόν· καὶ ἔπεσον τραυματίαι πολλοὶ, καὶ οἱ ἐπίλοιποι ἔφυγον."],["12","Καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν, καὶ τὴν μάχαιραν Ἀπολλωνίου ἔλαβεν Ἰούδας, καὶ ἦν πολεμῶν ἐν αὐτῇ πάσας τὰς ἡμέρας."],["13","Καὶ ἤκουσε Σήρων, ὁ ἄρχων τῆς δυνάμεως Συρίας, ὅτι ἤθροισεν Ἰούδας ἄθροισμα, καὶ ἐκκλησίαν πιστῶν μετʼ αὐτοῦ ἐκπορευομένων εἰς πόλεμον·"],["14","Καὶ εἶπε, ποιήσω ἐμαυτῷ ὄνομα καὶ δοξασθήσομαι ἐν τῇ βασιλείᾳ, καὶ πολεμήσω τὸν Ἰούδαν καὶ τοὺς σὺν αὐτῷ, τοὺς ἐξουδενοῦντας τὸν λόγον τοῦ βασιλέως."],["15","Καὶ προσέθετο τοῦ ἀναβῆναι· καὶ ἀνέβη μετʼ αὐτοῦ παρεμβολὴ ἀσεβῶν ἰσχυρὰ βοηθῆσαι αὐτῷ, καὶ ποιῆσαι τὴν ἐκδίκησιν ἐν υἱοῖς Ἰσραήλ."],["16","Καὶ ἤγγισαν ἕως ἀναβάσεως Βαιθωρών· καὶ ἐξῆλθεν Ἰούδας εἰς συνάντησιν αὐτῷ ὀλιγοστός."],["17","Ὡς δὲ ἴδον τὴν παρεμβολὴν ἐρχομένην εἰς συνάντησιν αὐτοῖς, εἶπον τῷ Ἰούδα, πῶς δυνησόμεθα ὀλιγοστοὶ ὄντες πολεμῆσαι πρὸς πλῆθος τοσοῦτον ἰσχυρόν; καὶ ἡμεῖς ἐκλελύμεθα ἀσιτοῦντες σήμερον."],["18","Καὶ εἶπεν Ἰούδας, εὔκοπόν ἐστι συγκλεισθῆναι πολλοὺς ἐν χερσὶν ὀλίγων· καὶ οὐκ ἔστι διαφορὰ ἐναντίον τοῦ Θεοῦ τοῦ οὐρανοῦ σώζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις."],["19","Ὅτι οὐκ ἐν πλήθει δυνάμεως νίκη πολέμου ἐστὶν, ἀλλʼ ἢ ἐκ τοῦ οὐρανοῦ ἡ ἰσχύς."],["20","Αὐτοὶ ἔρχονται πρὸς ἡμᾶς ἐν πλήθει ὕβρεως καὶ ἀνομίας, τοῦ ἐξᾶραι ἡμᾶς καὶ τὰς γυναῖκας ἡμῶν, καὶ τὰ τέκνα ἡμῶν, τοῦ σκυλεῦσαι ἡμᾶς."],["21","Ἡμεῖς δὲ πολεμοῦμεν περὶ τῶν ψυχῶν ἡμῶν καὶ τῶν νομίμων ἡμῶν."],["22","Καὶ αὐτὸς συντρίψει αὐτοὺς πρὸ προσώπου ἡμῶν· ὑμεῖς δὲ μὴ φοβηθῆτε ἀπʼ αὐτῶν."],["23","Ὡς δὲ ἐπαύσατο λαλῶν, ἐνήλατο εἰς αὐτοὺς ἄφνω, καὶ συνετρίβη Σήρων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἐνώπιον αὐτοῦ."],["24","Καὶ ἐδίωκον αὐτὸν ἐν τῇ καταβάσει Βαιθωρῶν ἕως τοῦ πεδίου· καὶ ἔπεσον ἀπʼ αὐτῶν εἰς ἄνδρας ὀκτακοσίους· οἱ δὲ λοιποὶ ἔφυγον εἰς γῆν Φυλιστιείμ."],["25","Καὶ ἤρξατο ὁ φόβος Ἰούδα καὶ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἡ πτόησις ἐπιπίπτειν ἐπὶ τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν."],["26","Καὶ ἤγγισεν ἕως τοῦ βασιλέως τὸ ὄνομα αὐτοῦ, καὶ ὑπὲρ τῶν παρατάξεων Ἰούδα ἐξηγεῖτο πᾶν ἔθνος."],["27","Ὡς δὲ ἤκουσεν Ἀντίοχος ὁ βασιλεὺς τοὺς λόγους τούτους, ὠργίσθη θυμῷ· καὶ ἀπέστειλε καὶ συνήγαγε τὰς δυνάμεις πάσας τῆς βασιλείας αὐτοῦ, παρεμβολὴν ἰσχυρὰν σφόδρα."],["28","Καὶ ἤνοιξε τὸ γαζοφυλάκιον αὐτοῦ, καὶ ἔδωκεν ὀψώνια ταῖς δυνάμεσιν αὐτοῦ εἰς ἐνιαυτόν· καὶ ἐνετείλατο εἶναι αὐτοὺς ἑτοίμους εἰς πᾶσαν χρείαν."],["29","Καὶ εἶδεν ὅτι ἐξέλιπε τὸ ἀργύριον ἀπὸ τῶν θησαυρῶν, καὶ οἱ φορολόγοι τῆς χώρας ὀλίγοι, χάριν τῆς διχοστασίας καὶ πληγῆς ἧς κατεσκεύασεν ἐν τῇ γῇ, τοῦ ἆραι τὰ νόμιμα ἃ ἦσαν ἀφʼ ἡμερῶν τῶν πρώτων."],["30","Καὶ εὐλαβήθη μὴ οὐκ ἔχῃ ὡς ἅπαξ καὶ δὶς εἰς τὰς δαπάνας καὶ τὰ δόματα ἃ ἐδίδου ἔμπροσθεν δαψιλεῖ χειρὶ, καὶ ἐπερίσσευσεν ὑπέρ τοὺς βασιλεῖς τοὺς ἔμπροσθεν."],["31","Καὶ ἠπορεῖτο τῇ ψυχῇ αὐτοῦ σφόδρα, καὶ ἐβουλεύσατο τοῦ πορευθῆναι εἰς τὴν Περσίδα, καὶ λαβεῖν τοὺς φόρους τῶν χωρῶν, καὶ συναγαγεῖν ἀργύριον πολύ."],["32","Καὶ κατέλιπε Λυσίαν ἄνθρωπον ἔνδοξον καὶ ἀπὸ γένους τῆς βασιλείας, ἐπὶ τῶν πραγμάτων τοῦ βασιλέως ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου ἕως τῶν ὁρίων Αἰγύπτου,"],["33","καὶ τρέφειν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ ἕως τοῦ ἐπιστρέψαι αὐτόν."],["34","Καὶ παρέδωκεν αὐτῷ τὰς ἡμίσεις τῶν δυνάμεων καὶ τοὺς ἐλέφαντας· καὶ ἐνετείλατο αὐτῷ περὶ πάντων ὧν ἐβούλετο, καὶ περὶ τῶν κατοικούντων τὴν Ἰουδαίαν καὶ Ἱερουσαλὴμ,"],["35","ἀποστεῖλαι ἐπʼ αὐτοὺς δύναμιν, τοῦ ἐκτρίψαι καὶ ἐξᾶραι τὴν ἰσχὺν Ἰσραὴλ, καὶ τὸ κατάλειμμα Ἱερουσαλὴμ, καὶ ἆραι τὸ μνημόσυνον αὐτῶν ἀπὸ τοῦ τόπου,"],["36","καὶ κατοικῆσαι υἱοὺς ἀλλογενεῖς ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν, καὶ κατακληροδοτῆσαι τὴν γῆν αὐτῶν."],["37","Καὶ ὁ βασιλεὺς παρέλαβε τὰς ἡμίσεις τῶν δυνάμεων τὰς καταλειφθείσας, καὶ ἀπῇρεν ἀπὸ Ἀντιοχείας ἀπὸ πόλεως βασιλείας αὐτοῦ, ἔτους ἑβδόμου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ· καὶ διεπέρασε τὸν Εὐφράτην ποταμὸν, καὶ διεπορεύετο τὰς ἐπάνω χώρας."],["38","Καὶ ἐπέλεξε Λυσίας Πτολεμαῖον τὸν Δορυμένους, καὶ Νικάνορα, καὶ Γοργίαν, ἄνδρας δυνατοὺς τῶν φίλων τοῦ βασιλέως."],["39","Καὶ ἀπέστειλε μετʼ αὐτῶν τεσσαράκοντα χιλιάδας ἀνδρῶν καὶ ἑπτακισχιλίαν ἵππον, τοῦ ἐλθεῖν εἰς γῆν Ἰούδα, καὶ καταφθεῖραι αὐτὴν, κατὰ τὸν λόγον τοῦ βασιλέως."],["40","Καὶ ἀπῇραν σὺν πάσῃ τῇ δυνάμει αὐτῶν, καὶ ἦλθον, καὶ παρενέβαλον πλησίον Ἐμμαοὺμ ἐν τῇ γῇ τῇ πεδινῇ."],["41","Καὶ ἤκουσαν οἱ ἔμποροι τῆς χώρας τὸ ὄνομα αὐτῶν, καὶ ἔλαβον ἀργύριον καὶ χρυσίον πολὺ σφόδρα καὶ παῖδας, καὶ ἦλθον εἰς τὴν παρεμβολὴν τοῦ λαβεῖν τοὺς υἱοὺς Ἰσραὴλ εἰς παῖδας· καὶ προσετέθησαν πρὸς αὐτοὺς δύναμις Συρίας καὶ γῆς ἀλλοφύλων."],["42","Καὶ εἶδεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ὅτι ἐπληθύνθη τὰ κακὰ, καὶ αἱ δυνάμεις παρεμβάλλουσιν ἐν τοῖς ὁρίοις αὐτῶν· καὶ ἐπέγνωσαν τοὺς λόγους τοῦ βασιλέως οὓς ἐνετείλατο ποιῆσαι τῷ λαῷ εἰς ἀπώλειαν καὶ συντέλειαν·"],["43","καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, ἀναστήσωμεν τὴν καθαίρεσιν τοῦ λαοῦ ἡμῶν, καὶ πολεμήσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ τῶν ἁγίων."],["44","Καὶ συνηθροίσθη ἡ συναγωγὴ τοῦ εἶναι ἑτοίμους εἰς πόλεμον, καὶ τοῦ προσεύξασθαι, καὶ αἰτῆσαι ἔλεον καὶ οἰκτιρμούς."],["45","Καὶ Ἱερουσαλὴμ ἦν ἀοίκητος ὡς ἔρημος, οὐκ ἦν ὁ εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐκ τῶν γεννημάτων αὐτῆς· καὶ τὸ ἁγίασμα καταπατούμενον, καὶ υἱοὶ ἀλλογενῶν ἐν τῇ ἄκρᾳ, κατάλυμα τοῖς ἔθνεσι· καὶ ἐξῄρθη τέρψις ἐξ Ἰακὼβ, καὶ ἐξέλιπεν αὐλὸς καὶ κινύρα."],["46","Καὶ συνήχθησαν, καὶ ἤλθοσαν εἰς Μασσηφὰ κατέναντι Ἱερουσαλὴμ, ὅτι τόπος προσευχῆς εἰς Μασσηφὰ τὸ πρότερον τῷ Ἰσραήλ."],["47","Καὶ ἐνήστευσαν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ περιεβάλοντο σάκκους καὶ σποδὸν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ διέῤῥηξαν τὰ ἱμάτια αὐτῶν."],["48","Καὶ ἐξεπέτασαν τὸ βιβλίον τοῦ νόμου, περὶ ὧν ἐξηρεύνων τὰ ἔθνη τὰ ὁμοιώματα τῶν εἰδώλων αὐτῶν."],["49","Καὶ ἤνεγκαν τὰ ἱμάτια τῆς ἱερωσύνης, καὶ τὰ πρωτογεννήματα, καὶ τὰς δεκάτας· καὶ ἤγειραν τοὺς Ναζαραίους, οἳ ἐπλήρωσαν τὰς ἡμέρας."],["50","Καὶ ἐβόησαν φωνῇ εἰς τὸν οὐρανὸν, λέγοντες, τί ποιήσωμεν τούτοις, καὶ ποῦ αὐτοὺς ἀπαγάγωμεν;"],["51","Καὶ τὰ ἅγιά σου καταπεπάτηται, καὶ βεβήλωται· καὶ οἱ ἱερεῖς σου ἐν πένθει καὶ ταπεινώσει."],["52","Καὶ ἰδοὺ τὰ ἔθνη συνῆκται ἐφʼ ἡμᾶς τοῦ ἐξᾶραι ἡμᾶς· σὺ οἶδας ἃ λογίζονται ἐφʼ ἡμᾶς."],["53","Πῶς δυνησόμεθα ὑποστῆναι κατὰ πρόσωπον αὐτῶν, ἐὰν μὴ σὺ βοηθήσῃς ἡμῖν;"],["54","Καὶ ἐσάλπισαν ταῖς σάλπιγξι, καὶ ἐβόησαν φωνῇ μεγάλῃ."],["55","Καὶ μετὰ τοῦτο κατέστησεν Ἰούδας ἡγουμένους τοῦ λαοῦ, χιλιάρχους, καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους."],["56","Καὶ εἶπον τοῖς οἰκοδομοῦσιν οἰκίας, καὶ μνηστευομένους γυναῖκας, καὶ φυτεύουσιν ἀμπελῶνας, καὶ δειλοῖς, ἀποστρέφειν ἕκαστον εἰς τὸν οἶκον αὐτοῦ, κατὰ τὸν νόμον."],["57","Καὶ ἀπῇρεν ἡ παρεμβολὴ, καὶ παρενέβαλε κατὰ Νότον Ἐμμαούμ."],["58","Καὶ εἶπεν Ἰούδας, περιζώσασθε, καὶ γίνεσθε εἰς υἱοὺς δυνατοὺς, καὶ γίνεσθε ἕτοιμοι εἰς τοπρωῒ τοῦ πολεμῆσαι ἐν τοῖς ἔθνεσι τούτοις, τοῖς ἐπισυνηγμένοις ἐφʼ ἡμᾶς ἐξᾶραι ἡμᾶς καὶ τὰ ἅγια ἡμῶν."],["59","Ὅτι κρεῖσσον ἡμᾶς ἀποθανεῖν ἐν τῷ πολέμῳ, ἢ ἐπιδεῖν ἐπὶ τὰ κακὰ τοῦ ἔθνους ἡμῶν καὶ τῶν ἁγίων·"],["60","Ὡς δʼ ἂν ᾖ θέλημα ἐν οὐρανῷ, οὕτω ποιήσει."]],[["1","Καὶ παρέλαβε Γοργίας πεντακισχιλίους ἄνδρας καὶ χιλίαν ἵππον ἐκλεκτὴν, καὶ ἀπῇρεν ἡ παρεμβολὴ νυκτὸς,"],["2","ὥστε ἐπιβαλεῖν ἐπὶ τὴν παρεμβολὴν τῶν Ἰουδαίων, καὶ πατάξαι αὐτοὺς ἄφνω· καὶ οἱ υἱοὶ τῆς ἄκρας ἦσαν αὐτῷ ὁδηγοί."],["3","Καὶ ἤκουσεν Ἰούδας, καὶ ἀπῇρεν αὐτὸς καὶ οἱ δυνατοὶ πατάξαι τὴν δύναμιν τοῦ βασιλέως τὴν ἐν Ἐμμαοὺμ,"],["4","ἕως ἔτι αἱ δυνάμεις ἐσκορπισμέναι ἦσαν ἀπὸ τῆς παρεμβολῆς."],["5","Καὶ ἦλθε Γοργίας εἰς τὴν παρεμβολὴν Ἰούδα νυκτὸς, καὶ οὐδένα εὗρε· καὶ ἐζήτει αὐτοὺς ἐν τοῖς ὄρεσιν, ὅτι εἶπε, φεύγουσιν οὗτοι ἀφʼ ἡμῶν."],["6","Καὶ ἅμα τῇ ἡμέρᾳ, ὤφθη Ἰούδας ἐν τῷ πεδίῳ ἐν τρισχιλίοις ἀνδράσι· πλὴν καλύμματα καὶ μαχαίρας οὐκ εἶχον καθὼς ἠβούλοντο."],["7","Καὶ εἶδον παρεμβολὴν ἐθνῶν ἰσχυρὰν, τεθωρακισμένην, καὶ ἵππον κυκλοῦσαν αὐτὴν, καὶ οὗτοι διδακτοὶ πολέμου."],["8","Καὶ εἶπεν Ἰούδας τοῖς ἀνδράσι τοῖς μετʼ αὐτοῦ, μὴ φοβεῖσθε τὸ πλῆθος αὐτῶν, καὶ τὸ ὅρμημα αὐτῶν μὴ δειλωθῆτε."],["9","Μνήσθητε πῶς ἐσώθησαν οἱ πατέρες ἡμῶν ἐν θαλάσσῃ ἐρυθρᾷ, ὅτε ἐδίωξεν αὐτοὺς Φαραὼ ἐν δυνάμει."],["10","Καὶ νῦν βοήσωμεν εἰς τὸν οὐρανὸν, εἴπως ἐλεήσει ἡμᾶς, καὶ μνησθήσεται διαθήκης πατέρων ἡμῶν, καὶ συντρίψει τὴν παρεμβολὴν ταύτην κατὰ πρόσωπον ἡμῶν σήμερον."],["11","Καὶ γνώσεται πάντα τὰ ἔθνη, ὅτι ἐστὶν ὁ λυτρούμενος καὶ σώζων τὸν Ἰσραήλ."],["12","Καὶ ᾖραν οἱ ἀλλόφυλοι τοὺς ὀφθαλμοὺς αὐτῶν. καὶ ἴδον αὐτοὺς ἐρχομένους ἐξεναντίας,"],["13","καὶ ἐξῆλθον ἐκ τῆς παρεμβολῆς εἰς πόλεμον· καὶ ἐσάλπισαν οἱ μετὰ Ἰούδα."],["14","Καὶ συνῆψαν, καὶ συνετρίβησαν τὰ ἔθνη, καὶ ἔφυγον εἰς τὸ πεδίον."],["15","Οἱ δὲ ἔσχατοι πάντες ἔπεσον ἐν ῥομφαίᾳ· καὶ ἐδίωξαν αὐτοὺς ἕως Γαζηρὼν καὶ ἕως τῶν πεδίων τῆς Ἰδουμαίας καὶ Ἀζώτου καὶ Ἰαμνίας, καὶ ἔπεσον ἐξ αὐτῶν εἰς ἄνδρας τρισχιλίους."],["16","Καὶ ἐπέστρεψεν Ἰούδας καὶ ἡ δύναμις ἀπὸ τοῦ διώκειν ὄπισθεν αὐτῶν,"],["17","καὶ εἶπε πρὸς τὸν λαὸν, μὴ ἐπιθυμήσητε τῶν σκύλων, ὅτι πόλεμος ἐξεναντίας ἡμῶν,"],["18","καὶ Γοργίας καὶ ἡ δύναμις ἐν τῷ ὄρει ἐγγὺς ἡμῶν· ἀλλὰ στῆτε νῦν ἐναντίον τῶν ἐχθρῶν ἡμῶν, καὶ πολεμήσατε αὐτοὺς, καὶ μετὰ ταῦτα λήψετε τὰ σκύλα μετὰ παῤῥησίας."],["19","Ἔτι λαλοῦντος Ἰούδα ταῦτα, ὤφθη μέρος τι ἐκκύπτον ἐκ τοῦ ὄρους."],["20","Καὶ εἶδεν ὅτι τετρόπωνται, καὶ ἐμπυρίζουσι τὴν παρεμβολὴν, ὁ γὰρ καπνὸς θεωρούμενος ἐνεφάνιζε τὸ γεγονός."],["21","Οἱ δὲ ταῦτα συνιδόντες ἐδειλώθησαν σφόδρα· συνιδόντες δὲ καὶ τὴν Ἰούδα παρεμβολὴν ἐν τῷ πεδίῳ ἑτοίμην εἰς παράταξιν,"],["22","ἔφυγον πάντες εἰς γῆν ἀλλοφύλων."],["23","Καὶ ἀνέστρεψεν Ἰούδας ἐπὶ τὴν σκυλείαν τῆς παρεμβολῆς· καὶ ἔλαβον χρυσίον πολὺ καὶ ἀργύριον καὶ ὑάκινθον καὶ πορφύραν θαλασσίαν καὶ πλοῦτον μέγαν."],["24","Καὶ ἐπιστραφέντες ὕμνουν καὶ εὐλόγουν εἰς οὐρανὸν τὸν Κύριον, ὅτι καλὸν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ."],["25","Καὶ ἐγένετο σωτηρία μεγάλη τῷ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ."],["26","Ὅσοι δὲ τῶν ἀλλοφύλων διεσώθησαν, παραγενηθέντες ἀπήγγειλαν τῷ Λυσίᾳ πάντα τὰ συμβεβηκότα."],["27","Ὁ δὲ ἀκούσας συνεχύθη καὶ ἠθύμει, ὅτι οὐχ οἷα ἤθελε, τοιαῦτα γεγόνει τῷ Ἰσραὴλ, καὶ οὐχ οἷα ἐνετείλατο αὐτῷ ὁ βασιλεὺς, τοιαῦτα ἐξέβη."],["28","Καὶ ἐν τῷ ἐχομένῳ ἐνιαυτῷ συνελόχησεν ὁ Λυσίας ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον, ὥστε ἐκπολεμῆσαι αὐτούς."],["29","Καὶ ἦλθον εἰς τὴν Ἰδουμαίαν, καὶ παρενέβαλον ἐν Βαιθσούροις, καὶ συνήντησεν αὐτοῖς Ἰούδας ἐν δέκα χιλιάσιν ἀνδρῶν."],["30","Καὶ εἶδε τὴν παρεμβολὴν ἰσχυρὰν, καὶ προσηύξατο, καὶ εἶπεν, εὐλογητὸς εἶ, ὁ σωτὴρ τοῦ Ἰσραὴλ, ὁ συντρίψας τὸ ὅρμημα τοῦ δυνατοῦ ἐν χειρὶ τοῦ δούλου σου Δαυὶδ, καὶ παρέδωκας τὴν παρεμβολὴν τῶν ἀλλοφύλων εἰς χεῖρας Ἰωνάθαν υἱοῦ Σαοὺλ, καὶ τοῦ αἴροντος τὰ σκεύη αὐτοῦ."],["31","Σύγκλεισον τὴν παρεμβολὴν ταύτην ἐν χειρὶ λαοῦ σου Ἰσραὴλ, καὶ αἰσχυνθήτωσαν ἐπὶ τῇ δυνάμει καὶ τῇ ἵππῳ αὐτῶν."],["32","Δὸς αὐτοῖς δειλίαν, καὶ τῆξον θράσος ἰσχύος αὐτῶν, καὶ σαλευθήτωσαν τῇ συντριβῇ αὐτῶν."],["33","Κατάβαλε αὐτοὺς ῥομφαίᾳ ἀγαπώντων σε, καὶ αἰνεσάτωσάν σε πάντες οἱ εἰδότες τὸ ὄνομά σου ἐν ὕμνοις."],["34","Καὶ συνέβαλον ἀλλήλοις, καὶ ἔπεσον ἐκ τῆς παρεμβολῆς Λυσίου εἰς πεντακισχιλίους ἄνδρας, καὶ ἔπεσον ἐξ ἐναντίας αὐτῶν."],["35","Ἰδὼν δὲ Λυσίας τὴν γενομένην τροπὴν, τῆς αὐτοῦ συντάξεως, τῆς δὲ Ἰούδα τὸ γεγενημένον θάρσος, καὶ ὡς ἕτοιμοί εἰσιν ἢ ζῇν ἢ τεθνάναι γενναίως, ἀπῇρεν εἰς Ἀντιόχειαν, καὶ ἐξενολόγει· καὶ πλεονάσας τὸν γενηθέντα στρατὸν, ἐλογίζετο πάλιν παραγενέσθαι εἰς τὴν Ἰουδαίαν."],["36","Εἶπε δὲ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Ἰδοὺ συνετρίβησαν οἱ ἐχθροὶ ἡμῶν, ἀναβῶμεν καθαρίσαι τὰ ἅγια καὶ ἐγκαινίσαι."],["37","Καὶ συνήχθη ἡ παρεμβολὴ πᾶσα, καὶ ἀνέβησαν εἰς ὄρος Σιών."],["38","Καὶ ἴδον τὸ ἁγίασμα ἠρημωμένον, καὶ τὸ θυσιαστήριον βεβηλωμένον, καὶ τὰς πύλας κατακεκαυμένας, καὶ ἐν ταῖς αὐλαῖς φυτὰ πεφυκότα ὡς ἐν δρυμῷ ἢ ὡς ἐν ἑνὶ τῶν ὀρέων, καὶ τὰ παστοφόρια καθῃρημένα."],["39","Καὶ διέῤῥηξαν τὰ ἱμάτια αὐτῶν, καὶ ἐκόψαντο κοπετὸν μέγαν, καὶ ἐπέθεντο σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῶν."],["40","Καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ ἐσάλπισαν ταῖς σάλπιγξι τῶν σημασιῶν, καὶ ἐβόησαν εἰς τὸν οὐρανόν."],["41","Τότε ἐπέταξεν Ἰούδας ἄνδρας πολεμεῖν τοὺς ἐν τῇ ἄκρᾳ, ἕως ἂν καθαρίσῃ τὰ ἅγια."],["42","Καὶ ἐπέλεξεν ἱερεῖς ἀμώμους, θελητὰς νόμου."],["43","Καὶ ἐκαθάρισαν τὰ ἅγια, καὶ ᾖραν τοὺς λίθους τοῦ μιασμοῦ εἰς τόπον ἀκάθαρτον."],["44","Καὶ ἐβουλεύσαντο περὶ τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως τοῦ βεβηλωμένου, τί αὐτῷ ποιήσωσι."],["45","Καὶ ἐπέπεσεν αὐτοῖς βουλὴ ἀγαθὴ, καθελεῖν αὐτὸ, μήποτε γένηται αὐτοῖς εἰς ὄνειδος, ὅτι ἐμίαναν τὰ ἔθνη αὐτό· καὶ καθεῖλον τὸ θυσιαστήριον,"],["46","καὶ ἀπέθεντο τοὺς λίθους ἐν τῷ ὄρει τοῦ οἴκου, ἐν τόπῳ ἐπιτηδείῳ, μέχρι τοῦ παραγενηθῆναι προφήτην τοῦ ἀποκριθῆναι περὶ αὐτῶν."],["47","Καὶ ἔλαβον λίθους ὁλοκλήρους κατὰ τὸν νόμον, καὶ ᾠκοδόμησαν τὸ θυσιαστήριον καινὸν κατὰ τὸ πρότερον."],["48","Καὶ ᾠκοδόμησαν τὰ ἅγια καὶ τὰ ἐντὸς τοῦ οἴκου, καὶ τὰς αὐλὰς ἡγίασαν."],["49","Καὶ ἐποίησαν σκεύη ἅγια καινὰ, καὶ εἰσήνεγκαν τὴν λυχνίαν καὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων καὶ τὴν τράπεζαν εἰς τὸν ναόν."],["50","Καὶ ἐθυμίασαν ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐξῆψαν τοὺς λύχνους τοὺς ἐπὶ τῆς λυχνίας, καὶ ἐφαίνοσαν ἐν τῷ ναῷ."],["51","Καὶ ἐπέθηκαν ἐπὶ τὴν τράπεζαν ἄρτους, καὶ ἐξεπέτασαν τὰ καταπετάσματα· καὶ ἐτέλεσαν πάντα τὰ ἔργα ἃ ἐποίησαν."],["52","Καὶ ὤρθρισαν τοπρωῒ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἐννάτου· οὗτος ὁ μὴν Χασελεῦ τοῦ ὀγδόου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ ἔτους."],["53","Καὶ ἀνήνεγκαν θυσίαν κατὰ τὸν νόμον ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων τὸ καινὸν ὃ ἐποίησαν."],["54","Κατὰ τὸν καιρὸν καὶ κατὰ τὴν ἡμέραν ἐν ᾗ ἐβεβήλωσαν αὐτὸ τὰ ἔθνη, ἐν ἐκείνῃ ἐνεκαινίσθη ἐν ᾠδαῖς καὶ κιθάραις καὶ κινύραις, καὶ ἐν κυμβάλοις."],["55","Καὶ ἔπεσον πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον, καὶ προσεκύνησαν, καὶ εὐλόγησαν εἰς οὐρανὸν τὸν εὐοδώσαντα αὐτοῖς."],["56","Καὶ ἐποίησαν τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἡμέρας ὀκτὼ, καὶ προσήνεγκαν ὁλοκαυτώματα μετʼ εὐφροσύνης, καὶ ἔθυσαν θυσίαν σωτηρίου καὶ αἰνέσεως."],["57","Καὶ κατεκόσμησαν τὸ κατὰ πρόσωπον τοῦ ναοῦ στεφάνοις χρυσοῖς καὶ ἀσπιδίσκαις, καὶ ἐνεκαίνισν τὰς πύλας καὶ τὰ παστοφόρια, καὶ ἐθύρωσαν αὐτά."],["58","Καὶ ἐγενήθη εὐφροσύνη μεγάλη ἐν τῷ λαῷ σφόδρα, καὶ ἀπεστράφη ὄνειδος ἐθνῶν."],["59","Καὶ ἔστησεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ ἐκκλησία Ἰσραὴλ, ἵνα ἄγωνται αἱ ἡμέραι ἐγκαινισμοῦ τοῦ θυσιαστηρίου ἐν τοῖς καιροῖς αὐτῶν ἐνιαυτὸν κατʼ ἐνιαυτὸν ἡμέρας ὀκτὼ, ἀπὸ τῆς πέμπτης καὶ εἰκάδος τοῦ μηνὸς Χασελεῦ, μετʼ εὐφροσύνης καὶ χαρᾶς."],["60","Καὶ ᾠκοδόμησαν ἐν τῷ καιρῷ ἐκείνῳ τὸ ὄρος Σιὼν, κυκλόθεν τείχη ὑψηλὰ καὶ πύργους ὀχυροὺς, μήποτε παραγενηθέντα τὰ ἔθνη καταπατήσωσιν αὐτὰ, ὡς ἐποίησαν τοπρότερον."],["61","Καὶ ἐπέταξεν ἐκεῖ δύναμιν τηρεῖν αὐτὸ, καὶ ὠχύρωσαν αὐτὸ τηρεῖν τὴν Βαιθσούραν, τοῦ ἔχειν τὸν λαὸν ὀχύρωμα κατὰ πρόσωπον τῆς Ἰδουμαίας."]],[["1","Καὶ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔθνη κυκλόθεν ὅτι ᾠκοδομήθη τὸ θυσιαστήριον, καὶ ἐνεκαινίσθη τὸ ἁγίασμα ὡς τοπρότερον, καὶ ὠργίσθησαν σφόδρα."],["2","Καὶ ἐβουλεύσαντο τοῦ ἆραι τὸ γένος Ἰακὼβ τοὺς ὄντας ἐν μέσῳ αὐτῶν, καὶ ἤρξαντο τοῦ θανατοῦν ἐν τῷ λαῷ καὶ ἐξαίρειν."],["3","Καὶ ἐπολέμει Ἰούδας πρὸς τοὺς υἱοὺς Ἡσαῦ ἐν τῇ Ἰδουμαίᾳ τὴν Ἀκραβαττίνην, ὅτι περιεκάθηντο τὸν Ἰσραὴλ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην, καὶ συνέστειλεν αὐτοὺς, καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν."],["4","Καὶ ἐμνήσθη τῆς κακίας υἱῶν Βαιὰν, οἳ ἦσαν τῷ λαῷ εἰς παγίδα καὶ εἰς σκάνδαλον ἐν τῷ ἐνεδρεύειν αὐτοὺς ἐν ταῖς ὁδοῖς."],["5","Καὶ συνεκλείσθησαν ὑπʼ αὐτοῦ ἐν τοῖς πύργοις, καὶ παρενέβαλεν ἐπʼ αὐτοὺς, καὶ ἀνεθεμάτισεν αὐτοὺς, καὶ ἐνεπύρισε τοὺς πύργους αὐτῆς ἐν πυρὶ σὺν πᾶσι τοῖς ἐνοῦσι."],["6","Καὶ διεπέρασεν ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν, καὶ εὗρε χεῖρα κραταιὰν καὶ λαὸν πολὺν, καὶ Τιμόθεον ἡγούμενον αὐτῶν."],["7","καὶ συνῆψε πρὸς αὐτοὺς πολέμους πολλοὺς, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτούς."],["8","Καὶ προκατελάβετο τὴν Ἰαζὴρ καὶ τὰς θυγατέρας αὐτῆς, καὶ ἀνέστρεψεν εἰς τὴν Ἰούδαίαν."],["9","Καὶ ἐπισυνήχθησαν τὰ ἔθνη τὰ ἐν τῇ Γαλαὰδ ἐπὶ τὸν Ἰσραὴλ τοὺς ὄντας ἐπὶ τοῖς ὁρίοις αὐτῶν τοῦ ἐξᾶραι αὐτούς· καὶ ἔφυγον εἰς Δάθεμα τὸ ὀχύρωμα."],["10","Καὶ ἀπέστειλαν γράμματα πρὸς Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, λέγοντες, ἐπισυνηγμένα ἐστὶν ἐφʼ ἡμᾶς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν τοῦ ἐξᾶραι ἡμᾶς."],["11","Καὶ ἑτοιμάζονται ἐλθεῖν καὶ προκαταλαβέσθαι τὸ ὀχύρωμα εἰς ὃ κατεφύγομεν, καὶ Τιμόθεος ἡγεῖται τῆς δυνάμεως αὐτῶν."],["12","Νῦν οὖν ἐλθὼν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ὅτι πέπτωκεν ἐξ ἡμῶν πλῆθος."],["13","Καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν οἱ ὄντες ἐν τοῖς Τωβίου τεθανάτωνται, καὶ ᾐχμαλωτίκασι τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευὴν, καὶ ἀπώλεσαν ἐκεῖ ὡς μίαν χιλιαρχίαν ἀνδρῶν."],["14","Ἔτι αἱ ἐπιστολαὶ ἀνεγινώσκοντο, καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τῆς Γαλιλαίας διεῤῥηχότες τὰ ἱμάτια, ἀπαγγέλλοντες κατὰ τὰ ῥήματα ταῦτα,"],["15","λέγοντες ἐπισυνῆχθαι ἐπʼ αὐτοὺς ἐκ Πτολεμαΐδος καὶ Τύρου καὶ Σιδῶνος καὶ πάσης Γαλιλαίας ἀλλοφύλων, τοῦ ἐξαναλῶσαι ἡμᾶς."],["16","Ὡς δὲ ἤκουσεν Ἰούδας καὶ ὁ λαὸς τοὺς λόγους τούτους, ἐπισυνήχθη ἐκκλησία μεγάλη, βουλεύσασθαι τί ποιήσωσι τοῖς ἀδελφοῖς αὐτῶν τοῖς οὖσιν ἐν θλίψει, καὶ πολεμουμένοις ὑπʼ αὐτῶν."],["17","Καὶ εἶπεν Ἰούδας Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ, ἐπίλεξον σεαυτῷ ἄνδρας, καὶ πορεύου καὶ ῥῦσαι τοὺς ἀδελφούς σου τοὺς ἐν τῇ Γαλιλαίᾳ· ἐγὼ δὲ καὶ Ἰωνάθαν ὁ ἀδελφός μου πορευσόμεθα εἰς τὴν Γαλααδίτιν."],["18","Καὶ κατέλιπεν Ἰώσηφον τὸν τοῦ Ζαχαρίου, καὶ Ἀζαρίαν, ἡγουμένους τοῦ λαοῦ, μετὰ τῶν ἐπιλοίπων τῆς δυνάμεως, ἐν τῇ Ἰουδαίᾳ εἰς τήρησιν."],["19","Καὶ ἐνετείλατο αὐτοῖς, λέγων, πρόστητε τοῦ λαοῦ τούτου, καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔθνη ἕως τοῦ ἐπιστρέψαι ἡμᾶς."],["20","Καὶ ἐμερίσθησαν Σίμωνι ἄνδρες τρισχίλιοι τοῦ πορευθῆναι εἰς τὴν Γαλιλαίαν, Ἰούδᾳ δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν Γαλααδίτιν."],["21","Καὶ ἐπορεύθη Σίμων εἰς τὴν Γαλιλαίαν, καὶ συνῆψε πολέμους πολλοὺς πρὸς τὰ ἔθνη, καὶ συνετρίβη τὰ ἔθνη ἀπὸ προσώπου αὐτοῦ,"],["22","καὶ ἐδίωξεν αὐτοὺς ἕως τῆς πύλης Πτολεμαΐδος· καὶ ἔπεσον ἐκ τῶν ἐθνῶν εἰς τρισχιλίους ἄνδρας, καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν."],["23","Καὶ παρέλαβε τοὺς ἐν τῇ Γαλιλαίᾳ καὶ ἐν Ἀρβάττοις σὺν ταῖς γυναιξὶ καὶ τοῖς τέκνοις, καὶ πάντα ὅσα ἦν αὐτοῖς, καὶ ἤγαγεν εἰς τὴν Ἰουδαίαν μετʼ εὐφροσύνης μεγάλης."],["24","Καὶ Ἰούδας ὁ Μακκαβαῖος καὶ Ἰωνάθαν ὁ ἀδελφὸς αὐτοῦ διέβησαν τὸν Ἰορδάνην, καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν ἐν τῷ ἐρήμῳ."],["25","Καὶ συνήντησαν τοῖς Ναβαταίοις, καὶ ἀπήντησαν αὐτοῖς εἰρηνικῶς, καὶ διηγήσαντο αὐτοῖς ἅπαντα τὰ συμβάντα τοῖς ἀδελφοῖς αὐτῶν ἐν τῇ Γαλααδίτιδι."],["26","Καὶ ὅτι πολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς Βόσσορα, καὶ Βοσὸρ, ἐν Ἀλέμοις, Χασφὼρ, Μακὲδ, καὶ Καρναΐν· πᾶσαι αἱ πόλεις αὗται ὀχυραὶ καὶ μεγάλαι·"],["27","καὶ ἐν ταῖς λοιπαῖς πόλεσι τῆς Γαλααδίτιδός εἰσι συνειλημμένοι, καὶ εἰς αὔριον τάσσονται παρεμβάλλειν ἐπὶ τὰ ὀχυρώματα, καὶ καταλαβέσθαι, καὶ ἐξᾶραι πάντας τούτους ἐν ἡμέρᾳ μιᾷ."],["28","Καὶ ἀπέστρεψεν Ἰούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον εἰς Βοσὸρ, ἄφνω· καὶ κατελάβετο τὴν πόλιν, καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας, καὶ ἔλαβε πάντα τὰ σκῦλα αὐτῶν, καὶ ἐνέπρησεν αὐτὴν πυρί."],["29","Καὶ ἀπῇρεν ἐκεῖθεν νυκτὸς, καὶ ἐπορεύετο ἕως ἐπὶ τὸ ὀχύρωμα."],["30","Καὶ ἐγένετο ἑωθινὴ, καὶ ᾖραν τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ ἰδοὺ λαὸς πολὺς οὗ οὐκ ἦν ἀριθμὸς, αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα, καὶ ἐπολέμουν αὐτούς."],["31","Καὶ εἶδεν Ἰούδας ὅτι ἦρκται ὁ πόλεμος, καὶ ἡ κραυγὴ τῆς πόλεως ἀνέβη εἰς τὸν οὐρανὸν σάλπιγξι καὶ φωνῇ μεγάλῃ."],["32","Καὶ εἶπε τοῖς ἀνδράσι τῆς δυνάμεως, πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελφῶν ὑμῶν."],["33","Καὶ ἐξῆλθεν ἐν τρισὶν ἀρχαῖς ἐξ ὄπισθεν αὐτῶν· καὶ ἐσάλπισαν ταῖς σάλπιγξι, καὶ ἐβόησαν ἐν προσευχῇ."],["34","Καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοθέου ὅτι Μακκαβαῖός ἐστι, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην, καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας."],["35","Καὶ ἀπέκλινεν εἰς Μασφὰ, καὶ ἐπολέμησεν αὐτὴν, καὶ προκατελάβετο αὐτὴν, καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν αὐτῆς, καὶ ἔλαβε τὰ σκῦλα αὐτῆς, καὶ ἐνέπρησεν αὐτὴν πυρί."],["36","Ἐκεῖθεν ἀπῇρε, καὶ προκατελάβετο τὴν Χασφὼν, Μακὲδ, Βοσὸρ, καὶ τὰς λοιπὰς πόλεις τῆς Γαλααδίτιδος."],["37","Μετὰ δὲ τὰ ῥήματα ταῦτα συνήγαγε Τιμόθεος παρεμβολὴν ἄλλην, καὶ παρενέβαλε κατὰ πρόσωπον Ῥαφὼν ἐκ πέραν τοῦ χειμάῤῥου."],["38","Καὶ ἀπέστειλεν Ἰούδας κατασκοπεῦσαι τὴν παρεμβολήν, καὶ ἀπήγγειλαν αὐτῷ, λέγοντες, ἐπισυνηγμένα εἰσὶ πρὸς αὐτοὺς πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, δύναμις πολλὴ σφόδρα."],["39","Καὶ Ἄραβας μεμίσθωται εἰς βοήθειαν αὐτοῖς, καὶ παρενέβαλον πέραν τοῦ χειμάῤῥου ἕτοιμοι τοῦ ἐλθεῖν ἐπὶ σὲ εἰς πόλεμον· καὶ ἐπορεύθη Ἰούδας εἰς συνάντησιν αὐτῶν."],["40","Καὶ εἶπε Τιμόθεος τοῖς ἄρχουσι τῆς δυνάμεως αὐτοῦ, ἐν τῷ ἐγγίζειν Ἰούδαν καὶ τὴν παρεμβολὴν αὐτοῦ ἐπὶ τὸν χειμάῤῥουν τοῦ ὕδατος, ἐὰν διαβῇ πρὸς ἡμᾶς πρότερος, οὐ δυνησόμεθα ὑποστῆναι αὐτὸν, ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμᾶς."],["41","Ἐὰν δὲ δειλωθῇ, καὶ παρεμβάλῃ πέραν τοῦ ποταμοῦ, διαπεράσομεν πρὸς αὐτὸν, καὶ δυνησόμεθα πρὸς αὐτόν."],["42","Ὡς δὲ ἤγγισεν Ἰούδας ἐπὶ τὸν χειμάῤῥουν τοῦ ὕδατος, ἔστησε τοὺς γραμματεῖς τοῦ λαοῦ ἐπὶ τοῦ χειμάῤῥου, καὶ ἐνετείλατο αὐτοῖς, λέγων, μὴ ἀφῆτε πάντα ἄνθρωπον παρεμβαλεῖν, ἀλλʼ ἐρχέσθωσαν πάντες εἰς τὸν πόλεμον."],["43","Καὶ διεπέρασεν ἐπʼ αὐτοὺς πρότερος, καὶ πᾶς ὁ λαὸς ὅπισθεν αὐτοῦ· καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἔῤῥιψαν τὰ ὅπλα αὐτῶν, καὶ ἔφυγον εἰς τὸ τέμενος ἐν Καρναΐν."],["44","Καὶ προκατελάβοντο τὴν πόλιν, καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πᾶσι τοῖς ἐν αὐτῷ· καὶ ἐτροπώθη ἡ Καρναῒν, καὶ οὐκ ἐδύναντο ἔτι ὑποστῆναι κατὰ πρόσωπον Ἰούδα."],["45","Καὶ συνήγαγεν Ἰούδας πάντα Ἰσραὴλ τοὺς ἐν τῇ Γαλααδίτιδι ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ τὰς γυναῖκας αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν, καῖ τὴν ἀποσκευὴν, παρεμβολὴν μεγάλην σφόδρα, ἐλθεῖν εἰς γῆν Ἰούδα."],["46","Καὶ ἦλθον ἕως Ἐφρών· καὶ αὕτη ἡ πόλις μεγάλη ἐπὶ τῆς εἰσόδου ὀχυρὰ σφόδρα· οὐκ ἦν ἐκκλῖναι ἀπʼ αὐτῆς δεξιὰν ἢ ἀριστερὰν, ἀλλʼ ἢ διὰ μέσου αὐτῆς πορεύεσθαι."],["47","Καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως, καὶ ἐνέφραξαν τὰς πύλας λίθοις."],["48","Καὶ ἀπέστειλε πρὸς αὐτοὺς Ἰούδας λόγοις εἰρηνικοῖς, λέγων, διελευσόμεθα διὰ τῆς γῆς σου τοῦ ἀπελθεῖν εἰς τὴν γῆν ἡμῶν, καὶ οὐδεὶς κακοποιήσει ὑμᾶς, πλὴν τοῖς ποσὶ παρελευσόμεθα· καὶ οὐκ ἠβούλοντο ἀνοῖξαι αὐτῷ."],["49","Καὶ ἐπέταξεν Ἰούδας κηρύξαι ἐν τῇ παρεμβολῇ, τοῦ παρεμβαλεῖν ἕκαστον ἐν ᾧ ἐστι τόπῳ."],["50","Καὶ παρενέβαλον οἱ ἄνδρες τῆς δυνάμεως, καὶ ἐπολέμησαν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα, καὶ παρεδόθη ἡ πόλις ἐν χερσὶν αὐτοῦ."],["51","Καὶ ἀπώλεσε πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας, καὶ ἐξεῤῥίζωσεν αὐτὴν, καὶ ἔλαβε τὰ σκῦλα αὐτῆς, καὶ διῆλθε διὰ τῆς πόλεως ἐπάνω τῶν ἀπεκταμμένων."],["52","Καὶ διέβησαν τὸν Ἰορδάνην εἰς τὸ πεδίον τὸ μέγα κατὰ πρόσωπον Βαιθσάν."],["53","Καὶ ἦν Ἰούδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας, καὶ παρακαλῶν τὸν λαὸν κατὰ πᾶσαν τὴν ὁδὸν, ἕως οὗ ἦλθον εἰς γῆν Ἰούδα."],["54","Καὶ ἀνέβησαν εἰς τὸ ὄρος Σιὼν ἐν εὐφροσύνῃ καὶ χαρᾷ· καὶ προσήγαγον ὁλοκαυτώματα, ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐθεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ."],["55","Καὶ ἐν ταῖς ἡμέραις αἷς ἦν Ἰούδας καὶ Ἰωνάθαν ἐν τῇ Γαλαὰδ, καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ Γαλιλαίᾳ κατὰ πρόσωπον Πτολεμαΐδος,"],["56","ἤκουσεν Ἰωσὴφ ὁ τοῦ Ζαχαρίου, καὶ Ἀζαρίας, ἄρχοντες τῆς δυνάμεως, τῶν ἀνδραγαθιῶν καὶ τοῦ πολέμου οἷα ἐποίησαν,"],["57","καὶ εἶπε, ποιήσωμεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα, καὶ πορευθῶμεν πολεμῆσαι πρὸς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν."],["58","Καὶ παρήγγειλαν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετʼ αὐτῶν, καὶ ἐπορεύθησαν ἐπὶ Ἰάμνειαν."],["59","Καὶ ἐξῆλθε Γοργίας ἐκ τῆς πόλεως, καὶ οἱ ἄνδρες αὐτοῦ, εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον."],["60","Καὶ ἐτροπώθη Ἰώσηφος καὶ Ἀζαρίας, καὶ ἐδιώχθησαν ἕως τῶν ὁρίων τῆς Ἰουδαίας· καὶ ἔπεσον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ τοῦ Ἰσραὴλ εἰς δισχιλίους ἄνδρας."],["61","Καὶ ἐγενήθη τροπὴ μεγάλη ἐν τῷ λαῷ Ἰσραὴλ, ὅτι οὐκ ἤκουσαν Ἰούδα καὶ τῶν ἀδελφῶν αὐτοῦ, οἰόμενοι ἀνδραγαθῆσαι."],["62","Αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων, οἷς ἐδόθη σωτηρία Ἰσραὴλ διὰ χειρὸς αὐτῶν."],["63","Καὶ ὁ ἀνὴρ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐδοξάσθησαν σφόδρα ἑναντίον παντὸς Ἰσραὴλ, καὶ τῶν ἐθνῶν πάντων, οὗ ἠκούετο τὸ ὄνομα αὐτῶν."],["64","Καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐφημοῦντες."],["65","Καὶ ἐξῆλθεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ἐπολέμουν τοὺς υἱοὺς Ἡσαῦ ἐν τῇ γῇ πρὸς Νότον, καὶ ἐπάταξε τὴν Χεβρὼν καὶ τὰς θυγατέρας αὐτῆς, καὶ καθεῖλε τὸ ὀχύρωμα αὐτῆς, καὶ τοὺς πύργους αὐτῆς ἐνέπρησε κυκλόθεν."],["66","Καὶ ἀπῇρε τοῦ πορευθῆναι εἰς γῆν ἀλλοφύλων, καὶ διεπορεύετο τὴν Σαμάρειαν."],["67","Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔπεσον ἱερεῖς ἐν πολέμῳ βουλόμενοι ἀνδραγαθῆσαι, ἐν τῷ αὐτοὺς ἐξελθεῖν εἰς πόλεμον ἀβουλεύτως."],["68","Καὶ ἐξέκλινεν Ἰούδας εἰς Ἄζωτον γῆν ἀλλοφύλων, καὶ καθεῖλε τοὺς βωμοὺς αὐτῶν, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατέκαυσε πυρὶ, καὶ ἐσκύλευσε τὰ σκῦλα τῶν πόλεων, καὶ ἐπέστρεψεν εἰς τὴν γῆν Ἰούδα."]],[["1","Καὶ ὁ βασιλεὺς Ἀντίοχος διεπορεύετο τὰς ἐνάνω χώρας, καὶ ἤκουσεν ὅτι ἐστὶν Ἐλυμαῒς ἐν τῇ Περσίδι πόλις ἔνδοξος πλούτῳ, ἀργυρίῳ τε καὶ χρυσίῳ,"],["2","καὶ τὸ ἱερὸν τὸ ἐν αὐτῇ πλούσιον σφόδρα, καὶ ἐκεῖ καλύμματα χρυσᾶ, καὶ θώρακες, καὶ ὅπλα ἃ κατέλιπεν ἐκεῖ Ἀλέξανδρος ὁ Φιλίππου, βασιλεὺς ὁ Μακεδὼν, ὃς ἐβασίλευσε πρῶτος ἐν τοῖς Ἕλλησι."],["3","Καὶ ἦλθε καὶ ἐζήτει καταλαβέσθαι τὴν πόλιν, καὶ προνομεῦσαι αὐτὴν, καὶ οὐκ ἠδυνάσθη, ὅτι ἐγνώσθη ὁ λόγος τοῖς ἐκ τῆς πόλεως."],["4","Καὶ ἀνέστησαν αὐτῷ εἰς πόλεμον, καὶ ἔφυγε καὶ ἀπῇρεν ἐκεῖθεν μετὰ λύπης μεγάλης, ἀποστρέψαι εἰς Βαβυλῶνα."],["5","Καὶ ἦλθεν ἀπαγγέλλων τις αὐτῷ εἰς τὴν Περσίδα, ὅτι τετρόπωνται αἱ παρεμβολαὶ αἱ πορευθεῖσαι εἰς γῆν Ἰούδα."],["6","Καὶ ἐπορεύθη Λυσίας δυνάμει ἰσχυρᾷ ἐν πρώτοις, καὶ ἀνετράπη ἀπὸ προσώπου αὐτῶν, καὶ ἐπίσχυσαν ὅπλοις καὶ δυνάμει καὶ σκύλοις πολλοῖς οἷς ἔλαβον ἀπὸ τῶν παρεμβολῶν ὧν ἐξέκοψαν."],["7","Καὶ καθεῖλον τὸ βδέλυγμα ὃ ᾠκοδόμησεν ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Ἱερουσαλὴμ, καὶ τὸ ἁγίασμα καθὼς τὸ πρότερον ἐκύκλωσαν τείχεσιν ὑψηλοῖς, καὶ τὴν Βαιθσούραν πόλιν αὐτοῦ."],["8","Καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τούτους, ἐθαμβήθη καὶ ἐσαλεύθη σφόδρα· καὶ ἔπεσεν ἐπὶ τὴν κοίτην, καὶ ἐνέπεσεν εἰς ἀῤῥωστίαν ἀπὸ τῆς λύπης, ὅτι οὐκ ἐγένετο αὐτῷ καθὼς ἐνεθυμεῖτο."],["9","Καὶ ἦν ἐκεῖ ἡμέρας πλείους, ὅτι ἀνεκαινίσθη ἐπʼ αὐτὸν λύπη μεγάλη, καὶ ἐλογίσατο ὅτι ἀποθνήσκει."],["10","Καὶ ἐκάλεσε πάντας τοὺς φίλους αὐτοῦ, καὶ εἶπε πρὸς αὐτοὺς, ἀφίσταται ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου, καὶ συμπέπτωκα τῇ καρδίᾳ ἀπὸ τῆς μερίμνης."],["11","Καὶ εἶπα τῇ καρδίᾳ μου, ἕως τίνος θλίψεως ἦλθον καὶ κλύδωνος μεγάλου, ἐν ᾧ νῦν εἰμι; ὅτι χρηστὸς καὶ ἀγαπώμενος ἤμην ἐν τῇ ἐξουσίᾳ μου."],["12","Νῦν δὲ μιμνήσκομαι τῶν κακῶν ὧν ἐποίησα ἐν Ἱερουσαλὴμ, καὶ ἔλαβον πάντα τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυγᾶ τὰ ἐν αὐτῇ, καὶ ἐξαπέστειλα ἐξᾶραι τοὺς κατοικοῦντας Ἰούδα διακενῆς."],["13","Ἔγνων οὖν ὅτι χάριν τούτων εὗρόν με τὰ κακὰ ταῦτα· καὶ ἰδοὺ ἀπόλλυμαι λύπῃ μεγάλῃ ἐν γῇ ἀλλοτρίᾳ."],["14","Καὶ ἐκάλεσε Φίλιππον ἕνα τῶν φίλων αὐτοῦ, καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ."],["15","Καὶ ἔδωκεν αὐτῷ τὸ διάδημα καὶ τὴν στολὴν αὐτοῦ καὶ τὸν δακτύλιον, τοῦ ἀγαγεῖν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ, καὶ ἐκθρέψαι αὐτὸν τοῦ βασιλεύειν."],["16","Καὶ ἀπέθανεν ἐκεῖ Ἀντίοχος ὁ βασιλεὺς ἔτους ἐννάτου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ."],["17","Καὶ ἐπέγνω Λυσίας ὅτι τέθνηκεν ὁ βασιλεύς, καὶ κατέστησε βασιλεύειν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ ἀντʼ αὐτοῦ, ὃν ἐξέθρεψε νεώτερον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Εὐπάτορα."],["18","Καὶ οἱ ἐκ τῆς ἄκρας ἦσαν συγκλείοντες τὸν Ἰσραὴλ κύκλῳ τῶν ἁγίων, καὶ ζητοῦντες τὰ κακὰ διʼ ὅλου, καὶ στήριγμα τοῖς ἔθνεσι"],["19","Καὶ ἐλογίσατο Ἰούδας ἐξᾶραι αὐτούς· καὶ ἐξεκκλησίασε πάντα τὸν λαὸν τοῦ περικαθίσαι ἐπʼ αὐτοὺς."],["20","Καὶ συνήχθησαν ἅμα, καὶ περιεκάθισαν ἐπʼ αὐτοὺς ἔτους πεντηκοστοῦ καὶ ἑκατοστοῦ, καὶ ἐποίησεν ἐπʼ αὐτοὺς βελοστάσεις καὶ μηχανάς."],["21","Καὶ ἐξῆλθον ἐξ αὐτῶν ἐκ τοῦ συγκλεισμοῦ, καὶ ἐκολλήθησαν αὐτοῖς τινὲς τῶν ἀσεβῶν ἐξ Ἰσραήλ,"],["22","καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα, καὶ εἶπον, ἕως πότε οὐ ποιήσῃ κρίσιν, καὶ ἐκδικήσεις τοὺς ἀδελφοὺς ἡμῶν;"],["23","Ἡμεῖς εὐδοκοῦμεν δουλεύειν τῷ πατρί σου, καὶ πορεύεσθαι τοῖς ὑπʼ αὐτοῦ λεγομένοις, καὶ κατακολουθεῖν τοῖς προστάγμασιν αὐτοῦ."],["24","Καὶ περικάθηνται εἰς τὴν ἄκραν υἱοὶ τοῦ λαοῦ ἡμῶν, χάριν τούτου καὶ ἀλλοτριοῦνται ἀφʼ ἡμῶν· πλὴν ὅσοι εὑρίσκοντο ἀφʼ ἡμῶν ἐθανατοῦντο, καὶ αἱ κληρονομίαι ἡμῶν διηρπάζοντο."],["25","Καὶ οὐκ ἐφʼ ἡμᾶς μόνον ἐξέτειναν χεῖρα, ἀλλὰ καὶ ἐπὶ πάντα τὰ ὅρια αὐτῶν."],["26","Καὶ ἰδοὺ παρεμβεβλήκασι σήμερον ἐπὶ τὴν ἄκραν ἐν Ἱερουσαλὴμ, τοῦ καταλαβέσθαι αὐτὴν, καὶ τὸ ἁγίασμα, καὶ τὴν Βαιθσούραν ὠχύρωσαν."],["27","Καὶ ἐὰν μὴ προκαταλάβῃ αὐτοὺς διατάχους, μείζονα τούτων ποιήσουσι, καὶ οὐ δυνήσῃ τοῦ κατασχεῖν αὐτῶν."],["28","Καὶ ὠργίσθη ὁ βασιλεὺς ὅτε ἤκουσε, καὶ συνήγαγε πάντας τοὺς φίλους αὐτοῦ, καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως αὐτοῦ, καὶ τοὺς ἐπὶ τῶν ἡνιῶν."],["29","Καὶ ἀπὸ βασιλειῶν ἑτέρων καὶ ἀπὸ νήσων θαλασσῶν ἦλθον πρὸς αὐτὸν δυνάμεις μισθωταί."],["30","Καὶ ἦν ὁ ἀριθμὸς τῶν δυνάμεων αὐτοῦ ἑκατὸν χιλιάδες τῶν πεζῶν, καὶ εἴκοσι χιλιάδες ἵππων, καὶ ἐλέφαντες δύο καὶ τριάκοντα εἰδότες πόλεμον."],["31","Καὶ ἤλθοσαν διὰ τῆς Ἰδουμαίας, καὶ παρενεβάλοσαν ἐπὶ Βαιθσούραν, καὶ ἐπολέμησαν ἡμέρας πολλὰς, καὶ ἐποίησαν μηχανάς· καὶ ἐξῆλθον, καὶ ἐνεπύρισαν αὐτὰς ἐν πυρὶ, καὶ ἐπολέμησαν ἀνδρωδῶς."],["32","Καὶ ἀπῇρεν Ἰούδας ἀπὸ τῆς ἄκρας, καὶ παρενέβαλεν εἰς Βαιθζαχαρία ἀπέναντι τῆς παρεμβολῆς τοῦ βασιλέως."],["33","Καὶ ὤρθρισεν ὁ βασιλεὺς τοπρωῒ, καὶ ἀπῇρε τὴν παρεμβολὴν ἐν ὁρμήματι αὐτῆς κατὰ τὴν ὁδὸν Βαιθζαχαρία, καὶ διεσκευάσθησαν αἱ δυνάμεις εἰς τὸν πόλεμον, καὶ ἐσάλπισαν ταῖς σάλπιγξι."],["34","Καὶ τοῖς ἐλέφασιν ἔδειξαν αἷμα σταφυλῆς καὶ μόρων, τοῦ παραστῆσαι αὐτοὺς εἰς τὸν πόλεμον."],["35","Καὶ διεῖλον τὰ θηρία εἰς τὰς φάλαγγας, καὶ παρέστησαν ἑκάστῳ ἐλέφαντι χιλίους ἄνδρας τεθωρακισμένους ἐν ἁλυσιδωτοῖς, καὶ περικεφαλαῖαι χαλκαῖ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, καὶ πεντακόσιοι ἵπποι διατεταγμένοι ἑκάστῳ θηρίῳ ἐκλελεγμένοι."],["36","Οὗτοι πρὸ καιροῦ, οὗ ἐὰν ἦν τὸ θηρίον, ἦσαν, καὶ οὗ ἐὰν ἐπορεύετο, ἐπορεύοντο ἅμα, οὐκ ἀφίσταντο ἀπʼ αὐτοῦ."],["37","Καὶ πύργοι ξύλινοι ἐπʼ αὐτοὺς ὀχυροὶ σκεπαζόμενοι ἐφʼ ἑκάστου θηρίου, ἐζωσμένοι ἐπʼ αὐτοῦ μηχαναῖς· καὶ ἐφʼ ἑκάστου ἄνδρες δυνάμεως δύο καὶ τριάκοντα οἱ πολεμοῦντες ἐπʼ αὐτοῖς, καὶ ὁ Ἰνδὸς αὐτοῦ."],["38","Καὶ τὴν ἐπίλοιπον ἵππον ἔνθεν καὶ ἔνθεν ἔστησαν ἐπὶ τὰ δύο μέρη τῆς παρεμβολῆς, κατασείοντες καὶ καταφρασσόμενοι ἐν ταῖς φάραγξιν."],["39","Ὡς δὲ ἔστιλβεν ὁ ἥλιος ἐπὶ τὰς χρυσᾶς καὶ χαλκᾶς ἀσπίδας, ἔστιλβε τὰ ὄρη ἀπʼ αὐτῶν, καὶ κατηύγαζεν ὡς λαμπάδες πυρός."],["40","Καὶ ἐξετάθη μέρος τι τῆς παρεμβολῆς τοῦ βασιλέως ἐπὶ τὰ ὑψηλὰ ὄρη, καί τινες ἐπὶ ταπεινά· καὶ ἤρχοντο ἀσφαλῶς καὶ τεταγμένως."],["41","Καὶ ἐσαλεύοντο πάντες οἱ ἀκούοντες φωνῆς πλήθους αὐτῶν, καὶ ὁδοιπαρίας τοῦ πλήθους, καὶ συγκρουσμοῦ τῶν ὅπλων· ἦν γὰρ ἡ παρεμβολὴ μεγάλη σφόδρα καὶ ἰσχυρά."],["42","Καὶ ἤγγισεν Ἰούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ εἰς παράταξιν· καὶ ἔπεσον ἀπὸ τῆς παρεμβολῆς τοῦ βασιλέως ἑξακόσιοι ἄνδρες."],["43","Καὶ εἶδεν Ἐλεάζαρ ὁ Σαυαρὰν ἓν τῶν θηρίων τεθωρακισμένον θώρακι βασιλικῷ, καὶ ἦν ὑπεράγον πάντα τὰ θηρία, καὶ ὤφθη ὅτι ἐν αὐτῷ ἐστιν ὁ βασιλεύς."],["44","Καὶ ἔδωκεν ἑαυτὸν τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ, καὶ περιποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον."],["45","Καὶ ἐπέδραμεν αὐτῷ θράσει εἰς μέσον τῆς φάλαγγος, καὶ ἐθανάτου δεξιὰ καὶ εὐώνυμα καὶ ἐσχίζοντο ἀπʼ αὐτοῦ ἔνθα καὶ ἔνθα."],["46","Καὶ εἰσέδυ ὑπὸ τὸν ἐλέφαντα, καὶ ὑπέθηκεν αὐτῷ, καὶ ἀνεῖλεν αὐτὸν, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἐπάνω αὐτοῦ, καὶ ἀπέθανεν ἐκεῖ."],["47","Καὶ ἴδον τὴν ἰσχὺν τῆς βασιλείας καὶ τὸ ὅρμημα τῶν δυνάμεων, καὶ ἐξέκλιναν ἀπʼ αὐτῶν."],["48","Οἱ δὲ ἐκ τῆς παρεμβολῆς τοῦ βασιλέως ἀνέβαινον εἰς συνάντησιν αὐτῶν εἰς Ἱερουσαλήμ· καὶ παρενέβαλεν ὁ βασιλεὺς εἰς τὴν Ἰουδαίαν καὶ εἰς τὸ ὄρος Σιὼν,"],["49","καὶ ἐποίησεν εἰρήνην μετὰ τῶν ἐκ Βαιθσούρων· καὶ ἐξῆλθον ἐκ τῆς πόλεως, ὅτι οὐκ ἦν αὐτοῖς ἐκεῖ διατροφὴ τοῦ συγκεκλεῖσθαι ἐν αὐτῇ, ὅτι σάββατον ἦν τῇ γῇ."],["50","Καὶ κατελάβετο βασιλεὺς τὴν Βαιθσούραν, καὶ ἀπέταξεν ἐκεῖ φρουρὰν τηρεῖν αὐτὴν,"],["51","καὶ παρενέβαλεν ἐπὶ τὸ ἁγίασμα ἡμέρας πολλὰς, καὶ ἔστησεν ἐκεῖ βελοστάσεις καὶ μηχανὰς καὶ πυρόβολα καὶ λιθόβολα καὶ σκορπίδια εἰς τὸ βάλλεσθαι βέλη, καὶ σφενδόνας."],["52","Καὶ ἐποίησαν καὶ αὐτοὶ μηχανὰς πρὸς τὰς μηχανὰς αὐτῶν, καὶ ἐπολέμησαν ἡμέρας πολλάς."],["53","Βρώματα δὲ οὐκ ἦν ἐν τοῖς ἀγγείοις, διὰ τὸ ἕβδομον ἔτος εἶναι, καὶ οἱ ἀνασωζόμενοι εἰς τὴν Ἰουδαίαν ἀπὸ τῶν ἐθνῶν κατέφαγον τὸ ὑπόλειμμα τῆς παραθέσεως."],["54","Καὶ ὑπελείφθησαν ἐν τοῖς ἁγίοις ἄνδρες ὀλίγοι, ὅτι κατεκράτησεν αὐτῶν ὁ λιμός· καὶ ἐσκορπίσθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ."],["55","Καὶ ἤκουσε Λυσίας, ὅτι Φίλιππος, ὃν κατέστησεν ὁ βασιλεὺς Ἀντίοχος ἔτι ζῶν, ἐκθρέψαι Ἀντίοχον τὸν υἱὸν αὐτοῦ εἰς τὸ βασιλεῦσαι αὐτὸν,"],["56","ἀπέστρεψεν ἀπὸ τῆς Περσίδος καὶ Μηδείας, καὶ αἱ δυνάμεις αἱ πορευθεῖσαι τοῦ βασιλέως μετʼ αὐτοῦ, καὶ ὅτι ζητεῖ παραλαβεῖν τὰ πράγματα."],["57","Καὶ κατέσπευσε τοῦ ἀπελθεῖν, καὶ εἰπεῖν πρὸς τὸν βασιλέα καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ τοὺς ἄνδρας, ἐκλείπομεν καθʼ ἡμέραν, καὶ ἡ τροφὴ ἡμῖν ὀλίγη, καὶ ὁ τόπος οὗ παρεμβάλλομεν ἐστιν ὀχυρὸς, καὶ ἐπίκειται ἡμῖν τὰ τῆς βασιλείας."],["58","Νῦν οὖν δῶμεν δεξιὰν τοῖς ἀνθρώποις τούτοις, καὶ ποιήσωμεν μετʼ αὐτῶν εἰρήνην καὶ μετὰ παντὸς ἔθνους αὐτῶν,"],["59","καὶ στήσωμεν αὐτοῖς τοῦ πορεύεσθαι τοῖς νομίμοις αὐτῶν, ὡς τοπρότερον· χάριν γὰρ τῶν νομίμων αὐτῶν ὧν διεσκεδάσαμεν, ὠργίσθησαν, καὶ ἐποίησαν ταῦτα πάντα."],["60","Καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ ἀπέστειλε πρὸς αὐτοὺς εἰρηνεῦσαι, καὶ ἐπεδέξαντο."],["61","Καὶ ὤμοσεν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες· ἐπὶ τούτοις ἐξῆλθον ἐκ τοῦ ὀχυρώματος."],["62","Καὶ εἰσῆλθεν ὁ βασιλεὺς εἰς τὸ ὄρος Σιὼν, καὶ εἶδε τὸ ὀχύρωμα τοῦ τόπου· καὶ ἠθέτησε τὸν ὁρκισμὸν ὃν ὤμοσε, καὶ ἐνετείλατο καθελεῖν τὸ τεῖχος κυκλόθεν."],["63","Καὶ ἀπῇρε κατὰ σπουδὴν, καὶ ἀπέστρεψεν εἰς Ἀντιόχειαν, καὶ εὗρε Φίλιππον κυριεύοντα τῆς πόλεως, καὶ ἐπολέμησε πρὸς αὐτὸν, καὶ κατελάβετο τὴν πόλιν βίᾳ."]],[["1","Ἔτους ἑνὸς καὶ πεντηκοστοῦ καὶ ἐκατοστοῦ ἐξῆλθε Δημήτριος ὁ τοῦ Σελεύκου ἐκ Ῥώμης, καὶ ἀνέβη σὺν ἀνδράσιν ὀλίγοις εἰς πόλιν παραθαλασσίαν, καὶ ἐβασίλευσεν ἐκεῖ."],["2","Καὶ ἐγένετο ὡς εἰσεπορεύετο εἰς οἶκον βασιλείας πατέρων αὐτοῦ, συνέλαβον αἱ δυνάμεις τὸν Ἀντίοχον καὶ τὸν Λυσίαν ἄγειν αὐτοὺς αὐτῷ."],["3","Καὶ ἐγνώσθη αὐτῷ τὸ πρᾶγμα, καὶ εἶπε, μή μοι δείξητε τὰ πρόσωπα αὐτῶν."],["4","Καὶ ἀπέκτειναν αὐτοὺς αἱ δυνάμεις, καὶ ἐκάθισε Δημήτριος ἐπὶ θρόνου βασιλείας αὐτοῦ."],["5","Καὶ ἦλθον πρὸς αὐτὸν πάντες ἄνδρες ἄνομοι καὶ ἀσεβεῖς ἐξ Ἰσραήλ, καὶ Ἄλκιμος ἡγεῖτο αὐτῶν, βουλόμενος ἱερατεύειν."],["6","Καὶ κατηγόρησαν τοῦ λαοῦ πρὸς τὸν βασιλέα, λέγοντες, ἀπώλεσεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ τοὺς φίλους σου, καὶ ἡμᾶς ἐσκόρπισαν ἀπὸ τῆς γῆς ἡμῶν."],["7","Νῦν οὖν ἀπόστειλον ἄνδρα ᾧ πιστεύεις, καὶ πορευθεὶς ἰδέτω τὴν ἐξολόθρευσιν πᾶσαν ἣν ἐποίησεν ἡμῖν καὶ τῇ χώρᾳ τοῦ βασιλέως, καὶ κολασάτω αὐτοὺς καὶ πάντας τοὺς ἐπιβοηθοῦντας αὐτοῖς."],["8","Καὶ ἐπέλεξεν ὁ βασιλεὺς τὸν Βακχίδην τῶν φίλων τοῦ βασιλέως, κυριεύοντα ἐν τῷ πέραν τοῦ ποταμοῦ, καὶ μέγαν ἐν τῇ βασιλείᾳ, καὶ πιστὸν τῷ βασιλεῖ."],["9","Καὶ ἀπέστειλεν αὐτὸν καὶ Ἄλκιμον τὸν ἀσεβῆ, καὶ ἔστησεν αὐτῷ τὴν ἱερωσύνην, καὶ ἐνετείλατο αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν τοῖς υἱοῖς Ἰσραήλ."],["10","Καὶ ἀπῇραν, καὶ ἦλθον μετὰ δυνάμεως πολλῆς εἰς γῆν Ἰούδα· καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἰούδαν, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, λόγοις εἰρηνικοῖς μετὰ δόλου."],["11","Καὶ οὐ προσέσχον τοῖς λόγοις αὐτῶν, ἴδον γὰρ ὅτι ἦλθον μετὰ δυνάμεως πολλῆς."],["12","Καὶ ἐπισυνήχθησαν πρὸς Ἄλκιμον καὶ Βακχίδην συναγωγὴ γραμματέων ἐκζητῆσαι δίκαια."],["13","Καὶ πρῶτοι οἱ Ἀσιδαῖοι ἦσαν ἐν υἱοῖς Ἰσραὴλ, καὶ ἐπεζήτουν παρὰ αὐτῶν εἰρήνην·"],["14","Εἶπαν γὰρ, ἄνθρωπος ἱερεὺς ἐκ τοῦ σπέρματος Ἀαρὼν ἦλθεν ἐν ταῖς δυνάμεσι, καὶ οὐκ ἀδικήσει ἡμᾶς."],["15","Καὶ ἐλάλησε μετʼ αὐτῶν λόγους εἰρηνικοὺς, καὶ ὤμοσεν αὐτοῖς, λέγων, οὐκ ἐκζητήσομεν ὑμῖν κακὸν, καὶ τοῦ φίλοις ὑμῶν."],["16","Καὶ ἐνεπίστευσαν αὐτῷ· καὶ συνέλαβεν ἐξ αὐτῶν ἑξήκοντα ἄνδρας, καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ἡμέρᾳ μιᾷ, κατὰ τὸν λόγον ὃν ἔγραψε,"],["17","σάρκας ὁσίων σου καὶ αἵματα αὐτῶν ἐξέχεαν κύκλῳ Ἱερουσαλὴμ, καὶ οὐκ ἦν αὐτοῖς ὁ θάπτων."],["18","Καὶ ἐπέπεσεν αὐτῶν ὁ φόβος καὶ ὁ τρόμος ἐπὶ πάντα τὸν λαὸν, ὅτι εἶπαν, οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια καὶ κρίσις· παρέβησαν γὰρ τὴν στάσιν καὶ τὸν ὅρκον ὃν ὤμοσαν."],["19","Καὶ ἀπῇρε Βακχίδης ἀπὸ Ἱερουσαλὴμ, καὶ παρενέβαλεν ἐν Βηζὲθ, καὶ ἀπέστειλε καὶ συνέλαβε πολλοὺς ἀπὸ τῶν ἀπʼ αὐτοῦ αὐτομολησάντων ἀνδρῶν, καί τινας τοῦ λαοῦ, καὶ ἔθυσεν αὐτοὺς εἰς τὸ φρέαρ τὸ μέγα."],["20","Καὶ κατέστησε τὴν χώραν τῷ Ἀλκίμῳ, καὶ ἀφῆκε μετʼ αὐτοῦ δύναμιν τοῦ βοηθεῖν αὐτῷ· καὶ ἀπῆλθε Βακχίδης πρὸς τὸν βασιλέα."],["21","Καὶ ἠγωνίσατο Ἄλκιμος περὶ τῆς ἀρχιερωσύνης."],["22","Καὶ συνήχθησαν πρὸς αὐτὸν πάντες οἱ ταράσσοντες τὸν λαὸν αὐτῶν, καὶ κατεκράτησαν γῆν Ἰούδα, καὶ ἐποίησαν πληγὴν μεγάλην ἐν Ἰσραήλ."],["23","Καὶ εἶδεν Ἰούδας πᾶσαν τὴν κακίαν ἣν ἐποίησεν Ἄλκιμος καὶ οἱ μετʼ αὐτοῦ ἐν υἱοῖς Ἰσραὴλ ὑπὲρ τὰ ἔθνη·"],["24","καὶ ἐξῆλθεν εἰς πάντα τὰ ὅρια τῆς Ἰουδαίας κυκλόθεν, καὶ ἐποίησεν ἐκδίκησιν ἐν τοῖς ἀνδράσι τοῖς αὐτομολήσασι, καὶ ἀνεστάλησαν τοῦ πορεύεσθαι εἰς τὴν χώραν."],["25","Ὡς δὲ εἶδεν Ἄλκιμος ὅτι ἐνίσχυσεν Ἰούδας καὶ οἱ μετʼ αὐτοῦ, καὶ ἔγνω ὅτι οὐ δύναται ὑποστῆναι αὐτούς, καὶ ἐπέστρεψε πρὸς τὸν βασιλέα, καὶ κατηγόρησεν αὐτῶν πονηρά."],["26","Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Νικάνορα, ἕνα τῶν ἀρχόντων αὐτοῦ τῶν ἐνδόξων, καὶ μισοῦντα καὶ ἐχθραίνοντα τῷ Ἰσραήλ, καὶ ἐνετείλατο αὐτῷ ἐξᾶραι τὸν λαόν."],["27","Καὶ ἦλθε Νικάνωρ εἰς Ἰερουσαλὴμ δυνάμει πολλῇ, καὶ ἀπέστειλε πρὸς Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μετὰ δόλου λόγοις εἰρηνικοῖς, λέγων,"],["28","μὴ ἔστω μάχη ἀναμέσον ἐμοῦ καὶ ὑμῶν· ἥξω ἐν ἀνδράσιν ὀλίγοις, ἵνα ὑμῶν ἴδω τὰ πρόσωπα μετʼ εἰρήνης."],["29","Καὶ ἦλθε πρὸς Ἰούδαν, καὶ ἠσπάσαντο ἀλλήλους εἰρηνικῶς· καὶ οἱ πολέμιοι ἦσαν ἕτοιμοι ἐξαρπάσαι τὸν Ἰούδαν."],["30","Καὶ ἐγνώσθη ὁ λόγος τῷ Ἰούδᾳ, ὅτι μετὰ δόλου ἦλθεν ἐπʼ αὐτόν· καὶ ἐπτοήθη ἀπʼ αὐτοῦ, καὶ οὐκ ἐβουλήθη ἔτι ἰδεῖν τὸ πρόσωπον αὐτοῦ."],["31","Καὶ ἔγνω Νικάνωρ ὅτι ἀπεκαλύφθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰούδᾳ ἐν πολέμῳ κατὰ Χαφαρσαλαμά."],["32","Καὶ ἔπεσον τῶν παρὰ Νικάνορος ὡσεὶ πεντακισχίλιοι ἄνδρες, καὶ ἔφυγον εἰς τὴν πόλιν Δαυίδ."],["33","Καὶ μετὰ τοὺς λόγους τούτους ἀνέβη Νικάνωρ εἰς τὸ ὄρος Σιών· καὶ ἐξῆλθον ἀπὸ τῶν ἱερέων ἐκ τῶν ἁγίων καὶ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ ἀσπάσασθαι αὐτὸν εἰρηνικῶς, καὶ δεῖξαι αὐτῷ τὴν ὁλοκαύτωσιν τὴν προσφερομένην ὑπὲρ τοῦ βασιλέως."],["34","Καὶ ἐμυκτήρισεν αὐτοὺς, καὶ κατεγέλασεν αὐτῶν, καὶ ἐμίανεν αὐτούς, καὶ ἐλάλησεν ὑπερηφάνως."],["35","Καὶ ὤμοσε μετὰ θυμοῦ, λέγων, ἐὰν μὴ παραδοθῇ Ἰούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ εἰς χεῖράς μου τὸ νῦν, καὶ ἔσται ἐὰν ἐπιστρέψω ἐν εἰρήνῃ, ἐμπυριῶ τὸν οἶκον τοῦτον· καὶ ἐξῆλθε μετὰ θυμοῦ μεγάλου."],["36","Καὶ εἰσῆλθον οἱ ἱερεῖς, καὶ ἔστησαν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου καὶ τοῦ ναοῦ, καὶ ἔκλαυσαν, καὶ εἶπον,"],["37","σὺ, Κύριε, ἐξελέξω τὸν οἶκον τοῦτον ἐπικληθῆναι τὸ ὄνομά σου ἐπʼ αὐτῷ, εἶναι οἶκον προσευχῆς καὶ δεήσεως τῷ λαῷ σου."],["38","Ποίησον ἐκδίκησιν ἐν τῷ ἀνθρώπῳ τούτῳ καὶ ἐν τῇ παρεμβολῇ αὐτοῦ, καὶ πεσέτωσαν ἐν ῥομφαίᾳ· μνήσθητι τῶν δυσφημιῶν αὐτῶν, καὶ μὴ δῷς αὐτοῖς μονήν."],["39","Καὶ ἐξῆλθε Νικάνωρ ἐξ Ἱερουσαλὴμ, καὶ παρενέβαλεν ἐν Βαιθωρὼν, καὶ συνήντησεν αὐτῷ δύναμις Συρίας."],["40","Καὶ Ἰούδας παρενέβαλεν ἐν Ἀδασὰ ἐν τρισχιλίοις ἀνδράσι· καὶ προσηύξατο Ἰούδας, καὶ εἶπεν,"],["41","οἱ παρὰ τοῦ βασιλέως Ἀσσυρίων ὅτε ἐδυσφήμησαν, ἐξῆλθεν ὁ ἄγγελός σου, Κύριε, καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας."],["42","Οὕτω σύντριψον τὴν παρεμβολὴν ταύτην ἐνώπιον ἡμῶν σήμερον, καὶ γνώτωσαν οἱ ἐπίλοιποι, ὅτι κακῶς ἐλάλησαν ἐπὶ τὰ ἅγιά σου, καὶ κρῖνον αὐτὸν κατὰ τὴν κακίαν αὐτοῦ."],["43","Καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς Ἄδαρ, καὶ συνετρίβη ἡ παρεμβολὴ Νικάνορος, καὶ ἔπεσεν αὐτὸς πρῶτος ἐν τῷ πολέμῳ."],["44","Ὡς δὲ εἶδεν ἡ παρεμβολὴ αὐτοῦ ὅτι ἔπεσε Νικάνωρ, ῥίψαντες τὰ ὅπλα αὐτῶν ἔφυγον."],["45","Καὶ κατεδίωκον αὐτοὺς ὁδὸν ἡμέρας μιᾶς ἀπὸ Ἀδασὰ ἕως τοῦ ἐλθεῖν εἰς Γάζηρα, καὶ ἐσάλπισαν ὀπίσω αὐτῶν ταῖς σάλπιγξι τῶν σημασιῶν."],["46","Καὶ ἐξῆλθον ἐκ πασῶν τῶν κωμῶν τῆς Ἰουδαίας κυκλόθεν, καὶ ὑπερεκέρων αὐτοὺς, καὶ ἀνέστρεφον οὗτοι πρὸς τούτους· καὶ ἔπεσον πάντες ῥομφαίᾳ, καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς."],["47","Καὶ ἔλαβον τὰ σκῦλα καὶ τὴν προνομὴν, καὶ τὴν κεφαλὴν Νικάνορος ἀφεῖλον, καὶ τὴν δεξιὰν αὐτοῦ ἣν ἐξέτεινεν ὑπερηφάνως, καὶ ἤνεγκαν, καὶ ἐξέτειναν παρὰ τὴν Ἱερουσαλήμ."],["48","Καὶ εὐφράνθη δ λαὸς σφόδρα, καὶ ἤγαγον τὴν ἡμέραν ἐκείνην ἡμέραν εὐφροσύνης μεγάλης."],["49","Καὶ ἔστησαν τοῦ ἄγειν κατὰ ἐνιαυτὸν τὴν ἡμέραν ταύτην τὴν τρισκαιδεκάτην τοῦ Ἄδαρ."],["50","Καὶ ἡσύχασεν ἡ γῆ Ἰούδα ἡμέρας ὀλίγας."]],[["1","Καὶ ἤκουσεν Ἰούδας τὸ ὄνομα τῶν Ῥωμαίων, ὅτι εἰσὶ δυνατοὶ ἰσχύϊ· καὶ αὐτοὶ εὐδοκοῦσιν ἐν πᾶσι τοῖς προστιθεμένοις αὐτοῖς, καὶ ὅσοι ἂν προσέλθωσιν αὐτοῖς, ἱστῶσιν αὐτοῖς φιλίαν, καὶ ὅτι εἰσὶ δυνατοὶ ἰσχύϊ·"],["2","καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους αὐτῶν, καὶ τὰς ἀνδραγαθίας ἃς ποιοῦσιν ἐν τοῖς Γαλάταις, καὶ ὅτι κατεκράτησαν αὐτῶν καὶ ἤγαγον αὐτοὺς ὑπὸ φόρον,"],["3","καὶ ὅσα ἐποίησαν ἐν χώρᾳ Ἱσπανιας, του κατακρατῆσαι τῶν μετάλλων τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου τοῦ ἐκεῖ·"],["4","καὶ κατεκράτησαν τοῦ τόπου παντὸς τῇ βουλῇ αὐτῶν καὶ τῇ μακροθυμίᾳ, καὶ ὁ τόπος ἦν μακρὰν ἀπέχων ἀπʼ αὐτῶν σφόδρα· καὶ τῶν βασιλέων τῶν ἐπελθόντων ἐπʼ αὐτοὺς ἀπʼ ἄκρου τῆς γῆς ἕως συνέτριψαν αὐτοὺς, καὶ ἐπάταξαν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ οἱ ἐπίλοιποι διδόασιν αὐτοῖς φόρον κατʼ ἐνιαυτόν·"],["5","Καὶ τὸν Φίλιππον καὶ τὸν Περσέα Κιτιέων βασιλέα, καὶ τοὺς ἐπῃρμένους ἐπʼ αὐτοὺς, συνέτριψαν αὐτοὺς ἐν πολέμῳ, καὶ κατεκράτησαν αὐτῶν·"],["6","καὶ Ἀντίοχον τὸν μέγαν βασιλέα τῆς Ἀσίας, τὸν πορευθέντα ἐπʼ αὐτοὺς εἰς πόλεμον ἔχοντα ἑκατὸν εἴκοσι ἐλέφαντας καὶ ἵππον καὶ ἅρματα καὶ δύναμιν πολλὴν σφόδρα, καὶ συνετρίβη ἀπʼ αὐτῶν·"],["7","καὶ ἔλαβον αὐτὸν ζῶντα, καὶ ἔστησαν αὐτοῖς διδόναι αὐτόν τε καὶ τοὺς βασιλεύοντας μετʼ αὐτὸν φόρον μέγαν, διδόναι ὅμηρα καὶ διαστολήν,"],["8","καὶ χώραν τὴν Ἰνδικὴν, καὶ Μήδειαν, καὶ Αυδίαν, καὶ ἀπὸ τῶν καλλίστων χωρῶν αὐτῶν, καὶ λαβόντες αὐτὰς παρʼ αὐτοῦ ἔδωκαν αὐτὰς Εὐμένει τῷ βασιλεῖ."],["9","Καὶ ὅτι οἱ ἐκ τῆς Ἑλλάδος ἐβουλεύσαντο ἐλθεῖν καὶ ἐξᾶραι αὐτούς,"],["10","καὶ ἐγνώσθη ὁ λόγος αὐτοῖς, καὶ ἀπέστειλαν ἐπʼ αὐτοὺς στρατηγὸν ἕνα, καὶ ἐπολέμησαν πρὸς αὐτοὺς, καὶ ἔπεσον ἐξ αὐτῶν τραυματίαι πολλοὶ, καὶ ᾐχμαλώτευσαν τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, καὶ προενόμευσαν αὐτοὺς, καὶ κατεκράτησαν τῆς γῆς αὐτῶν, καὶ καθεῖλον τὰ ὀχυρώματα αὐτῶν, καὶ κατεδουλώσαντο αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης."],["11","Καὶ τὰς ἐπιλοίπους βασιλείας, καὶ τὰς νήσους, ὅσοι ποτὲ ἀντέστησαν αὐτοῖς, κατέφθειραν, καὶ ἐδούλωσαν αὐτούς· μετὰ δὲ τῶν φίλων αὐτῶν καὶ τῶν ἐπαναπαυομένων αὐτοῖς συνετήρησαν φιλίαν,"],["12","καὶ κατεκράτησαν τῶν βασιλειῶν τῶν ἐγγὺς καὶ τῶν μακρὰν, καὶ ὅσοι ἤκουον τὸ ὄνομα αὐτῶν ἐφοβοῦντο ἀπʼ αὐτῶν·"],["13","ὅσοις δʼ ἂν βούλωνται βοηθεῖν καὶ βασιλεύειν, βασιλεύουσιν· οὓς δʼ ἂν βούλωνται, μεθιστῶσι, καὶ ὑψώθησαν σφόδρα·"],["14","καὶ ἐν πᾶσι τούτοις οὐκ ἐπέθετο οὐδεὶς αὐτῶν διάδημα, καὶ οὐ περιεβάλοντο πορφύραν, ὥστε ἁδρυνθῆναι ἐν αὐτῇ."],["15","Καὶ βουλευτήριον ἐποίησαν ἑαυτοῖς, καὶ καθʼ ἡμέραν ἐβουλεύοντο τριακόσιοι καὶ εἴκοσι βουλευόμενοι διαπαντὸς περὶ τοῦ πλήθους, τοῦ εὐκοσμεῖν αὐτούς·"],["16","καὶ πιστεύουσιν ἑνὶ ἀνθρώπῳ τὴν ἀρχὴν αὐτῶν κατʼ ἐνιαυτὸν, καὶ κυριεύειν πάσης τῆς γῆς αὐτῶν, καὶ πάντες ἀκούουσι τοῦ ἑνὸς, καὶ οὐκ ἔστι φθόνος οὐδὲ ζῆλος ἐν αὐτοῖς·"],["17","Καὶ ἐπέλεξεν Ἰούδας τὸν Εὐπόλεμον υἱὸν Ἰωάννου τοῦ Ἀκκὼς, καὶ Ἰάσονα υἱὸν Ἐλεαζάρου, καὶ ἀπέστειλεν αὐτοὺς εἰς Ῥώμην, στῆσαι αὐτοῖς φιλίαν καὶ συμμαχίαν,"],["18","καὶ τοῦ ἆραι τὸν ζυγὸν ἀπʼ αὐτῶν, ὅτι ἴδον τὴν βασιλείαν τῶν Ἑλλήνων καταδουλουμένους τὸν Ἰσραὴλ δουλείαν."],["19","Καὶ ἐπορεύθησαν εἰς Ῥώμην, καὶ ἡ ὁδὸς πολλὴ σφόδρα, καὶ εἰσῆλθον εἰς τὸ βουλευτήριον, καὶ ἀπεκρίθησαν καὶ εἶπον,"],["20","Ἰούδας ὁ Μακκαβαῖος καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ τὸ πλῆθος τῶν Ἰουδαίων ἀπέστειλαν ἡμᾶς πρὸς ὑμᾶς, στῆσαι μεθʼ ὑμῶν συμμαχίαν καὶ εἰρήνην, καὶ γραφῆναι ἡμᾶς συμμάχους καὶ φίλους ὑμῶν."],["21","Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον αὐτῶν."],["22","Καὶ τοῦτο τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ἧς ἀντέγραψεν ἐπὶ δέλτοῖς χαλκαῖς, καὶ ἀπέστειλεν εἰς Ἱερουσαλὴμ εἶναι παρʼ αὐτοῖς ἐκεῖ μνημόσυνον εἰρήνης καὶ συμμαχίας·"],["23","καλῶς γένοιτο Ῥωμαίοις καὶ τῷ ἔθνει Ἰουδαίων ἐν τῇ θαλάσσῃ καὶ ἐπὶ τῆς ξηρᾶς εἰς τὸν αἰῶνα, καὶ ῥομφαία καὶ ἐχθρὸς μακρυνθείη ἀπʼ αὐτῶν."],["24","Ἐὰν δὲ ἐνστῇ πόλεμος ἐν Ῥώμῃ προτέρᾳ ἢ πᾶσι τοῖς συμμάχοις αὐτῶν ἐν πάσῃ κυρείᾳ αὐτῶν,"],["25","συμμαχήσει τὸ ἔθνος τῶν Ἰουδαίων, ὡς ἂν ὁ καιρὸς ὑπογραφῇ αὐτοῖς, καρδίᾳ πλήρει."],["26","Καὶ τοῖς πολεμοῦσιν οὐ δώσουσιν οὐδὲ ἐπαρκέσουσι σῖτον, ὅπλα, ἀργύριον, πλοῖα, ὡς ἔδοξε Ῥωμαίοις· καὶ φυλάξονται τὰ φυλάγματα αὐτῶν οὐθὲν λαβόντες·"],["27","κατὰ τὰ αὐτὰ δὲ ἐὰν ἔθνει Ἰουδαίων συμβῇ προτέροις πόλεμος, συμμαχήσουσιν οἱ Ῥωμαῖοι ἐκ ψυχῆς, ὡς ἂν αὐτοῖς ὁ καιρὸς ὑπογραφῇ."],["28","Καὶ τοῖς συμμαχοῦσιν οὐ δοθήσεται σῖτος, ὅπλα, ἀργύριον, πλοῖα, ὡς ἔδοξε Ῥώμῃ· καὶ φυλάξονται τὰ φυλάγματα αὐτῶν, καὶ οὐ μετὰ δόλου."],["29","Κατὰ τοὺς λόγους τούτους ἔστησαν Ῥωμαῖοι τῷ δήμῳ τῶν Ἰουδαίων."],["30","Ἐὰν δὲ μετὰ τοὺς λόγους τούτους βουλεύσωνται οὗτοι καὶ οὗτοι προσθεῖναι ἢ ἀφελεῖν, ποιήσονται ἐξ αἱρέσεως αὐτῶν, καὶ ὃ ἐὰν προσθῶσιν ἢ ἀφέλωσιν, ἔσται κύρια."],["31","Καὶ περὶ τῶν κακῶν ὧν ὁ βασιλεὺς Δημήτριος συντελεῖται εἰς αὐτούς, ἐγράψαμεν αὐτῷ, λέγοντες, διατί ἐβάρυνας τὸν ζυγόν σου ἐπὶ τοὺς φίλους ἡμῶν τοὺς συμμάχους Ἰουδαίους;"],["32","Ἐὰν οὖν ἔτι ἐντύχωσιν κατὰ σοῦ, ποιήσομεν αὐτοῖς τὴν κρίσιν, καὶ πολεμήσομέν σε διὰ τῆς θαλάσσης καὶ διὰ τῆς ξηρᾶς."]],[["1","Καὶ ἤκουσε Δημήτριος ὅτι ἔπεσε Νικάνωρ καὶ αἱ δυνάμεις αὐτοῦ ἐν πολέμῳ, καὶ προσέθετο τὸν Βακχίδην καὶ τὸν Ἄλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν Ἰούδα, καὶ τὸ δεξιὸν κέρας μετʼ αὐτῶν."],["2","Καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Γάλγαλα, καὶ παρενέβαλον ἐπὶ Μαισαλὼθ τὴν ἐν Ἀρβήλοις, καὶ προκατελάβοντο αὐτὴν, καὶ ἀπώλεσαν ψυχὰς ἀνθρώπων πολλάς."],["3","Καὶ τοῦ μηνὸς τοῦ πρώτου ἔτους τοῦ δευτέρου καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ παρενέβαλον ἐπὶ Ἱερουσαλήμ."],["4","Καὶ ἀπῇραν καὶ ἐπορεύθησαν εἰς Βερέαν ἐν εἴκοσι χιλιάσιν ἀνδρῶν καὶ δισχιλίᾳ ἵππῳ."],["5","Καὶ Ἰούδας ἦν παρεμβεβληκὼς ἐν Ἐλεασὰ, καὶ τρισχίλιοι ἄνδρες ἐκλεκτοὶ μετʼ αὐτοῦ."],["6","Καὶ ἴδον τὸ πλῆθος τῶν δυνάμεων ὅτι πολλοί εἰσι, καὶ ἐφοβήθησαν σφόδρα· καὶ ἐξεῤῥύησαν πολλοὶ ἀπὸ τῆς παρεμβολῆς, οὐ κατελείφθησαν ἐξ αὐτῶν ἀλλʼ ἢ ὀκτακόσιοι ἄνδρες."],["7","Καὶ εἶδεν Ἰούδας ὅτι ἀπεῤῥύη ἡ παρεμβολὴ αὐτοῦ, καὶ ὁ πόλεμος ἔθλιβεν αὐτόν· καὶ συνετρίβη τῇ καρδίᾳ, ὅτι οὐκ εἶχε καιρὸν συναγαγεῖν αὐτούς."],["8","Καὶ ἐξελύθη, καὶ εἶπε τοῖς καταλειφθεῖσιν, ἀναστῶμεν καὶ ἀναβῶμεν ἐπὶ τοὺς ὑπεναντίους ἡμῶν, ἐὰν ἄρα δυνώμεθα πολεμῆσαι αὐτούς."],["9","Καὶ ἀπέστρεψαν αὐτὸν, λέγοντες, οὐ μὴ δυνώμεθα, ἀλλʼ ἢ σώζωμεν τὰς ἑαυτῶν ψυχὰς τὸ νῦν, καὶ ἐπιστρέψωμεν μετὰ τῶν ἀδελφῶν ἡμῶν, καὶ πολεμήσωμεν πρὸς αὐτοὺς, ἡμεῖς δὲ ὀλίγοι."],["10","Καὶ εἶπεν Ἰούδας, μή μοι γένοιτο ποιῆσαι τὸ πρᾶγμα τοῦτο, φυγεῖν ἀπʼ αὐτῶν, καὶ εἰ ἤγγικεν ὁ καιρὸς ἡμῶν, καὶ ἀποθάνωμεν ἐν ἀνδρείᾳ χάριν τῶν ἀδελφῶν ἡμῶν, καὶ μὴ καταλίπωμεν αἰτίαν τῇ δόξῃ ἡμῶν."],["11","Καὶ ἀπῇρεν ἡ δύναμις ἀπὸ τῆς παρεμβολῆς, καὶ ἔστησαν εἰς συνάντησιν αὐτοῖς, καὶ ἐμερίσθη ἡ ἵππος εἰς δύο μέρη, καὶ οἱ σφενδονηταὶ καὶ οἱ τοξόται προεπορεύοντο τῆς δυνάμεως, καὶ οἱ πρωταγωνισταὶ πάντες οἱ δυνατοί."],["12","Βακχίδης δὲ ἦν ἐν τῷ δεξιῷ κέρατι, καὶ ἤγγισεν ἡ φάλαγξ ἐκ τῶν δύο μερῶν, καὶ ἐφώνουν ταῖς σάλπιγξι. Καὶ ἐσάλπισαν οἱ παρὰ Ἰούδα καὶ αὐτοὶ ταῖς σάλπιγξι,"],["13","καὶ ἐσαλεύθη ἡ γῆ ἀπὸ τῆς φωνῆς τῶν παρεμβολῶν· καὶ ἐγένετο ὁ πόλεμος συνημένος ἀπὸ πρωΐθεν ἕως ἑσπέρας."],["14","Καὶ· εἶδεν Ἰούδας ὅτι Βακχίδης καὶ τὸ στερέωμα τῆς παρεμβολῆς ἐν τοῖς δεξιοῖς, καὶ συνῆλθον αὐτῷ πάντες οἱ εὔψυχοι τῇ καρδίᾳ."],["15","Καὶ συνετρίβη τὸ δεξιὸν κέρας ἀπʼ αὐτῶν, καὶ ἐδίωκεν ὀπίσω αὐτῶν ἕως Ἀζώτου ὄρους."],["16","Καὶ οἱ εἰς τὸ ἀριστερὸν κέρας ἴδον ὅτι συνετρίβη τὸ δεξιὸν κέρας, καὶ ἐπέστρεψαν κατὰ πόδας Ἰούδα καὶ τῶν μετʼ αὐτοῦ ἐκ τῶν ὄπισθεν."],["17","Καὶ ἐβαρύνθη ὁ πόλεμος, καὶ ἔπεσον τραυματίαι πολλοὶ ἐκ τούτων καὶ ἐκ τούτων."],["18","Καὶ Ἰούδας ἔπεσε, καὶ οἱ λοιποὶ ἔφυγον."],["19","Καὶ ᾖραν Ἰωνάθαν καὶ Σίμων Ἰούδαν τὸν ἀδελφὸν αὐτῶν, καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ ἐν Μωδεεΐμ."],["20","Καὶ ἔκλαυσαν αὐτὸν, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραὴλ κοπετὸν μέγαν, καὶ ἐπένθουν ἡμέρας πολλὰς, καὶ εἶπον,"],["21","πῶς ἔπεσε δυνατὸς, σώζων τὸν Ἰσραήλ;"],["22","Καὶ τὰ περισσὰ τῶν λόγων Ἰούδα, καὶ τῶν πολέμων, καὶ τῶν ἀνδραγαθιῶν ὧν ἐποίησε, καὶ τῆς μεγαλωσύνης αὐτῶν, οὐ κατεγράφη, πολλὰ γὰρ ἦν σφόδρα."],["23","Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰούδα, ἐξέκυψαν οἱ ἄνομοι ἐν πᾶσι τοῖς ὁρίοις Ἰσραὴλ, καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν."],["24","Ἐν ταῖς ἡμέραις ἐκείναις ἐγενήθη λιμὸς μέγας σφόδρα, καὶ ηὐτομόλησεν ἡ χώρα μετʼ αὐτῶν."],["25","Καὶ ἐξέλεξε Βακχίδης τοὺς ἀσεβεῖς ἄνδρας, καὶ κατέστησεν αὐτοὺς κυρίους τῆς χώρας."],["26","Καὶ ἐξεζήτουν καὶ ἐξηρεύνων τοὺς φίλους Ἰούδα, καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην· καὶ ἐξεδίκει ἐν αὐτοῖς, καὶ ἐνέπαιζεν αὐτοῖς."],["27","Καὶ ἐγένετο θλίψις μεγάλη ἐν τῷ Ἰσραὴλ, ἥτις οὐκ ἐγένετο ἀφʼ ἧς ἡμέρας οὐκ ὤφθη προφήτης ἐν αὐτοῖς."],["28","Καὶ ἠθροίσθησαν πάντες οἱ φίλοι Ἱούδα, καὶ εἶπον τῷ Ἰωνάθαν,"],["29","ἀφʼ οὗ ὁ ἀδελφός σου Ἰούδας τετελεύτηκε, καὶ ἀνὴρ ὅμοιος αὐτῷ οὐκ ἔστιν ἐξελθεῖν πρὸς τοὺς ἐχθροὺς καὶ Βακχίδην, καὶ ἐν τοῖς ἐχθραίνουσι τοῦ ἔθνους ἡμῶν."],["30","Νῦν οὖν σε ᾑρετισάμεθα σήμερον, τοῦ εἶναι ἀντʼ αὐτοῦ ἡμῖν εἰς ἄρχοντα καὶ ἡγούμενον, τοῦ πολεμῆσαι τὸν πόλεμον ἡμῶν."],["31","Καὶ ἐπεδέξατο Ἰωνάθαν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν ἥγησιν, καὶ ἀνέστη ἀντὶ Ἰούδα τοῦ ἀδελφοῦ αὐτοῦ."],["32","Καὶ ἔγνω Βακχίδης, καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι."],["33","Καὶ ἔγνω Ἰωνάθαν, καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ, καὶ πάντες οἱ μετʼ αὐτοῦ, καὶ ἔφυγον εἰς τὴν ἔρημον Θεκωὲ, καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου Ἀσφάρ."],["34","Καὶ ἔγνω Βακχίδης τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ ἦλθεν αὐτὸς καὶ πᾶν τὸ στράτευμα αὐτοῦ πέραν τοῦ Ἰορδάνου."],["35","Καὶ ἀπέστειλεν Ἰωνάθαν τὸν ἀδελφὸν αὐτοῦ ἡγούμενον τοῦ ὄχλου, καὶ παρεκάλεσε τοὺς Ναυαταίους φίλους αὐτοῦ παραθέσθαι αὐτοῖς τὴν ἀποσκευὴν αὐτῶν τὴν πολλήν."],["36","Καὶ ἐξῆλθον υἱοὶ Ἰαμβρὶ ἐκ Μηδαβὰ, καὶ συνέλαβον Ἰωάννην, καὶ πάντα ὅσα εἶχε, καὶ ἀπῆλθον ἔχοντες."],["37","Μετὰ δὲ τοὺς λόγους τούτους ἀπήγγειλαν τῷ Ἰωνάθαν καὶ Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ, ὅτι οἱ υἱοὶ Ἰαμβρὶ ποιοῦσι γάμον μέγαν, καὶ ἄγουσι τὴν νύμφην ἀπὸ Ναδαβὰθ, θυγατέρα ἑνὸς τῶν μεγιστάνων μεγάλων τῶν Χαναὰν, μετὰ παραπομπῆς μεγάλης."],["38","Καὶ ἐμνήσθησαν Ἰωάννου τοῦ ἀδελφοῦ αὐτῶν, καὶ ἀνέβησαν, καὶ ἐκρύβησαν ὑπὸ τὴν σκέπην τοῦ ὄρους."],["39","Καὶ ᾖραν τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ ἴδον, καὶ ἰδοὺ θροῦς, καὶ ἀποσκευὴ πολλὴ, καὶ ὁ νυμφίος ἐξῆλθε καὶ οἱ φίλοι αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς συνάντησιν αὐτῶν μετὰ τυμπάνων, και μουσικῶν, καὶ ὅπλων πολλῶν."],["40","Καὶ ἐξανέστησαν ἐπʼ αὐτοὺς ἀπὸ τοῦ ἐνέδρου οἱ περὶ τὸν Ἰωνάθαν, καὶ ἀπέκτειναν αὐτοὺς, καὶ ἔπεσον τραυματίαι πολλοὶ, καὶ οἱ ἐπίλοιποι ἔφυγον εἰς τὸ ὄρος· καὶ ἔλαβον πάντα τὰ σκῦλα αὐτῶν."],["41","Καὶ μετεστράφη ὁ γάμος εἰς πένθος, καὶ ἡ φωνὴ μουσικῶν αὐτῶν εἰς θρῆνον."],["42","Καὶ ἐξεδίκησαν τὴν ἐκδίκησιν αἵματος ἀδελφοῦ αὐτῶν, καὶ ἀπέστρεψαν εἰς τὸ ἕλος τοῦ Ἰορδάνου."],["43","Καὶ ἤκουσε Βακχίδης, καὶ ἦλθε τῇ ἡμέρᾳ τῶν σαββάτων ἕως τῶν κρηπίδων τοῦ Ἰορδάνου ἐν δυνάμει πολλῇ."],["44","Καὶ εἶπεν Ἰωνάθαν τοῖς παρʼ αὐτοῦ, ἀναστῶμεν νῦν καὶ πολεμήσωμεν ὑπὲρ τῶν ψυχῶν ἡμῶν, οὐ γὰρ ἐστι σήμερον ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν."],["45","Ἰδοὺ γὰρ ὁ πόλεμος ἐξεναντίας ἡμῶν καὶ ἐξόπισθεν ἡμῶν· τὸ δὲ ὕδωρ τοῦ Ἰορδάνου ἔνθεν καὶ ἔνθεν, καὶ ἕλος καὶ δρυμὸς, οὐκ ἔστι τόπος τοῦ ἐκκλῖναι."],["46","Νῦν οὖν κεκράξατε εἰς οὐρανὸν, ὅπως διασωθῆτε ἐκ χειρὸς ἐχθρῶν ὑμῶν."],["47","Καὶ συνῆψεν ὁ πόλεμος· καὶ ἐξέτεινεν Ἰωνάθαν τὴν χεῖρα αὐτοῦ πατάξαι τὸν Βακχίδην, καὶ ἐξέκλινεν ἀπʼ αὐτοῦ εἰς τὰ ὀπίσω."],["48","Καὶ ἐνεπήδησεν Ἰωνάθαν καὶ οἱ μετʼ αὐτοῦ εἰς τὸν Ἰορδάνην, καὶ διεκολύμβησαν εἰς τὸ πέραν· καὶ οὐ διέβησαν ἐπʼ αὐτοὺς τὸν Ἰορδάνην."],["49","Καὶ διέπεσον παρὰ Βακχίδου τῇ ἡμέρᾳ ἐκείνῃ εἰς χιλίους ἄνδρας."],["50","Καὶ ἐπέστρεψεν εἰς Ἱερουσαλὴμ, καὶ ᾠκοδόμησε πόλεις ὀχυρὰς ἐν τῇ Ἰουδαίᾳ, τὸ ὀχύρωμα τὸ ἐν Ἱεριχὼ, καὶ τὴν Ἐμμαοὺμ, καὶ τὴν Βαιθωρῶν, καὶ τὴν Βαιθὴλ, καὶ τὴν Θαμναθὰ, Φαραθωνὶ, καὶ τὴν Τεφὼν ἐν τείχεσιν ὑψηλοῖς καὶ πύλαις καὶ μοχλοῖς."],["51","Καὶ ἔθετο φρουρὰν ἐν αὐτοῖς τοῦ ἐχθραίνειν τῷ Ἰσραήλ."],["52","Καὶ ὠχύρωσε τὴν πόλιν τὴν ἐν Βαιθσούρᾳ, καὶ τὴν Γάζαρα, καὶ τὴν ἄκραν, καὶ ἔθετο ἐν αὐταῖς δυνάμεις καὶ παραθέσεις βρωμάτων."],["53","Καὶ ἔλαβε τοὺς υἱοὺς τῶν ἡγουμένων τῆς χώρας ὅμηρα, καὶ ἔθετο αὐτοὺς ἐν τῇ ἄκρᾳ ἐν Ἱερουσαλὴμ ἐν φυλακῇ."],["54","Καὶ ἐν ἔτει τρίτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ, μηνι τῷ δευτέρῳ, ἐπέταξεν Ἄλκιμος καθαιρεῖν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων τῆς ἐσωτέρας, καὶ καθεῖλε τὰ ἔργα τῶν προφητῶν, καὶ ἐνήρξατο τοῦ καθαιρεῖν."],["55","Ἐν τῷ καιρῷ ἐκείνῳ ἐπλήγη Ἄλκιμος, καὶ ἐνεποδίσθη τὰ ἔργα αὐτοῦ, καὶ ἀπεφράγη τὸ στόμα αὐτοῦ, καὶ παρελύθη, καὶ οὐκ ἐδύνατο ἔτι λαλῆσαι λόγον καὶ ἐντείλασθαι περὶ τοῦ οἴκου αὐτοῦ."],["56","Καὶ ἀπέθανεν Ἄλκιμος ἐν τῷ καιρῷ ἐκείνῳ μετὰ βασάνου μεγάλης."],["57","Καὶ εἶδε Βακχίδης ὅτι ἀπέθανεν Ἄλκιμος, καὶ ἀπέστρεψε πρὸς τὸν βασιλέα· καὶ ἡσύχασεν ἡ γῆ Ἰούδα ἔτη δύο."],["58","Καὶ ἐβουλεύσαντο πάντες οἱ ἄνομοι, λέγοντες, ἰδοὺ Ἰωνάθαν καὶ οἱ παρʼ αὐτοῦ ἐν ἡσυχίᾳ κατοικοῦσι πεποιθότες· νῦν οὖν ἄξομεν τὸν Βακχίδην, καὶ συλλήμψεται αὐτοὺς πάντας ἐν νυκτὶ μιᾷ."],["59","Καὶ πορευθέντες συνεβουλεύσαντο αὐτῷ."],["60","Καὶ ἀπῇρε τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς, καὶ ἀπέστειλεν ἐπιστολὰς λάθρα πᾶσι τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ Ἰουδαίᾳ, ὅπως συλλάβωσι τὸν Ἰωνάθαν, καὶ τοὺς μετʼ αὐτοῦ· καὶ οὐκ ἐδύναντο, ὅτι ἐγνώσθη αὐτοῖς ἡ βουλὴ αὐτῶν."],["61","Καὶ συνελάβοντο ἀπὸ τῶν ἀνδρῶν τῆς χώρας τῶν ἀρχηγῶν τῆς κακίας εἰς πεντήκοντα ἄνδρας, καὶ ἀπέκτειναν αὐτούς."],["62","Καὶ ἐξεχώρησεν Ἰωνάθαν, καὶ Σίμων, καὶ οἱ μετʼ αὐτοῦ εἰς Βαιθβασὶ τὴν ἐν τῇ ἐρήμῳ, καὶ ᾠκοδόμησε τὰ καθῃρημένα αὐτῆς, καὶ ἐστερέωσαν αὐτήν."],["63","Καὶ ἔγνω Βακχίδης, καὶ συνήγαγε πᾶν τὸ πλῆθος αὐτοῦ, καὶ τοῖς ἐκ τῆς Ἰουδαίας παρήγγειλε."],["64","Καὶ ἐλθὼν παρενέβαλεν ἐπὶ Βαιθβασὶ, καὶ ἐπολέμησεν αὐτὴν ἡμέρας πολλὰς, καὶ ἐποίησε μηχανάς."],["65","Καὶ ἀπέλιπεν Ἰωνάθαν Σίμωνα τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ πόλει, καὶ ἐξῆλθεν εἰς τὴν χώραν, καὶ ἐξῆλθεν ἐν ἀριθμῷ."],["66","Καὶ ἐπάταξεν Ὀδοαῤῥὴν, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ τοὺς υἱοὺς Φασιρὼν ἐν τῷ σκηνώματι αὐτῶν, καὶ ἐξήρξατο τύπτειν, καὶ ἀναβαίνειν ἐν δυνάμεσι·"],["67","καὶ Σίμων, καὶ οἱ μετʼ αὐτοῦ ἐξῆλθον ἐκ τῆς πόλεως, καὶ ἐνεπύρισαν τὰς μηχανάς."],["68","Καὶ ἐπολέμησαν πρὸς τὸν Βακχίδην, καὶ συνετρίβη ὑπʼ αὐτῶν, καὶ ἔθλιβον αὐτὸν σφόδρα, ὅτι ἦν ἡ βουλὴ αὐτοῦ καὶ ἡ ἔφοδος αὐτοῦ κενή."],["69","Καὶ ὠργίσθηθυμῷ τοῖς ἀνδράσι τοῖς ἀνόμοις τοῖς συμβουλεύσασιν αὐτῷ ἐλθεῖν εἰς τὴν χώραν, καὶ ἀπέκτειναν ἐξ αὐτῶν πολλούς, καὶ ἐβουλεύσατο τοῦ ἀπελθεῖν εἰς τὴν γῆν αὐτοῦ."],["70","Καὶ ἐπέγνω Ἰωνάθαν, καὶ ἀπέστειλε πρὸς αὐτὸν πρέσβεις, τοῦ συνθέσθαι πρὸς αὐτὸν εἰρήνην, καὶ ἀποδοῦναι αὐτοῖς τὴν αἰχμαλωσίαν."],["71","Καὶ ἀπεδέξατο, καὶ ἐποίησε κατὰ τοὺς λόγους αὐτοῦ, καὶ ὤμοσεν αὐτῷ μὴ ἐκζητῆσαι αὐτῷ κακὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ."],["72","Καὶ ἀπέδωκεν αὐτῷ τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλώτευσε τοπρότερον ἐκ γῆς Ἰούδα· καὶ ἀποστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ, καὶ οὐ προσέθετο ἔτι ἐλθεῖν εἰς τὰ ὅρια αὐτῶν."],["73","Καὶ κατέπαυσε ῥομφαία ἐξ Ἰσραήλ· καὶ ᾤκησεν Ἰωνάθαν ἐν Μαχμάς· καὶ ἤρξατο Ἰωνάθαν κρίνειν τὸν λαὸν καὶ ἠφάνισε τοὺς ἀσεβεῖς ἐξ Ἰσραήλ."]],[["1","Καὶ ἐν ἔτει ἑξηκοστῷ καὶ ἑκατοστῷ ἀνέβη Ἀλέξανδρος ὁ τοῦ Ἀντιόχου ὁ Ἐπιφανής, καὶ κατελάβετο Πτολεμαΐδα, καὶ ἐπεδέξαντο αὐτὸν, καὶ ἐβασίλευσεν ἐκεῖ."],["2","Καὶ ἤκουσε Δημήτριος ὁ βασιλεύς, καὶ συνήγαγε δυνάμεις πολλὰς σφόδρα, καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλεμον."],["3","Καὶ ἀπέστειλε Δημήτριος πρὸς Ἰωνάθαν ἐπιστολὰς λόγοις εἰρηνικοῖς ὥστε μεγαλῦναι αὐτόν."],["4","Εἶπε γάρ, προφθάσωμεν τοῦ εἰρήνην θεῖναι μετʼ αὐτοῦ, πρινὴ θεῖναι αὐτὸν μετὰ Ἀλεξάνδρου καθʼ ἡμῶν."],["5","Μνησθήσεται γὰρ πάντων τῶν κακῶν ὧν συνετελέσαμεν πρὸς αὐτόν, καὶ εἰς τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ εἰς τὸ ἔθνος αὐτοῦ."],["6","Καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν συναγαγεῖν δυνάμεις, καὶ κατασκευάζειν ὅπλα, καὶ εἶναι αὐτὸν σύμμαχον αὐτοῦ, καὶ τὰ ὅμηρα τὰ ἐν τῇ ἄκρᾳ εἶπε παραδοῦναι αὐτῷ."],["7","Καὶ ἦλθεν Ἰωνάθαν εἰς Ἱερουσαλὴμ, καὶ ἀνέγνω τὰς ἐπιστολὰς εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ, καὶ τῶν ἐκ τῆς ἄκρας."],["8","Καὶ ἐφοβήθησα φόβον μέγαν ὅτε ἤκουσαν ὅτι ἔδωκεν αὐτῷ ὁ βασιλεὺς ἐξουσίαν συναγαγεῖν δυνάμεις."],["9","Καὶ παρέδωκαν οἱ ἐκ τῆς ἄκρας Ἰωνάθαν τὰ ὅμηρα, καὶ ἀπέδωκεν αὐτοὺς τοῖς γονεῦσιν αὐτῶν."],["10","Καὶ ᾤκησεν Ἰωνάθαν ἐν Ἱερουσαλήμ, καὶ ἤρξατο οἰκοδομεῖν καὶ καινίζειν τὴν πόλιν."],["11","Καὶ εἶπε πρὸς τοὺς ποιοῦντας τὰ ἔργα, οἰκοδομεῖν τὰ τείχη, καὶ τὸ ὄρος Σιὼν κυκλόθεν ἐκ λίθων τετραγώνων εἰς ὀχύρωσιν· καὶ ἐποίησαν οὕτως."],["12","Καὶ ἔφυγον οἱ ἀλλογενεῖς οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν οἷς ᾠκοδόμησε Βακχίδης."],["13","Καὶ κατέλιπεν ἕκαστος τὸν τόπον αὐτοῦ, καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ."],["14","Πλὴν ἐν Βαιθσούρᾳ ὑπελείφθησάν τινες τῶν καταλιπόντων τὸν νόμον καὶ τὰ προστάγματα, ἦν γὰρ αὐτοῖς φυγαδευτήριον."],["15","Καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τὰς ἐπαγγελίας ὅσας ἀπέστειλε Δημήτριος τῷ Ἰωνάθαν, καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους καὶ τὰς ἀνδραγαθίας ἃς ἐποίησεν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ τοὺς κόπους οὓς ἔσχον,"],["16","καὶ εἶπε, μὴ εὑρήσομεν ἄνδρα τοιοῦτον ἕνα; καὶ νῦν ποιήσομεν αὐτὸν φίλον, καὶ σύμμαχον ἡμῶν."],["17","Καὶ ἔγραψεν ἐπιστολὰς, καὶ ἀπέστειλεν αὐτῷ κατὰ τοὺς λόγους τούτους, λέγων,"],["18","βασιλεὺς Ἀλέξανδρος τῷ ἀδελφῷ Ἰωνάθαν χαίρειν."],["19","Ἀκηκόαμεν περὶ σοῦ, ὅτι ἀνὴρ δυνατὸς ἰσχύϊ, καὶ ἐπιτήδειος εἶ τοῦ εἶναι ἡμῖν φίλος."],["20","Καὶ νῦν καθεστάκαμέν σε σήμερον ἀρχιερέα τοῦ ἔθνους σου, καὶ φίλον βασιλέως καλεῖσθαι· καὶ ἀπέστειλεν αὐτῷ πορφύραν καὶ στέφανον χρυσοῦν· καὶ φρονεῖν τὰ ἡμῶν, καὶ συντηρεῖν φιλίαν πρὸς ἡμᾶς."],["21","Καὶ ἐνεδύσατο Ἰωνάθαν τὴν ἁγίαν στολὴν τῷ ἑβδόμῳ μηνὶ ἔτους ἑξηκοστοῦ καὶ ἑκατοστοῦ ἐν ἑορτῇ σκηνοπηγίας, καὶ συνήγαγε δυνάμεις, καὶ κατεσκεύασεν ὅπλα πολλά."],["22","Καὶ ἤκουσε Δημήτριος τοὺς λόγους τούτους. καὶ ἐλυπήθη, καὶ εἶπε,"],["23","τί τοῦτο ἐποιήσαμεν, ὅτι προέφθακεν ἡμᾶς ὁ Ἀλέξανδρος τοῦ φιλίαν καταθέσθαι τοῖς Ἰουδαίοις εἰς στήριγμα;"],["24","Γράψω αὐτοῖς κᾀγὼ λόγους παρακλήσεως, καὶ ὕψους, καὶ δομάτων, ὅπως ὦσι σὺν ἐμοὶ εἰς βοήθειαν."],["25","Καὶ ἀπέστειλεν αὐτοῖς κατὰ τοὺς λόγους τούτους· βασιλεὺς Δημήτριος τῷ ἔθνει τῶν Ἰουδαίων χαίρειν."],["26","Ἐπεὶ συνετηρήσατε τὰς πρὸς ἡμᾶς συνθήκας, καὶ ἐνεμείνατε τῇ φιλίᾳ ἡμῶν, καὶ οὐ προσεχωρήσατε τοῖς ἐχθροῖς ἡμῶν, ἠκούσαμεν, καὶ ἐχάρημεν."],["27","Καὶ νῦν ἐμμείνατε ἔτι τοῦ συντηρῆσαι πρὸς ἡμᾶς πίστιν, καὶ ἀνταποδώσομεν ὑμῖν ἀγαθὰ, ἀνθʼ ὧν ποιεῖτε μεθʼ ἡμῶν."],["28","Καὶ ἀφήσομεν ὑμῖν ἀφέματα πολλὰ, καὶ δώσομεν ὑμῖν δόματα."],["29","Καὶ νῦν ἀπολύω ὑμᾶς, καὶ ἀφίημι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῶν φόρων, καὶ τῆς τιμῆς τοῦ ἁλὸς, καὶ ἀπὸ τῶν στεφάνων,"],["30","καὶ ἀντὶ τοῦ τρίτου τῆς σπορᾶς, καὶ ἀντὶ τοῦ ἡμίσους τοῦ καρποῦ τοῦ ξυλίνου τοῦ ἐπιβάλλοντός μοι λαβεῖν ἀφίημι ἀπὸ τῆς σήμερον καὶ ἐπέκεινα τοῦ λαβεῖν ἀπὸ τῆς γῆς Ἰούδα, καὶ ἀπὸ τῶν τριῶν νομῶν τῶν προστιθεμένων αὐτῇ ἀπὸ τῆς Σαμαρείτιδος καὶ Γαλιλαίας, καὶ ἀπὸ τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν αἰῶνα χρόνον."],["31","Καὶ Ἱερουσαλὴμ ἤτω ἁγία καὶ ἀφειμένη, καὶ τὰ ὅρια αὐτῆς, αἱ δεκάται καὶ τὰ τέλη."],["32","Ἀφίημι καὶ τὴν ἐξουσίαν τῆς ἄκρας τῆς ἐν Ἱερουσαλὴμ, καὶ δίδωμι τῷ ἀρχιερεῖ, ὅπως ἂν καταστήσῃ ἐν αὐτῇ ἄνδρας οὓς ἂν ἐκλέξηται αὐτὸς τοῦ φυλάσσειν αὐτήν."],["33","Καὶ πᾶσαν φυχὴν Ἰουδαίων τὴν αἰχμαλωτισθεῖσαν ἀπὸ γῆς Ἰούδα εἰς πᾶσαν βασιλείαν μου ἀφίημι ἐλευθέραν δωρέαν· καὶ πάντες ἀφιέτωσαν τοὺς φόρους καὶ τῶν κτηνῶν αὐτῶν."],["34","Καὶ πᾶσαι αἱ ἑορταὶ καὶ τὰ σάββατα καὶ νουμηνίαι, καὶ ἡμέραι ἀποδεδειγμέναι, καὶ τρεῖς ἡμέραι πρὸ ἑορτῆς καὶ τρεῖς ἡμέραι μετὰ ἑορτὴν, ἔστωσαν πᾶσαι αἱ ἡμέραι ἀτελείας καὶ ἀφέσεως πᾶσι τοῖς Ἰουδαίοις τοῖς οὖσιν ἐν τῇ βασιλείᾳ μου."],["35","Καὶ οὐχ ἕξει ἐξουσίαν οὐδεὶς πράσσειν καὶ παρενοχλεῖν τινα αὐτῶν περὶ παντὸς πράγματος."],["36","Καὶ προγραφήτωσαν τῶν Ἰουδαίων εἰς τὰς δυνάμεις τοῦ βασιλέως εἰς τριάκοντα χιλιάδας ἀνδρῶν, καὶ δοθήσεται αὐτοῖς ξένια ὡς καθήκει πάσαις ταῖς δυνάμεσι τοῦ βασιλέως."],["37","Καὶ κατασταθήσεται ἐξ αὐτῶν ἐν τοῖς ὀχυρώμασι τοῦ βασιλέως τοῖς μεγάλοις, καὶ ἐκ τούτων κατασταθήσεται ἐπὶ χρειῶν τῆς βασιλείας τῶν οὐσῶν εἰς πίστιν· καὶ οἱ ἐπʼ αὐτῶν καὶ οἱ ἄρχοντες ἔστωσαν ἐξ αὐτῶν· καὶ πορευέσθωσαν τοῖς νόμοις αὐτῶν, καθὰ καὶ προσέταξεν ὁ βασιλεὺς ἐν γῇ Ἰούδα."],["38","Καὶ τοὺς τρεῖς νομοὺς τοὺς προστεθέντας τῇ Ἰουδαίᾳ ἀπὸ τῆς χώρας Σαμαρείας, προστεθήτω τῇ Ἰουδαίᾳ πρὸς τὸ λογισθῆναι τοῦ γενέσθαι ὑφʼ ἕνα, τοῦ μὴ ὑπακοῦσαι ἄλλης ἐξουσίας ἀλλʼ ἢ τοῦ ἀρχιερέως."],["39","Πτολεμαΐδα καὶ τὴν προσκυροῦσαν αὐτῇ δέδωκα δόμα τοῖς ἁγίοις τοῖς ἐν Ἰερουσαλὴμ εἰς τὴν προσήκουσαν δαπάνην τοῖς ἁγίοις."],["40","Κᾀγὼ δίδωμι κατʼ ἐνιαυτὸν δεκαπέντε χιλιάδας σίκλων ἀργυρίου ἀπὸ τῶν λόγων τοῦ βασιλέως, ἀπὸ τῶν τόπων τῶν ἀνηκόντων."],["41","Καὶ πᾶν τὸ πλεονάζον ὃ οὐκ ἀπεδίδοσαν οἱ ἀπὸ τῶν χρειῶν, ὡς ἐν τοῖς πρῶτοις ἔτεσιν, ἀπὸ τοῦ νῦν δώσουσιν εἰς τὰ ἔργα τοῦ οἴκου."],["42","Καὶ ἐπὶ τούτοις, πεντακισχιλίους σίκλους ἀργυρίου, οὓς ἐλάμβανον ἀπὸ τῶν χρειῶν τοῦ ἁγίου ἀπὸ τοῦ λόγου κατʼ ἐνιαυτὸν, καὶ ταῦτα ἀφίεται διὰ τὸ ἀνήκειν αὐτὰ τοῖς ἱερεῦσι τοῖς λειτουργοῦσι."],["43","Καὶ ὅσοι ἐὰν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν Ἱεροσολύμοις καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτοῦ, ὀφείλοντες βασιλικὰ καὶ πᾶν πρᾶγμα, ἀπολελύσθωσαν, καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς ἐν τῇ βασιλείᾳ μου."],["44","Καὶ τοῦ οἰκοδομηθῆναι καὶ τοῦ ἐπικαινισθῆναι τὰ ἔργα τῶν ἁγίων, καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως."],["45","Καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη Ἱερουσαλὴμ καὶ ὀχυρῶσαι κυκλόθεν, καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως, καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη τὰ ἐν τῇ Ἰουδαίᾳ."],["46","Ὡς δὲ ἤκουσεν Ἰωνάθαν καὶ ὁ λαὸς τοὺς λόγους τούτους, οὐκ ἐπίστευσαν αὐτοῖς οὐδὲ ἐπεδέξαντο, ὅτι ἐπεμνήσθησαν τῆς κακίας τῆς μεγάλης ἧς ἐποίησεν ἐν Ἰσραὴλ, καὶ ἔθλιψεν αὐτοὺς σφόδρα."],["47","Καὶ εὐδόκησαν ἐν Ἀλεξάνδρῳ, ὅτι αὐτὸς ἐγένετο αὐτοῖς ἀρχηγὸς λόγων εἰρηνικῶν, καὶ συνεμάχουν αὐτῷ πάσας τὰς ἡμέρας."],["48","Καὶ συνήγαγεν Ἀλέξανδρος ὁ βασιλεὺς δυνάμεις μεγάλας, καὶ παρενέβαλεν ἐξεναντίας Δημητρίου."],["49","Καὶ συνῆψαν πόλεμον οἱ δύο βασιλεῖς, καὶ ἔφυγεν ἡ παρεμβολὴ Δημητρίου, καὶ ἐδίωξεν αὐτὸν ὁ Ἀλέξανδρος, καὶ ἴσχυσεν ἐπʼ αὐτούς."],["50","Καὶ ἐστερέωσε τὸν πόλεμον σφόδρα ἕως ἔδυ ὁ ἥλιος, καὶ ἔπεσεν ὁ Δημήτριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ."],["51","Καὶ ἀπέστειλεν Ἀλέξανδρος πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου πρέσβεις κατὰ τοὺς λόγους τούτους, λέγων,"],["52","ἐπεὶ ἀνέστρεψα εἰς γῆν βασιλείας μου, καὶ ἐκάθισα ἐπὶ θρόνου πατέρων μου, καὶ ἐκράτησα τῆς ἀρχῆς, καὶ συνέτριψα τὸν Δημήτριον, καὶ ἐπεκράτησα τῆς χώρας ἡμῶν·"],["53","καὶ συνῆψα πρὸς αὐτὸν μάχην, καὶ συνετρίβη αὐτὸς καὶ ἡ παρεμβολὴ αὐτοῦ ὑφʼ ἡμῶν, καὶ ἐκαθίσαμεν ἐπὶ θρόνου βασιλείας αὐτοῦ·"],["54","καὶ νῦν στήσωμεν πρὸς ἑαυτοὺς φιλίαν, καὶ νῦν δός μοι τὴν θυγατέρα σου εἰς γυναῖκα, καὶ ἐπιγαμβρεύσω σοι, καὶ δώσω σοι δόματα, καὶ αὐτῇ. ἄξιά σου."],["55","Καὶ ἀπεκρίθη Πτολεμαῖος ὁ βασιλεὺς, λέγων, ἀγαθὴ ἡμέρα ἐν ᾗ ἀνέστρεψας εἰς γῆν πατέρων σου, καὶ ἐκάθισας ἐπὶ θρόνου βασιλείας αὐτῶν."],["56","Καὶ νῦν ποιήσω σοι ἃ ἔγραψας, ἀλλʼ ἀπάντησον εἰς Πτολεμαΐδα, ὅπως ἴδωμεν ἀλλήλους, καὶ ἐπιγαμβρεύσω σοι καθὼς εἴρηκας."],["57","Καὶ ἐξῆλθε Πτολεμαῖος ἐξ Αἰγύπτου αὐτὸς καὶ Κλεοπάτρα ἡ θυγάτηρ αὐτοῦ, καὶ εἰσῆλθον εἰς Πτολεμαΐδα ἔτους δευτέρου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ."],["58","Καὶ ἀπήντησεν αὐτῷ Ἀλεξανδρος ὁ βασιλεὺς, καὶ ἐξέδοτο αὐτῷ Κλεοπάτραν τὴν θυγατέρα αὐτοῦ, καὶ ἐποίησε τὸν γάμον αὐτῆς ἐν Πτολεμαΐδι, καθὼς οἱ βασιλεῖς, ἐν δόξῃ μεγάλῃ."],["59","Καὶ ἔγραψεν Ἀλέξανδρος ὁ βασιλεὺς τῷ Ἰωνάθαν ἐλθεῖν εἰς συνάντησιν αὐτῷ."],["60","Καὶ ἐπορεύθη μετὰ δόξης εἰς Πτολεμαΐδα, καὶ ἀπήντησε τοῖς δυσὶ βασιλεῦσι· καὶ ἔδωκεν αὐτοῖς ἀργύριον καὶ χρυσίον, καὶ τοῖς φίλοις αὐτῶν, καὶ δόματα πολλὰ, καὶ εὗρε χάριν ἐναντίον αὐτῶν."],["61","Καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ ἐξ Ἰσραὴλ, ἄνδρες παράνομοι, ἐντυχεῖν κατʼ αὐτοῦ, καὶ οὐ προσέσχεν αὐτοῖς ὁ βασιλεύς."],["62","Καὶ προσέταξεν ὁ βασιλεὺς, καὶ ἐξέδυσαν Ἰωνάθαν τὰ ἱμάτια αὐτοῦ, καὶ ἐνέδυσαν αὐτὸν πορφύραν, καὶ ἐποίησαν οὕτως."],["63","Καὶ ἐκάθισεν αὐτὸν ὁ βασιλεὺς μετʼ αὐτοῦ, καὶ εἶπε τοῖς ἄρχουσιν αὐτοῦ, ἐξέλθετε μετʼ αὐτοῦ εἰς μέσον τῆς πόλεως, καὶ κηρύξατε τοῦ μηδένα ἐντυγχάνειν κατʼ αὐτοῦ περὶ μηδενὸς πράγματος, καὶ μηδεὶς αὐτῷ παρενοχλείτω περὶ παντὸς λόγου."],["64","Καὶ ἐγένετο ὡς ἴδον οἱ ἐντυγχάνοντες τὴν δόξαν αὐτοῦ καθὼς ἐκήρυξαν, καὶ περιβεβλημένον αὐτὸν πορφύραν, καὶ ἔφυγον πάντες."],["65","Καὶ ἐδόξασεν αὐτὸν ὁ βασιλεύς, καὶ ἔγραψεν αὐτὸν τῶν πρώτων φίλων, καὶ ἔθετο αὐτὸν στρατηγὸν καὶ μεριδάρχην."],["66","Καὶ ἐπέστρεψεν Ἰωνάθαν εἰς Ἱερουσαλὴμ μετʼ εἰρήνης καὶ εὐφροσύνης."],["67","Καί ἐν ἔτει πέμπτῳ καὶ ἑξηκοστῷ καὶ ἑκατοστῷ ἦλθε Δημήτριος υἱὸς Δημητρίου ἐκ Κρήτης εἰς τὴν γῆν τῶν πατέρων αὐτοῦ."],["68","Καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς, καὶ ἐλυπήθη σφόδρα, καὶ ἀπέστρεψεν εἰς Ἀντιόχειαν."],["69","Καὶ κατέστησε Δημήτριος Ἀπολλώνιον τὸν ὄντα ἐπὶ κοίλης Συρίας, καὶ συνήγαγε δύναμιν μεγάλην, καὶ παρενέβαλεν ἐν Ἰαμνείᾳ·"],["70","καὶ ἀπέστειλε πρὸς Ἰωνάθαν τὸν ἀρχιερέα, λέγων, σὺ μονώτατος ἐπαίρῃ ἐφʼ ἡμᾶς, ἐγὼ δὲ ἐγενήθην εἰς καταγέλωτα καὶ ὀνειδισμὸν διὰ σέ· καὶ διατί σὺ ἐξουσιάζῃ ἐφʼ ἡμᾶς ἐν τοῖς ὄρεσι;"],["71","Νῦν οὖν εἰ πέποιθας ἐπὶ ταῖς δυνάμεσί σου, κατάβηθι πρὸς ἡμᾶς εἰς τὸ πεδίον, καὶ συγκριθῶμεν ἑαυτοῖς ἐκεῖ, ὅτι μετʼ ἐμοῦ ἐστι δύναμις τῶν πόλεων."],["72","Ἐρώτησον καὶ μάθε τίς εἰμι καὶ οἱ λοιποὶ οἱ βοηθοῦντες ἡμῖν, καὶ λέγουσιν, οὐκ ἔστιν ὑμῖν στάσις ποδὸς κατὰ πρόσωπον ἡμῶν; ὅτι δὶς ἐτροπώθησαν οἱ πατέρες σου ἐν τῇ γῇ αὐτῶν."],["73","Καὶ νῦν οὐ δυνήσῃ ὑποστῆναι τὴν ἵππον καὶ δύναμιν τοιαύτην ἐν τῷ πεδίῳ, ὅπου οὐκ ἔστι λίθος οὐδὲ κόχλαξ οὐδὲ τόπος τοῦ φυγεῖν."],["74","Ὡς δὲ ἤκουσεν Ἰωνάθαν τῶν λόγων Ἀπολλωνίου, ἐκινήθη τῇ διανοίᾳ, καὶ ἐπέλεξε δέκα χιλιάδας ἀνδρῶν, καὶ ἐξῆλθεν ἐξ Ἱερουσαλὴμ, καὶ συνήντησεν αὐτῷ Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἐπὶ βοήθειαν αὐτοῦ."],["75","Καὶ παρενέβαλεν ἐπὶ Ἰόππην, καὶ ἀπέκλεισαν αὐτὸν ἐκ τῆς πόλεως, ὅτι φρουρὰ Ἀπολλωνίου ἐν Ἰόππῃ, καὶ ἐπολέμησαν αὐτήν."],["76","Καὶ φοβηθέντες ἤνοιξαν οἱ ἐκ τῆς πόλεως, καὶ ἐκυρίευσεν Ἰωνάθαν Ἰόππης."],["77","Καὶ ἤκουσεν Ἀπολλώνιος, καὶ παρενέβαλε τρισχιλίαν ἵππον, καὶ δύναμιν πολλήν· καὶ ἐπορεύθη εἰς Ἄζωτον ὡς διοδεύων, καὶ ἅμα προῆγεν εἰς τὸ πεδίον, διὰ τὸ ἔχειν αὐτὸν πλῆθος ἵππου καὶ πεποιθέναι ἐπʼ αὐτῇ."],["78","Καὶ κατεδίωξεν Ἰωνάθαν ὀπίσω αὐτοῦ εἰς Ἄζωτον, καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον."],["79","Καὶ ἀπέλιπεν Ἀπολλώνιος χιλίαν ἵππον ἐν κρυπτῷ κατόπισθεν αὐτῶν."],["80","Καὶ ἔγνω Ἰωνάθαν ὅτι ἐστὶν ἔνεδρον κατόπισθεν αὐτοῦ, καὶ ἐκύκλωσαν αὐτοῦ τὴν παρεμβολὴν, καὶ ἐξετίναξαν τὰς σχίζας εἰς τὸν λαὸν ἐκ πρωΐθεν ἕως ἑσπέρας."],["81","Ὁ δὲ λαὸς εἱστήκει, καθὼς ἐπέταξεν Ἰωνάθαν, καὶ ἐκοπίασαν οἱ ἵπποι αὐτῶν."],["82","Καὶ εἵλκυσε Σίμων τὴν δύναμιν αὐτοῦ, καὶ συνῆψε πρὸς τὴν φάραγγα· ἡ γὰρ ἵππος ἐξελύθη· καὶ συνετρίβησαν ὑπʼ αὐτοῦ, καὶ ἔφυγον."],["83","Καὶ ἡ ἵππος ἐσκορπίσθη ἐν τῷ πεδίῳ, καὶ ἔφυγον εἰς Ἄζωτον, καὶ εἰσῆλθον εἰς Βηθδαγὼν τὸ εἰδωλεῖον αὐτῶν, τοῦ σωθῆναι"],["84","Καὶ ἐνεπύρισεν Ἰωνάθαν τὴν Ἄζωτον καὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῆς, καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν, καὶ τὸ ἱερὸν Δαγὼν καὶ τοὺς συμφυγόντας εἰς αὐτὸ ἐνεπύρισε πυρί."],["85","Καὶ ἐγένοντο οἱ πεπτωκότες μαχαίρᾳ σὺν τοῖς ἐμπυρισθεῖσιν εἰς ἄνδρας ὀκτακισχιλίους."],["86","Καὶ ἀπῇρεν ἐκεῖθεν Ἰωνάθαν, καὶ παρενέβαλεν ἐπὶ Ἀσκάλωνα, καὶ ἐξῆλθον οἱ ἐκ τῆς πόλεως εἰς συνάντησιν αὐτῷ ἐν δόξῃ μεγάλῃ."],["87","Καὶ ἐπέστρεψεν Ἰωνάθαν εἰς Ἱερουσαλὴμ σὺν τοῖς παρʼ αὐτοῦ, ἔχοντες σκῦλα πολλά."],["88","Καὶ ἐγένετο ὡς ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τοὺς λόγους τούτους, καὶ προσέθετο δοξάσαι τὸν Ἰωνάθαν."],["89","Καὶ ἀπέστειλεν αὐτῷ πόρπην χρυσῆν, ὡς ἔθος ἐστὶ δίδοσθαι τοῖς συγγενέσι τῶν βασιλέων· καὶ ἔδωκεν αὐτῷ τὴν Ἀκκαρὼν καὶ πάντα τὰ ὅρια αὐτῆς εἰς κληροδοσίαν."]],[["1","Καὶ ὁ βασιλεὺς Αἰγύπτου ἤθροισε δυνάμεις πολλὰς, ὡς τὴν ἄμμον τὴν περὶ τὸ χεῖλος τῆς θαλάσσης, καὶ πλοῖα πολλά· καὶ ἐζήτησε κατακρατῆσαι τῆς βασιλείας Ἀλεξάνδρου δόλῳ, καὶ προσθεῖναι αὐτὴν τῇ βασιλείᾳ αὑτοῦ."],["2","Καὶ ἐξῆλθεν εἰς Συρίαν λόγοις εἰρηνικοῖς, καὶ ἤνοιγον αὐτῷ οἱ ἀπὸ τῶν πόλεων, καὶ συνήντων αὐτῷ, ὅτι ἐντολὴ ἦν Ἀλεξάνδρου τοῦ βασιλέως συναντᾷν αὐτῷ, διὰ τὸ πενθερὸν αὐτοῦ εἶναι,"],["3","Ὡς δὲ εἰσεπορεύετο εἰς τὰς πόλεις Πτολεμαῖος, ἀπέτασσε τὰς δυνάμεις φρουρὰν ἐν ἑκάστῃ πόλει."],["4","Ὡς δὲ ἤγγισεν Ἀζώτου, ἔδειξαν αὐτῷ τὸ ἱερὸν Δαγὼν ἐμπεπυρισμένον, καὶ Ἄζωτον, καὶ τὰ περιπόλια αὐτῆς καθῃρημένα, καὶ τὰ σώματα ἐῤῥιμμένα, καὶ τοὺς ἐμπεπυρισμένους οὓς ἐνεπύρισεν ἐν τῷ πολέμῳ· ἐποίησαν γὰρ θημωνίας αὐτῶν ἐν τῇ ὁδῷ αὐτοῦ."],["5","Καὶ διηγήσαντο τῷ βασιλεῖ ἃ ἐποίησεν Ἰωνάθαν, εἰς τὸ ψογῆσαι αὐτόν· καὶ ἐσίγησεν ὁ βασιλεύς."],["6","Καὶ συνήντησεν Ἰωνάθαν τῷ βασιλεῖ εἰς Ἰόππην μετὰ δόξης, καὶ ἠσπάσαντο ἀλλήλους, καὶ ἐκοιμήθησαν ἐκεῖ."],["7","Καὶ ἐπορεύθη Ἰωνάθαν μετὰ τοῦ βασιλέως ἕως τοῦ ποταμοῦ τοῦ καλουμένου Ἐλευθέρου, καὶ ἐπέστρεψεν εἰς Ἱερουσαλήμ."],["8","Ὁ δὲ βασιλεὺς Πτολεμαῖος ἐκυρίευσε τῶν πόλεων τῆς παραλίας ἕως Σελευκίας τῆς παραθαλασσίας, καὶ διελογίζετο περὶ Ἀλεξάνδρου λογισμοὺς πονηρούς."],["9","Καὶ ἀπέστειλε πρέσβεις πρὸς Δημήτριον τὸν βασιλέα, λέγων, δεῦρο συνθώμεθα πρὸς ἑαυτοὺς διαθήκην, καὶ δώσω σοι τὴν θυγατέρα μου ἣν ἔχει Ἀλέξανδρος, καὶ βασιλεύσεις τῆς βασιλείας τοῦ πατρός σου."],["10","Μεταμεμέλημαι γὰρ δοὺς αὐτῷ τὴν θυγατέρα μου, ἐζήτησε γὰρ ἀποκτεῖναί με."],["11","Καὶ ἐψόγησεν αὐτὸν χάριν τοῦ ἐπιθυμῆσαι αὐτὸν τῆς βασιλείας αὐτοῦ·"],["12","Καὶ ἀφελόμενος αὐτοῦ τὴν θυγατέρα, ἔδωκεν αὐτὴν τῷ Δημητρίῳ, καὶ ἠλλοιώθη τοῦ Ἀλεξάνδρου, καὶ ἐφάνη ἡ ἔχθρα αὐτῶν."],["13","Καὶ εἰσῆλθε Πτολεμαῖος εἰς Ἀντιόχειαν, καὶ περιέθετο δύο διαδήματα περὶ τὴν κεφαλὴν αὐτοῦ, τὸ τῆς Ἀσίας καὶ Αἰγύπτου."],["14","Ἀλέξανδρος δὲ ὁ βασιλεὺς ἦν ἐν Κιλικίᾳ κατὰ τοὺς καιροὺς ἐκείνους, ὅτι ἀπεστάτουν οἱ ἀπὸ τῶν τόπων ἐκείνων."],["15","Καὶ ἤκουσεν Ἀλέξανδρος, καὶ ἦλθεν ἐπʼ αὐτὸν πολέμῳ· καὶ ἐξήγαγε Πτολεμαῖος τὴν δύναμιν, καὶ ἀπήντησεν αὐτῷ ἐν χειρὶ ἰσχυρᾷ, καὶ ἐτροπώσατο αὐτόν."],["16","Καὶ ἔφυγεν Ἀλέξανδρος εἰς τὴν Ἀραβίαν, τοῦ σκεπασθῆναι αὐτὸν ἐκεῖ· ὁ δὲ βασιλεὺς Πτολεμαῖος ὑψώθη."],["17","Καὶ ἀφειλε Ζαβδιὴλ ὁ Ἄραψ τὴν κεφαλὴν Ἀλεξάνδρου, καὶ ἀπέστειλε τῷ Πτολεμαίῳ."],["18","Καὶ ὁ βασιλεὺς Πτολεμαῖος ἀπέθανεν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν ἀπώλοντο ὑπὸ τῶν ἐν τοῖς ὀχυρώμασι."],["19","Καὶ ἐβασίλευσε Δημήτριος ἔτους ἑβδόμου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ."],["20","Ἐν ταῖς ἡμέραις ἐκείναις συνήγαγεν Ἰωνάθαν τοὺς ἐκ τῆς Ἰουδαίας, τοῦ ἐκπολεμῆσαι τὴν ἄκραν τὴν ἐν Ἱερουσαλήμ, καὶ ἐποίησεν ἐπʼ αὐτὴν μηχανὰς πολλάς."],["21","Καὶ ἐπορεύθησάν τινες μισοῦντες τὸ ἔθνος αὐτῶν, ἄνδρες παράνομοι, πρὸς τὸν βασιλέα, καὶ ἀπήγγειλαν αὐτῷ ὅτι Ἰωνάθαν περικάθηται τὴν ἄκραν."],["22","Καὶ ἀκούσας ὠργίσθη· ὡς δὲ ἤκουσεν, εὐθέως ἀναζεύξας ἦλθεν εἰς Πτολεμαΐδα, καὶ ἔγραψεν Ἰωνάθαν, τοῦ μὴ περικαθῆσθαι τῇ ἄκρᾳ, καὶ τοῦ ἀπαντῆσαι αὐτὸν αὐτῷ συνμίσγειν εἰς Πτολεμαΐδα τὴν ταχίστην."],["23","Ὡς δὲ ἤκουσεν Ἰωνάθαν, ἐκέλευσε περικαθῆσθαι, καὶ ἐπέλεξε τῶν πρεσβυτέρων Ἰσραὴλ καὶ τῶν ἱερέων, καὶ ἔδωκεν ἑαυτὸν τῷ κινδύνῳ."],["24","Καὶ λαβὼν ἀργύριον, καὶ χρυσίον, καὶ ἱματισμὸν, καὶ ἕτερα ξένια πλείονα, ἐπορεύθη πρὸς τὸν βασιλέα εἰς Πτολεμαΐδα, καὶ εὗρε χάριν ἑνώτιον αὐτοῦ."],["25","Καὶ ἐνετύγχανον κατʼ αὐτοῦ τινὲς ἄνομοι τῆς ἐκ τοῦ ἔθνους."],["26","Καὶ ἐποίησεν αὐτῷ ὁ βασιλεὺς καθὼς ἐποίησαν αὐτῷ οἱ πρὸ αὐτοῦ, καὶ ὕψωσεν αὐτὸν ἐναντίον πάντων τῶν φίλων αὐτοῦ."],["27","Καὶ ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην, καὶ ὅσα ἄλλα εἶχε τίμια τοπρότερον, καὶ ἐποίησεν αὐτὸν τῶν πρώτων φίλων ἡγεῖσθαι."],["28","Καὶ ἠξίωσεν Ἰωνάθαν τὸν βασιλέα ποιῆσαι τὴν Ἰουδαίαν ἀφορολόγητον, καὶ τὰς τρεῖς τοπαρχίας, καὶ τὴν Σαμαρεῖτιν, καὶ ἐπηγγείλατο αὐτῷ τάλαντα τριακόσια."],["29","Καὶ εὐδόκησεν ὁ βασιλεύς, καὶ ἔγραψε τῷ Ἰωνάθαν ἐπιστολὰς περὶ πάντων τούτων ἐχούσας τὸν τρόπον τοῦτον·"],["30","Βασιλεὺς Δημήτριος Ἰωνάθαν τῷ ἀδελφῷ χαίρειν, καὶ ἔθνει Ἰουδαίων."],["31","Τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ἧς ἐγράψαμεν Λασθένει τῷ συγγενεῖ ἡμῶν περὶ ὑμῶν, γεγράφαμεν καὶ πρὸς ὑμᾶς. ὅπως εἰδῆτε."],["32","Βασιλεὺς Δημήτριος Λασθένει τῷ πατρὶ χαίρειν."],["33","Τῷ ἔθνει τῶν Ἰουδαίων φίλοις ἡμῶν καὶ συντηροῦσι τὰ πρὸς ἡμᾶς δίκαια ἐκρίναμεν ἀγαθοποιῆσαι, χάριν τῆς ἑξ αὐτῶν εὐνοίας πρὸς ἡμᾶς."],["34","Ἑστάκαμεν οὖν αὐτοῖς τὰ τε ὅρια τῆς Ἰουδαίας, καὶ τοὺς τρεῖς νομοὺς, Ἀφαίρεμα, καὶ Λύδδαν, καὶ Ῥαμαθὲμ, αἵτινες προσετέθησαν τῇ Ἰουδαίᾳ ἀπὸ τῆς Σαμαρείτιδος, καὶ πάντα τὰ συγκυροῦντα αὐτοῖς πᾶσι τοῖς θυσιάζουσιν εἰς Ἱεροσόλυμα, ἀντὶ τῶν βασιλικῶν ὧν ἐλάμβανεν ὁ βασιλεὺς παρʼ αὐτῶν τοπρότερον κατʼ ἐνιαυτὸν ἀπὸ τῶν γεννημάτων τῆς γῆς, καὶ ἀπὸ τῶν ἀκροδρύων."],["35","Καὶ τὰ ἄλλα τὰ ἀνήκοντα ἡμῖν ἀπὸ τοῦ νῦν τῶν δεκατῶν, καὶ τῶν τελῶν τῶν ἀνηκόντων ἡμῖν, καὶ τὰς τοῦ ἁλὸς λίμνας, καὶ τοὺς ἀνήκοντας ἡμῖν στεφάνους, πάντα ἐπαρκῶς παρίεμεν αὐτοῖς."],["36","Καὶ οὐκ ἀθετηθήσεται οὐδὲ ἓν τούτων ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν ἅπαντα χρόνον."],["37","Νῦν οὖν ἐπιμέλεσθε τοῦ ποιῆσαι τούτων ἀντίγραφον· καὶ δοθήτω Ἰωνάθαν, καὶ τεθήτω ἐν τῷ ὄρει τῷ ἁγίῳ ἐν τόπῳ ἐπισήμῳ."],["38","Καὶ εἶδε Δημήτριος ὁ βασιλεὺς ὅτι ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ, καὶ οὐδὲν αὐτῷ ἀνθειστήκει, καὶ ἀπέλυσε πάσας τὰς δύναμεις αὐτοῦ ἕκαστον εἰς τὸν ἴδιον τόπον, πλὴν τῶν ξένων δυνάμεων ὧν ἐξενολόγησεν ἀπὸ τῶν νήσων τῶν ἐθνῶν· καὶ ἤχθραναν αὐτῷ πᾶσαι αἱ δυνάμεις τῶν πατέρων αὐτοῦ."],["39","Τρύφων δὲ ἦν τῶν παρὰ Ἀλεξάνδρου τοπρότερον, καὶ εἶδεν ὅτι πᾶσαι αἱ δυνάμεις καταγογγύζουσι τοῦ Δημητρίου, καὶ ἐπορεύθη πρὸς Εἰμαλκουαὶ τὸν Ἄραβα, ὃς ἔτρεφε τὸν Ἀντίοχον τὸ παιδάριον τὸ τοῦ Ἀλεξάνδρου·"],["40","καὶ προσήδρευεν αὐτῷ, ὅπως παραδοῖ αὐτὸν αὐτῷ, ὅπως βασιλεύσῃ ἀντὶ τοῦ πατρὸς αὐτοῦ· καὶ ἀπήγγειλεν αὐτῷ ὅσα συνετέλεσε Δημήτριος, καὶ τὴν ἔχθραν ἣν ἐχθραίνουσιν αὐτῷ αἱ δυνάμεις αὐτοῦ· καὶ ἔμεινεν ἐκεῖ ἡμέρας πολλάς."],["41","Καὶ ἀπέστειλεν Ἰωνάθαν πρὸς Δημήτριον τὸν βασιλέα, ἵνα ἐκβάλῃ τοὺς ἐκ τῆς ἄκρας ἐξ Ἱερουσαλὴμ, καὶ τοὺς ἐν τοῖς ὀχυρώμασιν, ἦσαν γὰρ πολεμοῦντες τὸν Ἰσραήλ."],["42","Καὶ ἀπέστειλε Δημήτριος πρὸς Ἰωνάθαν, λέγων, οὐ μόνον ταῦτα ποιήσω σοι καὶ τῷ ἔθνει σου, ἀλλὰ δόξῃ δοξάσω σε καὶ τὸ ἔθνος σου, ἐὰν εὐκαιρίας τύχω."],["43","Νῦν οὖν ὀρθῶς ποιήσεις ἀποστείλας μοι ἄνδρας οἳ συμμαχήσουσιν, ὅτι ἀπέστησαν πᾶσαι αἱ δυνάμεις μου."],["44","Καὶ ἀπέστειλεν Ἰωνάθαν ἄνδρας τρισχιλίους δυνατοὺς ἰσχύϊ αὐτῷ εἰς Ἀντιόχειαν, καὶ ἤλθοσαν πρὸς τὸν βασιλέα, καὶ εὐφράνθη ὁ βασιλεὺς ἐπὶ τῇ ἐφόδῳ αὐτῶν."],["45","Καὶ ἐπισυνήχθησαν οἱ ἐκ τῆς πόλεως εἰς μέσον τῆς πόλεως εἰς ἀνδρῶν δώδεκα μυριάδας, καὶ ἠβούλοντο ἀνελεῖν τὸν βασιλέα."],["46","Καὶ ἔφυγεν ὁ βασιλεὺς εἰς τὴν αὐλὴν, καὶ κατελάβοντο οἱ ἐκ τῆς πόλεως τὰς διόδους τῆς πόλεως, καὶ ἤρξαντο πολεμεῖν."],["47","Καὶ ἐκάλεσεν ὁ βασιλεὺς τοὺς Ἰουδαίους ἐπὶ βοήθειαν, καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν πάντες ἅμα· καὶ διεσπάρησαν ἐν τῇ πόλει πάντες ἅμα· καὶ ἀπέκτειναν ἐν τῇ πόλει τῇ ἡμέρᾳ ἐκείνῃ εἰς μυριάδας δέκα."],["48","Καὶ ἐνεπύρισαν τὴν πόλιν, καὶ ἐλάβοσαν σκῦλα πολλὰ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ ἔσωσαν τὸν βασιλέα."],["49","Καὶ ἴδον οἱ ἀπὸ τῆς πόλεως ὅτι κατεκράτησαν οἱ Ἰουδαῖοι τῆς πόλεως, ὡς ἠβούλοντο, καὶ ἠσθένησαν ταῖς διανοίαις αὐτῶν, καὶ ἐκέκραξαν πρὸς τὸν βασιλέα μετὰ δεήσεως, λέγοντες,"],["50","δὸς ἡμῖν δεξιὰς, καὶ παυσάσθωσαν οἱ Ἰουδαῖοι πολεμοῦντες ἡμᾶς καὶ τὴν πόλιν."],["51","Καὶ ἔῤῥιψαν τὰ ὅπλα, καὶ ἐποίησαν εἰρήνην· καὶ ἐδοξάσθησαν οἱ Ἰουδαῖοι ἐναντίον τοῦ βασιλέως, καὶ ἐνώπιον πάντων τῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἐπέστρεψαν εἰς Ἱερουσαλὴμ ἔχοντες σκῦλα πολλά."],["52","Καὶ ἐκάθισε Δημήτριος ὁ βασιλεὺς ἐπὶ θρόνου τῆς βασιλείας αὐτοῦ, καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ."],["53","Καὶ ἐψεύσατο πάντα ὅσα εἶπε, καὶ ἠλλοτριώθη τῷ Ἰωνάθαν, καὶ οὐκ ἀνταπέδωκε κατὰ τὰς εὐνοίας ἃς ἀνταπέδωκεν αὐτῷ, καὶ ἔθλιβεν αὐτὸν σφόδρα."],["54","Μετὰ δὲ ταῦτα ἀπέστρεψε Τρύφων καὶ Ἀντίοχος μετʼ αὐτοῦ παιδάριον νεώτερον· καὶ ἐβασίλευσε καὶ ἐπέθετο διάδημα."],["55","Καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις ἃς ἀπεσκόρπισε Δημήτριος, καὶ ἐπολέμησαν πρὸς αὐτὸν, καὶ ἔφυγε καὶ ἐτροπώθη."],["56","Καὶ ἔλαβε Τρύφων τὰ θηρία, καὶ κατεκράτησεν Ἀντιοχείας"],["57","Καὶ ἔγραψεν Ἀντίοχος ὁ νεώτερος τῷ Ἰωνάθαν, λέγων. ἵστημί σοι τὴν ἀρχιερωσύνην, καὶ καθίστημί σε ἐπὶ τῶν τεσσάρων νομῶν, καὶ εἶναί σε τῶν φίλων τοῦ βασιλέως."],["58","Καὶ ἀπέστειλεν αὐτῷ χρυσώματα καὶ διακονίαν, καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν πίνειν ἐν χρυσώμασι, καὶ εἶναι ἐν πορφύρᾳ, καὶ ἔχειν πόρπην χρυσῆν."],["59","Καὶ Σίμωνα τὸν ἀδελφὸν αὐτοῦ κατέστησε στρατηγὸν ἀπὸ τῆς κλίμακος Τύρου ἕως τῶν ὁρίων Αἰγύπτου."],["60","Καὶ ἐξῆλθεν Ἰωνάθαν, καὶ διεπορεύετο πέραν τοῦ ποταμοῦ, καὶ ἐν ταῖς πόλεσι, καὶ ἠθροίσθησαν πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις Συρίας εἰς συμμαχίαν, καὶ ἦλθεν εἰς Ἀσκάλωνα, καὶ ἀπήντησαν αὐτῷ οἱ ἐκ τῆς πόλεως ἐνδόξως."],["61","Καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς Γάζαν, καὶ ἀπέκλεισαν οἱ ἀπὸ Γάζης, καὶ περιεκάθισε περὶ αὐτὴν, καὶ ἐνεπύρισε τὰ περιπόλια αὐτῆς πυρὶ, καὶ ἐσκύλευσεν αὐτά."],["62","Καὶ ἠξίωσαν οἱ ἀπὸ Γάζης τὸν Ἰωνάθαν, καὶ ἔδωκεν αὐτοῖς δεξιάς, καὶ ἔλαβε τοὺς υἱοὺς ἀρχόντων αὐτῶν εἰς ὅμηρα, καὶ ἐξαπέστειλεν αὐτοὺς εἰς Ἱερουσαλὴμ, καὶ διῆλθε τὴν χώραν ἕως Δαμασκοῦ."],["63","Καὶ ἤκουσεν Ἰωνάθαν ὅτι παρῆσαν οἱ ἄρχοντες Δημητρίου εἰς Κάδης τὴν ἐν τῇ Γαλιλαίᾳ, μετὰ δυνάμεως πολλῆς, βουλόμενοι μεταστῆσαι αὐτὸν τῆς χρείας."],["64","Καὶ συνήντησεν αὐτοῖς, τὸν δὲ ἀδελφὸν αὐτοῦ Σίμωνα κατέλιπεν ἐν τῇ χώρᾳ."],["65","Καὶ παρενέβαλε Σίμων ἐπὶ Βαιθσούρα, καὶ ἐπολέμει αὐτὴν ἡμέρας πολλὰς, καὶ συνέκλεισεν αὐτήν."],["66","Καὶ ἠξίωσαν αὐτὸν τοῦ δεξιὰς λαβεῖν, καὶ ἔδωκεν αὐτοῖς, καὶ ἐξέβαλεν αὐτοὺς ἐκεῖθεν, καὶ κατελάβετο τὴν πόλιν, καὶ ἔθετο ἐπʼ αὐτῇ φρουράν."],["67","Καὶ Ἰωνάθαν καὶ ἡ παρεμβολὴ αὐτοῦ παρενέβαλον ἐπὶ τὸ ὕδωρ Γεννησάρ, καὶ ὤρθρισαν τοπρωῒ εἰς τὸ πεδίον Νασώρ."],["68","Καὶ ἰδοὺ παρεμβολὴ ἀλλοφύλων ἀπήντα αὐτῷ ἐν τῷ πεδίῳ, καὶ ἐξέβαλον ἔνεδρον ἐπʼ αὐτὸν ἐν τοῖς ὄρεσιν, αὐτοὶ δὲ ἀπήντησαν ἐξεναντίας."],["69","Τὰ δὲ ἔνεδρα ἐξανέστησαν ἐκ τῶν τόπων αὐτῶν, καὶ συνῆψαν πόλεμον· καὶ ἔφυγον οἱ παρὰ Ἰωνάθαν πάντες,"],["70","οὐδὲ εἷς κατελείφθη ἀπʼ αὐτῶν, πλὴν Ματταθίας ὁ τοῦ Ἀβεσσαλώμου, καὶ Ἰούδας ὁ τοῦ Χαλφί, ἄρχοντες τῆς στρατιᾶς τῶν δυνάμεων."],["71","Καὶ διέῤῥηξεν Ἰωνάθαν τὰ ἱμάτια αὐτοῦ, καὶ ἐπέθηκε γῆν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ προσηύξατο."],["72","Καὶ ὑπέστρεψε πρὸς αὐτοὺς πολέμῳ, καὶ ἐτροπώσατο αὐτούς, καὶ ἔφυγον."],["73","Καὶ ἴδον οἱ φεύγοντες οἱ παρʼ αὐτοῦ, καὶ ἐπέστρεψαν πρὸς αὐτόν, καὶ ἐδίωκον μετʼ αὐτοῦ ἕως Κάδης ἕως της παρεμβολῆς αὐτῶν, καὶ παρενέβαλον ἐκεῖ."],["74","Καὶ ἔπεσον ἐκ τῶν ἀλλοφύλων ἐν τῇ ἡμέρα ἐκείνῃ εἰς ἄνδρας τρισχιλίους· καὶ ἐπέστρεψεν Ἰωνάθαν εἰς Ἱερουσαλήμ."]],[["1","Καὶ εἶδεν Ἰωνάθαν ὅτι ὁ καιρὸς αὐτῷ συνεργεῖ, καὶ ἐπέλεξεν ἄνδρας, καὶ ἀπέστειλεν εἰς Ῥώμην, στῆσαι καὶ ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν."],["2","Καὶ πρὸς Σπαρτιάτας, καὶ τόπους ἑτέρους ἀπέστειλεν ἐπιστολὰς κατὰ τὰ αὐτά."],["3","Καὶ ἐπορεύθησαν εἰς Ῥώμην, καὶ εἰσῆλθον εἰς τὸ βουλευτήριον, καὶ εἶπον, Ἰωνάθαν ὁ ἀρχιερεὺς καὶ τὸ ἔθνος τῶν Ἰουδαίων ἀπέστειλεν ἡμᾶς ἀνανεώσασθαι τὴν φιλίαν αὐτοῖς, καὶ τὴν συμμαχίαν κατὰ τὸ πρότερον."],["4","Καὶ ἔδωκαν ἐπιστολὰς αὐτοῖς πρὸς αὐτοὺς κατὰ τόπον, ὅπως προπέμπωσιν αὐτοὺς εἰς γῆν Ἰούδα μετʼ εἰρήνης."],["5","Καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἔγραψεν Ἰωνάθαν τοῖς Σπαρτιάταις·"],["6","Ἰωνάθαν ἀρχιερεὺς, καὶ ἡ γερουσία τοῦ ἔθνους, καὶ οἱ ἱερεῖς, καὶ ὁ λοιπὸς δῆμος τῶν Ἰουδαίων, Σπαρτιάταις τοῖς ἀδελφοῖς χαίρειν."],["7","Ἔτι πρότερον ἀπεστάλησαν ἐπιστολαὶ πρὸς Ὀνίαν τὸν ἀρχιερέα παρὰ Δαρείου τοῦ βασιλεύοντος ἐν ὑμῖν, ὅτι ἐστὲ ἀδελφοὶ ἡμῶν, ὡς τὸ ἀντίγραφον ὑπόκειται."],["8","Καὶ ἐπεδέξατο Ὀνίας τὸν ἄνδρα τὸν ἀπεσταλμένον ἐνδόξως, καὶ ἔλαβε τὰς ἐπιστολάς ἐν αἷς διεσαφεῖτο περὶ συμμαχίας καὶ φιλίας."],["9","Καὶ ἡμεῖς οὖν ἀπροσδεεῖς τούτων ὄντες, παράκλησιν ἔχοντες τὰ βιβλία τὰ ἅγια τὰ ἐν ταῖς χερσὶν ἡμῶν,"],["10","ἐπειράθημεν ἀποστεῖλαι τὴν πρὸς ὑμᾶς ἀδελφότητα καὶ φιλίαν ἀνανεώσασθαι, πρὸς τὸ μὴ ἐξαλλοτριωθῆναι ὑμῶν· πολλοὶ γὰρ καιροὶ διῆλθον ἀφʼ οὗ ἀπεστείλατε πρὸς ἡμᾶς."],["11","Ἡμεῖς οὖν ἐν παντὶ καιρῷ ἀδιαλείπτως ἔν τε ταῖς ἑορταῖς καὶ ταῖς λοιπαῖς καθηκούσαις ἡμέραις μιμνησκόμεθα ὑμων, ἐφʼ ὧν προσφέρομεν θυσιῶν, καὶ ἐν ταῖς προσευχαῖς, ὡς δέον ἐστὶ καὶ πρέπον μνημονεύειν ἀδελφῶν."],["12","Εὐφραινόμεθα δὲ ἐπὶ τῇ δόξῃ ὑμῶν."],["13","Ἡμᾶς δὲ ἐκύκλωσαν πολλαὶ θλίψεις, καὶ πόλεμοι πολλοὶ, καὶ ἐπολέμησαν ἡμᾶς οἱ βασιλεῖς οἱ κύκλῳ ἡμῶν."],["14","Καὶ οὐκ ἠβουλόμεθα οὖν παρενοχλεῖν ὑμῖν, καὶ τοῖς λοιποῖς συμμάχοις, καὶ φίλοις ἡμῶν, ἐν τοῖς πολέμοις τούτοις."],["15","Ἔχομεν γὰρ τὴν ἐξ οὐρανοῦ βοήθειαν βοηθοῦσαν ἡμῖν, καὶ ἐῤῥύσθημεν ἀπὸ τῶν ἐχθρῶν ἡμῶν, καὶ ἐταπεινώθησαν οἱ ἐχθροὶ ἡμῶν."],["16","Ἐπελέξαμεν οὖν Νουμήνιον Ἀντιόχου καὶ Ἀντίπατρον Ἰάσωνος, καὶ ἀπεστάλκαμεν πρὸς Ῥωμαίους ἀνενεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν καὶ συμμαχίαν τὴν προτέραν."],["17","Ἐνετειλάμεθα οὖν αὐτοῖς καὶ πρὸς ὑμᾶς πορευθῆναι, καὶ ἀσπάσασθαι ὑμᾶς, καὶ ἀποδοῦναι ὑμῖν τὰς παρʼ ἡμῶν ἐπιστολὰς περὶ τῆς ἀνανεώσεως καὶ τῆς ἀδελφότητος ἡμῶν."],["18","Καὶ νῦν καλῶς ποιήσετε ἀντιφωνήσαντες ἡμῖν πρὸς ταῦτα."],["19","Καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἀπέστειλεν. Ὀνιάρης"],["20","βασιλεὺς Σπαρτιατῶν Ὀνίᾳ ἱερεῖ μεγάλῳ χαίρειν."],["21","Εὑρέθη ἐν γραφῇ περί τε τῶν Σπαρτιατῶν καὶ Ἰουδαίων ὅτι εἰσὶν ἀδελφοὶ, καὶ ὅτι εἰσὶν ἐκ γένους Ἁβραάμ."],["22","Καὶ νῦν ἀφʼ οὗ ἔγνωμεν ταῦτα, καλῶς ποιήσετε γράφοντες ἡμῖν περὶ τῆς εἰρήνης ὑμῶν."],["23","Καὶ ἡμεῖς δὲ ἁντιγράφομεν ὑμῖν, τὰ κτήνη ὑμῶν καὶ ἡ ὕπαρξις ὑμῶν ἡμῖν ἐστι, καὶ τὰ ἡμῶν ὑμῖν ἐστιν· ἐντελλόμεθα οὖν ὅπως ἀπαγγείλωσιν ὑμῖν κατὰ ταῦτα."],["24","Καὶ ἤκουσεν Ἰωνάθαν ὅτι ἐπέστρεψαν οἱ ἄρχοντες Δημητρίου μετὰ δυνάμεως πολλῆς ὑπὲρ τὸ πρότερον τοῦ πολεμῆσαι πρὸς αὐτόν."],["25","Καὶ ἀπῇρεν ἐξ Ἱερουσαλὴμ, καὶ ἀπήντησεν αὐτοῖς εἰς τὴν Ἀμαθῖτιν χώραν· οὐ γὰρ ἔδωκεν αὐτοῖς ἀνοχὴν ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτοῦ."],["26","Καὶ ἀπέστειλε κατασκόπους εἰς τὴς παρεμβολὴν αὐτῶν, καὶ ἀπέστρεψαν, καὶ ἀπήγγειλαν αὐτῷ, ὅτι οὕτω τάσσονται ἐπιπεσεῖν ἐπʼ αὐτοὺς τὴν νύκτα."],["27","Ὡς δὲ ἔδυ ὁ ἥλιος, ἐπέταζεν Ἰωνάθαν τοῖς παρʼ αὐτοῦ γρηγορεῖν, καὶ εἶναι ἐπὶ τοῖς ὅπλοις, καὶ ἑτοιμάζεσθαι εἰς πόλεμον διʼ ὅλης τῆς νυκτὸς, καὶ ἐξέβαλε προφύλακας κύκλῳ τῆς παρεμβολῆς."],["28","Καὶ ἤκουσαν οἱ ὑπεναντίοι ὅτι ἡτοίμασται Ἰωνάθαν καὶ οἱ παρʼ αὐτοῦ εἰς πόλεμον, καὶ ἐφοβήθησαν καὶ ἔπτηξαν τῇ καρδίᾳ αὐτῶν, καὶ ἀνέκαυσαν πυρὰς ἐν τῇ παρεμβολῇ αὐτῶν."],["29","Ἰωνάθαν δὲ καὶ οἱ παρʼ αὐτοῦ οὐκ ἔγνωσαν ἕως πρωῒ, ἔβλεπον γὰρ τὰ φῶτα καιόμενα."],["30","Καὶ κατεδίωξεν Ἰωνάθαν ὀπίσω αὐτῶν, καὶ οὐ κατέλαβεν αὐτούς, διέβησαν γὰρ τὸν Ἐλεύθερον ποταμόν."],["31","Καὶ ἐξέκλινεν Ἰωνάθαν ἐπὶ τοὺς Ἄραβας τοὺς καλουμένους Ζαβεδαίους, καὶ ἐπάταξεν αὐτούς, καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν."],["32","Καὶ ἀναζεύξας ἦλθεν εἰς Δαμασκόν, καὶ διώδευσεν ἐν πάσῃ τῇ χώρᾳ."],["33","Καὶ Σίμων ἐξῆλθε, καὶ διώδευσεν ἕως Ἀσκάλωνος, καὶ τῶν πλησίων ὀχυρωμάτων, καὶ ἐξέκλινεν εἰς Ἰόππην, καὶ προκατελάβετο αὐτήν."],["34","Ἤκουσε γὰρ ὅτι βούλονται τὸ ὀχύρωμα παραδοῦναι τοῖς παρὰ Δημητρίου, καὶ ἔθετο ἐκεῖ φρουρὰν, ὅπως φυλάσσωσιν αὐτήν."],["35","Καὶ ἐπέστρεψεν Ἰωνάθαν, καὶ ἐξεκκλησίασε τοὺς πρεσβυτέρους τοῦ λαοῦ, καὶ ἐβουλεύσατο μετʼ αὐτῶν τοῦ οἰκοδομῆσαι ὀξυρώματα ἐν τῇ Ἰουδαίᾳ,"],["36","καὶ προσυψῶσαι τὰ τείχη Ἱερουσαλὴμ, καὶ ὑψῶσαι ὕψος μέγα ἀναμέσον τῆς ἄκρας καὶ τῆς πόλεως, εἰς τὸ διαχωρίζειν αὐτὴν τῆς πόλεως, ἵνα ᾖ αὕτη κατὰ μόνας, ὅπως μήτε ἀγοράζωσι μήτε πωλῶσι."],["37","Καὶ συνήχθησαν τοῦ οἰκοδομεῖν τὴν πόλιν, καὶ ἤγγισε τοῦ τείχους τοῦ χειμάῤῥου τοῦ ἐξ ἀπηλιώτου, καὶ ἐπεσκεύασαν τὸ καλούμενον Χαφεναθά."],["38","καὶ Σίμων ᾠκοδόμησε τὴν Ἀδιδὰ ἐν τῇ Σεφήλᾳ, καὶ ὠχύρωσε θύρας καὶ μοχλούς."],["39","Καὶ ἐζήτησε Τρύφων βασιλεῦσαι τῆς Ἀσίας, καὶ περιθέσθαι τὸ διάδημα, καὶ ἐκτεῖναι χεῖρα ἐπὶ Ἀντίοχον τὸν βασιλέα."],["40","Καὶ ἐφοβήθη μήποτε οὐκ ἐάσῃ αὐτὸν Ἰωνάθαν, καὶ μήποτε πολεμήσῃ πρὸς αὐτὸν, καὶ ἐζήτει πόρον τοῦ συλλαβεῖν τὸν Ἰωνάθαν τοῦ ἀπολυσαι αὐτὸν, καὶ ἀπάρας ἦλθεν εἰς Βαιθσάν."],["41","Καὶ ἐξῆλθεν Ἰωνάθαν εἰς ἀπάντησιν αὐτῷ ἐν τεσσαράκοντα χιλιάσιν ἀνδρῶν ἐπιλελεγμέναις εἰς παράταξιν, καὶ ἦλθεν εἰς Βαιθσάν."],["42","Καὶ εἶδε Τρύφων ὅτι πάρεστιν Ἰωνάθαν μετὰ δυνάμεως πολλῆς, καὶ ἐκτεῖναι χεῖρας ἐπʼ αὐτὸν εὐλαβήθη."],["43","Καὶ ἐπεδέξατο αὐτὸν ἐνδόξως, καὶ συνέστησεν αὐτὸν πᾶσι τοῖς φίλοις αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ δόματα, καὶ ἐπέταξε ταῖς δυνάμεσιν αὐτοῦ ὑπακούειν αὐτῷ ὡς ἑαυτῷ."],["44","Καὶ εἶπε τῷ Ἰωνάθαν, ἱνατί ἔκοψας πάντα τὸν λαὸν τοῦτον, πολέμου μὴ ἐνεστηκότος ἡμῖν;"],["45","Καὶ νῦν ἀπόστειλον αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν, ἐπίλεξαι δὲ σεαυτῷ ἄνδρας ὀλίγους οἵτινες ἔσονται μετὰ σοῦ, καὶ δεῦρο μετʼ ἐμοῦ εἰς Πτολεμαΐδα, καὶ παραδώσω σοι αὐτὴν καὶ τὰ λοιπὰ ὀχυρώματα καὶ τὰς δυνάμεις τὰς λοιπὰς καὶ πάντας τοὺς ἐπὶ τῶν χειρῶν, καὶ ἐπιστρέψας ἀπελεύσομαι, τούτου γὰρ χάριν πάρειμι."],["46","Καὶ ἐμπιστεύσας αὐτῷ ἐποίησε καθὼς εἶπε, καὶ ἐξαπέστειλε τὰς δυνάμεις, καὶ ἀπῆλθον εἰς γῆν Ἰούδα."],["47","Κατέλιπε δὲ μεθʼ ἑαυτοῦ ἄνδρας τρισχιλίους, ὧν δισχιλίους ἀφῆκεν ἐν τῇ Γαλιλαίᾳ, χίλιοι δὲ συνῆλθον αὐτῷ."],["48","Ὡς δὲ εἰσῆλθεν Ἰωνάθαν εἰς Πτολεμαΐδα, ἀπέκλεισαν οἱ Πτολεμαεῖς τὰς πύλας, καὶ συνέλαβον αὐτὸν, καὶ πάντας τοὺς εἰσελθόντας μετʼ αὐτοῦ ἀπέκτειναν ἐν ῥομφαίᾳ."],["49","Καὶ ἀπέστειλε Τρύφων δυνάμεις, καὶ ἵππον εἰς τὴν Γαλιλαίαν, καὶ τὸ πεδίον τὸ μέγα, τοῦ ἀπολέσαι πάντας τοὺς παρὰ Ἰωνάθαν."],["50","Καὶ ἐπέγνωσαν ὅτι συνελήφθη Ἰωνάθαν καὶ ἀπόλωλε, καὶ οἱ μετʼ αὐτοῦ, καὶ παρεκάλεσαν ἑαυτοὺς, καὶ ἐπορεύοντο συνεστραμμένοι ἕτοιμοι εἰς πόλεμον."],["51","Καὶ ἴδον οἱ διώκοντες ὅτι περὶ ψυχῆς αὐτοῖς ἐστι, καὶ ἐπέστρεψαν."],["52","Καὶ ἦλθον πάντες μετʼ εἰρήνης εἰς γῆν Ἰούδα, καὶ ἐπένθησαν τὸν Ἰωνάθαν, καὶ τοὺς μετʼ αὐτοῦ, καὶ ἐφοβήθησαν σφόδρα, καὶ ἐπένθησε τᾶς Ἰσραὴλ πένθος μέγα."],["53","Καὶ ἐζήτησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν ἐκτρίψαι αὐτούς· εἶπαν γάρ, οὐκ ἔχουσιν ἄρχοντα καὶ βοηθοῦντα· νῦν οὖν πολεμήσωμεν αὐτοὺς, καὶ ἐξάρωμεν ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν."]],[["1","Καὶ ἤκουσε Σίμων ὅτι συνήγαγε Τρύφων δύναμιν πολλὴν τοῦ ἐλθεῖν εἰς γῆν Ἰούδα, καὶ ἐκ ρίψαι αὐτήν."],["2","Καὶ εἶδε τὸν λαὸν ὅτι ἐστὶν ἔντρομος, καὶ ἔμφοβος, καὶ ἀνέβη εἰς Ἱερουσαλὴμ, καὶ ἤθροισε τὸν λαόν."],["3","Καὶ παρεκάλεσεν αὐτοὺς, καὶ εἶπεν αὐτοῖς, αὐτοὶ οἴδατε ὅσα ἐγὼ, καὶ οἱ ἀδελφοί μου, ὁ καὶ οἶκος τοῦ πατρός μου, ἐποιήσαμεν περὶ τῶν νόμων, καὶ τῶν ἁγίων, καὶ τοὺς πολέμους, καὶ τὰς στενοχωρίας ἃς εἴδομεν."],["4","Τούτου χάριν ἀπώλοντο οἱ ἀδελφοί μου πάντες χάριν τοῦ Ἰσραὴλ, καὶ κατελείφθην ἐγὼ μόνος."],["5","Καὶ νῦν μή μοι γένοιτο φείσασθαί μου τῆς ψυχῆς ἐν παντὶ καιρῷ θλίψεως, οὐ γάρ εἰμι κρείσσων τῶν ἀδελφῶν μου."],["6","Πλὴν ἐκδικήσω περὶ τοῦ ἔθνους μου, καὶ περὶ τῶν ἁγίων, καὶ περὶ τῶν γυναικῶν καὶ τῶν τέκνων ἡμῶν, ὅτι συνήχθησαν πάντα τὰ ἔθνη ἐκτρίψαι ἡμᾶς ἔχθρας χάριν."],["7","Καὶ ἀνεζωοπύρησε τὸ πνεῦμα τοῦ λαοῦ ἅμα τῷ ἀκοῦσαι τῶν λόγων τούτων,"],["8","καὶ ἀπεκρίθησαν φωνῇ μεγάλῃ, λέγοντες, σὺ εἶ ἡμῶν ἡγούμενος ἀντὶ Ἰούδα, καὶ Ἰωνάθαν τοῦ ἀδελφοῦ σου."],["9","Πολέμησον τὸν πόλεμον ἡμῶν, καὶ πάντα ὅσα ἂν εἴπῃς ἡμῖν, ποιήσομεν."],["10","Καὶ συνήγαγε πάντας τοὺς ἄνδρας τοὺς πολεμιστὰς, καὶ ἐτάχυνε τοῦ τελέσαι τὰ τείχη Ἱερουσαλήμ, καὶ ὠχύρωσεν αὐτὴν κυκλόθεν."],["11","Καὶ ἀπέστειλεν Ἰωνάθαν τὸν τοῦ Ἀβεσσαλώμου καὶ μετʼ αὐτοῦ δύναμιν ἱκανὴν εἰς Ἰόππην, καὶ ἐξέβαλε τοὺς ὄντας ἐν αὐτῇ, καὶ ἔμεινεν ἐκεῖ ἐν αὐτῇ."],["12","Καὶ ἀπῇρε Τρύφων ἀπὸ Πτολεμαΐδος μετὰ δυνάμεως πολλῆς εἰσελθεῖν εἰς γῆν Ἰούδα, καὶ Ἰωνάθαν μετʼ αὐτοῦ ἐν φυλακῇ."],["13","Σίμων δὲ παρενέβαλεν ἐν Ἀδιδὰ κατὰ πρόσωπον τοῦ πεδίου."],["14","Καὶ ἐπέγνω Τρύφων ὅτι ἀνέστη Σίμων ἀντὶ Ἰωνάθου τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ὅτι συνάπτειν αὐτῷ μέλλει πόλεμον, καὶ ἀπέστειλε πρὸς αὐτὸν πρέσβεις, λέγων,"],["15","περὶ ἀργυρίου οὗ ὤφειλεν Ἰωνάθαν ὁ ἀδελφός σου εἰς τὸ βασιλικὸν διʼ ἃς εἶχε χρείας συνέχομεν αὐτόν."],["16","Καὶ νῦν ἀπόστειλον ἀργυρίου τάλαντα ἑκατὸν, καὶ δύο τῶν υἱῶν αὐτοῦ ὅμηρα, ὅπως μὴ ἀφεθεὶς ἀποστατήσῃ ἀφʼ ἡμῶν, καὶ ἀφήσομεν αὐτόν."],["17","Καὶ ἔγνω Σίμων ὅτι δόλῳ λαλοῦσι πρὸς αὐτὸν, καὶ πέμπει τὸ ἀργύριον, καὶ τὰ παιδάρια, μήποτε ἔχθραν ἄρῃ μεγάλην πρός τὸν λαόν,"],["18","λέγων, ὅτι οὐκ ἀπέστειλα αὐτῷ τὸ ἀργύριον καὶ τὰ παιδάρια, καὶ ἀπώλετο."],["19","Καὶ ἀπέστειλε τὰ παιδάρια, καὶ τὰ ἑκατὸν τάλαντα· καὶ διεψεύσατο, καὶ οὐκ ἀφῆκε τὸν Ἰωνάθαν."],["20","Καὶ μετὰ ταῦτα ἦλθε Τρύφων τοῦ ἐμβατεῦσααι εἰς τὴν χώραν, καὶ ἐκτρίψαι αὐτὴν, καὶ ἐκύκλωσεν ὁδὸν τὴν εἰς Ἄδωρα· καὶ Σίμων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἀντιπαρῆγεν αὐτῷ εἰς πάντα τόπον οὗ ἂν ἐπορεύετο."],["21","Οἱ δὲ ἐκ τῆς ἄκρας ἀπέστελλον πρὸς Τρύφωνα πρεσβευτὰς κατασπεύδοντας αὐτὸν τοῦ ἐλθεῖν προὺς αὐτὸν διὰ τῆς ἐρήμου, καὶ· ἀποστεῖλαι αὐτοῖς τροφάς."],["22","Καὶ ἡτοίμασε Τρύφων πᾶσαν τὴν ἵππον αὐτοῦ ἐλθεῖν ἐν τῇ νυκτὶ ἐκείνῃ· καὶ ἦν χιὼν πολλὴ σφόδρα, καὶ οὐκ ἦλθε διὰ τὴν χιόνα, καὶ ἀπῇρε, καὶ ἦλθεν εἰς τὴν Γαλααδίτιν."],["23","Ὡς δὲ ἤγγισε τῇ Βασκαμᾷ, ἀπέκτεινε τὸν Ἰωνάθαν, καὶ ἐτάφη ἐκεῖ."],["24","Καὶ ἐπέστρεψε Τρύφων, καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ."],["25","Καὶ ἀπέστειλε Σίμων, καὶ ἔλαβε τὰ ὀστᾶ Ἰωνάθαν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἔθαψεν αὐτὰ ἐν Μωδεῒν πόλει τῶν πατέρων αὐτοῦ."],["26","Καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραὴλ κοπετὸν μέγαν, καὶ ἐπένθησαν αὐτὸν ἡμέρας πολλάς."],["27","Καὶ ᾠκοδόμησε Σίμων ἐπὶ τὸν τάφον τοῦ πατρὸς αὐτοῦ καὶ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ὕψωσεν αὐτὸν τῇ ὁράσει λίθῳ ξεστῷ ἐκ τῶν ὄπισθεν καὶ ἐκ τῶν ἔμπροσθεν."],["28","Καὶ ἔστησεν ἐπʼ αὐτὰ ἑπτὰ πυραμίδας, μίαν κατέναντι τῆς μιᾶς, τῷ πατρὶ καὶ τῇ μητρὶ καὶ τῇ μητρὶ καὶ τοῖς τέσσαρσιν ἀδελφοῖς."],["29","Καὶ ταύταις ἐποίησε μηχανήματα, περιθεὶς στύλους μεγάλους, καὶ ἐποίησεν ἐπὶ τοῖς στύλοις πανοπλίας εἰς ὄνομα αἰώνιον, καὶ παρὰ ταῖς πανοπλίαις πλοῖα ἐπιγεγλυμμένα, εἰς τὸ θεωρεῖσθαι ὑπὸ πάντων τῶν πλεόντων τὴν θάλασσαν."],["30","Οὗτος ὁ τάφος ὃν ἐποίησεν ἐν Μωδεῒν, ἕως τῆς ἡμέρας ταύτης."],["31","Ὁ δὲ Τρύφων ἐπορεύετο δόλῳ μετὰ Ἀντιόχου τοῦ βασιλέως τοῦ νεωτέρου, καὶ ἀπέκτεινεν αὐτὸν,"],["32","καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ, καὶ περιέθετο διάδημα τῆς Ἀσίας, καὶ ἐποίησε πληγὴν μεγάλην ἐπὶ τῆς γῆς."],["33","Καὶ ᾠκοδόμησε Σίμων τὰ ὀχυρώματα τῆς Ἰουδαίας, καὶ περιετείχισε πύργοις ὑψηλοῖς, καὶ τείχεσι μεγάλοις, καὶ πύλαις, καὶ μοχλοῖς, καὶ ἔθετο βρώματα ἐν τοῖς ὀχυρώμασι."],["34","Καὶ ἐπέλεξε Σίμων ἄνδρας, καὶ ἀπέστειλε πρὸς Δημήτριον τὸν βασιλέα τοῦ ποιῆσαι ἄφεσιν τῇ χώρᾳ, ὅτι πᾶσαι αἱ πράξεις Τρύφωνος ἦσαν ἁρπαγαί."],["35","Καὶ ἀπέστειλεν αὐτῷ Δημήτριος ὁ βασιλεὺς κατὰ τοὺς λόγους τούτους· καὶ ἀπεκρίθη αὐτῷ, καὶ ἔγραψεν αὐτῷ ἐπιστολὴν τοιαύτην·"],["36","Βασιλεὺς Δημήτριος Σίμονι ἀρχιερεῖ καὶ φίλῳ βασιλέων, καὶ πρεσβυτέροις, καὶ ἔθνει Ἰουδαίων χαίρειν."],["37","Τὸν στέφανον τὸν χρυσοῦν, καὶ τὴν βαΐνην ἣν ἀπεστείλατε, κεκομίσμεθα, καὶ ἕτοιμοί ἐσμεν τοῦ ποιεῖν ὑμῖν εἰρήνην μεγάλην, καὶ γράφειν τοῖς ἐπὶ τῶν χρειῶν τοῦ ἀφιέναι ὑμῖν ἀφέματα."],["38","Καὶ ὅσα ἑστήκαμεν πρὸς ὑμᾶς ἔστηκε, καὶ τὰ ὀχυρώματα ἃ ᾠκοδομήκατε ὑπαρχέτω ὑμῖν."],["39","Ἀφίεμεν δὲ ἀγνοήματα καὶ τὰ ἁμαρτήματα ἕως τῆς σήμερον ἡμέρας, καὶ τὸν στέφανον ὃν ὠφείλετε, καὶ εἴ τι ἄλλο ἐτελωνεῖτο ἐν Ἱερουσαλήμ, μηκέτι τελωνείσθω."],["40","Καὶ εἴ τινες ἐπιτήδειοι ὑμῶν γραφῆναι εἰς τοὺς περὶ ἡμᾶς, ἐγγραφέσθωσαν, καὶ γινέσθω ἀναμέσον ἡμῶν εἰρήνη."],["41","Ἔτους ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ᾔρθη ὁ ζυγὸς τῶν ἐθνῶν ἀπὸ τοῦ Ἰσραήλ."],["42","Καὶ ἤρξατο ὁ λαὸς Ἰσραὴλ γράφειν ἐν ταῖς συγγραφαῖς καὶ συναλλάγμασιν, ἔτους πρώτου ἐπὶ Σίμωνος ἀρχιερέως μεγάλου καὶ στρατηγοῦ καὶ ἡγουμένου Ἰουδαίων."],["43","Ἐν ταῖς ἡμέραις ἐκείναις παρενέβαλε Σίμων ἐπὶ Γάζαν, καὶ ἐκύκλωσεν αὐτὴν παρεμβολαῖς, καὶ ἐποίησεν ἑλεπόλεις καὶ προσήγαγε τῇ πόλει, καὶ ἐπάταξε πύργον ἕνα καὶ κατελάβετο."],["44","Καὶ ἐξήλλοντο οἱ ἐν τῇ ἑλεπόλει εἰς τὴν πόλιν, καὶ ἐγένετο κίνημα μέγα ἐν τῇ πόλει."],["45","Καὶ ἀνέβησαν οἱ ἐν τῇ πόλει σὺν ταῖς γυναιξὶ καὶ τοῖς τέκνοις ἐπὶ τὸ τεῖχος διεῤῥηχότες τὰ ἱμάτια αὐτῶν, καὶ ἐβόησαν φωνῇ μεγάλῃ ἀξιοῦντες Σίμωνα δεξιὰς αὐτοῖς δοῦναι,"],["46","καὶ εἶπον, μὴ ἡμῖν χρήσῃ κατὰ τὰς πονηρίας ἡμῶν, ἀλλὰ κατὰ τὸ ἔλεός σου."],["47","Καὶ συνελύθη Σίμων αὐτοῖς, καὶ οὐκ ἐπολέμησεν αὐτούς· καὶ ἐξέβαλεν αὐτοὺς ἐκ τῆς πόλεως, καὶ ἐκαθάρισε τὰς οἰκίας ἐν αἷς ἦν τὰ εἴδωλα, καὶ οὕτως εἰσῆλθεν εἰς αὐτὴς ὑμνῶν καὶ εὐλογῶν."],["48","Καὶ ἐξέβαλεν ἐξ αὐτῆς πᾶσαν ἀκαθαρσίαν, καὶ κατῴκισεν ἐκεῖ ἄνδρας οἵτινες τὸν νόμον ποιοῦσι, καὶ προσωχύρωσεν αὐτὴν, καὶ ᾠκοδόμησεν ἑαυτῷ ἑν αὐτῇ οἴκησιν."],["49","Οἱ δὲ ἐκ τῆς ἄκρας ἐν Ἱερουσαλὴμ ἐκωλύοντο ἐκπορεύεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὴν χώραν, καὶ ἀγοράζειν καὶ πωλεῖν, καὶ ἐπείνασαν σφόδρα, καὶ ἀπώλοντο ἐξ αὐτῶν ἱκανοὶ τῇ λιμῷ."],["50","Καὶ ἐβόησαν πρὸς Σίμωνα δεξιὰς λαβεῖν, καὶ ἔδωκεν αὐτοῖς, καὶ ἐξέβαλεν αὐτοὺς ἐκεῖθεν, καὶ ἐκαθάρισε τὴν ἄκραν ἀπὸ τῶν μιασμάτων."],["51","Καὶ εἰσῆλθεν εἰς αὐτὴν τῇ τρίτῃ καὶ εἰκάδι τοῦ δευτέρου μηνὸς ἔτους ἑνὸς καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ μετὰ αἰνέσεως καὶ βαΐων, καὶ ἐν κινύραις, καὶ ἐν κυμβάλοις, καὶ ἐν νάβλαις, καὶ ἐν ὕμνοις, καὶ ἐν ᾠδαῖς, ὅτι συνετρίβη ἐχθρὸς μέγας ἐξ Ἰσραήλ."],["52","Καὶ ἔστησε κατʼ ἐνιαυτὸν τοῦ ἄγειν τὴν ἡμέραν ταύτην μετʼ εὐφροσύνης· καὶ προσωχύρωσε τὸ ὄρος τοῦ ἱεροῦ τὸ παρὰ τὴν ἄκραν, καὶ ᾤκει ἐκεῖ αὐτὸς καὶ οἱ παρʼ αὐτοῦ."],["53","Καὶ εἶδε Σίμων τὸν Ἰωάννην υἱὸν αὐτοῦ, ὅτι ἀνήρ ἐστι, καὶ ἔθετο αὐτὸν ἡγούμενον τῶν δυνάμεων πασῶν, καὶ ᾤκει ἐν Γαζάροις."]],[["1","Καὶ ἐν ἔτει δευτέρῳ καὶ ἑβδομηκοστῷ καὶ ἑκατοστῷ συνήγαγε Δημήτριος ὁ βασιλεὺς τὰς δυνάμεις αὐτοῦ· καὶ ἐπορεύθη εἰς Μήδειαν τοῦ ἐπισπάσασθαι βοήθειαν αὐτῷ, ὅπως πολεμήσῃ τὸν Τρύφωνα."],["2","Καὶ ἤκουσεν Ἀρσάκης ὁ βασιλεὺς τῆς Περσίδος καὶ Μηδειας ὅτι ἦλθε Δημήτριος εἰς τὰ ὅρια αὐτοῦ, καὶ ἀπέστειλεν ἕνα τῶν ἀρχόντων αὐτοῦ συλλάβεῖν αὐτὸν ζῶντα."],["3","Καὶ ἐπορεύθη καὶ ἐπάταξε τὴν παρεμβολὴν Δημητρίου, καὶ συνέλαβεν αὐτὸν, καὶ ἤγαγεν αὐτὸν πρὸς Ἀρσάκην, καὶ ἔθετο αὐτὸν ἐν φυλακῇ."],["4","Καὶ ἡσύχασεν ἡ γῆ Ἰούδα πάσας τὰς ἡμέρας Σίμωνος· καὶ ἐζήτησεν ἀγαθὰ τῷ ἔθνει αὐτοῦ, καὶ ἤρεσεν αὐτοῖς ἡ ἐξουσία αὐτοῦ καὶ ἡ δόξα αὐτοῦ πάσας τὰς ἡμέρας."],["5","Καὶ μετὰ πάσης τῆς δόξης αὐτοῦ ἔλαβε τὴν Ἰόππην εἰς λιμένα, καὶ ἐποιήσεν εἴσοδον ταῖς νήσοις τῆς θαλάσσης."],["6","Καὶ ἐπλάτυνε τὰ ὅρια τῷ ἔθνει αὐτοῦ, καὶ ἐκράτησε τῆς χώρας."],["7","Καὶ συνήγαγεν αἰχμαλωσίαν πολλὴν, καὶ ἐκυρίευσε Γαζαρῶν καὶ Βαιθσούρων καὶ τῆς ἄκρας· καὶ ἐξῇρε τὰς ἀκαθαρσίας ἐξ αὐτῆς, καὶ οὐκ ἦν ὁ ἀντικείμενος αὐτῷ."],["8","Καὶ ἦσαν γεωργοῦντες τὴν γῆν αὐτῶν μετʼ εἰρήνης, καὶ ἡ γῆ ἐδίδου τὰ γεννήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων τὸν καρπὸν αὐτῶν."],["9","Πρεσβύτεροι ἐν ταῖς πλατείαις ἐκάθηντο, πάντες περὶ ἀγαθῶν ἐκοινολογοῦντο, καὶ οἱ νεανίσκοι ἐνεδύσαντο δόξας καὶ στολὰς πολέμου."],["10","Ταῖς πόλεσιν ἐχορήγησε βρώματα, καὶ ἔταξεν αὐτὰς ἐν σκεύεσιν ὀχυρώσεως, ἕως ὅτου ὠνομάσθη τὸ ὄνομα τῆς δόξης αὐτοῦ ἕως ἄκρου τῆς γῆς."],["11","Ἐποίησε τὴν εἰρήνην ἐπὶ τῆς γῆς, καὶ εὐφράνθη Ἰσραὴλ εὐφροσύνην μεγάλην."],["12","Καὶ ἐκάθισεν ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ τὴν συκῆν αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐκφοβῶν αὐτούς."],["13","Καὶ ἐξέλιπεν ὁ πολεμῶν αὐτοὺς ἐπὶ τῆς γῆς, καὶ οἱ βασιλεῖς συνετρίβησαν ἐν ταῖς ἡμέραις ἐκείναις."],["14","Καὶ ἐστήρισε πάντας τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ· τὸν νόμον ἐξεζήτησε, καὶ ἐξῇρε πάντα ἄνομον καὶ πονηρόν."],["15","Τὰ ἅγια ἐδόξασε, καὶ ἐπλήθυνε τὰ σκεύη τῶν ἁγίων."],["16","Καὶ ἠκούσθη ἐν Ῥώμῃ ὅτι ἀπέθανεν Ἰωνάθαν, καὶ ἕως Σπάρτης, καὶ ἐλυπήθησαν σφόδρα."],["17","Ὡς δὲ ἤκουσαν ὅτι Σίμων ὁ ἀδελφὸς αὐτοῦ γέγονεν ἀντʼ αὐτοῦ ἀρχιερεὺς, καὶ ἐπικρατεῖ τῆς χώρας καὶ τῶν πόλεων τῶν ἐν αὐτῇ."],["18","Ἔγραψαν πρὸς αὐτὸν δέλτοις χαλκαῖς, τοῦ ἀνανεώσασθαι πρὸς αὐτὸν φιλίαν καὶ τὴν συμμαχίαν ἣν ἔστησαν πρὸς Ἰούδαν καὶ Ἰωνάθαν τοὺς ἀδελφοὺς αὐτοῦ."],["19","Καὶ ἀνεγνώσθησαν ἐνώπιον τῆς ἐκκλησίας ἐν Ἱερουσαλήμ."],["20","Καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἀπέστειλαν οἱ Σπαρτιάται· Σπαρτιατῶν ἄρχοντες καὶ ἡ πόλις Σίμωνι ἱερεῖ μεγάλῳ, καὶ τοῖς πρεσβυτέροις, καὶ τοῖς ἱερεῦσι, καὶ τῷ λοιπῷ δήμῳ τῶν Ἰουδαίων ἀδελφοῖς χαίρειν."],["21","Οἱ πρεσβεύται οἱ ἀποσταλέντες πρὸς τὸν δῆμον ἡμῶν ἀπήγγειλαν ἡμῖν περὶ τῆς δόξης ὑμῶν καὶ τιμῆς, καὶ εὐφράνθημεν ἐπὶ τῆ ἐφόδῳ αὐτῶν."],["22","Καὶ ἀνεγράψαμεν τὰ ὑπʼ αὐτῶν εἰρημένα ἐν ταῖς βουλαῖς τοῦ δήμου οὕτως, Νουμήνιος Ἀντιόχου καὶ Ἀντίπατρος Ἰάσωνος πρεσβευταὶ Ἰουδαίων ἤλθοσαν πρὸς ἡμᾶς ἀνανεούμενοι τὴν πρὸς ἡμᾶς φιλίαν."],["23","Καὶ ἤρεσε τῷ δήμῳ ἐπιδέξασθαι τοὺς ἄνδρας ἐνδόξως, καὶ τοῦ θέσθαι τὸ ἀντίγραφον τῶν λόγων αὐτῶν ἐν τοῖς ἀποδεδειγμένοις τοῦ δήμου βιβλίοις, τοῦ ἔχειν μνημόσυνον τὸν δῆμον τῶν Σπαρτιατῶν· τὸ δὲ ἀντίγραφον τούτων ἐγράψαμεν Σίμωνι τῷ ἀρχιερεῖ."],["24","Μετὰ ταῦτα ἀπέστειλε Σίμων τὸν Νουμήνιον εἰς Ῥώμην ἔχοντα ἀσπίδα χρυσῆν μεγάλην ὁλκῆς μνῶν χιλιων, εἰς τὸ στῆσαι πρὸς αὐτοὺς τὴν συμμαχίαν."],["25","Ὡς δὲ ἤκουσεν ὁ δῆμος τῶν λόγων τούτων, εἶπον, τίνα χάριν ἀποδώσομεν Σίμωνι καὶ τοῖς υἱοῖς αὐτοῦ;"],["26","Ἐστήρισε γὰρ αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ, καὶ ἐπολέμησαν τοὺς ἐχθροὺς Ἰσραὴλ ἀπʼ αὐτῶν, καὶ ἔστησαν αὐτῷ ἐλευθερίαν."],["27","Καὶ κατέγραψαν ἐν δέλτοις χαλκαῖς, καὶ ἔθεντο ἐν στήλαις ἐν ὄρει Σιών· καὶ τοῦτο τὸ ἀντίγραφον τῆς γραφῆς· ὀκτωκαιδεκάτῃ Ἐλούλ, ἔτους δευτέρου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ· καὶ τοῦτο τρίτον ἔτος ἐπὶ Σίμωνος ἀρχιερέως·"],["28","ἐν Σαραμὲλ, ἐπὶ συναγωγῆς μεγάλης ἱερέων, καὶ λαοῦ, καὶ ἀρχόντων ἔθνους, καὶ τῶν πρεσβυτέρων τῆς χώρας ἐγνώρισεν ἡμῖν."],["29","Ἐπεὶ πολλάκις ἐγενήθησαν πόλεμοι ἐν τῇ χώρᾳ· Σίμων δὲ ὁ υἱὸς Ματταθίου ὁ υἱὸς τῶν υἱῶν Ἰαρὶβ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔδωκαν ἑαυτοὺς τῷ κινδύνῳ, καὶ ἀντέστησαν τοῖς ὑπεναντίοις τοῦ ἔθνους αὐτῶν, ὅπως σταθῇ τὰ ἅγια αὐτῶν καὶ ὁ νόμος, καὶ δόξῃ μεγάλῃ ἐδόξασαν τὸ ἔθνος αὐτῶν·"],["30","Καὶ ἤθροισεν Ἰωνάθαν τὸ ἔθνος αὐτῶν, καὶ ἐγενήθη αὐτοῖς ἀρχιερεὺς, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ."],["31","Καὶ ἐβουλήθησαν οἱ ἐχθροὶ αὐτῶν ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτῶν, τοῦ ἐκτρίψαι τὴν χώραν αὐτῶν, καὶ ἐκτεῖναι χεῖρας ἐπὶ τὰ ἅγια αὐτῶν·"],["32","τότε ἀνέστη Σίμων, καὶ ἐπολέμησε περὶ τοῦ ἔθνους αὐτοῦ, καὶ ἐδαπάνησε χρήματα πολλὰ τῶν ἑαυτοῦ, καὶ ὡπλοδότησε τοὺς ἄνδρας τῆς δυνάμεως τοῦ ἔθνους αὐτοῦ, καὶ ἔδωκεν αὐτοῖς ὀψώνια,"],["33","καὶ ὠχύρωσε τὰς πόλεις τῆς Ἰουδαίας, καὶ τὴν Βαιθσούραν τὴν ἐπὶ τῶν ὁρίων τῆς Ἰουδαίας, οὗ ἦν τὰ ὅπλα τῶν πολεμίων τοπρότερον, καὶ ἔθετο ἐκεῖ φρουρὰν ἄνδρας Ἰουδαίους."],["34","Καὶ Ἰόππην ὠχύρωσε τὴν ἐπὶ τῆς θαλάσσης, καὶ τὴν Γάζαρα τὴν ἐπὶ τῶν ὁρίων Ἀζώτου, ἐν ᾗ ᾤκουν οἱ πολέμιοι τοπρότερον ἐκεῖ, καὶ κατῴκισεν ἐκεῖ Ἰουδαίους, καὶ ὅσα ἐπιτήδεια ἦν πρὸς τὴν τούτων ἐπανόρθωσιν ἔθετο ἐν αὐτοῖς."],["35","Καὶ εἶδεν ὁ λαὸς τὴς πρᾶξιν τοῦ Σίμωνος, καὶ τὴν δόξαν ἣν ἐβουλεύσατο ποιῆσαι τῷ ἔθνει αὐτοῦ, καὶ ἔθεντο αὐτὸν ἡγοὺμενον αὐτῶν καὶ ἀρχιερέα, διὰ τὸ αὐτὸν πεποιηκέναι πάντα ταῦτα, καὶ τὴν δικαιοσύνην, καὶ τὴν πίστιν ἣν συνετήρησε τῷ ἔθνει αὐτοῦ, καὶ ἐζήτησε παντὶ τρόπῳ ὑψῶσαι τὸν λαὸν αὐτοῦ."],["36","Καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ εὐωδώθη ἐν ταῖς χερσὶν αὐτοῦ, τοῦ ἐξαρθῆναι τὰ ἔθνη ἐκ τῆς χώρας αὐτῶν, καὶ τοὺς ἐν τῇ πόλει Δαυὶδ τοὺς ἐν Ἱερουσαλὴμ, οἳ ἐποίησαν ἑαυτοῖς ἄκραν, ἐξ ἧς ἐξεπορεύοντο καὶ ἐμίαινον κύκλῳ τῶν ἁγίων, καὶ ἐποίουν πληγὴν μεγάλην ἐν τῇ ἁγνείᾳ."],["37","Καὶ κατῴκισεν ἐν αὐτῇ ἄνδρας Ἰουδαίους, καὶ ὠχύρωσεν αὐτὴν πρὸς ἀσφάλειαν τῆς χώρας καὶ τῆς πόλεως, καὶ ὕψωσε τὰ τείχη Ἱερουσαλήμ."],["38","Καὶ ὁ βασιλεὺς Δημήτριος ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην κατὰ ταῦτα,"],["39","καὶ ἐποίησεν αὐτὸν τῶν φίλων αὐτοῦ, καὶ ἐδόξασεν αὐτὸν δόξῃ μεγάλῃ."],["40","Ἤκουσε γὰρ ὅτι προσηγόρευνται οἱ Ἰουδαῖοι ὑπὸ Ῥωμαίων φίλοι καὶ σύμμαχοι καὶ ἀδελφοὶ, καὶ ὅτι ἀπήντησαν τοῖς πρεσβευταῖς Σίμωνος ἐνδόξως·"],["41","καὶ ὅτι εὐδόκησαν οἱ Ἰουδαῖοι, καὶ οἱ ἱερεῖς, τοῦ εἶναι Σίμωνα ἡγουμένον καὶ ἀρχιερέα εἰς τὸν αἰῶνα, ἕως τοῦ ἀναστῆναι προφήτην πιστόν·"],["42","καὶ τοῦ εἶναι ἐπʼ αὐτῶν στρατηγόν, καὶ ὅπως μέλοι αὐτῷ περὶ τῶν ἁγίων καθιστάναι αὐτοὺς ἐπὶ τῶν ἔργων αὐτῶν καὶ ἐπὶ τῆς χώρας, καὶ ἐπὶ τῶν ὅπλων, καὶ ἐπὶ τῶν ὀχυρωμάτων·"],["43","καὶ ὅπως μέλοι αὐτῷ περὶ τῶν ἁγίων, καὶ ὅπως ἀκούηται ὑπὸ πάντων, καὶ ὅπως γράφωνται ἐπὶ τῷ ὀνόματι αὐτοῦ πᾶσαι συγγραφαὶ ἐν τῇ χώρᾳ, καὶ ὅπως περιβάληται πορφύραν, καὶ χρυσοφορῇ."],["44","Καὶ οὐκ ἐξέσται οὐδενὶ τοῦ λαοῦ καἰ τῶν ἱερέων ἀθετῆσαί τι τούτων, καὶ ἀντειπεῖν τοῖς ὑπʼ αὐτοῦ ῥηθησομένοις, καὶ ἐπισυστρέψαι συστροφὴν ἐν τῇ χώρᾳ ἄνευ αὐτοῦ, καὶ περιβάλλεσθαι πορφύραν, καὶ ἐμπορποῦσθαι πόρπην χρυσῆν·"],["45","Ὃς δʼ ἂν παρὰ ταῦτα ποιήσῃ ἢ ἀθετήσῃ τι τούτων, ἔνοχος ἔσται."],["46","Καὶ εὐδόκησε πᾶς ὁ λαὸς θέσθαι Σίμωνι, καὶ ποιῆσαι κατὰ τοὺς λόγους τούτους."],["47","Καὶ ἐπεδέξατο Σίμων, καὶ εὐδόκησεν ἀρχιερατεύειν, καὶ εἶναι στρατηγὸς καὶ ἐθνάρχης τῶν Ἰουδαίων, καὶ ἱερέων, καὶ τοῦ προστατῆσαι πάντων."],["48","Καὶ τὴν γραφὴν ταύτην εἶπον θέσθαι ἐν δέλτοις χαλκαῖς, καὶ στῆσαι αὐτὰς ἐν περιβόλῳ τῶν ἁγίων ἐν τόπῳ ἐπισήμῳ,"],["49","τὰ δὲ ἀντίγραφα αὐτῶν θέσθαι ἐν τῷ γαζοφυλακίῳ, ὅπως ἕχῃ Σίμων, καὶ οἱ υἱοὶ αὐτοῦ."]],[["1","Καὶ ἀπέστειλεν ὁ Ἀντίοχος υἱὸς Δημητρίου τοῦ βασιλέως ἐπιστολὰς ἀπὸ τῶν νήσων τῆς θαλάσσης Σίμωνι ἱερεῖ καὶ ἐθνάρχῃ τῶν Ἰουδαίων, καὶ παντὶ τῷ ἔθνει."],["2","Καὶ ἦσαν περιέχουσαι τὸν τρόπον τοῦτον· βασιλεὺς Ἀντίοχος Σίμωνι ἱερεῖ μεγάλῳ, καὶ ἐθνάρχῃ, καὶ ἔθνει Ἰουδαίων χαίρειν."],["3","Ἐπειδὴ ἄνδρες λοιμοὶ κατεκράτησαν τῆς βασιλείας τῶν πατέρων ἡμῶν, βούλομαι δὲ ἀντιποιήσασθαι τῆς βασιλείας, ὅπως ἀποκαταστήσω αὐτὴν ὡς ἦν πρότερον, ἐξενολόγησα δὲ πλῆθος δυνάμεων, καὶ κατεσκεύασα πλοῖα πολεμικά,"],["4","βούλομαι δὲ ἐκβῆναι κατὰ τὴν χώραν, ὅπως μετέλθω τοὺς κατεφθαρκότας τὴν χώραν ἡμῶν, καὶ τοὺς ἠρημωκότας πόλεις πολλὰς ἐν τῇ βασιλείᾳ·"],["5","νῦν οὗν ἵστημί σοι πάντα τὰ ἀφαιρέματα ἃ ἀφῆκάν σοι οἱ πρὸ ἐμοῦ βασιλεῖς, καὶ ὅσα ἄλλα δόματα ἀφῆκάν σοι."],["6","Καὶ ἐπέτρεψά σοι ποιῆσαι κόμμα ἴδιον νόμισμα τῇ χώρᾳ σου,"],["7","Ἱερουσαλὴμ δὲ καὶ τὰ ἅγια εἶναι ἐλεύθερα· καὶ πάντα τὰ ὅπλα ὅσα κατεσκεύασας, καὶ τὰ ὀχυρώματα ἃ ᾠκοδόμησας, ὧν κρατεῖς, μενέτω σοι."],["8","Καὶ πᾶν ὀφείλημα βασιλικὸν, καὶ τὰ ἐσόμενα βασιλικὰ, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν ἅπαντα χρόνον ἀφιέσθω σοι·"],["9","ὡς δʼ ἂν κρατήσωμεν τῆς βασιλείας ἡμῶν, δοξάσομέν σε, καὶ τὸ ἔθνος σου, καὶ τὸ ἱερὸν δόξῃ μεγάλῃ, ὥστε φανερὰν γενέσθαι τὴν δόξαν ὑμῶν ἐν πάσῃ τῇ γῇ."],["10","Ἔτους τετάρτου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἐξῆλθεν Ἀντίοχος εἰς τὴν γῆν πατέρων αὐτοῦ, καὶ συνῆλθον πρὸς αὐτὸν πᾶσαι αἱ δυνάσεις, ὥστε ὀλίγους εἶναι τσὺς καταλειφθέντας σὺν Τρύφωνι."],["11","Καὶ ἐδίωξεν αὐτὸν Ἀντίοχος ὁ βασιλεύς, καὶ ἦλθε φεύγων εἰς Δωρᾶ τὴν ἐπὶ τῆς θαλάσσης."],["12","Εἶδε γὰρ ὅτι συνῆκται ἐπʼ αὐτὸν τὰ κακὰ, καὶ ἀφῆκαν αὐτὸν αἱ δυνάμεις."],["13","Καὶ παρενέβαλεν Ἀντιοχος ἐπὶ Δωρᾶ, καὶ σύν αὐτῷ δώδεκα μυριάδες ἀνδρῶν πολεμιστῶν, καὶ ὀκτακισχιλία ἵππος."],["14","Καὶ ἐκύκλωσεν τὴν πόλιν, καὶ τὰ πλοῖα ἀπὸ θαλάσσης συνῆψαν, καὶ ἔθλιβε τὴν πόλιν ἀπὸ τῆς γῆς, καὶ τῆς θαλάσσης, καὶ οὐκ εἴασεν οὐδένα ἐκπορεύεσθαι καὶ εἰσπορεύεσθαι."],["15","Καὶ ἦλθε Νουμήνιος, καὶ οἱ παρʼ αὐτοῦ, ἐκ Ῥώμης, ἔχοντες ἐπιστολὰς τοῖς βασιλεῦσι, καὶ ταῖς χώραις ἐν αἷς ἐγέγραπτο τάδε·"],["16","Λεύκιος ὕπατος Ῥωμαίων Πτολεμαίῳ βασιλεῖ χαίρειν."],["17","Οἱ πρεσβευταὶ τῶν Ἰουδαίων ἦλθον πρὸς ἡμᾶς φίλοι ἡμῶν, καὶ σύμμαχοι, ἀνανεούμενοι τὴν ἐξ ἀρχῆς φιλίαν καὶ συμμαχίαν, ἀπεσταλμένοι ἀπὸ Σίμωνος τοῦ ἀρχιερέως, καὶ τοῦ δήμου τῶν Ἰουδαίων."],["18","Ἤνεγκαν δὲ ἀσπίδα χρυσῆν ἀπὸ μνῶν χιλίων."],["19","Ἤρεσεν οὖν ἡμῖν γράψαι τοῖς βασιλεῦσι, καὶ ταῖς χώραις, ὅπως μὴ ἐκζητήσωσιν αὐτοῖς, κακὰ καὶ μὴ πολεμήσωσιν αὐτοὺς, καὶ τὰς πόλεις αὐτῶν, καὶ τὴν χώραν αὐτῶν, καὶ ἵνα μὴ συμμαχήσωσι τοῖς πολεμοῦσιν αὐτούς."],["20","Ἔδοξε δὲ ἡμῖν δέξασθαι τὴν ἀσπίδα παρʼ αὐτῶν."],["21","Εἴ τινες οὖν λοιμοὶ διαπεφεύγασιν ἐκ τῆς χώρας αὐτῶν πρὸς ὑμᾶς, παράδοτε αὐτοὺς Σίμωνι τῷ ἀρχιερεῖ, ὅπως ἐκδικήσῃ ἐν αὐτοῖς κατὰ τὸν νόμον αὐτῶν."],["22","Καὶ τὰ αὐτὰ ἔγραψε Δημητρίῳ τῷ βασιλεῖ, καὶ Ἀττάλῳ, Ἀριαράθῃ, καὶ Ἀρσάκῃ."],["23","Καὶ εἰς πάσας τὰς χώρας, καὶ Σαμψάκῃ, καὶ Σπαρτιάταις, καὶ εἰς Δῆλον, καὶ εἰς Μύνδον, καὶ εἰς Σικυῶνα, καὶ εἰς τὴν Καρίαν, καὶ εἰς Σάμον, καὶ εἰς τὴν Παμφυλίαν, καὶ εἰς τὴν Λυκίαν, καὶ εἰς Ἀλικαρνασσὸν, καὶ εἰς Ῥόδον, καὶ εἰς Φασηλίδα, καὶ εἰς Κῶ, καὶ εἰς Σίδην, καὶ εἰς Ἄραδον, καὶ εἰς Γόρτυναν, καὶ Κνίδον, καὶ Κύπρον, καὶ Κυρήνην."],["24","Τὸ δὲ ἀντίγραφον αὐτῶν ἔγραψαν Σίμωνι τῷ ἀρχιερεῖ."],["25","Αντιόχος δὲ ὁ βασιλεὺς παρενέβαλεν ἐπὶ Δωρᾶ ἐν τῇ δευτέρᾳ, προσάγων διαπαντὸς αὐτῇ τὰς χεῖρας, καὶ μηχανὰς ποιούμενος, καὶ συνέκλεισε τὸν Τρύφωνα τοῦ μὴ εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι."],["26","Καὶ ἀπέστειλεν αὐτῷ Σίμων δισχιλίους ἄνδρας ἐκλεκτοὺς συμμαχῆσαι αὐτῷ, καὶ ἀργύριον καὶ χρυσίον, καὶ σκεύη ἱκανά."],["27","Καὶ οὐκ ἠβούλετο αὐτὰ δέξασθαι, ἀλλʼ ἠθέτησε πάντα ὅσα συνέθετο αὐτῷ τοπρότερον, καὶ ἠλλοτριοῦτο αὐτῷ."],["28","Καὶ ἀπέστειλε πρὸς αὐτὸν Ἀθηνόβιον ἕνα τῶν φίλων αὐτοῦ κοινολογησόμενον αὐτῷ λέγων, ὑμεῖς κατακρατεῖτε τῆς Ἰόππης καὶ Γαζάρων καὶ τῆς ἄκρας τῆς ἐν Ἱερουσαλὴμ, πόλεις τῆς βασιλείας μου."],["29","Τὰ ὅρια αὐτῶν ἠρημώσατε, καὶ ἐποιήσατε πληγὴν μεγάλην ἐπὶ τῆς γῆς, καὶ ἐκυριεύσατε τόπων πολλῶν ἐν τῇ βασιλείᾳ μου."],["30","Νῦν οὖν παράδοτε τὰς πόλεις ἃς κατελάβεσθε, καὶ τοὺς φόρους τῶν τόπων ὧν κατεκυριεύσατε ἐκτὸς τῶν ὁρίων τῆς Ἰουδαίας."],["31","Εἰ δὲ μὴ, δότε ἀντʼ αὐτῶν πεντακόσια τάλαντα ἀργυρίου, καὶ τῆς καταφθορᾶς ἧς κατεφθάρκατε, καὶ τῶν φόρων τῶν πόλεων ἄλλα τάλαντα πεντακόσια· εἰ δὲ δὴ, παραγενόμενοι ἐκπολεμήσομεν ὑμᾶς."],["32","Καὶ ἦλθεν Ἀθηνόβιος φίλος τοῦ βασιλέως εἰς Ἱερουσαλήμ, καὶ εἶδε τὴν δόξαν Σίμωνος, καὶ κυλικεῖον μετὰ χρυσωμάτων, καὶ ἀργυρωμάτων, καὶ παράστασιν ἱκανὴν, καὶ ἐξίστατο, καὶ ἀπήγγειλεν αὐτῷ τοὺς λόγους τοῦ βασιλέως."],["33","Καὶ ἀποκριθεὶς Σίμων εἶπεν αὐτῷ, οὔτε γῆν ἀλλοτρίαν εἰλήφαμεν, οὔτε ἀλλοτρίων κεκρατήκαμεν, ἀλλὰ τῆς κληρονομίας τῶν πατέρων ἡμῶν, ὑπὸ δὲ ἐχθρῶν ἡμῶν ἔν τινι καιρῷ ἀκρίτως κατεκρατήθη."],["34","Ἡμεῖς δὲ καιρὸν ἔχοντες ἀντεχόμεθα τῆς κληρονομίας τῶν πατέρων ἡμῶν."],["35","Περὶ δὲ Ἰόππης καὶ Γαζάρων ὧν αἰτεῖς, αὗται ἐποίουν ἐν τῷ λαῷ πληγὴν μεγάλην κατὰ τὴν χώραν ἡμῶν, τούτων δώσομεν τάλαντα ἑκατόν·"],["36","Καὶ οὐκ ἀπεκρίθη αὐτῷ Ἀθηνόβιος λόγον. Ἀπέστρεψε δὲ μετὰ θυμοῦ πρὸς τὸν βασιλέα, καὶ ἀπήγγειλεν αὐτῷ τοὺς λόγους τούτους, καὶ τὴν δόξαν Σίμωνος, καὶ πάντα ὅσα εἶδε· καὶ ὠργίσθη ὁ βασιλεὺς ὀργῆν μεγάλην."],["37","Τρύφων δὲ ἐμβὰς εἰς πλοῖον ἔφυγεν εἰς Ὀρθωσιάδα."],["38","Καὶ κατέστησεν ὁ βασιλεὺς τὸν Κενδεβαῖον στρατηγὸν τῆς παραλίας, καὶ δυνάμεις πεζικὰς καὶ ἱππικὰς ἔδωκεν αὐτῷ."],["39","Καὶ ἐνετείλατο αὐτῷ παρεμβαλεῖν κατὰ πρόσωπον τῆς Ἰουδαίας· καὶ ἐνετείλατο αὐτῷ οἰκοδομῆσαι τὴν Κεδρὼν, καὶ ὀχυρῶσαι τὰς πύλας, καὶ ὅπως πολεμήσῃ τὸν λαόν· ὁ δὲ βασιλεὺς ἐδίωκε τὸν Τρύφωνα."],["40","Καὶ παρεγενήθη Κενδεβαῖος εἰς Ἰάμνειαν, καὶ ἤρξατο τοῦ ἐρεθίζειν τὸν λαὸν, καὶ ἐμβατεύειν εἰς τὴν Ἰουδαίαν, καὶ αἰχμαλωτίζειν τὸν λαὸν καὶ φονεύειν."],["41","Καὶ ᾠκοδόμησε τὴν Κεδρών· καὶ ἔταξεν ἐκεῖ ἱππεῖς καὶ δυνάμεις, ὅπως ἐκπορευόμενοι ἐξοδεύωσι τὰς ὁδοὺς τῆς Ἰουδαίας, καθὰ συνεταξεν αὐτῷ ὁ βασιλεύς."]],[["1","Καὶ ἀνέβη Ἰωάννης ἐκ Γαζάρων, καὶ ἀπήγγειλε Σιμωνι τῷ πατρὶ αὐτοῦ ἃ συνετέλει Κενδεβαῖος."],["2","Καὶ ἐκάλεσε Σίμων τοὺς δύο υἱοὺς αὐτοῦ τοὺς πρεσβυτέρους Ἰούδαν καὶ Ἰωάννην, καὶ εἶπεν αὐτοῖς, ἐγὼ καὶ οἱ ἀδελφοί μου, καὶ ὁ οἶκος τοῦ πατρός μου, ἐπολεμήσαμεν τοὺς πολεμίους Ἰσραὴλ ἀπὸ νεότητος ἕως τῆς σήμερον ἡμέρας, καὶ εὐωδώθη ἐν ταῖς χερσὶν ἡμῶν ῥύσασθαι τὸν Ἰσραὴλ πλεονάκις."],["3","Νῦν δὲ γεγήρακα, καὶ ὑμεῖς δὲ ἐν τῷ ἐλέει ἱκανοί ἐστε ἐν τοῖς ἔτεσι· γίνεσθε ἀντʼ ἐμοῦ, καὶ τοῦ ἀδελφοῦ μου, καὶ ἐξελθόντες ὑπερμαχεῖτε ὑπὲρ τοῦ ἔθνους ἡμῶν, ἡ δὲ ἐκ τοῦ οὐρανοῦ βοήθεια ἔστω μεθʼ ὑμῶν."],["4","Καὶ ἐπέλεξεν ἐκ τῆς χώρας εἴκοσι χιλιάδας ἀνδρῶν πολεμιστῶν, καὶ ἱππεῖς, καὶ ἐπορεύθωσαν ἐπὶ τὸν Κενδεβαῖον, καὶ ἐκοιμήθησαν ἐν Μωδεΐν."],["5","Καὶ ἀναστάντες τοπρωῒ ἐπορεύοντο εἰς τὸ πεδίον, καὶ ἰδοὺ δύναμις πολλὴ εἰς συνάντησιν αὐτοῖς πεζικὴ, καὶ ἱππεῖς, καὶ ἦν χειμάῤῥους ἀναμέσον αὐτῶν."],["6","Καὶ παρενέβαλε κατὰ πρόσωπον αὐτῶν αὐτὸς καὶ ὁ λαὸς αὐτοῦ· καὶ εἶδε τὸν λαὸν δειλούμενον διαπερᾶσαι τὸν χειμάῤῥουν, καὶ διεπέρασε πρῶτος, καὶ ἴδον αὐτὸν οἱ ἄνδρες, καὶ διεπέρασαν κατόπισθεν αὐτοῦ·"],["7","Καὶ διεῖλε τὸν λαὸν, καὶ τοὺς ἱππεῖς ἐν μέσῳ τῶν πέζῶν· ἡ δὲ ἵππος τῶν ὑπεναντίων πολλὴ σφόδρα."],["8","Καὶ ἐσάλπισαν ταῖς ἱεραῖς σάλπιγξι, καὶ ἐτροπώθη Κενδεβαῖος καὶ ἡ παρεμβολὴ αὐτοῦ, καὶ ἔπεσον ἐξ αὐτῶν τραυματίαι πολλοί· οἱ δὲ καταλειφθέντες ἔφυγον εἰς τὸ ὀχύρωμα."],["9","Τότε ἐτραυματίσθη Ἰούδας ὁ ἀδελφὸς Ἰωάννου· Ἰωάννης δὲ κατεδίωξεν αὐτοὺς ἕως ἦλθεν εἰς Κεδρών, ἣν ᾠκοδόμησεν"],["10","Καὶ ἔφυγον ἕως εἰς τοὺς πύργους τοὺς ἐν τοῖς ἀγροῖς Ἀζώτου, καὶ ἐνεπύρισεν αὐτὴν ἐν πυρί, καὶ ἔπεσον ἐξ αὐτῶν εἰς ἄνδρας δισχιλίους· καὶ ἀπέστρεψεν εἰς γῆν Ἰούδα μετʼ εἰρήνης."],["11","Καὶ Πτολεμαῖος ὁ τοῦ Ἀβούβου ἦν καθεσταμένος στρατηγὸς εἰς τὸ πεδίον Ἱεριχὼ, καὶ ἔσχεν ἀργύριον καὶ χρυσίον πολύ·"],["12","ἦν γὰρ γαμβρὸς τοῦ ἀρχιερέως."],["13","Καὶ ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ ἠβουλήθη κατακρατῆσαι τῆς χώρας, καὶ ἐβουλεύετο δόλῳ κατὰ Σίμωνος, καὶ τῶν υἱῶν αὐτοῦ, ἆραι αὐτούς."],["14","Σίμων δὲ ἦν ἐφοδεύων τὰς πόλεις τὰς ἐν τῇ χώρᾳ, καὶ φροντίζων τῆς ἐπιμελείας αὐτῶν, καὶ κατέβη εἰς Ἱεριχὼ αὐτὸς, καὶ Ματταθίας καὶ Ἰούδας οἱ υἱοὶ αὐτοῦ, ἐτους ἑβδόμου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ, ἐν μηνὶ ἑνδεκάτῳ, οὗτος ὁ μὴν Σαβάτ."],["15","Καὶ ὑπεδέξατο αὐτοὺς ὁ τοῦ Ἀβούβου εἰς τὸ ὀχυρωμάτιον τὸ καλούμενον Δὼκ, μετὰ δόλου, ὃ ᾠκοδόμησε, καὶ ἐποίησεν αὐτοῖς πότον μέγαν, καὶ ἐνέκρυψεν ἐκεῖ ἄνδρας."],["16","Καὶ ὅτε ἐμεθύσθη Σίμων καὶ οἱ υἱοὶ αὐτοῦ, ἐξανέστη Πτολεμαῖος καὶ οἱ παρʼ αὐτοῦ, καὶ ἐλάβοσαν τὰ ὅπλα αὐτῶν, καὶ ἐπεισήλθοσαν τῷ Σίμωνι εἰς τὸ συμπόσιον, καὶ ἀπέκτειναν αὐτὸν καὶ τοὺς δύο υἱοὺς αὐτοῦ, καί τινας τῶν παιδαρίων αὐτοῦ."],["17","Καὶ ἐποίησεν ἀθεσίαν μεγάλην, καὶ ἀπέδωκε κατὰ ἀντὶ ἀγαθῶν·"],["18","Καὶ ἔγραψε ταῦτα Πτολεμαῖος, καὶ ἀπέστειλε τῷ βασιλεῖ ὅπως ἀποστείλῃ αὐτῷ δυνάμεις εἰς βοήθειαν, καὶ παραδῷ αὐτῷ τὴν χώραν αὐτῶν, καὶ τὰς πόλεις."],["19","Καὶ ἀπέστειλεν ἑτέρους εἰς Γάζαρα ἆραι τὸν Ἰωάννην, καὶ τοῖς χιλιάρχοις ἀπέστειλεν ἐπιστολὰς παραγενέσθαι πρὸς αὐτόν, ὅπως δῷ αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ δόματα."],["20","Καὶ ἑτέρους ἀπέστειλε καταλαβέσθαι τὴν Ἱερουσαλὴμ, καὶ τὸ ὄρος τοῦ ἱεροῦ."],["21","Καὶ προδραμών τις ἀπήγγειλεν Ἰωάννῃ εἰς Γάζαρα, ὅτι ἀπώλετο ὁ πατὴρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ὅτι ἀπέσταλκε καὶ σὲ ἀποκτεῖναι."],["22","Καὶ ἀκούσας ἐξέστη σφόδρα· καὶ συνέλαβε τοὺς ἄνδρας τοὺς ἐλθόντας ἀπολέσαι αὐτόν, καὶ ἀπέκτεινεν αὐτοὺς, ἐπέγνω γὰρ ὅτι ἐζήτουν αὐτὸν ἀπολέσαι."],["23","Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωάννου, καὶ τῶν πολέμων αὐτοῦ, καὶ τῶν ἀνδραγαθιῶν αὐτοῦ ὧν ἠνδραγάθησε, καὶ τῆς οἰκοδομῆς τῶν τειχέων ὧν ᾠκοδόμησε, καὶ τῶν πράξεων αὐτοῦ,"],["24","ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίῳ ἡμερῶν ἀρχιερωσύνης αὐτοῦ, ἀφʼ οὗ ἐγενήθη ἀρχιερεὺς μετὰ τὸν πατέρα αὐτοῦ."]]] \ No newline at end of file diff --git a/lines/maccabees-ii.json b/lines/maccabees-ii.json new file mode 100644 index 0000000000000000000000000000000000000000..55d677ee750aa1c4cdaed170a5b29945a69ff3ba --- /dev/null +++ b/lines/maccabees-ii.json @@ -0,0 +1 @@ +[[["1","ΤΟΙΣ ἀδελφοῖς τοῖς κατʼ Αἴγυπτον Ἰουδαίοις χαίρειν· οἱ ἀδελφοὶ οἱ ἐν Ἱεροσολύμοις Ἰουδαῖοι, καὶ οἱ ἐν τῇ χώρᾳ τῆς Ἰουδαίας, εἰρήνην ἀγαθήν."],["2","Καὶ ἀγαθοποιήσαι ὑμῖν ὁ Θεὸς, καὶ μνησθείη τῆς διαθήκης αὐτοῦ τῆς πρὸς Ἁβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ τῶν δούλων αὐτοῦ τῶν πιστῶν."],["3","Καὶ δῴη ὑμῖν καρδίαν πᾶσιν εἰς τὸ σέβεσθαι αὐτὸν, καὶ ποιεῖν αὐτοῦ τὰ θελήματα καρδίᾳ μεγάλῃ, καὶ ψυχῇ βουλομένῃ·"],["4","Καὶ διανοίξαι τὴν καρδίαν ὑμῶν ἐν τῷ νόμῳ αὐτοῦ, καὶ ἐν τοῖς προστάγμασι, καὶ εἰρήνην ποιήσαι,"],["5","καὶ ἐπακούσαι ὑμῶν τῶν δεήσεων, καὶ καταλλαγείη ὑμῖν, καὶ μὴ ὑμᾶς ἐγκαταλίποι ἐν καιρῷ πονηρῷ."],["6","Καὶ νῦν ὧδέ ἐσμεν προσευχόμενοι περὶ ὑμῶν."],["7","Βασιλεύοντος Δημητρίου ἔτους ἑκατοστοῦ ἑξηκοστοῦ ἐννατου, ἡμεῖς ὁ Ιουδαῖοι γεγραφήκαμεν ὑμῖν ἐν τῇ θλίψει, καὶ ἐν τῇ ἀκμῇ τῇ ἐπελθούσῃ ἡμῖν ἐν τοῖς ἔτεσι τούτοις, ἀφʼ οὗ ἀπέστη Ἰάσων καὶ οἱ μετʼ αὐτοῦ ἀπὸ τῆς ἁγίας γῆς, καὶ τῆς βασιλείας·"],["8","καὶ ἐνεπύρισαν τὸν πυλῶνα, καὶ ἐξέχεαν αἷμα ἀθῶον· καὶ ἐδεήθημεν τοῦ Κυρίου, καὶ εἰσηκούσθημεν, καὶ προσηνέγκαμεν θυσίαν, καὶ σεμίδαλιν, καὶ ἐξήψαμεν τοὺς λύχνους, καὶ προεθήκαμεν τοὺς ἄρτους."],["9","Καὶ νῦν ἵνα ἄγητε τὰς ἡμέρας τῆς σκηνοπηγίας τοῦ Χασελεὺ μηνός."],["10","Ἔτους ἑκατοστοῦ ὀγδοηκοστοῦ καὶ ὀγδόου οἱ ἐν Ἱεροσολύμοις, καὶ οἱ ἐν τῇ Ἰουδαίᾳ, καὶ ἡ γερουσία, καὶ Ἰούδας Ἀριστοβούλῳ διδασκάλῳ Πτολεμαίου τοῦ βασιλέως, ὄντι δὲ ἀπὸ τοῦ τῶν χριστῶν ἱερέων γένους, καὶ τοῖς ἐν Αἰγύπτῳ Ἰουδαίοις, χαίρειν καὶ ὑγιαίνειν."],["11","Ἐκ μεγάλων κινδύνων ὑπὸ τοῦ Θεοῦ σεσωσμένοι, μεγάλως εὐχαριστοῦμεν αὐτῷ, ὡς ἂν πρὸς βασιλέα παρατασσόμενοι."],["12","Αὐτὸς γὰρ ἐξέβρασε τοὺς παραταξαμένους ἐν τῇ ἁγίᾳ πόλει."],["13","Εἰς γὰρ τὴν Περσίδα γενόμενος ὁ ἡγεμὼν, καὶ ἡ περὶ αὐτὸν ἀνυπόστατος δοκοῦσα εἶναι δύναμις, κατεκόπησαν ἐν τῷ τῆς Ναναίας ἱερῷ, παραλογισμῷ χρησαμένων τῶν περὶ τὴν Ναναίαν ἱερέων."],["14","Ὡς γὰρ συνοικήσων αὐτῇ παρεγένετο εἰς τὸν τόπον ὅ, τε Ἀντίοχος, καὶ οἱ σὺν αὐτῷ φίλοι, χάριν τοῦ λαβεῖν τὰ χρήματα εἰς φερνῆς λόγον·"],["15","Καὶ προθέντων αὐτὰ τῶν ἱερέων τῆς Ναναίος, κᾀκείνου προσελθόντος μετʼ ὀλίγων εἰς τὸν περίβολον τοῦ τεμένους, συγκλείσαντες τὸ ἱερὸν, ὡς εἰσῆλθεν Ἀντίοχος,"],["16","ἀνοίξαντες τὴν τοῦ φατνώματος κρυπτὴν θύραν, βάλλοντες πέτρους συνεκεραύνωσαν τὸν ἡγεμόνα, καὶ μέλη ποιήσαντες, καὶ τὰς κεφαλὰς ἀφελόντες, τοῖς ἔξω παρέῤῥιψαν."],["17","Κατὰ πάντα εὐλογητὸς ἡμῶν ὁ Θεὸς, ὃς παρέδωκε τοὺς ἀσεβήσαντας."],["18","Μέλλοντες οὖν ἄγειν ἐν τῷ Χασελεὺ πέμπτῃ καὶ εἰκάδι τὸν καθαρισμὸν τοῦ ἱεροῦ, δεόν ἡγησάμεθα διασαφῆσαι ὑμῖν, ἵνα καὶ αὐτοὶ ἄγητε τῆς σκηνοπηγίας καὶ τοῦ πυρός, ὅτε Νεεμίας οἰκοδομήσας τό, τε ἱερὸν καὶ τὸ θυσιαστήριον, ἀνήνεγκε θυσίαν."],["19","Καὶ γὰρ ὅτε εἰς τὴν Περσικὴν ἤγοντο οἱ πατέρες ἡμῶν, οἵ τότε εὐσεβεῖς ἱερεῖς λαβόντες ἀπὸ τοῦ πυρὸς τοῦ θυσιαστηρίου λαθραίως, κατέκρυψαν ἐν κοιλώματι φρέατος τάξιν ἔχοντος ἀνύδρον, ἐν ᾧ κατησφαλίσαντο, ὥστε πᾶσιν ἄγνωστον εἶναι τὸν τόπον."],["20","Διελθόντων δὲ ἐτῶν ἱκανῶν, ὅτε ἔδοξεν τῷ Θεῷ, ἀποσταλεὶς Νεεμίας ὑπὸ τοῦ βασιλέως τῆς Περσίδος, τοὺς ἐκγόνους τῶν ἱερέων τῶν ἀποκρυψάντων ἔπεμψεν ἐπὶ τὸ πῦρ·"],["21","ὡς δὲ διεσάφησαν ἡμῖν μὴ εὑρηκέναι πῦρ, ἀλλὰ ὕδωρ παχύ, ἐκέλευσεν αὐτοὺς ἀποβάψαντας φέρειν· ὡς δὲ ἀνηνέχθη τὰ τῶν θυσιῶν, ἐκέλευσε τοὺς ἱερεῖς Νεεμίας ἐπιῤῥᾶναι τῷ ὕδατι τά τε ξύλα, καὶ τὰ ἐπικείμενα."],["22","Ὡς δὲ ἐγένετο τοῦτο, καὶ χρόνος διῆλθεν ὅτε ἥλιος ἀνέλαμψε πρότερον ἐπινεφὴς ὤν, ἀνήφθη πυρὰ μεγάλη, ὥστε θαυμάσαι πάντας."],["23","Προσευχὴν δὲ ἐποιήσαντο οἱ ἱερεῖς δαπανωμένης τῆς θυσίας, οἵ τε ἱερεῖς, καὶ πάντες, καταρχομένου Ἰωνάθου, τῶν δὲ λοιπῶν ἐπιφωνούντων, ὡς Νεεμίου."],["24","Ἦν δὲ ἡ προσευχὴ τὸν τρόπον ἔχουσα τοῦτον· Κύριε Κύριε ὁ Θεὸς ὁ πάντων κτίστης, ὁ φοβερὸς, καὶ ἰσχυρὸς, καὶ δίκαιος, καὶ ἐλεήμων, ὁ μόνος βασιλεὺς καὶ χρηστὸς,"],["25","ὁ μόνος χορηγός, ὁ μόνος δίκαιος, καὶ παντοκράτωρ, καὶ αἰώνιος, ὁ διασώζων τὸν Ἰσραὴλ ἐκ παντος κακοῦ, ὁ ποιήσας τοὺς πατέρας ἐκλεκτούς, καὶ ἁγιάσας αὐτούς,"],["26","πρόσδεξαι τὴν θυσίαν ὑπὲρ παντὸς τοῦ λαοῦ σου Ἰσραὴλ, καὶ διαφύλαξον τὴν μερίδα σου καὶ καθαγίασον."],["27","Ἐπισυνάγαγε τὴν διασπορὰν ἡμῶν, ἐλευθέρωσον τοὺς δουλεύοντας ἐν τοῖς ἔθνεσι, τοὺς ἐξουθενημένους καὶ βδελυκτοὺς ἔπιδε, καὶ γνώτωσαν τὰ ἔθνη ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν."],["28","Βασάνισον τοὺς καταδυναστεύοντας, καὶ ἐξυβρίζοντας ἐν ὑπερηφανίᾳ·"],["29","Καταφύτευσον τὸν λαόν σου εἰς τὸν τόπον τὸν ἅγιόν σου, καθὼς εἶπε Μωυσῆς."],["30","Οἱ δὲ ἱερεῖς ἐπέψαλλον τοὺς ὕμνους."],["31","Καθὼς δὲ ἀνηλώθη τὰ τῆς θυσίας, καὶ τὸ περιλειπόμενον ὕδωρ, ὁ Νεεμίας ἐκέλευσε λίθους μείζονας καταχεῖν."],["32","Ὡς δὲ τοῦτο ἐγενήθη, φλὸξ ἀνήφθη· τοῦ δὲ ἀπὸ τοῦ θυσιαστηρίου ἀντιλάμψαντος φωτὸς ἐδαπανήθη."],["33","Ὡς δὲ φανερὸν ἐγενήθη τὸ πρᾶγμα, καὶ διηγγέλη τῷ βασιλεῖ τῶν Περσῶν, ὅτι εἰς τὸν τόπον οὗ τὸ πῦρ ἄπέκρυψαν οἱ μεταχθέντες ἱερεῖς, τὸ ὕδωρ ἐφάνη, ἀφʼ οὗ καὶ οἱ περὶ τὸν Νεεμίαν ἥγνισαν τὰ τῆς θυσίας."],["34","Περιφράξας δὲ ὁ βασιλεὺς ἱερὸν ἐποίησε, δοκιμάσας τὸ πρᾶγμα."],["35","Καὶ οἷς ἐχαρίζετο ὁ βασιλεὺς πολλὰ διάφορα ἐλάμβανε καὶ μετεδίδου."],["36","Προσηγόρευσαν δὲ οἱ περὶ τὸν Νεεμίαν τοῦτο Νέφθαρ, ὃ διερμηνεύεται Καθαρισμός· καλεῖται δὲ παρὰ τοῖς πολλοῖς Νεφθαεί."]],[["1","Εὑρίσκεται δὲ ἐν ταῖς ἀπογραφαῖς Ἱερεμίας ὁ προφήτης, ὅτι ἐκέλευσε τοῦ πυρὸς λαβεῖν τοὺς μεταγινομένους, ὡς σεσήμανται,"],["2","καὶ ὡς ἐνετείλατο τοῖς μεταγενομένοις ὁ προφήτης, δοὺς αὐτοῖς τὸν νόμον, ἵνα μὴ ἐπιλάθωνται τῶν προσταγμάτων τοῦ Κυρίου, καὶ ἵνα μὴ ἀποπλανηθῶσι ταῖς διανοίαις, βλέποντες ἀγάλματα χρυσᾶ καὶ ἀργυρᾶ, καὶ τὸν περὶ αὐτὰ κόσμον."],["3","Καὶ ἕτερα τοιαῦτα λέγων, παρεκάλει μὴ ἀποστῆναι τὸν νόμον ἀπὸ τῆς καρδίας αὐτῶν."],["4","Ἦν δὲ ἐν τῇ γραφῇ, ὡς τὴν σκηνὴν καὶ τὴν κιβωτὸν ἐκέλευσεν ὁ προφήτης, χρηματισμοῦ γενηθέντος, αὐτῷ συνακολουθεῖν, ὡς δὲ ἐξῆλθεν εἰς τὸ ὄρος οὗ ὁ Μωυσῆς ἀναβὰς ἐθεάσατο τὴν τοῦ Θεοῦ κληρονομίαν."],["5","Καὶ ἐλθὼν ὁ Ἱερεμίας εὗρεν οἶκον ἀντρώδη, καὶ τὴν σκηνὴν, καὶ τὴν κιβωτὸν, καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος εἰσήνεγκεν ἐκεῖ, καὶ τὴν θύραν ἐνέφραξε."],["6","Καὶ προσελθόντες τινὲς τῶν συνακολουθούντων ὥστε ἐπισημῄνασθαι τὴν ὁδὸν, καὶ οὐκ ἠδυνήθησαν εὑρεῖν."],["7","Ὡς δὲ ὁ Ἱερεμίας ἔγνω, μεμψάμενος αὐτοῖς εἶπεν, ὅτι καὶ ἄγνωστος ὁ τόπος ἔσται ἕως ἂν συναγάγῃ ὁ Θεὸς ἐπισυναγωγὴν τοῦ λαοῦ, καὶ ἵλεως γένηται."],["8","Καὶ τότε ὁ Κύριος ἀναδείξει ταῦτα, καὶ ὀφθήσεται ἡ δόξα τοῦ Κυρίου καὶ ἡ νεφέλη, ὡς καὶ ἐπὶ Μωυσῇ ἐδηλοῦτο, ὡς καὶ ὁ Σαλωμὼν ἠξίωσεν ἵνα ὁ τόπος καθαγιασθῇ μεγάλως."],["9","Διεσαφεῖτο δὲ καὶ ὡς σοφίαν ἔχων ἀνήνεγκε θυσίαν ἐγκαινισμοῦ, καὶ τῆς τελειώσεως τοῦ ἱεροῦ."],["10","Καθὼς καὶ Μωυσῆς προσηύξατο πρὸς Κύριον, καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ τὰ τῆς θυσίας ἐδαπάνησεν· οὕτως καὶ Σαλωμὼν προσηύξατο, καὶ καταβὰν τὸ πῦρ ἀνήλωσε τὰ ὁλοκαυτώματα."],["11","Καὶ εἶπε Μωυσῆς, διὰ τὸ μὴ βεβρῶσθαι τὸ περὶ τῆς ἁμαρτίας, ἀνηλώθη."],["12","Ὡσαύτως καὶ ὁ Σαλωμὼν τὰς ὀκτὼ ἡμέρας ἤγαγεν."],["13","Ἐξηγοῦντο δὲ καὶ ἐν ταῖς ἀναγραφαῖς, καὶ ἐν τοῖς ὑπομνηματισμοῖς τοῖς κατὰ τὸν Νεεμίαν τὰ αὐτά, καὶ ὡς καταβαλλόμενος βιβλιοθήκην, ἐπισυνήγαγε τὰ περὶ τῶν βασιλέων καὶ προφητῶν, καὶ τὰ τοῦ Δαυεὶδ, καὶ ἐπιστολὰς βασιλέων περὶ ἀναθημάτων."],["14","Ὡσαύτως δὲ καὶ Ἰούδας, τὰ διαπεπτωκότα διὰ τὸν πόλεμον τὸν γεγονότα ἡμῖν ἐπισυνήγαγε πάντα, καὶ ἔστι παρʼ ἡμῖν."],["15","Ὧν οὖν ἐὰν χρείαν ἔχητε, τοὺς ἀποκομιοῦντας ὑμῖν ἀποστέλλετε."],["16","Μέλλοντες οὖν ἄγειν τὸν καθαρισμὸν, ἐγράψαμεν ὑμῖν· καλῶς οὖν ποιήσετε ἄγοντες τὰς ἡμέρας."],["17","Ὁ δὲ Θεὸς ὁ σώσας τὸν πάντα λαὸν αὐτοῦ, καὶ ἀποδοὺς τὴν κληρονομίαν πᾶσι, καὶ τὸ βασίλειον, καὶ τὸ ἱεράτευμα, καὶ τὸν ἁγιασμὸν."],["18","Καθὼς ἐπηγγείλατο διὰ τοῦ νόμου ἐλπίζομεν γὰρ ἐπὶ τῷ Θεῷ, ὅτι ταχέως ἡμᾶς ἐλεήσει, καὶ ἐπισυνάξει ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὸν ἅγιον τόπον· ἐξείλετο γὰρ ἡμᾶς ἐκ μεγάλων κακῶν, καὶ τὸν τόπον ἐκαθάρισε."],["19","Τὰ δὲ κατὰ τὸν Ἰούδαν τὸν Μακκαβαῖον, καὶ τοὺς τούτου ἀδελφοὺς, καὶ τὸν τοῦ ἱεροῦ τοῦ μεγάλου καθαρισμὸν, καὶ τὸν τοῦ βωμοῦ ἐγκαινισμὸν,"],["20","ἔτι τε τοὺς πρὸς Ἀντιοχον τὸν Ἐπιφανῆ, καὶ τὸν τούτου υἱὸν Εὐπάτορα πολέμους,"],["21","καὶ τὰς ἐξ οὐρανοῦ γενομένας ἐπιφανείας τοῖς ὑπὲρ τοῦ Ἰουδαϊσμοῦ φιλοτίμως ἀνδραγαθήσασιν, ὡστε τὴν ὅλην χώραν ὀλίγους ὄντας λεηλατεῖν, καὶ τὰ βάρβαρα πλήθη διώκειν."],["22","Καὶ τὸ περιβόητον καθʼ ὅλην τὴν οἰκουμένην ἱερὸν ἀνακομίσασθαι, καὶ τὴν πόλιν ἐλευθερῶσαι, καὶ τοὺς μέλλοντας καταλύεσθαι νόμους ἐπανορθῶσαι, τοῦ Κυρίου μετὰ πάσης ἐπιεικείας ἵλεω γενομένου αὐτοῖς,"],["23","τὰ ὑπὸ Ἰάσωνος τοῦ Κυρηναίου δεδηλωμένα διὰ πέντε βιβλίων, πειρασόμεθα διʼ ἑνὸς συντάγματος ἐπιτεμεῖν."],["24","Συνορῶντες γὰρ τὸ χύμα τῶν ἀριθμῶν, καὶ τὴν οὖσαν δυσχέρειαν τοῖς θέλουσιν εἰσκυκλεῖσθαι τοῖς τῆς ἱστορίας διηγήμασι διὰ τὸ πλῆθος τῆς ὕλης,"],["25","ἐφροντίσαμεν τοῖς μὲν βουλομένοις ἀναγινώσκειν ψυχαγωγίαν, τοῖς δέ φιλοφρονοῦσιν εἰς τὸ διὰ μνήμης ἀναλαβεῖν εὐκοπίαν, πᾶσι δὲ τοῖς ἐντυγχάνουσιν ὠφέλειαν."],["26","Καὶ ἡμῖν μὲν τοῖς τὴν κακοπάθειαν ἐπιδεδεγμένοις τῆς ἐπιτομῆς οὐ ῥᾴδιον, ἱδρῶτος δὲ καὶ ἀγρυπνίας τὸ πρᾶγμα·"],["27","καθάπερ τῷ παρασκευάζοντι συμπόσιον, καὶ ζητοῦντι τὴν ἑτέρων λυσιτέλειαν οὐκ εὐχερές μὲν, ὅμως διὰ τὴν τῶν πολλῶν εὐχαριστίαν, ἡδέως τὴν κακοπάθειαν ὑποίσομεν,"],["28","τὸ μὲν διακριβοῦν περὶ ἑκάστων τῷ συγγραφεῖ παραχωρήσαντες, τὸ δὲ ἐπιπορεύεσθαι τοῖς ὑπογραμμοῖς τῆς ἐπιτομῆς διαπονοῦντες."],["29","Καθάπερ γὰρ τῆς καινῆς οἰκίας ἀρχιτέκτονι τῆς ὅλης καταβολῆς φροντιστέον, τῷ δὲ ἐγκαίειν καὶ ζωγραφεῖν ἐπιχειροῦντι, τὰ ἐπιτήδεια πρὸς διακόσμησιν ἐξεταστέον· οὕτω δοκῶ καὶ ἐπὶ ἡμῖν."],["30","Τὸ μὲν ἐμβατεύειν, καὶ περί πάντων ποιεῖσθαι λόγον καὶ πολυπραγμονεῖν ἐν τοῖς καταμέρος, τῷ τῆς ἱστορίας ἀρχηγέτῃ καθήκει·"],["31","Τὸ δὲ σύντομον τῆς λέξεως μεταδιώκειν, καὶ τὸ ἐξεργαστικὸν τῆς πραγματείας παραιτεῖσθαι, τῷ τὴν μετάφρασιν ποιουμένῳ συγχωρητέον."],["32","Ἐντεῦθεν οὖν ἀρξώμεθα τῆς διηγήσεως, τοῖς προειρημένοις τοσοῦτον ἐπιζεύξαντες· εὔηθες γὰρ τὸ μὲν πρὸ τῆς ἱστορίας πλεονάζειν, τὴν δὲ ἱστορίαν ἐπιτεμεῖν."]],[["1","Τῆς ἁγίας τοίνυν πόλεως κατοικουμένης μετὰ πάσης εἰρήνης, καὶ τῶν νόμων ἕτι κάλλιστα συντηρουμένων διὰ τὴν Ὀνίου τοῦ ἀρχιερέως εὐσέβειάν τε καὶ μισοπονηρίαν,"],["2","συνέβαινε καὶ αὐτοὺς τοὺς βασιλεῖς τιμᾷν τὸν τόπον, καὶ τὸ ἱερὸν ἀποστολαῖς ταῖς κρατίσταις δοξάζειν,"],["3","ὥστε καὶ Σέλευκον τὸν τῆς Ἀσίας βασιλέα χορηγεῖν ἐκ τῶν ἰδίων προσόδων πάντα τὰ πρὸς τὰς λειτουργίας τῶν θυσιῶν ἐπιβάλλοντα δαπανήματα."],["4","Σίμων δέ τις ἐκ τῆς Βενιαμὶν φυλῆς προστάτης τοῦ ἱεροῦ καθεσταμένος, διηνέχθη τῷ ἀρχιερεῖ περὶ τῆς κατὰ τὴν πόλιν παρανομίας·"],["5","καὶ νικῆσαι τὸν Ὀνίαν μὴ δυνάμενος, ἦλθε πρὸς Ἀπολλώνιον Θρασαίου, τὸν κατʼ ἐκεῖνον τὸν καιρὸν κοιλῆς Συρίας καὶ Φοινίκης στρατηγόν."],["6","Καὶ προσήγγειλε περὶ τοῦ χρημάτων ἀμυθήτων γέμειν τὸ ἐν Ἱεροσολύμοις γαζοφυλάκιον, ὥστε τὸ πλῆθος τῶν διαφόρων ἐναρίθμητον εἶναι, καὶ μὴ προσήκειν αὐτὰ πρὸς τὸν τῶν θυσιῶν λόγον, εἶναι δὲ δυνατὸν ὑπὸ τὴν τοῦ βασιλέως ἐξουσίαν πεσεῖν ἅπαντα ταῦτα."],["7","Συμμίξας δὲ ὁ Ἀπολλώνιος τῷ βασιλεῖ, περὶ τῶν μηνυθέντων αὐτῷ χρημάτων ἐνεφάνισεν· ὁ δὲ προχειρισάμενος Ἡλιόδωρον τὸν ἐπὶ τῶν πραγμάτων, ἀπέστειλε δοὺς ἐντολὰς, τὴν τῶν προειρημένων χρημάτων ἐκκομιδὴν ποιήσασθαι."],["8","Εὐθέως δὲ ὁ Ἡλιόδωρος ἐποιεῖτο τὴν παρείαν, τῇ μὲν ἐμφάσει ὡς τὰς κατὰ κοίλην Συρίαν καὶ Φοινίκην πόλεις ἐφοδεύσων, τῷ πράγματι δὲ τὴν τοῦ βασιλέως πρόθεσιν ἐπιτελέσων."],["9","Παραγενηθεὶς δὲ εἰς Ἱεροσόλυμα, καὶ φιλοφρόνως ὑπὸ τοῦ ἀρχιερέως τῆς πόλεως ἀποδεχθείς, ἀνέθετο περὶ τοῦ γεγονότος ἐμφανισμοῦ, καὶ τίνος ἕνεκεν πάρεστι διεσάφήσεν· ἐπυνθάνετο δὲ εἰ ταῖς ἀληθείαις ταῦτα οὕτως ἔχοντα τυγχάνει."],["10","Τοῦ δὲ ἀρχιερέως ὑποδείξαντος παραθήκας εἶναι χηρῶν τε καὶ ὀρφανῶν,"],["11","τινὰ δὲ καὶ Ὑρκανοῦ τοῦ Τωβίου σφόδρα ἀνδρὸς ἐν ὑπεροχῇ κειμένου, οὐχ ὥσπερ ἦν διαβάλλων ὁ δυσσεβὴς Σίμων, τὰ δὲ πάντα ἀργυρίου τετρακόσια τάλαντα, χρυσίου δὲ διακόσια·"],["12","ἀδικηθῆναι δὲ τοὺς πεπιστευκότας τῇ τοῦ τόπου ἁγιωσύνῃ, καὶ τῇ τοῦ τετιμημένου κατὰ τὸν σύμπαντα κόσμον ἱεροῦ σεμνότητι καὶ ἀσυλίᾳ, παντελῶς ἀμήχανον εἶναι."],["13","Ὁ δὲ Ἡλιόδωρος διʼ ἃς εἶχε βασιλικὰς ἐντολὰς, πάντως ἔλεγεν εἰς τὸ βασιλικὸν ἀναληπτέα ταῦτα εἶναι."],["14","Ταξάμενος δὲ ἡμέραν εἰσῄει τὴν περὶ τούτων ἐπίσκεψιν οἰκονομήσων· ἦν δὲ οὐ μικρὰ καθʼ ὅλην τὴν πόλιν ἀγωνία."],["15","Οἱ δὲ ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου ἐν ταῖς ἱερατικαῖς στολαῖς ῥίψαντες ἑαυτοὺς, ἐπεκαλοῦντο εἰς οὐρανὸν τὸν περὶ παραθήκης νομοθετήσαντα τοῖς παρακαταθεμένοις ταῦτα σῶα διαφυλάξαι."],["16","Ἦν δὲ ὁρῶντα τὴν τοῦ ἀρχιερέως ἰδέαν, τιτρώσκεσθαι τὴν διάνοιαν· ἡ γὰρ ὄψις καὶ τὸ τῆς χρόας παρηλλαγμένον ἐνέφαινε τὴν κατὰ ψυχὴν ἀγωνίαν."],["17","Περιεκέχυτο γὰρ περὶ τὸν ἄνδρα δέος τι καὶ φρικασμὸς σώματος, διʼ ὧν πρόδηλον ἐγένετο τοῖς θεωροῦσι τὸ κατὰ καρδίαν ἐνεστὸς ἄλγος."],["18","Οἱ δὲ ἐκ τῶν οἰκιῶν ἀγεληδὸν ἐξεπήδων ἐπὶ πάνδημον ἱκετείαν, διὰ τὸ μέλλειν εἰς καταφρόνησιν ἔρχεσθαι τὸν τόπον."],["19","Ὑπεζωσμέναι δὲ ὑπὸ τοὺς μαστοὺς αἱ γυναῖκες σάκκους κατὰ τὰς ὁδοὺς ἐπλήθυον· αἱ δὲ κατάκλειστοι τῶν παρθένων, αἱ μὲν συνέτρεχον ἐπὶ τοὺς πυλῶνας, αἱ δὲ ἐπὶ τὰ τείχη, τινὲς δὲ διὰ τῶν θυρίδων διεξέκυπτον."],["20","Πᾶσαι δὲ προτείνουσαι τὰς χεῖρας εἰς τὸν οὐρανον, ἐποιοῦντο τὴν λιτανείαν·"],["21","Ἐλεεῖν δʼ ἦν τὴν τοῦ πλήθους παμμιγῆ πρόπτωσιν, τήν τε τοῦ μεγάλως διαγωνιῶντος ἀρχιερέως προσδοκίαν."],["22","Οἱ μὲν οὖν ἐπεκαλοῦντο τὸν παντοκράτορα Θεὸν τὰ πεπιστευμένα τοῖς πεπιστευκόσι σῶα διαφυλάγγειν μετὰ πάσης ἀσφαλείας."],["23","Ὁ δὲ Ἡλιόδωρος τὸ διεγνωσμένον ἐπετέλει."],["24","Αὐτόθι δὲ αὐτοῦ σὺν τοῖς δορυφόροις κατὰ τὸ γαζοφυλάκιον ἤδη παρόντος, ὁ τῶν πατέρων Κύριος καὶ πάσης ἐξουσίας δυνάστης ἐπιφάνειαν μεγάλην ἐποίησεν, ὥστε πάντας τοὺς κατατολμήσαντας συνελθεῖν, καταπλαγέντας τὴν τοῦ Θεοῦ δύναμιν, εἰς ἔκλυσιν καὶ δειλίαν τραπῆναι."],["25","Ὤφθη γάρ τις ἵππος αὐτοῖς φοβερὸν ἔχων τὸν ἐπιβάτην, καὶ καλλίστῃ σαγῇ διακεκοσμημένος, φερόμενος δὲ ῥύδην ἐνέσεισε τῷ Ἡλιοδώρῳ τὰς ἐμπροσθίους ὁπλάς· ὁ δὲ ἐπικαθήμενος ἐφαίνετο χρυσῆν πανοπλίαν ἔχων."],["26","Ἕτεροι δὲ δύο προεφάνησαν αὐτῷ νεανίαι, τῇ ῥώμῃ μὲν ἐκπρεπεῖς, κάλλιστοι δὲ τῇ δόξῃ, διαπρεπεῖς δὲ τὴν περιβολήν· οἳ καὶ παρασταντες ἐξ ἑκατέρου μέρους, ἐμαστίγουν αὐτὸν ἀδιαλείπτως, πολλὰς ἐπιῤῥιπτοῦντες αὐτῷ πληγάς."],["27","Ἄφνω δὲ πεσόντα πρὸς τὴν γῆν, καὶ πολλῷ σκότει περιχυθέντα, συναρπάσαντες, καὶ εἰς φορεῖον ἐνθέντες,"],["28","τὸν ἄρτι μετὰ πολλῆς παραδρομῆς καὶ πάσης δορυφορίας εἰς τὸ προειρημένον εἰσελθόντα γαζοφυλάκιον, ἔφερον ἀβοήθητον ἑαυτῷ καθεστῶτα, φανερῶς τὴν τοῦ Θεοῦ δυναστείαν ἐπεγνωκότες."],["29","Καὶ ὁ μὲν διὰ τὴν θείαν ἐνέργειαν ἄφωνος καὶ πάσης ἐστερημένος ἐλπίδος καὶ σωτηρίας ἔῤῥιπτο."],["30","Οἱ δὲ τὸν κύριον εὐλόγουν τὸν παραδοξάζοντα τὸν ἑαυτοῦ τόπον· καὶ τὸ μικρῷ πρότερον δέους καὶ ταραχῆς γέμον ἱερὸν, τοῦ παντοκράτορος ἐπιφανέντος Κυρίου, χαρᾶς καὶ εὐφροσύνης ἐπεπλήρωτο."],["31","Ταχὺ δέ τινες τῶν τοῦ Ἡλιοδώρου συνήθων ἠξίουν τὸν Ὀνίαν ἐπικαλέσασθαι τὸν ὕψιστον, καὶ τὸ ζῇν χαρίσασθι τῷ παντελῶς ἐν ἐσχάτῃ πνοῇ κειμένῳ."],["32","Ὕποπτος δὲ γενόμενος ὁ ἀρχιερεῦς, μήποτε διάληψιν ὁ βασιλεὺς σχῇ, κακουργίαν τινὰ περὶ τὸν Ἡλιόδωρον ὑπὸ τῶν Ἰουδαίων συντετελέσθαι, προσήγαγε θυσίαν ὑπὲρ τῆς τοῦ ἀνδρὸς σωτηρίας."],["33","Ποιουμένου δὲ τοῦ ἀρχιερέως τὸν ἱλασμὸν, οἱ αὐτοὶ νεανίαι πάλιν ἐφάνησαν τῷ Ἡλιοδώρῳ ἐν ταῖς αὐταῖς ἐσθήσεσιν ἐστολισμένοι, καὶ στάντες εἶπον, πολλὰς τῷ Ὀνία τῷ ἀρχιερεῖ χάριτας ἔχε, διὰ γὰρ αὐτὸν σοι κεχάρισται τὸ ζῇν ὁ Κύριος."],["34","Σὺ δὲ ὑπʼ αὐτοῦ μεμαστιγωμένος διάγγελε πᾶσι τὸ μεγαλεῖον τοῦ Θεοῦ κράτος· ταῦτα δὲ εἰπόντες ἀφανεῖς ἐγένοντο."],["35","Ὁ δὲ Ἡλιόδωρος θυσίαν ἀνενέγκας τῷ Κυρίῳ, καὶ εὐχὰς μεγίστας εὐξάμενος τῷ τὸ ζῇν περιποιήσαντι, καὶ τὸν Ὀνίαν ἀποδεξάμενος, ἀνεστρατοπέδευσε πρὸς τὸν βασιλέα."],["36","Ἐξεμαρτύρει δὲ πᾶσιν ἅπερ ἦν ὑπʼ ὄψιν τεθεαμένος ἔργα τοῦ μεγίστου Θεοῦ."],["37","Τοῦ δὲ βασιλέως ἐπερωτήσαντος τὸν Ἡλιόδωρον, ποῖός τις εἴη ἐπιτήδειος ἔτι ἅπαξ διαπεμφθῆναι εἰς Ἱεροσόλυμα, ἔφησεν,"],["38","εἴ τινα ἔχεις πολέμιον ἢ πραγμάτων ἐπίβουλον, πέμψον αὐτὸν ἐκεῖ, καὶ μεμαστιγωμένον αὐτὸν προσδέξῃ, ἐάνπερ καὶ διασωθείη, διὰ τὸ περὶ τὸν τόπον ἀληθῶς εἶναί τινα Θεοῦ δύναμιν."],["39","Αὐτὸς γὰρ ὁ τὴν κατοικίαν ἐπουράνιον ἔχων, ἐπόπτης ἐστὶ καὶ βοηθὸς ἐκείνου τοῦ τόπου, καὶ τοὺς παραγινομένους ἐπὶ κακώσει, τύπτων ἀπόλλυσι."],["40","Καὶ τὰ μὲν κατὰ Ἡλιόδωρον, καὶ τὴν τοῦ γαζοφυλακίου τήρησιν οὕτως ἐχώρησεν."]],[["1","Ὁ δὲ προειρημένος Σίμων ὁ τῶν χρημάτων καὶ τῆς πατρίδος ἐνδείκτης γεγονὼς, ἐκακολόγει τὸν Ὀνίαν, ὡς αὐτός τε εἴη τὸν Ἡλιόδωρον ἐπισεσεικὼς, καὶ τῶν κακῶν δημιουργὸς καθεστηκώς."],["2","Καὶ τὸν εὐεργέτην τῆς πόλεως, καὶ τὸν κηδεμόνα τῶν ὁμοεθνῶν, καὶ ζηλωτὴν τῶν νόμων, ἐπίβουλον τῶν πραγμάτων ἐτόλμα λέγειν."],["3","Τῆς δὲ ἔχθρας ἐπὶ τοσοῦτον προβαινούσης, ὥστε καὶ διά τινος τῶν ὑπὸ τοῦ Σίμωνος δεδοκιμασμένων φόνους συντελεῖσθαι,"],["4","συνορῶν ὁ Ὀνίας τὸ χαλεπὸν τῆς φιλονεικίας, καὶ Ἀπολλώνιον μαίνεσθαι, ὡς τὸν κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν, συναύξοντα τὴν κακίαν τοῦ Σίμωνος,"],["5","ὡς τὸν βασιλέα διεκομίσθη, οὐ γινόμενος τῶν πολιτῶν κατήγορος, τὸ δὲ συμφέρον κοινῇ κατʼ ἰδίαν παντὶ τῷ πλήθει σκοπῶν."],["6","Ἑώρα γὰρ ἄνευ βασιλικῆς προνοίας ἀδύνατον εἶναι τυχεῖν εἰρήνης ἔτι τὰ πράγματα, καὶ τὸν Σίμωνα παῦλαν οὐ ληψόμενον τῆς ἀνοίας."],["7","Μεταλλάξαντος δὲ τὸν βίον Σελεύκου, καὶ παραλαβόντος τὴν βασιλείαν Ἀντιόχου τοῦ προσαγορευθέντος Ἐπιφανοῦς, ὑπενόθευσεν Ἰάσων ὁ ἀδελφὸς Ὀνίου τὴν ἀρχιερωσύνην,"],["8","ἐπαγγειλάμενος τῷ βασιλεῖ διʼ ἐντεύξεως ἀργυοίου τάλαντα ἑξήκοντα πρὸς τοῖς τριακοσίοις, καὶ προσόδου τινὸς ἄλλης τάλαντα ὀγδοήκοντα,"],["9","πρὸς δὲ τούτοις ὑπισχνεῖτο καὶ ἕτερα διαγράψαι πεντήκοντα πρὸς τοῖς ἑκατόν, ἐὰν συγχωρηθῇ διὰ τῆς ἐξουσίας αὐτοῦ, γυμνάσιον καὶ ἐφηβίαν αὐτῷ συστήσασθαι, καὶ τοὺς ἐν Ἰεροσολύμοις Ἀντιοχεῖς ἀναγράψαι."],["10","Ἐπινεύσαντος δὲ τοῦ βασιλέως, καὶ τῆς ἀρχῆς κρατήσας, εὐθέως ἐπὶ τὸν Ἑλληνικὸν χαρακτῆρα τοὺς ὁμοφύλους μετῆγε."],["11","Καὶ τὰ κείμενα τοῖς Ἰουδαίοις φιλάνθρωπα βασιλικὰ διὰ Ἰωάννου τοῦ πατρὸς Εὐπολέμου, τοῦ ποιησαμένου τὴν πρεσβείαν ὑπὲρ φιλίας καὶ συμμαχίας πρὸς τοὺς Ῥωμαίους, παρώσατο· καὶ τὰς μὲν νομίμους καταλύων πολιτείας, παρανόμους ἐθισμοὺς ἐκαίνιζεν."],["12","Ἀσμένως γὰρ ὑπʼ αὐτὴν τὴν ἀκρόπολιν γυμνάσιον καθίδρυσε, καὶ τοὺς κρατίστους τῶν ἐφήβων ὑποτάσσων, ὑπὸ πέτασον ἦγεν."],["13","Ἦν δʼ οὕτως ἀκμή τις Ἑλληνισμοῦ, καὶ πρόσβασις ἀλλοφυλισμοῦ διὰ τὴν τοῦ ἀσεβοῦς καὶ οὐκ ἀρχιερέως Ἰάσωνος ὑπερβάλλουσαν ἀναγνείαν,"],["14","ὥστε μηκέτι περὶ τὰς τοῦ θυσιαστηρίου λειτουργίας προθύμους εἶναι τοὺς ἱερεῖς, ἀλλὰ τοῦ μὲν ναοῦ καταφρονοῦντες, καὶ τῶν θυσιῶν ἀμελοῦντες ἔσπευδον μετέχειν τῆς ἐν παλαίστρᾳ παρανόμου χορηγίας, μετὰ τὴν τοῦ δίσκου πρόκλησιν."],["15","Καὶ τὰς μὲν πατρῴους τιμὰς ἐν οὐδενὶ τιθέμενοι, τὰς δὲ Ἑλληνικὰς δόξας καλλίστας ἡγούμενοι."],["16","Ὧν χάριν περιέσχεν αὐτοὺς χαλεπὴ περίστασις, καὶ ὧν ἐζήλουν τὰς ἀγωγὰς, καὶ καθάπαν ἤθελον ἐξομοιοῦσθαι, τούτους πολεμίους καὶ τιμωρητὰς ἔσχον."],["17","Ἀσεβεῖν γὰρ εἰς τοὺς θείους νόμους οὐ ῥᾴδιον, ἀλλὰ ταῦτα ὁ ἀκόλουθος καιρὸς δηλώσει."],["18","Ἀγομένου δὲ πενταετηρικοῦ ἀγῶνος ἐν Τύρῳ, καὶ τοῦ βασιλέως παρόντος,"],["19","ἀπέστειλεν Ἰάσων ὁ μιαρὸς θεωροὺς ἀπὸ Ἱεροσολύμων Ἀντιοχεῖς ὄντας, παρακομίζοντας ἀργυρίου δραχμὰς τριακοσίας εἰς τὴν τοῦ Ἡρακλέους θυσίαν· ἃς καὶ ἠξίωσαν οἱ παρακομίσαντες μὴ χρῆσθαι πρὸς θυσίαν διὰ τὸ μὴ καθήκειν, εἰς ἑτέραν δὲ καταθέσθαι δαπάνην."],["20","Ἔπεμψεν οὖν ταῦτα, διὰ μὲν τὸν ἀποστείλαντα εἰς τὴν τοῦ Ἡρακλέους θυσίαν, ἕνεκεν δὲ τῶν παρακομιζόντων, εἰς τὰς τῶν τριήρων κατασκευάς."],["21","Ἀποσταλέντος δὲ εἰς Αἴγυπτον Ἀπολλωνίου τοῦ Μενεσθέως διὰ τὰ πρωτοκλίσια Πτολεμαίου τοῦ Φιλομήτορος βασιλέως, μεταλαβὼν Ἀντίοχος ἀλλότριον αὐτὸν τῶυ αὐτῶν γεγονέναι πραγμάτων, τῆς κατʼ αὑτὸν ἀσφαλείας ἐφρόντιζεν· ὅθεν εἰς Ἰόππην παραγενόμενος, κατήντησεν εἰς Ἰεροσόλυμα."],["22","Μεγαλοπρεπῶς δὲ ὑπὸ τοῦ Ἰάσωνος καὶ τῆς πόλεως παραδεχθεὶς, μετὰ δᾳδουχίας καὶ βοῶν εἰσπεπόρευται εἶθʼ οὕτως εἰς τὴν Φοινίκην κατεστρατοπέδευσε."],["23","Μετὰ δὲ τριετῆ χρόνον ἀπέστειλεν Ἰάσων Μενέλαον τὸν τοῦ προσημαινομένου Σίμωνος ἀδελφόν, παρακομίζοντα τὰ χρήματα τῷ βασιλεῖ, καὶ περὶ πραγμάτων ἀναγκαίων ὑπομνηματισμοὺς τελέσοντα."],["24","Ὁ δὲ συσταθεὶς τῷ βασιλεῖ, καὶ δοξάσας αὐτὸν τῷ προσώπῳ τῆς ἐξουσίας, εἰς ἑαυτὸν κατήντησε τὴν ἀρχιερωσύνην, ὑπερβαλὼν τὸν Ἰάσωνα τάλαντα ἀργυρίου τριακόσια."],["25","Λαβὼν δὲ τὰς βασιλικὰς ἐντολὰς παρεγένετο, τῆς μὲν ἀρχιερωσύνης οὐδὲν ἄξιον φέρων, θυμοὺς δὲ ὠμοῦ τυράννου, καὶ θηρὸς βαρβάρου ὀργὰς ἔχων."],["26","Καὶ ὁ μὲν Ἰάσων ὁ τὸν ἴδιον ἀδελφὸν ὑπονοθεύσας, ὑπονοθευθεὶς ὑφʼ ἑτέρου φυγὰς εἰς τὴν Ἀμμανῖτιν χώραν συνήλαστο."],["27","Ὁ δὲ Μενέλαος τῆς μὲν ἀρχῆς ἐκράτει, τῶν δὲ ἐπηγγελμένων τῷ βασιλεῖ χρημάτων οὐδὲν εὐτάκτει,"],["28","ποιουμένου δὲ τὴν ἀπαίτησιν Σωστράτου τοῦ τῆς ἀκροπόλεως ἐπάρχου· πρὸς τοῦτον γὰρ ἦν ἡ τῶν φόρων πρᾶξις· διʼ ἣν αἰτίαν οἱ δύο ὑπὸ τοῦ βασιλέως προσεκλήθησαν."],["29","Καὶ ὁ μὲν Μενέλαος ἀπέλιπε τῆς ἀρχιερωσύνης διάδοχον Λυσίμαχον τὸν ἑαυτοῦ ἀδελφόν, Σώστρατος δὲ, Κράτητα τὸν ἐπὶ τῶν Κυπρίων."],["30","Τοιούτων δὲ συνεστηκότων, συνέβη Ταρσεῖς, καὶ Μαλλώτας στασιάζειν, διὰ τὸ Ἀντιοχίδι τῇ παλλακῇ τοῦ βασιλέως ἐν δωρεᾷ δεδόσθαι."],["31","Θᾶττον οὖν ὁ βασιλεὺς ἧκε καταστεῖλαι τὰ πράγματα, καταλιπὼν τὸν διαδεχόμενον Ἀνδρόνικον, τῶν ἐν ἀξιώματι κειμένων."],["32","Νομίσας δὲ ὁ Μενέλαος εἰληφέναι καιρὸν εὐφυῆ, χρυσώματά τινα τῶν τοῦ ἱεροῦ νοσφισάμενος ἐχαρίσατο τῷ Ἀνδρονίκῳ, καὶ ἕτερα ἐτύγχανε πεπρακὼς εἴς τε Τύρον καὶ τὰς κύκλῳ πόλεις."],["33","Ἃ καὶ σαφῶς ἐπεγνωκὼς ὁ Ὀνίας, παρήλεγχεν ἀποκεχωρηκὼς εἰς ἄσυλον τόπον, ἐπὶ Δάφνης τῆς πρὸς Ἀντιόχειαν κειμένης."],["34","Ὅθεν ὁ Μενέλαος λαβὼν ἰδίᾳ τὸν Ἀνδρόνικον, παρεκάλει χειρώσασθαι τὸν Ὀνίαν· ὁ δὲ παραγενόμενος ἐπὶ τὸν Ὀνίαν, καὶ πεισθεὶς ἐπὶ δόλῳ, καὶ δεξιὰς μεθʼ ὅρκων δοὺς, καίπερ ἐν ὑποψίᾳ κείμενος ἔπεισεν ἐκ τοῦ ἀσύλου προελθεῖν, ὃν καὶ παραχρῆμα παρέκλεισεν, οὐκ αἰδεσθεὶς τὸ δίκαιον."],["35","Διʼ ἣν αἰτίαν οὐ μόνον Ἰουδαῖοι, πολλοὶ δὲ καὶ τῶν ἄλλων ἐθνῶν ἐδείναζον, καὶ ἐδυσφόρουν ἐπὶ τῷ τοῦ ἀνδρὸς ἀδίκῳ φόνῳ."],["36","Τοῦ δὲ βασιλέως ἐπανελθόντος ἀπὸ τῶν κατὰ Κιλικίαν τόπων, ἐνετύγχανον οἱ κατὰ πόλιν Ἰουδαῖοι συμισοπονηρούντων καὶ τῶν Ἑλλήνων, ὑπὲρ τοῦ παρὰ λόγον τὸν Ὀνίαν ἀπεκτάνθαι."],["37","Ψυχικῶς οὖν ὁ Ἀντίοχος ἐπιλυπηθεὶς, καὶ τραπεὶς εἰς ἔλεον, καὶ δακρύσας διὰ τὴν τοῦ μετηλλαχότος σωφροσύνην, καὶ πολλὴν εὐταξίαν,"],["38","καὶ πυρωθεὶς τοῖς θυμοῖς, παραχρῆμα τὴν τοῦ Ἀνδρονίκου πορφύραν περιελόμενος, καὶ τοὺς χιτῶνας περιῤῥήξας, περιαγαγὼν καθʼ ὅλην τὴν πόλιν, ἐπʼ αὐτὸν τὸν τόπον οὗπερ εἰς τὸν Ὀνίαν ἠσέβησεν, ἐκεῖ τὸν μιαιφόνον ἀπεκόσμησε, τοῦ Κυρίου τὴν ἀξίαν αὐτῷ κόλασιν ἀποδόντος."],["39","Γενομένων δὲ πολλῶν ἱεροσυλημάτων κατὰ τὴν πόλιν ὑπὸ τοῦ Λυσιμάχου μετὰ τῆς Μενελάου γνώμης, καὶ διαδοθείσης ἔξω τῆς φήμης, ἐπισυνήχθη τὸ πλῆθος ἐπὶ τὸν Λυσίμαχον, χρυσωμάτων ἤδη πολλῶν διενηνεγμένων."],["40","Ἐπεγειρομένων δὲ τῶν ὄχλων, καὶ ταῖς ὀργαῖς διεμπιπλαμένων, καθοπλίσας ὁ Λυσίμαχος πρὸς τρισχιλίους, κατήρξατο χειρῶν ἀδίκων, προηγησαμένου τινὸς Τυράννου προβεβηκότος τὴν ἡλικίαν, οὐδὲν δὲ ἧττον καὶ τὴν ἄνοιαν."],["41","Συνιδότες δὲ καὶ τὴν ἐπίθεσιν τοῦ Λυσιμάχου, συναρπάσαντες οἱ μὲν πέτρους, οἱ δὲ ξύλων πάχη, τινὲς δὲ ἐκ τῆς παρακειμένης σποδοῦ δρασσόμενοι, φύρδην ἐνετίνασσον εἰς τοὺς περὶ τὸν Λυσίμαχον."],["42","Διʼ ἣν αἰτίαν πολλοὺς μὲν αὐτῶν τραυματίας ἐποίησαν, τινὰς δὲ καὶ κατέβαλον, πάντας δὲ εἰς φυγὴν συνήλασαν, αὐτὸν δὲ τὸν ἱερόσυλον παρὰ τὸ γαζοφυλάκιον ἐχειρώσαντο."],["43","Περὶ δὲ τούτων ἐνέστη κρίσις πρὸς τὸν Μενέλαον."],["44","Καταντήσαντος δὲ τοῦ βασιλέως εἰς Τύρον, ἐπʼ αὐτοῦ τὴν δικαιολογίαν ἐποιήσαντο οἱ πεμφθέντες ἄνδρες τρεῖς ὑπὸ τῆς γερουσίας."],["45","Ἤδη δὲ λελειμμένος ὁ Μενέλαος ἐπηγγείλατο χρήματα ἱκανὰ τῷ Πτολεμαίῳ τῷ Δορυμένους πρὸς τὸ πεῖσαι τὸν βασιλέα."],["46","Ὅθεν ἀπολαβὼν ὁ Πτολεμαῖος εἴς τι περίστυλον ὡς ἀναψύξοντα τὸν βασιλέα, μετέθηκε."],["47","Καὶ τὸν μὲν τῆς ὅλης κακίας αἴτιον Μενέλαον ἀπέλυσε τῶν κατηγορημάτων, τοῖς δὲ ταλαιπώροις, οἵτινες εἰ καὶ ἐπὶ Σκυθῶν ἔλεγον, ἀπελύθησαν ἄν ἀκατάγνωστοι, τούτοις θάνατον ἐπέκρινε."],["48","Ταχέως οὖν τὴν ἄδικον ζημίαν ὑπέσχον οἱ ὑπὲρ πόλεως καὶ δήμων καὶ τῶν ἱερῶν σκευῶν προαγορεύσαντες."],["49","Διʼ ἣν αἰτίαν καὶ Τύριοι μισοπονηρήσαντες τὰ πρὸς τὴν κηδείαν αὐτῶν μεγαλοπρεπῶς ἐχορήγησαν."],["50","Ὁ δὲ Μενέλαος διὰ τὰς τῶν κρατούντων πλεονεξίας, ἔμενεν ἐπὶ τῆς ἀρχῆς, ἐπιφυόμενος τῇ κακίᾳ, μέγας τῶν πολιτῶν ἐπίβουλος καθεστώς."]],[["1","Περὶ δὲ τὸν καιρὸν τοῦτον τὴν δευτέραν ἔφοδον ὁ Ἀντίοχος εἰς Αἴγυπτον ἐστείλατο."],["2","Συνέβη δὲ καθʼ ὅλην τὴν πόλιν σχεδὸν ἐφʼ ἡμέρας τεσσαράκοντα φαίνεσθαι διὰ τοῦ ἀέρος τρέχοντας ἱππεῖς διαχρύσους στολὰς ἔχοντας, καὶ λόγχας σπειρηδὸν ἐξωπλισμένους,"],["3","καὶ ἴλας ἵππων διατεταγμένας, καὶ προσβολὰς γινομένας, καὶ καταδρομὰς ἑκατέρων, καὶ ἀσπίδων κινήσεις, καὶ καμάκων πλήθη, καὶ μαχαιρῶν σπασμούς, καὶ βελῶν βολὰς, καὶ χρυσῶν κόσμων ἐκλάμψεις, καὶ παντοίους θωρακισμούς."],["4","Διὸ πάντες ἠξίουν ἐπʼ ἀγαθῷ τὴν ἐπιφάνειαν γενέσθαι."],["5","Γενομένης δὲ λαλιᾶς ψευδοῦς, ὡς μετηλλαχότος τὸν βίον Ἀντιόχου, παραλαβὼν ὁ Ἰάσων οὐκ ἐλάττους τῶν χιλίων, αἰφνιδίως ἐπὶ τὴν πόλιν συνετελέσατο ἐπίθεσιν· τῶν δὲ ἐπὶ τῷ τείχει συνελασθέντων, καὶ τέλος ἤδη καταλαμβανομένης τῆς πόλεως, ὁ Μενέλαος εἰς τὴν ἀκρόπολιν ἐφυγάδευσεν."],["6","Ὁ δὲ Ἰάσων ἐποιεῖτο σφαγὰς τῶν πολιτῶν τῶν ἰδίων ἀφειδῶς, οὐ συννοῶν τὴν εἰς τοὺς συγγενεῖς εὐημερίαν, δυσημερίαν εἶναι τὴν μεγίστην· δοκῶν δὲ πολεμίων καὶ οὐχ ὁμοεθνῶν τρόπαια καταβάλλεσθαι,"],["7","τῆς μὲν ἀρχῆς οὐκ ἐκράτησε, τὸ δὲ τέλος τῆς ἐπιβουλῆς αἰσχύνην λαβών, φυγὰς πάλιν εἰς τὴν Ἀμμανίτιν ἀπῆλθε."],["8","Πέρας οὖν κακῆς ἀναστροφῆς ἔτυχεν ἐγκλεισθεὶς πρὸς Ἀρέταν τὸν τῶν Ἀράβων τύραννον, πόλιν ἐκ πόλεως φεύγων, διωκόμενος ὑπὸ πάντων, καὶ στυγούμενος ὡς τῶν νόμων ἀποστάτης, καὶ βδελυσσόμενος ὡς πατρίδος καὶ πολιτῶν δήμιος, εἰς Αἴγυπτον συνεβράσθη."],["9","Καὶ ὁ συχνοὺς τῆς πατρίδος ἀποξενώσας, ἐπὶ ξένης ἀπώλετο πρὸς Λακεδαιμονίους ἀναχθείς, ὡς διὰ τὴν συγγένειαν τευξόμενος σκέπης."],["10","Καὶ ὁ πλῆθος ἀτάφων ἐκρίψας ἀπένθητος ἐγενήθη, καὶ κηδείας οὐδʼ ἡστινοσοῦν οὔτε πατρῴου τάφου μετέσχε."],["11","Προσπεσόντων δὲ τῷ βασιλεῖ περὶ τῶν γεγονότων, διέλαβεν ἀποστατεῖν τὴν Ἰουδαίαν· ὅθεν ἀναζεύξας ἐξ Αἰγύπτου τεθηριωμένος τῇ ψυχῇ, ἔλαβε τὴν μὲν πόλιν δορυάλωτον."],["12","Καὶ ἐκέλευσε τοῖς στρατιώταις κόπτειν ἀφειδῶς τοὺς ἐμπίπτοντας, καὶ τοὺς εἰς τὰς οἰκίας ἀναβαίνοντας κατασφάζειν."],["13","Ἐγίνοντο δὲ νέων καὶ πρεσβυτέρων ἀναιρέσιες, ἀνδρῶν τε καὶ γυναικῶν καὶ τέκνων ἀφανισμὸς, παρθένων τε καὶ νηπίων σφαγαί."],["14","Ὀκτὼ δὲ μυριάδες ἐν ταῖς πάσαις ἡμέραις τρισὶ κατεφθάρησαν, τέσσαρες μὲν ἐν χειρῶν νομαῖς, οὐκ ἧττον δὲ τῶν ἐσφαγμένων ἐπράθησαν."],["15","Καὶ οὐκ ἀρκεσθεὶς δὲ τούτοις, κατετόλμησεν εἰς τὸ πάσης τῆς γῆς ἁγιώτατον ἱερὸν εἰσελθεῖν, ὁδηγὸν ἔχων τὸν Μενέλαον, τὸν καὶ τῶν νόμων καὶ τῆς πατρίδος προδότην γεγονότα."],["16","Καὶ ταῖς μιαραῖς χερσὶ τὰ ἱερὰ σκεύη λαμβάνων, καὶ τὰ ὑπʼ ἄλλων βασιλέων ἀνατεθέντα πρὸς αὔξησιν καὶ δόξαν τοῦ τόπου καὶ τιμήν, ταῖς βεβήλοις χερσὶ συσσύρων ἐπεδίδου."],["17","Καὶ ἐμετεωρίζετο τὴν διάνοιαν ὁ Ἀντίοχος, οὐ συνορῶν ὅτι διὰ τὰς ἁμαρτίας τῶν τὴν πόλιν οἰκούντων ἀπώργισται βραχέως ὁ Δεσπότης, διὸ γέγονε περὶ τὸν τόπον παρόρασις."],["18","Εἰ δὲ μὴ συνέβαινε προενέχεσθαι πολλοῖς ἁμαρτήμασι, καθάπερ ὁ Ἡλιόδωρος ὁ πεμφθεὶς ὑπὸ Σελεύκου τοῦ βασιλέως ἐπὶ τὴν ἐπίσκεψιν τοῦ γαζοφυλακίου, οὗτος προαχθεὶς παραχρῆμα μαστιγωθεὶς ἀνετράπη τοῦ θράσους."],["19","Ἀλλʼ οὐ διὰ τὸν τόπον τὸ ἔθνος, ἀλλὰ διὰ τὸ ἔθνος τὸν τόπον ὁ Κύριος ἐξελέξατο."],["20","Διόπερ καὶ αὐτὸς ὁ τόπος συμμετασχὼν τῶν τοῦ ἔθνους δυσπετημάτων γενομένων, ὕστερον εὐεργετημάτων ὑπὸ τοῦ Κυρίου ἐκοινώνησε· καὶ ὁ καταλειφθεὶς ἐν τῇ τοῦ παντοκράτορος ὀργῇ, πάλιν ἐν τῇ τοῦ μεγάλου Δεσπότου καταλλαγῇ μετὰ πάσης δόξης ἐπανωρθώθη."],["21","Ὁ γοῦν Ἀντίοχος ὀκτακόσια πρὸς τοῖς χιλίοις ἀπενεγκάμενος ἐκ τοῦ ἱεροῦ τάλαντα, θᾶττον εἰς Ἀντιόχειαν ἐχωρίσθη, οἰόμενος ἀπὸ τῆς ὑπερηφανίας τὴν μὲν γῆν πλωτὴν, καὶ τὸ πέλαγος πορευτὸν θέσθαι διὰ τὸν μετεωρισμὸν τῆς καρδίας."],["22","Κατέλιπε δὲ καὶ ἐπιστάτας τοῦ κακοῦν τὸ γένος, ἐν μὲν Ἱεροσολύμοις Φίλιππον, τὸ μὲν γένος Φρύγα, τὸν δὲ τρόπον βαρβαρώτερον ἔχοντα τοῦ καταστήσαντος·"],["23","ἐν δὲ Γαριζὶν Ἀνδρόνικον, πρὸς δὲ τούτοις Μενέλαον, ὃς χείριστα τῶν ἄλλων ὑπερῄρετο τοῖς πολίταις, ἀπεχθῆ δὲ πρὸς τοὺς πολίτας Ἰουδαίους ἔχων διάθεσιν."],["24","Ἔπεμψε δὲ τὸν μυσάρχην Ἀπολλώνιον μετὰ στρατεύματος δισμυρίων πρὸς τοῖς δισχιλίοις, προστάξας τοὺς ἐν ἡλικίᾳ πάντας κατασφάξαι, τὰς δὲ γυναῖκας καὶ νεωτέρους πωλεῖν."],["25","Οὗτος δὲ παραγενόμενος εἰς Ἱεροσόλυμα, καὶ τὸν εἰρηνικὸν ὑποκριθείς, ἐπέσχεν ἕως τῆς ἁγίας ἡμέρας τοῦ σαββάτου· καὶ λαβὼν ἀργοῦντας τοὺς Ἰουδαίους, τοῖς ὑφʼ ἑαυτὸν ἐξοπλησίαν παρήγγειλε."],["26","Καὶ τοὺς ἐξελθόντας πάντας ἐπὶ τὴν θεωρίαν συνεξεκέντησε, καὶ εἰς τὴν πόλιν σὺν τοῖς ὅπλοις εἰσδραμὼν ἱκανὰ κατέστρωσε πλήθη."],["27","Ἰούδας δὲ ὁ Μακκαβαῖος δέκατός που γενηθεὶς, καὶ ἀναχωρήσας εἰς τὴν ἔρημον, θηρίων τρόπον ἐν τοῖς ὄρεσι διέζη σὺν τοῖς μετʼ αὐτοῦ, καὶ τὴν χορτώδη τροφὴν σιτούμενοι διατέλουν, πρὸς τὸ μὴ μετασχεῖν τοῦ μολυσμοῦ"]],[["1","Μετʼ οὐ πολὺν δὲ χρόνον ἐξαπέστειλεν ὁ βασιλεὺς γέροντα Ἀθηναῖον, ἀναγκάζειν τοὺς Ἰουδαίους μεταβαίνειν ἐκ τῶν πατρῴων νόμων, καὶ τοῖς τοῦ Θεοῦ νόμοις μὴ πολιτεύεσθαι,"],["2","μολῦναι δὲ καὶ τὸν ἐν Ἱεροσολύμοις νεὼν, καὶ προσονομάσαι Διὸς Ὀλυμπίου, καὶ τὸν ἐν Γαριζὶν, καθὼς ἐτύγχανον οἱ τὸν τόπον οἰκοῦντες, Διὸς Ξενίου."],["3","Χαλεπὴ δὲ καὶ τοῖς ὄχλοις ἦν καὶ δυσχερὴς ἡ ἐπίστασις τῆς κακίας."],["4","Τὸ μὲν γὰρ ἱερὸν ἀσωτίας καὶ κώμων ἐπεπλήρωτο ὑπὸ τῶν ἐθνῶν ῥαθυμούντων μεθʼ ἑταιρῶν, καὶ ἐν τοῖς ἱεροῖς περιβόλοις γυναιξὶ πλησιαζόντων, ἔτι δὲ τὰ μὴ καθήκοντα ἔνδον φερόντων."],["5","Τὸ δὲ θυσιαστήριον τοῖς ἀποδιεσταλμένοις ἀπὸ τῶν νόμων ἀθεμίτοις ἐπεπλήρωτο."],["6","Ἦν δʼ οὔτε σαββατίζειν, οὔτε πατρῴους ἑορτὰς διαφυλάττειν, οὔτε ἁπλῶς Ἰουδαῖον ὁμολογεῖν εἶναι."],["7","Ἤγοντο δὲ μετὰ πικρᾶς ἀνάγκης εἰς τὴν κατὰ μῆνα τοῦ βασιλέως γενέθλιον ἡμέραν ἐπὶ σπλαγχνισμόν· γενομένης δὲ Διονυσίων ἑορτῆς, ἠναγκάζοντο οἱ Ἰουδαῖοι κισσοὺς ἔχοντες πομπεύειν τῷ Διονύσῳ."],["8","Ψήφισμα δὲ ἐξέπεσεν εἰς τὰς ἀστυγείτονας πόλεις Ἑλληνίδας, Πτολεμαίων ὑποτιθεμένων τὴν αὐτὴν ἀγωγὴν κατὰ τῶν Ἰουδαίων, ἄγειν καὶ σπλαγχνίζειν·"],["9","τοὺς δὲ μὴ προαιρουμένους μεταβαίνειν ἐπὶ τὰ Ἑλληνικὰ, κατασφάζειν· παρῆν οὖν ὁρᾷν τὴν ἐνεστῶσαν ταλαιπωρίαν."],["10","Δύο γὰρ γυναῖκες ἀνηνέγθησαν περιτετμηκυῖαι τὰ τέκνα αὐτῶν· τούτων δὲ ἐκ τῶν μαστῶν κρεμάσαντες τὰ βρέφη, καὶ δημοσίᾳ περιαγαγόντες αὐτὰς τὴν πόλιν, κατὰ τοῦ τείχους ἐκρήμνισαν."],["11","Ἕτεροι δὲ πλησίον συνδραμόντες εἰς τὰ σπήλαια, λεληθότως ἄγειν τὴν ἑβδομάδα, μηνυθέντες τῷ Φιλίππῳ συνεφλογίσθησαν, διὰ τὸ εὐλαβῶς ἔχειν βοηθῆσαι ἑαυτοῖς κατὰ τὴν δόξαν τῆς σεμνοτάτης ἡμέρας."],["12","Παρακαλῶ οὖν τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ, μὴ συστέλλεσθαι διὰ τὰς συμφορὰς, λογίζεσθαι δὲ τὰς τιμωρίας μὴ πρὸς ὄλεθρον, ἀλλὰ πρὸς παιδείαν τοῦ γένους ἡμῶν εὖναι."],["13","Καὶ τὸ μὴ πολὺν χρόνον ἐᾶσθαι τοὺς δυσσεβοῦντας, ἀλλʼ εὐθέως περιπίπτειν ἐπιτιμίοις, μεγάλης εὐεργεσίας σημεῖόν ἐστιν."],["14","Οὐ γὰρ, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων ἐθνῶν ἀναμένει μακροθυμῶν ὁ Δεσπότης, μέχρι τοῦ καταντήσαντας αὐτοὺς πρὸς ἐκπλήρωσιν ἁμαρτιῶν, κολάσαι, οὕτω καὶ ἐφʼ ἡμῶν ἔκρινεν"],["15","εἶναι, ἵνα μὴ πρὸς τέλος ἀφικομένων ἡμῶν τῶν ἁμαρτιῶν, ὕστερον ἡμᾶς ἐκδικᾷ."],["16","Διόπερ οὐδέ ποτε μὲν τὸν ἔλεον αὐτοῦ ἀφʼ ἡμῶν ἀφίστησι· παιδεύων δὲ μετὰ συμφορᾶς, οὐκ ἐγκαταλείπει τὸν ἑαυτοῦ λαόν."],["17","Πλὴν ἕως ὑπομνήσεως ταῦθʼ ἡμῖν εἰρήσθω· διʼ ὀλίγων δʼ ἐλευστέον ἐπὶ τὴν διήγησιν."],["18","Ἐλεάζαρός τις τῶν πρωτευόντων γραμματέων, ἀνὴρ ἤδη προβεβηκὼς τὴν ἡλικίαν, καὶ τὴν πρόσοψιν τοῦ προσώπου κάλλιστος τυγχάνων, ἀναχανὼν ἠναγκάζετο φαγεῖν ὕειον κρέας."],["19","Ὁ δὲ τὸν μετʼ εὐκλείας θάνατον μᾶλλον ἢ τὸν μετὰ μύσους βίον ἀναδεξάμενος, αὐθαιρέτως ἐπὶ τὸ τύμπανον προσῆγε·"],["20","προπτύσας δέ, καθʼ ὃν ἔδει τρόπον προσέρχεσθαι τοὺς ὑπομένοντας ἀμύνεσθαι, ὧν οὐ θέμις γεύσασθαι διὰ τὴν πρὸς τὸ ζῇν φιλοστοργίαν."],["21","Οἱ δὲ πρὸς τῷ παρανόμῳ σπλαγχνισμῷ τεταγμένοι, διὰ τὴν ἐκ τῶν παλαιῶν χρόνων πρὸς τὸν ἄνδρα γνῶσιν, ἀπολαβόντες αὐτὸν κατιδίαν παρεκάλουν, ἐνέγκαντα κρέα οἷς καθῆκον αὐτῷ χρήσασθαι διʼ αὐτοῦ παρασκευασθέντα, ὑποκριθῆναι δὲ ὡς ἐσθίοντα τὰ ὑπὸ τοῦ βασιλέως προστεταγμένα τῶν ἀπὸ τῆς θυσίας κρεῶν,"],["22","ἵνα τοῦτο πράξας ἀπολυθῇ τοῦ θανάτου, καὶ διὰ τὴν ἀρχαίαν πρὸς αὐτοὺς φιλίαν τύχῃ φιλανθρωπίας."],["23","Ὁ δὲ λογισμὸν ἀστεῖον ἀναλαβὼν καὶ ἄξιον τῆς ἡλικίας, καὶ τῆς τοῦ γήρως ὑπεροχῆς, καὶ τῆς ἐπικτήτου καὶ ἐπιφανοῦς πολιᾶς, καὶ τῆς ἐκ παιδὸς καλλίστης ἀνατροφῆς, μᾶλλον δὲ τῆς ἁγίας καὶ θεοκτίστου νομοθεσίας, ἀκολούθως ἀπεφῄνατο, ταχέως λέγων προπέμπειν εἰς τὸν ᾅδην."],["24","Οὐ γὰρ τῆς ἡμετέρας ἡλικίας ἄξιόν ἐστιν ὑποκριθῆναι, ἵνα πολλοὶ τῶν νέων ὑπολαβόντες Ἐλεάζαρον τὸν ἐννενηκονταετῆ μεταβεβηκέναι εἰς ἀλλοφυλισμόν,"],["25","καὶ αὐτοὶ διὰ τὴν ἐμὴν ὑπόκρισιν, καὶ διὰ τὸ μικρὸν καὶ ἀκαριαῖον ζῇν πλανηθῶσι διʼ ἐμέ, καὶ μῦσος καὶ κηλίδα τοῦ γήρως κατακτήσομαι."],["26","Εἰ γὰρ καὶ ἐπὶ τοῦ παρόντος ἐξελοῦμαι τὴν ἐξ ἀνθρώπων τιμωρίαν, ἀλλὰ τὰς τοῦ παντοκράτορος χεῖρας οὔτε ζῶν οὔτε ἀποθανὼν ἐκφεύξομαι."],["27","Διόπερ ἀνδρείως μὲν νῦν διαλλάξας τὸν βίον, τοῦ μὲν γήρως ἄξιος φανήσομαι,"],["28","τοῖς δὲ νέοις ὑπόδειγμα γενναῖον καταλελοιπὼς, εἰς τὸ προθύμως καὶ γενναίως ὑπὲρ τῶν σεμνῶν καὶ ἁγίων νόμων ἀπευθανατίζειν· τοσαῦτα δὲ εἰπὼν. ἐπὶ τὸ τύμπανον εὐθέως ἦλθε."],["29","Τῶν δὲ ἀγόντων τὴν μικρῷ πρότερον εὐμένειαν πρὸς αὐτὸν εἰς δυσμένειαν μεταβαλόντων διὰ τὸ τοὺς προειρημένους λόγους, ὡς αὐτοὶ διελάμβανον, ἀπόνοιαν εἶναι·"],["30","Μέλλων δὲ ταῖς πληγαῖς τελευτᾷν, ἀναστενάξας εἶπε, τῷ Κυρίῳ τῷ τὴν ἁγίαν γνῶσιν ἔχοντι φανερόν ἐστιν, ὅτι δυνάμενος ἀπολυθῆναι τοῦ θανάτου, σκληρὰς ὑποφέρω κατὰ τὸ σῶμα ἀλγηδόνας μαστιγούμενος, κατὰ ψυχὴν δὲ ἡδέως διὰ τὸν αὐτοῦ φόβον ταῦτα πάσχω."],["31","Καὶ οὗτος οὖν τοῦτον τὸν τρόπον μετήλλαξεν, οὐ μόνον τοῖς νέοις, ἀλλὰ καὶ τοῖς πλείστοις τοῦ ἔθνους τὸν ἑαυτοῦ θάνατον ὑπόδειγμα γενναιότητος καὶ μνημόσυνον ἀρετῆς καταλιπών."]],[["1","Συνέβη δὲ καὶ ἑπτὰ ἀδελφοὺς μετὰ τῆς μητρὸν συλληφθέντας ἀναγκάζεσθαι ὑπὸ τοῦ βασιλέως ἀπὸ τῶν ἀθεμίτων ὑείων κρεῶν ἐφάπτεσθαι, μάστιξι καὶ νευραῖς αἰκιζομένους."],["2","Εἷς δὲ αὐτῶν γενόμενος προήγορος, οὕτως ἔφη, τί μέλλεις ἐρωτᾷν, καὶ μανθάνειν παρʼ ἡμῶν; ἕτοιμοι γὰρ ἀποθνήσκειν ἐσμὲν ἢ παραβαίνειν τοὺς πατρίους νόμους."],["3","Ἔκθυμος δὲ γενόμενος ὁ βασιλεὺς, προσέταξε τήγανα, καὶ λέβητας ἐκπυροῦν."],["4","Τῶν δὲ ἐκπυρωθέντων, παραχρῆμα τὸν γενόμενον αὐτῶν προήγορον προσέταξε γλωσσοτομεῖν, καὶ περισκυθίσαντας ἀκρωτηριάζειν, τῶν λοιπῶν ἀδελφῶν, καὶ τῆς μετρὸς, συνορώντων."],["5","Ἄχρηστον δὲ αὐτὸν τοῖς ὅλοις γενόμενον, ἐκέλευσε τῇ πυρᾷ προσάγειν ἔμπνουν, καὶ τηγανίζειν· τῆς δὲ ἀτμίδος ἐφʼ ἱκανὸν διαδιδούσης τοῦ τηγάνου, ἀλλήλους παρεκάλουν σὺν τῇ μητρὶ γενναίως τελευτᾷν, λέγοντες οὕτως."],["6","Ὁ Κύριος ὁ Θεὸς ἐφορᾷ, καὶ ταῖς ἀληθείαις ἐφʼ ἡμῖν παρακαλεῖται, καθάπερ διὰ τῆς κατὰ πρόσωπον ἀντιμαρτυρούσης ᾠδῆς διεσάφησε Μωυσῆς, λέγων, καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται."],["7","Μεταλλάξαντος δὲ τοῦ πρώτου τὸν τρόπον τοῦτον, τὸν δεύτερον ἦγον ἐπὶ τὸν ἐμπαιγμόν· καὶ τὸ τῆς κεφαλῆς δέρμα σὺν ταῖς θριξὶ περισύραντες, ἐπηρώτων, εἰ φάγεσαι πρὸ τοῦ τιμωρηθῆναι τὸ σῶμα κατὰ μέλος;"],["8","Ὁ δὲ ἀποκριθεὶς τῇ πατρίῳ φωνῇ εἶπεν, οὐχί· διόπερ καὶ"],["9","οὗτος τὴν ἑξῆς ἔλαβε βάσανον, ὡς ὁ πρῶτος. Ἐν ἐσχάτῇ δὲ πνοῇ γενόμενος, εἶπε, σὺ μὲν ἀλάστωρ ἐκ τοῦ παρόντος ἡμᾶς ζῇν ἀπολύεις, ὁ δὲ τοῦ κόσμου βασιλεὺς ἀποθανόντας ἡμᾶς ὑπὲρ τῶν αὐτοῦ νόμων εἰς αἰώνιον ἀναβίωσιν ζωῆς ἡμᾶς ἀναστήσει."],["10","Μετὰ δὲ τοῦτον ὁ τρίτος ἐνεπαίζετο, καὶ τὴν γλῶσσαν αἰτηθεὶς ταχέως προέβαλε, καὶ τὰς χεῖρας εὐθαρσῶς προέτεινε,"],["11","καὶ γενναίως εἶπεν, ἐξ οὐρανοῦ ταῦτα κέκτημαι, καὶ διὰ τοὺς αὐτοῦ νόμους ὑπερορῶ ταῦτα, καὶ παρʼ αὐτοῦ ταῦτα πάλιν ἐλπίζω κομίσασθαι."],["12","Ὥστε αὐτὸν τὸν βασιλέα καὶ τοὺς σὺν αὐτῷ ἐκπλήσσεσθαι τὴν τοῦ νεανίσκου ψυχὴν, ὡς ἐν οὐδενὶ τὰς ἀλγηδόνας ἐτίθετο."],["13","Καὶ τούτου δὲ μεταλλάξαντος, τὸν τέταρτον ὡσαύτως ἐβασάνιζον αἰκιζόμενοι."],["14","Καὶ γεννόμενος πρὸς τὸ τελευτᾷν, οὕτως ἔφη, αἱρετὸν μεταλλάσσοντας ὑπʼ ἀνθρώπων τὰς ὑπὸ τοῦ Θεοῦ προσδοκᾷν ἐλπίδας, πάλιν ἀναστήσεσθαι ὑπʼ αὐτοῦ· σοὶ μὲν γὰρ ἀνάστασις εἰς ζωὴν οὐκ ἔσται."],["15","Ἐχομένως δὲ τὸν πέμπτον προσάγοντες ᾐκίζοντο."],["16","Ὁ δὲ πρὸς αὐτὸν ἰδὼν, εἶπεν, ἐξουσίαν ἐν ἀνθρώποις ἔχων φθαρτὸς ὤν, ὅ θελεις ποιεῖς· μὴ δόκει δὲ τὸ γένος ἡμῶν ὑπὸ τοῦ Θεοῦ καταλελεῖφθαι."],["17","Σὺ δὲ καρτέρει, καὶ θεώρει τὸ μεγαλεῖον αὐτοῦ κράτος, ὡς σὲ καὶ τὸ σπέρμα σου βασανίσει."],["18","Μετὰ δὲ τοῦτον ἦγον τὸν ἕκτον, καὶ μέλλων ἀποθνήσκειν, ἔφη, μὴ πλανῶ μάτην, ἡμεῖς γὰρ διʼ ἑαυτοὺς ταῦτα πάσχομεν ἁμαρτάνοντες εἰς τὸν ἑαυτῶν Θεὸν, διὸ ἄξια θαυμασμοῦ γέγονε."],["19","Σὺ δὲ μὴ νομίσῃς ἀθῶος ἔσεσθαι, θεομαχεῖν ἐπιχειρήσας."],["20","Ὑπεραγόντως δὲ ἡ μήτηρ θαυμαστὴ καὶ μνήμης ἀγαθῆς ἀξία, ἥτις ἀπολλυμένους υἱοὺς ἑπτὰ συνορῶσα μιᾶς ὑπὸ καιρὸν ἡμέρας, εὐψύχως ἔφερε διὰ τὰς ἐπὶ Κύριον ἐλπίδας."],["21","Ἕκαστον δὲ αὐτῶν παρεκάλει τῇ πατρίῳ φωνῇ, γενναίῳ πεπληρωμένη φρονήματι, καὶ τὸν θῆλυν λογισμὸν ἄρσενι θυμῷ διεγείρασα, λέγουσα πρὸς αὐτοὺς,"],["22","οὐδʼ οἶδʼ ὅπως εἰς τὴν ἐμὴν ἐφάνητε κοιλίαν, οὐδὲ ἐγὼ τὸ πνεῦμα καὶ τὴν ζωὴν ὑμῖν ἐχαρισάμην, καὶ τὴν ἑκάστου στοιχείωσιν οὐκ ἐγὼ διερύθμισα."],["23","Τοιγαροῦν ὁ τοῦ κόσμου κτίστης ὁ πλάσας ἀνθρώπου γένεσιν, καὶ πάντων ἐξευρὼν γένεσιν, καὶ τὸ πνεῦμα καὶ τὴν ζωὴν ὑμῖν πάλιν ἀποδώσει μετʼ ἐλέους, ὡς νῦν ὑπερορᾶτε ἑαυτοὺς διὰ τοὺς αὐτοῦνόμους."],["24","Ὁ δὲ Ἀντίοχος οἰόμενος καταφρονεῖσθαι, καὶ τὴν ὀνειδίζουσαν ὑφορώμενος φωνὴν, ἔτι τοῦ νεωτέρου περιόντος, οὐ μόνον διὰ λόγων ἐποιεῖτο τὴν παράκλησιν, ἀλλὰ καὶ διʼ ὅρκων ἐπίστου, ἅμα πλουτιεῖν καὶ μακαριστὸν ποιήσειν μεταθέμενον ἀπὸ τῶν πατρίων νόμων, καὶ φίλον ἕξειν, καὶ χρείας ἐμπιστεύσειν."],["25","Τοῦ δὲ νεανίου μηδαμῶς προσέχοντος, προσκαλεσάμενος ὁ βασιλεὺς τὴν μητέρα, παρήνει τοῦ μειρακίου γενέσθαι σύμβουλον ἐπὶ σωτηρία."],["26","Πολλὰ δὲ αὐτοῦ παραινέσαντος, ἐπεδέξατο πείσειν τὸν υἱόν."],["27","Προσκύψασα δὲ αὐτῷ, χλευάσασα τὸν ὠμὸν τύραννον, οὕτως ἔφησε τῇ πατρῴᾳ φωνῇ, υἱὲ, ἐλέησόν με τὴν ἐν γαστρὶ περιενέγκασάν σε μῆνας ἐννέα, καὶ θηλάσασάν σε ἔτη τρία, καὶ ἐκθρέψασάν σε καὶ ἀγαγοῦσαν εἰς τὴν ἡλικίαν ταύτην, καὶ τροφοφορήσασαν."],["28","Ἀξιῶ σε, τέκνον, ἀναβλέψαντα εἰς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὰ ἐν αὐτοῖς πάντα ἰδόντα, γνῶναι ὅτι ἐξ οὐκ ὄντων ἐποίησεν αὐτὰ ὁ Θεὸς, καὶ τὸ τῶν ἀνθρώπων γένος οὕτως γεγένηται,"],["29","μὴ φοβηθῇς τὸν δήμιον τοῦτον, ἀλλὰ τῶν ἀδελφῶν ἄξιος γενόμενος, ἐπίδεξαι τὸν θάνατον, ἵνα ἐν τῷ ἐλέει σὺν τοῖς ἀδελφοῖς σου κομίσωμαί σε."],["30","Ἔτι δὲ ταύτης καταλεγούσης ὁ νεανίας εἶπε, τίνα μένετε; οὐχ ὑπακούω τοῦ προστάγματος τοῦ βασιλέως· τοῦ δὲ προστάγματος ἀκούω τοῦ νόμου τοῦ δοθέντος τοῖς πατράσιν ἡμῶν διὰ Μωυσέως."],["31","Σὺ δὲ πάσης κακίας εὑρετὴς γενόμενος εἰς τοὺς Ἑβραίους, οὐ μὴ διαφύγῃς τὰς χεῖρας τοῦ Θεοῦ."],["32","Ἡμεῖς γὰρ διὰ τὰς ἑαυτῶν ἁμαρτίας πάσχομεν."],["33","Εἰ δὲ χάριν ἐπιπλήξεως καὶ παιδείας ὁ ζῶν Κύριος ἡμῶν βραχέως ἐπώργισται, καὶ πάλιν καταλλαγήσεται τοῖς ἑαυτοῦ δούλοις."],["34","Σὺ δὲ ὦ ἀνόσιε, καὶ πάντων ἀνθρώπων μιαρώτατε, μὴ μάτην μετεωρίζου φρυαττόμενος ἀδήλοις ἐλπίσιν, ἐπὶ τοὺς δούλους αὐτοῦ ἐπαιρόμενος χεῖρα."],["35","Οὔπω γὰρ τὴν τοῦ παντοκράτορος ἐπόπτου Θεοῦ κρίσιν ἐκπέφευγας."],["36","Οἱ μὲν γὰρ νῦν ἡμέτεροι ἀδελφοὶ βραχὺν ὑπενέγκαντες πόνον, ἀεννάου ζωῆς ὑπὸ διαθήκην Θεοῦ πεπτώκασι· σὺ δὲ τῇ τοῦ Θεοῦ κρίσει δίκαια τὰ πρόστιμα τῆς ὑπετηφανίας ἀποίσῃ."],["37","Ἐγὼ δὲ καθάπερ οἱ ἀδελφοί μου, καὶ σῶμα καὶ ψυχὴν προδίδωμι περὶ τῶν πατρίων νόμων, ἐπικαλούμενος τὸν Θεὸν ἵλεων ταχὺ τῷ ἔθνει γενέσθαι, καὶ σὲ μετὰ ἐτασμῶν καὶ μαστίγων ἐξομολογήσασθαι, διότι μόνος αὐτὸς Θεός ἐστιν,"],["38","ἐν ἐμοὶ δὲ καὶ τοῖς ἀδελφοῖς μου στῆναι τὴν τοῦ παντοκράτορος ὀργὴν τὴν ἐπὶ τὸ σύμπαν ἡμῶν γένος δικαίως ἐπηγμένην."],["39","Ἔκθυμος δὲ γενόμενος ὁ βασιλεὺς, τούτῳ παρὰ τοὺς ἄλλους χειρίστως ἀπήντησε, πικρῶς φέρων ἐπὶ τῷ μυκτηρισμῷ."],["40","Καὶ οὗτος οὖν καθαρὸς τὸν βίον μετήλλαξε, παντελῶς ἐπὶ τῷ Κυρίῳ πεποιθώς."],["41","Ἐσχάτη δὲ τῶν υἱῶν ἡ μήτηρ ἐτελεύτησε."],["42","Τὰ μὲν οὖν περὶ σπλαγχνισμοὺς, καὶ τὰς ὑπερβαλλούσας αἰκίας ἐπὶ τοσοῦτον δεδηλώσθω."]],[["1","Ἰούδας δὲ ὁ Μακκαβαῖος καὶ οἱ σὺν αὐτῷ, παρεισπορευόμενοι λεληθότως εἰς τὰς κώμας, προσεκαλοῦντο τοὺς συγγενεῖς, καὶ τοὺς μεμενηκότας ἐν τῷ Ἰουδαϊσμῷ προσλαβόμενοι, συνήγαγον εἰς ἑξακισχιλίους."],["2","Καὶ ἐπεκαλοῦντο τὸν Κύριον ἐπιδεῖν ἐπὶ τὸν ὑπὸ πάντων καταπατούμενον λαόν, οἰκτεῖραι δὲ καὶ τὸν ναὸν, τὸν ὑπὸ τῶν ἀσεβῶν ἀνθρώπων βεβηλωθέντα,"],["3","ἐλεῆσαι δὲ καὶ τὴν καταφθειρομένην πόλιν καὶ μέλλουσαν ἰσόπεδον γίνεσθαι, καὶ τῶν καταβοώντων πρὸς αὐτὸν αἱμάτων εἰσακοῦσαι,"],["4","μνησθῆναι δὲ καὶ τῆς τῶν ἀναμαρτήτων νηπίων παρανόμου ἀπωλείας, καὶ περὶ τῶν γενομένων εἰς τὸ ὄνομα αὐτοῦ βλασφημιῶν, καὶ μισοπονηρῆσαι."],["5","Γενόμενος δὲ ἐν συστήματι ὁ Μακκαβαῖος, ἀνυπόστατος ἤδη τοῖς ἔθνεσιν ἐγίνετο, τῆς ὀργῆς τοῦ Κυρίου εἰς ἔλεον τραπείσης."],["6","Πόλεις δὲ καὶ κώμας ἀπροσδοκήτως ἐρχόμενος ἐνεπίμπρα, καὶ τοὺς ἐπικαίρους τόπους ἀπολαμβάνων, οὐκ ὀλίγους τῶν πολεμίων ἐνίκα τροπούμενος."],["7","Μάλιστα τὰς νύκτας πρὸς τὰς τοιαύτας ἐπιβουλὰς συνεργοὺς ἐλάμβανε· καὶ λαλιά τις τῆς εὐανδρίας αὐτοῦ διεχεῖτο πανταχῆ."],["8","Συνορῶν δὲ ὁ Φίλιππος κατὰ μικρὸν εἰς προκοπὴν ἐρχόμενον τὸν ἄνδρα πυκνότερον δὲ ἐν ταῖς εὐημερίαις προβαίνοντα, πρὸς Πτολεμαῖον τὸν κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν ἔγραψεν ἐπιβοηθεῖν τοῖς τοῦ βασιλέως πράγμασιν."],["9","Ὁ δὲ ταχέως προχειρισάμενος, Νικάνορα τὸν τοῦ Πατρόκλου, τῶν πρώτων φίλως, ἀπέστειλεν, ὑποτάξας παμφύλων ἔθνη οὐκ ἐλάττους τῶν δισμυρίων, τὸ σύμπαν τῶν Ἰουδαίως ἐξᾶραι γένος· συνέστησε δὲ αὐτῷ καὶ Γοργίαν ἄνδρα στρατηγὸν, καὶ ἐν πολεμικαῖς χρείαις πείραν ἔχοντα."],["10","Διεστήσατο δὲ ὁ Νικάνωρ τὸν φόρον τῷ βασιλεῖ τοῖς Ῥωμαίοις ὄντα ταλάντων δισχιλίων ἐκ τῆς τῶν Ἰουδαίων αἰχμαλωσίας ἐκπληρώσειν."],["11","Εὐθέως δὲ εἰς τὰς παραθαλασσίους πόλεις ἀπέστειλε προσκαλούμενος ἐπʼ ἀγορασμὸν Ἰουδαϊκῶν σωμάτων, ὑπισχνούμενον ἐννενήκοντα σώματα ταλάντου παραχωρήσειν· οὐ προσδεχόμενος τὴν παρὰ τοῦ παντοκράτορος μέλλουσαν παρακολουθήσειν ἐπʼ αὐτῷ δίκην."],["12","Τῷ δὲ ʼΙούδᾳ προσέπεσε περὶ τῆς τοῦ Νικάνορος ἐφόδου· καὶ μεταδόντος αὐτοῦ σὺν αὐτῷ τὴν παρουσίαν τοῦ στρατοπέδου,"],["13","οἱ δει λανδροῦντες καὶ ἀπιστοῦντες τὴν τοῦ Θεοῦ δίκην, διεδίδρασκον, καὶ ἐξετόπιζον ἑαυτούς."],["14","Οἱ δὲ τὰ περιλελειμμένα πάντα ἐπώλουν, ὁμοῦ δὲ τὸν Κύριον ἠξίουν ῥύσασθαι τοὺς ὑπὸ τοῦ δυσσεβοῦς Νικάνορος πρὶν συντυχεῖν πεπραμένους."],["15","Καὶ εἰ μὴ διʼ αὐτούς, ἀλλὰ διὰ τὰς πρὸς τοὺς πατέρας αὐτῶν διαθήκας, καὶ ἕνεκεν τῆς ἐπʼ αὐτοὺς ἐπικλήσεως τοῦ σεμνοῦ καὶ μεγαλοπρεποῦς ὀνόματος αὐτοῦ."],["16","Συναγαγὼν δὲ ὁ Μακκαβαῖος τοὺς περὶ αὐτὸν ὄντας τὸν ἀριθμὸν ἑξακισχιλίους, παρεκάλει μὴ καταπλαγῆναι τοὺς πολεμίους, μηδὲ εὐλαβεῖσθαι τὴν τῶν ἀδίκως παραγινομένων ἐπʼ αὐτοὺς ἐθνῶν πολυπληθίαν, ἀγωνίσασθαι δὲ γενναίως,"],["17","πρὸ ὀφθαλμῶν λαβόντας τὴν ἀνόμως εἰς τὸν ἅγιον τόπον συντετελεσμένην ὑπʼ αὐτῶν ὕβριν, καὶ τὸν τῆς ἐμπεπαιγμένης πόλεως αἰκισμόν, ἔτι δὲ τὴν τῆς προγονικῆς πολιτείας κατάλυσιν."],["18","Οἱ μὲν γὰρ ὅπλοις πεποίθασιν ἅμα καὶ τόλμαις, ἔφησεν, ἡμεῖς δὲ ἐπὶ τῷ παντοκράτορι Θεῷ δυναμένῳ καὶ τοὺς ἐρχομένους ἐφʼ ἡμᾶς, καὶ τὸν ὅλον κόσμον ἐν ἑνὶ νεύματι καταβαλεῖν, πεποίθαμεν."],["19","Προσαναλεξάμενος δὲ αὐτοῖς καὶ τὰς ἐπὶ τῶν προγόνων γενομένας ἀντιλήψεις, καὶ τὴν ἐπὶ Σενναχηρεὶμ τῶν ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδων ὡς ἀπώλοντο."],["20","Καὶ τὴν ἐν τῇ Βαβυλωνίᾳ τὴν πρὸς αὐτοὺς Γαλάτας παράταξιν γενομένην, ὡς οἱ πάντες ἐπὶ τὴν χρείαν ἦλθον ὀκτακισχιλιοι σὺν Μακεδόσι τετρακισχιλίοις, τῶν Μακεδόνων ἀπορουμένων, οἱ ὀκτακισχίλιοι τὰς δώδεκα μυρίαδας ἀπώλεσαν διὰ τὴν γενομένην αὐτοῖς ἀπʼ οὐρανοῦ βοήθειαν, καὶ ὠφέλειαν πολλὴν ἔλαβον."],["21","Ἐφʼ οἷς εὐθαρσεῖς αὐτοὺς παραστήσας, καὶ ἑτοίμους ὑπὲρ τῶν νόμων καὶ τῆς πατρίδος ἀποθνήσκειν, τετραμερές τι τὸ στράτευμα ἐποίησε·"],["22","τάξας καὶ τοὺς ἀδελφοὺς αὐτοῦ προηγουμένους ἑκατέρας τάξεως, Σίμωνα καὶ Ἰώσηφον καὶ Ἰωνάθαν, ὑποτάξας ἑκάστῳ χιλίους πρὸς τοῖς πεντακοσίοις,"],["23","ἔτι δὲ καὶ Ἐλεάζαρον, παραγνοὺς τὴν ἱερὰν βίβλον, καὶ δοὺς σύνθημα Θεοῦ βοηθείας, τῆς πρώτης σπείρας αὐτὸς προηγούμενος, συνέβαλε τῷ Νικάνορι."],["24","Γενομένου δὲ αὐτοῖς τοῦ παντοκράτορος συμμάχου, κατέσφαξαν τῶν πολεμίων ὑπὲρ τοὺς ἐννακισχιλίους, τραυματίας δὲ καὶ τοῖς μέλεσιν ἀναπήρους τὸ πλεῖστον μέρος τῆς τοῦ Νικάνορος στρατιᾶς ἐποίησαν, πάντας δὲ φυγεῖν ἠνάγκασαν."],["25","Τὰ δὲ χρήματα τῶν παραγεγονότων ἐπὶ τὸν ἀγορασμὸν αὐτῶν ἔλαβον· συνδιώξαντες δὲ αὐτοὺς ἐφʼ ἱκανὸν, ἀνέλυσαν ὑπὸ τῆς ὥρας συγκλειόμενοι."],["26","Ἦν γὰρ ἡ πρὸ τοῦ σαββάτου, διʼ ἥν αἰτίαν οὐκ ἐμακροθύμησαν κατατρέχοντες αὐτούς."],["27","Ὁπλολογήσαντες δὲ αὐτοὺς, καὶ τὰ σκῦλα ἐκδύσαντες τῶν πολεμίων, περὶ τὸ σάββατον ἐγίνοντο, περισσῶς εὐλογοῦντες, καὶ ἐξομολογούμενοι τῷ Κυρίῳ τῷ διασώσαντι αὐτοὺς εἰς τὴν ἡμέραν ταύτην, ἀρχὴν ἐλέους τάξαντος αὐτοῖς."],["28","Μετὰ δὲ τὸ σάββατον τοῖς ᾐκισμένοις, καὶ ταῖς χήραις, καὶ ὀρφανοῖς, μερίσαντες ἀπὸ τῶν σκύλων, τὰ λοιπὰ αὐτοὶ καὶ τὰ παιδία ἐμερίσαντο."],["29","Ταῦτα δὲ διαπραξάμενοι, καὶ κοινὴν ἱκετείαν ποιησάμενοι, τὸν ἐλεήμονα Κύριον ἠξίουν εἰς τέλος, καταλλαγῆναι τοῖς αὐτοῦ δούλοις."],["30","Καὶ τῶν περὶ Τιμόθεον καὶ Βακχίδην συνεριζοντων, ὑπὲρ τοὺς δισμυρίους αὐτῶν ἀνεῖλον, καὶ ὀχυρωμάτων ὑψηλῶν εὖ μάλα ἐγκρατεῖς ἐγένοντο· καὶ λάφυρα πλεῖστα ἐμερίσαντο, ἰσομοίρους ἑαυτοὺς καὶ τοῖς ᾐκισμένοις, καὶ ὀρφανοῖς, καὶ χήραις, ἔτι δὲ καὶ πρεσβυτέροις ποιήσαντες."],["31","Ὁπλολογήσαντες δὲ αὐτοὺς, ἐπιμελῶς πάντα συνέθηκαν εἰς τοὺς ἐπικαίρους τόπους, τὰ δὲ λοιπὰ τῶν σκύλων ἤνεγκαν εἰς Ἱεροσόλυμα."],["32","Τὸν δὲ φυλάρχην τῶν περὶ Τιμόθεον ἀνεῖλον, ἀνοσιώτατον ἄνδρα καὶ πολλὰ τοὺς Ἰουδαίους ἐπιλελυπηκότα."],["33","Ἐπινίκια δὲ ἄγοντες ἐν τῇ πατρίδι, τοὺς ἐμπρήσαντας τοὺς ἱεροὺς πυλῶνας, Καλλισθένην, καί τινας ἄλλους ὑφῆψαν εἰς ἓν οἰκίδιον πεφευγότας, οἵ τινες ἄξιον τῆς δυσσεβείας ἐκομίσαντομισθόν."],["34","Ὁ δὲ τρισαλιτήριος Νικάνωρ, ὁ τοὺς χιλίους ἐμπόρους ἐπὶ τὴν πράσιν τῶν Ἰουδαίων ἀγαγὼν,"],["35","ταπεινωθεὶς ὑπὸ τῶν κατʼ αὑτὸν νομιζομένων ἐλαχίστων εἶναι, τῇ τοῦ Κυρίου βοηθείᾳ, τὴν δοξικὴν ἀποθέμενος ἐσθῆτα, διὰ τῆς μεσογείου, δραπέτου τρόπον ἔρημον ἑαυτὸν ποιήσας, ἧκεν εἰς Ἀντιόχειαν, ὑπεράγαν δυσημερήσας ἐπὶ τῇ τοῦ στρατοῦ διαφθορᾷ."],["36","Καὶ ὁ τοῖς Ῥωμαίοις ἀναδεξάμενος φόρον ἀπὸ τῆς τῶν ἐν Ἱεροσολύμοις αἰχμαλωσίας κατορθώσασθαι, κατήγγελλεν ὑπέρμαχον ἔχειν τὸν Θεὸν τοὺς Ἰουδαίους, καὶ διὰ τὸν τρόπον τοῦτον ἀτρώτους εἶναι τοὺς Ἰουδαίους, διὰ τὸ ἀκολουθεῖν τοῖς ὑπʼ αὐτοῦ προτεταγμένοις νόμοις."]],[["1","Περὶ δὲ τὸν καιρὸν ἐκεῖνον ἐτύγχανεν Ἀντίοχος ἀναλελυκὼς ἀκόσμως ἐκ τῶν κατὰ τὴν Περσίδα τόπων."],["2","Εἰσεληλύθει γὰρ εἰς τὴν λεγομένην Περσέπολιν, καὶ ἐπεχείρησεν ἱεροσυλεῖν, καὶ τὴν πόλιν συνέχειν· διὸ δὴ τῶν πληθῶν ὁρμησάντων, ἐπὶ τὴν τῶν ὅπλων βοήθειαν ἐτράπησαν· καὶ συνέβη τροπωθέντα τὸν Ἀντίοχον ὑπὸ τῶν ἐγχωρίων, ἀσχήμονα τὴν ἀναζυγὴν ποιήσασθαι."],["3","Ὄντι δὲ αὐτῷ κατʼ Ἐκβάτανα, προσέπεσε τὰ κατὰ Νικάνορα, καὶ τοὺς περὶ Τιμόθεον, γεγονότα."],["4","Ἐπαρθεὶς δὲ τῷ θυμῷ, ᾤετο καὶ τὴν τῶν πεφυγαδευκότων αὐτὸν κακίαν εἰς τοὺς Ἰουδαίους ἐναπερείσασθαι· διὸ συνέταξε τὸν ἁρματηλάτην ἀδιαλείπτως ἐλαύνοντα κατανύειν τὴν πορείαν, τῆς ἐξ οὐρανοῦ δὴ κρίσεως συνούσης αὐτῷ· οὕτως γὰρ ὑπερηφάνως εἶπε, πολυάνδριον Ἰουδαίων Ἱεροσόλυμα ποιήσω παραγενόμενος ἐκεῖ."],["5","Ὁ δὲ πανεπόπτης Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ ἐπάταξεν αὐτὸν ἀνιάτῳ καὶ ἀοράτῳ πληγῇ· ἄρτι δὲ αὐτοῦ καταλήξαντος τὸν λόγον, ἔλαβεν αὐτὸν ἀνήκεστος τῶν σπλάγχνων ἀλγηδὼν, καὶ πικραὶ τῶν ἔνδον βάσανοι,"],["6","πάνυ δικαίως, τὸν πολλαῖς καὶ ξενιζούσαις συμφοραῖς ἑτέρων σπλάγχνα βασανίσαντα."],["7","Ὁ δʼ οὐδαμῶς τῆς ἀγερωχίας ἔληγεν· ἔτι δὲ καὶ τῆς ὑπερηφανίας ἐπεπλήρωτο, πῦρ πνέων τοῖς θυμοῖς ἐπὶ τοὺς Ἰουδαίους, καὶ κελεύων ἐποξύνειν τὴν πορείαν· συνέβη δὲ καὶ πεσεῖν αὐτὸν ἀπὸ τοῦ ἅρματος φερομένου ῥοίζῳ, καὶ δυσχερεῖ πτώματι περιπεσόντα, πάντα τὰ μέλη τοῦ σώματος ἀποστρεβλοῦσθαι."],["8","Ὁ δʼ ἄρτι δοκῶν τοῖς τῆς θαλάσσης κύμασιν ἐπιτάσσειν, διὰ τὴν ὑπὲρ ἄνθρωπον ἀλαζονείαν, καὶ πλάστιγγι τὰ τῶν ὀρέων οἰόμενος ὕψη στήσειν, κατὰ γῆν γενόμενος, ἐν φορείῳ παρεκομίζετο, φανερὰν τοῦ Θεοῦ πᾶσι τὴν δύναμιν ἐνδεικνύμενος·"],["9","ὥστε καὶ ἐκ τοῦ σώματος τοῦ δυσσεβοῦς σκώληκας ἀναζεῖν, καὶ ζῶντος ἐν ὀδύναις καὶ ἀλγηδόσι τὰς σάρκας αὐτοῦ διαπίπτειν, ὑπὸ δὲ τῆς ὀσμῆς αὐτοῦ πᾶν τὸ στρατόπεδον βαρύνεσθαι τῇν σαπρίᾳ."],["10","Καὶ τὸν μικρῷ πρότερον τῶν οὐρανίων ἄστρων ἅπτεσθαι δοκοῦντα, παρακομίζειν οὐδεὶς ἐδύνατο, διὰ τὸ τῆς ὀσμῆς ἀφόρητον βάρος."],["11","Ἐνταῦθα οὖν ἤρξατο τὸ πολὺ τῆς ὑπερηφανίας λήγειν ὑποτεθραυσμένος, καὶ εἰς ἐπίγνωσιν ἔρχεσθαι θείᾳ μάστιγι κατὰ στιγμὴν ἐπιτεινόμενος ταῖς ἀλγηδόσι."],["12","Καὶ μηδὲ τῆς ὀσμῆς αὐτοῦ δυνάμενος ἀνέχεσθαι, ταῦτʼ ἔφη, δίκαιον ὑποτάσσεσθαι τῷ Θεῷ, καὶ μὴ θνητὸν ὄντα ἰσόθεα φρονεῖν ὑπερηφανῶς."],["13","Ηὔχετο δὲ ὁ μιαρὸς πρὸς τὸν οὐκέτι αὐτὸν ἐλεήσοντα δεσπότην, οὕτω λέγων,"],["14","τὴν μὲν ἁγίαν πόλιν ἣν σπεύδων παρεγίνετο ἰσόπεδον ποιῆσαι, καὶ πολυάνδριον οἰκοδομῆσαι, ἐλευθέραν ἀναδεῖξαι·"],["15","τοὺς δὲ Ἰουδαίους, οὕς διεγνώκει μηδὲ ταφῆς ἀξιῶσαι, οἰωνοβρώτους δὲ σὺν τοῖς νηπίοις ἐκρίψειν θηρίοις, πάντας αὐτοὺς ἴσους Ἀθηναίοις ποιήσειν·"],["16","ὃν δὲ πρότερον ἐσκύλευσεν ἅγιον νεὼν, καλλίστοις ἀναθήμασι κοσμήσειν, καὶ τὰ ἱερὰ σκεύη πολυπλάσια πάντα ἀποδώσειν, τὰς δὲ ἐπιβαλλούσας πρὸς τὰς θυσίας συντάξεις ἐκ τῶν ἰδίων προσόδων χορηγήσειν·"],["17","πρὸς δὲ τούτοις, καὶ Ἰουδαῖο ἔσεσθαι, καὶ πάντα τόπον οἰκητὸν ἐπελεύσεσθαι καταγγέλλοντα τὸ τοῦ Θεοῦ κράτος."],["18","Οὐδαμῶς δὲ ληγόντων τῶν πόνων, ἐπεληλύθει γὰρ ἐπʼ αὐτὸν δικαία ἡ τοῦ Θεοῦ κρίσις, τὰ κατʼ αὐτὸν ἀπελπίσας, ἔγραψε πρὸς τοὺς Ἰουδαίους τὴν ὑπογεγραμμένην ἐπιστολήν, ἱκετηρίας τάξιν ἔχουσαν, περιέχουσαν δὲ οὕτως·"],["19","Τοῖς χρηστοῖς Ἰουδαίοις τοῖς πολίταις πολλὰ χαίρειν, καὶ ὑγιαίνειν, καὶ εὖ πράττειν, βασιλεὺς καὶ στρατηγὸς Ἀντίοχος."],["20","Εἰ ἔῤῥωσθε, καὶ τὰ τέκνα καὶ τὰ ἴδια κατὰ γνώμην ἔστιν ὑμῖν, εὔχομαι μὲν τῷ Θεῷ τὴν μεγίστην χάριν, εἰς οὐρανὸν τὴν ἐλπίδα ἔχων."],["21","Κᾀγὼ δὲ ἀσθενῶς διεκείμην, ὑμῶν τὴν τιμὴν καὶ τὴν εὔνοιαν ἄν ἐμνημόνευον φιλοστόργως· ἐπανάγων ἐκ τῶν περὶ τὴν Περσίδα τόπων, καὶ περιπεσὼν ἀσθενείᾳ δυσχέρειαν ἐχούσῃ, ἀναγκαῖον ἡγησάμην φροντίσαι τῆς κοινῆς πάντων ἀσφαλείας·"],["22","Οὐκ ἀπογινώσκων τὰ κατʼ ἐμαυτόν, ἀλλὰ ἔχων πολλὴν ἐλπίδα ἐκφεύξεσθαι τὴν ἀσθένειαν,"],["23","θεωρῶν δὲ ὅτι καὶ ὁ πατήρ καθʼ οὓς καιροὺς εἰς τοὺς ἄνω τόπους ἐστρατοπέδευσεν, ἀνέδειξε τὸν διαδεξόμενον,"],["24","ὅπως ἐάν τι παράδοξον ἀποβαίνῃ, ἤ καὶ προσαγγελθῇ τι δυοχερὲς, εἰδότες οἱ κατὰ τὴν χώραν ᾧ καταλέλειπται τὰ πράγματα, μὴ ἐπιταράσσωνται·"],["25","Πρὸς δὲ τούτοις κατανοῶν τοὺς παρακειμένους δυνάστας, καὶ γειτνιῶντας τῇ βασιλείᾳ τοῖς καιροῖς ἐπέχοντας, προσδεχομένους τὸ ἀποβησόμενον, ἀναδέδειχα τὸν υἱὸν μου Ἀντίοχον βασιλέα, ὃν πολλάκις ἀνατρέχων εἰς τὰς ἐπάνω σατραπείας τοῖς πλείστοις ὑμῶν παρακατετιθέμην καὶ συνίστων· γέγραφα δὲ πρὸς αὐτὸν τὰ ὑπογεγραμμένα."],["26","Παρακαλῶ οὖν ὑμᾶς καὶ ἀξιῶ, μεμνημένους τῶν εὐεργεσιῶν κοινῇ καὶ κατιδίαν, ἕκαστον συντηρεῖν τὴν οὖσαν εὔνοιαν εἰς ἐμὲ καὶ τὸν υἱόν μου."],["27","Πέπεισμαι γὰρ αὐτὸν ἐπιεικῶς καὶ φιλανθρώπως παρακολουθοῦντα τῇ ἐμῇ προαιρέσει, συμπεριενεχθήσεσθαι ὑμῖν."],["28","Ὁ μὲν οὖν ἀνδροφόνος καὶ βλάσφημος τὰ χείριστα παθών, ὡς ἑτέρους διέθηκεν, ἐπὶ ξένης ἐν τοῖς ὄρεσιν οἰκτίστῳ μόρῳ κατέσπρεψε τὸν βίον."],["29","Παρεκομίζετο δὲ τὸ σῶμα Φίλιππος ὁ σύντροφος αὐτοῦ· ὃς καὶ διευλαβηθεὶς τὸν υἱὸν Ἀντιόχου, πρὸς Πτολεμαῖον τὸν Φιλομήτορα εἰς Αἴγυπτον διεκομίσθη."]],[["1","Μακκαβαῖος δὲ καὶ οἱ σὺν αὐτῷ, τοῦ Κυρίου προάγοντος αὐτοὺς, τὸ μὲν ἱερὸν ἐκομίσαντο καὶ τὴν πόλιν,"],["2","τοὺς δὲ κατὰ τὴν ἀγορὰν βωμοὺς ὑπὸ τῶν ἀλλοφύλων δεδημιουργημένους, ἔτι δὲ τεμένη καθεῖλον."],["3","Καὶ τὸν νεὼν καθαρίσαντες, ἕτερον θυσιαστήριον ἐποίησαν, καὶ πυρώσαντες λίθους, καὶ πῦρ ἐκ τούτων λαβόντες, ἀνήνεγκαν θυσίαν μετὰ διετῆ χρόνον, καὶ θυμίαμα καὶ λύχνους, καὶ τῶν ἄρτων τὴν πρόθεσιν ἐποιήσαντο."],["4","Ταῦτα δὲ ποιήσαντες ἠξίωσαν τὸν Κύριον πεσόντες ἐπὶ κοιλίαν, μηκέτι περιπεσεῖν τοιούτοις κακοῖς, ἀλλʼ ἐάν ποτε καὶ ἁμάρτωσιν, ὑπʼ αὐτοῦ μετʼ ἐπιεικείας παιδεύεσθαι, καὶ μὴ βλασφήμοις καὶ βαρβάροις ἔθνεσι παραδίδοσθαι."],["5","Ἐν ᾗ δὲ ἡμέρᾳ ὁ νεὼς ὑπὸ ἀλλοφύλων ἐβεβηλώθη, συνέβη κατὰ τὴν αὐτὴν ἡμέραν τὸν καθαρισμὸν γενέσθαι τοῦ ναοῦ, τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνὸς, ὅς ἐστι Χασελεῦ."],["6","Καὶ μετʼ εὐφροσύνης ἦγον ἡμέρας ὀκτὼ σκηνωμάτων τρόπον, μνημονεύοντες ὡς πρὸ μικροῦ χρόνου τὴν τῶν σκηνῶν ἑορτὴν ἐν τοῖς ὄρεσι καὶ ἐν τοῖς σπηλαίοις θηρίων τρόπον ἦσαν νεμόμενοι."],["7","Διὸ θύρσους καὶ κλάδους ὡραίους, ἔτι δὲ φοίνικας ἔχοντες, ὕμνους ἀνέφερον τῷ εὐοδώσαντι καθαρισθῆναι τὸν ἑαυτοῦ τόπον."],["8","Ἐδογμάτισαν δὲ μετὰ κοινοῦ προστάγματος καὶ ψηφίσματος παντὶ τῷ τῶν Ἰουδαίων ἔθνει κατʼ ἐνιαυτὸν ἄγειν τάσδε τὰς ἡμέρας."],["9","Καὶ τὰ μὲν τῆς Ἀντιόχου τοῦ προσαγορευθέντος Ἐπιφανοῦς τελευτῆς οὕτως εἶχε."],["10","Νυνὶ δὲ τὰ κατὰ τὸν Εὐπάτορα Ἀντίοχον, υἱὸν δὲ τοῦ ἀσεβοῦς γενόμενον, δηλώσομεν, αὐτά συντέμνοντες τὰ τῶν πολέμων κακά."],["11","Αὐτὸς γὰρ παραλαβὼν βασιλείαν, ἀνέδειξεν ἐπὶ τῶν πραγμάτων Λυσίαν τινά, κοίλης δὲ Συρίας καὶ Φοινίκης στρατηγὸν πρώταρχον."],["12","Πτολεμαῖος γὰρ ὁ καλούμενος Μάκρων τὸ δίκαιον συντηρεῖν προηγούμενος εἰς τοὺς Ἰουδαίους διὰ τὴν γεγονυῖαν εἰς αὐτοὺς ἀδικίαν, καί ἐπειρᾶτο τὰ πρὸς αὐτοὺς εἰρηνικῶς διεξάγειν."],["13","Ὅθεν κατηγορούμενος ὑπὸ τῶν φίλων πρὸς τὸν Εὐπάτορα, καὶ προδότης παρέκαστα ἀκούων, διὰ τὸ τὴν Κύπρον ἐμπιστευθέντα ὑπὸ τοῦ Φιλομήτορος ἐκλιπεῖν, καὶ πρὸς Ἀντίοχον τὸν Ἐπιφανῆ ἀναχωρῆσαι, μήτʼ εὐγενῆ τὴν ἐξουσίαν ἔχων, ὑπʼ ἀθυμίας φαρμακεύσας ἑαυτὸν ἐξέλιπε τὸν βίον."],["14","Γοργίας δὲ γενόμενος στρατηγὸς τῶν τόπων, ἐξενοτρόφει, καὶ παρέκαστα πρὸς τοὺς Ἰουδαίους ἐπολεμοτρόφει,"],["15","Ὁμοῦ δὲ τούτῳ καὶ οἱ Ἰδουμαῖοι ἐγκρατεῖς ἐπικαίρων ὀχυρωμάτων ὄντες, ἐγύμναζον τοὺς Ἰουδαίους, καὶ τοὺς φυγαδευθέντας ἀπὸ Ἰεροσολύμων προσλαβόμενοι πολεμοτροφεῖν ἐπεχείρουν."],["16","Οἱ δὲ περὶ τὸν Μακκαβαῖον, ποιησάμενοι λιτανείαν, καὶ ἀξιώσαντες τὸν Θεὸν σύμμαχον αὐτοῖς γενέσθαι, ἐπὶ τὰ τῶν Ἰδουμαίων ὀχυρώματα ὥρμησαν,"],["17","οἷς καὶ προσβαλόντες εὐρώστως, ἐγκρατεῖς ἐγένοντο τῶν τόπων, πάντας τε τοὺς ἐπὶ τῷ τείχει μαχομένους ἠμύναντο· κατέσφαζόν δε τοὺς ἐμπίπτοντας, ἀνεῖλον δὲ οὐχ ἧττον τῶν δισμυρίων."],["18","Συμφυγόντων δὲ οὐκ ἔλαττον τῶν ἐννακισχιλίων εἰς δύο πύργους ὀχυροὺς εὖ μάλα, καὶ πάντα τὰ πρὸς πολιορκίαν ἔχοντας,"],["19","ὁ Μακκαβαῖος εἰς ἐπείγοντας τόπους ἀπολιπὼν Σίμωνα καὶ Ἰώσηφον, ἔτι δὲ καὶ Ζακχαῖον καὶ τοὺς σὺν αὐτῷ ἱκανοὺς πρὸς τὴν τούτων πολιορκίαν, αὐτὸς ἐχωρίσθη."],["20","Οἱ δὲ περὶ τὸν Σίμωνα φιλαργυρήσαντες ὑπό τινων τῶν ἐν τοῖς πύργοις ἐπείσθησαν ἀργυρίῳ· ἑπτάκις δὲ μυριάδας δραχμὰς λαβόντες, εἴασάν τινας διαῤῥυῆναι."],["21","Προσαγγελθέντος δὲ τῷ Μακκαβαίῳ περὶ τοῦ γεγονότος, συναγαγὼν τοὺς ἡγουμένους τοῦ λαοῦ, κατηγόρησεν ὡς ἀργυρίου πεπράκασι τοὺς ἀδελφοὺς, τοὺς πολεμίους κατʼ αὐτῶν ἀπολύσαντες."],["22","Τούτους μὲν οὖν προδότας γενομένους ἀπέκτεινε, καὶ παραχρῆμα τοὺς δύο πύργους κατελάβετο."],["23","Τοῖς δὲ ὅπλοις τὰ πάντα ἐν ταῖς χερσὶν εὐοδούμενος, ἀπώλεσεν ἐν τοῖς δυσὶν ὀχυρώμασι πλείους τῶν δισμυρίων."],["24","Τιμόθεος δὲ ὁ πρότερον ἡττηθεὶς ὑπὸ τῶν Ἰουδαίων, συναγαγὼν ξένας δυνάμεις παμπληθεῖς, καὶ τοὺς τῆς Ἀσίας γενομένους ἵππους συναθροίσας οὐκ ὀλίγους, παρῆν ὡς δοριάλωτον ληψόμενος τὴν Ἰουδαίαν."],["25","Οἱ δὲ περὶ τὸν Μακκαβαῖον, συνεγγίζοντος αὐτοῦ, πρὸς ἱκετείαν τοῦ Θεοῦ ἐτράπησαν, γῇ τὰς κεφαλὰς καταπάσαντες, καὶ τὰς ὀσφύας σάκκοις ζώσαντες,"],["26","ἐπὶ τὴν ἀπέναντι τοῦ θυσιαστηρίου κρηπίδα προσπεσόντες, ἠξίουν ἵλεων αὐτοῖς γενόμενον ἐχθρεῦσαι τοῖς ἐχθροῖς αὐτῶν, καὶ ἀντικεῖσθαι τοῖς ἀντικειμένοις, καθὼς ὁ νόμος διασαφεῖ."],["27","Γενόμενοι δὲ ἀπὸ τῆς δεήσεως, ἀναλαβόντες τὰ ὅπλα, προῆγον ἀπὸ τῆς πόλεως ἐπὶ πλεῖον· συνεγγίσαντες δὲ τοῖς πολεμίοις, ἐφʼ ἑαυτῶν ἦσαν."],["28","Ἄρτι δὲ τῆς ἀνατολῆς διαδεχομένης, προσέβαλον ἑκάτεροι· οἱ μὲν ἔγγυον ἔχοντες εὐημερίας καὶ νίκης μετʼ ἀρετῆς τὴν ἐπὶ τὸν Κύριον καταφυγὴν, οἱ δὲ καθηγεμόνα τῶν ἀγώνων ταττόμενοι τὸν θυμόν."],["29","Γενομένης δὲ καρτερᾶς μάχης, ἐφάνησαν τοῖς ὑπεναντίοις ἐξ οὐρανοῦ ἐφʼ ἵππων χρυσοχαλίνων ἄνδρες πέντε διαπρεπεῖς, καὶ ἀφηγούμενοι τῶν Ἰουδαίων οἱ δύο,"],["30","καὶ τὸν Μακκαβαῖον μέσον λαβόντες, καὶ σκεπάζοντες ταῖς ἑαυτῶν πανοπλίαις, ἄτρωτον διεφύλαττον· εἰς δὲ τοὺς ὑπεναντίους τοξεύματα καὶ κεραυνοὺς ἐξεῤῥίπτουν· διὸ συγχυθέντες ἀορασίᾳ, κατεκόπτοντο ταραχῆς πεπληρωμένοι."],["31","Κατεσφάγησαν δὲ δισμύριοι πρὸς τοῖς πεντακοσίοις, ἱππεῖς δὲ ἑξακόσιοι."],["32","Αὐτὸς δὲ ὁ Τιμόθεος συνέφυγεν εἰς Γάζαρα λεγόμενον ὀχύρωμα, εὖ μάλα φρούριον, στρατηγοῦντος ἐκεῖ Χαιρέου."],["33","Οἱ δὲ περὶ τὸν Μακκαβαῖον ἄσμενοι περιεκάθισαν τὸ φρούριον ἡμέρας τέσσαρας."],["34","Οἱ δὲ ἔνδον τῇ ἐρυμνότητι τοῦ τόπου πεποιθότες, ὑπεράγαν ἐβλασφήμουν, καὶ λόγους ἀθεμίτους προΐοντο."],["35","Ὑποφαινούσης δὲ τῆς πέμπτης ἡμέρας, εἴκοσι νεανίαι τῶν περὶ τὸν Μακκαβαῖον πυρωθέντες τοῖς θυμοῖς διὰ τὰς βλασφημίας, προσβαλόντες τῷ τείχει, ἀῤῥενωδῶς καὶ θηριώδει θυμῷ τὸν ἐμπίπτοντα ἔκοπτον,"],["36","ἕτεροι δὲ ὁμοίως προσαναβάντες ἐν τῷ περισπασμῷ πρὸς τοὺς ἔνδον, ἐνεπίμπρων τοὺς πύργους, καὶ πυρὰς ἀνάψαντες ζῶντας τοὺς βλασφήμους κατέκαιον· οἱ δὲ τὰς πύλας διέκοπτον, εἰσδεξάμενοι δὲ τὴν λοιπὴν τάξιν, προκατελάβοντο τὴν πόλιν,"],["37","καὶ τὸν Τιμόθεον ἀποκεκρυμμένον ἔν τινι λάκκῳ κατέσφαξαν, καὶ τὸν τούτου ἀδελφὸν Χαιρέαν, καὶ τὸν Ἀπολλοφάνη."],["38","Ταῦτα δὲ διαπραξάμενοι, μεθʼ ὕμνων καὶ ἐξομολογήσεων εὐλόγουν τῷ Κυρίῳ τῷ μεγάλως εὐεργετοῦντι τὸν Ἰσραὴλ, καὶ τὸ νῖκος αὐτοῖς διδόντι."]],[["1","Μετʼ ὀλίγον δὲ παντελῶς χρόνον Λυσίας ἐπίτροπος τοῦ βασιλέως καὶ συγγενὴς, καὶ ἐπὶ τῶν πραγμάτων, λίαν βαρέως φέρων ἐπὶ τοῖς γεγονόσι,"],["2","συναθροίσας περὶ τὰς ὀκτὼ μυριάδας καὶ τὴν ἵππον πᾶσαν, παρεγένετο ἐπὶ τοὺς Ἰουδαίους, λογιζόμενος τὴν μὲν πόλιν Ἕλλησιν οἰκητήριον ποιήσειν,"],["3","τὸ δὲ ἱερὸν ἀργυρολόγητον καθὼς τὰ λοιπὰ τῶν ἐθνῶν τεμένη, πρατὴν δὲ τὴν ἀρχιερωσύνην κατʼ ἔτος ποιήσειν,"],["4","οὐδαμῶς ἐπιλογιζόμενος τὸ τοῦ Θεοῦ κράτος, πεφρενωμένος δὲ ταῖς μυριάσι τῶν πεζῶν καὶ ταῖς χιλιάσι τῶν ἱππέων καὶ τοῖς ἐλέφασι τοῖς ὀγδοήκοντα."],["5","Εἰσελθὼν δὲ εἰς τὴν Ἰουδαίαν, καὶ συνεγγίσας τῷ Βαιθσούρᾳ, ὄντι μὲν ἐρυμνῷ χωρίῳ, ἀπὸ δὲ Ἱεροσολύμων ἀπέχοντι ὡσεὶ σταδίους πέντε, τοῦτο ἔθλιβεν."],["6","Ὡς δὲ μετέλαβον οἱ περὶ τὸν Μακκαβαῖον πολιορκοῦντα αὐτὸν τὰ ὀχυρώματα, μετʼ ὀδύρμῶν καὶ δακρύων ἱκέτευον σὺν τοῖς ὄχλοις τὸν Κύριον, ἀγαθὸν ἄγγελον ἀποστεῖλαι πρὸς σωτηρίαν τῷ Ἰσραήλ."],["7","Αὐτὸς δὲ πρῶτος ὁ Μακκαβαῖος ἀναλαβὼν τὰ ὅπλα προετρέψατο τοὺς ἄλλους, ἅμα αὐτῷ διακινδυνεύοντας, ἐπιβοηθεῖν τοῖς ἀδελφοῖς αὐτῶν· ὁμοῦ δὲ καὶ προθύμως ἐξώρμησαν."],["8","Αὐτόθι δὲ καὶ πρὸς τοῖς Ἱεροσολύμοις ὄντων, ἐφάνη προηγούμενος αὐτῶν ἔφιππος ἐν λευκῇ ἐσθῆτι, πανοπλίαν χρυσῆν κραδαίνων."],["9","Ὁμοῦ δὲ πάντες εὐλόγησαν τὸν ἐλεήμονα Θεὸν, καὶ ἐπεῤῥώσθησαν ταῖς ψυχαῖς, οὐ μόνον ἀνθρώπους ἀλλὰ καὶ θῆρας τοὺς ἀγριωτάτους, καὶ σιδηρᾶ τείχη τιτρώσκειν ὄντες ἕτοιμοι."],["10","Προσῆγον ἐν διασκευῇ τὸν ἀπʼ οὐρανοῦ σύμμαχον ἔχοντες, ἐλεήσαντος αὐτοὺς τοῦ Κυρίου."],["11","Λεοντηδὸν δὲ ἐντινάξαντες εἰς τοὺς πολεμίους, κατέστρωσαν αὐτῶν χιλίους πρὸς τοῖς μυρίοις, ἱππεῖς δὲ ἑξακοσίους πρὸς τοῖς χιλίοις· τοὺς δὲ πάντας ἠνάγκασαν φυγεῖν."],["12","Οἱ πλείονες δὲ αὐτῶν τραυματίαι γυμνοὶ διεσώθησαν· καὶ αὐτὸς δὲ ὁ Λυσίας αἰσχρῶς φεύγων διεσώθη."],["13","Οὐκ ἄνους δὲ ὑπάρχων, πρὸς ἑαυτὸν ἀντιβάλλων τὸ γεγονὸς περὶ ἐαυτὸν ἐλάσσωμα, καὶ συννοήσας ἀνικήτους εἶναι τοὺς Ἑβραίους, τοῦ πάντα δυναμένου Θεοῦ συμμαχοῦντος αὐτοῖς,"],["14","προσαποστείλας ἔπεισε συλλύσεσθαι ἐπὶ πᾶσι τοῖς δικαίοις· καὶ διότι καὶ τὸν βασιλέα πείσειν φίλον αὐτοῖς ἀναγκάζειν γενέσθαι."],["15","Ἐπένευσε δὲ ὁ Μακκαβαῖος ἐπὶ πᾶσιν οἷς ὁ Λυσίας παρεκάλει τοῦ συμφέροντος φροντίζων· ὅσα γὰρ ὁ Μακκαβαῖος ἐπέδωκε τῷ Λυσίᾳ διὰ γραπτῶν περὶ τῶν Ἰουδαίων, συνεχώρησεν ὁ βασιλεύς."],["16","Ἦσαν γὰρ αἱ γεγραμμέναι τοῖς Ἰουδαίοις ἐπιοτολαὶ παρὰ μὲν Λυσίου περιέχουσαι τὸν τρόπον τοῦτον· Λυσίας τῷ πλήθει τῶν Ἰουδαίων χαίρειν."],["17","Ἰωάννης καὶ Ἀβεσσαλὼμ οἱ πεμφθέντες παρʼ ὑμῶν, ἐπιδόντες τὸν ὑπογεγραμμένον χρηματισμὸν, ἠξίουν περὶ τῶν διʼ αὐτοῦ σημαινομένων."],["18","Ὅσα μὲν οὖν ἔδει καὶ τῷ βασιλεῖ προσενεχθῆναι διεσάφησα, ἃ δὲ ἦν ἐνδεχόμενα, συνεχώρησεν."],["19","Ἐὰν μὲν οὖν συντηρήσητε τὴν εἰς τὰ πράγματα εὔνοιαν, καὶ εἰς τὸ λοιπὸν πειράσομαι παραίτιος ὑμῖν ἀγαθῶν γενέσθαι."],["20","Ὑπὲρ δὲ τῶν κατὰ μέρος ἐντέταλμαι τούτοις τε καὶ τοῖς παρʼ ἐμοῦ διαλεχθῆναι ὑμῖν."],["21","Ἔῤῥωσθε· ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου, Διοσκορινθίου εἰκοστῇ τετάρτῃ."],["22","Ἡ δὲ τοῦ βασιλέως ἐπιστολὴ περιεῖχεν οὕτως· βασιλεὺς Ἀντίοχος τῷ ἀδελφῷ Λυσίᾳ χαίρειν."],["23","Τοῦ πατρὸς ἡμῶν εἰς θεοὺς μεταστάντος, βουλόμενοι τοὺς ἐκ τῆς βασιλείας ἀταράχους ὄντας γενέσθαι πρὸς τὴν τῶν ἰδίων ἐπιμέλειαν,"],["24","ἀκηκοότες τοὺς Ἰουδαίους μὴ συνευδοκοῦντας τῇ τοῦ πατρὸς ἐπὶ τὰ Ἑλληνικὰ μεταθέσει, ἀλλὰ τὴν ἑαυτῶν ἀγωγὴν αἱρετίζοντας, καὶ διὰ τοῦτο ἀξιοῦντας συγχωρηθῆναι αὐτοῖς τὰ νόμιμα αὐτῶν·"],["25","Αἱρούμενοι οὖν καὶ τοῦτο τὸ ἔθνος ἐκτὸς ταραχῆς εἶναι, κρίνομεν τό, τε ἱερὸν αὐτοῖς ἀποκατασταθῆναι, καὶ πολιτεύεσθαι κατὰ τὰ ἐπὶ τῶν προγόνων αὐτῶν ἔθη."],["26","Εὖ οὖν ποιήσεις διαπεμψάμενος πρὸς αὐτοὺς καὶ δοὺς δεξιὰς, ὅπως εἰδότες τὴν ἡμετέραν προαίρεσιν, εὔθυμοί τε ὦσι, καὶ ἡδέως διαγίνωνται πρὸς τὴν τῶν ἰδίων ἀντίληψιν."],["27","Πρὸς δὲ τὸ ἔθνος ἡ τοῦ βασιλέως ἐπιστολὴ τοιαύτη ἦν· βασιλεὺς Ἀντίοχος τῇ γερουσίᾳ τῶν Ἰουδαίων καὶ τοῖς ἄλλοις Ἰουδαίοις χαίρειν."],["28","Εἰ ἔῤῥωσθε, εἴη ἂν ὡς βουλόμεθα· καὶ αὐτοὶ δὲ ὑγιαίνομεν."],["29","Ἐνεφάνισεν ἡμῖν ὁ Μενέλαος βούλεσθαι κατελθόντας ὑμᾶς γίνεσθαι πρὸς τοῖς ἰδίοις."],["30","Τοῖς οὖν καταπορευομένοις μέχρι τριακάδος Ξανθικοῦ ὑπάρξει δεξιὰ μετὰ τῆς ἀδείας,"],["31","χρῆσθαι τοὺς Ἰουδαίους τοῖς ἑαυτῶν δαπανήμασι καὶ νόμοις καθὰ καὶ τὸ πρότερον, καὶ οὐδεὶς αὐτῶν κατʼ οὐδένα τρόπον παρενοχληθήσεται περὶ τῶν ἠγνοημένων."],["32","Πέπομφα δὲ καὶ τὸν Μενέλαον παρακαλέσοντα ὑμᾶς."],["33","Ἔῤῥωσθε· ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου, Ξανθικοῦ πέμπτῃ καὶ δεκάτῃ."],["34","Ἔπεμψαν δὲ καὶ οἱ Ῥωμαιοῖ πρὸς αὐτοὺς ἐπιστολὴν ἔχουσαν οὕτως· Κόϊντος Μέμμιος, Τίτος Μάνλιος, πρεσβύται Ῥωμαίων, τῷ δήμῳ τῶν Ἰουδαίων χαίρειν."],["35","Ὑπὲρ ὧν Λυσίας ὁ συγγενὴς τοῦ βασιλέως συνεχώρησεν ὑμῖν, καὶ ἡμεῖς συνευδοκοῦμεν."],["36","Ἃ δὲ ἔκρινε προσανενεχθῆναι τῷ βασιλεῖ, πέμψατέ τινα παραχρῆμα ἐπισκεψάμενοι περὶ τούτων, ἵνα ἐκθῶμεν ὡς καθήκει ὑμῖν· ἡμεῖς γὰρ προσάγομεν πρὸς Ἀντιόχειαν."],["37","Διὸ σπεύσατε, καὶ πέμψατέ τινας, ὅπως καὶ ἡμεῖς ἐπιγνῶμεν ὁποίας ἐστὲ γνώμης."],["38","Ὑγιαίνετε· ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου, Ξανθικοῦ πέμπτῃ καὶ δεκάτῃ."]],[["1","Γενομένων τῶν συνθηκῶν τούτων, ὁ μὲν Λυσίας ἀπῄει πρὸς τὸν βασιλέα, οἱ δὲ Ἰουδαῖοι περὶ τὴν γεωργίαν ἐγίνοντο."],["2","Τῶν δὲ κατὰ τόπον στρατηγῶν Τιμόθεος καὶ Ἀπολλώνιος ὁ τοῦ Γενναίου, ἔτι δὲ Ἱερώνυμος καὶ Δημοφὼν, πρὸς δὲ τούτοις Νικάνωρ ὁ Κυπριάρχης, οὐκ εἴων αὐτοὺς εὐσταθεῖς, καὶ τὰ τῆς ἡσυχίας ἄγειν."],["3","Ἰοππίται δὲ τηλικοῦτο συνετέλεσαν τὸ δυσσέβημα· παρακαλέσαντες τοὺς σὺν αὐτοῖς οἰκοῦντας Ἰουδαίους ἐμβῆναι εἰς τὰ παρασταθέντα ὑπʼ αὐτῶν σκάφη σὺν γυναιξὶ καὶ τέκνοις, ὡς μηδεμιᾶς ἐνεστώσης πρὸς αὐτοὺς δυσμενείας,"],["4","κατὰ δὲ τὸ κοινὸν τῆς πόλεως ψήφισμα, καὶ τούτων ἐπιδεξαμένων ὡς ἂν εἰρηνεύειν θελόντων, καὶ μηδὲν ὕποπτον ἐχόντων, ἐπαναχθέντας αὐτοὺς ἐβύθισαν, ὄντας οὐκ ἔλαττον τῶν διακοσίων."],["5","Μεταλαβὼν δὲ Ἰούδας τὴν γεγονυῖαν εἰς τοὺς ὁμοεθνεῖς ὠμότητα, παραγγείλας τοῖς περὶ αὐτὸν ἀνδράσι,"],["6","καὶ ἐπικαλεσάμενος τὸν δίκαιον κριτὴν Θεὸν, παρεγένετο ἐπὶ τοὺς μιαιφόνους τῶν ἀδελφῶν· καὶ τὸν μὲν λιμένα νύκτωρ ἐνέπρησε, καὶ τὰ σκάφη κατέφλεξε, τοὺς δὲ ἐκεῖ συμφυγόντας ἐξεκέντησε."],["7","Τοῦ δὲ χωρίου συγκλεισθέντος, ἀνέλυσεν, ὡς πάλιν ἥξων καὶ τὸ σύμπαν τῶν Ἰοππιτῶν ἐκριζῶσαι πολίτευμα."],["8","Μεταλαβὼν δὲ καὶ τοὺς ἐν Ἰαμνείᾳ τὸν αὐτὸν ἐπιτελεῖν βουλομένους τρόπον τοῖς παροικοῦσιν Ἰουδαίοις,"],["9","καὶ τοῖς Ἰαμνίταις νυκτὸς ἐπιβαλὼν, ὑφῆψε τὸν λιμένα σὺν τῷ στόλῳ, ὥστε φαίνεσθαι τὰς αὐγὰς τοῦ φέγγους εἰς τὰ Ἱεροσόλυμα, σταδίων ὄντων διακοσίων τεσσαράκοντα."],["10","Ἐκεῖθεν δὲ ἀποσπασθέντων σταδίους ἐννέα, ποιουμένων τὴν πορείαν ἐπὶ τὸν Τιμόθεον, προσέβαλον Ἄραβες αὐτῷ οὐκ ἐλάττους τῶν πεντακισχιλίων, ἱππεῖς δὲ πεντακόσιοι."],["11","Γενομένης δὲ καρτερᾶς μάχης, καὶ τῶν περὶ τὸν Ἰούδαν διὰ τὴν παρὰ τοῦ Θεοῦ βοήθειαν εὐημερησάντων, ἐλαττωθέντες οἱ Νομάδες Ἄραβες ἠξίουν δοῦναι τὸν Ἰούδαν δεξιὰν αὐτοῖς, ὑπισχνούμενοι καὶ βοσκήματα δώσειν, καὶ ἐν τοῖς λοιποῖς ὠφελήσειν αὐτούς."],["12","Ἰούδας δὲ ὑπολαβὼν ὡς ἀληθῶς ἐν πολλοῖς αὐτοὺς χρησίμους, ἐπεχώρησεν εἰρήνην ἄξειν πρὸς αὐτούς· καὶ λαβόντες δεξιὰς, εἰς τὰς σκηνὰς αὐτῶν ἐχωρίσθησαν."],["13","Ἐπέβαλε δὲ καὶ ἐπί τινα πόλιν γεφυροῦν ὀχυρὰν καὶ τείχεσι περιπεφραγμένην, καὶ παμμιγέσιν ἔθνεσι κατοικουμένην, ὄνομα δὲ Κάσπιν."],["14","Οἱ δʼ ἔνδον πεποιθότες τῇ τῶν τειχέων ἐρυμνότητι, τῇ τε τῶν βρωμάτων παραθέσει, ἀναγωγότερον ἐχρῶντο, τοῖς περὶ τὸν Ἰούδαν λοιδοροῦντες, καὶ προσέτι βλασφημοῦντες, καὶ λαλοῦντες ἃ μὴ θέμις."],["15","Οἱ δὲ περὶ τὸν Ἰούδαν ἐπικαλεσάμενοι τὸν μέγαν τοῦ κόσμου δυνάστην, τὸν ἄτερ κριῶν καὶ μηχανῶν ὀργανικῶν κατακρημνίσαντα τὴν Ἱεριχὼ κατὰ τοὺς Ἰησοῦ χρόνους, ἐνέσεισαν θηριωδῶς τῷ τείχει."],["16","Καταλαβόμενοί τε τὴν πόλιν τῇ τοῦ Θεοῦ θελήσει, ἀμυθήτους ἐποιήσαντο σφαγὰς, ὥστε τὴν παρακειμένην λίμνην τὸ πλάτος ἔχουσαν σταδίων δύο, κατάῤῥυτον αἵματι πεπληρωμένην φαίνεσθαι."],["17","Ἐκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἑπτακοσίους πεντήκοντα διήνυσαν εἰς τὸν Χάρακα, πρὸς τοὺς λεγομένους Τουβιήνους Ἰουδαίους."],["18","Καὶ Τιμόθεον μὲν ἐπὶ τῶν τόπων οὐ κατέλαβον, ἄπρακτόν τε ἀπὸ τῶν τόπων ἐκλελυκότα, καταλελοιπότα δὲ φρουρὰν ἔν τινι τόπῳ, καὶ μάλα ὀχυράν."],["19","Δωσίθεος δὲ καὶ Σωσίπατρος τῶν περὶ τὸν Μακκαβαῖον ἡγεμόνων, ἐξοδεύσαντες ἀπώλεσαν τοὺς ὑπὸ Τιμοθέου καταλειφθέντας ἐν τῷ ὀχυρώματι πλείους τῶν μυρίων ἀνδρῶν."],["20","Ὁ δὲ Μακκαβαῖος διατάξας τὴν ἑαυτοῦ στρατιὰν σπειρηδὸν, κατέστησεν αὐτοὺς ἐπὶ τῶν σπείρων, καὶ ἐπὶ τὸν Τιμόθεον ὥρμησεν ἔχοντα περὶ αὐτὸν μυριάδας δώδεκα πεζῶν, ἱππεῖς δὲ χιλίους πρὸς τοῖς πεντακοσίοις."],["21","Τὴν δὲ ἔφοδον μεταλαβὼν Ἰούδα, ὁ Τιμόθεος προεξαπέστειλε τὰς γυναῖκας, καὶ τὰ τέκνα, καὶ τὴν ἄλλην ἀποσκευὴν εἰς τὸ λεγόμενον Καρνίον· ἦν γὰρ δυσπολιόρκητον καὶ δυσπρόσιτον τὸ χωρίον διὰ τὴν τῶν πάντων τῶν τόπων στενότητα."],["22","Ἐπιφανείσης δὲ τῆς Ἰούδα σπείρας πρώτης, καὶ γενομένου δέους ἐπὶ τοὺς πολεμίους, φόβου τε ἐκ τῆς τοῦ πάντα ἐφορῶντος ἐπιφανείας γενομένου ἐπʼ αὐτοὺς, εἰς φυγὴν ὥρμησαν ἄλλος ἀλλαχῃ φερόμενος, ὥστε πολλάκις ὑπὸ τῶν ἰδίων βλάπτεσθαι, καὶ ταῖς τῶν ξιφῶν ἀκμαῖς ἀναπείρεσθαι."],["23","Ἐποιεῖτο δὲ τὸν διωγμὸν εὐτονώτερον Ἰούδας, συγκεντῶν τοὺς ἀλιτηρίους, διέφθειρέ τε εἰς μυριάδας τρεῖς ἀνδρῶν."],["24","Αὐτὸς δὲ ὁ Τιμόθεος ἐμπεσὼν τοῖς περὶ τὸν Δωσίθεον καὶ Σωσίπατρον, ἠξίου μετὰ πολλῆς γοητείας ἐξαφεῖναι σῶον αὐτόν· διὰ τὸ πλειόνων μὲν γονεῖς, ὧν δὲ ἀδελφοὺς ἔχειν, καὶ τούτους ἀλογηθῆναι συμβήσεται, εἰ ἀποθάνοι."],["25","Πιστώσαντος δὲ αὐτοῦ διὰ πλειόνων τὸν ὁρισμὸν ἀποκαταστήσειν τούτους ἀπημάντους, ἀπέλυσαν αὐτὸν ἕνεκα τῆς τῶν ἀδελφῶν σωτηρίας."],["26","Ἐξελθὼν δὲ ἐπὶ τὸ Καρνίον καὶ τὸ Ἀταργατεῖον, κατέσφαξε μυριάδας σωμάτων δύο καὶ πεντακισχιλίους."],["27","Καὶ μετὰ τὴν τούτων τροπὴν καὶ ἀπώλειαν ἐπεστράτευσεν Ἰούδας καὶ ἐπὶ Ἐφρὼν, πόλιν ὀχυρὰν, ἐν ᾗ κατῴκει Λυσίας, καὶ πάμφυλα πλήθη· νεανίαι δὲ πρὸ τῶν τειχῶν καθεστῶτες ῥωμαλέοι ἀπεμάχοντο εὐρώστως, ἐνθάδε ὀργάνων καὶ βελῶν πολλαὶ παραθέσεις ὑπῆρχον."],["28","Ἐπικαλεσάμενοι δὲ τὸν Δυνάστην τὸν μετὰ κράτους συντρίβοντα τὰς τῶν πολεμίων ἀλκὰς, ἔλαβον τὴν πόλιν ὑποχείριον, καὶ κατέστρωσαν τῶν ἔνδον εἰς μυριάδας δύο καὶ πεντακισχιλίους."],["29","Ἀναζεύξαντες δὲ ἐκεῖθεν, ὥρμησαν ἐπὶ Σκυθῶν πόλιν, ἀπέχουσαν ἀπὸ Ἱεροσολύμων σταδίους ἑξακοσίους."],["30","Ἀπομαρτυρησάντων δὲ τῶν ἐκεῖ κατοικούντων Ἰουδαίων, ἣν οἱ Σκυθοπολίται ἔσχον πρὸς αὐτοὺς εὔνοιαν, καὶ ἐν τοῖς τῆς ἀτυχίας καιροῖς ἥμερον ἀπάντησιν ἐποιοῦντο,"],["31","εὐχαριστήσαντες αὐτοῖς, καὶ προσπαρακαλέσαντες καὶ εἰς τὰ λοιπὰ πρὸς τὸ γένος εὐμενεῖς εἶναι, παρεγένοντο εἰς Ἱεροσόλυμα, τῆς τῶν ἑβδομάδων ἑορτῆς οὕσης ὑπογύου."],["32","Μετὰ δὲ τὴν λεγομένην Πεντηκοστὴν, ὥρμησαν ἐπὶ Γοργίαν τὸν τῆς Ἰδουμαίας στρατηγόν."],["33","Ἐξῆλθε δὲ μετὰ πεζῶν τρισχιλίων, ἱππέων δὲ τετρακοσίων."],["34","Καὶ παραταξαμένων συνέβη πεσεῖν ὀλίγους τῶν Ἰουδαίων."],["35","Δωσίθεος δέ τις τῶν τοῦ Βακήνορος, ἔφιππος ἀνὴρ καὶ καρτερὸς, εἴχετο τοῦ Γοργίου, καὶ λαβόμενος τῆς χλαμύδος, ἦγεν αὐτὸν εὐρώστως, καὶ βουλόμενος τὸν κατάρατον λαβεῖν ζωγρίαν, τῶν ἱππέων Θρακῶν τινὸς ἐπενεχθέντος αὐτῷ καὶ τὸν ὦμον καθελόντος, διέφυγεν ὁ Γοργίας εἰς Μαρισά."],["36","Τῶν δὲ περὶ τὸν Ἔσδριν ἐπιπλεῖον μαχομένων, καὶ κατακόπων ὄντων, ἐπικαλεσάμενος ὁ Ἰούδας τὸν Κύριον σύμμαχον φανῆναι καὶ προοδηγὸν τοῦ πολέμου,"],["37","καταρξάμενος τῇ πατρίῳ φωνῇ τὴν μεθʼ ὕμνων κραυγὴν, ἀναβοήσας, καὶ ἐνσείσας ἀπροσδοκήτως τοῖς περὶ τὸν Γοργίαν, τροπὴν αὐτῶν ἐποιήσατο."],["38","Ἰούδας δὲ ἀναλαβὼν τὸ στράτευμα, ἦγεν εἰς Ὀδολλὰμ πόλιν· τῆς δὲ ἑβδομάδος ἐπιβαλλούσης, κατὰ τὸν ἐθισμὸν ἁγνισθέντες αὐτόθι τὸ σάββατον διήγαγον."],["39","Τῇ δὲ ἐχομένῃ ἦλθον οἱ περὶ τὸν Ἰούδαν καθʼ ὃν τρόπον τὸ τῆς χρείας ἐγεγόνει, τὰ τῶν προπεπτωκότων σώματα ἀνακομίσασθαι, καὶ μετὰ τῶν συγγενῶν ἀποκαταστῆσαι εἰς τοὺς πατρῴους τάφους."],["40","Εὗρον δὲ ἑκάστου τῶν τεθνηκότων ὑπὸ τοὺς χιτῶνας ἱερώματα τῶν ἀπὸ Ἰαμνείας εἰδώλων, ἀφʼ ὧν ὁ νόμος ἀπείργει τοὺς Ἰουδαίους· τοῖς δὲ πᾶσι σαφὲς ἐγένετο διὰ τήνδε τὴν αἰτίαν τούσδε πεπτωκέναι."],["41","Πάντες οὖν εὐλογήσαντες τοῦ δικαιοκρίτου Κυρίου τοῦ τὰ κεκρυμμένα φανερὰ ποιοῦντος,"],["42","εἰς ἱκετείαν ἐτράπησαν, ἀξιώσαντες τὸ γεγονὸς ἁμάρτημα τελείως ἐξαλειφθῆναι· ὁ δὲ γενναῖος Ἰούδας παρεκάλεσε τὸ πλῆθος συντηρεῖν ἑαυτοὺς ἀναμαρτήτους εἶναι, ὑπʼ ὄψιν ἑωρακότας τὰ γεγονότα, διὰ τὴν τῶν προπεπτωκότων ἁμαρτίαν."],["43","Ποιησάμενός τε κατʼ ἀνδραλογίαν κατασκευάσματα εἰς ἀργυρίου δραχμὰς δισχιλίας, ἀπέστειλεν εἰς Ἱεροσόλυμα προσαγαγεῖν περὶ ἁμαρτίας θυσίαν, πάνυ καλῶς καὶ ἀστείως πράττων, ὑπὲρ ἀναστάσεως διαλογιζόμενος·"],["44","εἰ γὰρ μὴ τοὺς προπεπτωκότας ἀναστῆναι προσεδόκα, περισσὸν ἂν ἦν καὶ ληρῶδες ὑπὲρ νεκρῶν προσεύχεσθαι·"],["45","εἶτʼ ἐμβλέπων τοῖς μετʼ εὐσεβείας κοιμωμένοις κάλλιστον ἀποκείμενον χαριστήριον· ὁσία καὶ εὐσεβὴς ἡ ἐπίνοια· ὅθεν περὶ τῶν τεθνηκότων τὸν ἐξιλασμὸν ἐποιήσατο, τῆς ἁμαρτίας ἀπολυθῆναι."]],[["1","Τῷ δὲ ἐννάτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει προσέπεσε τοῖς περὶ τὸν Ἰούδαν, Ἀντίοχον τὸν Εὐπάτορα παραγενέσθαι σὺν πλήθεσιν ἐπὶ τὴν Ἰουδαίαν,"],["2","καὶ σὺν αὐτῷ Λυσίαν τὸν ἐπίτροπον καὶ ἐπὶ τῶν πραγμάτων, ἕκαστον ἔχοντα δύναμιν Ἑλληνικὴν πεζῶν μυριάδας ἕνδεκα, καὶ ἱππεῖς πεντακισχιλίους τριακοσίους, καὶ ἐλέφαντας εἰκοσιδύο, ἅρματα δὲ δρεπανηφόρα τριακόσια."],["3","Καὶ Μενέλαος δὲ συνέμιξεν αὐτοῖς, καὶ παρεκάλει μετὰ πολλῆς εἰρωνείας τὸν Ἀντίοχον, οὐκ ἐπὶ σωτηρίᾳ τῆς πατρίδος, οἰόμενος δὲ ἐπὶ τῆς ἀρχῆς κατασταθήσεσθαι."],["4","Ὁ δὲ βασιλεὺς τῶν βασιλέων ἐξήγειρε τὸν θυμὸν τοῦ Ἀντιόχου ἐπὶ τὸν ἀλιτήριον, καὶ Λυσίου ὑποδείξαντος τοῦτον αἴτιον εἶναι πάντων τῶν κακῶν, προσέταξεν, ὡς ἔθος ἐστὶν ἐν τῷ τόπῳ, προσαπολέσαι ἀγαγόντας αὐτὸν εἰς Βέροιαν."],["5","Ἔστι δὲ ἐν τῷ τόπῳ πύργος πεντήκοντα πηχῶν πλήρης σποδοῦ οὗτος δὲ ὄργανον εἶχε περιφερὲς πάντοθεν ἀπόκρημνον εἰς τὴν σποδόν."],["6","Ἐνταῦθα τὸν ἱεροσυλίας ἔνοχον ὄντα, ἢ καί τινων ἄλλων κακῶν ὑπεροχὴν πεποιημένον, ἅπαντες προσωθοῦσιν εἰς ὄλεθρον."],["7","Τοιούτῳ μόρῳ τὸν παράνομον συνέβη θανεῖν, μηδὲ τῆς γῆς τυχόντα Μενέλαον·"],["8","πάνυ δικαίως. Ἐπεὶ γὰρ συνετελέσατο πολλὰ περὶ τὸν βωμὸν ἁμαρτήματα, οὗ τὸ πῦρ ἁγνὸν ἦν καὶ ἡ σποδὸς, ἐν σποδῷ τὸν θάνατον ἐκομισατο."],["9","Τοῖς δὲ φρονήμασιν ὁ βασιλεὺς βεβαρβαρωμένος ἤρχετο, τὰ χείριστα τῶν ἐπὶ τοῦ πατρὸς αὐτοῦ γεγονότων ἐνδειξόμενος τοῖς Ἰουδαίοις."],["10","Μεταλαβὼν δὲ Ἰούδας ταῦτα, παρήγγειλε τῷ πλήθει διʼ ἡμέρας καὶ νυκτὸς ἐπικαλεῖσθαι τὸν Κύριον, εἴποτε ἄλλοτε, καὶ νῦν ἐπιβοηθεῖν τοῖς τοῦ νόμου καὶ πατρίδος καὶ ἱεροῦ ἁγίου στερεῖσθαι μέλλουσι,"],["11","καὶ τὸν ἄρτι βραχέως ἀνεψυχότα λαὸν μὴ ἐᾶσαι τοῖς δυσφήμοις ἔθνεσιν ὑποχειρίους γενέσθαι."],["12","Πάντων δὲ τὸ αὐτὸ ποιησάντων ὁμοῦ καὶ καταξιωσάντων τὸν ἐλεήμονα Κύριον μετὰ κλαυθμοῦ καὶ νηστειῶν καὶ προπτώσεως ἐφʼ ἡμέρας τρεῖς ἀδιαλείπτως, παρακαλέσας αὐτοὺς ὁ Ἰούδας ἐκέλευσε παραγίνεσθαι."],["13","Καθʼ ἑαυτὸν δὲ σὺν τοῖς πρεσβυτέροις γενόμενος, ἐβουλεύσατο πρὶν εἰσβαλεῖν τοῦ βασιλέως τὸ στράτευμα εἰς τὴν Ἰουδαίαν, καὶ γενέσθαι τῆς πόλεως ἐγκρατεῖς, ἐξελθόντας κρῖναι τὰ πράγματα τῇ τοῦ Κυρίου βοηθείᾳ."],["14","Δοὺς δὲ τὴν ἐπιτροπὴν τῷ κτίστῃ τοῦ κόσμου, παρακαλέσας τοὺς σὺν αὐτῷ γενναίως ἀγωνίσασθαι μέχρι θανάτου περὶ νόμων, περὶ ἱεροῦ, πόλεως, πατρίδος, πολιτείας, ἐποιήσατο περὶ Μωδεῒν τὴν στρατοπεδείαν."],["15","Δοὺς δὲ τοῖς περὶ αὐτὸν σύνθημα Θεοῦ νίκης, μετὰ νεανίσκων ἀρίστων κεκριμένων ἐπιβαλὼν νύκτωρ ἐπὶ τὴν βασιλικὴν αὐλὴν, ἐν τῇ παρεμβολῇ ἀνεῖλεν εἰς ἄνδρας τετρακισχιλίους, καὶ τὸν πρωτεύοντα τῶν ἐλεφάντων σὺν τῷ κατʼ οἰκίαν ὄχλῳ συνέθηκε,"],["16","καὶ τὸ τέλος τὴν παρεμβολὴν δέους καὶ ταραχῆς ἐπλήρωσαν, καὶ ἐξέλυσαν εὑημεροῦντες."],["17","Ὑποφαινούσης δὲ ἤδη τῆς ἡμέρας τοῦτʼ ἐγεγόνει, διὰ τὴν ἐπαρήγουσαν αὐτῷ τοῦ Κυρίου σκέπην."],["18","Ὁ δὲ βασιλεὺς εἰληφὼς γεῦσιν τῆς τῶν Ἰουδαίων εὐτολμίας, κατεπείρασε διὰ μεθόδων τοὺς τόπους."],["19","Καὶ ἐπὶ Βαιθσούρᾳ φρούριον ὀχυρὸν τῶν Ἰουδαίων προσῆγεν· καὶ ἐτροποῦτο, προσέκρουεν, ἠλαττονοῦτο."],["20","Τοῖς δὲ ἔνδον Ἰούδας τὰ δέοντα εἰσέπεμψε."],["21","Προσήγγειλε δὲ τὰ μυστήρια τοῖς πολεμίοις Ῥόδοκος ἐκ τῆς Ἰουδαϊκῆς τάξεως· ἀνεζητήθη δὲ, καὶ κατελήφθη, καὶ κατεκλείσθη."],["22","Ἐδευτερολόγησεν ὁ βασιλεὺς τοῖς ἐν Βαιθσούρᾳ δεξιὰν ἔδωκεν, ἔλαβεν, ἀπῄει, προσέβαλε τοῖς περὶ τὸν Ἰούδαν, ἥττων ἐγένετο,"],["23","μετέλαβεν ἀπονενοῆσθαι τὸν Φίλιππον ἐν Ἀντιοχείᾳ τὸν ἀπολελειμμένον ἐπὶ τῶν πραγμάτων, συνεχύθη· τοὺς Ἰουδαίους παρεκάλεσεν, ὑπετάγη, καὶ ὤμοσεν ἐπὶ πᾶσι τοῖς δικαίοις· συνελύθη καὶ θυσίαν προσήγαγεν, ἐτίμησε τὸν νεὼν, καὶ τὸν τόπον ἐφιλανθρώπησε,"],["24","καὶ τὸν Μακκαβαῖον ἀπεδέξατο· κατέλιπε στρατηγὸν ἀπὸ Πτολεμαΐδος ἕως τῶν Γεῤῥηνῶν ἡγεμονίδην,"],["25","ἦλθεν εἰς Πτολεμαΐδα· ἐδυσφόρουν περὶ τῶν συνθηκῶν οἱ Πτολεμαεῖς, ἐδείναζον γὰρ ὑπὲρ ὧν ἠθέλησαν ἀθετεῖν τὰς διαστάλσεις."],["26","Προσῆλθεν ἐπὶ τὸ βῆμα Λυσίας, ἀπελογήσατο ἐνδεχομένως, συνέπεισε, κατεπρᾴυνεν, εὐμενεῖς ἐποίησεν, ἀνέζευξεν εἰς Ἀντιόχειαν· οὕτω τὰ τοῦ βασιλέως τῆς ἐφόδου καὶ τῆς ἀναζυγῆς ἐχώρησε."]],[["1","Μετὰ δὲ τριετῆ χρόνον προσέπεσε τοῖς περὶ τὸν Ἰούδαν, Δημήτριον τὸν τοῦ Σελεύκου διὰ τοῦ κατὰ Τρίπολιν λιμένος εἰσπλεύσαντα μετὰ πλήθους ἰσχυροῦ καὶ στόλου,"],["2","κεκρατηκέναι τῆς χώρας, ἐπανελόμενον Ἀντίοχον καὶ τὸν τούτου ἐπίτροπον Λυσίαν."],["3","Ἄλκιμος δέ τις προγενόμενος ἀρχιερεὺς, ἑκουσίως δὲ μεμολυμμένος ἐν τοῖς τῆς ἐπιμιξίας χρόνοις, συννοήσας ὅτι καθʼ ὁντιναοῦν τρόπον οὐκ ἔστιν αὐτῷ σωτηρία, οὐδὲ πρὸς ἅγιον θυσιαστήριον ἔτι πρόσοδος,"],["4","ἧκε πρὸς τὸν βασιλέα Δημήτριον πρώτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ ἔτει, προσάγων αὐτῷ στέφανον χρυσοῦν καὶ φοίνικα, πρὸς δὲ τούτοις τῶν νομιζομένων θαλλῶν τοῦ ἱεροῦ· καὶ τὴν ἡμέραν ἐκείνην ἡσυχίαν ἔσχε."],["5","Καιρὸν δὲ λαβὼν τῆς ἰδίας ἀνοίας συνεργὸν, προσκληθεὶς εἰς συνέδριον ὑπὸ τοῦ Δημητρίου, καὶ ἐπερωτηθεὶς ἐν τίνι διαθέσει καὶ βουλῇ καθεστήκασιν οἱ Ἰουδαῖοι, πρὸς ταῦτα ἔφη,"],["6","οἱ λεγόμενοι τῶν Ἰουδαίων Ἀσιδαῖοι, ὧν ἀφηγεῖται Ἰούδας ὁ Μακκαβαῖος, πολεμοτροφοῦσι καὶ στασιάζουσιν, οὐκ ἐῶντες τὴν βασιλείαν εὐσταθείας τυχεῖν."],["7","Ὅθεν ἀφελόμενος τὴν προγονικὴν δόξαν, λέγω δὴ τὴν ἀρχιερωσύνην, δεῦρο νῦν ἐλήλυθα."],["8","Πρῶτον μὲν ὑπὲρ τῶν ἀνηκόντων τῷ βασιλεῖ γνησίως φρονῶν, δεύτερον δὲ καὶ τῶν ἰδίων πολιτῶν στοχαζόμενος· τῇ μὲν γὰρ τῶν προειρημένων ἀλογιστίᾳ τὸ σύμπαν ἡμῶν γένος οὐ μικρῶς ἀκληρεῖ."],["9","Ἕκαστα δὲ τούτων ἐπεγνωκὼς σὺ βασιλεῦ, καὶ τῆς χώρας καὶ τοῦ περιϊσταμένου γένους ἡμῶν προνοήθητι, καθʼ ἣν ἔχεις πρὸς ἅπαντας εὐαπάντητον φιλανθρωπίαν."],["10","Ἄχρι γὰρ Ἰούδας περίεστιν, ἀδύνατον εἰρήνης τυχεῖν τὰ πράγματα."],["11","Τοιούτων δὲ ῥηθέντων ὑπὸ τούτου, θᾶττον οἱ λοιποὶ φίλοι δυσμενῶς ἔχοντες τὰ πρὸς τὸν Ἰούδαν προσεπύρωσαν τὸν Δημήτριον."],["12","Προσκαλεσάμενος δὲ εὐθέως Νικάνορα τὸν γενόμενον ἐλεφαντάρχην, καὶ στρατηγὸν ἀναδείξας τῆς Ἰουδαίας, ἐξαπέστειλε,"],["13","δοὺς ἐντολὰς, αὐτὸν μὲν τὸν Ἰούδαν ἐπανελέσθαι, τοὺς δὲ σὺν αὐτῷ σκορπίσαι, καταστῆσαι δὲ Ἄλκιμον ἀρχιερέα τοῦ μεγίστου ἱεροῦ."],["14","Τὰ δὲ ἐκ τῆς Ἰουδαίας πεφυγαδευκότα τὸν Ἰούδαν ἔθνη συνέμισγον ἀγεληδὸν τῷ Νικάνορι, τὰς τῶν Ἰουδαίων ἀτυχίας καὶ συμφορὰς, ἰδίας εὐημερίας δοκοῦντες ἔσεσθαι."],["15","Ἀκούσαντες δὲ τὴν τοῦ Νικάνορος ἔφοδον καὶ τὴν ἐπίθεσιν τῶν ἐθνῶν, καταπασάμενοι γῆν ἐλιτάνευον τὸν ἄχρι αἰῶνος συστήσαντα τὸν ἑαυτοῦ λαὸν, ἀεὶ δὲ μετʼ ἐπιφανείας ἀντιλαμβανόμενον τῆς ἑαυτοῦ μερίδος."],["16","Προστάξαντος δὲ τοῦ ἡγουμένου, ἐκεῖθεν εὐθέως ἀνέζευξαν, καὶ συμμίσγουσιν αὐτοῖς ἐπὶ κώμην Δεσσαού."],["17","Σίμων δὲ ὁ ἀδελφὸς Ἰούδα συμβεβληκῶς ἦν τῷ Νικάνορι, βραχέως δὲ διὰ τὴν αἰφνίδιον τῶν ἀντιπάλων ἀφασίαν ἐπταικώς."],["18","Ὅμως δὲ ἀκούων ὁ Νικάνωρ ἣν εἶχον οἱ περὶ τὸν Ἰούδαν ἀνδραγαθίαν, καὶ ἐν τοῖς ὑπὲρ τῆς πατρίδος ἀγῶσιν εὐψυχίαν, ἐπευλαβεῖτο τὴν κρίσιν διʼ αἱμάτων ποιήσασθαι·"],["19","Διόπερ ἔπεμψε Ποσιδώνιον καὶ Θεόδοτον καὶ Ματταθίαν, δοῦναι καὶ λαβεῖν δεξιάς."],["20","Πλείονος δὲ γενομένης περὶ τούτων ἐπισκέψεως, καὶ τοῦ ἡγεμόνος τοῖς πλήθεσιν ἀνακοινωσαμένου, καὶ φανείσης ὁμοψήφου γνώμης, ἐπένευσαν ταῖς συνθήκαις."],["21","Ἐτάξαντο δὲ ἡμέραν ἐν ᾗ κατʼ ἰδίαν ἥξουσιν εἰς τὸ αὐτό· καὶ προῆλθε, καὶ παρʼ ἑκάστου διαφόρους ἔθεσαν δίφρους."],["22","Διέταξεν Ἰούδας ἐνόπλους ἑτοίμους ἐν τοῖς ἐπικαίροις τόποις, μήποτε ἐκ τῶν πολεμίων αἰφνιδίως κακουργία γένηται· τὴν ἁρμόζουσαν ἐποιήσαντο κοινολογίαν."],["23","Διέτριβεν δὲ ὁ Νικάνωρ ἐν Ἱεροσολύμοις, καὶ ἔπραττεν οὐθὲν ἄτοπον· τοὺς δὲ συναχθέντας ἀγελαίους ὄχλους ἀπέλυσε."],["24","Καὶ εἶχε τὸν Ἰούδαν διαπαντὸς ἐν προσώπῳ, ψυχικῶς τῷ ἀνδρὶ προσεκέκλιτο."],["25","Παρεκάλεσεν αὐτὸν γῆμαι καὶ παιδοποιήσασθαι· ἐγάμησεν, εὐστάθησεν, ἐκοινώνησε βίου."],["26","Ὁ δὲ Ἄλκιμος συνιδὼν τὴν πρὸς ἀλλήλους εὔνοιαν καὶ τὰς γενομένας συνθήκας, ἀναλαβὼν, ἧκε πρὸς τὸν Δημήτριον, καὶ ἔλεγε τὸν Νικάνορα ἀλλότρια φρονεῖν τῶν πραγμάτων· τὸν γὰρ ἐπίβουλον τῆς βασιλείας Ἰούδαν διάδοχον ἀναδέδειχεν ἑαυτοῦ."],["27","Ὁ δὲ βασιλεὺς ἔκθυμος γενόμενος, καὶ ταῖς τοῦ παμπονήρου ἐρεθισθεὶς διαβολαῖς, ἔγραψε Νικάνορι φάσκων, ὑπὲρ μὲν τῶν συνθηκῶν βαρέως φέρειν, κελεύων δὲ τὸν Μακκαβαῖον δέσμιον ἐξαποστέλλειν ταχέως εἰς Ἀντιόχειαν."],["28","Προσπεσόντων δὲ τούτων τῷ Νικάνορι, συνεκέχυτο καὶ δυσφόρως ἔφερεν, εἰ τὰ διεσταλμένα ἀθετήσει μηδὲν τʼ ἀνδρὸς ἠδικηκότος."],["29","Ἐπεὶ δὲ τῷ βασιλεῖ ἀντιπράττειν οὐκ ἦν, εὔκαιρον ἐτήρει στρατηγήματι τοῦτʼ ἐπιτελέσαι."],["30","Ὁ δὲ Μακκαβαῖος αὐστηρότερον διεξάγοντα συνιδὼν τὸν Νικάνορα πρὸς αὐτὸν, καὶ τὴν εἰθισμένην ἀπάντησιν ἀγριωτέραν ἐσχηκότα, νοήσας οὐκ ἀπὸ τοῦ βελτίστου τὴν αὐστηρίαν εἶναι, συστρέψας οὐκ ὀλίγους τῶν περὶ ἑαυτὸν, συνεκρύπτετο τὸν Νικάνορα."],["31","Συγγνοὺς δὲ ὁ ἕτερος ὅτι γενναίως ὑπὸ τοῦ ἀνδρὸς ἐστρατήγηται, παραγενόμενος ἐπὶ τὸ μέγιστον καὶ ἅγιον ἱερὸν, τῶν ἱερέων τὰς καθηκούσας θυσίας προσαγόντων, ἐκέλευσε παραδιδόναι τὸν ἄνδρα."],["32","Τῶν δὲ μεθʼ ὅρκων φασκόντων μὴ γινώσκειν ποῦ ποτʼ ἐστὶν ὁ ζητούμενος,"],["33","προτείνας τὴν δεξιὰν εἰς τὸν νεὼν, ταῦτα ὤμοσεν, ἐὰν μὴ δέσμιόν μοι τὸν Ἰούδαν παραδῶτε, τόνδε τοῦ Θεοῦ σηκὸν εἰς πεδίον ποιήσω, καὶ τὸ θυσιαστήριον κατασκάφω, καὶ ἱερὸν ἐνταῦθα τῷ Διονύσῳ ἐπιφανὲς ἀναστήσω."],["34","Τοσαῦτα δὲ εἰπὼν ἀπῆλθεν· οἱ δὲ ἱερεῖς προτείναντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν, ἐπεκαλοῦντο τὸν διαπαντὸς ὑπέρμαχον τοῦ ἔθνους ἡμῶν, ταῦτα λέγοντες,"],["35","σὺ, Κύριε, τῶν ὅλων ἀπροσδεὴς ὑπάρχων, εὐδόκησας ναὸν τῆς σῆς κατασκηνώσεως ἐν ἡμῖν γενέσθαι."],["36","Καὶ νῦν, ἅγιε παντὸς ἁγιασμοῦ Κύριε διατήρησον εἰς αἰῶνα ἀμίαντον τόνδε τὸν προσφάτως κεκαθαρισμένον οἶκον."],["37","Ῥαζὶς δέ τις τῶν ἀπὸ Ἱεροσολύμων πρεσβυτέρων, ἐμηνύθη τῷ Νικάνορι, ἀνὴρ φιλοπολίτης καὶ σφόδρα καλῶς ἀκούων, καὶ κατὰ τὴν εὔνοιαν πατὴρ τῶν Ἰουδαίων προσαγορευόμενος."],["38","Ἦν γὰρ ἐν τοῖς ἔμπροσθεν χρόνοις τῆς ἀμιξίας κρίσιν εἰσενηνεγμένος Ἰουδαϊσμοῦ, καὶ σῶμα καὶ ψυχὴν ὑπὲρ τοῦ Ἰουδαϊσμοῦ παραβεβλημένος μετὰ πάσης ἐκτενίας."],["39","Βουλόμενος δὲ Νικάνωρ πρόδηλον ποιῆσαι ἣν εἶχε πρὸς τοὺς Ἰουδαίους δυσμένειαν, ἀπέστειλε στρατιώτας ὑπὲρ τοὺς πεντακοσίους συλλαβεῖν αὐτόν."],["40","Ἔδοξε γὰρ, ἐκεῖνον συλλαβὼν, τούτοις ἐργάσασθαι συμφοράν,"],["41","Τῶν δὲ πληθῶν μελλόντων τὸν πύργον καταλαβέσθαι, καὶ τὴν αὐλαίαν θύραν βιαζομένων, καὶ κελευόντων πῦρ προσάγειν καὶ τὰς θύρας ὑφάπτειν, περικατάληπτος γενόμενος ὑπέθηκεν ἑαυτῷ ξίφος,"],["42","εὐγενῶς θέλων ἀποθανεῖν, ἤπερ τοῖς ἀλιτηρίοις ὑποχείριος γενέσθαι, καὶ τῆς ἰδίας εὐγενείας ἀναξίως ὑβρισθῆναι."],["43","Τῇ δὲ πληγῇ μὴ κατευθικτήσας διὰ τὴν τοῦ ἀγῶνος σπουδὴν, καὶ τῶν ὄχλων εἴσω τῶν θυρωμάτων εἰσβαλόντων, ἀναδραμὼν γενναίως ἐπὶ τὸ τεῖχος, κατεκρήμνισεν ἑαυτὸν ἀνδρείως εἰς τοὺς ὄχλους."],["44","Τῶν δὲ ταχέως ἀναποδισάντων, γενομένου διαστήματος ἦλθε κατὰ μέσον τὸν κενεῶνα."],["45","Ἔτι δὲ ἔμπνους ὑπάρχων καὶ πεπυρωμένος τοῖς θυμοῖς, ἐξαναστὰς φερομένων κρουνηδὸν τῶν αἱμάτων, καὶ δυσχερῶν ὄντων τῶν τραυμάτων, δρόμῳ τοὺς ὄχλους διελθὼν, καὶ στὰς ἐπί τινος πέτρας ἀποῤῥωγάδος,"],["46","παντελῶς ἔξαιμος ἤδη γενόμενος, προβαλὼν τὰ ἔντερα, καὶ λαβὼν ἑκατέραις ταῖς χερσὶν, ἐνέσεισε τοῖς ὄχλοις· καὶ ἐπικαλεσάμενος τὸν δεσπόζοντα τῆς ζωῆς καὶ τοῦ πνεύματος, ταῦτα αὐτῷ πάλιν ἀποδοῦναι, τόνδε τὸν τρόπον μετήλλαξεν."]],[["1","Ὁ δὲ Νικάνωρ μεταλαβὼν τοὺς περὶ τὸν Ἰούδαν ὄντας ἐν τοῖς κατὰ Σαμάρειαν τόποις, ἐβουλεύσατο τῇ τῆς καταπαύσεως ἡμέρᾳ μετὰ πάσης ἀσφαλείας αὐτοῖς ἐπιβαλεῖν."],["2","Τῶν δὲ κατʼ ἀνάγκην συνεπομένων αὐτῷ Ἰουδαίων, λεγόντων, μηδαμῶς οὕτως ἀγρίως καὶ βαρβάρως ἀπολέσῃς, δόξαν δὲ ἀπομέρισον τῇ προτετιμημένῃ ὑπὸ τοῦ πάντα ἐθορῶντος μεθʼ ἁγιότητος ἡμέρᾳ."],["3","Ὁ δὲ τρισαλιτήριος ἐπηρώτησεν, εἰ ἔστιν ἐν οὐρανῷ δυνάστης ὁ προστεταχὼς ἄγειν τὴν τῶν σαββάτων ἡμέραν;"],["4","Τῶν δὲ ἀποφῃναμένων, ἔστιν ὁ Κύριος ζῶν αὐτὸς ἐν οὐρανῷ δυνάστης, ὁ κελεύσας ἀσκεῖν τὴν ἑβδομάδα."],["5","Ὁ δὲ ἕτερος, κᾀγώ φησι, δυνάστης ἐπὶ τῆς γῆς ὁ προστάσσων αἴρειν ὅπλα, καὶ τὰς βασιλικὰς χρείας ἐπιτελεῖν· ὅμως οὐ κατέσχεν ἐπιτελέσαι τό σχέτλιον αὐτοῦ βούλημα."],["6","Καὶ ὁ μὲν Νικάνωρ μετὰ πάσης ἀλαζονείας ὑψαυχενῶν, διεγνώκει κοινὸν τῶν περὶ τὸν Ἰούδαν συστήσασθαι τρόπαιον."],["7","Ὁ δὲ Μακκαβαῖος ἦν ἀδιαλείπτως πεποιθὼς μετὰ πάσης ἐλπίδος ἀντιλήψεως τεύξασθαι παρὰ τοῦ Κυρίου."],["8","Καὶ παρεκάλει τοὺς σὺν αὐτῷ μὴ δειλιᾷν τὴν τῶν ἔθνῶν ἔφοδον, ἔχοντας δὲ κατὰ νοῦν τὰ προγεγονότα αὐτοῖς ἁπʼ οὐρανοῦ βοηθήματα, καὶ τανῦν προσδοκᾷν τὴν παρὰ τοῦ παντοκράτορος ἐσομένην αὐτοῖς νίκην καὶ βοήθειαν."],["9","Καὶ παραμυθούμενος αὐτοὺς ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν, προσυπομνήσας δὲ αὐτοὺς καὶ τοὺς ἀγῶνας οὓς ἦσαν ἐκτετελεκότες, προθυμοτέρους αὐτοὺς κατέστησε."],["10","Καὶ τοῖς θυμοῖς διεγείρας αὐτοὺς, παρήγγειλεν, ἅμα παρεπιδεικνὺς τὴν τῶν ἐθνῶν ἀθεσίαν καὶ τὴν τῶν ὅρκων παράβασιν."],["11","Ἕκαστον δὲ αὐτῶν καθοπλίσας, οὐ τὴν ἀσπίδων καὶ λογχῶν ἀσφάλειαν, ὡς τὴν ἐν τοῖς ἀγαθοῖς λόγοις παράκλησιν, καὶ προσεξηγησάμενος ὄνειρον ἀξιόπιστον ὕπαρ τι πάντας εὔφρανεν."],["12","Ἦν δὲ ἡ τούτου θεωρία τοιάδε· Ὀνίαν τὸν γενόμενον ἀρχιερέα, ἄνδρα καλὸν καὶ ἀγαθὸν, αἰδήμονα μὲν τὴν ἀπάντησιν, πρᾷον δὲ τὸν τρόπον, καὶ λαλιὰν προϊέμενον πρεπόντως, καὶ ἐκ παιδὸς ἐκμεμελετηκότα πάντα τὰ τῆς ἀρετῆς οἰκεῖα, τοῦτον τὰς χεῖρας προτείναντα κατεύχεσθαι τῷ παντὶ τῶν Ἰουδαίων συστήματι."],["13","Εἶθʼ οὕτως ἐπιφανῆναι ἄνδρα πολιᾷ καὶ δόξῃ διαφέροντα, θαυμαστὴν δέ τινα καὶ μεγαλοπρεπεστάτην εἶναι τὴν περὶ αὐτὸν ὑπεροχήν."],["14","Ἀποκριθέντα δὲ τὸν Ὀνιαν εἰπεῖν, ὁ φιλάδελφος οὗτός ἐστιν ὁ πολλὰ προσευχόμενος περὶ τοῦ λαοῦ καὶ τῆς ἁγίας πόλεως, Ἱερεμίας ὁ τοῦ Θεοῦ προφήτης."],["15","Προτείναντα δὲ τὸν Ἱερεμίαν τὴν δεξιὰν παραδοῦναι τῷ Ἰούδᾳ ῥομφαίαν χρυσῆν, διδόντα δὲ προσφωνῆσαι τάδε,"],["16","λάβε τὴν ἁγίαν ῥομφαίαν δῶρον παρὰ τοῦ Θεοῦ, διʼ ἧς θραύσεις τοὺς ὑπεναντίους."],["17","Παρακληθέντες δὲ τοῖς Ἰούδα λόγοις πάνυ καλοῖς καὶ δυναμένοις ἐπʼ ἀρετὴν παρορμῆσαι, καὶ ψυχὰς νέων ἐπανορθῶσαι, διέγνωσαν μὴ στρατοπεδεύεσθαι, γενναίως δὲ ἐμφέρεσθαι, καὶ μετὰ πάσης εὐανδρίας ἐμπλακέντες κρῖναι τὰ πράγματα, διὰ τὸ καὶ τὴν πόλιν, καὶ τὰ ἅγια, καὶ τὸ ἱερὸν κινδυνεύειν."],["18","Ἦν γὰρ ὁ περὶ γυναικῶν καὶ τέκνων, ἔτι δὲ ἀδελφῶν καὶ συγγενῶν ἐν ἥττονι μέρει κείμενος αὐτοῖς ἀγὼν, μέγιστος δὲ καὶ πρῶτος ὁ περὶ τοῦ καθηγιασμένου ναοῦ φόβος."],["19","Ἦν δὲ καὶ τοῖς ἐν τῇ πόλει κατειλημμένοις οὐ πάρεργος ἀγωνία ταρασσομένοις τῆς ἐν ὑπαίθρῳ προσβολῆς."],["20","Καὶ πάντων ἤδη προσδοκώντων τὴν ἐσομένην κρίσιν, καὶ ἤδη συμμιξάντων τῶν πολεμίων, καὶ τῆς στρατιᾶς ἐκταγείσης, καὶ τῶν θηρίων ἐπὶ μέρος εὔκαιρον ἀποκατασταθέντων, τῆς τε ἵππου κατὰ κέρας τεταγμένης,"],["21","Συνιδὼν ὁ Μακκαβαῖος τὴν τῶν πληθῶν παρουσίαν, καὶ τῶν ὅπλων τὴν ποικίλην παρασκευὴν, τήν τε τῶν θηρίων ἀγριότητα, προτείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν, ἐπεκαλέσατο τὸν τερατοποιὸν Κύριον τὸν κατόπτην, γινώσκων ὅτι οὐκ ἔστι διʼ ὅπλων ἡ νίκη, καθὼς δὲ ἂν αὐτῷ κριθείη, τοῖς ἀξίοις περιποιεῖται τὴν νίκην."],["22","Ἔλεγε δὲ ἐπικαλούμενος τόνδε τὸν τρόπον, σὺ, Δέσποτα, ἀπέστειλας τὸν ἄγγελόν σου ἐπὶ Ἑζεκίου τοῦ βασιλέως τῆς Ἰουδαίας, καὶ ἀνεῖλες ἐκ τῆς παρεμβολῆς Σενναχηρεὶμ εἰς ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας."],["23","Καὶ νῦν, Δυνάστα τῶν οὐρανῶν, ἀπόστειλον ἄγγελον ἀγαθὸν ἔμπροσθεν ἡμῶν εἰς δέος καὶ τρόμον."],["24","Μεγέθει βραχίονός σου καταπλαγείησαν οἱ μετὰ βλασφημίας παραγενόμενοι ἐπὶ τὸν ἅγιόν σου λαόν· καὶ οὗτος μὲν ἐν τούτοις ἔληξεν."],["25","Οἱ δὲ περὶ τὸν Νικάνορα μετὰ σαλπίγγων καὶ παιάνων προσῆγον,"],["26","οἱ δὲ περὶ τὸν Ἰούδαν μετʼ ἐπικλήσεως καὶ εὐχῶν συνέμιξαν τοῖς πολεμίοις."],["27","Καὶ ταῖς μὲν χερσὶν ἀγωνιζόμενοι, ταῖς δὲ καρδίαις πρὸς τὸν Θεὸν εὐχόμενοι, κατέστρωσαν οὐδὲν ἧττον μυριάδων τριῶν καὶ πεντακισχιλίων, τῇ τοῦ Θεοῦ μεγάλως εὐφρανθέντες ἐπιφανείᾳ."],["28","Γενόμενοι δὲ ἀπὸ τῆς χρείας, καὶ μετὰ χαρᾶς ἀναλύοντες, ἐπέγνωσαν προπεπτωκότα Νικάνορα σὺν τῇ πανοπλίᾳ."],["29","Γενομένης δὲ κραυγῆς καὶ ταραχῆς, εὐλόγουν τὸν Δυνάστην τῇ πατρίῳ φωνῇ."],["30","Καὶ προσέταξεν ὁ καθʼ ἅπαν σώματι καὶ ψυχῇ πρωταγωνιστὴς ὑπὲρ τῶν πολιτῶν, ὁ τὴν τῆς ἡλικίας εὔνοιαν εἰς ὁμοεθνεῖς διαφυλάξας, τὴν τοῦ Νικάνορος κεφαλὴν ἀποτεμόντας, καὶ τὴν χεῖρα σὺν τῷ ὤμῳ φέρειν εἰς Ἱεροσόλυμα."],["31","Παραγενόμενος δὲ ἐκεῖ, καὶ συγκαλέσας τοὺς ὁμοεθνεῖς, καὶ τοὺς ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου στήσας, μετεπέμψατο τοὺς ἐκ τῆς ἄκρας."],["32","Καὶ ἐπιδειξάμενος τὴν τοῦ μιαροῦ Νικάνορος κεφαλὴν, καὶ τὴν χεῖρα τοῦ δυσφήμου, ἣν ἐκτείνας ἐπὶ τὸν ἅγιον τοῦ παντοκράτορος οἶκον ἐμεγαλαύχησε."],["33","Καὶ τὴν γλῶσσαν τοῦ δυσσεβοῦς Νικάνορος ἐκτεμὼν, ἔφη κατὰ μέρος δώσειν τοῖς ὀρνέοις, τὰ δὲ ἐπίχειρα τῆς ἀνοίας κατέναντι τοῦ ναοῦ κρεμᾶσαι."],["34","Οἱ δὲ πάντες εἰς τὸν οὐρανὸν εὐλόγησαν τὸν ἐπιφανῆ Κύριον, λέγοντες, εὐλογητὸς ὁ διατηρήσας τὸν ἑαυτοῦ τόπον ἀμίαντον."],["35","Ἐξέδησε δὲ τὴν τοῦ Νικάνορος κεφαλὴν ἐκ τῆς ἄκρας, ἐπίδηλον πᾶσι καὶ φανερὸν τῆς τοῦ Κυρίου βοηθείας σημεῖον."],["36","Καὶ ἐδογμάτισαν πάντες μετὰ κοινοῦ ψηφίσματος μηδαμῶς ἐᾶσαι ἀπαρασήμαντον τὴνδε τὴν ἡμέραν· ἔχειν δὲ ἐπίσημον τὴν τρισκαιδεκάτην τοῦ δωδεκάτου μηνὸς, Ἄδαρ λέγεται τῇ Συριακῇ φωνῇ, πρὸ μιᾶς ἡμέρας τῆς Μαρδοχαϊκῆς ἡμέρας."],["37","Τῶν οὖν κατὰ Νικάνορα χωρησάντων οὕτω, καὶ ἀπʼ ἐκείνων τῶν καιρῶν κρατηθείσης τῆς πόλεως ὑπὸ τῶν Ἑβραίων. Καὶ αὐτὸς αὐτόθι καταπαύσω τὸν λόγον."],["38","Καὶ εἰ μὲν καλῶς καὶ εὐθίκτως τῇ συντάξει, τοῦτο καὶ αὐτὸς ἤθελον· εἰ δὲ εὐτελῶς καὶ μετρίως, τοῦτο ἐφικτὸν ἦν μοι."],["39","Καθάπερ γὰρ οἶνον καταμόνας πίνειν, ὡσαύτως δὲ καὶ ὕδωρ πάλιν, πολέμιον· ὃν δὲ τρόπον οἶνος ὕδατι συγκερασθεὶς ἡδὺς, καὶ ἐπιτερπῆ τὴν χάριν ἀποτελεῖ, οὕτω καὶ τὸ τῆς κατασκευῆς τοῦ λόγου τέρπει τὰς ἀκοὰς τῶν ἐντυγχανόντων τῇ συντάξει· ἐνταῦθα δὲ ἔσται ἡ τελευτή."]]] \ No newline at end of file diff --git a/lines/maccabees-iii.json b/lines/maccabees-iii.json new file mode 100644 index 0000000000000000000000000000000000000000..12414b1250f41dcfaa43fe325826dc5fb7c6880f --- /dev/null +++ b/lines/maccabees-iii.json @@ -0,0 +1 @@ +[[["1","Ὁ ΔΕ Φιλοπάτωρ μαθὼν παρὰ τῶν ἀνακομισθέντων τὴν γενομένην τῶν ἐπʼ αὐτοῦ κρατουμένων τόπων ἀφαίρεσιν ὑπὸ Ἀντιόχου, παραγγείλας ταῖς πάσαις δυνάμεσι πεζικαῖς τε καὶ ἱππικαῖς αὐτοῦ, καὶ τὴν ἀδελφὴν Ἀρσινόην συμπαραλαβὼν, ἐξώρμησε μέχρι τῶν κατὰ Ῥαφίαν τόπων, ὅπου παρεμβεβλήκεισαν οἱ περὶ Ἀντίοχον."],["2","Θεόδοτος δέ τις ἐκπληρῶσαι τὴν ἐπιβουλὴν διανοηθεὶς, παραλαβὼν τῶν προϋποτεταγμένων αὐτῷ ὅπλων Πτολεμαϊκῶν τὰ κράτιστα, διεκομίσθη νύκτωρ ἐπὶ τὴν τοῦ Πτολεμαίου σκηνὴν, ὡς μόνος κτεῖναι αὐτὸν, καὶ ἐν τούτῳ διαλῦσαι τὸν πόλεμον."],["3","Τοῦτον δὲ διαγαγὼν Δωσίθεος ὁ Δριμύλου λεγόμενος, τὸ γένος Ἰουδαῖος, ὕστερον δὲ μεταβαλὼν τὰ νόμιμα, καὶ τῶν πατρίων δογμάτων ἀπηλλοτριωμένος, ἄσημόν τινα κατέκλινεν ἐν τῇ σκηνῇ, ὃν συνέβη κομίσασθαι τὴν ἐκείνου κόλασιν."],["4","Γενομένης δὲ καρτερᾶς μάχης, καὶ τῶν πραγμάτων μᾶλλον ἐῤῥωμένων τῷ Ἀντιόχῳ, ἱκανῶς ἡ Ἀρσινόη ἐπιπορευσαμένη τὰς δυνάμεις παρεκάλει, μετὰ οἴκτου καὶ δακρύων, τοὺς πλοκάμους λελυμένη, βοηθεῖν ἑαυτοῖς τε καὶ τοῖς τέκνοις καὶ γυναιξὶ θαῤῥαλέως, ἐπαγγελλομένη δώσειν νικήσασιν ἑκάστῳ δύο μνᾶς χρυσίου."],["5","Καὶ οὕτω συνέβη τοὺς ἀντιπάλους ἐν χειρονομίαις διαφθαρῆναι, πολλοὺς δὲ καὶ δορυαλώτους συλληφθῆναι"],["6","Κατακρατήσας δὲ τῆς ἐπιβουλῆς ἔκρινε τὰς πλησίον πόλεις ἐπελθὼν παρακαλέσαι."],["7","Ποιήσας δὲ τοῦτο, καὶ τοῖς τεμένεσι δωρεὰς ἀπονείμας, εὐθαρσεῖς τοὺς ὑποτεταγμένους κατέστησε."],["8","Τῶν δὲ Ἰουδαίων διαπεμψαμένων πρὸς αὐτὸν ἀπὸ τῆς γερουσίας καὶ τῶν πρεσβυτέρων τοὺς ἀσπασομένους αὐτὸν. Καὶ ξένια κομιοῦντας, καὶ ἐπὶ τοῖς συμβεβηκόσι συγχαρησομένους, συνέβη μᾶλλον αὐτὸν προθυμηθῆναι ὡς τάχιστα πρὸς αὐτοὺς παραγενέσθαι."],["9","Διακομισθεὶς δὲ εἰς Ἱεροσόλυμα, καὶ θύσας τῷ μεγίστῳ Θεῷ, καὶ χάριτας ἀποδιδοὺς, καὶ τῶν ἑξῆς τι τῷ τόπῳ ποιήσας, καὶ δὴ παραγενόμενος εἰς τὸν τόπον, καὶ τῇ σπουδαιότητι καὶ εὐπρεπείᾳ καταπλαγείς,"],["10","θαυμάσας δὲ καὶ τὴν τοῦ ἱεροῦ εὐταξίαν, ἐνεθυμήθη βουλεύσασθαι εἰσελθεῖν εἰς τὸν ναόν."],["11","Τῶν δὲ εἰπόντων μὴ καθήκειν γίνεσθαι τοῦτο, διὰ τὸ μηδὲ τοῖς ἐκ τοῦ ἔθνους ἐξεῖναι εἰσιέναι, μηδὲ πᾶσι τοῖς ἱερεῦσιν, ἀλλʼ ἢ μονῳ τῷ προηγουμένῳ πάντων ἀρχιερεῖ, καὶ τούτῳ ἅπαξ κατʼ ἐνιαυτὸν, οὐδαμῶς ἠβούλετο πείθεσθαι."],["12","Τοῦ τε νόμου παραναγνωσθέντος, οὐδαμῶς ἀπέλιπε προφερόμενος ἑαυτὸν, δεῖν εἰσελθεῖν, λέγων, καὶ εἰ ἐκεῖνοι ἐστέρηνται ταύτης τῆς τιμῆς, ἐμὲ οὺ δεῖ."],["13","Καὶ ἐπυνθάνετο, διὰ τίνα αἰτίαν εἰσερχόμενον αὐτὸν εἰς πᾶν τέμενος, οὐθεὶς ἐλώλυσε τῶν παρόντων."],["14","Καί τις ἀπρονοήτως ἔφη κακῶς αὐτὸ τοῦτο τερατεύεσθαι."],["15","Γενομένου δέ φησι τούτου διά τινα αἰτίαν, οὐχὶ πάντως εἰσελεύσεσθαι καὶ θελόντων αὐτῶν καὶ μή;"],["16","Τῶν δὲ ἱερέων ἐν ταῖς ἁγίαις ἐσθήσεσι προπεσόντων, καὶ δεομένων τοῦ μεγίστου Θεοῦ βοηθεῖν τῇ ἐνεστώσῃ ἀνάγκῃ, καί τὴν ὁρμὴν τοῦ κακῶς ἐπιβαλλομένου μεταθεῖναι, κραυγῆς τε μετὰ δακρύων τὸ ἱερὸν ἐμπλησάνων,"],["17","οἱ κατὰ τὴν πόλιν ἀπολιπόμενοι, ταραχθέντες ἐξεπήδησαν, ἄδηλον τιθέμενοι τὸ γινόμενον."],["18","Αἵ τε κατάκλειστοι παρθένοι ἐν θαλάμοις σὺν ταῖς τεκούσαις ἐξώρμησαν· καὶ σποδῷ καὶ κόνει τὰς κεφαλὰς πασάμεναι, γόων τε καὶ στεναγμῶν τὰς πλατείας ἐνεπίμπλων."],["19","Αἱ δὲ καὶ προσαρτίως ἐσταλμέναι, τοὺς πρὸς ἀπάντησιν διατεταγμένους παστοὺς, καὶ τὴν ἁρμόζουσαν αἰδὼ παραλείπουσαι, δρόμον ἄτακτον ἐν τῇ πόλει συνίσταντο."],["20","Τὰ δὲ νεογνὰ τῶν τέκνων, αἵ τε πρὸς τούτοις μητέρες καὶ τιθηνοὶ παραλιποῦσαι ἄλλως καὶ ἄλλως, αἱ μὲν κατʼ οἴκους, αἱ δὲ κατὰ τὰς ἀγυιὰς ἀνεπιτρέπτως εἰς τὸ πανυπέρτατον ἱερὸν ἠθροίζοντο."],["21","Ποικίλη δὲ ἦν τῶν εἰς τοῦτο συλλεγομένων ἡ δέησις ἐπὶ τοῖς ἀνοσίως ὑπʼ ἐκείνου κατεγχειρουμένοις."],["22","Σύν τε τούτοις οἱ τῶν πολιτῶν θρασυνθέντες οὐκ ἠνείχοντο τέλεον αὐτοῦ ἐπικειμένου, καὶ τὸ τῆς προθέσεως αὐτοῦ ἐκπληροῦν διανοουμένου."],["23","Θωνήσαντες δὲ τὴν ὁρμὴν ἐπὶ τὰ ὅπλα ποιήσασθαι, καὶ θαῤῥαλέως ὑπὲρ τοῦ πατρῴου νόμου τελευτᾷν, ἱκανὴν ἐποίησαν ἐν τῷ τόπῳ τραχύτητα, μόλις τε ὑπό τε τῶν γεραιῶν καὶ τῶν πρεσβυτέρων ἀποτραπέντες ἐπὶ τὴν αὐτὴν τῆς δεήσεως ἔστησαν στάσιν."],["24","Καὶ τὸ μὲν πλῆθος, ὡς ἔμπροσθεν, ἐν τούτοις ἀνεστρέφετο δεόμενον."],["25","Οἱ δὲ περὶ τὸν βασιλέα πρεσβύτεροι πολλαχῶς ἐπειρῶντο τὸν ἀγέρωχον αὐτοῦ νοῦν ἐξιστάνειν τῆς ἐντεθυμημένης βουλῆς."],["26","Θρασυνθεὶς δὲ καὶ πάντα παραπέμψας, ἤδη καὶ πρόσβασιν ἀποιεῖτο, τέλος ἐπιθήσειν δοκῶν τῷ προειρημένῳ."],["27","Ταῦτʼ οὖν καὶ οἱ περὶ αὐτὸν ὄντες θεωροῦντες, ἐτράπησαν εἰς τὸ σὺν τοῖς ἡμετέροις ἐπικαλεῖσθαι τὸν πᾶν κράτος ἔχοντα, τοῖς παροῦσιν ἐπαμῦναι, μὴ περιδόντα τὴν ἄνομον καὶ ὑπερήφανον πρᾶξιν."],["28","Ἐκ δὲ τῆς πυκνοτάτης τε καὶ ἐμπόνου τῶν ὄχλων συναγομένης κραυγῆς, ἀνείκαστός τις ἦν βοή."],["29","Δοκεῖν γὰρ ἦν μὴ μόνον τοὺς ἀνθρώπους, ἀλλὰ καὶ τὰ τείχη καὶ τὸ πᾶν ἔδαφος ἠχεῖν, ἅτε δὴ τῶν πάντων τότε θάνατον ἀλλασσομένων ἀντὶ τῆς τοῦ τόπου βεβηλώσεως."]],[["1","Ὁ μὲν οὖν ἀρχιερεὺς Σίμων ἐξεναντίας τοῦ ναοῦ κάμψας τὰ γόνατα, καί τὰς χεῖρας προτείνας εὐτάκτως, ἐποιήσατο τὴν δέησιν τοιαύτην·"],["2","Κύριε Κύριε βασιλεῦ τῶν οὐρανῶν, καὶ Δέσποτα πάσης κτίσεως, ἅγιε ἐν ἁγίοις, μόναρχε, παντοκράτωρ, πρόσχες ἡμῖν καταπονουμένοις ὑπὸ ἀνοσίου καὶ βεβήλου θράσει καὶ σθένει πεφρυαγμένου."],["3","Σὺ γὰρ ὁ κτίσας τὰ πάντα καὶ τῶν ὅλων ἐπικρατῶν δυνάστης δίκαιος εἶ, καὶ τοὺς ὕβρει καὶ ἀγερωχίᾳ πράσσοντάς τι κρίνεις."],["4","Σὺ τοὺς ἔμπροσθεν ἀδικίαν ποιήσαντας, ἐν οἷς καὶ γίγαντες ἦσαν ῥώμῃ καὶ θράσει πεποιθότες, διέφθειρας, ἐπαγαγὼν αὐτοῖς ἀμέτρητον ὕδωρ."],["5","Σὺ τοὺς ὑπερηφανίαν ἐργαζομένους Σοδομίτας, αιαδήλους ταῖς κακίαις γενομένους, πυρὶ καὶ θείῳ κατέφλεξας, παράδειγμα τοῖς ἐπιγινομένοις καταστήσας."],["6","Σὺ τὸν θρασὺν Φαραὼ καταδουλωσάμενον τὸν λαόν σου τὸν ἅγιον Ἰσραὴλ, ποικίλαις καὶ πολλαῖς δοκιμάσας τιμωρίαις, ἐγνώρισας τὴν σὴν δυναστείαν· ἐφʼ αἷς ἐγνώρισας τὸ μέγα σου κράτος."],["7","Καὶ ἐπιδιώξαντα αὐτὸν σὺν ἅρμασι καὶ ὄχλων πλήθει, ἐπέκλυσας βάθει θαλάσσης, τοὺς δὲ ἐνπιστεύσαντας ἐπὶ σοὶ τῷ τῆς ἁπάσης κτίσεως δυναστεύοντι, σώους διεκόμισας."],["8","Οἳ καὶ συνειδότες ἔργα σῆς χειρός, ᾔνεσάν σε τὸν παντοκράτορα."],["9","Σὺ, βασιλεῦ, κτίσας τὴν ἀπέραντον καὶ ἀμέτρητον γῆν, ἐξελέξω τὴν πόλιν ταύτην, καὶ ἁγιάσας τὸν τόπον τοῦτον εἰς ὄνομά σοι τῷ τῶν ἁπάντων ἀπροσδεεῖ, καὶ παρεδόξασας ἐν ἐπιφανείᾳ μεγαλοπρεπεῖ, σύστασιν ποιησάμενος αὐτοῦ πρὸς δόξαν τοῦ μεγάλου καὶ ἐντίμου ὀνόματός σου."],["10","Καὶ ἀγαπῶν τὸν οἶκον τοῦ Ἰσραὴλ, ἐπηγγείλω δὴ ὃτι ἐὰν γένηται ἡμῶν ἀποστροφὴ, καὶ καταλάβῃ ἡμᾶς στενοχωρία, καὶ ἐλθόντες εἰς τὸν τόπον τοῦτου δεηθῶμεν, εἰσακούσῃ τῆς δεήσεως ἡμῶν."],["11","Καὶ δὴ πιστὸς εἶ καὶ ἀληθινός."],["12","Ἐπεὶ δὲ πλεονάκις θλιβέντων τῶν πατέρων ἡμῶν ἐβοήθησας αὐτοῖς ἐν τῇ ταπεινώσει, καὶ ἐῤῥύσω αὐτοὺς ἐκ μεγάλων κινδύνων,"],["13","ἰδοὺ δὴ νῦν, ἅγιε βασιλεῦ, διὰ τὰς πολλὰς καὶ μεγάλας ἡμῶν ἁμαρτίας καταπονούμεθα, καὶ ὑπετάγημεν τοῖς ἐχθροῖς ἡμῶν, καὶ παρείμεθα ἐν ἀδυναμίαις."],["14","Ἐν δὲ τῇ ἡμετέρᾳ καταπτώσει ὁ θρασὺς καὶ βέβηλος οὗτος ἐπιτηδεύει καθυβρίσαι τὸν ἐπὶ τῆς γῆς ἀναδεδειγμένον τῷ ὀνόματι τῆς δόξης σου ἅγιον τόπον."],["15","Τὸ μὲν γὰρ οἰκητήριόν σου οὐρανὸς τοῦ οὐρανοῦ ἀνέφικτος ἀνθρώποις ἐστίν."],["16","Ἀλλαʼ ἐπεὶ εὐδόκησας τὴν δόξαν σου ἐν τῷ λαῷ σου Ἰσραὴλ, ἡγίασας τὸν τόπον τοῦτον."],["17","Μὴ ἐκδικήσῃς ἡμᾶς ἐν τῇ τούτων ἀκαθαρσίᾳ, μηδὲ εὐθύνῃς ἡμᾶς ἐν βεβηλώσει· ἵνα μὴ καυχήσωνται οἱ παράνομοι ἐν θυμῷ αὐτῶν, μηδὲ ἀγαλλιάσωνται ἐν ὑπερηφανίᾳ γλώσσης αὐτῶν, λέγοντες,"],["18","ἡμεῖς κατεπατήσαμεν τὸν οἶκον τοῦ ἁγιασμοῦ, ὡς καταπατοῦνται οἱ οἶκοι τῶν προσοχθισμάτων."],["19","Ἀπάλειψον τὰς ἁμαρτίας ἡμῶν, καὶ διασκέδασον τὰς ἀμπλακίας ἡμῶν, καὶ ἐπίφανον τὸ ἔλεός σου κατὰ τὴν ὥραν ταύτην."],["20","Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου· καὶ δὸς αἰνέσεις ἐν στόματι τῶν καταπεπτωκότων καὶ συντετριμμένων τὰς ψυχὰς, ποιήσας ἡμῖν εἰρήνην."],["21","Ἐνταῦθα ὁ πάντων ἐπόπτης Θεὸς, καὶ πρὸ πάντωρ ἅγιος ἐν ἁγίοις, εἰσακούσας τῆς ἐνθέσμου λιτανείας, τὸν ὕβρει καὶ θράσει μεγάλως ἐπηρμένον ἐμάστιξεν αὐτόν,"],["22","ἔνθεν καὶ ἔνθεν κραδάνας αὐτὸν ὡς κάλαμον ὑπὸ ἀνέμου, ὥστε κατʼ ἐδάφους ἄπρακτον ἔτι καὶ τοῖς μέλεσι παραλελυμένον, μηδὲ φωνῆσαι δύνασθαι δικαίᾳ περιπεπλεγμένον κρίσει."],["23","Ὅθεν οἵ τε φίλοι καὶ οἱ σωματοφύλακες αὐτοῦ ταχεῖαν καὶ ὀξεῖαν ἰδόντες τὴν καταλαβοῦσαν αὐτὸν εὐθύναν, φοβούμενοι μὴ καὶ τὸ ζῇν ἐκλείπῃ, ταχέως αὐτὸν ἐξείλκυσαν ὑπερβάλλοντι καταπεπληγμένοι φόβῳ."],["24","Ἐν χρόνῳ δὲ ὕστερον ἀναλεξάμενος ἑαυτὸν, οὐδαμῶς εἰς μετάμελον ἦλθεν ἐπιτιμηθεὶς, μετʼ ἀπειλῆς δὲ πικρᾶς ἀνέλυσε."],["25","Διακομισθεὶς δὲ εἰς τὴν Αἴγυπτον, καὶ τὰ τῆς κακίας ἐπαύξων, διά δὲ τῶν προαποδεδιγμένων συμποτῶν καὶ ἑταίρων τοῦ παντὸς δικαίου κεχωρισμένων,"],["26","οὐ μόνον ταῖς ἀναριθμήτοις ἀσελγείαις διηρκέσθη, ἀλλὰ καὶ ἐπὶ τοσοῦτον θράσους προῆλθεν, ὥστε δυσφημίας ἐν τοῖς τόποις συνίστασθαι, καὶ πολλοὺς τῶν φίλων ἀτενίζοντας εἰς τὴν τοῦ βασιλέως πρόθεσιν καὶ αὐτοὺς ἕπεσθαι τῇ ἐκείνου θελήσει."],["27","Προέθετο δὲ δημοσίᾳ κατὰ τοῦ ἔθνους διαδοῦναι ψόγον· καὶ ἐπὶ τοῦ κατὰ τὴν αὐλὴν πύργου στήλην ἀναστήσας, ἐξεκόλαψε γραφήν,"],["28","μηδένα τῶν μὴ θυόντων εἰς τὰ ἱερὰ αὐτῶν εἰσιέναι, πάντας δὲ τοὺς Ἰουδαίους εἰς λαογραφίαν καὶ οἰκετικὴν διάθεσιν ἀχθῆναι, τοὺς δὲ ἀντιλέγοντας βίᾳ φερομένους τοῦ ζῇν μεταστῆσαι,"],["29","τούτους τε ἀπογραφομένους χαράσσεσθαι καὶ διὰ πυρὸς εἰς τὸ σῶμα παρασήμῳ Διονύσου κισσοφύλλῳ, οὓς καὶ καταχωρίσαι εἰς τὴν προσυνεσταλμένην αὐθεντίαν."],["30","Ἵνα δὲ μὴ τοῖς πᾶσιν ἀπεχθόμενος φαίνηται, ὑπέγραψεν, ἐὰν δέ τινες ἐξ αὐτῶν προαιρῶνται ἐν τοῖς κατὰ τὰς τελετὰς μεμυημένοις ἀναστρέφεσθαι, τούτους ἰσοπολίτας Ἀλεξανδρεῦσιν εἶναι."],["31","Ἔνιοι μὲν οὖν ἐπι πολεως τὰς τῆς πόλεως εὐσεβείας ἐπιβάθρας στυγοῦντες, εὐχερῶς ἑαυτοὺς ἐδίδοσαν, ὡς μεγάλης τινὸς κοινωνήσοντες εὐκλείας ἀπὸ τῆς ἐσομένης τῷ βασιλεῖ συναναστροφῆς."],["32","Οἱ δὲ πλεῖστοι γενναίᾳ ψυχῇ ἐνίσχυσαν καὶ οὐ διέστησαν τῆς εὐσεβείας· τά τε χρήματα περὶ τοῦ ζῇν ἀντικαταλλασσομενοι, ἀδεῶς ἐπειρῶντο ἑαυτοὺς ῥύσασθαι ἐκ τῶν ἀπογραφῶν."],["33","Εὐέλπιδές δὲ καθειστήκεισαν ἀντιλήμψεως τεύξεασθαι, καὶ τοὺς ἀποχωροῦντας ἐξ αὐτῶν ἐβδελύσσοντο, καὶ ὡς πολεμίους τοῦ ἔθνους ἔκρινον, καὶ τῆς κοινῆς συναναστροφῆς καὶ εὐχρηστίας ἐστέρουν."]],[["1","Ἃ καὶ μεταλαμβάνων ὁ δυσσεβὴς ἐπι τοσοῦτον ἐχόλησεν, ὥστε οὐ μόνον τοῖς κατʼ Ἀλεξάνδρειαν διοργίζεσθαι, ἀλλὰ καὶ τοῖς ἐν τῇ χώρᾳ βαρυτέρως ἐναντιωθῆναι, καὶ προστάξαι σπεύσαντας συναγαγεῖν πάντας ἐπιτοαυτὸ, καὶ χειρίστῳ μόρῳ τοῦ ζῇν μεταστῆσαι."],["2","Τούτων δὲ οἰκονομουμένων, φήμη δυσμενὴς ἐξηχεῖτο κατὰ τοῦ γένους ἀνθρώποις συμφρονοῦσιν εἰς κακοποίησιν, ἀφορμῆς διδομένης εἰς διάθεσιν, ὡς ἂν ἀπὸ τῶν νομίμων αὐτοὺς κωλυόντων."],["3","Οἱ δὲ Ἰουδαῖοι τὴν μὲν πρὸς τοὺς βασιλεῖς εὔνοιαν καὶ πίστιν ἀδιάστροφον ἦσαν διαφυλάσσοντες·"],["4","σεβόμενοι δὲ τὸν Θεόν καὶ τῷ τούτου νόμῳ πολιτευόμενοι, χωρισμὸν ἐποίουν ἐπὶ τινων καὶ καταστροφάς διʼ ἣν αἰτίαν ἔνιος ἀπεχθεῖς ἐφαίνοντο·"],["5","Τῇ δὲ τῶν δικαίων εὐπραξίᾳ κοσμοῦντες τὴν συναναστροφήν, ἅπασιν ἀνθρώποις εὐδόκιμοι καθειστήκεισαν."],["6","Τὴν μὲν οὖν περὶ τοῦ γένους ἐν πᾶσι θρυλλουμένην εὐπραξίαν οἱ ἀλλόφυλοι οὐδαμῶς διηριθμήσαντο."],["7","Τὴν δὲ περὶ τῶν προσκυνήσεων καὶ τροφῶν διάστασιν ἐθρύλλουν, φάσκοντες μήτε τῷ βασιλεῖ μήτε ταῖς δυνάμεσιν ὁμοσπόνδους τοὺς ἀνθρώπους γενέσθαι, δυσμενεῖς δὲ εἶναι καὶ μέγα τι τοῖς πράγμασιν ἐναντιουμένους· καὶ οὐ τῷ τυχόντι περιήψαν ψόγῳ."],["8","Οἱ δὲ κατὰ τὴν πόλιν Ἕλληνες οὐδὲν ἠδικημένοι, ταραχὴν ἀπροσδόκητον περὶ τοὺς ἄνθρώπους θεωροῦντες, καὶ συνδρομὰς ἀπροσκόπους γινομένας βοηθεῖν μὲν οὐκ ἔσθενον· τυραννικὴ γὰρ ἦν ἡ διάθεσις· παρεκάλουν δὲ καὶ δυσφόρως εἶχον, καὶ μεταπεσεῖσθαι ταῦτα ὑπελάμβανον·"],["9","Μὴ γὰρ οὕτως παροραθήσεται τηλικοῦτο σύστεημα μηδὲν ἠγνοηκώς."],["10","Ἤδη δὲ καί τινες γείτονές τε καὶ φίλοι καὶ συμπραγματευόμενοι, μυστικῶς τινας ἐπισπώμενοι, πίστεις ἐδίδουν συνασπιεῖν, καὶ πᾶν ἐκτενὲς προσοίσεσθαι πρὸς ἀντίληψιν."],["11","Ἐκεῖνος μὲν οὖν τῇ κατὰ τὸ παρὸν εὐημερίᾳ γεγαυρωμένος, καὶ οὐ καθορῶν τὸ τοῦ μεγίστου Θεοῦ κράτος, ὑπολαμβάνων δὲ διηνεκῶς ἐν τῇ αὐτῇ διαμένειν βουλῇ, ἔγραψε κατʼ αὐτῶν ἐπιστολὴν τήνδε"],["12","Βασιλεὺς Πτολεμαῖος Φιλοπάτωρ τοῖς κατʼ Αἴγυπτον, καὶ κατὰ τόπον στρατηγοῖς καὶ στρατιώταις, χαίρειν καὶ ἐῤῥῶσθαι."],["13","Ἔῤῥωμαι δὲ καὶ ἐγὼ αὐτὸς καὶ τὰ πράγματα ἡμῶν."],["14","Ἐκ τῆς εἰς τὴν Ἀσίαν γενομένης ἡμῖν ἐπιστρατίας, ἧς ἴστε καὶ αὐτοί, τῇ τῶν θεῶν πρὸς ἡμᾶς ἀπροπτώτῳ συμμαχίᾳ καὶ τῇ ἡμετέρᾳ δὲ ῥώμῃ κατὰ λόγον ἐπʼ ἄριστον τέλος ἀχθείσης,"],["15","ἡγησάμεθα μὴ βίᾳ δόρατος, ἐπιεικείᾳ δὲ καὶ πολλῇ φιλανθρωπίᾳ τιθηνήσασθαι τὰ κατοικοῦντα κοίλην Συρίαν καὶ Φοινίκην ἔθνη, εὖ ποιήσαί τε ἀσμένως."],["16","Καὶ τοῖς κατὰ πόλεσιν ἱεροῖς ἀπονείμαντες προσόδους πλείστας, προήχθημεν καὶ εἰς τὰ Ἰεροσόλυμα, ἀναβάντες τιμῆσαι τὸ ἱερὸν τῶν ἀλιτηρίων καὶ μηδέποτε ληγόντων τῆς ἀνοίας."],["17","Οἱ δὲ λόγῳ μὲν τὴν ἡμετέραν ἀποδεξάμενοι παρουσίαν, τῷ δὲ πράγματι νόθως, προθυμηθέντων ἡμῶν εἰσελθεῖν εἰς τὸν ναὸν αὐτῶν, καὶ τοῖς ἐκπρεπέσιν καὶ καλλίστοις ἀναθήμασι τιμῆσαι,"],["18","τύφοις φερόμενοι παλαιοτέροις εἶρξαν ἡμᾶς τῆς εἰσόδου, ἀπολειπόμενοι τῆς ἡμετέρας ἀλκῆς, διʼ ἣν ἔχομεν πρὸς ἅπαντας ἀνθρώπους φιλανθρωπίαν."],["19","Τὴν δὲ αὐτῶν εἰς ἡμᾶς δυσμενειαν ἔκδηλον καθιστάντες, ὡς μονώτατοι τῶν ἐθνῶν βασιλεῦσι καὶ τοῖς ἑαυτῶν εὐεργέταις ὑψαυχενοῦντες οὐδὲν γνήσιον βούλονται φέρειν."],["20","Ἡμεῖς δὲ τῇ τούτων ἀνοίᾳ συμπεριενεχθέντες, καὶ μετὰ νίκης διακομισθέντες, καὶ εἰς τὴν Αἴγυπτον τοῖς πᾶσιν ἔθνεσιν φιλανθρώπως ἀπαντήσαντες, καθὼς ἔπρεπεν ἐποιήσαμεν."],["21","ἐν δὲ τούτοις πρὸς τοὺς ὁμοφύλους αὐτῶν ἀμνησικακίαν ἅπασιν γνωρίζοντες, διά τε τὴν συμμαχίαν καὶ τὰ πεπιστευμένα μετὰ ἁπλότητος αὐτοῖς ἀρχῆθεν μύρια πράγματα, ἐξαλλοιῶσαι, ἐβουλήθημεν καὶ πολιτείας αὐτοὺς Ἀλεξανδρέων καταξιῶσαι, καὶ μετόχους τῶν ἀεὶ ἱερέων καταστῆσαι."],["22","Οἱ δὲ τοὐναντίον ἐκδεχόμενοι, καὶ τῇ συμφύτῳ κακοηθείᾳ τὸ καλὸν ἀπωσάμενοι, διηνεκῶς δὲ εἰς τὸ φαῦλον ἐκνεύοντες,"],["23","οὐ μόνον ἀπεστρέψαντο τὴν ἀτίμητον πολιτείαν, ἀλλὰ καὶ βδελύσσονται λόγῳ τε καὶ σιγῇ τοὺς ἐν αὐτοῖς ὀλίγους πρὸς ἡμᾶς γνησίως διακειμένους, παρέκαστα ὑφορώμενοι διὰ τῆς δυσκλεεστάτης ἐμβιώσεως διὰ τάχους ἡμᾶς καταστρέψαι τὰ κατορθώματα."],["24","Διὸ καὶ τεκμηρίοις καλῶς πεπεισμένοι τούτους κατὰ πάντα δυσνοεῖν ἡμῖν τρόπον, καὶ προνοούμενοι μήποτε αἰφνιδίου μετέπειτα ταραχῆς ἐνστάσης ἡμῖν, τοὺς δυσσεβεῖς τούτους κατὰ νώτου προδότας καὶ βαρβάρους ἔχωμεν πολεμίους."],["25","Προστετάχαμεν ἅμα τῷ προσπεσεῖν τὴν ἐπιστολὴν τήνδε, αὐθωρὶ τοὺς ἐννεμομένους σὺν γυναιξὶ καὶ τέκνοις μετὰ ὕβρεων καὶ σκυλμῶν ἀποστεῖλαι πρὸς ἡμᾶς ἐνδεσμοῖς σιδηροῖς πάντοθεν κατακεκλεισμένους, εἰς ἀνήκεστον καὶ δυσκλεῆ πρέποντα δυσμενέσι φόνον."],["26","Τούτων γὰρ ὁμοῦ κολασθέντων, διειλήφαμεν εἰς τὸν ἐπίλοιπον χρόνον τελείως ἡμῖν τὰ πράγματα ἐν εὐσταθείᾳ καὶ βελτίστῃ διαθέσει κατασταθήσεσθαι."],["27","Ὅς δʼ ἂν σκεπάσῃ τινὰ τῶν Ἰουδαίων ἀπὸ γεραιοῦ μέχρι νηπίου μέχρι τῶν ὑπομασθίων, αἰσχίστοις βασάνοις ἀποτυμπανισθήσεται πανοικί."],["28","Μηνύειν δέ τὸν βουλόμενον, ἐφʼ ᾧ τὴν οὐσίαν τοῦ ἐμπίπτοντος ὑπὸ τὴν εὐθύναν λήψεται, καὶ ἐκ τοῦ βασιλικοῦ ἀργυρίου δραχμὰς δισχιλίας, καὶ τῆς ἐλευθερίας τεύξεται καὶ στεφανωθήσεται."],["29","Πᾶς δὲ τὸπος οὗ ἐὰν φωραθῇ τὸ σύνοκον σκεπαζόμενος Ἰουδαῖος, ἄβατος καὶ πυριφλεγὴς γινέσθω, καὶ πάσῃ θνητῇ φύσει κατὰ πάντα ἄχρηστος φανήσεται εἰς τὸν ἀεὶ χρόνον."],["30","Καὶ ὁ μὲν τῆς ἐπιστολῆς τύπος οὕτως ἐγέγραπτο."]],[["1","Παντῇ δὲ ὅπου προσέπιπτε τοῦτο τὸ πρόσταγμα, δημοτελὴς συνίστατο τοῖς ἔθνεσιν εὐωχία μετὰ ἀλαλαγμῶν καὶ χαρᾶς, ὡς ἄν τῆς προκατεσκιῤῥωμένης αὐτοῖς πάλαι κατὰ διάνοιαν, μετὰ παῤῥησίας συνεκφαινομένης ἀπεχθείας."],["2","Τοῖς δὲ Ἰουδαίοις ἀνήκεστον πένθος ἦν καὶ πανόδυρτος μετὰ δακρύων βοὴ, στεναγμοῖς πεπυρωμένης τῆς αὐτῶν πάντοθεν καρδίας, ὀλοφυρομένων τὴν ἀπροσδόκητον ἐξαίφνης ἐπικριθεῖσαν αὐτοῖς ὀλεθρίαν."],["3","Τίς νομὸς ἢ πόλις, ἢ τίς τὸ σύνολον οἰκητὸς τὸπος, ἢ τίνες ἀγυιαὶ κοπετοῦ καὶ γόων ἐπʼ αὐτοῖς οὐκ ἐμπιπλῶντο;"],["4","Οὕτω γὰρ μετὰ πικρᾶς καὶ ἀνοίκτου ψυχῆς ὑπὸ τῶν κατὰ πόλιν στρατηγῶν ὁμοθυμαδὸν ἐξαπεστέλλοντο, ὥστε ἐπὶ ταῖς ἐξάλλοις τιμωρίαις καί τινας τῶν ἐχθρῶν, λαμβάνοντας πρὸ τῶν ὀφθαλμὼν τὸν κοινὸν ἔλεον, καὶ λογιζομένους τὴν ἄδηλον τοῦ βίου καταστροφὴν, δακρύειν αὐτῶν τρισάθλιον ἐξαποστολήν."],["5","Ἤγετο γὰρ γεραιῶν πλῆθος πολιᾷ πεπυκασμένων, τὴν ἐκ τοῦ γήρως νωθρότητα ποδῶν ἐπικύφων, ἀνατροπῆς ὁρμῇ βιαίας, ἁπάσης αἰδοῦς ἄνευ πρὸς ὀξείαν καταχρωμένων πορείαν."],["6","Αἱ δὲ ἄρτι πρὸς βίου κοινωνίαν γαμικὸν ὑπεληλυθυῖαι παστὸν νεάνιδες, ἀντὶ τέρψεως μεταλαβοῦσαι γόους, καὶ κόνει τὴν μυροβραχῆ πεφυρμέναι κόμην, ἀκαλύπτως δὲ ἀγόμεναι, θρῆνον ἀνθʼ ὑμεναίων ὁμοθυμαδὸν ἐξῆρχον, ὡς ἐσπαραγμέναι σκυλμοῖς ἀλλοεθνέσι."],["7","Δέσμιαι δέ δημόσιαι μέχρι τῆς εἰς τὸ πλοῖον ἐμβολῆς εἵλκοντο μετὰ βίας."],["8","Οἵ τε τούτων συζυγεῖς βρόχοις ἀντὶ στεφέων τοὺς αὐχένας περιπεπλεγμένοι μετὰ ἀκμαίας καὶ νεανικῆς ἡλικίας, ἀντὶ εὐωχίας καὶ νεωτερικῆς ῥαθυμίας τὰς ἐπιλοίπους τῶν γάμων ἡμέρας ἐν θρήνοις διῆγον, παρὰ πόδας ἤδη τὸν ᾅδην ὁρῶντες κείμενον."],["9","Κατήχθησαν δὲ θηρίων τρόπον ἀγόμενοι σιδηροδέσμοις ἀνάγκαις· οἱ μὲν τοῖς ζυγοῖς τῶν πλοίων προσηλωμένοι τοὺς τραχήλους, οἱ δὲ τοὺς πόδας ἀῤῥήκτοις κατησθφαλισμένοι πέδαις,"],["10","ἔτι καὶ τῷ καθύπερθε πυκνῷ σανιδώματι διακειμένῳ τὸ φέγγος ἀποκλειόμενοι, ὅπως πάντοθεν ἐσκοτισμένοι τοὺς ὀφθαλμοὺς, ἀγωγὴν ἐπιβούλων ἐν παντὶ τῷ κατάπλῳ λαμβάνωσι."],["11","Τούτων δὲ ἐπὶ τὴν λεγομένην Σχεδὶαν ἀχθέντων, καὶ τοῦ παράπλου περανθέντος, καθὼς ἦν δεδογματισμένον τῷ βασιλεῖ, προσέταξεν αὐτοὺς ἐν τῷ πρὸ τῆς πόλεως ἱπποδρόμῳ παρεμβαλεῖν ἀπλέτῳ καθεστῶτι περιμέτρῳ, καὶ πρὸς παραδειγματισμὸν ἄγαν εὐκαιροτάτῳ καθεστῶτι πᾶσι τοῖς καταπορευομένοις εἰς τὴν πόλιν, καὶ τοῖς ἐκ τούτων εἰς τὴν χώραν στελλομένοις πρὸς ἐκδημίαν· πρὸς τὸ μηδὲ ταῖς δυνάμεσιν αὐτοῦ κοινωνεῖν, μηδὲ τὸ σύνολον καταξιῶσαι περιβόλων."],["12","Ὡς δὲ τοῦτο ἐγενήθη, ἀκούσας τοὺς ἐκ τῆς πόλεως ὁμοεθνεῖς κρυβῇ ἐκπορευομένους πυκνότερον ἀποδύρεσθαι τὴν ἀκλεᾶ τῶν ἀδελφῶν ταλαιπωρίαν,"],["13","διοργισθεὶς προσέταξε καὶ τούτοις ὁμοῦ τὸν αὐτὸν τρόπον ἐπιμελῶς ὡς ἐκείνοις ποιῆσαι, μὴ λειπομένοις κατὰ μηδένα τρόπον τῆς ἐκείνων τιμωρίας, Ἀπογραφῆναι δὲ πᾶν τὸ φῦλον ἐξ ὀνόματος·"],["14","οὐ γὰρ τὴν ἔμπροσθε βραχεῖ προδεδηλωμένην τῶν ἔργων κατὰπονον λατρείαν, στρεβλωθέντας δὲ ταῖς παρηγγελμέναις αἰκίαις τὸ τέλος ἀφανίσαι μιᾶς ὑπὸ καιρὸν ἡμέρας."],["15","Ἐγίνετο μὲν οὖν ἡ τοὺτων ἀπογραφὴ μετὰ πικρᾶς σπουδῆς καὶ φιλοτίμου προσεδρίας ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, ἀνήνυτον λαμβάνουσα τὸ τέλος επὶ ἡμέρας τεσσαράκοντα."],["16","Μεγάλως δὲ καὶ διηνεκῶς ὁ βασιλεὺς χαρᾷ πεπληρωμένος, συμπόσια ἐπὶ πάντων τῶν εἰδώλων συνιστάμενος, πεπλανημένῃ, πόῤῥω τῆς ἀληθείας φρενὶ καὶ βεβήλῳ στόματι, τὰ μὲν κωφὰ καὶ μὴ δυνάμενα αὐτοῖς λαλεῖν ἢ ἀρήγειν, ἐπαινῶν, εἰς δὲ τὸν μέγιστον Θεὸν τὰ μὴ καθήκοντα λαλῶν."],["17","Μετὰ δὲ τὸ προειρημένον τοῦ χρόνου διάστημα προσηνέγκαντο οἱ γραμματεῖς τῷ βασιλεῖ, μηκέτι ἰσχύειν τὴν τῶν Ἰουδαίων ἀπογραφὴν ποιεῖσθαι διὰ τὴν ἀμέτρητον αὐτῶν πληθὺν, καί περ ὄντων κατὰ τὴν χώραν ἔτι τῶν πλειόνων,"],["18","τῶν μὲν κατὰ τὰς οἰκίας ἔτι συνεστηκότων, τῶν δὲ καὶ κατὰ τὸπον, ὡς ἀδυνάτου καθεστῶτος πᾶσι τοῖς ἐπʼ Αἴγυπτον στρατηγοῖς,"],["19","ἀπειλήσαντος δὲ αὐτοῖς σκληρότερον ὡς δεδωροκοπημένοις εἰς μηχανὴν τῆς ἐκφυγῆς, συνέβη σαφῶς αὐτὸν περὶ τούτου πεισθῆναι,"],["20","λεγόντων μετὰ ἀποδείξεως, καὶ τὴν χαρτηρίαν ἤδη καὶ τοὺς γραφικοὺς καλάμους ἐν οἷς ἐχρῶντο ἐκλελοιπέναι."],["21","Τοῦτο δὲ ἦν ἐνέργεια τῆς τοῦ βοηθοῦντος τοῖς Ἰουδαίοις ἐξ οὐρανοῦ προνοίας ἀνικήτου."]],[["1","Τότε προσκαλεσάμενος Ἕρμωνα τὸν πρὸς τῇ τῶν ἐλεφάντων ἐπιμελείᾳ, βαρείᾳ μεμεστωμένος ὀργῇ καὶ χόλῳ κατὰ πᾶν ἀμετάθετος,"],["2","ἐκέλευσεν ὑπὸ τὴν ἐπερχομένην ἡμέραν δαψιλέσι δράκεσι λιβανωτοῦ καὶ οἴνῳ πλείονι ἀκράτῳ ἅπαντας τοὺς ἐλέφαντας ποτίσαι, ὄντας τὸν ἀριθμὸν πεντακοσίους, καὶ ἀγριωθέντας τῇ τοῦ πόματος ἀφθόνῳ χορηγίᾳ, εἰσαγαγεῖν πρὸς συνάντησιν τοῦ μόρου τῶν Ἰουδαίων."],["3","Ὁ μὲν τάδε προστάσσων, ἐτρέπετο πρὸς τὴν εὐωχίαν, συναγαγὼν τοὺς μάλιστα τῶν φίλων καὶ τῆς στρατιᾶς ἀπεχθῶς ἔχοντας πρὸς τοὺς Ἰουδαίους."],["4","Ὁ δὲ ἐλεφαντάρχης τὸ προσταγὲν ἀραρότως Ἕρμων συνετέλει."],["5","Οἵ τε πρὸς τούτοις λειτουργοὶ κατὰ τὴν ἑσπέραν ἐξιόντες τὰς τῶν ταλαιπώρων ἐδέσμευον χεῖρας, τήν τε λοιπὴν ἐμηχανῶντο περὶ αὐτοὺς ἀσφάλειαν, ἔννυχον δόξαντες ὁμοῦ λήψεσθαι τὸ φῦλον πέρας τῆς ὀλεθρίας."],["6","Οἱ δὲ πάσης σκέπης ἔρημοι δοκοῦντες εἶναι τοῖς ἔθνεσιν Ἰουδαῖοι, διὰ τὴν πάντοθεν περιέχουσαν αὐτοὺς μετὰ δεσμῶν ἀνάγκην,"],["7","τὸν παντοκράτορα Κύριον καὶ πάσης δυνάμεως δυναστεύοντα, ἐλεήμονα Θεὸν αὐτῶν καὶ πατέρα, δυσκαταπαύστῳ βοῇ πάντες μετὰ δακρύων ἐπεκαλέσαντο δεόμενοι,"],["8","τὴν κατʼ αὐτῶν μεταστρέψαι βουλὴν ἀνοσίαν, καὶ ῥύσασθαι αὐτοὺς μετὰ μεγαλομεροῦς ἐπιφανείας ἐκ τοῦ παρὰ πόδας ἐν ἑτοίμῳ μόρου."],["9","Τούτων μὲν οὖν ἐκτενῶς ἡ λιτανεία ἀνέβαινεν εἰς οὐρανόν."],["10","Ὁ δὲ Ἕρμων τοὺς ἀνηλεεῖς ἐλέφαντας ποτίσας πεπληρωμένους τῆς τοῦ οἴνου πολλῆς χορηγίας, καὶ τοῦ λιβάνου μεμεστωμένους, ὄρθριος ἐπὶ τὴν αὐλὴν παρῆν περὶ τούτων προσαγγεῖλαι τῷ βασιλεῖ."],["11","Τοῦτο δʼ ἀπʼ αἰῶνος χρόνου κτίσμα καλὸν ἐν νυκτὶ καὶ ἡμέρᾳ ἐπιβαλλόμενον ὑπὸ τοῦ χαριζομένου πᾶσιν οἷς ἂν αὐτὸς θελήσῃ, ὕπνου μέρος ἀπέστειλε πρὸς τὸν βασιλέα."],["12","Καὶ ἡδίστῳ καὶ βαθεῖ κατεσχέθη τῇ ἐνεργείᾳ τοῦ Δεσπότου, τῆς ἀθέσμου μὲν προθέσεως πολὺ διεσφαλμένος, τοῦ δὲ ἀμεταθέτου λογισμοῦ μεγάως διεψευσμένος."],["13","Οἱ δὲ Ἰουδαῖοι τὴν προσημανθεῖσαν ὥραν διαφυγόντες, τὸν ἅγιον ᾔνουν Θεὸν αὐτῶν· καὶ πάλιν ἠξίουν τὸν εὐκατάλλακτον, δεῖξαι μεγαλοσθενοῦς αὐτοῦ χειρὸς κράτος ἔθνεσιν ὑπερηφάνοις."],["14","Μεσούσης δὲ ἤδη τῆς δεκάτης ὥρας σχεδὸν, ὁ πρὸς ταῖς κλήσεσι τεταγμένος, ἀθρόους τοὺς κλητοὺς ἰδὼν, ἔνυξε προσελθὼν τὸν βασιλέα."],["15","Καὶ μόλις διεγείρας, ὑπέδειξε τὸν τῆς συμποσίας καιρὸν ἤδη παρατρέχοντα, τὸν περὶ τούτων λόγον ποιοῦμενος."],["16","Ὃν ὁ βασιλεὺς λογισάμενος, καὶ τραπεὶς εἰς τὸν πότον, ἐκέλευσε τοὺς παραγεγονότας εἰς τὴν συμποσίαν ἄντικρυς ἀνακλιθῆναι αὐτοῦ."],["17","Οὗ καὶ γενομένου, παρῄνει εἰς εὐωχίαν δόντας ἑαυτοὺς, τὸ παρὸν τῆς συμποσίας ἐπιπολὺ γεραιρομένους εἰς εὐφροσύνην καταθέσθαι μέρος."],["18","Ἐπιπλεῖον δὲ προβαινούσης τῆς ὁμιλίας, τὸν Ἕρμωνα μεταπεμψάμενος ὁ βασιλεὺς, μετὰ πικρὰς ἀπειλῆς ἐπυνθάνετο, τίνος ἕνεκεν αἰτίας εἰάθησαν οἱ Ἰουδαῖοι τὴν περοῦσαν ἡμέραν περιβεβιωκότες."],["19","Τοῦ δὲ ὑποδείξαντος νυκτὸς τὸ προσταγὲν ἐπὶ τέλος ἠγηοχέναι, καὶ τῶν φίλων αὐτῷ προσμαρτυρησάντων,"],["20","τὴν ὠμότητα χείρονα Φαλάριδος ἐσχηκὼς ἔφη, τῷ τῆς σήμερον ὕπνῳ χάριν ἔχειν αὐτούς· ἀνυπερθέτως δὲ εἰς τὴν ἐπιτέλλουσαν ἡμέραν κατὰ τὸ ὅμοιον ἑτοίμασον τοὺς ἐλέφαντας ἐπὶ τὸν τῶν ἀθεμίτων Ἰουδαίων ἀφανισμόν."],["21","Εἰπόντος δὲ τοῦ βασιλέως, ἀσμένως πάντες μετὰ χαρᾶς οἱ παρόντες ὁμοῦ συναινέσαντες, εἰς τὸν ἴδιον οἶκον ἕκαστος ἀνέλυσε."],["22","Καὶ οὐχ οὕτως εἰς ὕπνον κατεχρήσαντο τὸν χρόνον τῆς νυκτὸς, ὡς εἰς τὸ παντοίους μηχανᾶσθαι τοῖς ταλαιπώροις δοκοῦσιν ἐμπαιγμούς."],["23","Ἄρτι δὲ ἀλεκτρυὼν ἐκεκράγει ὄρθριος, καὶ τὰ θηρία καθωπλικὼς ὁ Ἕρμων ἐν τῷ μεγάλῳ περιστύλῳ διεκίνει."],["24","Τὰ δὲ κατὰ τὴν πόλιν πλήθη συνήθροιστο πρὸς τὴν οἰκτροτάτην θεωρίαν, προσδοκῶντα τὴν πρωίαν μετὰ σπουδῆς."],["25","Οἱ δὲ Ἰουδαῖοι κατὰ τὸν ἀμερῆ ψυχουλκούμενοι χρόνον, πολυδάκρυον ἱκετίαν ἐν μέλεσι γοεροῖς τείνοντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν, ἐδέοντο τοῦ μεγίστου Θεοῦ, πάλιν αὐτοῖς βοηθῆσαι συντόμως."],["26","Οὔπω δὲ ἡλίου βολαὶ κατεσπείροντο, καὶ τοῦ βασιλέως τοὺς φίλους ἐκδεχομένου, ὁ Ἕρμων παραστὰς, ἐκάλει πρὸς τὴν ἔξοδον, ὑποδεικνύων τὸ πρόθυμον τοῦ βασιλέως ἐν ἑτοίμῳ κεῖσθαι."],["27","Τοῦ δὲ ἀποδεξαμένου καὶ καταπλαγέντος ἐπὶ τῇ παρανόμῳ ἐξόδῳ, κατὰ πᾶν ἀγνωσίᾳ κεκρατημένος ἐπυνθάνετο, τί τὸ πρᾶγμα ἐφʼ οὗ τοῦτο αὐτῳ μετὰ σπουδῆς τετέλεσται."],["28","Τοῦτο δὲ ἦν ἡ ἐνέργεια τοῦ πάντα δεσποτεύοντος Θεοῦ, τῶν πρὶν αὐτῷ μεμηχανημένων λήθην κατὰ διάνοιαν ἐντεθεικότος."],["29","Ὁ δὲ Ἕρμων ὑπεδείκνυε καὶ πάντες οἱ φίλοι, τὰ θηρία καὶ τὰς δυνάμεις ἡτοιμάσθαι, βασιλεῦ, κατὰ τὴν σὴν ἐκτενῆ πρόθεσιν."],["30","Ὁ δὲ ἐπὶ τοῖς ῥηθεῖσι πληρωθεὶς βαρεῖ χόλῳ, διὰ τὸ περὶ τούτων προνοίᾳ Θεοῦ διεσκεδᾶσθαι πᾶν αὐτοῦ τὸ νόημα, ἐνατενίσας μετὰ ἀπειλῆς εἶπεν,"],["31","εἴ σαι γονεῖς παρῆσαν ἢ παίδων γοναὶ, τήνδε θηρσὶν ἀγρίοις ἐσκεύασαν δαψιλῆ θοῖναν, ἀντὶ τῶν ἀνεγκλήτων ἐμοὶ καὶ προγόνοις ἐμοῖς ἀποδεδειγμένων ὁλοσχερῆ βεβαίαν πίστιν ἐξόχως, Ἰουδαίων."],["32","Καί περ εἰ μὴ διὰ τὴν τῆς συστροφίας στοργὴν καὶ τῆς χρείας, τὸ ζῇν ἀντὶ τούτων ἐστερήθης."],["33","Οὕτως ὁ Ἕρμων ἀπροσδόκητον ἐπικίνδυνον ὑπήνεγκεν ἀπειλὴν, καὶ τῇ ὁράσει καὶ τῷ προσώπῳ συνεστάλη."],["34","Ὁ καθεὶς δὲ τῶν φίλων σκυθρωπῶς ὑπεκρέων, τοὺς συνηθροισμένους ἀπέλυσαν ἕκαστον ἐπὶ τὴν ἰδίαν ἀσχολίαν."],["35","Οἵ τε Ἰουδαῖοι τὰ παρὰ τοῦ βασιλέως ἀκούσαντες, τὸν ἐπιφανῆ Θεὸν καὶ βασιλέα τῶν βασιλέων ᾔνουν, καὶ τῆσδε τῆς βοηθείας αὐτοῦ τετευχότες."],["36","Κατὰ δὲ τούτους τοὺς νόμους ὁ βασιλεὺς συστησάμενος πάλιν τὸ συμπόσιον, εἰς εὐφροσύνην τραπῆναι παρεκάλει."],["37","Τὸν δὲ Ἕρμωνα προσκαλεσάμενος μετὰ ἀπειλῆς εἶπε, ποσάκις σοι δὲ περὶ τούτων αὐτῶν προστάττειν, ἀθλιώτατε;"],["38","Τοὺς ἐλέφαντας ἔτι καὶ νῦν καθόπλισον εἰς τὴν αὔριον ἐπὶ τὸν τῶν Ἰουδαίων ἀφανισμόν."],["39","Οἱ δὲ συνανακείμενοι συγγενεῖς τὴν ἄστατον διάνοιαν αὐτοῦ θαυμάζοντες, προεφέροντο τάδε"],["40","βασιλεῦ, μέχρι τίνος ὡς ἀλόγους ἡμᾶς διαπειράζεις, προστάσσων ἤδη τρίτον αὐτοὺς ἀφανίσαι, καὶ πάλιν ἐπὶ τῶν πραγμάτων ἐκ μεταβολῆς ἀναλύων τὰ σοὶ δεδογμένα;"],["41","Ὧν χάριν ἡ πόλις διὰ τὴν προσδοκίαν ὀχλεῖ· καὶ πληθύουσα συστροφαῖς, ἤδη καὶ κινδυνεύει πολλάκις διαρπασθῆναι."],["42","Ὅθεν ὁ κατὰ πάντα Φάλαρις βασιλεὺς ἐμπληθυνθεὶς ἀλογιστίας, καὶ τὰς γινομένας πρὸς ἐπισκοπὴν τῶν Ἰουδαίων ἐν αὐτῷ μεταβολὰς τῆς ψυχῆς παρʼ οὐδὲν ἡγούμενος, ἀτελέστατον ἐβεβαίωσεν ὅρκον, ὁρισάμενος τούτους μὲν ἀνυπερθέτως πέμψειν εἰς ᾅδην, ἐν γόνασι καὶ ποσὶ θηρίων ᾐκισμένους,"],["43","ἐπιστρατεύσαντα δὲ ἐπὶ τὴν Ἰουδαίαν, ἰσόπεδον πυρὶ καὶ δόρατι θήσεσθαι διατάχους, καὶ τὸν ἄβατον αὐτῶν ἡμῖν ναὸν πυρὶ πρηνέα ἐν τάχει, καὶ τῶν συντελούντων ἐκεῖ θυσίας ἔρημον τὸν ἅπαντα χρόνον καταστήσειν."],["44","Τότε περιχαρεῖς ἀναλύσαντες οἱ φίλοι καὶ συγγενεῖς, μετὰ πίστεως διέτασσον τὰς δυνάμεις ἐπὶ τοὺς εὐκαιροτάτους τόπους τῆς πόλεως πρὸς τήρησιν."],["45","Ὁ δὲ ἐλεφαντάρχης, τὰ θηρία σχεδὸν εἰπεῖν εἰς κατάστημα μανιῶδες ἀγηοχὼς, εὐωδεστάτοις πόμασιν οἴνῳ λελιβανωμένου φοβεραῖς κατεσκευασμένα σκευαῖς."],["46","Περὶ τὴν ἕω, τῆς πόλεως ἤδη πλήθεσιν ἀναριθμήτοις κατὰ τοῦ ἱπποδρόμου καταμεμεστωμένης, εἰσελθὼν εἰς τὴν αὐλὴν, ἐπὶ τὸ προκείμενον ὤτρυνε τὸν βασιλέα."],["47","Ὁ δὲ ὀργῇ βαρείᾳ γεμίσας δυσσεβῆ φρένα, παντὶ τῷ βάρει σὺν τοῖς θηρίοις ἐξώρμησε, βουλόμενος ἀτρώτῳ καρδίᾳ καὶ κόραις ὀφθαλμῶν θεάσασθαι τὴν ἐπίπονον καὶ ταλαίπωρον τῶν προσεσημαμμένων καταστροφήν."],["48","Ὡς δὲ τῶν ἐλεφάντων ἐξιόντων περὶ πύλην, καὶ τῆς συνεπομένης ἐνόπλου δυνάμεως, τῆς τε τοῦ πλήθους πορείας κονιορτὸν ἰδόντες, καὶ βαρυηχῆ θόρυβον ἀκούσαντες οἱ Ἰουδαῖοι,"],["49","ὑστάτην βίου ῥοπὴν αὐτοῖς ἐκείνην δόξαντες εἶναι τὸ τέλος τῆς ἀθλιωτάτης προσδοκίας, εἰς οἶκτον καὶ γόους τραπέντες, κατεφίλουν ἀλλήλους περιπλεκόμενοι τοῖς συγγενέσιν ἐπὶ τοὺς τραχήλους ἐπιπίπτοντες, γονεῖς παισὶ καὶ μητέρες νεάνισιν, ἕτεραι δὲ νεογνὰ πρὸς μαστοὺς ἔχουσαι βρέφη τελευταῖον ἕλκοντα γάλα."],["50","Οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς ἔμπροσθεν αὐτῶν γεγενημένας ἀντιλήψεις ἐξ οὐρανοῦ συνιδόντες, πρηνεῖς ὁμοθυμαδὸν ῥίψαντες ἑαυτοὺς καὶ τὰ νήπια χωρίσαντες τῶν μαστῶν,"],["51","ἀνεβόησαν φωνῇ μεγάλῃ σφόδρα, τὸν τῆς ἁπάσης δυνάστην ἱκετεύοντες, οἰκτεῖραι μετὰ ἐπιφανείας αὐτοὺς ἤδη πρὸς πύλαις ᾅδου καθεστῶτας."]],[["1","Ἐλεαζάρος δέ τις ἀνὴρ ἐπίσημος τῶν ἀπὸ τῆς χώρας ἱερέων, ἐν πρεσβείῳ τὴν ἡλικίαν ἤδη λελογχὼς, καὶ πάσῃ τῇ κατὰ τὸν βίον ἀρετῇ κεκοσμημένος, τοὺς περὶ αὐτὸν καταστείλας πρεσβυτέρους ἐπικαλεῖσθαι τὸν ἅγιον Θεὸν προσηύξατο τάδε·"],["2","Βασιλεῦ μεγαλοκράτωρ, ὕψιστε, παντοκράτωρ Θεὲ, τὴν πᾶσαν διακυβερνῶν ἐν οἰκτιρμοῖς κτίσιν,"],["3","ἔπιδε ἐπὶ Ἀβραὰμ σπέρμα, ἐπὶ ἡγιασμένου τέκνα Ἰακὼβ, μερίδος ἡγιασμένης σου λαὸν ἐν ξένῃ γῇ ξένον ἀδίκως ἀπολλύμενον, πάτερ."],["4","Σὺ Φαραὼ πληθύνοντα ἅρμασι, τὸ πρὶν Αἰγύπτου ταύτης δυνάστην, ἐπαρθέντα ἀνόμῳ θράσει καὶ γλώσσῃ μεγαλοῤῥήμονι, σὺν τῇ ὑπερηφάνῳ στρατιᾷ ποντοβρόχους ἀπώλεσας, φέγγος ἐπιφάνας ἐλέους Ἰσραὴλ γένει."],["5","Σὺ τὸν ἀναριθμήτοις δυνάμεσι γαυρωθέντα Σενναχηρεὶμ βαρὺν Ἀσσυρίων βασιλέα, δόρατι τὴν πᾶσαν ὑποχείριον ἤδη λαβόντα γῆν, καὶ μετεωρισθέντα ἐπὶ τὴν ἁγίαν σου πόλιν, βαρέα λαλοῦντα κόμπῳ καὶ θράσει, Δέσποτα, ἔθραυσας, ἔκδηλον δεικνὺς ἐθνεσι πολλοῖς τὸ σὸν κράτος."],["6","Σὺ τοὺς κατὰ τὴν Βαβυλωνίαν τρεῖς ἑταίρους πυρὶ τὴν ψυχὴν αὐθαιρέτως δεδωκότας εἰς τὸ μὴ λατρεῦσαι τοῖς κενοῖς, διάπυρον δροσίσας κάμινον, ἐῤῥύσω μέχρι τριχὸς ἀπημάντους, φλόγα πᾶσιν ἐπιπέμψας τοῖς ὑπεναντίοις."],["7","Σὺ τὸν διαβολαῖς φθόνου λέουσι κατὰ γῆς ῥιφέντα θηρσὶν βορὰν Δανιὴλ εἰς φῶς ἀνήγαγες ἀσινῆ·"],["8","Τόν τε βυθοτρεφοῦς ἐν γαστρὶ κήτους Ἰωνᾶν τηκόμενον ἀφιδῶς, ἀπήμαντον πᾶσιν οἰκείοις ἀναδειξας, πάτερ."],["9","Καὶ νῦν μισούβρι, πολυέλεε, τῶν ὅλων σκεπαστά, τὸ τάχος ἐπιφάνηθι τοῖς ἀπὸ Ἰσραὴλ γένους, ὑπὸ δὲ ἐβδελυγμένων ἀνόμων ἐθνῶν ὑβριζομένοις."],["10","Εἰ δὲ ἀσεβείαις κατὰ τὴν ἀποικίαν ὁ βίος ἡμῶν ἐνέσχηται, ῥυσάμενος ἡμᾶς ἀπὸ ἐχθρῶν χειρός, ὡς προαιρῇ, Δέσποτα, ἀπόλεσον ἡμᾶς μόρῳ."],["11","Μὴ τοῖς ματαίοις οἱ ματαιόφρονες εὐλογησάτωσαν ἐπὶ τῇ τῶν ἠγαπημένων σου ἀπωλείᾳ, λέγοντες, οὐδὲ ὁ Θεὸς αὐτῶν ἐῤῥύσατο αὐτούς."],["12","Σὺ δὲ ὁ πᾶσαν ἀλκὴν καὶ δυναστείαν ἔχων ἅπασαν, αἰώνιε, νῦν ἔπιδε· ἐλέησον ἡμᾶς τοὺς καθʼ ὕβριν ἀνόμων ἀλόγιστον ἐκ τοῦ ζῇν μεθισταμένους ἐν ἐπιβούλων τρόπῳ."],["13","Πτηξάτω δὲ ἔθνη σὴν δύναμιν ἀνίκητον σήμερον, ἔντιμε, δυνάμιν ἔχων, ἐπὶ σωτηρία Ἰακὼβ γένους."],["14","Ἱκετεύει σε τὸ πᾶν πλῆθος τῶν νηπίων καὶ οἱ τούτων γονεῖς μετὰ δακρύων."],["15","Δειχθήτω πᾶσιν ἔθνεσιν, ὅτι μεθʼ ἡμῶν εἶ Κύριε, καὶ οὐκ ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφʼ ἡμῶν· ἀλλὰ καθὼς εἶπας, ὅτι οὐδʼ ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν ὄντων ὑπέριδον αὐτούς, οὕτως ἐπιτέλεσον, Κύριε."],["16","Τοῦ δὲ Ἐλεαζάρου λήγοντος ἄρτι τῆς προσευχῆς, ὁ βασιλεὺς σὺν τοῖς θηρίοις καὶ παντὶ τῷ τῆς δυνάμεως φρυάγματι κατὰ τὸν ἱππόδρομον παρῆγεν."],["17","Καὶ θεωρήσαντες οἱ Ἰουδαῖοι, μέγα εἰς οὐρανὸν ἀνέκραξαν, ὥστε καὶ τοὺς παρακειμένους αὐλῶνας συνηχήσαντας, ἀκατάσχετον οἰμωγὴν ποιῆσαι παντὶ τῷ στρατοπέδῳ."],["18","Τότε ὁ μεγαλόδοξος παντοκράτωρ καὶ ἀληθινὸς Θεός, ἐπιφάνας τὸ ἅγιον αὐτοῦ πρόσωπον, ἠνέῳξε τὰς οὐρανίους πύλας, ἐξ ὧν δεδοξασμένοι δύο φοβεροειδεῖς ἄγγελοι κατέβησαν φανεροὶ πᾶσι πλὴν τοῖς Ἰουδαίοις,"],["19","καὶ ἀντέστησαν, καὶ τὴν δύναμιν τῶν ὑπεναντίων ἐπλήρωσαν ταραχῆς καὶ δειλίας, καὶ ἀκινήτοις ἔδησαν πέδαις."],["20","Καὶ ὑπόφρικον καὶ τὸ τοῦ βασιλέως σῶμα ἐγενήθη, καὶ λήθη τὸ θράσος αὐτοῦ τὸ βαρύθυμον ἔλαβε."],["21","Καὶ ἀπέστρεψαν τὰ θηρία ἐπὶ τὰς συνεπομένας ἐνόπλους δυνάμεις, καὶ κατεπάτουν αὐτοὺς καὶ ὠλόθρευον."],["22","Καὶ μετεστράφη τοῦ βασιλέως ἡ ὀργὴ εἰς οἶκτον καὶ δάκρυα ὑπὲρ τῶν ἔμπροσθεν αὐτῷ μεμηχανευμένων."],["23","Ἀκούσας γὰρ τῆς κραυγῆς, καὶ συνιδὼν πρηνεῖς ἅπαντας εἰς τὴν ἀπώλειαν, δακρύσας μετὰ ὀργῆς τοῖς φίλοις διηπειλεῖτο, λέγων,"],["24","Παραβασιλεύετε, καὶ τυράννους ὑπερβεβήκατε ὠμότητι· καὶ ἐμὲ αὐτὸν τὸν ὑμῶν εὐεργέτην ἐπιχειρεῖτε τῆς ἀρχῆς ἤδη καὶ τοῦ πνεύματος μεθιστᾷν, λάθρα μηχανώμενοι τὰ μὴ συμφέροντα τῇ βασιλείᾳ."],["25","Τίς τοὺς κρατήσαντας ἡμῶν ἐν πίστει τὰ τῆς χώρας ὀχυρώματα, τῆς οἰκίας ἀποστήσας ἕκαστον ἀλόγως ἤθροισεν ἐνθάδε;"],["26","Τίς τοὺς ἐξαρχῆς εὐνοίᾳ πρὸς ἡμᾶς κατὰ πάντα διαφέροντας πάντων ἐθνῶν, καὶ τοὺς χειρίστους πλεονάκις ἀνθρώπων ἐπιδεδεγμένους κινδύνους, οὕτως ἀθέσμοις περιέβαλεν αἰκίαις;"],["27","Λύσατε, ἐκλύσατε ἄδικα δεσμά· εἰς τὰ ἴδια μετʼ εἰρήνης ἐξαποστείλατε, τὰ προπεπραγμένα παραιτησάμενοι."],["28","Ἀπολύσατε τοὺς υἱοὺς τοῦ παντοκράτορος ἐπουρανίου Θεοῦ ζῶντος, ὃς ἀφʼ ἡμετέρων μέχρι τοῦ νῦν προγόνων ἀπαραπόδιστον μετὰ δόξης εὐστάθειαν παρέχει τοῖς ἡμετέροις πράγμασιν."],["29","Ὁ μὲν οὖν ταῦτα ἔλεξεν· οἱ δὲ ἐν ἀμερεῖ χρόνῳ λυθέντες, τὸν ἅγιον σωτῆρα Θεὸν αὐτῶν εὐλόγουν, ἄρτι τὸν θάνατον ἐκπεφευγότες."],["30","Εἶτα ὁ βασιλεὺς εἰς τὴν πόλιν ἀπαλλαγεὶς, τὸν ἐπὶ τῶν προσόδων προσκαλεσάμενος, ἐκέλευσεν οἴνους τε καὶ τὰ λοιπὰ πρὸς εὐωχίαν ἐπιτήδεια τοῖς Ἰουδαίοις χορηγεῖν ἐπὶ ἡμέρας ἑπτὰ, κρίνας αὐτοὺς ἐν ᾧ τόπῳ ἔδοξαν τὸν ὄλεθρον ἀναλαμβάνειν, ἐν τούτῳ ἐν εὐφροσύνῃ πάσῃ σωτήρια ἄγειν."],["31","Τότε οἱ πρὶν ἐπονείδιστοι καὶ πλησίον τοῦ ᾅδου, μᾶλλον δὲ ἐπʼ αὐτῷ βεβηκότες, ἀντὶ πικροῦ καὶ δυσαιάκτου μόρου, κώθωνα σωτήριον συστησάμενοι, τὸν εἰς πτῶσιν αὐτοῖς καὶ τάφον ἡτοιμασμένον τόπον κλισίαις κατεμέρισαν πλήρεις χαρμονῆς."],["32","Καταλήξαντες δὲ θρήνου πανόδυρτον μέλος, ἀνέλαβον ᾠδὴν πάτριον, τὸν σωτῆρα καὶ τερατοποιὸν αἰνοῦντες Θεόν· οἰμωγήν τε πᾶσαν καὶ κωκυτὸν ἀπωσάμενοι, χοροὺς συνίσταντο εὐφροσύνης εἰρηνικῆς σημεῖον."],["33","Ὡσαύτως δὲ καὶ ὁ βασιλεὺς περὶ τούτων συμπόσιον βαρὺ συναγαγὼν, ἀδιαλείπτως εἰς οὐρανὸν ἀνθωμολογεῖτο μεγαλομερῶς ἐπὶ τῇ παραδόξῳ γενηθείσῃ αὐτῷ σωτηρίᾳ."],["34","Οἵ τε πρὶν εἰς ὄλεθρον καὶ οἰωνοβρώτους αὐτοὺς ἔσεσθαι τιθέμενοι, μετὰ χαρᾶς ἀπογραψάμενοι, κατεστέναξαν, αἰσχύνην ἐφʼ ἑαυτοῖς περιβαλλόμενοι, καὶ τὴν πυρίπνουν τόλμαν ἀκλεῶς ἐσβεσμένοι."],["35","Οἵ τε Ἰουδαῖοι, καθὼς προειρήκαμεν, συστησάμενοι τὸν προειρημένον χορὸν, μετʼ εὐωχίας ἐν ἐξομολογήσεσιν ἱλαραῖς καὶ ψαλμοῖς διῆγον."],["36","καὶ κοινὸν ὁρισάμενοι περὶ τούτων θεσμὸν ἐπὶ πᾶσαν τὴν παροικίαν αὐτῶν εἰς γενεὰς, τὰς προειρημένας ἡμέρας ἄγειν ἔστησαν εὐφροσύνους, οὐ πότου χάριν καὶ λιχνείας, σωτηρίας δὲ τῆς διὰ Θεὸν γενομένης αὐτοῖς."],["37","Ἐνέτυχον δὲ τῷ βασιλεῖ, τὴν ἀπόλυσιν αὐτῶν εἰς τὰ ἴδια αἰτούμενοι."],["38","Ἀπογράφονται δὲ αὐτοὺς ἀπὸ πέμπτης καὶ εἰκάδος τοῦ Παχὼν ἕως τῆς τετάρτης τοῦ Ἐπιφὶ, ἐπὶ ἡμέρας τεσσαράκοντα· συνίστανται δὲ αὐτῶν τὴν ἀπώλειαν ἀπὸ πέμπτης τοῦ Ἐπιφὶ ἕως ἑβδόμης, ἡμέραις τρισίν."],["39","Ἐν αἷς καὶ μεγαλοδόξως ἐπιφάνας τὸ ἔλεος αὐτοῦ ὁ τῶν ὅλων δυνάστης, ἀπταίστους αὐτοὺς ἐῤῥύσατο ὁμοθυμαδόν."],["40","Εὐωχοῦντο δὲ πάνθʼ ὑπὸ τοῦ βασιλέως χορηγούμενοι μέχρι τῆς τεσσαρεσκαιδεκάτης, ἐν ᾗ καὶ τὴν ἐντυχίαν ἐποιήσαντο περὶ τῆς ἀπολύσεως αὐτῶν."],["41","Συναινέσας τε αὐτοὺς ὁ βασιλεὺς, ἔγραψεν αὐτοῖς τὴν ὑπογεγραμμένην ἐπιστολὴν πρὸς τοὺς κατὰ πόλιν στρατηγοὺς μεγαλοψύχως τὴν ἐκτενίαν ἔχουσαν."]],[["1","Βασιλεὺς Πτολεμαῖος ὁ Φιλοπάτωρ τοῖς κατʼ Αἴγυπτον στρατηγοῖς καὶ πᾶσι τοῖς τεταγμένοις ἐπὶ πραγμάτων, χαίρειν καὶ ἐῤῥῶσθαι."],["2","Ἐῤῥώμεθα δὲ καὶ αὐτοὶ καὶ τὰ τέκνα ἡμῶν, κατευθύναντος ἡμῖν τοῦ μεγάλου Θεοῦ τὰ πράγματα καθὼς προαιρούμεθα."],["3","Τῶν φίλων τινὲς κακοηθείᾳ πυκνότερον ἡμῖν παρακείμενοι, συνέπεισαν ἡμᾶς εἰς τὸ τοὺς ὑπὸ τὴν βασιλείαν Ἰουδαίους, συναθροίσαντας σύστημα, κολάσασθαι ξενιζούσαις ἀποστατῶν τιμωρίαις,"],["4","προσφερόμενοι μήποτε εὐσταθήσειν τὰ πράγματα ἡμῶν, διʼ ἣν ἔχουσιν οὗτοι πρὸς πάντα τὰ ἔθνη δυσμένειαν, μέχρις ἂν συντελεσθῇ τοῦτο."],["5","Οἳ καὶ δεσμίους καταγαγόντες αὐτοὺς μετὰ σκυλμῶν ὡς ἀνδράποδα, μᾶλλον δὲ ὡς ἐπιβούλους, ἄνευ πάσης ἀνακρίσεως καὶ ἐξετάσεως ἐπεχείρησαν ἀνελεῖν, νόμου Σκυθῶν ἀγριωτέραν ἐμπεπορπημένοι ὠμότητα."],["6","Ἡμεῖς δὲ ἐπὶ τούτοις σκληρότερον διαπειλησάμενοι, καθʼ ἣν ἔχομεν πρὸς ἅπαντας ἀνθρώπους ἐπιείκειαν, μόγις τὸ ζῇν αὐτοῖς χαρισάμενοι, καὶ τὸν ἐπουράνιον Θεὸν ἐγνωκότες ἀσφαλῶς ὑπερησπικότα τῶν Ἰουδαίων, ὡς πατέρα ὑπὲρ υἱῶν διαπαντὸς ὑπερμαχοῦντα,"],["7","τήν τε τοῦ φίλου ἣν ἔχουσι πρὸς ἡμᾶς βεβαίαν καὶ τοὺς προγόνους ἡμῶν εὔνοιαν ἀναλογισάμενοι, δικαίως ἀπολελύκαμεν πάσης καθʼ ὁντινοῦν αἰτίας τρόπον·"],["8","καὶ προστετάχαμεν ἑκάστῳ πάντας εἰς τὰ ἴδια ἐπιστρέφειν, ἐν παντὶ τόπῳ μηθενὸς αὐτοὺς τὸ σύνολον καταβλάπτοντος, μήτε ὀνειδίζειν περὶ τῶν γεγενημένων παρὰ λόγον."],["9","Γινώσκετε γὰρ ὅτι κατὰ τούτων ἐάν τι κακοτεχνήσωμεν πονηρόν, ἢ ἐπιλυπήσωμεν αὐτοὺς τὸ σύνολον, οὐκ ἄνθρωπον, ἀλλὰ τὸν πάσης δεσπόζοντα δυνάμεως Θεὸν ὕψιστον ἀντικείμενον ἡμῖν ἐπʼ ἐκδικήσει τῶν πραγμάτων κατὰ πᾶν ἀφεύκτως δια παντὸς ἕξομεν· ἔῤῥωσθε."],["10","Λαβόντες δὲ τὴν ἐπιστολὴν ταύτην, οὐκ ἐσπούδασαν εὐθέως γενέσθαι περὶ τὴν ἄφοδον, ἀλλὰ τὸν βασιλέα προσηξίωσαν τοὺς ἐκ τοῦ γένους τῶν Ἰουδαίων τὸν ἅγιον Θεὸν αὐθαιρέτως παραβεβηκότας καὶ τοῦ Θεοῦ τὸν νόμον, τυχεῖν διʼ αὐτῶν τῆς ὀφειλομένης κολάσεως,"],["11","προφερόμενοι τοὺς γαστρὸς ἕνεκεν τὰ θεῖα παραβεβηκότας προστάγματα, μηδέποτε εὐνοήσειν μηδὲ τοῖς τοῦ βασιλέως πράγμασιν."],["12","Ὁ δὲ τἀληθὲς αὐτοὺς λέγειν παραδεξάμενος καὶ συναινέσας, ἔδωκεν αὐτοῖς ἄδειαν πάντων, ὅπως τοὺς παραβεβηκότας τοῦ Θεοῦ τὸν νόμον ἐξολοθρεύσωσι κατὰ πάντα τὸν ὑπὸ τὴν βασιλείαν αὐτοῦ τόπον μετὰ παῤῥησίας ἄνευ πάσης βασιλικῆς ἐξουσίας ἢ ἐπισκέψεως."],["13","Τότε κατευφημήσαντες αὐτόν, ὡς πρέπον ἦν, οἱ τούτων ἱερεῖς, καὶ πᾶν τὸ πλῆθος ἐπιφωνήσαντες τὸ ἁλληλούϊα, μετὰ χαρᾶς ἀνέλυσαν."],["14","Τότε τὸν ἐμπεσόντα τῶν μεμιασμένων ὁμοεθνῆ κατὰ τὴν ὁδὸν ἐκολάζοντο, καὶ μετὰ παραδειγματισμῶν ἀνῄρουν."],["15","Ἐκείνῃ δὲ τῇ ἡμέρᾳ ἀνεῖλον ὑπὲρ τοὺς τριακοσίους ἄνδρας, καὶ ἤγαγον εὐφροσύνην μετὰ χαρᾶς τοὺς βεβήλους χειρωσάμενοι."],["16","Αὐτοὶ δὲ οἱ μέχρι θανάτου τὸν Θεὸν ἐσχηκότες, παντελῆ σωτηρίας ἀπόλαυσιν εἰληφότες; ἀνέζευξαν ἐκ τῆς πόλεως παντοίοις εὐωδεστάτοις ἄνθεσι κατεστεμμένοι μετʼ εὐφροσύνης καὶ βοῆς, ἐν αἴνοις καὶ παμμέλεσιν ὕμνοις εὐχαριστοῦντες τῷ Θεῷ τῶν πατέρων αὐτῶν αἰωνίῳ σωτῆρι τοῦ Ἰσραήλ."],["17","Παραγενηθέντες δὲ εἰς Πτολεμαΐδα τὴν ὀνομαζομένην διὰ τὴν τοῦ τόπου ἰδιότητα ῥοδοφόρον, ἐν ᾗ προσέμεινεν αὐτοὺς ὁ στόλος κατὰ κοινὴν αὐτῶν βουλὴν ἡμέρας ἑπτὰ,"],["18","ἐκεῖ ἐποίησαν πότον σωτήριον, τοῦ βασιλέως χορηγήσαντος αὐτοῖς εὐψύχως τὰ πρὸς τὴν ἄφιξιν πάντα ἑκάστῳ ἕως εἰς τὴν ἰδίαν οἰκίαν."],["19","Καταχθέντες δὲ μετʼ εἰρήνης ἐν ταῖς πρεπούσαις ἐξομολογήσεσιν, ὡσαύτως κᾀκεῖ ἔστησαν καὶ ταύτας ἄγειν τὰς ἡμέρας ἐπὶ τὸν τῆς παροικίας αὐτῶν χρόνον εὐφροσύνους."],["20","Ἃς καὶ ἀνιερώσαντες ἐν στήλῃ κατὰ τὸν τῆς συμποσίας τόπον προσευχῆς καθιδρύσαντες, ἀνέλυσαν ἀσινεῖς, ἐλεύθεροι, ὑπερχαρεῖς, διά τε γῆς καὶ θαλάσσης καὶ ποταμοῦ ἀνασωζόμενοι τῇ τοῦ βασιλέως ἐπιταγῇ, ἕκαστος εἰς τὴν ἰδίαν."],["21","Καὶ πλείστην ἢ ἔμπροσθεν ἐν τοῖς ἐχθροῖς ἐξουσίαν ἐσχηκότες μετὰ δόκης καὶ φόβου, τὸ σύνολον ὑπὸ μηδενὸς διασεισθέντες τῶν ὑπαρχόντων."],["22","Καὶ πάντα τὰ ἑαυτῶν πάντες ἐκομίσαντο ἐξ ἀπογραφῆς, ὥστε τοὺς ἔχοντάς τι, μετὰ φόβου μεγίστου ἀποδοῦναι αὐτοῖς, τὰ μεγαλεῖα τοῦ μεγίστου Θεοῦ ποιήσαντος τελείως ἐπὶ σωτηρίᾳ αὐτῶν."],["23","Εὐλογητὸς ὁ ῥύστης Ἰσραὴλ εἰς τοὺς ἀεὶ χρόνους. Ἀμήν."]]] \ No newline at end of file diff --git a/lines/maccabees-iv.json b/lines/maccabees-iv.json new file mode 100644 index 0000000000000000000000000000000000000000..c05a681996959cbc1e74e5560cd435fa69675613 --- /dev/null +++ b/lines/maccabees-iv.json @@ -0,0 +1 @@ +[[["1","ΦΙΛΟΣΟΦΩΤΑΤΟΝ λόγον ἐπιδείκνυσθαι μέλλων, εἰ αὐτοδέσποτός ἐστιν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός· συμβουλεύσαιμʼ ἂν ὑμῖν ὀρθῶς, ὅπως προθύμως προσέχητε τῇ φιλοσοφίᾳ."],["2","Καὶ γὰρ ἀναγκαῖος εἰς ἐπιστήμην παντὶ ὁ λόγος, καὶ ἄλλως τῆς μεγίστης ἀρετῆς ἀρετῆς, λέγω δὴ φρονήσεως, περιέχει ἔπαινον·"],["3","Εἰ ἄρα τῶν σωφροσύνης κωλυτικῶν παθῶν ὁ λογισμὸς φαίνεται ἐπικρατεῖν, γαστριμαργίας τε καὶ ἐπιθυμίας·"],["4","ἀλλὰ καὶ τῶν τῆς δικαιοσύνης ἐμποδιστικῶν παθῶν κυριεύειν ἀναφαίνεται, οἷον κακοηθείας· καὶ τῶν τῆς ἀνδρείας ἐμποδιστικῶν παθῶν, θυμοῦ τε, καὶ πόνου καὶ φόβου."],["5","Πῶς οὖν, ἴσως εἴποιεν ἄν τινες, εἰ τῶν παθῶν ὁ λογισμὸς κρατεῖ, λήθης καὶ ἀγνοίας οὐ δεσπόζει;"],["6","γελοῖον ἐπιχειροῦντες λέγειν· οὐ γὰρ τῶν ἑαυτοῦ παθῶν ὁ λογισμὸς κρατεῖ, ἀλλὰ τῶν τῆς δικαιοσύνης καὶ ἀνδρείας καὶ σωφροσύνης, καὶ φρονήσεως ἐναντίων· καὶ τούτων, οὐχ ὥστε αὐτὰ καταλῦσαι, ἀλλʼ ὥστε αὐτοῖς μὴ εἶξαι."],["7","Πολλαχόθεν μὲν οὖν καὶ ἀλλαχόθεν ἔχοιμʼ ἂν ὑμῖν ἐπιδεῖξαι, ὅτι αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός."],["8","Πολὺ δὲ πλέον τοῦτο ἀποδείξαιμι ἀπὸ τῆς ἀνδραγαθείας τῶν ὑπὲρ ἀρετὴν ἀποθανόντων, Ἐλεαζάρου τε καὶ ἑπτὰ ἀδελφῶν καὶ τῆς τούτων μητρός."],["9","Ἅπαντες γὰρ οὗτοι τῶν ἕως θανάτου πόνων ὑπεριδοντες, ὑπεριδόντες ἐπεδείξαντο ὅτι περικρατεῖ τῶν παθῶν ὁ λογισμός."],["10","Τῶν μὲν οὖν ἀρετῶν, ἔπεστί μοι ἐπαινεῖν τοὺς κατὰ τοῦτον τὸν καιρὸν ὑπὲρ τῆς καλοκᾳγαθίας ἀποθανόντας μετὰ τῆς μητρὸς ἄνδρας·"],["11","τῶν δὲ τιμῶν μακαρίσαιμʼ ἄν· θαυμασθέντες γὰρ ἐκεῖνοι οὐ μόνον ὑπὸ πάντων ἀνθρώπων ἐπὶ τῇ ἀνδρείᾳ καὶ τῇ ὑπομονῇ, ἀλλὰ καὶ ὑπὸ τῶν αἰκισαμένων, αἴτιοι κατέστησαν τοῦ καταλυθῆναι τὴν κατὰ τοῦ ἔθνους τυραννίδα, νικήσαντες τὸν τύραννον τῇ ὑπομονῇ, ὥστε διʼ αὐτῶν καθαρισθῆναι τὴν πατρίδα."],["12","Ἀλλὰ καὶ περὶ τούτου νῦν αὐτίκα δὴ λέγειν ἐξέσται, ἀρξαμένων τῆς ὑποθέσεως, ὥσπερ εἴωθα ποιεῖν, καὶ οὕτως εἰς τὸν περὶ αὐτῶν τρέψομαι λόγον, δόξαν διδοὺς τῷ πανσόφῳ Θεῷ."],["13","Ζητοῦμεν δὴ τοίνυν, εἰ αὐτοκράτωρ ἐστὶν παθῶν ὁ λογισμός."],["14","Διακρίνωμεν δὲ, τί ποτέ ἐστιν λογισμός; καὶ τί πάθος; καὶ πόσαι παθῶν ἰδέαι; καὶ εἰ πάντων ἐπικρατεῖ τούτων ὁ λογισμός;"],["15","Λογισμὸς μὲν δὴ τοίνυν ἐστὶν νοῦς μετὰ ὀρθοῦς βίου· πρωτιμῶν τὸν σοφίας λόγον."],["16","Σοφία δὴ τοὶνυν ἐστὶν γνῶσις θείων καὶ ἀνθρωπίνων πραγμάτων, καὶ τῶν τούτων αἰτίων."],["17","Αὕτη δὴ τοίνυν ἐστὶν ἠ τοῦ νόμου παιδσεία· διʼ ἧς τὰ θεῖα σεμνῶς, καὶ τὰ ἀνθρώπινα συμφερόντως μανθάνομεν."],["18","Τῆς δὲ σοφίας ἰδέαι καθεστᾶσιν, φρόνησις καὶ δικαιοσύνη καὶ ἀνδρεια καὶ σωφροσύνη."],["19","Κυριωτάτη πάντων ἡ φρόνησις· ἐξ ἧς δὴ τῶν παθῶν ὁ λογισμὸς ἐπικρατεῖ."],["20","Παθῶν δὲ φύσεις εἰσὶν αἱ περιεκτικώταται δύο, ἡδονή τε καὶ πόνος· τούτων δὲ ἐκάτερον καὶ περὶ τὴν ψυχὴν πέφυκεν."],["21","Πολλαὶ δὲ καὶ περὶ τὴν ἡδονὴν καὶ τὸν πόνον παθῶν εἰσὶν ἀκολουθίαι."],["22","Πρὸ μὲν οὖν τῆς ἡδονῆς ἐστιν ἐπιθυμία· μετὰ δὲ τὴν ἡδονὴν, χαρά."],["23","Πρὸ δὲ τοῦ πόνου ἐστὶν φόβος· μετὰ δὲ τὸν πόνον, λύπη."],["24","Θυμὸς δὲ κοινὸν πάθος ἐστὶν ἡδονῆς καὶ πόνου, ἐὰν ἐννοηθῇ τις ὃτε αὐτῷ περιέπεσεν."],["25","Ἐν δὲ τῇ ἡδονῇ ἐστιν καὶ ἡ κακοήθης διάθεσις, πολυτροπωτάτη πάντων τῶν παθῶν οὖσα."],["26","Κατὰ μὲν ψυχῆς ἀλαζονεία, καὶ φιλαργυρία, καὶ φιλοδοξία, καὶ φιλονεικία, ἀπιστία καὶ βασκανία·"],["27","κατὰ δὲ τὸ σῶμα, παντοφαγία, καὶ λαιμαργία, καὶ νομοφαγία."],["28","Καθάπερ οὖν δυοῖν τοῦ σώματος καὶ τῆς ψυχῆς φυτῶν ὄντων ἡδονῆς τε καὶ πὸνου, πολλαὶ τούτων τῶν παθῶν εἰσιν παραφυάδες."],["29","Ὧν ἕκαστος ὁ πανγέωργος λογισμὸς περικαθαίρων τε καὶ ἀποκνίζων, καὶ περιπλέκων, καὶ ἐπάρδων, καὶ πάντα τρόπον μεταχέων, ἐξημεροῖ τὰς τῶν ἠθῶν καὶ παθῶν ὕλας."],["30","Ὁ γὰρ λογισμὸς τῶν μὲν ἀρετῶν ἐστιν ἡγεμῶν, τῶν δὲ παθῶν αὐτοκράτωρ. Ἐπιθεώρει γε τοίνυν πρῶτον διʼ αὐτῶν κωλυτικῶν τῆς σωφροσύνης ἔργων, ὅτι αὐτοδέσποτός ἐστιν τῶν παθῶν ὁ λογισμός."],["31","Σωφροσύνη δὴ τοίνυν ἐστὶν ἐπικράτεια τῶν ἐπιθυμιῶν."],["32","Τῶν δὲ ἐπιθυμιῶν αἱ μέν εἰσιν ψυχικαὶ, αἱ δὲ σωματικαί· καὶ τούτων ἀμφοτέρων ὁ λογισμὸς ἐπικρατεῖν φαίνεται."],["33","Ἐπεὶ πόθεν κινούμενοι πρὸς τὰς ἀπειρημένας τοοφὰς, ἀποτρεπόμεθα τὰς ἐξ ἑαυτῶν ἡδονάς; οὐχ ὅτι δύναται τῶν ὀρὲξεων ἐπικρατεῖν ὁ λογισμός; ἐγὼ μὲν οἶμαι."],["34","Τοιγαροῦν ἐνύδρων ἐπιθυμοῦντες καὶ ὀρνέων καὶ τετραπόδων, παντοίων βρωμάτων τὼν ἀπηγορευμένων ἡμῖν κατὰ τὸν νόμον ἀπεχόμεθα διὰ τὴν τοῦ λογισμοῦ ἐπικράτειαν."],["35","Ἀντέχεται γὰρ τὰ τῶν ὀρέξεων πάθη ὑπὸ τοῦ σώφρονος νοὸς ἀνακαμπτόμενα· καὶ φιλοτιμοῦνται πάντα τὰ τοῦ σώματος κινήματα ὑπὸ τοῦ λογισμοῦ."]],[["1","Καὶ τὶ θαυμαστὸν; εἰ αἱ τῆς ψυχῆς ἐπιθυμίαι πρὸς τὴν τοῦ κάλλους μετουσίαν ἀκυροῦνται."],["2","Ταύτῃ γοῦν ὁ σώφρων Ἰωσὴφ ἐπαινεῖται, ὅτι τῷ λογισμῷ, διανοίᾳ περιεκράτησεν τῆς ἠδυπαθείας."],["3","Νέος γὰρ ὢν καὶ ἀκμάζων πρὸς συνουσιασμὸν ἠκύρωσεν τῷ λογισμῷ τὸν τῶν παθῶν οἶστρον."],["4","Οὐ μόνον δὲ τὴν τῆς ἡδυπαθείας οἰστρηλασίαν ἐπικρατεῖν ὁ λογισμὸς φαίνεται, ἀλλὰ καὶ πάσης ἐπιθυμίας."],["5","Λέγει γοῦν ὁ νόμος· οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, οὐδὲ ὅσα τῷ πλησίον σου ἐστίν."],["6","Καίτοι ὅτε μὴ ἐπιθυμεῖν εἴρηκεν ἡμᾶς ὁ νόμος, πολὺ πλέον πείσαιμʼ ἂν ὑμᾶς, ὅτι τῶν ἐπιθυμιῶν κρατεῖν δύναται ὁ λογισμὸς, ὥσπερ καὶ τῶν κωλυτικῶν τῆς δικαιοσύνης παθῶν."],["7","Ἐπεὶ τίνα τρόπον μονοφάγος τις ὢν τὸ ἦθος, καὶ γαστρίμαργος, καὶ μέθυσος, μεταπαιδεύεται, εἰ μὴ δῆλον, ὅτι κύριός ἐστιν τῶν παθῶν ὁ λογισμός;"],["8","Αὐτίκα γοῦν τῷ νόμῳ πολιτευόμενος, κᾂν φιλάργυρός τις εἴη, βιάζεται τὸν ἑαυτοῦ τρόπον, τοῖς δεομένοις δανείζων χωρὶς τόκων, καὶ τὸ δάνειον τῶν ἑβδομάδων ἐντάσσων χρεοκοπούμενος."],["9","Κᾂν φειδωλός τις ᾖ, ὑπὸ τοῦ νόμου κρατεῖται διὰ τὸν λογισμὸν, μήτε ἐπικαρπούμενος τοὺς ἀμητοὺς, μήτε ἐπιῤῥωγολογούμενος τοὺς ἀμπελῶνας, καὶ ἐπὶ τῶν ἐτέρων ἔστιν ἐπιγνῶναι τοῦτο, ὅτι τῶν παθῶν ἐστιν ὁ λογισμὸς κρατῶν."],["10","Ὁ γὰρ νόμος καὶ τῆς πρὸς γονεῖς εὐνοίας κρατεῖ, μὴ καταπροδιδοὺς τὴν ἀρετὴν διʼ αὐτούς·"],["11","καὶ τῆς προσγαμετῆς φιλίας ἐπικρατεῖ, διὰ παρανομίαν αὐτὴν ἀπελέγχων."],["12","Καὶ τῆς τέκνων φιλίας κυριεύει, διὰ κακίαν αὐτῶν κολάζων, καὶ τῆς φίλων συνηθείας δεσπόζει, διὰ πονηρίας αὐτοὺς ἐξελέγχων."],["13","Καὶ μὴ νομίσητε παράδοξον εἶναι, ὅπου καὶ ἔχθραν ὁ λογισμὸς ἐπικρατεῖν δύναται διὰ τὸν νόμον,"],["14","μηδὲ δενδροτομῶν τὰ ἥμερα τῶν πολεμίων φυτὰ, τὰ δὲ τῶν ἐχθρῶν τοῖς ἀπολέσασιν διασώζων, καὶ τὰ πεπτωκότα συνεγείρων."],["15","Καὶ τῶν βιοτέρων δὲ παθῶν κρατεῖν ὁ λογισμὸς φαίνεται, φιλαρχίας, καὶ κενοδοξίας, καὶ ἀλαζονείας, καὶ μεγαλαυχίας, καὶ βασκανίας."],["16","Πάντα γὰρ ταῦτα τὰ κακοήθη πάθη ὁ σώφρων νοῦς ἀπωθεῖται, ὥσπερ καὶ τὸν θυμόν· καὶ γὰρ τοῦτο δεσπόζει."],["17","Θυμούμενος γέ τοι Μωσῆς κατὰ Δαθὰν καὶ Ἀβειρῶν, οὐ θυμῷ τι κατʼ αὐτῶν ἐποίησεν, ἀλλὰ λογισμῷ τὸν θυμὸν διῄτησεν."],["18","Δυνατὸς γὰρ ὁ σώφρων νοῦς, ὡς ἔφην, κατὰ τῶν παθῶι ἀριστεῦσαι, καὶ τὰ μὲν αὐτῶν μεταθεῖναι, τὰ δὲ καὶ ἀκυρῶσαι."],["19","Ἐπεὶ διατί ὁ πάνσοφος ἡμῶν πατὴρ Ἰακὼβ τοὺς περὶ Συμεὼν καὶ Λευὶν αἰτιᾶται, μὴ λογισμῷ τοὺς Σικιμίτας ἐθνηδὸν ἀποσφάξαντας, λέγων, ἐπικατάρατος ὁ θυμὸς αὐτῶν;"],["20","Εἰ μὴ γὰρ ἐδύνετο τῶν θυμῶν ὁ λογισμὸς κρατεῖν, οὐκ ἂν εἶπεν οὑτως."],["21","Ὁπηνίκα γὰρ ὁ Θεὸς τὸν ἄνθρωπον κατεσκεύαζεν, τὰ πάθη αὐτοῦ καὶ τὰ ἤθη περιεφύτευσεν."],["22","Καὶ τηνικαῦτα δὲ περὶ πάντων τὸν ἱερὸν ἡγεμόνα νοῦν διὰ τῶν αἰσθητηρίων ἐνεθρόνισεν·"],["23","καὶ τούτῳ νόμον ἔδωκεν, καθʼ ὃν πολιτευόμενος βασιλεύσει βασιλείαν σώφρονά τε, καὶ δικαίαν, καὶ ἀγαθὴν, καὶ ἀνδρείαν."],["24","Πῶς οὖν, εἴποι τις ἂν, εἰ τῶν παθῶν ὁ λογισμὸς κρατεῖ, λήθης καὶ ἀγνοίας οὐ κρατεῖ;"]],[["1","Ἐστὶ δὲ κομιδῆ γελοῖος ὁ λογισμός οὐ γὰρ τῶν ἑαυτοῦ παθῶν ὁ λογισμὸς ἐπικρατεῖν φαίνεται, ἀλλὰ τῶν σωματικῶν."],["2","Οἷον ἐπιθυμίαν τις ὑμῶν οὐ δύναται ἐκκόψαι, ἀλλὰ μὴ δουλωθῆναι τῇ ἐπιθυμίᾳ δύναται ὁ λογισμὸς παρασχέσθαι."],["3","Θυμόν τις οὐ δύναται ἐκκόψαι ἡμῶν τῆς ψυχῆς, ἀλλὰ τῷ θυμῷ δυνατὸν βοηθῆσαι."],["4","Κακοήθειάν τις ὑμῶν οὐ δύναται ἐκκόψαι, ἀλλὰ τὸ μὴ καμφθῆναι τῇ κακοηθείᾀ δυνατὸν ὁ λογισμὸς συμμαχῆσαι."],["5","Οὐ γὰρ ἐκριζωτὴς τῶν παθῶν ὁ λογισμός ἐστιν, ἀλλʼ ἀνταγωνιστής."],["6","Ἔστιν γοῦν τοῦτο διὰ τῆς Δαυεὶδ τοῦ βασιλέως δίψης σαφέστερον ἐπιλογίσασθαι."],["7","Ἐπεὶ γὰρ διʼ ὅλης ἡμέρας προσβαλὼν τοῖς ἀλλοφύλοις ὁ Δαυὶδ, πολλοὺς αὐτῶν ἀπέκτεινεν μετὰ τῶν τοῦ ἔθνους στρατιωτῶν·"],["8","τότε δὲ γενομένης ἑσπέρας, ὑδρῶν καὶ σφόδρα κεκμηκὼς, ἐπὶ τὴν βασίλειον σκηνὴν ἦλθεν, περὶ ἣν ὁ πᾶς τῶν προγόνων στρατὸς ἐστρατοπέδευκεν."],["9","Οἱ μὲν οὖν ἄλλοι πάντες ἐπὶ τὸ δεῖπνον ἦσαν."],["10","Ὁ δὲ βασιλεὺς ὡς μάλιστα διψῶν, καίπερ ἀφθόνους ἔχων πηγὰς, οὐκ ἠδύνατο διʼ αὐτῶν ἰάσασθαι τὴν δίψαν·"],["11","ἀλλά τις αὐτὸν ἀλόγιστος ἐπιθυμία τοῦ παρὰ τοῖς πολεμίοις ὕδατος ἐπιτείνουσα συνέφρυγεν, καὶ λύουσα κατέφλεγεν."],["12","Ὅθεν τῶν ὑπερασπιστῶν ἐπὶ τῇ τοῦ βασιλέως ἐπιθυμία σχετλιαζόντων, δύο νεανίσκοι στρατιῶται καρτεροὶ καταιδεσθέντες τὴν τοῦ βασιλέως ἐπιθυμίαν, τὰς πανοπλίας καθωπλίσαντο, καὶ κάλπην λαβόντες ὑπερέβησαν τοὺς τῶν πολεμίων χάρακας·"],["13","καὶ λαθόντες τοὺς τῶν πυλῶν ἀκροφύλακας, διεξῄεσαν εὑράμενοι κατὰ πᾶν τὸ τῶν πολεμίων στρατόπεδον."],["14","Καὶ ἀνευράμενοι θαῤῥαλέως τὴν πηγὴν, ἐξ αὐτῆς ἐγέμισαν τῷ βασιλεῖ τὸ ποτόν."],["15","Ὁ δὲ καὶ περὶ τὴν δίψαν διαπυρούμενος, ἐλογίσατο πάνδεινον εἶναι κίνδυνον τῇ ψυχῇ λογισθὲν ἰσοδύναμον τὸ ποτὸν αἵματι."],["16","Ὅθεν ἀντιθεὶς τῇ ἐπιθυμίᾳ τὸν λογισμὸν, ἔσπεισεν τὸ πόμα τῷ Θεῷ."],["17","Δυνατὸς γὰρ ὁ σώφρων νοῦς νικῆσαι τὰς τῶν παθῶν ἀνάγκας, καὶ σβέσαι τὰς τῶν οἴστρων φλεγμονὰς, καὶ τὰς τῶν σωμάτων ἀλγηδόνας καθʼ ὑπερβολὴν οὔσας καταπαλαῖσαι,"],["18","καὶ τῆς καλοκᾳγαθίας τοῦ λογισμοῦ ἀποπτῦσαι πάσας τὰς τῶν παθῶν ἐπικρατείας."],["19","Ἤδη δὲ καὶ ὁ καιρὸς ἡμᾶς καλεῖ ἐπὶ τὴν ἀπόδειξιν τῆς ἱστορίας τοῦ σώφρονος λογισμοῦ."],["20","Ἐπειδὴ γὰρ βαθεῖαν εἰρήνην διὰ τὴν εὐνομίαν οἱ πατέρες ἡμῶν εἶχον, καὶ ἔπραττον καλῶς, ὥστε καὶ τὸν τῆς Ἀσίας βασιλέα Σέλευκον τὸν Νικάνορα καὶ χρήματα εἰς τὴν ἱερουργίαν αὐτοῖς ἀποφορίσαι, καὶ τὴν πολιτείαν αὐτῶν ἀποδέχεσθαι·"],["21","τότε δή τινες πρὸς τὴν κοινὴν νεωτερίσαντες ὁμόνοιαν, πυλυτρόπως ἐχρήσαντο συμφοραῖς."]],[["1","Σίμων γάρ τις πρὸς Ὀνίαν ἀντιπολιτεύομενος τόν ποτε τὴν ἀρχιερωσύνην ἔχοντα διὰ βίου, καλὸν καὶ ἀγαθὸν ἄνδρα, ἐπειδὴ πάντα τρόπον διαβάλλων ὑπὲρ τοῦ ἔθνους οὐκ ἰσχυσεν κακῶσαι, φυγὰς ᾤχετο, τὴν πατρίδα προδώσων."],["2","Ὅθεν ἥκων πρὸς Ἀπολλώνιος, τὸν Συρίας τε καὶ Φοινίκης καὶ Κιλικίας στρατηγὸν, ἔλεγεν,"],["3","εὔνους ὢν τοῖς τοῦ βασιλέως πράγμασιν ἥκω, μηνύων πολλὰς ἰδιωτικῶν χρημάτων μυριάδας ἐν τοῖς Ἱεροσολύμων γαζοφυλακίοις τεθησαύρισται, τῷ ἱερῷ μὴ ἐπικοινωνούσας, ἀλλὰ προσήκειν ταῦτα Σελεύκῳ τῷ βασιλεῖ."],["4","Τούτων ἕκαστα γνοὺς ὁ Ἀπολλώνιος, τὸν μὲν Σίμωνα τῆς εἰς τὸν βασιλέα κηδεμονίας ἐπαινεῖ, πρὸς δὲ τὸν Σέλευκον ἀναβὰς κατεμήνυε τὸν τῶν χρημάτων θησαυρόν·"],["5","καὶ λαβὼν τὴν περὶ αὐτῶν ἐξουσίαν, ταχὺ εἰς τὴν πατρίδα ἡμῶν μετὰ τοῦ καταράτου Σίμωνος καὶ βαρυτάτου στρατοῦ προσελθὼν,"],["6","ταῖς τοῦ βασιλέως ἐντολαῖς ἥκειν ἔλεγεν, ὅπως τὰ ἰδιωτικὰ τοῦ γαζοφυλακίου λάβοι χρήματα."],["7","Καὶ τοῦ ἔθνους πρὸς τὸν λόγον σχετλιάζοντος, ἀντιλέγοντός τε, πάνδεινον εἶναι νομίσαντες, εἰ οἱ τὰς παρακαταθήκας πιστεύσαντας τῷ ἱερῷ θησαυρῷ στερηθήσονται, ὡς οἷόν τε ἦν ἐκώλυον."],["8","Μετὰ ἀπειλῆς δὲ ὁ Ἀπολλώνιος ἀπῄει εἰς τὸ ἱερόν."],["9","Τῶν δὲ ἱερέων μετὰ γυναικῶν καὶ παιδίων ἐν τῷ ἱερῷ ἱκετευσάντων τὸν Θεὸν ὑπερασπίσαι τοῦ ἱεροῦ καταφρονουμένου τόπου."],["10","Ἀνιόντος τε μετὰ καθωπλισμένης τῆς στρατιᾶς τοῦ Ἀπολλωνίου πρὸς τὴν τῶν χρημάτων ἀρπαγὴν οὐρανόθεν ἔφιπποι προϋφάνησαν ἄγγελοι περιαστράπτοντες τοῖς ὅπλοις, καὶ πολὺν αὐτοῖς φόβον τε καὶ τρόμον ἐνιόντες."],["11","Καταπεσὼν γέ τοι ἡμιθανὴς ὁ Ἀπολλώνιος ἐπὶ τὸν πάμφυλον τοῦ ἱεροῦ περίβολον, τὰς χεῖρας ἐξέτεινεν εἰς τὸν οὐρανὸν, μετὰ διακρύων τοὺς Ἑβραίους παρεκάλει, ὅπως περὶ αὐτοῦ εὐξόμενοι, τὸν ἐπουράνιον ἐξευμενίσωνται στρατόν."],["12","Ἔλεγεν γὰρ ἡμαρτηκὼς, ὥστε καὶ ἀποθανεῖν ἄξιος ὑπάρχειν, πᾶσίν τε ἀνθρώποις ὑμνήσειν σωθεὶς τὴν τοῦ ἱεροῦ τόπου μακαριότητα."],["13","Τούτοις ἐπαχθεὶς τοῖς λόγοις Ὀνίας ὁ ἀρχιερεὺς, καίπερ ἄλλως εὐλαβηθεὶς, μή ποτε νομίσειεν ὁ βασιλεὺς Σέλευκος ἐξ ἀνθρωπίνης ἐπιβουλῆς καὶ μὴ θείας δίκης ἀνῃρήσασθαι τὸν Ἀπωλλώνιον, ηὔξατο περὶ αὐτοῦ."],["14","Καὶ ὁ μὲν παραδὸξως διασωθεὶς ᾤχετο, δηλώσων τῷ βασιλεῖ τὰ συμβάντα αὐτῷ."],["15","Τελευτήσαντος δὲ Σελεύκου τοῦ βασιλέως διαδέχεται τὴν ἀρχὴν ὁ υἱὸς αὐτοῦ Ἀντίοχος Ἐπιφανὴς, ἀνὴρ ὑπερήφανος καὶ δεινὸς."],["16","Ὃς καταλύσας τὸν Ὀνίαν τῆς ἀρχιερωσύνης,"],["17","Ἰάσονα τὸν ἀδελφὸν αὐτοῦ κατέστησεν ἀρχιερέα, συνθέμενον δώσειν, εἰ ἐπιτρέψειεν αὐτῷ τὴν ἀρχὴν, κατʼ ἐνιαυτὸν τρισχίλια ἐξακόσια ἑξήκοντα τάλαντα."],["18","Ὁ δὲ ἐπέτρεψεν αὐτῷ ἀρχιερᾶσθαι καὶ τοῦ ἔθνους ἀφηγεῖσθαι."],["19","Ὃς καὶ ἐξεζήτησεν τὸ ἔθνος, καὶ ἐξεπολίτευσεν ἐπὶ πᾶσαν παρανομίαν."],["20","Ὥστε μὴ μόνον ἐπʼ αὐτῇ τῆ ἄκρᾳ τῆς πατρίδος ἡμῶν γυμνάσιον κατασκευάσαι, τὴν τοῦ ἱεροῦ κηδεμονίαν."],["21","Ἐφʼ οἷς ἀγανακτήσασα ἡ θεία δίκη αὐτόν τοι τὸν Ἀντίοχον ἐπολέμησεν."],["22","Ἐπειδὴ γὰρ πολεμῶν ἦν κατʼ Αἴγυπ τον Πτολεμαίῳ, ἤκουσέν τε, ὅτι φήμης διαδοθείσης περὶ τιῦ τεθνάναι αὐτὸν, ὡς ἔνι μάλιστα χαίροιεν οἱ Ἱεροσολυμῖται, ταχέως ἐπʼ αὐτοὺς ἀνέζευξεν."],["23","Καὶ ὡς ἐπόρθσεν αὐτοὺς, δόγμα ἔθετο, ὅπως εἴ τινες αὐτῶν φάνοιεν τῷ πατρίῳ πολιτευόμενοι νόμῳ θάνοιεν."],["24","Καὶ ἐπεὶ κατὰ μηδένα τρόπον ἴσχυεν καταλῦσαι διὰ τῶν δογμάτων τὴν τοῦ ἔθνους εὔνοιαν, ἀλλὰ πάσας τὰς ἑαυτοῦ ἀπειλὰς καὶ τιμωρίας ἑώρα καταλυομένας,"],["25","ὥστε καὶ γυναῖκας, ὅτι περιέτεμον τὰ παιδία, μετὰ τῶν βρεφῶν κατακρημνισθῆναι, προειδυίας ὅτι τοῦτο πείσονται·"],["26","ἐπεὶ οὖν τὰ δόγματα αὑτοῦ κατεφρονεῖτο ὑπὸ τοῦ λαοῦ, αὐτὸς διὰ βασάνων ἕνα ἕκαστον τούτου ἔθνους ἠνάγκαζεν μικρῶν ἀπογευομένους τροφῶν, ἐξόμνυσθαι τὸν Ἰουδαϊσμόν."]],[["1","Προκαθίσας γέ τοι μετὰ τῶν συνέδρων ὁ τύραννος Ἀντίοχος ἐπί τινος ὑψηλοῦ τόπου,"],["2","καὶ τῶν στρατευμάτων αὐτῶν ἐνόπλων κυκλόθεν παρεστηκότων παρεκέλευεν τοῖς δορυφόροις ἕνα ἕκαστον τῶν Ἑβραίων περισπᾶσθαι καὶ κρεῶν ὑείων καὶ εἰδωλοθύτων ἀναγκάζειν ἀπογεύεσθαι."],["3","Εἰ δὲ τινες μὴ θέλοιεν μιαροφαγῆσαι, τούτους τροχισθέντας ἀναιρεθῆναι."],["4","Πολλῶν δὲ συναρπασθέντων, εἷς πρῶτος ἐκ τῆς ἀγέλης Ἑβραῖος ὀνόματι Ἐλεάζαρος, τὸ γένος ἱερεὺς, τὴν ἐπιστήμην νομικὸς, καὶ τὴν ἡλικίαν προήκων, καὶ πολλοῖς τῶν περὶ τὸν τύραννον διὰ τὴν ἡλικίαν γνώριμος, παρήχθη πλησίον αὐτοῦ."],["5","Καὶ αὐτὸν ἰδὼν ὁ Ἀντίοχος, ἔφη,"],["6","ἐγὼ πρὶν ἂρξασθαι τῶν κατὰ σοῦ βασάνων, ὦ πρεσβύτα, συμβουλεύσαιμʼ ἄν σοι ταῦτα ὅπως ἀπογευσάμενος τῶν ὑείων σώζοιο· αἰδοῦμαι γάρ σου τὴν ἡλικίαν καὶ τὴν πολιὰν, ἥν μετὰ τοσοῦτον ἔχων χρόνον, οὔ μοι δοκεῖς φιλοσοφεῖν, τῇ Ἰουδαιων χρώμενος θρησκείᾳ."],["7","Διατί γὰρ τῆς φύσεως κεχαρισμένης καλλίστην τὴν τοῦδε τοῦ ζώου σαρκοφαγίαν βδελύττῃ;"],["8","Καὶ γὰρ ἀνόητον τοῦτο τὸ μὴ ἀπολαύειν τῶν χωρὶς ὀνείδους ἡδέων, καὶ διʼ ἄδικον ἀποστρέφεσθαι τὰς τῆς φύσεως χάριτας."],["9","Σὺ δέ μοι καὶ ἀνοητότερον ποιήσειν δοκεῖς, εἰ κενοδοξῶν περὶ τὸ ἀληθὲς,"],["10","ἔτι κᾀμοῦ καταφρονήσεις ἐπὶ τῇ ἰδίᾳ τιμωρίᾳ· οὐκ ἐξυπνώσεις ἀπὸ τῆς φλυάρου φιλοσοφίας ὑμῶν;"],["11","Καὶ ἀποσκεδάσεις ψῶν λογισμῶν σου τὸν λῆρον, καὶ ἄξιον τῆς ἡλικίας ἀναλαβῶν νοῦν φιλοσοφήσεις τήν τοῦ συμφέροντος ἀλήθειαν;"],["12","καὶ προσκυνήσας μου τὴν φιλάνθρωπον παρηγορίαν οἰκτειρήσεις τὸ σεαυτοῦ γῆρας;"],["13","καὶ γὰρ ἐνθυμήθητι, ὡς εἰ καί τις ἐστιν τῆσδε τῆς θρησκείας ἐποπτικὴ δύναμις, συγνωμονήσειν σοι ἐπὶ πᾶσιν διʼ ἀνάγκην παρανομίᾳ γεινομένῃ."],["14","Τοῦτον τὸν τρόπον ἐπὶ τὴν ἔκθεσμον σαρκοφαγίαν ἐποτρύνοντος τοῦ τυράννου, λόγον ᾔτησεν ὁ Ἐλεάζαρος."],["15","Καὶ λαβὼν τοῦ λέγειν ἐξουσίαν, ἤρξατο δημηγορεῖν οὕτως·"],["16","ἡμεῖς, Αντίοχε, θείῳ πεπεισμένοι νόμῳ πολιτευεσθαι, οὐδεμίαν ἀνάγκην βιαιοτέραν εἶναι νομίζομεν τῆς πρὸς τὸν νόμον ἡμῶν εὐπειθείας."],["17","Διὸ δὲ κατʼ οὐδένα τρόπον παρανομεῖν ἀξιοῦμεν."],["18","Καί τοι εἰ καὶ κατὰ ἀλήθειαν μὴ ἦν ὁ νόμος ἡμῶν, ὡς σὺ ὑπολαμβάνεις, θεῖος, (ἄλλως δὲ νομίζομεν αὐτὸν εἶναι θεῖον) οὐδὲ οὕτως ἐξὸν ἡμῖν ἦν τὴν ἐπὶ τῇ εὐσεβείᾳ δόκαν ἀκυρῶσαι."],["19","Μὴ μικρὰν οὖν εἶναι νομίσῃς ταύτην, εἰ μιαροφαγήσεμεν, ἁμαρτίαν."],["20","Τὸ γὰρ ἐν μικροῖς καὶ ἐν μεγάλοις παρανομεῖν ἰσοδύναμόν ἐστιν·"],["21","διʼ ἑκατέρου γὰρ ὡς ὁμοίως ὁ νόμος ὑπερηφανεῖται."],["22","Χλευάζεις δὲ ἡμῶν τὴν φιλοσοφίαν, ὥσπερ οὐ μετὰ εὐλογιστίας ἐν αὐτῇ βιούντων."],["23","Σωφροσύνην τε γὰρ ἡμᾶς ἐκδιδάσκει, ὥστε πασῶν τῶν ἡδονῶν καὶ ἐπιθυμιῶν κρατεῖν, καὶ ἀνδρείαν ἐξασκεῖν, ὥστε πάντα πόνον ἑκουσίως ὑπομένειν·"],["24","καὶ δικαιοσύνην παιδεύει, ὥστε διὰ πάντων τῶν ἠθῶν ἰσονομεῖν καὶ εὐσέβειαν διδάσκειν, ὥστε μόνον τὸν ὄντα Θεὸν σέβειν μεγαλοπρεπῶς."],["25","Διὸ οὐ μιαροφαγοῦμεν· πιστεύοντες γὰρ Θεοῦ καθεστᾶναι τὸν νόμον, οἴδαμεν ὅτι καὶ κατὰ φύσιν ἡμῖν συμπαθεῖ νομοθετῶν ὁ τοῦ κόσμου κτίστης·"],["26","τὰ μὲν οἰκειωθωσόμενα ἡμῶν ταῖς ψυχαῖς ἐπέτρεψεν ἐσθίειν, τὰ δὲ ἐναντιωθησόμενα ἐκώλυσεν σαρκοφαγεῖν."],["27","Τυραννικὸν δὲ, οὐ μόνον ἀναγκάζεις ἡμᾶς παρανομεῖν, ἀλλὰ καὶ ἐσθίειν, ὅπως τῇ ἐχθίστῃ ἡμῶν μιαροφαγίᾳ ταύτῃ ἔτι ἐγγελάσῃς."],["28","Ἀλλʼ οὐ γελάσεις κατʼ ἐμοῦ τοῦτον τὸν γέλωτα·"],["29","οὔτε τοὺς ἱεροὺς τῶν προγόνων περὶ τοῦ φυλάξαι τὸν νόμον ὅρκους οὐ παρήσω."],["30","Οὐδʼ ἂν ἐκκόψεις μου τὰ ὄμματα, καὶ τὰ σπλάγχνα μου τήξεις."],["31","Οὐχ οὕτως εἰμὶ γέρων ἐγὼ καὶ ἄνανδρος, ὥστε μοι διὰ τὴν εὐσέβειαν μὴ νεάζειν τὸν λογισμόν."],["32","Πρὸς ταῦτα τροχοὺς εὐτρέπιζε, καὶ τὸ πῦρ ἐκφύσα σφοδρότερον."],["33","Οὐχ οὕτως οἰκτειρήσω τὸ ἐμαυτοῦ γῆρας, ὥστε με διʼ ἐμαυτοῦ τὸν πάτριον καταλῦσαι νόμον."],["34","Οὐ ψεύσομαί σε, παιδευτὰ νόμε, οὐδὲ φεύξομαί σε, φίλη ἐγκράτεια."],["35","Οὐδὲ καταισχυνῶ σε, φιλόσοφε λόγε, οὐδὲ ἐξαρνήσεμαί σε, ἱερωσύνη τιμία, καὶ νομοθεσίας ἐπιστήμη·"],["36","οὐδὲ μιανεῖς μου τὸ σεμνὸν γήρηως στόμα, οὐδὲ νομίμου βίου ἡλικίαν."],["37","Ἁγνόν με οἱ πατέρες προσδέξονται, μὴ φοβηθέντα σου τὰς μέχρι θανάτου ἀνάγκας."],["38","Ἀσεβῶν μὲν γὰρ τυραννήσεις· τῶν δὲ ἐμῶν περὶ τῆς εὐσεβείας λογισμῶν οὔτε λόγοις δεσπόσεις, οὔτε διʼ ἔργων."]],[["1","Τοῦτον τὸν τρόπον ἀντιρητορεύσαντα ταῖς τοῦ τυράννου παρηγορίαις, παραστάντες οἱ δορυφόροι πικρῶς ἔσυραν ἐπὶ τὰ βασανιστήρια τὸν Ἐλεάζαρον."],["2","Καὶ πρῶτον μὲν περιέδυσαν τὸν γηραιὸν ἐκκεκοσμημένον περὶ τὴν εὐσέβειαν εὐσχημοσύνην."],["3","Ἔπειτα περιαγκωνίσαντες ἑκατέρωθεν, μάστιξιν κατῇκιζον·"],["4","πείσθητι ταῖς τοῦ βασιλέως ἐντολαῖς, ἑτέρωθεν κήρυκος ἐπιβοῶντος."],["5","Ὁ δὲ μεγαλόφρων καὶ εὐγενὴς ὡς ἀληθῶς Ἐλεάζαρος, ὥσπερ ἐν ὀνείρω βασανιζόμενος κατʼ οὐδένα τρόπον μετετρέπετο."],["6","Ἀλλὰ ὑψηλοὺς ἀνατείνας εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς, ἀπεξαίνετο ταῖς μάστιξιν τὰς σάρκας ὁ γέρων, καὶ κατεῤῥεῖτο τῷ αἵματι,"],["7","καὶ τὰ πλευρὰ κατετιτρώσκετο, καὶ πίπτων εἰς τὸ ἔδαφος, ἀπὸ τοῦ μὴ φέρειν τὸ σῶμα τὰς ἀλγηδόνας, ὀρθὸν εἶχεν καὶ ἀκλινῆ τὸν λογισμόν."],["8","Λὰξ γέ τοι τῶν πικρῶν τις δορυφόρων, εἰς τοὺς κενεῶνας ἐναλλόμενος ἔτυπτεν, ὅπως ἐξανίσταιτο πίπτων."],["9","Ὁ δὲ ὑπέμενεν τοὺς πόνους, καὶ περιεφρόνει τῆς ἀνάγκης, καὶ διεκαρτέρει τοὺς αἰκισμοὺς,"],["10","καὶ καθάπερ γενναῖος ἀθλητὴς τυπτόμενος ἐνίκα τοὺς βασανίζοντας ὁ γέρων."],["11","Ἱδρῶν γέ τοι τὸ πρόσωπον, καὶ ἐπασθμαίνων σφοδρῶς, καὶ ὑπʼ αὐτῶν τῶν βασανιζόντων ἐθαυμάζετο ἐπὶ τῇ εὐτυχίᾳ."],["12","Ὅθεν τὰ μὲν ἐλεοῦντες τὰ τοῦ γήρως αὐτοῦ, τὰ δὲ ἐν συμπαθείᾳ τῆς συνηθείας ὄντες,"],["13","τὰ δὲ ἐν θαυμαστῷ τῆς καρτερίας προσιόντες αὐτῷ τινὲς τῶν τοῦ βασιλέως ἔλεγον,"],["14","τί τοῖς κακοῖς τούτοις σεαντὸν ἀλογίστως ἀπολλεῖς,"],["15","Ἐλεάζαρ; ἡμεῖς μὲν τῶν ἡψημένων βρωμάτων παραθήσομεν· σὺ δὲ ὑποκρινόμενος τῶν ὑείων ἀπογεύσασθαι, σώθητι."],["16","Καὶ ὁ Ἐλεάζαρος, ὥσπερ πικρότερον διὰ τῆς συμβουλίας αἰκισθεὶς, ἀνεβόησεν,"],["17","μὴ οὕτως κακῶς φρονήσαιμεν οἱ Ἁβραὰμ παῖδες, ὥστε μαλακοψυχήσαντας ἀπρεπὲς ἡμῖν δρᾶμα ὑποκρίνασθαι."],["18","Καὶ γὰρ ἀλόγιστον, εἰ πρὸς ἀλήθειαν ζήσαντες τὸν μέχρι γήρως βίον, καὶ τὴν ἐπʼ αὐτῶν δόξαν νομίμως φυλάσσοντες, νῦν μεταβαλοίμεθα,"],["19","καὶ αὐτοὶ μὲν ἡμεῖς γενοίμεθα τοῖς νέοις ἀσεβείας τύπος, ἵνα παράδειγμα γενώμεθα τῆς μιεροφαγίας."],["20","Αἰσχρὸν γὰρ εἰ ἐπιβιώσωμεν ἀλίγον χρόνον,"],["21","καὶ τοῦτον καταγελώμενοι πρὸς ἁπάντων ἐπὶ δειλίᾳ· καὶ ὑπὸ μὲν τοῦ τυράννου καταφρονηθῶμεν ὡς ἄνανδροι, τὸν δὲ θεῖον ἡμῶν νόμον μέχρι θανάτου μὴ προασπίσαιμεν."],["22","Πρὸς ταῦτα ὑμεῖς μὲν, ὦ Ἁβραὰμ παῖδες, εὐγενῶς ὑπὲρ τῆς εὐσεβείας τελευτᾶτε."],["23","Οἱ δὲ τοῦ τυράννου δορυφόροι, τί μέλλετε;"],["24","Πρὸς τὰς ἀνάγκας οὕτως μεγαλοφρονοῦντα αὐτὸν ἰδόντες καὶ μηδὲ πρὸς τὸν οἰκτιρμὸν αὐτῶν μεταβαλλόμενον, ἐπὶ πῦρ αὐτὸν ἤγαγον."],["25","Ἔνθα διὰ κακοτέχνων ὀργάνων καταφλέγοντες αὐτὸν ὑπερέπτοσαν, καὶ δυσώδεις χυλοὺς εἰς τοὺς μυκτῆρας αὐτοῦ κατέχεον."],["26","Ὁ δὲ μέχρι τῶν ὀστέων ἤδη κατακεκαυμένος καὶ μέλλων λιποθυμεῖν, ἀνέτεινεν τὰ ὄμματα πρὸς τὸν Θεὸν, καὶ εἶπεν, σὺ οἶσθα, Θεὲ, παρόν μοι σώζεσθαι,"],["27","βασάνοις καυστικαῖς ἀποθνήσκω διὰ τὸν νόμον."],["28","Ἵλεως γενοῦ τῷ ἔθνει σου, ἀρκεσθεὶς τῇ ἡμετέρᾳ περὶ αὐτῶν δίκῃ."],["29","Καθάρσιον αὐτῶν ποίησον τὸ ἐμὸν αἷμα, καὶ ἀντίψυχον αὐτῶν λαβὲ τὴν ἐμὴν ψυχήν."],["30","Καὶ ταῦτα εἰπὼν ὁ ἱερὸς ἀνὴρ εὐγενῶς ταῖς βασάνοις ἐναπέθανεν, καὶ μέχρι τῶν τοῦ θανάτου βασάνων ἀντέστη τῷ λσγισμῷ διὰ τὸν νόμον."],["31","Ὁμολογουμένως οἶν δεσπότης ἐστὶν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός."],["32","Εἰ γὰρ τὰ πάθη τοῦ λογισμοῦ κεκρατήκει, τούτοις ἂν ἀπεδόμην τὴν τῆς ἐπικρατείας μαρτυρίαν."],["33","Νυνὶ δὲ τοῦ λογισμοῦ τὰ πάθη νικήσαντος, αὐτῷ προσηκόντως τὴν τῆς ἡγεμονίας προσνέμομεν ἐξουσίαν."],["34","Καὶ δίκαιόν ἐστιν ὁμολογεῖν ἡμᾶς, τὸ κράτος εἶναι τοῦ λογισμοῦ, ὅπου γε καὶ τῶν ἔξωθεν ἀλγηδόνων ἐπικρατεῖ."],["35","Ἐπεὶ καὶ γελοῖον· καὶ οὐ μόνον τῶν ἀλγηδόνων ἐπιδείκνυμι κεκρατηκέναι τὸν λογισμὸν, ἀλλὰ καὶ τῶν ἡδονῶν κρατεῖν, μηδὲ αὐταῖς ὑπείκειν."]],[["1","Ὥσπερ καὶ ἄριστος κυβερνήτης ὁ τοῦ πατρὸς ἡμῶν Ἐλεαζάρου λογισμὸς, πηδαλιουεχῶν τὴν τῆς εὐσεβείας ναῦν ἐν τῷ τῶν παθῶν πελάγει,"],["2","καὶ καταικιζόμενος ταῖς τοῦ τυράννου ἀπειλαῖς, καὶ καταντλούμενος ταῖς τῶν βασάνων τρικυμίαις,"],["3","κατʼ οὐδένα τρόπον μετέτρεψεν τοὺς τῆς εὐσεβείας οἴακας, ἕως οὗ ἔπλευσεν ἐπὶ τὸν τῆς θανάτου νίκης λιμένα."],["4","Οὐχ οὕτως πόλις πολλοῖς καὶ ποικίλοις μηχανήμασιν ἀντέσχεν ποτὲ πολιορκουμένη, ὡς ὁ πανάγιος ἐκεῖνος τὴν ἱερὰν ψυχὴν αἰκισμοῖς τε καὶ στρέβλαις πυρπολούμενος, ἐκίνησεν τοὺς πολιορκοῦντας, διὰ τὸν ὑπερασπίζοντα τῆς εὐσεβείας λογισμόν."],["5","Ὥσπερ γὰρ πρόκρημνον ἄκραν, τὴν ἑαυτοῦ διὰνοιαν ὁ πατὴρ Ἐλεάζαρος ἐκτείνας, περιέκλασεν τοὺς μαινομένους τῶν παθῶν κλύδωνας."],["6","Ὦ ἄξιε τῆς ἱερωσύνης ἱερεῦ, οὐκ ἐμίανας τοὺς ἱεροὺς ὀδόντας, οὐδὲ τὴν θεοσέβειαν καὶ καθαρισμὸν χωρήσασαν γαστέρα ἐκοινώνησας μιεροφαγίᾳ·"],["7","Ὦ σύμφωνε νόμου, καὶ φιλόσοφε θείου βίου."],["8","Τοίουτους δεῖ εἶναι τοὺς δημιουργοῦντας τὸν νόμον ἰδίῳ αἵματι, καὶ γενναίῳ ἱδρῶτι τοῖς μέχρι θανάτου πάθεσιν ὑπερασπίζοντας."],["9","Σὺ πάτερ, τὴν εὐνομίαν ἡμῶν διὰ τῶν ὑπομονῶν εἰς δόξαν ἐκύρωσας, καὶ τὴν ἁγιαστίαν σεμνολογήσας οὐ κατέλυσας, καὶ διὰ τῶν ἔργων ἐπιστοποίησας τοὺς τῆς φιλοσοφίας λὸγους."],["10","Ὦ βασάνων βιότερε γέρων, πυρὸς εὐτονώτερε πρεσβύτα, καὶ παθῶν μέγιστε βασιλεῦ Ἐλεάζαρ."],["11","Ὥσπερ γὰρ ὁ πατὴρ Ἀαρὸν τῷ θυμιατηρίῳ κατθωπλισμένος, διὰ τοῦ ἐθνοπλήθου ἐπιτρέχων τὸν ἐμπυριστὴν ἐνίκησεν ἄγγελον."],["12","Οὕτως ὁ Ἀαρωνίδης Ἐλεάζαρος διὰ τοῦ πυρὸς ὑπερτηκόμενος οὐ μετετράπη τὸν λογισμόν."],["13","Καίτοι τὸ θαυμασιώτατον, γέρων ὢν, λελυμένων μὲν ἤδη τῶν τοῦ σώματος πόνων, καὶ περιεχαλασμένων δὲ τῶν σαρκῶν, κεκμηκότων δὲ καὶ τῶν νεύρων, ἀνενέασεν."],["14","Τῷ πνεύματι τοῦ λογισμοῦ, καὶ τῷ Ἰσακείῳ λογισμῷ τὴν πολυκέφαλον στρέβλαν ἠκύρωσεν."],["15","Ὦ μακαρίου γήρως, καὶ σεμνῆς πολιᾶς, καὶ βίου νομίμου, ὃν πιστὴ θανάτου σφραγὶς ἐτελείωσεν."],["16","Εἰ δὲ τοίνυν γέρων τῶν μέχρι θανάτου βασάνων περιεφρόνησεν διʼ εὐσέβειαν, ὁμολογουμένως ἡγεμών ἐστιν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός."],["17","Ἴσως δʼ ἂν εἴποιέν τινες, τῶν παθῶν οὐ πάντες περικρατοῦσιν, ὅτι οὐδὲ πάντες φρόνιμον ἔχουσιν τὸν λογισμόν."],["18","Ἀλλʼ ὅσοι εὑσεβείας προνοοῦσιν ἐξ ὅλης καρδίας, οὗτοι μόνοι δύνανται κρατεῖν τῶν τῆς σαρκὸς παθῶν·"],["19","οἱ πιστεύοντες, ὅτι Θεῷ οὐκ ἀποθνήσκουσιν, ὥσπερ γὰρ οἱ πατριάρχαι ἡμῶν Ἁβραὰμ, Ἰσαὰκ, Ἰακὼβ, ζῶσι τῷ Θεῷ."],["20","Οὐδὲν οὖν ἐναντιοῦται τὸ φαίνεσθαί τινας παθοκρατεῖσθαι διὰ τὸν ἀσθενῆ λογισμόν."],["21","Ἐπεὶ τίς πρὸς ὅλον τὸν τῆς φιλοσοφίας κανόνα εὐσεβῶς φιλοσοφῶν, καὶ πεπιστευκὼς Θεῷ,"],["22","καὶ εἰδὼς ὅτι διὰ τὴν ἀρετὴν πάντα πόνον ὑπομένειν μακάριόν ἐστιν, οὐκ ἂν περικρατήσειεν τῶν παθῶν διὰ τὴν εὐσέβειαν;"],["23","μόνος γὰρ ὁ σοφὸς καὶ σώφρων ἀνδρεῖός ἐστιν τῶν παθῶν κύριος."],["24","Διὰ τοῦτο γέ τοι καὶ μειρακίσκοι τῷ τῆς εὐσεβείας λογισμῷ φιλοσοφουντες χαλεπωτερων βασανιστηρίων ἐπεκράτησαν."],["25","Ἐπειδὴ γὰρ κατὰ τὴν πρώτην πεῖραν ἐνικήθη περιφανὴς ὁ τύραννος, μὴ δυνηθεὶς ἀναγκάσαι γέροντα μιαιροφαγῆσαι."]],[["1","Τὸ δὲ δὴ σφόδρα περιπαθῶς ἐκέλευσεν ἄλλους ἐκ τῆς ἠλικίας τῶν Ἑβραίων ἀγαγεῖν· καὶ εἰ μὲν μιεροφαγήσαιεν, ἀπολύειν φάγοντας· εἰ δὲ ἀντιλέγοιεν, πικρότερον βασανίζειν."],["2","Ταῦτα διαδεξαμένου τοῦ τυράννου, παρῆσαν ἀγόμενοι μετὰ γηραιᾶς μητρὸς ἑπτὰ ἀδελφοὶ, καλοί τε καὶ αἰδήμονες καὶ γενναῖοι καὶ ἐν παντὶ χαριέντες."],["3","Οὓς ἰδὼν ὁ τύραννος καθάπερ ἐν χορῷ περιέχοντας μέσην τὴν μητέρα, ἤσθετο ἐπʼ αὐτοῖς, καὶ τῆς εὐπρεπείας ἐκπλαγεὶς καὶ τῆς εὐγενείας προσεμειδίασεν αὐτοῖς, καὶ πλησίον καλέσας, ἔφη,"],["4","Ὦ νεανίαι φιλοφρόνως ἐγὼ καθʼ ἐνὸς ἑκάστου ὑμῶν θαυμάζω τὸ κάλλος· καὶ τὸ πλῆθος τοσούτων ἀδελφῶν ὑπερτιμῶν, οὐ μόνον συμβουλεύω μὴ μανῆναι τὴν αὐτὴν τῷ προβασανισθέντι γέροντι μανίαν·"],["5","ἀλλὰ καὶ παρακαλῶ συνείξαντας τῆς ἐμῆς ἀπολαῦσαι φιλίας· δυναίμην γὰρ ὥσπερ κολάζειν τοὺς ἐπιτάγμασιν, σὕτως καὶ εὐεργετεῖν τοὺς εὐπειθοῦντάς μοι."],["6","Πιστεύσατε οὖν, καὶ ἀρχὰς ἐπὶ τῶν ἐμῶν πραγμάτων ἡγεμονικὰς λήψεσθε, ἀρνησάμενοι τὸν πάτριον ἡμῶν τῆς πολιτείας θεσμόν·"],["7","καὶ μεταλαβόντες Ἑλληνικοῦ βίου, καὶ μεταδιαιτηθέντες ἐντρυφήσατε ταῖς νεότησιν ὑμῶν."],["8","Ἐπεὶ ἐὰν ὀργίλως με διάθησθε διὰ τῆς ἀπειθείας ὑμῶν, ἀναγκάσετέ με ἐπὶ δειναῖς κολάσεσιν ἕνα ἕκαστον ὑμῶν διὰ τῶν βασάνων ἀπολέσαι."],["9","Κατελεήσατε οὖν ἑαυτοὺς, οὕς καὶ ὁ πολέμιος ἔγωγε καὶ τῆς ἡλικίας καὶ τῆς εὐμορφίας οἰκτείρομαι."],["10","Οὐ διαλογιεῖσθε τοῦτο, ὅτι οὐδὲν ὑμῖν ἀπειθήσασιν πλὴν τοῦ μετὰ στρεβλῶν ἀποθανεῖν ἀπόκειται;"],["11","Ταῦτα δὲ λέγων, ἐκέλευσεν εἰς τὸ ἔμπροσθεν προτεθῆναι τὰ βασανιστήρια, ὅπως καὶ διὰ τοῦ φόβου πείσειεν αὐτοὺς μιεροφαγῆσαι."],["12","Ὡς δὲ τροχούς τε καὶ ἀρθενβόλους στρεβλωτήρια, καὶ τροχαντῆρας καὶ καταπέλτας καὶ λέβητας, τήγανά τε καὶ δακτυλήθρας, καὶ χεῖρας σιδηρᾶς καὶ σφῆνας, καὶ τὰ ζώπυρα τοῦ πυρὸς οἱ δορυφόροι προέθησαν, ὑπολαβὼν δὲ ὁ τύραννος, ἔφη, μειράκια φοβήθητε,"],["13","καὶ ἥν σέβεσθε δίκην, ἵλεως ὑμῖν ἔσται διʼ ἀνάγκην παρανομήσασιν."],["14","Οἱ δὲ ἀκούσαντες ἐπαγωγὰ, καὶ ὁρῶντες δεινὰ, οὐ μόνον οὐκ ἐφοβήθησαν, ἀλλὰ καὶ ἀντεφιλοσόφῃσαν τῷ τυράννῳ, καὶ διὰ τῆς εὐλογιστίας τὴν τυραννίδα αὐτοῦ κατέλυσαν."],["15","Καί τοι λογισώμεθα· εἰ δειλόψυχοί τινες ἦσαν, καὶ ἄνανδροι ἐν αὐτοῖς, ποίοις ἂν ἐχρήσαντο λόγοις; οὐχὶ τούτοις;"],["16","Ὦ τάλανες ἡμεῖς, καὶ λίαν ἀνόητοι· βασιλέως ἡμᾶς παρακαλοῦντος, καὶ ἐπὶ εὐεργεσίᾳ φωνοῦντος, μὴ πεισθείημεν αὐτῷ;"],["17","Τί βουλήμασιν κενοῖς ἐαυτοὺς εὐφραίνομεν, καὶ θανατηφόρον ἀπείθειαν τολμῶμεν;"],["18","Οὐ φοβησόμεθα, ἄνδρες ἀδελφοί, τὰ βασανιστήρια, καὶ λογιούμεθα τὰς τῶν βασάνων ἀπειλὰς, καὶ φευξόμεθα τὴν κενοδοξίαν ταύτην καὶ ὀλεθροφόρον ἀλαζονείαν;"],["19","Ἐλεήσωμεν τὰς ἑαυτῶν ἡλικίας, καὶ κατοικτειρήσωμεν τὸ τῆς μητρὸς γῆρας·"],["20","καὶ ἐνθυμηθῶμεν, ὅτι ἀπειθοῦντες τεθνηξόμεθα."],["21","Συγγνώσεται δὲ ἡμῖν καὶ ἡ θεία δίκη διʼ ἀνάγκην τὸν βασιλὲα φοβηθεῖσιν."],["22","Τί ἐξάγομεν ἑαυτοὺς τοῦ ἡδίστου βίου, καὶ ἐπιστεροῦμεν ἐαυτοὺς τοῦ γλυκέος κόσμου;"],["23","Μὴ βιαζώμεθα τὴν ἀνάγκην, μηδὲ κενοδοξήσωμεν ἐπʼ τῇ ἑαυτῶν στρέβλῃ."],["24","Οὐδὲ αὐτὸς ὁ ναὸς ἑκουσίως ἡμᾶς θανατοῖ φοβηθέντας τὰ βασανιστήρια."],["25","Πόθεν ἡμῖν ἡ τοσαύτη ἐντέηκεν φιλονεικία, καὶ ἡ θανατεφόρος ἀρέσκει καρτερία, παρὸν μετὰ ἀταραξίας χρὴ τῷ βασιλεῖ πεισθέντας;"],["26","Ἀλλὰ τούτων οὐδὲν εἶπον οἱ νεανίαι βασανίζεσθαι μέλλοντες, οὐδὲ ἐνεθυμήθησαν."],["27","Ἦσαν γὰρ περιφρονες τῶν παθῶν, καὶ αὐτηκράτορες τῶν ἀλγηδόνων. Ὥστε ἅμα τῷ παύσασθαι τὸν τύραννον συμβουλεύοντα αὐτοῖς μιεροφαγῆσαι, πάντες διὰ μιᾶς φωνῆς ὁμοῦ, ὥσπερ ἀπὸ τῆς αὐτῆς ψυχῆς, εἶπον,"]],[["1","Τί μέλλεις, ὦ τύραννε; ἕτοιμοι γάρ ἐσμεν ἀποθνήσκειν, ἢ παραβαίνειν τὰς πατρίους ἡμῶν ἐντολάς."],["2","Καὶ αἰσχυνόμεθα γὰρ τοὺς προγόνους εἰκότως, εἰ μὴ τῇ τοῦ νόμου εὐπειθείᾳ καὶ συμβούλῳ γνώσει χρησαίμεθα."],["3","Σύμβουλε τύραννε παρανομίας, μὴ ἡμᾶς μισῶν ὑπὲρ αὐτοὺς ἡμᾶς ἐλέα."],["4","Χαλεπώτερον γὰρ αὐτοὺς τοῦ θανάτου νομίζομεν εἶναί σου τὸν ἐπὶ τῇ παρανόμῳ σωτηρίᾳ ἡμῶν ἔλεον."],["5","Ἐκφοβεῖς δὲ ἡμᾶς, τὸν διὰ τῶν βασάνων ἡμῖν θάνατον ἀπειλῶν, ὥσπερ οὐχὶ πρὸ βραχέως παρὰ Ἐλεαζάρου μαθών."],["6","Εἰ δʼ οἱ γέροντες τῶν Ἑβραίων διὰ τὴν εὐσέβειαν καὶ βασανισμὸυς ὑπομείναντες ἀπέθανον, ἀποθάνοιμεν ἂν δικαιότερον ἡμεῖς οἱ νέοι, τὰς βασάνους τῶν σῶν ἀναγκῶν ὑπεριδόντες, ἃς καὶ ὁ παιδευτὴς γέρων ἐνίκησεν."],["7","Πείραζε γαροῦν τύραννε· καὶ τὰς ἡμῶν ψυχὰς εἰ θανατώσεις διὰ τὴν εὐσέβειαν, μὴ νομίσῃς ἡμᾶς βλάπτειν βασανίζων."],["8","Ἡμεῖς μὲν γὰρ διὰ τῆσδε τῆς κακοπαθείας καὶ ὑπομονῆς, τὰ τῆς ἀρετῆς ἆθλα οἴσομεν."],["9","Σὺ δὲ διὰ τὴν ἡμῶν μιαροφονίαν αὐτάρχη καρτερήσεις περὶ τῆς θείας δίκης αἰώνιον βάσανον διὰ πυρός."],["10","Ταῦτα αὐτῶν εἰπόντων, οὐ μόνον ὡς κατὰ ἀπειθούντων ἐχαλέπαινεν ὁ τύραννος, ἀλλʼ ὡς καὶ κατὰ ἀχαρίστων ὠργίσθη."],["11","Ὅθεν τὸν πρεσβύτατον αὐτῶν κελευθέντες παρήγαγον οἱ μαστισταὶ, καὶ διαῤῥήξαντες τὸν χιτῶνα διέδησαν τὰς χεῖρας αὐτοῦ καὶ τοὺς βραχίονας ἱμᾶσιν ἑκατέρωθεν."],["12","Ὡς δὲ τύπτοντες ταῖς μάστιξιν ἐκοπίασαν, μηδὲν ἀνύοντες, ἀνέβαλον αὐτὸν ἐπὶ τὸν τροχόν."],["13","Περὶ ὃν κατατεινόμενος ὁ εὐγενὴς νεανίας, ἔξαρθρος ἐγίνετο."],["14","Καὶ κατὰ πᾶν μέλος κλώμενος κατηγόρει, λέγων,"],["15","Τύραννε μιαιρώτατε, καὶ τῆς οὐρανίου δίκης ἐχθρὲ, καὶ ὠμόφρον, οὐκ ἀνδροφονήσαντά με τοῦτον καταικίζεις τὸν τρόπον, οὐδὲ ἀσεβήσαντα, ἀλλα θείου νόμου προασπίζοντα."],["16","Καὶ τῶν δορυφόρων λεγόντων, ὁμολόγησον φαγεῖν, οὕπως ἀπαλλαγῇς τῶν βασάνων,"],["17","ὁ δὲ εἶπεν, οὐχ οὕτως ἰσχυρὸς ὑμῶν ἐστιν ὁ τρόπος, ὦ μιαιροὶ διὰκονοι, ὥστε μου τὸν λογισμὸν ἄξαι· τέμνετέ μου μέλη, καὶ πυροῦτε τὰς σάρκας, καὶ στρεβλοῦτε τὰ ἄρθρα."],["18","Διὰ πασῶν γὰρ ὑμᾶς πείσω τῶν βασάνων· ὅτι μόνοι παῖδες Ἑβραίων ὑπὲρ ἀρετῆς εἰσιν ἀνίκητοι."],["19","Ταῦτα λέγοντες εἰς πῦρ ἐπέτρωσαν, καὶ διερεθίζοντες, τὸν τροχὸν προσεπικατέτεινον."],["20","Ἐμολύνετο δὲ πάντοθεν αἵματι ὁ τρόχος, καὶ ὁ σωρὸς τῆς ἀνθρακιᾶς τοῖς τῶν ἰχώρων ἐσβέννυτο σταλαγμοῖς, καὶ περὶ τοὺς αὔξονας τοῦ ὀργάνου περιέῤῥεον αἱ σάρκες."],["21","Καὶ περιτετηκμένον ἤδη ἔχων τὸ τῶν ὀστέων πῆγμα ὁ μεγαλόφρων καὶ Ἀβραμιαῖος νεανίας οὐκ ἐστέναξεν."],["22","Ἀλλʼ ὥσπερ ἐν πυρὶ μετασχηματιζόμενος εἰς ἀφθαρσίαν, ὑπέμεινεν εὐγενῶς τὰς στρέβλας."],["23","Μιμήσασθέ με, ἀδελφοὶ, λέγων· μή μου τὸν αἰῶνα λειποτακτήσητε, μηδʼ ἐξομόσησθέ μου τὴν τῆς εὐψυχίας ἀδελφότητα· ἱερὰν καὶ εὐγενῆ στρατείαν στρατεύσασθε περὶ τῆς εὐσεβείας."],["24","Διʼ ἧς ἷλεως ἡ δικαία καὶ πάτριος ἡμῶν πρόνοια τῷ ἔθνει γενηθεῖσα τιμωρήσειεν τὸν ἀλάστορα τύραννον."],["25","Καὶ ταῦτα εἰπὼν ὁ ἱεροπρεπὴς νεανίας, ἀπέῤῥηξεν τὴν ψυχήν."],["26","Θαυμασάντων δὲ πάντων τὴν καρτεροψυχίαν αὐτοῦ, ἦγον οἱ δορυφόροι τὸν καθʼ ἡλικίαν τοῶ προτέρου δεύτερον, καὶ σιδηρᾶς ἐναρμοσάμενοί χεῖρας, ὀξέσιν τοῖς ὄνυξιν, τοῖς ὀργάνοις καταπέλτῃ προσέδησαν αὐτόν."],["27","Ὡς δὲ, εἰ φαγεῖν βούλοιτο πρὶν βασανίζεσθαι πυνθανόμενοι, τὴν εὐγενῆ γνώμην ἤκουσαν·"],["28","ἀπὸ τῶν τενόντων ταῖς σιδηραῖς χερσὶν ἐπισπασάμενοι, μέχρι γε τῶν γενείων τὴν σάρκα πᾶσαν καὶ τὴν τῆς κεφαλῆς δορὰν οἱ παρδάλειοι θῆρες ἀπέσυραν· ὁ δὲ ταύτην βαρέως τὴν ἀλγηδόνα καρτερῶν, ἔλεγεν,"],["29","Ὡς ἡδὺς πᾶς τρόπος θανάτου, διὰ τὴν πάτριον ἡμῶν εὐσέβειαν· ἔφη τε πρὸς τὸν τύραννον,"],["30","Οὐ δοκεῖς, πάντων ὠμότατε τύραννε, πλεῖων ἐμοῦ σε νὺν βασανίζεσθαι, ὁρῶν σου νικώμενον τὸν τῆς τυραννίδος ὑπερήφανον λογισμὸν ὑπὸ τῆς διὰ τὴν εὐσέβειαν ἡμῶν ὑπομονῆς."],["31","Ἐγὼ μὲν γὰρ ταῖς διὰ τὴν ἀρετὴν ἡδοναῖς τὸν πόνον ἐπικουφίζομαι."],["32","Σὺ δὲ ἐν ταῖς τῆς ἀσεβείας ἀπειλαῖς βασανίζῃ· οὐκ ἐκφεύξῃ δὲ, μιαιρότατε τύραννε, τὰς τῆς θείας ὀργῆς δίκας."]],[["1","Καὶ τούτου τὸν ἀοίδιμον θάνατον καρτερήσαντος, ὁ τρίτος ἤγετο, παρακαλούμενος πολλὰ ὑπὸ πολλῶν ὅπως ἀπογευσάμενος σώζοιτο."],["2","Ὁ δὲ ἀναβοήσας, ἔφη, ἤ ἀγνοεῖτε, ὅτι αὐτός με τοῖς ἀποθανοῦσιν ἔσπειρεν πατὴρ, καὶ ἡ αὐτὴ μήτηρ ἐγέννεσιν, καὶ ἐπὶ τοῖς αὐτοῖς ἀνετράφην δόγμασιν;"],["3","Οὐκ ἐξόμνυμαι τὴν εὐγενῆ τῆς ἀδελφότητος συγγένειαν."],["3a","Πρὸς ταῦτα εἴ τι ἔχετε κολαστήριον προσαγάγετε τῷ σώματί μου· τῆς γὰρ ψυχῆς μου, οὐδʼ ἂν θέλητε, ἅψασθαι δύνασθε."],["5","Οἱ δὲ πίκρῶς ἐνέγκαντες τὴν παῤῥησίαν τοῦ ἀνδρὸς, ἀρθρεμβόλοις ὀργάνοις τὰς χεῖρας αὐτοῦ καὶ τοὺς πόδας ἐξήρθρουν, καὶ ἐξ ἁρμῶν ἀναμοχλεύοντες ἐξεμέλιζον·"],["6","καὶ τοὺς δακτύλους, καὶ τοὺς βραχίονας, καὶ τὰ σκέλη, καὶ τοὺς ἀγκῶνας περιέλκων."],["7","Καὶ κατὰ μηδένα τρόπον ἰσχύοντες αὐτὸν ἄγξαι, περισύραντες τὸ δέρμα σὺν ἄκραις ταῖς τῶν δακτύλων κορυφαῖς ἀπεσκύθιζον, καὶ εὐθέως ἦγον ἐπὶ τὸν τροχόν."],["8","Περὶ ὃν ἐκ σφονδύλων ἐκμελιζόμενος ἑώρα τὰς ἑαυτοῦ σάρκας περιλακιζομένας καὶ κατὰ σπλάγχνων σταγόνας αἵματος ἀποῤῥεούσας."],["9","Μέλλων δὲ ἀποθνήσκειν,"],["10","ἔφη, ἡμεῖς μὲν ὦ μιαιρώτατε τύραννε, διὰ παιδείαν καί ἀρετὴν Θεοῦ ταῦτα πάσχομεν."],["11","Σὺ δὲ διὰ τὴν ἀσέβειαν καὶ μιαιφονίαν, ἀκαταλύτους καρτερήσεις βασάνους."],["12","Καὶ τούτου θανόντος ἀδελφοπρεπῶς, τὸν τέταρτον ἐπεσπῶντο, λέγοντες,"],["13","Μὴ μανῄς καὶ σὺ τοῖς ἀδελφοῖς σου τὴν αὐτὴν μανίαν· ἀλλὰ πεισθεὶς τῷ βασιλεῖ, σῶζε σεαυτόν."],["14","Ὁ δὲ αὐτοῖς ἔφη, οὐχ οὕτως καυστικώτερον ἔχετε κατʼ ἐμοῦ τὸ πῦρ, ὥστε με δειλανδρῆσαι."],["15","Μὰ τὸν μακάριον τῶν ἀδελφῶν μου θάνατον, καὶ τὸν αἰώνιον τοῦ τυράννου ὄλεθρον, καὶ τὸν ἀοίδιμον τῶν εὐσεβῶν βίον, οὐκ ἀρνήσομαι τὴν εὐγενῆ ἀδελφότητα."],["16","Ἐπινόει, τύραννε, βασάνους· ἵνα καὶ διὰ τούτων μάθῃς, ὅτι ἀδελφός εἰμι τῶν προβεβανασισθέντων."],["17","Ταῦτα ἀκούσας ὁ αἱμοβόρος καὶ φονώδης καὶ πανμιαιρώτατος Ἀντίοχος, ἐκέλευσεν τὴν γλῶτταν αὐτοῦ ἐκτεμεῖν."],["18","Ὁ δὲ ἔφη, κᾂν ἀφέλῃς τὸ τῆς φωνῆς ὄργανον, καὶ σιωπώντων ἀκούει ὁ Θεός."],["19","Ἰδοὺ κεχάλασται ἡ γλῶσσα· τέμνε· οὐ γὰρ παρὰ τοῦτο τὸν λογισμὸν ἡμῶν γλωσσοτομήσεις."],["20","Ἡδέως ὑπὲρ τοῦ Θεοῦ τὰ τοῦ σώματος μέλη ἀκρωτηριαζόμενα."],["21","Σὲ δὲ ταχέως μετελεύσεται ὁ Θεός· τὴν γὰρ τῶν θείων ὕμνων μελῳδὸν γλῶτταν ἐκτέμνεις."]],[["1","Ὡς δὲ καὶ οὗτος ταῖς βασάνοις καταικισθεὶς ἐναπέθανεν, ὁ πέμπτος παρεπήδησεν, λέγων,"],["2","Οὐ μέλλω, τύραννε, πρὸς τὸν ὑπὲρ τῆς ἀρετῆς βασανισμὸν παραιτεῖσθαι."],["3","Αὐτὸς δʼ ἀπʼ ἐμαυτοῦ παρῆλθον, ὅπως κᾀμὲ κατακτείνας, περὶ πλειόνων ἀδικημάτων ὀφειλήσῃς τῇ οὐρανίῳ δίκῃ τιμωρίαν."],["4","Ὦ μισάρετε καὶ μισάνθρωπε, τὶ δράσαντας ἡμᾶς τοῦτον πορθεῖς τὸν τρόπον;"],["5","Ἢ κακόν σοι δοκεῖ, ὅτι τὸν πάντων κτιστὴν εὐσεβοῦμεν, καὶ κατὰ τὸν ἐνάρετον αὐτοῦ ζῶμεν νόμον;"],["6","Ἀλλὰ ταῦτα τιμῶν, οὐ βασάνων ἐστὶν ἄξια."],["6a","Εἴπερ ᾐσθάνου ἀνθρώπου πόθων, καὶ ἐλπίδα εἶχες παρὰ Θεῷ σωτηρίου·"],["6b","νῦν ἰδὲ ἀλλότριος ὢν Θεοῦ, πολεμεῖς τοὺς εὐσεβοῦντας εἰς τὸν Θεόν."],["9","Τοιαῦτα λέγοντα οἱ δορυφόροι δήσαντες, αὐτὸν εἷλκον ἐπὶ τὸν καταπέλτην·"],["10","ἐφʼ ὃ δήσαντες αὐτὸν ἐπὶ τὰ γόνατα, καὶ ταῦτα ποδάγραις σιδηραῖς ἐφορμάσαντες τὴν ὀσφὺν αὐτοῦ ἐπὶ τὸν τροχιαῖον σφῆνα κατέκαμψαν· περὶ ὃν ὅλος ἐπὶ τὸν τρονὸν σκορπίου τρόπον ἀνακλώμενος ἐξεμελίζετο."],["11","Κατὰ τοῦτον τὸν τρόπον καὶ τὸ πνεῦμα στενοχωρούμενος, καὶ τὸ σῶμα ἀγχόμενος, καλὰς, ἔλεγεν, ἄκων,"],["12","ὦ τύραννε, χάριτας ἡμῖν χαρίζῃ διὰ γενναιοτέρων πόνων ἐπιδείξασθαι παρέχων τὴν εἰς τὸν νόμον ἡμῶν καρτερίαν."],["13","Τελευτήσαντος δὲ καὶ τούτου, ὁ ἕκτος ἤγετο μειρακίσκος· ὃς πυνθανομένου τοῦ τύραννου εἰ βούλοιτο φαγὼν ἀπολύεσθαι, ὁ δὲ ἔφη,"],["14","Ἐγὼ τῇ μὲν ἡλικίᾳ τῶν ἀδελφῶν μου εἰμὶ νεώτερος, τῇ δὲ διανοίᾳ ἡλικιώτης·"],["15","Εἰς τὰ αὐτὰ γὰρ καὶ γεννηθέντες καὶ τραφέντες, ὑπὲρ τῶν αὐτῶν καὶ ἀποθνήσκειν ὀφείλομεν ὁμοίως."],["16","Ὥστε εἰ σοὶ δοκεῖ βασανίξειν, μὴ μιαιροφαγοῦτας βασάνιζε."],["17","Ταῦτα αὐτὸν εἰπόντα παρῆγον ἐπὶ τὸν τροχόν."],["18","Ἐφʼ οὗ κατατεινόμενος εὐμελῶς καὶ ἐκσφονοδυλιζόμενος ὑπεκαίετο."],["19","Καὶ ὀβελίσκους ὀξεῖς πυρώσαντες, τοῖς νότοις προσέφερον· καὶ τὰ πλευπὰ διαπείραντες, ἀπʼ αὐτοῦ σπλάγχνα διέκαιον."],["20","Ὁ δὲ βασανιζόμενος, ὦ ἱεροπρεποῦς αἰῶνος, ἔλεγεν, ἐφʼ ὃν διὰ τὴν εὐσέβειαν εἰς γυμνασίαν πόνων ἀδελφοὶ τοσοῦτοι κληθέντες οὐκ ἐνικήθημεν."],["21","Ἀνίκητος γάρ ἐστιν, ὦ τύραννε, ἡ εὐσεβὴς ἐπιστήμη."],["22","Καλοκᾳγαθίᾳ καθωπλισμένος τεθνήξομαι κἀγὼ μετὰ τῶν ἀδελφῶν μοῦ."],["23","Μέγαν σοὶ προσβάλλων καὶ αὐτὸς ἀλάστορα, καινουργὲ τῶν βασάνων, καὶ πολέμιε τῶν ἀληθῶς εὐσεβούντων."],["24","Ἓξ μειράκια κατελύσαμέν σου τὴν τυραννίδα."],["25","Τὸ γὰρ μὴ δυνηθῆναί σε μεταπεῖσαι τὸν λογισμὸν ἡμῶν, μήτε βιάσασθαι πρὸς τὴν μιαιροφαγίαν, οὐ κατάλυσίς ἐστιν σοῦ;"],["26","Τὸ πῦρ σου ψυχρὸν ἡμῖν, καὶ ἄπονοι οἱ καταπέλται, καὶ ἀδύνατος ἡ βία σου."],["27","Οὐ γὰρ τυράννου, ἀλλὰ θείου νόμου προεστήκασιν ἡμῶν οἱ δορυφίροι· διὰ τοῦτο ἀνίκητον ἕχομεν τὸν λογι σμόν."]],[["1","Ὡς δὲ καὶ οὗτος μακαρίως ἐναπέθανεν καταβληθεὶς εἰς λέβητα, ὁ ἕβδομος παρεγίνετο, πάντων νεώτερος."],["2","Ὅν κατοικτειρήσας ὁ τύραννος, καίπερ δεινῶς ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ κακισθεὶς, ὁρῶν ἤση τὰ δεσμὰ περικείμενον,"],["3","πλησιέστερον αὐτὸν μετεπέμψατο, καὶ παρηγορεῖν ἐπειρᾶτο, λέγων,"],["4","Τῆς μὲν τῶν ἀδελφῶν σου ἀπονοίας τὸ τὲλος ὁρᾷς· διὰ γὰρ ἀπείθειαν στρεβλωθέντες τεθνήκασιν, σὺ, εἰ μὲν μὴ πεισθείης, τὰλας βασανισθεὶς καὶ πασανισθεὶς καὶ αὐτὸς τεθνήξῃ πρὸ ὥρας."],["5","Πεισθείης δὲ φίλος ἔσῃ, καὶ τῶν ἐπὶ τῆς βασιλείας ἀφηγήσῃ πραγμάτων."],["6","Καὶ ταῦτα παρακαλῶν, τὴν μητέρα τοῦ παιδὸς μετεπέμψατο, ὄπως αὐτὴν ἐμεήσαν υἱῶν στερηθῖσαν παρορμήσειεν ἐπὶ τὴν μσωτηρίαν, εὐπειθῆ τὸν περιλειπόμενον."],["7","Ὁ δὲ τῆν μητρὸς τῇ Ἐβραΐδι φωνῇ προτρεψαμένης· αὐτὸν (ὡς ἐροῦμεν μετὰ μικρὸν ὕστερον.) ἀπολύσατε με, φησίν·"],["8","εἴπω τῷ βασιλεῖ καὶ τοῖς σὺν αὐτῷ φίλοις πᾶσιν."],["9","Καὶ ἐπιχαρέντες μάλιστα ἐπὶ τῇ ἐπαγγελίᾳ τοῦ παιδὸς ταχέως ἔλυσαν αὐτόν."],["10","Καὶ σραμὼν ἐπὶ πλησίον τῶν τηγάνων, ἔφη, ἀνόσιε,"],["11","φησὶν, καὶ πάντων τῶν πονηρῶν ἀσεβέστατε τύραννε, οὐκ ᾐδέσθης παρὰ τοῦ Θεοῦ λαβὼν τὰ ἀγαθὰ καὶ τὴν βασιλείαν, τούς θεράποντας αὐτοῦ κατακτεῖναι, καὶ τοὺς τῆς εὐσεβείας στρεβλῶσαι;"],["12","Ἀνθ ὧ ταμιεύεταί σε ἡ θεια δίκη πυκνοτέρῳ καὶ αἰωνίῳ πυεὶ καὶ βασάνοις, αἳ εἰς ὅλον τὸν αιῶνα οὐκ ἀνήσουσίν σε."],["13","Οὐκ ᾐδέσθης ἄνθρωπος ὢν, θηριωδέστατε, τοὺς ὁμοιοπαθεῖς καὶ ἐκ τῶν αὐτῶν γεγονότας στοιξείων γλωττοτομῆσαι, καὶ τοῦτον καταικίσας τὸν τρόπον βασανίσαι;"],["14","Ἀλλʼ οἱ μὴν εὐγενῶς ἀποθανόντες ἐπλήρωσαν τὴν εἰν τὸν Θεὸν εὐσέβειαν."],["15","Σὺ δὲ κακὸς κακῶς οἰμώξεις, τοὺς τῆς ἀρετῆν ἀγωνιστὰν ἀναιτίως ἀποκτεῖναι."],["16","Ὅθεν καὶ αὐτὸς ἀποθνήσκειν μέλλων, ἔφη,"],["17","οὐκ ἀπαυτομολῶ τῆς τῶν ἀδελφῶν μου μαρτυρίας."],["18","Ἐπικαλοῦμαι δὲ τὸν πατρῷον Θεὸν, ὅπως ἵλεως γένει μου."],["19","Σὲ δὲ καὶ ἐν τῷ νῦν βίῳ καὶ θανόντα τιμωρήσεται."],["20","Καὶ ταῦτα κατευξάμενος, ἐαυτὸν ἔοιψεν κατὰ τῶν τηγάνων· καὶ οὕτως ἀπέδεκεν."]],[["1","Εἰ δὲ τοίνυν τῶν μέχρι θανάτου πόνων ὑπερεφρόνησαν οἱ ἑπτὰ ἀδελφοὶ, συνομολογεῖται πανταχόθεν, ὅτι αὐτοδέσποτός ἐστιν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός."],["2","Ὤσπερ γὰρ εἰ τοῖς πάθεσιν σουλωθέντες ἐμιεροφάγησαν, ἐλέγομεν γὰρ αὐτοὺς τούτοις νενικῆσθαι."],["3","Νυνὶ δὲ οὐχ οὕτως· ἀλλὰ τῷ ἐπαινουμένῳ λογισμῷ παρὰ περιεγένοντο τῶν παθῶν."],["4","Καὶ οὐκ ἐστὶν παριδεῖν τὴν ἡγεμονίαν· ἐπεκρὰτησεν γὰρ καὶ πὰθους καὶ πὸνων."],["5","Πῶς οὖν οὐκ ἐστὶν τούτοις τὴν εὐλογιστίας παθοκρὰτειαν ὁμολογεῖν, οἱ τῶν μὲν διὰ πυρὸς ἀλγησόνων οὐκ ἐπεστράφησαν;"],["6","Καθάπερ γὰρ προπλήταις λιμένων πύργοις τὰς κυμάτων ἀπειλὰς ἀνακόπτοντες, γαληνὸν παρὲχουσιν τοῖς εἰσπλέουσιν τὸν ὅρμον."],["7","Οὕτος ἡ ἑπτάπυργος τῶν νεανίσκων εὐλογιστία τὸν τῆς εὐσεβείας ὀχυρώσασα λιμένα τὴν τῶν παθῶν ἐνίκησεν ἀκολασίαν."],["8","Ἱερὸν γὰρ εὐσεβείαν στήσαντες χορὸν παρεθάρσυνον ἀλλήλους, λέγοντες,"],["9","ἀδελφικῶς ἀποθάνοιμεν, ἀδελφοὶ, περὶ τοῦ νόμον· μιμησώμεθα τούς τρεῖς τοὺς ἐπὶ Ἀσσυρίας νεανίσκους, οἵ τῆς ἰσεπόλιδος καμίνου κατεφρόνησαν."],["10","Μὴ δειλανδρήσωμεν πρὸς τὴν τῆς εὐσεβείας ἀπόδειξιν."],["11","Καὶ ὁ μὲν, θάῤῥει ἀδελφὲ, ἔλεγεν, ὁ δὲ, εὐγενῶς καρτέρησον."],["12","Ὁ δὲ, ἔλεγεν, μνήσθητε πόθεν ἐστὲ, ἢ τίνος πατρὸς χειρὶ σφαγιασθῆναι διὰ τὴν εὐσέβειαν ὑπέμεινεν ὁ Ἰσαάκ."],["13","Εἶς δὲ ἕκαστος καὶ ἀλλήλους ὁμοῦ πάντες ἐφόρων φαιδροὶ καὶ μάλα θαῤῥαλέοι, ἐαυτοὺς, ἔλεγον, τῷ Θεῷ ἀφιερώσωμεν ἐξ ὅλης τῆς καρδίας τῷ δόντι τὰς ψυχὰς, καὶ χρήσωμεν τῇ περὶ τὸν νόμον φυλακῇ τὰ σώματα."],["14","Μὴ φοβηθῶμεν τὸν δοκοῦντα ἀποκτενεῖν"],["15","Μέγας γὰρ ψυξῆς ἀγὼν καὶ κίνδυνος ἐν αἰωνίῳ βασάνῳ κείμενος τοῖς παραβᾶσιν τῆν ἐντολὴν τοῦ Θεοῦ."],["16","Καθοπλισώμεθα τοιγαροῦν τῇ τοῦ θείου λογισμοῦ παθοκρατείᾳ."],["17","Οὕτως παθόντας ἡμᾶς Αβραὰμ καὶ Ἰακὼβ ὑποδέξονται, καὶ πάντες οἱ πατέρες ἐπαινέσουσιν."],["18","Καὶ ἑνὶ ἑκάστῳ τῶν ἀποστωμένων αὐτῶν ἀδελφῶν ἔλεγον οἱ περιλειπόμενοι, μὴ καταισχύνῃς ἡμᾶς ἀδελφὲ, μηδὲ ἀδελφὲ, μηδὲ ψεύσῃ τούς προαποθανόντας."],["19","Οὐκ ἀγνοεῖτε δὲ τὰ τῆς ἀνθρωπότητος φίλτρα, ἅπερ ἡ θεία καὶ πάνσοφος πρόνοια διὰ τῆς μητρῴας φυτεύσασα γαστρός·"],["20","ἐν ᾗ τὸν ἶσον ἀδελφοὶ κατοικήσαντες χρόνον, καὶ ἐν τῷ αὐτῳ χρόνῳ πλασθέντες, καὶ ἀπὸ τοῦ αὐτῷ αἵματος ἀξηθέντες, καὶ δια τῆς αὐτῆς ψυχῆς τελεσφορηθέντες,"],["21","καὶ διὰ τῶν ἴσων ἀποτεχθέντες χρόνον, καὶ ἀπὸ τῶν αὐτῶν γαλακτοποτοῦντες πηγῶν, ἀφʼ οὗ συντέφονται ἐν ἐναγκαλισμάτων φιλάδελφοι ψυχαί·"],["22","καὶ αὔξοντες σφοδρότερον διὰ συντροφίας, καὶ τῆς καθʼ ἠμέραν συνηθείας, καὶ τῆς ἄλλης παιδείας, καὶ τῆν ἡμετέρας ἐν νόμῳ Θεοῦ ἀσκήσεως."],["23","Οὕτως δὲ τοίνυν καθεστηκυίας τῆς φιλαδελφίας συμπαθούσης, οἱ ἑπτὰ ἀδελφοὶ συμπαθέστερον ἔσχον τὴν πρὸς ἀλλήλους ὁμόνοιαν."],["24","Νόμῳ γὰρ τῷ αὐτῷ παιδευθέντες, καὶ τὰς αὐτὰς ἐξασκήσαντες ἀρετὰς, καὶ τῷ δικαίῳ συντραφέντες βίῳ, μᾶλλον ἐπʼ αὐτοὺς ἥγαγον."],["25","Ἡ γὰρ ὁμοζηλία τῆς καλοκᾳγαθίας ἐπέτεινεν αὐτῶν τὴν πρὸς ἀλλήλους ὁμόνοιαν."],["26","Σὺν γάρ τῇ εὐσεβείᾳ ποθεινοτέραν αὐτοῖς κατεσκεύαζεν τὴν φιλαδελφίαν."],["27","Ἀλλʼ ὁμοίως καίπερ τῆς φύσεως καὶ τῆς συνηθείας καὶ τῶν τῆς ἀρετῆς ἠθῶν τὰ τῆς ἀδελφότητος αὐτοῖν φίλτρα συναυξόντων, ἀνέσχοντο διὰ τὴν εὐσέβειαν τοὺν ἀδελφοὺς οἱ ὑπολελειμμένοι τοὺς καταικιζομένους, ὁρῶντες μέχρι θανάτου βασανιζομένους."]],[["1","Προσέτι καὶ ἐπὶ τὸν αἰκισμὸν ἐποτρύνοντες, ὡς μὴ μόνον τῶν ἀλγηδόνων περιφρονῆσαι αὐτοὺς, ἀλλὰ καὶ τῆς τῶν ἀδελφῶν φιλαδελφίας παθῶν κρατῆσαι."],["2","Ὦ βασιλέως λογισμοὶ βασιλικώτεροι καὶ ἐλευθέρων ἐλευθερώτεροι."],["3","Ἱερὰς καὶ ἐναρμόστους περὶ τῆς εὐσεβείας τῶν ἑπτὰ ἀδελφῶν συμφωνίας."],["4","Οὐδεὶς ἐκ τῶν ἑπτὰ μειρακίων ἐδειλίασεν, οὐδὲ πρὸς τὸν θάνατον ὤκνησεν."],["5","Ἀλλὰ πάντες, ὥσπερ ἐπʼ ἀθανασίας ὁδὸν τρέχοντες, ἐπὶ τὸν διὰ τῶν βασάνων θάνατον ἔσπευδον."],["6","Καθάπερ γὰρ χεῖρες καὶ πόδες συμφώνως τοῖς τῆς ψυχῆς ἀφηγήμασιν κινοῦνται· οὕτως οἱ ἱεροὶ μείρακες ἐκεῖνοι ὡς ὑπὸ ψυχῆς ἀθανάτου τῆς εὐσεβείας, πρὸς τὸν ὑπὲρ αὐτῆς συνεφώνησαν θάνατον."],["7","Ὦ παναγία ἡ συμφώνον ἀδελφῶν ἐβδομάς· καθάπερ γὰρ ἑπτὰ τῆς κοσμοποιΐας ἡμέραι περὶ τὴν εὐσέβειαν,"],["8","οὕτος περὶ τὴν ἑβδομάδα χορεύοντες οἱ μείρακες ἐκύκλουν τὸν τῶν βασάνων φόβον καταλύοντες."],["9","Νῦν ἡμεῖς ἀκούοντες τῆν θλίψιν τῶν νεανίων ἐκείνων, φρίττομεν· οἱ δὲ οὐ μόνον ὁρῶντες, ἀλλʼ οὐδὲ μόνον ἀκούοντες τὸν παραχρῆμα ἀπειλῆς λόγον, ἀλλὰ καὶ πάσχοντες, ἐκαρτέρουν καὶ τοῦτο ταῖς διὰ πυρὸς ὀδύναις."],["10","Ὧν τί γένοιτο ἐπαλγέστερον; ὀξεῖα γὰρ καὶ σύντομος ἡ τοῦ πυρὸς οὖσα δύναμις, ταχέως διέλυσε τὰ σώματα."],["11","Καὶ μὴ θαυμαστὸν ἡγεῖσθε, εἰ ὁ λογισμὸς περιεκράτησεν τῶν ἀνδρῶν ἐκείνων ἐν ταῖς βασάνοις, ὅπου γε καὶ γυναικὸς νοῦς πολυτροπωτέρον ὑπερεφρόνησεν ἀλγηδόνων."],["12","Ἡ μήτηρ γὰρ τῶν ἑπτὰ νεανίσκων ὑπήνεγκεν τὰς ἐφʼ ἑνὶ ἐκάστῳ τῶν τέκνων στρέβλας."],["13","Θεωρεῖτε δὲ πῶς πολύπλοκός ἐστιν ἡ τῆς φιλοτεκνίας στοργὴ, ἕλκουσα πάντα πρὸς τὴν τῶν σπλάγχνων συμπάθειαν."],["14","Ὅπου γε καὶ τὰ ἄλογα ζῶα ὁμοίαν τὴν πρὸς τὰ ἐξ αὐτῶν γεννώμενα συμπάθειαν καὶ στοργὴν ἔχει τοῖς ἀνθρώποις."],["15","Καὶ γὰρ τῶν πετεινῶν, τὰ μὲν ἥμερα κατὰ τὰς οἰκίας ὀροφοιτοῦντα προασπίζει τῶν νεοττῶν."],["16","Τὰ δὲ κατὰ τὰς κορυφὰς ὀρέων καὶ φαράγγων ἀποῤῥῶγας καὶ δένδρων ὀπὰς καὶ τὰς τούτων ἄκρας νοσσοποιησάμενα ἀποτίκτει, καὶ τὸν προσιόντα κωλύει."],["17","Εἰ δὲ καὶ μὴ δύναιντο κωλύειν, περιπτάμενα κυκλόθεν αὐτῶν ἀλγοῦντα τῇ στοργῇ, ἀνακαλούμενα τῇ ἰδίᾳ φωνῇ, καθʼ ὃν δύναται τρόπον βοηθεῖ τοῖς τέκνοις."],["18","Καὶ τί δεῖ τὴν διὰ τῶν ἀλόγων ζώων ἐπιδεικνύναι τὴν πρὸς τὰ τέκνα συμπάθειαν."],["19","Ὅπου γε καὶ μέλισσαι περὶ τὸν τῆς κηρογονίας καιρὸν ἐπαμύνονται τοὺς προσιόντας, καὶ καθάπερ σιδήρῳ τῷ κέντρῳ πλήσσουσι τοὺς προσιόντας τῇ νοσσιᾷ αὐτῶν, καὶ ἐπαμύνονται ἕως θανάτου."],["20","Ἀλλʼ οὐχὶ τὴν Ἁβραὰμ ὁμόψυχον τῶν νεανίων μητέρα μετεκίνησεν συμπάθεια τῆς συμπαθείας τέκνων."]],[["1","Ὦ λογίσμε τέκνων, παθῶν τύραννε, καὶ εὐσέβεια μητρὶ τέκνων ποθεινοτέρα."],["2","Μήτηρ δυοῖν προκειμένων εὐσεβείας, καὶ τῆς ἑπτὰ υἱῶν σωτηρίας προκαίρους κατὰ τὴν τοῦ τυράννου ὑπόσχεσιν·"],["3","τὴν εὐσέβειαν μᾶλλον ἠγάπησεν τὴν σώζουσαν εἰς αἰώνιον ζωὴν κατὰ Θεόν."],["4","Ὦ τίνα τρόπον ἠθολογήσαιμι φιλότεκνα γονέων πάθη, ψυχῆς τε καὶ μορφῆς ὁμοιότητα εἰς μικρὸν παιδὸς χαρακτῆρα θαυμάσιον ἐναπεσφράγιζον, μάλιστα διὰ τὸν τῶν παθῶν τοῖς γεννηθεῖσιν τὰς μητέρας καθεστάναι συμπαθευτέρας."],["5","Ὅσῳ γὰρ καὶ ἀσθενόψυχοι καὶ πολυγονώτεραι ὑπάρχουσιν μητέρες, τοσούτῳ μᾶλλόν εἰσιν φιλοτεκνότεραι."],["6","Πασῶν δὲ τῶν μητέρων ἐγένετο ἡ τῶν ἑπτὰ μήτηρ φιλοτεκνοτέρα, ἥ τις ἑπτὰ κυοφορίαις τὴν πρὸς αὐτοὺς ἐπιφυτευομένη φιλοστοργία,"],["7","καὶ διὰ πολλὰς τὰς καθʼ ἔκαστον αὐτῶν ὠδῖνας ἠναγκασμένην τὴν εἰς αὐτοὺς ἔχειν συμπάθειαν,"],["8","διὰ τὸν πρὸς τὸν Θεὸν φόβον ὑπερεῖδεν τὴν τῶν τέκνων πρόσκαιρον σωτηρίαν."],["9","Οὐ μὴν δὲ, ἀλλὰ καὶ διὰ τὴν καλοκᾳγαθίαν τῶν υἱῶν, καὶ τὴν πρὸς τὸν νόμον αὐτῶν εὐπείθειαν, μείζων τὴν ἐν αὐτοῖς ἔσχεν φιλοστοργίαν."],["10","Δίκαιοί τε γὰρ ἦσαν, καὶ σώφρονες, καὶ σώφρονες, καὶ ἀνδρεῖοι, καὶ μεγαλόψυχοι, καὶ φιλάδελφοι, καὶ μεγαλόψυχοι, καὶ μεψαλόψυχοι, καὶ φιλάδελφοι, καὶ φιλομήτορες οὕτως, ὥστε καὶ μέχρι θανάτου τὰ νόμιμα φυλάσσοντες πείθεσθαι αὐτῇ."],["11","Ἀλλʼ ὅμως, καὶ ὑπὲρ τοσούτων ὄντων τῶν περὶ φιλοτεκνίαν εἰς συμπάθειαν ἑλκόντων τὴν μητέρα, ἐπʼ οὐδενὸς αὐτῶν τὸν λογισμὸν αὐτῆς αἱ παμποίκιλοι ἴσχυσαν μετατρέψαι."],["12","Ἀλλὰ καἰ καθʼ ἔνα παῖδα καὶ ὁμοῦ πάντας ἡ μήτηρ ἐπὶ τὸν τῆς εὐσεβείας προετρέπετο θάνατον."],["13","Ὦ φύσις ἱερὰ, καὶ φίλτρα γονέων καὶ γονεῦσιν φιλόστοργε, καὶ τροφεῖα, καὶ μητέρων ἀδάμαστα πάθη."],["14","Καθʼ ἕνα στρεβλούμενον καὶ φλεγόμενον ὁρῶσα υήτηρ, οὐ μετεβάλετο διὰ τὴν εὐσέβεβειαν."],["15","Τὰς σάρκας τῶν τέκνων ἑώρα περὶ τὸ πῦρ τηκομένας, καὶ τοὺς τὼν ποδῶν καὶ χειρῶν δακτύλους ἐπὶ γῆς σπαίροντας, καὶ τὰς τῶν κεφαλῶν μέχρι τῶν περὶ τὰ γένεια σάρκας, ὥσπερ προσωπεῖα προκειμένας."],["16","Ὦ πικροτέρων μὲν νῦν μήτηρ πόνων πειρασθεῖσα, ἤπερ τῶν ἐπʼ αὐτοῖς ὠδίνων."],["17","Ὦ μόνη γυνὴ τὴν εὐσέβειαν ὁλόκληρον ἀποκυήσασα."],["18","Οὐ μετέρεψέν σε πρωτότοκος ἀποπνέων· οὐδὲ δεύτερον εἰς οἶκτρον βλέπων ἐν βασάνοις· οὐδὲ τρίτος ἀποψύχων."],["19","Οὐδὲ τοὺς ὀφθαλμοὺς ἑνὸς ἑκάστου θεωροῦσα ταυρηδὸν ἐπὶ τῶν βασάνων ὁρῶντας τὸν αὐτὸν αἰκισμὸν, καὶ τοὺς μυκτῆρας προσημειουμένους αὐτῶν τὸν θάνατον, οὐκ ἔκλαυσας."],["20","Ἐπὶ σαρξὶν τέκνων ὁρῶσα σάρκας τέκνων ἀποκεκομμένας, καὶ ἐπὶ κεφαλαῖς κεφαλὰς ἀποδειροτομουμένας, καὶ ἐπὶ νεκροῖς νεκροὺς πίπτοντας, καὶ πολυάνδριον ὁρῶσα τῶν τέκνων χορεῖον διὰ τῶν βασάνων, οὐκ ἐδάκρυσας."],["21","Οὐχ οὕτως σειρήνιοι μελῳδίαι, οὐδὲ κύκνειοι πρὸς φιληκοΐαν φωναὶ τοὺς ἀκούοντας ἐφέλκονται, ὦ τέκνων φωναὶ μετὰ βασάνων μητέρα φωνούντων."],["22","Πηλίκαις καὶ πόσαις τότε ἡ μήτηρ, τῶν υἱῶν βασανιζομένων τροχοῖς τε καὶ καυτερίοις ἐβασανίζετο βασάνοις;"],["23","Ἀλλὰ τὰ σπλάγχνα αὐτῆς ὁ εὐσεβὴς λογισμὸς ἐν αὐτοῖς τοῖς πάθεσιν ἀνδρειώσας ἐπέτεινεν τὴν πρόσκαιρον φιλοτεκνίαν παριδεῖν."],["24","Καίπερ ἑπτὰ τέκνων ὁρῶσα ἀπώλειαν· ἀσπάσασα ἡ γενναῖα μήτηρ ἐξέδσεν διὰ τὴν πρὸς Θεὸν πίστιν."],["25","Καθάπερ γὰρ ἐν βουλευτηρίῳ τῇ ἑαυτῆς ψυχῇ δεινοὺς ὁρῶσα συμβούλους, φύσιν καὶ γένεσιν καὶ φιλοτεκνίαν καὶ τέκνων στρέβλαν."],["26","Δύο ψήφους κρατοῦσα μήτηρ, θανατηφόρον τε καὶ σωτήριον ὑπὲρ τένων·"],["27","Οὐκ ἐπέγνω τὴν σώζουσαν ἑπτὰ υἱοὺς πρὸς ὀλίγον χρόνον σωτηρίαν."],["28","Ἀλλὰ τῆς θεοσεβοῦς Ἁβραὰμ καρτερίας ἡ θυγάτηρ ἐμνήσθη."],["29","Ὦ μήτηρ ἔθνους, ἔκδικε τοῦ νόμου, καὶ ὑπερασπίστεια τῆς εὐσεβείας, καὶ τοῦ διὰ σπλάγχνων ἀγῶνος ἀθλοφόρε."],["30","Ὦ ἀῤῥένων πρὸς καρτερίαν γενναιοτέρα, καὶ ἀνδρῶν πρὸς ὑπομονὴν ἀνδρειοτέρα."],["31","Καθάπερ γὰρ ἡ Νῶε κιβωτὸς ἐν τῷ κοσμοπληθεῖ κατακλυσμῷ κοσμοφοροῦσα καρτεροὺς ὑπήνεγκεν τοὺς κλύδωνας·"],["32","οὕτως σὺ, ἡ νομοφύλαξ, πανταχόθεν ἐν τῷ τῶν παθῶν περιαντλουμένη κατακλυσμῷ, καὶ καρτεροῖς ἂν λοιμοῖς ταῖς τῶν υἱῶν βασάνοις συνεχομένη, γενναίως ὑπέμεινας τοὺς τῆς εὐσεβείας χειμῶνας."]],[["1","Εἰ δὲ τοίνυν καὶ γυνὴ, καὶ γηραιὰ, καὶ ἑπτὰ παὶδων μήτηρ ὑπέμεινε τὰς μέχρι θανάτου βασάνους ὁρῶσα τῶν τέκνων· ὁμολογουμένως αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός."],["2","Ἀπέδειξα οὖν ὅτι οὐ μόνον τῶν παθῶν ἄνδρες ἐπεκράτησαν, ἀλλὰ καὶ γυνὴ τῶν μεγίστων βασάνων ὑπερεφρόνησεν."],["3","Καὶ οὐχ οὕτως οἱ περὶ Δανιὴλ λέοντες ἦσαν ἄγριοι, οὐδὲ Μισαὴλ ἐκφλεγομένη κάμινος λαβροτάτῳ πυρὶ, ὡς τῆς φιλοτεκνίας περιέκαιεν ἐκείνη φύσις, ὁρῶσα αὑτῆς τοὺς ἑπτὰ υἱοὺς βασανιζομένους."],["4","Ἀλλὰ τῷ λογισμῷ τῆς εὐσεβείας κατέσβεσε τοσαῦτα καὶ τηλικαῦτα πάθη ἡ μήτηρ."],["5","Καὶ γὰρ τοῦτο ἐπιλογίσασθαι, ὅτι εἰ δειλόψυχος ἦν ἡ γυνὴ, καίπερ μήτηρ οὖσα, ὠλοφύρετο ἂν ἐπʼ αὐτοῖς· καὶ ἴσως ἄν ταῦτα οὕτως εἶπεν,"],["6","Ὦ μελέα ἔγωγε, καὶ πολλάκις τρισαθλία, ἥτις ἑπτὰ παῖδας τεκοῦσα, οὐδενὸς μήτηρ γεγένημαι."],["7","Ὦ μάταιοι ἐπτὰ κυοφορίαι, καὶ ἀνόνητοι ἐπτὰ δεκάηνοι, καὶ ἄκαρποι τιθηνίαι, καὶ ταλαίπωροι γαλακτοτροφίοι."],["8","Μάτην ἐφʼ ὑμῖν, ὦ παῖδες, πολλὰς ὑπέμεινα ὠδῖνας καὶ χαλεπωτέρας φροντίδας ἀνατροφῆς."],["9","Ὦ τῶν ἐμῶν παίδων, οἱ μὲν ἄγαμοι, οἱ δὲ γαμήσαντες ἀνόνητοι, οὐκ ὄψομαι ὑμῶν τέκνα, οὐδὲ μάμμη κληθεῖσα μακαρισθήσομαι."],["10","Ὦ ἡ πολύπαις καὶ καλλίπαις ἐγὼ γυνὴ χήρα καὶ μόνη πολύθρηνος."],["11","Οὐδʼ ἂν ἀποθάνω, θάπτοντα τῶν υἱῶν ἕξω τινά."],["12","Ἀλλὰ τούτῳ τῷ θρήνῳ οὐδένα ὠλοφύρετο ἡ ἱερὰ καὶ θεοσεβὴς μήτηρ. Οὐδʼ ἵνα μὴ ἀποθάνωσιν ἀπέτρεπεν αὐτῶν τινα, οὐδʼ ὡς ἀποθνησκόντων ἐλυπήθη."],["13","Ἀλλʼ ὥσπερ ἀδαμάντινον ἔχουσα τὸν νοῦν, καὶ εἰς ἀθανασίαν ἀνατίκτουσα τὸν τῶν υἱῶν ἀριθμὸν, μᾶλλον ὑπὲρ τῆς εὐσεβείας ἐπὶ τὸν θάνατον αὐτοὺς προετρέπετο ἱκετεύουσα."],["14","Ὦ διʼ εὐσέβειαν Θεοῦ στρατιῶτι, πρεσβύτι καὶ γυνὴ διὰ καρτερίαν καὶ τύραννον ἐνίκησας, καὶ ἔργοις δυνατωτέρα καὶ λόγοις εὑρέθης ἄνανδρος."],["15","Καὶ γὰν ὃτε συνελήφθης μετὰ τῶν παίδων, εἱστήκεις τὸν Ἐλεάζαρον ὁρῶσα βασανιζόμενον, καὶ ἔλεγες τοῖς παισὶν ἐν τῇ Ἑβοαΐδι φωνῇ,"],["16","Ὦ παῖδες, γενναῖος ὁ ἀγών· εφ ὃν κληθέντες ὑπὲρ τῆς διαμαρτυρίας τοῦ ἔθνους, ἐναγωνίσασθε προθύμως ὑπὲρ τοῦ πατρίουνόμου."],["17","Καὶ γὰρ αἰσχρὸν τὸν μὴν γέροντα τοῦτον ὑπομένειν τὰς διὰ τὴν εὐσέβειαν ἀληδόνας, ὑμᾶς δὲ τοὺς νεωτέρους καταπλαγῆναι τὰς βασάνους."],["18","Ἀναμνήσθητε, ὅτι διὰ τὸν Θεὸν τοῦ κόσμου μετελάβετε, καὶ τοῦ βίου ἀπελαύσατέ·"],["19","καὶ διὰ τιῦτο ὀφείλετε πάντα πόνον ὑπομένειν διὰ τὸν Θεόν."],["20","Διʼ ὃν καὶ ὁ πατὴρ ἡμῶν Ἁβραὰμ ἔσπευδεν τὸν ἐθνοπάτορα υἱὸν σφαγιάσαι Ἰσαὰκ, καὶ τὴν πατρῷαν χεῖρα ξιφηφόρον καταφερομένην ἐπʼ αὐτὸν ὁρῶν οὐκ ἔπτηξεν."],["21","Καὶ Δανιὴλ ὁ δίκαιος εἰς λέοντας ἐβλήθη· καὶ Ἀνανίας, καὶ Ἀζαρίας, καὶ Μισαὴλ εἰς κάμινον πυρὸς ἀπεσφενδονήθησαν, καὶ ὑπέμειναν, διὰ τὸν Θεόν."],["22","Καὶ ὑμεῖς οὖν τὴν αὐτὴν πίστιν πρὸς τὸν Θεὸν ἔχοντες, μὴ χαλεπαίνητε."],["23","Ἀλόγιστον γὰρ εἰδότας εὐσέβειαν μὴ ἀντιστασθαι τοῖς πόνοις."],["24","Διὰ τούτων τῶν λόγων ἡ ἑπταμήτωρ ἕνα ἕκαστον τῶν υἱῶν παρακαλοῦσα, ἔπεισε μᾶλλον, ἢ παραβῆναι τὴν ἐντολὴν τοῦ Θεοῦ."],["25","Ἔτι δὲ καὶ ταῦτα ἰδόντες, ὅτι διὰ τὸν Θεὸν ἀποθανόντες ζῶσιν τῷ Θεῷ, ὥσπερ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ πάντες οἱ πατριάρχαι."]],[["1","Ἔλεγον δὲ καὶ τῶν δορυφόρων τινὲς, ὡς ὅτε ἔμελλεν καὶ αὐτὴ συλλαμβάνεσθαι πρὸς θάνατον, ἵνα μὴ ψαύσειέν τι τοῦ σώματος ἑαυτῆς, ἑαυτὴν ἔῤῥιψεν κατὰ τῆς πυρᾶς."],["2","Ὦ μήτηρ σὺν ἑπτὰ παισὶν καταλύσασα τὴν τοῦ τυράννου βίαν, καὶ ἀκυρώσασα τὰς κακὰς ἐπινοίας αὐτοῦ, καὶ ἐπιδείξασα τὴν τῆς πίστεως γενναιότητα."],["3","Καθάπερ γὰρ σὺ στέγη ἐπὶ τοῦ στύλου τῶν παίδων γενναίως ἱδρυμένη, ἀκλινῶς ὑπήνεγκας τὸν διὰ τῶν βασάνων σεισμόν."],["4","Θάῤῥει τοιγαροῦν, ὦ μήτηρ ἱερόψυχε, τὴν ἐλπίδα τῆς ὑπομονῆς γενναίως ἔχουσα πρὸς Θεόν."],["5","Οὐχ οὕτω σελήνη κατʼ οὐρανὸν σὺν ἄστροις σεμνὴ καθέστηκεν, ὡς σὺ τοὺς εἰς ἀστέρας ἑπτὰ παῖδας φωταγωγήσασα πρὸς τὴν εὐσέβειαν ἔντιμος καθέστηκας Θεῷ, καὶ ἐστήρισαι ἐν οὐρανῷ σὺν αὐτοῖς."],["6","Ἦν γὰρ ἡ παιδοποιΐα σου ἀπὸ Ἁβραὰμ τοῦ παιδός."],["7","Εἰ δὲ ἐξὸν ἡμῖν ἦν, ὥσπερ τινὸς ζωγραφῆσαι τὴν τῆς ἱστορίας σου εὐσέβειαν, οὐκ ἂν ἔφριττον οἱ θεωροῦντες μητέρα ἑπτὰ τέκνων διʼ εὐσέβειαν ποικίλας βασάνους μέχρι θανάτου ὑπομείνασαν."],["8","Καὶ γὰρ ἄξιον ἦν καὶ ἐπὶ αὐτοῦ τοῦ ἐπιταφίου ἀναγράψαι καὶ ταῦτα τοῖς ἀπὸ τοῦ ἔθνους εἰς μνείαν λεγόμενα."],["9","Ἐνταῦθα γέρων ἱερεὺς, καὶ γυμὴ γεραιὰ καὶ ἑπτὰ παῖδες ἐγκεκήδευνται διὰ τυράννου βίαν, τὴν Ἑβραίων πολιτείαν καταλῦσαι θέλοντος."],["10","Οἳ καὶ ἐξεδίκησαν τὸ ἔθνος εἰς Θεὸν ἀφορῶντες, καὶ μέχρι θανάτου τὰς βασάνους ὑπομείναντες."],["11","Ἀληθῶς γὰρ ἦν ἀγῶν θεῖος ὁ διʼ αὐτῶν γεγενημένος."],["12","Ἠθλότει γὰρ τότε ἀρετὴ διʼ ὑπομονῆς δοκιμάζουσα τὸ νῖκος ἐν ἀφθαρσίᾳ ἐν ζωῇ πολυχρονίῳ."],["13","Ἐλεάζαρ δὲ προηγωνίζετο· ἡ δὲ μήτηρ τῶν ἑπτὰ παίδων ἐνήθλει·"],["14","οἱ δὲ ἀδελφοὶ ἠγωνίζοντο· ὁ τύραννος ἀντηγωνίζετο· ὁ δὲ κόσμος καὶ ὁ τῶν ἀνθρώπων βίος ἐθεώρει."],["15","Θεοσέβεια δὲ ἐνίκα, τοὺς ἑαυτῆς ἀθλητὰς στεφανοῦσα."],["16","Τίνες οὐκ ἐθαύμασαν τοὺς τῆς ἀληθείας νομοθεσίας ἀθλητὰς; τίνες οὐκ ἐξεπλάγησαν;"],["17","Αὐτός γέ τοι ὁ τύραννος καὶ ὅλον τὸν συνέδριον αὐτῶν ἐξεθαύμασαν αὐτῶν τὴν ὑπομονήν."],["18","Διʼ ἣν καὶ τῷ θείῳ νῦν παρεστήκασιν θρόνῳ, καὶ τὸν μακάριον βιοῦσιν αἰῶνα."],["19","Καὶ γάρ φησιν ὁ Μωσῆς, καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου."],["20","Καὶ οὗτοι οὖν ἁγιασθέντες διὰ Θεὸν τετίμηνται οὐ μόνον οὖν ταύτῃ τῇ τιμῇ, ἀλλὰ καὶ τῷ διʼ αὐτοὺς τὸ ἔθνος ἡμῶν τοὺς πολεμίους μὴ ἐπικρατήσας,"],["21","καὶ τὸν τύραννον τιμωρηθῆναι, καὶ τὴν πατρίδα καθαρισθῆναι,"],["22","ὥσπωρ ἀντίψυχον γεγονότας τῆς τοῦ ἔθνους ἁμαρτίας, καὶ διὰ τοῦ αἵματος τῶν εὐσεβῶν ἐκείνων, καὶ τοῦ ἱλαστηρίου θανάτου αὐτῶν, ἡ θεία πρόνοια τὸν Ἰσραὴλ προκακωθέντα διέσωσεν."],["23","Πρὸς γὰρ τὴν ἀνδρείαν αὐτῶν τῆς ἀρετῆς, καὶ τὴν ἐπὶ ταῖς βασάνοις αὐτῶν ὑπομονὴν ὁ τύραννος ἀφιδὼν Ἀντίοχος ἀνεκήρυξεν τοῖς στρατιώταις αὐτοῦ εἰς ὑπόδειγμα τὴν ἐκείνων ὑπομονήν."],["24","Ἔσχεν τε αὐτοὺς γενναίους καὶ ἀνδρείους εἰς πεζομαχίαν καὶ πολιορκίαν· καὶ ἐκπορθήσας ἐνίκησεν πάντας τοὺς πολεμίους."]],[["1","Ὦ τῶν Ἁβραμιαίων σπερμάτων ἀπόγονοι παῖδες Ἰσραηλῖται, πείθεσθε τῷ νόμῳ τούτῳ, καὶ πάντα τρόπον εὐσεβεῖτε·"],["2","γινώσκοντες, ὅτι τῶν παθῶν δεσπότης ἐστὶν ὁ εὐσεβὴς λογισμός· καὶ οὐ μόνον τῶν ἔνδοθεν, ἀλλὰ καὶ τῶν ἔξωθεν πόνων·"],["3","Ἀνθʼ ὦν διὰ τὴν εὐσέβειαν προϊέμενοι τὰ σώματα τοῖς πόνοις ἐκεῖνοι, οὐ μόνον ὑπὸ τῶν ἀνθρώπων ἐθαυμάσθησαν, ἀλλὰ καὶ θείας μερίδος κατηξιώθησαν."],["4","Καὶ διʼ αὐτοὺς εἰρήνευσεν τὸ ἔθνος, καὶ τὴν εὐνομίαν τὴν ἐπὶ τῆς πατρίδος ἀνανεωσάμενος, ἐκπεπολιόρκηκε τοὺς πολεμίους."],["5","Καὶ ὁ τύραννος Ἀντίοχος καὶ ἐπὶ γῆς τετιμώρηται, καὶ ἀποθανὼν κολάζεται· ὡς γὰρ οὐδὲν οὐδαμῶς ἴσχυσεν ἀναγκάσαι τοὺς Ἱεροσολυμίτας ἀλλοφυλῆσαι, καὶ τῶν πατριῶν ἐθνῶν ἐκδιαιτηθῆναι·"],["6","τότε δὴ ἀπάρας ἀπὸ τῶν Ἱεροσολύμων ἐστρατοπέδευσεν ἐπὶ Πέρσας."],["7","Ἔλεγεν δὲ ἡ μήτηρ τῶν ἑπτὰ παίδων καὶ ταῦτα ἡ δικαία τοῖς τέκνοις, ὅτι ἐγὼ ἐγενήθην παρθένος ἁγνὴ, καὶ οὐχ ὑπερέβην πατρικὸν οἶκον· ἐφύλασσον δὲ τὴν ᾠκοδομουμένην πλευράν."],["8","Οὐ διέφθειρέν με λυμεὼν τῆς ἐρημίας φθορεὺς ἐν πεδίῳ· οὐδὲ ἐλυμῄνατό μου τὰ ἁγνὰ τῆς παρθενίας λυμεὼν ἀπατηλὸς ὄφις· ἔμεινα δὲ χρόνον ἀκμῆς σὺν ἀνδρί."],["9","Τούτων δὲ ἐνελίκων γενομένων ἐτελεύτησεν ὁ πατήρ· μακάριος μὲν ἐκεῖνος· τὸν γὰρ τῆς εὐτεκνίας βίον ἐπιζητήσας, τὸν τῆς ἀτεκνίας οὐκ ὠδυνήθη καιρόν."],["10","Ὃς ἐδιδασκεν ὑμᾶς, ἔτι ὢν σὺν ὑμῖν, τὸν νόμον καὶ τοὺς προφήτας."],["11","Τὸν ἀναιρεθέντα Ἀβὲλ ὑπὸ Κάϊν ἀνεγίνωσκεν δὲ ἡμῖν, καὶ τὸν ὁλοκαπούμενον Ἰσαὰκ, καὶ τὸν ἐν φυλακῇ Ἰωσήφ."],["12","Ἔλεγεν δὲ ἡμῖν τὸν ζηλωτὴν Φινεές· ἐδίδασκεν δὲ ὑμᾶς τοὺς ἐν πυρὶ Ανανίαν, καὶ Ἀζαρίαν, καὶ Μισαήλ."],["13","Ἐδόξαζεν δὲ καὶ τὸν ἐν λάκκῳ λεόντων Δανιὴλ, ὃν καὶ ἐμακάριζεν."],["14","Ὑπεμίμνησκεν δὲ ὑμᾶς τῆν Ἠσαΐου γραφὴν τὴν λέγουσαν, κᾂν διὰ πυρὸς διέλθῃς, φλὸξ οὐ κατακαύσει σε."],["15","Τὸν ὑμνογράφον ἐμελῴδει ὑμῖν Δαρίδ τὸν λέγοντα, πολλαὶ αἱ θλίψεις τῶν δικαίων."],["16","Τὸν Σαλομῶντα ἐπαροιμίαζεν ἡμῖν τὸν λέγοντα, ξύλον ζωῆς ἐστιν πᾶσιν τοῖς ποιοῦσιν αὐτοῦ τὸ θέλημα."],["17","Τὸν Ἰεζεκιὴλ ἐπιστοποιεῖτο τὸν λέγοντα, εἰ ζήσεται τὰ ὀστᾶ τὰ ξηρὰ ταῦτα;"],["18","Ὧδην μὲν γὰρ ἣν ἑδίδαξεν Μωϋσῆς οὐκ ἐπελάθετο τὴν διδάσκουσαν, ἐγὼ ἀποκτενῶ καὶ ζῇν ποιήσω."],["19","Αὗτη ἡ ζωὴ ἡμῶν καὶ ἡ μακαριότης τῶν ἡμερῶν."],["20","Ὧ πικρᾶς τῆς τότε ἡμέρας, καὶ οὐ πικρᾶς, ὅτε ὁ πικρὸς Ἑλλήμων τύραννος πῦρ φλέξας λέβησιν ὠμοῖς, καὶ ζεουσι θυμοῖς ἀγαγὼν ἐπὶ τὸν καταπέλτην καὶ πάλιν τὰς βασάνους αὐτοῦ τοὺς ἑπτὰ παῖδας τῆς Ἁβρααμίτιδος."],["21","Τὰς τῶν ὀμμάτων κόρας ἐπήρωσεν, καὶ γλώσσας ἐξέτεμεν, καὶ βασάνοις ποικίλαις ἀπέκτεινεν."],["22","Ὑπὲρ ὧν ἡ θεία δίκη μετῆλθεν καὶ μετελεύσεται τὸν ἀλάστορα."],["23","Οἱ δὲ Ἁβραμιαῖοι παῖδες σὺν τῇ ἀθλοφορῳ μητρὶ, εἰς πατέρων χορὸν συναγελάζονται, φυχὰς καὶ ἀθανάτους ἀπειληφότες παρὰ τοῦ Θεοῦ."],["24","Ὦ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν."]]] \ No newline at end of file diff --git a/lines/malachias.json b/lines/malachias.json new file mode 100644 index 0000000000000000000000000000000000000000..b48c13cfac1be53f0d23f3fc23dcc8cca3c634d5 --- /dev/null +++ b/lines/malachias.json @@ -0,0 +1 @@ +[[["1","ΛΗΜΜΑ λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ, θέσθε δὴ ἐπὶ τὰς καρδίας ὑμῶν."],["2","Ἠγάπησα ὑμᾶς, λέγει Κύριος· καὶ εἴπατε, ἐν τίνι ἠγάπησας ἡμᾶς; οὐκ ἀδελφὸς ἦν Ἠσαῦ τοῦ Ἰακὼβ, λέγει Κύριος, καὶ ἠγάπησα τὸν Ἰακὼβ,"],["3","τὸν δὲ Ἠσαῦ ἐμίσησα, καὶ ἔταξα τὰ ὅρια αὐτοῦ εἰς ἀφανισμὸν, καὶ τὴν κληρονομίαν αὐτοῦ εἰς δώματα ἐρήμου;"],["4","Διότι ἐρεῖ, ἡ Ἰδουμαία κατέστραπται, καὶ ἐπιστρέψωμεν, καὶ ἀνοικοδομήσωμεν τὰς ἐρήμους· τάδε λέγει Κύριος παντοκράτωρ, αὐτοὶ οἰκοδομήσουσι, καὶ ἐγὼ καταστρέψω· καὶ ἐπικληθήσεται αὐτοῖς ὅρια ἀνομίας, καὶ λαὸς ἐφʼ ὃν παρατέτακται Κύριος ἕως αἰῶνος."],["5","Καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται, καὶ ὑμεῖς ἐρεῖτε, ἐμεγαλύνθη Κύριος ὑπεράνω τῶν ὁρίων τοῦ Ἰσραήλ."],["6","Υἱὸς δοξάζει πατέρα, καὶ δοῦλος τὸν κύριον ἑαυτοῦ. καὶ εἰ πατήρ εἰμι ἐγὼ, ποῦ ἐστιν ἡ δόξα μου; καὶ εἰ Κύριός εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φόβος μου; λέγει Κύριος παντοκράτωρ· ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου, καὶ εἴπατε, ἐν τίνι ἐφαυλίσαμεν τὸ ὄνομά σου;"],["7","Προσάγοντες πρὸς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους, καὶ εἴπατε, ἐν τίνι ἠλισγήσαμεν αὐτούς; ἐν τῷ λέγειν ὑμᾶς, τράπεζα Κυρίου ἠλισγημένη ἐστί, καὶ τὰ ἐπιτιθέμενα ἐξουδενώσατε."],["8","Διότι ἐὰν προσαγάγητε τυφλὸν εἰς θυσίας, οὐ κακόν; καὶ ἐὰν προσαγάγητε χωλὸν ἢ ἄῤῥωστον, οὐ κακόν; προσάγαγε δὴ αὐτὸ τῷ ἡγουμένῳ σου, εἰ προσδέξεταί σε, εἰ λήψεται πρόσωπόν σου, λέγει Κύριος παντοκράτωρ."],["9","Καὶ νῦν ἐξιλάσκεσθε τὸ πρόσωπον τοῦ Θεοῦ ὑμῶν, καὶ δεήθητε αὐτοῦ. Ἐν χερσὶν ὑμῶν γέγονε ταῦτα, εἰ λήψομαι ἐξ ὑμῶν πρόσωπα ὑμῶν; λέγει Κύριος παντοκράτωρ."],["10","Διότι καὶ ἐν ὑμῖν συγκλεισθήσονται θύραι, καὶ οὐκ ἀνάψεται τὸ θυσιαστήριόν μου δωρεάν· οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν."],["11","Διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματὶ μου, καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος παντοκράτωρ."],["12","Ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ ἐν τῷ λέγειν ὑμᾶς, τράπεζα Κυρίου ἠλισγημένη ἐστὶ, καὶ τὰ ἐπιτιθέμενα ἐξουδένωται βρώματα αὐτοῦ·"],["13","Καὶ εἴπατε, ταῦτα ἐν κακοπαθείας ἐστί. καὶ ἐξεφύσησα αὐτὰ, λέγει Κύριος παντοκράτωρ· καὶ εἰσεφέρετε ἁρπάγματα, καὶ τὰ χωλὰ, καὶ τὰ ἐνοχλούμενα· καὶ ἐὰν φέρητε τὴν θυσίαν, εἰ προσδέξομαι αὐτὰ ἐκ τῶν χειρῶν ὑμῶν; λέγει Κύριος παντοκράτωρ."],["14","Καὶ ἐπικατάρατος, ὃς ἦν δυνατὸς, καὶ ὑπῆρχεν ἐν τῷ ποιμνίῳ αὐτοῦ ἄρσεν, καὶ εὐχὴ αὐτοῦ ἐπʼ αὐτῷ, καὶ θύει διεφθαρμένον τῷ Κυρίῳ· διότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ ὄνομά μου ἐπιφανὲς ἐν τοῖς ἔθνεσι."]],[["1","Καὶ νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς οἱ ἱερεῖς."],["2","Ἐὰν μὴ ἀκούσητε, καὶ ἐὰν μὴ θῆσθε εἰς τὴν καρδίαν ὑμῶν, τοῦ δοῦναι δόξαν τῷ ὀνόματί μου, λέγει Κύριος παντοκράτωρ· καὶ ἐξαποστελῶ ἐφʼ ὑμᾶς τὴν κατάραν, καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν, καὶ καταράσομαι αὐτήν· καὶ διασκεδάσω τὴν εὐλογίαν ὑμῶν, καὶ οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ὑμεῖς οὐ τίθεσθε εἰς τὴν καρδίαν ὑμῶν."],["3","Ἰδοὺ ἐγὼ ἀφορίζω ὑμῖν τὸν ὦμον, καὶ σκορπιῶ ἔνυστρον ἐπὶ τὰ πρόσωπα ὑμῶν, ἔνυστρον ἑορτῶν, ὑμῶν, καὶ λήψομαι ὑμᾶς εἰς τὸ αὐτό·"],["4","Καὶ ἐπιγνώσεσθε διότι ἐγὼ ἐξαπέσταλκα πρὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην, τοῦ εἶναι τὴν διαθήκην μου πρὸς τοὺς Λευίτας, λέγει Κύριος παντοκράτωρ."],["5","Ἡ διαθήκη μου ἦν μετʼ αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης, καὶ ἔδωκα αὐτῷ ἐν φόβῳ φοβεῖσθαί με, καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσθαι αὐτόν·"],["6","νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ· ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετʼ ἐμοῦ, καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας."],["7","Ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν."],["8","Ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ, καὶ ἠσθενήσατε πολλοὺς ἐν νόμῳ, διεφθείρατε τὴν διαθήκην τοῦ Λευὶ, λέγει Κύριος παντοκράτωρ."],["9","Κᾀγὼ δέδωκα ὑμᾶς ἐξουδενωμένους καὶ ἀπεῤῥιμμένους εἰς πάντα τὰ ἔθνη, ἀνθʼ ὧν ὑμεῖς οὐκ ἐφυλάξασθε τὰς ὁδούς μου, ἀλλὰ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ."],["10","Οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν; οὐχὶ Θεὸς εἷς ἔκτισεν ὑμᾶς; τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, τοῦ βεβηλῶσαι τὴν διαθήκην τῶν πατέρων ὑμῶν;"],["11","Ἐνκατελείφθη Ἰούδας, καὶ βδέλυγμα ἐγένετο ἐν τῷ Ἰσραὴλ καὶ ἐν Ἱερουσαλὴμ, διότι ἐβεβήλωσεν Ἰούδας τὰ ἅγια Κυρίου, ἐν οἷς ἠγάπησε, καὶ ἐπετήδευσεν εἰς θεοὺς ἀλλοτρίους."],["12","Ἐξολοθρεύσει Κύριος τὸν ἄνθρωπον τὸν ποιοῦντα ταῦτα, ἕως καὶ ταπεινωθῇ ἐκ σκηνωμάτων Ἰακὼβ, καὶ ἐκ προσαγόντων θυσίαν τῷ κυρίῳ παντοκράτορι."],["13","Καὶ ταῦτα, ἃ ἔμισουν, ἐποιεῖτε· ἐκαλύπτετε δάκρυσι τὸ θυσιαστήριον Κυρίου, καὶ κλαυθμῷ καὶ στεναγμῷ ἐκ κόπων· ἔτι ἄξιον ἐπιβλέψαι εἰς θυσίαν, ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν;"],["14","Καὶ εἴπατε, ἕνεκεν τίνος; ὅτι Κύριος διεμαρτύρατο ἀναμέσον σου, καὶ ἀναμέσον γυναικὸς νεότητός σου, ἣν ἐγκατέλιπες, καὶ αὕτη κοινωνός σου, καὶ γυνὴ διαθήκης σου."],["15","Καὶ οὐ καλὸν ἐποίησε; καὶ ὑπόλειμμα πνεύματος αὐτοῦ· καὶ εἴπατε, τί ἄλλο ἢ σπέρμα ζητεῖ ὁ Θεός; καὶ φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν, καὶ γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς."],["16","Ἀλλὰ ἐὰν μισήσας ἐξαποστείλῃς, λέγει Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, καὶ καλύψει ἀσέβεια ἐπὶ τὰ ἐνθυμήματά σου, λέγει Κύριος παντοκράτωρ. καὶ φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν, καὶ οὐ μὴ ἐγκαταλίπητε"],["17","οἱ παροξύναντες τὸν Θεὸν ἐν τοῖς λόγοις ὑμῶν· καὶ εἴπατε, ἐν τίνι παρωξύναμεν αὐτόν; ἐν τῷ λέγειν ὑμᾶς, πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον Κυρίου, καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησε, καί ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης;"]],[["1","Ἰδοὺ ἐξαποστέλλω τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε· ἰδοὺ ἔρχεται, λέγει Κύριος παντοκράτωρ,"],["2","καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς ποὶα πλυνόντων."],["3","Καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον, καὶ ὡς τὸ χρυσίον, καὶ καθαρίσει τοὺς υἱοὺς Λευὶ, καὶ χεεῖ αὐτοὺς ὥσπερ τὸ χρυσίον καὶ τὸ ἀργύριον· καὶ ἔσονται τῷ Κυρίῳ προσάγοντες θυσίαν ἐν δικαιοσύνῃ."],["4","Καὶ ἀρέσει τῷ Κυρίῳ θυσία Ἰούδα καὶ Ἱερουσαλὴμ, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, καὶ καθὼς τὰ ἔτη τὰ ἔμπροσθεν."],["5","Καὶ προσάξω πρὸς ὑμᾶς ἐν κρίσει, καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τὰς φαρμακοὺς, καὶ ἐπὶ τὰς μοιχαλίδας, καὶ ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ ἐπὶ τοὺς ἀποστεροῦντας μισθὸν μισθωτοῦ, καὶ τοὺς καταδυναστεύοντας χήραν, καὶ τοὺς κονδυλίζοντας ὀρφανοὺς, καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσηλύτου, καὶ τοὺς μὴ φοβουμένους με, λέγει Κύριος παντοκράτωρ."],["6","Διότι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ οὐκ ἠλλοίωμαι·"],["7","καὶ ὑμεῖς οἱ υἱοὶ Ἰακὼβ οὐκ ἀπέχεσθε ἀπὸ τῶν ἀδικιῶν τῶν πατέρων ὑμῶν, ἐξεκλίνατε νόμιμά μου, καὶ οὐκ ἐφυλάξασθε. Ἐπιστρέψατε πρὸς μὲ, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος παντοκράτωρ· καὶ εἴπατε, ἐν τίνι ἐπιστρέψομεν;"],["8","Μήτι πτερνιεῖ ἄνθρωπος Θεόν; διότι ὑμεῖς πτερνίζετέ με· καὶ ἐρεῖτε, ἐν τίνι ἐπτερνίσαμέν σε; ὅτι τὰ ἐπιδέκατα, καὶ αἱ ἀπαρχαὶ μεθʼ ὑμῶν εἰσι."],["9","Καὶ ἀποβλέποντες ὑμεῖς ἀποβλέπετε, καὶ ἐμὲ ὑμεῖς πτερνίζετε."],["10","Τὸ ἔτος συνετελέσθη, καὶ εἰσηνέγκατε πάντα τὰ ἐκφόρια εἰς τοὺς θησαυροὺς, καὶ ἔσται ἡ διαρπαγὴ αὐτοῦ ἐν τῷ οἴκῳ αὐτοῦ· ἐπιστρέψατε δὴ ἐν τούτῳ, λέγει Κύριος παντοκράτωρ· ἐὰν μὴ ἀνοίξω ὑμῖν τοὺς καταῤῥάκτας τοῦ οὐρανοῦ, καὶ ἐκχεῶ τὴν εὐλογίαν μου ὑμῖν, ἕως τοῦ ἱκανωθῆναι·"],["11","Καὶ διαστελῶ ὑμῖν εἰς βρῶσιν, καὶ οὐ μὴ διαφθείρω ὑμῶν τὸν καρπὸν τῆς γῆς, καὶ οὐ μὴ ἀσθενήσῃ ὑμῶν ἡ ἄμπελος ἡ ἐν τῷ ἀγρῷ, λέγει Κύριος παντοκράτωρ."],["12","Καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, διότι ἔσεσθε ὑμεῖς γῆ θελητὴ, λέγει Κύριος παντοκράτωρ."],["13","Ἐβαρύνατε ἐπʼ ἐμὲ τοὺς λόγους ὑμῶν, λέγει Κύριος· καὶ εἴπατε, ἐν τίνι κατελαλήσαμεν κατὰ σοῦ;"],["14","Εἴπατε, μάταιος ὁ δουλεύων Θεῷ, καὶ τί πλέον, ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα αὐτοῦ, καὶ διότι ἐπορεύθημεν ἱκέται πρὸ προσώπου Κυρίου παντοκράτορος;"],["15","Καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται πάντες ποιοῦντες ἄνομα, καὶ ἀντέστησαν τῷ Θεῷ, καὶ ἐσώθησαν."],["16","Ταῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν κύριον, ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· καὶ προσέσχε Κύριος, καὶ εἰσήκουσε, καὶ ἔγραψε βιβλίον μνημοσύνου ἐνώπιον αὐτοῦ τοῖς φοβουμένοις τὸν Κύριον, καὶ εὐλαβουμένοις τὸ ὄνομα αὐτοῦ."],["17","Καὶ ἔσονταί μοι, λέγει Κύριος παντοκράτωρ, εἰς ἡμέραν, ἣν ἐγὼ ποιῶ, εἰς περιποίησιν, καὶ αἱρετιῶ αὐτοὺς, ὃν τρόπον αἱρετίζει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, τὸν δουλεύοντα αὐτῷ."],["18","Καὶ ἐπιστραφήσεσθε, καὶ ὄψεσθε ἀναμέσον δικαίου, καὶ ἀναμέσον ἀνόμου, καὶ ἀναμέσον τοῦ δουλεύοντος Θεῷ, καὶ τοῦ μὴ δουλεύοντος."],["19","Διότι ἰδοὺ ἡμέρα ἔρχεται καιομένη ὡς κλίβανος καὶ φλέξει αὐτοὺς, καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς, καὶ πάντες οἱ ποιοῦντες ἄνομα, καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη, λέγει Κύριος παντοκράτωρ, καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν ῥίζα οὐδὲ κλῆμα."],["20","Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ· καὶ ἐξελεύσεσθε, καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα."],["21","Καὶ καταπατήσετε ἀνόμους, διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐγὼ ποιῶ, λέγει Κύριος παντοκράτωρ."],["22","Καὶ ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ,"],["23","ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἔλθω καὶ πατάξω τὴν γῆν ἄρδην."],["24","Μνήσθητε νόμου Μωυσῆ τοῦ δούλου μου, καθότι ἐνετειλάμην αὐτῷ ἐν Χωρὴβ πρὸς πάντα τὸν Ἰσραὴλ, προστάγματα καὶ δικαιώματα."]]] \ No newline at end of file diff --git a/lines/mich-as.json b/lines/mich-as.json new file mode 100644 index 0000000000000000000000000000000000000000..badd16c5b3aa16fe1025cc1b67d59facb004becc --- /dev/null +++ b/lines/mich-as.json @@ -0,0 +1 @@ +[[["1","ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς Μιχαίαν τὸν τοῦ Μωρασθεὶ, ἐν ἡμέραις Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου βασιλέων Ἰούδα, ὑπὲρ ὧν εἶδε περὶ Σαμαρείας καὶ περὶ Ἱερουσαλήμ."],["2","Ἀκούσατε λαοὶ λόγους, καὶ προσεχέτω ἡ γῆ, καὶ πάντες οἱ ἐν αὐτῇ· καὶ ἔσται Κύριος Κύριος ἐν ὑμῖν εἰς μαρτύριον, Κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ."],["3","Διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται, καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς,"],["4","καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡσεὶ κηρὸς ἀπὸ προσώπου πυρὸς, καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει."],["5","Διʼ ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα, καὶ διʼ ἁμαρτίαν οἴκου Ἰσραήλ· τίς ἡ ἀσέβεια τοῦ Ἰακώβ; οὐχ ἡ Σαμάρεια; καὶ τίς ἡ ἁμαρτία οἴκου Ἰούδα; οὐχὶ Ἱερουσαλήμ;"],["6","Καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ, καὶ εἰς φυτείαν ἀμπελῶνος, καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω."],["7","Καὶ πάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσι, καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρὶ, καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν· διότι ἐκ μισθωμάτων πορνείας συνήγαγε, καὶ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν."],["8","Ἕνεκεν τούτου κόψεται, καὶ θρηνήσει, πορεύσεται ἀνυπόδετος, καὶ γυμνὴ ποιήσεται κοπετὸν ὡς δρακόντων, καὶ πένθος ὡς θυγατέρων σειρήνων."],["9","Ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς, διότι ἦλθεν ἕως Ἰούδα, καὶ ἥψατο ἕως πύλης λαοῦ μου, ἕως Ἱερουσαλήμ."],["10","Οἱ ἐν Γὲθ μὴ μεγαλύνεσθε, καὶ οἱ Ἐνακεὶμ μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου κατὰ γέλωτα, γῆν καταπάσασθε καταγέλωτα ὑμῶν,"],["11","κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς, οὐκ ἐξῆλθε κατοικοῦσα Σενναὰρ, κόψασθαι οἶκον ἐχόμενον αὐτῆς, λήψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης."],["12","Τίς ἥρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας; ὅτι κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἱερουσαλὴμ,"],["13","ψόφος ἁρμάτων καὶ ἱππευόντων· κατοικοῦσα Λαχεὶς, ἀρχηγὸς ἁμαρτίας αὕτη ἐστὶ τῇ θυγατρὶ Σιὼν, ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ Ἰσραήλ."],["14","Διατοῦτο δώσει ἐξαποστελλομένους ἕως κληρονομίας Γὲθ, οἴκους ματαίους, εἰς κενὸν ἐγένοντο τοῖς βασιλεῦσι τοῦ Ἰσραὴλ,"],["15","ἕως τοὺς κληρονόμους ἀγάγωσι, κατοικοῦσα Λαχείς· κληρονομία ἕως Ὀδολλὰμ ἥξει, ἡ δόξα τὴς θυγατρὸς Ἰσραήλ."],["16","Ξύρησαι, καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου, ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετὸς, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ."]],[["1","Ἐγένοντο λογιζόμενοι κόπους, καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν, καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτὰ, διότι οὐκ ᾖραν πρὸς τὸν Θεὸν χεῖρας αὐτῶν."],["2","Καὶ ἐπεθύμουν ἀγρούς, καὶ διήρπαζον ὀρφανούς, καὶ οἴκους κατεδυνάστευον, καὶ διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, καὶ ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ."],["3","Διατοῦτο τάδε λέγει Κύριος ἰδοὺ ἐγὼ λογίζομαι ἐπὶ τὴν φυλὴν ταύτην κακὰ, ἐξ ὧν οὐ μὴ ἄρητε τοὺς τραχήλους ὑμῶν, καὶ οὐ μὴ πορευθῆτε ὀρθοὶ ἐξαίφνης, ὅτι καιρὸς πονηρός ἐστιν."],["4","Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ληφθήσεται ἐφʼ ὑμᾶς παραβολὴ, καὶ θρηνηθήσεται θρῆνος ἐν μέλει, λέγων, ταλαιπωρίᾳ ἐταλαιπωρήσαμεν· μερὶς λὰοῦ μου κατεμετρήθη ἐν σχοινίῳ, καὶ οὐκ ἦν ὁ κωλύων αὐτὸν τοῦ ἀποστρέψαι· οἱ ἀγροὶ ὑμῶν διεμερίσθησαν."],["5","Διατοῦτο οὐκ ἔσται σοι βάλλων σχοινίον ἐν κλήρῳ· ἐν ἐκκλησίᾳ Κυρίου"],["6","μὴ κλαίετε δάκρυσι, μηδὲ δακρυέτωσαν ἐπὶ τούτοις· οὐδὲ γὰρ ἀπώσεται ὀνείδη,"],["7","ὁ λέγων, οἶκος Ἰακὼβ παρώργισε πνεῦμα Κυρίου. οὐ ταῦτα τὰ ἐπιτηδεύματα αὐτοῦ ἐστιν; οὐχ οἱ λόγοι αὐτοῦ εἰσι καλοὶ μετʼ αὐτοῦ; καὶ ὀρθοὶ πεπόρευνται;"],["8","Καὶ ἔμπροσθεν ὁ λαός μου εἰς ἔχθραν ἀντέστη, κατέναντι τῆς εἰρήνης αὐτοῦ· τὴν δορὰν αὐτοῦ ἐξέδειραν, τοῦ ἀφελέσθαι ἐλπίδας συντριμμὸν πολέμου."],["9","Ἡγούμενοι λαοῦ μου ἀποῤῥιφήσονται ἐκ τῶν οἰκιῶν τρυφῆς αὐτῶν, διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτῶν ἐξώσθησαν· ἐγγίσατε ὄρεσιν αἰωνίοις."],["10","Ἀνάστηθι καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις ἕνεκεν ἀκαθαρσίας· διεφθάρητε φθορᾷ,"],["11","κατεδιώχθητε οὐδενὸς διώκοντος· πνεῦμα ἔστησε ψεῦδος, ἐστάλαξέ σοι εἰς οἶνον καὶ μέθυσμα· καὶ ἔσται, ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου"],["12","συναγόμενος συναχθήσεται Ἰακὼβ σὺν πᾶσιν· ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ἰσραὴλ, ἐπιτοαυτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτοῦ· ὡς πρόβατα ἐν θλίψει, ὡς ποίμνιον ἐν μέσῳ κοίτης αὐτῶν· ἐξαλοῦνται ἐξ ἀνθρώπων"],["13","διὰ τῆς διακοπῆς πρὸ προσώπου αὐτῶν· διέκοψαν, καὶ διῆλθον πύλην, καὶ ἐξῆλθον διʼ αὐτῆς, καὶ ἐξῆλθεν ὁ βασιλεὺς αὐτῶν πρὸ προσώπου αὐτῶν, ὁ δὲ Κύριος ἡγήσεται αὐτῶν."]],[["1","Καὶ ἐρεῖ, ἀκούσατε δὴ ταῦτα αἱ ἀρχαὶ οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραήλ· οὐχ ὑμῖν ἐστι τοῦ γνῶναι τὸ κρίμα;"],["2","μισοῦντες τὰ καλὰ, καὶ ζητοῦντες τὰ πονηρὰ, ἁρπάζοντες τὰ δέρματα αὐτῶν ἀπʼ αὐτῶν, καὶ τὰς σάρκας αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν."],["3","Ὃν τρόπον κατέφαγον τὰς σάρκας τοῦ λαοῦ μου, καὶ τὰ δέρματα αὐτῶν ἀπʼ αὐτῶν ἐξέδειραν, καὶ τὰ ὀστέα αὐτῶν συνέθλασαν, καὶ ἐμέλισαν ὡς σάρκας εἰς λέβητα, καὶ ὡς κρέα εἰς χύτραν,"],["4","οὕτως κεκράξονται πρὸς τὸν Κύριον, καὶ οὐκ εἰσακούσεται αὐτῶν· καὶ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπʼ αὐτῶν ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνθʼ ὧν ἐπονηρεύσαντο ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν ἐπʼ αὐτούς."],["5","Τάδε λέγει Κύριος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου, τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὐτῶν, καὶ κηρύσσοντας εἰρήνην ἐπʼ αὐτὸν, καὶ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτῶν, ἤγειραν ἐπʼ αὐτὸν πόλεμον·"],["6","διατοῦτο νὺξ ὑμῖν ἔσται ἐξ ὁράσεως, καὶ σκοτία ἔσται ὑμῖν ἐκ μαντείας, καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας, καὶ συσκοτάσει ἐπʼ αὐτοὺς ἡ ἡμέρα·"],["7","Καὶ καταισχυνθήσονται οἱ ὁρῶντες τὰ ἐνύπνια, καὶ καταγελασθήσονται οἱ μάντεις, καὶ καταλαλήσουσι κατʼ αὐτῶν πάντες αὐτοὶ, διότι οὐκ ἔσται ὁ ἐπακούων αὐτῶν."],["8","ἐὰν μὴ ἐγὼ ἐμπλήσω ἰσχὺν ἐν πνεύματι Κυρίου καὶ κρίματος καὶ δυναστείας, τοῦ ἀπαγγεῖλαι τῷ Ἰακὼβ ἀσεβείας αὐτοῦ, καὶ τῷ Ἰσραὴλ ἁμαρτίας αὐτοῦ."],["9","Ἀκούσατε δὴ ταῦτα οἱ ἡγούμενοι οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρίμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες,"],["10","οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις,"],["11","οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο, λέγοντες, οὐχὶ ὁ Κύριος ἐν ἡμῖν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφʼ ἡμᾶς κακά."],["12","Διατοῦτο διʼ ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ."]],[["1","Καὶ ἔσται ἐπʼ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσι πρὸς αὐτὸ λαοὶ,"],["2","καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσι, δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ."],["3","Καὶ κρινεῖ ἀναμέσον λαῶν πολλῶν, καὶ ἐξελέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς μακράν· καὶ κατακόψουσι τὰς ῥομφαίας αὐτῶν εἰς ἄροτρα, καὶ τὰ δόρατα αὐτῶν εἰς δρέπανα, καὶ οὐκέτι μὴ ἀντάρῃ ἔθνος ἐπʼ ἔθνος ῥομφαίαν, καὶ οὐκέτι μὴ μάθωσι πολεμεῖν·"],["4","Καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω ἀμπέλου αὐτοῦ, καὶ ἕκαστος ὑποκάτω συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν, διότι τὸ στόμα Κυρίου παντοκράτορος ἐλάλησε ταῦτα·"],["5","Ὅτι πάντες οἱ λαοὶ πορεύσονται ἕκαστος τὴν ὁδὸν αὐτοῦ, ἡμεῖς δὲ πορευσόμεθα ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα, καὶ ἐπέκεινα."],["6","Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, συνάξω τὴν συντετριμμένην, καὶ τὴν ἐξωσμένην εἰσδέξομαι, καὶ οὓς ἀπωσάμην."],["7","Καὶ θήσομαι τὴν συντετριμμένην εἰς ὑπόλειμμα, καὶ τὴν ἀπωσμένην εἰς ἔθνος δυνατόν· καὶ βασιλεύσει Κύριος ἐπʼ αὐτοὺς ἐν ὄρει Σιὼν ἀπὸ τοῦ νῦν ἕως εἰς τὸν αἰῶνα."],["8","Καὶ σὺ πύργος ποιμνίου αὐχμώδης, θυγάτηρ Σιὼν, ἐπὶ σὲ ἥξει, καὶ εἰσελεύσεται ἡ ἀρχὴ, ἡ πρώτη βασιλεία ἐκ Βαβυλῶνος τῇ θυγατρὶ Ἱερουσαλήμ."],["9","Καὶ νῦν ἱνατί ἔγνως κακά; μὴ βασιλεὺς οὐκ ἦν σοι; ἢ ἡ βουλή σου ἀπώλετο, ὅτι κατεκράτησάν σου ὠδῖνες ὡς τικτούσης;"],["10","Ὤδινε καὶ ἀνδρίζου, καὶ ἔγγιζε θυγάτηρ Σιὼν ὡς τίκτουσα· διότι νῦν ἐξελεύσῃ ἐκ πόλεως, καὶ κατασκηνώσεις ἐν πεδίῳ, καὶ ἥξεις ἕως Βαβυλῶνος· ἐκεῖθεν ῥύσεταί σε, καὶ ἐκεῖθεν λυτρώσεταί σε Κύριος ὁ Θεός σου ἐκ χειρὸς ἐχθρῶν σου."],["11","Καὶ νῦν ἐπισυνήχθησαν ἐπὶ σὲ ἔθνη πολλὰ, λέγοντες, ἐπιχαρούμεθα, καὶ ἐπόψονται ἐπὶ Σιὼν οἱ ὀφθαλμοὶ ἡμῶν."],["12","Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὸν λογισμὸν Κυρίου, καὶ οὐ συνῆκαν τὴν βουλὴν αὐτοῦ, ὅτι συνήγαγεν αὐτοὺς ὡς δράγματα ἅλωνος."],["13","Ἀνάστηθι, καὶ ἀλόα αὐτοὺς θυγάτηρ Σιὼν, ὅτι τὰ κέρατά σου θήσομαι σιδηρᾶ, καὶ τὰς ὁπλάς σου θήσομαι χαλκᾶς· καὶ κατατήξεις λαοὺς πολλοὺς, καὶ ἀναθήσεις τῷ Κυρίῳ τὸ πλῆθος αὐτῶν, καὶ τὴν ἰσχὺν αὐτῶν τῷ Κυρίῳ πάσης τῆς γῆς."],["14","Νῦν ἐμφραχθήσεται θυγάτηρ ἐμφραγμῷ, συνοχὴν ἔταξεν ἐφʼ ἡμᾶς, ἐν ῥάβδῳ πατάξουσιν ἐπὶ σιαγόνα τὰς φυλὰς τοῦ Ἰσραήλ."]],[["1","Καὶ σὺ Βηθλεὲμ οἶκος Ἐφραθὰ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται, τοῦ εἶναι εἰς ἄρχοντα τοῦ Ἰσραὴλ, καὶ ἔξοδοι αὐτοῦ ἀπʼ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος."],["2","Διατοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης, τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ."],["3","Καὶ στήσεται καὶ ὄψεται, καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος, καὶ ἐν τῇ δόξῃ ὀνόματος Κυρίου Θεοῦ αὐτῶν ὑπάρξουσι, διότι νῦν μεγαλυνθήσονται ἕως ἄκρων τῆς γῆς."],["4","Καὶ ἔσται αὐτῇ εἰρήνη, Ἀσσοὺρ ὅταν ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν, καὶ ὅταν ἐπιβῇ ἐπὶ τὴν χώραν ὑμῶν, καὶ ἐπεγερθήσονται ἐπʼ αὐτὸν ἑπτὰ ποιμένες, καὶ ὀκτὼ δήγματα ἀνθρώπων,"],["5","καὶ ποιμανοῦσι τὸν Ἀσσοὺρ ἐν ῥομφαίᾳ, καὶ τὴν γῆν τοῦ Νεβρὼδ ἐν τῇ τάφρῳ αὐτῆς· καὶ ῥύσεται ἐκ τοῦ Ἀσσοὺρ ὅταν ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν, καὶ ὅταν ἐπιβῇ ἐπὶ τὰ ὅρια ὑμῶν."],["6","Καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν, ὡς δρόσος παρὰ Κυρίου πίπτουσα, καὶ ὡς ἄρνες ἐπὶ ἄγρωστιν, ὅπως μὴ συναχθῇ μηδεὶς, μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων."],["7","Καὶ ἔσται τὸ ὑπόλειμμα Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν, ὡς λέων ἐν κτήνεσιν ἐν τῷ δρυμῷ, καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων, ὃν τρόπον ὅταν διέλθῃ, καὶ διαστείλας ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος."],["8","Ὑψωθήσεται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται."],["9","Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἐξολοθρεύσω τοὺς ἵππους ἐκ μέσου σου, καὶ ἀπολῶ τὰ ἅρματά σου,"],["10","καὶ ἐξολεθρεύσω τὰς πόλεις τῆς γῆς σου, καὶ ἐξαρῶ πάντα τὰ ὀχυρώματά σου·"],["11","καὶ ἐξολοθρεύσω τὰ φάρμακά σου ἐκ τῶν χειρῶν σου, καὶ ἀποφθεγγόμενοι οὐκ ἔσονται ἐν σοί·"],["12","καὶ ἐξολοθρεύσω τὰ γλυπτά σου, καὶ τὰς στηλὰς σου ἐκ μέσου σου, καὶ οὐκ ἔτι μὴ προσκυνήσεις τοῖς ἔργοις τῶν χειρῶν σου."],["13","Καὶ ἐκκόψω τὰ ἄλση ἐκ μέσου σου, καὶ ἀφανιῶ τὰς πόλεις σου."],["14","Καὶ ποιήσω ἐν ὀργῇ καὶ ἐν θυμῷ ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἀνθʼ ὧν οὐκ εἰσήκουσαν."]],[["1","Ἀκούσατε δὴ λόγον· Κύριος Κύριος εἶπεν, ἀνάστηθι, κρίθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν βουνοὶ φωνήν σου."],["2","Ἀκούσατε ὄρη τὴν κρίσιν τοῦ Κυρίου, καὶ αἱ φάραγγες θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ἰσραὴλ διελεγχθήσεται."],["3","Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε, ἢ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι."],["4","Διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε, καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωυσῆν, καὶ Ἀαρὼν, καὶ Μαριάμ."],["5","Λαός μου μνήσθητι δὴ, τί ἐβουλεύσατο κατὰ σοῦ Βαλὰκ βασιλεὺς Μωὰβ, καὶ τί ἀπεκρίθη αὐτῷ Βαλαὰμ, υἱὸς τοῦ Βεὼρ ἀπὸ τῶν σχοίνων ἕως τοῦ Γαλγὰλ, ὅπως γνωσθῇ ἡ δικαιοσύνη τοῦ Κυρίου."],["6","Ἐν τίνι καταλάβω τὸν Κύριον, ἀντιλήψομαι Θεοῦ μου ὑψίστου; εἰ καταλήψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις;"],["7","Εἰ προσδέξεται Κύριος ἐν χιλιάσι κριῶν; ἢ ἐν μυριάσι χιμάρων πιόνων; εἰ δῶ πρωτότοκά μου ὑπὲρ ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου;"],["8","Εἰ ἀνηγγέλη σοι ἄνθρωπε τί καλόν; ἢ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλʼ ἢ τοῦ ποιεῖν κρίμα, καὶ ἀγαπᾷν ἔλεον, καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου Θεοῦ σου;"],["9","Φωνὴ Κυρίου τῇ πόλει ἐπικληθήσεται, καὶ σώσει φοβουμένους τὸ ὄνομα αὐτοῦ· ἄκουε φυλὴ, καὶ τίς κοσμήσει πόλιν;"],["10","Μὴ πῦρ καὶ οἶκος ἀνόμου θησαυρίζων θησαυροὺς ἀνόμους, καὶ μετὰ ὕβρεως ἀδικίας;"],["11","Εἰ δικαιωθήσεται ἐν ζυγῷ ἄνομος, καὶ ἐν μαρσίππῳ στάθμια δόλου,"],["12","ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἔπλησαν, καὶ οἱ κατοικοῦντες αὐτὴν ἐλάλουν ψεύδη, καὶ ἡ γλῶσσα αὐτῶν ὑψώθη ἐν τῷ στόματι αὐτῶν;"],["13","Καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε, ἀφανιῶ σε ἐν ταῖς ἁμαρτίαις σου."],["14","Σὺ φάγεσαι, καὶ οὐ μὴ ἐμπλησθῇς, καὶ συσκοτάσει ἐν σοὶ καὶ ἐκνεύσει, καὶ οὐ μὴ διασωθῇς, καὶ ὅσοι ἂν διασωθῶσιν, εἰς ῥομφαίαν παραδοθήσονται·"],["15","Σὺ σπερεῖς, καὶ οὐ μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίαν, καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ οἶνον, καὶ οὐ μὴ πίητε, καὶ ἀφανισθήσεται νόμιμα λαοῦ μου."],["16","Καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρὶ, καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαὰβ, καὶ ἐπορεύθητε ἐν ταῖς ὁδοῖς αὐτῶν, ὅπως παραδῶ σε εἰς ἀφανισμὸν, καὶ τοὺς κατοικοῦντας αὐτὴν εἰς συρισμὸν, καὶ ὀνείδη λαῶν λήψεσθε."]],[["1","Οἴμοι, ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ, καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῳ, οὐχ ὑπάρχοντος βότρυος τοῦ φαγεῖν τὰ πρωτόγονα. οἴμοι ψυχὴ,"],["2","ὅτι ἀπόλωλεν εὐσεβὴς ἀπὸ τῆς γῆς, καὶ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει· πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ,"],["3","ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν· ὁ ἄρχων αἰτεῖ, καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησε, καταθύμιον ψυχῆς αὐτοῦ ἐστιν· καὶ ἐξελοῦμαι τὰ ἀγαθὰ αὐτῶν"],["4","ὡς σὴς ἐκτρώγων, καὶ βαδίζων ἐπὶ κανόνος ἐν ἡμέρᾳ σκοπιᾶς· οὐαὶ οὐαὶ, αἱ ἐκδικήσεις σου ἥκασι, νῦν ἔσονται κλαυθμοὶ αὐτῶν."],["5","Μὴ καταπιστεύετε ἐν φίλοις, καὶ μὴ ἐλπίζετε ἐπὶ ἡγουμένοις· ἀπὸ τῆς συγκοίτου σου φύλαξαι, τοῦ ἀναθέσθαι τι αὐτῇ."],["6","Διότι υἱὸς ἀτιμάζει πατέρα, θυγάτηρ ἐπαναστήσεται ἐπὶ τὴν μητέρα αὐτῆς, νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς, ἐχθροὶ πάντες ἀνδρὸς οἱ ἐν τῷ οἴκῳ αὐτοῦ."],["7","Ἐγὼ δὲ ἐπὶ τὸν Κύριον ἐπιβλέψομαι, ὑπομενῶ ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, εἰσακούσεταί μου ὁ Θεός μου."],["8","Μὴ ἐπίχαιρέ μοι ἡ ἐχθρά μου, ὅτι πέπτωκα, καὶ ἀναστήσομαι· διότι ἐὰν καθίσω ἐν τῷ σκότει, Κύριος φωτιεῖ μοι."],["9","Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ, ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου· καὶ ποιήσει τὸ κρίμα μου, καὶ ἐξάξει με εἰς τὸ φῶς· ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ,"],["10","καὶ ὄψεται ἡ ἐχθρά μου καὶ περιβαλεῖται αἰσχύνην, ἡ λέγουσα, ροῦ Κύριος ὁ Θεός σου; οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτὴν, νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ὁδοῖς."],["11","Ἡμέρα ἀλοιφῆς πλίνθου, ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη, καὶ ἀποτρίψεται νόμιμά σου ἡ ἡμέρα ἐκείνη."],["12","Καὶ αἱ πόλεις σου ἥξουσιν εἰς ὁμαλισμὸν, καὶ εἰς διαμερισμὸν Ἀσσυρίων, καὶ αἱ πόλεις σου αἱ ὀχυραὶ εἰς διαμερισμὸν ἀπὸ Τύρου ἕως τοῦ ποταμοῦ, καὶ ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ὄρους ἕως τοῦ ὄρους."],["13","Καὶ ἔσται ἡ γῆ εἰς ἀφανισμὸν σὺν τοῖς κατοικοῦσιν αὐτὴν, ἀπὸ καρπῶν ἐπιτηδευμάτων αὐτῶν."],["14","Ποίμαινε λαόν σου ἐν ῥάβδῳ σου, πρόβατα κληρονομίας σου, κατασκηνοῦντας καθʼ ἑαυτοὺς δρυμὸν ἐν μέσῳ τοῦ Καρμήλου· νεμήσονται τὴν Βασανίτιν, καὶ τὴν Γαλααδίτιν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος."],["15","Καὶ κατὰ τὰς ἡμέρας ἐξοδίας σου ἐξ Αἰγύπτου, ὄψεσθε θαυμαστά."],["16","Ὄψονται ἔθνη καὶ καταισχυνθήσονται, καὶ ἐκ πάσης τῆς ἰσχύος αὐτῶν, ἐπιθήσουσι χεῖρας ἐπὶ τὸ στόμα αὐτῶν, τὰ ὦτα αὐτῶν ἀποκωφωθήσεται,"],["17","λείξουσι χοῦν ὡς ὄφεις σύροντες γῆν, συγχυθήσονται ἐν συγκλεισμῷ αὐτῶν· ἐπὶ τῷ Κυρίῳ Θεῷ ἡμῶν ἐκστήσονται, καὶ φοβηθήσονται ἀπὸ σοῦ."],["18","Τίς Θεὸς ὥσπερ σὺ; ἐξαίρων ἀνομίας, καὶ ὑπερβαίνων ἀσεβείας τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ; καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ, ὅτι θελητὴς ἐλέους ἐστίν."],["19","Ἐπιστρέψει καὶ οἰκτειρήσει ἡμᾶς, καταδύσει τὰς ἀδικίας ἡμῶν, καὶ ἀποῤῥιφήσονται εἰς τὰ βάθη τῆς θαλάσσης πάσας τὰς ἁμαρτίας ἡμῶν."],["20","Δώσει εἰς ἀλήθειαν τῷ Ἰακὼβ, ἔλεον τῷ Ἁβραάμ, καθότι ὤμοσας τοῖς πατράσιν ἡμῶν, κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν."]]] \ No newline at end of file diff --git a/lines/naum.json b/lines/naum.json new file mode 100644 index 0000000000000000000000000000000000000000..3dce69fe87624c558d4dbd27c3888d3dc8e84dd1 --- /dev/null +++ b/lines/naum.json @@ -0,0 +1 @@ +[[["1","ΛΗΜΜΑ Νινευὴ, βιβλίον ὁράσεως Ναοὺμ τοῦ Ἐλκεσαίου."],["2","Θεὸς ζηλωτὴς, καὶ ἐκδικῶν Κύριος, ἐκδικῶν Κύριος μετὰ θυμοῦ, ἐκδικῶν Κύριος τοὺς ὑπεναντίους αὐτοῦ, καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχθροὺς αὐτοῦ."],["3","Κύριος μακρόθυμος, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ ἀθῶον οὐκ ἀθωώσει Κύριος· ἐν συντελείᾳ, καὶ ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ, καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ."],["4","Ἀπειλῶν θαλάσσῃ, καὶ ξηραίνων αὐτὴν, καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν· ὠλιγώθη ἡ Βασανίτις, καὶ ὁ Κάρμηλος, καὶ τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπε."],["5","Τὰ ὄρη ἐσείσθησαν ἀπʼ αὐτοῦ, καὶ οἱ βουνοὶ ἐσαλεύθησαν· καὶ ἀνεστάλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ, ἡ σύμπασα καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ."],["6","Ἀπὸ προσώπου ὀργῆς αὐτοῦ τίς ὑποστήσεται; καὶ τίς ἀντιστήσεται ἐν ὀργῇ θυμοῦ αὐτοῦ; ὁ θυμὸς αὐτοῦ τήκει ἀρχὰς, καὶ αἱ πέτραι διεθρύβησαν ἀπʼ αὐτοῦ."],["7","Χρηστὸς Κύριος τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρᾳ θλίψεως, καὶ γινώσκων τοὺς εὐλαβουμένους αὐτόν."],["8","Καὶ ἐν κατακλυσμῷ πορείας συντέλειαν ποιήσεται, τοὺς ἐπεγειρομένους καὶ τοὺς ἐχθροὺς αὐτοῦ διώξεται σκότος."],["9","Τί λογίζεσθε ἐπὶ τὸν Κύριον; συντέλειαν αὐτὸς ποιήσεται, οὐκ ἐκδικήσει δὶς ἐπιτοαυτὸ ἐν θλίψει."],["10","Ὅτι ἕως θεμελίου αὐτοῦ χερσωθήσεται· καὶ ὡς σμῖλαξ περιπλεκομένη βρωθήσεται, καὶ ὡς καλάμη ξηρασίας μεστή."],["11","Ἐκ σοῦ ἐξελεύσεται λογισμὸς κατὰ τοῦ Κυρίου, πονηρὰ βουλευόμενος ἐναντία."],["12","Τάδε λέγει Κύριος κατάρχων ὑδάτων πολλῶν, καὶ οὕτως διασταλήσονται, καὶ ἡ ἀκοή σου οὐκ ἐνακουσθήσεται ἔτι."],["13","Καὶ νῦν συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ σοῦ, καὶ τοὺς δεσμοὺς διαῤῥήξω."],["14","Καὶ ἐντελεῖται περὶ σοῦ Κύριος, οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι· ἐξ οἴκου θεοῦ σου ἐξολοθρεύσω τὰ γλυπτὰ, καὶ χωνευτὰ, θήσομαι ταφήν σου, ὅτι ταχεῖς."]],[["1","Ἰδοὺ ἐπὶ τὰ ὄρη οἱ πόδες εὐαγγελιζομένου, καὶ ἀπαγγέλλοντος εἰρήνην· ἑόρταζε Ἰούδα τὰς ἑορτάς σου, ἀπόδος τὰς εὐχάς σου, διότι οὐ μὴ προσθήσωσιν ἔτι τοῦ διελθεῖν διὰ σοῦ εἰς παλαίωσιν."],["2","Συντετέλεσται, ἐξῇρται· ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου, ἐξαιρούμενος ἐκ θλίψεως· σκόπευσον ὁδὸν, κράτησον ὀσφύος, ἄνδρισαι τῇ ἰσχύϊ σφόδρα."],["3","Διότι ἀπέστρεψε Κύριος τὴν ὕβριν Ἰακὼβ, καθὼς ὕβριν τοῦ Ἰσραὴλ, διότι ἐκτινάσσοντες ἐξετίναξαν αὐτοὺς, καὶ τὰ κλήματα αὐτῶν διέφθειραν."],["4","Ὅπλα δυναστείας αὐτῶν ἐξ ἀνθρώπων, ἄνδρας δυνατοὺς ἐμπαίζοντας ἐν πυρί· αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐν ἡμέρᾳ ἑτοιμασίας αὐτοῦ, καὶ οἱ ἱππεῖς θορυβηθήσονται"],["5","ἐν ταῖς ὁδοῖς, καὶ συγχυθήσονται τὰ ἅρματα, καὶ συμπλακήσονται ἐν ταῖς πλατείαις· ἡ ὅρασις αὐτῶν ὡς λαμπάδες πυρὸς, καὶ ὡς ἀστραπαὶ διατρέχουσαι."],["6","Καὶ μνησθήσονται οἱ μεγιστᾶνες αὐτῶν, καὶ φεύξονται ἡμέρας, καὶ ἀσθενήσουσιν ἐν τῇ πορείᾳ αὐτῶν, καὶ σπεύσουσιν ἐπὶ τὰ τείχη αὐτῆς, καὶ ἑτοιμάσουσι τὰς προφυλακὰς αὐτῶν."],["7","Πύλαι τῶν πόλεων διηνοίχθησαν, καὶ τὰ βασίλεια διέπεσε,"],["8","καὶ ἡ ὑπόστασις ἀπεκαλύφθη· καὶ αὕτη ἀνέβαινε, καὶ αἱ δοῦλαι αὐτῆς ἤγοντο, καθὼς περιστεραὶ φθεγγόμεναι ἐν καρδίαις αὐτῶν."],["9","Καὶ Νινευὴ ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς, καὶ αὐτοὶ φεύγοντες οὐκ ἔστησαν, καὶ οὐκ ἦν ὁ ἐπιβλέπων."],["10","Διήρπαζον τὸ ἀργύριον, διήρπαζον τὸ χρυσίον, καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῆς· βεβάρυνται ἐπὶ πάντα τὰ σκεὺη τὰ ἐπιθυμητὰ αὐτῆς."],["11","Ἐκτιναγμὸς, καὶ ἀνατιναγμὸς, καὶ ἐκβρασμὸς, καὶ καρδίας θραυσμὸς, καὶ ὑπόλυσις γονάτων, καὶ ὠδίνες ἐπὶ πᾶσαν ὀσφύν· καὶ τὸ πρόσωπον πάντων ὡς πρόσκαυμα χύτρας."],["12","Ποῦ ἐστι τὸ κατοικητήριον τῶν λεόντων, καὶ ἡ νομὴ ἡ οὖσα τοῖς σκύμνοις; ποῦ ἐπορεύθη λέων, τοῦ εἰσελθεῖν ἐκεῖ σκύμνον λέοντος, καὶ οὐκ ἦν ὁ ἐκφοβῶν;"],["13","Λέων ἥρπασε τὰ ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ, καὶ ἀπέπνιξε τοῖς λέουσιν αὐτοῦ, καὶ ἔπλησε θήρας νοσσιὰν αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἁρπαγῆς."],["14","Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, λέγει Κύριος παντοκράτωρ, καὶ ἐκκαύσω ἐν καπνῷ πλῆθός σου, καὶ τοὺς λέοντάς σου καταφάγεται ῥομφαία, καὶ ἐξολοθρεύσω ἐκ τῆς γῆς τὴν θήραν σου, καὶ οὐ μὴ ἀκουσθῇ οὐκέτι τὰ ἔργα σου."]],[["1","Ὦ πόλις αἱμάτων, ὅλη ψευδὴς, ἀδικίας πλήρης, οὐ ψηλαφηθήσεται θήρα."],["2","Φωνὴ μαστίγων, καὶ φωνὴ σεισμοῦ τροχῶν, καὶ ἵππου διώκοντος, καὶ ἅρματος ἀναβράσσοντος,"],["3","καὶ ἱππέως ἀναβαίνοντος, καὶ στιλβούσης ῥομφαίας, καὶ ἐξαστραπτόντων ὅπλων, καὶ πλήθους τραυματιῶν, καὶ βαρείας πτώσεως, καὶ οὐκ ἦν πέρας τοῖς ἔθνεσιν αὐτῆς· καὶ ἀσθενήσουσιν ἐν τοῖς σώμασιν αὐτῶν ἀπὸ πλήθους πορνείας·"],["4","πόρνη καλὴ, καὶ ἐπίχαρις ἡγουμένη φαρμάκων, ἡ πωλοῦσα ἔθνη ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ λαοὺς ἐν τοῖς φαρμάκοις αὐτῆς."],["5","Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, καὶ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου, καὶ δείξω ἔθνεσι τὴν αἰσχύνην σου, καὶ βασιλείαις τὴν ἀτιμίαν σου."],["6","Καὶ ἐπιῤῥίψω ἐπὶ σὲ βδελυγμὸν κατὰ τὰς ἀκαθαρσίας σου, καὶ θήσομαί σε εἰς παράδειγμα."],["7","Καὶ ἔσται, πᾶς ὁ ὁρῶν σε καταβήσεται ἀπὸ σοῦ, καὶ ἐρεῖ, δειλαία Νινευή· τίς στενάξει αὐτήν; πόθεν ζητήσω παράκλησιν αὐτῇ;"],["8","Ἑτοιμασὰι μερίδα, ἁρμόσαι χορδὴν, ἑτοιμάσαι μερίδα Ἀμμών· ἡ κατοικοῦσα ἐν ποταμοῖς, ὕδωρ κύκλῳ αὐτῆς, ἧς ἡ ἀρχὴ θάλασσα, καὶ ὕδωρ τὰ τείχη αὐτῆς,"],["9","καὶ Αἰθιοπία ἰσχὺς αὐτῆς, καὶ Αἴγυπτος· καὶ οὐκ ἔστη πέρας τῆς φυγῆς· καὶ Λίβυες ἐγένοντο βοηθοὶ αὐτῆς."],["10","Καὶ αὐτὴ εἰς μετοικεσίαν πορεύσεται αἰχμάλωτος καὶ τὰ νήπια αὐτῆς ἐδαφιοῦσιν ἐπʼ ἀρχὰς πασῶν τῶν ὁδῶν αὐτῆς, καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτῆς βαλοῦσι κλήρους· καὶ πάντες οἱ μεγιστᾶνες αὐτῆς δεθήσονται χειροπέδαις."],["11","Καὶ σὺ μεθυσθήσῃ, καὶ ἔσῃ ὑπερεωραμένη, καὶ σὺ ζητήσεις σεαυτῇ στάσιν ἐξ ἐχθρῶν."],["12","Πάντα τὰ ὀχυρώματά σου συκαῖ σκοποὺς ἔχουσαι· ἐὰν σαλευθῶσι, πεσοῦνται εἰς στόμα ἔσθοντος."],["13","Ἰδοὺ ὁ λαός σου ὡς γυναῖκες ἐν σοὶ, τοῖς ἐχθροῖς σου ἀνοιγόμεναι ἀνοιχθήσονται πύλαι τῆς γῆς σου, καταφάγεται πῦρ τοὺς μοχλούς σου."],["14","Ὕδωρ περιοχῆς ἐπίσπασαι σεαυτῇ, καὶ κατακράτησον τῶν ὀχυρωμάτων σου· ἔμβηθι εἰς πηλὸν, καὶ συμπατήθητι ἐν ἀχύροις, κατακράτησον ὑπὲρ πλίνθον."],["15","Ἐκεῖ καταφάγεταί σε πῦρ, ἐξολοθρεύσει σε ῥομφαία, καταφάγεταί σε ὡς ἀκρὶς, καὶ βαρυνθήσῃ ὡς βροῦχος."],["16","Ἐπλήθυνας τὰς ἐμπορίας σου ὑπὲρ τὰ ἄστρα τοῦ οὐρανοῦ· βροῦχος ὥρμησε, καὶ ἐξεπετάσθη."],["17","Ἐξήλατο ὡς ἀττέλεβος ὁ σύμμικτός σου, ὡς ἀκρὶς ἐπιβεβηκυῖα ἐπὶ φραγμὸν ἐν ἡμέρᾳ πάγους· ὁ ἥλιος ἀνέτειλε, καὶ ἀφήλατο, καὶ οὐκ ἔγνω τὸν τόπον αὐτῆς· οὐαὶ αὐτοῖς."],["18","Ἐνύσταξαν οἱ ποιμένες σου, βασιλεὺς Ἀσσύριος ἐκοίμισε τοὺς δυνάστας σου, ἀπῇρεν ὁ λαός σου ἐπὶ τὰ ὄρη, καὶ οὐκ ἦν ὁ ἐκδεχόμενος."],["19","Οὐκ ἔστιν ἴασις τῇ συντριβῇ σου, ἐφλέγμανεν ἡ πληγή σου, πάντες οἱ ἀκούοντες τὴν ἀγγελίαν σου κροτήσουσι χεῖρας ἐπὶ σέ· διότι ἐπὶ τίνα οὐκ ἐπῆλθεν ἡ κακία σου διαπαντός;"]]] \ No newline at end of file diff --git a/lines/numbers.json b/lines/numbers.json new file mode 100644 index 0000000000000000000000000000000000000000..7850e4388bc64c470eccc95a9d8ebdcfd2e499e8 --- /dev/null +++ b/lines/numbers.json @@ -0,0 +1 @@ +[[["1","ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ Σινᾷ, ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου, ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, λέγων,"],["2","λάβετε ἀρχὴν πάσης συναγωγῆς Ἰσραὴλ κατὰ συγγενείας, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν·"],["3","πᾶς ἄρσην ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ἰσραήλ, ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτῶν· σὺ καὶ Ἀαρὼν ἐπισκέψασθε αὐτούς."],["4","Καὶ μεθʼ ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων, κατʼ οἴκους πατριῶν ἔσονται."],["5","Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἵτινες παραστήσονται μεθʼ ὑμῶν· τῶν Ῥουβὴν, Ἐλισοὺρ υἱὸς Σεδιούρ·"],["6","Τῶν Συμεὼν, Σαλαμιὴλ υἱὸς Σουρισαδαί."],["7","Τῶν Ἰούδα, Ναασσὼν υἱὸς Ἀμιναδάβ."],["8","Τῶν Ἰσσάχαρ, Ναθαναὴλ υἱὸς Σωγάρ·"],["9","Τῶν Ζαβουλὼν, Ἐλιὰβ υἱὸς Χαιλών· Τῶν υἱῶν Ἰωσὴφ τῶν Ἐφραὶμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ·"],["10","τῶν Μανασσῆ, Γαμαλιὴλ υἱὸς Φαδασούρ."],["11","Τῶν Βενιαμὶν, Ἀβιδὰν υἱὸς Γαδεωνί."],["12","Τῶν Δὰν, Ἀχιέζερ υἱὸς Ἀμισαδαΐ."],["13","Τῶν Ἀσὴρ, Φαγαϊὴλ, υἱὸς Ἐχράν."],["14","Τῶν Γὰδ, Ἐλισὰφ υἱὸς Ῥαγουήλ."],["15","Τῶν Νεφθαλὶ, Ἀχιρὲ υἱὸς Αἰνάν."],["16","Οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, ἄρχοντες τῶν φυλῶν κατὰ πατριὰς αὐτῶν, χιλίαρχοι Ἰσραήλ εἰσι."],["17","Καὶ ἔλαβε Μωυσῆς καὶ Ἀαρὼν τοὺς ἄνδρας τούτους τοὺς ἀνακληθέντας ἐξ ὀνόματος."],["18","Καὶ πᾶσαν τὴν συναγωγὴν συνήγαγον ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους· καὶ ἐπηξονοῦσαν κατὰ γενέσεις αὐτῶν, κατὰ πατριὰς αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶν ἀρσενικὸν κατὰ κεφαλὴν αὐτῶν,"],["19","ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ· καὶ ἐπεσκέπησαν ἐν τῇ ἐρήμῳ τοῦ Σινά."],["20","Καὶ ἐγένοντο οἱ υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραὴλ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,"],["21","ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ῥουβὴν, ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι."],["22","Τοῖς υἱοῖς Συμεὼν κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,"],["23","ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Συμεὼν, ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι."],["24","Τοῖς υἱοῖς Ἰούδα κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,"],["25","ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἰούδα, τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι."],["26","Τοῖς υἱοῖς Ἰσσάχαρ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,"],["27","ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἰσσάχαρ, τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι."],["28","Τοῖς υἱοῖς Ζαβουλὼν κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,"],["29","ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ζαβουλὼν, ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι."],["30","Τοῖς υἱοῖς Ἰωσὴφ υἱοῖς Ἐφραὶμ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,"],["31","ἡ ἐπίσκέψις αὐτῶν ἐκ τῆς φυλῆς Ἐφραὶμ, τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι."],["32","Τοῖς υἱοῖς Μανασσὴ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ, ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,"],["33","ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Μανασσὴ, δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι."],["34","Τοῖς υἱοῖς Βενιαμὶν κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,"],["35","ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Βενιαμὶν, πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι."],["36","Τοῖς υἱοῖς Γὰδ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,"],["37","ἡ ἐπίσκεψις αὐτῶν· ἐκ τῆς φυλῆς Γὰδ, πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα."],["38","Τοῖς υἱοῖς Δὰν κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,"],["39","ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Δὰν, δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι."],["40","Τοῖς υἱοῖς Ἀσὴρ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,"],["41","ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἀσὴρ, μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι."],["42","Τοῖς υἱοῖς Νεφθαλὶ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,"],["43","ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Νεφθαλὶ, τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι."],["44","Αὕτη ἡ ἐπίσκεψις, ἣν ἐπεσκέψαντο Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ ἄρχοντες Ἰσραὴλ δώδεκα ἄνδρες· ἀνὴρ εἷς κατὰ φυλὴν μίαν, κατὰ φυλὴν οἴκων πατριᾶς ἦσαν."],["45","Καὶ ἐγένετο πᾶσα ἡ ἐπίσκεψις υἱῶν Ἰσραὴλ σὺν δυνάμει αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ἰσραὴλ"],["46","ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ πεντακόσιοι καὶ πεντήκοντα."],["47","Οἱ δὲ Λευῖται ἐκ τῆς φυλῆς πατριᾶς αὐτῶν οὐκ ἐπεσκέπησαν ἐν τοῖς υἱοῖς Ἰσραήλ."],["48","καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["49","ὅρα, τὴν φυλὴν Λευὶ οὐ συνεπισκέψῃ, καὶ τὸν ἀριθμὸν αὐτῶν οὐ λήμῃ, ἐν μέσῳ υἱῶν Ἰσραήλ."],["50","Καὶ σὺ ἐπίστησον τοὺς Λευίτας ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἐπὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἐπὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ· ἀροῦσιν αὐτοὶ τὴν σκηνὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς· καὶ αὐτοὶ λειτουργήσουσιν ἐν αὐτῇ, καὶ κύκλῳ τῆς σκηνῆς παρεμβαλοῦσι."],["51","Καὶ ἐν τῷ ἐξαίρειν τὴν σκηνὴν, καθελοῦσιν αὐτὴν οἱ Λευῖται, καὶ ἐν τῷ παρεμβάλλειν τὴν σκηνὴν, ἀναστήσουσι· καὶ ὁ ἀλλογενῆς ὁ προσπορευόμενος ἀποθανέτω."],["52","Καὶ παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραὴλ, ἀνὴρ ἐν τῇ ἑαυτοῦ τάξει, καὶ ἀνὴρ κατὰ τὴν ἑαυτοῦ ἡγεμονίαν, σὺν δυνάμει αὐτῶν."],["53","Οἱ δὲ Λευῖται παρεμβαλλέτωσαν ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οὐκ ἔσται ἁμάρτημα ἐν υἱοῖς Ἰσραήλ. καὶ φυλάξουσιν οἱ Λευῖται αὐτοὶ τὴν φυλακὴν τῆς σκηνῆς τοῦ μαρτυρίου."],["54","Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ, κατὰ πάντα ἃ ἐνετείλατο Κύριος τῷ Μωυσῇ καὶ Ἀαρὼν, οὕτως ἐποίησαν."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, λέγων,"],["2","ἄνθρωπος ἐχόμενος αὐτοῦ κατὰ τάγμα, κατὰ σημαίας, κατʼ οἴκους πατριῶν αὐτῶν, παρεμβαλλέτωσαν οἱ υἱοὶ Ἰσραήλ ἐναντίοι· κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ."],["3","Καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατὰ ἀνατολὰς, τάγμα παρεμβολῆς Ἰούδα σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἰούδα, Ναασσὼν υἱὸς Ἀμιναδάβ."],["4","Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι."],["5","Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ἰσσάχαρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἰσσάχαρ, Ναθαναὴλ υἱὸς Σωγάρ."],["6","Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι."],["7","Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ζαβουλὼν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ζαβουλὼν, Ἑλιὰβ υἱὸς Χαιλών."],["8","Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι."],["9","Πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς Ἰούδα, ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι, σὺν δυνάμει αὐτῶν πρῶτον ἐξαροῦσι."],["10","Τάγματα παρεμβολῆς Ῥουβὴν, πρὸς λίβα δύναμις αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν ʼΡουβὴν, Ἐλισοὺρ υἱὸς Σεδιούρ."],["11","Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι."],["12","Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Συμεὼν, καὶ ὁ ἄρχων τῶν υἱῶν Συμεὼν, Σαλαμιὴλ υἱὸς Σουρισαδαί."],["13","Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι."],["14","Καὶ οἱ παρεμβάλοντες ἐχόμενοι αὐτοῦ φυλὴ Γὰδ, καὶ ὁ ἄρχων τῶν υἱῶν Γὰδ, Ἑλισὰφ υἱὸς Ῥαγουήλ."],["15","Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα."],["16","Πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ῥουβὴν, ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα, σὺν δυνάμει αὐτῶν δεύτεροι ἐξαροῦσι."],["17","Καὶ ἀρθήσεται ἡ σκηνὴ τοῦ μαρτυρίου, καὶ ἡ παρεμβολὴ τῶν Λευιτῶν μέσον τῶν παρεμβολῶν· ὡς καὶ παρεμβαλοῦσιν, οὕτω καὶ ἐξαροῦσιν ἕκαστος ἐχόμενος καθʼ ἡγεμονίας."],["18","Τάγμα παρεμβολῆς Ἐφραὶμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἐφραὶμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ."],["19","Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι."],["20","Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Μανασσῆ, καὶ ὁ ἄρχων τῶν υἱῶν Μανασσῆ, Γαμαλιὴλ υἱὸς Φαδασσούρ."],["21","Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι."],["22","Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Βενιαμὶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Βενιαμὶν, Ἀβιδὰν υἱὸς Γαδεωνί."],["23","Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι."],["24","Πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ἐφραὶμ, ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατὸν· σὺν δυνάμει αὐτῶν τρίτοι ἐξαροῦσι."],["25","Τάγμα παρεμβολῆς Δὰν πρὸς βοῤῥᾶν σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Δὰν, Ἀχιέζερ υἱὸς Ἀμισαδαί."],["26","Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι."],["27","Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλὴ Ἀσὴρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἀσὴρ, Φαγεὴλ υἱὸς Ἐχράν."],["28","Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι."],["29","Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Νεφθαλί, καὶ ὁ ἄρχων τῶν υἱῶν Νεφθαλὶ, Ἀχιρὲ υἱὸς Αἰνάν."],["30","Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι."],["31","Πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Δὰν, ἑκατὸν καὶ πεντηκονταεπτὰ χιλιάδες καὶ ἑξακόσιοι· ἔσχατοι ἐξαροῦσι κατὰ τάγμα αὐτῶν."],["32","Αὕτη ἡ ἐπίσκεψις τῶν υἱῶν Ἰσραὴλ κατʼ οἴκους πατριῶν αὐτῶν· πᾶσα ἡ ἐπίσκεψις τῶν παρεμβολῶν σὺν ταῖς δυνάμεσιν αὐτῶν, ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα."],["33","Οἱ δὲ Λευῖται οὐ συνεπεσκέπησαν ἐν αὐτοῖς, καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ."],["34","Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ πάντα ὅσα συνέταξε Κύριος τῷ Μωυσῇ· οὕτω παρενέβαλον κατὰ τάγμα αὐτῶν, καὶ οὕτως ἐξῇρον ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν."]],[["1","Καὶ αὗται αἱ γενέσεις Ἀαρὼν καὶ Μωυσῆ, ἐν ᾗ ἡμέρᾳ ἐλάλησε Κύριος τῷ Μωυσῇ ἐν ὄρει Σινᾷ."],["2","Καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἀαρών· πρωτότοκος Ναδάβ, καὶ Ἀβιοὺδ, Ἐλεάζαρ, καὶ Ἰθάμαρ."],["3","Ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἀαρὼν, οἱ ἱερεῖς οἱ ἠλειμμένοι, οὓς ἐτελείωσαν τὰς χεῖρας αὐτῶν ἱερατεύειν."],["4","Καὶ ἐτελεύτησε Ναδὰβ καὶ Ἀβιοὺδ ἔναντι Κυρίου, προσφερόντων αὐτῶν πῦρ ἀλλότριον ἔναντι Κυρίου, ἐν τῇ ἐρήμῳ Σινᾷ, καὶ παιδία οὐκ ἦν αὐτοῖς· καὶ ἱεράτευσεν Ἐλεάζαρ καὶ Ἰθάμαρ μετὰ Ἀαρὼν τοῦ πατρὸς αὐτῶν."],["5","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["6","λάβε τὴν φυλὴν Λευὶ, καὶ στήσεις αὐτοὺς ἐναντίον Ἀαρὼν τοῦ ἱερέως, καὶ λειτουργήσουσιν αὐτῷ,"],["7","καὶ φυλάξουσι τὰς φυλακὰς αὐτοῦ, καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς."],["8","Καὶ φυλάξουσι πάντα τὰ σκεύη τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ κατὰ πάντα τὰ ἔργα τῆς σκηνῆς."],["9","Καὶ δώσεις τοὺς Λευίτας Ἀαρὼν, καὶ τοῖς υἱοῖς αὐτοῦ τοῖς ἱερεῦσι· δεδομένοι δόμα οὗτοί μοι εἰσὶν ἀπὸ τῶν υἱῶν Ἰσραήλ."],["10","Καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ καταστήσεις ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ φυλάξουσι τὴν ἱερατείαν αὐτῶν, καὶ πάντα τὰ κατὰ τὸν βωμὸν, καὶ ἔσω τοῦ καταπετάσματος· καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανεῖται."],["11","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["12","καὶ ἰδοὺ ἐγὼ εἴληφα τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Ἰσραήλ· λύτρα αὐτῶν ἔσονται, καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται."],["13","Ἐμοὶ γὰρ πᾶν προτότοκον· ἐν ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἡγίασα ἐμοὶ πᾶν πρωτότοκον ἐν Ἰσραήλ· ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐμοὶ ἔσονται· ἐγὼ Κύριος."],["14","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σινᾷ, λέγων,"],["15","ἐπίσκεψαι τοὺς υἱοὺς Λευὶ κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ δήμους αὐτῶν· πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἐπισκέψασθε αὐοτύς."],["16","Καὶ ἐπεσκέψαντο αὐτοὺς Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, ὃν τρόπον συνέταξεν αὐτοῖς Κύριος."],["17","Καὶ ἦσαν οὗτοι οἱ υἱοὶ Λευὶ ἐξ ὀνομάτων αὐτῶν· Γεδσὼν, Καὰθ, καὶ Μεραρί."],["18","Καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσὼν κατὰ δήμους αὐτῶν· Λοβενὶ καὶ Σεμεΐ."],["19","Καὶ υἱοὶ Καὰθ κατὰ δήμους αὐτῶν· Ἀμρὰμ καὶ Ἰσσαὰρ, Χεβρὼν καὶ Ὀζιήλ."],["20","Καὶ υἱοὶ Μεραρὶ κατὰ δήμους αὐτῶν· Μοολὶ καὶ Μουσί· οὗτοί εἰσι δῆμοι τῶν Λευιτῶν κατʼ οἴκους πατριῶν αὐτῶν."],["21","Τῷ Γεδσὼν δῆμος τοῦ Λοβενὶ, καὶ δῆμος τοῦ Σεμεΐ· οὗτοι δῆμοι τοῦ Γεδσών."],["22","Ἡ ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμὸν παντὸς ἀρσενικοῦ ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἡ ἐπίσκεψις αὐτῶν, ἑπτακισχίλιοι καὶ πεντακόσιοι."],["23","Καὶ οἱ υἱοὶ Γεδσὼν ὀπίσω τῆς σκηνῆς παρεμβαλοῦσι παρὰ θάλασσαν."],["24","Καὶ ὁ ἄρχων οἴκου πατριᾶς τοῦ δήμου τοῦ Γεδσὼν, Ἑλισὰφ υἱὸς Δαήλ."],["25","Καὶ ἡ φυλακὴ υἱῶν Γεδσὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἡ σκηνὴ καὶ τὸ κάλυμμα, καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου,"],["26","καὶ τὰ ἱστία τῆς αὐλῆς, καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς τῆς οὔσης ἐπὶ τῆς σκηνῆς, καὶ τὰ κατάλοιπα πάντων τῶν ἔργων αὐτοῦ."],["27","Τῷ Καὰθ δῆμος ὁ Ἀμρὰμ εἷς, καὶ δῆμος ὁ Ἰσσαὰρ εἷς, καὶ δῆμος ὁ Χεβρων εἷς, καὶ δῆμος ὁ Ὀζιὴλ εἷς· οὗτοί εἰσιν οἱ δῆμοι τοῦ Καὰθ, κατὰ ἀριθμόν."],["28","Πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ὀκτακισχίλιοι καὶ ἑξακόσιοι, φυλάσσοντες τὰς φυλακὰς τῶν ἁγίων."],["29","Οἱ δῆμοι τῶν υἱῶν Καὰθ παρεμβαλοῦσιν ἐκ πλαγίων τῆς σκηνῆς κατὰ Λίβα."],["30","Καὶ ὁ ἄρχων οἴκου πατριῶν τῶν δήμων τοῦ Καὰθ, Ἑλισαφὰν υἱὸς Ὀζιήλ."],["31","Καὶ ἡ φυλακὴ αὐτῶν ἡ κιβωτὸς, καὶ ἡ τράπεζα, καὶ ἡ λυχνία, καὶ τὰ θυσιαστήρια, καὶ τὰ σκεύη τοῦ ἁγίου ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς, καὶ τὸ κατακάλυμμα, καὶ πάντα τὰ ἔργα αὐτῶν."],["32","Καὶ ὁ ἄρχων ἐπὶ τῶν ἀρχόντων τῶν Λευιτῶν, Ἐλεάζαρ ὁ υἱὸς Ἀαρὼν τοῦ ἱερέως, καθεσταμένος φυλάσσειν τὰς φυλακὰς τῶν ἁγίων."],["33","Τῷ Μεραρὶ δῆμος ὁ Μοολὶ, καὶ δῆμος ὁ Μουσί· οὗτοί εἰσι δῆμοι τοῦ Μεραρί."],["34","Ἡ ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμὸν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἑξακισχίλιοι καὶ πεντήκοντα."],["35","Καὶ ὁ ἄρχων οἴκου πατριῶν τοῦ δήμου τοῦ Μεραρὶ, Σουριὴλ υἱὸς Ἀβιχαίλ· ἐκ πλαγίων τῆς σκηνῆς παρεμβαλοῦσι πρὸς βοῤῥᾶν."],["36","Ἡ ἐπίσκεψις τῆς φυλακῆς υἱῶν Μεραρὶ, τὰς κεφαλίδας τῆς σκηνῆς, καὶ τοὺς μοχλοὺς αὐτῆς, καὶ τοὺς στύλους αὐτῆς, καὶ τὰς βάσεις αὐτῆς, καὶ πάντα τὰ σκεύη αὐτῶν, καὶ τὰ ἔργα αὐτῶν,"],["37","καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ, καὶ τὰς βάσεις αὐτῶν, καὶ τοὺς πασσάλους, καὶ τοὺς κάλους αὐτῶν."],["38","Οἱ παρεμβάλλοντες κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπὸ ἀνατολῆς, Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ, φυλάσσοντες τὰς φυλακὰς τοῦ ἁγίου εἰς τὰς φυλακὰς τῶν υἱῶν Ἰηραήλ· καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος, ἀποθανεῖται."],["39","Πᾶσα ἡ ἐπίσκεψις τῶν Λευιτῶν, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου κατὰ δήμους αὐτῶν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, δύο καὶ εἴκοσι χιλιάδες."],["40","Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, λέγων, ἐπίσκεψαι πᾶν πρωτότοκον ἄρσεν τῶν υἱῶν Ἰσραὴλ ἀπὸ μηνιαίου καὶ ἐπάνω· καὶ λάβετε τὸν ἀριθμὸν ἐξ ὀνόματος."],["41","Καὶ λήψῃ τοὺς Λευίτας ἐμοί, ἐγὼ Κύριος, ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραήλ, καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ πάντων τῶν πρωτοτόκων ἐν τοῖς κτήνεσι τῶν υἱῶν Ἰσραήλ."],["42","Καὶ ἐπεσκέψατο Μωυσῆς ὃν τρόπον ἐνετείλατο Κύριος πᾶν πρωτότοκον ἐν τοῖς υἱοῖς Ἰσραήλ."],["43","Καὶ ἐγένοντο πάντα τὰ πρωτότοκα τὰ ἀρσενικὰ κατὰ ἀριθμὸν ἐξ ὀνόματος ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐκ τῆς ἐπισκέψεως αὐτῶν, δύο καὶ εἴκοσι χιλιάδες καὶ τρεῖς καὶ ἑβδομήκοντα καὶ διακόσιοι."],["44","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["45","λάβε τοὺς Λευίτας ἀντὶ πάντων τῶν πρωτοτόκων υἱῶν Ἰσραὴλ, καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ τῶν κτηνῶν αὐτῶν, καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται· ἐγὼ Κύριος."],["46","Καὶ τὰ λύτρα τριῶν καὶ ἑβδομήκοντα καὶ διακοσίων οἱ πλεονάζοντες παρὰ τοὺς Λευίτας ἀπὸ τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραήλ·"],["47","Καὶ λήψῃ πέντε σίκλους κατὰ κεφαλὴν, κατὰ τὸ δίδραχμον τὸ ἅγιον λήψῃ, εἴκοσι ὀβολοὺς τοῦ σίκλου."],["48","Καὶ δώσεις τὸ ἀργύριον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λύτρα τῶν πλεοναζόντων ἐν αὐτοῖς."],["49","Καὶ ἔλαβε Μωυσῆς τὸ ἀργύριον τὰ λύτρα τῶν πλεοναζόντων εἰς τὴν ἐκλύτρωσιν τῶν Λευιτῶν."],["50","Παρὰ τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραὴλ ἔλαβε τὸ ἀργύριον, χιλίους τριακοσίους ἑξηκονταπέντε σίκλους, κατὰ τὸν σίκλον τὸν ἅγιον."],["51","Καὶ ἔδωκε Μωυσῆς τὰ λύτρα τῶν πλεοναζόντων Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, διὰ φωνῆς Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, λέγεν,"],["2","λάβε τὸ κεφάλαιον τῶν υἱῶν Καὰθ ἐκ μέσου υἱῶν Λευὶ, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν,"],["3","ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν καὶ ἐπάνω ἕως πεντήκοντα ἐτῶν, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν, ποιῆσαι πάντα τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου."],["4","Καὶ ταῦτα τὰ ἔργα τῶν υἱῶν Καὰθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· ἅγιον τῶν ἁγίων."],["5","Καὶ εἰσελεύσεται Ἀαρὼν καὶ υἱοὶ αὐτοῦ, ὅταν ἐξαίρῃ ἡ παρεμβολὴ, καὶ καθελοῦσι τὸ καταπέτασμα τὸ συσκιάζον, καὶ κατακαλύψουσιν ἐν αὐτῷ τὴν κιβωτὸν τοῦ μαρτυρίου,"],["6","καὶ ἐπιθήσουσιν ἐπʼ αὐτὸ κατακάλυμμα δέρμα ὑακίνθινον, καὶ ἐπιβαλοῦσιν ἐπʼ αὐτὴν ἱμάτιον ὅλον ὑακίνθινον ἄνωθεν, καὶ διεμβαλοῦσι τοὺς ἀναφορεῖς."],["7","Καὶ ἐπί τὴν τράπεζαν τὴν προκειμένην ἐπιβαλοῦσιν ἐπʼ αὐτὴν ἱμάτιον ὁλοπόρφυρον, καὶ τὰ τρυβλία, καὶ τὰς θυΐσκας, καὶ τοὺς κυάθους, καὶ τὰ σπονδεῖα ἐν οἷς σπένδει, καὶ οἱ ἄρτοι οἳ διαπαντὸς ἐπʼ αὐτῆς ἔσονται."],["8","Καὶ ἐπιβαλοῦσιν ἐπʼ αὐτὴν ἱμάτιον κόκκινον, καὶ καλύψουσιν αὐτὴν καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ διεμβαλοῦσι διʼ αὐτῆς τοὺς ἀναφορεῖς."],["9","Καὶ λήψονται ἱμάτιον ὑακίνθινον, καὶ καλύψουσι τὴν λυχνίαν τὴν φωτίζουσαν, καὶ τοὺς λύχνους αὐτῆς, καὶ τὰς λαβίδας αὐτῆς, καὶ τὰς ἐπαρυστρίδας αὐτῆς, καὶ πάντα τὰ ἀγγεῖα τοῦ ἐλαίου οἷς λειτουργοῦσιν ἐν αὐτοῖς."],["10","Καὶ ἐμβαλοῦσιν αὐτὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, εἰς κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ ἐπιθήσουσιν αὐτὴν ἐπʼ ἀναφορέων."],["11","Καὶ ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐπικαλύψουσιν ἱμάτιον ὑακίνθινον, καὶ καλύψουσιν αὐτὸ καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ διεμβαλοῦσι τοὺς ἀναφορεῖς αὐτοῦ."],["12","καὶ λήψονται πάντα τὰ σκεύη τὰ λειτουργικὰ ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς ἐν τοῖς ἁγίοις· καὶ ἐμβαλοῦσιν εἰς ἱμάτιον ὑακίνθινον, καὶ καλύψουσιν αὐτὰ καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς."],["13","Καὶ τὸν καλυπτῆρα ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐπικαλύψουσιν ἐπʼ αὐτὸ ἱμάτιον ὁλοπόρφυρον."],["14","Καὶ ἐπιθήσουσιν ἐπʼ αὐτὸ πάντα τὰ σκεύη ὅσοις λειτουργοῦσιν ἐπʼ αὐτῷ ἐν αὐτοῖς, καὶ τὰ πυρεῖα, καὶ τὰς κρεάγρας, καὶ τὰς φιάλας, καὶ τὸν καλυπτῆρα, καὶ πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου· καὶ ἐπιβαλοῦσιν ἐπʼ αὐτὸ κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ διεμβαλοῦσι τοὺς ἀναφορεῖς αὐτοῦ· καὶ λήψονται ἱμάτιον πορφυροῦν, καὶ συγκαλύψουσι τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ, καὶ ἐμβαλοῦσιν αὐτὸ εἰς κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς,"],["15","καὶ συντελέσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ, καλύπτοντες τὰ ἅγια, καὶ πάντα τὰ σκεύη τὰ ἅγια, ἐν τῷ ἐξαίρειν τὴν παρεμβολήν· καὶ μετὰ ταῦτα εἰσελεύσονται υἱοὶ Καὰθ αἴρειν, καὶ οὐχ ἅψονται τῶν ἁγίων, ἵνα μὴ ἀποθάνωσι· ταῦτα ἀροῦσιν οἱ υἱοὶ Καὰθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου."],["16","Ἐπίσκοπος Ἐλεάζαρ υἱὸς Ἀαρὼν τοῦ ἱερέως, τὸ ἔλαιον τοῦ φωτὸς, καὶ τὸ θυμίαμα τῆς συνθέσεως, καὶ ἡ θυσία ἡ καθʼ ἡμέραν, καὶ τὸ ἔλαιον τῆς χρίσεως, ἡ ἐπισκοπὴ ὅλης τῆς σκηνῆς, καὶ ὅσα ἐστὶν ἐν αὐτῇ ἐν τῷ ἁγίῳ, ἐν πᾶσι τοῖς ἔργοις."],["17","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, λέγων,"],["18","μὴ ὀλοθρεύσητε τῆς φυλῆς τὸν δῆμον τὸν Καὰθ ἐκ μέσου τῶν Λευιτῶν."],["19","Τοῦτο ποιήσατε αὐτοῖς, καὶ ζήσονται καὶ οὐ μὴ ἀποθάνωσι, προσπορευομένων αὐτῶν πρὸς τὰ ἅγια τῶν ἁγίων· Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ προσπορεύεσθωσαν, καὶ καταστήσουσιν αὐτοὺς ἕκαστον κατὰ τὴν ἀναφορὰν αὐτοῦ,"],["20","καὶ οὐ μὴ εἰσέλθωσιν ἰδεῖν ἐξάπινα τὰ ἅγια, καὶ ἀποθανοῦνται."],["21","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["22","λάβε τὴν ἀρχὴν τῶν υἱῶν Γεδσὼν, καὶ τούτους κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ δήμους αὐτῶν,"],["23","ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς ἐπίσκεψαι αὐτοὺς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν, ποιεῖν τὰ ἔργα αὐτοῦ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου."],["24","Αὕτη ἡ λειτουργία τοῦ δήμου τοῦ Γεδσὼν, λειτουργεῖν καὶ αἴρειν."],["25","Καὶ ἀρεῖ τὰς δέῤῥεις τῆς σκηνῆς, καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὸ κάλυμμα αὐτῆς, καὶ τὸ κατακάλυμμα τὸ ὑακίνθινον τὸ ὂν ἐπʼ αὐτῆς ἄνωθεν, καὶ τὸ κάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου,"],["26","καὶ τὰ ἱστία τῆς αὐλῆς, ὅσα ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰ περισσὰ, καὶ πάντα τὰ σκεύη τὰ λειτουργικὰ ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς ποιήσουσι."],["27","Κατὰ στόμα Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ ἔσται ἡ λειτουργία τῶν υἱῶν Γεδσὼν κατὰ πάσας τὰς λειτουργίας αὐτῶν, καὶ κατὰ πάντα τὰ ἔργα αὐτῶν· καὶ ἐπισκέψῃ αὐτοὺς ἐξ ὀνόματος πάντα τὰ ἀρτὰ ὑπʼ αὐτῶν."],["28","Αὕτη ἡ λειτουργία τῶν υἱῶν Γεδσὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ ἡ φυλακὴ αὐτῶν ἐν χειρὶ Ἰθάμαρ τοῦ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως."],["29","Οἱ υἱοὶ Μεραρὶ κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, ἐπισκέψασθε αὐτοὺς,"],["30","ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς ἐπισκέψασθε αὐτοὺς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου."],["31","Καὶ ταῦτα τὰ φυλάγματα τῶν αἰρομένων ὑπʼ αὐτῶν κατὰ πάντα τὰ ἔργα αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· τὰς κεφαλίδας τῆς σκηνῆς, καὶ τοὺς μοχλοὺς, καὶ τοὺς στύλους αὐτῆς, καὶ τὰς βάσεις αὐτῆς, καὶ τὸ κατακάλυμμα, καὶ αἱ βάσεις αὐτῶν, καὶ οἱ στύλοι αὐτῶν, καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς,"],["32","καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ, καὶ αἱ βάσεις αὐτῶν, καὶ τοὺς στύλους τοῦ καταπετάσματος τῆς πύλης τῆς αὐλῆς, καὶ τὰς βάσεις αὐτῶν, καὶ τοὺς πασσάλους αὐτῶν, καὶ τοὺς κάλους αὐτῶν, καὶ πάντα τὰ σκεύη αὐτῶν, καὶ πάντα τὰ λειτουργήματα αὐτῶν· ἐξ ὀνομάτων ἐπισκέψασθε αὐτοὺς, καὶ πάντα τὰ σκεύη τῆς φυλακῆς τῶν αἰρομένων ὑπʼ αὐτῶν."],["33","Αὕτη ἡ λειτουργία δήμου υἱῶν Μεραρὶ ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἐν χειρὶ Ἰθάμαρ τοῦ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως."],["34","Καὶ ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ ἄρχοντες Ἰσραὴλ τοὺς υἱοὺς Καὰθ κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν,"],["35","ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου."],["36","Καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν, δισχίλιοι ἑπτακόσιοι πεντήκοντα."],["37","Αὕτη ἡ ἐπίσκεψις δήμου Καάθ, πᾶς ὁ λειτουργῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καθὰ ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, ἐν χειρὶ Μωυσῆ."],["38","Καὶ ἐπεσκέπησαν υἱοὶ Γεδσὼν κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν,"],["39","ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου."],["40","Καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, δισχίλιοι ἑξακόσιοι τριάκοντα."],["41","Αὕτη ἡ ἐπίσκεψις δήμου υἱῶν Γεδσὼν, πᾶς ὁ λειτουργῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, ἐν χειρὶ Μωυσῆ."],["42","Ἐπεσκέπησαν δὲ καὶ δῆμος υἱῶν Μεραρὶ κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν,"],["43","ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν πρὸς τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου."],["44","Καὶ ἐγενήθη ἡ ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, τρισχίλιοι καὶ διακόσιοι."],["45","Αὕτη ἡ ἐπίσκεψις δήμου υἱῶν Μεραρὶ, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, ἐν χειρὶ Μωυσῆ."],["46","Πάντες οἱ ἐπεσκεμμένοι, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ ἄρχοντες Ἰσραὴλ τοὺς Λευίτας, κατὰ δήμους καὶ κατʼ οἴκους πατριῶν αὐτῶν,"],["47","ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος πρὸς τὸ ἔργον τῶν ἔργων, καὶ τὰ ἔργα τὰ αἰρόμενα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου."],["48","Καὶ ἐγενήθησαν οἱ ἐπισκεπέντες, ὀκτακισχίλιοι πεντακόσιοι ὀγδοήκοντα."],["49","Διὰ φωνῆς Κυρίου ἐπεσκέψατο αὐτοὺς ἐν χειρὶ Μωυσῆ, ἄνδρα κατὰ ἄνδρα ἐπὶ τῶν ἔργων αὐτῶν, καὶ ἐπὶ ὧν αἴρουσιν αὐτοί· καὶ ἐπεσκέπησαν, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["2","πρόσταξον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐξαποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν, καὶ πάντα γονοῤῥυῆ, καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ."],["3","Ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ, ἐξαποστείλατε ἔξω τῆς παρεμβολῆς, καὶ οὐ μὴ μιανοῦσι τὰς παρεμβολὰς αὐτῶν, ἐν οἷς ἐγὼ καταγίνομαι ἐν αὐτοῖς."],["4","Καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐξαπέστειλαν αὐτοὺς ἔξω τῆς παρεμβολῆς· καθὰ ἐλάλησε Κύριος Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ."],["5","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["6","λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, ἀνὴρ ἢ γυνὴ, ὅστις ἂν ποιήσῃ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν τῶν ἀνθρωπίνων, καὶ παριδὼν παρίδῃ καὶ πλημμελήσῃ ἡ ψυχὴ ἐκείνη,"],["7","ἐξαγορεύσει τὴν ἁμαρτίαν, ἣν ἐποίησε, καὶ ἀποδώσει τὴν πλημμέλειαν· τὸ κεφάλαιον, καὶ τὸ ἐπίπεμπτον αὐτοῦ προσθήσει ἐπʼ αὐτὸ, καὶ ἀποδώσει τίνι ἐπλημμέλησεν αὐτῷ."],["8","Ἐὰν δὲ μὴ ᾖ τῷ ἀνθρώπῳ ὁ ἀγχιστεύων, ὥστε ἀποδοῦναι αὐτῷ τὸ πλημμέλημα πρὸς αὐτὸν, τὸ πλημμέλημα τὸ ἀποδιδόμενον Κυρίῳ, τῷ ἱερεῖ ἔσται, πλὴν τοῦ κριοῦ τοῦ ἱλασμοῦ, διʼ οὗ ἐξιλάσεται ἐν αὐτῷ περὶ αὐτοῦ."],["9","Καὶ πᾶσα ἀπαρχὴ κατὰ πάντα τὰ ἁγιαζόμενα ἐν υἱοῖς Ἰσραὴλ, ὅσα ἐὰν προσφέρωσι κυρίῳ, τῷ ἱερεῖ αὐτῷ ἔσται·"],["10","Καὶ ἑκάστου τὰ ἡγιασμένα, αὐτοῦ ἔσται· καὶ ἀνὴρ, ὃς ἂν δῷ τῷ ἱερεῖ, αὐτῷ ἔσται."],["11","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["12","λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἀνδρὸς ἀνδρὸς ἐὰν παραβῇ ἡ γυνὴ αὐτοῦ, καὶ ὑπεριδοῦσα παρίδῃ αὐτὸν,"],["13","καὶ κοιμηθῇ τις μετʼ αὐτῆς κοίτην σπέρματος, καὶ λάθῃ ἐξ ὀφθαλμῶν τοῦ ἀνδρὸς αὐτῆς, καὶ κρύψῃ, αὐτὴ δὲ ᾖ μεμιασμένη, καὶ μάρτυς μὴ ἦν μετʼ αὐτῆς, καὶ αὐτὴ μὴ ᾖ συνειλημμένη,"],["14","καὶ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως, καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μεμίανται, ἢ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως, καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μὴ ᾖ μεμιασμένη,"],["15","καὶ ἄξει ὁ ἄνθρωπος τὴν γυναῖκα αὐτοῦ πρὸς τὸν ἱερέα, καὶ προσοίσει τὸ δῶρον περὶ αὐτῆς, τὸ δέκατον τοῦ οἰφὶ ἄλευρον κρίθινον· οὐκ ἐπιχεεῖ ἐπʼ αὐτὸ ἔλαιον, οὐδὲ ἐπιθήσει ἐπʼ αὐτὸ λίβανον· ἔστι γὰρ θυσία ζηλοτυπίας, θυσία μνημοσύνου, ἀναμιμνήσκουσα ἁμαρτίαν."],["16","Καὶ προσάξει αὐτὴν ὁ ἱερεὺς, καὶ στήσει αὐτὴν ἔναντι Κυρίου."],["17","Καὶ λήψεται ὁ ἱερεὺς ὕδωρ καθαρὸν ζῶν ἐν ἀγγείῳ ὀστρακίνῳ, καὶ τῆς γῆς τῆς οὔσης ἐπὶ τοῦ ἐδάφους τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ λαβὼν ὁ ἱερεὺς ἐμβαλεῖ εἰς τὸ ὕδωρ."],["18","Καὶ στήσει ὁ ἱερεὺς τὴν γυναῖκα ἔναντι Κυρίου, καὶ ἀποκαλύψει τὴν κεφαλὴν τῆς γυναικὸς, καὶ δώσει ἐπὶ τὰς χεῖρας αὐτῆς τὴν θυσίαν τοῦ μνημοσύνου, τὴν θυσίαν τῆς ζηλοτυπίας· ἐν δὲ τῇ χειρὶ τοῦ ἱερέως ἔσται τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου."],["19","Καὶ ὁρκιεῖ αὐτὴν ὁ ἱερεὺς, καὶ ἐρεῖ τῇ γυναικὶ, εἰ μὴ κεκοίμηταί τις μετὰ σοῦ, εἰ μὴ παραβέβηκας μιανθῆναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτῆς, ἀθῶα ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου."],["20","Εἰ δὲ σὺ παραβέβηκας ὕπανδρος οὖσα, ἢ μεμίανσαι, καὶ ἔδωκέ τις τὴν κοίτην αὐτοῦ ἐν σοὶ, πλὴν τοῦ ἀνδρός σου·"],["21","Καὶ ὁρκιεῖ ὁ ἱερεὺς τὴν γυναῖκα ἐν τοῖς ὅρκοις τῆς ἀρᾶς ταύτης, καὶ ἐρεῖ ὁ ἱερεὺς τῇ γυναικὶ, δῴη σε Κύριος ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ λαοῦ σου, ἐν τῷ δοῦναι Κύριον τὸν μηρόν σου διαπεπτωκότα, καὶ τὴν κοιλίαν σου πεπρησμένην."],["22","Καὶ εἰσελεύσεται τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦτο εἰς τὴν κοιλίαν σου πρῆσαι γαστέρα, καὶ διαπεσεῖν μηρόν σου· καὶ ἐρεῖ ἡ γυνὴ, γένοιτο, γένοιτο."],["23","Καὶ γράψει ὁ ἱερεὺς τὰς ἀρὰς ταύτας εἰς βιβλίον, καὶ ἐξαλείψει εἰς τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου."],["24","Καὶ ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου· καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦ ἐλεγμοῦ."],["25","Καὶ λήψεται ὁ ἱερεὺς ἐκ χειρὸς τῆς γυναικὸς τὴν θυσίαν τῆς ζηλοτυπίας, καὶ ἐπιθήσει τὴν θυσίαν ἔναντι Κυρίου, καὶ προσοίσει αὐτὴν πρὸς τὸ θυσιαστήριον."],["26","Καὶ δράξεται ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον αὐτῆς, καὶ ἀνοίσεται αὐτὸ ἐπὶ τὸ θυσιαστήριον, καὶ μετὰ. ταῦτα ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ."],["27","Καὶ ἔσται ἐὰν ᾖ μεμιασμένη καὶ λήθῃ λάθῃ τὸν ἄνδρα αὐτῆς, καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τὸ ἐπικαταρώμενον, καὶ πρησθήσεται τὴν κοιλίαν, καὶ διαπεσεῖται ὁ μηρὸς αὐτῆς, καὶ ἔσται ἡ γυνὴ εἰς ἀρὰν τῷ λαῷ αὐτῆς."],["28","Ἐὰν δὲ μὴ μιανθῇ ἡ γυνὴ, καὶ καθαρὰ ᾖ, καὶ ἀθῶα ἔσται καὶ ἐκσπερματιεῖ σπέρμα."],["29","Οὗτος ὁ νόμος τῆς ζηλοτυπίας, ᾧ ἂν παραβῇ ἡ γυνὴ ὕπανδρος οὖσα, καὶ μιανθῇ."],["30","Ἢ ἄνθρωπος ὃς ἐὰν ἐπέλθῃ ἐπʼ αὐτὸν πνεῦμα ζηλώσεως, καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, καὶ στήσῃ τὴν γυναῖκα αὐτοῦ ἔναντι Κυρίου, καὶ ποιήσει αὐτῇ ὁ ἱερεὺς πάντα τὸν νόμον τοῦτον,"],["31","καὶ ἀθῶος ἔσται ὁ ἄνθρωπος ἀπὸ ἁμαρτίας· καὶ γυνὴ ἐκείνη λήψεται τὴν ἁμαρτίαν αὐτῆς."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, λάλησον τοῖς υἱοῖς Ἰσραὴλ,"],["2","καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἀνὴρ ἢ γυνὴ, ὃς ἂν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνείαν Κυρίῳ,"],["3","ἀπὸ οἴνου καὶ σίκερα ἁγνισθήσεται· καὶ ὄξος ἐξ οἴνου καὶ ὄξος ἐκ σίκερα οὐ πίεται· καὶ ὅσα κατεργάζεται ἐκ σταφυλῆς οὐ πίεται· καὶ σταφυλὴν πρόσφατον καὶ σταφίδα οὐ φάγεται πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ·"],["4","ἀπὸ πάντων ὅσα γίνεται ἐξ ἀμπέλου, οἶνον ἀπὸ στεμφύλων ἕως γιγάρτου οὐ φάγεται πάσας τὰς ἡμέρας τοῦ ἁγνισμοῦ·"],["5","ξυρὸν οὐκ ἐπελεύσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ἓως ἄν πληρωθῶσιν αἱ ἡμέραι, ὅσας ηὐξατο Κυρίῳ· ἅγιος ἔσται τρέφων κόμην τρίχα κεφαλῆς πάσας τὰς ἡμέρας τῆς εὐχῆς Κυρίῳ·"],["6","ἐπὶ πάσῃ ψυχῇ τετελευτηκυίᾳ οὐκ εἰσελεύσεται ἐπὶ πατρὶ καὶ μητρὶ,"],["7","καὶ ἐπʼ ἀδελφῷ καὶ ἐπʼ ἀδελφῇ, οὐ μιανφήσεται ἐπʼ αὐτοὶς ἀποφανόντων αὐτῶν, ὅτι εὐχὴ Θεοῦ αὐτοῦ ἐπʼ αὐτῷ ἐπὶ κεφαλῆς αὐτοῦ·"],["8","Πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ ἅγιος ἔσται Κυρίῳ."],["9","Ἐὰν δέ τις ἀποθάνῃ ἐπʼ αὐτῷ ἐξάπινα, παραχρῆμα μιανθήσεται ἡ κεφαλὴ εὐχῆς αὐτοῦ· καὶ ξυρήσεται τὴν κεφαλὴν αὐτοῦ ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ· τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ξυρηθήσεται."],["10","Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ οἴσει δύο τρυγόνας, ἢ δύο νοσσοὺς περιστερῶν πρὸς τὸν ἱερέα, ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου."],["11","Καὶ ποιήσει ὁ ἱερεὺς μίαν περὶ ἁμαρτίας, καὶ μίαν εἰς ὁλοκαύτωμα· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ ὧν ἥμαρτε περὶ τῆς ψυχῆς· καὶ ἁγιάσει τὴν κεφαλὴν αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ᾗ ἡγιάσθη Κυρίῳ, τὰς ἡμέρας τῆς εὐχῆς·"],["12","καὶ προσάξει ἀμνὸν ἐνιαύσιον εἰς πλημμέλειαν· καὶ αἱ ἡμέραι αἱ πρότεραι ἄλογοι ἔσονται, ὅτι ἐμιάνθη ἡ κεφαλὴ εὐχῆς αὐτοῦ."],["13","Καὶ οὗτος ὁ νόμος τοῦ εὐξαμένου· ᾗ ἂν ἡμέρᾳ πληρώσῃ ἡμέρας εὐχῆς αὐτοῦ, προσοίσει αὐτὸς παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου."],["14","Καὶ προσάξει τὸ δῶρον αὐτοῦ Κυρίῳ ἀμνὸν ἐνιαύσιον ἄμωμον ἕνα εἰς ὁλοκαύτωσιν, καὶ ἀμνάδα ἐνιαυσίαν μίαν ἄμωμον εἰς ἁμαρτίαν, καὶ κριὸν ἕνα ἄμωμον εἰς σωτήριον,"],["15","καὶ κανοῦν ἀζύμων σεμιδάλεως ἄρτους ἀναπεποιημένους ἐν ἐλαίῳ, καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίῳ, καὶ θυσίαν αὐτῶν, καὶ σπονδὴν αὐτῶν."],["16","Καὶ προσοίσει ὁ ἱερεὺς ἔναντι Κυρίου, καὶ ποιήσει τὸ περὶ ἁμαρτίας αὐτοῦ, καὶ τὸ ὁλοκαύτωμα αὐτοῦ."],["17","Καὶ τὸν κριὸν ποιήσει θυσίαν σωτηρίου τῷ Κυρίῳ ἐπὶ τῷ κανῷ τῶν ἀζύμων· καὶ ποιήσει ὁ ἱερεὺς τὴν θυσίαν αὐτοῦ, καὶ τὴν σπονδὴν αὐτοῦ."],["18","Καὶ ξυρήσεται ὁ ηὐγμένος παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου τὴν κεφαλὴν τῆς εὐχῆς αὐτοῦ, καὶ ἐπιθήσει τὰς τρίχας ἐπὶ τὸ πῦρ, ὅ ἐστιν ὑπὸ τὴν θυσίαν τοῦ σωτηρίου."],["19","Καὶ λήψεται ὁ ἱερεὺς τὸν βραχίονα ἐφθὸν ἀπὸ τοῦ κριοῦ, καὶ ἄρτον ἕνα ἄζυμον ἀπὸ τοῦ κανοῦ, καὶ λάγανον ἄζυμον ἕν, καὶ ἐπιθήσει ἐπὶ τὰς χεῖρας τοῦ ηὐγμένου μετὰ τὸ ξυρήσασθαι αὐτὸν τὴν εὐχὴν αὐτοῦ,"],["20","καὶ προσοίσει αὐτὰ ὁ ἱερεὺς ἐπίθεμα ἔναντι Κυρίου· ἅγιον ἔσται τῷ ἱερεῖ ἐπὶ τοῦ στηθηνίου τοῦ ἐπιθέματος, καὶ ἐπὶ τοῦ βραχίονος τοῦ ἀφαιρέματος· καὶ μετὰ ταῦτα πίεται ὁ ηὐγμένος οἶνον."],["21","Οὗτος ὁ νόμος τοῦ εὐξαμένου, ὃς ἂν εὔξηται Κυρίῳ δῶρον αὐτοῦ Κυρίῳ περὶ τῆς εὐχῆς, χωρὶς ὧν ἂν εὕρῃ ἡ χεὶρ αὐτοῦ, κατὰ δύναμιν τῆς εὐχῆς αὐτοῦ, ἣν ἂν εὔξηται κατὰ νόμον ἁγνείας."],["22","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["23","λάλησον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λέγων, οὕτως εὐλογήσετε τοὺς υἱοὺς Ἰσραὴλ, λέγοντες αὐτοῖς,"],["24","εὐλογήσαι σε Κύριος, καὶ φυλάξαι, σε."],["25","Ἐπιφάναι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ, καὶ ἐλεήσαι σε."],["26","Ἐπάραι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ, καὶ δῴη σοι εἰρήνην."],["27","Καὶ ἐπιθήσουσι τὸ ὄνομά μου ἐπὶ τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐγὼ Κύριος εὐλογήσω αὐτούς."]],[["1","Καὶ ἐγένετο ᾗ ἡμέρᾳ συνετέλεσε Μωυσῆς, ὥστε ἀναστῆσαι τὴν σκηνήν, καὶ ἔχρισεν αὐτὴν, καὶ ἡγίασεν αὐτὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸ θυσιαστήριον, καὶ πάντα τὰ σκεύη αὐτοῦ, καὶ ἔχρισεν αὐτὰ, καὶ ἡγίασεν αὐτά."],["2","Καὶ προσήνεγκαν οἱ ἄρχοντες Ἰσραὴλ, δώδεκα ἄρχοντες οἴκων πατριῶν αὐτῶν· οὗτοι οἱ ἄρχοντες φυλῶν, οὗτοι οἱ παρεστηκότες ἐπὶ τῆς ἐπισκοπῆς."],["3","Καὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν ἔναντι Κυρίου, ἓξ ἁμάξας λαμπηνίκας, καὶ δώδεκα βόας· ἅμαξαν παρὰ δύο ἀρχόντων, καὶ μόσχον παρὰ ἑκάστου· καὶ προσήγαγον ἐναντίον τῆς σκηνῆς."],["4","Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["5","λάβε παρʼ αὐτῶν, καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ δώσεις αὐτὰ τοῖς Λευίταις, ἑκάστῳ κατὰ τὴν αὐτοῦ λειτουργίαν."],["6","Καὶ λαβὼν Μωυσῆς τὰς ἁμάξας καὶ τοὺς βόας, ἔδωκεν αὐτὰ τοῖς Λευίταις."],["7","Καὶ τὰς δύο ἁμάξας καὶ τοὺς τέσσαρας βόας ἔδωκε τοῖς υἱοῖς Γεδσὼν κατὰ τὰς λειτουργίας αὐτῶν."],["8","Καὶ τὰς τέσσαρας ἁμάξας καὶ τοὺς ὀκτὼ βόας ἔδωκε τοῖς υἱοῖς Μεραρὶ κατὰ τὰς λειτουργίας αὐτῶν, διὰ Ἰθάμαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως."],["9","Καὶ τοῖς υἱοῖς Καὰθ οὐ δέδωκεν, ὅτι τὰ λειτουργήματα τοῦ ἁγίου ἔχουσιν· ἐπʼ ὤμων ἀροῦσι."],["10","Καὶ προσήνεγκαν οἱ ἄρχοντες εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου, ἐν τῇ ἡμέρᾳ ᾗ ἔχρισεν αὐτὸ, καὶ προσήνεγκαν οἱ ἄρχοντες τὰ δῶρα αὐτῶν ἀπέναντι τοῦ θυσιαστηρίου."],["11","Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, ἄρχων εἷς καθʼ ἡμέραν, ἄρχων καθʼ ἡμέραν προσοίσουσι τὰ δῶρα αὐτῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου."],["12","Καὶ ἦν ὁ προσφέρων ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὐτοῦ, Ναασσὼν υἱὸς Ἀμιναδὰβ, ἄρχων τῆς φυλῆς Ἰούδα."],["13","Καὶ προσήνεγκε τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφοτέρα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν."],["14","Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος."],["15","Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα,"],["16","καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας."],["17","Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο δῶρον Ναασσὼν υἱοῦ Ἀμιναδάβ."],["18","Τῇ ἡμέρᾳ τῇ δευτέρᾳ προσήνεγκε Ναθαναὴλ υἱὸς Σωγὰρ, ὅ ἄρχων τῆς φυλῆς Ἰσσάχαρ."],["19","Καὶ προσήνεγκε τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν."],["20","Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος."],["21","Μόσχον ἔνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα,"],["22","καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας."],["23","Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ναθαναὴλ υἱοῦ Σωγάρ."],["24","Τῇ ἡμέρᾳ τῇ τρίτῃ ἄρχων τῶν υἱῶν Σαβουλὼν, Ἑλιὰβ υἱὸς Χαιλών."],["25","Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·"],["26","Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος."],["27","Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα,"],["28","καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας."],["29","Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἑλιὰβ υἱοῦ Χαιλών."],["30","Τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἄρχων τῶν υἱῶν Ῥουβὴν, Ἑλισοῦρ υἱὸς Σεδιούρ."],["31","Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·"],["32","Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος."],["33","Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα,"],["34","καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας."],["35","Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἑλισοὺρ υἱοῦ Σεδιούρ."],["36","Τῇ ἡμέρᾳ τῇ πέμπτῃ ἄρχων τῶν υἱῶν Συμεὼν, Σαλαμιὴλ υἱὸς Σουρισαδαί."],["37","Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἐναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν."],["38","Θυϊσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος."],["39","Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα,"],["40","καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας."],["41","Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Σαλαμιὴλ υἱοῦ Σουρισαδαί."],["42","Τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρχων τῶν υἱῶν Γὰδ, Ἐλεισὰφ υἱὸς Ῥαγουήλ."],["43","Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν."],["44","Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος."],["45","Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα,"],["46","καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας."],["47","Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἐλισὰφ υἱοῦ Ῥαγουήλ."],["48","Τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἄρχων τῶν υἱῶν Ἐφραὶμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ."],["49","Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν."],["50","Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος."],["51","Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα,"],["52","καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας."],["53","Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἐλισαμὰ υἱοῦ Ἐμιούδ."],["54","Τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἄρχων τῶν υἱῶν Μανασσῆ, Γαμαλιὴλ υἱὸς Φαδασσούρ."],["55","Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν."],["56","Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος."],["57","Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα,"],["58","καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·"],["59","Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Γαμαλιὴλ υἱοὺ Φαδασσούρ."],["60","Τῇ ἡμέρᾳ τῇ ἐνάτῃ ἄρχων τῶν υἱῶν Βενιαμὶν, Ἀβιδὰν υἱὸς Γαδεωνί."],["61","Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην, μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·"],["62","Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος."],["63","Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα,"],["64","καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας."],["65","Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἀβιδὰν υἱοῦ Γαδεωνί."],["66","Τῇ ἡμέρᾳ τῇ δεκάτῃ ἄρχων τῶν υἱῶν Δὰν, Ἀχιέζερ υἱὸς Ἀμισαδαί."],["67","Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν."],["68","Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος."],["69","Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα,"],["70","καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας."],["71","Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἀχιέζερ υἱοῦ Ἀμισαδαί."],["72","Τῇ ἡμέρᾳ τῇ ἑνδέκατῃ ἄρχων τῶν υἱῶν Ἀσὴρ, Φαγεὴλ υἱὸς Ἐχράν."],["73","Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν."],["74","Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος."],["75","Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἐνιαύσιον ἕνα εἰς ὁλοκαύτωμα,"],["76","καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας."],["77","Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Φαγεὴλ υἱοῦ Ἐχράν."],["78","Τῇ ἡμέρᾳ τῇ δωδεκάτῃ ἄρχων τῶν υἱῶν Νεφθαλί, Ἀχιρὲ υἱὸς Αἰνάν."],["79","Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν."],["80","Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος."],["81","Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλόκαύτωμα,"],["82","καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας."],["83","Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἀχιρὲ υἱοῦ Αἰνάν."],["84","Οὗτος ὁ ἐγκαινισμὸς τοῦ θυσιαστηρίου ᾗ ἡμέρᾳ ἔχρισεν αὐτὸ, παρὰ τῶν ἀρχόντων τῶν υἱῶν Ἰσραὴλ· τρυβλία ἀργυρᾶ δώδεκα, φιάλαι ἀργυραῖ δώδεκα, θυΐσκαι χρυσαῖ δώδεκα."],["85","Τριάκοντα καὶ ἑκατὸν σίκλων, τὸ τρυβλίον τὸ ἕν, καὶ ἑβδομήκοντα σίκλων ἡ φιάλη ἡ μία· πᾶν τὸ ἀργύριον τῶν σκευῶν, δισχίλιοι καὶ τετρακόσιοι σίκλοι· σίκλοι, ἐν τῷ σίκλῳ τῷ ἁγίῳ."],["86","Θυΐσκαι χρυσαῖ δώδεκα πλήρεις θυμιάματος· πᾶν τὸ χρυσίον τῶν θυϊσκῶν, εἴκοσι καὶ ἑκατὸν χρυσοῖ."],["87","Πᾶσαι αἱ βόες αἱ εἰς ὁλοκαύτωσιν, μόσχοι δώδεκα, κριοὶ δώδεκα, ἀμνοὶ ἐνιαύσιοι δώδεκα, καὶ αἱ θυσίαι αὐτῶν, καὶ αἱ σπονδαὶ αὐτῶν· καὶ χίμαροι ἐξ αἰγῶν δώδεκα περὶ ἁμαρτίας."],["88","Πᾶσαι αἱ βόες εἰς θυσίαν σωτηρίου, δαμάλεις εἰκοσιτέσσαρες, κριοὶ ἑξήκοντα, τράγοι ἑξήκοντα ἐνιαύσιαι, ἀμνάδες ἑξήκοντα ἐνιαύσιοι ἄμωμοι· αὕτη ἡ ἐγκαίνωσις τοῦ θυσιαστηρίου, μετὰ τὸ πληρῶσαι τὰς χεῖρας αὐτοῦ, καὶ μετὰ τὸ χρίσαι αὐτόν."],["89","Ἐν τῷ εἰσπορεύεσθαι Μωυσῆν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαλῆσαι αὐτῷ, καὶ ἤκουσε τὴν φωνὴν Κυρίου λαλοῦντος πρὸς αὐτὸν ἄνωθεν τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, ἀναμέσον τῶν δύο χερουβίμ· καὶ ἐλάλει πρὸς αὐτόν."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, λάλησον τῷ Ἀαρὼν,"],["2","καὶ ἐρεῖς πρὸς αὐτὸν, ὅταν ἐπιτιθῇς τοὺς λύχνους ἐκ μέρους, κατὰ πρόσωπον τῆς λυχνίας φωτιοῦσιν οἱ ἑπτὰ λύχνοι."],["3","Καὶ ἐποίησεν οὕτως Ἀαρών· ἐκ τοῦ ἑνὸς μέρους κατὰ πρόσωπον τῆς λυχνίας ἐξῆψε τοὺς λύχνους αὐτῆς, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ·"],["4","Καὶ αὕτη ἡ κατασκευὴ τῆς λυχνίας· στερεὰ, χρυσῆ, ὁ καυλὸς αὐτῆς, καὶ τὰ κρίνα αὐτῆς, στερεὰ ὅλη· κατὰ τὸ εἶδος ὃ ἔδειξε Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησε τὴν λυχνίαν."],["5","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων,"],["6","λάβε τοὺς Λευίτας ἐκ μέσου υἱῶν Ἰσραὴλ, καὶ ἀφαγνιεῖς αὐτούς."],["7","Καὶ οὕτω ποιήσεις αὐτοῖς τὸν ἁγνισμὸν αὐτῶν· περιῤῥανεῖς αὐτοὺς ὕδωρ ἁγνισμοῦ· καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πᾶν τὸ σῶμα αὐτῶν, καὶ πλυνοῦσι τὰ ἱμάτια αὐτῶν, καὶ καθαροὶ ἔσονται."],["8","Καὶ λήμψονται μόσχον ἕνα ἐκ βοῶν, καὶ τούτου θυσίαν σεμίδαλιν ἀναπεποιημένην ἐν ἐλαίῳ· καὶ μόσχον ἐνιαύσιον ἐκ βοῶν λήψῃ περὶ ἁμαρτίας."],["9","Καὶ προσάξεις τοὺς Λευίτας ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ συνάξεις πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ·"],["10","Καὶ προσάξεις τοὺς Λευίτας ἔναντι Κυρίου, καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ἰσραὴλ τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς Λευίτας·"],["11","Καὶ ἀφοριεῖ Ἀαρὼν τοὺς Λευίτας ἀπόδομα ἔναντι Κυρίου παρὰ τῶν υἱῶν Ἰσραήλ· καὶ ἔσονται ὥστε ἐργάζεσθαι τὰ ἔργα Κυρίου."],["12","Οἱ δὲ Λευῖται ἐπιθήσονσι τὰς χεῖρας ἐπὶ τὰς κεφαλὰς τῶν μόσχων· καὶ ποιήσεις τὸν ἕνα περὶ ἁμαρτίας, καὶ τὸν ἕνα εἰς ὁλοκαύτωμα Κυρίῳ, ἐξιλάσασθαι περὶ αὐτῶν."],["13","Καὶ στήσεις τοὺς Λευίτας ἔναντι Κυρίου, καὶ ἔναντι Ἀαρὼν, καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ, καὶ ἀποδώσεις αὐτοὺς ἀπόδομα ἔναντι Κυρίου·"],["14","Καὶ διαστελεῖς τοὺς Λευίτας ἐκ μέσου υἱῶν Ἰσραήλ· καὶ ἔσονταί μοι."],["15","Καὶ μετὰ ταῦτα εἰσελεύσονται οἱ Λευῖται ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίον· καὶ καθαριεῖς αὐτοὺς, καὶ ἀποδώσεις αὐτοὺς ἔναντι Κυρίου."],["16","ὅτι ἀπόδομα ἀποδεδομένοι οὗτοί μοι εἰσὶν ἐκ μέσου υἱῶν Ἰσραήλ· ἀντὶ τῶν διανοιγόντων πᾶσαν μήτραν πρωτοτόκων πάντων ἐκ τῶν υἱῶν Ἰσραὴλ εἴληφα αὐτοὺς ἐμοί."],["17","Ὅτι ἐμοὶ πᾶν πρωτότοκον ἐν υἱοῖς Ἰσραὴλ ἀπὸ ἀνθρώπων ἕως κτήνους· ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἡγίασα αὐτοὺς ἐμοὶ,"],["18","καὶ ἔλαβον τοὺς Λευίτας ἀντὶ παντὸς πρωτοτόκου ἐν υἱοῖς Ἰσραήλ."],["19","Καὶ ἀπέδωκα τοὺς Λευίτας ἀπόδομα δεδομένους Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ ἐκ μέσου υἱῶν Ἰσραὴλ, ἐργάζεσθαι τὰ ἔργα τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν Ἰσραήλ· καὶ οὐκ ἔσται ἐν τοῖς υἱοῖς Ἰσραὴλ προσεγγίζων πρὸς τὰ ἅγια."],["20","Καὶ ἐποίησε Μωυσῆς καὶ Ἀαρὼν καὶ πᾶσα ἡ συναγωγὴ υἱῶν Ἰσραὴλ τοῖς Λευίταις καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ περὶ τῶν Λευιτῶν, οὕτως ἐποίησαν αὐτοῖς οἱ υἱοὶ Ἰσραήλ."],["21","Καὶ ἡγνίσαντο οἱ Λευῖται, καὶ ἐπλύναντο τὰ ἱμάτια· καὶ ἀπέδωκεν αὐτοὺς Ἀαρὼν ἀπόδομα ἔναντι Κυρίου, καὶ ἐξιλάσατο περὶ αὐτῶν Ἀαρὼν ἀφαγνίσασθαι αὐτούς."],["22","Καὶ μετὰ ταῦτα εἰσῆλθον οἱ Λευῖται λειτουργεῖν τὴν λειτουργίαν αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔναντι Ἀαρὼν, καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ· καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ περὶ τῶν Λευιτῶν, οὕτως ἐποίησαν αὐτοῖς."],["23","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["24","τοῦτό ἐστι τὸ περὶ τῶν Λευιτῶν· ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω, εἰσελεύσονται ἐνεργεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου·"],["25","Καὶ ἀπὸ πεντηκονταετοῦς ἀποστήσεται ἀπὸ τῆς λειτουργίας, καὶ οὐκ ἐργᾶται ἔτι."],["26","Καὶ λειτουργήσει ὁ ἀδελφὸς αὑτοῦ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου φυλάσσειν φυλακὰς, ἔργα δὲ οὐκ ἐργᾶται· οὕτως ποιήσεις τοῖς Λευίταις ἐν ταῖς φυλακαῖς αὐτῶν."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σινᾷ ἐν τῷ ἔτει τῷ δευτέρῳ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, ἐν τῷ μηνὶ τῷ πρώτῳ, λέγων,"],["2","εἶπον, καὶ ποιείτωσαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πάσχα καθʼ ὥραν αὐτοῦ,"],["3","τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου πρὸς ἑσπέραν, ποιήσεις αὐτὸ κατὰ καιρούς· κατὰ τὸν νόμον αὐτοῦ, καὶ κατὰ τὴν σύγκρισιν αὐτοῦ ποιήσεις αὐτό."],["4","Καὶ ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ ποιῆσαι τὸ πάσχα ἐναρχομένου τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἐν τῇ ἐρήμῳ τοῦ Σινᾶ."],["5","καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ."],["6","Καὶ παρεγένοντο οἱ ἄνδρες οἳ ἦσαν ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου, καὶ οὐκ ἠδύναντο ποιῆσαι τὸ πάσχα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ προσῆλθον ἐναντίον Μωυσῆ καὶ Ἀαρὼν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ·"],["7","Καὶ εἶπαν οἱ ἄνδρες ἐκεῖνοι πρὸς αὐτὸν, ἡμεῖς ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου· μὴ οὖν ὑστερήσωμεν προσενέγκαι τὸ δῶρον Κυρίῳ κατὰ καιρὸν αὐτοῦ ἐν μέσῳ υἱῶν Ἰσραήλ;"],["8","Καὶ εἶπε πρὸς αὐτοὺς Μωυσῆς, στῆτε αὐτοῦ, καὶ ἀκούσομαι τί ἐντελεῖται Κύριος περὶ ὑμῶν."],["9","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["10","λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, ἄνθρωπος ἄνθρωπος, ὃν ἐὰν γένηται ἀκάθαρτος ἐπὶ ψυχῇ, ἀνθρώπου, ἢ ἐν ὁδῷ μακρὰν ὑμῖν, ἢ ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει τὸ πάσχα Κυρίῳ ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ·"],["11","τὸ πρὸς ἑσπέραν ποιήσουσιν αὐτὸ, ἐπʼ ἀζύμων καὶ πικρίδων φάγονται αὐτό."],["12","Οὐ καταλείψουσιν ἀπʼ αὐτοῦ εἰς τὸ πρωῒ, καὶ ὀστοῦν οὐ συντρίψουσιν ἀπʼ αὐτοῦ· κατὰ τὸν νόμον τοῦ πάσχα ποιήσουσιν αὐτό."],["13","Καὶ ἄνθρωπος ὃς ἐὰν καθαρὸς ᾖ, καὶ ἐν ὁδῷ μακρὰν οὐκ ἔστι, καὶ ὑστερήσῃ ποιῆσαι τὸ πάσχα, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς, ὅτι τὸ δῶρον Κυρίῳ οὐ προσήνεγκε κατὰ τὸν καιρὸν αὐτοῦ· ἁμαρτίαν αὐτοῦ λήψεται ὁ ἄνθρωπος ἐκεῖνος."],["14","Ἐὰν δὲ προσέλθῃ πρὸς ὑμᾶς προσήλυτος ἐν τῇ γῇ ὑμῶν, καὶ ποιήσῃ τὸ πάσχα Κυρίῳ, κατὰ τὸν νόμον τοῦ πάσχα, καὶ κατὰ τὴν σύνταξιν αὐτοῦ ποιήσει αὐτό· νόμος εἷς ἔσται ὑμῖν καὶ τῷ προσηλύτῳ καὶ τῷ αὐτόχθονι τῆς γῆς."],["15","Καὶ τῇ ἡμέρᾳ ᾗ ἐστάθη ἡ σκηνὴ, ἐκάλυψεν ἡ νεφελη τὴν σκηνὴν, τὸν οἶκον τοῦ μαρτυρίου· καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωΐ."],["16","Οὕτως ἐγίνετο διαπαντός· ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας, καὶ εἶδος πυρὸς τὴν νύκτα."],["17","Καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, καὶ μετὰ ταῦτα ἀπῇραν οἱ υἱοὶ Ἰσραήλ· καὶ ἐν τῷ τόπῳ οὗ ἂν ἔστη ἡ νεφέλη, ἐκεῖ παρενέβαλον οἱ υἱοὶ Ἰσραήλ."],["18","Διὰ προστάγματος Κυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι· πάσας τὰς ἡμέρας ἐν αἷς σκιάζει ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ."],["19","Καὶ ὅταν ἐφέλκηται ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς ἡμέρας πλείους, καὶ φυλάξονται οἱ υἱοὶ Ἰσραὴλ τὴν φυλακὴν τοῦ Θεοῦ, καὶ οὐ μὴ ἐξάρωσι."],["20","Καὶ ἔσται ὅταν σκεπάζῃ ἡ νεφέλη ἡμέρας ἀριθμῷ ἐπὶ τῆς σκηνῆς, διὰ φωνῆς Κυρίου παρεμβαλοῦσι, καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι."],["21","Καὶ ἔσται ὅταν γένηται ἡ νεφέλη ἀφʼ ἑσπέρας ἕως πρωῒ, καὶ ἀναβῇ ἡ νεφέλη τοπρωῒ, καὶ ἀπαροῦσιν ἡμέρας ἢ νυκτός."],["22","Μηνὸς ἡμέρας πλεοναζούσης τῆς νεφέλης σκιαζούσης ἐπʼ αὐτῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ οὐ μὴ ἀπάρωσιν."],["23","Ὅτι διὰ προστάγματος Κυρίου ἀπαροῦσι· τὴν φυλακὴν Κυρίου ἐφυλάξαντο διὰ προστάγματος Κυρίου ἐν χειρὶ Μωυσῆ."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, ποίησον σεαυτῷ δύο σάλπιγγας ἀγυρᾶς·"],["2","ἐλατὰς ποιήσεις αὐτάς· καὶ ἔσονταί σοι ἀνακαλεῖν τὴν συναγωγὴν, καὶ ἐξαίρειν τὰς παρεμβολάς."],["3","Καὶ σαλπιεῖς ἐν αὐταῖς, καὶ συναχθήσεται πᾶσα ἡ συναγωγὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου·"],["4","Ἐὰν δὲ ἐν μιᾷ σαλπίσωσι, προσελεύσονται πρὸς σὲ πάντες οἱ ἄρχοντες ἀρχηγοὶ Ἰσραήλ."],["5","καὶ σαλπιεῖτε σημασίαν, καὶ ἐξαροῦσιν αἱ παρεμβάλλουσαι αἱ παρεμβαλοῦσαι ἀνατολάς·"],["6","καὶ σαλπιεῖτε σημασίαν δευτέραν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι Λίβα· καὶ σαλπιεῖτε σημασίαν τρίτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι παρὰ θάλασσαν· καὶ σαλπιεῖτε σημασίαν τετάρτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι πρὸς Βοῤῥᾶν· σημασίᾳ σαλπιοῦσιν ἐν τῇ ἐξάρσει αὐτῶν."],["7","καὶ ὅταν συναγάγητε τὴν συναγωγὴν, σαλπιεῖτε, καὶ οὐ σημασίᾳ."],["8","Καὶ οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς σαλπιοῦσι ταῖς σάλπιγξι· καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν."],["9","Ἐὰν δὲ ἐξέλθητε εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖ, καὶ σημανεῖτε ταῖς σάλπιγξιν, καὶ ἀναμνησθήσεσθε ἔναντι Κυρίου, καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν."],["10","Καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφροσύνης ὑμῶν, καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν, καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν, σαλπιεῖτε ταῖς σάλπιγξιν ἐπὶ τοῖς ὁλοκαυτώμασι, καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν· καὶ ἔσται ὑμῖν ἀνάμνησις ἔναντι τοῦ Θεοῦ ὑμῶν· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν."],["11","Καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ τῷ δευτέρῳ ἐν τῷ μηνὶ τῷ δευτέρῳ εἰκάδι τοῦ μηνὸς, ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς τοῦ μαρτυρίου."],["12","καὶ ἐξῇραν οἱ υἱοὶ Ἰσραὴλ σὺν ἀπαρτίαις αὐτῶν ἐν τῇ ἐρήμῳ Σινᾶ· καὶ ἔστη ἡ νεφέλη ἐν τῇ ἐρήμῳ τοῦ Φαράν."],["13","Καὶ ἐξῆραν πρῶτοι διὰ φωνῆς Κυρίου ἐν χειρὶ Μωυσῆ."],["14","Καὶ ἐξῇραν τάγμα παρεμβολῆς υἱῶν Ἰούδα πρῶτοι σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν, Ναασσὼν υἱὸς Ἀμιναδάβ."],["15","καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ἰσσάχαρ, Ναθαναὴλ υἱὸς Σωγάρ."],["16","καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ζαβουλὼν, Ἐλιὰβ, υἱὸς Χαιλών."],["17","Καὶ καθελοῦσι τὴν σκηνὴν, καὶ ἐξαροῦσιν οἱ υἱοὶ Γεδσὼν, καὶ οἱ υἱοὶ Μεραρὶ, οἱ αἴροντες τὴν σκηνήν."],["18","Καὶ ἐξῇραν τάγμα παρεμβολῆς Ῥουβὴν σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν, Ἐλισοὺρ υἱὸς Σεδιούρ·"],["19","Καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Συμεὼν, Σαλαμιὴλ υἱὸς Σουρισαδαΐ."],["20","Καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Γὰδ, Ἐλισὰφ ὁ τοῦ Ῥαγουήλ."],["21","Καὶ ἐξαροῦσιν οἱ υἱοὶ Καὰθ αἴροντες τὰ ἅγια· καὶ στήσουσι τὴν σκηνὴν ἕως παραγένωνται."],["22","Καὶ ἐξαροῦσι τάγμα παρεμβολῆς Ἐφραὶμ σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν, Ἐλισαμὰ υἱὸς Σμιούδ."],["23","Καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Μανασσῆ, Γαμαλιὴλ ὁ τοῦ Φαδασσούρ."],["24","Καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Βενιαμὶν, Ἀβιδὰν ὁ τοῦ Γαδεωνί."],["25","Καὶ ἐξαροῦσι τάγμα παρεμβολῆς υἱῶν Δὰν, ἔσχατοι πασῶν τῶν παρεμβολῶν, σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν, Ἀχιέζερ ὁ τοῦ Ἀμισαδαΐ."],["26","Καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ἀσὴρ, Φαγεὴλ υἱὸς Ἐχράν."],["27","Καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Νεφθαλὶ, Ἀχιρὲ υἱὸς Αἰνάν."],["28","Αὗται αἱ στρατιαὶ υἱῶν Ἰσραήλ· καὶ ἐξῇραν σὺν δυνάμει αὐτῶν."],["29","Καὶ εἶπε Μωυσῆς τῷ Ὀβὰβ υἱῷ Ῥαγουὴλ τῷ Μαδιανίτῃ τῷ γαμβρῷ Μωυσῆ, ἐξαίρομεν ἡμεῖς εἰς τὸν τόπον ὃν εἶπε Κύριος, τοῦτον δώσω ὑμῖν· δεῦρο μεθʼ ἡμῶν, καὶ εὖ σε ποιήσομεν, ὅτι Κύριος ἐλάλησε καλὰ περὶ Ἰσραήλ."],["30","Καὶ εἶπε πρὸς αὐτόν, οὐ πορεύσομαι, ἀλλὰ εἰς τὴν γῆν μου, καὶ εἰς τὴν γενεάν μου."],["31","Καὶ εἶπε, μὴ ἐγκαταλίπῃς ἡμᾶς, οὗ ἕνεκεν ἦσθα μεθʼ ἡμῶν ἐν τῇ ἐρήμῳ, καὶ ἔσῃ ἐν ἡμῖν πρεσβύτης."],["32","Καὶ ἔσται ἐὰν πορευθῇς μεθʼ ἡμῶν, καὶ ἔσται τὰ ἀγαθὰ ἐκεῖνα ὅσα ἂν ἀγαθοποιήσῃ Κύριος ἡμᾶς, καὶ εὖ σε ποιήσομεν."],["33","Καὶ ἐξῇραν ἐκ τοῦ ὄρους Κυρίου ὁδὸν τριῶν ἡμερῶν· καὶ ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου προεπορεύετο προτέρα αὐτῶν ὁδὸν τριῶν ἡμερῶν κατασκέψασθαι αὐτοῖς ἀνάπαυσιν."],["34","Καὶ ἐγένετο ἐν τῷ ἐξαίρειν τὴν κιβωτὸν, καὶ εἶπε Μωυσῆς, ἐξεγέρθητι Κύριε, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροί σου, φυγέτωσαν πάντες οἱ μισοῦντές σε."],["35","Καὶ ἐν τῇ καταπαύσει εἶπεν, ἐπίστρεφε Κύριε χιλιάδας μυριάδας ἐν τῷ Ἰσραήλ."],["36","Καὶ ἡ νεφέλη ἐγένετο σκιάζουσα ἐπʼ αὐτοῖς ἡμέρας, ἐν τῷ ἐξαίρειν αὐτοὺς ἐκ τῆς παρεμβολῆς."]],[["1","Καὶ ἦν ὁ λαὸς γογγύζων πονηρὰ ἔναντι Κυρίου· καὶ ἤκουσε Κύριος, καὶ ἐθυμώθη ὀργῇ· καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου, καὶ κατέφαγε μέρος τι τῆς παρεμβολῆς."],["2","Καὶ ἐκέκραξεν ὁ λαὸς πρὸς Μωυσῆν· καὶ ηὔξατο Μωυσῆς πρὸς Κύριον, καὶ ἐκόπασε τὸ πῦρ."],["3","Καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Ἐμπυρισμός· ὅτι ἐξεκαύθη ἐν αὐτοῖς παρὰ Κυρίου."],["4","Καὶ ὁ ἐπίμικτος ὁ ἐν αὐτοῖς ἐπεθύμησεν ἐπιθυμίαν· καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ἰσραὴλ, καὶ εἶπαν, τίς ἡμᾶς ψωμιεῖ κρέα;"],["5","Ἐμνήσθημεν τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεὰν. καὶ τοὺς σικύας, καὶ τοὺς πέπονας, καὶ τὰ πράσα, καὶ τὰ κρόμμυα, καὶ τὰ σκόρδα."],["6","Νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος· οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν."],["7","Τὸ δὲ μάννα ὡσεὶ σπέρμα κορίου ἐστὶ, καὶ τὸ εἶδος αὐτοῦ εἶδος κρυστάλλου."],["8","Καὶ διεπορεύετο ὁ λαὸς, καὶ συνέλεγον, καὶ ἤληθον αὐτὸ ἐν τῷ μύλῳ, καὶ ἔτριβον ἐν τῇ θυΐᾳ, καὶ ἥψουν αὐτὸ ἐν τῇ χύτρᾳ, καὶ ἐποίουν αὐτὸ ἐνκρυφίας· καὶ ἦν ἡ ἡδονὴ αὐτοῦ ὡσεὶ γεῦμα ἐγκρὶς ἐξ ἐλαίου."],["9","Καὶ ὅταν κατέβη ἡ δρόσος ἐπὶ τὴν παρεμβολὴν νυκτὸς, κατέβαινε τὸ μάννα ἐπʼ αὐτῆς."],["10","Καὶ ἤκουσε Μωυσῆς κλαίοντων αὐτῶν κατά δήμους αὐτῶν, ἕκαστον ἐπὶ τῆς θύρας αὐτοῦ· καὶ ἐθυμώθη ὀργῇ Κύριος σφόδρα· καὶ ἔναντι Μωυσῆ ἦν πονηρόν."],["11","Καὶ εἶπε Μωυσῆς πρὸς Κύριον, ἱνατί ἐκάκωσας τὸν θεράποντά σου, καὶ διατί οὐχ εὕρηκα χάριν ἐναντίον σου, ἐπιθεῖναι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπʼ ἐμέ;"],["12","Μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν τοῦτον, ἢ ἐγὼ ἔτεκον αὐτούς; ὅτι λέγεις μοι, λάβε αὐτὸν εἰς τὸν κόλπον σου, ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα, εἰς τὴν γῆν ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν;"],["13","Πόθεν μοι κρέα, δοῦναι παντὶ τῷ λαῷ τούτῳ; ὅτι κλαίουσιν ἐπʼ ἐμοὶ, λέγοντες, δὸς ἡμῖν κρέα, ἵνα φάγωμεν."],["14","Οὐ δυνήσομαι ἐγὼ μόνος φέρειν τὸν λαὸν τοῦτον, ὅτι βαρύτερόν μοι ἐστὶ τὸ ῥῆμα τοῦτο."],["15","Εἰ δʼ οὕτω σὺ ποιεῖς μοι, ἀπόκτεινόν με ἀναιρέσει, εἰ εὕρηκα ἔλεος παρὰ σοὶ, ἵνα μὴ ἴδω τὴν κάκωσίν μου."],["16","Καὶ εἶπε Κύριος πρὸς Μωυσῆς, συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραήλ, οὓς αὐτὸς σὺ οἶδας, ὅτι οὗτοί εἰσι πρεσβύτεροι τοῦ λαοῦ καὶ γραμματεῖς αὐτῶς· καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ στήσονται ἐκεῖ μετὰ σοῦ."],["17","Καὶ καταβήσομαι, καὶ λαλήσω ἐκεῖ μετὰ σοῦ· καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ, καὶ ἐπιθήσω ἐπʼ αὐτούς· καὶ συναντιλήψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ, καὶ οὐκ οἴσεις αὐτὸς σὺ μόνος."],["18","Καὶ τῷ λαῷ ἐρεῖς, ἁγνίσασθε εἰς αὔριον, καὶ φάγεσθε κρέα· ὅτι ἐκλαύσατε ἔναντι Κυρίου, λέγοντες, τίς ἡμᾶς ψωμιεῖ κρέα; ὅτι καλὸν ἡμῖν ἐστιν ἐν Αἰγυπτῳ· καὶ δώσει Κύριος ὑμῖν φαγεῖν κρέα, καὶ φάγεσθε κρέα."],["19","Οὐχ ἡμέραν μίαν φάγεσθε, οὐ δὲ δύο, οὐ δὲ πέντε ἡμέρας, οὐ δὲ δέκα ἡμέρας, οὐ δὲ εἴκοσι ἡμέρας,"],["20","ἕως μηνὸς ἡμερῶν φάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν· καὶ ἔσται ὑμῖν εἰς χολέραν, ὅτι ἠπειθήσατε Κυρίῳ, ὅς ἐστιν ἐν ὑμῖν, καὶ ἐκλαύσατε ἐναντίον αὐτοῦ, λέγοντες, ἱνατί ἡμῖν ἐξελθεῖν ἐξ Αἰγύπτου;"],["21","Καὶ εἶπε Μωυσῆς, ἑξακόσιαι χιλιάδες πεζῶν ὁ λαὸς, ἐν οἷς εἰμι ἐν αὐτοῖς· καὶ σὺ εἶπας, κρέα δώσω αὐτοῖς φαγεῖν, καὶ φάγονται μῆνα ἡμερῶν·"],["22","Μὴ πρόβατα καὶ βόες σφαγήσονται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς; ἢ πᾶν τὸ ὄψος τῆς θαλάσσης συναχθήσεται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς;"],["23","Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, μὴ χεὶρ Κυρίου οὐκ ἐξαρκέσει; ἤδη γνώσῃ εἰ ἐπικαταλήμψεταί σε ὁ λόγος μου ἢ οὔ."],["24","Καὶ ἐξῆλθε Μωυσῆς, καὶ ἐλάλησε πρὸς τὸν λαὸν τὰ ῥήματα Κυρίου· καὶ συνήγαγεν ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ ἔστησεν αὐτὸς κύκλῳ τῆς σκηνῆς."],["25","Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ ἐλάλησε πρὸς αὐτόν· καὶ παρείλατο ἀπὸ τοῦ πνεύματος τοῦ ἐπʼ αὐτῷ, καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους· ὡς δὲ ἐπανεπαύσατο πνεῦμα ἐπʼ αὐτοὺς, καὶ ἐπροφήτευσαν, καὶ οὐκ ἔτι προσέθεντο."],["26","Καὶ κατελείφθησαν δύο ἄνδρες ἐν τῇ παρεμβολῇ, ὄνομα τῷ ἑνὶ Ἑλδὰδ, καὶ ὄνομα τῷ δευτέρῳ Μωδάδ· καὶ ἐπανεπαύσατο ἐπʼ αὐτοὺς πνεῦμα· καὶ οὗτοι ἦσαν τῶν καταγεγραμμένων, καὶ οὐκ ἦλθον πρὸς τὴν σκηνήν· καὶ ἐπροφήτευσαν ἐν τῇ παρεμβολῇ."],["27","Καὶ προσδραμὼν ὁ νεανίσκος, ἀπήγγειλε Μωυσῇ· καὶ εἶπε, λέγων, Ἑλδὰδ καὶ Μωδὰδ προφητεύουσιν ἐν τῇ παρεμβολῇ."],["28","Καὶ ἀποκριθεὶς Ἰησοῦς ὁ τοῦ Ναυὴ, ὁ παρεστηκὼς Μωυσῇ, ὁ ἐκλεκτὸς, εἶπε, κύριε Μωυσῆ, κώλυσον αὐτούς."],["29","Καὶ εἶπε Μωυσῆς αὐτῷ, μὴ ζηλοῖς ἐμέ; καὶ τίς δῴη πάντα τὸν λαὸν Κυρίου προφήτας, ὅταν δῷ Κύριος τὸ πνεῦμα αὐτοῦ ἐπʼ αὐτούς;"],["30","Καὶ ἀπῆλθε Μωυσῆς εἰς τὴν παρεμβολὴν αὐτὸς καὶ οἱ πρεσβύτεροι Ἰσραήλ."],["31","Καὶ πνεῦμα ἐξῆλθε παρὰ Κυρίου, καὶ ἐξεπέρασεν ὀρτυγομήτραν ἀπὸ τῆς θαλάσσης· καὶ ἐπέβαλεν ἐπὶ τὴν παρεμβολὴν ὁδὸν ἡμέρας ἐντεῦθεν, καὶ ὁδὸν ἡμέρας ἐντεῦθεν, κύκλῳ τῆς παρεμβολῆς, ὡσεὶ δίπηχυ ἀπὸ τῆς γῆς."],["32","Καὶ ἀναστὰς ὁ λαὸς ὅλην τὴν ἡμέραν, καὶ ὅλην τὴν νύκτα, καὶ ὅλην τὴν ἡμέραν τὴν ἐπαύριον, καὶ συνήγαγον τὴν ὀρτυγομήτραν· ὁ τὸ ὀλίγον, συνήγαγε δέκα κόρους· καὶ ἔψυξαν ἑαυτοῖς ψυγμοὺς κύκλῳ τῆς παρεμβολῆς."],["33","Τὰ κρέα ἔτι ἦν ἐν τοῖς ὀδοῦσιν αὐτῶν πρινὴ ἐκλείπειν, καὶ Κύριος ἐθυμώθη εἰς τὸν λαὸν, καὶ ἐπάταξε Κύριος τὸν λαὸν πληγὴν μεγάλην σφόδρα."],["34","Καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Μνήματα τῆς ἐπιθυμίας· ὅτι ἐκεῖ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν."],["35","Ἀπὸ Μνημάτων ἐπιθυμίας ἐξῇρεν ὁ λαὸς εἰς Ἀσηρώθ· καὶ ἐγένετο ὁ λαὸς ἐν Ἀσηρώθ."]],[["1","Καὶ ἐλάλησε Μαριὰμ καὶ Ἀαρὼν κατὰ Μωυσῆ, ἕνεκεν τῆς γυναικὸς τῆς Αἰθιοπίσσης ἣν ἔλαβε Μωυσῆς, ὅτι γυναῖκα Αἰθιόπισσαν ἔλαβε,"],["2","καὶ εἶπαν, μὴ Μωυσῇ μόνῳ λελάληκε Κύριος; οὐχὶ καὶ ἡμῖν ἐλάλησε; καὶ ἤκουσε Κύριος."],["3","Καὶ ὁ ἄνθρωπος Μωυσῆς πραῢς σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς."],["4","Καὶ εἶπε Κύριος παραχρῆμα πρὸς Μωυσῆν καὶ Ἀαρὼν καὶ Μαριὰμ, ἐξέλθετε ὑμεῖς οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου."],["5","Καὶ ἐξῆλθον οἱ τρεῖν εἰν τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ κατέβη Κύριος ἐν στύλῳ νεφέλης, καὶ ἔστη ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐκλήθησαν Ἀαρὼν καὶ Μαριάμ· καὶ ἐξήλθοσαν ἀμφότεροι."],["6","Καὶ εἶπε πρὸς αὐτοὺς, ἀκούσατε τῶν λόγων μου· ἐὰν γένηται προφήτης ὑμῶν Κυρίῳ, ἐν ὁράματι αὐτῷ γυωσθήσομαι, καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ."],["7","Οὐχ οὕτως ὁ θεράπων μου Μωυσῆς, ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστι·"],["8","Στόμα κατὰ στόμα λαλήσω αὐτῶ, ἐν εἴδει, καὶ οὐ διʼ αἰνιγμάτων, καὶ τὴν δόξαν Κυρίου εἶδε· καὶ διατί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωυσῆ;"],["9","Καὶ ὀργὴ θυμοῦ Κυρίου ἐπʼ αὐτοῖς, καὶ ἀπῆλθε."],["10","Καὶ ἡ νεφέλη ἀπέστη ἀπὸ τῆς σκηνῆς· καὶ ἰδοὺ Μαριὰμ λεπρῶσα ὡσεὶ χιών· καὶ ἐπέβλεψεν Ἀαρὼν ἐπὶ Μαριὰμ, καὶ ἰδοὺ λεπρῶσα."],["11","Καὶ εἶπεν Ἀαρὼν πρὸς Μωυσῆν, δέομαι κύριε, μὴ συνεπιθῇ ἡμῖν ἁμαρτίαν, διότι ἠγνοήσαμεν καθʼ ὅτι ἡμάρτομεν·"],["12","Μὴ γένηται ὡσεὶ ἶσον θανάτῳ, ὡσεὶ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς, καὶ κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς."],["13","Καὶ ἐβόησε Μωυσῆς πρὸς Κύριον, λέγων, ὁ Θεὸς δέομαί σου, ἴασαι αὐτήν."],["14","Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας; ἀφορισθήτω ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβολῆς, καὶ μετὰ ταῦτα εἰσελεύσεται."],["15","Καὶ ἀφωρίσθη Μαριὰμ ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας· καὶ ὁ λαὸς οὐκ ἐξῇρεν, ἕως ἐκαθαρίσθη Μαριάμ."],["16","Καὶ μετὰ ταῦτα ἐξῇρεν ὁ λαὸς ἐξ Ἀσηρὼθ, καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ τοῦ Φαράν."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, ἀπόστειλον σεαυτῷ ἄνδρας,"],["2","καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ εἰς κατάσχεσιν· ἄνδρα ἕνα κατὰ φυλήν, κατὰ δήμους πατριῶν αὐτῶν ἀποστελεῖς αὐτοὺς, πάντα ἀρχηγὸν ἐξ αὐτῶν."],["3","Καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυσῆς ἐκ τῆς ἐρήμου Φαρὰν διὰ φωνῆς Κυρίου· πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ἰσραὴλ οὗτοι."],["4","Καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· τῆς φυλῆς Ῥουβὴν, Σαμουὴλ υἱὸς Ζαχούρ."],["5","Τῆς φυλῆς Συμεὼν, Σαφὰτ υἱὸς Σουρί."],["6","Τῆς φυλῆς Ἰούδα, Χάλεβ υἱὸς Ἰεφοννή."],["7","Τῆς φυλῆς Ἰσσάχαρ, Ἰλαὰλ υἱὸς Ἰωσήφ."],["8","Τῆς φυλῆς Ἐφραὶμ, Αὐσὴ υἱὸς Ναυή."],["9","Τῆς φυλῆς Βενιαμὶν, Φαλτὶ υἱὸς Ῥαφοῦ."],["10","Τῆς φυλῆς Ζαβουλὼν, Γουδιὴλ υἱὸς Σουδί."],["11","Τῆς φυλῆς Ἰωσὴφ τῶν υἱῶν Μανασσῆ, Γαδδὶ υἱὸς Σουσί."],["12","Τῆς φυλῆς Δὰν, Ἀμιὴλ υἱὸς Γαμαλί."],["13","Τῆς φυλῆς Ἀσὴρ, Σαθοὺρ υἱὸς Μιχαήλ."],["14","Τῆς φυλῆς Νεφθαλὶ, Ναβὶ υἱὸς Σαβί."],["15","Τῆς φυλῆς Γὰδ, Γουδιὴλ υἱὸς Μακχί."],["16","Ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλε Μωυσῆς κατασκέψασθαι τὴν γῆν· καὶ ἐπωνόμασε Μωυσῆς τὸν Αὐσὴ υἱὸν Ναυὴ, Ἰησοῦν."],["17","Καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς κατασκέψασθαι τὴν γῆν Χαναὰν, καὶ εἶπε πρὸς αὐτοὺς, ἀνάβητε ταύτῃ τῇ ἐρήμῳ, καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος,"],["18","καὶ ὄψεσθε τὴν γῆν τίς ἐστι, καὶ τὸν λαὸν τὸν ἐγκαθήμενον ἐπʼ αὐτῆς, εἰ ἰσχυρός ἐστιν ἢ ἀσθενὴς, ἢ ὀλίγοι εἰσὶν ἢ πολλοί."],["19","Καὶ τίς ἡ γῆ εἰς ἣν οὗτοι ἐγκάθηνται ἐπʼ αὐτῆς, ἢ καλή ἐστιν ἢ πονηρά· καὶ τίνες αἱ πόλεις ἃς οὗτοι κατοικοῦσιν ἐν αὐταῖς, εἰ ἐν τειχήρεσιν ἢ ἐν ἀτειχίστοις."],["20","Καὶ τίς ἡ γῆ, ἢ πίων ἢ παρειμένη· εἰ ἔστιν ἐν αὐτῇ δένδρα, ἢ οὔ· καὶ προσκαρτερήσαντες λήψεσθε ἀπὸ τῶν καρπῶν τῆς γῆς. καὶ αἱ ἡμέραι, ἡμέραι ἔαρος, πρόδρομοι σταφυλῆς."],["21","Καὶ ἀναβάντες κατεσκέψαντο τὴν γῆν ἀπὸ τῆς ἐρήμου Σὶν ἕως Ῥοὸβ, εἰσπορευομένων Αἰμάθ."],["22","Καὶ ἀνέβησαν κατὰ τὴν ἔρημον, καὶ ἀπῆλθον ἕως Χεβρὼν, καὶ ἐκεῖ Ἀχιμὰν, καὶ Σεσσὶ, καὶ Θελαμὶ, γενεαὶ Ἐνάχ· καὶ Χεβρὼν ἐπτὰ ἔτεσιν ᾠκοδομήθη πρὸ τοῦ Τανὶν Αἰγύπτου."],["23","Καὶ ἤλθοσαν ἕως φάραγγος βότρυος, καὶ κατεσκέψαντο αὐτήν· καὶ ἔκοψαν ἐκεῖθεν κλῆμα καὶ βότρυν σταφυλῆς ἕνα ἐπʼ αὐτοῦ, καὶ ᾖραν αὐτὸν ἐπʼ ἀναφορεύσι, καὶ ἀπὸ τῶν ῥοῶν, καὶ ἀπὸ τῶν συκῶν."],["24","Καὶ τὸν τόπον ἐκεῖνον ἐπωνόμασαν Φάραγξ βότρυος, διὰ τὸν βότρυν, ὃν ἔκοψαν ἐκεῖθεν οἱ υἱοὶ Ἰσραήλ."],["25","Καὶ ἀπέστρεψαν ἐκεῖθεν κατασκεψάμενοι τὴν γῆν μετὰ τεσσαράκοντα ἡμέρας."],["26","Καὶ πορευθέντες ἦλθον πρὸς Μωυσῆν καὶ Ἀαρὼν καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ, εἰς τὴν ἔρημον Φαρὰν Κάδης· καὶ ἀπεκρίθησαν αὐτοῖς ῥῆμα καὶ πάσῃ συναγωγῇ, καὶ ἔδειξαν τὸν καρπὸν τῆς γῆς,"],["27","καὶ διηγήσαντο αὐτῷ, καὶ εἶπαν, ἤλθαμεν εἰς τὴν γῆν εἰς ἣν ἀπέστειλας ἡμᾶς, γῆν ῥέουσαν γάλα καὶ μέλι· καὶ οὗτος ὁ καρπὸς αὐτῆς."],["28","Ἀλλʼ ἢ ὅτι θρασὺ τὸ ἔθνος τὸ κατοικοῦν ἐπʼ αὐτῆς, καὶ πόλεις ὀχυραὶ τετειχισμέναι μεγάλαι σφόδρα· καὶ τὴν γενεὰν Ἐνὰχ ἑωράκαμεν ἐκεῖ."],["29","Καὶ Ἀμαλὴκ κατοικεῖ ἐν τῇ γῇ τῇ πρὸς Νότον· καὶ ὁ Χετταῖος, καὶ ὁ Εὐαῖος, καὶ ὁ Ἰεβουσαῖος, καὶ ὁ Ἀμοῤῥαῖος κατοικεῖ ἐν τῇ ὀρεινῇ· καὶ ὁ Χαναναῖος κατοικεῖ παρὰ θάλασσαν, καὶ παρὰ τὸν Ἰορδάνην ποταμόν."],["30","Καὶ κατεσιώπησε Χάλεβ τὸν λαὸν πρὸς Μωυσῆν, καὶ εἶπεν αὐτῷ, οὐχὶ, ἀλλὰ ἀναβάντες ἀναβησόμεθα, καὶ κατακληρονομήσομεν αὐτὴν, ὅτι δυνατοὶ δυνησόμεθα πρὸς αὐτούς."],["31","Καὶ οἱ ἄνθρωποι οἱ συναναβάντες μετʼ αὐτοῦ, εἶπαν, οὐκ ἀναβαίνομεν, ὅτι οὐ μὴ δυνώμεθα ἀναβῆναι πρὸς τὸ ἔθνος, ὅτι ἰσχυρότερον ἡμῶν ἐστι μᾶλλον."],["32","Καὶ ἐξήνεγκαν ἔκστασιν τῆς γῆς ἣν κατεσκέψαντο αὐτὴν πρὸς τοὺς υἱοὺς Ἰσραὴλ, λέγοντες, τὴν γῆς ἣν παρήλθομεν αὐτὴν κατασκέψασθαι, γῆ κατέσθουσα τοὺς κατοικοῦντας ἐπʼ αὐτῆς ἐστι· καὶ πᾶς ὁ λαὸς ὃν ἑωράκαμεν ἐν αὐτῇ, ἄνδρες ὑπερμήκεις."],["33","Καὶ ἐκεῖ ἑωράκαμεν τοὺς γίγαντας, καὶ ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες· ἀλλὰ καὶ οὕτως ἦμεν ἐνώπιον αὐτῶν."]],[["1","Καὶ ἀναλαβοῦσα πᾶσα ἡ συναγωγὴ, ἐνέδωκε φωνήν· καὶ ἔκλαιεν ὁ λαὸς ὅλην τὴν νύκτα ἐκείνην."],["2","Καὶ διεγόγγυζον ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν πάντες οἱ υἱοὶ Ἰσραήλ· καὶ εἶπαν πρὸς αὐτοὺς πᾶσα ἡ συναγωγὴ,"],["3","Ὄφελον ἀπεθάνομεν ἐν γῇ Αἰγύπτῳ, ἢ ἐν τῇ ἐρήμῳ ταύτῃ, εἰ ἀπεθάνομεν· καὶ ἱνατί Κύριος εἰσάγει ἡμᾶς εἰς τὴν γῆν ταύτην πεσεῖν ἐν πολέμῳ; αἱ γυναῖκες ἡμῶν καὶ τὰ παιδία ἔσονται εἰς διαρπαγήν· νῦν οὖν βέλτιόν ἐστιν ἀποστραφῆναι εἰς Αἴγυπτον."],["4","Καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ, δῶμεν ἀρχηγὸν, καὶ ἀποστρέψωμεν εἰς Αἴγυπτον."],["5","Καὶ ἔπεσε Μωυσῆς καὶ Ἀαρὼν ἐπὶ πρόσωπον ἐναντίον πάσης συναγωγῆς υἱῶν Ἰσραήλ."],["6","Ἰησοῦς δὲ ὁ τοῦ Ναυὴ, καὶ Χάλεβ ὁ τοῦ Ἰεφοννὴ τῶν κατασκεψαμένων τὴν γῆν, διέῤῥηξαν τὰ ἱμάτια αὐτῶν,"],["7","καὶ εἶπαν πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ, λέγοντες, ἡ γῆ ἣν κατεσκεψάμεθα αὐτὴν, ἀγαθή ἐστι σφόδρα σφόδρα."],["8","Εἰ αἱρετίζει ἡμᾶς Κύριος, εἰσάξει ἡμᾶς εἰς τὴν γῆν ταύτην, καὶ δώσει αὐτὴν ἡμῖν· γῆ ἥτις ἐστὶ ῥέουσα γάλα καὶ μέλι."],["9","Ἀλλὰ ἀπὸ τοῦ Κυρίου μὴ ἀποστάται γίνεσθε· ὑμεῖς δὲ μὴ φοβηθῆτε τὸν λαὸν τῆς γῆς, ὅτι κατάβρωμα ὑμῖν ἐστιν· ἀφέστηκε γὰρ ὁ καιρὸς ἀπʼ αὐτῶν· ὁ δὲ Κύριος ἐν ἡμῖν· μὴ φοβηθήτε αὐτούς."],["10","Καὶ εἶπε πᾶσα ἡ συναγωγὴ καταλιθοβολῆσαι αὐτοὺς ἐν λίθοις· καὶ ἡ δόξα Κυρίου ὤφθη ἐν τῇ νεφέλῃ ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου πᾶσι τοῖς υἱοῖς Ἰσραήλ."],["11","Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, ἕως τίνος παροξύνει με ὁ λαὸς οὗτος; καὶ ἕως τίνος οὐ πιστεύουσί μοι ἐπὶ πᾶσι τοῖς σημείοις, οἷς ἐποίησα ἐν αὐτοῖς;"],["12","Πατάξω αὐτοὺς θανάτῳ, καὶ ἀπολῶ αὐτούς· καὶ ποιήσω σε καὶ τὸν οἶκον τοῦ πατρός σου εἰς ἔθνος μέγα, καὶ πολὺ μᾶλλον ἢ τοῦτο."],["13","Καὶ εἶπε Μωυσῆς πρὸς Κύριον, καὶ ἀκούσεται Αἴγυπτος, ὅτι ἀνήγαγες τῇ ἰσχύϊ σου τὸν λαὸν τοῦτον ἐξ αὐτῶν."],["14","Ἀλλὰ καὶ πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς ταύτης ἀκηκόασιν, ὅτι σὺ εἶ Κύριος ἐν τῷ λαῷ τούτῷ, ὅστις ὀφθαλμοῖς κατʼ ὀφθαλμοὺς ὀπτάζῃ Κύριε, καὶ ἡ νεφέλη σου ἐφέστηκεν ἐπʼ αὐτῶν, καὶ ἐν στύλῳ νεφέλης σὺ πορεύῃ πρότερος αὐτῶν τὴν ἡμέραν, καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα."],["15","Καὶ ἐκτρίψεις τὸν λαὸν τοῦτον ὡσεὶ ἄνθρωπον ἕνα· καὶ ἐροῦσι τὰ ἔθνη ὅσοι ἀκηκόασι τὸ ὄνομά σου, λέγοντες,"],["16","παρὰ τὸ μὴ δύνασθαι Κύριον εἰσαγαγεῖν τὸν λαὸν τοῦτον εἰς τὴν γῆν ἣν ὤμοσεν αὐτοῖς, κατέστρωσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ."],["17","Καὶ νῦν ὑψωθήτω ἡ ἰσχύς σου Κύριε, ὃν τρόπον εἶπας, λέγων,"],["18","Κύριος μακρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινὸς, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς."],["19","Ἄφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ κατὰ τὸ μέγα ἔλεός σου, καθάπερ ἵλεως ἐγένου αὐτοῖς ἀπʼ Αἰγύπτου ἕως τοῦ νῦν."],["20","Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, ἵλεως αὐτοῖς εἰμι κατὰ τὸ ῥῆμά σου."],["21","Ἀλλὰ ζῶ ἐγὼ καὶ ζῶν τὸ ὄνομά μου, καὶ ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν γῆν."],["22","Ὅτι πάντες οἱ ἄνδρες οἱ ὁρώντες τὴν δόξαν μου, καὶ τὰ σημεῖα ἃ ἐποίησα ἐν Αἰγύπτῳ, καὶ ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασάν με τοῦτο δέκατον, καὶ οὐκ εἰσήκουσαν τῆς φωνῆς μου,"],["23","ἦ μὴν οὐκ ὄψονται τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν· ἀλλʼ ἢ τὰ τέκνα αὐτῶν ἅ ἐστι μετʼ ἐμοῦ ὧδε, ὅσοι οὐκ οἴδασιν ἀγαθὸν οὐδὲ κακὸν, πᾶς νεώτερος ἄπειρος, τούτοις δώσω τὴν γῆν· πάντες δὲ οἱ παροξύναντές με, οὐκ ὄψονται αὐτήν."],["24","Ὁ δὲ παῖς μου Χάλεβ, ὅτι πνεῦμα ἕτερον ἐν αὐτῷ, καὶ ἐπηκολούθησέ μοι, εἰσάξω αὐτὸν εἰς τὴν γῆν εἰς ἣν εἰσῆλθεν ἐκεῖ, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει αὐτήν."],["25","Ὁ δὲ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος κατοικοῦσιν ἐν τῇ κοιλάδι· αὔριον ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς εἰς τὴν ἔρημον, ὁδὸν θάλασσαν ἐρυθρᾶν."],["26","Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, λέγων,"],["27","ἕως τίνος τὴν συναγωγὴν τὴν πονηρὰν ταύτην; ἅ αὐτοὶ γογγύζουσιν ἐναντίον μου, τὴν γόγγυσιν τῶν υἱῶν Ἰσραὴλ, ἣν ἐγόγγυσαν περὶ ὑμῶν, ἀκήκοα."],["28","Εἶπον αὐτοῖς, ζῶ ἐγὼ, λέγει Κύριος· ἦ μὴν ὃν τρόπον λελαλήκατε εἰς τὰ ὦτά μου, οὕτω ποιήσω ὑμῖν."],["29","Ἐν τῇ ἐρήμῳ ταύτῃ πεσεῖται τὰ κῶλα ὑμῶν· καὶ πᾶσα ἡ ἐπισκοπὴ ὑμῶν, καὶ οἱ κατηριθμημένοι ὑμῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὅσοι ἐγόγγυσαν ἐπʼ ἐμοί·"],["30","εἰ ὑμεῖς εἰσελεύσεσθε εἰς τὴν γῆν ἐφʼ ἣν ἐξέτεινα τὴν χεῖρά μου κατασκηνῶσαι ὑμᾶς ἐπʼ αὐτῆς· ἀλλʼ ἢ Χάλεβ υἱὸς Ἰεφοννὴ, καὶ Ἰησοῦς ὁ τοῦ Ναυὴ."],["31","Καὶ τὰ παιδία, ἃ εἴπατε ἐν διαρπαγῇ ἔσεσθαι, εἰσάξω αὐτοὺς εἰς τὴν γῆν· καὶ κληρονομήσουσι τὴν γῆν, ἣν ὑμεῖς ἁπέστητε ἀπʼ αὐτῆς."],["32","Καὶ τὰ κῶλα ὑμῶν πεσεῖται ἐν τῇ ἐρήμῳ ταύτῃ."],["33","Οἱ δὲ υἱοὶ ὑμῶν ἔσονται νεμόμενοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη· καὶ ἀνοίσουσι τὴν πορνείαν ὑμῶν, ἕως ἂν ἀναλωθῇ τὰ κῶλα ὑμῶν ἐν τῇ ἐρήμῳ,"],["34","κατὰ τὸν ἀριθμὸν τῶν ἡμερῶν ὅσας κατεσκέψασθε τὴν γῆν, τεσσαράκοντα ἡμέρας, ἡμέραν τοῦ ἐνιαυτοῦ, λήμψεσθε τὰς ἁμαρτίας ὑμῶν τεσσαράκοντα ἔτη· καὶ γνώσεσθε τὸν θυμὸν τῆς ὀργῆς μου."],["35","Ἐγὼ Κύριος ἐλάλησα, ἦ μὴν οὕτω ποιήσω τῇ συναγωγῇ τῇ πονηρᾷ ταύτῃ, τῇ ἐπισυνισταμένῃ ἐπʼ ἐμέ· ἐν τῇ ἐρήμῳ ταύτη ἐξαναλωθήσονται, καὶ ἐκεῖ ἀποθανοῦνται."],["36","Καὶ οἱ ἄνθρωποι, οὓς ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν γῆν, καὶ παραγενηθέντες διεγόγγυσαν κατʼ αὐτῆς πρὸς τὴν συναγωγὴν ἐξενέγκαι ῥήματα πονηρὰ περὶ τῆς γῆς,"],["37","καὶ ἀπέθανον οἱ ἄνθρωποι οἱ κατείπαντες πονηρὰ κατὰ τῆς γῆς ἐν τῇ πληγῇ ἔναντι Κυρίου."],["38","Καὶ Ἰησοῦς υἱὸς Ναυὴ καὶ Χάλεβ υἱὸς Ἰεφοννὴ ἔζησαν ἀπὸ τῶν ἀνθρώπων ἐκείνων τῶν πεπορευμένων κατασκέψασθαι τὴν γῆν."],["39","Καὶ ἐλάλησε Μωυσῆς τὰ ῥήματα ταῦτα πρὸς πάντας υἱοὺς Ἰσραήλ· καὶ ἐπενθησεν ὁ λαὸς σφόδρα."],["40","Καὶ ὀρθρίσαντες τοπρωῒ ἀνέβησαν εἰς τὴν κορυφὴν τοῦ ὄρους, λέγοντες, ἰδοὺ, οἵδε ἡμεῖς ἀναβησόμεθα εἰς τὸν τόπον ὃν εἶπε Κύριος, ὅτι ἡμάρτομεν."],["41","Καὶ εἶπε Μωυσῆς, ἱνατί ὑμεῖς παραβαίνετε τὸ ῥῆμα Κυρίου; οὐκ εὔοδα ἔσται ὑμῖν."],["42","Μὴ ἀναβαίνετε, οὐ γάρ ἐστι Κύριος μεθʼ ὑμῶν· καὶ πεσεῖσθε πρὸ προσώπου τῶν ἐχθρῶν ὑμῶν."],["43","Ὅτι ὁ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος ἐκεῖ ἔμπροσθεν ὑμῶν, καὶ πεσεῖσθε μαχαίρᾳ, οὗ εἵνεκεν ἀπεστράφητε ἀπειθοῦντες Κυρίῳ, καὶ οὐκ ἔσται Κύριος ἐν ὑμῖν."],["44","Καὶ διαβιασάμενοι, ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους· ἡ δὲ κιβωτὸς τῆς διαθήκης Κυρίου καὶ Μωυσῆς οὐκ ἐκινήθησαν ἐκ τῆς παρεμβολῆς."],["45","Καὶ κατέβη ὁ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος ὁ ἐνκαθήμενος ἐν τῷ ὄρει ἐκείνῳ, καὶ ἐτρέψαντο αὐτοὺς, καὶ κατέκοψαν αὐτοὺς ἕως Ἑρμάν· καὶ ἀπεστράφησαν εἰς τὴν παρεμβολήν."]],[["1","Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, λέγων, λάλησον τοῖς ὑοῖς Ἰσραὴλ,"],["2","καὶ ἐρεῖς πρὸς αὐτούς, ὅταν εἰσέλθητε εἰς τὴν γῆν τῆς κατοικήσεως ὑμῶν, ἣν ἐγὼ δίδωμι ὑμῖν,"],["3","καὶ ποιήσεις ὁλοκαυτώματα Κυρίῳ, ὁλοκάρπωμα ἢ θυσίαν, μεγαλῦναι εὐχὴν, ἢ καθʼ ἑκούσιον, ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν ποιῆσαι ὀσμὴν εὐωδίας τῷ Κυρίῳ, εἰ μὲν ἀπὸ τῶν βοῶν ἢ ἀπὸ τῶν προβάτων."],["4","Καὶ προσοίσει ὁ προσφέρων τὸ δῶρον αὐτοῦ Κυρίῳ, θυσίαν σεμιδάλεως δέκατον τοῦ οἰφί ἀναπεποιημένης ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ἴν."],["5","Καὶ οἶνον εἰς σπονδὴν τὸ τέταρτον τοῦ ἴν ποιήσετε ἐπὶ τῆς ὁλοκαυτώσεως, ἢ ἐπὶ τῆς θυσίας· τῷ ἀμνῷ τῷ ἑνὶ ποιήσεις τοσοῦτο, κάρπωμα ὀσμὴν εὐωδίας τῷ Κυρίῳ."],["6","Καὶ τῷ κριῷ, ὅταν ποιῆτε αὐτὸν εἰς ὁλοκαύτωμα ἢ εἰς θυσίαν, ποιήσεις θυσίαν σεμιδάλεως δύο δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ τὸ τρίτον τοῦ ἴν·"],["7","Καὶ οἶνον εἰς σπονδὴν τὸ τρίτον τοῦ ἴν προσοίσετε εἰς ὀσμὴν εὐωδίς Κυρίῳ."],["8","Ἐὰν δὲ ποιῆτε ἀπὸ τῶν βοῶν εἰς ὁλοκαύτωσιν ἤ εἰς θυσίαν μεγαλῦναι εὐχὴν, ἢ εἰς σωτήριον Κυρίῳ,"],["9","καὶ προσοίσει ἐπὶ τοῦ μόσχου θυσίαν σεμιδάλεως τρία δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ ἥμισυ τοῦ ἴν."],["10","Καὶ οἶνον εἰς σπονδὴν τὸ ἥμιου τοῦ ἴν, κάρπωμα ὀσμὴν εὐωδίας Κυρίῳ."],["11","Οὕτω ποιήσεις τῷ μόσχῳ τῷ ἑνὶ, ἢ τῷ κριῷ τῷ ἑνὶ, ἢ τῷ ἀμνῷ τῷ ἑνὶ ἐκ τῶν προβάτων ἢ ἐκ τῶν αἰγῶν·"],["12","Κατὰ τὸν ἀριθμὸν ὧν ἐὰν ποιήσντε, οὕτως ποιήσετε τῷ ἑνὶ, κατὰ τὸν ἀριθμὸν αὐτῶν."],["13","Πᾶς ὁ αὐτόχθων ποιήσει οὕτως τοιαῦτα προσενέγκαι καρπώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ."],["14","Ἐὰν δὲ προσήλυτος ἐν ὑμῖν προσγένηται ἐν τῇ γῇ ὑμῶν, ἢ ὂς ἂν γένηται ἐν ὑμῖν ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει κάρπωμα ὀσμὴν εὐωδίας Κυρίῳ, ὃν τρόπον ποιεῖτε ὑμεῖς, οὕτω ποιήσει ἡ συναγωγὴ Κυρίῳ."],["15","Νόμος εἷς ἔσται ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς προσκειμένοις ἐν ὑμῖν, νὀμος αἰώνιος εἰς τὰς γενεὰς ὑμῶν· ὡς ὑμεῖς, καὶ ὁ προσήλυτος ἔσται ἔναντι Κυρίου."],["16","Νόμος εἷς ἔσται καὶ δικαίωμα ἓν ἔσται ὑμῖν καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν ὑμῖν."],["17","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["18","λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἐν τῷ εἰσπορεύεσθαι ὑμᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ,"],["19","καὶ ἔσται ὅταν ἔσθητε ὑμεῖς ἀπὸ τῶν ἄρτων τῆς γῆς, ἀφελεῖτε ἀφαίρεμα ἀφόρισμα Κυρίῳ, ἀπαρχὴν φυράματον ὑμῶν."],["20","Ἄρτον ἀφοριεῖτε ἀφαίρεμα αὐτό· ὡς ἀφαίρεμα ἀπὸ ἅλω, οὕτως ἀφελεῖτε αὐτὸν,"],["21","ἀπαρχὴν φυράματος ὑμῶν, καὶ δώσετε Κυρίῳ ἀφαίρεμα εἰς τὰς γενεὰς ὑμῶν."],["22","Ὅταν δὲ διαμάρτητε καὶ μὴ ποιήσητε πάσας τὰς ἐντολὰς ταύτας, ἅς ἐλάλησε Κύριος πρὸς Μωυσῆν,"],["23","καθὰ συνέταξε Κύριος πρὸς ὑμᾶς ἐν χειρὶ Μωυσῆ, ἀπὸ τῆς ἡμέρας ᾗ συνέταξε Κύριος πρὸς ὑμᾶς καὶ ἐπέκεινα εἰς τὰς γενεὰς ὑμῶν,"],["24","καὶ ἔσται ἐὰν ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς γενηθῇ ἀκουσίως, καὶ ποιήσει πᾶσα ἡ συναγωγὴ μόσχον ἕνα ἐκ βοῶν ἄμωμον εἰς ὁλοκαύτωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, καὶ θυσίαν τούτου καὶ σπονδὴν αὐτοῦ κατὰ τὴν σύνταξιν, καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας."],["25","Καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ πάσης συναγωγῆς υἱῶν Ἰσραὴλ, καὶ ἀφεθήσεται αὐτοῖς, ὅτι ἀκούσιόν ἐστι· καὶ αὐτοὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν κάρπωμα Κυρίῳ περὶ τῆς ἁμαρτίας αὐτῶν ἔνατι Κυρίου, περὶ τῶν ἀκουσίων αὐτῶν."],["26","Καὶ ἀφεθήσεται κατὰ πᾶσαν συναγωγην υἱῶν Ἰσραὴλ, καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ πρὸς ὑμᾶς, ὅτι παντὶ τῷ λαῷ ἀκούσιον."],["27","Ἐάν τε ψυχὴ μία ἁμάρτῃ ἀκουσίως, προσάξει αἶγα μίαν ἐνιαυσίαν περὶ ἁμαρτίας."],["28","Καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τῆς ψυχῆς τῆς ἀκουσιασθείσης, καὶ ἁμαρτούσης ἀκουσίως ἔναντι Κυρίου, ἐξιλάσασθαι περὶ αὐτοῦ."],["29","Τῷ ἐγχωρίῳ ἐν υἱοῖς Ἰσραὴλ, καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς νόμος εἷς ἔσται αὐτοῖς, ὃς ἐὰν ποιήσῃ ἀκουσίως."],["30","Καὶ ψυχὴ ἥτις ποιήσῃ ἐν χειρὶ ὑπερηφανίας ἀπὸ τῶν αὐτοχθόνων ἢ ἀπὸ τῶν προσηλύτων, τὸν Θεὸν οὗτος παροξυνεῖ, ἐξόλοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς,"],["31","ὅτι τὸ ῥῆμα Κυρίου ἐφαύλισε, καὶ τὰς ἐντολὰς αὐτοῦ διεσκέδασεν· ἐκτρίψει ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη, ἡ ἁμαρτία αὐτῆς ἐν αὐτῇ."],["32","Καὶ ἦσαν οἱ υἱοὶ Ἰσραὴλ ἑν τῇ ἐρήμῳ, καὶ εὗρον ἄνδρα συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων."],["33","Καὶ προσήγαγον αὐτὸν οἱ εὐρόντες συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων πρὸς Μωυσῆν καὶ Ἀαρὼν, καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ."],["34","Καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακὴν, οὐ γὰρ συνέκριναν τί ποιήσωσιν αὐτόν."],["35","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, θανάτῳ θανατούσθω ὁ ἄνθρωπος· λιθοβολήσατε αὐτὸν λίθοις πᾶσα ἡ συναγωγή."],["36","Καὶ ἐξήγαγον αὐτὸν πᾶσα ἡ συναγωγὴ ἔξω τῆς παρεμβολῆς· καὶ ἐλιθοβόλησεν αὐτὸν πᾶσα ἡ συναγωγὴ λίθοις ἔξω τῆς παρεμβολῆς, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ."],["37","Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["38","λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, καὶ ποιησάτωσαν ἐαυτοῖς κράσπεδα ἐπὶ τὰ πτερύγια τῶν ἱματίων αὐτῶν εἰς τὰς γενεὰς αὐτῶν· καὶ ἐπιθήσετε ἐπὶ τὰ κράσπεδα τῶν πτερυγίων κλῶσμα ὑακίνθινον."],["39","Καὶ ἔσται ὑμῖν ἐν τοῖς κρασπέδοις, καὶ ὄψεσθε αὐτά· καὶ μνησθήσεσθε πασῶν τῶν ἐντολῶν Κυρίου, καὶ ποιήσετε αὐτάς· καὶ οὐ διαστραφήσεσθε ὀπίσω τῶν διανοιῶν ὑμῶν, καὶ τῶν ὀφθαλμῶν ἐν οἷς ὑμεῖς ἐκπορνεύετε ὀπίσω αὐτῶν, ὅπως ἂν μνησθῆτε καὶ ποιήσητε πάσας τὰς ἐντολάς μου,"],["40","καὶ ἔσεσθε ἅγιοι τῷ Θεῷ ὑμῶν."],["41","Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, εἶναι ὑμῶν Θεός· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν."]],[["1","Καὶ ἐλάλησε Κορὲ υἱὸς Ἰσαὰρ υἱοῦ Καὰθ υἱοῦ Λευί, καὶ Δαθὰν καὶ Ἀβειρὼν υἱοὶ Ἐλιάβ, καὶ Αὒν υἱὸς Φαλὲθ υἱοῦ Ῥουβήν·"],["2","καὶ ἀνέστησαν ἔναντι Μωυσῆ, καὶ ἄνδρες τῶν υἱῶν Ἰσραὴλ πεντήκοντα καὶ διακόσιοι, ἀρχηγοὶ συναγωγῆς, σύγκλητοι βουλῆς, καὶ ἄνδρες ὀνομαστοί."],["3","Συνέστησαν ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν, καὶ εἶπαν, ἐχέτω ὑμῖν ὅτι πᾶσα ἡ συναγωγὴ πάντες ἅγιοι, καὶ ἐν αὐτοῖς Κύριος· καὶ διατί κατανίστασθε ἐπὶ τὴν συναγωγὴν Κυρίου;"],["4","Καὶ ἀκούσας Μωυσῆς, ἔπεσεν ἐπὶ πρόσωπον."],["5","Καὶ ἐλάλησε πρὸς Κόρε καὶ πρὸς πᾶσαν αὐτοῦ τὴν συναγωγὴν, λέγων, ἐπέσκεπται καὶ ἔγνω ὁ Θεὸς τοὺς ὄντας αὐτοῦ καὶ τοὺς ἁγίους, καὶ προσηγάγετο πρὸς ἑαυτόν· καὶ οὓς ἐξελέξατο ἑαυτῷ, προσηγάγετο πρὸς ἑαυτόν."],["6","Τοῦτο ποιήσατε· λάβετε ὑμῖν αὐτοῖς πυρεῖα Κορὲ, καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ,"],["7","καὶ ἐπίθετε ἐπʼ αὐτὰ πῦρ, καὶ ἐπίθετε ἐπʼ αὐτὰ θυμίαμα ἔναντι Κυρίου αὔριον· καὶ ἔσται ὁ ἀνὴρ ὃν ἐκλέλεκται Κύριος, οὗτος ἅγιος· ἱκανούσθω ὑμῖν υἱοὶ Λευί."],["8","Καὶ εἶπε Μωυσῆς πρὸς Κορὲ, εἰσακούσατέ μου υἱοὶ Λευί."],["9","Μὴ μικρόν ἐστι τοῦτο ὑμῖν, ὅτι διέστειλεν ὁ Θεὸς Ἰσραὴλ ὑμᾶς ἐκ συναγωγῆς Ἰσραὴλ, καὶ προσηγάγετο ὑμᾶς πρὸς ἑαυτὸν λειτουργεῖν τᾶς λειτουργίας τῆς σκηνῆς Κυρίου, καὶ παρίστασθαι ἔναντι τῆς σκηνῆς λατρεύειν αὐτοῖς;"],["10","καὶ προσηγάγετό σε καὶ πάντας τοὺς ἀδελφούς σου υἱοὺς Λευὶ μετὰ σοῦ, καὶ ζητεῖτε καὶ ἱερατεύειν;"],["11","Οὕτως σὺ καὶ πᾶσα ἡ συναγωγή σου ἡ συνηθροισμένη πρὸς τὸν Θεόν· καὶ Ἀαρὼν τίς ἐστιν, ὅτι διαγογγύζετε κατʼ αὐτοῦ;"],["12","Καὶ ἀπέστειλε Μωυσῆς καλέσαι Δαθὰν καὶ Ἀβειρὼν υἱοὺς Ἑλιάβ· καὶ εἶπαν, οὐκ ἀναβαίνομεν."],["13","Μὴ μικρὸν τοῦτο, ὅτι ἀνήγαγες ἡμᾶς εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, ἀποκτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ, ὅτι κατάρχεις ἡμῶν;"],["14","Ἀρχων εἶ· καὶ σὺ εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι εἰσήγαγες ἡμᾶς, καὶ ἔδωκας ἡμῖν κλῆρον ἀγροῦ καὶ ἀμπελῶνας; τοὺς ὀφθαλμοὺς τῶν ἀνθρώπων ἐκείνων ἄν ἐξέκοψας; οὐκ ἀναβαίνομεν."],["15","Καὶ ἐβαρυθύμησε Μωυσῆς σφόδρα, καὶ εἶπε πρὸς Κύριον, μὴ πρόσχῃς εἰς τὴν θυσίαν αὐτῶν· οὐκ ἐπιθύμημα οὐδενὸς αὐτῶν εἴληφα, οὐδὲ ἐκάκωσα οὐδένα αὐτῶν."],["16","Καὶ εἶπε Μωυσῆς πρὸς Κορὲ, ἁγίασον τὴν συναγωγήν σου, καὶ γίνεσθε ἕτοιμοι ἔναντι Κυρίου σὺ καὶ Ἀαρὼν καὶ αὐτοὶ αὔριον·"],["17","Καὶ λάβετε ἕκαστος τὸ πυρεῖον αὐτοῦ, καὶ ἐπιθήσετε ἐπʼ αὐτὰ θυμίαμα, καὶ προσάξετε ἔναντι Κυρίου ἕκαστος τὸ πυρεῖον αὐτοῦ, πεντήκοντα καὶ διακόσια πυρεῖα, καὶ σὺ καὶ Ἀαρὼν ἕκαστος τὸ πυρεῖον αὐτοῦ."],["18","Καὶ ἔλαβεν ἕκαστος τὸ πυρεῖον αὐτοῦ, καὶ ἐπέθηκαν ἐπʼ αὐτὰ πῦρ, καὶ ἐπέβαλον ἐπʼ αὐτὰ θυμίαμα· καὶ ἔστησαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου Μωυσῆς καὶ Ἀαρών."],["19","Καὶ ἐπισυνέστησεν ἐπʼ αὐτοὺς Κορὲ τὴν πᾶσαν αὐτοῦ συναγωγὴν παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ὤφθη ἡ δόξα Κυρίου πάσῃ τῇ συναγωγῇ."],["20","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, λέγων,"],["21","ἀποσχίσθητε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰσάπαξ."],["22","Καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν, καὶ εἶπαν, Θεὸς, Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς, εἰ ἄνθρωπος εἷς ἥμαρτεν, ἐπὶ πᾶσαν τὴν συναγωγὴν ὀργὴ Κυρίου;"],["23","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["24","λάλησον τῇ συναγωγῇ, λέγων, ἀναχωρήσατε κύκγῳ ἀπὸ τῆς συναγωγῆς Κορὲ."],["25","Καὶ ἀνέστη Μωυσῆς, καὶ ἐπορεύθη πρὸς Δαθὰν καὶ Ἀβειρὼν, καὶ συνεπορεύθησαν μετʼ αὐτοῦ πάντες οἱ πρεσβύτεροι Ἰσραήλ."],["26","Καὶ ἐλάλησε πρὸς τὴν συναγωγὴν, λέγων, ἀποσχίσθητε ἀπὸ τῶν σκηνῶν τῶν ἀνθρώπων τῶν σκληρῶν τούτων, καὶ μὴ ἅπτεσθε ἀπὸ πάντων ὧν ἐστιν αὐτοῖς, μὴ συναπόλησθε ἐν πάσῃ τῇ ἁμαρτίᾳ αὐτῶν."],["27","Καὶ ἀπέστησαν ἀπὸ τῆς σκηνῆς Κορὲ κύκλῳ· καὶ Δαθὰν καὶ Ἀβειρὼν ἐξῆλθον, καὶ εἱστήκεισαν παρὰ τὰς θύρας τῶν σκηνῶν αὐτῶν, καὶ αἱ γυναῖκες αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν, καὶ ἡ ἀποσκευὴ αὐτῶν."],["28","Καὶ εἶπε Μωυσῆς, ἐν τούτῳ γνώσεσθε ὅτι Κύριος ἀπέστειλέ με ποιῆσαι πάντα τὰ ἔργα ταῦτα, ὅτι οὐκ ἀπʼ ἐμαυτοῦ."],["29","Εἰ κατὰ θάνατον πάντων ἀνθρώπων ἀποθανοῦνται οὗτοι, εἰ καὶ κατʼ ἐπίσκεψιν πάντων ἀνθρώπων ἐπισκοπὴ ἔσται αὐτῶν, οὐχὶ Κύριος ἀπέσταλκέ με."],["30","Ἀλλʼ ἢ ἐν φάσματι δείξει Κύριος, καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς καταπίεται αὐτοὺς, καὶ τοὺς οἴκους αὐτῶν, καὶ τὰς σκηνὰς αὐτῶν, καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς, καὶ καταβήσονται ζῶντες εἰς ᾅδου, καὶ γνώσεσθε, ὅτι παρώξυναν οἱ ἄνθρωποι οὗτοι τὸν Κύριον."],["31","Ὡς δὲ ἐπαύσατο λαλῶν πάντας τοὺς λόγους τούτους, ἐῤῥάγη ἡ γῆ ὑποκάτω αὐτῶν."],["32","Καὶ ἠνοίχθη ἡ γῆ, καὶ κατέπιεν αὐτοὺς, καὶ τοὺς οἴκους αὐτῶν, καὶ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας μετὰ Κορὲ, καὶ τὰ κτήνη αὐτῶν."],["33","Καὶ κατέβησαν αὐτοὶ, καὶ ὅσα ἐστὶν αὐτῶν ζῶντα εἰς ᾅδου, καὶ ἐκάλυψεν αὐτοὺς ἡ γῆ, καὶ ἀπώλοντο ἐκ μέσου τῆς συναγωγῆς."],["34","Καὶ πᾶς Ἰσραὴλ οἱ κύκλῳ αὐτῶν ἔφυγον ἀπὸ τῆς φωνῆς αὐτῶν, ὅτι λέγοντες, μή ποτε καταπίῃ ἡμᾶς ἡ γῆ."],["35","Καὶ πῦρ ἐξῆλθε παρὰ Κυρίου, καὶ κατέφαγε τοὺς πεντήκοντα καὶ διακοσίους ἄνδρας τοὺς προσφέροντας τὸ θυμίαμα."]],[["1","Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν,"],["2","καὶ πρὸς Ἐλεάζαρ τὸν υἱὸν Ἀαρὼν τὸν ἱερέα, ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ μέσου τῶν κατακεκαυμένων, καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ, ὅτι ἡγίασαν τὰ πυρεῖα τῶν ἁμαρτωλῶν τούτων ἐν ταῖς ψυχαῖς αὐτῶν,"],["3","καὶ ποίησον αὐτὰ λεπίδας ἐλατὰς περίθεμα τῷ θυσιαστηρίῳ, ὅτι προσηνέχθησαν ἔναντι Κυρίου καὶ ἡγιάσθησαν· καὶ ἐγένοντο εἰς σημεῖον τοῖς υἱοῖς Ἰσραήλ."],["4","Καὶ ἔλαβεν Ἐλεάζαρ υἱοὶς Ἀαρὼν τοῦ ἱερέως τὰ πυρεῖα τὰ χαλκᾶ, ὅσα προσήνεγκαν οἱ κατακεκαυμένοι, καὶ προσέθηκαν αὐτὰ περίθεμα τῷ θυσιαστηρίῳ,"],["5","μνημόσυνον τοῖς υἱοῖς Ἰσραήλ, ὅπως ἂν μὴ προσέλθῃ μηδὶς ἀλλογενής, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Ἀαρὼν, ἐπιθεῖναι θυμίαμα ἔναντι Κυρίου· καὶ οὐκ ἔσται ὥσπερ Κορὲ, καὶ ἡ ἐπισύστασις αὐτοῦ, καθὰ ἐλάλησε Κύριος ἐν χειρὶ Μωυσῆ αὐτῷ."],["6","Καὶ ἐγόγγυσαν οἱ υἱοὶ Ἰσραὴλ τῇ ἐπαύριον ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν, λέγοντες, ὑμεῖς ἀπεκτάγκατε τὸν λαὸν Κυρίου."],["7","Καὶ ἐγένετο ἐν τῷ ἐπισυστρέφεσθαι τὴν συναγωγὴν ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν, καὶ ὥρμησαν ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ τήνδε ἐκάλυψεν αὐτὴν ἡ νεφέλη, καὶ ὤφθη ἡ δόξα Κυρίου."],["8","Καὶ εἰσῆλθε Μωυσῆς καὶ Ἀαρὼν κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου."],["9","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, λέγων,"],["10","ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰσάπαξ· καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν."],["11","Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν, λάβε τὸ πυρεῖον, καὶ ἐπίθες ἐπʼ αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἐπίβαλε ἐπʼ αὐτὸ θυμίαμα, καὶ ἀπένεγκε τοτάχος εἰς τὴν παρεμβολὴν, καὶ ἐξίλασαι περὶ αὐτῶν· ἐξῆλθε γὰρ ὀργὴ ἀπὸ προσώπου Κυρίου, ἦρκται θραύειν τὸν λαόν."],["12","Καὶ ἔλαβεν Ἀαρὼν καθάπερ ἐλάλησεν αὐτῷ Μωυσῆς, καὶ ἔδραμεν εἰς τὴν συναγωγήν· καὶ ἤδη ἐνῆρκτο ἡ θραῦσις ἐν τῷ λαῷ· καὶ ἐπέβαλε τὸ θυμίαμα καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ."],["13","Καὶ ἔστη ἀναμέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων, καὶ ἐκόπασεν ἡ θραῦσις."],["14","Καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ θραύσει τεσσαρεσκαίδεκα χιλιάδες καὶ ἑπτακόσιοι, χωρὶς τῶν τεθνηκότων ἕνεκεν Κορέ."],["15","Καὶ ἐπέστρεψεν Ἀαρὼν πρὸς Μωυσῆν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐκόπασεν ἡ θραῦσις."],["16","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["17","λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λάβε παρʼ αὐτῶν ῥάβδον, ῥάβδον κατʼ οἴκους πατριῶν παρὰ πάντων τῶν ἀρχόντων αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, δώδεκα ῥάβδους, καὶ ἑκάστου τὸ ὄνομα αὐτοῦ ἐπὶγραψον ἐπὶ τῆς ῥάβδου."],["18","Καὶ τὸ ὄνομα Ἀαρὼν ἐπίγραψον ἐπὶ τῆς ῥάβδου Λευί· ἔστι γὰρ ῥάβδος μία· κατὰ φυλὴν οἴκου πατριῶν αὐτῶν δώσουσι."],["19","Καὶ θήσεις αὐτὰς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, κατέναντι τοῦ μαρτυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ."],["20","Καὶ ἔσται ὁ ἄνθρωπος ὃν ἂν ἐκλέξωμαι αὐτὸν, ἡ ῥάβδος αὐτοῦ ἐκβλαστήσει· καὶ περιελῶ ἀπʼ ἐμοῦ τὸν γογγυσμὸν υἱῶν Ἰσραήλ, ἃ αὐτοὶ γογγύζουσιν ἐφʼ ὑμῖν."],["21","Καὶ ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἔδωκαν αὐτῷ πάντες οἱ ἄρχοντες αὐτῶν ῥάβδον· τῷ ἄρχοντι τῷ ἑνὶ ῥάβδον κατʼ ἄρχοντα, κατʼ οἴκους πατριῶν αὐτῶν, δώδεκα ῥάβδους· καὶ ἡ ῥάβδος Ἀαρὼν ἀναμέσον τῶν ῥάβδων αὐτῶν."],["22","Καὶ ἀπέθηκε Μωυσῆς τὰς ῥάβδους ἔναντι Κυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου."],["23","Καὶ ἐγενετο τῇ ἐπαύριον, καὶ εἰσῆλθε Μωυσῆς καὶ Ἀαρὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ ἰδοὺ ἐβλάστησεν ἡ ῥάβδος Ἀαρὼν εἰς οἶκον Λευί, καὶ ἐξήνεγκε βλαστὸν, καὶ ἐξήνθησεν ἄνθη, καὶ ἐβλάστησε κάρυα."],["24","Καὶ ἐξήνεγκε Μωυσῆς πάσας τὰς ῥάβδους ἀπὸ προσώπου Κυρίου πρὸς πάντας υἱοὺς Ἰσραήλ· καὶ εἶδον, καὶ ἔλαβον ἕκαστος τὴν ῥάβδον αὐτοῦ."],["25","Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, ἀπόθες τὴν ῥάβδον Ἀαρὼν ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν, σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων· καὶ παυσάσθω ὁ γογγυσμὸς αὐτῶν ἀπʼ ἐμοῦ, καὶ οὐ μὴ ἀποθάνωσι."],["26","Καὶ ἐποίησε Μωυσῆς καὶ Ἀαρὼν, καθὰ συνέταξε κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν."],["27","Καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Μωυσῆν, λέγοντες, ἰδοὺ ἐξανηλώμεθα, ἀπολώλαμεν, παρανηλώμεθα."],["28","Πᾶς ὁ ἁπτόμενος τῆς σκηυῆς Κυρίου, ἀποθνήσκει· ἕως εἰς τέλος ἀποθάνωμεν;"]],[["1","Καὶ εἶπε Κύριος πρὸς Ἀαρὼν, λέγων, σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκος τοῦ πατρός σου λήψεσθε τὰς ἀμαρτίας τῶν ἁγίων, καὶ σὺ καὶ οἱ υἱοί σου λήψεσθε τὰς ἁμαρτίας τῆς ἱερατείας ὑμῶν."],["2","Καὶ τοὺς ἀδελφούς σου φυλὴν Λευὶ, δῆμον τοῦ πατρός σου προσαγάγου πρὸς σεαυτὸν, καὶ προστεθήτωσάν σοι, καὶ λειτουργείτωσάν σοι· καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου."],["3","Καὶ φυλάξονται τὰς φυλακάς σου, καὶ τὰς φυλακὰς τῆς σκηνῆς. πλὴν πρὸς τὰ σκεύη τὰ ἅγια, καὶ πρὸς τὸ θυσιαστήριον οὐ προσελεύσονται, καὶ οὐκ ἀποθανοῦνται καὶ οὗτοι καὶ ὑμεῖς."],["4","Καὶ προστεθήσονται πρὸς σέ, καὶ φυλάξονται τὰς φυλακὰς τῆς σκηνῆς τοῦ μαρτυρίου, κατὰ πάσας τὰς λειτουργίας τῆς σκηνῆς· καὶ ὁ ἀλλογενὴς οὐ προσελεύσεται πρὸς σέ."],["5","Καὶ φυλάξεσθε τὰς φυλακὰς τῶν ἁγίων, καὶ τὰς φυλακὰς τοῦ θυσιαστηρίου, καὶ οὐκ ἔσται θυμὸς ἐν τοῖς υἱοῖς Ἰσραήλ."],["6","Καὶ ἐγὼ εἴληφα τοὺς ἀδελφοὺς ὑμῶν τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ δόμα δεδομένον Κυρίῳ, λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς τοῦ μαρτυρίου."],["7","Καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ διατηρήσετε τὴν ἱερατείαν ὑμῶν, κατὰ πάντα τρόπον τοῦ θυσιαστηρίου, καὶ τὸ ἔνδοθεν τοῦ καταπετάσματος· καὶ λειτουργήσετε τὰς λειτουργίας δόμα τῆς ἱερατείας ὑμῶν· καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανεῖται."],["8","Καὶ ἐλάλησε Κύριος πρὸς Ἀαρὼν, καὶ ἰδοὺ ἐγὼ δέδωκα ὑμῖν τὴν διατήρησιν τῶν ἀπαρχῶν ἀπὸ πάντων τῶν ἡγιασμένων μοι παρὰ τῶν υἱῶν Ἰσραήλ· σοὶ δέδωκα αὐτὰ εἰς γέρας, καὶ τοῖς υἱοῖς σου μετὰ σὲ νόμιμον αἰώνιον."],["9","Καὶ τοῦτο ἔστω ὑμῖν ἀπὸ τῶν ἡγιασμένων ἁγίων τῶν καρπωμάτων, ἀπὸ πάντων τῶν δώρων αὐτῶν, καὶ ἀπὸ πάντων τῶν θυσιασμάτων αὐτῶν, καὶ ἀπὸ πάσης πλημμελείας αὐτῶν, καὶ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν, ὅσα ἀποδιδόασί μοι ἀπὸ πάντων τῶν ἁγίων, σοὶ ἔσται καὶ τοῖς υἱοῖς σου."],["10","Ἐν τῷ ἁγίῳ τῶν ἁγίων φάγεσθε αὐτά· πᾶν ἀρσενικὸν φάγεται αὐτά· σὺ καὶ οἱ υἱοί σου· ἅγια ἔσται σοι."],["11","Καὶ τοῦτο ἔσται ὑμῖν ἀπαρχῶν δομάτων αὐτῶν, ἀπὸ πάντων τῶν ἐπιθεμάτων τῶν υἱῶν Ἰσραήλ· σοὶ δέδωκα αὐτὰ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ, νόμιμον αἰώνιον· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά."],["12","Πᾶσα ἀπαρχὴ ἐλαίου, καὶ πᾶσα ἀπαρχὴ οἴνου, σίτου ἀπαρχὴ αὐτῶν ὅσα ἂν δῶσι τῷ Κυρίῳ, σοὶ δέδωκα αὐτά."],["13","Τὰ πρωτογεννήματα πάντα ὅσα ἐν τῇ γῇ αὐτῶν, ὅσα ἂν ἐνέγκωσι Κυρίῳ, σοὶ ἔσται· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά."],["14","Πᾶν ἀνατεθεματισμένον ἐν υἱοῖς Ἰσραὴλ, σοὶ ἔσται."],["15","Καὶ πᾶν διανοῖγον μήτραν ἀπὸ πάσης σαρκὸς, ὅσα προσφέρουσι Κυρίῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους, σοὶ ἔσται· ἀλλʼ ἢ λύτροις λυτρωθήσεται τὰ πρωτότοκα τῶν ἀνθρώπων, καὶ τὰ πρωτότοκα τῶν κτηνῶν τῶν ἀκαθάρτων λυτρώσῃ."],["16","Καὶ ἡ λύτρωσις αὐτοῦ, ἀπὸ μηνιαίου· ἡ συντίμησις πέντε σίκλων, κατὰ τὸν σίκλον τὸν ἅγιον εἴκοσι ὀβολοί εἰσι."],["17","Πλὴν πρωτότοκα μόσχων καὶ πρωτότοκα προβάτων, καὶ πρωτότοκα αἰγῶν οὐ λυτρώσῃ· ἅγιά ἐστι· καὶ τὸ αἷμα αὐτῶν προσχεεῖς πρὸς τὸ θυσιαστήριον, καὶ τὸ στέαρ ἀνοίσεις κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ."],["18","Καὶ τὰ κρέα ἔσται σοι, καθὰ καὶ τὸ στηθύνιον τοῦ ἐπιθέματος· καὶ κατὰ τὸν βραχίονα τὸν δεξιὸν, σοὶ ἔσται."],["19","Πᾶν ἀφαίρεμα τῶν ἁγίων, ὅσα ἐὰν ἀφέλωσιν οἱ υἱοὶ Ἰσραὴλ Κυρίῳ, δέδωκά σοι καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ, νόμιμον αἰώνιον· διαθήκη ἁλὸς αἰωνίου ἔστιν ἔναντι Κυρίου, σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ."],["20","Καὶ ἐλάλησε Κύριος πρὸς Ἀαρὼν, ἐν τῇ γῇ αὐτῶν οὐ κληρονομήσεις, καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοῖς, ὅτι ἐγὼ μερίς σου καὶ κληρονομία σου ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ."],["21","Καὶ τοῖς υἱοῖς Λευὶ ἰδοὺ δέδωκα πᾶν ἐπιδέκατον ἐν Ἰσραὴλ ἐν κλήρῳ ἀντὶ τῶν λειτουργιῶν αὐτῶν, ὅσα αὐτοὶ λειτουργοῦσι λειτουργίαν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου."],["22","Καὶ οὐ προσελεύσονται ἔτι οἱ υἱοὶ Ἰσραὴλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαβεῖν ἁμαρτίαν θανατηφόρον."],["23","Καὶ λειτουργήσει ὁ Λενίτης αὐτὸς τὴν λειτουργίαν τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ αὐτοὶ λήψονται τὰ ἁμαρτήματα αὐτῶν, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν· καὶ ἐν μέσῳ υἱῶν Ἰσραὴλ οὐ κληρονομήσουσι κληρονομίαν."],["24","Ὅτι τὰ ἐπιδέκατα τῶν υἱῶν Ἰσραὴλ ὅσα ἐὰν ἀφορίσωσι Κυρίῳ, ἀφαίρεμα δέδωκα τοῖς Λευίταις ἐν κλήρῳ· διὰ τοῦτο εἴρηκα αὐτοῖς, ἐν μέσῳ υἱῶν Ἰσραὴλ οὐ κληρονομήσουσι κλῆρον."],["25","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["26","καὶ τοῖς Λενίταις λαλήσεις, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ἰσραὴλ τὸ ἐπιδέκατον, ὃ δέδωκα ὑμῖν παρʼ αὐτῶν ἐν κλήρῳ, καὶ ἀφελεῖτε ὑμεῖς ἀπʼ αὐτοῦ ἀφαίρεμα Κυρίῳ, ἐπιδέκατον ἀπὸ τοῦ ἐπιδεκάτου."],["27","Καὶ λογισθήσεται ὑμῖν τὰ ἀφαιρέματα ὑμῶν ὡς σῖτος ἀπὸ ἅλω, καὶ ἀφαίρεμα ἀπὸ ληνοῦ."],["28","Οὕτως ἀφελεῖτε αὐτοὺς καὶ ὑμεῖς ἀπὸ πάντων τῶν ἀφαιρεμάτων Κυρίου ἀπὸ πάντων τῶν ἐπιδεκάτων ὑμῶν, ὅσα ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ἰσραήλ· καὶ δώσετε ἀπʼ αὐτῶν ἀφαίρεμα Κυρίῳ Ἀαρὼν τῷ ἱερεῖ."],["29","Ἀπὸ πάντων τῶν δομάτων ὑμῶν ἀφελεῖτε ἀφαιρεμα Κυρίῳ, ἢ ἀπὸ πάντων τῶν ἀπαρχῶν τὸ ἡγιασμένον ἀπʼ αὐτοῦ."],["30","Καὶ ἐρεῖς πρὸς αὐτοὺς, ὅταν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπʼ αὐτοῦ, καὶ λογισθήσεται τοῖς Λευίταις ὡς γέννημα ἀπὸ ἅλω, καὶ ὡς γέννημα ἀπὸ ληνοῦ."],["31","Καὶ ἔδεσθε αὐτὸ ἐν παντὶ τόπῳ ὑμεῖς καὶ οἱ οἶκοι ὑμῶν, ὅτι μισθὸς οὗτος ὑμῖν ἐστιν ἀντὶ τῶν λειτουργιῶν ὑμῶν τῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου."],["32","Καὶ οὐ λήψεσθε διʼ αὐτὸ ἁμαρτίαν, ὅτι ἂν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπʼ αὐτοῦ· καὶ τὰ ἅγια τῶν υἱῶν Ἰσραὴλ οὐ βεβηλώσετε, ἵνα μὴ ἀποθάνητε."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, λέγων,"],["2","αὕτη ἡ διαστολὴ τοῦ νόμου, ὅσα συνέταξε Κύριος, λέγων, λάλησον τοῖς υἱοῖς Ἰσραήλ· καὶ λαβέτωσαν πρὸς σὲ δάμαλιν πυῤῥὰν ἄμωμου, ἥτις οὐκ ἔχει ἐν αὐτῇ μῶμον, καὶ ᾗ οὐκ ἐπεβλήθη ἐπʼ αὐτὴν ζυγός."],["3","Καὶ δώσεις αὐτὴν πρὸς Ἐλεάζαρ τὸν ἱερέα· καὶ ἐξάξουσιν αὐτὴν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν, καὶ σφάξουσιν αὐτὴν ἐνώπιον αὐτοῦ."],["4","Καὶ λήψεται Ἐλεάζαρ ἀπὸ τοῦ αἵματος αὐτῆς, καὶ ῥανεῖ ἀπέναντι τοῦ προσώπου τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπὸ τοῦ αἵματος αὐτῆς ἑπτάκις."],["5","Καὶ κατακαύσουσιν αὐτὴν ἐναντίον αὐτοῦ· καὶ τὸ δέρμα καὶ τὰ κρέα αὐτῆς καὶ τὸ αἷμα αὐτῆς σὺν τῇ κόπρῳ αὐτῆς κατακαυθήσεται."],["6","Καὶ λήψεται ὁ ἱερεὺς ξύλον κέδρινον καὶ ὕσσωπον καὶ κόκκινον, καὶ ἐμβαλοῦσιν εἰς μέσον τοῦ κατακαύματος τῆς δαμάλεως."],["7","Καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ ὁ ἱερεὺς, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολὴν, καὶ ἀκάθαρτος ἔσται ὁ ἱερεὺς ἕως ἑσπέρας."],["8","Καὶ ὁ κατακαίων αὐτὴν πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα αὐτοῦ, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας."],["9","Καὶ συνάξει ἄνθρωπος καθαρὸς τὴν σποδὸν τῆς δαμάλεως, καὶ ἀποθήσει ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν· καὶ ἔσται τῇ συναγωγῇ υἱῶν Ἰσραὴλ εἰς διατήρησιν· ὕδωρ ῥαντισμοῦ ἅγνισμά ἐστι."],["10","Καὶ ὁ συνάγων τὴν σποδιὰν τῆς δαμάλεως, πλυνεῖ τὰ ἱμάτια αὐτου, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ καὶ τοῖς προσηλύτοις προσκειμένοις νόμιμον αἰώνιον."],["11","Ὁ ἁπτόμενος τοῦ τεθνηκότος πάσης ψυχῆς ἀνθρώπου, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας."],["12","Οὗτος ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ καθαρὸς ἔσται· ἐὰν δὲ μὴ ἀφαγνισθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, οὐ καθαρὸς ἔσται."],["13","Πᾶς ὁ ἁπτόμενος τοῦ τεθνηκότος ἀπὸ ψυχῆς ἀνθρώπου, ἐὰν ἀποθάνῃ, καὶ μὴ ἀφαγνισθῇ, τὴν σκηνὴν Κυρίου ἐμίανεν· ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραὴλ, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιεῤῥαντίσθη ἐπʼ αὐτόν· ἀκάθαρτός ἐστιν· ἔτι ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ ἐστι."],["14","Καὶ οὗτος ὁ νόμος· ἄνθρωπος ἐὰν ἀποθάνῃ ἐν οἰκίᾳ, πᾶς ὁ εἰσπορευόμενος εἰς τὴν οἰκίαν, καὶ ὅσα ἐστὶν ἐν τῇ οἰκίᾳ, ἀκάθαρτα ἔσται ἑπτὰ ἡμέρας."],["15","Καὶ πᾶν σκεῦος ἀνεῳγμένον ὅσα οὐχὶ δεσμὸν καταδέδεται ἐπʼ αὐτῷ, ἀκάθαρτά ἐστι."],["16","Καὶ πᾶς ὃς ἂν ἅψηται ἐπὶ προσώπου τοῦ πεδίου τραυματίου ἢ νεκροῦ ἢ ὀστέου ἀνθρωπίνου ἢ μνήματος, ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται."],["17","Καὶ λήψονται τῷ ἀκαθάρτῳ ἀπὸ τῆς σποδιᾶς τῆς κατακεκαυμένης τοῦ ἁγνισμοῦ, καὶ κέχεοῦσιν ἐπʼ αὐτὴν ὕδωρ ζῶν εἰς σκεῦος."],["18","Καὶ λήψεται ὕσσωπον, καὶ βάψει εἰς τὸ ὕδωρ ἀνὴρ καθαρὸς, καὶ περιῤῥανεῖ ἐπὶ τὸν οἶκον, καὶ ἐπὶ τὰ σκεύη, καὶ ἐπὶ τὰς ψυχὰς, ὅσαι ἂν ὦσιν ἐκεῖ, καὶ ἐπὶ τὸν ἡμμένον τοῦ ὀστέου τοῦ ἀνθρωπίνου, ἢ τοῦ τραυματίου, ἢ τοῦ τεθνηκότος, ἢ τοῦ μνήματος."],["19","Καὶ περιῤῥανεῖ ὁ καθαρὸς ἐπὶ τὸν ἀκάθαρτον ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἀφαγνισθήσεται τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας."],["20","Καὶ ἄνθρωπος ὃς ἂν μιανθῇ, καὶ μὴ ἀφαγνισθῇ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τῆς συναγωγῆς, ὅτι τὰ ἅγια Κυρίου ἐμίανεν, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιεῤῥαντίσθη ἐπʼ αὐτόν· ἀκάθαρτός ἐστι."],["21","Καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον· καὶ ὁ περιῤῥαίνων ὕδωρ ῥαντισμοῦ, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ· καὶ ὁ ἁπτόμενος τοῦ ὕδατος τοῦ ῥαντισμοῦ, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας."],["22","Καὶ παντὸς οὗ ἐὰν ἅψηται αὐτοῦ ὁ ἀκάθαρτος, ἀκάθαρτον ἔσται· καὶ ψυχὴ ἡ ἁπτομένη, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας."]],[["1","Καὶ ἦλθον οἱ υἱοὶ Ἰσραὴλ, πᾶσα ἡ συναγωγὴ, εἰς τὴν ἔρημον Σὶν, ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ κατέμεινεν ὁ λαὸς ἐν Κάδης· καὶ ἐτελεύτησεν ἐκεῖ Μαριὰμ, καὶ ἐτάφη ἐκεῖ."],["2","Καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ· καὶ ἠθροίσθησαν ἐπὶ Μωυσῆν καὶ Ἀαρών."],["3","Καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωυσῆν, λέγοντες, ὄφελον ἀπεθάνομεν ἐν τῇ ἀπωλείᾳ τῶν ἀδελφῶν ἡμῶν ἔναντι Κυρίου."],["4","Καὶ ἱνατί ἀνηγάγετε τὴν συναγωγὴν Κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς, καὶ τα κτήνη ἡμῶν;"],["5","Καὶ ἱνατί τοῦτο; ἀνηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου, παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον· τόπος οὗ οὐ σπείρεται, οὐδὲ συκαῖ, οὐδὲ ἄμπελοι, οὔτε ῥοαὶ, οὔτε ὕδωρ ἐστὶ πιεῖν."],["6","Καὶ ἦλθε Μωυσῆς καὶ Ἀαρὼν ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἔπεσον ἐπὶ πρόσωπον· καὶ ὤφθη ἡ δόξα Κυρίου πρὸς αὐτοὺς."],["7","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["8","λάβε τὴν ῥάβδον σου, καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου, καὶ λαλήσατε πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς, καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγὴν, καὶ τὰ κτήνη αὐτῶν."],["9","Καὶ ἔλαβε Μωυσῆς τὴν ῥάβδον τὴν ἀπέναντι Κυρίου, καθὰ συνέταξε Κύριος."],["10","Καὶ ἐξεκκλησίασε Μωυσῆς καὶ Ἀαρὼν τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρας, καὶ εἶπε πρὸς αὐτοὺς, ἀκούσατέ μου οἱ ἀπειθεῖς· μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ;"],["11","Καὶ ἐπάρας Μωυσῆς τὴν χεῖρα αὐτοῦ, ἐπάταξε τὴν πέτραν τῇ ῥάβδῳ δίς· καὶ ἐξῆλθεν ὕδωρ πολὺ, καὶ ἔπιεν ἡ συναγωγὴ, καὶ τὰ κτήνη αὐτῶν."],["12","Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἰσραὴλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν δέδωκα αὐτοῖς."],["13","Τοῦτο τὸ ὕδωρ Ἀντιλογίας, ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι Κυρίου, καὶ ἡγιάσθη ἐν αὐτοῖς."],["14","Καὶ ἀπέστειλε Μωυσῆς ἀγγέλους ἐκ Κάδης πρὸς βασιλέα Ἐδὼμ, λέγων, τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ· σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς."],["15","Καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους, καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν."],["16","Καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ἡμῶν, καὶ ἀποστείλας ἄγγελον, ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου· καὶ νῦν ἐσμὲν ἐν Κάδης πόλει, ἐκ μέρους τῶν ὁρίων σου."],["17","Παρελευσόμεθα διὰ τῆς γῆς σου· οὐ διελευσόμεθα διʼ ἀγρῶν, οὐδὲ διʼ ἀμπελώνων, οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου· ὁδῷ βασιλικῇ πορευσόμεθα· οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου."],["18","Καὶ εἶπε πρὸς αὐτὸν Ἐδὼμ, Οὐ διελεύσῃ διʼ ἐμοῦ· εἰ δὲ μὴ, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι."],["19","Καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ἰσραὴλ, παρὰ τὸ ὄρος παρελευσόμεθα· ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη μου, δώσω τιμήν σοι· ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστι· παρὰ τὸ ὄρος παρελευσόμεθα."],["20","Ὁ δὲ εἶπεν, οὐ διελεύσῃ διʼ ἐμοῦ· καὶ ἐξῆλθεν Ἐδὼμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ, καὶ ἐν χειρὶ ἰσχυρᾷ."],["21","Καὶ οὐκ ἠθέλησεν Ἐδὼμ δοῦναι τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ· καὶ ἐξέκλινεν Ἰσραὴλ ἀπʼ αὐτοῦ."],["22","Καὶ ἀπῇραν ἐκ Καδης· καὶ παρεγένοντο οἱ υἱοὶ Ἰσραὴλ πᾶσα ἡ συναγωγὴ εἰς Ὢρ τὸ ὄρος."],["23","Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν ἐν Ὢρ τῷ ὄρει ἐπὶ τῶν ὁρίων τῆς γῆς Ἐδὼμ, λέγων,"],["24","προστεθήτω Ἀαρὼν πρὸς τὸν λαὸν αὐτοῦ, ὅτι οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν ἣν δέδωκα τοῖς υἱοῖς Ἰσραήλ, διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδατος τῆς λοιδορίας."],["25","Λάβε τὸν Ἀαρὼν, καὶ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ ἀναβίβασον αὐτοὺς εἰς Ὢρ τὸ ὄρος, ἔναντι πάσης τῆς συναγωγῆς,"],["26","καὶ ἔκδυσον Ἀαρὼν τὴν στολὴν αὐτοῦ, καὶ ἔνδυσον Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ· καὶ Ἀαρὼν προστεθεὶς ἀποθανέτω ἐκεῖ."],["27","Καὶ ἐποίησε Μωυσῆς καθὰ συνέταξε Κύριος αὐτῷ, καὶ ἀνεβίβασεν αὐτὸν εἰς Ὢρ τὸ ὄρος, ἐναντίον πάσης τῆς συναγωγῆς,"],["28","καὶ ἐξέδυσε τὸν Ἀαρὼν τὰ ἱμάτια αὐτοῦ, καὶ ἐνέδυσεν αὐτὰ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ· καὶ ἀπέθανεν Ἀαρὼν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους· καὶ κατέβη Μωυσῆς καὶ Ἐλεάζαρ ἐκ τοῦ ὄρους."],["29","Καὶ εἶδε πᾶσα ἡ συναγωγὴ ὅτι ἀπελύθη Ἀαρὼν, καὶ ἔκλαυσαν τὸν Ἀαρὼν τριάκοντα ἡμέρας πᾶς οἶκος Ἰσραήλ."]],[["1","Καὶ ἤκουσεν ὁ Χανανεὶς βασιλεὺς Ἀρὰδ ὁ κατοικῶν κατὰ τὴν ἔρημον, ὅτι ἦλθεν Ἰσραὴλ ὁδὸν Ἀθαρεὶν, καὶ ἐπολέμησε πρὸς Ἰσραὴλ, καὶ κατεπροενόμευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν."],["2","Καὶ ηὔξατο Ἰσραὴλ εὐχὴν Κυρίῳ, καὶ εἶπεν, ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον, ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ."],["3","Καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς Ἰσραὴλ, καὶ παρέδωκε τὸν Χανανεὶν ὑποχείριον αὐτοῦ· καὶ ἀνεθεμάτισεν αὐτὸν, καὶ τὰς πόλεις αὐτοῦ· καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Ἀνάθεμα."],["4","Καὶ ἀπάραντες ἐξ Ὢρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλασσαν ἐρυθρᾶν, περιεκύκλωσαν γῆν Ἐδώμ· καὶ ὠλιγοψύχησεν ὁ λαὸς ἐν τῇ ὁδῷ."],["5","Καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν Θεὸν καὶ κατὰ Μωυσῆ, λέγοντες, ἱνατί τοῦτο; ἐξήγαγες ἡμᾶς ἐξ Αἰγύπτου ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ; ὅτι οὐκ ἔστιν ἄρτος, οὐδὲ ὕδωρ· ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ τούτῳ."],["6","Καὶ ἀπέστειλε Κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας, καὶ ἔδακνον τὸν λαόν, καὶ ἀπέθανε λαὸς πολὺς τῶν υἱῶν Ἰσραήλ."],["7","Καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωυσῆν, ἔλεγον, ὅτι ἡμάρτομεν, ὅτι κατελαλήσαμεν κατὰ τοῦ Κυρίου, καὶ κατὰ σοῦ· εὔξαι οὖν πρὸς Κύριον, καὶ ἀφελέτω ἀφʼ ἡμῶν τὸν ὄφιν."],["8","Καὶ ηὔξατο Μωυσῆς πρὸς Κύριον περὶ τοῦ λαοῦ· καὶ εἰπε Κύριος πρὸς Μωυσῆν, ποίησον σεαυτῷ ὄφιν, καὶ θὲς αὐτὸν ἐπὶ σημείου, καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται."],["9","Καὶ ἐποίησε Μωυσῆς ὄφιν χαλκοῦν, καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου· καὶ ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον, καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν, καὶ ἔζη."],["10","Καὶ ἀπῇραν οἱ υἱοὶ Ἰσραὴλ, καὶ παρενέβαλον ἐν Ὠβώθ."],["11","Καὶ ἐξάραντες ἐξ Ὠβὼθ, καὶ παρενέβαλον ἐν Ἀχαλγαὶ ἐκ τοῦ πέραν ἐν τῇ ἐρήμῳ, ἥ ἐστι κατὰ πρόσωπον Μωὰβ, κατʼ ἀνατολὰς ἡλίου."],["12","Καὶ ἐκεῖθεν ἀπῇραν, καὶ παρενέβαλον εἰς φάραγγα Ζαρέδ."],["13","Καὶ ἐκεῖθεν ἀπάραντες παρενέβαλον εἰς τὸ πέραν Ἀρνῶν ἐν τῇ ἐρήμῳ, τὸ ἐξέχον ἀπὸ τῶν ὁρίων τῶν Ἀμοῤῥαίων· ἔστι γὰρ Ἀρνῶν ὅρια Μωὰβ, ἀναμέσον Μωὰβ καὶ ἀναμέσον τοῦ Ἀμοῤῥαίου."],["14","Διὰ τοῦτο λέγεται ἐν βιβλίῳ, πόλεμος τοῦ Κυρίου τὴν Ζωὸβ ἐφλόγισε, καὶ τοὺς χιμάῤῥους Ἀρνῶν."],["15","Καὶ τοὺς χιμάῤῥους κατέστησε κατοικίσαι Ἤρ· καὶ πρόσκειται τοῖς ὁρίοις Μωάβ."],["16","Καὶ ἐκεῖθεν τὸ φρέαρ· τοῦτο φρέαρ, ὃ εἶπε Κύριος πρὸς Μωυσῆν, συνάγαγε τὸν λαὸν, καὶ δώσω αὐτοῖς ὕδωρ πιεῖν."],["17","Τότε ᾖσεν Ἰσραὴλ τὸ ἆσμα τοῦτο ἐπὶ τοῦ φρέατος, ἐξάρχετε αὐτῷ φρέαρ,"],["18","ὤρυξαν αὐτὸ ἄρχοντες, ἐξελατόμησαν αὐτὸ βασιλεῖς ἐθνῶν ἐν τῇ βασιλείᾳ αὐτῶν, ἐν τῷ κυριεῦσαι αὐτῶν·"],["19","καὶ ἀπὸ φρέατος εἰς Μανθαναεὶν, καὶ ἀπὸ Μανθαναεὶν εἰς Νααλιὴλ, καὶ ἀπὸ Νααλιὴλ εἰς Βαμὼθ, καὶ ἀπὸ Βαμὼθ εἰς Ἰανὴν, ἥ ἐστιν ἐν τῷ πεδίῳ Μωὰβ, ἀπὸ κορυφῆς τοῦ λελαξευμένου, τὸ βλέπον κατὰ πρόσωπον τῆς ἐρήμου."],["20","Καὶ ἀπέστειλε Μωυσῆς πρέαβεις πρὸς Σηὼν βασιλέα Ἀμοῤῥαίων, λόγοις εἰρηνικοῖς, λέγων,"],["21","παρελευσόμεθα διὰ τῆς γῆς σου, τῇ ὁδῷ πορευσόμεθα· οὐκ ἐκκλινοῦμεν οὔτε εἰς ἀγρὸν, οὔτε εἰς ἀμπελῶνα·"],["22","Οὐ πιόμεθα ὕδωρ ἐκ φρέατός σου· ὁδῷ βασιλικῇ παρευσόμεθα, ἕως παρέλθωμεν τὰ ὅριά σου."],["23","Καὶ οὐκ ἔδωκε Σηὼν τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ· καὶ συνήγαγε Σηὼν πάντα τὸν λαὸν αὐτοῦ, καὶ ἐξῆλθε παρατάξασθαι τῷ Ἰσραὴλ εἰς τὴν ἔρημον· καὶ ἦλθεν εἰς Ἰασσὰ, καὶ παρετάξατο τῷ Ἰσραήλ."],["24","Καὶ ἐπάταξεν αὐτὸν Ἰσραὴλ φόνῳ μαχαίρης, καὶ κατεκυρίευσαν τῆς γῆς αὐτοῦ, ἀπὸ Ἀρνῶν ἕως Ἰαβὸκ, ἕως υἱῶν Ἀμμὰν, ὅτι Ἰαζὴρ ὅρια υἱῶν Ἀμμάν ἐστι."],["25","Καὶ ἔλαβεν Ἰσραὴλ πάσας τὰς πόλεις ταύτας, καὶ κατῷκησεν Ἰσραὴλ ἐν πάσαις ταῖς πόλεσι τῶν Ἀμοῤῥαίων, ἐν Ἑσεβὼν, καὶ ἐν πάσαις ταῖς συγκυρούσαις αὐτῇ."],["26","Ἔστι γὰρ Ἐσεβὼν, πόλις Σηὼν τοῦ βασιλέως τῶν Ἀμοῤῥαίων ἐστίν· καὶ οὗτος ἐπολέμησε βασιλέα Μωὰβ τὸ πρότερον· καὶ ἔλαβον πᾶσαν τὴν γῆν αὐτοῦ, ἀπὸ Ἀροὴρ ἕως Ἀρνῶν."],["27","Διὰ τοῦτο ἐροῦσιν οἱ αἰνιγματισταὶ, ἔλθετε εἰς Ἐσεβὼν, ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηών·"],["28","ὅτι πῦρ ἐξῆλθεν ἐξ Ἑσεβὼν, φλὸξ ἐκ πόλεως Σηὼν, καὶ κατέφαγεν ἕως Μωὰβ, καὶ κατέπιε στήλας Ἀρνῶν."],["29","Οὐαί σοι Μωὰβ, ἀπώλου λαὸς Χαμώς· ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν διασώζεσθαι, καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν Ἀμοῤῥαίων Σηὼν,"],["30","καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται, Ἑσεβὼν ἕως Δαιβών· καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωάβ."],["31","Κατῴκησε δὲ Ἰσραὴλ ἐν πάσαις ταῖς πόλεσι τῶν Ἀμοῤῥαίων."],["32","Καὶ ἀπέστειλε Μωυσῆς κατασκέψασθαι τὴν Ἰαζήρ· καὶ κατελάβοντο αὐτὴν, καὶ τὰς κώμας αὐτῆς, καὶ ἐξέβαλον τὸν Ἀμοῤῥαῖον τὸν κατοικοῦντα ἐκεῖ."],["33","Καὶ ἐπιστρέψαντες, ἀνέβησαν ὁδὸν τὴν εἰς Βασάν· καὶ ἐξῆλθεν Ὢγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν αὐτοῖς, καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Ἐδραείν."],["34","Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, μὴ φοβηθῇς αὐτὸν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν, καὶ πάντα τὸν λαὸν αὐτοῦ, καὶ πᾶσαν τὴν γῆν αὐτοῦ· καὶ ποιήσεις αὐτῷ καθὼς ἐποίησας τῷ Σηὼν βασιλεῖ τῶν Ἀμοῤῥαίων, ὃς κατῴκει ἐν Ἑσεβών."],["35","Καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ πάντα τὸν λαὸν αὐτοῦ, ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ ζωγρείαν· καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτον."]],[["1","Καὶ ἀπάραντες οἱ υἱοὶ Ἰσραὴλ παρενέβαλον ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην κατὰ Ἰεριχώ."],["2","Καὶ ἰδὼν Βαλὰκ υἱὸς Σεπφὼρ πάντα ὅσα ἐποίησεν Ἰσραὴλ τῷ Ἀμοῤῥαίῳ,"],["3","καὶ ἐφοβήθη Μωὰβ τὸν λαὸν σφόδρα ὅτι πολλοὶ ἦσαν· καὶ προσώχθισε Μωὰβ ἀπὸ προσώπου υἱῶν Ἰσραήλ."],["4","Καὶ εἶπε Μωὰβ τῇ γερουσίᾳ Μαδιὰμ, νῦν ἐκλείξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κύκλῳ ἡμῶν, ὡσεὶ ἐκλείξαι ὁ μόσχος τὰ χλωρὰ ἐκ τοῦ πεδίου· καὶ Βαλὰκ υἱὸς Σεπφὼρ βασιλεὺς Μωὰβ ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον."],["5","Καὶ ἀπέστειλε πρέσβεις πρὸς Βαλαὰμ υἱὸν Βεὼρ Φαθουρὰ, ὅ ἐστιν ἐπὶ τοῦ ποταμοῦ γῆς υἱῶν λαοῦ αὐτοῦ, καλέσαι αὐτὸν, λέγων, ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου, καὶ ἰδοὺ κατεκάλυψε τὴν ὄψιν τῆς γῆς, καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου."],["6","Καὶ νῦν δεῦρο ἄρασαί μοι τὸν λαὸν τοῦτον, ὅτι ἰσχύει οὗτος ἢ ἡμεῖς, ἐὰν δυνώμεθα πατάξαι ἐξ αὐτῶν, καὶ ἐκβαλῶ αὐτοὺς ἐκ τῆς γῆς· ὅτι οἶδα οὓς ἐὰν εὐλογήσῃς σὺ, εὐλόγηνται, καὶ οὓς ἂν καταράσῃ σὺ, κεκατήρανται."],["7","Καὶ ἐπορεύθη ἡ γερουσία Μωὰβ, καὶ ἡ γερουσία Μαδιὰμ, καὶ τὰ μαντεῖα ἐν ταῖς χερσὶν αὐτῶν· καὶ ἦλθον πρὸς Βαλαὰμ, καὶ εἶπαν αὐτῷ τὰ ῥήματα Βαλάκ."],["8","Καὶ εἶπε πρὸς αὐτοὺς, καταλύσατε αὐτοῦ τὴν νύκτα, καὶ ἀποκριθήσομαι ὑμῖν πράγματα ἃ ἂν λαλήσῃ Κύριος πρὸς μέ· καὶ κατέμειναν οἱ ἄρχοντες Μωὰβ παρὰ Βαλαάμ."],["9","Καὶ ἦλθεν ὁ Θεὸς πρὸς Βαλαὰμ, καὶ εἶπεν αὐτῷ, τί οἱ ἄνθρωποι οὗτοι παρὰ σοί;"],["10","Καὶ εἶπε Βαλαὰμ πρὸς τὸν Θεὸν, Βαλὰκ υἱὸς Σεπφὼρ, βασιλεὺς Μωὰβ, ἀπέστειλεν αὐτοὺς πρὸς μὲ, λέγων,"],["11","ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου, καὶ κεκάλυφεν τὴν ὄψιν τῆς γῆς, καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου, καὶ νῦν δεῦρο ἄρασαί μοι αὐτὸν, εἰ ἄρα δυνήσομαι πατάξαι αὐτὸν, καὶ ἐκβαλῶ αὐτὸν ἀπὸ τῆς γῆς."],["12","Καὶ εἶπεν ὁ Θεὸς πρὸς Βαλαὰμ, οὐ πορεύσῃ μετʼ αὐτῶν, οὐδὲ καταράσῃ τὸν λαόν· ἔστι γὰρ εὐλογημένος."],["13","Καὶ ἀναστὰς Βαλαὰμ τοπρωῒ, εἶπε τοῖς ἄρχουσι Βαλὰκ, ἀποτρέχετε πρὸς τὸν κύριον ὑμῶν, οὐκ ἀφίησί με ὁ Θεὸς πορεύεσθαι μεθʼ ὑμῶν."],["14","Καὶ ἀναστάντες οἱ ἄρχοντες Μωὰβ, ἦλθον πρὸς Βαλὰκ, καὶ εἶπαν, οὐ θέλει Βαλαὰμ πορευθῆναι μεθʼ ἡμῶν."],["15","Καὶ προσέθετο Βαλὰκ ἔτι ἀποστεῖλαι ἄρχοντας πλείους, καὶ ἐντιμοτέρους τούτων."],["16","Καὶ ἦλθον πρὸς Βαλαὰμ, καὶ λέγουσιν αὐτῷ, τάδε λέγει Βαλὰκ ὁ τοῦ Σεπφώρ· ἀξιῶ σε μὴ ὀκνήσῃς ἐλθεῖν πρὸς μέ."],["17","ἐντίμως γὰρ τιμήσω σε, καὶ ὅσα ἐὰν εἴπῃς ποιήσω σοι· καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν λαὸν τοῦτον."],["18","Καὶ ἀπεκρίθη Βαλαὰμ, καὶ εἶπε τοῖς ἄρχουσι Βαλὰκ, ἐὰν δῷ μοι Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα Κυρίου τοῦ Θεοῦ, ποιῆσαι αὐτὸ μικρὸν ἢ μέγα ἐν τῇ διανοίᾳ μου."],["19","Καὶ νῦν ὑπομείνατε αὐτοῦ καὶ ὑμεῖς τὴν νύκτα ταύτην, καὶ γνώσομαι τί προσθήσει Κύριος λαλῆσαι πρὸς μέ."],["20","Καὶ ἦλθεν ὁ Θεὸς πρὸς Βαλαὰμ νυκτὸς, καὶ εἶπεν αὐτῷ, εἰ καλέσαι σε πάρεισιν οἱ ἄνθρωποι οὗτοι, ἀναστὰς ἀκολούθησον αὐτοῖς· ἀλλὰ τὸ ῥῆμα ὃ ἐὰν λαλήσω πρὸς σὲ, τοῦτο ποιήσεις."],["21","Καὶ ἀναστὰς Βαλαὰμ τοπρωῒ, ἐπέσαξε τὴν ὄνον αὐτοῦ, καὶ ἐπορεύθη μετὰ τῶν ἀρχόντων Μωάβ."],["22","Καὶ ὠργίσθη θυμῷ ὁ Θεὸς ὅτι ἐπορεύθη αὐτός· καὶ ἀνέστη ὁ ἄγγελος τοῦ Θεοῦ διαβαλεῖν αὐτόν· καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ, καὶ οἱ δύο παῖδες αὐτοῦ μετʼ αὐτοῦ."],["23","Καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ Θεοῦ ἀνθεστηκότα ἐν τῇ ὁδῷ, καὶ τὴν ῥομφαίαν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐξέκλινεν ἡ ὄνος ἐκ τῆς ὁδοῦ, καὶ ἐπορεύετο εἰς τὸ πεδίον· καὶ ἐπάταξε τὴν ὄνον ἐν τῇ ῥάβδῳ αὐτοῦ τοῦ εὐθῦναι αὐτὴν ἐν τῇ ὁδῷ."],["24","Καὶ ἔστη ὁ ἄγγελος τοῦ Θεοῦ ἐν ταῖς αὔλαξι τῶν ἀμπέλων, φραγμὸς ἐντεῦθεν καὶ φραγμὸς ἐντεῦθεν·"],["25","Καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ Θεοῦ, προσέθλιψεν ἑαυτὴν πρὸς τὸν τοῖχον, καὶ ἀπέθλιψεν τὸν πόδα Βαλαὰμ πρὸς τὸν τοῖχον· καὶ προσέθετο ἔτι μαστίξαι αὐτήν."],["26","Καὶ προσέθετο ὁ ἄγγελος τοῦ Θεοῦ, καὶ ἀπελθὼν ὑπέστη ἐν τόπῳ στενῷ, εἰς ὃν οὐκ ἦν ἐκκλῖναι δεξιὰν ἢ ἀριστεράν."],["27","Καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ Θεοῦ, συνεκάθισεν ὑποκάτω Βαλαάμ· καὶ ἐθυμώθη Βαλαὰμ, καὶ ἔτυπτε τὴν ὄνον τῇ ῥάβδῳ."],["28","Καὶ ἤνοιξεν ὁ Θεὸς τὸ στόμα τῆς ὄνου, καὶ λέγει τῷ Βαλαὰμ, τί ἐποίησά σοι, ὅτι πέπαικάς με τρίτον τοῦτο;"],["29","Καὶ εἶπε Βαλαὰμ τῇ ὄνῳ, ὅτι ἐμπέπαιχάς μοι, καὶ εἰ εἶχον μάχαιραν ἐν τῇ χειρὶ ἤδη ἂν ἐξεκέντησά σε."],["30","Καὶ λέγει ἡ ὄνος τῷ Βαλαὰμ, οὐκ ἐγὼ ἡ ὄνος σου ἐφʼ ἧς ἐπέβαινες ἀπὸ νεότητός σου, ἕως τῆς σήμερον ἡμέρας; μὴ ὑπεροράσει ὑπεριδούσα ἐποίησά σοι οὕτως; ὁ δὲ εἶπεν, οὐχί."],["31","Ἀπεκάλυψε δὲ ὁ Θεὸς τοὺς ὀφθαλμοὺς Βαλαὰμ, καὶ ὁρᾷ τὸν ἄγγελον Κυρίου ἀνθεστηκότα ἐν τῇ ὁδῷ, καὶ τὴν μάχαιραν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ, καὶ κύψας προσεκύνησε τῷ προσώπῳ αὐτοῦ."],["32","Καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος τοῦ Θεοῦ, διατί ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον; καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς διαβολήν σου, ὅτι οὐκ ἀστεία ἡ ὁδός σου ἐναντίον μου, καὶ ἰδοῦσά με ἡ ὄνος, ἐξέκλινεν ἀπʼ ἐμοῦ τρίτον τοῦτο."],["33","Καὶ εἰ μὴ ἐξέκλινεν, νῦν οὖν σὲ μὲν ἀπέκτεινα, ἐκείνην δʼ ἂν περιεποιησάμην."],["34","Καὶ εἶπε Βαλαὰμ τῷ ἀγγέλῳ Κυρίου, ἡμάρτηκα, οὐ γὰρ ἠπιστάμην ὅτι σύ μοι ἀνθέστηκας ἐν τῇ ὁδῷ εἰς συνάντησιν· καὶ νῦν εἰ μή σοι ἀρκέσει, ἀποστραφήσομαι."],["35","Καὶ εἶπεν ὁ ἄγγελος τοῦ Θεοῦ πρὸς Βαλαὰμ, συμπορεύθητι μετὰ τῶν ἀνθρώπων· πλὴν τὸ ῥῆμα ὃ ἐὰν εἴπω πρὸς σὲ, τοῦτο φυλάξῃ λαλῆσαι. Καὶ ἐπορεύθη Βαλαὰμ μετὰ τῶν ἀρχόντων Βαλάκ."],["36","Καὶ ἀκούσας Βαλὰκ ὅτι ἥκει Βαλαὰμ, ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ, εἰς πόλιν Μωάβ, ἥ ἐστιν ἐπὶ τῶν ὁρίων Ἀρνῶν, ἥ ἐστιν ἐκ μέρους τῶν ὁρίων."],["37","Καὶ εἶπε Βαλὰκ πρὸς Βαλαὰμ, οὐχὶ ἀπέστειλα πρὸς σὲ καλέσαι σε; διατί οὐκ ἤρχου πρὸς μέ; ὄντως οὐ δυνήσομαι τιμῆσαί σε;"],["38","Καὶ εἶπε Βαλαὰμ πρὸς Βαλὰκ, ἰδοὺ ἥκω πρὸς σὲ νῦν· δυνατὸς ἔσομαι λαλῆσαί τι; τὸ ῥῆμα ὃ ἐὰν ἐμβάλῃ ὁ Θεὸς εἰς τὸ στόμα μου, τοῦτο λαλήσω."],["39","Καὶ ἐπορεύθη Βαλαὰμ μετὰ Βαλὰκ, καὶ ἦλθον εἰς πόλεις ἐπαύλεων."],["40","Καὶ ἔθυσε Βαλὰκ πρόβατα καὶ μόσχους, καὶ ἀπέστειλε τῷ Βαλαὰμ καὶ τοῖς ἄρχουσι τοῖς μετʼ αὐτοῦ."],["41","Καὶ ἐγενήθη πρωΐ· καὶ παραλαβὼν Βαλὰκ τὸν Βαλαάμ, ἀνεβίβασεν αὐτὸν ἐπὶ τὴν στήλην τοῦ Βαὰλ, καὶ ἔδειξεν αὐτῷ ἐκεῖθεν μέρος τι τοῦ λαοῦ."]],[["1","Καὶ εἶπε Βαλαὰμ τῷ Βαλὰκ οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμοὺς, καὶ ἐτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους, καὶ ἑπτὰ κριούς."],["2","Καὶ ἐποίησε Βαλὰκ ὃν τρόπον εἶπεν αὐτῷ Βαλαάμ· καὶ ἀνήνεγκε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν."],["3","Καὶ εἶπε Βαλαὰμ πρὸς Βαλὰκ, παράστηθι ἐπὶ τῆς θυσίας σου, καὶ πορεύσομαι εἴ μοι φανεῖται ὁ Θεὸς ἐν συναντήσει, καὶ ῥῆμα ὃ ἐάν μοι δείξῃ, ἀναγγελῶ σοι· καὶ παρέστη Βαλὰκ ἐπὶ τῆς θυσίας αὐτοῦ."],["4","Καὶ Βαλαὰμ ἐπορεύθη ἐπερωτῆσαι τὸν Θεόν· καὶ ἐπορεύθη εὐθεῖαν· καὶ ἐφάνη ὁ Θεὸς τῷ Βαλαὰμ· καὶ εἶπε πρὸς αὐτὸν Βαλαάμ, τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα, καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν."],["5","Καὶ ἐνέβαλεν ὁ Θεὸς ῥῆμα εἰς τὸ στόμα Βαλαὰμ, καὶ εἶπεν, ἐπιστραφεὶς πρὸς Βαλὰκ, οὕτω λαλήσεις."],["6","Καὶ ἀπεστράφη πρὸς αὐτόν· καὶ ὁ δὲ ἐφιστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετʼ αὐτοῦ· καὶ ἐγενήθη πνεῦμα Θεοῦ ἐπʼ αὐτῷ."],["7","Καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπεν ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλὰκ βασιλεὺς Μωὰβ ἐξ ὀρέων ἀπʼ ἀνατολῶν, λέγων, δεῦρο ἄρασαί μοι τὸν Ἰακώβ, καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν Ἰσραήλ."],["8","Τί ἀράσωμαι ὃν μὴ ἀρᾶται Κύριος; ἢ τί καταράσωμαι ὃν μὴ καταρᾶται ὁ Θεός;"],["9","Ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτὸν, καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν· ἰδοὺ λαὸς μόνος κατοικήσει, καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται."],["10","Τίς ἐξηκριβάσατο τὸ σπέρμα Ἰακὼβ, καὶ τίς ἐξαριθμήσεται δήμους Ἰσραήλ; ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων."],["11","Καὶ εἶπε Βαλὰκ πρὸς Βαλαὰμ, τί πεποίηκάς μοι; εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν."],["12","Καὶ εἶπε Βαλαὰμ πρὸς Βαλὰκ, οὐχὶ ὅσα ἂν ἐμβάλῃ ὁ Θεὸς εἰς τὸ στόμα μου, τοῦτο φυλάξω λαλῆσαι;"],["13","Καὶ εἶπε πρὸς αὐτὸν Βαλὰκ, δεῦρο ἔτι μετʼ ἐμοῦ εἰς τόπον ἄλλον ἐξ οὗ οὐκ ὄψει αὐτὸν ἐκεῖθεν, ἀλλʼ ἢ μέρος τι αὐτοῦ ὄψει, πάντας δὲ οὐ μὴ ἴδῃς, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν."],["14","Καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου· καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμοὺς, καὶ ἀνεβίβασε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν."],["15","Καὶ εἶπε Βαλαὰμ πρὸς Βαλὰκ, παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν Θεόν."],["16","Καὶ συνήντησεν ὁ Θεὸς τῷ Βαλαὰμ, καὶ ἐνέβαλε ῥῆμα εἰς τὸ στόμα αὐτοῦ, καὶ εἶπεν, ἀποστράφηθι πρὸς Βαλὰκ, καὶ τάδε λαλήσεις."],["17","Καὶ ἀπεστράφη πρὸς αὐτόν· καὶ ὁ δὲ ἐφειστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετʼ αὐτοῦ· καὶ εἶπεν αὐτῷ Βαλὰκ, τί ἐλάλησε Κύριος;"],["18","Καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπεν, ἀνάστηθι Βαλὰκ, καὶ ἄκουε, ἐνώτισαι μάρτυς υἱὸς Σεπφώρ."],["19","Οὐχ ὡς ἄνθρωπος ὁ Θεὸς διαρτηθῆναι, οὐδʼ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι, αὐτὸς εἴπας, οὐχὶ ποιήσει; λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ;"],["20","Ἰδοὺ εὐλογεῖν παρείλημμαι· εὐλογήσω, καὶ οὐ μὴ ἀποστρέψω."],["21","Οὐκ ἔσται μόχθος ἐν Ἰακὼβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ἰσραήλ· Κύριος ὁ θεὸς αὐτοῦ μετʼ αὐτοῦ, τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ."],["22","Θεὸς ὁ ἐξαγαγὼν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ."],["23","Οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ἰακὼβ, οὐδὲ μαντεία ἐν Ἰσραήλ· κατὰ καιρὸν ῥηθήσεται Ἰακὼβ, καὶ τῷ Ἰσραὴλ, τί ἐπιτελέσει ὁ Θεός;"],["24","Ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται, καὶ ὡς λέων γαυρωθήσεται· οὐ κοιμηθήσεται ἕως φάγῃ θήραν, καὶ αἷμα τραυματιῶν πίεται."],["25","Καὶ εἶπε Βαλὰκ πρὸς Βαλαὰμ, οὔτε κατάραις καταράσῃ μοι αὐτὸν, οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν."],["26","Καὶ ἀποκριθεὶς Βαλαὰμ, εἶπε τῷ Βαλὰκ, οὐκ ἐλάλησά σοι, λέγων, τὸ ῥῆμα ὃ ἐὰν λαλήσῃ ὁ Θεὸς, τοῦτο ποιήσω;"],["27","Καὶ εἶπε Βαλὰκ πρὸς Βαλαὰμ, δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον, εἰ ἀρέσει τῷ Θεῷ, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν."],["28","Καὶ παρέλαβε Βαλὰκ τὸν Βαλαὰμ ἐπὶ κορυφὴν τοῦ Φογὼρ, τὸ παρατεῖνον εἰς τὴν ἔρημον."],["29","Καὶ εἶπε Βαλαὰμ πρὸς Βαλὰκ, οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμοὺς, καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους, καὶ ἑπτὰ κριούς."],["30","Καὶ ἐποίησε Βαλὰκ καθάπερ εἶπεν αὐτῷ Βαλαάμ, καί ἀνήνεγκε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν."]],[["1","Καὶ ἰδὼν Βαλαὰμ ὅτι καλόν ἐστιν ἐναντίον Κυρίου εὐλογεῖν τὸν Ἰσραὴλ, οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς αὐτῷ εἰς συνάντησιν τοῖς οἰωνοῖς, καὶ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἔρημον."],["2","Καὶ ἐξάρας Βαλαὰμ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καθορᾷ τὸν Ἰσραὴλ ἐστρατοπεδευκότα κατὰ φυλάς· καὶ ἐγένετο ἐπʼ αὐτῷ πνεῦμα Θεου."],["3","Καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπε, φησὶ Βαλαὰμ υἱοῖς Βεὼρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν,"],["4","φησὶν ἀκούων λόγια ἰσχυροῦ, ὅστις ὅρασιν Θεοῦ εἶδεν ἐν ὕπνῳ· ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ."],["5","Ὡς καλοὶ οἱ οἶκοί σου Ἰακὼβ, αἱ σκηναί σου Ἰσραήλ·"],["6","Ὡσεὶ νάπαι σκιάζουσαι, καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῷ, καὶ ὡσεὶ, σκηναὶ, ἃς ἔπηξε Κύριος, καί ὡσεὶ κέδροι παρʼ ὕδατα."],["7","Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν· καὶ ὑψωθήσεται ἡ Γὼγ βασιλεία, καὶ αὐξηθήσεται βασιλεία αὐτοῦ."],["8","Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου· ὡς δόξα μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ, καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ, καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν."],["9","Κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων, καὶ ὡς σκύμνος· τίς ἀναστήσει αὐτόν· οἱ εὐλογοῦντές σε, εὐλόγηνται· καὶ οἱ καταρώμενοί σε, κεκατήρανται."],["10","Καὶ ἐθυμώθη Βαλὰκ ἐπὶ Βαλαὰμ, καὶ συνεκρότησε ταῖς χερσὶν αὐτοῦ, καὶ εἶπε Βαλὰκ πρὸς Βαλαὰμ, καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο."],["11","Νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου· εἶπα, τιμήσω σε, καὶ νῦν ἐστέρησέ σε Κύριος τῆς δόξης."],["12","Καὶ εἶπε Βαλαὰμ πρὸς Βαλὰκ, οὐχὶ καὶ τοῖς ἀγγέλοις σου οὓς ἀπέστειλας πρὸς με ἐλάλησα, λέγων,"],["13","ἐάν μοι δῷ Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα Κυρίου ποιῆσαι αὐτὸ καλὸν ἤ πονηρὸν παρʼ ἐμαυτοῦ· ὅσα ἂν εἴπῃ ὁ Θεός, ταῦτα ἐρῶ."],["14","Καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου· δεῦρο, συμβουλεύσω σοι, τί ποιήσει ὁ λαὸς οὗτος τὸν λαόν σου ἐπʼ ἐσχάτου τῶν ἡμερῶν."],["15","Καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπε,"],["16","Φησὶ Βαλαὰμ υἱὸς Βεὼρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, ἀκούων λόγια Θεοῦ, ἐπιστάμενος ἐπιστήμην παρὰ ὑψίστου, καὶ ὅρασιν Θεοῦ ἰδὼν ἐν ὕπνῳ· ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ."],["17","Δείξω αὐτῷ, καὶ οὐχὶ νῦν· μακαρίζω, καὶ οὐκ ἐγγίζει· ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ· καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ, καῒ προνομεύσει πάντας υἱοὺς Σήθ."],["18","Καὶ ἔσται Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἡσαῦ ὁ ἐχθρὸς αὐτοῦ· καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ."],["19","Καὶ ἐξεγερθήσεται ἐξ Ἰακὼβ, καὶ ἀπολεῖ σωζόμενον ἐκ πόλεως."],["20","Καὶ ἰδὼν τὸν Ἀμαλὴκ, καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπεν, ἀρχὴ ἐθνῶν Ἀμαλὴκ, καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται."],["21","Καὶ ἰδὼν τὸν Κεναῖον, καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπεν, ἰσχυρὰ ἡ κατοικία σου· καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοσσίαν σου,"],["22","καὶ ἐὰν γένηται τῷ Βεὼρ νοσσιὰ πανουργίας, Ἀσσύριοι αἰχμαλωτεύσουσί σε."],["23","Καὶ ἰδὼν τὸν Ὢγ, καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπεν, ὢ ὢ, τίς ζήσεται, ὅταν θῇ ταῦτα ὁ Θεός;"],["24","Καὶ ἐξελεύσεται ἐκ χειρῶς Κιτιαίων, καὶ κακώσουσιν Ἀσσοὺρ, καὶ κακώσουσιν Ἐβραίους, καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται."],["25","Καὶ ἀναστὰς Βαλαὰμ ἀπῆλθεν, ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ· καὶ Βαλὰκ ἀπῆλθε πρὸς ἑαυτόν."]],[["1","Καὶ κατέλυσεν Ἰσραὴλ ἐν Σαττεὶν, καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωάβ."],["2","Καὶ ἐκάλεσαν αὐτοὺς εἰς τὰς θυσίας τῶν εἰδώλων αὐτῶν· καὶ ἔφαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν, καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν·"],["3","Καὶ ἐτελέσθη Ἰσραὴλ τῷ Βεελφεγώρ· καὶ ὠργίσθη θυμῷ Κύριος τῷ Ἰσραήλ."],["4","Καὶ εἶπε Κύριος τῷ Μωυσῇ, λάβε πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ, καὶ παραδειγμάτισον αὐτοὺς Κυρίῳ κατέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ θυμοῦ Κυρίου ἀπὸ Ἰσραήλ."],["5","Καὶ εἶπε Μωυσῆς ταῖς φυλαῖς Ἰσραήλ, ἀποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐτοῦ τὸν τετελεσμένον τῷ Βεελφεγώρ."],["6","Καὶ ἰδοὺ ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ ἐλθὼν προσήγαγε τὸν ἀδελφὸν αὐτοῦ πρὸς τὴν Μαδιανίτιν ἐναντίον Μωυσῆ, καὶ ἐναντίον πάσης συναγωγῆς υἱῶν Ἰσραήλ· αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου."],["7","Καὶ ἰδὼν Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως, ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς, καὶ λαβὼν σειρομάστην ἐν τῇ χειρὶ,"],["8","εἰσῆλθεν ὀπίσω τοῦ ἀνθρώπου τοῦ Ἰσραηλίτου εἰς τὴν κάμινον, καὶ ἀπεκέντησεν ἀμφοτέρους, τόν τε ἄνθρωπον τὸν Ἰσραηλίτην, καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς· καὶ ἐπαύσατο ἡ πληγὴ ἀπὸ υἱῶν Ἰσραήλ."],["9","Καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ πληγῇ, τέσσαρες καὶ εἴκοσι χιλιάδες."],["10","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["11","Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως κατέπαυσε τὸν θυμόν μου ἀπὸ υἱῶν Ἰσραὴλ, ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς, καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ζήλῳ μου."],["12","Οὕτως εἰπον, ἰδοὺ ἐγὼ δίδωμι αὐτῷ διαθήκην εἰρήνης,"],["13","καὶ ἔσται αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτὸν διαθήκη ἱερατείας αἰωνία, ἀνθʼ ὧν ἐζήλωσεν τῷ Θεῷ αὐτοῦ, καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν Ἰσραήλ."],["14","Τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ Ἰσραηλείτου τοῦ πεπληγότος, ὃς ἐπλήγη μετὰ τῆς Μαδιανίτιδος, Ζαμβρὶ, υἱὸς Σαλμὼν, ἄρχων οἴκου πατριᾶς τῶν Συμεών."],["15","Καὶ ὄνομα τῇ γυναικὶ τῇ Μαδιανίτιδι τῇ πεπληγυίᾳ, Χασβὶ, θυγάτηρ Σοὺρ, ἄρχοντος ἔθνους Ὀμμὼθ· οἴκου πατριᾶς ἐστι τῶν Μαδιάμ."],["16","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων,"],["17","ἐχθραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτοὺς,"],["18","ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι, ὅσα δολιοῦσιν ὑμᾶς διὰ Φογὼρ, καὶ διὰ Χασβὶ θυγατέρα ἄρχοντος Μαδιὰμ ἀδελφὴν αὐτῶν, τὴν πεπληγυῖαν ἐν τῇ ἡμέρᾳ τῆς πληγῆς διὰ Φογώρ."]],[["1","Καὶ ἐγένετο μετὰ τὴν πληγὴν, καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἐλεάζαρ τὸν ἱερέα, λέγων,"],["2","λάβε τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ἰσραὴλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατʼ οἴκους πατριῶν αὐτῶν, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ἰσραήλ."],["3","Καὶ ἐλάλησε Μωυσῆς καὶ Ἐλεάζαρ ὁ ἱερεὺς ἐν Ἀραβὼθ Μωἀβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχὼ, λέγων,"],["4","ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ· καὶ οἱ υἱοὶ Ἰσραὴλ οἱ ἐξελθόντες ἐξ Αἰγύπτου,"],["5","Ῥουβὴν πρωτότοκος Ἰσραήλ· υἱοὶ δὲ Ῥουβὴν Ἐνὼχ, καὶ δῆμος τοῦ Ἐνώχ· τῷ Φαλλοῦ, δῆμος τοῦ Φαλλουί."],["6","Τῷ Ἀσρὼν, δῆμος τοῦ Ἀσρωνεί· τῷ Χαρμὶ, δῆμος τοῦ Χαρμί."],["7","Οὗτοι δῆμοι Ῥουβήν· καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν, τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα."],["8","Καὶ υἱοῖ Φαλλοὺ, Ἑλιάβ."],["9","Καὶ υἱοὶ Ἑλιὰβ, Ναμουὴλ, καὶ Δαθὰν, καὶ Ἀβειρών· οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς· οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν ἐν τῇ συναγωγῇ Κορὲ, ἐν τῇ ἐπισυστάσει Κυρίου."],["10","Καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς, κατέπιεν αὐτοὺς καὶ Κορὲ, ἐν τῷ θανάτῳ τῆς συναγωγῆ αὐτοῦ, ὅτε κατέφαγε τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους, καὶ ἐγενήθησαν ἐν σημείῳ·"],["11","οἱ δὲ υἱοὶ Κορὲ οὐκ ἀπέθανον."],["12","Καὶ οἱ υἱοὶ Συμεὼν, ὁ δῆμος τῶν υἱῶν Συμεών· τῷ Ναμουὴλ, δῆμος ὁ Ναμουηλί· τῷ Ἰαμὶν, δῆμος ὁ Ἰαμινί· τῷ Ἰαχὶν, δῆμος Ἰαχινί·"],["13","Τῷ Ζαρὰ δῆμος ὁ Ζαραΐ· τῷ Σαοὺλ, δῆμος ὁ Σαουλί."],["14","Οὗτοι δῆμοι Συμεὼν ἐκ τῆς ἐπισκέψεως αὐτῶν, δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοι."],["15","Υἱοὶ δὲ Ἰούδα, Ἢρ καὶ Αὐνάν· καὶ ἀπέθανον Ἤρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν."],["16","Καὶ ἐγένοντο οἱ υἱοὶ Ἰούδα κατὰ δήμους αὐτῶν· τῷ Σηλὼμ, δῆμος ὁ Σηλωνί· τῷ Φαρὲς, δῆμος ὁ Φαρεσί· τῷ Ζαρὰ, δῆμος ὁ Ζαραΐ."],["17","Καὶ ἐγένοντο οἱ υἱοὶ Φαρὲς, τῷ Ἀσρὼν, δῆμος ὁ Ἀσρωνί· τῷ Ἰαμοῦν, δῆμος ὁ Ἰαμουνί."],["18","Οὗτοι δῆμοι τοῦ Ἰούδα κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι."],["19","Καὶ υἱοὶ Ἰσσάχαρ κατὰ δήμους αὐτῶν· τῷ Θωλᾷ, δῆμος ὁ Θωλαΐ· τῷ Φουᾷ, δῆμος ὁ Φουαΐ·"],["20","Τῷ Ἰασοὺβ, δῆμος ὁ Ἰασουβί· τῷ Σαμρὰμ, δῆμος ὁ Σαμραμί."],["21","Οὗτοι δῆμοι Ἰσσάχαρ ἐξ ἐπισκέψεως αὐτῶν, τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι."],["22","Υἱοὶ Ζαβουλὼν κατὰ δήμους αὐτῶν· τῷ Σαρὲδ, δῆμος ὁ Σαρεδί· τῷ Ἀλλὼν, δῆμος ὁ Ἀλλωνί· τῷ Ἀλλὴλ, δῆμος ὁ Ἀλληλί."],["23","Οὗτοι δῆμοι Ζαβουλὼν ἐξ ἐπισκέψεως αὐτῶν, ἐξήκοντα χιλιάδες καὶ πεντακόσιοι."],["24","Υἱοὶ Γὰδ κατὰ δήμους αὐτῶν· τῷ Σαφὼν, δῆμος ὁ Σαφωνί· τῷ Ἀγγὶ, δῆμος ὁ Ἀγγί· τῷ Σουνὶ, δῆμος ὁ Σουνί·"],["25","τῷ Ἀζενὶ, δῆμος ὁ Ἀζενί· τῷ Ἀδδὶ, δῆμος ὁ Ἀδδί·"],["26","τῷ Ἀροδὶ, δῆμος ὁ Αροαδί· τῷ Ἀριὴλ, δῆμος ὁ Ἀριηλί."],["27","Οὗτοι δῆμοι υἱῶν Γὰδ ἐξ ἑπισκέψεως αὐτῶν, τέσσαρες καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι."],["28","Υἱοὶ Ἀσὴρ κατὰ δήμους αὐτῶν· τῷ Ἰαμὶν, δῆμος ὁ Ἰαμινί· τῷ Ἰεσοὺ, δῆμος ὁ Ἰεσουΐ· τῷ Βαριὰ, δῆμος ὁ Βαριαΐ."],["29","Τῷ Χοβὲρ, δῆμος ὁ Χοβερί· τῷ Μελχιὴλ, δῆμος ὁ Μελχιηλί."],["30","Καὶ τὸ ὄνομα θυγατρὸς Ἀσὴρ, Σάρα."],["31","Οὗτοι δῆμοι Ἀσὴρ ἐξ ἐπισκέψεως αὐτῶν, τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ τετρακόσιοι."],["32","Υἱοὶ Ἰωσὴφ κατὰ δήμους αὐτῶν, Μανασσῆ καὶ Ἐφραίμ."],["33","Υἱοὶ Μανασσῆ. Τῷ Μαχὶρ, δῆμος ὁ Μαχιρί· καὶ Μαχὶρ ἐγέννησε τὸν Γαλαάδ· τῷ Γαλαὰδ, δῆμος ὁ Γαλααδί."],["34","Καὶ οὗτοι υἱοὶ Γαλαάδ· Ἀχιέζερ, δῆμος ὁ Ἀχιεζερί· τῷ Χελὲγ, δῆμος ὁ Χελεγί."],["35","Τῷ Ἐσριὴλ, δῆμος ὁ Ἐσριηλί· τῷ Συχὲμ, δῆμος ὁ Συχεμί·"],["36","Τῷ Συμαὲρ, δῆμος ὁ Συμαερί· καὶ τῷ Ὀφὲρ, δῆμος ὁ Ὀφερὶ."],["37","Καὶ τῷ Σαλπαὰδ, υἱῷ Ὀφὲρ, οὐκ ἐγένοντο αὐτῷ υἱοὶ, ἀλλʼ ἢ θυγατέρες· καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπαάδ· Μαλὰ, καὶ Νουὰ, καὶ Ἐγλὰ, καὶ Μελχὰ, καὶ Θερσά."],["38","Οὗτοι δῆμοι Μανασσὴ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ πεντήκοντα χιλιαδες καὶ ἑπτακόσιοι."],["39","Καὶ οὗτοι υἱοὶ Ἐφραίμ· τῷ Σουθαλὰ, δῆμος ὁ Σουθαλάν· τῷ Τανὰχ, δῆμος ὁ Ταναχί."],["40","Οὗτοι υἱοὶ Σουθαλά· τῷ Ἐδὲν, δῆμος ὁ Ἐδενί."],["41","Οὗτοι δῆμοι Ἐφραὶμ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι· οὗτοι δῆμοι υἱῶν Ἰωσὴφ κατὰ δήμους αὐτῶν."],["42","Υἱοὶ Βενιαμὶν κατὰ δήμους αὐτῶν· τῷ Βαλὲ, δῆμος ὁ Βαλί· τῷ Ἀσυβὴρ, δῆμος ὁ Ἀσυβηρί· τῷ Ἰαχιρὰν, δῆμος ὁ Ἰαχιρανί."],["43","Τῷ Σωφὰν, δῆμος ὁ Σωφανι."],["44","Καὶ ἐγένοντο οἱ υἱοὶ Βαλὲ, Ἀδὰρ, καὶ Νοεμάν· τῷ Ἀδὰρ, δῆμος ὁ Αδαρί· καὶ τῷ Νοεμὰν, δῆμος ὁ Νοεμανί."],["45","Οὗτοι υἱοὶ Βενιαμὶν κατὰ δήμους αὐτῶν ἐξ ἐπισκέψεως αὐτῶν, πέντε καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι."],["46","Καὶ υἱοὶ Δὰν κατὰ δήμους αὐτῶν· τῷ Σαμὲ, δῆμος ὁ Σαμεΐ, οὗτοι δῆμοι Δὰν κατὰ δήμους αὐτῶν."],["47","Πάντες οἱ δῆμοι Σαμεῒ κατʼ ἐπισκοπὴν αὐτῶν, τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι."],["48","Υἱοὶ Νεφθαλὶ κατὰ δήμους αὐτῶν· τῷ Ἀσιὴλ· δῆμος ὁ Ἀσιηλί· τῷ Γαυνὶ, δῆμος ὁ Γαυνί."],["49","Τῷ Ἰεσὲρ, δῆμος ὁ Ἰεσερί· τῷ Σελλὴμ, δῆμος ὁ Σελλημί."],["50","Οὗτοι δῆμοι Νεφθαλὶ ἐξ ἐπισκέψεως αὐτῶν, τεσσαράκοντα χιλιάδες καὶ τριακόσιοι."],["51","Αὕτη ἡ ἐπίσκεψις υἱῶν Ἰσραὴλ, ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι καὶ τριάκοντα."],["52","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["53","τούτοις μερισθήσεται ἡ γῆ, κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων."],["54","Τοῖς πλείοσι πλεονάσεις τὴν κληρονομίαν, καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν· ἑκάστῳ, καθὼς ἐπεσκέπησαν, δοθήσεται ἡ κληρονομία αὐτῶν."],["55","Διὰ κλήρων μερισθήσεται ἡ γῆ τοῖς ὀνόμασι· κατὰ φυλὰς πατριῶν αὐτῶν κληρονομήσουσιν."],["56","Ἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀναμέσον πολλῶν καὶ ὀλίγων."],["57","Καὶ υἱοὶ Λευὶ κατὰ δήμους αὐτῶν· τῷ Γεδσὼν, δῆμος ὁ Γεδσωνί· τῷ Καὰθ, δῆμος ὁ Κααθί· τῷ Μεραρὶ, δῆμος ὁ Μεραρί."],["58","Οὗτοι δῆμοι υἱῶν Λευί· δῆμος ὁ Λοβενί, δῆμος ὁ Χεβρωνὶ, δῆμος ὁ Κορὲ, καὶ δῆμος ὁ Μουσί· καὶ Καὰθ ἐγέννησε τὸν Ἁμράμ."],["59","Τὸ δὲ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ἰωχαβὲδ, θυγάτηρ Λευὶ, ἣ ἔτεκε τούτους τῷ Λευὶ ἐν Αἰγύπτῳ, καὶ ἔτεκε τῷ Ἀμρὰμ τὸν Ἀαρὼν καὶ Μωυσῆν, καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν."],["60","Καὶ ἐγενήθησαν τῷ Ἀαρὼν, ὅ, τε Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ Ἐλεάζαρ, καὶ Ἰθάμαρ."],["61","Καὶ ἀπέθανε Ναδὰβ καὶ Ἀβιοὺδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι Κυρίου ἐν τῇ ἐρήμῳ Σινᾷ."],["62","Καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω· οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν Ἰσραὴλ, ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν Ἰσραήλ."],["63","Καὶ αὕτη ἡ ἐπίσκεψις Μωυσῆ καὶ Ἐλεάζαρ τοῦ ἱερέως, οἱ ἐπεσκέψαντο τοὺς υἱοὺς Ἰσραὴλ ἐν Ἀραβὼθ Μωὰβ, ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ."],["64","Καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ Ἀαρὼν, οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῇ ἐρήμῳ Σινᾷ."],["65","Ὅτι εἶπε Κύριος αὐτοῖς, θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ· καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς, πλὴν Χάλεβ υἱὸς Ἰεφοννὴ, καὶ Ἰησοῦς ὁ τοῦ Ναυή."]],[["1","Καὶ προσελθοῦσαι αἱ θυγατέρες Σαλπαὰδ υἱοῦ Ὀφὲρ, υἱοῦ Γαλαὰδ, υἱοῦ Μαχιρ, τοῦ δήμου Μανασσῆ, τῶν υἱῶν Ἰωσὴφ, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν, Μααλὰ, καὶ Νουὰ, καὶ Ἐγλὰ, καὶ Μελχὰ, καὶ Θερσὰ,"],["2","καὶ στᾶσαι ἔναντι Μωυσῆ, καὶ ἔναντι Ἐλεάζαρ τοῦ ἱερέως, καὶ ἔναντι τῶν ἀρχόντων, καὶ ἔναντι πάσης συναγωγῆς ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, λέγουσιν,"],["3","ὁ πατὴρ ἡμῶν ἀπέθανεν ἐν τῇ ἐρήμῳ, καὶ αὐτὸς οὐκ ἦν ἐν μέσῳ τῆς συναγωγῆς τῆς ἐπισυστάσης ἔναντι Κυρίου ἐν τῇ συναγωγῇ Κορὲ, ὅτι διʼ ἁμαρτίαν αὐτοῦ ἀπέθανε, καὶ υἱοὶ οὐκ ἐγένοντο αὐτῷ· μὴ ἐξαλειφθήτω τὸ ὄνομα τοῦ πατρὸς ἡμῶν ἐκ μέσου τοῦ δήμου αὐτοῦ, ὅτι οὐκ ἔστιν αὐτῷ υἱός· δότε ἡμῖν κατάσχεσιν ἐν μέσῳ ἀδελφῶν πατρὸς ἡμῶν."],["4","Καὶ προσήγαγε Μωυσῆν τὴν κρίσιν αὐτῶν ἔναντι Κυρίου."],["5","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν,"],["6","λέγεν, ὀρθῶς θυγατέρες Σαλπαὰδ λελαλήκασι· δόμα δώσεις αὐταῖς κατάσχεσιν κληρονομίας ἐν μέσῳ ἀδελφῶν πατρὸς αὐτῶν, καὶ περιθήσεις τὸν κλῆρον τοῦ πατρὸς αὐτῶν αὐταῖς."],["7","Καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις,"],["8","λέγων, ἄνθρωπος ἐὰν ἀποθάνῃ, καὶ υἱὸς μὴ ᾖ αὐτῷ, περιθήσετε τὴν κληρονομίαν αὐτοῦ τῇ θυγατρὶ αὐτοῦ·"],["9","Ἐὰν δὲ μὴ ᾖ θυγάτηρ αὐτῷ, δώσετε τὴν κληρονομίαν τῷ ἀδελφῷ αὐτοῦ."],["10","Ἐὰν δὲ μὴ ὦσιν αὐτῷ ἀδελφοὶ, δώσετε τὴν κληρονομίαν τῷ ἀδελφῷ τοῦ πατρὸς αὐτοῦ."],["11","Ἐὰν δὲ μὴ ὦσιν ἀδελφοὶ τοῦ πατρὸς αὐτοῦ, δώσετε τὴν κληρονομίαν τῷ οἰκείῳ τῷ ἔγγιστα αὐτοῦ ἐκ τῆς φυλῆς αὐτοῦ, κληρονομῆσαι τὰ αὐτοῦ· καὶ ἔσται τοῦτο τοῖς υἱοῖς Ἰσραὴλ δικαίωμα κρίσεως, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ."],["12","Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, ἀνάβηθι εἰς τὸ ὄρος τὸ ἐν τῷ πέραν τοῦ Ἰορδάνου, τοῦτο τὸ ὄρος Ναβαὺ, καὶ ἴδε τὴν γῆν Χαναὰν, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ ἐν κατασχέσει."],["13","Καὶ ὄψῃ αὐτὴν, καὶ προστεθήσῃ πρὸς τὸν λαόν σου καὶ σὺ, καθὰ προσετέθη Ἀαρὼν ὁ ἀδελφός σου ἐν Ὢρ τῷ ὄρει."],["14","Διότι παρέβητε τὸ ῥῆμά μου ἐν τῇ ἐρήμῳ Σὶν, ἐν τῷ ἀντιπίπτειν τὴν συναγωγὴν ἁγιάσαι με, οὐχ ἡγιάσατέ με ἐπὶ τῷ ὕδατι ἔναντι αὐτῶν· τοῦτʼ ἔστι τὸ ὕδωρ ἀντιλογίας ἐν Κάδης ἐν τῇ ἐρήμῳ Σίν."],["15","Καὶ εἶπε Μωυσῆς πρὸς Κύριον,"],["16","ἐπισκεψάσθω Κύριος ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς συναγωγῆς ταύτης,"],["17","ὅστις ἐξελεύσεται πρὸ προσώπου αὐτῶν, καὶ ὅστις εἰσελεύσεται πρὸ προσώπου αὐτῶν, καὶ ὅστις ἐξάξει αὐτοὺς, καὶ ὃστις εἰσάξει αὐτοὺς, καὶ οὐκ ἔσται ἡ συναγωγὴ Κυρίου ὡσεὶ πρόβατα οἷς οὐκ ἔστι ποιμήν."],["18","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, λάβε πρὸς σεαυτὸν Ἰησοῦν υἱὸν Ναυὴ, ἄνθρωπον ὃς ἔχει πνεῦμα ἐν ἑαυτῷ, καὶ ἐπιθήσεις τὰς χεῖράς σου ἐπʼ αὐτόν·"],["19","Καὶ στήσεις αὐτὸν ἔναντι Ἐλεάζαρ τοῦ ἱερέως, καὶ ἐντελῇ αὐτῷ ἔναντι πάσης συναγωγῆς, καὶ ἐντελῇ περὶ αὐτοῦ ἐναντίον αὐτῶν."],["20","Καὶ δώσεις τῆς δόξης σου ἐπʼ αὐτὸν, ὅπως ἂν εἰσακούσωσιν αὐτοῦ οἱ υἱοὶ Ἰσραήλ."],["21","Καὶ ἔναντι Ἐλεάζαρ τοῦ ἱερέως στήσεται, καὶ ἐπερωτήσουσιν αὐτὸν τὴν κρίσιν τῶν δήλων ἔναντι Κυρίου· ἐπὶ τῷ στόματι αὐτοῦ ἐξελεύσονται, καὶ ἐπὶ τῷ στόματι αὐτοῦ εἰσελεύσονται αὐτὸς καὶ οἱ υἱοὶ Ἰσραὴλ ὁμοθυμαδὸν, καὶ πᾶσα ἡ συναγωγή."],["22","Καὶ ἐποίησε Μωυσῆς καθὰ ἐνετείλατο αὐτῷ Κύριος· καὶ λαβὼν τὸν Ἰησοῦν, ἔστησεν αὐτὸν ἐναντίον Ἐλεάζαρ τοῦ ἱερέως, καὶ ἐναντίον πάσης συναγωγῆς,"],["23","καὶ ἐπέθηκε τὰς χεῖρας αὐτοῦ ἐπʼ αὐτὸν, καὶ συνέστησεν αὐτὸν καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["2","ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, λέγων, τὰ δῶρά μου δόματά μου καρπώματά μου εἰς ὀσμὴν εὐωδίας διατηρήσετε προσφέρειν ἐμοὶ ἐν ταῖς ἑορταῖς μου."],["3","Καὶ ἐρεῖς πρὸς αὐτοὺς, ταῦτα τὰ καρπώματα ὅσα προσάξετε Κυρίῳ, ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν εἰς ὁλοκαύτωσιν ἐνδελεχῶς."],["4","Τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ τοπρωῒ, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν."],["5","Καὶ ποιήσεις τὸ δέκατον τοῦ οἰφὶ σεμίδαλιν εἰς θυσίαν ἀναπεποιημένην ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ἴν."],["6","Ὁλοκαύτωμα ἐνδελεχισμοῦ, ἡ γενομένη ἐν τῷ ὄρει Σινᾷ εἰς ὀσμὴν εὐωδίας Κυρίῳ."],["7","Καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ ἴν τῷ ἀμνῷ τῷ ἑνί· ἐν τῷ ἁγίῳ σπείσεις σπονδὴν σίκερα Κυρίῳ·"],["8","καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν· κατὰ τὴν θυσίαν αὐτοῦ καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ ποιήσετε εἰς ὀσμὴν εὐωδίας Κυρίῳ."],["9","Καὶ τῇ ἡμέρᾳ τῶν σαββάτων προσάξετε δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους, καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ σπονδὴν,"],["10","ὁλοκαύτωμα σαββάτων ἐν τοῖς σαββάτοις ἐπὶ τὴς ὁλοκαυτώσεως τῆς διαπαντὸς, καὶ τὴν σπονδὴν αὐτοῦ."],["11","Καὶ ἐν ταῖς νεομηνίαις προσάξετε ὁλοκαύτωμα τῷ Κυρίῳ, μόσχους ἐκ βοῶν δύο, καὶ κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους·"],["12","Τρία δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ μόσχῳ τῷ ἑνὶ, καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ κριῷ τῷ ἑνί·"],["13","Δέκατον δέκατον σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ ἀμνῷ τῷ ἑνὶ, θυσίαν ὀσμὴν εὐωδίας κάρπωμα Κυρίῳ."],["14","Ἡ σπονδὴ αὐτῶν τὸ ἥμισυ τοῦ ἴν ἔσται τῷ μόσχῳ τῷ ἑνί· καὶ τὸ τρίτον τοῦ ἴν ἔσται τῷ κριῷ τῷ ἑνί. Καὶ τὸ τέταρτον τοῦ ἴν ἔσται τῷ ἀμνῷ τῷ ἑνὶ οἴνου· τοῦτο τὸ ὁλοκαύτωμα μῆνα ἐκ μηνὸς εἰς τοὺς μῆνας τοῦ ἐνιαυτοῦ."],["15","Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας Κυρίῳ, ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διαπαντὸς ποιηθήσεται, καὶ ἡ σπονδὴ αὐτοῦ."],["16","Καὶ ἐν τῷ μηνὶ τῷ πρώτῳ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς πάσχα Κυρίῳ."],["17","Καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτή· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε."],["18","Καὶ ἡ ἡμέρα ἡ πρώτη ἐπίκλητος ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε."],["19","Καὶ προσάξετε ὁλοκαυτώματα κάρπωμα Κυρίῳ, μόσχους ἐκ βοῶν δύο, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτά· ἄμωμοι ἔσονται ὑμῖν."],["20","Καὶ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ· τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ, καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί."],["21","Δέκατον δέκατον ποιήσεις τῷ ἀμνῷ τῷ ἑνὶ, τοῖς ἑπτὰ ἀμνοῖς."],["22","Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, ἐξιλάσασθαι περὶ ὑμῶν·"],["23","Πλὴν τῆς ὁλοκαυτώσεως τῆς διαπαντὸς τῆς πρωϊνῆς, ὅ ἐστιν ὁλοκαύτωμα ἐνδελεχισμοῦ."],["24","Ταῦτα κατὰ ταῦτα ποιήσετε τὴν ἡμέραν εἰς τὰς ἑπτὰ ἡμέρας, δῶρον κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, ἐπὶ τοῦ ὁλοκαυτώματος τοῦ διαπαντὸς ποιήσεις τὴν σπονδὴν αὐτοῦ."],["25","Καὶ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ."],["26","Καὶ τῇ ἡμέρᾳ τῶν νέων, ὅταν προσφέρητε θυσίαν νέαν Κυρίῳ τῶν ἑβδομάδων, ἐπίκλητος ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε."],["27","Καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, μόσχους ἐκ βοῶν δύο, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους."],["28","Ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ· τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ, καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί."],["29","Δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ, τοῖς ἑπτὰ ἀμνοῖς·"],["30","καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, ἐξιλάσασθαι περὶ ὑμῶν· πλὴν τοῦ ὁλοκαυτώματος τοῦ διαπαντός·"],["31","καὶ τὴν θυσίαν αὐτῶν ποιήσετέ μοι, ἄμωμοι ἔσονται ὑμῖν, καὶ τὰς σπονδὰς αὐτῶν."]],[["1","Καὶ τῷ μηνὶ τῷ ἑβδόμῳ, μιᾷ τοῦ μηνὸς, ἐπίκλητος ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε· ἡμέρα σημασίας ἔσται ὑμῖν."],["2","Καὶ ποιήσετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους."],["3","Ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ· τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ, καὶ δύο δέκατα τῷ κρίῳ τῷ ἑνί·"],["4","Δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ, τοῖς ἑπτὰ ἀμνοῖς·"],["5","Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, ἐξιλάσασθαι περὶ ὑμῶν·"],["6","Πλὴν τῶν ὁλοκαυτωμάτων τῆς νουμηνίας· καὶ αἱ θυσίαι αὐτῶν, καὶ αἱ σπονδαὶ αὐτῶν, καὶ τὸ ὁλοκαύτωμα τὸ διαπαντός· καί αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν εἰς ὀσμὴν εὐωδίας Κυρίῳ."],["7","Καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τούτου ἐπίκλητος ἁγία ἔσται ὑμῖν· καὶ κακώσετε τὰς ψυχὰς ὑμῶν, καὶ πᾶν ἔργον οὐ ποιήσετε."],["8","Καὶ προσοίσετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, καρπώματα Κυρίῳ, μόσχον ἐκ βοῶν ἕνα, κριὸν ἕνα, ἀμνους ἐνιαυσίους ἑπτά· ἄμωμοι ἔσονται ὑμῖν."],["9","Ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ· τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ, καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί·"],["10","Δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ, εἰς τοὺς ἑπτὰ ἀμνούς·"],["11","Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, ἐξιλάσασθαι περὶ ὑμῶν· πλὴν τὸ περὶ τῆς ἁμαρτίας τῆς ἐξιλάσεως, καὶ ἡ ὁλοκαύτωσις ἡ διαπαντός· ἡ θυσία αὐτῆς, καὶ ἡ σπονδὴ αὐτῆς κατὰ τὴν σύγκρισιν εἰς ὀσμὴν εὐωδίας κάρπωμα Κυρίῳ."],["12","Καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἐπίκλητος ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε· καὶ ἑορτάσατε αὐτὴν ἑορτὴν Κυρίῳ ἑπτὰ ἡμέρας."],["13","Καὶ προσάξετε ὁλοκαυτώματα κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, τῇ ἡμέρᾳ τῇ πρώτῃ μόσχους ἐκ βοῶν τρεῖς καὶ δέκα, κριοὺς δυο, ἀμνοὺς ἐνιαυσίους δεκατέσσαρας· ἄμωμοι ἔσονται."],["14","Αἱ θυσίαι αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ· τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ, τοῖς τρισκαίδεκα μόσχοις· καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνὶ, ἐπὶ τοὺς δύο κριούς·"],["15","Δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ, ἐπὶ τοὺς τέσσαρας καὶ δέκα ἀμνούς·"],["16","Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· πλὴν τῆς ὁλοκαυτώσεως τῆς διαπαντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν."],["17","Καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ μόσχους δώδεκα, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους."],["18","Ἡ θυσία αὐτῶν καὶ ἡ σπονδὴ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύγκρισιν αὐτῶν."],["19","καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· πλὴν τῆς ὁλοκαυτώσεως τῆς διαπαντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν."],["20","Τῇ ἡμέρᾳ τῇ τρίτῃ μόσχους ἕνδεκα, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους."],["21","Ἡ θυσία αὐτῶν καὶ ἡ σπονδὴ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύγκρισιν αὐτῶν."],["22","Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· πλὴν τῆς ὁλοκαυτώσεως τῆς διαπαντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν."],["23","Τῇ ἡμέρᾳ τῇ τετάρτῃ μόσχους δέκα, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους."],["24","Αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύγκρισιν αὐτῶν."],["25","Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· πλὴν τῆς ὁλοκαυτώσεως τῆς διαπαντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν."],["26","Τῇ ἡμέρᾳ τῇ πέμπτῃ μόσχους ἐννέα, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους."],["27","Αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύγκρισιν αὐτῶν."],["28","Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διαπαντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν."],["29","Τῇ ἡμέρᾳ τῇ ἕκτῃ μόσχους ὀκτὼ, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους δεκατέσσαρας ἀμώμους."],["30","Αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύγκρισιν αὐτῶν."],["31","Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· πλὴν τῆς ὁλοκαυτώσεως τῆς διαπαντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν."],["32","Τῇ ἡμέρᾳ τῇ ἑβδομῃ μόσχους ἑπτὰ, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους δεκατέσσαρας ἀμώμους."],["33","Αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύγκρισιν αὐτῶν."],["34","Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· πλὴν τῆς ὁλοκαυτώσεως τῆς διαπαντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν."],["35","Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιησετε ἐν αὐτῇ."],["36","Καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας καρπώματα τῷ Κυρίῳ, μόσχον ἕνα, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους."],["37","Αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τῷ μόσχῳ καὶ τῷ κριῷ καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύνκρισιν αὐτῶν."],["38","Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· πλὴν τῆς ὁλοκαυτώσεως τῆς διαπαντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν."],["39","Ταῦτα ποιήσετε Κυρίῳ ἐν ταῖς ἑορταῖς ὑμῶν, πλὴν τῶν εὐχῶν ὑμῶν, καὶ τὰ ἑκούσια ὑμῶν, καὶ τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰς θυσίας ὑμῶν, καὶ τὰς σπονδὰς ὑμῶν, καὶ τὰ σωτήρια ὑμῶν."]],[["1","Καὶ ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ κατὰ πάντα ὅσα ἐνετείλατο Κύριος τῷ Μωυσῇ."],["2","Καὶ ἐλάλησε Μωυσῆς πρὸς τοὺς ἄρχοντας τῶν φυλῶν υἱῶν Ἰσραὴλ, λέγων, τοῦτο τὸ ῥῆμα ὃ συνέταξε Κύριος."],["3","Ἄνθρωπος ἄνθρωπος ὃς ἂν εὔξηται εὐχὴν Κυρίῳ, ἢ ὀμόσῃ ὅρκον, ἢ ὁρίσηται ὁρισμῷ περὶ τῆς ψυχῆς αὐτοῦ, οὐ βεβηλώσει τὸ ῥῆμα αὐτοῦ· πάντα ὅσα ἂν ἐξέλθῃ ἐκ τοῦ στόματος αὐτοῦ, ποιήσει."],["4","Ἐὰν δὲ εὔξηται γυνὴ εὐχὴν Κυρίῳ, ἢ ὁρίσηται ὁρισμὸν ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς ἐν τῇ νεότητι αὐτῆς,"],["5","καὶ ἀκούσῃ ὁ πατὴρ αὐτῆς τὰς εὐχὰς αὐτῆς, καὶ τοὺς ὁρισμοὺς αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, καὶ παρασιωπήσῃ αὐτῆς ὁ πατὴρ, καὶ στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ πάντες οἱ ὁρισμοὶ οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, μενοῦσιν αὐτῇ·"],["6","Ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ ὁ πατὴρ αὐτῆς, ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ πάσας τὰς εὐχὰς αὐτῆς καὶ τοὺς ὁρισμοὺς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, οὐ στήσονται· καὶ Κύριος καθαριεῖ αὐτὴν, ὅτι ἀνένευσεν ὁ πατὴρ αὐτῆς."],["7","Ἐὰν δὲ γενομένη γένηται ἀνδρὶ, καὶ αἱ εὐχαὶ αὐτῆς ἐπʼ αὐτῇ κατὰ τὴν διαστολὴν τῶν χειλέων αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς,"],["8","καὶ ἀκούσῃ ὁ ἀνὴρ αὐτῆς, καὶ παρασιωπήσῃ αὐτῇ ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ, καὶ οὕτω στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ οἱ ὁρισμοὶ αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, στήσονται."],["9","Ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ ὁ ἀνὴρ αὐτῆς ᾗ ἐὰν ἡμέρᾳ ἀκούσῃ, πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ οἱ ὁρισμοὶ αὐτῆς οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, οὐ μενοῦσιν, ὅτι ὁ ἀνὴρ ἀνένευσεν ἀπʼ αὐτῆς· καὶ Κύριος καθαριεῖ αὐτήν."],["10","Καὶ εὐχὴ χήρας καὶ ἐκβεβλημένης ὅσα ἐὰν εὔξηται κατὰ τῆς ψυχῆς αὐτῆς, μενοῦσιν αὐτῇ."],["11","Ἐὰν δὲ ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς αὐτῆς ἡ εὐχὴ αὐτῆς, ἢ ὁ ὁρισμὸς κατὰ τῆς ψυχῆς αὐτῆς μεθʼ ὅρκου,"],["12","καὶ ἀκούσῃ ὁ ἀνὴρ αὐτῆς, καὶ παρασιωπήσῃ αὐτῇ, καὶ μὴ ἀνανεύσῃ αὐτῇ, καὶ στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ πάντες οἱ ὁρισμοὶ αὐτῆς οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, στήσονται κατʼ αὐτῆς."],["13","Ἐὰν δὲ περιελὼν περιέλῃ ὁ ἀνὴρ αὐτῆς ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ, πάντα ὅσα ἐὰν ἐξέλθῃ ἐκ τῶν χειλέων αὐτῆς κατὰ τὰς εὐχὰς αὐτῆς, καὶ κατὰ τοὺς ὁρισμοὺς τοὺς κατὰ τῆς ψυχῆς αὐτῆς, οὐ μενεῖ αὐτῇ· ὁ ἀνὴρ αὐτῆς περιεῖλε, καὶ Κύριος καθαριεῖ αὐτήν."],["14","Πᾶσα εὐχὴ καὶ πᾶς ὅρκος δεσμοῦ κακῶσαι ψυχὴν, ὁ ἀνὴρ αὐτῆς στήσει αὐτῇ, καὶ ὁ ἀνὴρ αὐτῆς περιελεῖ"],["15","Ἐὰν δὲ σιωπῶν παρασιωπήσῃ αὐτῇ ἡμέραν ἐξ ἡμέρας, καὶ στήσει αὐτῇ πάσας τὰς εὐχὰς αὐτῆς, καὶ τοὺς ὁρισμοὺς τοὺς ἐπʼ αὐτῆς στήσει αὐτῇ, ὅτι ἐσιώπησεν αὐτῇ τῇ ἡμέρᾳ ᾗ ἤκουσεν."],["16","Ἐὰν δὲ περιελὼν περιέλῃ ὁ ἀνὴρ αὐτῆς μετὰ τὴν ἡμέραν ἣν ἤκουσε, καὶ λήψεται τὴν ἁμαρτίαν αὐτοῦ."],["17","Ταῦτα τὰ δικαιώματα ὅσα ἐνετείλατο Κύριος τῷ Μωυσῇ, ἀναμέσον ἀνδρὸς καὶ γυναικὸς αὐτοῦ, καὶ ἀναμέσον πατρὸς καὶ θυγατρὸς ἐν νεότητι ἐ οἴκῳ πατρός."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["2","ἐκδίκει τὴν ἐκδίκησιν υἱῶν Ἰσραὴλ ἐκ τῶν Μαδιανιτῶν, καὶ ἔσχατον προστεθήσῃ πρὸς τὸν λαόν σου."],["3","Καὶ ἐλάλησε Μωυσῆς πρὸς τὸν λαὸν, λέγων, ἐξοπλίσατε ἐξ ὑμῶν ἄνδρας, καὶ παρατάξασθε ἔναντι Κυρίου ἐπὶ Μαδιὰν, ἀποδοῦναι ἐκδίκησιν παρὰ τοῦ Κυρίου τῇ Μαδιάν."],["4","Χιλίους ἐκ φυλῆς, χιλίους ἐκ φυλῆς, ἐκ πασῶν φυλῶν υἱῶν Ἰσραὴλ, ἀποστείλατε παρατάξασθαι."],["5","Καὶ ἐξηρίθμησαν ἐκ τῶν χιλιάδων Ἰσραὴλ χιλίους ἐκ φυλῆς, δώδεκα χιλιάδας ἐνωπλισμένοι εἰς παράταξιν."],["6","Καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς χιλίους ἐκ φυλῆς, χιλίους ἐκ φυλῆς σὺν δυνάμει αὐτῶν, καὶ Φινεὲς υἱὸν Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως· καὶ τὰ σκεύη τὰ ἅγια, καὶ αἱ σάλπιγγες τῶν σημασιῶν ἐν ταῖς χερσὶν αὐτῶν."],["7","Καὶ παρετάξαντο ἐπὶ Μαδιὰν, καθὰ ἐνετείλατο Κύριος Μωυσῇ· καὶ ἀπέκτειναν πᾶν ἀρσενικόν."],["8","Καὶ τοὺς βασιλεῖς Μαδιὰν ἀπέκτειναν ἅμα τοῖς τραυματίαις αὐτῶν· καὶ τὸν Εὐὶν, καὶ τὸν Ῥοκὸν, καὶ τὸν Σοὺρ, καὶ τὸν Οὒρ, καὶ τὸν Ῥοβὸκ, πέντε βασιλεῖς Μαδιάν· καὶ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἀπέκτειναν ἐν ῥομφαίᾳ σὺν τοῖς τραυματίαις αὐτῶν·"],["9","Καὶ ἐπρονόμευσαν τὰς γυναῖκας Μαδιὰν, καὶ τὴν ἀποσκευὴν αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν, καὶ πάντα τὰ ἔγκτητα αὐτῶν· καὶ τὴν δύναμιν αὐτῶν ἐπρονόμευσαν·"],["10","Καὶ πάσας τὰς πόλεις αὐτῶν τὰς ἐν ταῖς κατοικίαις αὐτῶν, καὶ τὰς ἐπαύλεις αὐτῶν ἐνέπρησαν ἐν πυρί."],["11","Καὶ ἔλαβον πᾶσαν τὴν προνομὴν αὐτῶν, καὶ πάντα τὰ σκῦλα αὐτῶν ἀπὸ ἀνθρώπου ἕως κτήνους."],["12","Καὶ ἤγαγον πρὸς Μωυσῆν καὶ πρὸς Ἐλεάζαρ τὸν ἱερέα, καὶ πρὸς πάντας υἱοὺς Ἰσραὴλ, τὴν αἰχμαλωσίαν, καὶ τὰ σκύλα, καὶ τὴν προνομὴν εἰς τὴν παρεμβολὴν εἰς Ἀραβὼθ Μωὰβ, ἥ ἐστιν ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰεριχώ."],["13","Καὶ ἐξῆλθε Μωυσῆς καὶ Ἐλεάζαρ ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς εἰς συνάντησιν αὐτοῖς ἔξω τῆς παρεμβολῆς."],["14","Καὶ ὠργίσθη Μωυσῆς ἐπὶ τοῖς ἐπισκόποις τῆς δυνάμεως, χιλιάρχοις καὶ ἑκατοντάρχοις τοῖς ἐρχομένοις ἐκ τῆς παρατάξεως τοῦ πολέμου."],["15","Καὶ εἶπεν αὐτοῖς Μωυσῆς, ἱνατί ἐζωγρήσατε πᾶν θῆλυ;"],["16","Αὗται γὰρ ἦσαν τοῖς υἱοῖς Ἰσραὴλ κατὰ τὸ ῥῆμα Βαλαὰμ τοῦ ἀποστῆσαι καὶ ὑπεριδεῖν τὸ ῥῆμα Κυρίου, ἕνεκεν Φογώρ· καὶ ἐγένετο ἡ πληγὴ ἐν τῇ συναγωγῇ Κυρίου."],["17","Καὶ νῦν ἀποκτείνατε πᾶν ἀρσενικὸν ἐν πάσῃ τῇ ἀπαρτίᾳ, πᾶσαν γυναῖκα, ἥτις ἔγυω κοίτην ἄρσενος, ἀποκτείνατε."],["18","Καὶ πᾶσαν τὴν ἀπαρτίαν τῶν γυναικῶν, ἥτις οὐκ οἶδε κοίτην ἄρσενος, ζωγρήσατε αὐτάς."],["19","Καὶ ὑμεῖς παρεμβάλετε ἔξω τῆς παρεμβολῆς ἐπτὰ ἡμέρας· πᾶς ὁ ἀνελὼν καὶ ὁ ἁπτόμενος τοῦ τετρωμένου ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ὑμεῖς καὶ ἡ αἰχμαλωσία ὑμῶν."],["20","Καὶ πᾶν περίβλημα καὶ πᾶν σκεῦος δερμάτινον, καὶ πᾶσαν ἐργασίαν ἐξ αἰγείας, καὶ πᾶν σκεῦος ξύλινον ἀφαγνιεῖτε."],["21","Καὶ εἶπεν Ἐλεάζαρ ὁ ἱερεὺς πρὸς τοὺς ἄνδρας τῆς δυνάμεως τοὺς ἐρχομένους ἐκ τῆς παρατάξεως τοῦ πολέμου, τοῦτο τὸ δικαίωμα τοῦ νόμου ὃ συνέταξε Κύριος τῷ Μωυσῇ."],["22","Πλὴν τοῦ χρυσίου καὶ τοῦ ἀργυρίου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μολίβου καὶ κασσιτέρου,"],["23","πᾶν πρᾶγμα ὃ διελεύσεται ἐν πυρὶ, καὶ καθαρισθήσεται, ἀλλʼ ἢ τῷ ὕδατι τοῦ ἁγνισμοῦ ἁγνισθήσεται· καὶ πάντα ὅσα ἐὰν μὴ διαπορεύηται διὰ πυρὸς, διελεύσεται διʼ ὕδατος."],["24","Καὶ πλυνεῖσθε τὰ ἱμάτια τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ καθαρισθήσεσθε· καὶ μετὰ ταῦτα εἰσελεύσεσθε εἰς τὴν παρεμβολήν."],["25","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["26","λάβε τὸ κεφάλαιον τῶν σκύλων τῆς αἰχμαλωσίας ἀπὸ ἀνθρώπου ἕως κτήνους σὺ καὶ Ἐλεάζαρ ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῆς συναγωγῆς."],["27","Καὶ διελεῖτε τὰ σκῦλα ἀναμέσον τῶν πολεμιστῶν τῶν ἐκπεπορευμένων εἰς τὴν παράταξιν, καὶ ἀναμέσον πάσης συναγωγῆς."],["28","Καὶ ἀφελεῖτε τέλος Κυρίῳ παρὰ τῶν ἀνθρώπων τῶν πολεμιστῶν τῶν ἐκπεπορευμένων εἰς τὴν παράταξιν, μίαν ψυχὴν ἀπὸ πεντακοσίων, ἀπὸ τῶν ἀνθρώπων, καὶ ἀπὸ τῶν κτηνῶν, καὶ ἀπὸ τῶν βοῶν, καὶ ἀπὸ τῶν προβάτων, καὶ ἀπὸ τῶν ὄνων·"],["29","καὶ ἀπὸ τοῦ ἡμίσους αὐτῶν λήψεσθε. Καὶ δώσεις Ἐλεάζαρ τῷ ἱερεῖ τὰς ἀπαρχὰς Κυρίου."],["30","Καὶ ἀπὸ τοῦ ἡμίσους τοῦ τῶν υἱῶν Ἰσραὴλ λήψῃ ἕνα ἀπὸ πεντήκοντα ἀπὸ τῶν ἀνθρώπων, καὶ ἀπὸ τῶν βοῶν, καὶ ἀπὸ τῶν προβάτων, καὶ ἀπὸ τῶν ὄνων, καὶ ἀπὸ πάντων τῶν κτηνῶν· καὶ δώσεις αὐτὰ τοῖς Λευίταις τοῖς φυλάσσουσι τὰς φυλακὰς ἐν τῇ σκηνῇ Κυρίου."],["31","Καὶ ἐποίησε Μωυσῆς καὶ Ἐλεάζαρ ὁ ἱερεὺς, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ."],["32","Καὶ ἐγενήθη τὸ πλεόνασμα τῆς προνομῆς ὁ προενόμευσαν οἱ ἄνδρες οἱ πολεμισταὶ, ἀπὸ τῶν προβάτων, ἑξακόσιαι χιλιάδες καὶ ἑβδομήκοντα καὶ πέντε χιλιάδες·"],["33","Καὶ βόες, δύο καὶ ἑβδομήκοντα χιλιάδες·"],["34","Καὶ ὄνοι, μία καὶ ἑξήκοντα χιλιάδες·"],["35","Καὶ ψυχαὶ ἀνθρώπων ἀπὸ τῶν γυναικῶν αἳ οὐκ ἔγνωσαν κοίτην ἀνδρὸς, πᾶσαι ψυχαὶ, δύο καὶ τριάκοντα χιλιάδες."],["36","Καὶ ἐγενήθη τὸ ἡμίσευμα ἡ μερὶς τῶν ἐκπεπορευμένων εἰς τὸν πόλεμον ἐκ τοῦ ἀριθμοῦ τῶν προβάτων, τριακόσιαι καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια."],["37","Καὶ ἐγένετο τὸ τέλος Κυρίῳ ἀπὸ τῶν προβάτων, ἑξακόσιαι ἑβδομήκοντα πέντε·"],["38","Καὶ βόες, ἓξ καὶ τριάκοντα χιλιάδες, καὶ τὸ τέλος Κυρίῳ, δύο καὶ ἑβδομήκοντα·"],["39","Καὶ ὄνοι, τριάκοντα χιλιάδες καὶ πεντακόσιοι, καὶ τὸ τέλος Κυρίῳ, εἷς καὶ ἑξήκοντα·"],["40","Καὶ ψυχαὶ ἀνθρώπων, ἑκκαίδεκα χιλιάδες, καὶ τὸ τέλος αὐτῶν Κυρίῳ, δύο καὶ τριάκοντα ψυχαί."],["41","Καὶ ἔδωκε Μωυσῆς τὸ τέλος Κυρίῳ τὸ ἀφαίρεμα τοῦ Θεοῦ Ἐλεάζαρ τῷ ἱερεῖ, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ·"],["42","ἀπὸ τοῦ ἡμισεύματος τῶν υἱῶν Ἰσραὴλ, οὓς διεῖλε Μωυσῆς ἀπὸ τῶν ἀνδρῶν τῶν πολεμιστῶν."],["43","Καὶ ἐγένετο τὸ ἡμίσευμα ἀπὸ τῆς συναγωγῆς ἀπὸ τῶν προβάων, τριακόσιαι καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια·"],["44","Καὶ βόες, ἓξ καὶ τριάκοντα χιλιάδες·"],["45","Ὄνοι, τριάκοντα χιλιάδες καὶ πεντακόσιοι·"],["46","Καὶ ψυχαὶ ἀνθρώπων, ἓξ καὶ δέκα χιλιάδες."],["47","Καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ ἡμισεύματος τῶν υἱῶν Ἰσραὴλ τὸ ἓν ἀπὸ τῶν πεντήκοντα, ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν, καὶ ἔδωκεν αὐτὰ τοῖς Λευίταις τοῖς φυλάσσουσι τὰς φυλακὰς τῆς σκηνῆς Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ."],["48","Καὶ προσῆλθον πρὸς Μωυσῆν πάντες οἱ καθεσταμένοι εἰς τὰς χιλιαρχίας τῆς δυνάμεως, χιλίαρχοι καὶ ἑκατόνταρχοι,"],["49","καὶ εἶπαν πρὸς Μωυσῆν, Οἱ παῖδές σου εἰλήφασι τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν παρʼ ἡμῖν, καὶ οὐ διαπεφώνηκεν ἀπʼ αὐτῶν οὐδὲ εἷς."],["50","Καὶ προσενηνόχαμεν τὸ δῶρον Κυρίῳ, ἀνὴρ ὃ εὗρε σκεῦος χρυσοῦν καὶ χλιδῶνα καὶ ψέλλιον καὶ δακτύλιον καὶ περιδέξιον καὶ ἐμπλοκιον, ἐξιλάσασθαι περὶ ἡμῶν ἔναντι Κυρίου."],["51","Καὶ ἔλαβε Μωυσῆς καὶ Ἐλεάζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρʼ αὐτῶν πᾶν σκεῦος εἰργασμένον."],["52","Καὶ ἐγένετο πᾶν τὸ χρυσίον τὸ ἀφαίρεμα ὃ ἀφεῖλον Κυρίῳ, ἑκκίδεκα χιλιάδες καὶ ἑπτακόσιοι καὶ πεντήκοντα σίκλοι παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων."],["53","Καὶ οἱ ἄνδρες οἱ πολεμισταὶ ἐπρονόμευσαν ἕκαστος ἑαυτῷ."],["54","Καὶ ἔλαβε Μωυσῆς καὶ Ἐλεάζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων, καὶ εἰσήνεγκεν αὐτὰ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, μνημόσυνον τῶν υἱῶν Ἰσραὴλ ἔναντι Κυρίου."]],[["1","Καὶ κτήνη πλῆθος ἦν τοῖς υἱοῖς Ῥουβὴν καὶ τοῖς υἱοῖς Γὰδ, πλῆθος σφόδρα· καὶ εἶδον τὴν χώραν Ἰαζὴρ, καὶ τὴν χώραν Γαλαάδ· καὶ ἦν ὁ τόπος, τόπος κτήνεσι·"],["2","Καὶ προσελθόντες οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ, εἶπαν πρὸς Μωυσῆν καὶ πρὸς Ἐλεάζαρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τῆς συναγωγῆς, λέγοντες,"],["3","Ἀταρὼθ, καὶ Δαιβὼν, καὶ Ἰαζὴρ, καὶ Ναμρὰ, καὶ Ἐσεβὼν, καὶ Ἐλεαλὴ, καὶ Σεβαμὰ, καὶ Ναβαὺ, καὶ Βαιάν,"],["4","τὴν γῆν ἣν παραδέδωκε Κύριος ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, γῆ κτηνοτρόφος ἐστὶ, καὶ τοῖς παισί σου κτήνη ὑπάρχει."],["5","Καὶ ἔλεγον, εἰ εὕρομεν χάριν ἐνώπιόν σου, δοθήτω ἡ γῆ αὕτη τοῖς οἰκέταις σου ἐν κατασχέσει, καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν Ἰορδάνην."],["6","Καὶ εἶπε Μωυσῆς τοῖς υἱοῖς Γὰδ καὶ τοῖς υἱοῖς Ῥουβὴν, οἱ ἀδελφοὶ ὑμῶν πορεύονται εἰς τὸν πόλεμον, καὶ ὑμεῖς καθήσεσθε αὐτοῦ;"],["7","Καὶ ἱνατί διαστρέφετε τὰς διανοίας τῶν υἱῶν Ἰσραὴλ μὴ διαβῆναι εἰς τὴν γῆν, ἣν Κύριος δίδωσιν αὐτοῖς;"],["8","Οὐχ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν, ὅτε ἀπέστειλα αὐτοὺς ἐκ Κάδης Βαρνὴ κατανοῆσαι τὴν γῆν;"],["9","καὶ ἀνέβησαν φάραγγα βότρυος, καὶ κατενόησαν τὴν γῆν, καὶ ἀπέστησαν τὴν καρδίαν τῶν υἱῶν Ἰσραὴλ, ὅπως μὴ εἰσέλθωσιν εἰς τὴν γῆν, ἣν ἔδωκε Κύριος αὐτοῖς."],["10","Καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὤμοσε, λέγων,"],["11","εἰ ὄψονται οἱ ἄνθρωποι οὗτοι οἱ ἀναβάντες ἐξ Αἰγύπτου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, οἱ ἐπιστάμενοι τὸ ἀγαθὸν καὶ τὸ κακὸν, τὴν γῆν ἣν ὤμοσα τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, οὐ γὰρ συνεπηκολούθησαν ὀπίσω μου·"],["12","πλὴν Χάλεβ υἱὸς Ἰεφοννὴ ὁ διακεχωρισμένος, καὶ Ἰησοῦς ὁ τοῦ Ναυὴ, ὅτι συνεπηκολούθησεν ὀπίσω Κυρίου."],["13","Καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν Ἰσραήλ, καὶ κατερόμβευσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἔτη, ἕως ἐξανηλώθη πᾶσα ἡ γενεὰ, οἱ ποιοῦντες τὰ πονηρὰ ἔναντι Κυρίου."],["14","Ἰδοὺ ἀνέστητε ἀντὶ τῶν πατέρων ὑμῶν, σύντριμμα ἀνθρώπων ἁμαρτωλῶν, προσθεῖναι ἔτι ἐπὶ τὸν θυμὸν τῆς ὀργῆς Κυρίου ἐπὶ Ἰσραήλ."],["15","Ὅτι ἀποστραφήσεσθε ἀπʼ αὐτοῦ προσθεῖναι ἔτι καταλιπεῖν αὐτὸν ἐν τῇ ἐρήμῳ, καὶ ἀνομήσετε εἰς ὅλην τὴν συναγωγὴν ταύτην."],["16","Καὶ προσῆλθον αὐτῷ, καὶ ἔλεγον, ἐπαύλεις προβάτων οἰκοδομήσομεν ὧδε τοῖς κτήνεσιν ἡμῶν, καὶ πόλεις ταῖς ἀποσκευαῖς ἡμῶν."],["17","Καὶ ἡμεῖς ἐνοπλισάμενοι προφυλακὴν πρότεροι τῶν υἱῶν Ἰσραὴλ, ἕως ἂν ἀγάγωμεν αὐτοὺς εἰς τὸν ἑαυτῶν τόπον· καὶ κατοικήσει ἡ ἀποσκευὴ ἡμῶν ἐν πόλεσι τετειχισμέναις διὰ τοὺς κατοικοῦντας τὴν γῆν."],["18","Οὐ μὴ ἀποστραφῶμεν εἰς τὰς οἰκίας ἡμῶν ἕως ἂν καταμερισθῶσιν οἱ υἱοὶ Ἰσραὴλ, ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ."],["19","Καὶ οὐκέτι κληρονομήσομεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ Ἰορδάνου καὶ ἐπέκεινα, ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν ἀνατολαῖς."],["20","Καὶ εἶπε πρὸς αὐτοὺς Μωυσῆς, ἐὰν ποιήσητε κατὰ τὸ ῥῆμα τοῦτο, ἐὰν ἐξοπλίσησθε ἔναντι Κυρίου εἰς πόλεμον,"],["21","καὶ παρελεύσεται ὑμῶν πᾶς ὁπλίτης τὸν Ἰορδάνην ἔναντι Κυρίου, ἕως ἂν ἐκτριβῇ ὁ ἐχθρὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ,"],["22","καὶ κατακυριευθῇ ἡ γῆ ἔναντι Κυρίου, καὶ μετὰ ταῦτα ἀποστραφήσεσθε, καὶ ἔσεσθε ἀθῶοι ἔναντι Κυρίου, καὶ ἀπὸ Ἰσραήλ· καὶ ἔσται ἡ γῆ αὕτη ὑμῖν ἐν κατασχέσει ἔναντι Κυρίου."],["23","Ἐὰν δὲ μὴ ποιήσητε οὕτως, ἁμαρτήσεσθε ἔναντι Κυρίου· καὶ γνώσεσθε τὴν ἁμαρτίαν ὑμῶν, ὅταν ὑμᾶς καταλάβῃ τὰ κακά."],["24","Καὶ οἰκοδομήσετε ὑμῖν ἑαυτοῖς πόλεις τῇ ἀποσκευῇ ὑμῶν, καὶ ἐπαύλεις τοῖς κτήνεσιν ὑμῶν· καὶ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος ὑμῶν ποιήσετε."],["25","Καὶ εἶπαν υἱοὶ Ῥουβὴν καὶ υἱοὶ Γὰδ πρὸς Μωυσῆν, λέγοντες, οἱ παῖδές σου ποιήσουσι καθὰ ὁ Κύριος ἡμῶν ἐντέλλεται."],["26","Ἡ ἀποσκευὴ ἡμῶν, καὶ αἱ γυναῖκες ἡμῶν, καὶ πάντα τὰ κτήνη ἡμῶν ἔσονται ἐν ταῖς πόλεσιν Γαλαάδ."],["27","Οἱ δὲ παῖδές σου παρελεύσονται πάντες ἐνωπλισμένοι καὶ ἐκτεταγμένοι ἔναντι Κυρίου εἰς τὸν πόλεμον, ὃν τρόπον ὁ κύριος λέγει."],["28","Καὶ συνέστησεν αὐτοῖς Μωυσῆς Ἐλεάζαρ τὸν ἱερέα, καὶ Ἰησοῦν υἱὸν Ναυὴ, καὶ τοὺς ἄρχοντας πατριῶν τῶν φυλῶν Ἰσραήλ."],["29","Καὶ εἶπε πρὸς αὐτοὺς Μωυσῆς, ἐὰν διαβῶσιν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ μεθʼ ὑμῶν τὸν Ἰορδάνην, πᾶς ἐνωπλισμένος εἰς πόλεμον ἔναντι Κυρίου, καὶ κατακυριεύσητε τῆς γῆς ἀπέναντι ὑμῶν, καὶ δώσετε αὐτοῖς τὴν γῆν Γαλαὰδ ἐν κατασχέσει."],["30","Ἐὰν δὲ μὴ διαβῶσιν ἐνωπλισμένοι μεθʼ ὑμῶν εἰς τὸν πόλεμον ἔναντι Κυρίου, καὶ διαβιβάσετε τὴν ἀποσκευὴν αὐτῶν, καὶ τὰς γυναῖκας αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν πρότερα ὑμῶν εἰς γῆν Χαναὰν, καὶ συγκατακληρονομηθήσονται ἐν ὑμῖν ἐν τῇ γῇ Χαναάν."],["31","Καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ λέγοντες, ὅσα ὁ Κύριος λέγει τοῖς θεράπουσιν, οὕτω ποιήσομεν ἡμεῖς."],["32","Διαβησόμεθα ἐνωπλισμένοι ἔναντι Κυρίου εἰς γῆν Χαναὰν, καὶ δώσετε τὴν κατάσχεσιν ἡμῖν ἐν τῷ πέραν τοῦ Ἰορδάνου."],["33","Καὶ ἔδωκεν αὐτοῖς Μωυσῆς τοῖς υἱοῖς Γὰδ, καὶ τοῖς υἱοῖς Ῥουβὴν, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ υἱῶν Ἰωσὴφ, τὴν βασιλείαν Σηὼν βασιλέως Ἀμοῤῥαίων, καὶ τὴν βασιλείαν Ὢγ βασιλέως τῆς Βασὰν, τὴν γῆν καὶ τὰς πόλεις σὺν τοῖς ὁρίοις αὐτῆς, πόλεις τῆς γῆς κύκλῳ."],["34","Καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γὰδ τὴν Δαιβὼν, καὶ τὴν Ἀταρὼθ, καὶ τὴν Ἀροὴρ,"],["35","καὶ τὴν Σοφὰρ, καὶ τὴν Ἰαζὴρ, καὶ ὕψωσαν αὐτὰς,"],["36","καὶ τὴν Ναμρὰμ, καὶ τὴν Βαιθαρὰν, πόλεις ὀχυρὰς, καὶ ἐπαύλεις προβάτων."],["37","Καὶ οἱ υἱοὶ Ῥουβὴν ᾠκοδόμησαν τὴν Ἐσεβὼν, καὶ Ἐλεάλην, καὶ Καριαθὰμ,"],["38","καὶ τὴν Βεελμεὼν, περικεκυκλωμένας, καὶ τὴν Σεβαμά· καὶ ἐπωνόμασαν κατὰ τὰ ὀνόματα αὐτῶν τὰ ὀνόματα τῶν πόλεων, ἃς ᾠκοδόμησαν."],["39","Καὶ ἐπορεύθη υἱὸς Μαχὶρ υἱοῦ Μανασσὴ Γαλαὰδ, καὶ ἔλαβεν αὐτὴν, καὶ ἀπώλεσε τὸν Ἀμοῤῥαῖον τὸν κατοικοῦντα ἐν αὐτῇ."],["40","Καὶ ἔδωκε Μωυσῆς τὴν Γαλαὰδ τῷ Μαχὶρ υἱῷ Μανασσῆ, καὶ κατῴκησεν ἐκεῖ."],["41","Καὶ Ἰαῒρ ὁ τοῦ Μανασσῆ ἐπορεύθη, καὶ ἔλαβε τὰς ἐπαύλεις αὐτῶν, καὶ ἐπωνόμασεν αὐτὰς ἐπαύλεις Ἰαΐρ."],["42","Καὶ Ναβαὺ ἐπορεύθη, καὶ ἔλαβε τὴν Καὰθ καὶ τὰς κώμας αὐτῆς, καὶ ἐπωνόμασεν αὐτὰς Ναβὼθ ἐκ τοῦ ὀνόματος αὐτοῦ."]],[["1","Καὶ οὗτοι οἱ σταθμοὶ τῶν υἱῶν Ἰσραὴλ, ὡς ἐξῆλθον ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν ἐν χειρὶ Μωυσῆ καὶ Ἀαρών."],["2","Καὶ ἔγραψε Μωυσῆς τὰς ἀπάρσεις αὐτῶν, καὶ τοὺς σταθμοὺς αὐτῶν, διὰ ῥήματος Κυρίου· καὶ οὗτοι σταθμοὶ τῆς πορείας αὐτῶν."],["3","Ἀπῆραν ἐκ Ῥαμεσσὴ τῷ μηνὶ τῷ πρώτῳ, τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου· τῇ ἐπαύριον τοῦ πάσχα ἐξῆλθον οἱ υἱοὶ Ἰσραὴλ ἐν χειρὶ ὑψηλῇ ἐναντίον πάντων τῶν Αἰγυπτίων."],["4","Καὶ οἱ Αἰγύπτιοι ἔθαπτον ἐξ αὐτῶν τοὺς τεθνηκότας πάντας οὓς ἐπάταξε Κύριος, πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ· καὶ ἐν τοῖς θεοῖς αὐτῶν ἐποίησε τὴν ἐκδίκησιν Κύριος."],["5","Καὶ ἀπάραντες οἱ υἱοὶ Ἰσραὴλ ἐκ Ῥαμεσσῆ, παρενέβαλον εἰς Σοκχώθ."],["6","Καὶ ἀπάραντες ἐκ Σοκχὼθ, παρενέβαλον εἰς Βουθὰν, ὅ ἐστι μέρος τι τῆς ἐρήμου·"],["7","Καὶ ἀπῇραν ἐκ Βουθὰν, καὶ παρενέβαλον ἐπὶ τὸ στόμα Εἰρὼθ, ὅ ἐστιν ἀπέναντι Βεελσεπφὼν, καὶ παρενέβαλον ἀπέναντι Μαγδώλου."],["8","Καὶ ἀπῇραν ἀπέναντι Εἰρὼθ, καὶ διέβησαν μέσον τῆς θαλάσσης εἰς τὴν ἔρημον· καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν διὰ τῆς ἐρήμου αὐτοὶ, καὶ παρενέβαλον ἐν Πικρίαις."],["9","Καὶ ἀπῇραν ἐκ Πικριῶν, καὶ ἦλθον εἰς Αἰλίμ· καὶ ἐν Αἰλὶμ δώδεκα πηγαὶ ὑδάτων, καὶ ἑβδομήκοντα στελέχη φοινίκων, καὶ παρενέβαλον ἐκεῖ παρὰ τὸ ὕδωρ."],["10","Καὶ ἀπῇραν ἐξ Αἰλὶμ, καὶ παρενέβαλον ἐπὶ θάλασσαν ἐρυθράν."],["11","Καὶ ἀπῇραν ἀπὸ θαλάσσης ἐρυθρᾶς, καὶ παρενέβαλον εἰς τὴν ἔρημον Σίν."],["12","Καὶ ἀπῇραν ἐκ τῆς ἐρήμου Σὶν, καὶ παρενέβαλον εἰς Ῥαφακά."],["13","Καὶ ἀπῇραν ἐκ Ῥαφακὰ, καὶ παρενέβαλον ἐν Αἰλούς."],["14","Καὶ ἀπῇραν ἐξ Αἰλούς, καὶ παρενέβαλον ἐν Ῥαφιδίν· καὶ οὐκ ἦν ἐκεῖ ὕδωρ τῷ λαῷ πιεῖν."],["15","Καὶ ἀπῇραν ἐκ Ῥαφιδὶν, καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Σινᾶ."],["16","Καὶ ἀπῇραν ἐκ τῆς ἐρήμου Σινᾶ, καὶ παρενέβαλον ἐν μνήμασι τῆς ἐπιθυμίας."],["17","Καὶ ἀπῇραν ἐκ μνημάτων τῆς ἐπιθυμίας, καὶ παρενέβαλον ἐν Ἀσηρώθ."],["18","Καὶ ἀπῇραν ἐξ Ἀσηρὼθ, καὶ παρενέβαλον ἐν Ῥαθαμᾷ."],["19","Καὶ ἀπῇραν ἐκ Ῥαθαμᾶ, καὶ παρενέβαλον ἐν Ῥεμμὼν Φαρές."],["20","Καὶ ἀπῇραν ἐκ Ῥεμμὼν Φαρὲς, καὶ παρενέβαλον εἰς Λεβωνᾶ."],["21","Καὶ ἀπῇραν ἐκ Λεβῶνα, καὶ παρενέβαλον εἰς Ῥεσσάν."],["22","Καὶ ἀπῇραν ἐκ Ῥεσσὰν, καὶ παρενέβαλον εἰς Μακελλάθ."],["23","Καὶ ἀπῇραν ἐκ Μακελλὰθ, καὶ παρενέβαλον εἰς Σαφάρ."],["24","Καὶ ἀπῇραν ἑκ Σαφὰρ, καὶ παρενέβαλον εἰς Χαραδάθ."],["25","Καὶ ἀπῇραν ἐκ Χαραδὰθ, καὶ παρενέβαλον εἰς Μακηλώθ."],["26","Καὶ ἀπῇραν ἐκ Μακηλὼθ, καὶ παρενέβαλον εἰς Καταάθ."],["27","Καὶ ἀπῇραν ἐκ Καταὰθ, καὶ παρενέβαλον εἰς Ταράθ."],["28","Καὶ ἀπῇραν ἐκ Ταρὰθ, καὶ παρενέβαλον εἰς Μαθεκκά."],["29","Καὶ ἀπῇραν ἐκ Μαθεκκὰ, καὶ παρενέβαλον εἰς Σελμωνᾶ."],["30","Καὶ ἀπῇραν ἐκ Σελμωνᾶ, καὶ παρενέβαλον εἰς Μασουρούθ."],["31","Καὶ ἀπῇραν ἐκ Μασουροὺθ, καὶ παρενέβαλον εἰς Βαναία."],["32","Καὶ ἀπῇραν ἐκ Βαναία, καὶ παρενέβαλον εἰς τὸ ὄρος Γαδγάδ."],["33","Καὶ ἀπῇραν ἐκ τοῦ ὄρους Γαδγὰδ, καὶ παρενέβαλον εἰς Ἐτεβαθά."],["34","Καὶ ἀπῇραν ἐξ Ἐτεβαθὰ, καὶ παρενέβαλον εἰς Ἐβρωνά."],["35","Καὶ ἀπῇραν ἐξ Ἐβρωνὰ, καὶ παρενέβαλον εἰς Γεσιὼν Γάβερ."],["36","Καὶ ἀπῇραν ἐκ Γεσιὼν Γάβερ, καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Σίν· καὶ ἀπῇραν ἐκ τῆς ἐρήμου Σὶν, καὶ παρενέβαλον εἰς τὴν ἔρημον Φαράν· αὕτη ἐστὶ Κάδης."],["37","Καὶ ἀπῇραν ἐκ Κάδης, καὶ παρενέβαλον εἰς Ὢρ τὸ ὄρος πλησίον γῆς Ἐδώμ."],["38","Καὶ ἀνέβη Ἀαρὼν ὁ ἱερεὺς διὰ προστάγματος Κυρίου, καὶ ἀπέθανεν ἐκεῖ ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου, τῷ μηνὶ τῷ πέμπτῳ μιᾷ τοῦ μηνός."],["39","Καὶ Ἀαρὼν ἦν τριῶν καὶ εἴκοσι καὶ ἑκατὸν ἐτῶν, ὅτε ἀπέθνησκεν ἐν Ὢρ τῷ ὄρει."],["40","Καὶ ἀκούσας ὁ Χανανὶς βασιλεὺς Ἀρὰδ, καὶ οὗτος κατῴκει ἐν γῇ Χαναὰν, ὅτε εἰσεπορεύοντο οἱ υἱοὶ Ἰσραήλ·"],["41","καὶ ἀπῇραν ἐξ Ὢρ τοῦ ὄρους, καὶ παρενέβαλον εἰς Σελμωνᾶ."],["42","Καὶ ἀπῇραν ἐκ Σελμωνᾶ, καὶ παρενέβαλον εἰς Φινώ."],["43","Καὶ ἀπῇραν ἐκ Φινὼ, καὶ παρενέβαλον ἐν Ὠβώθ."],["44","Καὶ ἀπῇραν ἐξ Ὠβὼθ, καὶ παρενέβαλον ἐν Γαῒ, ἐν τῷ πέραν ἐπὶ τῶν ὁρίων Μωάβ."],["45","Καὶ ἀπῇραν ἐκ Γαῒ, καὶ παρενέβαλον εἰς Δαιβὼν Γάδ."],["46","Καὶ ἀπῇραν ἐκ Δαιβὼν Γὰδ, καὶ παρενέβαλον ἐν Γελμὼν Δεβλαθαίμ."],["47","Καὶ ἀπῇραν ἐκ Γελμὼν Δεβλαθαὶμ, καὶ παρενέβαλον ἐπὶ τὰ ὄρη τὰ Ἀβαρὶμ, ἀπέναντι Ναβαῦ."],["48","Καὶ ἀπῇραν ἀπὸ ὀρέων Ἀβαρὶμ, καὶ παρενέβαλον ἐπὶ δυσμῶν Μωὰβ, ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ."],["49","Καὶ παρενέβαλον παρὰ τὸν Ἰορδάνην ἀναμέσον Αἰσιμώθ, ἕως Βελσᾶ τὸ κατὰ δυσμὰς Μωάβ."],["50","Καὶ ἐλάλησε Κύριος πρὸ; Μωυσῆν ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην κατὰ Ἱεριχὼ, λέγων,"],["51","λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην εἰς γῆν Χαναάν."],["52","Καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ πρὸ προσώπου ὑμῶν, καὶ ἐξαρεῖτε τὰς σκοπιὰς αὐτῶν, καὶ πάντα τὰ εἴδωλα τὰ χωνευτὰ αὐτῶν ἀπολεῖτε αὐτὰ, καὶ πάσας τὰς στήλας αὐτῶν ἐξαρεῖτε."],["53","Καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας τὴν γῆν, καὶ κατοικήσετε ἐν αὐτῇ, ὑμῖν γὰρ δέδωκα τὴν γῆν αὐτῶν ἐν κλήρῳ."],["54","Καὶ κατακληρονομήσετε τὴν γῆν αὐτῶν ἐν κλήρῳ κατὰ φυλὰς ὑμῶν· τοῖς πλείοσι πληθυνεῖτε τὴν κατάσχεσιν αὐτῶν, καὶ τοῖς ἐλάττοσιν ἐλαττώσετε τὴν κατάσχεσιν αὐτῶν· εἰς ὃ ἂν ἐξέλθῃ τὸ ὄνομα αὐτοῦ, ἐκεῖ αὐτοῦ ἔσται· κατὰ φυλὰς πατριῶν ὑμῶν κληρονομήσετε."],["55","Ἐὰν δὲ μὴ ἀπολέσητε τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ προσώπου ὑμῶν, καὶ ἔσται οὓς ἐὰν καταλίπητε ἐξ αὐτῶν, σκόλοπες ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ βολίδες ἐν ταῖς πλευραῖς ὑμῶν, καὶ ἐχθρεύσουσιν ὑμῖν ἐπὶ τῆς γῆς, ἐφʼ ἣν ὑμεῖς κατοικήσετε."],["56","Καὶ ἔσται καθότι διεγνώκειν ποιῆσαι αὐτοὺς, ποιήσω ὑμᾶς."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["2","ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χαναὰν· αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν, γῆ Χαναὰν σὺν τοῖς ὁρίοις αὐτῆς."],["3","Καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς Λίβα ἀπὸ ἐρήμου Σὶν ἕως ἐχόμενον Ἐδὼμ, καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν."],["4","Καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ Λιβὸς πρὸς ἀνάβασιν Ἀκραβὶν, καὶ παρελεύσεται Ἐννὰκ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς Λίβα Κάδης τοῦ Βαρνὴ, καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Ἀρὰδ, καὶ παρελεύσεται Ἀσεμωνᾶ."],["5","Καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ἀσεμωνᾶ χειμάῤῥουν Αἰγύπτου, καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα."],["6","Καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν, ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ, τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης."],["7","Καὶ τοῦτο ἔσται ὑμῖν τὰ ὅρια πρὸς βοῤῥᾶν· ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος."],["8","Καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς, εἰσπορευομένων εἰς Ἐμὰθ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια Σαραδάκ."],["9","Καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρωνὰ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ Ἀρσεναΐν· τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ Βοῤῥᾶ."],["10","Καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπεφαμὰρ Βηλὰ ἀπὸ ἀνατολῶν ἐπὶ πηγὰς, και καταβήσεται τὰ ὅρια Βηλὰ ἐπὶ νώτου θαλάσσης Χενερὲθ ἀπὸ ἀνατολῶν."],["11","Καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφαμὰρ Βηλὰ ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς, καὶ καταβήσεται τὰ ὅρια Βηλὰ ἐπὶ νώτου θαλάσσης Χενερὲθ ἀπὸ ἀνατολῶν."],["12","Καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ἰορδάνην, καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή· αὕτη ἔσται ὑμῖν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ."],["13","Καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, αὕτη ἡ γῆ ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου, ὃν τρόπον συνέταξε Κύριος δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ."],["14","Ὅτι ἔλαβε φυλὴ υἱῶν Ῥουβὴν, καὶ φυλὴ υἱῶν Γὰδ κατʼ οἴκους πατριῶν αὐτῶν· καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἀπέλαβον τοὺς κλήρους αὐτῶν."],["15","Δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Ἰορδάνου κατὰ Ἱεριχὼ ἀπὸ Νότου κατʼ ἀνατολάς."],["16","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["17","ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν· Ἐλεάζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυή."],["18","Καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν."],["19","Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν· τῆς φυλῆς Ἰούδα, Χάλεβ υἱὸς Ἰεφοννή."],["20","Τῆς φυλῆς Συμεὼν, Σαλαμιὴλ υἱὸς Σεμιούδ."],["21","Τῆς φυλῆς Βενιαμὶν, Ἐλδὰδ υἱὸς Χασλών·"],["22","Τῆς φυλῆς Δὰν, ἄρχων Βακχὶρ υἱὸς Ἐγλί."],["23","Τῶν υἱῶν Ἰωσὴφ φυλῆς υἱῶν Μανασσῆ, ἄρχων Ἀνιὴλ υἱὸς Σουφί."],["24","Τῆς φυλῆς υἱῶν Ἐφραὶμ, ἄρχων Καμουὴλ υἱὸς Σαβαθᾶν."],["25","Τῆς φυλῆς Ζαβουλὼν, ἄρχων Ἐλισαφὰν υἱὸς Φαρνάχ."],["26","Τῆς φυλῆς υἱῶν Ἰσσάχαρ, ἄρχων Φαλτιὴλ υἱὸς Ὀζᾶ."],["27","Τῆς φυλῆς υἱῶν Ἀσὴρ, ἄρχων Ἀχιὼρ υἱὸς Σελεμί."],["28","Τῆς φυλῆς Νεφθαλὶ, ἄρχων Φαδαὴλ υἱὸς Ἰαμιούδ."],["29","Τούτοις ἐνετείλατο Κύριος καταμερίσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ Χαναάν."]],[["1","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην κατὰ Ἱεριχὼ, λέγων,"],["2","σύνταξον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ δώσουσι τοῖς Λευίταις ἀπὸ τῶν κλήρων κατασχέσεως αὐτῶν πόλεις κατοικεῖν· καὶ τὰ προάστεια τῶν πόλεων κύκλῳ αὐτῶν δώσουσι τοῖς Λευίταις."],["3","Καὶ ἔσονται αὐτοῖς αἱ πόλεις κατοικεῖν, καὶ τὰ ἀφορίσματα αὐτῶν ἔσται τοῖς κτήνεσιν αὐτῶν, καὶ πᾶσι τοῖς τετράποσιν αὐτῶν."],["4","Καὶ τὰ συνκυροῦντα τῶν πόλεων, ἃς δώσετε τοῖς Λευίταις, ἀπὸ τείχους τῆς πόλεως καὶ ἔξω δισχιλίους πήχεις κύκλῳ."],["5","Καὶ μετρήσεις ἔξω τῆς πόλεως τὸ κλίτος τὸ πρὸς ἀνατολὰς δισχιλίους πήχεις, καὶ τὸ κλίτος τὸ πρὸς Λίβα δισχιλίους πήχεις, καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν διαχιλίους πήχεις, καὶ τὸ κλίτος τὸ πρὸς Βοῤῥᾶν δισχιλίους πήχεις· καὶ ἡ πόλις μέσον τούτου ἔσται ὑμῖν, καὶ τὰ ὅμορα τῶν πόλεων."],["6","Καὶ τὰς πόλεις δώσετε τοῖς Λευίταις, τὰς ἓξ πόλεις τῶν φυγαδευτηρίων ἃς δώσετε φυγεῖν ἐκεῖ τῷ φονεύσαντι, καὶ πρὸς ταύταις τεσσαράκοντα καὶ δύο πόλεις."],["7","Πάσας τὰς πόλεις δώσετε τοῖς Λευίταις τεσσαράκοντα καὶ ὀκτὼ πόλεις· ταύτας, καὶ τὰ προάστεια αὐτῶν."],["8","Καὶ τὰς πόλεις ἃς δώσετε ἀπὸ τῆς κατασχέσεως υἱῶν Ἰσραὴλ, ἀπὸ τῶν τὰ πολλὰ, πολλά· καὶ ἀπὸ τῶν ἐλαττόνων, ἐλάττω· ἕκαστος κατὰ τὴν κληρονομίαν αὐτοῦ ἣν κατακληρονομήσουσι, δώσουσιν ἀπὸ τῶν πόλεων τοῖς Λευίταις."],["9","Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,"],["10","λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην εἰς γῆν Χαναάν."],["11","Καὶ διαστελεῖτε ὑμῖν αὐτοῖς πόλεις· φυγαδευτήρια ἔσται ὑμῖν φυγεῖν ἐκεῖ τὸν φονευτὴν, πᾶς ὁ πατάξας ψυχὴν ἀκουσίως."],["12","Καὶ ἔσονται αἱ πόλεις ὑμῖν φυγαδευτήρια ἀπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, καὶ οὐ μὴ ἀποθάνῃ ὁ φονεύων ἕως ἂν στῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν."],["13","Καὶ αἱ πόλεις ἃς δώσετε τὰς ἓξ πόλεις, φυγαδευτήρια ἔσονται ὑμῖν."],["14","Τὰς τρεῖς πόλεις δώσετε πέραν τοῦ Ἰορδάνου, καὶ τὰς τρεῖς πόλεις δώσετε ἐν γῇ Χαναάν."],["15","Φυγαδεῖον ἔσται τοῖς υἱοῖς Ἰσραήλ, καὶ τῷ προσηλύτῳ, καὶ τῷ παροίκῳ τῷ ἐν ὑμῖν· ἔσονται αἱ πόλεις αὗται εἰς φυγαδευτήριον, φυγεῖν ἐκεῖ παντὶ πατάξαντι ψυχὴν ἀκουσίως."],["16","Ἐὰν δὲ ἐν σκεύει σιδήρου πατάξῃ αὐτὸν, καὶ τελευτήσῃ, φονευτής ἐστι· θανάτῳ θανατούσθω ὁ φονευτής."],["17","Ἐὰν δὲ ἐν λίθῳ ἐκ χειρὸς ἐν ᾧ ἀποθανεῖται ἐν αὐτῷ, πατάξῃ αὐτὸν, καὶ ἀποθάνῃ, φονευτής ἐστι· θανάτῳ θανατούσθω ὁ φονευτής."],["18","Ἐὰν δὲ ἐν σκεύει ξυλίνῳ ἐκ χειρὸς ἐξ οὗ ἀποθανεῖται ἐν αὐτῷ, πατάξῃ αὐτόν, καὶ ἀποθάνῃ, φονευτής ἐστι· θανάτῳ θανατούσθω ὁ φονευτής."],["19","Ὁ ἀγχιστεύων τὸ αἷμα, οὗτος ἀποκτενεῖ τὸν φονεύσαντα· ὅταν συναντήσῃ αὐτῷ οὗτος, ἀποκτενεῖ αὐτόν."],["20","Ἐὰν δὲ διʼ ἔχθραν ὤσῃ αὐτὸν, καὶ ἐπιῤῥίψῃ ἐπʼ αὐτὸν πᾶν σκεῦος ἐξ ἐνέδρου, καὶ ἀποθάνῃ,"],["21","ἢ διὰ μῆνιν ἐπάταξεν αὐτὸν τῇ χειρί, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω ὁ πατάξας, φονευτής ἐστι· θανάτῳ θανατούσθω ὁ φονεύων· ὁ ἀγχιστεύων τὸ αἷμα ἀποκτενεῖ τὸν φονεύσαντα ἐν τῷ συναντῆσαι αὐτῷ."],["22","Ἐὰν δὲ ἐξάπινα, οὐ διʼ ἔχθραν ὤσῃ αὐτὸν, ἢ ἐπιῤῥίψῃ ἐπʼ αὐτὸν πᾶν σκεῦος, οὐκ ἐξ ἐνέδρου,"],["23","ἢ παντὶ λίθῳ, ἐν ᾧ ἀποθανεῖται ἐν αὐτῷ, οὐκ εἰδὼς, καὶ ἐπιπέσῃ ἐπʼ αὐτὸν, καὶ ἀποθάνῃ, αὐτὸς δὲ οὐκ ἐχθρὸς αὐτοῦ ἦν, οὐδὲ ζητῶν κακοποιῆσαι αὐτόν·"],["24","καὶ κρινεῖ ἡ συναγωγὴ ἀναμέσον τοῦ πατάξαντος καὶ ἀναμέσον τοῦ ἀγχιστεύοντος τὸ αἷμα, κατὰ τὰ κρίματα ταῦτα."],["25","Καὶ ἐξελεῖται ἡ συναγωγὴ τὸν φονεύσαντα ἀπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, καὶ ἀποκαταστήσουσιν αὐτὸν ἡ συναγωγὴ εἰς τὴν πόλιν τοῦ φυγαδευτηρίου αὐτοῦ, οὗ κατέφυγε, καὶ κατοικήσει ἐκεῖ ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας, ὃν ἔχρισαν αὐτὸν τῷ ἐλαίῳ τῷ ἁγίῳ."],["26","Ἐὰν δὲ ἐξόδῳ ἐξέλθῃ ὁ φονεύασς τὰ ὅρια τῆς πόλεως εἰς ἣν κατέφυγεν ἐκεῖ,"],["27","καὶ εὕρῃ αὐτὸν ὁ ἀγχιστεύων τὸ αἷμα ἔξω τῶν ὁρίων τῆς πόλεως καταφυγῆς αὐτοῦ, καὶ φονεύσῃ ὁ ἀγχιστεύων τὸ αἷμα τὸν φονεύσαντα, οὐκ ἔνοχός ἐστιν."],["28","Ἐν γὰρ τῇ πόλει τῆς καταφυγῆς κατοικείτω ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας· καὶ μετὰ τὸ ἀποθανεῖν τὸν ἱερέα τὸν μέγαν, ἐπαναστραφήσεται ὁ φονεύσας εἰς τὴν γῆν τῆς κατασχέσεως αὐτοῦ."],["29","Καὶ ἔσται ταῦτα ὑμῖν εἰς δικαίωμα κρίματος εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις ταῖς κατοικίαις ὑμῶν."],["30","Πᾶς πατάξας ψυχήν, διὰ μαρτύρων φονεύσεις τὸν φονεύσαντα· καὶ μάρτυς εἷς οὐ μαρτυρήσει ἐπὶ ψυχὴν ἀποθανεῖν."],["31","Καὶ οὐ λήψεσθε λύτρα περὶ ψυχῆς παρὰ τοῦ φονεύσαντος τοῦ ἐνόχου ὄντος ἀναιρεθῆναι· θανάτῳ γὰρ θανατωθήσεται."],["32","Οὐ λήψεσθε λύτρα τοῦ φυγεῖν εἰς πόλιν τῶν φυγαδευτηρίων, τοῦ πάλιν κατοικεῖν ἐπὶ τῆς γῆς, ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας."],["33","Καὶ οὐ μὴ φονοκτονήσητε τὴν γῆν εἰς ἣν ὑμεῖς κατοικεῖτε· τὸ γὰρ αἷμα τοῦτο φονοκτονεῖ τὴν γῆν, καὶ οὐκ ἐξιλασθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος τοῦ ἐκχυθέντος ἐπʼ αὐτῆς, ἀλλʼ ἐπὶ τοῦ αἵματος τοῦ ἐκχέοντος."],["34","Καὶ οὐ μιανεῖτε τὴν γῆν ἐφʼ ἧς κατοικεῖτε ἐπʼ αὐτῆς, ἐφʼ ἧς ἐγὼ κατασκηνώ ἐν ὑμῖν· ἐγὼ γάρ εἰμι Κύριος κατασκηνῶν ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ."]],[["1","Καὶ προσῆλθον οἱ ἄρχοντες φυλῆς υἱῶν Γαλαὰδ υἱοῦ Μαχὶρ υἱοῦ Μανασσῆ ἐκ τῆς φυλῆς υἱῶν Ἰωσὴφ, καὶ ἐλάλησαν ἔναντι Μωυσῆ, καὶ ἔναντι Ἐλεάζαρ τοῦ ἱερέως, καὶ ἔναντι τῶν ἀρχόντων οἴκων πατριῶν τῶν υἱῶν Ἰσραὴλ,"],["2","καὶ εἶπαν, τῷ κυρῖῳ ἡμῶν ἐνετείλατο Κύριος ἀποδοῦναι τὴν γῆν τῆς κληρονομίας ἐν κλήρῳ τοῖς υἱοῖς Ἰσραήλ· καὶ τῷ κυρίῳ συνέταξε Κύριος δοῦναι τὴν κληρονομίαν Σαλπαὰδ τοῦ ἀδελφοῦ ἡμῶν ταῖς θυγατράσιν αὐτοῦ."],["3","Καὶ ἔσονται ἑνὶ τῶν φυλῶν υἱῶν Ἰσραὴλ γυναῖκες· καὶ ἀφαιρεθήσεται ὁ κλῆρος αὐτῶν ἐκ τῆς κατασχέσεως τῶν πατέρεν ἡμῶν, καὶ προστεθήσεται εἰς κληρονομίαν τῆς φυλῆς, οἷς ἂν γένωνται γυναῖκες, καὶ ἐκ τοῦ κλήρου τῆς κληρονομίας ἡμῶν ἀφαιρεθήσεται."],["4","Ἐὰν δὲ γένηται ἡ ἄφεσις τῶν υἱῶν Ἰσραὴλ, καὶ προστεθήσεται ἡ κληρονομία αὐτῶν ἐπὶ τὴν κληρονομίαν τῆς φυλῆς, οἷς ἂν γένωνται γυναῖκες, καὶ ἀπὸ τῆς κληρονομίας φυλῆς πατριᾶς ἡμῶν ἀφαιρεθήσεται ἡ κληρονομία αὐτῶν."],["5","Καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ διὰ προστάγματος Κυρίου, λέγων, οὕτως φυλὴ υἱῶν Ἰωσὴφ λέγουσι."],["6","Τοῦτο τὸ ῥῆμα ὃ συνέταξε Κύριος ταῖς θυγατράσι Σαλπαὰδ, λέγων, οὗ ἀρέσκῃ ἐναντίον αὐτῶν, ἔστωσαν γυναῖκες, πλὴν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῶν ἔστωσαν γυναῖκες."],["7","Καὶ οὐχὶ περιστραφήσεται κληρονομία τοῖς υἱοῖς Ἰσραὴλ ἀπὸ φυλῆς ἐπὶ φύλην, ὅτι ἕκαστος ἐν τῇ κληρονομίᾳ τῆς φυλῆς τῆς πατριᾶς αὐτοῦ προσκολληθήσονται οἱ υἱοὶ Ἰσραήλ."],["8","Καὶ πᾶσα θυγάτηρ ἀγχιατεύουσα κληρονομίαν ἐκ τῶν φυλῶν υἱῶν Ἰσραὴλ, ἑνὶ τῶν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῆς ἔσονται γυναῖκες, ἵνα ἀγχιστεύσωσιν οἱ υἱοὶ Ἰσραὴλ ἕκαστος τὴν κληρονομίαν τὴν πατρικὴν αὐτοῦ."],["9","Καὶ οὐ περιστραφήσεται ὁ κλῆρος ἐκ φυλῆς ἐπὶ φυλὴν ἑτέραν, ἀλλʼ ἕκαστος ἐν τῇ κληρονομίᾳ αὐτοῦ προσκολληθήσονται οἱ υἱοὶ Ἰσραήλ."],["10","Ὃν τρόπον συνέταξε Κύριος Μωυσῇ, οὕτως ἐποίησαν θυγατράσι Σαλπαάδ."],["11","Καὶ ἐγένοντο Θερσὰ καὶ Ἐγλὰ καὶ Μελχὰ καὶ Νούα καὶ Μαλαὰ θυγατέρες Σαλπαὰδ, τοῖς ἀνεψιοῖς αὐτῶν,"],["12","ἐκ τοῦ δήμου τοῦ Μανασσῆ υἱῶν Ἰωσὴφ ἐγενήθησαν γυναῖκες· καὶ ἐγενήθη ἡ κληρονομία αὐτῶν ἐπὶ τὴν φυλὴν δήμου τοῦ πατρὸς αὐτῶν."],["13","Αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ἃ ἐνετείλατο Κύριος ἐν χειρὶ Μωυσῆ ἐπὶ δυσμῶν Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰεριχώ."]]] \ No newline at end of file diff --git a/lines/obdias.json b/lines/obdias.json new file mode 100644 index 0000000000000000000000000000000000000000..f8c33904b1a893c539d00f18475e674d7e6332b3 --- /dev/null +++ b/lines/obdias.json @@ -0,0 +1 @@ +[[["1","ὍΡΑΣΙΣ Ὀβδίου. Τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ, ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν· ἀνάστητε, καὶ ἐξαναστῶμεν ἐπʼ αὐτὴν εἰς πόλεμον."],["2","Ἰδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς ἔθνεσιν, ἠτιμωμένος εἶ σὺ σφόδρα."],["3","Ὑπερηφανία τῆς καρδίας σου ἐπῇρέ σε κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν· ὑψῶν κατοικίαν αὐτοῦ, λέγων ἐν καρδίᾳ αὐτοῦ, τίς κατάξει με ἐπὶ τὴν γῆν;"],["4","Ἐὰν μετεωρισθῇς, ὡς ἀετὸς, καὶ ἐὰν ἀναμέσον τῶν ἄστρων θῇς νοσσιάν σου, ἐκεῖθεν κατάξω σε, λέγει Κύριος."],["5","Εἰ κλέπται εἰσῆλθον πρὸς σὲ, ἢ λῃσταὶ νυκτὸς, ποῦ ἂν ἀπεῤῥίφης; οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς; καὶ εἰ τρυγηταὶ εἰσῆλθον πρὸς σὲ, οὐκ ἂν ἐπελείποντο ἐπιφυλλίδα;"],["6","Πῶς ἐξηρευνήθη Ἡσαῦ, καὶ κατελήφθη τὰ κεκρυμμένα αὐτοῦ;"],["7","Ἕως τῶν ὁρίων ἐξαπέστειλάν σε· πάντες οἱ ἄνδρες τῆς διαθήκης σου ἀντέστησάν σοι, ἠδυνάσθησαν πρὸς σὲ ἄνδρες εἰρηνικοί σου, ἔθηκαν ἔνεδρα ὑποκάτω σου, οὐκ ἔστι σύνεσις αὐτοῖς."],["8","Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἀπολῶ σοφους ἐκ τῆς Ἰδουμαίας, καὶ σύνεσιν ἐξ ὄρους Ἡσαῦ."],["9","Καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θαιμὰν, ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὄρους Ἡσαῦ."],["10","Διὰ τὴν σφαγὴν, καὶ τὴν ἀσέβειαν ἀδελφοῦ σου Ἰακὼβ, καλύψει σε αἰσχύνη, καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα."],["11","Ἀφʼ ἧς ἡμέρας ἀντέστης ἐξεναντίας, ἐν ἡμέραις αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ, καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ, καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβαλον κλήρους, καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν."],["12","Καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων, καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς Ἰούδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν, καὶ μὴ μεγαλοῤῥημονῇ ἐν ἡμέρᾳ θλίψεως,"],["13","μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν, μηδὲ ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν, καὶ μὴ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν,"],["14","μηδὲ ἐπιστῇς ἐπὶ τὰς διεκβολὰς αὐτῶν, ἐξολοθρεῦσαι τοὺς ἀνασωζομένους αὐτῶν, μηδὲ συγκλείσῃς τοὺς φεύγοντας αὐτοῦ ἐν ἡμέρᾳ θλίψεως."],["15","Διότι ἐγγὺς ἡμέρα Κυρίου ἐπὶ πάντα τὰ ἔθνη· ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου."],["16","Διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, πίονται πάντα τὰ ἔθνη οἶνον, πίονται καὶ καταβήσονται, καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες."],["17","Ἑν δὲ τῷ ὄρει Σιὼν ἔσται σωτηρία, καὶ ἔσται ἅγιον· καὶ κατακληρονομήσουσιν ὁ οἶκος Ἰακὼβ τοῦς, κατακληρονομήσαντας αὐτούς."],["18","Καὶ ἔσται ὁ οἶκος Ἰακὼβ πῦρ, ὁ δὲ οἶκος Ἰωσὴφ φλὸξ, ὁ δὲ οἶκος Ἡσαῦ εἰς καλάμην, καὶ ἐκκαυθήσονται εἰς αὐτοὺς, καὶ καταφάγονται αὐτοὺς, καὶ οὐκ ἔσται πυροφόρος τῷ οἴκῳ Ἡσαῦ, διότι Κύριος ἐλάλησε."],["19","Καὶ κατακληρονομήσουσιν οἱ ἐν ναγὲβ τὸ ὄρος τὸ Ἡσαῦ, καὶ οἱ ἐν τῇ σεφηλὰ τοὺς ἀλλοφύλους· καὶ κατακληρονομήσουσι τὸ ὄρος Ἐφραὶμ, καὶ τὸ πεδίον Σαμαρείας, καὶ Βενιαμὶν, καὶ τὴν Γαλααδίτιν."],["20","Καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη τοῖς υἱοῖς Ἰσραὴλ, γῆ τῶν Χαναναίων ἕως Σαρεπτῶν· καὶ ἡ μετοικεσία Ἱερουσαλὴμ ἕως Ἐφραθά· κληρονομήσουσι τὰς πόλεις τοῦ ναγέβ."],["21","Καὶ ἀναβήσονται ἀνασωζόμενοι ἐξ ὄρους Σιὼν, τοῦ ἐκδικῆσαι τὸ ὄρος Ἡσαῦ, καὶ ἔσται τῷ Κυρίῳ ἡ βασιλεία."]]] \ No newline at end of file diff --git a/lines/on-drunkenness.json b/lines/on-drunkenness.json new file mode 100644 index 0000000000000000000000000000000000000000..8fa4550b37ffbf2745ac2164286a6c141827b06e --- /dev/null +++ b/lines/on-drunkenness.json @@ -0,0 +1 @@ +[[["1","Τὰ μὲν τοῖς ἄλλοις φιλοσόφοις εἰρημένα περὶ μέθης, ὡς οἷόν τε ἦν, ἐν τῇ πρὸ ταύτης ὑπεμνήσαμεν βίβλῳ, νυνὶ δὲ ἐπισκεψώμεθα τίνα τῷ πάντα μεγάλῳ καὶ σοφῷ νομοθέτῃ περὶ αὐτῆς δοκεῖ."],["2","πολλαχοῦ γὰρ τῆς νομοθεσίας οἴνου καὶ τοῦ γεννῶντος φυτοῦ τὸν οἶνον ἀμπέλου διαμέμνηται· καὶ τοῖς μὲν ἐμπίνειν ἐπιτρέπει, τοῖς δ’ οὐκ ἐφίησι, καὶ τοῖς αὐτοῖς ἔστιν ὅτε προστάττει τἀναντία, οἴνῳ χρῆσθαί τε καὶ μή. οὗτοι μὲν οὖν εἰσιν οἱ τὴν μεγάλην εὐχὴν εὐξάμενοι (Num. 6, 2 sqq.), οἷς δὲ ἀκράτῳ χρῆσθαι ἀπείρηται οἱ λειτουργοῦντες ἱερεῖς (Lev. 10, 9), οἱ δὲ προσφερόμενοι τὸν οἶνον μυρίοι τῶν ἐπ’ ἀρετῇ μάλιστα καὶ παρ’ αὐτῷ τεθαυμασμένων."],["3","πρὶν δὲ περὶ τούτων ἄρξασθαι λέγειν, τὰ συντείνοντα πρὸς τὰς κατασκευὰς αὐτῶν ἀκριβωτέον. ἔστι δ’ ὥς γ’ οἶμαι"],["4","τάδε· σύμβολον τὸν ἄκρατον Μωυσῆς οὐχ ἑνὸς ἀλλὰ πλειόνων εἶναι νομίζει, τοῦ ληρεῖν καὶ παραπαίειν, ἀναισθησίας παντελοῦς, ἀπληστίας ἀκορέστου καὶ δυσαρέστου ἐπιθυμίας καὶ εὐφροσύνης τῆς τἄλλα περιεχούσης καὶ πᾶσι τοῖς εἰρημένοις ἐμφαινομένης γυμνότητος, ᾗ τὸν Νῶε μεθυσθέντα φησὶ χρήσασθαι. τὸν μὲν οὖν οἶνον λέγεται ταῦτα ἐργάζεσθαι. μυρίοι δὲ καὶ τῶν οὐ προσαψαμένων ἀκράτου νήφειν ὑπολαμβάνοντες τοῖς ὁμοίοις ἁλίσκονται·"],["5","καὶ ἔστιν ἰδεῖν τοὺς μὲν αὐτῶν ἀφραίνοντάς τε καὶ ληροῦντας, τοὺς δ’ ἀναισθησίᾳ παντελεῖ κατεσχημένους, τοὺς δὲ μηδέποτε πληρουμένους, αἰεὶ δὲ τῶν ἀνηνύτων διψῶντας διὰ χηρείαν ἐπιστήμης, τοὺς δ’ ἔμπαλιν γανουμένους καὶ εὐφραινομένους, τοὺς δὲ τῷ ὄντι γυμνουμένους."],["6","τοῦ μὲν οὖν ληρεῖν αἴτιον ἡ ἐπιζήμιος ἀπαιδευσία— λέγω δ’ οὐ τὴν παιδείας ἀνεπιστημοσύνην, ἀλλὰ τὴν πρὸς αὐτὴν ἀλλοτρίωσιν—, τοῦ δ’ ἀναισθητεῖν ἡ ἐπίβουλος καὶ πηρὸς ἄγνοια, ἀπληστίας δὲ ἡ ἀργαλεωτάτη παθῶν ψυχῆς ἐπιθυμία, εὐφροσύνης δὲ κτῆσις ὁμοῦ καὶ χρῆσις ἀρετῆς, γυμνότητος μέντοι πολλά, ἄγνοια τῶν ἐναντίων, ἀκακία καὶ ἀφέλεια ἠθῶν, ἀλήθεια ἡ τὰ τῶν συνεσκιασμένων πραγμάτων ἀνακαλυπτήρια ἄγουσα δύναμις, τῇ μὲν ἀπαμπίσχουσα ἀρετήν, τῇ δὲ κακίαν ἐν μέρει· ἅμα μὲν γὰρ οὐχ"],["7","οἷον ἀποδύσασθαι, ἀλλ’ οὐδ’ ἐνσκευάσασθαι ταύτας δυνατόν· ἐπειδὰν δέ τις ἀπορρίψῃ τὴν ἑτέραν, ἐξ ἀνάγκης τὴν ἐναντίαν ἀναλαβὼν ἐπαμπίσχεται."],["8","ὥσπερ γὰρ ἡδονὴν καὶ ἀλγηδόνα φύσει μαχομένας, ὡς ὁ παλαιὸς λόγος, εἰς μίαν κορυφὴν συνάψας ὁ θεὸς ἑκατέρας αἴσθησιν οὐκ ἐν ταὐτῷ, διαλλάττουσι δὲ χρόνοις ἐνειργάσατο κατὰ τὴν φυγὴν τῆς ἑτέρας κάθοδον τῇ ἐναντίᾳ ψηφισάμενος, οὕτως ἀπὸ μιᾶς ῥίζης τοῦ ἡγεμονικοῦ τά τε ἀρετῆς καὶ κακίας διττὰ ἀνέδραμεν ἔρνη μήτε βλαστάνοντα μήτε καρποφοροῦντα ἐν ταὐτῷ·"],["9","ὁπότε μὲν γὰρ φυλλορροεῖ καὶ ἀφαυαίνεται θάτερον, ἄρχεται ἀναβλαστάνειν καὶ χλοηφορεῖν τὸ ἐναντίον, ὡς ὑπολαβεῖν, ὅτι ἑκάτερον τῇ θατέρου δυσχεραῖνον εὐπραγίᾳ στέλλεται. δι’ ἣν αἰτίαν φυσικώτατα τὴν Ἰακὼβ ἔξοδον εἴσοδον Ἠσαῦ παρίστησιν· „ἐγένετο “γάρ φησιν „ὅσον ἐξῆλθεν Ἰακώβ, ἧκεν Ἠσαῦ ὁ ἀδελφὸς αὐτοῦ “(Gen. 27, 30)·"],["10","μέχρι μὲν γὰρ ἐνσχολάζει καὶ ἐμπεριπατεῖ τῇ ψυχῇ φρόνησις, ὑπερόριος πᾶς ὁ ἀφροσύνης ἑταῖρος ἐκτετόξευται· ἐπειδὰν δὲ μεταναστῇ, γεγηθὼς κάτεισιν ἐκεῖνος, τῆς πολεμίου καὶ δυσμενοῦς δι’ ἣν ἠλαύνετο καὶ ἐφυγαδεύετο μηκέτι τὸν αὐτὸν χῶρον οἰκούσης."],["11","Τὰ μὲν οὖν ὡσανεὶ προοίμια τῆς γραφῆς ἀρκούντως λέλεκται, τὰς δ’ ἀποδείξεις ἑκάστων προσαποδώσομεν, ἀπὸ τοῦ πρώτου πρῶτον ἀρξάμενοι διδάσκειν· τὴν τοίνυν ἀπαιδευσίαν τοῦ ληρεῖν καὶ ἁμαρτάνειν αἰτίαν ἔφαμεν εἶναι καθάπερ μυρίοις τῶν ἀφρόνων τὸν πολὺν ἄκρατον."],["12","ἀπαιδευσία γὰρ τῶν ψυχῆς ἁμαρτημάτων, εἰ δεῖ τἀληθὲς εἰπεῖν, τὸ ἀρχέκακον, ἀφ’ ἧς ὥσπερ ἀπὸ πηγῆς ῥέουσιν αἱ τοῦ βίου πράξεις, πότιμον μὲν καὶ σωτήριον οὐδὲν οὐδενὶ νᾶμα ἐκδιδοῦσα τὸ παράπαν, ἁλμυρὸν δὲ νόσου καὶ φθορᾶς τοῖς χρησομένοις αἴτιον."],["13","οὕτως γοῦν κατὰ ἀναγώγων καὶ ἀπαιδεύτων ὁ νομοθέτης φονᾷ, ὡς κατ’ οὐδενὸς ἴσως ἑτέρου. τεκμήριον δέ· τίνες εἰσὶν οἱ μὴ ἐπιτηδεύσει μᾶλλον ἢ φύσει σύμμαχοι παρά τε ἀνθρώποις καὶ ἐν τοῖς ἄλλοις γένεσι τῶν ζῴων; ἀλλ’ οὐδὲ μανεὶς ἑτέρους ἂν εἴποι τις ἢ τοὺς τοκέας εἶναι· κήδεται γὰρ ἀδιδάκτῳ τῇ φύσει τὸ πεποιηκὸς αἰεὶ τοῦ γενομένου, καὶ σωτηρίας"],["14","αὐτοῦ καὶ διαμονῆς τῆς εἰσάπαν πρόνοιαν ἔχει. τοὺς οὖν ἐκ φύσεως συναγωνιστὰς ὑπάρχοντας εἰς ἐχθρῶν μετελθεῖν τάξιν ἐσπούδασε κατηγόρους ἐπιστήσας τοὺς δεόντως ἂν συναγορεύοντας, πατέρα καὶ μητέρα, ἵν’ ὑφ’ ὧν εἰκὸς ἦν σῴζεσθαι μόνων παραπόλωνται· „ἐὰν γάρ τινι “φησίν „υἱὸς ᾖ ἀπειθὴς καὶ ἐρεθιστὴς οὐχ ὑπακούων φωνῆς πατρὸς καὶ μητρός, καὶ παιδεύωσιν αὐτὸν καὶ μὴ εἰσακούῃ αὐτῶν, συλλαβόντες αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ ἐξάξουσιν εἰς τὴν γερουσίαν τῆς πόλεως αὐτοῦ καὶ ἐπὶ τὴν πύλην τοῦ τόπου αὐτοῦ, καὶ ἐροῦσι τοῖς ἀνδράσι τῆς πόλεως αὐτῶν· ὁ υἱὸς ἡμῶν οὗτος ἀπειθεῖ καὶ ἐρεθίζει, οὐκ εἰσακούει τῆς φωνῆς ἡμῶν, συμβολοκοπῶν οἰνοφλυγεῖ. καὶ λιθοβολήσουσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως, καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν “(Deut. 21, 18— 21)."],["15","οὐκοῦν αἱ κατηγορίαι ἀριθμῷ τέτταρες, ἀπείθεια καὶ ἐρεθισμὸς καὶ συμβολῶν εἰσφορὰ καὶ μέθη. μεγίστη δ’ ἡ τελευταία παραύξησιν ἀπὸ τῆς πρώτης ἀπειθείας λαβοῦσα· ἀρξαμένη γὰρ ἀφηνιάζειν ἡ ψυχὴ καὶ προελθοῦσα διὰ ἔριδος καὶ φιλονεικίας ἐπὶ ὕστατον ὅρον ἔρχεται, μέθην, τὴν ἐκστάσεως καὶ παραφροσύνης αἰτίαν. ἑκάστης δὲ τῶν κατηγοριῶν τὴν δύναμιν ἰδεῖν ἀναγκαῖον τὴν ἀρχὴν ἀπὸ τῆς πρώτης λαβόντας."],["16","ἀνωμολόγηται τοίνυν περιφανῶς, ὅτι τὸ εἴκειν καὶ πειθαρχεῖν ἀρετῇ καλὸν καὶ συμφέρον, ὥστε τὸ ἀπειθεῖν ἔμπαλιν αἰσχρὸν καὶ οὐ μετρίως ἀλυσιτελές· τὸ δὲ δὴ καὶ ἐρεθίζειν ὑπερβολὴν πᾶσαν κεχώρηκε τοῦ δεινοῦ· ὁ γὰρ ἀπειθὴς τοῦ φιλέριδος ἧττον μοχθηρός ἐστιν, ὁ μὲν αὐτὸ μόνον τῶν προσταττομένων ἀλογῶν, ὁ δὲ καὶ τοῖς ἐναντίοις ἐγχειρεῖν σπουδὴν πεποιημένος."],["17","φέρε δ’ ὡς ἔχει τοῦτο θεασώμεθα· νόμου κελεύοντος, εἰ τύχοι, τοὺς γονεῖς τιμᾶν, ὁ μὲν μὴ τιμῶν ἀπειθής, ὁ δ’ ἀτιμάζων φίλερις. καὶ πάλιν τοῦ τὴν πατρίδα σῴζειν ὄντος δικαίου τὸν μὲν πρὸς αὐτὸ τοῦτο ὄκνῳ χρώμενον ἀπειθῆ, τὸν δ’ ἔτι καὶ προδιδόναι διεγνωκότα δύσεριν καὶ φιλόνεικον λεκτέον."],["18","ὅ τε μὴ χαριζόμενός τισιν ἐναντιούμενος τῷ φάσκοντι δεῖν ὠφελεῖν ἀπειθεῖ, ὁ δὲ πρὸς τῷ μὴ χαρίζεσθαι καὶ ὅσα βλάβης ἐστὶν ἐμποιῶν ἔριδι ἐπαιρόμενος ἀνίατα ἐξαμαρτάνει. καὶ μὴν ὅ γε ἱερουργίαις καὶ τοῖς ἄλλοις ὅσα πρὸς εὐσέβειαν ἀναφέρεται μὴ χρώμενος ἀπειθεῖ προστάξεσιν, ἃς ὁ νόμος εἴωθε περὶ τούτων προστάττειν, ἀνερεθίζει δ’ ὁ πρὸς τοὐναντίον, ἀσέβειαν, ἀποκλίνας καὶ ἀθεότητος εἰσηγητής."],["19","οἷος ἦν ὁ φάσκων „τίς ἐστιν οὗ ὑπακούσομαι; “καὶ πάλιν „οὐκ οἶδα τὸν κύριον “(Exod. 5, 2). διὰ μὲν οὖν τῆς προτέρας φωνῆς παρίστησιν, ὅτι οὐκ ἔστι τὸ θεῖον, διὰ δὲ τῆς ἔπειτα, ὅτι, εἰ καὶ ἔστιν, ἀλλά τοι ἀγνοεῖται, ὅπερ ἐκ τοῦ μὴ προνοεῖν συνάγεται· εἰ γὰρ προὐνόει, κἂν ἐγινώσκετο. συμβολάς γε μὴν καὶ ἐράνους φέρειν ἐπὶ μὲν τῇ"],["20","τοῦ ἀρίστου κτήματος μετουσίᾳ, φρονήσεως, ἐπαινετὸν καὶ συμφέρον, ἕνεκα δὲ τῆς τοῦ ἀκροτάτου πάντων κακοῦ, ἀφροσύνης, ἀλυσιτελές τε καὶ ψεκτόν."],["21","αἱ μὲν οὖν πρὸς τὸ ἄριστον συμβολαὶ πόθος ἀρετῆς, τῶν καλῶν ζῆλος, μελέται συνεχεῖς, ἀσκήσεις ἐπίμονοι, ἄτρυτοι καὶ ἀκμῆτες πόνοι, αἱ δὲ πρὸς τὸ ἐναντίον ἄνεσις, ῥᾳθυμία, τρυφή, θρύψις, παντελὴς ἐκδιαίτησις."],["22","ἰδεῖν μέντοι καὶ τοὺς ἐπαποδυομένους πολυοινίᾳ καὶ καθ’ ἑκάστην ἡμέραν γυμναζομένους καὶ ἀθλοῦντας τοὺς ἐπ’ ἀπληστίᾳ γαστρὸς ἄθλους ἔστι συμβολὰς μὲν ὡς ἐπί τινι τῶν λυσιτελῶν εἰσφέροντας, ζημιουμένους δὲ πάντα, χρήματα, σώματα, ψυχάς· τὰ μὲν γὰρ εἰσφέροντες μειοῦσι τὴν οὐσίαν, τῶν δὲ σωμάτων διὰ τὸ ἁβροδίαιτον κατακλῶσι καὶ θρύπτουσι τὰς δυνάμεις, τὰς δὲ ψυχὰς ποταμοῦ χειμάρρου τρόπον ἀμετρίᾳ τροφῶν ἐπικλύζοντες εἰς βυθὸν ἀναγκάζουσι δύεσθαι."],["23","τὸν αὐτὸν δὴ τρόπον καὶ ὅσοι φέρουσιν ἐράνους ἐπὶ καθαιρέσει παιδείας, τὸ κυριώτατον τῶν ἐν αὐτοῖς ζημιοῦσι, διάνοιαν, ἀποκόπτοντες αὐτῆς τὰ σωτήρια, φρόνησιν καὶ σωφροσύνην, ἔτι δὲ ἀνδρείαν καὶ δικαιοσύνην. διό μοι δοκεῖ καὶ αὐτὸς ὀνόματι συνθέτῳ χρῆσθαι τῷ „συμβολοκοπῶν “πρὸς δήλωσιν ἐναργεστέραν τοῦ σημαινομένου, διότι τὰ κατὰ ἀρετῆς ἐπιχειρήματα ὥσπερ τινὰς συμβολὰς καὶ ἐράνους εἰσφέροντες τιτρώσκουσι καὶ διαιροῦσι καὶ συγκόπτουσι μέχρι παντελοῦς φθορᾶς τὰς φιληκόους καὶ φιλομαθεῖς"],["24","ψυχάς. ὁ μὲν οὖν σοφὸς Ἀβραὰμ ἐπανελθεῖν λέγεται „ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλαγόμορ καὶ τῶν βασιλέων τῶν μετ’ αὐτοῦ “(Gen. 14, 17), ὁ δ’ Ἀμαλὴκ ἔμπαλιν τοῦ ἀσκητοῦ „τὴν οὐραγίαν κόπτειν “(Deut. 25, 18), ἀκολουθίᾳ φύσεως· ἐχθρὰ γὰρ| τὰ ἐναντία καὶ τὸν ἐπ’ ἀλλήλοις ὄλεθρον ἀεὶ μελετῶντα."],["25","τὸν δὲ κομίζοντα τὰς συμβολὰς καὶ ταύτῃ μάλιστ’ ἄν τις αἰτιάσαιτο, ὅτι οὐ μόνον ἀδικεῖν, ἀλλὰ καὶ συναδικεῖν ἔγνωκεν ἑτέροις ἀξιῶν τὰ μὲν αὐτὸς εἰσηγεῖσθαι, τὰ δ’ εἰσηγουμένων ἄλλων ἀκροᾶσθαι, ὅπως καὶ φύσει καὶ μαθήσει διαμαρτάνων μηδεμίαν εἰς σωτηρίαν ὑπολείπηται χρηστὴν ἐλπίδα ἑαυτῷ, καὶ ταῦτα νόμου διειρηκότος \" μὴ γίνεσθαι μετὰ πολλῶν ἐπὶ κακίᾳ “(Exod. 23, 2)·"],["26","τῷ γὰρ ὄντι πολύχουν μὲν καὶ πολυφορώτατον ἐν ἀνθρώπων ψυχαῖς τὸ κακόν, ἐσταλμένον δὲ καὶ σπάνιον τἀγαθόν. παραίνεσις οὖν ὠφελιμωτάτη μὴ τοῖς πολλοῖς, μεθ’ ὧν τὸ ἀδικεῖν, ἀλλὰ τοῖς ὀλίγοις, μεθ’ ὧν τὸ δικαιοπραγεῖν, συμφέρεσθαι."],["27","τέταρτον τοίνυν καὶ μέγιστον ἔγκλημα ἦν τὸ μεθύειν, οὐκ ἀνειμένως, ἀλλὰ σφόδρα συντόνως· τὸ γὰρ οἰνοφλυγεῖν ἴσον ἐστὶ τῷ τὸ παραίτιον ἀφροσύνης φάρμακον, ἀπαιδευσίαν, ἐντύφεσθαι καὶ ἀνακαίεσθαι καὶ ἀναφλέγεσθαι μηδέποτε σβεσθῆναι δυναμένην, ἀλλ’ ὅλην δι’ ὅλων αἰεὶ τὴν ψυχὴν ἐμπιπρᾶσάν τε καὶ πυρπολοῦσαν."],["28","εἰκότως οὖν ἕψεται δίκη πάντα μοχθηρὸν τρόπον ἐκκαθαίρουσα διανοίας· λέγεται γὰρ „ἐξαρεῖς τὸν πονηρόν “, οὐκ ἐκ πόλεως ἢ χώρας ἢ ἔθνους, ἀλλ’ „ἐξ ὑμῶν αὐτῶν “(Deut. 21, 21)· ἡμῖν γὰρ αὐτοῖς ἐνυπάρχουσι καὶ ἐμφωλεύουσιν οἱ ὑπαίτιοι καὶ ἐπίληπτοι λογισμοί, οὕς, ὁπότε ἀνιάτως ἔχοιεν, ἀποκόπτειν καὶ διαφθείρειν ἀναγκαῖον."],["29","τὸν οὖν ἀπειθῆ καὶ φίλεριν καὶ λόγων πιθανότητας ὥσπερ τινὰς συμβολὰς καὶ ἐράνους ἐπὶ καθαιρέσει τοῦ καλοῦ πορίζοντα καὶ ἀκράτῳ φλεγόμενον καὶ καταμεθύοντα ἀρετῆς καὶ παροινίας ἐκτόπους εἰς αὐτὴν παροινοῦντα δίκαιον ἦν κατηγόρους μὲν τοὺς ἄλλοις συμμάχους λαβεῖν, πατέρα καὶ μητέρα, φθορὰν δὲ ἐνδέξασθαι παντελῆ πρὸς νουθεσίαν καὶ σωφρονισμὸν τῶν οἵων τε. σῴζεσθαι."],["30","πατρὸς δὲ καὶ μητρὸς κοιναὶ μὲν αἱ κλήσεις, διάφοροι δ’ αἱ δυνάμεις. τὸν γοῦν τόδε τὸ πᾶν ἐργασάμενον δημιουργὸν ὁμοῦ καὶ πατέρα εἶναι τοῦ γεγονότος εὐθὺς ἐν δίκῃ φήσομεν, μητέρα δὲ τὴν τοῦ πεποιηκότος ἐπιστήμην, ᾗ συνὼν ὁ θεὸς οὐχ ὡς ἄνθρωπος ἔσπειρε γένεσιν. ἡ δὲ παραδεξαμένη τὰ τοῦ θεοῦ σπέρματα τελεσφόροις ὠδῖσι τὸν μόνον καὶ ἀγαπητὸν αἰσθητὸν υἱὸν ἀπεκύησε, τόνδε τὸν κόσμον."],["31","εἰσάγεται γοῦν παρά τινι τῶν ἐκ τοῦ θείου χοροῦ ἡ σοφία περὶ αὑτῆς λέγουσα τὸν τρόπον τοῦτον· „ὁ θεὸς ἐκτήσατό με πρωτίστην τῶν ἑαυτοῦ ἔργων, καὶ πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με “(Prov. 8, 22)· ἦν γὰρ ἀναγκαῖον τῆς μητρὸς καὶ τιθήνης τῶν ὅλων πάνθ’ ὅσα εἰς γένεσιν ἦλθεν εἶναι νεώτερα."],["32","τούτων οὖν τῶν γονέων τίς ἱκανὸς ὑποστῆναι κατηγορίαν; ἀλλ’ οὐδὲ μετρίαν ἀπειλὴν ἢ ἐλαφροτάτην κατάμεμψιν. οὐδὲ γὰρ τῶν δωρεῶν ἱκανὸς οὐδεὶς χωρῆσαι τὸ ἄφθονον πλῆθος, ἴσως δὲ οὐδ’ ὁ κόσμος, ἀλλ’ οἷα βραχεῖα δεξαμενὴ μεγάλης ἐπιρρεούσης τῶν τοῦ θεοῦ χαρίτων πηγῆς τάχιστα ἀποπληρωθήσεται, ὡς ἀναβλύσαι τε καὶ ὑπερεκχεῖσθαι. εἰ δὲ τὰς εὐεργεσίας ἀδυνατοῦμεν δέχεσθαι, τὰς κολαστηρίους δυνάμεις πῶς ἐπιφερομένας οἴσομεν;"],["33","τοὺς μὲν δὴ τοῦ παντὸς γονεῖς ὑπεξαιρετέον τοῦ παρόντος λόγου, τοὺς δὲ φοιτητὰς καὶ γνωρίμους αὐτῶν τὴν ἐπιμέλειαν καὶ προστασίαν εἰληχότας ψυχῶν, ὅσαι μὴ ἀνάγωγοι καὶ ἄμουσοι, νῦν ἐπισκεψώμεθα. πατέρα τοίνυν εἶναί φαμεν τὸν ἄρρενα καὶ τέλειον καὶ ὀρθὸν λόγον, μητέρα δὲ τὴν μέσην καὶ ἐγκύκλιον χορείαν τε καὶ παιδείαν· οἷς καλὸν καὶ συμφέρον ὡς ἂν ἔκγονον τοκεῦσι πείθεσθαι."],["34","τοῦ μὲν οὖν πατρός, ὀρθοῦ λόγου, παράγγελμα ἕπεσθαι καὶ ἀκολουθεῖν τῇ φύσει γυμνὴν καὶ ἀπημφιασμένην ἀλήθειαν μεταδιώκοντας, παιδείας δέ, τῆς μητρός, θέσει δικαίοις προσέχειν, ἃ κατὰ πόλεις καὶ ἔθνη καὶ χώρας ἔθεντο οἱ πρῶτοι δόκησιν πρὸ ἀληθείας ἀσπασάμενοι."],["35","τοῖς γονεῦσι τούτοις τέτταρες παίδων εἰσὶ τάξεις, ἡ μὲν ἀμφοτέροις καταπειθής, ἡ δ’ οὐδετέρῳ προσέχουσα, ἐναντία τῇ προτέρᾳ, τῶν δ’ ἄλλων ἡμιτελὴς ἑκατέρα· ἡ μὲν γὰρ αὐτῶν φιλοπάτωρ σφόδρα γεγονυῖα τῷ μὲν προσέχει, μητρὸς δὲ καὶ τῶν ἐπισκήψεων αὐτῆς ἀλογεῖ, ἡ δ’ ἔμπαλιν φιλομήτωρ εἶναι δοκοῦσα τῇ μὲν πάντα ὑπηρετεῖ, τῶν δὲ τοῦ πατρὸς ἥκιστα φροντίζει. ἡ μὲν οὖν πρώτη τὰ κατὰ πάντων ἆθλα οἴσεται νικητήρια, ἡ δ’ ἀντίπαλος ἧτταν ὁμοῦ καὶ φθορὰν ἀναδέξεται, τῶν δ’ ἄλλων ἑκατέρα, ἡ μὲν δευτερείων, ἡ δὲ τρίτων ἄθλων μεταποιήσεται, δευτερείων μὲν ἡ πειθαρχοῦσα πατρί, τρίτων δ’ ἡ τῇ μητρί."],["36","τῆς μὲν οὖν φιλομήτορος ταῖς τῶν πολλῶν δόξαις ὑπεικούσης καὶ κατὰ τὰς πολυτρόπους τοῦ βίου ζηλώσεις παντοδαπὰς μεταβαλλούσης ἰδέας Αἰγυπτίου Πρωτέως τὸν τρόπον, ὃς τῷ πάνθ’ ὅσα ἐν τῷ παντὶ πεφυκέναι γίνεσθαι τὸ ἀληθὲς ἀδηλούμενον ἔσχεν εἶδος, τύπος ἐναργέστατος Ἰοθόρ, πλάσμα τύφου, πρὸς πόλιν καὶ πολιτείαν συγκλύδων καὶ μιγάδων ἀνθρώπων κεναῖς αἰωρουμένων δόξαις μάλιστα ἁρμόττων."],["37","Μωυσέως γὰρ τοῦ σοφοῦ τὸν λεὼν ἅπαντα τῆς ψυχῆς πρὸς εὐσέβειαν καὶ τιμὴν θεοῦ μετακαλοῦντος καὶ τάς τε προστάξεις καὶ τοὺς ἱερωτάτους νόμους ἀναδιδάσκοντος— φησὶ γὰρ ὅτι „ἐπειδὰν γένηται αὐτοῖς ἀντιλογία καὶ ἔλθωσι πρὸς μέ, διακρίνω ἕκαστον καὶ συμβιβάζω τὰ προστάγματα τοῦ θεοῦ καὶ τὸν νόμον αὐτοῦ “(Exod. 18, 16)—, παρελθὼν ὁ δοκησίσοφος Ἰοθόρ, τῶν μὲν θείων ἀμύητος ἀγαθῶν, τοῖς δὲ ἀνθρωπείοις καὶ φθαρτοῖς μάλιστ’ ἐνωμιληκὼς δημαγωγεῖ καὶ νόμους ἐναντίους τοῖς τῆς φύσεως ἀναγράφει, πρὸς τὸ δοκεῖν ἀφορῶν ἐκείνων ἀναφερομένων πρὸς τὸ εἶναι."],["38","καίτοι καὶ τοῦτον ἐλεήσας καὶ οἰκτισάμενος τοῦ πολλοῦ πλάνου μεταδιδάσκειν οἴεται δεῖν καὶ ἀναπείθειν ἀποστῆναι μὲν τῶν κενῶν δοξῶν, ἀκολουθῆσαι δὲ παγίως τῷ ἀληθεῖ·"],["39","„ἐξάραντες “, γάρ φησιν, ἡμεῖς καὶ ἀποκόψαντες τῆς διανοίας τὸν κενὸν τῦφον μετανιστάμεθα εἰς τὸν ἐπιστήμης τόπον, ὃν χρησμοῖς καὶ ὁμολογίαις θείαις λαμβάνομεν· „ἴθι δὴ μεθ’ ἡμῶν καὶ εὖ σε ποιήσομεν “(Num. 10, 29)· ἀποβαλεῖς μὲν γὰρ τὴν βλαβερωτάτην δόκησιν, κτήσῃ δὲ τὴν ὠφελιμωτάτην ἀλήθειαν."],["40","ἀλλὰ γὰρ τοιαῦτα κατεπᾳσθεὶς ἀλογήσει τῶν εἰρημένων καὶ ἐπιστήμῃ μὲν οὐδαμῇ οὐδαμῶς ἕψεται, ἀναχωρήσει δὲ καὶ ἀναδραμεῖται πρὸς τὸν ἴδιον καὶ κενὸν τῦφον· λέγεται γὰρ ὅτι εἶπε πρὸς αὐτόν· „οὐ πορεύσομαι ἀλλ’ εἰς τὴν γῆν μου καὶ τὴν γενεάν μου “(Num. 10, 30), τουτέστι τὴν συγγενῆ ψευδοδοξοῦσαν ἀπιστίαν, ἐπειδὴ τὴν ἀληθεύουσαν ἀνδράσι φίλην"],["41","πίστιν οὐκ ἔμαθε. καὶ γὰρ ὅταν ἐπίδειξιν εὐσεβείας βουλόμενος ποιήσασθαι λέγῃ· „νῦν ἔγνων ὅτι μέγας κύριος παρὰ πάντας τοὺς θεούς “(Exod. 18, 11), ἀσέβειαν παρὰ δικάζειν ἐπισταμένοις ἀνδράσιν ἑαυτοῦ κατηγορεῖ."],["42","φήσουσι γὰρ αὐτῷ· νῦν ἔγνως, ἀνόσιε, πρότερον δ’ οὐκ ἠπίστασο τὸ μέγεθος τοῦ παντὸς ἡγεμόνος; ἦν γάρ τι πρεσβύτερον θεοῦ, ᾧ προεντετύχηκας; ἢ τοῖς ἐκγόνοις οὐχ αἱ τῶν γονέων ἀρεταὶ πρὸ τῶν ἄλλων ἅπαξ ἁπάντων γνώριμοι; τοῦ δὲ παντὸς οὐκ ἄρα ἀρχηγέτης ὁ κτίστης καὶ πατὴρ αὐτοῦ; ὥστ’ εἰ νῦν ἐγνωκέναι φῂς σύ, οὐδὲ νῦν ἔγνωκας, ὅτι οὐκ ἀπὸ γενέσεως ἀρχῆς."],["43","ἐλέγχῃ δ’ οὐδὲν ἧττον ἐπιμορφάζων, ὅταν συγκρίνῃς τὰ ἀσύγκριτα καὶ λέγῃς παρὰ πάντας τοὺς θεοὺς τὸ μεγαλεῖον τοῦ ὄντος ἐγνωκέναι· εἰ γὰρ ᾔδεις ἀληθείᾳ τὸ ὄν, οὐδένα ἂν τῶν ἄλλων ὑπέλαβες εἶναι θεὸν αὐτεξούσιον."],["44","ὥσπερ γὰρ ἀνατείλας ὁ ἥλιος ἀποκρύπτει τοὺς ἀστέρας τῶν ἡμετέρων ὄψεων ἀθρόον τὸ ἑαυτοῦ καταχέας φέγγος, οὕτως ὅταν τῷ τῆς ψυχῆς ὄμματι ἀμιγεῖς καὶ καθαρώταται καὶ τηλαυγέσταται τοῦ φωσφόρου θεοῦ νοηταὶ ἐναστράψωσιν αὐγαί, κατιδεῖν οὐδὲν ἕτερον δύναται· ἐπιλάμψασα γὰρ ἡ τοῦ ὄντος ἐπιστήμη πάντα περιαυγάζει, ὡς καὶ τοῖς λαμπροτάτοις ἐξ ἑαυτῶν εἶναι δοκοῦσιν ἐπισκοτεῖν."],["45","θεοῖς οὖν τοῖς ψευδωνύμοις οὐκ ἄν τις τὸν ἀληθῆ θεὸν συγκρίνειν ὑπέμενεν, εἴπερ ἀψευδῶς ἐγίνωσκεν αὐτόν· ἀλλ’ ἡ ἀνεπιστημοσύνη τοῦ ἑνὸς τὴν ἐπὶ πολλοῖς ὡς ὑπάρχουσι, πρὸς ἀλήθειαν οὐκ οὖσι, δόξαν εἰργάσατο."],["46","τῆς αὐτῆς προαιρέσεώς ἐστι πᾶς, ὅτῳ τὰ μὲν ψυχῆς ἀπέγνωσται, τὰ δὲ περὶ σῶμά τε καὶ ἐκτὸς χρώμασι καὶ σχήμασι πεποικιλμένα πρὸς ἀπάτην αἰσθήσεως εὐπαραγώγου θαυμάζεται."],["47","καλεῖ δὲ τὸν τοιοῦτον ὁ νομοθέτης Λάβαν, ὃς τοὺς ἀληθεῖς τῆς φύσεως νόμους οὐ κατιδὼν ψευδογραφεῖ τοὺς παρὰ ἀνθρώποις φάσκων· „οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρὶν ἢ τὴν πρεσβυτέραν “(Gen. 29, 26)."],["48","οὗτος μὲν γὰρ τὴν ἐν χρόνοις τάξιν φυλάττειν οἴεται δεῖν, τὰ πρεσβύτερα πρότερον καὶ τὰ νεώτερα αὖθις εἰς κοινωνίαν ἄγεσθαι δικαιῶν. ὁ δὲ σοφίας ἀσκητὴς εἰδὼς καὶ φύσεις ἀχρόνους ὑπαρχούσας ἐφίεται καὶ νεωτέρων προτέρων καὶ πρεσβυτέρων ὑστέρων. ἔχει δὲ καὶ τὸν ἠθοποιὸν λόγον ἑαυτῷ συνᾴδοντα· τοῖς γὰρ ἀσκηταῖς ἀνάγκη πρότερον ἐντυχεῖν τῇ νεωτέρᾳ παιδείᾳ, ἵνα τῆς τελειοτέρας αὖθις ἀπόνασθαι βεβαίως δυνηθῶσι."],["49","παρὸ καὶ μέχρι νῦν οἱ καλοκἀγαθίας ἐρασταὶ οὐ πρότερον ἐπὶ τὰς τῆς πρεσβυτέρας ἀφικνοῦνται θύρας φιλοσοφίας, πρὶν ἢ ταῖς νεωτέραις ἐντυχεῖν, γραμματικῇ καὶ γεωμετρίᾳ καὶ τῇ συμπάσῃ τῶν ἐγκυκλίων μουσικῇ· αὗται γὰρ σοφίαν τοῖς ἀδόλως καὶ καθαρῶς μνωμένοις ἀεὶ προξενοῦσιν."],["50","ὁ δ’ ἀντισοφίζεται βουλόμενος τὴν πρεσβυτέραν ἡμᾶς ἀγαγέσθαι προτέραν, οὐχ ἵνα βεβαίως ἔχωμεν, ἀλλ’ ἵνα τοῖς τῆς νεωτέρας φίλτροις δελεασθέντες αὖθις τὸν ἐπ’ ἐκείνῃ πόθον ἐκλύσωμεν."],["51","καὶ σχεδὸν τοῦτο συνέβη πολλοῖς τῶν ἀνοδίᾳ πρὸς παιδείαν χρησαμένων. ἔτι γάρ, ὡς ἔπος εἰπεῖν, ἀπ’ αὐτῶν σπαργάνων πρὸς τελειότατον ἐπιτήδευμα, φιλοσοφίαν, ἐλθόντες, ἀμύητοι τῶν ἐγκυκλίων εἰσάπαν οὐ δικαιώσαντες γενέσθαι ὀψὲ καὶ μόλις αὐτῶν ἅψασθαι διενοήθησαν. κἄπειτα ἀπὸ τῆς μείζονος καὶ πρεσβυτέρας ἐπὶ τὴν τῶν ἐλαττόνων καὶ νεωτέρων θέαν καταβάντες ἐνεγήρασαν αὐτοῖς, ὡς μηκέτ’ ἀναδραμεῖν ὅθεν ὥρμησαν ἰσχῦσαι."],["52","διὰ τοῦτ’ οἶμαί φησι· „συντέλεσον τὰ ἕβδομα ταύτης “(Gen. 29, 27), ἴσον τῷ μὴ ἀτελεύτητον ἔστω σοι τὸ τῆς ψυχῆς ἀγαθόν, ἀλλ’ ὅρον ἐχέτω καὶ πέρας, ἵνα καὶ τῇ νεωτέρᾳ τάξει τῶν ἀγαθῶν ἐντύχῃς, ἣν σώματος κάλλος καὶ δόξα καὶ πλοῦτος καὶ τὰ ὁμοιότροπα κεκλήρωται."],["53","ὁ δὲ συντελέσειν μὲν οὐχ ὑπισχνεῖται, „ἀναπληρώσειν “(Gen. 29, 28) δ’ αὐτὴν ὁμολογεῖ, τουτέστι μηδέποτε ἐπιλείψειν τὰ πρὸς αὔξησιν καὶ συμπλήρωσιν αὐτῆς ἐπιτηδεύων, ἀλλ’ ἀεὶ καὶ πανταχοῦ περιέξεσθαι, κἂν μυρία τὰ ἀντισπῶντα καὶ ἀνθέλκοντα ᾖ."],["54","πάνυ δ’ ἐκδήλως τὸ τὰ ἔθη γυναιξὶ μᾶλλον ἢ ἀνδράσιν ἐπιτηδεύεσθαι δοκεῖ μοι παρίστασθαι διὰ τῶν Ῥαχὴλ τῆς μόνα τὰ αἰσθητὰ θαυμαζούσης λόγων· φησὶ γὰρ πρὸς τὸν πατέρα ἑαυτῆς· „μὴ βαρέως φέρε, κύριε· οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι τὰ κατ’ ἐθισμὸν τῶν γυναικῶν μοί ἐστιν “(Gen. 31, 35)."],["55","οὐκοῦν γυναικῶν ἴδιον τὸ ἔθεσι πείθεσθαι· καὶ γὰρ τῷ ὄντι ἀσθενεστέρας καὶ θηλυτέρας ψυχῆς τὸ ἔθος· ἀνδρῶν γάρ τοι ἡ φύσις, καὶ ἐρρωμένου"],["56","καὶ ἄρρενος ὡς ἀληθῶς λογισμοῦ ἕπεσθαι φύσει. καταπέπληγμαι δὲ τὸ ἀψευδὲς τῆς ψυχῆς τῆς ἐν τοῖς ἑαυτῆς διαλόγοις ὁμολογούσης, ὅτι οὐ δύναται τῶν φαινομένων ἀγαθῶν κατεξαναστῆναι, ἀλλ’ ἕκαστον αὐτῶν τέθηπε καὶ τιμᾷ καὶ μονονοὺχ ἑαυτῆς προκέκρικεν."],["57","ἐπεὶ τίς ἡμῶν ἀντιστατεῖ πλούτῳ; τίς δὲ πρὸς δόξαν κονίεται; τίς δὲ τιμῆς ἢ ἀρχῆς καταπεφρόνηκε σχεδὸν τῶν ἔτι φυρομένων ἐν κεναῖς δόξαις; οὐδὲ εἷς τὸ παράπαν."],["58","ἀλλ’ ἕως μὲν οὐδὲν τούτων πάρεστιν, ὑψηγοροῦμεν ὡς ὀλιγοδεΐας ἑταῖροι τὸν αὐταρκέστατον καὶ δικαιότατον καὶ ἐλευθέροις καὶ εὐγενέσιν ἁρμόττοντα περιποιούσης βίον· ἐπειδὰν δέ τινος τῶν εἰρημένων ἐλπὶς ἢ ἐλπίδος αὐτὸ μόνον αὔρα βραχεῖα καταπνεύσῃ, διελεγχόμεθα· ὑπείκοντες γὰρ εὐθὺς ἐνδίδομεν καὶ ἀντιβῆναι καὶ ἀντισχεῖν οὐ δυνάμεθα, προδοθέντες δ’ ὑπὸ τῶν φίλων αἰσθήσεων ὅλην τὴν ψυχῆς συμμαχίαν ἐκλείπομεν καὶ οὐκέτι λανθάνοντες ἀλλ’ ἤδη φανερῶς αὐτομολοῦμεν·"],["59","καὶ μήποτ’ εἰκότως· ἔτι γὰρ ἡμῖν ἔθη τὰ γυναικῶν ἐπιπεπόλακεν οὔπω δυνηθεῖσι τὰ μὲν ἐκνίψασθαι, πρὸς δὲ τὴν ἀνδρωνῖτιν μεταδραμεῖν ἑστίαν, καθάπερ λόγος ἔχει τὴν φιλάρετον διάνοιαν, ὄνομα Σάρραν·"],["60","αὕτη γὰρ εἰσάγεται διὰ τῶν χρησμῶν „τὰ γυναικεῖα πάντ’ ἐκλιποῦσα “(Gen. 18, 11), ἡνίκα τὸ αὐτομαθὲς γένος ὠδίνειν καὶ ἀποτίκτειν ἔμελλεν, ἐπίκλησιν Ἰσαάκ."],["61","λέγεται δὲ καὶ ἀμήτωρ γενέσθαι τὴν ἐκ πατρός, οὐ πρὸς μητρός, αὐτὸ μόνον κληρωσαμένη συγγένειαν, θήλεος γενεᾶς ἀμέτοχος. εἶπε γάρ πού τις· „καὶ γὰρ ἀληθῶς ἀδελφή μού ἐστιν ἐκ πατρός, ἀλλ’ οὐκ ἐκ μητρός “(Gen. 20, 12)· οὐ γὰρ ἐξ ὕλης τῆς αἰσθητῆς συνισταμένης ἀεὶ καὶ λυομένης, ἣν μητέρα καὶ τροφὸν καὶ τιθήνην τῶν ποιητῶν ἔφασαν, οἷς πρώτοις σοφίας ἀνεβλάστησεν ἔρνος, ἀλλ’ ἐκ τοῦ πάντων αἰτίου καὶ πατρός."],["62","αὕτη μὲν οὖν ὑπερκύψασα τὸν σωματοειδῆ πάντα κόσμον ὑπὸ τῆς ἐν θεῷ χαρᾶς γανωθεῖσα γέλωτα τὰς ἀνθρώπων θήσεται σπουδάς, ὅσαι περὶ τῶν κατὰ πόλεμον ἢ κατ’ εἰρήνην πραγμάτων εἰσίν."],["63","ἡμεῖς δὲ ἔτι ὑπὸ τῆς ἀνάνδρου καὶ γυναικώδους συνηθείας τῆς περὶ τὰς αἰσθήσεις καὶ τὰ πάθη καὶ τὰ αἰσθητὰ νικώμενοι τῶν φανέντων οὐδενὸς κατεξαναστῆναι δυνάμεθα, πρὸς πάντων δὲ καὶ τῶν ἐπιτυχόντων οἱ μὲν ἄκοντες οἱ δὲ καὶ ἑκόντες ἑλκόμεθα."],["64","κἂν τὸ στῖφος ἡμῶν τοῖς τοῦ πατρὸς ἐπιτάγμασιν ἀδυνατοῦν ὑπηρετεῖν ἁλίσκηται, σύμμαχον οὐδὲν ἧττον ἕξει τὴν μητέρα, παιδείαν μέσην τὰ νομιζόμενα καὶ δοκοῦντα εἶναι δίκαια γράφουσαν κατὰ πόλεις καὶ ἄλλα ἄλλοις νομοθετοῦσαν."],["65","εἰσὶ δέ τινες, οἳ τῶν μητρῴων ὑπερορῶντες περιέχονται παντὶ σθένει τῶν πατρῴων, οὓς καὶ τῆς μεγίστης τιμῆς, ἱερωσύνης, ὁ ὀρθὸς λόγος ἠξίωσε. κἂν τὰς πράξεις αὐτῶν διέλθωμεν, ἐφ’ αἷς τὸ γέρας τοῦτο εὕραντο, χλεύην ἴσως παρὰ πολλοῖς ὀφλήσομεν τοῖς ταῖς προχείροις φαντασίαις ἀπατωμένοις, τὰς δὲ ἀφανεῖς καὶ συνεσκιασμένας δυνάμεις οὐ κατανοοῦσιν·"],["66","οἱ γὰρ εὐχὰς καὶ θυσίας καὶ πᾶσαν τὴν περὶ τὸ ἱερὸν ἁγιστείαν ἐγχειρισθέντες εἰσί, τὸ παραδοξότατον, ἀνδροφόνοι, ἀδελφοκτόνοι, τῶν οἰκειοτάτων καὶ φιλτάτων σωμάτων αὐτόχειρες, οὓς ἐχρῆν καθαροὺς καὶ ἐκ καθαρῶν, μηδενὸς ἄγους προσαψαμένους, ἑκουσίου μὲν ἄπαγε, ἀλλὰ μηδ’ ἀκουσίου χειροτονεῖσθαι·"],["67","λέγεται γάρ· „ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸν ἔγγιστα αὐτοῦ. καὶ ἐποίησαν οἱ υἱοὶ Λευί, καθὰ ἐλάλησε Μωυσῆς, καὶ ἔπεσον ἐκ τοῦ λαοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς τρισχιλίους ἄνδρας “(Exod. 32, 27. 28). καὶ τοὺς τοσαύτην ἀνῃρηκότας πληθὺν ἐπαινεῖ φάσκων· „ἐπληρώσατε τὰς χεῖρας σήμερον κυρίῳ, ἕκαστος ἐν τῷ υἱῷ ἢ τῷ ἀδελφῷ, δοθῆναι ἐφ’ ὑμᾶς εὐλογίαν “(Exod. 32, 29)."],["68","τί οὖν λεκτέον ἢ ὅτι οἱ τοιοῦτοι τοῖς μὲν κοινοῖς ἀνθρώπων ἔθεσιν ἁλίσκονται κατήγορον ἔχοντες τὴν πολιτευομένην καὶ δημαγωγὸν μητέρα συνήθειαν, τοῖς δὲ τῆς φύσεως διασῴζονται συμμάχῳ χρώμενοι ὀρθῷ λόγῳ, τῷ πατρί;"],["69","καὶ γὰρ οὐδ’, ὥσπερ νομίζουσί τινες, ἀνθρώπους ἀναιροῦσιν οἱ ἱερεῖς, ζῷα λογικὰ ἐκ ψυχῆς καὶ σώματος συνεστῶτα, ἀλλ’ ὅσα οἰκεῖα καὶ φίλα τῇ σαρκὶ ἀποκόπτουσι τῆς διανοίας ἑαυτῶν, εὐπρεπὲς εἶναι νομίζοντες τοῖς θεραπευταῖς τοῦ μόνου σοφοῦ γενησομένοις πάντων ὅσα γένεσιν εἴληχεν ἀλλοτριοῦσθαι καὶ πᾶσιν ὡς ἐχθροῖς καὶ δυσμενεστάτοις προσφέρεσθαι."],["70","διὰ τοῦτο καὶ „ἀδελφόν “, οὐκ ἄνθρωπον, ἀλλὰ τὸ ψυχῆς ἀδελφὸν σῶμα ἀποκτενοῦμεν, τουτέστι τοῦ φιλαρέτου καὶ θείου τὸ φιλοπαθὲς καὶ θνητὸν διαζεύξομεν. ἀποκτενοῦμεν καὶ τὸν „πλησίον “, πάλιν οὐκ ἄνθρωπον, ἀλλὰ τὸν αἰσθήσεων χορὸν καὶ θίασον· οὗτος γὰρ ψυχῆς ἐστιν ὁμοῦ καὶ οἰκεῖος καὶ δυσμενής, δελέατα καὶ παγίδας ἐπ’ αὐτῇ τιθείς, ἵνα τοῖς ἐπιρρέουσιν αἰσθητοῖς κατακλυζομένη μηδέποτε πρὸς οὐρανὸν ἀνακύψῃ μηδὲ τὰς νοητὰς καὶ θεοειδεῖς φύσεις ἀσπάσηται. ἀποκτενοῦμεν καὶ „τὸν ἔγγιστα “· ὁ δ’ ἐγγυτάτω διανοίας ὁ κατὰ προφοράν ἐστι λόγος, εὐλόγοις καὶ εἰκόσι καὶ πιθανότησι δόξας ψευδεῖς ἐντιθεὶς ἐπ’ ὀλέθρῳ τοῦ κρατίστου κτήματος, ἀληθείας."],["71","διὰ τί οὖν οὐχὶ καὶ τοῦτον σοφιστὴν ὄντα καὶ μιαρὸν ἀμυνούμεθα τὸν ἁρμόττοντα αὐτῷ καταψηφισάμενοι θάνατον, ἡσυχίαν— λόγου γὰρ ἡσυχία θάνατος—, ἵνα μηκέτ’ ἐνσοφιστεύοντος ὁ νοῦς μεθέλκηται, δύνηται δ’ ἀπηλλαγμένος πάντως τῶν κατὰ τὸ „ἀδελφὸν “σῶμα ἡδονῶν, τῶν κατὰ τὰς „πλησίον “καὶ ἀγχιθύρους αἰσθήσεις γοητειῶν, τῶν κατὰ τὸν „ἔγγιστα “λόγον σοφιστειῶν ἐλεύθερος καὶ ἄφετος ἐαθεὶς καθαρῶς τοῖς νοητοῖς ἅπασιν ἐπιβάλλειν;"],["72","οὗτός ἐστιν ὁ „λέγων τῷ πατρὶ καὶ τῇ μητρί “, τοῖς θνητοῖς γονεῦσιν, „οὐχ ἑώρακα ὑμᾶς “, ἀφ’ οὗ τὰ θεῖα εἶδον, ὁ „μὴ γνωρίζων τοὺς υἱούς “, ἀφ’ οὗ γνώριμος σοφίας ἐγένετο, ὁ „ἀπογινώσκων τοὺς ἀδελφούς “(Deut. 33, 9), ἀφ’ οὗ μὴ ἀπεγνώσθη παρὰ θεῷ, ἀλλὰ σωτηρίας ἠξιώθη παντελοῦς."],["73","οὗτός ἐστιν ὁ „τὸν σειρομάστην λαβών “, τουτέστιν ὁ μαστεύσας καὶ ἀναζητήσας τὰ τῆς φθαρτῆς γενέσεως, ἧς ἐν σιτίοις καὶ ποτοῖς τὸ εὔδαιμον τεθησαύρισται, καὶ „εἰς τὴν κάμινον “, ὥς φησι Μωυσῆς, „εἰσελθών “, τὸν καιόμενον καὶ φλεγόμενον ὑπερβολαῖς ἀδικημάτων καὶ μηδέποτε σβεσθῆναι δυνάμενον ἀνθρώπων βίον, κἄπειτα ἰσχύσας καὶ τὴν „γυναῖκα διὰ τῆς μήτρας ἀνατεμεῖν “, ὅτι αἰτία τοῦ γεννᾶν ἔδοξεν εἶναι πάσχουσα πρὸς ἀλήθειαν μᾶλλον ἢ δρῶσα, καὶ πάντα „ἄνθρωπον “καὶ λογισμὸν τὸν ἐπακολουθήσαντα τῇδε τῇ δόξῃ τῇ τὰ τοῦ μόνου τῶν γινομένων αἰτίου θεοῦ περιαπτούσῃ παθηταῖς οὐσίαις (Num. 25, 7. 8)."],["74","ἆρ’ οὐχὶ καὶ οὗτος ἀνδροφόνος παρὰ πολλοῖς ἂν εἶναι νομισθείη τοῖς τρόπον γυναικῶν ἔθεσιν ἁλισκομένοις; ἀλλὰ παρά γε θεῷ τῷ πανηγεμόνι καὶ πατρὶ μυρίων ἐπαίνων καὶ ἐγκωμίων καὶ ἀναφαιρέτων ἄθλων ἀξιωθήσεται· τὰ δ’ ἆθλα μεγάλα καὶ ἀδελφά, εἰρήνη καὶ ἱερωσύνη (Num. 25, 12. 13)."],["75","τό τε γὰρ τὴν ἐν τῷ σπουδαζομένῳ παρὰ τοῖς πολλοῖς ἀνθρώποις βίῳ δυσάλωτον στρατείαν καὶ τὸν ἐν ψυχῇ τῶν ἐπιθυμιῶν ἐμφύλιον πόλεμον καταλῦσαι δυνηθέντα εἰρήνην βεβαιώσασθαι μέγα καὶ λαμπρὸν ἔργον, τό τε μηδὲν ἄλλο, μὴ πλοῦτον, μὴ δόξαν, μὴ τιμήν, μὴ ἀρχήν, μὴ κάλλος, μὴ ἰσχύν, μὴ ὅσα σώματος πλεονεκτήματα, μηδ’ αὖ γῆν ἢ οὐρανὸν ἢ τὸν σύμπαντα κόσμον, ἀλλὰ τὸ πρεσβύτατον τῶν αἰτίων τὸ πρὸς ἀλήθειαν θεραπείας καὶ τῆς ἀνωτάτω τιμῆς ἀξιώσαντα μόνον τὴν ἱερωσύνης λαβεῖν τάξιν θαυμαστὸν καὶ περιμάχητον."],["76","ἀδελφὰ δ’ ἔφην τὰ ἆθλα οὐκ ἀπὸ σκοποῦ, ἀλλ’ εἰδὼς ὅτι οὔτ’ ἂν ἱερεὺς γένοιτο πρὸς ἀλήθειαν ἔτι τὴν ἀνθρωπίνην καὶ θνητὴν στρατευόμενος στρατείαν, ἐν ᾗ ταγματαρχοῦσιν αἱ κεναὶ δόξαι, οὔτ’ ἂν εἰρηνικὸς ἀνὴρ μὴ τὸ μόνον ἀμέτοχον πολέμου καὶ τὴν αἰώνιον εἰρήνην"],["77","ἄγον ἀψευδῶς καὶ ἁπλῶς θεραπεύων. τοιοῦτοι μέν εἰσιν οἱ τὸν πατέρα καὶ τὰ τοῦ πατρὸς τιμῶντες, μητρὸς δὲ καὶ τῶν ἐκείνης ἥκιστα φροντίζοντες. τὸν δ’ ἀμφοτέροις πολεμωθέντα τοῖς γονεῦσι διασυνίστησιν εἰσαγαγὼν λέγοντα· „οὐκ οἶδα τὸν κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστέλλω “(Exod. 5, 2)· οὗτος γὰρ ἔοικε καὶ τοῖς πρὸς θεὸν ὀρθῷ λόγῳ βραβευομένοις καὶ τοῖς πρὸς γένεσιν παιδείᾳ βεβαιουμένοις ἐναντιοῦσθαι καὶ συγχεῖν πάντα διὰ πάντων."],["78","εἰσὶ δὲ καὶ ἔτι νῦν— οὔπω γὰρ τὸ ἀνθρώπων γένος τὴν ἄκρατον κακίαν ἐκαθήρατο— μήτε τῶν εἰς εὐσέβειαν μήτε τῶν εἰς κοινωνίαν μηδὲν ἁπλῶς δρᾶν ἐγνωκότες, ἀλλὰ τοὐναντίον ἀσεβείας μὲν καὶ ἀθεότητος ἑταῖροι, πρὸς δὲ τοὺς ὁμοίους ἄπιστοι."],["79","καὶ περινοστοῦσιν αἱ μέγισται τῶν πόλεων κῆρες οὗτοι, τὰ ἴδια καὶ τὰ κοινὰ ὑπὸ φιλοπραγμοσύνης διέποντες, μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἀνατρέποντες· οὓς ἐχρῆν ὥσπερ μεγάλην νόσον, λιμὸν ἢ λοιμὸν ἤ τι κακὸν ἄλλο θεήλατον, εὐχαῖς καὶ θυσίαις ἀποτρέπεσθαι· φθοραὶ γὰρ οὗτοι μεγάλαι τοῖς ἐντυχοῦσι. παρὸ καὶ Μωυσῆς τὸν ὄλεθρον αὐτῶν ᾄδει πρὸς τῆς ἰδίου συμμαχίας ἁλόντων καὶ ὥσπερ τρικυμίαις"],["80","ταῖς ἰδίαις δόξαις ἐγκαταποθέντων (Exod. 14, 27. 28). λέγωμεν τοίνυν ἑξῆς καὶ περὶ τῶν τούτοις μὲν ἐχθρῶν, παιδείαν δὲ καὶ ὀρθὸν λόγον ἐκτετιμηκότων, ὧν ἦσαν οἱ τῷ ἑτέρῳ τῶν γονέων προσκείμενοι, τῆς ἀρετῆς ἡμιτελεῖς χορευταί. οὗτοι τοίνυν καὶ νόμων, οὓς ὁ πατήρ, ὁ ὀρθὸς λόγος, ἔθηκεν, ἄριστοι φύλακες καὶ ἐθῶν πιστοὶ ταμίαι, ἅπερ ἡ παιδεία, μήτηρ αὐτῶν, εἰσηγήσατο."],["81","ἐδιδάχθησαν δὲ ὑπὸ μὲν ὀρθοῦ λόγου, πατρός, τὸν πατέρα τῶν ὅλων τιμᾶν, ὑπὸ δὲ παιδείας, τῆς μητρός, τῶν θέσει καὶ νομιζομένων παρὰ πᾶσιν εἶναι δικαίων μὴ ὀλιγωρεῖν."],["82","ἡνίκα γοῦν ὁ ἀσκητὴς Ἰακὼβ καὶ τοὺς ἀρετῆς ἄθλους διαθλῶν ἔμελλεν ἀκοὰς ὀφθαλμῶν ἀντιδιδόναι καὶ λόγους ἔργων καὶ προκοπὰς τελειότητος, τοῦ φιλοδώρου θεοῦ βουληθέντος αὐτοῦ τὴν διάνοιαν ἐνομματῶσαι, ἵνα ταῦτ’ ἐναργῶς ἴδῃ ἃ πρότερον ἀκοῇ παρελάμβανε— πιστοτέρα γὰρ ὄψις ὤτων—, ἐπήχησαν οἱ χρησμοί· „οὐ κληθήσεται τὸ ὄνομά σου Ἰακώβ, ἀλλ’ Ἰσραὴλ ἔσται σου τὸ ὄνομα, ὅτι ἴσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός “(Gen. 32, 28). Ἰακὼβ μὲν οὖν μαθήσεως καὶ προκοπῆς ὄνομα, ἀκοῆς ἐξηρτημένων δυνάμεων, Ἰσραὴλ δὲ τελειότητος·"],["83","ὅρασιν γὰρ θεοῦ μηνύει τοὔνομα. τελειότερον δὲ τί ἂν εἴη τῶν ἐν ἀρεταῖς ἢ τὸ ὄντως ὂν ἰδεῖν; ὁ δὴ κατιδὼν τἀγαθὸν τοῦτο παρ’ ἀμφοτέροις ἀνωμολόγηται τοῖς γονεῦσιν εὐδόκιμος, ἰσχὺν μὲν τὴν ἐν θεῷ, δύναμιν δὲ τὴν παρὰ ἀνθρώποις εὑράμενος."],["84","εὖ μοι δοκεῖ καὶ ἐν Παροιμίαις εἰρῆσθαι „προνοούντων καλὰ ἐνώπιον κυρίου καὶ ἀνθρώπων “(Prov. 3, 4), ἐπειδὴ δι’ ἀμφοτέρων παντελὴς ἡ κτῆσις τἀγαθοῦ περιγίνεται· διδαχθεὶς γὰρ φυλάσσειν νόμους πατρὸς καὶ μὴ ἀπωθεῖσθαι θεσμοὺς μητρὸς θαρρήσεις ἐπισεμνυνόμενος εἰπεῖν· „υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός “(Prov. 4, 3). ἀλλ’ οὐκ ἔμελλες, εἴποιμ’ ἂν αὐτῷ, στέργεσθαι φυλάττων μὲν τὰ παρὰ γενητοῖς καθεστῶτα νόμιμα διὰ πόθον κοινωνίας, φυλάττων δὲ καὶ τοὺς τοῦ ἀγενήτου θεσμοὺς δι’ εὐσεβείας ἔρωτα καὶ ζῆλον;"],["85","τοιγάρτοι καὶ θεοπρόπος Μωυσῆς διὰ τῆς τῶν κατὰ τὸν νεὼν δημιουργίας ἱερῶν τὴν ἐν ἀμφοτέροις τελειότητα διαδείξει· οὐ γὰρ ἀπερισκέπτως ἡμῖν τὴν κιβωτὸν ἔνδοθέν τε καὶ ἔξωθεν χρυσῷ περιαμπίσχει (Exod. 25, 10), οὐδὲ στολὰς τῷ ἀρχιερεῖ διττὰς ἀναδίδωσιν (Exod. 28, 4), οὐδὲ βωμοὺς δύο, τὸν μὲν ἔξω πρὸς τὰ ἱερεῖα, τὸν δὲ πρὸς τὸ ἐπιθυμιᾶν ἔνδον δημιουργεῖ (Exod. 27, 1. 30, 1), ἀλλὰ βουλόμενος διὰ συμβόλων τούτων τὰς καθ’ ἑκάτερον εἶδος ἀρετὰς παραστῆσαι."],["86","τὸν γὰρ σοφὸν κἀν τοῖς κατὰ ψυχὴν ἔνδον ἀοράτοις κἀν τοῖς ἔξω περιφαινομένοις δεῖ τῇ παντὸς τιμιωτέρᾳ χρυσοῦ φρονήσει κεκοσμῆσθαι, καὶ ὁπότε μὲν τῶν ἀνθρωπείων σπουδασμάτων ὑποκεχώρηκε τὸ ὂν θεραπεύων μόνον, τὴν ἀποίκιλον ἀληθείας ἐνδύεσθαι στολήν, ἧς οὐδὲν ἐφάψεται θνητόν— καὶ γάρ ἐστι λινῆς ὕλης ἐξ οὐδενὸς τῶν πεφυκότων ἀποθνῄσκειν γεννωμένης—, ὁπότε δὲ μέτεισι πρὸς πολιτείαν, τὴν μὲν ἔνδον ἀποτίθεσθαι, ποικιλωτάτην δὲ καὶ ὀφθῆναι θαυμασιωτάτην ἑτέραν ἀναλαμβάνειν· πολύτροπος γὰρ ὢν ὁ βίος ποικιλωτάτου δεῖται τὴν σοφίαν τοῦ πηδαλιουχήσοντος κυβερνήτου."],["87","οὗτος κατὰ μὲν τὸν περιφανῆ βωμὸν ἢ βίον καὶ δορᾶς καὶ σαρκῶν καὶ αἵματος καὶ πάντων ὅσα περὶ σῶμα δόξει πολλὴν ποιεῖσθαι πρόνοιαν, ὡς μὴ μυρίοις ἀπέχθοιτο κρίνουσιν ἀγαθὰ μετὰ τὰ ψυχῆς δευτερείοις τετιμημένα τὰ περὶ σῶμα, κατὰ δὲ τὸν ἔνδον πᾶσιν ἀναίμοις, ἀσάρκοις, ἀσωμάτοις, τοῖς ἐκ λογισμοῦ μόνοις χρήσεται, ἃ λιβανωτῷ καὶ τοῖς ἐπιθυμιωμένοις ἀπεικάζεται· ὡς γὰρ ταῦτα ῥῖνας, ἐκεῖνα τὸν ψυχῆς"],["88","ἅπαντα χῶρον εὐωδίας ἀναπίμπλησι. χρὴ μέντοι μηδὲ τοῦτ’ ἀγνοεῖν, ὅτι ἡ σοφία τέχνη τεχνῶν οὖσα δοκεῖ μὲν ταῖς διαφόροις ὕλαις ἐναλλάττεσθαι, τὸ δ’ αὑτῆς ἀληθὲς εἶδος ἄτρεπτον ἐμφαίνει τοῖς ὀξυδορκοῦσι καὶ μὴ τῷ περικεχυμένῳ τῆς οὐσίας ὄγκῳ μεθελκομένοις, ἀλλὰ τὸν ἐνεσφραγισμένον ὑπὸ τῆς τέχνης αὐτῆς χαρακτῆρα διορῶσι."],["89","τὸν ἀνδριαντοποιὸν Φειδίαν ἐκεῖνον καὶ χαλκὸν λαβόντα φασὶ καὶ ἐλέφαντα καὶ χρυσὸν καὶ ἄλλας διαφόρους ὕλας ἀνδριάντας ἀπεργάσασθαι καὶ ἐν ἅπασι τούτοις μίαν καὶ τὴν αὐτὴν ἐνσημήνασθαι τέχνην, ὡς μὴ μόνον ἐπιστήμονας, ἀλλὰ καὶ λίαν ἰδιώτας τὸν δημιουργὸν ἀπὸ τῶν δημιουργηθέντων γνωρίσαι·"],["90","καθάπερ γὰρ ἐπὶ τῶν διδύμων ἡ φύσις χρησαμένη τῷ αὐτῷ πολλάκις χαρακτῆρι παρὰ μικρὸν ἀπαραλλάκτους ὁμοιότητας ἐτύπωσε, τὸν αὐτὸν τρόπον καὶ ἡ τελεία τέχνη, μίμημα καὶ ἀπεικόνισμα φύσεως οὖσα, ὅταν διαφόρους ὕλας παραλάβῃ, σχηματίζει καὶ ἐνσφραγίζεται τὴν αὐτὴν ἁπάσαις ἰδέαν, ὡς ταύτῃ μάλιστα συγγενῆ· καὶ ἀδελφὰ καὶ δίδυμα τὰ δημιουργηθέντα γενέσθαι."],["91","ταὐτὸν οὖν καὶ ἡ ἐν τῷ σοφῷ δύναμις ἐπιδείξεται· πραγματευομένη γὰρ τὰ περὶ τοῦ ὄντος εὐσέβεια καὶ ὁσιότης ὀνομάζεται, τὰ δὲ περὶ οὐρανοῦ καὶ τῶν κατ’ αὐτὸν φυσιολογία, μετεωρολογικὴ δὲ τὰ περὶ τὸν ἀέρα καὶ ὅσα κατὰ τὰς τροπὰς αὐτοῦ καὶ μεταβολὰς ἔν τε ταῖς ὁλοσχερέσιν ἐτησίοις ὥραις καὶ ταῖς ἐν μέρει κατά τε μηνῶν καὶ ἡμερῶν περιόδους πέφυκε συνίστασθαι, ἠθικὴ δὲ τὰ πρὸς ἀνθρωπίνων ἐπανόρθωσιν ἠθῶν, ἧς ἰδέαι πολιτική τε ἡ περὶ πόλιν καὶ ἡ περὶ οἰκίας ἐπιμέλειαν οἰκονομική, συμποτική τε ἡ περὶ τὰ συμπόσια καὶ τὰς εὐωχίας, ἔτι δ’ αὖ ἡ μὲν περὶ ἀνθρώπων ἐπιστασίαν βασιλική, ἡ δὲ περὶ προστάξεις καὶ ἀπαγορεύσεις νομοθετική·"],["92","πάντα γὰρ ταῦτα ὁ πολύφημος ὡς ἀληθῶς καὶ πολυώνυμος σοφὸς κεχώρηκεν, εὐσέβειαν, ὁσιότητα, φυσιολογίαν, μετεωρολογίαν, ἠθοποιίαν, πολιτείαν, οἰκονομίαν, βασιλικήν, νομοθετικήν, ἄλλας μυρίας δυνάμεις, καὶ ἐν ἁπάσαις ἓν εἶδος καὶ ταὐτὸν ἔχων ὀφθήσεται."],["93","διειλεγμένοι δὲ περὶ τῶν ἐν τοῖς ἐκγόνοις τεττάρων τάξεων οὐκ ἂν οὐδὲ ἐκεῖνο παρίδοιμεν, ὃ γένοιτ’ ἂν τῆς διαιρέσεως καὶ τομῆς τῶν κεφαλαίων ἐναργεστάτη πίστις· τοῦ γὰρ μετεωρισθέντος καὶ φυσηθέντος ὑπ’ ἀνοίας παιδὸς οἱ γονεῖς τὸν τρόπον τοῦτον κατηγόρησαν εἰπόντες „ὁ υἱὸς ἡμῶν οὗτος “(Deut. 21, 20), δεικνύντες τὸν ἀπειθῆ καὶ ἀπαυχενίζοντα."],["94","διὰ γὰρ τῆς δείξεως τῆς „οὗτος “ἐμφαίνουσιν ὅτι καὶ ἑτέρους ἐγέννησαν, τοὺς μὲν τῷ ἑτέρῳ, τοὺς δ’ ἀμφοτέροις καταπειθεῖς, λογισμοὺς εὐφυεῖς, ὧν παράδειγμα Ῥουβήν· φιληκόους καὶ φιλομαθεῖς ἑτέρους, ὧν ἐστι Συμεών, ἀκοὴ γὰρ οὗτος ἑρμηνεύεται· πρόσφυγας καὶ ἱκέτας θεοῦ, Λευιτῶν ὁ θίασος οὗτος· τὸν εὐχαριστητικὸν ὕμνον ᾄδοντας οὐ γεγωνῷ φωνῇ μᾶλλον ἢ διανοίᾳ, ὧν ἔξαρχος Ἰούδας· διὰ τὴν μετὰ πόνων ἀρετῆς κτῆσιν ἑκούσιον μισθῶν καὶ δωρεῶν ἀξιωθέντας, ὥσπερ Ἰσσάχαρ· μετανάστας ἀπὸ τῆς Χαλδαϊκῆς μετεωρολογικῆς θεωρίας γεγονότας εἰς τὴν περὶ τοῦ ἀγενήτου σκέψιν, ὡς Ἀβραάμ· αὐτήκοον καὶ αὐτομαθῆ κτησαμένους ἀρετήν, ὥσπερ Ἰσαάκ· λήματος καὶ ἰσχύος πλήρεις καὶ φίλους τῷ θεῷ, καθάπερ Μωυσῆν τὸν τελειότατον."],["95","εἰκότως οὖν τὸν ἀπειθῆ καὶ ἐρεθιστὴν καὶ συμβολὰς εἰσφέροντα, τουτέστι συμβάλλοντα καὶ συνάπτοντα ἁμαρτήματα ἁμαρτήμασι, μεγάλα μικροῖς, νέα παλαιοῖς, ἑκούσια ἀκουσίοις, καὶ ὥσπερ ὑπ’ οἴνου φλεγόμενον ἄληκτον καὶ ἀνεπίσχετον μέθην τοῦ βίου παντὸς καταμεθύοντα καὶ παροινοῦντα διὰ τὸ τοῦ τῆς ἀφροσύνης πόματος ἀκράτου καὶ πολλοῦ σπάσαι καταλεύειν ὁ ἱερὸς λόγος δικαιοῖ, ὅτι καὶ τὰς ὀρθοῦ λόγου προστάξεις τοῦ πατρὸς καὶ τὰς παιδείας τῆς μητρὸς νομίμους ὑφηγήσεις ἀνεῖλε καὶ παράδειγμα ἔχων τὸ καλοκἀγαθίας, τοὺς τοῖς γονεῦσιν εὐδοκίμους ἀδελφούς, τὴν τούτων ἀρετὴν οὐκ ἐμιμήσατο, τοὐναντίον δὲ καὶ προσεπιβαίνειν ἠξίωσεν, ὡς θεοπλαστεῖν μὲν τὸ σῶμα, θεοπλαστεῖν δὲ τὸν παρ’ Αἰγυπτίοις μάλιστα τιμώμενον τῦφον, οὗ σύμβολον ἡ τοῦ χρυσοῦ ταύρου κατασκευή, περὶ ὃν χοροὺς ἱστάντες οἱ φρενοβλαβεῖς ᾄδουσι καὶ ἐξάρχουσιν, οὐ παροίνιον καὶ κωμαστικὸν οἷα ἐν ἑορταῖς καὶ θαλίαις ἥδιστον μέλος, ἀλλὰ τὸν ὡς ἐπὶ τεθνεῶσιν ἀληθῆ θρῆνον αὑτοῖς, ὥσπερ ἔξοινοι καὶ τῆς ψυχῆς τὸν τόνον ὑπεκλύσαντές τε καὶ φθείραντες·"],["96","λέγεται γὰρ ὅτι „ἀκούσας Ἰησοῦς τῆς φωνῆς τοῦ λαοῦ κεκραγότων εἶπε πρὸς Μωυσῆν· φωνὴ πολέμου ἐν τῇ παρεμβολῇ. καὶ λέγει· οὐκ ἔστι φωνὴ ἐξαρχόντων κατ’ ἰσχὺν οὐδὲ φωνὴ ἐξαρχόντων τροπῆς, ἀλλὰ φωνὴν ἐξαρχόντων οἴνου ἐγὼ ἀκούω. καὶ ἡνίκα ἤγγιζε τῇ παρεμβολῇ, ὁρᾷ τὸν μόσχον καὶ τοὺς χορούς “(Exod. 32, 17— 19). ἃ δὲ διὰ τούτων αἰνίττεται,"],["97","παραστήσωμεν, ὡς ἂν οἷοί τε ὦμεν· τὰ περὶ ἡμᾶς τοτὲ μὲν ἠρεμεῖ, τοτὲ δὲ ὁρμαῖς καὶ ἐκβοήσεσιν ἀκαίροις ὡσανεὶ χρῆται· καὶ ἔστιν ἡ μὲν ἡσυχία τούτων εἰρήνη βαθεῖα, τὰ δὲ ἐναντία πόλεμος ἄσπονδος."],["98","μάρτυς δ’ ὁ πεπονθὼς ἀψευδέστατος· ἀκούσας γὰρ τῆς φωνῆς τοῦ λαοῦ κεκραγότων λέγει πρὸς τὸν σκεπτικὸν καὶ ἐπίσκοπον τῶν πραγμάτων· „φωνὴ πολέμου ἐν τῇ παρεμβολῇ. “ἕως μὲν γὰρ οὐκ ἐκινοῦντο καὶ ἐκεκράγεσαν ἐν ἡμῖν αἱ ἄλογοι ὁρμαί, σταθερώτερον ὁ νοῦς ἵδρυτο· ἐπειδὴ δὲ ἤρξαντο πολύφωνον καὶ πολύηχον ἀπεργάζεσθαι τὸ ψυχῆς χωρίον τὰ πάθη συγκαλοῦσαι καὶ ἀνεγείρουσαι, στάσιν ἐμφύλιον ἐγέννησαν."],["99","ἐν δὲ τῷ στρατοπέδῳ ὁ πόλεμος, φυσικώτατα· ποῦ γὰρ ἀλλαχόθι ἔριδες, μάχαι, φιλονεικίαι, πάνθ’ ὅσα ἔργα ἀκαθαιρέτου πολέμου, πλὴν ἐν τῷ μετὰ σώματος βίῳ, ὃν ἀλληγορῶν καλεῖ στρατόπεδον; τοῦτον εἴωθεν ἀπολιπεῖν ὁ νοῦς, ὅταν θεοφορηθεὶς πρὸς αὐτῷ τῷ ὄντι γένηται καταθεώμενος τὰς ἀσωμάτους ἰδέας· „λαβὼν “"],["100","γάρ φησι „Μωυσῆς τὴν ἑαυτοῦ σκηνὴν ἔπηξεν ἔξω τῆς παρεμβολῆς “, καὶ οὐ πλησίον, ἀλλὰ πορρωτάτω καὶ „μακρὰν ἀπὸ τῆς παρεμβολῆς “(Exod. 33, 7). αἰνίττεται δὲ διὰ τούτων, ὅτι ὁ σοφὸς μέτοικος καὶ μετανάστης ἐστὶν ἀπὸ πολέμου πρὸς εἰρήνην καὶ ἀπὸ τοῦ θνητοῦ καὶ πεφυρμένου στρατοπέδου πρὸς τὸν ἀπόλεμον καὶ εἰρηναῖον λογικῶν καὶ εὐδαιμόνων ψυχῶν βίον θεῖον."],["101","λέγει δὲ καὶ ἑτέρωθι ὅτι „ἐπειδὰν ἐξέλθω τὴν πόλιν, ἐκπετάσω τὰς χεῖρας πρὸς τὸν κύριον, καὶ αἱ φωναὶ παύσονται “(Exod. 9, 29). μὴ νομίσῃς δὲ τὸν διαλεγόμενον ἄνθρωπον εἶναι, τὸ ψυχῆς καὶ σώματος ὕφασμα ἢ πλέγμα ἢ κρᾶμα ἢ ὅ τι ποτὲ χρὴ καλεῖν τουτὶ τὸ σύνθετον ζῷον, ἀλλὰ νοῦν εἱλικρινέστατον καὶ καθαρώτατον, ὃς ἐν μὲν τῇ πόλει τοῦ σώματος καὶ τοῦ θνητοῦ βίου περιεχόμενος ἔσταλται καὶ συνείληπται καὶ ὥσπερ ἐν δεσμωτηρίῳ καθειργμένος μηδὲ ἐλευθέρου δύνασθαι σπᾶν ἀέρος ἄντικρυς ὁμολογεῖ, ἐπειδὰν δὲ ἐξέλθῃ τὴν πόλιν ταύτην, καθάπερ πόδας καὶ χεῖρας οἱ δεσμῶται τὰς ἐννοίας αὐτὸς καὶ διανοήσεις λυθεὶς ἀφέτοις καὶ ἀπελευθεριαζούσαις χρήσεται ταῖς ἐνεργείαις, ὡς τὰς ἐπικελεύσεις τῶν παθῶν εὐθὺς ἐπισχεθῆναι."],["102","ἢ οὐχ ἡδονῆς μὲν ἀνατεταμέναι αἱ ἐκβοήσεις, δι’ ὧν τὰ ἑαυτῇ φίλα εἴωθε προστάττειν, ἐπιθυμίας δὲ ἄρρηκτος ἡ φωνὴ χαλεπὰς ἀπειλὰς κατὰ τῶν μὴ ὑπηρετούντων ἀπειλούσης, καὶ τῶν ἄλλων ἑκάστου πολύηχος καὶ μεγαλόφωνός τις ἡ γῆρυς;"],["103","ἀλλὰ γὰρ οὐδ’ εἰ μυρίοις στόμασι καὶ γλώτταις ἕκαστον τῶν παθῶν τῷ κατὰ τοὺς ποιητὰς λεγομένῳ χρήσαιτο ὁμάδῳ, τὰς τοῦ τελείου δύναιτ’ ἂν ἀκοὰς συγχέαι μετεληλυθότος ἤδη καὶ τὴν αὐτὴν ἐκείνοις πόλιν μηκέτ’ οἰκεῖν ἐγνωκότος."],["104","φαμένου δὴ τοῦ πεπονθότος, ὅτι ἐν τῷ σωματικῷ στρατοπέδῳ τὰς τοῦ πολέμου φωνὰς εἶναι πάσας συμβέβηκε τῆς εἰρήνῃ φίλης ἡσυχίας μακρὰν ἀπεληλαμένης, ὁ ἱερὸς συναινεῖ λόγος· οὐ γὰρ λέγει μὴ εἶναι πολέμου φωνήν, ἀλλὰ μὴ τοιαύτην, ὁποίαν ἔνιοι νομίζουσιν ἢ νενικηκότων ἢ κεκρατημένων, ἀλλ’ ἥτις ἂν γένοιτο βεβαρημένων καὶ πεπιεσμένων οἴνῳ· τὸ γὰρ „οὐκ ἔστι φωνὴ ἐξαρχόντων κατ’ ἰσχὺν “"],["105","ἴσον ἐστὶ τῷ περιγεγενημένων τῷ πολέμῳ· ἰσχὺς γὰρ τοῦ κρατεῖν αἴτιον. οὕτως τὸν σοφὸν Ἀβραὰμ μετὰ τὴν τῶν ἐννέα καθαίρεσιν βασιλέων, παθῶν μὲν τεττάρων, πέντε δὲ αἰσθητικῶν δυνάμεων, αἳ παρὰ φύσιν ἐκινοῦντο, εἰσάγει τὸν εὐχαριστητικὸν ὕμνον ἐξάρχοντα καὶ φάσκοντα ταυτί· „ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν “(Gen. 14, 22. 23)."],["106","δείκνυσι δ’, ὥς γ’ ἐμοὶ δοκεῖ, τὸ γεγονὸς πᾶν, οὐρανόν, γῆν, ὕδωρ, πνεῦμα, ζῷα ὁμοῦ καὶ φυτά· ἑκάστῳ γὰρ αὐτῶν ὁ τὰς τῆς ψυχῆς ἐνεργείας πρὸς θεὸν τείνας καὶ παρ’ αὐτοῦ μόνου τὰς ὠφελείας ἐπελπίζων δεόντως ἂν εἴποι· παρ’ οὐδενὸς λήψομαι τῶν σῶν, οὐ παρ’ ἡλίου τὸ μεθημερινόν, οὐ παρὰ σελήνης καὶ τῶν ἄλλων ἀστέρων τὸ νυκτὶ φέγγος, οὐ παρὰ ἀέρος καὶ νεφελῶν ὑετούς, οὐ παρὰ ὕδατος καὶ γῆς ποτὰ καὶ σιτία, οὐ παρὰ ὀφθαλμῶν τὸ ὁρᾶν, οὐ τὸ ἀκούειν παρὰ ὤτων, οὐ παρὰ μυκτήρων ὀσμάς, οὐ παρ’ ἐνστομίου χυλοῦ τὸ γεύεσθαι, οὐ παρὰ γλώττης τὸ λέγειν, οὐ παρὰ χειρῶν τὸ διδόναι καὶ λαμβάνειν, οὐ τὸ προσέρχεσθαι καὶ ἐξαναχωρεῖν παρὰ ποδῶν, οὐκ ἀναπνοὴν παρὰ πνεύμονος, οὐ πέψιν παρ’ ἥπατος, οὐ παρὰ τῶν ἄλλων σπλάγχνων τὰς καθ’ ἕκαστον οἰκείους ἐνεργείας, οὐ παρὰ δένδρων καὶ σπαρτῶν τοὺς ἐτησίους καρπούς, ἀλλὰ πάντα παρὰ τοῦ μόνου σοφοῦ τὰς αὑτοῦ χαριστηρίους δυνάμεις πάντῃ τείναντος καὶ διὰ τούτων ὠφελοῦντος."],["107","ὁ μὲν οὖν τοῦ ὄντος ὁρατικὸς τὸν αἴτιον ἐπιστάμενος τὰ ὧν ἐστιν αἴτιος δεύτερα μετ’ ἐκεῖνον τετίμηκεν ὁμολογῶν ἀκολακεύτως τὰ προσόντα αὐτοῖς. ἡ δὲ ὁμολογία δικαιοτάτη· παρ’ ὑμῶν μὲν οὐδέν, παρὰ δὲ τοῦ θεοῦ λήψομαι, οὗ κτήματα τὰ πάντα, δι’ ὑμῶν δὲ ἴσως· ὄργανα γὰρ ὑπηρετήσοντα ταῖς ἀθανάτοις αὐτοῦ χάρισι γεγένησθε."],["108","ὁ δὲ ἀπερίσκεπτος διάνοιαν τυφλωθείς, ᾗ τὸ ὂν μόνῃ καταληπτόν ἐστιν, αὐτὸ μὲν οὐδαμῇ οὐδαμῶς εἶδε, τὰ δὲ ἐν κόσμῳ σώματα αἰσθήσεσι ταῖς ἑαυτοῦ, ἃ δὴ πάντων ἐνόμισε γινομένων αἴτια."],["109","παρὸ καὶ θεοπλαστεῖν ἀρξάμενος ἀγαλμάτων καὶ ξοάνων καὶ ἄλλων μυρίων ἀφιδρυμάτων ὕλαις διαφόροις τετεχνιτευμένων κατέπλησε τὴν οἰκουμένην, γραφεῦσι καὶ πλάσταις, οὓς ὑπερορίους ὁ νομοθέτης τῆς κατ’ αὐτὸν πολιτείας ἤλασεν, ἆθλά τε μεγάλα καὶ τιμὰς ὑπερβαλλούσας ἰδίᾳ τε καὶ κοινῇ ψηφισάμενος, καὶ κατειργάσατο τοὐναντίον οὗ προσεδόκησεν, ἀντὶ ὁσιότητος ἀσέβειαν·"],["110","τὸ γὰρ πολύθεον ἐν ταῖς τῶν ἀφρόνων ψυχαῖς ἀθεότητα κατασκευάζει, καὶ θεοῦ τιμῆς ἀλογοῦσιν οἱ τὰ θνητὰ θειώσαντες· οἷς οὐκ ἐξήρκεσεν ἡλίου καὶ σελήνης, εἰ δὲ ἐβούλοντο, καὶ γῆς ἁπάσης καὶ παντὸς ὕδατος εἰκόνας διαπλάσασθαι, ἀλλ’ ἤδη καὶ ἀλόγοις ζῴοις καὶ φυτοῖς τῆς τῶν ἀφθάρτων τιμῆς μετέδοσαν. ὁ δὴ τούτοις ἐπιτιμῶν τὸν ἐπινίκιον ὕμνον ἐξάρχων ἐδείχθη."],["111","καὶ Μωυσῆς μέντοι κατὰ ταῦτα, ἐπειδὰν ἴδῃ τὸν βασιλέα τῆς Αἰγύπτου, τὸν ὑπέραυχον νοῦν, σὺν τοῖς ἑξακοσίοις ἅρμασι (Exod. 14, 7), ταῖς τοῦ ὀργανικοῦ σώματος ἓξ κινήσεσιν ἡρμοσμέναις τοῖς ἐπιβεβηκόσι τριστάταις (Exod. 15, 4), οἳ μηδενὸς τῶν κατὰ γένεσιν πεφυκότος ἑστάναι περὶ πάντων οἴονται δεῖν ὡς ἂν παγίως ἱδρυμένων καὶ μηδεμίαν δεχομένων μεταβολὴν ἀποφαίνεσθαι, δίκην ἀξίαν τῆς ἀσεβείας ὑποσχόντα καὶ τὸν ἀσκητικὸν ἔμπαλιν τὰς ἐπιδρομὰς τῶν πολεμίων ἐκφυγόντα καὶ ἀνὰ κράτος ἀπροσδοκήτως διασωθέντα, τὸν δίκαιον καὶ ἀληθῆ βραβευτὴν ὑμνεῖ θεὸν τὰ πρεπωδέστατα καὶ οἰκειότατα ταῖς συντυχίαις ἐξάρχων ᾄσματα, διότι „ἵππον καὶ ἀναβάτην ῥίψας εἰς θάλασσαν “(Exod. 15, 1), τὸν ἐποχούμενον νοῦν ταῖς τοῦ τετράποδος καὶ ἀφηνιαστοῦ πάθους ἀλόγοις ὁρμαῖς ἀφανίσας, βοηθὸς καὶ ὑπερασπιστὴς ἐγένετο τῆς ὁρατικῆς ψυχῆς, ὡς χαρίσασθαι παντελῆ σωτηρίαν αὐτῇ."],["112","ὁ δὲ αὐτὸς καὶ ἐπὶ τοῦ φρέατος ἐξάρχει, οὐκέτι μόνον ἐπὶ καθαιρέσει τῶν παθῶν, ἀλλὰ καὶ ἐπὶ τῷ τὸ κάλλιστον κτημάτων, σοφίαν, ἀνανταγώνιστον ἰσχῦσαι λαβεῖν, ἣν ἀπεικάζει φρέατι· βαθεῖα γὰρ καὶ οὐκ ἐπιπόλαιος, γλυκὺ ἀναδιδοῦσα νᾶμα καλοκἀγαθίας διψώσαις ψυχαῖς, ἀναγκαιότατον ὁμοῦ καὶ ἥδιστον ποτόν·"],["113","ἰδιώτῃ δὲ οὐδενὶ παιδείας ἐφεῖται τοῦτο τὸ φρέαρ ὀρύττειν, μόνοις δὲ βασιλεῦσιν, ᾗ φησιν· „ἐλατόμησαν αὐτὸ βασιλεῖς “(Num. 21, 16— 18)· μεγάλων γὰρ ἡγεμόνων ἀναζητῆσαι καὶ κατεργάσασθαι σοφίαν, οὐχὶ τῶν ὅπλοις γῆν καὶ θάλατταν ὑπηγμένων, ἀλλὰ τῶν ψυχῆς δυνάμεσι τὸν πολύτροπον αὐτῆς"],["114","καὶ μιγάδα καὶ πεφορημένον ὄχλον κατηγωνισμένων. τούτων φοιτητὰς καὶ γνωρίμους εἶναι συμβέβηκε τοὺς λέγοντας· „οἱ παῖδές σου εἰλήφασι τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν μεθ’ ἡμῶν, οὐ διαπεφώνηκεν ἀπ’ αὐτῶν οὐδὲ εἷς· προσαγηόχαμεν τὸ δῶρον κυρίῳ ἀνήρ, ὃ εὗρεν “(Num. 31, 49. 50)·"],["115","ἐοίκασι γὰρ καὶ οὗτοι πάλιν ἐπινίκιον ᾆσμα ἐξάρχειν τελείων καὶ ἡγεμονικῶν δυνάμεων ἐφιέμενοι— τὸν γὰρ συντιθέντα τὸ κεφάλαιον καὶ πλεῖστον ἀριθμὸν τῶν κατ’ ἀνδρείαν λόγων φασὶ λαβεῖν—, οὓς ἐκ φύσεως εἶναι πολεμικοὺς συμβέβηκε δυσὶν ἀντιτεταγμένους τέλεσιν, ἑνὶ μὲν οὗ ἡ δυσθεράπευτος ἀφηγεῖται δειλία, ἑτέρῳ δὲ οὗ ἡ ἀρειμάνιος θρασύτης· ἀμφότεραι δὲ γνώμης ἀγαθῆς ἀμέτοχοι."],["116","παγκάλως δ’ εἴρηται τὸ μηδένα διαπεφωνηκέναι πρὸς ὁλοκλήρου καὶ παντελοῦς μετουσίαν ἀνδρείας· καθάπερ γὰρ λύρα καὶ πᾶν μουσικῆς ὄργανον ἐκμελὲς μέν, κἂν εἷς αὐτὸ μόνον ἀπῳδὸς ᾖ φθόγγος, ἡρμοσμένον δ’, ὅταν μιᾷ πλήξει συνηχῶσι τὴν αὐτὴν συμφωνίαν ἀποτελοῦντες, τὸν αὐτὸν τρόπον καὶ τὸ ψυχῆς ὄργανον ἀσύμφωνον μέν, ὅταν ἢ θράσει σφόδρα ἐπιτεινόμενον πρὸς τὸ ὀξύτατον βιάζηται ἢ δειλίᾳ πλέον τοῦ μετρίου ἀνιέμενον πρὸς τὸ βαρύτατον χαλᾶται, σύμφωνον δ’, ὅταν οἱ τῆς ἀνδρείας καὶ πάσης ἀρετῆς τόνοι πάντες ἀνακραθέντες ἓν εὐάρμοστον ἀπογεννήσωσι μέλος."],["117","τῆς δὲ συμφωνίας καὶ εὐαρμοστίας μέγα τεκμήριον τὸ προσαγηοχέναι τὸ δῶρον τῷ θεῷ, τοῦτο δ’ ἐστὶ τιμῆσαι πρεπόντως τὸ ὂν διὰ τοῦ σαφέστατα ὡμολογηκέναι, ὅτι δῶρόν ἐστιν αὐτοῦ τόδε τὸ πᾶν· λέγει γὰρ φυσικώτατα·"],["118","„ἀνὴρ ὃ εὗρε, τοῦτο προσήνεγκε δῶρον “. ἕκαστος δ’ ἡμῶν γενόμενος εὐθὺς εὑρίσκει τὸ μέγα δῶρον θεοῦ τὸν παντελῆ κόσμον, αὐτὸν ἑαυτῷ καὶ τοῖς ἀρίστοις μέρεσιν [ὄρεσιν] ἐχαρίσατο."],["119","εἰσὶ δὲ καὶ ἐν μέρει δωρεαί, ἃς θεῷ τε δοῦναι καὶ λαβεῖν ἀνθρώποις ἐμπρεπές. αὗται δ’ ἂν εἶεν ἀρεταὶ καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι, ὧν τὴν εὕρεσιν σχεδὸν ἄχρονον οὖσαν διὰ τὸ ὑπερβάλλον τοῦ χαριζομένου τάχος ἐν οἷς εἴωθε δωρεῖσθαι πᾶς καταπέπληκται, καὶ ὅτῳ μηδὲν μέγα τῶν ἄλλων ὑπείληπται."],["120","διὸ καὶ πυνθάνεται· „τί τοῦτο ὃ ταχὺ εὗρες, ὦ τέκνον; “τεθαυμακὼς τῆς σπουδαίας διαθέσεως τὴν ὀξύτητα· ὁ δὲ εὖ παθὼν εὐθυβόλως ἀποκρίνεται· „ὃ παρέδωκε κύριος ὁ θεός “(Gen. 27, 20)· παραδόσεις γὰρ καὶ ὑφηγήσεις βραδεῖαι μὲν αἱ δι’ ἀνθρώπων, ὀξύταται δ’ αἱ διὰ θεοῦ, φθάνουσαι καὶ τὴν ὀξυτάτην χρόνου κίνησιν."],["121","οἱ μὲν οὖν κατ’ ἰσχὺν καὶ δύναμιν ἔξαρχοι καὶ ἡγεμόνες τοῦ τὸν ἐπινίκιον καὶ εὐχαριστικὸν ὕμνον ᾄδοντος χοροῦ οἱ λεχθέντες εἰσίν, οἱ δὲ κατὰ τροπὴν καὶ ἀσθένειαν τοῦ τὸν ἐφ’ ἥτταις θρῆνον σφαδάζοντος ἕτεροι, οὓς οὐ κακίζειν μᾶλλον ἢ οἰκτίζεσθαι χρὴ καθάπερ τοὺς τὰ σώματα ἐκ φύσεως ἐπικήρως ἔχοντας, οἷς καὶ ἡ τυχοῦσα νόσου πρόφασις μέγα ἐμπόδιον πρὸς τὸ σῴζεσθαι."],["122","ἔνιοι δ’ οὐ τῷ μαλθακωτέροις τοῖς ψυχῆς κεχρῆσθαι τόνοις ἀνέπεσον ἄκοντες ὑπ’ ἐρρωμενεστέρας τῶν ἀντιπάλων ἰσχύος πιεσθέντες, ἀλλὰ μιμησάμενοι τοὺς ἐθελοδούλους ἑκόντες ἑαυτοὺς πικροῖς δεσπόταις ὑπέρριψαν γένος ὄντες ἐλεύθεροι· διὸ μὴ δυνάμενοι πεπρᾶσθαι, τὸ παραλογώτατον, αὐτοὶ δεσπότας ὠνούμενοι προσεκτῶντο, ταὐτὸ δρῶντες τοῖς ἐμφορουμένοις ἀπλήστως πρὸς μέθην οἴνου·"],["123","καὶ γὰρ ἐκεῖνοι γνώμῃ τὸν ἄκρατον, οὐ βιασθέντες προσφέρονται, ὥστε καὶ γνώμῃ τὸ μὲν νηφάλιον ἐκτέμνουσι τῆς ψυχῆς, τὸ δὲ παράληρον αἱροῦνται· „φωνὴν “γάρ φησιν „ἐξαρχόντων [ὑπ’] οἴνου ἐγὼ ἀκούω “, τουτέστιν οὐκ ἀκούσιον ἐνδεδεγμένων μανίαν, ἀλλ’ ἑκουσίῳ"],["124","φρενοβλαβείᾳ βεβακχευμένων. πᾶς δ’ ὁ συνεγγίζων τῇ παρεμβολῇ „τὸν μόσχον ὁρᾷ καὶ τοὺς χορούς “(Exod. 32, 19), ᾗ καὶ αὐτὸς διασυνίστησι· τύφῳ γὰρ καὶ τοῖς τύφου χορευταῖς ἐντυγχάνομεν, ὅσοι πλησίον ἵστασθαι τοῦ σωματικοῦ στρατοπέδου διανοούμεθα γνώμῃ· ἐπεὶ τοῖς τε φιλοθεάμοσι καὶ τὰ ἀσώματα ὁρᾶν γλιχομένοις, ἅτε ἀτυφίας οὖσιν ἀσκηταῖς, πορρωτάτω τοῦ σώματος ἔθος διοικίζεσθαι."],["125","εὔχου δὴ τῷ θεῷ μηδέποτε ἔξαρχος οἴνου γενέσθαι, τουτέστι μηδέποτε ἑκὼν ἀφηγήσασθαι τῆς εἰς ἀπαιδευσίαν καὶ ἀφροσύνην ἀγούσης ὁδοῦ· τὰ γὰρ ἀκούσια ἡμίσεα κακῶν καὶ κουφότερα, καθαρῷ τῷ τοῦ συνειδότος ἐλέγχῳ μὴ βαρυνόμενα."],["126","τελεσφορηθεισῶν δέ σοι τῶν εὐχῶν ἰδιώτης μὲν ἔτι μένειν οὐκ ἂν δύναιο, τὴν δὲ μεγίστην ἡγεμονιῶν ἀρχήν, ἱερωσύνην, κτήσῃ. σχεδὸν γὰρ ἱερέων καὶ θεραπευτῶν θεοῦ μόνων τὸ ἔργον νηφάλια θύειν, οἴνου καὶ παντὸς ὃ τοῦ ληρεῖν αἴτιον βεβαιότητι διανοίας κατεξανισταμένων·"],["127","„ἐλάλησε “γάρ φησι „κύριος τῷ Ἀαρὼν λέγων· οἶνον καὶ σίκερα οὐ πίεσθε σὺ καὶ οἱ υἱοί σου μετὰ σέ, ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἢ προσπορεύησθε τῷ θυσιαστηρίῳ, καὶ οὐ μὴ ἀποθάνητε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν διαστεῖλαι ἀνὰ μέσον ἁγίων καὶ βεβήλων καὶ ἀνὰ μέσον καθαρῶν καὶ ἀκαθάρτων “(Lev. 10, 8— 10)."],["128","Ἀαρὼν δέ ἐστιν ὁ ἱερεύς, καὶ τοὔνομα ὀρεινὸς ἑρμηνεύεται, μετέωρα καὶ ὑψηλὰ φρονῶν λογισμός, οὐ διὰ μεγαλαυχίας κενοῦ φυσήματος ὑπόπλεων ὄγκον, ἀλλὰ διὰ μέγεθος ἀρετῆς, ἣ τὸ φρόνημα ἐξαίρουσα πέραν οὐρανοῦ ταπεινὸν οὐδὲν ἐᾷ λογίζεσθαι. διακείμενος δ’ οὕτως ἄκρατον καὶ πᾶν ἀφροσύνης φάρμακον ἑκὼν οὔποτε προσήσεται."],["129","ἀνάγκη γάρ ἐστιν ἢ ἀρρηφοροῦντα αὐτὸν εἰς τὴν σκηνὴν εἰσιέναι τὰς ἀοράτους ἐπιτελέσοντα τελετὰς ἢ τῷ βωμῷ προσιόντα θυσίας ὑπέρ τε τῶν ἰδίων καὶ κοινῶν χαριστηρίους ἀναγαγεῖν· νήψεως δὲ καὶ περιττῆς ἀγχινοίας ταῦτα δεῖται."],["130","θαυμάσαι μὲν οὖν εἰκότως ἄν τις καὶ τὸ ῥητὸν τῆς προστάξεως. πῶς γὰρ οὐ σεμνὸν νήφοντας καὶ ἐν ἑαυτοῖς ὄντας πρὸς εὐχὰς καὶ ἱερουργίας χωρεῖν, ὡς ἔμπαλιν ἀμφότερα, σῶμα καὶ ψυχήν, παρειμένους ὑπὸ οἴνου καταγέλαστον;"],["131","ἢ δεσπόταις μὲν καὶ γονεῦσι καὶ ἄρχουσιν οἰκέται καὶ υἱοὶ καὶ ὑπήκοοι μέλλοντες προσέρχεσθαι πρόνοιαν ἕξουσι τοῦ νήφειν, ὡς μήτε ἐν τοῖς λεγομένοις καὶ πραττομένοις διαμάρτοιεν μήθ’ ὡς καταπεφρονηκότες τῆς ἐκείνων ἀξιώσεως κολασθεῖεν ἤ, τὸ γοῦν ἐπιεικέστατον, χλεύην ὄφλοιεν· τὸν δὲ τοῦ παντὸς ἡγεμόνα καὶ πατέρα τις θεραπεύειν δικαιῶν οὐ καὶ σιτίων καὶ ποτῶν καὶ ὕπνου καὶ πάντων ὅσα ἀναγκαῖα τῇ φύσει περιέσται, ἀλλὰ πρὸς τὸ ἁβροδίαιτον ἀποκλίνας τὸν τῶν ἀσώτων ζηλώσει βίον, καὶ βεβαρημένος τοὺς ὀφθαλμοὺς ἀπ’ οἴνου καὶ τὴν κεφαλὴν παραβάλλων καὶ τὸν αὐχένα ἐγκάρσιον πλαγιάζων καὶ ὑπ’ ἀμετρίας ἐρευγόμενος καὶ ὅλῳ διαρρέων τῷ σώματι χέρνιβος ἢ βωμῶν ἢ θυσιῶν προσάψεται; ἀλλ’ οὐδὲ τὴν ἱερὰν ἐξ ἀπόπτου φλόγα θεάσασθαι τῷ τοιούτῳ θέμις."],["132","εἰ μέντοι μήτε σκηνὴν μήτε θυσιαστήριον ὑπολάβοι τις λέγεσθαι τὰ ὁρώμενα ἐκ τῆς ἀψύχου καὶ φθαρτῆς δημιουργηθέντα ὕλης, ἀλλὰ τὰ ἀόρατα καὶ [τὰ] νοητὰ θεωρήματα, ὧν αἰσθηταὶ ταῦτα εἰκόνες, καταπλαγήσεται μᾶλλον τὴν ὑφήγησιν."],["133","ἐπειδὴ γὰρ παντὸς τὸ μὲν παράδειγμα, τὸ δὲ μίμημα ὁ ποιῶν ἐποίει, καὶ ἀρετῆς τὴν μὲν ἀρχέτυπον σφραγῖδα εἰργάζετο, τὸν δὲ ἀπὸ ταύτης ἐνεσημαίνετο ἐμφερέστατον χαρακτῆρα· ἡ μὲν οὖν ἀρχέτυπος σφραγὶς ἀσώματός ἐστιν ἰδέα, ἡ δὲ χαραχθεῖσα εἰκὼν σῶμα ἤδη, φύσει μὲν αἰσθητόν, οὐ μὴν εἰς αἴσθησιν ἐρχόμενον· καθάπερ καὶ τὸ ἐν τῷ βαθυτάτῳ τοῦ Ἀτλαντικοῦ πελάγους ξύλον εἴποι τις ἂν πεφυκέναι μὲν πρὸς τὸ καίεσθαι, μηδέποτε δ’ ὑπὸ πυρὸς ἀναλωθήσεσθαι διὰ τὴν τῆς θαλάττης ἀνάχυσιν."],["134","τὴν οὖν σκηνὴν καὶ τὸν βωμὸν ἐννοήσωμεν ἰδέας, τὴν μὲν ἀρετῆς ἀσωμάτου, τὸνδὲ αἰσθητῆς εἰκόνος εἶναι σύμβολον. τὸν μέν γε βωμὸν καὶ τὰ ἐπ’ αὐτοῦ ῥᾴδιον ἰδεῖν— ἔξω τε γὰρ ἔχει τὴν κατασκευὴν καὶ ἀσβέστῳ πυρὶ... ἀναλίσκεται, ὡς μὴ μεθ’ ἡμέραν μόνον, ἀλλὰ καὶ νύκτωρ περιλάμπεσθαι—,"],["135","ἡ δὲ σκηνὴ καὶ τὰ ἐν αὐτῇ πάντα ἀθέατα, οὐχὶ τῷ μόνον ἐσωτάτω καὶ ἐν ἀδύτοις ἱδρῦσθαι, ἀλλὰ καὶ τῷ τὸν προσαψάμενον ἢ διὰ περιεργίαν ὀφθαλμῶν ἰδόντα ἀπαραιτήτῳ δίκῃ θανάτου κατὰ πρόσταξιν νόμου κολάζεσθαι, πλὴν εἰ μή τις ὁλόκληρος καὶ παντελὴς εἴη, περὶ μηδέν, μὴ μέγα, μὴ μικρόν, ἁπλῶς κηραίνων πάθος, ἀλλ’ ἀρτίῳ καὶ πλήρει καὶ πάντα τελειοτάτῃ κεχρημένος τῇ φύσει."],["136","τούτῳ γὰρ ἐπιτέτραπται δι’ ἔτους ἅπαξ εἰσιόντι ἐπισκοπεῖν τὰ ἀθέατα ἄλλοις, ἐπειδὴ καὶ ἐξ ἁπάντων μόνῳ ὁ τῶν ἀσωμάτων καὶ ἀφθάρτων ἀγαθῶν πτηνὸς καὶ οὐράνιος ἔρως ἐνδιαιτᾶται."],["137","ὅταν οὖν ὑπὸ τῆς ἰδέας πληχθεὶς ἕπηται τῇ τὰς κατὰ μέρος ἀρετὰς τυπούσῃ σφραγῖδι κατανοῶν καὶ καταπληττόμενος αὐτῆς τὸ θεοειδέστατον κάλλος ἤ τινι προσέρχηται δεξαμένῃ τὸν ἐκείνης χαρακτῆρα, λήθη μὲν ἀμαθίας καὶ ἀπαιδευσίας, μνήμη δὲ παιδείας καὶ ἐπιστήμης εὐθὺς ἐγγίνεται."],["138","διὸ λέγει· „οἶνον καὶ σίκερα οὐ πίεσθε, σὺ καὶ οἱ υἱοί σου μετὰ σέ, ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἢ προσπορεύησθε τῷ θυσιαστηρίῳ “. ταῦτα δ’ οὐκ ἀπαγορεύων μᾶλλον ἢ γνώμην ἀποφαινόμενος διεξέρχεται· τῷ μέν γε ἀπαγορεύοντι οἰκεῖον ἦν εἰπεῖν· οἶνον, ὅταν ἱερουργῆτε, μὴ πίνετε, τῷ δὲ γνώμην ἀποφαινομένῳ τὸ „οὐ πίεσθε “. καὶ γάρ ἐστιν ἀμήχανον τὸ μέθης καὶ παροινίας ψυχῆς αἴτιον, ἀπαιδευσίαν, προσίεσθαι τὸν ταῖς γενικαῖς καὶ κατ’ εἶδος ἀρεταῖς ἐμμελετῶντα καὶ ἐγχορεύοντα."],["139","τὴν δὲ „σκηνὴν μαρτυρίου “καλεῖ πολλάκις, ἤτοι παρόσον ὁ ἀψευδὴς θεὸς ἀρετῆς ἐστι μάρτυς, ᾧ καλὸν καὶ σύμφορον προσέχειν, ἢ παρόσον ἡ ἀρετὴ βεβαιότητα ταῖς ψυχαῖς ἐντίθησι τοὺς ἐνδοιάζοντας καὶ ἐπαμφοτερίζοντας λογισμοὺς ἀνὰ κράτος ἐκτέμνουσα καὶ ὥσπερ ἐν δικαστηρίῳ τῷ βίῳ τἀληθὲς ἀνακαλύπτουσα."],["140","λέγει δὲ ὅτι οὐδ’ ἀποθανεῖται ὁ νηφάλια θύων, ὡς ἀπαιδευσίας μὲν θάνατον ἐπιφερούσης, παιδείας δὲ ἀφθαρσίαν· καθάπερ γὰρ ἐν τοῖς σώμασιν ἡμῶν νόσος μὲν διαλύσεως, ὑγεία δὲ σωτηρίας αἰτία, τὸν αὐτὸν τρόπον καὶ ἐν ταῖς ψυχαῖς τὸ μὲν σῷζόν ἐστι φρόνησις— ὑγεία γάρ τις αὕτη διανοίας—, τὸ δὲ φθεῖρον ἀφροσύνη νόσον ἀνίατον κατασκήπτουσα."],["141","τοῦτο δὲ „νόμιμον αἰώνιον εἶναί “φησιν, ἄντικρυς ἀποφαινόμενος· ὑπολαμβάνει γὰρ νόμον ἀθάνατον ἐν τῇ τοῦ παντὸς ἐστηλιτεῦσθαι φύσει ταυτὶ περιέχοντα, ὅτι ὑγιεινὸν μὲν καὶ σωτήριον χρῆμα παιδεία, νόσου δὲ καὶ φθορᾶς αἴτιον ἀπαιδευσία."],["142","παρεμφαίνει δέ τι καὶ τοιοῦτον· τὸ πρὸς ἀλήθειαν νόμιμον εὐθύς ἐστιν αἰώνιον, ἐπεὶ καὶ ὁ ὀρθὸς λόγος, ὃς δὴ νόμος ἐστίν, οὐ φθαρτός· καὶ γὰρ αὖ τοὐναντίον τὸ παράνομον ἐφήμερόν τε καὶ εὐδιάλυτον ἐξ ἑαυτοῦ παρὰ τοῖς εὖ φρονοῦσιν ἀνωμολόγηται."],["143","νόμου δὲ καὶ παιδείας ἴδιον βέβηλα ἁγίων καὶ ἀκάθαρτα καθαρῶν διαστέλλειν, ὡς ἔμπαλιν ἀνομίας καὶ ἀπαιδευσίας εἰς ταὐτὸν ἄγειν τὰ μαχόμενα βιάζεσθαι φυρούσης τὰ πάντα καὶ συγχεούσης. διὰ τοῦτο ὁ καὶ βασιλέων καὶ προφητῶν μέγιστος Σαμουὴλ „οἶνον καὶ μέθυσμα “, ὡς ὁ ἱερὸς λόγος φησίν, „ἄχρι τελευτῆς οὐ πίεται “(I Reg. 1, 11)· τέτακται γὰρ ἐν τῇ τοῦ θείου στρατοπέδου τάξει, ἣν οὐδέποτε λείψει προμηθείᾳ τοῦ σοφοῦ ταξιάρχου."],["144","Σαμουὴλ δὲ γέγονε μὲν ἴσως ἄνθρωπος, παρείληπται δ’ οὐχ ὡς σύνθετον ζῷον, ἀλλ’ ὡς νοῦς λατρείᾳ καὶ θεραπείᾳ θεοῦ μόνῃ χαίρων· ἑρμηνεύεται γὰρ τεταγμένος θεῷ διὰ τὸ τὰς πράξεις ὅσαι κατὰ κενὰς δόξας συνίστανται χαλεπὴν ἀταξίαν εἶναι νομίζειν."],["145","οὗτος μητρὸς γέγονεν Ἄννης, ἧς τοὔνομα μεταληφθέν ἐστι χάρις· ἄνευ γὰρ θείας χάριτος ἀμήχανον ἢ λιποτακτῆσαι τὰ θνητὰ ἢ τοῖς ἀφθάρτοις ἀεὶ παραμεῖναι·"],["146","χάριτος δ’ ἥτις ἂν πληρωθῇ ψυχή, γέγηθεν εὐθὺς καὶ μειδιᾷ καὶ ἀνορχεῖται· βεβάκχευται γάρ, ὡς πολλοῖς τῶν ἀνοργιάστων μεθύειν καὶ παροινεῖν καὶ ἐξεστάναι ἂν δόξαι. διὸ καὶ λέγεται πρὸς αὐτὴν ὑπὸ παιδαρίου τινός, οὐχ ἑνός, ἀλλ’ ὑπὸ παντὸς τοῦ νεωτερίζειν καὶ τὰ καλὰ χλευάζειν ἀκμὴν ἔχοντος· „ἕως πότε μεθυσθήσῃ; περιελοῦ τὸν οἶνόν σου “(I Reg. 1, 14)· φιλεῖ γὰρ τοῖς θεοφορήτοις οὐχ"],["147","ἡ ψυχὴ μόνον ἐγείρεσθαι καὶ ὥσπερ ἐξοιστρᾶν, ἀλλὰ καὶ τὸ σῶμα ἐνερευθὲς εἶναι καὶ πεπυρωμένον τῆς ἔνδον ἀναχεούσης καὶ χλιαινούσης χαρᾶς τὸ πάθος εἰς τὸ ἔξω διαδιδούσης· ὑφ’ οὗ πολλοὶ τῶν ἀφρόνων ἀπατηθέντες τοὺς νήφοντας μεθύειν ὑπετόπασαν."],["148","καίτοι γε ἐκεῖνοι μὲν τρόπον τινὰ μεθύουσιν οἱ νήφοντες τὰ ἀγαθὰ ἀθρόα ἠκρατισμένοι καὶ τὰς προπόσεις παρὰ τελείας ἀρετῆς δεξάμενοι, οἱ δὲ τὴν ἀπὸ οἴνου μεθύοντες μέθην ἄγευστοι φρονήσεως διετέλεσαν νηστείαν συνεχῆ καὶ λιμὸν αὐτῆς ἄγοντες."],["149","εἰκότως οὖν ἀποκρίνεται πρὸς τὸν νεωτεροποιὸν καὶ γέλωτα τιθέμενον τὸν σεμνὸν καὶ αὐστηρὸν αὐτῆς βίον· ὦ θαυμάσιε, „γυνὴ ἡ σκληρὰ ἡμέρα ἐγώ εἰμι, καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα, καὶ ἐκχεῶ τὴν ψυχήν μου ἐνώπιον κυρίου “(I Reg. 1, 15)· παμπόλλη γε παρρησία τῆς ψυχῆς, ἣ τῶν χαρίτων τοῦ θεοῦ πεπλήρωται."],["150","πρῶτον μέν γε „σκληρὰν ἡμέραν “εἶπεν ἑαυτὴν πρὸς τὸ χλευάζον ἀπιδοῦσα παιδάριον— τούτῳ γὰρ καὶ παντὶ ἄφρονι τραχεῖα καὶ δύσβατος καὶ ἀργαλεωτάτη νενόμισται ἡ ἐπ’ ἀρετὴν ἄγουσα ὁδός, καθὰ καὶ τῶν παλαιῶν τις ἐμαρτύρησεν εἰπών· τὴν μέντοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι. τῆς δ’ ἀρετῆς ἱδρῶτα θεὸς προπάροιθεν ἔθηκεν ἀθάνατος, μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δ’ εἰς ἄκρον ἵκηαι. ῥηιδίη δὴ ’πειτα πέλει χαλεπή περ ἐοῦσα—,"],["151","εἶτα οἶνον καὶ μέθυσμα οὔ φησι προσενέγκασθαι τῷ συνεχῶς καὶ παρὰ πάντα τὸν βίον νήφειν ἐπαυχοῦσα· καὶ γὰρ ὄντως ἀφέτῳ καὶ ἐλευθεριάζοντι καὶ καθαρῷ χρῆσθαι λογισμῷ πρὸς μηδενὸς πάθους παροινουμένῳ μέγα καὶ θαυμαστὸν ἦν ἔργον."],["152","ἐκ τούτου δὲ συμβαίνει νήψεως ἀκράτου τὸν νοῦν ἐμφορηθέντα σπονδὴν ὅλον δι’ ὅλων γίνεσθαί τε καὶ σπένδεσθαι θεῷ· τί γὰρ ἦν τὸ „ἐκχεῶ τὴν ψυχήν μου ἐναντίον κυρίου “ἢ σύμπασαν αὐτὴν ἀνιερώσω, δεσμὰ μὲν οἷς πρότερον ἐσφίγγετο, ἃ περιῆψαν αἱ τοῦ θνητοῦ βίου κεναὶ σπουδαί, πάντα λύσας, προαγαγὼν δὲ ἔξω καὶ τείνας καὶ ἀναχέας τοσοῦτον, ὡς καὶ τῶν τοῦ παντὸς ἅψασθαι περάτων καὶ πρὸς τὴν τοῦ ἀγενήτου παγκάλην καὶ ἀοίδιμον θέαν ἐπειχθῆναι;"],["153","νηφόντων μὲν οὖν ὁ χορὸς οὗτος παιδείαν προστησαμένων ἡγεμονίδα, μεθυόντων δ’ ὁ πρότερος, οὗπερ ἦν ἔξαρχος ἀπαιδευσία."],["154","Ἐπεὶ δὲ τὸ μεθύειν οὐ μόνον ἐδήλου τὸ ληρεῖν, ὃ δημιουργὸν ἀπαιδευσίαν εἶχεν, ἀλλὰ καὶ τὸ παντελῶς ἀναισθητεῖν, ἀναισθησίας δὲ τῆς μὲν κατὰ τὸ σῶμα δημιουργὸς οἶνος, τῆς δὲ κατὰ ψυχὴν ἄγνοια τούτων ὧν εἰκὸς ἦν ἐπιστήμην ἀνειληφέναι, λεκτέον καὶ περὶ ἀγνοίας βραχέα αὐτὰ τὰ καίρια ὑπομιμνῄσκοντας."],["155","τίνι οὖν ἀπεικάσωμεν τῶν ἐν τῷ σώματι τὸ ἐν ψυχῇ πάθος ὃ κέκληται ἄγνοια ἢ τῇ τῶν αἰσθητηρίων πηρώσει; οὐκοῦν ὅσοι ὀφθαλμοὺς καὶ ὦτα ἐβλάβησαν, οὐδὲν ἔτι οὔτ’ ἰδεῖν οὔτ’ ἀκοῦσαι δύνανται, ἡμέραν μὲν καὶ φῶς, ὧν ἕνεκα μόνων, εἰ χρὴ τἀληθὲς εἰπεῖν, τὸ ζῆν αἱρετόν, οὐκ εἰδότες, μακρῷ δὲ σκότῳ καὶ νυκτὶ αἰωνίῳ συνοικοῦντες, πρὸς πάντα καὶ μικρὰ καὶ μείζω κεκωφημένοι, οὓς εἰκότως ὁ βίος ἀδυνάτους εἴωθε καλεῖν·"],["156","κἂν γὰρ αἱ τοῦ ἄλλου σώματος ἅπασαι δυνάμεις ἐπ’ αὐτὸ δὴ τὸ πέρας ἰσχύος ἔλθωσι καὶ ῥώμης, ὑποσκελισθεῖσαι πρὸς ὀφθαλμῶν καὶ ὤτων πηρώσεως μέγα πτῶμα πίπτουσιν, ὡς μηκέτ’ ἀναστῆναι δύνασθαι· τὰ γὰρ ὑπερείδοντα καὶ στηρίζοντα ἄνθρωπον λόγῳ μὲν αἱ βάσεις εἰσίν, ἔργῳ δὲ ἀκοαί τε καὶ ὄψεις, ἃς ἔχων μέν τις ὁλοκλήρους ἐγήγερται καὶ ἀνωρθίασται, στερόμενος δὲ αὐτῶν κλίνεται καὶ εἰσάπαν καθαιρεῖται."],["157","τὸ παραπλήσιον οὖν ἐν ψυχῇ πάντως ἄγνοια ἐργάζεται τὰ βλέποντα καὶ ἀκούοντα αὐτῆς λυμαινομένη καὶ μήτε φῶς μήτε λόγον παρεισελθεῖν ἐῶσα, τὸν μέν, ἵνα μὴ διδάξῃ, τὸ δέ, ἵνα μὴ δείξῃ τὰ ὄντα, βαθὺ δὲ σκότος καὶ πολλὴν ἀλογίαν καταχέασα κωφὴν λίθον τὸ περικαλλέστατον εἶδος ψυχῆς εἰργάσατο."],["158","καὶ γὰρ τῇ ἀγνοίᾳ τὸ ἐναντίον, ἡ ἐπιστήμη, τρόπον τινὰ ψυχῆς καὶ ὀφθαλμοὶ καὶ ὦτά ἐστι· καὶ γὰρ τοῖς λεγομένοις προσέχει τὸν νοῦν καὶ καταθεᾶται τὰ ὄντα καὶ οὐδὲν οὔτε παρορᾶν οὔτε παρακούειν ὑπομένει, πάντα δ’ ὅσα ἀκοῆς καὶ θέας ἄξια περισκοπεῖ καὶ περιβλέπεται, κἂν εἰ πεζεύειν καὶ πλεῖν δεῖ, γῆς καὶ θαλάττης ἄχρι τῶν περάτων ἀφικνεῖται, ἵνα ἴδῃ τι πλέον ἢ ἀκούσῃ καινότερον."],["159","ἀοκνότατον γὰρ ὁ ἐπιστήμης ἔρως, ἐχθρὸς μὲν ὕπνου, φίλος δὲ ἐγρηγόρσεως· διανιστὰς οὖν καὶ ἀνεγείρων καὶ παραθήγων ἀεὶ διάνοιαν πανταχόσε περιφοιτᾶν ἀναγκάζει λίχνον ἀκοῆς ἐργαζόμενος καὶ μαθήσεως δίψαν ἄληκτον ἐντήκων."],["160","οὐκοῦν ἐπιστήμη μὲν τὸ βλέπειν καὶ ἀκούειν περιποιεῖ, δι’ ὧν αἱ κατορθώσεις· ὁ γὰρ ἰδὼν καὶ ἀκούσας, γνοὺς τὸ συμφέρον, τὸ μὲν ἑλόμενος, τὸ δὲ ἐναντίον ἀποστραφεὶς ὠφέληται. ἄγνοια δὲ χαλεπωτέραν τῆς ἐν τῷ σώματι πήρωσιν ἐπιφέρουσα τῇ ψυχῇ πάντων ἁμαρτημάτων αἰτία γίνεται, μηδὲν μήτ’ ἐκ τοῦ προϊδέσθαι μήτ’ ἐκ τοῦ προακοῦσαι δυναμένη λαβεῖν ἔξωθεν βοήθημα· διὰ γοῦν τὴν πολλὴν ἐρημίαν ἑαυτῆς ἀφρούρητος καὶ ἀφύλακτος ἐαθεῖσα [καὶ] πρὸς τῶν ἐπιτυχόντων ἀνθρώπων τε ὁμοῦ καὶ πραγμάτων ἐπιβουλεύεται."],["161","μηδέποτ’ οὖν μήτ’ ἄκρατον προσενεγκώμεθα τοσοῦτον, ὡς ἀπραξίαν ἐμποιῆσαι ταῖς αἰσθήσεσι, μήτε τοσοῦτον ἐπιστήμης ἀλλοτριωθῶμεν, ὡς ἄγνοιαν, τὸ μέγα καὶ βαθὺ σκότος, τῆς ἑαυτῶν ψυχῆς κατασκεδάσαι."],["162","διττὸν δὲ τὸ ἀγνοίας γένος, τὸ μὲν ἁπλοῦν, ἡ παντελὴς ἀναισθησία, τὸ δὲ διπλοῦν, ὅταν μὴ μόνον ἀνεπιστημοσύνῃ τις συνέχηται, ἀλλὰ καὶ οἴηται εἰδέναι ἃ μηδαμῶς οἶδε δόξῃ ψευδεῖ σοφίας ἐπαιρόμενος."],["163","τὸ μὲν οὖν πρότερον κακὸν ἔλαττον— κουφοτέρων γὰρ ἁμαρτημάτων καὶ τάχα ἀκουσίων αἴτιον—, τὸ δὲ δεύτερον μεῖζον· μεγάλα γὰρ ἀποτίκτει καὶ οὐκ ἀκούσια μόνον ἀλλ’ ἤδη κἀκ προνοίας ἀδικήματα."],["164","περὶ ταῦτά μοι δοκεῖ Λὼτ ὁ θυγατροποιὸς μάλιστα κηραίνειν ἄρρεν καὶ τέλειον ἐν ψυχῇ φυτὸν ἀναθρέψαι μὴ δυνάμενος· δύο γὰρ θυγατέρας ἐκ τῆς λιθουμένης γυναικὸς ἔσχηκεν, ἣν εὐθυβόλῳ χρησάμενος ὀνόματι καλέσειεν ἄν τις συνήθειαν, ἐχθρὰν φύσιν ἀληθείας, καὶ ὁπότε ἄγοι τις αὐτήν, ὑστερίζουσαν καὶ περιβλεπομένην τὰ ἀρχαῖα καὶ σύντροφα καὶ ἀψύχου τρόπον στήλης ἐν μέσοις αὐτοῖς καταμένουσαν."],["165","τῶν δὲ θυγατέρων ἡ μὲν πρεσβυτέρα κεκλήσεται βουλή, συναίνεσις δὲ ἡ νεωτέρα· τῷ μὲν γὰρ βουλεύσασθαι τὸ συναινεῖν ἕπεται, συναινέσας δ’ οὐδὲ εἷς ἔτι βουλεύεται. καθίσας οὖν ὁ νοῦς ἐν τῷ ἑαυτοῦ συνεδρίῳ διακινεῖν ἄρχεται τὰς θυγατέρας καὶ μετὰ μὲν τῆς πρεσβυτέρας, βουλῆς, σκοπεῖσθαί τε καὶ διερευνᾶν ἕκαστα, μετὰ δὲ τῆς νεωτέρας, συναινέσεως, ἐπινεύειν ῥᾳδίως τοῖς ἐπιτυχοῦσι καὶ ὡς φίλα τὰ ἐχθρὰ ἀσπάζεσθαι, δέλεαρ εἴ τι μικρὸν ἡδονῆς αὐτὸ μόνον ἀφ’ ἑαυτῶν ἐνδιδῴη."],["166","ταῦτα δὲ νήφων μὲν λογισμὸς οὐκ ἀνέχεται, μέθῃ δὲ κατεσχημένος καὶ ὥσπερ ἔξοινος ὤν· διὸ λέγεται· „ἐπότισαν τὸν πατέρα οἶνον “(Gen. 19, 33). ἀναισθησία παντελής, ἱκανὸν δοκεῖν εἶναι βουλεύεσθαι τὸν νοῦν ἀφ’ ἑαυτοῦ τὰ συμφέροντα ἢ τοῖς ὁπωσοῦν φανεῖσιν, ὡς τὸ ἀληθὲς πάγιον ἐν ἑαυτοῖς ἔχουσι, συναινέσαι, τῆς ἀνθρωπίνης φύσεως μηδαμῇ μηδαμῶς ἱκανῆς οὔσης ἢ ἐκ περισκέψεως τὸ σαφὲς εὑρεῖν ἢ τὰ μὲν ὡς ἀληθῆ καὶ συμφέροντα ἑλέσθαι, τὰ δ’ ὡς ψευδῆ καὶ βλάβης αἴτια ἀποστραφῆναι."],["167","πολὺ γὰρ σκότος τῶν ὄντων καὶ σωμάτων καὶ πραγμάτων κατακεχυμένον οὐκ ἐᾷ τὴν ἑκάστου φύσιν ἰδεῖν, ἀλλὰ κἂν βιασάμενός τις ὑπὸ περιεργίας ἢ τοῦ φιλομαθοῦς ἐθελήσῃ διακῦψαι, καθάπερ οἱ πεπηρωμένοι προσπταίων τοῖς ἐν ποσί, πρίν τι λαβεῖν, ἀναπεσὼν ὑστερίζει ἢ ταῖς χερσὶν ἐφαπτόμενος τὰ ἄδηλα εἰκάζει στοχασμὸν πρὸ ἀληθείας κτώμενος."],["168","οὐδὲ γὰρ εἰ δᾳδουχοῦσα παιδεία παραπέμποι τὸν νοῦν φῶς ἁψαμένη τὸ οἰκεῖον ἐπὶ τὴν τῶν ὄντων θέαν, ὀνῆσαι δύναιτ’ ἂν μᾶλλον ἢ βλάψαι· τὸ γὰρ βραχὺ φέγγος ὑπὸ πολλοῦ σκότους σβέννυσθαι πέφυκε, σβεσθέντος δὲ ἀνωφελὴς πᾶσα ὄψις."],["169","τὸν μέντοι σεμνυνόμενον ἢ ἐπὶ τῷ βουλεύεσθαι ἢ ἐπὶ τῷ τὰ μὲν αἱρεῖσθαι τὰ δὲ φεύγειν ἱκανῶς δύνασθαι διὰ τούτων ὑπομνηστέον· εἰ μὲν ἀπὸ τῶν αὐτῶν τὰς αὐτὰς ἀεὶ συνέβαινε προσπίπτειν ἀπαραλλάκτους φαντασίας, ἦν ἴσως ἀναγκαῖον τά τε ἐν ἡμῖν αὐτοῖς φύσει κατασκευασθέντα διττὰ κριτήρια, αἴσθησίν τε καὶ νοῦν, ὡς ἀψευδῆ καὶ ἀδέκαστα θαυμάζειν καὶ περὶ μηδενὸς ἐνδοιάζοντας ἐπέχειν, ἀλλὰ τοῖς ἅπαξ φανεῖσι πιστεύοντας τὰ μὲν αἱρεῖσθαι, τὰ δὲ ἔμπαλιν ἀποστρέφεσθαι."],["170","ἐπειδὴ δὲ διαφόρως ἀπ’ αὐτῶν εὑρισκόμεθα κινούμενοι, βέβαιον περὶ οὐδενὸς οὐδὲν ἂν ἔχοιμεν εἰπεῖν, ἅτε μὴ ἑστῶτος τοῦ φανέντος, ἀλλὰ πολυτρόποις καὶ πολυμόρφοις χρωμένου ταῖς μεταβολαῖς· ἀνάγκη γὰρ ἀνιδρύτου τῆς φαντασίας οὔσης ἀνίδρυτον εἶναι καὶ τὴν ἐπ’ αὐτῇ κρίσιν."],["171","αἴτια δὲ τούτου πολλά· πρῶτον μὲν αἱ ἐν τοῖς ζῴοις οὐ καθ’ ἓν μέρος ἀλλὰ σχεδὸν περὶ πάντα ἀμύθητοι διαφοραί, αἱ περὶ τὴν γένεσιν καὶ κατασκευὴν αὐτῶν, αἱ περὶ τὰς τροφὰς καὶ διαίτας, αἱ περὶ τὰς αἱρέσεις καὶ φυγάς, αἱ περὶ τὰς αἰσθητικὰς ἐνεργείας τε καὶ κινήσεις, αἱ περὶ τὰς τῶν κατὰ σῶμα καὶ ψυχὴν ἀμυθήτων παθῶν ἰδιότητας."],["172","χωρὶς γὰρ τῶν κρινόντων ἴδε καὶ τῶν κρινομένων ἔνια, οἷα τὸν χαμαιλέοντα, τὸν πολύποδα· τὸν μέν γέ φασι τὴν χρόαν ἀλλάττοντα τοῖς ἐδάφεσιν ὁμοιοῦσθαι καθ’ ὧν εἴωθεν ἕρπειν, τὸν δὲ ταῖς κατὰ θαλάττης πέτραις, ὧν ἂν περιδράξηται, τάχα που τῆς σωτηρίου φύσεως ἀλεξίκακον συλλήψεως δωρησαμένης τὴν εἰς τὸ πολυχρώματον αὐτοῖς τροπὴν φάρμακον."],["173","τὸν δὲ αὐχένα τῆς περιστερᾶς ἐν ἡλιακαῖς αὐγαῖς οὐ κατενόησας μυρίας χρωμάτων ἀλλάττοντα ἰδέας; ἢ οὐχὶ φοινικοῦν καὶ κυανοῦν, πυρωπόν τε αὖ καὶ ἀνθρακοειδές, ἔτι δὲ ὠχρὸν καὶ ἐρυθρὸν καὶ ἄλλα παντοδαπὰ ἴσχει χρώματα, ὧν οὐδὲ τὰς κλήσεις ῥᾴδιον ἀπομνημονεῦσαι;"],["174","φασὶ μέντοι καὶ ἐν Σκύθαις τοῖς καλουμένοις Γελώοις θαυμασιώτατόν τι γίνεσθαι σπανίως μέν, γίνεσθαι δ’ ὅμως θηρίον, ὃ καλεῖται τάρανδρος, μέγεθος μὲν βοὸς οὐκ ἀποδέον, ἐλάφῳ δὲ τὸν τοῦ προσώπου τύπον ἐμφερέστατον· λόγος ἔχει τοῦτο μεταβάλλειν ἀεὶ τὰς τρίχας πρός τε τὰ χωρία καὶ τὰ δένδρα καὶ πάνθ’ ἁπλῶς οἷς ἂν ἐγγὺς ἱστῆται, ὡς διὰ τὴν τῆς χρόας ὁμοιότητα λανθάνειν τοὺς ἐντυγχάνοντας καὶ ταύτῃ μᾶλλον ἢ τῇ περὶ σῶμα ἀλκῇ δυσθήρατον εἶναι."],["175","ταῦτα δὴ καὶ τὰ τούτοις ὅμοια πίστεις ἐναργεῖς ἀκαταληψίας εἰσίν, ἔπειτα δὲ αἱ μηκέτι τῶν ζῴων ἁπάντων, ἀλλὰ καὶ ἀνθρώπων ἰδίᾳ πρὸς ἀλλήλους περὶ πάντα ποικιλίαι."],["176","οὐ γὰρ μόνον ἄλλοτε ἄλλως τὰ αὐτὰ κρίνουσιν, ἀλλὰ καὶ ἑτέρως ἕτεροι ἡδονάς τε καὶ ἀηδίας ἔμπαλιν τῶν αὐτῶν λαμβάνοντες· οἷς γὰρ δυσηρέστησαν ἔνιοι, ἐτέρφθησαν ἄλλοι, καὶ κατὰ τοὐναντίον ἅπερ ὡς φίλα καὶ οἰκεῖα ἐπισπασάμενοί τινες ἐδεξιώσαντο, ταῦθ’ ἕτεροι ὡς ἀλλότρια καὶ δυσμενῆ μακρὰν ἀφ’ ἑαυτῶν ἐσκοράκισαν."],["177","ἤδη γοῦν ἐν θεάτρῳ πολλάκις παρατυχὼν εἶδον ὑφ’ ἑνὸς μέλους τῶν ἀγωνιζομένων ἐπὶ τῆς σκηνῆς τραγῳδῶν ἢ κιθαρῳδῶν τοὺς μὲν οὕτως ἀχθέντας, ὡς ἀνεγειρομένους καὶ συνηχοῦντας ἄκοντας τὰ πρὸς ἔπαινον ἐκφωνεῖν, τοὺς δὲ οὕτως ἀτρώτως ἔχοντας, ὡς μηδὲν τῶν ἀψύχων βάθρων ἐφ’ οἷς καθέζονται ταύτῃ γοῦν διαφέρειν ἂν νομισθῆναι, ἐνίους δ’ οὕτως ἀλλοτριωθέντας, ὡς καὶ τὴν θέαν οἴχεσθαι καταλιπόντας, ἔτι καὶ προσαποσειομένους ἑκατέρᾳ τῶν χειρῶν τὰ ὦτα, μὴ ἄρα τι ἔναυλον ἀπολειφθὲν ἀηδίαν ὑπηχοῦν δυσκόλοις καὶ δυσαρέστοις ψυχαῖς ἐργάσηται. καίτοι τί ταῦτά φαμεν;"],["178","αὐτός τις εἷς ὢν ἕκαστος ἐφ’ ἑαυτοῦ, τὸ παραδοξότατον, μυρίας μεταβολὰς καὶ τροπὰς δεχόμενος κατά τε σῶμα καὶ ψυχὴν τοτὲ μὲν αἱρεῖται, τοτὲ δ’ ἀποστρέφεται οὐδαμῶς μεταβάλλοντα, μένειν δ’ ἐπὶ τῆς αὐτῆς πεφυκότα κατασκευῆς·"],["179","οὐ γὰρ τὰ αὐτὰ ὑγιαίνουσι καὶ νοσοῦσι προσπίπτειν φιλεῖ, οὐδὲ ἐγρηγορόσι καὶ κοιμωμένοις, οὐδὲ ἡβῶσι καὶ γεγηρακόσι· καὶ ἑστὼς μέντοι καὶ κινούμενός τις ἑτέρας ἔλαβε φαντασίας, καὶ θαρρῶν καὶ δεδιὼς ἔμπαλιν, ἔτι μέντοι λυπούμενός τε καὶ χαίρων, καὶ φιλῶν καὶ τοὐναντίον μισῶν. καὶ τί δεῖ μακρηγοροῦντα περὶ τούτων ἐνοχλεῖν;"],["180","συνελόντι γὰρ φράσαι πᾶσα ἡ σώματος καὶ ψυχῆς κατὰ φύσιν τε αὖ καὶ παρὰ φύσιν κίνησις αἰτία τῆς περὶ τὰ φαινόμενα ἀστάτου φορᾶς γίνεται μαχόμενα καὶ ἀσύμφωνα προσβαλλούσης ὀνείρατα."],["181","γίνεται δ’ οὐχ ἥκιστα τὸ περὶ τὰς φαντασίας ἄστατον καὶ παρὰ τὰς θέσεις καὶ παρὰ τὰ διαστήματα καὶ παρὰ τοὺς τόπους, οἷς ἕκαστα ἐμπεριέχεται."],["182","ἢ τοὺς κατὰ θαλάττης ἰχθῦς οὐχ ὁρῶμεν, ὁπότε τὰς πτέρυγας διατείνοντες ἐννήχοιντο, μείζους ἀεὶ τῆς φύσεως προφαινομένους; καὶ τὰς εἰρεσίας μέντοι, κἂν σφόδρα ὦσιν εὐθυτενεῖς, κεκλασμένας ὁρᾶσθαι συμβαίνει καθ’ ὕδατος."],["183","τά γε μὴν πορρωτάτω ψευδεῖς προσβάλλοντα φαντασίας τὸν νοῦν εἴωθεν ἀπατᾶν· ἄψυχα γὰρ ἔστιν ὅτε ὄντα ὑπετοπήθη ζῷα εἶναι καὶ τοὐναντίον τὰ ἔμψυχα ἄψυχα, ἔτι δὲ τὰ ἑστῶτα κινεῖσθαι καὶ τὰ κινούμενα ἑστάναι, καὶ τὰ μὲν προσιόντα ἐξαναχωρεῖν, τὰ δὲ ἀπιόντα πάλιν προσέρχεσθαι, καὶ βραχύτατα μὲν τὰ περιμηκέστατα, περιφερῆ δ’ αὖ τὰ πολυγώνια. καὶ μυρία ἄλλα ὑπὸ τῆς φανερᾶς ὄψεως ψευδογραφεῖται, οἷς οὐκ ἄν τις εὖ φρονῶν ὡς βεβαίοις συνεπιγράψαιτο."],["184","τί δ’ αἱ ἐν τοῖς σκευαζομένοις ποσότητες; παρὰ γὰρ τὸ πλέον ἢ ἔλαττον αἵ τε βλάβαι καὶ ὠφέλειαι συνίστανται, καθάπερ ἐπὶ μυρίων ἄλλων καὶ μάλιστα τῶν κατὰ τὴν ἰατρικὴν ἐπιστήμην ἔχει φαρμάκων·"],["185","ἡ γὰρ ἐν ταῖς συνθέσεσι ποσότης ὅροις καὶ κανόσι μεμέτρηται, ὧν οὔτε ἐντὸς κάμψαι οὔτε περαιτέρω προελθεῖν ἀσφαλές— τὸ μὲν γὰρ ἔλαττον χαλᾷ, τὸ δὲ πλέον ἐπιτείνει τὰς δυνάμεις· βλαβερὸν δ’ ἑκάτερον, τὸ μὲν ἀδυνατοῦν ἐνεργῆσαι δι’ ἀσθένειαν, τὸ δὲ βλάψαι βιαζόμενον διὰ καρτερωτάτην ἰσχύν—, λειότησί τε αὖ καὶ τραχύτησι, πυκνότησί τε αὖ καὶ πιλήσεσι καὶ τοὐναντίον μανότησι καὶ ἐξαπλώσεσι τὸν εἰς βοήθειαν καὶ βλάβην ἔλεγχον ἐναργῶς διασυνίστησιν."],["186","ἀλλὰ μὴν οὐδὲ ἐκεῖνό τις ἀγνοεῖ, ὅτι τῶν ὄντων σχεδὸν ἐξ αὑτοῦ καὶ καθ’ αὑτὸ νενόηται τὸ παράπαν οὐδέν, τῇ δὲ πρὸς τὸ ἐναντίον παραθέσει δοκιμάζεται, οἷον τὸ μικρὸν παρὰ τὸ μέγα, τὸ ξηρὸν παρὰ τὸ ὑγρόν, παρὰ τὸ ψυχρὸν τὸ θερμόν, παρὰ τὸ βαρὺ τὸ κοῦφον, τὸ μέλαν παρὰ τὸ λευκόν, τὸ ἀσθενὲς παρὰ τὸ ἰσχυρόν, τὰ ὀλίγα παρὰ τὰ πολλά."],["187","κατὰ τὸ παραπλήσιον μέντοι καὶ ὅσα ἐπ’ ἀρετὴν ἢ κακίαν ἀναφέρεται, τὰ ὠφέλιμα διὰ τῶν βλαβερῶν γνωρίζεται, τὰ καλὰ τῇ τῶν αἰσχρῶν ἀντιθέσει, τὰ δίκαια καὶ κοινῶς ἀγαθὰ τῇ τῶν ἀδίκων καὶ κακῶν παραθέσει, καὶ πάντα μέντοι τὰ ἄλλα ὅσα ἐν κόσμῳ σκοπῶν ἄν τις εὕροι κατὰ τὸν αὐτὸν τύπον λαμβάνοντα τὴν ἐπίκρισιν· ἐξ ἑαυτοῦ μὲν γὰρ ἕκαστον ἀκατάληπτον, ἐκ δὲ τῆς πρὸς ἕτερον συγκρίσεως γνωρίζεσθαι δοκεῖ."],["188","τὸ δὲ μὴ ἑαυτῷ μαρτυρεῖν ἱκανόν, τῆς δὲ ἀφ’ ἑτέρου χρῇζον συνηγορίας, ἀβέβαιον εἰς πίστιν· ὥστε καὶ ταύτῃ τοὺς εὐχερῶς ὁμολογοῦντας ἢ ἀρνουμένους περὶ παντὸς οὑτινοσοῦν ἐλέγχεσθαι."],["189","καὶ τί θαυμαστόν; προσωτέρω γάρ τις χωρήσας τῶν πραγμάτων καὶ εἱλικρινέστερον αὐτὰ αὐγασάμενος εἴσεται τοῦθ’, ὅτι ἓν οὐδὲν καθ’ ἁπλῆν ἡμῖν τὴν ἑαυτοῦ προσπίπτει φύσιν, ἀλλὰ πάντα μίξεις πολυπλοκωτάτας"],["190","ἔχοντα καὶ κράσεις. αὐτίκα τῶν χρωμάτων ἀντιλαμβανόμεθα πῶς; ἆρ’ οὐ σὺν ἀέρι καὶ φωτί, τοῖς ἐκτός, καὶ τῷ κατ’ αὐτὴν τὴν ὄψιν ὑγρῷ; γλυκὺ δὲ καὶ πικρὸν τίνα τρόπον δοκιμάζεται; μὴ δίχα τῶν καθ’ ἡμᾶς αὐτοὺς ἐνστομίων χυλῶν ὅσοι κατὰ φύσιν ἢ παρὰ φύσιν; οὐ δήπου; τί δ’; αἱ ἀπὸ τῶν ἐπιθυμιωμένων ὀσμαὶ μὴ τὰς ἁπλᾶς καὶ εἱλικρινεῖς τῶν σωμάτων φύσεις παριστᾶσιν; ἢ τὰς κεκραμένας ἔκ τε αὐτῶν καὶ ἀέρος, ἔστι δ’ ὅτε καὶ τοῦ τήκοντος τὰ σώματα πυρὸς καὶ τῆς κατὰ τοὺς μυκτῆρας δυνάμεως;"],["191","ἐκ δὴ τούτων συνάγεται, ὅτι οὔτε χρωμάτων ἀντιλαμβανόμεθα, ἀλλὰ τοῦ συνισταμένου κράματος ἔκ τε τῶν ὑποκειμένων καὶ φωτός, οὔτε ὀσμῶν, ἀλλὰ μίγματος, ὅπερ συνέστη διά τε τοῦ ῥυέντος ἀπὸ τῶν σωμάτων καὶ τοῦ πανδεχοῦς ἀέρος, οὔτε χυλῶν, ἀλλὰ τοῦ γενομένου διά τε τοῦ προσιόντος γευστοῦ καὶ τῆς κατὰ τὸ στόμα ὑγρᾶς οὐσίας."],["192","τούτων δὴ τοῦτον ἐχόντων τὸν τρόπον εὐήθειαν ἢ προπέτειαν ἢ ἀλαζονείαν ἄξιον καταγινώσκειν τῶν ἢ ὁμολογεῖν ἢ ἀρνεῖσθαι περὶ παντὸς οὑτινοσοῦν ῥᾳδίως ὑπομενόντων. εἰ μὲν γὰρ αἱ ἁπλαῖ δυνάμεις ἐκποδών, αἱ δὲ μικταὶ καὶ ἐκ πλειόνων συνηρανισμέναι προῦπτοι, ἀμήχανον δὲ καὶ τὰς ἀοράτους ἰδεῖν καὶ διὰ τῶν κεκραμένων τὸν ἑκάστης τῶν συνερανισθεισῶν τύπον ἰδίᾳ κατανοῆσαι, τί ἂν εἴη λοιπὸν ἢ τὸ ἐπέχειν [ἀναγκαῖον];"],["193","ἐκεῖνα δ’ ἡμᾶς οὐ παρακαλεῖ μὴ λίαν τοῖς ἀφανέσι προπιστεύειν, ἃ σχεδὸν κατὰ πᾶσαν τὴν οἰκουμένην ἀνακέχυται κοινὸν Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις ἐπάγοντα τὸν ἐκ τοῦ κρίνειν ὄλισθον; τίνα οὖν ταῦτ’ ἐστίν; ἀγωγαὶ δήπουθεν αἱ ἐκ παίδων καὶ ἔθη πάτρια καὶ παλαιοὶ νόμοι, ὧν ἓν οὐδὲν ὁμολογεῖται ταὐτὸν εἶναι παρὰ πᾶσιν, ἀλλὰ κατὰ χώρας καὶ ἔθνη καὶ πόλεις, μᾶλλον δὲ καὶ κατὰ κώμην καὶ οἰκίαν ἑκάστην, ἄνδρα μὲν οὖν καὶ γυναῖκα καὶ νήπιον παῖδα τοῖς ὅλοις διακέκριται·"],["194","τὰ γοῦν αἰσχρὰ παρ’ ἡμῖν ἑτέροις καλά, καὶ τὰ πρέποντα ἀπρεπῆ, καὶ τὰ δίκαια ἄδικα, καὶ ἀνόσια μὲν τὰ ὅσια, νόμιμα δ’ αὖ τὰ παράνομα, ἔτι δὲ ψεκτὰ τὰ ἐπαινετὰ καὶ ὑπόδικα τὰ τιμῆς ἄξια καὶ ὅσα ἄλλα ἐναντία ταῦτα νομίζουσι."],["195","καὶ τί δεῖ μακρηγορεῖν τὸν ὑπὸ ἑτέρων ἀναγκαιοτέρων μεθελκόμενον; εἰ μέντοι βουληθείη τις ὑπὸ μηδεμιᾶς ἄλλης καινοτέρας θέας ἀγόμενος, ἐνευκαιρήσας τῷ προτεθέντι κεφαλαίῳ τὰς ἑκάστων ἀγωγὰς καὶ ἔθη καὶ νόμους ἐπιέναι χωρῶν, ἐθνῶν, πόλεων, τόπων, ὑπηκόων ἡγεμόνων, ἐνδόξων ἀδόξων, ἐλευθέρων οἰκετῶν, ἰδιωτῶν ἐπιστημόνων, οὐχ ἡμέραν μίαν οὐδὲ δύο, ἀλλὰ οὐδὲ μῆνα ἢ ἐνιαυτόν, τὸν δὲ ἅπαντα ἑαυτοῦ κατατρίψει βίον, κἂν αἰῶνι χρήσηται μακρῷ, καὶ οὐδὲν ἧττον πολλὰ ἀδιερεύνητα καὶ ἀπερίσκεπτα καὶ ἄφωνα λήσει καταλιπών."],["196","οὐκοῦν ἄλλων παρ’ ἄλλοις οὐ βραχεῖ μόνον διεστηκότων, ἀλλὰ καὶ τοῖς ὅλοις ἀπᾳδόντων, ὡς ἀντιστατεῖν καὶ διαμάχεσθαι, ἀνάγκη καὶ τὰς προσπιπτούσας"],["197","διαφέρειν φαντασίας καὶ τὰς κρίσεις ἀλλήλαις πεπολεμῶσθαι. ὧν ὑπαρχόντων τίς οὕτως ἔκφρων ἐστὶ καὶ παράληρος, ὡς φάναι παγίως, ὅτι τὸ τοιόνδε ἐστὶ δίκαιον ἢ φρόνιμον ἢ καλὸν ἢ συμφέρον; ὃ γὰρ ἂν οὗτος ὁρίσῃ, τἀναντία μεμελετηκὼς ἐκ παίδων ἕτερος ἀκυρώσει."],["198","ἐγὼ δ’ οὐ τεθαύμακα, εἰ πεφορημένος καὶ μιγὰς ὄχλος, ἐθῶν καὶ νόμων τῶν ὁπωσοῦν εἰσηγμένων ἀκλεὴς δοῦλος, ἀπ’ αὐτῶν ἔτι σπαργάνων ὑπακούειν ὡς ἂν δεσποτῶν ἢ τυράννων ἐκμαθών, κατακεκονδυλισμένος τὴν ψυχὴν καὶ μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν μὴ δυνάμενος πιστεύει τοῖς ἅπαξ παραδοθεῖσι καὶ τὸν νοῦν ἐάσας ἀγύμναστον ἀδιερευνήτοις καὶ ἀνεξετάστοις συναινέσεσί τε καὶ ἀρνήσεσι χρῆται, ἀλλ’ εἰ καὶ τῶν λεγομένων φιλοσόφων ἡ πληθὺς τὸ ἐν τοῖς οὖσι σαφὲς καὶ ἀψευδὲς ἐπιμορφάζουσα θηρᾶν κατὰ στίφη καὶ λόχους διακέκριται καὶ δόγματα ἀσύμφωνα, πολλάκις δὲ καὶ ἐναντία οὐ περὶ ἑνὸς τίθεται τοῦ τυχόντος, ἀλλὰ σχεδὸν περὶ πάντων μικρῶν τε καὶ μεγάλων, ἐν οἷς αἱ ζητήσεις συνίστανται·"],["199","οἱ γὰρ ἄπειρον τὸ πᾶν εἰσηγούμενοι τοῖς πεπερασμένον εἶναι λέγουσιν ἢ οἱ τὸν κόσμον ἀγένητον τοῖς γενητὸν ἀποφαινομένοις ἢ οἱ χωρὶς ἐπιστάτου καὶ ἡγεμόνος ἀλόγου καὶ ἀπαυτοματιζούσης ἐξάψαντες φορᾶς τοῖς ὑπολαμβάνουσι πρόνοιαν καὶ ἐπιμέλειαν ὅλου καὶ τῶν μερῶν θαυμαστήν τιν’ εἶναι ἡνιοχοῦντος καὶ κυβερνῶντος ἀπταίστως καὶ σωτηρίως θεοῦ πῶς ἂν δύναιντο τὰς αὐτὰς καταλήψεις τῶν ὑποκειμένων ποιεῖσθαι πραγμάτων;"],["200","αἱ δὲ περὶ τὴν τἀγαθοῦ σκέψιν φαντασίαι ἆρ’ οὐκ ἐπέχειν μᾶλλον ἢ ὁμολογεῖν βιάζονται τῶν μὲν ἀγαθὸν εἶναι νομιζόντων μόνον τὸ καλὸν καὶ θησαυριζομένων αὐτὸ ἐν ψυχῇ, τῶν δὲ πρὸς πλείω κατακερματιζόντων καὶ ἄχρι σώματος καὶ τῶν ἐκτὸς ἀποτεινόντων;"],["201","οὗτοι λέγουσι τὰς μὲν τυχηρὰς εὐπραγίας δορυφόρους εἶναι σώματος, ὑγείαν δὲ καὶ ἰσχὺν καὶ τὸ ὁλόκληρον καὶ ἀκρίβειαν αἰσθητηρίων καὶ ὅσα ὁμοιότροπα τῆς βασιλίδος ψυχῆς· τρισὶ γὰρ τῆς τἀγαθοῦ φύσεως κεχρημένης τάξεσι τὴν μὲν τρίτην καὶ ἐξωτάτην τῆς δευτέρας καὶ ὑπεικούσης πρόμαχον εἶναι, τὴν δὲ δευτέραν τῆς πρώτης μέγα πρόβλημα καὶ φυλακτήριον γεγενῆσθαι."],["202","καὶ περὶ αὐτῶν τούτων μέντοι καὶ βίων διαφορᾶς καὶ τελῶν πρὸς ἃ χρὴ τὰς πράξεις ἁπάσας ἀναφέρεσθαι καὶ μυρίων ἄλλων ὅσα τε ἡ λογικὴ καὶ ἠθικὴ καὶ φυσικὴ πραγματεία περιέχει γεγόνασι σκέψεις ἀμύθητοι, ὧν ἄχρι τοῦ παρόντος οὐδεμία παρὰ πᾶσι τοῖς σκεπτικοῖς συμπεφώνηται."],["203","οὐκ εἰκότως οὖν τῶν δυεῖν θυγατέρων, βουλῆς τε καὶ συναινέσεως, ἁρμοσθεισῶν καὶ συνευνασθεισῶν ὁ νοῦς ἀγνοίᾳ ἐπιστήμης χρώμενος εἰσάγεται; λέγεται γὰρ ὅτι „οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὰς καὶ ἀναστῆναι “(Gen. 19, 33. 35)·"],["204","οὔτε γὰρ ὕπνον οὔτε ἐγρήγορσιν οὔτε σχέσιν οὔτε κίνησιν ἔοικε σαφῶς καὶ παγίως καταλαμβάνειν, ἀλλὰ καὶ ὁπότε ἄριστα βεβουλεῦσθαι δοκεῖ, τότε μάλιστα ἀβουλότατος ὢν εὑρίσκεται τῶν πραγμάτων μὴ ὅμοιον τοῖς προσδοκηθεῖσι λαβόντων τὸ τέλος·"],["205","καὶ ὁπότε συνεπιγράφεσθαί τισιν ὡς ἀληθέσιν ἔδοξε, τὴν ἐπ’ εὐχερείᾳ καρποῦται κατάγνωσιν, ἀπίστων καὶ ἀβεβαίων, οἷς πρότερον ὡς βεβαιοτάτοις ἐπίστευε, φαινομένων· ὥστε εἰς τὰ ἐναντία, ὧν ὑπετόπησέ τις, εἰωθότων περιίστασθαι τῶν πραγμάτων ἀσφαλέστατον τὸ ἐπέχειν εἶναι."],["206","Διειλεγμένοι δὴ περὶ τούτων ἱκανῶς ἐπὶ τὰ ἀκόλουθα τῷ λόγῳ τρεψώμεθα. ἔφαμεν τοίνυν ἐκ τοῦ μεθύειν καὶ τὴν πολλοὺς πολλάκις μεγάλα βλάπτουσαν γαστριμαργίαν δηλοῦσθαι, ᾗ τοὺς χρωμένους ἔστιν ἰδεῖν, κἂν τὰς τοῦ σώματος δεξαμενὰς ἀποπληρωθῶσι πάσας, ἔτι κενοὺς τὰς ἐπιθυμίας ὄντας·"],["207","οὗτοι κἂν ὑπὸ πλήθους ὧν ἐνεφορήσαντο διακορεῖς γενόμενοι πρὸς ὀλίγον χρόνον καθάπερ οἱ πεπονηκότες ἀθληταὶ τὰ σώματα διαπνεύσωσι, πάλιν ἐπαποδύονται τοῖς αὐτοῖς ἀγωνίσμασιν."],["208","ὁ γοῦν βασιλεὺς τῆς Αἰγυπτίας χώρας, τοῦ σώματος, τῷ μέθης ὑπηρέτῃ δόξας οἰνοχόῳ δυσχερᾶναι πάλιν οὐκ εἰς μακρὰν καταλλαττόμενος ἐν ταῖς ἱεραῖς βίβλοις εἰσάγεται τοῦ τὰς ἐπιθυμίας ἀναρρηγνύντος πάθους ὑπομνησθεὶς ἐν ἡμέρᾳ γενέσεως φθαρτῆς, οὐκ ἐν ἀφθάρτῳ τοῦ ἀγενήτου φωτός· λέγεται γὰρ ὅτι „ἡμέρα γενέσεως ἦν Φαραώ “(Gen. 40, 20), ἡνίκα ἐκ τοῦ δεσμωτηρίου τὸν ἀρχιοινοχόον ἐπὶ σπονδαῖς μετεπέμψατο·"],["209","τοῦ γὰρ φιλοπαθοῦς ἴδιον λαμπρὰ τὰ γενητὰ καὶ φθαρτὰ ἡγεῖσθαι διὰ τὸ νυκτὶ καὶ σκότῳ κεχρῆσθαι βαθεῖ πρὸς τὴν τῶν ἀφθάρτων ἐπιστήμην· οὗ χάριν εὐθὺς τὴν ἐξάρχουσαν ἡδονῆς μέθην καὶ τὸν ὑπηρέτην αὐτῆς δεξιοῦται."],["210","τρεῖς δ’ εἰσὶν οἱ τῆς ἀκολάστου καὶ ἀκράτορος ψυχῆς ἑστιοῦχοί τε καὶ θεραπευταί, ἀρχισιτοποιός, ἀρχιοινοχόος, ἀρχιμάγειρος, ὧν ὁ θαυμασιώτατος μέμνηται Μωυσῆς διὰ τούτων· „καὶ ὠργίσθη Φαραὼ ἐπὶ τοῖς δυσὶν εὐνούχοις, ἐπὶ τῷ ἀρχιοινοχόῳ καὶ ἐπὶ τῷ ἀρχισιτοποιῷ, καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ παρὰ τῷ ἀρχιδεσμοφύλακι “(Gen. 40, 2. 3). ἔστι δὲ καὶ ὁ ἀρχιμάγειρος εὐνοῦχος· λέγεται γὰρ ἑτέρωθι· „κατήχθη δὲ Ἰωσὴφ εἰς Αἴγυπτον, καὶ ἐκτήσατο αὐτὸν εὐνοῦχος Φαραώ, ἀρχιμάγειρος “(Gen. 39, 1), καὶ πάλιν· „ἀπέδοντο τὸν Ἰωσὴφ τῷ σπάδοντι Φαραώ, ἀρχιμαγείρῳ “(Gen. 37, 36)."],["211","τίνος δὴ χάριν οὔτ’ ἀνὴρ οὔτε γυνὴ τῶν λεχθέντων οὐδὲν ἁπλῶς ἐπιτέτραπται; ἢ ὅτι σπείρειν μὲν ἄνδρες γονὰς ὑποδέχεσθαι δὲ γυναῖκες ἐκ φύσεως πεπαίδευνται, ὧν τὴν εἰς ταὐτὸ σύνοδον αἰτίαν γενέσεως καὶ τῆς τοῦ παντὸς διαμονῆς εἶναι συμβέβηκεν, ἀγόνου δὲ καὶ ἐστειρωμένης, μᾶλλον δὲ ἐξευνουχισμένης ψυχῆς σιτίοις πολυτελέσι καὶ ποτοῖς καὶ ὄψων περιέργοις παραρτύσεσι χαίρειν μήτε τὰ ἀρετῆς ἄρρενα ὡς ἀληθῶς σπέρματα καταβάλλεσθαι δυναμένης μήτε τὰ καταβληθέντα παραδέξασθαι καὶ ἀναθρέψασθαι, ἀλλ’ οἷα λυπρὰν ἄρουραν καὶ λιθώδη πρὸς διαφθορὰν μόνον πεφυκέναι τῶν ἀεὶ ζῆν ὀφειλόντων; δόγμα δὴ τίθεται κοινωφελέστατον,"],["212","ὅτι πᾶς ὁ δημιουργὸς ἡδονῆς σοφίας ἐστὶν ἄγονος οὔτε ἄρρην ὢν οὔτε θήλεια, διὰ τὸ μήτε διδόναι μήτε λαμβάνειν τὰ πρὸς ἀφθαρσίαν ἱκανὸς εἶναι σπέρματα, μελετᾶν δ’ αἰσχίστην κατὰ τοῦ βίου μελέτην, φθείρειν τὰ ἄφθαρτα καὶ σβεννύναι τὰ μένοντα τῆς φύσεως λαμπάδια ἄσβεστα."],["213","τῶν τοιούτων οὐδενὶ ἐπιτρέπει Μωυσῆς εἰς ἐκκλησίαν ἀφικνεῖσθαι θεοῦ· λέγει γὰρ ὅτι „θλαδίας καὶ ἀποκεκομμένος οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν κυρίου “(Deut. 23, 1). τί γὰρ τῷ σοφίας ἀγόνῳ λόγων ἀκροάσεως ἱερῶν ὄφελος ἐκτετμημένῳ πίστιν καὶ παρακαταθήκην βιωφελεστάτων δογμάτων φυλάξαι μὴ δυναμένῳ;"],["214","τρεῖς δ’ ἄρ’ εἰσὶν ἀνθρώπων γένους ἑστιάτορες, ἀρχισιτοποιός, οἰνοχόος, ὀψαρτυτής, εἰκότως, ἐπειδὴ τριῶν χρήσεώς τε καὶ ἀπολαύσεως ἐφιέμεθα, σιτίων, ὄψου, ποτῶν· ἀλλ’ οἱ μὲν μόνων τῶν ἀναγκαίων, οἷς πρός τε τὸ ὑγιεινῶς καὶ μὴ ἀνελευθέρως ζῆν ἐξ ἀνάγκης χρώμεθα, οἱ δὲ ἀμέτρων καὶ σφόδρα περιττῶν, ἃ τὰς ὀρέξεις ἀναρρηγνύντα καὶ τὰς τοῦ σώματος δεξαμενὰς πλήθει βαρύνοντα καὶ πιέζοντα μεγάλα καὶ παντοδαπὰ τίκτειν νοσήματα φιλεῖ."],["215","οἱ μὲν οὖν ἡδονῆς καὶ ἐπιθυμίας καὶ παθῶν ἰδιῶται καθάπερ οἱ ἐν ταῖς πόλεσι δημοτικοὶ ἀμισῆ καὶ ἀνεπαχθῆ βίον ζῶντες, ἅτε ὀλιγοδεεῖς ὄντες, οὐ ποικίλων καὶ περιέργων τὴν τέχνην δέονται ὑπηρετῶν, ἀλλ’ ἀποικίλῳ χρωμένων ὑπηρεσίᾳ, μαγείρων, οἰνοχόων, σιτοποιῶν·"],["216","οἱ δὲ ἡγεμονίαν καὶ βασιλείαν νομίζοντες εἶναι τὸ ἡδέως ζῆν καὶ πάντα καὶ μικρὰ καὶ μείζω πρὸς τοῦτ’ ἀναφέροντες ἀρχιμαγείροις καὶ ἀρχιοινοχόοις καὶ ἀρχισιτοποιοῖς ὑπηρέταις ἀξιοῦσι χρῆσθαι, τουτέστιν ἄκρως ἐκπεπονηκόσιν ἕκαστον ὧν ἐπετήδευσαν·"],["217","τὰ μὲν γὰρ ἀμήτων καὶ μελιπήκτων καὶ ἄλλων ἀμυθήτων πεμμάτων ποικιλώτατα γένη οὐ μόνον ταῖς τῆς ὕλης διαφοραῖς, ἀλλὰ καὶ τῷ τρόπῳ τῆς κατασκευῆς καὶ τοῖς σχήμασι πρὸς οὐ μόνον τὴν γεύσεως ἀλλὰ καὶ τὴν ὄψεως ἀπάτην περιειργασμένα οἱ περὶ σιτοποιίαν ἄκροι μελετῶσι·"],["218","τὰ δὲ περὶ ἐξέτασιν οἴνου θᾶττον ἀναδιδομένου καὶ μὴ κεφαλαλγοῦς καὶ τοὐναντίον ἀνθίμου καὶ εὐωδεστάτου, πολλὴν ἢ ὀλίγην ἀναδεχομένου τὴν μεθ’ ὕδατος κρᾶσιν εἰς σφοδρὸν καὶ σύντονον ἢ πρᾷον καὶ ἀνειμένον ἐπιτηδείου πότον καὶ ὅσα τοιουτότροπα ἀρχιοινοχόων ἐπιτηδεύματα ἐπ’ αὐτὸ δὴ τῆς τέχνης ἀφιγμένων τὸ τέλος·"],["219","ἰχθύας δὲ καὶ ὄρνεις καὶ τὰ παραπλήσια ποικίλως ἀρτῦσαι καὶ κατασκευάσαι καὶ ὅσα ἄλλα ὄψα| ἡδῦναι περιττοὶ τὴν ἐπιστήμην εἰσὶν εὐτρεπεῖς ὀψαρτυταί, μυρία χωρὶς ὧν ἤκουσαν ἢ εἶδον ἄλλ’ ἐκ τῆς συνεχοῦς μελέτης καὶ τριβῆς τῶν εἰς ἁβροδίαιτον καὶ τεθρυμμένον τὸν ἀβίωτον βίον ἐπινοῆσαι δεινοί."],["220","ἀλλὰ γὰρ οὗτοι πάντες ἐδείχθησαν εὐνοῦχοι, σοφίας ἄγονοι· πρὸς ὃν δὲ συμβατηρίους τίθεται σπονδὰς ὁ γαστρὸς βασιλεύς, νοῦς, οἰνοχόος ἦν· φίλοινον γὰρ ὑπερφυῶς τὸ ἀνθρώπων γένος καὶ πρὸς μόνον τοῦτο διαφερόντως ἀκόρεστον, εἴ γε ὕπνου μὲν καὶ ἐδωδῆς καὶ συνουσίας καὶ τῶν ὁμοίων ἀπλήρωτος οὐδείς, ἀκράτου δὲ σχεδὸν ἅπαντες καὶ μάλισθ’ οἷς τὸ πρᾶγμα ἀσκεῖται·"],["221","πιόντες γὰρ ἔτι διψῶσι καὶ ἄρχονται μὲν ἀπὸ τῶν βραχυτέρων κυάθων, προϊόντες δὲ ταῖς μείζοσιν οἰνοχόαις ἐγχεῖν παραγγέλλουσιν· ἐπειδὰν δ’ ἀκροθώρακες γενόμενοι χλιανθῶσιν, οὐκέτι κρατεῖν ἑαυτῶν δυνάμενοι τὰς οἰνηρύσεις καὶ τὰς ἀμύστεις καὶ τοὺς κρατῆρας ὅλους προσενεγκάμενοι ἀκράτου σπῶσιν ἀθρόως, μέχρις ἂν ἢ βαθεῖ ὕπνῳ δαμασθῶσιν ἢ τῶν ὄγκων ἀποπληρωθέντων ὑπερβλύσῃ τὸ ἐπεισχεόμενον."],["222","ἀλλὰ καὶ τότε ὅμως ἡ ἄπληστος ἐν αὐτοῖς ὄρεξις ὥσπερ ἔτι λιμώττουσα μαιμάζει· „ἐκ γὰρ τῆς ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν„ ᾧ φησι Μωυσῆς „καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς· θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος “(Deut. 32, 32. 33)· Σόδομα μέντοι στείρωσις καὶ τύφλωσις ἑρμηνεύεται, ἀμπέλῳ δὲ καὶ τοῖς ἐξ αὐτῆς γινομένοις ἀπεικάζει τοὺς οἰνοφλυγίας καὶ λαιμαργίας καὶ τῶν αἰσχίστων ἡδονῶν ἥττους."],["223","ἃ δὲ αἰνίττεται, τοιαῦτ’ ἐστίν· εὐφροσύνης μὲν ἀληθοῦς οὐδὲν ἐμπέφυκε τῇ τοῦ φαύλου ψυχῇ φυτὸν ἅτε οὐχ ὑγιαινούσαις κεχρημένῃ ῥίζαις, ἀλλὰ ἐμπεπρησμέναις καὶ τεφρωθείσαις, ὁπότε ἀνθ’ ὕδατος τὰς κεραυνίους φλόγας θεοῦ τὴν κατὰ ἀσεβῶν καλῶς δικάσαντος δίκην ὁ οὐρανὸς ἀσβέστους ἔνιφεν, ἀκράτορος δὲ ἐπιθυμίας τῆς ἐστειρωμένης τὰ καλὰ καὶ πεπηρωμένης πρὸς πάντα τὰ θέας ἄξια, ἣν ἀμπέλῳ παραβέβληκεν, οὐχὶ τῇ καρπῶν ἡμέρων μητρί, ἀλλὰ ἥτις πικρίας καὶ πονηρίας καὶ πανουργίας ὀργῆς τε καὶ θυμοῦ καὶ ἀκραχολωτάτων ἠθῶν οἰστικὴ γέγονε, δάκνουσα τὴν ψυχὴν ἔχεων καὶ ἀσπίδων τρόπον ἰοβόλων καὶ παντελῶς ἀνίατα."],["224","ὧν ἀποτροπὴν εὐχώμεθα γενέσθαι τὸν πάντα ἵλεω ποτνιώμενοι θεόν, ἵνα καὶ τὴν ἀγρίαν ταύτην ἄμπελον διολέσῃ καὶ τοῖς εὐνούχοις καὶ πᾶσιν ἀγόνοις ἀρετῆς ἀίδιον ψηφίσηται φυγήν, ἀντὶ δὲ τούτων ἥμερα μὲν ταῖς ψυχαῖς ἡμῶν δένδρα τὰ παιδείας ὀρθῆς ἐμφυτεύσῃ, γενναίους δὲ καὶ ἄρρενας ὡς ἀληθῶς καρποὺς καὶ λόγους χαρίσηται δυναμένους μὲν σπείρειν καλὰς πράξεις, δυναμένους δὲ συναύξειν ἀρετάς, ἱκανοὺς δὲ τὴν εὐδαιμονίας ἅπασαν συνέχειν καὶ διαφυλάττειν εἰς ἀεὶ συγγένειαν."]]] \ No newline at end of file diff --git a/lines/on-fugitives.json b/lines/on-fugitives.json new file mode 100644 index 0000000000000000000000000000000000000000..0496c11796f112abe1db7f517e885f9c2769e1c7 --- /dev/null +++ b/lines/on-fugitives.json @@ -0,0 +1 @@ +[[["1","| „Καὶ ἐκάκωσεν αὐτὴν Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς. εὗρε δὲ αὐτὴν ἄγγελος κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ Σούρ. καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου· παιδίσκη Σάρας, πόθεν ἔρχῃ, καὶ ποῦ πορεύῃ; καὶ εἶπεν· ἀπὸ προσώπου Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω. εἶπε δὲ αὐτῇ ὁ ἄγγελος κυρίου· ἀποστράφηθι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς. καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου· ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ, ὅτι ἐπήκουσε κύριος τῇ ταπεινώσει σου. οὗτος ἔσται ἀγροῖκος ἄνθρωπος· αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας καὶ αἱ χεῖρες πάντων ἐπ’ αὐτόν (Gen. 16, 6— 12, ομ. 10).”"],["2","εἰρηκότες ἐν τῷ προτέρῳ τὰ πρέποντα περὶ τῶν προπαιδευμάτων καὶ περὶ κακώσεως, ἑξῆς τὸν περὶ φυγάδων ἀναγράψομεν τόπον. μέμνηται γὰρ πολλαχοῦ τῶν ἀποδιδρασκόντων, καθάπερ καὶ νῦν φάσκων ἐπὶ τῆς Ἄγαρ, ὅτι κακωθεῖσα „ἀπέδρα ἀπὸ προσώπου τῆς κυρίας “."],["3","αἰτίας οὖν ἔγωγε τρεῖς εἶναι νομίζω φυγῆς, μῖσος, φόβον, αἰδῶ. μίσει μὲν οὖν καὶ γυναῖκες ἄνδρας καὶ ἄνδρες γυναῖκας ἀπολείπουσι, φόβῳ δὲ τοὺς γονεῖς παῖδες καὶ δεσπότας οἰκέται, αἰδοῖ δὲ τοὺς ἑταίρους, ὁπότε μὴ καθ’ ἡδονήν τι πράξειαν αὐτοῖς, οἱ φίλοι· ἤδη δὲ καὶ πατέρας οἶδα διὰ τὸ ἁβροδίαιτον αὐστηρὸν καὶ φιλόσοφον βίον παίδων ἐκτραπομένους καὶ δι’ αἰδῶ τὸν ἀγρὸν πρὸ τῆς πόλεως οἰκεῖν ἑλομένους."],["4","τῶν τριῶν τούτων αἰτιῶν ἔστιν εὑρεῖν ἐν ταῖς ἱεραῖς γραφαῖς ὑπομνήματα. ὁ γοῦν ἀσκητὴς Ἰακὼβ μίσει μὲν τὸν πενθερὸν Λάβαν, φόβῳ δὲ τὸν ἀδελφὸν Ἠσαῦ ἀποδιδράσκει, ὡς αὐτίκα παραστήσομεν."],["5","ἡ δ’ Ἄγαρ ἀπαλλάττεται δι’ αἰδῶ· σημεῖον δὲ τὸ ὑπαντᾶν αὐτῇ ἄγγελον, θεῖον λόγον, ἃ χρὴ παραινέσοντα καὶ ὑφηγησόμενον ἐπανόδου τῆς εἰς τὸν δεσποίνης οἶκον, ὃς καὶ θαρσύνων φησίν· „ἐπήκουσε κύριος τῇ ταπεινώσει σου “(Gen. 16, 11), ἣν οὔτε διὰ φόβον ἔσχες οὔτε διὰ μῖσος— τὸ μὲν γὰρ ἀγεννοῦς, τὸ δὲ φιλαπεχθήμονος πάθος ψυχῆς—, ἀλλ’ ἕνεκα τοῦ σωφροσύνης ἀπεικονίσματος, αἰδοῦς."],["6","εἰκὸς γὰρ ἦν, εἰ διὰ φόβον ἀπεδίδρασκε, τῇ τὸν φόβον ἐπανατειναμένῃ παρηγορῆσαι πρᾳοπαθεῖν· τηνικαῦτα γὰρ ἀσφαλὲς ἦν ἐπανέρχεσθαι τῇ φυγούσῃ, πρότερον δ’ οὔ. ἀλλὰ τῇ μὲν οὐδεὶς προεντυγχάνει ἅτε ἐξευμενισθείσῃ δι’ ἑαυτῆς, τὴν δὲ ὁ δι’ εὔνοιαν φίλος ὁμοῦ καὶ σύμβουλος ἔλεγχος διδάσκει μὴ αἰδεῖσθαι μόνον, ἀλλὰ καὶ εὐτολμίᾳ χρῆσθαι· ἥμισυ γὰρ ἀρετῆς εἶναι τὴν δίχα τοῦ θαρρεῖν αἰδῶ."],["7","Τοὺς μὲν οὖν ἀκριβεστέρους χαρακτῆρας ὁ ἑξῆς μηνύσει λόγος. ἐπανιτέον δ’ ἐπὶ τὰ προταθέντα κεφάλαια καὶ ἀρκτέον ἀπὸ τῶν μίσους χάριν ἀποδιδρασκόντων. „ἔκρυψε “γάρ φησιν „Ἰακὼβ Λάβαν τὸν Σύρον, τοῦ μὴ ἀπαγγεῖλαι αὐτῷ ὅτι ἀποδιδράσκει, καὶ ἀπέδρα αὐτὸς καὶ τὰ αὐτοῦ πάντα “(Gen. 31, 20. 21)."],["8","τίς οὖν αἰτία τοῦ μίσους; ποθεῖς γὰρ ἴσως δὴ τοῦτο μαθεῖν. εἰσί τινες οἱ τὴν ἄποιον καὶ ἀνείδεον καὶ ἀσχημάτιστον οὐσίαν θεοπλαστοῦντες, τὸ κινοῦν αἴτιον οὔτε εἰδότες οὔτε παρὰ τῶν εἰδότων μαθεῖν σπουδάσαντες, ἀγνοίᾳ δὲ καὶ ἀμαθίᾳ κεχρημένοι τοῦ καλλίστου μαθήματος, οὗ πρώτου καὶ μόνου τὴν ἐπιστήμην ἐκπονεῖν ἦν ἀναγκαῖον."],["9","ὁ Λάβαν τοῦ γένους ἐστὶ τούτου· τὴν γὰρ ἄσημον αὐτῷ ποίμνην οἱ χρησμοὶ προσνέμουσιν (Gen. 30, 42)· ἄσημος δὲ ἐν μὲν τοῖς ὅλοις ἡ ἄποιος ὕλη, ἐν ἀνθρώποις δὲ ἡ ἀμαθὴς ψυχὴ καὶ ἀπαιδαγώγητος."],["10","ἕτεροι δ’ εἰσὶ τῆς ἀμείνονος μοίρας, οἳ νοῦν ἔφασαν ἐλθόντα πάντα διακοσμῆσαι, τὴν ἐξ ὀχλοκρατίας ἐν τοῖς οὖσιν ἀταξίαν εἰς ἀρχῆς νομίμου, βασιλείας, τάξιν ἀγαγόντα. τοῦ θιάσου τούτου χορευτὴς Ἰακώβ ἐστιν, ὃς ἐπιστατεῖ τῆς ἐπισήμου ποικίλης ἀγέλης· ἐπίσημον δὲ πάλιν καὶ ποικίλον ἐν μὲν τοῖς ὅλοις τὸ εἶδος, ἐν δὲ ἀνθρώποις ἡ εὐπαίδευτος καὶ φιλομαθὴς διάνοια."],["11","πολλοῦ δὴ τοῦ φύσει κοινωνικοῦ σπάσας ὁ ἐπίσημος καὶ μοναρχίας ἀληθοῦς ἑταῖρος ἔρχεται πρὸς τὸν ἄσημον, ὑλικὰς μέν, ὡς εἶπον ἤδη, θεοπλαστοῦντα ἡγεμονίας, ἔξω δὲ τούτων δραστήριον μηδεμίαν νομίζοντα, διδάξων ὅτι οὐκ ὀρθογνωμονεῖ."],["12","γέγονέ τε γὰρ ὁ κόσμος καὶ πάντως ὑπ’ αἰτίου τινὸς γέγονεν· ὁ δὲ τοῦ ποιοῦντος λόγος αὐτός ἐστιν ἡ σφραγίς, ᾗ τῶν ὄντων ἕκαστον μεμόρφωται· παρὸ καὶ τέλειον τοῖς γινομένοις ἐξ ἀρχῆς παρακολουθεῖ τὸ εἶδος, ἅτε ἐκμαγεῖον καὶ εἰκὼν τελείου λόγου."],["13","τὸ γὰρ γενόμενον ζῷον ἀτελὲς μέν ἐστι τῷ ποσῷ— μάρτυρες δὲ αἱ καθ’ ἡλικίαν ἑκάστην παραυξήσεις—, τέλειον δὲ τῷ ποιῷ· μένει γὰρ ἡ αὐτὴ ποιότης ἅτε ἀπὸ μένοντος ἐκμαγεῖσα καὶ μηδαμῇ τρεπομένου θείου λόγου."],["14","ὁρῶν δ’ ὅτι πρὸς μάθησιν καὶ νόμιμον ἐπιστασίαν κεκώφωται, δρασμὸν εἰκότως βουλεύεται· δέδιε γάρ, μὴ πρὸς τῷ μηδὲν ἰσχῦσαι ὀνῆσαι ἔτι καὶ ζημιωθῇ. βλαβεραὶ γὰρ αἱ μετὰ ἀνοήτων συνουσίαι, καὶ ἄκουσα πολλάκις ἡ ψυχὴ τῆς ἐκείνων φρενοβλαβείας ἀπομάττεται τὰ εἴδωλα· καὶ ὄντως ἐστὶν ἐχθρὸν φύσει παιδεία ἀπαιδευσίᾳ καὶ φιλοπονία ἀμελετησίᾳ."],["15","παρὸ καὶ φωνὴν αἱ ἀσκητικαὶ δυνάμεις ἀφεῖσαι κεκράγασι τὰς αἰτίας τοῦ μίσους παραδιηγούμεναι· „μὴ ἔστιν ἡμῖν ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν; οὐχ ὡς ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακε γὰρ ἡμᾶς καὶ κατέφαγε καταβρώσει τὸ ἀργύριον ἡμῶν. πᾶς ὁ πλοῦτος καὶ ἡ δόξα, ἣν ἀφείλετο ὁ θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν “(Gen. 31, 14— 16)."],["16","ἐλεύθεραι γὰρ καὶ τοῖς ὀνόμασι καὶ τοῖς ἐνθυμήμασιν οὐδένα τῶν ἀφρόνων νομίζουσι πλούσιον ἢ ἔνδοξον εἶναι, πάντας δ’, ὡς ἔπος εἰπεῖν, ἀδόξους καὶ πένητας, κἂν βασιλέων πολυχρύσων τύχας ὑπερβάλλωσιν. οὐ γάρ φασι τὸν πλοῦτον τοῦ πατρός, ἀλλὰ τὸν ἀφαιρεθέντα πλοῦτον, οὐδὲ τὴν ἐκείνου δόξαν, ἀλλὰ τὴν ἀφαιρεθεῖσαν αὐτοῦ δόξαν σχήσειν."],["17","ἐστέρηται δ’ ὁ φαῦλος τοῦ ἀληθινοῦ πλούτου καὶ τῆς ἀψευδοῦς εὐδοξίας· τὰ γὰρ ἀγαθὰ ταῦτα φρόνησις καὶ σωφροσύνη καὶ αἱ συγγενεῖς περιποιοῦσι διαθέσεις, ὧν αἱ φιλάρετοι ψυχαὶ κληρονομοῦσιν. οὐοῦν οὐ"],["18","τὰ προσόντα τῷ μοχθηρῷ, τὰ δ’ ὧν ἐκεῖνος ἐστέρηται περιουσία καὶ εὔκλεια τοῖς ἀστείοις ἐστίν· ἐστέρηται δὲ ἀρετῶν, αἳ δὴ κτήματα τῶνδε γεγόνασιν, ἵνα καὶ τὸ ἑτέρωθι λεχθὲν συνᾴδῃ· „τὰ βδελύγματα Αἰγύπτου θύσομεν κυρίῳ τῷ θεῷ “(Exod. 8, 26)· τέλεια γὰρ καὶ ἄμωμα ἱερεῖα αἱ ἀρεταὶ καὶ αἱ κατὰ ἀρετὰς πράξεις, ἃς τὸ φιλοπαθὲς Αἰγύπτιον βδελύττεται σῶμα."],["19","καθάπερ γὰρ ἐνταῦθα φυσικῶς τὰ βέβηλα παρ’ Αἰγυπτίοις ἱερὰ παρὰ τοῖς ὀξὺ καθορῶσι λέγεται καὶ πάντα θύεται, τὸν αὐτὸν τρόπον καὶ ὧν ἐστέρηται καὶ ἀφῄρηται πᾶς ἄφρων, τούτων κληρονόμος ἔσται ὁ καλοκἀγαθίας ἑταῖρος· ταῦτα δέ ἐστι δόξα ἀληθὴς ἐπιστήμης ἀδιαφοροῦσα καὶ πλοῦτος οὐχ ὁ τυφλός, ἀλλ’ ὁ τῶν ὄντων ὀξυδερκέστατος, ὃς οὐδὲν παραδέχεται νόμισμα κίβδηλον, ἀλλ’ οὐδ’ ἄψυχον τὸ παράπαν, εἰ καὶ δόκιμον εἴη."],["20","προσηκόντως οὖν ἀποδράσεται τὸν τῶν θείων ἀγαθῶν ἀμέτοχον, ὃς καὶ ἐν οἷς ἕτερον αἰτιᾶται διαβάλλων ἑαυτὸν λέληθεν, ἐπειδὰν φῇ· „εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε “(Gen. 31, 27). αὐτὸ γὰρ τοῦτο φυγῆς ἦν ἄξιον, εἰ μυρίων δεσποτῶν δοῦλος ὤν, ἐπιμορφάζων ἀρχὴν καὶ ἡγεμονίαν, ἐλευθερίαν ἄλλοις ἐκήρυττες."],["21","ἐγὼ δέ, φησί, τῆς ἐπ’ ἀρετὴν ἀγούσης ὁδοῦ συνεργὸν ἄνθρωπον οὐκ ἔλαβον, ἀλλ’ ὑπήκουσα χρησμῶν θείων κελευόντων ἐνθένδε ἀπαίρειν, οἳ καὶ μέχρι νῦν με ποδηγετοῦσι. πῶς δ’ ἄν με ἐξαπέστειλας;"],["22","ἤ, ὡς σεμνολογούμενος διεξῄεις, μετ’ εὐφροσύνης τῆς ἐμοὶ λυπηρᾶς καὶ μουσικῶν ἀμούσων καὶ τυμπάνων καὶ κτύπων ἀνάρθρων καὶ ἀλόγων πληγὰς ἐμφορούντων ψυχῇ δι’ ὤτων καὶ μετὰ κιθάρας (ibid.), ἀλύρων καὶ ἀναρμόστων οὐκ ὀργάνων μᾶλλον ἢ τῶν κατὰ τὸν βίον πράξεων; ἀλλὰ γὰρ ταῦτ’ ἐστὶν ὧν ἕνεκα φυγὴν ἐβούλευσα, σὺ δ’, ὡς ἔοικεν, ἀντισπάσματά μου τῆς φυγῆς ἐπενόεις, ἵνα παλινδρομήσω διὰ τὸ ἀπατηλὸν καὶ εὐπαράγωγον φύσει τῶν αἰσθήσεων, αἷς μόλις ἴσχυσα ἐπιβῆναι."],["23","Μῖσος μὲν δὴ τοῦ λεχθέντος δρασμοῦ γέγονεν αἴτιον, φόβος δὲ τοῦ λεχθησομένου. „εἶπε “γάρ φησι „Ῥεβέκκα πρὸς Ἰακώβ· ἰδού, Ἠσαῦ ὁ ἀδελφός σου ἀπειλεῖ σοι ἀποκτεῖναί σε. νῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς φωνῆς καὶ ἀναστὰς ἀπόδραθι πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαρρὰν καὶ οἴκησον μετ’ αὐτοῦ ἡμέρας τινάς, ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου, καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτῷ· καὶ ἀποστείλασα μεταπέμψομαί σε ἐκεῖθεν “(Gen. 27, 42— 45)."],["24","ἄξιον γὰρ δεδιέναι, μὴ τὸ χεῖρον τῆς ψυχῆς μέρος ἐξ ἐνέδρας λοχῆσαν ἢ καὶ ἐκ τοῦ φανεροῦ κονισάμενον ἀνατρέψῃ καὶ καταβάλῃ τὸ κρεῖττον. συμβουλὴ δ’ ἀρίστη τῆς ὀρθογνώμονος ἐπιμονῆς, Ῥεβέκκας ἥδε·"],["25","ἐπειδὰν ἴδῃς, φησί, τὸν φαῦλον πολὺν ῥέοντα κατὰ ἀρετῆς καὶ ὧν ἀλογεῖν προσῆκε πολὺν λόγον ἔχοντα, πλούτου, δόξης, ἡδονῆς, καὶ τἀδικεῖν ἐπαινοῦντα ὡς αἴτιον ἑκάστου τῶν εἰρημένων— πολυαργύρους γὰρ καὶ πολυχρύσους καὶ ἐνδόξους τοὺς ἀδικοῦντας μάλιστα γίνεσθαι—, μὴ τὴν ἐναντίαν ὁδὸν τραπόμενος εὐθὺς ἀχρηματίαν καὶ ἀτυφίαν αὐστηρόν τε καὶ μονωτικὸν βίον ἐπιτηδεύσῃς· ἀνερεθίσεις γὰρ τὸν ἀντίπαλον καὶ βαρύτερον ἐχθρὸν ἀλείψεις κατὰ σεαυτοῦ. τί ἂν οὖν ἐργασάμενος ἐκφύγῃς τὰ παλαίσματ’ αὐτοῦ, σκόπει."],["26","συνενέχθητι τοῖς αὐτοῖς, οὐκ ἐπιτηδεύμασι λέγω, τοῖς δὲ τῶν εἰρημένων ποιητικοῖς, τιμαῖς, ἀρχαῖς, ἀργύρῳ, χρυσῷ, κτήμασι, χρώμασι, σχήμασι διαφόροις, κάλλεσι, καὶ ὅταν ἐντύχῃς, οἷα δημιουργὸς ἀγαθὸς εἶδος ἄριστον ταῖς ὑλικαῖς οὐσίαις ἐγχάραξον καὶ ἐπαινετὸν ἀποτέλεσον ἔργον."],["27","ἢ οὐκ οἶδας, ὅτι ναῦν ἰδιώτης μὲν παραλαβὼν σῴζεσθαι δυναμένην ἀνατρέπει, κυβερνητικὸς δὲ ἀνὴρ καὶ τὴν ἀπολλυμένην πολλάκις ἔσωσε, καὶ τῶν καμνόντων οἱ μὲν ἀπειρίᾳ τῶν θεραπευόντων χρησάμενοι σφαλερῶς τὰ σώματα ἔσχον, οἱ δὲ ἐμπειρίᾳ καὶ τὰς σφαλερὰς νόσους ἀπέφυγον; καὶ τί δεῖ μηκύνειν; ἀεὶ γὰρ τὰ μετὰ τέχνης ἔλεγχός ἐστι τῶν σὺν ἀτεχνίᾳ γινομένων, καὶ ὁ τούτων ἀληθὴς ἔπαινος ἀψευδὴς ἐκείνων ἐστὶ κατηγορία."],["28","ἐὰν οὖν θέλῃς διελέγξαι τὸν πολυχρήματον φαῦλον, μὴ ἀποστραφῇς τὴν ἐν χρήμασι περιουσίαν. ὁ μὲν γὰρ ἢ ἀνελεύθερος καὶ δουλοπρεπὴς ὀβολοστάτης καὶ τοκογλύφος, βαρυδαίμων ἀνήρ, ἀναφανεῖται ἢ ἔμπαλιν ἄσωτος πεφορημένος, λαφύττειν καὶ σπαθᾶν ἑτοιμότατος, ἑταιρῶν καὶ πορνοτρόφων καὶ μαστροπῶν καὶ παντὸς ἀκολάστου θιάσου χορηγὸς φιλοτιμότατος."],["29","σὺ δὲ ἔρανον παρέξεις πένησι φίλων, χαριεῖ δωρεὰς τῇ πατρίδι, συνεκδώσεις θυγατέρας ἀπόροις γονεῦσιν αὐταρκεστάτην προῖκα ἐπιδούς, μονονοὺκ εἰς μέσον προθεὶς τὰ ἴδια καλέσεις ἐπὶ μετουσίαν ἅπαντας τοὺς ἀξίους χάριτος."],["30","τὸν αὐτὸν μέντοι τρόπον καὶ δοξομανοῦντα καὶ ἐπικομπάζοντα βουληθεὶς ὀνειδίσαι μοχθηρόν, δυνηθεὶς ἔντιμος εἶναι μὴ ἀποστραφῇς τὸν παρὰ τοῖς πολλοῖς ἔπαινον· οὕτως γὰρ τὸν μακρὰ βαίνοντα καὶ φρυαττόμενον ἄθλιον ὑποσκελιεῖς. ὁ μέν γε τῷ ἐπιφανεῖ καταχρήσεται πρὸς ὕβριν καὶ ἀτιμίαν ἀμεινόνων ἑτέρων, αὔξων τοὺς χείρους ἐπ’ αὐτοῖς· σὺ δὲ ἔμπαλιν τοῖς ἀξίοις ἅπασι μεταδώσεις τῆς εὐκλείας, ἀσφάλειαν μὲν περιποιῶν τοῖς ἀγαθοῖς, βελτιῶν δὲ τοὺς χείρους νουθεσίᾳ."],["31","κἂν ἐπ’ ἄκρατον μέντοι καὶ πολυτελεῖς τραπέζας ἴῃς, θαρρῶν ἴθι· τὸν γὰρ ἀκράτορα αἰσχυνεῖς διὰ τῆς σεαυτοῦ δεξιότητος. ὁ μὲν γὰρ πεσὼν ἐπὶ γαστέρα καὶ πρὸ τοῦ στόματος τὰς ἀπλήστους διοίξας ἐπιθυμίας ἀκόσμως ἐμφορήσεται καὶ τὰ τοῦ πλησίον ἐπισπάσεται καὶ πάντ’ ἐπιλιχμώμενος οὐκ ἐρυθριάσει· καὶ διακορὴς ἐδωδῆς ἐπειδὰν γένηται, χανδόν, ὡς οἱ ποιηταὶ λέγουσι, πίνων γέλωτα καὶ χλεύην παρέξει τοῖς ὁρῶσι."],["32","σὺ δ’ ἄνευ μὲν ἀνάγκης χρήσῃ τοῖς μετρίοις, ἐὰν δέ που βιασθῇς εἰς πλειόνων ἀπόλαυσιν ἐλθεῖν, λογισμὸν τῆς ἀνάγκης ἐπιστήσας ἡγεμόνα τὴν ἡδονὴν εἰς ἀηδίαν οὐδέποτε ἐκτρέψεις, ἀλλ’, εἰ χρὴ τὸν τρόπον εἰπεῖν τοῦτον, νηφάλια μεθυσθήσῃ."],["33","μέμψαιτ’ ἂν οὖν δεόντως ἡ ἀλήθεια τοῖς ἀνεξετάστως ἀπολείπουσι τὰς ἐν τῷ πολιτικῷ βίῳ πραγματείας καὶ πορισμοὺς καὶ δόξης καὶ ἡδονῆς καταπεφρονηκέναι λέγουσιν. ἀλαζονεύονται γάρ, οὐ καταφρονοῦσι, τὸ ῥυπᾶν καὶ σκυθρωπάζειν αὐστηρῶς τε καὶ αὐχμηρῶς ἀποζῆν δελέατα προτιθέντες, ὡς δὴ κοσμιότητος καὶ σωφροσύνης καὶ καρτερίας ἐρασταί."],["34","τοὺς δ’ ἀκριβεστέρους ἀπατᾶν οὐ δύνανται διακύπτοντας εἴσω καὶ μὴ τοῖς ἐν ἐμφανεῖ παραγομένους. ταῦτα γὰρ προκαλύμματα ὄντα ἑτέρων ἀναστείλαντες, τὰ ἐναποκείμενα ἔνδον, ὁποῖα ἄττα τὴν φύσιν ἐστίν, ἐθεάσαντο καί, εἰ μὲν εἴη καλά, ἐθαύμασαν, εἰ δὲ αἰσχρά, ἐχλεύασαν καὶ τῆς ὑποκρίσεως ἐμίσησαν."],["35","λέγωμεν οὖν τοῖς τοιούτοις· τὸν ἄμικτον καὶ ἀκοινώνητον μονότροπόν τε καὶ μονωτικὸν βίον ζηλοῦτε; τί γὰρ τῶν ἐν κοινωνίᾳ καλῶν προεπεδείξασθε; ἀργυρισμὸν ἀποστρέφεσθε; γενόμενοι γὰρ χρηματισταὶ δικαιοπραγεῖν ἠθελήσατε; τῶν γαστρὸς καὶ μετὰ γαστέρα ἡδονῶν ἐπιμορφάζοντες ἀλογεῖν, ἡνίκα τὰς εἰς ταῦτα ἀφθόνους ὕλας εἴχετε, ἐμετριάσατε; δόξης καταφρονεῖτε; γενόμενοι γὰρ ἐν τιμαῖς ἀτυφίαν ἠσκήσατε; πολιτείαν ἐγελάσατε ὑμεῖς, ἴσως ὡς χρήσιμόν ἐστι τὸ πρᾶγμα οὐ κατανοήσαντες."],["36","πρότερον οὖν ἐγγυμνάσασθε καὶ προεμμελετήσατε τοῖς τοῦ βίου πράγμασιν ἰδίοις τε καὶ κοινοῖς καὶ γενόμενοι πολιτικοί τε καὶ οἰκονομικοὶ δι’ ἀδελφῶν ἀρετῶν, οἰκονομικῆς τε καὶ πολιτικῆς, κατὰ πολλὴν περιουσίαν τὴν εἰς ἕτερον καὶ ἀμείνω βίον ἀποικίαν στείλασθε· τὸν γὰρ πρακτικὸν τοῦ θεωρητικοῦ βίου, προάγωνά τινα ἀγῶνος τελειοτέρου, καλὸν πρότερον διαθλῆσαι. οὕτως τὴν ὄκνου καὶ ἀργίας κατηγορίαν ἀποδράσεσθε."],["37","οὕτως καὶ τοῖς Λευίταις τὰ μὲν ἔργα ἐπιτελεῖν ἄχρι πεντηκονταετίας διείρηται (Num. 4, 30 ss.), ἀπαλλαγεῖσι δὲ τῆς πρακτικῆς ὑπηρεσίας σκοπεῖν ἕκαστα καὶ θεωρεῖν, τῆς ἐν τῷ πρακτικῷ βίῳ κατορθώσεως γέρας λαβόντας ἕτερον βίον, ὃς ἐπιστήμῃ καὶ θεωρίᾳ μόνῃ χαίρει."],["38","καὶ ἄλλως ἀναγκαῖον, τοὺς τῶν θείων ἀξιοῦντας μεταποιεῖσθαι δικαίων τὰ ἀνθρώπεια πρότερον ἐκπληρῶσαι· πολλὴ γὰρ εὐήθεια τῶν μειζόνων ὑπολαμβάνειν ἐφίξεσθαι ἀδυνατοῦντας τῶν ἐλαττόνων περιγίνεσθαι. γνωρίσθητε οὖν πρότερον τῇ κατ’ ἀνθρώπους ἀρετῇ, ἵνα καὶ τῇ πρὸς θεὸν συσταθῆτε. τοιαῦτα ὑφηγεῖται τῷ ἀσκητικῷ ἡ ὑπομονή,"],["39","τὰς δὲ λέξεις ἀκριβωτέον. „ἰδοὺ “φησίν „Ἠσαῦ ὁ ἀδελφός σου ἀπειλεῖ σοι “— ἀλλ’ οὐχ ὁ δρύινος καὶ ὑπ’ ἀμαθίας ἀπειθὴς τρόπος, ὄνομα Ἠσαῦ, ἐγκότως ἔχει καὶ τὰ τῆς θνητῆς ζωῆς προτείνων ἐπ’ ὀλέθρῳ δελέατα, χρήματα, δόξαν, ἡδονάς, τὰ συγγενῆ τούτοις, κατὰ σοῦ φονᾷ;— σὺ δέ, ὦ τέκνον, ἀπόδραθι τὸν ἐν τῷ παρόντι ἀγῶνα· οὔπω γὰρ εἰς τὸ παντελὲς ἐπιδέδωκέ σοι τὰ τῆς ῥώμης, ἀλλ’ ἔτι οἷα παιδὸς οἱ ψυχικοὶ τόνοι μαλθακώτεροι."],["40","διὸ καὶ τέκνον αὐτὸν προσεῖπε, τὸ δ’ ἐστὶν εὐνοίας καὶ ἡλικίας ὄνομα ἐν ταὐτῷ· τὸν γὰρ ἀσκητικὸν τρόπον καὶ νέον παρὰ τὸν τέλειον καὶ φιλίας ἄξιον εἶναι τίθεμεν. ὁ δὲ τοιοῦτος ἱκανὸς μέν ἐστι τὰ προτιθέμενα παισὶν ἆθλα ἄρασθαι, τὰ δὲ ἀνδράσιν οὐδέπω δυνατός· ἀνδρῶν δὲ ἄριστον ἆθλον ἡ θεοῦ μόνου θεραπεία."],["41","τοιγαροῦν ἐπειδὰν μήπω τελείως καθαρθέντες, δόξαντες δὲ αὐτὸ μόνον ἐκνίψασθαι τὰ καταρρυπαίνοντα ἡμῶν τὸν βίον, ἐπ’ αὐλὰς τῆς θεραπείας ἀφικώμεθα, θᾶττον ἢ προσελθεῖν ἀπεπηδήσαμεν, τὴν αὐστηρὰν δίαιταν αὐτῆς καὶ τὴν ἄυπνον θρησκείαν καὶ τὸν συνεχῆ καὶ ἀκάματον πόνον οὐκ ἐνεγκόντες."],["42","ἀποφεύγετε οὖν ἐν τῷ παρόντι καὶ τὸ κάκιστον καὶ τὸ ἄριστον, κάκιστον μὲν τὸ μυθικὸν πλάσμα, τὸ ἄμετρον καὶ ἐκμελὲς ποίημα, τὸ ὑπ’ ἀμαθίας σκληρὸν καὶ δρύινον ὄντως νόημα καὶ πεῖσμα, ὧν Ἠσαῦ ἐπώνυμος, ἄριστον δὲ τὸ ἀνάθημα· τὸ γὰρ θεραπευτικὸν γένος ἀνάθημά ἐστι θεοῦ, ἱερώμενον τὴν μεγάλην ἀρχιερωσύνην αὐτῷ μόνῳ."],["43","τὸ μὲν γὰρ συνδιατρίβειν κακῷ βλαβερώτατον, τὸ δὲ ἀγαθῷ τελείῳ σφαλερώτατον. ὁ γοῦν Ἰακὼβ καὶ τὸν Ἠσαῦ ἀποδιδράσκει καὶ τῶν γονέων διοικίζεται· ἀσκητικὸς γὰρ ὢν καὶ ἔτι διαθλῶν φεύγει μὲν κακίαν, ἀρετῇ δὲ τελείᾳ καὶ αὐτομαθεῖ συζῆν ἀδυνατεῖ."],["44","διόπερ ἀποδημήσει πρὸς Λάβαν, οὐ τὸν Σύρον, ἀλλὰ τὸν ἀδελφὸν τῆς μητρός, τὸ δ’ ἐστὶν εἰς τὰς τοῦ βίου λαμπρότητας ἀφίξεται· λευκὸς γὰρ ἑρμηνεύεται Λάβαν. ἀφικόμενος δὲ οὐχ ὑψαυχενήσει, φυσώμενος ταῖς τυχηραῖς εὐπραγίαις· μεταληφθεὶς γὰρ ὁ Σύρος ἐστὶ μετέωρος. νυνὶ δὲ τοῦ Σύρου Λάβαν οὐχὶ μέμνηται, τοῦ δὲ Ῥεβέκκας ἀδελφοῦ."],["45","αἱ γὰρ κατὰ τὸν βίον ὗλαι φαύλῳ μὲν παραδοθεῖσαι μετέωρον ἐξαίρουσι τὸν κενὸν φρονήσεως νοῦν, ὅστις ὠνόμασται Σύρος, ἐραστῇ δὲ παιδείας ἐπιμένοντι τοῖς καλοκἀγαθίας σταθερῶς καὶ παγίως δόγμασιν*** οὗτός ἐστιν ὁ Ῥεβέκκας ἀδελφός, τῆς ἐπιμονῆς· οἰκεῖ δὲ τὴν Χαρράν, ἣ μεταληφθεῖσά εἰσι τρῶγλαι, σύμβολον τῶν αἰσθήσεων· ὁ γὰρ ἔτι χορεύων ἐν τῷ θνητῷ βίῳ χρεῖος τῶν αἰσθήσεων ὀργάνων ἐστίν."],["46","„οἴκησον οὖν “φησίν „ὦ τέκνον, μετ’ αὐτοῦ “μὴ τὸν ἅπαντα αἰῶνα, ἀλλ’ „ἡμέρας τινάς “(Gen. 27, 44), τοῦτο δ’ ἐστὶ τὴν τῶν αἰσθήσεων χώραν κατάμαθε, γνῶθι σαυτὸν καὶ τὰ σαυτοῦ μέρη, τί τε ἕκαστον καὶ πρὸς τί γέγονε καὶ πῶς ἐνεργεῖν πέφυκε καὶ τίς ὁ τὰ θαύματα κινῶν καὶ νευροσπαστῶν ἀόρατος ἀοράτως εἴτε ὁ ἐν σοὶ νοῦς εἴτε ὁ τῶν συμπάντων."],["47","ἐπειδὰν δὲ σαυτὸν ἐξετάσῃς, καὶ τὰ ἴδια τοῦ Λάβαν ἀκρίβωσον, τὰς τῆς κενῆς δόξης λαμπρὰς νομιζομένας εὐπραγίας, ὑφ’ ὧν μηδεμιᾶς ἁλῷς, πάσας δ’ οἷα ἀγαθὸς δημιουργὸς τεχνικῶς ταῖς οἰκείαις ἐφάρμοσον χρείαις. ἐὰν γὰρ ἐπιδείξῃ γενόμενος ἐν τῷ πολιτικῷ καὶ πεφυρμένῳ τούτῳ βίῳ σταθερὸν καὶ εὐπαίδευτον ἦθος, μεταπέμψομαί σε ἐκεῖθεν (Gen. 27, 45), ἵνα τύχῃς οὗπερ καὶ οἱ σοὶ γονεῖς ἄθλου. τὸ δ’ ἆθλόν ἐστιν ἡ ἀκλινὴς καὶ ἀνένδοτος"],["48","τοῦ μόνου θεραπεία σοφοῦ. τὰ δ’ ὅμοια καὶ ὁ πατὴρ ὑφηγεῖται, μικρὰ προσθείς· λέγει γάρ· „ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν εἰς τὸν οἶκον Βαθουήλ, τοῦ πατρὸς τῆς μητρός σου, καὶ λάβε ἐκεῖθεν σαυτῷ γυναῖκα ἐκ τῶν θυγατέρων Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρός σου “(Gen. 28, 2)."],["49","πάλιν καὶ οὗτος οὐ Σύρον εἶπε τὸν Λάβαν, ἀλλὰ Ῥεβέκκας ἀδελφόν, μέλλοντα κατ’ ἐπιγαμίαν τῷ ἀσκητῇ κῆδος συνάπτειν. „ἀπόδραθι οὖν εἰς τὴν Μεσοποταμίαν, “τουτέστιν εἰς μέσον τὸν χειμάρρουν ποταμὸν τοῦ βίου, καὶ μὴ ἐπικλυσθεὶς ἐγκαταποθῇς, στηριχθεὶς δὲ βιαιοτάτην ἄνωθεν καὶ ἑκατέρωθεν καὶ πανταχόθεν ἐπικυματίζουσαν φορὰν τῶν πραγμάτων σθεναρῶς ἀπώθει."],["50","τὸν γὰρ σοφίας οἶκον εὔδιον καὶ γαληνὸν λιμένα εὑρήσεις, ὃς ἐνορμιζόμενόν σε ῥᾳδίως ὑποδέξεται· σοφίας δὲ ὄνομα Βαθουὴλ ἐν χρησμοῖς ᾄδεται, τοῦτο δὲ μεταληφθὲν θυγάτηρ θεοῦ προσαγορεύεται, καὶ γνησία γε θυγάτηρ καὶ ἀειπάρθενος, ἀψαύστου καὶ ἀμιάντου φύσεως ἐπιλαχοῦσα διά τε τὴν ἑαυτῆς κοσμιότητα καὶ διὰ τὸ ἀξίωμα τοῦ γεννήσαντος."],["51","πατέρα δὲ τῆς Ῥεβέκκας Βαθουὴλ εἶπε. καὶ πῶς ἥ γε θυγάτηρ τοῦ θεοῦ, σοφία, λέγοιτ’ ἂν ἐνδίκως εἶναι πατήρ; ἢ διότι ὄνομα μὲν θῆλυ σοφίας ἐστίν, ἄρρεν δὲ ἡ φύσις; καὶ γὰρ αἱ ἀρεταὶ πᾶσαι προσρήσεις μὲν ἔχουσι γυναικῶν, δυνάμεις δὲ καὶ πράξεις ἀνδρῶν τελειοτάτων· ἐπειδὴ τὸ μετὰ τὸν θεόν, κἂν εἰ τῶν ἄλλων ἁπάντων πρεσβύτατον εἴη, δευτέραν ἔχον χώραν θῆλυ ὡς ἂν παρὰ ἄρρεν τὸ τὰ ὅλα ποιοῦν ἐλέχθη κατὰ τὴν πρὸς τἄλλα ὁμοιότητα· ἀεὶ γὰρ προνομίαν τοῦ ἄρρενος ἔχοντος ἐνδεῖ καὶ ὑστερίζει τὸ θῆλυ."],["52","λέγωμεν οὖν μηδὲν τῆς ἐν τοῖς ὀνόμασι διαφορᾶς φροντίσαντες τὴν θυγατέρα τοῦ θεοῦ σοφίαν ἄρρενά τε καὶ πατέρα εἶναι, σπείροντα καὶ γεννῶντα ἐν ψυχαῖς μάθησιν, παιδείαν, ἐπιστήμην, φρόνησιν, καλὰς καὶ ἐπαινετὰς πράξεις. ἐνθένδε ὁ ἀσκητὴς Ἰακὼβ μνᾶται γάμον ἑαυτῷ· πόθεν γὰρ ἄλλοθεν ἢ ἐκ τοῦ σοφίας οἴκου κοινωνὸν εὑρήσει γνώμην ἀνεπίληπτον, ᾗ πάντα συνδιατρίψει τὸν αἰῶνα;"],["53","Λελάληκε δ’ ἀκριβέστερον περὶ φυγῆς, ἡνίκα τὸν ἐπὶ τοῖς ἀνδροφόνοις ἐτίθει νόμον, ἐν ᾧ πάντ’ ἐπεξῆλθε τὰ εἴδη, τὸ ἑκουσίου φόνου, τὸ ἀκουσίου, τὸ ἐπιθέσεως, τὸ βουλεύσεως. λέγε τὸν νόμον· „ἐὰν πατάξῃ τίς τινα καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω· ὁ δὲ οὐχ ἑκών, ἀλλ’ ὁ θεὸς παρέδωκεν αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, δώσω σοι τόπον, οὗ φεύξεται ὁ φονεύσας. ἐὰν δέ τις ἐπιθῆται τῷ πλησίον ἀποκτεῖναι αὐτὸν δόλῳ καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου λήψῃ αὐτὸν θανατῶσαι “(Exod. 21, 12— 14)."],["54","σαφῶς εἰδώς, ὅτι περιττὸν ὄνομα οὐδὲν τίθησιν, ὑπὸ τῆς τοῦ πραγματολογεῖν ἀμυθήτου φορᾶς ἠπόρουν κατ’ ἐμαυτόν, διὰ τί τὸν ἑκουσίως κτείναντα οὐκ εἶπε θανατοῦσθαι μόνον, ἀλλὰ θανάτῳ θανατοῦσθαι· τίνι γὰρ ἄλλῳ ὁ ἀποθνῄσκων ἢ θανάτῳ τελευτᾷ;"],["55","φοιτήσας οὖν παρὰ γυναῖκα σοφήν, ᾗ σκέψις ὄνομα, τοῦ ζητεῖν ἀπηλλάγην· ἐδίδαξε γάρ με, ὅτι καὶ ζῶντες ἔνιοι τεθνήκασι καὶ τεθνηκότες ζῶσι. τοὺς μέν γε φαύλους ἄχρι γήρως ὑστάτου παρατείνοντας νεκροὺς ἔλεγεν εἶναι τὸν μετ’ ἀρετῆς βίον ἀφῃρημένους, τοὺς δὲ ἀστείους, κἂν τῆς πρὸς σῶμα κοινωνίας διαζευχθῶσι, ζῆν εἰσαεί, ἀθανάτου μοίρας ἐπιλαχόντας."],["56","ἐπιστοῦτο μέντοι καὶ χρησμοῖς τὸν ἑαυτῆς λόγον, ἑνὶ μὲν τοιῷδε· „οἱ προσκείμενοι κυρίῳ τῷ θεῷ, ζῆτε πάντες ἐν τῇ σήμερον “(Deut. 4, 4)— τοὺς γὰρ πρόσφυγας καὶ ἱκέτας τοῦ θεοῦ μόνους ζῶντας οἶδε, νεκροὺς δὲ τοὺς ἄλλους· ἐκείνοις δ’, ὡς ἔοικε, καὶ ἀφθαρσίαν μαρτυρεῖ διὰ τοῦ προσθεῖναι „ζῆτε ἐν τῇ σήμερον “."],["57","σήμερον δ’ ἐστὶν ὁ ἀπέρατος καὶ ἀδιεξίτητος αἰών· μηνῶν γὰρ καὶ ἐνιαυτῶν καὶ συνόλως χρόνων περίοδοι δόγματα ἀνθρώπων εἰσὶν ἀριθμὸν ἐκτετιμηκότων· τὸ δ’ ἀψευδὲς ὄνομα αἰῶνος ἡ σήμερον. ἥλιος γὰρ οὐκ ἀλλαττόμενος ὁ αὐτός ἐστιν ἀεί, ποτὲ μὲν ὑπὲρ γῆς ποτὲ δὲ ὑπὸ γῆν ἰών, παρ’ ὃν ἡμέρα καὶ νύξ, τὰ αἰῶνος μέτρα, διεκρίθησαν—,"],["58","ἑτέρῳ δ’ ἐπιστοῦτο τοιῷδε χρησμῷ· „ἰδοὺ δέδωκα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν “(Deut. 30, 15.)— οὐκοῦν, ὦ πάνσοφε, τὸ μὲν ἀγαθὸν καὶ ἡ ἀρετή ἐστιν ἡ ζωή, τὸ δὲ κακὸν καὶ ἡ κακία ὁ θάνατος—· καὶ ἐν ἑτέροις· „αὕτη ἡ ζωή σου καὶ ἡ μακρότης τῶν ἡμερῶν, ἀγαπᾶν κύριον τὸν θεόν σου. “(Deut. 30, 20). ὅρος ἀθανάτου βίου κάλλιστος οὗτος, ἔρωτι καὶ φιλίᾳ θεοῦ ἀσάρκῳ καὶ ἀσωμάτῳ κατεσχῆσθαι."],["59","οὕτως οἱ μὲν ἱερεῖς Ναδὰβ καὶ Ἀβιούδ, ἵνα ζήσωσιν, ἀποθνῄσκουσιν θνητῆς ζωῆς ἄφθαρτον ἀντικαταλλαττόμενοι βίον καὶ ἀπὸ τοῦ γενομένου πρὸς τὸ ἀγένητον μετανιστάμενοι· ἐφ’ ὧν τὰ σύμβολα τῆς ἀφθαρσίας ᾄδεται, ὅτι ἐτελεύτησαν ἐνώπιον κυρίου (Lev. 10, 2), τουτέστιν ἔζησαν· νεκρὸν γὰρ οὐ θέμις εἰς ὄψιν ἐλθεῖν τοῦ θεοῦ. καὶ πάλιν τοῦτό ἐστιν ὃ εἶπε κύριος· „ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι “(Lev. 10, 3), „νεκροὶ δ’, “ὡς καὶ ἐν ὕμνοις λέγεται, „οὐκ αἰνέσουσι κύριον “(Psalm 113, 25)·"],["60","ζώντων γὰρ τὸ ἔργον. Κάιν δ’ ὁ ἐναγὴς καὶ ἀδελφοκτόνος οὐδαμοῦ τῆς νομοθεσίας ἀποθνῄσκων εὑρίσκεται, ἀλλὰ καὶ λόγιόν ἐστιν ἐπ’ αὐτῷ χρησθὲν τοιοῦτον· „ἔθετο κύριος ὁ θεὸς τῷ Κάιν σημεῖον, τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα “(Gen. 4, 15). διὰ τί;"],["61","ὅτι, οἶμαι, ἡ ἀσέβεια κακόν ἐστιν ἀτελεύτητον, ἐξαπτόμενον καὶ μηδέποτε σβεσθῆναι δυνάμενον, ὡς τὸ ποιητικὸν ἁρμόττειν ἐπὶ κακίας εἰπεῖν· ἡ δέ τοι οὐ θνητή, ἀλλ’ ἀθάνατον κακόν ἐστιν, ἀθάνατον δ’ ἐν τῷ παρ’ ἡμῖν βίῳ, ἐπεὶ πρός γε τὴν ἐν θεῷ ζωὴν ἄψυχον καὶ νεκρὸν καὶ „κοπρίων “, ὡς ἔφη τις, „ἐκβλητότερον. “"],["62","ἀλλ’ ἔδει γε πάντως χώρας ἀπονεμηθῆναι διαφερούσας πράγμασι διαφέρουσιν, οὐρανὸν μὲν ἀγαθῷ, τὰ δὲ περίγεια κακῷ. τὸ μὲν οὖν ἀγαθὸν ἀνώφοιτόν ἐστι, κἂν εἴ ποτε ἔλθοι πρὸς ἡμᾶς— φιλόδωρος γὰρ ὁ πατὴρ αὐτοῦ—, σπουδάζει παλινδρομῆσαι δικαίως· τὸ δὲ κακὸν ἐνταυθοῖ καταμένει, πορρωτάτω θείου χοροῦ διῳκισμένον, περιπολοῦν τὸν θνητὸν βίον καὶ μὴ δυνάμενον ἐκ τοῦ ἀνθρωπίνου γένους ἀποθανεῖν."],["63","τοῦτό τις καὶ τῶν ἐπὶ σοφίᾳ θαυμασθέντων ἀνὴρ δόκιμος ἐφώνησε μεγαλειότερον ἐν Θεαιτήτῳ φάσκων· „ἀλλ’ οὔτ’ ἀπολέσθαι τὰ κακὰ δυνατόν— ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ αἰεὶ εἶναι ἀνάγκη— οὔτε ἐν θείοις αὐτὰ ἱδρῦσθαι, τὴν δὲ θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖν· διὸ καὶ πειρᾶσθαι χρὴ ἐνθένθε ἐκεῖσε φεύγειν ὅτι τάχιστα. φυγὴ δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν· ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι. “"],["64","εἰκότως οὖν ὁ Κάϊν οὐκ ἀποθανεῖται, τὸ κακίας σύμβολον, ἣν ἀεὶ δεῖ ζῆν ἐν τῷ θνητῷ γένει παρ’ ἀνθρώποις· ὥστ’ οὐκ ἀπὸ σκοποῦ τὸ „θανάτῳ θανατοῦσθαι “λέλεκται τὸν ἀνδροφόνον διὰ τὰς δεδηλωμένας αἰτίας."],["65","τὸ δὲ „οὐχ ἑκών, ἀλλ’ ὁ θεὸς παρέδωκεν “ἐπὶ τῶν τὸν ἀκούσιον φόνον δρώντων πάνυ καλῶς εἴρηται. δοκεῖ γὰρ αὐτῷ τὰ μὲν ἑκούσια γνώμης τῆς ἡμετέρας ἔργα εἶναι, τὰ δὲ ἀκούσια θεοῦ· λέγω δὲ οὐ τὰ ἁμαρτήματα, ἀλλὰ τοὐναντίον ὅσα ἁμαρτημάτων ἐστὶ κόλασις."],["66","ἀπρεπὲς γὰρ θεῷ τὸ κολάζειν ἅτε πρώτῳ καὶ ἀρίστῳ νομοθέτῃ, κολάζει δὲ δῐ ὑπηρετούντων ἑτέρων, οὐ δι’ ἑαυτοῦ. τὰς μὲν γὰρ χάριτας καὶ δωρεὰς καὶ εὐεργεσίας αὐτὸν ἁρμόττει προτείνειν ἅτε ἀγαθὸν καὶ φιλόδωρον ὄντα φύσει, τὰς δὲ τιμωρίας οὐκ ἄνευ μὲν ἐπικελεύσεως τῆς ἑαυτοῦ βασιλέως ἅτε ὑπάρχοντος, δι’ ἄλλων δέ, οἳ πρὸς τοιαύτας χρείας εὐτρεπεῖς εἰσι. μαρτυρεῖ δέ μου τῷ λόγῳ ὁ ἀσκητὴς ἐν οἷς φησιν·"],["67","„ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητος, ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν “(Gen. 48, 15. 16). τὰ μὲν γὰρ πρεσβύτερα ἀγαθά, οἷς ἡ ψυχὴ τρέφεται, ἀνέθηκε θεῷ, τὰ δὲ νεώτερα, ὅσα ἐκ φυγῆς ἁμαρτημάτων περιγίνεται, θεράποντι θεοῦ."],["68","διὰ τοῦτ’, οἶμαι, καὶ ἡνίκα τὰ τῆς κοσμοποιΐας ἐφιλοσόφει, πάντα τἄλλα εἰπὼν ὑπὸ θεοῦ γενέσθαι μόνον τὸν ἄνθρωπον ὡς ἂν μετὰ συνεργῶν ἑτέρων ἐδήλωσε διαπλασθέντα. „εἶπε “γάρ φησιν „ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν “(Gen. 1, 26), πλήθους διὰ τοῦ „ποιήσωμεν “ἐμφαινομένου."],["69","διαλέγεται μὲν οὖν ὁ τῶν ὅλων πατὴρ ταῖς ἑαυτοῦ δυνάμεσιν, αἷς τὸ θνητὸν ἡμῶν τῆς ψυχῆς μέρος ἔδωκε διαπλάττειν μιμουμέναις τὴν αὐτοῦ τέχνην, ἡνίκα τὸ λογικὸν ἐν ἡμῖν ἐμόρφου, δικαιῶν ὑπὸ μὲν ἡγεμόνος τὸ ἡγεμονεῦον ἐν ψυχῇ, τὸ δ’ ὑπήκοον πρὸς ὑπηκόων δημιουργεῖσθαι."],["70","κατεχρήσατο δὲ καὶ ταῖς μεθ’ ἑαυτοῦ δυνάμεσιν οὐ διὰ τὸ λεχθὲν μόνον, ἀλλ’ ὅτι ἔμελλεν ἡ ἀνθρώπου ψυχὴ μόνη κακῶν καὶ ἀγαθῶν ἐννοίας λαμβάνειν καὶ χρῆσθαι ταῖς ἑτέραις, εἰ μὴ δυνατὸν ἀμφοτέραις. ἀναγκαῖον οὖν ἡγήσατο τὴν κακῶν γένεσιν ἑτέροις ἀπονεῖμαι δημιουργοῖς, τὴν δὲ τῶν"],["71","ἀγαθῶν ἑαυτῷ μόνῳ. διὸ καὶ λεχθέντος πρότερον „ποιήσωμεν ἄνθρωπον “ὡς ἂν ἐπὶ πλήθους, ἐπιφέρεται τὸ ὡς ἂν ἐφ’ ἑνός· „ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον “(Gen. 1, 27). τοῦ μὲν γὰρ πρὸς ἀλήθειαν ἀνθρώπου, ὃς δὴ νοῦς ἐστι καθαρώτατος, εἷς ὁ μόνος θεὸς δημιουργός, τοῦ δὲ λεγομένου καὶ κεκραμένου μετ’ αἰσθήσεως τὸ πλῆθος."],["72","οὗ χάριν ὁ μὲν κατ’ ἐξοχὴν ἄνθρωπος σὺν τῷ ἄρθρῳ μεμήνυται— λέγεται γάρ· „ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, “τὸν ἀειδῆ καὶ ἄκρατον ἐκεῖνον λογισμόν—, ὁ δὲ ἄνευ τῆς τοῦδε προσθήκης· τὸ γὰρ· „ποιήσωμεν ἄνθρωπον “ἐμφαίνει τὸν ἐξ ἀλόγου καὶ λογικῆς συνυφανθέντα φύσεως."],["73","ἑπόμενος τούτοις τό τε εὐλογεῖν τοὺς ἀγαθοὺς καὶ τὸ καταρᾶσθαι τοῖς ὑπαιτίοις ἀνέθηκεν οὐχὶ τοῖς αὐτοῖς, καίτοι γε ἀμφοτέρων ἐχόντων ἔπαινον, ἀλλ’ ἐπειδὴ τὸ μὲν εὐλογεῖν τοὺς ἀξίους ἡγεμονίαν ἔχει τὴν ἐν ἐγκωμίοις, τὸ δ’ ἀρὰς τοῖς φαύλοις τίθεσθαι δευτέραν τάξιν, τῶν ἐπὶ ταῦτα χειροτονηθέντων— εἰσὶ δὲ οἱ τοῦ γένους ἀρχηγέται δώδεκα ἀριθμῷ, φυλάρχας αὐτοὺς ὀνομάζειν ἔθος— ἓξ μὲν τοὺς ἀμείνους ἔταξεν ἐπὶ τῆς εὐλογίας, Συμεών, Λευί, Ἰούδαν, Ἰσσάχαρ, Ἰωσὴφ καὶ Βενιαμίν, τοὺς δ’ ἑτέρους ἐπὶ τῆς κατάρας, τόν τε πρῶτον καὶ τὸν ὕστατον τῶν Λείας, Ῥουβὴν καὶ Ζαβουλών, καὶ τοὺς ἐκ τῶν θεραπαινίδων νόθους τέτταρας (Deut. 27, 12. 13)."],["74","τῆς γὰρ βασιλείου καὶ ἱερωμένης φυλῆς οἱ ἡγεμόνες ἐν τῇ προτέρᾳ τάξει χορεύουσιν, Ἰούδας τε καὶ Λευί. εἰκότως οὖν καὶ τοὺς ἄξια θανάτου δρῶντας ἑτέρων χερσὶν ἐκδίδωσιν ἐπὶ τιμωρίᾳ, βουλόμενος ἡμᾶς ἀναδιδάσκειν, ὅτι ἡ κακοῦ φύσις μακρὰν ἀπελήλαται χοροῦ θείου, ὁπότε καὶ τὸ μιμηλάζον ἀγαθὸν κακῷ, ἡ τιμωρία, δι’ ἑτέρων βεβαιοῦται."],["75","τὸ δὲ „δώσω σοι τόπον, οὗ φεύξεται ὁ φονεύσας “(Exod. 21, 13) ἀκουσίως, πάνυ καλῶς εἰρῆσθαί μοι δοκεῖ· τόπον γὰρ καλεῖ νῦν οὐ χώραν ἐκπεπληρωμένην ὑπὸ σώματος, ἀλλὰ δι’ ὑπονοιῶν αὐτὸν τὸν θεόν, ἐπειδὴ περιέχων οὐ περιέχεται καὶ ὅτι καταφυγὴ τῶν ὅλων ἐστί."],["76","θέμις οὖν τῷ δόξαντι τροπῇ χρήσασθαι ἀκουσίῳ φάναι κατὰ θεὸν συμβῆναι τὴν τροπήν, ὅπερ οὐ θέμις τῷ ἑκουσίως ἁμαρτόντι. „δώσειν “δέ φησιν οὐ τῷ κτείναντι, ἀλλ’ ᾧ διαλέγεται, ὥσθ’ ἕτερον μὲν εἶναι τὸν οἰκήτορα, ἕτερον δὲ τὸν φεύγοντα. τῷ μὲν γὰρ ἑαυτοῦ λόγῳ ὁ θεὸς πατρίδα οἰκεῖν τὴν ἐπιστήμην ἑαυτοῦ, ὡς ἂν αὐτόχθονι, δεδώρηται, τῷ δ’ ἐν ἀκουσίοις γενομένῳ σφάλμασι καταφυγήν,"],["77","ὡς ὀθνείῳ ξένην, οὐχ ὡς πατρίδα ἀστῷ. ταῦτα καὶ περὶ τῶν ἀκουσίων φιλοσοφήσας περὶ τῆς ἐπαναστάσεως καὶ βουλεύσεως ἑξῆς νομοθετεῖ φάσκων· „ἐὰν δέ τις ἐπιθῆται τῷ πλησίον ἀποκτεῖναι αὐτὸν δόλῳ καὶ καταφύγῃ “(Exod. 21, 14) ἐπὶ τὸν θεόν, τὸν προειρημένον συμβολικῶς τόπον, παρ’ ὃν ζῆν συμβέβηκε τοῖς πᾶσι· καὶ γὰρ ἑτέρωθί φησιν· „ὃς ἂν φύγῃ ἐκεῖ, καὶ ζήσεται “(Deut. 19, 5)."],["78","ἀλλ’ οὐ ζωὴ μέν ἐστιν αἰώνιος ἡ πρὸς τὸ ὂν καταφυγή, θάνατος δ’ ὁ ἀπὸ τούτου δρασμός; εἰ δέ τις ἐπιτίθεται, πάντως ἐκ προνοίας ἀδικεῖ, καὶ τὸ σὺν δόλῳ πραττόμενον ἑκουσίως ἔνοχον, ὡς τὸ ἀδόλως ἔμπαλιν οὐδ’ ὑπαίτιον."],["79","οὐδὲν οὖν τῶν ὑπούλως καὶ δολερῶς καὶ ἐκ προνοίας πραττομένων ἀδικημάτων ἄξιον λέγειν γίνεσθαι κατὰ θεόν, ἀλλὰ καθ’ ἡμᾶς αὐτούς. ἐν ἡμῖν γὰρ αὐτοῖς, ὡς ἔφην, οἱ τῶν κακῶν εἰσι θησαυροί, παρὰ θεῷ δὲ οἱ μόνων ἀγαθῶν."],["80","ὃς ἂν οὖν καταφύγῃ, τὸ δ’ ἐστὶν ὃς ἂν τῶν ἁμαρτημάτων μὴ ἑαυτὸν ἀλλὰ θεὸν αἰτιᾶται, κολαζέσθω, τῆς μόνοις ἱκέταις πρὸς σωτηρίαν καὶ ἀσφάλειαν καταφυγῆς, τοῦ βωμοῦ, στερούμενος, καὶ μήποτ’ εἰκότως· ἀμώμων γὰρ ἱερείων, λέγω δὲ ψυχῶν ἀσινῶν καὶ κεκαθαρμένων, τὸ θυσιαστήριον ἀνάπλεών ἐστι· δυσίατος δὲ ἢ παντελῶς ἀνίατος μῶμος τὸ φάσκειν καὶ κακῶν αἴτιον εἶναι τὸ θεῖον."],["81","φίλαυτοι δὴ μᾶλλον ἢ φιλόθεοι σπουδάσαντες οἱ τοιοῦτοι τρόποι πάντες εἶναι βαινέτωσαν ἔξω περιρραντηρίων, ἵν’ ὡς μιαροὶ καὶ ἀκάθαρτοι μηδ’ ἐξ ἀπόπτου τὴν ἱερὰν φλόγα τῆς ἀνακαιομένης ἀσβέστου ψυχῆς καὶ θεῷ καθαγνιζομένης ὁλοκλήρῳ καὶ παντελεῖ δυνάμει θεάσωνται."],["82","παγκάλως τις τῶν πάλαι σοφῶν εἰς ταὐτὸ τοῦτο συνδραμὼν ἐθάρρησεν εἰπεῖν, ὅτι „θεὸς οὐδαμῇ οὐδαμῶς ἄδικος, ἀλλ’ ὡς οἷόν τε δικαιότατος, καὶ οὐκ ἔστιν αὐτῷ ὁμοιότερον οὐδὲν ἢ ὃς ἂν ἡμῶν αὖ γένηται ὅτι δικαιότατος. περὶ τοῦτον καὶ ἡ ὡς ἀληθῶς δεινότης ἀνδρὸς καὶ οὐδενία τε καὶ ἀνανδρία. ἡ μὲν γὰρ τούτου γνῶσις σοφία καὶ ἀρετὴ ἀληθινή, ἡ δὲ ἄγνοια ἀμαθία τε καὶ κακία ἐναργής. αἱ δὲ ἄλλαι δεινότητες δοκοῦσαι καὶ σοφίαι ἐν μὲν πολιτικαῖς δυναστείαις γιγνόμεναι φορτικαί, ἐν δὲ τέχναις βάναυσοι. “"],["83","προστάξας οὖν ἀπάγεσθαι τὸν ἀνίερον καὶ κακήγορον τῶν θείων ἀπὸ τῶν ἱερωτάτων καὶ ἐκδίδοσθαι ἐπὶ τιμωρίᾳ φησὶν ἑξῆς· „ὃς τύπτει πατέρα ἢ μητέρα, τελευτάτω “καὶ ὁμοίως „ὁ κακηγορῶν πατέρα καὶ μητέρα τελευτάτω “(Exod. 21, 15. 16)."],["84","μονονοὺ γὰρ βοᾷ καὶ κέκραγεν, ὅτι τῶν εἰς τὸ θεῖον βλασφημούντων οὐδενὶ συγγνώμης μεταδοτέον. εἰ γὰρ οἱ τοὺς θνητοὺς κακηγορήσαντες γονεῖς ἀπάγονται τὴν ἐπὶ θανάτῳ, τίνος ἀξίους χρὴ νομίζειν τιμωρίας τοὺς τὸν τῶν ὅλων πατέρα καὶ ποιητὴν βλασφημεῖν ὑπομένοντας; τίς δ’ ἂν γένοιτο αἰσχίων κακηγορία ἢ τὸ φάσκειν μὴ παρ’ ἡμᾶς, ἀλλὰ παρὰ θεὸν γένεσιν εἶναι τῶν κακῶν;"],["85","ἐλαύνετε οὖν, ἐλαύνετε, ὦ μύσται καὶ ἱεροφάνται θείων ὀργίων, τὰς μιγάδας καὶ σύγκλυδας καὶ πεφυρμένας, δυσκαθάρτους καὶ δυσεκπλύτους ψυχάς, αἳ ἄκλειστα μὲν ὦτα, ἄθυρον δὲ γλῶτταν, ὄργανα τῆς ἑαυτῶν βαρυδαιμονίας εὐτρεπῆ, περιφέρουσιν, ἵνα καὶ πάντων καὶ ὧν μὴ θέμις ἀκούωσι καὶ πάντα καὶ ὅσα μὴ χρεὼν ἐκλαλῶσιν."],["86","ὅσοι δὲ διαφορὰν ἑκουσίων καὶ ἀκουσίων ἐπαιδεύθησαν καὶ εὔφημον στόμα ἀντὶ κακηγόρου γλώττης ἔλαχον, κατορθοῦντες μὲν ἐπαινετοί, σφαλλόμενοι δὲ μὴ κατὰ γνώμην οὐ πάνυ ψεκτοί· διὸ καὶ πόλεις αὐτοῖς εἰς καταφυγὴν ἀπεκρίθησαν (Num. 35)."],["87","ἄξιον δὲ τῶν περὶ τὸν τόπον αὐτὰ τὰ ἀναγκαῖα μάλιστα ἀκριβῶσαι. ἔστι δ’ ἀριθμῷ τέτταρα· ἓν μέν, διὰ τί οὐκ ἐξ ὧν αἱ ἄλλαι φυλαὶ πόλεων ἔλαχον, ἀλλ’ ἐξ ὧν ἡ Λευιτικὴ μόνη, φυγάσι πόλεις ἀπεκρίθησαν· δεύτερον δέ, διὰ τί ἓξ ἀριθμῷ καὶ οὔτε πλείους οὔτε ἐλάττους· τρίτον, τί δήποτε τρεῖς μὲν πέραν τοῦ Ἰορδάνου, αἱ δ’ ἕτεραι ἐν τῇ Χαναναίων γῇ· τέταρτον, διὰ τί προθεσμία τοῖς φυγάσιν ὥρισται τοῦ κατελθεῖν ὁ τοῦ ἀρχιερέως θάνατος."],["88","λεκτέον οὖν περὶ ἑκάστου τὰ ἁρμόττοντα, ἀρχὴν ἀπὸ τοῦ πρώτου λαβόντας. εἰς τὰς ἀπονεμηθείσας Λευίταις μόνοις πόλεις φεύγειν διείρηται πάνυ προσηκόντως· καὶ γὰρ οἱ Λευῖται τρόπον τινὰ φυγάδες εἰσίν, ἕνεκα ἀρεσκείας θεοῦ γονεῖς καὶ τέκνα καὶ ἀδελφοὺς καὶ πᾶσαν τὴν θνητὴν συγγένειαν ἀπολελοιπότες."],["89","ὁ γοῦν ἀρχηγέτης τοῦ θιάσου τούτου λέγων εἰσάγεται τῷ πατρὶ καὶ τῇ μητρί· „οὐχ ἑώρακα ὑμᾶς, καὶ τοὺς ἀδελφοὺς οὐ γινώσκω, καὶ τοὺς υἱοὺς ἀπογινώσκω “(Deut. 33, 9) ὑπὲρ τοῦ δίχα μεθολκῆς θεραπεύειν τὸ ὄν. ἡ δ’ ἀψευδὴς φυγὴ στέρησις τῶν οἰκειοτάτων καὶ φιλτάτων ἐστίν. φυγάδας οὖν φυγάσι παρακατατίθεται πρὸς τὴν ὧν εἰργάσαντο ἀμνηστίαν, δι’ ὁμοιότητα ἔργων."],["90","ἆρ’ οὖν διὰ τοῦτο μόνον ἢ καὶ δι’ ἐκεῖνο, ὅτι ἡ τῶν νεωκόρων Λευιτικὴ φυλὴ τοὺς θεοπλαστήσαντας τὸν χρυσοῦν μόσχον, τὸν Αἰγυπτιακὸν τῦφον, ἡβηδὸν ἐξ ἐπιδρομῆς κατέκτειναν, ὀργῇ δικαίᾳ σὺν ἐνθουσιασμῷ καί τινι κατοκωχῇ θεοφορήτῳ χρησάμενοι; „καὶ κτείνει ἕκαστος ἀδελφὸν καὶ πλησίον καὶ τὸν ἔγγιστα “(Exod. 32, 27), ἀδελφὸν μὲν ψυχῆς τὸ σῶμα, τὸ δὲ λογικοῦ πλησίον τὸ ἄλογον, τὸν δὲ ἔγγιστα νοῦ τὸν προφορικὸν λόγον."],["91","οὕτως γὰρ ἂν μόνως θεραπευτικὸν γένοιτο τοῦ τῶν ὄντων ἀρίστου τὸ ἐν ἡμῖν αὐτοῖς ἄριστον, πρῶτον μὲν εἰ ἀναλυθείη ὁ ἄνθρωπος εἰς ψυχήν, διαζευχθέντος καὶ διακοπέντος αὐτῷ τοῦ ἀδελφοῦ σώματος καὶ τῶν ἀνηνύτων ἐπιθυμιῶν· εἶτα τῆς ψυχῆς ἀποβαλούσης, ὡς ἔφην, τὸ πλησίον τοῦ λογικοῦ, τὸ ἄλογον— καὶ γὰρ αὐτὸ χειμάρρου τρόπον πενταχῇ σχιζόμενον διὰ πασῶν τῶν αἰσθήσεων οἷα δεξαμενῶν τὴν τῶν παθῶν ἀνεγείρει φοράν—·"],["92","εἶθ’ ἑξῆς τοῦ λογισμοῦ διοικίσαντος καὶ διαζεύξαντος τὸν ἐγγυτάτω δοκοῦντα εἶναι, τὸν προφορικὸν λόγον, ἵν’ ὁ κατὰ διάνοιαν ἀπολειφθῇ μόνος, ἔρημος σώματος, ἔρημος αἰσθήσεως, ἔρημος γεγωνοῦ λόγου προφορᾶς· ἀπολειφθεὶς γάρ, τῇ κατὰ τὴν μόνωσιν διαίτῃ χρώμενος, τὸ μόνον ὂν καθαρῶς καὶ ἀμεθέλκτως ἀσπάσεται. πρός γε μὴν τοῖς εἰρημένοις κἀκεῖνο ὑπομνηστέον,"],["93","ὅτι ἡ Λευιτικὴ φυλὴ νεωκόρων καὶ ἱερέων ἐστίν, οἷς ἡ τῶν ἁγίων ἀνάκειται λειτουργία· λειτουργοῦσι δὲ καὶ οἱ τὸν ἀκούσιον φόνον δρῶντες, εἴ γε κατὰ Μωυσῆν \" ὁ θεὸς παραδίδωσιν εἰς τὰς χεῖρας αὐτῶν “(Exod. 21, 13) τοὺς θανάτου ἄξια εἰργασμένους πρὸς ἀναίρεσιν. ἀλλ’ οἱ μὲν ἐτάχθησαν ἐπὶ τῷ τοὺς ἀγαθοὺς σεμνύνειν, οἱ δ’ ἐπὶ τῷ τοὺς ὑπαιτίους"],["94","κολάζειν. αὗται μέν εἰσιν αἱ αἰτίαι, ὧν ἕνεκα οἱ τὸν ἀκούσιον φόνον δράσαντες εἰς μόνας τὰς τῶν νεωκόρων φεύγουσι πόλεις. τίνες δέ εἰσι καὶ διὰ τί ἀριθμῷ ἕξ, ἑπομένως λεκτέον. μήποτ’ οὖν ἡ μὲν πρεσβυτάτη καὶ ἐχυρωτάτη καὶ ἀρίστη μητρόπολις, οὐκ αὐτὸ μόνον πόλις, ὁ θεῖός ἐστι λόγος, ἐφ’ ὃν πρῶτον καταφεύγειν ὠφελιμώτατον."],["95","αἱ δ’ ἄλλαι πέντε, ὡς ἂν ἀποικίαι, δυνάμεις εἰσὶ τοῦ λέγοντος, ὧν ἄρχει ἡ ποιητική, καθ’ ἣν ὁ ποιῶν λόγῳ τὸν κόσμον ἐδημιούργησε· δευτέρα δ’ ἡ βασιλική, καθ’ ἣν ὁ πεποιηκὼς ἄρχει τοῦ γενομένου· τρίτη δ’ ἡ ἵλεως, δι’ ἧς ὁ τεχνίτης οἰκτείρει καὶ ἐλεεῖ τὸ ἴδιον ἔργον· τετάρτη δ’ ἡ*** νομοθετικῆς μοῖρα, δι’ ἧς ἃ μὴ χρὴ γίνεσθαι ἀπαγορεύει."],["96","πάγκαλοι δὲ καὶ εὐερκέσταται πόλεις, ἀξίων σῴζεσθαι ψυχῶν τὸν αἰῶνα ἄρισταί γε καταφυγαί· χρηστὴ δὲ καὶ φιλάνθρωπος ἡ διάταξις, ἀλεῖψαι καὶ ῥῶσαι πρὸς εὐελπιστίαν ἱκανή. ἧς τίς ἂν ἐδυνήθη μᾶλλον τοσαύτην τῶν δυναμένων εὐεργετεῖν ἀναδεῖξαι ἀφθονίαν διὰ τὰς διαφορὰς τῶν ἐν τροπαῖς ἀκουσίοις γενομένων, οἷς οὔτε ἰσχὺς οὔτε [ἡ] ἀσθένεια ἡ αὐτή;"],["97","προτρέπει δὴ τὸν μὲν ὠκυδρομεῖν ἱκανὸν συντείνειν ἀπνευστὶ πρὸς τὸν ἀνωτάτω λόγον θεῖον, ὃς σοφίας ἐστὶ πηγή, ἵνα ἀρυσάμενος τοῦ νάματος ἀντὶ θανάτου ζωὴν ἀίδιον ἆθλον εὕρηται· τὸν δὲ μὴ οὕτως ταχὺν ἐπὶ τὴν ποιητικὴν καταφεύγειν δύναμιν, ἣν Μωυσῆς ὀνομάζει θεόν, ἐπειδὴ δι’ αὐτῆς ἐτέθη καὶ διεκοσμήθη τὰ σύμπαντα— τῷ γὰρ ὅτι γέγονε τὸ πᾶν καταλαβόντι μεγάλου κτῆσις ἀγαθοῦ περιγίνεται, ἡ τοῦ πεποιηκότος ἐπιστήμη, ἡ δ’ εὐθὺς ἀναπείθει τὸ γενόμενον ἐρᾶν τοῦ φυτεύσαντος—·"],["98","τὸν δὲ μὴ οὕτως ἕτοιμον ἐπὶ τὴν βασιλικήν— φόβῳ γὰρ ἄρχοντος τὸ ὑπήκοον, εἰ καὶ μὴ εὐνοίᾳ πατρὸς τὸ ἔκγονον, ἀνάγκῃ σωφρονιζούσῃ νουθετεῖται—· τῷ δὲ μὴ φθάνοντι πρὸς τοὺς λεχθέντας ὅρους ὡς μακρὰν διεστῶτας ἀφικνεῖσθαι καμπτῆρες εἴσω πεπήγασιν ἕτεροι δυνάμεων ἀναγκαίων, τῆς ἵλεω, τῆς προσταττούσης ἃ δεῖ, τῆς ἀπαγορευούσης ἃ μὴ δεῖ."],["99","ὅ τε γὰρ προλαβών, ὡς οὐκ ἀπαραίτητον ἀλλ’ εὐμενὲς δι’ ἡμερότητα φύσεώς ἐστι τὸ θεῖον, κἂν ἁμάρτῃ πρότερον, αὖθις μετενόησεν ἀμνηστίας ἐλπίδι, ὅ τε ἔννοιαν λαβών, ὅτι νομοθέτης ὁ θεός ἐστιν, πειθαρχῶν οἷς ἂν προστάττῃ πᾶσιν εὐδαιμονήσει· ὁ δ’ ὕστατος ὑστάτην εὑρήσεται καταφυγήν, ἀποτροπὴν κακῶν, εἰ καὶ μὴ μετουσίαν προηγουμένων ἀγαθῶν."],["100","αἵδ’ εἰσὶν αἱ ἓξ πόλεις, ἃς καλεῖ φυγαδευτήρια (Num. 35, 12), ὧν αἱ μὲν πέντε ἀπεικονίσθησαν καὶ ἔστιν αὐτῶν ἐν τοῖς ἁγίοις τὰ μιμήματα, προστάξεως μὲν καὶ ἀπαγορεύσεως οἱ ἐν τῇ κιβωτῷ νόμοι, τῆς δ’ ἵλεω δυνάμεως τὸ ἐπίθημα τῆς κιβωτοῦ— καλεῖ δὲ αὐτὸ ἱλαστήριον—, ποιητικῆς δὲ καὶ βασιλικῆς τὰ ὑπόπτερα καὶ ἐφιδρυμένα Χερουβίμ·"],["101","ὁ δ’ ὑπεράνω τούτων λόγος θεῖος εἰς ὁρατὴν οὐκ ἦλθεν ἰδέαν, ἅτε μηδενὶ τῶν κατ’ αἴσθησιν ἐμφερὴς ὤν, ἀλλ’ αὐτὸς εἰκὼν ὑπάρχων θεοῦ, τῶν νοητῶν ἅπαξ ἁπάντων ὁ πρεσβύτατος, ὁ ἐγγυτάτω, μηδενὸς ὄντος μεθορίου διαστήματος, τοῦ μόνου, ὅ ἔστιν ἀψευδῶς, ἐφιδρυμένος. λέγεται γάρ· „λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου, ἀνὰ μέσον τῶν δυεῖν Χερουβίμ “(Exod. 25, 21), ὥσθ’ ἡνίοχον μὲν εἶναι τῶν δυνάμεων τὸν λόγον, ἔποχον δὲ τὸν λαλοῦντα, ἐπικελευόμενον τῷ ἡνιόχῳ τὰ πρὸς ὀρθὴν τοῦ παντὸς ἡνιόχησιν."],["102","ὁ μὲν οὖν ἄνευ τροπῆς, ἑκουσίου μὲν ἄπαγε, ἀλλὰ καὶ τῆς ἀκουσίου γεγονώς, αὐτὸν τὸν θεὸν κλῆρον ἔχων (Deut. 10, 9), ἐν αὐτῷ μόνῳ κατοικήσει· οἱ δ’ οὐκ ἐκ προνοίας ἀλλ’ ἀβουλήτοις χρησάμενοι σφάλμασι καταφυγὰς ἕξουσι τὰς εἰρημένας ἀφθόνους καὶ πλουσίας οὕτως."],["103","τῶν δὲ πρὸς καταφυγὴν πόλεων τρεῖς μέν εἰσι πέραν, αἳ μακρὰν ἡμῶν τοῦ γένους ἀφεστᾶσι. τίνες αὗται; ὁ τοῦ ἡγεμόνος λόγος καὶ ἡ ποιητικὴ καὶ βασιλικὴ δύναμις αὐτοῦ· τούτων γὰρ ὅ τε οὐρανὸς καὶ σύμπας ὁ κόσμος ἐπικοινωνεῖ."],["104","αἱ δὲ προσεχεῖς ἡμῖν καὶ ἐφαπτόμεναι τοῦ τῶν ἀνθρώπων ἐπικήρου γένους, ᾧ μόνῳ συμβέβηκε διαμαρτάνειν, αἱ ἐντός εἰσι τρεῖς, ἡ ἵλεως, ἡ προστακτικὴ τῶν ποιητέων, ἡ ἀπαγορευτικὴ τῶν μὴ ποιητέων·"],["105","αὗται γὰρ ἤδη ἡμῶν ἐφάπτονται. τίς γὰρ ἀπαγορεύσεως χρεία τοῖς μὴ μέλλουσιν ἀδικήσειν, τίς δὲ προστάξεως τοῖς μὴ πεφυκόσι σφάλλεσθαι, τίς δὲ τῆς ἵλεω τοῖς μηδ’ ὅλως ἁμαρτησομένοις; ἀλλὰ τό γε ἡμέτερον γένος χρεῖον γέγονε τούτων διὰ τὸ πεφυκέναι καὶ ἐπικλινῶς"],["106","ἔχειν πρός τε τὰ ἑκούσια καὶ ἀκούσια ἁμαρτήματα. τέταρτον καὶ λοιπὸν ἦν τῶν προταθέντων ἡ προθεσμία τῆς τῶν πεφευγότων καθόδου, τοῦ ἀρχιερέως ὁ θάνατος, πολλὴν ἐν τῷ ῥητῷ μοι παρέχουσα δυσκολίαν. ἄνισος γὰρ ἡ τιμωρία κατὰ τῶν τὰ αὐτὰ δρασάντων νομοθετεῖται, εἴ γε οἱ μὲν πλείω χρόνον ἀποδράσονται, οἱ δὲ ἐλάττω· μακροβιώτατοι γὰρ οἱ μέν, οἱ δὲ ὀλιγοχρονιώτατοι τῶν ἀρχιερέων εἰσί· καὶ οἱ μὲν νέοι, οἱ δὲ πρεσβῦται καθίστανται·"],["107","καὶ τῶν ἑαλωκότων ἐπ’ ἀκουσίῳ φόνῳ οἱ μὲν ἐν ἀρχῇ τῆς ἱερωσύνης ἐφυγαδεύθησαν, οἱ δ’ ἤδη μέλλοντος τελευτᾶν τοῦ ἱερωμένου, ὡς τοὺς μὲν αἰῶνα μακρόν τινα τῆς πατρίδος ἐστερῆσθαι, τοὺς δ’ αὐτὸ μόνον ἡμέραν, εἰ τύχοι, μεθ’ ἣν τὸν αὐχένα ἐπαίροντες καὶ φρυαττόμενοι καὶ γελῶντες τοὺς ἄγχιστα γένους τῶν ἀνῃρημένων ἀφίξονται."],["108","τὸ ἄπορον οὖν καὶ δυσαπολόγητον ἀποδρασόμεθα τῆς δι’ ὑπονοιῶν φυσικῆς ἀποδόσεως ἐφιέμενοι. λέγομεν γὰρ τὸν ἀρχιερέα οὐκ ἄνθρωπον ἀλλὰ λόγον θεῖον εἶναι πάντων οὐχ ἑκουσίων μόνον ἀλλὰ καὶ ἀκουσίων ἀδικημάτων ἀμέτοχον."],["109","οὔτε γὰρ ἐπὶ πατρί, τῷ νῷ, οὔτε ἐπὶ μητρί, τῇ αἰσθήσει, φησὶν αὐτὸν Μωυσῆς (Lev. 21, 11) δύνασθαι μιαίνεσθαι, διότι, οἶμαι, γονέων ἀφθάρτων καὶ καθαρωτάτων ἔλαχεν, πατρὸς μὲν θεοῦ, ὃς καὶ τῶν συμπάντων ἐστὶ πατήρ, μητρὸς δὲ σοφίας, δι’ ἧς τὰ ὅλα ἦλθεν εἰς γένεσιν·"],["110","καὶ διότι τὴν κεφαλὴν κέχρισται ἐλαίῳ, λέγω δὲ τὸ ἡγεμονικὸν φωτὶ αὐγοειδεῖ περιλάμπεται, ὡς ἀξιόχρεως \" ἐνδύσασθαι τὰ ἱμάτια “νομισθῆναι— ἐνδύεται δ’ ὁ μὲν πρεσβύτατος τοῦ ὄντος λόγος ὡς ἐσθῆτα τὸν κόσμον (γῆν γὰρ καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ καὶ τὰ ἐκ τούτων ἐπαμπίσχεται), ἡ δ’ ἐπὶ μέρους ψυχὴ τὸ σῶμα, ἡ δὲ τοῦ σοφοῦ διάνοια τὰς ἀρετάς—·"],["111","καὶ ὅτι τὴν κεφαλὴν „οὐδέποτε ἀπομιτρώσει “, τὸ βασίλειον οὐκ ἀποθήσεται διάδημα, τὸ σύμβολον τῆς οὐκ αὐτοκράτορος μέν, ὑπάρχου δὲ καὶ θαυμαστῆς ἡγεμονίας, \" οὐδ’ αὖ τὰ ἱμάτια διαρρήξει “(Lev. 21, 10)·"],["112","ὅ τε γὰρ τοῦ ὄντος λόγος δεσμὸς ὢν τῶν ἁπάντων, ὡς εἴρηται, καὶ συνέχει τὰ μέρη πάντα καὶ σφίγγει κωλύων αὐτὰ διαλύεσθαι καὶ διαρτᾶσθαι· ἥ τ’ ἐπὶ μέρους ψυχή, καθόσον δυνάμεως μεμοίραται, τῶν τοῦ σώματος οὐδὲν ἀποσχίζεσθαι καὶ ἀποτέμνεσθαι μερῶν παρὰ φύσιν ἐᾷ, τὸ δ’ ἐπ’ αὐτῇ πάντα ὁλόκληρα ὄντα ἁρμονίαν καὶ ἕνωσιν ἀδιάλυτον ἄγει τὴν πρὸς ἄλληλα· ὅ τε κεκαθαρμένος τοῦ σοφοῦ νοῦς ἀρρήκτους καὶ ἀπήμονας διαφυλάττει τὰς ἀρετάς, τὴν φυσικὴν αὐτῶν συγγένειάν τε καὶ κοινωνίαν ἁρμοσάμενος εὐνοίᾳ παγιωτέρᾳ."],["113","οὗτος „ἐπὶ πᾶσαν ψυχὴν τετελευτηκυῖαν “, ᾗ φησι Μωυσῆς, „οὐκ εἰσελεύσεται “(Lev. 21, 11)· θάνατος δὲ ψυχῆς ὁ μετὰ κακίας| ἐστὶ βίος, ὥστε οὐδέ τινος ἄγους, ὧν προσβάλλειν ἀφροσύνη φιλεῖ, ποτὲ προσάψεται."],["114","τούτῳ καὶ παρθένος ἐκ τοῦ ἱεροῦ γένους ἁρμόζεται, καθαρὰ καὶ ἀμίαντος καὶ ἀδιάφθορος εἰς ἀεὶ γνώμη· χήρας γὰρ καὶ ἐκβεβλημένης καὶ βεβήλου καὶ πόρνης ἀνὴρ οὐδέποτε γίνεται (ibid. 13. 14), πόλεμον ἄσπονδον καὶ ἀκήρυκτον πρὸς αὐτὰς ἀεὶ συγκροτῶν. ἐχθρὸν γὰρ αὐτῷ τὸ χηρεύειν ἀρετῆς καὶ ἐκβεβλῆσθαι καὶ πεφυγαδεῦσθαι πρὸς αὐτῆς καὶ πᾶν ὅ τι ἂν ᾖ βέβηλον πεῖσμα καὶ ἀνίερον· τὸ δὲ πολυμιγὲς καὶ πολύανδρον καὶ πολύθεον, ἄθεον μὲν οὖν κακόν, πόρνην, οὐδὲ προσιδεῖν ἀξιοῖ, τὴν ἕνα ἄνδρα καὶ πατέρα τὸν ἡγεμόνα θεὸν ἐπιγεγραμμένην ἠγαπηκώς."],["115","ὑπερβολή τις περὶ τὸν τρόπον τοῦτον τελειότητος ἐνορᾶται. τὸν μέν γε τὴν μεγάλην εὐξάμενον εὐχὴν οἶδέ που καὶ ἀκουσίως σφαλλόμενον, εἰ καὶ μὴ ἑκουσίῳ γνώμῃ· λέγει γάρ· „ἐὰν δέ τις ἀποθάνῃ ἐπ’ αὐτῷ ἐξάπινα, παραχρῆμα μιανθήσεται “(Num. 6, 9)· τὰ γὰρ ἀβούλητα ἔξωθεν αἰφνίδιον κατασκήπτοντα παραχρῆμα τὴν ψυχὴν οὐ πρὸς αἰῶνα μήκιστον μιαίνει, ἅτε ὄντα ἀκούσια. τούτων δ’ ὁ ἀρχιερεὺς καθάπερ καὶ τῶν ἑκουσίων ὑπεράνω στὰς ἀλογεῖ."],["116","ταῦτα δ’ οὐκ ἀπὸ σκοποῦ μοι λέλεκται, ἀλλ’ ὑπὲρ τοῦ διδάξαι, ὅτι φυσικωτάτη προθεσμία καθόδου φυγάδων ὁ τοῦ ἀρχιερέως ἐστὶ θάνατος (Num. 35, 25)."],["117","ἕως μὲν γὰρ ὁ ἱερώτατος οὗτος λόγος ζῇ καὶ περίεστιν ἐν ψυχῇ, ἀμήχανον τροπὴν ἀκούσιον εἰς αὐτὴν κατελθεῖν· ἀμέτοχος γὰρ καὶ ἀπαράδεκτος παντὸς εἶναι πέφυκεν ἁμαρτήματος. ἐὰν δὲ ἀποθάνῃ, οὐκ αὐτὸς διαφθαρείς, ἀλλ’ ἐκ τῆς ἡμετέρας ψυχῆς διαζευχθείς, κάθοδος εὐθὺς δίδοται τοῖς ἑκουσίοις σφάλμασιν· εἰ γὰρ μένοντος καὶ ὑγιαίνοντος ἐν ἡμῖν ἐξῳκίζετο, μετανισταμένου πάντως εἰσοικισθήσεται."],["118","γέρας γὰρ ἐξαίρετον ὁ ἀμίαντος ἀρχιερεύς, ἔλεγχος, ἐκ φύσεως κεκάρπωται τὸ μηδέποτ’ εἰς αὑτὸν παραδέξασθαι τόπον γνώμης ὄλισθον. διόπερ ἄξιον εὔχεσθαι ζῆν ἐν ψυχῇ τὸν ἀρχιερέα ὁμοῦ καὶ βασιλέα, δικαστὴν ἔλεγχον, ὃς ὅλον ἡμῶν τὸ διανοίας ἀποκεκληρωμένος δικαστήριον ὑπ’ οὐδενὸς τῶν ἀγομένων εἰς κρίσιν δυσωπεῖται."],["119","Λελαληκότες οὖν τὰ ἁρμόττοντα περὶ φυγάδων τὴν κατὰ τὸν εἱρμὸν ἀκολουθίαν συνυφανοῦμεν. λέγεται γὰρ ἑξῆς· \" εὗρεν αὐτὴν ἄγγελος κυρίου “(Gen. 16, 7), κάθοδον ψηφισάμενος ὑπ’ αἰδοῦς κινδυνευσούσῃ ψυχῇ πλανᾶσθαι καὶ μονονοὺ προπομπὸς γινόμενος τῆς εἰς τὴν ἀπλανῆ γνώμην ἐπανόδου."],["120","χρήσιμον δὲ καὶ τὰ περὶ εὑρέσεως καὶ ζητήσεως φιλοσοφηθέντα τῷ νομοθέτῃ μὴ ἡσυχασθῆναι. τοὺς μὲν γὰρ εἰσάγει μηδὲν μήτε ζητοῦντας μήτε εὑρίσκοντας, τοὺς δὲ ἐν ἑκατέρῳ κατορθοῦντας, ἐνίους δὲ θάτερον περιπεποιημένους, ὧν οἱ μὲν ζητοῦντες οὐχ εὑρίσκουσιν, οἱ δ’ εὑρίσκουσιν οὐ ζητήσαντες."],["121","οἱ μὲν οὖν μήτε εὑρέσεως μήτε ζητήσεως ἐφιέμενοι τὸν λογισμὸν ἀπαιδευσίᾳ καὶ ἀμελετησίᾳ χαλεπῶς ᾐκίσαντο καὶ δυνάμενοι ὀξὺ καθορᾶν ἐπηρώθησαν. οὕτως φησὶ „τὴν γυναῖκα Λὼτ στραφεῖσαν εἰς τοὐπίσω γενέσθαι στήλην “(Gen. 19, 26), οὐ μυθοπλαστῶν, ἀλλὰ πράγματος ἰδιότητα μηνύων."],["122","ὃς γὰρ ἂν ὀλιγωρήσας τοῦ διδάσκοντος ὑπὸ ῥᾳθυμίας ἐμφύτου τε ὁμοῦ καὶ συνήθους τὰ μὲν πρόσω καταλίπῃ, δι’ ὧν ὁρᾶν καὶ ἀκούειν καὶ ταῖς ἄλλαις δυνάμεσιν ἔστι χρῆσθαι πρὸς τὴν τῶν φύσεως πραγμάτων ἐπίκρισιν, ἐκτραχηλίσας δ’ αὑτὸν εἰς τοὐπίσω περιαγάγῃ, τὰ τυφλὰ τῶν ἐν τῷ βίῳ πραγμάτων μᾶλλον ἢ τῶν τοῦ σώματος μερῶν ἐζηλωκώς, ἀψύχου καὶ κωφῆς λίθου τρόπον στηλιτεύεται."],["123","οὐ γὰρ ἔσχον, ᾗ φησι Μωυσῆς, οἱ τοιοῦτοι τρόποι „καρδίαν συνιέναι καὶ ὀφθαλμοὺς βλέπειν καὶ ὦτα ἀκούειν “(Deut. 29, 4), ἀλλὰ τυφλὸν καὶ κωφὸν καὶ ἀνόητον καὶ πάντῃ πηρὸν βίον ἀβίωτον ἑαυτοῖς ἐξειργάσαντο, οὐδενὶ τῶν δεόντων"],["124","ἐφιστάντες. ἡγεμὼν δ’ ἐστὶ τοῦ χοροῦ τούτου ὁ τῆς σωματικῆς χώρας βασιλεύς· „ἐπιστραφεὶς “γάρ φησι „Φαραὼ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ οὐκ ἐπέστησε τὸν νοῦν οὐδ’ ἐπὶ τούτῳ “(Exod. 7, 23), ἴσον τῷ ἐπ’ οὐδενὶ τὸ παράπαν, ἀλλ’ εἴασεν αὐτὸν οἷα φυτὸν ἀγεώργητον ἀφαυαίνεσθαι καὶ στειρούμενον ἀγονίᾳ χρῆσθαι."],["125","οἱ μέν γε βουλευόμενοι καὶ σκοπούμενοι καὶ πάντ’ ἐπιμελῶς ἐξετάζοντες ἀκονῶσι καὶ παραθήγουσιν αὐτόν· ὁ δὲ γυμναζόμενος τοὺς οἰκείους φέρει καρπούς, ἀγχίνοιάν τε καὶ σύνεσιν, δι’ ὧν τὸ ἀφενάκιστον περιγίνεται· ὁ δ’ ἀπερίσκεπτος ἀμβλύνει καὶ περιθραύει τὰς φρονήσεως ἀκμάς."],["126","Τὸν μὲν οὖν ἄλογον καὶ ἄψυχον ὡς ἀληθῶς τῶν τοιούτων θίασον ἐατέον, τὸν δὲ τῶν σκέψει καὶ εὑρέσει χρωμένων ἐπικριτέον. αὐτίκα τοίνυν ὁ πολιτικὸς μὲν ἥκιστα δὲ δοξομανὴς τρόπος, ἐφιέμενος τῆς ἀμείνονος γενεᾶς, ἣν ἀρεταὶ κεκλήρωνται, ζητῶν τε καὶ ἀνευρίσκων αὐτὴν εἰσάγεται."],["127","„εὗρε “γάρ φησιν „ἄνθρωπος τὸν Ἰωσὴφ πλανώμενον ἐν τῷ πεδίῳ, καὶ ἠρώτησεν αὐτόν· τί ζητεῖς; ὁ δὲ εἶπεν· τοὺς ἀδελφούς μου ἐγὼ ζητῶ, ἀνάγγειλόν μοι, ποῦ βόσκουσιν. εἶπε δὲ αὐτῷ ὁ ἄνθρωπος· ἀπήρκασιν ἐντεῦθεν· ἤκουσα γὰρ αὐτῶν λεγόντων· πορευθῶμεν εἰς Δωθαΐν. καὶ ἐπορεύθη Ἰωσὴφ κατόπιν τῶν ἀδελφῶν αὐτοῦ, καὶ εὗρεν αὐτοὺς ἐν Δωθαΐν “(Gen. 37, 15— 17)."],["128","ἑρμηνεύεται Δωθαῒν ἔκλειψις ἱκανή, σύμβολον ψυχῆς οὐ μέσως ἀλλὰ τελείως ἀποδεδρακυίας τὰς κενὰς δόξας, αἳ γυναικῶν μᾶλλον ἢ ἀνδρῶν ἐπιτηδεύμασιν ἐοίκασι. διὸ πάνυ καλῶς ἡ ἀρετὴ Σάρρα „τὰ γυναικεῖα ἐκλείπει “(Gen. 18, 11), περὶ ἃ πονούμεθα οἱ τὸν ἄνανδρον καὶ θῆλυν ὄντως βίον μεταδιώκοντες. ὁ δὲ σοφὸς καὶ „ἐκλείπων προστίθεται “(Gen. 25, 17) κατὰ Μωυσῆν, φυσικώτατα· τὴν γὰρ τῆς κενῆς δόξης ἀφαίρεσιν πρόσθεσιν ἀληθείας εἶναι συμβέβηκεν."],["129","εἰ δή τις ἔτ’ ἐν θνητῷ καὶ πολυμιγεῖ καὶ πολυμόρφῳ βίῳ διατρίβων καὶ κεχρημένος ἀφθόνοις ταῖς πρὸς περιουσίαν ὕλαις σκέπτεται καὶ ζητεῖ περὶ τῆς ἀμείνονος καὶ πρὸς τὸ καλὸν μόνον ἀφορώσης γενεᾶς, ἄξιος ἀποδοχῆς ἐστιν, ἂν μὴ πάλιν τὰ ὀνείρατα καὶ φαντάσματα τῶν νομιζομένων καὶ φαινομένων ἀγαθῶν ὑπαναπλεύσαντα παρευημερήσῃ."],["130","μένων γὰρ ἐν ἀκιβδηλεύτῳ τῇ ψυχικῇ σκέψει, κατ’ ἴχνος τῶν ζητουμένων βαίνων καὶ ἐπακολουθῶν οὐκ ἀνήσει πρότερον ἢ τοῖς ποθουμένοις ἐντυχεῖν. ἀλλ’ οὐδὲν αὐτῶν παρὰ μοχθηροῖς ἀνευρήσει· διὰ τί;"],["131","„ἀπήρκασι γὰρ ἐντεῦθεν “, τὰς μὲν ἡμετέρας σπουδὰς ἐκλιπόντες, μετοικισάμενοι δ’ εἰς τὸν ἔρημον κακῶν εὐσεβῶν χῶρον. λέγει δὲ ταῦτα ὁ ἀληθινὸς ἄνθρωπος, ὁ ἐπὶ ψυχῆς ἔλεγχος, ὃς ἀποροῦσαν καὶ σκεπτομένην καὶ ζητοῦσαν αὐτὴν ἰδὼν εὐλαβεῖται, μὴ πλανηθεῖσα διαμάρτῃ τῆς ὀρθῆς ὁδοῦ."],["132","πάνυ τεθαύμακα κἀκείνους, τὸν μὲν φιλοπευστοῦντα περὶ τοῦ μέσου τῶν ἄκρων καὶ λέγοντα· „ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα, ποῦ τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν “, τὸν δ’ ἀποκρινόμενον· „ὁ θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον “καὶ ὕστερον τὸ ἀντιδοθὲν εὑρίσκοντα· „ἰδοὺ γὰρ κριὸς εἷς κατεχόμενος τῶν κεράτων ἐν φυτῷ Σαβέκ “(Gen. 22, 7. 8. 13)."],["133","ἴδωμεν οὖν, τί ὁ μὲν ζητῶν ἀπορεῖ, ὁ δ’ ἀποκρινόμενος ἀποφαίνεται, καὶ τρίτον τί τὸ εὑρισκόμενον ἦν. ὃ μὲν οὖν πυνθάνεται τοιοῦτόν ἐστιν· ἰδοὺ τὸ δρῶν αἴτιον, τὸ πῦρ· ἰδοὺ καὶ τὸ πάσχον, ἡ ὕλη, τὰ ξύλα· ποῦ τὸ τρίτον, τὸ ἀποτέλεσμα;"],["134","οἷον ἰδοὺ ὁ νοῦς, ἔνθερμον καὶ πεπυρωμένον πνεῦμα· ἰδοὺ καὶ τὰ νοητά, ὡσανεὶ ὗλαι· ποῦ τὸ τρίτον, τὸ νοεῖν; πάλιν ἰδοὺ ἡ ὅρασις, ἰδοὺ τὸ χρῶμα, ποῦ τὸ ὁρᾶν; καὶ συνόλως ἰδοὺ ἡ αἴσθησις, τὸ κριτήριον, ἀλλὰ καὶ τὰ αἰσθητά, αἱ ὗλαι· τὸ οὖν αἰσθάνεσθαι ποῦ;"],["135","ταῦτα πυνθανομένῳ δεόντως ἀποκρίνεται· „ὁ θεὸς ὄψεται ἑαυτῷ “· θεοῦ γὰρ ἔργον ἴδιον τὸ τρίτον. ἐπιφροσύνῃ γὰρ αὐτοῦ ὁ μὲν νοῦς καταλαμβάνει, ἡ δ’ ὅρασις ὁρᾷ καὶ πᾶσα αἴσθησις αἰσθάνεται. „κριὸς δ’ εὑρίσκεται κατεχόμενος “, τουτέστι λόγος ἡσυχάζων καὶ ἐπέχων."],["136","ἄριστον γὰρ ἱερεῖον ἡσυχία καὶ ἐποχὴ περὶ ὧν πάντως οὔκ εἰσι πίστεις. ῥητὸν γὰρ μόνον τοῦτο „ὁ θεὸς ὄψεται “, ᾧ γνώριμα τὰ πάντα, ὃς λαμπροτάτῳ φωτί, ἑαυτῷ, τὰ ὅλα αὐγάζει· τὰ δ’ ἄλλα οὐ ῥητὰ γενέσει, ἧς πολὺ κατακέχυται τὸ σκότος· ἠρεμία δ’ ἀσφαλὲς ἐν σκότῳ."],["137","ζητήσαντες καὶ τί τὸ τρέφον ἐστὶ τὴν ψυχήν— „οὐ γὰρ “ᾗ φησι Μωυσῆς „ᾔδεισαν τί ἦν “(Exod. 16, 15)— εὗρον μαθόντες ῥῆμα θεοῦ καὶ λόγον θεῖον, ἀφ’ οὗ πᾶσαι παιδεῖαι καὶ σοφίαι ῥέουσιν ἀένναοι. ἥδ’ ἐστὶν ἡ οὐράνιος τροφή, μηνύεται δ’ ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς ἐκ προσώπου τοῦ αἰτίου λέγοντος· „ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ “(ibid. 4)· τῷ γὰρ ὄντι τὴν αἰθέριον σοφίαν ὁ θεὸς ταῖς εὐφυέσι καὶ φιλοθεάμοσιν ἄνωθεν ἐπιψεκάζει διανοίαις·"],["138","αἱ δὲ ἰδοῦσαι καὶ γευσάμεναι καὶ σφόδρ’ ἡσθεῖσαι ἔμαθον μὲν ὃ ἔπαθον, τὸ δὲ διαθὲν ἀγνοοῦσι. διὸ πυνθάνονται· „τί ἐστι τοῦτο “(ibid. 15), ὃ μέλιτος γλυκύτερον, χιόνος δὲ λευκότερον εἶναι πέφυκε;"],["139","διδαχθήσονται δὲ ὑπὸ τοῦ θεοπρόπου, ὅτι „οὗτός ἐστιν ὁ ἄρτος, ὃν ἔδωκε κύριος αὐτοῖς φαγεῖν “(ibid. 15). τίς οὖν ὁ ἄρτος, εἰπέ. „τοῦτο “φησί „τὸ ῥῆμα ὃ συνέταξε κύριος “(ibid. 16). ἡ θεία σύνταξις αὕτη τὴν ὁρατικὴν ψυχὴν φωτίζει τε ὁμοῦ καὶ γλυκαίνει, φέγγος μὲν τὸ ἀληθείας ἀπαστράπτουσα, πειθοῖ δέ, ἀρετῇ γλυκείᾳ, τοὺς διψῶντας καὶ πεινῶντας καλοκἀγαθίας ἐφηδύνουσα."],["140","ζητήσας καὶ ὁ προφήτης αὐτός, τί τὸ τοῦ κατορθοῦν αἴτιον, ἀνεῦρεν ὅτι ἡ θεοῦ μόνου σύνοδος. ἐπειδὴ γὰρ ἠπόρει, τίς εἰμι καὶ τίς ὢν τὸ ὁρατικὸν γένος ἀπὸ τοῦ βασιλεύειν δοκοῦντος ἀντιθέου τρόπου ῥύσομαι, διδάσκεται χρησμῷ, ὅτι „ἔσομαι μετὰ σοῦ “(Exod. 3, 11. 12)."],["141","ζητήσεις δ’ αἱ τῶν κατὰ μέρος ἔχουσι μὲν γλαφυρὰν θεωρίαν καὶ φιλόσοφον— πῶς γὰρ οὔ;—, ἡ δὲ τοῦ τῶν ὄντων ἀρίστου καὶ ἀσυγκρίτου καὶ πάντων αἰτίου θεοῦ ζήτησις εὐφραίνει μὲν εὐθὺς ἰόντας ἐπὶ τὴν σκέψιν, ἀτελὴς δ’ οὐ γίνεται, προϋπαντῶντος διὰ τὴν ἵλεω φύσιν ἑαυτοῦ ταῖς παρθένοις χάρισι καὶ ἐπιδεικνυμένου ἑαυτὸν τοῖς γλιχομένοις ἰδεῖν, οὐχ οἷός ἐστιν— ἀμήχανον γάρ, ἐπεὶ καὶ Μωυσῆς „ἀπέστρεψε τὸ πρόσωπον· εὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ θεοῦ “(Exod. 3, 6)—, ἀλλ’ ὡς ἐνεχώρει γενητὴν φύσιν τῇ ἀπερινοήτῳ δυνάμει προσβαλεῖν."],["142","ἀναγέγραπται καὶ τοῦτο ἐν τοῖς προτρεπτικοῖς· „ἐπιστραφήσεσθε “γάρ φησι „πρὸς κύριον τὸν θεὸν ὑμῶν, καὶ εὑρήσετε αὐτόν, ὅταν ἐκζητήσητε αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν “(Deut. 4, 29. 30)."],["143","Ἀποχρώντως λελαληκότες καὶ περὶ τούτων ἐπὶ τὸ τρίτον ἑξῆς τρεψώμεθα κεφάλαιον, ἐν ᾧ τὸ μὲν ζητεῖν ἦν, τὸ δ’ εὑρίσκειν οὐχ εἵπετο. Λάβαν γοῦν ἀναζητήσας ὅλον τοῦ ἀσκητοῦ τὸν ψυχικὸν οἶκον „οὐχ εὗρεν “ᾗ φησι Μωυσῆς „τὰ εἴδωλα “(Gen. 31, 33)·"],["144","πλήρης γὰρ πραγμάτων, οὐκ ὀνειράτων καὶ κενῶν φαντασμάτων ἦν. οὐδ’ οἱ τυφλοὶ διάνοιαν Σοδομῖται σπουδάσαντες ἐκθύμως αἰσχῦναι τοὺς ἱεροὺς καὶ ἀμιάντους λόγους εὗρον τὴν εἰς τοῦτ’ ἄγουσαν ὁδόν, ἀλλ’, ὥς φησι τὸ λόγιον, „παρελύθησαν ζητοῦντες τὴν θύραν “(Gen. 19, 11), καίτοι γε ἐν κύκλῳ πᾶσαν τὴν οἰκίαν περιθέοντες καὶ πάντα κινήσαντες λίθον πρὸς ἐκπλήρωσιν τῆς ἐκφύλου καὶ ἀσεβοῦς ἐπιθυμίας."],["145","ἤδη τινὲς καὶ ἀντὶ πυλωρῶν βασιλεῖς ἐθελήσαντες γενέσθαι καὶ τὸ κάλλιστον ἐν βίῳ, τάξιν, καταλῦσαι οὐ μόνον τῆς ἀδίκως ἐλπισθείσης εὐπραγίας ἐσφάλησαν, ἀλλὰ καὶ ἣν ἐν χερσὶν εἶχον ἐκβαλεῖν ἠναγκάσθησαν. ἱερωσύνης γὰρ τοὺς Κορὲ θιασώτας ὀρεχθέντας*** ὁ νόμος διαμαρτεῖν φησιν ἀμφοῖν (Num. 16)."],["146","ὥσπερ γὰρ οὐ τὰ αὐτὰ παῖδες καὶ ἄνδρες μανθάνουσιν, ἀλλ’ ἑκατέρᾳ τῶν ἡλικιῶν εἰσιν ἁρμόττουσαι διδασκαλίαι, οὕτως πεφύκασιν εἶναί τινες αἰεὶ παιδικαὶ ψυχαὶ καὶ ἐν σώμασι γεγηρακόσι καὶ ἔμπαλιν τελειόταται ἐν ἄρτι ἀκμάζουσι καὶ ἡβῶσιν. ὄφλοιεν ἂν οὖν εὐήθειαν, ὅσοι μειζόνων ἢ κατὰ τὴν ἑαυτῶν φύσιν ἐρῶσιν, ἐπειδὴ πᾶν τὸ ὑπὲρ δύναμιν ἐπιτάσει σφοδρότητος ἀπορρήττεται."],["147","καὶ Φαραὼ „ζητῶν ἀνελεῖν Μωυσῆν “(Exod. 2, 15), τὸ προφητικὸν γένος, οὐδέποτε εὑρήσει, καίτοι χαλεπὸν ἀκηκοὼς κατ’ αὐτοῦ λόγον ὡς ἐπικεχειρηκότος καθελεῖν τὴν σώματος ἅπασαν ἡγεμονίαν δυσὶ προσβολαῖς·"],["148","ὧν τὴν μὲν προτέραν ἐποιήσατο πρὸς τὸν Αἰγύπτιον τρόπον, ὃς ἐπετείχιζεν ἡδονὴν ψυχῇ— „πατάξας γὰρ αὐτὸν “οὐσίᾳ σποράδι „κατέχωσεν, ἄμμῳ “(Exod. 2, 12), τοῦ αὐτοῦ νομίσας ἀμφότερα εἶναι τὰ δόγματα, καὶ ἡδονὴν ὡς πρῶτον καὶ μέγιστον ἀγαθὸν καὶ ἀτόμους ὡς τῶν ὅλων ἀρχάς—, τὴν δ’ ἑτέραν (ibid. 13) πρὸς τὸν κατακερματίζοντα τὴν φύσιν τοῦ ἀγαθοῦ καὶ τὸ μὲν ψυχῇ, τὸ δὲ σώματι, τὸ δὲ τοῖς ἐκτὸς ἀπονέμοντα. ὁλόκληρον γὰρ αὐτὸ βούλεται εἶναι, τῷ ἀρίστῳ τῶν ἐν ἡμῖν, διανοίᾳ μόνῃ, προσκεκληρωμένον καὶ μηδενὶ τῶν ἀψύχων ἐφαρμόττον."],["149","οὐδὲ τὴν ἀνίκητον ἀρετὴν καὶ πικραινομένην ἐπὶ ταῖς καταγελάστοις τῶν ἀνθρώπων σπουδαῖς, ὄνομα Θάμαρ, ὁ διαπεμφθεὶς ἐπὶ τὴν ζήτησιν αὐτῆς ἀνευρίσκει. φυσικώτατα· λέγεται γάρ· „ἀπέστειλε δὲ Ἰούδας τὸν ἔριφον ἐν χειρὶ τοῦ ποιμένος τοῦ Ὁδολλαμίτου κομίσασθαι τὸν ἀρραβῶνα παρὰ τῆς γυναικός· καὶ οὐχ εὗρεν αὐτήν. ἐπηρώτησε δὲ τοὺς ἄνδρας τοὺς ἐκ τοῦ τόπου· ποῦ ἐστιν ἡ πόρνη ἡ γενομένη ἐν Αἰνὰν ἐπὶ τῆς ὁδοῦ; καὶ εἶπον· οὐκ ἦν ἐνταῦθα πόρνη. καὶ ἀπεστράφη πρὸς Ἰούδαν καὶ εἶπεν· οὐχ εὗρον, καὶ οἱ ἄνθρωποι οἱ ἐκ τοῦ τόπου λέγουσι μὴ εἶναι ὧδε πόρνην. εἶπε δὲ Ἰούδας· ἐχέτω αὐτά, ἀλλὰ μή ποτε καταγελασθῶμεν· ἐγὼ μὲν ἀπέσταλκα τὸν ἔριφον τοῦτον, σὺ δὲ οὐχ εὕρηκας “(Gen. 38, 20— 23). ὢ θαυμαστῆς δοκιμασίας, ὢ ἱεροπρεποῦς πείρας."],["150","ἀρραβῶνά τις ἔδωκεν ὠνητικῶς ἔχουσα διάνοια τοῦ καλλίστου κτήματος, θεοσεβείας, διὰ τριῶν ἐνεχύρων ἢ συμβόλων, δακτυλίου, ὁρμίσκου, ῥάβδου (ibid. 18), βεβαιότητα καὶ πίστιν, εἱρμὸν καὶ ἀκολουθίαν λόγου πρὸς βίον καὶ βίου πρὸς λόγον, ὀρθὴν καὶ ἀκλινῆ παιδείαν, ᾗ λυσιτελὲς ἐπερείδεσθαι."],["151","τὸν ἀρραβῶνα τοῦτον εἰ καλῶς ἔδωκε, βασανίζει. τίς οὖν ἡ βάσανος; καθεῖναί τι δέλεαρ ὁλκῷ κεχρημένον δυνάμει, δόξαν ἢ πλοῦτον ἢ ὑγείαν σώματος ἤ τι τῶν ὁμοιοτρόπων, καὶ γνῶναι πρὸς πότερα καθάπερ ἐπὶ πλάστιγγος ταλαντεύσει· ῥοπὴ γὰρ εἰ γένοιτο πρός τι τούτων, ὁ ἀρραβὼν οὐ βέβαιος. ἀπέστειλεν οὖν τὸν ἔριφον κομίσασθαι τὸν ἀρραβῶνα παρὰ τῆς γυναικός, οὐ τοῦτο προῃρημένος πάντως ἀπολαβεῖν, ἀλλ’ εἴ ποτε ἀναξία τοῦ κατέχειν ἐκείνη γένοιτο. γενήσεται δὲ πότε;"],["152","ἡνίκα ἂν τὰ διαφέροντα ἀδιαφόρων ἀντικαταλλάξηται, τῶν γνησίων ἀγαθῶν τὰ νόθα προτιμήσασα· γνήσια μὲν οὖν ἀγαθὰ πίστις, εἱρμὸς καὶ ἀκολουθία λόγων πρὸς ἔργα, παιδείας κανὼν ὀρθῆς, ὡς ἔμπαλιν κακὰ ἀπιστία, τὸ ἀνακόλουθον, ἀπαιδευσία, τὰ δὲ νόθα, ὅσα τῆς ἀλόγου φορᾶς ἀπῃώρηται."],["153","ζητῶν οὖν „οὐκ ἀνεῦρεν αὐτήν “· δυσεύρετον γὰρ ἢ καὶ παντελῶς ἀνεύρετον ἐν πεφυρμένῳ βίῳ τὸ καλόν. κἂν διαπύθηται, εἰ ἔστι περὶ πάντα τὸν τόπον τοῦ καλοῦ πεπορνευμένη ψυχή, ῥητῶς ἀκούσεται, ὅτι οὔτε ἔστιν οὔτε ἦν πρότερον· ἀκόλαστος γὰρ ἢ μαχλὰς ἢ τριοδῖτις σοβὰς ἢ τὸ τῆς ὥρας ἄνθος ἐπευωνίζουσα ἢ καθαρσίοις καὶ λουτροῖς τὰ ἐκτὸς φαιδρυνομένη, τὰ δὲ ἐντὸς ῥυπῶσα, ἢ καθάπερ τὰ πινάκια χρώμασι τὴν ὄψιν ὑπογραφομένη χήτει φυσικῆς εὐμορφίας ἢ τὸ λεγόμενον πολύανδρον κακὸν ὡς ἀγαθὸν μεταδιώκουσα ἢ πολυγαμίας ἐρῶσα ἢ πρὸς μυρία σπειρομένη ἢ ὑπὸ μυρίων σωμάτων ὁμοῦ καὶ πραγμάτων ἐμπαιζομένη καὶ περιυβριζομένη κεῖθι οὐκ ἔστι."],["154","ταῦτα ὁ διαπεμψάμενος ἀκούσας, φθόνον ἠλλοτριωκὼς ἀφ’ αὑτοῦ καὶ τὴν φύσιν ἵλεως γέγηθεν οὐ μετρίως καί φησι· μὴ γὰρ οὐ δι’ εὐχῆς ἐστί μοι τὴν διάνοιαν ἀστείαν τε καὶ ἀστὴν ὡς ἀληθῶς εἶναι, κοσμιότητι καὶ σωφροσύνῃ καὶ ταῖς ἄλλαις διαπρέπουσαν ἀρεταῖς, ἑνὶ προσέχουσαν ἀνδρὶ καὶ τὴν ἑνὸς οἰκουρίαν ἀγαπῶσαν καὶ μοναρχίᾳ χαίρουσαν. εἰ δὴ τοιαύτη τίς ἐστιν, ἐχέτω τὰ δεδομένα, καὶ τὴν παιδείαν καὶ τὸν εἱρμὸν λόγου πρὸς βίον καὶ βίου πρὸς λόγον καὶ τὸ ἀναγκαιότατον, βεβαιότητα καὶ πίστιν."],["155","ἀλλὰ μή ποτε γελασθῶμεν ἀνάξια κεχαρίσθαι δόξαντες, καίτοι γ’ ὑπολαβόντες ἐπιτηδειότατα τῇ ψυχῇ δεδωρῆσθαι. ἀλλὰ γὰρ ἐγὼ μέν, ὅπερ εἰκὸς ἦν ἐργάσασθαι τὸν βουλόμενον τρόπου βάσανον καὶ δοκιμασίαν λαβεῖν, πεποίηκα, δέλεαρ καθεὶς καὶ διαπεμψάμενος, ὁ δὲ ἐπεδείξατο τὴν ἑαυτοῦ φύσιν οὐκ εὐάλωτον."],["156","δῆλον δὲ ἐμοὶ τὸ διὰ τί οὐκ εὐάλωτος· μυρίους γὰρ εἶδον τῶν ἄγαν φαύλων τὰ αὐτὰ δρῶντας ἔσθ’ ὅτε τοῖς λίαν ἀγαθοῖς, ἀλλ’ οὐκ ἀπὸ διανοίας τῆς αὐτῆς, ἐπειδὴ τοῖς μὲν ἀλήθεια, τοῖς δὲ ὑπόκρισις ἀσκεῖται· χαλεπὴ δ’ ἡ διάγνωσις ἀμφοῖν· πολλάκις γὰρ ὑπὸ τοῦ δοκεῖν παρευημερήθη τὸ εἶναι."],["157","καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας ὁ φιλάρετος ζητεῖ μέν, οὐχ εὑρίσκει δέ· ἤδη γὰρ, ὡς δηλοῖ τὸ λόγιον, ἐνεπέπρηστο (Lev. 10, 16). τί δ’ αἰνίττεται, σκεπτέον· τὸ μὲν μηδὲν ἁμαρτεῖν ἴδιον θεοῦ, τὸ δὲ μετανοεῖν σοφοῦ· παγχάλεπον δὲ καὶ δυσεύρετον τοῦτό γε."],["158","φησὶν οὖν ὁ χρησμός, ὅτι „ζητῶν ἐξεζήτησε Μωυσῆς “ἐν τῷ θνητῷ βίῳ τὸν περὶ ἁμαρτημάτων μετανοίας λόγον. ἐσπούδαζε γὰρ ἀνευρεῖν ἀπαμπισχομένην τὸ ἀδικεῖν ψυχὴν καὶ ἄνευ αἰσχύνης γυμνὴν προϊοῦσαν ἁμαρτημάτων. ἀλλ’ ὅμως οὐχ εὗρε, τῆς φλογός, λέγω δὲ τῆς ὀξυκινητοτάτης ὁρμῆς ἀλόγου, καταδραμούσης καὶ ὅλην ψυχὴν ἐπινεμηθείσης."],["159","νικᾶται γὰρ τὰ μὲν ἐλάττω πρὸς τῶν πλειόνων, τὰ δὲ βραδύτερα πρὸς τῶν ὠκυδρομωτέρων, τὰ δὲ μέλλοντα πρὸς τῶν παρόντων· ἐσταλμένον δὲ καὶ βραδὺ καὶ μέλλον ἡ μετάνοια, πολὺ δὲ καὶ ταχὺ καὶ συνεχὲς ἐν τῷ θνητῷ βίῳ τὸ ἀδικεῖν. εἰκότως οὖν ἐν τροπῇ τις γενόμενός φησι μὴ δύνασθαι „τοῦ περὶ ἁμαρτίας ἐμφαγεῖν “· μὴ γὰρ ἐπιτρέπειν τὸ συνειδὸς αὐτῷ μετανοίᾳ τραφῆναι· διὸ λέγεται· „ἤκουσε Μωυσῆς, καὶ ἤρεσεν αὐτῷ “(Lev. 10, 19. 20)."],["160","τὰ γὰρ πρὸς γένεσιν τῶν πρὸς θεὸν μακρὰν ἀπέζευκται· τῇ μὲν γὰρ τὰ φανερὰ μόνα, τῷ δὲ καὶ τὰ ἀφανῆ γνώριμα. παραπαίει δ’, ὃς ἂν τοῦ ἀληθοῦς καταψευδόμενος ἔτ’ ἀδικῶν μετανενοηκέναι φάσκῃ· ὅμοιον ὡς εἰ καὶ ὁ νοσῶν τὸν ὑγιαίνοντα καθυποκρίνοιτο· μᾶλλον γάρ, ὡς ἔοικε, νοσήσει μηδὲν τῶν εἰς ὑγίειαν προσφόρων ἐπιτηδεύειν ἀξιῶν."],["161","ἐζήτει ποτὲ προαχθεὶς ὑπὸ τοῦ φιλομαθοῦς καὶ τὰς αἰτίας, αἷς τἀναγκαιότατα τῶν ἐν τῷ κόσμῳ πραγμάτων ἐπιτελεῖται· θεώμενος γὰρ ὅσα ἐν γενέσει φθειρόμενα καὶ γεννώμενα, ἀπολλύμενά τε αὖ καὶ διαμένοντα, τέθηπε καὶ καταπέπληκται καὶ ἐκβοᾷ φάσκων·"],["162","„τί, ὅτι ὁ βάτος καίεται καὶ οὐ κατακαίεται “(Exod. 3, 2. 3)· τὸν γὰρ ἄβατον οὐ πολυπραγμονεῖ χῶρον, θείων ἐνδιαίτημα φύσεων, ἀλλ’ ἤδη μέλλων ἀνήνυτον καὶ ἀτελῆ πόνον διαθλεῖν ἐπικουφίζεται ἐλέῳ καὶ προμηθείᾳ τοῦ πάντων σωτῆρος θεοῦ, ὃς ἔχρησεν ἐκ τῶν ἀδύτων· „μὴ ἐγγίσῃς ὧδε “(ibid. 5), ἴσον τῷ μὴ πρόσιθι τοιαύτῃ διασκέψει· περιεργίας γὰρ καὶ φιλοπραγμοσύνης μείζονος ἢ κατὰ ἀνθρωπίνην δύναμιν τὸ ἔργον· ἀλλὰ τὰ μὲν γεγονότα θαύμαζε, τὰς δὲ αἰτίας, δι’ ἃς ἢ γέγονεν ἢ φθείρεται, μὴ πολυπραγμόνει."],["163","„ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας “φησί „γῆ ἁγία ἐστί “(ibid. 5). ποῖος τόπος; ἢ δῆλον ὅτι ὁ αἰτιολογικός, ὃν μόνον ταῖς θείαις ἀνῆψε φύσεσιν, ἀνθρώπων οὐδένα νομίσας ἱκανὸν εἶναι αἰτιολογίας ἐφάψασθαι;"],["164","ὁ δ’ ἄρα διὰ πόθον ἐπιστήμης ὑπερκύψας ἅπαντα τὸν κόσμον ζητεῖ περὶ τοῦ κοσμοποιοῦ, τίς ἐστιν ὁ δυσόρατος οὗτος καὶ δυστόπαστος, σῶμα ἢ ἀσώματος ἢ ὑπεράνω τι τούτων ἢ φύσις ἁπλῆ, οἵα μονάς, ἢ σύγκριμα ἢ τί τῶν ὄντων. καὶ τοῦθ’ ὁρῶν ὡς ἔστι δυσθήρατον καὶ δυσπερινόητον, εὔχεται παρ’ αὐτοῦ μαθεῖν τοῦ θεοῦ, τίς ἐστιν ὁ θεός· οὐ γὰρ ἤλπισε δυνήσεσθαι γνῶναι παρ’ ἑτέρου τινὸς τῶν μετ’ αὐτόν."],["165","ἀλλ’ ὅμως ἴσχυσε μηδὲν περὶ τῆς τοῦ ὄντος ἐρευνᾶν οὐσίας· „τὰ γὰρ ὀπίσω μου “φησίν „ὄψει, τὸ δὲ πρόσωπον οὐ μὴ ἴδῃς “(Exod. 33, 23). αὔταρκες γάρ ἐστι σοφῷ τὰ ἀκόλουθα καὶ ἑπόμενα καὶ ὅσα μετὰ τὸν θεὸν γνῶναι, τὴν δ’ ἡγεμονικὴν οὐσίαν ὁ βουλόμενος καταθεάσασθαι τῷ περιαυγεῖ τῶν ἀκτίνων πρὶν ἰδεῖν πηρὸς ἔσται."],["166","Τοσαῦτα καὶ περὶ τοῦ τρίτου διειλεγμένοι κεφαλαίου μέτιμεν ἐπὶ τὸ τέταρτον καὶ τελευταῖον τῶν προταθέντων, καθ’ ὃ μὴ γενομένης ζητήσεως φιλεῖ προαπαντᾶν εὕρεσις. ἐν τούτῳ τάττεται πᾶς αὐτομαθὴς καὶ αὐτοδίδακτος σοφός· οὐ γὰρ σκέψεσι καὶ μελέταις καὶ πόνοις ἐβελτιώθη, γενόμενος δ’ εὐθὺς εὐτρεπισμένην εὗρε σοφίαν ἄνωθεν ὀμβρηθεῖσαν ἀπ’ οὐρανοῦ, ἧς ἀκράτου σπάσας εἱστιάθη καὶ διετέλεσε μεθύων τὴν μετ’ ὀρθότητος λόγου νήφουσαν μέθην."],["167","οὗτός ἐστιν ὃν Ἰσαὰκ ὠνόμασαν οἱ χρησμοί, ὃν οὐχ ἑτέρῳ μὲν χρόνῳ συνέλαβεν, ἑτέρῳ δὲ ἔτεκεν ἡ ψυχή· „συλλαβοῦσα “γάρ φησιν „ἔτεκεν “(Gen. 21, 2) ὡς ἂν ἀχρόνως. οὐ γὰρ ἄνθρωπος ἦν ὁ γεννώμενος, ἀλλὰ νόημα καθαρώτατον, φύσει μᾶλλον ἢ ἐπιτηδεύσει καλόν· οὗ χάριν καὶ ἡ τίκτουσα αὐτὸ λέγεται „τὰ γυναικεῖα ἐκλιπεῖν “(Gen. 18, 11), τὰ συνήθη καὶ εὔλογα καὶ ἀνθρώπινα."],["168","καινὸν γὰρ καὶ κρεῖττον λόγου καὶ θεῖον ὄντως τὸ αὐτομαθὲς γένος, οὐκ ἀνθρωπίναις ἐπινοίαις, ἀλλ’ ἐνθέῳ μανίᾳ συνιστάμενον. ἢ ἀγνοεῖς ὅτι οὐ δέονται πρὸς τὸν τόκον μαιῶν Ἑβραῖαι, „τίκτουσι “δ’, ὥς φησι Μωυσῆς, „πρὶν εἰσελθεῖν τὰς μαίας “(Exod. 1, 19), λέγω δὲ μεθόδους, τέχνας, ἐπιστήμας, φύσει μόνῃ χρώμεναι συνεργῷ; παγκάλους δὲ καὶ προσφυεστάτους ὅρους ἀποδίδωσι τοῦ αὐτομαθοῦς, ἕνα μὲν τοιοῦτον, τὸ ταχὺ εὑρισκόμενον, ἕτερον δὲ „ὃ παρέδωκεν ὁ θεός “."],["169","τὸ μὲν οὖν διδασκόμενον μακροῦ χρόνου δεῖται, τὸ δὲ φύσει ταχύ τε καὶ τρόπον τινὰ ἄχρονόν ἐστι· κἀκεῖνο μὲν ἄνθρωπον, τοῦτο δὲ θεὸν ὑφηγητὴν ἔχει. τὸν μὲν δὴ πρότερον ὅρον κατέταξεν ἐν πεύσει· „τί τοῦτο ὃ ταχὺ εὗρες, ὦ τέκνον “, τὸν δὲ ἕτερον ἐν ἀποκρίσει φάσκων· „ὃ παρέδωκε κύριος ὁ θεός “(Gen. 27, 20)."],["170","ἔστι δὲ καὶ τρίτος ὅρος τοῦ αὐτομαθοῦς, τὸ ἀναβαῖνον αὐτόματον. λέγεται γὰρ ἐν τοῖς προτρεπτικοῖς· „οὐ σπερεῖτε, οὐδὲ μὴ ἀμήσητε τὰ αὐτόματα ἀναβαίνοντα αὐτῆς “(Lev. 25, 11)· τέχνης γὰρ οὐδεμιᾶς χρεῖα τὰ φύσει, τοῦ θεοῦ σπείροντος αὐτὰ καὶ τῇ γεωργικῇ τέχνῃ τελεσφοροῦντος ὡς ἂν αὐτόματα τὰ οὐκ αὐτόματα, πλὴν παρόσον ἐπινοίας ἀνθρωπίνης οὐκ ἐδεήθη τὸ παράπαν."],["171","οὐ προτρέπει δὲ μᾶλλον ἢ γνώμην ἀποφαίνεται· παραινῶν μὲν γὰρ εἶπεν ἄν· μὴ σπείρητε, μὴ ἀμήσητε, ἀποφαινόμενος δέ· „οὐ σπερεῖτε, οὐδὲ μὴ ἀμήσητε τὰ αὐτόματα “. οἷς γὰρ ἀπαυτοματίζουσιν ἐκ φύσεως ἐπιτυγχάνομεν, τούτων οὔτε τὰς ἀρχὰς οὔτε τὰ τέλη παρ’ ἑαυτοὺς ὡς ἂν αἰτίους εὑρίσκομεν·"],["172","ἀρχὴ μὲν οὖν ὁ σπόρος, τελευτὴ δὲ ὁ ἄμητος. ἄμεινον δ’ ἐκεῖνο ἐκδέξασθαι· πᾶσα ἀρχὴ καὶ πᾶν τέλος αὐτόματόν ἐστιν, ἴσον τῷ φύσεως, οὐχ ἡμέτερον ἔργον· οἷον ἀρχὴ τίς τοῦ μανθάνειν; ἢ δῆλον ὅτι ἡ ἐν τῷ διδασκομένῳ φύσις εὐπαράδεκτος οὖσα πρὸς τὰ κατὰ μέρος θεωρήματα; τίς δὲ τοῦ τελειοῦσθαι; πάλιν, εἰ δεῖ μηδὲν ὑποστειλάμενον εἰπεῖν, ἡ φύσις. προκοπὰς μὲν γὰρ ἐμποιῆσαι καὶ ὁ διδάσκων ἱκανός, τὴν δ’ ἐπ’ ἄκρον τελειότητα ὁ θεὸς μόνος, ἡ ἀρίστη φύσις."],["173","ὁ τούτοις ἐντρεφόμενος τοῖς δόγμασι τὴν ἀίδιον εἰρήνην ἄγει, πόνων ἀφειμένος ἀτρύτων. ἀδιαφορεῖ δ’ ἑβδομάδος εἰρήνη κατὰ τὸν νομοθέτην· ἐν γὰρ αὐτῇ τὸ δοκεῖν ἐνεργεῖν ἀποτιθεμένη γένεσις ἀναπαύεται."],["174","προσηκόντως οὖν λέγεται· „καὶ ἔσται τὰ σάββατα τῆς γῆς ὑμῖν βρώματα “(Lev. 25, 6), δι’ ὑπονοιῶν· τρόφιμον γὰρ καὶ ἀπολαυστὸν μόνον ἡ ἐν θεῷ ἀνάπαυσις, τὸ μέγιστον ἀγαθὸν περιποιοῦσα, τὴν ἀπόλεμον εἰρήνην. ἡ μὲν γὰρ κατὰ πόλεις ἀνακέκραται ἐμφυλίῳ πολέμῳ, ἡ δὲ ψυχῆς ἀμιγὴς διαφορᾶς ἁπάσης ἐστίν."],["175","ἐναργέστατα δέ μοι δοκεῖ τὴν ἄνευ ζητήσεως εὕρεσιν παριστάνειν διὰ τούτων· „ὅταν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν ἣν ὤμοσε τοῖς πατράσι σου δοῦναί σοι πόλεις μεγάλας καὶ καλάς, ἃς οὐκ ᾠκοδόμησας, οἰκίας πλήρεις πάντων ἀγαθῶν, ἃς οὐκ ἐνέπλησας, λάκκους λελατομημένους, οὓς οὐκ ἐξελατόμησας, ἀμπελῶνας καὶ ἐλαιῶνας, οὓς οὐ κατεφύτευσας “(Deut. 6, 10. 11)."],["176","ὁρᾷς τὴν ἀφθονίαν τῶν κεχυμένων μεγάλων καὶ ἑτοίμων πρὸς κτῆσιν καὶ ἀπόλαυσιν ἀγαθῶν; εἰκάζονται δὲ πόλεσι μὲν αἱ γενικαὶ ἀρεταί, διότι ἐπὶ πλεῖστον εὐρύνονται, οἰκίαις δ’ αἱ ἐν εἴδει— στέλλονται γὰρ εἰς βραχύτερον αὗται κύκλον—, λάκκοις δὲ αἱ εὐφυεῖς ψυχαί, αἱ εὐπαράδεκτοι σοφίας ὡς ἐκεῖνοι ὕδατος, ἀμπελῶσι δὲ καὶ ἐλαιῶσιν αἱ προκοπαὶ καὶ αὐξήσεις καὶ καρπῶν γενέσεις· καρπὸς δ’ ἐπιστήμης ὁ θεωρητικὸς βίος, ἄκρατον εὐφροσύνην περιποιῶν ὡς ἀπ’ οἴνου καὶ νοητὸν φέγγος ὡς ἀπὸ φλογός, ἧς ἔλαιον τροφή."],["177","Ταῦτα καὶ περὶ εὑρέσεως εἰπόντες μέτιμεν ἑξῆς ἐπὶ τὰ ἀκόλουθα τῆς ἐφόδου. „εὗρεν “οὖν φησιν „αὐτὴν ἄγγελος κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος„ (Gen. 16, 7). λέγεται δὲ πολλαχῶς πηγή, ἕνα μὲν τρόπον ὁ ἡμέτερος νοῦς, ἕτερον δὲ ἡ λογικὴ ἕξις καὶ παιδεία, τρίτον δ’ ἡ φαύλη διάθεσις, τέταρτον ἡ σπουδαία καὶ ἐναντία ταύτης, πέμπτον αὐτὸς ὁ τῶν ὅλων ποιητὴς καὶ πατήρ."],["178","τὰς δὲ τούτων πίστεις οἱ ἀναγραφέντες δηλοῦσι χρησμοί· τίνες οὖν εἰσιν, ἐπισκεπτέον. ᾄδεταί τις ἐν ἀρχῇ τῆς νομοθεσίας μετὰ τὴν κοσμοποιίαν εὐθὺς τοιόσδε· „πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς “(Gen. 2, 6)."],["179","οἱ μὲν οὖν ἀλληγορίας καὶ φύσεως τῆς κρύπτεσθαι φιλούσης ἀμύητοι τὴν εἰρημένην εἰκάζουσι πηγὴν τῷ Αἰγυπτίῳ ποταμῷ, ὃς κατὰ πᾶν ἔτος ἀναχεόμενος λιμνάζει τὴν πεδιάδα, μονονοὺκ ἀντίμιμον οὐρανοῦ δύναμιν ἐπιδείκνυσθαι δοκῶν."],["180","ὃ γὰρ χειμῶνος ταῖς ἄλλαις χώραις οὐρανός, τοῦτ’ Αἰγύπτῳ θέρους ἀκμάζοντος ὁ Νεῖλός ἐστιν· ὁ μὲν γὰρ ἄνωθεν ἐπὶ γῆν τὸν ὑετὸν ἀποστέλλει, ὁ δὲ κάτωθεν ἄνω, τὸ παραδοξότατον, ὕων ἄρδει τὰς ἀρούρας. ὅθεν ὁρμηθεὶς καὶ Μωυσῆς ἄθεον ἀνέγραψε τὸν Αἰγύπτιον τρόπον γῆν οὐρανοῦ προκρίνοντα καὶ τῶν ὀλυμπίων τὰ χερσαῖα καὶ ψυχῆς τὸ σῶμα."],["181","ἀλλὰ μὴν περὶ τούτων καὶ αὖθίς ποτε ἐνέσται λέγειν, ὅταν ἐπιτρέπωσιν οἱ καιροί· νυνὶ δὲ— στοχαστέον γὰρ τοῦ μὴ μακρηγορεῖν— ἐπανιτέον ἐπὶ τὴν δι’ ὑπονοιῶν ἀπόδοσιν καὶ λεκτέον τὸ „πηγὴν ἀναβαίνειν καὶ ποτίζειν πᾶν τὸ πρόσωπον τῆς γῆς “τοιοῦτον εἶναι·"],["182","τὸ ἡγεμονικὸν ἡμῶν ἐοικὸς πηγῇ δυνάμεις πολλὰς οἷα διὰ γῆς φλεβῶν ἀνομβροῦν, τὰς δυνάμεις ταύτας ἄχρι τῶν αἰσθήσεων [ὀργάνων], ὀφθαλμῶν, ὤτων, ῥινῶν, τῶν ἄλλων, ἀποστέλλει· αἱ δ’ εἰσὶ παντὸς ζῴου περὶ κεφαλὴν καὶ πρόσωπον. ποτίζεται οὖν ὥσπερ ἀπὸ πηγῆς τοῦ κατὰ ψυχὴν ἡγεμονικοῦ τὸ σώματος ἡγεμονικὸν πρόσωπον, τὸ μὲν ὁρατικὸν πνεῦμα τείνοντος εἰς ὄμματα, τὸ δὲ ἀκουστικὸν εἰς οὖς, εἰς δὲ μυκτῆρας τὸ ὀσφρήσεως, τὸ δ’ αὖ γεύσεως εἰς στόμα καὶ τὸ ἁφῆς εἰς σύμπασαν τὴν ἐπιφάνειαν."],["183","εἰσὶ δὲ καὶ τῆς παιδείας πολύτροποι πηγαί, αἷς ὀρθοὶ καὶ τροφιμώτατοι λόγοι, καθάπερ στελέχη φοινίκων, παρανέβλαστον. „ἦλθον “γάρ φησιν „εἰς Αἰλίμ, καὶ ἐν Αἰλὶμ ἦσαν δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων· παρενέβαλον δὲ ἐκεῖ παρὰ τὰ ὕδατα “(Exod. 15, 27). Αἰλὶμ πυλῶνες ἑρμηνεύονται, εἰσόδου τῆς πρὸς ἀρετὴν σύμβολον· ὥσπερ γὰρ οἰκίας ἀρχαὶ πυλῶνες, καὶ ἀρετῆς τὰ ἐγκύκλια προπαιδεύματα."],["184","τέλειος δ’ ἀριθμὸς ὁ δώδεκα, μάρτυς δ’ ὁ ζῳδιακὸς ἐν οὐρανῷ κύκλος, τοσούτοις κατηστερισμένος φωσφόροις ἄστροις· μάρτυς καὶ ἡ ἡλίου περίοδος· μησὶ γὰρ δώδεκα τὸν ἑαυτοῦ περατοῖ κύκλον, ἰσαρίθμους τε τοῖς ἐνιαυτοῦ μησὶ τὰς ἡμέρας καὶ νυκτὸς ὥρας ἄγουσιν ἄνθρωποι."],["185","Μωυσῆς δ’ οὐκ ἐν ὀλίγοις ὑμνεῖ τὸν ἀριθμόν, δώδεκα φυλὰς τοῦ ἔθνους ἀναγράφων, ἄρτους δώδεκα τῆς προθέσεως νομοθετῶν, λίθους, ἐν οἷς αἱ γλυφαί, δώδεκα τῇ ἱερᾷ ἐσθῆτι τοῦ ποδήρους ἐνδύματος ἐπὶ τῷ λογίῳ συνυφαίνειν κελεύων (Exod. 28, 17 sqq.)."],["186","ὑμνεῖ μέντοι καὶ τὴν δεκάδι πολυπλασιαζομένην ἑβδομάδα, νυνὶ μὲν ἑβδομήκοντα φοίνικας παρὰ ταῖς πηγαῖς εἶναι λέγων, ἐν ἑτέροις δὲ πρεσβυτέρους μόνους ἑβδομήκοντα, οἷς τὸ θεῖον ἐπενεμήθη καὶ προφητικὸν πνεῦμα (Num. 11, 16), καὶ πάλιν ἱερεῖα μόσχων ἑβδομήκοντα ἐν διαιρέσεσι καὶ τάξεσιν ἐναρμονίοις ἑορτῇ τῶν σκηνῶν προσαγομένων· βουθυτοῦνται γὰρ οὐκ ἀθρόοι, ἀλλ’ ἐν ἡμέραις ἑπτά, τῆς ἀρχῆς ἀπὸ τρισκαίδεκα ταύρων γενομένης (Num. 29, 13 sqq.)· οὕτως γὰρ κατὰ τὴν ἑνὸς ὑφαίρεσιν ἀεὶ μέχρι τῆς ἑβδόμης ἔμελλεν ὁ τῶν ἑβδομήκοντα συντεθεὶς ἀριθμὸς ἐκπληροῦσθαι."],["187","παραγενόμενοι δὲ εἰς τοὺς θυρῶνας ἀρετῆς, τὰ προπαιδεύματα, καὶ θεασάμενοι πηγὰς καὶ παρ’ αὐταῖς ἔρνη φοινίκων στρατοπεδεύειν οὐ παρὰ τοῖς φυτοῖς ἀλλὰ παρὰ τοῖς ὕδασι λέγονται. διὰ τί; ὅτι φοίνικι μὲν καὶ ταινίαις οἱ παντελοῦς ἀρετῆς ἐπιφερόμενοι τὰ ἆθλα κοσμοῦνται, οἱ δὲ ἔτι ἐγχορεύοντες τοῖς προπαιδεύμασιν ἅτε μαθήσεως διψῶντες παρὰ ταῖς δυναμέναις ἄρδειν καὶ ποτίζειν τὰς ψυχὰς αὐτῶν ἐπιστήμαις ἱδρύονται."],["188","τοιαῦται μέν εἰσιν αἱ παιδείας τῆς μέσης πηγαί, τὴν δ’ ἀφροσύνης ἐπισκεψώμεθα, περὶ ἧς λελάληκεν ὁ νομοθέτης ὧδε· „ὃς ἂν κοιμηθῇ μετὰ γυναικὸς ἀποκαθημένης, τὴν πηγὴν αὐτῆς ἀπεκάλυψε, καὶ αὕτη ἀπεκάλυψε τὴν ῥύσιν τοῦ αἵματος αὐτῆς· ἐξολοθρευθήτωσαν ἀμφότεροι “(Lev. 20, 18)·"],["189","γυναῖκα τὴν αἴσθησιν καλεῖ, νοῦν ἄνδρα αὐτῆς ὑποτιθέμενος. ἀποκάθηται δὲ αἴσθησις, ὅπερ ἐστὶν ἀπωτάτω καθέζεται, ὅταν νοῦν ἀπολιποῦσα, τὸν γνήσιον ἄνδρα, ἐφιδρύηται τοῖς δελεάζουσι καὶ φθείρουσιν αἰσθητοῖς καὶ ἐρωτικῶς ἑκάστοις ἐμπλέκηται· τότ’ οὖν εἰ πρὸς ὕπνον τράποιτο ὁ νοῦς, ἐγρηγορέναι δέον, „τὴν πηγὴν “τῆς αἰσθήσεως „ἀπεκάλυψεν “αὑτὸν— αὐτὸς γὰρ ἦν, ὥσπερ ἔφην, ἡ αἰσθήσεως πηγή—, τοῦτο δέ ἐστιν ἄστεγον καὶ ἀτείχιστον καὶ εὐεπιβούλευτον κατεσκεύασεν ἑαυτόν."],["190","οὐ μὴν ἀλλὰ κἀκείνη „ἀπεκάλυψε τὴν ῥύσιν τοῦ αἵματος αὐτῆς “· ῥέουσα γὰρ πᾶσα αἴσθησις πρὸς τὸ ἐκτὸς αἰσθητὸν ἐπικαλύπτεται μὲν καὶ στέλλεται διακρατουμένη λογισμῷ, καταλείπεται δὲ ἔρημος χηρεύσασα ἡγεμόνος ὀρθοῦ· κακὸν δὲ βαρύτατον ὡς πόλει τὸ ἀτείχιστον, καὶ ψυχῇ τὸ ἀφύλακτον. πότ’ οὖν ἀφύλακτος γίνεται;"],["191","ἢ ὅταν ἄστεγος μὲν ὅρασις κεχυμένη πρὸς τὰ ὁρατά, ἄστεγος δὲ ἀκοὴ φωναῖς ἁπάσαις ἐπαντλουμένη, ἄστεγοι δὲ ὀσμαὶ καὶ αἱ συγγενεῖς δυνάμεις καταλειφθῶσι, πρὸς ὅ τι ἂν οἱ κατατρέχοντες βούλωνται διαθεῖναι παθεῖν ἑτοιμόταται, ἄστεγος δὲ καὶ ὁ προφορικὸς λόγος, ὃς μυρία τῶν ἀπορρήτων, ἅτε μηδενὸς τὴν φορὰν ἀνωθοῦντος, ἀκαίρως ἐξελάλησε; ῥυεὶς γοῦν ἀκωλύτως μεγάλας βίων ὑποθέσεις ὀρθὰς οἷα ἐν γαλήνῃ πλεούσας περιέτρεψεν."],["192","οὗτός ἐστιν ὁ μέγας κατακλυσμός, ἐν ᾧ „ἀνεῴχθησαν μὲν οἱ καταρράκται τοῦ οὐρανοῦ, “λέγω δὲ τοῦ νοῦ, „ἀπεκαλύφθησαν δὲ αἱ πηγαὶ τῆς ἀβύσσου “(Gen. 7, 11), τουτέστι τῆς αἰσθήσεως. μόνως γὰρ οὕτως ἡ ψυχὴ κατακλύζεται, ἄνωθεν μὲν ὥσπερ ἀπ’ οὐρανοῦ τοῦ νοῦ καταρραγέντων ἀδικημάτων, κάτωθεν δὲ ὥσπερ ἀπὸ γῆς τῆς αἰσθήσεως ἀνομβρησάντων παθῶν."],["193","οὗ χάριν ἀπαγορεύει Μωυσῆς „ἀσχημοσύνην πατρὸς καὶ μητρὸς ἀποκαλύπτειν “(Lev. 18, 7), εἰδὼς σαφῶς, ἡλίκον ἐστὶ κακὸν τὰ ἁμαρτήματα τοῦ νοῦ καὶ τῆς αἰσθήσεως μὴ ἐπέχειν καὶ ἐπικρύπτειν, ἀλλ’ ὥσπερ κατορθώματα προφέρειν"],["194","εἰς μέσον. αἵδ’ εἰσὶν αἱ τῶν ἁμαρτημάτων πηγαί, τὴν δὲ φρονήσεως ἐρευνητέον. εἰς ταύτην ἡ ὑπομονὴ κάτεισι, Ῥεβέκκα, καὶ τὸ ψυχῆς ὅλον πληρώσασα ἀγγεῖον ἀναβαίνει, τὴν κάθοδον ἄνοδον εἰπόντος τοῦ νομοθέτου φυσικώτατα· πρὸς γὰρ ὕψος ἐξαίρεται τὸ ἀρετῆς, ἥτις ἂν ἀπ’ ἀλαζονείας τῆς ὑπεραύχου διανοῆται κατέρχεσθαι."],["195","λέγει γάρ· „καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησε τὴν ὑδρίαν, καὶ ἀνέβη “(Gen. 24, 16). ἥδ’ ἐστὶν ἡ θεία σοφία, ἐξ ἧς αἵ τε κατὰ μέρος ἐπιστῆμαι ποτίζονται καὶ ὅσαι ψυχαὶ φιλοθεάμονες ἔρωτι τοῦ ἀρίστου κατέσχηνται."],["196","ταύτῃ ὁ ἱερὸς λόγος τῇ πηγῇ προσφυέστατα ὀνόματα τίθεται, „κρίσιν “αὐτὴν καὶ „ἁγίαν “προσαγορεύων. „ἀναστρέψαντες “γάρ φησιν \" ἦλθον ἐπὶ τὴν πηγὴν τῆς κρίσεως, αὕτη ἐστὶ Κάδης “(Gen. 14, 7)· καλεῖται δὲ Κάδης ἁγία. μονονοὺ βοᾷ καὶ κέκραγεν, ὅτι ἡ τοῦ θεοῦ σοφία ἁγία τέ ἐστιν οὐδὲν ἐπιφερομένη γήινον καὶ κρίσις τῶν ὅλων, ᾗ πᾶσαι"],["197","αἱ ἐναντιότητες διαζεύγνυνται. λεκτέον δ’ ἤδη περὶ τῆς ἀνωτάτω καὶ ἀρίστης πηγῆς, ἣν ὁ πατὴρ τῶν ὅλων διὰ προφητικῶν ἐθέσπισε στομάτων. εἶπε γάρ που· „ἐμὲ ἐγκατέλιπον πηγὴν ζωῆς, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται συσχεῖν ὕδωρ “(Ier. 2, 13)."],["198","οὐκοῦν ὁ θεός ἐστιν ἡ πρεσβυτάτη πηγή, καὶ μήποτ’ εἰκότως· τὸν γὰρ σύμπαντα τοῦτον κόσμον ὤμβρησε. καταπέπληγμαι δ’ ἀκούων, ὅτι ζωῆς ἐστιν ἥδε ἡ πηγή· μόνος γὰρ ὁ θεὸς ψυχῆς καὶ ζωῆς καὶ διαφερόντως λογικῆς ψυχῆς καὶ τῆς μετὰ φρονήσεως ζωῆς αἴτιος. ἡ μὲν γὰρ ὕλη νεκρόν, ὁ δὲ θεὸς πλέον τι ἢ ζωή, πηγὴ τοῦ ζῆν, ὡς αὐτὸς εἶπεν, ἀένναος."],["199","οἱ δ’ ἀσεβεῖς ἀποδράντες, ἄγευστοι τοῦ τῆς ἀθανασίας ποτοῦ διατελέσαντες, ὤρυξαν, οἱ φρενοβλαβεῖς, ἑαυτοῖς ἀλλ’ οὐ θεῷ τὸ πρῶτον, τὰς ἰδίας πράξεις τῶν οὐρανίων καὶ ὀλυμπίων προκρίναντες καὶ τὰ ἐκ φροντίδος τῶν αὐτομάτων καὶ ἑτοίμων."],["200","ἔπειτα ὀρύττουσιν οὐχ ὡς Ἀβραὰμ καὶ Ἰσαάκ, οἱ σοφοί, φρέατα (Gen. 21, 30. 26, 18), βαθείας ἐπιστήμας ποτίμους λόγους ἀναδιδούσας, ἀλλὰ λάκκους, ἴδιον οὐδὲν ἐξ ἑαυτῶν ἔχοντας τρόφιμον καλόν, τῆς δ’ ἔξωθεν χρῄζοντας ἐπιρροῆς, ἣ γένοιτ’ ἂν ἐκ διδασκαλίας ἐπαντλούντων ἀεὶ τῶν ὑφηγητῶν ἀκοαῖς τῶν μανθανόντων ἀθρόα τὰ ἐπιστήμης δόγματα καὶ θεωρήματα, καὶ φρενὶ κατασχεῖν καὶ μνήμῃ τὰ παραδοθέντα ταμιεύεσθαι."],["201","νυνὶ δ’ εἰσὶν „οἱ λάκκοι συντετριμμένοι “, τουτέστι πᾶσαι τῆς ἀναγώγου ψυχῆς αἱ δεξαμεναὶ τεθραυσμέναι καὶ διαρρέουσαι, μὴ δυνάμεναι συσχεῖν καὶ φυλάξαι τὴν τῶν οἵων τε ὠφελεῖν ἐπιρροήν."],["202","Ἃ μὲν οὖν περὶ πηγῶν καιρὸς ἦν εἰπεῖν λέλεκται. πάνυ δ’ ἐξητασμένως τὴν Ἄγαρ εἰσάγουσιν οἱ χρησμοὶ εὑρισκομένην μὲν ἐπὶ τῆς πηγῆς (Gen. 16, 7), οὐκ ἀρυτομένην δ’ ἀπ’ αὐτῆς. οὔπω γάρ ἐστιν ἱκανὴ ψυχὴ προκόπτουσα τῷ σοφίας ἀκράτῳ ποτῷ χρῆσθαι, πλησίον δ’ οὐ κεκώλυται ποιεῖσθαι τὰς διατριβάς."],["203","ἔστι δὲ καὶ λεωφόρος πᾶσα ἡ κατὰ παιδείαν ὁδὸς ἐχυρωτάτη καὶ εὐερκεστάτη. διό φησιν \" ἐν τῇ ὁδῷ Σοὺρ “αὐτὴν εὑρεθῆναι (ibid.), τεῖχος δὲ ἢ εὐθυσμὸς ἑρμηνεύεται Σούρ. ἐνλαλῶν οὖν ὁ ἔλεγχος τῇ ψυχῇ φησιν αὐτῇ· „πόθεν ἔρχῃ, καὶ ποῦ πορεύῃ “(ibid. 8). τοῦτο δ’ οὐκ ἐνδοιάζων καὶ οὐ πυνθανόμενος μᾶλλον ἢ δυσωπῶν καὶ ὀνειδίζων προφέρεται·"],["204","θέμις γὰρ οὐδὲν ἀγνοεῖν τῶν καθ’ ἡμᾶς ἀγγέλῳ. σημεῖον δέ· καὶ τὰ κατὰ γαστρός, ἅπερ ἄδηλα γενέσει, σαφῶς οἶδεν ἐν οἷς φησιν· \" ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ παιδίον, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ “(ibid. 11). τὸ γὰρ γνῶναι, ὅτι τὸ κυοφορούμενον ἄρρεν ἐστίν, οὐκ ἀνθρωπίνης δυνάμεως, ἀλλ’ οὐδὲ τὸ τὴν προαίρεσιν ᾗ χρήσεται τοῦ βίου ὁ μήπω γεγενημένος, ὅτι ἀγροῖκος, ἀλλ’ οὐ πολιτικὴ καὶ ἥμερος."],["205","τὸ \" πόθεν οὖν ἔρχῃ “πρὸς ἐπίπληξιν λέγεται τῆς ἀποδιδρασκούσης ψυχῆς τὴν ἀμείνω καὶ κυρίαν γνώμην, ἧς θεραπαινὶς οὐ λεγομένη μᾶλλον ἢ ἔργοις ὑπάρχουσα μέγα κλέος ἔμελλεν [ἐξ] οἴσεσθαι. „ποῖ δὲ καὶ πορεύῃ “; τὰ ἄδηλα μετατρέχεις, τὰ ὁμολογούμενα ἀπορρίψασα."],["206","καλὸν οὖν αὐτὴν ἐπαινέσαι χαίρουσαν ἐπὶ νουθεσίᾳ· δείγματα δὲ τοῦ χαίρειν ἐξενήνοχε τό τε μὴ κατηγορῆσαι τῆς δεσποίνης καὶ τὸ τὴν αἰτίαν ἀναθεῖναι ἑαυτῇ τοῦ δρασμοῦ καὶ τὸ μὴ ἀποκρίνασθαι πρὸς τὸ δεύτερον πύσμα τὸ „ποῦ πορεύῃ; “ἄδηλον γάρ, περὶ δὲ τῶν ἀδήλων ἐπέχειν ἀσφαλές"],["207","τε καὶ ἀναγκαῖον. ἀποδεξάμενος οὖν τῆς πειθαρχίας αὐτὴν ὁ ἔλεγχος „ἀποστάφηθι πρὸς τὴν κυρίαν σου “φησί· λυσιτελὲς γὰρ τῇ μανθανούσῃ ἡ τῆς διδασκούσης ἐπιστασία καὶ τῇ ἀτελεῖ ἡ παρὰ φρονήσει δουλεία. ὅταν δ’ ὑποστρέψῃς, „ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς “(ibid. 9) καλὴν ταπείνωσιν φρονήματος ἀλόγου καθαίρεσιν περιέχουσαν."],["208","οὕτως γὰρ πραϋτόκοις ὠδῖσιν ἄρρενα γενεὰν ἀποκυήσεις, ὄνομα Ἰσμαήλ (ibid. 11), ἀκοαῖς θείαις σωφρονισθεῖσα· ἑρμηνεύεται γὰρ Ἰσμαὴλ ἀκοὴ θεοῦ. ἀκοὴ δ’ ὁράσεως τὰ δευτερεῖα φέρεται, ὅρασιν δὲ ὁ γνήσιος υἱὸς καὶ πρωτόγονος Ἰσραὴλ κεκλήρωται· μεταληφθεὶς γάρ ἐστιν ὁρῶν θεόν. ἀκούειν μὲν γὰρ καὶ ψευδῶν ὡς ἀληθῶν ἔνεστιν, ὅτι ἀπατηλὸν ἀκοή, ἀψευδὲς δ’ ὅρασις, ᾗ τὰ ὄντα ὄντως κατανοεῖται."],["209","τὸν δὲ γεννηθέντα τρόπον χαρακτηρίζει διά τε τοῦ λέγειν ἀγροῖκον ἔσεσθαι, ὡς ἂν ἀγροικόσοφον, μήπω τῆς τιθασοῦ καὶ πολιτικῆς ὄντως μοίρας ἠξιωμένον— αὕτη δέ ἐστιν ἀρετή, δι’ ἧς πέφυκεν ἡμεροῦσθαι τὸ ἦθος—, καὶ διὰ τοῦ φάσκειν· „αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας καὶ αἱ χεῖρες πάντων ἐπ’ αὐτόν “(ibid. 12)· σοφιστοῦ γὰρ βούλημα τοῦτο τὸ λίαν σκεπτικὸν ἐπιμορφάζοντος καὶ λόγοις χαίροντος ἐριστικοῖς."],["210","οὗτος καὶ πάντας βάλλει τοὺς ἀπὸ τῶν μαθημάτων, ἰδίᾳ τε ἑκάστῳ καὶ κοινῇ πᾶσιν ἐναντιούμενος, καὶ βάλλεται πρὸς ἁπάντων, εἰκότως ἀμυνομένων ὡς ὑπὲρ οἰκείων ἐκγόνων ὧν ἔτεκεν αὐτῶν ἡ ψυχὴ δογμάτων."],["211","ἀλλὰ καὶ τρίτον προσυπογράφει χαρακτῆρα φάσκων· \" κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν κατοικήσει “(ibid.), μονονοὺκ ἄντικρυς ἐπιδεικνύμενος τὴν ἀντιπρόσωπον διαμάχην καὶ ἀντίστασιν αἰώνιον. ἡ κυοφοροῦσα οὖν τὸν σοφιστὴν λόγον ψυχή φησι τῷ λαλοῦντι πρὸς αὐτὴν ἐλέγχῳ· „σὺ θεὸς ὁ ἐπιδών με “(ibid. 13), ἴσον τῷ σὺ ποιητὴς εἶ τῶν ἐμῶν βουλημάτων καὶ ἐκγόνων, καὶ μήποτ’ εἰκότως·"],["212","ἐλευθέρων μὲν γὰρ καὶ ἀστῶν ὡς ἀληθῶς ψυχῶν ὁ ἐλεύθερος καὶ ἐλευθεροποιὸς δημιουργός, δούλων δὲ δοῦλοι· ἄγγελοι δ’ οἰκέται θεοῦ, νομιζόμενοι πρὸς τῶν ἔτ’ ἐν πόνοις καὶ δουλείαις ὑπαρχόντων θεοί. „διὰ τοῦτο “φησίν \" ἐκάλεσε τὸ φρέαρ φρέαρ οὗ ἐνώπιον εἶδον “(ibid. 14)."],["213","ἀλλ’ οὐκ ἔμελλες, ὦ ψυχὴ προκόπτουσα καὶ τῇ τῶν ἐγκυκλίων ἐπιστήμῃ προπαιδευμάτων ἐμβαθύνουσα, καθάπερ διὰ κατόπτρου τῆς παιδείας τὸν αἴτιον τῆς ἐπιστήμης ἰδεῖν; οἰκειότατος δὲ καὶ ὁ τοῦ τοιούτου φρέατος τόπος „ἐν μέσῳ Κάδης καὶ Βαράδ “(ibid. 14)· ἑρμηνεύεται δὲ Βαρὰδ μὲν ἐν κακοῖς, Κάδης δὲ ἁγία· μεθόριος γὰρ ἁγίων καὶ βεβήλων ὁ ἐν προκοπαῖς, ἀποδιδράσκων μὲν τὰ φαῦλα, μήπω δ’ ἱκανὸς ὢν τελείοις συμβιοῦν ἀγαθοῖς."]]] \ No newline at end of file diff --git a/lines/on-rewards-and-punishments.json b/lines/on-rewards-and-punishments.json new file mode 100644 index 0000000000000000000000000000000000000000..37e3c8526131953e6dfdedb77bcd08e9887c5a05 --- /dev/null +++ b/lines/on-rewards-and-punishments.json @@ -0,0 +1 @@ +[[["1","Τῶν μὲν οὖν διὰ τοῦ προφήτου Μωυσέως λογίων τρεῖς ἰδέας εἶναι συμβέβηκε, τὴν μὲν περὶ κοσμοποιίας, τὴν δὲ ἱστορικήν, τὴν δὲ τρίτην νομοθετικήν. ἡ μὲν οὖν κοσμοποιία παγκάλως πᾶσα καὶ θεοπρεπῶς μεμήνυται, λαβοῦσα τὴν ἀρχὴν ἀπὸ γενέσεως οὐρανοῦ καὶ λήξασα εἰς ἀνθρώπου κατασκευήν· ὁ μὲν γὰρ ἀφθάρτων τελειότατος, ὁ δὲ θνητῶν. ἀθάνατα δὲ καὶ θνητὰ ἐν γενέσει συνυφαίνων ὁ ποιητὴς εἰργάσατο τὸν κόσμον, τὰ μὲν [γενόμενα] ὡς ἡγεμονικά, τὰ δ’ ὡς ὑπήκοα [καὶ] γενησόμενα."],["2","τὸ δὲ ἱστορικὸν μέρος ἀναγραφὴ βίων ἐστὶ σπουδαίων καὶ πονηρῶν καὶ τὰ ὁρισθέντα ἑκατέροις ἐπιτίμια καὶ γέρα ἐν ἑκάσταις γενεαῖς. τοῦ δὲ νομοθετικοῦ τὸ μὲν καθολικωτέραν ὑπόθεσιν ἔχει, τὸ δ’ ἕτερον τῶν κατὰ μέρος νομίμων εἰσὶν ἐντολαί· κεφάλαια μὲν δέκα, ἅπερ λέγεται κεχρησμῳδῆσθαι οὐ δι’ ἑρμηνέως ἀλλ’ ἐν τῷ ὑψώματι τοῦ ἀέρος σχηματιζόμενα καὶ ἄρθρωσιν ἔχοντα λογικήν, τὰ δ’ ἄλλα τὰ κατ’ εἶδος [μέρη] διὰ τοῦ προφήτου θεσπισθέντα."],["3","περὶ ὧν ἁπάντων ὅσα καιρὸς ἐν ταῖς προτέραις συντάξεσι διεξελθὼν καὶ προσέτι τῶν ἀρετῶν ἃς ἀπένειμεν εἰρήνῃ τε καὶ πολέμῳ μέτειμι κατὰ τὸ ἀκόλουθον ἐπὶ τὰ προτεθέντα καὶ τοῖς ἀγαθοῖς ἆθλα καὶ τοῖς πονηροῖς ἐπιτίμια."],["4","συνασκήσας γὰρ ὑφηγήσεσι καὶ προτροπαῖς μαλακωτέραις καὶ πάλιν ἐπανατάσεσι καὶ νουθεσίαις ἐμβριθεστέραις τοὺς κατ’ αὐτὸν πολιτευομένους ἐκάλεσεν εἰς τὴν ὧν ἐπαιδεύθησαν ἐπίδειξιν· οἱ δὲ παρελθόντες ὥσπερ εἰς ἱερὸν ἀγῶνα γυμνὴν τὴν ἑαυτῶν προαίρεσιν ἀνέφηναν εἰς ἐναργέστατον ἔλεγχον τῆς ἀληθείας."],["5","εἶτα οἱ μὲν ἀθληταὶ τῷ ὄντι ἀρετῆς ἀνευρίσκοντο μὴ ψεύσαντες τῆς ἐπ’ αὐτοῖς χρηστῆς ἐλπίδος τοὺς ἀλείπτας νόμους, οἱ δὲ ἄνανδροι καὶ ἀγεννεῖς ὑπὸ τῆς ἐμφύτου μαλακίας τὰς ψυχάς, πρὶν ἢ δυνατώτερόν τι ἀντιβιάσασθαι, προκαταπίπτοντες αἰσχύνη καὶ γέλως θεατῶν ἐγίνοντο."],["6","δι’ ἣν αἰτίαν οἱ μὲν βραβείων καὶ κηρυγμάτων καὶ τῶν ἄλλων ὅσα νικῶσι δίδοται μετελάμβανον, οἱ δὲ οὐκ ἀστεφάνωτοι μόνον ἀπῄεσαν, ἀλλὰ καὶ ἧτταν ἐπονείδιστον ἐνδεξάμενοι τῶν ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ἀργαλεωτέραν· ἐκεῖ μὲν γὰρ ἀθλητῶν σώματα κλίνεται ῥᾳδίως ὀρθοῦσθαι δυνάμενα, ἐνταῦθα δὲ ὅλοι βίοι πίπτουσιν, οὓς ἅπαξ ἀνατραπέντας μόλις ἔστιν ἀνεγεῖραι."],["7","Τῆς δὲ προνομίας καὶ τιμῆς καὶ τοὐναντίον κολάσεως τάξεις ἐναρμονίους ὑφηγεῖται, κατ’ ἄνδρας, κατ’ οἴκους, κατὰ πόλεις, κατὰ χώρας καὶ ἔθνη, κατὰ κλίματα γῆς μεγάλα. πρότερον δ’ ἐρευνητέον τὰ ἐπὶ τιμαῖς, ἐπειδὴ καὶ λυσιτελέστερα καὶ ἡδίω πρὸς ἀκρόασιν, ἀρχὴν λαμβάνοντας τὴν ἀφ’ ἑνὸς ἑκάστου τῶν ἐν μέρει."],["8","φασὶ τὸν παλαιὸν ἐκεῖνον Τριπτόλεμον Ἕλληνες ἀρθέντα μετέωρον ἐπὶ πτηνῶν δρακόντων τὸν τοῦ σίτου καρπὸν εἰς ἅπασαν τὴν γῆν κατασπείρειν, ἀντὶ βαλανηφαγίας ἵν’ ἔχῃ τὸ ἀνθρώπων γένος ἥμερον καὶ ὠφέλιμον καὶ ἡδίστην τροφήν. τοῦτο μὲν οὖν ὥσπερ πολλὰ καὶ ἄλλα τοῖς εἰωθόσι τερατεύεσθαι μύθου πλάσμα ὂν ἀπολελείφθω σοφιστείαν πρὸ σοφίας καὶ γοητείαν πρὸ ἀληθείας ἐπιτετηδευκόσιν."],["9","ἐξ ἀρχῆς γὰρ ἅμα τῇ πρώτῃ γενέσει τῶν ὅλων ὁ θεὸς προευτρεπίσατο τὰ ἐπιτήδεια πᾶσι τοῖς ζῴοις ἐκ γῆς ἀνείς, καὶ μάλιστα τῷ γένει τῷ ἀνθρώπων, ᾧ τὴν ἐφ’ ἅπασι τοῖς γηγενέσιν ἡγεμονίαν ἐχαρίζετο. τῶν γὰρ θείων ἔργων οὐδὲν ὀψίγονον, ἀλλὰ καὶ ὅσα τέχναις καὶ ἐπιμελείαις ὕστερον τελειοῦσθαι δοκεῖ, πάντως ἡμίεργα προϋπόκειται προμηθείᾳ φύσεως, ὡς μὴ ἀπὸ σκοποῦ τὰς μαθήσεις ἀναμνήσεις εἶναι λέγεσθαι."],["10","ταῦτα μὲν οὖν ὑπερκείσθω· τὴν δ’ ἀναγκαιοτάτην σπορὰν ἐπισκεπτέον, ἣν ὁ ποιητὴς ἐν ἀρετώσῃ χώρᾳ κατέσπειρε, λογικῇ ψυχῇ."],["11","ταύτης δ’ ὁ πρῶτος σπόρος ἐστὶν ἐλπίς, ἡ πηγὴ τῶν βίων. ἐλπίδι μὲν γὰρ κέρδους ὁ χρηματιστὴς ἐπαποδύεται πολυτρόποις ἰδέαις πορισμῶν, ἐλπίδι δ’ ὁ ναύκληρος εὐπλοίας περαιοῦται τὰ μακρὰ πελάγη· ἐλπίδι δόξης καὶ ὁ φιλότιμος αἱρεῖται πολιτείαν καὶ κοινῶν πραγμάτων ἐπιμέλειαν· δι’ ἐλπίδα βραβείων καὶ στεφάνων καὶ οἱ τῶν σωμάτων ἀσκηταὶ τοὺς γυμνικοὺς ἀγῶνας διαθλοῦσιν· ἐλπὶς εὐδαιμονίας καὶ τοὺς ἀρετῆς ζηλωτὰς ἐπαίρει φιλοσοφεῖν, ὡς ταύτῃ δυνησομένους καὶ τὴν τῶν ὄντων φύσιν ἰδεῖν καὶ δρᾶσαι τὰ ἀκόλουθα πρὸς τὴν τῶν ἀρίστων βίων θεωρητικοῦ τε καὶ πρακτικοῦ τελείωσιν, ὧν ὁ τυχὼν εὐθύς ἐστιν εὐδαίμων."],["12","ἔνιοι μὲν οὖν τὰ ἐλπίδος σπέρματα ἢ ὡς πολέμιοι τὰς ἐν τῇ ψυχῇ κακίας ζωπυρήσαντες ἐνέπρησαν ἢ ὡς ἀμελεῖς τέχνης τῆς γεωργικῆς ὑπὸ ῥᾳθυμίας διέφθειραν. εἰσὶ δ’ οἳ καὶ δόξαντες ἐπιμελεῖσθαι, φιλαυτίαν πρὸ εὐσεβείας ἀσπασάμενοι, τὰς αἰτίας τῶν κατορθωμάτων ἀνέθηκαν ἑαυτοῖς."],["13","ὑπαίτιοι δὲ πάντες οὗτοι· μόνος δ’ ἀποδοχῆς ἄξιος ὁ ἀναθεὶς τὴν ἐλπίδα θεῷ καὶ ὡς αἰτίῳ τῆς γενέσεως αὐτῆς καὶ ὡς ἀσινῆ καὶ ἀδιάφθορον ἱκανῷ μόνῳ διαφυλάξαι. τί οὖν ἆθλον πρόκειται τῷ στεφανωθέντι τὸν ἀγῶνα τοῦτον; τὸ μικτὸν ἐκ θνητῆς καὶ ἀθανάτου φύσεως ζῷον, ὁ ἄνθρωπος, οὔθ’ ὁ αὐτὸς οὔθ’ ἕτερος ὢν τοῦ λαβόντος."],["14","τοῦτον Χαλδαῖοι μὲν προσονομάζουσιν Ἐνώς, εἰς δ’ Ἑλλάδα γλῶτταν μεταληφθείς ἐστιν ἄνθρωπος, τὸ κοινὸν ὄνομα τοῦ γένους ἴδιον λαβών, ἆθλον ἐξαίρετον, ὡς δέον μηδένα νομίζεσθαι τὸ παράπαν ἄνθρωπον, ὃς ἂν μὴ ἐπὶ θεὸν ἐλπίζῃ."],["15","Μετὰ δὲ τὴν ἐλπίδος νίκην ἀγὼν δεύτερός ἐστιν, ἐν ᾧ μετάνοια ἀγωνίζεται τῆς μὲν ἀτρέπτου καὶ ἀμεταβλήτου καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἐχούσης φύσεως ἀμοιρήσασα, ζήλῳ δὲ καὶ ἔρωτι τοῦ βελτίονος ἐξαίφνης κατασχεθεῖσα καὶ σπεύδουσα καταλιπεῖν μὲν τὴν σύντροφον πλεονεξίαν καὶ ἀδικίαν, μεθορμίσασθαι δὲ πρὸς σωφροσύνην καὶ δικαιοσύνην καὶ τὰς ἄλλας ἀρετάς."],["16","ἆθλα καὶ ταύτῃ προτίθεται διττὰ ἐπὶ διττοῖς κατορθώμασιν, ἀπολείψει μὲν αἰσχρῶν, αἱρέσει δὲ τῶν καλλίστων. τὰ δ’ ἆθλα ἀποικία καὶ μόνωσις· φησὶ γὰρ ἐπὶ τοῦ τὰς μὲν σώματος νεωτεροποιίας ἀποδράντος, αὐτομολήσαντος δὲ πρὸς ψυχήν·"],["17","„οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ θεός “(Gen. 5, 24). αἰνίττεται δὲ ἐναργῶς διὰ μὲν τῆς μεταθέσεως τὴν ἀποικίαν, διὰ δὲ τοῦ μὴ εὑρίσκεσθαι τὴν μόνωσιν· καὶ σφόδρα οἰκείως· εἰ γὰρ τῷ ὄντι ἄνθρωπος καταπεφρόνηκεν ἡδονῶν καὶ ἐπιθυμιῶν καὶ ἐπάνω τῶν παθῶν ἀψευδῶς ἔγνωκεν ἵστασθαι, [πρὸς] μετανάστασιν εὐτρεπιζέσθω φεύγων ἀμεταστρεπτὶ καὶ οἶκον καὶ πατρίδα καὶ συγγενεῖς καὶ φίλους."],["18","ὁλκὸν γὰρ ἡ συνήθεια, ὡς δέος εἶναι, μὴ καταμείνας ἁλῷ τοσούτοις ἐν κύκλῳ φίλτροις ἀποληφθείς, ὧν αἱ φαντασίαι τὴν ἐγγενομένην ἡσυχίαν τῶν αἰσχρῶν ἐπιτηδευμάτων πάλιν ἀνακινήσουσι καὶ μνήμας ἐναύλους, ὧν ἐπιλελῆσθαι καλὸν ἦν, ἐνεργάσονται."],["19","πολλοὶ γοῦν ἀποδημίαις ἐσωφρονίσθησαν, ἔρωτας ἐκμανεῖς καὶ λελυττηκότας θεραπευθέντες, οὐκέτι τῆς ὄψεως χορηγεῖν δυναμένης τῷ πάθει τῆς ἡδονῆς τὰ εἴδωλα· τῇ γὰρ διαζεύξει κατὰ κενοῦ βαίνειν ἀνάγκη, μηκέτι παρόντος ὑφ’ οὗ διερεθισθήσεται."],["20","κἂν μεταναστῇ μέντοι, τοὺς τῶν πολλῶν θιάσους ἐκτρεπέσθω μόνωσιν ἀσπαζόμενος· πέφυκε γὰρ καὶ ἐπὶ τῆς ἀλλοδαπῆς ὅμοια τοῖς οἴκοι δίκτυα, οἷς ἀνάγκη περιπείρεσθαι τοὺς ἀπροοράτως ἔχοντας καὶ ταῖς τῶν πολλῶν χαίροντας ὁμιλίαις· ὅ τι γὰρ ἄτακτον, ἄκοσμον, πλημμελές, ὑπαίτιον, τοῦτο ὄχλος ἐστί, μεθ’ οὗ φέρεσθαι τῷ νῦν πρῶτον μετοικισαμένῳ πρὸς ἀρετὴν ἀλυσιτελέστατον."],["21","ὡς γὰρ τοῖς ἐκ νόσου μακρᾶς ἀρχομένοις ἀναλαμβάνειν εὐάλωτά πώς ἐστι τὰ σώματα μήπω πρὸς ἰσχὺν παγέντα κραταιοτέραν, οὕτως καὶ οἷς ἡ ψυχὴ νῦν πρῶτον ὑγιάζεται πλαδῶσιν οἱ νοεροὶ τόνοι καὶ κραδαίνονται, ὡς δέος εἶναι, μὴ πάλιν ἐξορμήσῃ τὸ πάθος, ὃ πέφυκεν ἐκ τῆς τῶν εἰκαιοτέρων συνδιαιτήσεως ἀνερεθίζεσθαι."],["22","Μετὰ δὲ τοὺς μετανοίας ἀγῶνας τρίτα ἆθλα τίθεται δικαιοσύνης, ἧς ὁ μεταποιησάμενος λαμβάνει γέρα διττά, τὸ μὲν σωτήριον ἐν κοινῇ φθορᾷ, τὸ δὲ ταμίαν καὶ φύλακα γενέσθαι ἐξ ἑκάστης ζῴων ἰδέας ἡρμοσμένων ζυγάδην εἰς δευτέραν γένεσιν ἀντὶ τῆς ἀπολλυμένης."],["23","ἠξίωσε γὰρ ὁ ποιητὴς τὸν αὐτὸν καὶ τέλος γενέσθαι τῆς κατακρίτου γενεᾶς καὶ ἀρχὴν τῆς ἀνυπαιτίου, διδάσκων τοὺς ἀπρονόητον εἶναι τὸν κόσμον λέγοντας ἔργοις, οὐ ῥήμασιν, ὅτι καθ’ ὃν εἰσηγήσατο νόμον ἐν τῇ φύσει τῶν ὅλων αἱ σύμπασαι μυριάδες τῶν ἀνθρώπων μετὰ ἀδικίας ζήσασαι ἑνὸς ἀνδρὸς οὐκ ἄξιαι δικαιοσύνῃ συμβιοῦντος. τοῦτον Ἕλληνες μὲν Δευκαλίωνα, Χαλδαῖοι δὲ Νῶε ἐπονομάζουσιν, ἐφ’ οὗ τὸν μέγαν κατακλυσμὸν συνέβη γενέσθαι."],["24","Μετὰ δὲ τὴν τριάδα ταύτην ἑτέρα τριὰς ὁσιωτέρα καὶ θεοφιλεστέρα γίνεται μιᾶς συγγενείας· πατὴρ γὰρ καὶ υἱὸς καὶ υἱωνὸς ἐπὶ τὸ αὐτὸ τέλος ἔσπευσαν τοῦ βίου τὸ τῷ ποιητῇ καὶ πατρὶ τῶν ὅλων εὐαρεστῆσαι, καταφρονήσαντες μὲν ὧν θαυμάζουσιν οἱ πολλοί, δόξης καὶ πλούτου καὶ ἡδονῆς, γελάσαντες δὲ καὶ τῦφον, ὃς ἐκ ψευσμάτων ἀεὶ συνυφαίνεται καὶ καταποικίλλεται πρὸς ἀπάτην τῶν ὁρώνταν."],["25","οὗτός ἐστιν ὁ γόης, ὁ τὰ ἄψυχα θεοπλαστῶν, ὁ μέγας καὶ δυσάλωτος ἐπιτειχισμός, οὗ τοῖς σοφίσμασι καὶ στρατηγήμασι πᾶσα πόλις δελεάζεται προκαταλαμβάνοντος τὰς τῶν νέων ψυχάς· εἰσοικισάμενος γὰρ ἐκ πρώτης ἡλικίας ἄχρι γήρως ἐνίδρυται, πλὴν οἷς ἂν ὁ θεὸς αὐγὴν ἐπιλάμψῃ τῆς ἀληθείας· ἀληθείᾳ δὲ τῦφος ἀντίπαλον, ὃς μόλις μὲν ἀλλ’ οὖν κραταιοτέρᾳ δυνάμει νικηθεὶς ὑπεξίσταται."],["26","τουτὶ δὲ τὸ γένος ἀριθμῷ μέν ἐστιν ὀλίγον, δυνάμει δὲ πολὺ καὶ μέγιστον, ὡς μηδ’ ἅπαντα τὸν τῆς γῆς κύκλον αὐτὸ χωρεῖν δύνασθαι, φθάνειν δ’ εἰς οὐρανόν· ἱμέρῳ γὰρ τοῦ θεωρεῖν καὶ τοῖς θείοις ἀεὶ συνεῖναι κατεσχημένον ἀλέκτῳ, τὴν ὁρατὴν ὅταν ἅπασαν φύσιν διερευνήσῃ καὶ διεξέλθῃ, πρὸς τὴν ἀσώματον καὶ νοητὴν εὐθὺς μέτεισιν, οὐδεμίαν τῶν αἰσθήσεων ἐπαγόμενον, ἀλλ’ ὅσον μὲν τῆς ψυχῆς ἄλογον μεθιέμενον, τῷ δ’ ὃ κέκληται νοῦς καὶ λογισμὸς μόνῳ προσχρώμενον."],["27","ὁ μὲν οὖν ἡγεμὼν τῆς θεοφιλοῦς δόξης, ὁ πρῶτος ἐκ τύφου μεθορμισάμενος πρὸς ἀλήθειαν, διδακτικῇ χρησάμενος ἀρετῇ πρὸς τελείωσιν, ἆθλον αἴρεται τὴν πρὸς θεὸν πίστιν· τῷ δὲ κατ’ εὐμοιρίαν φύσεως αὐτήκοον καὶ αὐτομαθῆ καὶ αὐτοδίδακτον κτησαμένῳ τὴν ἀρετὴν βραβεῖον ἀναδίδοται χαρά· τοῦ δ’ ἀσκητοῦ καὶ πόνοις ἀτρύτοις καὶ ἀκαμπέσι περιποιησαμένου τὸ καλὸν ὁ στέφανός ἐστιν ὅρασις θεοῦ. τοῦ δὲ πιστεύειν θεῷ καὶ διὰ παντὸς τοῦ βίου χαίρειν καὶ ὁρᾶν ἀεὶ τὸ ὂν τί ἂν ὠφελιμώτερον ἢ σεμνότερον ἐπινοήσειέ τις;"],["28","Ἐπαυγασώμεθα δ’ αὐτῶν ἕκαστον ἀκριβέστερον, μὴ τοῖς ὀνόμασι παραχθέντες, ἀλλὰ διακύψαντες εἴσω καὶ ταῖς διανοίαις ἐμβαθύναντες. ὁ μὲν τοίνυν ἀψευδῶς πιστεύσας θεῷ τὴν ἐν τοῖς ἄλλοις ὅσα γενητὰ καὶ φθαρτὰ κατείληφεν ἀπιστίαν, ἀρξάμενος ἀπὸ τῶν ἐν αὐτῷ μέγα πνεόντων, λογισμοῦ τε καὶ αἰσθήσεως· ἑκατέρῳ γὰρ ἴδιον συνέδριον καὶ δικαστήριον προσκεκλήρωται, τῷ μὲν εἰς τὴν τῶν νοητῶν ἐπίσκεψιν, οὗ τέλος ἀλήθεια, τῇ δὲ εἰς τὴν τῶν ὁρατῶν, οὗ τέλος δόξα."],["29","τὸ μὲν οὖν ἀνίδρυτον καὶ πεπλανημένον τῆς δόξης ἐνθένδε δῆλον· εἰκόσι γὰρ καὶ πιθανοῖς ἐφορμεῖ· πᾶσα δὲ εἰκὼν ὁμοιότητι εὐπαραγώγῳ ψεύδεται τὸ ἀρχέτυπον. ὅ τε ἡγεμὼν αἰσθήσεως λογισμὸς τὰς κρίσεις οἰόμενος ἀνῆφθαι τῶν νοητῶν καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων ἁλίσκεται περὶ πολλὰ κηραίνων· ὅταν γὰρ μυρίοις οὖσι τοῖς κατὰ μέρος ποιῆται τὰς προσβολάς, ἀδυνατεῖ καὶ ἐξασθενεῖ καὶ ἀπαγορεύει καθάπερ ἀθλητὴς ὑπὸ ῥώμης δυνατωτέρας ἐκτραχηλιζόμενος."],["30","ὅτῳ δ’ ἐξεγένετο πάντα μὲν σώματα πάντα δ’ ἀσώματα ὑπεριδεῖν καὶ ὑπερκῦψαι, μόνῳ δ’ ἐπερείσασθαι καὶ στηρίσασθαι θεῷ μετ’ ἰσχυρογνώμονος λογισμοῦ καὶ ἀκλινοῦς καὶ βεβαιοτάτης πίστεως, εὐδαίμων καὶ τρισμακάριος οὗτος ὡς ἀληθῶς."],["31","Μετὰ πίστιν προὔκειτο τῷ περιπεποιημένῳ τὴν ἀρετὴν ἐκ φύσεως ἀκονιτὶ καὶ νικηφορήσαντι χαρὰ τὸ ἆθλον· ὠνομάσθη γάρ, ὡς μὲν ἂν εἴποιεν Ἕλληνες, γέλως, ὡς δὲ Χαλδαῖοι προσονομάζουσιν, Ἰσαάκ· γέλως δὲ σημεῖον ἐπὶ τοῦ σώματος φανερὸν ἀφανοῦς τῆς κατὰ διάνοιαν χαρᾶς ἐστι."],["32","χαρὰν δὲ τῶν εὐπαθειῶν ἀρίστην καὶ καλλίστην εἶναι συμβέβηκεν, ὑφ’ ἧς ὅλη δι’ ὅλων εὐθυμίας ἡ ψυχὴ καταπίμπλαται, γεγηθυῖα μὲν ἐπὶ τῷ πατρὶ καὶ ποιητῇ τῶν συμπάντων θεῷ, γεγηθυῖα δὲ καὶ ἐπὶ τοῖς ἄνευ κακίας δρωμένοις, κἂν μὴ τυγχάνῃ καθ’ ἡδονὴν ὄντα, ὡς καλῶς γινομένοις καὶ ἐπὶ τῇ τῶν ὅλων διαμονῇ."],["33","καθάπερ γὰρ ἰατρὸς μὲν ἐν ταῖς μεγάλαις καὶ ἐπισφαλέσι νόσοις ἔστιν ὅτε μέρη σωμάτων ἀφαιρεῖ στοχαζόμενος τῆς τοῦ λοιποῦ σώματος ὑγείας, κυβερνήτης δὲ χειμώνων ἐπιγινομένων ἀποφορτίζεται προνοίᾳ τῆς τῶν ἐμπλεόντων σωτηρίας, καὶ μέμψις οὔτε τῷ ἰατρῷ τῆς πηρώσεως οὔτε τῷ κυβερνήτῃ τῆς ἀποβολῆς ἕπεται, τοὐναντίον δὲ ἔπαινος ἑκατέρῳ τὸ συμφέρον πρὸ τοῦ ἡδέος ἰδόντι καὶ κατορθώσαντι,"],["34","τὸν αὐτὸν τρόπον καὶ τὴν τῶν ὅλων φύσιν ἀεὶ θαυμαστέον καὶ τοῖς ἐν τῷ κόσμῳ πραττομένοις ἅπασιν ἄνευ τῆς ἑκουσίου κακίας εὐαρεστητέον ἐξετάζοντας, οὐκ εἴ τι μὴ καθ’ ἡδονὴν ἰδίαν συμβέβηκεν, ἀλλ’ εἰ τρόπον εὐνόμου πόλεως ὁ κόσμος ἡνιοχεῖταί τε καὶ κυβερνᾶται σωτηρίως."],["35","μακάριος οὖν καὶ οὗτος οὐχ ἧττον τοῦ προτέρου, συννοίας καὶ κατηφείας ἀμέτοχος ὤν, ἄλυπόν τε καὶ ἄφοβον ζωὴν καρπούμενος, αὐστηροῦ καὶ αὐχμηροῦ βίου μηδ’ ὄναρ προσαψάμενος διὰ τὸ πάντα τόπον τῆς ψυχῆς αὐτοῦ χαρᾷ προκατέχεσθαι."],["36","Μετὰ τὸν αὐτομαθῆ δὲ καὶ πλουσίᾳ χρησάμενον τῇ φύσει τρίτος ὁ ἀσκητὴς τελειοῦται λαμβάνων γέρας ἐξαίρετον ὅρασιν θεοῦ. πάντων γὰρ τῶν κατὰ τὸν ἀνθρώπινον βίον ἐφαψάμενος καὶ πᾶσιν ἐνομιλήσας οὐ παρέργως καὶ μηδένα πόνον ἢ κίνδυνον παρελθών, εἴ πως δυνηθείη τὴν ἀξιέραστον ἀλήθειαν ἰχνηλατῆσαι, παρὰ τῷ θνητῷ γένει πολὺν ζόφον ἀνεύρισκε κατὰ γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ αἰθέρα· καὶ γὰρ ὁ αἰθὴρ καὶ ὁ σύμπας οὐρανὸς νυκτὸς αὐτῷ παρεῖχε φαντασίαν, ἐπειδὴ πᾶσα ἡ αἰσθητὴ φύσις ἀόριστος· τὸ δ’ ἀόριστον ἀδελφὸν σκότους καὶ συγγενές."],["37","καταμύσας οὖν τὸ τῆς ψυχῆς ὄμμα τὸν ἔμπροσθεν αἰῶνα τοῖς συνεχέσιν ἄθλοις μόλις ἤρξατο διοίγνυσθαι καὶ τὴν ἐπισκιάσασαν διακρίνειν καὶ ἀποβάλλειν ἀχλύν· καθαρωτέρα γὰρ αἰθέρος ἀσώματος ἐξαίφνης ἐπιλάμψασα αὐγὴ τὸν νοητὸν κόσμον ἀνέφηνεν ἡνιοχούμενον."],["38","ὁ δ’ ἡνίοχος ἀκράτῳ φέγγει περιλαμπόμενος ἐν κύκλῳ δυσόρατος καὶ δυστόπαστος ἦν, ταῖς μαρμαρυγαῖς τῆς ὄψεως ἀμυδρουμένης· ἡ δέ, καίτοι πολλοῦ ῥέοντος εἰς αὐτὴν πυρός, ἀντεῖχεν ἔρωτι ἐκτόπῳ τοῦ θεάσασθαι."],["39","γνήσιον δὲ ἵμερον καὶ πόθον ἰδὼν ὁ πατὴρ καὶ σωτὴρ ἠλέησε καὶ κράτος δοὺς τῇ τῆς ὄψεως προσβολῇ τῆς ἑαυτοῦ θέας οὐκ ἐφθόνησε, καθ’ ὅσον οἷόν τε ἦν χωρῆσαι γενητὴν καὶ θνητὴν φύσιν, οὐχὶ τῆς ὅ ἐστιν ἐμφαινούσης, ἀλλὰ τῆς ὅτι ἔστιν."],["40","ἐκεῖνο μὲν γάρ, ὃ καὶ ἀγαθοῦ κρεῖττον καὶ μονάδος πρεσβύτερον καὶ ἑνὸς εἱλικρινέστερον, ἀμήχανον ὑφ’ ἑτέρου θεωρεῖσθαί τινος, διότι μόνῳ θέμις αὐτῷ ὑφ’ ἑαυτοῦ καταλαμβάνεσθαι. τὸ δ’ ὅτι ἔστιν, ὑπάρξεως ὄνομα καταληπτὸν ὄν, ἢ οὐ πάντες ἢ οὐχ ὁδῷ τῇ βελτίονι καταλαμβάνουσιν· ἀλλ’ οἱ μὲν ἄντικρυς ἀπεφήναντο μηδ’ ὅλως εἶναι τὸ θεῖον, οἱ δὲ ἐνεδοίασαν ἐπαμφοτερίσαντες ὡς οὐκ ἔχοντες εἰπεῖν, εἴτε ἔστιν εἴτε μή, οἱ δὲ καὶ ἔθει μᾶλλον ἢ λογισμῷ τὰς περὶ ὑπάρξεως θεοῦ κομίσαντες ἐννοίας παρὰ τῶν τρεφόντων ἔδοξαν εὐστόχως εὐσεβεῖν δεισιδαιμονίᾳ τὴν εὐσέβειαν χαράξαντες."],["41","εἰ δέ τινες καὶ δι’ ἐπιστήμης ἴσχυσαν φαντασιωθῆναι τὸν ποιητὴν καὶ ἡγεμόνα τοῦ παντός, τὸ λεγόμενον δὴ τοῦτο κάτωθεν ἄνω προῆλθον. ὥσπερ γὰρ εἰς εὔνομον πόλιν τόνδε τὸν κόσμον παρελθόντες καὶ θεασάμενοι γῆν μὲν ἀρετῶσαν ὀρεινὴν καὶ πεδιάδα, σπαρτῶν καὶ δένδρων καὶ καρπῶν ἔτι δὲ καὶ παντοίων ζῴων ἀνάπλεων, ἐπὶ δ’ αὐτῆς ἀνακεχυμένα πελάγη καὶ λίμνας καὶ ποταμοὺς αὐθιγενεῖς τε καὶ χειμάρρους, καὶ ἀέρος καὶ πνευμάτων εὐκρασίας, καὶ τῶν ἐτησίων ὡρῶν τὰς ἐναρμονίους μεταβολάς, καὶ ἐπὶ πᾶσιν ἥλιον καὶ σελήνην πλάνητάς τε καὶ ἀπλανεῖς ἀστέρας καὶ τὸν σύμπαντα οὐρανὸν ἐν τάξεσι μετὰ τῆς οἰκείας στρατιᾶς ἡρμοσμένον, κόσμον ἀληθινὸν ἐν κόσμῳ περιπολοῦντα,"],["42","θαυμάσαντες καὶ καταπλαγέντες εἰς ἔννοιαν ἦλθον ἀκόλουθον τοῖς φανεῖσιν, ὅτι ἄρα τοσαῦτα κάλλη καὶ οὕτως ὑπερβάλλουσα τάξις οὐκ ἀπαυτοματισθέντα γέγονεν, ἀλλ’ ὑπό τινος δημιουργοῦ κοσμοποιοῦ, καὶ ὅτι πρόνοιαν ἀναγκαῖον εἶναι· νόμος γὰρ φύσεως ἐπιμελεῖσθαι τὸ πεποιηκὸς τοῦ γεγονότος."],["43","ἀλλ’ οὗτοί γε οἱ θεσπέσιοι καὶ τῶν ἄλλων διενηνοχότες, ὅπερ ἔφην, κάτωθεν ἄνω προῆλθον οἷα διά τινος οὐρανίου κλίμακος, ἀπὸ τῶν ἔργων εἰκότι λογισμῷ στοχασάμενοι τὸν δημιουργόν. εἰ δέ τινες ἐδυνήθησαν αὐτὸν ἐξ ἑαυτοῦ καταλαβεῖν ἑτέρῳ μηδενὶ χρησάμενοι λογισμῷ συνεργῷ πρὸς τὴν θέαν, ἐν ὁσίοις καὶ γνησίοις θεραπευταῖς καὶ θεοφιλέσιν ὡς ἀληθῶς ἀναγραφέσθωσαν."],["44","τούτων ἐστὶν ὁ Χαλδαϊστὶ μὲν προσαγορευόμενος Ἰσραήλ, Ἑλληνιστὶ δὲ ὁρῶν θεόν, οὐχ οἷός ἐστιν ὁ θεός— τοῦτο γὰρ ἀμήχανον, ὡς ἔφην—, ἀλλ’ ὅτι ἔστιν, οὐ παρ’ ἑτέρου τινὸς μαθών, οὐχὶ τῶν κατὰ γῆν, οὐχὶ τῶν κατ’ οὐρανόν, οὐχὶ τῶν ὅσα στοιχεῖα ἢ συγκρίματα θνητά τε αὖ καὶ ἀθάνατα, ἀλλὰ παρ’ αὐτοῦ μόνου μετακληθεὶς τὴν ἰδίαν ὕπαρξιν ἀναφῆναι θελήσαντος ἱκέτῃ."],["45","πῶς δ’ ἡ προσβολὴ γέγονεν, ἄξιον διά τινος εἰκόνος ἰδεῖν. τὸν αἰσθητὸν τοῦτον ἥλιον μὴ ἑτέρῳ τινὶ θεωροῦμεν ἢ ἡλίῳ; τὰ δὲ ἄστρα μή τισιν ἄλλοις ἢ ἄστροις θεωροῦμεν; καὶ συνόλως τὸ φῶς ἆρ’ οὐ φωτὶ βλέπεται; τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ θεὸς ἑαυτοῦ φέγγος ὢν δι’ αὐτοῦ μόνου θεωρεῖται, μηδενὸς ἄλλου συνεργοῦντος ἢ δυναμένου συνεργῆσαι πρὸς τὴν εἱλικρινῆ κατάληψιν τῆς ὑπάρξεως αὐτοῦ."],["46","στοχασταὶ μὲν οὖν οἱ ἀπὸ τῶν γεγονότων τὸν ἀγένητον καὶ γεννητὴν τῶν ὅλων σπεύδοντες θεωρεῖν, ὅμοιόν τι δρῶντες τοῖς ἀπὸ δυάδος μονάδος φύσιν ἐρευνῶσι, δέον ἔμπαλιν ἀπὸ μονάδος— ἀρχὴ γὰρ αὕτη— δυάδα σκοπεῖν· ἀλήθειαν"],["47","δὲ μετίασιν οἱ τὸν θεὸν θεῷ φαντασιωθέντες, φωτὶ φῶς. τὸ μὲν οὖν μέγιστον ἆθλον εἴρηται. πρὸς δὲ τούτοις λαμβάνει βραβεῖον ὁ ἀσκητὴς λεχθῆναι μὲν οὐκ εὔφημον, νοηθῆναι δὲ ἄριστον· ὀνομάζεται δὲ τὸ βραβεῖον πλάτους νάρκη (Genes. 32, 25) συμβολικῶς· ἀλαζονεία μὲν γὰρ καὶ ὑπεροψία διὰ τοῦ πλάτους ἐμφαίνεται, χεομένης τῆς ψυχῆς ἄμετρον ἐφ’ ἃ μὴ δεῖ χύσιν, διὰ δὲ τῆς νάρκης μετεώρου καὶ πεφυσημένου πράγματος, οἰήσεως, συστολή."],["48","σύμφορον δὲ οὐδὲν οὕτως ὡς τὸ κεχαλασμένον καὶ ἀνειμένον τῶν ὁρμῶν ἀνακοπῆναί τε καὶ ναρκῆσαι παρεθὲν τοὺς πνευματικοὺς τόνους, ἵν’ ἡ τῶν παθῶν ἄμετρος ἰσχὺς ἐξασθενήσασα πλάτος ἐμπαράσχῃ ψυχῆς τῷ βελτίονι μέρει."],["49","Προσεξεταστέον δὲ ὅτι καὶ οἰκειότατον ἑκάστῳ τῶν τριῶν ἀπενεμήθη τὸ ἆθλον. τῷ μὲν γὰρ ἐκ διδασκαλίας τελειωθέντι πίστις, ἐπειδὴ τὸν μανθάνοντα πιστεῦσαι δεῖ τῷ διδάσκοντι περὶ ὧν ὑφηγεῖται· δύσκολον γάρ, μᾶλλον δ’ ἀδύνατον ἀπιστοῦντα παιδεύεσθαι."],["50","τῷ δὲ κατ’ εὐμοιρίαν φύσεως ἐπ’ ἀρετὴν φθάσαντι χαρά· χαρτὸν γὰρ ἡ εὐφυΐα καὶ τὰ φύσεως δῶρα. τῆς διανοίας εὐθιξίαις καὶ εὐσκόποις ἐπιβολαῖς προσγανουμένης, ἐν αἷς ἀπόνως εὑρίσκει τὰ ζητούμενα, καθάπερ ὑποβολέως ἔνδοθεν ὑπηχοῦντος· ἡ γὰρ σύντομος τῶν ἀπορουμένων εὕρεσις χαρτόν."],["51","τῷ δὲ δι’ ἀσκήσεως περιποιησαμένῳ φρόνησιν ὅρασις· μετὰ γὰρ τὸν ἐν νεότητι πρακτικὸν βίον ὁ ἐν γήρᾳ θεωρητικὸς βίος ἄριστος καὶ ἱερώτατος, ὃν οἷα κυβερνήτην παραπέμψας ἐπὶ πρύμναν ὁ θεὸς ἐνεχείρισε τοὺς οἴακας ὡς ἱκανῷ πηδαλιουχεῖν τὰ ἐπίγεια· χωρὶς γὰρ θεωρίας ἐπιστημονικῆς οὐδὲν τῶν πραττομένων καλόν."],["52","Ἑνὸς ἔτι μνησθεὶς ἀνδρός, στοχαζόμενος τοῦ μὴ μακρηγορεῖν, ἐπὶ τὰ ἀκόλουθα τῶν λόγων τρέψομαι. ὁ δ’ ἀνὴρ οὗτος τοὺς ἱεροὺς ἀγῶνας ἑξῆς στεφανωθεὶς ἐκηρύχθη· λέγω δὲ ἱεροὺς οὐ τοὺς παρὰ πολλοῖς νομιζομένους— ἀνίεροι γὰρ οὗτοί γε βίαις καὶ ὕβρεσι καὶ ἀδικίαις ἀντὶ τῶν ἀνωτάτω τιμωριῶν γέρα καὶ τιμὰς προτείνοντες—, ἀλλ’ οὓς ἡ ψυχὴ πέφυκε διαθλεῖν, φρονήσει μὲν ἠλιθιότητα καὶ πανουργίαν ἐλαύνουσα, σωφροσύνῃ δὲ ἀσωτίαν καὶ φειδωλίαν, ἀνδρείᾳ δὲ θρασύτητα καὶ δειλίαν, καὶ ταῖς ἄλλαις ἀρεταῖς τὰς ἀντιθέτους κακίας, αἳ μήθ’ ἑαυταῖς μήτε ἄλλαις συμφέρουσιν."],["53","πᾶσαι μὲν οὖν αἱ ἀρεταὶ παρθένοι, καλλιστεύει δὲ ὡς ἐν χορῷ παραλαβοῦσα τὴν ἡγεμονίαν ἡ εὐσέβεια, ἣν ἐκληρώσατο διαφερόντως ὁ θεολόγος Μωυσῆς, δι’ ἣν μετὰ μυρίων ἄλλων, ἅπερ ἐν τοῖς γραφεῖσι περὶ τοῦ κατ’ αὐτὸν βίου μεμήνυται, τεττάρων ἄθλων ἐξαιρέτων τυγχάνει, [τυχὼν] βασιλείας, νομοθεσίας, προφητείας, ἀρχιερωσύνης."],["54","βασιλεύς τε γὰρ γέγονεν, οὐκ ἔθει τῷ καθεστῶτι μετὰ στρατιᾶς τε καὶ ὅπλων ναυτικῆς τε καὶ πεζικῆς καὶ ἱππικῆς δυνάμεως, ἀλλ’ ὑπὸ θεοῦ χειροτονηθεὶς ἑκουσίῳ γνώμῃ τῶν ἀρχομένων, ὃς τοῖς ὑπηκόοις ἐνειργάσατο τὴν ἑκούσιον αἵρεσιν. ἄναυδος γὰρ καὶ ἀκτήμων καὶ ἀχρήματος μόνος οὗτος βασιλεὺς ἡμῖν ἀνεγράφη, πρὸ τοῦ τυφλοῦ τὸν βλέποντα πλοῦτον ἀσπασάμενος καί, εἰ δεῖ μηδὲν ὑποστειλάμενον εἰπεῖν, τὸν θεοῦ κλῆρον ἰδίαν οὐσίαν ὑπολαμβάνων."],["55","ὁ δ’ αὐτὸς γίνεται καὶ νομοθέτης· δεῖ γὰρ τὸν βασιλέα προστάττειν καὶ ἀπαγορεύειν· νόμος δὲ οὐδέν ἐστιν ἕτερον ἢ λόγος προστάττων ἃ χρὴ καὶ ἀπαγορεύων ἃ μὴ χρή. ἐπεὶ δ’ ἄδηλον τὸ ἐν ἑκατέρῳ συμφέρον— ἀγνοίᾳ γὰρ πολλάκις κελεύομεν ἃ μὴ δεῖ καὶ ἀπαγορεύομεν ἃ δεῖ πράττειν—, οἰκεῖον ἦν τρίτον λαβεῖν, προφητείαν, εἰς τὸ ἄπταιστον· ἑρμηνεὺς γάρ ἐστιν ὁ προφήτης ἔνδοθεν ὑπηχοῦντος τὰ λεκτέα τοῦ θεοῦ, παρὰ θεῷ δ’ οὐδὲν ὑπαίτιον."],["56","τέταρτον δ’ ἀρχιερωσύνην, δι’ ἧς προφητεύων ἐπιστημονικῶς θεραπεύσει τὸ ὂν καὶ τὰς ὑπὲρ τῶν ὑπηκόων κατορθούντων μὲν εὐχαριστίας, εἰ δὲ διαμαρτάνοιεν, εὐχὰς καὶ ἱκεσίας ἱλασκόμενος ποιήσεται. ταῦτα μιᾶς ὄντα ἰδέας ἀλληλουχεῖν ὀφείλει τοῖς ἁρμονίας δεσμοῖς ἑνωθέντα καὶ περὶ τὸν αὐτὸν ἐξετάζεσθαι, ὡς ὅ γέ τινος τῶν τεττάρων ὑστερίζων ἀτελὴς εἰς ἡγεμονίαν, χωλὴν ἀνημμένος κοινῶν πραγμάτων ἐπιμέλειαν."],["57","Ἅλις μὲν δὴ τῶν καθ’ ἕκαστον ἄνδρα τιθεμένων ἄθλων· τίθεται δὲ καὶ ὅλοις οἴκοις καὶ πολυανθρώποις συγγενείαις. αὐτίκα τοῦ ἔθνους εἰς δώδεκα φυλὰς διανεμηθέντος ἰσάριθμοι ταῖς φυλαῖς εἰσιν ἡγεμόνες, οὐ μόνον μιᾶς οἰκίας ἢ συγγενείας, ἀλλὰ καὶ γνησιωτέρας οἰκειότητος· ἀδελφοὶ γὰρ ὁμοπάτριοι πάντες· ὁ δὲ τούτων πάππος καὶ πρόπαππος σὺν τῷ πατρὶ γεγόνασιν ἀρχηγέται τοῦ ἔθνους."],["58","ὁ μὲν οὖν πρῶτος πρὸς ἀλήθειαν ἐκ τύφου μεταθέμενος καὶ τῆς ἐν τοῖς μαθήμασι Χαλδαϊκῆς τερθρείας ὑπεριδὼν ἕνεκα τελειοτέρας ὄψεως, ἣν θεασάμενος ἑλχθεὶς ἠκολούθησε τῇ φαντασίᾳ, καθάπερ τὸν σίδηρόν φασιν ὑπὸ λίθου τῆς μαγνήτιδος ἕλκεσθαι, ἀντὶ σοφιστοῦ γενόμενος ἐκ διδασκαλίας σοφός, πολλοὺς μὲν ἔσχε παῖδας, ἅπαντας δὲ πλὴν ἑνὸς ὑπαιτίους, ὃς τὰ πείσματα τοῦ γένους ἐκδησάμενος ἀσφαλῶς ἐνωρμίσατο."],["59","τῷ δ’ υἱῷ πάλιν αὐτομαθῆ καὶ αὐτοδίδακτον κτησαμένῳ φύσιν δύο συνέβη παῖδας γενέσθαι, τὸν μὲν ἄγριον καὶ ἀτίθασον, θυμοῦ γέμοντα καὶ ἐπιθυμίας καὶ συνόλως τὸ τῆς ψυχῆς ἄλογον μέρος ἐπιτετειχικότα τῷ λογικῷ, τὸν δ’ ἥμερον καὶ φιλάνθρωπον, καλοκἀγαθίας ἐραστὴν ἰσότητός τε καὶ ἀτυφίας, ἐν βελτίονι τεταγμένον τάξει, λογισμοῦ προαγωνιστήν, ἀφροσύνης ἀντίπαλον·"],["60","οὗτός ἐστιν ὁ τρίτος τῶν ἀρχηγετῶν, ὁ πολύπαις τε καὶ μόνος εὔτεκνος, ἀσινὴς ἐν ἅπασι τοῖς μέρεσι τῆς οἰκίας, οἷά τις γεωργὸς εὐδαίμων ἅπασαν τὴν σπορὰν ἐπιδὼν σῶον ἥμερόν τε καὶ καρποφόρον."],["61","ἔχει δ’ ἕκαστος τῶν τριῶν τὴν ῥητὴν διήγησιν σύμβολον διανοίας ἀφανοῦς, ἣν ἐπισκεπτέον. αὐτίκα παντὶ τῷ διδασκομένῳ συμβαίνει μετιόντι πρὸς ἐπιστήμην ἀπολιπεῖν ἀμαθίαν· ἀμαθία δὲ πολύχουν. διὰ τοῦτο ὁ πρῶτος λέγεται πολύπαις μέν, οὐδένα δὲ τῶν ἄλλων ἀξιώσας υἱὸν αὑτοῦ χρηματίζειν πλὴν ἑνός· τρόπον γάρ τινα καὶ ὁ μανθάνων ἀποκηρύττει τὰ τῆς ἀμαθίας ἔκγονα καὶ ὡς ἐχθρὰ καὶ δυσμενῆ παραιτεῖται."],["62","φύσει γε μὴν πάντες οἱ ἄνθρωποι, πρὶν τελειωθῆναι τὸν ἐν αὑτοῖς λόγον, κείμεθα ἐν μεθορίῳ κακίας καὶ ἀρετῆς πρὸς μηδέτερά πω ταλαντεύοντες· ἐπειδὰν δὲ πτερυξάμενος ὁ νοῦς ὅλῃ τῇ ψυχῇ διὰ πάντων αὐτῆς τῶν μερῶν φαντασιωθῇ τὸ ἀγαθόν, ἄφετος πρὸς αὐτὸ καὶ πτηνὸς ὁρμᾷ τὸ συγγεγεννημένον ἀδελφὸν κακὸν ὀπίσω καταλιπών, ὃ καὶ ἀποφεύγει τὴν ἐναντίαν ὁδὸν ἀμεταστρεπτί."],["63","τοῦτ’ ἐστὶν ὃ αἰνίττεται φάσκων υἱοὺς δύο γεγενῆσθαι διδύμους τῷ φύσεως εὐμοίρου λαχόντι· παντὸς γὰρ ἀνθρώπου κατ’ ἀρχὰς ἅμα τῇ γενέσει κυοφορεῖ δίδυμα ἡ ψυχή, κακόν, ὡς ἔφην, καὶ ἀγαθόν, ἑκάτερον φαντασιουμένη· μακαρίας δὲ καὶ εὐδαίμονος ὅταν τύχῃ μερίδος, ὁλκῇ μιᾷ ῥέπει πρὸς τὸ ἀγαθόν, μήτ’ ἐπὶ θάτερά ποτε ταλαντεύσασα μήτ’ ἐπαμφοτερίσασα πρὸς τὸ ἰσόρροπον."],["64","ἡ δ’ ἀγαθῆς μὲν φύσεως ἀγαθῆς δὲ καὶ παιδεύσεως ἐπιλαχοῦσα κἀκ τρίτου συνασκηθεῖσα τοῖς τῆς ἀρετῆς θεωρήμασιν, ὡς μηδὲν αὐτῶν ἐξ ἐπιπολῆς πλαδᾶν, ἔγκολλα δ’ εἶναι καὶ ἐντετυπωμένα τὰ πάντα καθάπερ νεύροις τισὶν ἑνωθέντα, κτᾶται μὲν ὑγείαν, κτᾶται δὲ δύναμιν, οἷς εὔχροια μὲν ἐξ αἰδοῦς, εὐεξία δὲ καὶ κάλλος ἐπιγίνεται."],["65","γενομένη δὲ πλήρωμα ἀρετῶν ἥδε ἡ ψυχὴ διὰ τριῶν τῶν ἀρίστων, φύσεως καὶ μαθήσεως καὶ ἀσκήσεως, οὐδὲν ἐν ἑαυτῇ καταλιποῦσα κενὸν εἰς πάροδον ἄλλων, γεννᾷ τέλειον ἀριθμόν, διττὰς υἱῶν ἑξάδας, ἀπεικόνισμα καὶ μίμημα τοῦ ζῳδιακοῦ κύκλου, πρὸς τὴν τῶν ἐνταῦθα βελτίωσιν. οὗτός ἐστιν ὁ ἀσινὴς οἶκος, ὁ τέλειος καὶ συνεχὴς ἐν ταῖς ῥηταῖς γραφαῖς καὶ ἐν ταῖς καθ’ ὑπόνοιαν ἀλληγορίαις, ὃς ἔλαβεν ἆθλον, καθάπερ εἶπον, ἡγεμονίαν τῶν τοῦ ἔθνους φυλῶν."],["66","ἐκ τοῦδε τοῦ οἴκου χρόνοις εἰς πολυανθρωπίαν ἐπιδόντος εὔνομοι πόλεις ἐκτίσθησαν, διδασκαλεῖα φρονήσεως καὶ δικαιοσύνης καὶ ὁσιότητος, ἐν οἷς καὶ ἡ τῆς ἄλλης ἀρετῆς μεταποίησις μεγαλοπρεπῶς διερευνᾶται."],["67","Τὰ μὲν οὖν ἀπονεμηθέντα πάλαι τοῖς ἀγαθοῖς ἆθλα κοινῇ τε καὶ ἰδίᾳ λέλεκται τυπωδέστερον, ἀφ’ ὧν καὶ τὰ παραλειφθέντα δύναιτ’ ἄν τις εὐμαρέστατα συνορᾶν. ἑξῆς δὲ τὰς προτεθείσας τοῖς πονηροῖς κολάσεις [ἐν μέρει] πάλιν ἐπισκεπτέον γενικώτερον, ἐπεὶ τὰς κατὰ μέρος ἀναγράφειν οὐ καιρός."],["68","ἐγένετό τις κατ’ ἀρχὰς εὐθύς, ὅτ’ οὔπω τὸ τῶν ἀνθρώπων γένος ἐπλήθυνεν, ἀδελφοκτόνος. οὗτός ἐστιν ὁ πρῶτος ἐναγής, ὁ πρῶτος καθαρευούσῃ τῇ γῇ μίασμα προσβαλὼν ἄηθες ἀνθρωπείου αἵματος, ὁ πρῶτος ἀνιεῖσαν καὶ βλαστάνουσαν γένη ζῴων καὶ φυτῶν καὶ οἷς εὐτοκεῖ πᾶσι τεθηλυῖαν τῆς εὐτοκίας ἐπισχών, ὁ πρῶτος φθορὰν γενέσει καὶ θάνατον ζωῇ καὶ πένθος χαρᾷ καὶ κακὰ ἀγαθοῖς ἐπιτειχίσας."],["69","τί ἂν οὖν παθὼν ἀξίαν ἐδεδώκει δίκην, ὃς διὰ μιᾶς πράξεως οὐδὲν τῶν βιαίων καὶ ἀσεβῶν παρέλιπεν; ἴσως ἂν εἴποι τις· ἀναιρεθείς. ὁ λογισμὸς οὗτος ἀνθρώπου τὸ μέγα δικαστήριον οὐ βλέποντος· ἄνθρωποι μὲν γὰρ πέρας τιμωριῶν εἶναι νομίζουσι τὸν θάνατον, ἐν δὲ τῷ θείῳ δικαστηρίῳ μόλις οὗτός ἐστιν ἀρχή."],["70","ἐπεὶ τοίνυν καινὸν τὸ ἔργον, ἔδει καὶ τὴν ἐπ’ αὐτῷ τιμωρίαν καινὴν εὑρεθῆναι. τίς οὖν ἐστιν αὕτη; ζῆν ἀποθνῄσκοντα ἀεὶ καὶ τρόπον τινὰ θάνατον ἀθάνατον ὑπομένειν καὶ ἀτελεύτητον. θανάτου γὰρ διττὸν εἶδος· τὸ μὲν κατὰ τὸ τεθνάναι, ὅπερ ἀγαθόν ἐστιν ἢ ἀδιάφορον, τὸ δὲ κατὰ τὸ ἀποθνῄσκειν, ὃ δὴ κακὸν πάντως καὶ ὅσῳ χρονιώτερον βαρύτερον."],["71","πῶς οὖν ὁ θάνατος αὐτῷ συνδιαιωνίζει, σκόπει. τεττάρων ὄντων ἐν τῇ ψυχῇ παθῶν, δυοῖν μὲν περὶ τὸ ἀγαθὸν ἐνεστὸς ἢ μέλλον, ἡδονῆς καὶ ἐπιθυμίας, δυοῖν δὲ περὶ τὸ κακὸν παρὸν ἢ προσδοκώμενον, λύπης καὶ φόβου, τὴν μὲν τοῦ ἀγαθοῦ ῥίζαις αὐταῖς ἐξέτεμε συζυγίαν, ἵνα μηδ’ ἐκ τύχης ἡσθῇ ποτε ἢ ἐπιθυμήσῃ τινὸς ἡδέος, τὴν δὲ τοῦ κακοῦ μόνην ἐνεφύτευσεν εἰς λύπην εὐθυμίας ἀμιγῆ καὶ φόβον ἄκρατον."],["72","φησὶ γάρ, ὅτι ἀρὰν ἐπηράσατο τῷ ἀδελφοκτόνῳ, ὡς „στένειν καὶ τρέμειν ἀεί “(Gen. 4, 12), καὶ σημεῖον ἔθετο αὐτῷ μὴ ἀναιρεθῆναι πρός τινος (ib. v. 15), ἵνα μὴ ἅπαξ ἀποθάνῃ, διαιωνίζῃ δέ, ὡς εἶπον, ἀποθνῄσκων ἐν ἀλγηδόσι καὶ ἀνίαις καὶ συμφοραῖς ἀδιαστάτοις καί, ὃ δὴ πάντων ἀργαλεώτατον, αἰσθάνηται τῶν ἰδίων κακῶν καὶ ἐπὶ τοῖς ἐν χερσὶν ἄχθηται καὶ τὴν φορὰν τῶν μελλόντων προορώμενος μὴ δύνηται φυλάξασθαι, τῆς ἐλπίδος ἐκτετμημένης αὐτῷ, ἣν ὁ θεὸς ἀνθρώπων γένει κατέσπειρεν, ἵν’ ἔχοντες συμφυὲς παραμύθιον ἐπελαφρίζωνται τὰς ἀνίας οἱ μὴ ἀνίατα δράσαντες."],["73","ὥσπερ οὖν τῷ συναρπασθέντι ὑπὸ χειμάρρου φοβερὸν μὲν τὸ πλησίον ῥεῦμα ᾧ κατασύρεται, φοβερώτερον δὲ τὸ ἄνωθεν ἐπιφερόμενον, ὃ τῇ μὲν βίᾳ συντόνως ἐπωθεῖ καὶ ἀλήκτως, τῇ δ’ ἐπαναστάσει μετεωριζόμενον ἐπικλύζει, τὸν αὐτὸν τρόπον καὶ τῶν κακῶν ἀνιαρὰ μὲν τὰ ἐν χερσίν, ἀργαλεώτερα δὲ τὰ ἐκ φόβου ῥέοντα· χορηγεῖ γὰρ ὁ φόβος καθάπερ ἐκ πηγῆς τὰ ὀδυνηρά."],["74","Ταῦτα μέν ἐστι τὰ ὁρισθέντα κατὰ τοῦ πρώτου γεγονότος ἀδελφοκτόνου· ὡρίσθη δὲ καὶ ἐπ’ οἰκίαις ἕτερα συνθεμέναις κοινοπραγίαν ἁμαρτημάτων. ἦσάν τινες νεωκόροι καὶ ἱερόδουλοι τὴν πυλωρῶν τεταγμένοι τάξιν· οὗτοι φρονήματος ὑποπλησθέντες ἀλόγου τοῖς ἱερεῦσιν ἐπανέστησαν, ἀξιοῦντες τὰ ἐκείνων γέρα σφετερίζεσθαι."],["75","προστησάμενοι δὲ τῆς συστάσεως ἡγεμόνα τὸν πρεσβύτατον, ὃς καὶ τοῦ τολμήματος μετ’ ὀλίγων τῶν συναπονοηθέντων εἰσηγητὴς ἐγένετο, καταλιπόντες τὰ προπύλαια καὶ τὰς ἐσχατιὰς ἐπὶ τῶν ἀδύτων ἐχώρουν τοὺς χρησμοῖς ἀξιωθέντας τῆς ἱερωσύνης μεθιστάντες."],["76","ταραχὴ μὲν οὖν, ὡς εἰκός, ἐπεῖχε τὴν πληθὺν ἅπασαν, ἅτε κινουμένων τῶν ἀκινήτων καὶ παρασπονδουμένων τῶν νόμων καὶ τοῦ περὶ τὸ ἱερὸν κόσμου σύγχυσιν λαμβάνοντος ὑπ’ ἀταξίας δεινῆς."],["77","ἐφ’ οἷς ὁ τοῦ ἔθνους ἐπιμελητὴς καὶ προστάτης ἠγανάκτει. καὶ τὸ μὲν πρῶτον ἤθει βαρυτέρῳ χρώμενος χωρὶς ὀργῆς— ἦν γὰρ καὶ τὴν φύσιν ἀόργητος— λόγοις ἀναδιδάσκειν ἐπειρᾶτο μεταβάλλεσθαι καὶ τοὺς ταχθέντας ὅρους μὴ ὑπερβαίνειν μηδὲ νεωτερίζειν εἰς τὰ ἅγια καὶ καθωσιωμένα, ὧν αἱ τοῦ ἔθνους ἐλπίδες ἐκκρέμανται."],["78","ἐπεὶ δ’ οὐδὲν ἤνυεν, ἀλλ’ ἐκεκώφηντο πρὸς ἅπαντα νομίζοντες αὐτὸν ἡττηθέντα φιλοικείου πάθους ἀρχιερέα μὲν τὸν ἀδελφὸν καταστῆσαι, τοῖς δ’ ἀδελφιδοῖς ἐγχειρίσαι τὴν ἱερωσύνην, δεινὸν οὐχὶ τοῦθ’ ὑπελάμβανε καίπερ ὂν δεινόν, ἀλλ’ ἐκεῖνο παγχάλεπον, εἰ δόξει τῶν λογίων, καθ’ ἃ γέγονεν ἡ αἵρεσις τῶν ἱερέων, ἀλογεῖν.***"],["79","*** μαρτυρία δὲ σαφὴς ἐν τοῖς ἱεροῖς ἀνάκειται γράμμασι. λέγε τὰς εὐχὰς πρότερον, ἃς „εὐλογίας “εἴωθεν ὀνομάζειν. ἐάν, φησί, τὰς θείας ἐντολὰς φυλάττητε καταπειθεῖς γινόμενοι τοῖς προστάγμασι καὶ τὰ διαγορευόμενα μὴ μέχρις ἀκοῆς καταδέχησθε, ἀλλὰ διὰ τῶν τοῦ βίου πράξεων ἐπιτελῆτε, πρώτην δωρεὰν ἕξετε νίκην κατ’ ἐχθρῶν."],["80","οὐ γὰρ ὑπέρογκοι καὶ βαρύτεραι τῆς τῶν χρησομένων δυνάμεως αἱ προστάξεις εἰσὶν οὐδὲ μακρὰν τὸ ἀγαθὸν ἀφέστηκεν, ἢ πέραν θαλάττης ἢ ἐν ἐσχατιαῖς γῆς, ὡς δεῖσθαι πολυχρονίου καὶ καματηρᾶς ἀποδημίας, οὐδ’ ἐξαίφνης ἐστείλατο τὴν ἐνθένδε εἰς οὐρανὸν ἀποικίαν, ἵνα τις μετέωρος καὶ πτηνὸς ἀρθεὶς μόλις ἐφικέσθαι τούτων δυνηθῇ· πλησίον δ’ ἐστὶ καὶ ἐγγυτάτω, τρισὶ μέρεσι τῶν καθ’ ἕκαστον ἡμῶν ἐνιδρυμένον, \" στόματι καὶ καρδίᾳ καὶ χερσί “, τροπικώτερον λόγῳ καὶ διανοίᾳ καὶ πράξεσιν."],["81","ἐὰν γὰρ οἷα τὰ βουλεύματα τοιοῦτοι οἱ λόγοι καὶ οἷα τὰ λεγόμενα τοιαίδε αἱ πράξεις ὦσι, καὶ ταῦτα ἀλλήλοις ἀντακολουθῇ δεθέντα ἁρμονίας ἀλύτοις δεσμοῖς, εὐδαιμονία κρατεῖ, τουτέστιν ἡ ἀψευδεστάτη σοφία καὶ φρόνησις, σοφία μὲν [γὰρ] πρὸς θεραπείαν θεοῦ, φρόνησις δὲ πρὸς ἀνθρωπίνου βίου διοίκησιν."],["82","ἄχρι μὲν οὖν λέγεται μόνον τὰ τῶν νόμων παραγγέλματα, βραχείας ἢ οὐδεμιᾶς ἀποδοχῆς τυγχάνει· προσγενομένων δ’ ἀκολούθων καὶ ἑπομένων ἔργων ἐν τοῖς τοῦ βίου πᾶσιν ἐπιτηδεύμασιν, ὥσπερ ἐκ ζόφου βαθέος εἰς φῶς ἀναχθέντα περιλαμφθήσεται δι’ εὐκλείας καὶ εὐφημίας."],["83","τίς γὰρ οὐκ ἂν εἴποι καὶ τῶν φύσει βασκάνων, ὅτι σοφὸν ἄρα γένος καὶ ἐπιστημονικώτατον μόνον τοῦτ’ ἐστίν, ᾧ τὰς θείας παραινέσεις ἐξεγένετο μὴ κενὰς καὶ ἐρήμους ἀπολιπεῖν τῶν οἰκείων πράξεων, ἀλλὰ πληρῶσαι τοὺς λόγους ἔργοις ἐπαινετοῖς;"],["84","τοῦτο τὸ γένος οὐ μακρὰν ἀπῴκισται θεοῦ, φαντασιούμενον ἀεὶ τὰ αἰθέρια κάλλη καὶ ποδηγετούμενον ὑπ’ ἔρωτος οὐρανίου, ὡς, κἂν εἰ πύθοιτό τις, ποῖον ἔθνος μέγα, προσφυῶς ἄν τινας ἀποκρίνασθαι· ᾧ ὁ θεός ἐστιν ἐπήκοος ἱεροπρεπεστάτων εὐχῶν καὶ ταῖς ἀπὸ καθαροῦ τοῦ συνειδότος κατακλήσεσι συνεγγίζων."],["85","Ἐπεὶ δ’ ἐχθρῶν διττὸν εἶδος, τὸ μὲν ἀνθρώπων ἐκ πλεονεξίας ἐπιτηδεύσει γεγονός, τὸ δὲ θηρίων ἄνευ ἐπιτηδεύσεως ἀλλοτριότητι χρώμενον φυσικῇ, περὶ ἑκατέρου λεκτέον ἐν μέρει, καὶ πρότερόν γε τοῦ κατὰ τοὺς φύσει πολεμίους θῆρας· οὗτοι γὰρ οὐ μιᾶς πόλεως ἢ ἔθνους ἑνός, ἀλλὰ τοῦ σύμπαντος ἀνθρώπων γένους δυσμενεῖς εἰσιν, οὐ πρὸς ὡρισμένου χρόνου μῆκος, ἀλλὰ τὸν ἀόριστον καὶ ἀπερίγραφον αἰῶνα."],["86","τούτων οἱ μὲν ὡς δεσπότην ἄνθρωπον δεδιότες ὑποπτήσσουσιν ἐγκότῳ μίσει, οἱ δὲ τολμηταὶ καὶ θρασύτεροι προεπιχειροῦσι καιροφυλακοῦντες, εἰ μὲν ἀσθενέστεροι τυγχάνουσιν, ἐξ ἐνέδρας, εἰ δὲ δυνατώτεροι, φανερῶς."],["87","ἄσπονδος γὰρ καὶ ἀκήρυκτος εἷς πόλεμος οὗτος, ὡς λύκοις πρὸς ἄρνας, καὶ πᾶσι θηρίοις πρὸς πάντας ἀνθρώπους, ἐνύδροις τε καὶ χερσαίοις· ὃν θνητὸς μὲν οὐδεὶς δυνατὸς καθαιρεῖν, ὁ δ’ ἀγένητος μόνος καθαιρεῖ, ὅταν κρίνῃ τινὰς σωτηρίας ἀξίους, εἰρηνικοὺς μὲν τὸ ἦθος, ὁμοφροσύνην δὲ καὶ κοινωνίαν ἀσπαζομένους, οἷς φθόνος ἢ συνόλως οὐκ ἐνῴκησεν ἢ τάχιστα μετανέστη τὰ ἴδια προφέρειν εἰς μέσον ἀγαθὰ διεγνωκόσιν εἰς κοινὴν μετουσίαν καὶ ἀπόλαυσιν."],["88","εἰ γὰρ ἐπιλάμψειέ ποτε τῷ βίῳ τὸ ἀγαθὸν τοῦτο καὶ δυνηθείημεν τὸν καιρὸν ἰδεῖν ἐκεῖνον, ἐν ᾧ χειροήθη ποτὲ γενήσεται τὰ ἀτίθασα. πολὺ δὲ πρότερον τὰ ἐν τῇ ψυχῇ θηρία τιθασευθήσεται, οὗ μεῖζον ἀγαθὸν οὐκ ἔστιν εὑρεῖν· ἢ οὐχὶ εὔηθες ὑπολαμβάνειν, ὅτι τὰς ἀπὸ τῶν ἐκτὸς θηρίων βλάβας ἐκφευξόμεθα τὰ ἐν αὑτοῖς εἰς δεινὴν ἀγριότητα ἀεὶ συγκροτοῦντες; ὅθεν οὐκ ἀπελπιστέον, ὅτι ἐξημερωθέντων τῶν κατὰ διάνοιαν καὶ τὰ ζῷα ἡμερωθήσεται."],["89","τότε μοι δοκοῦσιν ἄρκτοι καὶ λέοντες καὶ παρδάλεις καὶ τὰ παρ’ Ἰνδοῖς, ἐλέφαντές τε καὶ τίγρεις, καὶ ὅσα ἄλλα τὰς ἀλκὰς καὶ τὰς δυνάμεις ἀήττητα μεταβαλεῖν ἐκ τοῦ μονωτικοῦ τε καὶ μονοτρόπου πρὸς τὸ σύννομον· κἀκ τοῦ πρὸς ὀλίγον μιμήσει τῶν ἀγελαίων ἡμερωθήσεται πρὸς τὴν ἀνθρώπου φαντασίαν, μηκέτι ὡς πρότερον ἀνερεθισθέντα, καταπλαγέντα δ’ ὡς ἄρχοντα καὶ φύσει δεσπότην εὐλαβῶς ἕξει, ἔνια δὲ καὶ τοῦ χειροήθους ἅμα καὶ φιλοδεσπότου τῇ παραζηλώσει, καθάπερ τὰ Μελιταῖα τῶν κυνιδίων ταῖς κέρκοις μεθ’ ἱλαρωτέρας κινήσεως προσσαίνοντα."],["90","τότε καὶ τὰ σκορπίων γένη καὶ ὄφεων καὶ τῶν ἄλλων ἑρπετῶν ἄπρακτον ἕξει τὸν ἰόν· φέρει καὶ ποταμὸς ὁ Αἰγύπτιος ὅμοια τοῖς οἰκήτορσι τῆς χώρας ἀνθρωποβόρα ζῷα, τοὺς κροκοδείλους λεγομένους καὶ ποταμίους ἵππους, φέρει καὶ τὰ πελάγη μυρίας ἰδέας ἀργαλεωτάτων ζῴων· παρ’ οἷς ἅπασιν ἱερὸς καὶ ἄσυλος γένοιτ’ ἂν ὁ σπουδαῖος, ἀρετὴν τιμήσαντος"],["91","θεοῦ καὶ γέρας αὐτῇ παρασχόντος τὸ ἀνεπιβούλευτον. οὕτως μὲν ὁ πρεσβύτερος καὶ χρόνῳ καὶ φύσει καταλυθήσεται πόλεμος, ἡμερωθέντων καὶ μεταβαλόντων τῶν θηρίων πρὸς τὸ τιθασόν. ὁ δὲ νεώτερος καὶ ἐπιτηδεύσει γενόμενος ἐκ πλεονεξίας ῥᾳδίως διαλυθήσεται, τῶν ἀνθρώπων, ὥς γέ μοι δοκεῖ, δυσωπηθέντων, εἰ μελλήσουσιν ἀγριώτεροι ζῴων ἀλόγων ἐξετάζεσθαι, ὅτε τὰς ἀπὸ τῶν ἀλόγων ζημίας καὶ βλάβας ἐκπεφεύγασιν."],["92","αἴσχιστον γάρ, ὡς εἰκός, φανεῖται, τὰ μὲν ἰοβόλα καὶ ἀνθρωποβόρα καὶ ἄμικτα καὶ ἀκοινώνητα ἔνσπονδα γεγενῆσθαι μεταβαλόντα πρὸς εἰρήνην, τὸ δὲ ἥμερον φύσει ζῷον, ἄνθρωπον, κοινωνίας καὶ ὁμονοίας συγγενές, ἀσπονδεὶ φονᾶν κατὰ τῶν ὁμοίων."],["93","ἢ τὸ παράπαν οὖν, φησίν, οὐ διελεύσεται πόλεμος διὰ χώρας εὐσεβῶν, ἀλλ’ αὐτὸς καταρρυήσεται καὶ συντριβήσεται πρὸς ἑαυτόν, πρὸς οἵους ἔσοιτο ὁ ἀγὼν αἰσθανομένων τῶν ἀντιπάλων, ἅτε χρωμένους ἀνανταγωνίστῳ συμμαχίᾳ τοῦ δικαίου· μεγαλοπρεπὲς γὰρ καὶ περίσεμνον ἀρετὴ καὶ μόνη καθ’ ἡσυχίαν ἱκανὴ φορὰς μεγάλων ἐξευμαρίζειν κακῶν."],["94","ἢ κἂν μεμηνότες τινὲς ᾄττωσιν ἀκαθέκτῳ καὶ ἀπαρηγορήτῳ χρώμενοι τῇ τοῦ πολεμεῖν ἐπιθυμίᾳ, μέχρι μὲν συνίστανται, καταλαζονεύσονται θρασυνόμενοι, πρὸς δὲ χειρῶν ἅμιλλαν ἥκοντες αἰσθήσονται κενὸν αὔχημα αὐχήσαντες, ὡς μὴ δυνάμενοι νικᾶν· ῥώμῃ γὰρ ἀντιβιασθέντες κραταιοτέρᾳ φεύξονται προτροπάδην πρὸς πεντάδων ἑκατοντάδες καὶ πρὸς ἑκατοντάδων μυριάδες, πολλαῖς ὁδοῖς οἱ κατὰ μίαν ἐπελθόντες."],["95","ἔνιοι δέ, μηδὲ διώκοντος μηδενὸς ὅτι μὴ φόβου, τὰ νῶτα τοῖς ἀντιπάλοις εἰς βολὰς εὐσκόπους ἐπιστρέψουσιν, ὡς εὐμάρειαν εἶναι πάντας ἡβηδὸν ἀναιρεθέντας πεσεῖν. „ἐξελεύσεται γὰρ ἄνθρωπος, “φησὶν ὁ χρησμός, καὶ στραταρχῶν καὶ πολεμῶν ἔθνη μεγάλα καὶ πολυάνθρωπα χειρώσεται, τὸ ἁρμόττον ὁσίοις ἐπικουρικὸν ἐπιπέμψαντος τοῦ θεοῦ· τοῦτο δ’ ἐστὶ θάρσος ψυχῶν ἀκατάπληκτον καὶ σωμάτων ἰσχὺς κραταιοτάτη, ὧν καὶ θάτερον φοβερὸν ἐχθροῖς, ἄμφω δὲ εἰ συνέλθοι, καὶ παντελῶς ἀνυπόστατα."],["96","ἐνίους δὲ τῶν ἐχθρῶν ἀναξίους ἔσεσθαί φησιν ἥττης τῶν ἀνθρώπων, οἷς σμήνη σφηκῶν ἀντιτάξειν ἐπ’ ὀλέθρῳ αἰσχίστῳ προπολεμοῦντα τῶν ὁσίων."],["97","τούτους δ’ οὐ μόνον τὴν ἐν πολέμῳ νίκην ἀναιμωτὶ βεβαίως ἕξειν, ἀλλὰ καὶ κράτος ἀρχῆς ἀνανταγώνιστον ἐπ’ ὠφελείᾳ τῶν ὑπηκόων, ἣ γένοιτ’ ἂν δι’ εὔνοιαν ἢ φόβον ἢ αἰδῶ. τρία γὰρ ἐπιτηδεύουσι τὰ μέγιστα καὶ συντείνοντα πρὸς ἡγεμονίαν ἀκαθαίρετον, σεμνότητα καὶ δεινότητα καὶ εὐεργεσίαν, ἐξ ὧν ἀποτελεῖται τὰ λεχθέντα· τὸ μὲν γὰρ σεμνὸν αἰδῶ κατασκευάζει, τὸ δὲ δεινὸν φόβον, τὸ δὲ εὐεργετικὸν εὔνοιαν, ἅπερ ἀνακραθέντα καὶ ἁρμοσθέντα ἐν ψυχῇ καταπειθεῖς ἄρχουσιν ὑπηκόους ἀπεργάζεται."],["98","Ταῦτα μὲν δὴ πρῶτά φησι συμβήσεσθαι τοῖς ἑπομένοις θεῷ καὶ περιεχομένοις ἀεὶ καὶ πανταχοῦ τῶν προσταγμάτων αὐτοῦ καὶ ἑκάστῳ τῶν τοῦ βίου μερῶν ταῦτα ἐφαρμόττουσιν, ὡς μηδὲν νόσῳ πλαζόμενον ἐκδιαιτᾶσθαι· δεύτερον δὲ πλοῦτον, ὃς κατὰ τὸ ἀναγκαῖον εἰρήνῃ καὶ ἀρχῇ ἕπεται."],["99","πλοῦτος δὲ ὁ μὲν τῆς φύσεως εὐτελής ἐστι τροφὴ καὶ σκέπη· τροφὴ μὲν οὖν ἄρτος καὶ ναματιαῖον ὕδωρ, ὃ πανταχοῦ τῆς οἰκουμένης ἀνακέχυται· σκέπης δὲ διττὸν εἶδος, τὸ μὲν ἀμπεχόνη, τὸ δὲ οἰκία, διὰ τὰς ἀπὸ κρυμοῦ καὶ θάλπους παρακολουθούσας ζημίας· ὧν ἑκάτερον, εἴ τις ἐθελήσειε τὴν περίεργον καὶ περιττὴν ἀφελεῖν πολυτέλειαν, εὐποριστότατον."],["100","οἳ δ’ ἂν ζηλώσωσι τὸν λεχθέντα πλοῦτον ἀσπασάμενοι τὰ φύσεως δῶρα, μὴ τὰ τῆς κενῆς δόξης, ὀλιγοδεΐαν καὶ ἐγκράτειαν ἀσκήσαντες, ἕξουσι κατὰ πολλὴν περιουσίαν καὶ τὸν τῆς ἁβροδιαίτου τροφῆς πλοῦτον οὐκ ἐπιτηδεύσαντες· ἐπιπηδήσει γὰρ ὡς πρὸς ἐπιτηδειοτάτους καὶ σεμνοὺς τῆς ἁρμοττούσης χρήσεως ἐπιστήμονας, ἀποδρὰς ἄσμενος τὰς τῶν ἀκολάστων καὶ ὑβριστῶν συνδιαιτήσεις, ἵνα μὴ χορηγῇ τοῖς ἐπὶ βλάβῃ τῶν πλησίον ζῶσι παρελθὼν τοὺς κοινωφελεῖς."],["101","λόγιον γάρ ἐστιν ὅτι τοῖς τὰς ἱεροπρεπεῖς ἐντολὰς φυλάττουσιν ὁ μὲν οὐρανὸς ὀμβρήσει καιρίους ὑετούς, ἡ δὲ γῆ καρπῶν παντοδαπῶν οἴσει φοράν, ἡ μὲν πεδιὰς σπαρτῶν, ἡ δ’ ὀρεινὴ τῶν ἀκροδρύων, καὶ ὅτι χρόνος οὐδεὶς ἀπολειφθήσεται κενὸς εὐεργεσίας, ἀλλὰ τῷ συνεχεῖ καὶ ἐπαλλήλῳ τῶν τοῦ θεοῦ χαρίτων „καταλήψεται ὁ μὲν ἄμητος τρύγητον, καταλήψεται δὲ ὁ τρύγητος σπόρον “"],["102","(Lev. 26, 5), ὡς ἀνελλιπῶς καὶ ἀδιαστάτως ἀεὶ τὰ μὲν συγκομίζειν, τὰ δὲ ἐλπίζειν, ἐφεδρευόντων ἑτέροις ἑτέρων, ἵνα τοῖς πέρασι τῶν προτέρων αἱ τῶν ὑστέρων ἀρχαὶ συνάπτουσαι κύκλον τινὰ καὶ χορείαν ἀποτελῶσιν ἀνεπιδεᾶ παντὸς ἀγαθοῦ."],["103","τὸ γὰρ πλῆθος τῶν γινομένων ἐξαρκέσει καὶ πρὸς τὴν παραυτίκα χρῆσιν καὶ ἀπόλαυσιν καὶ πρὸς τὴν τοῦ μέλλοντος ἄφθονον περιουσίαν, νέων ἐπακμαζόντων παλαιοῖς καὶ τὴν ἐκείνων ἔνδειαν προσαναπληρούντων· ἔστι δὲ ὅτε καὶ ὑπ’ εὐφορίας ἀλέκτου τῶν πάλαι συγκομισθέντων φροντίσει τὸ παράπαν οὐδείς, ἀλλ’ ἀταμίευτα καὶ ἀθησαύριστα καταλείψουσι τοῖς βουλομένοις ἀφέντες τὴν χρῆσιν ἀδεᾶ."],["104","οἷς μὲν γὰρ ὁ ἀληθινὸς πλοῦτος ἐν οὐρανῷ κατάκειται διὰ σοφίας καὶ ὁσιότητος ἀσκηθείς, τούτοις καὶ ὁ τῶν χρημάτων ἐπὶ γῆς περιουσιάζει, προνοίᾳ καὶ ἐπιμελείᾳ θεοῦ τῶν ταμείων ἀεὶ πληρουμένων, ἐκ τοῦ τὰς ὁρμὰς τῆς διανοίας καὶ τῶν χειρῶν τὰς ἐπιβολὰς μὴ ἐμποδίζεσθαι πρὸς τὴν τῶν ἀεὶ σπουδαζομένων καλῶν κατόρθωσιν."],["105","οἷς δὲ ὁ κλῆρος οὐκ ἔστιν οὐράνιος δι’ ἀσέβειαν καὶ ἀδικίαν, οὐδὲ τῶν ἐπὶ γῆς ἀγαθῶν εὐοδεῖν πέφυκεν ἡ κτῆσις· ἀλλὰ κἂν προσγένηται, τάχιστα ἀπεπήδησεν, ὡς παραγενομένη τὴν ἀρχὴν οὐκ ἐπ’ ὠφελείᾳ τῶν λαβόντων, ἀλλ’ ὑπὲρ τοῦ βαρῦναι τὴν ἀνίαν σφοδρότερον, ἥτις ἐκ τοῦ στέρεσθαι κατὰ τὸ ἀναγκαῖον ἕπεται."],["106","τότε δή, φησίν, ὑπὸ τῆς ἄγαν εὐφορίας καὶ ἀφθονίας ὃ νῦν ὑπομένεις ἐργάσῃ· νῦν μὲν γὰρ μήτε τῶν νόμων μήτε τῶν πατρίων ἐθῶν αἰδῶ ποιούμενος ἀλλὰ πάντων ἀθρόως ἀλογῶν ὑστερίζεις μὲν τῶν ἀναγκαίων, θεραπεύεις δὲ τὰς τῶν δανειστῶν καὶ ὀβολοστατῶν οἰκίας ἐπὶ πολλῷ δανειζόμενος· τότε δ’, ὥσπερ ἔφην, δράσεις τοὐναντίον."],["107","ὑπὸ γὰρ ἀφθόνου περιουσίας αὐτὸς ἄλλοις δανειεῖς, καὶ οὐκ ὀλίγα οὐδ’ ὀλίγοις, ἀλλὰ πολλὰ καὶ πολλοῖς, ὅλοις μὲν οὖν ἔθνεσι, πάντων καὶ τῶν κατὰ πόλιν καὶ τῶν κατὰ χώραν εὐτυχῶς ἀπαντώντων, τῶν μὲν κατὰ πόλιν ἀρχαῖς καὶ τιμαῖς καὶ εὐδοξίαις διά τε εὐδικίας καὶ εὐβουλία καὶ τοῦ διὰ λόγων καὶ πράξεων κοινωφελοῦς, τῶν δὲ κατ’ ἀγρὸν εὐφορίαις καὶ τῶν ἀναγκαίων, σίτου, οἴνου, ἐλαίου, καὶ τῶν πρὸς ἁβροδίαιτον βίον, ταῦτα δ’ ἐστὶ τὰ ἀμύθητα γένη τῶν ἀκροδρύων καὶ ἔτι βουκολίων αἰπολίων τῶν ἄλλων θρεμμάτων εὐτοκία."],["108","ἀλλὰ τί τούτων ὄφελος, εἴποι τις ἄν, τῷ μὴ μέλλοντι κληρονόμους καὶ διαδόχους ἀπολιπεῖν; διὰ τοῦτο ἐπισφραγιζόμενος τὰς εὐεργεσίας φησίν· οὐδεὶς ἄγονος οὐδὲ στεῖρα γενήσεται, πάντες δὲ οἱ θεραπευταὶ θεοῦ γνήσιοι νόμον ἐκπληρώσουσι φύσεως τὸν ἐπὶ παιδοποιΐᾳ·"],["109","καὶ γὰρ ἄνδρες ἔσονται πατέρες καὶ πατέρες εὔπαιδες καὶ γυναῖκες ἔσονται μητέρες καὶ μητέρες εὔτεκνοι, ὡς ἕκαστον οἶκον πλήρωμα εἶναι πολυανθρώπου συγγενείας, μηδενὸς ἐλλειφθέντος ἢ μέρους ἢ ὀνόματος τῶν ὅσα ἐπιφημίζεται τοῖς προσήκουσι, καὶ πρὸς τοὺς ἄνω, γονεῖς, θείους, πάππους, καὶ πρὸς τοὺς κάτω πάλιν ὁμοίως, υἱούς, ἀδελφούς, ἀδελφιδοῦς, υἱωνούς, θυγατριδοῦς, ἀνεψιούς, ἀνεψιαδοῦς, τοὺς ἐξ αἵματος πάντας."],["110","ὠκύμορος δ’ ἢ ἀτελὴς οὐδεὶς ἂν γένοιτο τῶν κοσμουμένων τοῖς νόμοις οὐδέ τινος ἡλικίας ἄμοιρος ὧν ὁ θεὸς ἔνειμεν ἀνθρώπων γένει· ἀλλ’ ἐκ βρέφους ἐπαινὼν ἑξῆς ὥσπερ δι’ ἀναβαθμῶν, τεταγμέναις χρόνων περιόδοις ἑκάστης ἡλικίας τοὺς ὁρισθέντας ἀριθμοὺς συνεκπληρώσας, ἐπὶ τὴν τελευταίαν ἀφίξεται τὴν θανάτῳ μᾶλλον δ’ ἀθανασίᾳ γειτνιῶσαν, ὁ πρὸς ἀλήθειαν εὔγηρως, εὔπαιδα καὶ πολύπαιδα οἶκον ἀνθ’ αὑτοῦ καταλιπών."],["111","τοῦτ’ ἐστὶν ὅπερ εἶπέ που προθεσπίζων, ὅτι \" τὸν ἀριθμὸν τῶν ἡμερῶν σου ἀναπληρώσεις “(Exod. 23, 26), παγκάλως χρησάμενος τοῖς ὀνόμασι κυρίοις ἅμα καὶ προσφυέσιν. ὁ μὲν γὰρ ἀμαθὴς καὶ ἔκνομος „οὔτ’ ἐν λόγῳ, “φασίν, „οὔτ’ ἐν ἀριθμῷ “, τῷ δὲ παιδείας καὶ νόμων ἱερῶν μεταποιουμένῳ πρώτη χάρις ἐστὶν ἐλλογίμῳ καὶ δοκίμῳ φανέντι μεταλαχεῖν ἀριθμοῦ καὶ τάξεως."],["112","ὑπερφυῶς δὲ ἔχει καὶ ἡ πλήρωσις οὐ μηνῶν ἢ ἐνιαυτῶν ἀλλ’ ἡμερῶν, ὡς δέον ἑκάστην ἡμέραν τοῦ σπουδαίου μηδὲν ἔρημον καὶ κενὸν ἐᾶν εἰς πάροδον ἁμαρτημάτων, ἀλλὰ πᾶσι τοῖς μέρεσι καὶ διαστήμασιν ἑαυτῆς καλοκἀγαθίας πεπληρῶσθαι· κρίνεται γὰρ οὐ ποσότητι ἀλλὰ ποιότητι ἡ ἀρετὴ καὶ τὸ καλόν. ὅθεν ἰσότιμον καλῷ βίῳ σοφοῦ καὶ μίαν ἡμέραν ὑπέλαβεν εἶναι κατορθουμένην."],["113","τοῦτ’ ἐστὶν ὃ καὶ ἐν ἑτέροις αἰνίττεται φάσκων εὐλογίας ἄξιον ἔσεσθαι καὶ εἰσιόντα καὶ ἐξιόντα τὸν τοιοῦτον ἄνδρα, διότι πάσαις μὲν ταῖς κινήσεσι πάσαις δὲ ταῖς σχέσεσιν ὁ σπουδαῖος ἐπαινετός, ἔνδον τε καὶ ἔξω, πολιτικὸς ὁμοῦ καὶ οἰκονόμος, ὡς τὰ μὲν ἔνδον ἐξορθοῦν οἰκονομικῶς, τὰ δ’ ἔξω πολιτικῶς, ᾗ συμφέρον ἐπανορθοῦσθαι."],["114","ἐὰν μὲν οὖν εἷς ἀνὴρ τυγχάνῃ τοιοῦτος ὢν ἐν πόλει, τῆς πόλεως ὑπεράνω φανεῖται, ἐὰν δὲ πόλις, τῆς ἐν κύκλῳ χώρας, ἐὰν δὲ ἔθνος, ἐπιβήσεται πᾶσιν ἔθνεσιν ὥσπερ κεφαλὴ σώματι τοῦ περιφαίνεσθαι χάριν, οὐχ ὑπὲρ εὐδοξίας μᾶλλον ἢ τῆς τῶν ὁρώντων ὠφελείας· αἱ γὰρ συνεχεῖς τῶν καλῶν παραδειγμάτων φαντασίαι παραπλησίας εἰκόνας ἐγχαράττουσι ταῖς μὴ πάνυ σκληραῖς καὶ ἀποκρότοις ψυχαῖς."],["115","ὅθεν εἴρηται πρὸς τοὺς ἐθέλοντας μιμεῖσθαι τὰ σπουδαῖα καὶ θαυμαστὰ κάλλη μὴ ἀπογινώσκειν τὴν ἀμείνω μεταβολὴν μηδὲ τὴν ὥσπερ ἐκ διασπορᾶς ψυχικῆς ἣν εἰργάσατο κακία πρὸς ἀρετὴν καὶ σοφίαν ἐπάνοδον· ἵλεως γὰρ ὅταν ᾖ ὁ θεός, ἐξευμαρίζεται πάντα."],["116","γίνεται δὲ ἵλεως τοῖς αἰδουμένοις καὶ μεθορμιζομένοις ἐξ ἀκρασίας εἰς ἐγκράτειαν καὶ τὰ μὲν τῆς ὑπαιτίου ζωῆς κακίζουσι καὶ ὅσα ἐναπεμάξαντο ταῖς ψυχαῖς αἰσχρὰ εἴδωλα μυσαττομένοις, εὐδίαν δὲ παθῶν ἐζηλωκόσι καὶ γαλήνην καὶ εἰρήνην βίου μετατρέχουσι."],["117","καθάπερ οὖν ἀνθρώπους ἐν ἐσχατιαῖς ἀπῳκισμένους ῥᾳδίως ἂν ἑνὶ κελεύσματι συναγάγοι ὁ θεὸς ἀπὸ περάτων εἰς ὅ τι ἂν θελήσῃ χωρίον, οὕτω καὶ τὸν νοῦν ἐξ ἄλης πολυχρονίου πάντῃ πλανηθέντα καὶ κακωθέντα πρὸς ἡδονῆς καὶ ἐπιθυμίας, δεσποινῶν ἐκτετιμημένων, ἐλεῶν ὁ σωτὴρ ἐξ ἀνοδίας εἰς ὁδὸν εὐπετῶς ἂν ἀγάγοι, ἀμεταστρεπτὶ φεύγειν διεγνωκότα φυγήν, οὐ τὴν ἐπονείδιστον λεγομένην, ἀλλὰ τὴν σωτήριον, ἣν οὐκ ἄν τις ἁμάρτοι λέγων καθόδου κρείττονα."],["118","Τὰ μὲν οὖν ἐκτὸς ἀγαθὰ εἴρηται, νῖκαι κατ’ ἐχθρῶν, κράτη πολέμων, εἰρήνης βεβαιώσεις καὶ τῶν κατ’ εἰρήνην ἀγαθῶν περιουσίαι, πλοῦτοι καὶ τιμαὶ καὶ ἀρχαὶ καὶ τὰ παρεπόμενα τοῖς εὖ πράττουσιν ἐγκώμια, διὰ παντὸς στόματος καὶ φίλων καὶ δυσμενῶν ἐπαινουμένοις, τῶν μὲν διὰ φόβον, τῶν δὲ δι’ εὔνοιαν· λεκτέον δὲ καὶ τὰ τούτων οἰκειότερα, τὰ περὶ σῶμα."],["119","φησὶν οὖν, ὅτι τοῖς ἀρετὴν διαπονοῦσι καὶ τοὺς ἱεροὺς νόμους ἡγεμόνας τῶν κατὰ τὸν βίον λόγων καὶ ἔργων προστησαμένοις ἰδίᾳ τε καὶ κοινῇ περιέσται τὸ εἰς ἅπαν ἄνοσον· εἰ δὲ καὶ γένοιτό τις ἀσθένεια, τοῦ μὲν κακῶσαι χάριν οὐκ ἂν γένοιτο, τοῦ δ’ ὑπομνῆσαι τὸν θνητὸν ὅτι θνητός ἐστιν, εἰς ὑπεραύχου φρονήματος κατάλυσιν καὶ βελτίωσιν ἠθῶν· ὑγείᾳ δ’ ἕψεται καὶ εὐαισθησία καὶ τὸ ἐν ἅπασι τοῖς μέρεσιν ὁλόκληρον καὶ παντελές, εἰς τὰς πρὸς ὃ γέγονεν ἕκαστον ἀκωλύτους ὑπηρεσίας."],["120","ἐδικαίωσε γὰρ ὁ θεὸς γέρας τῷ σπουδαίῳ παρασχεῖν εὖ συνῳκοδομημένην καὶ συνηρμοσμένην ἐκ θεμελίων ἄχρι στέγους οἰκίαν— οἰκία δὲ ψυχῆς συμφυεστάτη σῶμα— διά τε πολλὰ τῶν εἰς τὸν βίον ἀναγκαίων καὶ χρησίμων καὶ μάλιστα διὰ τόνδε τὸν καθάρσεσι τελείαις νοῦν καθαρθέντα·"],["121","ὃν καὶ μύστην γεγονότα τῶν θείων τελετῶν καὶ συμπεριπολοῦντα ταῖς τῶν οὐρανίων χορείαις καὶ περιόδοις ἐγέραρεν ὁ θεὸς ἠρεμίᾳ, βουληθεὶς ἀμέθεκτον εἶναι, κηραίνοντα περὶ μηδὲν πάθος ὧν αἱ τοῦ σώματος γεννῶσιν ἀνάγκαι ἐπιτιθέμεναι κατὰ πλεονεξίαν παθῶν δυναστείας· ἢ γὰρ περιέψυξέ τι ἢ περιέφλεξε [ν οὐρανὸς] καὶ αὐχμηρὸν ἢ τοὐναντίον ῥοῶδες ἀπειργάσατο· δι’ ὧν ἁπάντων ὁ νοῦς εὐθύνειν ἀδυνατεῖ τὴν τοῦ καθ’ αὑτὸν βίου πορείαν."],["122","ἐνδιαιτώμενος δὲ ὑγιεινῷ σώματι κατὰ πολλὴν εὐμάρειαν ἐνδιατρίψει καὶ ἐνσχολάσει τοῖς σοφίας θεωρήμασι, μακαρίας καὶ εὐδαίμονος ζωῆς ἐπιλαχών· οὗτός ἐστιν ὁ πολὺν ἄκρατον σπάσας τῆς εὐεργέτιδος τοῦ θεοῦ δυνάμεως καὶ λόγων ἱερῶν καὶ δογμάτων ἑστιαθείς·"],["123","οὗτος ᾧ φησιν ὁ προφήτης τὸν θεὸν \" ἐμπεριπατεῖν \" οἷα βασιλείῳ, καὶ γάρ ἐστι τῷ ὄντι βασίλειον καὶ οἶκος θεοῦ σοφοῦ διάνοια· τούτου καλεῖται θεὸς ἰδίως ὁ τῶν συμπάντων θεός, καὶ λαὸς ἐξαίρετος πάλιν οὗτος, οὐ τῶν κατὰ μέρος ἀρχόντων, ἀλλὰ τοῦ ἑνὸς καὶ πρὸς ἀλήθειαν ἄρχοντος, ἁγίου ἅγιος·"],["124","οὗτός ἐστιν ὁ πρὸ μικροῦ πολλαῖς μὲν ἡδοναῖς, πολλαῖς δ’ ἐπιθυμίαις, μυρίαις δ’ ἀνάγκαις κακιῶν καὶ ἐπιθυμιῶν ὑπεζευγμένος· τούτου τὰ κακὰ τῆς δουλείας συνέτριψεν ὁ θεὸς εἰς ἐλευθερίαν ἐξαιρούμενος· οὗτος ὁ μὴ ἀπαρρησιάστου τυχὼν εὐεργεσίας ἀλλὰ διαβεβοημένης καὶ περιηγγελμένης πάντῃ διὰ τὴν τοῦ προασπίζοντος ἐξουσίαν, ὑφ’ ἧς οὐχ ὑπεσύρη πρὸς τὰ οὐραῖα, ἀλλ’ ἐπὶ κεφαλὴν ἄνω παρεπέμφθη."],["125","ταῦτα δ’ ἀλληγορεῖται τροπικῶς ἐξενεχθέντα· καθάπερ γὰρ ἐν ζῴῳ κεφαλὴ μὲν πρῶτον καὶ ἄριστον, οὐρὰ δ’ ὕστατον καὶ φαυλότατον, οὐ μέρος συνεκπληροῦν τὸν τῶν μελῶν ἀριθμόν, ἀλλὰ σόβησις τῶν ἐπιποτωμένων, τὸν αὐτὸν τρόπον κεφαλὴν μὲν τοῦ ἀνθρωπείου γένους ἔσεσθαί φησι τὸν σπουδαῖον εἴτε ἄνδρα εἴτε λαόν, τοὺς δὲ ἄλλους ἅπαντας οἷον μέρη σώματος ψυχούμενα ταῖς ἐν κεφαλῇ καὶ ὑπεράνω δυνάμεσιν."],["126","Αὗται μὲν αἱ ὑπὲρ τῶν ἀνθρώπων τῶν ἀγαθῶν εἰσιν εὐχαὶ καὶ τοὺς νόμους ἔργοις ἐπιτελούντων, ἅς φησι τελεσφορηθήσεσθαι χάριτι τοῦ φιλοδώρου θεοῦ τὰ καλὰ διὰ τὴν πρὸς αὑτὸν ὁμοιότητα σεμνοποιοῦντος καὶ γεραίροντος· τὰς δὲ κατὰ τῶν ἐκνόμων καὶ ἀθέσμων ὁρισθείσας ἀρὰς ἐπισκεπτέον."],["127","Πρώτην ἀρὰν ὡς κουφότατον κακὸν ἀναγράφει πενίαν καὶ ἔνδειαν καὶ σπάνιν τῶν ἀναγκαίων καὶ μετουσίαν παντελοῦς ἀπορίας· τὸν γὰρ σπόρον, φησίν, ἀτελῆ μὲν ὄντα δῃώσουσι, τελειωθέντα δ’ ἀμήσουσιν ἐξαίφνης ἐπελθόντες πολέμιοι, διττὴν ἐργασάμενον συμφοράν, λιμὸν μὲν φίλοις, ἐχθροῖς δὲ περιουσίαν· λυπεῖ γὰρ μᾶλλον ἢ οὐχ"],["128","ἧττον τῶν ἰδίων κακῶν τῶν δυσμενῶν τὰ ἀγαθά. καὶ ἡσυχαζόντων δὲ τῶν ἐχθρῶν οὐχ ἡσυχάσουσιν αἱ ἐκ φύσεως ἀργαλεώτεραι ζημίαι· σὺ μὲν γὰρ κατασπείρεις τὴν βαθύγειον τῆς πεδιάδος, ἀκρίδων δὲ νέφος ἐξαίφνης καταπτάμενον ἐκθερίσει καὶ τὰ ὑπολειφθέντα πολλοστὸν εἰς συγκομιδὴν ἔσται μέρος τῶν σπαρέντων· καὶ σὺ μὲν ἀμπελῶνα φυτεύεις δαπάναις ἀφειδέσι καὶ κακοπαθείαις ἀτρύτοις, ἃς εἰκὸς γεωπόνους ἀναδέχεσθαι, τελειωθέντα δὲ ἤδη καὶ βλαστάνοντα καὶ βρίθοντα ὑπ’ εὐφορίας σκώληκες ἐπιγενόμενοι τρυγήσουσι."],["129","τοὺς ἐλαιῶνας ὅταν ἴδῃς εὐθηνοῦντας καὶ καρπῶν ἄφθονον πλῆθος, ἡσθήσῃ, ὥσπερ εἰκός, δι’ ἐλπίδα συγκομιδῆς εὐτυχοῦς, ὅταν δὲ ἄρξῃ συγκομίζειν, αἰσθήσῃ τῆς ἀτυχίας μᾶλλον ἢ τῆς ἀσεβείας· τὸ μὲν γὰρ ἔλαιον καὶ ὅσον πῖον ἐκρυήσεται σύμπαν ἀφανῶς, ὁ δ’ ἐκτὸς ὄγκος αὐτὸς εἰς ἀπάτην ψυχῆς κενὸς κενῆς ὑπολειφθήσεται. καὶ συνόλως ὅσα σπαρτὰ ἢ δένδρα καρποῖς"],["130","αὐτοῖς ἐξαναλωθήσεται πρὸς ἐρυσίβης. ἐφεδρεύουσι δὲ καὶ ἄλλαι συμφοραὶ δίχα τῶν εἰρημένων, ἐνδείας καὶ ἀπορίας δημιουργοί. δι’ ὧν γὰρ ἀνθρώποις ἡ φύσις ἐχορήγει τὰ ἀγαθά, στειρωθήσεται, γῆ καὶ οὐρανός, ἡ μὲν ἀμβλίσκουσα καὶ τελειογονεῖν ἀδυνατοῦσα τοὺς καρπούς, ὁ δὲ μεταβεβηκὼς εἰς ἀγονίαν, τῶν ἐτησίων ὡρῶν μὴ χειμῶνος, μὴ θέρους, μὴ ἔαρος, μὴ μετοπώρου πρὸς τὰς οἰκείας τάξεις ἀνιόντων, ἀλλ’ εἰς ἄποιον καὶ πεφορημένην σύγκρισιν βιασθέντων ἀποκριθῆναι δεσποτικοῦ κράτους ἀρχῇ. οὐ γὰρ ὄμβρος, οὐχ"],["131","ὑετός, οὐ λεπτὴ ψεκάς, οὐ βραχεῖα λιβάς, οὐ δρόσος, οὐκ ἄλλο τι τῶν αὔξειν δυναμένων ἐπιγενήσεται, τοὐναντίον δὲ ὅσα λυμαντικὰ μὲν φυομένων, φθοροποιὰ δὲ καρπῶν καταπεπανθέντων καὶ ἵνα μὴ τελειωθῇ παρεσκευασμένα· „θήσω “γάρ φησι „τὸν οὐρανὸν ὑμῖν χαλκοῦν καὶ τὴν γῆν σιδηρᾶν “(Lev. 26, 19. ξφ. δευτ. 28, 23), αἰνιττόμενος τὸ μηδέτερον αὐτῶν τὰ οἰκεῖα καὶ πρὸς ἃ γέγονεν ἐπιτελέσειν ἔργα·"],["132","ποῦ γὰρ ἢ σίδηρος ἐσταχυηφόρησεν ἢ ὑετὸν ἤνεγκε χαλκός, ὧν χρεῖα τὰ ζῷα καὶ μάλιστα τὸ ἐπίκηρον καὶ πολλῶν ἐπιδεές, ἄνθρωπος; μηνύει δ’ οὐ μόνον ἀφορίαν καὶ τῶν ἐτησίων ὡρῶν φθοράν, ἀλλὰ καὶ πολέμων γενέσεις καὶ τῶν ἐν τούτοις ἀφορήτων καὶ ἀμυθήτων κακῶν· χαλκὸς γὰρ καὶ σίδηρος πολεμιστηρίων ὅπλων ὗλαι."],["133","καὶ γῆ μέντοι κονιορτὸν οἴσει καὶ χοῦς ἄνωθεν ἐξ οὐρανοῦ καταχθήσεται βαρύτατον ἐπιφέρων καρπὸν εἰς τὴν διὰ πνίγους ἀπώλειαν, ἵνα μηδὲν παραλειφθῇ τῶν ἐπ’ ὀλέθρῳ. πολυάνθρωποι μὲν ἐρημωθήσονται συγγένειαι, κεναὶ δὲ αἱ πόλεις ἐξαπιναίως οἰκητόρων ἔσονται, μνημεῖα παλαιᾶς μὲν εὐτυχίας προσκαίρου δὲ βαρυδαιμονίας ὑπολειφθεῖσαι πρὸς νουθεσίαν τῶν δυναμένων σωφρονίζεσθαι."],["134","τοσαύτη δὲ ἐφέξει σπάνις τῶν ἀναγκαίων, ὥστε ἀλλοτριωθέντες τούτων τρέψονται ἐπ’ ἀλληλοφαγίας, οὐ μόνον ὀθνείων καὶ μηδὲν προσηκόντων, ἀλλὰ καὶ τῶν οἰκειοτάτων καὶ φιλτάτων· ἅψεται γὰρ καὶ πατὴρ υἱοῦ σαρκῶν καὶ μήτηρ σπλάγχνων θυγατρὸς καὶ ἀδελφῶν ἀδελφοὶ καὶ γονέων παῖδες· ἀεὶ δὲ οἱ ἀσθενέστεροι τῶν δυνατωτέρων κακαὶ καὶ ἐπάρατοι τροφαί· τὰ Θυέστεια παιδιὰ [καὶ] συγκρινόμενα ταῖς ὑπερβολαῖς τῶν συμφορῶν, ἃς μεγαλουργήσουσιν οἱ καιροί."],["135","μετὰ γὰρ τῶν ἄλλων, ὥσπερ τοῖς ἐν εὐτυχίαις ποθεινὸς ὁ βίος εἰς ἀπόλαυσιν ἀγαθῶν, οὕτως καὶ τοῖς βαρυδαίμοσιν ἐκείνοις ἔρως πολὺς ἐνιδρυθήσεται τοῦ ζῆν πρὸς ἀμέτρων καὶ ἀπαύστων κακῶν μετουσίαν, ἁπάντων ἀνιάτων. ἧττον γὰρ χαλεπὸν ἀπαλγήσαντας ἐπιτεμεῖν θανάτῳ τὰς ἀνίας, ὃ τοῖς μὴ λίαν φρενοβλαβέσιν ἔθος δρᾶν· οἱ δ’ ἐκ παραπληξίας ἐθέλοιεν ἂν καὶ μακροβιώτατοι γενέσθαι, τῆς ἀνωτάτω βαρυδαιμονίας ἀπλήστως καὶ ἀκορέστως ἔχοντες."],["136","τοιαῦτα τὸ κουφότατον εἶναι δοκοῦν τῶν κακῶν, ἀπορία, προσεργάζεσθαι πέφυκεν, ὅταν θεήλατος ἐπάγηται δίκη· καὶ γὰρ εἰ χαλεπὰ ῥῖγος, δίψος, ἔνδεια τροφῆς, ἀλλ’ εὐκταιότατα γένοιτ’ ἂν ἐπὶ καιρῶν, εἰ μόνον ἀνυπέρθετον φθορὰν ἐργάσοιτο· χρονίζοντα δὲ καὶ τήκοντα ψυχήν τε καὶ σῶμα τῶν τετραγῳδημένων, ἃ δι’ ὑπερβολὰς μεμυθεῦσθαι δοκεῖ, βαρύτερα πέφυκε καινουργεῖν."],["137","Δουλεία τοῖς ἐλευθέροις ἀφορητότατόν ἐστιν, ὑπὲρ ἧς σπουδάζουσιν ἀποθνῄσκειν οἱ σώφρονες ἀγωνιζόμενοι φιλοκινδύνως πρὸς τοὺς ἐπανατεινομένους δεσποτείαν· ἀφόρητον δὲ καὶ ἐχθρὸς ἄμαχος· εἰ δ’ ὁ αὐτὸς ἀμφότερα γένοιτο, δεσπότης ὁμοῦ καὶ πολέμιος, τίς ἂν ὑποσταίη τὸν τὸ μὲν δύνασθαι ἀδικεῖν ἐκ δεσποτικῆς ἐξουσίας, τὸ δὲ μηδὲν συγγινώσκειν ἐξ ἀσυμβάτου δυσμενείας περιπεποιημένον;"],["138","ἐχθροῖς οὖν φησι δεσπόταις εἰς τὸ ἀνηλεὲς χρήσεσθαι τοὺς ἀλογοῦντας νόμων ἱερῶν, οὐ μόνον ἐξ ἐπιθέσεως τῆς ἐκείνων ὑπαχθέντας, ἀλλὰ καὶ γνώμαις ἑκουσίοις ἐκδόντας αὑτοὺς ἕνεκα τῶν ἀβουλήτων, ἃ λιμὸς καὶ σπάνις τῶν ἀναγκαίων ἀπεργάζεται· τὰ γὰρ ἐλάττω κακὰ φυγῇ μειζόνων αἱρετὰ νομίζουσί τινες, εἰ δή τι βραχὺ τῶν εἰρημένων ἐστί."],["139","δουλεύοντες γὰρ πικρῶν μὲν ἐπιταγμάτων ὑπηρεσίας ἀναδέξονται τοῖς σώμασι, πικροτέρων δὲ θεαμάτων ἀνίαις κατατεινόμενοι τὰς ψυχὰς ἀπαγορεύσουσιν· ὄψονται γὰρ ὧν συνῳκοδόμησαν ἢ κατεφύτευσαν ἢ περιεποιήσαντο κληρονόμους γεγονότας ἐχθρούς, ἀλλοτρίων ἀπολαύοντας ἀγαθῶν καὶ ἑτοίμων· ὄψονται καὶ τὰ πίονα τῶν ἰδίων θρεμμάτων εὐωχουμένους, ἱερεύοντας καὶ παραρτύοντας εἰς ἀπόλαυσιν ἡδίστην, οἱ στερόμενοι τοὺς ἀφελομένους· ὄψονται καὶ γυναῖκας, ἃς ἠγάγοντο κουριδίας ἐπὶ γνησίων παίδων σπορᾷ, σώφρονας καὶ οἰκουροὺς καὶ φιλάνδρους ἑταιρῶν τρόπον ὑβριζομένας. καὶ πρὸς μὲν ἄμυναν ὁρμήσουσιν,"],["140","ἔξω δὲ τοῦ σφαδᾴζειν οὐδὲν ἐργάσασθαι δυνήσονται πᾶσαν ἰσχὺν ἐκτετμημένοι καὶ ἐκνενευρισμένοι· προκείσονται γὰρ σκοποὶ τοῖς ἐθέλουσιν ἄγειν, φέρειν, ἁρπάζειν, ὑβρίζειν, τιτρώσκειν, εἰς βλάβας, εἰς αἰκίας, εἰς πανωλεθρίαν, ὡς μηδὲν ἀφεθῆναι τῶν βλημάτων κωφόν, ἀλλ’ εὔσκοπα καὶ εὔστοχα πάντα."],["141","Ἐπάρατοι μὲν ἐν πόλεσι καὶ κώμαις, ἐπάρατοι δ’ ἐν οἰκίαις καὶ ἐπαύλεσιν ἔσονται· ἐπάρατος μὲν ἡ πεδιὰς καὶ ὅσα κατεβλήθη σπέρματα, ἐπάρατος δὲ ἡ βαθύγειος τῆς ὀρεινῆς καὶ ὅσα γένη δένδρων ἡμέρων· ἐπάρατοι τῶν θρεμμάτων αἱ ἀγέλαι, στειρωθήσονται γὰρ πρὸς ἀγονίαν· ἐπάρατοι πάντες οἱ καρποί, τῷ γὰρ καιριωτάτῳ τῆς ἀκμῆς ἀνεμόφθοροι γενήσονται."],["142","τὰ πλήρη ταμεῖα τροφῶν καὶ χρημάτων κενωθήσεται· πόρος οὐδεὶς εὐοδήσει, τέχναι πᾶσαι, πραγματεῖαι πολύτροποι, βίων ἰδέαι μυρίων τοῖς χρωμένοις οὐδὲν ὄφελος· ἀτελεῖς γὰρ αἱ τῶν σπουδαζομένων ἐλπίδες ἔσονται καὶ συνόλως ὅτου ἐφάψονται διὰ πονηρῶν ἐπιτηδευμάτων ἢ ἔργων, ὧν κεφαλὴ καὶ τέλος ἀπόλειψις θεραπείας θεοῦ· τὰ γὰρ ἀσεβείας καὶ παρανομίας ἐπίχειρα ταῦτα."],["143","Καὶ πρὸς τούτοις αἱ σωματικαὶ νόσοι μέλος ἕκαστον καὶ μέρος ἰδίᾳ κατεργαζόμεναι καὶ διεσθίουσαι καὶ πάλιν ὅλα δι’ ὅλων καταξαίνουσαι, πυρετοῖς, ῥίγεσι, φθινάσι τηκεδόσι, ψώραις ἀγρίαις, ἰκτέροις, σφακελίζουσιν ὀφθαλμοῖς, ἕλκεσιν ὑποπύοις καὶ ἑρπηνώδεσι κατὰ πάσης χεομένοις τῆς δορᾶς, κακώσεσι τῶν ἐντοσθίων, ἀνατροπαῖς στομάχου, τῶν ἐν πνεύμονι πόρων ἀποφράξεσιν ὑπὲρ τοῦ μὴ εὐοδεῖν τὴν ἀναπνοήν— πάρεσις γλώσσης, κώφωσις ὤτων, πήρωσις ὀφθαλμῶν, τῶν ἄλλων ἀμυδρότης αἰσθήσεων καὶ σύγχυσις, καίτοι δεινὰ ὄντα, συγκρινόμενα βαρυτέροις οὐ φαίνεται δεινά—,"],["144","τοῦ μὲν ἐν φλεψὶν αἵματος ἀποβαλόντος ὅσον ἦν ἐν αὐτῷ ζωτικόν, τοῦ δ’ ἐν ἀρτηρίαις πνεύματος τὴν ἔξωθεν ἀπὸ τοῦ συμφυοῦς ἀέρος μηκέθ’ ὁμοίως ἐπιδεχομένου σωτήριον κρᾶσιν, τῶν δὲ νεύρων ἀνεθέντων καὶ χαλασθέντων·"],["145","οἷς ἐπακολουθεῖ τῆς ἁρμονίας καὶ συμφωνίας τῶν μελῶν πάρεσις πρότερον πονηθέντων ἁλμυροῦ καὶ πάνυ πικροῦ φορᾷ ῥεύματος εἴσω παραδυομένου καί, ὁπότε στενοῖς ἐγκατακλεισθείη πόροις εὐμαρεῖς διεξόδους οὐκ ἔχουσι, θλιβομένου τε καὶ θλίβοντος εἰς πικρῶν καὶ δυσυπομονήτων γένεσιν ἀλγηδόνων, ἐξ ὧν φύεται τὰ ποδαγρικὰ καὶ ἀρθριτικὰ πάθη καὶ νοσήματα, πρὸς ἃ σωτήριον οὐδὲν ἐπενοήθη φάρμακον, ἀλλ’ ἔστιν ἀνθρωπίναις ἐπινοίαις ἀνίατα."],["146","ταῦτα ὁρῶντες ἔνιοι καταπλαγήσονται, πῶς οἱ πρὸ μικροῦ πίονες εὔσαρκοί τε καὶ εὐεξίᾳ μάλιστα θάλλοντες οὕτως αἰφνίδιον ἐκτακέντες ῥικνοὶ γεγόνασιν ἶνες αὐτὸ μόνον καὶ λεπτὴ δορά, καὶ πῶς γυναῖκες ἁβροδίαιτοι καὶ πανάπαλοι διὰ τὴν ἐκ πρώτης ἡλικίας συναυξηθεῖσαν τρυφὴν ὑπὸ κακώσεως δεινῆς ἅμα ταῖς ψυχαῖς καὶ τὰ σώματα ἐξηγρίωνται."],["147","τότε δὴ τότε διώξονται μὲν ἐχθροὶ καὶ μάχαιρα ἐκδικήσει δίκην, οἱ δ’ εἰς τὰς πόλεις καταφεύγοντες, ὅταν ἐν ἀσφαλεῖ γεγενῆσθαι νομίσωσιν, ἐλπίδος ἀπάτῃ φενακισθέντες ἡβηδὸν ἀπολοῦνται προκαταδύντες ἐνέδραις ἐχθρῶν."],["148","Κἂν εἰ ἐπὶ τούτοις μὴ σωφρονίζοιντο πλαγιάζοντες καὶ τὰς ἐπ’ ἀλήθειαν ἀγούσας εὐθυτενεῖς ὁδοὺς ἐκτρεπόμενοι, δειλία καὶ φόβος ταῖς ψυχαῖς αὐτῶν ἐνιδρυθήσεται, καὶ φεύξονται μὲν οὐδενὸς διώκοντος, φήμαις δὲ οἷα φιλεῖ ψευδέσι πεσοῦνται προτροπάδην, φύλλου τε κτύπος κουφότατος δι’ ἀέρος φερόμενος τοσαύτην ἀγωνίαν καὶ πτοίαν ἐργάσεται, ὅσην ὁ τραχύτατος πόλεμος ἐκ δυνατωτέρων ἐχθρῶν, ὡς καὶ τέκνα γονέων καὶ γονεῖς τέκνων καὶ ἀδελφοὺς ἀδελφῶν ὑπεριδεῖν, ἐκ μὲν τῆς ἀλλήλων ἐπιβοηθείας ἅλωσιν προσδοκήσαντας, σωτηρίαν δ’ ἐκ τοῦ ἑαυτοὺς ἀποδιδράσκειν ἕκαστον."],["149","πονηρῶν δὲ ἀνθρώπων ἀτελεῖς ἐλπίδες· μᾶλλον γὰρ ἢ οὐχ ἧττον οἱ διαπεφευγέναι δόξαντες τῶν προκαταληφθέντων ἁλώσονται. κἂν διαλάθωσι μέντοι τινές, ἐφεδρείαν δ’ ἕξουσι τῶν φύσει πολεμίων· οὗτοι δέ εἰσιν ἀγριώτατοι θῆρες ἐξ ἑαυτῶν εὐοπλοῦντες, οὓς ὁ θεὸς ἅμα τῇ πρώτῃ γενέσει τοῦ παντὸς ἐδημιούργει πρὸς ἀνθρώπων τῶν μὲν δυναμένων νουθετεῖσθαι φόβον τῶν δὲ ἀνιάτως ἐχόντων ἀπαραίτητον δίκην."],["150","ἀπιστήσουσι μὲν οἱ θεασάμενοι τὰς αὐτοῖς θεμελίοις ἀναιρεθείσας πόλεις, εἰ πώποτε ᾠκίσθησαν· ἐν εἴδει δὲ παροιμίας θήσονται τὰς ἐκ λαμπρῶν εὐτυχημάτων ἐξαπιναίους κακοπραγίας, ὅσαι καὶ ἀνεγράφησαν καί εἰσιν ἄγραφοι."],["151","παρελεύσονται καὶ μέχρι σπλάγχνων αἱ τηκεδόνες ἀθυμίας τε καὶ ἀδημονίας ἐμποιοῦσαι σὺν ἐκθλίψει. ζωὴν ἀνίδρυτον καὶ κρεμαμένην ὥσπερ ἐξ ἀγχόνης ἐργάσονται φόβου διαδοχαὶ μεθ’ ἡμέραν τε καὶ νύκτωρ τὴν ψυχὴν ἄνω καὶ κάτω κλονοῦσαι, ὡς πρωΐας μὲν ἑσπέραν ἑσπέρας δὲ ὄρθρον εὔχεσθαι διὰ τὰς καὶ ἐγρηγορότων κακώσεις ἐμφανεῖς καὶ κοιμωμένων ἐξ ὀνειράτων ἀποτροπαίους φαντασίας."],["152","ὁ μὲν ἔπηλυς ἄνω ταῖς εὐτυχίαις μετέωρος ἀρθεὶς περίβλεπτος ἔσται, θαυμαζόμενος καὶ μακαριζόμενος ἐπὶ δυσὶ τοῖς καλλίστοις, τῷ τε αὐτομολῆσαι πρὸς θεὸν καὶ τῷ γέρας λαβεῖν οἰκειότατον τὴν ἐν οὐρανῷ τάξιν βεβαίαν, ἣν οὐ θέμις εἰπεῖν, ὁ δ’ εὐπατρίδης παρακόψας τὸ νόμισμα τῆς εὐγενείας ὑποσυρήσεται κατωτάτω πρὸς αὐτὸν τάρταρον καὶ βαθὺ σκότος ἐνεχθείς, ἵνα ταῦτα ὁρῶντες τὰ παραδείγματα πάντες ἄνθρωποι σωφρονίζωνται, μανθάνοντες ὅτι τὴν ἐκ δυσγενείας ἀρετὴν φυομένην θεὸς ἀσπάζεται, τὰς μὲν ῥίζας ἐῶν χαίρειν, τὸ δὲ στελεχωθὲν ἔρνος, ὅτι μετέβαλεν ἡμερωθὲν πρὸς εὐκαρπίαν, ἀποδεχόμενος."],["153","Οὕτως καθάπερ ὑπὸ πυρὸς δαπανηθεισῶν τῶν πόλεων καὶ τῆς χώρας ἐρημωθείσης, ἄρξεταί ποτε διαπνεῖν καὶ ἀνακύπτειν ἡ πολλὰ γυμνασθεῖσα καὶ τραχηλισθεῖσα γῆ πρὸς οἰκητόρων ἀφορήτου βίας, οἳ τὰς παρθένους ἑβδομάδας ὑπερορίους καὶ τῆς χώρας καὶ τῆς αὑτῶν διανοίας ἀπήλασαν. μόνας γὰρ ἢ τό γε ἀσφαλέστερον εἰπεῖν πρώτας ἀνέδειξεν ἑορτὰς ἡ φύσις τὰς ἑβδομάδας ἡμερῶν τε καὶ ἐνιαυτῶν, πρὸς ἀνάπαυλαν ἀνθρώποις μὲν τὰς ἡμερῶν, τῇ δὲ χώρᾳ τὰς ἐνιαυτῶν."],["154","οἱ δ’ ὅλον τοῦτον παρακαλυψάμενοι τὸν νόμον, τοὺς ἅλας, τὰς σπονδάς, τὸν ἐλέου βωμόν, τὴν κοινὴν ἑστίαν, ἐξ ὧν φιλία καὶ ὁμόνοια ἡρμόζετο— πάντα γὰρ δι’ ἑβδομάδος καὶ ἑβδομάς—, ἐβάρυναν μὲν ἀνθρώπους ἀσθενεστέρους οἱ δυνατώτεροι συνεχέσι καὶ ἀδιαστάτοις ἐπιτάγμασιν, ἐβάρυναν δὲ καὶ τὰς ἀρούρας ἀεὶ κέρδη μεταδιώκοντες ἐκ πλεονεξιῶν ἄδικα, ταῖς ἐπιθυμίαις ἐφιστάντες ἀχαλίνους καὶ ἀδίκους ὁρμὰς εἰς τὸ ἀκόρεστον."],["155","ἀντὶ γὰρ τοῦ παρασχεῖν μὲν ἀνθρώποις, κατὰ τὸν ἀψευδέστατον λόγον ἀδελφοῖς, ὧν μία μήτηρ ἡ κοινὴ φύσις, τὰς προστεταγμένας δι’ ἓξ ἡμερῶν ἐκεχειρίας, παρέχειν δὲ καὶ τῇ χώρᾳ τὰς δι’ ἓξ ἐνιαυτῶν ἀνέσεις μήτε σποραῖς μήτε φυτείαις βαρύνοντας, ἵνα μὴ καμάτοις ἐπαλλήλοις ἀπαγορεύσῃ,"],["156","ἀμελήσαντες τουτωνὶ τῶν χρηστῶν παραινέσεων εἰς ἡμερότητα προκαλουμένων τὰ μὲν σώματα καὶ τὰς ψυχὰς ὧν ἐδύναντο πάντων ἀνάγκαις ἀτρύτοις ἐπίεσαν, τῆς βαθυγείου δὲ τὴν ἰσχὺν ὑπετέμοντο φοραῖς ταῖς ὑπὲρ δύναμιν ἀπλήστως προσοδευόμενοι καὶ δασμοῖς οὐκ ἐτησίοις μόνον ἀλλὰ καὶ ἐφημέροις ὅλην δι’ ὅλων ἐκτραχηλίζοντες."],["157","ὑπὲρ ὧν οἱ μὲν τὰς λεχθείσας ἀρὰς καὶ δίκας ἀναπλήσουσιν, ἡ δ’ ἐκνευρισθεῖσα χώρα καὶ μυρίας ὑπομείνασα κακώσεις, ἀποφορτισαμένη τὸ τῶν ἀσεβῶν οἰκητόρων ἄχθος, ἐπελαφρισθήσεται· καὶ ὅταν ἐν κύκλῳ περιβλεψαμένη μηδένα θεάσηται τῶν καθελόντων αὐτῆς τὸ μεγαλαύχημα καὶ ἀξίωμα, ἀλλὰ κενὰς μὲν αὐτῆς τὰς ἀγορὰς θορύβων καὶ πολέμων καὶ ἀδικημάτων, πλήρεις δὲ ἡσυχίας καὶ εἰρήνης καὶ δικαιοσύνης, ἀνηβήσει καὶ ἐπακμάσει καὶ τοὺς τῶν ἱερῶν ἑβδομάδων καιροὺς ἑορτώδεις ἠρεμήσει καὶ ἀναπαύσεται συλλεγομένη καθάπερ ἀθλητὴς προηγωνισμένος δύναμιν."],["158","εἶθ’ οἷα μήτηρ φιλόστοργος οἰκτιεῖται μὲν υἱοὺς καὶ θυγατέρας οὓς ἀπέβαλεν, οἳ καὶ ἀποθανόντες καὶ ζῶντες ἔτι μᾶλλον ὀδύναι τοῖς τοκεῦσιν ἐγένοντο· πάλιν δὲ νεάσασα εὐφορήσει καὶ τέξεται γενεὰν ἀνεπίληπτον, ἐπανόρθωμα τῆς προτέρας· ἡ γὰρ ἔρημος, ᾗ φησιν ὁ προφήτης, εὔτεκνός τε καὶ πολύπαις, ὅπερ λόγιον καὶ ἐπὶ ψυχῆς ἀλληγορεῖται."],["159","πολλὴ μὲν γὰρ ὅταν ᾖ, παθῶν καὶ κακιῶν ἀνάπλεως, οἷα περικεχυμένων αὐτῇ τέκνων, ἡδονῶν, ἐπιθυμιῶν, ἀφροσύνης, ἀκολασίας, ἀδικίας, ἀσθενεῖ καὶ νοσεῖ καὶ ἐπικήρως ἔχουσα θανατᾷ, στειρωθεῖσα δὲ καὶ ἀγονήσασα τούτων ἢ καὶ ἀποβαλοῦσα ἀθρόα γίνεται μὲν ἐκ μεταβολῆς ἁγνὴ παρθένος,"],["160","παραδεξαμένη δὲ τὸν θεῖον σπόρον διαπλάττει καὶ ζῳογονεῖ περιμαχήτους φύσεις, θαυμαστὰ κάλλη, φρόνησιν, ἀνδρείαν, σωφροσύνην, δικαιοσύνην, ὁσιότητα, εὐσέβειαν, τὰς ἄλλας ἀρετάς τε καὶ εὐπαθείας, ὧν οὐ μόνον ἡ γένεσις εὔτεκνος ἀγαθόν, ἀλλὰ καὶ ἡ προσδοκία τῆς γενέσεως ἐλπίδι προγανοῦσα τὴν ἀσθένειαν."],["161","ἐλπὶς δὲ χαρὰ πρὸ χαρᾶς ἐστιν, εἰ καὶ ἐνδεὴς παρὰ τελείαν, ἀλλά τοι τῆς ἐπιγινομένης καθ’ ἑκάτερα βελτίων, ὅτι τε τὸ αὐχμηρὸν ἀναχαλᾷ καὶ λιπαίνει τῶν φροντίδων καὶ ὅτι φθάνουσα τὸ μέλλον καὶ πλῆρες ἀγαθὸν εὐαγγελίζεται."],["162","Τὰς μὲν οὖν ἀρὰς καὶ τιμωρίας, ἃς ὑπομένειν ἄξιον τοὺς τῶν ἱερῶν νόμων δικαιοσύνης καὶ εὐσεβείας ὑπερορῶντας καὶ ταῖς πολυθέοις δόξαις ὑπαχθέντας, ὧν ἀθεότης τὸ τέλος, λήθῃ τῆς συγγενοῦς καὶ πατρίου διδασκαλίας, ἣν ἐκ πρώτης ἡλικίας ἐπαιδεύθησαν τὴν τοῦ ἑνὸς φύσιν τὸν ἀνωτάτω νομίζειν θεόν, ᾧ δεῖ μόνῳ προσκεκληρῶσθαι τοὺς ἄπλαστον ἀλήθειαν ἀντὶ πεπλασμένων μύθων μεταδιώκοντας, οὐδὲν ὑποστειλάμενος δεδήλωκα."],["163","ἐὰν μέντοι μὴ ἐπ’ ὀλέθρῳ δέξωνται τὰς δυνάμεις μᾶλλον ἢ νουθεσίᾳ καὶ καταιδεσθέντες ὅλῃ ψυχῇ μεταβάλωσι, κακίσαντες μὲν αὑτοὺς τῆς πλάνης, ἐξαγορεύσαντες δὲ καὶ ὁμολογήσαντες ὅσα ἥμαρτον καθ’ αὑτοὺς διανοίᾳ κεκαθαρμένῃ τὸ πρῶτον εἰς τὸ τοῦ συνειδότος ἀψευδὲς καὶ ἀνύπουλον, ἔπειτα καὶ γλώττῃ πρὸς βελτίωσιν τῶν ἀκουόντων, εὐμενείας τεύξονται τῆς τοῦ σωτῆρος καὶ ἵλεω θεοῦ τῷ γένει τῶν ἀνθρώπων ἐξαίρετον παρασχομένου καὶ μεγίστην δωρεάν, τὴν πρὸς τὸν αὐτοῦ λόγον συγγένειαν, ἀφ’ οὗ καθάπερ ἀρχετύπου γέγονεν ὁ ἀνθρώπινος νοῦς·"],["164","κἂν γὰρ ἐν ἐσχατιαῖς ὦσι γῆς δουλεύοντες παρὰ τοῖς αἰχμαλώτους αὐτοὺς ἀπάγουσιν ἐχθροῖς, ὥσπερ ἀφ’ ἑνὸς συνθήματος ἡμέρᾳ μιᾷ πάντες ἐλευθερωθήσονται, τῆς ἀθρόας πρὸς ἀρετὴν μεταβολῆς κατάπληξιν ἐργασαμένης τοῖς δεσπόταις· μεθήσονται γὰρ αὐτοὺς αἰδεσθέντες"],["165","κρειττόνων ἄρχειν. ὅταν δὲ τύχωσι τῆς ἀπροσδοκήτου ταύτης ἐλευθερίας, οἱ πρὸ μικροῦ σποράδες ἐν Ἑλλάδι καὶ βαρβάρῳ κατὰ νήσους καὶ κατὰ ἠπείρους ἀναστάντες ὁρμῇ μιᾷ πρὸς ἕνα συντενοῦσιν ἀλλαχόθεν ἄλλοι τὸν ἀποδειχθέντα χῶρον, ξεναγούμενοι πρός τινος θειοτέρας ἢ κατὰ φύσιν ἀνθρωπίνην ὄψεως, ἀδήλου μὲν ἑτέροις, μόνοις δὲ τοῖς ἀνασῳζομένοις ἐμφανοῦς,"],["166","τρισὶ χρησάμενοι παρακλήτοις τῶν πρὸς τὸν πατέρα καταλλαγῶν, ἑνὶ μὲν ἐπιεικείᾳ καὶ χρηστότητι τοῦ παρακαλουμένου συγγνώμην πρὸ τιμωρίας ἀεὶ τιθέντος, δευτέρῳ δὲ τῇ τῶν ἀρχηγετῶν τοῦ ἔθνους ὁσιότητι, ὅτι ταῖς ἀφειμέναις σωμάτων ψυχαῖς ἄπλαστον καὶ γυμνὴν ἐνδεικνύμενοι πρὸς τὸν ἄρχοντα θεραπείαν τὰς ὑπὲρ υἱῶν καὶ θυγατέρων ἱκετείας οὐκ ἀτελεῖς εἰώθασι ποιεῖσθαι, γέρας αὐτοῖς παρέχοντος τοῦ πατρὸς τὸ ἐπήκοον ἐν εὐχαῖς,"],["167","τρίτῳ δὲ δι’ ὃ μάλιστα καὶ ἡ τῶν λεχθέντων εὐμένεια φθάνει προαπαντῶσα, τοῦτο δέ ἐστι βελτίωσις τῶν ἀγομένων εἰς σπονδὰς καὶ συμβάσεις, οἳ μόλις ἐξ ἀνοδίας εἰς ὁδὸν ἐδυνήθησαν ἐλθεῖν, ἧς τὸ πέρας οὐδὲν ἕτερον ἢ εὐαρεστεῖν τῷ θεῷ καθάπερ υἱοὺς πατρί."],["168","παραγενομένων δὲ πολισθήσονται πάλιν αἱ ἐρείπιοι γενόμεναι πρὸ μικροῦ καὶ ἡ ἔρημος οἰκισθήσεται καὶ ἡ στειρωθεῖσα γῆ μεταβαλεῖ πρὸς εὐγονίαν· αἵ τε πατέρων καὶ προγόνων εὐτυχίαι βραχὺ μέρος εἶναι νομισθήσονται διὰ τὰς ἀφθόνους τῶν ἐν χερσὶ περιουσίας, αἳ καθάπερ ἀπ’ ἀενάων πηγῶν τῶν τοῦ θεοῦ χαρίτων ῥέουσαι βαθὺν πλοῦτον ἰδίᾳ τε ἑκάστῳ καὶ πᾶσι κοινῇ περιποιήσουσι φθόνου κρείττονα."],["169","μεταβολὴ δὲ πάντων ἐξαπιναίως ἔσται· τρέψει γὰρ ὁ θεὸς τὰς ἀρὰς ἐπὶ τοὺς τῶν μετανενοηκότων ἐχθρούς, οἵτινες κακοπραγίαις τοῦ ἔθνους ἐφήδοντο κατακερτομοῦντες καὶ ἐπιχλευάζοντες, ὡς αὐτοὶ μὲν ἀκαθαίρετον ἕξοντες κλῆρον εὐτυχίας, ὃν παισὶ καὶ ἐκγόνοις κατὰ διαδοχὴν ἀπολείψειν ἤλπισαν, αἰεὶ δὲ ἐποψόμενοι τοὺς ἀντιπάλους ἐν βεβαίῳ καὶ ἀκλινεῖ δυστυχίᾳ ταμιευθησομένῃ καὶ ταῖς ἔπειτα γενεαῖς,"],["170","ὑπὸ φρενοβλαβείας οὐ συνιέντες ὅτι καὶ τῆς πρὸ μικροῦ λαμπρότητος ἀπέλαυσαν οὐ δι’ αὑτοὺς ἀλλὰ διὰ νουθεσίαν ἑτέρων, οἷς τὰ πάτρια καταλύσασι φάρμακον ἀνευρέθη σωτήριον, λύπη, τὰ τῶν δυσμενῶν ἀγαθὰ περιαλγήσασι· κλαύσαντες οὖν καὶ στενάξαντες τὴν ἰδίαν τροπὴν ἐπὶ τὴν ἀρχαίαν καὶ προγονικὴν ἀνακάμψουσιν εὐτυχίαν διαυλοδρομήσαντες, οἷς μὴ εἰς ἅπαν ἐξοκεῖλαι συνέβη."],["171","οἱ δὲ γελάσαντες τὰς ὀλοφύρσεις ἐκείνων καὶ δημοτελεῖς ἑορτὰς ἄγειν ψηφισάμενοι τὰς ἀποφράδας αὐτῶν καὶ τὰ πένθη κατευωχηθέντες καὶ συνόλως τὴν ἑτέρων κακοδαιμονίαν εὐδαιμονήσαντες, ὅταν ἄρξωνται κομίζεσθαι τὰ ἐπίχειρα τῆς ὠμότητος, αἰσθήσονται διότι οὐκ εἰς ἀφανεῖς καὶ ἠμελημένους ἐξημάρτανον, ἀλλ’ εἰς εὐπατρίδας ἔχοντας ἐναύσματα τῆς εὐγενείας, ἀφ’ ὧν ἀναρριπισθέντων ἐξέλαμψεν ἡ πρὸ μικροῦ σβεσθεῖσα εὔκλεια."],["172","καθάπερ γὰρ ὑποτμηθέντων τῶν στελεχῶν, ὅταν μὴ ἀφαιρεθῶσιν αἱ ῥίζαι, νέα ἔρνη βλαστάνει, ὑφ’ ὧν τὰ γεράνδρυα παρευημερεῖται, τὸν αὐτὸν τρόπον καὶ ἐν ψυχαῖς βραχυτάτου σπέρματος τῶν εἰς ἀρετὴν ὑπολειφθέντος, ἄλλων περιαιρεθέντων, οὐδὲν ἧττον ἀπὸ τοῦ βραχέος φύεται τὰ τιμιώτατα καὶ κάλλιστα τῶν ἐν ἀνθρώποις, δι’ ἃ πάλιν εὐανδροῦσαι [αἱ] πόλεις συνοικίζονται καὶ ἔθνη πρὸς πολυανθρωπίαν ἐπιδίδωσιν."]]] \ No newline at end of file diff --git a/lines/on-sobriety.json b/lines/on-sobriety.json new file mode 100644 index 0000000000000000000000000000000000000000..3439068ea3a61805dd6fc7358cdf2fa61ece6cba --- /dev/null +++ b/lines/on-sobriety.json @@ -0,0 +1 @@ +[[["1","Τὰ περὶ μέθης καὶ τῆς ἑπομένης αὐτῇ γυμνότητος εἰρημένα τῷ νομοθέτῃ διεξεληλυθότες πρότερον ἀρξώμεθα τοῖς λεχθεῖσι τὸν ἑξῆς προσαρμόττειν λόγον· περίεστι τοίνυν ἐν τοῖς χρησμοῖς ἀκόλουθα τάδε· „ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος„ (Gen. 9, 24)."],["2","τὸ νήφειν οὐ μόνον ψυχαῖς ἀλλὰ καὶ σώμασιν ὠφελιμώτατον ἀνωμολόγηται· τάς τε γὰρ ἐξ ἀμέτρου πλησμονῆς γινομένας νόσους ἀπωθεῖται καὶ τὰς αἰσθήσεις πρὸς ἄκρας ὀξύτητας ἀκονᾷ καὶ ὅλα μέντοι τὰ σώματα οὐκ ἐᾷ βαρυνόμενα πίπτειν, ἀλλ’ ἐξαίρει καὶ ἐπικουφίζει καὶ πρὸς τὰς οἰκείους ἐνεργείας ἀνακαλεῖ πᾶσι τοῖς μέρεσιν ἑτοιμότητα ἐντίκτον· καὶ συνόλως ὅσων δημιουργὸς κακῶν ἡ μέθη, τοσούτων ἔμπαλιν ἀγαθῶν τὸ νηφάλιον."],["3","ὁπότ’ οὖν καὶ σώμασιν, οἷς ἡ οἴνου πόσις οἰκεῖον, λυσιτελέστατον τὸ νήφειν, οὐ πολὺ μᾶλλον ψυχαῖς, ὧν φθαρτὴ τροφὴ πᾶσα ἀλλότριον; νηφούσης γὰρ διανοίας τί τῶν παρὰ ἀνθρώποις μεγαλειότερον; τίς δόξα; τίς πλοῦτος; τίς δυναστεία; τίς ἰσχύς; τί τῶν πάντων ὅσα θαυμάζεται; φέρε μόνον τὸ ψυχῆς ὄμμα ὅλον ἰσχῦσαι δι’ ὅλων διοιχθῆναι καὶ μηδὲν οἷα ὑπὸ ῥεύματος συγχυθῆναι μέρος ἢ καταμῦσαι· τότε γὰρ μάλιστα ὀξυωπῆσαν, σύνεσιν καὶ φρόνησιν αὐτὴν ἐμβλέπον, τοῖς νοητοῖς ἀγάλμασιν ἐντεύξεται, ὧν ἡ θέα ψυχαγωγοῦσα πρὸς οὐδὲν ἔτι τῶν αἰσθητῶν ἀπονεύειν ἐάσει. καὶ τί θαυμάζομεν,"],["4","εἰ τῷ νηφαλίῳ τῆς ψυχῆς καὶ βλέποντι ὀξυωπέστατα τῶν γένεσιν λαχόντων μηδέν ἐστιν ἰσότιμον; καὶ γὰρ οἱ τοῦ σώματος ὀφθαλμοὶ καὶ τὸ αἰσθητὸν φῶς περιττῶς πρὸς ἡμῶν πάντων τετίμηται· πολλοὶ γοῦν τῶν τὰς ὄψεις ἀποβαλόντων καὶ τὸ ζῆν ἑκουσίως προσαπέβαλον κουφότερον κακὸν πηρώσεως θάνατον εἶναι δικάσαντες ἑαυτοῖς."],["5","ὅσῳ τοίνυν ψυχὴ σώματος κρείττων, τοσούτῳ καὶ νοῦς ὀφθαλμῶν ἀμείνων· ὃς εἴπερ ἀπήμων εἴη καὶ ἀζήμιος πρὸς μηδενὸς τῶν μέθην παράφορον ἐργαζομένων ἀδικημάτων ἢ παθῶν πιεσθείς, ὕπνῳ μὲν ἀποτάξεται λήθην καὶ ὄκνον ἐμποιοῦντι τῶν πρακτέων, ἐγρήγορσιν δὲ ἀσπασάμενος πρὸς τὰ θέας ἄξια πάντα ὀξυδορκήσει, μνήμαις μὲν ὑποβαλλούσαις ἐγειρόμενος, πράξεσι δὲ τοῖς γνωσθεῖσιν ἑπομέναις χρώμενος."],["6","Τοῦ μὲν δὴ νήφοντος κατάστασίς ἐστι τοιαύτη. „νεώτερον„ δ’ ὅταν φῇ „υἱόν “, οὐχ ἡλικίας ὄνομα ἀναγράφει, νεωτεροποιίαν δὲ ἀγαπῶντος ἐμφαίνει τρόπου διάθεσιν. ἐπεὶ πῶς ἂν ἢ τὰ ἀθέατα κατιδεῖν παρὰ νόμον καὶ δίκην ἐβιάσατο ἢ ἐκλαλῆσαι τὰ ὀφείλοντα ἡσυχάζεσθαι ἢ εἰς τοὐμφανὲς προενεγκεῖν τὰ δυνάμενα οἴκοι συσκιάζεσθαι καὶ τοὺς ψυχῆς ὅρους μὴ ὑπερβαίνειν, εἰ μὴ νεωτέρων πραγμάτων ἥπτετο γελῶν τὰ ἑτέροις συμπίπτοντα, δέον ἐπιστένειν καὶ μὴ χλευάζειν ἐφ’ οἷς εἰκὸς ἦν καὶ εὐλαβούμενον τὸ μέλλον σκυθρωπάζειν;"],["7","πολλαχοῦ μέντοι τῆς νομοθεσίας καὶ τοὺς ἡλικίᾳ προήκοντας νέους καὶ τοὺς μηδέπω γεγηρακότας ἔμπαλιν ὀνομάζει πρεσβυτέρους, οὐκ εἰς πολυετίαν ἀφορῶν ἢ βραχὺν καὶ μήκιστον χρόνον, ἀλλ’ εἰς ψυχῆς δυνάμεις κινουμένης εὖ τε καὶ χεῖρον·"],["8","τὸν γοῦν Ἰσμαὴλ εἰκοσαετίαν ἤδη που βεβιωκότα σχεδὸν κατὰ τὴν πρὸς τὸν ἐν ἀρεταῖς τέλειον Ἰσαὰκ σύγκρισιν ὀνομάζει παιδίον· „ἔλαβε„ γάρ φησιν „ἄρτους καὶ ἀσκὸν ὕδατος καὶ ἔδωκεν Ἄγαρ, καὶ ἐπέθηκεν ἐπὶ τὸν ὦμον καὶ τὸ παιδίον “, ἡνίκα αὐτοὺς οἴκοθεν Ἀβραὰμ ἐξέπεμψε, καὶ πάλιν „ἔρριψε τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης„, καὶ „οὐ μὴ ἴδω τὸν θάνατον τοῦ παιδίου„ (Gen. 21, 14— 16)· καίτοι πρὸ μὲν τῆς γενέσεως Ἰσαὰκ τρισκαίδεκα γεγονὼς ἐτῶν Ἰσμαὴλ περιτέτμηται (Gen. 17, 25), περὶ δὲ τὴν ἑπταέτιν ἡλικίαν παυσαμένου τῆς ἐν γάλακτι τροφῆς ἐκείνου τῷ τὴν ἐν παιδιαῖς ἰσότητα φέρεσθαι νόθος γνησίῳ| φυγαδεύεται σὺν τῇ τεκούσῃ."],["9","ἀλλ’ ὅμως παιδίον νεανίας ὢν ἤδη καλεῖται ὁ σοφιστὴς ἀντεξεταζόμενος σοφῷ· σοφίαν μὲν γὰρ Ἰσαάκ, σοφιστείαν δὲ Ἰσμαὴλ κεκλήρωται, ὡς, ἐπειδὰν ἑκάτερον χαρακτηρίζωμεν, ἐν τοῖς ἰδίᾳ λόγοις ἐπιδείκνυμεν. ὃν γὰρ ἔχει λόγον κομιδῇ νήπιον παιδίον πρὸς ἄνδρα τέλειον, τοῦτον καὶ σοφιστὴς πρὸς σοφὸν καὶ τὰ ἐγκύκλια τῶν μαθημάτων πρὸς τὰς ἐν ἀρεταῖς ἐπιστήμας."],["10","καὶ ἐν ᾠδῇ μέντοι μείζονι τὸν λεὼν ἅπαντα, ὁπότε νεωτερίζοι, τὸ τῆς ἄφρονος καὶ νηπίας ὄνομα ἡλικίας, τέκνα, καλεῖ· „δίκαιος„ γάρ φησι „καὶ ὅσιος ὁ κύριος· ἥμαρτον οὐκ αὐτῷ τέκνα μωμητά· γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα κυρίῳ ἀνταποδίδοτε; οὕτως λαὸς μωρὸς καὶ οὐχὶ σοφός;„ (Deut. 32, 4— 6)."],["11","οὐκοῦν τέκνα ἐναργῶς ὠνόμακε τοὺς μώμους ἔχοντας ἄνδρας ἐν ψυχῇ καὶ μωρίᾳ καὶ ἀνοίᾳ τὰ πολλὰ σφαλλομένους ἐν ταῖς κατὰ τὸν ὀρθὸν βίον πράξεσιν, οὐκ εἰς τὰς ἐν παισὶ σώματος ἡλικίας ἀπιδών, ἀλλ’ εἰς τὸ τῆς διανοίας ἀλόγιστον καὶ πρὸς ἀλήθειαν βρεφῶδες."],["12","οὕτως μέντοι καὶ Ῥαχήλ, ἡ σώματος εὐμορφία, νεωτέρα Λείας, τοῦ κατὰ ψυχὴν κάλλους, ἀναγράφεται· ἡ μὲν γὰρ θνητή, τὸ δ’ ἐστὶν ἀθάνατον, καὶ ὅσα μέντοι τίμια πρὸς αἴσθησιν, ἑνὸς μόνου τοῦ κατὰ ψυχὴν κάλλους ἀτελέστερα. οἷς ἀκολουθεῖ καὶ τὸν Ἰωσὴφ νέον τε καὶ νεώτατον αἰεὶ λέγεσθαι· καὶ γάρ, ὅταν ἐπιστατῇ τῆς ποίμνης μετὰ τῶν νόθων ἀδελφῶν, νέος προσαγορεύεται (Gen. 37, 2), καὶ ὅταν εὔχηται ὁ πατὴρ αὐτῷ, φησίν· „υἱὸς ηὐξημένος νεώτατος πρὸς μὲ ἀνάστρεψον “(Gen. 49, 22)."],["13","οὗτος δέ ἐστιν ὁ τῆς περὶ τὸ σῶμα ἁπάσης ὑπέρμαχος δυνάμεως καὶ ὁ τῆς τῶν ἐκτὸς ἀφθονίας ἀκολάκευτος ἑταῖρος, ὁ τῆς πρεσβυτέρας ψυχῆς πρεσβύτερον καὶ τιμιώτερον ἀγαθὸν μήπω τέλειον εὑρημένος. εἰ γὰρ εὕρητο, κἂν ὅλην Αἴγυπτον ἀμεταστρεπτὶ φεύγων ᾤχετο· νυνὶ δὲ ἐπὶ τῷ τρέφειν αὐτὴν καὶ τιθηνοκομεῖν μάλιστα σεμνύνεται, ἧς τὸ μάχιμον καὶ ἡγεμονεῦον ὅταν ἴδῃ ὁ ὁρῶν καταπεποντωμένον καὶ διεφθαρμένον, ὕμνον εἰς τὸν θεὸν ᾄδει."],["14","νέος μὲν οὖν τρόπος ὁ μήπω δυνάμενος μετὰ τῶν γνησίων ἀδελφῶν ποιμαίνειν, τὸ δ’ ἐστὶ τῆς κατὰ ψυχὴν ἀλόγου φύσεως ἄρχειν τε καὶ ἐπιτροπεύειν, ἀλλ’ ἔτι μετὰ τῶν νόθων, οἷς τὰ δοκήσει πρὸ τῶν γνησίων καὶ τῷ εἶναι παραριθμουμένων ἀγαθῶν"],["15","νεώτατος δέ, κἂν ἐπίδοσιν καὶ αὔξησιν πρὸς τὸ ἄμεινον λάβῃ, παρὰ τῷ τελείῳ νενόμισται μόνον ἀγαθὸν ἡγουμένῳ τὸ καλόν· οὗ χάριν προτρέπων φησί· „πρὸς μὲ ἀνάστρεψον, “ἴσον τῷ πρεσβυτέρας γνώμης ὀρέχθητι, μὴ πάντα νεωτέριζε, ἤδη ποτὲ τὴν ἀρετὴν δι’ αὐτὴν μόνην στέρξον, μὴ καθάπερ παῖς ἄφρων τῇ τῶν τυχηρῶν λαμπρότητι περιαυγαζόμενος ἀπάτης καὶ ψευδοῦς δόξης"],["16","ἀναπίμπλασο. ὡς μὲν τοίνυν πολλαχοῦ νέον οὐκ εἰς τὴν σώματος ἀκμήν, ἀλλ’ εἰς τὴν ψυχῆς νεωτεροποιίαν ἀφορῶν εἴωθε καλεῖν, ἐπιδέδεικται. ὡς δὲ καὶ πρεσβύτερον οὐ τὸν γήρᾳ κατεσχημένον, ἀλλὰ τὸν γέρως καὶ τιμῆς ἄξιον ὀνομάζει, δηλώσομεν."],["17","τίς οὖν ἀγνοεῖ τῶν ἐντετυχηκότων ταῖς ἱερωτάταις βίβλοις, ὅτι σχεδὸν τῶν προγόνων ἑαυτοῦ πάντων ὁ σοφὸς Ἀβραὰμ ὀλιγοχρονιώτατος εἰσάγεται; κἀκείνων μέν, οἶμαι, οἳ μακροβιώτατοι γεγόνασιν, οὐδὲ εἷς, οὑτοσὶ δὲ ἀναγέγραπται πρεσβύτερος· φασὶ γοῦν οἱ χρησμοί, ὅτι „Ἀβραὰμ ἦν πρεσβύτερος προβεβηκὼς καὶ κύριος εὐλόγησε τὸν Ἀβραὰμ κατὰ πάντα„ (Gen. 24, 1)."],["18","τοῦτό μοι δοκεῖ τὸ προκείμενον αἰτίας ἀπόδοσις εἶναι, δι’ ἣν πρεσβύτερος ἐλέχθη ὁ σοφός· ἐπιφροσύνῃ γὰρ θεοῦ τὸ λογικὸν τῆς ψυχῆς μέρος ὅταν εὖ διατεθῇ καὶ μὴ καθ’ ἓν εἶδος ἀλλὰ κατὰ πάσας τὰς ἐπιβολὰς εὐλογιστῇ, πρεσβυτέρᾳ χρώμενον γνώμῃ καὶ αὐτὸ δήπου πρεσβύτερόν ἐστιν."],["19","οὕτως καὶ τοὺς συνέδρους τοῦ θεοφιλοῦς τὸν δέκα ἑβδομάδων ἀριθμὸν εἰληχότας πρεσβυτέρους ὀνομάζειν ἔθος· λέγεται γάρ· „συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραήλ, οὓς αὐτὸς σὺ οἶδας ὅτι οὗτοί εἰσι πρεσβύτεροι„ (Num. 11, 16)."],["20","οὐκοῦν οὐ τοὺς ὑπὸ τῶν τυχόντων γέροντας νομιζομένους ὡς ἱεροφάντας, ἀλλ’ οὓς ὁ σοφὸς οἶδε μόνος, τῆς τῶν πρεσβυτέρων ἠξίωσε προσρήσεως· οὓς μὲν γὰρ ἂν οὗτος ἀποδοκιμάσῃ καθάπερ ἀργυραμοιβὸς ἀγαθὸς ἐκ τοῦ τῆς ἀρετῆς νομίσματος, κεκιβδηλευμένοι νεωτεροποιοὶ τὰς ψυχὰς ἅπαντες· οὓς δ’ ἂν γνωρίμους ἐθελήσῃ ποιήσασθαι, δόκιμοί τε καὶ τὸ φρόνημα πρεσβύτεροι κατὰ τὸ ἀναγκαῖόν εἰσιν."],["21","ἑνὶ μέντοι νόμου διατάγματι τοῖς ἀκούειν ἐπισταμένοις ἑκάτερον ὧν εἶπον ἐναργέστερον φανεῖται δεδηλωκώς· „ἐὰν γὰρ γένωνται„ φησίν „ἀνθρώπῳ δύο γυναῖκες, ἠγαπημένη καὶ μισουμένη, καὶ τέκωσιν αὐτῷ ἡ ἠγαπημένη καὶ ἡ μισουμένη, καὶ γένηται υἱὸς πρωτότοκος τῆς μισουμένης, ᾗ ἂν ἡμέρᾳ κληροδοτῇ τοῖς| υἱοῖς τὰ ὑπάρχοντα, οὐ δυνήσεται πρωτοτοκεῦσαι τῷ υἱῷ τῆς ἠγαπημένης ὑπεριδὼν τὸν υἱὸν τῆς μισουμένης τὸν πρωτότοκον· ἀλλὰ τὸν πρωτότοκον υἱὸν τῆς μισουμένης ἐπιγνώσεται, δοῦναι αὐτῷ διπλᾶ ἀπὸ πάντων ὧν ἐὰν εὑρεθῇ αὐτῷ, ὅτι οὗτός ἐστιν ἀρχὴ τέκνων αὐτοῦ καὶ τούτῳ καθήκει τὰ πρωτοτόκια “(Deut. 21, 15— 17)."],["22","παρατετήρηκας ἤδη, ὅτι τὸν μὲν τῆς στεργομένης υἱὸν οὐδέποτε πρωτότοκον ἢ πρεσβύτερον καλεῖ, τὸν δὲ τῆς μισουμένης πολλάκις· καίτοι τοῦ μὲν τὴν γένεσιν προτέρου, τοῦ δὲ ἐκ τῆς στυγουμένης ὑστέρου δεδήλωκεν εὐθὺς ἀρχόμενος τῆς προστάξεως· „ἐὰν γὰρ τέκωσι„ φησίν „ἡ ἠγαπημένη καὶ ἡ μισουμένη. “ἀλλ’ ὅμως τὸ μὲν τῆς προτέρας γέννημα, κἂν πολυχρονιώτερον ᾖ, νεώτερον παρ’ ὀρθῷ λόγῳ δικάζοντι νενόμισται, τὸ δὲ τῆς ὑστέρας, κἂν ἐν τοῖς κατὰ τὴν γένεσιν χρόνοις ὑστερίζῃ, τῆς μείζονος καὶ πρεσβυτέρας μοίρας ἠξίωται. διὰ τί;"],["23","ὅτι τῶν γυναικῶν τὴν μὲν στεργομένην ἡδονῆς, τὴν δὲ στυγουμένην φρονήσεως εἶναί φαμεν σύμβολον· τῆς μὲν γὰρ ὁ πολὺς ὅμιλος ἀνθρώπων τὴν συνουσίαν ὑπερφυῶς ἀγαπᾷ δελέατα καὶ φίλτρα ἐξ ἑαυτῆς ἐπαγωγότατα ἐνδιδούσης ἀπὸ γενέσεως ἀρχῆς ἄχρι πανυστάτου γήρως, τῆς δὲ ἐκτόπως τὸ αὐστηρὸν καὶ περίσεμνον διαμεμίσηκε καθάπερ οἱ ἄφρονες παῖδες τὰς τῶν γονέων καὶ τρεφόντων ὠφελιμωτάτας μὲν ἀτερπεστάτας δὲ ὑφηγήσεις."],["24","τίκτουσι δ’ ἀμφότεραι, ἡ μὲν τὸν φιλήδονον, ἡ δ’ αὖ τὸν φιλάρετον ἐν ψυχῇ τρόπον. ἀλλ’ ὁ μὲν φιλήδονος ἀτελὴς καὶ ὄντως ἀεὶ παῖς ἐστι, κἂν εἰς πολυετίας αἰῶνα μήκιστον ἀφίκηται, ὁ δ’ αὖ φιλάρετος ἐν γερουσίᾳ τῆς φρονήσεως ἐξ ἔτι σπαργάνων, τὸ τοῦ λόγου δὴ τοῦτο, ἀγήρως ὢν τάττεται·"],["25","παρὸ καὶ λίαν ἐμφαντικῶς εἴρηκεν ἐπὶ τοῦ τῆς μισουμένης ὑπὸ τῶν πολλῶν ἀρετῆς γεγονότος, ὅτι „οὗτός ἐστιν ἀρχὴ τέκνων “, καὶ τάξει καὶ ἡγεμονίᾳ δήπου πρῶτος ὤν, “καὶ τούτῳ καθήκει τὰ πρωτοτόκια “νόμῳ φύσεως, οὐκ"],["26","ἀνομίᾳ τῇ παρ’ ἀνθρώποις. ἑπόμενος οὖν αὐτῷ καὶ ὥσπερ ἐπὶ προτεθέντα σκοπὸν ἀφιεὶς εὐστόχως τὰ βέλη κατὰ ἀκολουθίαν εἰσάγει τὸν Ἰακὼβ γενέσει μὲν τοῦ Ἠσαῦ νεώτερον— ὅτι ἀφροσύνη μὲν ἐκ πρώτης ἡλικίας ἐστὶν ἡμῖν σύντροφος, ὀψίγονος δ’ ὁ τοῦ καλοῦ ζῆλος—, δυνάμει δὲ πρεσβύτερον· παρὸ καὶ τῶν πρωτοτοκίων ὁ μὲν Ἠσαῦ ἐξίσταται, μεταποιεῖται δ’ οὗτος εἰκότως."],["27","τούτοις συνᾴδει καὶ τὰ ἐπὶ τῶν υἱῶν Ἰωσὴφ ἐκ πολλῆς περισκέψεως ἀνεζητημένα, ἡνίκα ἐνθουσιῶν ὁ σοφὸς ἀντικρὺς παρεστηκότων οὐκ ἐπιτίθησι ταῖς κεφαλαῖς ἐξ ἐναντίας καὶ κατ’ εὐθὺ τὰς χεῖρας ἐπενεγκών, ἀλλ’ ἐναλλάξας, ὅπως τῇ μὲν εὐωνύμῳ τοῦ πρεσβυτέρου δοκοῦντος εἶναι, τοῦ δὲ νεωτέρου τῇ δεξιᾷ ψαύσῃ (Gen. 48, 13. 14)."],["28","καλεῖται δ’ ὁ μὲν [ἐν] γενέσει πρεσβύτερος Μανασσῆς, ὁ δὲ νεώτερος Ἐφραΐμ· ταῦτα δ’ εἰ μεταληφθείη τὰ ὀνόματα εἰς Ἑλλάδα γλῶτταν, μνήμης καὶ ἀναμνήσεως εὑρεθήσεται σύμβολα· ἑρμηνεύεται γὰρ Μανασσῆς μὲν „ἐκ λήθης„— τὸ δ’ ἐστὶν ὀνόματι ἑτέρῳ καλούμενον ἀνάμνησις· ὁ γὰρ ὧν ἐπελάθετο εἰς ἀνάμνησιν ἐρχόμενος ἔξω πρόεισι τῆς λήθης—, Ἐφραῒμ δὲ καρποφορία, μνήμης πρόσρησις οἰκειοτάτη, διότι καρπὸς ὠφελιμώτατος καὶ τῷ ὄντι ἐδώδιμος ψυχαῖς τὸ ἄληστον ἐν"],["29","μνήμαις ἀδιαστάτοις. μνῆμαι μὲν οὖν ἠνδρωμένοις ἤδη καὶ παγίοις συντυγχάνουσι, παρὸ καὶ νεώτεραι ἐνομίσθησαν ὀψὲ φυόμεναι· λήθη δὲ καὶ ἀνάμνησις ἐπαλλήλως σχεδὸν ἐκ πρώτης ἡλικίας ἑκάστῳ σύνεισιν, οὗ ἕνεκα τὰ χρόνου πρεσβεῖα εὕρηνται καὶ ἐπ’ εὐωνύμοις παρὰ σοφῷ ταξιαρχοῦντι τάττονται· τῶν δὲ ἀρετῆς αἱ μνῆμαι κοινωνήσουσι πρεσβείων, ἃς ὁ θεοφιλὴς δεξιωσάμενος τῆς ἀμείνονος παρ’ ἑαυτῷ μοίρας ἀξιώσει."],["30","Νήψας οὖν ὁ δίκαιος καὶ γνοὺς ὅσα „ἐποίησεν αὐτῷ ὁ νεώτερος αὐτοῦ υἱὸς„ ἀρὰς χαλεπωτάτας τίθεται· τῷ γὰρ ὄντι ὅταν ὁ νοῦς νήψῃ, κατὰ τὸ ἀκόλουθον εὐθὺς αἰσθάνεται ὅσα ἡ νεωτεροποιὸς ἐν αὐτῷ κακία πρότερον εἰργάζετο, ἃ μεθύων ἀδυνάτως καταλαβεῖν εἶχε."],["31","τίνι μέντοι καταρᾶται, σκεπτέον· ἓν γάρ τι καὶ τοῦτο τῶν ἐρεύνης ἀξίων ἐστίν, ἐπειδήπερ οὐ τῷ δοκοῦντι ἡμαρτηκέναι παιδί, ἀλλὰ τῷ ἐκείνου μὲν υἱῷ, ἑαυτοῦ δὲ υἱωνῷ, οὗ φανερὸν οὐδὲν εἴς γε τὸ παρὸν ἀδίκημα, οὐ μικρὸν οὐ μέγα, δεδήλωκεν·"],["32","ὁ μὲν γὰρ ἐκ περιεργίας ἰδεῖν τὸν πατέρα γυμνὸν ἐθελήσας καὶ γελάσας ἃ εἶδε καὶ ἐκλαλήσας τὰ δεόντως ἡσυχασθέντα ὁ υἱὸς ἦν τοῦ Νῶε Χάμ, ὁ δὲ ἐφ’ οἷς ἕτερος ἠδίκησε τὰς αἰτίας ἔχων καὶ τὰς ἀρὰς καρπούμενος Χαναάν ἐστι· λέγεται γὰρ „ἐπικατάρατος Χαναάν· παῖς οἰκέτης [δοῦλος δούλων] ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ “(Gen. 9, 25). τί γὰρ ἡμάρτηκεν, ὡς ἔφην, οὗτος;"],["33","ἀλλ’ ἐσκέψαντο μὲν ἐφ’ ἑαυτῶν ἴσως οἷς ἔθος ἀκριβοῦν τὰς ῥητὰς καὶ προχείρους ἀποδόσεις ἐν τοῖς νόμοις· ἡμεῖς δὲ πειθόμενοι τῷ ὑποβάλλοντι ὀρθῷ λόγῳ τὴν ἐγκειμένην ἀπόδοσιν διερμηνεύσωμεν ἐκεῖνα ἀναγκαίως"],["34","προειπόντες· σχέσις καὶ κίνησις διαφέρουσιν ἀλλήλων· ἡ μὲν γάρ ἐστιν ἠρεμία, φορὰ δὲ ἡ κίνησις· ἧς εἴδη δύο, τὸ μὲν μεταβατικόν, τὸ δὲ περὶ τὸν αὐτὸν τόπον εἰλούμενον. σχέσει μὲν οὖν| ἀδελφὸν ἕξις, κινήσει δ’ ἐνέργεια."],["35","τὸ δὲ λεγόμενον παραδείγματι οἰκείῳ γνωριμώτερον γένοιτ’ ἄν· τέκτονα καὶ ζωγράφον καὶ γεωργὸν καὶ μουσικὸν καὶ τοὺς ἄλλους τεχνίτας, κἂν ἡσυχίαν ἄγωσι μηδὲν τῶν κατὰ τὰς τέχνας ἐνεργοῦντες, οὐδὲν ἧττον τοῖς εἰρημένοις ἔθος καλεῖν ὀνόμασιν, ἐπεὶ τὴν ἐν ἑκάστοις ἐμπειρίαν καὶ ἐπιστήμην ἀνειληφότες ἔχουσιν."],["36","ἐπειδὰν δὲ ὁ τεκτονικὸς ξύλων ὕλην ἐργάζηται λαβών, ὁ δὲ ζωγράφος τὰ οἰκεῖα κερασάμενος χρώματα ἐπὶ τοῦ πίνακος διαγράφῃ τοὺς τύπους ὧν ἂν διανοῆται, ὁ δ’ αὖ γεωργὸς ἀνατέμνων γῆς αὔλακας καταβάλλῃ τὰ σπέρματα, κληματίδας δὲ καὶ μοσχεύματα δένδρων ἐμφυτεύῃ, ἅμα δὲ τροφὴν ἀναγκαιοτάτην ἄρδῃ καὶ ἐποχετεύῃ τοῖς φυτευθεῖσι καὶ τοῖς ἄλλοις ὅσα γεωργικὰ πᾶσιν ἐγχειρῇ, ὁ δ’ αὖ μουσικὸς αὐλοῖς καὶ κιθάραις καὶ τοῖς ἄλλοις ὀργάνοις μέτρα καὶ ῥυθμοὺς καὶ πάσας μέλους ἰδέας ἁρμόττῃ— δύναται δὲ καὶ δίχα τῶν χειροκμήτων τῷ τῆς φύσεως ὀργάνῳ χρῆσθαι διὰ φωνῆς ἡρμοσμένης πᾶσι τοῖς φθόγγοις— καὶ τῶν ἄλλων ἕκαστος τεχνιτῶν εἴπερ ἐγχειρεῖ, τοῖς κατὰ τὰς ἐπιστήμας ἕτερα ἐξ ἀνάγκης οἰκεῖα τοῖς προτέροις ὀνόματα προσγίνεται, τῷ μὲν τέκτονι τὸ τεκτονεῖν, τῷ δὲ ζωγράφῳ τὸ ζωγραφεῖν ἤδη, καὶ τὸ γεωργεῖν μέντοι τῷ γεωργῷ, καὶ τὸ αὐλεῖν ἢ κιθαρίζειν ἢ ᾄδειν ἤ τι τῶν παραπλησίων ποιεῖν τῷ μουσικῷ. τίσιν οὖν οἱ ψόγοι καὶ οἱ ἔπαινοι παρακολουθοῦσιν;"],["37","ἆρ’ οὐχὶ τοῖς ἐνεργοῦσι καὶ δρῶσι; κατορθοῦντες μὲν γὰρ ἔπαινον, ψόγον δ’ ἔμπαλιν καρποῦνται διαμαρτάνοντες. οἱ δ’ ἄνευ τοῦ τι ποιεῖν ἐπιστήμονες αὐτὸ μόνον, ἀκίνδυνον γέρας εἰληφότες ἡσυχίαν ἠρεμοῦσιν."],["38","ὁ αὐτὸς τοίνυν λόγος ἐφαρμόττει καὶ τοῖς κατ’ ἀφροσύνην καὶ συνόλως τοῖς κατ’ ἀρετήν τε καὶ κακίαν· οἱ φρόνιμοί τε καὶ σώφρονες καὶ ἀνδρεῖοι καὶ δίκαιοι τὰς ψυχὰς μυρίοι γεγόνασι φύσεως μὲν εὐμοιρίᾳ, νομίμοις δ’ ὑφηγήσεσι, πόνοις δ’ ἀηττήτοις καὶ ἀοκνοτάτοις χρησάμενοι, τὸ δὲ κάλλος τῶν ἐν ταῖς διανοίαις ἀγαλμάτων οὐκ ἴσχυσαν ἐπιδείξασθαι διὰ πενίαν ἢ ἀδοξίαν ἢ νόσον σώματος ἢ τὰς ἄλλας κῆρας ὅσαι τὸν ἀνθρώπινον περιπολοῦσι βίον."],["39","οὐκοῦν οὗτοι μὲν ὥσπερ δεδεμένα καὶ καθειργμένα ἐκτήσαντο ἀγαθά, ἕτεροι δ’ εἰσὶν οἳ λελυμένοις καὶ ἀφέτοις καὶ ἐλευθέροις ἐχρήσαντο πᾶσι τὰς εἰς ἐπίδειξιν ὕλας ἀφθονωτάτας προσλαβόντες·"],["40","ὁ μὲν φρόνιμος ἰδίων τε καὶ κοινῶν προστασίαν πραγμάτων, οἷς σύνεσιν καὶ εὐβουλίαν ἐνεπιδείξεται· ὁ δὲ σώφρων τὸν εἰς ἀσωτίαν δεινὸν ἐπᾶραι καὶ παρακαλέσαι τυφλὸν πλοῦτον, ἵνα βλέποντα ἀποδείξῃ· ὁ δὲ δίκαιος ἀρχήν, δι’ ἧς τὸ κατ’ ἀξίαν ἀπονέμειν ἑκάστῳ τῶν ὄντων ἀκωλύτως δυνατὸς ἔσται· ὁ δ’ ἀσκητὴς εὐσεβείας ἱερωσύνην καὶ χωρίων ἱερῶν καὶ τῆς ἐν τούτοις ἁγιστείας ἐπιμέλειαν."],["41","ἄνευ δὲ τούτων ἀρεταὶ μέν εἰσιν, ἀκίνητοι δὲ ἀρεταὶ καὶ ἡσυχίαν ἄγουσαι, καθάπερ ὁ τεθησαυρισμένος ἐν ἀφανέσι γῆς μυχοῖς ἄργυρός τε καὶ χρυσὸς οὐδὲν χρήσιμος."],["42","πάλιν τοίνυν κατὰ τὰ ἐναντία μυρίους ἔστιν ἰδεῖν ἀνάνδρους, ἀκολάστους, ἄφρονας, ἀδίκους, ἀσεβεῖς ἐν ταῖς διανοίαις ὑπάρχοντας, τὸ δὲ κακίας ἑκάστης αἶσχος ἀδυνατοῦντας ἐπιδείκνυσθαι δι’ ἀκαιρίαν τῶν εἰς τὸ ἁμαρτάνειν καιρῶν, ἐπειδὰν δὲ τοῦ δύνασθαι πολλὴ καὶ μεγάλη κατασκήψῃ φορά, γῆν καὶ θάλατταν ἄχρι τερμάτων ἀμυθήτων ἀναπιμπλάντας κακῶν καὶ μηδέν, μὴ μικρὸν μὴ μέγα, ἀζήμιον ἐῶντας, ἀλλὰ ῥύμῃ μιᾷ ἀνατρέποντάς τε καὶ φθείροντας·"],["43","ὥσπερ γὰρ τοῦ πυρὸς ἡ δύναμις ἀπουσίᾳ μὲν ὕλης ἡσυχάζει, παρουσίᾳ δὲ ἀνακαίεται, οὕτως καὶ ὅσαι πρὸς ἀρετὴν ἢ κακίαν ψυχῆς δυνάμεις ἀφορῶσι, σβέννυνται μὲν ἀκαιρίαις, καθάπερ"],["44","ἔφην, καιρῶν, τυχηραῖς δ’ εὐπορίαις ἀναφλέγονται. τίνος δὴ ταῦθ’ εἵνεκα εἶπον ἢ τοῦ διδάξαι χάριν, ὅτι ὁ μὲν υἱὸς τοῦ Νῶε Χὰμ ἠρεμούσης κακίας ἐστὶν ὄνομα, ὁ δὲ υἱωνὸς ἤδη καὶ κινουμένης; ἑρμηνεύεται γὰρ θέρμη μὲν Χάμ, σάλος δὲ Χαναάν."],["45","θέρμη δὲ ἐν μὲν σώματι πυρετὸν ἐμφαίνει, κακίαν δὲ ἐν ψυχαῖς· ὡς γάρ, οἶμαι, καταβολὴ πυρετοῦ νόσος ἐστὶν οὐ μέρους ἀλλ’ ὅλου σώματος, οὕτως ὅλης τῆς ψυχῆς ἀρρώστημά ἐστι κακία. ἀλλ’ ὁτὲ μὲν ἠρεμεῖ, ὁτὲ δὲ κινεῖται· τὴν δὲ κίνησιν αὐτῆς ὀνομάζει σάλον,"],["46","ὃς Ἑβραίων γλώττῃ Χαναὰν καλεῖται. νομοθετῶν δὲ οὐδεὶς ἐπιτίμιον ὁρίζει κατὰ ἀδίκων ἠρεμούντων, ἀλλὰ δὴ κινουμένων καὶ τοῖς κατὰ ἀδικίαν ἔργοις χρωμένων, καθάπερ οὐδὲ τῶν δακετῶν οὐδὲν ἀνὴρ μέτριος κτείνειν ἂν ἐθελήσαι μὴ μέλλον δάκνειν· λόγῳ γὰρ ὑπεξαιρετέον ψυχῆς ὠμότητα φύσει [καὶ] κατὰ πάντων φονῶσαν."],["47","εἰκότως οὖν ὁ δίκαιος τὰς ἀρὰς τῷ υἱωνῷ Χαναὰν δόξει τίθεσθαι· δόξει δὲ εἶπον, ὅτι δυνάμει τῷ υἱῷ Χὰμ δι’ ἐκείνου καταρᾶται· κινηθεὶς γὰρ πρὸς τὸ ἁμαρτάνειν Χὰμ αὐτὸς γίνεται Χαναάν. ἓν γὰρ τὸ ὑποκείμενον κακία, ἧς τὸ μὲν ἐν σχέσει, τὸ δὲ ἐν κινήσει θεωρεῖται· πρεσβύτερον δὲ κινήσεως σχέσις, ὡς ἐγγόνου λόγον ἔχειν τὸ κινούμενον πρὸς τὸ ἰσχόμενον·"],["48","παρὸ καὶ τοῦ Χὰμ υἱὸς ὁ Χαναὰν φυσικῶς ἀναγράφεται, σάλος ἠρεμίας, ἵνα καὶ τὸ ἑτέρωθι λεχθὲν ἐπαληθεύῃ τὸ „ἀποδιδοὺς ἀνομίας πατέρων ἐπὶ υἱούς, ἐπὶ τρίτους καὶ ἐπὶ τετάρτους„ (Exod. 20, 5)· ἐπὶ γὰρ τὰ ἀποτελέσματα καὶ ὡς ἂν ἔγγονα τῶν λογισμῶν στείχουσιν αἱ τιμωρίαι, κατ’ αὐτοὺς ἐκείνων, εἰ μηδεμία προσγένοιτο πρᾶξις ἐπίληπτος, ἀποδιδρασκόντων τὰ ἐγκλήματα."],["49","διὰ τοῦτο μέντοι κἀν τῷ νόμῳ τῆς λέπρας ὁ μέγας πάντα Μωυσῆς τὴν μὲν κίνησιν καὶ ἐπὶ πλέον αὐτῆς φορὰν καὶ χύσιν ἀκάθαρτον, τὴν δ’ ἠρεμίαν καθαρὰν ἀναγράφει· λέγει γὰρ ὅτι „ἐὰν διαχέηται ἐν τῷ δέρματι, μιανεῖ ὁ ἱερεύς. ἐὰν δὲ κατὰ χώραν μείνῃ τὸ τηλαύγημα καὶ μὴ διαχέηται, καθαριεῖ “(Lev. 13, 22. 23)· ὥστε τὴν μὲν ἡσυχίαν καὶ μονὴν κακιῶν καὶ παθῶν τῶν κατὰ ψυχὴν— ταῦτα γὰρ αἰνίττεται διὰ τῆς λέπρας— οὐχ ὑπαίτιον εἶναι, τὴν δὲ κίνησιν καὶ φορὰν ὕποχον δέοντως."],["50","τὸ παραπλήσιον καὶ ἐν τοῖς πρὸς τὸν Κάιν χρησθεῖσι λογίοις περιέχεται σημειωδέστερον· λέγεται γὰρ πρὸς αὐτόν· ὦ οὗτος, „ἥμαρτες, ἡσύχασον “(Gen. 4, 7), τοῦ μὲν ἁμαρτάνειν, ὅτι κινεῖσθαι καὶ ἐνεργεῖν κατὰ τὴν κακίαν ἦν, ὄντος ἐνόχου, τοῦ δ’ ἡσυχάζειν, ὅτι ἴσχεσθαι καὶ ἠρεμεῖν, ἀνυπαιτίου καὶ σωτηρίου."],["51","Ταῦτα μὲν οὖν ἱκανῶς γε, οἶμαι, προείρηται. τὰς δ’ ἀρὰς [ἔχοντα], ὃν ἔχουσι λόγον, ἴδωμεν· „ἐπικατάρατος “φησί „Χαναάν· παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ “· καὶ „εὐλογητὸς κύριος ὁ θεὸς Σήμ, καὶ ἔσται Χαναὰν δοῦλος αὐτοῖς “(Gen. 9, 25. 26)."],["52","ἔφαμεν πάλαι, ὅτι Σὴμ ἐπώνυμός ἐστιν ἀγαθοῦ, καλούμενος οὐκ ὀνόματος εἴδει, ἀλλ’ ὅλον τὸ γένος αὐτοῦ ὄνομα, παρόσον τὸ ἀγαθὸν ὀνομαστὸν μόνον καὶ εὐφημίας καὶ εὐκλείας ἄξιον, ὡς ἔμπαλιν ἀνώνυμον καὶ δυσώνυμον τὸ κακόν. τίνος οὖν τὸν τῆς φύσεως τἀγαθοῦ μεμοιραμένον εὐχῆς ἀξιοῖ;"],["53","τίνος; καινοτάτης καὶ παρηλλαγμένης, ᾗ θνητὸς οὐδεὶς ὑπηρετῆσαι δυνατός, ἀφ’ ἧς σχεδὸν ὥσπερ ἀπ’ ὠκεανοῦ ῥέουσιν αἱ ἄφθονοι καὶ ἀέναοι πλημμυροῦσαι καὶ ἀναχεόμεναι τῶν καλῶν πηγαί. τὸν γὰρ κύριον καὶ θεὸν τοῦ τε κόσμου καὶ τῶν ἐν αὐτῷ πάντων ἰδίᾳ θεὸν κατ’ ἐξαίρετον χάριν τοῦ Σὴμ ἀνακαλεῖ."],["54","καὶ ὅρα· τίνας ὑπερβολὰς τοῦτο οὐχ ὑπερβάλλει; σχεδὸν γὰρ ἰσότιμος ὁ τούτου λαχὼν γίνεται κόσμῳ· ὅτε γὰρ τὸ ἐπιστατοῦν καὶ κηδόμενον ἀμφοῖν ταὐτόν, καὶ τὰ ἐπιτροπευόμενα κατ’ ἀναγκαῖον εὐθύς ἐστιν ἰσότιμα."],["55","μήποτε δὲ καὶ ἐπιδαψιλεύεται τὰ τῶν δωρεῶν· τοῦ μὲν γὰρ αἰσθητοῦ κόσμου δεσπότης καὶ εὐεργέτης ἀνείρηται διὰ τοῦ κύριος καὶ θεός, τοῦ δὲ νοητοῦ ἀγαθοῦ σωτὴρ καὶ εὐεργέτης αὐτὸ μόνον, οὐχὶ δεσπότης ἢ κύριος· φίλον γὰρ τὸ σοφὸν θεῷ μᾶλλον ἢ δοῦλον."],["56","παρὸ καὶ σαφῶς ἐπὶ Ἀβραὰμ φάσκει· „μὴ ἐπικαλύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ φίλου μου “(Gen. 18, 17); ὁ δὲ ἔχων τὸν κλῆρον τοῦτον πέραν ὅρων ἀνθρωπίνης εὐδαιμονίας προελήλυθε· μόνος γὰρ εὐγενὴς ἅτε θεὸν ἐπιγεγραμμένος πατέρα καὶ γεγονὼς εἰσποιητὸς αὐτῷ μόνος υἱός· οὐ πλούσιος, ἀλλὰ πάμπλουτος, ἐν ἀφθόνοις καὶ γνησίοις, οὐ χρόνῳ παλαιουμένοις, καινουμένοις δὲ καὶ ἡβῶσιν ἀεὶ τρυφῶν ἀγαθοῖς μόνοις·"],["57","οὐκ ἔνδοξος, ἀλλ’ εὐκλεής, τὸν μὴ κολακείᾳ νοθούμενον, ἀλλὰ βεβαιούμενον ἀληθείᾳ καρπούμενος ἔπαινον· μόνος βασιλεύς, παρὰ τοῦ πανηγεμόνος λαβὼν τῆς ἐφ’ ἅπασιν ἀρχῆς τὸ κράτος ἀνανταγώνιστον· μόνος ἐλεύθερος, ἀφειμένος ἀργαλεωτάτης δεσποίνης, κενῆς δόξης, ἣν ὑπέραυχον οὖσαν ἀπὸ τῆς ἀκροπόλεως ἄνωθεν ὁ ἐλευθεροποιὸς καθεῖλε θεός."],["58","τούτῳ δὴ τῷ τοσούτων καὶ οὕτως ὑπερβαλλόντων καὶ ἀθρόων ἀξιωθέντι ἀγαθῶν τί προσήκει ποιεῖν ἢ λόγοις καὶ ᾠδαῖς καὶ ὕμνοις τὸν εὐεργέτην ἀμείβεσθαι; τοῦτ’ ἔσθ’, ὡς ἔοικεν, ὃ αἰνίττεται διὰ τοῦ „εὐλογημένος κύριος ὁ θεὸς Σήμ “, ἐπειδὴ τῷ τὸν θεὸν ἔχοντι κλῆρον εὐλογεῖν καὶ ἐπαινεῖν αὐτὸν ἁρμόττει μόνον τοῦτ’ ἀντιπαρασχεῖν δυναμένῳ, τὰ δ’ ἄλλα ἀνὰ κράτος πάνθ’ ἁπλῶς ἀδυνατοῦντι."],["59","Τῷ μὲν δὴ Σὴμ εὔχεται ταῦτα· τῷ δ’ Ἰάφεθ ὁποῖα, θεασώμεθα· „πλατύναι “φησίν „ὁ θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς οἴκοις τοῦ Σήμ, καὶ γενέσθω Χαναὰν δοῦλος αὐτοῖς„ (Gen. 9, 27)."],["60","τοῦ ἀγαθὸν ἡγουμένου τὸ καλὸν μόνον ἔσταλται καὶ συνῆκται τὸ τέλος— ἑνὶ γὰρ μυρίων ὄντων τῶν περὶ ἡμᾶς τῷ ἡγεμόνι νῷ συνέζευκται—, τοῦ δὲ τρισὶν ἐφαρμόζοντος αὐτὸ γένεσιν, τῷ περὶ ψυχήν, τῷ περὶ σῶμα, τῷ περὶ τὰ ἐκτός, ἅτ’ εἰς πολλὰ καὶ ἀνόμοια κατακερματιζόμενον εὐρύνεται."],["61","διόπερ οἰκείως εὔχεται τούτῳ προσγενέσθαι πλάτος, ὅπως καὶ ταῖς περὶ ψυχὴν ἀρεταῖς, φρονήσει καὶ σωφροσύνῃ καὶ ἑκάστῃ τῶν ἄλλων, χρῆσθαι δύναιτο καὶ ταῖς σώματος, ὑγείᾳ κὶ εὐαισθησίᾳ δυνάμει τε καὶ ῥώμῃ καὶ ταῖς τούτων συrίενέσιν, ἔτι μέντοι καὶ τοῖς ἐκτὸς πλεονεκτήμασιν, ὅσα εἰς πλοῦτον καὶ δόξαν ἀπόλαυσίν τε καὶ χρῆσιν τῶν ἀναγκαίων ἡδονῶν ἄγεται."],["62","περὶ μὲν τοῦ πλάτους ταύτα. τίνα δὲ ἐν τοῖς οἴκοις εὔχεται τοῦ Σὴμ κατοικήσαι, σκεπτέον· σαφῶς γὰρ οὐ μεμήνυκεν. ἔνεστι μὲν δὴ φάναι, ὅτι τὸν ἡγεμόν τοῦ παντός. τίς γὰρ οἶκος παρὰ γενέσει δύναιτ’ ἂν ἀξιοπρεπέστερος εὑρεθῆναι θεῷ πλὴν ψυχῆς τελείως κεκαθαρμένης καὶ μόνον τὸ καλὸν ἡγουμένης ἀγαθόν, τὰ δὲ ἅγλα ὅσα νενόμισται ἐν δορυφόρων καὶ ὑπηκόων λόί̀ῳ ταττούσης;"],["63","κτοικεῖν δὲ ἐν οἴκῳ λέγεται ὁ θεὸς οὐχ ὡς ἐν τόπῳ— περιέχει γὰρ τὰ πάντα πρὸς μηδενὸς περιεχόμενος—, ἀλλ ὡς πρόνοιαν καὶ ἐπιμέλειαν ἐκείνου τοῦ χωρίου διαφερόντως ποιούμενος· παντὶ γὰρ τῷ δεσπόζοντι οἰκίας ἡ ταύτης κατὰ τὸ ἀναγκαῖον ἀνῆπιαι φρονιίς."],["64","εὐχέσθω δὴ πᾶς θεῷ, ὅτῳ τὸ θεοφὲς ὤμβρησεν ἀγαθόν, οἰκήτορος λαχεῖν τοῦ πανηγεμόνος, ὃς τὸ βραχὺ τοῦτο οἰκοδόμημα, τὸν νοῦν, ἐξαίρων εἰς ὕψος ἀπὸ ἧς τοῖς οὐρανοῦ συνάψει πέρασι."],["65","καὶ τὸ ῥητὸν μέντοι συνᾴδειν ἔοικεν· ὁ γὰρ Σὴμ ὡσανεὶ ῥίζα κλλοκἀγαθίας ὑποβέβληται, δένδρον δ’ ἡμροτοκοῦν ἐκ ταύτης ὁ σοφὸς Ἀβραὰμ ἀνέδραμεν, οὗ τὸ αὐτήκοον καὶ αὐτομαθὲς γένος, Ἰσαάκ, ὁ καρπὸς ἦν, ἀφ’ οὗ πάλιν αἱ διὰ πόνων ἀρεταὶ κατασπείρονται, ὧν ἀθλητῆής ἐστιν ὁ τὴν πρὸς πάθη πάλην γεγυμνασμένος Ἰακώβ, ἀγγέλοις ἀλείπταις, λόγοις, χρώμενος."],["66","οὗτος τῶν δώσεκα κατάρχει φυλῶν, ἅς οἱ χρησμοὶ „βασίλειον καὶ ἱεράτευμα θεοῦ \" (Exod. 19, 6) φασιν εἶναι κατὰ τὴν πρὸς τὸν πρῶτον Σὴμ εὐλογίαν, οὗ τοῖς οἴκοις ἦν εὐχὴ τὸν θεὸν ἐν οικῆσαι· βασίλειον γὰρ ὁ βασιλέως δήπουθεν οἶκος, ἱερὸς ὄντως καὶ μόνος ἄσυλος."],["67","ἴσως μέντοι τὰ τῆς εὐχῆς καὶ ἐπὶ τὸν ’1άφεθ ἀναφέρεται, ὅπως ἐν τοῖς οἴκοις τοῦ Σὴμ ποιῆται τὰς διατριβάς· τῷ γὰρ καὶ τὰ σώματος καὶ τὰ ἐκτὸς πλεονεκτήματα ἀγαθὰ ἡγουμένῳ καλὸν εὔξασθαι πρὸς μόνον τὸ ψυχῆς ἀναδραμεῖν καὶ μὴ μέχρι τοῦ παντὸς αἰῶνος ἀληθοῦς δόξης διαμαρτεῖν, ἃ κοινὰ καὶ τῶν ἐπαρατοτάτων καὶ κακίστων ἐστίν, ὑγίειαν ἢ πολυχρηματίαν ἢ ὅσα ὁμοιότροπα, νομίσαντα εἶναι ἀγαθά, τῆς ἀψευδοῦς τῶν ἀγαθῶν μερίδος οὐδενὶ φαύλῳ συνταττομένης· ἀκοινώνητον γὰρ φύσει κακῷ τὸ ἀγαθόν."],["68","διὰ τοῦτ’ ἐν ψυχὴ μόνῃ τεθησαύρισται, ἧς τοῦ κάλλους οὐδενὶ μέτεστι τῶν ἀφρόνων· τοῦτο ὅ γε προ φητικὸς λόγος τὸν σπουδαῖον ἔγραψεν εὐχεσθαί τινι τῶν ἑαυτοῦ γνωρίμων λέγοντα „πρὸς μὲ ἀνάστρεψον “(Gen. 49, 22), ἵνα ἐπὶ τὴν αὐτοῦ γνώμην ἐπανελθών, τὸ καλὸν ὡς ἀγαθὸν μόνον δεξιωσάμενος, τὰς τῶν ἑπροδόξων παραδράμῃ περὶ τἀγαθοῦ φήμας. ἐν οὖν τοῖς οἴκοις τῆς ψυχῆς τοῦ λέγοντος μόνον εἶναι τὸ καλὸν ἀγαθὸν κατοικησάτω, παροικήσας ἐν τοῖς τῶν ἑτέρων, οἷς καὶ τὰ σωματικὰ καὶ τὰ ἐκτὸς τετίμηται."],["69","εἰκότως μέντοι καὶ δοῦλον τὸν ἄφρονα τῶν ἀρετῆς μεταποιουμένων ἀνέγραψεν, ἵν’ ἢ κρείττονος ἐπιστασίας ἀξιωθεὶς ἀμείνονι βίῳ χρήσητι ἢ ἐπιμένων τῷ ἀδικεῖν μετ’ εὐμαρείας αὐτοκράτορι ἡγεμόνων ἀρχῇ τῶν δεσποτῶν κολάζηται."]]] \ No newline at end of file diff --git a/lines/on-the-allegories-of-the-sacred-laws.json b/lines/on-the-allegories-of-the-sacred-laws.json new file mode 100644 index 0000000000000000000000000000000000000000..f7673a08ca5789b19e721ad303b4c93bbf263ee2 --- /dev/null +++ b/lines/on-the-allegories-of-the-sacred-laws.json @@ -0,0 +1 @@ +[[["1","\" Καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν \" (Gen. 2, 1). νοῦ καὶ αἰσθήσεως γένεσιν εἰπὼν πάλαι, νῦν δὴ ἀμφοτέρων τελείωσιν διασυνίστησιν. οὔτε δὲ νοῦν τὸν ἄτομον οὔτε αἴσθησιν τὴν ἐν μέρει πέρας εἰληφέναι φησίν, ἀλλ’ ἰδέας, τὴν μὲν νοῦ, τὴν δὲ αἰσθήσεως· συμβολικῶς μὲν γὰρ τὸν νοῦν οὐρανόν, ἐπειδὴ αἱ νοηταὶ φύσεις ἐν οὐρανῷ, τὴν δὲ αἴσθησιν καλεῖ γῆν, ὅτι σύστασιν σωματοειδῆ καὶ γεωδεστέραν ἔλαχεν αἴσθησις· κόσμος δὲ νοῦ μὲν τὰ ἀσώματα καὶ νοητὰ πάντα, αἰσθήσεως δὲ τὰ ἐνσώματα καὶ ὅσα συνόλως αἰσθητά."],["2","\" Καὶ συνετέλεσεν ὁ θεὸς τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησεν \" (Gen. 2, 2). εὔηθες πάνυ τὸ οἴεσθαι ἓξ ἡμέραις ἢ καθόλου χρόνῳ γεγονέναι τὸν κόσμον· διὰ τί; ὅτι πᾶς χρόνος ἡμερῶν καὶ νυκτῶν ἐστι σύστημα, ταῦτα δὲ ἡλίου κίνησις ὑπὲρ γῆν καὶ ὑπὸ γῆν ἰόντος ἐξ ἀνάγκης ἀποτελεῖ· ἥλιος δὲ μέρος οὐρανοῦ γέγονεν, ὥστε χρόνον ἀνομολογεῖσθαι νεώτερον κόσμου. λέγοιτ’ ἂν οὖν ὀρθῶς, ὅτι οὐκ ἐν χρόνῳ γέγονε κόσμος, ἀλλὰ διὰ κόσμου συνέστη χρόνος· ἡ γὰρ οὐρανοῦ κίνησις χρόνου φύσιν ἔδειξεν."],["3","ὅταν οὖν λέγῃ \" συνετέλεσεν ἕκτῃ ἡμέρᾳ τὰ ἔργα \", νοητέον ὅτι οὐ πλῆθος ἡμερῶν παραλαμβάνει, τέλειον δὲ ἀριθμὸν τὸν ἕξ, ἐπειδὴ πρῶτος ἴσος ἐστὶ τοῖς ἑαυτοῦ μέρεσιν, ἡμίσει καὶ τρίτῳ καὶ ἕκτῳ, καὶ ἀπὸ ἑτερομήκους συνίσταται τοῦ δὶς τρία· δυὰς μέντοι καὶ τριὰς ἐκβέβηκε τὴν κατὰ τὸ ἓν ἀσωματότητα, ὅτι ἡ μὲν ὕλης ἐστὶν εἰκών, διαιρουμένη καὶ τεμνομένη καθάπερ ἐκείνη, τριὰς δὲ στερεοῦ σώματος, ὅτιπερ τριχῆ τὸ στερεὸν διαιρετόν."],["4","οὐ μὴν ἀλλὰ καὶ συγγενής ἐστι ταῖς τῶν ὀργανικῶν ζῴων κινήσεσιν· ἑξαχῆ γὰρ τὸ ὀργανικὸν σῶμα πέφυκε κινεῖσθαι, πρόσω καὶ κατόπιν, ἄνω καὶ κάτω, ἐπὶ δεξιὰ καὶ εὐώνυμα. βούλεται οὖν τά τε θνητὰ γένη καὶ πάλιν αὖ τὰ ἄφθαρτα κατὰ τοὺς οἰκείους ἐπιδεῖξαι συστάντα ἀριθμούς, τὰ μὲν θνητὰ ὡς ἔφην παραμετρῶν ἑξάδι, τὰ δὲ μακάρια καὶ εὐδαίμονα ἑβδομάδι."],["5","πρῶτον οὖν ἑβδόμῃ ἡμέρᾳ καταπαύσας τὴν τῶν θνητῶν σύστασιν ἄρχεται ἑτέρων θειοτέρων διατυπώσεως· παύεται γὰρ οὐδέποτε ποιῶν ὁ θεός, ἀλλ’ ὥσπερ ἴδιον τὸ καίειν πυρὸς καὶ χιόνος τὸ ψύχειν, οὕτως καὶ θεοῦ τὸ ποιεῖν· καὶ πολύ γε μᾶλλον, ὅσῳ καὶ τοῖς ἄλλοις ἅπασιν ἀρχὴ τοῦ δρᾶν ἐστιν."],["6","εὖ μέντοι καὶ τὸ φάναι „κατέπαυσεν “, οὐχὶ \" ἐπαύσατο \"· παύει μὲν γὰρ τὰ δοκοῦντα ποιεῖν οὐκ ἐνεργοῦντα, οὐ παύεται δὲ ποιῶν αὐτός. διὸ καὶ ἐπιφέρει \" κατέπαυσεν ὧν ἤρξατο \"· ὅσα μὲν γὰρ ταῖς ἡμετέραις τέχναις δημιουργεῖται, τελειωθέντα ἵσταται καὶ μένει, ὅσα δὲ ἐπιστήμῃ θεοῦ, περατωθέντα πάλιν κινεῖται· τὰ γὰρ τέλη αὐτῶν ἑτέρων εἰσὶν ἀρχαί, οἷον ἡμέρας τέλος νυκτὸς ἀρχή, καὶ μῆνα δὲ καὶ ἐνιαυτὸν ἐνισταμένους πέρατα δήπου τῶν ἐξηκόντων ὑποληπτέον· γένεσίς τε αὖ φθειρομένων ἑτέρων καὶ φθορὰ γεννωμένων ἄλλων ἀποτελεῖται,"],["7","ὥστε ἀληθὲς εἶναι τὸ λεγόμενον ὅτι θνῄσκει δ’ οὐδὲν τῶν γιγνομένων, διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλο μορφὴν ἑτέραν ἀπέδειξεν."],["8","χαίρει δὲ ἡ φύσις ἑβδομάδι· πλάνητές τε γὰρ ἑπτὰ γεγόνασιν, ἀντίρροποι τῇ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἐχούσῃ φορᾷ· καὶ ἄρκτος ἑπτὰ ἄστροις συμπληροῦται, κοινωνίας καὶ ἑνώσεως ἀνθρώπων, οὐκ ἐπιμιξίας αὐτὸ μόνον, οὖσα αἰτία· καὶ τροπαὶ δὲ σελήνης ἑβδομάσι γίνονται, συμπαθεστάτου πρὸς τὰ ἐπίγεια ἄστρου, καὶ ἃς κατὰ τὸν ἀέρα μεταβολὰς ἐργάζεται, μάλιστα τοῖς καθ’ ἑβδομάδα σχηματισμοῖς ἀποτελεῖ."],["9","τά γε μὴν θνητὰ σπάσαντα ἀπ’ οὐρανοῦ θείαν ἀρχὴν καθ’ ἑβδομάδα σωτηρίως κινεῖται· τίς γὰρ οὐκ οἶδεν, ὅτι τῶν βρεφῶν τὰ μὲν ἑπτάμηνα γόνιμα, τὰ δὲ πλείω χρόνον προσλαβόντα, ὡς ὀκτὼ μῆνας ἐνδιαιτηθῆναι γαστρί, κατὰ τὸ πλεῖστον ἄγονα;"],["10","λογικόν τέ φασιν ἄνθρωπον κατὰ τὴν πρώτην ἑπταετίαν γίνεσθαι, ὅτε ἤδη ἱκανός ἐστιν ἑρμηνεὺς εἶναι τῶν συνήθων ὀνομάτων καὶ ῥημάτων τὴν λογικὴν ἕξιν περιπεποιημένος, κατὰ δὲ τὴν δευτέραν ἑπταετίαν ἄκρως τελειοῦσθαι· τελείωσις δέ ἐστι δύναμις τῆς τοῦ ὁμοίου σπορᾶς· περὶ γὰρ τὴν τετταρεσκαιδεκαετῆ ἡλικίαν τὸ ὅμοιον γεννᾶν δυνάμεθα· τρίτη πάλιν ἑπταετία πέρας ἐστὶν αὐξήσεως· ἄχρι γὰρ ἑνὸς καὶ εἴκοσιν ἐτῶν ἐπιδίδωσιν εἰς μέγεθος ἄνθρωπος, καὶ καλεῖται παρὰ πολλοῖς ὁ χρόνος οὗτος ἀκμή."],["11","ψυχῆς γε μὴν τὸ ἄλογον ἑπταμερές, αἰσθήσεις πέντε καὶ φωνητήριον ὄργανον καὶ τὸ διῆκον ἄχρι παραστατῶν, ὃ δὴ γόνιμόν ἐστι."],["12","πάλιν αὖ σώματος ἑπτὰ κινήσεις, ὀργανικαὶ μὲν ἕξ, ἑβδόμη δὲ ἡ κύκλῳ. σπλάγχνα γε μὴν ἑπτά· στόμαχος, καρδία, σπλήν, ἧπαρ, πνεύμων, νεφροὶ δύο. μέλη δὲ σώματος ὁμοίως ἰσάριθμα· κεφαλή, τράχηλος, στέρνον, χεῖρες, κοιλία, ἦτρον, πόδες. τό τε ἡγεμονικώτατον τοῦ ζῴου πρόσωπον ἑπταχῆ κατατέτρηται, δυσὶν ὀφθαλμοῖς καὶ ὠσὶ δυσίν, ἴσοις μυκτῆρσιν, ἑβδόμῳ στόματι."],["13","αἵ τε ἀποκρίσεις ἑπτά· δάκρυα, μύξαι, σίελος, σπέρμα, διττοὶ περιττωμάτων ὀχετοί, καὶ δι’ ὅλου τοῦ σώματος ἱδρώς. ἔν γε μὴν ταῖς νόσοις κριτικωτάτη ἑβδομάς. καὶ γυναιξὶ δὲ αἱ καταμήνιοι καθάρσεις"],["14","ἄχρι ἑβδομάδος παρατείνουσιν. διελήλυθε δὲ ἡ δύναμις αὐτῆς καὶ ἐπὶ τὰς ὠφελιμωτάτας τῶν τεχνῶν· ἐν γοῦν γραμματικῇ τὰ ἄριστα τῶν στοιχείων καὶ πλείστην δύναμιν ἔχοντα ἑπτά ἐστιν ἀριθμῷ, τὰ φωνήεντα· κατά τε μουσικὴν ἡ ἑπτάχορδος λύρα πάντων σχεδὸν ὀργάνων ἀρίστη, διότι τὸ ἐναρμόνιον, ὃ δὴ τῶν μελῳδουμένων γενῶν ἐστι τὸ σεμνότατον, κατ’ αὐτὴν μάλιστά πως θεωρεῖται· τάς τε τῶν φθόγγων τάσεις ἑπτὰ εἶναι συμβέβηκεν, ὀξύν, βαρύν, περισπώμενον, δασύν, ψιλόν, μακρόν, βραχύν."],["15","ἔτι πρῶτός ἐστιν ἀπὸ τελείου τοῦ ἓξ καὶ μονάδι κατά τινα λόγον ὁ αὐτός. οἵ τε ἐντὸς δεκάδος ἀριθμοὶ ἢ γεννῶνται ἢ γεννῶσι τοὺς ἐντὸς δεκάδος καὶ αὐτήν, ἡ δὲ ἑβδομὰς οὔτε γεννᾷ τινα τῶν ἐντὸς δεκάδος ἀριθμῶν οὔτε γεννᾶται ὑπό τινος. παρὸ μυθεύοντες οἱ Πυθαγόρειοι τῇ ἀειπαρθένῳ καὶ ἀμήτορι αὐτὴν ἀπεικάζουσιν, ὅτι οὔτε ἀπεκυήθη οὔτε ἀποτέξεται."],["16","„Κατέπαυσεν οὖν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησε \" (Gen. 2, 2). τοῦτο δ’ ἐστὶ τοιοῦτο· τὰ θνητὰ γένη παύεται πλάττων ὁ θεός, ὅταν ἄρχηται ποιεῖν τὰ θεῖα καὶ ἑβδομάδος φύσει οἰκεῖα. ἡ δὲ πρὸς τὸ ἦθος ἀπόδοσίς ἐστι τοιαύτη· ὅταν ἐπιγένηται τῇ ψυχῇ ὁ κατὰ ἑβδομάδα ἅγιος λόγος, ἐπέχεται ἡ ἑξὰς καὶ ὅσα θνητὰ τουτὶ ποιεῖν δοκεῖ."],["17","„Καὶ εὐλόγησεν ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν “(Gen. 2, 3). τοὺς κατὰ τὸ ἕβδομον καὶ θεῖον ὡς ἀληθῶς φῶς κινηθέντας τρόπους εὐλογεῖ τε ὁ θεὸς καὶ εὐθὺς ἁγίους ἀποφαίνει· συγγενέστατοι γὰρ ἀλλήλοις ὁ εὐλόγιστός τε καὶ ὁ ἅγιος. διὰ τοῦτο ἐπὶ τοῦ τὴν μεγάλην εὐχὴν εὐξαμένου φησὶν ὅτι, ἐὰν τροπὴ κατασκήψασα αἰφνίδιον μιάνῃ τὸν νοῦν, οὐκέτ’ ἔσται ἅγιος (cf. Num. 6, 9)· ἀλλ’ \" αἱ ἡμέραι αἱ πρότεραι ἄλογοι “(ib. 6, 12)· κατὰ τὸ εἰκός· ἀλόγιστος γὰρ ὁ μὴ ἅγιος τρόπος, ὥστε ὁ εὐλόγιστος ἅγιος."],["18","ὀρθῶς οὖν ἔφη ὅτι τὴν ἑβδόμην εὐλόγησέ τε καὶ ἡγίασεν, „ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ποιεῖν ὁ θεός \" (Gen. 2, 3). αἰτία δ’ ἡ δι’ ἣν εὐλόγιστός τε καὶ ἅγιος γέγονεν ὁ κατὰ τὸ ἕβδομον καὶ τέλειον φῶς ἄγων ἑαυτόν, ἐπεὶ ἐν ταύτῃ τῇ φύσει παύεται ἡ τῶν θνητῶν σύστασις. καὶ γὰρ οὕτως ἔχει· ὅταν ἀνατείλῃ φέγγος τῆς ἀρετῆς τὸ λαμπρότατον καὶ θεῖον ὄντως, ἐπέχεται τῆς ἐναντίας φύσεως ἡ γένεσις. ἐδηλώσαμεν δὲ ὅτι παύων ὁ θεὸς οὐ παύεται ποιῶν, ἀλλ’ ἑτέρων γενέσεως ἄρχεται, ἅτε οὐ τεχνίτης μόνον ἀλλὰ καὶ πατὴρ ὢν τῶν γινομένων."],["19","„Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο “(Gen. 2, 4). οὗτος ὁ κατὰ ἑβδομάδα κινούμενος τέλειος λόγος ἀρχὴ γενέσεως τοῦ τε κατὰ τὰς ἰδέας νοῦ τεταγμένου καὶ τῆς κατὰ τὰς ἰδέας τεταγμένης νοητῆς, εἰ οἷόν τε τοῦτο εἰπεῖν, αἰσθήσεως. βιβλίον δὲ εἴρηκε τὸν τοῦ θεοῦ λόγον, ᾧ συμβέβηκεν ἐγγράφεσθαι καὶ ἐγχαράττεσθαι τὰς τῶν ἄλλων συστάσεις."],["20","ἵνα δὲ μὴ καθ’ ὡρισμένας χρόνων περιόδους ὑπολάβῃς τὸ θεῖόν τι ποιεῖν, ἀλλ’ εἰδῇς ἄδηλα καὶ ἀτέκμαρτα καὶ ἀκατάληπτα τῷ θνητῷ γένει τὰ δημιουργούμενα, ἐπιφέρει τὸ „ὅτε ἐγένετο “, τὸ πότε κατὰ περιγραφὴν οὐ διορίζων· ἀπεριγράφως γὰρ γίνεται τὰ γινόμενα ὑπὸ τοῦ αἰτίου. ἀνῄρηται τοίνυν τὸ ἐν ἓξ ἡμέραις γεγενῆσθαι τὸ πᾶν."],["21","„Ἧι ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν “(Gen. 2, 4. 5). τὴν ἡμέραν ταύτην ἐπάνω βίβλον εἴρηκεν, εἴ γε ἐν ἀμφοτέροις οὐρανοῦ καὶ γῆς ὑπογράφει γένεσιν· τῷ γὰρ περιφανεστάτῳ καὶ τηλαυγεστάτῳ ἑαυτοῦ λόγῳ ὁ θεὸς ἀμφότερα ποιεῖ, τήν τε ἰδέαν τοῦ νοῦ, ὃν συμβολικῶς οὐρανὸν κέκληκε, καὶ τὴν ἰδέαν τῆς αἰσθήσεως, ἣν διὰ σημείου γῆν ὠνόμασεν."],["22","ἀγροῖς δὲ ἀπεικάζει δυσὶ τήν τε ἰδέαν τοῦ νοῦ καὶ τὴν ἰδέαν τῆς αἰσθήσεως· φέρει γὰρ ὁ μὲν νοῦς καρπὸν τὰ ἐν τῷ νοεῖν, ἡ δὲ αἴσθησις τὰ ἐν τῷ αἰσθάνεσθαι. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὥσπερ τοῦ ἐπὶ μέρους καὶ ἀτόμου νοῦ προϋπάρχει τις ἰδέα ὡς ἂν ἀρχέτυπος καὶ παράδειγμα τούτου καὶ πάλιν τῆς κατὰ μέρος αἰσθήσεως ἰδέα τις αἰσθήσεως σφραγῖδος λόγον ἔχουσα εἴδη τυπούσης, οὕτως πρὶν μὲν γενέσθαι τὰ ἐπὶ μέρους νοητά, ἦν τὸ αὐτὸ τοῦτο γενικὸν νοητόν, οὗ κατὰ μετοχὴν καὶ τὰ ἄλλα ὠνόμασται, πρὶν δὲ γενέσθαι τὰ κατὰ μέρος αἰσθητά, ἦν τὸ αὐτὸ τοῦτο γενικὸν αἰσθητόν, οὗ κατὰ μετουσίαν καὶ τὰ ἄλλα αἰσθητὰ γέγονε."],["23","χλωρὸν μὲν οὖν ἀγροῦ τὸ νοητὸν εἴρηκε τοῦ νοῦ· ὡς γὰρ ἐν ἀγρῷ τὰ χλωρὰ βλαστάνει καὶ ἀνθεῖ, οὕτως βλάστημα τοῦ νοῦ τὸ νοητόν ἐστι. πρὶν οὖν τὸ κατὰ μέρος νοητὸν γενέσθαι, τὸ αὐτὸ τοῦτο νοητὸν ἀποτελεῖ γενικὸν ὄν, ὃ δὴ καὶ „πᾶν “κέκληκεν ὑγιῶς· τὸ μὲν γὰρ κατὰ μέρος νοητὸν ἀτελὲς ὂν οὐ πᾶν, τὸ δὲ γενικὸν ἅπαν, ἅτε πλῆρες ὄν."],["24","„καὶ πάντα “φησί „χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι, “τουτέστι· πρὸ τοῦ ἀνατεῖλαι τὰ κατὰ μέρος αἰσθητὰ ἦν τὸ γενικὸν αἰσθητὸν προμηθείᾳ τοῦ πεποιηκότος, ὃ δὴ πάλιν „πᾶν “εἴρηκεν. εἰκότως μέντοι χόρτῳ τὸ αἰσθητὸν ἀπείκασεν· ὡς γὰρ ὁ χόρτος ἀλόγου τροφή, οὕτως τὸ αἰσθητὸν τῷ ἀλόγῳ μέρει ψυχῆς προσκεκλήρωται· ἐπεὶ διὰ τί προειπὼν „χλωρὸν ἀγροῦ “ἐπιφέρει „καὶ πάντα χόρτον “, ὡς οὐ γινομένου χόρτου χλωροῦ τὸ παράπαν; ἀλλὰ τὸ μὲν ἀγροῦ χλωρὸν τὸ νοητόν ἐστιν, ἐκβλάστημα νοῦ, ὁ δὲ χόρτος τὸ αἰσθητόν, τοῦ ἀλόγου τῆς ψυχῆς καὶ αὐτὸ βλάστημα."],["25","„οὐ γὰρ ἔβρεξεν ὁ θεὸς “φησίν „ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν. “φυσικώτατα· ἐὰν γὰρ μὴ ἐπομβρήσῃ ταῖς αἰσθήσεσι τὰς ἀντιλήψεις τῶν ὑποκειμένων ὁ θεός, οὐδ’ ὁ νοῦς ἐργάσεται καὶ πραγματεύσεταί τι περὶ αἴσθησιν· ἄπρακτος γὰρ αὐτὸς ἐξ ἑαυτοῦ μὴ ὥσπερ ὕοντος καὶ ἐπιψεκάζοντος ὁράσει μὲν χρώματα, φωνὰς δὲ ἀκοῇ, γεύσει δὲ χυλοὺς καὶ ταῖς ἄλλαις τὰ οἰκεῖα τοῦ αἰτίου."],["26","ὅταν δὲ ἄρδειν ὁ θεὸς ἄρξηται τὴν αἴσθησιν αἰσθητοῖς, τηνικαῦτα καὶ ὁ νοῦς ἐργάτης οἷα πίονος γῆς ἀνευρίσκεται. ἡ δ’ ἰδέα τῆς αἰσθήσεως οὐ δεῖται τροφῆς· τροφὴ δὲ αἰσθήσεως, ἣν κατὰ σύμβολον βροχὴν εἴρηκεν, τὰ ἐπὶ μέρους αἰσθητά, ἃ δὴ σώματά ἐστιν· ἰδέα δὲ σωμάτων ἀλλότριον. πρὶν οὖν γενέσθαι τὰ κατὰ μέρος συγκρίματα, οὐκ ἔβρεξεν ὁ θεὸς ἐπὶ τὴν ἰδέαν τῆς αἰσθήσεως, ἣν εἴρηκε γῆν, τοῦτο δέ ἐστι, τροφὴν οὐ παρέσχεν αὐτῇ· οὐδὲ γὰρ ἐδεῖτο αἰσθητοῦ τὸ παράπαν οὐδενός."],["27","τὸ δὲ \" καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν “τοιοῦτόν ἐστιν· ἡ ἰδέα τοῦ νοῦ τὴν ἰδέαν τῆς αἰσθήσεως οὐκ εἰργάζετο· ὁ μὲν γὰρ ἐμὸς καὶ σὸς νοῦς ἐργάζεται τὴν αἴσθησιν διὰ τῶν αἰσθητῶν, ἡ δὲ τοῦ νοῦ ἰδέα, ἅτε δὴ μηδενὸς ὄντος ἐπὶ μέρους οἰκείου σώματος, οὐκ ἐργάζεται τὴν ἰδέαν τῆς αἰσθήσεως· εἰ γὰρ εἰργάζετο, διὰ τῶν αἰσθητῶν ἂν εἰργάζετο, αἰσθητὸν δὲ ἐν ἰδέαις οὐδέν."],["28","„Πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς “(Gen. 2, 6). τὸν μὲν νοῦν εἴρηκε γῆς πηγήν, τὰς δὲ αἰσθήσεις πρόσωπον, ὅτι χωρίον αὐταῖς ἐξ ἅπαντος τοῦ σώματος πρὸς τὰς ἰδίας ἐνεργείας ἐπιτηδειότατον ἡ πάντα προμηθουμένη φύσις ἀπένειμε τοῦτο· πηγῆς δὲ τρόπον ἄρδει τὰς αἰσθήσεις ὁ νοῦς, ἐπιπέμπων τὰ πρόσφορα ἑκάστῃ ῥεύματα. ἴδε οὖν, πῶς ἁλύσεως τρόπον αἱ τοῦ ζῴου δυνάμεις ἀλλήλων ἔχονται· νοῦ γὰρ καὶ αἰσθήσεως ἔτι δὲ αἰσθητοῦ τριῶν ὄντων μέσον μέν ἐστιν αἴσθησις, ἄκρον δὲ ἑκάτερον ὅ τε νοῦς καὶ τὸ αἰσθητόν."],["29","ἀλλ’ οὔθ’ ὁ νοῦς δυνατὸς ἐργάσασθαι τουτέστιν ἐνεργῆσαι κατὰ αἴσθησιν, ἐὰν μὴ βρέξῃ καὶ ὕσῃ τὸ αἰσθητὸν ὁ θεός, οὔτε ὑσθέντος αἰσθητοῦ ὄφελός ἐστιν, ἐὰν μὴ πηγῆς τρόπον ὁ νοῦς τείνας ἑαυτὸν ἄχρι τῆς αἰσθήσεως κινήσῃ τε αὐτὴν ἠρεμοῦσαν καὶ ἀγάγῃ πρὸς ἀντίληψιν τοῦ ὑποκειμένου· ὥστε ἀντίδοσιν ὁ νοῦς καὶ τὸ αἰσθητὸν ἀεὶ μελετῶσι, τὸ μὲν προϋποκείμενον αἰσθήσει ὡς ἂν ὕλη, ὁ δὲ κινῶν τὴν αἴσθησιν πρὸς τὸ ἐκτὸς ὡς ἂν τεχνίτης, ἵνα γένηται ὁρμή."],["30","τὸ γὰρ ζῷον τοῦ μὴ ζῴου δυσὶ προὔχει, φαντασίᾳ καὶ ὁρμῇ· ἡ μὲν οὖν φαντασία συνίσταται κατὰ τὴν τοῦ ἐκτὸς πρόσοδον τυποῦντος νοῦν δι’ αἰσθήσεως, ἡ δὲ ὁρμή, τὸ ἀδελφὸν τῆς φαντασίας, κατὰ τὴν τοῦ νοῦ τονικὴν δύναμιν, ἣν τείνας δι’ αἰσθήσεως ἅπτεται τοῦ ὑποκειμένου καὶ πρὸς αὐτὸ χωρεῖ γλιχόμενος ἐφικέσθαι καὶ συλλαβεῖν αὐτό."],["31","„Καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν “(Gen. 2, 7). διττὰ ἀνθρώπων γένη· ὁ μὲν γάρ ἐστιν οὐράνιος ἄνθρωπος, ὁ δὲ γήϊνος. ὁ μὲν οὖν οὐράνιος ἅτε κατ’ εἰκόνα θεοῦ γεγονὼς φθαρτῆς καὶ συνόλως γεώδους οὐσίας ἀμέτοχος, ὁ δὲ γήϊνος ἐκ σποράδος ὕλης, ἣν χοῦν κέκληκεν, ἐπάγη· διὸ τὸν μὲν οὐράνιόν φησιν οὐ πεπλάσθαι, κατ’ εἰκόνα δὲ τετυπῶσθαι θεοῦ, τὸν δὲ γήϊνον πλάσμα, ἀλλ’ οὐ γέννημα, εἶναι τοῦ τεχνίτου."],["32","ἄνθρωπον δὲ τὸν ἐκ γῆς λογιστέον εἶναι νοῦν εἰσκρινόμενον σώματι, οὔπω δ’ εἰσκεκριμένον. ὁ δὲ νοῦς οὗτος γεώδης ἐστὶ τῷ ὄντι καὶ φθαρτός, εἰ μὴ ὁ θεὸς ἐμπνεύσειεν αὐτῷ δύναμιν ἀληθινῆς ζωῆς· τότε γὰρ γίνεται, οὐκέτι πλάττεται, εἰς ψυχήν, οὐκ ἀργὸν καὶ ἀδιατύπωτον, ἀλλ’ εἰς νοερὰν καὶ ζῶσαν ὄντως· „εἰς ψυχὴν “γάρ φησι „ζῶσαν ἐγένετο ὁ ἄνθρωπος “."],["33","ζητήσαι δ’ ἄν τις, διὰ τί ἠξίωσεν ὁ θεὸς ὅλως τὸν γηγενῆ καὶ φιλοσώματον νοῦν πνεύματος θείου, ἀλλ’ οὐχὶ τὸν κατὰ τὴν ἰδέαν γεγονότα καὶ τὴν εἰκόνα ἑαυτοῦ· δεύτερον δέ, τί ἐστι τὸ „ἐνεφύσησε “· τρίτον, διὰ τί εἰς τὸ πρόσωπον ἐμπνεῖται· τέταρτον, διὰ τί πνεύματος ὄνομα εἰδώς, ὅταν λέγῃ „καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος “(Gen. 1, 2), πνοῆς νῦν ἀλλ’ οὐχὶ πνεύματος μέμνηται."],["34","πρὸς μὲν οὖν τὸ πρῶτον λεκτέον ἓν μέν, ὅτι φιλόδωρος ὢν ὁ θεὸς χαρίζεται τὰ ἀγαθὰ πᾶσι καὶ τοῖς μὴ τελείοις, προκαλούμενος αὐτοὺς εἰς μετουσίαν καὶ ζῆλον ἀρετῆς ἅμα καὶ τὸν περιττὸν πλοῦτον ἐπιδεικνύμενος αὑτοῦ, ὅτι ἐξαρκεῖ καὶ τοῖς μὴ λίαν ὠφεληθησομένοις. τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἐμφαντικώτατα παρίστησιν. ὅταν γὰρ ὕῃ μὲν κατὰ θαλάττης, πηγὰς δὲ ἐν τοῖς ἐρημοτάτοις ἀνομβρῇ, τὴν δὲ λεπτόγεων καὶ τραχεῖαν καὶ ἄγονον γῆν ἄρδῃ ποταμοὺς ἀναχέων ταῖς πλημμύραις, τί ἕτερον παρίστησιν ἢ τὴν ὑπερβολὴν τοῦ τε πλούτου καὶ τῆς ἀγαθότητος ἑαυτοῦ; ἥδ’ ἐστὶν αἰτία δι’ ἣν ἄγονον οὐδεμίαν ψυχὴν ἐδημιούργησεν ἀγαθοῦ, κἂν ἡ χρῆσις ἀδύνατος ἐνίοις ᾖ αὐτοῦ."],["35","ἕτερον δὲ λεκτέον ἐκεῖνο· βούλεται τὰ θέσει δίκαια εἰσαγαγεῖν. ὁ μὲν οὖν μὴ ἐμπνευσθεὶς τὴν ἀληθινὴν ζωήν, ἀλλ’ ἄπειρος ὢν ἀρετῆς, κολαζόμενος ἐφ’ οἷς ἡμάρτανεν εἶπεν ἂν ὡς ἀδίκως κολάζεται, ἀπειρίᾳ γὰρ τοῦ ἀγαθοῦ σφάλλεσθαι περὶ αὐτό, αἴτιον δὲ εἶναι τὸν μηδεμίαν ἐμπνεύσαντα ἔννοιαν αὐτοῦ· τάχα δὲ μηδὲ ἁμαρτάνειν φήσει τὸ παράπαν, εἴ γε τὰ ἀκούσια καὶ κατὰ ἄγνοιαν οὐδὲ ἀδικημάτων ἔχειν λόγον φασί τινες."],["36","τό γε μὴν „ἐνεφύσησεν “ἴσον ἐστὶ τῷ ἐνέπνευσεν ἢ ἐψύχωσε τὰ ἄψυχα· μὴ γὰρ τοσαύτης ἀτοπίας ἀναπλησθείημεν, ὥστε νομίσαι θεὸν στόματος ἢ μυκτήρων ὀργάνοις χρῆσθαι πρὸς τὸ ἐμφυσῆσαι· ἄποιος γὰρ ὁ θεός, οὐ μόνον οὐκ ἀνθρωπόμορφος. ἐμφαίνει δέ τι καὶ φυσικώτερον ἡ προφορά."],["37","τρία γὰρ εἶναι δεῖ, τὸ ἐμπνέον, τὸ δεχόμενον, τὸ ἐμπνεόμενον· τὸ μὲν οὖν ἐμπνέον ἐστὶν ὁ θεός, τὸ δὲ δεχόμενον ὁ νοῦς, τὸ δὲ ἐμπνεόμενον τὸ πνεῦμα. τί οὖν ἐκ τούτων συνάγεται; ἕνωσις γίνεται τῶν τριῶν, τείναντος τοῦ θεοῦ τὴν ἀφ’ ἑαυτοῦ δύναμιν διὰ τοῦ μέσου πνεύματος ἄχρι τοῦ ὑποκειμένου— τίνος ἕνεκα ἢ ὅπως ἔννοιαν αὐτοῦ λάβωμεν;"],["38","ἐπεὶ πῶς ἂν ἐνόησεν ἡ ψυχὴ θεόν, εἰ μὴ ἐνέπνευσε καὶ ἥψατο αὐτῆς κατὰ δύναμιν; οὐ γὰρ ἂν ἀπετόλμησε τοσοῦτον ἀναδραμεῖν ὁ ἀνθρώπινος νοῦς, ὡς ἀντιλαβέσθαι θεοῦ φύσεως, εἰ μὴ αὐτὸς ὁ θεὸς ἀνέσπασεν αὐτὸν πρὸς ἑαυτόν, ὡς ἐνῆν ἀνθρώπινον νοῦν ἀνασπασθῇναι, καὶ ἐτύπωσε κατὰ τὰς ἐφικτὰς νοηθῆναι δυνάμεις."],["39","εἰς δὲ τὸ πρόσωπον ἐμπνεῖ καὶ φυσικῶς καὶ ἠθικῶς· φυσικῶς μέν, ὅτι ἐν προσώπῳ τὰς αἰσθήσεις ἐδημιούργει· τοῦτο γὰρ μάλιστα τοῦ σώματος τὸ μέρος ἐψύχωται [καὶ ἐμπέπνευσται]· ἠθικῶς δὲ οὕτως· ὥσπερ σώματος ἡγεμονικόν ἐστι τὸ πρόσωπον, οὕτως ψυχῆς ἡγεμονικόν ἐστιν ὁ νοῦς· τούτῳ μόνῳ ἐμπνεῖ ὁ θεός, τοῖς δ’ ἄλλοις μέρεσιν οὐκ ἀξιοῖ, ταῖς τε αἰσθήσεσι καὶ τῷ λόγῳ καὶ τῷ γονίμῳ· δεύτερα γάρ ἐστι τῇ δυνάμει."],["40","ὑπὸ τίνος οὖν καὶ ταῦτα ἐνεπνεύσθη; ὑπὸ τοῦ νοῦ δηλονότι· οὗ γὰρ μετέσχεν ὁ νοῦς παρὰ θεοῦ, τούτου μεταδίδωσι τῷ ἀλόγῳ μέρει τῆς ψυχῆς, ὥστε τὸν μὲν νοῦν ἐψυχῶσθαι ὑπὸ θεοῦ, τὸ δὲ ἄλογον ὑπὸ τοῦ νοῦ· ὡσανεὶ γὰρ θεός ἐστι τοῦ ἀλόγου ὁ νοῦς, παρὸ καὶ Μωυσῆν οὐκ ὤκνησεν εἰπεῖν „θεὸν τοῦ Φαραώ “(Exod. 7, 1)."],["41","τῶν γὰρ γινομένων τὰ μὲν καὶ ὑπὸ θεοῦ γίνεται καὶ δι’ αὐτοῦ, τὰ δὲ ὑπὸ θεοῦ μέν, οὐ δι’ αὐτοῦ δέ· τὰ μὲν οὖν ἄριστα καὶ ὑπὸ θεοῦ γέγονε καὶ δι’ αὐτοῦ· προελθὼν γοῦν ἐρεῖ ὅτι „ἐφύτευσεν ὁ θεὸς παράδεισον “(Gen. 2, 8)· τούτων καὶ ὁ νοῦς ἐστι· τὸ δὲ ἄλογον ὑπὸ θεοῦ μὲν γέγονεν, οὐ διὰ θεοῦ δέ, ἀλλὰ διὰ τοῦ λογικοῦ τοῦ ἄρχοντός τε καὶ βασιλεύοντος ἐν ψυχῇ. \" πνοὴν \" δέ, ἀλλ’ οὐ πνεῦμα, εἴρηκεν, ὡς διαφορᾶς οὔσης· τὸ μὲν γὰρ πνεῦμα νενόηται κατὰ τὴν ἰσχὺν καὶ εὐτονίαν καὶ δύναμιν, ἡ δὲ πνοὴ ὡς ἂν αὖρά τίς ἐστι καὶ ἀναθυμίασις ἠρεμαία καὶ πραεῖα."],["42","ὁ μὲν οὖν κατὰ τὴν εἰκόνα γεγονὼς καὶ τὴν ἰδέαν νοῦς πνεύματος ἂν λέγοιτο κεκοινωνηκέναι— ῥώμην γὰρ ἔχει ὁ λογισμὸς αὐτοῦ—, ὁ δὲ ἐκ τῆς ὕλης τῆς κούφης καὶ ἐλαφροτέρας αὔρας ὡς ἂν ἀποφορᾶς τινος, ὁποῖαι γίνονται ἀπὸ τῶν ἀρωμάτων· φυλαττομένων γὰρ οὐδὲν ἧττον καὶ μὴ ἐκθυμιωμένων εὐωδία τις γίνεται."],["43","„Καὶ ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς· καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασε “(Gen. 2, 8.). τὴν μετάρσιον καὶ οὐράνιον σοφίαν πολλοῖς ὀνόμασι πολυώνυμον οὖσαν δεδήλωκε· καὶ γὰρ ἀρχὴν καὶ εἰκόνα καὶ ὅρασιν θεοῦ κέκληκε. ταύτης δ’ ὡς ἂν ἀρχετύπου μίμημα τὴν ἐπίγειον σοφίαν νυνὶ παρίστησι διὰ τῆς τοῦ παραδείσου φυτουργίας· μὴ γὰρ τοσαύτη κατάσχοι τὸν ἀνθρώπινον λογισμὸν ἀσέβεια, ὡς ὑπολαβεῖν ὅτι θεὸς γεωπονεῖ καὶ φυτεύει παραδείσους, ἐπεὶ καὶ τίνος ἕνεκα εὐθὺς διαπορήσομεν· οὐ γὰρ ὅπως ἀναπαύλας εὐδιαγώγους καὶ ἡδονὰς ἑαυτῷ πορίζῃ— μηδὲ εἰς νοῦν ἔλθοι ποτὲ τὸν ἡμέτερον ἡ τοιαύτη μυθοποιΐα—·"],["44","θεοῦ γὰρ οὐδὲ ὁ σύμπας κόσμος ἄξιον ἂν εἴη χωρίον καὶ ἐνδιαίτημα, ἐπεὶ αὐτὸς ἑαυτοῦ τόπος καὶ αὐτὸς ἑαυτοῦ πλήρης καὶ ἱκανὸς αὐτὸς ἑαυτῷ ὁ θεός, τὰ μὲν ἄλλα ἐπιδεᾶ καὶ ἔρημα καὶ κενὰ ὄντα πληρῶν καὶ περιέχων, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἄλλου περιεχόμενος, ἅτε εἷς καὶ τὸ πᾶν αὐτὸς ὤν."],["45","τὴν οὖν ἐπίγειον ἀρετὴν σπείρει καὶ φυτεύει τῷ θνητῷ γένει ὁ θεὸς μίμημα καὶ ἀπεικόνισμα οὖσαν τῆς οὐρανίου· ἐλεήσας γὰρ ἡμῶν τὸ γένος καὶ κατιδὼν ὅτι ἐξ ἀφθόνων καὶ πλουσίων κακῶν συνέστηκεν, ἐπίκουρον καὶ ἀρωγὸν τῶν ψυχῆς νόσων ἀρετὴν ἐπίγειον ἐρρίζου, μίμημα, ὡς ἔφην, τῆς οὐρανίου καὶ ἀρχετύπου, ἣν πολλοῖς ὀνόμασι καλεῖ. παράδεισος μὲν δὴ τροπικῶς εἴρηται ἡ ἀρετή, τόπος δὲ οἰκεῖος τῷ παραδείσῳ Ἐδέμ, τοῦτο δέ ἐστι τρυφή· ἀρετῇ δὲ ἁρμόττον εἰρήνη καὶ εὐπάθεια καὶ χαρά, ἐν οἷς τὸ τρυφᾶν ὡς ἀληθῶς ἐστι."],["46","καὶ μὴν κατὰ ἀνατολάς ἐστιν ἡ φυτουργία τοῦ παραδείσου· οὐ γὰρ δύεται καὶ σβέννυται, ἀλλ’ ἀεὶ πέφυκεν ἀνατέλλειν ὁ ὀρθὸς λόγος, καὶ ὥσπερ, οἶμαι, ἀνατείλας ἥλιος τὸν ζόφον τοῦ ἀέρος φωτὸς ἐνέπλησεν, οὕτως καὶ ἀρετὴ ἀνατείλασα ἐν ψυχῇ τὴν ἀχλὺν αὐτῆς ἐναυγάζει καὶ τὸν πολὺν σκότον σκεδάννυσι."],["47","„καὶ ἔθετο “φησίν „ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν. “ἀγαθὸς γὰρ ὢν ὁ θεὸς καὶ ἐπ’ ἀρετὴν ὡς οἰκειότατον ἔργον ἀσκῶν τὸ γένος ἡμῶν τὸν νοῦν τίθησιν ἐν τῇ ἀρετῇ, ἵνα δηλονότι μηδὲν ἄλλο ἢ ταύτην καθάπερ ἀγαθὸς γεωργὸς τημελῇ καὶ περιέπῃ."],["48","ζητήσειε δ’ ἄν τις, διὰ τί, τοῦ μιμεῖσθαι θεοῦ τὰ ἔργα ὄντος ὁσίου, ἐμοὶ μὲν ἀπηγόρευται φυτεύειν ἄλσος παρὰ τῷ θυσιαστηρίῳ, τὸν δὲ παράδεισον ὁ θεὸς φυτεύει; φησὶ γάρ· „οὐ φυτεύσεις σεαυτῷ ἄλσος, πᾶν ξύλον παρὰ τὸ θυσιαστήριον κυρίου τοῦ θεοῦ σου οὐ ποιήσεις σεαυτῷ “(Deuter. 16, 21). τί οὖν λεκτέον; ὅτι πρέπει τῷ θεῷ φυτεύειν καὶ οἰκοδομεῖν ἐν ψυχῇ τὰς ἀρετάς."],["49","φίλαυτος δὲ καὶ ἄθεος ὁ νοῦς οἰόμενος ἴσος εἶναι θεῷ καὶ ποιεῖν δοκῶν ἐν τῷ πάσχειν ἐξεταζόμενος· θεοῦ δὲ σπείροντος καὶ φυτεύοντος ἐν ψυχῇ τὰ καλά, ὁ λέγων νοῦς ὅτι „ἐγὼ φυτεύω “ἀσεβεῖ. οὐ φυτεύσεις οὖν, ὅταν ὁ θεὸς φυτουργῇ· ἐὰν δὲ καὶ φυτὰ ἐν ψυχῇ καταβάλῃ, ὦ διάνοια, καρποτόκα φύτευε πάντα, ἀλλὰ μὴ ἄλσος, ἐν ἄλσει γὰρ καὶ ἀγρίας ὕλης ἐστὶ καὶ ἡμέρου δένδρα· κακίαν δὲ τὴν ἄγονον ἐν ψυχῇ μετὰ τῆς ἡμέρου καὶ καρποτόκου φυτεύειν ἀρετῆς λέπρας ἐστὶ τῆς διφυοῦς καὶ μιγάδος οἰκεῖον."],["50","ἐὰν μέντοι γε τὰ ἄμικτα καὶ σύγκλυδα εἰς ταὐτὸν ἄγῃς, χώριζε καὶ διάκρινε τῆς καθαρᾶς καὶ ἀμιάντου φύσεως τῆς ἀναφερούσης τὰ ἄμωμα τῷ θεῷ, αὕτη δέ ἐστι τὸ θυσιαστήριον· τούτου γὰρ ἀλλότριον τὸ λέγειν ἔργον τι εἶναι ψυχῆς, ἐπὶ θεὸν πάντων λαμβανόντων τὴν ἀναφοράν, καὶ τὸ τὰ ἄκαρπα τοῖς καρποτόκοις ἀναμιγνύναι· μῶμος γὰρ τοῦτό γε, τὰ δὲ ἄμωμα τῷ θεῷ προσάγεται."],["51","ἐὰν οὖν τι τούτων παραβῇς, ὦ ψυχή, σαυτὴν βλάψεις, οὐ θεόν· διὰ τοῦτό φησιν· „οὐ φυτεύσεις σεαυτῷ “· θεῷ γὰρ οὐδεὶς ἐργάζεται, καὶ μάλιστα τὰ φαῦλα· καὶ ἐπιφέρει πάλιν· „οὐ ποιήσεις σεαυτῷ. “λέγει δὲ καὶ ἐν ἑτέροις· „οὐ ποιήσετε μετ’ ἐμοῦ θεοὺς ἀργυροῦς, καὶ θεοὺς χρυσοῦς οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς “(Exod. 20, 23)· ὁ γὰρ ἢ ποιότητα οἰόμενος ἔχειν τὸν θεὸν ἢ μὴ ἕνα εἶναι ἢ μὴ ἀγένητον καὶ ἄφθαρτον ἢ μὴ ἄτρεπτον ἑαυτὸν ἀδικεῖ, οὐ θεόν· „ἑαυτοῖς “γάρ φησιν „οὐ ποιήσετε “· δεῖ γὰρ ἡγεῖσθαι καὶ ἄποιον αὐτὸν καὶ ἕνα καὶ ἄφθαρτον καὶ ἄτρεπτον· ὁ δὲ μὴ οὕτως διανοούμενος ἑαυτοῦ τὴν ψυχὴν ψευδοῦς καὶ ἀθέου δόξης ἀναπίμπλησιν."],["52","οὐχ ὁρᾷς ὅτι, κἂν εἰσαγάγῃ ἡμᾶς εἰς τὴν ἀρετὴν καὶ εἰσαχθέντες φυτεύσωμεν ἄκαρπον μὲν οὐδὲν „πᾶν δὲ ξύλον βρώσιμον “, κελεύει \" περικαθαρίσαι τὴν ἀκαθαρσίαν αὐτοῦ “(Lev. 19, 23); τοῦτο δ’ ἐστὶ τὸ δοκεῖν φυτεύειν· ἀποτεμεῖν οἴησιν γὰρ"],["53","ἐπαγγέλλεται, οἴησις δὲ ἀκάθαρτον φύσει. ὃν δὲ ἔπλασεν ἄνθρωπον τιθέναι φησὶν ἐν τῷ παραδείσῳ, νυνὶ μόνον· τίς οὖν ἐστιν, ἐφ’ οὗ ὕστερόν φησιν ὅτι „ἔλαβε κύριος ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἐποίησε καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν “(Gen. 2, 15); μήποτ’ οὖν ἕτερός ἐστιν ἄνθρωπος οὗτος, ὁ κατὰ τὴν εἰκόνα καὶ τὴν ἰδέαν γεγονώς, ὥστε δύο ἀνθρώπους εἰς τὸν παράδεισον εἰσάγεσθαι, τὸν μὲν πεπλασμένον, τὸν δὲ κατ’ εἰκόνα."],["54","ὁ μὲν οὖν κατὰ τὴν ἰδέαν γεγονὼς οὐ μόνον ἐν ταῖς φυτουργίαις τῶν ἀρετῶν ἐξετάζεται, ἀλλὰ καὶ ἐργάτης ἐστὶν αὐτῶν καὶ φύλαξ, τοῦτο δ’ ἐστὶ μνήμων ὧν ἤκουσε καὶ ἤσκησεν, ὁ δὲ πλαστὸς οὔτε ἐργάζεται τὰς ἀρετὰς οὔτε φυλάττει, ἀλλὰ μόνον εἰσάγεται εἰς τὰ δόγματα ἀφθονίᾳ θεοῦ, μέλλων αὐτίκα φυγὰς ἀρετῆς ἔσεσθαι."],["55","διὰ τοῦτο ὃν μὲν μόνον τίθησιν ἐν τῷ παραδείσῳ, πλαστὸν καλεῖ, ὃν δὲ καὶ ἐργάτην καὶ φύλακα ἀποδείκνυσιν, οὐ πλαστόν, ἀλλὰ „ὃν ἐποίησε “· καὶ τοῦτον μὲν λαμβάνει, ἐκεῖνον δὲ ἐκβάλλει. ὃν δὲ λαμβάνει, τριῶν ἀξιοῖ, ἐξ ὧν συνέστηκεν ἡ εὐφυΐα, εὐθιξίας, ἐπιμονῆς, μνήμης· ἡ μὲν οὖν εὐθιξία θέσις ἐστὶν ἐν τῷ παραδείσῳ, ἡ δὲ ἐπιμονὴ πρᾶξις τῶν καλῶν [τὸ ἐργάζεσθαι τὰ καλά], ἡ δὲ μνήμη φυλακὴ καὶ διατήρησις τῶν ἁγίων δογμάτων. ὁ δὲ πλαστὸς νοῦς οὔτε μνημονεύει τὰ καλὰ οὔτε ἐργάζεται, μόνον δὲ εὔθικτός ἐστι· παρὸ καὶ τεθεὶς ἐν τῷ παραδείσῳ μικρὸν ὕστερον ἀποδιδράσκει καὶ ἐκβάλλεται."],["56","„Καὶ ἐξανέτειλεν ὁ θεὸς ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν, καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τῷ παραδείσῳ, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ “(Gen. 2, 9). ἃ φυτεύει ἐν τῇ ψυχῇ δένδρα ἀρετῆς, νῦν ὑπογράφει· ἔστι δὲ ταῦτα αἵ τε κατὰ μέρος ἀρεταὶ καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι καὶ τὰ κατορθώματα καὶ τὰ λεγόμενα παρὰ τοῖς φιλοσοφοῦσι καθήκοντα, ταῦτά ἐστι τοῦ παραδείσου τὰ φυτά."],["57","χαρακτηρίζει μέντοι γε αὐτὰ ταῦτα δηλῶν ὅτι τὸ ἀγαθὸν καὶ ὀφθῆναι κάλλιστόν ἐστι καὶ ἀπολαυσθῆναι· ἔνιαι γὰρ τῶν τεχνῶν θεωρητικαὶ μέν εἰσιν, οὐ πρακτικαὶ δέ, γεωμετρία ἀστρονομία, ἔνιαι δὲ πρακτικαὶ μέν, οὐ θεωρητικαὶ δέ, τεκτονικὴ χαλκευτικὴ καὶ ὅσαι βάναυσοι λέγονται· ἡ δὲ ἀρετὴ καὶ θεωρητική ἐστι καὶ πρακτική· καὶ γὰρ θεωρίαν ἔχει, ὁπότε καὶ ἡ ἐπ’ αὐτὴν ὁδὸς φιλοσοφία διὰ τῶν τριῶν αὐτῆς μερῶν, τοῦ λογικοῦ, τοῦ ἠθικοῦ, τοῦ φυσικοῦ, καὶ πράξεις· ὅλου γὰρ τοῦ βίου ἐστὶ τέχνη ἡ ἀρετή, ἐν ᾧ καὶ αἱ σύμπασαι πράξεις."],["58","ἀλλὰ καίτοι θεωρίαν ἔχουσα καὶ πρᾶξιν, πάλιν ἐν ἑκατέρῳ ὑπερβάλλει κατὰ τὸ κρεῖττον· καὶ γὰρ ἡ θεωρία τῆς ἀρετῆς παγκάλη καὶ ἡ πρᾶξις καὶ ἡ χρῆσις περιμάχητος. διὸ καί φησιν ὅτι καὶ „εἰς ὅρασίν ἐστιν ὡραῖον “, ὅπερ ἦν τοῦ θεωρητικοῦ σύμβολον, καὶ \" καλὸν εἰς βρῶσιν “, ὅπερ ἐστὶ τοῦ χρηστικοῦ καὶ πρακτικοῦ σημεῖον."],["59","τὸ δὲ ξύλον τῆς ζωῆς ἐστιν ἡ γενικωτάτη ἀρετή, ἥν τινες ἀγαθότητα καλοῦσιν, ἀφ’ ἧς αἱ κατὰ μέρος ἀρεταὶ συνίστανται. τούτου χάριν καὶ μέσον ἵδρυται τοῦ παραδείσου, τὴν συνεκτικωτάτην χώραν ἔχον, ἵνα ὑπὸ τῶν ἑκατέρωθεν βασιλέως τρόπον δορυφορῆται. οἱ δὲ λέγουσι τὴν καρδίαν ξύλον εἰρῆσθαι ζωῆς, ἐπειδὴ αἰτία τε τοῦ ζῆν ἐστι καὶ τὴν μέσην τοῦ σώματος χώραν ἔλαχεν, ὡς ἂν κατ’ αὐτοὺς ἡγεμονικὸν ὑπάρχουσα. ἀλλ’ οὗτοι μὲν ἰατρικὴν δόξαν ἐκτιθέμενοι μᾶλλον ἢ φυσικὴν μὴ λανθανέτωσαν, ἡμεῖς δέ, ὡς καὶ πρότερον ἐλέχθη, τὴν γενικωτάτην ἀρετὴν ξύλον εἰρῆσθαι ζωῆς λέγομεν."],["60","τοῦτο μὲν οὖν ῥητῶς φησιν ὅτι ἐστὶν ἐν μέσῳ τῷ παραδείσῳ· τὸ δὲ ἕτερον ξύλον, τὸ τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ δεδήλωκεν οὔτε εἰ ἐντὸς οὔτε εἰ ἐκτός ἐστι τοῦ παραδείσου, ἀλλ’ εἰπὼν οὕτως „καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ “εὐθὺς ἡσύχασεν οὐ δηλώσας ὅπου τετύχηκεν ὄν, ἵνα μὴ ὁ φυσιολογίας ἀμύητος τὸν ὄντα τῆς ἐπιστήμης θαυμάζῃ. τί οὖν χρὴ λέγειν; ὅτι τὸ ξύλον τοῦτο καὶ ἐν τῷ παραδείσῳ ἐστὶ καὶ ἐκτὸς αὐτοῦ, οὐσίᾳ μὲν ἐν αὐτῷ, δυνάμει δὲ ἐκτός."],["61","πῶς; τὸ ἡγεμονικὸν ἡμῶν πανδεχές ἐστι καὶ ἔοικε κηρῷ πάντας τύπους καλούς τε καὶ αἰσχροὺς δεχομένῳ· παρὸ καὶ ὁ πτερνιστὴς Ἰακὼβ ὁμολογεῖ φάσκων \" Ἐπ’ ἐμὲ ἐγένετο πάντα ταῦτα “(Gen. 42, 36)· ἐπὶ γὰρ μίαν οὖσαν τὴν ψυχὴν αἱ ἀμύθητοι τυπώσεις ἁπάντων τῶν ἐν τῷ παντὶ ἀναφέρονται· ὅταν μὲν οὖν δέξηται τὸν τῆς τελείας ἀρετῆς χαρακτῆρα, γέγονε τὸ τῆς ζωῆς ξύλον, ὅταν δὲ τὸν τῆς κακίας, γέγονε τὸ τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ· ἡ δὲ κακία πεφυγάδευται θείου χοροῦ· τὸ δεδεγμένον οὖν αὐτὴν ἡγεμονικὸν ἐν τῷ παραδείσῳ ἐστὶ κατὰ τὴν οὐσίαν, ἐν αὐτῷ γάρ ἐστι καὶ ὁ τῆς ἀρετῆς χαρακτὴρ οἰκεῖος ὢν τῷ παραδείσῳ, δυνάμει δὲ πάλιν οὐκ ἔστιν ἐν αὐτῷ, ὅτι ὁ τύπος ὁ κακίας ἀλλότριός ἐστι θείων ἀνατολῶν."],["62","ὃ δὲ λέγω, καὶ οὕτως ἄν τις καταμάθοι. νῦν ἐν τῷ σώματί μου τὸ ἡγεμονικόν ἐστι κατὰ τὴν οὐσίαν, δυνάμει δὲ ἐν Ἰταλίᾳ ἢ Σικελίᾳ, ὁπότε περὶ τῶν χωρῶν τούτων ἐπιλογίζεται, καὶ ἐν οὐρανῷ, ὁπότε περὶ οὐρανοῦ σκοπεῖ· παρὸ καὶ πολλάκις ἐν βεβήλοις ὄντες χωρίοις τινὲς κατὰ τὴν οὐσίαν ἐν ἱερωτάτοις ὑπάρχουσι φαντασιούμενοι τὰ ἀρετῆς, καὶ ἔμπαλιν ἐν τοῖς ἀδύτοις ὑπάρχοντες ἄλλοι τὴν διάνοιάν εἰσι βέβηλοι, τῷ τροπὰς πρὸς τὸ χεῖρον καὶ τύπους αὐτὴν λαμβάνειν φαύλους· ὥστε οὔτε ἐν τῷ παραδείσῳ ἡ κακία ἐστὶν οὔτε οὐχί ἐστι· δύναται μὲν γὰρ εἶναι κατ’ οὐσίαν, δυνάμει δὲ οὐ δύναται."],["63","„Ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς. ὄνομα τῷ ἑνὶ Φεισών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐιλάτ, ἐκεῖ οὗ ἐστι τὸ χρυσίον· τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος. καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γηών· οὗτος κυκλοῖ πᾶσαν τὴν γῆν Αἰθιοπίας. καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις· οὗτος ὁ πορευόμενος κατέναντι Ἀσσυρίων. ὁ δὲ ποταμὸς ὁ τέταρτος Εὐφράτης “(Gen. 2, 10— 14). διὰ τούτων βούλεται τὰς κατὰ μέρος ἀρετὰς ὑπογράφειν· εἰσὶ δὲ τὸν ἀριθμὸν τέτταρες, φρόνησις σωφροσύνη ἀνδρεία δικαιοσύνη. ὁ μὲν δὴ μέγιστος ποταμός, οὗ αἱ τέτταρες ἀπόρροιαι γεγόνασιν, ἡ γενική ἐστιν ἀρετή, ἣν ἀγαθότητα ὠνομάσαμεν, αἱ δὲ τέτταρες ἀπόρροιαι αἱ ἰσάριθμοι ἀρεταί."],["64","λαμβάνει μὲν οὖν τὰς ἀρχὰς ἡ γενικὴ ἀρετὴ ἀπὸ τῆς Ἐδέμ, τῆς τοῦ θεοῦ σοφίας, ἣ χαίρει καὶ γάνυται καὶ τρυφᾷ ἐπὶ μόνῳ τῷ πατρὶ αὐτῆς ἀγαλλομένη καὶ σεμνυνομένη θεῷ, αἱ δὲ ἐν εἴδει τέτταρες ἀπὸ τῆς γενικῆς, ἥτις ποταμοῦ δίκην ἄρδει τὰ κατορθώματα ἑκάσταις πολλῷ ῥεύματι καλῶν πράξεων."],["65","ἴδωμεν δὲ καὶ τὰς λέξεις. „ποταμὸς δὲ„ φησίν „ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον. “ποταμὸς ἡ γενική ἐστιν ἀρετή, ἡ ἀγαθότης· αὕτη ἐκπορεύεται ἐκ τῆς Ἐδέμ, τῆς τοῦ θεοῦ σοφίας· ἡ δέ ἐστιν ὁ θεοῦ λόγος· κατὰ γὰρ τοῦτον πεποίηται ἡ γενικὴ ἀρετή. τὸν παράδεισον δὲ ποτίζει ἡ γενικὴ ἀρετή, τουτέστι τὰς κατὰ μέρος ἀρετὰς ἄρδει. „ἀρχὰς “δὲ οὐ τὰς τοπικὰς λαμβάνει, ἀλλὰ τὰς ἡγεμονικάς· ἑκάστη γὰρ τῶν ἀρετῶν ἡγεμονὶς καὶ βασιλὶς ὡς ἀληθῶς ἐστι. τὸ δὲ „ἀφορίζεται “ἴσον ἐστὶ τῷ ὅροις πεπεράτωται· ἡ μὲν φρόνησις περὶ τὰ ποιητέα ὅρους αὐτοῖς τιθεῖσα, ἡ δὲ ἀνδρεία τοῖς ὑπομενετέοις, ἡ δὲ σωφροσύνη τοῖς αἱρετέοις,"],["66","ἡ δὲ δικαιοσύνη τοῖς ἀπονεμητέοις. „ὄνομα τῷ ἑνὶ Φεισών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐιλάτ, ἐκεῖ οὗ ἐστι τὸ χρυσίον, τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος. “τῶν τεττάρων ἀρετῶν ἓν εἶδός ἐστιν ἡ φρόνησις, ἣν Φεισὼν ὠνόμασε παρὰ τὸ φείδεσθαι καὶ φυλάττειν τὴν ψυχὴν ἀπὸ ἀδικημάτων. χορεύει δὲ καὶ κύκλῳ περίεισι τὴν γῆν Εὐιλάτ, τοῦτο δέ ἐστι, τὴν εὐμενῆ καὶ πραεῖαν καὶ ἵλεων κατάστασιν περιέπει· καθάπερ δὲ τῆς χυτῆς οὐσίας ἡ κρατίστη καὶ δοκιμωτάτη χρυσός ἐστιν, οὕτως καὶ ψυχῆς ἡ δοκιμωτάτη ἀρετὴ φρόνησις γέγονε."],["67","τὸ δὲ „ἐκεῖ οὗ ἐστι τὸ χρυσίον “οὐκ ἔστι τοπικὸν τοιοῦτον, ἐκεῖ ὅπου ἐστὶ τὸ χρυσίον, ἀλλ’ ἐκεῖ οὗ κτῆμά ἐστιν ἡ χρυσαυγὴς καὶ πεπυρωμένη καὶ τιμία φρόνησις· κτῆμα δὲ θεοῦ κάλλιστον ἥδε ἀνωμολόγηται. κατὰ δὲ τὸν τόπον τῆς φρονήσεως δύο εἰσὶ ποιοί, ὅ τε φρόνιμος καὶ ὁ φρονῶν, οὓς ἄνθρακι καὶ λίθῳ πρασίνῳ παραβέβληκεν."],["68","„καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γηών· οὗτος κυκλοῖ πᾶσαν τὴν γῆν Αἰθιοπίας. \" συμβολικῶς ἐστιν ὁ ποταμὸς οὗτος ἡ ἀνδρεία· ἑρμηνευθὲν γὰρ τὸ Γηὼν ὄνομά ἐστι στῆθος ἢ κερατίζων· ἑκάτερον δὲ ἀνδρείας μηνυτικόν· περί τε γὰρ τὰ στήθη, ὅπου καὶ ἡ καρδία, διατρίβει καὶ πρὸς ἄμυναν εὐτρέπισται· ἐπιστήμη γάρ ἐστιν ὑπομενετέων καὶ οὐχ ὑπομενετέων καὶ οὐδετέρων. περικυκλοῖ δὲ καὶ περικάθηται προσπολεμοῦσα τὴν Αἰθιοπίαν, ἧς ἐστιν ἑρμηνευθὲν τοὔνομα ταπείνωσις· ταπεινὸν δὲ ἡ δειλία, ἡ δὲ ἀνδρεία ταπεινώσει καὶ δειλίᾳ πολέμιον."],["69","„καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις, οὗτος ὁ πορευόμενος κατέναντι Ἀσσυρίων. “τρίτη ἐστὶν ἀρετὴ σωφροσύνη, ἀντιστατοῦσα τῇ κατευθύνειν δοκούσῃ τὴν ἀνθρωπίνην ἀσθένειαν ἡδονῇ· Ἀσσύριοι γὰρ εὐθύνοντες Ἑλλάδι γλώττῃ καλοῦνται. τίγριδι δὲ τῷ ἀτιθασωτάτῳ ζῴῳ τὴν ἐπιθυμίαν εἴκασε, περὶ ἣν ἡ σωφροσύνη πραγματεύεται."],["70","ἄξιον μέντοι ἀπορῆσαι, διὰ τί δευτέρα μὲν ἀνδρεία, τρίτη δὲ σωφροσύνη, πρώτη δὲ φρόνησις εἴρηται, καὶ οὐχ ἑτέραν τῶν ἀρετῶν τάξιν δεδήλωκε. νοητέον οὖν ὅτι ἐστὶν ἡμῶν τριμερὴς ἡ ψυχὴ καὶ ἔχει μέρος τὸ μὲν λογικόν, τὸ δὲ θυμικόν, τὸ δὲ ἐπιθυμητικόν. καὶ συμβέβηκε τοῦ μὲν λογικοῦ χωρίον εἶναι καὶ ἐνδιαίτημα τὴν κεφαλήν, τοῦ δὲ θυμικοῦ τὰ στέρνα, τοῦ δὲ ἐπιθυμητικοῦ τὸ ἦτρον, ἀρετὴν δὲ ἑκάστῳ τῶν μερῶν οἰκείαν προσηρμόσθαι, τῷ μὲν λογικῷ φρόνησιν, λογισμοῦ γάρ ἐστιν ἐπιστήμην ἔχειν ὧν τε δεῖ ποιεῖν καὶ ὧν μή, τῷ δὲ θυμικῷ ἀνδρείαν, τῷ δὲ ἐπιθυμητικῷ σωφροσύνην, σωφροσύνῃ γὰρ τὰς ἐπιθυμίας ἀκούμεθα καὶ ἰώμεθα."],["71","ὥσπερ οὖν κεφαλὴ μὲν πρῶτον τοῦ ζῴου καὶ ἀνωτάτω μέρος ἐστί, δεύτερον δὲ στέρνα, τρίτον δὲ ἦτρον, καὶ πάλιν ψυχῆς πρῶτον μὲν τὸ λογικόν, δεύτερον δὲ τὸ θυμικόν, τρίτον δὲ τὸ ἐπιθυμητικόν, οὕτως καὶ τῶν ἀρετῶν πρώτη μὲν ἡ περὶ τὸ πρῶτον μέρος τῆς ψυχῆς, ὃ δὴ λογικόν ἐστι, καὶ τοῦ σώματος διατρίβουσα κεφαλὴν φρόνησις, δευτέρα δὲ ἀνδρεία, ὅτι περὶ τὸ δεύτερον μέρος ψυχῆς μὲν θυμόν, σώματος δὲ τὰ στέρνα φωλεύει, τρίτη δὲ σωφροσύνη, ὅτι περὶ τὸ ἦτρον, ὃ δὴ τρίτον ἐστὶ τοῦ σώματος, καὶ περὶ τὸ ἐπιθυμητικόν, ὃ τρίτην εἴληχε χώραν ἐν ψυχῇ, πραγματεύεται."],["72","\" ὁ δὲ ποταμὸς “φησίν \" ὁ τέταρτος Εὐφράτης. “καρποφορία καλεῖται ὁ Εὐφράτης, ἔστι δὲ συμβολικῶς ἀρετὴ τετάρτη, δικαιοσύνη, καρποφόρος τῷ ὄντι καὶ εὐφραίνουσα τὴν διάνοιαν. πότε οὖν γίνεται; ὅταν τὰ τρία μέρη τῆς ψυχῆς συμφωνίαν ἔχῃ· συμφωνία δὲ αὐτοῖς ἐστιν ἡ τοῦ κρείττονος ἡγεμονία, οἷον ὅταν τὰ δύο, τό τε θυμικὸν καὶ τὸ ἐπιθυμητικόν, ἡνιοχῶνται καθάπερ ἵπποι ὑπὸ τοῦ λογικοῦ, τότε γίνεται δικαιοσύνη· δίκαιον γὰρ τὸ μὲν κρεῖττον ἄρχειν ἀεὶ καὶ πανταχοῦ, τὸ δὲ χεῖρον ἄρχεσθαι· κρεῖττον μὲν δὴ τὸ λογικόν, χεῖρον δὲ τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμικόν."],["73","ὅταν δὲ ἔμπαλιν ἀφηνιάσῃ καὶ ἀναχαιτίσῃ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία καὶ τὸν ἡνίοχον, λέγω δὲ τὸν λογισμόν, τῇ βίᾳ τῆς ὁρμῆς κατασύρῃ καὶ ὑποζεύξῃ, ἑκάτερον δὲ πάθος λάβηται τῶν ἡνιῶν, ἀδικία κρατεῖ· ἀνάγκη γὰρ ἀπειρίᾳ καὶ κακίᾳ τοῦ ἡνιόχου τὰ ὑπεζευγμένα κατὰ κρημνῶν φέρεσθαι καὶ βαράθρων, ὥσπερ"],["74","ἐμπειρίᾳ καὶ ἀρετῇ διασῴζεσθαι. ἔτι καὶ οὕτως ἴδωμεν τὸ προκείμενον. Φεισὼν ἑρμηνεύεται στόματος ἀλλοίωσις, Εὐιλὰτ δὲ ὠδίνουσα· καὶ διὰ τούτων ἡ φρόνησις ἐμφαίνεται. οἱ μὲν γὰρ πολλοὶ φρόνιμον νομίζουσι τὸν εὑρετὴν λόγων σοφιστικῶν καὶ δεινὸν ἑρμηνεῦσαι τὸ νοηθέν, Μωυσῆς δὲ λογοφίλην μὲν αὐτὸν οἶδε, φρόνιμον δὲ οὐδαμῶς. ἐν ἀλλοιώσει γὰρ τοῦ στόματος, τουτέστι τοῦ ἑρμηνευτικοῦ λόγου, ἡ φρόνησις θεωρεῖται· ὅπερ ἦν μὴ ἐν λόγῳ τὸ φρονεῖν, ἀλλ’ ἐν ἔργῳ θεωρεῖσθαι καὶ σπουδαίαις πράξεσι."],["75","κύκλον δὲ περιτίθησι καὶ ὡσανεὶ τεῖχος ἡ φρόνησις τῇ Εὐιλὰτ τῇ ὠδινούσῃ ἀφροσύνῃ πρὸς πολιορκίαν αὐτῆς καὶ καθαίρεσιν· ἀφροσύνῃ δὲ κύριον ὄνομά ἐστιν ὠδίνουσα, ὅτι ὁ ἄφρων νοῦς ἀνεφίκτων ἐρῶν ἑκάστοτε ἐν ὠδῖσίν ἐστιν, ὅτε χρημάτων ἐρᾷ, [ὠδίνει,] ὅτε δόξης, ὅτε ἡδονῆς, ὅτε ἄλλου τινός."],["76","ἐν ὠδῖσι δὲ ὢν οὐδέποτε τίκτει· οὐ γὰρ πέφυκε γόνιμον οὐδὲν τελεσφορεῖν ἡ τοῦ φαύλου ψυχή· ἃ δ’ ἂν καὶ δοκῇ προφέρειν, ἀμβλωθρίδια εὑρίσκεται καὶ ἐκτρώματα, κατεσθίοντα τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς, ἴσα θανάτῳ ψυχικῷ. παρὸ καὶ δεῖται ὁ ἱερὸς λόγος Ἀαρὼν τοῦ θεοφιλοῦς Μωυσέως ἰάσασθαι τὴν τροπὴν τῆς Μαριάμ, ἵνα μὴ γένηται ἐν ὠδῖνι κακῶν ἡ ψυχή, διὸ καί φησι· „μὴ γένηται ὡς ἴσον θανάτῳ, ὡς ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρός, καὶ κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς “(Num. 12, 12)."],["77","\" Ἐκεῖ \" οὖν φησιν „οὗ ἐστι τὸ χρυσίον “(Gen. 2, 11). οὐ λέγει ἐκεῖ εἶναι τὸ χρυσίον μόνον, ἀλλὰ \" ἐκεῖ οὗ ἐστιν. “ἡ γὰρ φρόνησις, ἣν εἴκασε χρυσίῳ, ἀδόλῳ καὶ καθαρᾷ καὶ πεπυρωμένῃ καὶ δεδοκιμασμένῃ καὶ τιμίᾳ φύσει, ἐκεῖ μέν ἐστιν ἐν τῇ τοῦ θεοῦ σοφίᾳ, ἐκεῖ δὲ οὖσα οὐκ ἔστι τῆς σοφίας κτῆμα, ἀλλὰ οὗ καὶ ἡ σοφία ἐστὶν αὐτή, τοῦ δημιουργοῦ καὶ κτωμένου θεοῦ."],["78","„τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν “(Gen. 2, 12). οὐκοῦν ἐστιν ἕτερον χρυσίον οὐχὶ καλόν; πάνυ γε· διττὸν γὰρ φρονήσεως γένος, τὸ μὲν καθόλου, τὸ δὲ ἐπὶ μέρους· ἡ μὲν οὖν ἐν ἐμοὶ φρόνησις ἐκ μέρους οὖσα οὐ καλή, φθαρέντος γάρ μου συμφθείρεται· ἡ δὲ καθόλου φρόνησις ἡ οἰκοῦσα τὴν τοῦ θεοῦ σοφίαν καὶ τὸν οἶκον αὐτοῦ καλή, ἄφθαρτος γὰρ ἐν ἀφθάρτῳ οἴκῳ διαμένει."],["79","\" καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος “(ibid.), οἱ δύο ποιοί, ὅ τε φρόνιμος καὶ ὁ φρονῶν, ὁ μὲν συνιστάμενος κατὰ τὴν φρόνησιν, ὁ δὲ φρονῶν κατὰ τὸ φρονεῖν· τούτων γὰρ ἕνεκα τῶν ποιῶν ἔσπειρεν ὁ θεὸς ἐν τῷ γηγενεῖ φρόνησίν τε καὶ ἀρετήν· τί γὰρ ὄφελος ἦν αὐτῆς, εἰ μὴ οἱ δεξόμενοι λογισμοὶ ὑπῆρχον καὶ τοὺς τύπους αὐτῆς ἐναπομαξόμενοι; ὥστ’ εἰκότως ἐκεῖ ἐστιν, ὅπου ἡ φρόνησις, ὅ τε φρόνιμος καὶ ὁ φρονῶν, οἱ δύο λίθοι."],["80","μήποτε δὲ ὁ Ἰούδας ἐστὶ καὶ ὁ Ἰσσάχαρ· ὁ γὰρ τῆς τοῦ θεοῦ φρονήσεως ἀσκητὴς ἐξομολογεῖται εὐχαριστικῶς τῷ τὸ ἀγαθὸν ἀφθόνως δωρησαμένῳ, ὁ δὲ καὶ τὰ καλὰ καὶ σπουδαῖα ἐργάζεται· τοῦ μὲν οὖν ἐξομολογουμένου ὁ Ἰούδας σύμβολον, ἐφ’ οὗ καὶ ἵσταται τίκτουσα ἡ Λεία (Gen. 29, 35), τοῦ δὲ ἐργαζομένου τὰ καλὰ ὁ Ἰσσάχαρ, „ὑπέθηκε γὰρ τὸν ὦμον εἰς τὸ πονεῖν καὶ ἐγένετο ἀνὴρ γεωργός “(Gen. 49, 15), ἐφ’ οὗ φησι Μωυσῆς σπαρέντος καὶ φυτευθέντος ἐν ψυχῇ „ἔστι μισθός “(Gen. 30, 18), ὅπερ ἦν οὐκ ἀτελὴς ὁ πόνος ἀλλὰ στεφανούμενος ὑπὸ θεοῦ καὶ μισθοδοτούμενος."],["81","ὅτι δὲ τούτων ποιεῖται μνήμην, δι’ ἑτέρων δηλοῖ, ὅταν ἐπὶ τοῦ ποδήρους φῇ· „καὶ συνυφανεῖς ἐν αὐτῷ λίθον τετράστιχον· στίχος λίθων ἔσται, σάρδιον τοπάζιον σμάραγδος ὁ στίχος ὁ εἷς “— Ῥουβὴν Συμεὼν Λευί—· „καὶ ὁ στίχος “φησίν \" ὁ δεύτερος ἄνθραξ καὶ σάπφειρος„ (Exod. 28, 17. 18)· ὁ δὲ σάπφειρος πράσινος λίθος ἐστίν. ἐγγέγλυπται δὲ τῷ μὲν ἄνθρακι ὁ Ἰούδας, τέταρτος γάρ, τῷ δὲ σαπφείρῳ ὁ Ἰσσάχαρ."],["82","διὰ τί οὖν οὐχ ὥσπερ λίθον πράσινον εἴρηκεν, οὕτως καὶ λίθον ἀνθράκινον; ὅτι ὁ μὲν Ἰούδας ὁ ἐξομολογητικὸς τρόπος ἄυλός ἐστι καὶ ἀσώματος· καὶ γὰρ αὐτὸ τοὔνομα τὸ τῆς ἐξομολογήσεως ἐμφαίνει τὴν ἐκτὸς ἑαυτοῦ ὁμολογίαν· ὅταν γὰρ ἐκβῇ ὁ νοῦς ἑαυτοῦ καὶ ἑαυτὸν ἀνενέγκῃ θεῷ, ὥσπερ ὁ γέλως Ἰσαάκ, τηνικαῦτα ὁμολογίαν τὴν πρὸς τὸν ὄντα ποιεῖται· ἕως δὲ ἑαυτὸν ὑποτίθεται ὡς αἴτιόν τινος, μακρὰν ἀφέστηκε τοῦ παραχωρεῖν θεῷ καὶ ὁμολογεῖν αὐτῷ· καὶ αὐτὸ γὰρ τοῦτο τὸ ἐξομολογεῖσθαι νοητέον ὅτι ἔργον ἐστὶν οὐχὶ τῆς ψυχῆς, ἀλλὰ τοῦ φαίνοντος αὐτῇ"],["83","θεοῦ τὸ εὐχάριστον. ἄυλος μὲν δὴ ὁ ἐξομολογούμενος Ἰούδας. τῷ δὲ ἐκ πόνου προεληλυθότι Ἰσσάχαρ δεῖ καὶ ὕλης σωματικῆς· ἐπεὶ πῶς ἀναγνώσεται χωρὶς ὀμμάτων ὁ ἀσκητής; πῶς δὲ ἀκούσεται τῶν προτρεπτικῶν λόγων χωρὶς ἀκοῆς; πῶς δὲ σιτίων καὶ ποτῶν ἐφίξεται δίχα γαστρὸς καὶ τῆς περὶ αὐτὴν τερατουργίας; διὰ τοῦτο λίθῳ ἀπεικάσθη."],["84","καὶ τὰ χρώματα μέντοι διάφορα· τῷ μὲν γὰρ ἐξομολογητικῷ οἰκεία χροιὰ ἡ τοῦ ἄνθρακος, πεπύρωται γὰρ ἐν εὐχαριστίᾳ θεοῦ καὶ μεθύει τὴν νήφουσαν μέθην, τῷ δὲ ἔτι πονοῦντι ἡ τοῦ πρασίνου λίθου, ὠχροὶ γὰρ οἱ ἐν ἀσκήσει διά τε τὸν τρύχοντα πόνον καὶ διὰ δέος τοῦ μὴ τυχεῖν ἂν ἴσως τοῦ κατ’ εὐχὴν τέλους."],["85","Ἄξιον δὲ διαπορῆσαι, διὰ τί οἱ μὲν δύο ποταμοὶ ὁ Φεισὼν καὶ ὁ Γηὼν κυκλοῦσι χώρας, ὁ μὲν τὴν Εὐιλάτ, ὁ δὲ τὴν Αἰθιοπίαν, τῶν δὲ λοιπῶν οὐδέτερος, ἀλλ’ ὁ μὲν Τίγρις κατέναντι Ἀσσυρίων λέγεται εἶναι, ὁ δὲ Εὐφράτης οὐδενός· καίτοι γε πρὸς τὸ ἀληθὲς ὁ Εὐφράτης καὶ περιρρεῖ τινας χώρας καὶ ἀντικρὺς ἔχει πολλάς. ἀλλ’ οὐκ ἔστι περὶ τοῦ ποταμοῦ ὁ λόγος, ἀλλὰ περὶ ἤθους ἐπανορθώσεως."],["86","λεκτέον οὖν ὅτι ἡ μὲν φρόνησις καὶ ἡ ἀνδρεία δύνανται κύκλον καὶ τεῖχος βαλέσθαι κατὰ τῶν ἐναντίων κακιῶν, ἀφροσύνης τε καὶ δειλίας, καὶ ἑλεῖν αὐτάς· ἀσθενεῖς γὰρ καὶ εὐάλωτοι ἀμφότεραι, καὶ γὰρ ὁ ἄφρων εὔληπτος τῷ φρονίμῳ καὶ ὁ δειλὸς ὑποπέπτωκε τῷ ἀνδρείῳ· ἡ δὲ σωφροσύνη ἀδυνατεῖ κυκλώσασθαι τὴν ἐπιθυμίαν καὶ ἡδονήν· χαλεπαὶ γὰρ ἀντίπαλοι καὶ δυσκαθαίρετοι. οὐχ ὁρᾷς ὅτι καὶ οἱ ἐγκρατέστατοι ἀνάγκῃ τοῦ θνητοῦ παραγίνονται ἐπὶ σιτία καὶ ποτά, ἐξ ὧν αἱ γαστρὸς ἡδοναὶ συνεστᾶσιν; ἀγαπητὸν οὖν ἐστιν ἀντιβῆναι καὶ μαχέσασθαι τῷ γένει τῆς ἐπιθυμίας. διὸ καὶ κατέναντι Ἀσσυρίων ἐστὶν ὁ Τίγρις ποταμός, ἡ σωφροσύνη τῆς ἡδονῆς."],["87","ἡ δέ γε δικαιοσύνη, καθ’ ἣν ὁ Εὐφράτης ποταμὸς συνίσταται, οὔτε πολιορκεῖ καὶ περιτειχίζει τινὰ οὔτε ἀντιστατεῖ· διὰ τί; ὅτι ἀπονεμητικὴ τῶν κατ’ ἀξίαν ἐστὶν ἡ δικαιοσύνη καὶ τέτακται οὔτε κατὰ τὸν κατήγορον οὔτε κατὰ τὸν ἀπολογούμενον, ἀλλὰ κατὰ τὸν δικαστήν. ὥσπερ οὖν ὁ δικαστὴς οὔτε νικῆσαί τινας προῄρηται οὔτε πολεμῆσαί τισι καὶ ἐναντιωθῆναι, γνώμην δὲ ἀποφηνάμενος βραβεύει τὸ δίκαιον, οὕτως ἡ δικαιοσύνη οὐδενὸς οὖσα ἀντίδικος ἀπονέμει τὸ κατ’ ἀξίαν ἑκάστῳ πράγματι."],["88","„Καὶ ἔλαβε κύριος ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἐποίησε καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν “(Gen. 2, 15). τοῦ πλασθέντος διαφέρει ὃν ἐποίησεν ὁ θεὸς ἄνθρωπον, ὡς εἶπον· ὁ μὲν γὰρ πλασθεὶς νοῦς ἐστι γεωδέστερος, ὁ δὲ ποιηθεὶς ἀυλότερος, φθαρτῆς ὕλης ἀμέτοχος, καθαρωτέρας καὶ εἱλικρινεστέρας τετυχηκὼς συστάσεως."],["89","τοῦτον οὖν τὸν καθαρὸν νοῦν λαμβάνει ὁ θεός, οὐκ ἐῶν ἐκτὸς ἑαυτοῦ βαίνειν, καὶ λαβὼν τίθησιν ἐν ταῖς ἐρριζωμέναις καὶ βλαστανούσαις ἀρεταῖς, ἵνα ἐργάζηται αὐτὰς καὶ φυλάττῃ. πολλοὶ γὰρ ἀσκηταὶ γενόμενοι τῆς ἀρετῆς ἐπὶ τοῦ τέλους μετέβαλον· ᾧ δὲ παρέχει ὁ θεὸς ἐπιστήμην βεβαίαν, τούτῳ δίδωσιν ἀμφότερα, ἐργάζεσθαί τε τὰς ἀρετὰς καὶ μηδέποτε αὐτῶν ἀφίστασθαι, ἀλλ’ ἀεὶ ταμιεύειν καὶ φυλάττειν ἑκάστην. τὸ μὲν οὖν „ἐργάζεσθαι “ἀντὶ τοῦ πράττειν, τὸ δὲ „φυλάττειν “ἀντὶ τοῦ μνημονεύειν."],["90","„Καὶ ἐνετείλατο κύριος ὁ θεὸς τῷ Ἀδὰμ λέγων· ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ’ αὐτοῦ· ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε “(Gen. 2, 16. 17). ποίῳ Ἀδὰμ ἐντέλλεται καὶ τίς ἐστιν οὗτος, διαπορητέον· οὐ γὰρ μέμνηται πρότερον αὐτοῦ, νυνὶ δὲ πρῶτον ὠνόμακεν αὐτόν. μήποτ’ οὖν βούλεταί σοι τοῦ πλαστοῦ ἀνθρώπου παραστῆσαι τοὔνομα. κάλει δή, φησίν, αὐτὸν γῆν· τοῦτο γὰρ Ἀδὰμ ἑρμηνεύεται, ὥστε ὅταν ἀκούῃς Ἀδάμ, γήϊνον καὶ φθαρτὸν νοῦν εἶναι νόμιζε· ὁ γὰρ κατ’ εἰκόνα οὐ γήϊνος, ἀλλ’ οὐράνιος."],["91","ζητητέον δέ, διὰ τί πᾶσιν ἐπιτιθεὶς τοῖς ἄλλοις τὰ ὀνόματα οὐκ ἐπιτέθεικεν ἑαυτῷ. τί οὖν λεκτέον; ὁ νοῦς ὁ ἐν ἑκάστῳ ἡμῶν τὰ μὲν ἄλλα δύναται καταλαβεῖν, ἑαυτὸν δὲ γνωρίσαι ἀδυνάτως ἔχει· ὥσπερ γὰρ ὁ ὀφθαλμὸς τὰ μὲν ἄλλα ὁρᾷ, ἑαυτὸν δὲ οὐχ ὁρᾷ, οὕτως καὶ ὁ νοῦς τὰ μὲν ἄλλα νοεῖ, ἑαυτὸν δὲ οὐ καταλαμβάνει· εἰπάτω γάρ, τίς τέ ἐστι καὶ ποταπός, πνεῦμα ἢ αἷμα ἢ πῦρ ἢ ἀὴρ ἢ ἕτερόν τι [σῶμα], ἢ τοσοῦτόν γε ὅτι σῶμά ἐστιν ἢ πάλιν ἀσώματον. εἶτ’ οὐκ εὐήθεις οἱ περὶ θεοῦ σκεπτόμενοι οὐσίας; οἳ γὰρ τῆς ἰδίας ψυχῆς τὴν οὐσίαν οὐκ ἴσασι, πῶς ἂν περὶ τῆς τῶν ὅλων ψυχῆς ἀκριβώσαιεν; ἡ γὰρ τῶν ὅλων ψυχὴ ὁ θεός ἐστι κατὰ ἔννοιαν."],["92","εἰκότως οὖν ὁ Ἀδάμ, τουτέστιν ὁ νοῦς, τὰ ἄλλα ὀνομάζων καὶ καταλαμβάνων ἑαυτῷ ὄνομα οὐκ ἐπιτίθησιν, ὅτι ἑαυτὸν ἀγνοεῖ καὶ τὴν ἰδίαν φύσιν. ἐντέλλεται δὲ τούτῳ καὶ οὐχὶ τῷ κατ’ εἰκόνα καὶ κατὰ τὴν ἰδέαν γεγονότι· ἐκεῖνος μὲν γὰρ καὶ δίχα προτροπῆς ἔχει τὴν ἀρετὴν αὐτομαθῶς, οὗτος δ’ ἄνευ διδασκαλίας οὐκ ἂν φρονήσεως ἐπιλάχοι."],["93","διαφέρει δὲ τρία ταῦτα· πρόσταξις, ἀπαγόρευσις, ἐντολὴ καὶ παραίνεσις· ἡ μὲν γὰρ ἀπαγόρευσις περὶ ἁμαρτημάτων γίνεται καὶ πρὸς φαῦλον, ἡ δὲ πρόσταξις περὶ κατορθωμάτων, ἡ δὲ παραίνεσις πρὸς τὸν μέσον, τὸν μήτε φαῦλον μήτε σπουδαῖον· οὔτε γὰρ ἁμαρτάνει, ὡς ἀπαγορεύειν ἄν τινα αὐτῷ, οὔτε κατορθοῖ κατὰ τὴν τοῦ ὀρθοῦ λόγου πρόσταξιν, ἀλλὰ χρείαν ἔχει παραινέσεως τῆς ἀνέχειν μὲν τῶν φαύλων διδασκούσης, προτρεπούσης δὲ ἐφίεσθαι τῶν ἀστείων."],["94","τῷ μὲν οὖν τελείῳ τῷ κατ’ εἰκόνα προστάττειν ἢ ἀπαγορεύειν ἢ παραινεῖν οὐχὶ δεῖ, οὐδενὸς γὰρ τούτων ὁ τέλειος δεῖται, τῷ δὲ φαύλῳ προστάξεως καὶ ἀπαγορεύσεως χρεία, τῷ δὲ νηπίῳ παραινέσεως καὶ διδασκαλίας, ὥσπερ τῷ τελείῳ γραμματικῷ ἢ μουσικῷ οὐδενὸς δεῖ παραγγέλματος τῶν εἰς τὰς τέχνας, τῷ δὲ σφαλλομένῳ περὶ τὰ θεωρήματα ὡσανεί τινων νόμων προστάξεις καὶ ἀπαγορεύσεις ἐχόντων, τῷ δὲ ἄρτι μανθάνοντι διδασκαλίας."],["95","εἰκότως οὖν τῷ γηίνῳ νῷ μήτε φαύλῳ ὄντι μήτε σπουδαίῳ ἀλλὰ μέσῳ τὰ νῦν ἐντέλλεται καὶ παραινεῖ. ἡ δὲ παραίνεσις γίνεται δι’ ἀμφοτέρων τῶν κλήσεων καὶ τοῦ κυρίου καὶ τοῦ θεοῦ, „ἐνετείλατο “γὰρ „κύριος ὁ θεός “, ἵνα, εἰ μὲν πείθοιτο ταῖς παραινέσεσιν, ὑπὸ τοῦ θεοῦ εὐεργεσιῶν ἀξιωθείη, εἰ δὲ ἀφηνιάζοι, ὑπὸ τοῦ κυρίου ὡς δεσπότου καὶ ἐξουσίαν ἔχοντος σκορακίζοιτο."],["96","διόπερ καὶ ὅτε ἐκβάλλεται τοῦ παραδείσου, τὰς αὐτὰς κλήσεις παρείληφε, λέγει γάρ· „καὶ ἐξαπέστειλεν αὐτὸν κύριος ὁ θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη “(Gen. 3, 23), ἵνα, ἐπεὶ καὶ ὡς δεσπότης ὁ κύριος καὶ ὡς εὐεργέτης ὁ θεὸς ἐνετέλλετο, πάλιν ὡς ἀμφότερα ὢν τὸν παρακούσαντα τιμωρῆται· δι’ ὧν γὰρ προὔτρεπε δυνάμεων, διὰ τούτων τὸν ἀπειθοῦντα ἀποπέμπεται."],["97","Ἃ δὲ παραινεῖ, ταῦτά ἐστιν· „ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ “(Gen. 2, 16). προτρέπει τὴν τοῦ ἀνθρώπου ψυχὴν μὴ ἀφ’ ἑνὸς ξύλου μηδ’ ἀπὸ μιᾶς ἀρετῆς ἀλλ’ ἀπὸ πασῶν τῶν ἀρετῶν ὠφελεῖσθαι· τὸ γὰρ φαγεῖν σύμβολόν ἐστι τροφῆς ψυχικῆς· τρέφεται δὲ ἡ ψυχὴ ἀναλήψει τῶν καλῶν καὶ πράξει τῶν κατορθωμάτων."],["98","μὴ μόνον δέ φησι „φάγῃ “, ἀλλὰ καὶ „βρώσει “, τουτέστι καταλέσας καὶ ἐπιλεάνας μὴ ἰδιώτου ἀλλ’ ἀθλητοῦ τρόπον τὴν τροφήν, ἵνα ἰσχὺν καὶ δύναμιν περιποιήσῃ· καὶ γὰρ τοῖς ἀθληταῖς οἱ ἀλεῖπται παραγγέλλουσι μὴ κάπτειν, ἀλλὰ κατὰ σχολὴν λεαίνειν, ἵνα πρὸς ἰσχὺν ἐπιδιδῶσιν· ἑτέρως γὰρ ἐγὼ καὶ ὁ ἀθλητὴς τρεφόμεθα, ἐγὼ μὲν γὰρ ἕνεκα τοῦ ζῆν μόνον, ὁ δὲ ἀθλητὴς καὶ ἕνεκα τοῦ πιαίνεσθαι καὶ ῥώννυσθαι, παρὸ καὶ ἕν τι τῶν ἀσκητικῶν ἐστι τὸ λεαίνεσθαι τροφήν. τὸ „βρώσει φαγεῖν “ἐστι τοιοῦτον. ἔτι δὲ ἀκριβέστερον διατυπώσωμεν αὐτό."],["99","τὸ τιμᾶν τοὺς γονεῖς ἐδώδιμον καὶ τρόφιμόν ἐστιν· ἀλλ’ ἑτέρως οἱ ἀγαθοὶ καὶ οἱ φαῦλοι τιμῶσιν, οἱ μὲν γὰρ διὰ τὸ ἔθος, οἵτινες οὐ βρώσει ἐσθίουσιν, ἀλλὰ μόνον ἐσθίουσι· πότε οὖν καὶ βρώσει; ὅταν ἀναπτύξαντες καὶ τὰς αἰτίας ἐρευνήσαντες κρίνωσιν ἑκουσίως, ὅτι καλὸν τοῦτ’ ἐστίν· αἱ δὲ αἰτίαι τοιαῦται· ἐγέννησαν ἡμᾶς, ἔθρεψαν, ἐπαίδευσαν, πάντων αἴτιοι γεγόνασιν ἀγαθῶν. πάλιν ἐδώδιμον τὸ τὸν ὄντα τιμᾶσθαι· τότε δὲ „βρώσει “, ὅταν καὶ μετὰ τῆς τοῦ κεφαλαίου ἀναπτύξεως καὶ τῆς τῶν αἰτιῶν ἀποδόσεως."],["100","„ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ’ αὐτοῦ “(Gen. 2, 17). οὐκοῦν οὐκ ἔστιν ἐν τῷ παραδείσῳ τὸ ξύλον τοῦτο· εἰ γὰρ ἀπὸ παντὸς ἐσθίειν παραγγέλλει τῶν ἐν τῷ παραδείσῳ, ἀπὸ δὲ τούτου μὴ φαγεῖν, δῆλον ὅτι οὐκ ἔστιν ἐν τῷ παραδείσῳ· καὶ φυσικῶς· ἔστι γάρ, ὡς ἔφην, οὐσίᾳ καὶ οὐκ ἔστι δυνάμει. ὥσπερ γὰρ ἐν τῷ κηρῷ δυνάμει μέν εἰσι πᾶσαι αἱ σφραγῖδες, ἐντελεχείᾳ δὲ μόνη ἡ τετυπωμένη, οὕτως καὶ ἐν τῇ ψυχῇ κηροειδεῖ ὑπαρχούσῃ πάντες οἱ τύποι περιέχονται δυνάμει, οὐκ ἀποτελέσματι, κρατεῖ δὲ ὁ εἷς χαραχθεὶς ἐν αὐτῇ, ἕως μὴ ἀπαλήλιπται ὑφ’ ἑτέρου ἐναργέστερον καὶ ἐκδήλως μᾶλλον ἐπιχαράξαντος."],["101","ἑξῆς κἀκεῖνο διαπορητέον· ὅτε μὲν παραινεῖ ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου ἐσθίειν, ἕνα προτρέπει, ὅτε δὲ ἀπαγορεύει χρῆσθαι τῷ πονηροῦ καὶ καλοῦ αἰτίῳ, πλείοσι διαλέγεται· ἐκεῖ μὲν γάρ φησιν „ἀπὸ παντὸς φάγῃ “, ἐνταῦθα δὲ „οὐ φάγεσθε “καὶ „ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε “, οὐχὶ φάγῃς, καὶ „ἀποθανεῖσθε “, οὐχὶ ἀποθανῇ."],["102","λεκτέον οὖν τάδε, ὅτι πρῶτον μὲν σπάνιόν ἐστι τἀγαθόν, τὸ δὲ κακὸν πολύχουν· διὰ τοῦτο σοφὸν μὲν εὑρεῖν ἕνα μόνον ἔργον, φαύλων δὲ πλῆθος ἀναρίθμητον· εἰκότως οὖν ἑνὶ παραγγέλλει ταῖς ἀρεταῖς ἐντρέφεσθαι, πολλοῖς δὲ περὶ τοῦ πανουργίας ἀπέχεσθαι, ταύτῃ γὰρ μυρίοι χρῶνται."],["103","δεύτερον δέ, εἰς ἀρετῆς ἀνάληψίν τε καὶ χρῆσιν ἑνὸς μόνου δεῖ τοῦ λογισμοῦ· τὸ δὲ σῶμα οὐχ οἷον οὐ συνεργεῖ πρὸς τοῦτο, ἀλλὰ καὶ κωλυσιεργεῖ· σχεδὸν γὰρ σοφίας ἔργον τοῦτ’ ἐστίν, ἀλλοτριοῦσθαι πρὸς τὸ σῶμα καὶ τὰς ἐπιθυμίας αὐτοῦ· εἰς δὲ ἀπόλαυσιν κακίας οὐ μόνον δεῖ πως ἔχειν τὸν νοῦν, ἀλλὰ καὶ τὴν αἴσθησιν καὶ τὸν λόγον καὶ τὸ σῶμα·"],["104","ὁ γὰρ φαῦλος δεῖται τούτων ἁπάντων πρὸς ἐκπλήρωσιν τῆς ἰδίας κακίας· ἐπεὶ πῶς ἐκλαλήσει μυστήρια φωνητήριον οὐκ ἔχων ὄργανον; πῶς δὲ ταῖς ἡδοναῖς χρήσεται γαστρὸς καὶ τῶν αἰσθητηρίων στερόμενος; δεόντως οὖν ἑνὶ μὲν τῷ λογισμῷ διαλέγεται περὶ κτήσεως ἀρετῆς, μόνου γάρ, ὡς ἔφην, ἐστὶν αὐτοῦ χρεία πρὸς τὴν ἀνάληψιν αὐτῆς, περὶ δὲ κακίας πλείοσι, ψυχῇ, λόγῳ, αἰσθήσεσι, σώματι, διὰ πάντων γὰρ τούτων ἐμφαίνεται."],["105","λέγει γε μήν· „ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε “(Gen. 2, 17). καὶ φαγόντες οὐχ οἷον οὐκ ἀποθνῄσκουσιν, ἀλλὰ καὶ παιδοποιοῦνται καὶ ἑτέροις τοῦ ζῆν αἴτιοι καθίστανται. τί οὖν λεκτέον; ὅτι διττός ἐστι θάνατος, ὁ μὲν ἀνθρώπου, ὁ δὲ ψυχῆς ἴδιος· ὁ μὲν οὖν ἀνθρώπου χωρισμός ἐστι ψυχῆς ἀπὸ σώματος, ὁ δὲ ψυχῆς θάνατος ἀρετῆς μὲν φθορά ἐστι, κακίας δὲ ἀνάληψις."],["106","παρὸ καί φησιν οὐκ ἀποθανεῖν αὐτὸ μόνον ἀλλὰ „θανάτῳ ἀποθανεῖν “, δηλῶν οὐ τὸν κοινὸν ἀλλὰ τὸν ἴδιον καὶ κατ’ ἐξοχὴν θάνατον, ὅς ἐστι ψυχῆς ἐντυμβευομένης πάθεσι καὶ κακίαις ἁπάσαις. καὶ σχεδὸν οὗτος ὁ θάνατος μάχεται ἐκείνῳ· ἐκεῖνος μὲν γὰρ διάκρισίς ἐστι τῶν συγκριθέντων σώματός τε καὶ ψυχῆς, οὗτος δὲ τοὐναντίον σύνοδος ἀμφοῖν, κρατοῦντος μὲν τοῦ χείρονος σώματος, κρατουμένου δὲ τοῦ κρείττονος ψυχῆς."],["107","ὅπου δ’ ἂν λέγῃ „θανάτῳ ἀποθανεῖν “, παρατήρει ὅτι θάνατον τὸν ἐπὶ τιμωρίᾳ παραλαμβάνει, οὐ τὸν φύσει γινόμενον· φύσει μὲν οὖν ἐστι, καθ’ ὃν χωρίζεται ψυχὴ ἀπὸ σώματος, ὁ δὲ ἐπὶ τιμωρίᾳ συνίσταται, ὅταν ἡ ψυχὴ τὸν ἀρετῆς βίον θνῄσκῃ, τὸν δὲ κακίας ζῇ"],["108","μόνον. εὖ καὶ ὁ Ἡράκλειτος κατὰ τοῦτο Μωυσέως ἀκολουθήσας τῷ δόγματι, φησὶ γάρ· „Ζῶμεν τὸν ἐκείνων θάνατον, τεθνήκαμεν δὲ τὸν ἐκείνων βίον, \" ὡς νῦν μέν, ὅτε ζῶμεν, τεθνηκυίας τῆς ψυχῆς καὶ ὡς ἂν ἐν σήματι τῷ σώματι ἐντετυμβευμένης, εἰ δὲ ἀποθάνοιμεν, τῆς ψυχῆς ζώσης τὸν ἴδιον βίον καὶ ἀπηλλαγμένης κακοῦ καὶ νεκροῦ συνδέτου τοῦ σώματος."]],[["1","„Καὶ εἶπε κύριος ὁ θεός Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν “(Gen. 2, 18). διὰ τί τὸν ἄνθρωπον, ὦ προφῆτα, οὐκ ἔστι καλὸν εἶναι μόνον; ὅτι, φησί, καλόν ἐστι τὸν μόνον εἶναι μόνον· μόνος δὲ καὶ καθ’ αὑτὸν εἷς ὢν ὁ θεός, οὐδὲν δὲ ὅμοιον θεῷ· ὥστ’ ἐπεὶ τὸ μόνον εἶναι τὸν ὄντα καλόν ἐστι— καὶ γὰρ περὶ μόνον αὐτὸν τὸ καλόν—, οὐκ ἂν εἴη καλὸν τὸ εἶναι τὸν ἄνθρωπον μόνον."],["2","τὸ δὲ μόνον εἶναι τὸν θεὸν ἔστι μὲν ἐκδέξασθαι καὶ οὕτως, ὅτι οὔτε πρὸ γενέσεως ἦν τι σὺν τῷ θεῷ οὔτε κόσμου γενομένου συντάττεταί τι αὐτῷ· χρῄζει γὰρ οὐδενὸς τὸ παράπαν. ἀμείνων δὲ ἥδε ἡ ἐκδοχή· ὁ θεὸς μόνος ἐστὶ καὶ ἕν, οὐ σύγκριμα, φύσις ἁπλῆ, ἡμῶν δ’ ἕκαστος καὶ τῶν ἄλλων ὅσα γέγονε πολλά· οἷον ἐγὼ πολλά εἰμι, ψυχὴ σῶμα, καὶ ψυχῆς ἄλογον λογικόν, πάλιν σώματος θερμὸν ψυχρὸν βαρὺ κοῦφον ξηρὸν ὑγρόν· ὁ δὲ θεὸς οὐ σύγκριμα οὐδὲ ἐκ πολλῶν συνεστώς, ἀλλ’ ἀμιγὴς ἄλλῳ· ὃ γὰρ ἂν προσκριθῇ"],["3","θεῷ, ἢ κρεῖσσόν ἐστιν αὐτοῦ ἢ ἔλασσον ἢ ἴσον αὐτῷ· οὔτε δὲ ἴσον οὔτε κρεῖσσόν ἐστι θεοῦ, ἔλασσόν γε μὴν οὐδὲν αὐτῷ προσκρίνεται· εἰ δὲ μή, καὶ αὐτὸς ἐλαττωθήσεται· εἰ δὲ τοῦτο, καὶ φθαρτὸς ἔσται, ὅπερ οὐδὲ θέμις νοῆσαι. τέτακται οὖν ὁ θεὸς κατὰ τὸ ἓν καὶ τὴν μονάδα, μᾶλλον δὲ ἡ μονὰς κατὰ τὸν ἕνα θεόν· πᾶς γὰρ ἀριθμὸς νεώτερος κόσμου, ὡς καὶ"],["4","χρόνος, ὁ δὲ θεὸς πρεσβύτερος κόσμου καὶ δημιουργός. οὐδένα δὲ ἄνθρωπον καλόν ἐστιν εἶναι μόνον. δύο γὰρ ἀνθρώπων γένη, τό τε κατὰ τὴν εἰκόνα γεγονὸς καὶ τὸ πεπλασμένον ἐκ γῆς· οὔτε δὲ τῷ κατ’ εἰκόνα ἀνθρώπῳ καλόν ἐστιν εἶναι μόνῳ— ἐφίεται γὰρ τῆς εἰκόνος· ἡ γὰρ εἰκὼν τοῦ θεοῦ ἀρχέτυπος ἄλλων ἐστί· πᾶν δὲ μίμημα ποθεῖ τοῦτο, οὗπέρ ἐστι μίμημα, καὶ μετ’ ἐκείνου τάττεται— οὔτε τῷ πλαστῷ πολὺ μᾶλλον καλόν ἐστιν εἶναι μόνῳ, ἀλλὰ καὶ ἀδύνατον, καὶ γὰρ αἰσθήσεις καὶ πάθη καὶ κακίαι καὶ μυρία ἄλλα τούτῳ τῷ νῷ συνέζευκται καὶ συνήρμοσται."],["5","τῷ δὲ δευτέρῳ ἀνθρώπῳ βοηθὸς συνίσταται, πρῶτον μὲν γενητός, „ποιήσωμεν “γάρ φησιν \" αὐτῷ βοηθόν “, ἔπειτα δὲ νεώτερος τοῦ βοηθουμένου· πρότερον μὲν γὰρ ἔπλασε τὸν νοῦν, μέλλει δὲ πλάττειν τὸν βοηθὸν αὐτοῦ. ἀλλὰ καὶ ταῦτα φυσικῶς ἀλληγορεῖ· ἡ γὰρ αἴσθησις καὶ τὰ πάθη τῆς ψυχῆς εἰσι βοηθοὶ νεώτεροι τῆς ψυχῆς. πῶς μὲν οὖν βοηθοῦσιν, ὀψόμεθα· ὅτι δέ εἰσι νεώτεροι, θεασώμεθα."],["6","ὥσπερ κατὰ τοὺς ἀρίστους τῶν ἰατρῶν καὶ φυσικῶν δοκεῖ τοῦ ὅλου σώματος προπλάττεσθαι ἡ καρδία, θεμελίου τρόπον ἢ ὡς ἐν νηὶ τρόπις, ἐφ’ ᾗ οἰκοδομεῖται τὸ ἄλλο σῶμα— παρὸ καὶ μετὰ τὴν τελευτὴν ἔτι ἐμπηδᾶν φασιν αὐτὴν ὡς καὶ πρώτην γινομένην καὶ ὑστέραν φθειρομένην—, οὕτως καὶ τὸ ἡγεμονικὸν τῆς ψυχῆς πρεσβύτερον τῆς ὅλης εἶναι, τὸ δ’ ἄλογον νεώτερον, οὗ τὴν γένεσιν οὔπω μὲν δεδήλωκε, μέλλει δὲ ὑπογράφειν. τὸ δὲ ἄλογον αἴσθησίς ἐστι καὶ τὰ ταύτης ἔκγονα πάθη, καὶ μάλιστα εἰ μὴ κρίσεις εἰσὶν ἡμέτεραι. καὶ νεώτερος οὖν οὗτος ὁ βοηθὸς [θεοῦ] καὶ γενητὸς εἰκότως."],["7","τὸ δ’ ὑπερτεθὲν ἴδωμεν, πῶς βοηθεῖ. πῶς ἡμῶν ὁ νοῦς καταλαμβάνει, ὅτι τουτὶ λευκὸν ἢ μέλαν ἐστίν, εἰ μὴ βοηθῷ χρησάμενος ὁράσει; πῶς δὲ ὅτι ἡδεῖα ἡ τοῦ κιθαρῳδοῦ φωνὴ ἢ τοὐναντίον ἐκμελής, εἰ μὴ βοηθῷ χρησάμενος ἀκοῇ; πῶς δὲ ὅτι εὐώδεις ἢ δυσώδεις οἱ ἀτμοί, εἰ μὴ συμμάχῳ χρησάμενος ὀσφρήσει; πῶς δὲ δοκιμάζει τοὺς χυλούς, εἰ μὴ διὰ βοηθοῦ τῆς γεύσεως; πῶς δὲ αὖ τὰ μαλακὰ καὶ τραχέα, εἰ μὴ δι’ ἁφῆς;"],["8","ἔστι τοίνυν ἕτερον εἶδος βοηθῶν, ὡς ἔφην, τὰ πάθη· καὶ γὰρ ἡδονὴ βοηθεῖ πρὸς διαμονὴν τοῦ γένους ἡμῶν καὶ ἐπιθυμία, καὶ λύπη μέντοι καὶ φόβος δάκνοντα τὴν ψυχὴν ἐπέστρεψεν αὐτὴν μηδενὸς ὀλιγωρεῖν, ὀργή τε ἀμυντήριον ὅπλον [ἣ] μεγάλα πολλοὺς ὠφέλησε, καὶ τἆλλα ταύτῃ. διὸ καὶ εὐθυβόλως εἶπε \" κατ’ αὐτὸν εἶναι τὸν βοηθόν· “τῷ γὰρ ὄντι οἰκεῖος οὗτος ὁ βοηθός ἐστι τῷ νῷ ὡς ἂν ἀδελφὸς καὶ ὅμαιμος· μιᾶς γάρ ἐστι ψυχῆς μέρη καὶ γεννήματα ἥ τε αἴσθησις καὶ τὰ πάθη."],["9","Τοῦ δὲ βοηθοῦ ἐστι διττὸν τὸ εἶδος, τὸ μὲν ἐν πάθεσι, τὸ δ’ ἐν αἰσθήσει. τό γε νῦν μόνον τὸ πρότερον εἶδος γεννήσει, λέγει γάρ· \" καὶ ἔπλασεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδάμ, ἰδεῖν τί καλέσει αὐτά· καὶ πᾶν ὃ ἂν ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτοῦ “(Gen. 2, 19). ὁρᾷς, τίνες εἰσὶν ἡμῶν οἱ βοηθοί, τὰ θηρία, τῆς ψυχῆς τὰ πάθη· εἰπὼν γὰρ \" ποιήσωμεν βοηθὸν κατ’ αὐτόν “ἐπιφέρει τὸ \" ἔπλασε τὰ θηρία “, ὡς τῶν θηρίων ὄντων βοηθῶν ἡμῖν."],["10","οὐ κυρίως δὲ οὗτοι βοηθοὶ ἀλλὰ καταχρηστικῶς λέγονται, εὑρίσκονταί γέ τοι πρὸς ἀλήθειαν καὶ πολέμιοι, ὥσπερ καὶ τῶν πόλεων ἔστιν ὅτε οἱ σύμμαχοι προδόται καὶ αὐτόμολοι καὶ ἐν ταῖς φιλίαις οἱ κόλακες ἀντὶ ἑταίρων ἐχθροί. οὐρανὸν δὲ καὶ ἀγρὸν συνωνύμως κέκληκεν ἀλληγορῶν τὸν νοῦν· οὗτος γὰρ καὶ ὡς ἀγρὸς ἀνατολὰς καὶ βλάστας ἔχει μυρίας ὅσας καὶ ὡς οὐρανὸς πάλιν λαμπρὰς καὶ θείας καὶ εὐδαίμονας φύσεις."],["11","θηρίοις δὲ καὶ πτηνοῖς ἀπεικάζει τὰ πάθη, ὅτι σίνεται τὸν νοῦν ἀτίθασα καὶ ἀνήμερα ὄντα καὶ ὅτι πτηνῶν τρόπον ἐπιποτᾶται τῇ διανοίᾳ· ὀξεῖα γὰρ ἡ τούτων καὶ ἀνεπίσχετος ὁρμή. οὐ παρέργως δὲ πρόσκειται τῷ „ἔπλασε “τὸ \" ἔτι \". διὰ τί; ὅτι καὶ ἐπάνω πεπλάσθαι τὰ θηρία φησὶ πρὸ τῆς ἀνθρώπου γενέσεως, ὡς καὶ δηλοῖ διὰ τούτων ἐν ἕκτῃ ἡμέρᾳ· „καὶ εἶπεν Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία “(Gen. 1, 24)."],["12","τί παθὼν οὖν ἄλλα πλάττει θηρία νῦν οὐκ ἀρκεσθεὶς τοῖς προτέροις; λεκτέον οὖν ἠθικῶς μὲν τοῦτο· πλούσιόν ἐστι τὸ κακίας γένος ἐν τῷ γενητῷ, ὥστε ἀεὶ γεννᾶσθαι τὰ φαυλότατα ἐν τούτῳ· φυσικῶς δὲ ἐκεῖνο· πρότερον μὲν ἐν τῇ ἑξαημέρῳ τὰ γένη τῶν παθῶν καὶ τὰς ἰδέας εἰργάζετο, νυνὶ δὲ τὰ εἴδη προσπλάττει·"],["13","διό φησιν „ἔπλασεν ἔτι “. ὅτι δὲ τὰ πάλαι κατασκευασθέντα γένη ἦν, φανερὸν ἐξ ὧν φησιν „ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν “οὐ κατ’ εἶδος, ἀλλὰ „κατὰ γένος. “καὶ τοιοῦτος ἐν ἅπασιν εὑρίσκεται· πρὸ γὰρ τῶν εἰδῶν ἀποτελεῖ τὰ γένη, ὥσπερ καὶ ἐπὶ τοῦ ἀνθρώπου· προτυπώσας γὰρ τὸν γενικὸν ἄνθρωπον, ἐν ᾧ τὸ ἄρρεν καὶ τὸ θῆλυ γένος φησὶν εἶναι, ὕστερον τὸ εἶδος ἀπεργάζεται τὸν Ἀδάμ."],["14","τοῦτο μὲν οὖν τὸ εἶδος τῶν βοηθῶν εἴρηκε, τὸ δ’ ἕτερον ὑπερτίθεται τὸ τῆς αἰσθήσεως, ἔστ’ ἂν ἐπιχειρῇ πλάττειν τὴν γυναῖκα· ἐκεῖνο δ’ ὑπερθέμενος περὶ τῆς τῶν ὀνομάτων θέσεως τεχνολογεῖ. ἔστι δὲ καὶ ἡ τροπικὴ καὶ ἡ ῥητὴ ἀπόδοσις ἀξία τοῦ θαυμάζεσθαι· ἡ μὲν ῥητή, παρόσον τὴν θέσιν τῶν ὀνομάτων προσῆψε τῷ πρώτῳ γενομένῳ ὁ νομοθέτης."],["15","καὶ γὰρ οἱ παρ’ Ἕλλησι φιλοσοφοῦντες εἶπον εἶναι σοφοὺς τοὺς πρώτους τοῖς πράγμασι τὰ ὀνόματα θέντας· Μωυσῆς δὲ ἄμεινον, ὅτι πρῶτον μὲν οὔ τισι τῶν πρότερον, ἀλλὰ τῷ πρώτῳ γενομένῳ, ἵνα ὥσπερ αὐτὸς ἀρχὴ τοῖς ἄλλοις γενέσεως ἐπλάσθη, οὕτως καὶ αὐτὸς ἀρχὴ τοῦ διαλέγεσθαι νομισθῇ— μὴ γὰρ ὄντων ὀνομάτων, οὐδ’ ἂν διάλεκτος ἦν—, ἔπειτα ὅτι πολλῶν μὲν τιθέντων ὀνόματα διάφωνα καὶ ἄμικτα ἔμελλεν ἔσεσθαι, ἄλλων ἄλλως τιθέντων, ἑνὸς δὲ ὤφειλεν ἡ θέσις ἐφαρμόττειν τῷ πράγματι, καὶ τοῦτ’ εἶναι σύμβολον ἅπασι τὸ αὐτὸ τοῦ"],["16","τυγχάνοντος ἢ τοῦ σημαινομένου. ὁ δὲ ἠθικὸς λόγος τοιοῦτός ἐστιν· τὸ „τί “πολλάκις τίθεμεν ἀντὶ τοῦ „διὰ τί “, οἷον τί λέλουσαι, τί περιπατεῖς, τί διαλέγῃ, πάντα γὰρ ταῦτα ἀντὶ τοῦ „διὰ τί “. ὅταν οὖν λέγῃ „ἰδεῖν τί καλέσει \", ἄκουε ἴσον τῷ, διὰ τί καλέσει καὶ προσκαλέσεται καὶ ἀσπάσεται τούτων ἕκαστον ὁ νοῦς· πότερον ἕνεκα τοῦ ἀναγκαίου μόνον, ὅτι κατέζευκται τὸ θνητὸν ἐξ ἀνάγκης πάθεσι καὶ κακίαις, ἢ καὶ ἕνεκα τοῦ ἀμέτρου καὶ περιττοῦ; καὶ πότερον διὰ τὰς τοῦ γηγενοῦς χρείας ἢ διὰ τὸ κρίνειν αὐτὰ βέλτιστα καὶ θαυμασιώτατα;"],["17","οἷον ἡδονῇ χρῆσθαι δεῖ τὸ γεγονός· ἀλλ’ ὁ μὲν φαῦλος ὡς ἀγαθῷ τελείῳ χρήσεται, ὁ δὲ σπουδαῖος ὡς μόνον ἀναγκαίῳ· χωρὶς γὰρ ἡδονῆς οὐδὲν γίνεται τῶν ἐν τῷ θνητῷ γένει. πάλιν τὴν τῶν χρημάτων κτῆσιν ὁ μὲν φαῦλος τελειότατον ἀγαθὸν κρίνει, ὁ δὲ σπουδαῖος ἀναγκαῖον καὶ χρήσιμον αὐτὸ μόνον. εἰκότως οὖν ὁ θεὸς ἰδεῖν καὶ καταμαθεῖν βούλεται, πῶς ἕκαστον τούτων προσκαλεῖται καὶ ἀποδέχεται ὁ νοῦς, εἴτε ὡς ἀγαθὰ εἴτε ὡς ἀδιάφορα ἢ ὡς κακὰ μέν, χρειώδη δὲ ἄλλως."],["18","διὸ καὶ πᾶν ὃ ἂν προσεκαλέσατο καὶ ἠσπάσατο ὡς ψυχὴν ζῶσαν ἰσότιμον αὐτὸ ἡγησάμενος ψυχῇ, τοῦτο ὄνομα οὐ τοῦ κληθέντος ἐγίνετο μόνον, ἀλλὰ καὶ τοῦ καλέσαντος· οἷον, εἰ ἀπεδέξατο ἡδονήν, ἐκαλεῖτο ἡδονικός, εἰ ἐπιθυμίαν, ἐπιθυμητικός, εἰ ἀκολασίαν, ἀκόλαστος, εἰ δειλίαν, δειλός, καὶ οὕτως ἐπὶ τῶν ἄλλων· ὥσπερ γὰρ ἀπὸ τῶν ἀρετῶν ὁ κατ’ αὐτὰς ποιὸς καλεῖται φρόνιμος ἢ σώφρων ἢ δίκαιος ἢ ἀνδρεῖος, οὕτως ἀπὸ τῶν κακιῶν ἄδικος καὶ ἄφρων καὶ ἄνανδρος, ἐπειδὰν τὰς ἕξεις προσκαλέσηται καὶ δεξιώσηται."],["19","„Καὶ ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσε· καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ “καὶ τὰ ἑξῆς (Gen. 2, 21). τὸ ῥητὸν ἐπὶ τούτου μυθῶδές ἐστι· πῶς γὰρ ἂν παραδέξαιτό τις, ὅτι γέγονεν ἐκ πλευρᾶς ἀνδρὸς γυνὴ ἢ συνόλως ἄνθρωπος; τί δὲ ἐκώλυεν, ὥσπερ ἐκ γῆς ἄνδρα ἐδημιούργει τὸ αἴτιον, οὕτως καὶ γυναῖκα δημιουργῆσαι; ὅ τε γὰρ ποιῶν ὁ αὐτὸς ἦν ἥ τε ὕλη σχεδὸν ἄπειρος, ἐξ ἧς πᾶσα ποιότης κατεσκευάζετο."],["20","διὰ τί δὲ οὐκ ἐξ ἄλλου μέρους, τοσούτων ὑπαρχόντων, ἀλλ’ ἐκ πλευρᾶς ἐτύπου τὴν γυναῖκα; ποτέραν δὲ πλευρὰν ἔλαβεν— ἵνα καὶ δύο μόνας ἐμφαίνεσθαι φῶμεν, πρὸς γὰρ ἀλήθειαν οὐδὲ πλῆθος αὐτῶν ἐδήλωσεν—; ἆρά γε τὴν εὐώνυμον ἢ τὴν δεξιάν; εἴ γε μὴν ἀνεπλήρου σαρκὶ τὴν ἑτέραν, ἡ ἀπολειπομένη οὐκ ἦν σαρκίνη δήπου; καὶ μὴν ἀδελφαί γ’ εἰσὶ καὶ συγγενεῖς πᾶσι τοῖς μέρεσιν αἱ ἡμῶν πλευραὶ καὶ σαρκὸς γεγόνασι."],["21","τί οὖν λεκτέον; πλευρὰς ὁ βίος ὀνομάζει τὰς δυνάμεις· λέγομεν γὰρ πλευρὰς ἔχειν τὸν ἄνθρωπον ἴσον τῷ δυνάμεις, καὶ εὔπλευρον εἶναι τὸν ἀθλητὴν ἀντὶ τοῦ ἰσχυρόν, καὶ πλευρὰς ἔχειν τὸν κιθαρῳδὸν ἀντὶ τοῦ δύναμιν ἐρρωμένην ἐν τῷ ᾄδειν."],["22","τούτου προειρημένου κἀκεῖνο λεκτέον, ὅτι ὁ γυμνὸς καὶ ἀνένδετος σώματι νοῦς— περὶ γὰρ τοῦ μήπω ἐνδεδεμένου ἐστὶν ὁ λόγος— πολλὰς ἔχει δυνάμεις, ἑκτικὴν φυτικὴν ψυχικὴν λογικὴν διανοητικήν, ἄλλας μυρίας κατά τε εἴδη καὶ γένη. ἡ μὲν ἕξις κοινὴ καὶ τῶν ἀψύχων ἐστὶ λίθων καὶ ξύλων, ἧς μετέχει καὶ τὰ ἐν ἡμῖν ἐοικότα λίθοις ὀστέα. ἡ δὲ φύσις διατείνει καὶ ἐπὶ τὰ φυτά· καὶ ἐν ἡμῖν δέ ἐστιν ἐοικότα φυτοῖς, ὄνυχές τε καὶ τρίχες· ἔστι δὲ ἡ φύσις ἕξις ἤδη κινουμένη."],["23","ψυχὴ δέ ἐστι φύσις προσειληφυῖα φαντασίαν καὶ ὁρμήν· αὕτη κοινὴ καὶ τῶν ἀλόγων ἐστίν· ἔχει δὲ καὶ ὁ ἡμέτερος νοῦς ἀναλογοῦν τι ἀλόγου ψυχῇ. πάλιν ἡ διανοητικὴ δύναμις ἰδία τοῦ νοῦ ἐστι, καὶ ἡ λογικὴ κοινὴ μὲν τάχα καὶ τῶν θειοτέρων φύσεων, ἰδία δὲ ὡς ἐν θνητοῖς ἀνθρώπου· αὕτη δὲ διττή, ἡ μὲν καθ’ ἣν λογικοί ἐσμεν νοῦ μετέχοντες, ἡ δὲ καθ’ ἣν διαλεγόμεθα."],["24","ἔστιν οὖν καὶ ἄλλη δύναμις ἐν ψυχῇ τούτων ἀδελφή, ἡ αἰσθητική, περὶ ἧς ἐστιν ὁ λόγος· οὐδὲν γὰρ ἄλλο νῦν ὑπογράφει ἢ γένεσιν τῆς κατ’ ἐνέργειαν αἰσθήσεως· καὶ κατὰ λόγον· μετὰ γὰρ νοῦν εὐθὺς ἔδει δημιουργηθῆναι αἴσθησιν βοηθὸν αὐτῷ καὶ σύμμαχον. τελεσιουργήσας οὖν ἐκεῖνον τὸ δεύτερον καὶ τῇ τάξει καὶ τῇ δυνάμει πλάττει δημιούργημα, τὴν κατ’ ἐνέργειαν αἴσθησιν, πρὸς συμπλήρωσιν τῆς ὅλης ψυχῆς καὶ πρὸς τὴν τῶν ὑποκειμένων ἀντίληψιν. πῶς οὖν γεννᾶται;"],["25","ὡς αὐτὸς πάλιν φησίν, ὅταν ὑπνώσῃ ὁ νοῦς· τῷ γὰρ ὄντι ὑπνώσαντος νοῦ γίνεται αἴσθησις, καὶ γὰρ ἔμπαλιν ἐγρηγορότος νοῦ σβέννυται· τεκμήριον δέ· ὅταν τι βουλώμεθα ἀκριβῶς νοῆσαι, εἰς ἐρημίαν ἀποδιδράσκομεν, καταμύομεν τὰς ὄψεις, τὰ ὦτα ἐπιφράττομεν, ἀποταττόμεθα ταῖς αἰσθήσεσιν. οὕτως μέν, ὅταν ἀναστῇ καὶ ἐγρηγόρσει χρῆται ὁ νοῦς, φθείρεται αἴσθησις."],["26","ἴδωμεν δὲ καὶ θάτερον, πῶς ὕπνῳ χρῆται ὁ νοῦς. περιαναστάσης καὶ ζωπυρηθείσης αἰσθήσεως, ὅταν ἡ ὄψις γραφέων ἢ πλαστῶν ἔργα εὖ δεδημιουργημένα καθορᾷ, οὐχ ὁ νοῦς ἄπρακτός ἐστι νοητὸν ἐπινοῶν οὐδέν; τί δ’ ὅταν ἡ ἀκοὴ προσέχῃ φωνῆς ἐμμελείᾳ, δύναται ὁ νοῦς λογίζεσθαί τι τῶν οἰκείων; οὐδαμῶς. καὶ μὴν πολὺ πλέον ἄπρακτος γίνεται, ὅταν ἡ γεῦσις ἐξαναστᾶσα λάβρως ἐμπιπλῆται τῶν γαστρὸς ἡδονῶν."],["27","διὸ καὶ Μωυσῆς φοβηθείς, μή ποτε ὁ νοῦς μὴ μόνον κοιμηθῇ, ἀλλὰ καὶ τελείως ἀποθάνῃ, φησὶν ἐν ἑτέροις· „καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς ζώνης σου· καὶ ἔσται, ὅταν διακαθιζάνῃς, ὀρύξεις ἐν αὐτῷ καὶ ἐπαγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου “(Deut. 23, 13), πάσσαλον συμβολικῶς φάσκων τὸν ἐξορύσσοντα λόγον τὰ κεκρυμμένα τῶν πραγμάτων."],["28","κελεύει δ’ αὐτὸν φορεῖν ἐπὶ τοῦ πάθους, ὃ ἀνεζῶσθαι χρὴ καὶ μὴ ἐᾶν κεχαλάσθαι καὶ ἀνεῖσθαι· τοῦτο δὲ πρακτέον, ὅταν ὁ νοῦς τοῦ τόνου τῶν νοητῶν ἀποστὰς ὑφιῆται πρὸς τὰ πάθη καὶ διακαθιζάνῃ ἐνδιδοὺς καὶ ἀγόμενος ὑπὸ τῆς σωματικῆς ἀνάγκης."],["29","καὶ οὕτως ἔχει· ὅταν ἐν ταῖς ἁβροδιαίτοις συνουσίαις ἐπιλάθηται ὁ νοῦς ἑαυτοῦ κρατηθεὶς τοῖς ἐπὶ τὰς ἡδονὰς ἄγουσι, δεδουλώμεθα καὶ ἀκατακαλύπτῳ τῇ ἀκαθαρσίᾳ χρώμεθα· ἐὰν δὲ ὁ λόγος ἰσχύσῃ ἀνακαθᾶραι τὸ πάθος, οὔτε πίνοντες μεθυσκόμεθα οὔτε ἐσθίοντες ἐξυβρίζομεν διὰ κόρον, ἀλλὰ δίχα τοῦ ληρεῖν νηφάλια σιτούμεθα."],["30","οὐκοῦν ἥ τε τῶν αἰσθήσεων ἐγρήγορσις ὕπνος ἐστὶ τοῦ νοῦ ἥ τε τοῦ νοῦ ἐγρήγορσις ἀπραξία τῶν αἰσθήσεων, καθάπερ καὶ ἡλίου ἀνατείλαντος μὲν ἀφανεῖς αἱ τῶν ἄλλων ἀστέρων λάμψεις, καταδύντος δὲ ἔκδηλοι· ἡλίου δὴ τρόπον ὁ νοῦς ἐγρηγορὼς μὲν ἐπισκιάζει ταῖς αἰσθήσεσι, κοιμηθεὶς δὲ αὐτὰς ἐξέλαμψε."],["31","τούτων εἰρημένων ἐφαρμοστέον τὰς λέξεις. „ἐπέβαλε “φησίν „ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσεν “(Gen. 2, 21)· ὀρθῶς· ἡ γὰρ ἔκστασις καὶ τροπὴ τοῦ νοῦ ὕπνος ἐστὶν αὐτοῦ· ἐξίσταται δέ, ὅταν μὴ πραγματεύηται τὰ ἐπιβάλλοντα αὐτῷ νοητά· ὅτε δ’ οὐκ ἐνεργεῖ ταῦτα, κοιμᾶται. εὖ δὲ τὸ φάναι ὅτι ἐξίσταται, τοῦτο δ’ ἐστὶ τρέπεται, οὐ παρ’ ἑαυτόν, ἀλλὰ παρὰ τὸν ἐπιβάλλοντα καὶ ἐπιφέροντα καὶ ἐπιπέμποντα τὴν τροπὴν θεόν."],["32","καὶ γὰρ οὕτως ἔχει· εἰ γοῦν παρ’ ἐμὲ ἦν τὸ τρέπεσθαι, ὁπότε ἐβουλόμην, ἂν ἐχρώμην αὐτῷ, καὶ ὁπότε μὴ ἐπροῃρούμην, ἄτρεπτος διετέλουν· νυνὶ δὲ καὶ ἀντιφιλονεικεῖ μοι ἡ τροπή, καὶ πολλάκις βουλόμενος καθῆκόν τι νοῆσαι ἐπαντλοῦμαι ταῖς παρὰ τὸ καθῆκον ἐπιρροίαις, καὶ ἔμπαλιν ἔννοιάν τινος λαμβάνων αἰσχροῦ ποτίμοις ἐννοίαις ἀπερρυψάμην ἐκεῖνο, θεοῦ τῇ ἑαυτοῦ χάριτι γλυκὺ νᾶμα ἀντὶ ἁλμυροῦ ἐπεισχέαντος τῇ ψυχῇ."],["33","πᾶν μὲν οὖν τὸ γενητὸν ἀναγκαῖον τρέπεσθαι, ἴδιον γάρ ἐστι τοῦτο αὐτοῦ, ὥσπερ θεοῦ τὸ ἄτρεπτον εἶναι· ἀλλ’ οἱ μὲν τραπέντες κατέμειναν ἄχρι παντελοῦς φθορᾶς, οἱ δ’ ὅσον μόνον παθεῖν τὸ θνητόν, οὗτοι δ’ εὐθὺς ἀνεσώθησαν."],["34","διὸ καὶ Μωυσῆς φησιν ὅτι „οὐκ ἐάσει τὸν ὀλοθρεύοντα εἰσελθεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι “(Exod. 12, 23)· ἐᾷ μὲν γὰρ τὸν ὀλοθρεύοντα— ὄλεθρος δὲ ψυχῆς ἐστιν ἡ τροπή— εἰσελθεῖν εἰς τὴν ψυχήν, ἵνα τὸ ἴδιον ἐνδείξηται τοῦ γενητοῦ· οὐκ ἀφήσει δὲ ὁ θεὸς τὸν τοῦ ὁρῶντος ἔγγονον Ἰσραὴλ οὕτως τραπῆναι, ὥστε πληγῆναι ὑπὸ τῆς τροπῆς, ἀλλὰ ἀναδραμεῖν καὶ ἀνακῦψαι ὥσπερ ἐκ βυθοῦ καὶ ἀνασωθῆναι βιάσεται."],["35","„ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ “(Gen. 2, 21). τῶν πολλῶν τοῦ νοῦ δυνάμεων μίαν ἔλαβε τὴν αἰσθητικήν. τὸ δὲ „ἔλαβεν “οὐκ ἀντὶ τοῦ ἀφεῖλεν ἀκουστέον, ἀλλ’ ἀντὶ τοῦ κατηρίθμησεν, ἐξήτασεν, ὡς ἐν ἑτέροις „λάβε τὸ κεφάλαιον τῶν σκύλων τῆς αἰχμαλωσίας “(Num. 31, 26)."],["36","τί οὖν ἐστιν ὃ βούλεται παραστῆσαι; διχῶς αἴσθησις λέγεται, ἡ μὲν καθ’ ἕξιν, ἥτις καὶ κοιμωμένων ἡμῶν ἐστιν, ἡ δὲ κατ’ ἐνέργειαν. τῆς μὲν οὖν προτέρας τῆς καθ’ ἕξιν ὄφελος οὐδέν, οὐδὲ γὰρ αὐτῇ τῶν ὑποκειμένων ἀντιλαμβανόμεθα, τῆς δὲ δευτέρας τῆς κατ’ ἐνέργειαν, διὰ γὰρ ταύτης ποιούμεθα τὰς τῶν αἰσθητῶν ἀντιλήψεις."],["37","γεννήσας οὖν τὴν προτέραν τὴν καθ’ ἕξιν αἴσθησιν, ὅτε καὶ τὸν νοῦν ἐγέννα— σὺν γὰρ πολλαῖς δυνάμεσιν ἠρεμούσαις αὐτὸν κατεσκεύαζε—, νῦν βούλεται τὴν κατ’ ἐνέργειαν ἀποτελέσαι· ἀποτελεῖται δὲ ἡ κατ’ ἐνέργειαν, ὅταν ἡ καθ’ ἕξιν κινηθεῖσα ταθῇ μέχρι τῆς σαρκὸς καὶ τῶν αἰσθητικῶν ἀγγείων· ὥσπερ γὰρ φύσις ἀποτελεῖται κινηθέντος σπέρματος, οὕτως καὶ ἐνέργεια κινηθείσης ἕξεως."],["38","„ἀνεπλήρου δὲ σάρκα ἀντ’ αὐτῆς “(Gen. 2, 21), τουτέστι συνεπλήρου τὴν καθ’ ἕξιν αἴσθησιν ἄγων εἰς ἐνέργειαν καὶ τείνων αὐτὴν ἄχρι σαρκὸς καὶ τῆς ὅλης ἐπιφανείας. διὸ καὶ ἐπιφέρει ὅτι „ᾠκοδόμησεν εἰς γυναῖκα “(Gen. 2, 22), διὰ τούτου παριστὰς ὅτι οἰκειότατον καὶ εὐθυβολώτατόν ἐστιν ὄνομα αἰσθήσεως γυνή· ὥσπερ γὰρ ὁ μὲν ἀνὴρ ἐν τῷ δρᾶσαι θεωρεῖται, ἐν δὲ τῷ πάσχειν ἡ γυνή, οὕτως ἐν μὲν τῷ δρᾶν ὁ νοῦς, ἐν δὲ τῷ πάσχειν γυναικὸς τρόπον ἡ αἴσθησις ἐξετάζεται."],["39","μαθεῖν δὲ ἐκ τῆς ἐναργείας ῥᾴδιον· ἡ ὄψις πάσχει ὑπὸ τῶν κινούντων αὐτὴν ὁρατῶν, τοῦ λευκοῦ, τοῦ μέλανος, τῶν ἄλλων, ἡ ἀκοὴ πάλιν ὑπὸ τῶν φωνῶν καὶ ἡ γεῦσις ὑπὸ τῶν χυλῶν διατίθεται, ὑπὸ τῶν ἀτμῶν ἡ ὄσφρησις, ὑπὸ τοῦ τραχέος καὶ μαλακοῦ ἡ ἁφή· καὶ ἠρεμοῦσί γε αἱ αἰσθήσεις ἅπασαι, μέχρις ἂν προσέλθῃ ἑκάστῃ τὸ κινῆσον ἔξωθεν."],["40","„Καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ· καὶ εἶπεν Ἀδάμ Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου “(Gen. 2, 22. 23). τὴν κατ’ ἐνέργειαν αἴσθησιν ἄγει ὁ θεὸς πρὸς τὸν νοῦν, εἰδὼς ὅτι ἀνακάμπτειν δεῖ τὴν κίνησιν αὐτῆς καὶ ἀντίληψιν ἐπὶ νοῦν. ὁ δὲ θεασάμενος ἣν πρότερον εἶχε δύναμιν καὶ καθ’ ἕξιν ἠρεμοῦσαν νῦν ἀποτέλεσμα καὶ ἐνέργειαν γεγενημένην καὶ κινουμένην, θαυμάζει τε καὶ ἀναφθέγγεται φάσκων ὅτι οὐκ ἔστιν ἀλλοτρία αὑτοῦ, ἀλλὰ σφόδρα οἰκεία· \" τοῦτο \""],["41","γάρ φησιν „ἐστὶν ὀστοῦν ἐκ τῶν ἐμῶν ὀστῶν “τουτέστι δύναμις ἐκ τῶν ἐμῶν δυνάμεων— ἐπὶ γὰρ δυνάμεως καὶ ἰσχύος νῦν παρείληπται τὸ ὀστέον— καὶ πάθος ἐκ τῶν ἐμῶν παθῶν· „καὶ σὰρξ “φησίν „ἐκ τῆς σαρκός μου “· πάντα γὰρ ὅσα πάσχει ἡ αἴσθησις, οὐκ ἄνευ νοῦ ὑπομένει, πηγὴ γὰρ οὗτός ἐστιν αὐτῇ"],["42","καὶ θεμέλιος ᾧ ἐπερείδεται. ἄξιον δὲ σκέψασθαι, διὰ τί τὸ \" νῦν \" προσετέθη· „τοῦτο “γάρ φησι „νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου. “ἡ αἴσθησις φύσει νῦν ἐστι κατὰ τὸν ἐνεστῶτα χρόνον ὑφισταμένη μόνον. ὁ μὲν γὰρ νοῦς τῶν τριῶν ἐφάπτεται χρόνων, καὶ γὰρ τὰ παρόντα νοεῖ καὶ τῶν παρεληλυθότων μέμνηται καὶ τὰ μέλλοντα προσδοκᾷ·"],["43","ἡ δὲ αἴσθησις οὔτε μελλόντων ἀντιλαμβάνεται οὐδ’ ἀνάλογόν τι πάσχει προσδοκίᾳ ἢ ἐλπίδι οὔτε παρεληλυθότων μέμνηται, ἀλλ’ ὑπὸ τοῦ ἤδη κινοῦντος καὶ παρόντος μόνου πάσχειν πέφυκεν, οἷον ὀφθαλμὸς λευκαίνεται νῦν ὑπὸ τοῦ παρόντος λευκοῦ, ὑπὸ δὲ τοῦ μὴ παρόντος οὐδὲν πάσχει. ὁ δὲ νοῦς καὶ ἐπὶ τῷ μὴ παρόντι κινεῖται, παρεληλυθότι μὲν κατὰ μνήμην, μέλλοντι δὲ ἐπελπίζων καὶ προσδοκῶν."],["44","„ταύτῃ καὶ κληθήσεται γυνή “(Gen. 2, 23), ἀντὶ τοῦ, διὰ τοῦτο ἡ αἴσθησις γυνὴ προσρηθήσεται, „ὅτι ἐκ τοῦ ἀνδρὸς “τοῦ κινοῦντος αὐτὴν „λαμβάνεται αὕτη„ φησί. διὰ τί οὖν τὸ „αὕτη “πρόσκειται; ὅτι ἐστὶν ἑτέρα αἴσθησις, οὐκ ἐκ τοῦ νοῦ λαμβανομένη, ἀλλὰ σὺν αὐτῷ γεγενημένη· δύο γάρ, ὡς εἶπον ἤδη, εἰσὶν αἰσθήσεις, ἡ μὲν καθ’ ἕξιν, ἡ δὲ κατ’ ἐνέργειαν·"],["45","ἡ μὲν οὖν καθ’ ἕξιν οὐκ ἐκ τοῦ ἀνδρός, τουτέστι τοῦ νοῦ, λαμβάνεται, ἀλλὰ σὺν αὐτῷ φύεται· ὁ γὰρ νοῦς, καθάπερ ἐδήλωσα, ὅτε ἐγεννᾶτο, σὺν πολλαῖς δυνάμεσι καὶ ἕξεσιν ἐγεννᾶτο, λογικῇ ψυχικῇ φυτικῇ, ὥστε καὶ αἰσθητικῇ· ἡ δὲ κατ’ ἐνέργειαν ἐκ τοῦ νοῦ· ἐκ γὰρ τῆς ἐν νῷ καθ’ ἕξιν οὔσης αἰσθήσεως ἐτάθη, ἵνα γένηται κατ’ ἐνέργειαν, ὥστε ἐξ αὐτοῦ τοῦ νοῦ γεγενῆσθαι τὴν δευτέραν καὶ κατὰ κίνησιν."],["46","μάταιος δὲ ὁ νομίζων πρὸς τὸν ἀληθῆ λόγον ἐκ τοῦ νοῦ τι συνόλως γεννᾶσθαι ἢ ἐξ ἑαυτοῦ. οὐχ ὁρᾷς ὅτι καὶ τῇ ἐπὶ τῶν εἰδώλων καθεζομένῃ αἰσθήσει τῇ Ῥαχὴλ νομιζούσῃ ἐκ τοῦ νοῦ τὰ κινήματα εἶναι ἐπιπλήττει ὁ βλέπων; ἡ μὲν γάρ φησι· „δός μοι τέκνα, εἰ δὲ μή, τελευτήσω ἐγώ “(Gen. 30, 1)· ὁ δὲ ἀποκρίνεται ὅτι, ὦ ψευδοδοξοῦσα, οὐκ ἔστιν ὁ νοῦς αἴτιον οὐδενός, ἀλλ’ ὁ πρὸ τοῦ νοῦ θεός· διὸ καὶ ἐπιφέρει· „μὴ ἀντὶ θεοῦ ἐγώ εἰμι, ὃς ἐστέρησέ σε καρπὸν κοιλίας “(ibid. 2);"],["47","ὅτι δὲ ὁ γεννῶν ὁ θεός ἐστι, μαρτυρήσει ἐπὶ τῆς Λείας, ὅταν φῇ· „ἰδὼν δὲ κύριος ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς, Ῥαχὴλ δὲ ἦν στεῖρα \" (Gen. 29, 31). ἀνδρὸς δὲ ἴδιον τὸ μήτραν ἀνοιγνύναι. φύσει δὲ μισεῖται παρὰ τῷ θνητῷ γένει ἡ ἀρετή, διὸ καὶ ὁ θεὸς αὐτὴν τετίμηκε καὶ παρέχει τὰ πρωτοτόκια τῇ μισουμένῃ."],["48","λέγει δ’ ἐν ἑτέροις· „ἐὰν δὲ γένωνται ἀνθρώπῳ δύο γυναῖκες, μία αὐτῶν ἠγαπημένη καὶ μία αὐτῶν μισουμένη, καὶ τέκωσιν αὐτῷ καὶ γένηται υἱὸς πρωτότοκος τῆς μισουμένης,... οὐ δυνήσεται πρωτοτοκεῦσαι τῷ υἱῷ τῆς ἠγαπημένης, ὑπεριδὼν τὸν υἱὸν τῆς μισουμένης τὸν πρωτότοκον “(Deut. 21, 15. 16)· πρώτιστα γάρ ἐστι καὶ τελειότατα τὰ τῆς μισουμένης| ἀρετῆς γεννήματα, τὰ δὲ τῆς ἀγαπωμένης ἡδονῆς ἔσχατα."],["49","„Ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν “(Gen. 2, 24). ἕνεκα τῆς αἰσθήσεως ὁ νοῦς, ὅταν αὐτῇ δουλωθῇ, καταλείπει καὶ τὸν πατέρα τῶν ὅλων θεὸν καὶ τὴν μητέρα τῶν συμπάντων, τὴν ἀρετὴν καὶ σοφίαν τοῦ θεοῦ, καὶ προσκολλᾶται καὶ ἑνοῦται τῇ αἰσθήσει καὶ ἀναλύεται εἰς αἴσθησιν, ἵνα γένωνται μία σὰρξ καὶ ἓν πάθος οἱ δύο."],["50","παρατήρει δ’ ὅτι οὐχ ἡ γυνὴ κολλᾶται τῷ ἀνδρί, ἀλλ’ ἔμπαλιν ὁ ἀνὴρ τῇ γυναικί, ὁ νοῦς τῇ αἰσθήσει· ὅταν γὰρ τὸ κρεῖττον ὁ νοῦς ἑνωθῇ τῷ χείρονι τῇ αἰσθήσει, ἀναλύεται εἰς τὸ χεῖρον τὸ σαρκὸς γένος, τὴν παθῶν αἰτίαν αἴσθησιν· ὅταν δὲ τὸ χεῖρον ἡ αἴσθησις ἀκολουθήσῃ τῷ κρείττονι τῷ νῷ, οὐκέτι ἔσται σάρξ, ἀλλὰ ἀμφότερα νοῦς. οὗτος μὲν δὴ τοιοῦτος, τὸ φιλοπαθὲς προκρίνων τοῦ φιλοθέου."],["51","ἔστι δέ τις ἕτερος τοὐναντίον ᾑρημένος ὁ Λευὶ ὁ „λέγων τῷ πατρὶ καὶ τῇ μητρί Οὐχ ἑώρακά σε, καὶ τοὺς ἀδελφοὺς οὐκ ἐπέγνω, καὶ τοὺς υἱοὺς ἀπέγνω “(Deut. 33, 9)· πατέρα καὶ μητέρα οὗτος [τε], τὸν νοῦν καὶ τὴν τοῦ σώματος ὕλην, καταλείπει ὑπὲρ τοῦ κλῆρον ἔχειν τὸν ἕνα θεόν, „κύριος γὰρ αὐτὸς κλῆρος αὐτῷ “(Deut. 10, 9)."],["52","γίνεται δὴ τοῦ μὲν φιλοπαθοῦς κλῆρος τὸ πάθος, τοῦ δὲ φιλοθέου τοῦ Λευὶ κλῆρος ὁ θεός. οὐχ ὁρᾷς ὅτι καὶ τῇ δεκάτῃ τοῦ ἑβδόμου μηνὸς κελεύει δύο τράγους [κλῆρον] προσάγειν, „κλῆρον ἕνα τῷ κυρίῳ καὶ κλῆρον ἕνα τῷ ἀποπομπαίῳ “(Lev. 16, 8); τοῦ γὰρ φιλοπαθοῦς ἐστι κλῆρος ὄντως τὸ ἀποπόμπιμον πάθος."],["53","„Καὶ ἦσαν οἱ δύο γυμνοί, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο. Ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε κύριος ὁ θεός “(Gen. 2, 25. 3, 1). γυμνός ἐστιν ὁ νοῦς ὁ μήτε κακίᾳ μήτε ἀρετῇ ἀμπεχόμενος, ἀλλ’ ἑκατέρου γεγυμνωμένος ὄντως, οἷον ἡ τοῦ νηπίου παιδὸς ψυχὴ ἀμέτοχος οὖσα ἑκατέρου, ἀγαθοῦ τε καὶ κακοῦ, ἀπημφίασται τὰ καλύμματα καὶ γεγύμνωται· ταῦτα γάρ ἐστιν ἐσθήματα ψυχῆς, οἷς σκεπάζεται καὶ συγκρύπτεται, τῆς μὲν σπουδαίας τὸ ἀγαθόν, τῆς δὲ φαύλης τὸ κακόν."],["54","τριχῶς δὲ [καὶ] ψυχὴ γυμνοῦται· ἅπαξ μὲν ὅτε ἄτρεπτος διατελεῖ καὶ πασῶν μὲν ἠρήμωται κακιῶν, πάντα δὲ τὰ πάθη ἀπημφίασται καὶ ἀποβέβληκε. διὰ τοῦτο καὶ „Μωυσῆς ἔξω τῆς παρεμβολῆς πήγνυσι τὴν ἑαυτοῦ σκηνήν, μακρὰν ἀπὸ τῆς παρεμβολῆς, καὶ ἐκλήθη σκηνὴ μαρτυρίου “(Exod. 33, 7)· τοῦτο δ’ ἐστὶ τοιοῦτον·"],["55","ἡ φιλόθεος ψυχὴ ἐκδῦσα τὸ σῶμα καὶ τὰ τούτῳ φίλα καὶ μακρὰν ἔξω φυγοῦσα ἀπὸ τούτων πῆξιν καὶ βεβαίωσιν καὶ ἵδρυσιν ἐν τοῖς τελείοις ἀρετῆς δόγμασι λαμβάνει· διὸ καὶ μαρτυρεῖται ὑπὸ θεοῦ, ὅτι καλῶν ἐρᾷ, „ἐκλήθη γὰρ σκηνὴ μαρτυρίου “φησί· καὶ τὸν καλοῦντα παρεσιώπησεν, ἵνα συγκινηθεῖσα ἡ ψυχὴ σκέψηται, τίς ὁ μαρτυρῶν ταῖς φιλαρέτοις διανοίαις ἐστί."],["56","τούτου χάριν ὁ ἀρχιερεὺς εἰς τὰ ἅγια τῶν ἁγίων οὐκ εἰσελεύσεται ἐν τῷ ποδήρει (cf. Lev. 16, 1 ss.), ἀλλὰ τὸν τῆς δόξης καὶ φαντασίας ψυχῆς χιτῶνα ἀποδυσάμενος καὶ καταλιπὼν τοῖς τὰ ἐκτὸς ἀγαπῶσι καὶ δόξαν πρὸ ἀληθείας τετιμηκόσι γυμνὸς ἄνευ χρωμάτων καὶ ἤχων εἰσελεύσεται σπεῖσαι τὸ ψυχικὸν αἷμα καὶ θυμιᾶσαι ὅλον τὸν νοῦν τῷ σωτῆρι καὶ εὐεργέτῃ θεῷ."],["57","καὶ μὲν δὴ Ναδὰβ καὶ Ἀβιοὺδ (cf. Lev. 10, 1) οἱ ἐγγίσαντες θεῷ καὶ τὸν μὲν θνητὸν βίον καταλιπόντες, τοῦ δ’ ἀθανάτου μεταλαχόντες, γυμνοὶ θεωροῦνται τῆς κενῆς καὶ θνητῆς δόξης· οὐ γὰρ ἂν ἐν τοῖς χιτῶσιν αὐτοὺς οἱ κομίζοντες ἔφερον (Lev. 10, 5), εἰ μὴ γεγύμνωντο πάντα δεσμὸν πάθους καὶ σωματικῆς ἀνάγκης διαρρήξαντες, ἵνα μὴ ἡ γύμνωσις αὐτῶν καὶ ἀσωματότης ἀθέων ἐπεισόδῳ λογισμῶν κιβδηλευθῇ· οὐ γὰρ πᾶσιν ἐπιτρεπτέον τὰ θεοῦ καθορᾶν ἀπόρρητα, ἀλλὰ μόνοις τοῖς δυναμένοις αὐτὰ περιστέλλειν καὶ φυλάττειν."],["58","διὸ καὶ οἱ περὶ τὸν Μισαδαὶ οὐχὶ τοῖς ἰδίοις χιτῶσιν αἴρουσιν, ἀλλὰ τοῖς τῶν ἐκπυρωθέντων καὶ ἀναληφθέντων Ναδὰβ καὶ Ἀβιούδ· ἀποδυσάμενοι γὰρ τὰ ἐπικαλύπτοντα πάντα τὴν μὲν γύμνωσιν τῷ θεῷ προσήνεγκαν, τοὺς δὲ χιτῶνας τοῖς περὶ Μισαδαὶ κατέλιπον· χιτῶνες δ’ εἰσὶ τὰ μέρη τοῦ ἀλόγου, ἃ τὸ λογικὸν ἐπεσκίαζε."],["59","καὶ Ἀβραὰμ γυμνοῦται, ὅταν ἀκούσῃ· \" ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου “(Gen. 12, 1). καὶ ὁ Ἰσαὰκ οὐ γυμνοῦται μέν, ἀεὶ δὲ γυμνός ἐστι καὶ ἀσώματος· πρόσταγμα γὰρ αὐτῷ δέδοται, μὴ καταβῆναι εἰς Αἴγυπτον (Gen. 26, 2), τουτέστι τὸ σῶμα. καὶ Ἰακὼβ γυμνότητος ἐρᾷ ψυχικῆς— ἡ γὰρ λειότης αὐτοῦ γύμνωσίς ἐστιν—· ἦν γὰρ Ἠσαῦ ἀνὴρ δασύς, Ἰακὼβ δέ, φησίν, ἀνὴρ λεῖος (Gen. 27, 11), παρὸ καὶ τῆς Λείας"],["60","ἀνήρ ἐστι. μία μὲν ἀρίστη γύμνωσίς ἐστιν αὕτη, ἡ δ’ ἑτέρα ἐστὶν ἐναντία, ἀρετῆς ἀφαίρεσις ἐκ τροπῆς γινομένη, ὅταν ληραίνῃ καὶ παρανοῇ ἡ ψυχή. ταύτῃ χρῆται ὁ Νῶε γυμνούμενος, ὅταν πίῃ τοῦ οἴνου· χάρις δὲ τῷ θεῷ, ὅτι ἡ τροπὴ καὶ ἡ γύμνωσις τοῦ νοῦ κατ’ ἀρετῆς ἀφαίρεσιν οὐκ ἄχρι τῶν ἐκτὸς ἐχύθη, ἀλλ’ ἔμεινεν ἐν τῷ οἴκῳ· φησὶ γὰρ ὅτι „ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ “(Gen. 9, 21)· κἂν γὰρ ἁμάρτῃ ὁ σοφός, οὐχ οὕτως ἐξώκειλεν ὡς ὁ φαῦλος, τοῦ μὲν γὰρ κέχυται ἡ κακία, τοῦ δὲ συνέσταλται· διὸ καὶ ἀνανήφει, τοῦτο δ’ ἐστὶ μετανοεῖ καὶ ὥσπερ ἐκ νόσου ἀναλαμβάνει."],["61","ἀκριβέστερον δὲ τὸ ἐν τῷ οἴκῳ γίνεσθαι τὴν γύμνωσιν θεασώμεθα· ἐπειδὰν ἡ ψυχὴ τραπεῖσα μόνον ἐννοηθῇ τι τῶν ἀτόπων καὶ μὴ ἐπεξέλθῃ, ὥστε αὐτὸ ἔργῳ τελειῶσαι, ἐν τῷ τῆς ψυχῆς χωρίῳ καὶ οἴκῳ γέγονε τὸ ἁμάρτημα· ἐὰν δὲ πρὸς τῷ μοχθηρόν τι λογίσασθαι καὶ ἐπανύσηται, ὥστε ἐργάσασθαι, κέχυται καὶ εἰς τὰ ἐκτὸς τὸ ἀδίκημα. παρὸ καὶ τῷ Χαναὰν καταρᾶται,"],["62","ὅτι τὴν τῆς ψυχῆς τροπὴν ἔξω ἀπήγγειλε, τουτέστι καὶ εἰς τὰ ἐκτὸς ἔτεινε καὶ ἐπεξειργάσατο προσθεὶς τῷ κακῷ βουλήματι κακὸν τὸ διὰ τῶν ἔργων ἀποτέλεσμα· Σὴμ δὲ καὶ Ἰάφεθ ἐπαινοῦνται μὴ ἐπιθέμενοι τῇ ψυχῇ, ἀλλὰ τὴν τροπὴν αὐτῆς περικαλύψαντες."],["63","διὰ τοῦτο καὶ αἱ εὐχαὶ καὶ οἱ ὁρισμοὶ τῆς ψυχῆς ἐπιλύονται, ὅταν ἐν οἴκῳ γένωνται πατρὸς ἢ ἀνδρός (Num. 30, 4 ss.), μὴ ἡσυχαζόντων τῶν λογισμῶν μηδὲ ἐπιτιθεμένων τῇ τροπῇ, ἀλλὰ περιαιρούντων τὸ ἁμάρτημα· τότε γὰρ καὶ ὁ δεσπότης ἁπάντων „καθαριεῖ αὐτήν “. εὐχὴν δὲ χήρας καὶ ἐκβεβλημένης ἀναφαίρετον ἐᾷ· „ὅσα γὰρ ἂν εὔξηται “φησί „κατὰ τῆς ψυχῆς αὐτῆς, μένει αὐτῇ “(Num. 30, 10)· κατὰ λόγον· εἰ γὰρ ἄχρι τῶν ἐκτὸς ἐκβληθεῖσα προελήλυθεν, ὡς μὴ τρέπεσθαι μόνον ἀλλὰ καὶ διὰ τῶν ἀποτελεσμάτων ἁμαρτάνειν, ἀθεράπευτος μένει ἀνδρείου τε λόγου μὴ μετασχοῦσα καὶ τῆς τοῦ πατρὸς παρηγορίας στερηθεῖσα."],["64","τρίτη γύμνωσίς ἐστιν ἡ μέση, καθ’ ἣν ὁ νοῦς ἄλογός ἐστι μήτε ἀρετῆς πω μήτε κακίας μετέχων. περὶ ταύτης ἐστὶν ὁ λόγος, ἧς καὶ ὁ νήπιος κοινωνεῖ, ὥστε τὸ λεγόμενον „ἦσαν οἱ δύο γυμνοί, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ “τοιοῦτον εἶναι· οὔτε ὁ νοῦς ἐνόει οὔτε ἡ αἴσθησις ᾐσθάνετο, ἀλλ’ ἦν ὁ μὲν τοῦ νοεῖν ἔρημός τε καὶ γυμνός, ἡ δὲ τοῦ αἰσθάνεσθαι."],["65","τὸ δὲ „οὐκ ᾐσχύνοντο “πάλιν ἴδωμεν. τρία κατὰ τὸν τόπον ἐστίν· ἀναισχυντία, αἰδώς, τὸ μήτε ἀναισχυντεῖν μήτε αἰδεῖσθαι· ἀναισχυντία μὲν οὖν ἴδιον φαύλου, αἰδὼς δὲ σπουδαίου, τὸ δὲ μήτε αἰδεῖσθαι μήτε ἀναισχυντεῖν τοῦ ἀκαταλήπτως ἔχοντος καὶ ἀσυγκαταθέτως, περὶ οὗ νῦν ἐστιν ὁ λόγος· ὁ γὰρ μηδέπω κατάληψιν ἀγαθοῦ ἢ κακοῦ λαβὼν οὔτε ἀναισχυντεῖν οὔτε αἰδεῖσθαι δύναται."],["66","τῆς μὲν οὖν ἀναισχυντίας παραδείγματα αἱ ἀσχημοσύναι πᾶσαι, ὅταν ὁ νοῦς ἀποκαλύπτῃ τὰ αἰσχρά, συσκιάζειν δέον, ἐπαυχῶν καὶ σεμνυνόμενος ἐπ’ αὐτοῖς. λέγεται καὶ ἐπὶ τῆς Μαριάμ, ὅτε κατελάλει Μωυσῆ· „εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας “(Num. 12, 14);"],["67","ὄντως γὰρ ἀναίσχυντος καὶ θρασεῖα ἡ αἴσθησις, ἣ ἐξουθενηθεῖσα ὑπὸ τοῦ θεοῦ τοῦ πατρὸς παρὰ τὸν πιστὸν ἐν ὅλῳ τῷ οἴκῳ (ibid. 7), ᾧ τὴν Αἰθιόπισσαν, τὴν ἀμετάβλητον καὶ κατακορῆ γνώμην, αὐτὸς ὁ θεὸς ἡρμόσατο, τολμᾷ καταλαλεῖν Μωυσῆ καὶ κατηγορεῖν, ἐφ’ ᾧ ὤφειλεν ἐπαινεῖσθαι (ibid. 1)· τοῦτο γάρ ἐστιν ἐγκώμιον αὐτοῦ μέγιστον, ὅτι τὴν Αἰθιόπισσαν ἔλαβε, τὴν ἄτρεπτον καὶ πεπυρωμένην καὶ δόκιμον φύσιν· ὥσπερ γὰρ ἐν ὀφθαλμῷ τὸ βλέπον μέλαν ἐστίν, οὕτως τὸ ὁρατικὸν τῆς ψυχῆς Αἰθιόπισσα κέκληται."],["68","διὰ τί οὖν, πολλῶν ὄντων κακίας ἔργων, ἑνὸς μόνου μέμνηται τοῦ κατὰ τὸ αἰσχρὸν εἰπὼν „οὐκ ᾐσχύνοντο “, ἀλλ’ οὐκ οὐκ ἠδίκουν ἢ οὐχ ἡμάρτανον ἢ οὐκ ἐπλημμέλουν; παράκειται δὲ ἡ αἰτία. μὰ τὸν ἀληθῆ μόνον θεὸν οὐδὲν οὕτως αἰσχρὸν ἡγοῦμαι ὡς τὸ ὑπολαμβάνειν ὅτι νοῶ ἢ ὅτι αἰσθάνομαι. ὁ ἐμὸς νοῦς αἴτιος τοῦ νοεῖν; πόθεν;"],["69","ἑαυτὸν γὰρ οἶδεν, ὅστις ὢν τυγχάνει ἢ πῶς ἐγένετο; ἡ δὲ αἴσθησις αἰτία τοῦ αἰσθάνεσθαι; πῶς ἂν λέγοιτο, μήθ’ ὑφ’ αὑτῆς μήτε ὑπὸ τοῦ νοῦ γνωριζομένη; οὐχ ὁρᾷς ὅτι ὁ δοκῶν νοεῖν νοῦς εὑρίσκεται πολλάκις ἄνους, ἐν τοῖς κόροις, ἐν ταῖς μέθαις, ἐν ταῖς παραφροσύναις; ποῦ δὴ τὸ νοεῖν ἐπ’ αὐτῶν; ἡ δὲ αἴσθησις οὐ πολλάκις ἀφαιρεῖται τὸ αἰσθάνεσθαι; ὁρῶντες ἔστιν ὅτε οὐχ ὁρῶμεν καὶ ἀκούοντες οὐκ ἀκούομεν, ἐπειδὰν ὁ νοῦς μικρὸν ὅσον ἑτέρῳ νοητῷ προσενεχθῇ παρενθυμούμενος."],["70","ἕως οὖν γυμνοί εἰσιν, ὁ μὲν νοῦς τοῦ νοεῖν, ἡ δὲ αἴσθησις τοῦ αἰσθάνεσθαι, οὐδὲν ἔχουσιν αἰσχρόν· ἐπειδὰν δὲ ἄρξωνται καταλαμβάνειν, ἐν αἰσχύνῃ καὶ ὕβρει γίνονται, εὑρεθήσονται γὰρ εὐηθείᾳ καὶ μωρίᾳ πολλάκις χρώμενοι μᾶλλον ἢ ὑγιαινούσῃ ἐπιστήμῃ, οὐ μόνον ἐν κόροις καὶ μελαγχολίαις καὶ παραφροσύναις ἀλλὰ καὶ ἐν τῷ ἄλλῳ βίῳ· ὅτε μὲν γὰρ ἡ αἴσθησις κρατεῖ, ὁ νοῦς ἠνδραπόδισται μηδενὶ προσέχων νοητῷ, ὅτε δὲ ὁ νοῦς κρατεῖ, ἡ αἴσθησις ἄπρακτος θεωρεῖται μηδενὸς ἀντίληψιν ἴσχουσα αἰσθητοῦ."],["71","„Ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε κύριος ὁ θεός “(Gen. 3, 1). δυεῖν προγεγονότων νοῦ καὶ αἰσθήσεως καὶ τούτων γυμνῶν κατὰ τὸν δεδηλωμένον τρόπον ὑπαρχόντων, ἀνάγκη τρίτην ἡδονὴν συναγωγὸν ἀμφοῖν ὑπάρξαι πρὸς τὴν τῶν νοητῶν καὶ αἰσθητῶν ἀντίληψιν· οὔτε γὰρ ὁ νοῦς δίχα αἰσθήσεως ἠδύνατο καταλαβεῖν ζῷον ἢ φυτὸν ἢ λίθον ἢ ξύλον ἢ συνόλως σῶμα οὔτε ἡ αἴσθησις δίχα τοῦ νοῦ περιποιῆσαι τὸ αἰσθάνεσθαι."],["72","ἐπειδὴ τοίνυν ἄμφω ταῦτα συνελθεῖν ἔδει πρὸς κατάληψιν τῶν ὑποκειμένων, τίς αὐτὰ συνήγαγεν ὅτι μὴ δεσμὸς τρίτος ἔρωτος καὶ ἐπιθυμίας, ἀρχούσης καὶ δυναστευούσης ἡδονῆς, ἣν συμβολικῶς ὄφιν ὠνόμασε;"],["73","πάνυ καλῶς ὁ ζῳοπλάστης θεὸς ἐδημιούργησε τὴν τάξιν· νοῦν πρῶτον τὸν ἄνδρα, πρεσβύτατον γὰρ ἐν ἀνθρώπῳ, εἶτα αἴσθησιν τὴν γυναῖκα, εἶτα ἑξῆς τρίτον ἡδονήν. δυνάμει δέ εἰσιν αὐτῶν αἱ ἡλικίαι διάφοροι νοούμεναι μόνον, χρόνῳ δὲ ἰσήλικες· ἅμα γὰρ ἑαυτῇ ψυχὴ πάντα ἐπιφέρεται, ἀλλὰ τὰ μὲν ἐντελεχείᾳ, τὰ δὲ τῷ δύνασθαι γενέσθαι, εἰ καὶ μήπω προσείληφε τὸ τέλος."],["74","εἰκάσθη δὲ ὄφει ἡδονὴ διὰ τόδε· πολύπλοκος γὰρ καὶ ποικίλη ὥσπερ τοῦ ὄφεως ἡ κίνησις, οὕτως καὶ ἡδονῆς· πενταχῆ γέ τοι πρῶτον εἱλεῖται, καὶ γὰρ δι’ ὁράσεως ἡδοναὶ συνίστανται καὶ δι’ ἀκοῆς καὶ διὰ γεύσεως καὶ διὰ ὀσφρήσεως καὶ δι’ ἁφῆς· γίνονται δὲ αἱ σφοδρόταται καὶ σύντονοι αἱ περὶ τὰς γυναῖκας ὁμιλίαι, δι’ ὧν γένεσις ἡ τοῦ ὁμοίου πέφυκεν ἀποτελεῖσθαι."],["75","καὶ μὴν οὐ διὰ τοῦτο μόνον ποικίλην φαμὲν τὴν ἡδονήν, ὅτι περὶ πάντα τὰ τοῦ ἀλόγου τῆς ψυχῆς εἱλεῖται, ἀλλ’ ὅτι καὶ περὶ ἕκαστον μέρος πολύπλοκός ἐστιν· εὐθέως δι’ ὁράσεως ἡδοναὶ γίνονται ποικίλαι, γραφικὴ πᾶσα, πλαστική, τἆλλα ὅσα κατὰ τέχνας τεχνικὰ δημιουργήματα τέρπει τὴν ὅρασιν· πάλιν φυτῶν βλαστανόντων ἀνθούντων καρποτοκούντων διαφοραί, ζῴων εὐμορφίαι πολυσχιδεῖς· ὁμοίως τὴν ἀκοὴν αὐλὸς ἡδύνει, κιθάρα, πᾶσα ὀργάνων ἰδέα, ζῴων ἀλόγων ἐμμελεῖς φωναί, χελιδόνων, ἀηδόνων, τῶν ἄλλων ὅσα φύσις μεμούσωκε, λογικῶν εὐφωνία, κιθαρῳδῶν κωμῳδίαν τραγῳδίαν τὴν ἄλλην ὑποκριτικὴν ἐπιδεικνυμένων."],["76","τί δὲ δεῖ περὶ τῶν γαστρὸς ἡδονῶν διδάσκειν; σχεδὸν γὰρ ὅσαι τῶν ὑποκειμένων χυλῶν προσηνῶν διαφοραὶ καὶ τὴν αἴσθησιν κινούντων, τοσαῦται καὶ τῆς ἡδονῆς. ἆρ’ οὖν οὐ δεόντως ποικίλον οὖσα ἡδονὴ ποικίλῳ ζῴῳ ὄφει παρεβλήθη; διὰ τοῦτο καὶ τὸ λαῶδες καὶ ὄχλον ἔχον ἐν ἡμῖν μέρος,"],["77","ὅτε τῶν ἐν Αἰγύπτῳ, τουτέστι τῷ σωματικῷ ὄγκῳ, οἰκιῶν ἐφίεται, ἡδοναῖς περιπίπτει θάνατον ἐπαγούσαις, οὐ χωρισμὸν ψυχῆς ἀπὸ σώματος, ἀλλὰ ψυχῆς ὑπὸ κακίας φθοράν· φησὶ γάρ· „καὶ ἀπέστειλε κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας. καὶ ἔδακνον τὸν λαόν, καὶ ἀπέθνῃσκε λαὸς πολὺς τῶν υἱῶν Ἰσραήλ “(Num. 21, 6)· ὄντως γὰρ οὐδὲν οὕτως θάνατον ἐπάγει ψυχῇ, ὡς ἀμετρία τῶν ἡδονῶν."],["78","τὸ δὲ ἀποθνῇσκον οὐ τὸ ἄρχον ἐστὶν ἐν ἡμῖν, ἀλλὰ τὸ ἀρχόμενον τὸ λαῶδες, καὶ μέχρι τούτου θάνατον ἐνδέξεται, μέχρις ἂν μετανοίᾳ χρησάμενον ὁμολογήσῃ τὴν τροπήν· προσελθόντες γὰρ ἔλεγον Μωυσῇ „ὅτι ἡμαρτήκαμεν, ὅτι κατελαλήσαμεν κατὰ κυρίου καὶ κατὰ σοῦ· εὖξαι οὖν πρὸς κύριον, καὶ ἀφελέτω ἀφ’ ἡμῶν τοὺς ὄφεις “(ibid. 7). εὖ τὸ φάναι, οὐχ ὅτι κατελαλήσαμεν, ἡμάρτομεν, ἀλλ’ „ὅτι ἡμάρτομεν, κατελαλήσαμεν “· ὅταν γὰρ ἁμάρτῃ καὶ ἀπαρτηθῇ ὁ νοῦς ἀρετῆς, αἰτιᾶται τὰ θεῖα τὴν ἰδίαν τροπὴν"],["79","προσάπτων θεῷ. πῶς οὖν γίνεται ἴασις τοῦ πάθους; ὅταν ἕτερος ὄφις κατασκευασθῇ τῷ τῆς Εὔας ἐναντίος, ὁ σωφροσύνης λόγος· ἡδονῇ γὰρ ἐναντίον σωφροσύνη, ποικίλῳ πάθει ποικίλη ἀρετὴ καὶ ἀμυνομένη πολεμίαν ἡδονήν. τὸν κατὰ σωφροσύνην οὖν ὄφιν κελεύει ὁ θεὸς Μωυσεῖ κατασκευάσασθαι καί φησι· „ποίησον σεαυτῷ ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου “(ibid. 8). ὁρᾷς ὅτι οὐκ ἄλλῳ τινὶ κατασκευάζεται τοῦτον ὁ Μωυσῆς τὸν ὄφιν ἢ ἑαυτῷ, προστάττει γὰρ ὁ θεός „ποίησον σεαυτῷ, “ἵνα γνῷς, ὅτι οὐ παντός ἐστι κτῆμα σωφροσύνη, ἀλλὰ μόνου τοῦ θεοφιλοῦς."],["80","σκεπτέον δέ, διὰ τί Μωυσῆς χαλκοῦν ὄφιν κατασκευάζεται, οὐ προσταχθὲν αὐτῷ περὶ ποιότητος. μήποτ’ οὖν διὰ τάδε· πρῶτον μὲν ἄυλοί εἰσιν αἱ θεοῦ χάριτες [ἰδέαι αὗται] καὶ ἄποιοι, αἱ δὲ τῶν θνητῶν σὺν ὕλῃ θεωροῦνται· δεύτερον δὲ Μωυσῆς μὲν ἀσωμάτων ἐρᾷ ἀρετῶν, αἱ δ’ ἡμέτεραι ψυχαὶ οὐ δυνάμεναι ἐκδῦναι τὰ σώματα σωματικῆς ἐφίενται ἀρετῆς."],["81","δυνατῇ δὲ καὶ στερεᾷ οὐσίᾳ τῇ χαλκοῦ ἀπείκασται ὁ κατὰ σωφροσύνην λόγος εὔτονος καὶ ἀδιάκοπος ὤν, ἴσως δὲ καὶ παρόσον ἡ μὲν ἐν τῷ θεοφιλεῖ σωφροσύνη τιμιωτάτη ἐστὶ καὶ χρυσῷ ἐοικυῖα, δευτερεύουσα δὲ ἡ ἐν τῷ κατὰ προκοπὴν σοφίαν ἀναλαβόντι. ὃν ἂν οὖν „δάκῃ ὄφις, πᾶς ὁ ἰδὼν αὐτὸν ζήσεται “(ibid.)· πάνυ ἀληθῶς· ἐὰν γὰρ ὁ νοῦς δηχθεὶς ἡδονῇ, τῷ τῆς Εὔας ὄφει, ἰσχύσῃ κατιδεῖν ψυχικῶς τὸ σωφροσύνης κάλλος, τὸν Μωυσέως ὄφιν, καὶ διὰ τούτου τὸν θεὸν αὐτόν, ζήσεται· μόνον ἰδέτω καὶ κατανοησάτω."],["82","οὐχ ὁρᾷς ὅτι καὶ ἡ ἄρχουσα σοφία Σάρρα φησίν· „ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι “(Gen. 21, 6); ἀλλὰ φέρε τινὰ ἰσχῦσαι ἀκοῦσαι, ὅτι τέτοκεν ἡ ἀρετὴ τὴν εὐδαιμονίαν Ἰσαάκ, καὶ εὐθὺς συγχαρητικὸν ὕμνον ὑμνήσει. ὡς οὖν τοῦ ἀκούσαντός ἐστι τὸ συγχαίρειν, οὕτως τοῦ σωφροσύνην καὶ θεὸν ἰδόντος εἱλικρινῶς τὸ μὴ ἀποθνῄσκειν."],["83","πολλαὶ δὲ καρτερίας καὶ σωφροσύνης ἐρασθεῖσαι ψυχαὶ καὶ ἐρημωθεῖσαι παθῶν ὅμως κράτος ὑπέμειναν θεοῦ καὶ τροπὴν τὴν πρὸς τὸ χεῖρον ἐδέξαντο, διασυνιστάντος αὑτόν τε καὶ τὴν γένεσιν τοῦ δεσπότου, ἑαυτὸν μέν, ὅτι ἀκλινὴς ἕστηκεν ἀεί, τὴν δὲ γένεσιν, ὅτι ταλαντεύει καὶ πρὸς τἀναντία ἀντιρρέπει· φησὶ γάρ·"],["84","„τοῦ ἀγαγόντος σε διὰ τῆς ἐρήμου τῆς μεγάλης καὶ τῆς φοβερᾶς ἐκείνης, οὗ ὄφις δάκνων καὶ σκορπίος καὶ δίψα, οὗ οὐκ ἦν ὕδωρ, τοῦ ἐξαγαγόντος σοι ἐκ πέτρας ἀκροτόμου πηγὴν ὕδατος, τοῦ ψωμίσαντός σε τὸ μάννα ἐν τῇ ἐρήμῳ, ὃ οὐκ ᾔδεισαν οἱ πατέρες σου “(Deut. 8, 15. 16). ὁρᾷς ὅτι οὐ μόνον τῶν ἐν Αἰγύπτῳ παθῶν ἐφιεμένη ἡ ψυχὴ περιπίπτει τοῖς ὄφεσιν, ἀλλὰ καὶ ὅτε ἐστὶν ἐν ἐρήμῳ δάκνεται ὑφ’ ἡδονῆς, τοῦ ποικίλου καὶ ὀφιώδους πάθους· οἰκειότατον δὲ ὄνομα εἴληχε τὸ ἡδονῆς ἔργον, δηγμὸς γὰρ καλεῖται."],["85","ἀλλ’ οὐ μόνον οἱ ἐν ἐρήμῳ δάκνονται ὑφ’ ἡδονῆς, ἀλλὰ καὶ οἱ ἐσκορπισμένοι· καὶ γὰρ ἐγὼ πολλάκις καταλιπὼν μὲν ἀνθρώπους συγγενεῖς καὶ φίλους καὶ πατρίδα καὶ εἰς ἐρημίαν ἐλθών, ἵνα τι τῶν θέας ἀξίων κατανοήσω, οὐδὲν ὤνησα, ἀλλὰ σκορπισθεὶς ὁ νοῦς ἢ πάθει δηχθεὶς ἀνεχώρησεν εἰς τἀναντία· ἔστι δὲ ὅτε καὶ ἐν πλήθει μυριάνδρῳ ἠρεμῶ τὴν διάνοιαν, τὸν ψυχικὸν ὄχλον σκεδάσαντος θεοῦ καὶ διδάξαντός με, ὅτι οὐ τόπων διαφοραὶ τό τε εὖ καὶ χεῖρον ἐργάζονται, ἀλλ’ ὁ κινῶν θεὸς καὶ ἄγων ᾗ ἂν προαιρῆται τὸ τῆς ψυχῆς ὄχημα."],["86","πλὴν περιπίπτει σκορπίῳ, ὅπερ ἐστὶ σκορπισμῷ, ἐν τῇ ἐρήμῳ, καὶ δίψα καταλαμβάνει ἡ τῶν παθῶν, μέχρις ἂν ὁ θεὸς τῆς ἀκροτόμου σοφίας ἑαυτοῦ τὸ νᾶμα ἐπιπέμψῃ καὶ ποτίσῃ τὴν τραπεῖσαν ψυχὴν ἀμεταβλήτῳ ὑγείᾳ· ἡ γὰρ ἀκρότομος πέτρα ἡ σοφία τοῦ θεοῦ ἐστιν, ἣν ἄκραν καὶ πρωτίστην ἔτεμεν ἀπὸ τῶν ἑαυτοῦ δυνάμεων, ἐξ ἧς ποτίζει τὰς φιλοθέους ψυχάς· ποτισθεῖσαι δὲ καὶ τοῦ μάννα ἐμπίπλανται τοῦ γενικωτάτου— καλεῖται γὰρ τὸ μάννα \" τί \", ὃ πάντων ἐστὶ γένος—, τὸ δὲ γενικώτατόν ἐστιν ὁ θεός, καὶ δεύτερος ὁ θεοῦ λόγος, τὰ δ’ ἄλλα λόγῳ μόνον ὑπάρχει, ἔργοις δὲ ἔστιν οὗ ἴσα τῷ οὐχ ὑπάρχοντι."],["87","ἴδε νῦν διαφορὰν τοῦ ἐν ἐρήμῳ τρεπομένου καὶ τοῦ ἐν Αἰγύπτῳ· ὁ μὲν γὰρ τοῖς θανατοῦσιν ὄφεσι χρῆται, τουτέστιν ἀπλήστοις ἡδοναῖς θάνατον ἐπιφερούσαις, ὁ δ’ ἀσκητὴς δάκνεται μόνον ὑφ’ ἡδονῆς καὶ σκορπίζεται, οὐ θανατοῦται· κἀκεῖνος μὲν σωφροσύνῃ, χαλκῷ ὄφει, θεραπεύεται γενομένῃ ὑπὸ τοῦ σοφοῦ Μωυσέως, οὗτος δὲ ὑπὸ τοῦ θεοῦ ποτίζεται κάλλιστον ποτὸν σοφίαν ἐκ τῆς πηγῆς, ἣν αὐτὸς ἐξήγαγεν ἀπὸ τῆς ἑαυτοῦ σοφίας."],["88","οὐδὲ τοῦ θεοφιλεστάτου Μωυσέως ἀπέχεται ἡ ὀφιώδης ἡδονή, λέγεται δὲ ὧδε· „ἐὰν οὖν μὴ πιστεύσωσί μοι μηδὲ εἰσακούσωσι τῆς φωνῆς μου— ἐροῦσι γάρ, οὐκ ὦπταί σοι ὁ θεός—, τί ἐρῶ πρὸς αὐτούς; καὶ εἶπε κύριος Μωυσεῖ· τί τοῦτ’ ἐστὶ τὸ ἐν τῇ χειρί σου; ὁ δὲ εἶπε· ῥάβδος. καὶ εἶπε· ῥῖψον αὐτὴν ἐπὶ τὴν γῆν. καὶ ἔρριψεν αὐτὴν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο ὄφις, καὶ ἔφυγε Μωυσῆς ἀπ’ αὐτοῦ. καὶ εἶπε κύριος Μωυσεῖ· ἔκτεινον τὴν χεῖρα καὶ ἐπιλαβοῦ τῆς κέρκου. ἐκτείνας οὖν τὴν χεῖρα ἐπελάβετο τῆς κέρκου, καὶ ἐγένετο ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ· ἵνα πιστεύσωσί σοι “(Exod. 4, 1 ss.)."],["89","πῶς ἄν τις πιστεύσαι θεῷ; ἐὰν μάθῃ, ὅτι πάντα τὰ ἄλλα τρέπεται, μόνος δὲ αὐτὸς ἄτρεπτός ἐστι. πυνθάνεται οὖν ὁ θεὸς τοῦ σοφοῦ, τί ἐστιν ἐν τῷ πρακτικῷ τῆς ψυχῆς αὐτοῦ βίῳ· ἡ γὰρ χεὶρ σύμβολον πράξεως· ὁ δ’ ἀποκρίνεται, ὅτι παιδεία, ἣν ῥάβδον καλεῖ. διὸ καὶ ὁ πτερνιστὴς τῶν παθῶν Ἰακώβ φησιν· \" ἐν γὰρ τῇ ῥάβδῳ μου διέβην τὸν Ἰορδάνην τοῦτον “(Gen. 32, 10)· Ἰορδάνης δὲ κατάβασις ἑρμηνεύεται· τῆς δὲ κάτω καὶ γηίνης καὶ φθαρτῆς φύσεώς ἐστι τὰ κατὰ κακίαν καὶ πάθος· διαβαίνει δὲ ταῦτα ὁ ἀσκητὴς νοῦς ἐν παιδείᾳ· ταπεινὸν γὰρ τὸ ἐκδέχεσθαι, ὅτι βακτηρίαν ἔχων ποταμὸν διέβαινε."],["90","καλῶς οὖν καὶ ὁ θεοφιλὴς Μωυσῆς ἀποκρίνεται· ὄντως γὰρ αἱ πράξεις τοῦ σπουδαίου παιδείᾳ ὡς ἂν ῥάβδῳ ἐπερείδονται, τὸν κλόνον καὶ σάλον τῆς ψυχῆς ἱδρυόμεναι. αὕτη ἡ ῥάβδος ἀπορριφθεῖσα γίνεται ὄφις· εἰκότως· ἐὰν γὰρ ἡ ψυχὴ ἀπορρίψῃ τὴν παιδείαν, γέγονε φιλήδονος ἀντὶ φιλαρέτου. διὸ καὶ Μωυσῆς φεύγει ἀπ’ αὐτοῦ· ἀπὸ γὰρ τοῦ πάθους καὶ τῆς ἡδονῆς ἀποδιδράσκει ὁ φιλάρετος."],["91","ἀλλά τοί γε ὁ θεὸς τὴν φυγὴν οὐκ ἐπαινεῖ· σοὶ μὲν γάρ, ὦ διάνοια, μήπω τελειωθείσῃ φυγὴν καὶ δρασμὸν τῶν παθῶν ἁρμόζει μελετᾶν, Μωυσεῖ δὲ τῷ τελείῳ παραμένειν τῷ πρὸς αὐτὰ πολέμῳ καὶ ἀντιστατεῖν αὐτοῖς καὶ διαμάχεσθαι· εἰ δὲ μή, ἀδείας καὶ ἐξουσίας λαβόμενα μέχρι τῆς ψυχικῆς ἀκροπόλεως ἀναβάντα πᾶσαν ἐκπολιορκήσει καὶ λεηλατήσει τυράννου τρόπον τὴν ψυχήν."],["92","διὸ καὶ προστάττει ὁ θεὸς „λαβέσθαι τῆς κέρκου \", τουτέστι τὸ ἀντίδικον τῆς ἡδονῆς καὶ ἀτίθασον αὐτῆς μὴ φοβείτω σε, ἀλλὰ τούτου μάλιστα λαβοῦ καὶ κατάσχες καὶ περικράτησον· ἔσται γὰρ πάλιν ἀντὶ ὄφεως ῥάβδος, τουτέστιν ἀντὶ ἡδονῆς γενήσεται ἐν τῇ χειρὶ παιδεία."],["93","ἀλλὰ γενήσεται ἐν τῇ χειρί, ἐν τῇ πράξει τοῦ σοφοῦ, ὃ δὴ καὶ ἀληθές ἐστι· λαβέσθαι δὲ καὶ περικρατῆσαι ἡδονῆς ἀδύνατον, εἰ μὴ πρότερον ἐκταθείη ἡ χείρ, τουτέστιν εἰ μὴ τὰς πράξεις καὶ προκοπὰς ἁπάσας ὁμολογήσειεν ἡ ψυχὴ κατὰ θεὸν εἶναι καὶ μηδὲν εἰς ἑαυτὴν ἀναγάγοι. τοῦτον μὲν δὴ τὸν ὄφιν ἀποδιδράσκειν ὁ βλέπων διέγνωκεν· ἕτερον δὲ τὸν σωφροσύνης λόγον κατασκευάζει, τὸν χαλκοῦν ἐκεῖνον, ἵνα ὁ δηχθεὶς ὑφ’ ἡδονῆς ἰδὼν σωφροσύνην ζήσῃ τὸν ἀληθῆ βίον."],["94","τοιοῦτον ὄφιν εὔχεται ὁ Ἰακὼβ γενέσθαι τὸν Δὰν καί φησιν οὕτως· „Δὰν κρινεῖ τὸν ἑαυτοῦ λαόν, ὡσεὶ καὶ μία φυλὴ Ἰσραήλ, καὶ γενέσθω Δὰν ὄφις ἐφ’ ὁδοῦ, ἐγκαθήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου, καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω, τὴν σωτηρίαν περιμένων κυρίου “(Gen. 49, 16— 18). ἐκ μὲν τῆς Λείας πέμπτος υἱός ἐστιν Ἰσσάχαρ γνήσιος τοῦ Ἰακώβ, συγκαταριθμουμένων δὲ τῶν ἐκ τῆς Ζέλφας δυεῖν ἕβδομος, τοῦ δὲ Ἰακὼβ πέμπτος ἐστὶν ὁ Δὰν ἐκ τῆς Βάλλας τῆς παιδίσκης Ῥαχήλ. τὴν δὲ αἰτίαν ἐν τοῖς κατ’ ἰδίαν ἐξευρήσομεν. περὶ δὲ τοῦ Δὰν πάλιν κατανοητέον."],["95","δύο γένη φορεῖ ἡ ψυχή, τὸ μὲν θεῖον, τὸ δὲ φθαρτόν· τὸ μὲν οὖν κρεῖττον κεκύηκεν ἤδη καὶ ἵσταται ἐπ’ αὐτοῦ· ὅτε γὰρ ἐξομολογήσασθαι τῷ θεῷ καὶ παραχωρῆσαι πάντα ἴσχυσεν ἡ ψυχή, κτῆμα κρεῖσσον λαβεῖν οὐκέτ’ εἶχε· διὰ τοῦτ’ ἔστη τοῦ τίκτειν τὸν Ἰούδαν, τὸν ἐξομολογητικὸν τρόπον, ἐνεγκοῦσα. τὸ δὲ θνητὸν γένος νῦν ἄρχεται διαπλάττειν."],["96","ὑφέστηκε δὲ τὸ θνητὸν καταπόσει· θεμελίου γὰρ τρόπον ἡ γεῦσις, ἣ αἰτία τῆς τῶν ζῴων διαμονῆς ἐστι· Βάλλα δὲ ἑρμηνεύεται κατάποσις· ἐκ ταύτης οὖν γίνεται ὁ Δάν, ὃς ἑρμηνεύεται κρίσις· τοῦτο γὰρ τὸ γένος διακρίνει καὶ χωρίζει τὰ ἀθάνατα ἀπὸ τῶν θνητῶν. εὔχεται οὖν αὐτὸν γενέσθαι σωφροσύνης ἐραστήν, τῷ δὲ Ἰούδᾳ οὐκ εὔξεται· ἔχει γὰρ ἤδη τὸ ἐξομολογεῖσθαι καὶ εὐαρεστεῖν θεῷ. „γενέσθω “οὖν φησι „Δὰν ὄφις ἐφ’ ὁδοῦ “."],["97","ὁδὸς ἡμῶν ἐστιν ἡ ψυχή· ὥσπερ γὰρ ἐν ταῖς ὁδοῖς ἔστιν ἰδεῖν διαφορὰν τῶν ὄντων, ἀψύχων ἐμψύχων, ἀλόγων λογικῶν, σπουδαίων φαύλων, δούλων ἐλευθέρων, νεωτέρων πρεσβυτέρων, ἀρρένων θηλειῶν, ξένων ἀστῶν, νοσούντων ὑγιαινόντων, λελωβημένων ὁλοκλήρων, οὕτως καὶ ἐν ψυχῇ καὶ ἄψυχα καὶ ἀτελῆ καὶ νοσώδη καὶ δοῦλα καὶ θήλεα καὶ μυρία ἄλλα κηρῶν μεστὰ κινήματά ἐστι, καὶ ἔμπαλιν ἔμψυχα ὁλόκληρα ἄρρενα ἐλεύθερα ὑγιᾶ πρεσβύτερα σπουδαῖα γνήσια καὶ ἀστὰ ὄντως."],["98","γενέσθω οὖν ὁ σωφροσύνης λόγος ὄφις ἐπὶ τῆς ψυχῆς τῆς ὁδευούσης διὰ πάντων τῶν ἐν τῷ βίῳ πραγμάτων καὶ ἐγκαθισάτω ἐπὶ τρίβου. τί δὲ τοῦτ’ ἐστίν; ἄτριπτος μὲν ὁ ἀρετῆς χῶρος, ὀλίγοι γὰρ βαίνουσιν αὐτόν, τέτριπται δὲ ὁ κακίας· ἐγκαθίσαι δὴ καὶ ἐνεδρεῦσαι καὶ λοχῆσαι παραινεῖ τὴν τετριμμένην ὁδόν, τὸ πάθος καὶ τὴν κακίαν, ἐν οἷς κατατρίβονται τὸν"],["99","βίον οἱ φυγάδες ἀρετῆς λογισμοί. „δάκνων πτέρναν ἵππου. “ἐχομένως πτερνιστής ἐστιν ὁ τὴν στάσιν τοῦ γενητοῦ καὶ φθαρτοῦ διασείων τρόπος. τὰ πάθη δὲ ἵππῳ ἀπεικάσθη· τετρασκελὲς| γὰρ καὶ τὸ πάθος ὡς ἵππος καὶ ὁρμητικὸν καὶ αὐθαδείας γέμον καὶ σκιρτητικὸν φύσει. ὁ δὲ σωφροσύνης λόγος δάκνειν καὶ τιτρώσκειν φιλεῖ καὶ ἀναιρεῖν τὸ πάθος· πτερνισθέντος δὲ τοῦ πάθους καὶ ὀκλάσαντος „πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω “. ἱππέα νοητέον τὸν ἐπιβεβηκότα τοῖς πάθεσι νοῦν, ὃς ἀποπίπτει τῶν παθῶν, ὅταν αὐτὰ συλλογισθῇ καὶ πτερνισθῇ."],["100","εὖ δ’ ὅτι εἰς τοὔμπροσθεν οὐ πίπτει ἡ ψυχή· μὴ γὰρ προερχέσθω τῶν παθῶν, ἀλλ’ ὑστεριζέτω τούτων, καὶ σωφρονισθήσεται. καὶ δογματικόν ἐστιν ὃ λέγει· ἐὰν γὰρ ὁρμήσας ὁ νοῦς ἀδικῆσαι ὑστερήσῃ καὶ πέσῃ εἰς τὰ ὀπίσω, οὐκ ἀδικήσει· ἐὰν δὲ ἐπὶ πάθος κινηθεὶς ἄλογον μὴ ἐπεκδράμῃ, ἀλλὰ κατόπιν μείνῃ, ἀπάθειαν, τὸ κάλλιστον, καρπώσεται."],["101","διὸ καὶ τὸ κατόπιν πτῶμα ἀποδεχόμενος τῶν κακιῶν ἐπιφέρει· „τὴν σωτηρίαν περιμένων κυρίου “· ὄντως γὰρ ὑπὸ θεοῦ σῴζεται ὁ ἀποπίπτων τῶν παθῶν καὶ ὑστερίζων τῆς ἐνεργείας αὐτῶν. πέσοι τοιοῦτόν μου πτῶμα ἡ ψυχὴ καὶ μηδέποτε ἀνασταίη ἐπὶ τὸ ἵππειον καὶ σκιρτητικὸν πάθος, ἵνα θεοῦ σωτηρίαν περιμείνασα εὐδαιμονήσῃ."],["102","διὰ τοῦτο καὶ Μωυσῆς ἐν τῷ ᾄσματι ὑμνεῖ τὸν θεόν, ὅτι „ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν “(Exod. 15, 1), τὰ τέσσαρα πάθη καὶ τὸν ἐποχούμενον αὐτοῖς ἄθλιον νοῦν εἰς τὴν φθορὰν τῶν πραγμάτων καὶ τὸν ἀνήνυτον βυθόν· καὶ σχεδὸν τοῦ ᾄσματος ὅλου τὸ κεφάλαιον τοῦτ’ ἐστίν, ἐφ’ ὃ τὰ ἄλλα πάντα ἀναφέρεται, καὶ οὕτως ἔχει· ἐὰν γὰρ ἀπάθεια κατάσχῃ τὴν ψυχήν, τελέως εὐδαιμονήσει."],["103","ζητητέον δέ, τίνος ἕνεκα ὁ μὲν Ἰακώβ φησιν, ὅτι „πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω “(Gen. 49, 17), Μωυσῆς δὲ ᾄδει, ὅτι ἵππος καὶ ἀναβάτης κατεποντώθησαν. λεκτέον οὖν ὅτι ὁ μὲν καταποντούμενος ὁ Αἰγύπτιός ἐστι τρόπος, ὅς, κἂν φεύγῃ, ὑπὸ τὸ ὕδωρ τουτέστιν ὑπὸ τὴν φορὰν τῶν παθῶν φεύγει, ὁ δὲ πίπτων ἱππεὺς εἰς τὰ ὀπίσθια οὐκ ἔστι τῶν φιλοπαθῶν· τεκμήριον δέ, ὅτι οὗτος μέν ἐστιν ἱππεύς, ἐκεῖνος δὲ ἀναβάτης·"],["104","ἱππέως μὲν οὖν ἔργον δαμάζειν τὸν ἵππον καὶ ἀφηνιάζοντα ἐπιστομίζειν, ἀναβάτου δὲ φέρεσθαι ᾗ ἂν τὸ ζῷον ἄγῃ· καὶ ἐν θαλάττῃ τοῦ μὲν κυβερνήτου ἔργον ἄγειν τὸ σκάφος καὶ εὐθύνειν καὶ ὀρθοῦν, τοῦ δὲ ἐπιβάτου πάσχειν ὅσα ἂν ἡ ναῦς ὑπομένῃ. παρὸ καὶ ὁ δαμάζων τὰ πάθη ἱππεὺς οὐ καταποντοῦται, ἀλλὰ ἀποβὰς αὐτῶν τὴν σωτηρίαν περιμένει τοῦ δεσπότου."],["105","παραινεῖ μέντοι ὁ ἱερὸς λόγος ἐν Λευιτικῷ „ἀπὸ τῶν ἑρπετῶν, ἃ πορεύεται ἐπὶ τεσσάρων, ἃ ἔχει σκέλη ἀνώτερον τῶν ποδῶν, ὥστε πηδᾶν ἐν αὐτοῖς “σιτεῖσθαι (Lev. 11, 21), ὧν ἐστιν ὁ βροῦχος καὶ ὁ ἀττακὸς καὶ ἀκρὶς καὶ τέταρτον ὁ ὀφιομάχης· καὶ δεόντως· εἰ γὰρ ἄτροφον καὶ βλαβερὸν πρᾶγμα ὀφιώδης ἡδονή, τροφιμώτατον ἂν καὶ σωτήριον γένοιτο ἡ πρὸς ἡδονὴν διαμαχομένη φύσις· αὕτη δὲ ἡ σωφροσύνη ἐστί."],["106","μάχου δὴ καὶ σύ, ὦ διάνοια, πρὸς πᾶν πάθος καὶ διαφερόντως πρὸς ἡδονήν, καὶ γὰρ „φρονιμώτατός ἐστιν ὁ ὄφις πάντων θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε κύριος ὁ θεός “(Gen. 3, 1)· τῶν γὰρ πάντων πανουργότατόν ἐστιν ἡδονή· διὰ τί;"],["107","ὅτι πάντα ἡδονῆς δοῦλα καὶ ὁ βίος ὁ τῶν φαύλων δεσπόζεται ὑφ’ ἡδονῆς· τὰ γοῦν ποιητικὰ αὐτῆς εὑρίσκεται διὰ πανουργίας πάσης, χρυσὸς ἄργυρος δόξα τιμαὶ ἀρχαί, αἱ ὗλαι τῶν αἰσθητῶν καὶ τέχναι αἱ βάναυσοι καὶ ὅσαι ἄλλαι κατασκευαστικαὶ ἡδονῆς πάνυ ποικίλαι, καὶ ἀδικοῦμεν δι’ ἡδονήν, τὰ δὲ ἀδικήματα οὐκ ἄνευ πανουργίας τῆς ἐσχάτης ἐστίν."],["108","τὴν ὀφιομάχον οὖν γνώμην ἀντίταττε καὶ κάλλιστον ἀγῶνα τοῦτον διάθλησον καὶ σπούδασον στεφανωθῆναι κατὰ τῆς τοὺς ἄλλους ἅπαντας νικώσης ἡδονῆς καλὸν καὶ εὐκλεᾶ στέφανον, ὃν οὐδεμία πανήγυρις ἀνθρώπων ἐχορήγησεν."]],[["1","„Καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου “(Gen. 3, 8). δόγμα εἰσηγεῖται διδάσκον, ὅτι ὁ φαῦλος φυγάς ἐστιν. εἰ γὰρ πόλις οἰκεία τῶν σοφῶν ἡ ἀρετή, ταύτης ὁ μὴ δυνάμενος μετέχειν ἀπελήλαται πόλεως, ἧς ἀδυνατεῖ μετέχειν ὁ φαῦλος· ἀπελήλαται ἄρα καὶ πεφυγάδευται μόνος ὁ φαῦλος. ὁ δ’ ἀρετῆς φυγὰς εὐθὺς ἀποκέκρυπται θεόν· εἰ γὰρ καὶ ἐμφανεῖς οἱ σοφοὶ θεῷ, ἅτε ὄντες αὐτῷ φίλοι, δῆλον ὡς ἀποκρύπτονται καὶ καταδύονται πάντες οἱ φαῦλοι, ὡς ἂν ἐχθροὶ καὶ δυσμενεῖς ὄντες ὀρθῷ λόγῳ."],["2","ὅτι μὲν οὖν ἄπολις καὶ ἄοικος ὁ φαῦλός ἐστι, μαρτυρεῖ ἐπὶ τοῦ δασέος καὶ ποικίλου τὴν κακίαν Ἠσαῦ, ὅτε φησίν· „ἦν δὲ Ἠσαῦ εἰδὼς κυνηγεῖν, ἀγροῖκος “(Gen. 25, 27)· οὐ γὰρ πέφυκεν ἡ τῶν παθῶν θηρευτικὴ κακία τὴν ἀρετῆς πόλιν οἰκεῖν ἀγροικίαν καὶ ἀπαιδευσίαν μετὰ πολλῆς ἀγνωμοσύνης μεταδιώκουσα. ὁ δέ γε σοφίας μεστὸς Ἰακὼβ καὶ πολίτης ἐστὶ καὶ οἰκίαν τὴν ἀρετὴν κατοικεῖ· φησὶ γοῦν περὶ αὐτοῦ· „Ἰακὼβ δὲ ἄπλαστος ἄνθρωπος οἰκῶν οἰκίαν “(ibid.)."],["3","παρὸ καὶ „αἱ μαῖαι, ἐπειδὴ ἐφοβοῦντο τὸν θεόν, ἐποίησαν ἑαυταῖς οἰκίας “(Exod. 1, 21)· αἱ γὰρ ζητητικαὶ τῶν ἀφανῶν θεοῦ μυστηρίων, ὅπερ ἐστὶ „ζῳογονεῖν τὰ ἄρσενα “, οἰκοδομοῦσι τὰ ἀρετῆς πράγματα, οἷς καὶ ἐνοικεῖν προῄρηνται. διὰ μὲν δὴ τούτων ἐπιδέδεικται, πῶς ὁ μὲν φαῦλος ἄπολίς τέ ἐστι καὶ ἄοικος, φυγὰς ἀρετῆς ὤν, ὁ δὲ σπουδαῖος καὶ πόλιν ἔχειν καὶ οἶκον σοφίαν κεκλήρωται."],["4","ἴδωμεν δὲ ἑξῆς, πῶς καὶ ἀποκρύπτεσθαί τις θεὸν λέγεται. εἰ δὲ μὴ ἀλληγορήσειέ τις, ἀδύνατον παραδέξασθαι τὸ προκείμενον· πάντα γὰρ πεπλήρωκεν ὁ θεὸς καὶ διὰ πάντων διελήλυθεν καὶ κενὸν οὐδὲν οὐδὲ ἔρημον ἀπολέλοιπεν ἑαυτοῦ. ποῖον δή τις τόπον ἐφέξει, ἐν ᾧ οὐχὶ θεός ἐστι; μαρτυρεῖ δὲ καὶ ἐν ἑτέροις λέγων· „ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ “(Deut. 4, 39). καὶ πάλιν· „ὧδε ἕστηκα πρὸ τοῦ σέ “(Exod. 17, 6)· πρὸ γὰρ παντὸς γενητοῦ ὁ θεός ἐστι, καὶ εὑρίσκεται πανταχοῦ, ὥστε οὐκ ἂν δύναιτό τις ἀποκρύπτεσθαι."],["5","καὶ τί θαυμάζομεν; τῶν γὰρ γενομένων τὰ συνεκτικώτατα οὐδ’ ἄν, εἴ τι γένοιτο, ἐκφεύγειν καὶ ἀποκρύπτεσθαι δυνηθείημεν, οἷον γῆν φυγέτω τις ἢ ὕδωρ ἢ ἀέρα ἢ οὐρανὸν ἢ τὸν σύμπαντα κόσμον· ἀνάγκη γὰρ ἐν τούτοις περιέχεσθαι, οὐ γὰρ ἔξω γέ τις τοῦ κόσμου φεύγειν δυνήσεται."],["6","εἶτα μὴ τὰ μέρη τοῦ κόσμου μηδὲ τὸν κόσμον αὐτὸν δυνάμενός τις ἀποκρύπτεσθαι τὸν θεὸν ἂν ἰσχύσαι λανθάνειν; οὐδαμῶς. τί οὖν τὸ „ἐκρύβησαν “; ὁ φαῦλος δοκεῖ εἶναι τὸν θεὸν ἐν τόπῳ, μὴ περιέχοντα, ἀλλὰ περιεχόμενον· οὗ χάριν καὶ οἴεται ἀποκρύπτεσθαι, ὡς κατ’ ἐκεῖνο τὸ"],["7","μέρος οὐκ ὄντος τοῦ αἰτίου, καθ’ ὃ φωλεύειν διέγνωκεν. ἔστι δὲ οὕτως ἐκδέξασθαι· ἐν τῷ φαύλῳ ἡ ἀληθὴς περὶ θεοῦ δόξα ἐπεσκίασται καὶ ἀποκρύπτεται, σκότους γὰρ πλήρης ἐστὶ μηδὲν ἔχων ἐναύγασμα θεῖον, ᾧ τὰ ὄντα περισκέψεται· ὁ δὲ τοιοῦτος πεφυγάδευται θείου χοροῦ, καθάπερ ὁ λεπρὸς καὶ γονορρυής, ὁ μὲν θεὸν καὶ γένεσιν, ἀντιπάλους φύσεις, δύο χρωμάτων ὄντων, ἀγαγὼν εἰς ταὐτὸ ὡς αἴτια, ἑνὸς ὄντος αἰτίου τοῦ δρῶντος, ὁ δὲ γονορρυὴς ἐκ κόσμου πάντα καὶ εἰς κόσμον ἀνάγων, ὑπὸ θεοῦ δὲ μηδὲν οἰόμενος γεγονέναι, Ἡρακλειτείου δόξης ἑταῖρος, κόρον καὶ χρησμοσύνην καὶ ἓν τὸ πᾶν καὶ πάντα ἀμοιβῇ"],["8","εἰσάγων. διό φησι καὶ ὁ θεῖος λόγος· „ἐξαποστειλάτωσαν ἐκ τῆς ἁγίου ψυχῆς πάντα λεπρὸν καὶ πάντα γονορρυῆ καὶ πάντα ἀκάθαρτον ἐν ψυχῇ, ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ “(Num. 5, 2), καὶ τοὺς θλαδίας καὶ ἀποκεκομμένους τὰ γεννητικὰ τῆς ψυχῆς καὶ πόρνους τὴν ἑνὸς ἀρχὴν ἀποδιδράσκοντας, οἷς ἄντικρυς ἀπείρηται εἰς ἐκκλησίαν θεοῦ φοιτᾶν (Deut. 23, 2)."],["9","οἱ δέ γε σοφοὶ λογισμοὶ οὐχ οἷον ἀποκρύπτονται, ἀλλ’ ἐμφανεῖς εἶναι γλίχονται. οὐχ ὁρᾷς ὅτι ὁ Ἀβραὰμ „ἔτι ἦν ἑστηκὼς ἐνώπιον κυρίου καὶ ἐγγίσας εἶπε Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς “(Gen. 18, 22. 23), τὸν ἐμφανῆ σοι καὶ γνώριμον μετὰ τοῦ φεύγοντός σε καὶ ἀποδιδράσκοντος; οὗτος μὲν γὰρ ἀσεβής, δίκαιος δὲ ὁ ἑστηκὼς ἐναντίον σου καὶ μὴ φεύγων· σὲ γάρ, ὦ δέσποτα, τιμᾶσθαι δίκαιον μόνον."],["10","οὐχ ὥσπερ δὲ ἀσεβής, οὕτω καὶ εὐσεβής τις εὑρίσκεται, ἀλλ’ ἀγαπητόν, εἰ δίκαιος, οὗ χάριν φησί· „μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς “. ἀξίως γὰρ οὐδεὶς τὸν θεὸν τιμᾷ, ἀλλὰ δικαίως μόνον· ὁπότε γὰρ οὐδὲ τοῖς γονεῦσιν ἴσας ἀποδοῦναι χάριτας ἐνδέχεται— ἀντιγεννῆσαι γὰρ οὐχ οἷόν τε τούτους—, πῶς οὐκ ἀδύνατον τὸν θεὸν ἀμείψασθαι ἢ ἐπαινέσαι κατὰ τὴν ἀξίαν τὸν τὰ ὅλα συστησάμενον ἐκ μὴ ὄντων; πᾶσαν γὰρ ἀρετὴν παρέσχετο."],["11","τρεῖς οὖν καιρούς, ὦ ψυχή, τουτέστι τὸν τριμερῆ χρόνον σύμπαντα ἐμφανὴς αἰεὶ γίνου θεῷ, μὴ τὸ θῆλυ αἰσθητὸν πάθος ἐφελκομένη, ἀλλὰ τὸν ἀνδρεῖον καὶ καρτερίας ἀσκητὴν λογισμὸν ἐκθυμιῶσα· τρισὶ γὰρ καιροῖς τοῦ ἐνιαυτοῦ ὀφθῆναι πᾶν ἀρσενικὸν ἐναντίον κυρίου τοῦ θεοῦ Ἰσραὴλ ὁ ἱερὸς λόγος προστάττει (Deut. 16, 16)."],["12","διὰ τοῦτο καὶ Μωυσῆς, ὅτε ἐμφανὴς καθίσταται θεῷ, φεύγει τὸν διασκεδαστὴν τρόπον Φαραώ, ὃς αὐχεῖ λέγων μὴ εἰδέναι τὸν κύριον· „ἀνεχώρησε “γάρ φησι „Μωυσῆς ἀπὸ προσώπου Φαραὼ καὶ κατῴκησεν ἐν γῇ Μαδιάμ “(Exod. 2, 15), τῇ κρίσει τῶν φύσεως πραγμάτων, „καὶ ἐκάθισεν ἐπὶ τοῦ φρέατος \", ἐκδεχόμενος τί ὁ θεὸς ἀνομβρήσει πότιμον τῇ διψώσῃ καὶ ποθούσῃ ψυχῇ τὸ ἀγαθόν."],["13","ἀναχωρεῖ μὲν δὴ ἀπὸ τῆς ἀθέου καὶ ἡγεμονίδος τῶν παθῶν δόξης Φαραώ, ἀναχωρεῖ δὲ εἰς Μαδιάμ, τὴν κρίσιν, ἐξετάζων πότερον ἠρεμητέον αὐτῷ ἐστιν ἢ δικαστέον πάλιν πρὸς τὸν φαῦλον ἐπ’ ὀλέθρῳ αὐτοῦ· σκέπτεται δέ, εἰ ἐπιθέμενος ἰσχύσει νικηφορῆσαι, παρὸ καὶ κατέχεται ὑπομένων, ὡς ἔφην, εἰ ἀναδώσει ὁ θεὸς τῷ βαθεῖ καὶ μὴ κούφῳ λογισμῷ πηγὴν ἱκανὴν ἐπικλύσαι τὴν φορὰν τοῦ Αἰγυπτίων βασιλέως, τῶν παθῶν αὐτοῦ."],["14","ἀξιοῦται μέντοι τῆς χάριτος· στρατευσάμενος γὰρ στρατείαν τὴν ὑπὲρ ἀρετῆς οὐ παύεται πολεμῶν, πρὶν ἐπιδεῖν πρηνεῖς καὶ ἀπράκτους τὰς ἡδονάς. οὗ χάριν οὐ φεύγει Μωυσῆς ἀπὸ τοῦ Φαραώ, ἀνεπιστρεπτὶ γὰρ ἂν ἀπεδίδρασκεν, ἀλλ’ ἀναχωρεῖ, τουτέστιν ἀνακωχὴν ποιεῖται τοῦ πολέμου ἀθλητοῦ τρόπον διαπνέοντος καὶ συλλεγομένου τὸ πνεῦμα, μέχρις ἂν ἐγείρας τὴν φρονήσεως καὶ τῆς ἄλλης ἀρετῆς συμμαχίαν διὰ λόγων θείων μετὰ δυνάμεως ἐρρωμενεστάτης ἐπίθηται."],["15","ὁ δὲ Ἰακώβ, πτερνιστὴς γάρ ἐστι, μεθόδοις καὶ τέχναις τὴν ἀρετὴν οὐκ ἀκονιτὶ κτώμενος— οὐ γὰρ μετωνόμαστό πω εἰς τὸν Ἰσραήλ— ἀποδιδράσκει τῶν κατὰ Λάβαν πραγμάτων, τουτέστι χρωμάτων καὶ σχημάτων καὶ συνόλως σωμάτων, ἃ τὸν νοῦν διὰ τῶν αἰσθητῶν τιτρώσκειν πέφυκεν· ἐπειδὴ γὰρ αὐτὰ νικῆσαι παρὼν κατὰ τὸ παντελὲς οὐκ ἠδύνατο, φεύγει δεδιὼς τὴν πρὸς αὐτῶν ἧτταν· καὶ σφόδρα ἐπαίνων ἄξιος· „εὐλαβεῖς “γάρ φησι Μωυσῆς \" ποιήσετε τοὺς υἱοὺς τοῦ ὁρῶντος “(Lev. 15, 31), ἀλλ’ οὐ θρασεῖς καὶ τῶν"],["16","μὴ καθ’ αὑτοὺς ἐρῶντας. „καὶ ἔκρυψεν Ἰακὼβ Λάβαν τὸν Σύρον τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ ὅτι ἀποδιδράσκει. καὶ ἀπέδρα αὐτὸς καὶ τὰ αὐτοῦ πάντα, καὶ διέβη τὸν ποταμὸν καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλαάδ “(Gen. 31, 20. 21)."],["17","φυσικώτατόν ἐστι τὸ κρύπτειν ὅτι ἀποδιδράσκει καὶ μὴ ἀναγγέλλειν τῷ ἠρτημένῳ τῶν αἰσθητῶν λογισμῷ Λάβαν· οἷον ἐὰν κάλλος ἰδὼν αἱρεθῇς αὐτῷ καὶ μέλλῃς πταίειν περὶ αὐτό, φύγε λαθὼν ἀπὸ τῆς φαντασίας αὐτοῦ καὶ μηκέτι ἀναγγείλῃς τῷ νῷ, τουτέστι μὴ ἐπιλογίσῃ πάλιν μηδὲ μελετήσῃς· αἱ γὰρ συνεχεῖς ὑπομνήσεις τύπους ἐγχαράττουσαι τρανοὺς βλάπτουσι τὴν διάνοιαν καὶ ἄκουσαν αὐτὴν πολλάκις περιτρέπουσιν. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ πάντων τῶν καθ’ ἡντινοῦν αἴσθησιν ὁλκῶν· ἐν γὰρ τούτοις σώτειρα ἡ λαθραία φυγή, τὸ δ’ ὑπομιμνῄσκεσθαι καὶ ἀναγγέλλειν καὶ ἀναπολεῖν κρατεῖ καὶ δουλοῦται βιαίως τὸν λογισμόν. μηδέποτ’ οὖν, ὦ διάνοια, τὸ φανὲν αἰσθητόν, εἰ μέλλεις ἁλίσκεσθαι πρὸς αὐτοῦ, ἀναγγείλῃς σαυτῇ μηδὲ ἀναπολήσῃς αὐτό, ἵνα μὴ κρατηθεῖσα κακοδαιμονῇς· ἀλλ’ ἄφετος ὁρμήσασα ἀπόδραθι ἐλευθερίαν ἀτίθασον δουλείας χειροήθους προκρίνουσα."],["18","διὰ τί δὲ νῦν ὡς ἀγνοοῦντος τοῦ Ἰακώβ, ὅτι Σύρος ὁ Λάβαν ἐστί, φησὶν \" ἔκρυψε δὲ Ἰακὼβ Λάβαν τὸν Σύρον “; ἔχει δὲ καὶ τοῦτο οὐ πάρεργον λόγον· Συρία γὰρ ἑρμηνεύεται μετέωρα· ὁ ἀσκητὴς οὖν Ἰακὼβ νοῦς, ὅτε μὲν ὁρᾷ ταπεινὸν τὸ πάθος, περιμένει λογιζόμενος αὐτὸ νικήσειν κατὰ κράτος, ὅτε δὲ μετέωρον καὶ ὑψαυχενοῦν καὶ ὑπέρογκον, ἀποδιδράσκει τε ὁ νοῦς ὁ ἀσκητὴς πρῶτος, εἶτα καὶ τὰ αὐτοῦ πάντα μέρη τῆς ἀσκήσεως, ἀναγνώσεις, μελέται, θεραπεῖαι, τῶν καλῶν μνῆμαι, ἐγκράτεια, τῶν καθηκόντων ἐνέργειαι, καὶ διαβαίνει τὸν τῶν αἰσθητῶν ποταμὸν τὸν ἐπικλύζοντα καὶ βαπτίζοντα τῇ φορᾷ τῶν παθῶν τὴν ψυχήν, καὶ ὁρμᾷ διαβὰς εἰς τὸν ὑψηλὸν καὶ μετέωρον τόπον τὸν λόγον τῆς τελείας ἀρετῆς·"],["19","„ὥρμησε γὰρ εἰς τὸ ὄρος Γαλαάδ \", ἑρμηνεύεται δὲ μετοικία μαρτυρίας, τοῦ θεοῦ μετοικίσαντος τὴν ψυχὴν ἀπὸ τῶν κατὰ Λάβαν παθῶν καὶ μαρτυρήσαντος αὐτῇ μετανάστασιν, ὅτι λυσιτελὴς καὶ συμφέρουσα, καὶ ἀπὸ τῶν ταπεινὴν καὶ χαμαίζηλον ἀπεργαζομένων τὴν ψυχὴν κακῶν εἰς ὕψος καὶ μέγεθος ἀρετῆς προάγοντος."],["20","διὰ τοῦτο ὁ φίλος τῶν αἰσθήσεων καὶ κατ’ αὐτὰς ἀλλὰ μὴ κατὰ νοῦν ἐνεργῶν Λάβαν ἀγανακτεῖ καὶ διώκει καί φησιν· „ἵνα τί κρυφῇ ἀπέδρας “(Gen. 31, 26), ἀλλ’ οὐ παρέμεινας τῇ τοῦ σώματος ἀπολαύσει καὶ τῷ δόγματι τῷ τὰ περὶ σῶμα καὶ τὰ ἐκτὸς ἀγαθὰ κρίνοντι; ἀλλὰ καὶ φεύγων ἀπὸ τῆσδε τῆς δόξης ἐσύλησάς μου καὶ τὸ φρονεῖν, Λείαν τε καὶ Ῥαχήλ· αὗται γάρ, ἡνίκα παρέμενον τῇ ψυχῇ, φρένας ἐνεποίουν ταύτῃ, μεταναστᾶσαι δὲ ἀμαθίαν καὶ ἀπαιδευσίαν αὐτῇ κατέλιπον· διὸ καὶ ἐπιφέρει ὅτι „ἐκλοποφόρησάς με “(ibid.), τουτέστι τὸ φρονεῖν ἔκλεψας."],["21","τί οὖν ἦν τὸ φρονεῖν, ἐξηγήσεται· ἐπιφέρει γάρ· „καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμαλώτιδας· καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε “(ibid.). οὐκ ἂν ἐξαπέστειλας τὰ μαχόμενα ἀλλήλοις· εἰ γὰρ ἐξαπέστειλας ὄντως καὶ ἠλευθέρους τὴν ψυχήν, περιεῖλες ἂν αὐτῆς τοὺς σωματικοὺς καὶ αἰσθητικοὺς ἅπαντας ἤχους· οὕτως γὰρ ἀπολυτροῦται κακιῶν καὶ παθῶν διάνοια. νυνὶ δὲ λέγεις μέν, ὡς ἐξαποστέλλεις ἐλευθέραν, διὰ δὲ τῶν ἔργων ὁμολογεῖς, ὅτι κατέσχες ἂν ἐν δεσμωτηρίῳ· εἰ γὰρ „μετὰ μουσικῶν καὶ τυμπάνων καὶ κιθάρας “καὶ τῶν καθ’ ἑκάστην αἴσθησιν ἡδονῶν προὔπεμπες, οὐκ ἂν ὄντως ἐξαπέστειλας."],["22","οὐ γὰρ μόνον σέ, ὦ σωμάτων καὶ χρωμάτων ἑταῖρε Λάβαν, ἀποδιδράσκομεν, ἀλλὰ καὶ πάντα τὰ σά, ἐν οἷς καὶ αἱ τῶν αἰσθήσεων φωναὶ ταῖς τῶν παθῶν ἐνεργείαις συνηχοῦσαι· μεμελετήκαμεν γάρ, εἴ γε ἀρετῆς ἐσμεν ἀσκηταί, μελέτην ἀναγκαίαν, ἣν καὶ Ἰακὼβ ἐμελέτησεν, ἀπολλύναι καὶ διαφθείρειν τοὺς ἀλλοτρίους τῆς ψυχῆς [τοὺς] θεούς, τοὺς χωνευτοὺς θεούς, οὓς ἀπηγόρευκε Μωυσῆς δημιουργεῖν (Lev. 19, 4)· οὗτοι δ’ εἰσὶν ἀρετῆς μὲν καὶ εὐπαθείας διάλυσις, κακίας δὲ καὶ παθῶν σύστασίς τε καὶ πῆξις, τὸ"],["23","γὰρ χεόμενον διαλυθὲν αὖθις πήγνυται. λέγει δὲ οὕτως· „καὶ ἔδωκαν Ἰακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ κατέκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις “(Gen. 35, 4). οὗτοι δ’ εἰσὶ τῶν φαύλων θεοί. ὁ δὲ Ἰακὼβ οὐ λέγεται λαμβάνειν, ἀλλὰ κρύπτειν καὶ ἀπολλύναι· πάντῃ διηκριβωμένως· ὁ γὰρ ἀστεῖος οὐδὲν λήψεται πρὸς περιουσίαν τῶν ἀπὸ κακίας, ἀλλὰ κρύψει καὶ ἀφανιεῖ λάθρᾳ·"],["24","καθάπερ καὶ Ἀβραὰμ τῷ Σοδόμων βασιλεῖ τεχνάζοντι ἀλόγου φύσεως ποιήσασθαι ἀντίδοσιν πρὸς λογικήν, ἵππου πρὸς ἄνδρας, φησὶ μηδὲν λήψεσθαι τῶν ἐκείνου, ἀλλ’ „ἐκτενεῖν “τὴν ψυχικὴν πρᾶξιν, ὅπερ διὰ συμβόλου „χεῖρα “ὠνόμασε, „πρὸς τὸν θεὸν τὸν ὕψιστον “(Gen. 14, 22), μὴ γὰρ λήψεσθαι „ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος “ἀπὸ πάντων τῶν ἐκείνου, ἵνα μὴ εἴπῃ πλούσιον πεποιηκέναι τὸν ὁρῶντα πενίαν ἀρετῆς τῆς πλουσίας ἀντιδιδούς."],["25","κρύπτεται μὲν ἀεὶ καὶ φυλάττεται τὰ πάθη ἐν Σικίμοις— ὠμίασις δὲ ἑρμηνεύεται, ὁ γὰρ πονούμενος περὶ τὰς ἡδονὰς φυλακτικὸς τῶν ἡδονῶν ἐστιν—, ἀπόλλυται δὲ καὶ διαφθείρεται παρὰ τῷ σοφῷ, οὐ πρὸς βραχύν τινα χρόνον, ἀλλ’ „ἕως τῆς σήμερον ἡμέρας “, τουτέστιν ἀεί· ὁ γὰρ αἰὼν ἅπας τῷ σήμερον παραμετρεῖται, μέτρον γὰρ τοῦ παντὸς χρόνου ὁ ἡμερήσιος κύκλος."],["26","διὸ καὶ ἐξαίρετον δίδωσι τῷ Ἰωσὴφ τὰ Σίκιμα ὁ Ἰακώβ (Gen. 48, 22), τὰ σωματικὰ καὶ αἰσθητικά, μετιόντι τὸν ἐν τούτοις πόνον, τῷ δ’ ἐξομολογουμένῳ Ἰούδᾳ οὐχὶ δόσεις, ἀλλὰ αἴνεσιν καὶ ὕμνους καὶ θεοπρεπεῖς ᾠδὰς πρὸς τῶν ἀδελφῶν (Gen. 49, 8). τὰ δὲ Σίκιμα ὁ Ἰακὼβ λαμβάνει οὐ παρὰ θεοῦ, ἀλλ’ „ἐν μαχαίρᾳ καὶ τόξοις “, λόγοις τμητικοῖς καὶ ἀμυντηρίοις· ὑποτάττει γὰρ καὶ τὰ δεύτερα ἑαυτῷ ὁ σοφός, ὑποτάξας δὲ οὐ φυλάττει, ἀλλὰ χαρίζεται τῷ πεφυκότι πρὸς αὐτά."],["27","οὐχ ὁρᾷς ὅτι καὶ τοὺς θεοὺς δοκῶν λαμβάνειν οὐκ εἴληφεν, ἀλλὰ ἀπέκρυψε καὶ ἠφάνισε καὶ διέφθειρε τὸν ἀεὶ χρόνον ἀφ’ ἑαυτοῦ; τίνι οὖν ψυχῇ ἀποκρύπτειν καὶ ἀφανίζειν κακίαν ἐγένετο, εἰ μὴ ᾗ ὁ θεὸς ἐνεφανίσθη, ἣν καὶ τῶν ἀπορρήτων μυστηρίων ἠξίωσε; φησὶ γάρ· „μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ \" (Gen. 18, 17); εὖ, σῶτερ, ὅτι τὰ σεαυτοῦ ἔργα ἐπιδείκνυσαι τῇ ποθούσῃ τὰ καλὰ ψυχῇ καὶ οὐδὲν αὐτὴν τῶν σῶν ἔργων ἐπικέκρυψαι. τούτου χάριν ἰσχύει φεύγειν κακίαν καὶ ἀποκρύπτειν καὶ συσκιάζειν καὶ ἀπολλύναι ἀεὶ τὸ βλαβερὸν πάθος."],["28","Ὃν μὲν οὖν τρόπον φυγάς τέ ἐστιν ὁ φαῦλος καὶ ἀποκρύπτεται θεόν, δεδηλώκαμεν· νυνὶ δὲ σκεψώμεθα, ὅπου ἀποκρύπτεται. „ἐν μέσῳ “φησί „τοῦ ξύλου τοῦ παραδείσου \" (Gen. 3, 8), τουτέστι κατὰ μέσον τὸν νοῦν, ὃς καὶ αὐτὸς μέσος ἐστὶν ὡσανεὶ παραδείσου τῆς ὅλης ψυχῆς· ὁ γὰρ ἀποδιδράσκων θεὸν καταφεύγει εἰς ἑαυτόν."],["29","δυοῖν γὰρ ὄντων τοῦ τε τῶν ὅλων νοῦ, ὅς ἐστι θεός, καὶ τοῦ ἰδίου, ὁ μὲν φεύγων ἀπὸ τοῦ καθ’ αὑτὸν καταφεύγει ἐπὶ τὸν συμπάντων— ὁ γὰρ νοῦν τὸν ἴδιον ἀπολείπων ὁμολογεῖ μηδὲν εἶναι τὰ κατὰ τὸν ἀνθρώπινον νοῦν, ἅπαντα δὲ προσάπτει θεῷ—, ὁ δὲ πάλιν ἀποδιδράσκων θεὸν τὸν μὲν οὐδενὸς αἴτιόν φησιν εἶναι, τῶν δὲ γινομένων ἁπάντων ἑαυτόν·"],["30","λέγεται γοῦν παρὰ πολλοῖς, ὅτι τὰ ἐν τῷ κόσμῳ πάντα φέρεται χωρὶς ἡγεμόνος ἀπαυτοματίζοντα, τέχνας δὲ καὶ ἐπιτηδεύματα καὶ νόμους καὶ ἔθη καὶ πολιτικὰ καὶ ἴδια καὶ κοινὰ δίκαια πρός τε ἀνθρώπους καὶ πρὸς τὰ ἄλογα ζῷα ἔθετο μόνος ὁ ἀνθρώπινος νοῦς."],["31","ἀλλ’ ὁρᾷς, ὦ ψυχή, τῶν δοξῶν τὸ παραλλάττον· ἡ μὲν γὰρ τὸν ἐπὶ μέρους τὸν γενητὸν καὶ θνητὸν ἀπολιποῦσα τὸν τῶν ὅλων καὶ ἀγένητον καὶ ἄφθαρτον ἐπιγράφεται ὄντως, ἡ δὲ πάλιν θεὸν ἀποδοκιμάζουσα τὸν μηδ’ αὑτῷ βοηθῆσαι ἱκανὸν"],["32","νοῦν σύμμαχον ἐπισπᾶται πλημμελῶς. τούτου χάριν καὶ Μωυσῆς φησιν ὅτι „ἐὰν ἐν τῷ διορύγματι εὑρεθῇ ὁ κλέπτης καὶ πληγεὶς ἀποθάνῃ, οὐκ ἔστιν αὐτῷ φόνος· ἐὰν δὲ καὶ ὁ ἥλιος ἀνατείλῃ ἐπ’ αὐτῷ, ἔνοχός ἐστιν, ἀνταποθανεῖται “(Exod. 22, 1. 2). ἐὰν γάρ τις τὸν ἑστῶτα καὶ ὑγιῆ καὶ ὀρθὸν διακόψῃ καὶ διέλῃ λόγον, ὃς θεῷ μόνῳ τὸ πάντα δύνασθαι μαρτυρεῖ, καὶ εὑρεθῇ ἐν τῷ διορύγματι τουτέστιν ἐν τῷ τετρημένῳ καὶ διῃρημένῳ, ὃς τὸν ἴδιον νοῦν ἐνεργοῦντα οἶδεν, ἀλλ’ οὐ θεόν, κλέπτης ἐστὶ τὰ ἀλλότρια ἀφαιρούμενος·"],["33","θεοῦ γὰρ τὰ πάντα κτήματα, ὥστε ὁ ἑαυτῷ τι προσνέμων τὰ ἑτέρου νοσφίζεται καὶ πληγὴν ἔχει παγχάλεπον καὶ δυσίατον, οἴησιν, πρᾶγμα ἀμαθίας καὶ ἀπαιδευσίας συγγενές. τὸν δὲ πλήττοντα παρησύχασεν· οὐ γάρ ἐστιν ἕτερος τοῦ πληττομένου· ἀλλ’ ὥσπερ ὁ τρίβων ἑαυτὸν καὶ τρίβεται καὶ ὁ ἐκτείνων ἑαυτὸν καὶ ἐκτείνεται— τήν τε γὰρ τοῦ δρῶντος δύναμιν καὶ τὸ τοῦ ὑπομένοντος πάθος αὐτὸς ἐκδέχεται—, οὕτως ὁ κλέπτων τὰ θεοῦ καὶ ἑαυτῷ ἐπιγράφων ὑπὸ τῆς ἑαυτοῦ ἀθεότητός τε καὶ οἰήσεως αἰκίζεται."],["34","εἴθε μέντοι πληχθεὶς ἀποθάνοι, τουτέστιν ἄπρακτος διατελέσειεν· ἧττον γὰρ ἁμαρτάνειν δόξει. τῆς γὰρ κακίας ἡ μὲν ἐν σχέσει θεωρεῖται, ἡ δὲ ἐν κινήσει θεωρεῖται· νεύει δὲ πρὸς τὰς τῶν ἀποτελεσμάτων ἐκπληρώσεις ἡ ἐν τῷ κινεῖσθαι, διὸ καὶ χείρων τῆς κατὰ σχέσιν ἐστίν."],["35","ἐὰν οὖν ἡ διάνοια ἀποθάνῃ ἡ δοξάζουσα αὑτὴν αἰτίαν τῶν γινομένων, ἀλλὰ μὴ θεόν, τουτέστιν ἠρεμήσῃ καὶ συσταλῇ, οὐκ ἔστιν αὐτῇ φόνος· οὐκ ἀνῄρηκε τελέως τὸ ἔμψυχον δόγμα τὸ θεῷ τὰς ἁπάσας δυνάμεις ἐπιγράφον· ἐὰν δὲ ἀνατείλῃ ὁ ἥλιος, τουτέστιν ὁ φαινόμενος λαμπρὸς νοῦς ἐν ἡμῖν, καὶ δόξῃ πάντα διορᾶν καὶ πάντα βραβεύειν καὶ μηδὲν ἐκφεύγειν ἑαυτόν, ἔνοχός ἐστιν, ἀνταποθανεῖται τοῦ ἐμψύχου δόγματος ὃ ἀνεῖλε, καθ’ ὃ μόνος αἴτιός ἐστιν ὁ θεός, εὑρισκόμενος ἄπρακτος καὶ νεκρὸς ὄντως αὐτός, ἀψύχου καὶ θνητοῦ καὶ πλημμελοῦς"],["36","δόγματος εἰσηγητὴς γεγενημένος. παρὸ καὶ καταρᾶται ὁ ἱερὸς λόγος τιθέντι ἐν ἀποκρύφῳ γλυπτὸν ἢ χωνευτόν, ἔργον χειρῶν τεχνίτου (Deut. 27, 15). τί γὰρ τὰς φαύλας δόξας, ὅτι ποιός ἐστιν ὁ θεὸς ὡς καὶ τὰ γλυπτὰ ὁ ἄποιος, ὅτι φθαρτὸς ὡς τὰ χωνευτὰ ὁ ἄφθαρτος, ταμιεύεις καὶ θησαυρίζεις, ὦ διάνοια, ἐν σαυτῇ, ἀλλ’ οὐκ εἰς μέσον προφέρεις, ἵν’ ὑπὸ τῶν ἀσκητῶν τῆς ἀληθείας ἃ χρὴ διδαχθῇς; οἴει μὲν γὰρ τεχνική τις εἶναι, ὅτι κατὰ τῆς ἀληθείας ἀμούσους πιθανότητας μεμελέτηκας, ἄτεχνος δὲ ἀνευρίσκῃ νόσον χαλεπὴν ψυχῆς ἀμαθίαν οὐκ ἐθέλουσα θεραπεύεσθαι."],["37","ὅτι δὲ ὁ φαῦλος εἰς τὸν σποράδα νοῦν ἑαυτοῦ καταδύεται φεύγων τὸν ὄντα, μαρτυρήσει Μωυσῆς ὁ „πατάξας τὸν Αἰγύπτιον καὶ κρύψας ἐν τῇ ἄμμῳ “(Exod. 2, 12), ὅπερ ἦν, συλλογισάμενος τὸν προστατεῖν λέγοντα τὰ τοῦ σώματος καὶ μηδὲν τὰ ψυχῆς νομίζοντα καὶ τέλος ἡγούμενον τὰς ἡδονάς·"],["38","κατανοήσας γὰρ τὸν πόνον τοῦ τὸν θεὸν ὁρῶντος, ὃν ἐπιτίθησιν αὐτῷ ὁ βασιλεὺς τῆς Αἰγύπτου, ἡ τῶν παθῶν ἡγεμονὶς κακία, ὁρᾷ τὸν Αἰγύπτιον ἄνθρωπον, τὸ ἀνθρώπειον καὶ ἐπίκηρον πάθος, τύπτοντα καὶ αἰκιζόμενον τὸν ὁρῶντα, περιβλεψάμενος δὲ τὴν ὅλην ψυχὴν ὧδε κἀκεῖσε καὶ μηδένα ἰδὼν ἑστῶτα, ὅτι μὴ τὸν ὄντα θεόν, τὰ δ’ ἄλλα κλονούμενα καὶ σαλευόμενα, πατάξας καὶ συλλογισάμενος τὸν φιλήδονον κρύπτει ἐν τῷ σποράδι καὶ πεφορημένῳ νῷ, ὃς συμφυΐας καὶ ἑνώσεως τῆς πρὸς τὸ καλὸν ἐστέρηται."],["39","οὗτος μὲν οὖν ἀποκέκρυπται εἰς αὑτόν· ὁ δὲ ἐναντίος τούτῳ φεύγει μὲν ἀφ’ ἑαυτοῦ, καταφεύγει δ’ ἐπὶ τὸν τῶν ὄντων θεόν. διὸ καί φησιν· „ἐξήγαγεν αὐτὸν ἔξω καὶ εἶπεν Ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας “(Gen. 15, 5), οὓς ἐβουλόμεθα μὲν περιλαβεῖν καὶ περιαθρῆσαι ἄπληστοι τῶν ἀρετῆς ὄντες ἐρώτων, ἀδυνατοῦμεν δὲ πλοῦτον ἀναμετρῆσαι θεοῦ."],["40","ἀλλ’ ὅμως χάρις τῷ φιλοδώρῳ, ὅτι οὕτω σπέρματα ἐν ψυχῇ βαλέσθαι φησὶ τηλαυγῆ καὶ λαμπρὰ καὶ δι’ ὅλων νοερὰ ὡς τοὺς ἀστέρας ἐν οὐρανῷ. οὐ παρέργως δὲ πρόσκειται τῷ „ἐξήγαγεν αὐτὸν “τὸ „ἔξω “; τίς γὰρ ἔνδον ἐξάγεται; ἀλλὰ μήποτε ὃ λέγει τοιοῦτόν ἐστιν· ἐξήγαγεν αὐτὸν εἰς τὸ ἐξωτάτω χωρίον, οὐκ εἴς τι τῶν ἐκτός, ὃ δύναται ὑπ’ ἄλλων περιέχεσθαι· ὥσπερ γὰρ ἐν ταῖς οἰκίαις τοῦ θαλάμου ἐκτὸς μέν ἐστιν ὁ ἀνδρών, ἐντὸς δὲ ὁ αὐλών, καὶ ἡ αὔλειος ἐκτὸς μὲν τῆς αὐλῆς, εἴσω δὲ τοῦ πυλῶνος, οὕτως καὶ ἐπὶ ψυχῆς δύναται τὸ ἐκτός τινος ἐντὸς εἶναι [τοῦ] ἑτέρου."],["41","οὕτως οὖν ἀκουστέον· τὸν νοῦν εἰς τὸ ἐξώτατον ἐξήγαγε. τί γὰρ ὄφελος ἦν καταλιπεῖν αὐτὸν τὸ σῶμα, καταφυγεῖν δὲ ἐπ’ αἴσθησιν; τί δὲ αἰσθήσει μὲν ἀποτάξασθαι, λόγῳ δὲ ὑποστεῖλαι τῷ γεγωνῷ; χρὴ γὰρ τὸν μέλλοντα νοῦν ἐξάγεσθαι καὶ ἐν ἐλευθερίᾳ ἀφίεσθαι πάντων ὑπεκστῆναι, σωματικῶν ἀναγκῶν, αἰσθητικῶν ὀργάνων, [κατα] λόγων σοφιστικῶν, πιθανοτήτων, τὰ τελευταῖα"],["42","καὶ ἑαυτοῦ. διὸ καὶ ἐν ἑτέροις αὐχεῖ λέγων· „κύριος ὁ θεὸς τοῦ οὐρανοῦ καὶ ὁ θεὸς τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου “(Gen. 24, 7)· οὐ γάρ ἐστι τὸν κατοικοῦντα ἐν σώματι καὶ τῷ θνητῷ γένει δυνατὸν θεῷ συγγενέσθαι, ἀλλὰ τὸν ὃν ἐκ τοῦ δεσμωτηρίου θεὸς διαρρύεται."],["43","οὗ ἕνεκα καὶ ἡ τῆς ψυχῆς χαρὰ Ἰσαάκ, ὅταν ἀδολεσχῇ καὶ ἰδιάζῃ θεῷ, ἐξέρχεται ἀπολείπων ἑαυτὸν καὶ τὸν ἴδιον νοῦν· „ἐξῆλθε “γάρ φησιν „Ἰσαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης “(Gen. 24, 63). καὶ Μωυσῆς δὲ ὁ προφητικὸς λόγος φησίν· „ὅταν ἐξέλθω τὴν πόλιν “, τὴν ψυχήν— πόλις γάρ ἐστι καὶ αὕτη τοῦ ζῴου νόμους διδοῦσα καὶ ἔθη— „ἐκπετάσω τὰς χεῖρας “(Exod. 9, 29), καὶ ἀναπετάσω καὶ ἐξαπλώσω πάσας τὰς πράξεις θεῷ μάρτυρα καλῶν καὶ ἐπίσκοπον ἑκάστης, ὃν κακία κρύπτεσθαι οὐ πέφυκεν, ἐξαπλοῦσθαι δὲ καὶ φανερῶς ὁρᾶσθαι."],["44","ὅταν μέντοι διὰ πάντων ἡ ψυχὴ καὶ λόγων καὶ ἔργων ἐξαπλωθῇ καὶ ἐκθειασθῇ, παύονται τῶν αἰσθήσεων αἱ φωναὶ καὶ πάντες οἱ ὀχληροὶ καὶ δυσώνυμοι ἦχοι· φωνεῖ γὰρ καὶ καλεῖ τὸ μὲν ὁρατὸν τὴν ὅρασιν ἐφ’ ἑαυτό, ἡ δὲ φωνὴ τὴν ἀκοήν, ὁ δὲ ἀτμὸς τὴν ὄσφρησιν, καὶ συνόλως τὸ αἰσθητὸν τὴν αἴσθησιν ἐφ’ ἑαυτὸ προσκαλεῖται· ταῦτα δὲ πάντα παύεται, ὅταν ἐξελθοῦσα τὴν ψυχῆς πόλιν ἡ"],["45","διάνοια θεῷ τὰς ἑαυτῆς πράξεις καὶ διανοήσεις ἀνάψῃ. καὶ γάρ εἰσιν „αἱ χεῖρες Μωυσεῖ βαρεῖαι “(Exod. 17, 12)· ἐπειδὴ γὰρ αἱ τοῦ φαύλου πράξεις ἀνεμιαῖοί τε καὶ κοῦφαι, γένοιντ’ ἂν αἱ τοῦ σοφοῦ βαρεῖαι καὶ ἀκίνητοι οὐδ’ εὐσάλευτοι· παρὸ καὶ στηρίζονται ὑπό τε Ἀαρών, τοῦ λόγου, καὶ Ὤρ, ὅ ἐστι φῶς· οὐδὲν δὲ τῶν πραγμάτων φῶς ἐναργέστερόν ἐστιν ἀληθείας· βούλεται οὖν διὰ συμβόλων σοι παραστῆσαι, ὅτι αἱ τοῦ σοφοῦ πράξεις στηρίζονται ὑπὸ τῶν ἀναγκαιοτάτων λόγου τε καὶ ἀληθείας. διὸ καὶ Ἀαρὼν ὅταν τελευτᾷ, τουτέστιν ὅταν τελειωθῇ, εἰς Ὤρ, ὅ ἐστι φῶς, ἀνέρχεται (Num. 20, 25)· τὸ γὰρ τέλος τοῦ λόγου ἀλήθειά ἐστιν ἡ φωτὸς τηλαυγεστέρα, εἰς ἣν σπουδάζει ὁ λόγος ἐλθεῖν."],["46","οὐχ ὁρᾷς ὅτι καὶ τὴν παρὰ τοῦ θεοῦ σκηνὴν (Exod. 33, 7) λαβών, τουτέστι σοφίαν, ἐν ᾗ κατασκηνοῖ καὶ ἐνοικεῖ ὁ σοφός, ἔπηξε καὶ ἐβεβαιώσατο καὶ κραταιῶς ἱδρύσατο, οὐκ ἐν τῷ σώματι, ἀλλ’ ἔξω τούτου; παρεμβολῇ γὰρ αὐτὸ ἀπεικάζει, στρατοπέδῳ πολέμων καὶ κακῶν ὅσα πόλεμος ἐργάζεται πλήρει, μετουσίαν εἰρήνης οὐκ ἔχοντι. „καὶ ἐκλήθη ἡ σκηνὴ μαρτυρίου “, σοφία μαρτυρουμένη ὑπὸ θεοῦ· καὶ γὰρ „πᾶς ὁ ζητῶν κύριον ἐξεπορεύετο “, παγκάλως·"],["47","εἰ γὰρ ζητεῖς θεόν, ὦ διάνοια, ἐξελθοῦσα ἀπὸ σαυτῆς ἀναζήτει, μένουσα δὲ ἐν τοῖς σωματικοῖς ὄγκοις ἢ ταῖς κατὰ νοῦν οἰήσεσιν ἀζητήτως ἔχεις τῶν θείων, κἂν ἐπιμορφάζῃς ὅτι ζητεῖς· εἰ δὲ ζητοῦσα εὑρήσεις θεόν, ἄδηλον, πολλοῖς γὰρ οὐκ ἐφανέρωσεν ἑαυτόν, ἀλλ’ ἀτελῆ τὴν σπουδὴν ἄχρι παντὸς ἔσχον· ἐξαρκεῖ μέντοι πρὸς μετουσίαν ἀγαθῶν καὶ ψιλὸν τὸ ζητεῖν μόνον, ἀεὶ γὰρ αἱ ἐπὶ τὰ καλὰ ὁρμαί, κἂν τοῦ τέλους ἀτυχῶσι, τοὺς χρωμένους προευφραίνουσιν."],["48","οὕτως ὁ μὲν φαῦλος ἀρετήν γε φεύγων καὶ θεὸν ἀποκρυπτόμενος ἐπ’ ἀσθενῆ βοηθὸν καταφεύγει τὸν ἴδιον νοῦν, ὁ δὲ σπουδαῖος ἔμπαλιν ἑαυτὸν ἀποδιδράσκων ἀναστρέφει πρὸς τὴν τοῦ ἑνὸς ἐπίγνωσιν, καλὸν δρόμον καὶ πάντων ἄριστον ἀγώνισμα τοῦτο νικῶν."],["49","„Καὶ ἐκάλεσε κύριος ὁ θεὸς τὸν Ἀδὰμ καὶ εἶπεν αὐτῷ Ποῦ εἶ “(Gen. 3, 9); διὰ τί μόνος καλεῖται ὁ Ἀδάμ, συγκεκρυμμένης αὐτῷ καὶ τῆς γυναικός; λεκτέον οὖν πρῶτον, ὅτι καλεῖται ὁ νοῦς ὅπου ἦν, ὅταν ἔλεγχον λαμβάνῃ καὶ ἐπίστασιν τῆς τροπῆς· οὐ μόνον δ’ αὐτὸς καλεῖται, ἀλλὰ καὶ αἱ δυνάμεις αὐτοῦ πᾶσαι, ἄνευ γὰρ τῶν δυνάμεων ὁ νοῦς καθ’ ἑαυτὸν γυμνὸς καὶ οὐδὲ ὢν εὑρίσκεται· μία δὲ τῶν δυνάμεων καὶ ἡ αἴσθησις, ἥτις ἐστὶ γυνή."],["50","συγκέκληται οὖν τῷ Ἀδὰμ τῷ νῷ καὶ ἡ γυνὴ αἴσθησις· ἰδίᾳ δ’ αὐτὴν οὐ καλεῖ· διὰ τί; ὅτι ἄλογος οὖσα ἔλεγχον ἐξ ἑαυτῆς λαμβάνειν οὐ δύναται· οὔτε γὰρ ἡ ὅρασις οὔθ’ ἡ ἀκοὴ οὔτε τις τῶν ἄλλων αἰσθήσεων διδακτή, ὥστε οὐ δύναται κατάληψιν πραγμάτων ποιήσασθαι· μόνων γὰρ σωμάτων διακριτικὴν εἰργάσατο αὐτὴν ὁ ἐργασάμενος· ὁ δὲ νοῦς ὁ διδασκόμενός ἐστιν, οὗ χάριν αὐτὸν"],["51","ἀλλ’ οὐ τὴν αἴσθησιν προκέκληται. τὸ δὲ „ποῦ εἶ “πολλαχῶς ἔστιν ἀποδοῦναι· ἅπαξ μὲν οὐ τὸ πευστικόν, ἀλλὰ τὸ ἀποφαντικὸν τὸ ἴσον τῷ „ἐν τόπῳ ὑπάρχεις “βαρυτονουμένου τοῦ „ποὺ εἶ “· ἐπειδὴ γὰρ ᾠήθης τὸν θεὸν ἐν τῷ παραδείσῳ περιπατεῖν καὶ ὑπὸ τούτου περιέχεσθαι, μάθε ὅτι οὐκ εὖ τοῦτο πέπονθας, καὶ ἄκουσον παρὰ τοῦ ἐπισταμένου θεοῦ ῥῆσιν ἀληθεστάτην, ὅτι ὁ μὲν θεὸς οὐχί που— οὐ γὰρ περιέχεται ἀλλὰ περιέχει τὸ πᾶν—, τὸ δὲ γενόμενον ἐν τόπῳ, περιέχεσθαι γὰρ αὐτὸ ἀλλ’ οὐ περιέχειν ἀναγκαῖον."],["52","δεύτερον δὲ τὸ λεγόμενον ἴσον ἐστὶ τούτῳ· ποῦ γέγονας, ὦ ψυχή; ἀνθ’ οἵων ἀγαθῶν οἷα ᾕρησαι κακά; καλέσαντός σε τοῦ θεοῦ πρὸς μετουσίαν ἀρετῆς κακίαν μετέρχῃ, καὶ τὸ τῆς ζωῆς ξύλον, τουτέστι σοφίας ᾗ δυνήσῃ ζῆν, παρασχόντος εἰς ἀπόλαυσιν ἀμαθίας καὶ φθορᾶς ἐνεφορήθης, κακοδαιμονίαν τὸν ψυχῆς θάνατον εὐδαιμονίας τῆς ἀληθινῆς ζωῆς προκρίνασα;"],["53","τρίτον ἐστὶ τὸ πευστικόν, πρὸς ὃ δύο γένοιντ’ ἂν ἀποκρίσεις· μία μὲν πυνθανομένῳ „ποῦ εἶ “ἡ „οὐδαμοῦ “, τόπον γὰρ οὐδένα ἔχει ἡ τοῦ φαύλου ψυχή, ᾧ ἐπιβήσεται ἢ ἐφ’ οὗ ἱδρυθήσεται, παρὸ καὶ ἄτοπος λέγεται εἶναι ὁ φαῦλος— ἄτοπον δέ ἐστι κακὸν δύσθετον—· τοιοῦτος δ’ ὁ μὴ ἀστεῖος, σαλεύων καὶ κλονούμενος ἀεὶ καὶ πνεύματος τρόπον ἀστάτου διαφερόμενος, βεβαίου τὸ παράπαν οὐδεμιᾶς γνώμης ἑταῖρος ὤν·"],["54","ἑτέρα δὲ γένοιτ’ ἂν ἀπόκρισις τοιάδε, ᾗ κέχρηται καὶ ὁ Ἀδάμ· ποῦ εἰμι ἄκουε· ὅπου οἱ τὸν θεὸν ἰδεῖν ἀδυνατοῦντες, ὅπου οἱ θεοῦ οὐκ ἀκούοντες, ὅπου οἱ τὸ αἴτιον ἀποκρυπτόμενοι, ὅπου οἱ φεύγοντες ἀρετήν, ὅπου οἱ γυμνοὶ σοφίας, ὅπου οἱ φοβούμενοι καὶ τρέμοντες ὑπ’ ἀνανδρίας καὶ δειλίας ψυχικῆς· ὅταν γὰρ λέγῃ „τῆς φωνῆς σου ἤκουσα ἐν τῷ παραδείσῳ καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην “(Gen. 3, 10), πάντα τὰ εἰρημένα παρίστησιν, ὡς καὶ ἐν τοῖς προτέροις διὰ μακροτέρων λόγων ἀπεδείξαμεν."],["55","καίτοι γυμνὸς οὐκ ἔστι νῦν ὁ Ἀδάμ· „ἐποίησαν ἑαυτοῖς περιζώματα “ὀλίγῳ πρότερον εἴρηται· ἀλλὰ καὶ διὰ τούτου βούλεταί σε διδάξαι, ὅτι γυμνότητα οὐ τὴν τοῦ σώματος παραλαμβάνει, ἀλλὰ καθ’ ἣν ὁ νοῦς ἄμοιρος καὶ γυμνὸς ἀρετῆς ἀνευρίσκεται."],["56","\" Ἡ γυνὴ “φησίν „ἣν ἔδωκας μετ’ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον “(Gen. 3, 12). εὖ τὸ μὴ φάναι, ἡ γυνὴ ἣν ἔδωκας ἐμοί, ἀλλὰ „μετ’ ἐμοῦ “· οὐ γὰρ ἐμοὶ ὡς κτῆμα τὴν αἴσθησιν ἔδωκας, ἀλλὰ καὶ αὐτὴν ἀφῆκας ἄνετον καὶ ἐλευθέραν, κατά τινα τρόπον οὐχ ὑπείκουσαν τοῖς τῆς ἐμῆς διανοίας ἐπιτάγμασιν· ἐὰν γοῦν βουληθῇ ὁ νοῦς προστάξαι τῇ ὁράσει μὴ ἰδεῖν, οὐδὲν ἧττον αὕτη τὸ ὑποκείμενον ὄψεται· καὶ ἡ ἀκοὴ μέντοι προσπεσούσης φωνῆς ἀντιλήψεται πάντως, κἂν ὁ νοῦς φιλονεικῶν διακελεύηται αὐτῇ μὴ ἀκούειν· καὶ μὴν ἥ γε ὄσφρησις ἀτμῶν χωρησάντων εἰς αὐτὴν ὀσφρήσεται, κἂν ὁ νοῦς ἀπαγορεύῃ μὴ ἀντιλαβέσθαι."],["57","διὰ τοῦτο ὁ θεὸς οὐκ ἔδωκεν αἴσθησιν τῷ ζῴῳ, ἀλλὰ μετὰ τοῦ ζῴου· τὸ δὲ τοῦτ’ ἐστίν· ἅπαντα αἴσθησις μετὰ τοῦ ἡμετέρου νοῦ γνωρίζει καὶ ἅμα αὐτῷ· οἷον ἡ ὅρασις ἅμα τῷ νῷ ἐπιβάλλει τῷ ὁρατῷ· εἶδέ τε γὰρ ὁ ὀφθαλμὸς τὸ σῶμα καὶ εὐθὺς ὁ νοῦς κατέλαβε τὸ ὁραθέν, ὅτι μέλαν ἢ λευκὸν ἢ ὠχρὸν ἢ φοινικοῦν ἢ τρίγωνον ἢ τετράγωνον ἢ στρογγύλον ἢ τὰ ἄλλα χρώματά τε καὶ σχήματα· καὶ πάλιν ἡ ἀκοὴ ἐπλήχθη ὑπὸ τῆς φωνῆς καὶ μετ’ αὐτῆς ὁ νοῦς· τεκμήριον δέ, ἔκρινεν εὐθὺς τὴν φωνήν, ὅτι λεπτὴ ἢ μέγεθος ἔχουσα ἢ ἐμμελὴς καὶ εὔρυθμος καὶ πάλιν εἰ ἐκμελής τε καὶ οὐκ ἐναρμόνιος·"],["58","καὶ ταὐτὸν ἐπὶ τῶν ἄλλων αἰσθήσεων εὑρίσκεται. πάνυ δὲ καλῶς καὶ τὸ προσθεῖναι τὸ „αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου “· τὸν γὰρ ξύλινον καὶ αἰσθητὸν ὄγκον τῷ νῷ οὐδεὶς δίδωσιν, ὅτι μὴ αἴσθησις· τίς γὰρ ἔδωκε τῇ διανοίᾳ γνωρίσαι τὸ σῶμα ἢ τὸ λευκόν; οὐχ ἡ ὄψις; τίς δὲ τὴν φωνήν; οὐχ ἡ ἀκοή; τίς δὲ τὸν ἀτμόν; οὐχ ἡ ὄσφρησις; τίς δὲ τὸν χυλόν; οὐχ ἡ γεῦσις; τίς δὲ τὸ τραχὺ καὶ μαλακόν; οὐχ ἡ ἁφή; ὀρθῶς οὖν καὶ πάνυ ἀληθῶς εἴρηται ὑπὸ τοῦ νοῦ, ὅτι τὰς τῶν σωμάτων ἀντιλήψεις δίδωσί μοι μόνη ἡ αἴσθησις."],["59","„Καὶ εἶπεν ὁ θεὸς τῇ γυναικί Τί τοῦτο ἐποίησας; καὶ εἶπεν Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον “(Gen. 3, 13). ἄλλο μὲν πυνθάνεται τῆς αἰσθήσεως ὁ θεός, ἄλλο δὲ αὐτὴ ἀποκρίνεται· πυνθάνεται μὲν γάρ τι περὶ τοῦ ἀνδρός, ἡ δὲ οὐ περὶ τούτου φησίν, ἀλλά τι περὶ ἑαυτῆς, λέγουσα ὅτι ἔφαγον, οὐχ ὅτι ἔδωκα."],["60","μήποτ’ οὖν ἀλληγοροῦντες λύσομεν τὸ ἀπορηθὲν καὶ δείξομεν τὴν γυναῖκα εὐθυβόλως πρὸς τὸ πύσμα ἀποκρινομένην. ἀνάγκη γάρ ἐστιν αὐτῆς φαγούσης καὶ τὸν ἄνδρα φαγεῖν· ὅταν γὰρ ἡ αἴσθησις ἐπιβάλλουσα τῷ αἰσθητῷ πληρωθῇ τῆς αὐτοῦ φαντασίας, εὐθὺς καὶ ὁ νοῦς συμβέβληκε καὶ ἀντελάβετο καὶ τρόπον τινὰ τροφῆς τῆς ἀπ’ ἐκείνου πεπλήρωται. τοῦτ’ οὖν φησιν· ἄκουσα δέδωκα τῷ ἀνδρί· προσβαλούσης γάρ μου τῷ ὑποκειμένῳ, ὀξυκίνητος ὢν αὐτὸς"],["61","ἐφαντασιώθη καὶ ἐτυπώθη. παρατήρει δ’ ὅτι ὁ μὲν ἀνὴρ λέγει τὴν γυναῖκα δεδωκέναι, ἡ δὲ γυνὴ οὐχὶ τὸν ὄφιν δεδωκέναι, ἀλλὰ ἠπατηκέναι· ἴδιον γὰρ αἰσθήσεως μὲν τὸ διδόναι, ἡδονῆς δὲ τῆς ποικίλης καὶ ὀφιώδους τὸ ἀπατᾶν καὶ παρακρούεσθαι· οἷον τὸ λευκὸν τῇ φύσει καὶ τὸ μέλαν καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν δίδωσιν ἡ αἴσθησις τῷ νῷ, οὐχὶ ἀπατῶσα ἀλλὰ πρὸς ἀλήθειαν· τοιαῦτα γάρ ἐστι τὰ ὑποκείμενα, οἵα καὶ ἡ ἀπ’ αὐτῶν προσπίπτουσα φαντασία, κατὰ τοὺς πλείστους τῶν μὴ φυσικώτερον φυσιολογούντων· ἡ δὲ ἡδονὴ οὐχ οἷόν ἐστι τὸ ὑποκείμενον, τοιοῦτον αὐτὸ γνωρίζει τῇ διανοίᾳ, ἀλλ’ ἐπιψεύδεται τέχνῃ τὸ ἀλυσιτελὲς εἰς συμφέροντος τάξιν ἐμβιβάζουσα·"],["62","ὥσπερ καὶ τῶν ἑταιρῶν τὰς εἰδεχθεῖς ἰδεῖν ἔστι φαρματτούσας καὶ ὑπογραφομένας τὴν ὄψιν, ἵνα τὸ περὶ αὐτὰς αἶσχος ἐπικρύψωσι, καὶ τὸν ἀκρατῆ ἐπὶ τὴν γαστρὸς νενευκότα ἡδονήν· οὗτος τὸν πολὺν ἄκρατον καὶ τῶν σιτίων τὴν παρασκευὴν ἀποδέχεται ὡς ἀγαθόν, βλαπτόμενος καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν ἀπ’ αὐτῶν·"],["63","πάλιν τοὺς ἐρῶντας ἰδεῖν ἔστι πολλάκις ἐπὶ γυναίων αἰσχίστων ὀφθῆναι ἐπιμεμηνότας, τῆς ἡδονῆς ἀπατώσης καὶ μονονουχὶ διεξιούσης, ὅτι εὐμορφία καὶ εὔχροια καὶ εὐσαρκία καὶ τῶν μερῶν ἀναλογία περὶ τὰς πάντα τὰ ἐναντία τούτοις ἐχούσας ἐστί· τὰς γοῦν πρὸς ἀλήθειαν ἀμέμπτῳ κεχρημένας κάλλει παρορῶσιν, ἐκείνων δὲ ὧν εἶπον κατατήκονται."],["64","πᾶσα οὖν ἀπάτη οἰκειοτάτη ἡδονῇ, δόσις δὲ αἰσθήσει· ἡ μὲν γὰρ σοφίζεται καὶ παράγει τὸν νοῦν, οὐχ ὁποῖα τὰ ὑποκείμενά ἐστι δηλοῦσα, ἀλλ’ ὁποῖα οὐκ ἔστιν, ἡ δὲ αἴσθησις ἀκραιφνῶς δίδωσι τὰ σώματα οὕτως, ὡς ἔχει φύσεως ἐκεῖνα, πλάσματος καὶ τέχνης ἐκτός."],["65","„Καὶ εἶπε κύριος ὁ θεὸς τῷ ὄφει Ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς. ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φάγεσαι πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικός, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ τοῦ σπέρματος αὐτῆς. αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν “(Gen. 3, 14. 15). διὰ τίνα αἰτίαν χωρὶς ἀπολογίας καταρᾶται τῷ ὄφει, κελεύων ἐν ἑτέροις ὡς εἰκὸς „στῆναι τοὺς δύο, οἷς ἐστιν ἡ ἀντιλογία “(Deut. 19, 17) καὶ μὴ τῷ ἑτέρῳ προπιστεύειν;"],["66","καὶ μὴν ὁρᾷς ὅτι τῷ Ἀδὰμ οὐ προπεπίστευκε κατὰ τῆς γυναικός, ἀλλὰ δίδωσιν αὐτῇ εἰς ἀπολογίαν ἀφορμήν, ὅταν πυνθάνηται „τί τοῦτο ἐποίησας “(Gen. 3, 13); ἡ δέ γε ὁμολογεῖ πταῖσαι παρὰ τὴν τῆς ὀφιώδους καὶ ποικίλης ἡδονῆς ἀπάτην. τί οὖν ἐκώλυε, καὶ τῆς γυναικὸς εἰπούσης ὅτι ὁ ὄφις ἠπάτησέ με, πυθέσθαι τοῦ ὄφεως, εἰ οὗτος ἠπάτησεν, ἀλλὰ μὴ ἀκρίτως χωρὶς ἀπολογίας καταρᾶσθαι;"],["67","λεκτέον οὖν ὅτι ἡ αἴσθησις οὔτε τῶν φαύλων οὔτε τῶν σπουδαίων ἐστίν, ἀλλὰ μέσον τι αὕτη καὶ κοινὸν σοφοῦ τε καὶ ἄφρονος, καὶ γενομένη μὲν ἐν ἄφρονι γίνεται φαύλη, ἐν ἀστείῳ δὲ σπουδαία. εἰκότως οὖν, ἐπειδὴ φύσιν ἐξ ἑαυτῆς μοχθηρὰν οὐκ ἔχει, ἀλλ’ ἐπαμφοτερίζουσα νεύει πρὸς ἑκάτερα τό τε εὖ καὶ χεῖρον, οὐ καταδικάζεται πρὶν ὁμολογῆσαι, ὅτι ἠκολούθησε τῷ χείρονι."],["68","ὁ δὲ ὄφις ἡ ἡδονὴ ἐξ ἑαυτῆς ἐστι μοχθηρά· διὰ τοῦτο ἐν μὲν σπουδαίῳ οὐχ εὑρίσκεται τὸ παράπαν, μόνος δ’ αὐτῆς ὁ φαῦλος ἀπολαύει. κατὰ τὸ οἰκεῖον οὖν μὴ διδοὺς ἀπολογίαν αὐτῇ καταρᾶται ὁ θεός, σπέρμα ἀρετῆς οὐκ ἐχούσῃ, ἀλλὰ αἰεὶ καὶ πανταχοῦ ἐπιλήπτῳ καὶ μιαρᾷ καθεστώσῃ."],["69","διὰ τοῦτο καὶ τὸν Εἲρ χωρὶς αἰτίας περιφανοῦς πονηρὸν οἶδεν ὁ θεὸς (Gen. 38, 7) καὶ ἀποκτείνει· τὸν γὰρ δερμάτινον ὄγκον ἡμῶν τὸ σῶμα— Εἲρ γὰρ δερμάτινος ἑρμηνεύεται— πονηρόν τε καὶ ἐπίβουλον τῆς ψυχῆς οὐκ ἀγνοεῖ καὶ νεκρὸν καὶ τεθνηκὸς αἰεί· μὴ γὰρ ἄλλο τι νοήσῃς ἕκαστον ἡμῶν ποιεῖν ἢ νεκροφορεῖν,| τὸ νεκρὸν ἐξ ἑαυτοῦ σῶμα ἐγειρούσης καὶ ἀμοχθὶ φερούσης τῆς ψυχῆς· καὶ τὴν εὐτονίαν αὐτῆς, εἰ βούλει, κατανόησον."],["70","ὁ μὲν ἐρρωμενέστατος ἀθλητὴς οὐκ ἂν ἰσχύσαι τὸν ἑαυτοῦ πρὸς βραχὺν χρόνον ἀνδριάντα κομίσαι, ἡ δὲ ψυχὴ μέχρις ἑκατονταετίας ἔστιν ὅτε τὸν τοῦ ἀνθρώπου φέρει κούφως ἀνδριάντα μὴ κάμνουσα· οὐ γὰρ νῦν αὐτὸν ἀπέκτεινεν, ἀλλ’ ἐξ ἀρχῆς νεκρὸν τὸ σῶμα ἀπειργάσατο."],["71","πονηρὸν δὲ φύσει μέν, ὡς εἶπον, ἐστὶ καὶ ψυχῆς ἐπίβουλον, οὐ φαίνεται δὲ πᾶσιν, ἀλλὰ μόνῳ τῷ θεῷ καὶ εἴ τις θεῷ φίλος· „ἐναντίον “γάρ φησι „κυρίου πονηρὸς Εἴρ “. ὅταν γὰρ ὁ νοῦς μετεωροπολῇ καὶ τὰ τοῦ κυρίου μυστήρια μυῆται, πονηρὸν καὶ δυσμενὲς κρίνει τὸ σῶμα· ὅταν δὲ ἀποστῇ τῆς τῶν θείων ἐρεύνης, φίλον αὑτῷ καὶ συγγενὲς καὶ ἀδελφὸν ἡγεῖται, καταφεύγει γοῦν ἐπὶ τὰ φίλα τούτῳ."],["72","διὰ τοῦτο ἀθλητοῦ ψυχὴ καὶ φιλοσόφου διαφέρει· ὁ μὲν γὰρ ἀθλητὴς πάντα ἐπὶ τὴν τοῦ σώματος εὐεξίαν ἀναφέρει καὶ τὴν ψυχὴν αὐτὴν πρόοιτ’ ἂν ὑπὲρ αὐτοῦ ἅτε φιλοσώματος ὑπάρχων, ὁ δὲ φιλόσοφος ἐραστὴς ὢν τοῦ καλοῦ τοῦ ζῶντος ἐν ἑαυτῷ κήδεται ψυχῆς, τοῦ δὲ νεκροῦ ὄντως σώματος ἀλογεῖ μόνον στοχαζόμενος, ἵνα μὴ ὑπὸ κακοῦ"],["73","καὶ νεκροῦ συνδέτου πλημμελῆται τὸ ἄριστον ἡ ψυχή. ὁρᾷς ὅτι τὸν Εἲρ ἀποκτείνει οὐχ ὁ κύριος, ἀλλ’ ὁ θεός· οὐ γάρ, καθὸ ἄρχει καὶ ἡγεμονεύει δυναστείᾳ κράτους αὐτεξουσίῳ χρώμενος, ἀναιρεῖ τὸ σῶμα, ἀλλὰ καθὸ ἀγαθότητι καὶ χρηστότητι χρῆται— ὁ θεὸς γὰρ ἀγαθότητός ἐστι τοῦ αἰτίου ὄνομα—, ἵνα εἰδῇς ὅτι καὶ τὰ ἄψυχα οὐκ ἐξουσίᾳ πεποίηκεν ἀλλ’ ἀγαθότητι, ᾗ καὶ τὰ ἔμψυχα· ἔδει γὰρ εἰς τὴν τῶν βελτιόνων δήλωσιν γένεσιν ὑποστῆναι καὶ τῶν χειρόνων ὑπὸ δυνάμεως τῆς αὐτῆς ἀγαθότητος τοῦ αἰτίου, ἥτις ἐστὶν ὁ θεός."],["74","πότε οὖν, ὦ ψυχή, μάλιστα νεκροφορεῖν σαυτὴν ὑπολήψῃ; ἆρά γε οὐχ ὅταν τελειωθῇς καὶ βραβείων καὶ στεφάνων ἀξιωθῇς; ἔσῃ γὰρ τότε φιλόθεος, οὐ φιλοσώματος· τεύξῃ δὲ τῶν ἄθλων, ἐὰν γυνή σου γένηται ἡ τοῦ Ἰούδα νύμφη Θάμαρ, ἥτις ἑρμηνεύεται φοῖνιξ, σύμβολον νίκης· τεκμήριον δέ· ὅταν αὐτὴν ἀγάγηται ὁ Εἴρ, εὐθὺς πονηρός τε εὑρίσκεται καὶ κτείνεται· λέγει γάρ· \" καὶ ἔλαβεν Ἰούδας γυναῖκα Εἲρ τῷ πρωτοτόκῳ αὐτοῦ, ᾗ ὄνομα Θάμαρ “(Gen. 38, 6), καὶ εὐθὺς ἐπιλέγει· „καὶ ἐγένετο Εἲρ πονηρὸς ἔναντι κυρίου, καὶ ἀπέκτεινεν αὐτὸν ὁ θεός \" (ib. 7)· ὅταν γὰρ ὁ νοῦς τὰ ἀρετῆς ἀπενέγκηται νικητήρια, θάνατον καταψηφίζεται τοῦ νεκροῦ σώματος."],["75","ὁρᾷς ὅτι καὶ τὸν ὄφιν ἄνευ ἀπολογίας καταρᾶται, ἡδονὴ γάρ ἐστι, καὶ τὸν Εἲρ χωρὶς αἰτίας περιφανοῦς ἀποκτείνει, ἔστι γὰρ σῶμα. καὶ σκοπῶν, ὦ γενναῖε, εὑρήσεις τὸν θεὸν πεποιηκότα φύσεις ἐξ ἑαυτῶν ἐπιλήπτους τε καὶ ὑπαιτίους ἐν ψυχῇ καὶ ἐν πᾶσι σπουδαίας καὶ ἐπαινετάς, ὥσπερ ἔχει καὶ ἐπὶ φυτῶν καὶ ζῴων."],["76","οὐχ ὁρᾷς ὅτι καὶ τῶν φυτῶν τὰ μὲν ἥμερα καὶ ὠφέλιμα καὶ σωτήρια κατεσκεύακεν ὁ δημιουργός, τὰ δὲ ἄγρια καὶ βλαβερὰ καὶ νόσων καὶ φθορᾶς αἴτια, καὶ ζῷα ὁμοίως; καθάπερ ἀμέλει καὶ τὸν ὄφιν, περὶ οὗ νῦν ἐστιν ὁ λόγος, φθοροποιὸν γὰρ τὸ ζῷον καὶ ἀναιρετικὸν ἐξ αὑτοῦ. ὃ δὴ διατίθησιν ἄνθρωπον ὄφις, τοῦτο καὶ ψυχὴν ἡδονή, παρὸ καὶ ἀπεικάσθη ὄφις ἡδονῇ."],["77","Ὥσπερ οὖν ἡδονὴν καὶ σῶμα ἄνευ μεμίσηκεν αἰτιῶν ὁ θεός, οὕτω καὶ φύσεις ἀστείας χωρὶς περιφανοῦς αἰτίας προαγήοχεν, ἔργον οὐδὲν πρὸ τῶν ἐπαίνων αὐτῶν ὁμολογήσας. εἰ γάρ τις ἔροιτο, διὰ τί φησι τὸν Νῶε χάριν εὑρεῖν ἐναντίον κυρίου τοῦ θεοῦ (Gen. 6, 8) μηδὲν πρότερον ἐργασάμενον, ὅσα γε εἰς τὴν ἡμετέραν ἐπίγνωσιν, ἀστεῖον, ἀποκρινούμεθα δεόντως ὅτι ἐπαινετῆς ἐλέγχεται συστάσεως καὶ γενέσεως, ἑρμηνεύεται γὰρ Νῶε ἀνάπαυσις ἢ δίκαιος· ἀνάγκη δὲ τὸν παυόμενον ἀδικημάτων καὶ ἁμαρτημάτων, ἀναπαυόμενον ἐπὶ τῷ καλῷ καὶ δικαιοσύνῃ συζῶντα, χάριν εὑρεῖν παρὰ τῷ θεῷ."],["78","τὸ δὲ χάριν εὑρεῖν οὐκ ἔστι μόνον, ὡς νομίζουσί τινες, ἴσον τῷ εὐαρεστῆσαι, ἀλλὰ καὶ τοιοῦτον· ζητῶν ὁ δίκαιος τὴν τῶν ὄντων φύσιν ἓν τοῦτο εὑρίσκει ἄριστον εὕρημα, χάριν ὄντα τοῦ θεοῦ τὰ σύμπαντα, γενέσεως δὲ οὐδὲν χάρισμα, ὅτι γε οὐδὲ κτῆμα, θεοῦ δὲ κτῆμα τὰ πάντα, διὸ καὶ μόνου τὴν χάριν οἰκεῖον· τοῖς γοῦν ζητοῦσι, τίς ἀρχὴ γενέσεως, ὀρθότατα ἄν τις ἀποκρίνοιτο, ὅτι ἀγαθότης καὶ χάρις τοῦ θεοῦ, ἣν ἐχαρίσατο τῷ μετ’ αὐτὸν γένει· δωρεὰ γὰρ καὶ εὐεργεσία καὶ χάρισμα θεοῦ τὰ πάντα ὅσα ἐν κόσμῳ καὶ αὐτὸς ὁ κόσμος ἐστί."],["79","καὶ Μελχισεδὲκ βασιλέα τε τῆς εἰρήνης— Σαλὴμ τοῦτο γὰρ ἑρμηνεύεται— καὶ ἱερέα ἑαυτοῦ πεποίηκεν ὁ θεός (Gen. 14, 18), οὐδὲν ἔργον αὐτοῦ προδιατυπώσας, ἀλλὰ τοιοῦτον ἐργασάμενος βασιλέα καὶ εἰρηναῖον καὶ ἱερωσύνης ἄξιον τῆς ἑαυτοῦ πρῶτον· καλεῖται γὰρ βασιλεὺς δίκαιος, βασιλεὺς δὲ ἐχθρὸν τυράννῳ, ὅτι ὁ μὲν νόμων, ὁ δὲ ἀνομίας ἐστὶν εἰσηγητής."],["80","ὁ μὲν οὖν τύραννος νοῦς ἐπιτάγματα ἐπιτάττει τῇ τε ψυχῇ καὶ τῷ σώματι βίαια καὶ βλαβερὰ καὶ σφοδρὰς λύπας ἐργαζόμενα, τὰς κατὰ κακίαν λέγω πράξεις καὶ τὰς τῶν παθῶν ἀπολαύσεις· ὁ δὲ [δεύτερος] βασιλεὺς πρῶτον μὲν [οὖν] οὐκ ἐπιτάττει μᾶλλον ἢ πείθει, ἔπειτα τοιαῦτα παραγγέλλει, δι’ ὧν ὥσπερ σκάφος τὸ ζῷον εὐπλοίᾳ τῇ τοῦ βίου χρήσεται κυβερνώμενον ὑπὸ τοῦ ἀγαθοῦ [καὶ τεχνίτου] κυβερνήτου, οὗτος δέ ἐστιν ὁ ὀρθὸς λόγος."],["81","καλείσθω οὖν ὁ μὲν τύραννος ἄρχων πολέμου, ὁ δὲ βασιλεὺς ἡγεμὼν εἰρήνης, Σαλήμ, καὶ προσφερέτω τῇ ψυχῇ τροφὰς εὐφροσύνης καὶ χαρᾶς πλήρεις· ἄρτους γὰρ καὶ οἶνον προσφέρει, ἅπερ Ἀμμανῖται καὶ Μωαβῖται τῷ βλέποντι παρασχεῖν οὐκ ἠθέλησαν, οὗ χάριν ἐκκλησίας εἴργονται καὶ συλλόγου θείου· Ἀμμανῖται γὰρ οἱ ἐκ τῆς μητρὸς αἰσθήσεως καὶ Μωαβῖται οἱ ἐκ τοῦ πατρὸς νοῦ φύντες τρόποι δύο ταῦτα τῶν ὄντων συνεκτικὰ νομίζοντες νοῦν καὶ αἴσθησιν, θεοῦ δὲ μὴ λαμβάνοντες ἔννοιαν, „οὐκ εἰσελεύσονται “φησὶ Μωυσῆς „εἰς ἐκκλησίαν κυρίου,... παρὰ τὸ μὴ συναντῆσαι αὐτοὺς ἡμῖν μετ’ ἄρτων καὶ ὕδατος “(Deut. 23, 3. 4) ἐξιοῦσιν ἐκ τῶν παθῶν Αἰγύπτου."],["82","ἀλλ’ ὁ μὲν Μελχισεδὲκ ἀντὶ ὕδατος οἶνον προσφερέτω καὶ ποτιζέτω καὶ ἀκρατιζέτω ψυχάς, ἵνα κατάσχετοι γένωνται θείᾳ μέθῃ νηφαλεωτέρᾳ νήψεως αὐτῆς· ἱερεὺς γάρ ἐστι λόγος κλῆρον ἔχων τὸν ὄντα καὶ ὑψηλῶς περὶ αὐτοῦ καὶ ὑπερόγκως καὶ μεγαλοπρεπῶς λογιζόμενος· τοῦ γὰρ ὑψίστου ἐστὶν ἱερεύς (Gen. 14, 18), οὐχ ὅτι ἐστί τις ἄλλος οὐχ ὕψιστος— ὁ γὰρ θεὸς εἷς ὢν „ἐν τῷ οὐρανῷ ἄνω ἐστὶ καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ “(Deut. 4, 39)—, ἀλλὰ τὸ μὴ ταπεινῶς καὶ χαμαιζήλως ὑπερμεγέθως δὲ καὶ ὑπεραΰλως καὶ ὑψηλῶς νοεῖν περὶ θεοῦ ἔμφασιν τοῦ ὑψίστου κινεῖ."],["83","τί δὲ εἰργάσατο ἤδη καλὸν ὁ Ἀβράμ, ὅτι κελεύει αὐτῷ πατρίδος καὶ τῆς γενεᾶς ταύτης ξενοῦσθαι καὶ γῆν οἰκεῖν, ἣν ἂν αὐτὸς δῷ ὁ θεός (Gen. 12, 1); πόλις δέ ἐστιν ἀγαθὴ καὶ πολλὴ καὶ σφόδρα εὐδαίμων, τὰ γὰρ δῶρα τοῦ θεοῦ μεγάλα καὶ τίμια. ἀλλὰ καὶ τοῦτον τὸν τρόπον ἐγέννησε τύπον ἔχοντα σπουδῆς ἄξιον· ἑρμηνεύεται γὰρ Ἀβρὰμ „πατὴρ μετέωρος “, δι’ ἀμφοτέρων τῶν ὀνομάτων ἐπαινετός· ὁ γὰρ νοῦς, ὅταν μὴ δεσπότου τρόπον ἀπειλῇ"],["84","τῇ ψυχῇ, ἀλλ’ ὡς πατὴρ ἄρχῃ, μὴ τὰ ἡδέα χαριζόμενος αὐτῇ, τὰ δὲ συμφέροντα καὶ ἀκούσῃ διδούς, καὶ ἐπίπαν τῶν ταπεινῶν καὶ ἀγόντων ἐπὶ τὰ θνητὰ ἀποστὰς μετεωροπολῇ καὶ συνδιατρίβῃ θεωρήμασι τοῖς περὶ κόσμου καὶ τῶν μερῶν αὐτοῦ καὶ ἔτι μᾶλλον ἐπανιὼν ἐρευνᾷ τὸ θεῖον καὶ τὴν τούτου φύσιν δι’ ἔρωτα ἐπιστήμης ἄλεκτον, μένειν ἐπὶ τῶν ἐξ ἀρχῆς δογμάτων οὐ δύναται, ἀλλὰ μετοικίαν ζητεῖ βελτιούμενος ἀμείνω."],["85","ἐνίους δὲ ὁ θεὸς καὶ πρὸ τῆς γενέσεως καλῶς διαπλάττει καὶ διατίθεται καὶ κλῆρον ἔχειν ἄριστον προῄρηται. οὐχ ὁρᾷς, τί περὶ τοῦ Ἰσαάκ φησι τῷ Ἀβραὰμ οὐκ ἐλπίσαντι, ὅτι γενήσεται τοιούτου γεννήματος πατήρ, ἀλλὰ καὶ γελάσαντι ἐπὶ τῇ ὑποσχέσει καὶ εἰπόντι „Εἰ τῷ ἑκατονταετεῖ γενήσεται, καὶ Σάρρα ἐνενήκοντα ἐτῶν οὖσα τέξεται “(Gen. 17, 17); καταφάσκει καὶ ἐπινεύει λέγων „Ναί, ἰδοὺ Σάρρα ἡ γυνή σου τέξεταί σοι υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ, καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον “(ib. 19)."],["86","τί οὖν ἐστι τὸ καὶ τοῦτον πρὸ τῆς γενέσεως ἐπαινεῖσθαι πεποιηκός; ἔνια τῶν ἀγαθῶν γενόμενα καὶ παρόντα ὠφελεῖ, οἷον ὑγίεια, εὐαισθησία, πλοῦτος εἰ τύχοι, δόξα— λεγέσθω γὰρ καὶ ταῦτα καταχρηστικώτερον ἀγαθά—, ἔνια δ’ οὐ γενόμενα μόνον ἀλλὰ καὶ θεσπισθέντα ὅτι γενήσεται, ὥσπερ ἡ χαρὰ— εὐπάθεια ψυχῆς ἐστιν ἥδε— [γὰρ] οὐχ ὅταν παροῦσα δραστηρίως ἐνεργῇ μόνον εὐφραίνει, ἀλλὰ καὶ ὅταν ἐλπίζηται προγανοῖ· ἐξαίρετον γὰρ καὶ τοῦτ’ ἔχει· τὰ μὲν ἄλλα ἀγαθὰ ἰδίᾳ ἐνεργεῖ, ἡ δὲ χαρὰ καὶ ἴδιον καὶ κοινὸν ἀγαθόν ἐστιν· ἐπιγίνεται γοῦν ἅπασι, χαίρομεν γὰρ καὶ ἐπὶ ὑγείᾳ καὶ ἐπ’ ἐλευθερίᾳ καὶ ἐπὶ τῇ τιμῇ καὶ ἐπὶ τοῖς ἄλλοις, ὥστε κυρίως εἰπεῖν μηδὲν εἶναι ἀγαθόν, ᾧ μὴ πρόσεστι χαρά."],["87","ἀλλ’ οὐ μόνον ἐπὶ προγεγενημένοις ἤδη τοῖς ἄλλοις ἀγαθοῖς καὶ παροῦσι χαίρομεν, ἀλλὰ καὶ ἐπὶ μέλλουσι καὶ προσδοκωμένοις, οἷον ὅτε ἐλπίζομεν πλουτήσειν ἢ ἄρξειν ἢ ἐπαινεθήσεσθαι ἢ νόσων ἀπαλλαγὴν εὑρήσεσθαι ἢ εὐτονίας καὶ ῥώμης κοινωνήσειν ἢ ἐπιστήμονες ἀντ’ ἀνεπιστημόνων ἔσεσθαι, γεγήθαμεν οὐ μετρίως. ἐπειδὴ τοίνυν ἡ χαρὰ οὐ παροῦσα μόνον ἀλλὰ καὶ ἐλπιζομένη ἀναχεῖ τε καὶ εὐφραίνει τὴν ψυχήν, εἰκότως τὸν Ἰσαὰκ πρὶν γεννηθῆναι ὀνόματός τε καὶ δωρεᾶς μεγάλης ἠξίωσε· γέλως γὰρ ψυχῆς καὶ χαρὰ καὶ εὐφροσύνη διερμηνεύεται"],["88","οὗτος. πάλιν δὲ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ τὸν μὲν ἄρχοντα καὶ ἡγεμόνα καὶ δεσπότην τὸν δὲ Ἠσαῦ ὑπήκοον καὶ δοῦλον ἔτι κατὰ γαστρὸς ὄντας φησὶν εἶναι· ὁ γὰρ ζῳοπλάστης θεὸς ἐπίσταται τὰ ἑαυτοῦ καλῶς δημιουργήματα καὶ πρὶν αὐτὰ εἰς ἄκρον διατορεῦσαι, τάς τε δυνάμεις, αἷς αὖθις χρήσονται, καὶ συνόλως τὰ ἔργα τούτων καὶ πάθη. ἐπειδὴ γὰρ πορεύεται ἡ ὑπομονητικὴ ψυχὴ Ῥεβέκκα πυθέσθαι παρὰ θεοῦ, ἀποκρίνεται αὐτῇ, ὅτι „δύο ἔθνη ἐν τῇ γαστρί σού ἐστι, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται, καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι “(Gen. 25, 23)."],["89","φύσει γὰρ δοῦλον παρὰ θεῷ τὸ φαῦλον καὶ ἄλογον, ἡγεμονικὸν δὲ καὶ ἐλεύθερον τὸ ἀστεῖον καὶ λογικὸν καὶ ἄμεινον, καὶ οὐχ ὅταν ἤδη γένηται ἐν τῇ ψυχῇ τέλειον ἑκάτερον, ἀλλὰ κἂν ἐνδοιάζηται· ὅλως γὰρ καὶ μικρά τις αὖρα τῆς ἀρετῆς ἀρχὴν καὶ ἡγεμονίαν, οὐκ ἐλευθερίαν μόνον, ἐμφαίνει, καὶ ἔμπαλιν ἡ τυχοῦσα κακίας γένεσις δουλοῖ τὸν λογισμόν, κἂν μήπω τέλειον αὐτῆς ἐκφοιτήσῃ τὸ γέννημα."],["90","τί δὲ παθὼν ὁ αὐτὸς οὗτος Ἰακώβ, τοῦ Ἰωσὴφ τοὺς δύο υἱοὺς προσαγαγόντος τὸν πρεσβύτερον Μανασσῆν καὶ τὸν νεώτερον Ἐφραΐμ, ἐναλλάττει τὰς χεῖρας καὶ τὴν μὲν δεξιὰν ἐπιτίθησι τῷ νεωτέρῳ Ἐφραΐμ, τὴν δ’ εὐώνυμον τῷ πρεσβυτέρῳ Μανασσῇ, καὶ βαρὺ τὸ πρᾶγμα ἡγησαμένου τοῦ Ἰωσὴφ καὶ οἰηθέντος τὸν πατέρα ἄκοντα σφαλῆναι περὶ τὴν τῶν χειρῶν ἐπίθεσιν, φησίν· οὐ διήμαρτον, ἀλλ’ „οἶδα, τέκνον, οἶδα, καὶ οὗτος ἔσται εἰς λαὸν καὶ οὗτος ὑψωθήσεται, ἀλλ’ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται “(Gen. 48, 19)."],["91","τί οὖν χρὴ λέγειν ἢ τοῦτο, ὅτι δύο φύσεις ἐδημιουργήθησαν ἐν ψυχῇ ὑπὸ θεοῦ σφόδρα ἀναγκαῖαι, μνήμη τε καὶ ἀνάμνησις; ἀμείνων μὲν ἡ μνήμη, χείρων δὲ ἡ ἀνάμνησις· ἡ μὲν γὰρ ἐναύλους ἔχει καὶ ἐναργεῖς τὰς καταλήψεις, ὡς μηδὲ ἀγνοίᾳ διαμαρτεῖν, ἀναμνήσεως δὲ λήθη πάντως προηγεῖται, πηρὸν καὶ τυφλὸν πρᾶγμα."],["92","πρεσβύτερον δὲ τὸ χεῖρον ἡ ἀνάμνησις εὑρίσκεται μνήμης τοῦ κρείττονος·*** συνεχὲς καὶ ἀδιάστατον· οἱ γὰρ πρῶτον εἰς τὰς τέχνας εἰσαγόμενοι περικρατῆσαι τῶν εἰς αὐτὰς θεωρημάτων ἀδυνατοῦμεν εὐθύς· λήθῃ οὖν κατ’ ἀρχὰς χρώμενοι πάλιν ἀναμιμνῃσκόμεθα, ἕως ἐκ τοῦ πολλάκις μὲν ἐκλαθέσθαι πολλάκις δὲ ἀναμνησθῆναι βέβαιος αὖθις μνήμη κρατήσει, παρὸ καὶ νεωτέρα— ὀψίγονος γάρ ἐστι— συνίσταται τῆς ἀναμνήσεως."],["93","συμβολικῶς οὖν ὁ μὲν Ἐφραῒμ λέγεται μνήμη, καρποφορία γὰρ ἑρμηνεύεται, τῆς τοῦ φιλομαθοῦς ψυχῆς τὸν οἰκεῖον καρπὸν ἐνηνοχυίας, ὁπότε διὰ μνήμης ἔχοι βεβαιοῦν τὰ θεωρήματα· ὁ δὲ Μανασσῆς ἀνάμνησις, μεταληφθεὶς γὰρ „ἐκ λήθης “εἶναι λέγεται, ὁ δὲ λήθην ἐκφεύγων ἀναμιμνῄσκεται πάντως. ὀρθότατα οὖν ὁ πτερνιστὴς τῶν παθῶν καὶ ἀσκητὴς ἀρετῆς Ἰακὼβ δεξιοῦται τὴν καρποφόρον μνήμην Ἐφραΐμ, δευτερείων δὲ ἀξιοῖ τὴν ἀνάμνησιν Μανασσῆν."],["94","καὶ Μωυσῆς μέντοι τῶν θυόντων τὸ Φασὲκ τοὺς μὲν τὸ πρότερον θύσαντας μάλιστα ἐπαινεῖ, ὅτι διαβάντες ἀπὸ τῶν παθῶν Αἰγύπτου ἐπέμειναν τῇ διαβάσει καὶ οὐχ ὥρμησαν ἔτι ἐπ’ αὐτά, τοὺς δὲ τὸ δεύτερον δευτερείων ἀξιοῖ (Num. 9, 6 ss.), τραπέντες γὰρ ἀνέδραμον τὴν τροπὴν καὶ ὥσπερ ἐπιλαθόμενοι τῶν πρακτέων πάλιν ἐπὶ τὸ πράττειν ὥρμησαν αὐτά, οἱ δὲ πρότεροι ἄτρεπτοι διετέλεσαν. ἔοικεν οὖν τοῖς μὲν τὸ δεύτερον Πάσχα θύουσιν ὁ ἐκ λήθης"],["95","Μανασσῆς, τοῖς δὲ τὸ πρότερον ὁ καρποφόρος Ἐφραΐμ. ὅθεν καὶ Βεσελεὴλ ἀνακαλεῖ ὁ θεὸς ἐξ ὀνόματος καί φησιν αὐτῷ δωρήσασθαι σοφίαν καὶ ἐπιστήμην, καὶ δημιουργὸν αὐτὸν καὶ ἀρχιτέκτονα πάντων τῶν τῆς σκηνῆς, τουτέστι τῶν τῆς ψυχῆς ἔργων, ἀποδείξειν (Exod. 31, 2 ss.), μηδὲν ἔργον, ὃ κἂν ἐπαινέσειέ τις, προϋποδείξας αὐτοῦ. λεκτέον οὖν ὅτι καὶ τοῦτο τὸ σχῆμα τῇ ψυχῇ ἐντετύπωκεν ὁ θεὸς νομίσματος δοκίμου τρόπον. τίς οὖν ἐστιν ὁ χαρακτὴρ εἰσόμεθα, ἐὰν τὴν ἑρμηνείαν πρότερον τοῦ ὀνόματος ἀκριβώσωμεν."],["96","ἑρμηνεύεται οὖν Βεσελεὴλ ἐν σκιᾷ θεοῦ· σκιὰ θεοῦ δὲ ὁ λόγος αὐτοῦ ἐστιν, ᾧ καθάπερ ὀργάνῳ προσχρησάμενος ἐκοσμοποίει. αὕτη δὲ ἡ σκιὰ καὶ τὸ ὡσανεὶ ἀπεικόνισμα ἑτέρων ἐστὶν ἀρχέτυπον· ὥσπερ γὰρ ὁ θεὸς παράδειγμα τῆς εἰκόνος, ἣν σκιὰν νυνὶ κέκληκεν, οὕτως ἡ εἰκὼν ἄλλων γίνεται παράδειγμα, ὡς καὶ ἐναρχόμενος τῆς νομοθεσίας ἐδήλωσεν εἰπών· „καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον κατ’ εἰκόνα θεοῦ “(Gen. 1, 27), ὡς τῆς μὲν εἰκόνος κατὰ τὸν θεὸν ἀπεικονισθείσης, τοῦ δὲ ἀνθρώπου κατὰ"],["97","τὴν εἰκόνα λαβοῦσαν δύναμιν παραδείγματος. τίς οὖν ὁ ἐπιγινόμενος χαρακτήρ, θεασώμεθα. ἐζήτησαν οἱ πρῶτοι, πῶς ἐνοήσαμεν τὸ θεῖον, εἶθ’ οἱ δοκοῦντες ἄριστα φιλοσοφεῖν ἔφασαν, ὅτι ἀπὸ τοῦ κόσμου καὶ τῶν μερῶν αὐτοῦ καὶ τῶν ἐνυπαρχουσῶν τούτοις δυνάμεων ἀντίληψιν ἐποιησάμεθα τοῦ αἰτίου·"],["98","ὥσπερ γάρ, εἴ τις ἴδοι δεδημιουργημένην οἰκίαν ἐπιμελῶς προπυλαίοις στοαῖς ἀνδρῶσι γυναικωνίτισι τοῖς ἄλλοις οἰκοδομήμασιν, ἔννοιαν λήψεται τοῦ τεχνίτου— οὐ γὰρ ἄνευ τέχνης καὶ δημιουργοῦ νομιεῖ τὴν οἰκίαν ἀποτελεσθῆναι—, τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ πόλεως καὶ νεὼς καὶ παντὸς ἐλάττονος ἢ μείζονος κατασκευάσματος,"],["99","οὕτως δὴ καὶ εἰσελθών τις ὥσπερ εἰς μεγίστην οἰκίαν ἢ πόλιν τόνδε τὸν κόσμον καὶ θεασάμενος οὐρανὸν μὲν ἐν κύκλῳ περιπολοῦντα καὶ πάντα ἐντὸς συνειληφότα, πλανήτας δὲ καὶ ἀπλανεῖς ἀστέρας κατὰ ταὐτὰ καὶ ὡσαύτως κινουμένους ἐμμελῶς τε καὶ ἐναρμονίως καὶ τῷ παντὶ ὠφελίμως, γῆν δὲ τὸν μέσον χῶρον λαχοῦσαν, ὕδατός τε καὶ ἀέρος χύσεις ἐν μεθορίῳ τεταγμένας, ἔτι δὲ ζῷα θνητά τε αὖ καὶ ἀθάνατα καὶ φυτῶν καὶ καρπῶν διαφοράς, λογιεῖται δήπου, ὅτι ταῦτα οὐκ ἄνευ τέχνης παντελοῦς δεδημιούργηται, ἀλλὰ καὶ ἦν καὶ ἔστιν ὁ τοῦδε τοῦ παντὸς δημιουργὸς ὁ θεός. οἱ δὴ οὕτως ἐπιλογιζόμενοι διὰ σκιᾶς τὸν θεὸν καταλαμβάνουσι, διὰ τῶν ἔργων τὸν τεχνίτην κατανοοῦντες."],["100","ἔστι δέ τις τελεώτερος καὶ μᾶλλον κεκαθαρμένος νοῦς τὰ μεγάλα μυστήρια μυηθείς, ὅστις οὐκ ἀπὸ τῶν γεγονότων τὸ αἴτιον γνωρίζει, ὡς ἂν ἀπὸ σκιᾶς τὸ μένον, ἀλλ’ ὑπερκύψας τὸ γενητὸν ἔμφασιν ἐναργῆ τοῦ ἀγενήτου λαμβάνει, ὡς ἀπ’ αὐτοῦ αὐτὸν καταλαμβάνειν καὶ τὴν σκιὰν αὐτοῦ, ὅπερ ἦν τόν τε λόγον καὶ τόνδε τὸν κόσμον."],["101","οὗτός ἐστι Μωυσῆς ὁ λέγων „Ἐμφάνισόν μοι σαυτόν, γνωστῶς ἴδω σε “(Exod. 33, 13)· μὴ γὰρ ἐμφανισθείης μοι δι’ οὐρανοῦ ἢ γῆς ἢ ὕδατος ἢ ἀέρος ἤ τινος ἁπλῶς τῶν ἐν γενέσει, μηδὲ κατοπτρισαίμην ἐν ἄλλῳ τινὶ τὴν σὴν ἰδέαν ἢ ἐν σοὶ τῷ θεῷ, αἱ γὰρ ἐν γενητοῖς ἐμφάσεις διαλύονται, αἱ δὲ ἐν τῷ ἀγενήτῳ μόνιμοι καὶ βέβαιοι καὶ ἀίδιοι ἂν διατελοῖεν. διὰ τοῦτο Μωυσῆν ἀνακέκληκε καὶ ἐλάλησεν αὐτῷ ὁ θεός."],["102","καὶ Βεσελεὴλ ἀνακέκληκεν, ἀλλ’ οὐχ ὁμοίως, ἀλλὰ τὸν μὲν τὴν ἔμφασιν τοῦ θεοῦ λαμβάνοντα ἀπ’ αὐτοῦ τοῦ αἰτίου, τὸν δὲ ὥσπερ ἀπὸ σκιᾶς τῶν γενομένων τὸν τεχνίτην ἐξ ἐπιλογισμοῦ κατανοοῦντα. διὰ τοῦθ’ εὑρήσεις τὴν σκηνὴν καὶ τὰ σκεύη πάντα αὐτῆς πρότερον μὲν ὑπὸ Μωυσέως, αὖθις δ’ ὑπὸ Βεσελεὴλ κατασκευαζόμενα· Μωυσῆς μὲν γὰρ τὰ ἀρχέτυπα τεχνιτεύει, Βεσελεὴλ δὲ τὰ τούτων μιμήματα· χρῆται μὲν γὰρ Μωυσῆς ὑφηγητῇ τῷ θεῷ, ὥς φησι· „κατὰ τὸ παράδειγμα τὸ δεδειγμένον σοι ἐν τῷ ὄρει πάντα ποιήσεις “(Exod. 25, 40), Βεσελεὴλ δὲ Μωυσεῖ· καὶ εἰκότως·"],["103","καὶ γὰρ ὅτε Ἀαρὼν ὁ λόγος καὶ Μαριὰμ ἡ αἴσθησις ἐπανίστανται, ῥητῶς ἀκούουσιν ὅτι, „ἐὰν γένηται προφήτης κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσεται “καὶ ἐν σκιᾷ ὁ θεός, οὐκ ἐναργῶς, Μωυσεῖ δέ, ὅστις „πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ, στόμα κατὰ στόμα λαλήσει, ἐν εἴδει καὶ οὐ δι’ αἰνιγμάτων “(Num. 12, 6-8)."],["104","ἐπειδὴ τοίνυν δύο φύσεις εὕρομεν γενομένας καὶ πλαττομένας καὶ ἄκρως τετορευμένας ὑπὸ θεοῦ, τὴν μὲν ἐξ ἑαυτῆς βλαβερὰν καὶ ἐπίληπτον καὶ κατάρατον, τὴν δὲ ὠφέλιμον καὶ ἐπαινετήν, καὶ ἔχουσαν τὴν μὲν κίβδηλον, τὴν δὲ δόκιμον χαρακτῆρα, καλὴν καὶ ἁρμόττουσαν εὐχὴν εὐξώμεθα, ἣν καὶ Μωυσῆς, „ἵν’ ἡμῖν ἀνοίξῃ ὁ θεὸς τὸν ἑαυτοῦ θησαυρὸν \" (Deut. 28, 12) καὶ τὸν μετάρσιον καὶ ἐγκύμονα θείων φώτων λόγον, ὃν δὴ κέκληκεν οὐρανόν, τοὺς δὲ τῶν κακῶν ἐπισφίγξῃ."],["105","εἰσὶ γὰρ ὥσπερ ἀγαθῶν οὕτω καὶ κακῶν παρὰ τῷ θεῷ θησαυροί, ὡς ἐν μεγάλῃ φησὶν ᾠδῇ· „οὐκ ἰδοὺ ταῦτα συνῆκται παρ’ ἐμοί, καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου, ἐν ἡμέρᾳ ἐκδικήσεως, ὅταν σφαλῇ ὁ ποὺς αὐτῶν “(Deut. 32, 34. 35); ὁρᾷς ὅτι κακῶν εἰσι θησαυροί· καὶ ὁ μὲν τῶν ἀγαθῶν εἷς— ἐπεὶ γὰρ ὁ θεὸς εἷς, καὶ ἀγαθῶν θησαυρὸς εἷς—, πολλοὶ δὲ τῶν κακῶν, ὅτι καὶ οἱ ἁμαρτάνοντες ἄπειροι τὸ πλῆθος. ἀλλὰ καὶ ἐν τούτῳ σκόπει τὴν τοῦ ὄντος ἀγαθότητα· τὸν μὲν τῶν ἀγαθῶν θησαυρὸν ἀνοίγει, τοὺς δὲ τῶν κακῶν ἐπισφίγγει· θεοῦ γὰρ ἴδιον τὰ μὲν ἀγαθὰ προτείνειν καὶ φθάνειν δωρούμενον, τὰ δὲ κακὰ μὴ ῥᾳδίως ἐπάγειν."],["106","Μωυσῆς δὲ καὶ ἐπιτείνων τὸ τοῦ θεοῦ φιλόδωρον καὶ χαριστικὸν οὐ μόνον ἐν τῷ ἄλλῳ χρόνῳ φησὶ τοὺς θησαυροὺς τῶν κακῶν ἐσφραγίσθαι, ἀλλὰ καὶ ὅταν ἡ ψυχὴ σφαλῇ κατὰ τὴν βάσιν τοῦ ὀρθοῦ λόγου, ὁπότε καὶ ἄξιον ἦν αὐτὴν δίκης ἀξιοῦσθαι· ἐν ἡμέρᾳ γάρ φησιν ἐκδικήσεως ἐσφραγίσθαι τοὺς τῶν κακῶν θησαυρούς, δεικνύντος τοῦ ἱεροῦ λόγου, ὅτι οὐδὲ τοῖς ἁμαρτάνουσιν εὐθὺς ἐπέξεισιν ὁ θεός, ἀλλὰ δίδωσι χρόνον εἰς μετάνοιαν καὶ τὴν τοῦ σφάλματος ἴασίν τε καὶ ἐπανόρθωσιν."],["107","\" Καὶ εἶπε κύριος ὁ θεὸς τῷ ὄφει Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς “(Gen. 3, 14). ὥσπερ ἡ χαρὰ εὐπάθεια οὖσα εὐχῆς ἐστιν ἐπαξία, οὕτως κατάρας ἡδονή, τὸ πάθος, ἡ μεταθεῖσα τοὺς ὅρους τῆς ψυχῆς καὶ κατασκευάσασα αὐτὴν ἀντὶ φιλαρέτου φιλοπαθῆ· φησὶ δὲ Μωυσῆς ἐν ταῖς ἀραῖς, ἐπικατάρατον εἶναι τὸν μετατιθέντα τὰ ὅρια τοῦ πλησίον (Deut. 27, 17)· ὅρον γὰρ ἔθηκε καὶ νόμον ὁ θεὸς τὴν ἀρετὴν τῇ ψυχῇ, τὸ τῆς ζωῆς ξύλον· τοῦτον δὲ μετατέθεικεν ὁ πήξας ὅρον κακίαν, ξύλον θανάτου."],["108","„ἐπικατάρατος μέντοι καὶ ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ “(Deut. 27, 18), „καὶ ὁ τύπτων τὸν πλησίον δόλῳ \" (ib. 24). καὶ ταῦτα δ’ ἐργάζεται ἡ ἀθεωτάτη ἡδονή· τυφλὸν γὰρ φύσει ἡ αἴσθησις ἅτε ἄλογος οὖσα, ἐπεὶ τὸ λογικὸν ἐξομματοῦται· παρὸ καὶ μόνῳ τούτῳ τὰ πράγματα καταλαμβάνομεν, αἰσθήσει δ’ οὐκέτι, μόνα γὰρ τὰ σώματα φαντασιούμεθα δι’ αἰσθήσεως."],["109","τὴν οὖν πηρὰν αἴσθησιν τῆς τῶν πραγμάτων ἀντιλήψεως ἐξηπάτηκεν, εἴ γε δυναμένην ἐπὶ νοῦν τρέπεσθαι καὶ ἡνιοχεῖσθαι ὑπ’ αὐτοῦ κεκώλυκεν, ἐπὶ τὸ ἐκτὸς αἰσθητὸν ἀγαγοῦσα καὶ λίχνον αὐτὴν ἀπεργασαμένη τοῦ ἑαυτῆς ποιητικοῦ, ἵνα ἡ μὲν αἴσθησις πηρὸς οὖσα ἀκολουθῇ τυφλῷ ποδηγῷ τῷ αἰσθητῷ, ὁ δὲ νοῦς, ὑπ’ ἀμφοτέρων ποδηγούμενος οὐ βλεπόντων, ἐκτραχηλίζηται καὶ ἀκρατὴς ἑαυτοῦ γίνηται."],["110","εἰ γάρ τις ἦν τοῦ κατὰ φύσιν ἀκολουθία, τῷ βλέποντι λογισμῷ τὰ πηρὰ ἐχρῆν ἕπεσθαι, οὕτως γὰρ ἂν τὰ βλαβερὰ ἐπεκουφίζετο· νυνὶ δὲ τοσοῦτον ἔστησε μηχάνημα κατὰ τῆς ψυχῆς, ὥστε ἡγεμόσιν αὐτὴν χρῆσθαι τυφλοῖς ἠνάγκασε, παρακρουσαμένη καὶ ἀναπείσασα κακῶν ἀρετὴν ἀλλάξαι καὶ ἀντιδοῦναι πονηρῶν ἀκακίαν. ἀπείρηκε δὲ καὶ τὴν τοιαύτην ἀντίδοσιν ὁ ἱερὸς λόγος, ὅταν φῇ· „οὐκ ἀλλάξεις καλὸν πονηρῷ “(Lev. 27, 33). ἐπικατάρατος δὴ διὰ ταῦτα ἡ ἡδονή."],["111","ἃ δὲ καταρᾶται αὐτῇ, ἴδωμεν ὡς προσφυᾶ. ἀπὸ πάντων φησὶ τῶν κτηνῶν ἐπάρατον εἶναι (Gen. 3, 14). οὐκοῦν κτηνῶδες μέν ἐστι τὸ ἄλογον καὶ αἰσθητικόν, ἑκάστη δὲ αἴσθησις ἡδονῇ καταρᾶται ὡς πολεμιωτάτῃ καὶ ἐχθίστῃ· καὶ γάρ ἐστι τῷ ὄντι πολέμιος αἰσθήσει· τεκμήριον δέ, ὅταν ἡδονῆς ἀμέτρου κορεσθῶμεν, οὔθ’ ὁρᾶν οὔτ’ ἀκούειν οὔτ’ ὀσφραίνεσθαι οὔτε γεύεσθαι οὔθ’ ἅπτεσθαι εἱλικρινῶς δυνάμεθα, ἀλλ’ ἀμυδρὰς καὶ ἀσθενεῖς ποιούμεθα τὰς προσβολάς. καὶ τοῦτο μέν,"],["112","ὅταν ἐπίσχωμεν τὴν χρῆσιν αὐτῆς, πάσχομεν· ἐν αὐταῖς δ’ ὄντες ταῖς τῆς ἡδονῆς ἀπολαύσεσι κατὰ τὸ παντελὲς καὶ τὴν διὰ τῶν συνεργουσῶν αἰσθήσεων ἀντίληψιν ἀφαιρούμεθα, ὡς δοκεῖν πεπηρῶσθαι. πῶς οὖν οὐκ ἂν εἰκότως ἀρὰς θεῖτο"],["113","αἴσθησις τῇ πηρούσῃ αὐτὴν ἡδονῇ; ἐπικατάρατος δέ ἐστι καὶ παρὰ πάντα τὰ θηρία, λέγω δὴ τὰ πάθη τῆς ψυχῆς, τούτοις γὰρ νοῦς τιτρώσκεται καὶ διαφθείρεται. διὰ τί οὖν καὶ τῶν ἄλλων παθῶν χείρων εἶναι δοκεῖ; ὅτι σχεδὸν ὑποβέβληται πᾶσιν, ὥσπερ τις ἀρχὴ καὶ θεμέλιος· ἥ τε γὰρ ἐπιθυμία γέγονε δι’ ἔρωτος ἡδονῆς, ἥ τε λύπη συνίσταται κατὰ τὴν ταύτης ἀφαίρεσιν, φόβος τε αὖ γεννᾶται δι’ εὐλάβειαν ἀπουσίας αὐτῆς· ὥστε δῆλον εἶναι, ὅτι πάντα ἐφορμεῖ τὰ πάθη τῇ ἡδονῇ, καὶ οὐδ’ ἂν συνέστη τὸ παράπαν ἴσως ἐκεῖνα, εἰ μὴ προκατεβλήθη τὸ οἰστικὸν αὐτῶν ἡδονή."],["114","„Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ “(Gen. 3, 14). περὶ γὰρ ταῦτα φωλεύει τὰ μέρη τὸ πάθος, τά τε στέρνα καὶ τὴν γαστέρα, ὅταν μὲν ἔχῃ τὰ ποιητικὰ καὶ τὰς ὕλας ἡ ἡδονή, περὶ τὴν γαστέρα καὶ τὰ μετ’ αὐτήν, ὅταν δ’ ἀπορῇ, περὶ τὰ στήθη, ὅπου ὁ θυμός· οἱ γὰρ φιλήδονοι στερόμενοι τῶν ἡδονῶν ὀργίζονται καὶ παραπικραίνονται."],["115","ἔτι δὲ ἀκριβέστερον ἴδωμεν τὸ δηλούμενον. τριμερῆ συμβέβηκε τὴν ψυχὴν ἡμῶν εἶναι καὶ ἔχειν μέρος μὲν ἓν λογιστικόν, δεύτερον δὲ θυμικόν, τρίτον δὲ ἐπιθυμητικόν. ἔνιοι μὲν οὖν τῶν φιλοσόφων τὰ μέρη ταῦτα δυνάμει μόνον διέκριναν ἀλλήλων, τινὲς δὲ καὶ τόποις· εἶτα ἔνειμαν τῷ μὲν λογιστικῷ τὸν περὶ κεφαλὴν χῶρον εἰπόντες, ὅπου ὁ βασιλεύς, ἐκεῖ καὶ οἱ δορυφόροι, δορυφόροι δὲ αἱ αἰσθήσεις τοῦ νοῦ περὶ κεφαλὴν οὖσαι, ὥστε καὶ ὁ βασιλεὺς εἴη ἂν ἐκεῖ, ὥσπερ ἄκραν ἐν πόλει λαχὼν οἰκεῖν, τῷ δὲ θυμικῷ τὰ στέρνα, παρὸ καὶ τὴν φύσιν ὀχυρῶσαι τὸ μέρος πυκνότητι καὶ κραταιότητι συνεχῶν ὀστέων ὥσπερ στρατιώτην ἀγαθὸν καθοπλίσασαν θώρακι καὶ ἀσπίδι πρὸς τὴν τῶν ἐναντιουμένων ἄμυναν, τῷ δὲ ἐπιθυμητικῷ τὸν περὶ τὸ ἦτρον καὶ τὴν κοιλίαν τόπον, ἐνταῦθα γὰρ κατοικεῖ ἐπιθυμία, ὄρεξις ἄλογος."],["116","ἐὰν οὖν ποτε ζητῇς, ὦ διάνοια, τίνα χῶρον ἡδονὴ κεκλήρωται, μὴ σκέπτου τὸν περὶ κεφαλὴν τόπον, ὅπου τὸ λογιστικόν, οὐ γὰρ μὴ εὑρήσεις, ἐπεὶ μάχεται ὁ λόγος τῷ πάθει καὶ ἐν ταὐτῷ μένειν οὐ δύναται· κρατοῦντος μὲν γὰρ λόγου φροῦδος ἡ ἡδονή, νικώσης δὲ ἡδονῆς φυγὰς ὁ λόγος· ζήτει δ’ ἐν στήθει καὶ κοιλίᾳ, ὅπου ὁ θυμὸς καὶ ἡ ἐπιθυμία, μέρη τοῦ ἀλόγου· ἐν αὐτῷ γὰρ εὑρίσκεται καὶ ἡ κρίσις ἡ ἡμετέρα καὶ τὰ πάθη."],["117","οὐ κεκώλυται οὖν νοῦς ἐκβὰς τῶν νοητῶν καὶ οἰκείων ἐπιβολῶν ἐκδοθῆναι τῷ χείρονι· τοῦτο δὲ συμβαίνει, ὅταν ὁ ψυχῆς κρατήσῃ πόλεμος· ἀνάγκη γὰρ δορυάλωτον γίνεσθαι τὸν μὴ μάχιμον ἀλλ’ εἰρηναῖον [τὸν] ἐν ἡμῖν λογισμόν."],["118","εἰδὼς γοῦν ὁ ἱερὸς λόγος ὅσον ἡ ἑκατέρου δύναται ὁρμὴ πάθους, θυμοῦ τε καὶ ἐπιθυμίας, ἑκάτερον ἐπιστομίζει, ἡνίοχον καὶ κυβερνήτην ἐφιστὰς τὸν λόγον. καὶ πρότερον περὶ τοῦ θυμοῦ, θεραπεύων αὐτὸν καὶ ἰώμενος, διαλέγεται οὕτως· „καὶ ἐπιθήσεις ἐπὶ τὸ λόγιον τῶν κρίσεων τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν, καὶ ἔσται ἐπὶ τοῦ στήθους Ἀαρών, ὅταν εἰσέρχηται εἰς τὸ ἅγιον ἐναντίον κυρίου “(Exod. 28, 26)."],["119","λόγιον οὖν ἐστιν ἐν ἡμῖν τὸ φωνητήριον ὄργανον, ὅπερ ἐστὶν ὁ γεγωνὼς λόγος· οὗτος δὲ ἢ ἀκριτόμυθός ἐστι καὶ ἀδόκιμος ἢ κεκριμένος καὶ δόκιμος· εἰς ἔννοιαν δ’ ἡμᾶς ἄγει λόγου τοῦ κατὰ διάκρισιν· τὸ γὰρ λόγιόν φησιν οὐ τὸ ἄκριτον ἢ κίβδηλον, ἀλλὰ τὸ τῶν κρίσεων, ἴσον τῷ διακεκριμένον καὶ ἐξητασμένον."],["120","τούτου δὲ τοῦ δοκίμου λόγου δύο ἀρετάς φησιν εἶναι τὰς ἀνωτάτω, σαφήνειαν καὶ ἀληθότητα, καὶ πάνυ ὀρθῶς· ὁ γὰρ λόγος τὸ μὲν πρῶτον παρῆκε τοῦ σαφῆ ποιῆσαι καὶ δῆλα τὰ πράγματα τῷ πλησίον, μὴ δυνηθέντων ἡμῶν τὸ ἐγγενόμενον τῇ ψυχῇ πάθος ὑπὸ τῶν ἐκτὸς ἐπιδείξασθαι οὐδ’ οἷον ἦν παραστῆσαι· διόπερ ἠναγκάσθημεν ἐλθεῖν ἐπὶ τὰ διὰ φωνῆς σύμβολα, ὀνόματα καὶ ῥήματα, ἃ δεῖ πάντως εἶναι γνώριμα, ἵνα σαφῶς καὶ ἐκδήλως ὁ πλησίον ἐκλάβηται· ἔπειτα τοῦ ἀληθῶς αὐτὰ ἀπαγγεῖλαι·"],["121","τί γὰρ ὄφελος τρανὴν μὲν καὶ σαφῆ τὴν ἑρμηνείαν ποιεῖσθαι, ψευδῆ δὲ ἄλλως; ἀνάγκη γὰρ οὕτως ἐχόντων ἀπατᾶσθαι τὸν ἀκροατὴν καὶ μεγίστην καρποῦσθαι συμφοράν, μετὰ ἀγνοίας ἀπαιδευσίαν· τί γάρ, ἂν λέγω τῷ παιδὶ τρανῶς καὶ σαφῶς δείξας τὸ ἄλφα στοιχεῖον ὅτι ἐστὶ γάμμα ἢ τὸ ἦτα ὅτι ἐστὶν ω ἢ ὁ μουσικὸς λέγῃ τῷ πρῶτα εἰσαγομένῳ δεικνὺς τὸ ἐναρμόνιον ὅτι χρῶμά ἐστιν, ἢ τὸ χρωματικὸν ὅτι διατονικόν, ἢ τὴν ὑπάτην ὅτι μέση, ἢ τὸ συνημμένον ὅτι διεζευγμένον, ἢ τὴν ὑπερβολαίαν ὅτι προσλαμβανόμενος;"],["122","τρανῶς μὲν ἴσως καὶ σαφῶς ἐρεῖ, οὐκ ἀληθῶς δέ, ἀλλὰ ταύτῃ κακίαν ἐργάσεται τὴν ἐν λόγῳ· ὅταν δὲ ἀμφότερα καὶ σαφήνειαν καὶ ἀληθότητα ποιῆται, ὠφέλιμον παρέξει τῷ μανθάνοντι τὸν λόγον, χρησάμενος ταῖς δυσὶν ἀρεταῖς αὐτοῦ, ἃς καὶ μόνας σχεδὸν"],["123","εἶναι συμβέβηκέ που. φησὶν οὖν ἱδρῦσθαι τὸν| κεκριμένον λόγον ἔχοντα τὰς ἰδίας ἀρετὰς ἐπὶ τοῦ στήθους δηλονότι Ἀαρών, τουτέστιν ἐπὶ τοῦ θυμοῦ, ἵν’ οὗτος ἡνιοχῆται λόγῳ τὸ πρῶτον καὶ μὴ ὑπὸ τῆς ἑαυτοῦ ἀλογίας βλάπτηται, εἶτα δὲ σαφηνείᾳ, οὐ πέφυκε γὰρ ὁ θυμὸς σαφηνείας εἶναι φίλος· τῶν γοῦν ὀργιζομένων οὐ μόνον ἡ διάνοια ἀλλὰ καὶ τὰ ῥήματα ταραχῆς καὶ συγχύσεως γέμει· οἰκεῖον οὖν ἦν τὴν τοῦ θυμοῦ ἀσάφειαν ἐπανορθωθῆναι σαφηνείᾳ·"],["124","ἐπὶ τούτοις ἀληθότητι, μετὰ γὰρ τῶν ἄλλων καὶ τοῦτο ἔχει ὁ θυμὸς ἴδιον, τὸ ψεύδεσθαι· τῶν γοῦν χρωμένων τῷ πάθει τούτῳ σχεδὸν οὐδεὶς ἀληθεύει, ἅτε μέθῃ κεκρατημένος ψυχῆς, οὐ σώματος. ταῦτα ἀλεξιφάρμακα τοῦ θυμικοῦ μέρους ἐστί· λόγος, σαφήνεια λόγου, ἀλήθεια αὐτοῦ· ἓν γάρ ἐστι δυνάμει τὰ τρία, λόγος σὺν ἀρεταῖς ἀληθότητι καὶ σαφηνείᾳ θυμὸν νόσημα χαλεπὸν"],["125","ψυχῆς ἰώμενος. τίνος οὖν ἐστι φέρειν ταῦτα; οὐχὶ τῆς ἐμῆς ἢ τῆς τοῦ τυχόντος διανοίας, ἀλλὰ τῆς ἱερωμένης καὶ θυούσης καθαρῶς, τῆς Ἀαρών· καὶ οὐδὲ ταύτης ἀεί, πολλάκις γὰρ τρέπεται, ἀλλ’ ὅταν ἀτρέπτως διάγῃ, ὅταν εἰσπορεύηται εἰς τὸ ἅγιον, ὅταν συνεισπορεύηται ὁ λογισμὸς ταῖς ἁγίαις γνώμαις καὶ μὴ τούτων ἀποδιδράσκῃ."],["126","ἀλλὰ πολλάκις συνεισέρχεται μὲν ὁ νοῦς εἰς ἱερὰς καὶ ὁσίους καὶ κεκαθαρμένας δόξας, ἀλλὰ ἀνθρωπείους ταύτας, οἷον τὰς περὶ τῶν καθηκόντων, τὰς περὶ τῶν κατορθωμάτων, τὰς περὶ τῶν θέσει νομίμων, τὰς περὶ τῆς κατ’ ἀνθρώπους ἀρετῆς· οὐδ’ ὁ τοῦτον διακείμενος τὸν τρόπον ἱκανός ἐστι τὸ λόγιον φέρειν ἐπὶ τοῦ στήθους μετὰ τῶν ἀρετῶν, ἀλλὰ μόνος ὁ ἐναντίον κυρίου εἰσιών, τουτέστιν ὁ ἕνεκα θεοῦ πάντα πράττων καὶ μηδὲν τῶν μετὰ θεὸν ὑπερτιμῶν, ἀλλὰ νέμων μὲν καὶ τούτοις τὰ κατ’ ἀξίαν, μὴ ἱστάμενος μέντοι ἐπ’ αὐτῶν, ἀλλ’ ἀνατρέχων ἐπὶ τὴν γνῶσιν καὶ ἐπιστήμην καὶ τιμὴν τοῦ ἑνός·"],["127","τῷ γὰρ οὕτως διακειμένῳ ἡνιοχηθήσεται ὁ θυμὸς ὑπό τε λόγου κεκαθαρμένου τὸ ἄλογον αὐτοῦ περιαιροῦντος καὶ ὑπὸ σαφηνείας τὸ ἀσαφὲς καὶ συγκεχυμένον θεραπευούσης καὶ ὑπὸ ἀληθότητος τὸ ψεῦδος ἀποκοπτούσης."],["128","ὁ μὲν οὖν Ἀαρὼν— δεύτερος γάρ ἐστι Μωυσῆ ἐκτέμνοντος τὸ στῆθος, ὅπερ ἐστὶ τὸν θυμόν— οὐκ ἐᾷ αὐτὸν ἀκρίτοις ὁρμαῖς ἐκφέρεσθαι, δεδιὼς μή ποτε ἀφεθεὶς ἵππου τρόπον ἀνασκιρτήσας ὅλην πατήσῃ τὴν ψυχήν, ἀλλὰ θεραπεύει καὶ ἐπιστομίζει τὸ μὲν πρῶτον λόγῳ, ἵνα ἡνιόχῳ χρώμενος ἀρίστῳ μὴ σφόδρα ἀφηνιάσῃ, ἔπειτα δὲ ταῖς ἀρεταῖς τοῦ λόγου, σαφηνείᾳ καὶ ἀληθείᾳ· εἰ γὰρ παιδευθείη ὁ θυμὸς οὕτως, ὥστε καὶ λόγῳ εἴκειν καὶ σαφηνείᾳ καὶ τὸ ἀψευδὲς ἀσκεῖν, ἑαυτόν τε τῆς πολλῆς ζέσεως ἀπαλλάξει τήν θ’ ὅλην ψυχὴν ἵλεων κατασκευάσει."],["129","ἀλλ’ οὗτος μέν, ὡς ἔφην, ἔχων τὸ πάθος ἰᾶσθαι αὐτὸ πειρᾶται τοῖς λεχθεῖσι σωτηρίοις φαρμάκοις, Μωυσῆς δὲ ὅλον τὸν θυμὸν ἐκτέμνειν καὶ ἀποκόπτειν οἴεται δεῖν τῆς ψυχῆς, οὐ μετριοπάθειαν ἀλλὰ συνόλως ἀπάθειαν ἀγαπῶν. μαρτυρεῖ δέ μου τῷ λόγῳ ὁ ἱερώτατος χρησμός· „λαβὼν “γάρ φησι „Μωυσῆς τὸ στηθύνιον ἀφεῖλεν αὐτὸ ἐπίθεμα ἐναντίον κυρίου ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως, καὶ ἐγένετο Μωυσεῖ ἐν μερίδι “(Lev. 8, 29)·"],["130","πάνυ καλῶς· τοῦ γὰρ φιλαρέτου καὶ θεοφιλοῦς ἔργον ἦν τὴν ὅλην ψυχὴν θεασάμενον λαβέσθαι τοῦ στήθους, ὅπερ ἐστὶ τοῦ θυμοῦ, καὶ ἀφελεῖν αὐτὸν καὶ ἀποκόψαι, ἵνα τοῦ πολεμικοῦ μέρους ἐκτμηθέντος εἰρήνην τὸ λοιπὸν ἄγῃ. ἀφαιρεῖ δὲ οὐκ ἀπὸ τοῦ τυχόντος ζῴου, ἀλλ’ ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως, καίτοι καὶ μόσχος ἱερουργήθη· ἀλλὰ τοῦτον παρελθὼν ἐπὶ τὸν κριὸν ἦλθε, διότι κρουστικὸν φύσει ζῷόν ἐστι καὶ θυμικὸν καὶ ὁρμητικόν, παρὸ καὶ οἱ μηχανοποιοὶ τὰ πολλὰ τῶν πολεμιστηρίων ὀργάνων κριοὺς κατασκευάζουσι."],["131","τὸ κριῶδες οὖν καὶ ὁρμητικὸν καὶ ἄκριτον ἐν ἡμῖν ἐστι τὸ ἐριστικὸν εἶδος· ἔρις δὲ μήτηρ ἐστὶ θυμοῦ· παρὸ καὶ οἱ φιλονεικότεροι ἔν τε ταῖς συζητήσεσι κἀν ταῖς ἄλλαις ὁμιλίαις ῥᾷστα ὀργίζονται. τῆς οὖν ἐριστικῆς καὶ φιλονείκου ψυχῆς πλημμελὲς γέννημα θυμὸν ἐκτέμνει δεόντως, ἵνα στειρωθεῖσα παύσηται βλαβερὰ τίκτουσα καὶ γένηται μερὶς τοῦτο ἁρμόζουσα τῷ φιλαρέτῳ, οὐ τὸ στῆθος οὐδ’ ὁ θυμός, ἀλλὰ τὸ ἀφελεῖν αὐτά· μοῖραν γὰρ ὁ θεὸς ἔνειμεν ἀρίστην τῷ σοφῷ τὸ ἐκτέμνειν τὰ πάθη δύνασθαι. ὁρᾷς πῶς ὁ τέλειος τελείαν ἀπάθειαν αἰεὶ μελετᾷ."],["132","ἀλλ’ ὅ γε προκόπτων δεύτερος ὢν Ἀαρὼν μετριοπάθειαν, ὡς ἔφην, ἀσκεῖ, ἐκτεμεῖν γὰρ ἔτι τὸ στῆθος καὶ τὸν θυμὸν ἀδυνατεῖ· φέρει δ’ ἐπ’ αὐτὸν τὸν ἡνίοχον σὺν ταῖς προσφυέσιν ἀρεταῖς λόγον, τὸ λόγιον, ἐφ’ οὗ δήλωσίς"],["133","ἐστι καὶ ἀλήθεια. παραστήσει δὲ σαφέστερον τὴν διαφορὰν καὶ διὰ τούτου· „τὸ γὰρ στηθύνιον “φησί „τοῦ ἐπιθέματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος εἴληφα παρὰ τῶν υἱῶν Ἰσραὴλ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν, καὶ ἔδωκα αὐτὰ Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ “(Lev. 7, 24)."],["134","ὁρᾷς ὅτι οὔκ εἰσιν οὗτοι ἱκανοὶ τὸ στῆθος μόνον λαβεῖν, ἀλλὰ σὺν τῷ βραχίονι, Μωυσῆς δὲ χωρὶς τοῦ βραχίονος. διὰ τί; ὅτι ὁ μὲν τέλειος ὢν βραχὺ καὶ ταπεινὸν οὐδὲν φρονεῖ οὐδὲ μετριοπαθεῖν βούλεται, ἀλλ’ ἐκ περιουσίας ὅλα τὰ πάθη δι’ ὅλων ἀπέκοψεν, οἱ δὲ βραχέως καὶ οὐ μεγάλως ὁρμῶσιν ἐπὶ τὸν τῶν παθῶν πόλεμον, ἀλλὰ καταλλάττονται καὶ σπονδὰς πρὸς αὐτὰ τίθενται τὸν συμβατήριον λόγον προτείνοντες, ἵν’ οὗτος ἡνιόχου τρόπον ἐπιστομίζῃ τὴν ἐπὶ πλέον αὐτῶν φοράν."],["135","ἔστι δὲ καὶ σύμβολον ὁ βραχίων πόνου καὶ κακοπαθείας· τοιοῦτος δὲ ὁ θεραπευτὴς καὶ λειτουργὸς τῶν ἁγίων, ἀσκήσει καὶ πόνῳ χρώμενος· ἄπονος δ’ ἐστὶν ᾧ ὁ θεὸς χαρίζεται κατὰ πολλὴν περιουσίαν τὰ ἀγαθὰ τέλεια· βραχύτερος δ’ εὑρίσκεται καὶ ἀτελέστερος ὁ πόνῳ κτώμενος τὴν ἀρετὴν τοῦ ἀπόνως καὶ εὐμαρῶς αὐτὴν παρὰ θεοῦ λαβόντος Μωυσῆ· ὡς γὰρ αὐτὸ τὸ πονεῖν βραχύτερον καὶ ἔλαττόν ἐστι τοῦ ἀπόνου, οὕτω καὶ τὸ ἀτελὲς τοῦ τελείου καὶ τὸ μανθάνον τοῦ αὐτομαθοῦς. διὰ τοῦτο σὺν μὲν βραχίονι λαμβάνει τὸ στῆθος Ἀαρών, ἄνευ δὲ βραχίονος Μωυσῆς."],["136","τὸ στηθύνιον δὲ ἐπιθέματος καλεῖ διὰ τοῦτο, ὅτι ἐπικεῖσθαι δεῖ τῷ θυμῷ καὶ ἐφιδρῦσθαι τὸν λόγον ὡσανεί τινα ἡνίοχον εὐθύνοντα σκληραύχενα καὶ ἀφηνιαστὴν ἵππον· τὸν δὲ βραχίονα οὐκέτι ἐπιθέματος ἀλλ’ ἀφαιρέματος διὰ τόδε, ὅτι δεῖ τὸν ὑπὲρ ἀρετῆς πόνον μὴ ἑαυτῇ προσάγειν τὴν ψυχήν, ἀλλ’ ἀφελεῖν ἀφ’ ἑαυτῆς καὶ θεῷ ἀνενεγκεῖν, ὁμολογοῦσαν ὅτι οὐχ ἡ ἰσχὺς αὐτῆς οὐδὲ ἡ δύναμις περιεποίησε τὸ καλόν, ἀλλὰ ὁ καὶ τὸν ἔρωτα χαρισάμενος."],["137","οὔτε δὲ στηθύνιον οὔτε ὁ βραχίων λαμβάνεται πλὴν ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου· κατὰ τὸ εἰκός· τότε γὰρ ἡ ψυχὴ σῴζεται, ὅταν καὶ ὁ θυμὸς ἡνιοχηθῇ ὑπὸ λόγου καὶ ὁ πόνος μὴ οἴησιν ἐγκατασκευάσῃ ἀλλὰ παραχώρησιν τῷ εὐεργέτῃ θεῷ."],["138","Τὸ δὲ μὴ μόνον ἐπὶ τῷ στήθει ἀλλὰ καὶ τῇ κοιλίᾳ πορεύεσθαι τὴν ἡδονὴν εἴπομεν ἤδη, οἰκειότατον δηλοῦντες ἡδονῇ χωρίον τὴν γαστέρα, σχεδὸν γὰρ ἀγγεῖον τῶν ἡδονῶν ἁπασῶν αὕτη ἐστί· πληρωθείσης γὰρ τῆς γαστρὸς ὀρέξεις καὶ τῶν ἄλλων ἡδονῶν γίνονται σύντονοι, κενωθείσης δὲ ἠρεμαῖαι καὶ σταθηρότεραι."],["139","διὸ καί φησιν ἑτέρωθι· „πᾶς ὁ πορευόμενος ἐπὶ κοιλίᾳ καὶ πᾶς ὁ πορευόμενος ἐπὶ τεσσάρων διὰ παντός, ὃς πολυπληθεῖ ποσίν, ἀκάθαρτός ἐστι “(Lev. 11, 42)· τοιοῦτος δ’ ὁ φιλήδονος ἀεὶ χωρῶν ἐπὶ γαστέρα καὶ τὰς μετὰ ταύτην ἡδονάς. τῷ δὲ ἕρποντι ἐπὶ κοιλίαν τὸν ἐπὶ τεσσάρων βαδίζοντα ἥνωκεν· εἰκότως· τέτταρα γάρ ἐστι τὰ πάθη τῶν ἐν ἡδονῇ, ὥς τις κατ’ ἐξαίρετον λόγος μέμνηται. ἀκάθαρτος οὖν καὶ ὁ τῷ ἑνὶ χρώμενος τῇ ἡδονῇ"],["140","καὶ ὁ πᾶσιν ἐφορμῶν τοῖς τέσσαρσι. τούτων εἰρημένων ἴδε διαφορὰν πάλιν τελείου καὶ προκόπτοντος. ὥσπερ οὖν πρότερον εὑρίσκετο ὁ μὲν τέλειος ὅλον ἐκτέμνων τὸν θυμὸν τῆς ἐριστικῆς ψυχῆς καὶ ποιῶν αὐτὴν τιθασὸν καὶ χειροήθη καὶ εἰρηναίαν καὶ ἵλεων πρὸς πάντα ἔργῳ τε καὶ λόγῳ, ὁ δὲ προκόπτων οὐ δυνάμενος μὲν ἀποκόψαι τὸ πάθος— φέρει γὰρ τὸ στῆθος—, παιδεύων δὲ αὐτὸ λόγῳ κεκριμένῳ, ἔχοντι δύο ἀρετάς, σαφήνειαν καὶ ἀλήθειαν, οὕτως καὶ νῦν εὑρεθήσεται ὁ μὲν σοφὸς τέλειος ἡδονὰς ἀπορρυπτόμενος καὶ ἀποσειόμενος Μωυσῆς, ὁ δὲ προκόπτων οὐχ ἅπασαν, ἀλλὰ τὴν μὲν ἀναγκαίαν καὶ ἁπλῆν προσιέμενος, τὴν δὲ περίεργον καὶ περιττὴν κατὰ τὰς ἐπεντρώσεις παραιτούμενος·"],["141","ἐπὶ γὰρ Μωυσέως φησὶν οὕτως· „καὶ τὴν κοιλίαν καὶ τοὺς πόδας ἔπλυνεν ὕδατι τοῦ ὁλοκαυτώματος “(Lev. 9, 14)· πάνυ καλῶς· ὅλην γὰρ τὴν ψυχὴν ἀξίαν οὖσαν θεῷ προσάγεσθαι διὰ τὸ μηδένα ἔχειν μήθ’ ἑκούσιον μήτ’ ἀκούσιον μῶμον ὁ σοφὸς καθαγιάζει· οὕτως δὲ διακείμενος ὅλην τὴν γαστέρα καὶ τὰς αὐτῆς καὶ μετ’ αὐτὴν ἡδονὰς ἐκπλύνει καὶ ἀπολούεται καὶ ἀπορρύπτεται, οὐχὶ μέρος τι, ἀλλ’ οὕτω καταφρονητικῶς ἔσχηκεν αὐτῆς, ὥστε οὐδὲ τὰ ἀναγκαῖα σιτία ἢ ποτὰ προσίεται θεωρίᾳ τῶν θείων τρεφόμενος."],["142","διὸ καὶ ἐν ἑτέροις μαρτυρεῖται αὐτῷ· „τετταράκοντα ἡμέρας ἄρτου οὐκ ἔφαγε καὶ ὕδωρ οὐκ ἔπιεν “(Exod. 34, 28), ὅτε ἐν τῷ θείῳ ὄρει γενόμενος χρησμῶν θεοῦ νομοθετοῦντος ἤκουεν. ἀλλ’ οὐ μόνον ὅλῃ τῇ γαστρὶ ἀποτάττεται, ἀλλὰ καὶ τοὺς πόδας αὐτῇ συναπορρύπτεται, τουτέστι τὰς ἐπιβάσεις τῆς ἡδονῆς·"],["143","ἐπιβάσεις δὲ ἡδονῆς εἰσι τὰ ποιητικὰ αὐτῆς· ὁ [τε] γὰρ προκόπτων λέγεται τὰ ἐγκοίλια καὶ τοὺς πόδας λούειν (Lev. 1, 9), οὐ τὴν ὅλην κοιλίαν· ἱκανὸς γὰρ οὐκ ἔστι πᾶσαν ἡδονὴν διώσασθαι, ἀγαπητὸν δέ, ἐὰν τὰ ἐγκοίλια αὐτῆς τουτέστι τὰ ἐπεντρώματα, ἅ φασιν οἱ φιλήδονοι ἐπιλεάνσεις εἶναί τινας τῶν προηγουμένων ἡδονῶν, ἃ γίνεται ὀψαρτυτῶν καὶ σιτοπόνων λίχνων περιεργίᾳ."],["144","καὶ προσεπιτείνει τὴν τοῦ*** προκόπτοντος μετριοπάθειαν τῷ τὸν μὲν ἄνευ προστάξεως παραιτεῖσθαι ὅλην τὴν γαστρὸς ἡδονήν, τὸν δὲ προκόπτοντα μετὰ προστάξεως· ἐπὶ μὲν γὰρ τοῦ σοφοῦ λέγεται οὕτως· „τὴν κοιλίαν καὶ τοὺς πόδας ὕδατι ἔπλυνεν “(Lev. 9, 14), ἀνεπικελεύστως κατὰ τὴν ἑκούσιον γνώμην, ἐπὶ δὲ τῶν ἱερέων οὕτως· „τὰ δὲ ἐγκοίλια καὶ τοὺς πόδας “οὐχὶ ἔπλυναν, ἀλλὰ „πλυνοῦσι “(Lev. 1, 9)· σφόδρα παρατετηρημένως· δεῖ γὰρ τὸν μὲν τέλειον ἐξ ἑαυτοῦ κινεῖσθαι πρὸς τὰς κατ’ ἀρετὴν ἐνεργείας, τὸν δὲ ἀσκητὴν μετὰ τοῦ ὑφηγουμένου τὰ πρακτέα λόγου,"],["145","ᾧ προστάττοντι πείθεσθαι καλόν. οὐ δεῖ δὲ ἀγνοεῖν, ὅτι Μωυσῆς ὅλην τὴν κοιλίαν τουτέστι τὴν γαστρὸς ἐκπλήρωσιν παραιτούμενος σχεδὸν καὶ τοῖς ἄλλοις πάθεσιν ἀποτάττεται, τοῦ νομοθέτου ἀπὸ μέρους ἑνὸς τὸ σύμπαν ἐναργῶς παριστάντος καὶ ἀπὸ τοῦ συνεκτικωτάτου περὶ τῶν ἄλλων, ἐν οἷς ἡσύχασε, δυνάμει διεξιόντος· συνεκτικώτατον γὰρ ἡ γαστρὸς ἐκπλήρωσις καὶ ὡσανεὶ θεμέλιός τις τῶν ἄλλων παθῶν· οὐδὲν γοῦν ἐκείνων δύναται συστῆναι μὴ ἐπερειδόμενον γαστρί, ᾗ πάντα ἐφίδρυκεν ἡ φύσις."],["146","διὰ τοῦτο, γεννηθέντων τῶν ἐκ τῆς Λείας προτέρων τῶν ψυχικῶν ἀγαθῶν καὶ στάντων ἐπὶ τῆς ἐξομολογήσεως Ἰούδα (Gen. 29, 35), μέλλων ὁ θεὸς δημιουργεῖν καὶ τὰς σώματος προκοπὰς Βάλλαν τὴν Ῥαχὴλ παιδίσκην καὶ πρὸ τῆς δεσποίνης τίκτειν παρασκευάζει· Βάλλα δ’ ἐστὶν ἐγκατάποσις· ᾔδει γὰρ ὅτι οὐδὲν τῶν σωματικῶν ἄνευ καταπόσεως καὶ γαστρὸς ὑποστῆναι δύναται, ἀλλὰ αὕτη κρατεῖ καὶ ἡγεμονεύει παντὸς τοῦ σώματος καὶ τοῦ κατὰ τὸ ζῆν ψιλὸν ὄγκου."],["147","παρατήρει δὲ πᾶσαν τὴν λεπτολογίαν, οὐδὲν γὰρ λεχθὲν παρέργως εὑρήσεις. Μωυσῆς τὸ μὲν στηθύνιον ἀφαιρεῖται, τὴν δὲ κοιλίαν οὐκ ἀφαιρεῖ μὲν, πλύνει δέ (Lev. 8, 29. 9, 14)· διὰ τί; ὅτι ὁ τέλειος σοφὸς ὅλον μὲν τὸν θυμὸν ἰσχύει παραιτήσασθαι καὶ ἀποκόψαι ὀργῆς κατεξαναστάς, τὴν δὲ κοιλίαν ἐκτεμεῖν ἀδυνατεῖ· τοῖς γὰρ ἀναγκαίοις σιτίοις καὶ ποτοῖς ἡ φύσις βιάζεται χρῆσθαι καὶ τὸν ὀλιγοδεέστατον καὶ καταφρονητικὸν αὐτῶν τῶν ἀναγκαίων καὶ ἀσιτίαν αὐτῶν μελετῶντα. πλυνέτω οὖν αὐτὴν καὶ καθαιρέτω ἀπὸ τῶν περιττῶν καὶ ἀκαθάρτων παρασκευῶν· ἱκανὴ γὰρ καὶ αὕτη παρὰ θεοῦ τῷ φιλαρέτῳ δωρεά."],["148","διὰ τοῦτο ἐπὶ τῆς ὑπονοηθείσης διεφθάρθαι ψυχῆς φησιν (Num. 5, 27), ὅτι ἂν μὲν ἀπολελοιπυῖα τὸν ὀρθὸν λόγον, ὅς ἐστιν ἀνὴρ νόμιμος, εὑρεθῇ προσκεχωρηκυῖα τῷ μιαίνοντι τὴν ψυχὴν πάθει, „πρησθήσεται τὴν γαστέρα “, ὅπερ ἦν, ἀπληρώτους καὶ ἀκορέστους ἕξει τὰς γαστρὸς ἡδονὰς καὶ ἐπιθυμίας, καὶ οὐδέποτε παύσεται ἄπληστος οὖσα δι’ ἀπαιδευσίαν, ἀλλ’ ἀμυθήτων ἐπιρρεόντων ἀίδιον ἕξει τὸ πάθος."],["149","οἶδα γοῦν πολλοὺς οὕτω πταίοντας περὶ τὴν τῆς γαστρὸς ἐπιθυμίαν, ὥστ’ ἐμέτοις χρησάμενοι πάλιν ἐπὶ τὸν ἄκρατον καὶ τἆλλα ὥρμησαν· οὐ γὰρ ἀναλογεῖ τοῖς σωματικοῖς ὄγκοις ἡ τῆς ἀκράτορος ψυχῆς ἐπιθυμία, ἀλλ’ οἱ μὲν ἅτε ἀγγεῖα ὄντες μεμετρημένα ἄμετρον οὐδὲν προσίενται, ἀλλὰ τὸ περιττὸν ἐκβάλλουσιν, ἡ δὲ ἐπιθυμία πληροῦται μὲν οὐδέποτε, μένει δὲ ἐνδεὴς καὶ διψαλέα ἀεί."],["150","παρὸ καὶ τὸ ἀκόλουθον προστίθεται τῷ πρησθῆναι τὴν γαστέρα τὸ „διαπεσεῖν τὸν μηρόν “· διαπίπτει γὰρ τότε τῇ ψυχῇ καὶ ὁ σπερματικὸς καὶ γεννητικὸς τῶν καλῶν λόγος ὀρθός· „ἐὰν “γοῦν φησι „μὴ μιανθῇ καὶ καθαρὰ ᾖ, καὶ ἀθῷος ἔσται καὶ ἐκσπερματιεῖ σπέρμα “(Num. 5, 28), ἐὰν ὑπὸ πάθους μὴ μιανθῇ, καθαρεύσῃ δὲ πρὸς τὸν νόμιμον ἄνδρα, τὸν ὑγιῆ καὶ ἡγεμόνα λόγον, γόνιμον ἕξει ψυχὴν καὶ καρποφόρον, φέρουσαν γέννημα φρονήσεως καὶ δικαιοσύνης"],["151","καὶ τῆς συμπάσης ἀρετῆς. ἆρ’ οὖν ἡμᾶς ἐνδεδεμένους σώματι οἷόν τε σωματικαῖς ἀνάγκαις μὴ χρῆσθαι; καὶ πῶς ἔνεστιν; ἀλλ’ ὅρα. ὁ ἱεροφάντης τὸν τρόπον παραγγέλλει τῷ ἀγομένῳ ὑπὸ σωματικῆς χρείας αὐτῷ μόνῳ χρῆσθαι τῷ ἀναγκαίῳ. πρῶτον μέν φησι \" τόπος ἔστω σοι ἔξω τῆς παρεμβολῆς \" (Deut. 23, 12), παρεμβολὴν καλῶν τὴν ἀρετήν, ἐν ᾗ ἐστρατοπέδευκεν ἡ ψυχή· οὐ γὰρ δύναται τὸν αὐτὸν κρατεῖν χῶρον φρόνησις καὶ σωματικῆς ἀνάγκης ἀπόλαυσις."],["152","εἶτα „ἐξελεύσῃ “φησίν \" ἐκεῖ ἔξω \"· διὰ τί; ὅτι οὐ δύναται ἡ ψυχὴ καταμένουσα μετὰ φρονήσεως καὶ ἐν τῷ οἴκῳ διατρίβουσα τῆς σοφίας χρῆσθαί τινι τῶν φίλων σώματος· τρέφεται γὰρ τότε θειοτέραις τροφαῖς ἐν ταῖς ἐπιστήμαις, δι’ ἃς καὶ τῆς σαρκὸς ἀμελεῖ· ἐπειδὰν γὰρ ἐξέλθῃ τῶν ἱερῶν ἀρετῆς οἴκων, τηνικαῦτα ἐπὶ τὰς τὸ σῶμα πλημμελούσας καὶ πιεζούσας ὕλας τρέπεται."],["153","πῶς οὖν αὐταῖς χρήσομαι; „πάσσαλος ἔστω σοι “φησίν „ἐπὶ τῆς ζώνης σου, καὶ ὀρύξεις ἐν αὐτῷ “(Deut. 23, 13), τουτέστι λόγος ἐπὶ τοῦ πάθους ἐξορύττων καὶ ἀναστέλλων καὶ ἀπαμφιεννὺς αὐτό· ἀνεζῶσθαι γὰρ βούλεται ἡμᾶς τὰ πάθη, ἀλλὰ μὴ ἀνειμένα καὶ κεχαλασμένα φορεῖν."],["154","διὸ καὶ ἐπὶ τῆς διαβάσεως αὐτῶν, ὃ καλεῖται Πάσχα, προστάττει τὰς \" ὀσφῦς περιεζῶσθαι “(Exod. 12, 11), ἤτοι συνεστάλθαι τὰς ἐπιθυμίας. πάσσαλος οὖν, τουτέστι λόγος, ἑπέσθω τῷ πάθει, κωλύων αὐτὸ χεῖσθαι· οὕτως γὰρ αὐτοῖς μόνοις χρησόμεθα"],["155","τοῖς ἀναγκαίοις, τῶν δὲ περιττῶν ἀφεξόμεθα. κἂν ἐν συνουσίαις ὄντες καὶ μέλλοντες εἰς ἀπόλαυσιν καὶ χρῆσιν τῶν παρεσκευασμένων ἐλθεῖν σὺν λόγῳ παραγενώμεθα ὥσπερ ὅπλῳ τινὶ ἀμυντηρίῳ, οὔτε πέραν τοῦ μετρίου σιτίων ἐμφορηθησόμεθα αἰθυιῶν τρόπον οὔτ’ ἀκράτου ἀμέτρου κορεσθέντες μέθῃ ληραίνειν ἀναγκαζούσῃ χρησόμεθα· ἐπιστομιεῖ γὰρ ὁ λόγος καὶ ἐγχαλινώσει τὴν ῥύμην καὶ φορὰν τοῦ πάθους."],["156","ἐγὼ γοῦν αὐτὸ πολλάκις παθὼν οἶδα· εἰς γὰρ ἀδιάγωγον συνουσίαν ἐλθὼν καὶ πολυτελῆ δεῖπνα, ὁπότε μὴ ἀφικοίμην σὺν λόγῳ, δοῦλος ἐγενόμην τῶν παρεσκευασμένων, ἀγόμενος ὑπὸ δεσποτῶν ἀτιθάσων, θεαμάτων καὶ ἀκουσμάτων καὶ τῶν ὅσα διὰ μυκτῆρος καὶ γεύσεως ἡδονὰς ἀπεργάζεται· ὁπότε δὲ μετὰ τοῦ αἱροῦντος λόγου, δεσπότης ἀντὶ δούλου γίνομαι καὶ ἀνὰ κράτος νικῶ καλὴν νίκην καρτερίας καὶ σωφροσύνης, ἀντιβαίνων καὶ ἀντιφιλονεικῶν πᾶσι τοῖς ἀναρρηγνῦσι τὰς ἀκράτορας ἐπιθυμίας."],["157","„διορύξεις “φησὶ γοῦν „τῷ πασσάλῳ “(Deut. 23, 13), τουτέστιν, ἣν ἕκαστον ἔχει φύσιν, τὸ φαγεῖν, τὸ πιεῖν, τὸ τοῖς μετὰ γαστέρα χρῆσθαι, τῷ λόγῳ γυμνώσεις καὶ διαστελεῖς, ἵνα διακρίνας γνῷς τἀληθές· τότε γὰρ εἴσῃ, ὅτι ἐν οὐδενὶ τούτων ἐστὶ τὸ ἀγαθόν, ἀλλὰ τὸ ἀναγκαῖον μόνον καὶ χρήσιμον."],["158","„καὶ ἐπαγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου “(ibid.)· πάνυ καλῶς· ἔπαγε γάρ, ὦ ψυχή, τὸν λόγον ἐπὶ πάντα, ᾧ καλύπτεται καὶ συσκιάζεται καὶ συγκρύπτεται πᾶσα ἀσχημοσύνη σαρκὸς καὶ πάθους· τὰ γὰρ μὴ σὺν λόγῳ πάντα αἰσχρά, ὥσπερ τὰ σὺν λόγῳ κόσμια."],["159","οὐκοῦν ὁ μὲν φιλήδονος ἐπὶ κοιλίαν βαδίζει, ὁ δὲ τέλειος τὴν κοιλίαν ὅλην ἐκπλύνει, ὁ δὲ προκόπτων τὰ ἐν κοιλίᾳ, ὁ δὲ ἄρτι ἀρχόμενος παιδεύεσθαι ἔξω πρόεισιν, ὅταν μέλλῃ τῆς γαστρὸς τοῖς ἀναγκαίοις ἐπιφερόμενος λόγον ἐπιστομιεῖν τὸ πάθος, ὃς εἴρηται συμβολικῶς πάσσαλος."],["160","Εὖ μέντοι καὶ τὸ προσθεῖναι· „πορεύσῃ ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ “(Gen. 3, 14)· ἡ γὰρ ἡδονὴ οὐκ ἔστι τῶν ἠρεμούντων καὶ ἱσταμένων, ἀλλὰ τῶν κινουμένων καὶ ταραχῆς γεμόντων· ὥσπερ γὰρ ἡ φλὸξ ἐν κινήσει, οὕτως φλογμοῦ τινα τρόπον τὸ πάθος ἐν τῇ ψυχῇ κινούμενον ἠρεμεῖν αὐτὴν οὐκ ἐᾷ. διὸ καὶ τοῖς λέγουσι καταστηματικὴν εἶναι τὴν ἡδονὴν οὐ συμφέρεται· ἠρεμία γὰρ λίθῳ μὲν καὶ ξύλῳ καὶ παντὶ ἀψύχῳ οἰκεῖον, ἀλλότριον δὲ ἡδονῇ· γαργαλισμοῦ γὰρ καὶ σπασμώδους ἐφίεται καὶ ἐπ’ ἐνίων οὐκ ἠρεμίας ἀλλὰ συντόνου καὶ σφοδρᾶς κινήσεώς ἐστι χρεία."],["161","Τὸ δὲ \" γῆν φάγεσαι πάσας τὰς ἡμέρας τῆς ζωῆς σου “(Gen. 3, 14), τοῦτο προσφυῶς εἴρηται· τῆς γὰρ σώματος τροφῆς ἡδοναὶ γήιναι· καὶ μήποτ’ εἰκότως· δύο γάρ ἐστιν ἐξ ὧν συνέσταμεν, ψυχή τε καὶ σῶμα· τὸ μὲν οὖν σῶμα ἐκ γῆς δεδημιούργηται, ἡ δὲ ψυχὴ αἰθέρος ἐστίν, ἀπόσπασμα θεῖον· \" ἐνεφύσησε γὰρ εἰς τὸ πρόσωπον αὐτοῦ πνεῦμα ζωῆς ὁ θεός, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν “(Gen. 2, 7). εὐλόγως οὖν τὸ μὲν ἐκ γῆς διαπλασθὲν σῶμα συγγενεῖς ἔχει τροφὰς ἃς ἀναδίδωσιν ἡ γῆ, ἡ δὲ αἰθερίου φύσεως μοῖρα οὖσα ψυχὴ πάλιν αἰθερίους καὶ θείας· ἐπιστήμαις γὰρ τρέφεται καὶ οὐ σιτίοις"],["162","ἢ ποτοῖς, ὧν ἐπιδεές ἐστι τὸ σῶμα. ὅτι δὲ οὐ γήινοι ἀλλ’ οὐράνιοι αἱ ψυχῆς τροφαί, μαρτυρήσει διὰ πλειόνων ὁ ἱερὸς λόγος· „ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται ὁ λαὸς καὶ συνάξουσι τὸ τῆς ἡμέρας εἰς ἡμέραν, ὅπως πειράσω αὐτούς, εἰ πορεύσονται τῷ νόμῳ μου ἢ οὔ “(Exod. 16, 4). ὁρᾷς ὅτι οὐ γηίνοις καὶ φθαρτοῖς τρέφεται ἡ ψυχή, ἀλλ’ οἷς ἂν ὁ θεὸς ὀμβρήσῃ λόγοις ἐκ τῆς μεταρσίου καὶ καθαρᾶς φύσεως, ἣν οὐρανὸν κέκληκεν·"],["163","ἐξίτω μέντοι ὁ λεὼς καὶ πᾶν τὸ τῆς ψυχῆς σύστημα καὶ συναγαγέτω καὶ ἀρχέσθω τῆς ἐπιστήμης, μὴ ἀθρόως ἀλλὰ „τὸ τῆς ἡμέρας εἰς ἡμέραν “· πρῶτον μὲν γὰρ ἀθρόον οὐ χωρήσει τὸν πολὺν πλοῦτον τῶν τοῦ θεοῦ χαρίτων, ἀλλὰ τῇ φορᾷ χειμάρρου τρόπον ἐπικλυσθήσεται· ἔπειτ’ ἐστὶν ἄμεινον τὰ αὐτάρκη λαβόντας ἀγαθὰ καὶ μεμετρημένα τῶν λοιπῶν ταμίαν οἰηθῆναι τὸν θεόν."],["164","ὁ δὲ πάντα μετιὼν ἀθρόα δυσελπιστίαν καὶ ἀπιστίαν μετὰ πολλῆς ἀνοίας κτᾶται· δύσελπις μὲν γίνεται, εἰ νῦν μόνον ἀλλὰ μὴ καὶ αὖθις ἐλπίζει τὸν θεὸν ὀμβρήσειν αὐτῷ ἀγαθά, ἄπιστος δέ, εἰ μὴ πεπίστευκε καὶ νῦν καὶ ἀεὶ τὰς τοῦ θεοῦ χάριτας ἀφθόνως τοῖς ἀξίοις προσνέμεσθαι, ἄνους δέ, εἰ οἴεται τῶν συναχθέντων ἱκανὸς ἔσεσθαι φύλαξ ἄκοντος θεοῦ· μικρὰ γὰρ ῥοπὴ τὸν ἀσφάλειαν καὶ βεβαιότητα περιάπτοντα νοῦν ὑπὸ μεγαλαυχίας ἑαυτῷ ἄκυρον καὶ ἀβέβαιον ὧν ἐδόκει φύλαξ εἶναι πάντων ἐποίησε."],["165","σύναγε οὖν, ὦ ψυχή, τὰ αὐτάρκη καὶ καθήκοντα καὶ μήτε πλείω τῶν ἱκανῶν ὡς ὑπερβάλλειν μήτε ἐλάττω πάλιν ὡς ἐνδεῖν, ἵνα μέτροις δικαίοις χρωμένη μὴ ἀδικῇς. καὶ γὰρ διάβασίν γε μελετῶσαν ἀπὸ τῶν παθῶν καὶ τὸ Πάσχα θύουσαν δεῖ τὴν προκοπήν, τὸ πρόβατον, λαμβάνειν μὴ ἀμέτρως· „ἕκαστος “γάρ φησι „τὸ ἀρκοῦν αὐτῷ συναριθμηθήσεται εἰς πρόβατον “(Exod. 12, 4)."],["166","καὶ ἐπὶ τοῦ μάννα οὖν καὶ ἐπὶ πάσης δωρεᾶς, ἣν ὁ θεὸς δωρεῖται τῷ γένει ἡμῶν, καλὸν τὸ ἐνάριθμον καὶ μεμετρημένον καὶ μὴ τὸ ὑπὲρ ἡμᾶς λαμβάνειν· πλεονεξίας γὰρ τοῦτό γε. τὸ τῆς ἡμέρας οὖν εἰς ἡμέραν συναγαγέτω ἡ ψυχή (Exod. 16, 4), ἵνα μὴ ἑαυτὴν φύλακα τῶν ἀγαθῶν ἀλλὰ τὸν φιλόδωρον θεὸν ἀποφήνῃ."],["167","καὶ διὰ τοῦτό μοι δοκεῖ τὸ προκείμενον λέγεσθαι· σύμβολον φωτός ἐστιν ἡ ἡμέρα, φῶς δὲ ψυχῆς ἐστι παιδεία. πολλοὶ οὖν τὰ ἐν ψυχῇ φῶτα ἐκτήσαντο εἰς νύκτα καὶ σκότος, ἀλλ’ οὐκ εἰς ἡμέραν καὶ φῶς, οἷον τὰ προπαιδεύματα πάντα καὶ τὰ ἐγκύκλια λεγόμενα καὶ φιλοσοφίαν αὐτὴν τρυφῆς ἕνεκεν ἢ ἀρχῆς τῆς πρὸς τοὺς ἡγεμόνας. ὁ δέ γε ἀστεῖος τὴν ἡμέραν ἕνεκα ἡμέρας καὶ τὸ φῶς ἕνεκα φωτὸς καὶ τὸ καλὸν ἕνεκα τοῦ καλοῦ κτᾶται μόνου, οὐχ ἕνεκα ἄλλου τινός. διὸ καὶ ἐπιφέρει· „ὅπως πειράσω αὐτούς, εἰ πορεύσονται τῷ νόμῳ μου ἢ οὔ “(Exod. 16, 4)· νόμος γὰρ θεῖος οὗτος, τὴν ἀρετὴν δι’ ἑαυτὴν τιμᾶν. τοὺς οὖν ἀσκητὰς ὥσπερ νόμισμα δοκιμάζει ὁ ὀρθὸς λόγος,"],["168","πότερα κεκηλίδωνται ἐπί τι τῶν ἐκτὸς ἀναφέροντες τὸ τῆς ψυχῆς ἀγαθὸν ἢ ὡς δόκιμον διαστέλλουσιν ἐν διανοίᾳ μόνῃ τοῦτο διαφυλάττοντες. τούτοις συμβέβηκε μὴ τοῖς γηίνοις ἀλλὰ ταῖς ἐπουρανίοις ἐπιστήμαις τρέφεσθαι."],["169","δηλοῖ δὲ καὶ δι’ ἑτέρων, ὅταν φῇ· \" τὸ πρωὶ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς, καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον, λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς. ἰδόντες δὲ αὐτὸ εἶπον ἕτερος τῷ ἑτέρῳ Τί ἐστι τοῦτο; οὐ γὰρ ᾔδεισαν, τί ἦν. εἶπε δὲ αὐτοῖς Μωυσῆς Οὗτος ὁ ἄρτος, ὃν δέδωκεν ἡμῖν κύριος τοῦ φαγεῖν. τοῦτο τὸ ῥῆμα ὃ συνέταξε κύριος “(Exod. 16, 13 ss.). ὁρᾷς τῆς ψυχῆς τροφὴν οἵα ἐστί· λόγος θεοῦ συνεχής, ἐοικὼς δρόσῳ, κύκλῳ πᾶσαν περιειληφὼς καὶ μηδὲν μέρος ἀμέτοχον αὑτοῦ ἐῶν."],["170","φαίνεται δ’ οὐ πανταχοῦ ὁ λόγος οὗτος, ἀλλ’ ἐπ’ ἐρήμου παθῶν καὶ κακιῶν, καὶ ἔστι λεπτὸς νοῆσαί τε καὶ νοηθῆναι καὶ σφόδρα διαυγὴς καὶ καθαρὸς ὁραθῆναι, καὶ ἔστιν ὡσεὶ κόριον. φασὶ δὲ οἱ γεωπόνοι τὸ σπέρμα τοῦ κορίου διαιρεθὲν εἰς ἄπειρα καὶ τμηθὲν καθ’ ἕκαστον τῶν μερῶν καὶ τμημάτων σπαρὲν βλαστάνειν οὕτως, ὡς καὶ τὸ ὅλον ἠδύνατο· τοιοῦτος καὶ ὁ θεοῦ λόγος, καὶ δι’ ὅλων ὠφελητικὸς καὶ διὰ παντὸς μέρους καὶ τοῦ τυχόντος."],["171","μήποτε δὲ ὁμοιοῦται καὶ τῇ κατὰ τὸν ὀφθαλμὸν κόρῃ· ὡς γὰρ αὕτη βραχύτατον οὖσα μέρος τὰς τῶν ὄντων ὁρᾷ ζώνας ὅλας καὶ θάλατταν ἄπειρον καὶ ἀέρος μέγεθος καὶ τοῦ παντὸς οὐρανοῦ ὅσον ἀνατέλλων καὶ δυόμενος ὁ ἥλιος ὁρίζει, οὕτως καὶ ὁ θεοῦ λόγος ὀξυδερκέστατός ἐστιν, ὡς πάντα ἐφορᾶν εἶναι ἱκανός,*** ᾧ τὰ θέας ἄξια κατόψονται· παρὸ καὶ λευκόν ἐστι· τί γὰρ ἂν εἴη λαμπρότερον ἢ τηλαυγέστερον θείου λόγου, οὗ κατὰ μετουσίαν καὶ τὰ ἄλλα τὴν ἀχλὺν καὶ τὸν ζόφον ἀπελαύνει φωτὸς κοινωνῆσαι ψυχικοῦ γλιχόμενα."],["172","ἴδιον δὲ περὶ τοῦτον τὸν λόγον συμβαίνει πάθος. ὅταν γὰρ καλέσῃ πρὸς ἑαυτὸν τὴν ψυχήν, πῆξιν ἀνεγείρει τῷ γεώδει καὶ σωματικῷ καὶ αἰσθητικῷ παντί· διὸ λέγεται τὸ \" ὡσεὶ πάγος ἐπὶ τῆς γῆς “(Exod. 16, 14)· καὶ γὰρ ἡνίκα ὁ τὸν θεὸν ὁρῶν φυγὴν τὴν ἀπὸ τῶν παθῶν μελετᾷ, πήγνυται τὰ κύματα, τουτέστιν ἡ φορὰ καὶ αὔξησις καὶ τὸ μεγάλαυχον αὐτῶν· \" ἐπάγη γὰρ τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης “(Exod. 15, 8), ἵνα διαβῇ τὸ πάθος ὁ βλέπων τὸν ὄντα."],["173","πυνθάνονται οὖν ἀλλήλων αἱ ψυχαὶ αἱ πεπονθυῖαι μὲν ἤδη τὸν λόγον, οὐκ ἔχουσαι δ’ εἰπεῖν τὸ „τί ἐστι “(Exod. 16, 15)· καὶ γὰρ γλυκανθέντες πολλάκις τὸν κεκινηκότα χυμὸν ἀγνοοῦμεν καὶ ἡδέων ἀτμῶν ὀσφραινόμενοι τίνες εἰσὶν οὐκ ἴσμεν· οὕτως οὖν ἡ ψυχὴ γανωθεῖσα πολλάκις εἰπεῖν οὐκ ἔχει, τί τὸ γανῶσαν αὐτήν ἐστι· διδάσκεται δὲ ὑπὸ τοῦ ἱεροφάντου καὶ προφήτου Μωυσέως, ὃς ἐρεῖ· „οὗτός ἐστιν ὁ ἄρτος “(ibid.), ἡ τροφή, ἣν δέδωκεν ὁ θεὸς τῇ ψυχῇ, προσενέγκασθαι τὸ ἑαυτοῦ ῥῆμα καὶ τὸν ἑαυτοῦ λόγον· οὗτος γὰρ ὁ ἄρτος, ὃν δέδωκεν ἡμῖν φαγεῖν, „τοῦτο τὸ ῥῆμα “."],["174","λέγει δὲ καὶ ἐν Δευτερονομίῳ· \" καὶ ἐκάκωσέ σε καὶ ἐλιμαγχόνησέ σε, καὶ ἐψώμισέ σε τὸ μάννα, ὃ οὐκ ᾔδεισαν οἱ πατέρες σου, ἵνα ἀναγγείλῃ σοι, ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι τῷ ἐκπορευομένῳ διὰ στόματος θεοῦ \" (Deut. 8, 3). ἡ κάκωσις αὕτη ἱλασμός ἐστι· καὶ γὰρ τῇ δεκάτῃ κακῶν ἡμῶν τὰς ψυχὰς ἱλάσκεται (Lev. 16, 30)· ὅταν γὰρ τὰ ἡδέα περισυλᾶται, δοκοῦμεν κακοῦσθαι, τὸ δ’ ἐστὶ πρὸς ἀλήθειαν ἵλεων τὸν θεὸν ἔχειν."],["175","περιποιεῖ δ’ ἡμῖν καὶ λιμόν, οὐκ ἀρετῆς, ἀλλὰ τὸν ἐκ πάθους καὶ κακίας συνιστάμενον· τεκμήριον δέ, διατρέφει γὰρ ἡμᾶς τῷ γενικωτάτῳ αὑτοῦ λόγῳ· τὸ γὰρ μάννα ἑρμηνεύεται „τί “, τοῦτό ἐστι τὸ γενικώτατον τῶν ὄντων· καὶ ὁ λόγος δὲ τοῦ θεοῦ ὑπεράνω παντός ἐστι τοῦ κόσμου καὶ πρεσβύτατος καὶ γενικώτατος τῶν ὅσα γέγονε. τοῦτον τὸν λόγον οὐκ ᾔδεισαν οἱ πατέρες, οὐχ οἱ πρὸς ἀλήθειαν, ἀλλ’ οἱ χρόνῳ πολιοὶ οἱ λέγοντες· \" δῶμεν ἀρχηγὸν καὶ ἀποστρέψωμεν εἰς “τὸ πάθος \" Αἴγυπτον \" (Num. 14, 4)."],["176","ἀναγγελλέτω οὖν ὁ θεὸς τῇ ψυχῇ, ὅτι \" οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος “[κατ’ εἰκόνα], „ἀλλ’ ἐπὶ παντὶ ῥήματι τῷ ἐκπορευομένῳ διὰ στόματος θεοῦ “, τουτέστι καὶ διὰ παντὸς τοῦ λόγου τραφήσεται καὶ διὰ μέρους αὐτοῦ· τὸ μὲν γὰρ στόμα σύμβολον τοῦ λόγου, τὸ δὲ ῥῆμα μέρος αὐτοῦ. τρέφεται δὲ τῶν μὲν τελειοτέρων ἡ ψυχὴ ὅλῳ τῷ λόγῳ· ἀγαπήσαιμεν δ’ ἂν ἡμεῖς,"],["177","εἰ καὶ μέρει τραφείημεν αὐτοῦ. ἀλλ’ οὗτοι μὲν εὔχονται θεοῦ λόγῳ τραφῆναι. ὁ δὲ Ἰακὼβ καὶ τὸν λόγον ὑπερκύψας ὑπ’ αὐτοῦ φησι τρέφεσθαι τοῦ θεοῦ, λέγει δ’ οὕτως· „ὁ θεός, ᾧ εὐηρέστησαν οἱ πατέρες μου Ἀβραὰμ καὶ Ἰσαάκ, ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητος ἕως τῆς ἡμέρας ταύτης, ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν, εὐλογήσαι τὰ παιδία ταῦτα “(Gen. 48, 15. 16). ὡραῖος οὗτος ὁ τρόπος· τροφέα τὸν θεόν, οὐχὶ λόγον, ἡγεῖται, τὸν δὲ ἄγγελον, ὅς ἐστι λόγος, ὥσπερ ἰατρὸν κακῶν· φυσικώτατα· ἀρέσκει γὰρ αὐτῷ τὰ μὲν προηγούμενα ἀγαθὰ αὐτοπροσώπως αὐτὸν τὸν ὄντα διδόναι, τὰ δεύτερα δὲ τοὺς ἀγγέλους καὶ λόγους αὐτοῦ· δεύτερα δ’ ἐστὶν ὅσα περιέχει κακῶν ἀπαλλαγήν."],["178","διὰ τοῦτ’ οἶμαι καὶ ὑγείαν μὲν τὴν ἁπλῆν, ἧς οὐ προηγεῖται νόσος ἐν τοῖς σώμασιν, ὁ θεὸς χαρίζεται δι’ ἑαυτοῦ μόνου, τὴν δὲ γινομένην κατὰ νόσου φυγὴν καὶ διὰ τέχνης καὶ διὰ ἰατρικῆς, ἐπιγράφων καὶ ἐπιστήμῃ καὶ τεχνίτῃ τὸ δοκεῖν ἰᾶσθαι, πρὸς ἀλήθειαν αὐτὸς καὶ διὰ τούτων καὶ ἄνευ τούτων ἰώμενος. τοῦτον δὴ τὸν τρόπον καὶ ἐπὶ ψυχῆς ἔχει· τὰ μὲν ἀγαθά, τὰς τροφάς, αὐτὸς χαρίζεται δι’ ἑαυτοῦ, διὰ δὲ ἀγγέλων καὶ λόγων ὅσα ἀπαλλαγὴν περιέχει κακῶν."],["179","ταῦτα δ’ ηὔξατο αἰτιώμενος τὸν πολιτικὸν Ἰωσήφ, ὃς ἐτόλμησεν εἰπεῖν ὅτι \" ἐκθρέψω σε ἐκεῖ “· „σπεύσαντες “γάρ φησιν „ἀνάβητε πρὸς τὸν πατέρα μου καὶ εἴπατε αὐτῷ Τάδε λέγει “καὶ τὰ ἑξῆς, εἶτα „κατάβηθι πρὸς μὲ καὶ μὴ μείνῃς \", ἐπὶ πᾶσι \" καὶ ἐκθρέψω σε ἐκεῖ, ἔτη γὰρ πέντε λιμός “(Gen. 45, 9. 11). ἐπιμεμφόμενος οὖν ἅμα καὶ διδάσκων τὸν δοκησίσοφον λέγει· ὦ οὗτος, ἴσθι τὰς ψυχῆς τροφὰς ἐπιστήμας ὑπαρχούσας, ἃς οὐχ ὁ αἰσθητὸς λόγος ἀλλ’ ὁ θεὸς δωρεῖται, ὁ τρέφων ἐκ νεότητος καὶ πρώτης ἀκμῆς με μέχρι τελείου φωτὸς (cf. Gen. 48, 15) αὐτὸς ἐμπλήσει."],["180","ἔπαθεν οὖν ταὐτὸν ὁ Ἰωσὴφ τῇ μητρὶ αὐτοῦ Ῥαχήλ· καὶ γὰρ αὕτη ἐνόμισε δύνασθαί τι τὸ γενητόν, διὸ λέγει· „δός μοι τέκνα “(Gen. 30, 1)· ἀλλ’ ὅ γε πτερνιστὴς αὐτὴν μωμησάμενος ἐρεῖ· πλάνον πεπλάνησαι πολύν, οὐ γὰρ ἀντὶ θεοῦ ἐγώ εἰμι τοῦ μόνου δυναμένου τὰς ψυχῶν μήτρας ἀνοιγνύναι καὶ σπείρειν ἐν αὐταῖς ἀρετὰς καὶ ποιεῖν ἐγκύμονας καὶ τικτούσας τὰ καλά· κατάμαθέ γέ τοι τὴν ἀδελφήν σου Λείαν καὶ εὑρήσεις ἐξ οὐδενὸς γενητοῦ λαμβάνουσαν τὴν σπορὰν καὶ τὴν γονήν, ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ θεοῦ· „ἰδὼν γὰρ κύριος, ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς· Ῥαχὴλ δὲ ἦν στεῖρα “(Gen. 29, 31)."],["181","ἀλλ’ ὅρα πάλιν τὴν ἐν τούτῳ λεπτουργίαν· τῆς ἀρετῆς ὁ θεὸς τὰς μήτρας ἀνοίγει, σπείρων ἐν αὐταῖς τὰς καλὰς πράξεις, ἡ δὲ μήτρα, παραδεξαμένη τὴν ἀρετὴν ὑπὸ θεοῦ, οὐ τίκτει τῷ θεῷ— χρεῖος γὰρ οὐδενός ἐστιν ὁ ὤν—, ἀλλ’ ἐμοὶ τῷ Ἰακὼβ υἱούς· ἐμοῦ γὰρ ἕνεκα ἔσπειρεν ὁ θεὸς ἐν τῇ ἀρετῇ τάχα, οὐχ ἑαυτοῦ. οὐκοῦν ἄλλος μὲν ἀνὴρ τῆς Λείας ὁ ἡσυχαζόμενος εὑρίσκεται, ἄλλος δὲ πατὴρ τῶν ἐκ Λείας τέκνων· ἀνὴρ μὲν γὰρ ὁ τὴν μήτραν ἀνοίγων, πατὴρ δὲ τῶν τέκνων, ᾧ ταῦτα τίκτειν λέγεται."],["182","„Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικός “(Gen. 3, 15). ὄντως ἐστὶν ἡδονὴ ἐχθρὸν αἰσθήσει, καίτοι δοκοῦν ἐνίοις μάλιστα εἶναι φίλον· ἀλλ’ ὥσπερ τὸν κόλακα οὐκ ἄν τις ἑταῖρον εἴποι— νόσος γὰρ φιλίας ἡ κολακεία— οὐδὲ τὴν ἑταίραν εὔνουν ἐραστῇ— τοῖς γὰρ διδομένοις, οὐκ αὐτῷ, προσπέπονθεν—, οὕτω καὶ τὴν ἡδονὴν ἐξετάζων εὑρήσεις νόθον οἰκειότητα ὑποδυομένην πρὸς αἴσθησιν."],["183","ὅταν γέ τοι κορεσθῶμεν ἡδονῆς, ἐκπίπτει τῶν τόνων ἡμῶν τὰ αἰσθητήρια· ἢ τοὺς οἴνῳ ἢ ἔρωτι μεθύοντας οὐ καταμανθάνεις, ὅτι ὁρῶντες οὐχ ὁρῶσι καὶ ἀκούοντες οὐκ ἀκούουσι καὶ τῶν ἄλλων αἰσθήσεων ἀφῄρηνται τὰς ἀκριβεῖς ἐνεργείας; ἔστι δ’ ὅτε καὶ διὰ πλῆθος ἄμετρον τροφῆς ἅπαντες οἱ τόνοι τῶν αἰσθήσεων ὑφείθησαν ὕπνου καταλαμβάνοντος, ὃς καὶ τοὔνομα ἔσχεν ἀπὸ τῆς ὑφέσεως αὐτῶν· χαλᾶται γὰρ τότε τὸ αἰσθητικὸν ὄργανον, ὥσπερ ἐν ταῖς ἐγρηγόρσεσιν ἐπιτείνεται, μηκέτι κωφὰς τὰς ἀπὸ τοῦ ἐκτὸς πλήξεις δεχόμενον ἀλλὰ γεγωνυίας καὶ ἐναργεῖς τήν τε ἠχὴν ἄχρι τοῦ νοῦ διαδιδούσας· δεῖ γὰρ αὐτὸν πληχθέντα γνωρίσαι τὸ ἐκτὸς καὶ λαβεῖν αὐτοῦ τύπον ἐναργῆ."],["184","τήρει δ’ ὅτι οὐκ εἶπεν \" ἔχθραν θήσω σοὶ καὶ τῇ γυναικί “, ἀλλὰ „ἀνὰ μέσον σοῦ καὶ τῆς γυναικός “. διὰ τί δέ; ὅτι περὶ τὸ μέσον καὶ ὡς ἂν ἐν μεθορίῳ κείμενον ἡδονῆς καὶ αἰσθήσεως γίνεται τούτων ὁ πόλεμος. τὸ δὲ μέσον ἀμφοῖν ἐστι τὸ πότιμον, τὸ ἐδώδιμον, τὸ εὐτρεπὲς πρὸς τὰ τοιαῦτα πάντα, ὧν ἕκαστον αἰσθητόν τέ ἐστι καὶ ποιητικὸν ἡδονῆς. ὅταν οὖν ἀπλήστως ἐμφορηθῇ τούτων ἡ ἡδονή, βλάβην εὐθὺς εἰργάσατο αἰσθήσει."],["185","τὸ δ’ \" ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ τοῦ σπέρματος αὐτῆς \" εἴρηται πάλιν φυσικῶς· σπέρμα γὰρ πᾶν ἐστι γενέσεως ἀρχή· ἀρχὴ δὲ ἡδονῆς μὲν [οὐ] τὸ πάθος, [ἀλλ’] ἄλογος ὁρμή, αἰσθήσεως δὲ ὁ νοῦς· ἀπὸ γὰρ τούτου καθάπερ τινὸς πηγῆς αἱ αἰσθητικαὶ τείνονται δυνάμεις, μάλιστα κατὰ τὸν ἱερώτατον Μωυσῆν, ὃς ἐκ τοῦ Ἀδὰμ πεπλάσθαι φησὶ τὴν γυναῖκα, τὴν αἴσθησιν ἐκ τοῦ νοῦ. ὅπερ οὖν ἡδονὴ πρὸς αἴσθησιν, τοῦτο πάθος πρὸς νοῦν, ὥστ’"],["186","ἐπειδὴ ἐκεῖνα ἐχθρά, καὶ ταῦτ’ ἂν εἴη πολέμια. καὶ περιφανής ἐστιν ὁ τῶνδε πόλεμος· κατὰ γοῦν τὰς ἐπικρατείας τοῦ νοῦ, ὅτε τοῖς νοητοῖς καὶ ἀσωμάτοις παραβάλλει, φυγαδεύεται τὸ πάθος· καὶ ἔμπαλιν ὅταν τοῦτο νικήσῃ νίκην κακήν, εἴκει ὁ νοῦς κωλυόμενος προσέχειν ἑαυτῷ καὶ τοῖς ἑαυτοῦ πᾶσιν ἔργοις. φησὶ γοῦν ἐν ἑτέροις, ὅτι \" ὅταν μὲν ἐπῆρε τὰς χεῖρας Μωυσῆς, κατίσχυεν Ἰσραήλ, ὅταν δὲ καθῆκε, κατίσχυεν Ἀμαλήκ \" (Exod. 17, 11), τοῦτο παριστὰς ὅτι, ὁ νοῦς ἐπειδὰν μὲν ἐξάρῃ αὑτὸν ἀπὸ τῶν θνητῶν καὶ μετεωρισθῇ, ῥώννυται τὸ ὁρῶν τὸν θεόν, ὅπερ ἐστὶν Ἰσραήλ, ἐπειδὰν δὲ καθῇ τοὺς ἰδίους τόνους καὶ ἐξασθενήσῃ, αὐτίκα τὸ πάθος ἰσχύσει, ὁ Ἀμαλήκ, ὃς ἑρμηνεύεται λαὸς ἐκλείχων· ὄντως γὰρ διεσθίει τὴν ὅλην ψυχὴν καὶ ἐκλιχμᾶται, μηδὲν ἐν αὐτῇ σπέρμα ἢ ζώπυρον ἀρετῆς ὑπολείπων."],["187","παρὸ καὶ λέγεται \" ἀρχὴ ἐθνῶν Ἀμαλήκ \" (Num. 24, 20), ὅτι τῶν μιγάδων καὶ συγκλύδων καὶ πεφυρμένων ἀβουλεὶ τὸ πάθος ἄρχει καὶ κυριεύει. διὰ τούτου πᾶς ὁ ψυχῆς ἀναρριπίζεται πόλεμος· αἷς γοῦν χαρίζεται διανοίαις ὁ θεὸς εἰρήνην, ταύταις ὁμολογεῖ ἀπαλείψειν \" τὸ μνημόσυνον Ἀμαλὴκ ἐκ τῆς ὑπ’ οὐρανόν “(Exod. 17, 14)."],["188","Τὸ δὲ \" αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν “(Gen. 3, 15) τῇ μὲν φωνῇ βαρβαρισμός ἐστι, τῷ δὲ σημαινομένῳ κατόρθωμα· τῷ γὰρ ὄφει λέγεται περὶ τῆς γυναικός, ἡ δὲ γυνὴ „αὐτὸς “οὐκ ἔστιν, ἀλλ’ „αὐτή “. τί οὖν λεκτέον; ἀπὸ τοῦ περὶ τῆς γυναικὸς λόγου μετελήλυθεν ἐπὶ τὸ σπέρμα καὶ τὴν ἀρχὴν αὐτῆς· ἀρχὴ δὲ ἦν αἰσθήσεως ὁ νοῦς· οὗτος δὲ ἄρρην, ἐφ’ οὗ χρὴ λέγειν αὐτὸς καὶ αὐτοῦ καὶ τὰ τοιαῦτα. ὀρθῶς οὖν τῇ ἡδονῇ λέγεται, ὅτι ὁ νοῦς σου τηρήσει τὸ κεφάλαιον καὶ ἡγεμονικὸν δόγμα, καὶ σὺ τηρήσεις αὐτοῦ, τοῦ νοῦ, τὰς ἐπιβάσεις καὶ ἐφιδρύσεις τῶν ἀρεσκόντων, αἷς αἱ πτέρναι κατὰ λόγον εἰκάσθησαν."],["189","τὸ δὲ „τηρήσει “δύο δηλοῖ· ἓν μὲν τὸ οἷον διαφυλάξει καὶ διασώσει, ἕτερον δὲ τὸ ἴσον τῷ ἐπιτηρήσει πρὸς ἀναίρεσιν. ἀνάγκη δὲ τὸν νοῦν ἢ φαῦλον ἢ σπουδαῖον εἶναι· ὁ μὲν οὖν ἄφρων φύλαξ καὶ ταμίας ἂν γένοιτο τῆς ἡδονῆς, χαίρει γὰρ αὐτῇ, ὁ δὲ σπουδαῖος ἐχθρός, καραδοκῶν ὅτε ἐπιθέμενος ἰσχύσει καθελεῖν αὐτὴν εἰσάπαν. καὶ μὴν ἔμπαλιν ἡ ἡδονὴ τοῦ μὲν ἄφρονος διατηρεῖ τὴν ἐπίβασιν, τοῦ δὲ σοφοῦ λύειν καὶ ἀναιρεῖν ἐπιχειρεῖ τὴν ἔνστασιν, ἡγουμένη τὸν μὲν κατάλυσιν αὐτῆς μελετᾶν, τὸν δ’ ἄφρονα δι’ ὧν μάλιστα σωθήσεται."],["190","ἀλλ’ ὅμως πτερνίζειν δοκοῦσα καὶ ἀπατᾶν τὸν ἀστεῖον αὐτὴ πτερνισθήσεται πρὸς τοῦ πάλην ἠσκηκότος Ἰακώβ— πάλην δ’ οὐ τὴν σώματος ἀλλ’ ἣν παλαίει ψυχὴ πρὸς τοὺς ἀνταγωνιστὰς τρόπους αὐτῆς πάθεσι καὶ κακίαις μαχομένη—· καὶ οὐ πρότερον ἀνήσει πτέρναν τοῦ ἀνταγωνιστοῦ πάθους, πρὶν ἀπειπεῖν αὐτὸ καὶ ὁμολογῆσαι, ὅτι ἐπτέρνισται καὶ νενίκηται δίς, ἔν τε τοῖς πρωτοτοκίοις καὶ ἐν τῷ εὐλογιστεῖν."],["191","„δικαίως “γάρ φησιν \" ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ, ἐπτέρνικέ με γὰρ ἤδη δεύτερον· τότε τὰ πρωτοτόκιά μου εἴληφε, καὶ νῦν εἴληφε τὴν εὐλογίαν μου “(Gen. 27, 36). πρεσβύτερα δὲ ὁ μὲν φαῦλος ἡγεῖται τὰ σώματος, ὁ δ’ ἀστεῖος τὰ ψυχῆς, ἃ καὶ πρὸς ἀλήθειάν ἐστιν, οὐ χρόνῳ ἀλλὰ δυνάμει καὶ ἀξιώματι πρεσβύτερα καὶ πρῶτα ὄντως, ὡς καὶ ἄρχων ἐν πόλει· ἡγεμονὶς δὲ τοῦ συγκρίματος"],["192","ἡ ψυχή. εἴληφεν οὖν τὰ πρῶτα ὁ πρῶτος κατ’ ἀρετήν, ἃ καὶ ἐπέβαλεν αὐτῷ· εἴληφε γὰρ καὶ τὸ εὐλογιστεῖν σὺν εὐχαῖς τελείαις. μάταιος δὲ καὶ οἰησίσοφος ὁ λέγων „τὰς ἐμὰς εὐλογίας καὶ τὰ ἐμὰ πρωτοτόκια εἴληφεν “· οὐ γὰρ τὰ σά, ὦ οὗτος, λαμβάνει, ἀλλὰ τοῖς σοῖς τὰ ἐναντία· τὰ μὲν γὰρ σὰ δουλείας, τὰ δ’ ἐκείνου δεσποτείας ἠξίωται·"],["193","καὶ εἰ ἀγαπήσεις δοῦλος γενέσθαι τοῦ σοφοῦ, νουθεσίας καὶ σωφρονισμοῦ κοινωνήσεις, ἀμαθίαν καὶ ἀπαιδευσίαν κῆρας ψυχῆς ἀποβαλών· εὐχόμενος γὰρ ὁ πατήρ σοί φησιν, ὅτι \" τῷ ἀδελφῷ σου δουλεύσεις “(Gen. 27, 40)· ἀλλ’ οὐχὶ νῦν— οὐ γὰρ ἀνέξεταί σε ἀφηνιάζοντα—, ἀλλ’ ὅταν \" ἐκλύσῃς τὸν ζυγὸν ἀπὸ τοῦ τραχήλου σου “(ibid.), τὸ αὔχημα καὶ φρύαγμα ἀποβαλὼν ὃ ἐκτήσω ὑποζεύξας σεαυτὸν ὀχήματι παθῶν, ἡνιοχούσης ἀφροσύνης."],["194","νυνὶ μὲν δοῦλος εἶ χαλεπῶν καὶ ἀφορήτων τῶν ἐν σαυτῷ δεσποτῶν, οἷς νόμος ἐστὶ μηδένα ἐλεύθερον ποιεῖν· ἐὰν δὲ τούτους δρασμῷ χρησάμενος καταλίπῃς, ὑποδέξεταί σε φιλόδουλος δεσπότης ἐπ’ ἐλπίσι χρησταῖς ἐλευθερίας καὶ οὐκ ἐκδώσει ἔτι τοῖς προτέροις δεσπόταις, μαθὼν παρὰ Μωυσέως δίδαγμα καὶ δόγμα ἀναγκαῖον, „μὴ παραδιδόναι παῖδα τῷ κυρίῳ, ὃς προστέθειται αὐτῷ παρὰ τοῦ κυρίου· μετὰ γὰρ αὐτοῦ κατοικήσει ἐν"],["195","παντὶ τόπῳ, ᾧ ἐὰν ἀρέσκῃ αὐτῷ “(Deut. 23, 15. 16). ἀλλ’ ἕως οὐκ ἀποδέδρακας, ἔτι δ’ ἐγκεχαλίνωσαι ταῖς ἐκείνων τῶν δεσποτῶν ἡνίαις, ἀνάξιος εἶ δουλεύειν σοφῷ· τεκμήριον μέγιστον ἤθους ἀνελευθέρου καὶ δουλοπρεποῦς παρέχεις, ὅταν λέγῃς „τὰ ἐμὰ πρωτοτόκια καὶ τὰς ἐμὰς εὐλογίας “(Gen. 27, 36)· εἰς ἄμετρον γὰρ ἀμαθίαν κεχωρηκότων αἵδε αἱ φωναί, ἐπειδὴ μόνῳ ἁρμόττει θεῷ λέγειν τὸ ἐμόν, αὐτοῦ γὰρ ὄντως κτήματα μόνου τὰ πάντα."],["196","διὸ καὶ μαρτυρήσει, ὅταν φῇ „τὰ δῶρά μου, δόματά μου, καρπώματά μου διατηρήσεις “(Num. 28, 2), ὅτι δῶρα δομάτων διαφέρει· τὰ μὲν γὰρ ἔμφασιν μεγέθους τελείων ἀγαθῶν δηλοῖ, ἃ τοῖς τελείοις χαρίζεται ὁ θεός, τὰ δ’ εἰς βραχύτατον ἔσταλται, ὧν μετέχουσιν οἱ εὐφυεῖς ἀσκηταὶ οἱ προκόπτοντες."],["197","οὗ χάριν καὶ Ἀβραὰμ ἀκολουθῶν τῷ θεοῦ θελήματι τὰ μὲν ὑπάρχοντα, ἅπερ ἦν αὐτῷ ἐκ θεοῦ, κατέχει, ἀποπέμπεται δὲ τὴν ἵππον τοῦ βασιλέως Σοδόμων (Gen. 14, 21 ss.), ὡς καὶ τὰ ὑπαρκτὰ τῶν παλλακῶν. καὶ Μωυσῆς μέντοι τὰ μέγιστα δικαιονομεῖν ἀξιοῖ καὶ περὶ τῶν μεγίστων, τὰ δὲ βραχέα τῶν κριμάτων ἐπιτρέπει τοῖς δευτερεύουσι σκοπεῖν (cf. Exod. 18, 26)."],["198","ὅστις δὲ τολμᾷ λέγειν ἑαυτοῦ τι εἶναι, δοῦλος τὸν πάντα αἰῶνα γεγράψεται, ὥσπερ ὁ λέγων \" ἠγάπηκα τὸν κύριόν μου καὶ τὴν γυναῖκά μου καὶ τὰ παιδία μου· οὐκ ἀποτρέχω ἐλεύθερος “(Exod. 21, 5). εὖ γε τὸ ἑαυτῷ ὁμολογῆσαι δουλείαν· πῶς γὰρ ὁ λέγων οὐ δοῦλος Ἐμὸς ὁ κύριος νοῦς ἐστι, κύριος ἑαυτοῦ καὶ αὐτοκράτωρ· ἐμὴ καὶ ἡ αἴσθησις, αὔταρκες τῶν σωμάτων κριτήριον· ἐμὰ καὶ τὰ τούτων ἔκγονα, τοῦ μὲν νοῦ τὰ νοητά, τῆς δ’ αἰσθήσεως τὰ αἰσθητά· ἐπ’ ἐμοὶ γὰρ τὸ νοεῖν, τὸ αἰσθάνεσθαι."],["199","ἀλλὰ μὴ μόνον ἑαυτοῦ καταμαρτυρείτω, ἀλλὰ καὶ ὑπὸ τοῦ θεοῦ καταδικασθεὶς αἰωνίαν καὶ βεβαιοτάτην ὑπομενέτω δουλείαν κελεύοντος τό τε οὖς τρυπᾶσθαι, ἵνα μὴ παραδέξηται λόγους ἀρετῆς, καὶ δουλεύειν τὸν αἰῶνα τῷ νῷ καὶ τῇ αἰσθήσει, κακοῖς καὶ ἀνηλεέσι δεσπόταις."],["200","„Καὶ τῇ γυναικὶ εἶπε Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου “(Gen. 3, 16). τῆς γυναικός, ἥτις αἴσθησις ἦν, ἴδιόν ἐστιν ἀλγηδὼν πάθος, ἣ λύπη καλεῖται· περὶ ὃ γὰρ γίνεται τὸ ἥδεσθαι, περὶ τοῦτο καὶ τὸ ἀλγεῖν· ἡδόμεθα δὲ διὰ τῶν αἰσθήσεων, ὥστε ἐξ ἀνάγκης καὶ ἀλγοῦμεν δι’ αὐτῶν. ἀλλ’ ὁ μὲν σπουδαῖος καὶ κεκαθαρμένος νοῦς ἐλάχιστα ἀλγεῖ, ἥκιστα γὰρ ἐπιτίθενται αὐτῷ αἱ αἰσθήσεις· τῷ δ’ ἄφρονι περιττεύει τὸ πάθος οὐδὲν ἔχοντι ἀλεξιφάρμακον ἐν τῇ ψυχῇ, ᾧ τὰς ἀπὸ τῶν αἰσθήσεων καὶ αἰσθητῶν κῆρας ἀμυνεῖται."],["201","ὥσπερ γὰρ ἑτέρως τύπτεται ὁ ἀθλητὴς καὶ ὁ δοῦλος, ὁ μὲν καθ’ ὑπόπτωσιν ἐνδιδοὺς πρὸς τὰς αἰκίας καὶ ὑπείκων, ὁ δ’ ἀθλητὴς ἀντέχων καὶ ἀντιστατῶν καὶ τὰς ἐπιφερομένας πληγὰς ἀποσειόμενος, καὶ κείρεις ἑτέρως μὲν ἄνθρωπον, ἑτέρως δὲ τὸ κῴδιον— τὸ μὲν γὰρ ἐν τῷ πάσχειν μόνον ἐξετάζεται, ὁ δ’ ἄνθρωπος καὶ ἀντιδρᾷ καὶ ὥσπερ ἀντιπέπονθε σχηματίζων ἑαυτὸν πρὸς τὸ κείρεσθαι—,"],["202","οὕτως ὁ μὲν ἀλόγιστος ἀνδραπόδων δίκην ἑτέρῳ ὑπείκει καὶ ὑποπίπτει ταῖς ἀλγηδόσιν ὡς ἀφορήτοις δεσποίναις ἀντιβλέψαι πρὸς αὐτὰς ἀδυνατῶν, ἄρρενας καὶ ἐλευθέρους σπᾶν μὴ δυνάμενος λογισμούς, παρὸ δὴ καὶ πλῆθος ἄπειρον διὰ τῶν αἰσθήσεων αὐτῷ τῶν ὀδυνηρῶν ἐπαντλεῖται, ὁ δ’ ἐπιστήμων ἀθλητοῦ τρόπον μετὰ δυνάμεως καὶ ῥώμης καρτερᾶς ἀντιβὰς πρὸς τὰ ἀλγεινὰ πάντα ἀντιπνεῖ, ὡς μὴ τιτρώσκεσθαι πρὸς αὐτῶν, ἀλλ’ ἐξαδιαφορεῖν ἕκαστον, καί μοι δοκεῖ νεανιευσάμενος ἂν ἐπιφωνῆσαι τὸ τραγικὸν πρὸς τὴν ἀλγηδόνα οὕτως· Πίμπρη, κάταιθε σάρκας, ἐμπλήσθητί μου πίνουσα κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω γῆς εἶσιν ἄστρα, γῆ δ’ ἄνεις’ ἐς αἰθέρα, πρὶν ἐξ ἐμοῦ σοι θῶπ’ ἀπαντῆσαι λόγον."],["203","ὥσπερ δὲ τῇ αἰσθήσει τὰ ἀλγεινὰ πάντα παραυξήσας τέθεικεν ὁ θεός, οὕτω τῇ σπουδαίᾳ ψυχῇ πλῆθος ἄφθονον ἀγαθῶν δεδώρηται. φησὶ γοῦν ἐπὶ τοῦ τελείου Ἀβραὰμ τὸν τρόπον τοῦτον· \" κατ’ ἐμαυτοῦ ὤμοσα, λέγει κύριος· οὗ εἵνεκα ἐποίησας τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ, ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης “(Gen. 22, 16. 17). εὖ καὶ τὸ ὅρκῳ βεβαιῶσαι τὴν ὑπόσχεσιν καὶ ὅρκῳ θεοπρεπεῖ· ὁρᾷς γὰρ ὅτι οὐ καθ’ ἑτέρου ὀμνύει θεός, οὐδὲν γὰρ αὐτοῦ κρεῖττον, ἀλλὰ καθ’ ἑαυτοῦ, ὅς ἐστι πάντων ἄριστος."],["204","ἔφασαν δέ τινες, ὡς ἀνοίκειον ἦν ὀμνύναι· ὁ ὅρκος γὰρ πίστεως ἕνεκα παραλαμβάνεται, πιστὸς δὲ μόνος ὁ θεὸς καὶ εἴ τις θεῷ φίλος, καθάπερ Μωυσῆς λέγεται „πιστὸς ἐν παντὶ τῷ οἴκῳ “γεγενῆσθαι (Num. 12, 7). ἄλλως τε καὶ οἱ λόγοι τοῦ θεοῦ εἰσιν ὅρκοι καὶ νόμοι τοῦ θεοῦ καὶ θεσμοὶ ἱεροπρεπέστατοι· τεκμήριον δὲ τῆς ἰσχυρότητος αὐτοῦ, ὃ ἂν εἴπῃ γίνεται, ὅπερ ἦν οἰκειότατον ὅρκῳ· ὥστ’ ἀκόλουθον ἂν εἴη λέγειν, ὅτι πάντες οἱ τοῦ θεοῦ"],["205","λόγοι εἰσὶν ὅρκοι βεβαιούμενοι ἔργων ἀποτελέσμασι. φασί γε μὴν ὅρκον εἶναι μαρτυρίαν θεοῦ περὶ πράγματος ἀμφισβητουμένου· εἰ δὴ ὄμνυσιν ὁ θεός, ἑαυτῷ μαρτυρεῖ, ὅπερ ἐστὶν ἄτοπον, ἕτερον γὰρ δεῖ εἶναι τὸν ποιούμενον τὴν μαρτυρίαν καὶ τὸν ὑπὲρ οὗ γίνεται. τί οὖν λεκτέον; πρῶτον μὲν ὡς οὐκ ἔστιν ὑπαίτιον ἑαυτῷ μαρτυρεῖν τὸν θεόν· τίς γὰρ ἂν ἄλλος γένοιτο ἱκανὸς αὐτῷ μαρτυρῆσαι; ἔπειτα πάντ’ ἐστὶν αὐτὸς ἑαυτῷ τὰ τιμιώτατα, συγγενὴς οἰκεῖος φίλος ἀρετὴ εὐδαιμονία μακαριότης ἐπιστήμη σύνεσις ἀρχὴ τέλος ὅλον πᾶν δικαστὴς γνώμη βουλὴ νόμος πρᾶξις ἡγεμονία."],["206","ἄλλως τε ἂν τὸ \" κατ’ ἐμαυτοῦ ὤμοσα “ὃν χρὴ τρόπον ἐκδεξώμεθα, παυσόμεθα τῆς ἄγαν σοφιστείας. μήποτ’ οὖν ἐστι τοιοῦτον· οὐδὲν τῶν δυναμένων πιστοῦν δύναται παγίως περὶ θεοῦ πιστῶσαι, οὐδενὶ γὰρ ἔδειξεν αὑτοῦ τὴν φύσιν, ἀλλ’ ἀόρατον αὐτὴν παντὶ τῷ γένει παρεσκεύασε· τίς ἂν ἰσχύσαι ἢ ὅτι ἀσώματον ἢ ὅτι σῶμα ἢ ὅτι ποιὸν ἢ ὅτι ἄποιον τὸ αἴτιον εἰπεῖν ἢ συνόλως περὶ οὐσίας ἢ ποιότητος ἢ σχέσεως ἢ κινήσεως αὐτοῦ βεβαίως ἀποφήνασθαι; ἀλλὰ περί γε ἑαυτοῦ μόνος ἰσχυριεῖται, ἐπεὶ καὶ μόνος ἀψευδῶς τὴν ἑαυτοῦ φύσιν ἠκρίβωσε."],["207","βεβαιωτὴς οὖν ἰσχυρότατος ἑαυτοῦ τὸ πρῶτον, ἔπειτα καὶ τῶν ἔργων αὑτοῦ μόνος ὁ θεός, ὥστ’ εἰκότως ὤμνυε καθ’ ἑαυτοῦ πιστούμενος ἑαυτόν, ὃ μὴ δυνατὸν ἦν ἄλλῳ. διὸ καὶ ἀσεβεῖς ἂν νομισθεῖεν οἱ φάσκοντες ὀμνύναι κατὰ θεοῦ· εἰκότως γὰρ οὐδεὶς ὄμνυσι κατ’ αὐτοῦ, ὅτι γε οὐ περὶ τῆς φύσεως αὐτοῦ διαγνῶναι δύναται, ἀλλ’ ἀγαπητόν, ἐὰν κατὰ τοῦ ὀνόματος αὐτοῦ δυνηθῶμεν, ὅπερ ἦν τοῦ ἑρμηνέως λόγου· οὗτος γὰρ ἡμῶν τῶν ἀτελῶν ἂν εἴη θεός, τῶν δὲ σοφῶν καὶ τελείων ὁ πρῶτος."],["208","καὶ Μωυσῆς μέντοι τὴν ὑπερβολὴν θαυμάσας τοῦ ἀγενήτου φησίν· „καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ “(Deut. 6, 13), οὐχὶ αὐτῷ· ἱκανὸν γὰρ τῷ γενητῷ πιστοῦσθαι καὶ μαρτυρεῖσθαι λόγῳ θείῳ· ὁ δὲ θεὸς αὑτοῦ πίστις ἔστω καὶ μαρτυρία βεβαιοτάτη."],["209","τὸ δὲ \" οὗ εἵνεκα ἐποίησας τὸ ῥῆμα τοῦτο “(Gen. 22, 16) σύμβολόν ἐστιν εὐσεβείας· τὸ γὰρ ἕνεκα θεοῦ μόνου πάντα πράττειν εὐσεβές. παρὸ καὶ ἀφειδοῦμεν τοῦ ἀγαπητοῦ τέκνου τῆς ἀρετῆς, τοῦ εὐδαιμονῆσαι, παραχωροῦντες αὐτὸ τῷ δημιουργῷ, ἄξιον τὸ γέννημα κρίνοντες κτῆμα θεοῦ νομίζεσθαι, ἀλλὰ μὴ γενητοῦ τινος."],["210","εὖ δὲ τὸ φάναι \" εὐλογῶν εὐλογήσω “(ib. 17)· πολλὰ γὰρ εὐλόγιστα δρῶσί τινες, ἀλλ’ οὐκ ἐπ’ εὐλογίαις, ἐπεὶ καὶ ὁ φαῦλος ἔνια δρᾷ τῶν καθηκόντων οὐκ ἀφ’ ἕξεως καθηκούσης, καὶ ὁ μεθύων μέντοι καὶ μεμηνὼς ἔστιν ὅτε νηφάλια φθέγγεταί τε καὶ ποιεῖ, ἀλλ’ οὐκ ἀπὸ νηφούσης διανοίας, καὶ οἱ ἔτι κομιδῇ νήπιοι παῖδες οὐκ ἀπὸ λογικῆς ἕξεως— οὔπω γὰρ αὐτοὺς ἡ φύσις λογικοὺς πεπαίδευκε— πολλὰ πράττουσι καὶ λέγουσιν ὧν οἱ λογικοί. βούλεται δὲ ὁ νομοθέτης τὸν σοφὸν μὴ σχετικῶς καὶ εὐαλώτως καὶ ὡς ἂν ἐκ τύχης εὐλόγιστον δοκεῖν εἶναι, ἀλλ’ ἀπὸ ἕξεως καὶ διαθέσεως εὐλογίστου."],["211","οὐκ ἐξήρκεσεν οὖν τῇ βαρυδαίμονι αἰσθήσει χρῆσθαι πλουσίως ταῖς λύπαις, ἀλλὰ καὶ „τῷ στεναγμῷ \". ἔστι δὲ στεναγμὸς σφοδρὰ καὶ ἐπιτεταμένη λύπη· πολλάκις γὰρ ἀλγοῦμεν οὐχὶ στένοντες· ὅταν δ’ ἐπιστένωμεν, ἀνιαρῶς καὶ πάνυ ὀμβρηρῶς χρώμεθα ταῖς λύπαις. τὸ δὲ στένειν ἐστὶ διττόν· ἓν μὲν ὃ γίνεται περὶ τοὺς ἐπιθυμοῦντας καὶ ὀρεγομένους τῶν ἀδικιῶν καὶ μὴ τυγχάνοντας, ὃ δὴ καὶ φαῦλόν ἐστιν· ἕτερον δὲ ὃ γίνεται περὶ τοὺς μετανοοῦντας καὶ ἀχθομένους ἐπὶ τῇ πάλαι τροπῇ καὶ λέγοντας Κακοδαίμονες ἡμεῖς, ὅσον ἄρα χρόνον ἐλελήθειμεν νοσοῦντες ἀφροσύνης νόσον καὶ ἀνοίας καὶ ἀδικίας ἐπιτηδευμάτων."],["212","τοῦτο δ’ οὐ γίνεται, ἐὰν μὴ τελευτήσῃ καὶ ἀποθάνῃ ἐκ τῆς ψυχῆς ὁ βασιλεὺς τῆς Αἰγύπτου, ὁ ἄθεος καὶ φιλήδονος τρόπος· \" μετὰ γὰρ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς τῆς Αἰγύπτου “· εἶτ’ εὐθὺς ἀποθανούσης κακίας στενάζει ὁ ὁρῶν τὸν θεὸν [καὶ] τὴν ἑαυτοῦ τροπήν, „κατεστέναξαν γὰρ οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν σωματικῶν καὶ Αἰγυπτιακῶν ἔργων “(Exod. 2, 23)· ἐπεὶ ζῶν γε ὁ βασιλεὺς καὶ φιλήδονος τρόπος ἐν ἡμῖν γεγηθέναι τὴν ψυχὴν ἀναπείθει ἐφ’ οἷς ἁμαρτάνει, ὅταν δὲ τελευτήσῃ, στένει."],["213","διὸ καὶ ἐκβοᾷ πρὸς τὸν δεσπότην ἱκετεύουσα, μηκέτι τραπῆναι μηδὲ ἀτελῆ τὴν τελείωσιν λαβεῖν· πολλαῖς γὰρ ψυχαῖς μετανοίᾳ χρῆσθαι βουληθείσαις οὐκ ἐπέτρεψεν ὁ θεός, ἀλλ’ ὥσπερ ὑπὸ παλιρροίας εἰς τοὔμπαλιν ἀνεχώρησαν τρόπον τινὰ τῆς Λὼτ γυναικὸς (Gen. 19, 26) τῆς λιθουμένης διὰ τὸ Σοδόμων ἐρᾶν καὶ εἰς τὰς κατεστραμμένας ὑπὸ τοῦ θεοῦ φύσεις"],["214","ἀνατρέχειν. ἀλλὰ νυνί γέ φησιν ὅτι \" ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν θεόν “(Exod. 2, 23), μαρτυρῶν τῇ τοῦ ὄντος χάριτι· εἰ γὰρ μὴ δυνατῶς πρὸς ἑαυτὸν ἐκάλεσε τὸν ἱκέτην λόγον, οὐκ ἂν ἀνέβη, τουτέστιν οὐκ ἂν ἀνεβιβάσθη καὶ ηὐξήθη καὶ μετεωρεῖν ἤρξατο φυγὼν τὴν ταπεινότητα τῶν γηίνων. διὸ καὶ ἐν τοῖς ἑξῆς φησιν· \" ἰδοὺ κραυγὴ τῶν υἱῶν Ἰσραὴλ ἥκει πρὸς μέ “(Exod. 3, 9)."],["215","πάνυ καλῶς τὸ φθάσαι μέχρι θεοῦ τὴν ἱκεσίαν· οὐκ ἂν δὲ ἔφθασεν, εἰ μὴ ὁ καλῶν χρηστὸς ἦν. ἐνίαις δὲ ψυχαῖς προαπαντᾷ· \" ἥξω πρὸς σὲ καὶ εὐλογήσω σε “(Exod. 20, 24). ὁρᾷς ὅση τοῦ αἰτίου ἡ χάρις φθάνοντος τὴν ἡμετέραν μέλλησιν καὶ προαπαντῶντος εἰς εὐεργεσίαν παντελῆ τῆς ψυχῆς. καὶ χρησμός ἐστι δογματικὸς τὸ λεγόμενον· ἐὰν γὰρ ἔλθῃ εἰς τὴν διάνοιαν ἔννοια θεοῦ, εὐθὺς εὐλογιστεῖ τε καὶ πάσας τὰς νόσους αὐτῆς ἰᾶται."],["216","ἡ δέ γε αἴσθησις αἰεὶ λυπεῖται καὶ στένει καὶ τίκτει μετ’ ὀδύνης καὶ ἀλγηδόνων ἀνηκέστων τὸ αἰσθάνεσθαι, ὡς καὶ αὐτός φησιν· „ἐν λύπαις τέξῃ τέκνα “(Gen. 3, 16)· τίκτει δὲ ἡ μὲν ὅρασις τὸ ὁρᾶν, ἡ δὲ ἀκοὴ τὸ ἀκούειν, ἡ δὲ γεῦσις τὸ γεύεσθαι, καὶ συνόλως ἡ αἴσθησις τὸ αἰσθάνεσθαι· ἀλλ’ οὐκ ἄνευ χαλεπῆς ἀνίας τῷ ἄφρονι ἕκαστον τούτων ποιεῖται, ἐπιλύπως γὰρ οὗτος καὶ ὁρᾷ καὶ ἀκούει καὶ γεύεται καὶ ὀσφραίνεται καὶ κοινῶς αἰσθάνεται."],["217","ἔμπαλιν δὲ τὴν ἀρετὴν εὑρήσεις μετὰ χαρᾶς ὑπερβαλλούσης [καὶ] κυοφοροῦσαν καὶ τὸν σπουδαῖον σὺν γέλωτι καὶ εὐθυμίᾳ γεννῶντα καὶ τὸ γέννημα ἀμφοῖν αὐτὸ γέλωτ’ ὄν. ὡς μὲν οὖν ὁ σοφὸς χαίρων ἀλλ’ οὐ λυπούμενος γεννᾷ, μαρτυρήσει λέγων οὕτως ὁ θεῖος λόγος· \" εἶπεν ὁ θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνή σου οὐ κληθήσεται Σάρα, ἀλλὰ Σάρρα αὐτῆς ἔσται τὸ ὄνομα· εὐλογήσω αὐτὴν καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον “(Gen. 17, 15. 16)· εἶτ’ ἐπιλέγει· \" καὶ ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον καὶ ἐγέλασε καὶ εἶπεν Εἰ τῷ ἑκατονταετεῖ γενήσεται, καὶ ἡ Σάρρα ἐνενήκοντα ἐτῶν οὖσα τέξεται “(ib. 17);"],["218","οὗτος μὲν δὴ φαίνεται γεγηθὼς καὶ γελῶν, ὅτι μέλλει γεννᾶν τὸ εὐδαιμονεῖν, τὸν Ἰσαάκ· γελᾷ δὲ καὶ ἡ ἀρετὴ Σάρρα, μαρτυρήσει δὲ ὁ αὐτὸς λέγων ὧδε· \" ἐξέλιπε Σάρρᾳ γίνεσθαι τὰ γυναικεῖα, καὶ ἐγέλασε τῇ διανοίᾳ καὶ εἶπεν Οὔπω μοι γέγονε τὸ εὐδαιμονεῖν ἕως τοῦ νῦν· ὁ δὲ κύριός μου “θεῖος λόγος „πρεσβύτερός ἐστιν “(Gen. 18, 11. 12), ᾧ προσεῖναι τοῦτο ἀνάγκη καὶ πιστεύειν καλὸν ὑπισχνουμένῳ. καὶ τὸ γέννημα δ’ ἐστὶ γέλως καὶ χαρά· τοῦτο γὰρ καὶ Ἰσαὰκ ἑρμηνεύεται."],["219","λυπείσθω τοιγαροῦν αἴσθησις, ἀρετὴ δ’ αἰεὶ χαιρέτω· καὶ γὰρ γεννηθέντος τοῦ εὐδαιμονεῖν φησι σεμνυνομένη· „γέλωτα ἐποίησέ μοι ὁ κύριος· ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι “(Gen. 21, 6). ἀναπετάσαντες οὖν ὦτα, ὦ μύσται, παραδέξασθε τελετὰς ἱερωτάτας· ὁ γέλως ἐστὶν ἡ χαρά, τὸ δὲ „ἐποίησεν “ἴσον τῷ ἐγέννησεν, ὥστ’ εἶναι τὸ λεγόμενον τοιοῦτον· Ἰσαὰκ ἐγέννησεν ὁ κύριος· αὐτὸς γὰρ πατήρ ἐστι τῆς τελείας φύσεως, σπείρων ἐν ταῖς ψυχαῖς καὶ γεννῶν τὸ εὐδαιμονεῖν."],["220","„Καὶ πρὸς τὸν ἄνδρα σου “φησίν „ἡ ἀποστροφή σου “(Gen. 3, 16). δύο αἰσθήσεως ἄνδρες εἰσίν, ὁ μὲν νόμιμος, ὁ δὲ φθορεύς· ἀνδρὸς μὲν γὰρ φθορέως τρόπον τὸ μὲν ὁρατὸν κινεῖ τὴν ὅρασιν, ἡ δὲ φωνὴ τὴν ἀκοήν, ὁ δὲ χυλὸς τὴν γεῦσιν, καὶ τῶν ἄλλων ἕκαστον· ταῦτα δ’ ἀποστρέφει καὶ καλεῖ τὴν ἄλογον αἴσθησιν πρὸς ἑαυτὰ καὶ κατακρατεῖ καὶ κυριεύει· τό τε γὰρ κάλλος τὴν ὅρασιν ἐδουλώσατο ὅ τε ἡδὺς χυλὸς τὴν γεῦσιν καὶ τῶν ἄλλων ἕκαστον αἰσθητῶν τὴν κατ’ αὐτὸ αἴσθησιν·"],["221","ἴδε γέ τοι τὸν λίχνον, ὡς δουλεύει ταῖς παρασκευαῖς τῶν ὅσα ὀψαρτυταὶ καὶ σιτοπόνοι τεχνιτεύουσι, καὶ τὸν σεσοβημένον περὶ μέλος, πῶς ἐπικρατεῖται ὑπὸ κιθάρας ἢ αὐλοῦ ἢ καὶ ᾄδειν ἐπισταμένου. τῇ δέ γε πρὸς τὸν νόμιμον ἄνδρα, τὸν νοῦν, ἀποστραφείσῃ μεγίστη ἐστὶν ὠφέλεια αἰσθήσει."],["222","Ἴδωμεν οὖν ἑξῆς, τίνα καὶ περὶ αὐτοῦ τοῦ νοῦ διεξέρχεται παρὰ τὸν ὀρθὸν λόγον κινουμένου. „τῷ δὲ Ἀδὰμ εἶπεν ὁ θεός Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου “(Gen. 3, 17). ἀλυσιτελέστατόν ἐστιν ἀκούειν αἰσθήσεως νοῦν, ἀλλὰ μὴ αἴσθησιν νοῦ· ἀεὶ γὰρ τὸ κρεῖττον ἄρχειν, τὸ δὲ χεῖρον ἄρχεσθαι δεῖ· νοῦς δὲ κρεῖττον αἰσθήσεως."],["223","ὥσπερ οὖν ἄρχοντος μὲν ἡνιόχου καὶ ταῖς ἡνίαις τὰ ζῷα ἄγοντος ᾗ βούλεται ἄγεται τὸ ἅρμα, ἀφηνιασάντων δὲ ἐκείνων καὶ κρατησάντων ὅ τε ἡνίοχος κατεσύρη πολλάκις τά τε ζῷα ἔστιν ὅτε τῇ ῥύμῃ τῆς φορᾶς εἰς βόθρον κατηνέχθη πλημμελῶς τε πάντα φέρεται, καὶ ναῦς εὐθυδρομεῖ μέν, ἡνίκα τῶν οἰάκων λαβόμενος ὁ κυβερνήτης ἀκολούθως πηδαλιουχεῖ, περιτρέπεται δ’ ὅτε πνεύματος ἐναντίου περιπνεύσαντος τῇ θαλάττῃ ὁ κλύδων ἐνῴκησεν,"],["224","οὕτως ἐπειδὰν μὲν ὁ τῆς ψυχῆς ἡνίοχος ἢ κυβερνήτης ὁ νοῦς ἄρχῃ τοῦ ζῴου ὅλου καθάπερ ἡγεμὼν πόλεως, εὐθύνεται ὁ βίος, ὅταν δὲ ἡ ἄλογος αἴσθησις φέρηται τὰ πρωτεῖα, σύγχυσις καταλαμβάνει δεινή, οἷα δούλων δεσπόταις ἐπιτεθειμένων· τότε γάρ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐμπίπραται φλεγόμενος ὁ νοῦς, τῶν αἰσθήσεων τὴν φλόγα ἐγειρουσῶν τὰ αἰσθητὰ ὑποβεβλημένων."],["225","καὶ Μωυσῆς μέντοι δηλοῖ περὶ τῆς τοιαύτης ἐμπρήσεως, ἣ γίνεται διὰ τῶν αἰσθήσεων, τοῦ νοῦ, ὅταν λέγῃ· „καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐν Μωάβ “— ἑρμηνεύεται γὰρ „ἐκ πατρός “, ὅ τε πατὴρ ἡμῶν ὁ νοῦς ἐστι—· „τότε “γάρ φησιν „ἐροῦσιν οἱ αἰνιγματισταί Ἔλθετε εἰς Ἐσεβών, ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηών."],["226","ὅτι πῦρ ἐξῆλθεν ἐξ Ἐσεβών, φλὸξ ἐκ πόλεως Σηών, καὶ κατέφαγεν ἕως Μωὰβ καὶ κατέπιε στήλας Ἀρνών. οὐαί σοι, Μωάβ· ἀπώλου, λαὸς Χαμώς. ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν σῴζεσθαι, καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι τῷ βασιλεῖ Ἀμορραίων Σηών, καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται Ἐσεβὼν ἕως Δεβών, καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωάβ “(Num. 21, 27— 30). Ἐσεβὼν ἑρμηνεύεται λογισμοί· οὗτοι δ’ εἰσὶν αἰνίγματα ἀσαφείας γέμοντα. ἴδε λογισμὸν ἰατροῦ· κενώσω τὸν κάμνοντα, θρέψω, φαρμάκοις ἰάσομαι καὶ διαίτῃ, τεμῶ, καύσω· ἀλλὰ πολλάκις ἡ φύσις καὶ ἄνευ τούτων ἰάσατο καὶ μετὰ τούτων ἀπώλεσεν, ὡς τοὺς ἰατροῦ πάντας ἐπιλογισμοὺς ἐνύπνια εὑρεθῆναι ἀσαφείας καὶ αἰνιγμάτων πλήρη."],["227","πάλιν ὁ γεωπόνος φησί· σπέρματα βαλοῦμαι, φυτεύσω, αὐξήσει τὰ φυτά, καρποὺς ταῦτα οἴσει, οἳ οὐ μόνον εἰς ἀπόλαυσιν ἔσονται χρήσιμοι τὴν ἀναγκαίαν, ἀλλὰ καὶ πρὸς περιουσίαν ἀρκέσουσιν· εἶτ’ ἐξαίφνης φλὸξ ἢ ζάλη ἢ ἐπομβρίαι συνεχεῖς διέφθειραν πάντα· ἔστι δ’ ὅτε τὰ μὲν ἐτελεσιουργήθη, ὁ δὲ ταῦτα λογισάμενος οὐκ ὤνατο, ἀλλὰ προαπέθανε καὶ ἐπὶ τοῖς τῶν πονηθέντων καρποῖς μάτην ἀπόλαυσιν ἐμαντεύσατο."],["228","ἄριστον οὖν τῷ θεῷ πεπιστευκέναι καὶ μὴ τοῖς ἀσαφέσι λογισμοῖς καὶ ταῖς ἀβεβαίοις εἰκασίαις· \" Ἀβραάμ γέ τοι ἐπίστευσε τῷ θεῷ, καὶ δίκαιος ἐνομίσθη “(Gen. 15, 6)· καὶ Μωυσῆς ἄρχει μαρτυρούμενος ὅτι ἐστὶ „πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ “(Num. 12, 7). ἐὰν δὲ ἀποπιστεύσωμεν τοῖς ἰδίοις λογισμοῖς, κατασκευάσομεν καὶ οἰκοδομήσομεν τὴν πόλιν τοῦ διαφθείροντος τὴν ἀλήθειαν νοῦ· Σηὼν γὰρ ἑρμηνεύεται διαφθείρων."],["229","παρὸ καὶ ἀναστάς, παρ’ ᾧ ἦν ἐνύπνια, εὗρεν, ὅτι αἱ κινήσεις ἅπασαι καὶ αἱ διατάσεις τοῦ ἄφρονός εἰσιν ἐνύπνια ἀληθείας ἀμέτοχα— αὐτὸς γὰρ ὁ νοῦς ἐνύπνιον εὑρέθη—, ὅτι ἀληθὲς μέν ἐστι δόγμα τὸ πιστεύειν θεῷ, ψεῦδος δὲ τὸ πιστεύειν τοῖς κενοῖς λογισμοῖς. ἄλογος δὲ ὁρμὴ ἐξέρχεται καὶ φοιτᾷ ἀφ’ ἑκατέρων τῶν τε λογισμῶν καὶ τοῦ νοῦ τοῦ διαφθείροντος τὴν ἀλήθειαν· διὸ καί φησιν, ὅτι „πῦρ ἐξῆλθεν ἐξ Ἐσεβών, φλὸξ ἐκ πόλεως Σηών “(Num. 21, 28)· οὕτως γὰρ ἄλογον τὸ πιστεύειν ἢ λογισμοῖς πιθανοῖς ἢ νῷ διαφθείροντι τὸ ἀληθές."],["230","\" κατεσθίει γέ τοι καὶ ἕως Μωάβ “τουτέστιν ἕως τοῦ νοῦ· τίνα γὰρ ἄλλον ἢ τὸν ἄθλιον νοῦν ἡ ψευδὴς δόξα ἀπατᾷ; κατεσθίει καὶ βιβρώσκει καὶ μέντοι καὶ καταπίνει τὰς ἐν αὐτῷ στήλας, τουτέστι τὰ κατὰ μέρος ἐνθυμήματα, ἃ καθάπερ ἐν στήλῃ τετύπωται καὶ ἐγκεχάρακται. Ἀρνὼν δ’ εἰσὶν αἱ στῆλαι, ὅπερ ἑρμηνεύεται „φῶς αὐτῶν “, ἐπεὶ τῶν πραγμάτων ἕκαστον ἐν λογισμῷ σαφηνίζεται."],["231","ἄρχεται μὲν οὖν θρηνεῖν τὸν αὐθάδη καὶ φίλαυτον νοῦν οὕτως· \" οὐαί σοι, Μωάβ, ἀπώλου “· εἰ γὰρ αἰνίγμασι προσέχεις τοῖς κατὰ τὴν τῶν εἰκότων ἐπιβολήν, ἀπολώλεκας ἀλήθειαν. „λαὸς Χαμώς “τουτέστιν ὁ λαός σου καὶ ἡ δύναμις εὕρηται πηρὸς καὶ τετυφλωμένος· Χαμὼς γὰρ ἑρμηνεύεται \" ὡς ψηλάφημα \"· ἴδιον δὲ τοῦ μὴ ὁρῶντος τὸ ἔργον τοῦτο."],["232","τούτοις οἱ μὲν υἱοὶ οἱ κατὰ μέρος λογισμοὶ φυγάδες, αἱ δὲ γνῶμαι θυγατέρων ἔχουσαι δύναμιν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν Ἀμορραίων, τουτέστι τῷ σοφιστῇ λαλούντων· οἱ γὰρ Ἀμορραῖοι ἑρμηνεύονται λαλοῦντες, τοῦ γεγωνότος λόγου σύμβολον ὄντες· ὁ δὲ τούτων ἡγεμὼν ὁ σοφιστής ἐστι καὶ δεινὸς λόγων ἀνερευνᾶν τέχνας, ὑφ’ οὗ κατασοφίζονται οἱ τὸν ὅρον τῆς ἀληθείας ὑπερβαίνοντες."],["233","Σηὼν οὖν ὁ διαφθείρων τὸν ὑγιῆ κανόνα τῆς ἀληθείας καὶ τὸ σπέρμα αὐτοῦ ἀπολεῖται καὶ Ἐσεβὼν τὰ αἰνίγματα τὰ σοφιστικὰ ἕως Δεβών, ὃ καλεῖται δικασμός· πάνυ προσφυῶς· τὰ γὰρ εἰκότα καὶ πιθανὰ οὐκ ἔχει περὶ ἀληθείας ἐπιστήμην, ἀλλὰ δίκην καὶ ἀμφισβήτησιν καὶ ἐριστικὴν ἅμιλλαν καὶ φιλονεικίαν καὶ πάντα τὰ τοιαῦτα."],["234","ἀλλ’ οὐκ ἐξήρκεσε τῷ νῷ τὰς ἰδίας καὶ νοητὰς ἔχειν κῆρας, ἀλλ’ ἔτι καὶ αἱ γυναῖκες προσεξέκαυσαν πῦρ, αἱ αἰσθήσεις, πυρκαϊὰν πολλὴν ἐπ’ αὐτόν. ἴδε μέντοι τὸ λεγόμενον οἷόν ἐστι. πολλάκις νύκτωρ οὐδεμιᾷ τῶν αἰσθήσεων ἐνεργοῦντες ἀτόπους περὶ πολλῶν καὶ διαφερόντων λαμβάνομεν ἐννοίας, τῆς ψυχῆς ἀεικινήτου ὑπαρχούσης καὶ μυρίας τροπὰς ἐνδεχομένης. ἦν οὖν ἱκανὰ πρὸς διαφθορὰν αὐτῇ, ὅσα αὐτὴ ἐξ ἑαυτῆς ἐγέννησε."],["235","νυνὶ δὲ καὶ ὁ τῶν αἰσθήσεων ὄχλος ἐπεισωδίασεν αὐτῇ κηρῶν ἀμήχανον πλῆθος, τοῦτο μὲν ἐκ τῶν ὁρατῶν, τοῦτο δὲ ἐκ τῶν φωνῶν, εἶτα χυλῶν καὶ ἀτμῶν τῶν κατὰ τὴν ὀσμήν· καὶ σχεδὸν ἡ ἀπ’ αὐτῶν φλὸξ χαλεπώτερον τὴν ψυχὴν διατίθησι τῆς ἐγγινομένης ὑπ’ αὐτῆς τῆς ψυχῆς ἄνευ συμπαραλήψεως αἰσθητηρίων."],["236","τούτων μία τῶν γυναικῶν ἐστιν ἡ Πεντεφρῆ τοῦ Φαραὼ ἀρχιμαγείρου (Gen. 39, 1 ss.)· ὃς πῶς ἔχει γυναῖκα εὐνοῦχος ὤν, ἐπισκεπτέον· τοῖς γὰρ τὰ ῥήματα τοῦ νόμου πραγματευομένοις πρὸ ἀλληγορίας ἀκολουθήσει τὸ δοκοῦν ἀπορεῖσθαι· ὁ γὰρ εὐνοῦχος καὶ ἀρχιμάγειρος ὄντως νοῦς μὴ ταῖς ἁπλαῖς μόνον ἀλλὰ καὶ ταῖς περιτταῖς χρώμενος ἡδοναῖς εὐνοῦχος κέκληται καὶ ἄγονος σοφίας, ὢν εὐνοῦχος οὐκ ἄλλου τινὸς ἢ τοῦ σκεδαστοῦ τῶν καλῶν Φαραώ· ἐπεί τοι κατ’ ἄλλον λόγον ἄριστον ἂν εἴη τὸ εὐνοῦχον γενέσθαι, εἰ δυνήσεται ἡμῶν ἡ ψυχὴ κακίαν ἐκφυγοῦσα ἀπομαθεῖν τὸ πάθος."],["237","διὸ καὶ Ἰωσὴφ ὁ ἐγκρατὴς τρόπος τῇ λεγούσῃ ἡδονῇ „Κοιμήθητι μετ’ ἐμοῦ (Gen. 39, 7) καὶ ἄνθρωπος ὢν ἀνθρωποπάθησον καὶ ἀπόλαυσον τῶν κατὰ τὸν βίον τερπνῶν \" ἐναντιοῦται φάσκων· „ἁμαρτήσομαι εἰς τὸν θεὸν τὸν φιλάρετον, εἰ γενοίμην φιλήδονος· πονηρὸν γὰρ τοῦτ’ ἔργον \"."],["238","καὶ νῦν μὲν ἀκροβολίζεται, ἤδη δὲ καὶ καρτερῶς ἀπομάχεται, ὅταν εἰσέλθῃ εἰς τὸν ἑαυτῆς οἶκον ἡ ψυχὴ καὶ ἀναδραμοῦσα ἐπὶ τοὺς ἑαυτῆς τόνους ἀποτάξηται τοῖς κατὰ τὸ σῶμα καὶ τὰ ἴδια ὡς ψυχῆς ἔργα ἐργάσηται· οὔτ’ εἰς τὸν οἶκον Ἰωσὴφ οὔτε Πεντεφρῆ, ἀλλ’ \" εἰς τὴν οἰκίαν “— καὶ οὐ προστίθησι τὴν τίνος, ἵνα σκεπτικῶς ἀλληγορῇς— „ποιεῖν τὰ ἔργα αὐτοῦ “(Gen. 39, 11)."],["239","ἡ μὲν οὖν οἰκία ἐστὶν ἡ ψυχή, εἰς ἣν ἀνατρέχει καταλιπὼν τὰ ἐκτός, ἵνα τὸ λεγόμενον ἐντὸς αὑτοῦ γένηται· τὰ δὲ τοῦ ἐγκρατοῦς ἔργα μήποτε θεοῦ βουλήματί ἐστι· καὶ γὰρ οὐδεὶς ἦν ἀλλότριος λογισμὸς τῶν εἰωθότων ἐν τῇ ψυχῇ κατοικεῖν εἴσω. πλὴν οὐκ ἀφίσταται ζυγομαχοῦσα ἡ ἡδονή, ἀλλὰ τῶν ἱματίων λαβομένη φησί „Κοιμήθητι μετ’ ἐμοῦ “. σκεπάσματα δὲ ὥσπερ σώματος τὰ ἐσθήματά ἐστιν, οὕτως τοῦ ζῴου σιτία καὶ ποτά."],["240","τοῦτο δή φησι· τί παραιτῇ τὴν ἡδονήν, ἧς ἄνευ οὐ δύνασαι ζῆν; ἰδοὺ ἐκλαμβάνομαι τῶν ποιητικῶν αὐτῆς καί φημί σε μὴ ἂν δυνηθῆναι ὑποστῆναι, εἰ μή τινι τῶν ποιητικῶν χρήσαιο. τί οὖν ὁ ἐγκρατής; εἰ μέλλω, φησί, δουλεύειν πάθει διὰ τὴν ποιητικὴν ὕλην, καὶ ἐξελεύσομαι ἀπὸ τοῦ πάθους ἔξω· \" καταλιπὼν γὰρ τὰ ἱμάτια ἐν ταῖς χερσὶν"],["241","αὐτῆς ἔφυγε καὶ ἐξῆλθεν ἔξω “(Gen. 39, 12). τίς δὲ ἔνδον, φαίη τις ἄν, ἐξέρχεται; οὐ πολλοί; ἢ οὐ φυγόντες τινὲς τὸ ἱεροσυλεῖν ἐξ ἰδιωτικῆς ἔκλεψαν οἰκίας, καὶ οὐκ ὄντες πατροτύπται ἀλλότριον ὕβρισαν; οὗτοι ἐξέρχονται μὲν ἀπὸ τῶν ἁμαρτημάτων, εἰς ἕτερα δὲ εἰσέρχονται· τὸν δὲ τελείως ἐγκρατῆ δεῖ πάντα φεύγειν τὰ ἁμαρτήματα καὶ τὰ μείζω καὶ τὰ ἐλάττω καὶ ἐν μηδενὶ ἐξετάζεσθαι τὸ παράπαν."],["242","ἀλλ’ ὁ μὲν Ἰωσὴφ— νέος τε γάρ ἐστι καὶ τῷ Αἰγυπτίῳ σώματι οὐκ ἴσχυσεν ἀγωνίσασθαι καὶ νικῆσαι τὴν ἡδονήν— [καὶ] ἀποδιδράσκει. Φινεὲς δὲ ὁ ἱερεὺς ὁ ζηλώσας τὸν ὑπὲρ θεοῦ ζῆλον οὐ φυγῇ τὴν ἰδίαν σωτηρίαν πεπόρισται, ἀλλὰ τὸν „σειρομάστην “τουτέστι τὸν ζηλωτικὸν λόγον λαβὼν οὐκ ἀποστήσεται, πρὶν ἢ „ἐκκεντῆσαι τὴν Μαδιανῖτιν “τὴν ἐκκεκριμένην θείου χοροῦ φύσιν „διὰ τῆς μήτρας αὐτῆς “(Num. 25, 7. 8), ἵνα μηδέποτε ἰσχύσῃ φυτὸν ἢ σπέρμα κακίας ἀνατεῖλαι· οὗ χάριν ἐκκοπείσης ἀφροσύνης ἆθλον καὶ κλῆρον ἡ ψυχὴ λαμβάνει διττόν, εἰρήνην καὶ ἱερωσύνην (ib. 12. 13), συγγενεῖς καὶ ἀδελφὰς ἀρετάς."],["243","τοιαύτης μὲν οὖν γυναικὸς οὐκ ἀκουστέον, αἰσθήσεως μοχθηρᾶς λέγω, ἐπεὶ καὶ „τὰς μαίας εὖ ἐποίει θεός “(Exod. 1, 20), ὅτι τῶν προστάξεων τοῦ σκεδαστοῦ Φαραὼ ἠλόγουν „τὰ ἄρρενα “τῆς ψυχῆς „ζῳογονοῦσαι “, ἃ ἐκεῖνος ἤθελε διαφθείρειν τῆς θηλείας ὕλης ἐραστὴς ὤν, τὸ δ’ αἴτιον ἀγνοῶν καὶ λέγων ὅτι „οὐκ οἶδα αὐτόν “(Exod. 5, 2)."],["244","ἑτέρᾳ δὲ πειστέον γυναικί, οἵαν συμβέβηκε Σάρραν εἶναι, τὴν ἄρχουσαν ἀρετήν· καὶ πείθεταί γε ὁ σοφὸς Ἀβραὰμ αὐτῇ παραινούσῃ ἃ δεῖ· πρότερον μὲν γάρ, ὅτ’ οὔπω τέλειος ἐγεγένητο, ἀλλ’ ἔτι πρὶν μετονομασθῆναι τὰ μετέωρα ἐφιλοσόφει, ἐπισταμένη ὅτι οὐκ ἂν δύναιτο γεννᾶν ἐξ ἀρετῆς τελείας, συμβουλεύει ἐκ τῆς παιδίσκης τουτέστι παιδείας τῆς ἐγκυκλίου παιδοποιεῖσθαι τῆς Ἄγαρ (Gen. 16, 2 ss.), ὃ λέγεται παροίκησις· ὁ γὰρ μελετῶν ἐν ἀρετῇ τελείᾳ κατοικεῖν, πρὶν ἐγγραφῆναι τῇ πόλει αὐτῆς, τοῖς ἐγκυκλίοις μαθήμασι παροικεῖ, ἵνα διὰ τούτων πρὸς τελείαν ἀρετὴν ἀφέτως ὁρμήσῃ·"],["245","ἔπειτα ὅταν ἴδῃ τετελειωμένον αὐτὸν καὶ ἤδη δυνάμενον σπείρειν,*** κἂν ἐκεῖνος εὐχάριστος ὢν πρὸς τὰ παιδεύματα, δι’ ὧν ἀρετῇ συνεστάθη, χαλεπὸν ἡγῆται παραιτήσασθαι αὐτά, χρησμῷ πραϋνθήσεται θεοῦ τῷ κελεύοντι· „πάντα ὅσα ἂν εἴπῃ Σάρρα, ἄκουε τῆς φωνῆς αὐτῆς “(Gen. 21, 12). νόμος ἡμῶν ἔστω ἑκάστῳ τὸ δοκοῦν ἀρετῇ· εἰ γὰρ πάντων ὅσα παραινεῖ ἡ ἀρετὴ βουλόμεθα ἀκούειν, εὐδαιμονήσομεν."],["246","Τὸ δὲ „καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν “ἴσον ἐστὶ τῷ συγκατέθου κακίᾳ, ἣν χρή σε ἀνὰ κράτος ἀπείργειν· διὰ τοῦτο „ἐπικατάρατος “οὐχὶ σύ, ἀλλ’ „ἡ γῆ ἐν τοῖς ἔργοις σου “(Gen. 3, 17). τίς οὖν ἡ αἰτία τούτων; ὁ ὄφις ἦν, ἡδονή, ἔπαρσις ἄλογος ψυχῆς· αὕτη κατάρατος ἐξ ἑαυτῆς, μόνῳ γέ τοι τῷ φαύλῳ προσγίνεται, σπουδαίῳ δ’ οὐδενί. ὁ Ἀδὰμ δὲ ὁ μέσος ἐστὶ νοῦς, ὃς τοτὲ μὲν ἀμείνων τοτὲ δὲ χείρων ἐξετάζεται· ᾗ γὰρ νοῦς ἐστιν, οὔτε φαῦλος οὔτε σπουδαῖος εἶναι πέφυκεν, ἀρετῇ δὲ καὶ κακίᾳ πρός τε τὸ εὖ καὶ πρὸς τὸ χεῖρον εἴωθε μεταβάλλειν."],["247","εἰκότως οὖν οὐκ ἔστι κατάρατος ἐξ ἑαυτοῦ, ὡς οὔτε κακία ὢν οὔτε κατὰ κακίαν πρᾶξις, ἀλλ’ ἐν τοῖς ἔργοις αὐτοῦ ἡ γῆ κατάρατος· αἱ γὰρ πράξεις αἱ διὰ τῆς ὅλης ψυχῆς, ἣν κέκληκε γῆν, ἐπίληπτοι καὶ ὑπαίτιοι κατὰ κακίαν ἕκαστα δρῶντός εἰσι. παρὸ καὶ ἐπιφέρει, ὅτι „ἐν λύπῃ φάγεσαι αὐτήν “, ὅπερ ἐστὶν ἴσον τῷ ἀπολαύσεις τῆς ψυχῆς ἐπιλύπως· ἐπωδύνως γὰρ ὁ φαῦλος πάντα τὸν βίον χρῆται τῇ ἑαυτοῦ ψυχῇ μηδὲν ἔχων χαρᾶς αἴτιον, ὃ πέφυκε γεννᾶν δικαιοσύνη καὶ φρόνησις καὶ αἱ σύνθρονοι ταύτης ἀρεταί."],["248","\" Ἀκάνθας οὖν καὶ τριβόλους ἀνατελεῖ σοι “(Gen. 3, 18). ἀλλὰ τί φύεται καὶ βλαστάνει ἐν ἄφρονος ψυχῇ, πλὴν τὰ κεντοῦντα καὶ τιτρώσκοντα αὐτὴν πάθη; ἃ διὰ συμβόλων ἀκάνθας κέκληκεν, οἷς ἡ ἄλογος ὁρμὴ πυρὸς τὸν τρόπον πρώτοις ἐντυγχάνει, μεθ’ ὧν ταχθεῖσα πάντα τὰ αὐτῆς καταφλέγει καὶ διαφθείρει. λέγει γὰρ οὕτως· „ἐὰν δὲ ἐξελθὸν πῦρ εὕρῃ ἀκάνθας καὶ προσεμπρήσῃ ἅλωνα ἢ στάχυας ἢ πεδίον, ἀποτίσει ὁ τὸ πῦρ ἐκκαύσας “(Exod. 22, 6)."],["249","ὁρᾷς ὅτι τὸ πῦρ ἐξελθόν, ἡ ἄλογος ὁρμή, οὐκ ἐμπίπρησι τὰς ἀκάνθας, ἀλλὰ εὑρίσκει· ζητητικὴ γὰρ τῶν παθῶν οὖσα ἃ ἐπόθει λαβεῖν εὗρεν· ὅταν δὲ εὕρῃ, καταφλέγει τρία ταῦτα, ἀρετὴν τελείαν, προκοπήν, εὐφυΐαν· ἀρετὴν μὲν οὖν παραβέβληκε τῇ ἅλῳ, συγκεκόμισται γάρ, ὡς ἐνταῦθα ὁ καρπός, οὕτως καὶ ἐν τῇ τοῦ σοφοῦ ψυχῇ τὰ καλά· στάχυσι δὲ τὴν προκοπήν, ἐπεὶ καὶ ἑκάτερον ἀτελὲς ἐφιέμενον τοῦ τέλους· πεδίῳ δὲ τὴν εὐφυΐαν, ὅτι εὐπαράδεκτος σπερμάτων ἀρετῆς ἐστιν."],["250","ἕκαστον δὲ τῶν παθῶν τριβόλια εἴρηκεν, ἐπειδὴ τριττά ἐστιν, αὐτό τε καὶ τὸ ποιητικὸν καὶ τὸ ἐκ τούτων ἀποτέλεσμα, οἷον ἡδονή, ἡδύ, ἥδεσθαι· ἐπιθυμία, ἐπιθυμητόν, ἐπιθυμεῖν· λύπη, λυπηρόν, λυπεῖσθαι· φόβος, φοβερόν, φοβεῖσθαι."],["251","\" Καὶ φάγεσαι τὸν χόρτον τοῦ ἀγροῦ· ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγεσαι τὸν ἄρτον σου “(Gen. 3, 18. 19). χόρτον καὶ ἄρτον καλεῖ συνωνύμως, πρᾶγμα ταὐτόν· χόρτος ἀλόγου τροφή ἐστιν· ἄλογον δὲ ὁ φαῦλος ἐκτετμημένος τὸν ὀρθὸν λόγον, ἄλογοι δὲ καὶ αἱ αἰσθήσεις τῆς ψυχῆς οὖσαι μέρος· ὁ δὲ νοῦς ἐφιέμενος τῶν αἰσθητῶν διὰ τῶν ἀλόγων αἰσθήσεων οὐκ ἄνευ πόνου καὶ ἱδρῶτος ἐφίεται· σφόδρα γὰρ ὀδυνηρὸς καὶ ἐπαχθὴς ὁ τοῦ ἄφρονος βίος μετιόντος καὶ ἐπιλιχνεύοντος τὰ ποιητικὰ τῶν ἡδονῶν καὶ τῶν ὅσα κακία ἀπεργάζεσθαι φιλεῖ. καὶ μέχρι τίνος;"],["252","\" μέχρι \" φησίν \" ἀποστρέψεις εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης “(Gen. 3, 19). νῦν γὰρ οὐκ ἐν τοῖς γεώδεσι καὶ ἀσυστάτοις ἐξετάζεται τὴν οὐράνιον σοφίαν καταλιπών; πῇ οὖν ἔτι ἀποστρέφεται, σκεπτέον. ἀλλὰ μήποτε ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι ὁ ἄφρων νοῦς ἀπέστραπται μὲν ἀεὶ τὸν ὀρθὸν λόγον, εἴληπται δὲ οὐκ ἀπὸ τῆς μεταρσίου φύσεως, ἀλλ’ ἀπὸ τῆς γεωδεστέρας ὕλης, καὶ μένων δὲ καὶ κινούμενος ὁ αὐτός ἐστιν ἐφιέμενός τε τῶν αὐτῶν."],["253","διὸ καὶ ἐπιφέρει, \" ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ “(ibid.), ὅπερ ἴσον ἐστὶ τῷ προειρημένῳ. δηλοῖ δὲ καὶ τοῦτο· ἡ ἀρχή σου καὶ τὸ τέλος ἓν καὶ ταὐτόν ἐστιν· ἤρξω τε γὰρ ἀπὸ τῶν φθειρομένων γῆς σωμάτων, τελευτήσεις δὲ πάλιν εἰς ἐκεῖνα τὴν μεταξὺ τοῦ βίου τρίψας ὁδὸν οὐ λεωφόρον ἀλλὰ τραχεῖαν, βάτων καὶ τριβόλων κεντεῖν τε καὶ τιτρώσκειν πεφυκότων μεστήν."]]] \ No newline at end of file diff --git a/lines/on-the-cherubim-and-on-the-flaming-sword.json b/lines/on-the-cherubim-and-on-the-flaming-sword.json new file mode 100644 index 0000000000000000000000000000000000000000..db039406661ffcba1a2f115d4a7e8bc51635519d --- /dev/null +++ b/lines/on-the-cherubim-and-on-the-flaming-sword.json @@ -0,0 +1 @@ +[[["1","„Καὶ ἐξέβαλε τὸν Ἀδὰμ καὶ κατῴκισεν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς [καὶ ἔταξε] τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην, φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς “(Gen. 3, 24). νῦν μὲν „ἐξέβαλε “φησί, πρότερον δ’ εἶπεν „ἐξαπέστειλεν “(ib. 23), οὐ παρέργως τὰ ὀνόματα θείς, ἀλλ’ εἰδὼς ἐφ’ ὧν κυρίως καὶ εὐθυβόλως πραγμάτων αὐτὰ τάττει."],["2","ὁ μὲν οὖν ἀποστελλόμενος ἐπανόδου τυχεῖν οὐ κεκώλυται, ὁ δ’ ἐκβληθεὶς ὑπὸ θεοῦ τὴν ἀίδιον φυγὴν ὑπομένει· τῷ μὲν γὰρ μήπω κραταιῶς ὑπὸ κακίας καταληφθέντι δέδοται μετανοήσαντι καθάπερ εἰς πατρίδα τὴν ἀρετὴν ἀφ’ ἧς ἐξέπεσε κατελθεῖν, τὸν δὲ πιεσθέντα καὶ ὑποβεβλημένον σφοδρᾷ καὶ ἀνιάτῳ νόσῳ φέρειν ἀνάγκη τὰ δεινὰ μέχρι τοῦ παντὸς αἰῶνος ἀθάνατα σκορακισθέντα εἰς ἀσεβῶν χῶρον, ἵν’ ἄκρατον καὶ συνεχῆ βαρυδαιμονίαν ὑπομένῃ·"],["3","ἐπεὶ καὶ τὴν μέσην παιδείαν τὴν ἐν τοῖς ἐγκυκλίοις χορεύουσαν ὁρῶμεν Ἄγαρ δὶς μὲν ἐξιοῦσαν ἀπὸ τῆς ἀρχούσης ἀρετῆς Σάρρας, ἅπαξ δὲ τὴν προτέραν ὁδὸν ὑποστρέφουσαν, ἣ τότε μὲν ἀποδρᾶσα, οὐ φυγαδευθεῖσα, κατάγεται ὑπαντήσαντος ἀγγέλου, ὅς ἐστι θεῖος λόγος, εἰς τὸν δεσποτικὸν οἶκον (Gen. 16, 6 ss.), αὖθις δὲ κατὰ τὸ παντελὲς ἀνεπάνακτος ἐκβάλλεται (Gen. 21, 14)."],["4","τὰς δὲ αἰτίας καὶ τοῦ προτέρου δρασμοῦ καὶ τῆς αὖθις ἀιδίου φυγῆς λεκτέον. μέχρι μὲν οὔπω μετωνομάσθησαν, ὅπερ ἦν μετεχαράχθησαν τοὺς ψυχῆς πρὸς τὸ ἄμεινον βελτιούμενοι χαρακτῆρας, ἀλλ’ ἔτι ἦν ὁ μὲν Ἀβρὰμ πατὴρ μετέωρος τὴν μετάρσιον τῶν κατὰ τὸν ἀέρα συμβαινόντων καὶ τὴν μετέωρον τῶν κατὰ τὸν οὐρανὸν ὑπαρχόντων φιλοσοφίαν μετιών, ἣν φυσιολογίας τὸ κράτιστον εἶδος ἀποτέτμηται μαθηματική, Σάρα δὲ σύμβολον ἀρχῆς ἐμῆς— καλεῖται γὰρ ἀρχή μου—"],["5","γενικὴ μὲν οὐκ ἔφθη μεταβαλοῦσα ἀρετὴ γενέσθαι— γένος γὰρ πᾶν ἄφθαρτον—, ταῖς δὲ ἐν μέρει καὶ κατ’ εἶδος ἐξητάζετο, ἡ δὲ αὐτὴ φρόνησίς τ’ ἦν ἐν ἐμοὶ καὶ σωφροσύνη καὶ ἀνδρεία καὶ δικαιοσύνη τὸν αὐτὸν τρόπον, φθαρταὶ δὲ αὗται, ὅτι καὶ τὸ δεξάμενον αὐτὰς χωρίον ἐγὼ φθαρτός, Ἄγαρ ἡ μέση καὶ ἐγκύκλιος παιδεία,"],["6","κἂν τὸν αὐστηρὸν καὶ σκυθρωπὸν τῶν φιλαρέτων ἀποδρᾶναι βίον σπουδάσῃ, πάλιν ὑποστρέψει πρὸς τὸν αὐτὸν μήπω τὰς γενικὰς καὶ ἀφθάρτους ἀκρότητας ἔχειν δυνάμενον, ἀλλ’ ἔτι τῶν ἐν μέρει καὶ κατ’ εἶδος ἐφαπτόμενον, ἐν οἷς πρὸ τῶν ἄκρων τὰ μέσα αἱρετά·"],["7","ὅταν δὲ ἤδη ὁ μὲν Ἀβρὰμ ἀντὶ φυσιολόγου γένηται σοφὸς καὶ φιλόθεος μετονομασθεὶς Ἀβραάμ, ὃς ἑρμηνεύεται πατὴρ ἐκλεκτὸς ἠχοῦς— ἠχεῖ μὲν γὰρ ὁ γεγωνὸς λόγος, πατὴρ δὲ τούτου ὁ νοῦς ἐπειλημμένος τοῦ σπουδαίου—, Σάρα δὲ ἀντὶ τῆς ἀρχῆς μου γένηται Σάρρα, ἧς ἐστιν ἡ κλῆσις ἄρχουσα, ὅπερ ἦν ἴσον τῷ ἀντὶ εἰδικῆς καὶ φθαρτῆς ἀρετῆς γενικὴν καὶ ἄφθαρτον γενέσθαι, ἐπιλάμψῃ δὲ καὶ τὸ εὐδαιμονίας γένος, ὁ Ἰσαάκ,"],["8","ἐκλιπόντων τὰ γυναικεῖα καὶ ἀποθανόντων τὰ πάθη χαρᾶς καὶ εὐφροσύνης, καὶ παιδιάς, οὐ τὰς παίδων, ἀλλὰ τὰς θείας οὐκ ἄνευ σπουδῆς μεταδιώκων, ἐκβληθήσεται μὲν τὰ ἐπώνυμα τῆς Ἄγαρ προπαιδεύματα, ἐκβληθήσεται δὲ"],["9","καὶ ὁ σοφιστὴς αὐτῶν υἱὸς ἐπίκλησιν Ἰσμαήλ. ἐνδύσονται δὲ τὴν φυγὴν ἀίδιον, βεβαιοῦντος τοῦ θεοῦ τὴν ἔλασιν αὐτοῖς, ὅταν κελεύῃ τῷ σοφῷ ὑπακούειν τῶν λεγομένων ὑπὸ Σάρρας· λέγει δὲ ἄντικρυς „ἐκβαλεῖν τὴν παιδίσκην καὶ τὸν υἱόν “(Gen. 21, 10). ἀρετῇ δὲ πείθεσθαι καλὸν καὶ μάλιστα τοιοῦτον εἰσηγουμένῃ δόγμα, ὅτι αἱ τελειόταται φύσεις τῶν μέσων ἕξεων πάμπολυ διεστᾶσι καὶ ὅτι σοφία σοφιστείας ἀλλότριον· ἡ μὲν γὰρ τὰ πιθανὰ ἐπὶ κατασκευῇ ψευδοῦς δόξης, ἥτις λυμαίνεται ψυχήν, ἐκπεπόνηκε, σοφία δὲ διὰ μελέτης τῶν ἀληθῶν τὸ μέγα διανοίας ὄφελος, ἐπιστήμην ὀρθοῦ λόγου, πεπόρισται."],["10","τί οὖν θαυμάζομεν, εἰ καὶ Ἀδὰμ τὸν νοῦν ἀφροσύνην ἀνίατον νόσον κτησάμενον ἐκβέβληκεν εἰσάπαν ὁ θεὸς ἐκ τοῦ τῶν ἀρετῶν χωρίου μὴ ἐπιτρέψας ἔτι κατελθεῖν αὐτῷ; ὁπότε καὶ κατὰ πάντα σοφιστὴν καὶ μητέρα αὐτοῦ, τὴν τῶν προπαιδευμάτων διδασκαλίαν, ἐλαύνει καὶ φυγαδεύει ἀπὸ σοφίας καὶ σοφοῦ, ὧν ὀνόματα Ἀβραάμ τε καὶ Σάρραν καλεῖ."],["11","Τότε καὶ ἡ φλογίνη ῥομφαία καὶ τὰ Χερουβὶμ ἀντικρὺ τοῦ παραδείσου τὴν οἴκησιν ἴσχει. λέγεται δὲ „ἀντικρὺ “τὸ μὲν ὡς ἐχθρὸν ἀντιστατοῦν, τὸ δὲ ἁρμόττον τοῖς εἰς ἐπίκρισιν, ὡς ὁ κρινόμενος τῷ δικαστῇ, τὸ δὲ ὡς φίλον τοῦ κατανοηθῆναι χάριν καὶ ἐκ τῆς ἀκριβεστέρας προσόψεως μᾶλλον οἰκειωθῆναι, ὡς γραφαί τε καὶ ἀνδριάντες ἀρχέτυποι γραφεῦσι καὶ πλάσταις."],["12","τοῦ μὲν οὖν ἀντιτεταγμένου παράδειγμα τὸ ἐπὶ τοῦ Κάιν εἰρημένον, ὅτι „ἐξῆλθεν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναὶδ κατέναντι Ἐδέμ “(Gen. 4, 16)· ἑρμηνεύεται δὲ Ναὶδ μὲν σάλος, Ἐδὲμ δὲ τρυφή, τὸ μὲν κακίας κλονούσης ψυχὴν σύμβολον, τὸ δὲ ἀρετῆς εὐπάθειαν αὐτῇ περιποιούσης καὶ τρυφήν, οὐχὶ τὴν δι’ ἀλόγου πάθους ἡδονῆς θρύψιν, ἀλλὰ τὴν μετὰ πολλῆς εὐμαρείας ἄπονον χαρὰν καὶ ἀταλαίπωρον."],["13","ἀνάγκη δέ, ὅταν ἀπὸ τῆς τοῦ θεοῦ φαντασίας ἐξέλθῃ διάνοια, ᾗ καλὸν καὶ συμφέρον ἦν ἐπερηρεῖσθαι, νεὼς αὐτίκα θαλαττευούσης τρόπον, ἀντιστατούντων βιαίων πνευμάτων, ὧδε κἀκεῖσε φέρεσθαι πατρίδα καὶ οἰκίαν λαχοῦσαν σάλον καὶ κλόνον, ἅπερ ἐναντιώτατά ἐστι βεβαιότητι ψυχῆς, ἣν περιποιεῖ χαρὰ συνώνυμος Ἐδέμ."],["14","τοῦ δὲ εἰς ἐπίκρισιν ἐναντίου παράδειγμα τὸ τῆς ζηλοτυπουμένης μεμοιχεῦσθαι. „στήσει “γάρ φησιν „ὁ ἱερεὺς τὴν γυναῖκα ἐναντίον κυρίου καὶ ἀποκαλύψει τὴν κεφαλὴν αὐτῆς “(Num. 5, 18). τί δὲ βούλεται διὰ τούτου παριστάνειν, ἐρευνήσωμεν. τὸ δέον πολλάκις δεόντως οὐκ ἐνεργεῖται καὶ τὸ μὴ καθῆκον ἔστιν ὅτε δρᾶται καθηκόντως· οἷον ἡ μὲν τῆς παρακαταθήκης ἀπόδοσις ὅταν μὴ ἀπὸ γνώμης ὑγιοῦς γίγνηται ἀλλ’ ἢ ἐπὶ βλάβῃ τοῦ λαμβάνοντος ἢ ἐπ’ ἐνέδρᾳ τῆς περὶ μείζονα πίστιν ἀρνήσεως, καθῆκον ἔργον οὐ δεόντως ἐπιτελεῖται·"],["15","τὸ δὲ τῷ κάμνοντι μὴ ἀληθεῦσαι τὸν ἰατρὸν κενοῦν ἢ τέμνειν ἢ καίειν διεγνωκότα ἐπ’ ὠφελείᾳ τοῦ νοσοῦντος, ἵνα μὴ προλαβὼν τὰ δεινὰ φύγῃ τὴν θεραπείαν ἢ ἐξασθενήσας ἀπείπῃ πρὸς αὐτήν, ἢ πρὸς τοὺς πολεμίους τὸν σοφὸν ψεύσασθαι ἐπὶ τῇ τῆς πατρίδος σωτηρίᾳ, δείσαντα μὴ ἐκ τοῦ ἀληθεῦσαι ῥωσθῇ τὰ τῶν ἀντιπάλων, οὐ καθῆκον ἔργον δεόντως ἐνεργεῖται. παρὸ καί φησι Μωυσῆς „δικαίως τὸ δίκαιον διώκειν “(Deut. 16, 20), ὡς ἐνὸν καὶ ἀδίκως, ὅταν μὴ ἀπὸ γνώμης ὑγιοῦς ὁ δικάζων προσέχῃ."],["16","ἐπειδὴ τοίνυν τὸ μὲν λεγόμενον ἢ πραττόμενον φανερῶς γνώριμον πᾶσιν, ἡ δὲ διάνοια οὐ γνώριμος, ἀφ’ ἧς καὶ τὰ λεγόμενα λέγεται καὶ τὰ πραττόμενα πράττεται, ἀλλ’ ἄδηλον εἴτε ὑγιαίνει καὶ καθαρεύει εἴτε νοσεῖ μιάσμασι κεχρωσμένη πολλοῖς, γενητὸς δὲ οὐδεὶς ἱκανὸς γνώμης ἀφανοῦς κατιδεῖν ἐνθύμημα, μόνος δὲ ὁ θεός, παρὸ καὶ λέγει Μωυσῆς ὅτι „τὰ κρυπτὰ κυρίῳ τῷ θεῷ, τὰ δὲ φανερὰ γενέσει γνώριμα “"],["17","(Deut. 29, 29), προστέτακται τῷ ἱερεῖ καὶ προφήτῃ λόγῳ, τὴν ψυχὴν „ἐναντίον τοῦ θεοῦ στῆσαι “ἀποκαλύφῳ τῇ κεφαλῇ (Num. 5, 18), τουτέστι τὸ κεφάλαιον δόγμα γυμνωθεῖσαν καὶ τὴν γνώμην ᾗ κέχρηται ἀπαμφιασθεῖσαν, ἵν’ ὄψεσι ταῖς ἀκριβεστάταις ἐπικριθεῖσα τοῦ ἀδεκάστου θεοῦ ἢ τὴν ὑποτυφομένην εἰρωνείαν, κίβδηλον νόμισμα, διελεγχθῇ ἢ πάσης οὖσα κακίας ἀμέτοχος ἐκνίψηται τὰς καθ’ αὑτῆς διαβολὰς μάρτυρι χρησαμένη τῷ μόνῳ γυμνὴν"],["18","ψυχὴν ἰδεῖν δυναμένῳ. τὸ μὲν οὖν εἰς ἐπίκρισιν ἐναντίον τοιοῦτόν ἐστι· τὸ δ’ εἰς οἰκείωσιν, ὃ ἐπὶ τοῦ πανσόφου λέλεκται Ἀβραάμ· „ἔτι “γάρ φησιν \" ἦν ἑστηκὼς ἐναντίον κυρίου \" (Gen. 18, 22)· καὶ τεκμήριον τῆς οἰκειώσεως τὸ ἐπιλεγόμενον ὅτι „ἐγγίσας εἶπεν “(ib. 23)· ἀλλοτριουμένῳ γὰρ ἀφίστασθαι καὶ διαζεύγνυσθαι, οἰκειουμένῳ δὲ συνεγγίζειν ἁρμόττει."],["19","τὸ δὲ στῆναι καὶ ἄτρεπτον κτήσασθαι διάνοιαν ἐγγύς ἐστι βαίνειν θεοῦ δυνάμεως, ἐπειδὴ τὸ μὲν θεῖον ἄτρεπτον, τὸ δὲ γενόμενον φύσει μεταβλητόν. εἴ τις οὖν τὴν γενέσεως οἰκείαν φορὰν ἔρωτι ἐπιστήμης ἐγχαλινωσάμενος ἐβιάσατο στῆναι ποιήσας, μὴ λανθανέτω θείας εὐδαιμονίας ἐγγὺς ὤν."],["20","τοῖς δὲ Χερουβὶμ καὶ τῇ φλογίνῃ ῥομφαίᾳ τὴν ἀντικρὺ τοῦ παραδείσου πόλιν οἰκείως δίδωσιν, οὐχ ὡς ἐχθροῖς μέλλουσιν ἀντιστατεῖν καὶ διαμάχεσθαι, ἀλλ’ ὡς οἰκειοτάτοις καὶ φιλτάτοις, ἵν’ ἐκ τῆς ὁμοῦ προσόψεως καὶ συνεχοῦς περιαθρήσεως πόθον αἱ δυνάμεις ἴσχωσιν ἀλλήλων, καταπνέοντος εἰς αὐτὰς τὸν πτηνὸν ἔρωτα καὶ οὐράνιον τοῦ φιλοδώρου θεοῦ."],["21","Τίνα δέ ἐστιν ἃ διὰ τῶν Χερουβὶμ καὶ τῆς στρεφομένης ῥομφαίας φλογίνης αἰνίττεται, νῦν ἐπισκεπτέον. μήποτε οὖν τὴν τοῦ παντὸς οὐρανοῦ φορὰν δι’ ὑπονοιῶν εἰσάγει· κίνησιν γὰρ αἱ κατ’ οὐρανὸν σφαῖραι τὴν ἐναντίαν ἔλαχον ἀλλήλαις, ἡ μὲν τὴν ἀπλανῆ ταὐτοῦ κατὰ δεξιά, ἡ δὲ τὴν πεπλανημένην θατέρου κατ’ εὐώνυμα."],["22","ἡ μὲν οὖν ἐξωτάτω, τῶν λεγομένων ἀπλανῶν, μία, ἣ καὶ τὴν αὐτὴν ἀπὸ τῶν ἑῴων ἐπὶ τὰ ἑσπέρια εἱλεῖται περίοδον, αἱ δ’ ἐντὸς ἑπτά, τῶν πλανήτων, ἐθελούσιόν τε καὶ βεβιασμένην, ὑπεναντίους ἅμα καὶ διττὰς ἴσχουσαι κινήσεις· καὶ ἔστιν αὐταῖς ἡ μὲν ἀκούσιος ὁμοία τῇ τῶν ἀπλανῶν, φαίνονται γὰρ καθ’ ἑκάστην ἡμέραν ἀπ’ ἀνατολῆς ἐπὶ δύσιν ἰοῦσαι, ἡ δὲ οἰκεία ἀπὸ τῶν ἑσπερίων ἐπὶ τὰ ἑῷα, καθ’ ἣν συμβέβηκε τὰς περιόδους τῶν ἑπτὰ ἀστέρων καὶ μήκη χρόνων προσειληφέναι, τὰς μὲν ἰσοδρόμους ἴσα, ἡλίου καὶ ἑωσφόρου καὶ στίλβοντος ἐπίκλησιν— τρεῖς γὰρ τῶν πλανήτων ἰσοταχεῖς οὗτοι—, τὰς δὲ ἀνισοδρόμους ἄνισα μέν, ἀναλογίαν δ’ ἔχοντα πρός τε ἀλλήλας καὶ τὰς τρεῖς ἐκείνας."],["23","γίνεται οὖν τὸ μὲν ἕτερον τῶν Χερουβὶμ ἡ ἐξωτάτω, τοῦ παντὸς οὐρανοῦ ὁ ἔσχατος, ἁψὶς ἐν ᾗ τὴν κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν οἱ ἀπλανεῖς θείαν ὡς ἀληθῶς χορείαν χορεύουσι τάξιν οὐ λείποντες, ἣν ὁ γεννήσας πατὴρ αὐτοὺς ἔταξεν ἐν κόσμῳ· θάτερον δ’ ἡ ἐντὸς περιεχομένη σφαῖρα, ἣν ἑξαχῆ σχίσας ἑπτὰ κύκλους ἀναλογοῦντας ἑαυτοῖς εἰργάζετο τῶν πλανήτων ἕκαστον εἰς αὐτοὺς ἁρμοσάμενος·"],["24","καὶ καθάπερ ἔποχον ἐν ὀχήματι ἀστέρα ἐν οἰκείῳ κύκλῳ θεὶς τὰς ἡνίας ἐπίστευσε τῶν ἐπόχων οὐδενί, πλημμελῆ δείσας ἐπιστασίαν, ἁπάσας δ’ ἐξήρτησεν ἑαυτοῦ, νομίσας ἐναρμόνιον τῆς κινήσεως μάλιστα οὕτως τάξιν γενήσεσθαι· τὸ γὰρ σὺν θεῷ πᾶν ἐπαινετόν,"],["25","τὸ δ’ ἄνευ θεοῦ ψεκτόν. τὰ μὲν δὴ Χερουβὶμ καθ’ ἕνα τρόπον οὕτως ἀλληγορεῖται· ῥομφαίαν δὲ φλογίνην καὶ στρεφομένην τὴν κίνησιν αὐτῶν καὶ τοῦ παντὸς οὐρανοῦ τὴν ἀίδιον φορὰν ὑποτοπητέον λέγεσθαι. μήποτε δὲ καθ’ ἑτέραν ἐκδοχὴν τὰ μὲν Χερουβὶμ δηλοῖ τῶν ἡμισφαιρίων ἑκάτερον· καὶ γὰρ ἀντιπρόσωπά φησιν εἶναι νεύοντα πρὸς τὸ ἱλαστήριον πτεροῖς (Exod. 25, 19), ἐπειδὴ καὶ ταῦτα ἀντικρὺ μέν ἐστιν ἀλλήλων, νένευκε δὲ ἐπὶ γῆν τὸ μέσον τοῦ παντός, ᾧ καὶ διακρίνεται·"],["26","ἡ δὲ μόνη τῶν τοῦ κόσμου μερῶν ἑστῶσα παγίως Ἑστία πρὸς τῶν παλαιῶν εὐθυβόλως ὠνόμασται, ἵνα περί τι βεβαίως ἱδρυμένον ἡ ἑκατέρων τῶν ἡμισφαιρίων ἐμμελεστάτη γίγνηται περιπόλησις. ἡ δὲ φλογίνη ῥομφαία σύμβολον ἡλίου· φλογὸς γὰρ ὢν πίλημα πολλῆς ὠκυδρομώτατον γέγονε τῶν ὄντων, ὡς ἡμέρᾳ μιᾷ τὸν σύμπαντα περιδινεῖσθαι κόσμον."],["27","ἤκουσα δέ ποτε καὶ σπουδαιοτέρου λόγου παρὰ ψυχῆς ἐμῆς εἰωθυίας τὰ πολλὰ θεοληπτεῖσθαι καὶ περὶ ὧν οὐκ οἶδε μαντεύεσθαι· ὅν, ἐὰν δύνωμαι, ἀπομνημονεύσας ἐρῶ. ἔλεγε δέ μοι κατὰ τὸν ἕνα ὄντως ὄντα θεὸν δύο τὰς ἀνωτάτω εἶναι καὶ πρώτας δυνάμεις ἀγαθότητα καὶ ἐξουσίαν, καὶ ἀγαθότητι μὲν τὸ πᾶν γεγεννηκέναι, ἐξουσίᾳ δὲ τοῦ γεννηθέντος ἄρχειν, τρίτον δὲ συναγωγὸν ἀμφοῖν μέσον εἶναι λόγον, λόγῳ γὰρ καὶ ἄρχοντα καὶ ἀγαθὸν εἶναι τὸν θεόν·"],["28","ἀρχῆς μὲν οὖν καὶ ἀγαθότητος τῶν δυεῖν δυνάμεων τὰ Χερουβὶμ εἶναι σύμβολα, λόγου δὲ τὴν φλογίνην ῥομφαίαν· ὀξυκινητότατον γὰρ καὶ θερμὸν λόγος καὶ μάλιστα ὁ τοῦ αἰτίου, ὅτι καὶ αὐτὸ πάντα φθάσαν παρημείψατο καὶ πρὸ πάντων νοούμενον καὶ ἐπὶ πᾶσι φαινόμενον."],["29","ἑκατέρου δὴ τῶν Χερουβίμ, ὦ διάνοια, δέξαι τύπον ἀκιβδήλευτον, ἵνα περί τε ἀρχῆς τοῦ αἰτίου καὶ ἀγαθότητος ἐναργῶς ἀναδιδαχθεῖσα καρπώσῃ κλῆρον εὐδαίμονα· γνώσῃ γὰρ εὐθὺς καὶ τὴν τῶν ἀκράτων δυνάμεων σύνοδόν τε καὶ κρᾶσιν, ἐν οἷς ἀγαθὸς μὲν ὁ θεὸς ἐμφαινομένου τοῦ τῆς ἀρχῆς ἀξιώματος, ἐν οἷς δὲ ἄρχων ἐμφαινομένης τῆς ἀγαθότητος· ἵνα τὰς ἐκ τούτων ἀπογεννωμένας ἀρετὰς φιλοφροσύνην καὶ εὐλάβειαν θεοῦ κτήσῃ, μήτε ἐν οἷς εὖ πάσχεις ὑψηγοροῦσα διὰ τὸ τῆς ἡγεμονίας τοῦ βασιλέως μέγεθος μήτε ἐν οἷς ὑπομένεις τι τῶν ἀβουλήτων ἀπογινώσκουσα τὰς ἀμείνους ἐλπίδας δι’ ἡμερότητα τοῦ μεγάλου καὶ φιλοδώρου θεοῦ."],["30","φλογίνη δὲ ῥομφαία, διότι χρὴ τούτοις παρακολουθεῖν τὸν μέσον τῶν πραγμάτων ἔνθερμον καὶ πυρώδη λόγον, ὃς οὐδέποτε λήγει κινούμενος σπουδῇ πάσῃ πρὸς αἵρεσιν μὲν τῶν καλῶν, φυγὴν δὲ τῶν ἐναντίων."],["31","οὐχ ὁρᾷς ὅτι καὶ Ἀβραὰμ ὁ σοφός, ἡνίκα ἤρξατο μετρεῖν κατὰ θεὸν πάντα καὶ μηδὲν ἀπολείπειν τῷ γενητῷ, λαμβάνει τῆς φλογίνης ῥομφαίας μίμημα „πῦρ καὶ μάχαιραν “(Gen. 22, 6), διελεῖν καὶ καταφλέξαι τὸ θνητὸν ἀφ’ ἑαυτοῦ γλιχόμενος, ἵνα γυμνῇ τῇ διανοίᾳ μετάρσιος πρὸς θεὸν ἀναπτῇ;"],["32","τὸν δέ γε Βαλαὰμ μάταιον λαὸν ὄντα ἐξωπλισμένον εἰσάγει Μωυσῆς ἀστράτευτον καὶ λιποτάκτην, εἰδὼς πόλεμον ὃν ἁρμόττει ψυχῇ περὶ ἐπιστήμης ποιεῖσθαι· λέγει γὰρ ὄνῳ, τῇ ἀλόγῳ προαιρέσει τοῦ βίου, ᾗ πᾶς ἄφρων ἐπιβέβηκεν, ὅτι „εἰ μάχαιραν εἶχον, ἤδη ἂν ἐξεκέντησά σε “(Num. 22, 29)· καὶ μεγίστη χάρις τῷ τεχνίτῃ, ὅτι τὴν ἀφροσύνης λύτταν εἰδὼς οὐκ ἐνέδωκεν αὐτῇ, καθάπερ ξίφος μεμηνότι, δύναμιν λόγων, ἵνα μὴ πολλὴν καὶ ἄδικον ἅπασι τοῖς ἐντυγχάνουσιν ἐνεργάσηται φθοράν."],["33","ἃ δὲ Βαλαάμ, ταῦθ’ ἕκαστος τῶν μὴ κεκαθαρμένων ἀεὶ ματαιάζων αἰτιᾶταί πως, ἐμπορικὸν ἢ γεωργικὸν ἤ τιν’ ἄλλον τῶν ποριστικῶν ἐπιτηδεύσας βίον· ἕως μὲν αἴσια ἀπαντᾷ τὰ ἀφ’ ἑκάστου, γεγηθὼς ἐπιβέβηκε καὶ ἐποχεῖται καὶ ἐνειλημμένος ἀπρὶξ ἔχεται μεθέσθαι τὸ παράπαν οὐ δικαιῶν, ἀλλὰ καὶ τοῖς ἀφίστασθαι λέγουσι καὶ μέτρα ταῖς ἐπιθυμίαις περιθεῖναι διὰ τὸ τοῦ μέλλοντος ἀτέκμαρτον βασκανίαν ὀνειδίζει καὶ φθόνον, οὐκ ἀπ’ εὐνοίας εἰσηγεῖσθαι ταῦτα φάσκων·"],["34","ἐπειδὰν δὲ ἀβούλητος κακοπραγία συμβῇ, τοὺς μὲν ὡς ἀγαθοὺς μάντεις ἀποδέχεται καὶ προφυλάξασθαι δυνατωτάτους τὰ μέλλοντα, τὰ δ’ οὐδενὸς αἴτια κακοῦ τὸ παράπαν αἰτιᾶται, τὴν γεωργίαν, τὴν ἐμπορίαν, τὰς ἄλλας"],["35","ἐπιτηδεύσεις, αἷς πρὸς ἀργυρισμὸν ἠξίου χρῆσθαι· αἱ δὲ καίτοι φωνητηρίων ὀργάνων ἀμοιροῦσαι τὴν δι’ αὐτῶν τῶν πραγμάτων ῥήξουσι φωνὴν ἐναργεστέραν οὖσαν τῆς διὰ γλώττης „Ἆρά γε, ὦ συκοφάντα, οὐχ ἡμεῖς ἐσμεν ἐκεῖναι “λέγουσαι „αἷς καθάπερ ὑποζυγίοις ὑψαυχενῶν ἐπεβεβήκεις; μὴ καθ’ ὑπεροψίαν ἄλλως εἰργασάμεθά σοι κακοπραγίαν (cf. νυμ. 22, 30); ἴδε τὸν ἀνθεστῶτα ἐξεναντίας θεοῦ λόγον ἐνωπλισμένον ἄγγελον (ib. 31), παρ’ ὃν τό τε εὖ καὶ τὸ μὴ συμβέβηκε τελειοῦσθαι·"],["36","οὐχ ὁρᾷς; τί οὖν νῦν ἡμᾶς αἰτιᾷ πρότερον, ὅτε εὐώδει σοι τὰ πράγματα, οὐχὶ μεμψάμενος; μένομεν γὰρ αἱ αὐταὶ μηδὲ τῆς ἑαυτῶν φύσεως μεταβάλλουσαι τὸ παράπαν στιγμήν· σὺ δὲ κριτηρίοις χρώμενος οὐχ ὑγιέσιν ἀλόγως σφαδᾴζεις· εἰ γὰρ ἐξ ἀρχῆς ἔμαθες, ὅτι οὐχ ἅττ’ ἂν ἐπιτηδεύῃς ἀγαθῶν μετουσίας ἢ κακῶν ἐστιν αἴτια, ἀλλ’ ὁ δίοπος καὶ κυβερνήτης τοῦ παντὸς λόγος θεῖος, ῥᾷον ἂν ἔφερες τὰ συμπίπτοντα παυσάμενος τοῦ συκοφαντεῖν καὶ ἐπιγράφειν ἡμῖν ἃ μὴ δυνάμεθα."],["37","ἐὰν οὖν πάλιν καθελὼν ἐκεῖνος τὸν πόλεμον καὶ τὰς ἐπ’ αὐτῷ συννοίας καὶ κατηφείας σκεδάσας εἰρήνην ἐπικηρυκεύσηται βίου, φαιδρὸς καὶ γεγηθὼς τὴν δεξιὰν ἐμβαλεῖς ἡμῖν ταῖς ἐν ὁμοίῳ μενούσαις· ἡμεῖς δ’ οὔτ’ εὐμενείᾳ τῇ σῇ φυσώμεθα οὔτ’ ἐὰν δυσμεναίνῃς ἐπιστρεφόμεθα, ἴσμεν γὰρ ἑαυτὰς μήτ’ ἀγαθῶν μήτε κακῶν αἰτίας οὔσας, κἂν σὺ περὶ ἡμῶν τοιαῦτα δοξάζῃς, εἰ μὴ καὶ τὴν θάλατταν εὐπλοίας ἢ τῶν συμβαινόντων ναυαγίων ἀλλ’ οὐχὶ τὰς τῶν πνευμάτων διαφορὰς τοτὲ μὲν ἐπιεικῶς τοτὲ δὲ μετὰ βιαιοτάτου συρμοῦ καταπνεόντων αἰτιατέον·"],["38","φύσει γὰρ παντὸς ὕδατος ἠρεμίαν ἐξ αὑτοῦ λαχόντος, ὅταν μὲν πνεῦμα οὔριον κατ’ οἰάκων ἐπιγένηται, παντὸς ἀνασεισθέντος κάλου, πλησίστιοι μέχρι λιμένων αἱ νῆες καταίρουσιν, ὅταν δὲ αἰφνίδιον κατὰ πρῴρας ἐξεναντίας κατασκήψῃ, πολὺν σάλον καὶ κλόνον ἐγείρει καὶ ἀνατρέπει· καὶ τοῦ συμβαίνοντος ἡ μηδὲν αἰτία θάλαττα τὴν πρόφασιν ἴσχει, φανερῶς ταῖς ἀνέσεσι καὶ σφοδρότησι τῶν ἀνέμων ἢ γαληνιάζουσα ἢ κυμαίνουσα \"."],["39","διὰ τούτων οὖν ἁπάντων ἱκανῶς οἶμαι δεδηλῶσθαι, ὅτι λόγον ἡ φύσις δυνατώτατον σύμμαχον ἀνθρώπῳ δημιουργήσασα τὸν μὲν αὐτῷ χρῆσθαι δυνάμενον ὀρθῶς ἀπέδειξεν εὐδαίμονα καὶ λογικὸν ὄντως, τὸν δὲ μὴ δυνάμενον ἄλογόν τε καὶ κακοδαίμονα."],["40","„Ἀδὰμ δὲ ἔγνω τὴν γυναῖκα αὐτοῦ· καὶ συνέλαβε καὶ ἔτεκε τὸν Κάιν, καὶ εἶπεν Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ. καὶ προσέθηκε τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ “(Gen. 4, 1. 2). οἷς ἀρετὴν μεμαρτύρηκεν ὁ νομοθέτης, τούτους γνωρίζοντας γυναῖκας οὐκ εἰσάγει, τὸν Ἀβραάμ, τὸν Ἰσαάκ, τὸν Ἰακώβ, τὸν Μωυσῆν, καὶ εἴ τις αὐτοῖς ὁμόζηλος·"],["41","ἐπειδὴ γάρ φαμεν εἶναι γυναῖκα τροπικῶς αἴσθησιν, ἀλλοτριώσει δ’ αἰσθήσεως καὶ σώματος ἐπιστήμη συνίσταται, τοὺς σοφίας ἐραστὰς αἴσθησιν ἀποδοκιμάζοντας μᾶλλον ἢ αἱρουμένους ἐπιδείξεται· καὶ μήποτ’ εἰκότως· αἱ γὰρ τούτοις συνοικοῦσαι λόγῳ μέν εἰσι γυναῖκες, ἔργῳ δὲ ἀρεταί, Σάρρα μὲν ἄρχουσα καὶ ἡγεμονίς, Ῥεβέκκα δὲ ἐπιμονὴ τῶν καλῶν, Λεία δὲ ἀνανενευμένη καὶ κοπιῶσα ἐπὶ τῇ συνεχείᾳ τῆς ἀσκήσεως, ἣν ἐκνένευκε καὶ ἀποστρέφεται πᾶς ἄφρων ἀρνούμενος, Σεπφώρα δὲ ἡ Μωυσέως ἀπὸ γῆς εἰς οὐρανὸν ἀνατρέχουσα καὶ τὰς ἐκεῖ θείας καὶ εὐδαίμονας φύσεις κατανοοῦσα, καλεῖται δὲ ὀρνίθιον."],["42","ἵνα δὲ τὴν ἀρετῶν κύησιν καὶ ὠδῖνα εἴπωμεν, ἀκοὰς ἐπιφραξάτωσαν οἱ δεισιδαίμονες τὰς ἑαυτῶν ἢ μεταστήτωσαν· τελετὰς γὰρ ἀναδιδάσκομεν θείας τοὺς τελετῶν ἀξίους τῶν ἱερωτάτων μύστας, οὗτοι δ’ εἰσὶν οἱ τὴν ἀληθῆ καὶ οὖσαν ὄντως ἀκαλλώπιστον εὐσέβειαν μετὰ ἀτυφίας ἀσκοῦντες· ἐκείνοις δὲ οὐχ ἱεροφαντήσομεν κατεσχημένοις ἀνιάτῳ κακῷ, τύφῳ ῥημάτων καὶ ὀνομάτων γλισχρότητι καὶ τερθρείαις ἐθῶν, ἄλλῳ δὲ οὐδενὶ τὸ"],["43","εὐαγὲς καὶ ὅσιον παραμετροῦσιν. ἀρκτέον οὖν τῆς τελετῆς ὧδε. ἀνὴρ μὲν γυναικί, ἄνθρωπος δ’ ἄρρην ἀνθρώπῳ θηλείᾳ τὰς ἐπὶ γενέσει παίδων ὁμιλίας ἐπακολουθῶν τῇ φύσει συνέρχεται ποιησόμενος· ἀρεταῖς δὲ πολλὰ καὶ τέλεια τικτούσαις θέμις οὐκ ἔστιν ἀνδρὸς ἐπιλαχεῖν θνητοῦ· μὴ δεξάμεναι δὲ παρά τινος ἑτέρου γονήν, ἐξ ἑαυτῶν μόνον οὐδέποτε κυήσουσι."],["44","τίς οὖν ὁ σπείρων ἐν αὐταῖς τὰ καλὰ πλὴν ὁ τῶν ὄντων πατήρ, ὁ ἀγένητος θεὸς καὶ τὰ σύμπαντα γεννῶν; σπείρει μὲν οὖν οὗτος, τὸ δὲ γέννημα τὸ ἴδιον, ὃ ἔσπειρε, δωρεῖται· γεννᾷ γὰρ ὁ θεὸς οὐδὲν αὑτῷ, χρεῖος ἅτε ὢν οὐδενός, πάντα δὲ τῷ λαβεῖν δεομένῳ."],["45","παρέξω δὲ τῶν λεγομένων ἐγγυητὴν ἀξιόχρεων τὸν ἱερώτατον Μωυσῆν· τὴν γὰρ Σάρραν εἰσάγει τότε κύουσαν, ὅτε ὁ θεὸς αὐτὴν μονωθεῖσαν ἐπισκοπεῖ (Gen. 21, 1), τίκτουσαν δ’ οὐκέτι τῷ τὴν ἐπίσκεψιν πεποιημένῳ, ἀλλὰ τῷ σοφίας τυχεῖν γλιχομένῳ, οὗτος δὲ Ἀβραὰμ ὀνομάζεται."],["46","γνωριμώτερον δ’ ἐπὶ τῆς Λείας ἐκδιδάσκει λέγων, ὅτι τὴν μὲν μήτραν ἀνέῳξεν αὐτῆς ὁ θεός (Gen. 29, 31)— ἀνοιγνύναι δὲ μήτραν ἀνδρὸς ἴδιον—, ἡ δὲ συλλαβοῦσα ἔτεκεν οὐ θεῷ— ἱκανὸς γὰρ μόνος καὶ αὐταρκέστατος ἑαυτῷ—, ἀλλὰ τῷ κάματον ἀναδεχομένῳ ὑπὲρ τοῦ καλοῦ Ἰακώβ, ὥστε τὴν ἀρετὴν δέχεσθαι μὲν παρὰ τοῦ αἰτίου τὰ θεῖα σπέρματα, τίκτειν δέ τινι τῶν ἑαυτῆς ἐραστῶν, ὃς ἂν τῶν μνηστήρων ἁπάντων προκριθῇ."],["47","πάλιν Ἰσαὰκ τοῦ πανσόφου τὸν θεὸν ἱκετεύσαντος, ἐκ τοῦ ἱκετευθέντος ἔγκυος ἡ ἐπιμονὴ Ῥεβέκκα γίνεται (Gen. 25, 21). χωρὶς δὲ ἱκετείας καὶ δεήσεως τὴν πτηνὴν καὶ μετάρσιον ἀρετὴν Σεπφώραν Μωυσῆς λαβὼν εὑρίσκει κύουσαν ἐξ οὐδενὸς θνητοῦ τὸ παράπαν (Exod. 2, 22)."],["48","ταῦτα, ὦ μύσται κεκαθαρμένοι τὰ ὦτα, ὡς ἱερὰ ὄντως μυστήρια ψυχαῖς ταῖς ἑαυτῶν παραδέχεσθε καὶ μηδενὶ τῶν ἀμυήτων ἐκλαλήσητε, ταμιευσάμενοι δὲ παρ’ ἑαυτοῖς φυλάττετε θησαυρόν, οὐκ ἐν ᾧ χρυσὸς καὶ ἄργυρος, οὐσίαι φθαρταί, κατάκεινται, ἀλλὰ τῶν ὄντων κτημάτων τὸ καλλιστεῦον, ἡ περὶ τοῦ αἰτίου καὶ ἀρετῆς καὶ τρίτου τοῦ γεννήματος ἀμφοῖν ἐπιστήμη. ἐὰν δέ τινι τῶν τετελεσμένων ἐντυγχάνητε, λιπαρῶς ἐγκείμενοι περιέχεσθε, μή τινα ἄρα καινοτέραν εἰδὼς τελετὴν ἐπικρύπτηται, μέχρις ἂν αὐτὴν σαφῶς ἀναδιδαχθῆτε."],["49","καὶ γὰρ ἐγὼ παρὰ Μωυσεῖ τῷ θεοφιλεῖ μυηθεὶς τὰ μεγάλα μυστήρια ὅμως αὖθις Ἱερεμίαν τὸν προφήτην ἰδὼν καὶ γνούς, ὅτι οὐ μόνον μύστης ἐστὶν ἀλλὰ καὶ ἱεροφάντης ἱκανός, οὐκ ὤκνησα φοιτῆσαι πρὸς αὐτόν· ὁ δ’ ἅτε τὰ πολλὰ ἐνθουσιῶν χρησμόν τινα ἐξεῖπεν ἐκ προσώπου τοῦ θεοῦ λέγοντα πρὸς τὴν εἰρηνικωτάτην ἀρετὴν ταῦτα· „οὐχ ὡς οἶκόν με ἐκάλεσας καὶ πατέρα καὶ ἄνδρα τῆς παρθενίας σου “(Ier. 3, 4); ἐμφαντικώτατα παριστὰς ὅτι ὁ θεὸς καὶ οἶκός ἐστιν, ἀσωμάτων ἰδεῶν ἀσώματος χώρα, καὶ τῶν συμπάντων πατήρ, ἅτε γεγεννηκὼς αὐτά, καὶ σοφίας ἀνὴρ σπέρμα τῷ θνητῷ γένει καταβαλλόμενος εὐδαιμονίας εἰς ἀγαθὴν καὶ παρθένον γῆν."],["50","ἀμιάντῳ γὰρ καὶ ἀψαύστῳ καὶ καθαρᾷ φύσει, τῇ πρὸς ἀλήθειαν παρθένῳ, διαλέγεσθαι πρεπῶδες θεόν, ἐναντίως ἡμῖν· ἀνθρώπων μὲν γὰρ ἡ ἐπὶ γενέσει τέκνων σύνοδος τὰς παρθένους γυναῖκας ἀποφαίνει· ὅταν δὲ ὁμιλεῖν ἄρξηται ψυχῇ θεός, πρότερον αὐτὴν οὖσαν γυναῖκα παρθένον αὖθις ἀποδείκνυσιν, ἐπειδὴ τὰς ἀγεννεῖς καὶ ἀνάνδρους ἐπιθυμίας, αἷς ἐθηλύνετο, ἐκποδὼν ἀνελὼν τὰς αὐθιγενεῖς καὶ ἀκηράτους ἀρετὰς ἀντεισάγει· Σάρρᾳ γοῦν οὐ διαλέξεται, πρὶν ἐκλιπεῖν ἐκείνην τὰ γυναικεῖα πάντα (Gen. 18, 11) καὶ ἀναδραμεῖν εἰς ἁγνευούσης παρθένου"],["51","τάξιν. ἀλλ’ ἐνδέχεται τάχα που καὶ παρθένον ψυχὴν πάθεσιν ἀκολάστοις μιανθεῖσαν αἰσχυνθῆναι· διόπερ ὁ χρησμὸς πεφύλακται θεὸν ἄνδρα εἰπὼν οὐ παρθένου— τρεπτὴ γὰρ ἥδε καὶ θνητή— ἀλλὰ „παρθενίας “(Ier. 3, 4), τῆς ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης ἰδέας· γένεσιν γὰρ καὶ φθορὰν ἐνδεχομένων φύσει τῶν ποιῶν, ἄφθαρτον αἱ τυποῦσαι δυνάμεις τῶν ἐν μέρει κλῆρον εἰλήχασι."],["52","τὸν οὖν ἀγένητον καὶ ἄτρεπτον θεὸν ἀθανάτων καὶ παρθένων ἀρετῶν σπείρειν ἰδέας μηδέποτε εἰς γυναικὸς μεταβαλλούσῃ σχῆμα παρθενίᾳ πρεπῶδες. τί οὖν, ὦ ψυχή, δέον ἐν οἴκῳ θεοῦ παρθενεύεσθαι καὶ ἐπιστήμης περιέχεσθαι, τούτων μὲν ἀποστατεῖς, αἴσθησιν δὲ ἀσπάζῃ τὴν ἐκθηλύνουσάν σε καὶ μιαίνουσαν; τοιγάρτοι γέννημα πάμφυρτον καὶ πανώλεθρον ἀποτέξῃ τὸν ἀδελφοκτόνον καὶ ἐπάρατον Κάιν, κτῆσιν οὐ κτητήν· λέγεται γὰρ ὁ Κάιν κτῆσις."],["53","Θαυμάσειε δ’ ἄν τις τὸν τῆς ἑρμηνείας τρόπον, ᾧ πολλάκις ἐπὶ πολλῶν ὁ νομοθέτης χρῆται τὸ σύνηθες ἐξαλλάττων. μετὰ γὰρ τοὺς φύντας ἐκ γῆς ἀρχόμενος δηλοῦν τὸν γεννηθέντα πρῶτον ἐξ ἀνθρώπων, περὶ οὗ τὸ παράπαν οὐδὲν εἴρηκεν, ὡς ἤδη πολλάκις τοὔνομα αὐτοῦ προειπὼν ἀλλὰ μὴ νῦν αὐτὸ κατατάττων εἰς τὴν ἐν λόγῳ χρῆσιν, φησὶν ὅτι ἔτεκε τὸν Κάιν. ποῖον, ὦ τεχνῖτα; περὶ οὗ τί μικρὸν ἢ μέγα πάλαι δεδήλωκας;"],["54","καὶ μὴν οὐκ ἀγνοεῖς τὴν οἰκείαν θέσιν τῶν ὀνομάτων· ἤδη γοῦν προελθὼν ἐπὶ τοῦ αὐτοῦ δηλώσεις προσώπου φάσκων, ὅτι „ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ· καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ “(Gen. 4, 25). οὐκοῦν πολὺ μᾶλλον ἐχρῆν ἐπὶ τοῦ πρωτοτόκου, ὃς ἦν ἀρχὴ τῆς ἐξ ἀλλήλων γενέσεως ἀνθρώποις, τήν τε φύσιν τοῦ ἀποκυηθέντος δηλῶσαι πρῶτον ὅτι ἄρρεν, εἶτα τὸ οἰκεῖον ὄνομα θέσθαι, Κάιν εἰ τύχοι."],["55","ἐπειδὴ τοίνυν οὐκ ἀπειρίᾳ τρόπων, καθ’ οὓς ὀνόματα δεῖ τίθεσθαι, φαίνεται τὴν συνήθη χρῆσιν ἐπὶ τῶν περὶ Κάιν ἀνελών, σκεπτέον ἂν εἴη, τίνος αἰτίας ἕνεκα οὕτως ἐκάλεσε τοὺς ἐκ τῶν πρώτων παραδιηγήσεως μᾶλλον ἢ θέσεως ὀνομάτων τύπῳ χρησάμενος. ἔστι δ’, ὡς ἔμοιγε στοχαζομένῳ καταφαίνεται, ἡ αἰτία ἥδε."],["56","ὁ μὲν ἄλλος ἅπας ἀνθρώπων ὅμιλος ὀνόματα τίθεται πράγμασι διαφέροντα τῶν πραγμάτων, ὥσθ’ ἕτερα μὲν εἶναι τὰ τυγχάνοντα, ἑτέρας δὲ κλήσεις τὰς ἐπ’ αὐτοῖς· παρὰ Μωυσεῖ δὲ αἱ τῶν ὀνομάτων θέσεις ἐνάργειαι πραγμάτων εἰσὶν ἐμφαντικώταται, ὡς αὐτὸ τὸ πρᾶγμα ἐξ ἀνάγκης εὐθὺς εἶναι τοὔνομα καὶ τοὔνομα καὶ καθ’ οὗ τίθεται διαφέρειν μηδέν. μάθοις δ’ ἂν σαφέστερον κἀκ τοῦ προτεθέντος ὃ λέγω."],["57","ὅταν ὁ ἐν ἡμῖν νοῦς— κεκλήσθω δὲ Ἀδάμ— ἐντυχὼν αἰσθήσει, παρ’ ἣν ζῆν δοκεῖ τὰ ἔμψυχα— καλεῖται δὲ Εὔα—, [συνουσίας ἴσης ὀρεχθεὶς] πλησιάζῃ, ἡ δὲ συλλαμβάνῃ καθάπερ δικτύῳ καὶ θηρεύῃ φυσικῶς τὸ ἐκτὸς αἰσθητόν, διὰ μὲν ὀφθαλμῶν τὸ χρῶμα, διὰ δὲ ὤτων φωνήν, διὰ δὲ μυκτήρων ἀτμόν, χυλόν γε μὴν διὰ τῶν γεύσεως ὀργάνων, καὶ διὰ τῶν ἁφῆς ἅπαν σῶμα, συλλαβοῦσα ἐγκύμων τε γίνεται καὶ εὐθὺς ὠδίνει καὶ τίκτει κακῶν ψυχῆς τὸ μέγιστον, οἴησιν· ᾠήθη γὰρ αὑτοῦ πάντ’ εἶναι κτήματα, ὅσα εἶδεν, ὧν ἤκουσεν, ὧν ἐγεύσατο, ὧν ὠσφρήσατο, ὧν ἥψατο, καὶ πάντων ὑπέλαβεν εὑρετὴν καὶ"],["58","τεχνίτην ἑαυτόν. ἔπαθε δὲ τοῦτο οὐκ ἀλόγως· ἦν γάρ ποτε χρόνος, ὅτε νοῦς οὐ διελέγετο αἰσθήσει οὐδ’ εἶχεν αἴσθησιν, πάμπολυ διεστὼς τῶν συννόμων καὶ ἀγελαίων, ἐοικὼς τοῖς μονοτρόποις καὶ μονωτικοῖς ζῴοις· τότε δὴ καθ’ ἑαυτὸν ἐξεταζόμενος σώματος οὐκ ἐφήπτετο, ἀθροῦν οὐκ ἔχων ὄργανον περὶ ἑαυτόν, ᾧ θηρεύσει τὸ ἐκτός, ἀλλ’ ἦν τυφλὸς καὶ ἀδύνατος, οὐχ ὃν οἱ πολλοὶ λέγουσιν, ὅταν πηρωθέντα τὰς ὄψεις θεάσωνται· μίαν γὰρ οὗτος αἴσθησιν ἀφαιρεθεὶς τῶν ἄλλων ἄγει πολλὴν περιουσίαν·"],["59","ἐκεῖνος δὲ πάσας τὰς αἰσθητικὰς δυνάμεις περικεκομμένος, ἀδύνατος ὄντως, ἥμισυ ψυχῆς τελείας, ἐνδέων δυνάμεως, ᾗ καταλαμβάνεσθαι σώματα πέφυκε, τμῆμα καθ’ ἑαυτὸν στερόμενον τοῦ συμφυοῦς οὐκ εὐτυχές, [οὐκ] ἄνευ βάκτρων τῶν αἰσθητικῶν ὀργάνων ἐτύγχανεν, οἷς ἱκανὸς ἦν σκηρίπτεσθαι κραδαινόμενος· παρ’ ἣν αἰτίαν καὶ πολὺ σκότος πάντων κατεκέχυτο τῶν σωμάτων, οὐδενὸς φανῆναι δυναμένου· ᾧ γὰρ γνωρίζεσθαι ἔμελλεν, αἴσθησις οὐκ ἦν."],["60","βουληθεὶς οὖν ὁ θεὸς μὴ μόνον τῶν ἀσωμάτων ἀλλὰ καὶ στερεῶν σωμάτων κατάληψιν αὐτῷ παρασχεῖν, ἐξεπλήρου τὴν ὅλην ψυχὴν τὸ ἕτερον τῷ προειργασμένῳ τμῆμα συνυφαίνων, ὃ κέκληκε προσηγορικῶς μὲν γυναῖκα ὀνομαστικῶς δὲ Εὔαν αἰνιττόμενος αἴσθησιν."],["61","ἡ δὲ εὐθὺς γενομένη δι’ ἑκάστου τῶν μερῶν αὑτῆς ὥσπερ διά τινων ὀπῶν ἀθρόον φῶς εἰς τὸν νοῦν ἐπεισέχεε καὶ τὴν ἀχλὺν ἀποσκεδάσασα τηλαυγῶς καὶ σφόδρα ἐκδήλως τὰς φύσεις τῶν σωμάτων ἰδεῖν καθάπερ δεσπότην παρεσκεύασεν."],["62","ὁ δ’ ὥσπερ ἐκ νυκτὸς ἡλιακῷ φέγγει καταυγασθεὶς ἀπαστράπτοντι ἢ ἐκ βαθέος ὕπνου περιαναστὰς ἢ οἷα τυφλὸς ἐξαίφνης ἀναβλέψας ἐνετύγχανε πᾶσιν ἀθρόως ὧν γένεσίς ἐστιν, οὐρανῷ, γῇ, ὕδατι, ἀέρι, φυτοῖς, ζῴοις, σχέσεσιν αὐτῶν, ποιότησι, δυνάμεσιν, ἕξεσι, διαθέσεσι, κινήσεσιν, ἐνεργείαις, πράξεσι, μεταβολαῖς, φθοραῖς, καὶ τὰ μὲν ἑώρα, τῶν δὲ ἤκουε, τῶν δὲ ἐγεύετο, τῶν δὲ ὠσφραίνετο, τῶν δὲ ἥπτετο· καὶ πρὸς ἃ μὲν ἐπικλινῶς εἶχεν, ἡδονὰς ἐργαζόμενα, τῶν δὲ ἀπεστρέφετο, ἐμποιούντων ἀλγηδόνας."],["63","περιβλεψάμενος οὖν ὧδε κἀκεῖσε καὶ περιαθρήσας ἑαυτόν τε καὶ τὰς δυνάμεις ἐτόλμησε ταὐτὸν αὔχημα αὐχῆσαι τῷ βασιλεῖ Μακεδόνων Ἀλεξάνδρῳ· καὶ γὰρ ἐκεῖνόν φασιν, ἡνίκα Εὐρώπης καὶ Ἀσίας ἔδοξεν ἀνάψασθαι τὸ κράτος, ἐν ἐπικαίρῳ χώρῳ στάντα καὶ πάντα περιαθρήσαντα εἰπεῖν, ὅτι „καὶ τὰ τῇδε καὶ τὰ τῇδε ἐμά “, μειρακιώδους καὶ νηπίας καὶ ἰδιωτικῆς τῷ ὄντι ψυχῆς, οὐ βασιλικῆς, ἐπιδειξάμενον κουφότητα."],["64","πρότερος δ’ ὁ νοῦς τὴν αἰσθητικὴν δύναμιν ἐξαψάμενος καὶ δι’ αὐτῆς πᾶσαν ἰδέαν θηρεύσας σώματος, ὑποπλησθεὶς ἀλόγου φρονήματος, ἐφυσήθη, ὡς τὰ πάντα ἑαυτοῦ νομίσαι κτήματα καὶ μηδενὸς ἄλλου τὸ παράπαν μηδέν."],["65","οὗτός ἐστιν ὃν χαρακτηρίσας Μωυσῆς τρόπον ἐν ἡμῖν ἐπεφήμισε Κάιν, ἑρμηνευόμενον κτῆσιν, εὐηθείας μᾶλλον δὲ ἀσεβείας μεστὸν ὄντα· ἀντὶ γὰρ τοῦ νομίσαι θεοῦ πάντα κτήματα, ὑπέλαβεν ἑαυτοῦ, μηδ’ αὑτὸν ἔχειν βεβαίως δυνάμενος, ἀλλὰ μηδ’ ὅστις ἐστὶ τὴν οὐσίαν εἰδώς. ἀλλ’ ὅμως εἰ πεπίστευκε ταῖς αἰσθήσεσιν ὡς ἱκαναῖς θηρεῦσαι τὸ ἐκτὸς αἰσθητόν, εἰπάτω, πῶς παρορᾶν ἢ παρακούειν ἢ κατά τινα ἄλλην αἴσθησιν μὴ ἁμαρτάνειν ἔτι δυνήσεται."],["66","καὶ μὴν τοὺς ὀλίσθους ἀνάγκη τούτους περὶ ἕκαστον ἡμῶν ἀεὶ συμβαίνειν, κἂν τὰ μάλισθ’ ἡμεῖς ἠκριβωμένοις τοῖς ὀργάνοις χρώμενοι τυγχάνωμεν· τὰς γὰρ φυσικὰς κῆρας καὶ τὸν ἀκούσιον πλάνον εἰσάπαν ἐκδῦναι χαλεπόν, μᾶλλον δ’ ἀμήχανον, ἀπείρων ὅσων ψευδοῦς δόξης ποιητικῶν ἔν τε ἡμῖν καὶ περὶ ἡμᾶς καὶ ἐκτὸς ἡμῶν ἐν ἅπαντι τῷ θνητῷ γένει ὑπαρχόντων. οὐκ ἄρα ὑγιῶς κτήμαθ’ ἑαυτοῦ ὑπέλαβε τὰ πάντα, κἂν φρυαττόμενος ὑψαυχενῇ."],["67","Γέλωτά μοι πλατὺν καὶ Λάβαν ὁ τῶν ποιοτήτων ἠρτημένος δοκεῖ παρασχεῖν Ἰακὼβ τῷ πρὸ τούτων τὴν ἄποιον φύσιν ὁρῶντι, ἡνίκα ἐτόλμα πρὸς αὐτὸν λέγειν, ὅτι \" αἱ θυγατέρες θυγατέρες μου καὶ οἱ υἱοὶ υἱοί μου καὶ τὰ κτήνη κτήνη μου καὶ πάντα ὅσα σὺ ὁρᾷς ἐμά ἐστι καὶ τῶν θυγατέρων μου “(Gen. 31, 43)· ἐφ’ ἑκάστου γὰρ οὗτος τὸ „ἐμὸν “προστιθεὶς περὶ αὑτοῦ λέγων ἅμα καὶ σεμνομυθῶν οὐ παύεται."],["68","τὰς θυγατέρας, εἰπέ μοι,— τέχναι δέ εἰσι καὶ ἐπιστῆμαι ψυχῆς— θυγατέρας σαυτοῦ λέγεις εἶναι; τίνα τρόπον; οὐ πρῶτον μὲν παρὰ τοῦ διδάξαντος αὐτὰς νοῦ παραλαβὼν ἔχεις; εἶτα καὶ πέφυκας ἀποβάλλειν, ὥσπερ ἄλλ’ ἄττα, καὶ ταύτας ἢ διὰ μέγεθος ἑτέρων φροντίδων ἐκλαθόμενος ἢ διὰ χαλεπὰς καὶ ἀνηκέστους ἀρρωστίας σώματος ἢ διὰ τὴν ὡρισμένην τοῖς πρεσβύταις ἀθεράπευτον νόσον γῆρας ἢ δι’ ἄλλα μυρία, ὧν ἀριθμὸν ἄπορον εὑρεῖν. τί δέ;"],["69","τοὺς υἱοὺς— υἱοὶ δέ εἰσιν οἱ κατὰ μέρος τῆς ψυχῆς λογισμοί— φάσκων εἶναι σαυτοῦ σωφρονεῖς ἢ μέμηνας τοιαῦτα δοξάζων; αἱ γὰρ μελαγχολίαι σου καὶ παράνοιαι καὶ φρενῶν ἐκστάσεις καὶ εἰκασίαι ἀβέβαιοι καὶ φαντασίαι πραγμάτων ψευδεῖς καὶ κενοί τινες ἐννοημάτων ὀνείροις ἐοικότες λογισμοὶ ἑλκυσμοὺς καὶ σπασμοὺς ἐνδιδόντες ἐξ ἑαυτῶν καὶ ἡ σύντροφος ψυχῆς νόσος λήθη καὶ ἄλλα τῶν εἰρημένων πλείω τὸ ἐχυρόν σου τῆς δεσποτείας ἀφαιρεῖται καὶ ἐπιδείκνυται ταῦτα ἑτέρου τινός, οὐχὶ σά, κτήματα."],["70","πῶς δὲ τὰ κτήνη— κτήνη δέ εἰσιν αἱ αἰσθήσεις, ἄλογον γὰρ καὶ κτηνῶδες αἴσθησις— σαυτοῦ λέγειν εἶναι τολμᾷς; παρορῶν, εἰπέ μοι, παρακούων ἀεί, τοὺς γλυκεῖς χυλοὺς ἁλμυροὺς ἔστιν ὅτε καὶ ἔμπαλιν τοὺς πικροὺς γλυκεῖς ἡγούμενος καὶ κατὰ πᾶσαν αἴσθησιν πλείω τῶν κατορθουμένων εἰωθὼς διαμαρτάνειν οὐκ ἐρυθριᾷς, ἀλλ’ ὥσπερ ἀπταίστοις κεχρημένος ταῖς περὶ ψυχὴν ἁπάσαις δυνάμεσί τε καὶ ἐνεργείαις γαυριᾷς καὶ πεφύσησαι;"],["71","ἀλλ’ ἐὰν μεταβάλῃς καὶ ὧν χρὴ φρενῶν μοιραθῇς, ἐρεῖς πάντα τοῦ θεοῦ κτήματα, οὐχὶ σαυτοῦ, τὰς διανοήσεις, τὰς ἐπιστήμας, τὰς τέχνας, τὰ θεωρήματα, τοὺς ἐν μέρει λογισμούς, τὰς αἰσθήσεις, τὰς διὰ τούτων καὶ ἄνευ αὐτῶν ψυχῆς ἐνεργείας· ἐὰν δὲ μέχρι παντὸς ἀπαιδαγώγητον καὶ ἀδίδακτον ἐάσῃς σεαυτόν, δουλεύσεις τὸν αἰῶνα χαλεπαῖς δεσποίναις, οἰήσεσιν, ἐπιθυμίαις, ἡδοναῖς, ἀδικίαις, ἀφροσύναις, ψευδέσι δόξαις."],["72","„εἰ “γάρ φησιν „ἀποκριθεὶς εἴποι ὁ παῖς Ἠγάπηκα τὸν κύριόν μου καὶ τὴν γυναῖκά μου καὶ τὰ παιδία, οὐκ ἄπειμι ἐλεύθερος “, ἀχθεὶς πρὸς τὸ κριτήριον τοῦ θεοῦ καὶ δικαστοῦ τυχὼν αὐτοῦ βέβαιον σχήσει ὃ ᾐτήσατο, πρότερον τρυπηθεὶς τὸ οὖς ὀπητίῳ (Exod. 21, 5. 6), ἵνα μὴ δέξηται θείαν ἀκοὴν ὑπὲρ ἐλευθερίας ψυχῆς·"],["73","ἐκκεκριμένου γάρ ἐστιν ὥσπερ ἐξ ἀγῶνος ἱεροῦ καὶ ἀποδεδοκιμασμένου παιδὸς ὄντως νηπίου κομιδῇ λογισμοῦ σεμνολογεῖν ἐπὶ τῷ τὸν νοῦν ἠγαπηκέναι καὶ τὸν νοῦν νομίζειν ἑαυτοῦ κύριον εἶναι καὶ εὐεργέτην καὶ ἐπὶ τῷ τὴν αἴσθησιν σφόδρα στέργειν καὶ κτῆμα ἴδιον αὐτὴν καὶ ἀγαθῶν τὸ μέγιστον ἡγεῖσθαι καὶ τὰ τούτων ἀμφοῖν παιδία, τοῦ μὲν τὸ νοεῖν, τὸ λογίζεσθαι, τὸ διανοεῖσθαι, τὸ βουλεύεσθαι, τὸ στοχάζεσθαι, τῆς δὲ τὸ ὁρᾶν, τὸ ἀκούειν, τὸ γεύεσθαι, τὸ ὀσφραίνεσθαι, τὸ ἅπτεσθαι, κοινῶς τὸ αἰσθάνεσθαι."],["74","ἀνάγκη μέντοι τὸν τούτοις οἰκειούμενον μηδ’ ὄναρ ἐλευθερίας ἐπῃσθῆσθαι· φυγῇ γὰρ αὐτῶν καὶ ἀλλοτριώσει μεταποιούμεθα ἀδείας. ἄλλος δέ τις πρὸς τῷ φιλαύτῳ καὶ τὸ μανιῶδες ἐπιδεικνύμενός φησιν ὅτι, κἂν ἀφαιρῆταί μέ τις, ὡς περὶ οἰκείων ἀγωνισάμενος οἴσομαι τὸ κράτος· „διώξας “γάρ φησιν „καταλήψομαι, μεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου· ἀνελῶ τῇ μαχαίρᾳ μου, κυριεύσει ἡ χείρ μου “(Exod. 15, 9)."],["75","πρὸς ὃν εἴποιμ’ ἄν· λέληθέ σε, ὦ μωρέ, ὅτι πᾶς ὁ δοκῶν ἐν γενέσει διώκειν διώκεται· νόσοι γὰρ καὶ γῆρας καὶ θάνατος μετὰ τῆς ἄλλης τῶν ἑκουσίων καὶ ἀκουσίων κακῶν πληθύος ἕκαστον ἡμῶν ἐλαύνουσι καὶ στροβοῦσι καὶ διώκουσι, καὶ ὁ νομίζων καταλαμβάνειν ἢ κρατεῖν καταλαμβάνεται καὶ κρατεῖται, καί τις λαφυραγωγήσειν ἐλπίσας καὶ μοίρας λείας διατιθεὶς ἡττηθεὶς ὑπὸ κεκρατηκόσιν ἐχθροῖς ἐγένετο, κένωσιν ἀντὶ πλησμονῆς καὶ δουλείαν ἀντὶ δεσποτείας ψυχῇ δεξάμενος τῇ ἑαυτοῦ καὶ ἀντὶ τοῦ ἀνελεῖν ἀναιρεθεὶς καὶ πάνθ’ ὅσα δράσειν ἐνενόησε παθὼν ἀνὰ κράτος."],["76","ἦν μὲν γὰρ ὡς ἀληθῶς ἐχθρὸς οὗτος αἱροῦντος λόγου καὶ φύσεως αὐτῆς, καὶ τὰ ἐν τῷ ποιεῖν ἅπαντα περιάπτων αὑτῷ καὶ μηδενὸς τῶν ἐν τῷ πάσχειν ἔτι μεμνημένος, ὡς τὰς ἀφ’ ἑκάστου κῆρας ἀθρόας ἐκδεδυκώς."],["77","„εἶπε “γάρ φησιν „ὁ ἐχθρός Διώξας καταλήψομαι “. τίς οὖν ἂν γένοιτο δυσμενέστερος ψυχῇ πολέμιος τοῦ διὰ μεγαλαυχίας τὸ ἴδιον θεοῦ προσκληροῦντος ἑαυτῷ; ἴδιον μὲν δὴ θεοῦ τὸ ποιεῖν, ὃ οὐ θέμις ἐπιγράψασθαι γενητῷ, ἴδιον δὲ γενητοῦ τὸ πάσχειν."],["78","ὃ προλαβὼν μέν τις ὡς οἰκεῖον καὶ ἀναγκαῖόν ἐστι, ῥᾳδίως οἴσει τὰ προσπίπτοντα, κἂν ᾖ βαρύτατα, νομίσας δὲ ἀλλότριον ἀνηνύτῳ πιεζόμενος ἄχθει Σισύφειον τιμωρίαν ἀναδέξεται, μηδ’ ὅσον ἀνακῦψαι δυνάμενος, ἀλλὰ πᾶσι τοῖς ἐπιτρέχουσι καὶ τραχηλίζουσι δεινοῖς ὑποβεβλημένος καὶ προστιθεὶς ἑκάστῳ τὸ ὑπεῖκον καὶ εὐένδοτον, ἀγεννοῦς καὶ ἀνάνδρου ψυχῆς πάθη· τλῆναι γὰρ ἔδει καὶ ἀντιτάξασθαι καὶ ἀντερείσασθαι γνώμην ὀχυρωσάμενον καὶ ἀναφραξάμενον τῇ ἑαυτοῦ καρτερίᾳ καὶ ὑπομονῇ, δυνατωτάταις ἀρεταῖς."],["79","ὥσπερ γὰρ τὸ κείρεσθαι διττόν, τὸ μὲν ὡς ἀντιπεπονθὸς κατὰ ἀντέρεισιν, τὸ δὲ ὡς ὑπεῖκον καθ’ ὑπόπτωσιν— πρόβατον μὲν γὰρ ἢ δέρμα ἢ τὸ λεγόμενον κῴδιον οὐδὲν ἐνεργοῦν ἐξ αὑτοῦ πάσχον δὲ μόνον ὑφ’ ἑτέρου κείρεται, ὁ δ’ ἄνθρωπος συνδρῶν καὶ σχηματίζων καὶ ἐπιτήδειον παρέχων ἑαυτόν, ἀνακιρνὰς τῷ πάσχειν τὸ ποιεῖν—, οὕτως καὶ τὸ τύπτεσθαι·"],["80","τὸ μὲν ὃ συμβέβηκε πληγῶν ἄξια ἠδικηκότι οἰκέτῃ ἢ ἐλευθέρῳ διὰ ῥᾳδιουργίαν ἐπὶ τροχοῦ κατατεινομένῳ ἤ τινι τῶν ἀψύχων— τύπτονται γὰρ λίθοι καὶ ξύλα καὶ χρυσὸς καὶ ἄργυρος καὶ ὅσαι ἐν χαλκοτυπείῳ ἐλαυνόμεναι ὗλαι ἢ διαιρούμεναι—, τὸ δὲ ὃ συμβέβηκεν ἀθλητῇ πυγμὴν ἢ παγκράτιον περὶ νίκης καὶ στεφάνων ἀγωνιζομένῳ·"],["81","οὗτος μὲν οὖν τὰς ἐπιφερομένας πληγὰς ἑκατέρᾳ τῶν χειρῶν ἀποσείεται καὶ τὸν αὐχένα περιάγων ὧδε κἀκεῖσε τὸ μὴ τυφθῆναι φυλάσσεται, πολλάκις δὲ καὶ δακτύλοις ποδῶν ἄκροις ἐπιβεβηκὼς καὶ πρὸς ὕψος αὑτὸν ἐξάρας ἢ στείλας καὶ συναγαγὼν ἔμπαλιν κατὰ κενοῦ φέρειν τὰς χεῖρας τὸν ἀντίπαλον ἠνάγκασε σκιαμαχίᾳ τι παραπλήσιον δρῶντα· ὁ δὲ οἰκέτης ἢ ὁ χαλκὸς μηδὲν ἀντιδρῶν ὑπέρριπται πάντα πεισόμενος, ὅσα ἂν ὁ διατιθεὶς ἐργάσασθαι διανοῆται."],["82","τοῦτο μὲν οὖν τὸ πάθος μήτε σώματι μήτε πολὺ μᾶλλον ψυχῇ δεξώμεθά ποτε, τὸ δ’ ἀντιπεπονθὸς ἐκεῖνο— ἐπειδὴ πάσχειν ἀνάγκη τὸ θνητόν—, ἵνα μὴ καθάπερ οἱ θηλυδρίαι κεκλασμένοι καὶ παρειμένοι καὶ προαναπίπτοντες μετ’ ἐκλύσεως ψυχικῶν δυνάμεων ἐξασθενῶμεν, ἀλλ’ ἐρρωμένοι τοῖς διανοίας τόνοις ἐπελαφρίζειν κἀπικουφίζειν ἰσχύωμεν τὴν φορὰν τῶν ἐπαρτωμένων δεινῶν."],["83","ἐπειδὴ τοίνυν θνητὸς οὐδεὶς οὐδενὸς ἐπιδέδεικται παγίως καὶ βεβαίως κύριος, οἱ δὲ λεγόμενοι δεσπόται δόξῃ μόνον, οὐ πρὸς ἀλήθειαν, ὀνομάζονται, ἀνάγκη δ’ ὡς ὑπήκοον καὶ δοῦλον, οὕτως ἡγεμόνα ἐν τῷ παντὶ εἶναι καὶ κύριον, γένοιτ’ ἂν ὁ τῷ ὄντι ἄρχων καὶ ἡγεμὼν εἷς ὁ θεός, ᾧ λέγειν ἦν πρεπῶδες, ὅτι πάντα"],["84","αὐτοῦ κτήματα. καὶ ὡς μεγαλοπρεπῶς ἅμα καὶ θεοπρεπῶς διεξέρχεται περὶ τούτων, κατανοήσωμεν τὸ „ὅλα μου, φησίν, ἐστίν “. ὅλα δ’ ἐστὶν ἅ φησι „δῶρα καὶ δόματα καὶ καρπώματα, ἃ διατηροῦντες προσοίσετε ἐν ταῖς ἐμαῖς ἑορταῖς ἐμοί “(Num. 28, 2), πάνυ ἐκδήλως παριστὰς ὅτι τῶν ὄντων τὰ μὲν χάριτος μέσης ἠξίωται, ἣ καλεῖται δόσις, τὰ δὲ ἀμείνονος, ἧς ὄνομα οἰκεῖον δωρεά, τὰ δὲ τοιαῦτα γέγονεν, ὡς μὴ μόνον δύνασθαι καρποφορεῖν ἀρετάς, ἀλλὰ καὶ δι’ ὅλων ἤδη πεφυκέναι καρπὸς ἐδώδιμος, ᾧ μόνῳ ψυχὴ τοῦ φιλοθεάμονος τρέφεται."],["85","ὁ δὴ ταῦτα διδαχθεὶς καὶ διατηρεῖν καὶ διαφυλάττειν ἐν διανοίᾳ δυνάμενος ἄμωμον καὶ κάλλιστον ἱερεῖον οἴσει θεῷ πίστιν ἐν οὐ θνητῶν ἑορταῖς· ἑαυτῷ γὰρ τὰς ἑορτὰς προσκεκλήρωκε δόγμα τιθεὶς ἀναγκαιότατον τοῖς φιλοσοφίας θιασώταις."],["86","τὸ δὲ δόγμα τοῦτ’ ἐστί· μόνος ὁ θεὸς ἀψευδῶς ἑορτάζει· καὶ γὰρ μόνος γήθει καὶ μόνος χαίρει καὶ μόνος εὐφραίνεται καὶ μόνῳ τὴν ἀμιγῆ πολέμου συμβέβηκεν εἰρήνην ἄγειν· ἄλυπός ἐστι καὶ ἄφοβος καὶ ἀκοινώνητος κακῶν, ἀνένδοτος, ἀνώδυνος, ἀκμής, εὐδαιμονίας ἀκράτου μεστός· τελειοτάτη ἡ τούτου φύσις, μᾶλλον δὲ αὐτὸς ἄκρα καὶ τέλος καὶ ὅρος εὐδαιμονίας ὁ θεός, μετέχων μὲν οὐδενὸς ἑτέρου πρὸς βελτίωσιν, τὸ δὲ ἴδιον μεταδεδωκὼς ἅπασι τοῖς ἐν μέρει τῆς τοῦ καλοῦ πηγῆς, ἑαυτοῦ· τὰ γὰρ ἐν κόσμῳ καλὰ οὔποτ’ ἂν ἐγεγένητο τοιαῦτα, μὴ πρὸς ἀρχέτυπον τὸ πρὸς ἀλήθειαν καλὸν τὸ ἀγένητον καὶ μακάριον καὶ ἄφθαρτον ἀπεικονισθέντα."],["87","καὶ διὰ τοῦτο καὶ τὸ „σάββατον “— ἑρμηνεύεται δ’ ἀνάπαυσις— „θεοῦ “φησιν εἶναι Μωυσῆς πολλαχοῦ τῆς νομοθεσίας (Exod. 20, 10 al.), οὐχὶ ἀνθρώπων, ἁπτόμενος φυσιολογίας ἀναγκαίας— τὸ γὰρ ἐν τοῖς οὖσιν ἀναπαυόμενον, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἕν ἐστιν ὁ θεός—, ἀνάπαυλαν δὲ οὐ τὴν ἀπραξίαν καλῶν, ἐπειδὴ φύσει δραστήριον τὸ τῶν ὅλων αἴτιον παῦλαν οὐδέποτε ἴσχον τοῦ ποιεῖν τὰ κάλλιστα, ἀλλὰ τὴν ἄνευ κακοπαθείας μετὰ πολλῆς εὐμαρείας ἀπονωτάτην ἐνέργειαν·"],["88","ἥλιον μὲν γὰρ καὶ σελήνην καὶ τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον, ἅτε καὶ οὐκ ὄντα αὐτεξούσια καὶ κινούμενα καὶ φερόμενα συνεχῶς, θέμις εἰπεῖν κακοπαθεῖν· καὶ τοῦ καμάτου μαρτύριον ἐναργέστατον αἱ ἐτήσιοι ὧραι· τά τε γὰρ συνεκτικώτατα τῶν ἐν οὐρανῷ τὰς κινήσεις ἐναλλάττει, τοτὲ μὲν βορείους τοτὲ δὲ νοτίους τοτὲ δὲ ἀλλοίας ποιούμενα τὰς περιφοράς, ὅ τε ἀὴρ ἀλεαινόμενος καὶ ψυχόμενος καὶ πάσας τροπὰς τρεπόμενος ἐκ τῶν ἰδίων παθημάτων ἐλέγχεται κάμνων, ἐπεὶ τὸ συνεκτικώτατον μεταβολῆς αἴτιον κάματος·"],["89","εὔηθες δ’ ἐστὶ περὶ τῶν χερσαίων ἢ καθ’ ὕδατος μακρηγορεῖν τὰς καθόλου καὶ κατὰ μέρη τροπὰς αὐτῶν ἐπὶ μήκιστον διεξιόντα· ταῦτα γὰρ πολὺ πλείω τῶν μεταρσίων κατὰ τὸ εἰκὸς ἀσθένειαν ἐνδέχεται, ἅτε πλεῖστον μετέχοντα τῆς ὑστάτης καὶ γεώδους οὐσίας."],["90","ἐπειδὴ τοίνυν τὰ μὲν τρεπόμενα καμάτῳ πέφυκε μεταβάλλειν, ἄτρεπτος δὲ καὶ ἀμετάβλητος ὁ θεός, ἀκμὴς ἂν εἴη φύσει· τὸ δ’ ἀσθενείας ἀμέτοχον, κἂν πάντα ποιῇ, δι’ αἰῶνος ἀναπαυόμενον οὔποτε λήξει· ὥστε οἰκειότατον μόνῳ θεῷ τὸ ἀναπαύεσθαι. ἐδείχθη δὲ καὶ τὸ ἑορτάζειν ἐπιβάλλον αὐτῷ· μόνου ἄρα καὶ ἑβδόμαι καὶ ἑορταὶ τοῦ αἰτίου, ἀνθρώπων δὲ συνόλως οὐδενός."],["91","ἴθι γάρ, εἰ θέλεις, συνεπίσκεψαι τὰς ἀοιδίμους πανηγύρεις ἡμῶν. ὅσαι μὲν δὴ κατ’ ἔθνη βαρβαρικά τε καὶ ἑλληνικὰ ἐκ μυθικῶν πλασμάτων συνέστησαν ἄλλαι παρ’ ἄλλοις κενὸν τῦφον ἔχουσαι τὸ τέλος, ἀφείσθωσαν· καὶ γὰρ οὐδ’ ὁ σύμπας ἀνθρώπων βίος ἐξαρκέσει πρὸς τὸ τὰς ἐνυπαρχούσας ἀτοπίας ἑκάσταις ἀκριβῶσαι· ἃ δ’ ἂν ἀντὶ πολλῶν εἴποι τις ἐφ’ ἁπάσας ὀλίγα στοχαζόμενος τοῦ καιροῦ, λεκτέον."],["92","πάσης ἑορτῆς τε καὶ πανηγύρεως τῶν παρ’ ἡμῖν τὰ θαυμαστὰ καὶ περιμάχητα ἔργα ταῦτα· ἄδεια ἄνεσις ἐκεχειρία μέθη παροινία κῶμοι χλιδὴ θρύψις θυραυλίαι παννυχίδες, ἀπρεπεῖς ἡδοναί, μεθημερινοὶ γάμοι, βιαιόταται ὕβρεις, ἀσκήσεις ἀκρασίας, ἀφροσύνης μελέται, ἐπιτηδεύσεις αἰσχρῶν, φθορὰ παντελὴς τοῦ καλοῦ, νυκτεγερσίαι πρὸς ἀπλήστους ἐπιθυμίας, ὕπνος ἐν ἡμέρᾳ, ὁπότε καιρὸς ἐγρηγόρσεως, φύσεως ἔργων ἐναλλαγή·"],["93","τότε ἀρετὴ μὲν ὡς βλαβερὸν γελᾶται, κακία δὲ ὡς ὠφέλιμον ἁρπάζεται, τότε τὰ μὲν πρακτέα ἄτιμα, τὰ δὲ μὴ πρακτέα ἐπίτιμα, τότε μουσικὴ μὲν καὶ φιλοσοφία καὶ πᾶσα παίδευσις, τὰ τῆς θείας ψυχῆς θεῖα ὡς ἀληθῶς ἀγάλματα, ἀφωνίαν ἴσχει, αἱ δὲ μαστροπεύουσαι καὶ προξενοῦσαι τὰς ἡδονὰς γαστρὶ καὶ τοῖς μετὰ γαστέρα ῥητορεύουσι."],["94","τοιαῦται τῶν λεγομένων εὐδαιμόνων αἱ ἑορταί. καὶ μέχρι μὲν ἐν οἰκίαις ἢ χωρίοις βεβήλοις ἀσχημονοῦσιν, ἧττον ἁμαρτάνειν μοι δοκοῦσιν· ἐπειδὰν δὲ ὥσπερ χειμάρρου φορὰ πάντῃ νεμηθεῖσα καὶ ἱερῶν τοῖς ἁγιωτάτοις προσπελάσασα βιάσηται, τὰ ἐν τούτοις εὐαγῆ πάντα εὐθὺς ἔρριψεν, ὡς ἀπεργάσασθαι θυσίας ἀνιέρους, ἱερεῖα ἄθυτα, εὐχὰς ἀτελεῖς, ἀμυήτους μυήσεις, ἀνοργιάστους τελετάς, νόθον εὐσέβειαν, κεκιβδηλευμένην ὁσιότητα, ἁγνείαν ἄναγνον, κατεψευσμένην ἀλήθειαν, βωμολόχον θεραπείαν θεοῦ."],["95","καὶ πρὸς τούτοις ἔτι τὰ μὲν σώματα λουτροῖς καὶ καθαρσίοις ἀπορρύπτονται, τὰ δὲ ψυχῆς ἐκνίψασθαι πάθη, οἷς καταρρυπαίνεται ὁ βίος, οὔτε βούλονται οὔτε ἐπιτηδεύουσι· καὶ λευχειμονοῦντες μὲν εἰς τὰ ἱερὰ βαδίζειν σπουδάζουσιν ἀκηλιδώτους ἐσθῆτας ἀμπεχόμενοι, διάνοιαν δὲ κεκηλιδωμένην ἄχρι τῶν ἀδύτων εἰσάγοντες οὐκ αἰδοῦνται."],["96","κἂν μέν τι τῶν θρεμμάτων μὴ παντελὲς καὶ ὁλόκληρον εὑρίσκηται, ἔξω περιρραντηρίων ἀπελαύνεται βωμοῖς οὐκ ἐώμενον προσαχθῆναι, καίτοι ταῖς σωματικαῖς λώβαις ἁπάσαις κεχρημένον ἀκουσίοις· κατατετρωμένοι δὲ τὰς ψυχὰς ἐκ νοσημάτων χαλεπῶν, ἃ κακίας ἀμήχανος δύναμις προσέβαλε, μᾶλλον δὲ ἠκρωτηριασμένοι καὶ ἐκτετμημένοι τὰ κάλλιστα, φρόνησιν καρτερίαν δικαιοσύνην εὐσέβειαν, τὰς ἄλλας ὅσας τὸ ἀνθρώπειον γένος χωρεῖν πέφυκεν ἀρετάς, καὶ καθ’ ἑκούσιον γνώμην ἐνδεδεγμένοι τὰς λύμας, ὅμως ἱερουργεῖν τολμῶσι νομίζοντες τὸν τοῦ θεοῦ ὀφθαλμὸν τὰ ἐκτὸς μόνα ὁρᾶν ἡλίου συνεργοῦντος, ἀλλ’ οὐχὶ πρὸ τῶν ἐμφανῶν τὰ ἀφανῆ καταθεᾶσθαι φωτὶ χρώμενον ἑαυτῷ·"],["97","ὁ γὰρ τοῦ ὄντος ὀφθαλμὸς φωτὸς ἑτέρου πρὸς κατάληψιν οὐ δεῖται, αὐτὸς δ’ ὢν ἀρχέτυπος αὐγὴ μυρίας ἀκτῖνας ἐκβάλλει, ὧν οὐδεμία ἐστὶν αἰσθητή, νοηταὶ δ’ ἅπασαι· παρὸ καὶ μόνος ὁ νοητὸς θεὸς αὐταῖς χρῆται, τῶν δὲ γενέσεως μεμοιραμένων οὐδείς· αἰσθητὸν γὰρ τὸ"],["98","γενόμενον, αἰσθήσει δὲ ἀκατάληπτος ἡ νοητὴ φύσις. ἐπειδὴ τοίνυν ἀοράτως τόδε τῆς ψυχῆς χωρίον εἰσδύεται, παρασκευάζωμεν τὸν τόπον ἐκεῖνον ὡς ἔνεστι κάλλιστον, ἀξιόχρεων ἐνδιαίτημα θεοῦ γενησόμενον· εἰ δὲ μή, λήσεται μεταναστὰς εἰς ἕτερον οἶκον, ὃς ἂν ἄμεινον αὐτῷ δοκῇ δεδημιουργῆσθαι."],["99","εἰ γὰρ βασιλεῖς ὑποδέχεσθαι μέλλοντες λαμπροτέρας κατασκευάζομεν τὰς ἰδίας οἰκίας, μηδενὸς τῶν εἰς κόσμον ὀλιγωροῦντες, ἀλλὰ πᾶσιν ἀδεῶς καὶ ἀφθόνως χρώμενοι, τοῦ τὴν καταγωγὴν ἡδίστην ἅμα καὶ μετὰ τοῦ πρέποντος ἀξιώματος αὐτοῖς γενέσθαι στοχαζόμενοι, τῷ βασιλέων βασιλεῖ καὶ τῶν συμπάντων ἡγεμόνι θεῷ δι’ ἡμερότητα καὶ φιλανθρωπίαν ἀξιώσαντι τὸ γενητὸν ἐπισκέψεως καὶ ἀπ’ οὐρανοῦ περάτων μέχρι γῆς ἐσχάτων ἐπ’ εὐεργεσίᾳ τοῦ γένους ἡμῶν κατελθόντι ποδαπὸν οἶκον ἄρα χρὴ κατασκευάζεσθαι;"],["100","λίθων μὲν ἢ ξυλίνης ὕλης; ἄπαγε, ἀλλ’ οὐδ’ εἰπεῖν εὐαγές· οὐδὲ γάρ, εἰ πᾶσα γῆ χρυσὸς ἤ τι χρυσοῦ τιμαλφέστερον μεταβαλοῦσα ἐξαίφνης γένοιτο κἄπειτα δημιουργῶν τέχναις στοὰς καὶ προπύλαια καὶ ἀνδρῶνας καὶ προτεμενίσματα καὶ νεὼς κατασκευαζόντων ἀναλωθείη, γένοιτ’ ἂν βάσις αὐτοῦ τοῖς"],["101","ποσίν· ἀξιόχρεως μέντοι γε οἶκος ψυχὴ ἐπιτήδειος. οἶκον οὖν ἐπίγειον τὴν ἀόρατον ψυχὴν τοῦ ἀοράτου θεοῦ λέγοντες ἐνδίκως καὶ κατὰ νόμον φήσομεν. ἵνα δὲ βέβαιος καὶ περικαλλέστατος εἴη ὁ οἶκος, θεμέλιοι μὲν ὑποβεβλήσθωσαν εὐφυΐα καὶ διδασκαλία, ἀρεταὶ δὲ μετὰ καλῶν πράξεων ἐποικοδομείσθωσαν αὐτῷ, τὰ δὲ προκοσμήματα ἔστω ἡ ἀνάληψις τῶν ἐγκυκλίων προπαιδευμάτων·"],["102","ἐκ μὲν γὰρ εὐφυΐας εὐθιξία ἐπιμονὴ μνήμη, ἐκ δὲ διδασκαλίας εὐμάθεια προσοχὴ καθάπερ τινὸς ῥίζαι δένδρου μέλλοντος ἡμέρους καρποὺς ἀποκυΐσκειν συνίστανται, ὧν ἄνευ τελεσιουργηθῆναι διάνοιαν ἀμήχανον·"],["103","ἐκ δὲ ἀρετῶν καὶ τῶν κατ’ αὐτὰς πράξεων τὸ ἐχυρὸν καὶ βέβαιον τῆς ἀσφαλοῦς ἱδρύσεως περιγίνεται, τοῦ διαστῆσαι καὶ φυγαδεῦσαι καὶ μετανάστιν ἀπεργάσασθαι τοῦ καλοῦ ψυχὴν ἐγνωκότος πρὸς οὕτως καρτερὰν ἰσχὺν ἐξασθενοῦντος·"],["104","ἐκ δὲ τῆς ἐγκυκλίου τῶν προπαιδευμάτων μελέτης τὰ πρὸς κόσμον τῆς ψυχῆς ὡς ἑστίας ἤρτηται· καθάπερ γὰρ κονιάματα καὶ γραφαὶ καὶ πινάκια καὶ λίθων πολυτελῶν διαθέσεις, αἷς οὐ μόνον τοίχους ἀλλὰ καὶ τὰ ἐδάφη ποικίλλουσι, καὶ ὅσα ἄλλα τοιαῦτα πρὸς μὲν ἰσχὺν οὐ συμβάλλεται, τέρψιν δὲ περιποιεῖ μόνον τοῖς ἐνοικοῦσιν,"],["105","οὕτως ἡ τῶν ἐγκυκλίων ἐπιστήμη τὸν ψυχικὸν οἶκον ἅπαντα διακοσμεῖ, γραμματικὴ μὲν ποιητικὴν ἐρευνῶσα καὶ παλαιῶν πράξεων ἱστορίαν μεταδιώκουσα, γεωμετρία δὲ τὴν κατ’ ἀναλογίαν ἰσότητα περιποιοῦσα, τὸ δὲ ἐν ἡμῖν ἄρρυθμον καὶ ἄμετρον καὶ ἐκμελὲς ῥυθμῷ καὶ μέτρῳ καὶ μέλει διὰ μουσικῆς ἀστείου θεραπεύουσα, ῥητορικὴ δὲ τάς τε ἐν ἑκάστοις δεινότητας ἐξετάζουσα καὶ πᾶσιν τὴν πρέπουσαν ἑρμηνείαν ἐφαρμόζουσα, τονώσεις καὶ περιπαθήσεις καὶ ἔμπαλιν ἀνέσεις καὶ ἡδονὰς μετὰ στωμυλίας καὶ τῆς περὶ γλῶτταν καὶ τὰ φωνητήρια ὄργανα εὐπραγίας περιποιοῦσα."],["106","τοιούτου κατασκευασθέντος οἴκου παρὰ τῷ θνητῷ γένει, χρηστῶν ἐλπίδων τἀπίγεια πάντα ἀναπλησθήσεται κάθοδον δυνάμεων θεοῦ προσδοκήσαντα· αἱ δὲ νόμους ἀπ’ οὐρανοῦ καὶ θεσμοὺς ἐπιφερόμεναι τοῦ καθαγιάσαι καὶ καθιερῶσαι χάριν ἀφίξονται κατὰ τὴν τοῦ πατρὸς αὐτῶν ἐπικέλευσιν· εἶθ’ ὁμοδίαιτοι καὶ ὁμοτράπεζοι ταῖς φιλαρέτοις γενόμεναι ψυχαῖς σπείρουσιν ἐν αὐταῖς γένος τὸ εὔδαιμον, καθὰ καὶ Ἀβραὰμ τῷ σοφῷ τῆς παρ’ αὐτῷ καταγωγῆς τὸν Ἰσαὰκ τελειοτάτην χάριν δεδώρηνται."],["107","χαίρει δ’ ἐπ’ οὐδενὶ μᾶλλον ἡ κεκαθαρμένη διάνοια ἢ τῷ δεσπότην ἔχειν τὸν ἡγεμόνα πάντων ὁμολογεῖν· τὸ γὰρ δουλεύειν θεῷ μέγιστον αὔχημα καὶ οὐ μόνον ἐλευθερίας ἀλλὰ καὶ πλούτου καὶ ἀρχῆς καὶ πάντων ὅσα τὸ θνητὸν ἀσπάζεται γένος τιμιώτερον."],["108","τῆς δὲ τοῦ ὄντος ἡγεμονίας ὁ χρησμὸς ἀληθὴς μάρτυς λέγων ὧδε· „καὶ ἡ γῆ οὐ πραθήσεται εἰς βεβαίωσιν· ἐμὴ γάρ ἐστι πᾶσα ἡ γῆ, διότι προσήλυτοι καὶ πάροικοι ὑμεῖς ἐστε ἐναντίον ἐμοῦ “(Lev. 25, 23). ἆρ’ οὐκ ἐναργέστατα παρίστησιν, ὅτι κτήσει μὲν τὰ πάντα θεοῦ, χρήσει δὲ μόνον γενέσεώς ἐστι;"],["109","βεβαίως, γάρ φησιν, οὐδὲν οὐδενὶ πεπράσεται τῶν ἐν γενέσει, ὡς [ἂν] ἑνὸς ὄντος οὗ κυρίως βεβαία ἡ τῶν ὅλων κτῆσις· κέχρηκε γὰρ ὁ θεὸς τὰ γενητὰ πάντα πᾶσιν, οὐδὲν τῶν κατὰ μέρος τέλειον ἐργασάμενος, ὃ μὴ πάντως χρεῖον ἄλλου, ἵν’ οὗ δεῖται τυχεῖν γλιχόμενον ἐξ ἀνάγκης τῷ παρασχεῖν δυναμένῳ πλησιάζῃ καὶ ἐκεῖνο τούτῳ καὶ ἀμφότερα ἀλλήλοις·"],["110","οὕτως γὰρ ἐπαλλάττοντα καὶ ἐπιμιγνύμενα λύρας τρόπον ἐξ ἀνομοίων ἡρμοσμένης φθόγγων εἰς κοινωνίαν καὶ συμφωνίαν ἐλθόντα συνηχήσειν ἔμελλεν, ἀντίδοσίν τινα καὶ ἀντέκτισιν πάντα διὰ πάντων ὑπομένοντα πρὸς τὴν τοῦ κόσμου παντὸς ἐκπλήρωσιν·"],["111","ταύτῃ καὶ ἄψυχα ἐμψύχων καὶ ἄλογα λογικῶν καὶ δένδρα ἀνθρώπων καὶ ἄνθρωποι φυτῶν καὶ ἡμέρων ἀτίθασα καὶ ἀγρίων χειροήθη καὶ ἄρρεν θήλεος καὶ θῆλυ ἄρρενος καὶ συνελόντι φράσαι χερσαῖα ἐνύδρων καὶ ἔνυδρα ἀεροπόρων καὶ πτηνὰ τῶν προειρημένων καὶ προσέτι γῆς μὲν οὐρανός, οὐρανοῦ δὲ γῆ, ἀὴρ δὲ ὕδατος, ὕδωρ δὲ πνεύματος, καὶ πάλιν αἱ μεταξὺ φύσεις ἀλλήλων τε καὶ τῶν ἄκρων καὶ αἱ ἄκραι τῶν μέσων καὶ ἑαυτῶν ἐρῶσι·"],["112","χειμών γε μὴν θέρους καὶ θέρος χειμῶνος καὶ ἔαρ ἀμφοῖν καὶ μετόπωρον ἔαρος καὶ ἕκαστον ἑκάστου καὶ ὡς ἔπος εἰπεῖν πάντα πάντων ἐπιδεᾶ τε καὶ χρεῖα, ἵνα τὸ ὅλον, οὗ μέρη ταῦτα, παντελὲς ἔργον ἄξιόν τε εἴη τοῦ"],["113","δημιουργοῦ, ὅδε ὁ κόσμος. οὕτως οὖν αὐτὰ συνθεὶς τὸ μὲν κράτος ἁπάντων ἀνῆψεν ἑαυτῷ, τὴν δὲ χρῆσιν καὶ ἀπόλαυσιν ἔνειμε τοῖς ὑπηκόοις ἑαυτῶν τε καὶ ἀλλήλων· καὶ γὰρ ἑαυτοὺς καὶ ὅσα περὶ ἡμᾶς χρῆσιν ἔχομεν· ἐγὼ γοῦν ἐκ ψυχῆς καὶ σώματος συνεστώς, νοῦν λόγον αἴσθησιν ἔχειν δοκῶν, οὐδὲν αὐτῶν ἴδιον εὑρίσκω·"],["114","ποῦ γάρ μου τὸ σῶμα πρὸ γενέσεως ἦν; ποῖ δὲ καὶ χωρήσει μεταστάντος μου; ποῦ δὲ καὶ τοῦ δοκοῦντος ὑφεστάναι τῶν ἡλικιῶν αἱ διαφοραί; ποῦ τὸ βρέφος, ποῦ ὁ παῖς, ποῦ ὁ ἀντίπαις, ποῦ ὁ ἄρτι ἡβῶν, ποῦ τὸ μειράκιον, ὁ πρωτογένειος, ὁ νεανίας, ὁ τέλειος ἀνήρ; πόθεν δὲ ἦλθεν ἡ ψυχή, ποῖ δὲ χωρήσει, πόσον δὲ χρόνον ἡμῖν ὁμοδίαιτος ἔσται; τίς δέ ἐστι τὴν οὐσίαν, ἔχομεν εἰπεῖν; πότε δὲ καὶ ἐκτησάμεθα αὐτήν; πρὸ γενέσεως; ἀλλ’ οὐχ ὑπήρχομεν· μετὰ τὸν θάνατον; ἀλλ’ οὐκ ἐσόμεθα οἱ μετὰ σωμάτων σύγκριτοι ποιοί, ἀλλ’ εἰς παλιγγενεσίαν ὁρμήσομεν οἱ μετὰ ἀσωμάτων σύγκριτοι ποιοί."],["115","ἀλλὰ νῦν ὅτε ζῶμεν κρατούμεθα μᾶλλον ἢ ἄρχομεν καὶ γνωριζόμεθα μᾶλλον ἢ γνωρίζομεν· οἶδε γὰρ ἡμᾶς οὐ γνωριζομένη πρὸς ἡμῶν καὶ ἐπιτάγματα ἐπιτάττει, οἷς ἐξ ἀνάγκης ὑπηρετοῦμεν ὡς οἰκέται δεσποίνῃ· ἀπόλειψίν τε ὅταν ἐθέλῃ πρὸς τὸν ἄρχοντα χρηματίσασα μεταναστήσεται ἔρημον καταλιποῦσα ζωῆς τὸν ἡμέτερον οἶκον, κἂν ἐπιμένειν βιαζώμεθα, διαλύσεται· λεπτομερὴς γὰρ αὐτῆς ἡ φύσις, ὡς μηδεμίαν ἐμπαρέχειν λαβὴν σώματι."],["116","ὁ δὲ νοῦς ἐμόν ἐστιν διαίτημα; ὁ ψευδῶν εἰκαστικός, ὁ πλάνης, ὁ οἰητικός, ὁ παρανοῶν, ὁ μωραίνων, ὁ εὑρισκόμενος ἄνους ἐν ἐκστάσει καὶ μελαγχολίᾳ καὶ μακρῷ γήρᾳ; ἀλλ’ ὁ λόγος κτῆμα ἐμόν; ἢ τὰ φωνῆς ὄργανα; μικρὰ νόσου πρόφασις οὐ τὴν γλῶτταν ἐπήρωσεν, οὐ τὸ στόμα καὶ τῶν πάνυ λογίων ἀπέρραψεν; οὐχὶ δεινοῦ προσδοκία καταπλήξασα μυρίους ἀχανεῖς ἐποίησε;"],["117","καὶ μὴν οὐδὲ τῆς αἰσθήσεως ἡγεμὼν εὑρίσκομαι, τάχα δέ που καὶ δοῦλος ἀκολουθῶν ᾗ ἂν ἄγῃ, πρὸς χρώματα, πρὸς σχήματα, πρὸς φωνάς, πρὸς ὀσμάς, πρὸς χυλούς, πρὸς τὰ ἄλλα σώματα. δι’ ὧν ἁπάντων δεδηλῶσθαι νομίζω, ὅτι τοῖς ἀλλοτρίοις κτήμασι χρώμεθα, καὶ οὔτε δόξαν οὔτε πλοῦτον οὔτε τιμὰς οὔτε ἀρχὰς οὔθ’ ὅσα περὶ σῶμα ἢ ψυχὴν ἴδια κεκτήμεθα, ἀλλ’ οὐδ’ αὐτὸ τὸ ζῆν·"],["118","χρῆσιν δὲ ἔχοντες ἐὰν μὲν γνῶμεν, ἐπιμελησόμεθα ὡς θεοῦ κτημάτων, προλαβόντες ὅτι τῷ δεσπότῃ νόμος ὅταν θέλῃ τὰ ἑαυτοῦ κομίζεσθαι· οὕτως γὰρ τὰς ἐπὶ ταῖς ἀφαιρέσεσιν ἀνίας ἐπικουφιοῦμεν· νυνὶ δὲ οἱ πολλοὶ νομίζοντες ἑαυτῶν πάντα κτήματα κατὰ τήν τινος ἀπουσίαν καὶ ἔνδειαν εὐθὺς περιπαθοῦσι."],["119","γίνεται οὖν οὐ μόνον ἀληθὲς ἀλλὰ καὶ τῶν μάλιστα συντεινόντων εἰς παρηγορίαν τὸ τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ τοῦ γεννήσαντος ἔργα τε εἶναι καὶ κτήματα. τὸ δὲ ἔργον τὸ ἴδιον ὁ κεκτημένος δεδώρηται, ὅτι οὐ δεῖται· ὁ δὲ χρώμενος οὐχὶ κέκτηται, ὅτι κύριος εἷς ἁπάντων καὶ δεσπότης ἐστίν, ὃς ὀρθότατα ἐρεῖ· „ἐμὴ πᾶσά ἐστιν ἡ γῆ “— ἴσον τῷ, τὸ γενητὸν ἅπαν ἐμόν—, „ὑμεῖς δὲ προσήλυτοι καὶ πάροικοι ἐναντίον ἐμοῦ “(Lev. 25, 23)."],["120","πρὸς μὲν γὰρ ἀλλήλους οἱ γενόμενοι πάντες αὐτοχθόνων καὶ εὐπατριδῶν ἔχουσι λόγον, πάντες ἰσοτιμίαν καὶ ἰσοτέλειαν καρπούμενοι, πρὸς δὲ θεὸν ἐπηλύτων καὶ παροίκων· ἕκαστος γὰρ ἡμῶν ὥσπερ εἰς ξένην πόλιν ἀφῖκται τόνδε τὸν κόσμον, ἧς πρὸ γενέσεως οὐ μετεῖχε, καὶ ἀφικόμενος παροικεῖ, μέχρις ἂν τὸν ἀπονεμηθέντα τοῦ βίου χρόνον διαντλήσῃ."],["121","ἅμα μέντοι καὶ δόγμα εἰσηγεῖται πάνσοφον, ὅτι μόνος κυρίως ὁ θεὸς πολίτης ἐστί, πάροικον δὲ καὶ ἐπήλυτον τὸ γενητὸν ἅπαν, οἱ δὲ λεγόμενοι πολῖται καταχρήσει μᾶλλον ὀνόματος ἢ ἀληθείᾳ προσαγορεύονται· δωρεὰ δὲ ἀποχρῶσα σοφοῖς ἀνδράσι πρὸς τὸν μόνον πολίτην θεὸν ἀντεξετασθεῖσιν, ἐπηλύτων καὶ παροίκων λαβεῖν τάξιν, ἐπειδὴ τῶν ἀφρόνων ἔπηλυς μὲν ἢ πάροικος ἁπλῶς οὐδεὶς ἐν τῇ τοῦ θεοῦ πόλει γίνεται, φυγὰς δὲ πάντως ἀνευρίσκεται, οἷον δὴ καὶ προσανεφθέγξατο ὡς δογματικώτατον. „πράσει “φησίν „οὐ πραθήσεται ἡ γῆ “· καὶ ὑπὸ τίνος ἡσύχασεν, ἵν’ ἐκ τοῦ παρασιωπηθέντος ὁ μὴ φυσιολογίας ἀμύητος εἰς ἐπιστήμην ὠφελῆται."],["122","εὑρήσεις τοίνυν σκοπῶν ἅπαντας καὶ τοὺς λεγομένους χαρίζεσθαι πιπράσκοντας μᾶλλον ἢ δωρουμένους καὶ οὓς οἰόμεθα λαμβάνειν χάριτας πρὸς ἀλήθειαν ὠνουμένους· οἱ μὲν γὰρ διδόντες, ἀμοιβὴν ἔπαινον ἢ τιμὴν θηρώμενοι, ζητοῦντες χάριτος ἀντίδοσιν, εὐπρεπεῖ δωρεᾶς ὀνόματι κυρίως πρᾶσιν ἐργάζονται, ἐπεὶ καὶ τοῖς πωλοῦσιν ἀνθ’ ὧν ἂν παράσχωσιν ἔθος λαμβάνειν ἐστίν· οἱ δὲ προσιέμενοι τὰς δωρεάς, μελετῶντες ἀποδοῦναι καὶ ἐπὶ καιρὸν ἀποδιδόντες, ἔργον ὠνουμένων δρῶσι, καὶ γὰρ ἐκεῖνοι ὥσπερ λαβεῖν ἴσασι καὶ ἀποδοῦναι."],["123","ὁ δὲ θεὸς οὐ πωλητὴρ ἐπευωνίζων τὰ ἑαυτοῦ κτήματα, δωρητικὸς δὲ τῶν ἁπάντων, ἀενάους χαρίτων πηγὰς ἀναχέων, ἀμοιβῆς οὐκ ἐφιέμενος· οὔτε γὰρ ἐπιδεὴς αὐτὸς οὔτε τις τῶν γεγονότων ἱκανὸς ἀντιδοῦναι δωρεάν."],["124","Πάντων οὖν ἀνωμολογημένων θεοῦ κτημάτων λόγοις τε ἀληθέσι καὶ μαρτυρίαις, ἃς οὐ θέμις ψευδομαρτυριῶν ἁλῶναι— χρησμοὶ γάρ, οὓς ἐν ἱεραῖς βίβλοις Μωυσῆς ἀνέγραψεν, οἱ μαρτυροῦντές εἰσι—, παραιτητέον τοίνυν τὸν νοῦν, ὃς τὸ γεννηθὲν κατὰ τὴν πρὸς αἴσθησιν σύνοδον κτῆμα ἴδιον ᾠήθη τε καὶ ἐκάλεσε [τὸν] Κάιν καὶ εἶπεν· „ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ “, καὶ κατὰ τοῦτο διαμαρτών·"],["125","τί δήποτε; ὅτι ὁ θεὸς αἴτιον, οὐκ ὄργανον, τὸ δὲ γινόμενον δι’ ὀργάνου μὲν ὑπὸ δὲ αἰτίου πάντως γίνεται. πρὸς γὰρ τήν τινος γένεσιν πολλὰ δεῖ συνελθεῖν, τὸ ὑφ’ οὗ, τὸ ἐξ οὗ, τὸ δι’ οὗ, τὸ δι’ ὅ· καὶ ἔστι τὸ μὲν ὑφ’ οὗ τὸ αἴτιον, ἐξ οὗ δὲ ἡ ὕλη, δι’ οὗ δὲ τὸ ἐργαλεῖον, δι’ ὃ δὲ ἡ αἰτία."],["126","φέρε γάρ, εἴ τις ἀνέροιτο, οἰκία καὶ πόλις πᾶσα ἵνα κατασκευασθῇ, τίνα συνελθεῖν δεῖ; ἆρ’ οὐ δημιουργὸν καὶ λίθους καὶ ξύλα καὶ ὄργανα; τί οὖν ἐστι δημιουργὸς πλὴν τὸ αἴτιον ὑφ’ οὗ; τί δὲ λίθοι καὶ ξύλα πλὴν ἡ ὕλη, ἐξ ἧς ἡ κατασκευή; τί δὲ τὰ ὄργανα πλὴν τὰ δι’ ὧν; τίνος δὲ ἕνεκα πλὴν σκέπης καὶ ἀσφαλείας, τὸ δι’ ὃ τοῦτό ἐστι;"],["127","μετελθὼν οὖν ἀπὸ τῶν ἐν μέρει κατασκευῶν ἴδε τὴν μεγίστην οἰκίαν ἢ πόλιν, τόνδε τὸν κόσμον· εὑρήσεις γὰρ αἴτιον μὲν αὐτοῦ τὸν θεὸν ὑφ’ οὗ γέγονεν, ὕλην δὲ τὰ τέσσαρα στοιχεῖα ἐξ ὧν συνεκράθη, ὄργανον δὲ λόγον θεοῦ δι’ οὗ κατεσκευάσθη, τῆς δὲ κατασκευῆς αἰτίαν τὴν ἀγαθότητα τοῦ δημιουργοῦ. φιλαλήθων ἥδε διάκρισις ἐπιστήμης ἀληθοῦς καὶ ὑγιοῦς ἐφιεμένων· οἱ δὲ φάσκοντες διὰ τοῦ θεοῦ τι κεκτῆσθαι τὸ μὲν αἴτιον ὄργανον τὸν δημιουργόν, τὸ δ’ ὄργανον αἴτιον τὸν ἀνθρώπινον νοῦν ὑπολαμβάνουσιν."],["128","αἰτιάσαιτ’ ἂν ὁ ὀρθὸς λόγος καὶ Ἰωσὴφ εἰπόντα, διὰ τοῦ θεοῦ τὴν σαφήνειαν εὑρεθήσεσθαι τῶν ἐνυπνίων (Gen. 40, 8)· ἐχρῆν γὰρ εἰπεῖν, ὑπ’ αὐτοῦ ὡς αἰτίου τὴν τῶν ἀφανῶν ἀνάπτυξίν τε καὶ ἀκρίβειαν δεόντως ἔσεσθαι· ὄργανα γὰρ ἡμεῖς, δι’ ὧν αἱ κατὰ μέρος ἐνέργειαι, ἐπιτεινόμενα καὶ ἀνιέμενα, τεχνίτης δὲ ὁ τὴν πλῆξιν ἐργαζόμενος τῶν σώματός τε καὶ ψυχῆς δυνάμεων, ὑφ’ οὗ πάντα κινεῖται."],["129","τοὺς μὲν οὖν πραγμάτων διαφορὰς ἀδυνατοῦντας διαστέλλειν ὡς ἀμαθεῖς ἀναδιδακτέον, τοὺς δὲ ὑπὸ φιλονεικίας τὰς τῶν σημαινομένων τάξεις ἐναλλάττοντας ὡς ἐριστικοὺς φευκτέον, τοὺς δὲ μετὰ τῆς τῶν ἐμφερομένων ἀκριβοῦς ἐρεύνης ἑκάστῳ τῶν εὑρεθέντων τὴν οἰκείαν χώραν προσνέμοντας ὡς ἀψευδῆ φιλοσοφίαν μετιόντας ἐπαινετέον."],["130","Μωυσῆς γοῦν τοῖς δεδιόσι, μή ποτε πρὸς τοῦ φαύλου πανστρατιᾷ διώκοντος ἀπόλωνται, φησί· „στῆτε καὶ ὁρᾶτε τὴν σωτηρίαν τὴν παρὰ τοῦ κυρίου, ἣν ποιήσει ὑμῖν “(Exod. 14, 13), ἐκδιδάσκων ὅτι οὐ διὰ τοῦ θεοῦ ἀλλὰ παρ’ αὐτοῦ ὡς αἰτίου τὸ σῴζεσθαι."]]] \ No newline at end of file diff --git a/lines/on-the-confusion-of-languages.json b/lines/on-the-confusion-of-languages.json new file mode 100644 index 0000000000000000000000000000000000000000..c5f556f222a2fc52399d73e2f7829940c4c27782 --- /dev/null +++ b/lines/on-the-confusion-of-languages.json @@ -0,0 +1 @@ +[[["1","Περὶ μὲν δὴ τούτων ἀρκέσει τὰ εἰρημένα. σκεπτέον δὲ ἑξῆς οὐ παρέργως, ἃ περὶ τῆς τῶν διαλέκτων συγχύσεως φιλοσοφεῖ· λέγει γὰρ ὧδε· „καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσι. καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν τῇ γῇ Σεναὰρ καὶ κατῴκησαν ἐκεῖ. καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον· δεῦτε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί. καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός. καὶ εἶπον· δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτῶν ὄνομα πρὸ τοῦ διασπαρῆναι ἐπὶ πρόσωπον πάσης τῆς γῆς. καὶ κατέβη κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. καὶ εἶπε κύριος· ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων· καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἐξ αὐτῶν πάντα ὅσα ἂν ἐπιθῶνται ποιεῖν· δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ αὐτῶν τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον. καὶ διέσπειρεν αὐτοὺς κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ σύγχυσις, ὅτι ἐκεῖ συνέχεε κύριος τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς κύριος ἐπὶ πρόσωπον πάσης τῆς γῆς “(Gen. 11, 1— 9)."],["2","οἱ μὲν δυσχεραίνοντες τῇ πατρίῳ πολιτείᾳ, ψόγον καὶ κατηγορίαν αἰεὶ τῶν νόμων μελετῶντες, τούτοις καὶ τοῖς παραπλησίοις ὡς ἂν ἐπιβάθραις τῆς ἀθεότητος αὐτῶν, οἱ δυσσεβεῖς, χρῶνται φάσκοντες· ἔτι νῦν σεμνηγορεῖτε περὶ τῶν διατεταγμένων ὡς τοὺς ἀληθείας κανόνας αὐτῆς περιεχόντων;"],["3","ἰδοὺ γὰρ αἱ ἱεραὶ λεγόμεναι βίβλοι παρ’ ὑμῖν καὶ μύθους περιέχουσιν, ἐφ’ οἷς εἰώθατε γελᾶν, ὅταν ἄλλων διεξιόντων ἀκούητε. καίτοι τί δεῖ τοὺς πολλαχόθι τῆς νομοθεσίας ἐσπαρμένους ἀναλέγεσθαι ὥσπερ σχολὴν ἄγοντας καὶ ἐνευκαιροῦντας διαβολαῖς, ἀλλ’ οὐ μόνον τῶν ἐν χερσὶ καὶ παρὰ πόδας ὑπομιμνῄσκειν;"],["4","εἷς μὲν οὖν ἐστιν ὁ ἐοικὼς τῷ συντεθέντι ἐπὶ τῶν Ἀλωειδῶν, οὓς ὁ μέγιστος καὶ δοκιμώτατος τῶν ποιητῶν Ὅμηρος διανοηθῆναί φησι τρία τὰ περιμήκιστα τῶν ὀρῶν ἐπιφορῆσαι καὶ ἐπιχῶσαι ἐλπίσαντας τὴν εἰς οὐρανὸν ὁδὸν τοῖς ἀνέρχεσθαι βουλομένοις εὐμαρῆ διὰ τούτων ἔσεσθαι πρὸς αἰθέριον ὕψος ἀρθέντων· ἔστι δὲ τὰ περὶ τούτων ἔπη τοιαῦτα· Ὄσσαν ἐπ’ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπ’ Ὄσσῃ Πήλιον εἰνοσίφυλλον, ἵν’ οὐρανὸς ἀμβατὸς εἴη, Ὄλυμπος δὲ καὶ Ὄσσα καὶ Πήλιον ὀρῶν ὀνόματα."],["5","πύργον δὲ ὁ νομοθέτης ἀντὶ τούτων εἰσάγει πρὸς τῶν τότε ἀνθρώπων κατασκευαζόμενον θελησάντων ὑπ’ ἀνοίας ἅμα καὶ μεγαλαυχίας οὐρανοῦ ψαῦσαι. πῶς γὰρ οὐ φρενοβλάβεια δεινή; καὶ γὰρ εἰ τὰ τῆς συμπάσης μέρη γῆς ἐποικοδομηθείη προκαταβληθέντι βραχεῖ θεμελίῳ καὶ ἀνεγερθείη τρόπον κίονος ἑνός, μυρίοις τῆς αἰθερίου σφαίρας ἀπολειφθήσεται διαστήμασι, καὶ μάλιστα κατὰ τοὺς ζητητικοὺς τῶν φιλοσόφων, οἳ τοῦ παντὸς κέντρον εἶναι τὴν γῆν ἀνωμολόγησαν. ἕτερος δέ τις συγγενὴς τούτῳ περὶ τῆς τῶν ζῴων ὁμοφωνίας πρὸς μυθοπλαστῶν ἀναγράφεται·"],["6","λέγεται γάρ, ὡς ἄρα πάνθ’ ὅσα ζῷα χερσαῖα καὶ ἔνυδρα καὶ πτηνὰ τὸ παλαιὸν ὁμόφωνα ἦν, καὶ ὅνπερ τρόπον ἀνθρώπων Ἕλληνες μὲν Ἕλλησι, βαρβάροις δὲ βάρβαροι νῦν οἱ ὁμόγλωττοι διαλέγονται, τοῦτον τὸν τρόπον καὶ πάντα πᾶσι περὶ ὧν ἢ δρᾶν ἢ πάσχειν τι συνέβαινεν ὡμίλει, ὡς καὶ ἐπὶ ταῖς κακοπραγίαις συνάχθεσθαι κἄν, εἴ πού τι λυσιτελὲς ἀπαντῴη, συνευφραίνεσθαι."],["7","τάς τε γὰρ ἡδονὰς καὶ ἀηδίας ἀλλήλοις ἀναφέροντα διὰ τοῦ ὁμοφώνου συνήδετο καὶ συναηδίζετο, κἀκ τούτου τὸ ὁμοιότροπον καὶ ὁμοιοπαθὲς εὑρίσκετο, μέχριπερ κορεσθέντα τῆς τῶν παρόντων ἀγαθῶν ἀφθονίας, ὃ πολλάκις γίνεσθαι φιλεῖ, πρὸς τὸν τῶν ἀνεφίκτων ἔρωτα ἐξώκειλε καὶ περὶ ἀθανασίας ἐπρεσβεύετο γήρως ἔκλυσιν καὶ τὴν εἰς αἰεὶ νεότητος ἀκμὴν αἰτούμενα, φάσκοντα καὶ τῶν παρ’ αὐτοῖς ἓν ἤδη ζῴων τὸ ἑρπετόν, ὄφιν, τετυχηκέναι ταύτης τῆς δωρεᾶς· ἀποδυόμενον γὰρ τὸ γῆρας πάλιν ἐξ ὑπαρχῆς ἀνηβᾶν· ἄτοπον δ’ εἶναι ἢ τὰ κρείττω τοῦ χείρονος ἢ ἑνὸς τὰ πάντα λειφθῆναι."],["8","δίκην μέντοι τοῦ τολμήματος ἔδωκε τὴν προσήκουσαν· ἑτερόγλωττα γὰρ εὐθὺς ἐγένετο, ὡς ἐξ ἐκείνου μηκέτ’ ἀλλήλων ἐπακοῦσαι δυνηθῆναι χάριν τῆς ἐν ταῖς διαλέκτοις, εἰς ἃς ἡ μία καὶ κοινὴ πάντων ἐτμήθη, διαφορᾶς."],["9","ὁ δ’ ἐγγυτέρω τἀληθοῦς προσάγων τὸν λόγον τὰ ἄλογα τῶν λογικῶν διέζευξεν, ὡς ἀνθρώποις μόνοις μαρτυρῆσαι τὸ ὁμόφωνον. ἔστι δέ, ὥς γέ φασι, καὶ τοῦτο μυθῶδες. καὶ μὴν τήν γε φωνῆς εἰς μυρίας διαλέκτων ἰδέας τομήν, ἣν καλεῖ γλώττης σύγχυσιν, ἐπὶ θεραπείᾳ λέγουσιν ἁμαρτημάτων συμβῆναι, ὡς μηκέτ’ ἀλλήλων ἀκροώμενοι κοινῇ συναδικῶσιν, ἀλλὰ τρόπον τινὰ [ἄλλοι] ἀλλήλοις κεκωφωμένοι*** κατὰ συμπράξεις ἐγχειρῶσι τοῖς αὐτοῖς."],["10","τὸ δὲ οὐκ ἐπ’ ὠφελείᾳ φαίνεται συμβῆναι· καὶ γὰρ αὖθις οὐδὲν ἧττον κατὰ ἔθνη διῳκισμένων καὶ μὴ μιᾷ διαλέκτῳ χρωμένων γῆ καὶ θάλαττα πολλάκις ἀμυθήτων κακῶν ἐπληρώθη. οὐ γὰρ αἱ φωναί, ἀλλὰ αἱ ὁμότροποι τῆς ψυχῆς πρὸς τὸ ἁμαρτάνειν ζηλώσεις τοῦ συναδικεῖν αἴτιαι·"],["11","καὶ γὰρ οἱ ἐκτετμημένοι γλῶτταν νεύμασι καὶ βλέμμασι καὶ ταῖς ἄλλαις τοῦ σώματος σχέσεσι καὶ κινήσεσιν οὐχ ἧττον τῆς διὰ λόγων προφορᾶς ἃ ἂν θελήσωσιν ὑποσημαίνουσι· χωρὶς τοῦ καὶ ἔθνος ἓν πολλάκις οὐχ ὁμόφωνον μόνον ἀλλὰ καὶ ὁμόνομον καὶ ὁμοδίαιτον τοσοῦτον ἐπιβῆναι κακίας, ὥστε τοῖς ἀνθρώπων ἁπάντων ἁμαρτήμασιν ἰσοστάσια δύνασθαι πλημμελεῖν·"],["12","ἀπειρίᾳ τε διαλέκτων μυρίοι πρὸς τῶν ἐπιτιθεμένων οὐ προϊδόμενοι τὸ μέλλον προκατελήφθησαν, ὡς ἔμπαλιν ἐπιστήμῃ τοὺς ἐπικρεμασθέντας ἴσχυσαν φόβους τε καὶ κινδύνους ἀπώσασθαι· ὥστε λυσιτελὲς μᾶλλον ἢ βλαβερὸν εἶναι τὴν ἐν διαλέκτοις κοινωνίαν, ἐπεὶ καὶ μέχρι νῦν οἱ καθ’ ἑκάστην χώραν, καὶ μάλιστα τῶν αὐτοχθόνων, δι’ οὐδὲν οὕτως ὡς διὰ τὸ ὁμόγλωσσον ἀπαθεῖς κακῶν διατελοῦσι."],["13","κἂν εἰ μέντοι τις ἀνὴρ πλείους ἀναμάθοι διαλέκτους, εὐδόκιμος εὐθὺς παρὰ τοῖς ἐπισταμένοις ἐστὶν ὡς ἤδη φίλιος ὤν, οὐ βραχὺ γνώρισμα κοινωνίας ἐπιφερόμενος τὴν ἐν τοῖς ὀνόμασι συνήθειαν, ἀφ’ ἧς τὸ ἀδεὲς εἰς τὸ μηδὲν ἀνήκεστον παθεῖν ἔοικε πεπορίσθαι. τί οὖν ὡς κακῶν αἴτιον τὸ ὁμόγλωττον ἐξ ἀνθρώπων ἠφάνιζε, δέον ὡς"],["14","ὠφελιμώτατον ἱδρῦσθαι; τοὺς δὴ ταῦτα συντιθέντας καὶ κακοτεχνοῦντας ἰδίᾳ μὲν διελέγξουσιν οἱ τὰς προχείρους ἀποδόσεις τῶν ἀεὶ ζητουμένων ἐκ τῆς φανερᾶς τῶν νόμων γραφῆς ἀφιλονείκως ταμιευόμενοι, οὐκ ἀντισοφιζόμενοί ποθεν, ἀλλ’ ἑπόμενοι τῷ τῆς ἀκολουθίας εἱρμῷ προσπταίειν οὐκ ἐῶντι, ἀλλὰ κἄν, εἴ τινα ἐμποδὼν εἴη, ῥᾳδίως ἀναστέλλοντι, ὅπως αἱ τῶν λόγων διέξοδοι γίνωνται ἄπταιστοι."],["15","φαμὲν τοίνυν ἐκ τοῦ „τὴν γῆν εἶναι πᾶσαν χεῖλος ἓν καὶ φωνὴν μίαν„ κακῶν ἀμυθήτων καὶ μεγάλων συμφωνίαν δηλοῦσθαι, ὅσα τε πόλεις πόλεσι καὶ ἔθνεσιν ἔθνη καὶ χώραις χῶραι ἀντεπιφέρουσι, καὶ ὅσα μὴ μόνον εἰς ἑαυτοὺς ἀλλὰ καὶ εἰς τὸ θεῖον ἀσεβοῦσιν ἄνθρωποι· καίτοι ταῦτα πληθῶν ἐστιν ἀδικήματα. σκεπτόμεθα δ’ ἡμεῖς καὶ ἐφ’ ἑνὸς ἀνδρὸς τὸ ἀδιεξήγητον τῶν κακῶν πλῆθος, καὶ μάλισθ’"],["16","ὅταν τὴν ἀνάρμοστον καὶ ἐκμελῆ καὶ ἄμουσον ἴσχῃ συμφωνίαν. τὰ μὲν δὴ τυχηρὰ τίς οὐκ οἶδεν, ὅταν πενία καὶ ἀδοξία σώματος νόσοις ἢ πηρώσεσι συνενεχθῶσι. καὶ πάλιν ταῦτα ψυχῆς ἀρρωστήμασιν ἔκφρονος ὑπὸ μελαγχολίας ἢ μακροῦ γήρως ἤ τινος βαρείας ἄλλης κακοδαιμονίας γεγενημένης ἀνακραθῶσι;"],["17","καὶ γὰρ ἓν μόνον τῶν εἰρημένων βιαίως ἀντιστατῆσαν ἱκανὸν ἀνατρέψαι καὶ καταβαλεῖν καὶ τὸν λίαν ὑπέρογκόν ἐστιν· ὅταν δὲ ἀθρόα ὥσπερ προστάξει μιᾷ κατὰ τὸν αὐτὸν χρόνον ἑνὶ πάντα σωρηδὸν ἐπιθῆται τὰ σώματος, τὰ ψυχῆς, τὰ ἐκτός, τίνα οὐχ ὑπερβάλλει σχετλιότητα; πεσόντων γὰρ δορυφόρων ἀνάγκη καὶ τὸ δορυφορούμενον πίπτειν."],["18","δορυφόροι μὲν οὖν σώματος πλοῦτος, εὐδοξία, τιμαί, ὀρθοῦντες αὐτὸ καὶ εἰς ὕψος αἴροντες καὶ γαῦρον ἀποδεικνύντες, ὡς τἀναντία, ἀτιμία, ἀδοξία, πενία, πολεμίων τρόπον καταράττουσι."],["19","πάλιν τε δορυφόροι ψυχῆς ἀκοαὶ καὶ ὄψεις ὄσφρησίς τε καὶ γεῦσις καὶ ξύμπαν τὸ αἰσθήσεως στῖφος, ἔτι μέντοι ὑγίεια καὶ ἰσχὺς δύναμίς τε καὶ ῥώμη· τούτοις γὰρ ὥσπερ ἑστῶσι καὶ κραταιῶς ἐρηρεισμένοις εὐερκέσιν οἴκοις ὁ νοῦς ἐμπεριπατῶν καὶ ἐνδιαιτώμενος ἀγάλλεται πρὸς μηδενὸς ταῖς ἰδίαις ὁρμαῖς χρῆσθαι κωλυόμενος, ἀλλ’ εὐμαρεῖς καὶ λεωφόρους ἀναπεπταμένας ἔχων τὰς διὰ πάντων ὁδούς."],["20","τὰ δὲ τοῖς δορυφόροις τούτοις ἐχθρὰ ἀντικάθηται, πήρωσις αἰσθητηρίων καὶ νόσος, ὡς ἔφην, οἷς ἡ διάνοια συγκατακρημνισθῆναι πολλάκις ἐμέλλησε. καὶ τὰ μὲν τυχηρὰ ταῦτα ἀργαλέα σφόδρα καὶ σχέτλια ἐξ ἑαυτῶν, πρὸς δὲ τὴν τῶν ἐκ προνοίας σύγκρισιν κουφότερα πολλῷ."],["21","τίς οὖν ἡ τῶν ἑκουσίων κακῶν συμφωνία, πάλιν ἐν μέρει σκοπῶμεν· τριμεροῦς ἡμῶν τῆς ψυχῆς ὑπαρχούσης τὸ μὲν νοῦς καὶ λόγος, τὸ δὲ θυμός, τὸ δὲ ἐπιθυμία κεκληρῶσθαι λέγεται. κηραίνει δὲ καθ’ αὑτό τε ἕκαστον ἰδίᾳ καὶ πρὸς ἄλληλα πάντα κοινῇ, ἐπειδὰν ὁ μὲν νοῦς ὅσα ἀφροσύναι καὶ δειλίαι ἀκολασίαι τε καὶ ἀδικίαι σπείρουσι θερίσῃ, ὁ δὲ θυμὸς τὰς ἐκμανεῖς καὶ παραφόρους λύττας καὶ ὅσα ἄλλα ὠδίνει κακὰ τέκῃ, ἡ δὲ ἐπιθυμία τοὺς ὑπὸ νηπιότητος ἀεὶ κούφους ἔρωτας καὶ τοῖς ἐπιτυχοῦσι σώμασί τε καὶ πράγμασι προσιπταμένους ἐπιπέμψῃ πανταχόσε·"],["22","τότε γὰρ ὥσπερ ἐν σκάφει ναυτῶν, ἐπιβατῶν, κυβερνητῶν κατά τινα φρενοβλάβειαν ἐπ’ ἀπωλείᾳ τούτου συμφρονησάντων καὶ οἱ ἐπιβουλεύσαντες αὐτῇ νηὶ οὐχ ἥκιστα συναπώλοντο. βαρύτατον γὰρ κακῶν καὶ σχεδὸν ἀνίατον μόνον ἡ πάντων τῶν ψυχῆς μερῶν πρὸς τὸ ἁμαρτάνειν συνεργία, μηδενὸς οἷα ἐν πανδήμῳ συμφορᾷ δυνηθέντος ὑγιαίνειν, ἵνα τοὺς πάσχοντας ἰᾶται, ἀλλὰ καὶ τῶν ἰατρῶν ἅμα τοῖς ἰδιώταις καμνόντων, οὓς ἡ λοιμώδης νόσος ἐφ’ ὁμολογουμένῃ συμφορᾷ πιέσασα κατέχει."],["23","τοῦ παθήματος τούτου σύμβολον ὁ μέγας ἀναγραφεὶς παρὰ τῷ νομοθέτῃ κατακλυσμός ἐστι, τῶν τε ἀπ’ οὐρανοῦ καταρρακτῶν τοὺς κακίας αὐτῆς λάβρῳ φορᾷ χειμάρρους ἐπομβρούντων καὶ τῶν ἀπὸ γῆς, λέγω δὲ τοῦ σώματος, πηγῶν ἀναχεουσῶν τὰ πάθους ἑκάστου ῥεύματα πολλὰ ὄντα καὶ μεγάλα, ἅπερ εἰς ταὐτὸν τοῖς προτέροις συνιόντα καὶ ἀναμιγνύμενα κυκᾶταί τε καὶ τὸ δεδεγμένον ἅπαν τῆς ψυχῆς στροβεῖ χωρίον δίναις ἐπαλλήλοις."],["24","„ἰδὼν„ γάρ φησι „κύριος ὁ θεός, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ ἐπιμελῶς τὰ πονηρὰ πάσας τὰς ἡμέρας„ ἔγνω τὸν ἄνθρωπον, λέγω δὲ τὸν νοῦν, μετὰ τῶν περὶ αὐτὸν ἑρπετῶν τε καὶ πτηνῶν καὶ τῆς ἄλλης ἀλόγου τῶν ἀτιθάσων θηρίων πληθύος ἐφ’ οἷς ἀνίατα ἠδικήκει τίσασθαι (Gen. 6, 5— 7)· ἡ δὲ τιμωρία κατακλυσμός."],["25","ἦν γὰρ ἔφεσις ἁμαρτημάτων καὶ πολλὴ τοῦ ἀδικεῖν μηδενὸς κωλύοντος φορά, ἀλλὰ προσαναρρηγνυμένων ἀδεῶς ἁπάντων εἰς χορηγίας ἀφθόνους τοῖς πρὸς τὰς ἀπολαύσεις ἑτοιμοτάτοις, καὶ μήποτ’ εἰκότως· οὐ γὰρ ἕν τι μέρος διέφθαρτο τῆς ψυχῆς, ἵνα τοῖς ἄλλοις ὑγιαίνουσι σῴζεσθαι δύναιτο, ἀλλ’ οὐδὲν ἄνοσον οὐδὲ ἀδιάφθαρτον αὐτῆς κατελείπετο· ἰδὼν γὰρ ὅτι πᾶς τις, φησί, διανοεῖται [πᾶς] λογισμός, οὐχὶ μόνος εἷς, τὴν ἁρμόττουσαν ὁ ἀδέκαστος δικαστὴς ἐπήγαγε τιμωρίαν."],["26","οὗτοί εἰσιν οἱ ἐπὶ τῆς ἁλμυρᾶς φάραγγος ὁμαιχμίαν πρὸς ἀλλήλους θέμενοι. κοῖλον γὰρ καὶ τραχὺ καὶ φαραγγῶδες τὸ κακιῶν καὶ παθῶν χωρίον, ἁλμυρὸν τῷ ὄντι καὶ πικρὰς φέρον ὠδῖνας, ὧν ὁ σοφὸς Ἀβραὰμ τὸ ἐνώμοτον καὶ ἔνσπονδον οὔθ’ ὅρκων οὔτε σπονδῶν ἐπάξιον εἰδὼς καθαιρεῖ· λέγεται γὰρ ὅτι „πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν· αὕτη ἡ θάλασσα τῶν ἁλῶν„ (Gen. 14, 3)."],["27","ἢ οὐχ ὁρᾷς τοὺς ἐστειρωμένους σοφίαν καὶ τυφλοὺς διάνοιαν, ἣν ὀξυδερκεῖν εἰκὸς ἦν, Σοδομίτας κατὰ γλῶτταν, ἀπὸ νεανίσκου ἕως πρεσβυτέρου πάνθ’ ὁμοῦ τὸν λεὼν ἐν κύκλῳ τὴν οἰκίαν τῆς ψυχῆς περιθέοντας, ἵνα τοὺς ξενωθέντας ἱεροὺς καὶ ὁσίους λόγους αὐτῇ, φρουροὺς καὶ φύλακας ὄντας, αἰσχύνωσι καὶ διαφθείρωσι, καὶ μηδένα τὸ παράπαν μήτε τοῖς ἀδικοῦσιν ἐναντιοῦσθαι μήτε τοῦ τι ποιεῖν ἄδικον ἀποδιδράσκειν ἐγνωκότα;"],["28","οὐ γὰρ οἱ μέν, οἱ δ’ οὔ, „πᾶς δ’ \", ὥς φησιν, „ὁ λαὸς περιεκύκλωσαν ἅμα τὴν οἰκίαν, νέοι τε καὶ πρεσβῦται„ (Gen. 19, 4) κατὰ τῶν θείων καὶ ἱερῶν λόγων συνομοσάμενοι, οὓς καλεῖν ἔθος ἀγγέλους."],["29","ἀλλ’ ὅ γε θεοπρόπος Μωυσῆς θράσει πολλῷ ῥέοντας αὐτοὺς ὑπαντιάσας ἐφέξει, κἂν τὸν θρασύτατον καὶ δεινότατον εἰπεῖν ἐν ἑαυτοῖς βασιλέα λόγον προστησάμενοι μιᾷ ῥύμῃ κατατρέχωσι, συναύξοντες τὰ οἰκεῖα καὶ ποταμοῦ τρόπον πλημμύροντες· „ἰδοὺ„ γάρ φησιν „ὁ τῆς Αἰγύπτου βασιλεὺς ἐπὶ τὸ ὕδωρ ἀφικνεῖται. σὺ δὲ στήσῃ συναντῶν αὐτῷ ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ„ (Exod. 7, 15)."],["30","οὐκοῦν ὁ μὲν φαῦλος ἔξεισιν ἐπὶ τὴν τῶν ἀδικημάτων καὶ παθῶν ἀθρόων φοράν, ἅπερ ὕδατι ἀπεικάζεται· ὁ δὲ σοφὸς πρῶτον μὲν κτᾶται γέρας παρὰ τοῦ ἑστῶτος ἀεὶ θεοῦ συγγενὲς αὐτοῦ τῇ ἀκλινεῖ καὶ ἀρρεπεῖ πρὸς πάντα δυνάμει λαβών· εἴρηται γὰρ „σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ„"],["31","(Deut. 5, 31), ἵνα ἐνδοιασμὸν καὶ ἐπαμφοτερισμόν, ἀβεβαίου ψυχῆς διαθέσεις, ἀποδυσάμενος τὴν ὀχυρωτάτην καὶ βεβαιοτάτην διάθεσιν, πίστιν, ἐνδύσηται. ἔπειτα δὲ ἑστώς, τὸ παραδοξότατον, ὑπαντᾷ· „στήσῃ„ γάρ φησιν „ὑπαντιάζων„· καίτοι τὸ μὲν ὑπαντᾶν ἐν κινήσει, κατὰ δ’ ἠρεμίαν τὸ ἵστασθαι θεωρεῖται."],["32","λέγει δὲ οὐ τὰ μαχόμενα, τὰ δὲ τῇ φύσει μάλιστα ἀκολουθοῦντα· ὅτῳ γὰρ ἠρεμεῖν πέφυκεν ἡ γνώμη καὶ ἀρρεπῶς ἱδρῦσθαι, συμβαίνει πᾶσιν ἀνθίστασθαι τοῖς σάλῳ καὶ κλύδωνι χαίρουσι καὶ τὸν γαληνιάσαι δυνάμενον"],["33","χειροποιήτῳ χειμῶνι κυμαίνουσιν. εὖ μέντοι γε ἔχει παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ τὴν ἐναντίωσιν συνίστασθαι· χείλη δὲ στόματος μέν ἐστι πέρατα, φραγμὸς δέ τις γλώττης, δι’ ὧν φέρεται τὸ τοῦ λόγου ῥεῦμα, ὅταν ἄρξηται κατέρχεσθαι."],["34","λόγῳ δὲ καὶ οἱ μισάρετοι καὶ φιλοπαθεῖς συμμάχῳ χρῶνται πρὸς τὴν τῶν ἀδοκίμων δογμάτων εἰσήγησιν καὶ πάλιν οἱ σπουδαῖοι πρός τε τὴν τούτων ἀναίρεσιν καὶ πρὸς τὸ τῶν ἀμεινόνων καὶ ἀψευδῶς ἀγαθῶν κράτος ἀνανταγώνιστον."],["35","ὅταν μέντοι πάντα κάλων ἀνασείσαντες ἐριστικῶν δογμάτων ὑπ’ ἐναντίας ῥύμης λόγων ἀνατραπέντες ἀπόλωνται, τὸ ἐπινίκιον δικαίως καὶ προσηκόντως ὁ σοφὸς ᾆσμα χορὸν ἱερώτατον στησάμενος ἐμμελῶς ᾄσεται·"],["36","„εἶδε \" γάρ φησιν „Ἰσραὴλ τοὺς Αἰγυπτίους„ οὐχ ἑτέρωθι „τεθνεῶτας„ ἀλλὰ παρὰ „τὸ χεῖλος τοῦ ποταμοῦ„ (Exod. 14, 30), θάνατον λέγων οὐ τὴν ἀπὸ σώματος ψυχῆς διάκρισιν, ἀλλὰ τὴν ἀνοσίων δογμάτων καὶ λόγων φθοράν, οἷς ἐχρῶντο διὰ στόματος καὶ γλώττης καὶ τῶν ἄλλων φωνητηρίων ὀργάνων."],["37","λόγου δὲ θάνατός ἐστιν ἡσυχία, οὐχ ἣν οἱ ἐπιεικέστεροι ποιούμενοι σύμβολον αἰδοῦς μετέρχονται— δύναμις γὰρ καὶ ἥδε ἐστὶν ἀδελφὴ τῆς ἐν τῷ λέγειν ταμιευομένη μέχρι καιροῦ τὰ λεκτέα—, ἀλλ’ ἣν οἱ ἐξησθενηκότες καὶ ἀπειρηκότες διὰ τὴν τῶν ἐναντίων ἰσχὺν ὑπομένουσιν ἄκοντες λαβὴν οὐδεμίαν ἔθ’ εὑρίσκοντες."],["38","ὧν τε γὰρ ἂν ἐφάψωνται, διαρρεῖ, καὶ οἷς ἂν ἐπιβῶσιν, οὐχ ὑπομένει, ὡς πρὶν ἢ στῆναι πίπτειν ἀναγκάζεσθαι, ὥσπερ ἡ ἕλιξ, τὸ ὑδρηρὸν ὄργανον, ἔχει· κατὰ γὰρ μέσον αὐτὸ γεγόνασι βαθμοί τινες, ὧν ὁ γεωπόνος, ὅταν ἐθελήσῃ ποτίσαι τὰς ἀρούρας, ἐπιβαίνει μέν, περιολισθαίνει δ’ ἀναγκαίως· ὑπὲρ δὴ τοῦ μὴ πίπτειν συνεχῶς πλησίον ἐχυροῦ τινος ταῖς χερσὶ περιδράττεται, οὗ ἐνειλημμένος τὸ ὅλον σῶμα ἀπῃώρηκεν αὐτοῦ· ὥστε ἀντὶ μὲν ποδῶν χερσίν, ἀντὶ δὲ χειρῶν ποσὶ χρῆσθαι· ἵσταται μὲν γὰρ ἐπὶ χειρῶν, δι’ ὧν εἰσιν αἱ πράξεις, πράττει δ’ ἐν ποσίν, ἐφ’ ὧν εἰκὸς ἵστασθαι."],["39","πολλοὶ δ’ οὐ δυνάμενοι τὰς πιθανὰς τῶν σοφιστῶν εὑρέσεις ἀνὰ κράτος ἑλεῖν τῷ μὴ σφόδρα περὶ λόγους διὰ τὴν ἐν τοῖς ἔργοις συνεχῆ μελέτην γεγυμνάσθαι κατέφυγον ἐπὶ τὴν τοῦ μόνου σοφοῦ συμμαχίαν καὶ βοηθὸν αὐτὸν ἱκέτευσαν γενέσθαι· καθὰ καὶ τῶν Μωυσέως γνωρίμων τις ἐν ὕμνοις εὐχόμενος εἶπεν· „ἄλαλα γενέσθω τὰ χείλη τὰ δόλια„ (Psalm. 30, 19)."],["40","πῶς δ’ ἂν ἡσυχάσαι, εἰ μὴ πρὸς μόνου τοῦ καὶ τὸν λόγον αὐτὸν ἔχοντος ὑπήκοον ἐπιστομισθείη; τὰς μὲν οὖν εἰς τὸ ἁμαρτάνειν συνόδους ἀμεταστρεπτὶ φευκτέον, τὸ δὲ ἔνσπονδον πρὸς τοὺς φρονήσεως καὶ ἐπιστήμης ἑταίρους βεβαιωτέον."],["41","παρὸ καὶ τοὺς λέγοντας „πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου, εἰρηνικοί ἐσμεν„ (Gen. 42, 11) τεθαύμακα τῆς εὐαρμόστου συμφωνίας· ἐπεὶ καὶ πῶς οὐκ ἐμέλλετε, φήσαιμ’ ἄν, ὦ γενναῖοι, πολέμῳ μὲν δυσχεραίνειν, εἰρήνην δὲ ἀγαπᾶν, ἕνα καὶ τὸν αὐτὸν ἐπιγεγραμμένοι πατέρα οὐ θνητὸν ἀλλ’ ἀθάνατον, ἄνθρωπον θεοῦ, ὃς τοῦ ἀιδίου λόγος ὢν ἐξ ἀνάγκης καὶ αὐτός ἐστιν ἄφθαρτος;"],["42","οἱ μὲν γὰρ πολλὰς ἀρχὰς τοῦ κατὰ ψυχὴν γένους συστησάμενοι, τῷ πολυθέῳ λεγομένῳ κακῷ προσνείμαντες ἑαυτούς, ἄλλοι πρὸς ἄλλων τιμὰς τραπόμενοι ταραχὰς καὶ στάσεις ἐμφυλίους τε καὶ ξενικὰς ἐδημιούργησαν τὸν ἀπ’ ἀρχῆς γενέσεως ἄχρι τελευτῆς βίον πολέμων ἀκηρύκτων καταπλήσαντες."],["43","οἱ δὲ ἑνὶ γένει χαίροντες καὶ ἕνα πατέρα τὸν ὀρθὸν τιμῶντες λόγον, τὴν εὐάρμοστον καὶ πάμμουσον συμφωνίαν ἀρετῶν τεθαυμακότες, εὔδιον καὶ γαληνὸν βίον ζῶσιν, οὐ μὴν ἀργὸν καὶ ἀγενῆ τινα, ὡς ἔνιοι νομίζουσιν, ἀλλὰ σφόδρα ἀνδρεῖον καὶ λίαν ἠκονημένον κατὰ τῶν σπονδὰς λύειν ἐπιχειρούντων καὶ σύγχυσιν ὁρκίων αἰεὶ μελετώντων· τοὺς γὰρ εἰρηναίους φύσει πολεμικοὺς εἶναι συμβέβηκεν ἀντικαθημένους καὶ ἀνθεστῶτας τοῖς τὸ εὐσταθὲς τῆς ψυχῆς ἀνατρέπουσι."],["44","μαρτυρεῖ δέ μου τῷ λόγῳ πρῶτον μὲν ἡ ἑκάστου τῶν φιλαρέτων διάνοια διακειμένη τὸν τρόπον τοῦτον, ἔπειτα δὲ καὶ τοῦ προφητικοῦ θιασώτης χοροῦ, ὃς καταπνευσθεὶς ἐνθουσιῶν ἀνεφθέγξατο· „ὦ μῆτερ, ἡλίκον με ἔτεκες, ἄνθρωπον μάχης καὶ ἄνθρωπον ἀηδίας πάσης τῆς γῆς; οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησάν μοι, οὐδὲ ἡ ἰσχύς μου ἐξέλιπεν ἀπὸ καταρῶν αὐτῶν„ (Ier. 15, 10)."],["45","ἀλλ’ οὐ πᾶς σοφὸς πᾶσι φαύλοις ἐχθρός ἐστιν ἄσπονδος, οὐ τριηρῶν ἢ μηχανημάτων ἢ ὅπλων ἢ στρατιωτῶν παρασκευῇ πρὸς ἄμυναν χρώμενος, ἀλλὰ λογισμοῖς;"],["46","ὅταν γὰρ τὸν ἐν τῇ ἀπολέμῳ εἰρήνῃ συνεχῆ καὶ ἐπάλληλον ἀνθρώπων ἁπάντων ἴδιον καὶ κοινόν, μὴ κατὰ ἔθνη καὶ χώρας ἢ πόλεις καὶ κώμας αὐτὸ μόνον, ἀλλὰ καὶ κατ’ οἰκίαν καὶ ἕνα ἕκαστον τῶν ἐν μέρει συγκροτούμενον πόλεμον θεάσηται, τίς ἐστιν ὅ γε μὴ παραινῶν, κακίζων, νουθετῶν, σωφρονίζων, οὐ μεθ’ ἡμέραν μόνον ἀλλὰ καὶ νύκτωρ, τῆς ψυχῆς αὐτῷ ἠρεμεῖν μὴ δυναμένης διὰ τὸ μισοπόνηρον φύσει;"],["47","πάντα γὰρ ὅσα ἐν πολέμῳ δρᾶται κατ’ εἰρήνην· συλῶσιν, ἁρπάζουσιν, ἀνδραποδίζονται, λεηλατοῦσι, πορθοῦσιν, ὑβρίζουσιν, αἰκίζονται, φθείρουσιν, αἰσχύνουσι, δολοφονοῦσιν, ἄντικρυς, ἢν ὦσι δυνατώτεροι, κτείνουσι."],["48","πλοῦτον γὰρ ἢ δόξαν ἕκαστος αὐτῶν σκοπὸν προτεθειμένος ἐπὶ τοῦτον ὥσπερ βέλη τὰς τοῦ βίου πράξεις ἁπάσας ἀφιεὶς ἰσότητος ἀλογεῖ, τὸ ἄνισον διώκει, κοινωνίαν ἀποστρέφεται, μόνος τὰ πάντων ἔχειν ἀθρόα ἐσπούδακε, μισάνθρωπος καὶ μισάλληλός ἐστιν, ὑποκρινόμενος εὔνοιαν, κολακείας νόθης ἑταῖρος ὤν, φιλίας γνησίου πολέμιος, ἀληθείας ἐχθρός, ὑπέρμαχος ψεύδους, βραδὺς ὠφελῆσαι, ταχὺς βλάψαι, διαβαλεῖν προχειρότατος, ὑπερασπίσαι μελλητής, δεινὸς φενακίσαι, ψευδορκότατος, ἀπιστότατος, δοῦλος"],["49","ὀργῆς, εἴκων ἡδονῇ, φύλαξ κακῶν, φθορεὺς ἀγαθῶν. ταῦτα καὶ τὰ τοιαῦτα τῆς ᾀδομένης καὶ θαυμαζομένης εἰρήνης περιμάχητα κειμήλια, ἅπερ ἡ ἑκάστου τῶν ἀφρόνων ἀγαλματοφοροῦσα διάνοια τέθηπε καὶ προσκυνεῖ. ἐφ’ οἷς εἰκότως καὶ πᾶς σοφὸς ἄχθεται, καὶ πρός γε τὴν μητέρα καὶ τιθήνην ἑαυτοῦ, σοφίαν, εἴωθε λέγειν· „ὦ μῆτερ, ἡλίκον με ἔτεκες„, οὐ δυνάμει σώματος, ἀλλὰ τῇ πρὸς τὸ μισοπόνηρον ἀλκῇ, ἄνθρωπον ἀηδίας καὶ μάχης, φύσει μὲν εἰρηνικόν, διὰ δὲ τοῦτο καὶ πολεμικὸν κατὰ τῶν αἰσχυνόντων τὸ περιμάχητον κάλλος εἰρήνης."],["50","„οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησάν μοι \"· οὔτε γὰρ αὐτοὶ τοῖς ἐμοῖς ἀγαθοῖς ποτε ἐχρήσαντο, οὔτε ἐγὼ τοῖς ἐκείνων κακοῖς, ἀλλὰ κατὰ τὸ Μωυσέως γράμμα „ἐπιθύμημα οὐδενὸς αὐτῶν ἔλαβον \" (Num. 16, 15), σύμπαν τὸ τῆς ἐπιθυμίας αὐτῶν γένος θησαυρισαμένων παρ’ ἑαυτοῖς ὡς μέγιστον ὄφελος ὑπερβάλλον βλάβος."],["51",", οὐδὲ ἡ ἰσχύς μου ἐξέλιπεν ἀπὸ τῶν ἀρῶν ἃς ἐτίθεντό μοι„, δυνάμει δὲ κραταιοτάτῃ τῶν θείων ἐνειλημμένος δογμάτων οὔτε κακούμενος ἐκάμφθην, ἀλλὰ ἐρρωμένως ὠνείδισα τοῖς ἐξ ἑαυτῶν μὴ καθαιρομένοις·"],["52","„ἔθετο γὰρ ἡμᾶς ὁ θεὸς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν„, ὡς καὶ ἐν ὕμνοις που λέλεκται (Psalm. 79, 7), πάντας τοὺς ὀρθῆς γνώμης ἐφιεμένους. ἀλλ’ οὐκ ἀντιλογικοὶ φύσει γεγόνασιν, ὅσοι τὸν ἐπιστήμης καὶ ἀρετῆς ζῆλον ἔσχον ἀεί, τοῖς γείτοσι ψυχῆς ἀντιφιλονεικοῦντες, ἐλέγχοντες μὲν τὰς συνοίκους ἡδονάς, ἐλέγχοντες δὲ τὰς ὁμοδιαίτους ἐπιθυμίας, δειλίας τε καὶ φόβους, τὸ παθῶν καὶ κακιῶν στῖφος δυσωποῦντες, ἐλέγχοντες μέντοι καὶ πᾶσαν αἴσθησιν, περὶ μὲν ὧν εἶδον ὀφθαλμούς, περὶ ὧν δὲ ἤκουσαν ἀκοάς, ὀσμάς τε περὶ ἀτμῶν καὶ γεύσεις περὶ χυμῶν, ἔτι δὲ ἁφὰς περὶ τῶν κατὰ τὰς προσπιπτούσας τῶν ἐν τοῖς σώμασι δυνάμεων ἰδιότητας, καὶ μὲν δὴ τὸν προφορικὸν λόγον περὶ ὧν διεξελθεῖν ἔδοξε;"],["53","τίνα γὰρ ἢ πῶς ἢ διὰ τί ἡ αἴσθησις ᾔσθετο ἢ ὁ λόγος διηρμήνευσεν ἢ τὸ πάθος διέθηκεν, ἄξιον ἐρευνᾶν μὴ παρέργως καὶ τῶν σφαλμάτων διελέγχειν ἕκαστον."],["54","ὁ δὲ μηδενὶ τούτων ἀντιλέγων, ἅπασι δὲ ἑξῆς συνεπινεύων ἑαυτὸν λέληθεν ἀπατῶν καὶ ἐπιτειχίζων ψυχῇ βαρεῖς γείτονας, οἷς ἄμεινον ὑπηκόοις ἢ ἄρχουσι χρῆσθαι· ἡγεμονεύοντες μὲν γὰρ πολλὰ πημανοῦσι καὶ μεγάλα βασιλευούσης παρ’ αὐτοῖς ἀνοίας, ὑπακούοντες δὲ τὰ δέονθ’ ὑπηρετήσουσι πειθηνίως οὐκέθ’ ὁμοίως ἀπαυχενίζοντες."],["55","οὕτως μέντοι τῶν μὲν ὑπακούειν μαθόντων, τῶν δ’ οὐκ ἐπιστήμῃ μόνον ἀλλὰ καὶ δυνάμει τὴν ἀρχὴν λαβόντων πάντες οἱ δορυφόροι καὶ ὑπέρμαχοι ψυχῆς συμφρονήσουσι λογισμοὶ καὶ τῷ πρεσβυτάτῳ τῶν ἐν αὐτοῖς προσελθόντες ἐροῦσιν· „οἱ παῖδές σου εἰλήφασι τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν μεθ’ ἡμῶν, οὐ διαπεφώνηκεν αὐτῶν οὐδὲ εἷς \" (Num. 31, 49), ἀλλ’ ὥσπερ τὰ μουσικῆς ὄργανα ἄκρως ἡρμοσμένα πᾶσι τοῖς φθόγγοις, οὕτως ἡμεῖς πάσαις ταῖς ὑφηγήσεσι συνηχήσαμεν, ἐκμελὲς ἢ ἀπῳδὸν οὐδὲν οὔτε ῥῆμα εἰπόντες οὔτ’ ἔργον διαπραξάμενοι, ὡς τὸν ἕτερον τῶν ἀμούσων χορὸν πάντα ἄφωνον καὶ νεκρὸν ἀποδεῖξαι γελασθέντα τὴν τῶν σωματικῶν τροφὴν Μαδιὰμ καὶ τὸν ἔκγονον αὐτῆς δερμάτινον ὄγκον Βεελφεγὼρ ὄνομα ὑπνοῦντα (Num. 25, 3)."],["56","γένος γάρ ἐσμεν „τῶν ἐπιλέκτων τοῦ \" τὸν θεὸν ὁρῶντος „Ἰσραήλ„, ὧν „διεφώνησεν οὐδὲ εἷς \" (Exod. 24, 11), ἵνα τὸ τοῦ παντὸς ὄργανον, ὁ κόσμος πᾶς, ταῖς ἁρμονίαις μουσικῶς μελῳδῆται."],["57","διὰ τοῦτο καὶ Μωυσῆς τῷ πολεμικωτάτῳ λόγῳ, ὃς καλεῖται Φινεές, γέρας εἰρήνην φησὶ δεδόσθαι (Num. 25, 12), ὅτι ζῆλον τὸν ἀρετῆς λαβὼν καὶ πόλεμον πρὸς κακίαν ἀράμενος ὅλην ἀνέτεμε γένεσιν*** ἑξῆς τοῖς βουλομένοις, διακύψασι καὶ διερευνησαμένοις ἀκριβῶς ὄψει πρὸ ἀκοῆς σαφεστέρῳ χρησαμένοις μάρτυρι, πιστεῦσαι, ὅτι γέμει τὸ θνητὸν ἀπιστίας, ἐκ μόνου τοῦ δοκεῖν ἠρτημένον."],["58","θαυμάσιος μὲν οὖν ἡ λεχθεῖσα συμφωνία, θαυμασιωτάτη δὲ καὶ πάσας τὰς ἁρμονίας ὑπερβάλλουσα ἡ κοινὴ πάντων, καθ’ ἣν ὁ λαὸς ἅπας ὁμοθυμαδὸν εἰσάγεται λέγων· „πάντα ὅσα εἶπεν ὁ θεός, ποιήσομεν καὶ ἀκουσόμεθα„ (Deut. 5, 27)· οὗτοι γὰρ οὐκέτι ἐξάρχοντι πείθονται λόγῳ,"],["59","ἀλλὰ τῷ τοῦ παντὸς ἡγεμόνι θεῷ, δι’ ὃν πρὸς τὰ ἔργα φθάνουσι μᾶλλον ἢ τοὺς λόγους ἀπαντῶντες· τῶν γὰρ ἄλλων ἐπειδὰν ἀκούσωσι πραττόντων οὗτοι, τὸ παραδοξότατον, ὑπὸ κατοκωχῆς ἐνθέου πράξειν φασὶ πρότερον, εἶτα ἀκούσεσθαι, ἵνα μὴ διδασκαλίᾳ καὶ ὑφηγήσει δοκῶσιν, ἀλλὰ ἐθελουργῷ καὶ αὐτοκελεύστῳ διανοίᾳ πρὸς τὰ καλὰ τῶν ἔργων ὑπαντᾶν· ἐργασάμενοι δὲ ἀκούσεσθαί φασιν, ὅπως ἐπικρίνωσι τὰ πραχθέντα, εἰ λόγοις θείοις καὶ ἱεραῖς παραινέσεσι συνᾴδει."],["60","Τοὺς δὲ συνομοσαμένους ἐπ’ ἀδικήμασιν „ἀπὸ ἀνατολῶν„ φησι „κινήσαντας εὑρεῖν πεδίον ἐν τῇ γῇ Σεναὰρ κἀκεῖ κατοικῆσαι„ (Gen. 11, 2), φυσικώτατα· διττὸν γὰρ εἶδος τῆς κατὰ τὴν ψυχὴν ἀνατολῆς, τὸ μὲν ἄμεινον, τὸ δὲ χεῖρον, ἄμεινον μέν, ὅταν ἡλιακῶν ἀκτίνων τρόπον ἀνάσχῃ τὸ ἀρετῶν φέγγος, χεῖρον δ’, ὅταν αἱ μὲν ἐπισκιασθῶσι, κακίαι δὲ ἀνάσχωσι."],["61","παράδειγμα τοῦ μὲν προτέρου τόδε· „καὶ ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς„ (Gen. 2, 8), οὐ χερσαίων φυτῶν, ἀλλ’ οὐρανίων ἀρετῶν, ἃς ἐξ ἀσωμάτου τοῦ παρ’ ἑαυτῷ φωτὸς ἀσβέστους εἰσαεὶ γενησομένας ὁ φυτουργὸς ἀνέτειλεν."],["62","ἤκουσα μέντοι καὶ τῶν Μωυσέως ἑταίρων τινὸς ἀποφθεγξαμένου τοιόνδε λόγιον· „ἰδοὺ ἄνθρωπος ᾧ ὄνομα ἀνατολή„ (Zach. 6, 12)· καινοτάτη γε πρόσρησις, ἐάν γε τὸν ἐκ σώματος καὶ ψυχῆς συνεστῶτα λέγεσθαι νομίσῃς· ἐὰν δὲ τὸν ἀσώματον ἐκεῖνον, θείας ἀδιαφοροῦντα εἰκόνος, ὁμολογήσεις ὅτι εὐθυβολώτατον ὄνομα ἐπεφημίσθη τὸ ἀνατολῆς αὐτῷ·"],["63","τοῦτον μὲν γὰρ πρεσβύτατον υἱὸν ὁ τῶν ὅλων ἀνέτειλε πατήρ, ὃν ἑτέρωθι πρωτόγονον ὠνόμασε, καὶ ὁ γεννηθεὶς μέντοι, μιμούμενος τὰς τοῦ πατρὸς ὁδούς, πρὸς παραδείγματα ἀρχέτυπα ἐκείνου βλέπων ἐμόρφου τὰ εἴδη."],["64","τοῦ δὲ χείρονος ἀνατολῆς εἴδους ὑπόδειγμα τὸ λεχθὲν ἐπὶ τοῦ βουλομένου τὸν ἐπαινούμενον ὑπὸ θεοῦ καταράσασθαι· πρὸς γὰρ ἀνατολαῖς εἰσάγεται κἀκεῖνος οἰκῶν, αἵτινες ὁμωνυμοῦσαι ταῖς προτέραις ἐναντιότητα καὶ μάχην πρὸς αὐτὰς ἔχουσιν· „ἐκ Μεσοποταμίας„"],["65","γάρ φησι „μετεπέμψατό με Βαλάκ, ἐξ ὀρέων ἀπὸ ἀνατολῶν, λέγων· δεῦρο ἄρασαί μοι ὃν μὴ ἀρᾶται ὁ θεός„ (Num. 23, 7. 8). ἑρμηνεύεται δὲ Βαλὰκ ἄνους, εὐθυβολώτατα· πῶς γὰρ οὐκ ἄνοια δεινὴ τὸ ὂν ἐλπίσαι ἀπατᾶσθαι καὶ γνώμην αὐτοῦ τὴν βεβαιοτάτην ἀνθρώπων σοφίσμασι παρατρέπεσθαι;"],["66","διὰ τοῦτο καὶ Μεσοποταμίαν οἰκεῖ καταπεποντωμένης ὥσπερ ἐν μεσαιτάτῳ ποταμοῦ βυθῷ τῆς διανοίας αὐτοῦ καὶ μὴ δυναμένης ἀνανήξασθαι καὶ ἀνακῦψαι· τοῦτο δὲ τὸ πάθος ἀνατολὴ μὲν ἀφροσύνης, κατάδυσις δὲ εὐλογιστίας ἐστίν."],["67","οἱ τὴν ἀσύμφωνον οὖν ἁρμοζόμενοι συμφωνίαν ἀπὸ ἀνατολῶν κινεῖσθαι λέγονται. πότερον ἄρα γε τῶν κατ’ ἀρετὴν ἢ τῶν κατὰ κακίαν; ἀλλ’ εἰ μὲν τῶν κατ’ ἀρετήν, παντελὴς ὑπογράφεται διάζευξις· εἰ δὲ τῶν κατὰ κακίαν, ἡνωμένη τις κίνησις, καθάπερ ἐπὶ χειρῶν ἔχει, οὐκ ἰδίᾳ κατὰ ἀπάρτησιν, ἀλλ’ ἐν ἁρμονίᾳ τινὶ τῷ ὅλῳ σώματι συγκινουμένων."],["68","ἀρχὴ γὰρ καὶ ἀφορμὴ φαύλῳ πρὸς τὰς παρὰ φύσιν ἐνεργείας τὸ κακίας χωρίον· ὅσοι δὲ μετανάσται μὲν ἀρετῆς ἐγένοντο, ταῖς δ’ ἀφροσύνης ἐχρήσαντο ἀφορμαῖς, οἰκειότατον εὑρόντες οἰκοῦσι τόπον, ὃς Ἑβραίων μὲν γλώττῃ Σεναάρ, Ἑλλήνων δὲ ἐκτιναγμὸς καλεῖται·"],["69","σπαράττεται γὰρ καὶ κλονεῖται καὶ τινάττεται πᾶς ὁ τῶν φαύλων βίος, κυκώμενος ἀεὶ καὶ ταραττόμενος καὶ μηδὲν ἴχνος ἀγαθοῦ γνησίου θησαυριζόμενος ἐν ἑαυτῷ. καθάπερ γὰρ τῶν ἀποτιναττομένων ὅσα μὴ ἑνώσει διακρατεῖται πάντα ἐκπίπτει, τοῦτόν μοι δοκεῖ καὶ ἡ τοῦ συμπεπνευκότος ἐπὶ τῷ ἀδικεῖν ἐκτετινάχθαι τὸν τρόπον ψυχή· πᾶσαν γὰρ ἰδέαν ἀρετῆς ἀπορρίπτει, ὡς μήτε σκιὰν μήτε εἴδωλον αὐτῆς ἐμφαίνεσθαι τὸ παράπαν."],["70","τὸ γοῦν φιλοσώματον γένος τῶν Αἰγυπτίων οὐκ ἀπὸ τοῦ ὕδατος, ἀλλ’ „ὑπὸ τὸ ὕδωρ„ φεῦγον, τουτέστιν ὑπὸ τὴν τῶν παθῶν φοράν, εἰσάγεται, καὶ ἐπειδὰν ὑποδράμῃ τὰ πάθη, τινάττεται καὶ κυκᾶται, τὸ μὲν εὐσταθὲς καὶ εἰρηναῖον ἀποβάλλον ἀρετῆς, τὸ δὲ ταραχῶδες ἐπαναιρούμενον κακίας· λέγεται γὰρ ὅτι „ἐξετίναξε τοὺς Αἰγυπτίους κατὰ μέσον τῆς θαλάσσης φεύγοντας ὑπὸ τὸ ὕδωρ„ (Exod. 14, 27)."],["71","οὗτοί εἰσιν οἱ μηδὲ τὸν Ἰωσὴφ εἰδότες, τὸν ποικίλον τοῦ βίου τῦφον, ἀλλ’ ἀποκεκαλυμμένοις χρώμενοι τοῖς ἁμαρτήμασιν, οὐδὲ ἴχνος ἢ σκιὰν καὶ εἴδωλον καλοκἀγαθίας ταμιευσάμενοι· „ἀνέστη„"],["72","γάρ φησι „βασιλεὺς ἕτερος ἐπ’ Αἴγυπτον„, ὃς οὐδὲ τὸ πανύστατον καὶ νεώτατον αἰσθητὸν ἀγαθὸν „ᾔδει τὸν Ἰωσήφ„ (Exod. 1, 8), ὅστις οὐ μόνον τελειότητας ἀλλὰ καὶ προκοπάς, οὐδὲ ἐνάργειαν τὴν οἵαν δι’ ὁράσεως ἀλλὰ καὶ διδασκαλίαν τὴν δι’ ἀκοῆς ἐγγινομένην. ἀνῄρει λέγων· „δεῦρο ἄρασαί μοι τὸν Ἰακώβ, καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν Ἰσραήλ„ (Num. 23, 7), ἴσον τῷ ἐλθέ, ἀμφότερα κατάλυσον, ὅρασίν τε καὶ ἀκοὴν ψυχῆς, ἵνα μηδὲν ἀληθὲς καὶ γνήσιον καλὸν μήτε ἴδῃ μήτε ἀκούσῃ· ὁράσεως μὲν γὰρ Ἰσραήλ, Ἰακὼβ δὲ ἀκοῆς σύμβολον."],["73","ὁ μὲν δὴ τῶν τοιούτων νοῦς ἀπορρίπτει πᾶσαν τὴν ἀγαθοῦ φύσιν τρόπον τινὰ τιναττόμενος, ἔμπαλιν δ’ ὁ τῶν ἀστείων, ἀμιγοῦς καὶ ἀκράτου μεταποιούμενος τῆς τῶν ἀγαθῶν ἰδέας, ἀποτινάττει καὶ ἀποβάλλει τὰ φαῦλα·"],["74","θέασαι γοῦν τὸν ἀσκητὴν οἷά φησιν· „ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς μεθ’ ὑμῶν ἐκ μέσου ὑμῶν, καὶ καθαρίσασθε καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθήλ„ (Gen. 35, 2. 3), ἵνα, κἂν Λάβαν ἔρευναν αἰτῆται, ἐν ὅλῳ τῷ οἴκῳ μὴ εὑρεθῇ τὰ εἴδωλα (Gen. 31, 35), ἀλλὰ πράγματα ὑφεστηκότα καὶ ὄντως ὑπαρκτά, ἐστηλιτευμένα ἐν τῇ τοῦ σοφοῦ διανοίᾳ, ὧν καὶ τὸ αὐτομαθὲς γένος Ἰσαὰκ κληρονομεῖ· τὰ γὰρ ὑπαρκτὰ μόνος οὗτος παρὰ τοῦ πατρὸς λαμβάνει (Gen. 25, 5)."],["75","Παρατήρει δ’ ὅτι οὔ φησιν ἐλθεῖν αὐτοὺς εἰς τὸ πεδίον ἐν ᾧ κατέμειναν, ἀλλὰ εὑρεῖν ἀναζητήσαντας πάντως καὶ σκεψαμένους τὸ ἐπιτηδειότατον ἀφροσύνης χωρίον· τῷ γὰρ ὄντι πᾶς ἄφρων οὐ παρ’ ἑτέρου λαμβάνει ἑαυτῷ τὰ δὲ κακὰ ζητῶν ἀνευρίσκει, μὴ μόνοις ἀρκούμενος τούτοις ἐφ’ ἅπερ ἡ μοχθηρὰ φύσις δι’ ἑαυτῆς βαδίζει, ἀλλὰ καὶ προστιθεὶς τὰ ἐκ τοῦ κακοτεχνεῖν τέλεια γυμνάσματα."],["76","καὶ εἴθε μέντοι πρὸς ὀλίγον ἐνδιατρίψας αὐτοῖς χρόνον μετανίστατο. νυνὶ δὲ καὶ καταμένειν ἀξιοῖ· λέγεται γὰρ ὅτι εὑρόντες τὸ πεδίον κατῴκησαν ὡς ἐν πατρίδι, οὐχ ὡς ἐπὶ ξένης παρῴκησαν. ἧττον γὰρ ἦν δεινὸν συντυχόντας ἁμαρτήμασιν ὀθνεῖα αὐτὰ καὶ ὥσπερ ἀλλοδαπὰ νομίσαι, ἀλλὰ μὴ οἰκεῖα καὶ συγγενῆ ὑπολαβεῖν εἶναι· παρεπιδημήσαντες γὰρ κἂν ἀπέστησαν αὖθις, κατοικήσαντες δὲ βεβαίως καταμένειν εἰσάπαν ἔμελλον."],["77","διὰ τοῦτο οἱ κατὰ Μωυσῆν σοφοὶ πάντες εἰσάγονται παροικοῦντες· αἱ γὰρ τούτων ψυχαὶ στέλλονται μὲν ἀποικίαν οὐδέποτε τὴν ἐξ οὐρανοῦ, εἰώθασι δὲ ἕνεκα τοῦ φιλοθεάμονος καὶ φιλομαθοῦς εἰς τὴν περίγειον φύσιν ἀποδημεῖν."],["78","ἐπειδὰν οὖν ἐνδιατρίψασαι σώμασι τὰ αἰσθητὰ καὶ θνητὰ δι’ αὐτῶν πάντα κατίδωσιν, ἐπανέρχονται ἐκεῖσε πάλιν, ὅθεν ὡρμήθησαν τὸ πρῶτον, πατρίδα μὲν τὸν οὐράνιον χῶρον ἐν ᾧ πολιτεύονται, ξένην δὲ τὸν περίγειον ἐν ᾧ παρῴκησαν νομίζουσαι· τοῖς μὲν γὰρ ἀποικίαν στειλαμένοις ἀντὶ τῆς μητροπόλεως ἡ ὑποδεξαμένη δήπου πατρίς, ἡ δ’ ἐκπέμψασα μένει τοῖς ἀποδεδημηκόσιν, εἰς ἣν καὶ ποθοῦσιν ἐπανέρχεσθαι."],["79","τοιγαροῦν εἰκότως Ἀβραὰμ ἐρεῖ τοῖς νεκροφύλαξι καὶ ταμίαις τῶν θνητῶν, ἀναστὰς ἀπὸ τοῦ νεκροῦ βίου καὶ τύφου· „πάροικος καὶ παρεπίδημός εἰμι ἐγὼ μεθ’ ὑμῶν„ (Gen. 23, 4), αὐτόχθονες δὲ ὑμεῖς, κόνιν καὶ χοῦν ψυχῆς προτιμήσαντες, προεδρίας ἀξιώσαντες ὄνομα Ἐφρών, ὃς ἑρμηνεύεται χοῦς."],["80","εἰκότως δὲ καὶ ὁ ἀσκητὴς Ἰακὼβ τὴν ἐν σώματι παροικίαν ὀλοφύρεται λέγων· „αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ, μικραὶ καὶ πονηραὶ γεγόνασιν· οὐκ ἐξίκοντο εἰς ἡμέρας τῶν πατέρων μου ἃς παρῴκησαν„ (Gen. 47, 9)."],["81","τῷ δ’ αὐτοδιδάκτῳ καὶ λόγιον ἐχρήσθη τοιόνδε· „μὴ καταβῇς εἰς„ τὸ πάθος „Αἴγυπτον, κατοίκησον δ’ ἐν τῇ γῇ ἣν ἄν σοι εἴπω„ (Gen. 26, 2), τῇ ἀδείκτῳ καὶ ἀσωμάτῳ φρονήσει, καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ, τῇ δεικνυμένῃ καὶ αἰσθητῇ οὐσίᾳ, πρὸς τὸ δεῖξαι ὅτι παροικεῖ μὲν ὁ σοφὸς ὡς ἐν ξένῃ σώματι αἰσθητῷ, κατοικεῖ δ’ ὡς ἐν πατρίδι νοηταῖς ἀρεταῖς, ἃς λαλεῖ ὁ θεὸς ἀδιαφορούσας λόγων θείων."],["82","Μωυσῆς δὲ „γειώρας„ φησίν „εἰμὶ ἐν γῇ ἀλλοτρίᾳ„ (Exod. 2, 22), διαφερόντως οὐ μόνον ξένην τὴν ἐν σώματι μονὴν ὡς οἱ μέτοικοι νομίζων, ἀλλὰ καὶ ἀλλοτριώσεως ἀξίαν οὐκ ἔμπαλιν οἰκειώσεως ὑπολαμβάνων."],["83","Τὸ δ’ ὁμόφωνον καὶ ὁμόγλωττον οὐκ ἐν τοῖς ὀνόμασι καὶ ῥήμασι μᾶλλον ἢ ἐν τῇ τῶν ἀδίκων πράξεων κοινωνίᾳ βουλόμενος ὁ φαῦλος ἐπιδείξασθαι πόλιν ἄρχεται καὶ πύργον, ὡς ἀκρόπολιν τυράννῳ, κακίᾳ κατασκευάζειν, καὶ τοὺς θιασώτας πάντας παρακαλεῖ τοῦ ἔργου μετασχεῖν τὴν ἁρμόττουσαν προευτρεπισαμένους ὕλην· „ἴτε„"],["84","γάρ φησι „πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί„ (Gen. 11, 3), ἴσον τῷ νῦν ἐστιν ἡμῖν συμπεφορημένα καὶ συγκεχυμένα τὰ πάντα τῆς ψυχῆς, ὡς ἐναργῆ τύπον μηδένα μηδενὸς εἴδους προφαίνεσθαι."],["85","ἁρμόττει δ’ ὥσπερ ἀνείδεόν τινα καὶ ἄποιον οὐσίαν τό τε πάθος καὶ τὴν κακίαν παραλαβόντας εἰς τὰς ἁρμοττούσας ποιότητας καὶ τὰ προσεχέστατα μέχρι τῶν ἐσχάτων ἀεὶ τεμεῖν εἴδη πρός τε ἐναργεστέραν κατάληψιν αὐτῶν καὶ τὴν σὺν ἐμπειρίᾳ χρῆσίν τε καὶ ἀπόλαυσιν, ἣ πλείους ἡδονὰς καὶ τέρψεις ἔοικεν ἐντίκτειν."],["86","πάριτε οὖν οἱ λογισμοὶ πάντες βουλευτῶν τινα τρόπον εἰς τὸ ψυχῆς συνέδριον, ὅσοι πρὸς τὸν δικαιοσύνης καὶ πάσης ἀρετῆς συγκατατάττεσθε ὄλεθρον, καὶ πεφροντισμένως διασκεψώμεθα, ὡς ἐπιθέμενοι κατορθώσωμεν·"],["87","τῆς μέντοι κατορθώσεως ἔσονται| θεμέλιοι κραταιότατοι οἵδε, ἄμορφα μορφῶσαι τύποις καὶ σχήμασι καὶ περιγραφαῖς ἕκαστον ἰδίᾳ διακρῖναι, μὴ κραδαινόμενα καὶ χωλαίνοντα, ἀλλὰ πεπηγότα βεβαίως, τῇ τοῦ τετραγώνου σχήματος οἰκειούμενα φύσει— ἀκράδαντον γὰρ τοῦτό γε—, ἵνα πλίνθου τινὰ τρόπον ἀκλινῶς ἐρηρεισμένα βεβαίως καὶ τὰ ἐποικοδομούμενα δέχηται."],["88","τούτων πᾶς ὁ ἀντίθεος νοῦς, ὅν φαμεν Αἰγύπτου, τοῦ σώματος, εἶναι βασιλέα, δημιουργὸς ἀνευρίσκεται· καὶ γὰρ τοῦτον εἰσάγει Μωυσῆς τοῖς ἐκ πλίνθου κατασκευαζομένοις χαίροντα οἰκοδομήμασιν."],["89","ἐπειδὰν γάρ τις τὴν ὕδατος καὶ γῆς τὴν μὲν ὑγράν, τὴν δ’ αὖ στερεὰν οὐσίαν, διαλυομένας καὶ φθειρομένας, ἀνακερασάμενος τρίτον μεθόριον ἀμφοῖν ἀπεργάσηται, ὃ καλεῖται πηλός, τέμνων κατὰ μοίρας τοῦτον οὐ παύεται σχήματα περιτιθεὶς ἑκάστῳ τῶν τμημάτων τὰ οἰκεῖα, ὅπως εὐπαγέστερά τε καὶ εὐφορώτερα γένηται·"],["90","ῥᾳδίως γὰρ οὕτως ἔμελλε τὰ κατασκευαζόμενα τελειοῦσθαι. τοῦτ’ ἀπομιμούμενοι τὸ ἔργον οἱ μοχθηροὶ τὰς φύσεις, ὅταν τὰς ἀλόγους καὶ πλεοναζούσας τῶν παθῶν ὁρμὰς ταῖς ἀργαλεωτάταις κακίαις ἀνακεράσωνται, τέμνουσι τὸ κραθὲν εἰς εἴδη καὶ διαπλάττουσι καὶ σχηματίζουσιν οἱ βαρυδαίμονες, δι’ ὧν ὁ τῆς ψυχῆς ἐπιτειχισμὸς μετέωρος ἀρθήσεται, τὴν αἴσθησιν εἰς ὅρασιν καὶ ἀκοήν, ἔτι δὲ γεῦσιν ὄσφρησίν τε καὶ ἁφήν, τὸ δὲ πάθος εἰς ἡδονὴν καὶ ἐπιθυμίαν φόβον τε καὶ λύπην, τό τε κακιῶν γένος εἰς ἀφροσύνην, ἀκολασίαν, δειλίαν, ἀδικίαν καὶ ὅσα ἄλλα"],["91","ἀδελφὰ καὶ συγγενῆ τούτοις. ἤδη δὲ καὶ προσυπερβάλλοντές τινες οὐ μόνον τὰς αὑτῶν ψυχὰς ἐπὶ ταῦτα ἤλειψαν, ἀλλὰ καὶ τοὺς ἀμείνους καὶ γένους ὄντας ὁρατικοῦ βιασάμενοι κατηνάγκασαν πλινθουργεῖν καὶ πόλεις οἰκοδομεῖν ὀχυρὰς (Exod. 1, 11) τῷ βασιλεύειν δοκοῦντι νῷ, βουλόμενοι τοῦτο ἐνδείξασθαι, ὅτι δοῦλον μὲν τὸ ἀγαθὸν κακοῦ πάθος τ’ εὐπαθείας δυνατώτερον, φρόνησις δὲ καὶ πᾶσα ἀρετὴ ἀφροσύνης καὶ κακίας ἁπάσης ὑπήκοον, ὡς ὑπηρετεῖν ἐξ ἀνάγκης ἅττ’ ἂν προστάττῃ τὸ δεσπόζον."],["92","ἰδού, γάρ φησι, καὶ ὁ ψυχῆς ὀφθαλμὸς ὁ διαυγέστατος καὶ καθαρώτατος καὶ πάντων ὀξυωπέστατος, ᾧ μόνῳ τὸν θεὸν ἔξεστι καθορᾶν, ὄνομα Ἰσραήλ, ἐνδεθείς ποτε τοῖς σωματικοῖς Αἰγύπτου δικτύοις ἐπιταγμάτων βαρυτάτων ἀνέχεται, ὡς πλίνθον καὶ πᾶν τὸ γεῶδες ἐργάζεσθαι μετὰ ἀργαλεωτάτων καὶ ἀτρυτοτάτων πόνων· ἐφ’ οἷς εἰκότως ὀδυνᾶται καὶ στένει, τοῦτο μόνον ὡς ἐν κακοῖς τεθησαυρισμένος κειμήλιον, ἐκδακρῦσαι τὰ παρόντα·"],["93","λέγεται γὰρ ὑγιῶς ὅτι „κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων„ (Exod. 2, 23). τίς δ’ οὐκ ἂν τῶν εὖ φρονούντων τὰ τῶν πολλῶν ἀνθρώπων ἰδὼν ἔργα καὶ τὰς ὑπερβαλλούσας σπουδάς, αἷς ἢ πρὸς ἀργυρισμὸν ἢ δόξαν ἢ τὴν ἐν ἡδοναῖς ἀπόλαυσιν εἰώθασι χρῆσθαι, σφόδρα κατηφήσαι καὶ πρὸς τὸν μόνον σωτῆρα θεὸν ἐκβοήσαι, ἵνα τὰ μὲν ἐπικουφίσῃ, λύτρα δὲ καὶ σῶστρα καταθεὶς τῆς ψυχῆς εἰς ἐλευθερίαν αὐτὴν ἐξέληται;"],["94","τίς οὖν ἐλευθερία βεβαιοτάτη; τίς; ἡ τοῦ μόνου θεραπεία σοφοῦ, καθάπερ μαρτυροῦσιν οἱ χρησμοί, ἐν οἷς εἴρηται „ἐξαπόστειλον τὸν λαόν, ἵνα με θεραπεύῃ„ (Exod. 8, 1)."],["95","ἴδιον δὲ τῶν τὸ ὂν θεραπευόντων οἰνοχόων μὲν ἢ σιτοποιῶν ἢ μαγείρων ἔργα ἢ ὅσα ἄλλα γεώδη μήτε διαπλάττειν μήτε συντιθέναι σώματα πλίνθου τρόπον, ἀναβαίνειν δὲ τοῖς λογισμοῖς πρὸς αἰθέριον ὕψος, Μωυσῆν, τὸ θεοφιλὲς γένος, προστησαμένους ἡγεμόνα τῆς ὁδοῦ."],["96","τότε γὰρ τὸν μὲν τόπον, ὃς δῆλός ἐστι, θεάσονται, ᾧ ὁ ἀκλινὴς καὶ ἄτρεπτος θεὸς ἐφέστηκε, „τά θ’ ὑπὸ τοὺς πόδας αὐτοῦ, τὸ ὡσεὶ ἔργον πλίνθου σαπφείρου καὶ ὡς ἂν εἶδος στερεώματος τοῦ οὐρανοῦ \", τὸν αἰσθητὸν κόσμον, ὃν αἰνίττεται διὰ τούτων (Exod. 24, 10)."],["97","εὐπρεπὲς γὰρ τοῖς ἑταιρείαν πρὸς ἐπιστήμην θεμένοις ἐφίεσθαι μὲν τοῦ τὸ ὂν ἰδεῖν, εἰ δὲ μὴ δύναιντο, τὴν γοῦν εἰκόνα αὐτοῦ, τὸν ἱερώτατον λόγον, μεθ’ ὃν καὶ τὸ ἐν αἰσθητοῖς τελειότατον ἔργον, τόνδε τὸν κόσμον· τὸ γὰρ φιλοσοφεῖν οὐδὲν ἦν ἄλλο ἢ ταῦτα σπουδάζειν ἀκριβῶς ἰδεῖν."],["98","τὸν δὲ αἰσθητὸν κόσμον ὡς ἂν ὑποπόδιον θεοῦ φησιν εἶναι διὰ τάδε· πρῶτον μὲν ἵν’ ἐπιδείξῃ, ὅτι οὐκ ἐν τῷ γεγονότι τὸ πεποιηκὸς αἴτιον, ἔπειτα δ’ ὑπὲρ τοῦ παραστῆσαι, ὅτι οὐδ’ ὁ κόσμος ἅπας ἀφέτῳ καὶ ἀπελευθεριαζούσῃ κινήσει κέχρηται, ἀλλ’ ἐπιβέβηκεν ὁ κυβερνήτης θεὸς τῶν ὅλων οἰακονομῶν καὶ πηδαλιουχῶν σωτηρίως τὰ σύμπαντα, οὔτε ποσὶν οὔτε χερσὶν οὔτε ἄλλῳ τῶν ἐν γενέσει κεχρημένος μέρει τὸ παράπαν οὐδενὶ κατὰ τὸν ἀληθῆ λόγον— „οὐ γὰρ ὡς ἄνθρωπος ὁ θεός„ (Num. 23, 19)—, ἀλλὰ τὸν ἕνεκα αὐτὸ μόνον διδασκαλίας εἰσαγόμενον ἡμῶν τῶν ἑαυτοὺς ἐκβῆναι μὴ δυναμένων, ἀλλ’ ἀπὸ τῶν ἡμῖν αὐτοῖς συμβεβηκότων τὰς περὶ τοῦ ἀγενήτου καταλήψεις λαμβανόντων."],["99","παγκάλως δ’ ἔχει τὸ ἐν παραβολῆς εἴδει φάναι τὸν κόσμον ὡς εἶδος πλίνθου· δοκεῖ μὲν γὰρ ἑστάναι καὶ βεβηκέναι ὡς ἐκείνη κατὰ τὰς τῆς αἰσθητῆς ὄψεως προσβολάς, κέχρηται δὲ ὠκυτάτῃ κινήσει καὶ τὰς ἐν μέρει πάσας παραθεούσῃ."],["100","καὶ γὰρ μεθ’ ἡμέραν ἡλίου καὶ νύκτωρ σελήνης φαντασίαν ὡς ἑστώτων οἱ σώματος ὀφθαλμοὶ λαμβάνουσι· καίτοι τίς οὐκ οἶδεν, ὅτι τὸ τῆς περὶ αὐτοὺς φορᾶς τάχος ἀνανταγώνιστόν ἐστιν, εἴ γε τὸν σύμπαντα οὐρανὸν μιᾷ περιπολοῦσιν ἡμέρᾳ; οὕτως μέντοι καὶ αὐτὸς ὁ σύμπας οὐρανὸς ἑστάναι δοκῶν περιδινεῖται κύκλῳ, τῆς κινήσεως τῷ ἀειδεῖ καὶ θειοτέρῳ καταλαμβανομένης τῷ κατὰ"],["101","διάνοιαν ὀφθαλμῷ. πυροῦντες δὲ τὰς πλίνθους εἰσάγονται συμβολικῶς, τὰ πάθη καὶ τὰς κακίας θερμῷ καὶ κινητικωτάτῳ λόγῳ κραταιούμενοι, ὡς μὴ πρὸς τῶν σοφίας δορυφόρων ποτὲ καθαιρεθεῖεν, οἷς τὰ πρὸς ἀνατροπὴν αὐτῶν αἰεὶ μηχανήματα συγκροτεῖται."],["102","διὸ καὶ ἐπιλέγεται „ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον„ (Gen. 11, 3)— τὸ γὰρ μανὸν καὶ κεχυμένον τῆς μὴ σὺν λόγῳ φορᾶς εἰς ἀντίτυπον καὶ στερεὰν φύσιν πιληθὲν καὶ πυκνωθὲν λόγοις δυνατοῖς καὶ ἀποδείξεσιν ἐχυρωτάταις μετέβαλεν, ἀνδρωθείσης τρόπον τινὰ τῆς τῶν θεωρημάτων καταλήψεως, ἥτις ἐν ἡλικίᾳ διαρρεῖ παιδικῇ διὰ τὴν τῆς ψυχῆς ὑγρότητα μήπω δυναμένης τοὺς ἐνσφραγιζομένους πήττειν καὶ διαφυλάττειν χαρακτῆρας—, \" καὶ ἡ ἄσφαλτος ἦν αὐτοῖς πηλός„ (ibid.), οὐκ ἔμπαλιν ὁ πηλὸς ἄσφαλτος·"],["103","δοκοῦσι μὲν γὰρ οἱ φαῦλοι τὰ ἀσθενῆ κραταιοῦσθαι κατὰ τῶν ἀμεινόνων καὶ τὰ διαλυόμενα καὶ ῥέοντα ἐξ αὐτῶν πήττειν, ἵν’ ἐπ’ ἐχυροῦ βάλωσι καὶ τοξεύσωσιν ἀρετήν· ὁ δ’ ἵλεως καὶ πατὴρ τῶν καλῶν οὐκ ἐφήσει τὸ δεδεμένον ἐκνικᾶν εἰς ἀδιάλυτον ἀσφάλειαν, ῥεούσης σπουδῆς μὴ ὑφεστὼς ἔργον ὡς πλαδῶντα πηλὸν ἀναδείξας."],["104","εἰ μὲν γὰρ ὁ πηλὸς ἐγένετο ἄσφαλτος, μέχρι παντὸς ἂν ἴσως τὸ ἐν συνεχεῖ ῥύσει γεῶδες αἰσθητὸν εἰς ἀσφαλῆ καὶ ἀμετάβλητον δύναμιν ἐξενίκησεν· ἐπεὶ δὲ τοὐναντίον ἡ ἄσφαλτος εἰς πηλὸν μετέβαλεν, οὐκ ἀθυμητέον· ἐλπὶς γάρ, ἐλπὶς τὰ βέβαια τῆς κακίας ἐρείσματα κράτει θεοῦ διακοπῆναι."],["105","τοιγαροῦν ὁ δίκαιος καὶ ἐν τῷ μεγάλῳ καὶ ἐπαλλήλῳ τοῦ βίου κατακλυσμῷ, μήπω δυνάμενος δίχα αἰσθήσεως ψυχῇ μόνῃ τὰ ὄντα ὄντως ὁρᾶν, „τὴν κιβωτόν„, λέγω δὲ τὸ σῶμα, „ἔνδοθέν τε καὶ ἔξωθεν ἀσφάλτῳ„ καταχρίσει (Gen. 6, 14) βεβαιούμενος τὰς δι’ αὐτοῦ φαντασίας καὶ ἐνεργείας· λωφήσαντος δὲ τοῦ κακοῦ καὶ τῆς φορᾶς ἐπισχούσης ἐξελεύσεται χρησάμενος ἀσωμάτῳ διανοίᾳ πρὸς τὴν ἀληθείας ἀντίληψιν."],["106","ὁ μὲν γὰρ ἀστεῖος ἀπὸ γενέσεως ἀρχῆς φυτευθεὶς καὶ προσαγορευθεὶς τρόπος, ὄνομα Μωυσῆς, ὁ τὸν κόσμον ὡς ἄστυ καὶ πατρίδα οἰκήσας ἅτε κοσμοπολίτης γενόμενος, ἐνδεθείς ποτε τῷ ἐπαληλιμμένῳ ὡς ἂν „ἀσφαλτοπίσσῃ \" (Exod. 2, 3) σώματι καὶ δοκοῦντι τὰς πάντων τῶν ὑποκειμένων ἐν αἰσθήσει φαντασίας ἀσφαλῶς δέχεσθαί τε καὶ κεχωρηκέναι, κατακλαίει (Exod. 2, 6) μὲν τὴν ἔνδεσιν ἀσωμάτου φύσεως πιεσθεὶς ἔρωτι, κατακλαίει δὲ καὶ τὸν πλάνητα καὶ τετυφωμένον τῶν πολλῶν ἄθλιον νοῦν, ὃς ψευδοῦς δόξης ἐκκρεμασθεὶς ᾠήθη τι παρ’ ἑαυτῷ βέβαιον καὶ ἀσφαλὲς ἢ συνόλως παρά τινι τῶν γενομένων ἄτρεπτον ἱδρῦσθαι, τοῦ παγίως καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος ἐστηλιτευμένου παρὰ μόνῳ τῷ θεῷ."],["107","Τὸ δὲ „δεῦτε καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ„ (Gen. 11, 4) τοιοῦτον ὑποβάλλει νοῦν· πόλεις ὁ νομοθέτης οὐχὶ ταύτας μόνον οἴεται εἶναι τὰς ἐπὶ γῆς δημιουργηθείσας, ὧν εἰσιν ὗλαι λίθοι καὶ ξύλα, ἀλλὰ καὶ ἃς ἄνθρωποι περιφέρουσι ταῖς ψυχαῖς ἑαυτῶν ἐνιδρυμένας. εἰσὶ δ’ αὗται μέν,"],["108","ὡς εἰκός, ἀρχέτυποι ἅτε θειοτέρας κατασκευῆς λαχοῦσαι, ἐκεῖναι δὲ μιμήματα ὡς ἂν ἐκ φθαρτῆς οὐσίας συνεστῶσαι. διττὸν δὲ πόλεως εἶδος, τὸ μὲν ἄμεινον, τὸ δὲ χεῖρον, ἄμεινον μὲν τὸ δημοκρατίᾳ χρώμενον ἰσότητα τιμώσῃ πολιτείᾳ, ἧς ἄρχοντές εἰσι νόμος καὶ δίκη— θεοῦ δὲ ὕμνος ἡ τοιάδε—, χεῖρον δὲ τὸ κιβδηλεῦον αὐτήν, ὡς τὸ παράσημον καὶ παρακεκομμένον ἐν νομίσμασιν, ὀχλοκρατία, ἣ θαυμάζει τὸ ἄνισον, ἐν ᾗ ἀδικία καὶ ἀνομία καταδυναστεύουσιν."],["109","ἐγγράφονται δ’ οἱ μὲν ἀστεῖοι τῷ τῆς προτέρας πολιτεύματι, τῶν δὲ φαύλων ἡ πληθὺς τὴν ἑτέραν καὶ χείρω διέζωσται, πρὸ εὐκοσμίας ἀκοσμίαν καὶ σύγχυσιν πρὸ εὐσταθοῦς καταστάσεως ἀγαπῶσα."],["110","συνεργοῖς δὲ ὁ ἄφρων ἀξιοῖ πρὸς τὸ ἁμαρτάνειν οὐκ ἀρκούμενος αὑτῷ μόνῳ χρῆσθαι, καὶ προτρέπει μὲν ὅρασιν, προτρέπει δὲ ἀκοήν, παρακαλεῖ δὲ πᾶσαν αἴσθησιν ἀνυπερθέτως αὐτῷ συντετάχθαι, φερούσης ἑκάστης τὰ πρὸς ὑπηρεσίαν ἐπιτήδεια πάντα· ἐπαίρει μέντοι καὶ παραθήγει καὶ τὸ ἄλλο ἀτίθασον ἐκ φύσεως τῶν παθῶν στῖφος, ἵνα ἄσκησιν καὶ μελέτην προσλαβὸν ἀνύποιστον γένηται."],["111","τούτους οὖν καλέσας τοὺς συμμάχους ὁ νοῦς φησιν· „οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν„ (Gen. 11, 4), ἴσον τῷ ὀχυρωσώμεθα τὰ οἰκεῖα καὶ φραξώμεθα δυνατῶς, ὡς μὴ πρὸς τῶν κατατρεχόντων εὐμαρῶς ἁλισκοίμεθα· διέλωμεν καὶ διανείμωμεν ὥσπερ κατὰ φυλὰς καὶ δήμους ἑκάστας τῶν ἐν ψυχῇ δυνάμεων προσκληρώσαντες τὰς μὲν λογικῇ, τὰς δὲ ἀλόγῳ μερίδι·"],["112","ἄρχοντας ἑλώμεθα τοὺς ἱκανοὺς πλοῦτον, δόξαν, τιμάς, ἡδονὰς ἀφ’ ὧν ἂν δύνωνται περιποιεῖν ἁπάντων· τὴν πενίας καὶ ἀδοξίας αἰτίαν δικαιοσύνην τιθεμένους ἐκποδὼν γράφωμεν νόμους, οἳ τὸ τοῦ κρείττονος συμφέρον βεβαιώσουσι τοῖς πλέον ἑτέρων αἰεὶ φέρεσθαι δυναμένοις."],["113","„πύργος„ δ’ ὡς ἂν ἀκρόπολις κατεσκευάσθω τῇ| τυράννῳ κακίᾳ βασίλειον ὀχυρώτατον, ἧς οἱ μὲν πόδες ἐπὶ γῆς βαινέτωσαν, ἡ δὲ κεφαλὴ πρὸς οὐρανὸν φθανέτω τοσοῦτον ὑπὸ μεγαλαυχίας ὕψος ἐπιβᾶσα."],["114","τῷ γὰρ ὄντι οὐ μόνον ἐπὶ τῶν ἀνθρωπείων ἀδικημάτων ἵσταται, μετατρέχει δὲ καὶ τὰ ὀλύμπια τοὺς ἀσεβείας καὶ ἀθεότητος λόγους προτείνουσα, ἐπειδὰν ἢ ὡς οὐκ ἔστι τὸ θεῖον διεξίῃ, ἢ ὡς ὂν οὐ προνοεῖ, ἢ ὡς ὁ κόσμος οὔποτε γενέσεως ἔλαβεν ἀρχήν, ἢ ὡς γενόμενος ἀστάτοις αἰτίαις ὡς ἂν τύχῃ φέρεται, ποτὲ μὲν πλημμελῶς, ποτὲ δὲ οὐχ ὑπαιτίως, καθάπερ ἐπὶ πλοίων καὶ τεθρίππων εἴωθε γίνεσθαι·"],["115","φιλεῖ γὰρ ἔστιν ὅτε χωρὶς ἡνιόχων τε καὶ κυβερνητῶν ὅ τε πλοῦς καὶ ὁ δρόμος εὐθύνεσθαι· προνοίας δ’ οὐ τὸ ὀλιγάκις, ἀλλὰ τῆς μὲν ἀνθρωπίνης πολλάκις, τῆς δὲ θείας ἀδιαστάτως αἰεὶ κατορθοῦν, ἐπεὶ τὸ διαμαρτάνειν ἀλλότριον ἀνωμολόγηται θείας δυνάμεως. κατασκευάζουσι μέντοι συμβολικῶς ὡσανεὶ πύργον τὸν περὶ κακίας λόγον οἱ φρενοβλαβεῖς, τί βουλόμενοι ἢ ὄνομα αὐτῶν ὑπολείπεσθαι τὸ δυσώνυμον;"],["116","λέγουσι γάρ· „ποιήσωμεν ἑαυτῶν ὄνομα„ (Gen. 11, 4). ὢ περιττῆς καὶ κεχυμένης ἀναισχυντίας. τί φατε; νυκτὶ καὶ βαθεῖ σκότῳ τὰ ἑαυτῶν ἀδικήματα συγκρύπτειν ὀφείλοντες καὶ προκάλυμμα αὐτῶν, εἰ καὶ μὴ τὴν ἀληθῆ, τὴν γοῦν προσποίητον αἰδῶ πεποιῆσθαι ἢ χάριτος ἕνεκα τῆς πρὸς τοὺς ἐπιεικεστέρους ἢ διαδύσεως τῶν ἐφ’ ὁμολογουμένοις ἁμαρτήμασι τιμωριῶν, τοσοῦτον τῆς τόλμης ἐπιβαίνετε, ὥστε οὐ μόνον πρὸς φῶς καὶ λαμπρότατον ἥλιον ἐναυγάζεσθε μήτε τὰς ἀνθρώπων τῶν ἀμεινόνων ἀπειλὰς μήτε τὰς ἀπαραιτήτους ἐκ θεοῦ δίκας τοῖς οὕτως ἀνοσιουργοῖς ἀπαντωμένας καταδείσαντες, ἀλλὰ καὶ πανταχόσε φήμας ἀγγέλους τῶν οἰκείων ἀδικημάτων περιπέμπειν ἀξιοῦτε, ὡς μηδεὶς ἀμύητος μηδ’ ἀνήκοος γένοιτο τῶν ὑμετέρων, ὦ σχέτλιοι καὶ παμμίαροι, τολμημάτων."],["117","ὀνόματος οὖν ποίου γλίχεσθε; ἢ τοῦ τοῖς πραττομένοις οἰκειοτάτου; ἆρ’ οὖν ἕν ἐστι μόνον; γένει μὲν ἴσως ἕν, μυρία δὲ τοῖς εἴδεσιν, ἅ, κἂν ἡσυχάζητε, ἑτέρων λεγόντων ἀκούσεσθε· προπέτεια τοίνυν ἐστὶ μετὰ ἀναισχυντίας, ὕβρις μετὰ βίας, βία μετὰ ἀνδροφονίας, σὺν μοιχείαις φθοραί, σὺν ἀμέτροις ἡδοναῖς ἀόριστος ἐπιθυμία, μετὰ θράσους ἀπόνοια, μετὰ πανουργίας ἀδικία, κλοπαὶ μετὰ ἁρπαγῆς, σὺν ψευδολογίαις ψευδορκίαι, μετὰ παρανομιῶν ἀσέβειαι."],["118","ταῦτα καὶ τὰ παραπλήσια τῶν τοιούτων ἔστ’ ὀνόματα. καλόν γ’ ἐναυχῆσαι κἀπισεμνύνεσθαι δόξαν θηρωμένους τὴν ἀπὸ τούτων, ἐφ’ οἷς εἰκὸς ἦν ἐγκαλύπτεσθαι. καὶ μὴν ἔνιοι μέγα φρονοῦσιν ἐπὶ τούτοις, ὡς ἄμαχόν τινα ἰσχὺν ἐκ τοῦ τοιούτους νομισθῆναι παρὰ πᾶσι καρπωσάμενοι, οὓς τοῦ πολλοῦ θράσους ἡ ὀπαδὸς τοῦ θεοῦ δίκη τίσεται καίτοι τάχα τὸν οἰκεῖον οὐ μαντευομένους μόνον, ἀλλὰ καὶ προορωμένους ὄλεθρον· φασὶ γάρ· „πρὶν διασπαρῆναι„ (Gen. 11, 4), φροντίσωμεν ὀνόματός τε καὶ δόξης."],["119","οὐκοῦν, εἴποιμ’ ἂν αὐτοῖς, ὅτι σκεδασθήσεσθε γινώσκετε; τί οὖν ἁμαρτάνετε; ἀλλὰ μήποτε τὸν τρόπον τῶν ἀφρόνων διασυνίστησιν, οἳ καίτοι μεγίστων ἐπικρεμαμένων οὐκ ἀδήλως ἀλλ’ ἐκ τοῦ φανεροῦ πολλάκις τιμωριῶν ἀδικεῖν ὅμως οὐκ ὀκνοῦσι· γνωριμώταται δ’ εἰσὶν αἱ τιμωρίαι ἀδηλοῦσθαι νομισθεῖσαι, ἃς ἐκ θεοῦ κατασκήπτειν συμβέβηκε."],["120","πάντες γὰρ οἱ φαυλότατοι λαμβάνουσιν ἐννοίας περὶ τοῦ μὴ λήσειν τὸ θεῖον ἀδικοῦντες μηδὲ τὸ δίκην ὑφέξειν εἰσάπαν ἰσχῦσαι διακρούσασθαι· ἐπεὶ πόθεν ἴσασιν, ὅτι σκεδασθήσονται;"],["121","καὶ μὴν λέγουσι „πρὶν ἡμᾶς διασπαρῆναι„· ἀλλὰ τὸ συνειδὸς ἔνδοθεν ἐλέγχει καὶ σφόδρα ἐπιτηδεύοντας ἀθεότητα κεντεῖ, ὡς ἄκοντας εἰς συναίνεσιν ἐπισπάσασθαι περὶ τοῦ τὰ κατ’ ἀνθρώπους πάντα πρὸς ἀμείνονος φύσεως ἐφορᾶσθαι καὶ δίκην ἐφεστάναι τιμωρὸν ἀδέκαστον, ἀσεβῶν πράξεις ἐχθραίνουσαν ἀδίκους καὶ λόγους τοὺς συνηγόρους αὐταῖς."],["122","ἀλλ’ εἰσὶν ἀπόγονοι πάντες οὗτοι τῆς αἰεὶ μὲν ἀποθνῃσκούσῃς, μηδέποτε δὲ τεθνηκυίας μοχθηρίας, ἧς Κάιν ἐστὶν ὄνομα. ἢ οὐχὶ καὶ ὁ Κάιν υἱὸν γεννήσας, ὃν Ἐνὼχ ἐκάλεσεν, ὁμώνυμον αὐτῷ [καὶ] κτίζων εἰσάγεται πόλιν (Gen. 4, 17) καὶ τρόπον τινὰ τὰ γενητὰ καὶ θνητὰ οἰκοδομῶν ἐπὶ τῇ τῶν θειοτέρας κατασκευῆς λαχόντων ἀνατροπῇ;"],["123","ὁ γὰρ Ἐνὼχ ἑρμηνεύεται χάρις σου· τῶν δ’ ἀνοσίων ἕκαστος διάνοιαν μὲν ἡγεῖται χαρίζεσθαι ἑαυτῷ τάς τε καταλήψεις καὶ διανοήσεις, ὀφθαλμοὺς δὲ τὸ βλέπειν καὶ ἀκούειν ὦτα καὶ μυκτῆρας ὀσφραίνεσθαι, καὶ τὰς ἄλλας αἰσθήσεις τὰ οἰκεῖα ἑαυταῖς, ἔτι μέντοι καὶ τὰ φωνῆς ὄργανα τὸ λέγειν, θεὸν δὲ ἢ μὴ συνόλως ἢ μὴ ὡς πρῶτον αἴτιον ὄν."],["124","διὰ τοῦτο καὶ ὧν ἐγεωπόνησε τὰς ἀπαρχὰς ἑαυτῷ ταμιεύεται, καρποὺς δὲ αὐτὸ μόνον αὖθις προσενεγκεῖν θεῷ λέγεται καίτοι παραδείγματος ὑγιοῦς ἐγγὺς ἑστῶτος· ὁ γὰρ ἀδελφὸς αὐτοῦ τὰ πρωτότοκα, οὐ τὰ δεύτερα τῆς ποίμνης ἔκγονα ἱερουργεῖ, τὰς τῶν γινομένων πρεσβυτέρας αἰτίας κατὰ τὸ πρεσβύτατον τῶν αἰτίων ὁμολογῶν συνίστασθαι."],["125","τῷ δ’ ἀσεβεῖ τοὐναντίον δοκεῖ, αὐτοκράτορα μὲν εἶναι τὸν νοῦν ὧν βουλεύεται, αὐτοκράτορα δὲ καὶ τὴν αἴσθησιν ὧν αἰσθάνεται· δικάζειν γὰρ ἀνυπαιτίως καὶ ἀψευδῶς τὴν μὲν τὰ σώματα, τὸν δὲ πάντα."],["126","τούτων δὲ τί ἂν γένοιτο ἐπιληπτότερον ἢ μᾶλλον ὑπὸ τῆς ἀληθείας ἐλεγχόμενον; ἢ οὐχὶ καὶ ὁ νοῦς πολλάκις ἐπὶ μυρίων ὅσων ἠλέγχθη παρανοῶν, καὶ αἱ αἰσθήσεις ἅπασαι ψευδομαρτυριῶν ἑάλωσαν οὐ παρ’ ἀλόγοις δικασταῖς, οὓς εἰκὸς ἀπατᾶσθαι, ἀλλ’ ἐν τῷ τῆς φύσεως αὐτῆς δικαστηρίῳ, ἣν οὐ θέμις δεκάζεσθαι;"],["127","καὶ μὴν σφαλλομένων γε τῶν καθ’ ἡμᾶς αὐτοὺς περί τε νοῦν καὶ αἴσθησιν κριτηρίων ἀνάγκη τἀκόλουθον ὁμολογεῖν, ὅτι ὁ θεὸς τῷ μὲν τὰς ἐννοίας, τῇ δὲ τὰς ἀντιλήψεις ἐπομβρεῖ, καὶ ἔστιν οὐ τῶν καθ’ ἡμᾶς μερῶν χάρις τὰ γινόμενα, ἀλλὰ τοῦ δι’ ὃν καὶ ἡμεῖς γεγόναμεν δωρεαὶ πᾶσαι."],["128","τὸν φιλαυτίας κλῆρον παραλαβόντες παῖδες παρὰ πατρὸς συναυξῆσαι γλίχονται μέχρις οὐρανοῦ, ἕως ἂν ἡ φιλάρετός τε καὶ μισοπόνηρος δίκη παρελθοῦσα καθέλῃ τὰς πόλεις, ἃς ἐπετείχισαν ψυχῇ τῇ ταλαίνῃ, καὶ τὸν πύργον, οὗ τοὔνομα ἐν τῇ"],["129","τῶν κριμάτων ἀναγραφομένῃ βίβλῳ δεδήλωται. ἔστι δὲ ὡς μὲν Ἑβραῖοι λέγουσι Φανουήλ, ὡς δὲ ἡμεῖς ἀποστροφὴ θεοῦ· τὸ γὰρ κατεσκευασμένον ὀχύρωμα διὰ τῆς τῶν λόγων πιθανότητος οὐδενὸς ἕνεκα ἑτέρου κατεσκευάζετο ἢ τοῦ μετατραπῆναι καὶ μετακλιθῆναι διάνοιαν ἀπὸ τῆς τοῦ θεοῦ τιμῆς· οὗ τί ἂν γένοιτο ἀδικώτερον;"],["130","ἀλλὰ πρός γε τὴν τοῦ ὀχυρώματος τούτου καθαίρεσιν ὁ πειρατὴς τῆς ἀδικίας καὶ φονῶν αἰεὶ κατ’ αὐτῆς εὐτρέπισται, ὃν Ἑβραῖοι καλοῦσι Γεδεών, ὃς ἑρμηνεύεται πειρατήριον· „ὤμοσε “γάρ φησι „Γεδεὼν τοῖς ἀνδράσι Φανουὴλ λέγων· ἐν τῷ με ἐπιστρέφειν μετ’ εἰρήνης τὸν πύργον τοῦτον κατασκάψω “(Iud. 8, 9)."],["131","πάγκαλον καὶ πρεπωδέστατον αὔχημα μισοπονήρῳ ψυχῇ κατὰ ἀσεβῶν ἠκονημένῃ τὸ βεβαιοῦσθαι καθαιρήσειν πάντα λόγον ἀποστρέφειν διάνοιαν ὁσιότητος ἀναπείθοντα. καὶ πέφυκεν οὕτως ἔχειν· ὅταν γὰρ ὁ νοῦς ἐπιστρέψῃ, τὸ ἀποκλῖνον καὶ ἀποστρεφόμενον αὐτοῦ πᾶν λύεται."],["132","τούτου δὲ καιρός ἐστι τῆς καθαιρέσεως, τὸ παραδοξότατον, ᾗ φησιν, οὐ πόλεμος, ἀλλ’ εἰρήνη· διανοίας γὰρ εὐσταθείᾳ καὶ ἠρεμίᾳ, ἣν εὐσέβεια γεννᾶν πέφυκεν, ἀνατρέπεται πᾶς λόγος, ὃν ἐδημιούργησεν ἀσέβεια."],["133","πολλοὶ καὶ τὰς αἰσθήσεις πύργου τινὰ τρόπον ἐπὶ τοσοῦτον ἤγειραν, ὡς ἅψασθαι τῶν οὐρανοῦ περάτων· οὐρανὸς δὲ συμβολικῶς ὁ νοῦς ἡμῶν ἐστι, καθ’ ὃν αἱ ἄρισται καὶ θεῖαι φύσεις περιπολοῦσιν. οἱ δὲ ταῦτα τολμῶντες αἴσθησιν μὲν διανοίας προκρίνουσιν, ἀξιοῦσι δὲ καὶ διὰ τῶν αἰσθητῶν τὰ νοητὰ πάντα ἑλεῖν ἀνὰ κράτος, εἰς μὲν δούλων τάξιν τὰ δεσπόζοντα, εἰς δὲ ἡγεμόνων τὰ φύσει δοῦλα μεθαρμόσασθαι βιαζόμενοι."],["134","Τὸ δέ, „κατέβη κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον “(Gen. 11, 5) τροπικώτερον πάντως ἀκουστέον· προσιέναι γὰρ ἢ ἀπιέναι ἢ κατιέναι ἢ τοὐναντίον ἀνέρχεσθαι ἢ συνόλως τὰς αὐτὰς τοῖς κατὰ μέρος ζῴοις σχέσεις καὶ κινήσεις ἴσχεσθαι καὶ κινεῖσθαι τὸ θεῖον ὑπολαμβάνειν ὑπερωκεάνιος καὶ μετακόσμιος, ὡς ἔπος εἰπεῖν, ἐστὶν ἀσέβεια."],["135","ταῦτα δὲ ἀνθρωπολογεῖται παρὰ τῷ νομοθέτῃ περὶ τοῦ μὴ ἀνθρωπομόρφου θεοῦ διὰ τὰς τῶν παιδευομένων ἡμῶν, ὡς πολλάκις ἐν ἑτέροις εἶπον, ὠφελείας. ἐπεὶ τίς οὐκ οἶδεν ὅτι τῷ κατιόντι τὸν μὲν ἀπολείπειν, τὸν δὲ ἐπιλαμβάνειν τόπον ἀναγκαῖον;"],["136","ὑπὸ δὲ τοῦ θεοῦ πεπλήρωται τὰ πάντα, περιέχοντος, οὐ περιεχομένου, ᾧ πανταχοῦ τε καὶ οὐδαμοῦ συμβέβηκεν εἶναι μόνῳ· οὐδαμοῦ μέν, ὅτι καὶ χώραν καὶ τόπον αὐτὸς τοῖς σώμασι συγγεγέννηκε, τὸ δὲ πεποιηκὸς ἐν οὐδενὶ τῶν γεγονότων θέμις εἰπεῖν περιέχεσθαι, πανταχοῦ δέ, ὅτι τὰς δυνάμεις αὑτοῦ διὰ γῆς καὶ ὕδατος ἀέρος τε καὶ οὐρανοῦ τείνας μέρος οὐδὲν ἔρημον ἀπολέλοιπε τοῦ κόσμου, πάντα δὲ συναγαγὼν διὰ πάντων ἀοράτοις ἔσφιγξε δεσμοῖς, ἵνα μή ποτε λυθείη, οὗ χάριν μελετήσας ὧ***."],["137","τὸ μὲν γὰρ ὑπεράνω τῶν δυνάμεων ὂν ἐπινοεῖται περιττεύειν, οὐ*** κατὰ τὸ εἶναι μόνον· τούτου δύναμις δέ, καθ’ ἣν ἔθηκε καὶ διετάξατο τὰ πάντα, κέκληται μὲν ἐτύμως θεός, ἐγκεκόλπισται δὲ τὰ ὅλα καὶ διὰ τῶν τοῦ παντὸς μερῶν διελήλυθε."],["138","τὸ δὲ θεῖον καὶ ἀόρατον καὶ ἀκατάληπτον καὶ πανταχοῦ ὂν ὁρατόν τε καὶ καταληπτὸν οὐδαμοῦ πρὸς ἀλήθειάν ἐστιν*** „ὧδε στὰς ἐγὼ πρὸ τοῦ σέ “(Exod. 17, 6), δείκνυσθαι καὶ καταλαμβάνεσθαι δοκῶν, πρὸ πάσης δείξεως καὶ φαντασίας ὑπερβαλὼν τὰ γεγονότα."],["139","τῶν οὖν μεταβατικῆς κινήσεως ὀνομάτων οὐδὲν ἐφαρμόττει τῷ κατὰ τὸ εἶναι θεῷ, τὸ ἄνω, τὸ κάτω, τὸ ἐπὶ δεξιά, τὸ ἐπ’ εὐώνυμα, τὸ πρόσω, τὸ κατόπιν· ἐν οὐδενὶ γὰρ τῶν λεχθέντων ἐπινοεῖται, ὡς οὐδ’ ἂν μετατρεπόμενος ἐναλλάττοι χωρία."],["140","λέγεται δ’ οὐδὲν ἧττον κατελθὼν ἰδεῖν, ὁ προλήψει πάντα οὐ γενόμενα μόνον ἀλλὰ καὶ πρὶν γενέσθαι σαφῶς κατειληφώς, προτροπῆς ἕνεκα καὶ διδασκαλίας, ἵνα μηδεὶς ἀνθρώπων οἷς οὐ πάρεστιν, ἀβεβαίῳ χρώμενος εἰκασίᾳ, μακρὰν ἀφεστὼς προπιστεύῃ, ἀλλ’ ἄχρι τῶν πραγμάτων ἐλθὼν καὶ διακύψας εἰς ἕκαστα καὶ ἐπιμελῶς αὐτὰ αὐγασάμενος· ὄψιν γὰρ ἀπλανῆ πρὸ ἀκοῆς ἀπατεῶνος ἄξιον μάρτυρα τίθεσθαι."],["141","οὗ χάριν καὶ παρὰ τοῖς ἄριστα πολιτευομένοις ἀναγέγραπται νόμος ἀκοῇ μὴ μαρτυρεῖν, ὅτι φύσει τὸ δικαστήριον αὐτῆς πρὸς τὸ δεκάζεσθαι ταλαντεύει· καὶ Μωυσῆς μέντοι φησὶν ἐν τοῖς ἀπαγορευτικοῖς· „οὐ παραδέξῃ ἀκοὴν ματαίαν “(Exod. 23, 1), οὐχὶ μόνον τοῦτο λέγων,*** παραδέχεσθαι ψευδῆ λόγον ἢ εὐήθη δι’ ἀκοῆς, ἀλλὰ καὶ ὅτι πρὸς τὴν σαφῆ τῆς ἀληθείας κατάληψιν μακρὸν ὅσον ὄψεως ὑστερίζουσα διελέγχεται γέμουσα"],["142","ματαιότητος ἀκοή. ταύτην φαμὲν αἰτίαν εἶναι τοῦ λέγεσθαι „τὸν θεὸν καταβεβηκέναι τὴν πόλιν καὶ τὸν πύργον θεάσασθαι„. οὐ παρέργως δὲ πρόσκειται „ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων„ (Gen. 11, 5). ἴσως γὰρ ἄν τις εἴποι τῶν οὐκ εὐαγῶν ἐπιχλευάζων ἅμα· καινὸν ἡμᾶς ἀναδιδάσκει μάθημα ὁ νομοθέτης, ὅτι πύργους καὶ πόλεις οὐχ ἕτεροί τινες, ἀλλὰ παῖδες ἀνθρώπων ἀνοικοδομοῦνται. τίς γὰρ τά γ’ οὕτως ἐμφανῆ καὶ περίοπτα καὶ τῶν λίαν ἐξεστηκότων ἀγνοεῖ;"],["143","ἀλλὰ μὴ τὸ πρόχειρον τοῦτο καὶ κατημαξευμένον ἐν τοῖς ἱερωτάτοις χρησμοῖς ἀναγεγράφθαι νομίσῃς, ἀλλ’ ὅπερ ἀποκεκρυμμένον ἰχνηλατεῖται διὰ τῶν ἐμφανῶν ὀνομάτων. τί οὖν ἐστι τοῦτο;"],["144","οἱ πολλοὺς ἐπιγραφόμενοι τῶν ὄντων ὡσανεὶ πατέρας καὶ τὸ πολύθεον εἰσηγούμενοι στῖφος ἀπειρίαν ὁμοῦ καὶ πολυμιγίαν τῶν πραγμάτων καταχέαντες καὶ τὸ ψυχῆς τέλος ἡδονῇ παραδόντες δημιουργοὶ τῆς εἰρημένης πόλεως καὶ τῆς κατ’ αὐτὴν ἀκροπόλεως, εἰ δεῖ τἀληθὲς εἰπεῖν, γεγόνασι, τὰ ποιητικὰ τοῦ τέλους τρόπον οἰκοδομημάτων συναύξοντες, τῶν ἐκ πόρνης ἀποκυηθέντων οὐδέν, ὥς γ’ οἶμαι, διαφέροντες, οὓς ὁ νόμος ἐκκλησίας ἀπελήλακε θείας εἰπών· „οὐκ εἰσελεύσεται ἐκ πόρνης εἰς ἐκκλησίαν κυρίου “(Deut. 23, 2), ὅτι, καθάπερ περὶ πολλὰ τέλη πλανώμενοι τοξόται καὶ μηδενὸς εὐστόχως ἐφιέμενοι σκοποῦ, μυρίας ἀρχὰς καὶ αἰτίας τῆς τῶν ὄντων ὑποθέμενοι γενέσεως ψευδωνύμους πάσας τὸν ἕνα ποιητὴν καὶ πατέρα τῶν ὅλων ἠγνόησαν."],["145","οἱ δὲ ἐπιστήμῃ κεχρημένοι τοῦ ἑνὸς υἱοὶ θεοῦ προσαγορεύονται δεόντως, καθὰ καὶ Μωυσῆς ὁμολογεῖ φάσκων· „υἱοί ἐστε κυρίου τοῦ θεοῦ \" (Deut. 14, 1) καὶ „θεὸν τὸν γεννήσαντά σε \" (Deut. 32, 18) καὶ „οὐκ αὐτὸς οὗτός σου πατήρ “(ibid. 6); ἕπεται μέντοι τοῖς οὕτω τὴν ψυχὴν διατεθεῖσι μόνον τὸ καλὸν ἀγαθὸν εἶναι νομίζειν, ὅπερ τῷ τέλει τῆς ἡδονῆς πρὸς ἐμπειροπολέμων ἀνδρῶν ἀντιτειχίζεται πρὸς ἀνατροπὴν καὶ καθαίρεσιν ἐκείνου. κἂν μηδέπω μέντοι τυγχάνῃ τις ἀξιόχρεως"],["146","ὢν υἱὸς θεοῦ προσαγορεύεσθαι, σπουδαζέτω κοσμεῖσθαι κατὰ τὸν πρωτόγονον αὐτοῦ λόγον, τὸν ἀγγέλων πρεσβύτατον, ὡς ἂν ἀρχάγγελον, πολυώνυμον ὑπάρχοντα· καὶ γὰρ ἀρχὴ καὶ ὄνομα θεοῦ καὶ λόγος καὶ ὁ κατ’ εἰκόνα ἄνθρωπος καὶ ὁ ὁρῶν, Ἰσραήλ, προσαγορεύεται."],["147","διὸ προήχθην ὀλίγῳ πρότερον ἐπαινέσαι τὰς ἀρετὰς τῶν φασκόντων ὅτι „πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου “(Gen. 42, 11)· καὶ γὰρ εἰ μήπω ἱκανοὶ θεοῦ παῖδες νομίζεσθαι γεγόναμεν, ἀλλά τοι τῆς ἀειδοῦς εἰκόνος αὐτοῦ, λόγου τοῦ ἱερωτάτου· θεοῦ γὰρ εἰκὼν λόγος ὁ πρεσβύτατος."],["148","καὶ πολλαχοῦ μέντοι τῆς νομοθεσίας υἱοὶ πάλιν Ἰσραὴλ καλοῦνται, τοῦ ὁρῶντος οἱ ἀκούοντες, ἐπειδὴ μεθ’ ὅρασιν ἀκοὴ δευτερείοις τετίμηται καὶ τὸ διδασκόμενον τοῦ χωρὶς ὑφηγήσεως ἐναργεῖς τύπους τῶν ὑποκειμένων λαμβάνοντος αἰεὶ δεύτερον."],["149","ἄγαμαι καὶ τῶν ἐν βασιλικαῖς βίβλοις ἱεροφαντηθέντων, καθ’ ἃς οἱ πολλαῖς γενεαῖς ὕστερον ἀκμάσαντες καὶ βιώσαντες ἀνυπαιτίως υἱοὶ τοῦ τὸν θεὸν ὑμνήσαντος Δαβὶδ ἀναγράφονται (III Reg. 15, 11 IV Reg. 18, 3 al.), οὗ περιόντος οὐδ’ οἱ πρόπαπποι τούτων ἦσαν ἴσως γεγενημένοι· ψυχῶν γὰρ ἀπαθανατιζομένων ἀρεταῖς, οὐ φθαρτῶν σωμάτων ἐστὶ γένεσις, ἣν ἐπὶ τοὺς καλοκἀγαθίας ἡγεμόνας ὡσανεὶ γεννητὰς καὶ πατέρας ἀναφέρεσθαι συμβαίνει."],["150","κατὰ δὲ τῶν ἐπ’ ἀδικίαις σεμνυνομένων εἶπε κύριος· „ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων “(Gen. 11, 5), ἴσον τῷ ἰδοὺ μία οἰκειότης καὶ συγγένεια, καὶ πάλιν ἁρμονία καὶ συμφωνία ἡ αὐτὴ πάντων ὁμοῦ, μηδενὸς ἠλλοτριωμένου τὴν γνώμην μηδ’ ἀπᾴδοντος, καθάπερ ἔχει καὶ ἐπ’ ἀνθρώπων ἀμούσων· τὸ γὰρ φωνητήριον αὐτοῖς ὄργανον πᾶσι τοῖς φθόγγοις ἔστιν ὅτε δι’ ὅλων ἐκμελὲς καὶ ἀπῳδὸν οὐ μετρίως καθέστηκε, πρὸς ἀναρμοστίαν ἄκρως ἡρμοσμένον καὶ πρὸς τὸ ἀσύμφωνον συμφωνίαν μόνον ἄγον."],["151","καὶ ἐπὶ τῆς πολίτιδος τὸ κατασκευαστὸν τὸ παραπλήσιον ἰδεῖν ἔστιν· αἵ τε γὰρ ἀμφημεριναὶ καὶ διάτριτοι καὶ τεταρταΐζουσαι παρὰ παισὶν ἰατρῶν λεγόμεναι περίοδοι μεθ’ ἡμέραν τε καὶ νύκτωρ περὶ τὰς αὐτὰς ὥρας κατασκήπτουσι τὴν εἰς αὐτὰ καὶ τάξιν φυλάττουσαι."],["152","τὸ δὲ „καὶ τοῦτο ἤρξαντο ποιῆσαι “(Gen. 11, 6) μετ’ οὐ μετρίου σχετλιασμοῦ λέλεκται, διότι τοῖς ῥᾳδιουργοῖς οὐ τὰ πρὸς τοὺς ὁμοφύλους μόνον συγχεῖν δίκαια ἐξήρκεσεν, ἀλλ’ ἤδη καὶ τῶν ὀλυμπίων ἐπιβαίνειν ἐτόλμησαν, ἀδικίαν μὲν σπείραντες,"],["153","ἀσέβειαν δὲ θερίσαντες. ὄφελος δὲ τοῖς ἀθλίοις οὐδέν· οὐ γὰρ ὥσπερ ἀδικοῦντες ἀλλήλους πολλὰ ὧν ἂν ἐθελήσωσιν ἀνύτουσιν ἔργοις βεβαιούμενοι τὰ βουλαῖς ἀγνώμοσιν ἐπιλογισθέντα, οὕτως καὶ ἀσεβοῦντες· ἀζήμια γὰρ καὶ ἀπήμονα τὰ θεῖα, τοῦ δὲ πλημμελεῖν εἰς αὐτὰ οἱ δυσκάθαρτοι τὰς ἀρχὰς εὑρίσκονται μόνον, πρὸς δὲ τὸ τέλος φθάνουσιν οὐδέποτε."],["154","διὸ καὶ λέγεται τοῦτο· „ἤρξαντο ποιῆσαι “· κορεσθέντες γὰρ οἱ τοῦ παρανομεῖν ἄπληστοι τῶν πρὸς τὰ ἐν γῇ καὶ θαλάττῃ καὶ ἀέρι, ἃ φθαρτῆς φύσεως ἔλαχε, κακῶν ἐπὶ τὰς ἐν οὐρανῷ θείας φύσεις μετατάξασθαι διενοήθησαν· ἅ ἐστι τῶν ὄντων ἔξω τοῦ κακηγορεῖν ἔθος ἐστὶ διαθεῖναι τὸ παράπαν οὐδέν· καὶ αὐτὸ μέντοι τὸ βλασφημεῖν οὐ τοῖς κακηγορουμένοις ἐπιφέρει τινὰ ζημίαν, ἃ τῆς ἰδίου φύσεως οὔποτ’ ἐξίσταται, ἀλλὰ τοῖς καταιτιωμένοις συμφορὰς ἀνηκέστους."],["155","οὐκ ἐπειδὴ μέντοι μόνον ἤρξαντο πρὸς τὸ τέλος ἐλθεῖν ἀδυνατήσαντες ἀσεβείας, διὰ τοῦτ’ αὐτοὺς οὐχ ὡς διαπραξαμένους ἕκαστα ὧν διενοήθησαν αἰτιατέον· οὗ χάριν καὶ τετελειωκέναι φησὶ τὸν πύργον αὐτοὺς οὐ τελειώσαντας, ἐπειδὰν λέγῃ· „κύριος κατέβη ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον \", οὐχ ὃν οἰκοδομῆσαι μέλλουσιν, ἀλλ’ ὃν „ᾠκοδόμησαν “ἤδη (Gen. 11, 5)."],["156","τίς οὖν πίστις τοῦ μὴ τετελεσιουργῆσθαι τὴν κατασκευήν; ἡ ἐνάργεια πρώτη· γῆς γὰρ ὁτιοῦν μέρος ἀμήχανον οὐρανοῦ ψαῦσαι διὰ τὴν ἔμπροσθεν αἰτίαν, ὅτιπερ οὐδὲ κέντρον περιφερείας ἅπτεται· δευτέρα δ’, ὅτι ὁ αἰθήρ, ἱερὸν πῦρ, φλόξ ἐστιν ἄσβεστος, ὡς καὶ αὐτὸ δηλοῖ τοὔνομα παρὰ τὸ αἴθειν, ὃ δὴ καίειν ἐστὶ κατὰ γλῶτταν, εἰρημένον."],["157","μάρτυς δὲ μία μοῖρα τῆς οὐρανίου πυρᾶς ἥλιος, ὃς τοσοῦτον γῆς ἀφεστὼς ἄχρι μυχῶν τὰς ἀκτῖνας ἐπιπέμπων αὐτήν τε καὶ τὸν ἀπ’ αὐτῆς ἀνατείνοντα μέχρι τῆς οὐρανίου σφαίρας ἀέρα φύσει ψυχρὸν ὄντα τῇ μὲν ἀλεαίνει, τῇ δὲ καταφλέγει· τὰ μὲν γὰρ ὅσα ἢ μακρὰν ἀφέστηκεν αὐτοῦ τῆς φορᾶς ἢ ἐγκάρσια παραβέβληται ἀλεαίνει μόνον, τὰ δ’ ἐγγὺς ἢ ἐπ’ εὐθείας ὄντα καὶ προσανακαίει βίᾳ."],["158","εἰ δὲ ταῦθ’ οὕτως ἔχει, τοὺς ἀναβαίνειν τολμῶντας ἀνθρώπους οὐκ ἀναγκαῖον ἦν ἐμπεπρῆσθαι κεραυνωθέντας, ἀτελοῦς αὐτοῖς τῆς μεγαλουργηθείσης ἐπινοίας γενομένης; τοῦτ’ ἔοικεν αἰνίττεσθαι διὰ τῶν αὖθις λεγομένων· „ἐπαύσαντο “γάρ φησιν „οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον “(Gen. 11, 8), οὐ δήπου τελειώσαντες, ἀλλὰ τελεσιουργῆσαι κωλυθέντες διὰ τὴν ἐπιγενομένην σύγχυσιν. οὐ μὴν ἐκπεφεύγασι τὴν τῶν διαπράξεων αἰτίαν οἱ πρὸς τῷ βουλεύσασθαι καὶ ἐγκεχειρηκότες."],["159","τὸν γοῦν οἰωνόμαντιν καὶ τερατοσκόπον περὶ τὰς ἀβεβαίους εἰκασίας ματαιάζοντα— καὶ γὰρ μάταιος ἑρμηνεύεται Βαλαάμ— φησὶν ὁ νόμος τῷ ὁρῶντι καταράσασθαι καίτοι διὰ τῶν λόγων εὐφήμους ποιησάμενον εὐχάς, σκοπῶν οὐ τὰ λεχθέντα ἃ προμηθείᾳ θεοῦ μετεχαράττετο οἷα δόκιμον ἀντὶ κιβδήλου νόμισμα, τὴν δὲ διάνοιαν, ἐν ᾗ τὰ βλάψοντα πρὸ τῶν ὠφελησόντων ἀνεπολεῖτο. ἔστι δὲ φύσει πολέμια ταῦτα, στοχασμὸς ἀληθείᾳ καὶ ματαιότης ἐπιστήμῃ καὶ ἡ διὰ ἐνθουσιασμοῦ μαντεία νηφούσῃ σοφίᾳ."],["160","καὶ ἂν ἐξ ἐνέδρας μέντοι τις ἐπιχειρήσας ἀνελεῖν τινα μὴ δυνηθῇ κτεῖναι, τῇ τῶν ἀνδροφόνων οὐδὲν ἧττον ὕποχος δίκῃ καθέστηκεν, ὡς ὁ γραφεὶς περὶ τούτων δηλοῖ νόμος· „ἐὰν “γάρ φησι „τὶς ἐπιθῆται τῷ πλησίον ἀποκτεῖναι αὐτὸν δόλῳ καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου λήψῃ αὐτὸν θανατῶσαι„ (Exod. 21, 14)· καίτοι ἐπιτίθεται μόνον, οὐκ ἀνῄρηκεν, ἀλλ’ ἴσον ἡγήσατο ἀδίκημα τῷ κτεῖναι τὸ βουλεῦσαι τὸν φόνον· οὗ χάριν οὐδ’ ἱκέτῃ γενομένῳ δέδωκεν ἀμνηστίαν, ἀλλὰ καὶ ἐξ ἱεροῦ ἐκέλευσεν ἀπάγειν τὸν ἀνιέρῳ γνώμῃ χρησάμενον."],["161","ἀνίερος δὲ οὐ ταύτῃ μόνον, ὅτι κατὰ ψυχῆς τῆς αἰεὶ ζῆν δυναμένης ἀρετῶν κτήσει τε καὶ χρήσει τὸν διὰ προσβολῆς κακίας φόνον ἐβούλευσεν, ἀλλὰ καὶ ὅτι θεὸν τῆς ἀνοσιουργοῦ τόλμης αἰτιᾶται· τὸ γὰρ „καταφύγῃ “τοιοῦτον ὑποβάλλει νοῦν, διότι πολλοὶ τὰ καθ’ ἑαυτῶν ἀποδιδράσκειν ἐθέλοντες ἐγκλήματα καὶ ῥύεσθαι τῶν ἐφ’ οἷς ἠδίκησαν ἀξιοῦντες ἑαυτοὺς τιμωριῶν τὸ οἰκεῖον ἄγος τῷ κακοῦ μὲν μηδενὸς ἀγαθῶν δ’ ἁπάντων αἰτίῳ προσβάλλουσι θεῷ. διὸ καὶ ἀπ’ αὐτῶν βωμῶν τοὺς τοιούτους ἀπάγειν ὅσιον εἶναι ἐνομίσθη."],["162","δίκην δ’ ὑπερβάλλουσαν κατὰ τῶν ἐπ’ ἀθεότητι λόγους οἰκοδομουμένων καὶ συγκροτούντων ὁρίζει, ἣν ἴσως τινὲς τῶν ἀφρόνων οὐ βλάβην, ἀλλ’ ὠφέλειαν ὑποτοπήσουσιν· „οὐ γὰρ ἐκλείψει “φησίν „ἀπ’ αὐτῶν πάντα ὅσα ἂν ἐπιθῶνται ποιεῖν “(Gen. 11, 6). ὢ τῆς ἀπεριγράφου καὶ ἀμέτρου κακοδαιμονίας, πάνθ’ οἷς ἂν ὁ φρενοβλαβέστατος ἐπιθῆται νοῦς, ὑποχείρια εἶναι καὶ ὑπήκοα, καὶ μηδέν, μὴ μέγα μὴ μικρόν, ὑστερίζειν τὸ παράπαν, ἀλλ’"],["163","ὡσπερεὶ φθάνοντα προαπαντᾶν πρὸς τὰς χρείας ἑκάστας. ψυχῆς ταῦτα φρονήσεως χηρευούσης ἐστὶν ἐπίδειξις μηδὲν τῶν εἰς τὸ ἁμαρτάνειν ἐχούσης ἐμποδών. εὔξαιτο γὰρ ἂν ὁ μὴ σφόδρα ἀνιάτως ἔχων τὰ ἐξ ὑποθέσεως τοῦ νοῦ πάντ’ ἐπιλιπεῖν αὐτῷ, ἵνα μὴ τῷ κλέπτειν ἢ μοιχεύειν ἢ ἀνδροφονεῖν ἢ ἱεροσυλεῖν ἤ τινι τῶν ὁμοιοτρόπων ἐπιτιτιθέμενος εὐοδῇ, μυρία δ’ εὑρίσκῃ τὰ κωλυσιεργήσοντα. κωλυθεὶς μὲν γὰρ τὴν μεγίστην νόσον, ἀδικίαν, ἀποβάλλει, σὺν ἀδείᾳ δ’ ἐπεξελθὼν ταύτην ἀναδέξεται."],["164","τί οὖν ἔτι τὰς τῶν τυράννων τύχας ὡς μακαρίων ζηλοῦτε καὶ θαυμάζετε, δι’ ἃς εὐπετῶς ἕκαστα ἐπεξίασιν, ὧν ἂν ὁ ἐκλελυττηκὼς κἀκτεθηριωμένος τέκῃ νοῦς, καὶ ἐν ἑαυτοῖς δέον ἐπιστένειν, εἴ γε ἀπορία καὶ [ἡ] ἀσθένεια κακοῖς λυσιτελές, ὡς περιουσία καὶ ἰσχὺς ἀγαθοῖς ὠφελιμώτατον;"],["165","εἷς δέ τις τῶν ἀφρόνων ᾐσθημένος, εἰς ὅσην κακοδαιμονίας ὑπερβολὴν ἄγει ἡ τοῦ διαμαρτάνειν ἐκεχειρία, μετὰ παρρησίας εἶπε· „μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναι “(Gen. 4, 13). παγχάλεπον γὰρ ἀχαλίνωτον ἐαθῆναι ψυχὴν ἀτίθασον οὖσαν ἐξ ἑαυτῆς, ἣν μόλις ἡνίαις μετ’ ἐπανατάσεως μαστίγων ἔστι κατασχόντα πραῧναι."],["166","διόπερ λόγιον τοῦ ἵλεω θεοῦ μεστὸν ἡμερότητος ἐλπίδας χρηστὰς ὑπογράφον τοῖς παιδείας ἐρασταῖς ἀνῄρηται τοιόνδε· „οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλίπω “(Jos. 1, 5)· τῶν γὰρ τῆς ψυχῆς δεσμῶν χαλασθέντων, οἷς διεκρατεῖτο, ἡ μεγίστη παρέπεται συμφορά, καταλειφθῆναι ὑπὸ θεοῦ, ὃς τοῖς ὅλοις δεσμοὺς τὰς ἑαυτοῦ δυνάμεις περιῆψεν ἀρρήκτους, αἷς τὰ πάντα σφίγξας ἄλυτα εἶναι βεβούληται."],["167","λέγει μέντοι καὶ ἑτέρωθι, ὅτι „πάνθ’ ὅσα δεσμῷ καταδέδεται, καθαρά ἐστιν “(Num. 19, 15), ἐπειδὴ τῆς ἀκαθάρτου φθορᾶς αἴτιον ἡ διάλυσις. μηδέποτ’ οὖν ἰδών τινα τῶν φαύλων οἷς ἂν ἐπιθῆται πᾶσιν εὐμαρῶς ἐπεξιόντα θαυμάσῃς ὡς κατορθοῦντα, ἀλλὰ τοὐναντίον ὡς ἀποτυγχάνοντα οἰκτίζου, ὅτι ἀφορίᾳ μὲν ἀρετῆς, κακίας δὲ εὐφορίᾳ χρώμενος διατελεῖ."],["168","σκέψασθαι δ’ οὐ παρέργως ἄξιον, τίν’ ἔχει λόγον τὸ εἰρημένον ἐκ προσώπου τοῦ θεοῦ· „δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ αὐτῶν τὴν γλῶτταν “(Gen. 11, 7). φαίνεται γὰρ διαλεγόμενός τισιν ὡς ἂν συνεργοῖς αὐτοῦ, τὸ δ’ αὐτὸ καὶ πρότερον ἐπὶ τῆς τἀνθρώπου κατασκευῆς ἀναγέγραπται· „εἶπε “γάρ φησι „κύριος ὁ θεός·"],["169","ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν “(Gen. 1, 26) τοῦ „ποιήσωμεν “πλῆθος ἐμφαίνοντος· καὶ πάλιν „εἶπεν ὁ θεός· ἰδού, γέγονεν Ἀδὰμ ὡς εἷς ἡμῶν, τῷ γινώσκειν καλὸν καὶ πονηρόν “(Gen. 3, 22)· τὸ γὰρ „ὡς εἷς ἡμῶν “οὐκ ἐφ’ ἑνός, ἀλλ’ ἐπὶ πλειόνων τίθεται."],["170","λεκτέον οὖν ἐκεῖνο πρῶτον, ὅτι οὐδὲν τῶν ὄντων ἰσότιμον ὑφέστηκε θεῷ, ἀλλ’ ἔστιν εἷς ἄρχων καὶ ἡγεμὼν καὶ βασιλεύς, ᾧ πρυτανεύειν καὶ διοικεῖν μόνῳ θέμις τὰ σύμπαντα. τὸ γὰρ οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω, εἷς βασιλεὺς οὐκ ἐπὶ πόλεων καὶ ἀνθρώπων λέγοιτ’ ἂν ἐν δίκῃ μᾶλλον ἢ ἐπὶ κόσμου καὶ θεοῦ· ἑνὸς γὰρ ἕνα ποιητήν τε καὶ πατέρα πάλιν καὶ δεσπότην"],["171","ἀναγκαῖον εἶναι. τούτου δὴ προδιομολογηθέντος ἀκόλουθον ἂν εἴη συνυφαίνειν τὰ ἁρμόζοντα. τίν’ οὖν ἐστι, σκοπῶμεν· εἷς ὢν ὁ θεὸς ἀμυθήτους περὶ αὑτὸν ἔχει δυνάμεις ἀρωγοὺς καὶ σωτηρίους τοῦ γενομένου πάσας, αἷς ἐμφέρονται καὶ αἱ κολαστήριοι· ἔστι δὲ καὶ ἡ κόλασις οὐκ ἐπιζήμιον, ἁμαρτημάτων οὖσα κώλυσις καὶ ἐπανόρθωσις."],["172","διὰ τούτων τῶν δυνάμεων ὁ ἀσώματος καὶ νοητὸς ἐπάγη κόσμος, τὸ τοῦ φαινομένου τοῦδε ἀρχέτυπον, ἰδέαις ἀοράτοις συσταθείς, ὥσπερ οὗτος σώμασιν ὁρατοῖς."],["173","καταπλαγέντες οὖν τινες τὴν ἑκατέρου τῶν κόσμων φύσιν οὐ μόνον ὅλους ἐξεθείωσαν, ἀλλὰ καὶ τὰ κάλλιστα τῶν ἐν αὐτοῖς μερῶν, ἥλιον καὶ σελήνην καὶ τὸν σύμπαντα οὐρανόν, ἅπερ οὐδὲν αἰδεσθέντες θεοὺς ἐκάλεσαν. ὧν τὴν ἀπόνοιαν κατιδὼν Μωυσῆς φησι· „κύριε, κύριε, βασιλεῦ τῶν θεῶν “(Deut. 10, 17) εἰς ἔνδειξιν τῆς παρ’ ὑπηκόους ἄρχοντος διαφορᾶς."],["174","ἔστι δὲ καὶ κατὰ τὸν ἀέρα ψυχῶν ἀσωμάτων ἱερώτατος χορὸς ὀπαδὸς τῶν οὐρανίων· ἀγγέλους τὰς ψυχὰς ταύτας εἴωθε καλεῖν ὁ θεσπιῳδὸς λόγος· πάντ’ οὖν τὸν στρατὸν ἑκάστων ἐν ταῖς ἁρμοττούσαις διακεκοσμημένον τάξεσιν ὑπηρέτην καὶ θεραπευτὴν εἶναι συμβέβηκε τοῦ διακοσμήσαντος ἡγεμόνος, ᾧ ταξιαρχοῦντι κατὰ δίκην καὶ θεσμὸν ἕπεται· λιποταξίου γὰρ οὐ θέμις ἁλῶναί ποτε τὸ θεῖον στράτευμα."],["175","βασιλεῖ δὲ ταῖς ἑαυτοῦ δυνάμεσιν ἐμπρεπὲς ὁμιλεῖν τε καὶ χρῆσθαι πρὸς τὰς τῶν τοιούτων πραγμάτων ὑπηρεσίας, οἷσπερ ἁρμόττει μὴ ὑπὸ μόνου πήγνυσθαι θεοῦ. χρεῖος μὲν γὰρ οὐδενός ἐστιν ὁ τοῦ παντὸς πατήρ, ὡς δεῖσθαι τῆς ἀφ’ ἑτέρων, εἰ ἐθέλοι δημιουργῆσαι, συμπράξεως, τὸ δὲ πρέπον ὁρῶν ἑαυτῷ τε καὶ τοῖς γινομένοις ταῖς ὑπηκόοις δυνάμεσιν ἔστιν ἃ διαπλάττειν ἐφῆκεν, οὐδὲ ταύταις εἰσάπαν αὐτοκράτορα δοὺς τοῦ τελεσιουργεῖν ἐπιστήμην, ἵνα μή τι πλημμεληθείη τῶν ἀφικνουμένων εἰς γένεσιν."],["176","ταῦτα μὲν οὖν ἀναγκαῖον ἦν προτυπῶσαι· ὧν δὲ χάριν, ἤδη λεκτέον· ἡ μὲν φύσις τῶν ζῴων εἴς τε ἄλογον καὶ λογικὴν μοῖραν, ἐναντίας ἀλλήλαις, ἐτμήθη τὸ πρῶτον, ἡ δ’ αὖ λογικὴ πάλιν εἴς τε τὸ φθαρτὸν καὶ ἀθάνατον εἶδος, φθαρτὸν μὲν τὸ ἀνθρώπων, ἀθάνατον δὲ τὸ ψυχῶν ἀσωμάτων, αἳ κατά τε ἀέρα καὶ οὐρανὸν περιπολοῦσι."],["177","κακίας δὲ ἀμέτοχοι μέν εἰσιν αὗται, τὸν ἀκήρατον καὶ εὐδαίμονα κλῆρον ἐξ ἀρχῆς λαχοῦσαι καὶ τῷ συμφορῶν ἀνηνύτων οὐκ ἐνδεθεῖσαι χωρίῳ, σώματι, ἀμέτοχοι δὲ καὶ αἱ τῶν ἀλόγων, παρόσον ἀμοιροῦσαι διανοίας οὐδὲ τῶν ἐκ λογισμοῦ συμβαινόντων ἑκουσίων ἀδικημάτων ἁλίσκονται."],["178","μόνος δὲ σχεδὸν ἐκ πάντων ὁ ἄνθρωπος ἀγαθῶν καὶ κακῶν ἔχων ἐπιστήμην αἱρεῖται μὲν πολλάκις τὰ φαυλότατα, φεύγει δὲ τὰ σπουδῆς ἄξια, ὥστ’ αὐτὸν μάλιστα ἐπὶ τοῖς ἐκ προνοίας ἁμαρτήμασι καταγινώσκεσθαι."],["179","προσηκόντως οὖν τὴν τούτου κατασκευὴν ὁ θεὸς περιῆψε καὶ τοῖς ὑπάρχοις αὐτοῦ λέγων· „ποιήσωμεν ἄνθρωπον “, ἵνα αἱ μὲν τοῦ ἀνθρώπου κατορθώσεις ἐπ’ αὐτὸν ἀναφέρωνται μόνον, ἐπ’ ἄλλους δὲ αἱ ἁμαρτίαι. θεῷ γὰρ τῷ πανηγεμόνι ἐμπρεπὲς οὐκ ἔδοξεν εἶναι τὴν ἐπὶ κακίαν ὁδὸν ἐν ψυχῇ λογικῇ δι’ ἑαυτοῦ δημιουργῆσαι· οὗ χάριν τοῖς μετ’ αὐτὸν ἐπέτρεψε τὴν τούτου τοῦ μέρους κατασκευήν. ἔδει γὰρ καὶ τὸ ἀντίπαλον τῷ ἀκουσίῳ, τὸ ἑκούσιον, εἰς τὴν τοῦ παντὸς συμπλήρωσιν κατασκευασθὲν ἀναδειχθῆναι."],["180","τοῦτο μὲν δὴ ταύτῃ λελέχθω. προσήκει δὲ κἀκεῖνο λελογίσθαι, ὅτι μόνων ἀγαθῶν ἐστιν ὁ θεὸς αἴτιος, κακοῦ δὲ οὐδενὸς τὸ παράπαν, ἐπειδὴ καὶ τὸ πρεσβύτατον τῶν ὄντων καὶ τελειότατον ἀγαθὸν αὐτὸς ἦν. ἐμπρεπέστατον δὲ τὰ οἰκεῖα τῇ ἑαυτοῦ φύσει δημιουργεῖν ἄριστα τῷ ἀρίστῳ, τὰς μέντοι κατὰ πονηρῶν κολάσεις διὰ τῶν ὑπ’ αὐτὸν βεβαιοῦσθαι."],["181","μαρτυρεῖ δέ μου τῷ λόγῳ καὶ τὸ εἰρημένον ὑπὸ τοῦ τελειωθέντος ἐξ ἀσκήσεως τόδε· „ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητος, ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν “(Gen. 48, 15. 16)· ὁμολογεῖ γὰρ καὶ οὗτος ἤδη, ὅτι τὰ μὲν γνήσια τῶν ἀγαθῶν, ἃ φιλαρέτους τρέφει ψυχάς, ἐπὶ θεὸν ἀναφέρεται μόνον ὡς αἴτιον, ἡ δὲ τῶν κακῶν μοῖρα ἀγγέλοις ἐπιτέτραπται πάλιν, οὐδὲ ἐκείνοις ἔχουσι τὴν τοῦ κολάζειν αὐτοκράτορα ἐξουσίαν, ἵνα μηδενὸς τῶν εἰς φθορὰν τεινόντων ἡ σωτήριος αὐτοῦ κατάρχῃ φύσις."],["182","διὸ λέγει· „δεῦτε καὶ καταβάντες συγχέωμεν “. οἱ μὲν γὰρ ἀσεβεῖς τοιαύτης ἐπάξιοι δίκης τυγχάνειν, ἵλεως καὶ εὐεργέτιδας καὶ φιλοδώρους αὐτοῦ δυνάμεις οἰκειοῦσθαι τιμωρίαις. εἰδὼς μέντοι τῷ γένει τῶν ἀνθρώπων ὠφελίμους ὑπαρχούσας δι’ ἑτέρων αὐτὰς ὥρισεν· ἔδει γὰρ τὸ μὲν ἐπανορθώσεως ἀξιωθῆναι, τὰς δὲ πηγὰς τῶν ἀεννάων αὐτοῦ χαρίτων ἀμιγεῖς κακῶν οὐκ ὄντων μόνον ἀλλὰ καὶ νομιζομένων φυλαχθῆναι."],["183","Τίς δέ ἐστιν ἡ σύγχυσις, ἐρευνητέον. πῶς οὖν ἐρευνήσομεν; οὕτως, ὥς γ’ ἐμοὶ φαίνεται· πολλάκις οὓς πρότερον οὐκ ᾔδειμεν, ἀπὸ τῶν συγγενῶν καί τινα πρὸς αὐτοὺς ἐχόντων ἐμφέρειαν ἐγνωρίσαμεν· οὐκοῦν καὶ πράγματα τὸν αὐτὸν τρόπον, ἃ μὴ ῥᾴδιον ἐξ ἑαυτῶν καταλαμβάνεσθαι, δῆλα γένοιτ’ ἂν κατὰ τὴν τῶν οἰκείων αὐτοῖς ὁμοιότητα."],["184","τίνα οὖν ἐστι συγχύσει πράγματα ὅμοια; ἡ μῖξις, ὥσπερ ὁ παλαιὸς λόγος, καὶ κρᾶσις· ἀλλ’ ἡ μὲν μῖξις ἐν ξηραῖς, ἡ δὲ κρᾶσις ἐν ὑγραῖς οὐσίαις δοκιμάζεται."],["185","μῖξις μὲν οὖν σωμάτων διαφερόντων ἐστὶν οὐκ ἐν κόσμῳ παράθεσις, ὥσπερ ἂν εἴ τις σωρὸν ποιήσειε κριθὰς καὶ πυροὺς καὶ ὀρόβους καὶ ἄλλ’ ἄττα εἴδη τῶν σπαρτῶν εἰς ταὐτὸ εἰσενεγκών, κρᾶσις δ’ οὐ παράθεσις, ἀλλὰ τῶν ἀνομοίων μερῶν εἰς ἄλληλα εἰσδυομένων δι’ ὅλων ἀντιπαρέκτασις, ἔτι δυναμένων ἐπιτεχνήσει τινὶ διακρίνεσθαι τῶν ποιοτήτων, ὡς ἐπὶ οἴνου καὶ ὕδατός φασι γίνεσθαι·"],["186","συνελθούσας μὲν γὰρ τὰς οὐσίας ἀποτελεῖν κρᾶσιν, τὸ δὲ κραθὲν οὐδὲν ἧττον ἀναπλοῦσθαι πάλιν εἰς τὰς ἐξ ὧν ἀπετελέσθη ποιότητας· σπόγγῳ γὰρ ἠλαιωμένῳ τὸ μὲν ὕδωρ ἀναλαμβάνεσθαι, τὸν δ’ οἶνον ὑπολείπεσθαι· μήποτε ἐπειδήπερ ἐξ ὕδατος ἡ σπογγιᾶς γένεσίς ἐστι, τὸ μὲν οἰκεῖον, ὕδωρ, πέφυκεν ἀναλαμβάνεσθαι πρὸς αὐτῆς ἐκ τοῦ κράματος, τὸ δ’ ἀλλότριον ὑπολείπεσθαι, ὁ οἶνος."],["187","σύγχυσις δέ ἐστι φθορὰ τῶν ἐξ ἀρχῆς ποιοτήτων πᾶσι τοῖς μέρεσιν ἀντιπαρεκτεινομένων εἰς διαφερούσης μιᾶς γένεσιν, ὡς ἐπὶ τῆς ἐν ἰατρικῇ τετραφαρμάκου συντέτευχε· κηρὸς γὰρ καὶ στέαρ καὶ πίττα ῥητίνη τε, οἶμαι, συνελθόντα ταύτην ἀποτελεῖ, συντεθείσης δὲ ἀμήχανον ἔτι τὰς ἐξ ὧν συνετέθη διακριθῆναι δυνάμεις, ἀλλ’ ἑκάστη μὲν αὐτῶν ἠφάνισται, πασῶν δ’ ἡ φθορὰ μίαν ἐξαίρετον ἄλλην ἐγέννησε δύναμιν."],["188","ὅταν δ’ ἀπειλῇ σύγχυσιν τοῖς ἀσεβέσι λογισμοῖς ὁ θεός, οὐ μόνον ἑκάστης κακίας τό τε εἶδος καὶ τὴν δύναμιν ἀφανισθῆναι κελεύει, ἀλλὰ καὶ τὸ συνερανισθὲν ἐξ αὐτῶν, ἵνα μήτε τὰ μέρη καθ’ ἑαυτὰ μήθ’ ἡ πάντων σύνοδός τε καὶ συμφωνία περιβάληταί τινα ἰσχὺν ἐπὶ καθαιρέσει τῆς ἀμείνονος μοίρας."],["189","οὗ χάριν φησί· „συγχέωμεν ἐκεῖ αὐτῶν τὴν γλῶτταν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον “(Gen. 11, 7), ὅπερ ἴσον ἐστὶ τούτῳ· κωφὸν ἕκαστον ἐργασώμεθα τῶν κακίας μερῶν, ὡς μήτε ἰδίαν ἀφιὲν φωνὴν μήτε συνηχοῦν ἑτέρῳ βλάβης αἴτιον γίνηται."],["190","ταῦτα μὲν ἡμεῖς, οἱ δὲ τοῖς ἐμφανέσι καὶ προχείροις μόνον ἐπακολουθοῦντες οἴονται νυνὶ γένεσιν διαλέκτων Ἑλληνικῶν τε καὶ βαρβάρων ὑπογράφεσθαι· οὓς οὐκ ἂν αἰτιασάμενος— ἴσως γὰρ ἀληθεῖ καὶ αὐτοὶ χρῶνται λόγῳ— παρακαλέσαιμ’ ἂν μὴ ἐπὶ τούτων στῆναι, μετελθεῖν δὲ ἐπὶ τὰς τροπικὰς ἀποδόσεις, νομίσαντας τὰ μὲν ῥητὰ τῶν χρησμῶν σκιάς τινας ὡσανεὶ σωμάτων εἶναι, τὰς δ’ ἐμφαινομένας δυνάμεις τὰ ὑφεστῶτα ἀληθείᾳ πράγματα."],["191","δίδωσι μέντοι πρὸς τοῦτ’ ἀφορμὰς τὸ εἶδος τοῖς μὴ τυφλοῖς διάνοιαν ὁ νομοθέτης αὐτός, ὥσπερ ἀμέλει καὶ ἐφ’ ὧν νῦν ἐστιν ὁ λόγος· τὸ γὰρ γινόμενον σύγχυσιν προσεῖπε. καίτοι γε εἰ διαλέκτων γένεσιν αὐτὸ μόνον ἐδήλου, κἂν ὄνομα εὐθυβολώτερον ἐπεφήμισεν ἀντὶ συγχύσεως διάκρισιν· οὐ γὰρ συγχεῖται τὰ τεμνόμενα, διακρίνεται δ’ ἔμπαλιν, καὶ ἔστιν οὐ μόνον ἐναντίον ὄνομα ὀνόματι, ἀλλ’ ἔργον ἔργῳ."],["192","σύγχυσις μὲν γάρ, ὡς ἔφην, ἐστὶ φθορὰ τῶν ἁπλῶν δυνάμεων εἰς συμπεφορημένης μιᾶς γένεσιν, διάκρισις δὲ ἑνὸς εἰς πλείω τομή, καθάπερ ἐπὶ γένους καὶ τῶν κατ’ αὐτὸ εἰδῶν ἔχειν συντέτευχεν. ὥστε εἰ μίαν οὖσαν φωνὴν ἐκέλευσε τέμνειν ὁ σοφὸς εἰς πλειόνων διαλέκτων τμήματα, προσεχεστέροις ἂν καὶ κυριωτέροις ἐχρήσατο τοῖς ὀνόμασι, τομὴν ἢ διανέμησιν ἢ διάκρισιν ἤ τι ὁμοιότροπον εἰπών, οὐ τὸ μαχόμενον αὐτοῖς, σύγχυσιν."],["193","ἀλλ’ ἔστιν ἡ σπουδὴ διαλῦσαι τὸ κακίας στῖφος, τὰς ὁμολογίας αὐτῆς ἀκυρῶσαι, τὴν κοινωνίαν ἀνελεῖν, τὰς δυνάμεις ἀφανίσαι καὶ διαφθεῖραι, τὸ τῆς ἀρχῆς κράτος, ὃ δειναῖς ὠχυρώσατο παρανομίαις, καθελεῖν."],["194","οὐχ ὁρᾷς ὅτι καὶ τῶν ψυχῆς ὁ πλάστης μερῶν οὐδὲν οὐδενὶ εἰς τὴν τοῦ ἑτέρου κοινωνίαν ἤγαγεν; ἀλλ’ ὀφθαλμοὶ μὲν οὐκ ἂν ἀκούσειαν, ὦτα δὲ οὐκ ἂν θεάσαιτο, χυλὸς δὲ ἐνστόμιος οὐκ ἂν ὄσφροιτο, οὐδ’ ἂν γεύσαιντο ῥῖνες, ὅ τ’ αὖ λόγος οὐδὲν ἂν τῶν κατὰ τὰς αἰσθήσεις πάθοι, οὐδ’ ἔμπαλιν ῥῆξαι φωνὴν δύναιτ’ ἂν αἴσθησις."],["195","ἔγνω γὰρ ὁ τεχνίτης, ὅτι τὸ μὴ ἀκούειν ἕκαστον τούτων τῆς τοῦ πλησίον φωνῆς λυσιτελές ἐστιν, ἀλλὰ τὰ μὲν τῆς ψυχῆς μέρη ταῖς οἰκείαις δυνάμεσιν ἀσυγχύτοις χρῆσθαι πρὸς τὴν τῶν ζῴων ὠφέλειαν καὶ τὴν πρὸς ἄλληλα κοινωνίαν ἀφῃρῆσθαι, τὰ δὲ τῆς κακίας εἰς σύγχυσιν καὶ φθορὰν ἀχθῆναι παντελῆ, ἵνα μήτε συμφωνήσαντα μήτε καθ’ ἑαυτὰ ὄντα ζημία τοῖς ἀμείνοσι γένηται."],["196","παρὸ καὶ λέγει· „διέσπειρεν αὐτοὺς κύριος ἐκεῖθεν “(Gen. 11, 8), ἐν ἴσῳ τῷ ἐσκέδασεν, ἐφυγάδευσεν, ἀφανεῖς ἐποίησε· τὸ γὰρ σπείρειν ἀγαθῶν, κακῶν δὲ αἴτιον τὸ διασπείρειν, ὅτι τὸ μὲν ἐπιδόσεως καὶ αὐξήσεως καὶ γενέσεως ἑτέρων ἕνεκα συμβαίνει, τὸ δ’ ἀπωλείας καὶ φθορᾶς. βούλεται δὲ ὁ φυτουργὸς θεὸς σπείρειν μὲν ἐν τῷ παντὶ καλοκἀγαθίαν, διασπείρειν δὲ καὶ ἐλαύνειν ἐκ τῆς τοῦ κόσμου πολιτείας τὴν ἐπάρατον ἀσέβειαν, ἵν’ ἤδη ποτὲ παύσωνται τὴν κακίας πόλιν καὶ τὸν ἀθεότητος πύργον οἰκοδομοῦντες μισάρετοι τρόποι."],["197","τούτων γὰρ σκεδασθέντων οἱ πάλαι πεφευγότες τὴν τυραννίδα τῆς ἀφροσύνης ἑνὶ κηρύγματι κάθοδον εὑρήσουσι, γράψαντός τε καὶ βεβαιώσαντος θεοῦ τὸ κήρυγμα, ὡς δηλοῦσιν οἱ χρησμοί, ἐν οἷς διείρηται ὅτι „ἐὰν ᾖ ἡ διασπορά σου ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, ἐκεῖθεν συνάξει σε “(Deut. 30, 4)·"],["198","ὥστε τὴν μὲν ἀρετῶν συμφωνίαν ἐμπρεπὲς ἁρμόζεσθαι θεῷ, τὴν δὲ κακιῶν διαλύειν τε καὶ φθείρειν. οἰκειότατον δὲ κακίας ὄνομα σύγχυσις· οὗ πίστις ἐναργὴς πᾶς ἄφρων, λόγοις καὶ βουλαῖς καὶ πράξεσιν ἀδοκίμοις καὶ πεφορημέναις χρώμενος."]]] \ No newline at end of file diff --git a/lines/on-the-contemplative-life-or-on-the-virt.json b/lines/on-the-contemplative-life-or-on-the-virt.json new file mode 100644 index 0000000000000000000000000000000000000000..4f685907d999814ce66afb6ab8f39baa4675bd9f --- /dev/null +++ b/lines/on-the-contemplative-life-or-on-the-virt.json @@ -0,0 +1 @@ +[[["1","Ἐσσαίων πέρι διαλεχθείς, οἳ τὸν πρακτικὸν ἐζήλωσαν καὶ διεπόνησαν βίον ἐν ἅπασιν ἢ— τὸ γοῦν φορητότερον εἰπεῖν— τοῖς πλείστοις μέρεσι διενεγκόντες, αὐτίκα καὶ περὶ τῶν θεωρίαν ἀσπασαμένων ἀκολουθίᾳ τῆς πραγματείας ἑπόμενος τὰ προσήκοντα λέξω, μηδὲν οἴκοθεν ἕνεκα τοῦ βελτιῶσαι προστιθείς, ὃ δρᾶν ἔθος ἐν σπάνει καλῶν ἐπιτηδευμάτων ἅπασι τοῖς ποιηταῖς καὶ λογογράφοις, ἀλλ’ ἀτεχνῶς αὐτῆς περιεχόμενος τῆς ἀληθείας, πρὸς ἣν οἶδ’ ὅτι καὶ ὁ δεινότατος εἰπεῖν ἀπαγορεύσει. διαθλητέον δὲ ὅμως καὶ διαγωνιστέον· οὐ γὰρ δεῖ τὸ μέγεθος τῆς τῶν ἀνδρῶν ἀρετῆς αἴτιον ἀφωνίας γενέσθαι τοῖς μηδὲν καλὸν ἡσυχάζεσθαι δικαιοῦσιν."],["2","ἡ δὲ προαίρεσις τῶν φιλοσόφων εὐθὺς ἐμφαίνεται διὰ τῆς προσρήσεως· θεραπευταὶ γὰρ καὶ θεραπευτρίδες ἐτύμως καλοῦνται, ἤτοι παρόσον ἰατρικὴν ἐπαγγέλλονται κρείσσονα τῆς κατὰ πόλεις— ἡ μὲν γὰρ σώματα θεραπεύει μόνον, ἐκείνη δὲ καὶ ψυχὰς νόσοις κεκρατημένας χαλεπαῖς τε καὶ δυσιάτοις, ἃς ἐγκατέσκηψαν ἡδοναὶ καὶ ἐπιθυμίαι καὶ λῦπαι καὶ φόβοι πλεονεξίαι τε καὶ ἀφροσύναι καὶ ἀδικίαι καὶ τὸ τῶν ἄλλων παθῶν καὶ κακιῶν ἀνήνυτον πλῆθος— ἢ παρόσον ἐκ φύσεως καὶ τῶν ἱερῶν νόμων ἐπαιδεύθησαν θεραπεύειν τὸ ὄν, ὃ καὶ ἀγαθοῦ κρεῖττόν ἐστι καὶ ἑνὸς εἰλικρινέστερον καὶ μονάδος ἀρχεγονώτερον. οἷς τίνας συγκρίνειν ἄξιον τῶν ἐπαγγελλομένων εὐσέβειαν;"],["3","ἆρά γε τοὺς τὰ στοιχεῖα τιμῶντας, γῆν, ὕδωρ, ἀέρα, πῦρ; οἷς καὶ ἐπωνυμίας ἔθεντο ἑτέρας ἕτεροι, τὸ μὲν πῦρ Ἥφαιστον παρὰ τὴν ἔξαψιν, οἶμαι, καλοῦντες, Ἥραν δὲ τὸν ἀέρα παρὰ τὸ αἴρεσθαι καὶ μετεωρίζεσθαι πρὸς ὕψος, τὸ δὲ ὕδωρ Ποσειδῶνα τάχα που διὰ τὸ ποτόν, τὴν δὲ γῆν Δήμητραν, παρόσον μήτηρ εἶναι δοκεῖ πάντων φυτῶν τε καὶ ζῴων."],["4","ἀλλὰ τὰ μὲν ὀνόματα σοφιστῶν ἐστιν εὑρήματα, τὰ δὲ στοιχεῖα ἄψυχος ὕλη καὶ ἐξ ἑαυτῆς ἀκίνητος, ὑποβεβλημένη τῷ τεχνίτῃ πρὸς ἁπάσας σχημάτων καὶ ποιοτήτων ἰδέας."],["5","ἀλλὰ τοὺς τὰ ἀποτελέσματα, ἥλιον, σελήνην ἢ τοὺς ἄλλους ἀστέρας πλάνητας ἢ ἀπλανεῖς ἢ τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον; ἀλλὰ καὶ ταῦτα οὐκ ἐξ ἑαυτῶν γέγονεν, ἀλλ’ ὑπό τινος δημιουργοῦ τελειοτάτου τὴν ἐπιστήμην. ἀλλὰ τοὺς ἡμιθέους;"],["6","ἦ τοῦτό γε καὶ χλεύης ἄξιον· πῶς γὰρ ἂν ὁ αὐτὸς ἀθάνατός τε καὶ θνητὸς εἴη; δίχα τοῦ καὶ τὴν ἀρχὴν τῆς τούτων γενέσεως ἐπίληπτον εἶναι, μειρακιώδους ἀκρασίας ἀνάπλεων, ἣν τολμῶσιν οὐκ εὐαγῶς προσάπτειν ταῖς μακαρίαις καὶ θείαις δυνάμεσιν, εἰ γυναιξὶ θνηταῖς ἐπιμανέντες ὡμίλησαν οἱ παντὸς πάθους ἀμέτοχοι καὶ τρισευδαίμονες."],["7","ἀλλὰ τοὺς τὰ ξόανα καὶ ἀγάλματα; ὧν αἱ οὐσίαι λίθοι καὶ ξύλα, τὰ μέχρι πρὸ μικροῦ τελείως ἄμορφα, λιθοτόμων καὶ δρυοτόμων τῆς συμφυΐας αὐτὰ διακοψάντων, ὧν τὰ ἀδελφὰ μέρη καὶ συγγενῆ λουτροφόροι γεγόνασι καὶ ποδόνιπτρα καὶ ἄλλα ἄττα τῶν ἀτιμοτέρων, ἃ πρὸς τὰς ἐν σκότῳ χρείας ὑπηρετεῖ μᾶλλον ἢ τὰς ἐν φωτί."],["8","τῶν μὲν γὰρ παρ’ Αἰγυπτίοις οὐδὲ μεμνῆσθαι καλόν, οἳ ζῷα ἄλογα καὶ οὐχ ἥμερα μόνον ἀλλὰ καὶ θηρίων τὰ ἀγριώτατα παραγηόχασιν εἰς θεῶν τιμὰς ἐξ ἑκάστου τῶν κάτω σελήνης, χερσαίων μὲν λέοντα, ἐνύδρων δὲ τὸν ἐγχώριον κροκόδειλον, ἀεροπόρων δὲ ἴκτινον καὶ τὴν Αἰγυπτίαν ἶβιν."],["9","καὶ ταῦτα ὁρῶντες γεννώμενα καὶ τροφῆς χρείαν ἔχοντα καὶ περὶ ἐδωδὴν ἄπληστα καὶ μεστὰ περιττωμάτων ἰοβόλα τε καὶ ἀνθρωποβόρα καὶ νόσοις ἁλωτὰ παντοίαις καὶ οὐ μόνον θανάτῳ τῷ κατὰ φύσιν ἀλλὰ καὶ βιαίῳ πολλάκις διαφθειρόμενα προσκυνοῦσιν, οἱ ἥμεροι τὰ ἀνήμερα καὶ ἀτίθασα καὶ οἱ λογικοὶ τὰ ἄλογα καὶ οἱ συγγένειαν ἔχοντες πρὸς τὸ θεῖον τὰ μηδ’ ἂν Θερσίτῃσι συγκριθέντα, οἱ ἄρχοντες καὶ δεσπόται τὰ ὑπήκοα φύσει καὶ δοῦλα."],["10","Ἀλλ’ οὗτοι μέν, ἐπειδήπερ οὐ τοὺς ὁμοφύλους μόνον ἀλλὰ καὶ τοὺς πλησιάζοντας ἀναπιμπλᾶσι φλυαρίας, ἀθεράπευτοι διατελείτωσαν ὄψιν, τὴν ἀναγκαιοτάτην τῶν αἰσθήσεων, πεπηρωμένοι· λέγω δὲ οὐ τὴν σώματος, ἀλλὰ τὴν ψυχῆς, ᾗ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος μόνῃ γνωρίζεται."],["11","τὸ δὲ θεραπευτικὸν γένος βλέπειν ἀεὶ προδιδασκόμενον τῆς τοῦ ὄντος θέας ἐφιέσθω καὶ τὸν αἰσθητὸν ἥλιον ὑπερβαινέτω καὶ μηδέποτε τὴν τάξιν ταύτην λειπέτω πρὸς τελείαν ἄγουσαν εὐδαιμονίαν."],["12","οἱ δὲ ἐπὶ θεραπείαν ἰόντες οὔτε ἐξ ἔθους οὔτε ἐκ παραινέσεως ἢ παρακλήσεώς τινων, ἀλλ’ ὑπ’ ἔρωτος ἁρπασθέντες οὐρανίου, καθάπερ οἱ βακχευόμενοι καὶ κορυβαντιῶντες ἐνθουσιάζουσι, μέχρις ἂν τὸ ποθούμενον ἴδωσιν."],["13","εἶτα διὰ τὸν τῆς ἀθανάτου καὶ μακαρίας ζωῆς ἵμερον τετελευτηκέναι νομίζοντες ἤδη τὸν θνητὸν βίον ἀπολείπουσι τὰς οὐσίας υἱοῖς ἢ θυγατράσιν εἴτε καὶ ἄλλοις συγγενέσιν, ἑκουσίῳ γνώμῃ προκληρονομούμενοι, οἷς δὲ μὴ συγγενεῖς εἰσιν, ἑταίροις καὶ φίλοις· ἔδει γὰρ τοὺς τὸν βλέποντα πλοῦτον ἐξ ἑτοίμου λαβόντας τὸν τυφλὸν παραχωρῆσαι τοῖς ἔτι τὰς διανοίας τυφλώττουσιν."],["14","Ἀναξαγόραν καὶ Δημόκριτον Ἕλληνες ᾄδουσιν, ὅτι φιλοσοφίας ἱμέρῳ πληχθέντες μηλοβότους εἴασαν γενέσθαι τὰς οὐσίας· ἄγαμαι τοὺς ἄνδρας καὶ αὐτὸς γενομένους χρημάτων κρείττονας. ἀλλὰ πόσῳ βελτίονες οἱ μὴ θρέμμασιν ἐμβόσκεσθαι τὰς κτήσεις ἀνέντες, ἀλλὰ τὰς ἀνθρώπων ἐνδείας, συγγενῶν ἢ φίλων, ἐπανορθωσάμενοι καὶ ἐξ ἀπόρων εὐπόρους ἀποφήναντες; ἐκεῖνο μὲν γὰρ ἀπερίσκεπτον— ἵνα μὴ μανιῶδες ἐπ’ ἀνδρῶν, οὓς ἡ Ἑλλὰς ἐθαύμασεν, εἴπω τὸ ἔργον—, τοῦτο δὲ νηφάλιον καὶ μετὰ φρονήσεως ἠκριβωμένον περιττῆς."],["15","οἱ πολέμιοι τί πλέον δρῶσιν ἢ κείρουσι καὶ δενδροτομοῦσι τὴν τῶν ἀντιπάλων χώραν, ἵνα σπάνει τῶν ἀναγκαίων πιεσθέντες ἐνδῶσι; τοῦτο οἱ περὶ Δημόκριτον τοῖς ἀφ’ αἵματος εἰργάσαντο χειροποίητον ἔνδειαν καὶ πενίαν αὐτοῖς κατασκευάσαντες, οὐκ ἐξ ἐπιβουλῆς ἴσως, ἀλλὰ τῷ μὴ προϊδέσθαι καὶ περιαθρῆσαι τὸ τοῖς ἄλλοις συμφέρον."],["16","πόσῳ δὴ κρείττους οὗτοι καὶ θαυμασιώτεροι, χρησάμενοι μὲν οὐκ ἐλάττοσι ταῖς πρὸς φιλοσοφίαν ὁρμαῖς, μεγαλόνοιαν δὲ ὀλιγωρίας προτιμήσαντες καὶ χαρισάμενοι τὰς οὐσίας, ἀλλὰ μὴ διαφθείραντες, ἵνα καὶ ἑτέρους καὶ ἑαυτοὺς ὠφελήσωσι, τοὺς μὲν ἐν ἀφθόνοις περιουσίαις, ἑαυτοὺς δὲ ἐν τῷ φιλοσοφεῖν; αἱ γὰρ χρημάτων καὶ κτημάτων ἐπιμέλειαι τοὺς χρόνους ἀναλίσκουσι· χρόνου δὲ φείδεσθαι καλόν, ἐπειδὴ κατὰ τὸν ἰατρὸν Ἱπποκράτην „ὁ μὲν βίος βραχύς, ἡ δὲ τέχνη μακρή. “"],["17","τοῦτό μοι δοκεῖ καὶ Ὅμηρος αἰνίξασθαι ἐν Ἰλιάδι κατὰ τὴν ἀρχὴν τῆς τρισκαιδεκάτης ῥαψῳδίας διὰ τούτων τῶν ἐπῶν· „Μυσῶν τ’ ἀγχεμάχων καὶ ἀγαυῶν Ἱππημολγῶν, γλακτοφάγων ἀβίων τε, δικαιοτάτων ἀνθρώπων, “ὡς τῆς μὲν περὶ βίον σπουδῆς καὶ χρηματισμὸν ἀδικίαν γεννώσης διὰ τὸ ἄνισον, δικαιοσύνην δὲ τῆς ἐναντίας προαιρέσεως ἕνεκα ἰσότητος, καθ’ ἣν ὁ τῆς φύσεως πλοῦτος ὥρισται καὶ παρευημερεῖ τὸν ἐν ταῖς κεναῖς δόξαις. ὅταν οὖν ἐκστῶσι τῶν οὐσιῶν,"],["18","ὑπ’ οὐδενὸς ἔτι δελεαζόμενοι φεύγουσιν ἀμεταστρεπτὶ καταλιπόντες ἀδελφούς, τέκνα, γυναῖκας, γονεῖς, πολυανθρώπους συγγενείας, φιλικὰς ἑταιρείας, τὰς πατρίδας, ἐν αἷς ἐγεννήθησαν καὶ ἐτράφησαν, ἐπειδὴ τὸ σύνηθες ὁλκὸν καὶ δελεάσαι δυνατώτατον."],["19","μετοικίζονται δὲ οὐκ εἰς ἑτέραν πόλιν, ὥσπερ οἱ πρᾶσιν αἰτούμενοι παρὰ τῶν κεκτημένων ἀτυχεῖς ἢ κακόδουλοι δεσποτῶν ὑπαλλαγήν, οὐκ ἐλευθερίαν, αὑτοῖς ἐκπορίζοντες— πᾶσα γὰρ πόλις, καὶ ἡ εὐνομωτάτη, γέμει θορύβων καὶ ταραχῶν ἀμυθήτων, ἃς οὐκ ἂν ὑπομείναι τις ἅπαξ ὑπὸ σοφίας ἀχθείς—,"],["20","ἀλλὰ τειχῶν ἔξω ποιοῦνται τὰς διατριβὰς ἐν κήποις ἢ μοναγρίαις ἐρημίαν μεταδιώκοντες, οὐ διά τινα ὠμὴν ἐπιτετηδευμένην μισανθρωπίαν, ἀλλὰ τὰς ἐκ τῶν ἀνομοίων τὸ ἦθος ἐπιμιξίας ἀλυσιτελεῖς καὶ βλαβερὰς εἰδότες."],["21","Πολλαχοῦ μὲν οὖν τῆς οἰκουμένης ἐστὶ τὸ γένος— ἔδει γὰρ ἀγαθοῦ τελείου μετασχεῖν καὶ τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον—, πλεονάζει δὲ ἐν Αἰγύπτῳ καθ’ ἕκαστον τῶν ἐπικαλουμένων νόμων καὶ μάλιστα περὶ τὴν Ἀλεξάνδρειαν."],["22","οἱ δὲ πανταχόθεν ἄριστοι καθάπερ εἰς πατρίδα [θεραπευτῶν] ἀποικίαν στέλλονται πρός τι χωρίον ἐπιτηδειότατον, ὅπερ ἐστὶν ὑπὲρ λίμνης Μαρείας κείμενον ἐπὶ γεωλόφου χθαμαλωτέρου, σφόδρα εὐκαίρως, ἀσφαλείας τε ἕνεκα καὶ ἀέρος εὐκρασίας."],["23","τὴν μὲν οὖν ἀσφάλειαν αἱ ἐν κύκλῳ παρέχουσιν ἐπαύλεις τε καὶ κῶμαι, τὴν δὲ περὶ τὸν ἀέρα εὐκρασίαν αἱ ἔκ τε τῆς λίμνης ἀνεστομωμένης εἰς τὴν θάλατταν καὶ τοῦ πελάγους ἐγγὺς ὄντος ἀναδιδόμεναι συνεχεῖς αὖραι, λεπταὶ μὲν αἱ ἐκ τοῦ πελάγους, παχεῖαι δὲ αἱ ἀπὸ τῆς λίμνης, ὧν ἡ μῖξις ὑγιεινοτάτην κατάστασιν ἀπεργάζεται."],["24","αἱ δὲ οἰκίαι τῶν συνεληλυθότων σφόδρα μὲν εὐτελεῖς εἰσι, πρὸς δύο τὰ ἀναγκαιότατα σκέπην παρέχουσαι, πρός τε τὸν ἀφ’ ἡλίου φλογμὸν καὶ τὸν ἀπ’ ἀέρος κρυμόν· οὔτε δὲ ἐγγύς, ὥσπερ αἱ ἐν τοῖς ἄστεσιν,— ὀχληρὸν γὰρ καὶ δυσάρεστον τοῖς ἐρημίαν ἐζηλωκόσι καὶ μεταδιώκουσιν αἱ γειτνιάσεις— οὔτε πόρρω, δι’ ἣν ἀσπάζονται κοινωνίαν καὶ ἵνα, εἰ λῃστῶν γένοιτο ἔφοδος, ἀλλήλοις ἐπιβοηθῶσιν."],["25","ἐν ἑκάστῃ δέ ἐστιν οἴκημα ἱερόν, ὃ καλεῖται σεμνεῖον καὶ μοναστήριον, ἐν ᾧ μονούμενοι τὰ τοῦ σεμνοῦ βίου μυστήρια τελοῦνται, μηδὲν εἰσκομίζοντες, μὴ ποτόν, μὴ σιτίον, μηδέ τι τῶν ἄλλων ὅσα πρὸς τὰς τοῦ σώματος χρείας ἀναγκαῖα, ἀλλὰ νόμους καὶ λόγια θεσπισθέντα διὰ προφητῶν καὶ ὕμνους καὶ τὰ ἄλλα οἷς ἐπιστήμη καὶ εὐσέβεια συναύξονται καὶ τελειοῦνται."],["26","ἀεὶ μὲν οὖν ἄληστον ἔχουσι τὴν τοῦ θεοῦ μνήμην, ὡς καὶ δι’ ὀνειράτων μηδὲν ἕτερον ἢ τὰ κάλλη τῶν θείων ἀρετῶν καὶ δυνάμεων φαντασιοῦσθαι· πολλοὶ γοῦν καὶ ἐκλαλοῦσιν ἐν ὕπνοις ὀνειροπολούμενοι τὰ τῆς ἱερᾶς φιλοσοφίας ἀοίδιμα δόγματα."],["27","δὶς δὲ καθ’ ἑκάστην ἡμέραν εἰώθασιν εὔχεσθαι, περὶ τὴν ἕω καὶ περὶ τὴν ἑσπέραν, ἡλίου μὲν ἀνίσχοντος εὐημερίαν αἰτούμενοι τὴν ὄντως εὐημερίαν, φωτὸς οὐρανίου τὴν διάνοιαν αὐτῶν ἀναπλησθῆναι, δυομένου δὲ ὑπὲρ τοῦ τὴν ψυχὴν τοῦ τῶν αἰσθήσεων καὶ αἰσθητῶν ὄχλου παντελῶς ἐπικουφισθεῖσαν, ἐν τῷ ἑαυτῆς συνεδρίῳ καὶ βουλευτηρίῳ γενομένην, ἀλήθειαν ἰχνηλατεῖν."],["28","τὸ δὲ ἐξ ἑωθινοῦ μέχρις ἑσπέρας διάστημα σύμπαν αὐτοῖς ἐστιν ἄσκησις· ἐντυγχάνοντες γὰρ τοῖς ἱεροῖς γράμμασι φιλοσοφοῦσι τὴν πάτριον φιλοσοφίαν ἀλληγοροῦντες, ἐπειδὴ σύμβολα τὰ τῆς ῥητῆς ἑρμηνείας νομίζουσιν ἀποκεκρυμμένης φύσεως ἐν ὑπονοίαις δηλουμένης."],["29","ἔστι δὲ αὐτοῖς καὶ συγγράμματα παλαιῶν ἀνδρῶν, οἳ τῆς αἱρέσεως ἀρχηγέται γενόμενοι πολλὰ μνημεῖα τῆς ἐν τοῖς ἀλληγορουμένοις ἰδέας ἀπέλιπον, οἷς καθάπερ τισὶν ἀρχετύποις χρώμενοι μιμοῦνται τῆς προαιρέσεως τὸν τρόπον· ὥστε οὐ θεωροῦσι μόνον, ἀλλὰ καὶ ποιοῦσιν ᾄσματα καὶ ὕμνους εἰς τὸν θεὸν διὰ παντοίων μέτρων καὶ μελῶν, ἃ ῥυθμοῖς σεμνοτέροις ἀναγκαίως χαράττουσι."],["30","τὰς μὲν οὖν ἓξ ἡμέρας χωρὶς ἕκαστοι μονούμενοι παρ’ ἑαυτοῖς ἐν τοῖς λεχθεῖσι μοναστηρίοις φιλοσοφοῦσι, τὴν αὔλειον οὐχ ὑπερβαίνοντες, ἀλλ’ οὐδὲ ἐξ ἀπόπτου θεωροῦντες· ταῖς δὲ ἑβδόμαις συνέρχονται καθάπερ εἰς κοινὸν σύλλογον καὶ καθ’ ἡλικίαν ἑξῆς καθέζονται μετὰ τοῦ πρέποντος σχήματος, εἴσω τὰς χεῖρας ἔχοντες, τὴν μὲν δεξιὰν μεταξὺ στέρνου καὶ γενείου, τὴν δὲ εὐώνυμον ὑπεσταλμένην παρὰ τῇ λαγόνι."],["31","παρελθὼν δὲ ὁ πρεσβύτατος καὶ τῶν δογμάτων ἐμπειρότατος διαλέγεται, καθεστῶτι μὲν τῷ βλέμματι, καθεστώσῃ δὲ τῇ φωνῇ, μετὰ λογισμοῦ καὶ φρονήσεως, οὐ δεινότητα λόγων ὥσπερ οἱ ῥήτορες ἢ οἱ νῦν σοφισταὶ παρεπιδεικνύμενος, ἀλλὰ τὴν ἐν τοῖς νοήμασι διηρευνηκὼς καὶ διερμηνεύων ἀκρίβειαν, ἥτις οὐκ ἄκροις ὠσὶν ἐφιζάνει, ἀλλὰ δι’ ἀκοῆς ἐπὶ ψυχὴν ἔρχεται καὶ βεβαίως ἐπιμένει. καθ’ ἡσυχίαν δὲ οἱ ἄλλοι πάντες ἀκροῶνται, τὸν ἔπαινον νεύμασιν ὄψεως ἢ κεφαλῆς παραδηλοῦντες αὐτὸ μόνον."],["32","τὸ δὲ κοινὸν τοῦτο σεμνεῖον, εἰς ὃ ταῖς ἑβδόμαις συνέρχονται, διπλοῦς ἐστι περίβολος, ὁ μὲν εἰς ἀνδρῶνα, ὁ δὲ εἰς γυναικωνῖτιν ἀποκριθείς· καὶ γὰρ καὶ γυναῖκες ἐξ ἔθους συνακροῶνται τὸν αὐτὸν ζῆλον καὶ τὴν αὐτὴν προαίρεσιν ἔχουσαι."],["33","ὁ δὲ μεταξὺ τῶν οἴκων τοῖχος τὸ μὲν ἐξ ἐδάφους ἐπὶ τρεῖς ἢ τέσσαρας πήχεις εἰς τὸ ἄνω συνῳκοδόμηται θωρακίου τρόπον, τὸ δὲ ἄχρι τέγους ἀνάγειον ἀχανὲς ἀνεῖται, δυοῖν ἕνεκα, τοῦ τε τὴν πρέπουσαν αἰδῶ τῇ γυναικείᾳ φύσει διατηρεῖσθαι καὶ τοῦ τὴν ἀντίληψιν ἔχειν εὐμαρῆ καθεζομένας ἐν ἐπηκόῳ,"],["34","μηδενὸς τὴν τοῦ διαλεγομένου φωνὴν ἐμποδίζοντος. ἐγκράτειαν δὲ ὥσπερ τινὰ θεμέλιον προκαταβαλλόμενοι τῆς ψυχῆς τὰς ἄλλας ἐποικοδομοῦσιν ἀρετάς. σιτίον ἢ ποτὸν οὐδεὶς ἂν αὐτῶν προσενέγκαιτο πρὸ ἡλίου δύσεως, ἐπεὶ τὸ μὲν φιλοσοφεῖν ἄξιον φωτὸς κρίνουσιν εἶναι, σκότους δὲ τὰς τοῦ σώματος ἀνάγκας, ὅθεν τῷ μὲν ἡμέραν, ταῖς δὲ νυκτὸς βραχύ τι μέρος ἔνειμαν."],["35","ἔνιοι δὲ καὶ διὰ τριῶν ἡμερῶν ὑπομιμνῄσκονται τροφῆς, οἷς πλείων ὁ πόθος ἐπιστήμης ἐνίδρυται· τινὲς δὲ οὕτως ἐνευφραίνονται καὶ τρυφῶσιν ὑπὸ σοφίας ἑστιώμενοι πλουσίως καὶ ἀφθόνως τὰ δόγματα χορηγούσης, ὡς καὶ πρὸς διπλασίονα χρόνον ἀντέχειν καὶ μόλις δι’ ἓξ ἡμερῶν ἀπογεύεσθαι τροφῆς ἀναγκαίας, ἐθισθέντες ὥσπερ φασὶ τὸ τῶν τεττίγων γένος ἀέρι τρέφεσθαι, τῆς ᾠδῆς, ὥς γε οἶμαι, τὴν ἔνδειαν ἐξευμαριζούσης."],["36","τὴν δὲ ἑβδόμην πανίερόν τινα καὶ πανέορτον εἶναι νομίζοντες ἐξαιρέτου γέρως ἠξιώκασιν, ἐν ᾗ μετὰ τὴν τῆς ψυχῆς ἐπιμέλειαν καὶ τὸ σῶμα λιπαίνουσιν, ὥσπερ ἀμέλει καὶ τὰ θρέμματα, τῶν συνεχῶν πόνων ἀνιέντες."],["37","σιτοῦνται δὲ πολυτελὲς οὐδέν, ἀλλὰ ἄρτον εὐτελῆ, καὶ ὄψον ἅλες, οὓς οἱ ἁβροδίαιτοι παραρτύουσιν ὑσσώπῳ, ποτὸν δὲ ὕδωρ ναματιαῖον αὐτοῖς ἐστιν· ἃς γὰρ ἡ φύσις ἐπέστησε τῷ θνητῷ γένει δεσποίνας, πεῖνάν τε καὶ δίψαν, ἀπομειλίσσονται, τῶν εἰς κολακείαν ἐπιφέροντες οὐδέν, ἀλλ’ αὐτὰ τὰ χρήσιμα, ὧν ἄνευ ζῆν οὐκ ἔστι. διὰ τοῦτο ἐσθίουσι μέν, ὥστε μὴ πεινῆν, πίνουσι δέ, ὥστε μὴ διψῆν, πλησμονὴν ὡς ἐχθρόν τε καὶ ἐπίβουλον ψυχῆς τε καὶ σώματος ἐκτρεπόμενοι."],["38","ἐπεὶ δὲ καὶ σκέπης διττὸν εἶδος, τὸ μὲν ἐσθής, τὸ δὲ οἰκία, περὶ μὲν οἰκίας εἴρηται πρότερον, ὅτι ἐστὶν ἀκαλλώπιστος καὶ αὐτοσχέδιος, πρὸς τὸ χρειῶδες αὐτὸ μόνον εἰργασμένη· καὶ ἐσθὴς δὲ ὁμοίως εὐτελεστάτη, πρὸς ἀλέξημα κρυμοῦ τε καὶ θάλπους, χλαῖνα μὲν ἀπὸ λασίου δορᾶς παχεῖα χειμῶνος, ἐξωμὶς δὲ θέρους ἢ ὀθόνη."],["39","συνόλως γὰρ ἀσκοῦσιν ἀτυφίαν, εἰδότες τῦφον μὲν τοῦ ψεύδους ἀρχήν, ἀτυφίαν δὲ ἀληθείας, ἑκάτερον δὲ πηγῆς λόγον ἔχον· ῥέουσι γὰρ ἀπὸ μὲν τοῦ ψεύδους αἱ πολύτροποι τῶν κακῶν ἰδέαι, ἀπὸ δὲ τῆς ἀληθείας αἱ περιουσίαι τῶν ἀγαθῶν ἀνθρωπίνων τε καὶ θείων."],["40","Βούλομαι δὲ καὶ τὰς κοινὰς συνόδους αὐτῶν καὶ ἱλαρωτέρας ἐν συμποσίοις διαγωγὰς εἰπεῖν, ἀντιτάξας τὰ τῶν ἄλλων συμπόσια. οἱ μὲν γὰρ ὅταν ἄκρατον ἐμφορήσωνται, καθάπερ οὐκ οἶνον πιόντες ἀλλὰ παρακινηματικόν τι καὶ μανιῶδες καὶ εἴ τι χαλεπώτερον ἐπ’ ἐκστάσει λογισμοῦ φυσικόν, ἀράσσουσι καὶ λυττῶσι τρόπον κυνῶν ἀτιθάσων καὶ ἐπανιστάμενοι δάκνουσιν ἀλλήλους καὶ ἀποτρώγουσι ῥῖνας, ὦτα, δακτύλους, ἕτερα ἄττα μέρη τοῦ σώματος, ὡς τὸν ἐπὶ Κύκλωπος καὶ τῶν Ὀδυσσέως ἑταίρων μῦθον ἀποδεδειχέναι τούτους ἀληθῆ, „ψωμούς “, ᾗ φησιν ὁ ποιητής, ἐπεσθίοντας ἀνθρώπων, καὶ ὠμότερον ἢ ἐκεῖνος."],["41","ὁ μὲν γὰρ ἐχθροὺς ὑποτοπήσας ἠμύνετο, οἱ δὲ συνήθεις καὶ φίλους, ἔστι δὲ ὅτε καὶ συγγενεῖς, ἐφ’ ἁλῶν καὶ τραπέζης, ἄσπονδα ἐν σπονδαῖς ἐργασάμενοι τῶν ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ὅμοια καὶ παρακόπτοντες ὥσπερ νόμισμα δόκιμον ἄσκησιν, οἱ ἀντὶ ἀθλητῶν ἄθλιοι· τοῦτο γὰρ αὐτοῖς ἐπιφημιστέον."],["42","ἃ γὰρ νήφοντες ἐν σταδίοις ἐκεῖνοι θεαταῖς χρώμενοι τοῖς Πανέλλησι μεθ’ ἡμέραν ἕνεκα νίκης καὶ στεφάνων [Ὀλυμπιονῖκαι] σὺν τέχνῃ δρῶσιν, οὗτοι κιβδηλεύοντες ἐπὶ συμποσίων νύκτωρ ἐν σκότῳ καὶ μεθύοντες, ἐμπαροινοῦντες, ἀνεπιστημόνως καὶ κακοτέχνως ἐπ’ ἀτιμίᾳ καὶ ὕβρει καὶ αἰκίᾳ χαλεπῇ τῶν ὑπομενόντων ἐνεργοῦσιν."],["43","εἰ δὲ μηδεὶς οἷα βραβευτὴς παρελθὼν μέσος διαλύσειε, μετὰ πλείονος ἐξουσίας καταπαλαίουσι, φονῶντες ἐν ταὐτῷ καὶ θανατῶντες· πάσχουσι γὰρ οὐκ ἐλάττονα ὧν διατιθέασιν, ὅπερ οὐκ ἴσασι, παραπαίοντες οἱ τὸν οἶνον οὐχ, ὡς ὁ κωμικός φησιν, ἐπὶ κακῷ τῶν πλησίον αὐτὸ μόνον ἀλλὰ καὶ ἐπὶ τῷ ἰδίῳ πίνειν ὑπομένοντες."],["44","τοιγαροῦν οἱ πρὸ μικροῦ παρελθόντες εἰς τὰ συμπόσια σῷοι καὶ φίλοι μικρὸν ὕστερον ἐξίασιν ἐχθροὶ καὶ τὰ σώματα ἠκρωτηριασμένοι· καὶ οἱ μὲν συνηγόρων καὶ δικαστῶν, οἱ δὲ καταπλαστῶν καὶ ἰατρῶν καὶ τῆς ὑπὸ τούτων δέονται βοηθείας."],["45","ἕτεροι δὲ τῶν μετριωτέρων δοκούντων εἶναι συμποτῶν ὥσπερ μανδραγόραν τὸν ἄκρατον πιόντες ὑπερβεβλύκασι καὶ τὸν εὐώνυμον ἀγκῶνα προβαλόντες καὶ τὸν αὐχένα ἐγκάρσιον ἐπιστρέψαντες, ἐνερευγόμενοι ταῖς κύλιξιν, ὕπνῳ βαθεῖ πιέζονται. μηδὲν μήτε ἰδόντες μήτε ἀκούσαντες, ὡς μίαν μόνην ἔχοντες αἴσθησιν, τὴν ἀνδραποδωδεστάτην γεῦσιν."],["46","οἶδα δέ τινας, [οἳ] ἐπειδὰν ἀκροθώρακες γένωνται, πρὶν τελέως βαπτισθῆναι, τὸν εἰς τὴν ὑστεραίαν πότον ἐξ ἐπιδόσεως καὶ συμβολῶν προευτρεπιζομένους, μέρος ὑπολαμβάνοντας τῆς ἐν χερσὶν εὐφροσύνης εἶναι τὴν περὶ τῆς εἰς τὸ μέλλον μέθης ἐλπίδα."],["47","τοῦτον τὸν τρόπον διαζῶντες ἄοικοι καὶ ἀνέστιοι διατελοῦσιν, ἐχθροὶ μὲν γονέων καὶ γυναικῶν καὶ τέκνων, ἐχθροὶ δὲ καὶ τῆς πατρίδος, πολέμιοι δὲ καὶ ἑαυτῶν· ὑγρὸς γὰρ καὶ ἄσωτος βίος ἅπασιν ἐπίβουλος."],["48","Ἴσως δ’ ἄν τις ἀποδέξαιτο τὴν ἐπιπολάζουσαν νυνὶ τῶν συμποσίων πανταχοῦ διάθεσιν κατὰ πόθον τῆς Ἰταλικῆς πολυτελείας καὶ τρυφῆς, ἣν ἐζήλωσαν Ἕλληνές τε καὶ βάρβαροι πρὸς ἐπίδειξιν μᾶλλον ἢ πρὸς εὐωχίαν ποιούμενοι τὰς παρασκευάς."],["49","τρίκλινά τε καὶ πολύκλινα χελώνης ἢ ἐλέφαντος κατεσκευασμένα καὶ τιμαλφεστέρας ὕλης, ὧν τὰ πλεῖστα λιθοκόλλητα· στρωμναὶ ἁλουργεῖς ἐνυφασμένου χρυσοῦ καὶ ἀνθοβαφεῖς ἕτεραι παντοίων χρωμάτων πρὸς τὸ τῆς ὄψεως ἐπαγωγόν· ἐκπωμάτων πλῆθος ἐκτεταγμένων καθ’ ἕκαστον εἶδος, ῥυτὰ γὰρ καὶ φιάλαι καὶ κύλικες καὶ ἕτερα πολυειδῆ τεχνικώτατα θηρίκλεια καὶ τορείαις ἐπιστημονικῶν ἀνδρῶν ἠκριβωμένα."],["50","διακονικὰ ἀνδράποδα εὐμορφότατα καὶ περικαλλέστατα, ὡς ἀφιγμένα οὐχ ὑπηρεσίας ἕνεκα μᾶλλον ἢ τοῦ φανέντα τὴν τῶν θεωμένων ὄψιν ἡδῦναι· τούτων οἱ μὲν παῖδες ἔτι ὄντες οἰνοχοοῦσιν, ὑδροφοροῦσι δὲ βούπαιδες λελουμένοι καὶ λελειασμένοι, οἳ τά τε πρόσωπα ἐντρίβονται καὶ ὑπογράφονται καὶ τὰς τῆς κεφαλῆς τρίχας εὖ πως διαπλέκονται σφηκούμενοι·"],["51","βαθυχαῖται γάρ εἰσιν ἢ μὴ κειρόμενοι τὸ παράπαν ἢ τὰς προμετωπιδίους αὐτὸ μόνον ἐξ ἄκρων εἰς ἐπανίσωσιν καὶ γραμμῆς κυκλοτεροῦς ἠκριβωμένον σχῆμα· χιτῶνάς τε ἀραχνοϋφεῖς καὶ ἐκλεύκους ἐπαναζωσάμενοι, τὰ μὲν ἐμπρόσθια κατωτέρω τῶν ὑπὸ γόνου, τὰ δὲ κατόπιν μικρὸν ὑπὸ τοῖς γονατίοις, ἑκάτερον δὲ μέρος οὐλοτέραις ταῖς σειραίαις ἐπιδιπλώσεσι κατὰ τὴν τῶν χιτωνίσκων συμβολὴν συστέλλοντες ἐκ πλαγίων κόλπους ἀπαιωροῦσιν, εὐρύνοντες τὰ κοῖλα τῶν πλευρῶν."],["52","ἐφεδρεύουσι δ’ ἄλλοι, μειράκια ἢ πρωτογένεια, τοὺς ἰούλους ἄρτι ἀνθοῦντες, ἀθύρματα πρὸ μικροῦ παιδεραστῶν γεγονότες, ἠσκημένοι σφόδρα περιέργως πρὸς τὰς βαρυτέρας ὑπηρεσίας, ἐπίδειξις ἑστιατόρων εὐπορίας, ὡς ἴσασιν οἱ χρώμενοι, ὡς δὲ ἔχει τὸ ἀληθές, ἀπειροκαλίας."],["53","πρὸς δὲ τούτοις αἱ πεμμάτων καὶ ὄψων καὶ ἡδυσμάτων ποικιλίαι, περὶ ἃ σιτοπόνοι καὶ ὀψαρτυταὶ πονοῦνται, φροντίζοντες οὐ γεῦσιν, ὅπερ ἀναγκαῖον ἦν, ἡδῦναι μόνον, ἀλλὰ καὶ ὄψιν τῇ καθαριότητι.*** τοὺς αὐχένας ἐν κύκλῳ περιάγοντες τοῖς ὀφθαλμοῖς καὶ τοῖς μυκτῆρσι περιλιχνεύουσι, τοῖς μὲν τὰς εὐσαρκίας καὶ τὸ πλῆθος, τοῖς δὲ τὴν ἀναδιδομένην κνῖσαν. εἶτα ὅταν ἀμφοτέρων, ὄψεών τε καὶ ὀσμῶν, γένωνται διακορεῖς, ἐσθίειν κελεύουσιν, ἐπαινέσαντες οὐκ ὀλίγα τὴν παρασκευὴν καὶ τὸν ἑστιάτορα τῆς πολυτελείας."],["54","ἑπτὰ γοῦν καὶ πλείους εἰσκομίζονται τράπεζαι, πλήρεις ἁπάντων ὅσα γῆ τε καὶ θάλαττα καὶ ποταμοὶ καὶ ἀὴρ φέρουσιν ἔκλογα πάντα καὶ εὔσαρκα, χερσαίων, ἐνύδρων, ἀεροπόρων, ὧν ἑκάστη διαλλάσσει καὶ ταῖς παρασκευαῖς καὶ ταῖς παραρτύσεσιν. ὑπὲρ δὲ τοῦ μηδὲν εἶδος ἀπολειφθῆναι τῶν ἐν τῇ φύσει, τελευταῖαι τῶν ἀκροδρύων εἰσκομίζονται γέμουσαι, δίχα τῶν εἰς τοὺς κώμους καὶ τὰς λεγομένας ἐπιδειπνίδας."],["55","εἶτα αἱ μὲν ἐκκομίζονται κεναὶ διὰ τὴν τῶν παρόντων ἀπληστίαν, οἳ τρόπον αἰθυιῶν ἐμφορούμενοι κατοψοφαγοῦσιν οὕτως, ὡς καὶ τῶν ὀστέων ἐπεντραγεῖν, τὰς δὲ λωβήσαντες καὶ σπαράξαντες ἡμιβρώτους ἐῶσιν. ὅταν δὲ τελέως ἀπαγορεύσωσι, τὰς μὲν γαστέρας ἄχρι φαρύγγων πεπληρωμένοι, κενοὶ δὲ πρὸς τὰς ἐπιθυμίας, ἀπειρηκότες πρὸς τὰς ἐδωδάς,*** ἀλλὰ τί ταῦτα προσῆκε μηκύνειν,"],["56","ἃ παρὰ πολλοῖς ἤδη τῶν μετριωτέρων καταγινώσκεται προσαναρρηγνύντα τὰς ἐπιθυμίας, ὧν ἡ μείωσις ὠφέλιμον; εὔξαιτο γὰρ ἄν τις τὰ ἀπευκταιότατα, πεῖνάν τε καὶ δίψαν, μᾶλλον ἢ τὴν ἐν ταῖς τοιαύταις εὐωχίαις ἄφθονον σιτίων καὶ ποτῶν περιουσίαν."],["57","Τῶν ἐν τῇ Ἑλλάδι συμποσίων τὰ περιβόητα καὶ σημειωδέστατα δύο ταῦτά ἐστιν, οἷς καὶ Σωκράτης παρετύγχανε· τὸ μὲν ἐν Καλλίου, ἡνίκα στεφανωθέντος Αὐτολύκου τὰ ἐπινίκια εἱστία, τὸ δὲ ἐν Ἀγάθωνος, ἃ καὶ μνήμης ἠξίωσαν ἄνδρες τά τε ἤθη καὶ τοὺς λόγους φιλόσοφοι, Ξενοφῶν τε καὶ Πλάτων· ἀνεγράψαντο γὰρ ὡς ἀξιομνημόνευτα, οἷς ὑπετόπασαν χρήσεσθαι παραδείγμασι τοὺς ἔπειτα τῆς ἐν συμποσίοις ἐμμελοῦς διαγωγῆς."],["58","ἀλλ’ ὅμως καὶ ταῦτα συγκρινόμενα τοῖς τῶν ἡμετέρων, οἳ τὸν θεωρητικὸν ἠσπάσαντο βίον, γέλως ἀναφανεῖται. ἡδονὰς μὲν οὖν ἔχει ἑκάτερον, ἀνθρωπικώτερον δέ ἐστι τὸ Ξενοφῶντος· αὐλητρίδες τε καὶ ὀρχησταὶ καὶ θαυματοποιοὶ καὶ ποιηταὶ γελοίων ἐπὶ τῷ σκῶψαι καὶ χαριεντίσασθαι μέγα φρονοῦντές εἰσί τινες καὶ ἄλλα τῶν ἐν ταῖς ἱλαρωτέραις ἀνέσεσι."],["59","τὸ δὲ Πλατωνικὸν ὅλον σχεδόν ἐστι περὶ ἔρωτος, οὐκ ἀνδρῶν γυναιξὶν ἐπιμανέντων ἢ γυναικῶν ἀνδράσιν αὐτὸ μόνον— ὑποτελοῦσι γὰρ αἱ ἐπιθυμίαι αὗται νόμοις φύσεως—, ἀλλὰ ἀνδρῶν ἄρρεσιν ἡλικίᾳ μόνον διαφέρουσι· καὶ γὰρ εἴ τι περὶ ἔρωτος καὶ Ἀφροδίτης οὐρανίου κεκομψεῦσθαι δοκεῖ, χάριν ἀστεϊσμοῦ παρείληπται."],["60","τὸ γὰρ πλεῖστον αὐτοῦ μέρος ὁ κοινὸς καὶ πάνδημος ἔρως διείληφεν, ἀνδρείαν μέν, τὴν βιωφελεστάτην ἀρετὴν κατὰ πόλεμον καὶ κατ’ εἰρήνην, ἀφαιρούμενος, θήλειαν δὲ νόσον ταῖς ψυχαῖς ἐναπεργαζόμενος καὶ ἀνδρογύνους κατασκευάζων, οὓς ἐχρῆν πᾶσι τοῖς πρὸς ἀλκὴν ἐπιτηδεύμασι συγκροτεῖσθαι."],["61","λυμηνάμενος δὲ τὴν παιδικὴν ἡλικίαν καὶ εἰς ἐρωμένης τάξιν καὶ διάθεσιν ἀγαγὼν ἐζημίωσε καὶ τοὺς ἐραστὰς περὶ τὰ ἀναγκαιότατα, σῶμα καὶ ψυχὴν καὶ οὐσίαν· ἀνάγκη γὰρ τοῦ παιδεραστοῦ τὸν μὲν νοῦν τετάσθαι πρὸς τὰ παιδικά, πρὸς ταῦτα μόνον ὀξυδορκοῦντα, πρὸς δὲ τὰ ἄλλα πάντα ἴδιά τε καὶ κοινὰ τυφλούμενον, τὸ δὲ σῶμα ὑπὸ τῆς ἐπιθυμίας, καὶ μάλιστα εἰ ἀποτυγχάνοιτο, συντήκεσθαι, τὴν δὲ οὐσίαν ἐλαττοῦσθαι διχόθεν, ἔκ τε ἀμελείας καὶ τῶν εἰς τὸν ἐρώμενον ἀναλωμάτων."],["62","παραφύεται δὲ καὶ μεῖζον ἄλλο πάνδημον κακόν· ἐρημίαν γὰρ πόλεων καὶ σπάνιν τοῦ ἀρίστου γένους ἀνθρώπων καὶ στείρωσιν καὶ ἀγονίαν τεχνάζονται, οἳ μιμοῦνται τοὺς ἀνεπιστήμονας τῆς γεωργίας, σπείροντες ἀντὶ τῆς βαθυγείου πεδιάδος ὑφάλμους ἀρούρας ἢ λιθώδη καὶ ἀπόκροτα χωρία, ἃ πρὸς τῷ μηδὲν πεφυκέναι βλαστάνειν καὶ τὰ καταβληθέντα φθείρει σπέρματα."],["63","σιωπῶ τὰ τῶν μύθων πλάσματα καὶ τοὺς δισωμάτους, οἳ κατ’ ἀρχὰς προσφύντες ἀλλήλοις ἑνωτικαῖς δυνάμεσιν αὖθις οἷα μέρη συνεληλυθότα διεζεύχθησαν, τῆς ἁρμονίας ὑφ’ ἧς συνείχοντο λυθείσης· εὐπαράγωγα γὰρ ταῦτα πάντα, δυνάμενα τῇ καινότητι τῆς ἐπινοίας τὰ ὦτα δελεάζειν· ὧν ἐκ πολλοῦ τοῦ περιόντος οἱ Μωυσέως γνώριμοι, μεμαθηκότες ἐκ πρώτης ἡλικίας ἐρᾶν ἀληθείας, καταφρονοῦσιν ἀνεξαπάτητοι διατελοῦντες."],["64","Ἀλλ’ ἐπειδὴ τὰ διωνομασμένα συμπόσια τοιαύτης μεστὰ φλυαρίας ἐστίν, ἐν ἑαυτοῖς ἔχοντα τὸν ἔλεγχον, εἴ τις μὴ πρὸς δόξας καὶ τὴν διαδοθεῖσαν περὶ αὐτῶν ὡς δὴ πάνυ κατωρθωμένων φήμην ἐθελήσειεν ἀφορᾶν, ἀντιτάξω τὰ τῶν ἀνατεθεικότων τὸν ἴδιον βίον καὶ ἑαυτοὺς ἐπιστήμῃ καὶ θεωρίᾳ τῶν τῆς φύσεως πραγμάτων κατὰ τὰς τοῦ προφήτου Μωυσέως ἱερωτάτας ὑφηγήσεις."],["65","οὗτοι τὸ μὲν πρῶτον ἀθροίζονται δι’ ἑπτὰ ἑβδομάδων, οὐ μόνον τὴν ἁπλῆν ἑβδομάδα ἀλλὰ καὶ τὴν δύναμιν τεθηπότες· ἁγνὴν γὰρ καὶ ἀειπάρθενον αὐτὴν ἴσασιν. ἔστι δὲ προέορτος μεγίστης ἑορτῆς, ἣν πεντηκοντὰς ἔλαχεν, ἁγιώτατος καὶ φυσικώτατος ἀριθμῶν, ἐκ τῆς τοῦ ὀρθογωνίου τριγώνου δυνάμεως, ὅπερ ἐστὶν ἀρχὴ τῆς τῶν ὅλων γενέσεως, συσταθείς."],["66","ἐπειδὰν οὖν συνέλθωσι λευχειμονοῦντες φαιδροὶ μετὰ τῆς ἀνωτάτω σεμνότητος, ὑποσημαίνοντός τινος τῶν ἐφημερευτῶν— οὕτω γὰρ ὀνομάζειν ἔθος τοὺς ἐν ταῖς τοιαύταις ὑπηρεσίαις—, πρὸ τῆς κατακλίσεως στάντες ἑξῆς κατὰ στοῖχον ἐν κόσμῳ καὶ τάς τε ὄψεις καὶ τὰς χεῖρας εἰς οὐρανὸν ἀνατείναντες, τὰς μὲν ἐπειδὴ τὰ θέας ἄξια καθορᾶν ἐπαιδεύθησαν, τὰς δὲ ὅτι καθαραὶ λημμάτων εἰσὶν ὑπ’ οὐδεμιᾶς προφάσεως τῶν εἰς πορισμὸν μιαινόμεναι, προσεύχονται τῷ θεῷ θυμήρη γενέσθαι καὶ κατὰ νοῦν ἀπαντῆσαι τὴν εὐωχίαν."],["67","μετὰ δὲ τὰς εὐχὰς οἱ πρεσβύτεροι κατακλίνονται ταῖς εἰσκρίσεσιν ἀκολουθοῦντες· πρεσβυτέρους δὲ οὐ τοὺς πολυετεῖς καὶ πολιοὺς νομίζουσιν [ἀλλ’ ἔτι κομιδῇ νέους παῖδας], ἐὰν ὀψὲ τῆς προαιρέσεως ἐρασθῶσιν, ἀλλὰ τοὺς ἐκ πρώτης ἡλικίας ἐνηβήσαντας καὶ ἐνακμάσαντας τῷ θεωρητικῷ μέρει φιλοσοφίας, ὃ δὴ κάλλιστον καὶ θειότατόν ἐστι."],["68","συνεστιῶνται δὲ καὶ γυναῖκες, ὧν πλεῖσται γηραιαὶ παρθένοι, τὴν ἁγνείαν οὐκ ἀνάγκῃ, καθάπερ ἔνιαι τῶν παρ’ Ἕλλησιν ἱερειῶν, διαφυλάξασαι μᾶλλον ἢ καθ’ ἑκούσιον γνώμην, διὰ ζῆλον καὶ πόθον σοφίας, ᾗ συμβιοῦν σπουδάσασαι τῶν περὶ σῶμα ἡδονῶν ἠλόγησαν, οὐ θνητῶν ἐκγόνων ἀλλ’ ἀθανάτων ὀρεχθεῖσαι, ἃ μόνη τίκτειν ἀφ’ ἑαυτῆς οἵα τέ ἐστιν ἡ θεοφιλὴς ψυχή, σπείραντος εἰς αὐτὴν ἀκτῖνας νοητὰς"],["69","τοῦ πατρός, αἷς δυνήσεται θεωρεῖν τὰ σοφίας δόγματα. διανενέμηται δὲ ἡ κατάκλισις χωρὶς μὲν ἀνδράσιν ἐπὶ δεξιά, χωρὶς δὲ γυναιξὶν ἐπ’ εὐώνυμα. μή πού τις ὑπολαμβάνει στρωμνάς, εἰ καὶ οὐ πολυτελεῖς, ἀλλ’ οὖν μαλακωτέρας ἀνθρώποις εὐγενέσι καὶ ἀστείοις καὶ φιλοσοφίας ἀσκηταῖς εὐτρεπίσθαι; στιβάδες γάρ εἰσιν εἰκαιοτέρας ὕλης, ἐφ’ ὧν εὐτελῆ πάνυ χαμαίστρωτα παπύρου τῆς ἐγχωρίου, μικρὸν ὑπερέχοντα κατὰ τοὺς ἀγκῶνας, ἵνα ἐπερείδοιντο· τὴν μὲν γὰρ Λακωνικὴν σκληραγωγίαν ὑπανιᾶσιν, ἀεὶ δὲ καὶ πανταχοῦ τὴν ἐλευθέριον εὐκολίαν ἐπιτηδεύουσιν, ἀνὰ κράτος τοῖς ἡδονῆς φίλτροις ἀπεχθόμενοι."],["70","διακονοῦνται δὲ οὐχ ὑπ’ ἀνδραπόδων, ἡγούμενοι συνόλως τὴν θεραπόντων κτῆσιν εἶναι παρὰ φύσιν· ἡ μὲν γὰρ ἐλευθέρους ἅπαντας γεγέννηκεν, αἱ δέ τινων ἀδικίαι καὶ πλεονεξίαι ζηλωσάντων τὴν ἀρχέκακον ἀνισότητα καταζεύξασαι τὸ ἐπὶ τοῖς ἀσθενεστέροις κράτος τοῖς δυνατωτέροις ἀνῆψαν."],["71","ἐν δὴ τῷ ἱερῷ τούτῳ συμποσίῳ δοῦλος μὲν ὡς ἔφην οὐδείς, ἐλεύθεροι δὲ ὑπηρετοῦσι, τὰς διακονικὰς χρείας ἐπιτελοῦντες οὐ πρὸς βίαν οὐδὲ προστάξεις ἀναμένοντες, ἀλλ’ ἐθελουσίῳ γνώμῃ φθάνοντες μετὰ σπουδῆς καὶ προθυμίας τὰς ἐπικελεύσεις."],["72","οὐδὲ γὰρ οἱ τυχόντες ἐλεύθεροι τάττονται πρὸς ταῖς ὑπουργίαις ταύταις, ἀλλ’ οἱ νέοι τῶν ἐν τῷ συστήματι μετὰ πάσης ἐπιμελείας ἀριστίνδην ἐπικριθέντες, ὃν χρὴ τρόπον ἀστείους καὶ εὐγενεῖς πρὸς ἄκραν ἀρετὴν ἐπειγομένους· οἳ καθάπερ υἱοὶ γνήσιοι φιλοτίμως ἄσμενοι πατράσι καὶ μητράσιν ὑπουργοῦσι, κοινοὺς αὑτῶν γονεῖς νομίζοντες οἰκειοτέρους τῶν ἀφ’ αἵματος, εἴ γε καλοκἀγαθίας οὐδὲν οἰκειότερόν ἐστι τοῖς εὖ φρονοῦσιν· ἄζωστοι δὲ καὶ καθειμένοι τοὺς χιτωνίσκους εἰσίασιν ὑπηρετήσοντες, ἕνεκα τοῦ μηδὲν εἴδωλον ἐπιφέρεσθαι δουλοπρεποῦς σχήματος."],["73","εἰς τοῦτο τὸ συμπόσιον— οἶδ’ ὅτι γελάσονταί τινες ἀκούσαντες, γελάσονται δὲ οἱ κλαυθμῶν καὶ θρήνων ἄξια δρῶντες— οἶνος ἐκείναις ταῖς ἡμέραις οὐκ εἰσκομίζεται, ἀλλὰ διαυγέστατον ὕδωρ, ψυχρὸν μὲν τοῖς πολλοῖς, θερμὸν δὲ τῶν πρεσβυτάτων τοῖς ἁβροδιαίτοις· καὶ τράπεζα καθαρὰ τῶν ἐναίμων, ἐφ’ ἧς ἄρτοι μὲν τροφή, προσόψημα δὲ ἅλες, οἷς ἔστιν ὅτε καὶ ὕσσωπος ἥδυσμα παραρτύεται διὰ τοὺς τρυφῶντας."],["74","νηφάλια γὰρ ὡς τοῖς ἱερεῦσι θύειν καὶ τούτοις βιοῦν ὁ ὀρθὸς λόγος ὑφηγεῖται· οἶνος μὲν γὰρ ἀφροσύνης φάρμακον, ὄψα δὲ πολυτελῆ τὸ θρεμμάτων ἀπληστότατον διερεθίζει, τὴν ἐπιθυμίαν."],["75","καὶ τὰ μὲν πρῶτα τοιαῦτα. μετὰ δὲ τὸ κατακλιθῆναι μὲν τοὺς συμπότας ἐν αἷς ἐδήλωσα τάξεσι, στῆναι δὲ τοὺς διακόνους ἐν κόσμῳ πρὸς ὑπηρεσίαν ἑτοίμους, ὁ πρόεδρος αὐτῶν, πολλῆς ἁπάντων ἡσυχίας γενομένης— πότε δὲ οὐκ ἔστιν; εἴποι τις ἄν· ἀλλ’ ἔτι μᾶλλον ἢ πρότερον, ὡς μηδὲ γρύξαι τινὰ τολμᾶν ἢ ἀναπνεῦσαι βιαιότερον—, ζητεῖ τι τῶν ἐν τοῖς ἱεροῖς γράμμασιν ἢ καὶ ὑπ’ ἄλλου προταθὲν ἐπιλύεται, φροντίζων μὲν οὐδὲν ἐπιδείξεως— οὐ γὰρ τῆς ἐπὶ δεινότητι λόγων εὐκλείας ὀρέγεται—, θεάσασθαι δέ τινα ποθῶν ἀκριβέστερον καὶ θεασάμενος μὴ φθονῆσαι τοῖς εἰ καὶ μὴ ὁμοίως ὀξυδορκοῦσι, τὸν γοῦν τοῦ μαθεῖν ἵμερον παραπλήσιον ἔχουσι."],["76","καὶ ὁ μὲν σχολαιοτέρᾳ χρῆται τῇ διδασκαλίᾳ, διαμέλλων καὶ βραδύνων ταῖς ἐπαναλήψεσιν, ἐγχαράττων ταῖς ψυχαῖς τὰ νοήματα— τῇ γὰρ ἑρμηνείᾳ τοῦ εὐτρόχως καὶ ἀπνευστὶ συνείροντος ὁ τῶν ἀκροωμένων νοῦς συνομαρτεῖν ἀδυνατῶν ὑστερίζει καὶ ἀπολείπεται τῆς καταλήψεως τῶν λεγομένων—·"],["77","οἱ δὲ ἀνωρθιακότες τὰ ὦτα καὶ τοὺς ὀφθαλμοὺς ἀνατετακότες εἰς αὐτὸν ἐπὶ μιᾶς καὶ τῆς αὐτῆς σχέσεως ἐπιμένοντες ἀκροῶνται, τὸ μὲν συνιέναι καὶ κατειληφέναι νεύματι καὶ βλέμματι διασημαίνοντες, τὸν δὲ ἔπαινον τοῦ λέγοντος ἱλαρότητι καὶ τῇ σχέδην περιαγωγῇ τοῦ προσώπου, τὴν δὲ διαπόρησιν ἠρεμαιοτέρᾳ κινήσει τῆς κεφαλῆς καὶ ἄκρῳ δακτύλῳ τῆς δεξιᾶς χειρός· οὐχ ἧττον δὲ τῶν κατακεκλιμένων οἱ παρεστῶτες νέοι προσέχουσιν."],["78","αἱ δὲ ἐξηγήσεις τῶν ἱερῶν γραμμάτων γίνονται δι’ ὑπονοιῶν ἐν ἀλληγορίαις· ἅπασα γὰρ ἡ νομοθεσία δοκεῖ τοῖς ἀνδράσι τούτοις ἐοικέναι ζῴῳ καὶ σῶμα μὲν ἔχειν τὰς ῥητὰς διατάξεις, ψυχὴν δὲ τὸν ἐναποκείμενον ταῖς λέξεσιν ἀόρατον νοῦν, ἐν ᾧ ἤρξατο ἡ λογικὴ ψυχὴ διαφερόντως τὰ οἰκεῖα θεωρεῖν, ὥσπερ διὰ κατόπτρου τῶν ὀνομάτων ἐξαίσια κάλλη νοημάτων ἐμφαινόμενα κατιδοῦσα καὶ τὰ μὲν σύμβολα διαπτύξασα καὶ διακαλύψασα, γυμνὰ δὲ εἰς φῶς προαγαγοῦσα τὰ ἐνθύμια τοῖς δυναμένοις ἐκ μικρᾶς ὑπομνήσεως τὰ ἀφανῆ διὰ τῶν φανερῶν θεωρεῖν."],["79","ἐπειδὰν οὖν ἱκανῶς ὁ πρόεδρος διειλέχθαι δοκῇ καὶ κατὰ προαίρεσιν ἀπηντηκέναι τῷ μὲν ἡ διάλεξις εὐσκόπως ταῖς ἐπιβολαῖς, τοῖς δὲ ἡ ἀκρόασις, κρότος ἐξ ἁπάντων ὡς ἂν συνηδομένων εἰς τὸ ἔτι ἑψόμενον γίνεται."],["80","καὶ ἔπειτα ὁ μὲν ἀναστὰς ὕμνον ᾄδει πεποιημένον εἰς τὸν θεόν, ἢ καινὸν αὐτὸς πεποιηκὼς ἢ ἀρχαῖόν τινα τῶν πάλαι ποιητῶν— μέτρα γὰρ καὶ μέλη καταλελοίπασι πολλὰ ἐπῶν τριμέτρων, προσοδίων ὕμνων, παρασπονδείων, παραβωμίων, στασίμων χορικῶν στροφαῖς πολυστρόφοις εὖ διαμεμετρημένων—, μεθ’ ὃν καὶ οἱ ἄλλοι κατὰ τάξεις ἐν κόσμῳ προσήκοντι, πάντων κατὰ πολλὴν ἡσυχίαν ἀκροωμένων, πλὴν ὁπότε τὰ ἀκροτελεύτια καὶ ἐφύμνια ᾄδειν δέοι· τότε γὰρ ἐξηχοῦσι πάντες τε καὶ πᾶσαι."],["81","ὅταν δὲ ἕκαστος διαπεράνηται τὸν ὕμνον, οἱ νέοι τὴν πρὸ μικροῦ λεχθεῖσαν τράπεζαν εἰσκομίζουσιν, ἐφ’ ἧς τὸ παναγέστατον σιτίον, ἄρτος ἐζυμωμένος μετὰ προσοψήματος ἁλῶν, οἷς ὕσσωπος ἀναμέμικται, δι’ αἰδῶ τῆς ἀνακειμένης ἐν τῷ ἁγίῳ προνάῳ ἱερᾶς τραπέζης· ἐπὶ γὰρ ταύτης εἰσὶν ἄρτοι καὶ ἅλες ἄνευ ἡδυσμάτων, ἄζυμοι μὲν οἱ ἄρτοι, ἀμιγεῖς δὲ οἱ ἅλες."],["82","προσῆκον γὰρ ἦν τὰ μὲν ἁπλούστατα καὶ εἰλικρινέστατα τῇ κρατίστῃ τῶν ἱερέων ἀπονεμηθῆναι μερίδι λειτουργίας ἆθλον, τοὺς δὲ ἄλλους τὰ μὲν ὅμοια ζηλοῦν, ἀπέχεσθαι δὲ τῶν αὐτῶν, ἵνα ἔχωσι προνομίαν οἱ κρείττονες."],["83","Μετὰ δὲ τὸ δεῖπνον τὴν ἱερὰν ἄγουσι παννυχίδα. ἄγεται δὲ ἡ παννυχὶς τὸν τρόπον τοῦτον· ἀνίστανται πάντες ἀθρόοι, καὶ κατὰ μέσον τὸ συμπόσιον δύο γίνονται τὸ πρῶτον χοροί, ὁ μὲν ἀνδρῶν, ὁ δὲ γυναικῶν· ἡγεμὼν δὲ καὶ ἔξαρχος αἱρεῖται καθ’ ἑκάτερον ἐντιμότατός τε καὶ ἐμμελέστατος."],["84","εἶτα ᾄδουσι πεποιημένους ὕμνους εἰς τὸν θεὸν πολλοῖς μέτροις καὶ μέλεσι, τῇ μὲν συνηχοῦντες, τῇ δὲ καὶ ἀντιφώνοις ἁρμονίαις ἐπιχειρονομοῦντες καὶ ἐπορχούμενοι, καὶ ἐπιθειάζοντες τοτὲ μὲν τὰ προσόδια, τοτὲ δὲ τὰ στάσιμα, στροφάς τε τὰς ἐν χορείᾳ καὶ ἀντιστροφὰς ποιούμενοι."],["85","εἶτα ὅταν ἑκάτερος τῶν χορῶν ἰδίᾳ καὶ καθ’ ἑαυτὸν ἑστιαθῇ, καθάπερ ἐν ταῖς βακχείαις ἀκράτου σπάσαντες τοῦ θεοφιλοῦς, ἀναμίγνυνται καὶ γίνονται χορὸς εἷς ἐξ ἀμφοῖν, μίμημα τοῦ πάλαι συστάντος κατὰ τὴν ἐρυθρὰν θάλασσαν ἕνεκα τῶν θαυματουργηθέντων ἐκεῖ."],["86","τὸ γὰρ πέλαγος προστάξει θεοῦ τοῖς μὲν σωτηρίας αἴτιον τοῖς δὲ πανωλεθρίας γίνεται· ῥαγέντος μὲν γὰρ καὶ βιαίοις ἀνακοπαῖς ὑποσυρέντος καὶ ἑκατέρωθεν ἐξ ἐναντίας οἷα τειχῶν παγέντων, τὸ μεθόριον διάστημα εἰς λεωφόρον ὁδὸν καὶ ξηρὰν πᾶσαν ἀνατμηθὲν εὐρύνετο, δι’ ἧς ὁ λεὼς ἐπέζευσεν ἄχρι τῆς ἀντιπέραν ἠπείρου πρὸς τὰ μετέωρα παραπεμφθείς· ἐπιδραμόντος δὲ ταῖς παλιρροίαις καὶ τοῦ μὲν ἔνθεν τοῦ δὲ ἔνθεν εἰς τὸ χερσωθὲν ἔδαφος ἀναχυθέντος, οἱ ἐπακολουθήσαντες τῶν πολεμίων κατακλυσθέντες διαφθείρονται."],["87","τοῦτο δὲ ἰδόντες καὶ παθόντες, ὃ λόγου καὶ ἐννοίας καὶ ἐλπίδος μεῖζον ἔργον ἦν, ἐνθουσιῶντές τε ἄνδρες ὁμοῦ καὶ γυναῖκες, εἷς γενόμενοι χορός, τοὺς εὐχαριστηρίους ὕμνους εἰς τὸν σωτῆρα θεὸν ᾖδον, ἐξάρχοντος τοῖς μὲν ἀνδράσι Μωυσέως τοῦ προφήτου, ταῖς δὲ γυναιξὶ Μαριὰμ τῆς προφήτιδος."],["88","τούτῳ μάλιστα ἀπεικονισθεὶς ὁ τῶν θεραπευτῶν καὶ θεραπευτρίδων, μέλεσιν ἀντήχοις καὶ ἀντιφώνοις πρὸς βαρὺν ἦχον τῶν ἀνδρῶν ὁ γυναικῶν ὀξὺς ἀνακιρνάμενος, ἐναρμόνιον συμφωνίαν ἀποτελεῖ καὶ μουσικὴν ὄντως· πάγκαλα μὲν τὰ νοήματα, πάγκαλοι δὲ αἱ λέξεις, σεμνοὶ δὲ οἱ χορευταί· τὸ δὲ τέλος καὶ τῶν νοημάτων καὶ τῶν λέξεων καὶ τῶν χορευτῶν εὐσέβεια."],["89","μεθυσθέντες οὖν ἄχρι πρωΐας τὴν καλὴν ταύτην μέθην, οὐ καρηβαροῦντες ἢ καταμύοντες, ἀλλὰ διεγηγερμένοι μᾶλλον ἢ ὅτε παρεγένοντο εἰς τὸ συμπόσιον, τάς τε ὄψεις καὶ ὅλον τὸ σῶμα πρὸς τὴν ἕω στάντες, ἐπὰν θεάσωνται τὸν ἥλιον ἀνίσχοντα, τὰς χεῖρας ἀνατείναντες εἰς οὐρανὸν εὐημερίαν καὶ ἀλήθειαν ἐπεύχονται καὶ ὀξυωπίαν λογισμοῦ· καὶ μετὰ τὰς εὐχὰς εἰς τὰ ἑαυτῶν ἕκαστος σεμνεῖα ἀναχωροῦσι, πάλιν τὴν συνήθη φιλοσοφίαν ἐμπορευσόμενοι καὶ γεωργήσοντες."],["90","θεραπευτῶν μὲν δὴ πέρι τοσαῦτα θεωρίαν ἀσπασαμένων φύσεως καὶ τῶν ἐν αὐτῇ καὶ ψυχῇ μόνῃ βιωσάντων, οὐρανοῦ μὲν καὶ κόσμου πολιτῶν, τῷ δὲ πατρὶ καὶ ποιητῇ τῶν ὅλων γνησίως συσταθέντων ὑπ’ ἀρετῆς, ἥτις θεοῦ φιλίαν αὐτοῖς προυξένησεν οἰκειότατον γέρας καλοκἀγαθίας προσθεῖσα, πάσης ἄμεινον εὐτυχίας, ἐπ’ αὐτὴν ἀκρότητα φθάνον εὐδαιμονίας."]]] \ No newline at end of file diff --git a/lines/on-the-creation-of-magistrates.json b/lines/on-the-creation-of-magistrates.json new file mode 100644 index 0000000000000000000000000000000000000000..a6f7d8ed2dc05796b45f49fb849493b925b3f3e7 --- /dev/null +++ b/lines/on-the-creation-of-magistrates.json @@ -0,0 +1 @@ +[[["1","Τὰ μὲν γένη τῶν ἐν εἴδει νόμων, οἱ προσαγορευόμενοι δέκα λόγοι, διὰ τῆς προτέρας ἠκρίβωνται συντάξεως, τὰ δ’ ἐν μέρει διατάγματα κατὰ τὴν τῆς γραφῆς ἀκολουθίαν νῦν ἐπισκεπτέον. ἄρξομαι δ’ ἀπὸ τοῦ γελωμένου παρὰ τοῖς πολλοῖς."],["2","γελᾶται δὲ ἡ τῶν γεννητικῶν περιτομή, πρᾶγμα σπουδαζόμενον οὐ μετρίως καὶ παρ’ ἑτέροις ἔθνεσι καὶ μάλιστα τῷ Αἰγυπτιακῷ, ὃ καὶ πολυανθρωπότατον καὶ ἀρχαιότατον καὶ φιλοσοφώτατον εἶναι δοκεῖ."],["3","παρὸ καὶ προσῆκον ἦν παιδικὴν χλεύην μεθεμένους φρονιμώτερον καὶ σεμνότερον ἀναζητῆσαι τὰς αἰτίας, ὧν χάριν ἐκράτησε τὸ ἔθος, καὶ μὴ προεξαναστάντας καταγινώσκειν μεγάλων ἐθνῶν εὐχέρειαν, λογιζομένους, ὡς εἰκός, τοσαύτας μυριάδας καθ’ ἑκάστην γενεὰν ἀποτέμνεσθαι, μετὰ χαλεπῶν ἀλγηδόνων ἀκρωτηριαζούσας τά τε ἑαυτῶν καὶ τῶν οἰκειοτάτων σώματα, πολλὰ δ’ εἶναι τὰ προτρέποντα τὴν εἰσήγησιν τῶν παλαιῶν διατηρεῖν καὶ ἐπιτελεῖν, τὰ δ’ ἀνωτάτω τέτταρα·"],["4","ἓν μὲν χαλεπῆς νόσου καὶ δυσιάτου, ποσθένης, ἀπαλλαγήν, ἣν ἄνθρακα καλοῦσιν, ἀπὸ τοῦ καίειν ἐντυφόμενον, ὡς οἶμαι, ταύτης τῆς προσηγορίας τυχόντα, ὅπερ εὐκολώτερον τοῖς ἀκροποσθίας ἔχουσιν ἐγγίνεται·"],["5","δεύτερον δὲ τὴν δι’ ὅλου τοῦ σώματος καθαριότητα πρὸς τὸ ἁρμόττον τάξει ἱερωμένῃ, παρὸ καὶ ξυρῶνται τὰ σώματα προσυπερβάλλοντες οἱ ἐν Αἰγύπτῳ τῶν ἱερέων·"],["6","ὑποσυλλέγεται γὰρ καὶ ὑποστέλλει καὶ θριξὶ καὶ ποσθίαις ἔνια τῶν ὀφειλόντων καθαίρεσθαι· τρίτον δὲ τὴν πρὸς καρδίαν ὁμοιότητα τοῦ περιτμηθέντος μέρους· πρὸς γὰρ γένεσιν ἄμφω παρεσκεύασται, τὸ μὲν ἐγκάρδιον πνεῦμα νοημάτων, τὸ δὲ γόνιμον ὄργανον ζῴων· ἐδικαίωσαν γὰρ οἱ πρῶτοι τῷ ἀφανεῖ καὶ κρείττονι, δι’ οὗ τὰ νοητὰ συνίσταται, τὸ ἐμφανὲς καὶ ὁρατόν, ᾧ τὰ αἰσθητὰ γεννᾶσθαι πέφυκεν, ἐξομοιῶσαι·"],["7","τέταρτον δὲ καὶ ἀναγκαιότατον τὴν πρὸς πολυγονίαν παρασκευήν· λέγεται γὰρ ὡς εὐοδεῖ τὸ σπέρμα μήτε σκιδνάμενον μήτε περιρρέον εἰς τοὺς τῆς ποσθίας κόλπους· ὅθεν καὶ τὰ περιτεμνόμενα τῶν ἐθνῶν πολυγονώτατα καὶ πολυανθρωπότατα εἶναι δοκεῖ."],["8","Ταῦτα μὲν οὖν εἰς ἀκοὰς ἦλθε τὰς ἡμετέρας, ἀρχαιολογούμενα παρὰ θεσπεσίοις ἀνδράσιν, οἳ τὰ Μωυσέως οὐ παρέργως διηρεύνησαν. ἐγὼ δὲ πρὸς τοῖς εἰρημένοις καὶ σύμβολον ἡγοῦμαι τὴν περιτομὴν δυοῖν εἶναι τοῖν ἀναγκαιοτάτοιν·"],["9","ἑνὸς μὲν ἡδονῶν ἐκτομῆς, αἳ καταγοητεύουσι διάνοιαν· ἐπειδὴ γὰρ τὰ νικητήρια φέρεται τῶν ἐν ἡδοναῖς φίλτρων ἡ ἀνδρὸς πρὸς γυναῖκα συνουσία, τὸ ὑπηρετοῦν ταῖς τοιαύταις ὁμιλίαις ὄργανον ἀκρωτηριάζειν ἔδοξε τοῖς νομοθέταις, αἰνιττομένοις περιτομὴν περιττῆς ἐκτομὴν καὶ πλεοναζούσης ἡδονῆς, οὐ μιᾶς, ἀλλὰ διὰ μιᾶς τῆς βιαστικωτάτης καὶ τῶν ἄλλων ἁπασῶν·"],["10","ἑτέρου δὲ τοῦ γνῶναί τινα ἑαυτὸν καὶ τὴν βαρεῖαν νόσον, οἴησιν, ψυχῆς ἀπώσασθαι· ἔνιοι γὰρ ὡς ἀγαθοὶ ζῳοπλάσται ζῴων τὸ κάλλιστον, ἄνθρωπον, ηὔχησαν δύνασθαι δημιουργεῖν καὶ φυσηθέντες ὑπ’ ἀλαζονείας ἑαυτοὺς ἐξεθείωσαν, τὸν ὡς ἀληθῶς αἴτιον γενέσεως ὄντα θεὸν παρακαλυψάμενοι, καίτοι γε ἐκ τῶν συνήθων ἐπανορθώσασθαι τὴν ἀπάτην δυνάμενοι·"],["11","πολλοὶ μὲν γὰρ παρ’ αὐτοῖς εἰσιν ἄνδρες ἄγονοι, πολλαὶ δὲ στεῖραι γυναῖκες, ὧν ἀτελεῖς αἱ ὁμιλίαι καταγηρασάντων ἐν ἀπαιδίᾳ. πονηρὰν οὖν δόξαν ἐκτμητέον τῆς διανοίας καὶ τὰς ἄλλας ὅσαι μὴ φιλόθεοι."],["12","τούτων μὲν δὴ πέρι τοσαῦτα· τρεπτέον δ’ ἐπὶ τοὺς κατὰ μέρος ἤδη νόμους καὶ πρώτους, ἀφ’ ὧν ἄρχεσθαι καλόν, τοὺς περὶ μοναρχίας ὁρισθέντας."],["13","Τινὲς ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας ὑπέλαβον εἶναι θεοὺς αὐτοκράτορας, οἷς τὰς τῶν γινομένων ἁπάντων αἰτίας ἀνέθεσαν. Μωυσεῖ δ’ ὁ κόσμος ἔδοξεν εἶναι καὶ γενητὸς καὶ καθάπερ πόλις ἡ μεγίστη, ἄρχοντας ἔχουσα καὶ ὑπηκόους, ἄρχοντας μὲν τοὺς ἐν οὐρανῷ πάντας ὅσοι πλάνητες καὶ ἀπλανεῖς ἀστέρες, ὑπηκόους δὲ τὰς μετὰ σελήνην ἐν ἀέρι καὶ περιγείους φύσεις·"],["14","τοὺς δὲ λεχθέντας ἄρχοντας οὐκ αὐτεξουσίους, ἀλλ’ ἑνὸς τοῦ πάντων πατρὸς ὑπάρχους, οὗ μιμουμένους τὴν ἐπιστασίαν κατορθοῦν πρυτανεύοντος κατὰ δίκην καὶ νόμον ἕκαστον τῶν γεγονότων· τοὺς δὲ μὴ βλέποντας τὸν ἐπιβεβηκότα ἡνίοχον τοῖς ὑπεζευγμένοις ὡς αὐτουργοῖς τῶν ἐν τῷ κόσμῳ γινομένων ἀνάψαι τὰς αἰτίας."],["15","ὧν τὴν ἄγνοιαν ὁ ἱερώτατος νομοθέτης εἰς ἐπιστήμην μεθαρμόζεται λέγων ὧδε· „μὴ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς αὐτοῖς “(Deut. 4, 19). εὐθυβόλως πάνυ καὶ καλῶς πλάνον εἶπε τὴν τῶν εἰρημένων ὡς θεῶν ἀποδοχήν."],["16","οἱ γὰρ ἰδόντες ἡλίου μὲν προσόδοις καὶ ἀναχωρήσεσι τὰς ἐτησίους ὥρας συνισταμένας, ἐν αἷς αἱ ζῴων καὶ φυτῶν καὶ καρπῶν γενέσεις ὡρισμέναις χρόνων περιόδοις τελεσφοροῦνται, σελήνην δ’ ὑπηρέτιν καὶ διάδοχον ἡλίου νύκτωρ τὴν ἐπιμέλειαν καὶ προστασίαν ἀνειληφυῖαν ὧν μεθ’ ἡμέραν ἥλιος, καὶ τοὺς ἄλλους ἀστέρας κατὰ τὴν πρὸς τὰ ἐπίγεια συμπάθειαν μυρία τῶν ἐπὶ διαμονῇ τοῦ παντὸς ἐνεργοῦντάς τε καὶ δρῶντας, πλάνον ἐπλανήθησαν ἀνήνυτον μόνους εἶναι τούτους θεοὺς ὑποτοπήσαντες."],["17","εἰ δ’ ἐσπούδασαν διὰ τῆς ἀπλανοῦς βαδίζειν ὁδοῦ, κἂν εὐθὺς ἔγνωσαν ὅτι, καθάπερ αἴσθησις ὑποδιάκονος νοῦ γέγονε, τὸν αὐτὸν τρόπον καὶ οἱ αἰσθητοὶ πάντες ὑπηρέται τοῦ νοητοῦ κατέστησαν, ἀγαπήσαντες εἰ δευτερείων ἐφίξονται."],["18","παγγέλοιον γὰρ οἴεσθαι, ὅτι ὁ μὲν νοῦς ὁ ἐν ἡμῖν βραχύτατος ὢν καὶ ἀόρατος ἡγεμὼν τῶν αἰσθητικῶν ὀργάνων ἐστίν, ὁ δὲ τοῦ παντὸς ὁ μέγιστος καὶ τελειότατος οὐχὶ βασιλεὺς βασιλέων εἶναι πέφυκε, βλεπομένων οὐ βλεπόμενος."],["19","πάντας οὖν τοὺς κατ’ οὐρανὸν οὓς αἴσθησις ἐπισκοπεῖ θεοὺς οὐκ αὐτοκρατεῖς νομιστέον, τὴν ὑπάρχων τάξιν εἰληφότας, ὑπευθύνους μὲν φύσει γεγονότας, ἕνεκα δ’ ἀρετῆς εὐθύνας οὐχ ὑφέξοντας."],["20","ὥσθ’ ὑπερβάντες τῷ λογισμῷ πᾶσαν τὴν ὁρατὴν οὐσίαν ἐπὶ τὴν τοῦ ἀειδοῦς καὶ ἀοράτου καὶ μόνῃ διανοίᾳ καταληπτοῦ τιμὴν ἴωμεν, ὃς οὐ μόνον θεὸς θεῶν ἐστι νοητῶν τε καὶ αἰσθητῶν ἀλλὰ καὶ πάντων δημιουργός. ἐὰν δέ τις τὴν τοῦ ἀιδίου καὶ ποιητοῦ θεραπείαν ἄλλῳ προσνέμῃ νεωτέρῳ καὶ γενητῷ, φρενοβλαβὴς ἀναγεγράφθω καὶ ἔνοχος ἀσεβείᾳ τῇ μεγίστῃ."],["21","Εἰσὶ δέ τινες οἳ χρυσὸν καὶ ἄργυρον ἀνδριαντοποιοῖς ὡς θεοπλαστεῖν ἱκανοῖς παρέδοσαν· οἱ δὲ λαβόντες ἀργὴν ὕλην θνητῷ παραδείγματι προσχρησάμενοι, τὸ παραλογώτατον, θεοὺς ὅσα τῷ δοκεῖν ἐμόρφωσαν· καὶ νεὼς κατασκευάσαντες καὶ ἱδρυσάμενοι βωμοὺς ἐδείμαντο θυσίαις τε καὶ πομπαῖς καὶ ταῖς ἄλλαις ἱερουργίαις τε καὶ ἁγιστείαις ἐπιμελῶς πάνυ καὶ πεφροντισμένως γεραίρουσιν, ἱερέων τε καὶ ἱερειῶν τὸν περὶ ταῦτα τῦφον ὡς ἔνι μάλιστα σεμνοποιούντων."],["22","οἷς ὁ τῶν ὅλων πατὴρ προαγορεύει λέγων· „οὐ ποιήσετε μετ’ ἐμοῦ θεοὺς ἀργυροῦς καὶ χρυσοῦς “(Exod. 20, 23), μόνον οὐκ ἄντικρυς ἀναδιδάσκων, ὅτι οὐδ’ ἐξ ἑτέρας ὕλης χειρόκμητον οὐδὲν τὸ παράπαν θεοπλαστήσετε διακωλυθέντες ἐκ τῶν ἀρίστων· ἄργυρος γὰρ καὶ χρυσὸς τὰ πρωτεῖα τῶν ἐν ὕλαις φέρονται."],["23","δίχα δὲ τῆς ῥητῆς ἀπαγορεύσεως καὶ ἕτερον αἰνίττεσθαί μοι δοκεῖ τῶν πρὸς ἠθοποιΐαν μάλιστα συντεινόντων, διελέγχων οὐ μετρίως τοὺς φιλοχρημάτους, οἳ πανταχόθεν μὲν ἀργύριον καὶ χρυσίον ἐκπορίζουσι, τὸ δὲ πορισθὲν ὡς ἄγαλμα θεῖον ἐν ἀδύτοις θησαυροφυλακοῦσιν, ἀγαθῶν αἴτιον καὶ τῆς συμπάσης εὐδαιμονίας τοῦτ’ εἶναι νομίζοντες."],["24","καὶ ὅσοι μέντοι τῶν ἀπόρων κεκράτηνται χαλεπῇ νόσῳ, φιλαργυρίᾳ, οὐκ ἔχοντες ἴδιον πλοῦτον, ὃν θεραπείας ἀξιώσουσι, τὸν τῶν πλησίον τεθηπότες καὶ προσκυνοῦντες ἕωθεν εἰς τὰς τῶν περιουσιαζόντων οἰκίας ἀφικνοῦνται καθάπερ εἰς ἱερὰ μέγιστα, προσευξόμενοι καὶ τἀγαθὰ παρὰ τῶν δεσποτῶν ὡς θεῶν αἰτησόμενοι."],["25","πρὸς οὓς καὶ ἐν ἑτέροις φησίν· „οὐκ ἐπακολουθήσετε εἰδώλοις καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσετε “(Lev. 19, 4), διὰ συμβόλων ἀναδιδάσκων, ὅτι πλούτῳ τιμὰς ἰσοθέους ἀπονέμειν οὐ προσήκει· πλούτου γὰρ αἱ περιβόητοι ὗλαι χρυσὸς καὶ ἄργυρος εἶναι πεφύκασιν, αἷς ἀκολουθοῦσιν οἱ πολλοὶ τὰ τοῦ λεγομένου τυφλοῦ πλούτου μόνα ἢ μάλιστα εὐδαιμονίας αἴτια νομίζοντες."],["26","τάδ’ ἐστὶν ἅ φησιν „εἴδωλα “, σκιαῖς ἐοικότα καὶ φάσμασιν, οὐδενὸς ἠρτημένα ἰσχυροῦ καὶ βεβαίου· φέρεται γὰρ πνεύματος τρόπον ἀστάτου τροπὰς καὶ μεταβολὰς παντοίας ἐνδεχόμενα. σημεῖον δ’ ἐστὶ τούτων ἐναργές· μὴ προλαβόντων ἐξαπιναίως ἔστιν ὅτε προσέπτη, παγίως ἐνειλῆφθαι νομιζόντων πάλιν ἀπεπήδησε, καὶ ὅτε μέντοι πάρεστι, καθάπερ τὰ διὰ τῶν κατόπτρων εἴδωλα φαντάζεται τὴν αἴσθησιν ἀπατῶντα καὶ καταγοητεύοντα καὶ ὡς ἂν ὑφεστηκότα τὰ μὴ ὑπομένοντα."],["27","καὶ τί δεῖ τὸν ἀνθρώπινον πλοῦτον ἢ τῦφον, ὃν ἀναζωγραφοῦσιν αἱ κεναὶ δόξαι, δηλοῦν ὡς ἔστιν ἀβέβαιος; ἤδη γάρ τινες καὶ τὰ ἄλλα πάντα ζῷα καὶ φυτά, ὧν γένεσίς ἐστι καὶ φθορά, συνεχῶς μὲν καὶ ἀπαύστως φασὶ ῥεῖσθαι, τῆς δ’ ἀπορροίας ἀδηλοτέραν αἴσθησιν εἶναι, ἀεὶ νικώσης τῆς περὶ τὴν ῥύσιν ὀξύτητος τὴν δι’ ὄψεως ἀκριβῆ προσβολήν."],["28","Ἀλλ’ οὐ μόνον πλοῦτος καὶ δόξα καὶ τὰ τοιαῦτα εἴδωλα καὶ ἀμενηναὶ σκιαί, ἀλλὰ καὶ πάντες, οὓς οἱ μυθογράφοι διαπλάσαντες ἐξετύφωσαν ἐπιτειχίσαντες τὰς ψευδεῖς δόξας κατὰ τῆς ἀληθείας, θεοὺς καινοὺς ὥσπερ ἀπὸ μηχανῆς εἰσαγαγόντες ἕνεκα τοῦ τὸν ἀίδιον καὶ ὄντα ὄντως θεὸν λήθῃ παραδοθῆναι. πρὸς δὲ τὸ εὐπαράγωγον μέλεσι καὶ ῥυθμοῖς καὶ μέτροις ἐνηρμόσαντο τὸ ψεῦδος, νομίζοντες ῥᾳδίως καταγοητεύσειν τοὺς ἐντυγχάνοντας."],["29","οὐ μὴν ἀλλὰ καὶ πλαστικὴν καὶ ζωγραφίαν συνεργοὺς τῆς ἀπάτης προσπαρέλαβον, ἵνα χρωμάτων καὶ σχημάτων καὶ ποιοτήτων εὖ δεδημιουργημέναις ἰδέαις ὑπαγάγωνται τοὺς ὁρῶντας καὶ τὰς ἡγεμονίδας αἰσθήσεις ὄψιν καὶ ἀκοὴν δελεάσαντες, τὴν μὲν ἀψύχοις εὐμορφίαις, τὴν δ’ εὐφωνίᾳ ποιητικῇ, συναρπάσωσι τὴν ψυχὴν ἀβέβαιον καὶ ἀνίδρυτον αὐτὴν ἀπεργασάμενοι."],["30","διὰ τοῦτ’ ἐπιστάμενος ἐπὶ μέγα δυνάμεως προεληλυθότα τὸν τῦφον καὶ δορυφορούμενον ὑπὸ τοῦ πλείστου γένους ἀνθρώπων οὐκ ἐξ ἀνάγκης ἀλλ’ ἑκουσίοις γνώμαις, εὐλαβηθεὶς μή ποτε καὶ οἱ ζηλωταὶ τῆς ἀδεκάστου καὶ ἀληθοῦς εὐσεβείας καθάπερ ὑπὸ χειμάρρου παρασυρῶσιν, ἐνσφραγίζεται βαθεῖς τύπους ταῖς διανοίαις ἐγχαράττων ὁσιότητος, ὑπὲρ τοῦ μὴ συγχυθέντας ἢ ἐπιλεανθέντας ἀμαυρωθῆναί ποτε χρόνῳ, καὶ συνεχῶς ἐπᾴδει ποτὲ μὲν λέγων ὅτι θεὸς εἷς ἐστι καὶ κτίστης καὶ ποιητὴς τῶν ὅλων, ποτὲ δὲ ὅτι κύριος τῶν γεγονότων, ἐπειδὴ τὸ βέβαιον καὶ πάγιον καὶ τὸ κῦρος ὡς ἀληθῶς περὶ αὐτὸν μόνον πέφυκε."],["31","λέλεκται δ’ ὅτι „οἱ προσκείμενοι τῷ ὄντι θεῷ ζῶσι πάντες “(Deut. 4, 4). ἆρ’ οὐχ οὗτός ἐστιν ὁ τρισμακάριος καὶ τρισευδαίμων βίος, ἀγαπητικῶς ἔχεσθαι τῆς θεραπείας τοῦ πρεσβυτάτου πάντων αἰτίου καὶ μὴ τοὺς ὑποδιακόνους καὶ πυλωροὺς πρὸ τοῦ βασιλέως θεραπεύειν ἀξιοῦν; ἀθάνατος ἥδε ἡ ζωὴ καὶ μακραίων ἐν ταῖς τῆς φύσεως στήλαις ἀναγέγραπται· ταυτὶ δὲ τὰ γράμματα τῷ κόσμῳ συνδιαιωνίζειν ἀναγκαῖον."],["32","Δυστόπαστος μὲν οὖν καὶ δυσκατάληπτος ὁ πατὴρ καὶ ἡγεμὼν τῶν συμπάντων ἐστίν, ἀλλ’ οὐ διὰ τοῦτ’ ἀποκνητέον τὴν ζήτησιν αὐτοῦ. δύο δ’ ἐν ταῖς περὶ θεοῦ ζητήσεσι τὰ ἀνωτάτω ταῦτ’ ἐπαπορεῖ ἡ διάνοια τοῦ φιλοσοφοῦντος ἀνόθως· ἓν μὲν εἰ ἔστι τὸ θεῖον, ἕνεκα τῶν ἐπιτηδευσάντων ἀθεότητα, κακιῶν τὴν μεγίστην· ἕτερον δὲ τὸ τί ἐστι κατὰ τὴν οὐσίαν. τὸ μὲν οὖν πρότερον οὐ πολὺς πόνος ἰδεῖν, τὸ δὲ δεύτερον οὐ χαλεπὸν μόνον ἀλλὰ καὶ ἴσως ἀδύνατον. ἐπισκεπτέον δ’ ἑκάτερον."],["33","ἀεὶ τοίνυν γνωρίσματα τῶν δημιουργῶν πέφυκέ πως εἶναι τὰ δημιουργηθέντα· τίς γὰρ ἀνδριάντας ἢ γραφὰς θεασάμενος οὐκ εὐθὺς ἐνενόησεν ἀνδριαντοποιὸν ἢ ζωγράφον; τίς δὲ ἐσθῆτας ἢ ναῦς ἢ οἰκίας ἰδὼν οὐκ ἔννοιαν ἔλαβεν ὑφάντου καὶ ναυπηγοῦ καὶ οἰκοδόμου; παρελθὼν δέ τις εἰς πόλιν εὔνομον, ἐν ᾗ τὰ τῆς πολιτείας σφόδρα καλῶς διακεκόσμηται, τί ἕτερον ὑπολήψεται ἢ ὅτι ἐπιστατεῖται ἥδε ἡ πόλις ὑπ’ ἀρχόντων ἀγαθῶν;"],["34","τὸν οὖν ἀφικόμενον εἰς τὴν ὡς ἀληθῶς μεγαλόπολιν, τόνδε τὸν κόσμον, καὶ θεασάμενον τὴν ὀρεινὴν καὶ πεδιάδα βρίθουσαν ζῴων καὶ φυτῶν καὶ ποταμῶν αὐθιγενῶν καὶ χειμάρρων φορὰς καὶ πελαγῶν ἀναχύσεις καὶ εὐκρασίας ἀέρος καὶ τῶν ἐτησίων ὡρῶν τροπάς, εἶτα ἥλιον καὶ σελήνην, τοὺς ἡμέρας καὶ νυκτὸς ἡγεμόνας, καὶ τὰς τῶν ἄλλων πλανήτων τε καὶ ἀπλανῶν καὶ τοῦ σύμπαντος οὐρανοῦ περιπολήσεις καὶ χορείας, οὐκ εἰκότως, μᾶλλον δὲ ἀναγκαίως, ἔννοιαν λήψεσθαι δεῖ τοῦ ποιητοῦ καὶ πατρὸς καὶ προσέτι ἡγεμόνος;"],["35","οὐδὲν γὰρ τῶν τεχνικῶν ἔργων ἀπαυτοματίζεται· τεχνικώτατον δὲ καὶ ἐπιστημονικώτατον ὅδε ὁ κόσμος, ὡς ὑπό τινος τὴν ἐπιστήμην ἀγαθοῦ καὶ τελειοτάτου πάντως δεδημιουργῆσθαι. τοῦτον τὸν τρόπον ἔννοιαν ἐλάβομεν ὑπάρξεως θεοῦ."],["36","Τὴν δ’ οὐσίαν, εἰ καὶ δυσθήρατον καὶ δυσκατάληπτον εἶναι συμβέβηκεν, ὅμως καθ’ ὅσον ἐνδέχεται διερευνητέον. ἄμεινον γὰρ οὐδὲν τοῦ ζητεῖν τὸν ἀληθῆ θεόν, κἂν ἡ εὕρεσις αὐτοῦ διαφεύγῃ δύναμιν ἀνθρωπίνην, ἐπειδὴ καὶ ἡ περὶ τὸ βούλεσθαι μαθεῖν σπουδὴ καθ’ αὑτὴν ἀλέκτους ἡδονὰς καὶ εὐφροσύνας ἐργάζεται."],["37","μάρτυρες δὲ οἱ μὴ χείλεσιν ἄκροις γευσάμενοι φιλοσοφίας, ἀλλὰ τῶν λόγων καὶ δογμάτων αὐτῆς ἐπὶ πλέον ἑστιαθέντες· τούτων γὰρ ὁ λογισμὸς ἀπὸ γῆς ἄνω μετέωρος ἀρθεὶς αἰθεροβατεῖ καὶ συμπεριπολῶν ἡλίῳ καὶ σελήνῃ καὶ τῷ σύμπαντι οὐρανῷ, τἀκεῖ πάντα γλιχόμενος ἰδεῖν, ἀμυδροτέραις χρῆται ταῖς προσβολαῖς, ἀκράτου καὶ πολλοῦ φέγγους ἐκχεομένου, ὡς τὸ τῆς ψυχῆς ὄμμα ταῖς μαρμαρυγαῖς σκοτοδινιᾶν."],["38","ἀλλ’ οὐ διὰ τοῦτο προκαμὼν ἀπαγορεύει, γνώμῃ δ’ ἀηττήτῳ πρὸς τὴν ἐνδεχομένην θέαν ἵεται, καθάπερ ἐν ἄθλοις δευτερείων μεταποιούμενος, ἐπειδὴ τῶν πρώτων ἐσφάλη. φαντασίας δ’ ἀληθοῦς δεύτερά ἐστιν εἰκασία καὶ στοχασμὸς καὶ ὅσα εἰς τὴν τῶν εὐλόγων καὶ πιθανῶν ἰδέαν ἀνάγεται."],["39","καθάπερ οὖν οἷός ἐστι τῶν ἀστέρων ἕκαστος κατὰ τὴν οὐσίαν εἱλικρινῶς οὔτ’ εἰδότες οὔτε δυνάμενοι σαφῶς διαγνῶναι ζητεῖν ὅμως προθυμούμεθα, τερπόμενοι τοῖς εἰκόσι λόγοις ἕνεκα τοῦ φύσει φιλομαθοῦς, τὸν αὐτὸν τρόπον,"],["40","εἰ καὶ τῆς κατὰ τὸν ὄντως ὄντα θεὸν ἐναργοῦς φαντασίας ἀμοιροῦμεν, ὀφείλομεν μὴ ἀπολείπεσθαι τῆς ζητήσεως αὐτοῦ, διὰ τὸ τὴν σκέψιν καὶ ἄνευ τῆς εὑρέσεως καθ’ αὑτὴν τριπόθητον εἶναι, ἐπεὶ καὶ τοὺς τοῦ σώματος ὀφθαλμοὺς οὐδεὶς αἰτιᾶται, παρόσον ἥλιον αὐτὸν ἰδεῖν ἀδυνατοῦντες τὴν φερομένην ἀπόρροιαν τῶν ἀκτίνων ἐπὶ γῆν ὁρῶσιν, ἡλιακῶν αὐγῶν ἔσχατον"],["41","φέγγος. εἰς ἅπερ ἀπιδὼν ὁ ἱεροφάντης καὶ θεοφιλέστατος Μωυσῆς ἱκετεύει τὸν θεὸν λέγων· „ἐμφάνισόν μοι σαυτόν “(Exod. 33, 13), μόνον οὐ κατασχεθεὶς καὶ ἐκβοῶν ἄντικρυς, ὅτι „τοῦ μὲν εἶναί σε καὶ ὑπάρχειν διδάσκαλος καὶ ὑφηγητής μοι γέγονεν ὅδε ὁ κόσμος, καὶ ὡς υἱὸς ἀναδιδάξας με περὶ τοῦ πατρὸς καὶ ὡς ἔργον περὶ τοῦ τεχνίτου· τίς δὲ κατὰ τὴν οὐσίαν τυγχάνεις ὢν διαγνῶναι ποθῶν οὐδένα τούτου τοῦ μαθήματος ὑφηγητὴν ἐν οὐδενὶ τῶν τοῦ παντὸς μερῶν ἀνευρίσκω."],["42","διὸ δὴ δέομαι καὶ ποτνιῶμαι προσέσθαι τὴν ἱκεσίαν ἀνδρὸς ἱκέτου καὶ φιλοθέου καὶ μόνον σὲ θεραπεύειν ἀξιοῦντος· ὡς γὰρ τὸ φῶς ὑφ’ ἑτέρου μὴ γνωριζόμενον αὐτὸ ἑαυτοῦ γνώρισμά ἐστιν, οὕτως καὶ σὺ σεαυτὸν μόνος ἂν φῆναι δύναιο. διὸ συγγνώμης ἀξιῶ τυχεῖν, εἰ σπάνει τοῦ διδάξοντος ἐπὶ σὲ καταφυγεῖν ἐθάρρησα περὶ σοῦ σπεύδων μαθεῖν “."],["43","ὁ δὲ „τὴν μὲν προθυμίαν “φησίν „ἐπαινετὴν οὖσαν ἀποδέχομαι, τὸ δ’ αἴτημα οὐδενὶ τῶν εἰς γένεσιν ἡκόντων ἐφαρμόζει. χαρίζομαι δ’ ἐγὼ τὰ οἰκεῖα τῷ ληψομένῳ· οὐ γὰρ ὅσα μοι δοῦναι ῥᾴδιον καὶ ἀνθρώπῳ λαβεῖν δυνατόν· ὅθεν ὀρέγω τῷ χάριτος ἀξίῳ πάσας ὅσας ἂν οἷός τε ᾖ δέξασθαι δωρεάς."],["44","τὴν δ’ ἐμὴν κατάληψιν οὐχ οἷον ἀνθρώπου φύσις ἀλλ’ οὐδ’ ὁ σύμπας οὐρανός τε καὶ κόσμος δυνήσεται χωρῆσαι. γνῶθι δὴ σαυτὸν καὶ μὴ συνεκφέρου ταῖς ὑπὲρ δύναμιν ὁρμαῖς καὶ ἐπιθυμίαις, μηδέ σε τῶν ἀνεφίκτων ἔρως αἰρέτω καὶ μετεωριζέτω· τῶν γὰρ ἐφικτῶν οὐδενὸς ἀμοιρήσεις “."],["45","ταῦτα ἀκούσας ἐπὶ δευτέραν ἱκεσίαν ἦλθε καί φησι· „πέπεισμαι μὲν ταῖς σαῖς ὑφηγήσεσιν, ὅτι οὐκ ἂν ἴσχυσα δέξασθαι τὸ τῆς σῆς φαντασίας ἐναργὲς εἶδος. ἱκετεύω δὲ τὴν γοῦν περὶ σὲ δόξαν θεάσασθαι (Exod. 33, 18)· δόξαν δὲ σὴν εἶναι νομίζω τὰς περὶ σὲ δορυφορούσας δυνάμεις, ὧν διαφεύγουσα ἡ κατάληψις ἄχρι τοῦ παρόντος οὐ μικρὸν ἐνεργάζεταί μοι πόθον τῆς διαγνώσεως “."],["46","ὁ δὲ ἀμείβεται καί φησιν· \" ἃς ἐπιζητεῖς δυνάμεις εἰσὶν ἀόρατοι καὶ νοηταὶ πάντως ἐμοῦ τοῦ ἀοράτου καὶ νοητοῦ· λέγω δὲ νοητὰς οὐχὶ τὰς ἤδη ὑπὸ νοῦ καταλαμβανομένας, ἀλλ’ ὅτι εἰ καταλαμβάνεσθαι οἷαί τε εἶεν, οὐκ ἂν αἴσθησις αὐτὰς ἀλλ’ ἀκραιφνέστατος νοῦς καταλαμβάνοι."],["47","πεφυκυῖαι δ’ ἀκατάληπτοι κατὰ τὴν οὐσίαν ὅμως παραφαίνουσιν ἐκμαγεῖόν τι καὶ ἀπεικόνισμα τῆς ἑαυτῶν ἐνεργείας· οἷαι αἱ παρ’ ὑμῖν σφραγῖδες— ὅταν γὰρ προσενεχθῇ κηρὸς ἤ τις ὁμοιότροπος ὕλη, μυρίους ὅσους τύπους ἐναπομάττονται, μηδὲν ἀκρωτηριασθεῖσαι μέρος, ἀλλ’ ἐν ὁμοίῳ μένουσαι—, τοιαύτας ὑποληπτέον καὶ τὰς περὶ ἐμὲ δυνάμεις περιποιούσας ἀποίοις ποιότητας καὶ μορφὰς ἀμόρφοις καὶ μηδὲν τῆς ἀιδίου φύσεως μήτ’ ἀλλαττομένας μήτε μειουμένας."],["48","ὀνομάζουσι δ’ αὐτὰς οὐκ ἀπὸ σκοποῦ τινες τῶν παρ’ ὑμῖν ἰδέας, ἐπειδὴ ἕκαστα τῶν ὄντων εἰδοποιοῦσι τὰ ἄτακτα τάττουσαι καὶ τὰ ἄπειρα καὶ ἀόριστα καὶ ἀσχημάτιστα περατοῦσαι καὶ περιορίζουσαι καὶ σχηματίζουσαι καὶ συνόλως τὸ χεῖρον εἰς τὸ ἄμεινον μεθαρμοζόμεναι."],["49","μήτ’ οὖν ἐμὲ μήτε τινὰ τῶν ἐμῶν δυνάμεων κατὰ τὴν οὐσίαν ἐλπίσῃς ποτὲ δυνήσεσθαι καταλαβεῖν. τῶν δ’ ἐφικτῶν, ὡς εἶπον, ἑτοίμως καὶ προθύμως μεταδίδωμι· ταῦτα δ’ ἐστὶν ἐπὶ τὴν τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ καλέσαι θέαν, ἣν οὐ σώματος ὀφθαλμοῖς ἀλλὰ τοῖς διανοίας ἀκοιμήτοις ὄμμασι συμβαίνει καταλαμβάνεσθαι."],["50","μόνον ὁ σοφίας ἵμερος συνεχὴς ἔστω καὶ πυκνός, ἣ δογμάτων ἀοιδίμων καὶ περικαλλεστάτων ἀναπίμπλησι τοὺς φοιτητὰς καὶ γνωρίμους αὐτῆς “. ταῦτα ἀκούσας οὐκ ἐπαύσατο τῆς ἐπιθυμίας, ἀλλ’ ἔτι τὸν ἐπὶ τοῖς ἀοράτοις πόθον ἐζωπύρει."],["51","Καὶ πάντας τοὺς ὁμοιοτρόπους εἴτ’ οὖν φύντας ἐξ ἀρχῆς εἴτε καὶ ἐκ τοῦ μεταβάλλεσθαι πρὸς τὴν ἀμείνω τάξιν κρείττους γεγονότας ἀποδέχεται, τοὺς μὲν ὅτι τὴν εὐγένειαν οὐ κατέλυσαν, τοὺς δ’ ὅτι πρὸς εὐσέβειαν ἠξίωσαν μεθορμίσασθαι— τούτους δὲ καλεῖ προσηλύτους ἀπὸ τοῦ προσεληλυθέναι καινῇ καὶ φιλοθέῳ πολιτείᾳ—, οἳ μυθικῶν μὲν ἀλογοῦσι πλασμάτων, περιέχονται δὲ ἀκραιφνοῦς ἀληθείας."],["52","ἰσοτιμίαν γοῦν ἅπασιν ἐπηλύταις διδοὺς καὶ χαρισάμενος ὅσα καὶ τοῖς αὐτόχθοσι παραινεῖ τοῖς εὐπατρίδαις, μὴ μόνον αὐτοὺς τιμαῖς γεραίρειν ἀλλὰ καὶ ἐξαιρέτῳ φιλίᾳ καὶ εὐνοίᾳ περιττῇ. καὶ μήποτ’ εἰκότως· „ἀπολελοιπότες “φησί „πατρίδα καὶ φίλους καὶ συγγενεῖς δι’ ἀρετὴν καὶ ὁσιότητα μὴ ἀμοιρείτωσαν ἑτέρων πόλεων καὶ οἰκείων καὶ φίλων, ἀλλ’ ἔστωσαν ἔφεδροι καταφυγαὶ τοῖς πρὸς εὐσέβειαν αὐτομολοῦσι· φίλτρον γὰρ ἀνυσιμώτατον καὶ δεσμὸς ἄλυτος εὐνοίας ἑνωτικῆς ἡ τοῦ ἑνὸς θεοῦ τιμή “."],["53","προστάττει δὲ μή, παρόσον αὐτοῖς ἰσονομίαν καὶ ἰσοτέλειαν [ἐπηλύταις] παρέχει κατεγνωκόσι τοῦ πατρῴου καὶ προγονικοῦ τύφου, στομαργίᾳ χρήσασθαι καὶ ἀχαλίνῳ γλώσσῃ βλασφημοῦντας οὓς ἕτεροι νομίζουσι θεούς, ἵνα μὴ κἀκεῖνοι διακινηθέντες ἃ μὴ θέμις φθέγξωνται κατὰ τοῦ ὄντως ὄντος· ἀγνοίᾳ γὰρ τῆς διαφορᾶς, ἅτε τὸ ψεῦδος ὡς ἀληθὲς προμαθόντες ἐκ παίδων καὶ σύντροφον ἔχοντες, ἐξαμαρτήσονται."],["54","Τῶν δ’ ἀπὸ τοῦ ἔθνους εἴ τινες καθυφίενται τὴν τοῦ ἑνὸς τιμήν, ὡς λιπόντες τὴν ἀναγκαιοτάτην τάξιν εὐσεβείας καὶ ὁσιότητος ταῖς ἀνωτάτω τιμωρίαις ὀφείλουσι κολάζεσθαι, σκότος αἱρούμενοι πρὸ αὐγοειδεστάτου φωτὸς καὶ τυφλὴν ἀπεργαζόμενοι διάνοιαν ὀξὺ καθορᾶν δυναμένην."],["55","καὶ ἐπιτετράφθαι δὲ καλὸν ἅπασι τοῖς ζῆλον ἔχουσιν ἀρετῆς ἐκ χειρὸς ἀναπράττειν ἀνυπερθέτως τὰς τιμωρίας, μήτ’ εἰς δικαστήριον μήτ’ εἰς βουλευτήριον μήτε συνόλως ἐπ’ ἀρχὴν ἄγοντας, ἀλλὰ τῷ παραστάντι μισοπονήρῳ πάθει καὶ φιλοθέῳ καταχρῆσθαι πρὸς τὰς τῶν ἀσεβῶν ἀπαραιτήτους κολάσεις, νομίσαντας αὐτοὺς ὑπὸ τοῦ καιροῦ τὰ πάντα γεγενῆσθαι, βουλευτάς, δικαστάς, στρατηγούς, ἐκκλησιαστάς, κατηγόρους, μάρτυρας, νόμους, δῆμον, ἵνα μηδενὸς ὄντος ἐμποδὼν ἄφοβοι σὺν ἀδείᾳ πολλῇ προαγωνίζωνται"],["56","ὁσιότητος. ἀναγέγραπταί τις ἐν τοῖς νόμοις τὸ καλὸν τοῦτο τόλμημα τολμήσας. ἐπειδὴ γὰρ ἐθεάσατό τινας ἀλλοφύλοις συνόντας γυναιξὶ καὶ ἕνεκα τῶν πρὸς αὐτὰς φίλτρων ἀλογοῦντας μὲν τῶν πατρίων, τελουμένους δὲ τὰς μυθικὰς τελετάς, ἕνα τὸν ἔξαρχον καὶ ἡγεμόνα τῆς παρανομίας καταθαρροῦντα ἤδη παρεπιδείκνυσθαι δημοσίᾳ τὸ ἀνοσιούργημα καὶ θυσίας ἀγάλμασι καὶ ξοάνοις ἀθύτους φανερῶς ἐπιτελοῦντα παρόντος ἅπαντος τοῦ πλήθους ἐνθουσιῶν, ἀνείρξας τοὺς παρ’ ἑκάτερα ἐπὶ τὴν θέαν ἠθροισμένους, οὐδὲν εὐλαβηθεὶς ἀναιρεῖ σὺν τῇ γυναικί, τὸν μὲν ἕνεκα τῆς εὐμαθείας τῶν ἃ λυσιτελὲς ἀπομανθάνειν, τὴν δ’ ὅτι διδάσκαλος κακῶν ἐγένετο."],["57","τουτὶ τὸ ἔργον ἐξαίφνης δρασθὲν ἐν θερμῷ παραστήματι μυρίους ἐνουθέτησε τῶν ἐπὶ ταῦτα παρασκευαζομένων. ἐπαινέσας οὖν ὁ θεὸς τὴν ἀριστείαν αὐτοκελεύστῳ καὶ ἐθελουργῷ σπουδῇ γενομένην διτταῖς αὐτὸν ἀναστέφει δωρεαῖς, εἰρήνῃ καὶ ἱερωσύνῃ, τῇ μὲν κρίνας ἄξιον ἀπολέμου μεταποιεῖσθαι βίου τὸν ἀράμενον τοὺς ὑπὲρ θεοῦ τιμῆς ἀγῶνας, τῇ δ’ ὅτι γέρας οἰκειότατον εὐσεβοῦς ἀνδρὸς ἱερωσύνη θεραπείαν ἐπαγγελλομένη τοῦ πατρός, ᾧ τὸ δουλεύειν οὐκ ἐλευθερίας μόνον ἀλλὰ καὶ βασιλείας ἄμεινον."],["58","ἔνιοι δὲ τοσαύτῃ κέχρηνται μανίας ὑπερβολῇ, ὥστ’ οὐδ’ ἀναχώρησιν αὑτοῖς εἰς μετάνοιαν ἀπολείποντες ἵενται πρὸς δουλείαν τῶν χειροκμήτων, γράμμασιν αὐτὴν ὁμολογοῦντες, οὐκ ἐν χαρτιδίοις, ἀλλ’, ὡς ἐπὶ τῶν ἀνδραπόδων ἔθος, [ἀλλ’] ἐν τοῖς σώμασι καταστίζοντες αὐτὰ σιδήρῳ πεπυρωμένῳ πρὸς ἀνεξάλειπτον μονήν· οὐδὲ γὰρ χρόνῳ ταῦτα ἀμαυροῦται."],["59","Τὴν δ’ ὁμοίαν προαίρεσιν ὁ ἱερώτατος Μωυσῆς καὶ ἐπὶ τῶν ἄλλων ἅπαξ ἁπάντων σῴζειν ἔοικεν ἀληθείας ἐραστὴς ὢν καὶ διδάσκαλος, ἣν καὶ πᾶσι τοῖς γνωρίμοις ἐγχαράττειν καὶ ἐνσφραγίζεσθαι ποθεῖ τὰς ψευδεῖς δόξας μακρὰν τῆς διανοίας αὐτῶν ἀποικίζων."],["60","ἐπιστάμενος γοῦν τῷ πλάνῳ τῶν πολλῶν βίῳ συμπράττουσαν οὐ μετρίως εἰς ἀνοδίαν μαντικήν, οὐδενὶ τῶν εἰδῶν αὐτῆς ἐᾷ χρῆσθαι, πάντας δὲ τοὺς κολακεύοντας αὐτὴν ἐλαύνει τῆς ἰδίου πολιτείας, θύτας, καθαρτάς, οἰωνοσκόπους, τερατοσκόπους, ἐπᾴδοντας, κλῃδόσιν ἐπανέχοντας."],["61","στοχασταὶ γὰρ πάντες οὗτοι πιθανῶν καὶ εἰκότων, ἄλλοτε ἄλλας ἀπὸ τῶν αὐτῶν φαντασίας λαμβάνοντες, διὰ τὸ μήτε τὰ ὑποκείμενα φύσιν ἔχειν πάγιον μήτε τὴν διάνοιαν ἀκριβῆ βάσανον περιπεποιῆσθαι, ᾗ βασανισθήσεται τὰ δόκιμα. παρασκευαὶ δὲ πάντα ταῦτ’ εἰσὶν ἀσεβείας· διὰ τί;"],["62","ὅτι ὁ προσέχων καὶ πειθόμενος αὐτοῖς ἀλογεῖ τοῦ πάντων αἰτίου μόνα ταῦθ’ ὑπολαμβάνων ἀγαθῶν εἶναι καὶ κακῶν αἴτια, καὶ οὐκ αἰσθάνεται τὰς τοῦ βίου φροντίδας ἐξάπτων ἀβεβαιοτάτων πεισμάτων, ὀρνίθων καὶ πτερῶν καὶ φορᾶς ἐν ἀέρι τῆς ὧδε κἀκεῖσε καὶ χαμαιζήλων ἑρπετῶν, ἃ τῶν φωλεῶν ἀνέρπει πρὸς ζήτησιν τροφῆς, ἔτι δὲ σπλάγχνων καὶ αἵματος καὶ νεκρῶν σωμάτων, ἃ στερόμενα ψυχῆς εὐθὺς ἐπισυμπίπτει καὶ συγχεῖται καὶ ἑτεροιούμενα τὰς οἰκείας φύσεις ἐξαλλάττει πρὸς τὴν χείρω μεταβολήν."],["63","ἀξιοῖ γὰρ τὸν ἐγγραφόμενον τῇ κατὰ τοὺς νόμους πολιτείᾳ „τέλειον “εἶναι, μὴ ἐν οἷς οἱ πολλοὶ πεπαιδοτρίβηνται, μαντείαις καὶ κλῃδόσι καὶ πιθαναῖς εἰκασίαις, ἀλλ’ ἐν τοῖς πρὸς θεὸν οὐδὲν ἔχουσιν ἐπαμφοτερίζον ἢ ἀμφίβολον ἀλλ’ ἀνενδοίαστον καὶ γυμνὴν ἀλήθειαν."],["64","ἐπεὶ δὲ πᾶσιν ἀνθρώποις ἔρως τῆς τῶν μελλόντων ἐπιστήμης ἐνίδρυται καὶ διὰ τὸν ἔρωτα τοῦτον ἐπὶ θυτικὴν καὶ τὰ ἄλλα εἴδη τρέπονται μαντικῆς, ὡς δι’ αὐτῶν τὸ σαφὲς ἀνευρήσοντες, τὰ δ’ ἀσαφείας γέμει πολλῆς καὶ ἐξ ἑαυτῶν ἀεὶ διελέγχεται, τούτοις μὲν σφόδρα εὐτόνως ἐπακολουθεῖν ἀπαγορεύει, φησὶ δ’ ὅτι, ἐὰν ἀκλινῶς εὐσεβῶσιν, οὐκ ἀμοιρήσουσι τῆς τῶν μελλόντων ἐπιγνώσεως,"],["65","ἀλλά τις ἐπιφανεὶς ἐξαπιναίως προφήτης θεοφόρητος θεσπιεῖ καὶ προφητεύσει, λέγων μὲν οἰκεῖον οὐδέν— οὐδὲ γάρ, εἰ λέγει, δύναται καταλαβεῖν ὅ γε κατεχόμενος ὄντως καὶ ἐνθουσιῶν—, ὅσα δ’ ἐνηχεῖται, διελεύσεται καθάπερ ὑποβάλλοντος ἑτέρου· ἑρμηνεῖς γάρ εἰσιν οἱ προφῆται θεοῦ καταχρωμένου τοῖς ἐκείνων ὀργάνοις πρὸς δήλωσιν ὧν ἂν ἐθελήσῃ. ταῦτα καὶ τὰ τούτοις παραπλήσια περὶ τῆς τοῦ ἑνὸς θεοῦ καὶ ὄντως ὄντος ἐννοίας ὑπειπών, ὃν χρὴ τρόπον ἀπονέμειν αὐτῷ τὰς τιμὰς ἑξῆς ὑπογράφει."],["66","Τὸ μὲν ἀνωτάτω καὶ πρὸς ἀλήθειαν ἱερὸν θεοῦ νομίζειν τὸν σύμπαντα χρὴ κόσμον εἶναι, νεὼ μὲν ἔχοντα τὸ ἁγιώτατον τῆς τῶν ὄντων οὐσίας μέρος, οὐρανόν, ἀναθήματα δὲ τοὺς ἀστέρας, ἱερέας δὲ τοὺς ὑποδιακόνους αὐτοῦ τῶν δυνάμεων ἀγγέλους, ἀσωμάτους ψυχάς, οὐ κράματα ἐκ λογικῆς καὶ ἀλόγου φύσεως, οἵας τὰς ἡμετέρας εἶναι συμβέβηκεν, ἀλλ’ ἐκτετμημένας τὸ ἄλογον, ὅλας δι’ ὅλων νοεράς, λογισμοὺς ἀκραιφνεῖς, μονάδι ὁμοιουμένας."],["67","τὸ δὲ χειρόκμητον· ἔδει γὰρ ὁρμὰς ἀνθρώπων μὴ ἀνακόψαι φορὰς τὰς εἰς εὐσέβειαν συντελούντων καὶ θυσίαις βουλομένων ἢ ἐπὶ τοῖς συμβαίνουσιν ἀγαθοῖς εὐχαριστεῖν ἢ ἐφ’ οἷς ἂν ἁμαρτάνωσι συγγνώμην καὶ παραίτησιν αἰτεῖσθαι. προὐνόησε δ’ ὡς οὔτε πολλαχόθι οὔτ’ ἐν ταὐτῷ πολλὰ κατασκευασθήσεται ἱερά, δικαιώσας, ἐπειδὴ εἷς ἐστιν ὁ θεός, καὶ ἱερὸν ἓν εἶναι μόνον."],["68","εἶτα τοῖς βουλομένοις ἐν ταῖς οἰκίαις αὐτῶν ἱερουργεῖν οὐκ ἐφίησιν, ἀλλ’ ἀνισταμένους ἀπὸ περάτων γῆς εἰς τοῦτ’ ἀφικνεῖσθαι κελεύει, ἅμα καὶ τῶν τρόπων ἀναγκαιοτάτην λαμβάνων βάσανον· ὁ γὰρ μὴ μέλλων θύειν εὐαγῶς οὐκ ἂν ὑπομείναι ποτὲ πατρίδα καὶ φίλους καὶ συγγενεῖς ἀπολιπὼν ξενιτεύειν, ἀλλ’ ἔοικεν ὑπὸ δυνατωτέρας ὁλκῆς ἀγόμενος τῆς πρὸς εὐσέβειαν ὑπομένειν τῶν συνηθεστάτων καὶ φιλτάτων ὥσπερ τινῶν ἡνωμένων μερῶν ἀπαρτᾶσθαι."],["69","καὶ τοῦδε σαφεστάτη πίστις τὰ γινόμενα· μυρίοι γὰρ ἀπὸ μυρίων ὅσων πόλεων, οἱ μὲν διὰ γῆς, οἱ δὲ διὰ θαλάττης, ἐξ ἀνατολῆς καὶ δύσεως καὶ ἄρκτου καὶ μεσημβρίας καθ’ ἑκάστην ἑορτὴν εἰς τὸ ἱερὸν καταίρουσιν οἷά τινα κοινὸν ὑπόδρομον καὶ καταγωγὴν ἀσφαλῆ πολυπράγμονος καὶ ταραχωδεστάτου βίου, ζητοῦντες εὐδίαν εὑρεῖν καὶ φροντίδων ἀνεθέντες, αἷς ἐκ πρώτης ἡλικίας καταζεύγνυνται καὶ πιέζονται, βραχύν τινα διαπνεύσαντες χρόνον ἐν ἱλαραῖς διάγειν εὐθυμίαις·"],["70","ἐλπίδων τε χρηστῶν γεμισθέντες σχολάζουσι τὴν ἀναγκαιοτάτην σχολὴν ὁσιότητι καὶ τιμῇ θεοῦ, φιλίαν καὶ πρὸς τοὺς τέως ἀγνοουμένους συντιθέμενοι καὶ κρᾶσιν ἠθῶν ἐπὶ θυσιῶν καὶ σπονδῶν εἰς βεβαιοτάτην πίστιν ὁμονοίας ποιούμενοι."],["71","Τούτου τοῦ ἱεροῦ ὁ μὲν ἐξωτάτω περίβολος καὶ μήκει καὶ πλάτει μέγιστος ὢν τέσσαρσι στοαῖς εἰς πολυτέλειαν ἠσκημέναις ὠχύρωται· διπλῆ δ’ ἐστὶν αὐτῶν ἑκάστη, ξύλων καὶ λίθων ὕλαις καὶ χορηγίαις ἀφθόνοις καὶ δημιουργῶν ἐμπειρίαις καὶ τῶν ἐφεστηκότων ἐπιμελείαις κατεσκευασμένη, τελειότατον ἔργον· οἱ δ’ εἴσω βραχύτεροι μέν, αὐστηροτέραν δ’ ἔχοντες τὴν κατασκευήν."],["72","κατὰ δὲ τὸ μεσαίτατον αὐτὸς ὁ νεὼς παντὸς λόγου κρείττων, ὡς ἐκ τῶν φαινομένων ἔστι τεκμήρασθαι· τὰ γὰρ ἔνδον ἀόρατα παντί τῳ πλὴν ἑνὶ τῷ ἀρχιερεῖ, καὶ τούτῳ μέντοι, δι’ ἔτους ἐπιτετραμμένον ἅπαξ εἰσιέναι, πάντ’ ἐστὶν ἀθέατα· πυρεῖον γὰρ ἀνθράκων πλῆρες καὶ θυμιαμάτων εἰσκομίζει, πολλῆς δ’ ἀναδιδομένης ὡς εἰκὸς ἀτμίδος κατέχεται τἀν κύκλῳ πάντα καὶ ἡ ὄψις ἐπισκιάζεται καὶ ἀνακοπὴν ἴσχει πρόσω χωρεῖν ἀδυνατοῦσα."],["73","μέγιστος δὲ ὢν καὶ ὑψηλότατος, καίτοι ἐν χθαμαλωτέρῳ κείμενος, τῶν περιμηκεστάτων ὀρῶν οὐδενὸς ἀποδεῖ. τὰ μὲν οὖν ἐν οἰκοδομίαις ὑπερβολὰς ἔχοντα περίβλεπτά τ’ ἐστὶ καὶ θαυμάζεται πρὸς τῶν ὁρώντων καὶ μάλιστα τῶν ἐπιφοιτώντων ξένων, οἳ συγκρίνοντες ταῖς οἰκιῶν δημοσίων κατασκευαῖς ἐκπλήττονται τό τε κάλλος ὁμοῦ καὶ τὴν πολυτέλειαν."],["74","ἄλσος δὲ οὐδέν ἐστιν ἐν τῷ περιβόλῳ προστάξει νόμου, διὰ πολλά· πρῶτον μὲν ὅτι οὐχ ἡδονὴν καὶ τέρψιν εὐδιάγωγον ἐπιζητεῖ τὸ πρὸς ἀλήθειαν ἱερὸν ἀλλ’ αὐστηρὰν ἁγιστείαν· δεύτερον δ’ ὅτι τὰ συντείνοντα πρὸς τὴν τῶν δένδρων χλόην οὐ θέμις εἰσκομίζεσθαι, τὰ δ’ ἐστὶν ἀνθρώπων καὶ ζῴων ἀλόγων περιττώματα· τρίτον δ’ ὅτι τὰ μὲν τῆς ἀγρίας ὕλης πρὸς οὐδὲν ὄφελος, „ἄχθος” δ’ ὡς οἱ ποιηταί φασι „γῆς “, τὰ δὲ τῆς ἡμέρου, καρπῶν ἡμέρων οἰστικά, μεθέλξει τοὺς ὀλιγόφρονας ἀπὸ τῆς περὶ τὴν ἱερουργίαν σεμνότητος."],["75","πρὸς δὲ τούτοις λάσια χωρία καὶ δρυμοὶ βαθεῖς κακούργων εἰσὶν ἐνδιαιτήματα τὴν ἐκ τοῦ συσκιάζεσθαι ποριζομένων ἀσφάλειαν καὶ τὰς ἐξ ἐνέδρας καθ’ ὧν ἂν ἐθελήσωσιν αἰφνιδίους ἐπιθέσεις. αἱ δ’ εὐρυχωρίαι καὶ τὸ ἀναπεπταμένον καὶ τὸ ἀνειμένον πάντῃ, μηδενὸς τὰς ὄψεις ἐμποδίζοντος, πρὸς τὴν τῶν εἰσιόντων καὶ ἐνδιατριβόντων ἀκριβῆ θέαν ἱερῷ πρεπωδέστατον."],["76","Προσόδους δ’ ἔχει τὸ ἱερὸν οὐ μόνον ἀποτομὰς γῆς ἀλλὰ καὶ πολὺ μείζους ἑτέρας, αἳ μηδενὶ χρόνῳ φθαρήσονται· ἐφ’ ὅσον γὰρ τὸ ἀνθρώπων γένος διαμενεῖ— διαμενεῖ δ’ εἰς ἀεί—, καὶ αἱ πρόσοδοι τοῦ ἱεροῦ φυλαχθήσονται συνδιαιωνίζουσαι παντὶ τῷ κόσμῳ."],["77","προστέτακται γὰρ ἕκαστον ἀνὰ πᾶν ἔτος ἀπαρχὰς εἰσφέρειν ἀπὸ εἰκοσαετίας ἀρξάμενον. αἱ δ’ εἰσφοραὶ „λύτρα “προσονομάζονται· διὸ καὶ προθυμότατα ποιοῦνται τὰς ἀπαρχάς, φαιδροὶ καὶ γεγηθότες, ὡς ἅμα τῇ καταθέσει μέλλοντες ἢ δουλείας ἀπαλλαγὴν ἢ νόσων ἄκεσιν εὑρίσκεσθαι καὶ βεβαιοτάτην ἐλευθερίαν ὁμοῦ καὶ σωτηρίαν εἰς ἅπαν καρποῦσθαι."],["78","πολυανθρωποτάτου δ’ ἔθνους ὡς εἰκὸς καὶ τὰς ἀπαρχὰς ἀφθονωτάτας εἶναι συμβέβηκε· σχεδὸν γοῦν ἀνὰ πᾶσαν πόλιν ταμεῖα τῶν ἱερῶν χρημάτων ἐστίν, εἰς ἃ παραγινομένοις ἔθος ἀπάρχεσθαι· καὶ χρόνοις ὡρισμένοις ἱεροπομποὶ τῶν χρημάτων ἀριστίνδην ἐπικριθέντες, ἐξ ἑκάστης οἱ δοκιμώτατοι, χειροτονοῦνται, σώους τὰς ἐλπίδας ἑκάστων παραπέμψοντες· ἐν γὰρ ταῖς νομίμοις ἀπαρχαῖς αἱ τῶν εὐσεβούντων ἐλπίδες εἰσίν."],["79","Φυλαὶ μέν εἰσι τοῦ ἔθνους δώδεκα, μία δ’ ἐκ πασῶν ἀριστίνδην ἐπικριθεῖσα ἱερᾶται, γέρας ἀνδραγαθίας καὶ φιλοθέου σπουδῆς τουτὶ λαβοῦσα, καθ’ ὃν καιρὸν ἔδοξεν ἡ πληθὺς ἁμαρτεῖν ἐπακολουθήσασα γνώμαις ἐνίων ἀγνώμοσιν, οἳ τὴν Αἰγυπτιακὴν ἔπεισαν ζηλοῦν ἠλιθιότητα καὶ τὸν ἐγχώριον τῦφον, ὃν ἐπ’ ἀλόγοις ζῴοις καὶ μάλιστα ταύροις μυθοπλαστοῦσι· τοὺς γὰρ ἡγεμόνας τῆς ἀπονοίας ἅπαντας ἡβηδὸν αὐτοκέλευστοι κατακτείναντες εὐαγὲς ἔδοξαν ἔργον εἰργάσθαι, τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας διαθλήσαντες."],["80","Νόμοι δὲ ἱερέων εἰσὶν οἵδε. παντελῆ καὶ ὁλόκληρον εἶναι τὸν ἱερέα προστέτακται, μηδεμίαν ἐν τῷ σώματι λώβην ἔχοντα, μήτε κατ’ ἔνδειαν ἐπιλείποντος ἢ ἀκρωτηριασθέντος μέρους μήτε κατὰ πλεονασμὸν ἅμα τῇ γενέσει περιττεύσαντος ἢ ὕστερον ἐκ νόσου προσφύντος μήτε τῆς χρόας μεταβαλούσης εἰς λέπραν ἢ λειχῆνας ἀγρίους ἢ μυρμηκίας ἤ τινας ἄλλας ἐξανθημάτων ἐκφύσεις· ἅ μοι δοκεῖ πάντα σύμβολα τῆς περὶ ψυχὴν εἶναι τελειότητος."],["81","εἰ γὰρ τὸ φύσει θνητὸν σῶμα τοῦ ἱερέως ἐπισκεπτέον, ἵνα περὶ μηδὲν ἀτύχημα κηραίνῃ, πολὺ πλέον ψυχὴν τὴν ἀθάνατον, ἥν φασι τυπωθῆναι κατὰ τὴν εἰκόνα τοῦ ὄντος· λόγος δ’ ἐστὶν εἰκὼν θεοῦ, δι’ οὗ σύμπας ὁ κόσμος ἐδημιουργεῖτο."],["82","Μετὰ δὲ τὴν ἐξ εὐπατριδῶν εὐγένειαν καὶ παντέλειαν τὴν ἔν τε σώμασι καὶ ψυχαῖς περὶ ἐσθῆτος, ἣν ἀναλαμβάνειν χρὴ τὸν ἱερέα μέλλοντα λειτουργεῖν τὰς ἱερὰς λειτουργίας, νενομοθέτηται."],["83","ἡ δ’ ἐσθής ἐστι χιτὼν λινοῦς καὶ περίζωμα, τὸ μὲν εἰς αἰδοίων σκέπην, ἃ μὴ πρὸς τῷ θυσιαστηρίῳ γυμνοῦσθαι θέμις, ὁ δὲ χιτὼν ἕνεκα τῆς πρὸς τὴν ὑπηρεσίαν ὀξύτητος· ἀνείμονες γὰρ ἐν μόνοις χιτωνίσκοις τά τε ἱερεῖα καὶ τὰς εὐχὰς καὶ τὰς σπονδὰς καὶ ὅσα ἄλλα θυσίαις χρήσιμα προσάγουσιν εἰς ἀνυπέρθετον τάχος ἠσκημένοι."],["84","τῷ δ’ ἀρχιερεῖ διείρηται μὲν τὴν παραπλησίαν ἐσθῆτα ἀναλαμβάνειν, ἡνίκα ἂν εἰς τὰ ἄδυτα ἐπιθυμιάσων εἰσίῃ, διὰ τὸ τὴν ὀθόνην ἐκ μηδενὸς τῶν ἀποθνῃσκόντων ὥσπερ τὰ ἔρια γεννᾶσθαι, προστέτακται δὲ καὶ ἑτέρᾳ χρῆσθαι πάνυ ποικίλην ἐχούσῃ κατασκευήν, ὡς ἀπεικόνισμα καὶ μίμημα τοῦ κόσμου δοκεῖν εἶναι. σαφὴς δὲ πίστις ἡ κατασκευή."],["85","πρῶτον μὲν γὰρ ἔνδυμα περιφερές ἐστιν, ὅλον δι’ ὅλων ὑακίνθινον, ποδήρης χιτών, ἀέρος σύμβολον, ἐπειδήπερ ὁ ἀὴρ καὶ φύσει μέλας ἐστὶ καὶ τρόπον τινὰ ποδήρης, ἄνωθεν ἀπὸ τῶν μετὰ σελήνην τόπων ταθεὶς ἄχρι τῶν κατωτάτω γῆς μυχῶν."],["86","εἶθ’ ὕφασμα θωρακοειδὲς ἐπὶ τούτῳ, σύμβολον οὐρανοῦ· δύο τε γὰρ ἐπὶ τῶν ἀκρωμίων λίθοι σμαράγδου τῆς τιμαλφεστάτης ὕλης εἰσίν, ὁ μὲν ἔνθεν, ὁ δ’ ἔνθεν, εἷς ἑκατέρωθεν, περιφερεῖς, δείγματα τῶν ἡμισφαιρίων, ὧν τὸ μὲν ὑπὲρ γῆν τὸ δ’ ὑπὸ γῆν ἐστιν."],["87","εἶτα πρὸς τοῖς στέρνοις δώδεκα λίθοι πολυτελεῖς τὰς χρόας διαφέροντες, ἐκ τριῶν τεταγμένοι τετραστοιχεί, πρὸς παράδειγμα τοῦ ζῳδιακοῦ τυπωθέντες· καὶ γὰρ ἐκεῖνος ἐκ δώδεκα συνεστὼς ζῳδίων τὰς ἐτησίους τέτταρας ὥρας ἀποτελεῖ τρία νείμας εἰς ἑκάστην."],["88","σύμπας δ’ ὁ τόπος καλεῖται λογεῖον ἐτύμως, ἐπειδὴ τὰ ἐν οὐρανῷ πάντα λόγοις καὶ ἀναλογίαις δεδημιούργηται καὶ συντέτακται· τῶν γὰρ ἐκεῖ τὸ παράπαν ἄλογον οὐδέν. ἐπὶ δὲ τοῦ λογείου διττὰ ὑφάσματα καταποικίλλει προσαγορεύων τὸ μὲν δήλωσιν, τὸ δὲ ἀλήθειαν."],["89","αἰνίττεται δὲ διὰ μὲν τῆς ἀληθείας, ὅτι οὐρανοῦ τὸ παράπαν ψεῦδος ἐπιβαίνειν οὐ θεμιτόν, ἀλλὰ τοῦθ’ ἅπαν εἰς τὸν περίγειον πεφυγάδευται χῶρον ψυχαῖς ἐναγῶν ἀνθρώπων εἰσοικιζόμενον, διὰ δὲ τῆς δηλώσεως, ὅτι αἱ κατ’ οὐρανὸν φύσεις ἕκαστα δηλοῦσι τῶν παρ’ ἡμῖν, ἃ καθ’ αὑτὰ πάντως ἂν ἦν ἄγνωστα."],["90","σημεῖον δ’ ἐναργέστατον· εἰ μὴ φῶς, ἡλίου ἥλιος, ἀνέλαμψε, πῶς ἂν αἱ τῶν σωμάτων ἀμύθητοι ποιότητες διεφάνησαν, πῶς δ’ ἂν αἱ πολύμορφοι τῶν χρωμάτων καὶ σχημάτων ἰδέαι; ἡμέρας δὲ καὶ νύκτας μῆνάς τε καὶ ἐνιαυτοὺς καὶ συνόλως χρόνον τίς ἀνέδειξεν ὅτι μὴ σελήνης καὶ ἡλίου καὶ τῶν ἄλλων ἀστέρων αἱ ἐναρμόνιοι καὶ παντὸς λόγου κρείττους περιφοραί;"],["91","τίς δὲ τὴν ἀριθμοῦ φύσιν εἰ μὴ τὰ λεχθέντα κατὰ τὰς τῶν μερῶν τοῦ χρόνου συνθέσεις; τίς δὲ τὰς ἐν θαλάσσῃ καὶ τοσούτοις πελάγεσιν ὁδοὺς ἀνέτεμε καὶ διέδειξε πλωτῆρσιν εἰ μὴ αἱ τῶν ἀστέρων στροφαὶ καὶ περίοδοι;"],["92","σοφοὶ δ’ ἄνδρες καὶ μυρία ἄλλα παρατηρήσαντες ἀνέγραψαν, ἐκ τῶν οὐρανίων σημειωσάμενοι νηνεμίας καὶ βίας πνευμάτων, φορὰς καὶ ἀφορίας καρπῶν, ἀνειμένα καὶ φλογωδέστατα θέρη, χειμῶνας ἐξαισίους καὶ ἐαρίζοντας, αὐχμοὺς καὶ ἐπομβρίας, εὐγονίας ζῴων καὶ φυτῶν καὶ τοὐναντίον ἑκατέρων ἀγονίας| καὶ ὅσα τοιουτότροπα· πάντων γὰρ ἐστηλίτευται τῶν ἐπὶ γῆς ἐν οὐρανῷ τὰ σημεῖα."],["93","πρὸς δὲ τοῖς κατωτάτω μέρεσι τοῦ ποδήρους ἀπῃώρηνται χρυσοῖ ῥοΐσκοι κώδωνές τε καὶ ἄνθινα· τὰ δ’ ἐστὶ σύμβολα γῆς καὶ ὕδατος, γῆς μὲν τὰ ἄνθινα, παρόσον βλαστάνει καὶ ἀνθεῖ πάντα ἐκ ταύτης, ὕδατος δὲ οἱ ῥοΐσκοι λεχθέντες ἐτύμως παρὰ τὴν ῥύσιν, τὴν δ’ ἁρμονίαν καὶ συμφωνίαν καὶ συνήχησιν τῶν τοῦ κόσμου μερῶν οἱ κώδωνες ἐμφαίνουσιν."],["94","εὖ δ’ ἔχει καὶ ἡ θέσις· ἀνωτάτω μέν, ἐν ᾧ οἱ λίθοι, τὸ καλούμενον περιστήθιον, οὐρανοῦ μίμημα, διότι καὶ ὁ οὐρανὸς ἀνωτάτω, ὁ δὲ ποδήρης ὑπ’ αὐτῷ, ὅλος δι’ ὅλων ὑακίνθινος, ἐπειδὴ καὶ ὁ ἀὴρ μέλας ὢν τὴν μετ’ οὐρανὸν δευτέραν τάξιν κεκλήρωται, τὰ δ’ ἄνθινα καὶ οἱ ῥοΐσκοι πρὸς τοῖς ἐσχάτοις, διότι γῆ καὶ ὕδωρ τὴν κατωτάτω τοῦ παντὸς μοῖραν ἔλαχον."],["95","ἥδ’ ἐστὶν ἡ τῆς ἱερᾶς ἐσθῆτος κατασκευή, μίμημα τοῦ παντός, θαυμάσιον ἔργον καὶ ὀφθῆναι καὶ νοηθῆναι· καὶ γὰρ ὄψιν ἔχει καταπληκτικωτάτην οἵαν οὐδὲν ὕφασμα τῶν παρ’ ἡμῖν ἕνεκα ποικιλίας ὁμοῦ καὶ πολυτελείας καὶ νόησιν τὴν περὶ τῶν αὐτῆς μερῶν φιλόσοφον."],["96","βούλεται γὰρ τὸν ἀρχιερέα πρῶτον μὲν εἰκόνα τοῦ παντὸς ἔχειν ἐμφανῆ περὶ ἑαυτόν, ἵν’ ἐκ τῆς συνεχοῦς θέας ἄξιον παρέχῃ τὸν ἴδιον βίον τῆς τῶν ὅλων φύσεως, ἔπειθ’ ὅπως ἐν ταῖς ἱερουργίαις συλλειτουργῇ πᾶς ὁ κόσμος αὐτῷ· πρεπωδέστατον δὲ τὸ τὸν ἱερώμενον τῷ τοῦ κόσμου πατρὶ καὶ τὸν υἱόν, τὸ πᾶν, ἐπάγεσθαι πρὸς θεραπείαν τοῦ δεδημιουργηκότος καὶ γεγεννηκότος."],["97","ἔστι δὲ καὶ τρίτον τι τῆς ἱερᾶς ἐσθῆτος σύμβολον ἀναγκαῖον μὴ ἡσυχασθῆναι· τῶν μὲν γὰρ ἄλλων οἱ ἱερεῖς ὑπὲρ οἰκείων καὶ φίλων καὶ πολιτῶν αὐτὸ μόνον εἰώθασι τάς τε εὐχὰς καὶ θυσίας ἐπιτελεῖν, ὁ δὲ τῶν Ἰουδαίων ἀρχιερεὺς οὐ μόνον ὑπὲρ ἅπαντος ἀνθρώπων γένους ἀλλὰ καὶ ὑπὲρ τῶν τῆς φύσεως μερῶν, γῆς, ὕδατος, ἀέρος, πυρός, τάς τε εὐχὰς καὶ τὰς εὐχαριστίας ποιεῖται, τὸν κόσμον, ὅπερ ἐστὶ ταῖς ἀληθείαις, ἑαυτοῦ πατρίδα εἶναι νομίζων, ὑπὲρ ἧς ἱκεσίαις καὶ λιταῖς εἴωθεν ἐξευμενίζεσθαι τὸν ἡγεμόνα ποτνιώμενος τῆς ἐπιεικοῦς καὶ ἵλεω φύσεως αὐτοῦ μεταδιδόναι τῷ γενομένῳ."],["98","Ταῦθ’ ὑπειπὼν προσνομοθετεῖ κελεύων τὸν προσιόντα τῷ βωμῷ καὶ ψαύοντα θυσιῶν, ἐν ᾧ χρόνῳ τέτακται τὰς ἱερὰς λειτουργίας ἐπιτελεῖν, μήτ’ οἶνον μήτε τι ἄλλο μέθυσμα πίνειν, τεττάρων ἕνεκα τῶν ἀναγκαιοτάτων, ὄκνου καὶ λήθης καὶ ὕπνου καὶ ἀφροσύνης."],["99","ἄκρατος γὰρ τὰς μὲν τοῦ σώματος δυνάμεις ἀνιεὶς δυσκινητότερα τὰ μέλη ποιεῖ καὶ ὀκνηροτέρους ἀπεργάζεται καὶ βίᾳ καταδαρθάνειν ἀναγκάζει, τοὺς δὲ τῆς ψυχῆς τόνους ἐπιχαλῶν λήθης ὁμοῦ καὶ ἀφροσύνης αἴτιος γίνεται· νήφοντος δὲ τά τε μέρη τοῦ σώματος ἐπελαφριζόμενα εὐκινητότερα αἵ τε αἰσθήσεις καθαρώτεραι καὶ εἱλικρινέστεραι ὅ τε νοῦς ὀξυωπέστερος, ὡς καὶ προϊδέσθαι πράγματα δύνασθαι καὶ ἃ πρότερον εἶδεν ἀπομνημονεῦσαι."],["100","συνόλως μὲν οὖν τὴν οἴνου χρῆσιν ἅπασι τοῖς κατὰ τὸν βίον ἀλυσιτελεστάτην ὑποληπτέον, ψυχῆς πιεζομένης, αἰσθήσεων ἀμαυρουμένων, βαρυνομένου σώματος— ἐλεύθερον γὰρ καὶ ἄφετον οὐδὲν ἐᾷ τῶν παρ’ ἡμῖν, ἀλλ’ ἑκάστῳ πρὸς ὃ πέφυκεν ἐμπόδιός ἐστιν—, ἐν δὲ ταῖς ἁγιστείαις καὶ ἱερουργίαις τὸ βλάβος ἀργαλεώτερον, ὅσῳ καὶ τὸ περὶ θεὸν ἐξαμαρτεῖν τοῦ περὶ ἄνθρωπον ἀφορητότερον. ὅθεν εἰκότως προστέτακται νηφαλίους θύειν, „εἰς διαστολὴν καὶ διάκρισιν ἁγίων καὶ βεβήλων καὶ καθαρῶν καὶ ἀκαθάρτων “καὶ νομίμων καὶ παρανόμων."],["101","Ἐπεὶ δ’ ὁ ἱερεὺς πολὺ πρότερον ἀνήρ ἐστι καὶ ταῖς πρὸς συνουσίαν ὁρμαῖς ἐξ ἀνάγκης ὀφείλει χρῆσθαι, γάμον αὐτῷ μνᾶται παρθένου καθαρᾶς καὶ ἐκ καθαρῶν γονέων καὶ πάππων καὶ προγόνων εἴς τε καλοκἀγαθίαν καὶ εὐγένειαν ἀριστίνδην ἐπικριθέντων."],["102","πόρνῃ μὲν γὰρ καὶ βεβήλῳ σῶμα καὶ ψυχὴν οὐδὲ προσελθεῖν ἐᾷ, κἂν τὴν ἐργασίαν ἀποθεμένη σχῆμα κόσμιον καὶ σῶφρον ὑποδύηται, διὰ τὸ τὴν ἀρχαίαν προαίρεσιν ἀνίερον αὐτῇ γενέσθαι. αὕτη δὲ πρὸς μὲν τὰ ἄλλα ἐπιτιμίαν ἐχέτω σπουδάσασα μιασμάτων καθαρεῦσαι· μετάνοια γὰρ ἀδικημάτων ἐπαινετόν· καὶ μηδεὶς ἕτερος αὐτὴν ἄγεσθαι κεκωλύσθω, ἱερεῖ δὲ μὴ προσίτω· τὰ γὰρ ἱερωσύνης ἐξαίρετα δίκαια συμφωνίαν ἐπιζητούσης τὴν ἀπὸ γενέσεως [ἀρχῆς] ἄχρι τελευτῆς ἀνυπαίτιον."],["103","εὔηθες γὰρ διὰ μὲν τὰς ἐκ τῶν τραυμάτων ἐπιγενομένας οὐλὰς ἐν τοῖς σώμασιν εἴργεσθαί τινας ἱερωσύνης, αἳ σύμβολον ἀτυχίας, οὐ μοχθηρίας, εἰσί, τὰς δὲ μὴ κατ’ ἀνάγκην μόνον ἀλλ’ ἔστιν ὅτε καὶ ἑκουσίοις γνώμαις πεπρακυίας τὴν ἰδίαν ὥραν, ἐπειδήπερ ὀψὲ καὶ μόλις μετέγνωσαν, εὐθὺς ἀπὸ ἐραστῶν ἱερεῦσιν ἁρμόζεσθαι καὶ ἀπὸ χαμαιτυπείων εἰς ἱερὰ χωρία μετοικίζεσθαι· μένουσι γὰρ οὐδὲν ἧττον ἐν ταῖς ψυχαῖς τῶν μετανοούντων οὐλαὶ καὶ τύποι τῶν ἀρχαίων ἀδικημάτων."],["104","εὖ καὶ παγκάλως ἐν ἑτέροις διείρηται „μηδὲ μίσθωμα πόρνης εἰσκομίζειν εἰς τὸ ἱερόν “(Deut. 23, 18)· καίτοι τό γε νόμισμα καθ’ αὑτὸ οὐκ ἔνοχον, ἀλλὰ διὰ τὴν λαβοῦσαν καὶ τὴν πρᾶξιν ἐφ’ ᾗ δέδοται. σχολῇ γ’ ἂν ἔτι προσοῖτό τις εἰς κοινωνίαν ἱερέων γυναῖκας, ὧν καὶ τὰ χρήματα βέβηλα καὶ παράσημα, εἰ καὶ ταῖς ὕλαις καὶ τοῖς χαρακτῆρσι δόκιμα."],["105","Τὰ μὲν οὖν περὶ γάμον οὕτως ἠκρίβωται τῷ ἀρχιερεῖ, ὥστ’ οὐδὲ χήραν ἐφεῖται γαμεῖν αὐτῷ, οὔτε τετελευτηκότος ἀνδρὸς μονωθεῖσαν οὔτε ἀπηλλαγμένην ἔτι ζῶντος, ἵνα πρῶτον μὲν εἰς ἄβατον καὶ καθαρὰν ἄρουραν ὁ ἱερὸς σπόρος χωρῇ καὶ μηδεμίαν κρᾶσιν αἱ γοναὶ πρὸς ἑτέραν οἰκίαν λαμβάνωσιν, εἶτα δ’ ὅπως ἀκακωτάταις καὶ ἀδιαστρόφοις ταῖς ψυχαῖς συνερχόμενοι ῥᾳδίως διαπλάττωσι τὰ ἤθη καὶ τοὺς τρόπους αὐτῶν· ὁλκοὶ γὰρ καὶ εὐάγωγοι διάνοιαι παρθένων πρὸς ἀρετήν, εἰς διδασκαλίαν ἑτοιμόταται·"],["106","ἡ δ’ ἑτέρου πεῖραν ἀνδρὸς λαβοῦσα κατὰ τὸ εἰκὸς ἀπειθεστέρα πρὸς μάθησιν, ἅτε τὴν ψυχὴν ἀκραιφνεστάτην οὐκ ἔχουσα καθάπερ τινὰ λελειασμένον κηρὸν εἰς τρανότητα τῶν ἐγγραφησομένων δογμάτων, ἀλλὰ τραχεῖαν ὑπὸ τῶν προεγχαραχθέντων τύπων, οἳ δυσεξάλειπτοι παραμένοντες ἢ οὐ παραδέχονται σφραγῖδας ἑτέρας ἢ παραδεξάμενοι συγχέουσι ταῖς ἑαυτῶν ἀνωμαλίαις."],["107","παρθένον οὖν ὁ ἀρχιερεὺς ἀγέσθω γάμων ἁγνήν· λέγω δὲ παρθένον οὐ μόνον ᾗ μὴ ἕτερος ὡμίλησεν, ἀλλὰ καὶ ἐφ’ ᾗ μηδεὶς ἄλλος ἀνὴρ ὠνομάσθη διά τινων ὁμολογιῶν, κἂν ἁγνεύῃ τὸ σῶμα."],["108","Τοῖς δὲ κατὰ μέρος ἱερεῦσι τὰ μὲν ἄλλα περὶ γάμων διατέτακται ταὐτὰ ἃ καὶ τοῖς τὴν μεγίστην ἔχουσιν ἱερωσύνην, ἐφεῖται δ’ οὐ μόνον παρθένους ἀλλὰ καὶ χήρας, οὐ πάσας ἀλλ’ ὧν τετελευτήκασιν ἄνδρες, μετ’ ἀδείας ἄγεσθαι. φιλονεικίας γὰρ καὶ στάσεις ἐκ τοῦ βίου τῶν ἱερέων οἴεται δεῖν ὁ νόμος ἀναιρεῖν· πρὸς μὲν οὖν τοὺς ζῶντας γένοιντ’ ἂν ἴσως ἔριδες ἐκ πάθους γυναικείου, ζηλοτυπίας, τοῖς δ’ ἀποθανοῦσι συναποθνῄσκει καὶ τὰ τῆς πρὸς τοὺς δευτέρους ἄνδρας ἔχθρας."],["109","ἄλλως τε τὸν ἀρχιερέα πλείονος ἐδικαίωσεν ἁγιστείας καὶ καθάρσεως ὥσπερ ἐν ἅπασι τοῖς ἄλλοις καὶ ἐν γάμου κοινωνίᾳ μεταλαχεῖν, οὐκ ἐάσας ὅτι μὴ κόρην ἄγεσθαι· τοῖς δὲ τῆς δευτέρας τάξεως ὑπανῆκε τὰ περὶ συνόδους γυναικῶν, ἐφιεὶς καὶ πεπειραμένας ἑτέρων ἀνδρῶν ἐγγυᾶσθαι."],["110","πρὸς δὲ τούτῳ καὶ τὸ γένος ἠκρίβωσε τῶν μελλουσῶν γαμεῖσθαι, προστάξας τῷ μὲν ἀρχιερεῖ μνᾶσθαι μὴ παρθένον μόνον ἀλλὰ καὶ ἱέρειαν ἐξ ἱερέων, ἵν’ ἐκ μιᾶς οἰκίας καὶ τρόπον τινὰ τοῦ αὐτοῦ αἵματος ὦσι νυμφίος τε καὶ νύμφη πρὸς ἁρμονίαν ἐπιδειξάμενοι παρ’ ὅλον τὸν βίον κρᾶσιν ἠθῶν βεβαιοτάτην."],["111","ἐπετράπη δὲ τοῖς ἄλλοις καὶ μὴ ἱερέων γαμεῖν θυγατέρας, τῇ μὲν ὅτι μικρὰ τούτων καθάρσια, τῇ δ’ ὅτι τὸ ἔθνος οὐκ ἐβουλήθη γενεᾶς εἰς ἅπαν ἱερατικῆς ἀμοιρῆσαί τε καὶ παντελῶς ἀπεζεῦχθαι. δι’ ἣν αἰτίαν οὐκ ἐκώλυσε τοὺς ἄλλους ἱερέας ἐπιγαμίας ποιεῖσθαι πρὸς τοὺς ἀπὸ τοῦ ἔθνους, αἵπερ εἰσὶ δεύτεραι συγγένειαι· γαμβροὶ γὰρ ἀνθ’ υἱῶν πενθεροῖς καὶ ἀντὶ πατέρων γαμβροῖς πενθεροί."],["112","Τὰ μὲν δὴ περὶ γάμου ταῦτα καὶ τὰ τούτοις ὅμοια χάριν παίδων γενέσεως. ἐπεὶ δ’ ἕπεται γενέσει φθορά, καὶ τοὺς ἐπὶ τελευταῖς ἀνέγραψε τοῖς ἱερεῦσι νόμους, κελεύσας μὴ ἐφ’ ἅπασιν αὐτοὺς μιαίνεσθαι τοῖς ὁπωσοῦν ἢ κατὰ φιλίαν ἢ κατὰ συγγένειαν ᾠκειωμένοις, ἀλλ’ ἐπὶ μόνοις πατράσι καὶ μητράσιν, υἱοῖς καὶ θυγατράσιν, ἀδελφοῖς καὶ ἀδελφαῖς παρθένοις."],["113","τὸν δ’ ἀρχιερέα παντὸς πένθους ὑπεξείλετο· καὶ μήποτ’ εἰκότως· τὰς μὲν γὰρ τῶν ἄλλων ἱερέων ὑπηρεσίας ἀνθ’ ἑτέρων ἕτεροι λειτουργεῖν δύνανται, ὡς, κἂν πενθῶσί τινες, μηδὲν τῶν ἐξ ἔθους ὑστερίζειν, τὰς δὲ τοῦ ἀρχιερέως οὐδενὶ δρᾶν ἐφεῖται. παρ’ ἣν αἰτίαν ἀμίαντος ἀεὶ διατελείτω μὴ προσαπτόμενος νεκροῦ σώματος, ὅπως τὰς ὑπὲρ τοῦ ἔθνους εὐχὰς καὶ θυσίας ἕτοιμος ὢν ἐν καιροῖς τοῖς προσήκουσιν ἀκωλύτως ἐπιτελῇ."],["114","καὶ γὰρ ἄλλως προσκεκληρωμένος θεῷ καὶ τῆς ἱερᾶς τάξεως γεγονὼς ταξίαρχος ὀφείλει πάντων ἀλλοτριοῦσθαι τῶν ἐν γενέσει, μὴ γονέων, μὴ τέκνων, μὴ ἀδελφῶν εὐνοίας οὕτως ἡττώμενος, ὡς ἢ παρελθεῖν ἢ ὑπερθέσθαι τι τῶν ὁσίων, ὃ πραχθῆναι πάντως αὐτίκα ἄμεινον."],["115","κελεύει δὲ μήτε τὰ ἱμάτια περιρρήττειν ἐπὶ τοῖς οἰκειοτάτοις ἀποθανοῦσι μήτε ἀφαιρεῖν ἀπὸ τῆς κεφαλῆς τὰ παράσημα τῆς ἱερωσύνης μήτε συνόλως ἐκ τῶν ἁγίων ἐξιέναι κατὰ πρόφασιν πένθους, ἵνα καὶ τὸν τόπον αἰδούμενος καὶ τὰ περὶ ἑαυτὸν προκοσμήματα οἷς ἀνέστεπται, κρείττων οἴκτου γενόμενος, ἄλυπος εἰς ἀεὶ διατελῇ."],["116","βούλεται γὰρ αὐτὸν ὁ νόμος μείζονος μεμοιρᾶσθαι φύσεως ἢ κατ’ ἄνθρωπον, ἐγγυτέρω προσιόντα τῆς θείας, μεθόριον, εἰ δεῖ τἀληθὲς λέγειν, ἀμφοῖν, ἵνα διὰ μέσου τινὸς ἄνθρωποι μὲν ἱλάσκωνται θεόν, θεὸς δὲ τὰς χάριτας ἀνθρώποις ὑποδιακόνῳ τινὶ χρώμενος ὀρέγῃ καὶ χορηγῇ."],["117","Ταῦτ’ εἰπὼν ἑξῆς εὐθὺς νομοθετεῖ περὶ τῶν χρησομένων ταῖς ἀπαρχαῖς. ἐὰν οὖν τις, φησί, τῶν ἱερέων ὀφθαλμοὺς ἢ χεῖρας ἢ βάσεις ἤ τι μέρος ἄλλο πηρωθῇ τοῦ σώματος ἢ καί τινα μῶμον ἐνδέξηται, λειτουργιῶν μὲν ἀνεχέτω διὰ τὰς ἐγγενομένας κῆρας, τὰ δὲ κοινὰ τῶν ἱερέων γέρα καρπούσθω διὰ τὴν ἀνυπαίτιον εὐγένειαν."],["118","ἐὰν μέντοι λέπραι τινὸς ἐξανθήσασαι κατάσχωσιν ἢ καὶ γονορρυής τις γένηται τῶν ἱερέων, μήτε τραπέζης ἱερᾶς ψαυέτω μήτε τῶν προκειμένων ἄθλων τῷ γένει, μέχρις ἂν ἥ τε ῥύσις ἐπίσχῃ καὶ ἡ λέπρα μεταβαλοῦσα τῷ τῆς ὑγιοῦς σαρκὸς ἐξομοιωθῇ χρώματι."],["119","κἂν προσάψηται μέντοι τις ὅτου δήποτε τῶν ἀκαθάρτων ἱερεὺς ἢ καὶ νύκτωρ, οἷα φιλεῖ πολλάκις, ὀνειρώξῃ, τὴν ἡμέραν ἐκείνην μηδὲν προσφερέσθω τῶν καθιερωθέντων, λουσάμενος δ’ ἐπιγενομένης ἑσπέρας χρῆσθαι μὴ κεκωλύσθω."],["120","πάροικος δ’ ἱερέως καὶ μισθωτὸς εἰργέσθω τῶν ἀπαρχῶν, ὁ μὲν πάροικος, ἐπειδὴ γείτονες τὰ πολλὰ συνέστιοι καὶ ὁμοτράπεζοι· δέος γάρ, μὴ προῆταί τις τὰ καθιερωθέντα προφάσει καταχρησάμενος εἰς ἀσέβειαν ἀκαίρῳ φιλανθρωπίᾳ· μεταδοτέον γὰρ οὐ πᾶσι πάντων, ἀλλὰ τῶν ἐφαρμοζόντων τοῖς ληψομένοις· εἰ δὲ μή, τὸ κάλλιστον καὶ λυσιτελέστατον τῶν ἐν τῷ βίῳ, τάξις, ἀναιρεθήσεται ὑπὸ τοῦ βλαβερωτάτου παρευημερηθεῖσα, συγχύσεως."],["121","εἰ γὰρ ἴσον μὲν μέρος ἐν ὁλκάσιν οἴσονται ναῦται κυβερνήταις, ἴσον δὲ ἐν ταῖς μακραῖς τριήρεσι τριηράρχοις καὶ ναυάρχοις ἐρέται καὶ τὸ ἐπιβατικόν, ἐν δὲ στρατοπέδοις ἴσον ἱππεῖς μὲν ἱππάρχοις, ὁπλῖται δὲ ταξιάρχοις, λοχαγοὶ δὲ στρατηγοῖς, ἐν δὲ πόλεσι κρινόμενοι δικασταῖς καὶ βουλευταὶ προβούλοις καὶ συνόλως ἄρχουσιν ἰδιῶται, ταραχαὶ καὶ στάσεις γενήσονται καὶ ἡ διὰ λόγων ἰσότης τὴν δι’ ἔργων ἀνισότητα γεννήσει· τὸ γὰρ τοῖς τὰς ἀξίας ἀνομοίοις ὅμοια ἀπονέμειν ἄνισον, τὸ δ’ ἄνισον πηγὴ κακῶν."],["122","οὗ χάριν καὶ τὰ γέρα τῶν ἱερέων οὐ δοτέον ὥσπερ ἄλλοις οὐδὲ τοῖς παροίκοις ἕνεκα τοῦ γειτνιᾶν ἐφαψομένοις ὧν οὐ θέμις· οὐ γὰρ οἰκίας ἀλλὰ γένους ἐστὶν ἡ τιμή."],["123","ὁμοίως μέντοι μηδὲ μισθωτῷ μηδεὶς παρεχέτω μήτε μισθὸν μήθ’ ὑπηρεσίας ἀμοιβὴν ἱερὸν γέρας· χρήσεται γὰρ ὁ λαβὼν ἔστιν ὅτε πρὸς ἃ μὴ δεῖ, βέβηλα τὰ τῆς εὐγενείας ἆθλα καὶ τῆς περὶ τὸν νεὼν λειτουργίας ἀπεργασάμενος."],["124","δι’ ἣν αἰτίαν οὐδ’ ἀλλογενεῖ συνόλως ὁ νόμος ἐπιτρέπει μεταλαμβάνειν τῶν ἁγίων, κἂν εὐπατρίδης ὢν τυγχάνῃ τῶν αὐτοχθόνων καὶ πρὸς ἀνδρῶν καὶ πρὸς γυναικῶν ἀνεπίληπτος [ὤν], ἵνα αἱ τιμαὶ μὴ νοθεύωνται, μένωσι δ’ ἐν τῇ ἱερατικῇ τάξει βεβαίως φυλαττόμεναι."],["125","καὶ γὰρ ἄτοπον τὰς μὲν θυσίας καὶ ἱερουργίας καὶ ὅσα ἄλλα περὶ τὸν βωμὸν ἁγιστεύεται μὴ πᾶσιν ἀλλὰ τοῖς ἱερεῦσι μόνοις ἐπιτετράφθαι, τὰ δὲ ἀντὶ τούτων ἆθλα κοινὰ γίνεσθαι καὶ τῶν ἐπιτυχόντων, ὡς δέον μὲν πόνοις πολλοῖς καὶ καμάτοις καὶ ταῖς μεθ’ ἡμέραν καὶ νύκτωρ φροντίσιν ἀποτρύχειν τοὺς ἱερέας, τὰ δ’ ἆθλα κοινὰ καὶ τοῖς ἀργοῦσιν ἀποφαίνειν."],["126","οἰκογενεῖ δέ, φησίν, καὶ ἀργυρωνήτῳ μεταδιδότω δεσπότης ἱερεὺς σιτίων καὶ ποτῶν ἐκ τῶν ἀπαρχῶν· πρῶτον μὲν ὅτι θεράποντι πόρος εἷς ὁ δεσπότης, ὁ δὲ τοῦ δεσπότου κλῆρος αἱ ἱεραὶ φιλανθρωπίαι, ἐξ ὧν ἀνάγκη τὸν δοῦλον τρέφεσθαι·"],["127","δεύτερον δ’ ὅτι τὰ γενησόμενα πάντως ἀνάγκη δρᾶν ἑκόντας· οἱ δ’ οἰκέται, κἂν μὴ θέλωμεν, ἅτε ἀεὶ συνόντες καὶ συνδιαιτώμενοι, σιτία τε καὶ ποτὰ καὶ ὄψα τοῖς δεσπόταις προευτρεπιζόμενοι καὶ τραπέζαις ἐφεστῶτες καὶ τὰ λείψανα ἐκκομίζοντες, κἂν μὴ φανερῶς λαμβάνωσι, λάθρα γοῦν ὑφαιρήσονται, κλέπτειν ὑπὸ τῆς ἀνάγκης βιασθέντες, ὡς ἀνθ’ ἑνὸς ἐγκλήματος, εἴπερ ἐστὶν ἀδίκημα τὸ ἐκ τῶν δεσποτικῶν τρέφεσθαι, καὶ ἕτερον προσκατασκευάζεσθαι, κλοπήν, ἵνα οἷα φῶρες πρὸ τῶν ἀνυπαιτίως ζώντων ἀπολαύσωσι τῶν καθιερωθέντων, ὅπερ ἐστὶν ἀτοπώτατον·"],["128","τρίτον κἀκεῖνο χρὴ λογίζεσθαι, ὅτι τὰ τῶν ἀπαρχῶν οὐ παρόσον ἐπινέμεται τοῖς οἰκέταις ὀλιγωρηθήσεται, διὰ τὸν δεσποτικὸν φόβον· ἱκανὸς γὰρ οὗτος ἐπιστομίζειν τήν τινων εὐχέρειαν ῥᾳθυμεῖν οὐκ ἐφιείς."],["129","Ταῦθ’ ὑπειπὼν φιλανθρωπίας μεστὸν νόμον ἑξῆς ἀναγράφει. ἐὰν θυγάτηρ, φησίν, ἱερέως γημαμένη μὴ ἱερεῖ χηρεύσῃ, τελευτήσαντος ἀνδρὸς ἢ καὶ ἔτι ζῶντος, ἄπαις καταλειφθεῖσα, πάλιν ἐπὶ τὸν πατρῷον οἶκον ἐπανερχέσθω μεταληψομένη τῶν ἀπαρχῶν, ὧν καὶ ἡνίκα παρθένος ἦν ἐκοινώνει· τρόπον γάρ τινα καὶ νῦν ἐστι δυνάμει παρθένος ἡ καὶ ἀνδρὸς καὶ παίδων ἔρημος, οὐδεμίαν ἑτέραν ἔχουσα καταφυγὴν ὅτι μὴ τὸν πατέρα."],["130","υἱῶν δὲ ὄντων ἢ θυγατέρων, ἀνάγκη τὴν μητέρα τοῖς τέκνοις συντετάχθαι· υἱοὶ γὰρ καὶ θυγατέρες τῆς τοῦ γεννήσαντος οἰκίας ὄντες εἰς ταύτην συνεφέλκονται καὶ τὴν μητέρα."],["131","Τοῖς ἱερεῦσιν οὐκ ἀπένειμε χώρας ἀποτομὴν ὁ νόμος, ἵν’ ὡς ἕτεροι τὰς ἀπὸ τῆς γῆς καρπούμενοι προσόδους τῶν ἀναγκαίων εὐπορῶσιν, ἀλλ’ ὑπερβολῇ χρησάμενος τιμῆς τὸν θεὸν ἔφη κλῆρον αὐτῶν εἶναι (Num. 18, 20. Deut. 18, 2), κατ’ ἀναφορὰν τὴν ἐπὶ τὰ καθιερούμενα, δυεῖν ἕνεκα, τῆς τε ἀνωτάτω τιμῆς, ἐπεὶ κοινωνοὶ τῶν κατ’ εὐχαριστίαν ἀπονεμομένων γίνονται θεῷ, καὶ τοῦ περὶ μόνα πραγματεύεσθαι δεῖν τὰ περὶ τὰς ἁγιστείας ὥσπερ τινὰς κλήρων ἐπιμελητάς."],["132","ἃ δὲ προτίθησιν ἆθλα καὶ ἀριστεῖα ταῦτ’ ἐστί. πρῶτον μὲν ἄπονον καὶ ἀταλαίπωρον τροφὴν ἑτοίμην· κελεύει γὰρ τοὺς σιτοπονοῦντας ἀπὸ παντὸς στέατός τε καὶ φυράματος ἄρτον ἀφαιρεῖν ἀπαρχὴν εἰς ἱερέων χρῆσιν, προνοούμενος ἅμα καὶ τῆς εἰς εὐσέβειαν ἀγούσης ὁδοῦ νομίμῳ διδασκαλίᾳ τῶν ἀφαιρούντων."],["133","ἐθιζόμενοι γὰρ ἀεὶ καὶ τῆς ἀναγκαίας τροφῆς ἀπάρχεσθαι τὴν θεοῦ μνήμην ἄληστον ἕξουσιν, οὗ μεῖζον ἀγαθὸν οὐκ ἔστιν εὑρεῖν. πολυανθρωποτάτου δ’ ἔθνους ἀναγκαῖον εἶναι καὶ τὰς ἀπαρχὰς ἀφθόνους, ὡς καὶ τὸν ἀπορώτατον τῶν ἱερέων ἕνεκα περιουσίας τροφῶν εὐπορώτατον δοκεῖν εἶναι."],["134","δεύτερον δὲ προστάττει καὶ ἀπὸ τῆς ἄλλης ἁπάσης κτήσεως ἀπάρχεσθαι, καθ’ ἑκάστην μὲν ληνὸν οἶνον, καθ’ ἑκάστην δ’ ἅλωνα σῖτόν τε καὶ κριθήν, ὁμοίως δ’ ἐξ ἐλαιῶν ἔλαιον καὶ ἀπὸ τῶν ἄλλων ἀκροδρύων ἡμέρους καρπούς, ἵνα μὴ τἀναγκαῖα μόνον ἔχοντες αὐχμηρότερον ἀποζῶσιν, ἀλλὰ καὶ τῶν πρὸς ἁβροδίαιτον βίον εὐποροῦντες ἱλαρώτερον ἐξ ἀφθόνων τρυφῶσι μετὰ κόσμου τοῦ προσήκοντος."],["135","τρίτον ἐστὶ γέρας τὰ πρωτότοκα ἀρρενικὰ πάντα τῶν χερσαίων ὅσα πρὸς ὑπηρεσίαν καὶ χρῆσιν ἀνθρώπων· ταῦτα γὰρ κελεύει διαδίδοσθαι τοῖς ἱερεῦσι, βοῶν μὲν καὶ προβάτων καὶ αἰγῶν αὐτὰ τὰ ἔκγονα, μόσχους καὶ κριοὺς καὶ χιμάρους, ἐπειδὴ καθαρὰ καὶ πρὸς ἐδωδὴν καὶ πρὸς θυσίας ἐστί τε καὶ νενόμισται, λύτρα δὲ τῶν ἄλλων κατατιθέναι, ἵππων καὶ ὄνων καὶ καμήλων καὶ τῶν παραπλησίων, μὴ μειοῦντας τὴν ἀξίαν."],["136","ἔστι δὲ καὶ ταῦτα παμπληθῆ· κτηνοτροφοῦσι γὰρ καὶ ζῳοτροφοῦσιν ἐν τοῖς μάλιστα οἱ ἀπὸ τοῦ ἔθνους αἰπόλια καὶ βουκόλια καὶ ποίμνας καὶ μυρίας ἄλλας ἀγέλας παντοδαπῶν ζῴων ἐκνέμοντες."],["137","ἤδη μέντοι καὶ προσυπερβάλλων ὁ νόμος οὐ μόνον ἀπὸ τῆς κτήσεως καθ’ ἑκάστην ἰδέαν ἀπάρχεσθαι προστάττει, ἀλλὰ καὶ ἀπὸ τῶν οἰκείων ψυχῶν τε καὶ σωμάτων· μέρη γὰρ διαιρετὰ γονέων παῖδές εἰσιν, εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, ἀδιαίρετα, συγγενικῷ αἵματι καὶ λόγοις προγόνων, ἀοράτοις εἴδεσιν, εἰς ἐκγόνους διήκουσι φίλτροις τε ἑνωτικῆς εὐνοίας καὶ φύσεως δεσμοῖς ἀλύτοις ἡρμοσμένοι."],["138","ἀλλ’ ὅμως καὶ τούτων τοὺς πρωτοτόκους ἄρρενας τρόπον ἀπαρχῆς καθιεροῖ, χαριστήρια εὐτεκνίας καὶ εὐγονίας οὔσης τε καὶ ἐλπιζομένης, καὶ ἅμα βουλόμενος οὐ μόνον ἀμέμπτους ἀλλὰ καὶ σφόδρα ἐπαινετοὺς εἶναι τοὺς γάμους, ἐξ ὧν ὁ πρῶτος βλαστήσας καρπὸς καθιεροῦται· ὅπερ χρὴ λογιζομένους καὶ ἄνδρας καὶ γυναῖκας σωφροσύνης καὶ οἰκουρίας καὶ ὁμονοίας περιέχεσθαι καὶ συμπνέοντας ἀλλήλοις ἔν τε λόγῳ καὶ ἔργῳ τὴν λεγομένην κοινωνίαν ἀληθείᾳ παγίως βεβαιοῦσθαι."],["139","τῆς δὲ τῶν πρωτοτόκων| υἱῶν καθιερώσεως, ὑπὲρ τοῦ μήτε γονεῖς τέκνων μήτε τέκνα γονέων διαζεύγνυσθαι, τιμᾶται τὴν ἀπαρχὴν ἀργυρίῳ ῥητῷ, προστάξας ἴσον εἰσφέρειν καὶ πένητα καὶ πλούσιον, οὐ πρὸς ἀξίωμα τῶν εἰσφερόντων οὐδὲ πρὸς εὐεξίαν καὶ κάλλος τῶν γεννηθέντων ἀπιδών, ἀλλ’ ὅσον δυνατὸν εἰσενεγκεῖν καὶ τῷ λίαν ἀπόρῳ σταθμησάμενος."],["140","ἐπειδὴ γὰρ ἡ παίδων γένεσις ἐν ἴσῳ καὶ τοῖς λαμπροτάτοις καὶ τοῖς ἀφανεστάτοις εἴωθε συμβαίνειν, ἴσην ἐδικαίωσε καὶ τὴν εἰσφορὰν νομοθετῆσαι"],["141","στοχασάμενος, ὡς ἔφην, μάλιστα τοῦ πᾶσι δυνατοῦ. μετὰ δὲ ταῦτα καὶ ἄλλον πόρον οὐ βραχὺν ἐπινέμει τοῖς ἱερεῦσιν, ἕκαστον τῶν προσόδων ἀπάρχεσθαι κελεύσας, ἀπό τε σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ ἔτι θρεμμάτων ἐπιγονῆς κατά τε ποίμνας καὶ βουκόλια καὶ αἰπόλια καὶ τὰς ἄλλας ἀγέλας. ὅση δὲ καὶ τούτων ἐστὶν ἀφθονία, τεκμήραιτ’ ἄν τις ἐκ τῆς περὶ τὸ ἔθνος πολυανθρωπίας."],["142","ἐξ ὧν ἁπάντων δῆλόν ἐστιν, ὅτι βασιλέων σεμνότητα καὶ τιμὴν περιάπτει τοῖς ἱερεῦσιν ὁ νόμος· ὡς γοῦν ἡγεμόσι φόρους ἀπὸ παντὸς μέρους κτήσεως δίδοσθαι κελεύει, καὶ δίδονται τὸν ἐναντίον τρόπον ἢ ὃν αἱ πόλεις τοῖς δυνάσταις εἰσφέρουσιν·"],["143","αἱ μὲν γὰρ ἐξ ἀνάγκης καὶ μόλις, ἐπιστένουσαι, τοὺς ἐκλογεῖς τῶν χρημάτων ὡς κοινοὺς λυμεῶνας ὑποβλεπόμεναι καὶ προφάσεις ἄλλοτε ἀλλοίας σκηπτόμεναι καὶ τῶν προθεσμιῶν ἀλογοῦσαι τὰ ὁρισθέντα τέλη καὶ δασμοὺς κατατιθέασιν·"],["144","οἱ δ’ ἀπὸ τοῦ ἔθνους [τὰ ἱερατικὰ] γεγηθότες, χαίροντες, τοὺς αἰτοῦντας φθάνοντες, τὰς προθεσμίας ἐπιτέμνοντες, λαμβάνειν ἀλλ’ οὐ διδόναι νομίζοντες, μετ’ εὐφημίας καὶ εὐχαριστίας καθ’ ἑκάστην τῶν ἐτησίων ὡρῶν ποιοῦνται τὰς εἰσφοράς, ἄνδρες ὁμοῦ καὶ γυναῖκες, αὐτοκελεύστῳ προθυμίᾳ καὶ ἑτοιμότητι καὶ σπουδῇ παντὸς λόγου κρείττονι."],["145","Καὶ ταῦτα μὲν ἀπὸ τῆς ἑκάστου κτήσεως ἐπινέμεται· ἄλλαι δέ εἰσιν ἐξαίρετοι πρόσοδοι πρεπωδέσταται ἱερεῦσιν αἱ ἀπὸ τῶν ἀναγομένων θυσιῶν. παντὸς γὰρ ἱερείου προστέτακται δύο τοῖς ἱερεῦσιν ἀπὸ δυεῖν δίδοσθαι μελῶν, βραχίονα μὲν ἀπὸ χειρὸς δεξιᾶς, ἀπὸ δὲ τοῦ στήθους ὅσον πῖον, τὸ μὲν ἰσχύος καὶ ἀνδρείας καὶ πάσης νομίμου πράξεως ἔν τε τῷ διδόναι καὶ λαμβάνειν καὶ ἐνεργεῖν σύμβολον, τὸ δὲ τῆς περὶ τὸν θυμὸν ἵλεω πραότητος."],["146","ἐνοικεῖν γὰρ αὐτὸν λόγος ἔχει τοῖς στήθεσιν, ἐπειδὴ χωρίον οἰκειότατον ἡ φύσις ἀπένειμε τὰ στέρνα θυμῷ πρὸς ἐνδιαίτησιν, ᾧ καθάπερ στρατιώτῃ περιέβαλεν εἰς τὸ δυσάλωτον ἕρκος ὀχυρώτατον, τὸν ἐπικαλούμενον θώρακα, ὃν ἐκ πολλῶν καὶ συνεχῶν καὶ κραταιοτάτων ὀστέων ἀπειργάσατο σφίγξας αὐτὸν εὖ μάλα νεύροις ἀρραγέσιν."],["147","ἀπὸ δὲ τῶν ἔξω τοῦ βωμοῦ θυομένων ἕνεκα κρεωφαγίας τρία προστέτακται τῷ ἱερεῖ δίδοσθαι, βραχίονα καὶ σιαγόνας καὶ τὸ ἔνυστρον καλούμενον, τὸν μὲν βραχίονα διὰ τὴν ὀλίγῳ πρότερον εἰρημένην αἰτίαν, τὰς δὲ σιαγόνας τοῦ τε κυριωτάτου τῶν μελῶν, κεφαλῆς, καὶ λόγου τοῦ κατὰ προφορὰν ἀπαρχήν, οὗ τὸ νᾶμα ῥεῖν ἔξω δίχα τῆς τούτων κινήσεως οὐκ ἂν δύναιτο· σειομένων γὰρ— ἀφ’ οὗ καὶ προσωνομάσθησαν ἐτύμως— ὅταν πληχθῶσιν ὑπὸ γλώττης, ἅπασα ἡ τῆς φωνῆς ὀργανοποιΐα συνηχεῖ."],["148","τὸ δὲ ἔνυστρον ἔκφυσις κοιλίας ἐστί· κοιλίαν δὲ φάτνην ἀλόγου θρέμματος, ἐπιθυμίας, εἶναι συμβέβηκεν, ἥτις ὑπ’ οἰνοφλυγίας καὶ ὀψοφαγίας ἀρδομένη τροφαῖς ἐπαλλήλοις σιτίων ὁμοῦ καὶ ποτῶν ἀεὶ κατακλύζεται καὶ συὸς τρόπον ἐν βορβόρῳ διαιτωμένη χαίρει· παρὸ καὶ τόπος ἀπενεμήθη σφόδρα οἰκειότατος ὁ τῶν περιττωμάτων ἀκολάστῳ καὶ ἀπρεπεστάτῳ θρέμματι."],["149","ἀντίπαλον δὲ ἐπιθυμίας ἐγκράτεια, ἣν ἀσκητέον καὶ διαπονητέον καὶ σπουδαστέον μηχανῇ πάσῃ περιποιεῖσθαι ὡς μέγιστον ἀγαθὸν καὶ τελειότατον ἰδίᾳ τε καὶ κοινῇ συμφέρον."],["150","ἐπιθυμία μὲν οὖν βέβηλος καὶ ἀκάθαρτος καὶ ἀνίερος οὖσα πέρα τῶν ἀρετῆς ὅρων ἐλήλαται καὶ πεφυγάδευται δεόντως· ἐγκράτεια δέ, καθαρὰ καὶ ἀκηλίδωτος ἀρετή, πάντων ὅσα πρὸς βρῶσιν καὶ πόσιν ἀλογοῦσα καὶ ἐπάνω τῶν γαστρὸς ἡδονῶν αὐχοῦσα ἵστασθαι, βωμῶν ἱερῶν ψαυέτω καὶ τὴν πρόσφυσιν ἐπιφερομένη τῆς κοιλίας, ὑπόμνημα τοῦ καταφρονητικῶς ἔχειν ἀπληστίας καὶ λαιμαργίας"],["151","καὶ πάντων ὅσα τὰ εἰς τὰς ἐπιθυμίας ἀναφλέγει. ἐφ’ ἅπασι μέντοι καὶ τὰς τῶν ὁλοκαυτωμάτων— ἀμύθητα δὲ ταῦτ’ ἐστί— δορὰς προστάττει τοὺς ὑπηρετοῦντας ταῖς θυσίαις ἱερεῖς λαμβάνειν, οὐ βραχεῖαν ἀλλ’ ἐν τοῖς μάλιστα πολυχρήματον δωρεάν. ἐξ ὧν δῆλόν ἐστιν, ὅτι κλῆρον ἕνα μὴ παρασχὼν τῇ ἱερωμένῃ φυλῇ κατὰ ταὐτὰ ταῖς ἄλλαις τοῦ πασῶν ἔδωκε σεμνότερον πόρον καὶ ἁγιώτερον, κατὰ πρόφασιν ἀπαρχῶν τῶν ἐξ ἅπαντος θυσίας εἴδους."],["152","ὑπὲρ δὲ τοῦ μηδένα τῶν διδόντων ὀνειδίζειν τοῖς λαμβάνουσι, κελεύει τὰς ἀπαρχὰς εἰς τὸ ἱερὸν κομίζεσθαι πρότερον, εἶτ’ ἐνθένδε τοὺς ἱερεῖς λαμβάνειν· ἥρμοττε γὰρ θεῷ μὲν τοὺς εὐεργετουμένους ἐν ἅπασι τοῖς κατὰ τὸν βίον χαριστηρίους ἀνάγειν ἀπαρχάς, τὸν δὲ ἅτε μηδενὸς ἐπιδεᾶ τοῖς ἀμφὶ τὸ ἱερὸν ὑπηρέταις καὶ λειτουργοῖς χαρίζεσθαι μετὰ σεμνότητος καὶ τιμῆς τῆς ἁπάσης· τὸ γὰρ μὴ παρ’ ἀνθρώπων ἀλλὰ παρὰ τοῦ πάντων εὐεργέτου δοκεῖν λαμβάνειν ἀδυσώπητον ἔχει δωρεάν."],["153","Τοσούτων οὖν προκειμένων ἄθλων, ἐάν τινες ἀπορῶσι τῶν ἱερέων κοσμίως καὶ ἀνυπαιτίως ζῶντες, τῆς ἡμετέρας παρανομίας ἐφεστᾶσι κατήγοροι, κἂν ἡσυχάζωσιν· εἰ γὰρ ἐπειθαρχοῦμεν τοῖς κελευσθεῖσι καὶ τὰς ἀπαρχὰς ἐποιούμεθα ᾗ προστέτακται, οὐκ ἂν μόνον ἐκεῖνοι τῶν ἀναγκαίων εὐπόρουν, ἀλλὰ καὶ τῶν ἄλλων ὅσα πρὸς ἁβροδιαίτους χορηγίας ἀνεπίμπλαντο."],["154","κἂν ἄρα ποτὲ αὖθις ἡ φυλὴ τῶν ἱερέων ἐν ἅπασι τοῖς κατὰ τὸν βίον ἀφθόνοις ἐξετάζηται, μέγα δεῖγμα γενήσεται τοῦτο κοινῆς ὁσιότητος καὶ τῆς τῶν νομίμων ἐπ’ ἀκριβὲς εἰς ἅπαν φυλακῆς. ἀλλ’ ἥ τινων ὀλιγωρία— ἅπαντας γὰρ οὐκ ἀσφαλὲς αἰτιᾶσθαι— γέγονεν αἰτία πενίας τοῖς ἱερωμένοις, εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, καὶ αὐτοῖς ἐκείνοις."],["155","τὸ γὰρ παρανομεῖν ἐπιζήμιον τοῖς παρανομοῦσι, κἂν πρὸς ὀλίγον δελεάζῃ χρόνον· τὸ δὲ ἕπεσθαι τοῖς τῆς φύσεως νόμοις ὠφελιμώτατον, κἂν παραυτίκα αὐστηρὸν ᾖ καὶ μηδὲν προσηνὲς ἐμφαίνῃ."],["156","Τοσαύτας προσόδων ἀφορμὰς χαρισάμενος τοῖς ἱερεῦσιν οὐδὲ τῶν ἐν τῇ δευτέρᾳ τάξει κατωλιγώρησεν· εἰσὶ δὲ νεωκόροι. τούτων οἱ μὲν ἐπὶ θύραις ἵδρυνται παρ’ αὐταῖς ταῖς εἰσόδοις πυλωροί, οἱ δ’ εἴσω κατὰ τὸ πρόναον ὑπὲρ τοῦ μή τινα ὧν οὐ θέμις ἑκόντα ἢ καὶ ἄκοντα ἐπιβῆναι, οἱ δ’ ἐν κύκλῳ περινοστοῦσιν ἐν μέρει διακληρωσάμενοι νύκτα καὶ ἡμέραν, ἡμεροφύλακες καὶ νυκτοφύλακες, ἕτεροι δὲ τὰς στοὰς καὶ τὰ ἐν ὑπαίθρῳ κοροῦντες τὸν φορυτὸν ἐκκομίζουσιν ἐπιμελούμενοι καθαριότητος· οἷς ἅπασι μισθὸς ὡρίσθησαν αἱ δεκάται, κλῆρος γὰρ νεωκόρων οὗτος."],["157","οὐ πρότερον γοῦν εἴασεν ὁ νόμος αὐταῖς χρῆσθαι τοὺς λαβόντας ἢ πάλιν ἄλλας δεκάτας ὡς ἀπὸ κτημάτων ἰδίων ἀπάρξασθαι καὶ δοῦναι τοῖς τῆς ἀμείνονος τάξεως ἱερεῦσι· τηνικαῦτα γὰρ ἐφῆκεν ἀπολαύειν, πρότερον δ’ οὐκ ἐᾷ."],["158","ἀπένειμε δὲ καὶ πόλεις αὐτοῖς ὀκτὼ πρὸς ταῖς τεσσαράκοντα καὶ καθ’ ἑκάστην προάστεια εἰς δισχιλίους πήχεις ἐν κύκλῳ πρὸς νομὰς θρεμμάτων καὶ τὰς ἄλλας ὧν δεῖ πόλεσιν ἀναγκαίας ὑπηρεσίας. ἐκ δὲ τούτων ἀπεκληρώθησαν ἕξ, αἱ μὲν ἐκτὸς αἱ δὲ ἐντὸς Ἰορδάνου τοῦ ποταμοῦ, τρεῖς ἑκατέρωθεν, εἰς καταφυγὴν τοῖς ἀκούσιον φόνον δράσασιν."],["159","ἐπειδὴ γὰρ τὸν ὁπωσοῦν γενόμενον ἀνθρώπῳ τελευτῆς παραίτιον οὐκ ἦν εὐαγὲς εἴσω περιρραντηρίων παρέρχεσθαι χρώμενον πρὸς ἀσφάλειαν καταφυγῇ τῷ ἱερῷ, τὰς εἰρημένας ἀνῆκε πόλεις, ἱερὰ δεύτερα, πολλὴν ἀσυλίαν ἐχούσας ἕνεκα τῆς περὶ τοὺς οἰκήτορας προνομίας τε καὶ τιμῆς, οἳ τοὺς ἱκέτας διασῴζειν ἔμελλον, εἰ βιάζοιτό τις ἐχυρωτέρα δύναμις, οὐ παρασκευαῖς ταῖς εἰς πόλεμον οὔσαις, ἀλλ’ ἀξιώμασι καὶ προνομίαις, ἅπερ ἐκ τῶν νόμων διὰ τὴν σεμνότητα τῆς ἱερωσύνης εἶχον."],["160","ὁ δὲ φυγὰς ἐντὸς ὅρων τῆς πόλεως, εἰς ἣν πεφυγάδευται, κατακεκλείσθω διὰ τοὺς ἐφέδρους κολαστάς, οἳ γένει προσήκοντες τῷ τεθνεῶτι πόθῳ τοῦ συγγενοῦς, κἂν μὴ ὑφ’ ἑκόντος ἀναιρεθῇ, κατὰ τοῦ κτείναντος φονῶσι, νικῶντος τοῦ οἰκείου πάθους τὸν ἀκριβῆ τῶν δικαίων λογισμόν. ἔξω δὲ προϊὼν ἐπ’ ὀλέθρῳ ἀνενδοιάστῳ προελευσόμενος ἴστω· λήσεται γὰρ οὐδένα τῶν ἀφ’ αἵματος, ὑφ’ ὧν αὐτίκα λίνοις καὶ πάγαις σαγηνευθεὶς οἰχήσεται."],["161","προθεσμία δ’ ἔστω τῆς φυγῆς ὁ βίος τοῦ μεγάλου ἱερέως, οὗ τελευτήσαντος ἀμνηστίας ἀξιωθεὶς κατίτω. ταῦτα καὶ τὰ τούτοις παραπλήσια νομοθετήσας περὶ τῶν ἱερέων ἑξῆς ἀναδιδάσκει περὶ ζῴων, ἃ πρὸς θυσίας ἐστὶν ἐπιτήδεια."],["162","Τῶν εἰς τὰς ἱερουργίας ζῴων τὰ μέν ἐστι χερσαῖα, τὰ δὲ ἀεροπόρα. τὰ μὲν οὖν τῶν πτηνῶν ἔθνη μυρία ὅσα παρελθὼν δύο μόνα ἐξ ἁπάντων εἵλετο, περιστερὰν καὶ τρυγόνα, διότι περιστερὰ μὲν τῶν φύσει τιθασῶν καὶ ἀγελαστικῶν ἡμερώτατον, τρυγὼν δὲ τῶν φύσει μονωτικῶν τιθασώτατον."],["163","τὰς δὲ τῶν χερσαίων ἀμυθήτους ἀγέλας, ὧν οὐδ’ ἀριθμὸν εὑρεῖν εὔπορον, ὑπερβὰς τρεῖς ἀριστίνδην ἐπέκρινε, βοῶν καὶ προβάτων καὶ αἰγῶν· ἡμερώταται γὰρ αὗται καὶ χειροηθέσταται· βουκόλια γοῦν μεγάλα καὶ ποίμνια καὶ αἰπόλια πρὸς ἑνὸς ἄγεται τοῦ τυχόντος, οὐκ ἀνδρὸς μόνον ἀλλὰ καὶ κομιδῇ νηπίου παιδός, εἴς τε νομὴν ἐξιόντα καὶ ὁπότε δέοι πάλιν εἰς σηκοὺς ὑποστρέφοντα ἐν κόσμῳ."],["164","τῆς δ’ ἡμερότητος πολλὰ μὲν καὶ ἄλλα σημεῖα, σαφέστατα δὲ ταυτί· τό τε πάντα εἶναι χλοηφάγα καὶ μηδὲν αὐτῶν σαρκοβόρον καὶ τὸ μήτε γαμψοὺς ἔχειν ὄνυχας μήτε τὴν ἔκφυσιν τῶν ὀδόντων παντελῆ· τὸ γὰρ ἀνωτέρω φάτνιον οὐκ ὀδοντοφυεῖ, ἀλλ’ ὅσοι τομίαι τῶν ὀδόντων κατ’ αὐτὸ ἐπιλελοίπασι."],["165","πρὸς δὲ τούτοις καὶ βιωφελέστατα τῶν ζῴων ἐστί· κριοὶ μὲν εἰς ἐσθῆτας, τὴν ἀναγκαιοτάτην σκέπην σωμάτων, βόες δὲ εἰς τὸ ἀρόσαι γῆν καὶ προετοιμάσασθαι πρὸς σπόρον καὶ τὸν γενόμενον ἀλοῆσαι καρπὸν εἰς μετουσίαν καὶ ἀπόλαυσιν τροφῆς, αἰγῶν δὲ αἱ τρίχες καὶ δοραὶ συνυφαινόμεναί τε καὶ συρραπτόμεναι φορηταὶ γεγόνασιν ὁδοιπόροις οἰκίαι καὶ μάλιστα τοῖς ἐν στρατείαις, οὓς ἔξω πόλεως ἐν ὑπαίθρῳ τὰ πολλὰ διατρίβειν ἀναγκάζουσιν αἱ χρεῖαι."],["166","πάντα δ’ ὁλόκληρα, περὶ μηδὲν μέρος κηραίνοντα τοῦ σώματος, ὅλα δι’ ὅλων ἀσινῆ, μώμων ἀμέτοχα· τοσαύτη γοῦν ἐστι πρόνοια, οὐ μόνον τοῖς ἀνάγουσι τὰς θυσίας ἀλλὰ καὶ τοῖς ἱερωμένοις, ὥστε οἱ δοκιμώτατοι τῶν ἱερέων ἀριστίνδην ἐπικριθέντες εἰς τὴν τῶν μώμων ἐπίσκεψιν ἀπὸ κεφαλῆς ἄχρι ποδῶν ἄκρων ἐρευνῶσιν ὅσα τε ἐμφανῆ καὶ ὅσα ὑπὸ γαστρὶ καὶ μηροῖς ἀποκέκρυπται, μή που τις βραχεῖα λώβη διαλέληθε."],["167","τὸ δ’ ἀκριβὲς καὶ περιττὸν τῆς ἐξετάσεως οὐχ ἕνεκα τῶν καταθυομένων ἀλλὰ τοῦ περὶ τοὺς καταθύοντας ἀνυπαιτίου γίνεται· βούλεται γὰρ αὐτοὺς ἀναδιδάξαι διὰ συμβόλων, ὁπότε προσέρχοιντο βωμοῖς ἢ εὐξόμενοι ἢ εὐχαριστήσοντες, μηδὲν ἀρρώστημα ἢ νόσημα ἢ πάθος ἐπιφέρεσθαι τῇ ψυχῇ, πειρᾶσθαι δ’ ὅλην δι’ ὅλων ἀκηλίδωτον ἁγιάζειν, ὡς ἰδόντα μὴ ἀποστραφῆναι θεόν."],["168","Ἐπεὶ δὲ τῶν θυσιῶν αἱ μέν εἰσιν ὑπὲρ ἅπαντος τοῦ ἔθνους, εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, ὑπὲρ ἅπαντος ἀνθρώπων γένους, αἱ δ’ ὑπὲρ ἑκάστου τῶν ἱερουργεῖν ἀξιούντων, λεκτέον πρότερον περὶ τῶν κοινῶν. θαυμαστὴ τούτων ἡ τάξις ἐστίν· αἱ μὲν γὰρ ἀνάγονται καθ’ ἑκάστην ἡμέραν, αἱ δὲ ταῖς ἑβδόμαις, αἱ δὲ νουμηνίαις καὶ ἱερομηνίαις, αἱ δὲ νηστείαις, αἱ δὲ τρισὶ καιροῖς ἑορτῶν."],["169","καθ’ ἑκάστην μὲν οὖν ἡμέραν δύο ἀμνοὺς ἀνάγειν διείρηται, τὸν μὲν ἅμα τῇ ἕῳ, τὸν δὲ δείλης ἑσπέρας, ὑπὲρ εὐχαριστίας ἑκάτερον, τὸν μὲν ὑπὲρ τῶν μεθ’ ἡμέραν, τὸν δ’ ὑπὲρ τῶν νύκτωρ εὐεργεσιῶν, ἃς ἀπαύστως καὶ ἀδιαστάτως ὁ θεὸς τῷ γένει τῶν ἀνθρώπων χορηγεῖ."],["170","ταῖς δ’ ἑβδόμαις διπλασιάζει τὸν τῶν ἱερείων ἀριθμόν, ἴσα προστιθεὶς ἴσοις, ἰσότιμον ἡγούμενος αἰῶνι τὴν ἑβδόμην, ἣν καὶ γενέθλιον τοῦ κόσμου παντὸς ἀνέγραψεν· οὗ χάριν τὴν τῆς ἑβδόμης θυσίαν ἐξομοιῶσαι τῇ „ἐνδελεχείᾳ “τῶν ἡμερησίων ἀμνῶν διενοήθη."],["171","δὶς δὲ καθ’ ἑκάστην ἡμέραν ἐπιθυμιᾶται τὰ πάντων εὐωδέστατα θυμιαμάτων εἴσω τοῦ καταπετάσματος, ἀνίσχοντος ἡλίου καὶ δυομένου, πρό τε τῆς ἑωθινῆς θυσίας καὶ μετὰ τὴν ἑσπερινήν, ὡς εἶναι τὰ μὲν ἔναιμα εὐχαριστίαν ὑπὲρ ἡμῶν τῶν ἐναίμων, τὰ δὲ θυμιάματα ὑπὲρ τοῦ ἡγεμονικοῦ, τοῦ ἐν ἡμῖν λογικοῦ πνεύματος, ὅπερ ἐμορφώθη πρὸς ἀρχέτυπον ἰδέαν εἰκόνος θείας."],["172","ἄρτοι δὲ προτίθενται ταῖς ἑβδόμαις ἐπὶ τῆς ἱερᾶς τραπέζης ἰσάριθμοι τοῖς μησὶ τοῦ ἐνιαυτοῦ, δυσὶ θέμασιν ἀνὰ ἕξ, [δώδεκα,] κατὰ τὸν λόγον τῶν ἰσημεριῶν ἑκάτερα— δύο γάρ εἰσιν ἀνὰ πᾶν ἔτος, ἐαρινή τε καὶ μετοπωρινή, αἳ μησὶν ἓξ καταριθμοῦνται—· δι’ ἣν αἰτίαν*** ἐαρινῇ μὲν τὰ σπαρτὰ πάντα τελειογονεῖται, καθ’ ὃν χρόνον τὰ δένδρα γεννᾶν ἄρχεται, μετοπωρινῇ δὲ καὶ ὁ τῶν δένδρων καρπὸς τελεσφορεῖται, ἐν ᾧ καιρῷ πάλιν ἀρχὴ σπορᾶς. οὕτως δολιχεύουσα ἡ φύσις τὸν αἰῶνα ἄλλας ἐπ’ ἄλλαις ἀμείβει δωρεὰς ἀνθρώπων γένει, ὧν εἰσι σύμβολα αἱ διτταὶ τῶν προκειμένων ἄρτων ἑξάδες."],["173","αἰνίττονται δὲ καὶ τὴν ὠφελιμωτάτην τῶν ἀρετῶν ἐγκράτειαν, ἣ δορυφορεῖται πρὸς εὐτελείας καὶ εὐκολίας καὶ ὀλιγοδεΐας, διὰ τὸν ἐξ ἀκολασίας καὶ πλεονεξίας βλαβερώτατον ἐπιτειχισμόν· ἄρτος γὰρ ἐραστῇ σοφίας διαρκὴς τροφή, παρέχουσα καὶ τὰ σώματα ἄνοσα καὶ τὸν λογισμὸν ὑγιῆ καὶ ἐν τοῖς μάλιστα νηφάλιον·"],["174","ὄψα δὲ καὶ μελίπηκτα καὶ ἡδύσματα καὶ ὅσα σιτοπόνων καὶ ὀψαρτυτῶν περιεργίαι τεχνιτεύουσι καταγοητεύουσαι τὴν ἄμουσον καὶ ἀφιλόσοφον καὶ ἀνδραποδωδεστάτην τῶν αἰσθήσεων γεῦσιν, ὑπηρετοῦσαν καλῷ μὲν οὐδενὶ θεάματι ἢ ἀκούσματι, γαστρὸς δὲ τῆς ταλαίνης ἐπιθυμίαις, νόσους σώματι καὶ ψυχῇ κατασκευάζει πολλάκις ἀνιάτους."],["175","συνεπιτίθεται δὲ τοῖς ἄρτοις λιβανωτὸς καὶ ἅλες, ὁ μὲν σύμβολον τοῦ μηδὲν ἥδυσμα εὐωδέστερον ὀλιγοδεΐας εἶναι καὶ ἐγκρατείας παρὰ σοφίᾳ δικαζούσῃ, οἱ δ’ ἅλες διαμονῆς τε τῶν συμπάντων— οἷς γὰρ ἂν παραπασθῶσι διατηροῦσι— καὶ ἱκανοῦ προσοψήματος."],["176","οἶδ’ ὅτι γέλωτα καὶ χλεύην ταῦτα θήσονται οἱ περὶ τὰ συμπόσια καὶ τὰς εὐωχίας πραγματευόμενοι καὶ πολυτελεῖς τραπέζας μεταδιώκοντες, οἱ ὀρνέων καὶ ἰχθύων καὶ κρεῶν καὶ τῆς ὁμοιοτρόπου φλυαρίας ἄθλιοι δοῦλοι, μηδ’ ὄναρ ἀληθοῦς ἐλευθερίας γεύσασθαι δυνάμενοι. ὧν ὀλίγα φροντιστέον τοῖς κατὰ θεὸν καὶ πρὸς τὴν τοῦ ὄντως ὄντος ἀρέσκειαν ζῆν ἐγνωκόσιν, οἳ τῶν σαρκὸς ἀλογεῖν ἡδονῶν πεπαιδευμένοι τὰς διανοίας χαρὰς καὶ εὐπαθείας θεωρίᾳ τῶν τῆς φύσεως ἐνασκούμενοι μεταδιώκουσι."],["177","Ταῦτα περὶ τῆς ἑβδόμης διαταξάμενος ταῖς νουμηνίαις φησὶ δεῖν θύειν ὁλόκαυτα δέκα τὰ σύμπαντα· μόσχους δύο, κριὸν ἕνα, ἀμνοὺς ἑπτά. ἐπειδὴ γὰρ ὁ μὴν τέλειος, ἐν ᾧ σελήνη τὸν ἑαυτῆς κύκλον περατοῦται, τέλειον ἀριθμὸν ζῴων ἠξίωσεν ἱερουργεῖσθαι."],["178","ἡ δεκὰς δὲ παντελὴς ἀριθμός, ὃν εὖ μάλα διένειμεν εἰς τὰ λεχθέντα, τοὺς μὲν δύο μόσχους, ἐπειδὴ δύο κινήσεις εἰσὶ σελήνης ἀεὶ διαυλοδρομούσης, ἡ μὲν κατ’ αὔξησιν ἄχρι πλησιφαοῦς, ἡ δὲ κατὰ μείωσιν ἄχρι συνόδου, τὸν δ’ ἕνα κριόν, ἐπειδὴ λόγος εἷς ἐστι, καθ’ ὃν αὔξεταί τε καὶ μειοῦται τοῖς ἴσοις διαστήμασι καὶ φωτιζομένη καὶ ἐπιλείπουσα, τοὺς δὲ ἑπτὰ ἀμνούς, ὅτι καθ’ ἑβδομάδας ἐπιδέχεται τοὺς τελείους σχηματισμούς, πρώτῃ μὲν ἑβδομάδι τῇ ἀπὸ συνόδου τὸν διχότομον, δευτέρᾳ δὲ τὸν πλησιφαῆ, καὶ ὅταν ἀνακάμπτῃ πάλιν, εἰς διχότομον τὸ πρῶτον, ἔπειτ’ εἰς σύνοδον ἀπολήγει."],["179","μετὰ δὲ τῶν ἱερείων σεμίδαλιν ἀναδεδευμένην ἐλαίῳ προσφέρειν καὶ οἶνον εἰς σπονδὰς μέτροις ὡρισμένοις διετάξατο, διότι καὶ ταῦτα σελήνης περιόδοις κατὰ τὰς ἐτησίους ὥρας τελεσφορεῖται διαφερόντως τοὺς καρποὺς πεπαινούσης, σῖτος δὲ καὶ οἶνος καὶ ἔλαιον, βιωφελέσταται οὐσίαι καὶ πρὸς χρῆσιν ἀνθρώποις ἀναγκαιόταται, πάσαις εἰκότως θυσίαις συγκαθιεροῦνται."],["180","Τῇ δ’ ἱερομηνίᾳ διττὰ θύματα προσάγεται προσηκόντως, ἐπεὶ καὶ διττὸς ὁ περὶ αὐτῆς λόγος, ὁ μὲν ὡς νουμηνίας, ὁ δὲ ὡς ἱερομηνίας. ᾗ μὲν οὖν νουμηνία, τὰ ἴσα ταῖς ἄλλαις ἱερουργεῖσθαι διείρηται, ᾗ δὲ καὶ ἱερομηνία, διπλασιάζεται τὰ δῶρα, δίχα τῶν μόσχων· εἷς γὰρ ἀντὶ δυεῖν προσάγεται, τοῦ βραβευτοῦ δικαιώσαντος ἀδιαιρέτῳ φύσει μονάδος πρὸ διαιρετῆς δυάδος χρήσασθαι ἐν ἀρχῇ τοῦ ἐνιαυτοῦ."],["181","Ἐν δὲ τῷ πρώτῳ καιρῷ— πρῶτον δὲ καιρὸν τὴν ἐαρινὴν ὥραν καὶ ἰσημερίαν καλεῖ— προστάξας ἑπτὰ ἡμέρας ἑορτὴν ἄγειν τὴν ἐπικαλουμένην τῶν ἀζύμων ἰσοτίμους ἀπέφηνε πάσας ἐν ταῖς ἱερουργίαις· δέκα γὰρ ὅσα καὶ ταῖς νουμηνίαις θύειν καθ’ ἑκάστην κελεύει, τὰ σύμπαντα ὁλόκαυτα, δίχα τῶν περὶ πλημμελείας, ἀριθμὸν ἑβδομήκοντα."],["182","τὸν γὰρ αὐτὸν ἔχειν ᾠήθη λόγον πρὸς μῆνα νουμηνίαν ὃν πρὸς ἰσημερίαν ἑβδόμῳ μηνὶ γινομένην τὰς ἑπτὰ τῆς ἑορτῆς ἡμέρας, ἵν’ ἀποφήνῃ καὶ τὴν ἀρχὴν ἑκάστου μηνὸς ἱερὰν καὶ ἀθρόων τῶν ἑπτὰ τὰς ἰσαρίθμους ταῖς νουμηνίαις ἡμέρας."],["183","Μεσοῦντος δὲ ἔαρος ἄμητος ἐνίσταται, καθ’ ὃν καιρὸν χαριστήρια μὲν ἀνάγεται τῷ θεῷ τῆς πεδιάδος ἐπὶ τῷ πλήρη τὸν καρπὸν ἐνηνοχέναι καὶ τὰ θέρη συγκομίζεσθαι, δημοτελεστάτη δ’ ἄγεται ἑορτὴ προσαγορευομένη πρωτογεννημάτων ἐτύμως ἀπὸ τοῦ συμβεβηκότος, ἐπειδὴ τῶν γεννημάτων τὰ πρῶτα, αἱ ἀπαρχαί, τότε καθιεροῦνται."],["184","προστέτακται δ’ ἀνάγειν θυσίας μόσχους δύο, κριὸν ἕνα καὶ ἑπτὰ ἀμνούς, ταῦτα μὲν δέκα ἱερεῖα ὁλόκαυτα, δύο δ’ ἀμνοὺς εἰς βρῶσιν ἱερέων, οὓς ἐπικαλεῖ σωτηρίου διὰ τὸ τὰς τροφὰς ἀνθρώποις ἐκ πολλῶν καὶ παντοδαπῶν διασεσῶσθαι· φθοραὶ γὰρ εἰώθασι καταλαμβάνειν, αἱ μὲν ἐπομβρίαις, αἱ δ’ αὐχμοῖς, αἱ δ’ ἄλλαις ἀμυθήτοις νεωτεροποιΐαις, αἱ δ’ αὖ χειροποίητοι κατ’ ἐφόδους ἐχθρῶν τὴν τῶν πέλας γῆν δῃοῦν ἐπιχειρούντων."],["185","εἰκότως οὖν τὰ σῶστρα τῷ πάσας ἀποσκεδάσαντι τὰς ἐπιβουλὰς ἀνάγεται χαριστήρια καὶ ἀνάγεται ἄρτοις, οὓς προσενεγκόντες τῷ βωμῷ καὶ ἄνω πρὸς οὐρανὸν ἀνατείναντες ἐπιδιανέμουσι τοῖς ἱερεῦσι μετὰ τῶν κρεῶν τῆς τοῦ σωτηρίου θυσίας εἰς ἱεροπρεπεστάτην εὐωχίαν."],["186","Ὅταν δ’ ὁ τρίτος ἐνστῇ καιρὸς ἐν τῷ ἑβδόμῳ μηνὶ κατ’ ἰσημερίαν μετοπωρινήν, ἐν ἀρχῇ μὲν ἱερομηνία ἄγεται προσαγορευομένη σαλπίγγων, περὶ ἧς ἐλέχθη πρότερον, δεκάτῃ δ’ ἡ νηστεία, περὶ ἣν ἐσπουδάκασιν οὐ μόνον οἷς ζῆλος εὐσεβείας καὶ ὁσιότητος, ἀλλὰ καὶ οἷς κατὰ τὸν ἄλλον βίον εὐαγὲς οὐδὲν δρᾶται· πάντες γὰρ ἡττώμενοι τοῦ περὶ αὐτὴν ἱεροπρεποῦς τεθήπασι καὶ οἱ χείρους τοῖς βελτίοσι τότε γοῦν εἰς ἐγκράτειαν καὶ ἀρετὴν ἁμιλλῶνται."],["187","διττοὺς δ’ ἔχει λόγους τὸ ἀξίωμα τῆς ἡμέρας, τοὺς μὲν ὡς ἑορτῆς, τοὺς δὲ ὡς καθάρσεως καὶ φυγῆς ἁμαρτημάτων, ἐφ’ οἷς ἀμνηστία δέδοται χάρισι τοῦ ἵλεω θεοῦ μετάνοιαν ἐν ἴσῳ τῷ μηδὲ ἁμαρτάνειν τετιμηκότος."],["188","τὰς μὲν οὖν ὡς ἑορτῆς θυσίας ἰσαρίθμους ἀπέφηνε ταῖς τῶν ἱερομηνιῶν, μόσχον καὶ κριὸν καὶ ἑπτὰ ἄρνας, ἀνακερασάμενος μονάδα ἑβδομάδι καὶ πρὸς ἀρχὴν τὸ τέλος ἀπευθύνας— τέλος μὲν γὰρ ἔργων ἑβδομάς, ἀρχὴν δὲ μονὰς κεκλήρωται—, τὰς δ’ ὡς καθάρσεως τρεῖσ· προστάττει γὰρ δύο χιμάρους ἀνάγειν καὶ κριόν, εἶτά φησι δεῖν τὸν μὲν ὁλοκαυτοῦν, διακληροῦν δὲ τοὺς χιμάρους, καὶ τὸν μὲν λαχόντα τῷ θεῷ θύειν, τὸν δ’ ἕτερον εἰς ἀτριβῆ καὶ ἄβατον ἐρημίαν ἐκπέμπειν ἐφ’ ἑαυτῷ κομίζοντα τὰς ὑπὲρ τῶν πλημμελησάντων ἀράς, οἳ μεταβολαῖς ταῖς πρὸς τὸ βέλτιον ἐκαθάρθησαν, εὐνομίᾳ καινῇ παλαιὰν ἀνομίαν ἐκνιψάμενοι."],["189","Τῇ δὲ πεντεκαιδεκάτῃ τῆς πλησιφαοῦς σελήνης ἄγεται ἡ ἐπικαλουμένη σκηνῶν ἑορτή, καθ’ ἣν πλείους εἰσὶν αἱ χορηγίαι τῶν θυσιῶν· καταθύονται γὰρ ἐφ’ ἡμέρας ἑπτὰ μόσχοι μὲν ἑβδομήκοντα, κριοὶ δὲ τέσσαρες καὶ δέκα, ἄρνες δὲ δυοῖν δεόντων ἑκατόν, ἅπαντα ζῷα ὁλόκαυτα. προστέτακται δὲ καὶ τὴν ὀγδόην ἱερὰν νομίζειν, περὶ ἧς ἀκριβωτέον, ὅταν σύμπας ὁ περὶ τῶν ἑορτῶν ἐξετάζηται λόγος, ἐν ᾗ προσάγεται ὅσα καὶ ἐν ταῖς ἱερομηνίαις."],["190","Αἱ μὲν οὖν ὑπὲρ τοῦ ἔθνους ἢ κυριώτερον εἰπεῖν ὑπὲρ παντὸς ἀνθρώπων γένους κοιναὶ καὶ ὁλόκαυτοι θυσίαι κατ’ ἐμὴν δύναμιν εἴρηνται. ταῖς δ’ ὁλοκαύτοις καθ’ ἑκάστην ἡμέραν ἑορτῆς παρέπεται χίμαρος, ὃς καλεῖται μὲν περὶ ἁμαρτίας, καταθύεται δὲ εἰς ἁμαρτημάτων ἄφεσιν, οὗ τὰ κρέα τοῖς ἱερεῦσιν εἰς ἐδωδὴν ἀπονέμεται. τίς οὖν αἰτία;"],["191","ἢ ὅτι ἑορτὴ καιρός ἐστιν εὐφροσύνης, ἡ δ’ ἀψευδὴς καὶ πρὸς ἀλήθειαν εὐφροσύνη φρόνησίς ἐστιν ἐνιδρυμένη ψυχῇ βεβαίως, φρόνησιν δ’ ἀκλινῆ λαβεῖν οὐκ ἔνεστιν ἄνευ θεραπείας ἁμαρτημάτων καὶ παθῶν ἐκτομῆς; ἄτοπον γὰρ ἕκαστον μὲν τῶν ὁλοκαυτουμένων ἀσινὲς καὶ ἀβλαβὲς ἀνευρισκόμενον καθιεροῦσθαι, τὴν δὲ τοῦ θύοντος διάνοιαν μὴ οὐ κεκαθάρθαι πάντα τρόπον καὶ πεφαιδρύνθαι λουτροῖς καὶ περιρραντηρίοις χρησαμένην, ἅπερ ὁ τῆς φύσεως ὀρθὸς λόγος δι’ ὑγιαινόντων καὶ ἀδιαφθόρων ὤτων ψυχαῖς φιλοθέοις ἐπαντλεῖ."],["192","πρὸς δὲ τούτῳ κἀκεῖνο δεόντως ἂν λέγοιτο· αἱ ἑορτώδεις ἀνέσεις αὗται καὶ ἐκεχειρίαι μυρίας ἤδη πολλάκις ἁμαρτημάτων ὁδοὺς ἀνέτεμον· ἄκρατος γὰρ καὶ αἱ μετ’ οἰνοφλυγίας ὀψοφαγίαι τὰς γαστρὸς ἀκορέστους ἐπιθυμίας ἐγείρουσαι προσαναφλέγουσι καὶ τὰς ὑπὸ γαστέρα, καὶ ῥέουσαι καὶ χεόμεναι πάντῃ φορὰν ἀμυθήτων ἀπεργάζονται κακῶν τὸ τῆς ἑορτῆς ἀδεὲς ὁρμητήριον ἔχουσαι καὶ πρὸς τὸ μηδὲν παθεῖν καταφυγήν."],["193","ἅπερ συνιδὼν οὐκ ἐφῆκε κατὰ τὰ αὐτὰ τοῖς ἄλλοις ἑορτάζειν, ἀλλ’ ἐν αὐτῷ τῷ τῆς εὐφροσύνης καιρῷ πρῶτον μὲν ἐκέλευσεν ἁγνεύειν ἐπιστομίζοντας τὰς ἐφ’ ἡδονὴν ὁρμάς, εἶτα εἰς τὸ ἱερὸν ἐπὶ μετουσίαν ὕμνων καὶ εὐχῶν καὶ θυσιῶν ἐκάλεσεν, ἵνα κἀκ τοῦ τόπου κἀκ τῶν ὁρωμένων καὶ λεγομένων διὰ τῶν κυριωτάτων αἰσθήσεων, ὄψεως καὶ ἀκοῆς, ἐγκρατείας ἅμα καὶ εὐσεβείας ἐρασθῶσιν, εἶτ’ ἐπὶ πᾶσιν ὑπέμνησε τοῦ μὴ ἁμαρτάνειν διὰ τῆς θυσίας τοῦ περὶ ἁμαρτίας· ὁ γὰρ ἀμνηστίαν ἐφ’ οἷς ἥμαρτεν αἰτούμενος οὐχ οὕτως ἐστὶ κακοδαίμων, ὥστ’ ἐν ᾧ χρόνῳ παλαιῶν ἀδικημάτων αἰτεῖται λύσιν ἕτερα καινοτομεῖν."],["194","Τοσαῦτα περὶ τούτων διαλεχθεὶς ἄρχεται διαιρεῖν τὰ τῶν θυσιῶν γένη καὶ τέμνων εἰς εἴδη τρία τὰ ἀνωτάτω τὸ μὲν ὁλόκαυτον καλεῖ, τὸ δὲ σωτήριον, τὸ δὲ περὶ ἁμαρτίας· εἶθ’ ἕκαστον τοῖς ἁρμόττουσιν ἐπικοσμεῖ τοῦ πρέποντος ἅμα καὶ εὐαγοῦς οὐ μετρίως στοχασάμενος."],["195","παγκάλη δὲ καὶ προσφυεστάτη τοῖς πράγμασιν ἡ διαίρεσις ἀκολουθίαν ἔχουσα καὶ εἱρμόν· εἰ γὰρ βούλοιτό τις ἐξετάζειν ἀκριβῶς τὰς αἰτίας, ὧν ἕνεκα τοῖς πρώτοις ἔδοξεν ἀνθρώποις ἐπὶ τὰς διὰ θυσιῶν εὐχαριστίας ὁμοῦ καὶ λιτὰς ἐλθεῖν, εὑρήσει δύο τὰς ἀνωτάτω· μίαν μὲν τὴν πρὸς θεὸν τιμήν, τὴν ἄνευ τινὸς ἑτέρου δι’ αὐτὸν μόνον γινομένην ὡς ἀναγκαῖον καὶ καλόν, ἑτέραν δὲ τὴν τῶν θυόντων προηγουμένην ὠφέλειαν· διττὴ δ’ ἐστίν, ἡ μὲν ἐπὶ μετουσίᾳ ἀγαθῶν, ἡ δὲ ἐπὶ κακῶν ἀπαλλαγῇ."],["196","τῇ μὲν οὖν κατὰ θεὸν καὶ δι’ αὐτὸν μόνον γινομένῃ προσήκουσαν ὁ νόμος ἀπένειμε θυσίαν τὴν ὁλόκαυτον, ὁλοκλήρῳ καὶ παντελεῖ μηδὲν ἐπιφερομένῃ τῆς θνητῆς φιλαυτίας ὁλόκληρον καὶ παντελῆ· τὴν δὲ χάριν ἀνθρώπων, ἐπειδὴ διαίρεσιν ἐπεδέχετο ἡ δόξα, καὶ αὐτὸς διεῖλε, κατὰ μὲν τὴν μετουσίαν τῶν ἀγαθῶν ὁρίσας θυσίαν ἣν ὠνόμασε σωτήριον, τῇ δὲ φυγῇ τῶν κακῶν ἀπονείμας τὴν περὶ ἁμαρτίας. ὡς τρεῖς εἶναι δεόντως ἐπὶ τρισί,"],["197","τὴν μὲν ὁλόκαυτον δι’ αὐτὸν μόνον τὸν θεόν, ὃν καλὸν τιμᾶσθαι, μὴ δι’ ἕτερον, τὰς δ’ ἄλλας δι’ ἡμᾶς, τὴν μὲν σωτήριον ἐπὶ σωτηρίᾳ καὶ βελτιώσει τῶν ἀνθρωπίνων πραγμάτων, τὴν δὲ περὶ ἁμαρτίας ἐπὶ θεραπείᾳ ὧν ἐπλημμέλησεν ἡ ψυχή."],["198","Λεκτέον δὲ περὶ ἑκάστης τὰ νομοθετηθέντα τὴν ἀρχὴν ποιησαμένους ἀπὸ τῆς ἀρίστης· ἀρίστη δ’ ἐστὶν ἡ ὁλόκαυτος. ἔστω δή, φησί, πρῶτον μὲν τὸ ἱερεῖον ἄρρεν, ἐκ τῶν πρὸς τὰς θυσίας ἀριστίνδην ζῴων ἐπικριθέντων, μόσχος ἢ ἀμνὸς ἢ ἔριφος· ἔπειτα δ’ ἀπονιψάμενος ὁ προσάγων τὰς χεῖρας ἐπιφερέτω τῇ τοῦ ἱερείου κεφαλῇ·"],["199","καὶ μετὰ ταῦτα λαβών τις τῶν ἱερέων καταθυέτω καὶ φιάλην ἕτερος ὑποσχὼν καὶ δεξάμενος τοῦ αἵματος ἐν κύκλῳ περιϊὼν τὸν βωμὸν ἐπιρραινέτω, καὶ τὸ ἱερεῖον ἀποδαρὲν εἰς ὁλόκληρα μέλη διανεμέσθω, κοιλίας ἀποπλυνομένης καὶ ποδῶν· εἶτα σύμπαν τῷ ἱερῷ πυρὶ τοῦ βωμοῦ παραδιδόσθω, γεγονὸς καὶ ἐξ ἑνὸς πολλὰ καὶ ἐκ πολλῶν ἕν."],["200","ταῦτα μὲν ἡ ῥητὴ πρόσταξις περιέχει. μηνύεται δὲ καὶ νοῦς ἕτερος αἰνιγματώδη λόγον ἔχων τὸν διὰ συμβόλων· σύμβολα δ’ ἐστὶ τὰ λεχθέντα φανερὰ ἀδήλων καὶ ἀφανῶν. ἄρρεν εὐθέως τὸ ὁλόκαυτον ἱερεῖον, ἐπειδὴ τοῦ θήλεος καὶ τελειότερον καὶ ἡγεμονικώτερον καὶ συγγενέστερον αἰτίῳ δραστικῷ· τὸ γὰρ θῆλυ ἀτελές, ὑπήκοον, ἐν τῷ πάσχειν μᾶλλον ἢ ποιεῖν ἐξεταζόμενον."],["201","δυοῖν δ’ ὄντων, ἐξ ὧν ἡ ἡμετέρα ψυχὴ συνέστη, λογικοῦ τε καὶ ἀλόγου, τὸ μὲν λογικὸν τῆς ἄρρενος γενεᾶς ἐστιν, ὅπερ νοῦς καὶ λογισμὸς κεκλήρωται, τὸ δ’ ἄλογον τῆς πρὸς γυναικῶν, ὅπερ ἔλαχεν αἴσθησις. νοῦς δὲ αἰσθήσεως, ὡς ἀνὴρ γυναικός, καθ’ ὅλον γένος ἀμείνων, ὃς ἄμωμος ὢν καὶ καθαρθεὶς καθάρσεσι ταῖς ἀρετῆς τελείας αὐτός ἐστιν ἡ εὐαγεστάτη θυσία καὶ ὅλη δι’ ὅλων εὐάρεστος θεῷ."],["202","τὰς δὲ ἐπιτιθεμένας τῇ τοῦ ζῴου κεφαλῇ χεῖρας δεῖγμα σαφέστατον εἶναι συμβέβηκε πράξεων ἀνυπαιτίων καὶ βίου μηδὲν ἐπιφερομένου τῶν εἰς κατηγορίαν ἀλλὰ τοῖς τῆς φύσεως νόμοις καὶ θεσμοῖς συνᾴδοντος."],["203","βούλεται γὰρ τοῦ θύοντος πρῶτον μὲν τὸν νοῦν ὡσιῶσθαι γνώμαις ἀγαθαῖς καὶ συμφερούσαις ἐνασκούμενον, ἔπειτα δὲ τὸν βίον ἐξ ἀρίστων συνεστάναι πράξεων, ὡς ἅμα τῇ τῶν χειρῶν ἐπιθέσει δύνασθαί τινα παρρησιασάμενον ἐκ καθαροῦ τοῦ συνειδότος τοιαῦτα εἰπεῖν·"],["204","αἱ χεῖρες αὗται οὔτε δῶρον ἐπ’ ἀδίκοις ἔλαβον οὔτε τὰς ἐξ ἁρπαγῆς καὶ πλεονεξίας διανομὰς οὔτε αἵματος ἀθῴου προσήψαντο, οὐ πήρωσιν, οὐχ ὕβριν, οὐ τραῦμα, οὐ βίαν ἐξειργάσαντο, οὐκ ἄλλο τὸ παράπαν οὐδὲν τῶν κατηγορίαν καὶ ψόγον ἐχόντων ὑπηρέτησαν, ἀλλ’ ὑποδιάκονοι πάντων ἐγένοντο τῶν καλῶν καὶ συμφερόντων, ἃ παρὰ σοφίᾳ καὶ νόμοις καὶ σοφοῖς καὶ νομίμοις ἀνδράσι τετίμηται."],["205","τὸ δ’ αἷμα κύκλῳ προσχεῖται τῷ βωμῷ, διότι κύκλος σχημάτων τὸ τελειότατον καὶ ὑπὲρ τοῦ μέρος μηδὲν ἔρημον καὶ κενὸν ἀπολειφθῆναι ψυχικῆς σπονδῆς· ψυχῆς γὰρ κυρίως εἰπεῖν ἐστι σπονδὴ τὸ αἷμα. συμβολικῶς οὖν ἀναδιδάσκει τὴν διάνοιαν ὅλην δι’ ὅλων ἐν κύκλῳ χορεύουσαν ἐν πάσαις ἰδέαις λόγων καὶ βουλευμάτων καὶ ἔργων ἐπιδείκνυσθαι τὴν πρὸς τὸν θεὸν ἀρέσκειαν."],["206","ἀποπλύνεσθαι δὲ κοιλίαν καὶ πόδας διείρηται, πάνυ συμβολικῶς· διὰ μὲν γὰρ τῆς κοιλίας αἰνίττεται τὴν ἐπιθυμίαν, ἣν ἐκνίπτεσθαι συμφέρον κηλίδων καὶ μιασμάτων καὶ μέθης καὶ παροινίας μεστήν, κακὸν βλαβερώτατον ἐπὶ λύμῃ τοῦ βίου τῶν ἀνθρώπων συγκροτούμενόν τε καὶ συνασκούμενον·"],["207","διὰ δὲ τοῦ τοὺς πόδας ἀπολούεσθαι τὸ μηκέτι βαίνειν ἐπὶ γῆς, ἀλλ’ αἰθεροβατεῖν· ἡ γὰρ τοῦ φιλοθέου ψυχὴ πρὸς ἀλήθειαν ἀπὸ γῆς ἄνω πρὸς οὐρανὸν πηδᾷ καὶ πτερωθεῖσα μετεωροπολεῖ συντάττεσθαι γλιχομένη καὶ συγχορεύειν ἡλίῳ καὶ σελήνῃ καὶ τῇ τῶν ἄλλων ἀστέρων ἱερωτάτῃ καὶ παναρμονίῳ στρατιᾷ, ταξιαρχοῦντος καὶ ἡγεμονεύοντος τοῦ θεοῦ τοῦ τὴν ἀνανταγώνιστον καὶ ἀναφαίρετον βασιλείαν ἔχοντος, δι’ ἧς ἐνδίκως ἕκαστα πρυτανεύεται."],["208","ἡ δὲ εἰς μέλη τοῦ ζῴου διανομὴ δηλοῖ, ἤτοι ὡς ἓν τὰ πάντα ἢ ὅτι ἐξ ἑνός τε καὶ εἰς ἕν, ὅπερ οἱ μὲν κόρον καὶ χρησμοσύνην ἐκάλεσαν, οἱ δ’ ἐκπύρωσιν καὶ διακόσμησιν, ἐκπύρωσιν μὲν κατὰ τὴν τοῦ θερμοῦ δυναστείαν τῶν ἄλλων ἐπικρατήσαντος, διακόσμησιν δὲ κατὰ τὴν τῶν τεττάρων στοιχείων ἰσονομίαν, ἣν ἀντιδιδόασιν ἀλλήλοις."],["209","ἐμοὶ δὲ εὐθυβολώτερον σκοπουμένῳ δοκεῖ τοῦτο δηλοῦσθαι· ἡ τιμῶσα ψυχὴ τὸ ὂν δι’ αὐτὸ τὸ ὂν ὀφείλει μὴ ἀλόγως μηδ’ ἀνεπιστημόνως ἀλλὰ σὺν ἐπιστήμῃ καὶ λόγῳ τιμᾶν. ὁ δὲ περὶ αὐτοῦ λόγος τομὴν ἐπιδέχεται καὶ διαίρεσιν καθ’ ἑκάστην τῶν θείων δυνάμεων καὶ ἀρετῶν· ὁ γὰρ θεὸς ἀγαθός τέ ἐστι καὶ ποιητὴς καὶ γεννητὴς τῶν ὅλων καὶ προνοητικὸς ὧν ἐγέννησε, σωτήρ τε καὶ εὐεργέτης, μακαριότητος καὶ πάσης εὐδαιμονίας ἀνάπλεως· ὧν ἕκαστον καὶ καθ’ αὑτὸ ἰδίᾳ σεμνὸν καὶ ἐπαινετὸν καὶ μετὰ τῶν ὁμογενῶν ἐξεταζόμενον."],["210","ἔχει δὲ καὶ τὰ ἄλλα ταύτῃ. ὅταν βουληθῇς, ὦ διάνοια, εὐχαριστῆσαι περὶ γενέσεως κόσμου θεῷ, καὶ περὶ τοῦ ὅλου ποιοῦ τὴν εὐχαριστίαν καὶ περὶ τῶν ὁλοσχερεστάτων αὐτοῦ μερῶν ὡς ἂν ζῴου τελειοτάτου μελῶν, οἷον οὐρανοῦ λέγω καὶ ἡλίου καὶ σελήνης, πλανήτων καὶ ἀπλανῶν ἀστέρων, εἶτα γῆς καὶ τῶν ἐν αὐτῇ ζῴων καὶ φυτῶν, εἶτα πελαγῶν καὶ ποταμῶν αὐθιγενῶν τε καὶ χειμάρρων καὶ τῶν ἐν αὐτοῖς, ἔπειτα ἀέρος καὶ τῶν κατ’ αὐτὸν μεταβολῶν· χειμὼν γὰρ καὶ θέρος, ἔαρ τε καὶ μετόπωρον, αἱ ἐτήσιοι καὶ βιωφελέσταται ὧραι, παθήματα ἀέρος γεγόνασιν ἐπὶ σωτηρίᾳ τῶν μετὰ σελήνην τρεπομένου."],["211","κἂν ἄρα ποτὲ περὶ ἀνθρώπων εὐχαριστῇς, μὴ μόνον περὶ τοῦ γένους ἀλλὰ καὶ περὶ τῶν εἰδῶν καὶ ἀναγκαιοτάτων μερῶν εὐχαρίστει, ἀνδρῶν, γυναικῶν, Ἑλλήνων, βαρβάρων, τῶν ἐν ἠπείροις, τῶν τὰς νήσους εἰληχότων· κἂν περὶ ἑνὸς ἀνδρός, τέμε τῷ λόγῳ τὴν εὐχαριστίαν, μὴ εἰς τὰ λεπτότατα μέχρι τῶν ἐσχάτων, ἀλλὰ εἰς τὰ συνεκτικώτατα, σῶμα καὶ ψυχὴν τὸ πρῶτον, ἐξ ὧν συνέστηκεν, εἶτα εἰς λόγον καὶ νοῦν καὶ αἴσθησιν· οὐ γὰρ ἂν γένοιτο ἀναξία θεοῦ ἀκοῆς καὶ ἡ ὑπὲρ ἑκάστου τούτων εὐχαριστία καθ’ αὑτήν."],["212","Ἀπόχρη τοσαῦτα περὶ τῆς ὁλοκαύτου θυσίας λελέχθαι. τὴν δὲ τοῦ σωτηρίου λεγομένην ἑξῆς ἐπισκεπτέον. ἐπὶ ταύτης ἀδιαφορεῖ, ἐάν τε ἄρρεν ᾖ τὸ ἱερεῖον ἐάν τε καὶ θῆλυ. σφαγέντος δὲ τρία ταῦτα ὑπεξαιρεῖται τῷ βωμῷ, τὸ στέαρ καὶ λοβὸς ἥπατος καὶ νεφροὶ δύο· τὰ δ’ ἄλλα τῷ καταθύσαντι εὐωχία."],["213","διὰ τί δὲ τὰ μέρη ταῦτα τῶν ἐντοσθιδίων καθιεροῦται, μετὰ ἀκριβείας ἐπισκεπτέον ἐκεῖνο μὴ παρελθόντας· διαλογιζόμενος ἐν ἐμαυτῷ πολλάκις ταῦτα καὶ διερευνώμενος ἐπηπόρησα, τί δήποτε λοβὸν μὲν ἥπατος καὶ νεφροὺς καὶ στέαρ ἀπαρχὰς τῶν καταθυομένων ζῴων ὑπεξείλετο ὁ νόμος, οὔτε δὲ καρδίαν οὔτε ἐγκέφαλον, τοῦ ἡγεμονικοῦ τῷ ἑτέρῳ τούτων ἐνδιαιτωμένου."],["214","τὸ δ’ αὐτὸ νομίζω καὶ ἄλλους οὐκ ὀλίγους τῶν διανοίᾳ μᾶλλον ἢ ὀφθαλμοῖς ταῖς ἱεραῖς γραφαῖς ἐντυγχανόντων ἐπιζητήσειν· ἐὰν μὲν οὖν ἐπισκεψάμενοι πιθανωτέραν αἰτίαν εὕρωσιν, ἑαυτούς τε καὶ ἡμᾶς ὠφελήσουσιν· εἰ δὲ μή, τὴν ἐπινοηθεῖσαν ὑφ’ ἡμῶν ἐπικρινάτωσαν, εἰ δόκιμος. ἔστι δὲ ἥδε· τὸ ἡγεμονικὸν μόνον τῶν ἐν ἡμῖν ἀφροσύνην καὶ ἀδικίαν καὶ δειλίαν καὶ τὰς ἄλλας κακίας δέχεταί τε καὶ χωρεῖ· τούτου δὲ οἶκος τὸ ἕτερον τῶν λεχθέντων ἐστίν, ἐγκέφαλος ἢ καρδία."],["215","ἐδικαίωσεν οὖν ὁ ἱερὸς λόγος τῷ τοῦ θεοῦ βωμῷ, δι’ οὗ πάντων ἁμαρτημάτων καὶ παρανομημάτων ἀπολύσεις γίνονται καὶ παντελεῖς ἀφέσεις, μὴ προσφέρειν ἀγγεῖον, ἐν ᾧ ποτε φωλεύσας ὁ νοῦς ἐπὶ τὴν ἀδικίας καὶ ἀσεβείας ἀνοδίαν ἐχώρησεν ἐκτραπόμενος τὴν ἐπ’ ἀρετὴν καὶ καλοκἀγαθίαν ἄγουσαν ὁδόν· εὔηθες γὰρ τὰς θυσίας ὑπόμνησιν ἁμαρτημάτων ἀλλὰ μὴ λήθην αὐτῶν κατασκευάζειν. τοῦτ’ αἴτιον εἶναί μοι δοκεῖ τοῦ μηδέτερον τῶν ἡγεμονίαν ἐχόντων, ἐγκέφαλον ἢ καρδίαν, προσφέρεσθαι."],["216","ἃ δὲ διείρηται, λόγον ἔχει προσήκοντα· τὸ μὲν στέαρ, ὅτι καὶ πιότατον καὶ τῶν σπλάγχνων φυλακτήριον— ἐπαμπίσχει γὰρ αὐτὰ καὶ πιαίνει καὶ τῇ μαλακότητι τῆς ἐπαφῆς ὠφελεῖ—, οἱ δὲ νεφροὶ διὰ τοὺς παραστάτας καὶ τὰ γεννητικά, οἷς παροικοῦντες ἀγαθῶν τρόπον γειτόνων βοηθοῦσι καὶ συμπράττουσιν, ὅπως ὁ τῆς φύσεως σπόρος εὐοδῇ, μηδενὸς τῶν πλησίον ἐμποδίζοντος— αὐτοὶ μὲν γὰρ αἱμοειδεῖς εἰσι δεξαμεναί, οἷς ἡ τῶν περιττωμάτων ὑγρὰ κάθαρσις ἀποκρίνεται, οἱ δὲ παραστάται πλησίον, δι’ ὧν ἄρδεται ὁ σπόρος—, λοβὸς δ’ ἥπατος τοῦ κυριωτάτου τῶν σπλάγχνων ἐστὶν ἀπαρχή, δι’ οὗ τὴν τροφὴν ἐξαιματοῦσθαι συμβέβηκε καὶ ἐποχετευομένην τῇ καρδίᾳ φέρεσθαι διὰ φλεβῶν εἰς τὴν τοῦ ὅλου σώματος διαμονήν."],["217","στόμαχος μὲν γὰρ παρακείμενος τῇ καταπόσει τὴν ὑπὸ τῶν ὀδόντων τμηθεῖσαν πρότερον καὶ λεανθεῖσαν αὖθις τροφὴν ὑποδέχεται καὶ προκατεργάζεται κοιλίᾳ· κοιλία δὲ παρὰ στομάχου λαμβάνουσα τὴν δευτέραν ὑπηρεσίαν ἐπιτελεῖ, πρὸς ἣν ὑπὸ φύσεως ἐτάχθη, χύλωσιν ἀπεργαζομένη τῆς τροφῆς· αὐλοὶ δὲ δύο τῆς κοιλίας σωληνοειδεῖς ἐκπεφύκασιν εἰς ἧπαρ ἐπαντλοῦντες ταῖς διαπεφυκυίαις ἐν αὐτῷ δεξαμεναῖς."],["218","ἔχει δὲ διττὴν δύναμιν ἧπαρ, διακριτικήν τε καὶ τὴν πρὸς ἐξαιμάτωσιν· ἡ μὲν οὖν διακριτικὴ πᾶν ὅσον ἀτέραμνον καὶ δυσκατέργαστον εἰς τὸ παρακείμενον χολῆς ἀγγεῖον ἀποκρίνει, ἡ δ’ ἑτέρα τὸ καθαρὸν καὶ διηθημένον τῷ περὶ αὐτὴν φλογμῷ τρέπει μὲν εἰς αἷμα ζωτικώτατον, ἀναθλίβει δ’ εἰς καρδίαν, ἀφ’ ἧς ὡς ἐλέχθη ταῖς φλεψὶν ἐποχετευόμενον διὰ παντὸς εἱλεῖται τοῦ σώματος γινόμενον αὐτῷ τροφή."],["219","πρόσεστι δὲ κἀκεῖνο τοῖς εἰρημένοις· τὴν τοῦ ἥπατος φύσιν μετέωρον καὶ λειοτάτην οὖσαν [καὶ] διὰ λειότητα φανοτάτου κατόπτρου λόγον ἔχειν συμβέβηκεν, ἵν’ ἐπειδὰν τῶν ἡμερινῶν φροντίδων ἀναχωρήσας ὁ νοῦς, ὕπνῳ μὲν παρειμένου τοῦ σώματος, μηδεμιᾶς δὲ τῶν αἰσθήσεων ἱσταμένης ἐμποδών, ἀνακυκλεῖν αὑτὸν ἄρξηται καὶ τὰ νοήματα καθαρῶς ἐφ’ αὑτοῦ σκοπεῖν, οἷα εἰς κάτοπτρον ἀποβλέπων τὸ ἧπαρ ἕκαστα εἱλικρινῶς καταθεᾶται τῶν νοητῶν καὶ περιβλεπόμενος ἐν κύκλῳ τὰ εἴδωλα, μή τι πρόσεστιν αἶσχος, [ἵνα] τὸ μὲν φύγῃ, τὸ δ’ ἐναντίον ἕληται, καὶ πάσαις ταῖς φαντασίαις εὐαρεστήσας προφητεύῃ διὰ τῶν ὀνείρων τὰ μέλλοντα."],["220","Δυσὶ δὲ μόναις ἡμέραις ἐπιτρέπει τὴν χρῆσιν τῆς τοῦ σωτηρίου θυσίας ποιεῖσθαι μηδὲν εἰς τὴν τρίτην ἀπολείποντας, πολλῶν χάριν· ἑνὸς μὲν ὅτι τὰ τῆς ἱερᾶς τραπέζης πάντα καιρίως δεῖ προσφέρεσθαι σπουδὴν ποιουμένους, ὡς μὴ μεταβάλῃ μήκει χρόνου· κρεῶν δὲ ἑώλων εὔσηπτος ἡ φύσις, κἂν ἡδύσμασι παραρτυθῇ."],["221","ἑτέρου δ’ ὅτι τὰς θυσίας ἀταμιεύτους εἶναι προσήκει καὶ πᾶσιν εἰς μέσον προκεῖσθαι τοῖς δεομένοις· εἰσὶ γὰρ οὐκέτι τοῦ τεθυκότος, ἀλλ’ ᾧ τέθυται τὸ ἱερεῖον, ὃς εὐεργέτης καὶ φιλόδωρος ὢν κοινωνὸν ἀπέφηνε τοῦ βωμοῦ καὶ ὁμοτράπεζον τὸ συμπόσιον τῶν τὴν θυσίαν ἐπιτελούντων, οἷς παραγγέλλει μὴ νομίζειν ἑστιᾶν· ἐπίτροποι γὰρ εὐωχίας εἰσίν, οὐχ ἑστιάτορες, ὁ δ’ ἑστιάτωρ ἐστὶν οὗ συμβέβηκεν εἶναι καὶ τὴν παρασκευήν, ἣν οὐ θέμις ἀποκρύπτειν φειδωλίαν, ἀνελεύθερον κακίαν, φιλανθρωπίας, ἀρετῆς εὐγενοῦς, προκρίνοντας."],["222","τελευταίου δ’ ὅτι τὴν τοῦ σωτηρίου θυσίαν ὑπὲρ δυεῖν προσάγεσθαι συμβέβηκε, ψυχῆς τε καὶ σώματος, ὧν ἑκατέρῳ μίαν ἡμέραν ἀπένειμεν εἰς εὐωχίαν τῶν κρεῶν· ἥρμοττε γὰρ ἰσάριθμον χρόνον ὁρισθῆναι τοῖς πεφυκόσι σῴζεσθαι τῶν ἐν ἡμῖν, ὡς τῇ μὲν προτεραίᾳ λαμβάνειν ἅμα τῇ βρώσει τῆς ψυχικῆς σωτηρίας ὑπόμνησιν, τῇ δ’ ὑστεραίᾳ τῆς κατὰ τὸ σῶμα ὑγείας."],["223","ἐπεὶ δὲ τρίτον οὐδὲν ἦν ὃ κυρίως πέφυκε σωτηρίαν ἐνδέχεσθαι, τὴν εἰς τὴν τρίτην ἡμέραν χρῆσιν ἀνὰ κράτος ἀπηγόρευσε προστάξας, εἰ καὶ τύχοι τι κατ’ ἄγνοιαν ἢ λήθην ἀπολειφθέν, εὐθὺς ἀναλίσκεσθαι πυρί. τὸν δὲ γευσάμενον αὐτὸ μόνον ἔνοχον ἀποφαίνει καί φησιν αὐτῷ· τεθυκέναι νομίζων, ὦ καταγέλαστε, οὐ τέθυκας· οὐ προσηκάμην ἀθύτων, ἀνιέρων, βεβήλων, ἀκαθάρτων, ὧν ἥψηκας κρεῶν, ὦ γατρίμαργε, θυσιῶν οὐδ’ ὄναρ ἐπῃσθημένος."],["224","Τῆς δὲ τοῦ σωτηρίου θυσίας ἐν εἴδει περιλαμβάνεται ἡ λεγομένη τῆς αἰνέσεως, ἥτις λόγον ἔχει τοιόνδε· ὁ μηδενὶ τὸ παράπαν ἀβουλήτῳ περιπεσών, μήτε κατὰ σῶμα μήτε κατὰ τὰ ἐκτός, ἀλλ’ ἀπολέμῳ καὶ εἰρηνικῷ βίῳ χρώμενος ἐν εὐπαθείαις τε καὶ εὐτυχίαις ἐξεταζόμενος, ἀπήμων καὶ ἄπταιστος ὢν καὶ τὸ μακρὸν τοῦ βίου πέλαγος εὐθύνων ἐν εὐδίᾳ καὶ γαλήνῃ πραγμάτων, ἐπιπνεούσης ἀεὶ κατ’ οἰάκων εὐπραγίας, ἀναγκαίως ὀφείλει τὸν κυβερνήτην θεὸν καὶ ἄνοσον μὲν σωτηρίαν ἀζημίους δ’ ὠφελείας καὶ συνόλως ἀμιγῆ κακῶν τὰ ἀγαθὰ δωρούμενον ὕμνοις τε καὶ εὐδαιμονισμοῖς καὶ εὐχαῖς θυσίαις τε καὶ ταῖς ἄλλαις εὐχαριστίαις εὐαγῶς ἀμείβεσθαι· ἃ δὴ πάντα ἀθρόα συλλήβδην ἓν ὄνομα τὸ αἰνέσεως ἔλαχε."],["225","ταύτην τὴν θυσίαν οὐχ ὥσπερ τὴν προτέραν τοῦ σωτηρίου δυσὶν ἡμέρας ἀναλίσκεσθαι προστάττει, μιᾷ δ’ αὐτὸ μόνον, ἵν’ οἱ ἐπιτυχόντες ἑτοίμων καὶ προχείρων εὐεργεσιῶν ἑτοίμην καὶ ἀνυπέρθετον ποιῶνται τὴν μετάδοσιν."],["226","Ταῦτα μὲν ἐπὶ τοσοῦτον. τὴν δὲ τρίτην ἑξῆς ἐπισκεπτέον, ἣ καλεῖται περὶ ἁμαρτίας. αὕτη τέτμηται πολλαχῇ, κἀν τοῖς προσώποις κἀν τοῖς τῶν ἱερείων εἴδεσι, προσώποις μὲν ἀρχιερέως καὶ τοῦ σύμπαντος ἔθνους καὶ ἄρχοντος ἐν μέρει καὶ ἰδιώτου, ἱερείοις δὲ μόσχου καὶ χιμάρου καὶ χιμαίρας ἢ ἀμνάδος."],["227","διακέκριται δὲ καὶ μάλιστ’ ἦν ἀναγκαῖον διακεκρίσθαι τά θ’ ἑκούσια καὶ ἀκούσια, τροπὰς λαμβανόντων τὰς πρὸς τὸ βέλτιον τῶν δοξάντων ἁμαρτεῖν καὶ κακιζόντων μὲν αὑτοὺς ἐφ’ οἷς ἐπλημμέλησαν, μεθορμιζομένων δὲ πρὸς ζωὴν ἀνυπαίτιον."],["228","τὰ μὲν οὖν τοῦ ἀρχιερέως ἁμαρτήματα καὶ τοῦ ἔθνους ἰσοτίμῳ καθαίρεται ζῴῳ— μόσχον γὰρ ἀνάγεσθαι περὶ ἑκατέρου προστέτακται—, τὰ δὲ τοῦ ἄρχοντος ἐλάττονι μέν, ἄρρενι δὲ καὶ τούτῳ— χίμαρος γάρ ἐστι τὸ ἱερεῖον—, τὰ δὲ τοῦ ἰδιώτου καταδεεστέρῳ τὸ εἶδος— θῆλυ γὰρ ἀλλ’ οὐκ ἄρρεν θῦμα, χίμαιρα, καταθύεται—."],["229","ἔδει γὰρ ἰδιώτου μὲν πλέον ἄρχοντα φέρεσθαι κἀν ταῖς ἱερουργίαις, ἄρχοντος δὲ τὸ ἔθνος, ἐπεὶ τὸ ὅλον τοῦ μέρους ἀεὶ κρεῖττον εἶναι δεῖ, τὸν δ’ ἀρχιερέα τῷ ἔθνει τῆς αὐτῆς ἠξιῶσθαι προνομίας ἐν τῷ καθαίρεσθαι καὶ παρὰ τῆς ἵλεω τοῦ θεοῦ δυνάμεως ἀμνηστίαν ἀδικημάτων αἰτεῖσθαι· τὸ δ’ ἰσότιμον οὐ δι’ αὑτόν, ὡς ἔοικε, καρποῦται μᾶλλον ἢ διότι τοῦ ἔθνους ὑπηρέτης ἐστὶ τὰς κοινὰς ὑπὲρ ἁπάντων ποιούμενος εὐχαριστίας ἐν ταῖς ἱερωτάταις εὐχαῖς καὶ ἐν ταῖς εὐαγεστάταις θυσίαις."],["230","σεμνὴ δὲ καὶ θαυμάσιος καὶ ἡ περὶ ταῦτα διάταξις· „ἐὰν “φησίν „ὁ ἀρχιερεὺς ἄκων ἁμάρτῃ, “καὶ προστίθησιν „ὥστε τὸν λαὸν ἁμαρτεῖν \" (cf. Lev. 4, 3), μόνον οὐκ ἄντικρυς ἀναδιδάσκων, ὅτι ὁ πρὸς ἀλήθειαν ἀρχιερεὺς καὶ μὴ ψευδώνυμος ἀμέτοχος ἁμαρτημάτων ἐστίν, εἰ δ’ ὀλισθήσοι ποτέ, πείσεται τοῦτο οὐ δι’ αὑτόν, ἀλλὰ διὰ κοινὸν τοῦ ἔθνους σφάλμα· τὸ δὲ σφάλμα οὐκ ἀνίατον, ἀλλὰ ῥᾳδίως τὴν θεραπείαν ἐνδεχόμενον."],["231","ὅταν οὖν σφαγιασθῇ ὁ μόσχος, κελεύει τοῦ αἵματος ἐπιρραίνειν ἑπτάκις τῷ δακτύλῳ ἀντικρὺ τοῦ πρὸς τοῖς ἀδύτοις καταπετάσματος, ἐσωτέρω τοῦ προτέρου, καθ’ ὃν τόπον ἵδρυται τὰ ἱερώτατα σκεύη, κἄπειτα τὰ τοῦ θυμιατηρίου τέτταρα κέρατα— τετράγωνον γάρ ἐστι— χρίειν καὶ ἐπαλείφειν, τὸ δ’ ἄλλο αἷμα προσχεῖν παρὰ τῇ βάσει τοῦ ἐν ὑπαίθρῳ βωμοῦ·"],["232","ἐφ’ ὃν ἀναφέρειν τρία διείρηται, στέαρ καὶ λοβὸν ἥπατος καὶ διττοὺς νεφρούς, κατὰ τὴν ἐπὶ τοῦ σωτηρίου διάταξιν, δορὰν δὲ καὶ κρέα καὶ σύμπαν ἀπὸ κεφαλῆς ἄχρι ποδῶν τὸ ἄλλο σῶμα τοῦ μόσχου μετὰ τῶν ἐντοσθιδίων προφέρειν ἔξω καὶ κατακαίειν ἐν χωρίῳ καθαρῷ, ἔνθα τὴν ἱερὰν ἀπὸ τοῦ βωμοῦ τέφραν ἐκκομίζεσθαι συμβέβηκε."],["233","τὰ δ’ αὐτὰ νομοθετεῖ καὶ περὶ παντὸς τοῦ ἔθνους ἁμαρτόντος. εἰ δέ τις ἄρχων πλημμελήσειε, χιμάρῳ ποιεῖται τὴν κάθαρσιν, ὡς εἶπον, ἐὰν δὲ ἰδιώτης, χιμαίρᾳ ἢ ἀμνάδι· τῷ μὲν γὰρ ἄρρεν, τῷ δ’ ἰδιώτῃ θῆλυ ζῷον ἀπένειμε, τὰ δ’ ἄλλα διαταξάμενος ἐπ’ ἀμφοῖν ὅμοια, χρίσαι τὰ κέρατα τοῦ ἐν ὑπαίθρῳ βωμοῦ τῷ αἵματι, στέαρ καὶ λοβὸν ἥπατος καὶ διττοὺς νεφροὺς ἀνενεγκεῖν, τὰ δ’ ἄλλα τοῖς ἱερεῦσι παρασχεῖν ἐδωδήν."],["234","ἐπεὶ δὲ τῶν ἁμαρτημάτων τὰ μὲν εἰς ἀνθρώπους, τὰ δ’ εἰς ἱερὰ καὶ ἅγια δρᾶται, περὶ μὲν τῶν εἰς ἀνθρώπους γινομένων ἀκουσίως διείλεκται, τὴν δ’ ἐπὶ τοῖς ἱεροῖς κάθαρσιν ἱλάσκεσθαι κριῷ νομοθετεῖ, πρότερον ἀποτίσαντας ἐκεῖνο περὶ ὃ γέγονεν ἡ πλημμέλεια, τὸ πέμπτον προσεπιτιθέντας τῆς ἀξίας τιμῆς."],["235","Ταῦτα καὶ τὰ τούτοις ὅμοια νομοθετήσας ἐπὶ τοῖς ἀκουσίοις καὶ περὶ τῶν ἑκουσίων ἑξῆς διατάττεται. ἐάν τις, φησί, ψεύσηται περὶ κοινωνίας ἢ περὶ παρακαταθήκης ἢ ἁρπαγῆς ἢ εὑρέσεως ὧν ἀπώλεσεν ἕτερος καὶ ὑπονοηθείς, ὅρκου προταθέντος, ὀμόσῃ καὶ δόξας ἐκπεφευγέναι τὸν ἀπὸ τῶν κατηγόρων ἔλεγχον αὐτὸς ἑαυτοῦ γένηται κατήγορος, ἔνδον ὑπὸ τοῦ συνειδότος ἐλεγχθείς, καὶ κακίσῃ μὲν ἑαυτὸν ὧν ἠρνήσατο καὶ ἐπιώρκησεν, ὁμολογῶν δ’ ἄντικρυς τὸ πραχθὲν ἀδίκημα συγγνώμην αἰτῆται, κελεύει τῷ τοιούτῳ παρέχειν ἀμνηστίαν,"],["236","ἐπαληθεύσαντι τὴν μετάνοιαν οὐχ ὑποσχέσει ἀλλ’ ἔργοις, ἀποδόσει τῆς παρακαταθήκης καὶ ὧν ἥρπασεν ἢ εὗρεν ἢ συνόλως ἐσφετερίσατο τοῦ πλησίον, προσαποτίσας καὶ τὸ ἐπίπεμπτον εἰς παρηγορίαν τοῦ πλημμεληθέντος."],["237","ὅταν δὲ ἱλάσηται τὸν ἠδικημένον πρότερον, ἴτω, φησί, μετὰ ταῦτα καὶ εἰς τὸ ἱερὸν αἰτησόμενος ὧν ἐξήμαρτεν ἄφεσιν, ἐπαγόμενος παράκλητον οὐ μεμπτὸν τὸν κατὰ ψυχὴν ἔλεγχον, ὃς ἀνιάτου συμφορᾶς αὐτὸν ἐρρύσατο τὴν θανατοῦσαν νόσον ἀνεὶς καὶ πρὸς ὑγείαν παντελῆ μεταβαλών."],["238","κριὸν δ’ εἶναι καὶ τούτῳ διείρηται σφάγιον, καθὰ καὶ τῷ πρὸς τὰ ἅγια πλημμελήσαντι· τὸ γὰρ ἐν τοῖς ἁγίοις ἀκούσιον ἁμάρτημα ἰσότιμον ἀπέφηνε τῷ περὶ τὰ ἀνθρώπινα ἑκουσίῳ, εἰ μὴ ἄρα καὶ τοῦτ’ ἐστί τι ἅγιον, ἐπειδὴ προσγέγονεν ὅρκος, ὃν οὐκ ἐφ’ ὑγιεῖ γενόμενον ἐπηνωρθώσατο τροπῇ τῇ πρὸς τὸ βέλτιον."],["239","Παρατηρητέον δ’ ὅτι τὰ μὲν ἐπιφερόμενα τῷ βωμῷ ἐκ τοῦ περὶ ἁμαρτίας ἱερείου ταὐτά ἐστιν ἃ καὶ ἐπὶ τῆς τοῦ σωτηρίου θυσίας, λοβὸς ἥπατος καὶ στέαρ καὶ νεφροί· τρόπον γάρ τινα καὶ ὁ μετανοῶν σῴζεται, τὴν χαλεπωτέραν τῶν ἐν τῷ σώματι παθῶν νόσον ψυχῆς ἐκτρεπόμενος."],["240","τὰ δ’ ἄλλα μέρη τοῦ ζῴου πρὸς ἐδωδὴν ἀπονέμεται διαφερόντως. ἐν τρισὶ δ’ ἡ διαφορά· τόπῳ, χρόνῳ, τοῖς λαμβάνουσι· τόπος μὲν οὖν τὸ ἱερόν, χρόνος δὲ ἀντὶ δυεῖν ἡμερῶν μία, οἱ δὲ μεταλαμβάνοντες ἱερεῖς, ἀλλ’ οὐχ ὧν ἐστιν ἡ θυσία, καὶ ἱερέων ἄρσενες."],["241","ἔξω μὲν οὖν οὐκ ἐᾷ τοῦ ἱεροῦ προφέρειν βουλόμενος, εἴ τι τῷ μετανοοῦντι πρότερον ἡμάρτηται, μὴ περίφημον εἶναι βασκάνων καὶ φιλαπεχθημόνων γνώμαις ἀγνώμοσι καὶ στόμασιν ἀχαλίνοις, ἐπ’ ὀνείδει καὶ διαβολαῖς ἐκδεδομένον, ἀλλ’ ἐντὸς ὅρων ἱερῶν, ἐν οἷς καὶ ἡ κάθαρσις γέγονεν, εἶναι."],["242","τοῖς δ’ ἱερεῦσιν εὐωχεῖσθαι τὴν θυσίαν κελεύει διὰ πολλά· πρῶτον μὲν ἵνα τιμήσῃ τοὺς τεθυκότας, ἡ γὰρ τῶν ἑστιωμένων ἀξίωσις ἐπικοσμεῖ τοὺς ἑστιάτορας· δεύτερον δὲ ἵνα βεβαιότατα πιστεύσωσιν, ὅτι οἷς ἁμαρτημάτων εἰσέρχεται μεταμέλεια ἵλεω τὸν θεὸν ἔχουσιν· οὐ γὰρ ἂν τοὺς προσπόλους αὐτοῦ καὶ θεράποντας ἐπὶ μετουσίαν τῆς τοιαύτης τραπέζης ἐκάλεσεν, εἰ μὴ παντελὴς ἐγεγένητο ἀμνηστία· τρίτον δ’ ὅτι λειτουργεῖν οὐδενὶ τῶν ἱερέων ἔξεστιν, ὃς ἂν μὴ ὁλόκληρος ᾖ· καὶ γὰρ τῷ βραχυτάτῳ μώμῳ σκορακίζεται."],["243","παρηγορεῖ δὴ τοὺς μηκέτι τὴν τῶν ἀδικημάτων ὁδὸν ἰόντας ὡς ἱερατικοῦ γένους ἕνεκα προαιρέσεως καθαρᾶς μεταλαχόντας καὶ πρὸς ἱερέων ἰσοτιμίαν ἐπαχθέντας. ὅθεν καὶ μιᾷ ἡμέρᾳ τὸ περὶ ἁμαρτίας ἱερεῖον ἀναλίσκεται, ὡς δέον ὑπερτίθεσθαι μὲν τὸ ἁμαρτάνειν μέλλοντας ἀεὶ πρὸς αὐτὸ καὶ βραδύνοντας, πρὸς δὲ τὸ κατορθοῦν ἐπεσπευσμένῳ τάχει χρῆσθαι."],["244","τὰ δ’ ὑπὲρ τοῦ ἀρχιερέως ἢ τοῦ ἔθνους ἕνεκα πλημμελείας σφαγιαζόμενα πρὸς μὲν ἐδωδὴν οὐ σκευάζεται, κατακαίεται δ’ ἐπὶ τῆς ἱερᾶς τέφρας, ὡς ἐλέχθη· κρείττων γὰρ οὐδεὶς ἀρχιερέως ἢ τοῦ ἔθνους ἐστίν, ὃς ἁμαρτησάντων γενήσεται παραιτητής."],["245","εἰκότως οὖν ἀναλίσκεται τὰ κρέα πυρί, κατὰ μίμησιν τῶν ὁλοκαυτουμένων, ἐπὶ τιμῇ τῶν προσώπων, οὐχ ὅτι πρὸς ἀξίωσιν αἱ ἱεραὶ γίνονται κρίσεις, ἀλλ’ ὅτι τῶν τὰς ἀρετὰς μεγάλων καὶ ὡς ἀληθῶς ἁγίων ἁμαρτήματα τοιαῦτά ἐστιν, ὡς ἑτέρων κατορθώματα νομίζεσθαι."],["246","καθάπερ γὰρ ἡ βαθεῖα καὶ ἀρετῶσα πεδιάς, κἂν ἀφορήσῃ ποτέ, τῆς λυπρόγεω φύσει καρπὸν φέρει πλείονα, τὸν αὐτὸν τρόπον καὶ τῶν σπουδαίων καὶ φιλοθέων συμβαίνει τὰς πρὸς καλοκἀγαθίαν ἀφορίας ἀμείνους εἶναι ὧν ἐκ τύχης οἱ φαῦλοι κατορθοῦσι· γνώμῃ γὰρ οὐδὲν ὑγιὲς δρᾶν ὑπομένουσι."],["247","Ταῦτα διαταξάμενος περὶ ἑκάστης ἰδέας τῶν θυσιῶν ἐν μέρει, τῆς τε ὁλοκαύτου καὶ σωτηρίου καὶ περὶ ἁμαρτίας, ἄλλην προσνομοθετεῖ κοινὴν τῶν τριῶν, ἵνα ταύτας ἐπιδείξῃ φίλας καὶ συγγενεῖς οὔσας· ἡ δὲ συναγωγὸς αὐτῶν εὐχὴ μεγάλη καλεῖται."],["248","διὰ τί δὲ ταύτης ἔτυχε τῆς προσρήσεως, λεκτέον· ὅταν ἀπάρξωνταί τινες ἀπὸ παντὸς μέρους κτήσεως, πυρούς, κριθάς, ἔλαιον, οἶνον, τὰ κάλλιστα τῶν ἀκροδρύων, ἔπειτα τῶν ζῴων τὰ πρωτότοκα ἀρρενικά, τὰ μὲν ἐκ τῶν καθαρῶν καθιερώσαντες, τὰ δ’ ἐκ τῶν μὴ καθαρῶν κατ’ ἀξίαν τιμησάμενοι, μηκέτ’ ἔχοντες ὕλας, ἐν αἷς διαθήσονται τὴν εὐσέβειαν, αὑτοὺς ἀνατιθέασι καὶ καθιεροῦσιν, ἄλεκτον ἐπιδεικνύμενοι ὁσιότητα καὶ ὑπερβολήν τινα γνώμης φιλοθέου. διὸ καὶ μεγάλη προσηκόντως εὐχὴ καλεῖται· κτημάτων γὰρ τὸ μέγιστον αὐτός τίς ἐστιν αὑτῷ· οὗ παραχωρεῖ καὶ ἐξίσταται."],["249","ποιησαμένῳ δὲ τὴν εὐχὴν τάδε διαγορεύει· πρῶτον μὲν ἄκρατον μὴ προσφέρεσθαι μηδ’ „ὅσα ἐκ σταφυλῆς κατεργάζεται “μηδ’ ἄλλο τι μέθυσμα πίνειν ἐπὶ καθαιρέσει λογισμοῦ, νομίζοντα τὸν χρόνον ἐκεῖνον ἱερᾶσθαι· καὶ γὰρ τοῖς λειτουργοῖς τῶν ἱερέων δίψαν ἀκουμένοις ὕδατι τὰ περὶ μέθην ἀπείρηται·"],["250","δεύτερον δὲ τὰς τρίχας τῆς κεφαλῆς μὴ ἀποκείρεσθαι, σύμβολον ἐναργὲς τοῖς ὁρῶσι παρέχοντα τοῦ μὴ παρακόπτειν τὸ νόμισμα τῆς εὐχῆς· τρίτον δὲ τὸ σῶμα φυλάττειν καθαρὸν καὶ ἀμίαντον, ὡς μὴ γονεῦσιν ἐπεισιέναι τετελευτηκόσι μηδ’ ἀδελφοῖς, τὴν φυσικὴν εὔνοιαν καὶ συμπάθειαν πρὸς τὰ οἰκεῖα καὶ φίλτατα νικώσης εὐσεβείας, ἣν ἀεὶ νικᾶν καλὸν ὁμοῦ καὶ"],["251","συμφέρον. ἡκούσης δὲ τῆς προθεσμίας, τρία ζῷα κελεύει προσάγειν ἐπὶ λύσει τῆς εὐχῆς, ἄρνα καὶ ἀμνάδα καὶ κριόν, τὸν μὲν εἰς ὁλοκαύτωσιν, τὴν δὲ περὶ ἁμαρτίας, τὸν δὲ κριὸν εἰς θυσίαν τοῦ σωτηρίου."],["252","πᾶσι γὰρ τούτοις ἐμφέρεταί πως ὁ εὐξάμενος, τῇ μὲν ὁλοκαύτῳ θυσίᾳ διὰ τὸ μὴ τῶν ἄλλων μόνον ἀπαρχῶν ἀλλὰ καὶ ἑαυτοῦ παραχωρεῖν, τῇ δὲ περὶ ἁμαρτίας διὰ τὸ ἄνθρωπος εἶναι— καὶ γὰρ ὁ τέλειος ᾗ γενητὸς οὐκ ἐκφεύγει τὸ διαμαρτάνειν—, τῇ δὲ τοῦ σωτηρίου, διότι τὸν σωτῆρα ὄντως θεὸν ἐπιγέγραπται τῆς σωτηρίας αἴτιον, ἀλλ’ οὐκ ἰατροὺς καὶ τὰς παρ’ αὐτοῖς δυνάμεις· οἱ μὲν γὰρ ἐπίκηροι καὶ θνητοὶ μηδ’ αὑτοῖς ὑγείαν ἱκανοὶ παρασχεῖν, αἱ δ’ οὔτε πάντας οὔτ’ ἀεὶ τοὺς αὐτοὺς ὠφελοῦσιν, ἀλλ’ ἔστιν ὅτι καὶ μέγα βλάπτουσιν, ἐπειδὴ τὸ κῦρος ἕτερος ἀνῆπται καὶ τῶν δυνάμεων καὶ τῶν χρωμένων αὐταῖς."],["253","ἐκπλήττει δέ με τὸ τῶν τριῶν ζῴων προσαγομένων εἰς διαφερούσας θυσίας μηδὲν εἶναι ἑτερογενές, ἀλλὰ ταὐτοῦ γένους τὰ πάντα, κριὸν καὶ ἄρνα καὶ ἀμνάδα· βούλεται γάρ, ὅπερ ἔφην μικρῷ πρότερον, διὰ τούτου παραστῆσαι, ὅτι ἀδελφαὶ καὶ συγγενεῖς εἰσιν αἱ τρεῖς ἰδέαι τῶν θυσιῶν, τῷ καὶ τὸν μετανοοῦντα σῴζεσθαι καὶ τὸν σῳζόμενον ἐκ τῶν ψυχικῶν ἀρρωστημάτων μετανοεῖν καὶ ἑκάτερον σπεύδειν πρὸς ὁλόκληρον καὶ παντελῆ διάθεσιν, ἧς ἡ ὁλόκαυτος θυσία σύμβολον."],["254","ἐπεὶ δ’ αὑτὸν ηὔξατο προσαγαγεῖν, τὸν δ’ ἱερὸν βωμὸν οὐ θέμις αἵματι ἀνθρωπίνῳ μιαίνεσθαι, ἔδει δέ τι πάντως μέρος ἱερουργηθῆναι, μέρος ἐσπούδασε λαβεῖν, ὅπερ ἀφαιρεθὲν οὔτ’ ἀλγηδόνας οὔτε λώβην ἀπεργάζεται· τοῦ γὰρ κατὰ τὸ σῶμα φυτικοῦ καθάπερ δένδρου περιττοὺς κλάδους τὰς τῆς κεφαλῆς τρίχας ἀπέκειρε καὶ παρέδωκε πυρί, ᾧ τὰ κρέα τῆς τοῦ σωτηρίου θυσίας ἕψεται· προσηκόντως, ἵνα τι τῶν τοῦ εὐξαμένου μέρος, ὃ μὴ ἐπιφέρειν ἔξεστι τῷ βωμῷ, θυσίας γοῦν εἴδει συνανακραθῇ, γενόμενον ὕλη φλογὸς ἱερᾶς."],["255","Ταῦτα μὲν κοινὰ τῶν ἄλλων. ἔδει δὲ καὶ τοὺς ἱερεῖς ἀπάρξασθαί τι τῷ βωμῷ, μὴ νομίσαντας ἀσυλίαν εὑρῆσθαι τὰς ὑπηρεσίας καὶ λειτουργίας ἐφ’ ὧν ἐτάχθησαν. ἡ δ’ ἀπαρχὴ πρέπουσα ἱερεῦσιν ἀπ’ οὐδενὸς τῶν ἐναίμων, ἀλλ’ ἀπὸ τοῦ καθαρωτάτου τῆς ἀνθρωπίνης τροφῆς·"],["256","σεμίδαλις γάρ ἐστιν ἡ ἐνδελεχὴς αὐτῶν θυσία, μέτρου ἱεροῦ τὸ δέκατον καθ’ ἑκάστην ἡμέραν, οὗ τὸ μὲν ἥμισυ πρωΐας, τὸ δὲ ἥμισυ δείλης προσάγεται, ταγηνισθὲν ἐν ἐλαίῳ, μηδενὸς εἰς βρῶσιν ὑπολειφθέντος· χρησμὸς γάρ ἐστι, πᾶσαν θυσίαν ἱερέως ὁλόκαυτον εἶναι καὶ μηδὲν αὐτῆς εἰς ἐδωδὴν ἀπονέμεσθαι. εἰρηκότες οὖν, ὡς οἷόν τε ἦν, τὰ περὶ θυσιῶν ἑξῆς καὶ περὶ τῶν θυόντων λέξομεν."],["257","Βούλεται τὸν ἀνάγοντα θυσίας ὁ νόμος καθαρὸν εἶναι σῶμα καὶ ψυχήν, ψυχὴν μὲν ἀπό τε τῶν παθῶν καὶ νοσημάτων καὶ ἀρρωστημάτων καὶ κακιῶν τῶν ἔν τε λόγοις καὶ πράξεσι, τὸ δὲ σῶμα ἀφ’ ὧν ἔθος"],["258","αὐτῷ μιαίνεσθαι. κάθαρσιν δ’ ἐπενόησεν ἑκατέρῳ τὴν προσήκουσαν, ψυχῇ μὲν διὰ τῶν πρὸς τὰς θυσίας εὐτρεπιζομένων ζῴων, σώματι δὲ διὰ λουτρῶν καὶ περιρραντηρίων, περὶ ὧν μικρὸν ὕστερον ἐροῦμεν· ἄξιον γὰρ τῷ κρείττονι καὶ ἡγεμονικωτέρῳ τῶν ἐν ἡμῖν, ψυχῇ, καὶ τὰ τῶν λόγων ἀπονεῖμαι πρεσβεῖα. τίς οὖν ἡ ταύτης κάθαρσις;"],["259","ἴδε, φησίν, ᾧ οὗτος, ὃ προσάγεις ἱερεῖον, ὡς ἔστιν ὁλόκληρον καὶ παντελῶς μώμων ἀμέτοχον, ἐπικριθὲν ἐκ πολλῶν ἀριστίνδην διανοίαις μὲν ἀδεκάστοις ἱερέων ὀξυωπεστάταις δ’ αὐτῶν ὄψεσι καὶ τῷ συνεχεῖ τῆς ἀσκήσεως συγκεκροτημέναις εἰς ἀνυπαίτιον ἐπίσκεψιν· ἐὰν γὰρ μὴ τοῖς ὀφθαλμοῖς μᾶλλον ἢ τῷ λογισμῷ τοῦτο κατίδῃς, ἐκνίψῃ τὰ ἁμαρτήματα καὶ ὅσας ἐν ἅπαντι τῷ βίῳ κηλῖδας ἀπεμάξω, τὰ μὲν ἀβουλήτοις συντυχίαις, τὰ δὲ καθ’ ἑκούσιον γνώμην."],["260","εὑρήσεις γὰρ τὴν τοσαύτην περὶ τὸ ζῷον ἀκριβολογίαν αἰνιττομένην διὰ συμβόλου τὴν τῶν σῶν βελτίωσιν ἠθῶν· οὐ γὰρ ὑπὲρ ἀλόγων ὁ νόμος, ἀλλ’ ὑπὲρ τῶν νοῦν καὶ λόγον ἐχόντων, ὥστε οὐ τῶν θυομένων φροντίς ἐστιν, ἵνα μηδεμίαν ἔχῃ λώβην, ἀλλὰ τῶν θυόντων, ἵνα περὶ μηδὲν πάθος κηραίνωσι."],["261","τό γε μὴν σῶμα, ὡς εἶπον, λουτροῖς καὶ περιρραντηρίοις καθαίρει καὶ οὐκ ἐᾷ περιρρανάμενον εἰς ἅπαξ ἢ ἀπολουσάμενον εὐθὺς εἴσω περιβόλων ἱερῶν παρέρχεσθαι, ἀλλὰ ἑπτὰ ἡμέρας ἔξω διατρίβειν κελεύει καὶ δὶς περιρραίνεσθαι τῇ τρίτῃ καὶ ἑβδόμῃ καὶ μετὰ ταῦτα λουσαμένῳ παρέχει τάς τε εἰσόδους καὶ τὰς ἱερουργίας ἀδεεῖς."],["262","ὅσον δὲ κἀν τούτῳ τὸ προμηθὲς καὶ φιλόσοφον, ἐπισκεπτέον. οἱ μὲν ἄλλοι σχεδὸν ἅπαντες ἀμιγεῖ ὕδατι περιρραίνονται, θαλάττῃ μὲν οἱ πολλοί, τινὲς δὲ ποταμοῖς, οἱ δὲ καὶ κάλπεσιν ἐκ πηγῶν ἀρυόμενοι· Μωυσῆς δὲ τέφραν προετοιμασάμενος ὑπολειφθεῖσαν ἐξ ἱεροῦ πυρὸς— ὃν δὲ τρόπον, αὐτίκα δηλωθήσεται— ἀπὸ ταύτης φησὶ δεῖν ἀναιρεῖσθαι καὶ ἐμβάλλοντας εἰς ἀγγεῖον αὖθις ὕδωρ ἐπιφέρειν, εἶτα ἐκ τοῦ κράματος βάπτοντας ὑσσώπου κλάδους τοῖς καθαιρομένοις ἐπιρραίνειν."],["263","αἰτία δ’ οὐκ ἀπὸ σκοποῦ λέγοιτ’ ἂν ἥδε· βούλεται τοὺς ἐπὶ τὴν τοῦ ὄντος θεραπείαν ἰόντας γνῶναι πρότερον ἑαυτοὺς καὶ τὴν ἰδίαν οὐσίαν· ὁ γὰρ ἀνεπιστήμων ἑαυτοῦ πῶς ἂν δυνηθείη καταλαβεῖν τὴν ἀνωτάτω καὶ πάνθ’ ὑπερβάλλουσαν θεοῦ δύναμιν;"],["264","ἔστιν οὖν ἡμῶν ἡ κατὰ τὸ σῶμα οὐσία, γῆ καὶ ὕδωρ, ἧς ὑπομιμνῄσκει διὰ τῆς καθάρσεως, αὐτὸ τοῦθ’ ὑπολαμβάνων εἶναι τὴν ὠφελιμωτάτην κάθαρσιν, τὸ γνῶναί τινα ἑαυτὸν καὶ ἐξ οἵων ὡς οὐδεμιᾶς σπουδῆς ἀξίων, τέφρας καὶ ὕδατος, συνεκράθη."],["265","τοῦτο γὰρ ἐπιγνοὺς τὴν ἐπίβουλον οἴησιν εὐθὺς ἀποστραφήσεται καὶ καθελὼν τὸ ὑπέραυχον εὐαρεστήσει θεῷ καὶ μεταποιήσεται τῆς ἵλεω δυνάμεως αὐτοῦ τοῦ μισοῦντος ἀλαζονείαν. εἴρηται γάρ που καλῶς, ὅτι ὁ ἐγχειρῶν ὑπεραύχοις ἢ λόγοις ἢ ἔργοις οὐκ ἀνθρώπους μόνον ἀλλὰ καὶ „θεὸν παροξύνει “τὸν ἰσότητος καὶ παντὸς τοῦ ἀρίστου δημιουργόν (Num. 15, 30)."],["266","ἐν οὖν τῷ περιρραίνεσθαι πληττομένοις καὶ διεγειρομένοις μόνον οὐκ ἄντικρυς αὐτὰ τὰ στοιχεῖα, γῆ καὶ ὕδωρ, φωνὴν ἀφιέντα φησίν· ἡμεῖς ἐσμεν ἡ τοῦ σώματος ὑμῶν οὐσία, ἡμᾶς ἡ φύσις κερασαμένη θείᾳ τέχνῃ διέπλασεν εἰς ἀνθρωπόμορφον ἰδέαν, ἐξ ἡμῶν παγέντες, ὅτε ἐγένεσθε, πάλιν εἰς ἡμᾶς ἀναλυθήσεσθε, ὅταν δέῃ θνῄσκειν· οὐδὲν γὰρ εἰς τὸ μὴ ὂν φθείρεσθαι πέφυκεν, ἀλλ’ ἐξ ὧν ἡ ἀρχή, πρὸς ταῦτα καὶ τὸ τέλος."],["267","Ἤδη δ’ ἀναγκαῖον καὶ τὴν ὑπόσχεσιν ἀποδοῦναι τῆς περὶ τὴν τέφραν ταύτην ἰδιότητος· ἔστι γὰρ οὐ ξύλων αὐτὸ μόνον δαπανηθέντων ὑπὸ πυρός, ἀλλὰ καὶ ζῴου πρὸς τὴν τοιαύτην κάθαρσιν ἐπιτηδείου."],["268","κελεύει γὰρ δάμαλιν πυρρὰν ἄζυγον ἄμωμον ἀχθεῖσαν σφαγιασθῆναι μὲν ἔξω πόλεως, τὸν δ’ ἀρχιερέα λαμβάνοντα ἀπὸ τοῦ αἵματος ἑπτάκις ἐπιρραίνειν ἀντικρὺ τοῦ νεὼ πάντα, εἶθ’ ὅλην κατακαίειν σὺν δορᾷ καὶ κρέασι καὶ αἵματι καὶ πλήρει τῇ κοιλίᾳ περιττωμάτων· ἤδη δ’ ὑπομαραινομένης τῆς φλογὸς εἰς τὸ μεσαίτατον τρία ταῦτα ἐμβάλλειν, ξύλον κέδρινον καὶ ὕσσωπον καὶ κόκκινον, κελεύει, εἶτ’ ἐὰν ἀποσβεσθῇ, τὴν τέφραν συλλέγειν καθαρὸν ἄνθρωπον καὶ ἀποτιθέναι πάλιν ἔξω πόλεως ἐν χωρίῳ καθαρῷ."],["269","τίνα δὲ διὰ τούτων ὡς διὰ συμβόλων αἰνίττεται, δι’ ἑτέρων ἠκριβώσαμεν ἀλληγοροῦντες. ἀναγκαῖον οὖν τοὺς μέλλοντας φοιτᾶν εἰς τὸ ἱερὸν ἐπὶ μετουσίᾳ θυσίας τό τε σῶμα φαιδρύνεσθαι καὶ τὴν ψυχὴν πρὸ τοῦ σώματος· δεσπότις γὰρ καὶ βασιλὶς καὶ ἐν ἅπασι κρείττων ἅτε θειοτέρας φύσεως μεταλαχοῦσα. τὰ δὲ φαιδρύνοντα διάνοιάν ἐστι σοφία καὶ τὰ σοφίας δόγματα πρὸς τὴν θεωρίαν τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ ποδηγετοῦντα καὶ ὁ τῶν ἄλλων ἀρετῶν ἱερὸς χορὸς καὶ αἱ κατ’ ἀρετὰς καλαὶ καὶ σφόδρα ἐπαινεταὶ πράξεις."],["270","ὁ μὲν οὖν τούτοις διακεκοσμημένος ἴτω θαρρῶν εἰς οἰκειότατον αὐτῷ τὸν νεών, ἐνδιαίτημα πάντων ἄριστον, ἱερεῖον ἐπιδειξόμενος αὑτόν· ὅτῳ δ’ ἐγκάθηνται καὶ ἐλλοχῶσιν αἱ πλεονεξίαι καὶ ἐπιθυμίαι τῶν ἀδικιῶν, ἐγκαλυψάμενος ἠρεμείτω τὴν ἀναίσχυντον ἀπόνοιαν καὶ τὸ λίαν θράσος ἐν οἷς εὐλάβεια λυσιτελὲς ἐπισχών· τὸ γὰρ τοῦ ὄντως ὄντος ἱερὸν ἀνιέροις ἄβατον θυσίαις."],["271","εἴποιμ’ ἄν· ὦ γενναῖε, ὁ θεὸς οὐ χαίρει, κἂν ἑκατόμβας ἀνάγῃ τις· κτήματα γὰρ αὐτοῦ τὰ πάντα, κεκτημένος ὅμως οὐδενὸς δεῖται· χαίρει δὲ φιλοθέοις γνώμαις καὶ ἀνδράσιν ἀσκηταῖς ὁσιότητος, παρ’ ὧν ψαιστὰ καὶ κριθὰς καὶ τὰ εὐτελέστατα ὡς τιμιώτατα πρὸ τῶν πολυτελεστάτων ἄσμενος δέχεται·"],["272","κἂν μέντοι μηδὲν ἕτερον κομίζωσιν, αὑτοὺς φέροντες πλήρωμα καλοκἀγαθίας τελειότατον τὴν ἀρίστην ἀνάγουσι θυσίαν, ὕμνοις καὶ εὐχαριστίαις τὸν εὐεργέτην καὶ σωτῆρα θεὸν γεραίροντες, τῇ μὲν διὰ τῶν φωνητηρίων ὀργάνων, τῇ δὲ ἄνευ γλώττης καὶ στόματος, μόνῃ ψυχῇ τὰς νοητὰς ποιούμενοι διεξόδους καὶ ἐκβοήσεις, ὧν ἓν μόνον οὖς ἀντιλαμβάνεται τὸ θεῖον· αἱ γὰρ τῶν ἀνθρώπων οὐ φθάνουσιν ἀκοαὶ συναισθέσθαι."],["273","Ὡς δ’ ἀψευδής ἐστιν οὗτος ὁ λόγος καὶ οὐκ ἐμὸς ἀλλὰ τῆς φύσεως, μαρτυρεῖ μέν πως καὶ ἡ ἐνάργεια τρανὴν παρέχουσα πίστιν τοῖς μὴ διὰ τὸ φιλόνεικον ἐπιτηδεύουσιν ἀπιστίαν, μαρτυρεῖ δὲ καὶ ὁ νόμος προστάξας δύο κατασκευασθῆναι βωμοὺς καὶ ταῖς ὕλαις καὶ τοῖς τόποις καὶ ταῖς χρείαις διαφέροντας·"],["274","ὁ μὲν γὰρ ἐκ λίθων λογάδων ἀτμήτων συνῳκοδόμηται καὶ ἐν ὑπαίθρῳ παρὰ ταῖς τοῦ νεὼ προσβάσεσιν ἵδρυται καὶ γέγονε πρὸς χρείαν τὴν τῶν ἐναίμων· ὁ δὲ χρυσοῦ μὲν τοῦ καθαρωτάτου κατεσκεύασται, ἵδρυται δ’ ἐν ἀδύτοις εἴσω τοῦ προτέρου καταπετάσματος, ὃς οὐδενὶ τῶν ἄλλων ἐστὶν ὁρατὸς ὅτι μὴ τοῖς ἁγνεύουσι τῶν ἱερέων καὶ γέγονε πρὸς χρείαν τὴν τῶν θυμιαμάτων."],["275","ἐξ οὗ δῆλόν ἐστιν, ὅτι καὶ βραχύτατον λιβανωτὸν παρ’ ἀνδρὸς ὁσίου τιμιώτερον ὁ θεὸς νομίζει μυρίων θρεμμάτων, ὅσα ἄν τις ἱερουργῇ μὴ σφόδρα ἀστεῖος ὤν· ὅσῳ γάρ, οἶμαι, λίθων μὲν εἰκαίων ἀμείνων χρυσός, τὰ δ’ ἐν ἀδύτοις τῶν ἐκτὸς ἁγιώτερα, τοσούτῳ κρείττων ἡ διὰ τῶν ἐπιθυμιωμένων εὐχαριστία τῆς διὰ τῶν ἐναίμων."],["276","ὅθεν οὐ μόνον ὕλης πολυτελείᾳ καὶ κατασκευῇ καὶ τόπῳ τετίμηται ὁ τῶν θυμιαμάτων βωμός, ἀλλὰ καὶ τῷ πρότερον καθ’ ἑκάστην ἡμέραν ὑπηρετεῖν ταῖς πρὸς θεὸν ἀνθρώπων εὐχαριστίαις· οὐ γὰρ ἐφεῖται τὴν ὁλόκαυτον θυσίαν ἔξω προσαγαγεῖν, πρὶν ἔνδον περὶ βαθὺν ὄρθρον ἐπιθυμιᾶσαι."],["277","τὸ δ’ ἐστὶ σύμβολον οὐχ ἑτέρου τινὸς ἢ τοῦ παρὰ θεῷ μὴ τὸ πλῆθος τῶν καταθυομένων εἶναι τίμιον, ἀλλὰ τὸ καθαρώτατον τοῦ θύοντος πνεῦμα λογικόν· εἰ μὴ ἄρα δικαστὴς μέν, ᾧ μέλει τῆς ὁσίας κρίσεως, παρά τινος τῶν κρινομένων οὐκ ἂν λάβοι δῶρα ἢ λαβὼν ἔνοχος ἔσται δωροδοκίᾳ, οὐδ’ ἀνὴρ ἀστεῖος παρὰ μοχθηροῦ τινος, ἄνθρωπος παρ’ ἀνθρώπου πλουτοῦντος αὐτὸς ἴσως δεόμενος, σὺ δ’ ᾠήθης τὸν θεὸν δεκάζεσθαι, τὸν αὐταρκέστατον ἑαυτῷ καὶ μηδενὸς τῶν ἐν γενέσει χρεῖον, ὅστις ὢν τὸ πρῶτον ἀγαθόν, τὸ τελειότατον, ἡ ἀέναος πηγὴ φρονήσεως καὶ δικαιοσύνης καὶ πάσης ἀρετῆς, ἀποστρέφεται τὰς παρὰ τῶν ἀδίκων δωρεάς."],["278","ὁ δὲ κομίζων οὐ πάντων ἀναισχυντότατος ἐξ ὧν ἔκλεψεν ἢ ἥρπασεν ἢ ἠρνήσατο ἢ ἀπεστέρησε μέρος ὡς κοινωνῷ τῆς ἑαυτοῦ κακίας καὶ πλεονεξίας διδούς; πάντων κακοδαιμονέστατε, εἴποιμ’ ἂν τῷ τοιούτῳ, δυοῖν θάτερον ἢ λήσεσθαι προσδοκᾷς ἢ καταφανήσεσθαι·"],["279","λήσεσθαι μὲν οὖν ὑπολαμβάνων ἀνεπιστήμων εἶ θεοῦ δυνάμεως, καθ’ ἣν ἅμα πάντα ὁρᾷ καὶ πάντων ἀκούει· νομίζων δ’ ἐμφανήσεσθαι θρασύτατος εἶ· δέον ἐφ’ οἷς ἥμαρτες ἐγκαλύπτεσθαι, προφέρεις εἰς μέσον τὰ δείγματα ὧν ἠδίκησας καὶ ἐπισεμνυνόμενος διανέμῃ πρὸς θεόν, ἀπαρχὰς αὐτῷ κομίζων ἀνοσίους, καὶ οὐκ ἐλογίσω τοῦθ’ ὅτι οὔτε νόμος ἀνομίαν παραδέχεται οὔτε φῶς ἡλιακὸν σκότος. ὁ δὲ θεὸς καὶ νόμων ἐστὶ παράδειγμα ἀρχέτυπον καὶ ἡλίου ἥλιος, νοητὸς αἰσθητοῦ, παρέχων ἐκ τῶν ἀοράτων πηγῶν ὁρατὰ φέγγη τῷ βλεπομένῳ."],["280","Πάνυ καλῶς ἐν ταῖς ἱεραῖς τοῦ νόμου στήλαις κἀκεῖνο ἀναγέγραπται, μίσθωμα πόρνης εἰς τὸ ἱερὸν μὴ κομίζειν πεπρακυίας τὴν ἰδίαν ὥραν, ἑλομένης ἕνεκα λημμάτων αἰσχρῶν ἐπονείδιστον βίον."],["281","εἰ δὲ τὰ παρὰ γυναικὸς ἡταιρηκυίας δῶρα ἀνίερα, πῶς οὐχὶ μᾶλλον τὰ παρὰ ψυχῆς πεπορνευμένης, ἥτις παρέρριψεν ἑαυτὴν ἐπ’ αἰσχύνῃ καὶ ὕβρεσι ταῖς ἐσχάταις, οἰνοφλυγίαις, ὀψοφαγίαις, φιλαργυρίαις, φιλοδοξίαις, φιληδονίαις, ἄλλαις μυρίαις παθῶν τε αὖ καὶ νοσημάτων καὶ κακιῶν ἰδέαις; ὧν τὰ μιάσματα ἐκεῖνα τίς ἂν ἐκνίψαι χρόνος; ἔγωγε οὐκ οἶδα."],["282","τῶν μὲν γὰρ ἑταιρῶν τὴν ἐργασίαν κατέλυσε πολλάκις γῆρας, ἐπειδήπερ ἐξώροις γενομέναις οὐδεὶς ἔτι πρόσεισιν, ἀπομαρανθείσης ὥσπερ τινῶν ἀνθῶν τῆς ἀκμῆς· ψυχῆς δὲ πορνείαν ἀκολασίᾳ συντρόφῳ καὶ συνήθει πεπαιδοτριβημένης τίς ἂν αἰὼν μεταβάλοι πρὸς εὐκοσμίαν; αἰὼν μὲν οὔ, θεὸς δὲ μόνος, ᾧ δυνατὰ τὰ παρ’ ἡμῖν ἀδύνατα."],["283","δεῖ δὴ τὸν μέλλοντα θύειν σκέπτεσθαι, μὴ εἰ τὸ ἱερεῖον ἄμωμον, ἀλλ’ εἰ ἡ διάνοια ὁλόκληρος αὐτῷ καὶ παντελὴς καθέστηκε. διερευνάτω μέντοι καὶ τὰς αἰτίας, ὧν ἕνεκα ἀνάγειν ἀξιοῖ θυσίας· ἤτοι γὰρ εὐχαριστῶν ἐπὶ προϋπηργμέναις εὐεργεσίαις ἢ βεβαιότητα παρόντων ἢ μελλόντων κτῆσιν ἀγαθῶν αἰτούμενος ἢ κακῶν παρόντων ἢ προσδοκωμένων ἀποτροπήν, ἐφ’ οἷς ἅπασιν ὑγείαν καὶ σωτηρίαν ἐκπορίζειν ὀφείλει τῷ λογισμῷ."],["284","εἴτε γὰρ ἐπὶ προϋπηργμέναις εὐχαριστεῖ, μὴ ἀχαριστησάτω φαῦλος γενόμενος— σπουδαίῳ γὰρ ἐδόθησαν αἱ χάριτες—, εἴτε βεβαιούμενος τὰ παρόντα ἀγαθὰ καὶ χρηστὰ περὶ τῶν μελλόντων προσδοκῶν, ἄξιον αὑτὸν παρεχέτω τῶν εὐπραγιῶν ἀστεῖος ὤν, εἴτε κακῶν τινων φυγὴν αἰτούμενος, μὴ δράτω κολάσεων ἐπάξια καὶ τιμωριῶν."],["285","Πῦρ, φησίν, ἐπὶ τοῦ θυσιαστηρίου καυθήσεται διὰ παντὸς ἄσβεστον· εἰκότως, οἶμαι, καὶ προσηκόντως· ἐπειδὴ γὰρ αἱ τοῦ θεοῦ χάριτες ἀέναοι καὶ ἀνελλιπεῖς καὶ ἀδιάστατοι, ὧν μεθ’ ἡμέραν καὶ νύκτωρ οἱ ἄνθρωποι τυγχάνουσιν, καὶ τὸ σύμβολον τῆς εὐχαριστίας, ἡ ἱερὰ φλόξ, ζωπυρείσθω καὶ ἀεὶ ἄσβεστος ἔστω."],["286","τάχα μέντοι καὶ διὰ τοῦδε βούλεται τὰς παλαιὰς ταῖς νέαις θυσίαις ἁρμόσασθαι καὶ ἑνῶσαι τῇ μονῇ καὶ παρουσίᾳ τοῦ αὐτοῦ πυρός, ᾧ πᾶσαι καθιεροῦνται, πρὸς ἔνδειξιν τοῦ τελείας ἐν εὐχαριστίαις εἶναι, κἂν ἀπὸ μυρίων ὅσων ἀφορμῶν γίνωνται κατὰ περιουσίας ἀφθόνους ἢ τοὐναντίον ἐνδείας τῶν προσαγομένων."],["287","τὰ μὲν ῥητὰ ταῦτα [σύμβολα νοητῶν], τὰ δὲ πρὸς διάνοιαν τοῖς τῆς ἀλληγορίας κανόσιν ἐπισκεπτέον· πρὸς ἀλήθειαν τοῦ θεοῦ θυσιαστήριόν ἐστιν ἡ εὐχάριστος τοῦ σοφοῦ ψυχὴ παγεῖσα ἐκ τελείων ἀρετῶν ἀτμήτων καὶ ἀδιαιρέτων· οὐδὲν γὰρ μέρος ἀρετῆς ἀχρεῖον."],["288","ἐπὶ ταύτης ἀεὶ τὸ ἱερὸν φῶς ἀνακαίεται φυλαττόμενον ἄσβεστον· διανοίας δὲ φῶς ἐστι σοφία, ἐπεὶ καὶ τοὐναντίον σκότος ψυχῆς ἀφροσύνη· ὅπερ γὰρ αἰσθητὸν φῶς ὀφθαλμοῖς πρὸς κατάληψιν σωμάτων, τοῦτ’ ἐπιστήμη λογισμῷ πρὸς θεωρίαν τῶν ἀσωμάτων καὶ νοητῶν, ἧς ἀεὶ τὸ φέγγος ἐπιλάμπει μηδέποτε ἀμαυρούμενον ἢ σβεννύμενον."],["289","Μετὰ ταῦτά φησιν· „ἐπὶ παντὸς δώρου προσοίσετε ἅλα”, δι’ οὗ, καθάπερ καὶ πρότερον εἶπον, τὴν εἰς ἅπαν διαμονὴν αἰνίττεται· φυλακτήριον γὰρ οἱ ἅλες σωμάτων, τετιμημένοι ψυχῆς δευτερείοις· ὡς γὰρ αἰτία τοῦ μὴ διαφθείρεσθαι τὰ σώματα ψυχή, καὶ οἱ ἅλες ἐπὶ πλεῖστον αὐτὰ συνέχοντες καὶ τρόπον τινὰ ἀθανατίζοντες."],["290","διὸ καὶ κέκληκε θυσιαστήριον, ἴδιον καὶ ἐξαίρετον ὄνομα θέμενος αὐτῷ παρὰ τὸ διατηρεῖν, ὡς ἔοικε, τὰς θυσίας, καίτοι τῶν κρεῶν ἀναλισκομένων ὑπὸ πυρός· ὡς εἶναι σαφεστάτην πίστιν, ὅτι οὐ τὰ ἱερεῖα θυσίαν ἀλλὰ τὴν διάνοιαν καὶ προθυμίαν ὑπολαμβάνει τοῦ καταθύοντος εἶναι, ἐν ᾗ τὸ μόνιμον καὶ βέβαιον ἐξ ἀρετῆς."],["291","προσέτι κἀκεῖνο προσνομοθετεῖ, κελεύων πᾶσαν θυσίαν δίχα ζύμης καὶ μέλιτος προσάγεσθαι, μηδέτερον ἀξιῶν ἀναφέρειν ἐπὶ τὸ θυσιαστήριον· μέλι μὲν ἴσως, ἐπειδήπερ ἡ συναγωγὸς αὐτοῦ μέλιττα ζῷόν ἐστιν οὐ καθαρόν, ἐκ σήψεως καὶ φθορᾶς νεκρῶν, ὡς ὁ λόγος, βοῶν γεννώμενον, καθὰ καὶ οἱ σφῆκες ἐξ ἱππείων σωμάτων·"],["292","ἢ κατὰ σύμβολον τοῦ πᾶσαν ἀνίερον εἶναι τὴν περιττὴν ἡδονήν, τὰ μὲν περὶ τὴν κατάποσιν γλυκαίνουσαν, πικρὰς δὲ καὶ δυσιάτους αὖθις ἐπιφέρουσαν ἀλγηδόνας, ὑφ’ ὧν ἀνάγκη τὴν ψυχὴν σείεσθαι καὶ κλονεῖσθαι παγίως ἱδρυθῆναι μὴ δυναμένην·"],["293","ζύμην δὲ διὰ τὴν γινομένην ἔπαρσιν ἐξ αὐτῆς, πάλιν συμβολικῶς, ἵνα μηδεὶς προσιὼν τῷ θυσιαστηρίῳ τὸ παράπαν ἐπαίρηται φυσηθεὶς ὑπ’ ἀλαζονείας, ἀλλ’ εἰς τὸ τοῦ θεοῦ μέγεθος ἀποβλέπων αἴσθησιν λαμβάνῃ τῆς περὶ τὸ γενητὸν ἀσθενείας, κἂν εὐτυχίαις ἑτέρων διαφέρῃ, καὶ τὸν εἰκότα ποιησάμενος λογισμὸν στέλλῃ τὸ τοῦ φρονήματος ὑπέραυχον ὕψος, τὴν ἐπίβουλον οἴησιν καθαιρῶν."],["294","εἰ γὰρ ὁ τῶν ὅλων κτίστης καὶ ποιητὴς καὶ πάντων ἀνεπιδεὴς ὧν ἐγέννησεν, οὐ πρὸς τὰς ὑπερβολὰς τοῦ κράτους αὑτοῦ καὶ τῆς ἐξουσίας ἀπιδὼν ἀλλὰ πρὸς τὴν σὴν ἀσθένειαν, μεταδίδωσί σοι τῆς ἵλεω δυνάμεως αὑτοῦ τὰς ἐνδείας ἀναπληρῶν αἷς κέχρησαι, σὲ τί ποιεῖν ἁρμόττει πρὸς ἀνθρώπους τοὺς φύσει συγγενεῖς καὶ ἀπὸ τῶν αὐτῶν στοιχείων σπαρέντας, τὸν μηδὲν εἰς τὸν κόσμον ἀλλὰ μηδὲ σαυτὸν εἰσενηνοχότα;"],["295","γυμνὸς μὲν γάρ, θαυμάσιε, ἦλθες, γυμνὸς δὲ πάλιν ἄπεις, τὸν μεταξὺ χρόνον γενέσεως καὶ θανάτου παρὰ τοῦ θεοῦ χρῆσιν λαβών, ἐν ᾧ τί ποιεῖν προσῆκον ἦν ἢ κοινωνίας καὶ ὁμονοίας ἰσότητός τε καὶ φιλανθρωπίας καὶ τῆς ἄλλης ἀρετῆς ἐπιμελεῖσθαι, ἀποβαλλόμενον τὴν ἄνισον καὶ ἄδικον καὶ ἀσύμβατον κακίαν, ἣ τὸ ἡμερώτατον φύσει ζῷον, ἄνθρωπον, ὠμὸν καὶ ἀτίθασον ἐργάζεται;"],["296","Πάλιν ἀφ’ ἑσπέρας ἕως πρωίας προστάττει καίεσθαι λύχνους ἐπὶ τῆς ἱερᾶς λυχνίας εἴσω τοῦ καταπετάσματος, πολλῶν χάριν· ἑνὸς μὲν ἵνα ἐκ διαδοχῆς τοῦ μεθημερινοῦ φωτὸς καταλάμπηται τὰ ἅγια γινόμενα ἀεὶ σκότους ἀμέτοχα καθ’ ὁμοιότητα τῶν ἀστέρων· καὶ γὰρ οὗτοι δύντος ἡλίου τὸ ἴδιον ἀναφαίνουσι φέγγος ἣν ἐτάχθησαν ἐν τῷ κόσμῳ τάξιν οὐ λείποντες·"],["297","ἑτέρου δὲ τοῦ καὶ νύκτωρ ἀδελφόν τι καὶ συγγενὲς ταῖς μεθημεριναῖς θυσίαις ἐπιτελεῖσθαι πρὸς ἀρέσκειαν θεοῦ καὶ μηδένα χρόνον ἢ καιρὸν εὐχαριστίας παραλείπειν· ἐπιτηδειοτάτη δὲ καὶ προσφυεστάτη νυκτὶ τῆς εὐχαριστίας θυσία— θυσίαν γὰρ αὐτὴν ἄξιον καλεῖν— ἡ τοῦ ἱερωτάτου φέγγους ἐν τοῖς ἀδύτοις αὐγή·"],["298","τρίτου δὲ καὶ σφόδρα ἀναγκαίου· ἐπειδὴ γὰρ οὐ μόνον ἐγρηγορότες εὖ πάσχομεν ἀλλὰ καὶ καθεύδοντες, τοῦ φιλοδώρου θεοῦ μεγάλην ἐπικουρίαν, ὕπνον, τῷ θνητῷ γένει παρασχόντος ἐπ’ ὠφελείᾳ σώματός τε καὶ ψυχῆς, τοῦ μὲν σώματος τῶν μεθημερινῶν πόνων ἀφιεμένου, τῆς δὲ ψυχῆς ἐπικουφιζομένης τὰς φροντίδας καὶ ἀναχωρούσης εἰς ἑαυτὴν ἀπὸ τοῦ τῶν αἰσθήσεων ὄχλου καὶ θορύβου καὶ δυναμένης τότε γοῦν ἰδιάζειν καὶ ἐνομιλεῖν ἑαυτῇ, προσηκόντως ἐδικαίωσεν ὁ νόμος τὰς εὐχαριστίας διακληρῶσαι, ὑπὲρ μὲν ἐγρηγόρσεως διὰ τῶν προσαγομένων ἱερείων, ὑπὲρ δὲ ὕπνου καὶ τῶν ἀπὸ τοῦδε ὠφελειῶν διὰ τῆς τῶν ἱερῶν λύχνων ἐξάψεως."],["299","Ἃ μὲν οὖν πρὸς εὐσέβειαν νομοθετεῖται κατὰ προστάξεις καὶ ἀπαγορεύσεις, ταῦτα καὶ τὰ τούτοις παραπλήσιά ἐστιν· ἃ δὲ κατὰ τὰς φιλοσόφους ὑποθήκας καὶ παραινέσεις, ὧδε λεκτέον. αἰτεῖται γάρ, φησίν, ὦ διάνοια, παρὰ σοῦ ὁ θεὸς οὐδὲν βαρὺ καὶ ποικίλον ἢ δύσεργον ἀλλὰ ἁπλοῦν πάνυ καὶ ῥᾴδιον."],["300","ταῦτα δ’ ἐστὶν ἀγαπᾶν αὐτὸν ὡς εὐεργέτην, εἰ δὲ μή, φοβεῖσθαι γοῦν ὡς ἄρχοντα καὶ κύριον, καὶ διὰ πασῶν ἰέναι τῶν εἰς ἀρέσκειαν ὁδῶν καὶ λατρεύειν αὐτῷ μὴ παρέργως ἀλλὰ ὅλῃ τῇ ψυχῇ πεπληρωμένῃ γνώμης φιλοθέου καὶ τῶν ἐντολῶν αὐτοῦ περιέχεσθαι καὶ τὰ δίκαια τιμᾶν. ἐξ ὧν ἁπάντων αὐτὸς μὲν ἐν ὁμοίᾳ μένει φύσει μὴ τρεπόμενος. ἔτι δὲ τῶν ἄλλων ὅσα κατὰ τὸν κόσμον ἐστὶ βελτίωσιν ἴσχει, ἥλιος ἢ σελήνη ἢ τὸ πλῆθος τῶν ἄλλων ἀστέρων ἢ ὁ σύμπας οὐρανός. ἀλλὰ καὶ τῆς γῆς τὰ μὲν ὄρη πρὸς ὕψος αἴρεται περιμηκέστατον, ἡ δὲ πεδιὰς ὥσπερ αἱ χυταὶ οὐσίαι ἐπὶ πλεῖστον εὐρύνεται, καὶ ἡ θάλαττα μεταβάλλει πρὸς πότιμον ἢ οἱ ποταμοὶ πελαγῶν ἐξισοῦνται μεγέθεσιν. ἐπὶ μὲν οὖν τῶν αὐτῶν ὅρων ἕκαστον ἵδρυται ἐφ’ οἷς εὐθὺς ἐξ ἀρχῆς ὅτε ἐποίησεν ὁ θεὸς ἐτάχθη· σὺ δὲ βελτίων ἔσῃ ζῶν ἀνυπαιτίως. τί δὴ τούτων ἀργαλέον ἐστὶν ἢ ἐπίπονον;"],["301","οὐκ ἄπλωτα πελάγη δεῖ περαιοῦσθαι καὶ μέσου χειμῶνος κλύδωνι καὶ βίαις ἐναντίων πνευμάτων κλονουμένους ἄνω καὶ κάτω θαλαττεύειν ἢ τραχείας καὶ ἀτριβεῖς πεζεύειν ἀνοδίας, οὐχ ὁδούς, λῃστῶν ἢ θηρίων ἐφόδους ἀεὶ κατεπτηχότας ἢ τειχοφυλακεῖν ἐν ὑπαίθρῳ νυκτερεύοντας, ἐφεδρευόντων πολεμίων καὶ τοὺς ἀνωτάτω κινδύνους ἀπειλούντων— ἄπαγε, μηδὲν ἐπὶ καλοῖς λεγέσθω τῶν ἀηδῶν· εὐφημητέον ἐπὶ τοῖς οὕτω συμφέρουσιν."],["302","ἐπινεῦσαι μόνον δεῖ τὴν ψυχήν, καὶ πάρεστιν ἐν ἑτοίμῳ τὰ πάντα. ἢ τοῦτο ἀγνοεῖς, ὅτι τοῦ θεοῦ καὶ ὁ αἰσθητός ἐστιν οὐρανὸς καὶ ὁ νοητός, ὁ κυρίως, εἴποι τις ἄν, „οὐρανὸς οὐρανοῦ”, καὶ πάλιν ἡ γῆ καὶ τὰ ἐν αὐτῇ καὶ σύμπας ὁ κόσμος, ὅ τε ὁρατὸς καὶ ὁ ἀόρατος καὶ ἀσώματος, τὸ παράδειγμα τοῦ ὁρατοῦ οὐρανοῦ;"],["303","ἀλλ’ ὅμως καὶ ἐξ ἅπαντος ἀνθρώπων γένους τοὺς πρὸς ἀλήθειαν ἀνθρώπους ἀριστίνδην ἐπιλέξας εἵλετο καὶ προνομίας ἠξίωσε τῆς πάσης, ἐπὶ τὴν θεραπείαν καλέσας ἑαυτοῦ, τὴν ἀέναον τῶν καλῶν πηγήν, ἀφ’ ἧς καὶ τὰς ἄλλας ὤμβρησεν ἀρετὰς καὶ ἀνέχεεν εἰς ἀπόλαυσιν ὠφελιμωτάτην, νέκταρος μᾶλλον ἢ οὐχ ἧττον ἀθανατίζον ποτόν."],["304","οἰκτροὶ δὲ καὶ κακοδαίμονες ὅσοι μὴ τὸν ἀρετῆς πότον εὐωχήθησαν καὶ κακοδαιμονέστατοι διετέλεσαν οἱ εἰς ἅπαν ἄγευστοι καλοκἀγαθίας, παρὸν καὶ ἐνευφρανθῆναι καὶ ἐντρυφῆσαι δικαιοσύνῃ καὶ ὁσιότητι· ἀλλ’ εἰσὶν ἀπερίτμητοι τὴν καρδίαν, ᾗ φησιν ὁ νόμος, καὶ διὰ σκληρότητα τρόπων ἀφηνιασταί, σκιρτῶντες αὐθαδῶς καὶ ἀπαυχενίζοντες·"],["305","οὓς νουθετεῖ φάσκων· „περιτέμνεσθε τὴν σκληροκαρδίαν” (Deut. 10, 16), τὸ δέ ἐστι, τὰς περιττευούσας φύσεις τοῦ ἡγεμονικοῦ, ἃς αἱ ἄμετροι τῶν παθῶν ἔσπειράν τε καὶ συνηύξησαν ὁρμαὶ καὶ ὁ κακὸς ψυχῆς γεωργὸς ἐφύτευσεν, ἀφροσύνη, μετὰ σπουδῆς ἀποκείρασθε."],["306","καὶ ὁ τράχηλος, φησίν, ὑμῶν μὴ σκληρὸς ἔστω, τουτέστι, μὴ ἀκαμπὴς ὁ νοῦς καὶ αὐθαδέστατος, μηδ’ ὑπὸ τῆς ἄγαν σκαιότητος ἐπιτηδευέτω τὴν βλαβερωτάτην ἀμαθίαν, ἀλλὰ τὸ φύσει δύσκολον καὶ δύστροπον ἀποθέμενος ὡς ἐχθρὸν μεταβαλλέτω πρὸς τὸ εὔκολον, πειθαρχήσων νόμοις φύσεως."],["307","ἢ οὐχ ὁρᾷς, ὅτι περὶ τὸ ὂν αἱ πρῶται καὶ μέγισται τῶν δυνάμεών εἰσιν, ἥ τε εὐεργέτις καὶ κολαστήριος; καὶ προσηγόρευται ἡ μὲν εὐεργέτις θεός, ἐπειδὴ κατὰ ταύτην ἔθηκε καὶ διεκόσμησε τὸ πᾶν, ἡ δὲ ἑτέρα κύριος, καθ’ ἣν ἀνῆπται τῶν ὅλων τὸ κράτος. θεὸς δὲ οὐκ ἀνθρώπων μόνον ἀλλὰ καὶ θεῶν ἐστι θεός, καὶ ἄρχων οὐκ ἰδιωτῶν μόνον ἀλλὰ καὶ ἀρχόντων, μέγας τέ ἐστιν ὢν ὄντως καὶ ἰσχυρὸς καὶ"],["308","κραταιός. ἀλλ’ ὅμως. ὁ τοσοῦτος ἐν ἀρεταῖς καὶ δυνάμεσιν ἔλεον καὶ οἶκτον λαμβάνει τῶν ἐν ἐνδείαις ἀπορωτάτων, οὐκ ἀπαξιῶν γενέσθαι κριτὴς προσηλύτοις ἢ ὀρφανοῖς ἢ χήραις, ἀλλὰ βασιλέων καὶ τυράννων καὶ τῶν ἐν μεγάλαις δυναστείαις ὑπεριδὼν τὸ ταπεινὸν τῶν λεχθέντων ἀξιοῖ προνοίας."],["309","τῶν μὲν ἐπηλύτων διὰ τόδε· καταλιπόντες οὗτοι τὰ πάτρια οἷς ἐνετράφησαν ψευδῶν πλασμάτων γέμοντα καὶ τύφου, γενόμενοι ἀτυφίας καὶ ἀληθείας ἐρασταὶ γνήσιοι, μετεχώρησαν πρὸς εὐσέβειαν, ἱκέται τε καὶ θεραπευταὶ τοῦ ὄντως ὄντος ἀξίως ὄντες τῆς προνοίας τῆς ἁρμοττούσης εἰκότως μεταλαγχάνουσι, καρπὸν εὑράμενοι τῆς ἐπὶ τὸν θεὸν καταφυγῆς τὴν ἀπ’ αὐτοῦ βοήθειαν."],["310","ὀρφανῶν δὲ καὶ χηρῶν, ἐπειδὴ κηδεμόνας ἀφῄρηνται, οἱ μὲν γονεῖς, αἱ δὲ ἄνδρας, καταφυγὴ δ’ οὐδεμία τοῖς οὕτως ἐρήμοις ἐξ ἀνθρώπων ἀπολείπεται· διὸ τῆς μεγίστης ἐλπίδος οὐκ ἀμοιροῦσι, τοῦ θεοῦ, διὰ τὴν ἵλεω φύσιν αὐτοῦ τὴν πρόνοιαν καὶ ἐπιμέλειαν μὴ ἀποστραφέντος τῶν οὕτως ἐρήμων."],["311","ἔστω δή, φησί, μόνος θεὸς αὔχημά σου καὶ μέγιστον κλέος, καὶ μήτ’ ἐπὶ πλούτῳ μήτε δόξῃ μήτε ἡγεμονίᾳ μήτε σώματος εὐμορφίᾳ μήτε ῥώμῃ μήτε τοῖς παραπλησίοις, ἐφ’ οἷς εἰώθασιν οἱ κενοὶ φρενῶν ἐπαίρεσθαι, σεμνυνθῇς, λογισάμενος ὅτι πρῶτον μὲν ἀμέτοχα ταῦτ’ ἐστὶ τῆς τοῦ ἀγαθοῦ φύσεως, ἔπειτα δ’ ὅτι καιρὸν ὀξὺν ἔχει τῆς μεταβολῆς, μαραινόμενα τρόπον τινά, πρὶν ἀνθῆσαι βεβαίως."],["312","ὃ δὴ πάγιον καὶ ἄτρεπτον καὶ ἀμετάβλητον ἀγαθὸν μεταδιώκωμεν καὶ τῆς ἱκεσίας καὶ θεραπείας αὐτοῦ περιεχώμεθα καὶ μήτε κρατήσαντες ἐχθρῶν ζηλώσωμεν τὰς ἐκείνων ἐν αἷς εὐσεβεῖν δοκοῦσιν ἀσεβείας υἱοὺς καὶ θυγατέρας τοῖς αὑτῶν κατακαίοντες θεοῖς— οὐχ"],["313","ὅτι τὰ τέκνα πᾶσι τοῖς βαρβάροις ἐμπιμπράναι δι’ ἔθους ἐστίν· οὐ γὰρ οὕτως ἐξηγρίωνται τὰς φύσεις, ὡς, ἃ μηδὲ πολεμίους καὶ ἐχθροὺς ἀσυμβάτους ἐν πολέμῳ, ταῦτα τοὺς φιλτάτους καὶ οἰκειοτάτους ἐν εἰρήνῃ δρᾶν ὑπομένειν· ἀλλ’ ὅτι τὰς ψυχὰς τῷ ὄντι καταφλέγουσι καὶ διαφθείρουσιν ὧν ἐγέννησαν ἐξ ἔτι σπαργάνων ἁπαλαῖς ἔτι μὴ ἐγχαράττοντες τὰς ἀληθείας δόξας περὶ τοῦ ἑνὸς καὶ πρὸς ἀλήθειαν ὄντος θεοῦ— μήτ’ οὖν ἡττηθέντες ἀναπέσωμεν καὶ ὑπαχθῶμεν ταῖς ἐκείνων εὐτυχίαις ὡς δι’ εὐσέβειαν νενικηκότων·"],["314","πολλοῖς γὰρ ἐπ’ ἐνέδρᾳ συμβαίνουσιν αἱ παραυτίκα εὐπραγίαι δέλεαρ σφοδρῶν καὶ ἀνιάτων οὖσαι κακῶν· εἰκὸς δὲ καὶ ἀναξίους ὄντας κατορθοῦν, μὴ δι’ ἑαυτούς, ἀλλὰ ὑπὲρ τοῦ λυπεῖσθαι καὶ ἀνιᾶσθαι σφοδρότερον ἡμᾶς οὐχ ὅσια δρῶντας, οἳ γεννηθέντες ἐν πολιτείᾳ φιλοθέῳ καὶ ἐντραφέντες νόμοις ἐπὶ πᾶσαν ἀρετὴν ἀλείφουσι καὶ ἐκ πρώτης ἡλικίας παιδευόμενοι τὰ κάλλιστα παρὰ θεσπεσίοις ἀνδράσι τῶν μὲν ὀλιγωροῦμεν, τῶν δ’ ὡς ἀληθῶς ὀλιγωρίας ἀξίων περιεχόμεθα, παιδιὰν μὲν τὰ σπουδαῖα, σπουδὴν δὲ τὰ παιδιᾶς ἄξια ἡγούμενοι."],["315","Κἂν μέντοι τις ὄνομα καὶ σχῆμα προφητείας ὑποδύς, ἐνθουσιᾶν καὶ κατέχεσθαι δοκῶν, ἄγῃ πρὸς τὴν τῶν νενομισμένων κατὰ πόλεις θρησκείαν θεῶν, οὐκ ἄξιον προσέχειν ἀπατωμένους ὀνόματι προφήτου· γόης γὰρ ἀλλ’ οὐ προφήτης ἐστὶν ὁ τοιοῦτος, ἐπειδὴ ψευδόμενος λόγια καὶ χρησμοὺς ἐπλάσατο."],["316","κἂν ἀδελφὸς ἢ υἱὸς ἢ θυγάτηρ ἢ γυνὴ ἡ οἰκουρὸς ἢ γνήσιος φίλος ἤ τις ἕτερος εὔνους εἶναι δοκῶν εἰς τὰ ὅμοια ἐνάγῃ προτρέπων συνασμενίζειν τοῖς πολλοῖς καὶ ἐπὶ τὰ αὐτὰ ἱερὰ καὶ τὰς αὐτὰς σπονδάς τε καὶ θυσίας ἀφικνεῖσθαι, κολαστέον ὡς δήμιον καὶ κοινὸν ἐχθρὸν ὄντα ὀλίγα φροντίσαντας οἰκειότητος καὶ τὰς παραινέσεις αὐτοῦ διαγγελτέον πᾶσι τοῖς εὐσεβείας ἐρασταῖς, οἳ ἀνυπερθέτῳ τάχει ταῖς κατ’ ἀνδρὸς ἀνοσίου τιμωρίαις ἐπιδραμοῦνται κρίνοντες εὐαγὲς τὸ κατ’ αὐτοῦ φονᾶν."],["317","ἔστω γὰρ ἡμῖν μία οἰκειότης καὶ φιλίας ἓν σύμβολον ἡ πρὸς θεὸν ἀρέσκεια καὶ τὸ πάντα λέγειν τε καὶ πράττειν ὑπὲρ εὐσεβείας· αἱ δ’ ἐκ προγόνων ἀφ’ αἵματος αὗται λεγόμεναι συγγένειαι καὶ αἱ κατ’ ἐπιγαμίας ἤ τινας ἄλλας ὁμοιοτρόπους αἰτίας οἰκειότητες ἀπορριπτέσθωσαν, εἰ μὴ πρὸς τὸ αὐτὸ τέλος ἐπείγονται, τὴν τοῦ θεοῦ τιμήν, ἣ πάσης ἑνωτικῆς εὐνοίας ἄλυτος δεσμός ἐστιν· ἀντιλήψονται γὰρ οἱ τοιοῦτοι σεμνοτέρας καὶ ἱεροπρεπεστέρας συγγενείας."],["318","βεβαιοῦται δέ μου τὴν ὑπόσχεσιν ὁ νόμος λέγων, ὅτι οἱ „τὸ ἀρεστὸν” τῇ φύσει δρῶντες καὶ „τὸ καλὸν” υἱοί εἰσι τοῦ θεοῦ, φησὶ γάρ· „υἱοί ἐστε κυρίῳ τῷ θεῷ ὑμῶν” (Deut. 14, 1), δηλονότι προνοίας καὶ κηδεμονίας ἀξιωθησόμενοι τῆς ὡς ἐκ πατρός· ἡ δὲ ἐπιμέλεια τοσοῦτον διοίσει τῆς ἀπ’ ἀνθρώπων, ὅσονπερ, οἶμαι, καὶ ὁ ἐπιμελούμενος διαφέρει."],["319","Πρὸς τούτοις ἔτι τὰ περὶ τελετὰς καὶ μυστήρια καὶ πᾶσαν τὴν τοιαύτην τερθρείαν καὶ βωμολοχίαν ἐκ τῆς ἱερᾶς ἀναιρεῖ νομοθεσίας, οὐκ ἀξιῶν τοὺς ἐν τοιαύτῃ πολιτείᾳ τραφέντας ὀργιάζεσθαι καὶ μυστικῶν πλασμάτων ἐκκρεμαμένους ὀλιγωρεῖν ἀληθείας καὶ τὰ νύκτα καὶ σκότος προσκεκληρωμένα μεταδιώκειν παρέντας τὰ ἡμέρας καὶ φωτὸς ἄξια. μηδεὶς οὖν μήτε τελείτω μήτε τελείσθω τῶν Μωυσέως φοιτητῶν καὶ γνωρίμων· ἑκάτερον γὰρ καὶ τὸ διδάσκειν καὶ τὸ μανθάνειν τελετὰς οὐ μικρὸν ἀνοσιούργημα."],["320","τί γάρ, εἰ καλὰ ταῦτ’ ἐστίν, ὦ μύσται, καὶ συμφέροντα, συγκλεισάμενοι ἑαυτοὺς ἐν σκότῳ βαθεῖ τρεῖς ἢ τέτταρας μόνους ὠφελεῖτε, παρὸν ἅπαντας ἀνθρώπους ἐν ἀγορᾷ μέσῃ τὰ τῆς ὠφελείας προθέντας, ἵνα πᾶσιν ἀδεῶς ἐξῇ βελτίονος καὶ εὐτυχεστέρου κοινωνῆσαι βίου; φθόνος γὰρ ἀρετῆς διῴκισται."],["321","οἱ μὲν γὰρ τὰ βλαβερὰ πράττοντες αἰσχυνέσθωσαν καὶ καταδύσεις ἐπιζητοῦντες καὶ γῆς μυχοὺς καὶ βαθὺ σκότος ἐπικρυπτέσθωσαν τὴν πολλὴν ἀνομίαν αὑτῶν ἐπισκιάζοντες, ὡς μηδεὶς ἴδοι· τοῖς δὲ τὰ κοινωφελῆ δρῶσιν ἔστω παρρησία καὶ μεθ’ ἡμέραν διὰ μέσης ἴτωσαν ἀγορᾶς ἐντευξόμενοι πολυανθρώποις ὁμίλοις, ἡλίῳ καθαρῷ τὸν ἴδιον βίον ἀνταυγάσοντες καὶ διὰ τῶν κυριωτάτων αἰσθήσεων τοὺς συλλόγους ὀνήσοντες, ὁρῶντας μὲν ἡδίστας ὁμοῦ καὶ καταπληκτικωτάτας ὄψεις, ἀκούοντας δὲ καὶ ἑστιωμένους λόγων ποτίμων, οἳ τὰς διανοίας τῶν μὴ σφόδρα ἀμούσων εἰώθασιν εὐφραίνειν. ἢ οὐχ"],["322","ὁρᾷς, ὅτι καὶ ἡ φύσις τῶν ἑαυτῆς ἀοιδίμων καὶ παγκάλων ἔργων οὐδὲν ἀπέκρυψεν, ἀλλὰ ἀστέρας μὲν καὶ τὸν σύμπαντα οὐρανὸν εἴς τε τὴν δι’ ὄψεως τέρψιν καὶ πρὸς φιλοσοφίας ἵμερον ἀπέφηνεν, πελάγη δὲ καὶ πηγὰς καὶ ποταμοὺς καὶ τὰς ἀέρος εὐκρασίας δι’ ἀνέμων τε καὶ πνευμάτων εἰς τὰς ἐτησίους ὥρας, φυτῶν τε καὶ ζῴων ἔτι δὲ καρπῶν ἀμυθήτους ἰδέας εἰς χρῆσιν καὶ ἀπόλαυσιν ἀνθρώπων;"],["323","εἶτ’ οὐκ ἐχρῆν καὶ ἡμᾶς ἑπομένους τοῖς ἐκείνης βουλήμασι πάνθ’ ὅσα ἀναγκαῖα καὶ χρήσιμα προτιθέναι πᾶσι τοῖς ἀξίοις ἐπ’ ὠφελείᾳ; νῦν δὲ συμβαίνει πολλάκις τῶν μὲν ἀγαθῶν ἀνδρῶν μηδένα μυεῖσθαι, λῃστὰς δ’ ἔστιν ὅτε καὶ καταποντιστὰς καὶ γυναικῶν θιάσους βδελυκτῶν καὶ ἀκολάστων, ἐπειδὰν ἀργύριον παράσχωσι τοῖς τελοῦσι καὶ ἱεροφαντοῦσιν. ὑπερόριοι δὴ πάντες οὗτοι φυγαδευέσθωσαν πόλεως καὶ καταστάσεως, ἐν ᾗ τὸ καλὸν καὶ ἡ ἀλήθεια δι’ αὐτὰ τιμᾶται. ταῦτα μὲν ἐπὶ τοσοῦτον."],["324","Κοινωνίας δὲ καὶ φιλανθρωπίας εἰσηγητὴς ὢν ἐν τοῖς μάλιστα ὁ νόμος ἑκατέρας ἀρετῆς τήν τε ἀξίωσιν καὶ τὴν σεμνότητα διετήρησεν, οὐδενὶ τῶν ἀνιάτως ἐχόντων ἐπιτρέψας καταφυγεῖν ἐπ’ αὐτάς, ἀλλὰ πορρωτάτω σκορακίσας."],["325","ἐπιστάμενος γοῦν ἐν ταῖς ἐκκλησίαις οὐκ ὀλίγους τῶν μοχθηρῶν παρεισρέοντας καὶ διὰ τὸ συνειλεγμένον πλῆθος λανθάνοντας, ἵνα μὴ τοῦτο γένηται, προανείργει πάντας τοὺς ἀναξίους ἱεροῦ συλλόγου τὴν ἀρχὴν ποιούμενος ἀπὸ τῶν νοσούντων τὴν θήλειαν νόσον ἀνδρογύνων, οἳ τὸ φύσεως νόμισμα παρακόπτοντες εἰς ἀκολάστων γυναικῶν πάθη καὶ μορφὰς εἰσβιάζονται· θλαδίας γὰρ καὶ ἀποκεκομμένους τὰ γεννητικὰ ἐλαύνει τό τε τῆς ὥρας ταμιεύοντας ἄνθος, ἵνα μὴ ῥᾳδίως μαραίνοιτο, καὶ τὸν ἄρρενα τύπον μεταχαράττοντας εἰς θηλύμορφον ἰδέαν. ἐλαύνει δὲ οὐ μόνον πόρνας ἀλλὰ καὶ τοὺς ἐκ πόρνης,"],["326","ἐπιφερομένους μητρῷον αἶσχος, [καὶ] διότι ἡ πρώτη σπορὰ καὶ γένεσις αὐτοῖς κεκιβδήλευται καὶ συγκέχυται διὰ τὸ πλῆθος τῶν ὡμιληκότων ταῖς μητράσιν, ὡς μὴ δύνασθαι τὸν ἀληθῆ πατέρα διαγνῶναι καὶ διακρῖναι."],["327","ὁ δὲ τόπος οὗτος, εἰ καί τις ἄλλος, ἀλληγορίαν ἐπιδέχεται φιλοσόφου θεωρίας ὢν ἀνάπλεως· τῶν γὰρ ἀσεβῶν καὶ ἀνοσίων οὐχ εἷς τρόπος, ἀλλὰ πολλοὶ καὶ διαφέροντες. οἱ μὲν γὰρ τὰς ἀσωμάτους ἰδέας ὄνομα κενὸν ἀμέτοχον ἀληθοῦς πράγματος εἶναί φασι, τὴν ἀναγκαιοτάτην οὐσίαν ἐκ τῶν ὄντων ἀναιροῦντες, ἥτις ἐστὶν ἀρχέτυπον παράδειγμα πάντων ὅσα ποιότητες οὐσίας, καθ’ ἣν ἕκαστον εἰδοποιεῖτο καὶ διεμετρεῖτο."],["328","τούτους αἱ ἱεραὶ τοῦ νόμου στῆλαι μηνύουσι „θλαδίας “· ὡς γὰρ τὸ τεθλασμένον ἀφῄρηται τὴν ποιότητα καὶ τὸ εἶδος καὶ οὐδὲν ἕτερόν ἐστιν ἢ κυρίως εἰπεῖν ἄμορφος ὕλη, οὕτως καὶ ἡ ἀναιροῦσα δόξα ἰδέας πάντα συγχεῖ καὶ πρὸς τὴν ἀνωτέρω τῶν στοιχείων οὐσίαν τὴν ἄμορφον καὶ ἄποιον ἐκείνην ἄγει."],["329","οὗ τί γένοιτ’ ἂν ἀτοπώτερον; ἐξ ἐκείνης γὰρ πάντ’ ἐγέννησεν ὁ θεός, οὐκ ἐφαπτόμενος αὐτός— οὐ γὰρ ἦν θέμις ἀπείρου καὶ πεφυρμένης ὕλης ψαύειν τὸν εὐδαίμονα καὶ μακάριον—, ἀλλὰ ταῖς ἀσωμάτοις δυνάμεσιν, ὧν ἔτυμον ὄνομα αἱ ἰδέαι, κατεχρήσατο πρὸς τὸ γένος ἕκαστον τὴν ἁρμόττουσαν λαβεῖν μορφήν. ἡ δὲ πολλὴν ἀταξίαν εἰσηγεῖται καὶ σύγχυσιν· ἀναιροῦσα γὰρ ταῦτα, δι’ ὧν αἱ ποιότητες, συναναιρεῖ ποιότητας."],["330","ἕτεροι δ’ ὡς ἐν ἄθλοις κακίας τὰ ἐπ’ ἀσεβείᾳ νικητήρια σπεύδοντες αἴρεσθαι προσυπερβάλλουσιν ἅμα ταῖς ἰδέαις καὶ ὕπαρξιν θεοῦ παρακαλυπτόμενοι ὡς οὐκ ὄντος λεγομένου δ’ εἶναι χάριν τοῦ συμφέροντος ἀνθρώποις, οἳ δὴ δι’ εὐλάβειαν τοῦ δοκοῦντος πάντῃ παρεῖναι καὶ πάντα καθορᾶν ὄμμασιν ἀκοιμήτοις [[οἷς] ἶς] ἔμελλον ἀνέξειν ἀδικημάτων. τούτους ὁ νόμος εὐθυβόλως „ἀποκόπους” προσαγορεύει τὴν περὶ τοῦ πάντα γεννῶντος ἐκτετμημένους ὑπόληψιν, ἀγόνους μὲν σοφίας, ἐπιτηδεύοντας δὲ τὴν μεγίστην κακιῶν, ἀθεότητα."],["331","τρίτοι δ’ εἰσὶν οἳ τὴν ἐναντίαν ἔτεμον εἰσηγησάμενοι πλῆθος θεῶν ἀρρένων τε καὶ θηλειῶν, πρεσβυτέρων τε αὖ καὶ νεωτέρων, πολυαρχίας λόγῳ τὸν κόσμον ἀναπλήσαντες, ἵνα τὴν τοῦ ἑνὸς καὶ ὄντως ὄντος ὑπόληψιν ἐκ τῆς ἀνθρώπων διανοίας ἐκτέμωσιν."],["332","οὗτοι δ’ εἰσὶν οἱ συμβολικῶς \" ἐκ πόρνης “ὑπὸ τοῦ νόμου προσαγορευόμενοι· καθάπερ γὰρ ὧν μητέρες πόρναι τὸν μὲν ἀληθῆ πατέρα οὔτε ἴσασιν οὔτ’ ἐπιγράψασθαι δύνανται, πολλοὺς δὲ καὶ σχεδὸν ἅπαντας τοὺς ἐραστὰς καὶ ὡμιληκότας, τὸν αὐτὸν τρόπον καὶ οἱ ἀγνοοῦντες τὸν ἕνα καὶ ἀληθινὸν θεὸν πολλοὺς καὶ ψευδωνύμους ἀναπλάττοντες περὶ τὸ ἀναγκαιότατον τῶν ὄντων τυφλώττουσιν, ὅπερ ἢ μόνον ἢ πρώτιστον ἐξ αὐτῶν σπαργάνων εἰκὸς ἦν ἀναδιδάσκεσθαι· τί γὰρ μάθημα κάλλιον ἢ τοῦ ὄντως"],["333","ὄντος θεοῦ; τετάρτους δὲ καὶ πέμπτους ἐλαύνει πρὸς μὲν τὸ αὐτὸ τέλος ἐπειγομένους, οὐ μὴν ἀπὸ τῶν αὐτῶν βουλευμάτων· ἀμφότεροι γὰρ ζηλωταὶ μεγάλου κακοῦ, φιλαυτίας, ὄντες ὥσπερ τινὰ κοινὴν οὐσίαν διενείμαντο τὴν ὅλην ψυχὴν ἐκ λογικοῦ καὶ ἀλόγου μέρους συνεστῶσαν· καὶ οἱ μὲν τὸ λογικόν, ὃ δὴ νοῦς ἐστι, διεκληρώσαντο, οἱ δὲ τὸ ἄλογον, ὅπερ εἰς τὰς αἰσθήσεις τέμνεται."],["334","οἱ μὲν οὖν τοῦ νοῦ προστάται τὴν ἡγεμονίαν καὶ βασιλείαν τῶν ἀνθρωπείων πραγμάτων ἀνάπτουσιν αὐτῷ καί φασιν ἱκανὸν εἶναι καὶ τὰ παρεληλυθότα μνήμῃ διασῴζειν καὶ τῶν παρόντων ἐρρωμένως ἀντιλαμβάνεσθαι καὶ τὰ μέλλοντα εἰκότι στοχασμῷ φαντασιοῦσθαί τε καὶ λογίζεσθαι."],["335","οὗτος γάρ ἐστιν ὁ γῆν τὴν βαθύγειον καὶ ἀρετῶσαν τῆς ὀρεινῆς καὶ πεδιάδος κατασπείρας καὶ καταφυτεύσας καὶ τὴν βιωφελεστάτην γεωργίαν εὑρών· οὗτος ὁ ναῦν κατασκευάσας καὶ τὴν χέρσου φύσιν ἐπινοίαις παντὸς λόγου κρείττοσι πλωτὴν ἀπεργασάμενος καὶ ὁδοὺς ἐν θαλάττῃ πολυσχιδεῖς ἄχρι λιμένων τῶν κατὰ πόλεις καὶ ὑποδρόμων λεωφόρους ἀνατεμὼν καὶ γνωρίσας ἠπειρώτας νησιώτας οὐκ ἄν ποτ’ εἰς ἑαυτοὺς ἐλθόντας, εἰ μὴ σκάφος ἐναυπηγήθη· οὗτος ὁ καὶ τῶν βαναύσων καὶ τῶν γλαφυρωτέρων τεχνῶν λεγομένων εὑρετής·"],["336","οὗτος γράμματα καὶ ἀριθμοὺς καὶ μουσικὴν καὶ τὴν ἐγκύκλιον ἅπασαν παιδείαν ἐπενόησε καὶ συνηύξησε καὶ πρὸς τὸ τέλος ἤγαγεν· οὗτος καὶ τὸ μέγιστον ἀγαθόν, φιλοσοφίαν, ἐγέννησε καὶ δι’ ἑκάστου τῶν μερῶν αὐτῆς ὠφέλησε τὸν ἀνθρώπινον βίον, διὰ μὲν τοῦ λογικοῦ πρὸς ἀνεξαπάτητον ἑρμηνείαν, διὰ δὲ τοῦ ἠθικοῦ πρὸς τὴν τῶν τρόπων ἐπανόρθωσιν, διὰ δὲ τοῦ φυσικοῦ πρὸς ἐπιστήμην οὐρανοῦ τε καὶ κόσμου. καὶ ἄλλα μέντοι παμπληθῆ λέγουσιν ἐγκώμια νοῦ συμφορήσαντές τε καὶ ἀγείραντες ἔχοντα τὴν ἀναφορὰν ἐπὶ τὰ λεχθέντα ἤδη, περὶ ὧν οὐ καιρὸς ἐνοχλεῖν."],["337","οἱ δὲ τῶν αἰσθήσεων προστάται τὸν ἔπαινον αὐτῶν εὖ μάλα σεμνοποιοῦσι διανέμοντες τῷ λόγῳ τὰς ἀπ’ αὐτῶν ἐγγινομένας χρείας καί φασιν, ὅτι δύο μὲν αἴτια τοῦ ζῆν ἐστιν, ὄσφρησις καὶ γεῦσις, δύο δὲ τοῦ καλῶς ζῆν, ὅρασις καὶ ἀκοή."],["338","διὰ μὲν οὖν γεύσεως αἱ τῶν σιτίων τροφαὶ παραπέμπονται, διὰ δὲ μυκτήρων ὁ ἀήρ, οὗ πᾶν ζῷον ἐξήρτηται· τροφὴ δ’ ἐστὶ καὶ οὗτος ἡ συνεχὴς καὶ ἀδιάστατος, ὃς οὐκ ἐγρηγορότας μόνον ἀλλὰ καὶ κοιμωμένους διατρέφει τε καὶ διασῴζει· σαφὴς δὲ πίστις· εἰ γὰρ κἂν βραχύτατον ὁ τῆς ἀναπνοῆς δίαυλος ἐπισχεθείη κατὰ τὴν τοῦ πεφυκότος ἔξωθεν ἐποχετεύεσθαι πνεύματος ἀποκοπήν, θάνατος ἀπαραίτητος ἐξ ἀνάγκης ἐπακολουθήσει."],["339","τῶν γε μὴν φιλοσόφων αἰσθήσεων, δι’ ὧν περιγίνεται τὸ εὖ ζῆν, ὅρασις μὲν φῶς τὸ κάλλιστον ἐν τοῖς οὖσιν ὁρᾷ, ὁρᾷ δὲ διὰ φωτὸς τἄλλα πάντα, ἥλιον, σελήνην, ἀστέρας, οὐρανόν, γῆν, θάλατταν, φυτῶν καὶ ζῴων ἀμυθήτους διαφοράς, καὶ συνόλως πάντα σώματα καὶ σχήματα καὶ χρώματα καὶ μεγέθη, ὧν ἡ θέα περιττὴν φρόνησιν ἐξειργάσατο καὶ πολὺν ἵμερον ἐπιστήμης ἐγέννησε."],["340","παρέχεται δὲ καὶ ἄνευ τούτων ὠφελείας ὅρασις ἡμῖν τὰς μεγίστας, εἴς τε τὴν οἰκείων καὶ ἀλλοτρίων καὶ φίλων καὶ ἐχθρῶν διάκρισιν καὶ βλαβερῶν μὲν φυγήν, αἵρεσιν δὲ τῶν ἐπ’ ὠφελείᾳ. γέγονε μὲν οὖν καὶ τῶν ἄλλων ἕκαστον τοῦ σώματος μερῶν πρὸς ἁρμοττούσας χρείας καὶ σφόδρα ἀναγκαίας, ὡς βάσεις μὲν πρὸς περίπατον καὶ δρόμον καὶ τἄλλα ὅσα διὰ σκελῶν ἐνεργεῖται, χεῖρες δὲ πρὸς τὸ πρᾶξαί τι καὶ δοῦναι καὶ λαβεῖν· ὀφθαλμοὶ δὲ ὡσπερεί τι κοινὸν ἀγαθὸν τὴν τοῦ δύνασθαι κατορθοῦν αἰτίαν καὶ τούτοις καὶ τοῖς ἄλλοις ἅπασι παρέχουσιν."],["341","ἀψευδέστατοι δ’ οἱ πεπηρωμένοι μάρτυρες, οἳ μήτε χερσὶ μήτε ποσὶ δύνανται χρῆσθαι κατὰ τὸ βέλτιον τὴν πρόσρησιν ἐπαληθεύοντες, ἣν οὐκ ἐπ’ ὀνείδει μᾶλλον ἢ οἴκτῳ θέσθαι φασὶ τοὺς πρότερον ἀδυνάτους ὀνομάσαντας· ἅμα γὰρ τῇ τῶν ὀμμάτων φθορᾷ καὶ αἱ τοῦ σώματος δυνάμεις οὐχ ὑποσκελίζονται μόνον ἀλλὰ καὶ φθείρονται. θαυμασιώτατον δὲ καὶ ἀκοὴ χρῆμα, δι’ ἧς μέλη καὶ μέτρα καὶ ῥυθμοί,"],["342","ἔτι δὲ ἁρμονίαι καὶ συμφωνίαι καὶ τῶν γενῶν καὶ συστημάτων αἱ μεταβολαὶ καὶ πάνθ’ ὅσα κατὰ μουσικὴν ἐπικρίνεται, καὶ λόγων [τε] τῶν κατὰ διεξόδους [καὶ] παμπληθεῖς ἰδέαι δικανικῶν συμβουλευτικῶν ἐγκωμιαστικῶν, ἔτι δὲ τῶν ἐν ἱστορίαις καὶ διαλόγοις καὶ τῶν ἐν ὁμιλίαις ἀναγκαίαις περὶ τῶν ἐν βίῳ πραγμάτων πρὸς τοὺς ἀεὶ πλησιάζοντας· συνόλως γὰρ διὰ φωνῆς διττὴν ἐχούσης δύναμιν, εἴς τε τὸ λέγειν καὶ τὸ ᾄδειν, ἑκάτερα ταῦτα διακρίνει πρὸς ὠφέλειαν ψυχῆς·"],["343","ᾠδὴ γὰρ καὶ λόγος ὑγιεινὰ καὶ σωτήρια φάρμακα, ἡ μὲν τὰ πάθη κατεπᾴδουσα καὶ τὸ ἄρρυθμον ἐν ἡμῖν ῥυθμοῖς, τὸ δ’ ἐκμελὲς μέλεσι, τὸ δ’ ἄμετρον μέτροις ἐπιστομίζουσα— ποικίλον δ’ ἐστὶ καὶ παντοδαπὸν ἕκαστον, ὡς μουσικοὶ καὶ ποιηταὶ μαρτυροῦσιν, οἷς πιστεύειν ἀναγκαῖον ἐπιτήδευμα τοῖς εὖ πεπαιδευμένοις—, ὁ δὲ λόγος ἐπέχων καὶ ἀνακόπτων τὰς ἐπὶ κακίαν ὁρμὰς καὶ τοὺς κεκρατημένους ἀφροσύναις καὶ ἀηδίαις ἐκνοσηλεύων, μαλακώτερον μὲν τοὺς ὑπείκοντας, σφοδρότερον δὲ τοὺς ἀφηνιάζοντας, αἴτιος γίνεται τῶν μεγίστων ὠφελειῶν."],["344","τοιαῦτα συνείροντες οἵ τε τοῦ νοῦ θιασῶται καὶ οἱ τῶν αἰσθήσεων οἱ μὲν ἐκεῖνον οἱ δὲ ταύτας θεοπλαστοῦσιν ὑπὸ φιλαυτίας ἐκλαθόμενοι τοῦ πρὸς ἀλήθειαν ὄντος θεοῦ. διὸ πάντας εἰκότως ἀπήλασεν ἱεροῦ συλλόγου, τούς τε τὰς ἰδέας ἀναιροῦντας, „θλαδίας “ὑπειπών, καὶ τοὺς κατὰ τὸ παντελὲς ἀθέους, οἷς ὄνομα οἰκεῖον τὸ „ἀποκόπων “ἔθετο, καὶ τοὺς ἐξ ἐναντίας εἰσηγητὰς θεογονίας, οὓς ἐκάλεσεν „ἐκ πόρνης “, καὶ ἐπὶ πᾶσι τοὺς φιλαύτους, ὧν οἱ μὲν τὸν λογισμόν, οἱ δ’ ἑκάστην τῶν αἰσθήσεων ἐξεθείωσαν· ἐπείγονται γὰρ πάντες οὗτοι πρὸς τὸ αὐτὸ τέλος, εἰ καὶ ἀπὸ διαφερόντων ἄγονται βουλευμάτων, τὸν ἕνα καὶ ὄντως ὄντα θεὸν παρησυχάζοντες."],["345","ἀλλ’ ἡμεῖς γε οἱ φοιτηταὶ καὶ γνώριμοι τοῦ προφήτου Μωυσέως τὴν τοῦ ὄντος ζήτησιν οὐ μεθησόμεθα, τὴν ἐπιστήμην αὐτοῦ τέλος εὐδαιμονίας εἶναι νομίζοντες καὶ ζωὴν μακραίωνα, καθὰ καὶ ὁ νόμος φησὶ τοὺς προσκειμένους τῷ θεῷ ζῆν ἅπαντας (Deut. 4, 4), δόγμα τιθεὶς ἀναγκαῖον καὶ φιλόσοφον· ὄντως γὰρ οἱ μὲν ἄθεοι τὰς ψυχὰς τεθνᾶσιν, οἱ δὲ τὴν παρὰ τῷ ὄντι θεῷ τεταγμένοι τάξιν ἀθάνατον βίον ζῶσιν."]],[["1","Ἐν μὲν τῇ πρὸ ταύτης συντάξει δύο κεφάλαια ἠκρίβωται τῶν δέκα, τό τε περὶ τοῦ μὴ νομίζειν θεοὺς αὐτοκρατεῖς ἑτέρους καὶ τὸ περὶ τοῦ μηδὲν θεοπλαστεῖν χειρόκμητον· εἴρηται δὲ καὶ τὰ ἑκατέρῳ τῶν κατὰ μέρος διατεταγμένων ἁρμόττοντα νόμιμα. νυνὶ δὲ περὶ τριῶν τῶν κατὰ στοῖχον ἑξῆς διαλεξώμεθα πάλιν ἐφαρμόττοντες τὰ προσήκοντα τῶν ἐν εἴδει."],["2","πρῶτον δ’ ἐστὶ τῶν τριῶν τὸ μὴ θεοῦ ὄνομα λαμβάνειν ἐπὶ ματαίῳ. ὁ γὰρ τοῦ σπουδαίου, φησί, λόγος ὅρκος ἔστω, βέβαιος, ἀκλινής, ἀψευδέστατος, ἐρηρεισμένος ἀληθείᾳ. κἂν εἰ ὀμνύναι μέντοι βιάζοιντο αἱ χρεῖαι, πατρὸς ἢ μητρὸς ζώντων μὲν ὑγείαν καὶ εὐετηρίαν, τετελευτηκότων δὲ τὴν μνήμην ὅρκον ποιητέον· ἀπεικονίσματα γὰρ οὗτοί γε καὶ μιμήματα θείας δυνάμεώς εἰσι, τοὺς μὴ ὄντας εἰς τὸ εἶναι παραγαγόντες."],["3","ἀναγέγραπταί τις ἐν τοῖς νόμοις τῶν ἀρχηγετῶν καὶ ἐπὶ σοφίᾳ μάλιστα θαυμασθέντων ὀμνὺς „κατὰ τοῦ φόβου τοῦ πατρός” (Gen. 31, 53), ὑπὲρ ὠφελείας, οἶμαι, τῶν ἔπειτα καὶ διδαχῆς ἀναγκαίας, ἵνα τοὺς γονεῖς ὃν χρὴ τρόπον τιμῶσι στέργοντες ὡς εὐεργέτας καὶ εὐλαβούμενοι ὡς ὑπὸ φύσεως κατασταθέντας ἄρχοντας καὶ μὴ ῥᾳδίως ἐπιχειρῶσιν ὀνομάζειν θεόν."],["4","ἄξιον ἐπαινεῖν καὶ τούς, εἴ ποτε βιασθεῖεν ὀμνύναι, τῷ μέλλειν καὶ βραδύνειν καὶ ἀποκνεῖν ἐμποιοῦντας δέος οὐ μόνον τοῖς ὁρῶσιν ἀλλὰ καὶ τοῖς προκαλουμένοις εἰς τὸν ὅρκον· εἰώθασι γὰρ ἀναφθεγξάμενοι τοσοῦτον μόνον „νὴ τόν “ἢ \" μὰ τόν “, μηδὲν προσπαραλαβόντες, ἐμφάσει τῆς ἀποκοπῆς τρανοῦν ὅρκον οὐ γενόμενον."],["5","ἀλλὰ καὶ προσπαραλαβέτω τις, εἰ βούλεται, μὴ μέντοι τὸ ἀνωτάτω καὶ πρεσβύτατον εὐθὺς αἴτιον, ἀλλὰ γῆν, ἥλιον, ἀστέρας, οὐρανόν, τὸν σύμπαντα κόσμον· ἀξιολογώτατα γὰρ ταῦτα ἅτε καὶ πρεσβύτερα τῆς ἡμετέρας γενέσεως καὶ"],["6","προσέτι ἀγήρω διαιωνιοῦντα τῇ τοῦ πεποιηκότος γνώμῃ. τοσαύτῃ δέ τινες εὐχερείᾳ καὶ ῥαθυμίᾳ χρῶνται, ὥστε τὰ ἐν γενέσει πάντα ταῦθ’ ὑπερβάντες ἐπὶ τὸν ποιητὴν καὶ πατέρα τῶν ὅλων ἀνατρέχειν τῷ λόγῳ τολμῶσι, μὴ τόπους εἰ βέβηλοι ἢ ἱεροί, μὴ καιροὺς εἰ ἐπιτήδειοι, μὴ αὑτοὺς εἰ καθαροὶ σῶμα καὶ ψυχήν, μὴ τὰ πράγματα εἰ μεγάλα, μὴ τὰς χρείας εἰ ἀναγκαῖαι προεξετάσαντες, ἀλλά, τὸ λεγόμενον δὴ τοῦτο, „ἀνίπτοις χερσὶ “πάντα φύροντες, ὡς δέον, ἐπειδὴ γλῶτταν ἡ φύσις αὐτοῖς ἐδωρήσατο, λελυμένῃ χρῆσθαι καὶ ἀχαλινώτῳ πρὸς ἃ μὴ θέμις·"],["7","οὓς ἐχρῆν ὀργάνων τῷ καλλίστῳ, ᾧ φωνὴ καὶ λόγος τὰ βιωφελέστατα καὶ κοινωνίας αἴτια τετράνωται, πρὸς τιμὴν καὶ σεμνότητα καὶ εὐδαιμονισμὸν καταχρῆσθαι τοῦ πάντων αἰτίου."],["8","νυνὶ δ’ ὑπὸ τῆς ἄγαν ἀσεβείας περὶ ὧν ἂν τύχῃ τὰς φρικωδεστάτας ὀνομάζουσι κλήσεις καὶ ἄλλα ἐπ’ ἄλλοις ἐπιφέροντες ὀνόματα σωρηδὸν οὐκ ἐρυθριῶσι, νομίζοντες τῇ πυκνότητι καὶ τῷ συνεχεῖ τῶν ἐπαλλήλων ὅρκων οὗ διανοοῦνται περιέσεσθαι, λίαν ὄντες εὐήθεις· οὐ γὰρ πίστεως ἡ πολυορκία τεκμήριον ἀλλ’ ἀπιστίας ἐστὶ παρὰ τοῖς εὖ φρονοῦσιν."],["9","ἐὰν δέ τις ἐκβιασθεὶς ὀμόσῃ περὶ παντὸς οὑτινοσοῦν, ὃ μὴ νόμος ἀπείρηκε, παντὶ σθένει καὶ μηχανῇ πάσῃ τὸν ὅρκον βεβαιούτω μηδὲν ἐμποδὼν τιθέμενος εἰς τὴν τοῦ γνωσθέντος τελείωσιν, καὶ μάλιστα ἐπειδὰν μὴ ὀργαὶ ἀτίθασοι ἢ λελυττηκότες ἔρωτες ἢ ἐπιθυμίαι ἀκάθεκτοι τὴν διάνοιαν ἐκμήνωσιν, ὡς ἀγνοῆσαι τὰ λεγόμενα καὶ πραττόμενα, λογισμῷ δὲ καὶ διανοίᾳ νηφούσῃ ποιῆται τὸν ὅρκον."],["10","τί γὰρ ἄμεινον ἢ ἀψευδεῖν παρ’ ὅλον τὸν βίον καὶ ταῦτα μάρτυρι θεῷ χρώμενον; ὅρκος γὰρ οὐδὲν ἄλλο ἢ μαρτυρία θεοῦ περὶ πράγματος ἀμφισβητουμένου· θεὸν δὲ μὴ ἐπ’ ἀληθεῖ καλεῖν πάντων ἀνοσιώτατον."],["11","ὁ γὰρ τοῦτο ποιῶν μόνον οὐκ ἄντικρυς βοᾷ, κἂν ἡσυχάζειν δοκῇ· \" σοὶ χρῶμαι τοῦ ἀδικεῖν προκαλύμματι· αἰδουμένῳ μοι τὸ δοκεῖν ἁμαρτάνειν συνέργησον, ἀντ’ ἐμοῦ πονηρευομένου τὴν αἰτίαν ὑπόστηθι· μέλει γάρ μοι πλημμελοῦντι μὴ φαύλῳ νομίζεσθαι· σὺ δὲ τῆς παρὰ τοῖς πολλοῖς δόξης ἀλογεῖς οὐδὲν εὐφημίας ἐπιστρεφόμενος. “ἅπερ καὶ λέγειν καὶ ἐννοεῖσθαι ἀσεβέστατον· ἀγανακτήσαι γὰρ ἂν οὐχ ὅτι θεὸς ὁ πάσης κακίας ἀμέτοχος, ἀλλὰ καὶ πατὴρ καὶ ὀθνεῖος ἄνθρωπος μὴ τελείως ἀρετῆς ἄγευστος, εἰ τοιαῦτα ἀκούοι."],["12","πάντας μὲν οὖν ὅρκους, ὡς ἔφην, βεβαιωτέον, ὅσοι περὶ καλῶν καὶ συμφερόντων γίνονται πρὸς ἐπανόρθωσιν ἰδίων ἢ κοινῶν πραγμάτων, φρονήσεως καὶ δικαιοσύνης καὶ ὁσιότητος ἡγουμένων— τούτοις ἐμφέρονται καὶ τῶν εὐχῶν αἱ νομιμώταται διὰ περιουσίαν ἀγαθῶν ἢ παρόντων ἢ προσδοκωμένων γινόμεναι—, τοὺς δ’ ἕνεκα τῶν ἐναντίων ἐπικυροῦν οὐκ εὐαγές."],["13","εἰσὶ γὰρ οἳ ὀμνύουσιν, ἐὰν τύχῃ, κλοπὰς καὶ ἱεροσυλίας ἢ φθορὰς καὶ μοιχείας ἢ τραύματα καὶ σφαγὰς ἤ τι τῶν ὁμοιοτρόπων κακῶν ἐργάσεσθαι, καὶ ἀνυπερθέτως αὐτὰ δρῶσι ποιούμενοι πρόφασιν τὸ εὐορκεῖν, ὡς οὐκ ἄμεινον καὶ θεῷ κεχαρισμένον μᾶλλον τῆς βεβαιώσεως τῶν ὅρκων τὸ μηδὲν ἀδικεῖν, ἐπεὶ δικαιοσύνη καὶ πᾶσα ἀρετὴ νόμος ἐστὶ πάτριος καὶ θεσμὸς ἀρχαῖος· νόμοι δὲ καὶ θεσμοὶ τί ἕτερον ἢ φύσεως ἱεροὶ λόγοι τὸ βέβαιον καὶ τὸ πάγιον ἐξ αὑτῶν ἔχοντες, ὡς ὅρκων ἀδιαφορεῖν;"],["14","ἴστω δὴ πᾶς ἐνωμότως ἄδικα δρῶν, ὅτι εὐορκεῖ μὲν οὔ, τὸν δὲ πολλῆς φυλακῆς καὶ ἐπιμελείας ἄξιον ὅρκον ἀνατρέπει, ᾧ τὰ καλὰ καὶ δίκαια ἐπισφραγίζεται· προστίθησι γὰρ ὑπαίτια ὑπαιτίοις, ἐν οὐ δέοντι γινομένοις ὅρκοις, οὓς πολὺ βέλτιον ἦν ἡσυχάζεσθαι, πράξεις παρανόμους."],["15","ἀπεχόμενος οὖν τοῦ ἀδικοπραγεῖν ποτνιάσθω τὸν θεόν, ἵνα μεταδῷ τῆς ἵλεω δυνάμεως αὐτῷ συγγνοὺς ἐφ’ οἷς ἀβουλίᾳ χρησάμενος ὤμοσε· διπλάσια γὰρ αἱρεῖσθαι κακά, δυνάμενον τὴν ἡμίσειαν αὐτῶν ἀποφορτίσασθαι, μανία καὶ φρενοβλάβεια δυσίατος."],["16","εἰσὶ δ’ οἳ τὴν φύσιν ἄμικτοι καὶ ἀκοινώνητοι δι’ ὑπερβολὴν μισανθρωπίας γεγονότες ἢ καὶ ὑπ’ ὀργῆς οἷα χαλεπῆς δεσποίνης ἐκβιασθέντες ὅρκῳ τὴν ἀγριότητα πιστοῦνται τῶν ἠθῶν, οἵτινες οὔ φασιν ὁμοτράπεζον ἢ ὁμωρόφιον ἕξειν τὸν δεῖνα ἢ τὸν δεῖνα ἢ πάλιν τῷ δεῖνι μὴ παρέξειν ὠφέλειάν τινα ἢ παρ’ ἐκείνου τι λήψεσθαι μέχρι τελευτῆς· ἔστι δ’ ὅτε καὶ μετὰ τὴν τελευτὴν τὸ ἀσύμβατον διαφυλάττουσιν οὐδὲ νεκροῖς τοῖς σώμασιν ἐπιτρέποντες ἐν διαθήκαις τὰ νομιζόμενα παρασχεῖν."],["17","οἷς παραινέσαιμι ἂν καθάπερ καὶ τοῖς προτέροις, εὐχαῖς καὶ θυσίαις ἐξευμενίζεσθαι τὸν θεόν, ἵνα εὕρωνταί τινα ψυχικῶν ἀρρωστημάτων θεραπείαν ἀναγκαίαν, ἃ μηδεὶς ἀνθρώπων ἱκανὸς ἰάσασθαι."],["18","ἕτεροι δ’ εἰσὶ κομπασταὶ τῶν ὑπ’ ἀλαζονείας φυσωμένων, οἳ λιμοδοξοῦντες οὐδενὶ τῶν εἰς τὴν ὠφελιμωτάτην ὀλιγοδεΐαν χρῆσθαι δικαιοῦσιν, ἀλλὰ κἂν προτρέπῃ τις ἕνεκα τοῦ τὸν ἀφηνιασμὸν τῶν ἐπιθυμιῶν ἀναχαιτίσαι, τὴν νουθεσίαν ὕβριν εἶναι νομίζουσι καὶ πρὸς τὸν ἁβροδίαιτον ὠθούμενοι βίον ἀλογοῦσι τῶν σωφρονιστῶν, γέλωτα καὶ χλεύην τιθέμενοι τὰς φρονήσεως καλὰς ὁμοῦ καὶ λυσιτελεστάτας ὑφηγήσεις."],["19","εἰ δὲ δὴ καὶ τύχοι τις εἶναι περιουσία καὶ ἀφθονία τῶν περὶ τὸν βίον, ὅρκοις ἐπισφραγίζονται τὴν χρῆσιν καὶ ἀπόλαυσιν τῶν εἰς πολυτέλειαν· οἷον δή τι λέγω· πρῴην τις τῶν οὐκ ὀλίγα κεκτημένων ὑγρὸν καὶ διαρρέοντα βίον ἀσπασάμενος, ἐπειδὴ πρεσβύτης παρὼν συγγενὴς ἢ πατρικὸς ὥς γ’ οἶμαι φίλος ἐνουθέτει πρὸς τὸ σεμνότερον καὶ αὐστηρότερον τὴν δίαιταν παρακαλῶν μεταβαλεῖν, τὴν παραίνεσιν οὐ μετρίως δυσχεράνας ὤμοσεν ἀντιφιλονεικῶν, ἕως ἂν τὰς χορηγίας ἔχῃ καὶ παρασκευάς, μηδενὶ χρήσεσθαι τῶν εἰς εὐτέλειαν, μὴ κατὰ πόλιν, μὴ κατ’ ἀγρούς, μὴ πλέων, μὴ πεζεύων, ἀλλ’ ἀεὶ καὶ πανταχοῦ τὸν πλοῦτον ἐπιδείξεσθαι. πλούτου δὲ ταῦθ’, ὡς ἔοικεν, ἐπίδειξις οὐκ ἔστι μᾶλλον ἢ ἀλαζονείας καὶ ἀκρασίας."],["20","καίτοι τῶν ἐν ταῖς μεγάλαις ἡγεμονίαις οὐκ ὀλίγοι μέχρι νῦν εἰσιν οἳ παμπληθεῖς ἔχοντες παρασκευὰς καὶ χορηγίας ἀφθόνους, ὥσπερ ἐξ ἀενάου τινὸς πηγῆς πλούτου ῥέοντος αὐτοῖς ἀδιαστάτως, ὅμως ἐφ’ ἃ καὶ οἱ πένητες ἡμεῖς ἔστιν ὅτε τρέπονται, κεραμεᾶς κύλικας καὶ ὀβελίας ἄρτους καὶ ἐλαίας ἢ τυρὸν ἢ λάχανα προσόψημα, καὶ θέρους μὲν περίζωμα καὶ λεπτὴν ὀθόνην, χειμῶνος δὲ χλαῖναν ἀρραγῆ καὶ στιφρὰν καὶ τὰ πρὸς τὴν κοίτην ἔστιν ὅτε χαμαίστρωτα, πολλὰ χαίρειν φράσαντες κλίναις ἐλεφαντίναις ἢ χελώνης ἢ χρυσοῦ πεποιημέναις καὶ στρωμναῖς ἀνθοβαφέσι καὶ ἐσθῆσιν ἁλουργίσι καὶ πεμμάτων μελιπήκτων περιεργίαις καὶ τραπεζῶν πολυτελείαις."],["21","αἴτιον δ’ οὐ μόνον, οἶμαι, τὸ φύσεως αὐτοὺς εὐμοίρου λαχεῖν, ἀλλὰ καὶ τὸ παιδείας ὀρθῆς ἐκ πρώτης ἡλικίας ἐφάψασθαι, ἥτις ἀνεδίδαξε πρὸ τῶν ἡγεμονικῶν τὰ ἀνθρώπινα τιμᾶν, ἥτις καὶ ἐνδιαιτωμένη τῇ ψυχῇ μόνον οὐ καθ’ ἑκάστην ἡμέραν ὑπομιμνῄσκει τῆς ἀνθρωπότητος ἀπὸ τῶν ὑψηλῶν καὶ ὑπερόγκων ἀντισπῶσα καὶ στέλλουσα καὶ τὸ ἄνισον ἰσότητι θεραπεύουσα."],["22","τοιγαροῦν τὰς πόλεις εὐθηνίας, εὐπορίας, εὐνομίας, εἰρήνης ἀναπεπλήκασιν, ἀγαθὸν μὲν οὐδὲν ὑπεξελόμενοι, πάντα δ’ ἀφειδῶς καὶ ἀταμιεύτως χαριζόμενοι. τὰ μὲν δὴ τῶν εὐγενῶν καὶ ὡς ἀληθῶς ἡγεμόνων ἔργα ταῦτα καὶ τὰ τούτοις παραπλήσια."],["23","τὰ δὲ τῶν νεοπλούτων ἐκεῖνα πλάνῳ τινὶ τύχης εἰς πολυχρηματίαν περιηκόντων, οἳ τὸν ἀληθῆ καὶ βλέποντα πλοῦτον ἐξ ἀρετῶν τελείων συνεστῶτα καὶ τῶν κατ’ ἀρετὰς πράξεων οὐδ’ ὄναρ ἴσασι, τῷ δὲ τυφλῷ προσέπταισαν, ἐφ’ οὗ σκηριπτόμενοι κατ’ ἀναγκαῖον τὴν ἄγουσαν ὁδὸν οὐχ ὁρῶντες εἰς ἀνοδίας ἐκτρέπονται, θαυμάζοντες τὰ μηδεμιᾶς ἄξια σπουδῆς καὶ τὰ φύσει τίμια γελῶντες· οἷς ὁ ἱερὸς λόγος ὅρκον ἐν οὐ δέοντι καιρῷ ποιουμένοις οὐ μετρίως ἐπιτιμᾷ καὶ ὀνειδίζει· δυσκάθαρτοι γὰρ καὶ δυσίατοι, ὡς μηδὲ παρὰ θεῷ τῷ τὴν φύσιν ἵλεῳ συγγνώμης ἀξιοῦσθαι."],["24","Παρθένων δὲ καὶ γυναικῶν τὸ περὶ τὰς εὐχὰς αὐτοκρατὲς ἀφείλετο, τῶν μὲν παρθένων τοὺς πατέρας κυρίους, τῶν δὲ γυναικῶν τοὺς ἄνδρας ἐπιγνώμονας ἀποφήνας εἴς τε βεβαίωσιν τῶν ὅρκων καὶ λύσιν· καὶ μήποτ’ εἰκότως· αἱ μὲν γὰρ διὰ νεότητα δύναμιν ὅρκων οὐκ ἴσασιν, ὡς χρῄζειν τῶν ἐπικρινούντων, αἱ δὲ πολλάκις ὑπ’ εὐχερείας ὀμνύουσιν, ἃ μὴ τοῖς ἀνδράσι συνοίσει· διόπερ αὐτοῖς ἀνέθηκε τὴν ἐξουσίαν τοῦ τὰ ὀμοσθέντα φυλάττειν ἢ τοὐναντίον."],["25","χῆραι δὲ μὴ ῥᾳδίως ὀμνύτωσαν— οὐ γὰρ ἔχουσι τοὺς παραιτητάς, οὔτε ἄνδρας ὧν διεζεύχθησαν οὔτε πατέρας ἀφ’ ὧν μετανέστησαν, ὅτε τὴν πρὸς γάμον ἀποικίαν ἐστέλλοντο—, ἐπειδὴ μένειν τοὺς τούτων ὅρκους ἀναγκαῖον ἐρημίᾳ τῶν κηδομένων βεβαιουμένους."],["26","ἐὰν δέ τις ἐπιορκοῦντά τινα εἰδὼς μὴ καταμηνύσῃ ἢ ἀπελέγξῃ φιλίᾳ ἢ αἰδοῖ ἢ φόβῳ διδοὺς πλέον ἢ εὐσεβείᾳ, τοῖς αὐτοῖς ἐπιτιμίοις ἔνοχος ἔστω· διαφέρει γὰρ τοῦ ἀδικεῖν οὐδὲν τὸ συνεπιγράφεσθαι ἀδικοῦντι."],["27","δίκαι δὲ κατ’ ἐπιόρκων αἱ μὲν ἀνάκεινται τῷ θεῷ, αἱ δὲ ἀνθρώποις, θεῷ μὲν αἱ ἀνωτάτω καὶ μέγισται— ἵλεως γὰρ οὐ γίνεται τοῖς οὕτως ἀσεβοῦσιν, ἀλλὰ μένειν εἰς ἀεὶ δυσκαθάρτους ἐᾷ, δικαίως, οἶμαι, καὶ προσηκόντως· ὁ γὰρ ἀμελήσας τί δεινὸν εἰ ἀνταμεληθήσεται, οἷς δίδωσι τὰ ἴσα καρπούμενος;"],["28","— αἱ δ’ ἀπ’ ἀνθρώπων διάφοροι, θάνατος ἢ πληγαί, τῶν μὲν ἀμεινόνων καὶ περιττῶν εἰς εὐσέβειαν θανάτου δίκας βεβαιούντων, τῶν δὲ μαλακώτερον χρωμένων ὀργαῖς δημοσίᾳ μάστιγι τυπτόντων ἀναφανδὸν ἐν κοινῷ· εἰσὶ δὲ καὶ πληγαὶ τοῖς μὴ δουλοπρεπέσιν οὐκ ἔλαττον δίκης θανάτου."],["29","Ταῦτα μὲν οὖν αἱ ῥηταὶ προστάξεις περιέχουσιν. ἔστι δὲ καὶ ἀλληγορῆσαι τὰ περὶ τὸν τόπον ἔχοντα θεωρίαν τὴν διὰ συμβόλων. εἰδέναι τοίνυν προσήκει ὅτι ὁ τῆς φύσεως ὀρθὸς λόγος πατρὸς ὁμοῦ καὶ ἀνδρὸς ἔχει δύναμιν, ἐπινοίαις διαφόροις· ἀνδρὸς μέν, ἐπειδὴ τὸν ἀρετῶν σπόρον ὥσπερ εἰς ἀγαθὴν ἄρουραν τὴν ψυχὴν καταβάλλεται, πατρὸς δ’ ὅτι βουλὰς ἀγαθὰς καὶ πράξεις καλὰς καὶ σπουδαίας γεννᾶν πέφυκε καὶ γεννήσας ἐκτρέφει ποτίμοις δόγμασιν, ἃ παιδεία καὶ σοφία χορηγοῦσι."],["30","διάνοια δ’ ἀπεικάζεται τοτὲ μὲν παρθένῳ, τοτὲ δὲ γυναικὶ ἢ χηρευούσῃ ἢ ἀνδρὶ ἔτι ἡρμοσμένῃ· παρθένος μὲν διάνοια ἁγνὴν καὶ ἀδιάφθορον διαφυλάττουσα ἑαυτὴν ἀπό τε ἡδονῶν καὶ ἐπιθυμιῶν, ἔτι δὲ καὶ λυπῶν καὶ φόβων, ἐπιβούλων παθῶν, ἧς τὴν προστασίαν ὁ γεννητὴς ἀνῆπται πατήρ· τῆς δ’ ὡς γυναικὸς ἀστείῳ λόγῳ τῷ κατ’ ἀρετὴν συμβιούσης τὴν ἐπιμέλειαν ὁ αὐτὸς λόγος οὗτος ἐπαγγέλλεται σπείρων ἀνδρὸς τρόπον ἐννοίας ἀρίστας."],["31","ἣ δ’ ἂν ἀπορφανισθῇ ψυχὴ καὶ γενεᾶς τῆς κατὰ τὴν φρόνησιν καὶ ἐπιγαμίας τῆς κατὰ τὸν ὀρθὸν λόγον, χηρεύουσα τῶν καλλίστων καὶ ἔρημος οὖσα σοφίας, ὑπαίτιον ἑλομένη ζωήν, ἔνοχος ἔστω οἷς ἔγνω καθ’ ἑαυτῆς, ἰατρὸν ἁμαρτημάτων οὐκ ἔχουσα οὔθ’ ὡς ἄνδρα συμβιωτὴν οὔθ’ ὡς πατέρα γεννητὴν τὸν κατὰ σοφίαν λόγον."],["32","Τῶν δὲ μὴ μόνον τὰς οὐσίας ἢ μέρη τούτων ἀλλὰ καὶ αὑτοὺς ἀνάθημα ποιησαμένων ἐν εὐχαῖς ὥρισε τιμάς, οὐ πρὸς κάλλος ἢ μέγεθος ἤ τι τῶν ὁμοιοτρόπων ἀπιδών, ἀλλὰ πρὸς ἀριθμὸν ἴσον, διακρίνας ἄνδρας αὐτὸ μόνον γυναικῶν καὶ νηπίους τελείων."],["33","κελεύει γὰρ ἀπὸ μὲν εἰκοσαετίας ἄχρις ἑξηκονταετίας ἀνδρὸς εἶναι τιμὴν δραχμὰς διακοσίας νομίσματος ὁλαργύρου, γυναικὸς δὲ εἴκοσι πρὸς ταῖς ἑκατόν, ἀπὸ δὲ πενταετίας ἄχρις εἰκοσαετίας τοῦ μὲν ἄρρενος δραχμὰς ὀγδοήκοντα, τῆς δὲ θηλείας τεσσαράκοντα, ἀπὸ δὲ βρέφους εἰς πενταετίαν τοῦ μὲν ἄρρενος δραχμὰς εἴκοσι, τοῦ δὲ θήλεος δώδεκα, τῶν δ’ ὑπὲρ ἑξήκοντα ἔτη βεβιωκότων πρεσβυτῶν μὲν δραχμὰς ἑξήκοντα, πρεσβυτίδων δὲ τεσσαράκοντα."],["34","τὰ δ’ ἴσα καὶ ἐπ’ ἀρρένων καθ’ ἡλικίαν ἑκάστην καὶ ἐπὶ θηλειῶν ὁμοίως διετάξατο, τριῶν ἕνεκα τῶν ἀναγκαιοτάτων· ἑνὸς μὲν ὅτι ἴσον ἐστὶ καὶ ὅμοιον τὸ ἀξίωμα τῆς εὐχῆς, ἐάν τε ὑπὸ μεγάλου τινὸς ἐάν τε καὶ ὑπ’ εὐτελοῦς γίνηται· δευτέρου δ’ ὅτι τοὺς εὐξαμένους ἁρμόττον οὐκ ἦν ταῖς τῶν ἀνδραπόδων ὑποβάλλεσθαι τύχαις— ἐκεῖνα γὰρ πρὸς τὰς τῶν σωμάτων εὐεξίας καὶ εὐμορφίας τιμᾶται ἢ τοὐναντίον ἐπευωνίζεται—· τρίτου δ’ ὃ καὶ ἀναγκαιότατον, ὅτι παρὰ μὲν ἡμῖν ἀνισότης, ἰσότης δὲ παρὰ θεῷ τίμιον."],["35","Ταῦτα μὲν ἐπ’ ἀνθρώπων, ἐπὶ δὲ κτηνῶν τάδε νομοθετεῖται· ἐάν τις ἀφορίσῃ κτῆνος, εἰ μὲν εἴη καθαρὸν ἔκ τινος γένους τῶν τριῶν, ἅπερ εἰς θυσίαν ἀπενεμήθη, βοῦς ἢ πρόβατον ἢ αἴξ, ἐκεῖνο καταθυέτω μὴ ὑπαλλαττόμενος μήτε χεῖρον κρείττονος μήτ’ ἄμεινον χείρονος· οὐ γὰρ πολυσαρκίᾳ καὶ πιότητι ζῴων χαίρει ὁ θεός, ἀλλ’ ἀνυπαιτίῳ τοῦ εὐξαμένου διαθέσει· ἐὰν δὲ ὑπαλλάττηται, δύο ἀνθ’ ἑνὸς καθιερούτω, τό τε ἀρχαῖον καὶ τὸ ἀντ’ ἐκείνου."],["36","ἐὰν δέ τις εὔξηταί τι τῶν μὴ καθαρῶν κτηνῶν, ἀγέτω πρὸς τὸν δοκιμώτατον τῶν ἱερέων· ὁ δὲ τιμάσθω μὴ ὑπερβάλλων τὴν ἀξίαν, προσεπιτιθεὶς τῆς τιμῆς καὶ τὸ πέμπτον, ἵν’, εἰ δέοι καθαρὸν ἀντὶ τούτου ζῷον ἱερουργεῖν, μηδὲν ὑστερίζοι τῆς ἀξίας τιμῆς, καὶ ἄλλως ὑπὲρ τοῦ δυσωπῆσαι τὸν εὐξάμενον, ὅτι τὴν εὐχὴν ἐποιήσατο οὐ συλλογισμῷ, τὸ μὴ καθαρὸν ζῷον ὥς γ’ οἶμαι τότε νομίσας εἶναι καθαρὸν πλάνῳ διανοίας, κεκρατημένος ὑπὸ πάθους."],["37","οἰκία δ’ εἰ γένοιτο ἀνάθημα, πάλιν ἐχέτω τιμητὴν ἱερέα· οἱ δ’ ὠνούμενοι μὴ τὰ ἴσα κατατιθέτωσαν, ἀλλ’ εἰ μὲν ὁ εὐξάμενος ἀνακομίζεσθαι προέλοιτο, ἐπιδαψιλευέσθω τὸ πέμπτον, κολάζων τὴν εὐχέρειαν καὶ ἐπιθυμίαν, διττὸν κακόν, ἐν οἷς μὲν ηὔχετο τὴν εὐχέρειαν, ἐν οἷς δ’ ἐφίεται ὧν πρότερον ἐξέστη τὴν ἐπιθυμίαν, εἰ δ’ ἕτερος, μηδὲν πλέον τῆς ἀξίας κατατιθέτω."],["38","ὁ δ’ εὐξάμενος μὴ μακροὺς ἐμποιείτω χρόνους πρὸς τὴν ὧν ηὔξατο τελείωσιν· ἄτοπον γὰρ τὰς μὲν πρὸς ἀνθρώπους ὁμολογίας ἐπιτέμνειν πειρᾶσθαι, τὰς δὲ πρὸς θεὸν τὸν ἀνεπιδεᾶ καὶ οὐδενὸς χρεῖον ἐκπροθέσμους ἀποφαίνειν, μελλήσει καὶ βραδυτῆτι διελέγχοντας αὑτοὺς ἐπὶ τῷ μεγίστῳ τῶν ἀδικημάτων, ὀλιγωρίᾳ τῇ πρὸς αὐτόν, οὗ τὴν θεραπείαν ἀρχὴν καὶ τέλος εὐδαιμονίας εἶναι νομιστέον. ὅρκων μὲν δὴ πέρι καὶ εὐχῶν ἅλις."],["39","Ἑξῆς ἐστι κεφάλαιον τὸ περὶ τῆς ἱερᾶς ἑβδόμης, ᾧ μυρία καὶ ἀναγκαῖα ἐμφέρεται, τὰ εἴδη τῶν ἑορτῶν, αἱ τῶν φύσει μὲν ἐλευθέρων διὰ δὲ καιροὺς ἀβουλήτους θητευόντων καθ’ ἕβδομον ἐνιαυτὸν ἀφέσεις, αἱ πρὸς χρεώστας τῶν συμβαλλόντων φιλοφροσύναι τὰ δάνεια ἑβδόμῳ ἔτει τοῖς ὁμοφύλοις χαριζομένων, αἱ ἀνάπαυλαι τῆς βαθυγείου πεδιάδος τε καὶ ὀρεινῆς, αἳ γίνονται παρ’ ἑξαετίαν, τὰ περὶ τοῦ πεντηκοστοῦ ἔτους νομοθετηθέντα· ὧν καὶ ἡ ἄνευ κόπου ψιλὴ διήγησις ἱκανὴ τοὺς μὲν εὐφυεῖς τελειῶσαι πρὸς ἀρετήν, τοὺς δ’ ἀφηνιαστὰς καὶ σκληροὺς τὸ ἦθος εὐπειθεστέρους ἀπεργάσασθαι."],["40","τὰ μὲν οὖν περὶ τῆς ἐν ἀριθμοῖς ἑβδόμης εἴρηται διὰ μακροτέρων πρότερον, ἥν τε ἔχει φύσιν ἐν δεκάδι καὶ ἣν συγγένειαν πρός τε αὐτὴν δεκάδα καὶ πρὸς τετράδα, τὴν δεκάδος ἀρχήν τε καὶ πηγήν, καὶ ὡς συντεθεῖσα μὲν ἀπὸ μονάδος ἑξῆς γεννᾷ τὸν ὀκτὼ καὶ εἴκοσι τέλειον ἀριθμὸν τοῖς αὑτοῦ μέρεσιν ἰσούμενον, εἰς δ’ ἀναλογίαν ἀχθεῖσα κύβον ὁμοῦ καὶ τετράγωνον ἀποτελεῖ, καὶ ὡς μυρία ἄλλα κάλλη θεωρημάτων ἐξ αὑτῆς ἐπιδείκνυται, περὶ ὧν οὐ καιρὸς μακρηγορεῖν. ἕκαστον δὲ τῶν προκειμένων καὶ ἐμφερομένων εἰδῶν ἐπισκεπτέον, ἀπὸ τοῦ πρώτου τὴν ἀρχὴν ποιησαμένους. ἦν δὲ πρῶτον τὸ περὶ ἑορτῶν."],["41","Εἰσὶ τοίνυν ἀριθμῷ δέκα ἑορταί, ἃς ἀναγράφει ὁ νόμος· πρώτη μέν, ἣν ἀκούσας θαυμάσαι τις ἂν ἴσως, αὕτη δ’ ἐστὶν ἡμέρα πᾶσα· δευτέρα δὲ ἡ δι’ ἓξ ἡμερῶν ἑβδόμη, σάββατον αὐτὴν Ἑβραῖοι πατρίῳ γλώττῃ καλοῦσι· τρίτη δ’ ἡ μετὰ σύνοδον τὴν κατὰ σελήνην νέαν νουμηνία· τετάρτη δ’ ἡ τῶν διαβατηρίων, ἣ καλεῖται Πάσχα· πέμπτη δ’ ἡ τῶν ἀσταχύων ἀπαρχή, τὸ ἱερὸν δράγμα· ἕκτη δ’ ἄζυμα· μεθ’ ἣν ἡ τῶν ἑβδομάδων ὄντως ἑβδόμη· ὀγδόη δὲ ἱερομηνία· ἐνάτη δὲ νηστεία· δεκάτη δὲ ἡ τῶν σκηνῶν, ἥτις ἐστὶ τῶν ἐτησίων ἑορτῶν συμπέρασμα, εἰς τέλειον ἀριθμὸν δεκάδα τελευτῶσα. ἀρκτέον δὲ ἀπὸ τῆς πρώτης."],["42","Ἅπασαν ἡμέραν ἑορτὴν ἀναγράφει ὁ νόμος πρὸς τὸν ἀνεπίληπτον βίον ἁρμοζόμενος ὁσίων ἀνθρώπων ἑπομένων τῇ φύσει καὶ τοῖς ταύτης διατάγμασι. καὶ εἴ γε μὴ παρευημέρησαν αἱ κακίαι καταδυναστεύσασαι τοὺς περὶ τῶν συμφερόντων λογισμοὺς οὓς τῆς ἑκάστων ψυχῆς ἐξῴκισαν, ἀλλ’ ἔμειναν αἱ τῶν ἀρετῶν δυνάμεις εἰς ἅπαν ἀήττητοι, μία ἂν ἦν ὁ ἀπὸ γενέσεως ἄχρι τελευτῆς χρόνος ἀδιάστατος ἑορτὴ καὶ αἵ τε οἰκίαι καὶ αἱ πόλεις ἐν ἀδείᾳ καὶ ἐκεχειρίᾳ μεσταὶ πάντων ἂν ἦσαν ἀγαθῶν εὐδίαν ἄγουσαι πραγμάτων."],["43","νυνὶ δ’ αἱ πλεονεξίαι καὶ ἀντεπιθέσεις, ἃς ἄνδρες ὁμοῦ καὶ γυναῖκες μηχανῶνται κατά τε αὑτῶν καὶ κατ’ ἀλλήλων, τὸ συνεχὲς τῆς ἱλαρᾶς διέκοψαν εὐθυμίας. ἐμφανὴς δὲ τοῦ λεγομένου πίστις."],["44","ὅσοι γὰρ ἢ παρ’ Ἕλλησιν ἢ παρὰ βαρβάροις ἀσκηταὶ σοφίας εἰσὶν ἀνεπιλήπτως καὶ ἀνυπαιτίως ζῶντες, μήτε ἀδικεῖσθαι μήτε ἀνταδικεῖν αἱρούμενοι, τὰς τῶν φιλοπραγμόνων ὁμιλίας ἐκτρέπονται καὶ τὰ χωρία, ἐν οἷς ποιοῦνται τὰς διατριβάς, προβέβληνται, δικαστήρια καὶ βουλευτήρια καὶ ἀγορὰς καὶ ἐκκλησίας καὶ συνόλως ὅπου τις τῶν εἰκαιοτέρων ἀνθρώπων θίασος ἢ σύλλογος,"],["45","οἷα βίον ἀπόλεμον καὶ εἰρηναῖον ἐζηλωκότες, θεωροὶ τῆς φύσεως καὶ τῶν ἐν αὐτῇ πάντων ἄριστοι, γῆν καὶ θάλατταν καὶ ἀέρα καὶ οὐρανὸν καὶ τὰς ἐν αὐτοῖς φύσεις διερευνώμενοι, σελήνῃ καὶ ἡλίῳ καὶ τῇ χορείᾳ τῶν ἄλλων ἀστέρων πλανήτων τε καὶ ἀπλανῶν ταῖς διανοίαις συμπεριπολοῦντες, τὰ μὲν σώματα κάτω πρὸς χέρσον ἱδρυμένοι, τὰς δὲ ψυχὰς ὑποπτέρους κατασκευάζοντες, ὅπως αἰθεροβατοῦντες τὰς ἐκεῖ δυνάμεις περιαθρῶσιν, οἷα χρηστοὶ τῷ ὄντι κοσμοπολῖται γενομένοι, οἳ τὸν μὲν κόσμον ἐνόμισαν εἶναι πόλιν, πολίτας δὲ τοὺς σοφίας ὁμιλητάς, ἀρετῆς ἐγγραφούσης, ἣ πεπίστευται τὸ κοινὸν πολίτευμα πρυτανεύειν."],["46","γέμοντες οὖν καλοκἀγαθίας καὶ τῶν περὶ σῶμα κακῶν καὶ τῶν ἐκτὸς ἀλογεῖν ἐθιζόμενοι καὶ ἐξαδιαφορεῖν τὰ ἀδιάφορα μελετῶντες καὶ κατὰ τῶν ἡδονῶν καὶ ἐπιθυμιῶν ἀλειφόμενοι καὶ συνόλως ἐπάνω τῶν παθῶν ἵστασθαι σπουδάζοντες ἀεὶ καὶ τὸν ἐπιτειχισμὸν αὐτῶν πάσῃ δυνάμει καθαιρεῖν παιδευόμενοι καὶ ταῖς τῆς τύχης μὴ καμπτόμενοι προσβολαῖς διὰ τὸ προεκλελογίσθαι τὰς ἐπιθέσεις αὐτῆς— ἐπικουφίζει γὰρ καὶ τὰ βαρύτατα τῶν ἀβουλήτων ἡ πρόληψις, καινὸν οὐδὲν ἔτι τῆς διανοίας τῶν συμβαινόντων ὑπολαμβανούσης, ἀλλ’ ὡς ἐπὶ παλαιοῖς καὶ ἑώλοις ἀμαυρὰν τὴν ἀντίληψιν ποιουμένης—, εἰκότως ἐνευφραινόμενοι ταῖς ἀρεταῖς ἅπαντά γε τὸν βίον ἑορτὴν ἄγουσιν."],["47","οὗτοι μὲν οὖν ὀλίγος εἰσὶν ἀριθμός, ἐμπύρευμα κατὰ πόλεις ὑποτυφόμενον σοφίας, ἕνεκα τοῦ μὴ κατὰ τὸ παντελὲς σβεσθεῖσαν ἀρετὴν ἐκ τοῦ γένους ἡμῶν ἀφανισθῆναι."],["48","εἰ δὲ τοῖς ὀλίγοις συνεφρόνησαν οἱ πανταχοῦ καὶ ἐγένοντο, οἵους βούλεται εἶναι ἡ φύσις, ἀνεπίληπτοι καὶ ἀνυπαίτιοι πάντες, ἐρασταὶ φρονήσεως, χαίροντες τῷ καλῷ δι’ αὐτὸ τὸ καλὸν καὶ τοῦτο μόνον ἀγαθὸν ἡγούμενοι, τὰ δ’ ἄλλα πάντα ὑπήκοα καὶ δοῦλα ὡς ἂν ἄρχοντες, εὐδαιμονίας ἂν αἱ πόλεις ἐγένοντο μεσταί, τῶν μὲν ὅσα λύπης αἴτια καὶ φόβων ἀμέτοχοι, πλήρεις δὲ τῶν ἀπεργαζομένων χαρὰς καὶ εὐπαθείας, ὡς μηδένα καιρὸν ἐλλείπειν"],["49","ἱλαροῦ βίου, πάντα δὲ τὸν τοῦ ἐνιαυτοῦ κύκλον εἶναι ἑορτήν. διὸ παρ’ ἀληθείᾳ δικαζούσῃ τῶν φαύλων οὐδεὶς ἀλλ’ οὐδὲ τὸν βραχύτατον χρόνον ἑορτάζει, συνειδήσει τῶν ἀδικημάτων ἀγχόμενος καὶ τῇ ψυχῇ κατηφῶν, εἰ καὶ τῷ προσώπῳ μειδιᾶν καθυποκρίνεται. ποῦ γὰρ ἔχει καιρὸν ἀψευδοῦς εὐφροσύνης κακοβουλότατος ὢν καὶ συζῶν ἀφροσύνῃ καὶ περὶ πάντα ἀκαιρευόμενος, γλῶτταν, γαστέρα, τὰ γεννητικά;"],["50","δι’ ἧς μὲν γὰρ ἐκλαλεῖ τὰ ἀπόρρητα καὶ ἡσυχαστέα, τὴν δὲ ἀκράτου πολλοῦ καὶ ἐδεσμάτων ἀμέτρων ἀναπίμπλησιν ὑπὸ λαιμαργίας, τοῖς δὲ καταχρῆται πρὸς ἐκνομωτάτους οἴστρους καὶ μίξεις ἀθέσμους, οὐ μόνον ἀλλοτρίοις γάμοις ἐπιμεμηνώς, ἀλλὰ καὶ παιδεραστῶν καὶ βιαζόμενος τὸν ἄρρενα τῆς φύσεως χαρακτῆρα παρακόπτειν καὶ μεταβάλλειν εἰς γυναικόμορφον ἰδέαν ἕνεκα τοῦ μεμιασμένῳ καὶ ἐπαράτῳ πάθει χαρίσασθαι."],["51","δι’ ἣν αἰτίαν ὁ πάντα μέγας Μωυσῆς τὰς ὑπερβολὰς τοῦ περὶ τὴν ὄντως ἑορτὴν κάλλους ἰδὼν τελειοτέραν ἢ κατ’ ἀνθρωπίνην φύσιν ὑπέλαβεν εἶναι καὶ ἀνέθηκεν αὐτὴν θεῷ φήσας κατὰ λέξιν οὕτως·"],["52","„ἑορταὶ κυρίου “(Lev. 23, 2)· τὸ γὰρ ἐπίλυπον καὶ περιδεὲς τοῦ ἡμετέρου γένους λογιζόμενος καὶ ὡς ἔστι μυρίων κακῶν μεστόν, ἃ γεννῶσι μὲν αἱ ψυχῆς πλεονεξίαι, γεννῶσι δὲ καὶ αἱ σώματος κῆρες, προσβάλλουσι δὲ αἱ τῆς τύχης ἀνωμαλίαι καὶ τῶν συνόντων αἱ ἀντεπιθέσεις μυρία κακὰ δρώντων τε καὶ πασχόντων, εἰκότως ἐθαύμαζεν, εἰ δύναταί τις ἐν τοσούτῳ πελάγει πραγμάτων ἑκουσίων τε καὶ ἀκουσίων φερόμενος καὶ μηδέποτ’ ἠρεμῆσαι οἷός τε ὢν μηδ’ ἀκινδύνῳ βίῳ μετ’ ἀσφαλείας ἐνορμίσασθαι τὴν μὴ λεγομένην ἀλλὰ πρὸς ἀλήθειαν οὖσαν ὄντως ἄγειν ἑορτήν, ἐνευφραινόμενος καὶ ἐντρυφῶν θεωρίᾳ τε τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ καὶ ἀκολουθίᾳ φύσεως καὶ ἁρμονίᾳ πρὸς ἔργα λόγων καὶ πρὸς λόγους ἔργων."],["53","ὅθεν ἀναγκαίως εἶπε τὰς ἑορτὰς εἶναι μόνου θεοῦ· μόνος γὰρ εὐδαίμων καὶ μακάριος, παντὸς μὲν ἀμέτοχος κακοῦ, πλήρης δ’ ἀγαθῶν τελείων, μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, αὐτὸς ὢν τὸ ἀγαθόν, ὃς οὐρανῷ καὶ γῇ τὰ κατὰ μέρος ὤμβρησεν ἀγαθά."],["54","παρὸ καὶ τῶν πάλαι τις ἀρετῶσα διάνοια, γαληνιασάντων αὐτῇ τῶν παθῶν, ἐνεμειδίασε χαρᾶς ἐγκύμων καὶ ὑπόπλεως γενομένη· καὶ λογισαμένη παρ’ αὑτῇ, μή ποτ’ ἄρα τὸ μὲν χαίρειν ἴδιόν ἐστι μόνου θεοῦ, αὐτὴ δὲ διαμαρτάνει σφετεριζομένη τὰς ὑπὲρ ἄνθρωπον εὐπαθείας, εὐλαβεῖταί τε καὶ τὸν ψυχικὸν γέλωτα ἀρνεῖται μέχρι τοῦ παρηγορηθῆναι·"],["55","τὸ γὰρ δέος αὐτῆς ἐπικουφίζει ὁ ἵλεως θεὸς χρησμῷ κελεύσας ὁμολογεῖν, ὅτι ἐγέλασεν, ἵν’ ἡμᾶς ἀναδιδάξῃ, ὅτι οὐ κατὰ τὸ παντελὲς ἐστέρηται τὸ γενητὸν χαρᾶς, ἀλλ’ ἔστιν ἡ μὲν ἀμιγὴς καὶ ἀκραιφνεστάτη, μηδὲν τῶν τῆς ἐναντίας ἐπιδεχομένη φύσεως, ἐξαίρετος θεοῦ, ἡ δ’ ἀπ’ ἐκείνης ῥυεῖσα μικτή, βραχέσιν ἀνακεκραμένη λυπηροῖς, ἀνδρὸς ἤδη σοφοῦ δωρεὰν μεγίστην λαβόντος τὴν τοιαύτην μῖξιν, ἐν ᾗ πλείω τὰ ἡδέα τῶν ἀηδῶν ἀνακέκραται. ταῦτα μὲν ἐπὶ τοσοῦτον."],["56","Μετὰ δὲ τὴν συνεχῆ καὶ ἀδιάστατον καὶ διαιωνίζουσαν ἑορτὴν ἄγεται δευτέρα ἡ δι’ ἓξ ἡμερῶν ἱερὰ ἑβδόμη· ἣν οἱ μὲν ὠνόμασαν παρθένον εἰς τὴν ὑπερβάλλουσαν ἁγνείαν ἀπιδόντες αὐτῆς, οἱ δὲ αὐτοὶ καὶ ἀμήτορα, σπαρεῖσαν ἐκ μόνου τοῦ πατρὸς τῶν ὅλων, ἰδέαν τῆς ἄρρενος γενεᾶς, ἀμέτοχον τῆς πρὸς γυναικῶν· ἀνδρειότατος γὰρ καὶ ἀλκιμώτατος ὁ ἀριθμός, πρὸς ἀρχὴν καὶ ἡγεμονίαν εὖ πεφυκώς· ἔνιοι δὲ αὐτὴν καιρὸν προσηγόρευσαν ἀπὸ τῶν αἰσθητῶν τεκμηράμενοι τὴν νοητὴν αὐτῆς οὐσίαν."],["57","ὅσα γὰρ τῶν ἐν αἰσθητοῖς ἄριστα, δι’ ὧν αἱ ἐτήσιοι ὧραι καὶ τῶν καιρῶν αἱ περίοδοι τεταγμένως ἀποτελοῦνται, μετέσχηκεν ἑβδομάδος, λέγω δὲ πλάνητας ἑπτὰ καὶ ἄρκτον καὶ πλειάδα καὶ σελήνης αὐξομένης τε καὶ μειουμένης ἀνακυκλήσεις καὶ τῶν ἄλλων τὰς ἐναρμονίους καὶ παντὸς λόγου κρείττους περιφοράς."],["58","Μωυσῆς δὲ ἀπὸ σεμνοτέρου πράγματος ἐκάλεσεν αὐτὴν συντέλειαν καὶ παντέλειαν, ἑξάδι μὲν τὴν γένεσιν τῶν τοῦ κόσμου μερῶν ἀναθείς, ἑβδομάδι δὲ τὴν τελείωσιν. ἑξὰς μὲν γὰρ ἀρτιοπέριττος ἀριθμός, ἐκ τοῦ δὶς τρία παγείς, ἔχων ἄρρενα μὲν τὸν περιττόν, θῆλυν δὲ τὸν ἄρτιον, ἐξ ὧν εἰσιν αἱ γενέσεις κατὰ φύσεως θεσμοὺς ἀκινήτους."],["59","ἑβδομὰς δὲ ἀμιγέστατος καὶ φῶς, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἑξάδος· ἃ γὰρ ἐγέννησεν ἑξάς, ταῦθ’ ἑβδομὰς τελεσφορηθέντα ἐπεδείξατο. παρὸ καὶ γενέθλιος τοῦ κόσμου δεόντως ἂν προσαγορεύοιτο, καθ’ ἣν τὸ τοῦ πατρὸς ἔργον τέλειον ἐκ τελείων μερῶν ἀνεφάνη, ἐν ᾗ προστέτακται πάντων ἀνέχειν ἔργων,"],["60","οὐκ ἐπειδὴ ῥᾳθυμίας ὁ νόμος εἰσηγητής— ἀεὶ γὰρ ἐθίζει κακοπαθεῖν καὶ πρὸς πόνον ἀλείφει καὶ τοὺς ἀργεῖν καὶ σχολάζειν ἐθέλοντας προβέβληται, διείρηται γοῦν ἓξ ἡμέρας ἐνεργεῖν—, ἀλλ’ ἵνα τοὺς συνεχεῖς καὶ ἀτρύτους πόνους χαλάσῃ καὶ τὰ σώματα μεμετρημέναις ἀνέσεσιν ἀνακτησάμενος καινώσῃ πάλιν πρὸς τὰς αὐτὰς ἐνεργείας· οἱ γὰρ διαπνεύσαντες, οὐκ ἰδιῶται μόνον ἀλλὰ καὶ ἀθληταί, ῥώμην συλλέγονται καὶ ἀπὸ κραταιοτέρας δυνάμεως ἀνυπερθέτως ἕκαστα τῶν πρακτέων τλητικῶς ὑπομένουσι."],["61","προστάξας μέντοι μὴ διαπονεῖν τοῖς σώμασι κατὰ τὰς ἑβδόμας ἐφῆκε τὰς ἀμείνους πράξεις ἐπιτελεῖν· αὗται δ’ εἰσὶν αἱ διὰ λόγων καὶ δογμάτων τῶν κατ’ ἀρετήν· προτρέπει γὰρ φιλοσοφεῖν τότε βελτιοῦντας τὴν ψυχὴν καὶ τὸν ἡγεμόνα νοῦν."],["62","ἀναπέπταται γοῦν ταῖς ἑβδόμαις μυρία κατὰ πᾶσαν πόλιν διδασκαλεῖα φρονήσεως καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ δικαιοσύνης καὶ τῶν ἄλλων ἀρετῶν, ἐν οἷς οἱ μὲν ἐν κόσμῳ καθέζονται σὺν ἡσυχίᾳ τὰ ὦτα ἀνωρθιακότες μετὰ προσοχῆς πάσης ἕνεκα τοῦ διψῆν λόγων ποτίμων, ἀναστὰς δέ τις τῶν ἐμπειροτάτων ὑφηγεῖται τὰ ἄριστα καὶ συνοίσοντα, οἷς ἅπας ὁ βίος ἐπιδώσει πρὸς τὸ βέλτιον."],["63","ἔστι δ’ ὡς ἔπος εἰπεῖν τῶν κατὰ μέρος ἀμυθήτων λόγων καὶ δογμάτων δύο τὰ ἀνωτάτω κεφάλαια, τό τε πρὸς θεὸν δι’ εὐσεβείας καὶ ὁσιότητος καὶ τὸ πρὸς ἀνθρώπους διὰ φιλανθρωπίας καὶ δικαιοσύνης· ὧν ἑκάτερον εἰς πολυσχιδεῖς ἰδέας καὶ πάσας ἐπαινετὰς τέμνεται."],["64","ἐξ ὧν δῆλόν ἐστιν, ὅτι Μωυσῆς οὐδένα καιρὸν ἀπράκτους ἐᾷ τοὺς χρωμένους αὐτοῦ ταῖς ἱεραῖς ὑφηγήσεσιν· ἀλλ’ ἐπειδὴ συνέστημεν ἐκ ψυχῆς καὶ σώματος, ἀπένειμε καὶ τῷ σώματι τὰ οἰκεῖα ἔργα καὶ τῇ ψυχῇ τὰ ἐπιβάλλοντα καὶ ἐφεδρεύειν τὰ ἕτερα τοῖς ἑτέροις ἐσπούδασεν, ἵνα πονοῦντος μὲν τοῦ σώματος ἡ ψυχὴ διαναπαύηται, ἀναπαύλῃ δὲ χρωμένου διαπονῇ, καὶ οἱ ἄριστοι τῶν βίων, ὅ τε θεωρητικὸς καὶ ὁ πρακτικός, ἀμείβωσιν ἀντιπαραχωροῦντες ἀλλήλοις, ὁ μὲν πρακτικὸς λαχὼν ἑξάδα κατὰ τὴν τοῦ σώματος ὑπηρεσίαν, ὁ δὲ θεωρητικὸς ἑβδομάδα πρὸς ἐπιστήμην καὶ τελειότητα διανοίας."],["65","Ἀπείρηται δὲ κατ’ αὐτὴν πῦρ ἐναύειν ὡς ἀρχὴν καὶ σπέρμα τῶν περὶ βίον πραγματειῶν, ἐπειδήπερ ἄνευ πυρὸς οὐδὲν ἔστι τῶν εἰς τὰς πρὸς τὸ ζῆν ἀναγκαίας χρείας ἐργάσασθαι· ὡς δι’ ἑνὸς τοῦ ἀνωτάτω καὶ πρεσβυτάτου τῶν εἰς τὰς τέχνας καὶ μάλιστα τὰς βαναύσους αἰτίου κεκωλῦσθαι καὶ τῶν κατὰ μέρος ὑπηρεσιῶν."],["66","ἀλλ’ ἔοικε διὰ τοὺς ἀπειθεστέρους καὶ ἥκιστα προσέχοντας τὸν νοῦν τοῖς προσταττομένοις καὶ τὰ ἄλλα προσνομοθετεῖν, οὐ μόνον ἐλευθέρους ἀνέχειν ἔργων ἀξιῶν ταῖς ἑβδόμαις, ἀλλὰ καὶ θεράπουσι καὶ θεραπαίναις ἐφιείς, ἄδειαν καὶ μόνον οὐκ ἐλευθερίαν δι’ ἓξ ἡμερῶν προκηρύττων τούτοις, ἵν’ ἀμφοτέρους ἀναδιδάξῃ μάθημα κάλλιστον·"],["67","τοὺς μὲν δεσπότας αὐτουργεῖν ἐθίζεσθαι, μὴ ἀναμένοντας τὰς ἀπὸ τῶν οἰκετῶν λατρείας καὶ ὑπηρεσίας, ἵν’, εἴ τινες ἀβούλητοι καιροὶ κατάσχοιεν κατὰ τὰς τῶν ἀνθρωπείων πραγμάτων μεταβολάς, μὴ τῷ ἀήθει τῆς αὐτουργίας προκάμνοντες τοῖς ἐπιτάγμασιν ἀπαγορεύωσιν, ἀλλ’ εὐκινητοτέροις χρώμενοι τοῖς τοῦ σώματος μέρεσιν εὐφόρως καὶ μετὰ ῥᾳστώνης ἐνεργῶσι, τοὺς δ’ οἰκέτας μὴ ἀπογινώσκειν τὰς ἀμείνους ἐλπίδας, ἀλλ’ ἔχοντας τὴν δι’ ἓξ ἡμερῶν ἄνεσιν ἐμπύρευμά τι καὶ ζώπυρον ἐλευθερίας τὴν εἰς τὸ παντελὲς ἄφεσιν, εἰ διαμένοιεν χρηστοὶ καὶ φιλοδέσποτοι, προσδοκᾶν."],["68","ἐκ δὲ τοῦ τοὺς μὲν ἐλευθέρους ὑπομεῖναί ποτε τὰς δούλων ὑπηρεσίας, τοῖς δ’ οἰκέταις ἐγγενέσθαι μετασχεῖν ἀδείας, συμβήσεται τὸν τῶν ἀνθρώπων βίον ἐπιδοῦναι πρὸς ἀρετὴν τελειοτάτην, ὑπομιμνῃσκομένων ἰσότητος καὶ ἀντεκτινόντων ἀλλήλοις χρέος ἀναγκαῖον τῶν τε λαμπρῶν εἶναι δοκούντων καὶ τῶν ἀφανεστέρων."],["69","ἀλλὰ γὰρ οὐ θεράπουσι μόνον ἐκεχειρίαν ἔδωκεν ὁ νόμος ταῖς ἑβδόμαις, ἀλλὰ καὶ κτήνεσι· καίτοι φύσει θεράποντες μὲν ἐλεύθεροι γεγόνασιν— ἄνθρωπος γὰρ ἐκ φύσεως δοῦλος οὐδείς—, τὰ δ’ ἄλογα ζῷα πρὸς τὴν τῶν ἀνθρώπων χρείαν καὶ ὑπηρεσίαν εὐτρεπισθέντα δούλων ἔχει τάξιν· ἀλλ’ ὅμως ἀχθοφορεῖν ὀφείλοντα καὶ τοὺς ὑπὲρ τῶν κεκτημένων ὑπομένειν πόνους τε καὶ καμάτους ἀναπαύλας εὑρίσκει ταῖς ἑβδόμαις."],["70","καὶ τί δεῖ τῶν ἄλλων μεμνῆσθαι; οὐδὲ γὰρ βοῦς πρὸς τὰ ἀναγκαιότατα καὶ χρησιμώτατα τῶν ἐν τῷ βίῳ γεγονώς, ἄροτον γῆς προετοιμαζομένης εἰς σπορὰν καὶ πάλιν δραγμάτων συγκομισθέντων ἀλοητὸν εἰς καρποῦ κάθαρσιν, τότε καταζεύγνυται, τὴν τοῦ κόσμου γενέθλιον ἑορτάζων. οὕτως ἄρα διὰ πάντων τὸ ἱεροπρεπὲς αὐτῆς πεφοίτηκε."],["71","Τοσούτου δ’ ἀξιοῖ σεβασμοῦ τὴν ἑβδόμην, ὥστε καὶ ἄλλα ὁπόσα ταύτης μετέχει τετίμηται παρ’ αὐτῷ. κατὰ γοῦν ἕβδομον ἐνιαυτὸν ἀεὶ χρεωκοπίαν εἰσηγεῖται πένησιν ἐπικουρῶν καὶ τοὺς πλουσίους ἐπὶ φιλανθρωπίαν προκαλούμενος, ἵνα τῶν ἰδίων μεταδιδόντες ἀπόροις χρηστὰ καὶ περὶ αὑτῶν προσδοκῶσιν, εἰ γένοιτό τι πταῖσμα· πολλὰ δὲ τὰ ἀνθρώπινα καὶ οὐκ ἐπὶ τῶν αὐτῶν ὁ βίος ὁρμεῖ πνεύματος ἀστάτου τρόπον μεταβάλλων πρὸς τὰ ἐναντία."],["72","καλὸν μὲν οὖν τὴν ἀπὸ δανειστῶν χάριν ἐπὶ πάντας φθάνειν χρεώστας· ἐπεὶ δ’ οὐ πάντες πρὸς μεγαλοφροσύνην πεφύκασιν, ἀλλ’ εἰσὶν ἥττους ἔνιοι χρημάτων ἢ οὐ σφόδρα εὔποροι, καὶ τούτους ἐδικαίωσεν εἰσφέρειν ἃ μὴ λυπήσει διδόμενα."],["73","παρὰ γὰρ τῶν ὁμοεθνῶν εἰσπράττειν οὐκ ἐάσας ἐφῆκε παρὰ τῶν ἄλλων κομίζεσθαι, τοὺς μὲν καλέσας εὐθυβόλως „ἀδελφούς “, ἵνα μηδεὶς φθονῇ τῶν ἰδίων ὡς ἂν ἐκ φύσεως συγκληρονόμοις ἀδελφοῖς, τοὺς δὲ μὴ ὁμοεθνεῖς, ὅπερ εἰκός, „ἀλλοτρίους “ὠνόμασεν."],["74","ἡ δ’ ἀλλοτριότης ἀκοινώνητον, εἰ μὴ καὶ ταύτην τις ὑπερβολαῖς ἀρετῶν μεθαρμόσαιτο πρὸς συγγενικὴν οἰκειότητα· συνόλως γὰρ ἐν ἀρεταῖς ἡ πολιτεία καὶ νόμοις, οἳ μόνον τὸ καλὸν ἀγαθὸν εἰσηγοῦνται. ὑπαίτιον δὲ τὸ δανείζειν ἐπὶ τόκῳ· δανείζεται γάρ τις οὐ περιουσίᾳ ζῶν, ἀλλὰ δηλονότι χρεῖος ὤν, ὃς ἐπαναγκαζόμενος τόκους τοῖς ἀρχαίοις προσαποτίνειν ἀπορώτατος ἐξ ἀνάγκης ἂν γένοιτο καὶ νομίσας ὠφελεῖσθαι ἔτι βλάπτεται καθάπερ τὰ ὀλιγόφρονα τῶν ζῴων τῷ παρόντι δελέατι."],["75","σοὶ δ’ εἴποιμ’ ἄν, ὦ δανειστά· τί κοινωνίᾳ τρόπον ἀκοινώνητον συσκιάζεις; τί δὲ τῷ μὲν δοκεῖν εἶναι χρηστὸς καὶ φιλάνθρωπος προσποιῇ, ἐν δὲ τοῖς ἔργοις ἀπανθρωπίαν ἐπιδείκνυσαι καὶ δεινὴν σκαιότητα, πλείω ὧν ἔδωκας ἀναπράττων καὶ ἔστιν ὅπου διπλάσιον, πενιχρότερον ἀπεργαζόμενος τὸν πένητα;"],["76","τοιγάρτοι συναλγεῖ μὲν οὐδείς, ὅταν ὀρεχθεὶς πλειόνων προσσυναποβάλῃς καὶ τὰ ὄντα, πάντες δ’ ἐφήδονται τοκογλύφον καὶ ὀβολοστάτην καὶ τὰ τοιαῦτα ὀνομάζοντες, ὡς ἔφεδρον ἀλλοτρίων κακῶν καὶ τὴν ἑτέρων ἀτυχίαν ἰδίαν κρίνοντα εὐτυχίαν."],["77","ἀλλὰ πηρόν, ὡς ἔφη τις, ἡ κακία, καὶ ὁ δανείζων τυφλός, τὸν χρόνον τῆς ἀποδόσεως οὐ βλέπων, ἐν ᾧ μόλις ἢ οὐδ’ ὅλως ὧν ἐκ πλεονεξίας τεύξεσθαι προσεδόκησεν ἐφίξεται."],["78","οὗτος μὲν οὖν διδότω δίκας τῆς φιλαργυρίας, ἃ προήκατο μόνα κομιζόμενος, ἵνα μὴ ἀτυχίας ἀνθρώπων ἐργάζηται προσοδευόμενος ἐξ ὧν οὐ προσῆκεν· οἱ δὲ χρεῶσται τῆς ἀπὸ τῶν νόμων φιλανθρωπίας ἀξιούσθωσαν, τόκους καὶ ἐπιτοκίας μὴ τελοῦντες, αὐτὸ δὲ μόνον τὸ ἀρχαῖον ἀποτινύντες· πάλιν γὰρ ἐν καιροῖς τὸν αὐτὸν ἔρανον ἀνταποτίσουσι τοῖς συμβάλλουσιν ἀμειβόμενοι ταῖς ἴσαις ὠφελείαις τοὺς χάριτος ἄρξαντας."],["79","Τοιαῦτα διαταξάμενος ἑξῆς ἀναγράφει νόμον ἡμερότητος καὶ φιλανθρωπίας μεστόν. ἐάν, φησί, πραθῇ σοί τις τῶν ἀδελφῶν, ἓξ ἔτη δουλευέτω, τῷ δὲ ἑβδόμῳ προῖκα ἐλεύθερος ἀφιέσθω."],["80","πάλιν \" ἀδελφὸν \" τὸν ὁμόφυλον εἶπεν ὑποσπείρων τῇ τοῦ κεκτημένου ψυχῇ διὰ τῆς προσρήσεως τὴν πρὸς τὸν ὑπήκοον συγγένειαν, ἵνα μὴ ὡς ξένου, πρὸς ὃν οὐδὲν φίλτρον ἐστὶν εὐνοίας, κατολιγωρῇ, φιλοίκειον δέ τι προπεπονθὼς πάθος ἐκ διδασκαλίας, ἣν ὁ ἱερὸς λόγος ὑπηχεῖ, μὴ ἀγανακτῇ μέλλοντος ἐλευθεροῦσθαι."],["81","τοὺς γὰρ τοιούτους δούλους μὲν ὀνομάζεσθαι συμβέβηκε, θῆτας δὲ τῷ ὄντι εἶναι τῶν ἀναγκαίων χάριν ὑπηρετοῦντας, κἂν μυριάκις αὐτεξούσιον δυναστείαν καὶ δεσποτείαν ἀπειλῶσί τινες κατ’ αὐτῶν·"],["82","οὓς τιθασευτέον, ἐπιλέγοντας τὰ χρηστὰ ἐκεῖνα τοῦ νόμου παραγγέλματα· μισθωτός ἐστιν, ὦ ἄνθρωπε, ὁ λεγόμενος δοῦλος, καὶ αὐτὸς ἄνθρωπος ὤν, ἔχων πρὸς σὲ τὴν ἀνωτάτω συγγένειαν, ἔπειτα καὶ ἀπὸ τοῦ αὐτοῦ ἔθνους, τάχα δὲ καὶ φυλέτης καὶ δημότης, ἐνδείας χάριν εἰς τουτὶ τὸ σχῆμα ὑπηγμένος."],["83","ἀνελὼν οὖν ἐκ τῆς ψυχῆς ἐπίβουλον κακόν, ἀλαζονείαν, ὡς μισθωτῷ προσφέρου, τὰ μὲν διδούς, τὰ δὲ καὶ λαμβάνων· παρέξει μὲν οὖν ἐκεῖνος ἀοκνότατα τὰς ὑπηρεσίας ἀεὶ καὶ πανταχοῦ, μηδὲν ὑπερτιθέμενος, ἀλλὰ φθάνων τὰς σὰς ἐπικελεύσεις τάχει καὶ προθυμίᾳ· σὺ δ’ ἀντιδίδου τὰς τροφὰς καὶ ἐσθῆτα καὶ τὴν ἄλλην ἐπιμέλειαν, μὴ καταζεύξας ὡς ζῷον ἄλογον μηδὲ πλείοσι καὶ βαρυτέροις τῆς δυνάμεως ἄχθεσι πιέζων μηδ’ ὑβρίζων μηδὲ ἀπειλαῖς καὶ ἐπανατάσεσιν εἰς χαλεπὰς δυσθυμίας ἐφελκόμενος, ἀλλ’ ἀναχωρήσεις διδοὺς καὶ ἀνέσεις μεμετρημένας· τὸ γὰρ „μηδὲν ἄγαν “ἐπὶ πάντων ἄριστον καὶ μάλιστα πρὸς οἰκέτας δεσποτῶν."],["84","ὑπηρετηθεὶς μέντοι χρόνον αὐταρκέστατον, ἑξαετίαν, ὅταν ὁ ἱερώτατος ἀριθμὸς ἐνίστασθαι μέλλῃ, τὸ ἕβδομον ἔτος, ἐλεύθερον μεθίεσο τὸν ἐλεύθερον φύσει μηδὲν ἐνδοιάσας, ἀλλ’, ὦ γενναῖε, καὶ γεγηθὼς δίδου τὴν χάριν, ὅτι καιρὸν ἔλαβες τὸ ζῴων ἄριστον, ἄνθρωπον, ἐν τοῖς μεγίστοις εὐεργετῆσαι· δούλῳ γὰρ οὐκ ἔστι μεῖζον ἐλευθερίας ἀγαθόν."],["85","χαίρων οὖν καὶ προσεπιδαψίλευσαί τι τῶν ἰδίων ἀφ’ ἑκάστου μέρους τῆς κτήσεως ἐφοδιάσας τὸν εὐεργετηθέντα· σὸν γὰρ ἐγκώμιον, εἰ μὴ πένης ὢν ἀπαλλάττοιτο τῆς οἰκίας, ἀλλὰ τῶν εἰς τἀναγκαῖα ἀφορμῶν εὐπορηκώς, ἵνα μὴ πάλιν ὑπ’ ἐνδείας εἰς τὴν ἀρχαίαν ἀτυχίαν ὑπαχθῇ δουλεύειν ἀναγκασθεὶς διὰ σπάνιν τῶν περὶ δίαιταν καὶ ἡ σὴ χάρις ἀναιρεθῇ. πενήτων μὲν δὴ πέρι τοσαῦτα."],["86","Κελεύει δ’ ἑξῆς ἀργὴν τὴν χώραν ἐᾶν ἔτει ἑβδόμῳ, διὰ πολλά· πρῶτον μέν, ἵνα τὴν ἑβδομάδα τιμήσῃ κατὰ πάντας χρόνους ἡμερῶν καὶ μηνῶν καὶ ἐνιαυτῶν· ἑβδόμη τε γὰρ πᾶσα ἡμέρα ἱερά, τὸ καλούμενον παρ’ Ἑβραίοις σάββατον, μηνῶν τε ὁ ἕβδομος κατὰ πᾶν ἔτος ἑορτῶν ἔλαχε τὴν μεγίστην, ὥστ’ εἰκότως καὶ ὁ ἕβδομος ἐνιαυτὸς τοῦ περὶ τὸν ἀριθμὸν σεβασμοῦ τυχὼν ἐκτετίμηται."],["87","δεύτερον δ’ ἐκεῖνο· μὴ πάντα, φησίν, ἴσθι τοῦ κέρδους, ἀλλὰ καὶ ἑκὼν ζημίαν ὑπόμεινον, ἵνα καὶ τὴν ἀκούσιον βλάβην, εἴ ποτε γένοιτο, ῥᾳδίως ἐνέγκῃς, ἀλλὰ μὴ ὡς ἐπὶ καινῷ καὶ ξένῳ δυσχεραίνων ἀθυμήσῃς. εἰσὶ γὰρ τῶν πλουσίων οὕτως ἀτυχεῖς τὰς γνώμας τινές, ὥστε ἀπορίας ἐπισχούσης στένουσι καὶ κατηφοῦσιν οὐδὲν ἧττον ἢ εἰ πᾶσαν ἀφῃρέθησαν τὴν οὐσίαν."],["88","ἀλλὰ τῶν Μωυσέως ὁμιλητῶν ὅσοι φοιτηταὶ γνήσιοι καλοῖς ἐνασκούμενοι νομίμοις ἐκ πρώτης ἡλικίας ἐθίζονται τὰς ἐνδείας εὐμαρῶς ὑπομένειν διὰ τοῦ καὶ τὴν ἀρετῶσαν χώραν ἐᾶν ἀργήν, ἅμα καὶ μεγαλοφροσύνην ἀναδιδασκόμενοι καὶ τὰς ὁμολογουμένας προσόδους μόνον οὐκ ἐκ τῶν χειρῶν ἑκουσίῳ γνώμῃ μεθιέναι."],["89","τρίτον κἀκεῖνο αἰνίττεσθαί μοι δοκεῖ, τὸ μηδενὶ προσήκειν τὸ παράπαν ἀνθρώπους ἄχθει βαρύνειν καὶ πιέζειν· εἰ γὰρ τοῖς μέρεσι τῆς γῆς, ἃ μήτε ἡδονῆς μήτε ἀλγηδόνος πέφυκε κοινωνεῖν, μεταδοτέον ἀναπαύλης, πῶς οὐχὶ μᾶλλον ἀνθρώποις, οἷς οὐ μόνον αἴσθησις πρόσεστιν ἡ κοινὴ καὶ τῶν ἀλόγων ζῴων, ἀλλὰ καὶ λογισμὸς ἐξαίρετος, ᾧ τὰ ἐκ πόνων καὶ καμάτων ὀδυνηρὰ τρανοτέραις φαντασίαις ἐντυποῦται;"],["90","παυσάσθωσαν οὖν οἱ λεγόμενοι δεσπόται τῶν ἐπὶ δούλοις σφοδρῶν καὶ δυσυπομονήτων ἐπιταγμάτων, ἃ καὶ τὰ σώματα κατακλᾷ βιαζόμενα καὶ τὰς ψυχὰς πρὸ τῶν σωμάτων ἀπαγορεύειν ἀναγκάζει."],["91","φθόνος γὰρ οὐδεὶς προστάττειν τὰ μέτρια, δι’ ὧν καὶ ὑμεῖς τῆς προσηκούσης ὑπηρεσίας ἀπολαύσετε καὶ οἱ θεράποντες εὐφόρως τὰ κελευσθέντα δράσουσι καὶ τὰς διακονίας οὐ πρὸς ὀλίγον ἅτε προκαμόντες καὶ (εἰ δεῖ τἀληθὲς εἰπεῖν) ἐν τοῖς πόνοις προγηράσαντες ὑπομενοῦσιν, ἀλλὰ πρὸς μήκιστον ἀθλητῶν τρόπον ἀνηβῶντες, οὐ τῶν εἰς πολυσαρκίαν πιαινομένων, ἀλλ’ οἷς ἔθος ἐγγυμνάζεσθαι διὰ ξηρῶν ἱδρώτων πρὸς τὴν τῶν περὶ τὸν βίον ἀναγκαίων καὶ χρησίμων κτῆσιν."],["92","παυσάσθωσαν καὶ οἱ τῶν πόλεων ἡγεμόνες φόροις καὶ δασμοῖς συνεχέσι καὶ μεγάλοις αὐτὰς ἐκτραχηλίζοντες, οἳ τὰ μὲν ἴδια ταμεῖα πληροῦσιν, ἅμα τοῖς χρήμασι καὶ τὰς ἀνελευθέρους κακίας καὶ τὸν σύμπαντα βίον αὐτῶν ῥυπαινούσας θησαυροφυλακοῦντες."],["93","ἀνηλεεστάτους γὰρ καὶ γέμοντας ἀπανθρωπίας τοὺς τῶν φόρων ἐκλογεῖς ἐπίτηδες αἱροῦνται τὰς πρὸς πλεονεξίαν ἀφορμὰς αὐτοῖς ἐνδιδόντες· οἱ δὲ τῇ φυσικῇ σκαιότητι προσειληφότες καὶ τὴν ἐξ ἐπιταγμάτων δεσποτικῶν ἐκεχειρίαν καὶ πάντα ὑπὲρ ἀρεσκείας τῆς ἐκείνων ἐγνωκότες πράττειν οὐδὲν παραλείπουσι τῶν χαλεπωτάτων, ἐπιείκειαν καὶ ἡμερότητα μηδ’ ὄναρ εἰδότες·"],["94","τοιγάρτοι πάντα φύρουσι καὶ συγχέουσιν ἀργυρολογοῦντες, ὡς μὴ μόνον ἐκ τῶν οὐσιῶν ἀναπράττειν, ἀλλὰ καὶ ἐκ τῶν σωμάτων, ὕβρεσιν, αἰκίαις, πρὸς ἀποτομίαν κεκαινουργημέναις βασάνοις· ἤδη δέ τινας ἀκούω μηδὲ νεκρῶν ἀποσχέσθαι δι’ ἀγριότητα καὶ παρηλλαγμένην λύτταν, οἳ ἐπὶ τοσοῦτον ἐθηριώθησαν, ὡς καὶ τύπτειν ὑστριχίσι τολμᾶν τοὺς τεθνεῶτας·"],["95","καὶ ἐπειδή τις τῆς ἄγαν ὠμότητος κατεμέμφετο, εἰ μηδ’ ὁ θάνατος, ἡ κακῶν ἁπάντων ἀπαλλαγὴ καὶ ὡς ἀληθῶς τελευτή, περιποιήσει τοῖς ἐκποδὼν τὸ ἀνύβριστον, ἀλλ’ ἀντὶ ταφῆς καὶ τῶν νομιζομένων αἰκίας ὑπομενοῦσιν, ἀπολογίᾳ χείρονι κατηγορίας ἐχρῶντο φάσκοντες προπηλακίζειν τοὺς τεθνεῶτας, οὐχ ὑπὲρ τοῦ κωφὴν καὶ ἀναίσθητον κόνιν ὑβρίζειν— ἀνωφελὲς γάρ—, ἀλλ’ ὑπὲρ τοῦ τοὺς ἢ κατὰ γένος ἢ καθ’ ἑταιρίαν προσήκοντας εἰς οἶκτον ἀγαγεῖν καὶ προκαλέσασθαι λύτρα καταθέσθαι τῶν σωμάτων ὑστάτην ἀπονείμαντας χάριν."],["96","εἶτα, ὦ φαυλότατοι πάντων ἀνθρώπων, εἴποιμ’ ἂν αὐτοῖς, ἃ διδάσκετε, οὐ προεμάθετε; ἢ προκαλεῖσθαι μὲν εἰς ἔλεον ἑτέρους, εἰ καὶ δι’ ὠμοτάτων ἔργων, οἴδατε, τὰ δὲ χρηστὰ καὶ φιλάνθρωπα πάντα τῆς ἑαυτῶν ψυχῆς ἐκτέτμησθε; καὶ ταῦτα μὴ ἀποροῦντες ἀγαθῶν ὑφηγητῶν καὶ μάλιστα τῶν ἡμετέρων νόμων, οἳ καὶ τὴν γῆν μεθεῖσαν φόρων τῶν ἐτησίων ἄνεσιν καὶ ἀνάπαυλαν αὐτῇ παρασχόντες;"],["97","αὕτη δέ, καίτοι δοκοῦσα ἄψυχος εἶναι, πρὸς ἀμοιβὴν εὐτρέπισται καὶ χάριτος ἀντίδοσιν, ἣν ἔλαβε δωρεὰν ἀντεκτίνειν ἐπειγομένη· τυχοῦσα γὰρ ἀδείας ἔτει ἑβδόμῳ καὶ μὴ πονηθεῖσα, σύμπαντα δὲ τὸν τοῦ ἐνιαυτοῦ κύκλον ἀπελευθεριάσασα, τῷ μετὰ ταῦτα διπλασίους, ἔστι δ’ ὅτε καὶ πολυπλασίους, ὑπ’ εὐφορίας ἤνεγκε καρπούς."],["98","τὸ παραπλήσιον μέντοι καὶ τοὺς ἀλείπτας ἔστιν ἰδεῖν δρῶντας ἐπὶ τῶν ἀθλητῶν· ὅταν γὰρ αὐτοὺς συγκροτήσωσιν ἐπαλλήλοις καὶ συνεχέσι γυμνασίαις, πρὶν εἰς ἄκρον καμεῖν, ἀνακτῶνται παρέχοντες ἀνέσεις οὐ μόνον τῶν ἐν ἀθλήσει πόνων ἀλλὰ καὶ τῶν πρὸς ἐδωδὴν καὶ πόσιν, τὸ σκληροδίαιτον χαλῶντες εἴς τε ψυχῆς εὐθυμίαν καὶ εὐπάθειαν σώματος."],["99","καὶ οὐ δήπου διδάσκαλοι ῥᾳθυμίας καὶ τρυφῆς εἰσιν οἷς ἐπάγγελμα τὸ πρὸς πόνους ἀλείφειν, ἀλλὰ μεθόδῳ καὶ τέχνῃ προσποιοῦσιν ἰσχὺν κραταιοτέραν ἰσχύϊ καὶ δυνάμεις σθεναρωτέρας δυνάμεσι, τὴν ῥώμην ἀνέσει καὶ ἐπιτάσει καθάπερ ἁρμονίαν συναύξοντες."],["100","ἔμαθον δὲ παρὰ τῆς πανσόφου ταῦτα φύσεως, ἥτις τὸ ἐπίπονον καὶ καματηρὸν τοῦ γένους ἡμῶν ἐπισταμένη διένειμε τὸν χρόνον εἰς ἡμέραν τε καὶ νύκτα, τῇ μὲν ἐγρήγορσιν, νυκτὶ δ’ ὕπνον παρασχοῦσα."],["101","φροντὶς γὰρ αὐτὴν οἷα μητέρα κηδεμονικωτάτην εἰσῆλθε τοῦ μὴ τὰ ἔγγονα ἀποτρύχεσθαι· μεθ’ ἡμέραν γὰρ τὰ σώματα διανίστησι καὶ πρὸς τὰς τοῦ βίου χρείας καὶ ὑπηρεσίας ἁπάσας ἐγείρει κακίζουσα τοὺς ἀργῷ καὶ ἁβροδιαίτῳ βίῳ σχολάζειν ἐθιζομένους, νύκτωρ δὲ καθάπερ ἐν πολέμῳ τὸ ἀνακλητικὸν ὑποσημήνασα πρὸς ἀνάπαυλαν καλεῖ καὶ τὴν τῶν σωμάτων ἐπιμέλειαν."],["102","οἱ δ’ ἀποθέμενοι πολὺ βάρος πραγματειῶν, ὅσον ἕωθεν εἰς ἑσπέραν ἦσαν ἐπηχθισμένοι, καὶ ἐπανελθόντες οἴκαδε πρὸς ἡσυχίαν τρέπονται καὶ καταδαρθόντες ὕπνῳ βαθεῖ τὸν μεθημερινὸν πόνον ἐκνοσηλεύονται, καὶ πάλιν νεαλεῖς καὶ ἀκμῆτες γενόμενοι σπεύδουσιν ἕκαστοι πρὸς τὰ οἰκεῖα καὶ συνήθη."],["103","τὸν δόλιχον τοῦτον ἡ φύσις διά τε ὕπνου καὶ ἐγρηγόρσεως ἀπένειμεν ἀνθρώποις, ἵν’ ἐν μέρει μὲν ἐνεργῶσιν, ἐν μέρει δ’ ἀτρεμίζοντες ἑτοιμότερα καὶ εὐκινητότερα τὰ τοῦ σώματος ἴσχωσι μέρη."],["104","Πρὸς ἅπερ ἀπιδὼν ὁ τοὺς νόμους ἡμῖν προφητεύσας ἄνεσιν ἐκήρυξε τῇ χώρᾳ δι’ ἑξαετίας γεωπόνους ἐπισχών. ἀλλὰ γὰρ οὐχ ἕνεκα ὧν εἶπον αὐτὸ μόνον τοῦτ’ εἰσηγήσατο, ἀλλὰ καὶ τῆς συνήθους φιλανθρωπίας, ἣν ἅπαντι μέρει τῆς νομοθεσίας συνυφαίνειν ἀξιοῖ τοῖς ἐντυγχάνουσι ταῖς ἱεραῖς γραφαῖς κοινωνικὰ καὶ χρηστὰ ἐνσφραγιζόμενος ἤθη."],["105","κελεύει γὰρ τῷ ἑβδόμῳ ἔτει μηδὲν συγκλείειν χωρίον, ἀλλὰ πάντας ἀμπελῶνας καὶ ἐλαιῶνας ἀναπεπταμένους ἐᾶν καὶ τὰς ἄλλας κτήσεις ὅσαι σπαρτῶν εἰσιν ἢ δένδρων, ἵνα τοῖς ἀπαυτοματισθεῖσι καρποῖς οἱ πένητες ἀδεῶς χρῆσθαι δύνωνται μᾶλλον ἢ οὐχ ἧττον τῶν κεκτημένων."],["106","ὅθεν τοῖς μὲν δεσπόταις οὐκ ἐφῆκεν ἐργάζεσθαι στοχασάμενος τοῦ μηδεμιᾶς λύπης αἴτιος αὐτοῖς γενέσθαι ὡς τὰ μὲν ἀναλώματα παρασχοῦσι, τὰς δ’ ἀντὶ τούτων προσόδους μὴ λαμβάνουσι, τοὺς δ’ ἀπόρους ὡς ἰδίων ἀπολαύειν τότε γοῦν τῶν ἀλλοτρίων εἶναι δοκούντων ἠξίωσε ταπεινοῦ σχήματος αὐτοὺς ἀπαλλάττων καὶ τῶν ἐπὶ μεταίταις ὀνειδῶν."],["107","ἆρ’ οὐκ ἄξιον ἐρασθῆναι τῶν νόμων, οἳ τοσαύτης γέμουσιν ἡμερότητος; δι’ ἣν οἱ μὲν πλούσιοι διδάσκονται μεταδιδόναι καὶ κοινωνεῖν ὧν ἔχουσι, παρηγοροῦνται δ’ οἱ πένητες, μὴ πάντοτε ταῖς τῶν εὐπόρων οἰκίαις ἐπιφοιτᾶν ἀναγκαζόμενοι πρὸς ἐπανόρθωσιν ὧν ἐνδεεῖς εἰσιν, ἀλλ’ ἔστιν ὅτε καὶ προσοδευόμενοι καθάπερ ἐξ ἰδίων κτημάτων τοὺς ἀπαυτοματίζοντας, ὡς ἔφην. καρπούς."],["108","χῆραι καὶ ὀρφανοὶ παῖδες καὶ ὅσοι ἄλλοι τῶν ἠμελημένων καὶ ἀφανῶν ἕνεκα τοῦ μὴ περιουσιάζειν τότε περιουσιάζουσι ταῖς τοῦ θεοῦ δωρεαῖς ἐξαπιναίως πεπλουτηκότες, ὃς αὐτοὺς πρὸς κοινωνίαν ἐκάλεσε τῶν κτητόρων ἐν τῷ τῆς ἱερᾶς ἑβδόμης ἀριθμῷ·"],["109","καὶ ὅσοι μέντοι κτηνοτροφοῦσι, μετ’ ἀδείας ἐπὶ χλοηφαγίας τὰ οἰκεῖα θρέμματα ἄγουσιν ἐκλεγόμενοι πεδία εὔχορτα καὶ ἐπιτηδειότατα ἐμβόσκεσθαι, καταχρώμενοι τῇ τῆς ἐκεχειρίας ἀδείᾳ· καὶ φθόνος οὐδεὶς ἀπαντᾶται ἐκ τῶν δεσποτῶν ἅτε παλαιοτάτῳ ἔθει κεκρατημένων, ὃ σύντροφον ἐκ μακρῶν χρόνων γενόμενον εἰς φύσιν ἐκνενίκηκεν."],["110","Ἀρχὴν ταύτην βαλλόμενος ὥσπερ θεμέλιόν τινα ἐπιεικείας καὶ φιλανθρωπίας ἑπτὰ ἑβδομάδας ἐτῶν συνθεὶς τὸ πεντηκοστὸν ὅλον ἀπέφηνεν ἱερόν, ἐξαίρετα καὶ πάντα διαφερόντως καλὰ νομοθετήσας ἐπ’ αὐτῷ παρὰ τὰ κοινωνίαν ἔχοντα."],["111","πρῶτον μὲν τόδε· τὰς ἀλλοτριωθείσας κτήσεις οἴεται δεῖν ἀποδίδοσθαι τοῖς ἐξ ἀρχῆς κυρίοις, ἵν’ αἱ κληρουχίαι τοῖς γένεσι διαφυλάττωνται καὶ μηδεὶς τῶν λῆξιν εἰληχότων εἰς ἅπαν στέρηται τῆς δωρεᾶς."],["112","ἐπειδὴ γὰρ καιροὶ πολλάκις προσπίπτουσιν ἀβούλητοι, δι’ οὓς ἀναγκάζονταί τινες πιπράσκειν τὰ ἴδια, καὶ τῆς ἐν δέοντι χρείας τούτων προὐνόησε καὶ τοὺς ὠνουμένους ἐκώλυσεν ἀπατᾶσθαι, τοῖς μὲν πιπράσκειν ἐφείς, τοὺς δ’ ἐφ’ οἷς ὠνήσονται μάλα σαφῶς ἀναδιδάξας."],["113","μὴ γὰρ δίδοτε, φησί, τὰς ἐπὶ παγκτησίᾳ τιμάς, ἀλλὰ τὰς πρὸς ἐνιαυτῶν ὡρισμένον ἀριθμόν, οἳ ἐντός εἰσι πεντηκονταετίας. οὐ γὰρ κτημάτων αἱ πράσεις ἀλλὰ καρπῶν ὀφείλουσιν εἶναι, διὰ δύο τἀναγκαιότατα· ἓν μὲν ὅτι σύμπασα ἡ χώρα κτῆμα κέκληται θεοῦ, τῶν δὲ θεοῦ κτημάτων οὐχ ὅσιον ἄλλους ἐπιγράφεσθαι δεσπότας· ἕτερον δὲ ὅτι λῆξις ἀπονενέμηται ἑκάστῳ τῶν κληρούχων, ἧς στέρεσθαι τὸν λαχόντα οὐκ ἐδικαίωσεν ὁ νόμος."],["114","τὸν μὲν οὖν ἐντὸς τῆς πεντηκονταετίας δυνάμενον ἀναλαβεῖν τὰ οἰκεῖα ἤ τινα τῶν ἐγγυτάτω γένους ἀγχιστέων προκαλεῖται πάσῃ μηχανῇ κατατιθέναι ἣν ἔλαβε τιμὴν καὶ μὴ τῷ πριαμένῳ καθ’ ὃν ἔδει καιρὸν ὠφελήσαντι ζημίας αἴτιον γενέσθαι·"],["115","τῷ δὲ ἀπόρως ἔχοντι συνεπάθησε καὶ μετέδωκεν ἐλέου τὴν ἀρχαίαν δωρησάμενος αὖθις περιουσίαν, δίχα τῶν κατ’ εὐχὴν ἀφιερωθέντων ἀγρῶν ἐν τῇ τάξει τῶν ἀναθημάτων· ἀνάθημα δ’ οὐχ ὅσιον ἀκυροῦσθαι χρόνῳ· διὸ προστέτακται τὴν ἀξίαν τιμὴν τούτων ἐκλέγειν μηδὲν καταχαρισαμένους τῷ ποιησαμένῳ τὸ ἀνάθημα."],["116","Ταῦτα μὲν ἐπὶ ταῖς τῆς χώρας διανομαῖς καὶ κληρουχίαις διατέτακται· ἕτερα δ’ ἐπὶ ταῖς οἰκίαις. ἐπεὶ δὲ [καὶ] τούτων αἱ μὲν κατὰ πόλεις ἐντὸς τειχῶν εἰσιν, αἱ δ’ ἐν ἀγροῖς ἔξω τείχους ἐπαύλεις, τὰς μὲν ἐν τοῖς χωρίοις ἐπέτρεψεν ὁ νόμος ἀεὶ λυτροῦσθαι, τὰς δὲ μὴ λυτρωθείσας ἄχρι τοῦ πεντηκοστοῦ ἔτους ἀποδίδοσθαι προῖκα τοῖς πάλαι κυρίοις, καθάπερ καὶ τὰ κτήματα· μοῖρα γὰρ αἱ ἐπαύλεις κτημάτων."],["117","ὅσαι δὲ τειχῶν ἐντός εἰσι, μέχρι μὲν ἐνιαυτοῦ τὴν ἀναπομπὴν ἐπὶ τοὺς πεπρακότας ἔχουσι, μετὰ δὲ τὸν ἐνιαυτὸν εἰς ἅπαν τοῖς ὠνησαμένοις βεβαιοῦνται, μηδὲν τῆς τοῦ πεντηκοστοῦ ἔτους ἐκεχειρίας βλαπτούσης τοὺς πριαμένους."],["118","αἴτιον δὲ τὸ βούλεσθαι καὶ ἐπηλύταις ἱδρύσεως τῆς ἐνταῦθα βεβαίου παρασχεῖν ἀφορμήν· ἐπειδὴ γὰρ μετουσίαν γῆς οὐκ ἔχουσιν, ἅτε μὴ καταριθμηθέντες ἐν ταῖς κληρουχίαις, οἰκιῶν αὐτοῖς κτῆσιν ὁ νόμος ἀπένειμε, φροντίσας τοῦ μὴ μετανάστας γενέσθαι τοὺς τῶν νόμων ἱκέτας καὶ πρόσφυγας."],["119","αἱ γὰρ πόλεις, ὅτε ἐκληροδοτεῖτο ἡ χώρα κατὰ φυλάς, οὐ διενεμήθησαν, ἀλλ’ οὐδὲ τὴν ἀρχὴν ἦσαν συνῳκοδομημέναι, κατὰ τὰς ἐν ἀγροῖς ἐπαύλεις τῶν οἰκητόρων ποιουμένων τὰς διατριβάς· ἐξ ὧν ὕστερον ἀναστάντες καὶ συνελθόντες, ἐπίδοσιν κοινωνίας καὶ φιλίας, ὥσπερ εἰκός, ἐν χρόνῳ μακρῷ λαμβανούσης, οἰκίας ἐν ταὐτῷ καὶ πόλεις ἐδείμαντο, ὧν καὶ ἐπηλύταις, καθάπερ εἶπον, μετέδοσαν, ἵνα μὴ πάντων ἀποροῖεν καὶ τῶν ἐν ἀγροῖς καὶ τῶν κατὰ πόλεις."],["120","Περὶ δὲ τῆς ἱερωμένης φυλῆς τάδε νομοθετεῖται· γῆς ἀποτομὴν οὐκ ἀπένειμε τοῖς νεωκόροις ὁ νόμος, ὑπολαβὼν αὐτάρκη πρόσοδον εἶναι τούτοις τὰς ἀπαρχάς, ὀκτὼ δὲ καὶ τεσσαράκοντα πόλεις ἀπεκλήρωσεν εἰς οἴκησιν καὶ δισχιλίους ἑκάστῃ πήχεις προάστειον ἐν κύκλῳ."],["121","τὰς οὖν ἐν ταύταις οἰκίας οὐ τὸν αὐτὸν τρόπον ταῖς ἄλλαις, ὅσαι τειχῶν εἴσω τυγχάνουσιν, ἐβεβαίωσε τοῖς πριαμένοις, ἐντὸς ἐνιαυτοῦ τῶν ἀποδιδομένων κομίσασθαι μὴ δυναμένων, ἀλλ’ εἰς ἅπαν ἐφῆκεν αὐτὰς λυτροῦσθαι, καθάπερ καὶ τοῖς ἀπὸ τοῦ ἔθνους τὰς ἐπαύλεις αἷς ἰσοδυναμοῦσιν, ἐπειδὴ μόνας ἐκ τοσαύτης χώρας διεκληρώσαντο τὰς οἰκίας, ὧν οὐκ ᾤετο δεῖν στέρεσθαι τοὺς λαβόντας, καθάπερ οὐδὲ τοὺς κληρούχους τῶν ἐπαύλεων. οἰκιῶν μὲν δὴ πέρι τοσαῦτα."],["122","Τὰ δὲ πρὸς χρεώστας δανειστῶν καὶ πρὸς θεράποντας δεσποτῶν ὅμοια τοῖς πρόσθεν νομοθετεῖται, ὅπως οἱ μὲν δανεισταὶ μὴ ἐκλέγωσι τόκους παρὰ τῶν ὁμοεθνῶν, ἀλλ’ ὅσον προήκαντο μόνον ἄσμενοι κομίζωνται, οἱ δὲ δεσπόται τοῖς ἀργυρωνήτοις μὴ ὡς φύσει δούλοις ἀλλ’ ὡς μισθωτοῖς προσφέρωνται, παρέχοντες ἄδειαν ἐλευθερίας εὐθὺς μὲν τοῖς ὑπὲρ αὑτῶν λύτρα κατατιθέναι δυναμένοις, αὖθις δὲ τοῖς ἀπόροις ἢ ὅταν ἐπιγένηται ὁ ἀπ’ ἀρχῆς δουλείας ἕβδομος ἐνιαυτὸς ἢ ὅταν ὁ πεντηκοστός, κἂν πρὸ μιᾶς ἡμέρας τύχῃ τις εἰς δουλείαν ὑπαχθείς· ἄφεσις γὰρ ὁ χρόνος ἐκεῖνός ἐστι καὶ νενόμισται, πάντων ἐπὶ τὰς ἀρχαίας διαυλοδρομούντων καὶ ἀνακαμπτόντων εὐπραγίας."],["123","ἐπιτρέπει δ’ ἐκ τῶν μὴ ὁμοφύλων [οἵτινες ἐξ ἑτέρων ἐθνῶν εἰσιν] οἰκέτας κτᾶσθαι, βουλόμενος πρῶτον μὲν διαφορὰν οἰκείων τε καὶ ἀλλοτρίων εἶναι, ἔπειτα δὲ μὴ κατὰ τὸ παντελὲς ἀναγκαιότατον κτῆμα, θεράποντας, ἀνεῖρξαι τῆς αὑτοῦ πολιτείας· μυρία γὰρ τῶν ἐν τῷ βίῳ πραγμάτων ποθεῖ τὰς ἐκ δούλων ὑπηρεσίας."],["124","Υἱοὶ κληρονόμοι γονέων ἔστωσαν, εἰ δὲ μὴ εἶεν, θυγατέρες. ὡς γὰρ ἐν τῇ φύσει γυναικῶν ἄνδρες πρωτοστατοῦσι, κἀν ταῖς συγγενείαις ἐχέτωσαν προνομίαν διαδεχόμενοι τὰς οὐσίας καὶ τὴν τῶν τετελευτηκότων τάξιν ἐκπληροῦντες ἀνάγκης νόμῳ κατασχεθέντων οὐδὲν θνητὸν καὶ γηγενὲς ἀθανατίζοντι."],["125","παρθένοι δὲ ἐὰν ἀπολειφθῶσιν ἀνέκδοτοι, προικὸς ὑπὸ ζώντων ἔτι τῶν γονέων μὴ διωρισμένης, ἰσομοιρείτωσαν τοῖς ἄρρεσιν. ἐπιμελείσθω δ’ ἡ προεστῶσα ἀρχὴ φυλακῆς τε τῶν ἀπολειφθεισῶν καὶ αὐξήσεως καὶ τῶν εἰς δίαιταν καὶ παιδείαν τὴν ἁρμόττουσαν κόραις ἀναλωμάτων καί, ὁπότε γένοιτο ὥρα, [καὶ] γάμου τοῦ πρέποντος, ἀνδρῶν ἐν ἅπασι δοκίμων ἀριστίνδην ἐπικριθέντων."],["126","ἔστωσαν δ’ οὗτοι μάλιστα μὲν συγγενεῖς, εἰ δὲ μή, πάντως γοῦν δημόται καὶ φυλέται, χάριν τοῦ μὴ τοὺς κλήρους τοὺς προικιδίους ἐπιγαμίαις ἀλλοτριοῦσθαι, μένειν δ’ ἐν ταῖς ἐξ ἀρχῆς τεταγμέναις κατὰ φυλὰς λήξεσιν."],["127","ἐὰν δὲ γενεᾶς ἔρημος ὢν τυγχάνῃ, παρίτωσαν ἐπὶ τὴν διαδοχὴν ἀδελφοὶ τοῦ τετελευτηκότος· ἡ γὰρ μεθ’ υἱοὺς καὶ θυγατέρας ἐν συγγενείαις τάξις ἀδελφῶν ἐστιν. εἰ δὲ ἀνάδελφός τις εἴη τελευτῶν, θεῖοι πρὸς πατρὸς διαδεχέσθωσαν τὴν οὐσίαν, θείων δὲ μὴ ὄντων, θεῖαι, εἶτα τῶν ἄλλων οἰκείων καὶ συγγενῶν οἱ ἐγγυτάτω."],["128","σπάνις δ’ εἰ καταλάβοι τῆς συγγενείας, ὡς μηδένα τῶν ἀφ’ αἵματος ἀπολειφθῆναι, ἡ φυλὴ κληρονόμος ἔστω· συγγένεια γάρ τίς ἐστι καὶ ἡ φυλὴ κατὰ περιγραφὴν μείζονα καὶ τελειοτέραν."],["129","ἄξιον μέντοι τὸ διαπορηθὲν ὑπ’ ἐνίων μὴ ἡσυχασθῆναι· διὰ τί, γάρ φασι, πάντων συγγενῶν καὶ δημοτῶν καὶ φυλετῶν ἐπιμνησθεὶς ὁ νόμος ἐν ταῖς τῶν κλήρων διαδοχαῖς γονεῖς μόνους παρεσιώπησεν, οὓς εἰκὸς ἦν, ὥσπερ κληρονομοῦνται, κληρονομεῖν τὰ παίδων; ὅτι, ὦ γενναῖε, θεῖος ὢν καὶ τὴν τῆς φύσεως ἀκολουθίαν αἰεὶ σκοπῶν οὐδὲν ᾠήθη χρῆναι παλίμφημον εἰσηγεῖσθαι· γονέων μὲν γὰρ εὐχαί, ζῶντας ἀπολιπεῖν οὓς ἐγέννησαν, διαδεξομένους ὄνομά τε αὐτῶν καὶ γένος καὶ οὐσίαν, ἐχθρῶν δὲ ἀμειλίκτων ἀραὶ τἀναντία, προαποθνῄσκειν υἱοὺς καὶ θυγατέρας τῶν φυσάντων."],["130","ὅπως οὖν μηδὲν ἀνάρμοστον καὶ ἀσύμφωνον ἐν ἁρμονίᾳ καὶ συμφωνίᾳ, καθ’ ἣν διοικεῖται σύμπας ὁ κόσμος, διαγορεύῃ, παίδων μὲν ἀποθνῃσκόντων, γονέων δ’ ἐπιβιούντων, ἀναγκαίως ἅμα καὶ πρεπόντως οὐ προσέταξε μητέρας [ἅμα] καὶ πατέρας τὰ υἱῶν καὶ θυγατέρων κληρονομεῖν, εἰδὼς μὴ συνᾷδον τὸ πρᾶγμα βίῳ τε καὶ φύσει."],["131","φυλαξάμενος οὖν γυμνοῖς ὀνόμασι καλέσαι γονεῖς ἐπὶ παίδων τετελευτηκότων κληρονομίαν, ὑπὲρ τοῦ μὴ δοκεῖν ἀπευκτὴν ὠφέλειαν προσνέμων ὀνειδίζειν πενθοῦσιν ἢ ὑπομιμνῄσκειν κακοπραγιῶν, ἑτέρῳ τρόπῳ τὰς οὐσίας ἀπένειμεν αὐτοῖς, βραχὺ παρηγόρημα μεγάλου κακοῦ. τίς οὖν ὁ τρόπος;"],["132","ἀδελφὸν πατρὸς γράφει κληρονόμον ἀδελφιδῶν, ἦ που διὰ τὸν πατέρα τὸν θεῖον γεραίρων· εἰ μή τις οὕτως ἠλίθιός ἐστιν, ὡς ὑπολαμβάνειν ὅτι ἕτερον τιμῶν ἑτέρου χάριν ἀτιμοῦν ἐκεῖνον προαιρεῖται· μὴ καὶ τοὺς τῶν φίλων γνωρίμους οἱ περιέποντες ἀμελεῖς τῶν ἑταίρων εἰσίν; ἢ οὐ πάντων εὐνοϊκώτατοι κηδεμόνες τῶν ἐπὶ τιμῇ καὶ ἑταίρους ἀποδέχονται; τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ νόμος διὰ πατέρα καλέσας ἀδελφὸν πατρὸς ἐπὶ μετουσίαν κλήρου πολὺ πρότερον πατέρα καλεῖ, φωνῇ μὲν οὔ, διὰ τὰ λεχθέντα, γνωριμωτέρᾳ δὲ φωνῆς δυνάμει τρανούσῃ τὸ βούλημα τοῦ νομοθέτου."],["133","Παίδων ὁ πρεσβύτατος οὐκ ἰσομοιρεῖ τοῖς μετ’ αὐτόν, ἀλλὰ διπλασίων ἀξιοῦται, διότι τε ἀνὴρ καὶ γυνὴ πρότερον ὑπάρχοντες αὖθις ἐγένοντο πατὴρ καὶ μήτηρ διὰ τὸν φύντα πρῶτον καὶ ἐπειδὴ ὁ πρῶτος γενόμενος τούτοις ἀνακαλεῖν ἤρξατο τοῖς ὀνόμασι τοὺς σπείραντας καὶ— τὸ ἀναγκαιότατον— ὅτι ὁ πρὸ τοῦ γενεᾶς ἔρημος οἶκος εὔπαις ἐγένετο πρὸς τὴν τοῦ γένους τῶν ἀνθρώπων διαμονήν, ἧς σπορὰ μὲν γάμος, καρποὶ δὲ τέκνων γενέσεις, ὧν ὁ πρεσβύτατος ἀρχή."],["134","διὰ ταύτην γ’ οἶμαι τὴν αἰτίαν οἱ πρωτότοκοι τῶν μὲν ἄσπονδα εἰργασμένων ἐχθρῶν, ὡς αἱ ἱεραὶ γραφαὶ δηλοῦσι, μιᾷ νυκτὶ πάντες ἡβηδὸν ἀνῃρέθησαν, τῶν δ’ ἀπὸ τοῦ ἔθνους χαριστήριον ἀνετέθησαν θεῷ καθιερωθέντες· ἔδει γὰρ τοὺς μὲν βαρυτάτῳ καὶ ἀπαρηγορήτῳ πένθει βαρῦναι, φθορᾷ τῶν πρωτοστατούντων, γεραίρειν δὲ τὸν σωτῆρα θεὸν ἀπαρχαῖς, αἳ τὴν ἐν τέκνοις ἡγεμονίαν ἔλαχον."],["135","ἐπεὶ δ’ εἰσί τινες οἳ μετὰ γάμον καὶ παιδοποιίαν ὀψὲ σωφροσύνην ἀπομαθόντες ἐξώκειλαν εἰς ἀκρασίαν καὶ ἐπιμανέντες γυναιξὶν ἑτέραις τὰς προτέρας ἐκάκωσαν καὶ τοῖς ἐξ ἐκείνων οὐκέθ’ ὡς πατέρες ἀλλ’ ὡς πατρωοὶ προσηνέχθησαν ἀπομιμησάμενοι τὸ μητρυιῶν εἰς προγονοὺς δυσσεβὲς καὶ ὅλως ἑαυτοὺς καὶ τὰ ἑαυτῶν ἐξέδωκαν ταῖς δευτέραις καὶ παισὶ τοῖς τούτων ἡδονῆς, αἰσχίστου πάθους, ἥττους γενόμενοι, χαλινὸν μὲν εἴ πως οἷόν τε ἦν ἐμβαλεῖν ταῖς ἐπιθυμίαις ὑπὲρ τοῦ μὴ ἀνασκιρτᾶν ἐπὶ πλέον οὐκ ἂν ἐμέλλησεν ὁ νόμος."],["136","ἐπεὶ δὲ μανίαν ἐξηγριωμένην οἴστρῳ χαλεπὸν μᾶλλον δ’ ἀδύνατον ἰάσασθαι, τὸν μὲν ὡς ἀθεραπεύτῳ νόσῳ κατεσχημένον ἀπέλιπε, τὸν δ’ ἐκ τῆς διὰ τοὺς νέους ἔρωτας κακωθείσης υἱὸν οὐχ ὑπερεῖδε κελεύσας αὐτὸν λαμβάνειν διπλάσια τὰ ἐκ τῆς πρὸς τοὺς ἀδελφοὺς διανομῆς."],["137","αἴτια δὲ τούτου πολλά· πρῶτον μὲν γὰρ κολάζει τὸν ὑπαίτιον ἀνάγκην ἐπιθεὶς αὐτῷ ποιεῖν εὖ ὃν κακῶς διατιθέναι προαιρεῖται, καὶ τῆς ἀγνώμονος γνώμης ἄκυρον ἀποφαίνει δι’ ὧν ὠφελεῖ τὸν κινδυνεύσαντα πρὸς ἐκείνου ζημιωθῆναι τάττων αὑτὸν ἐν τῇ τάξει τοῦ γεγεννηκότος, ἣν ὁ φύσει πατὴρ ἐπὶ πρεσβυτάτου παιδὸς ἔλιπε."],["138","δεύτερον δὲ ἔλεον καὶ οἶκτον λαμβάνει τῶν ἠδικημένων, οὓς βαρυτάτης ἀνίας ἐπελαφρίζει μετουσίᾳ χάριτος καὶ δωρεᾶς· οὐδὲν γὰρ ἧττον τοῦ κληρονομοῦντος υἱοῦ τὴν διπλασίαν μοῖραν εἰκὸς ἦν ἥδεσθαι τὴν μητέρα, φιλανθρωπίᾳ νόμου παρηγορηθεῖσαν, ὃς οὐκ εἴασεν αὐτήν τε καὶ γενεὰν εἰς ἅπαν ἐχθρῶν ἐλαττοῦσθαι."],["139","τρίτον δέ· βραβευτὴς ὢν τῶν δικαίων ἀγαθὸς ἐλογίσατο παρ’ ἑαυτῷ, ὅτι τοῖς μὲν ἐκ τῆς στεργομένης ἐπεδαψιλεύσατο τὰς χορηγίας ὁ πατὴρ διὰ τὸν πόθον τῆς γυναικός, τοὺς δ’ ἐκ τῆς στυγηθείσης οὐδενὸς παντάπασιν ἠξίωσε διὰ τὸ τῆς μητρὸς ἔχθος, ὡς ἐκείνους μὲν ἔτι ζῶντος προκεκληρονομηκέναι πλείω τῆς ἰσομοιρίας, τούτους δὲ κινδυνεῦσαι καὶ τελευτήσαντος ἁπάντων ἀφαιρεθῆναι τῶν πατρῴων. ἵν’ οὖν ἐπανισώσῃ τὴν διανομὴν τοῖς ἐξ ἀμφοτέρων τῶν γυναικῶν, ὥρισε διμοιρίαν τὰ πρεσβεῖα τῷ τῆς ἀπηλλαγμένης παιδί. τούτων μὲν δὴ ἅλις."],["140","Ἑπόμενοι δὲ τῇ τάξει τρίτον εἶδος ἀναγράφομεν ἑορτῆς, ὃ σημανοῦμεν. ἔστι δὲ νουμηνία κατὰ σελήνην, χρόνος ὁ ἀπὸ συνόδου ἐπὶ σύνοδον, ὃν μαθηματικῶν παῖδες εὖ μάλα διηριθμήσαντο. τὴν δ’ ἐν ἑορταῖς ἔλαχε τάξιν νουμηνία διὰ πολλά· πρῶτον μὲν ὅτι ἀρχὴ μηνός, ἀρχὴ δὲ καὶ ἀριθμοῦ καὶ χρόνου τίμιον· ἔπειτα δὲ ὅτι κατ’ αὐτὴν οὐδὲν ἀφώτιστον ἐν οὐρανῷ· συνόδῳ μὲν γὰρ ὑποδραμούσης ἥλιον σελήνης τὸ πρὸς γῆν μέρος ἐζόφωται, νουμηνίᾳ δὲ πέφυκεν ἀναλάμπειν."],["141","τρίτον δὲ ὅτι τῷ ἐλάττονι καὶ ἀσθενεστέρῳ κατ’ ἐκεῖνον τὸν χρόνον τὸ κρεῖττον καὶ δυνατώτερον ὠφελείας ἀναγκαίας μεταδίδωσι· νουμηνίᾳ γὰρ ἄρχεται φωτίζειν αἰσθητῷ φέγγει σελήνην ὁ ἥλιος, ἡ δὲ τὸ ἴδιον κάλλος ἀναφαίνει τοῖς ὁρῶσι. τοῦτο δ’ ἐναργής ἐστιν, ὡς ἔοικε, διδασκαλία χρηστότητος καὶ φιλανθρωπίας, ἵνα μηδέποτε τῶν ἰδίων ἀγαθῶν ἄνθρωποι φθονῶσιν, ἀλλὰ μιμούμενοι τὰς ἐν οὐρανῷ μακαρίας καὶ εὐδαίμονας φύσεις ὑπερόριον τῆς ψυχῆς βασκανίαν ἐλαύνωσι καὶ προφέροντες εἰς μέσον τὰ οἰκεῖα κοινοπραγῶσι καὶ χαρίζωνται τοῖς ἀξίοις."],["142","τέταρτον δὲ ὅτι τῶν κατ’ οὐρανὸν ἁπάντων ἐν ἐλάττονι προθεσμίᾳ σελήνη τὸν ζῳοφόρον περιπολεῖ· μηνιαίῳ γὰρ διαστήματι τὸν κύκλον ἀνύτει. διὸ καὶ τὸ συμπέρασμα τῆς περιόδου, τελευτώσης ἐπὶ τὴν ἀρχὴν ἀφ’ ἧς ἤρξατο φέρεσθαι σελήνης, τετίμηκεν ὁ νόμος προσειπὼν ἐκείνην τὴν ἡμέραν ἑορτὴν, ὑπὲρ τοῦ πάλιν ἡμᾶς ἀναδιδάξαι μάθημα κάλλιστον, ἵν’ ἐν ταῖς τοῦ βίου πράξεσι τὰ τέλη συνῳδὰ ταῖς ἀρχαῖς ἀποφαίνωμεν· γενήσεται δὲ τοῦτ’, ἐὰν λογισμῷ τὰς πρώτας ἡνιοχῶμεν ὁρμὰς μὴ ἐπιτρέποντες αὐταῖς ἀφηνιάζειν καὶ ἀνασκιρτᾶν τρόπον θρεμμάτων ἀγελάρχην οὐκ ἐχόντων."],["143","ἃς δὲ παρέχεται τοῖς ἐπὶ γῆς ἅπασιν ὠφελείας σελήνη, τί χρὴ διεξιόντα μηκύνειν; ἐμφανεῖς γὰρ αἱ πίστεις. ἢ οὐχὶ ταῖς αὐξήσεσιν αὐτῆς ἀναχέονται ποταμοὶ καὶ πηγαὶ καὶ μειοῦνται πάλιν μειώσεσι, καὶ πελάγη τοτὲ μὲν ἐξαναχωρεῖ καὶ ἀμπωτίζοντα ὑποσύρεται τοτὲ δ’ ἐξαπιναίως ἐπιτρέχει κατὰ παλίρροιαν, ὅ τε ἀὴρ αἰθρίαις καὶ νεφώσεσι καὶ ταῖς ἄλλαις μεταβολαῖς παντοίας ἐνδέχεται τροπάς, καρποί τε οἱ σπαρτῶν καὶ δένδρων αὔξονται καὶ τελεσφοροῦνται σελήνης περιόδοις τιθηνουμένης ἕκαστα τῶν φυομένων καὶ πεπαινούσης ἐνδρόσοις καὶ μαλακωτάταις αὔραις;"],["144","ἀλλ’ οὐχὶ καιρός, ὅπερ ἔφην, μακρηγορεῖν ἔπαινον σελήνης διεξιόντα καὶ καταριθμούμενον ἃς παρέχεται ζῴοις καὶ τοῖς ἐπὶ γῆς ἅπασιν ὠφελείας. διὰ μὲν δὴ ταῦτα καὶ τὰ τούτοις παραπλήσια νουμηνία τετίμηται καὶ τάξιν ἔλαχε τὴν ἐν ταῖς ἑορταῖς."],["145","Μετὰ δὲ τὴν νουμηνίαν ἐστὶν ἑορτὴ τετάρτη, τὰ διαβατήρια, ἣν Ἑβραῖοι Πάσχα πατρίῳ γλώττῃ καλοῦσιν, ἐν ᾗ θύουσι πανδημεὶ πολλὰς μυριάδας ἱερείων ἀρξάμενοι ἀπὸ μεσημβρίας ἄχρι ἑσπέρας, ὁ λεὼς ἅπας, πρεσβύται καὶ νέοι, κατ’ ἐκείνην τὴν ἡμέραν ἱερωσύνης ἀξιώματι τετιμημένοι· τὸν γὰρ ἄλλον χρόνον οἱ ἱερεῖς τάς τε κοινὰς θυσίας καὶ τὰς ἰδίας ἑκάστου προστάξει νόμων ἐπιτελοῦσι, τότε δὲ σύμπαν τὸ ἔθνος μετὰ πάσης ἀδείας ἁγναῖς χερσὶν ἱερουργεῖ καὶ ἱερᾶται."],["146","αἴτιον δὲ τόδε· τῆς μεγίστης ἀποικίας ὑπόμνημά ἐστιν ἡ ἑορτὴ καὶ χαριστήριον, ἣν ἀπ’ Αἰγύπτου μυριάσιν ὑπὲρ διακοσίας ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν ἐστείλαντο κατὰ τὰ χρησθέντα λόγια. τότε οὖν, ὡς εἰκός, ἀπολελοιπότες χώραν γέμουσαν ἀπανθρωπίας καὶ ξενηλασίας ἐπιτηδεύουσαν καὶ— τὸ χαλεπώτατον— τὰς τοῦ θεοῦ τιμὰς ἀλόγοις ζῴοις οὐχ ἡμέροις μόνον ἀλλὰ καὶ ἀγρίοις προσνέμουσαν ὑπὸ τῆς ἄγαν περιχαρείας ἔθυον αὐτοὶ διὰ προθυμίαν ἄλεκτον καὶ τάχος ἐσπευσμένον τοὺς ἱερεῖς οὐκ ἀναμένοντες. τοῦτο δὴ τότε πραχθὲν αὐτοκελεύστῳ καὶ ἐθελουργῷ πάθει δρᾶν ἐφῆκεν ὁ νόμος ἅπαξ κατ’ ἐνιαυτὸν ἕκαστον εἰς εὐχαριστίας ὑπόμνησιν. ταῦτα μὲν κατὰ παλαιὰν ἀρχαιολογίαν ἱστορεῖται."],["147","οἷς δὲ τὰ ῥητὰ τρέπειν πρὸς ἀλληγορίαν ἔθος ψυχῆς κάθαρσιν αἰνίττεται τὰ διαβατήρια· φασὶ γὰρ τὸν σοφίας ἐραστὴν οὐδὲν ἕτερον ἐπιτηδεύειν ἢ τὴν ἀπὸ τοῦ σώματος καὶ τῶν παθῶν διάβασιν, ὧν ἕκαστον ἐπικλύζει χειμάρρου ποταμοῦ τρόπον, εἰ μή τις τοῖς ἀρετῆς δόγμασιν ἀνακόπτοι καὶ ἀναχαιτίζοι τὴν φοράν."],["148","ἑκάστη δὲ οἰκία κατ’ ἐκεῖνον τὸν χρόνον σχῆμα ἱεροῦ καὶ σεμνότητα περιβέβληται, τοῦ σφαγιασθέντος ἱερείου πρὸς τὴν ἁρμόττουσαν εὐωχίαν εὐτρεπιζομένου καὶ τῶν ἐπὶ τὰ συσσίτια συνειλεγμένων ἁγνευτικοῖς περιρραντηρίοις κεκαθαρμένων, οἳ παραγεγόνασιν οὐχ ὡς εἰς τὰ ἄλλα συμπόσια χαριούμενοι γαστρὶ δι’ οἴνου καὶ ἐδεσμάτων, ἀλλὰ πάτριον ἔθος ἐκπληρώσοντες μετ’ εὐχῶν τε καὶ ὕμνων."],["149","ἄξιον μέντοι καὶ τὴν ἡμέραν παρασημήνασθαι τῆς πανδήμου εὐωχίας· ἄγεται γὰρ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνός, ἥτις ἐκ δυεῖν ἑβδομάδων συνέστηκεν, ἵνα μηδὲν ἀμοιρῇ τῶν ἀξίων τιμῆς ἑβδομάδος, ἀλλ’ αὕτη κατάρχῃ πᾶσιν ἐπιφανείας καὶ σεμνότητος."],["150","Συνάπτει δὲ τοῖς διαβατηρίοις ἑορτὴν διάφορον ἔχουσαν καὶ οὐ συνήθη τροφῆς χρῆσιν, ἄζυμα, ἀφ’ οὗ καὶ ὠνόμασται. διττὸς δὲ ὁ περὶ αὐτῆς λόγος, ὁ μὲν ἴδιος τοῦ ἔθνους ἕνεκα τῆς λεχθείσης ἀποικίας, ὁ δὲ κοινὸς κατὰ φύσεως ἀκολουθίαν καὶ τὴν τοῦ κόσμου παντὸς ἁρμονίαν. ὡς δ’ ἀψευδὴς ἡ ὑπόσχεσις, ἐπισκεπτέον. ἕβδομος ὢν ὁ μὴν οὗτος ἀριθμῷ τε καὶ τάξει κατὰ τὸν ἡλιακὸν κύκλον δυνάμει πρῶτός ἐστι, διὸ καὶ πρῶτος ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγέγραπται."],["151","αἴτιον δὲ ὥς γε οἶμαι τόδε· τὴν ἐαρινὴν ἰσημερίαν ἀπεικόνισμά τι καὶ μίμημα συμβέβηκεν εἶναι τῆς ἀρχῆς ἐκείνης, καθ’ ἣν ὅδε ὁ κόσμος ἐδημιουργεῖτο· τότε γὰρ διακρινομένων τῶν στοιχείων καὶ τὴν ἐναρμόνιον τάξιν λαμβανόντων πρός τε αὑτὰ καὶ πρὸς ἄλληλα, διεκοσμεῖτο μὲν ὁ οὐρανὸς ἡλίῳ καὶ σελήνῃ καὶ ταῖς τῶν ἄλλων πλανήτων καὶ ἀπλανῶν ἀστέρων χορείαις καὶ περιόδοις, διεκοσμεῖτο δὲ καὶ ἡ γῆ παντοίαις φυτῶν ἰδέαις καὶ ὅση τῆς ὀρεινῆς καὶ πεδιάδος ἀγαθὴ καὶ βαθεῖα πᾶσα ἐτεθήλει καὶ ἐχλοηφόρει."],["152","καθ’ ἕκαστον οὖν ἐνιαυτὸν ὑπομιμνῄσκων ὁ θεὸς τῆς τοῦ κόσμου γενέσεως ἀνέφηνε τὸ ἔαρ, ἐν ᾧ πάντα ἀνθεῖ καὶ βλαστάνει. διόπερ οὐκ ἀπὸ σκοποῦ πρῶτος ἀναγέγραπται μὴν ἐν τοῖς νόμοις, ἐπειδὴ τρόπον τινὰ τῆς πρώτης ἀρχῆς ἐκμαγεῖόν ἐστιν, ἀπ’ ἐκείνης ὥσπερ ἀρχετύπου σφραγῖδος τυπωθείς."],["153","ὁ δὲ κατὰ τὴν μετοπωρινὴν ἰσημερίαν τῇ τάξει [πρώτῃ] πρῶτος ὢν ἐν ταῖς ἡλιακαῖς περιόδοις οὐ λέγεται παρὰ τῷ νόμῳ πρῶτος, ὅτι κατ’ ἐκεῖνον τὸν χρόνον συγκεκομισμένων τῶν καρπῶν ἁπάντων τὰ δένδρα φυλλορροεῖ καὶ ὅσα ἀκμάζον τὸ ἔαρ ἤνεγκε πάντα [ξηραίνεται] ἀφαυαίνεται ξηροῖς πνεύμασι τοῦ ἀέρος αὐχμώδη καταστάντα τοῖς ἀφ’ ἡλίου φλογμοῖς."],["154","πρῶτον μὲν οὖν ἐπιφημίσαι μῆνα, καθ’ ὃν ἐστείρωται καὶ ἀγονεῖ ἥ τε ὀρεινὴ καὶ ἡ πεδιάς, παντάπασιν ὑπέλαβεν ἀνάρμοστον καὶ ἀνοίκειον εἶναι· δεῖ γὰρ τοῖς πρώτοις καὶ ἡγεμονίδα τάξιν εἰληχόσι προσεῖναι τὰ κάλλιστα καὶ εὐκταιότατα, δι’ ὧν αἱ ζῴων καὶ καρπῶν καὶ φυτῶν γενέσεις καὶ αὐξήσεις εἰσίν, ἀλλ’ οὐχ αἱ παλίμφημοι φθοραί."],["155","τῆς δὲ ἑορτῆς ἀρχὴ διχόμηνος, ἡ πεντεκαιδεκάτη, καθ’ ἣν σελήνη πλησιφαὴς γίνεται, προνοίᾳ τοῦ μηδὲν εἶναι σκότος κατ’ ἐκείνην τὴν ἡμέραν, ἀλλὰ φωτὸς ἀνάπλεα πάντα διὰ πάντων, ἡλίου μὲν ἕωθεν εἰς ἑσπέραν ἐπιλάμποντος, σελήνης δὲ ἀφ’ ἑσπέρας ἄχρι τῆς ἕω τὰς αὐτὰς***, τῶν δ’ ἀστέρων ἀλλήλοις ἀντιπαραχωρούντων ἀσκίοις φέγγεσιν."],["156","ἡ δὲ ἑορτὴ πάλιν ἐφ’ ἡμέρας ἑπτὰ ἄγεται δι’ ἣν ἔλαχεν ἐν κόσμῳ ὁ ἀριθμὸς προνομίαν τε καὶ τιμήν, ἵνα μηδὲν τῶν εἰς εὐθυμίαν καὶ πάνδημον εὐφροσύνην καὶ εὐχαριστίαν τὴν πρὸς τὸν θεὸν ἀπολείπηται τῆς ἱερᾶς ἑβδομάδος, ἣν ἀρχὴν καὶ πηγὴν ἀνθρώποις ἀγαθῶν ἁπάντων εἶναι διενοήθη."],["157","τῶν δὲ ἑπτὰ ἡμερῶν δύο, τὴν πρώτην καὶ τὴν ὑστάτην, „ἁγίας “προσεῖπεν, ἀρχῇ καὶ τέλει προνομίαν, ὡς εἰκός, διδοὺς καὶ ἅμα βουλόμενος καθάπερ ἐν ὀργάνῳ μουσικῷ συμφωνίᾳ τῶν ἄκρων τὰς μεθορίους συναρμόσασθαι, τάχα μέντοι καὶ ὑπὲρ τοῦ τόν τε παρελθόντα καὶ μέλλοντα χρόνον συνῳδὸν ἀποφῆναι τῇ ἑορτῇ, τὸν μὲν παρεληλυθότα συνάπτοντα τῇ πρώτῃ, τὸν δὲ μέλλοντα τῇ τελευταίᾳ, ὧν ἑκατέρα τὴν ἑαυτῆς καὶ τῆς ἑτέρας δύναμιν εἴληχεν· ἥ τε γὰρ πρώτη τῆς μὲν ἑορτῆς ἐστιν ἀρχή, τέλος δὲ τοῦ παρεληλυθότος χρόνου, ἥ τε ἑβδόμη τέλος μὲν τῆς ἑορτῆς, ἀρχὴ δὲ τοῦ μέλλοντος, ἵν’, ὃ καὶ πρόσθεν εἶπον, ἅπας ὁ τοῦ σπουδαίου βίος ἰσότιμος ἑορτῇ νομίζηται λύπην καὶ φόβον καὶ ἐπιθυμίαν καὶ τἄλλα πάθη καὶ νοσήματα τῆς ψυχῆς ἐληλακότος."],["158","ὁ δ’ ἄρτος ἄζυμος, ἤτοι διὰ τὸ τοὺς προγόνους, ἡνίκα θείᾳ πομπῇ τὴν ἀποικίαν ἐστέλλοντο, χρωμένους ἀνυπερβλήτῳ τάχει τὰ φυράματα τοῦ σταιτὸς ἄζυμα ἐπενέγκασθαι ἢ ἐπειδὴ κατὰ τὸν καιρὸν ἐκεῖνον (λέγω δὲ τὴν ἐαρινὴν ὥραν, ἐν ᾗ συμβαίνει τὴν ἑορτὴν ἄγεσθαι) ὁ τοῦ σίτου καρπὸς ἀτελής ἐστι, τῶν πεδίων σταχυηφορούντων καὶ μήπω καιρὸν ἐχόντων εἰς ἄμητον. ἀτελεῖ δὴ τῷ μέλλοντι καρπῷ τελειωθησομένῳ δὲ μικρὸν ὕστερον ἐδικαίωσεν ἐξομοιῶσαι τὴν ἄζυμον τροφὴν— ἀτελὴς γάρ ἐστι καὶ αὕτη— πρὸς ἐλπίδος χρηστῆς ὑπόμνησιν, ὡς ἤδη τῆς φύσεως τὰς ἐτησίους εὐτρεπιζομένης ἀνθρώπων γένει δωρεὰς ἐν τῇ τῶν ἐπιτηδείων ἀφθονίᾳ καὶ περιουσίᾳ."],["159","λέγεται δὲ κἀκεῖνο τοῖς ἐξηγηταῖς τῶν ἱερῶν γραμμάτων, ὅτι ἡ μὲν ἄζυμος τροφὴ δώρημα φύσεώς ἐστιν, ἡ δ’ ἐζυμωμένη τέχνης ἔργον· ἐπιτηδεύσει γὰρ ἄνθρωποι τὰ ἡδέα τοῖς ἀναγκαίοις ἀναμιγνύναι σπεύδοντες τὸ αὐστηρὸν τῇ φύσει προσηνὲς τέχνῃ κατεσκεύασαν."],["160","ἐπεὶ οὖν ἐστιν ἡ ἐαρινὴ ἑορτή, καθάπερ ἐδίδαξα, τῆς τοῦ κόσμου γενέσεως ὑπόμνημα, τοὺς δὲ παλαιτάτους γηγενεῖς τε καὶ ἐκ γηγενῶν ἀναγκαῖον ἦν χρήσασθαι ταῖς τοῦ κόσμου δωρεαῖς ἀδιαστρόφοις, μήπω τῆς ἡδονῆς παρευημερούσης, οἰκειοτάτην τροφὴν ἐνομοθέτησε τῷ καιρῷ, βουλόμενος ἀνὰ πᾶν ἔτος τὰ τῆς σεμνῆς καὶ αὐστηρᾶς διαίτης ἐμπυρεύματα ζωπυρεῖν καὶ ἅμα τὸν ἀρχαῖον βίον τῆς ὀλιγοδεΐας καὶ εὐτελείας θαυμάσαι τε καὶ τιμῆσαι πανηγύρεως ἐκεχειρίᾳ καὶ τὸν ἡμῶν καθ’ ὅσον οἷόν τε ἦν ἐξομοιῶσαι τῷ παλαιῷ."],["161","τὰ λεχθέντα πιστοῦται μάλιστα ἡ τῶν ἰσαρίθμων ταῖς φυλαῖς ἐπὶ τῆς ἱερᾶς τραπέζης ἄρτων δώδεκα πρόθεσις· εἰσὶ γὰρ πάντες ἄζυμοι, δεῖγμα σαφέστατον ἀμιγοῦς τροφῆς οὐ τέχνῃ πρὸς ἡδονὴν ἀλλὰ φύσει πρὸς τὸ τῆς χρήσεως ἀναγκαῖον εὐτρεπισθείσης. ταῦτα μὲν ἐπὶ τοσοῦτον."],["162","Ἑορτὴ δέ ἐστιν ἐν ἑορτῇ ἡ μετὰ τὴν πρώτην εὐθὺς ἡμέραν, ἥτις ἀπὸ τοῦ συμβεβηκότος ὀνομάζεται δράγμα· τοῦτο γὰρ ἀπαρχὴ προσάγεται τῷ βωμῷ καὶ τῆς χώρας, ἣν ἔλαχε τὸ ἔθνος οἰκεῖν, καὶ τῆς συμπάσης γῆς, ὡς εἶναι τὴν ἀπαρχὴν καὶ τοῦ ἔθνους ἰδίαν καὶ ὑπὲρ ἅπαντος ἀνθρώπων γένους κοινήν."],["163","τὸ δ’ αἴτιον, ὅτι ὃν λόγον ἔχει πρὸς πόλιν ἱερεύς, τοῦτον πρὸς ἅπασαν τὴν οἰκουμένην τὸ Ἰουδαίων ἔθνος. ἱερᾶται γάρ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἅπασι τοῖς ἁγνευτικοῖς καθαρσίοις χρώμενον καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν ὑφηγήσεσι νόμων θείων, οἳ τάς τε γαστρὸς ἡδονὰς καὶ ὑπογαστρίους ἔστειλαν καὶ τὸν ὄχλον τῆς ψυχῆς ἐχαλίνωσαν νοῦν ταῖς αἰσθήσεσιν ἡνίοχον, ἀλόγοις λόγον, ἐπιστήσαντες, ἔτι δὲ καὶ τὰς τῆς ψυχῆς ἀκρίτους καὶ πλεοναζούσας ὁρμὰς ἀνέκοψαν καὶ ἀνεχαίτισαν, τὰ μὲν μαλακωτέραις ὑφηγήσεσι καὶ φιλοσόφοις προτροπαῖς, τὰ δ’ ἐμβριθεστέροις καὶ εὐτονωτέροις ἐλέγχοις καὶ φόβῳ κολάσεως, ὃν ἐπανατείνονται."],["164","χωρὶς δὲ τοῦ τὴν νομοθεσίαν τρόπον τινὰ διδασκαλίαν ἱερωσύνης εἶναι καὶ τὸν βιοῦντα κατὰ τοὺς νόμους εὐθὺς ἱερέα, μᾶλλον δ’ ἀρχιερέα, παρ’ ἀληθείᾳ δικαζούσῃ νομίζεσθαι κἀκεῖνο πρόσεστιν ἐξαίρετον· ἀπερίγραφον καὶ ἀπερίληπτον συμβέβηκεν εἶναι θεῶν πλῆθος τῶν κατὰ πόλεις τιμωμένων ἀρρένων τε καὶ θηλειῶν, οὓς τό τε ποιητικὸν γένος ἐμύθευσε καὶ ὁ πολὺς ὅμιλος ἀνθρώπων, οἷς ἄπορος καὶ ἀδιερεύνητος ἡ ζήτησις τῆς ἀληθείας ἐστίν· οὐ μὴν τοὺς αὐτοὺς ἅπαντες ἀλλὰ ἑτέρους ἕτεροι σεμνοποιοῦσι καὶ γεραίρουσιν, ὡς μηδὲ θεοὺς τοὺς ἐπὶ τῆς ἀλλοδαπῆς νομίζειν, ἀλλὰ γέλωτα καὶ χλεύην θέσθαι τὰς ἐκείνων ἀποδοχὰς καὶ καταγινώσκειν τῶν τιμώντων πολλὴν ἠλιθιότητα ὡς ὑγιοῦς διαμαρτανόντων δόξης."],["165","εἰ δ’ ἔστιν, ὃν μιᾷ γνώμῃ πάντες ὁμολογοῦσιν Ἕλληνες ὁμοῦ καὶ βάρβαροι, ὁ ἀνωτάτω πατὴρ θεῶν τε καὶ ἀνθρώπων καὶ τοῦ σύμπαντος κόσμου δημιουργός, οὗ τὴν φύσιν ἀόρατον καὶ δυστόπαστον οὖσαν οὐ μόνον ὁραθῆναι ἀλλὰ καὶ νοηθῆναι πάντες οἱ περὶ τὰ μαθήματα καὶ τὴν ἄλλην φιλοσοφίαν διατρίβοντες ἀναζητεῖν γλίχονται μηδὲν παρέντες τῶν εἰς εὕρεσιν καὶ [τούτου] θεραπείαν, ἔδει μὲν πάντας ἀνθρώπους ἀνῆφθαι τούτου καὶ μὴ καθάπερ ἀπὸ μηχανῆς εἰσποιεῖν ἑτέρους ἐπὶ μετουσίᾳ τῶν ἴσων τιμῶν."],["166","ἐπεὶ δὲ περὶ τὸ ἀναγκαιότατον ὤλισθον μέρος, τὸ σφάλμα τῶν ἄλλων ἐπηνωρθώσατο, κυριώτατα φάναι, τὸ Ἰουδαίων ἔθνος, ὅσα μὲν εἰς γένεσιν ἦλθε πάνθ’ ὑπερκύψαν ὡς γενητὰ καὶ τῇ φύσει φθαρτά, τοῦ δ’ ἀγενήτου καὶ ἀιδίου μόνον τὴν θεραπείαν ἑλόμενον· πρῶτον μὲν ὅτι καλόν, ἔπειτα δ’ ὅτι καὶ ὠφέλιμον πρεσβυτέρῳ πρὸ νεωτέρων καὶ ἄρχοντι πρὸ ἀρχομένων καὶ ποιητῇ πρὸ γεγονότων ἀνακεῖσθαί τε καὶ προστίθεσθαι."],["167","διὸ καὶ θαυμάζειν ἐπέρχεταί μοι, πῶς τολμῶσί τινες ἀπανθρωπίαν τοῦ ἔθνους κατηγορεῖν, ὃ τοσαύτῃ κέχρηται κοινωνίας καὶ εὐνοίας τῆς πρὸς τοὺς πανταχοῦ πάντας ὑπερβολῇ, ὡς τάς τε εὐχὰς καὶ ἑορτὰς καὶ ἀπαρχὰς ὑπὲρ τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων ἐπιτελεῖν καὶ τὸν ὄντως ὄντα θεὸν θεραπεύειν ὑπέρ τε ἑαυτοῦ καὶ τῶν ἄλλων, οἳ τὰς ὀφειλομένας λατρείας ἀποδεδράκασι."],["168","καὶ ταῦτα μὲν ὑπὲρ τοῦ σύμπαντος ἀνθρώπων γένους. ἰδίᾳ δὲ πάλιν εὐχαριστοῦσι διὰ πολλά· πρῶτον μὲν ὅτι οὐκ αἰεὶ σποράδην ἀλώμενοι κατά τε νήσους καὶ ἠπείρους διατελοῦσι καὶ ὡς ὀθνεῖοι καὶ ἀνίδρυτοι τὰς ἑτέρων ἐπῳκηκότες καὶ ἀλλοτρίοις ἐφεδρεύοντες ἀγαθοῖς ὀνειδίζονται μηδεμίαν γῆς τοσαύτης ἀποτομὴν ἐπὶ τῷ μετοικίζεσθαι δανεισάμενοι, χώραν δὲ καὶ πόλεις κτησάμενοι κλῆρον ἴδιον ἐκ πολλοῦ νέμονται, ἀφ’ οὗ τὰς ἀπαρχὰς ὅσιόν ἐστι ποιεῖσθαι."],["169","δεύτερον δ’ ὅτι οὔτε ἀπόβλητον καὶ τὴν ἐπιτυχοῦσαν ἀλλ’ ἀγαθὴν καὶ πάμφορον γῆν ἔλαχον πρός τε ζῴων ἡμέρων εὐγονίας καὶ καρπῶν ἀμυθήτων ἀφθονίαν· ἐν αὐτῇ γὰρ οὐδέν ἐστι λυπρόγεων, ἀλλὰ καὶ ὅσα λιθώδη καὶ ἀπόκροτα εἶναι δοκεῖ φλεψὶ μαλακαῖς διέζωσται καὶ σφόδρα βαθείαις, αἳ διὰ πιότητα ζῳοφυτεῖν εἰσιν ἀγαθαί."],["170","πρὸς δὲ τούτοις οὐκ ἔρημον χώραν ἔλαβον, ἀλλ’ ἐν ᾗ πολυάνθρωπον ἔθνος ἦν καὶ εὐανδροῦσαι μεγάλαι πόλεις· ἀλλ’ αἱ μὲν ἐκενώθησαν οἰκητόρων, τὸ δὲ σύμπαν ἔθνος ἔξω μέρους βραχέος ἠφανίσθη, τὰ μὲν πολέμοις, τὰ δὲ καὶ θεηλάτοις προσβολαῖς, διὰ καινὰς καὶ ἐκτόπους ἐπιτηδεύσεις ἀδικημάτων καὶ ὅσα μεγαλουργοῦντες ἐπὶ καθαιρέσει τῶν τῆς φύσεως θεσμῶν ἠσέβουν, ἵνα οἱ ἀντὶ τούτων εἰσοικιζόμενοι τοῖς ἑτέρων σωφρονισθῶσι κακοῖς, ἀναδιδαχθέντες ἔργοις ὅτι ζηλωταὶ μὲν τῶν κακίας ἔργων γενόμενοι ταὐτὰ πείσονται, τιμήσαντες δ’ ἀρετῆς βίον ἕξουσι τὸν ἀπονεμηθέντα κλῆρον, οὐκ ἐν μετοίκοις ἀλλ’ ἐν αὐτόχθοσιν ἐξετασθέντες."],["171","ὡς μὲν τοίνυν ἀπαρχὴ τὸ δράγμα τῆς τε οἰκείας καὶ τῆς συμπάσης γῆς ἐστιν ἐπ’ εὐχαριστίᾳ γινόμενον εὐθηνίας καὶ εὐετηρίας, ᾗ τό τε ἔθνος καὶ τὸ σύμπαν ἀνθρώπων γένος ἐπόθει χρῆσθαι, δεδήλωται. προσήκει δὲ μὴ ἀγνοεῖν, ὅτι πολλὰ διὰ τῆς ἀπαρχῆς καὶ ὠφελιμώτατα παρίσταται· πρῶτον μὲν θεοῦ μνήμη, ἧς οὐκ ἔστιν εὑρεῖν ἀγαθὸν τελειότερον, ἔπειτα δὲ τῷ πρὸς ἀλήθειαν αἰτίῳ τῆς εὐκαρπίας ἀμοιβὴ δικαιοτάτη."],["172","τὰ μὲν γὰρ ἀπὸ τέχνης γεωργικῆς ὀλίγα καὶ τὸ μηδέν, αὔλακας ἀναστεῖλαι ἢ περισκάψαι καὶ γυρῶσαι φυτὸν ἢ βαθῦναι τάφρον ἢ τὰς περιττὰς ἐπιφύσεις ἀποτεμεῖν ἤ τι τῶν ὁμοιοτρόπων ἐργάσασθαι, τὰ δ’ ἐκ φύσεως ἀναγκαῖα πάντα καὶ χρήσιμα, γονιμώτατον ἔδαφος, εὔυδρα χωρία πηγαῖς καὶ ποταμοῖς αὐθιγενέσι καὶ χειμάρροις καὶ ἐτησίοις ὄμβροις καταρδόμενα, ἀέρος εὐκρασίαι ζωτικωτάταις αὔραις ἐπιπνέοντος, αἱ σπαρτῶν καὶ φυτῶν ἰδέαι μυρίαι· τί γὰρ τούτων ἄνθρωπος ἢ εὗρεν ἢ ἐγέννησεν;"],["173","ἡ μὲν οὖν γεννήσασα φύσις τῶν ἰδίων ἀγαθῶν οὐκ ἐφθόνησεν ἀνθρώπῳ, ζῴων δὲ τῶν θνητῶν ἡγεμονικώτατον αὐτὸν εἶναι ὑπολαβοῦσα, διότι λόγου καὶ φρονήσεως κεκοινώνηκεν, ἀριστίνδην εἵλετο καὶ πρὸς μετουσίαν τῶν ἰδίων ἐκάλεσεν· ὑπὲρ ὧν ἄξιον ἐπαινεῖσθαί τε καὶ θαυμάζεσθαι τὸν ἑστιάτορα θεὸν τὴν ὡς ἀληθῶς ἑστίαν γῆν ἅπασαν ἀεὶ πλήρη παρέχοντα τῶν οὐκ ἀναγκαίων μόνον ἀλλὰ καὶ τῶν πρὸς τὸν ἁβροδίαιτον βίον."],["174","πρὸς δὲ τούτοις τὸ μὴ δεῖν εὐεργετῶν ἀλογεῖν· ὁ γὰρ πρὸς τὸν ἀνεπιδεᾶ καὶ ἑαυτοῦ πλήρη θεὸν εὐχάριστος γένοιτ’ ἂν καὶ πρὸς ἀνθρώπους ἐξεθισθείς, οἳ μυρίων ὅσων ἐνδεεῖς εἰσιν."],["175","κρίθινον δὲ τὸ τῆς ἀπαρχῆς δράγμα, πρὸς τὴν τῶν ὑποβεβηκότων ἀνυπαίτιον χρῆσιν· ἐπειδὴ γὰρ οὔτ’ εὐαγὲς ἦν ἐκ πάντων ἀπάρχεσθαι, τῶν πλείστων πρὸς ἡδονὴν μᾶλλον ἢ τὴν ἀναγκαίαν χρῆσιν γεγονότων, οὔθ’ ὅσιον ἀπολαῦσαι καὶ μετασχεῖν τινος τῶν πρὸς ἐδωδὴν μὴ ἐν οἷς εὐπρεπὲς καὶ θέμις εὐχαριστήσαντας, τὸ δευτερείοις τροφῆς τετιμημένον εἶδος, κριθήν, ἀπάρχεσθαι προσέταξεν ὁ νόμος· ὁ γὰρ τοῦ σίτου καρπὸς τὰ πρεσβεῖα ἔλαχεν, οὗ πάλιν τὴν ἀπαρχὴν ἐπιφανεστέραν οὖσαν εἰς ἐπιτηδειότερον ἀνατίθεται καιρόν, οὐ προεκφοιτῶν ἀλλ’ ἐν τῷ παρόντι ταμιευόμενος ὑπὲρ τοῦ καὶ τὰς εὐχαριστίας ἡρμόσθαι χρόνων τεταγμέναις περιόδοις."],["176","Τοσαύτας ἔχουσα προνομίας, ὁπόσας ἔδειξεν ὁ νόμος, ἡ ἐπὶ τῷ δράγματι πανήγυρις προέορτός ἐστιν, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἑτέρας ἑορτῆς μείζονος· ἀπὸ γὰρ ἐκείνης ἡμέρα πεντηκοστὴ καταριθμεῖται ἑπτὰ ἑβδομάσιν, ἀφέσεως ἱερὸν ἀριθμὸν ἐπισφραγιζομένης μονάδος, ἥτις ἐστὶν ἀσώματος θεοῦ εἰκών, ᾧ κατὰ τὴν μόνωσιν ἐξομοιοῦται. τοῦτο μὲν δὴ πρῶτον κάλλος ἐπιδείκνυται πεντηκοντάς."],["177","ἕτερον δὲ μηνυτέον· θαυμαστὴ καὶ περιμάχητός ἐστιν ἡ φύσις αὐτῆς διά τε τἄλλα καὶ ἐπειδὴ συνέστηκεν ἐκ τοῦ στοιχειωδεστάτου καὶ πρεσβυτάτου τῶν ἐν οὐσίαις περιλαμβανομένων, ὥς φασιν οἱ ἀπὸ τῶν μαθημάτων, ὀρθογωνίου τριγώνου· μήκει μὲν γὰρ αἱ τοῦδε πλευραὶ τριῶν οὖσαι καὶ τεσσάρων καὶ πέντε συμπληροῦσιν ἀριθμὸν τὸν δώδεκα, τοῦ ζῳοφόρου κύκλου παράδειγμα, διπλασιασθείσης ἑξάδος τῆς γονιμωτάτης, ἥτις ἐστὶν ἀρχὴ τελειότητος, ἐκ τῶν ἰδίων συμπληρουμένη μερῶν, οἷς ἐξισοῦται· δυνάμει δ’, ὡς ἔοικεν, ἀπογεννῶσι τὸν πεντηκοστὸν διὰ τοῦ τρὶς τρία καὶ τετράκις τέσσαρα καὶ πεντάκις πέντε, ὥστε ἀναγκαῖον εἶναι λέγειν τοσούτῳ κρείττω δωδεκάδος εἶναι πεντηκοντάδα ὅσῳ καὶ τὸ δυνάμει τοῦ μήκει."],["178","εἰ δὲ τοῦ ἐλάττονος εἰκών ἐστιν ἡ καλλιστεύουσα τῶν ἐν οὐρανῷ σφαῖρα ἡ ζῳοφόρος, τίνος ἂν εἴη παράδειγμα τὸ κρεῖττον, ἡ πεντηκοντάς, ἢ πάντως ἀμείνονος φύσεως; περὶ ἧς οὐ καιρὸς λέγειν· αὔταρκες γὰρ ἐν τῷ παρόντι σεσημειῶσθαι τὴν διαφορὰν ὑπὲρ τοῦ μὴ ἐν παρέργῳ προηγούμενον ἔργον τίθεσθαι."],["179","Πρόσρησιν δ’ ἔλαχεν ἡ κατὰ τὸν πεντηκοστὸν ἀριθμὸν ἐνισταμένη ἑορτὴ πρωτογεννημάτων, ἐν ᾗ δύο ἐζυμωμένους ἄρτους ἐκ πυροῦ γεγονότας ἔθος προσφέρειν ἀπαρχὴν σίτου, τῆς ἀρίστης τροφῆς. ὠνομάσθη δὲ πρωτογεννημάτων ἢ διότι, πρὶν εἰς τὴν ἀνθρώπων χρῆσιν ἐλθεῖν τὸν ἐπέτειον καρπόν, τοῦ νέου σίτου τὸ πρῶτον γέννημα καὶ ὁ πρῶτος παραφανεὶς καρπὸς ἀπαρχὴ προσάγεται—"],["180","δίκαιον γὰρ καὶ ὅσιον τὴν μεγίστην λαβόντας παρὰ θεοῦ δωρεὰν ἀφθονίαν ἀναγκαιοτάτης ὁμοῦ καὶ ὠφελιμωτάτης ἔτι δὲ καὶ ἡδίστης τροφῆς μήτε ἀπολαῦσαι μήτε συνόλως σπάσαι, πρὶν ἀπάρξασθαι τῷ χορηγῷ, διδόντας μὲν οὐδέν, αὐτοῦ γὰρ τὰ πάντα καὶ κτήματα καὶ δωρεαί, διὰ δὲ βραχέος συμβόλου παραφαίνοντας εὐχάριστον καὶ θεοφιλὲς ἦθος πρὸς τὸν χαρίτων μὲν ἀνεπιδεᾶ συνεχεῖς δὲ καὶ ἀενάους χάριτας ἄρδοντα—"],["181","ἢ διότι κατ’ ἐξοχὴν πρῶτον καὶ ἄριστον γέννημα ὁ τοῦ σίτου καρπός ἐστιν, ἐν δευτέρᾳ τάξει τῶν ἄλλων καταριθμουμένων ὅσα σπαρτά· καθάπερ γὰρ ἄρχων μὲν ἐν πόλει, κυβερνήτης δ’ ἐν νηὶ πρῶτος εἶναι λέγεται, τῷ τὸν μὲν κατὰ πόλιν, τὸν δὲ κατὰ ναῦν ἀφηγεῖσθαί τε καὶ προφέρειν, τὸν αὐτὸν τρόπον καὶ ὁ τοῦ σίτου καρπὸς ὀνόματι συνθέτῳ πρωτογέννημα ὠνομάσθη διὰ τὸ πάντων ἄριστος εἶναι τῶν σπειρομένων· ἔδει γὰρ αὐτὸν καὶ τοῦ ζῴων ἀρίστου τροφὴν εἶναι."],["182","ἐζυμωμένοι δ’ εἰσὶν οἱ ἄρτοι, τοῦ νόμου ζύμην ἐπὶ τὸν βωμὸν ἀναφέρειν ἀπειπόντος, οὐχ ἵνα διαμάχη τις ᾖ ἐν τοῖς προσταττομένοις, ἀλλ’ ὑπὲρ τοῦ τρόπον τινὰ δι’ ἑνὸς εἴδους λαβεῖν τε καὶ δοῦναι, λαβεῖν μὲν τὴν ἀπὸ τῶν προσφερόντων εὐχαριστίαν, δοῦναι δὲ εὐθὺς ἀνυπερθέτως τὰ κομιζόμενα τοῖς προσφέρουσιν, οὐ μὴν ὥστε χρῆσθαι·"],["183","χρήσονται γὰρ τοῖς ἅπαξ καθιερωθεῖσιν οἷς ἔξεστί τε καὶ ἐφίεται, ἔξεστι δὲ τοῖς ἱερωμένοις, οἳ τῶν προσαγομένων τῷ βωμῷ ὅσα μὴ ὑπὸ τοῦ ἀσβέστου πυρὸς ἀναλίσκεται τὴν μετουσίαν ἔλαβον φιλανθρωπίᾳ νόμου δοθεῖσαν ἢ μισθὸν ὑπηρεσιῶν ἢ γέρας ἀγώνων, οὓς ὑπὲρ εὐσεβείας ἀθλοῦσιν, ἢ κλῆρον ἱερόν, τοῦ κατὰ τὴν χώραν μὴ τὸν αὐτὸν τρόπον ταῖς ἄλλαις φυλαῖς τὸ ἐπιβάλλον μέρος δανεισάμενοι."],["184","σύμβολον δ’ ἐστὶ καὶ ἄλλων ἡ ζύμη δυεῖν· ἑνὸς μὲν ἐντελεστάτης καὶ ὁλοκλήρου τροφῆς, ἧς οὐκ ἔστιν εὑρεῖν ἐν τῇ καθ’ ἡμέραν χρήσει κρείττονα καὶ λυσιτελεστέραν· κράτιστος δὲ καὶ ὁ τοῦ σίτου καρπὸς ἐν σπαρτοῖς, ὡς ἁρμόττειν ὑπὲρ τοῦ ἀρίστου ποιεῖσθαι τὴν ἀρίστην ἀπαρχήν."],["185","ἕτερον δὲ συμβολικώτερον· πᾶν τὸ ἐζυμωμένον ἐπαίρεται· χαρὰ δὲ ψυχῆς ἐστιν εὔλογος ἔπαρσις· ἐπ’ οὐδενὶ δὲ τῶν ὄντων μᾶλλον χαίρειν πέφυκεν ἄνθρωπος ἢ εὐπορίᾳ καὶ ἀφθονίᾳ τῶν ἀναγκαίων· ἐφ’ οἷς ἄξιον γεγηθότας εὐχαριστεῖν, ποιουμένους ἀοράτου τῆς περὶ τὴν διάνοιαν εὐπαθείας αἰσθητὴν διὰ τῶν ἐζυμωμένων ἄρτων εὐχαριστίαν."],["186","ἄρτοι δ’ εἰσὶν [ἀλλ’ οὐ σῖτος] ἡ ἀπαρχή, διὰ τὸ μηδὲν ἔτι ἐνδεῖν τῶν εἰς ἀπόλαυσιν τροφῆς, σίτου γεγονότος· λέγεται γὰρ ὅτι τῶν σπαρτῶν ἁπάντων τελευταῖος ὁ πυρὸς γεννᾶσθαι πέφυκε καὶ πρὸς ἄμητον παρίστασθαι."],["187","δύο δ’ εἰσὶν ἄριστα δυοῖν χρόνων χαριστήρια, τοῦ τε παρεληλυθότος, ἐν ᾧ τῶν ἐξ ἐνδείας καὶ λιμοῦ κακῶν οὐκ ἐπειράθημεν ἐν εὐετηρίᾳ διάγοντες, καὶ τοῦ μέλλοντος, διότι τὰς εἰς αὐτὸν χορηγίας καὶ παρασκευὰς εὐτρεπισάμεθα καὶ γέμοντες χρηστῶν ἐλπίδων ταμιευόμεθα τὰς τοῦ θεοῦ δωρεὰς εἰς τὴν καθ’ ἡμέραν προφέροντες αἰεὶ δίαιταν, ὅσων ἂν ᾖ χρεία κατὰ νόμους τῆς οἰκονομικῆς ἀρετῆς."],["188","Ἑξῆς ἐστιν ἱερομηνία, καθ’ ἣν ἅμα ταῖς ἀναγομέναις θυσίαις ἐν τῷ ἱερῷ σαλπίζειν ἔθος· ἀφ’ οὗ καὶ „σαλπίγγων “ἐτύμως ἑορτὴ προσαγορεύεται, διττὸν λόγον ἔχουσα, τὸν μὲν ἴδιον τοῦ ἔθνους, τὸν δὲ κοινὸν ἀνθρώπων ἁπάντων· ἴδιον μὲν ὑπόμνησιν τεραστίου καὶ μεγαλουργηθέντος ἔργου, καθ’ ὃν χρόνον τὰ λόγια τῶν νόμων ἐθεσπίζετο·"],["189","τότε γὰρ ἀπ’ οὐρανοῦ φωνὴ σάλπιγγος ἐξήχησεν, ἣν εἰκὸς ἄχρι τῶν τοῦ παντὸς φθάσαι περάτων, ἵνα καὶ τοὺς μὴ παρόντας καὶ μόνον οὐκ ἐν ἐσχατιαῖς κατοικοῦντας διὰ τοῦ συμβεβηκότος ἡ πτοία ἐπιστρέψῃ λογισαμένους, ὅπερ εἰκός, ὅτι τὰ οὕτως μεγάλα μεγάλων ἀποτελεσμάτων ἐστὶ σημεῖα· τί δὲ μεῖζον ἢ ὠφελιμώτερον εἰς ἀνθρώπους ἐλθεῖν ἐδύνατο τῶν γενικῶν νόμων, οὓς προεφήτευσεν ὁ θεός, οὐ δι’ ἑρμηνέως καθάπερ τὰ ἐν εἴδει νόμιμα."],["190","τοῦτο μὲν ἐξαίρετον τοῦ ἔθνους· κοινὸν δὲ πρὸς πάντας ἀνθρώπους ἐκεῖνο· ἡ σάλπιγξ ὄργανόν ἐστι πολέμου καὶ πρὸς τὴν κατ’ ἐχθρῶν ἐφόρμησιν, ὁπότε καιρὸς εἴη συμπλέκεσθαι, καὶ πρὸς ἀνάκλησιν, ὁπότε διακρίνεσθαι δέοι πρὸς τὰ οἰκεῖα ἐπανελευσομένους στρατόπεδα. ἔστι δὲ καὶ ἕτερος θεήλατος πόλεμος, ὅταν ἡ φύσις ἐν ἑαυτῇ στασιάσῃ, τῶν μερῶν ἀντεπιτιθεμένων ἀλλήλοις, ἰσότητος εὐνομωτάτης πλεονεξίᾳ τοῦ ἀνίσου κρατηθείσης."],["191","ὑπ’ ἀμφοτέρων δὲ τῶν πολέμων φθείρεται τὰ ἐπίγεια, πρὸς μὲν ἐχθρῶν δενδροτομίαις, δῃώσεσιν, ἐμπρήσεσι τροφῶν καὶ πεδίων σταχυηφορούντων, ὑπὸ δὲ τῶν κατὰ φύσιν αὐχμοῖς, ἐπομβρίαις, νοτίων βίαις πνευμάτων, φλογώσεσι ταῖς ἀφ’ ἡλίου, χιονώδει περιψύξει, τῆς ἁρμονίας τῶν ἐτησίων ὡρῶν περιηκούσης εἰς ἀναρμοστίαν, ἕνεκά μοι δοκῶ τῆς οὐ κατὰ μικρὸν ἐπιπολαζούσης ἀλλ’ ἀθρόῳ φορᾷ κεχυμένης ἀσεβείας, παρ’ οἷς ἂν ταῦτα γίνηται."],["192","διὰ τοῦτο καθάπερ ἐπώνυμον ἑορτὴν ὀργάνου πολεμικοῦ σάλπιγγος ἀπέφηνεν ὁ νόμος, ἐπ’ εὐχαριστίᾳ τοῦ εἰρηνοποιοῦ θεοῦ καὶ εἰρηνοφύλακος, ὃς καὶ τὰς ἐν ταῖς πόλεσι καὶ τὰς ἐν τοῖς μέρεσι τοῦ παντὸς στάσεις ἀνελὼν εὐθηνίας καὶ εὐετηρίας καὶ τῶν ἄλλων ἀγαθῶν ἀφθονίαν ἀπειργάσατο, μηδὲν ἐμπύρευμα καρπῶν φθορᾶς ἐάσας ζωπυρηθῆναι."],["193","Μετὰ δὲ τὴν τῶν σαλπίγγων ἄγεται νηστεία ἑορτή. τάχα ἄν τις εἴποι τῶν ἑτεροδόξων καὶ ψέγειν τὰ καλὰ μὴ αἰδουμένων· ἑορτὴ δ’ ἐστὶ τίς, ἐν ᾗ μὴ συμπόσια καὶ συσσίτια καὶ ἑστιατόρων καὶ ἑστιωμένων θίασος καὶ πολὺς ἄκρατος καὶ τράπεζαι πολυτελεῖς καὶ χορηγίαι καὶ παρασκευαὶ τῶν ἐν δημοθοινίᾳ πάντων εὐφροσύναι τε καὶ κῶμοι σὺν ἀθύρμασι καὶ τωθασμοῖς καὶ παιδιὰ μετ’ αὐλοῦ καὶ κιθάρας καὶ τυμπάνων τε καὶ κυμβάλων καὶ τῶν ἄλλων ὅσα κατὰ τὸ παραλελυμένον καὶ ἐκτεθηλυμμένον εἶδος μουσικῆς δι’ ὤτων ἐγείρει τὰς ἀκαθέκτους ἐπιθυμίας;"],["194","ἐν γὰρ τούτοις καὶ διὰ τούτων, ὡς ἔοικε, τὸ εὐφραίνεσθαι τίθενται ἀγνοίᾳ τῆς πρὸς ἀλήθειαν εὐφροσύνης· ἣν ὀξυδερκεστάτοις ὄμμασιν ἰδὼν ὁ πάνσοφος Μωυσῆς τὴν νηστείαν ἑορτὴν ἀνεῖπε καὶ ἑορτῶν τὴν μεγίστην πατρίῳ γλώττῃ „σάββατα σαββάτων “αὐτὴν ὀνομάσας, ὡς δ’ ἂν Ἕλληνες εἴποιεν, ἑβδομάδα ἑβδομάδων καὶ ἁγίων ἁγιωτέραν, διὰ πολλά·"],["195","πρῶτον μὲν δῐ ἐγκράτειαν, ἣν ἀεὶ καὶ πανταχοῦ παραγγέλλων ἐν ἅπασι τοῖς κατὰ βίον ἐπιδείκνυσθαι πράγμασι διά τε γλώττης καὶ γαστρὸς καὶ τῶν μετὰ γαστέρα νυνὶ δὲ διαφερόντως κελεύει περιέπειν, ἐξαίρετον ἡμέραν ἀναθεὶς αὐτῇ· σιτίων γάρ τις καὶ ποτῶν μαθὼν ἀλογεῖν τῶν οὕτως ἀναγκαίων τίνος οὐκ ἂν ὑπερίδοι τῶν περιττῶν, ἃ γέγονεν οὐ διαμονῆς καὶ σωτηρίας ἕνεκα μᾶλλον ἢ βλαβερωτάτης ἡδονῆς;"],["196","δεύτερον δὲ ἐπειδὴ πᾶσα ἀνάκειται λιταῖς καὶ ἱκεσίαις, περὶ μηδὲν ἕτερον ἄχρις ἑσπέρας ἐξ ἑωθινοῦ τῶν ἀνθρώπων σχολὴν ἀγόντων ἢ δεητικωτάτας εὐχάς, αἷς σπουδάζουσι τὸν θεὸν ἐξευμενίζεσθαι παραίτησιν ἁμαρτημάτων ἑκουσίων τε καὶ ἀκουσίων αἰτούμενοι καὶ χρηστὰ ἐλπίζοντες, οὐ δι’ ἑαυτοὺς ἀλλὰ διὰ τὴν ἵλεω φύσιν τοῦ συγγνώμην πρὸ κολάσεως ὁρίζοντος."],["197","τρίτον δὲ διὰ τὸν καιρόν, ἐν ᾧ συμβέβηκε τὴν νηστείαν ἄγεσθαι· κατὰ γὰρ τοῦτον ἤδη συγκεκόμισται πάντα ὅσα δι’ ἔτους ἤνεγκεν ἡ γῆ. τὸ μὲν οὖν εὐθὺς ἐμφορεῖσθαι τῶν γεγονότων ἀπληστίας ὑπέλαβεν ἔργον εἶναι, τὸ δὲ νηστεῦσαι καὶ τροφῆς μὴ προσάψασθαι παντελοῦς εὐσεβείας, ἥτις ἀναδιδάσκει τὴν διάνοιαν μὴ πεποιθέναι τοῖς εὐτρεπισθεῖσι καὶ παρεσκευασμένοις ὡς ὑγείας ἢ ζωῆς αἰτίοις· ταῦτα γὰρ καὶ παρόντα πολλάκις ἔβλαψε καὶ μὴ παρόντα ὤνησε."],["198","μόνον οὐκ ἄντικρυς, κἂν μηδὲν τῇ φωνῇ φθέγγωνται τὸ παράπαν, οἱ μετὰ τὴν συγκομιδὴν τῶν καρπῶν ἀπεχόμενοι σιτίων καὶ ποτῶν ἐκβοῶσι ταῖς ψυχαῖς καί φασι ταῦτα· τὰς μὲν τῆς φύσεως χάριτας εἰλήφαμεν ἄσμενοι καὶ ταμιευόμεθα, φθαρτὸν δὲ οὐδὲν ἐπιγραφόμεθά ποτε τῆς ἡμετέρας διαμονῆς αἴτιον, ἀλλὰ τὸν γεννητὴν καὶ πατέρα καὶ σωτῆρα τοῦ τε κόσμου καὶ τῶν ἐν κόσμῳ θεόν, ᾧ καὶ διὰ τούτων καὶ ἄνευ τούτων τρέφειν θέμις καὶ διαφυλάττειν."],["199","ἰδοὺ γοῦν καὶ τοὺς ἡμετέρους προγόνους μυριάσι πολλαῖς ἐρήμην ἀτριβῆ καὶ πᾶσαν ἄγονον διεξιόντας γενεᾶς βίον ἔτη τεσσαράκοντα διέθρεψεν ὡς ἐν βαθυγειοτάτῃ καὶ εὐφορωτάτῃ χώρᾳ, πηγὰς μὲν τότε πρῶτον ἀνατεμὼν εἰς ἄφθονον ποτοῦ χρῆσιν, ὕων δὲ τροφὴν ἐξ οὐρανοῦ μήτε πλείονα μήτ’ ἐλάττονα τῆς διεξαρκούσης εἰς ἑκάστην ἡμέραν, ἵνα ἀταμιεύτοις χρώμενοι τοῖς ἀναγκαίοις μὴ πωλῶσιν ἀψύχων, ὧν ἂν ἐθησαυρίσαντο, τὰς ἀγαθὰς ἐλπίδας, ἀλλὰ μικρὰ φροντίζοντες τῶν χορηγουμένων τὸν χορηγὸν θαυμάζωσι καὶ προσκυνῶσι καὶ τοῖς ἁρμόττουσιν ὕμνοις καὶ εὐδαιμονισμοῖς γεραίρωσιν."],["200","ἡ δὲ ἡμέρα τῆς νηστείας ἄγεται νόμου προστάξει δεκάτῃ μηνὸς ἀεί. διὰ τί δὲ ἐν τῇ δεκάτῃ; ὡς ἐν τοῖς περὶ αὐτῆς λόγοις ἠκριβώσαμεν, ὀνομάζεται μὲν ὑπὸ σοφῶν ἀνδρῶν παντέλεια, περιέχει δ’ ἐν αὑτῇ τὰς ἀναλογίας πάσας, τήν τε ἀριθμητικὴν καὶ τὴν ἁρμονικὴν καὶ τὴν γεωμετρικήν, καὶ προσέτι τὰς ἁρμονίας, ἐπίτριτον τὴν διὰ τεσσάρων καὶ ἡμιόλιον τὴν διὰ πέντε καὶ διπλασίαν τὴν διὰ πασῶν καὶ τετραπλασίαν τὴν δὶς διὰ πασῶν, ἔχει δὲ καὶ τὸν ἐπόγδοον λόγον, ὡς εἶναι πλήρωμα τῶν κατὰ μουσικὴν θεωρημάτων τελειότατον, ἀφ’ οὗ καὶ ὠνόμασται παντέλεια."],["201","τὴν οὖν σιτίων καὶ ποτῶν ἔνδειαν προστέταχε κατ’ ἀριθμὸν τέλειον καὶ πλήρη γίνεσθαι τῆς δεκάδος διὰ τὰς τοῦ ἀρίστου τῶν ἐν ἡμῖν ἀρίστας τροφάς, ἵνα μηδεὶς ὑπολάβῃ λιμὸν τὸ πάντων ἀφορητότατον κακῶν εἰσηγεῖσθαι τὸν ἱεροφάντην, ἀλλὰ τῆς εἰς τὰς τοῦ σώματος δεξαμενὰς φερομένης ἐπιρροῆς ἀνακοπὴν βραχεῖαν."],["202","οὕτως γὰρ ἔμελλε διαυγὲς καὶ καθαρὸν τὸ ἀπὸ τῆς λογικῆς πηγῆς [εἰς καθαρὸν] ἐπὶ ψυχὴν φέρεσθαι νᾶμα λείως, ἐπειδήπερ αἱ συνεχεῖς καὶ ἐπάλληλοι τροφαὶ κατακλύζουσαι τὸ σῶμα καὶ τὸν λογισμὸν προσεπισύρουσιν, εἰ δ’ ἐπισχεθεῖεν, εὖ μάλα στηριχθεὶς ὡς ἐπὶ ξηρᾶς ἀτραποῦ καὶ λεωφόρου τὴν πορείαν ἄπταιστον δυνήσεται ποιεῖσθαι τῶν θέας καὶ ἀκοῆς ἀξίων ἐφιέμενος."],["203","ἄλλως τε ἁρμόττον ἦν, τῶν εἰς εὐθηνίαν ἁπάντων κατὰ νοῦν κεχωρηκότων ἐπὶ τελείοις καὶ πλήρεσιν ἀγαθοῖς, ἐν εὐετηρίᾳ καὶ χορηγιῶν ἀφθονίᾳ λαβεῖν ἐνδείας ὑπόμνησιν ἀποχῇ σιτίων καὶ ποτῶν καὶ λιτὰς καὶ ἱκεσίας ποιεῖσθαι, ἅμα μὲν ὑπὲρ τοῦ μὴ εἰς ἀληθῆ πεῖραν ἐλθεῖν ἀπορίας τῶν ἀναγκαίων, ἅμα δὲ καὶ εὐχαριστοῦντας, ὅτι ἐν ἀγαθῶν περιουσίᾳ μέμνηνται κακῶν οὐ γενομένων. τούτων μὲν δὴ ἅλις."],["204","Τελευταία δ’ ἐστὶν ἑορτὴ τῶν ἐνιαυσίων προσαγορευομένη σκηναί, καιρὸν ἔχουσα τὸν μετοπωρινῆς ἰσημερίας· ἐξ οὗ δύο παρίσταται, τό τε δεῖν ἰσότητα τιμᾶν ἀνισότητα ἐχθραίνοντας— ἡ μὲν γὰρ δικαιοσύνης ἐστίν, ἡ δὲ ἀδικίας ἀρχή τε καὶ πηγή, καὶ ἡ μὲν ἀσκίου φωτός, ἡ δὲ σκότους συγγενής— καὶ τὸ προσήκειν μετὰ τὴν ἁπάντων καρπῶν τελείωσιν εὐχαριστεῖν τῷ τελεσφόρῳ θεῷ καὶ πάντων τῶν ἀγαθῶν αἰτίῳ."],["205","τὸ γὰρ μετόπωρον, ὡς καὶ αὐτὸ δήπου δηλοῖ τοὔνομα, καιρὸς ὁ μετὰ τὴν ὀπώραν ἐστὶν ἤδη συγκεκομισμένην, καὶ φόρους τοὺς ἐτησίους καὶ δασμοὺς τοὺς ἀναγκαίους εἰσενηνοχότων τῶν σπαρτῶν τε καὶ τῶν δένδρων καὶ τῆς γῆς ὅσας τροφὰς ἐγέννησε ταῖς τῶν ἀμυθήτων ζῴων ἰδέαις ἡμέρων τε καὶ ἀγρίων ἀφθόνως παρεσχημένης, οὐ μόνον εἰς τὴν ἐν χερσὶ καὶ πρόσκαιρον ἀπόλαυσιν ἀλλὰ καὶ τὴν ὕστερον διὰ τὸ προμηθὲς τῆς φιλοζῴου φύσεως."],["206","καὶ μὴν ἐν σκηναῖς προστέτακται διαιτᾶσθαι τὸν χρόνον τῆς ἑορτῆς, ἤτοι διὰ τὸ μηκέτι εἶναι χρείαν ἐν ὑπαίθρῳ διάγειν τὰ περὶ γεωργίαν ἐκπονοῦντας, οὐδενὸς μὲν ὑπολειφθέντος ἔξω, πάντων δὲ καρπῶν ἐναποκειμένων σιροῖς καὶ τοιουτοτρόποις χωρίοις διὰ τὰς εἰωθυίας βλάβας παρακολουθεῖν ἔκ τε φλογώσεως ἡλιακῆς καὶ φορᾶς ὑετῶν—"],["207","ὅτε μὲν γὰρ ἐν πεδίοις ἐστὶ τὰ τρέφοντα, μὴ συγκλεισάμενος θαλαμαίου γυναικὸς τρόπον ἀλλὰ προελθὼν ἐπιμελητὴς καὶ φύλαξ εἶ σὺ τῶν ἀναγκαίων· κἂν ὑπαιθρίῳ διατελοῦντί σοι προσπίπτῃ κρυμὸς καὶ θάλπος, εἰσὶν ἔφεδροι καὶ σκιαὶ τὰ λάσια τῶν δένδρων, οἷς ὑποστείλας τὴν ἀφ’ ἑκατέρου δυνήσῃ βλάβην εὐμαρῶς ἐκφυγεῖν· ὅταν δ’ οἱ καρποὶ πάντες εἰσκομίζωνται, συνεισέρχου στεγανωτέρας διαίτης ἐφιξόμενος πρὸς ἀνάπαυλαν ἀντὶ καμάτων οὓς γεωπονῶν ὑπέμεινας— ἢ δι’ ὑπόμνησιν τῆς τῶν προγόνων μακρᾶς ὁδοιπορίας, ἣν δι’ ἐρήμου ποιούμενοι βαθείας σκηναῖς πολυετῆ χρόνον καθ’ ἕκαστον σταθμὸν ἐνδιῃτῶντο."],["208","προσήκει δὲ καὶ ἐν πλούτῳ πενίας μεμνῆσθαι καὶ ἀδοξίας ἐν δόξῃ καὶ ἐν ἡγεμονίαις ἰδιωτικοῦ σχήματος καὶ ἐν εἰρήνῃ κινδύνων τῶν ἐν πολέμῳ καὶ ἐπὶ γῆς χειμώνων τῶν κατὰ θάλασσαν καὶ ἐν πόλεσιν ἐρημίας· ἡδονὴ γὰρ οὐκ ἔστι μείζων ἢ ἐν ταῖς ἄγαν εὐπραγίαις ἔννοιαν ἔχειν παλαιῶν ἀτυχημάτων."],["209","πρὸς δὲ τῇ ἡδονῇ καὶ ὄφελος οὐ μικρὸν εἰς ἀρετῆς ἄσκησιν ἐγγίνεται· λαβόντες γὰρ πρὸ ὀφθαλμῶν τό τε εὖ καὶ τὸ χεῖρον καὶ τὸ μὲν ἀπεωσμένοι καρπούμενοι δὲ τὸ ἄμεινον ἐξ ἀνάγκης εὐχάριστοι γίνονται τὸ ἦθος καὶ πρὸς εὐσέβειαν παρορμῶνται φόβῳ τῆς πρὸς τἀναντία μεταβολῆς. ὅθεν καὶ ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς τὸν θεὸν ᾠδαῖς καὶ λόγοις γεραίρουσι καὶ ὑπὲρ τοῦ μηκέτι πειραθῆναι κακῶν λιπαροῦσι καὶ ἱκεσίαις ἐξευμενίζονται."],["210","πάλιν δὲ ἡ ταύτης τῆς ἑορτῆς ἀρχὴ πεντεκαιδεκάτῃ μηνὸς ἐνίσταται, διὰ τὴν λεχθεῖσαν καὶ ἐπὶ τῆς ἐαρινῆς ὥρας αἰτίαν, ἵνα μὴ μεθ’ ἡμέραν μόνον ἀλλὰ καὶ νύκτωρ πλήρης ὁ κόσμος ᾖ τοῦ φύσει παγκάλου φωτός, ἡλίου καὶ σελήνης κατ’ ἐκείνην τὴν ἡμέραν ἀλλήλοις ἐπανατελλόντων αὐγαῖς ἀδιαστάτοις, ἃς μεθόριον οὐ διακρίνει σκότος."],["211","ἑπτὰ δὲ ἡμέραις ὀγδόην ἐπισφραγίζεται καλέσας „ἐξόδιον “αὐτήν, οὐκ ἐκείνης, ὡς ἔοικε, μόνον τῆς ἑορτῆς, ἀλλὰ καὶ πασῶν τῶν ἐτησίων, ὅσας κατηριθμησάμην καὶ διεξῆλθον· τελευταία γάρ ἐστι τοῦ ἐνιαυτοῦ καὶ συμπέρασμα."],["212","τάχα μέντοι καὶ πρῶτος κύβος, ὀγδοάς, ἐπενεμήθη τῇ ἑορτῇ διὰ τόδε· τῆς μὲν δυνάμει στερεᾶς οὐσίας ἐστὶν ἀρχὴ κατὰ τὴν ἀπὸ τῶν ἀσωμάτων μετάβασιν, τῆς δὲ νοητῆς συμπέρασμα· τὰ δὲ νοητὰ ταῖς παραυξήσεσι πρὸς τὴν στερεὰν φύσιν***."],["213","καὶ ἡ μετοπωρινὴ μέντοι ἑορτή, καθάπερ εἶπον, πλήρωμά τι καὶ συμπέρασμα τῶν ἐντὸς ἐνιαυτοῦ πασῶν ἔοικεν εἶναι σταθερώτερον καὶ παγιώτερον, τὰς ἀπὸ τῆς χώρας προσόδους εἰληφότων ἤδη καὶ μηκέτ’ ἐνδοιασμοῖς τοῖς περὶ φορᾶς καὶ ἀφορίας πλαζομένων καὶ δεδιότων· ἀνίδρυτοι γὰρ αἱ γεωπόνων φροντίδες, ἄχρις ἂν οἱ καρποὶ συγκομισθῶσι, διὰ τὰς ἐφέδρους ἀπὸ μυρίων ὅσων ἀνθρώπων τε καὶ θρεμμάτων ζημίας."],["214","Ταῦτα ἐπὶ πλέον ἐμήκυνα διὰ τὴν ἱερὰν ἑβδόμην ἐπιδείξασθαι βουλόμενος, ὅτι πάσας τὰς ἐτησίους ἑορτὰς συμβέβηκεν ὡς ἂν ἀπογόνους ἑβδομάδος εἶναι μητρὸς λόγον ἐχούσης*** ἀφροσύναι καὶ εὐφροσύναι, καὶ διότι ἐν πανηγύρεσι καὶ ἱλαρῷ βίῳ τέρψεις ἀμέτοχοι συννοίας καὶ κατηφείας συνίστανται σώματα καὶ ψυχὰς ἀναχέουσαι, τὰ μὲν τῷ ἁβροδιαίτῳ, τὰς δὲ τῷ φιλοσοφεῖν."],["215","Ἔστι δέ τις παρὰ ταύτας οὐχ ἑορτὴ μὲν θεοῦ, ἑορτῆς δὲ συγγενὴς πανήγυρις, ἣν καλοῦσι „κάρταλον “ἀπὸ τοῦ συμβεβηκότος, ὡς μικρὸν ὕστερον ἀποδείξομεν. τὸ μὲν οὖν μὴ ἑορτῆς ἔχειν ἀξίωμα καὶ τάξιν δῆλον ἐκ πολλῶν· οὔτε γὰρ τοῦ ἔθνους ἐστὶν ὡς πάνδημος, οἵα τῶν ἄλλων ἑκάστη, οὔτε τι τῶν προσαγομένων ἢ προσφερομένων ἐπὶ τὸν βωμὸν καθαγιάζεται παραδιδόμενον τῷ ἀσβέστῳ πυρὶ καὶ ἱερῷ,"],["216","οὔθ’ ἡμερῶν ἀριθμὸς ὃν χρὴ ταύτην ἑορτάζειν εἴρηται. τὸ δ’ ἑορτώδη τύπον ἔχειν καὶ ἐγγὺς ἵστασθαι πανηγυρικῆς ἀδείας εὐμαρῶς κατίδοι τις ἄν. ἕκαστος γὰρ τῶν ἀγροὺς καὶ κτήσεις ἐχόντων ἀφ’ ἑκάστου τῶν ἀκροδρύων εἴδους ἀγγεῖα πληρώσας, καθάπερ ἔφην, ἃ προσαγορεύουσι καρτάλους, ἀπαρχὴν τῆς εὐκαρπίας εἰς τὸ ἱερὸν κομίζει γεγηθὼς καὶ στὰς ἀντικρὺ τοῦ βωμοῦ δίδωσι τῷ ἱερεῖ, τὸ πάγκαλον καὶ θαυμάσιον ᾆσμα διεξιών, εἰ δὲ μὴ τύχοι μεμνημένος, ἀκούων παρὰ τοῦ ἱερέως μετὰ προσοχῆς πάσης."],["217","ἔστι δὲ τοιόνδε ᾆσμα· „Συρίαν ἀπέβαλον οἱ ἀρχηγέται τοῦ γένους ἡμῶν καὶ μετανέστησαν εἰς Αἴγυπτον. ὀλίγος ὄντες ἀριθμὸς ηὐξήθησαν εἰς πλῆθος ἔθνους. οἱ ἀπόγονοι μυρία κακωθέντες ὑπὸ τῶν ἐγχωρίων, οὐδεμιᾶς ἔτι φαινομένης ἐξ ἀνθρώπων ἐπικουρίας, ἐγένοντο θεοῦ ἱκέται καταφυγόντες ἐπὶ τὴν ἐξ αὐτοῦ βοήθειαν."],["218","προσδεξάμενος τὴν ἱκεσίαν ὁ πᾶσι τοῖς ἀδικουμένοις εὐμενὴς τοὺς μὲν ἐπιτιθεμένους κατέπληξε σημείοις καὶ τέρασι καὶ φάσμασι καὶ τοῖς ἄλλοις ὅσα κατ’ ἐκεῖνον τὸν χρόνον ἐθαυματουργεῖτο, τοὺς δ’ ἐπηρεαζομένους καὶ πάσας ὑπομένοντας ἐπιβουλὰς ἐρρύσατο, οὐ μόνον εἰς ἐλευθερίαν ἐξελόμενος, ἀλλὰ καὶ χώραν πάμφορον δούς."],["219","ἀπὸ τῶν ταύτης καρπῶν, εὐεργέτα, σοὶ φέρομεν τὴν ἀπαρχήν, εἰ δὴ θέμις εἰπεῖν ἐστι κομίζειν τὸν λαμβάνοντα· σαὶ γάρ, ὦ δέσποτα, χάριτες καὶ δωρεαὶ τὰ πάντα, ὧν ἀξιωθέντες ἐναβρυνόμεθα καὶ ἐνευφραινόμεθα τοῖς ἀπροσδοκήτοις ἀγαθοῖς,"],["220","ἅπερ οὐκ ἐλπίσασιν ἡμῖν ἔδωκας. “τὸ ᾆσμα τοῦτο σχεδὸν ἀπὸ θέρους ἐνισταμένου μέχρι μετοπώρου λήγοντος ἀδιαστάτως ὑφ’ ἑτέρων καὶ ἑτέρων ᾄδεται δυσὶ καιροῖς, ὁλοκλήρῳ μέρει ἡμίσει τοῦ ἐνιαυτοῦ, διὰ τὸ μὴ πάντας ἀθρόους κατὰ ῥητὴν προθεσμίαν τὰ ὡραῖα δύνασθαι κομίζειν, ἀλλ’ ἄλλοτε ἄλλους, ἔστι δ’ ὅτε καὶ τοὺς αὐτοὺς ἀπὸ τῶν αὐτῶν χωρίων."],["221","ἐπειδὴ γὰρ τῶν καρπῶν οἱ μὲν θᾶττον οἱ δὲ βραδύτερον πεπαίνονται, καὶ διὰ τὰς τῶν τόπων διαφορὰς ἀλεεινοτέρων ἢ κρυμωδεστέρων ὄντων καὶ διὰ μυρίας ἄλλας αἰτίας, εἰκότως ἀόριστός ἐστι καὶ ἀπερίγραφος ὁ χρόνος τῆς τῶν ἀκροδρύων ἀπαρχῆς ἐπὶ μήκιστον ἐκτεινόμενος."],["222","ἡ δὲ τούτων χρῆσις ἐπιτέτραπται τοῖς ἱερεῦσιν, ἐπεὶ γῆς μὲν ἀποτομὴν οὐκ ἔλαχον οὐδὲ προσοδευομένας κτήσεις, κλῆροι δ’ εἰσὶν αὐτοῖς αἱ παρὰ τοῦ ἔθνους ἀπαρχαὶ ἀντὶ τῶν λειτουργιῶν, ἃς μεθ’ ἡμέραν καὶ νύκτωρ ὑπομένουσι."],["223","Τοσαῦτα μὲν περὶ ἑβδομάδος καὶ τῶν εἰς αὐτὴν ἀναφερομένων ἔν τε ἡμέραις καὶ μησὶ καὶ ἐνιαυτοῖς καὶ περὶ ἑορτῶν, αἳ συγγένειαν ἔχουσι πρὸς ἑβδομάδα, διεξῆλθον ἑπόμενος εἱρμῷ τῶν προκειμένων κεφαλαίων κατὰ τὴν ἐν λόγοις ἀκολουθίαν. ἐπισκέψομαι δ’ ἑξῆς τὸ ἑπόμενον, ὃ περὶ γονέων ἀναγέγραπται τιμῆς."],["224","Τέτταρα εἴδη πρότερον ὑπειπών, ἃ καὶ τῇ τάξει καὶ τῇ δυνάμει πρῶτα ἦν ὡς ἀληθῶς, τό τε περὶ μοναρχίας ᾗ μοναρχεῖται ὁ κόσμος, καὶ τὸ περὶ τοῦ μηδὲν ἀπεικόνισμα καὶ μίμημα δημιουργεῖν θεοῦ, καὶ τὸ περὶ τοῦ μὴ ψευδορκεῖν ἢ συνόλως μάτην ὀμνύναι, καὶ τὸ περὶ τῆς ἱερᾶς ἑβδόμης, ἅπερ σύμπαντα τείνει πρὸς εὐσέβειαν καὶ ὁσιότητα, μέτειμι ἐπὶ τὸ πέμπτον τὸ περὶ γονέων τιμῆς, ὅ, καθάπερ ἐν τοῖς ἰδίᾳ περὶ αὐτοῦ λόγοις ἔδειξα, μεθόριον ἀνθρωπείων τε καὶ θείων."],["225","οἱ γὰρ γονεῖς μεταξὺ θείας καὶ ἀνθρωπίνης φύσεώς εἰσι μετέχοντες ἀμφοῖν· ἀνθρωπίνης μέν, ὡς ἔστι δῆλον, ὅτι καὶ γεγόνασι καὶ φθαρήσονται, θείας δ’ ὅτι γεγεννήκασι καὶ τὰ μὴ ὄντα εἰς τὸ εἶναι παρήγαγον· ὅπερ γάρ, οἶμαι, θεὸς πρὸς κόσμον, τοῦτο πρὸς τέκνα γονεῖς, ἐπειδὴ ὡς ἐκεῖνος τῷ μὴ ὑπάρχοντι ὕπαρξιν κατειργάσατο, καὶ οὗτοι μιμούμενοι καθ’ ὅσον οἷόν τε τὴν ἐκείνου δύναμιν τὸ γένος ἀθανατίζουσιν."],["226","ἄξιοι δ’ οὐ διὰ τοῦτο μόνον τιμῆς πατήρ τε καὶ μήτηρ, ἀλλὰ καὶ δι’ ἕτερα πλείω. παρ’ οἷς γὰρ λόγος ἀρετῆς ἐστί, πρεσβύτεροι νεωτέρων προκρίνονται καὶ διδάσκαλοι γνωρίμων καὶ εὐεργέται τῶν εὖ πεπονθότων καὶ ἄρχοντες ὑπηκόων καὶ δεσπόται δούλων."],["227","ἐν μὲν οὖν τῇ ἀμείνονι τάξει κρίνονται γονεῖς, πρεσβύτεροι γάρ εἰσι καὶ ὑφηγηταὶ καὶ εὐεργέται καὶ ἄρχοντες καὶ δεσπόται, ἐν δὲ τῇ ἐλάττονι υἱοὶ καὶ θυγατέρες, νεώτεροι γὰρ καὶ μαθηταὶ καὶ εὖ πεπονθότες ὑπήκοοί τε καὶ δοῦλοι. ὡς δ’ οὐδὲν τούτων κατέψευσται, δῆλον μὲν ἐκ τῆς ἐναργείας· αἱ δ’ ἐκ λόγου πίστεις ἔτι μᾶλλον ἐπισφραγιοῦνται τὴν ἀλήθειαν."],["228","λέγω τοίνυν, ὅτι τὸ ποιοῦν τοῦ γινομένου καὶ τὸ αἴτιον οὗπέρ ἐστιν αἴτιον ἀεὶ πρεσβύτερόν ἐστιν· οἱ δὲ γεννήσαντες αἴτιοι καὶ δημιουργοὶ τρόπον τινὰ τῶν γεννηθέντων εἰσί· καὶ οἱ μὲν ὑφηγητῶν ἔχουσι τάξιν, ὅσαπερ ἂν εἰδότες τυγχάνωσι τοὺς παῖδας ἐκ πρώτης ἀναδιδάξαντες ἡλικίας, καὶ οὐ μόνον τὰ περὶ τὰς ἐπιστήμας, [ἀσκοῦσι καὶ νεάζουσιν] ἐναποματτόμενοι λογισμοὺς ἀκμάζουσι παίδων, ἀλλὰ καὶ τὰ ἀναγκαιότατα τῶν πρὸς αἱρέσεις καὶ φυγάς, αἱρέσεις μὲν ἀρετῶν, φυγὰς δὲ κακιῶν καὶ τῶν κατ’ αὐτὰς ἐνεργειῶν."],["229","εὐεργέται μέντοι τίνες ἂν εἶεν μᾶλλον ἢ παίδων γονεῖς, οἳ καὶ μὴ ὄντας εἰργάσαντο καὶ αὖθις τροφῆς ἠξίωσαν καὶ μετὰ ταῦτα παιδείας τῆς κατά τε σῶμα καὶ ψυχήν, [καὶ] ἵνα μὴ μόνον ζῶσιν, ἀλλὰ καὶ εὖ ζῶσι;"],["230","τὸ μὲν οὖν σῶμα διὰ τῆς γυμναστικῆς καὶ ἀλειπτικῆς ὠφέλησαν εἰς εὐτονίαν τε καὶ εὐεξίαν σχέσεις τε καὶ κινήσεις εὐμαρεῖς, οὐκ ἄνευ ῥυθμοῦ καὶ τοῦ πρέποντος, τὴν δὲ ψυχὴν διά τε γραμμάτων καὶ ἀριθμῶν γεωμετρίας τε καὶ μουσικῆς καὶ τῆς συμπάσης φιλοσοφίας, ἣ τὸν νοῦν εἰσῳκισμένον θνητῷ σώματι μετέωρον αἴρουσα παραπέμπει μέχρις οὐρανοῦ καὶ τὰς ἐν αὐτῷ μακαρίας καὶ εὐδαίμονας φύσεις ἐπιδείκνυται, ζῆλον ἅμα καὶ πόθον ἐνεργαζομένη τῆς ἀτρέπτου καὶ ἐναρμονίου τάξεως, ἣν οὐδέποτε λείπουσι πειθόμεναι τῷ ταξιάρχῳ."],["231","πρὸς δὲ ταῖς εὐεργεσίαις καὶ τὴν ἐφ’ οἷς ἐγέννησαν ἀρχὴν ἔλαβον, οὐχ ὥσπερ ἐν ταῖς πόλεσι κατὰ κλῆρον ἢ χειροτονίαν, ὡς αἰτιᾶσθαι δύνασθαι τὸν μὲν ὀλίσθῳ τύχης γενόμενον, οὐ σὺν λογισμῷ, τὴν δὲ ὄχλου, πράγματος ἀνεξετάστου καὶ ἀνεπισκέπτου, φορᾷ, γνώμῃ δὲ ἀρίστῃ καὶ τελειοτάτῃ τῆς ἄνω φύσεως, ᾗ καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπινα σὺν δίκῃ πρυτανεύεται."],["232","διὰ τοῦτ’ ἔξεστι τοῖς πατράσι καὶ κακηγορεῖν [πρὸς] τοὺς παῖδας καὶ ἐμβριθέστερον νουθετεῖν καί, εἰ μὴ ταῖς δι’ ἀκοῶν ἀπειλαῖς ὑπείκουσι, τύπτειν καὶ προπηλακίζειν καὶ καταδεῖν. ἂν μέντοι γε καὶ πρὸς ταῦτα ἀφηνιάζωσι τῇ ῥύμῃ τῆς ἀνιάτου μοχθηρίας ἀπαυχενίζοντες, ἐπέτρεψεν ὁ νόμος καὶ μέχρι θανάτου κολάζειν, ἀλλ’ οὐκέτι μόνῳ πατρὶ ἢ μόνῃ μητρί, διὰ τὸ μέγεθος τῆς τιμωρίας, ἣν οὐκ ἄξιον ὑφ’ ἑνὸς ἀλλ’ ὑπ’ ἀμφοῖν δικασθῆναι· συμφρονῆσαι γὰρ οὐκ εἰκὸς ἐπ’ ἀναιρέσει τοῦ παιδὸς ἑκάτερον τῶν γονέων, μὴ βαρυνόντων καὶ καθελκόντων τῶν ἀδικημάτων ὁλκῇ τινι βεβαίῳ νικώσῃ τὴν ἐκ φύσεως ἐνιδρυμένην πάγιον εὔνοιαν."],["233","ἀλλ’ οὐκ ἀρχὴν μόνον καὶ ἡγεμονίαν τὴν ἐπὶ τέκνοις ἀλλὰ καὶ δεσποτείαν γονεῖς ἔλαχον κατ’ ἄμφω τὰς ἀνωτάτω θεραπόντων κτήσεως ἰδέας, τήν τε ἐπ’ οἰκότριψι καὶ ἀργυρωνήτοις· πολυπλασίους τε γὰρ τῆς ἀξίας τιμὰς κατατιθέασιν εἴς τε παῖδας καὶ ὑπὲρ παίδων τιτθαῖς καὶ παιδαγωγοῖς καὶ διδασκάλοις, δίχα τῶν εἰς ἐσθῆτας καὶ τροφὰς καὶ τὴν ἄλλην ἐπιμέλειαν ὑγιαινόντων τε καὶ καμνόντων ἐκ πρώτης ἡλικίας μέχρι τελείας· οἰκότριβές τε ἂν εἶεν οἱ μὴ μόνον οἴκοι γεννηθέντες ἀλλὰ καὶ [οἱ] ὑπὸ τῶν τῆς οἰκίας δεσποτῶν συνεισενεγκάντων τὰ πρὸς γένεσιν φύσεως θεσμοῖς"],["234","εἰσφορὰν ἀναγκαίαν. τοσούτων οὖν ὑπαρχόντων ἄξιον ἐπαίνου μὲν οὐδὲν δρῶσιν οἱ τιμῶντες τοὺς γονεῖς, ἐπεὶ καὶ ἕν τι τῶν εἰρημένων αὐταρκέστατον εἰς σεβασμὸν αὐτοὺς προκαλέσασθαι, ψόγου δὲ καὶ κατηγορίας καὶ τῆς ἀνωτάτω δίκης οἱ μήθ’ ὡς πρεσβυτέρους αἰδούμενοι μήθ’ ὡς ὑφηγητὰς ἀποδεχόμενοι μήθ’ ὡς εὐεργέτας ἀμοιβῆς ἀξιοῦντες μήθ’ ὡς ἄρχουσι πειθαρχοῦντες μήθ’ ὡς δεσπότας εὐλαβούμενοι."],["235","πατέρα, οὖν φησί, μετὰ θεὸν καὶ μητέρα τίμα δευτερείοις τοῖς γέρασιν ἀναδουμένους, ἅπερ ἡ φύσις ἀπένειμεν αὐτοῖς ἀθλοθετοῦσα. τιμήσεις δ’ [[ἐπ’] π [ἐπ’]] οὐδενὶ μᾶλλον ἢ πειρώμενος ἀγαθός τε εἶναι καὶ δοκεῖν εἶναι, ὧν τὸ μὲν τὴν ἄτυφον καὶ ἄπλαστον ἀρετὴν ἐπιζητεῖ, τὸ δὲ τὴν σὺν ὑπολήψει χρηστῇ καὶ τῷ παρὰ τῶν συνόντων ἐπαίνῳ."],["236","μικρὰ γὰρ τῶν ἰδίων φροντίζοντες ὠφελειῶν τέλος εὐδαιμονίας νομίζουσι τὴν τῶν παίδων καλοκἀγαθίαν, δι’ ἣν καὶ τοῖς προσταττομένοις θελήσουσιν ὑπακούειν ἐκεῖνοι καὶ ἐν ἅπασι καταπειθεῖς εἶναι τοῖς δικαίοις καὶ συμφέρουσιν· οὐδὲν γὰρ ἀλλότριον ἀρετῆς ὁ ταῖς ἀληθείαις ὑφηγήσεται πατὴρ παιδί."],["237","Τεκμηριώσαιτο δ’ ἄν τις τὴν πρὸς γονεῖς εὐσέβειαν οὐ μόνον ἐκ τῶν εἰρημένων, ἀλλὰ κἀκ τῆς πρὸς τοὺς ἥλικας ἐκείνων ἀποδοχῆς. ὁ γὰρ πρεσβύτην καὶ πρεσβύτιδα οὐδὲν γένει προσήκοντας αἰδούμενος ἔοικέ πως ὑπομιμνῄσκεσθαι πατρός τε καὶ μητρὸς καὶ ἀποβλέπων ὥσπερ εἰς ἀρχέτυπα τεθεικέναι τὰς εἰκόνας ἐκείνων."],["238","ὅθεν ἐν τοῖς ἱεροῖς γράμμασιν οὐ μόνον προεδρίας ἐξίστασθαι διείρηται νέους πρεσβύταις, ἀλλὰ καὶ παριοῦσιν ὑπανίστασθαι πολιὰν γήρως αἰδουμένους, εἰς ὅπερ ἐλπὶς ἀφικέσθαι τοὺς προνομίας τοῦτ’ ἀξιοῦντας."],["239","παγκάλως δέ μοι κἀκεῖνο νενομοθετῆσθαι δοκεῖ· φησὶ γάρ· \" ἕκαστος πατέρα τε ἑαυτοῦ καὶ μητέρα φοβείσθω “(Lev. 19, 3), φόβον πρὸ εὐνοίας τιθείς, οὐχ ὡς πρὸς ἅπαν ἄμεινον, ἀλλ’ ὡς πρὸς τὸν παρόντα καιρὸν χρησιμώτερόν τε καὶ λυσιτελέστερον. πρῶτον μὲν γὰρ τοῖς παιδευομένοις καὶ νουθετουμένοις ἄφροσιν εἶναι συμβέβηκεν· ἀφροσύνη δ’ οὐκ ἄλλῳ ἢ φόβῳ θεραπεύεται· δεύτερον δ’ ἁρμόττον οὐκ ἦν νομοθέτου παραγγέλμασι τοὺς παῖδας εὔνοιαν διδάσκεσθαι τὴν πρὸς γονεῖς, ἣν αὐτοκέλευστον ἡ φύσις ἐξαιτεῖ, ἐκ σπαργάνων δὲ ταῖς ψυχαῖς τῶν οὕτως ἡνωμένων κατὰ γένος ἐνιδρύσατο."],["240","διὸ φιλίαν μὲν τὴν πρὸς τοὺς γεννήσαντας ὡς αὐτομαθῆ καὶ αὐτοδίδακτον καὶ προστάξεως οὐ δεομένην ἀπέλιπε, φόβον δὲ προστάττει διὰ τοὺς εἰωθότας ῥᾳθυμεῖν· ἐπειδὴ γὰρ γονεῖς παῖδας ὑπερβαλλούσῃ χρώμενοι φιλοστοργίᾳ περιέπουσι καὶ πάντοθεν ἐκπορίζοντες αὐτοῖς τἀγαθὰ χαρίζονται μηδένα πόνον ἢ κίνδυνον ὑπερτιθέμενοι, δυνάμεσιν ὁλκοῖς εὐνοίας συνδεδεμένοι, τὸ λίαν φιλόστοργον αὐτῶν οὐ δέχονταί τινες ἐπ’ ὠφελείᾳ, τρυφὴν καὶ χλιδὴν ἐζηλωκότες καὶ θαυμάζοντες μὲν τὸν ὑγρὸν βίον, διαρρέοντες δὲ κατά τε σῶμα καὶ ψυχήν, καὶ μηδὲν μέρος ἐῶντες ὀρθοῦσθαι ταῖς οἰκείαις δυνάμεσιν, ἃς ὑποσκελίζοντες καὶ ἐκνευρίζοντες οὐκ ἐρυθριῶσιν ἕνεκα τοῦ μὴ δεδιέναι τοὺς σωφρονιστὰς πατέρας καὶ μητέρας, ἐνδιδόντες καὶ ἐπιχαλῶντες ταῖς ἰδίαις ἐπιθυμίαις."],["241","ἀλλὰ καὶ τούτοις ἀναγκαῖον παραινεῖν, ὅπως εὐτονωτέραις καὶ ἐμβριθεστέραις χρώμενοι νουθεσίαις θεραπεύσωσι τὸν τῶν παίδων ῥοῦν, καὶ τοῖς παισίν, ὅπως εὐλαβῶνται τοὺς*** γινομένους δεδιότες καὶ ὡς ἄρχοντας καὶ ὡς φύσει δεσπότας· μόλις γὰρ οὕτως ἀδικεῖν ὀκνήσουσι."],["242","Τὰ μὲν δὴ κατὰ τὴν προτέραν δέλτον πέντε κεφάλαια νόμων καὶ ὅσα τῶν κατὰ μέρος εἰς ἕκαστον ἐλάμβανε τὴν ἀναφορὰν διεξῆλθον. χρὴ δὲ καὶ τὰς ὁρισθείσας ἐπὶ τῇ τούτων παραβάσει τιμωρίας δηλῶσαι."],["243","κοινὸς μὲν οὖν ἐστι κατὰ πάντων θάνατος, δι’ ἣν ἔχει τἀδικήματα πρὸς ἄλληλα συγγένειαν. αἰτίαι δὲ τῆς δίκης διάφοροι. ἀρκτέον δ’ ἀπὸ τοῦ τελευταίου τοῦ πρὸς γονεῖς, ἐπειδὴ καὶ περὶ αὐτοῦ λόγος ἔναυλος. ἐάν, φησί, τις τυπτήσῃ πατέρα ἢ μητέρα, καταλευέσθω· πάνυ δικαίως· οὐ γὰρ θέμις ζῆν τῷ προπηλακίζοντι τοὺς τοῦ ζῆν αἰτίους."],["244","ἀλλ’ ἔνιοι τῶν εὐπαρύφων καὶ νομοθετῶν πρὸς δόξας ἀπιδόντες μᾶλλον ἢ τὴν ἀλήθειαν ἐκομψεύσαντο κατὰ πατροτυπτῶν ὁρίσαντες χειρῶν ἀποκοπήν, ὑπὲρ τοῦ παρὰ τοῖς εἰκαιοτέροις καὶ ἀνεξετάστοις εὐδοκιμῆσαι νομίζουσιν ἁρμόττον εἶναι τὰ μέρη οἷς ἐτύπτησαν τοὺς γονεῖς ἀκρωτηριάζεσθαι."],["245","ἔστι δ’ εὔηθες τοῖς ὑπηρετηκόσι πρὸ τῶν αἰτίων δυσχεραίνειν, τὴν γὰρ ὕβριν οὐ χεῖρες ἀλλὰ διὰ χειρῶν ὑβρισταὶ δρῶσιν, οὓς ἀναγκαῖον κολάζειν· εἰ μὴ καὶ τοὺς ἀνδροφονήσαντας ξίφει μεθετέον ὑπερόριον τὸ ξίφος ῥίψαντας, καὶ τοὐναντίον τοῖς ἀριστεύσασιν ἐν πολέμῳ τιμὰς οὐ δοτέον, ἀλλὰ ταῖς ἀψύχοις παντευχίαις, δι’ ὧν ἠνδραγαθίσαντο·"],["246","μὴ καὶ τῶν ἐν γυμνικοῖς ἀγῶσι στάδιον ἢ δίαυλον ἢ δόλιχον νενικηκότων ἢ πυγμὴν ἢ παγκράτιον σκέλη καὶ χεῖρας αὐτὸ μόνον ταινιοῦν ἐπιχειρήσουσιν ὅλα τὰ σώματα τῶν ἀθλητῶν παρέντες; γέλως μέντ’ ἂν εἴη τὰ τοιαῦτ’ εἰσηγεῖσθαι, τὰ ὧν οὐκ ἄνευ κολάζοντας ἢ τιμῶντας, δέον τοὺς αἰτίους· οὐδὲ γὰρ μουσικὴν ἐπιδεικνύμενόν τινα δι’ αὐλῶν ἢ λύρας καὶ σφόδρα κατορθοῦντα παραμειψάμενοι τὰ ὄργανα κηρυγμάτων καὶ τιμῶν ἀξιοῦμεν."],["247","τί οὖν ἔδει πατροτύπτας, ὦ γενναῖοι νομοθέται, χειροκοπεῖν; ἢ ἵνα πρὸς τῷ εἶναι μηδὲν χρήσιμοι τὸ παράπαν καὶ δασμὸν οὐκ ἐτήσιον ἀλλ’ ἐφήμερον ἀναπράττωσι παρὰ τῶν ἠδικημένων τροφὰς ἀναγκαίας ἅτε πορίζειν ἀδυνατοῦντες; οὐ γὰρ σιδήρειος πατήρ ἐστί τις οὕτως, ὡς λιμῷ περιϊδεῖν θνῄσκοντα υἱόν, καὶ ταῦτα χρόνῳ τῆς ὀργῆς ἀμαυρουμένης."],["248","κἂν μὴ ἐπενέγκῃ μέντοι χεῖρας, κακηγορῇ δ’ οὓς χρέος ἀναγκαῖον εὐφημεῖν ἢ καὶ τρόπῳ ἑτέρῳ δρᾷ τι τῶν ἐπ’ ἀτιμίᾳ γονέων, θνῃσκέτω· κοινὸς γὰρ ἐχθρὸς καί, εἰ δεῖ τἀληθὲς εἰπεῖν, δήμιος ἁπάντων· ἐπεὶ τίνι γένοιτ’ ἂν εὐμενὴς ἄλλῳ ὁ μηδὲ τοῖς αἰτίοις τοῦ ζῆν, δι’ οὓς εἰς γένεσιν ἦλθεν, ὧν ἐστι προσθήκη;"],["249","Πάλιν δ’ ὁ τὴν ἱερὰν ἑβδόμην βέβηλον ἀποφήνας τό γ’ ἐπ’ αὐτὸν ἧκον μέρος ὑπόδικος ἔστω θανάτου. τοὐναντίον γὰρ τοῖς βεβήλοις καὶ πράγμασι καὶ σώμασι καθαρσίων εὐπορητέον εἰς τὴν ἀμείνω μεταβολήν, ἐπειδὴ „φθόνος”, ὡς ἔφη τις, „ἔξω θείου χοροῦ βαίνει”. τὸ δὲ τολμᾶν τὰ καθωσιωμένα παρακόπτειν καὶ παραχαράττειν ὑπερβάλλουσαν ἀσέβειαν ἐμφαίνει."],["250","κατὰ τὴν παλαιὰν ἐκείνην ἐξ Αἰγύπτου μετανάστασιν ἡνίκα δι’ ἐρήμης ἀτριβοῦς ἅπασα ἡ πληθὺς ὡδοιπόρει, γενομένης ἑβδόμης αἱ μὲν τοσαῦται μυριάδες, ὅσας ἐδήλωσα πρότερον, ἐν ταῖς σκηναῖς κατὰ πολλὴν ἡσυχίαν διέτριβον, εἷς δ’ οὐχὶ τῶν ἠμελημένων καὶ ἀφανῶν ὀλίγα φροντίσας τῶν διατεταγμένων καὶ χλευάσας τοὺς φυλάττοντας ἐξῄει μὲν ἐπὶ φρυγανισμόν, ἔργῳ δ’ εἰς παρανομίας ἐπίδειξιν."],["251","καὶ ὁ μὲν ὑπέστρεφεν ἀγκαλίδα ἀγαγών, οἱ δὲ τῶν σκηνῶν ἐκχυθέντες, καίτοι παρατεθηγμένοι, νεώτερον οὐδὲν ἕνεκα τοῦ περὶ τὴν ἡμέραν ἱεροπρεποῦς εἰργάσαντο, πρὸς δὲ τὸν ἄρχοντα ἀγαγόντες τὸ ἀσέβημα μηνύουσιν· ὁ δ’ εἰς εἱρκτὴν ἀποθέμενος, ἐκπεσόντος λογίου καταλεύειν τὸν ἄνθρωπον, ἐκδίδωσι τοῖς πρῶτον θεασαμένοις εἰς ἀπώλειαν. ὡς γάρ, οἶμαι, πῦρ ἐναύειν ἑβδόμαις οὐκ ἐπιτέτραπται— δι’ ἣν πρόσθεν αἰτίαν εἶπον—, οὕτως οὐδὲ τὰ πυρὸς ἐκκαύματα συλλέγειν."],["252","Τοῖς μάρτυρα καλοῦσιν ἐπὶ μὴ ἀληθεῖ θεὸν ὥρισται δίκη θανάτου· προσηκόντως· οὐδὲ γὰρ ἄνθρωπος τῶν μετρίων ἀνέξεταί ποτε παρακληθεὶς συνεπιγράψασθαι ψεύδεσιν, ἀλλ’ ἐχθρὸν ἄπιστον ὑπολαβεῖν ἄν μοι δοκεῖ τὸν εἰς ταῦτα προτρέποντα."],["253","ὅθεν ῥητέον· τὸν ὁμνύντα μάτην ἐπ’ ἀδίκῳ θεὸς ὁ τὴν φύσιν ἵλεως οὔποτε τῆς αἰτίας ἀπαλλάξει δυσκάθαρτον καὶ μιαρὸν ὄντα, κἂν διαφύγῃ τὰς ἀπ’ ἀνθρώπων τιμωρίας. διαδράσεται δ’ οὐδέποτε· μυρίοι γὰρ ἔφοροι, ζηλωταὶ νόμων, φύλακες τῶν πατρίων ἀκριβέστατοι, ἐπὶ καταλεύσει τι δρῶσιν ἀμειλίκτως ἔχοντες· εἰ μὴ ἄρα ἐπὶ μὲν ἀτιμίᾳ πατρὸς ἢ μητρὸς φονᾶν ἄξιον, ἐπὶ δ’ ὀνόματι τῷ καὶ αὐτῆς εὐκλεεστέρῳ σεμνότητος ὑπ’ ἀσεβῶν ἀτιμουμένῳ μετριώτερον οἰστέον."],["254","ἀλλ’ οὐχ οὕτως ἐστί τις ἀνόητος, ὡς ἕνεκα τῶν ἐλαττόνων κτείνων τοὺς αἰτίους ἐπὶ τοῖς μείζοσιν ἐᾶν· μεῖζον δ’ ἀσέβημα τοῦ πρὸς γονεῖς κακηγορουμένους καὶ ὑβριζομένους τὸ περὶ τὴν ἱερὰν πρόσρησιν θεοῦ γενόμενον ἐκ ψευδορκίας."],["255","εἰ δὲ ὁ μὴ προσηκόντως ὀμνὺς ὑπαίτιος, πόσης ἄξιος τιμωρίας ὁ τὸν ὄντως ὄντα θεὸν ἀρνούμενος καὶ τοὺς γεγονότας πρὸς τοῦ πεποιηκότος τιμῶν καὶ μὴ μόνον γῆν ἢ ὕδωρ ἢ ἀέρα ἢ πῦρ, τὰ στοιχεῖα τοῦ παντός, ἢ πάλιν ἥλιον καὶ σελήνην καὶ πλάνητας καὶ ἀπλανεῖς ἀστέρας ἢ τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον σέβειν ἀξιῶν, ἀλλὰ καὶ ὅσα θνητοὶ δημιουργοὶ κατεσκεύασαν ξύλα καὶ λίθους, ἅπερ εἰς ἀνθρωποειδεῖς τύπους ἐμορφώθη;"],["256","τοιγάρτοι καὶ αὐτὸς ἐξομοιούσθω τοῖς χειροκμήτοις· θέμις γὰρ μὴ μετέχειν ψυχῆς τὸν τὰ ἄψυχα τιμήσαντα, καὶ μάλιστα φοιτητὴν γενόμενον Μωυσέως, οὗ πολλάκις ἤκουσε λέγοντός τε καὶ προφητεύοντος τὰς ἱερωτάτας καὶ καταθέους ἐκείνας ὑφηγήσεις· ὄνομα θεῶν ἑτέρων μήτε τῇ ψυχῇ παραδέξῃ εἰς ὑπόμνησιν μήτε φωνῇ διερμηνεύσῃς, ἀλλ’ ἑκάτερον, νοῦν καὶ λόγον, μακρὰν τῶν ἄλλων διαζεύξας ἐπίστρεψον πρὸς τὸν πατέρα καὶ ποιητὴν τῶν ὅλων, ἵνα καὶ φρονῇς περὶ μοναρχίας τὰ ἄριστα καὶ κάλλιστα καὶ λέγῃς τὰ πρέποντα καὶ λυσιτελέστατα σαυτῷ τε καὶ τοῖς ἀκουσομένοις."],["257","Αἱ μὲν οὖν κατὰ τῶν παραβαινόντων τοὺς πέντε χρησμοὺς τιμωρίαι δεδήλωνται. τὰ δὲ προκείμενα τοῖς φυλάττουσιν αὐτοὺς ἆθλα, καὶ εἰ μὴ ῥηταῖς προστάξεσι μεμήνυκεν ὁ νόμος, ἀλλά τοι δι’ ὑπονοίας ἐμφαίνεται."],["258","τὸ μὲν οὖν μὴ νομίζειν θεοὺς ἑτέρους μηδὲ χειρόκμητα θεοπλαστεῖν μηδὲ ψευδορκεῖν ἑτέρου γέρως χρεῖον οὐκ ἔστιν· αὐτὸ γάρ, οἶμαι, τὸ ταῦτα ἐπιτηδεύειν ἄριστον καὶ τελεώτατόν ἐστι γέρας· ἐπὶ τίνι γὰρ δύναιτ’ ἄν τις ἡσθῆναι μᾶλλον ἀληθείας ἐρῶν ἢ τῷ ἑνὶ προσκεῖσθαι θεῷ καὶ τῆς τούτου θεραπείας ἀδόλως καὶ καθαρῶς περιέχεσθαι;"],["259","καλῶ δὲ μάρτυρας, οὐχ οἵτινες θεραπεύουσι τῦφον, ἀλλὰ τοὺς ἀπλανῆ ζῆλον ἐζηλωκότας, παρ’ οἷς ἀλήθεια τιμᾶται· φρονήσεώς τε γὰρ ἆθλον αὐτὴ ἡ φρόνησις καὶ δικαιοσύνη καὶ ἑκάστη τῶν ἄλλων ἀρετῶν ἑαυτῆς ἐστι γέρας. ἡ δ’ ὥσπερ ἐν χορῷ καλλιστεύουσα καὶ κατάρχουσα πασῶν ὁσιότης πολὺ πλέον ἐστὶν ἑαυτῆς καὶ ἀγώνισμα καὶ ἆθλον, παρέχουσα καὶ τοῖς χρωμένοις εὐδαιμονίαν καὶ τοῖς τούτων παισὶ καὶ ἐγγόνοις εὐπραγίας ἀναφαιρέτους."],["260","πάλιν γε μὴν τοῖς τὴν ἱερὰν ἑβδόμην φυλάττουσι συμβαίνει περὶ δύο τὰ ἀναγκαιότατα ὠφελεῖσθαι, σῶμα καὶ ψυχήν, τὸ μὲν ἀναπαύλαις ἐκ τῶν συνεχῶν καὶ ἀτρύτων πόνων, τὴν δ’ ὑπολήψεσιν ἀρίσταις περὶ θεοῦ ὡς κοσμοποιοῦ καὶ ἐπιμελουμένου ὧν ἐγέννησε· καὶ γὰρ τὰ σύμπαντα ἐτελεσφόρησεν ἑβδομάδι. δῆλον οὖν ἐκ τούτων, ὅτι τὴν ἑβδόμην τιμῶν αὐτὸς εὑρίσκεται τιμήν."],["261","ὁμοίως μέντοι καὶ ὁ τοὺς γονεῖς ἀποδεχόμενος μὴ θηράσθω τι πλέον· εὑρήσει γὰρ σκοπῶν ἐν αὐτῷ τῷ ἔργῳ τὸ ἆθλον. οὐ μὴν ἀλλ’ ἐπειδὴ τῶν προτέρων τεσσάρων κεφαλαίων, ἃ θειοτέρας ἔλαχε μοίρας, ἔλαττον τοῦτ’ ἐστὶ διὰ τὸ θνητῶν ἐφάπτεσθαι, παρηγόρησεν εἰπών· „τίμα πατέρα καὶ μητέρα, ἵνα εὖ σοι γένηται καὶ ἵνα μακροχρόνιος γένῃ “(Exod. 20, 12. Deut. 5, 16), δύο γέρα τιθείς·"],["262","ἓν μὲν μετουσίαν ἀρετῆς, τὸ γὰρ εὖ ἡ ἀρετὴ ἢ οὐκ ἄνευ ἀρετῆς, ἕτερον δέ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἀθανασίαν διὰ πολυχρονίου ζωῆς καὶ βίου μακραίωνος, ὃν καὶ μετὰ σώματος θρέψεις ψυχῇ κεκαθαρμένῃ τελείᾳ καθάρσει βιῶν. ταῦτα μὲν οὖν ἀποχρώντως λέλεκται, τὰ δ’ ἐν τῇ δευτέρᾳ δέλτῳ μετὰ ταῦτα καιροῦ διδόντος ἐπισκεψόμεθα."]],[["1","Ἦν ποτε χρόνος, ὅτε φιλοσοφίᾳ σχολάζων καὶ θεωρίᾳ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ τὸν καλὸν καὶ περιπόθητον καὶ μακάριον ὄντως νοῦν ἐκαρπούμην, θείοις ἀεὶ λόγοις συγγινόμενος καὶ δόγμασιν, ὧν ἀπλήστως καὶ ἀκορέστως ἔχων ἐνευφραινόμην, οὐδὲν ταπεινὸν φρονῶν ἢ χαμαίζηλον οὐδὲ περὶ δόξαν ἢ πλοῦτον ἢ τὰς σώματος εὐπαθείας ἰλυσπώμενος, ἀλλ’ ἄνω μετάρσιος ἐδόκουν ἀεὶ φέρεσθαι κατά τινα τῆς ψυχῆς ἐπιθειασμὸν καὶ συμπεριπολεῖν ἡλίῳ καὶ σελήνῃ καὶ σύμπαντι οὐρανῷ τε καὶ κόσμῳ."],["2","τότε δὴ τότε διακύπτων ἄνωθεν ἀπ’ αἰθέρος καὶ τείνων ὥσπερ ἀπὸ σκοπιᾶς τὸ τῆς διανοίας ὄμμα κατεθεώμην τὰς ἀμυθήτους θεωρίας τῶν ἐπὶ γῆς ἁπάντων καὶ εὐδαιμόνιζον ἐμαυτὸν ὡς ἀνὰ κράτος ἐκπεφευγότα τὰς ἐν τῷ θνητῷ βίῳ κῆρας."],["3","ἐφήδρευε δ’ ἄρα μοι τὸ κακῶν ἀργαλεώτατον, ὁ μισόκαλος φθόνος, ὃς ἐξαπιναίως ἐπιπεσὼν οὐ πρότερον ἐπαύσατο καθέλκων πρὸς βίαν ἤ με καταβαλεῖν εἰς μέγα πέλαγος τῶν ἐν πολιτείᾳ φροντίδων, ἐν ᾧ φορούμενος οὐδ’ ὅσον ἀνανήξασθαι δύναμαι."],["4","στένων δ’ ὅμως ἀντέχω τὸν ἐκ πρώτης ἡλικίας ἐνιδρυμένον τῇ ψυχῇ παιδείας ἵμερον ἔχων, ὃς ἔλεόν μου καὶ οἶκτον ἀεὶ λαμβάνων ἀνεγείρει καὶ ἀνακουφίζει. διὰ τοῦτον ἔστιν ὅτε τὴν κεφαλὴν ἐπαίρω καὶ τοῖς τῆς ψυχῆς ὄμμασιν ἀμυδρῶς μὲν— τὸ γὰρ ὀξυδερκὲς αὐτῶν ἡ τῶν ἀλλοκότων πραγμάτων ἀχλὺς ἐπεσκίασεν— ἀλλ’ ἀναγκαίως γοῦν περιβλέπομαι τἀν κύκλῳ καθαρᾶς καὶ ἀμιγοῦς κακῶν ζωῆς σπάσαι γλιχόμενος."],["5","εἰ δέ μοι καὶ ἐξ ἀπροσδοκήτου βραχεῖα γένοιτο εὐδία καὶ γαλήνη θορύβων τῶν ἐν πολιτείᾳ, ὑπόπτερος ἐπικυματίζω μόνον οὐκ ἀεροπορῶν, αὔραις τῆς ἐπιστήμης καταπνεόμενος, ἥ με πολλάκις ἀναπείθει δραπετεύειν συνημερεύσοντα αὐτῇ καθάπερ ἀπὸ δεσποτῶν ἀμειλίκτων, οὐκ ἀνθρώπων μόνον ἀλλὰ καὶ πραγμάτων ἀλλαχόθεν ἄλλων χειμάρρου τρόπον ἐπεισχεομένων."],["6","ἀλλὰ γὰρ καὶ ἐπὶ τούτοις θεῷ προσῆκον εὐχαριστεῖν, ὅτι καίτοι κατακλυζόμενος οὐκ ἐγκαταπίνομαι βύθιος· ἀλλὰ καὶ τοὺς τῆς ψυχῆς ὀφθαλμούς, οὓς ἀπογνώσει τινὸς χρηστῆς ἐλπίδος ᾠήθην ἤδη πεπηρῶσθαι, διοίγω καὶ φωτὶ τῷ σοφίας ἐναυγάζομαι μὴ πάντα τὸν βίον τῷ σκότῳ παραδοθείς. ἰδού γέ τοι τολμῶ μὴ μόνον τοῖς ἱεροῖς Μωυσέως ἑρμηνεύμασιν ἐντυγχάνειν, ἀλλὰ καὶ φιλεπιστημόνως διακύπτειν εἰς ἕκαστον καὶ ὅσα μὴ γνώριμα τοῖς πολλοῖς διαπτύττειν καὶ ἀναφαίνειν."],["7","Ἐπεὶ δὲ τῶν δέκα λογίων, ἅπερ αὐτὸς ἔχρησεν ὁ θεὸς ἄνευ προφήτου καὶ ἑρμηνέως, πέντε μὲν εἴρηται τὰ χαραχθέντα ἐν τῇ προτέρᾳ δέλτῳ καὶ ὅσα τῶν κατὰ μέρος συνέτεινεν εἰς ταῦτα, δεῖ δ’ ἐν τῷ παρόντι καὶ τὰ λοιπὰ τὰ κατὰ τὴν ἑτέραν δέλτον ὡς οἷόν τε ἄριστα συνυφῆναι, πειράσομαι πάλιν καθ’ ἕκαστον τῶν γενῶν ἐφαρμόζειν τοὺς ἐν εἴδει νόμους."],["8","ἐν δὲ τῇ δευτέρᾳ δέλτῳ πρῶτον γράμμα τοῦτ’ ἐστίν· „οὐ μοιχεύσεις “, ὅτι, οἶμαι, πανταχοῦ τῆς οἰκουμένης μέγα πνεῖ ἡ ἡδονὴ καὶ οὐδὲν μέρος τὴν δυναστείαν αὐτῆς ἐκπέφευγεν, οὐ τῶν κατὰ γῆν, οὐ τῶν κατὰ θάλατταν, οὐ τῶν ἐν ἀέρι· χερσαῖά τε γὰρ καὶ πτηνὰ καὶ ἔνυδρα πάντα διὰ πάντων τέθηπε καὶ περιέπει καὶ τοῖς ἐπιτάγμασιν αὐτῆς ὑπείκει πρός τι βλέμμα καὶ νεῦμα ἀφορῶντα κἂν εἰ φρυάττοιτο ὑπ’ ἀλαζονείας ἀσμενίζοντα καὶ μόνον οὐ φθάνοντα τὰς προστάξεις ὀξύτητι καὶ ἀνυπερθέτῳ τάχει τῶν ὑπηρεσιῶν."],["9","ἔχει μὲν οὖν καὶ ἡ κατὰ φύσιν ἡδονὴ πολλὴν καὶ πολλάκις μέμψιν, ὅταν ἀμέτρως καὶ ἀκορέστως χρῆταί τις αὐτῇ, καθάπερ οἱ περὶ ἐδωδὴν ἄπληστοι, κἂν εἰ μηδὲν τῶν ἀπαγορευομένων προσφέροιντο, καὶ οἱ φιλογύναιοι συνουσίαις ἐπιμεμηνότες καὶ λαγνίστερον ὁμιλοῦντες γυναιξὶν οὐκ ἀλλοτρίαις ἀλλὰ ταῖς ἑαυτῶν."],["10","ἡ δὲ μέμψις σώματός ἐστι μᾶλλον ἢ ψυχῆς κατὰ τοὺς πολλούς, πολλὴν μὲν ἔχοντος εἴσω φλόγα, ἣ τὴν παραβληθεῖσαν τροφὴν ἐξαναλίσκουσα ἑτέραν οὐκ εἰς μακρὰν ἐπιζητεῖ, πολλὴν δὲ ἰκμάδα, ἧς τὸ ῥοῶδες διὰ τῶν γεννητικῶν ἀποχετεύεται κνησμοὺς καὶ ὀδαξησμοὺς ἐμποιοῦν καὶ γαργαλισμοὺς ἀπαύστους."],["11","τοὺς δὲ καὶ γυναιξὶν ἄλλων καὶ ἔστιν ὅτε οἰκείων καὶ φίλων ἐπιμεμηνότας καὶ ἐπὶ λύμῃ τῶν πλησίον ζῶντας, ὅλα γένη πολυάνθρωπα κιβδηλεύειν ἐπιχειροῦντας καὶ τὰς μὲν ἐπὶ γάμοις εὐχὰς παλιμφήμους τὰς δὲ ἐπὶ τέκνοις ἐλπίδας ἀτελεῖς ἀπεργαζομένους, ἀνίατον νόσον ψυχῆς νοσοῦντας, ὡς κοινοὺς ἐχθροὺς ἅπαντος ἀνθρώπων γένους κολαστέον θανάτῳ, ὡς μήτε ζῶντες ἐν ἀδείᾳ πλείους διαφθείροιεν οἴκους μήτε διδάσκαλοι γένοιντο ἑτέρων, οἷς τὰ πονηρὰ τῶν ἐπιτηδευμάτων ζηλοῦν ἐπιμελές."],["12","Εὖ μέντοι καὶ τὰ ἄλλα τὰ περὶ τὰς ὁμιλίας ὁ νόμος διετάξατο. κελεύει γὰρ οὐ μόνον ἀλλοτρίων ἀπέχεσθαι γυναικῶν, ἀλλὰ καὶ χηρευουσῶν μητρυιῶν, αἷς οὐ θέμις συνέρχεσθαι."],["13","τὸ Περσικὸν ἔθος εὐθὺς ἀποστραφεὶς καὶ μυσαξάμενος ἀπεῖπεν ὡς μέγιστον ἀνοσιούργημα· μητέρας γὰρ οἱ ἐν τέλει Περσῶν τὰς ἑαυτῶν ἄγονται καὶ τοὺς φύντας ἐκ τούτων εὐγενεστάτους νομίζουσι καὶ βασιλείας, ὡς λόγος, τῆς μεγίστης ἀξιοῦσιν·"],["14","οὗ τί ἂν γένοιτο δυσσεβέστερον ἀνοσιούργημα; πατρὸς εὐνὴν τετελευτηκότος, ἣν ἄψαυστον ὡς ἱερὰν ἐχρῆν φυλάττεσθαι, καταισχύνειν, γήρως δὲ καὶ μητρὸς αἰδῶ μὴ λαμβάνειν, τὸν αὐτὸν τῆς αὐτῆς υἱὸν καὶ ἄνδρα γίνεσθαι καὶ πάλιν τὴν αὐτὴν τοῦ αὐτοῦ καὶ γυναῖκα καὶ μητέρα, καὶ τοὺς ἀμφοῖν παῖδας τοῦ μὲν πατρὸς ἀδελφούς, υἱωνοὺς δὲ τῆς μητρός, καὶ τὴν μὲν ὧν ἔτεκε μητέρα τε καὶ μάμμην, τὸν δὲ ὧν ἐγέννησεν ἐν ταὐτῷ πατέρα τε καὶ ὁμομήτριον ἀδελφόν—"],["15","ταῦτ’ ἐπράχθη τὸ παλαιὸν καὶ παρ’ Ἕλλησιν ἐν Θήβαις ἐπὶ τοῦ Λαΐου παιδὸς Οἰδίποδος καὶ ἐπράχθη κατ’ ἄγνοιαν, οὐχ ἑκουσίῳ γνώμῃ, καὶ ὅμως τοσαύτην κακῶν φορὰν ἤνεγκεν ὁ γάμος, ὡς μηδὲν ἐλλειφθῆναι τῶν εἰς τὴν ἀνωτάτω βαρυδαιμονίαν."],["16","πολέμων τε γὰρ ἐμφυλίων καὶ ξενικῶν διαδοχαὶ καθάπερ κλῆρος παισὶ καὶ ἐκγόνοις παρὰ πατέρων καὶ προγόνων ἀπελείπετο καὶ πορθήσεις πόλεων τῶν ἐν τῇ Ἑλλάδι μεγίστων ἐγίνοντο καὶ φθοραὶ στρατιωτικῶν δυνάμεων ἐγχωρίων τε καὶ τῶν κατὰ συμμαχίαν ἀφικνουμένων καὶ ἡγεμόνων τῶν παρ’ ἑκατέροις ἀρίστων ἐπάλληλοι φθοραὶ καὶ διὰ τὰς περὶ κράτους [καὶ] ἀρχῆς ἀσυμβάτους ἔχθρας ἀδελφοκτονίαι, δι’ ἃς οὐ μόνον αἱ συγγένειαι καὶ πατρίδες ἀλλὰ καὶ ἡ πλείστη μοῖρα τοῦ Ἑλληνικοῦ παντὸς ἐξεφθάρη πανωλεθρίᾳ· κεναὶ γὰρ αἱ πρότερον εὐανδροῦσαι πόλεις οἰκητόρων μνημεῖα τῶν τῆς Ἑλλάδος συμφορῶν ὑπελείφθησαν, ἀτυχὴς θέα τοῖς ὁρῶσιν."],["17","οὐ μὴν οὐδὲ Πέρσαι, παρ’ οἷς ταῦτα ἐπιτηδεύεται, τῶν παραπλησίων κακῶν ἀμοιροῦσιν· ἀεὶ γὰρ ἐν στρατείαις καὶ μάχαις εἰσὶ κτείνοντες καὶ κτεινόμενοι καὶ τοτὲ μὲν τοὺς πλησιοχώρους κατατρέχοντες τοτὲ δὲ τοὺς ἐπανισταμένους ἀμυνόμενοι· πολλοὶ δὲ πολλαχόθεν ἐπανίστανται, τοῦ βαρβαρικοῦ μὴ πεφυκότος ἠρεμεῖν· πρὶν γοῦν καταλυθῆναι τὴν ἐν χερσὶ στάσιν, ἑτέρα φύεται, ὡς μηδένα τοῦ ἔτους ὑπεξῃρῆσθαι καιρὸν εἰς ἡσυχίαν, ἀλλὰ καὶ θέρους καὶ χειμῶνος μεθ’ ἡμέραν καὶ νύκτωρ ὁπλοφορεῖν, πλείω χρόνον ἐν τοῖς στρατοπέδοις ἐν ὑπαίθρῳ ταλαιπωροῦντας ἢ ἐν ταῖς πόλεσιν οἰκοῦντας διὰ πολλὴν ἔνδειαν εἰρήνης."],["18","ἐῶ λέγειν τὰς τῶν βασιλέων μεγάλας καὶ ὑπερόγκους εὐπραγίας, οἷς ἀγώνισμα πρῶτον εὐθὺς ἅμα τῇ παραλήψει τῆς ἡγεμονίας τὸ μέγιστον ἄγος, ἀδελφοκτονία, μαντευομένων τὴν ἐκ τῶν ἀδελφῶν γενησομένην ἴσως ἐπίθεσιν ὑπὲρ τοῦ δοκεῖν εὐλόγως κτείνειν."],["19","ἅπερ μοι δοκεῖ πάντα συμβαίνειν διὰ τὰς ἀναρμόστους υἱῶν πρὸς μητέρας ὁμιλίας, τῆς ἐφόρου τῶν ἀνθρωπείων δίκης ἀμυνομένης τῶν ἀνοσιουργημάτων τοὺς ἀσεβοῦντας· ἀσεβοῦσι δ’ οὐχ οἱ δρῶντες μόνον, ἀλλὰ καὶ ὅσοι τοῖς δρῶσιν ἑκουσίῳ γνώμῃ συνεπιγράφονται."],["20","τοσαύτην δὲ ὁ ἡμέτερος νόμος φυλακὴν πεποίηται τοῦ πράγματος, ὥστε οὐδὲ προγονῷ τελευτήσαντος πατρὸς ἄγεσθαι μητρυιὰν ἐφῆκε, διά τε τὴν εἰς τὸν πατέρα τιμὴν καὶ διότι μητρυιᾶς καὶ μητρὸς ὄνομα συγγενές, εἰ καὶ μὴ τὸ τῆς ψυχῆς συνῳδὸν πάθος·"],["21","ὁ γὰρ ἀλλοτρίας ἀπέχεσθαι διδαχθείς, ὅτι μητρυιὰ προσερρήθη, πολὺ μᾶλλον ἀφέξεται τῆς φύσει μητρός· καὶ εἴ τις διὰ τὴν ἐπὶ τῷ πατρὶ μνήμην αἰδεῖται τὴν ἐκείνου ποτὲ γενομένην γυναῖκα, δῆλός ἐστιν ἕνεκα τῆς εἰς ἀμφοτέρους τοὺς γονεῖς τιμῆς οὐδὲν βουλευσόμενος ἐπὶ τῇ μητρὶ νεώτερον, ἐπεὶ καὶ σφόδρα ἐστὶν εὔηθες ἡμίσει μέρει τοῦ γένους χαριζόμενον ὁλοκλήρου καὶ παντελοῦς ὀλιγωρεῖν δοκεῖν."],["22","Ἑξῆς ἐστι παράγγελμα μηδ’ ἀδελφὴν ἐγγυᾶσθαι, πάνυ σπουδαῖον καὶ συντεῖνον εἰς ἐγκράτειαν ὁμοῦ καὶ εὐκοσμίαν. ὁ μὲν οὖν Ἀθηναῖος Σόλων ὁμοπατρίους ἐφεὶς ἄγεσθαι τὰς ὁμομητρίους ἐκώλυσεν, ὁ δὲ Λακεδαιμονίων νομοθέτης ἔμπαλιν τὸν ἐπὶ ταῖς ὁμογαστρίοις γάμον ἐπιτρέψας τὸν πρὸς τὰς ὁμοπατρίους ἀπεῖπεν·"],["23","ὁ δὲ τῶν Αἰγυπτίων χλεύην θέμενος τὴν ἑκατέρων εὐλάβειαν ὡς ἡμίεργα διαταταττομένων εὐφόρησεν εἰς ἀσέλγειαν, ἐπιδαψιλευόμενος δυσθεράπευτον κακὸν σώμασι καὶ ψυχαῖς ἀκρασίαν καὶ παρασχὼν ἄδειαν ἁπάσας ἀδελφὰς ἄγεσθαι, τάς τε ἰδίας τοῦ ἑτέρου τῶν γονέων, τοῦδε ἢ τοῦδε, καὶ τὰς ἐξ ἀμφοῖν καὶ τὰς οὐ νεωτέρας μόνον ἀλλὰ καὶ πρεσβυτέρας καὶ ἰσήλικας· καὶ δίδυμοι γὰρ πολλάκις ἐγεννήθησαν, οὓς ἡ μὲν φύσις ἅμα τῇ γενέσει διήρτησε καὶ διέζευξεν, ἡ δ’ ἀκολασία καὶ φιληδονία εἰς κοινωνίαν ἐκάλεσεν ἀκοινώνητον καὶ ἁρμονίαν ἀνάρμοστον."],["24","ἅπερ ἐκμυσαξάμενος ὁ ἱερώτατος Μωυσῆς ὡς ἀλλότρια καὶ ἐχθρὰ πολιτείας ἀνεπιλήπτου καὶ προτρέποντα καὶ ἀλείφοντα πρὸς τὰ αἴσχιστα τῶν ἐπιτηδευμάτων ἀνὰ κράτος ἀπεῖπεν ἀδελφῇ συνέρχεσθαι, εἴτε ἐξ ἀμφοῖν εἴτε καὶ μόνου γένοιτο τοῦ ἑτέρου."],["25","τί γὰρ δεῖ τὸ τῆς αἰδοῦς κάλλος αἰσχύνειν; τί δ’ ἀχρωμάτους κατασκευάζειν παρθένους, ἃς ἐρυθριᾶν ἀναγκαῖον; τί δὲ τὰς πρὸς τοὺς ἄλλους ἀνθρώπους κοινωνίας καὶ ἐπιμιξίας ἐπέχειν εἰς βραχὺ χωρίον τὸ ἑκάστης οἰκίας συνωθοῦντας μέγα καὶ λαμπρὸν γένος ἐκτείνεσθαι καὶ χεῖσθαι δυνάμενον εἰς ἠπείρους καὶ νήσους καὶ τὴν οἰκουμένην πᾶσαν; αἱ γὰρ πρὸς τοὺς ὀθνείους ἐπιγαμίαι καινὰς ἀπεργάζονται συγγενείας τῶν ἀφ’"],["26","αἵματος οὐκ ἀποδεούσας. ὧν χάριν πολλὰς καὶ ἄλλας ὁμιλίας ἐκώλυσε προστάξας μὴ θυγατριδῆν, μὴ υἱιδῆν, μὴ τηθίδα πρὸς πατρὸς ἢ μητρός, μὴ θείου ἢ υἱοῦ ἢ ἀδελφοῦ γυναῖκα γενομένην ἐγγυᾶσθαι, μηδ’ αὖ προγονὴν ἢ χήραν ἢ παρθένον ζώσης μὲν τῆς γυναικὸς— ἄπαγε— ἀλλὰ μηδ’ ἀποθανούσης· δυνάμει γὰρ ὅ γε πατρωὸς πατὴρ ὀφείλων τὴν ἐκ τῆς γυναικὸς ἐν τάξει θυγατρὸς τίθεσθαι."],["27","πάλιν δύο ἀδελφὰς ἄγεσθαι τὸν αὐτὸν οὐκ ἐπιτρέπει, οὔτ’ ἐν τῷ αὐτῷ οὔτ’ ἐν διαφέρουσι χρόνοις, κἂν τύχῃ τις ἣν προέγημεν ἀπεωσμένος· ζώσης γὰρ ἔτι τῆς συνοικούσης, εἴτε καὶ ἀπηλλαγμένης, ἐάν τε χηρεύῃ ἐάν τε καὶ ἑτέρῳ γαμηθῇ, τὴν ἀδελφὴν οὐχ ὅσιον ὑπέλαβεν ἐπὶ τὰ τῆς ἠτυχηκυίας παρέρχεσθαι, προδιδάσκων τὰ συγγενικὰ δίκαια μὴ λύειν μηδ’ ἐπιβαίνειν πταίσμασι τῆς οὕτως ἡνωμένης κατὰ γένος μηδ’ ἐναβρύνεσθαι καὶ ἐντρυφᾶν θεραπευομένην ὑπὸ τῶν ἐχθρῶν ἐκείνης καὶ ἀντιθεραπεύουσαν αὐτούς."],["28","ἐγείρονται γὰρ ἐκ τούτων χαλεπαὶ ζηλοτυπίαι καὶ δυσπαρηγόρητοι φιλονεικίαι φορὰς ἀμυθήτους ἐπάγουσαι κακῶν· ὅμοιον γὰρ ὡς εἰ καὶ τὰ μέρη τοῦ σώματος τῆς κατὰ φύσιν ἁρμονίας ἐκστάντα καὶ κοινωνίας στασιάζοι πρὸς ἄλληλα, ὃ νόσους ἀνιάτους ἀπεργάζεται καὶ φθοράς· ἀδελφαὶ δέ, εἰ καὶ διαιρετὰ μέρη γεγόνασιν, ἀλλ’ οὖν ἁρμόζονται καὶ ἑνοῦνται φύσει καὶ συγγενείᾳ μιᾷ· ἡ δὲ ζηλοτυπία, πάθος ἀργαλεώτατον,"],["29","ἀπορρήττουσα χαλεπὰ καινουργεῖ κακὰ καὶ δυσίατα. ἀλλὰ μηδὲ ἀλλοεθνεῖ, φησί, κοινωνίαν γάμου συντίθεσο, μή ποτε μαχομένοις ἔθεσιν ὑπαχθεὶς ἐνδῷς καὶ τῆς πρὸς εὐσέβειαν ὁδοῦ λάθῃς διαμαρτὼν πρὸς ἀνοδίαν ἐκτραπείς· καὶ τάχα μὲν αὐτὸς ἀνθέξεις ἐκ πρώτης ἡλικίας ἡρματισμένος ὑποθήκαις ἀρίσταις, ἃς οἱ γονεῖς κατεπᾴδοντες ἀεὶ τοὺς ἱεροὺς νόμους ὑφηγοῦντο· δέος δὲ οὐ μικρόν ἐστι περὶ υἱῶν καὶ θυγατέρων, ἴσως γὰρ δελεασθέντες νόθοις πρὸ γνησίων ἔθεσι κινδυνεύουσι τὴν τοῦ ἑνὸς θεοῦ τιμὴν ἀπομαθεῖν, ὅπερ ἐστὶν ἀρχὴ καὶ τέλος τῆς ἀνωτάτω βαρυδαιμονίας."],["30","ἐὰν δέ, φησίν, ἀνδρὸς ἀπαλλαγεῖσα γυνὴ καθ’ ἣν ἂν τύχῃ πρόφασιν ἑτέρῳ γημαμένη πάλιν χηρεύσῃ, ζῶντος ἢ καὶ τετελευτηκότος τοῦ δευτέρου, μὴ ἐπανίτω πρὸς ἄνδρα τὸν πρότερον, ἀλλὰ πᾶσι τοῖς ἄλλοις ἔνσπονδος μᾶλλον ἢ τῷδε γενέσθω, θεσμοὺς παραβᾶσα τοὺς ἀρχαίους, ὧν ἐξελάθετο φίλτρα καινὰ πρὸ τῶν παλαιῶν ἑλομένη."],["31","πρὸς δὲ συμβάσεις εἴ τις ἐθέλει χωρεῖν ἀνὴρ τῇ τοιαύτῃ γυναικί, μαλακίας καὶ ἀνανδρίας ἐκφερέσθω δόξαν, ἐκτετμημένος τῆς ψυχῆς τὸ βιωφελέστατον, μισοπόνηρον πάθος, ὑφ’ οὗ καὶ τὰ οἴκων καὶ τὰ πόλεων πράγματα κατορθοῦται, καὶ δύο τὰ μέγιστα τῶν ἀδικημάτων εὐφόρως ἀπομαξάμενος, μοιχείαν τε καὶ προαγωγείαν· αἱ γὰρ αὖθις καταλλαγαὶ μηνύματ’ εἰσὶ τοῦ ἑκατέρου· θανάτου δίκην τινέτω σὺν τῇ γυναικί."],["32","Φορὰ τῶν μηνιαίων ὁπότε γένοιτο, μὴ ψαυέτω γυναικὸς ἀνήρ, ἀλλὰ τὸν χρόνον ἐκεῖνον ὁμιλίας ἀνεχέτω νόμον φύσεως αἰδούμενος καὶ ἅμα προδιδασκόμενος μὴ ἀτελεῖς γονὰς ἀκαίρου καὶ ἀμούσου χάριν ἡδονῆς προΐεσθαι· ὅμοιον γὰρ ὡς εἴ τις γεωπόνος ὑπὸ μέθης ἢ φρενοβλαβείας πυροὺς καὶ κριθὰς εἰς λίμνας καὶ χειμάρρους ἀντὶ πεδίων σπείροι, ξηραῖς γὰρ γενομέναις ταῖς ἀρούραις καταβάλλεσθαι χρὴ τὸν σπόρον εἰς εὐκαρπίαν."],["33","καθαίρει δὲ καὶ ἡ φύσις ἑκάστῳ μηνὶ τὴν μήτραν οἷά τινα θαυμαστὴν ἄρουραν, ἧς τὸν καιρὸν ἀγαθοῦ γεωργοῦ τρόπον ἐπιτηρητέον, ἵν’ ἔτι μὲν ἐπικλυζομένης ἐπέχοι τὸν σπόρον— λήσεται γὰρ τῇ φορᾷ κατασυρεὶς ὑπὸ τῆς ὑγρότητος τοὺς σπερματικοὺς τόνους οὐ χαλασθεὶς μόνον ἀλλὰ καὶ εἰς ἅπαν ἐκλυθείς· οὗτοι δ’ εἰσὶν οἱ ἐν τῇ μήτρᾳ τῷ τῆς φύσεως ἐργαστηρίῳ ζῳοπλαστοῦντες καὶ τῶν μερῶν ἕκαστον σώματός τε καὶ ψυχῆς ἀκρότητι τέχνης τελεσιουργοῦντες—, εἰ δ’ ἐπίσχοι τὰ μηνιαῖα, θαρρῶν ἤδη γόνιμα κατασπείροι μηκέτι φθορὰς τῶν καταβληθησομένων δεδιώς."],["34","ὀνειδιστέον καὶ τοῖς σκληρὰν καὶ λιθώδη γῆν ἀροῦσιν· οὗτοι δὲ τίνες ἂν εἶεν ἢ οἱ στείραις συνερχόμενοι γυναιξί; θήρᾳ γὰρ αὐτὸ μόνον ἡδονῆς ἀκράτορος ὡς οἱ λαγνίστατοι τὰς γονὰς ἑκουσίῳ γνώμῃ διαφθείρουσιν· ἐπεὶ τίνος ἄλλου χάριν ἐγγυῶνται τὰς τοιαύτας; οὐ μὴν δι’ ἐλπίδα τέκνων, ἣν ἴσασιν ἐξ ἀνάγκης ἀτελῆ γενησομένην, ἀλλὰ δι’ ὑπερβάλλοντα οἶστρον καὶ ἀκρασίαν ἀνίατον."],["35","ὅσοι μὲν οὖν ἄγονται κόρας ἀγνοίᾳ τοῦ πῶς ἔχουσιν εὐθὺς εὐτοκίας ἢ τοὐναντίον, ὁπόταν χρόνῳ μακρῷ ὕστερον ἐκ τῆς ἀγονίας αἰσθανόμενοι στείρας αὐτὰς μὴ ἀποπέμπωνται, συγγνώμης εἰσὶν ἐπάξιοι συνηθείας, βιαστικωτάτου πράγματος, ἡττώμενοι καὶ φίλτρα ἀρχαῖα συμβιώσει μακρᾷ ταῖς ψυχαῖς ἐνεσφραγισμένα λύειν ἀδυνατοῦντες."],["36","ὅσοι δὲ προδεδοκιμασμένας ἑτέροις ἀνδράσιν ὡς εἰσὶν ἄγονοι μνῶνται συῶν τρόπον ἢ τράγων ὀχεύοντες αὐτὸ μόνον, ἐν ἀσεβῶν στήλαις ἐγγραφέσθωσαν ὡς ἀντίπαλοι θεοῦ· τῷ μὲν γὰρ ἅτε φιλοζῴῳ καὶ φιλανθρώπῳ δι’ ἐπιμελείας τῆς πάσης ἐστὶ σωτηρίαν καὶ μονὴν τοῖς γένεσιν ἅπασιν ἐργάζεσθαι, οἱ δ’ ἅμα τῇ καταβολῇ σβέσιν τοῖς σπέρμασι τεχνάζοντες ἐχθροὶ τῆς φύσεως ὁμολογουμένως εἰσίν."],["37","Ἐπεισκεκώμακε δὲ ταῖς πόλεσιν ἕτερον πολὺ τοῦ λεχθέντος μεῖζον κακόν, τὸ παιδεραστεῖν, ὃ πρότερον μὲν καὶ λεχθῆναι μέγα ὄνειδος ἦν, νυνὶ δ’ ἐστὶν αὔχημα οὐ τοῖς δρῶσι μόνον, ἀλλὰ καὶ τοῖς πάσχουσιν, οἳ νόσον θήλειαν νοσεῖν ἐθιζόμενοι τάς τε ψυχὰς καὶ τὰ σώματα διαρρέουσι μηδὲν ἐμπύρευμα τῆς ἄρρενος γενεᾶς ἐῶντες ὑποτύφεσθαι, περιφανῶς οὕτως τὰς τῆς κεφαλῆς τρίχας ἀναπλεκόμενοι καὶ διακοσμούμενοι καὶ ψιμμυθίῳ καὶ φύκεσι καὶ τοῖς ὁμοιοτρόποις τὰς ὄψεις τριβόμενοι καὶ ὑπογραφόμενοι καὶ εὐώδεσι μύροις λίπα χριόμενοι— προσαγωγὸν γὰρ μάλιστα ἐν τοῖς τοιούτοις τὸ εὐῶδες ἐν ἅπασι τοῖς εἰς εὐκοσμίαν ἠσκημένοις—, καὶ τὴν ἄρρενα φύσιν ἐπιτηδεύσει τεχνάζοντες εἰς θήλειαν μεταβάλλειν οὐκ ἐρυθριῶσι."],["38","καθ’ ὧν φονᾶν ἄξιον νόμῳ πειθαρχοῦντας, ὃς κελεύει τὸν ἀνδρόγυνον τὸ φύσεως νόμισμα παρακόπτοντα νηποινεὶ τεθνάναι, μηδεμίαν ἡμέραν ἀλλὰ μηδ’ ὥραν ἐώμενον ζῆν, ὄνειδος αὑτοῦ καὶ οἰκίας καὶ πατρίδος ὄντα καὶ τοῦ σύμπαντος ἀνθρώπων γένους."],["39","ὁ δὲ παιδεραστὴς ἴστω τὴν αὐτὴν δίκην ὑπομένων, ἐπειδὴ τὴν παρὰ φύσιν ἡδονὴν διώκει καὶ τὰς πόλεις τό γε ἐπ’ αὐτὸν ἧκον μέρος ἐρήμους καὶ κενὰς ἀποδείκνυσιν οἰκητόρων διαφθείρων τὰς γονὰς καὶ προσέτι τῶν μεγίστων κακῶν, ἀνανδρίας καὶ μαλακίας, ὑφηγητὴς καὶ διδάσκαλος ἀξιοῖ γενέσθαι τοὺς νέους ὡραΐζων καὶ τὸ τῆς ἀκμῆς ἄνθος ἐκθηλύνων, ὃ πρὸς ἀλκὴν καὶ ῥώμην ἀλείφειν ἁρμόττον ἦν, καὶ τελευταῖον ὅτι κακοῦ τρόπον γεωργοῦ τὰς μὲν βαθυγείους καὶ εὐκάρπους ἀρούρας χερσεύειν ἐᾷ μηχανώμενος ἐπ’ αὐταῖς ἀγονίαν, ἐξ ὧν δ’ οὐδὲν βλάστημα προσδοκᾶται τὸ παράπαν, εἰς ταῦτα πονεῖται μεθ’ ἡμέραν τε καὶ νύκτωρ."],["40","αἴτιον δ’ οἶμαι τὸ παρὰ πολλοῖς τῶν δήμων ἀκρασίας καὶ μαλακίας ἆθλα κεῖσθαι· τοὺς γοῦν ἀνδρογύνους ἔστιν ἰδεῖν διὰ πληθυούσης ἀγορᾶς ἀεὶ σοβοῦντας κἀν ταῖς ἑορταῖς προπομπεύοντας καὶ τὰ ἱερὰ τοὺς ἀνιέρους διειληχότας καὶ μυστηρίων καὶ τελετῶν κατάρχοντας καὶ τὰ Δήμητρος ὀργιάζοντας."],["41","ὅσοι δ’ αὐτῶν τὴν καλὴν νεανιείαν προσεπιτείνοντες εἰς ἅπαν ὠρέχθησαν μεταβολῆς τῆς εἰς γυναῖκας καὶ τὰ γεννητικὰ προσαπέκοψαν, ἁλουργίδας ἀμπεχόμενοι καθάπερ οἱ μεγάλων ἀγαθῶν αἴτιοι ταῖς πατρίσι προέρχονται δορυφορούμενοι, τοὺς ὑπαντῶντας ἐπιστρέφοντες."],["42","εἰ δ’ ἦν ἀγανάκτησις οἵα παρὰ τῷ ἡμετέρῳ νομοθέτῃ κατὰ τῶν τὰ τοιαῦτα τολμώντων καὶ ὡς κοινὰ τῶν πατρίδων ἄγη καὶ μιάσματα δίχα συγγνώμης ἀνῃροῦντο, πολλοὺς ἂν ἑτέρους συνέβαινε νουθετεῖσθαι· αἱ γὰρ τῶν προκαταγνωσθέντων ἀπαραίτητοι τιμωρίαι ἀνακοπὴν οὐ βραχεῖαν ἐργάζονται τοῖς ζηλωταῖς τῶν ὁμοίων ἐπιτηδευμάτων."],["43","Ἀλλὰ γὰρ ἔνιοι τὰς Συβαριτῶν καὶ τὰς ἔτι λαγνιστέρων ἐπιθυμίας ζηλώσαντες τὸ μὲν πρῶτον ὀψοφαγίαις καὶ οἰνοφλυγίαις καὶ ταῖς ἄλλαις ταῖς γαστρὸς καὶ τῶν μετὰ γαστέρα ἡδοναῖς ἐνησκήθησαν, εἶτα δὲ κορεσθέντες ἐξύβρισαν— ὕβριν γὰρ κόρος γεννᾶν πέφυκεν—, ὡς ὑπὸ φρενοβλαβείας λυττᾶν καὶ ἐπιμεμηνέναι μηκέτ’ ἀνθρώποις εἴτ’ ἄρρεσιν εἴτε θηλείαις ἀλλὰ καὶ ἀλόγοις ζῴοις, ὥσπερ ἐν Κρήτῃ φασὶ τὸ παλαιὸν τὴν γυναῖκα Μίνω τοῦ βασιλέως ὄνομα Πασιφάην·"],["44","ταύρου γὰρ ἐρασθεῖσαν καὶ τῷ πάθει σφαδᾴζουσαν ἕνεκα τῆς περὶ τὴν ὁμιλίαν ἀπογνώσεως— ἀποτυγχανόμενος γὰρ ἔρως οὐ μετρίως ἐπιτείνεται— Δαιδάλῳ τὴν κατέχουσαν συμφορὰν ἀνενεγκεῖν, ὃς ἦν τῶν κατ’ αὐτὸν ἄριστος δημιουργός· τὸν δὲ πάνυ δεινὸν ὄντα ταῖς ἐπινοίαις τὰ ἀθήρατα θηρᾶν δούρειον κατασκευάσαι βοῦν καὶ διὰ τῆς ἑτέρας πλευρᾶς ἐνθεῖναι τὴν Πασιφάην, τὸν δὲ ταῦρον ὁρμήσαντα ὡς ἐπὶ ζῷον συγγενὲς ἐπιβαίνειν· ἐγκύμονα δὲ γενομένην χρόνοις ὕστερον ἀποτεκεῖν μιξόθηρα τὸν ἐπικαλούμενον Μινώταυρον."],["45","εἰκὸς δὲ καὶ ἄλλας ἔσεσθαι Πασιφάας, ἀχαλινώτων ἐωμένων τῶν παθῶν, καὶ οὐ γυναῖκας μόνον ἀλλὰ καὶ ἄνδρας ἐπιμανήσεσθαι θηρίοις, ἐξ ὧν γενήσεσθαι τέρατα παλίμφημα, μηνύματα τῆς ἀνθρώπων ὑπερβαλλούσης βδελυρίας· δι’ ἣν ἴσως καὶ αἱ τῶν ἀνυπάρκτων καὶ μεμυθευμένων ἀγένητοι φύσεις Ἱπποκενταύρων καὶ Χιμαιρῶν καὶ τῶν ὁμοιοτρόπων ἔσονται."],["46","τοσοῦτον δ’ ἄρα τὸ προμηθὲς ἐν τοῖς ἱεροῖς νόμοις ἐστίν, ὥσθ’ ὑπὲρ τοῦ μηδεμίαν ἔκθεσμον ὁμιλίαν ἀνθρώπους προσίεσθαι διείρηται μηδὲ κτῆνος ἐᾶν ὑπό τινος ἑτερογενοῦς ὀχεύεσθαι· τράγον οὐδεὶς ἐάσει ποιμὴν Ἰουδαῖος ἐπιβαίνειν ἀμνάδι οὐδὲ κριὸν χιμαίρᾳ οὐδὲ βοῦν ἵππῳ, εἰ δὲ μή, δώσει δίκας ὡς φύσεως δόγμα λύων, ᾗ τὰ ἀνωτάτω γένη διατηρεῖν ἐπιμελὲς οὐ νοθευόμενα."],["47","τοὺς ὀρεῖς ἔνιοι μὲν ἁπάντων ὑποζυγίων προτιμῶσιν, ἐπειδὴ τὰ σώματα αὐτοῖς πέπηγε καὶ σφόδρα νενεύρωται, κἀν τοῖς ἱπποφορβίοις καὶ ταῖς ἱπποστάσεσιν ὄνους ὑπερμεγέθεις, οὓς προσαγορεύουσι κήλωνας, ἀνατρέφουσιν, ἵνα ταῖς θηλείαις ἐπιβαίνωσι πώλοις, αἳ δὴ μικτὸν ζῷον ἀποτίκτουσιν ἡμίονον, ἧς παρὰ φύσιν τὴν γένεσιν εἰδὼς ἀνὰ κράτος ἀπεῖπε Μωυσῆς καθολικωτέρᾳ προστάξει, τοῖς ἀνομοιογενέσι μὴ ἐφεὶς ὀχεύειν ἢ ὀχεύεσθαι."],["48","προὐνόησε μὲν οὖν ἀναλόγως τοῦ πρέποντος καὶ ἀκολούθου τῇ φύσει, μακρόθεν δ’ ὡς ἀπὸ σκοπῆς ἐσωφρόνισεν ἀνθρώπους, ἵν’ ἐκ τῶνδε προμαθόντες ἄνδρες ὁμοῦ καὶ γυναῖκες ἀνέχωσιν ὁμιλιῶν ἐκνόμων."],["49","ἐάν τε οὖν ἀνὴρ ὀχεύῃ τετράπουν ἐάν τε γυνὴ ὑπὸ τετράποδος ὀχεύηται, θνῃσκέτωσαν καὶ οἱ ἄνθρωποι καὶ τὰ τετράποδα, οἱ μὲν ὅτι ὑπὲρ τοὺς ὅρους ἀκρασίας αὐτῆς ἤλασαν εὑρεταὶ γενόμενοι παρηλλαγμένων ἐπιθυμιῶν καὶ ὅτι ἡδονὰς ἀηδεστάτας ἐκαινούργησαν, ὧν καὶ ἡ διήγησις αἰσχίστη, τὰ δὲ ὅτι τοιούτοις ὀνείδεσιν ὑπηρέτησε καὶ ἵνα μηδὲν ἢ τέκῃ ἢ γεννήσῃ παλίμφημον, οἷα εἰκὸς ἐκ τοιούτων μιασμάτων·"],["50","ἄλλως τε οἷς καὶ βραχὺ μέλει τοῦ πρέποντος οὐκέτ’ ἂν χρήσαιντο τοῖς θρέμμασιν εἰς οὐδεμίαν τῶν περὶ βίον ὑπηρεσίαν, μυσαττόμενοι καὶ ἀποστρεφόμενοι καὶ τὴν ὄψιν αὐτὴν δυσχεραίνοντες καὶ νομίζοντες ὧν ἂν προσάψαιτο κἀκεῖνα εὐθὺς ἀκάθαρτα εἶναι· τὰ δὲ μηδαμῇ χρήσιμα τῷ βίῳ ζῆν εἰ καὶ λυσιτελὲς ἀλλ’ οὖν περιττὸν „ἄχθος γῆς “, ὡς εἶπέ τις."],["51","Πάλιν πόρνην ἡ κατὰ Μωυσῆν οὐ παραδέχεται πολιτεία κοσμιότητος καὶ αἰδοῦς καὶ σωφροσύνης καὶ τῶν ἄλλων ἀρετῶν ἀλλοτρίαν, ἣ ἀναπιμπλᾶσα τὰς ψυχὰς ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν ἀκολασίας τὸ μὲν τῆς διανοίας ἀθάνατον κάλλος αἰσχύνει, τὴν δὲ τοῦ σώματος ὀλιγοχρόνιον εὐμορφίαν προτιμᾷ, παραρριπτοῦσα μὲν αὑτὴν τοῖς ἐπιτυχοῦσι, τὴν δ’ ὥραν ὥσπερ τι τῶν ὠνίων ἐπ’ ἀγορᾶς πιπράσκουσα, καὶ ἐπὶ μὲν θήρᾳ τῶν νέων ἕκαστα λέγει τε καὶ πράττει, τοὺς δὲ ἐραστὰς ἀλείφει κατὰ ἀλλήλων αἴσχιστον ἆθλον αὑτὴν προτιθεῖσα τοῖς τὸ πλέον εἰσενεγκοῦσιν. ὡς λύμη καὶ ζημία καὶ κοινὸν μίασμα καταλευέσθω, τὰς τῆς φύσεως διαφθείρασα χάριτας, ἃς ἥρμοττε καλοκἀγαθίᾳ προσεπικοσμῆσαι."],["52","Μοιχείας δὲ τὰς μὲν ἢ αὐτοφώρους ἢ ἐναργέσιν ἐλέγχοις πιστουμένας ὑπαιτίους ἀπέφηνεν ὁ νόμος, τὰς δὲ καθ’ ὑπόνοιαν οὐκ ἐδικαίωσεν ἐξετάζεσθαι πρὸς ἀνθρώπων, ἀλλὰ εἰς τὸ τῆς φύσεως ἤγαγε δικαστήριον, ἐπειδήπερ ἄνθρωποι μὲν τῶν ἐμφανῶν ἐπιγνώμονες, θεὸς δὲ καὶ τῶν ἀδήλων, ᾧ μόνῳ δυνατὸν ψυχὴν ἐναργῶς θεάσασθαι."],["53","φησὶν οὖν τῷ ὑπονοήσαντι ἀνδρί· γραψάμενος πρόκλησιν εἰς τὴν ἱερόπολιν ἴθι σὺν τῇ γυναικὶ καὶ καταστὰς ἐπὶ τῶν δικαστῶν ἀπογύμνωσον τὸ παραστάν σοι τῆς ὑπονοίας πάθος, μὴ ὡς ἄν τις συκοφάντης ἢ κακοτεχνῶν ὑπὲρ τοῦ πάντως περιγενέσθαι, ἀλλ’ ὡς ἄν τις τῆς ἀληθείας ἀκριβὴς ἐξεταστὴς ἄνευ σοφιστείας."],["54","ἡ δὲ γυνὴ δύο κινδύνους ὑπομένουσα, τὸν μὲν ὑπὲρ ψυχῆς, τὸν δὲ αἰσχύνης βίου, παντὸς ἀργαλεώτερον θανάτου, κρινάτω παρ’ αὑτῇ τὸ πρᾶγμα, κἂν μὲν καθαρεύῃ, θαρροῦσα ἀπολογείσθω, εἰ δὲ ὑπὸ τοῦ συνειδότος ἐλέγχοιτο, καταδυέσθω, προκάλυμμα τῶν ἁμαρτημάτων αἰδῶ ποιησαμένη· τὸ γὰρ μέχρι τέλους ἀναισχυντεῖν ὑπερβολὴ κακίας."],["55","ἐὰν δὲ ἀμφήριστα ᾖ τὰ λεχθέντα καὶ μηδέτερον καθέλκῃ μέρος, ἴτωσαν εἰς τὸ ἱερόν, καὶ ὁ μὲν ἀνὴρ στὰς ἀντικρὺ τοῦ βωμοῦ, παρόντος τοῦ κατ’ ἐκείνην τὴν ἡμέραν ἱερωμένου, δηλούτω τὴν ὑπόνοιαν, ἅμα καὶ κομίζων ἄλευρον κρίθινον, εἶδός τι θυσίας ὑπὲρ τῆς γυναικός, εἰς ἔνδειξιν τοῦ μὴ κατ’ ἐπήρειαν ἀλλ’ ἀπὸ γνώμης ὑγιοῦς κατ’ ἐνδοιασμὸν εὔλογον αἰτιᾶσθαι."],["56","ὁ δὲ ἱερεὺς λαβὼν προτεινέτω τῇ γυναικὶ καὶ τοὐπίκρανον ἀφελών, ἵν’ ἐπικρίνηται γεγυμνωμένῃ τῇ κεφαλῇ, τὸ τῆς αἰδοῦς περιῃρημένη σύμβολον, ᾧ ταῖς εἰς ἅπαν ἀναιτίοις ἔθος χρῆσθαι. μήτε δὲ ἔλαιον μήτε λιβανωτὸς ὡς ἐπὶ τῶν ἄλλων θυσιῶν παρέστω, διὰ τὸ μὴ ἐπὶ χαρτοῖς ἀλλ’ ἄγαν ὀδυνηροῖς τὴν θυσίαν μέλλειν ἐπιτελεῖσθαι."],["57","κρίθινον δ’ ἐστὶ τὸ ἄλευρον, ἴσως ἐπειδὴ ὑπαμφίβολός ἐστιν ἡ ἀπὸ κριθῆς τροφὴ καὶ ἀλόγοις ζῴοις καὶ ἀτυχέσιν ἀνθρώποις ἐφαρμόζεται, σύμβολον τοῦ τὴν μεμοιχευμένην οὐδὲν θηρίων διαφέρειν, ὧν ἀδιακρίτους εἶναι καὶ ἀνεπιστάτους τὰς ὀχείας συμβέβηκε, τὴν δὲ καθαρεύουσαν τῶν ἐγκλημάτων τὸν οἰκεῖον ἀνθρώπων βίον ἐζηλωκέναι."],["58","λαβὼν δέ, φησίν, ὁ ἱερεὺς κεραμεοῦν ἀγγεῖον ἐγχείτω καθαρὸν ὕδωρ ἐκ πηγῆς ἀρυσάμενος καὶ ἐπιφερέτω βῶλον γῆς ἐκ τοῦ κατὰ τὸ ἱερὸν ἐδάφους· ἅπερ οἶμαι καὶ αὐτὰ συντείνειν πρὸς τὴν ἔρευναν τῆς ἀληθείας διὰ συμβόλων, τὸ μὲν κεραμεοῦν ἀγγεῖον πρὸς τὸ μεμοιχεῦσθαι, διὰ τὸ εὐκάτακτον, θάνατος γὰρ ἡ κατὰ μοιχῶν δίκη, ἡ δὲ γῆ καὶ τὸ ὕδωρ πρὸς τὸ καθαρεύειν τῆς αἰτίας, ἐπειδὴ δι’ ἀμφοτέρων αἱ γενέσεις καὶ αὐξήσεις καὶ τελειώσεις ἁπάντων."],["59","ὅθεν ἑκάτερον οὐκ ἀπὸ σκοποῦ καὶ τοῖς ὀνόμασιν ἐπεκόσμησε, τὸ μὲν ὕδωρ εἰπὼν δεῖν „καθαρὸν “λαμβάνειν καὶ „ζῶν “, ἐπεὶ ἀνυπαίτιος ἡ γυνὴ καθαρεύει τὸν βίον καὶ ζῆν ὀφείλει, τὴν δὲ γῆν οὐκ ἀπὸ τοῦ τυχόντος ἀλλ’ ἀπὸ τοῦ ἱεροῦ ἐδάφους, ὅπερ ἀναγκαῖον ἀρετᾶν, ὡς καὶ γυναῖκα τὴν σώφρονα."],["60","τούτων δὲ προευτρεπισθέντων, ἡ μὲν ἀκατακαλύπτῳ τῇ κεφαλῇ τὸ κρίθινον ἄλευρον κομίζουσα, καθάπερ ἐλέχθη, παρίτω, ὁ δὲ ἱερεὺς [ἀντικρὺ] τὸ κεραμεοῦν ἀγγεῖον, ἐν ᾧ ὕδωρ ἐστὶ καὶ γῆ, ἀντικρὺ στὰς ἐπιλεγέτω τάδε·"],["61","„εἰ μὲν τοὺς ἐπὶ γάμοις θεσμοὺς οὐ παραβέβηκας οὐδ’ ἀνὴρ ἕτερος ὡμίλησέ σοι καθυφεμένῃ τὰ πρὸς τὸν νόμῳ συνοικισθέντα δίκαια, ἀνυπαίτιος καὶ ἀθῷος ἴσθι· εἰ δ’ ὠλιγώρησας μὲν ἀνδρὸς καινὰς δὲ ἐζήλωσας ἐπιθυμίας ἢ ἐρασθεῖσα ἢ ἐρασθέντι ἐνδοῦσα, τὰ ἀναγκαιότατα καὶ φίλτατα προδοῦσα καὶ νοθεύσασα, μὴ ἀγνόει πάσαις ἀραῖς ἔνοχος γεγενημένη, ὧν τὰ δείγματα ἀναφανεῖς ἐπὶ τοῦ σώματος."],["62","ἴθι δὴ ἔκπινε ποτὸν ἐλέγχου, ὃ τὰ κεκρυμμένα νῦν καὶ ἀδηλούμενα ἀπαμφιάσει καὶ ἀπογυμνώσει. “ταῦτα γράψας ἐν χαρτιδίῳ καὶ ἀπαλείψας τῷ κατὰ τὸ ἀγγεῖον ὕδατι προτεινέτω τῇ γυναικί· ἡ δὲ πιοῦσα ἀπαλλαττέσθω προσδοκῶσα ἢ σωφροσύνης ἆθλον ἢ ἀκολασίας τὴν ἀνωτάτω τιμωρίαν. εἰ μὲν γὰρ σεσυκοφάντηται, σπορὰν καὶ γένεσιν τέκνων ἐλπιζέτω τῶν ἐπὶ στειρώσει καὶ ἀγονίᾳ φόβων καὶ φροντίδων ἀλογοῦσα· εἰ δ’ ἐστὶν ἔνοχος, ἐφεδρεύσοντα ἴστω γαστρὸς ὄγκον οἰδούσης καὶ πιμπραμένης καὶ τῶν περὶ μήτραν δεινὴν κάκωσιν, ἣν καθαρὰν οὐκ ἠξίωσε διατηρεῖν ἀνδρὶ τῷ κατὰ πάτρια γήμαντι."],["63","τοσαύτην δ’ ἔχει πρόνοιαν ὁ νόμος τοῦ μηδὲν ἐπὶ γάμοις νεωτερίζεσθαι, ὥστε καὶ τοὺς συνιόντας εἰς ὁμιλίαν ἄνδρας καὶ γυναῖκας κατὰ τοὺς ἐπὶ γάμοις θεσμούς, ὅταν εὐνῆς ἀπαλλάττωνται, οὐ πρότερον ἐᾷ τινος ψαύειν ἢ λουτροῖς καὶ περιρραντηρίοις χρῆσθαι, πόρρωθεν μοιχείας ἀνείργων καὶ τῶν ἐπὶ μοιχείαις ἐγκλημάτων."],["64","Ἐὰν δέ τις χήραν ἀποθανόντος ἀνδρὸς ἢ καὶ διαζευχθεῖσαν ἄλλως βιασάμενος αἰσχύνῃ, κουφότερον ἢ κατὰ μοιχείαν ἁμάρτημα δρῶν, ἥμισυ σχεδὸν ἐκείνου, τῆς μὲν θανάτου τιμωρίας ἀφείσθω, βίαν δὲ καὶ ὕβριν καὶ ἀκολασίαν καὶ θράσος τὰ αἴσχιστα ὡς κάλλιστα ἀποδεξάμενος κατηγορείσθω καὶ ὅ τι χρὴ παθεῖν ἢ ἀποτῖσαι τιμάτω τὸ δικαστήριον ἐπ’ αὐτῷ."],["65","Ἀδελφὸν μὲν καὶ συγγενὲς ἀδίκημα μοιχείας φθορά, καθάπερ ἐκ μητρὸς μιᾶς, ἀκολασίας, φύντα· ἣν ἔνιοι τῶν εἰωθότων εὐπρεπέσιν ὀνόμασι τὰ αἰσχρὰ ἐπικοσμεῖν ἔρωτα ὀνομάζουσι τἀληθὲς ὁμολογεῖν ἐρυθριῶντες. ἀλλ’ ὅμως, εἰ καὶ συγγενές, οὐ παντάπασιν ὅμοιον, τῷ τὸ ἀδίκημα μὴ εἰς πλείους χωρεῖν οἰκίας, ὡς ἐπὶ τῆς μοιχείας συμβέβηκεν, ἀλλ’ εἰς μίαν συνῆχθαι τὴν τῆς παρθένου."],["66","λεκτέον οὖν τῷ κόρης ἀστῆς ἐπιθυμοῦντι· \" προπέτειαν καὶ θράσος ἀναίσχυντον ἢ τὰς ἐπ’ ἐνέδρᾳ πάγας ἤ τι τῶν ὁμοιοτρόπων, ὦ οὗτος, ἀποστραφεὶς μήτε ἀναφανδὸν μήτε λάθρα πονηρὸς ἐξετασθῇς."],["67","ἀλλ’ εἴπερ ἄρα τι τῇ ψυχῇ πέπονθας πρὸς τὴν παῖδα οἰκεῖον, ἴθι πρὸς τοὺς γονεῖς αὐτῆς, ἐὰν ζῶντες τυγχάνωσιν, εἰ δὲ μή, πρὸς τοὺς ἀδελφοὺς ἢ ἐπιτρόπους ἢ ἄλλους κυρίους, καὶ ἀπογυμνώσας τὸ σεαυτοῦ πάθος, ὡς χρὴ τὸν ἐλεύθερον, αἴτει πρὸς γάμον καὶ παρακάλει μὴ ἀνάξιος νομισθῆναι."],["68","σκαιὸς γὰρ οὐδεὶς ἂν οὕτως γένοιτο τῶν ἐπιμελουμένων τῆς παιδός, ὡς ἐναντιωθῆναι πρὸς λιπαρεστέρας δεήσεις, καὶ μάλιστά γε ἐπειδὰν ἐξετάσας ἀνευρίσκῃ μὴ κατεψευσμένον ἢ ἐπιπόλαιον ἄλλως τὸ πάθος ἀλλ’ ἐπαληθεῦον καὶ παγίως ἐνιδρυμένον. “"],["69","ἐὰν δέ τις λυττῶν καὶ μεμηνώς, ἅπασι τοῖς ἐκ λογισμοῦ πολλὰ χαίρειν φράσας, δυναστείαν τὸν οἶστρον καὶ τὴν ἐπιθυμίαν ὑπολαβών, νόμου βίαν, ὥς φασί τινες, προτιμοτέραν θέμενος, ἁρπάζῃ καὶ φθείρῃ ταῖς ἐλευθέραις ὡς θεραπαίναις χρώμενος, τὰ πολέμου δρῶν ἐν εἰρήνῃ, πρὸς τοὺς δικαστὰς ἀγέσθω."],["70","κἂν μὲν ᾖ πατὴρ τῇ βιασθείσῃ, βουλευέσθω περὶ ἐγγύης τῆς πρὸς τὸν ἐφθαρκότα· εἶτα ἐὰν μὲν ἀνανεύῃ, προικιζέτω τὴν παῖδα ὁ φθορεὺς ἄλλως ζημιούμενος χρήμασιν, ἐὰν δὲ συναινῇ καὶ συνεπιγράφηται, μηδὲν ὑπερτιθέμενος ἀγέσθω προῖκα πάλιν τὴν ἴσην ὁμολογῶν καὶ μήτε ἀναδύεσθαι τὴν ἐξουσίαν ἐχέτω μήτε παραιτεῖσθαι, καὶ δι’ αὐτόν, ἵνα μὴ λαγνείας ἕνεκα δοκῇ μᾶλλον ἢ κατ’ ἔρωτα νόμιμον ἐφθαρκέναι, καὶ διὰ τὴν κόρην, ἵν’ αὐτῆς τὸ περὶ τὴν πρώτην σύνοδον ἀτύχημα παρηγορηθῇ βεβαιοτάτῳ γάμῳ, ὃν οὐδὲν ἄλλο τι ἢ θάνατος διαζεύξει."],["71","ἐὰν δὲ πατρὸς ὀρφανὴ τυγχάνῃ, πρὸς τῶν δικαστῶν ἐρωτάσθω, εἴτε βούλεται συνοικεῖν εἴτε μή· ἐάν τε δὲ συναινῇ ἐάν τε ἀρνῆται, τὰ αὐτὰ γινέσθω ἃ ἂν καὶ ἐπὶ ζῶντι διωμολογήθη τῷ πατρί."],["72","Μεθόριόν τινες ὑπολαμβάνουσιν ἀδίκημα εἶναι φθορᾶς καὶ μοιχείας ὑπογάμιον, ὅταν ὁμολογίαι μὲν ὑπερεγγυήσωσι, μήπω δὲ τῶν γάμων ἐπιτελεσθέντων ἕτερος ἀπατήσας τις ἢ καὶ βιασάμενος εἰς ὁμιλίαν ἔλθῃ. παρ’ ἐμοὶ δὲ κριτῇ μοιχείας καὶ τοῦτ’ ἐστὶν εἶδος· αἱ γὰρ ὁμολογίαι γάμοις ἰσοδυναμοῦσιν, αἷς ἀνδρὸς ὄνομα καὶ γυναικὸς καὶ τὰ ἄλλα τὰ ἐπὶ συνόδοις ἐγγράφεται."],["73","ὧν χάριν καταλεύειν ὁ νόμος ἀμφοτέρους προσέταξεν, ἐάν γε ἀπὸ μιᾶς καὶ τῆς αὐτῆς γνώμης ἐπιθῶνται τοῖς ἀδικήμασι συμφρονήσαντες· οὐχ οἷόν τε γὰρ μὴ ἀπὸ τῶν αὐτῶν ὁρμηθέντας βουλευμάτων νομίζεσθαι συναδικεῖν, οὐ συναδικοῦντας."],["74","παρὰ γοῦν τὰς τῶν τόπων διαφορὰς αὔξεσθαι συμβέβηκε καὶ μειοῦσθαι τἀδίκημα· μεῖζον μὲν γάρ, ὡς εἰκός, ἐστίν, εἰ πραχθείη κατὰ πόλιν, ἔλαττον δέ, εἰ τειχῶν ἔξω κατ’ ἐρημίαν· ἐνταῦθα μὲν γὰρ βοηθὸς οὐδὲ εἷς ἐστι τῇ παιδὶ πάνθ’ ὅσα ὑπὲρ τοῦ διατηρῆσαι τὴν παρθενίαν ἄψαυστον καὶ ἀνεπιβούλευτον λεγούσῃ τε καὶ δρώσῃ, ἐν ἄστει δὲ βουλευτήρια, δικαστήρια, στρατηγῶν, ἀγορανόμων, ἀστυνόμων, ἄλλων ἀρχόντων ὅμιλοι μεγάλοι καὶ σὺν τούτοις ὁ δῆμος."],["75","ἔστι γὰρ ἔστιν ἐν ἑκάστου τῇ ψυχῇ, κἂν ἰδιώτης τυγχάνῃ, μισοπόνηρον πάθος, ὃ διακινηθὲν ἀποδείκνυσι τὸν ἔχοντα κατ’ ἐκεῖνον τὸν χρόνον ὑπέρμαχον καὶ προαγωνιστὴν αὐτοκέλευστον τοῦ δόξαντος ἠδικῆσθαι."],["76","τῷ μὲν οὖν διαπραξαμένῳ τὴν βίαν ἕπεται δίκη πανταχοῦ, μηδὲν ἐκ τῆς τῶν χωρίων διαφορᾶς εὑρισκομένῳ πρὸς ἐπανόρθωσιν ὧν ὕβρισε καὶ παρηνόμησε· τῇ δὲ παιδί, καθάπερ ἔφην, τοτὲ μὲν ἔλεος καὶ συγγνώμη τοτὲ δὲ ἀπαραίτητος τιμωρία παρακολουθήσει."],["77","καὶ περὶ ταύτης μέντοι πολυπραγμονητέον τῷ δικαστῇ μὴ πάντ’ ἐπὶ τοὺς τόπους ἀναφέροντι· δύναται γὰρ καὶ κατὰ μέσην τὴν πόλιν ἄκουσα βεβιάσθαι καὶ ἔξω τῆς πόλεως ἑκοῦσα πρὸς ἔκθεσμον ὁμιλίαν ἐνδοῦναι. διὸ παρατετηρημένως καὶ σφόδρα καλῶς ἀπολογούμενος ὑπὲρ τῆς ἐν ἐρημίᾳ φθειρομένης φησὶν ὁ νόμος· \" ἐβόησεν ἡ νεᾶνις, καὶ ὁ βοηθήσων οὐκ ἦν αὐτῇ “(Deut. 22, 27), ὥστε, εἰ μήτε ἐβόησε μήτε ἠναντιώθη, βουλομένη δὲ συναπῆρε, γένοιτ’ ἂν ἔνοχος, σόφισμα τοῦ βεβιάσθαι δοκεῖν προστησαμένη τὸν τόπον."],["78","καὶ μὴν ἐν πόλει τί γένοιτ’ ἂν ὄφελος τῇ πάντα μὲν ἐθελούσῃ ποιεῖν ὑπὲρ τῆς ἰδίας ἐπιτιμίας, ἀδυνατούσῃ δὲ ἕνεκα τῆς περὶ τὸν ὑβριστὴν ἰσχύος; τί γὰρ, εἰ μετὰ τῶν ἄλλων καταδήσειεν ἢ τὸ στόμα ἀποφράξειεν, ὡς μηδὲ φωνὴν ῥῆξαι δύνασθαι, γένοιτ’ ἂν ὄφελος ἐκ τῶν συνοικούντων; τρόπον γάρ τινα ἥδε μὲν ἐν πόλει διατρίβουσα κατ’ ἐρημίαν ἐστὶν ἅτε βοηθῶν ἔρημος, ἡ δέ, κἂν μηδεὶς παρατυγχάνῃ, τῷ ἑκοῦσα συναπᾶραι λέγοιτ’ ἂν οὐδὲν διαφέρειν τῆς ἐν ἄστει."],["79","Εἰσὶ δέ τινες περὶ τὰς ὁμιλίας ἁψίκοροι, γυναικομανεῖς ἐν ταὐτῷ καὶ μισογύναιοι, συγκλύδων καὶ μιγάδων ἠθῶν ἀνάπλεῳ, οἳ ταῖς πρώταις εὐθὺς ὁρμαῖς ἐνδιδόντες, ὁποῖαί περ ἂν οὖσαι τυγχάνωσιν, ἃς ἡνιοχεῖν δέον ἀχαλινώτους ἐῶσιν, ἀπερισκέπτως καὶ ἀπροοράτως σώμασιν ὁμοῦ καὶ πράγμασιν ἐπεμπίπτοντες τυφλῶν τρόπον, ἅτε ῥύμῃ καὶ φορᾷ βιαίῳ συνωθοῦντες καὶ ἀνατρέποντες, οὐκ ἐλάττω ὧν διατιθέασι πάσχουσι."],["80","περὶ ὧν τάδε νομοθετεῖται· κόρας οἱ ἀγόμενοι νόμῳ καὶ γάμους θύσαντές τε καὶ ἑστιαθέντες, μηδὲν οἰκεῖον ἐπὶ ταῖς γαμεταῖς πάθος σῴζοντες, ἀλλ’ ὑβρίσαντες καὶ ὡς ἑταίραις ταῖς ἀσταῖς προσενεχθέντες, ἐὰν διάζευξιν τεχνάζωσι μηδεμίαν ἀπαλλαγῆς πρόφασιν ἀνευρίσκοντες, εἶτ’ ἐπὶ τὸ συκοφαντεῖν τραπόμενοι σπάνει φανερῶν ἐγκλημάτων πρὸς τὰ ἀφανῆ τρέπωσι τὰς αἰτίας καὶ παρελθόντες κατηγορῶσιν, ὅτι παρθένοις δόξαντες συνεληλυθέναι γυναῖκας ἐν ταῖς πρώταις ὁμιλίαις ἐφώρασαν, ἀθροιζέσθω μὲν ἡ γερουσία πᾶσα πρὸς τὴν κρίσιν, παρίτωσαν δὲ οἱ τῶν κατηγορουμένων γονεῖς ἀπολογησόμενοι περὶ κοινοῦ κινδύνου."],["81","κίνδυνος γὰρ οὐ ταῖς θυγατράσι μόνον περὶ τῆς τῶν σωμάτων ἁγνείας ἐστίν, ἀλλὰ καὶ τοῖς ἐπιμεληταῖς, οὐ μόνον ὅτι εἰς τὸν ἀναγκαιότατον τῆς ἀκμῆς καιρὸν οὐ παρετήρησαν, ἀλλ’ ὅτι καὶ ὡς παρθένους τὰς ὑφ’ ἑτέρων ἐφθαρμένας ἐνεγύησαν ἀπατῶντες καὶ φενακίζοντες τοὺς λαμβάνοντας."],["82","εἶτα ἐὰν περιγένωνται τοῖς δικαίοις, τιμάτωσαν οἱ δικασταὶ κατὰ τῶν ψευδεῖς αἰτίας πλαττομένων χρημάτων ζημίας καὶ τὰς διὰ πληγῶν εἰς τὰ σώματα ὕβρεις καὶ— τὸ πάντων ἐκείνοις ἀηδέστατον— τὴν τῶν γάμων βεβαίωσιν, ἐὰν ὑπομένωσιν αἱ γυναῖκες ἔτι τοῖς τοιούτοις συνοικεῖν· ταῖς μὲν γὰρ ἐφίησιν ὁ νόμος θελούσαις καὶ μένειν καὶ ἀπαλλάττεσθαι, τοὺς δὲ οὐδετέρου κυρίους ἀπέφηνεν, ἀνθ’ ὧν ἐσυκοφάντησαν."],["83","Ὄνομα μὲν ἀνδροφονία κατὰ τοῦ κτείναντος ἄνθρωπον ἐπιφημίζεται, τὸ δ’ ἀληθὲς ἔργον ἐστὶν ἱεροσυλία καὶ ἱεροσυλιῶν ἡ μεγίστη, διότι τῶν ἐν κόσμῳ κτημάτων καὶ κειμηλίων οὐδὲν οὔτε ἱεροπρεπέστερον οὔτε θεοειδέστερόν ἐστιν ἀνθρώπου·***"],["84","παγκάλης εἰκόνος πάγκαλον ἐκμαγεῖον ἀρχετύπου λογικῆς ἰδέας παραδείγματι τυπωθέν. τὸν οὖν ἀνδροφόνον εὐθὺς ἀσεβῆ καὶ ἀνοσιουργὸν ὑποληπτέον, ἀνοσιουργημάτων καὶ ἀσεβημάτων δρῶντα τὸ μέγιστον, ὃν ἀμείλικτα ἐργασάμενον ἀναιρετέον, ἐπειδὴ μυρίων θανάτων ἐπάξιος ὢν ἕνα ὑπομένει διὰ τὸ τῆς τιμωρίας ἀθάνατον εἰς πλῆθος μὴ πεφυκυίας συναύξεσθαι· χαλεπὸν δὲ οὐδέν, εἰ ταὐτὸν οἷς διέθηκέ τις πείσεται."],["85","καίτοι πῶς ἐστι ταὐτόν, εἰ καὶ χρόνοις καὶ πράξεσι καὶ βουλήμασι καὶ προσώποις διαλλάττει; ἢ οὐχὶ τὸ μὲν χειρῶν ἄρχειν ἀδίκων ἐστὶ πρότερον, τὸ δ’ ἀμύνεσθαι ὕστερον; καὶ ἀνδροφονία μὲν παρανομώτατον, ἡ δὲ κατὰ ἀνδροφόνων κόλασις νομιμώτατον; καὶ ὁ μὲν κτείνας ἐκπεπλήρωκε τὴν ἐπιθυμίαν ὃν προῄρητο ἀνελών, ὁ δὲ πεπονθὼς ἅτε γεγονὼς ἐκποδὼν οὔτ’ ἀντιδιαθεῖναι οὔτ’ ἀντεφησθῆναι δυνατός ἐστι; καὶ ὁ μὲν ἐπιβουλεύειν αὐτοχειρίᾳ πέφυκε δι’ ἑαυτοῦ, τῷ δ’ ἀτελὴς ἡ ἐπέξοδος, εἰ μὴ συγγενεῖς ἢ φίλοι προαγωνίσαιντο λαβόντες τοῦ πάθους οἶκτον;"],["86","Ἐάν τις ἐπανατείνηται ξίφος, ὥστε ἀποκτεῖναι, κἂν μὴ ἀνέλῃ, ἔνοχος ἔστω προαιρέσει γεγονὼς ἀνδροφόνος, εἰ καὶ μὴ τὸ τέλος τῇ γνώμῃ συνέδραμε. τὰ δ’ αὐτὰ πασχέτω, κἂν σὺν τέχνῃ τις ἐξ ἐνέδρας, οὐ θαρρῶν ἄντικρυς ἐπιχειρεῖν, βουλεύῃ καὶ μηχανᾶται δολερῶς τὸν φόνον· ἐναγὴς γὰρ καὶ οὗτος εἰ καὶ μήπω ταῖς χερσὶν ἀλλά τοι τῇ"],["87","ψυχῇ καθέστηκεν. ὥσπερ γάρ, οἶμαι, πολεμίους οὐ μόνον τοὺς ἤδη ναυμαχοῦντας ἢ πεζομαχοῦντας ἀλλὰ καὶ τοὺς εἰς ἑκάτερον παρεσκευασμένους καὶ τὰς ἑλεπόλεις ἐφιστάντας τοῖς λιμέσι καὶ τείχεσι, κἂν μήπω συμπλέκωνται, κρίνομεν, οὕτως καὶ ἀνδροφόνους χρὴ νομίζειν οὐ τοὺς κτείναντας αὐτὸ μόνον ἀλλὰ καὶ τοὺς πάντα δρῶντας εἰς τὸ ἀνελεῖν ἢ φανερῶς ἢ λάθρα, κἂν μὴ τὸ ἀδίκημα ὦσιν εἰργασμένοι."],["88","ἐὰν δὲ καὶ ὑπὸ δειλίας ἢ θράσους, μαχομένων καὶ ἐπιλήπτων παθῶν, καταφυγεῖν τολμῶσιν εἰς τὸ ἱερὸν ὡς ἀσυλίαν εὑρησόμενοι, κωλυτέον· κἂν ὀφθῶσι παρεισδύντες, ἐκδοτέον ἐπ’ ἀναιρέσει τοιαῦτα ἐπιλέγοντας, ἀσυλίαν ἀνιέροις τὸ ἱερὸν μὴ παρέχεσθαι. πᾶς γὰρ ὁ ἀνίατα δρῶν ἐχθρὸς θεῷ· ἀνδροφόνοι δὲ ἀνίατα δρῶσιν, ἐπεὶ καὶ οἱ ἀνδροφονηθέντες ἀνίατα πεπόνθασιν."],["89","ἢ τοῖς μὲν μηδὲν ἡμαρτηκόσιν, ἕως ἂν ἀπολούσωνται καὶ περιρρανάμενοι καθαρθῶσι τοῖς εἰωθόσι καθαρσίοις, ἄβατος ὁ νεώς ἐστι, τοὺς δὲ ἐνόχους ἀνεκπλύτοις ἄγεσιν, ὧν τὰ μιάσματα οὐδεὶς ἀπονίψει χρόνος, ἄξιον ἐπιφοιτᾶν καὶ ἐνδιατρίβειν τοῖς ἕδεσιν, οὓς οὐδ’ ἂν οἰκία δέξαιτο κοσμίων ἀνδρῶν οἷς μέλει τῶν ὁσίων;"],["90","προστιθέντας οὖν ἀδικήματα ἀδικήμασιν, ἀνδροφονίᾳ παρανομίαν καὶ ἀσέβειαν, ἀναγκαῖον ἀπάγειν δώσοντας δίκην, τοὺς ὡς ἔφην ἄξια μυρίων θανάτων, οὐχ ἑνός, εἰργασμένους. ἄλλως τε τοῖς συγγενέσι καὶ φίλοις τοῦ δολοφονηθέντος ἀποκεκλείσεται τὸ ἱερόν, εἰ ὁ ἀνδροφόνος ἐνδιατρίβοι, μὴ ἂν ὑπομείνασιν εἰς ταὐτόν ποτε ἐλθεῖν· ἄτοπον δὲ ἑνὸς ἕνεκα πολλοὺς καὶ τοῦ παρανομωτάτου τοὺς παρανομηθέντας ἐξελαύνεσθαι, οἳ πρὸς τῷ μηδὲν ἁμαρτεῖν ἔτι καὶ πένθος πρόωρον ἀνεδέξαντο."],["91","τάχα μέντοι καὶ τὰ μακρὰν ὀξυωπίᾳ λογισμοῦ πεφυκὼς ἐμβλέπειν προὐνόησε μὴ φόνον ἐν τῷ ἱερῷ γενέσθαι κατὰ τὰς ἐπιφοιτήσεις τῶν τοῦ σφαγέντος ἐπιτηδείων, οὓς στοργή, πάθος ἀδούλωτον, ὥσπερ τοὺς ἐνθουσιῶντας καὶ κατεχομένους προκαλέσεται μόνον οὐκ αὐτοχειρίᾳ κτεῖναι τὸν ἀνδροφόνον· οὗ γενομένου συμβήσεταί τι τῶν ἀνοσιωτάτων, αἵματι γὰρ ἀνδροφόνων αἷμα θυσιῶν ἀνακραθήσεται, τὸ τῶν καθωσιωμένων τῷ μὴ καθαρῷ. διὰ μὲν δὴ ταῦτα κελεύει καὶ ἀπ’ αὐτῶν τῶν βωμῶν ἐκδοῦναι τὸν ἀνδροφόνον."],["92","Ἀλλ’ οἱ μὲν ξίφεσιν ἢ δορατίοις ἢ βέλεσιν ἢ ξύλοις ἢ λίθοις ἤ τισιν ὁμοιοτρόποις ἀναιροῦντες δύνανται μὴ προβεβουλευμένοι μηδ’ ἐκ πολλοῦ παρ’ αὑτοῖς λελογισμένοι τὸ ἄγος, ἐκ ταὐτομάτου διακινηθέντες καὶ θυμῷ δυνατωτέρῳ χρησάμενοι λογισμοῦ, δρᾶσαι τὸν φόνον, ὡς ἡμίεργον τὴν πρᾶξιν εἶναι, τῆς διανοίας μὴ προκατεσχημένης ἐκ μακροῦ τοῖς μιάσμασιν."],["93","εἰσὶ δὲ ἕτεροι πονηρότατοι, χερσὶ καὶ γνώμαις ἐναγεῖς, οἱ μάγοι καὶ φαρμακευταί, σχολὴν καὶ ἀναχώρησιν ἐνδιδόντες αὑτοῖς πρὸς καιρίους ἐπιθέσεις καὶ τέχνας καὶ μηχανὰς πολυτρόπους ἀνευρίσκοντες ἐπὶ ταῖς τῶν πλησίον συμφοραῖς."],["94","ὅθεν κελεύει φαρμακευτὰς καὶ φαρμακίδας μηδεμίαν ἡμέραν ἀλλὰ μηδ’ ὥραν ἐπιβιοῦν, ἀλλ’ ἅμα τῷ ἁλῶναι τεθνάναι, μηδεμιᾶς ἐγγινομένης προφάσεως εἰς ἀναβολὴν καὶ ὑπέρθεσιν τῆς τιμωρίας· τοὺς μὲν γὰρ ἄντικρυς ἐπιβουλεύοντας δύναιτ’ ἄν τις φυλάξασθαι, τῶν δὲ κρύφα συντιθέντων καὶ σκευωρούντων τὰς ἐπιθέσεις φαρμακείαις οὐ ῥᾴδιον τὰς τέχνας συνιδεῖν."],["95","ἀναγκαῖον οὖν, ἃ μελλήσουσι δι’ αὐτοὺς ἕτεροι παθεῖν, τοὺς δρῶντας προδιαθεῖναι. καὶ γὰρ ἄλλως ὁ μὲν ἐμφανῶς ξίφει κτείνων ἤ τινι ὅπλῳ τῶν ὁμοιοτρόπων καθ’ ἕνα καιρὸν ὀλίγους ἀνελεῖ, φαρμάκοις δὲ θανασίμοις μυρίους ὅσους τὴν ἐπιβουλὴν οὐ προαισθανομένους ἐδωδίμοις τισὶν ἀναμίξας καὶ συνανακερασάμενος."],["96","ἤδη γοῦν πολυάνθρωπα συσσίτια καθ’ ἑταιρείαν συνεληλυθότων ἐπὶ τοὺς αὐτοὺς ἅλας καὶ τὴν αὐτὴν τράπεζαν ἐν σπονδαῖς ἄσπονδα ἔπαθεν ἐξαίφνης διαφθαρέντα καὶ θάνατον ἀντ’ εὐωχίας ἀντηλλάξατο. διὸ προσήκει κατὰ τῶν τοιούτων καὶ τοὺς ἐπιεικεστάτους καὶ τοὺς μετριοπαθεστάτους φονᾶν, μόνον οὐκ αὐτόχειρας γινομένους καὶ νομίζοντας εὐαγὲς εἶναι τὸ μὴ ἑτέροις τὴν τιμωρίαν ἐπιτρέπειν ἀλλ’ ἑαυτοῖς."],["97","πῶς γὰρ οὐκ ἔστι πάνδεινον, διὰ τροφῆς ἣ τοῦ ζῆν αἰτία καθέστηκε θάνατον τεχνάζειν καὶ τοῖς φύσει τροφίμοις φθοροποιὸν ἐνεργάζεσθαι μεταβολήν, ἵνα τινὲς διὰ φυσικὴν ἀνάγκην ἐπ’ ἐδωδὴν καὶ πόσιν ἰόντες, οὐ προϊδόντες τὴν ἐνέδραν, ὡς σωτήρια προσῶνται τὰ πανωλεθρίας αἴτια;"],["98","τὴν δ’ αὐτὴν ὑπομενέτωσαν τιμωρίαν, κἄν [εἴ] τινες θανάσιμα μὴ συντιθέντες τὰ δι’ ὧν μακραὶ κατασκευάζονται νόσοι προσφέρωσι· θάνατοι γὰρ πολλάκις αἱρετώτεροι νόσων εἰσὶ καὶ μάλιστα τῶν τοιούτων, αἳ μήκεσι χρόνων ἀποτείνονται καὶ τέλος ἔχουσιν οὐκ αἴσιον· δυσίατα γὰρ ἤδη καὶ παντελῶς ἀθεράπευτα τὰ ἐκ φαρμακειῶν ἀρρωστήματα."],["99","χαλεπώτερα μέντοι συμβαίνειν φιλεῖ τῶν ἐν τοῖς σώμασι καὶ τὰ περὶ τὰς ψυχὰς πάθη τῶν ἐπιβουλευομένων· ἐκστάσεις γὰρ καὶ παραφροσύναι καὶ ἀφόρητοι μανίαι κατασκήπτουσι, δι’ ὧν ὁ νοῦς, ἣν μεγίστην ἀπένειμεν ἀνθρώπων γένει δωρεὰν ὁ θεός, κακούμενος πάσας κακώσεις, ὅταν ἀπογνῷ τὰ σωτήρια, μετανίσταται καὶ μετοικίζεται τὸ τῆς ψυχῆς φαυλότερον εἶδος ὑπολειπόμενος ἐν τῷ σώματι, τὸ ἄλογον, οὗ καὶ τὰ θηρία μετέσχηκεν, ἐπειδὴ πᾶς ὁ ἐρημωθεὶς λογισμοῦ τοῦ κρείττονος μέρους ψυχῆς μεταβέβληκεν εἰς θήρειον φύσιν, κἂν ἔτι"],["100","μένωσιν οἱ τοῦ σώματος χαρακτῆρες ἀνθρωπόμορφοι. τὴν μὲν οὖν ἀληθῆ μαγικήν, ὀπτικὴν ἐπιστήμην οὖσαν, ᾗ τὰ τῆς φύσεως ἔργα τρανοτέραις φαντασίαις αὐγάζεται, σεμνὴν καὶ περιμάχητον δοκοῦσαν εἶναι, οὐκ ἰδιῶται μόνον ἀλλὰ καὶ βασιλεῖς καὶ βασιλέων οἱ μέγιστοι καὶ μάλιστα οἱ Περσῶν διαπονοῦσιν οὕτως, ὥστ’ οὐδένα φασὶν ἐπὶ βασιλείαν δύνασθαι παραπεμφθῆναι παρ’ αὐτοῖς, εἰ μὴ πρότερον τοῦ μάγων γένους κεκοινωνηκὼς τυγχάνοι."],["101","ἔστι δέ τι παράκομμα ταύτης, κυριώτατα φάναι κακοτεχνία, ἣν μηναγύρται καὶ βωμολόχοι μετίασι καὶ γυναίων καὶ ἀνδραπόδων τὰ φαυλότατα, περιμάττειν καὶ καθαίρειν κατεπαγγελλόμενα καὶ στέργοντας μὲν εἰς ἀνήκεστον ἔχθραν μισοῦντας δὲ εἰς ὑπερβάλλουσαν εὔνοιαν ἄξειν ὑπισχνούμενα φίλτροις καὶ ἐπῳδαῖς τισιν, εἶτα τοὺς ἀπλάστοις καὶ ἀκακωτάτοις ἤθεσι κεχρημένους ἀπατᾷ τε καὶ ἀγκιστρεύεται, μέχρις ἂν τὰς μεγίστας προσλάβωσι συμφοράς, δι’ ἃς οἰκείων καὶ συγγενῶν ὅμιλοι μεγάλοι καὶ πολυάνθρωποι κατὰ μικρὸν ὑπορρέοντες ἀψοφητὶ ταχέως ἐξεφθάρησαν."],["102","εἰς ἅπερ, οἶμαι, πάντα ἀπιδὼν ὁ ἡμέτερος νομοθέτης οὐκ ἐᾷ τὰς κατὰ φαρμακευτῶν εἰς ὕστερον ἀναβάλλεσθαι δίκας, παραχρῆμα τὰς τιμωρίας ἀναπράττειν κελεύσας· αἱ γὰρ ὑπερθέσεις τοὺς μὲν ὑπαιτίους ἐνευκαιρεῖν τοῖς αὐτοῖς ἀδικήμασι παρορμῶσιν ἅτε θανατῶντας, τοὺς δὲ εἰς τὸ παθεῖν ὑπόπτους φοβερωτέρου δέους ἀναπιμπλᾶσι, τὴν ἐκείνων ζωὴν θάνατον αὑτῶν εἶναι νομίζοντας."],["103","καθάπερ οὖν ἔχεις καὶ σκορπίους καὶ ὅσα ἰοβόλα, πρὶν δακεῖν ἢ τρῶσαι ἢ συνόλως ἐφορμῆσαι, θεασάμενοι μόνον χωρὶς ὑπερθέσεως κτείνομεν, προφυλαττόμενοι διὰ τὴν ἐνυπάρχουσαν αὐτοῖς κακίαν τὸ μηδὲν παθεῖν, τὸν αὐτὸν τρόπον καὶ ἀνθρώπους ἄξιον τιμωρεῖσθαι, οἳ φύσεως ἐπιλαχόντες ἡμέρου διὰ τὴν κοινωνίας αἰτίαν, λογικὴν ψυχήν, ἐπιτηδεύσει πρὸς θηρίων ἀτιθάσων ἀγριότητας μετέβαλον ἐν ἡδονῇ καὶ ὠφελείᾳ τῇ πάσῃ τιθέμενοι τὸ κακῶς ποιεῖν ὅσους ἂν δύνωνται."],["104","Τοσαῦτ’ ἐν τῷ παρόντι περὶ φαρμακευτῶν ἀποχρώντως λελέχθω. προσήκει μέντοι μηδὲ τοῦτ’ ἀγνοεῖν, ὅτι καιροὶ συμπίπτουσιν ἀβούλητοι πολλάκις, ἐν οἷς ἀνδροφονεῖ τις οὐκ ἐπὶ τοῦτ’ ἐλθὼν ἢ παρεσκευασμένος, ἀλλ’ ἐξαπιναίως ἁρπασθεὶς ὑπ’ ὀργῆς, ἀνηκέστου καὶ ἐπιβούλου πάθους, ὃ καὶ τὸν ἔχοντα καὶ τὸν καθ’ οὗ γίνεται τὰ μέγιστα βλάπτει."],["105","προελθὼν γὰρ ἔστιν ὅτε εἰς ἀγορὰν ἕνεκα πραγματείας ἐπειγούσης, ἐντυχών τινι προπετεστέρῳ κακηγορεῖν ἢ τύπτειν ἐπιχειροῦντι ἢ καὶ αὐτὸς ἄρξας τῆς πρὸς ἐκεῖνον διαφορᾶς, συμπλοκῆς γενομένης, ὑπὲρ τοῦ διαζευχθῆναι καὶ θᾶττον ἐκφυγεῖν ἢ πὺξ ἔπαισε τῇ χειρὶ ἢ λίθον ἀράμενος ἔρριψε·"],["106","καιρίως δὲ τῆς πληγῆς ἐνεχθείσης, εἰ μὲν εὐθὺς θνῄσκοι, καὶ ὁ παίσας θνῃσκέτω τὰ ἴσα οἷς διέθηκε παθών· ἐὰν δὲ παραχρῆμα μὲν ἐκ τῆς πληγῆς μὴ τελευτήσῃ, νόσῳ δὲ χρήσηται καὶ κλινήρης γενόμενος ἐπιμελείας τυχὼν τῆς προσηκούσης αὖθις ἐξαναστῇ καὶ προέλθῃ, κἂν μὴ ποσὶν ἀρτίοις πως δύνηται βαδίζειν ἀλλ’ ὑπερειδόντων τινῶν ἢ καὶ βακτηρίᾳ σκηριπτόμενος, διττὰς ὁ παίσας ἐκτινέτω ζημίας, τὴν μὲν εἰς ἀργίας ἐπανόρθωσιν, τὴν δ’ ἀντὶ τῶν ἰατρείων."],["107","καταθεὶς δ’ ἀπηλλάχθω τῆς ἐπὶ τῷ θανάτῳ τιμωρίας, κἂν ὕστερον ὁ τὴν πληγὴν λαβὼν τελευτήσῃ· τάχα γὰρ οὐκ ἀπὸ τῆς πληγῆς, ἐπειδὴ ῥᾴων γενόμενος εἰς περίπατον προῆλθεν, ἀλλὰ καθ’ ἑτέρας αἰτίας, αἳ καὶ τοὺς ὑγιεινοτάτους τὰ σώματα πολλάκις ἐξαίφνης ἐπιθέμεναι διέφθειραν."],["108","ἐὰν δὲ συμπλακεὶς γυναικί τις ἐγκύῳ πληγὴν ἐμφορήσῃ κατὰ τὴν γαστέρα, ἡ δὲ ἀμβλώσῃ, ἐὰν μὲν ἄπλαστον καὶ ἀδιατύπωτον τὸ ἀμβλωθὲν τύχῃ, ζημιούσθω, καὶ διὰ τὴν ὕβριν καὶ ὅτι ἐμποδὼν ἐγένετο τῇ φύσει ζῳογονῆσαι τὸ κάλλιστον τεχνιτευούσῃ καὶ δημιουργούσῃ ζῷον, ἄνθρωπον· εἰ δὲ ἤδη μεμορφωμένον, ἁπάντων μελῶν τὰς οἰκείους τάξεις καὶ ποιότητας ἀπειληφότων, θνῃσκέτω."],["109","τὸ γὰρ τοιοῦτον ἄνθρωπός ἐστιν, ὃν ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ διεχρήσατο μήπω καιρὸν εἶναι νομιζούσης εἰς φῶς προαγαγεῖν, ἐοικὸς ἀνδριάντι ἐν πλαστικῇ κατακειμένῳ, πλέον οὐδὲν ἢ τὴν ἔξω παραπομπὴν καὶ ἄνεσιν ἐπιζητοῦντι."],["110","Διὰ ταύτης τῆς προστάξεως καὶ ἕτερόν τι μεῖζον ἀπηγόρευται, βρεφῶν ἔκθεσις, ὃ παρὰ πολλοῖς τῶν ἄλλων ἐθνῶν ἕνεκα τῆς φυσικῆς ἀπανθρωπίας χειρόηθες ἀσέβημα γέγονεν."],["111","εἰ γὰρ τοῦ μηδέπω ταῖς ὡρισμέναις τῶν καιρῶν περιόδοις ἀποκυηθέντος προνοητέον, ὡς μὴ ἐξ ἐπιβουλῆς τι δεινὸν πάθοι, πῶς οὐχὶ μᾶλλον τοῦ τελειογονηθέντος καὶ ὥσπερ εἰς ἀποικίαν ἣν ἔλαχον ἄνθρωποι προπεμφθέντος ἐπὶ τῷ μεταλαχεῖν τῶν τῆς φύσεως δωρεῶν, ἃς ἀνίησιν ἐκ γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ οὐρανοῦ, παρέχουσα τῶν μὲν οὐρανίων τὴν θέαν, τῶν δὲ ἐπιγείων τὸ κράτος καὶ τὴν ἡγεμονίαν, καὶ πάσαις μὲν χορηγοῦσα ταῖς αἰσθήσεσιν ἄφθονα τὰ πάντων, τῷ δὲ νῷ καθάπερ μεγάλῳ βασιλεῖ τὰ μὲν διὰ τούτων ὡς ἂν δορυφόρων ὅσα αἰσθητά, τὰ δ’ ἄνευ τούτων ὅσα λόγῳ καταληπτά;"],["112","τοσούτων οὖν ἀποστεροῦντες ἀγαθῶν τοὺς παῖδας οἱ τροφεῖς, ἅμα τῇ γενέσει τούτων μηδενὸς μεταδιδόντες, ἴστωσαν νόμους φύσεως καταλύοντες καὶ τὰ μέγιστα κατηγοροῦντες αὑτῶν, φιληδονίαν, μισανθρωπίαν, ἀνδροφονίαν καὶ— τὸ χαλεπώτατον ἄγος— τεκνοκτονίαν."],["113","φιλήδονοι μὲν γάρ, εἰ μὴ σπορᾶς ἕνεκα τέκνων καὶ τοῦ διαιωνίσαι τὸ γένος συνέρχονται γυναιξὶν ἀλλὰ θηρώμενοι συῶν ἢ τράγων τρόπον τὴν ἐξ ὁμιλίας ἀπόλαυσιν· μισάνθρωποι δὲ τίνες ἂν εἶεν μᾶλλον ἢ οἱ τῶν γεννηθέντων ἐχθροὶ καὶ ἀμείλικτοι δυσμενεῖς; εἰ μή τις οὕτως ἐστὶν ἠλίθιος, ὡς ὑπολαβεῖν ὅτι πρὸς τοὺς ἀλλοτρίους ἔνσπονδοι γένοιντ’ ἂν οἱ τοὺς ἡνωμένους κατὰ γένος ἔκσπονδα εἰργασμένοι."],["114","τάς γε μὴν ἀνδροφονίας καὶ τεκνοκτονίας ἐναργεστάταις βεβαιοῦνται πίστεσιν οἱ μὲν αὐτόχειρες γινόμενοι καὶ τὴν πρώτην εἰσπνοὴν τῶν βρεφῶν πιέζοντες καὶ ἀναθλίβοντες ὑπὸ ὠμότητος καὶ δεινῆς ἀναλγησίας, οἱ δὲ εἰς ποταμὸν ἢ θαλάττης βυθὸν ἀφιέντες, ὅταν ἀπαιωρήσωσιν ἄχθος, ἵνα θᾶττον τῷ βάρει καταφέρηται·"],["115","οἱ δ’ ἐπ’ ἐρημίαν κομίζουσιν ἐκθήσοντες, ὡς μὲν αὐτοί φασιν, ἐλπίδι σωτηρίας, ὡς δὲ τἀληθὲς ἔχει, πρὸς ἀνιαροτάτας συμφοράς· ὅσα γὰρ ἀνθρωπίνων σαρκῶν ἅπτεται θηρία, μηδενὸς ἀνείργοντος, ἐπιφοιτᾷ καὶ εὐωχεῖται τῶν βρεφῶν, καλῆς θοίνης, ἣν οἱ μόνοι κηδεμόνες καὶ πρὸ τῶν ἄλλων σῴζειν ὀφείλοντες, πατὴρ καὶ μήτηρ, προὔθεσαν· καὶ τὰ λείψανα μέντοι προσεπιλιχμῶνται τῶν οἰωνῶν οἱ σαρκοβόροι καταπτάντες, ὅταν μὴ προαίσθωνται· αἰσθόμενοι γὰρ καὶ περὶ τῶν ὅλων πρὸς τοὺς χερσαίους θῆρας κονίονται."],["116","φέρε δ’ οὖν τῶν ὁδῷ παριόντων τινὰς ἡμέρῳ κινηθέντας πάθει λαβεῖν οἶκτον καὶ ἔλεον τῶν ἐκτεθέντων, ὡς ἀνελέσθαι τε καὶ τροφῆς μεταδοῦναι καὶ τῆς ἄλλης ἐπιμελείας ἀξιῶσαι· ταυτὶ τὰ οὕτως χρηστὰ ἔργα τί νομίζομεν; ἆρ’ οὐ τῶν γεννησάντων εἶναι καταδίκην, εἴ γ’ οἱ μὲν ἀλλότριοι τὰ γονέων, οἱ δὲ γονεῖς οὐδὲ τὰ τῶν ἀλλοτρίων εἰς εὔνοιαν ἐπετήδευσαν; πόρρωθεν οὖν τὴν βρεφῶν ἔκθεσιν ἀπεῖπε δι’ ὑπονοιῶν θάνατον,"],["117","ὡς ἔφην, ὁρίσας κατὰ τῶν αἰτίων ἀμβλώσεως τὰ μεμορφωμένα ἤδη κυϊσκούσαις· καίτοι τὰ μὲν ἔτι κατὰ γαστρὸς προσεχόμενα τῇ μήτρᾳ τῶν κυουσῶν εἶναι μέρη λέγεται παρά τε φυσικοῖς ἀνδράσιν, οἷς ὁ θεωρητικὸς διαπονεῖται βίος, καὶ παρὰ ἰατρῶν τοῖς δοκιμωτάτοις, οἳ τὴν ἀνθρώπου κατασκευὴν διηρεύνησαν τά τ’ ἐν ὄψει καὶ τὰ ἀφανῆ μετ’ ἐπιμελείας ἐξ ἀνατομῆς ἀκριβώσαντες, ἵν’, εἰ χρεία τις γένοιτο θεραπείας, μηδὲν ἀγνοίᾳ παρολιγωρηθὲν αἴτιον μεγάλου κινδύνου γένηται."],["118","τὰ δ’ ἀποκυηθέντα τῆς τε συμφυΐας ἀπέζευκται καὶ διυφειμένα καθ’ αὑτὰ ζῷα γέγονεν οὐδενὸς ἐπιδεᾶ τῶν ὅσα συμπληρωτικὰ τῆς ἀνθρωπίνης φύσεώς ἐστιν, ὥστε ἀνενδοιάστως ἀνδροφόνον εἶναι τὸν βρέφος ἀναιροῦντα, τοῦ νόμου μὴ ἐπὶ ταῖς ἡλικίαις ἀλλ’ ἐπὶ τῷ γένει παρασπονδουμένῳ δυσχεραίνοντος."],["119","εἰ μέντοι καὶ ἡλικιῶν ἔδει προμηθεῖσθαι, δοκεῖ μοί τις ἂν δεόντως ἀγανακτῆσαι μᾶλλον ἐπὶ τοῖς ἀναιροῦσι βρέφη· πρὸς μὲν γὰρ τοὺς τελείους μυρίαι προφάσεις εὔλογοι προσκρουσμάτων τε καὶ διαφορῶν, τοῖς δὲ κομιδῇ νηπίοις ἄρτι παρεληλυθόσιν εἰς φῶς καὶ τὸν ἀνθρώπινον βίον οὐδ’ ἐπιψεύσασθαι κατηγορίαν ἀκακωτάτοις οὖσιν ἐνδέχεται. διὸ πάντων ὠμότατοι καὶ ἀνηλεέστατοι κριθεῖεν ἂν οἱ ἐπαποδυόμενοι ταῖς τούτων ἐπιβουλαῖς, οὓς ἐχθαίρων ὁ ἱερὸς νόμος ἐνόχους ἀπεφήνατο."],["120","Τὸν μὴ ἑκουσίῳ γνώμῃ τοῦ κτείναντος ἀναιρεθέντα φησὶν ὁ ἱερὸς νόμος παραδεδόσθαι ὑπὸ θεοῦ χερσὶν ἀνδροφόνοις (Exod. 21, 13), τῇ μὲν ἀπολογούμενος ὑπὲρ τοῦ δόξαντος ἀνελεῖν ὡς ἔνοχον ἀνελόντος—"],["121","μὴ γὰρ ἄν ποτε τὸν ἵλεω καὶ συγγνώμονα θεὸν ἐπ’ ἀναιρέσει τόν γε ἀναίτιον ἐκδοῦναι, ἀλλ’ ὅστις τὰς μὲν παρὰ ἀνθρώποις κρίσεις εὐμηχάνως ἕνεκα τοῦ πολυτρόπου διαδιδράσκει, πρὸς δὲ τὸ τῆς φύσεως ἀχθεὶς ἀφανὲς δικαστήριον ἑάλω, ἐν ᾧ μόνῳ τἀληθὲς ἀκραιφνέστατον ὁρᾶται, λόγων τέχναις οὐκ ἐπισκιαζόμενον, οὐδὲ γὰρ λόγους τὴν ἀρχὴν παραδέχεται βουλήματα ἀπαμπίσχον καὶ διανοίας ἀφανεῖς εἰς τοὐμφανὲς ἄγον—, τῇ δὲ καὶ τὸν ἀνελόντα φόνῳ μὲν οὐ ποιῶν ὑπόδικον ἅτε θείᾳ κρίσει δόξαντα ὑπηρετῆσαι, μιάσματι δὲ ἀδηλουμένῳ καὶ βραχεῖ πάντως, ὃ παραιτητὸν καὶ συγγνωστόν ἐστι."],["122","χρῆται γὰρ ὁ θεὸς τοῖς ὀλίγα καὶ ἰάσιμα διαμαρτάνουσι κατὰ τῶν μέγιστα καὶ ἀνίατα ἠδικηκότων ὑπηρέταις κολάσεως, οὐκ ἐκείνους ἀποδεχόμενος, ἀλλ’ ὡς ἂν ὄργανα παραλαμβάνων ἐπιτήδεια πρὸς τιμωρίαν, ἵνα μηδεὶς ὅλῳ βίῳ καθαρὸς ὢν καὶ ἐκ καθαρῶν φόνου, κἂν δικαιότατος ᾖ, προσάψηται."],["123","φυγὴν οὖν κατὰ τοῦ κτείναντος ἀκουσίως ὥρισεν, οὐχ ὅπῃ τύχοι οὐδ’ εἰς ἀεί· πόλεις μὲν γὰρ ἓξ ἀπένειμεν, ὀγδόην μοῖραν ὧν ἔλαχεν ἡ ἱερωμένη φυλή, τοῖς ἁλοῦσιν, ἃς ἀπὸ τοῦ συμβεβηκότος ὠνόμασε „φυγαδευτηρίων “· χρόνον δὲ τῆς φυγῆς τὸν βίον τοῦ ἀρχιερέως προσενομοθέτησε κάθοδον μετὰ τὴν ἐκείνου τελευτὴν ἐπιτρέπων."],["124","αἰτία δὲ τούτου μὲν προτέρα ἥδε· ἡ λεχθεῖσα φυλὴ τὰς πόλεις εἴληφεν ἆθλον ἀνδροφονίας εὐαγοῦς, ἣν ἀριστειῶν ὅσαι πώποτε γεγόνασιν ἐπιφανεστάτην καὶ μεγίστην ὑποληπτέον."],["125","ἡνίκα γὰρ ὁ προφήτης εἰς τὸ περιμηκέστατον καὶ ἱερώτατον τῶν κατ’ ἐκεῖνον τὸν τόπον ὀρῶν ἀνακληθεὶς ἐθεσπίζετο τὰ γένη τῶν ἐν εἴδει νόμων καὶ πλείους ἦν ἀφανὴς ἡμέρας, οἱ μὴ τὰς φύσεις εἰρηνικοὶ τῶν ἐξ ἀναρχίας κακιῶν πάντα κατέπλησαν καὶ τέλος προσέθηκαν ἀσέβειαν· τὰς μὲν ἀρίστας καὶ καλὰς ὑφηγήσεις περὶ τῆς τοῦ ὄντως ὄντος θεοῦ τιμῆς χλευάσαντες, ταῦρον δὲ κατασκευασάμενοι χρυσοῦν, Αἰγυπτιακοῦ μίμημα τύφου, θυσίας ἀνῆγον ἀθύτους καὶ ἑορτὰς ἀνεόρτους καὶ χοροὺς ἀχορεύτους ἐπετέλουν σὺν ᾠδαῖς καὶ ὕμνοις ἀντὶ θρήνων."],["126","ἡ δὲ λεχθεῖσα φυλὴ πάνυ χαλεπῶς ἐνεγκοῦσα τὴν αἰφνίδιον ἐκδιαίτησιν καὶ ζήλῳ πυρωθεῖσα διὰ μισοπόνηρον πάθος, ὑπόπλεῳ πάντες ὀργῆς, μεμηνότες, ἐνθουσιῶντες, ὡς ἀφ’ ἑνὸς συνθήματος ὁπλισάμενοι, διττὴν μεθύοντας μέθην, τὴν μὲν ἀσεβείᾳ, τὴν δὲ οἴνῳ, μάλα καταφρονητικῶς ἐπιστροφάδην ἀνῄρουν, ἀπὸ τῶν οἰκειοτάτων καὶ φιλτάτων ἀρξάμενοι, φίλον καὶ συγγένειαν ἓν τὸ θεοφιλὲς εἶναι νομίζοντες· καὶ βραχεῖ μέρει ἡμέρας τέσσαρες πρὸς ταῖς εἴκοσι χιλιάδες ἀνῃρέθησαν, ὧν αἱ συμφοραὶ τοὺς συναπονοεῖσθαι μέλλοντας ἐνουθέτησαν, δέει τοῦ μὴ τὰ παραπλήσια παθεῖν."],["127","ταύτην τὴν στρατείαν ἐθελουργὸν καὶ αὐτοκέλευστον ὑπὲρ εὐσεβείας καὶ ὁσιότητος τῆς εἰς τὸν ὄντως ὄντα θεὸν γενομένην οὐκ ἄνευ μεγάλων κινδύνων τοῖς ἀραμένοις τοὺς ἀγῶνας αὐτὸς ὁ πατὴρ τῶν ὅλων ἀπεδέξατο καὶ τοὺς ἀνελόντας δικάσας παρ’ αὑτῷ καθαροὺς εἶναι παντὸς ἄγους καὶ μιάσματος ἱερωσύνην τῆς ἀνδραγαθίας"],["128","τούτοις ἀντιδωρεῖται. τὸν οὖν ἀκούσιον δράσαντα φόνον κελεύει φυγεῖν εἰς ἐνίας ὧν ἔλαχον οὗτοι πόλεις ἕνεκα παρηγορίας καὶ ὑπὲρ τοῦ μὴ ἀπογινώσκειν τὴν εἰς ἅπαν ἀσφάλειαν, ὑπομιμνῃσκόμενον ἐκ τοῦ τόπου τὸ ἄφοβον καὶ λογιζόμενον, ὅτι τοῖς ἑκουσίως ἀπεκτονόσιν οὐ μόνον ἀμνηστία δέδοται ἀλλὰ καὶ γέρα μεγάλα καὶ περιμάχητα καὶ πολλῆς εὐδαιμονίας, εἰ δὲ τούτοις, πολὺ μᾶλλον τοῖς μὴ ἐκ προνοίας ἀνελοῦσιν, εἰ καὶ μηδὲν τῶν ἐπὶ τιμῇ, ἀλλ’ αὐτὸ γοῦν τὸ πανύστατον, μὴ ἀνταναιρεθῆναι· δι’ οὗ παρίσταται τὸ μὴ πᾶσαν ἀνδροφονίαν ἐπίληπτον ἀλλὰ τὴν σὺν ἀδικίᾳ μόνην εἶναι, καὶ τῶν ἄλλων ἐπαινετὴν μὲν τὴν κατὰ πόθον καὶ ζῆλον ἀρετῆς, οὐ ψεκτὴν δὲ τὴν ἀκούσιον."],["129","ἥδε μὲν αἰτία προτέρα λελέχθω, δευτέραν δ’ αὐτίκα μηνυτέον· βούλεται ὁ νόμος τὸν ἀκουσίως ἀποκτείναντα διασῴζειν, εἰδὼς γνώμῃ μὲν οὐκ ἔνοχον χερσὶ δὲ ὑπηρετήσαντα τῇ τῶν ἀνθρωπίνων ἐφόρῳ δίκῃ πραγμάτων· ἐφεδρεύουσι γὰρ ἐχθροὶ φονῶντες οἱ τοῦ τεθνεῶτος ἀγχιστεῖς, οἳ δι’ ὑπερβάλλοντα οἶκτον καὶ πένθος ἀπαρηγόρητον ἵενται πρὸς ἄμυναν ἀλόγῳ φορᾷ τἀληθὲς καὶ τὸ φύσει δίκαιον οὐκ ἐξετάζοντες."],["130","ἐπέτρεψεν οὖν τῷ τοιούτῳ καταφεύγειν οὔτε εἰς ἱερὸν ἅτε μήπω κεκαθαρμένῳ οὔτε εἰς ἠμελημένον καὶ ἀφανὲς χωρίον, ἵνα μὴ ῥᾳδίως ἐκδοθῇ καταφρονηθείς, ἀλλ’ εἰς ἱερόπολιν, ἥτις ἐστὶν ἱεροῦ καὶ βεβήλου τόπου μεθόριος, τρόπον τινὰ δεύτερον ἱερόν· αἱ γὰρ τῶν ἱερωμένων πόλεις σεμνότεραι τῶν ἄλλων εἰσίν, ἐφ’ ὅσον, οἶμαι, καὶ οἰκήτορες οἰκητόρων ἐντιμότεροι· βούλεται γὰρ τῇ τῆς ὑποδεξαμένης προνομίᾳ βεβαιοτάτην ἀσφάλειαν περιποιῆσαι τῷ καταφυγόντι."],["131","χρόνον δ’, ὡς ἔφην, ὥρισε τῆς καθόδου τὴν τοῦ μεγάλου ἱερέως τελευτὴν αἰτίας ἕνεκα τοιᾶσδε· ὥσπερ ἑνὸς ἑκάστου τῶν δολοφονηθέντων οἱ συγγενεῖς εἰσιν ἔφεδροι τῆς κατὰ τῶν δολοφονησάντων δίκης καὶ τιμωρίας, οὕτως καὶ τοῦ σύμπαντος ἔθνους συγγενὴς καὶ ἀγχιστεὺς κοινὸς ὁ ἀρχιερεύς ἐστι, πρυτανεύων μὲν τὰ δίκαια τοῖς ἀμφισβητοῦσι κατὰ τοὺς νόμους, εὐχὰς δὲ καὶ θυσίας τελῶν καθ’ ἑκάστην ἡμέραν καὶ τὰ ἀγαθὰ αἰτούμενος ὡς ὑπὲρ ἀδελφῶν καὶ γονέων καὶ τέκνων, ἵνα πᾶσα ἡλικία καὶ πάντα μέρη τοῦ ἔθνους ὡς ἑνὸς σώματος εἰς μίαν καὶ τὴν αὐτὴν ἁρμόζηται κοινωνίαν εἰρήνης καὶ εὐνομίας ἐφιέμενα."],["132","τοῦτον οὖν εὐλαβείσθω πᾶς ὁ ἀκουσίως ἀνελὼν ὡς ὑπέρμαχον καὶ προαγωνιστὴν τῶν ἀναιρεθέντων καὶ εἴσω τῆς πόλεως εἰς ἣν κατέφυγε κατακεκλείσθω, μὴ ἐπιθαρρῶν ἔξω προέρχεσθαι τειχῶν, εἰ δή τινα ποιεῖται λόγον ἀσφαλείας καὶ τοῦ ζῆν ἀκινδύνως."],["133","ὅταν οὖν λέγῃ „μὴ ἐπανίτω ὁ φυγάς, ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας”, ἴσον τι τούτῳ φησίν· ἕως ἂν ἀποθάνῃ ὁ πάντων κοινὸς ἀγχιστεύς, ᾧ μόνῳ καὶ τὰ τῶν ζώντων καὶ τὰ τῶν τετελευτηκότων ἐφεῖται βραβεύειν."],["134","τὴν μὲν οὖν καὶ νεωτέρων ἀκοαῖς ἐφαρμόζουσαν αἰτίαν τοιαύτην εἶναι συμβέβηκεν. ἣν δὲ πρεσβυτέροις καὶ τελείοις τὸ ἦθος θέμις ἀναφέρειν, ἥδ’ ἐστί· τῶν μὲν ἑκουσίων ἀδικημάτων αὐτὸ μόνον ἰδιώτας καθαρεύειν ἐφείσθω, λεγέτω δ’ εἰ βούλεταί τις καὶ τοὺς ἄλλους ἱερεῖς, ἀμφοτέρων δ’ ἑκουσίων τε καὶ ἀκουσίων κατὰ τὸν ἐξαίρετον λόγον τὸν ἀρχιερέα."],["135","προσάπτεσθαι γὰρ αὐτῷ μιάσματος τὸ σύνολον οὐ θεμιτόν, οὔτ’ ἐκ προνοίας οὔτε κατὰ τροπὴν τῆς ψυχῆς ἀβούλητον, ἵνα ἱεροφάντης ὢν κοσμῆται καθ’ ἑκάτερον, διανοίᾳ τε χρώμενος ἀνεπιλήπτῳ καὶ εὐπραγίᾳ βίου, ᾧ μηδὲν ὄνειδος πρόσεστι."],["136","τῷ δὴ τοιούτῳ γένοιτ’ ἂν ἀκόλουθον ὑποβλέπεσθαι καὶ τοὺς ἀκουσίως ἀπεκτονότας [οὐχ] ὡς ἐναγεῖς, ἀλλ’ οὐχ ὡς καθαροὺς καὶ παντὸς ἀμετόχους ἁμαρτήματος, καὶ εἰ τὰ μάλιστα τοῖς τῆς φύσεως ὑπηρετῆσαι βουλήμασιν ἔδοξαν τισαμένης διὰ τούτων τοὺς ἀναιρεθέντας, ὧν ἀφανῶς αὕτη δικάσασα παρ’ ἑαυτῇ θάνατον κατέγνω. ταῦτα μὲν ἐπ’ ἐλευθέροις καὶ ἀστοῖς· ἑξῆς δὲ καὶ περὶ οἰκετῶν νομοθετεῖται βιαίως ἀναιρεθέντων."],["137","Θεράποντες τύχῃ μὲν ἐλάττονι κέχρηνται, φύσεως δὲ τῆς αὐτῆς μεταποιοῦνται τοῖς δεσπόταις. τῷ δὲ θείῳ νόμῳ κανὼν τῶν δικαίων ἐστὶν οὐ τὸ τῆς τύχης ἀλλὰ τὸ τῆς φύσεως ἐναρμόνιον. διὸ προσήκει τοὺς κυρίους μὴ κατακόρως χρῆσθαι ταῖς ἐξουσίαις κατὰ τῶν οἰκετῶν, ἀλαζονείαν καὶ ὑπεροψίαν καὶ δεινὴν ὠμότητα ἐπιδεικνυμένους· ταῦτα γὰρ οὐκ ἔστι δείγματα ψυχῆς εἰρηνικῆς ἀλλ’ ὑπὸ ἀκρασίας τὸ ἀνυπεύθυνον ζηλούσης κατὰ τυραννικὴν δυναστείαν."],["138","ὁ γὰρ τὴν μὲν ἰδίαν οἰκίαν ὥσπερ ἄκραν ἐπιτειχίσας, παρρησίας δὲ τῶν ἔνδον μηδενὶ μεταδιδούς, ἀλλὰ πρὸς ἅπαντας ἠγριωμένος ὑπὸ τῆς ἐμφύτου τάχα δὲ καὶ ἐπιτετηδευμένης μισανθρωπίας, τύραννός ἐστιν ἐλάττοσι παρασκευαῖς χρώμενος."],["139","ἐξ ὧν διελέγχεται μὴ στησόμενος ἐπὶ τῶν αὐτῶν, εἰ μειζόνων λάβοιτο χρημάτων· διαβήσεται γὰρ εὐθὺς ἐπὶ πόλεις τε καὶ χώρας καὶ ἔθνη τὴν αὑτοῦ πατρίδα προδουλωσάμενος εἰς ἔνδειξιν τοῦ μηδενὶ μέλλειν τῶν ἄλλων ὑπηκόων ἡμέρως προσφέρεσθαι."],["140","σαφῶς οὖν ὁ τοιοῦτος ἴστω μὴ τὴν τοῦ συνεχῶς καὶ εἰς πολλοὺς ἁμαρτάνειν ἄδειαν ἕξων· ἐναντιώσεται γὰρ ἡ μισοπόνηρος αὐτῷ δίκη, ἡ βοηθὸς καὶ ὑπέρμαχος τῶν ἀδικηθέντων, ἣ λόγον καὶ εὐθύνας αὐτὸν τῆς περὶ τοὺς πεπονθότας συμφορᾶς ἀπαιτήσει·"],["141","κἂν ἄρα φάσκῃ πληγὰς ἕνεκα νουθεσίας ἐντεῖναι μὴ διανοηθεὶς ἀνελεῖν, οὐκ εὐθὺς βαδιεῖται γεγηθώς, ἀλλ’ εἰς δικαστήριον ἀπαχθεὶς παρ’ ἀκριβέσι λογισταῖς τῆς ἀληθείας ἐξετασθήσεται, πότερον ἑκὼν ἀπέκτεινεν ἢ ἄκων· κἂν ἐπιβεβουλευκὼς ἀνευρίσκηται γνώμῃ ἀνοσίῳ, θνῃσκέτω, μηδὲν παρόσον δεσπότης ἐστὶ κερδαίνων εἰς τὸ σωθῆναι."],["142","ἐὰν δὲ μὴ εὐθὺς ἐκ τῶν πληγῶν οἱ τυπτηθέντες ἀναιρεθῶσιν, ἀλλὰ βιώσωσιν ἡμέραν μίαν ἢ καὶ δύο, μηκέθ’ ὁμοίως ὁ δεσπότης ὑπόδικος ἔστω φόνου, πλεονέκτημα εἰς ἀπολογίαν πεπορισμένος τὸ μήτε παραχρῆμα τύπτων ἀνελεῖν μήθ’ ὕστερον, ἔχων κατὰ τὴν οἰκίαν, ἀλλὰ ζῆν ἐάσας ὅσον βιοῦν οἷοί τε ἦσαν χρόνον, εἰ καὶ παντάπασιν ὀλίγον· χωρὶς τοῦ μηδένα οὕτως ἠλίθιον εἶναι, ὡς λυπεῖν ἕτερον ἐπιχειρεῖν, ἐν οἷς αὐτὸς ἀδικηθήσεται."],["143","κτείνων δέ τις οἰκέτην πολὺ πρότερον ἑαυτὸν βλάπτει, ὑπηρεσιῶν τε ἃς παρὰ ζῶντος εἶχε στερόμενος καὶ τὴν τιμὴν ζημιούμενος καὶ πλείστην ἴσως. ἐὰν μέντοι θανάτου πεπραχὼς ἄξια τυγχάνῃ, πρὸς τοὺς δικαστὰς ἀγέτω καὶ δηλούτω τὸ ἀδίκημα, τοὺς νόμους κυρίους ποιῶν τῆς τιμωρίας ἀλλὰ μὴ ἑαυτόν."],["144","Ἐάν τινα ταῦρος ἀναπείρας ἀποκτείνῃ, καταλευέσθω— ἀσφαγὴς γὰρ ἱερείοις— καὶ ἄβρωτα ἔστω τὰ τούτου κρέα. διὰ τί; ὅτι τροφὴν ἢ προσόψημα τροφῆς ἀνθρώπων γίνεσθαι τὰ τοῦ κτείναντος ἄνθρωπον οὐχ ὅσιον."],["145","ἐὰν δὲ ὁ τοῦ κτήνους κύριος ἄγριον εἰδὼς καὶ ἀτίθασον μήτε καταδήσῃ μήτε κατακλείσας φυλάττῃ, τύχῃ δὲ καὶ παρ’ ἑτέρων πεπυσμένος ὅτι οὐκ ἔστι χειρόηθες, ἄφετον ἐάσας ἐκνέμεσθαι ὥσπερ αἴτιος ὑπόδικος ἔστω· καὶ τὸ μὲν ἀναπεῖραν αὐτίκα θνῃσκέτω, ὁ δὲ κύριος προσαναιρείσθω ἢ λύτρα καὶ σῶστρα κατατιθέσθω, τὸ δὲ δικαστήριον ὅ τι χρὴ παθεῖν ἢ ἀποτῖσαι διαγνώσεται. εἰ μέντοι δοῦλος ὁ ἀναιρεθεὶς εἴη, τὴν τιμὴν ἐπανορθούσθω τῷ δεσπότῃ."],["146","ἐὰν δὲ μὴ ἄνθρωπον ἀλλὰ κτῆνος ἀναπείρῃ, τὸ τεθνηκὸς ὁ τοῦ κτείναντος λαβὼν δεσπότης τὸ ὅμοιον ἀποτισάτω, [διότι τὸ ἀνήμερον τοῦ ἰδίου προαισθανόμενος οὐκ ἐφυλάξατο· κἂν αὐτὸ μέντοι τὸ θρέμμα ἀλλότριον ἀνέλῃ, πάλιν ὅμοιον ἀποτινέτω,] χάριν εἰδὼς ἐπὶ τῷ μὴ πλείονα ζημίαν ὑπομένειν ἄρξας ἐπηρείας."],["147","Ὀρύγματα γῆς εἰώθασί τινες εὖ μάλα βαθύνειν ἢ φλέβας πηγαζούσας ἀναστέλλοντες ἢ πρὸς ὑποδοχὴν ὀμβρίου ὕδατος, εἶθ’ ὑπονόμους εὐρύναντες ἀφανεῖς, δέον τὰ στόμια ἢ περιοικοδομῆσαι ἢ περιπωμάσαι, κατά τινα δεινὴν ῥᾳθυμίαν ἢ φρενοβλάβειαν ἐπ’ ὀλέθρῳ τινῶν εἴασαν ἀχανῆ."],["148","ἐὰν οὖν τις τῶν ὁδῷ παριόντων μὴ προαισθόμενος κατὰ κενοῦ ἐπιβὰς ἐνεχθῇ καὶ τελευτήσῃ, ἐπιγραφέσθωσαν οἱ βουλόμενοι ὑπὲρ τοῦ τετελευτηκότος πρὸς τοὺς τὸ ὄρυγμα ποιησαμένους καὶ τιμάτω τὸ δικαστήριον ὅ τι χρὴ παθεῖν ἢ ἀποτῖσαι. ἐὰν δὲ θρέμμα κατενεχθὲν ἀποθάνῃ, τὴν ἀξίαν τιμὴν ὡς ζῶντος ἐπανορθούσθωσαν τῷ δεσπότῃ τὸ νεκρὸν αὐτοὶ λαβόντες."],["149","ἀδελφὸν δὲ καὶ συγγενὲς ἀδίκημα δρῶσι τῷ λεχθέντι καὶ ὅσοι κατασκευάζοντες οἰκίας ἰσόπεδα καταλείπουσι τὰ τέγη, περιστεφανοῦν θωρακίοις δέον ὑπὲρ τοῦ μή τινα κατακρημνισθῆναι λαθόντα· φόνον γάρ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, δρῶσι, κἂν μηδεὶς ὑποσυρεὶς ἀποθάνῃ, τό γε ἐπ’ αὐτοὺς ἧκον μέρος. κολαζέσθωσαν οὖν ἐν ἴσῳ τοῖς ἀχανῆ τὰ στόμια τῶν ὀρυγμάτων καταλείπουσι."],["150","Λύτρα παρὰ ἀνδροφόνου, ὃν δέον τεθνάναι, διαγορεύει ὁ νόμος μὴ ἐξεῖναι λαμβάνειν ἐπὶ μειώσει τῆς τιμωρίας ἢ ὑπαλλαγῇ φυγῆς ἀντὶ θανάτου· αἵματι γὰρ αἷμα καθαίρεται, τῷ τοῦ κτείναντος τὸ τοῦ ἐπιβουλευθέντος."],["151","ἐπεὶ δ’ ὅρον οὐκ ἔχουσιν οἱ πονηροὶ τὰς φύσεις τοῦ πλημμελεῖν, ἀλλ’ ἀεὶ μεγαλουργοῦσι προσυπερβάλλοντες καὶ τὰς κακίας ἐπιτείνουσι καὶ διαίρουσι πρὸς τὸ ἄμετρον καὶ ἀπερίγραφον, μυρίους μὲν θανάτους, εἴπερ οἷόν τε ἦν, ὥρισεν ἂν κατ’ αὐτῶν ὁ νομοθέτης· ἐπεὶ δὲ τοῦτ’ οὐκ ἐνεδέχετο, τιμωρίαν ἄλλην προσδιατάττεται κελεύων τοὺς ἀνελόντας ἀνασκολοπίζεσθαι."],["152","καὶ τοῦτο προστάξας ἀνατρέχει πάλιν ἐπὶ τὴν αὑτοῦ φιλανθρωπίαν, ἡμερούμενος πρὸς τοὺς ἀνήμερα εἰργασμένους, καί φησι· μὴ ἐπιδυέτω ὁ ἥλιος ἀνεσκολοπισμένοις, ἀλλ’ ἐπικρυπτέσθωσαν γῇ πρὸ δύσεως καθαιρεθέντες. ἦν γὰρ ἀναγκαῖον τοὺς ἅπασι τοῖς μέρεσι τοῦ κόσμου πολεμίους μετεωρίσαντας εἰς τοὐμφανὲς ἐπιδείξασθαι μὲν αὐτοὺς ἡλίῳ καὶ οὐρανῷ καὶ ἀέρι καὶ ὕδατι καὶ γῇ κολασθέντας, πάλιν δὲ εἰς τὸν νεκρῶν χῶρον ὑποσῦραί τε καὶ καταχῶσαι, ὅπως μὴ τὰ ὑπὲρ γῆν μιαίνωσι."],["153","Παγκάλως μέντοι κἀκεῖνο διατέτακται, πατέρας ὑπὲρ υἱῶν μὴ ἀποθνῄσκειν μηδ’ υἱοὺς ὑπὲρ γονέων, ἀλλ’ ἕκαστον τῶν ἄξια θανάτου δεδρακότων αὐτὸν ἰδίᾳ μόνον ἀναιρεῖσθαι, διὰ τοὺς ἢ βίαν τοῦ δικαίου προτιμῶντας ἢ πάνυ φιλοστόργους."],["154","οὗτοι μὲν γὰρ διὰ περιττὴν καὶ ὑπερβάλλουσαν εὔνοιαν ἐθελήσουσι πολλάκις ἄσμενοι προαποθνῄσκειν, αὑτοὺς ἐπιδιδόντες ὑπὲρ τῶν ἐνόχων οἱ ἀνυπαίτιοι, μέγα κέρδος νομίζοντες τὸ μὴ ἐπιδεῖν κολαζομένους ἢ τοὺς γεννήσαντας υἱοὶ ἢ τοὺς παῖδας γονεῖς, ὡς ἀβίωτον καὶ παντὸς ἀργαλεώτερον θανάτου τὸν αὖθις χρόνον βιωσόμενοι."],["155","πρὸς οὓς λεκτέον· \" ἡ εὔνοια ὑμῶν οὐκ ἔχει καιρόν, τὰ δ’ ὅσα μὴ ἐν καιρῷ ψέγεται δεόντως, ἐπεὶ καὶ τὰ καίρια ἐπαινεῖται. χρὴ μέντοι φιλεῖν τοὺς ἄξια φιλίας δρῶντας, πονηρὸς δ’ οὐδεὶς πρὸς ἀλήθειαν φίλος. συγγενεῖς δὲ καὶ ἐν συγγενέσι φίλους καλουμένους ἠλλοτρίωσαν αἱ μοχθηρίαι πλημμελοῦντας· συγγένεια γὰρ οἰκειοτέρα τῆς πρὸς αἵματος ἡ πρὸς δικαιοσύνην καὶ πᾶσαν ἀρετὴν ὁμολογία, ἣν ἐκλιπών τις οὐκ ἐν ὀθνείοις καὶ ξένοις μόνον ἀλλὰ καὶ ἐν ἀσπόνδοις ἐχθροῖς ἀναγράφεται."],["156","τί οὖν κατεψευσμένον ὄνομα εὐνοίας ὅ τι χρηστὸν καὶ φιλάνθρωπόν ἐστιν ὑποδύεσθε, τἀληθῆ μαλακίαν καὶ ἀνανδρίαν παρακαλυπτόμενοι; ἢ οὐκ ἄνανδροι τὰς φύσεις, παρ’ οἷς οἴκτου λογισμὸς ἡττᾶται; καὶ ταῦθ’ ἵνα διπλοῦν ἀδίκημα δράσητε, τοὺς μὲν ὑπαιτίους ῥυόμενοι τῆς τιμωρίας, αὑτοὺς δ’ ἐπὶ μηδενὶ μεμφθέντας τὸ παράπαν"],["157","οἰόμενοι δεῖν ἀντ’ ἐκείνων κολάζειν; “ἀλλ’ οὗτοι μὲν ὑποτίμησιν ἔχουσι τὸ μηδὲν θηρᾶσθαι ἐπ’ ὠφελείᾳ καὶ τὸ λίαν πρὸς τοὺς ἐγγυτάτω γένους φιλόστοργον, ὑπὲρ ὧν τῆς σωτηρίας ἀποθνῄσκειν ἄσμενοι διανοοῦνται."],["158","τοὺς δὲ ὠμοθύμους καὶ τὴν φύσιν θηριώδεις τίς οὐκ ἂν προβάλοιτο τῶν οὐ λέγω μετρίων ἀλλὰ καὶ τῶν μὴ σφόδρα ἀτιθάσων τὴν ψυχήν, οἳ ἢ λάθρα τεχνάζουσιν ἢ ἐπιθαρροῦσι φανερῶς ἑτέροις ἀνθ’ ἑτέρων τὰς μεγίστας ἐπανατείνεσθαι συμφοράς, φιλίαν ἢ συγγένειαν ἢ κοινωνίαν ἤ τι ὁμοιότροπον ἐπ’ ὀλέθρῳ τῶν οὐδὲν ἠδικηκότων προφασιζόμενοι; καὶ ταῦτα δρῶσιν ἔστιν ὅτε μηδὲν πεπονθότες δεινόν, ἕνεκα δὲ πλεονεξίας ἢ ἁρπαγῆς."],["159","πρώην τις ἐκλογεὺς φόρων ταχθεὶς παρ’ ἡμῖν, ἐπειδή τινες τῶν δοξάντων ὀφείλειν διὰ πενίαν ἔφυγον δέει τιμωριῶν ἀνηκέστων, γύναια τούτων καὶ τέκνα καὶ γονεῖς καὶ τὴν ἄλλην γενεὰν ἀπαγαγὼν πρὸς βίαν, τύπτων καὶ προπηλακίζων καὶ πάσας αἰκίας αἰκιζόμενος, ἵν’ ἢ τὸν φυγόντα μηνύσωσιν ἢ τὰ ὑπὲρ ἐκείνου καταθῶσιν οὐδέτερον δυνάμενοι, τὸ μὲν ὅτι ἠγνόουν, τὸ δ’ ὅτι οὐχ ἧττον τοῦ φυγόντος ἀπόρως εἶχον, οὐ πρότερον ἀνῆκεν, ἢ βασάνοις καὶ στρέβλαις τὰ σώματα κατατείνων ἀποκτεῖναι κεκαινουργημέναις ἰδέαις θανάτου·"],["160","ἄμμου σπυρίδα πλήρη βρόχοις ἐκδησάμενος ἀνήρτα κατὰ τῶν αὐχένων, βαρύτατον ἄχθος, ἱστὰς ἐν ὑπαίθρῳ κατὰ μέσην ἀγοράν, ἵν’ οἱ μὲν ἀθρόαις τιμωρίαις, ἀνέμῳ καὶ ἡλίῳ καὶ τῇ ἀπὸ τῶν παριόντων αἰσχύνῃ καὶ τοῖς ἐκκρεμαμένοις ἄχθεσι, βιαζόμενοι χαλεπῶς ἀπαγορεύωσιν, οἱ δὲ θεώμενοι τὰς τούτων τιμωρίας προαλγῶσιν·"],["161","ὧν ἔνιοι τρανότερον τῆς διὰ τῶν ὀφθαλμῶν τὴν διὰ τῆς ψυχῆς λαβόντες αἴσθησιν, ὡς ἐν τοῖς ἑτέρων σώμασιν αὐτοὶ κακούμενοι, τῷ βίῳ προαπετάξαντο ξίφεσιν ἢ φαρμάκοις ἢ ἀγχόναις, μεγάλην ὡς ἐν κακοπραγίαις νομίζοντες ἐπιτυχίαν τὴν ἄνευ βασάνων τελευτήν·"],["162","οἱ δὲ μὴ φθάσαντες ἑαυτοὺς διαχρήσασθαι, καθάπερ ἐν ταῖς τῶν κλήρων ἐπιδικασίαις, κατὰ στοῖχον ἤγοντο οἱ ἀπὸ τοῦ γένους πρῶτοι καὶ μετ’ αὐτοὺς δεύτεροι καὶ τρίτοι μέχρι τῶν ὑστάτων· καὶ ὁπότε μηδεὶς λοιπὸς εἴη τῶν συγγενῶν, διέβαινε τὸ κακὸν καὶ ἐπὶ τοὺς γειτνιῶντας, ἔστι δ’ ὅτε καὶ ἐπὶ κώμας καὶ πόλεις, αἳ ταχέως ἔρημοι καὶ κεναὶ τῶν οἰκητόρων ἐγένοντο μετανισταμένων καὶ σκεδαννυμένων ἔνθα λήσεσθαι προσεδόκων."],["163","ἀλλ’ οὐδὲν ἴσως θαυμαστόν, εἰ φορολογίας ἕνεκα βάρβαροι τὰς φύσεις, ἡμέρου παιδείας ἄγευστοι, δεσποτικοῖς πειθαρχοῦντες ἐπιτάγμασι τοὺς ἐτησίους ἀναπράττουσι δασμούς, οὐ μόνον ἐκ τῶν οὐσιῶν ἀλλὰ καὶ ἐκ τῶν σωμάτων, ἄχρι καὶ ψυχῆς τοὺς κινδύνους ἐπιφέροντες ὑπὲρ ἑτέρων ἑτέροις."],["164","ἤδη δὲ καὶ οἱ τῶν δικαίων ὅροι καὶ κανόνες, αὐτοὶ οἱ νομοθέται, πρὸς δόξαν μᾶλλον ἢ πρὸς ἀλήθειαν ἀπιδόντες, τῶν ἀδικωτάτων ὑπέμειναν γενέσθαι, κελεύσαντες τοῖς μὲν προδόταις τοὺς παῖδας συναναιρεῖσθαι, τοῖς δὲ τυράννοις τὰς ἐγγυτάτω πέντε οἰκίας. διὰ τί;"],["165","φαίην ἄν· εἰ μὲν γὰρ συνεξήμαρτον, καὶ συγκολαζέσθωσαν, εἰ δὲ μήτε κατεκοινώνησαν μήτε ζηλωταὶ τῶν ὁμοίων ἐγένοντο μήτε ταῖς τῶν οἰκείων εὐτυχίαις ἐπαρθέντες ἐνηδυπάθησαν, τίνος χάριν ἀναιρεθήσονται; ἢ δι’ ἓν τοῦτο μόνον, ὅτι συγγενεῖς εἰσι; γένους γὰρ ἢ παρανομημάτων αἱ τιμωρίαι;"],["166","χρηστῶν ἴσως ὑμεῖς, ὦ σεμνοὶ νομοθέται, τῶν οἰκείων ἐλάχετε· μοχθηροὶ δ’ εἴπερ ἐγένοντο, δοκεῖτέ μοι μηδ’ ἂν εἰς νοῦν ποτε βαλέσθαι τὰς τοιαύτας προστάξεις, ἀλλὰ καὶ γράφοντας ἑτέρους δυσχερᾶναι, διὰ τὴν τοῦ μηδὲν ἀνήκεστον παθεῖν προφυλακὴν*** τὸν ἐν ἀσφαλεῖ βίῳ διάγοντα μετὰ τῶν κινδυνευόντων σκοπεῖν καὶ ἐν ταῖς ἴσαις κακοπραγίαις ἐξετάζεσθαι· τὸ μὲν γὰρ ἔχει δέος, ὃ φυλαττόμενός τις οὐδ’ ἂν ἕτερον περιΐδοι, τὸ δ’ ἐστὶν ἄφοβον, ὑφ’ οὗ πολλάκις ἀνεπείσθησάν τινες ἀλογεῖν ἀνθρώπων ἀνυπαιτίων ἀσφαλείας."],["167","ταῦτ’ οὖν ἐκλογισάμενος ὁ ἡμέτερος νομοθέτης καὶ τὰ παρὰ τοῖς ἄλλοις ἁμαρτήματα συνιδὼν ὡς φθοροποιὰ τῆς ἀρίστης πολιτείας ἀπεστράφη καὶ διεμίσησε [καὶ] τοὺς χρωμένους εἴτε ῥᾳθυμίαις εἴτε ἀπανθρωπίαις καὶ κακίαις καὶ οὐδέποτέ τινα τῶν συμβεβιωκότων ἐξέδωκεν ἐπὶ τιμωρίᾳ προσθήκην ποιησάμενος αὐτὸν ἀδικημάτων ἑτέρων."],["168","διόπερ ἄντικρυς ἀπεῖπεν υἱοὺς ἀντὶ γονέων ἢ γονεῖς ἀντὶ υἱῶν ἀναιρεῖσθαι, δικαιώσας ὧν τὰ ἁμαρτήματα τούτων εἶναι καὶ τὰς τιμωρίας, εἴτε ζημίας χρημάτων εἴτε καὶ πληγὰς καὶ βιαιοτέρας ὕβρεις εἴτε τραύματα καὶ πηρώσεις καὶ ἀτιμίας καὶ φυγὰς καὶ ὅσα ἄλλα τῶν ἐπὶ δίκαις· ἑνὸς γὰρ τοῦ μὴ ἕτερον ἀνθ’ ἑτέρου κτείνειν μνησθεὶς καὶ τὰ ἡσυχασθέντα προσπεριέλαβεν."],["169","Ἀγοραὶ καὶ βουλευτήρια καὶ δικαστήρια καὶ θίασοι καὶ σύλλογοι πολυανθρώπων ὁμίλων καὶ ὁ ἐν ὑπαίθρῳ βίος διὰ λόγων καὶ πράξεων κατὰ πολέμους καὶ κατ’ εἰρήνην ἀνδράσιν ἐφαρμόζουσι, θηλείαις δὲ οἰκουρία καὶ ἡ ἔνδον μονή, παρθένοις μὲν εἴσω κλισιάδων τὴν μέσαυλον ὅρον πεποιημέναις, τελείαις δὲ ἤδη γυναιξὶ τὴν αὔλειον."],["170","διττὸν γὰρ πόλεων εἶδος, μειζόνων καὶ βραχυτέρων· αἱ μὲν οὖν μείζους ἄστη καλοῦνται, οἰκίαι δ’ αἱ βραχύτεραι. τὴν δ’ ἑκατέρων προστασίαν διειλήχασιν ἄνδρες μὲν τῶν μειζόνων, ἧς ὄνομα πολιτεία, γυναῖκες δὲ τῶν βραχυτέρων, ἧς ὄνομα οἰκονομία."],["171","μηδὲν οὖν ἔξω τῶν κατὰ τὴν οἰκονομίαν πολυπραγμονείτω γυνὴ ζητοῦσα μοναυλίαν μηδ’ οἷα νομὰς κατὰ τὰς ὁδοὺς ἐν ὄψεσιν ἀνδρῶν ἑτέρων ἐξεταζέσθω, πλὴν εἰς ἱερὸν ὁπότε δέοι βαδίζειν, φροντίδα ποιουμένη καὶ τότε μὴ πληθυούσης ἀγορᾶς, ἀλλ’ ἐπανεληλυθότων οἴκαδε τῶν πλείστων, ἐλευθέρας τρόπον καὶ τῷ ὄντι ἀστῆς ἐν ἠρεμίᾳ θυσίας ἐπιτελοῦσα καὶ εὐχὰς εἰς ἀποτροπὴν κακῶν καὶ μετουσίαν ἀγαθῶν."],["172","τὸ δὲ λοιδορουμένων ἢ συμπλεκομένων ἀνδρῶν ἐπεκθεῖν τολμᾶν κατὰ πρόφασιν συμμαχίας ἢ βοηθείας γυναῖκας ἐπίληπτον καὶ οὐ μετρίως ἀναίσχυντον, ἃς οὐδ’ ἐν πολέμοις καὶ στρατείαις καὶ τοῖς ὑπὲρ πάσης τῆς πατρίδος κινδύνοις ἐδικαίωσεν ὁ νόμος ἐξετάζεσθαι, τὸ πρέπον ἰδών, ὅπερ ἀκίνητον ἀεὶ καὶ πανταχοῦ φυλάττειν διενοήθη, νομίσας αὐτὸ τοῦτ’ εἶναι καθ’ αὑτὸ νίκης καὶ ἐλευθερίας καὶ πάσης ἄμεινον εὐτυχίας."],["173","ἐὰν μέντοι καὶ πυθομένη τις ὑβρίζεσθαι τὸν ἄνδρα, πόθῳ τῷ πρὸς ἐκεῖνον ἡττηθεῖσα φιλανδρίας, ὑπὸ τοῦ παραστάντος πάθους ἐξορμῆσαι βιασθῇ, μὴ πλέον τῆς φύσεως ἀρρενούσθω θρασυνομένη, μενέτω δὲ καὶ ἐν οἷς βοηθεῖ γυνή· πάνδεινον γάρ, εἰ βουλομένη τις ὑπεξελέσθαι τὸν ἄνδρα ὕβρεως ὑβρισθήσεται πρὸς ἑαυτῆς κατάπλεων ἀποφαινούσης τὸν ἴδιον βίον αἰσχύνης καὶ μεγάλων ὀνειδῶν τῶν ἐπ’ ἀνιάτῳ θρασύτητι."],["174","λοιδορήσεται γὰρ γυνὴ κατ’ ἀγορὰν ῥῆμά τέ τι τῶν ἀπηγορευμένων φθέγξεται, ἑτέρου δὲ κακηγοροῦντος οὐκ ἀποδραμεῖται τὰ ὦτα ἐπιφράξασα; νυνὶ δὲ προβαίνουσί τινες, ὡς μὴ μόνον ὑπὸ γλωσσαλγίας ἐν ἀνδρῶν ὄχλῳ [γυναῖκες] κακηγορεῖν καὶ προπηλακίζειν, ἀλλὰ καὶ τὰς χεῖρας ἐπιφέρειν τὰς ὑφάσμασι καὶ ταλασίαις ἀλλ’ οὐ πληγαῖς καὶ ὕβρεσι καθάπερ παγκρατιαστῶν καὶ πυκτῶν ἐνασκουμένας."],["175","καὶ τὰ μὲν ἄλλα [οἰστὰ καὶ] φέρειν ἄν τις δύναιτο· χαλεπὸν δ’ ἐκεῖνο, εἴ τις γυνὴ τοσοῦτον καταθρασύνοιτο, ὡς διαδράξασθαι τῶν τοῦ διαφερομένου γεννητικῶν· μὴ γάρ, παρόσον ἀνδρὶ βοηθοῦσα δοκεῖ τοῦτο πράττειν, ἀφείσθω, τῆς δ’ ἄγαν θρασύτητος ἐπεχέσθω τίνουσα δίκην, ὑφ’ ἧς αὐτὴ μὲν τὰ ὅμοια ἐξαμαρτάνειν ἐθέλουσα αὖθις οὐκ ἂν δύναιτο, τῶν δ’ ἄλλων ὅσαι προπετέστεραι φόβῳ μετριάσουσιν· ἔστω δ’ ἡ δίκη χειρὸς ἀποκοπὴ τῆς ἁψαμένης ὧν οὐ θέμις."],["176","ἄξιον ἐπαινεῖν καὶ τοὺς τῶν γυμνικῶν ἀγώνων ἀθλοθέτας, οἳ τῆς θέας ἀνεῖρξαν γυναῖκας, ἵνα μὴ γυμνουμένοις ἀνδράσι παρατυγχάνουσαι τὸ δόκιμον αἰδοῦς νόμισμα παρακόπτωσιν ἀλογοῦσαι φύσεως θεσμῶν, οὓς ὥρισεν ἑκατέρῳ τμήματι τοῦ γένους ἡμῶν. οὐδὲ γὰρ ἄνδρας, ἀποτιθεμένων ἐσθῆτας γυναικῶν, ἐμπρεπὲς παρατυγχάνειν, ἀλλ’ ἑκατέρους τὰς τῶν ἑτέρων ὄψεις ἐκτρέπεσθαι γυμνουμένων τοῖς τῆς φύσεως βουλήμασιν ἑπομένους."],["177","εἶθ’ ὧν ἡ ὄψις ἐπίληπτος, οὐ πολὺ μᾶλλον αἱ χεῖρες ὑπαίτιοι; ὀφθαλμοὶ μὲν γὰρ καὶ ἃ μὴ βουλόμεθα πολλάκις ὁρᾶν ἀπελευθεριάζοντες ἀποβιάζονται, χεῖρες δ’ ἐν τῇ τῶν ὑπηκόων τάξει τεταγμέναι μερῶν πειθαρχοῦσαι τοῖς ἡμετέροις ἐπιτάγμασιν ὑπηρετοῦσιν."],["178","ἥδε μὲν αἰτία ἣ παρὰ πολλοῖς εἴωθε λέγεσθαι· ἑτέραν δὲ ἤκουσα θεσπεσίων ἀνδρῶν τὰ πλεῖστα τῶν ἐν τοῖς νόμοις ὑπολαμβανόντων εἶναι σύμβολα φανερὰ ἀφανῶν καὶ ῥητὰ ἀρρήτων. ἦν δὲ τοιάδε· ψυχῆς, ὥσπερ ἐν ταῖς συγγενείαις, ἡ μέν ἐστιν ἄρρην καὶ πρὸς ἀνδρῶν, ἡ δὲ θήλεια καὶ πρὸς γυναικῶν· ἄρρην μὲν ἡ μόνῳ θεῷ προσκληροῦσα ἑαυτὴν ὡς πατρὶ καὶ ποιητῇ τῶν ὅλων καὶ πάντων αἰτίῳ, θήλεια δὲ ἡ ἐκκρεμαμένη τῶν ἐν γενέσει καὶ φθορᾷ καὶ ἀποτείνουσα καθάπερ χεῖρα τὴν δύναμιν αὑτῆς, ἵνα τυφλῶς τῶν ἐπιτυχόντων ἐφάπτηται, γένεσιν δεξιουμένη τὴν τροπαῖς ἀμυθήτοις χρωμένην καὶ μεταβολαῖς, δέον τὴν ἀμετάβλητον καὶ μακαρίαν καὶ τρισευδαίμονα θείαν φύσιν."],["179","εἰκότως οὖν τὴν ἐφαψαμένην χεῖρα τῶν διδύμων ἀποκόπτειν διείρηται συμβολικῶς, οὐχ ὅπως ἀκρωτηριάζηται τὸ σῶμα στερόμενον ἀναγκαιοτάτου μέρους, ἀλλ’ ὑπὲρ τοῦ τῆς ψυχῆς πάντας τοὺς ἀθέους ἐκτέμνειν λογισμοὺς ἐπιβάθρᾳ χρωμένους ἅπασιν ὧν γένεσίς ἐστι· δίδυμοι γὰρ σύμβολον σπορᾶς καὶ γενέσεως."],["180","ἑπόμενος δ’ ἀκολουθίᾳ φύσεως κἀκεῖνο λέξω, ὅτι μονὰς μέν ἐστιν εἰκὼν αἰτίου πρώτου, δυὰς δὲ παθητῆς καὶ διαιρετῆς ὕλης· ὃς ἂν οὖν δυάδα πρὸ μονάδος τιμήσῃ καὶ δεξιώσηται, μὴ ἀγνοείτω τὴν ὕλην ἀποδεχόμενος μᾶλλον ἢ θεόν. ἧς χάριν αἰτίας ἐδικαίωσεν ὁ νόμος ταύτην τὴν ἐπιβολὴν τῆς ψυχῆς ἀποκόπτειν οἷα χεῖρα· μεῖζον γὰρ οὐκ ἔστιν ἀσέβημα ἢ τῷ παθητῷ τὴν τοῦ δρῶντος ἀνατιθέναι δύναμιν."],["181","Μέμψαιτ’ ἄν τις δεόντως τοὺς ἀνόμοια τοῖς ἀδικήμασι τάττοντας ἐπιτίμια κατὰ τῶν εἰργασμένων, ζημίας χρημάτων ἐπ’ αἰκίαις ἢ ἐπὶ τραύμασι καὶ πηρώσεσιν ἀτιμίας ἢ ἐπ’ ἀνδροφονίαις ἑκουσίοις ἐλάσεις ὑπερορίους καὶ τὰς εἰς ἀεὶ φυγὰς ἢ δεσμοὺς ἐπὶ κλοπαῖς· τὸ γὰρ ἀνώμαλον καὶ ἄνισον ἐχθρὸν πολιτείας ζηλούσης τὴν ἀλήθειαν."],["182","ἰσότητος δὲ ὑφηγητὴς ὁ ἡμέτερος νόμος τὰ ὅμοια κελεύων τοὺς ἁμαρτάνοντας ὑπομένειν οἷς ἔδρασαν, ἐκ τῶν οὐσιῶν, ἐὰν περὶ τὰς οὐσίας ἀδικοπραγῶσι τῶν πλησίον, ἐκ τῶν σωμάτων, ἐὰν εἰς τὰ σώματα ἐξαμαρτάνωσι κατὰ μέρη καὶ μέλη καὶ τὰς αἰσθήσεις· κἂν ἄχρι μέντοι τῆς ψυχῆς ἐπιβουλεύσωσιν, εἰς ψυχὴν τιμωρεῖσθαι κελεύει· ὑπομένειν γὰρ ἀνθ’ ἑτέρων ἕτερα μηδεμίαν ἔχοντα κοινωνίαν ἀλλὰ τοῖς εἴδεσιν ἀπηρτημένα καταλυόντων νόμους ἐστίν, οὐ βεβαιούντων."],["183","ταυτὶ δέ φαμεν τῶν ἄλλων [οὐχ] ὁμοίως ἐχόντων· οὐ γὰρ ταὐτὸν ἀλλοτρίῳ καὶ πατρὶ πληγὰς ἐμφορῆσαι οὐδὲ ἄρχοντα ἢ ἰδιώτην κακῶς εἰπεῖν οὐδὲ ἐργάσασθαί τι τῶν μὴ ἐφειμένων ἐν βεβήλοις ἢ ἱεροῖς χωρίοις οὐδ’ ἐν ἑορταῖς καὶ πανηγύρεσι καὶ δημοτελέσι θυσίαις καὶ πάλιν ἐν ἡμέραις αἷς μηδὲν πρόσεστι τῶν εἰς ἐκεχειρίαν ἢ καὶ συνόλως ἀποφράσι, καὶ ὅσα ἄλλα τοιουτότροπα διερευνητέον εἰς συναύξησιν ἢ μείωσιν κολάσεως."],["184","Πάλιν ἐάν τις, φησίν, ὀφθαλμὸν οἰκέτου ἢ θεραπαίνης ἐκκόψῃ, ἐλευθέρους ἀφιέτω. διὰ τί; ὥσπερ τὴν τοῦ σώματος ἡγεμονίαν ἡ φύσις ἀνῆψε κεφαλῇ χαρισαμένη καὶ τόπον οἰκειότατον ὡς βασιλεῖ τὴν ἄκραν— ἄνω γὰρ αὐτὴν ἐπ’ ἀρχὴν παραπέμψασα ἱδρύσατο καθάπερ ἀνδριάντι βάσιν ὑποθεῖσα τὴν ἀπ’ αὐχένος ἄχρι ποδῶν ἅπασαν ἁρμονίαν—, οὕτως καὶ τῶν αἰσθήσεων τὸ κράτος ἀνέδωκεν ὀφθαλμοῖς· ὑπεράνω γοῦν καὶ τούτοις ὡς ἄρχουσιν ἀπένειμεν οἴκησιν, βουληθεῖσα μὴ μόνον τοῖς ἄλλοις ἀλλὰ καὶ χωρίῳ περισημοτάτῳ καὶ περιφανεστάτῳ τούτους γερᾶραι."],["185","τὰς μὲν οὖν χρείας καὶ ὠφελείας, ἃς παρέχουσι τῷ γένει ἡμῶν ὀφθαλμοί, μακρὸν ἂν εἴη καταριθμεῖσθαι· μίαν δὲ τὴν ἀρίστην λεκτέον. φιλοσοφίαν ὤμβρησε μὲν ὁ οὐρανός, ἐχώρησε δὲ ὁ ἀνθρώπινος νοῦς, ἐξενάγησε δὲ ὄψις· πρώτη γὰρ αὕτη κατεῖδε τὰς λεωφόρους ἐπ’ αἰθέρος ὁδούς."],["186","ἀγαθῶν δέ, ὅσα πρὸς ἀλήθειαν ἀγαθά, πηγὴ φιλοσοφία· ἧς ὁ μὲν ἀρυτόμενος εἰς κτῆσιν καὶ χρῆσιν ἀρετῆς ἐπαινετός, ὁ δ’ ἕνεκα πανουργίας καὶ τοῦ κατασοφίσασθαί τινα ψεκτός· ἔοικε γὰρ ὁ μὲν ἀνδρὶ συμποτικῷ καὶ ἑαυτὸν καὶ τοὺς συνεστιωμένους πάντας εὐφραίνοντι, ὁ δὲ τῷ τὸν ἄκρατον εἰς παροινίαν καὶ ὕβριν ἑαυτοῦ τε καὶ τῶν πλησίον ἐμφορουμένῳ."],["187","ὅτῳ δ’ οὖν τρόπῳ φιλοσοφίαν ἐξενάγησεν ὄψις, ἤδη λεκτέον. ἀναβλέψασα εἰς αἰθέρα κατεῖδεν ἥλιον καὶ σελήνην καὶ πλάνητας καὶ ἀπλανεῖς ἀστέρας, τὴν ἱεροπρεπεστάτην οὐρανοῦ στρατιάν, κόσμον ἐν κόσμῳ, εἶτ’ ἀνατολὰς καὶ δύσεις καὶ χορείας ἐμμελεῖς καὶ τεταγμέναις χρόνων περιόδοις συνόδους, ἐκλείψεις, ἐπιλάμψεις,"],["188","εἶτ’ αὐξήσεις καὶ μειώσεις σελήνης, ἡλίου κινήσεις τὰς κατὰ πλάτος, ἀπὸ μὲν τῶν νοτίων ἐπὶ τὰ βόρεια προσιόντος, ἀπὸ δὲ τῶν βορείων ἐξαναχωροῦντος πρὸς τὰ νότια, εἰς καιρῶν τῶν ἐτησίων γένεσιν, οἷς τὰ πάντα τελεσφορεῖται, καὶ πρὸς τούτοις μυρία ἄλλα θαυμάσια· καὶ περιαθρήσασα κατά τε γῆν καὶ κατὰ θάλατταν καὶ ἀέρα τάδε πάντα τῷ νῷ μετὰ σπουδῆς ἐπεδείξατο."],["189","ὁ δ’ ἅπερ οὐχ οἷός τ’ ἦν δι’ αὑτοῦ καταλαβεῖν διὰ τῆς ὁράσεως ἰδὼν οὐκ ἐπὶ τῶν ὁραθέντων αὐτὸ μόνον ἔστη, ἀλλ’ ἅτε φιλομαθὴς καὶ φιλόκαλος, ἀγάμενος τὴν θέαν, λογισμὸν εἰκότα ἐλάμβανεν, ὅτι ταῦτα οὐκ ἀπαυτοματισθέντα συνέστη φοραῖς ἀλόγοις, ἀλλὰ διανοίᾳ θεοῦ, ὃν πατέρα καὶ ποιητὴν ὀνομάζειν θέμις, καὶ ὅτι οὐκ ἔστιν ἄπειρα, πεπέρασται δὲ ἑνὸς κόσμου περιγραφῇ, πόλεως τρόπον τῇ τῶν ἀπλανῶν ἐξωτάτω σφαίρᾳ περιλαμβανόμενα, καὶ ὡς ὁ γεννήσας πατὴρ νόμῳ φύσεως ἐπιμελεῖται τοῦ γενομένου, προνοούμενος καὶ τοῦ ὅλου καὶ τῶν μερῶν."],["190","εἶτα προσεπεσκέψατο, τίς οὐσία τοῦ ὁρατοῦ καὶ εἰ πάντων ἡ αὐτὴ τῶν κατὰ τὸν κόσμον ἢ ἑτέρων ἑτέρα καὶ ἐκ τίνων ἕκαστα ἐτελέσθη, καὶ τὰς αἰτίας δι’ ἃς ἐγένετο καὶ δυνάμεις αἷς συνέχεται καὶ πότερον αὗται σώματα ἢ ἀσώματοι."],["191","ἡ γὰρ περὶ τούτων καὶ τῶν παραπλησίων ἔρευνα τί ἂν ἄλλο ἢ φιλοσοφία προσαγορεύοιτο; τί δὲ τῷ σκοπουμένῳ ταῦτα θεῖτο ἄν τις οἰκειότερον ὄνομα ἢ φιλόσοφον; τὸ γὰρ περὶ θεοῦ σκοπεῖν καὶ κόσμου καὶ τῶν ἐν αὐτῷ κοινῶς ζῴων τε καὶ φυτῶν καὶ περὶ νοητῶν παραδειγμάτων καὶ πάλιν αἰσθητῶν ἀποτελεσμάτων καὶ τῆς καθ’ ἕκαστον τῶν γεγονότων ἀρετῆς τε καὶ κακίας φιλομαθῆ καὶ φιλοθεάμονα καὶ τῷ ὄντι φιλόσοφον διάθεσιν ἐμφαίνει."],["192","μέγιστον μὲν δὴ τοῦτο τῷ βίῳ τῶν ἀνθρώπων ἀγαθὸν ὄψις παρέχεται· δοκεῖ δέ μοι ταύτης ἠξιῶσθαι τῆς προνομίας, ἐπειδὴ τῶν ἄλλων αἰσθήσεων συγγενεστέρα ψυχῇ καθέστηκεν· ἅπασαι μὲν γὰρ τὴν πρὸς διάνοιαν ἔχουσιν οἰκειότητα, αὕτη δὲ καθάπερ ἐν ταῖς οἰκίαις τὴν ἐγγυτάτω γένους πρώτην καὶ ἀνωτάτω τάξιν εἴληχε."],["193","τεκμηριώσαιτο δ’ ἄν τις ἐκ πολλῶν· τίς γὰρ οὐκ οἶδεν, ὅτι χαιρόντων μὲν ὀφθαλμοὶ γανοῦνται καὶ μειδιῶσι, λυπουμένων δὲ συννοίας γέμουσι καὶ κατηφείας; εἰ δὲ πλεονάζοι καὶ πιέζοι καὶ ἀναθλίβοι τὸ ἄχθος, ἐκδακρύουσι καὶ κρατούσης μὲν ὀργῆς οἰδοῦσι καὶ ὕφαιμον καὶ πυρωπὸν ἐμβλέπουσιν, ἵλεων δὲ καὶ εὐμενές, εἰ χαλάσαι ὁ θυμός."],["194","καὶ ἐν μὲν τῷ λογίζεσθαι καὶ σκοπεῖν αἱ κόραι πεπήγασι τρόπον τινὰ συνεννοοῦσαι, τῶν δὲ εὐηθεστέρων ὑπ’ ἠλιθιότητος πλάζεται καὶ ἡ ὅρασις οὐκ ἠρεμοῦσα· καὶ συνόλως τοῖς τῆς ψυχῆς πάθεσι συμπάσχουσιν ὀφθαλμοὶ καὶ ταῖς ἀμυθήτοις τροπαῖς συμμεταβάλλειν πεφύκασι διὰ τὴν οἰκειότητα· δοκεῖ γάρ μοι μηδὲν οὕτως ὁ θεὸς ἐμφανὲς ἀφανοῦς ἀπεργάσασθαι μίμημα"],["195","ὡς ὄψιν λογισμοῦ. ἐάν τις οὖν εἰς τὴν ἀρίστην καὶ ἡγεμονικωτάτην τῶν αἰσθήσεων ὅρασιν ᾖ ἐπιβεβουλευκώς τῳ καὶ καταφανῇ μὲν ἐλευθέρου ὀφθαλμὸν ἐκκόψας, τὰ αὐτὰ ἀντιπασχέτω, δούλου δὲ μή· οὐχ ὅτι συγγνώμης ἐστὶν ἄξιος ἢ ἔλαττον ἀδικεῖ, ἀλλ’ ὅτι πονηροτέρῳ χρήσαιτ’ ἂν ὁ πεπονθὼς ἀντιπηρωθέντι τῷ δεσπότῃ, μνησικακήσοντι τῆς συμφορᾶς τὸν ἀεὶ χρόνον καὶ ἀμυνουμένῳ καθ’ ἑκάστην ἡμέραν ὡς ἐχθρὸν ἄσπονδον ἀφορήτοις καὶ βαρυτέροις τῆς δυνάμεως ἐπιτάγμασιν, οἷς πιεζόμενος καὶ τὴν ψυχὴν ἀπορρήξει."],["196","προὐνόησεν οὖν ὁ νόμος τοῦ μήτε τὸν ἐπιβεβουλευκότα ἀθῷον ἀφεθῆναι μήτε τὸν πεπηρωμένον προσαδικηθῆναι κελεύσας, εἴ τις ἐκκόψειε θεράποντος ὀφθαλμόν, ἀνενδοιάστως ἐλευθερίας μεταδιδόναι."],["197","οὕτως γὰρ ὁ μὲν ἀνθ’ ὧν ἔδρασε διττὴν ἐνδέξεται ζημίαν, ἅμα τῇ τιμῇ καὶ τὴν ὑπηρεσίαν ἀφαιρεθείς, καὶ τρίτον ἑκατέρου τῶν λεχθέντων χαλεπώτερον, ἀναγκαζόμενος ἐν τοῖς μεγίστοις εὐεργετεῖν ἐχθρόν, ὃν ἴσως ηὔχετο κακοῦν ἀεὶ δύνασθαι, ὁ δὲ ἀνθ’ ὧν ὑπέμεινε παρηγορίαν ἕξει διπλῆν, οὐ μόνον ἐλευθερωθεὶς ἀλλὰ καὶ ἀργαλέον καὶ ὠμὸν δεσπότην ἐκφυγών."],["198","Προστάττει δὲ κἂν εἴ τις ὀδόντα θεράποντος ἐκκόψειεν, ἐλευθερίαν χαρίζεσθαι τῷ θεράποντι. διὰ τί; ὅτι ζωὴ μὲν τίμιον, ὄργανα δὲ ζωῆς ἐτεκτήνατο ἡ φύσις ὀδόντας, οἷς τὴν τροφὴν οἰκονομεῖσθαι συμβέβηκεν. ὀδόντες δὲ οἱ μέν εἰσι τομίαι τῷ τέμνειν σιτία καὶ ὅσα ἄλλα ἐδώδιμα, διὰ τοῦτο ταύτης τῆς προσηγορίας ἀξιωθέντες, οἱ δὲ μύλαι τῷ τὰ διατμηθέντα εἰς μείονα λεαίνειν δύνασθαι."],["199","παρ’ ἣν αἰτίαν ὁ ποιητὴς καὶ πατὴρ οὐδὲν εἰωθὼς δημιουργεῖν, ὃ μὴ πρός τινι τέτακται χρείᾳ, τοὺς ὀδόντας οὐχ ὥσπερ τῶν ἄλλων μερῶν ἕκαστον κατὰ τὴν πρώτην γένεσιν εὐθὺς εἰργάζετο, διανοηθεὶς ὅτι βρέφει μὲν γαλακτοτροφεῖσθαι μέλλοντι περιττὸν ἄχθος γενήσονται, μαστοῖς δὲ πηγάζουσιν, οἷς ἄρδεται ἡ τροφή, χαλεπὴ ζημία κατὰ τὴν ὁλκὴν τοῦ γάλακτος ὀδαξωμένοις."],["200","τὸν ἐπιτήδειον οὖν καιρὸν προϊδόμενος— ἔστι δ’ οὗτος, ἡνίκα τὸ βρέφος ἀπότιτθον γίνεται— τὴν ἔκφυσιν τῶν ὀδόντων, ἣν ἐταμιεύσατο πρότερον, ἀνέφηνεν, ὅτε δύναται ἤδη τῆς τελειοτέρας ἀνέχεσθαι τροφῆς ὀργάνων ὧν εἶπον δεομένης τὴν διὰ τοῦ γάλακτος ἀποστρεφόμενον."],["201","ἐὰν οὖν τις εἴξας ἀλαζονείᾳ θεράποντος ὀδόντα ἐκκόψῃ τὸν ὑπηρέτην καὶ ὑποδιάκονον τῶν ἀναγκαιοτάτων, τροφῆς τε καὶ ζωῆς, ἐλευθερούτω τὸν ἀδικηθέντα, στερόμενος καὶ αὐτὸς τῆς ἐκ τοῦ πεπονθότος λατρείας τε καὶ ὑπηρεσίας."],["202","ἰσότιμον οὖν, φήσει τις, ὀδοὺς ὀφθαλμῷ; πρὸς ἃ γέγονεν ἑκάτερον, εἴποιμ’ ἄν, ἰσότιμον, πρὸς μὲν τὰ ὁρατὰ ὀφθαλμός, πρὸς δὲ τὰ ἐδώδιμα ὀδούς. εἰ δὲ καὶ συγκρῖναί τις ἐθελήσει, σεμνότατον μὲν εὑρήσει τῶν ἐν σώματι μερῶν ὀφθαλμὸν ἅτε θεωρὸν ὄντα τοῦ σεμνοτάτου τῶν κατὰ τὸν κόσμον, οὐρανοῦ, χρήσιμον δὲ ὀδόντα ὡς ἂν τροφῆς, τοῦ χρησιμωτάτου πρὸς τὸ ζῆν, ἐργάτην· καὶ ὁ μὲν τὰς ὄψεις ἀποβαλὼν οὐ κεκώλυται βιοῦν, τῷ δὲ ἐκκοπέντι τοὺς ὀδόντας ἐφεδρεύει θάνατος οἴκτιστος."],["203","εἰ δή τις ἐπιβουλεύει περὶ τὰ μέρη ταῦτα τοῖς οἰκέταις, μὴ ἀγνοείτω λιμὸν ἐν εὐθηνίᾳ καὶ εὐετηρίᾳ κατασκευάζων τούτοις χειροποίητον· τί γὰρ ὄφελος ἀφθονίαν μὲν εἶναι τροφῶν, τὰ δὲ πρὸς τὴν διοίκησιν αὐτῶν ὄργανα σεσυλῆσθαι καὶ ἀποβεβληκέναι χαλεπῶν ἕνεκα καὶ ἀμειλίκτων καὶ ὠμοθύμων δεσποτῶν;"],["204","διὰ τοῦτο καὶ ἑτέρωθι παρὰ χρεωστῶν ἀπαγορεύει δανεισταῖς μύλον ἢ ἐπιμύλιον ῥύσιον αἰτεῖν, ἐπειπὼν ὅτι ὁ τοῦτο δρῶν ψυχὴν ἐνεχυριάζει· ὁ γὰρ τὰ τοῦ ζῆν ὄργανα ἀφαιρούμενος ἐπ’ ἀνδροφονίαν ἵεται, μέχρι καὶ ψυχῆς ἐπιβουλεύειν διανοηθείς."],["205","Τοσαύτην δὲ πρόνοιαν ἐποιήσατο τοῦ μηδένα παραίτιόν τινι γενέσθαι θανάτου, ὡς καὶ τοὺς προσαψαμένους νεκροῦ σώματος, ὃ τελευτὴν ἐνδέδεκται τὴν κατὰ φύσιν, οἴεται δεῖν μὴ εὐθὺς εἶναι καθαρούς, μέχρις ἂν περιρρανάμενοι καὶ ἀπολουσάμενοι καθαρθῶσιν. εἰς μέντοι τὸ ἱερὸν οὐδὲ τοῖς σφόδρα καθαροῖς ἐφῆκεν εἰσιέναι ἐντὸς ἡμερῶν ἑπτά, τρίτῃ καὶ ἑβδόμῃ κελεύσας ἀφαγνίζεσθαι."],["206","ἔτι μέντοι καὶ τοῖς εἰσιοῦσιν εἰς οἰκίαν, ἐν ᾗ τετελεύτηκέ τις, προστάττει μηδενὸς ἅπτεσθαι, μέχρις ἂν ἀπολούσωνται καὶ τὰς ἐσθῆτας αἷς ἀμπίσχοντο προσαποπλύναντες· σκεύη δὲ καὶ ἔπιπλα καὶ ὅσα ἄλλα ἔνδον εἶναι συμβέβηκε πάνθ’ ὡς ἔπος εἰπεῖν ἀκάθαρτα ἡγεῖται."],["207","ψυχὴ γὰρ ἀνθρώπου τίμιον, ἧς μετανισταμένης καὶ μετοικιζομένης τὰ ἀπολειφθησόμενα πάντα μιαίνεται στερόμενα θείας εἰκόνος, ἐπειδὴ θεοειδὴς ὁ ἀνθρώπινος νοῦς πρὸς ἀρχέτυπον ἰδέαν, τὸν ἀνωτάτω λόγον, τυπωθείς."],["208","ἔστω δέ, φησίν, ἀκάθαρτα καὶ τὰ ἄλλα ὅσων ἂν ὁ ἀκάθαρτος προσάψηται, μετουσίᾳ τοῦ μὴ καθαροῦ μιαινόμενα. καθολικωτέραν δ’ ἀπόφασιν ὁ χρησμὸς οὗτος ἔοικέ πως δηλοῦν, οὐκ ἐπὶ σώματος αὐτὸ μόνον ἱστάμενος, ἀλλὰ ἤθη καὶ τρόπους προσδιερευνώμενος ψυχῆς."],["209","ἀκάθαρτος γὰρ κυρίως ὁ ἄδικος καὶ ἀσεβής, ὅτῳ μήτε τῶν ἀνθρωπίνων μήτε τῶν θείων αἰδώς τις εἰσέρχεται, πάντα φύρων καὶ συγχέων διά τε τὰς ἀμετρίας τῶν παθῶν καὶ τὰς τῶν κακιῶν ὑπερβολάς, ὥστε ὧν ἂν ἐφάψηται πραγμάτων πάντ’ ἐστὶν ἐπίληπτα τῇ τοῦ δρῶντος συμμεταβάλλοντα μοχθηρίᾳ· καὶ γὰρ κατὰ τοὐναντίον αἱ πράξεις τῶν ἀγαθῶν ἐπαινεταί, βελτιούμεναι ταῖς τῶν ἐνεργούντων ἀρεταῖς, ἐπειδὴ πέφυκέ πως τὰ γινόμενα τοῖς δρῶσιν ἐξομοιοῦσθαι."]],[["1","Τὰ μὲν ἐπὶ μοιχείᾳ καὶ ἀνδροφονίᾳ καὶ ὅσα ἑκατέρᾳ τούτων ὑποστέλλει νόμιμα μετὰ πάσης ἀκριβείας, ὥς γε ἐμαυτὸν πείθω, λέλεκται πρότερον. τὸ δ’ ἑπόμενον τῇ τάξει συνεπισκεπτέον, ὅ τι τρίτον μέν ἐστι τῶν ἐπὶ τῇ δευτέρᾳ στήλῃ, τῶν δ’ ἐν ἀμφοτέραις ὄγδοον, περὶ τοῦ μὴ κλέπτειν."],["2","ὃς ἂν ἄγῃ ἢ φέρῃ τὰ ἑτέρου, μὴ δέον, ἐὰν μὲν βίᾳ καὶ φανερῶς τοῦτο ποιῇ, κοινὸς ἀναγραφέσθω πολέμιος, [γεγράφθω] παρανομίᾳ συνυφαίνων ἀναίσχυντον θράσος, ἐὰν δὲ κρύφα, λανθάνειν ἐπιχειρῶν φωρὸς τρόπον, δῐ αἰδῶ προκάλυμμα ποιούμενος τῶν ἁμαρτημάτων τὸ σκότος, ἰδίᾳ κολαζέσθω μόνον ὢν ὑπόδικος ὧν ἐπεχείρησε βλάπτειν καὶ κατατιθέτω διπλοῦν τὸ φώριον, ἄδικον ὠφέλειαν ἐξιώμενος βλάβῃ δικαιοτάτῃ."],["3","ἐὰν δὲ ἄπορος ὢν ἐκτίνειν ἀδυνατῇ τό γε ἐπιτίμιον, πιπρασκέσθω— θέμις γὰρ ἐλευθερίας στέρεσθαι τὸν ὑπομείναντα κέρδους παρανομωτάτου δοῦλον εἶναι—, ἵνα μηδ’ ὁ πεπονθὼς κακῶς ἀπαρηγόρητος ἀφεθεὶς διὰ τὴν τοῦ κεκλοφότος ἀχρηματίαν ὀλιγωρεῖσθαι δοκῇ."],["4","ἀλλὰ μηδεὶς ἀπανθρωπίαν καταγνώτω τοῦ διατάγματος· ὁ γὰρ πραθεὶς οὐκ εἰς ἅπαν ἐᾶται δοῦλος, ἀλλ’ ἐντὸς ἑπταετίας ἀπαλλάττεται κοινῷ κηρύγματι, καθάπερ ἐν τοῖς περὶ ἑβδόμης ἐδήλωσα."],["5","καὶ ἀγαπάτω διπλοῦν ἐκτίνων τὸ φώριον ἢ καὶ πιπρασκόμενος, ἀδικῶν οὐκ ὀλίγα· πρῶτον μὲν ὅτι τοῖς οὖσιν οὐκ ἀρκούμενος περιττοτέρων ὀρέγεται, πλεονεξίαν, ἐπίβουλον καὶ δυσίατον πάθος, ἐπιτειχίζων· δεύτερον δ’ ὅτι τοῖς ἀλλοτρίοις προσοφθαλμιῶν καὶ ἐπικεχηνὼς τὰς ἐπὶ νοσφισμῷ πάγας τίθεται, τοὺς κυρίους ὧν ἔχουσιν ἀφαιρούμενος· τρίτον δ’ ὅτι καὶ λανθάνειν ἐπιτηδεύων τὰς μὲν ἐκ τοῦ πράγματος ὠφελείας μόνος ἔστιν ὅτε καρποῦται, τὰ δ’ ἐγκλήματα τρέπει πρὸς τοὺς ἀναιτίους, τυφλὴν ἀπεργαζόμενος τὴν ἔρευναν τῆς ἀληθείας."],["6","ἔοικε δέ πως καὶ αὐτὸς ἑαυτοῦ κατηγορεῖν, ὑπὸ τοῦ συνειδότος ἐλεγχόμενος ἐν οἷς ὑφαιρεῖται λάθρα, πάντως αἰσχυνόμενος ἢ εὐλαβούμενος, ὧν τὸ μέν ἐστι σημεῖον τοῦ τὴν πρᾶξιν αἰσχρὰν ὑπειληφέναι— τὰ γὰρ αἰσχρὰ αἰσχύνην ἐπιφέρει—, τὸ δὲ τοῦ κολάσεως ἄξιον νομίζεσθαι, δέος γὰρ ἐμποιοῦσιν αἱ κολάσεις."],["7","Ἐάν τις ἔρωτι τῶν ἀλλοτρίων ἐπιμανεὶς κλέπτειν ἐπιχειρῇ καὶ μὴ δυνάμενος εὐπετῶς ὑφαιρεῖσθαι τοιχωρυχῇ νύκτωρ, προκάλυμμα ποιούμενος ὧν ἀδικεῖ τὸ σκότος, ἁλοὺς μὲν ἐπ’ αὐτοφώρῳ, πρὶν ἥλιον ἀνίσχειν, ἐν αὐτῷ τῷ διορύγματι πρὸς τοῦ δεσπότου τῆς οἰκίας ἀναιρείσθω, τὸ μὲν προηγούμενον ἔργον ἔλαττον ἐξεργαζόμενος, κλοπήν, τὸ δ’ ἑπόμενον μεῖζον, ἀνδροφονίαν, διανοούμενος, εἰ διακωλύοι τις, ὀρυκτῆρσιν οἷς ἐπιφέρεται σιδηροῖς καὶ ἑτέροις ὅπλοις ἀμύνεσθαι παρεσκευασμένος· εἰ δ’ ἥλιος ἀνάσχοι, μηκέθ’ ὁμοίως αὐτοχειρίᾳ κτεινέσθω, πρὸς δὲ τοὺς ἄρχοντας καὶ δικαστὰς ἀγέσθω δώσων δίκας, ἃς ἂν ἐπικελεύωσιν οὗτοι."],["8","νύκτωρ μὲν γὰρ οἴκοι διατριβόντων καὶ τετραμμένων πρὸς ἀνάπαυλαν ἀρχόντων ὁμοῦ καὶ ἰδιωτῶν, οὐδεμία τῷ πλημμελουμένῳ καταφυγὴ πρὸς βοήθειαν, ὅθεν αὐτὸς ἔστω κύριος τῆς τιμωρίας, ὑπὸ τοῦ καιροῦ κατασταθεὶς ἄρχων καὶ δικαστής."],["9","μεθ’ ἡμέραν μέντοι ἀναπέπταται δικαστήρια καὶ βουλευτήρια, ἐπλήθυνε δὲ τῶν συλληψομένων ἡ πόλις, ὧν οἱ μὲν φύλακες τῶν νόμων κεχειροτόνηνται, οἱ δ’ ἄνευ χειροτονίας μισοπονήρῳ πάθει τὴν ὑπὲρ τῶν ἠδικημένων αὐτοκέλευστοι τάξιν αἱροῦνται· πρὸς οὓς τὸν κλέπτην ἀκτέον· οὕτως γὰρ τὰς ἐπ’ αὐθαδείᾳ καὶ προπετείᾳ φεύγων αἰτίας δημοκρατικώτερον αὑτῷ δόξει βοηθεῖν."],["10","ἐὰν ὑπὲρ γῆν ὄντος ἡλίου τὸν φῶρά τις αὐτοχειρίᾳ κτείνῃ πρὸ δίκης, ἔνοχος ἔστω, θυμὸν λογισμοῦ προτιμήσας καὶ τοὺς νόμους τῆς ἰδίας ἐπιθυμίας ἐν ὑστέρῳ θείς. μὴ γάρ, ἐπειδὴ νύκτωρ ἠδίκησαι, φαίην ἄν, ὦ οὗτος, ὑπὸ κλέπτου, διὰ τοῦτο μεθ’ ἡμέραν κλοπὴν αὐτὸς ἀπεργάζου χαλεπωτέραν, οὐ τὴν ἐν χρήμασιν, ἀλλὰ τὴν ἐν τοῖς δικαίοις, καθ’ ἃ συμβαίνει τὴν πολιτείαν διατετάχθαι."],["11","Τὰ μὲν οὖν ἄλλα φώρια τετίμηται διπλῇ καταθέσει. βοῦν δὲ ἢ πρόβατον εἴ τις ὑφέλοιτο, μείζονος ἠξίωσε δίκης προνομίαν διδοὺς ζῴοις, ἃ καλλιστεύει τῶν ἐν ταῖς ἡμέροις ἀγέλαις οὐ μόνον εὐμορφίᾳ σώματος ἀλλὰ καὶ ταῖς περὶ τὸν ἀνθρώπινον βίον ὠφελείαις. ἧς χάριν αἰτίας οὐδ’ ἐπ’ ἀμφοῖν τὴν ποσότητα τῶν ἐπιτιμίων ἴσην ὥρισεν, ἀλλὰ τὰς χρείας διαριθμησάμενος, ἃς ἑκάτερον παρέχεται τῶν εἰρημένων, ἀνάλογον καὶ τὴν ἔκτισιν ἐνομοθέτησε."],["12","κελεύει γὰρ τέτταρα μὲν πρόβατα ἀποτίνειν βοῦς δὲ πέντε τὸν κλέπτην ἀνθ’ ἑνὸς τοῦ ὑφαιρεθέντος, ἐπειδὴ πρόβατον μὲν φέρει δασμοὺς τέτταρας, γάλα καὶ τυρὸν καὶ ἔρια καὶ ἐτησίους ἄρνας, ὁ δὲ βοῦς πέντε, τρεῖς μὲν τοὺς αὐτοὺς ἐν γάλακτι καὶ τυρῷ καὶ γεννήμασι, δύο δ’ ἐξαιρέτους, ἄροτον γῆς καὶ ἀλοητόν, ὧν ὁ μέν ἐστιν ἀρχὴ σπορᾶς καρπῶν, ὁ δὲ τέλος εἰς κάθαρσιν τῶν συγκομισθέντων πρὸς ἑτοιμοτέραν τροφῆς χρῆσιν."],["13","Κλέπτης δέ τίς ἐστι καὶ ὁ ἀνδραποδιστής, ἀλλὰ τοῦ πάντων ἀρίστου, ὅσα ἐπὶ γῆς εἶναι συμβέβηκεν. τὰ μὲν οὖν ἄψυχα καὶ τῶν ζῴων ἃ μὴ μεγάλας ὠφελείας παρέχεται τῷ βίῳ διπλᾶ προστέταχεν ἀποδίδοσθαι παρὰ τῶν ὑφελομένων τοῖς κυρίοις, ὡς ἐλέχθη πρότερον, καὶ πάλιν τετραπλάσια καὶ πενταπλάσια ἐν ταῖς ἡμερωτάταις ἀγέλαις βοῶν τε καὶ προβάτων."],["14","ἄνθρωπος δέ, ὡς ἔοικε, τὸν καλλιστεύοντα κλῆρον ἔλαχεν ἐν ζῴοις, ἀγχίσπορος ὢν θεοῦ καὶ συγγενὴς κατὰ τὴν πρὸς λόγον κοινωνίαν, ὃς αὐτὸν καίτοι θνητὸν εἶναι δοκοῦντα ἀπαθανατίζει. διὸ καὶ πᾶς, ὅτῳ ζῆλος ἀρετῆς εἰσέρχεται, τραχύς ἐστι τὴν ὀργὴν καὶ παντελῶς ἀμείλικτος κατὰ ἀνδραποδιστῶν, οἳ δουλείαν ἕνεκα κέρδους ἀδικωτάτου τοῖς γένει μὲν ἐλευθέροις φύσεως δὲ μετέχουσι τῆς αὐτῆς ἐπάγειν τολμῶσιν."],["15","εἰ γὰρ ἐπαινετὸν πρᾶγμα δεσπόται ποιοῦσιν οἰκότριβας καὶ ἀργυρωνήτους, πολλάκις οὐκ ἐν μεγάλοις ὀνήσαντας, τῆς κατεχούσης δουλείας ἀπαλλάττοντες ἕνεκα φιλανθρωπίας ᾗ κέχρηνται, πόσης ἄξιοι κατηγορίας τυγχάνειν εἰσὶν οἱ τὸ πάντων ἄριστον κτῆμα, τὴν ἐλευθερίαν, ἀφαιρούμενοι τοὺς ἔχοντας, ὑπὲρ ἧς ἀποθνῄσκειν καλὸν τοῖς γεννηθεῖσιν εὖ καὶ τραφεῖσιν;"],["16","ἤδη τινὲς τὴν σύμφυτον μοχθηρίαν προσαύξοντες καὶ τὸ ἐπίβουλον ἦθος αὑτῶν τρέποντες εἰς τὸ ἄσπονδον οὐκ [ἐπ’] ἀλλοδαποῖς μόνον καὶ ἀλλογενέσιν ἀνδραποδισμὸν κατεσκεύασαν, ἀλλὰ καὶ τοῖς ἀπὸ τοῦ αὐτοῦ ἔθνους, ἔστι δ’ ὅτε καὶ δημόταις καὶ φυλέταις, ἀλογήσαντες κοινωνίας νόμων τε καὶ ἐθῶν, οἷς ἐκ πρώτης ἡλικίας ἐνετράφησαν, ἅπερ βεβαιοτάτην ταῖς ψυχαῖς εὔνοιαν ἐνσφραγίζεται τῶν μὴ λίαν ἀτιθάσων καὶ μὴ ἐπιτηδευόντων ὠμότητα·"],["17","οἳ χάριν κέρδους ἐκνομωτάτου πιπράσκουσιν ἀνδραποδοκαπήλοις καὶ οἷς ἂν τύχῃ δουλεύσοντας ἐπὶ ξένης ἀνεπανάκτους, μηδ’ ὄναρ τὸ τῆς πατρίδος ἔδαφος ἔτι προσκυνήσοντας ἢ χρηστῆς ἀπογευσομένους ἐλπίδος. ἧττον γὰρ ἂν ἠδίκουν ὑπηρετούμενοι πρὸς τῶν ἀνδραποδισθέντων· νυνὶ δὲ διπλάσιον ἀδίκημα δρῶσιν ἀπεμπολοῦντες, ἀνθ’ ἑνὸς δύο δεσπότας καὶ διττὰς δουλείας ἐπιτειχίζοντες ἐφέδρους."],["18","αὐτοὶ μὲν γὰρ ἐπιστάμενοι τὴν παλαιὰν εὐτυχίαν τῶν ὑπηγμένων ἴσως ἂν μετανοήσαιεν ὀψὲ λαβόντες οἶκτον τῶν ἐπταικότων, τὸ τῆς τύχης ἄδηλον καὶ ἀτέκμαρτον καταιδεσθέντες· οἱ δὲ πριάμενοι δι’ ἄγνοιαν τοῦ γένους ὡς ἐκ πατέρων καὶ προπάππων οἰκετῶν ὀλιγωρήσουσιν, οὐδὲν ἀγωγὸν ἐν ταῖς ψυχαῖς ἔχοντες εἰς ἡμερότητα καὶ φιλανθρωπίαν, ἣν εἰκὸς ἐπὶ τοῖς ἐλευθέροις σῴζεσθαι φύσει."],["19","δίκη δ’ ἔστω κατὰ μὲν τῶν ἑτεροεθνεῖς ἀνδραποδισαμένων, ἣν ἂν τιμήσηται τὸ δικαστήριον, κατὰ δὲ τῶν τοὺς ὁμοφύλους πρὸς τῷ ἀνδραποδίσασθαι καὶ πεπρακότων θάνατος ἀπαραίτητος· ἤδη γὰρ οὗτοί γε συγγενεῖς εἰσιν οὐ πόρρω τῶν ἀφ’ αἵματος κατὰ μείζονα περιγραφὴν γειτνιῶντες."],["20","„Καὶ ἐν ἀγρῷ “καθάπερ εἶπέ τις τῶν πάλαι „φύονται δίκαι “, ἐπειδὴ πλεονεξίαι καὶ ὁ τῶν ἀλλοτρίων ἵμερος οὐκ ἐν ἄστει μόνον ἀλλὰ καὶ ἔξω πόλεώς ἐστιν, ἅτε μὴ τόπων διαφοραῖς ἀλλὰ διανοίαις ἀκορέστων καὶ φιλαπεχθημόνων ἀνδρῶν ἐνιδρυμένος."],["21","ἀφ’ οὗ καὶ τῶν πόλεων αἱ εὐνομώταται διττοὺς ἐπιμελητὰς καὶ ἄρχοντας αἱροῦνται τῆς κοινῆς εὐκοσμίας καὶ ἀσφαλείας, τοὺς μὲν ἐντὸς τοῦ τείχους, οὓς ἀστυνόμους προσαγορεύουσι, τοὺς δ’ ἐκτός, οἷς ὄνομα οἰκεῖον τίθενται, καλοῦσι γὰρ αὐτοὺς ἀγρονόμους· ἀγρονόμων δὲ τίς ἂν ἦν χρεία τὸ πᾶν, εἰ μὴ κἀν τοῖς χωρίοις ἦσάν τινες ἐπὶ λύμῃ τῶν πλησίον ζῶντες;"],["22","ἐὰν οὖν τις ποιμὴν ἢ αἰπόλος ἢ βουκόλος ἢ συνόλως ἀγελάρχης ἀγρὸν ἑτέρου βόσκῃ καὶ κατανέμῃ φειδὼ μηδεμίαν ποιούμενος μήτε καρπῶν μήτε δένδρων, ὅμοιον ἀποτινέτω κτῆμα προσόδου τῆς ἴσης."],["23","καὶ ἀγαπάτω τοῦθ’ ὑπομένων, ἐπιεικοῦς καὶ σφόδρα συγγνώμονος τυχὼν τοῦ νόμου, ὃς αὐτὸν τὰ πολεμίων ἀσπόνδων ἐργασάμενον, οἷς τὰς ἀρούρας δῃοῦν ἔθος καὶ φυτὰ ἥμερα διαφθείρειν, οὐχ ὡς κοινὸν ἐχθρὸν ἐτιμωρήσατο θάνατον ἢ φυγὴν ἢ τὸ γοῦν τελευταῖον, ἁπάσης στέρησιν τῆς οὐσίας, ὁρίσας, ἀλλ’ αὐτὸ μόνον δικαιώσας ἐπανορθώσασθαι τὸ βλάβος τῷ κυρίῳ."],["24","προφάσεις γὰρ ἀεὶ ζητῶν, αἷς ἐπελαφριεῖ τὰ ἀτυχήματα, δι’ ὑπερβάλλουσαν ἡμερότητα καὶ τὴν ἐκ φύσεως καὶ μελέτης φιλανθρωπίαν, εὗρεν ἀπολογίαν οὐκ ἀπῳδὸν ὑπὲρ τοῦ νομέως, τὴν φύσιν τῶν θρεμμάτων ἄλογον οὖσαν καὶ ἀπειθῆ, καὶ μάλισθ’ ὅταν ὀρέγηται τροφῆς."],["25","ἔστω μὲν οὖν ὑπόδικος, ὅτι τὴν ἀρχὴν ἤλασε τὴν ἀγέλην εἰς ἀνεπιτήδειον χωρίον· μὴ πάντων δὲ τῶν συμβεβηκότων ἐχέτω τὰς αἰτίας, εἰκὸς γὰρ αὐτὸν μὲν τοῦ κακοῦ λαβόντα τὴν αἴσθησιν ἐξελαύνειν ἐπιχειρεῖν τάχιστα, τὴν δ’ ἅτε χλοηφαγοῦσαν, ἁπαλῶν τε καρπῶν καὶ βλαστῶν ἐμφορουμένην, ἀντιφιλονεικεῖν."],["26","Βλάπτουσι δ’ οὐ μόνον κατανέμοντες βοσκήμασιν ἀλλοτρίας κτήσεις, ἀλλὰ καὶ πῦρ ἀπερισκέπτως καὶ ἀπροοράτως ἀναφλέγοντες. ἡ γὰρ τοῦ πυρὸς δύναμις ὕλης λαβομένη πανταχόσε ᾄττουσα νέμεταί τε καὶ χεῖται, καὶ ἐπειδὰν ἅπαξ κρατήσῃ, σβεστηρίων ὅσα ἂν ἐπιφέρῃ τις ἀλογεῖ καταχρωμένη καὶ τούτοις ἀντὶ τροφῆς εἰς συναύξησιν, ἕως ἂν πάντα ἐξαναλώσασα αὐτὴ δαπανηθῇ πρὸς αὑτῆς."],["27","προσήκει δὲ μήτ’ ἐν οἰκίαις μήτ’ ἐπαύλεσιν ἀφύλακτον πῦρ ἐᾶν, ἐπισταμένους ὅτι σπινθὴρ ἐντυφόμενος εἷς πολλάκις ἀνερριπίσθη καὶ μεγάλας ἐνέπρησε πόλεις, καὶ μάλιστα ἐπιφόρῳ πνεύματι ῥυείσης τῆς φλογός."],["28","ἐν γοῦν τοῖς ἀσυμβάτοις πολέμοις ἡ πρώτη καὶ μέση καὶ τελευταία δύναμίς ἐστι διὰ πυρός, ᾗ πιστεύουσι μᾶλλον ἢ ταῖς πεζῶν καὶ ἱππέων καὶ ναυμάχων τάξεσι καὶ ταῖς ὅπλων καὶ μηχανημάτων ἀφθόνοις παρασκευαῖς· πυρφόρον γάρ τις οἰστὸν βαλὼν καιρίως εἰς πολὺν νηῶν στόλον αὐτοῖς ἐπιβάταις κατέφλεξεν ἢ στρατόπεδα πολυάνθρωπα μετὰ τῶν παρασκευῶν, ἐφ’ αἷς ἐπεποίηντο τὰς τοῦ νικᾶν ἐλπίδας, ἐξανάλωσεν."],["29","ἐὰν οὖν εἰς ἀκανθώδη φορυτὸν πῦρ ἐμβάλῃ τις, ὁ δ’ ἀναφλεχθεὶς προσεμπρήσῃ ἅλω πυρῶν ἢ κριθῶν ἢ ὀρόβων ἢ δράγματα ἀσταχύων συγκεκομισμένα ἢ βαθύγειον πεδιάδα χλοηφοροῦσαν, ἀποτινύτω τὸ βλάβος ὁ τὸ πῦρ ἐμβαλών, ἵν’ ἐκ τοῦ παθεῖν μάθῃ τὰς πρώτας τῶν πραγμάτων ἐνστάσεις εὖ μάλα φυλάττεσθαι καὶ μὴ δύναμιν ἀήττητον καὶ φύσει φθοροποιὸν ἀνακινῇ καὶ ἀνεγείρῃ δυναμένην ἠρεμεῖν."],["30","Ἱερώτατον παρακαταθήκη τῶν ἐν κοινωνίᾳ πραγμάτων ἐστίν, ἐπὶ τῇ τοῦ λαβόντος κειμένη πίστει. δάνεια μὲν γὰρ ἐλέγχεται διὰ συμβολαίων καὶ γραμμάτων, τὰ δ’ ἄνευ δανείων ἐν χρήσει φανερῶς διδόμενα τοὺς θεασαμένους ἔχει μάρτυρας."],["31","παρακαταθηκῶν δ’ οὐχ οὗτος ὁ τρόπος, ἀλλὰ μόνος τις αὐτὸς δίδωσι μόνῳ κρύφα, περιβλεπόμενος τὸν τόπον, μηδ’ ἀνδράποδον ἕνεκα τοῦ διακομίσαι προσπαραλαβών, εἰ καὶ τύχοι φιλοδέσποτον· εἰς γὰρ τὸ ἀναπόδεικτον ἑκάτερος σπεύδειν ἔοικεν, ὁ μὲν ἵνα λάθῃ δούς, ὁ δὲ ἵνα ἀγνοῆται λαβών. ἀοράτῳ δὲ πράγματι πάντως ἀόρατος μεσιτεύει θεός, ὃν εἰκὸς ὑπ’ ἀμφοῖν μάρτυρα καλεῖσθαι, τοῦ μὲν ὡς ἀποδώσοντος ὅταν ἀπαιτῆται, τοῦ δ’ ἐν καιρῷ κομιουμένου."],["32","μέγιστον οὖν ἀδίκημα δρῶν ὁ παρακαταθήκην ἀρνούμενος μὴ ἀγνοείτω, ψεύσας μὲν ἐλπίδος τὸν ἐπιτρέψαντα, μοχθηρὰ δ’ ἤθη κατασκεπάσας λόγοις ἐπιεικέσιν, ἀπιστίαν δὲ καθυποκρινάμενος νόθην πίστιν, ἀσυμβάτους ἀποφήνας δεξιὰς καὶ ἀτελεῖς ὅρκους· ὡς ἀνθρωπείων τε καὶ θείων ὠλιγωρηκέναι καὶ διττὰς ἀρνεῖσθαι παρακαταθήκας, τὴν μὲν τοῦ τὰ οἰκεῖα ἐπιτρέψαντος, τὴν δὲ τοῦ ἀψευδεστάτου μάρτυρος, ὃς τὰ πάντων ἐφορᾷ καὶ τὰ πάντων ἐπακούει καὶ προαιρουμένων καὶ μὴ θελόντων."],["33","ἐὰν δ’ ὁ μὲν λαβὼν ὡς ἱερὸν χρῆμα παρακαταθήκην ἄψαυστον οἴηται δεῖν φυλάττειν, σέβων ἀλήθειάν τε καὶ πίστιν, οἱ δὲ τῶν ἀλλοτρίων ἔφεδροι βαλαντιοτόμοι καὶ τοιχωρύχοι παρεισφθαρέντες ὑφέλωνται, συλληφθέντες ἐκτινέτωσαν ἐπιτίμια διπλᾶ [τὰ κλεπτῶν εὑρεθέντα]."],["34","εἰ δὲ μὴ συλληφθεῖεν οὗτοι, προσίτω γνώμῃ ἑκουσίῳ ὁ λαβὼν εἰς τὸ θεῖον δικαστήριον καὶ ἀνατείνας τὰς χεῖρας εἰς οὐρανὸν ὀμνύτω κατ’ ἐξωλείας ἑαυτοῦ, μήτε τι μέρος τῆς παρακαταθήκης νοσφίσασθαι μήτε ἑτέρῳ κοινοπραγῆσαι μήτε ὅλως συνεπιψεύσασθαι κλοπὴν οὐ γενομένην· ἄτοπον γὰρ ἢ τὸν μηδὲν ἠδικηκότα ζημιοῦν ἢ τὸν συνδραμόντα εἰς φίλου πίστιν ὑφ’ ἑτέρων ἀδικηθέντα βλάβης αἴτιον ἐκείνῳ γενέσθαι."],["35","παρακαταθῆκαι δ’ οὐ μόνον ἐν ἀψύχοις εἰσίν, ἀλλὰ καὶ ζῴοις, ὧν διττὸς ὁ κίνδυνος, ὁ μὲν πρὸς τὰ ἄψυχα κοινὸς διὰ κλοπῆς, ὁ δὲ ἴδιος καὶ ἐξαίρετος διὰ θανάτου. λέλεκται μὲν οὖν περὶ τοῦ προτέρου, χρὴ δὲ καὶ περὶ τοῦ δευτέρου προσνομοθετεῖν."],["36","ἐὰν οὖν ἐν παρακαταθήκῃ θρέμματα τελευτήσῃ, μεταπεμψάσθω τὸν ἐπιτρέψαντα ὁ λαβὼν καὶ ἐπιδεικνύτω, φαύλης ὑπονοίας ῥυόμενος ἑαυτόν· εἰ δὲ ἔκδημος ὢν τυγχάνοι, καλεῖν μὲν ἑτέρους οὐχ ἁρμόττον, οὓς λανθάνειν ἐσπούδασεν ἴσως ὁ πιστεύσας, ὀμνύναι δ’ ἀναγκαῖον ἐπανήκοντι περὶ τοῦ μὴ ἐπισκιάζειν ἐψευσμένῳ θανάτῳ νοσφισμὸν ἄδικον."],["37","ἐὰν δὲ λάβῃ τις μὴ ὡς παρακαταθήκην ἀλλ’ ἕνεκα τοῦ χρήσασθαι δεόμενος σκεῦος ἢ ζῷον, ἔπειτα [εἰ τὰ] ἀμφότερα κλαπῇ ἢ τὸ ζῷον ἀποθάνῃ, συνδιατρίβοντος μὲν τοῦ χρήσαντος ὁ λαβὼν ὑπόδικος οὐκ ἂν γένοιτο, τοῦ μὴ σκήπτεσθαι μάρτυρι χρώμενος ἐκείνῳ, μὴ συνδιατρίβοντος δὲ ἀποτινύτω. διὰ τί;"],["38","ὅτι ἐνδέχεται μὴ παρόντος τοῦ κυρίου τὸν χρώμενον ἢ πόνοις ἀποτρῦσαι συνεχέσι τὸ ζῷον, ὡς ἀποκτεῖναι, ἢ παραρρῖψαι τὸ σκεῦος ὀλιγωρήσαντα τοῦ ἀλλοτρίου, ταμιεύειν δέον καὶ μὴ παρέχειν εὐμάρειαν εἰς ὑφαίρεσιν κλέπταις."],["39","Ἀκολουθίαν δ’ εἰ καί τις ἄλλος δεινὸς ὢν θεάσασθαι πραγμάτων ἀπαγορεύσεις ἐπαλλήλους ἑξῆς νομοθετεῖ, στοχαζόμενος εἱρμοῦ καὶ συνῳδὰ τοῖς προτέροις τὰ ἑπόμενα συνυφαίνων. τὴν δὲ τῶν λέγεσθαι μελλόντων ἁρμονίαν χρησμῷ θεσπισθῆναί φησιν ἐκ προσώπου τοῦ θεοῦ τὸν τρόπον τοῦτον· „οὐ κλέψετε καὶ οὐ ψεύσεσθε καὶ οὐ συκοφαντήσετε τοὺς πλησίον ὑμῶν· καὶ οὐκ ὀμεῖσθε τῷ ὀνόματί μου ἐπ’ ἀδίκῳ καὶ τὸ ἐμὸν ὄνομα οὐ βεβηλώσετε “(Lev. 19, 11. 12)· παγκάλως καὶ σφόδρα παιδευτικῶς·"],["40","ὅ τε γὰρ κλέπτης ὑπὸ τοῦ συνειδότος ἐλεγχόμενος ἀρνεῖται καὶ ψεύδεται, δεδιὼς τὰς ἐκ τοῦ ὁμολογῆσαι τιμωρίας, ὅ τε ἀρνούμενος ἑτέρῳ σπουδάζων προσβάλλειν τὸ ἔγκλημα συκοφαντεῖ καὶ τέχνας ἐπινοεῖ, δι’ ὧν εὔλογον εἶναι δόξει τὸ συκοφάντημα, πᾶς τε συκοφάντης εὐθύς ἐστιν ἐπίορκος, ὀλίγα φροντίζων εὐσεβείας· ἐπειδὴ γὰρ ἐλέγχων ἀπορεῖ δικαίων, ἐπὶ τὴν ἄτεχνον λεγομένην πίστιν καταφεύγει, τὴν δι’ ὅρκων, οἰόμενος κατακλήσει θεοῦ πίστιν ἐργάζεσθαι τοῖς ἀκούουσιν. ἀνίερος δ’ ὁ τοιοῦτος ὢν καὶ βέβηλος ἴστω, μιαίνων τὸ ἀμίαντον φύσει [ἀγαθὸν καὶ] θεῖον ὄνομα."],["41","Ἔνατον μέν ἐστι τουτὶ τῶν δέκα κεφαλαίων, τῶν δὲ ἐν τῇ δευτέρᾳ στήλῃ τὸ τέταρτον ἀριθμῷ, μυρία δὲ τὸν ἀνθρώπινον βίον ὀνῆσαι δυνάμενον, εἰ φυλάττοιτο, ὡς καὶ τοὐναντίον ἀμελούμενον βλάψαι."],["42","ψεκτὸς μὲν γὰρ ὁ συκοφάντης, ὁ δὲ τὰ ψευδῆ μαρτυρῶν μᾶλλον ὑπαίτιος· ὁ μὲν γὰρ αὑτῷ βοηθῶν, ὁ δ’ ἄλλῳ συμπράττων πονηρός ἐστιν, ἐν δὲ συγκρίσει κακῶν ἀνδρῶν ὁ δι’ αὑτὸν ἁμαρτάνων τοῦ δι’ ἕτερον ἧττον ἄδικος."],["43","καὶ τὸν μὲν κατήγορον ὑποβλέπεται πᾶς δικαστὴς ὡς ὀλίγα φροντίζοντα τῆς ἀληθείας ἕνεκα τοῦ περιγενέσθαι, διὸ καὶ προοιμίων ἐδέησεν εἰς προσοχὴν ἀκροατοῦ τῷ λέγοντι· τοῦ δὲ μαρτυροῦντος μηδὲν ἐπ’ αὐτῷ προπεπονθὼς ὕπουλον ἐλευθέρᾳ γνώμῃ καὶ ἀναπεπταμένοις ὠσὶν ἀνέχεται, πίστιν καὶ ἀλήθειαν ὑποδυομένου, [τὸ] πραγμάτων μὲν ὠφελιμωτάτων τὰ ὀνόματα, ὀνομάτων δὲ προσαγωγότατα, οἷς καθάπερ δελέασιν ἐπὶ θήρᾳ χρῆται ὧν ὀρέγεται καὶ ποθεῖ."],["44","διὸ πολλαχοῦ παραινεῖ τῆς νομοθεσίας ἀδίκῳ μηδενὶ συναινεῖν, μήτε ἀνθρώπῳ μήτε πράγματι· προκαλεῖται γὰρ ἡ συναίνεσις ἐφ’ ὑγιεῖ μὴ γενομένη τὰ ψευδῆ μαρτυρεῖν, ἐπεὶ καὶ πᾶς, ὅτῳ πρόσαντες καὶ ἐχθρὸν τὸ ἄδικον, ἀληθείᾳ φίλος."],["45","ἑνὶ μὲν οὖν μοχθηρῷ μὴ συναπονοηθῆναι θαυμαστὸν οὐδὲν εἰς τὰ ὅμοια προκαλουμένῳ, πλήθει δὲ ἐπὶ παρανομίαν οἷα κατὰ πρανοῦς ἀθρόᾳ ῥύμῃ φερομένῳ μὴ συνενεχθῆναι γενναίας ψυχῆς ἐστι καὶ φρονήματος ἀνδρείᾳ συγκεκροτημένου."],["46","ἔνιοι γὰρ τὰ τοῖς πολλοῖς δοκοῦντα, κἂν παρανομώτατα ᾖ, νόμιμα καὶ δίκαια εἶναι νομίζουσι, κρίνοντες οὐκ εὖ· φύσει γὰρ ἕπεσθαι καλόν, ἀκολουθίᾳ φύσεως δ’ ἀντίπαλον ὄχλου φορά."],["47","ἐὰν οὖν κατὰ θιάσους καὶ πολυανθρώπους ὁμίλους ἀγειρόμενοί τινες νεωτερίζωσι, τούτοις οὐ συναινετέον ὡς τὸ ἀρχαῖον καὶ δόκιμον τῆς πολιτείας νόμισμα παρακόπτουσι· σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας νικᾷ, σὺν ὄχλῳ δ’ ἀμαθία μεῖζον κακόν. ἀλλὰ τοσαύτῃ τινὲς ὑπερβολῇ"],["48","χρῶνται μοχθηρίας, ὥστ’ οὐ μόνον ἀνθρώπων ἀγένητα κατηγοροῦσιν, ἀλλ’ ἐπιμένοντες τῇ μοχθηρίᾳ διαίρουσι καὶ τείνουσι τὸ ψεῦδος ἄχρι οὐρανοῦ, τῆς μακαρίας καὶ εὐδαίμονος θεοῦ φύσεως καταμαρτυροῦντες· εἰσὶ δ’ οὗτοι τερατοσκόποι καὶ οἰωνοσκόποι καὶ θύται καὶ ὅσοι ἄλλοι μαντικὴν ἐκπονοῦσι τὴν σὺν τέχνῃ κακοτεχνίαν, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐπιτηδεύοντες, παράκομμα τῆς ἐνθέου κατοκωχῆς καὶ προφητείας."],["49","προφήτης μὲν γὰρ οὐδὲν ἴδιον ἀποφαίνεται τὸ παράπαν, ἀλλ’ ἔστιν ἑρμηνεὺς ὑποβάλλοντος ἑτέρου πάνθ’ ὅσα προφέρεται, καθ’ ὃν χρόνον ἐνθουσιᾷ γεγονὼς ἐν ἀγνοίᾳ, μετανισταμένου μὲν τοῦ λογισμοῦ καὶ παρακεχωρηκότος τὴν τῆς ψυχῆς ἀκρόπολιν, ἐπιπεφοιτηκότος δὲ καὶ ἐνῳκηκότος τοῦ θείου πνεύματος καὶ πᾶσαν τῆς φωνῆς ὀργανοποιΐαν κρούοντός τε καὶ ἐνηχοῦντος εἰς ἐναργῆ δήλωσιν ὧν προθεσπίζει."],["50","τῶν δὲ τὴν παράσημον καὶ βωμολόχον μαντικὴν ζηλούντων ἕκαστος ταῖς εἰκασίαις καὶ στοχασμοῖς ἀνοίκειον τάξιν παρατίθησι τὴν τῆς ἀληθείας καὶ τοὺς ἀβεβαίους τὸ ἦθος ὑπαγόμενος ῥᾳδίως καθάπερ ἀνερμάτιστα σκάφη πολὺς ἀντιπνεύσας ἄνεμος ἀνωθεῖ καὶ ἀνατρέπει, διακωλύων ὑποδρόμοις ἀσφαλέσι προσσχεῖν εὐσεβείας· τὰ γὰρ τοπασθέντα προλέγειν οἴεται δεῖν ὡς οὐκ αὐτὸς εὑρών, ἀλλ’ ὡς ἀφανῶς αὐτῷ μόνῳ χρησθέντα θεῖα λόγια, πρὸς βεβαιοτέραν πίστιν ἀπάτης μεγάλων καὶ πολυανθρώπων ὁμίλων."],["51","τὸν τοιοῦτον εὐθυβόλῳ ὀνόματι ψευδοπροφήτην προσαγορεύει, κιβδηλεύοντα τὴν ἀληθῆ προφητείαν καὶ τὰ γνήσια νόθοις εὑρήμασιν ἐπισκιάζοντα. χρόνῳ δὲ παντάπασιν ὀλίγῳ διακαλύπτεται τὰ τοιαῦτα στρατηγήματα, τῆς φύσεως οὐκ ἀεὶ κρύπτεσθαι φιλούσης, ἀλλ’ ὁπόταν καιρὸς ᾖ τὸ ἴδιον κάλλος ἀναφαινούσης ἀηττήτοις δυνάμεσιν."],["52","ὡς γὰρ ἐν ταῖς ἡλιακαῖς ἐκλείψεσιν αἱ ἀκτῖνες πρὸς βραχύτατον ἀμαυρωθεῖσαι μικρὸν ὕστερον ἀναλάμπουσιν ἄσκιον καὶ τηλαυγὲς ἐπιδεικνύμεναι φέγγος, μηδενὸς ἐπιπροσθοῦντος ἡλίῳ τὸ παράπαν, [ἀλλ’ ὡς ἐν αἰθρίᾳ καθαρᾷ ὁλοστὸν ἀναφαίνοντι], οὕτως κἂν χρησμολογῶσί τινες μαντικὴν μὲν ἐπεψευσμένην τεχνάζοντες, ὑποδυόμενοι δ’ εὐπρεπὲς ὄνομα τὸ προφητείας, ἐνθουσιάσεις καταψευδόμενοι θεοῦ, διελεγχθήσονται ῥᾳδίως· ἥξει γὰρ πάλιν ἡ ἀλήθεια καὶ ἀναλάμψει φῶς ἀστράπτουσα τηλαυγέστατον, ὡς τό γε ἐπισκιάσαν ψεῦδος ἀφανισθῆναι."],["53","πάγκαλον μέντοι κἀκεῖνο προσδιετάξατο κελεύσας ἑνὸς μαρτυρίαν μὴ προσίεσθαι· πρῶτον μὲν ὅτι ἐνδέχεται ἕνα καὶ παριδεῖν τι καὶ παρακοῦσαι καὶ παρενθυμηθῆναι καὶ ἀπατηθῆναι, δόξαι γὰρ αἱ ψευδεῖς μυρίαι καὶ ἀπὸ μυρίων εἰώθασι προσπίπτειν·"],["54","δεύτερον δὲ ὅτι κατὰ πλειόνων ἢ καὶ καθ’ ἑνὸς ἀδικώτατον ἑνὶ χρῆσθαι μάρτυρι, τῶν μὲν ὅτι δὴ πρὸς πίστιν ἀξιονικότεροι ἑνός, τοῦ δ’ ἐπειδὴ κατ’ ἀριθμὸν οὐ προφέρει, τὸ δ’ ἴσον πλεονεξίας ἀλλότριον· τί γὰρ μᾶλλον τῷ μάρτυρι καθ’ ἑτέρου διεξιόντι ἢ τῷ κατηγορουμένῳ ὑπὲρ αὑτοῦ λέγοντι συναινετέον; ἄριστον δ’ ὡς ἔοικεν ἐπέχειν, ἔνθα μηδὲν ἐνδεῖ μηδὲ ὑπερβάλλει."],["55","Οἴεται δεῖν ὁ νόμος ἅπαντας μὲν τοὺς συμφερομένους τῇ κατὰ Μωυσέα ἱερᾷ πολιτείᾳ παντὸς ἀλόγου πάθους καὶ πάσης κακίας ἀμετόχους εἶναι μᾶλλον ἢ τοὺς τοῖς ἄλλοις νόμοις χρωμένους, διαφερόντως δὲ τοὺς λαχόντας ἢ χειροτονηθέντας δικάζειν. ἄτοπον γὰρ ἁμαρτήμασιν ἐνόχους εἶναι τοὺς τοῖς ἄλλοις τὰ δίκαια βραβεύειν ἀξιοῦντας, οἷς ἀναγκαῖον καθάπερ ἀπ’ ἀρχετύπου γραφῆς ἀπομάττεσθαι τὰ φύσεως ἔργα πρὸς μίμησιν."],["56","ὡς γὰρ ἡ τοῦ πυρὸς δύναμις ἀλεαίνουσα ὧν ἂν προσάψηται θερμὴ πολὺ πρότερον αὐτὴ καθέστηκεν ἐξ αὑτῆς καὶ κατὰ τοὐναντίον ἡ τῆς χιόνος τῷ κατεψύχθαι καὶ τἄλλα ἐπιψύχει, οὕτως ὀφείλει καὶ δικαστὴς ἀνάπλεως εἶναι δικαιοσύνης ἀκραιφνοῦς, εἴ γε μέλλει τὰ δίκαια τοῖς ἐντευξομένοις ἐπάρδειν, ἵν’ ὥσπερ ἀπὸ πηγῆς γλυκείας φέρηται νᾶμα πότιμον τοῖς διψῶσιν εὐνομίας."],["57","τουτὶ δὲ συμβήσεται, ἐάν τις δικάζειν εἰσιὼν ἐν ταὐτῷ νομίσῃ κρίνειν τε καὶ κρίνεσθαι καὶ ἀναλαμβάνῃ ἅμα τῇ ψήφῳ σύνεσιν μὲν εἰς τὸ μὴ ἀπατᾶσθαι, δικαιοσύνην δὲ εἰς τὴν τῶν κατ’ ἀξίαν ἐπιβαλλόντων ἑκάστοις ἀπονομήν, ἀνδρείαν δὲ εἰς τὸ ἀνένδοτον πρὸς ἱκεσίας καὶ οἴκτους κατὰ τὰς τῶν ἑαλωκότων τιμωρίας."],["58","ὁ τούτων ἐπιμελούμενος τῶν ἀρετῶν κοινὸς εὐεργέτης εἰκότως ἂν νομίζοιτο, κυβερνήτου τρόπον ἀγαθοῦ τοὺς χειμῶνας τῶν πραγμάτων ἐξευδιάζων ἕνεκα σωτηρίας καὶ ἀσφαλείας τῶν τὰ οἰκεῖα ἐπιτετροφότων αὐτῷ."],["59","Κελεύει δὴ πρῶτον ὁ νόμος τῷ δικαστῇ μὴ παραδέχεσθαι ἀκοὴν ματαίαν. τί δὲ τοῦτ’ ἐστίν; ἔστω, φησίν, ὦ οὗτος, τὰ ὦτά σου κεκαθαρμένα· καθαρθήσεται δέ, ἐὰν νάμασι σπουδαίων λόγων συνεχῶς ἐπαντλῆται, τὰς ματαίους καὶ πεπατημένας καὶ χλεύης ἀξίας μυθογράφων ἢ μιμολόγων ἢ τυφοπλαστῶν τὰ μηδενὸς ἄξια σεμνοποιούντων μακρὰς ῥήσεις μὴ προσιέμενα."],["60","δηλοῦται δ’ ἐκ τοῦ μὴ παραδέχεσθαι ματαίαν ἀκοὴν καὶ ἕτερόν τι τῷ προτέρῳ συνᾷδον· τοῖς ἀκοὴν μαρτυροῦσι, φησίν, ὁ προσέχων ματαίως καὶ οὐχ ὑγιῶς προσέξει· διὰ τί; ὅτι ὀφθαλμοὶ μὲν αὐτοῖς ἐντυγχάνουσι τοῖς γινομένοις, ἐφαπτόμενοι τρόπον τινὰ τῶν πραγμάτων καὶ ὅλα δι’ ὅλων καταλαμβάνοντες, φωτὸς συνεργοῦντος, ᾧ πάντα αὐγάζεταί τε καὶ διελέγχεται, ὦτα δ’, ὡς ἔφη τις οὐκ ἀπὸ σκοποῦ τῶν προτέρων, ὀφθαλμῶν ἀπιστότερα, πράγμασι μὲν οὐκ ἐντυγχάνοντα, ἑρμηνεῦσι δὲ πραγμάτων λόγοις οὐκ ἀεὶ πεφυκόσιν ἀληθεύειν περιελκόμενα."],["61","διὸ καὶ τῶν παρ’ Ἕλλησιν ἔνιοι νομοθετῶν μεταγράψαντες ἐκ τῶν ἱερωτάτων Μωυσέως στηλῶν εὖ διατάξασθαι δοκοῦσι, μὴ μαρτυρεῖν ἀκοήν, ὡς δέον, ἃ μὲν εἶδέ τις, πιστὰ κρίνειν, ἃ δὲ ἤκουσε, μὴ πάντως βέβαια."],["62","Δεύτερον παράγγελμα κριτῇ δῶρα μὴ λαμβάνειν· τὰ γὰρ δῶρα, φησὶν ὁ νόμος, πηροῖ μὲν ὀφθαλμοὺς βλέποντας, τὰ δὲ δίκαια λυμαίνεται, τὴν δὲ διάνοιαν οὐκ ἐᾷ διὰ λεωφόρου βαίνειν ἐπ’ εὐθείας."],["63","καὶ τὸ μὲν δωροδοκεῖν ἐπ’ ἀδίκοις παμπονήρων ἐστὶν ἀνθρώπων ἔργον, τὸ δ’ ἐπὶ δικαίοις ἐφ’ ἡμισείᾳ πονηρευομένων· εἰσὶ γὰρ εὐπάρυφοί τινες ἡμιμόχθηροι, δικαιάδικοι, τὴν ὑπὲρ τῶν πεπλημμελημένων τεταγμένοι τάξιν κατὰ τῶν πλημμελησάντων, προῖκα δ’ οὐκ ἀξιοῦντες νικῶντας γράφειν οὓς νικᾶν ἀναγκαῖον, ἀλλὰ τὴν γνῶσιν ὤνιον καὶ ἔμμισθον ἀποφαίνοντες."],["64","εἶτα ἐπειδάν τις αἰτιᾶται, φασὶ μὴ παρατρέψαι τὸ δίκαιον— ἡττηθῆναι μὲν γὰρ οὓς ἁρμόττον ἦν ἡττᾶσθαι, νενικηκέναι δ’ οὓς ἐχρῆν περιγίνεσθαι—, κακῶς ἀπολογούμενοι· δύο γὰρ δεῖ προσφέρεσθαι τὸν ἀγαθὸν δικαστήν, νομικωτάτην γνῶσιν καὶ τὸ ἀδέκαστον· ὁ δὲ ἐπὶ δώροις βραβευτὴς τοῦ δικαίου καλὸν φύσει πρᾶγμα λέληθεν αἰσχύνων."],["65","ἐπεξαμαρτάνει δὲ καὶ δύο ἕτερα, τὸ μὲν ἐθίζων ἑαυτὸν εἶναι φιλοχρήματον, ὅπερ ὁρμητήριον τῶν μεγίστων παρανομημάτων ἐστί, τὸ δὲ βλάπτων ὃν ἄξιον ἦν ὠφελεῖν τιμὴν τοῦ δικαίου κατατιθέντα."],["66","διὸ σφόδρα παιδευτικῶς Μωυσῆς δικαίως τὸ δίκαιον προστάττει μεταδιώκειν, αἰνιττόμενος ὅτι καὶ ἀδίκως ἔνεστι, διὰ τοὺς ἐπὶ δώροις τοῦ δικαίου βραβευτάς, οὐ μόνον ἐν δικαστηρίοις, ἀλλὰ πανταχοῦ κατά τε γῆν καὶ θάλατταν καὶ ἐν ἅπασιν ὀλίγου δέω φάναι τοῖς τοῦ βίου πράγμασιν."],["67","ἤδη γοῦν ὀλιγοχρήματόν τις παρακαταθήκην λαβὼν ἀπέδωκεν, ἐπ’ ἐνέδρᾳ μᾶλλον τοῦ λαμβάνοντος ἢ ὠφελείᾳ, ἵνα τὴν ἐν ὀλίγοις πίστιν δέλεαρ καθεὶς ἀγκιστρεύσηται τὴν ἐν μείζοσιν πίστιν, ὅπερ οὐδὲν ἦν ἕτερον ἢ τὸ δίκαιον μὴ δικαίως ἐπιτελεῖν· δίκαιον μὲν γὰρ ἡ τῶν ἀλλοτρίων ἀπόδοσις, οὐ δικαίως δ’ ἐγένετο, παρόσον ἐπὶ θήρᾳ πλειόνων."],["68","αἴτιον δὲ τῶν τοιούτων ἁμαρτημάτων ἐστὶν ἐν τοῖς μάλιστα ἡ πρὸς τὸ ψεῦδος οἰκείωσις, ὅπερ ἐκ πρώτης γενέσεως καὶ σπαργάνων αὐτῶν τίτθαι καὶ μητέρες καὶ ὁ ἄλλος τῶν κατ’ οἰκίαν ἀνδραπόδων καὶ ἐλευθέρων ὅμιλος ἔργοις καὶ λόγοις ἀεὶ σύντροφον κατασκευάζουσιν, ἁρμοζόμενοι καὶ ἑνοῦντες αὐτὸ τῇ ψυχῇ ὡς μέρος ἐκ φύσεως ἀναγκαῖον, ὅπερ, εἰ καὶ τῷ ὄντι φύσει συνεγεγέννητο, ὤφειλεν ἐπιτηδεύσει τῶν καλῶν ἐκτετμῆσθαι."],["69","τί δ’ οὕτως ἐν βίῳ καλὸν ὡς ἀλήθεια; ἣν ὁ πάνσοφος ἐστηλίτευσεν ἐν ἱερωτάτῳ χωρίῳ, κατὰ τὴν τοῦ ἀρχιερέως στολήν, ἔνθα τὸ τῆς ψυχῆς ἡγεμονικόν, ἀναθημάτων τῷ καλλίστῳ καὶ διαπρεπεστάτῳ βουληθεὶς αὐτὸν ἐπικοσμῆσαι, συγγενῆ δὲ δύναμιν ἀληθείᾳ παριδρύσατο, ἣν ἐκάλεσε δήλωσιν, ἀμφοτέρων τῶν ἐν ἡμῖν λόγων εἰκόνας, ἐνδιαθέτου τε καὶ προφορικοῦ· δεῖται γὰρ ὁ μὲν προφορικὸς δηλώσεως, ᾗ τὰ ἀφανῆ τῶν καθ’ ἕκαστον ἡμῶν ἐνθύμια γνωρίζεται τῷ πέλας, ὁ δ’ ἐνδιάθετος ἀληθείας, εἰς τελειότητα βίου καὶ πράξεων, δι’ ὧν ἡ ἐπ’ εὐδαιμονίαν ὁδὸς ἀνευρίσκεται."],["70","Τρίτον παράγγελμα τῷ δικαστῇ τὰ πράγματα πρὸ τῶν κρινομένων ἐξετάζειν καὶ πειρᾶσθαι πάντα τρόπον ἀφέλκειν αὑτὸν τῆς τῶν δικαζομένων φαντασίας, εἰς ἄγνοιαν καὶ λήθην βιαζόμενον ὧν ἐπιστήμην εἶχε καὶ μνήμην, οἰκείων, φίλων, πολιτῶν, καὶ πάλιν ἀλλοτρίων, ἐχθρῶν, ξένων, ἵνα μήτε εὔνοια μήτε μῖσος ἐπισκιάσῃ τῶν δικαίων τὴν γνῶσιν· ἀνάγκη γὰρ οἷα τυφλὸν δίχα βάκτρου προερχόμενον καὶ τοὺς ποδηγετήσοντας οὐκ ἔχοντα οἷς βεβαίως ἐπερείσεται πταίειν."],["71","ὅθεν προσήκει τὸν ἀγαθὸν δικαστὴν τοὺς μὲν κρινομένους, οἵτινες ἂν ὦσι, παρακαλύπτεσθαι, τὴν δὲ φύσιν τῶν πραγμάτων ἄπλαστον καὶ γυμνὴν ὁρᾶν, μὴ πρὸς δόξας ἀλλὰ πρὸς ἀλήθειαν μέλλοντα κρίνειν καὶ τοιαύτην ἔννοιαν λαβόντα, ὅτι „ἡ μὲν κρίσις τοῦ θεοῦ ἐστιν “(Deut. 1, 17), ὁ δὲ δικαστὴς ἐπίτροπος τῆς κρίσεως· ἐπιτρόπῳ δ’ οὐκ ἐφεῖται τὰ τοῦ κυρίου χαρίζεσθαι, παρακαταθήκην εἰληφότι τὴν πάντων τῶν κατὰ τὸν ἀνθρώπινον βίον ἀρίστην παρὰ τοῦ πάντων ἀρίστου."],["72","Πρὸς δὲ τοῖς λεχθεῖσιν ἤδη καὶ ἄλλο σοφὸν εἰσηγεῖται· κελεύει γὰρ πένητα ἐν κρίσει μὴ ἐλεεῖν ὁ πᾶσαν σχεδόν τι τὴν νομοθεσίαν πεπληρωκὼς τῶν εἰς ἔλεον καὶ φιλανθρωπίαν διαταγμάτων καὶ μεγάλας μὲν ἀπειλὰς ἐπανατεινόμενος ὑπερόπταις καὶ ἀλαζόσι, μεγάλα δὲ προθεὶς ἆθλα τοῖς τὰ ἀτυχήματα τῶν πέλας εἰς ἐπανόρθωσιν ἄγειν ἀξιοῦσι καὶ τὰς περιουσίας οὐκ ἴδια κτήματα νομίζουσιν ἀλλὰ κοινὰ τῶν ἐν ἐνδείαις."],["73","ὃ γὰρ ἔφη τις οὐκ ἀπὸ σκοποῦ τῶν πρότερον, ἀληθές ἐστιν, ὅτι παραπλήσιον οὐδὲν ἄνθρωποι θεῷ δρῶσιν ἢ χαριζόμενοι. τί δ’ ἂν εἴη κρεῖττον ἀγαθὸν ἢ μιμεῖσθαι θεὸν γενητοῖς τὸν ἀίδιον;"],["74","μήτ’ οὖν ὁ πλούσιος ἄργυρον καὶ χρυσὸν οἴκοι συναγαγὼν ἄφθονον θησαυροφυλακείτω, προφερέτω δ’ εἰς μέσον, ἵνα τὸ σκληροδίαιτον τῶν ἀπόρων ἱλαραῖς μεταδόσεσι λιπαίνῃ, μήτ’, εἴ τις ἔνδοξος, ὑψηλὸν αἴρων αὑτὸν αὐχείτω φρυαττόμενος, ἀλλ’ ἰσότητα τιμήσας μεταδιδότω παρρησίας τοῖς ἀδόξοις· ὅ τε ῥώμῃ κεχρημένος σώματος ἔρεισμα τῶν ἀσθενεστέρων ἔστω καὶ μὴ καθάπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσι καταπαγκρατιαζέτω τοὺς ἐλάττους ταῖς δυνάμεσιν, ἀλλὰ φιλοτιμείσθω τῆς ἰδίας ἰσχύος μεταδιδόναι τοῖς ἐξ ἑαυτῶν ἀπειρηκόσιν."],["75","ὅσοι μὲν γὰρ ἀπὸ πηγῶν ἠρύσαντο τῶν σοφίας, φθόνον ὑπερόριον τῆς διανοίας ἐληλακότες ἄνευ προτροπῆς αὐτοκέλευστοι ταῖς τῶν πλησίον ὠφελείαις ἐπαποδύονται, τὰ λόγων νάματα ταῖς ψυχαῖς ἐκείνων δι’ ὤτων ἐπαντλοῦντες εἰς μετουσίαν τῆς ὁμοίας ἐπιστήμης· καὶ ἐπειδὰν ἴδωσιν ὥσπερ εὔβλαστα καὶ εὐγενῆ μοσχεύματα νέους εὐφυεῖς, γεγήθασιν οἰόμενοι κληρονόμους ἀνευρηκέναι τοῦ ψυχικοῦ πλούτου, ὃς μόνος ἀληθείᾳ πλοῦτός ἐστι, καὶ παραλαβόντες γεωργοῦσι τὰς ψυχὰς δόγμασι καὶ θεωρήμασι, μέχρις ἂν στελεχωθεῖσαι καρπὸν τὸν καλοκἀγαθίας ἐνέγκωσι."],["76","τοιαῦτα τοῖς νόμοις ἀγάλματα συνύφανται καὶ πεποίκιλται πρὸς εὐπορίαν ἀπόρων, οὓς ἐπὶ μόνης κρίσεως ἐλεεῖν οὐ θεμιτόν· ἔλεος γὰρ ἐπ’ ἀτυχήμασιν, ὁ δ’ ἑκουσίῳ γνώμῃ πονηρευόμενος οὐκ ἀτυχής, ἀλλ’ ἄδικος."],["77","τιμωρίαι δ’ ἐπ’ ἀδίκοις ὡς ἐπὶ δικαίοις τιμαὶ βεβαιούσθωσαν· ὥστε μηδεὶς μοχθηρὸς ἄπορος ὑπείλλων καὶ ὑποστέλλων ἀχρηματίας οἴκτῳ τὸ δίκην δοῦναι παρακρουέσθω, δεδρακὼς οὐκ ἐλέου— πόθεν;— ἀλλ’ ὀργῆς ἄξια. καὶ ὁ δικάζειν εἰσιὼν καθάπερ ἀργυραμοιβὸς ἀγαθὸς διαιρείτω καὶ διακρινέτω τὰς φύσεις τῶν πραγμάτων, ἵνα μὴ φύρηται συγχεόμενα τοῖς παρασήμοις τὰ δόκιμα."],["78","πολλὰ μὲν οὖν ἄλλα πρός τε ψευδομάρτυρας καὶ δικαστὰς ἔνεστι λέγειν· ὑπὲρ δὲ τοῦ μὴ μακρηγορεῖν ἰτέον ἐπὶ τὸ τελευταῖον τῶν δέκα λογίων, ὃ κεφαλαιώδει τύπῳ καθάπερ καὶ τῶν ἄλλων ἕκαστον κεχρησμῴδηται, τοῦτο δ’ ἐστίν· „οὐκ ἐπιθυμήσεις. “"],["79","Πᾶν μὲν πάθος ἐπίληπτον, ἐπεὶ καὶ πᾶσα ἄμετρος καὶ πλεονάζουσα ὁρμὴ καὶ τῆς ψυχῆς ἡ ἄλογος καὶ παρὰ φύσιν κίνησις ὑπαίτιος· ἑκάτερον γὰρ τούτων τί ἐστιν ἕτερον ἢ παλαιὸν πάθος ἐξηπλωμένον; εἴ τις οὖν μὴ μέτρα ταῖς ὁρμαῖς ὁρίζει μηδὲ χαλινὸν ὥσπερ τοῖς ἀφηνιασταῖς ἵπποις ἐντίθησι, πάθει χρῆται δυσιάτῳ, κἄπειτα λήσεται διὰ τὸν ἀφηνιασμὸν ἐξενεχθεὶς οἷα ὑπὸ ἁρμάτων ἡνίοχος εἰς φάραγγας ἢ βάραθρα δυσαναπόρευτα, ἐξ ὧν μόλις ἔστι σῴζεσθαι."],["80","τῶν δὲ παθῶν οὕτως οὐδὲν ἀργαλέον ὡς ἐπιθυμία τῶν ἀπόντων ὅσα τῷ δοκεῖν ἀγαθῶν, πρὸς ἀλήθειαν οὐκ ὄντων, χαλεποὺς καὶ ἀνηνύτους ἔρωτας ἐντίκτουσα· ἐπιτείνει γὰρ καὶ ἐπελαύνει μέχρι πορρωτάτω τὴν ψυχὴν εἰς τὸ ἄπειρον, φεύγοντος ἔστιν ὅτε τοῦ διωκομένου καταφρονητικῶς οὐκ ἐπὶ νῶτα ἀλλ’ ἀντικρύ."],["81","ὅταν γὰρ ἐπιτρέχουσαν αἴσθηται μετὰ σπουδῆς τὴν ἐπιθυμίαν, ἠρεμῆσαν ἐπ’ ὀλίγον ὑπὲρ τοῦ δελεάσαι καὶ ἐλπίδα συλλήψεως τῆς [καθ’] αὑτοῦ παρασχεῖν, ἐξαναχωρεῖ μακροτέροις διαστήμασι κατακερτομοῦν· ἡ δὲ ἀπολειπομένη καὶ ὑστερίζουσα σφαδᾴζει Ταντάλειον τιμωρίαν ἐπιφέρουσα κακοδαίμονι ψυχῇ· καὶ γὰρ ἐκεῖνον λόγος ἔχει ποτὸν μὲν ἀρύσασθαι βουλόμενον ἀδυνατεῖν, ὑποφεύγοντος ὕδατος, εἰ δὲ καρπὸν ἐθελήσειε δρέψασθαι, πάντας ἀφανίζεσθαι, στειρουμένης τῆς περὶ τὰ δένδρα εὐφορίας."],["82","ὡς γὰρ αἱ ἀμείλικτοι καὶ ἀπαρηγόρητοι δέσποιναι τοῦ σώματος, δίψα καὶ πεῖνα, κατατείνουσιν αὐτὸ μᾶλλον ἢ οὐχ ἧττον τῶν ἐκ βασανιστοῦ τροχιζομένων ἄχρι θανάτου πολλάκις, εἰ μή τις αὐτὰς ἐξηγριωμένας τιθασεύσει ποτοῖς καὶ σιτίοις, οὕτως ἡ ἐπιθυμία κενὴν ἀποδείξασα τὴν ψυχὴν λήθῃ μὲν τῶν παρόντων, μνήμῃ δὲ τῶν μακρὰν ἀφεστηκότων οἶστρον καὶ μανίαν ἀκάθεκτον ἐγκατασκευάσασα, βαρυτέρας μὲν τῶν πρότερον δεσποινῶν ὁμωνύμους δ’ ἐκείναις ἀπειργάσατο, δίψαν τε καὶ πεῖναν, οὐ τῶν περὶ γαστρὸς ἀπόλαυσιν, ἀλλὰ χρημάτων, δόξης, ἡγεμονιῶν, εὐμορφίας, ἄλλων ἀμυθήτων ὅσα κατὰ τὸν ἀνθρώπινον βίον ζηλωτὰ καὶ περιμάχητα εἶναι δοκεῖ."],["83","καὶ καθάπερ ἡ λεγομένη παρὰ τοῖς ἰατροῖς ἑρπηνώδης νόσος οὐκ ἐφ’ ἑνὸς ἵσταται χωρίου, κινεῖται δὲ καὶ περιθεῖ καί, ὡς αὐτό που δηλοῖ τοὔνομα, διέρπει πάντῃ σκιδναμένη καὶ χεομένη, πᾶσαν τὴν κοινωνίαν τῶν τοῦ σώματος μερῶν ἀπὸ κεφαλῆς ἄκρας ἄχρι ποδῶν συλλαμβάνουσα καὶ συνείρουσα, τὸν αὐτὸν τρόπον καὶ ἡ ἐπιθυμία δι’ ὅλης ᾄττουσα τῆς ψυχῆς οὐδὲν οὐδὲ τὸ βραχύτατον ἀπαθὲς αὐτῆς ἐᾷ, μιμουμένη τὴν ἐν ἀφθόνῳ ὕλῃ πυρὸς δύναμιν· ἐξάπτει γὰρ καὶ ἀναφλέγει, μέχρις ἂν διαφαγοῦσα πᾶσαν αὐτὴν ἐξαναλώσῃ."],["84","τοσοῦτον ἄρα καὶ οὕτως κακὸν ὑπερβάλλον ἐστὶν ἐπιθυμία, μᾶλλον δ’, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἁπάντων πηγὴ τῶν κακῶν· σῦλα γὰρ καὶ ἁρπαγαὶ καὶ χρεωκοπίαι συκοφαντίαι τε καὶ αἰκίαι καὶ προσέτι φθοραὶ καὶ μοιχεῖαι καὶ ἀνδροφονίαι καὶ πάνθ’ ὅσα ἰδιωτικὰ ἢ δημόσια ἢ ἱερὰ ἢ βέβηλα ἀδικήματα πόθεν ἄλλοθεν ἐρρύη;"],["85","τὸ γὰρ ἀψευδῶς ἂν λεχθὲν ἀρχέκακον πάθος ἐστὶν ἐπιθυμία, ἧς ἓν τὸ βραχύτατον ἔγγονον, ἔρως, οὐχ ἅπαξ ἀλλ’ ἤδη πολλάκις ἀμυθήτων κατέπλησε τὴν οἰκουμένην συμφορῶν, ἃς οὐδ’ ὁ σύμπας τῆς γῆς κύκλος ἐχώρησεν, ἀλλὰ διὰ πλῆθος ὥσπερ ὑπὸ χειμάρρου φορᾶς εἰς θάλατταν εἰσέπεσον, καὶ πανταχοῦ πάντα πελάγη πολεμίων κατεπλήσθη νηῶν καὶ ὅσα καινουργοῦσιν οἱ ναυτικοὶ πόλεμοι συνηνέχθη καὶ ἐπιπεσόντα ἀθρόα πάλιν εἰς νήσους καὶ ἠπείρους ὑπεσύρη, διαυλοδρομήσαντα καθάπερ ἐν ταῖς παλιρροίαις ἀφ’ ὧν ἤρξατο φέρεσθαι."],["86","τρανοτέραν δὲ τοῦ πάθους ἐνάργειαν ληψόμεθα τὸν τρόπον τοῦτον· ὅσων ἂν ἐπιθυμία προσάψηται, μεταβολὴν ἀπεργάζεται τὴν πρὸς τὸ χεῖρον, οἷα τὰ ἰοβόλα ζῷα καὶ τὰ θανάσιμα τῶν φαρμάκων."],["87","τί δ’ ἐστὶν ὃ λέγω; εἰ πρὸς χρήματα γένοιτο, κλέπτας ἀποτελεῖ καὶ βαλαντιοτόμους καὶ λωποδύτας καὶ τοιχωρύχους χρεωκοπίαις τε καὶ παρακαταθηκῶν ἀρνήσεσι καὶ δωροδοκίαις καὶ ἱεροσυλίαις καὶ τοῖς ὁμοιοτρόποις ἅπασιν ἐνόχους."],["88","εἰ δὲ πρὸς δόξαν, ἀλαζόνας, ὑπερόπτας, ἀβεβαίους καὶ ἀνιδρύτους τὸ ἦθος, φωναῖς τὰ ὦτα πεφρακότας, ταπεινουμένους ἐν ταὐτῷ καὶ πρὸς ὕψος ἐπαιρομένους διὰ τὰς τῶν πληθῶν ἀνωμαλίας ἐπαινούντων καὶ ψεγόντων ἀκρίτῳ φορᾷ, πρὸς ἔχθραν καὶ φιλίαν ἀνεξετάστους, ὡς ῥᾳδίως ἑκάτερον ἀνθυπαλλάττεσθαι, καὶ τἄλλ’ ὅσα τούτοις ἀδελφὰ καὶ συγγενῆ."],["89","πρὸς δὲ ἀρχὴν εἰ γένοιτο ἐπιθυμία, στασιώδεις, ἀνίσους, τυραννικοὺς τὰς φύσεις, ὠμοθύμους, ἐχθροὺς τῶν πατρίδων, ἀσθενεστέροις δεσπότας ἀμειλίκτους, τὴν ἰσχὺν ἴσοις ἀσυμβάτους πολεμίους, δυνατωτέρων κόλακας εἰς τὴν δι’ ἀπάτης ἐπίθεσιν. εἰ δὲ πρὸς σώματος κάλλος, φθορεῖς, μοιχούς, παιδεραστάς, ἀκολασίας καὶ λαγνείας ζηλωτάς, μεγίστων κακῶν ὡς εὐδαιμονικωτάτων ἀγαθῶν."],["90","ἤδη δὲ καὶ ἐπὶ γλῶτταν φθάσασα μυρία ἐνεωτέρισεν· ἔνιοι γὰρ ἐπιθυμοῦσιν ἢ τὰ λεκτέα σιωπᾶν ἢ τὰ ἡσυχαστέα λέγειν, καὶ ἀναφθεγγομένοις ἕπεται τιμωρὸς δίκη καὶ ἐχεμυθοῦσι [καὶ] τοὐναντίον."],["91","ἁψαμένη δὲ τῶν περὶ γαστέρα παρέχεται γαστριμάργους, ἀκορέστους, ἀσώτους, ὑγροῦ καὶ διαρρέοντος ζηλωτὰς βίου, χαίροντας οἰνοφλυγίαις, ὀψοφαγίαις, ἀκράτου καὶ ἰχθύων καὶ ἐδεσμάτων [καὶ] κακοὺς δούλους, περὶ συμπόσια καὶ τραπέζας ἰλυσπωμένους λίχνων τρόπον κυνιδίων, ἐξ ὧν τὴν ἀθλίαν καὶ ἐπάρατον συμβαίνει ζωὴν ἀποτελεῖσθαι, παντὸς ἀργαλεωτέραν θανάτου."],["92","ταύτης ἕνεκα τῆς αἰτίας οἱ μὴ χείλεσιν ἄκροις γευσάμενοι φιλοσοφίας, ἀλλὰ τῶν ὀρθῶν δογμάτων αὐτῆς ἐπὶ πλέον ἑστιαθέντες, διερευνησάμενοι φύσιν ψυχῆς καὶ τριττὸν εἶδος ἐνιδόντες αὐτῇ, τὸ μὲν λόγου, τὸ δὲ θυμοῦ, τὸ δ’ ἐπιθυμίας, λόγῳ μὲν ὡς ἡγεμόνι τὴν ἄκραν ἀπένειμαν οἰκειότατον ἐνδιαίτημα κεφαλήν, ἔνθα καὶ τῶν αἰσθήσεων αἱ τοῦ νοῦ καθάπερ βασιλέως δορυφόροι τάξεις παρίδρυνται,"],["93","θυμῷ δὲ τὰ στέρνα, τῇ μὲν ἵνα στρατιώτου τρόπον θώρακα ἀμπεχόμενος, εἰ καὶ μὴ ἀπαθὴς ἐν πᾶσιν, ἀλλά τοι δυσάλωτος ᾖ, τῇ δ’ ἵνα καὶ πλησίον τοῦ νοῦ παρῳκισμένος ὑπὸ τοῦ γείτονος ὠφελῆται, κατεπᾴδοντος αὐτὸν φρονήσει καὶ πραϋπαθῆ κατασκευάζοντος, ἐπιθυμίᾳ δὲ τὸν περὶ τὸν ὀμφαλὸν καὶ τὸ καλούμενον διάφραγμα χῶρον·"],["94","ἔδει γὰρ αὐτὴν ἥκιστα μετέχουσαν λογισμοῦ πορρωτάτω τῶν βασιλείων αὐτοῦ διῳκίσθαι, μόνον οὐκ ἐπ’ ἐσχατιαῖς, καὶ πάντων ἀπληστότατον καὶ ἀκολαστότατον οὖσαν θρεμμάτων ἐμβόσκεσθαι"],["95","τόποις, ἐν οἷς τροφαί τε καὶ ὀχεῖαι. πρὸς ἅ μοι δοκεῖ πάντα ἀπιδὼν ὁ ἱερώτατος Μωυσῆς ἐκδύσασθαι τὸ πάθος καὶ μυσαξάμενος ὡς αἴσχιστον καὶ τῶν αἰσχίστων αἴτιον ἀπεῖπεν ἐν τοῖς μάλιστα τὴν ἐπιθυμίαν ὥς τινα τῆς ψυχῆς ἑλέπολιν, ἧς ἀναιρεθείσης ἢ πειθαρχούσης κυβερνήτῃ λογισμῷ πάντα διὰ πάντων εἰρήνης, εὐνομίας, ἀγαθῶν τελείων, ἀναπεπλήσεται πρὸς εὐδαίμονος βίου παντέλειαν."],["96","φιλοσύντομος δ’ ὢν καὶ εἰωθὼς ἐπιτέμνειν τὰ ἀπερίγραφα τῷ πλήθει παραδειγματικῇ διδασκαλίᾳ μίαν τὴν περὶ γαστέρα πραγματευομένην ἐπιθυμίαν ἄρχεται νουθετεῖν τε καὶ παιδεύειν, ὑπολαμβάνων καὶ τὰς ἄλλας οὐκέθ’ ὁμοίως ἀφηνιάσειν, ἀλλὰ σταλήσεσθαι τῷ τὴν πρεσβυτάτην καὶ ὡς ἡγεμονίδα μεμαθηκέναι τοῖς σωφροσύνης νόμοις πειθαρχεῖν."],["97","τίς οὖν ἡ διδασκαλία τῆς ἀρχῆς; συνεκτικώτατα δύο ἐστίν, ἐδωδὴ καὶ πόσις. ἑκάτερον αὐτῶν οὐκ ἀνῆκεν, ἀλλ’ ἐπεστόμισε διατάγμασι καὶ πρὸς ἐγκράτειαν καὶ πρὸς φιλανθρωπίαν καὶ— τὸ μέγιστον— πρὸς εὐσέβειαν ἀγωγοτάτοις."],["98","Ἀπάρχεσθαι γὰρ ἀπό τε σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ θρεμμάτων καὶ τῶν ἄλλων κελεύει καὶ τὰς ἀπαρχὰς διανέμειν εἴς τε θυσίας καὶ τοὺς ἱερωμένους, τὰς μὲν ἕνεκα εὐχαριστίας τῆς πρὸς θεὸν ὑπὲρ εὐγονίας καὶ εὐφορίας ἁπάντων, τοὺς δ’ ἕνεκα τῆς περὶ τὸ ἱερὸν ἁγιστείας, μισθὸν ληψομένους τῶν περὶ τὰς ἱερουργίας ὑπηρεσιῶν."],["99","ἐφίεται δὲ τὸ παράπαν οὐδενὶ γεύσασθαί τινος ἢ μεταλαβεῖν, πρὶν διακρῖναι τὰς ἀπαρχάς, ἅμα καὶ πρὸς ἄσκησιν τῆς βιωφελεστάτης ἐγκρατείας· ὁ γὰρ ταῖς περιουσίαις, αἷς ἤνεγκαν αἱ τοῦ ἔτους ὧραι, μαθὼν μὴ ἐντρέχειν, ἀλλ’ ἀναμένων, ἄχρις ἂν αἱ ἀπαρχαὶ καθοσιωθῶσι, τὸν ἀφηνιασμὸν τῶν ὁρμῶν ἔοικεν ἀναχαιτίζειν ἐξευμαρίζων τὸ πάθος."],["100","Οὐ μὴν οὐδὲ τὴν τῶν ἄλλων μετουσίαν ἐφῆκε καὶ χρῆσιν ἀδεᾶ τοῖς κοινωνοῦσι τῆς ἱερᾶς πολιτείας, ἀλλ’ ὅσα τῶν χερσαίων ἢ ἐνύδρων ἢ πτηνῶν ἐστιν εὐσαρκότατα καὶ πιότατα, γαργαλίζοντα καὶ ἐρεθίζοντα τὴν ἐπίβουλον ἡδονήν, πάντα ἀνὰ κράτος ἀπεῖπεν, εἰδὼς ὅτι τὴν ἀνδραποδωδεστάτην τῶν αἰσθήσεων δελεάσαντα γεῦσιν ἀπληστίαν ἐργάσεται, δυσίατον κακὸν ψυχαῖς τε καὶ σώμασιν· ἀπληστία γὰρ τίκτει δυσπεψίαν, ἥτις ἐστὶ νοσημάτων καὶ ἀρρωστημάτων ἀρχή τε καὶ πηγή."],["101","χερσαίων μὲν οὖν τὸ συῶν γένος ἥδιστον ἀνωμολόγηται παρὰ τοῖς χρωμένοις, ἐνύδρων δὲ τὰ γένη τῶν ἀλεπίδων.*** πρὸς γὰρ ἐγκράτειαν, εἰ καί τις ἄλλος, ἱκανὸς ὢν ἀλεῖψαι τοὺς εὐφυῶς ἔχοντας πρὸς ἄσκησιν ἀρετῆς δι’ ὀλιγοδεΐας καὶ εὐκολίας γυμνάζει καὶ συγκροτεῖ, πειρώμενος ἀφελεῖν πολυτέλειαν·"],["102","οὔτε σκληραγωγίαν, ὡς ὁ Λακεδαιμόνιος νομοθέτης, ἀποδεξάμενος οὔτε τὸ ἁβροδίαιτον, ὡς ὁ τοῖς Ἴωσι καὶ Συβαρίταις τὰ περὶ θρύψιν καὶ χλιδὴν εἰσηγησάμενος, ἀλλὰ μέσην ἀτραπὸν ἀμφοῖν ἀνατεμὼν τὸ μὲν σφοδρὸν ἐχάλασε, τὸ δ’ ἀνειμένον ἐπέτεινε, τὰς ἐφ’ ἑκατέρων τῶν ἄκρων ὑπερβολὰς ὡς ἐν ὀργάνῳ μουσικῷ κερασάμενος τῇ μέσῃ, πρὸς ἁρμονίαν βίου καὶ συμφωνίαν ἀνεπίληπτον· ὅθεν οὐκ ἀμελῶς ἀλλὰ καὶ πάνυ πεφροντισμένως οἷς χρηστέον ἢ τοὐναντίον διετάξατο."],["103","θηρία ὅσα σαρκῶν ἀνθρωπίνων ἅπτεται τάχα μὲν ἄν τις ὑπολάβοι δίκαιον εἶναι τὰ αὐτὰ πρὸς ἀνθρώπων πάσχειν οἷς διατίθησι· Μωυσῇ δὲ τῆς τούτων ἀπολαύσεως ἀνέχειν δοκεῖ, εἰ καὶ προσηνεστάτην καὶ ἡδίστην εὐωχίαν παρασκευάζει, λογιζόμενος τὸ πρέπον ἡμέρῳ ψυχῇ· καὶ γὰρ εἰ τοῖς διατιθεῖσιν ἁρμόττει τὰ παραπλήσια παθεῖν, ἀλλ’ οὐχὶ τοῖς παθοῦσιν ἀντιδιατιθέναι, μὴ λάθωσιν ὑπ’ ὀργῆς, ἀγρίου πάθους, θηριωθέντες."],["104","καὶ τοσαύτῃ χρῆται προφυλακῇ τοῦ πράγματος, ὥστε μακρόθεν ἀνεῖρξαι βουλόμενος τὴν ἐπὶ τὰ λεχθέντα ὁρμὴν ἀπαγορεῦσαι καὶ τῆς τῶν ἄλλων σαρκοβόρων ἀνὰ κράτος χρήσεως, τὰ ποηφάγα διακρίνας εἰς ἡμέρους ἀγέλας, ἐπεὶ καὶ τὴν φύσιν ἐστὶ τιθασά, τροφαῖς ἡμέροις αἷς ἀναδίδωσι γῆ χρώμενα καὶ μηδὲν εἰς ἐπιβουλὴν"],["105","πραγματευόμενα. δέκα δ’ ἐστὶν ἀριθμῷ· μόσχος, ἀμνός, χίμαρος, ἔλαφος, δορκάς, βούβαλος, τραγέλαφος, πύγαργος, ὄρυξ, καμηλοπάρδαλις. ἀεὶ γὰρ τῆς ἀριθμητικῆς θεωρίας περιεχόμενος, ἣν ἀκριβῶς κατανενόηκεν ὅτι πλεῖστον ἐν τοῖς οὖσι δύναται, οὐδὲν οὐ μικρὸν οὐ μέγα νομοθετεῖ μὴ προσπαραλαβὼν καὶ ὥσπερ ἐφαρμόσας τὸν οἰκεῖον τοῖς νομοθετουμένοις ἀριθμόν. ἀριθμῶν δὲ τῶν ἀπὸ μονάδος τελειότατος ἡ δεκὰς καί, ὥς φησι Μωυσῆς, ἱερώτατός τε καὶ ἅγιος, ᾧ τὰ γένη τῶν καθαρῶν ζῴων ἐπισφραγίζεται, βουληθεὶς τὴν τούτων χρῆσιν ἀπονεῖμαι τοῖς μετέχουσι τῆς κατ’ αὐτὸν πολιτείας."],["106","βάσανον δὲ καὶ δοκιμασίαν τῶν δέκα ζῴων ὑπογράφεται κοινῇ κατὰ διττὰ σημεῖα, τό τε διχηλεῖν καὶ τὸ μηρυκᾶσθαι· οἷς γὰρ ἢ μηδέτερον ἢ θάτερον αὐτὸ μόνον πρόσεστιν, ἀκάθαρτα. ταυτὶ δὲ τὰ σημεῖα ἀμφότερα σύμβολα διδασκαλίας καὶ μαθήσεως ἐπιστημονικωτάτης ἐστίν, ᾗ πρὸς τὸ ἀσύγχυτον τὰ βελτίω τῶν ἐναντίων διακρίνεται."],["107","καθάπερ γὰρ τὸ μηρυκώμενον ζῷον, ὅταν διατεμὸν τὴν τροφὴν ἐναπερείσηται τῇ φάρυγγι, πάλιν ἐκ τοῦ κατ’ ὀλίγον ἀνιμᾶται καὶ ἐπιλεαίνει καὶ μετὰ ταῦτ’ εἰς κοιλίαν διαπέμπεται, τὸν αὐτὸν τρόπον καὶ ὁ παιδευόμενος, δεξάμενος δι’ ὤτων τὰ σοφίας δόγματα καὶ θεωρήματα παρὰ τοῦ διδάσκοντος, ἐπὶ πλέον ἔχει τὴν μάθησιν οὐχ οἷός τε ὢν εὐθὺς συλλαβέσθαι καὶ περιδράξασθαι κραταιότερον, ἄχρις ἂν ἕκαστον ὧν ἤκουσεν ἀναπολῶν μνήμῃ συνεχέσι μελέταις— αἱ δ’ εἰσὶ κόλλα νοημάτων— ἐνσφραγίσηται τῇ ψυχῇ βεβαίως τὸν τύπον."],["108","ἀλλ’ οὐδὲν ὡς ἔοικεν ὄφελος ἡ τῶν νοημάτων βεβαία κατάληψις, εἰ μὴ προσγένοιτο διαστολὴ τούτων καὶ διαίρεσις εἴς τε αἵρεσιν ὧν χρὴ καὶ φυγὴν τῶν ἐναντίων, ἧς τὸ διχηλοῦν σύμβολον· ἐπεὶ τοῦ βίου διττὴ ὁδός, ἡ μὲν ἐπὶ κακίαν, ἡ δ’ ἐπ’ ἀρετὴν ἄγουσα, καὶ δεῖ τὴν μὲν ἀποστρέφεσθαι, τῆς δὲ μηδέποτε ἀπολείπεσθαι."],["109","διὰ τοῦθ’ ὅσα ἢ μονώνυχα ἢ πολύχηλα τὰ μὲν ἀκάθαρτα, ὅτι αἰνίττεται μίαν καὶ τὴν αὐτὴν φύσιν ἀγαθοῦ τε καὶ κακοῦ, καθάπερ κοίλου καὶ περιφεροῦς καὶ ἀνάντους ὁδοῦ καὶ κατάντους, τὰ δ’ ὅτι πολλὰς ὁδοὺς μᾶλλον δ’ ἀνοδίας ἐμφαίνει τῷ βίῳ πρὸς ἀπάτην· οὐ γὰρ ῥᾴδιον ἐν πλήθει τὴν ἀνυσιμωτάτην καὶ ἀρίστην ἀτραπὸν καταλαβεῖν."],["110","Τούτους ἐπὶ τῶν χερσαίων τοὺς ὅρους θεὶς ἄρχεται καὶ τῶν ἐνύδρων τὰ πρὸς ἐδωδὴν καθαρὰ διαγράφειν, σημειωσάμενος καὶ ταῦτα διττοῖς χαρακτῆρσι, πτέρυξι καὶ λεπίσι· τὰ γὰρ ἢ μηδέτερον ἢ θάτερον ἔχοντα παραπέμπει καὶ παραιτεῖται. τὸ δ’ αἴτιον οὐκ ἀπὸ σκοποῦ λεκτέον."],["111","ὅσα μὲν ἢ ἀμφοῖν ἀμέτοχα ἢ τοῦ ἑτέρου, κατασύρεται πρὸς τοῦ ῥοώδους ἀντέχειν ἀδυνατοῦντα τῇ βίᾳ τῆς φορᾶς· οἷς δ’ ἑκάτερον πρόσεστιν, ἀποστρέφει καὶ μετωπηδὸν ἀνθίσταται καὶ φιλονεικοῦντα πρὸς τὸν ἀντίπαλον προθυμίαις καὶ τόλμαις ἀηττήτοις γυμνάζεται, ὡς ὠθούμενά τε ἀντωθεῖν καὶ διωκόμενα ἀντεπιτρέχειν, ὁδοὺς ἐν δυσοδίαις ἀναστέλλοντα εὐρείας πρὸς διεξόδους εὐμαρεῖς."],["112","σύμβολα δὲ καὶ ταῦτ’ ἐστί, τὰ μὲν πρότερα φιληδόνου ψυχῆς, τὰ δ’ ὕστερα καρτερίαν καὶ ἐγκράτειαν ποθούσης· ἡ μὲν γὰρ ἐφ’ ἡδονὴν ἄγουσα κατάντης ἐστὶ καὶ ῥᾴστη, συρμὸν ἀπεργαζομένη μᾶλλον ἢ περίπατον, ἀνάντης δὲ ἡ πρὸς ἐγκράτειαν, ἐπίπονος μέν, ἐν δὲ τοῖς μάλιστα ὠφέλιμος· καὶ ἡ μὲν ὑποφέρει καὶ ὑπονοστεῖν ἀναγκάζει τῷ πρανεῖ κατάγουσα, μέχρις ἂν εἰς τὰ τῆς ἐσχατιᾶς ἀποβράσῃ, ἡ δ’ εἰς οὐρανὸν ἄγει τοὺς μὴ προκαμόντας ἀθανατίζουσα, τὸ τραχὺ καὶ δυσαναπόρευτον αὐτῆς ἰσχύσαντας ὑπομεῖναι."],["113","Τῆς δ’ αὐτῆς ἰδέας ἐχόμενος τῶν ἑρπετῶν ὅσα ἢ ἄποδα ἢ συρμῷ τῆς γαστρὸς ἰλυσπώμενα ἢ τετρασκελῆ καὶ πολύποδα φησὶν εἶναι πρὸς ἐδωδὴν οὐ καθαρά, πάλιν αἰνιττόμενος διὰ μὲν ἑρπετῶν τοὺς ἐπὶ κοιλίαις τὸν αἰθυίης τρόπον ἐμφορουμένους καὶ γαστρὶ τῇ ταλαίνῃ δασμοὺς ἀπαύστως εἰσφέροντας ἀκράτου, πεμμάτων, ἰχθύων, συνόλως ὅσα σιτοπόνων καὶ ὀψαρτυτῶν τετεχνιτευμέναι περιεργίαι μετὰ παντοίων ἐδεσμάτων δημιουργοῦσιν ἀναρριπίζουσαι καὶ προσαναφλέγουσαι τὰς ἀπλήστους καὶ ἀκορέστους ἐπιθυμίας, διὰ δὲ τῶν τετρασκελῶν καὶ πολυπόδων τοὺς μὴ ἑνὸς πάθους, ἐπιθυμίας, ἀλλὰ συμπάντων κακοὺς δούλους, ἃ γένει μέν ἐστιν ἀριθμῷ τέτταρα, μυρία δὲ τοῖς εἴδεσιν. χαλεπὴ μὲν οὖν καὶ ἡ ἑνὸς δεσποτεία, βαρυτάτη δὲ καὶ ἀφόρητος, ὡς εἰκός, ἡ πλειόνων."],["114","οἷς δὲ τῶν ἑρπετῶν ὑπεράνω σκέλη τῶν ποδῶν ἐστιν, ὥστε πηδᾶν ἀπὸ τῆς γῆς δύνασθαι, ταῦτ’ ἐν καθαροῖς ἀναγράφει, καθάπερ τὰ τῶν ἀκρίδων γένη καὶ τὸν ὀφιομάχην καλούμενον, πάλιν διὰ συμβόλων ἤθη καὶ τρόπους λογικῆς ψυχῆς διερευνώμενος· ἡ μὲν γὰρ τοῦ σώματος ὁλκὴ φύσει βρίθουσα τοὺς ὀλιγόφρονας συνεφέλκεται τῷ πλήθει τῶν σαρκῶν αὐχενίζουσα καὶ πιέζουσα·"],["115","μακάριοι δ’ οἷς ἐξεγένετο κραταιοτέρᾳ δυνάμει πρὸς τὴν ῥοπὴν τῆς ὁλκῆς ἀντιβιάσασθαι παιδείας κανόσιν ὀρθῆς, ἄνω πηδᾶν δεδιδαγμένοις ἀπὸ γῆς καὶ τῶν χαμαιζήλων εἰς αἰθέρα καὶ τὰς οὐρανοῦ περιόδους, ὧν ἡ θέα ζηλωτὴ καὶ περιμάχητος τοῖς ἑκουσίως ἀλλὰ μὴ παρέργως ἥκουσιν."],["116","Ἐπεληλυθὼς οὖν τῷ λόγῳ τάς τε τῶν χερσαίων καὶ τὰς τῶν ἐνύδρων ζῴων ἰδέας καὶ νόμοις αὐτὰς ὡς ἐνῆν ἄριστα διακρίνας ἄρχεται καὶ τὴν λοιπὴν φύσιν τῶν ἐν ἀέρι προσεξετάζειν, μυρία γένη τῶν πτηνῶν ἀποδοκιμάσας ὅσα ἢ κατ’ ἄλλων ἢ κατ’ ἀνθρώπων φονᾷ, σαρκοβόρα καὶ ἰοβόλα καὶ συνόλως ἐπιβούλοις κεχρημένα ταῖς δυνάμεσι."],["117","φάττας δὲ καὶ περιστερὰς καὶ τρυγόνας καὶ τὰς γεράνων καὶ χηνῶν καὶ ὁμοιοτρόπων ἀγέλας ἐν τῇ τιθασῷ καὶ ἡμέρῳ τάξει καταριθμεῖ παρέχων τοῖς βουλομένοις τὴν τούτων χρῆσιν ἀδεᾶ."],["118","οὕτως ἐφ’ ἑκάστου τῶν τοῦ κόσμου μερῶν, γῆς ὕδατος ἀέρος, γένη παντοίων ζῴων, χερσαῖα καὶ ἔνυδρα καὶ πτηνά, τῆς ἡμετέρας χρήσεως ὑφαιρῶν, καθάπερ ὕλην πυρός, σβέσιν τῆς ἐπιθυμίας ἀπεργάζεται."],["119","Κελεύει μέντοι μήτε θνησιμαῖον μήτε θηριάλωτον προσίεσθαι, τὸ μὲν ὡς οὐ δέον κοινωνεῖν τραπέζης ἄνθρωπον ἀτιθάσοις θηρίοις, μόνον οὐ συνευωχούμενον ταῖς σαρκοφαγίαις, τὸ δ’ ὡς τάχα μὲν βλαβερὸν καὶ νοσῶδες, ἐναποτεθνηκότος τοῦ ἰχῶρος μετὰ τοῦ αἵματος, τάχα δ’ ἐπεὶ καὶ τελευτῇ προκατεσχημένον ἁρμόττον ἦν ἄψαυστον διαφυλάττειν, αἰδουμένους τὰς φύσεως ἀνάγκας αἷς προκατελήφθη."],["120","τοὺς περὶ τὰ κυνηγέσια δεινοὺς καὶ βάλλειν θῆρας εὐσκόπως ἐπισταμένους, ἥκιστα διαμαρτάνοντας, καὶ ἐπ’ εὐθήροις ἄγραις ὑψαυχενοῦντας καὶ μάλισθ’ ὅταν σὺν τοῖς κυνηγοῖς ἀνδράσιν ὁμοῦ καὶ σκύλαξι διανέμωσι τὰ μέρη τῶν ἑαλωκότων, ἐπαινοῦσι μὲν οἱ πολλοὶ τῶν παρ’ Ἕλλησι καὶ βαρβάροις νομοθετῶν ὡς οὐκ ἀνδρείους μόνον ἀλλὰ καὶ κοινωνικοὺς τὸ ἦθος, μέμψαιτο δ’ ἄν [τις] εἰκότως ὁ τῆς ἱερᾶς εἰσηγητὴς πολιτείας, ἄντικρυς ἀπειρηκὼς θνησιμαίων καὶ θηριαλώτων ἀπόλαυσιν διὰ τὰς εἰρημένας αἰτίας."],["121","εἰ δέ τις τῶν ἀσκητῶν φιλογυμναστὴς γένοιτο καὶ φιλόθηρος, μελέτας καὶ προάγωνας ὑπολαμβάνων εἶναι πολέμων καὶ κινδύνων τῶν πρὸς ἐχθρούς, ὁπότε χρήσαιτο εὐτυχίᾳ τῇ περὶ ἄγραν, [καὶ] τοὺς ἑαλωκότας θῆρας προτιθέτω κυσὶν εὐωχίαν, μισθὸν ἢ γέρας εὐτολμίας καὶ ἀνυπαιτίου συμμαχίας, αὐτὸς δὲ μὴ ψαυέτω προδιδασκόμενος ἐν ἀλόγοις ζῴοις, ἃ χρὴ καὶ περὶ ἐχθρῶν φρονεῖν, οἷς πολεμητέον οὐ διὰ κέρδος ἄδικον λωποδυτούντων πράξεις μιμουμένους, ἀλλ’ ἤτοι διὰ πεῖραν κακῶν ὧν προπεπόνθασιν ἀμυνομένους ἢ δι’ ἃ προσδοκῶσι πείσεσθαι."],["122","ἔνιοι δὲ Σαρδανάπαλλοι τὴν ἀκρασίαν τὴν ἄγαν ἁβροδίαιτον αὑτῶν χανδὸν πρὸς τὸ ἀόριστον καὶ ἀτελεύτητον ἀποτείνοντες, καινὰς ἐπινοοῦντες ἡδονάς, ἄθυτα παρασκευάζουσιν, ἄγχοντες καὶ ἀποπνίγοντες καὶ τὴν οὐσίαν τῆς ψυχῆς, ἣν ἐλεύθερον καὶ ἄφετον ἐχρῆν ἐᾶν, τυμβεύοντες τῷ σώματι τὸ αἷμα· σαρκῶν γὰρ αὐτὸ μόνον ἀπολαύειν αὔταρκες ἦν, μηδενὸς ἐφαπτομένους τῶν συγγένειαν πρὸς ψυχὴν ἐχόντων."],["123","ὅθεν ἐν ἑτέροις τίθησι νόμον περὶ αἵματος, μήθ’ αἷμα μήτε στέαρ προσφέρεσθαι· τὸ μὲν αἷμα δι’ ἣν εἶπον αἰτίαν ὅτι οὐσία ψυχῆς ἐστίν— οὐχὶ τῆς νοερᾶς καὶ λογικῆς ἀλλὰ τῆς αἰσθητικῆς, καθ’ ἣν ἡμῖν τε καὶ τοῖς ἀλόγοις κοινὸν τὸ ζῆν συμβέβηκεν· ἐκείνης γὰρ οὐσία πνεῦμα θεῖον καὶ μάλιστα κατὰ Μωυσῆν, ὃς ἐν τῇ κοσμοποιΐᾳ φησὶν ἀνθρώπῳ τῷ πρώτῳ καὶ ἀρχηγέτῃ τοῦ γένους ἡμῶν ἐμφυσῆσαι πνοὴν ζωῆς τὸν θεὸν εἰς τὸ τοῦ σώματος ἡγεμονικώτατον, τὸ πρόσωπον, ἔνθα αἱ δορυφόροι τοῦ νοῦ καθάπερ μεγάλου βασιλέως αἰσθήσεις παρίδρυνται· τὸ δ’ ἐμφυσώμενον δῆλον ὡς αἰθέριον ἦν πνεῦμα καὶ εἰ δή τι αἰθερίου πνεύματος κρεῖσσον, ἅτε τῆς μακαρίας καὶ τρισμακαρίας φύσεως ἀπαύγασμα—,"],["124","τὸ δὲ στέαρ, διότι πιότατον, πάλιν εἰς διδασκαλίαν ἐγκρατείας καὶ ζῆλον αὐστηροῦ βίου, τὰ μὲν ῥᾷστα καὶ κατὰ χειρὸς μεθιεμένου, φροντίδας δὲ καὶ πόνους ἐθελοντὶ ἕνεκα κτήσεως ἀρετῆς ὑπομένοντος."],["125","ἧς χάριν αἰτίας ἀπὸ παντὸς ἱερείου δύο ταῦτα ἐξαίρετα ὁλοκαυτοῦται, ὥσπερ τινὲς ἀπαρχαί, στέαρ τε καὶ αἷμα, τὸ μὲν ὡς σπονδὴ τῷ βωμῷ προσχεόμενον, τὸ δ’ ὡς ὕλη φλογὸς ἐπιφερόμενον ἀντ’ ἐλαίου διὰ τὴν πιότητα τῷ καθωσιωμένῳ καὶ ἱερῷ πυρί."],["126","Μέμφεταί τινας τῶν καθ’ αὑτὸν γεγονότων ὡς γαστριμάργους καὶ τὸ καθηδυπαθεῖν ὡς εὐδαιμονικὸν ἐν τοῖς μάλιστα εἶναι ὑπολαμβάνοντας, οἷς οὐκ ἀπέχρη κατὰ πόλεις αὐτὸ μόνον τρυφᾶν, ἐν αἷς αἱ χορηγίαι καὶ παρασκευαὶ τῶν ἐπιτηδείων ἄφθονοι, ἀλλὰ καὶ ἐν ἐρημίαις ἀβάτοις καὶ ἀτριβέσιν, ἀξιοῦντες ἐν ταύταις ἀγορὰς ἔχειν ἰχθύων καὶ κρεῶν καὶ τῶν ἐν εὐετηρίᾳ πάντων."],["127","εἶτ’ ἐπειδὴ σπάνις ἦν, συνιστάμενοι κατεβόων καὶ κατηγόρουν καὶ ἐδυσώπουν ἀναισχύντῳ θράσει τὸν ἄρχοντα καὶ οὐ πρότερον ἐπαύσαντο νεωτερίζοντες ἢ τυχεῖν μὲν ὧν ὠρέγοντο, τυχεῖν δὲ ἐπ’ ὀλέθρῳ, δυοῖν ἕνεκα· τοῦ τ’ ἐπιδείξασθαι, ὅτι πάντα θεῷ δυνατὰ πόρον ἐξ ἀμηχάνων καὶ ἀπόρων ἀνευρίσκοντι, καὶ τοῦ τιμωρήσασθαι τοὺς γαστρὸς ἀκράτορας καὶ ἀφηνιαστὰς ὁσιότητος."],["128","ἀπὸ γὰρ τῆς θαλάττης ἀρθὲν ὀρτυγομήτρας νέφος ἐκχεῖται περὶ τὴν ἕω καὶ τὸ μὲν στρατόπεδον καὶ τὰ πέριξ ἐφ’ ἡμερήσιον ἀνδρὸς εὐζώνου πανταχόθεν ἐν κύκλῳ συνεσκίαστο, τὸ δὲ ὕψος τῆς τῶν ζῴων πτήσεως ὡσεὶ διπήχει συναριθμουμένῳ διαστήματι τῆς γῆς ἀφειστήκει πρὸς εὐμαρῆ σύλληψιν."],["129","εἰκὸς μὲν οὖν τὸ τεράστιον τοῦ μεγαλουργηθέντος καταπλαγέντας ἀρκεσθῆναι τῇ θέᾳ καὶ γεμισθέντας εὐσεβείας κἀν ταύτῃ τραφέντας ἀποσχέσθαι κρεωφαγίας· οἱ δὲ μᾶλλον ἢ πρότερον ἐπιθυμίαν ἐγείραντες ὡς ἐπὶ μέγιστον ἀγαθὸν ἵεντο καὶ τὰ ζῷα ταῖς ἀμφοτέραις χερσὶν ἐφελκόμενοι τοὺς κόλπους ἐπλήρουν, εἶτ’ ἐναποτιθέμενοι ταῖς σκηναῖς ἐφ’ ἑτέρων σύλληψιν ἐξῄεσαν— αἱ γὰρ ἄγαν πλεονεξίαι μέτρον οὐκ ἔχουσι— καὶ σκευάζοντες πᾶσαν ἰδέαν ἀπλήστως ἐνεφοροῦντο, μέλλοντες οἱ κενοὶ φρενῶν ὑπὸ τῆς πλησμονῆς ἀπόλλυσθαι."],["130","καὶ δῆτα οὐκ εἰς μακρὰν καθάρσεσι χολῆς ἐφθάρησαν, ὡς καὶ τὸ χωρίον ἀπὸ τοῦ περὶ αὐτοὺς πάθους τὴν ἐπωνυμίαν λαβεῖν· ἐκλήθη γὰρ „Μνήματα τῆς ἐπιθυμίας “(Num. 11, 34), ἧς οὐκ ἔστιν ἐν ψυχῇ, καθάπερ ἐδίδαξεν ὁ λόγος, μεῖζον κακόν."],["131","διὸ παγκάλως ἐν ταῖς παραινέσεσι Μωυσῆς φησιν· „οὐ ποιήσει ἕκαστος τὸ ἀρεστὸν ἐνώπιον αὑτοῦ “(Deut. 12, 8), τὸ δ’ ἐστὶν ἴσον τῷ \" μηδεὶς τῇ ἐπιθυμίᾳ τῇ αὑτοῦ χαριζέσθω “· εὐαρεστείτω γάρ τις θεῷ, κόσμῳ, φύσει, νόμοις, σοφοῖς ἀνδράσι, φιλαυτίαν παραιτούμενος, εἰ μέλλει καλὸς κἀγαθὸς γενήσεσθαι."],["132","Τοσαῦτα καὶ περὶ τῶν εἰς ἐπιθυμίαν ἀναφερομένων ἀποχρώντως κατὰ τὴν δύναμιν εἴρηται πρὸς συμπλήρωσιν τῶν δέκα λογίων καὶ τῶν τούτοις ὑποστελλόντων· εἰ γὰρ δεῖ τὰ μὲν φωνῇ θείᾳ χρησμῳδηθέντα κεφάλαια γένη νόμων ἀποδεῖξαι, τοὺς δὲ κατὰ μέρος πάντας οὓς διηρμήνευσε Μωυσῆς ὑποστέλλων τὰ εἴδη, πρὸς τὸ ἀσύγχυτον τῆς ἀκριβοῦς καταλήψεως φιλοτεχνίας ἐδέησεν, ᾗ χρησάμενος ἑκάστῳ τῶν γενῶν ἐξ ἁπάσης τῆς νομοθεσίας τὰ οἰκεῖα προσένειμα καὶ προσέφυσα."],["133","τούτων μὲν δὴ ἅλις. οὐ δεῖ δ’ ἀγνοεῖν, ὅτι ὥσπερ ἰδίᾳ ἑκάστῳ τῶν δέκα συγγενῆ τινα τῶν ἐπὶ μέρους ἐστίν, ἃ πρὸς ἕτερον γένος οὐδεμίαν ἔχει κοινωνίαν, οὕτως ἔνια κοινὰ πάντων συμβέβηκεν, οὐχ ἑνὶ ἢ δυσίν, ὡς ἔπος εἰπεῖν, τοῖς δὲ δέκα λογίοις ἐφαρμόττοντα."],["134","ταῦτα δ’ εἰσὶν αἱ κοινωφελεῖς ἀρεταί· καὶ γὰρ ἕκαστος ἰδίᾳ τῶν δέκα χρησμῶν καὶ κοινῇ πάντες ἐπὶ φρόνησιν καὶ δικαιοσύνην καὶ θεοσέβειαν καὶ τὸν ἄλλον χορὸν τῶν ἀρετῶν ἀλείφουσι καὶ προτρέπουσι, βουλαῖς μὲν ἀγαθαῖς ὑγιαίνοντας λόγους, λόγοις δὲ σπουδαίας πράξεις συνείροντες, ἵνα τὸ ψυχῆς ὄργανον εὐαρμόστως ὅλον δι’ ὅλων συνηχῇ πρὸς ἐμμέλειαν βίου καὶ συμφωνίαν ἀνεπίληπτον."],["135","περὶ μὲν οὖν τῆς ἡγεμονίδος τῶν ἀρετῶν, εὐσεβείας καὶ ὁσιότητος, ἔτι δὲ καὶ φρονήσεως καὶ σωφροσύνης εἴρηται πρότερον, νυνὶ δὲ περὶ τῆς ἐπιτηδευούσης ἀδελφὰ καὶ συγγενῆ ταύταις δικαιοσύνης λεκτέον."],["136","Ἓν τὸ δικαιοσύνης οὐ βραχὺ μέρος ἦν τὸ πρὸς δικαστήρια καὶ δικαστάς, οὗ πρότερον ἐποιησάμην ὑπόμνησιν, ἡνίκα τὰ τῶν μαρτυρίων ἐπὶ πλέον ἀπομηκύνων διεξῄειν ἕνεκα τοῦ μηδὲν παραλειφθῆναι τῶν ἐμφερομένων. οὐκ εἰωθὼς δὲ παλιλλογεῖν, εἰ μή πού τις ἀνάγκη γένοιτο βιαζομένων τῶν καιρῶν, ἐκεῖνο μὲν ἐάσω, πρὸς δὲ τὰ ἄλλα μέρη τρέψομαι τοσοῦτον προειπών."],["137","τὰ δίκαια, φησὶν ὁ νόμος, ἐντιθέναι δεῖ τῇ καρδίᾳ καὶ ἐξάπτειν εἰς σημεῖον ἐπὶ τῆς χειρὸς καὶ εἶναι σειόμενα πρὸ ὀφθαλμῶν, αἰνιττόμενος διὰ τοῦ προτέρου, ὅτι χρὴ μὴ ὠσὶν ἀπίστοις παρακατατίθεσθαι τὰ δίκαια— πίστις γὰρ ἀκοαῖς οὐκ ἔνεστιν—, ἀλλὰ τῷ ἡγεμονικωτάτῳ τὰ πάντων ἄριστα μαθημάτων ἐντυποῦν καὶ ταῦτα χαράττοντα σφραγῖσι δοκίμοις·"],["138","διὰ δὲ τοῦ δευτέρου τὸ μὴ μόνον ἐννοίας λαμβάνειν τῶν καλῶν, ἀλλὰ καὶ τὰ δόξαντα πράττειν ἀνυπερθέτως— ἡ γὰρ χεὶρ πράξεως σύμβολον, ἧς ἐξάπτειν καὶ ἐξαρτᾶν τὰ δίκαια προστάττει, σημεῖον ἔσεσθαι τοῦτο φάσκων, καὶ τίνος ἄντικρυς οὐ διείρηκε, διὰ τὸ μὴ ἑνός, ὥς γέ μοι δοκεῖ, πολλῶν δὲ γενέσθαι καὶ σχεδὸν ἁπάντων ἐν οἷς ὁ ἀνθρώπινος βίος—·"],["139","διὰ δὲ τοῦ τρίτου τὸ ἀεὶ καὶ πανταχοῦ φαντασιοῦσθαι τὰ δίκαια καθάπερ ἐγγὺς ὄντα ὀφθαλμῶν· σάλον δ’ ἐχέτω ταῦτα κινούμενα, φησίν, οὐχ ἵν’ ἀβέβαια καὶ ἀνίδρυτα ᾖ, ἀλλ’ ἵνα τῇ κινήσει τὴν ὄψιν ἐκκαλῇ πρὸς ἀρίδηλον θέαν· ὁράσεως γὰρ ἐπαγωγὸν κίνησις ἐξερεθίζουσα καὶ ἀνεγείρουσα μᾶλλον δ’ ἀκοιμήτους καὶ ἐγρηγορότας κατασκευάζουσα ὀφθαλμούς."],["140","ὅτῳ δ’ ἐξεγένετο τυπώσασθαι ἐν τῷ τῆς ψυχῆς ὄμματι μὴ ἡσυχάζοντα ἀλλὰ κινούμενα καὶ ταῖς κατὰ φύσιν ἐνεργείαις χρώμενα, τέλειος ἀνὴρ ἀναγεγράφθω, μηκέτι ἐν τοῖς γνωρίμοις καὶ μαθηταῖς ἐξεταζόμενος, ἀλλ’ ἐν διδασκάλοις καὶ ὑφηγηταῖς, καὶ παρεχέτω τοῖς ἐθέλουσιν ἀρύεσθαι τῶν νέων ὥσπερ ἀπὸ πηγῆς τῶν λόγων καὶ δογμάτων ἄφθονον νᾶμα· κἂν τῶν ἀτολμοτέρων τις ὑπ’ αἰδοῦς μέλλῃ καὶ βραδύνῃ προσέρχεσθαι μαθησόμενος, αὐτὸς ἰὼν ἐπαντλείτω καὶ ἐποχετευέτω ταῖς ἀκοαῖς ἀθρόας ὑφηγήσεις, ἄχρις ἂν αἱ δεξαμεναὶ τῆς ψυχῆς γεμισθῶσι."],["141","προδιδασκέτω δὴ τὰ δίκαια συγγενεῖς καὶ φίλους καὶ πάντας νέους οἴκοι καὶ ἐν ὁδῷ καὶ πρὸς κοίτην ἰόντας καὶ ἀνισταμένους, ἵν’ ἐν πάσαις μὲν σχέσεσι καὶ κινήσεσιν, ἐν πᾶσι δὲ χωρίοις ἰδίοις τε καὶ δημοσίοις, μὴ μόνον ἐγηγορότες ἀλλὰ καὶ κοιμώνενοι, φαντασίαις τῶν δικαίων ἐνευφραίνωνται· τέρψις γὰρ οὐκ ἔστιν ἡδίων ἢ τὴν ψυχὴν ὅλην δι’ ὅλων πεπληρῶσθαι δικαιοσύνης, ἐμμελετῶσαν αὐτῆς τοῖς ἀιδίοις δόγμασι καὶ θεωρήμασιν, οὐκ ἔχουσαν ἔρημον τόπον, εἰς ὃν ἀδικία παρελεύσεται."],["142","κελεύει δὲ καὶ γράψαντας αὐτὰ πρόσθεν τῶν φλιῶν οἰκίας ἑκάστης προτιθέναι καὶ πυλῶν τῶν ἐν τοῖς τείχεσιν, ἵν’ οἱ μὲν ἐκδημοῦντες καὶ ἐνδημοῦντες, ἀστοὶ καὶ ξένοι, τοῖς πρὸ τῶν πυλῶν γράμμασιν ἐστηλιτευμένοις ἐντυγχάνοντες ἄληκτον ἔχωσι τὴν τῶν λεκτέων καὶ πρακτέων μνήμην, ἑκατέρου φροντίζοντες τοῦ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, εἰς δὲ τὰς οἰκίας εἰσιόντες καὶ πάλιν ἐξιόντες, ἄνδρες ὁμοῦ καὶ γυναῖκες καὶ τέκνα καὶ θεραπεία, τὰ ἁρμόττοντα καὶ ἐπιβάλλοντα δρῶσιν ὑπέρ τε ἄλλων καὶ ὑπὲρ ἑαυτῶν."],["143","Θαυμασιώτατον δὲ κἀκεῖνο διαγορεύει τὸ μηδὲν προστιθέναι καὶ ἀφαιρεῖν, ἀλλ’ ἐν ἴσῳ καὶ ὁμοίῳ διαφυλάττειν ἀκίνητα τὰ ἐξ ἀρχῆς ὁρισθέντα νόμιμα· συμβαίνει γάρ, ὡς ἔοικε, τὴν μὲν πρόσθεσιν τῶν ἀδίκων, τὴν δ’ ἀφαίρεσιν γίνεσθαι τῶν δικαίων· οὐδὲν γάρ ἐστιν ὃ παραλέλειπται τῷ σοφῷ νομοθέτῃ πρὸς ὁλοκλήρου καὶ παντελοῦς μετουσίαν δικαιοσύνης."],["144","αἰνίττεται μέντοι καὶ ταῖς ἄλλαις ἀρεταῖς ἀκρότητας· ἑκάστη γὰρ αὐτῶν ἀνελλιπής ἐστι καὶ πλήρης, τὸ ἐντελὲς ἔχουσα ἐξ αὑτῆς, ὡς, εἰ γένοιτο προσθήκη τις καὶ ἀφαίρεσις, ὅλην δι’ ὅλων τρέπεσθαι καὶ μεταβάλλεσθαι πρὸς τὴν ἐναντίαν ἕξιν."],["145","ὃ δὲ λέγω, τοιοῦτόν ἐστι· τὴν ἀνδρείαν, ἀρετὴν περὶ τὰ δεινὰ πραγματευομένην, ἴσασιν οἱ μὴ παντελῶς ἄμουσοι καὶ ἀχόρευτοι, κἂν ἐπὶ βραχὺ παιδείας προσάψωνται, τῶν ὑπομενετέων οὖσαν ἐπιστήμην."],["146","ἀλλ’ ἐάν τις εἴξας ἀμαθίᾳ τῇ δι’ ἀλαζονείαν, ὡς δὴ περιττὸς καὶ ἱκανὸς ἐπανορθοῦσθαι τὰ ἀνεπιδεᾶ, προστιθέναι ἢ ἀφαιρεῖν τι τολμᾷ, σύμπασαν ἀλλάσσει τὴν εἰκόνα μετατυπώσας αἰσχρὸν ἀντὶ καλοῦ χαρακτῆρος· ἀπεργάσεται γὰρ τῇ μὲν προσθέσει θρασύτητα, τῇ δ’ ἀφαιρέσει δειλίαν, μηδ’ ὄνομα τῆς βιωφελεστάτης ἀνδρείας καταλιπών."],["147","τὸν αὐτὸν μὲν τρόπον κἂν τῇ βασιλίδι τῶν ἀρετῶν, εὐσεβείᾳ, προσθῇ τις ὁτιοῦν μικρὸν ἢ μέγα ἢ τοὐναντίον ἀφέλῃ, καθ’ ἑκάτερον ἐπαλλάξει καὶ μεταμορφώσει τὸ εἶδος· γεννήσει γὰρ ἡ μὲν πρόσθεσις δεισιδαιμονίαν, ἡ δ’ ἀφαίρεσις ἀσέβειαν, ἀφανισθείσης αὖ τῆς εὐσεβείας, ἣν ἀνίσχειν καὶ ἐπιλάμπειν εὐκταῖον ἀγαθόν, ἐπειδὴ τοῦ μεγίστου τῶν ἀγαθῶν αἰτία καθέστηκεν, ἐπιστήμην ἐμποιοῦσα θεραπείας θεοῦ, ἣν πάσης ἀρχῆς καὶ ἡγεμονίας ἀρχικωτέραν καὶ βασιλικωτέραν εἶναι νομιστέον."],["148","παραπλήσια δὲ τοῖς εἰρημένοις καὶ περὶ τῶν ἄλλων ἀρετῶν ἑκάστης ἔστι λέγειν· ἀλλὰ ἐπιτέμνειν εἰωθὼς τὰ μήκη τῶν λόγων ἀρκεσθήσομαι τοῖς εἰρημένοις, ἃ καὶ τῶν ἡσυχαζομένων ἱκανὰ μηνύματα γένοιτ’ ἄν."],["149","Ἔτι καὶ τοῦτο προσδιατέτακται κοινωφελὲς παράγγελμα, „μὴ μετακινεῖν ὅρια τοῦ πλησίον, ἃ ἔστησαν οἱ πρότεροί σου “(Deut. 19, 14). τοῦτο δ’, ὡς ἔοικεν, οὐ περὶ κλήρων αὐτὸ μόνον καὶ γῆς ὅρων νομοθετεῖται πρὸς πλεονεξίας ἀποκοπήν, ἀλλὰ καὶ πρὸς φυλακὴν τῶν ἀρχαίων ἐθῶν· ἔθη γὰρ ἄγραφοι νόμοι, δόγματα παλαιῶν ἀνδρῶν οὐ στήλαις ἐγκεχαραγμένα καὶ χαρτιδίοις ὑπὸ σητῶν ἀναλισκομένοις, ἀλλὰ ψυχαῖς τῶν μετειληφότων τῆς αὐτῆς πολιτείας."],["150","ὀφείλουσι γὰρ παῖδες παρὰ γονέων δίχα τῶν οὐσιῶν κληρονομεῖν ἔθη πάτρια, οἷς ἐνετράφησαν καὶ ἐξ αὐτῶν σπαργάνων συνεβίωσαν, καὶ μὴ καταφρονεῖν, παρόσον ἄγραφος αὐτῶν ἡ παράδοσις· ὁ μὲν γὰρ τοῖς ἀναγραφεῖσι νόμοις πειθαρχῶν οὐκ ἂν δεόντως ἐπαινοῖτο, νουθετούμενος ἀνάγκῃ καὶ φόβῳ κολάσεως, ὁ δὲ τοῖς ἀγράφοις ἐμμένων, ἑκούσιον ἐπιδεικνύμενος τὴν ἀρετήν, ἐγκωμίων ἄξιος."],["151","Ἔνιοι τὰς κληρωτὰς εἰσηγήσαντο ἀρχάς, ἀλυσιτελῶς τοῖς πλήθεσιν· εὐτυχίαν γὰρ ἀλλ’ οὐκ ἀρετὴν ὁ κλῆρος ἐμφαίνει. πολλοὶ γοῦν πολλάκις τῶν ἀναξίων ἔλαχον, οὓς ἀνὴρ ἀγαθὸς λαβόμενος ἡγεμονίας ἀποδοκιμάσαι ἂν καὶ ἐν ὑπηκόοις ἐξετάζεσθαι."],["152","καὶ γὰρ οἱ μικροὶ λεγόμενοι παρά τισιν ἄρχοντες, οὓς δεσπότας ὀνομάζουσιν, οὐ πάντας ὅσους ἂν οἷοί τε ὦσιν οἰκότριβας ἢ ἀργυρωνήτους ὑπάγονται, μόνους δὲ τοὺς καταπειθεῖς γινομένους, ἀγεληδὸν ἔστιν ὅτε πιπράσκοντες τοὺς ἀνιάτως ἔχοντας τὸ ἦθος ὡς καὶ δουλεύειν ἀγαθοῖς ἀνδράσιν ἀναξίους ὄντας."],["153","ἔτι τοίνυν προσήκει δεσπότας καὶ ἡγεμόνας ὅλων πόλεων καὶ ἐθνῶν ἀποφαίνειν τοὺς κλήρῳ λαχόντας, ὀλίσθῳ τινὶ τύχης, ἀβεβαίου καὶ ἀνιδρύτου πράγματος; ἀλλ’ εἰς μὲν τὴν τῶν καμνόντων ἐπιμέλειαν κλῆρος τὸ μηδέν· ἰατροὶ γὰρ οὐ κλήρῳ λαγχάνουσιν, ἀλλ’ ἐν πείρᾳ δοκιμάζονται."],["154","καὶ πρὸς εὔπλοιαν καὶ σωτηρίαν τῶν θαλαττευόντων οὐχ ὁ λαχὼν κυβερνᾶν εὐθὺς ἐπὶ πρύμναν παραπέμπεται, δι’ ἀνεπιστημοσύνης ἐργασόμενος ἐν εὐδίᾳ καὶ γαλήνῃ χειροποίητα ναυάγια, ἀλλ’ ὅστις ἂν ἐκ πρώτης ἡλικίας τὴν κυβερνητικὴν τέχνην ἐπιμελῶς φαίνηται δεδιδαγμένος· οὗτος δ’ ἐστὶν ὁ πολλάκις μὲν πεπλευκώς, τὰ δὲ σύμπαντα ἢ πλεῖστα πελάγη περαιωσάμενος, ἐμπόρια δὲ καὶ λιμένας καὶ ὑφόρμους καὶ ὑποδρόμους τοὺς ἔν τε νήσοις καὶ ἠπείροις ἐπιμελῶς ἐξητακὼς καὶ μᾶλλον ἢ οὐχ ἧττον τῶν κατὰ γῆν ὁδῶν τὰς κατὰ θάλατταν ἀτραποὺς ἐπιστάμενος ἐκ τῆς ἀκριβοῦς θέας τῶν οὐρανίων·"],["155","παρατηρήσας γὰρ τὰς χορείας τῶν ἀστέρων καὶ ἐπακολουθήσας αὐτῶν ταῖς τεταγμέναις κινήσεσιν ἐν ἀνοδίαις ἴσχυσεν ἀπλανεῖς καὶ λεωφόρους ὁδοὺς ἀνατεμεῖν, ἵνα— τὸ πάντων ἀπιστότατον πραγμάτων— ἡ χερσαία φύσις διὰ πλωτῆς οἵα τε ᾖ περαιοῦσθαι."],["156","πόλεις δέ τις μεγάλας καὶ πολυανθρώπους, μεστὰς οἰκητόρων, καὶ πολιτείας ἐγχειρίζεσθαι μέλλων καὶ πραγμάτων ἰδιωτικῶν τε καὶ δημοσίων καὶ ἱερῶν ἐπιμέλειαν, ἣν οὐκ ἂν ἁμάρτοι τις εἰπὼν τέχνην τεχνῶν εἶναι καὶ ἐπιστήμην ἐπιστημῶν, πρὸς ἄστατον κλήρου φορὰν ταλαντεύσει τὴν ἀκριβῆ βάσανον τῆς ἀληθείας"],["157","φυγών; ἀληθείας δὲ βάσανος αἱ σὺν λόγῳ πίστεις. ταῦτ’ οὖν τῇ ψυχῇ θεασάμενος ὁ πάνσοφος Μωυσῆς κληρωτῆς μὲν ἀρχῆς οὐδὲ μέμνηται, τὰς δὲ χειροτονητὰς εἰσηγεῖσθαι διενοήθη. φησὶ γοῦν· καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα οὐκ ἀλλότριον, ἀλλ’ ἐκ τῶν σῶν ἀδελφῶν, δηλῶν ἐθελούσιον αἵρεσιν καὶ δοκιμασίαν ἀνεπίληπτον ἄρχοντος, ἣν σύμπασα ἡ πληθὺς ὁμογνωμονοῦσα ποιήσει. προσεπιψηφιεῖται δὲ τὴν αἵρεσιν ἐπισφραγιζόμενος καὶ ὁ τῶν κοινωφελῶν ἁπάντων βεβαιωτὴς θεός, ἐκλογήν τινα τοῦ γένους ὑπολαβὼν εἶναι τὸν ἄνθρωπον ὡς ὄψιν"],["158","ἐν σώματι. τὰς δ’ αἰτίας τοῦ μὴ δεῖν ἀλλότριον αἱρεῖσθαι πρὸς ἀρχὴν διττὰς ὑπογράφει, τὴν μὲν ἵνα μὴ πλῆθος ἀργυρίου καὶ χρυσίου καὶ θρεμμάτων συναγάγῃ πολὺν πλοῦτον καὶ πάντα ἄδικον ἐκ τῆς πενίας τῶν ὑπηκόων θησαυρισάμενος, τὴν δ’ ἵνα μὴ τὸ ἔθνος ἐκ τῆς οἰκείας χώρας ἀναστήσας ἕνεκα τῶν ἰδίων πλεονεξιῶν ἀναγκάζῃ μετανίστασθαι κατὰ πλάνον ἀνήνυτον ὧδε κἀκεῖσε φορούμενον, ὑποβαλὼν ἀτελεῖς ἐλπίδας μειζόνων ἀγαθῶν κτήσεως, εἰς ἀφαίρεσιν ὧν ἤδη βεβαίως ἐκαρποῦτο."],["159","προϋπέλαβε γάρ, ὡς εἰκός, τὸν ὁμόφυλον καὶ συγγενῆ μετέχοντα τῆς πρὸς τὴν ἀνωτάτω συγγένειαν οἰκειότητος— ἡ δ’ ἀνωτάτω συγγένειά ἐστι πολιτεία μία καὶ νόμος ὁ αὐτὸς καὶ εἷς θεός, ᾧ πάντες οἱ ἀπὸ τοῦ ἔθνους προσκεκλήρωνται,— μηδέποτε τὰ παραπλήσια τοῖς προλεχθεῖσι διαμαρτεῖν, ἀλλ’ ἔμπαλιν ἀντὶ μὲν τοῦ μεθορμίζειν τοὺς οἰκήτορας καὶ τοῖς ἐν τῇ ξένῃ σποράσιν ἀσφαλῆ κάθοδον παρέξειν, ἀντὶ δὲ τοῦ τὰ τῶν ἄλλων ἀφαιρεῖσθαι χρήματα προσεπιδώσειν τοῖς δεομένοις τὴν ἰδίαν οὐσίαν ἀποφήναντα κοινήν."],["160","Ἀφ’ ἧς δ’ ἂν ἡμέρας παρέλθῃ τις ἐπὶ τὴν ἀρχήν, κελεύει τὴν Ἐπινομίδα αὐτοχειρίᾳ γράψαι κεφαλαιώδη τύπον περιέχουσαν ἁπάντων τῶν νόμων, βουλόμενος ἔγκολλα τῇ ψυχῇ τὰ διατεταγμένα γενέσθαι· τοῦ μὲν γὰρ ἀναγινώσκοντος ὑπορρεῖ τὰ νοήματα τῇ φορᾷ παρασυρόμενα, τῷ δὲ γράφοντι κατὰ σχολὴν ἐνσφραγίζεται καὶ ἐνιδρύεται, τῆς διανοίας ἐνευκαιρούσης ἑκάστῳ καὶ ἐπερειδούσης ἑαυτὴν καὶ μὴ μετιούσης ἐφ’ ἕτερον, πρὶν ἢ περιδράξασθαι τοῦ προτέρου βεβαίως. ὅταν μέντοι γράψῃ, πειράσθω καθ’ ἑκάστην ἡμέραν ἐντυγχάνειν καὶ ἀναγινώσκειν,"],["161","ὑπέρ τε συνεχοῦς καὶ ἀδιαστάτου μνήμης καλῶν καὶ συμφερόντων ἅπασι διαταγμάτων καὶ ὑπὲρ τοῦ βέβαιον ἔρωτα καὶ πόθον αὐτῶν ἐγγενέσθαι, τῆς ψυχῆς ἀεὶ διδασκομένης καὶ ἐξεθιζομένης ἐνομιλεῖν νόμοις ἱεροῖς· αἱ γὰρ μακροχρόνιοι συνήθειαι φιλίαν ἄδολον καὶ καθαρὰν οὐ πρὸς ἀνθρώπους μόνον ἀλλὰ καὶ πρὸς ἰδέας ἀξιεράστους γραμμάτων ἀποτελοῦσι."],["162","τουτὶ δὲ συμβήσεται, ἐὰν μὴ ἑτέρου γράμμασι καὶ ὑπομνήμασιν ὁ ἄρχων ἀλλ’ οἷς αὐτὸς ἔγραψεν ἐντυγχάνῃ· τὰ γὰρ ἴδιά πως ἑκάστοις γνωριμώτερα καὶ πρὸς ἀναλήψεις ἑτοιμότερα."],["163","καὶ ἄλλως ἀναγινώσκων ἅμα λογισμὸν ἕξει τοιοῦτον· „ἐγὼ ταῦτ’ ἔγραψα ὁ τοιοῦτος ἄρχων, μὴ ἑτέρῳ προσχρησάμενος ὑπηρετῶν μυρίων ὄντων· ἆρ’ ὅπως βιβλίον ἀποπληρώσω, καθάπερ οἱ μισθοῦ γράφοντες ἢ οἱ γυμνάζοντες ὀφθαλμούς τε καὶ χεῖρας, τοὺς μὲν εἰς ὀξυωπίαν, τὰς δ’ ἵνα ὦσιν ὀξυγράφοι;— πόθεν; οὐκ ἔστιν— ἀλλ’ ὅπως αὐτὰ ἐν βιβλίῳ γράφων εὐθὺς εἰς τὴν ψυχὴν μεταγράφω καὶ ἐναπομάττωμαι τῇ διανοίᾳ θειοτέρους καὶ ἀνεκπλύτους χαρακτῆρας."],["164","οἱ μὲν οὖν ἄλλοι βασιλεῖς βακτηρίας ἔχοντες σκηπτροφοροῦσιν, ἐμοὶ δὲ τὸ σκῆπτρόν ἐστιν ἡ βίβλος τῆς Ἐπινομίδος, καύχημα καὶ κλέος ἀνανταγώνιστον, παράσημον ἡγεμονίας ἀνεπιλήπτου πρὸς ἀρχέτυπον τὴν τοῦ θεοῦ βασιλείαν ἀπεικονισθείσης."],["165","ἀεὶ δ’ ἐπερειδόμενος καὶ σκηριπτόμενος τοῖς ἱεροῖς νόμοις κτήσομαι δύο τὰ πάντων ἄριστα· ἓν μὲν ἰσότητα, ἧς μεῖζον ἀγαθὸν οὐκ ἔστιν εὑρεῖν· ἀλαζονεία γὰρ καὶ τὸ ὑπέραυχον ὀλιγόφρονος ψυχῆς τὸ μέλλον οὐ προορωμένης."],["166","ἰσότης μὲν οὖν τὴν ἐκ τῶν ὑπηκόων εὔνοιαν καὶ ἀσφάλειαν ἀμοιβὰς δικαίας ἀντεκτινόντων ἀπεργάσεται, τὸ δ’ ἄνισον κινδύνους σφαλερωτάτους. τούτους μὲν ἀποδράσομαι μισήσας τὴν χορηγὸν σκότους καὶ πολέμων ἀνισότητα, βίον δ’ ἀνεπιβούλευτον ἕξω τὴν ἀστασίαστον ἰσότητα τιμήσας, ἣ γεννᾷ φῶς καὶ εὐστάθειαν."],["167","ἕτερον δὲ περιποιήσομαι τὸ| μὴ ἐπὶ θάτερα καθάπερ ἐπὶ τρυτάνης ἀντιρρέπειν ἐκτρέπων καὶ πλαγιάζων τὰ διατεταγμένα· πειράσομαι δ’ ἄγειν αὐτὰ διὰ λεωφόρου τῆς μέσης ὀρθαῖς καὶ ἀρτίαις βάσεσι χρησάμενος πρὸς μετουσίαν ἀπταίστου βίου. “"],["168","βασιλικὴν δ’ εἴωθε Μωυσῆς ὀνομάζειν ὁδὸν τὴν μέσην, ὑπερβολῆς καὶ ἐλλείψεως οὖσαν μεθόριον, καὶ ἄλλως ἐπειδὴ τὸ μέσον ἐν τριάδι τὴν ἡγεμονίδα τάξιν εἴληχεν, ἁρμοζόμενον τὰ παρ’ ἑκάτερα εἰς ἕνωσιν ἀδιαλύτῳ δεσμῷ, ὑφ’ ὧν καὶ δορυφορεῖται τρόπον βασιλέως."],["169","νομίμου δ’ ἄρχοντος ἰσότητα τιμῶντος, ἀδεκάστου, τὰ δίκαια κρίνοντος δικαίως (Deut. 16, 20), ἐμμελετῶντος ἀεὶ τοῖς νόμοις, ἆθλον εἶναί φησι τὴν μακροχρόνιον ἡγεμονίαν, οὐχ ἵνα πολυετῆ ζωὴν αὐτῷ χαρίσηται μετὰ τοῦ τὰ κοινὰ πρυτανεύειν, ἀλλ’ ἵνα ἀναδιδάξῃ τοὺς ἀγνοοῦντας, ὅτι ὁ νόμιμος ἄρχων, κἂν τελευτήσῃ, βίον ζῇ μακραίωνα διὰ τῶν πράξεων, ἃς ἀθανάτους ἀπολέλοιπε μνημεῖα καλοκἀγαθίας ἀκαθαίρετα."],["170","Προσήκει δὲ τῷ τῆς ἀνωτάτω καὶ μεγίστης ἀρχῆς ἀξιωθέντι αἱρεῖσθαι διαδόχους, οἳ συνάρξουσι καὶ συνδικάσουσι καὶ τἄλλα ὅσα κοινωφελῆ συνδιοικήσουσιν. εἷς γὰρ οὐκ ἂν ἐξαρκέσαι, κἂν προθυμότατος ᾖ καὶ πάντων ἐρρωμενέστατος ἑκάτερον, σῶμα καὶ ψυχήν, πρὸς τὰ μεγέθη καὶ πλήθη τῶν πραγμάτων, ἀπειρηκὼς τῇ φορᾷ τῶν ἐπιχεομένων καθ’ ἑκάστην ἡμέραν ἀλλαχόθεν ἄλλων, εἰ μὴ τοὺς συλληψομένους ἔχοι, πάντας ἀριστίνδην ἐπιλελεγμένους φρονήσει, δυνάμει, δικαιοσύνῃ, θεοσεβείᾳ, τῷ μὴ ἐκτρέπεσθαι μόνον ἀλλὰ καὶ μισεῖν ὡς ἐχθρὸν καὶ μέγιστον κακὸν ἀλαζονείαν."],["171","βοηθοὶ γὰρ οὗτοι καὶ παραστάται γένοιντ’ ἂν ἀνδρὶ καλῷ κἀγαθῷ τὰ κοινὰ ἐπηχθισμένῳ συνεπικουφίζειν καὶ ἐπελαφρίζειν ἐπιτηδειότατοι. καὶ ἄλλως, ἐπειδὴ τῶν ὑποθέσεων αἱ μέν εἰσι μείζους, αἱ δὲ βραχύτεραι, τὰς μὲν ἐλάττους, ἵνα μὴ περὶ μικρὰ τρίβηται, τοῖς ὑπάρχοις ἐνδίκως ἂν ἐπιτρέψαι, τῶν δὲ μειζόνων ἀναγκαίως αὐτὸς ἂν γένοιτο ἐξεταστὴς ἀκριβέστατος."],["172","μεγάλας δ’ ὑποληπτέον ὑποθέσεις οὐχ ἃς οἴονταί τινες, ὅταν ἔνδοξοι πρὸς ἐνδόξους διαφέρωνται καὶ πλούσιοι πρὸς πλουσίους καὶ ἡγεμόνες πρὸς ἡγεμόνας, ἀλλ’ ἔμπαλιν ὅταν ἰδιῶται καὶ ἄποροι καὶ ἄδοξοι πρὸς δυνατωτέρους, οἷς πρὸς τὸ μηδὲν ἀνήκεστον παθεῖν μία ἐλπὶς ὁ δικαστής."],["173","ἑκατέρου δὲ τῶν εἰρημένων σαφῆ παραδείγματα εὑρεῖν ἔστιν ἐν τοῖς ἱεροῖς νόμοις, ἃ μιμεῖσθαι καλόν. ἦν γάρ ποτε χρόνος, ἐν ᾧ μόνος αὐτὸς ἐβράβευε τὰ περὶ δίκας Μωυσῆς ἕωθεν εἰς νύκτα πονούμενος· ἀλλ’ αὖθις ἀφικόμενος ὁ πενθερὸς καὶ συνιδὼν ὅσῳ βάρει πιέζεται πραγμάτων, ἐπισυρρεόντων ἀεὶ τῶν τὰς ἀμφισβητήσεις ἐχόντων, ἄριστα συνεβούλευσεν ἑλέσθαι διαδόχους, ἵν’ οἱ μὲν τὰ βραχύτερα κρίνωσιν, αὐτὸς δ’ ἐφεδρεύῃ τοῖς μείζοσι καιροὺς εἰς ἀνάπαυλαν αὑτῷ διδούς."],["174","πεισθεὶς δὲ τοῖς λεγομένοις— καὶ γὰρ ἦν συμφέροντα— τοὺς δοκιμωτάτους ἐξ ἅπαντος τοῦ πλήθους ἑλόμενος ὑπάρχους ἅμα καὶ δικαστὰς καθίστησι, κελεύσας τὰς μείζους κρίσεις ἐπ’ αὐτὸν ἀνάγειν."],["175","ταύτην τὴν πρόσταξιν ἀνάγραπτον αἱ ἱεραὶ βίβλοι περιέχουσιν εἰς τὴν τῶν καθ’ ἑκάστην γενεὰν ἀρχόντων διδασκαλίαν, ἵνα πρῶτον μὲν μὴ ἀποδοκιμάζωσι συμβούλους ὡς ἱκανοὶ πάντα περιαθρεῖν, Μωυσέως οὐκ ἀποδοκιμάσαντος τοῦ πανσόφου καὶ θεοφιλοῦς, ἔπειτα δὲ ἵνα δευτέρους καὶ τρίτους ἡγεμόνας αἱρῶνται, φροντίζοντες τοῦ μὴ περὶ μικρὰ τριβόμενοι τῶν ἀναγκαιοτέρων ἀμελεῖν· ἀμήχανον γὰρ ἐφ’ ἅπαντα φθάνειν φύσιν ἀνθρωπίνην."],["176","ἓν μὲν δὴ τῶν παραδειγμάτων μεμήνυται· τοῦ δὲ δευτέρου τὴν πίστιν ἐφαρμοστέον. μεγάλας ἔφην εἶναι δίκας τὰς τῶν ταπεινοτέρων· ἀσθενὲς δὲ καὶ ταπεινὸν χήρα καὶ ὀρφανὸς καὶ ἐπήλυτος· τούτοις χρὴ δικάζειν τὸν ἀνωτάτω βασιλέα καὶ τὴν ἐφ’ ἅπασιν ἀναψάμενον ἀρχήν, ἐπεὶ κατὰ Μωυσέα καὶ ὁ τῶν ὅλων ἡγεμὼν θεὸς οὐκ ἐσκοράκισεν αὐτοὺς τῆς ἀφ’ αὑτοῦ δικαιονομίας."],["177","ὑμνήσας γὰρ τὰς τοῦ ὄντος ἀρετὰς ὁ ἱεροφάντης τὸν τρόπον τοῦτον· „ὁ θεὸς ὁ μέγας καὶ κραταιός, ὅστις οὐ θαυμάζει πρόσωπον οὐδὲ μὴ λάβῃ δῶρον ποιῶν κρίσιν” (Deut. 10, 17. 18), ἐπιλέγει— τίσιν ἡ κρίσις; οὐ σατράπαις καὶ τυράννοις καὶ γῆς καὶ θαλάττης ἀναψαμένοις τὸ κράτος, ἀλλ’ „ἐπηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ”·"],["178","τῷ μὲν ὅτι τοὺς συγγενεῖς, οὓς μόνους εἰκὸς ἔχειν συναγωνιστάς, ἐχθροὺς ἀσυμβάτους εἰργάσατο ἑαυτῷ μεταναστὰς εἰς ἀλήθειαν καὶ τὴν τοῦ ἑνὸς τιμίου τιμὴν ἀπὸ μυθικῶν πλασμάτων καὶ πολυαρχίας, ἃ γονεῖς καὶ πάπποι καὶ πρόγονοι καὶ πάντες οἱ ἀφ’ αἵματος τοῦ στειλαμένου τὴν καλὴν ἀποικίαν ταύτην ἐξετίμησαν· τῷ δ’ ἐπειδὴ πατρὸς καὶ μητρὸς τῶν ἐκ φύσεως βοηθῶν καὶ ὑπερμάχων ἐστέρηται, δυνάμεως τῆς μόνης εἰς συμμαχίαν ἀναγκαίας ἐρημωθείς· τῇ δ’ ὅτι τὸν διαδεξάμενον ἄνδρα τὴν τῶν γονέων ἐπιμέλειαν καὶ προστασίαν ἀφῄρηται· γυναικὶ γὰρ ἀνὴρ εἰς κηδεμονίαν, ὥσπερ γονεῖς παρθένῳ."],["179","σχεδὸν δὲ καὶ τὸ σύμπαν Ἰουδαίων ἔθνος ὀρφανοῦ λόγον ἔχει συγκρινόμενον τοῖς ἁπανταχοῦ πᾶσι· τὰ μὲν γάρ, ὁπότε μὴ θεήλατοι κατασκήπτοιεν συμφοραί, διὰ τὰς ἐν τοῖς ἔθνεσιν ἐπιμιξίας οὐκ ἀπορεῖ βοηθῶν κοινοπραγούντων, τῷ δ’ ἥκιστά τις συναγωνίζεται νόμοις ἐξαιρέτοις χρωμένῳ· σεμνοὶ δ’ εἰσὶν ἐξ ἀνάγκης, ἅτε πρὸς τὴν ἄκραν ἀρετὴν ἀλείφοντες· τὸ δὲ σεμνὸν αὐστηρόν, τοῦτο δ’ ὁ πολὺς ὅμιλος ἀνθρώπων ἀποστρέφεται διὰ τὴν ἡδονῆς ἀποδοχήν."],["180","ἀλλ’ ὅμως τῆς ὀρφανίας αὐτοῦ καὶ ἐρημίας ἔλεον καὶ οἶκτόν φησι Μωυσῆς ἀεὶ λαμβάνειν τὸν ἡγεμόνα τῶν ὅλων ᾧ προσκεκλήρωται, διότι τοῦ σύμπαντος ἀνθρώπων γένους ἀπενεμήθη οἷά τις ἀπαρχὴ τῷ ποιητῇ καὶ πατρί."],["181","τὸ δ’ αἴτιον αἱ τῶν ἀρχηγετῶν τοῦ ἔθνους περιμάχητοι δικαιοσύναι καὶ ἀρεταί, αἳ καθάπερ φυτὰ ἀθάνατα διαμένουσιν ἀειθαλέα καρπὸν φέρουσαι τοῖς ἀπογόνοις σωτήριον καὶ πρὸς πάντα ὠφέλιμον, κἂν αὐτοὶ τύχωσι διαμαρτάνοντες ἰάσιμα ἀλλὰ μὴ παντελῶς ἀνίατα."],["182","μὴ μέντοι νομίσας τις ἀγαθὸν εἶναι τέλειον τὴν εὐγένειαν ὀλιγωρείτω καλῶν πράξεων, λογιζόμενος ὅτι μείζονος ὀργῆς ἄξιος τυγχάνειν ἐστὶν ὁ γεννηθεὶς μὲν ἐκ τῶν ἀρίστων, αἰσχύνην δ’ ἐπιφέρων τοῖς γεννήσασι διὰ τὴν τῶν τρόπων κακίαν· ἔχων γὰρ οἰκεῖα παραδείγματα καλοκἀγαθίας ἃ μιμήσεται καὶ μηδὲν ἀποματτόμενος εἰς ὑγιαίνοντος βίου κατόρθωσιν ἐπίληπτος."],["183","Ἀπαγορεύει δ’ ὁ νόμος τῷ τὴν προστασίαν καὶ ἐπιμέλειαν τῶν κοινῶν ἀνειληφότι δικαιοτάτην ἀπαγόρευσιν, μὴ πορεύεσθαι δόλῳ ἐν τῷ ἔθνει· ψυχῆς γὰρ ἀνελευθέρου καὶ σφόδρα δουλοπρεποῦς ἐπίβουλα ἤθη συσκιαζούσης ὑποκρίσει τὸ ἔργον."],["184","τὸν γὰρ ἄρχοντα οὕτως χρὴ προεστάναι τῶν ὑπηκόων ὡς πατέρα παίδων, ἵνα καὶ αὐτὸς ὡς ὑπὸ γνησίων υἱῶν ἀντιτιμᾶται· διὸ κοινοὶ πόλεων καὶ ἐθνῶν γονεῖς, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἄρχοντές εἰσιν οἱ ἀγαθοί, τὴν ἴσην, ἔστι δ’ ὅτε καὶ περιττοτέραν εὔνοιαν ἐπιδεικνύμενοι· τοὺς δ’ ἐπὶ λύμῃ καὶ ζημίᾳ τῶν ὑπηκόων μεγάλας περιβαλλομένους δυναστείας οὐκ ἄρχοντας ἀλλ’ ἐχθροὺς προσαγορευτέον, τὰ πολεμίων ἀσυμβάτων δρῶντας."],["185","οὐ μὴν ἀλλὰ καὶ οἱ δολερῶς ἀδικοῦντες πονηρότεροι τῶν φανερῶς ἐναντιουμένων εἰσίν, εἴ γε τοὺς μὲν ἔνεστι ῥᾳδίως ἀμύνασθαι γυμνὴν ἀπαμπίσχοντας τὴν δυσμένειαν, τῶν δ’ ἐστὶ δύσληπτος καὶ δυσθήρατος ἡ μοχθηρία καθάπερ ἐν θεάτρῳ σκευὴν ἀλλοτρίαν ἀναλαμβανόντων εἰς ἀπόκρυψιν ἀληθοῦς ὄψεως."],["186","φθάνει δὲ τὸ τῆς ἀρχῆς εἶδος καὶ διαδέδυκεν, ὀλίγου δέω φάναι, πρὸς ἅπαντα τὰ τοῦ βίου μέρη, διαφέρον αὐτὸ μόνον μεγέθει καὶ τῷ ποσῷ. ὅπερ γὰρ πόλεως βασιλεύς, τοῦτο καὶ κώμης ὁ πρῶτος καὶ οἰκίας δεσπότης καὶ νοσούντων ἰατρός, καὶ στρατοπέδου μὲν στρατηγός, ναύαρχος δ’ ἐπιβατικοῦ καὶ πληρωμάτων, καὶ πάλιν φορτίδων μὲν καὶ ὁλκάδων ναύκληρος, κυβερνήτης δὲ πλωτήρων· οἳ πάντες δύνανται μὲν ἄμφω τό τε εὖ καὶ τὸ χεῖρον, βούλεσθαι δ’ ὀφείλουσι τὸ ἄμεινον· τὸ ἄμεινον δ’ ἐστὶν ὠφελεῖν ἀλλὰ μὴ βλάπτειν ὅσους ἂν οἷόν τε ᾖ."],["187","τὸ γὰρ ἕπεσθαι θεῷ τοῦτ’ ἐστίν, ἐπεὶ κἀκείνῳ δύναμις μέν ἐστι δρᾶν ἑκάτερα, βούλεται δὲ μόνα τἀγαθά. μηνύει δὲ ἡ τοῦ κόσμου γένεσίς τε καὶ διοίκησις· τὰ γὰρ μὴ ὄντα ἐκάλεσεν εἰς τὸ εἶναι τάξιν ἐξ ἀταξίας καὶ ἐξ ἀποίων ποιότητας καὶ ἐξ ἀνομοίων ὁμοιότητας καὶ ἐξ ἑτεροιοτήτων ταυτότητας καὶ ἐξ ἀκοινωνήτων καὶ ἀναρμόστων κοινωνίας καὶ ἁρμονίας καὶ ἐκ μὲν ἀνισότητος ἰσότητα ἐκ δὲ σκότους φῶς ἐργασάμενος· ἀεὶ γάρ ἐστιν ἐπιμελὲς αὐτῷ καὶ ταῖς εὐεργέτισιν αὐτοῦ δυνάμεσι τὸ πλημμελὲς τῆς χείρονος οὐσίας μεταποιεῖν καὶ μεθαρμόζεσθαι"],["188","πρὸς τὴν ἀμείνω. ταῦτα μιμεῖσθαι προσήκει τοὺς ἀγαθοὺς ἄρχοντας, εἴ γέ τις αὐτοῖς φροντίς ἐστιν ἐξομοιώσεως τῆς πρὸς θεόν. ἐπεὶ δὲ ὑπορρεῖ μυρία καὶ λανθάνει τὸν ἀνθρώπινον νοῦν, ἅτ’ ἐνδεδεμένον αἰσθήσεων ὄχλῳ τοσούτῳ παραγαγεῖν καὶ ἀπατῆσαι ψευδέσι δόξαις ἱκανωτάτῳ, μᾶλλον δ’ ἐντετυμβευμένον θνητῷ σώματι, ὃ κυρίως ἄν τις σῆμα καλέσειε, μηδεὶς αἰδείσθω δικαστὴς ὁμολογῶν ἀγνοεῖν ὅπερ ἀγνοεῖ."],["189","πρῶτον μὲν γὰρ ὁ ψευδόμενος αὐτὸς αὑτοῦ γενήσεται χείρων, ἀλήθειαν ὑπερόριον τῆς ψυχῆς πεφυγαδευκώς· ἔπειτα δὲ μυρία βλάψει τοὺς κρινομένους, τυφλὴν γνῶσιν ἀποφαινόμενος τῷ μὴ βλέπειν τὰ δίκαια."],["190","ὅταν οὖν ἀμαυρὰν ποιῆται τὴν ἀντίληψιν τῶν πραγμάτων ἀσάφειαν καὶ πολὺ σκότος ἀπεργαζομένων, παραιτείσθω τὰς κρίσεις καὶ ἀναπεμπέτω πρὸς ἀκριβεστέρους δικαστάς· οὗτοι δὲ τίνες ἂν εἶεν ἢ ἱερεῖς καὶ ὁ τῶν ἱερέων ἔξαρχος καὶ ἡγεμών;"],["191","οἱ γὰρ λειτουργοὶ θεοῦ γνήσιοι τὴν διάνοιαν ἐπιμελῶς ἠκόνηνται, τὸ παρὰ μικρὸν οὐ μικρὸν σφάλμα ἡγούμενοι, διὰ τὰς ἐν ἅπασιν ὑπερβολὰς τοῦ θεραπευομένου βασιλέως— διὸ καὶ προστέτακται πᾶσι τοῖς ἱερωμένοις νηφαλίους θύειν, ἵνα μηδὲν τοῦ παραπαίειν καὶ παραληρεῖν φάρμακον ὑπεισελθὸν τοὺς τῆς διανοίας ὀφθαλμοὺς ἀμαυρώσῃ—,"],["192","τάχα δ’ ἐπειδὴ καὶ ὁ πρὸς ἀλήθειαν ἱερεὺς εὐθύς ἐστι προφήτης, οὐ γένει μᾶλλον ἢ ἀρετῇ παρεληλυθὼς ἐπὶ| τὴν τοῦ ὄντως ὄντος θεραπείαν, προφήτῃ δ’ οὐδὲν ἄγνωστον, ἔχοντι νοητὸν ἥλιον ἐν αὑτῷ καὶ ἀσκίους αὐγάς, εἰς ἐναργεστάτην κατάληψιν τῶν αἰσθήσει μὲν ἀοράτων διανοίᾳ δὲ καταληπτῶν."],["193","Πάλιν οἱ σταθμία καὶ ζυγὰ καὶ μέτρα διαχειρίζοντες ἔμποροι καὶ κάπηλοι καὶ ἀγοραῖοι καὶ ὅσοι ἄλλοι τὰ πρὸς τὸ ζῆν ὤνια πιπράσκουσι ξηρά τε καὶ ὑγρὰ τάττονται μὲν ὑπ’ ἀγορανόμοις, ὀφείλουσι δ’ αὐτοὶ ἑαυτῶν, ἐὰν σωφρονῶσιν, ἄρχοντες εἶναι, μὴ φόβῳ τὰ δίκαια δρῶντες ἀλλ’ ἑκουσίῳ γνώμῃ· τοῦ γὰρ μετ’ ἀνάγκης τὸ αὐτοκέλευστον κατόρθωμα τιμιώτερον πανταχοῦ."],["194","διὸ προστάττει τοῖς καπήλοις καὶ ἐμπόροις καὶ εἴ τινες ἄλλοι τὴν τοιαύτην προαίρεσιν ἐπανῄρηνται τοῦ βίου ζυγὰ δίκαια καὶ σταθμία καὶ μέτρα παρασκευάζεσθαι, μηδὲν ἐπὶ βλάβῃ τῶν ὠνουμένων κακοτεχνοῦντας, ἀλλ’ ἀπ’ ἐλευθέρας καὶ ἀδόλου ψυχῆς ἕκαστα καὶ λέγειν καὶ πράττειν ἐκεῖνο λογιζομένους, ὅτι τὰ μὲν ἄδικα κέρδη βλαβερώτατα, ὁ δὲ μετὰ δικαιοσύνης πλοῦτος ἀναφαίρετος."],["195","Ἐπεὶ δὲ φιλεργίας ἆθλα μισθοὶ πρόκεινται τοῖς δημιουργοῖς, δημιουργοῦσι δὲ οἱ ἐν ἐνδείαις, ἀλλ’ οὐχ οἷς ἄφθονοι περιουσίαι, κελεύει μὴ ὑπερτίθεσθαι τὰς δόσεις, ἀλλ’ αὐτῇ παρέχειν ἡμέρᾳ τὸν διομολογηθέντα μισθόν. ἄτοπον γὰρ τὰ μὲν ἐκ τῆς τῶν πενήτων ὑπηρεσίας ἀπειληφέναι τοὺς εὐπόρους, τὰς δ’ ἀντὶ τούτων ἀμοιβὰς μὴ ἀντιπαρασχεῖν ἀπόροις εὐθὺς περιουσίᾳ ζῶντας."],["196","ἆρ’ οὐκ ἐναργῆ δείγματα ταῦτ’ ἐστὶ προφυλακῆς μειζόνων ἀδικημάτων; ὁ γὰρ μηδὲ μισθὸν τὸν πάντως ἀποδοθησόμενον ἐῶν ἐκπρόθεσμον γενέσθαι, προθεσμίαν ὁρίσας ἑσπέραν, ἐν ᾗ δεήσει τὸν δημιουργὸν ἀπαλλαττόμενον οἴκαδε κομίσασθαι τὴν ἀμοιβήν, οὗτος οὐ πολὺ πρότερον ἁρπαγὴν ἀπαγορεύει καὶ κλοπὴν καὶ χρεωκοπίαν καὶ ὅσα τούτοις ὁμοιότροπα, διαπλάττων καὶ διαμορφῶν τὴν ψυχὴν πρὸς δόκιμον εἶδος τὸ καλοκἀγαθίας αὐτῆς;"],["197","Εὖ μέντοι κἀκεῖνο διείρηται, ὅπως μηδεὶς μηδένα βλασφημῇ καὶ κακηγορῇ, καὶ μάλιστα κωφὸν οὔτε αἴσθησιν ὧν ἀδικεῖται δυνάμενον λαβεῖν οὔτε ἐν τοῖς ἴσοις αὐτὸ τοῦτο ἀμύνασθαι. μάχη γὰρ πασῶν ἐκνομωτάτη, καθ’ ἣν τὸ μὲν ἕτερον μέρος ἐν τῷ δρᾶν ἐξετάζεται, τὸ δ’ ἕτερον ἐν τῷ μόνον πάσχειν."],["198","τοῖς δὲ κακηγοροῦσι τοὺς ἀναύδους καὶ τὰ ὦτα βεβλαμμένους ὅμοιον ἀδίκημα δρῶσιν οἱ τυφλοῖς ὀλίσθους ἐμποιοῦντες καὶ ἕτερ’ ἄττα ἐν ποσὶ τιθέντες· ἀνάγκη γάρ, οὐχ οἵους τε ὄντας ὑπερβαίνειν δι’ ἄγνοιαν, περιπταίοντας ἀμφότερα καὶ τῆς ὁδοῦ διαμαρτάνειν καὶ τὰς βάσεις βλάπτεσθαι."],["199","τοῖς δὲ τῶν τοιούτων ἐργάταις τε καὶ ζηλωταῖς ἐπανατείνεται θεοῦ φόβον ὁ νόμος, εἰκότως καὶ προσηκόντως, ἐπειδὴ μόνος οὗτος τὴν χεῖρα ὑπερέχει καὶ προασπίζει τῶν αὑτοῖς βοηθεῖν ἀδυνατούντων· καὶ μόνον οὐκ ἄντικρύς φησι τοῖς ἀδικοπραγοῦσι τοὺς μὲν πεπλημμελημένους·"],["200","„ὦ κενοὶ φρενῶν, λήσεσθαι νομίζετε γέλωτα ἡγούμενοι τὰς ἐκείνων συμφορὰς καὶ εἰς ταῦτα ἐξαμαρτάνοντες, περὶ ἃ συμβέβηκεν ἀτυχεῖν αὐτοῖς, ὦτα μὲν διὰ κακηγοριῶν, ὀφθαλμοὺς δὲ διὰ τῶν ἐν ποσὶν ὀλίσθων; τὸν δὲ πάντων ἔφορον καὶ δίοπον θεὸν οὐδέποτε λήσεσθε κακοπραγίαις ἀθλίων ἀνθρώπων ἐπεμβαίνοντες, ὡς τὰς ὁμοίας κῆρας οὐκ ἐνδεξόμενοι, σῶμα μὲν πάσαις ἁλωτὸν νόσοις περιφέροντες, αἰσθήσεις δ’ ἐπικήρως ἐχούσας, αἳ μικρᾶς ἕνεκα καὶ τῆς τυχούσης προφάσεως οὐκ ἀμαυροῦνται μόνον, ἀλλὰ καὶ ἀνιάτους ὑπομένουσι πηρώσεις. “"],["201","τοὺς οὖν ἐπιλελησμένους μὲν ἑαυτῶν, ἐπικυδεστέρους δ’ οἰομένους εἶναι τῆς φυσικῆς ἀνθρώπων ἀσθενείας, ἐκπεφευγέναι δὲ τὰς ἀδήλους καὶ ἀτεκμάρτους τῆς τύχης ἐπιβουλάς, ἣ πολλάκις αἰφνιδίους σκηπτοὺς ἐπέρριψε καὶ εὐπλοίᾳ βίου χρωμένους μόνον οὐκ ἐν αὐτοῖς λιμέσιν εὐδαιμονίας κατέκλυσε, τί δεῖ μεγαλαυχεῖν καὶ ἐπεμβαίνειν συμφοραῖς ἑτέρων, μηδὲ τὴν πάρεδρον δίκην τοῦ πάντων ἡγεμόνος αἰδουμένους, ᾗ θέμις ἀκοιμήτοις καὶ ὀξυωπεστάτοις ὄμμασι καὶ τὰ ἐν μυχοῖς ὡς ἐν ἡλίῳ καθαρῷ περιαθρεῖν;"],["202","οὗτοί μοι δοκοῦσι μηδ’ ἂν τετελευτηκότων ἀποσχέσθαι δι’ ὑπερβολὴν ὠμότητος, ἀλλὰ (τὸ λεγόμενον δὴ τοῦτο παρὰ τοῖς πολλοῖς) μὴ ἂν ὀκνῆσαι νεκροὺς ἐπισφάττειν, ἐπεὶ καὶ μέρεσι τοῖς τρόπον τινὰ προτεθνηκόσιν ἐναλύειν καὶ ἐνυβρίζειν ἀξιοῦσιν— ὀφθαλμοί τε γὰρ μὴ βλέποντες νεκροὶ καὶ ὦτα μὴ ἀκούοντα—, ὥστ’ εἰ καὶ οὗ μέρη ταῦτ’ ἐστὶν ἐξ ἀνθρώπων ἀφανισθείη, τὸ ἀνηλεὲς καὶ ἀσύμβατον ἐπιδείξονται, μηδὲν ἀνθρώπινον καὶ συμπαθὲς δράσαντες, ἃ τετελευτηκόσι καὶ πρὸς ἐχθρῶν ἐν ἀκηρύκτοις πολέμοις σῴζεται. ταῦτα μὲν ἐπὶ τοσοῦτον."],["203","Ἁρμονίαν δέ τινα στοιχηδὸν ἑξῆς τίθησιν ὁμοιοτρόπων παραγγελμάτων, φάσκων τὰ κτήνη μὴ ὀχεύειν ἑτεροζύγοις, τὸν ἀμπελῶνα μὴ κατασπείρειν δίφορον, ἱμάτιον ἐκ δυοῖν ὑφασμένον, κίβδηλον ἔργον, μὴ ἀμπέχεσθαι. λέλεκται δὲ τὸ μὲν πρῶτον ἐν τοῖς κατὰ μοιχῶν, πρὸς ἔμφασιν τρανοτέραν τοῦ μὴ δεῖν ἀλλοτρίοις γάμοις ἐφεδρεύειν, φθείροντας μὲν ἤθη γυναικῶν, φθείροντας δὲ καὶ τὰς ἐπὶ τέκνων σπορᾷ γνησίων χρηστὰς ἐλπίδας· ὁ γὰρ τὰς ἐν ἀλόγοις ζῴοις ἑτερογενῶν ὀχείας ἀπηγορευκὼς ἔοικε πόρρωθεν ἀνακοπὴν μοιχῶν ἐργάζεσθαι."],["204","λεκτέον δὲ καὶ νῦν ἐν τοῖς περὶ δικαιοσύνης· τὸ γὰρ αὐτὸ πλείοσιν ἐφαρμόττειν, εἰ δύναιτό πως, οὐ παρετέον. ἔστιν οὖν δίκαιον εἰς ταὐτὸν ἄγειν τὰ δυνάμενα κοινωνεῖν· τὰ δ’ ὁμογενῆ πέφυκεν εἰς κοινωνίαν, ἐπεὶ καὶ ὅσα ἑτερογενῆ κατὰ τοὐναντίον ἄμικτα καὶ ἀκοινώνητα, οἷς ὁ μηχανώμενος ἐκθέσμους ὁμιλίας ἄδικος, νόμον φύσεως ἀναιρῶν."],["205","ὁ δ’ ὄντως ἱερὸς νόμος τοσαύτῃ προμηθείᾳ κέχρηται τοῦ δικαίου, ὥστ’ οὐδ’ ἄροτον γῆς ἐπιτρέπει ποιεῖσθαι διὰ τῶν τὴν ἰσχὺν ἀνίσων, ἀλλ’ ἐν ταὐτῷ καταζεύξαντας ὄνον τε καὶ μόσχον ἀροτριᾶν ἐκώλυσεν, ἵνα μὴ περιττῇ δυνάμει τοῦ μᾶλλον ἐρρωμένου τὸ ἀσθενέστερον ἁμιλλᾶσθαι βιασθὲν ἀπείπῃ καὶ προκάμῃ."],["206","καίτοι τὸ μὲν ἐρρωμενέστερον, ὁ ταῦρος, ἐν τῇ τάξει τῶν καθαρῶν ζῴων ἀναγράφεται, τὸ δ’ ἀσθενέστερον, ὁ ὄνος, ἐν τῇ τῶν μὴ καθαρῶν. ἀλλ’ ὅμως καὶ τοῖς χείροσιν εἶναι δοκοῦσιν οὐκ ἐφθόνησεν ὠφελείας τῆς ἀπὸ τοῦ δικαίου, πρὸς ἀναγκαιοτάτην μάθησιν, ὥς γ’ οἶμαι, δικαστῶν, ἵνα μηδὲν ἐν ταῖς κρίσεσιν ἐλαττῶσι τοὺς δυσγενεῖς ἐν οἷς οὐ γένους ἀλλ’ ἀρετῆς ἢ κακίας ἐστὶν ἐξέτασις."],["207","ἐμφερές ἐστι τούτοις διάταγμα καὶ τὸ τελευταῖον τῶν ἐν τῇ συζυγίᾳ, τὸ μὴ συνυφαίνειν τὰς ἑτεροειδεῖς οὐσίας, ἔρια καὶ λίνα· καὶ γὰρ ἐπὶ τούτων οὐ μόνον ἡ διαφορότης ἀκοινώνητον, ἀλλὰ καὶ ἡ ἐπικράτεια θατέρου ῥῆξιν ἀπεργαζομένη μᾶλλον ἢ ἕνωσιν, ὅταν δέῃ χρῆσθαι."],["208","μέσον ἦν τῆς ἐν συζυγίᾳ τριάδος τὸ μὴ κατασπείρειν ἀμπελῶνα δίφορον. πρῶτον μέν, ἵνα μὴ φύρηται συγχεόμενα τὰ γένους ὄντα ἑτέρου· σπαρτὰ γὰρ δένδροις καὶ δένδρα σπαρτοῖς ἀνοίκεια. παρὸ καὶ ἡ φύσις οὐ τὴν αὐτὴν προθεσμίαν ἀμφοτέροις ὥρισεν εἰς τὴν τῶν ἐτησίων καρπῶν γένεσιν, ἀλλὰ τοῖς μὲν εἰς ἄμητον ὥραν ἀπένειμε τὸ ἔαρ, τοῖς δ’ εἰς συγκομιδὴν ἀκροδρύων λῆγον θέρος."],["209","συμβαίνει γοῦν κατὰ τὸν αὐτὸν χρόνον τὰ μὲν ἀφαυαίνεσθαι προανθήσαντα, τὰ δὲ βλαστάνειν προαφαυανθέντα· χειμῶνι μὲν γὰρ φυλλορροούντων δένδρων τὰ σπαρτὰ ἀνθεῖ, ἔαρι δὲ κατὰ τοὐναντίον αὐαινομένων ὅσα σπαρτὰ βλαστάνουσιν αἱ δένδρων ἡμέρων τε καὶ ἀγρίων ὗλαι· καὶ σχεδὸν ὁ αὐτὸς ὅρος ἐστίν, ἐν ᾧ οἱ μὲν τῶν σπαρτῶν καρποὶ τελειοῦνται, οἱ δὲ τῶν δένδρων ἀρχὴν γενέσεως λαμβάνουσιν."],["210","εἰκότως οὖν τὰ τοσοῦτον ἀλλήλων διηρτημένα καὶ ταῖς φύσεσι καὶ ταῖς ἀνθήσεσι καὶ τοῖς εἰς τὸ γεννᾶν τὰ οἰκεῖα καιροῖς διέζευξε καὶ διῴκισε τάξιν ἐξ ἀταξίας εἰσηγούμενος· τάξει μὲν γὰρ συγγενὲς κόσμος, ἀταξίᾳ δὲ τὸ ἄκοσμον."],["211","δεύτερον δέ, ἵνα μὴ ἑκάτερα τὰ εἴδη βλάπτηταί τε καὶ ἀντιβλάπτῃ, τὴν τροφὴν τὰ ἕτερα τῶν ἑτέρων παρασπώμενα, ἧς κατακερματιζομένης, οἷα ἐν λιμῷ καὶ σπάνει, ἀναγκαίως τὰ φυτὰ πάντα διὰ πάντων ἐξασθενήσει καὶ ἢ στείρωσιν ἐνδέξεται πρὸς τὸ παντελὲς ἀφορήσαντα ἢ εὐγενεῖς καρποὺς οὐδέποτε οἴσει προεξασθενήσαντα ταῖς ἐνδείαις."],["212","τρίτον δέ, ὅπως ἀρετῶσα γῆ μὴ πιέζηται βαρυτάτοις ἄχθεσι, τοῦτο μὲν ὑπὸ τῆς τῶν σπειρομένων ἐν ταὐτῷ καὶ φυομένων συνεχοῦς καὶ ἐπαλλήλου πυκνότητος, τοῦτο δ’ ὑπὸ τῆς τῶν καρπῶν διπλασιαζομένης φορᾶς. ἀπόχρη γὰρ ἐξ ἑνὸς χωρίου λαμβάνειν ἕνα δασμὸν ἐτήσιον τῷ κεκτημένῳ, καθάπερ ἐκ πόλεως βασιλεῖ· τὸ δὲ φόρους ἐπιχειρεῖν πλείους ἐκλέγειν φιλοχρηματίας ὑπερβαλλούσης ἔργον ἐστίν, ᾗ καὶ τὰ φύσεως ἀνατρέπεται νόμιμα."],["213","διὸ φαίη ἂν ὁ νόμος τοῖς ἐγνωκόσι τοὺς ἀμπελῶνας ἕνεκα πλεονεξίας κατασπείρειν· „μὴ χείρους γίνεσθε τῶν ὅπλοις καὶ στρατείαις πόλεις καὶ χώρας ὑπηγμένων βασιλέων, οἳ προνοίᾳ τοῦ μέλλοντος καὶ ἅμα φειδοῖ τῶν ὑπηκόων ἕνα δασμὸν ἐτήσιον ἐκλέγειν ἀξιοῦσι, στοχαζόμενοι τοῦ μὴ βραχεῖ καιρῷ κατὰ τὸ παντελὲς εἰς ἐσχάτην ἀπορίαν αὐτοὺς ἀγαγεῖν."],["214","ὑμεῖς δ’ ἐὰν ἐκ τοῦ αὐτοῦ ἐδάφους ἔαρι μὲν τοὺς κριθῶν καὶ πυρῶν φόρους ἀναπράττητε, θέρει δὲ τοὺς τῶν ἀκροδρύων, διπλασίοις αὐτὸ δασμοῖς ἐκτραχηλιεῖτε· ἀπαγορεύσει γὰρ κατὰ τὸ εἰκὸς ἀθλητοῦ τρόπον οὐκ ἐωμένου διαπνεῖν καὶ συλλέγεσθαι δύναμιν εἰς ἑτέρας ἀγωνίας ἀρχήν."],["215","ἀλλ’ ἐοίκατε ῥᾳδίως ὧν διεταξάμην κοινωφελῶν ἐκλανθάνεσθαι· εἰ γοῦν ἐμέμνησθε τῆς περὶ τοῦ ἑβδόμου ἔτους εἰσηγήσεως, καθ’ ἣν ἐδικαίωσα τὴν ἱερὰν χώραν ἐξανίεσθαι μηδενὶ τῶν κατὰ γεωργίαν ἔργων ἀποτρυχομένην ἕνεκα τῶν ἐν ἑξαετίᾳ πόνων, οὓς ὑπέστη καρποφοροῦσα ταῖς ἐτησίοις ὥραις κατὰ τοὺς τῆς φύσεως θεσμούς, οὐκ ἂν ἐπινεανιευόμενοι καὶ ἐπιχειρονομοῦντες ταῖς πλεονεξίαις καινοὺς σπόρους ἐπενοεῖτε τὴν δενδρίτιδα γῆν καὶ μάλιστα τὴν ἀμπελόφυτον κατασπείροντες, ἵνα διτταῖς προσόδοις καθ’ ἕκαστον ἐνιαυτὸν ἀμφοτέραις ἀδίκοις αὔξητε τὰς οὐσίας ὑπὸ φιλοχρηματίας, ἐκνόμου ἐπιθυμίας, ἀργυρολογοῦντες."],["216","οὐ γὰρ ἂν ὑπομείναι ὁ αὐτὸς ἔτει τε ἑβδόμῳ τὰ οἰκεῖα χωρία ἀνιέναι μὴ προσοδευόμενος, ὑπὲρ τοῦ τὴν γῆν ἀνακτήσασθαι πονηθεῖσαν, καὶ βαρύνειν αὐτὴν καὶ πιέζειν διττοῖς ἄχθεσιν."],["217","ἀναγκαίως οὖν ἀπεφηνάμην τῶν τοιούτων κτημάτων ἀνίερον εἶναι καὶ ἄναγνον τό τε τῆς ὀπώρας γέννημα καὶ τὸν τοῦ σπόρου καρπόν, διότι αὐχενίζεται τρόπον τινὰ καὶ ἄγχεται πνεῦμα ζῳοφυτοῦν ἐν ἀρετώσῃ γῇ καὶ ὅτι ταῖς τοῦ θεοῦ δωρεαῖς ὁ κεκτημένος ἐναλύει καὶ ἐνσπαθᾷ προσαναρρηγνὺς τὰς ἀδίκους ἐπιθυμίας αὑτοῦ, μέτροις αὐτὰς μὴ περιορίζων. “"],["218","ἆρ’ οὐκ ἄξιον ἐρασθῆναι τῶν τοιούτων ὑφηγήσεων, αἳ μακρόθεν τῶν ἐπ’ ἀνθρώποις πλεονεξιῶν τὴν λύσσαν ἀνείργουσι καὶ ἀνακόπτουσιν; ὁ γὰρ ἀπομαθὼν ἐν φυτοῖς ἰδιώτης κέρδος ἄδικον, εἰ λαβόμενος μειζόνων πραγμάτων γένοιτο βασιλεύς, χρήσεται τῷ ἔθει πρὸς ἄνδρας ὁμοῦ καὶ γυναῖκας οὐ διττοὺς φόρους ἀναπράττων οὐδὲ διττοῖς δασμοῖς τοὺς ὑπηκόους ἐκτραχηλίζων· ἱκανὸν γὰρ τὸ σύντροφον ἔθος μαλάξαι σκληρὰ ἤθη καὶ τρόπον τινὰ παιδαγωγῆσαι καὶ διαπλάσαι πρὸς βελτίονας τύπους· τύποι δ’ ἀμείνους εἰσίν, οὓς ἐνσφραγίζεται ψυχῇ δικαιοσύνη."],["219","Ταῦτα μὲν ἑνὶ ἑκάστῳ νομοθετεῖ. καθολικώτεραι δὲ προστάξεις εἰσὶν ἕτεραι, ἃς ἅπαντι τῷ ἔθνει κοινῇ διαγορεύει, παραινῶν ὡς προσενεκτέον οὐ φίλοις καὶ συμμάχοις αὐτὸ μόνον ἀλλὰ καὶ τοῖς τῆς συμμαχίας ἀφισταμένοις."],["220","ἐὰν γάρ, φησίν, εἴσω τειχῶν κατακλείσαντες αὑτοὺς ἀπαυχενίζωσιν, ἡ ὑμετέρα νεότης εὐοπλοῦσα μετὰ τῶν εἰς πόλεμον παρασκευῶν ἐπίτω καὶ στρατόπεδον ἐν κύκλῳ βαλλομένη καραδοκείτω μηδὲν ὀργῇ πρὸ λογισμοῦ χαριζομένη, βεβαιότερον ὅπως καὶ σταθερώτερον ἐγχειρῇ τοῖς πρακτέοις."],["221","εὐθὺς οὖν πεμπέτω κήρυκας τοὺς προκαλεσομένους εἰς συμβάσεις καὶ ἅμα τὸ ἀξιόμαχον τῆς παριδρυμένης δυνάμεως δηλώσοντας· καὶ ἐὰν μὲν ἐφ’ οἷς ἐνεωτέρισαν μετανοήσαντες ὑπείκωσι πρὸς τὸ εἰρηναῖον τραπόμενοι, δεχέσθωσαν ἄσμενοι τὰς σπονδάς·"],["222","εἰρήνη γάρ, κἂν ᾖ σφόδρα ἐπιζήμιος, λυσιτελεστέρα πολέμου. ἐὰν δὲ πρὸς ἀπόνοιαν ἀποτείνωνται θρασυνόμενοι, ῥωσθέντες ταῖς προθυμίαις, ἔχοντες καὶ τὴν τοῦ δικαίου συμμαχίαν ἀήττητον, ἐφορμάτωσαν τὰς ἑλεπόλεις τοῖς τείχεσιν ἐφιστάντες, εἶτα μέρη τούτων παραρρήξαντες ἐπεισχείσθωσαν ἀθρόοι καὶ βάλλοντες μὲν τοῖς δορατίοις εὐστόχως ἐπιστροφάδην δὲ τοῖς ξίφεσιν ἀναιροῦντες ἀφειδῶς ἀμυνέσθωσαν, ἃ παθεῖν ἐμέλλησαν διατιθέντες, ἄχρις ἂν τὸν ἀντιτεταγμένον ἅπαντα στρατὸν ἡβηδὸν καταστορέσωσιν."],["223","ἄργυρον δὲ καὶ χρυσὸν καὶ τὴν ἄλλην λείαν λαβόντες [καὶ] τὴν πόλιν ἐμπρησάτωσαν πῦρ προσαγαγόντες, ἕνεκα τοῦ μηδ’ αὖθίς ποτε δυνηθῆναι τὴν αὐτὴν πόλιν διαπνεύσασαν ἐγερθῆναι καὶ στασιάσαι καὶ ὑπὲρ τοῦ νουθετῆσαι φόβῳ τοὺς ὁμόρους, ἐπειδὴ τοῖς ἑτέρων πάθεσιν ἄνθρωποι διδάσκονται σωφρονεῖν· παρθένους δὲ καὶ γυναῖκας μεθέσθωσαν, μηδὲν τῶν ὅσα νεωτερίζει πόλεμος ἐξ αὐτῶν πείσεσθαι προσδοκῶντες ἕνεκα φυσικῆς ἀσθενείας τετιμημένων ἀστρατείᾳ."],["224","ἐξ οὗ δῆλον ὅτι τὸ Ἰουδαίων ἔθνος ἔνσπονδον μὲν καὶ φίλον πᾶσι τοῖς ὁμογνώμοσι καὶ τὴν προαίρεσιν εἰρηνικοῖς ἐστιν, οὐ μὴν εὐκαταφρόνητον, ὡς τοῖς ἄρχουσι χειρῶν ἀδίκων ὑπ’ ἀνανδρίας ἐνδιδόναι, διακρίνει δ’, ὁπότε πρὸς ἄμυναν ἴοι, τοὺς ἐπιβούλως ζῶντας καὶ τοὐναντίον·"],["225","τὸ γὰρ κατὰ πάντων καὶ τῶν ἐλάχιστα ἢ μηδὲν ἡμαρτηκότων φονᾶν εἴποιμ’ ἂν ἀνημέρου καὶ ἀτιθάσου ψυχῆς καὶ τὸ προσθήκην ἀνδρῶν πόλεμον κατασκευασάντων ποιεῖσθαι γυναῖκας, ὧν ὁ βίος εἰρηνικὸς φύσει καὶ κατοικίδιος."],["226","τοσοῦτον δ’ ἔρωτα δικαιοσύνης ἐνεργάζεται τοῖς κατ’ αὐτὸν πολιτευομένοις, ὥστ’ οὐδὲ πόλεως ἐχθρᾶς τὴν ἀρετῶσαν γῆν ἐφίησι λυμαίνεσθαι δῃοῦντας ἢ δενδροτομοῦντας ἐπὶ φθορᾷ καρπῶν."],["227","„τί “γάρ φησι \" τοῖς ἀψύχοις μὲν τὴν δὲ φύσιν ἡμέροις καὶ ἡμέρους καρποὺς ἀπογεννῶσι μνησικακεῖς; μὴ γάρ, ὦ οὗτος, ἀνθρώπου πολεμίου δυσμένειαν ἐπιδείκνυται δένδρον, ὡς ἀνθ’ ὧν διατίθησιν ἢ διατιθέναι παρεσκεύασται ῥίζαις αὐταῖς ἀνασπᾶσθαι;"],["228","τοὐναντίον δὲ ὠφελεῖ παρέχον τοῖς νενικηκόσιν ἀφθονίαν τῶν ἀναγκαίων καὶ τῶν πρὸς ἁβροδίαιτον βίον· οὐ γὰρ ἄνθρωποι μόνον δασμοὺς φέρουσι τοῖς κυρίοις, ἀλλὰ καὶ φυτὰ τοὺς ὠφελιμωτέρους κατὰ τὰς ἐτησίους ὥρας, ὧν ἄνευ ζῆν οὐκ ἔστιν. “"],["229","ἀγόνων δὲ καὶ ἐστειρωμένων καὶ τῶν ὅσα τῆς ἀγρίας ὕλης ἔστω μηδεμία φειδὼ τοῖς ἐθέλουσι τέμνειν εἰς χαρακώματα καὶ σταυροὺς καὶ σκόλοπας τάφροις καί, ὁπότε δέοι, κλιμάκων καὶ πύργων ξυλίνων κατασκευάς· εἰς γὰρ ταῦτα καὶ τὰ τούτοις ὅμοια γένοιτ’ ἂν αὐτῶν χρεία προσήκουσα."],["230","Τὰ μὲν οὖν εἰς δικαιοσύνην ἀναφερόμενα εἴρηται. δικαιοσύνην δ’ αὐτὴν τίς ἂν ἀξίως ποιητὴς ἢ λογογράφος ὑμνῆσαι δύναιτο παντὸς ἐπαίνου καὶ παντὸς ἐγκωμίου κρείττονα καθεστῶσαν; ἓν γοῦν τὸ πρεσβύτατον ἀγαθὸν αὐτῆς, ἡ εὐγένεια, κἂν τἄλλα τις παραλιπὼν ἡσυχάζῃ, γένοιτ’ ἂν αὐταρκέστατος ἔπαινος."],["231","ἔστι γὰρ ἰσότης, ὡς οἱ τὰ φύσεως ἀκριβοῦντες ἡμῖν παρέδοσαν, μήτηρ δικαιοσύνης. ἰσότης δὲ φῶς ἄσκιον, ἥλιος, εἰ δεῖ τἀληθὲς εἰπεῖν, νοητός, ἐπειδὴ καὶ τοὐναντίον ἀνισότης, ἐν ᾗ τό τε ὑπερέχον καὶ τὸ ὑπερεχόμενον, σκότους ἀρχή τε καὶ πηγή."],["232","πάντα ἰσότης τά τε κατ’ οὐρανὸν καὶ τὰ ἐπὶ γῆς εὖ διετάξατο νόμοις καὶ θεσμοῖς ἀκινήτοις. τίς γὰρ ἀγνοεῖ τοῦθ’, ὅτι ἡλίῳ μεμέτρηνται πρὸς νύκτας ἡμέραι καὶ πρὸς ἡμέρας νύκτες ἰσότητι διαστημάτων ἀναλογούντων;"],["233","τὰς μὲν καθ’ ἕκαστον ἐνιαυτὸν ἀπὸ τοῦ συμβεβηκότος προσαγορευομένας ἰσημερίας, ἐαρινήν τε καὶ μετοπωρινήν, οὕτως ἡ φύσις ἐτράνωσεν, ὡς καὶ τοὺς ἀμουσοτάτους αἰσθάνεσθαι τῆς ἐν τοῖς μεγέθεσιν ἡμερῶν πρὸς νύκτας ἰσότητος."],["234","τί δέ, σελήνης περίοδοι διαυλοδρομούσης ἀπὸ συνόδου μέχρι πλησιφαοῦς καὶ ἀπὸ τελείας ἐπὶ σύνοδον ἆρ’ οὐ διαστημάτων ἰσότητι μεμέτρηνται; καθ’ ὅσα γὰρ καὶ ἡλίκα αἱ συναυξήσεις, κατὰ τοσαῦτα καὶ τηλικαῦτα αἱ μειώσεις ἐπ’ ἀμφοτέραις ἰδέαις τοῦ ποσοῦ, τῇ τε κατὰ πλῆθος καὶ τῇ κατὰ μέγεθος."],["235","ὥς γε μὴν ἐν τῷ καθαρωτάτῳ τῆς οὐσίας, οὐρανῷ, διαφερόντως ἰσότης τετίμηται, οὕτως καὶ ἐν τῷ γείτονι ἀέρι· τετραχῇ γὰρ τοῦ ἐνιαυτοῦ διαιρεθέντος εἰς τὰς καλουμένας ἐτησίους ὥρας, τρέπεσθαι καὶ μεταβάλλειν ὁ ἀὴρ πέφυκεν ἐν ταῖς τροπαῖς καὶ μεταβολαῖς ἄλεκτον ἐπιδεικνύμενος ἐν ἀταξίᾳ τάξιν· ἰσαρίθμοις γὰρ μησὶ διακρινόμενος εἴς τε χειμῶνα καὶ ἔαρ θέρος τε καὶ μετόπωρον, τρισὶν εἰς ἑκάστην ὥραν, ἐκπληροῖ τὸν ἐνιαυτόν, ὅς, καθάπερ αὐτὸ μηνύει τοὔνομα, αὐτὸς ἐν ἑαυτῷ πάντα περιέχει συμπεραιούμενος, ἑτέρως οὐκ ἂν τοῦτ’ ἐργάσασθαι δυνηθείς, εἰ μὴ ταῖς ἐτησίοις ὥραις αὑτὸν ἐπέχρησεν."],["236","ἰσότης δ’ ἀπὸ τῶν οὐρανίων καὶ μεταρσίων καὶ πρὸς τἀπίγεια τέταται, τὴν μὲν ἀκραιφνῆ φύσιν ἑαυτῆς αἰθέρος οὖσαν ἀγχίσπορον ἄνω μετέωρον διαίρουσα, τὴν δ’ ὥσπερ αὐγὴν ἡλίου τρόπον ἐπὶ γῆν ἀποστέλλουσα, δεύτερον φέγγος."],["237","ὅσα γὰρ πλημμελεῖ μὲν τῶν παρ’ ἡμῖν, ἀνισότης, ὅσα δὲ τάξιν ἔχει τὴν προσήκουσαν, ἰσότης ἀπειργάσατο, ἥτις ἐν μὲν τῇ τοῦ παντὸς οὐσίᾳ, κυριώτατα φάναι, κόσμος ἐστίν, ἐν δὲ ἄστεσιν ἡ εὐνομωτάτη καὶ πολιτειῶν ἀρίστη δημοκρατία, ἔν τε αὖ σώμασιν ὑγεία καὶ ἐν ψυχαῖς καλοκἀγαθία· καὶ γὰρ τὸ ἄνισον ἔμπαλιν νόσων καὶ κακιῶν αἴτιον."],["238","ἐπιλείψει καὶ τὸν μακροβιώτατον ὁ χρόνος, εἰ πάντας ἐθελήσειε τοὺς ἐπαίνους ἰσότητος καὶ δικαιοσύνης ἣν ἐγέννησε διεξιέναι· παρό μοι δοκεῖ βέλτιον εἶναι τοῖς λεχθεῖσιν ἀρκεσθέντα, τοῦ διακινῆσαι χάριν τὴν τῶν φιλεπιστημόνων μνήμην, τὰ λοιπὰ ἐν ταῖς ἐκείνων ἀνάγραπτα ψυχαῖς καταλιπεῖν, ἱερωτάτῳ χωρίῳ θεῖα ἀγάλματα."]]] \ No newline at end of file diff --git a/lines/on-the-creation-of-the-world.json b/lines/on-the-creation-of-the-world.json new file mode 100644 index 0000000000000000000000000000000000000000..d964a7ac2b5c7bf4e24c9c8bdce6df8f1a24e449 --- /dev/null +++ b/lines/on-the-creation-of-the-world.json @@ -0,0 +1 @@ +[[["1","Τῶν ἄλλων νομοθετῶν οἱ μὲν ἀκαλλώπιστα καὶ γυμνὰ τὰ νομισθέντα παρ’ αὐτοῖς εἶναι δίκαια διετάξαντο, οἱ δὲ πολὺν ὄγκον τοῖς νοήμασι προσπεριβαλόντες ἐξετύφωσαν τὰ πλήθη μυθικοῖς πλάσμασι τὴν ἀλήθειαν ἐπικρύψαντες."],["2","Μωυσῆς δ’ ἑκάτερον ὑπερβάς, τὸ μὲν ὡς ἄσκεπτον καὶ ἀταλαίπωρον καὶ ἀφιλόσοφον, τὸ δ’ ὡς κατεψευσμένον καὶ μεστὸν γοητείας, παγκάλην καὶ σεμνοτάτην ἀρχὴν ἐποιήσατο τῶν νόμων, μήτ’ εὐθὺς ἃ χρὴ πράττειν ἢ τοὐναντίον ὑπειπὼν μήτ’, ἐπειδὴ προτυπῶσαι τὰς διανοίας τῶν χρησομένων τοῖς νόμοις ἀναγκαῖον ἦν, μύθους πλασάμενος ἢ συναινέσας τοῖς ὑφ’ ἑτέρων συντεθεῖσιν."],["3","ἡ δ’ ἀρχή, καθάπερ ἔφην, ἐστὶ θαυμασιωτάτη κοσμοποιίαν περιέχουσα, ὡς καὶ τοῦ κόσμου τῷ νόμῳ καὶ τοῦ νόμου τῷ κόσμῳ συνᾴδοντος καὶ τοῦ νομίμου ἀνδρὸς εὐθὺς ὄντος κοσμοπολίτου πρὸς τὸ βούλημα τῆς φύσεως τὰς πράξεις ἀπευθύνοντος, καθ’ ἣν καὶ ὁ σύμπας κόσμος διοικεῖται."],["4","τὸ μὲν οὖν κάλλος τῶν νοημάτων τῆς κοσμοποιίας οὐδεὶς οὔτε ποιητὴς οὔτε λογογράφος ἀξίως ἂν ὑμνῆσαι δύναιτο· καὶ γὰρ λόγον καὶ ἀκοὴν ὑπερβάλλει μείζω καὶ σεμνότερα ὄντα ἢ ὡς θνητοῦ τινος ὀργάνοις ἐναρμοσθῆναι."],["5","οὐ μὴν διὰ τοῦθ’ ἡσυχαστέον, ἀλλ’ ἕνεκα τοῦ θεοφιλοῦς καὶ ὑπὲρ δύναμιν ἐπιτολμητέον λέγειν, οἴκοθεν μὲν οὐδέν, ὀλίγα δ’ ἀντὶ πολλῶν, ἐφ’ ἃ τὴν ἀνθρωπίνην διάνοιαν φθάνειν εἰκὸς ἔρωτι καὶ πόθῳ σοφίας κατεσχημένην."],["6","ὡς γὰρ τῶν κολοσσιαίων μεγεθῶν τὰς ἐμφάσεις καὶ ἡ βραχυτάτη σφραγὶς τυπωθεῖσα δέχεται, οὕτως τάχα που καὶ τὰ τῆς ἀναγραφείσης ἐν τοῖς νόμοις κοσμοποιίας ὑπερβάλλοντα κάλλη καὶ ταῖς μαρμαρυγαῖς τὰς τῶν ἐντυγχανόντων ψυχὰς ἐπισκιάζοντα βραχυτέροις παραδηλωθήσεται χαρακτῆρσιν, ἐπειδὰν ἐκεῖνο μηνυθῇ πρότερον, ὅπερ οὐκ ἄξιον ἀποσιωπῆσαι."],["7","Τινὲς γὰρ τὸν κόσμον μᾶλλον ἢ τὸν κοσμοποιὸν θαυμάσαντες τὸν μὲν ἀγένητόν τε καὶ ἀίδιον ἀπεφήναντο, τοῦ δὲ θεοῦ πολλὴν ἀπραξίαν ἀνάγνως κατεψεύσαντο, δέον ἔμπαλιν τοῦ μὲν τὰς δυνάμεις ὡς ποιητοῦ καὶ πατρὸς καταπλαγῆναι, τὸν δὲ μὴ πλέον ἀποσεμνῦναι τοῦ μετρίου."],["8","Μωυσῆς δὲ καὶ φιλοσοφίας ἐπ’ αὐτὴν φθάσας ἀκρότητα καὶ χρησμοῖς τὰ πολλὰ καὶ συνεκτικώτατα τῶν τῆς φύσεως ἀναδιδαχθεὶς ἔγνω δή, ὅτι ἀναγκαιότατόν ἐστιν ἐν τοῖς οὖσι τὸ μὲν εἶναι δραστήριον αἴτιον, τὸ δὲ παθητόν, καὶ ὅτι τὸ μὲν δραστήριον ὁ τῶν ὅλων νοῦς ἐστιν εἱλικρινέστατος καὶ ἀκραιφνέστατος, κρείττων ἢ ἀρετὴ καὶ κρείττων ἢ ἐπιστήμη καὶ κρείττων ἢ αὐτὸ τὸ ἀγαθὸν καὶ αὐτὸ τὸ καλόν,"],["9","τὸ δὲ παθητὸν ἄψυχον καὶ ἀκίνητον ἐξ ἑαυτοῦ, κινηθὲν δὲ καὶ σχηματισθὲν καὶ ψυχωθὲν ὑπὸ τοῦ νοῦ μετέβαλεν εἰς τὸ τελειότατον ἔργον, τόνδε τὸν κόσμον· ὃν οἱ φάσκοντες ὡς ἔστιν ἀγένητος λελήθασι τὸ ὠφελιμώτατον καὶ ἀναγκαιότατον τῶν εἰς εὐσέβειαν ὑποτεμνόμενοι τὴν πρόνοιαν."],["10","τοῦ μὲν γὰρ γεγονότος ἐπιμελεῖσθαι τὸν πατέρα καὶ ποιητὴν αἱρεῖ λόγος· καὶ γὰρ πατὴρ ἐκγόνων καὶ δημιουργὸς τῶν δημιουργηθέντων στοχάζεται τῆς διαμονῆς καὶ ὅσα μὲν ἐπιζήμια καὶ βλαβερὰ μηχανῇ πάσῃ διωθεῖται, τὰ δὲ ὅσα ὠφέλιμα καὶ λυσιτελῆ κατὰ πάντα τρόπον ἐκπορίζειν ἐπιποθεῖ·"],["11","πρὸς δὲ τὸ μὴ γεγονὸς οἰκείωσις οὐδεμία τῷ μὴ πεποιηκότι. ἀπεριμάχητον δὲ δόγμα καὶ ἀνωφελὲς ἀναρχίαν ὡς ἐν πόλει κατασκευάζον τῷδε τῷ κόσμῳ τὸν ἔφορον ἢ βραβευτὴν ἢ δικαστὴν οὐκ ἔχοντι, ὑφ’ οὗ πάντ’ οἰκονομεῖσθαι καὶ πρυτανεύεσθαι θέμις."],["12","ἀλλ’ ὅ γε μέγας Μωυσῆς ἀλλοτριώτατον τοῦ ὁρατοῦ νομίσας εἶναι τὸ ἀγένητον— πᾶν γὰρ τὸ αἰσθητὸν ἐν γενέσει καὶ μεταβολαῖς οὐδέποτε κατὰ ταὐτὰ ὄν— τῷ μὲν ἀοράτῳ καὶ νοητῷ προσένειμεν ὡς ἀδελφὸν καὶ συγγενὲς ἀιδιότητα, τῷ δ’ αἰσθητῷ γένεσιν οἰκεῖον ὄνομα ἐπεφήμισεν. ἐπεὶ οὖν ὁρατός τε καὶ αἰσθητὸς ὅδε ὁ κόσμος, ἀναγκαίως ἂν εἴη καὶ γενητός· ὅθεν οὐκ ἀπὸ σκοποῦ καὶ τὴν γένεσιν ἀνέγραψεν αὐτοῦ μάλα σεμνῶς θεολογήσας."],["13","Ἓξ δὲ ἡμέραις δημιουργηθῆναί φησι τὸν κόσμον, οὐκ ἐπειδὴ προσεδεῖτο χρόνων μήκους ὁ ποιῶν— ἅμα γὰρ πάντα δρᾶν εἰκὸς θεόν, οὐ προστάττοντα μόνον ἀλλὰ καὶ διανοούμενον—, ἀλλ’ ἐπειδὴ τοῖς γινομένοις ἔδει τάξεως. τάξει δὲ ἀριθμὸς οἰκεῖον, ἀριθμῶν δὲ φύσεως νόμοις γεννητικώτατος ὁ ἕξ· τῶν τε γὰρ ἀπὸ μονάδος πρῶτος τέλειός ἐστιν ἰσούμενος τοῖς ἑαυτοῦ μέρεσι καὶ συμπληρούμενος ἐξ αὐτῶν, ἡμίσους μὲν τριάδος, τρίτου δὲ δυάδος, ἕκτου δὲ μονάδος, καὶ ὡς ἔπος εἰπεῖν ἄρρην τε καὶ θῆλυς εἶναι πέφυκε κἀκ τῆς ἑκατέρου δυνάμεως ἥρμοσται· ἄρρεν μὲν γὰρ ἐν τοῖς οὖσι τὸ περιττόν, τὸ δ’ ἄρτιον θῆλυ· περιττῶν μὲν οὖν ἀριθμῶν ἀρχὴ τριάς, δυὰς δ’ ἀρτίων, ἡ δ’ ἀμφοῖν δύναμις ἑξάς."],["14","ἔδει γὰρ τὸν κόσμον τελειότατον μὲν ὄντα τῶν γεγονότων κατ’ ἀριθμὸν τέλειον παγῆναι τὸν ἕξ, ἐν ἑαυτῷ δ’ ἔχειν μέλλοντα τὰς ἐκ συνδυασμοῦ γενέσεις πρὸς μικτὸν ἀριθμὸν τὸν πρῶτον ἀρτιοπέριττον τυπωθῆναι, περιέξοντα καὶ τὴν τοῦ σπείροντος ἄρρενος καὶ τὴν τοῦ ὑποδεχομένου τὰς γονὰς θήλεος ἰδέαν."],["15","ἑκάστῃ δὲ τῶν ἡμερῶν ἀπένειμεν ἔνια τῶν τοῦ παντὸς τμημάτων τὴν πρώτην ὑπεξελόμενος, ἣν αὐτὸς οὐδὲ πρώτην, ἵνα μὴ ταῖς ἄλλαις συγκαταριθμῆται, καλεῖ, μίαν δ’ ὀνομάσας ὀνόματι εὐθυβόλῳ προσαγορεύει, τὴν μονάδος φύσιν καὶ πρόσρησιν ἐνιδών τε καὶ ἐπιφημίσας αὐτῇ. λεκτέον δὲ ὅσα οἷόν τέ ἐστι τῶν ἐμπεριεχομένων, ἐπειδὴ πάντα ἀμήχανον· περιέχει γὰρ τὸν νοητὸν κόσμον ἐξαίρετον, ὡς ὁ περὶ αὐτῆς λόγος μηνύει."],["16","προλαβὼν γὰρ ὁ θεὸς ἅτε θεὸς ὅτι μίμημα καλὸν οὐκ ἄν ποτε γένοιτο δίχα καλοῦ παραδείγματος οὐδέ τι τῶν αἰσθητῶν ἀνυπαίτιον, ὃ μὴ πρὸς ἀρχέτυπον καὶ νοητὴν ἰδέαν ἀπεικονίσθη, βουληθεὶς τὸν ὁρατὸν κόσμον τουτονὶ δημιουργῆσαι προεξετύπου τὸν νοητόν, ἵνα χρώμενος ἀσωμάτῳ καὶ θεοειδεστάτῳ παραδείγματι τὸν σωματικὸν ἀπεργάσηται, πρεσβυτέρου νεώτερον ἀπεικόνισμα, τοσαῦτα περιέξοντα αἰσθητὰ γένη ὅσαπερ ἐν ἐκείνῳ νοητά."],["17","Τὸν δ’ ἐκ τῶν ἰδεῶν συνεστῶτα κόσμον ἐν τόπῳ τινὶ λέγειν ἢ ὑπονοεῖν οὐ θεμιτόν· ᾗ δὲ συνέστηκεν, εἰσόμεθα παρακολουθήσαντες εἰκόνι τινὶ τῶν παρ’ ἡμῖν. ἐπειδὰν πόλις κτίζηται κατὰ πολλὴν φιλοτιμίαν βασιλέως ἤ τινος ἡγεμόνος αὐτοκρατοῦς ἐξουσίας μεταποιουμένου καὶ ἅμα τὸ φρόνημα λαμπροῦ τὴν εὐτυχίαν συνεπικοσμοῦντος, παρελθὼν ἔστιν ὅτε τις τῶν ἀπὸ παιδείας ἀνὴρ ἀρχιτεκτονικὸς καὶ τὴν εὐκρασίαν καὶ εὐκαιρίαν τοῦ τόπου θεασάμενος διαγράφει πρῶτον ἐν ἑαυτῷ τὰ τῆς μελλούσης ἀποτελεῖσθαι πόλεως μέρη σχεδὸν ἅπαντα, ἱερὰ γυμνάσια πρυτανεῖα ἀγορὰς λιμένας νεωσοίκους στενωπούς, τειχῶν κατασκευάς, ἱδρύσεις οἰκιῶν καὶ δημοσίων ἄλλων οἰκοδομημάτων·"],["18","εἶθ’ ὥσπερ ἐν κηρῷ τῇ ἑαυτοῦ ψυχῇ τοὺς ἑκάστων δεξάμενος τύπους ἀγαλματοφορεῖ νοητὴν πόλιν, ἧς ἀνακινήσας τὰ εἴδωλα μνήμῃ τῇ συμφύτῳ καὶ τοὺς χαρακτῆρας ἔτι μᾶλλον ἐνσφραγισάμενος, οἷα δημιουργὸς ἀγαθός, ἀποβλέπων εἰς τὸ παράδειγμα τὴν ἐκ λίθων καὶ ξύλων ἄρχεται κατασκευάζειν, ἑκάστῃ τῶν ἀσωμάτων ἰδεῶν τὰς σωματικὰς ἐξομοιῶν οὐσίας."],["19","τὰ παραπλήσια δὴ καὶ περὶ θεοῦ δοξαστέον, ὡς ἄρα τὴν μεγαλόπολιν κτίζειν διανοηθεὶς ἐνενόησε πρότερον τοὺς τύπους αὐτῆς, ἐξ ὧν κόσμον νοητὸν συστησάμενος ἀπετέλει καὶ τὸν αἰσθητὸν παραδείγματι χρώμενος ἐκείνῳ."],["20","καθάπερ οὖν ἡ ἐν τῷ ἀρχιτεκτονικῷ προδιατυπωθεῖσα πόλις χώραν ἐκτὸς οὐκ εἶχεν, ἀλλ’ ἐνεσφράγιστο τῇ τοῦ τεχνίτου ψυχῇ, τὸν αὐτὸν τρόπον οὐδ’ ὁ ἐκ τῶν ἰδεῶν κόσμος ἄλλον ἂν ἔχοι τόπον ἢ τὸν θεῖον λόγον τὸν ταῦτα διακοσμήσαντα· ἐπεὶ τίς ἂν εἴη τῶν δυνάμεων αὐτοῦ τόπος ἕτερος, ὃς γένοιτ’ ἂν ἱκανὸς οὐ λέγω πάσας ἀλλὰ μίαν ἄκρατον ἡντινοῦν δέξασθαί τε καὶ χωρῆσαι;"],["21","δύναμις δὲ καὶ ἡ κοσμοποιητικὴ πηγὴν ἔχουσα τὸ πρὸς ἀλήθειαν ἀγαθόν. εἰ γάρ τις ἐθελήσειε τὴν αἰτίαν ἧς ἕνεκα τόδε τὸ πᾶν ἐδημιουργεῖτο διερευνᾶσθαι, δοκεῖ μοι μὴ διαμαρτεῖν σκοποῦ φάμενος, ὅπερ καὶ τῶν ἀρχαίων εἶπέ τις, ἀγαθὸν εἶναι τὸν πατέρα καὶ ποιητήν· οὗ χάριν τῆς ἀρίστης αὑτοῦ φύσεως οὐκ ἐφθόνησεν οὐσίᾳ μηδὲν ἐξ αὑτῆς ἐχούσῃ καλόν, δυναμένῃ δὲ πάντα γίνεσθαι."],["22","ἦν μὲν γὰρ ἐξ αὑτῆς ἄτακτος ἄποιος ἄψυχος ἀνόμοιος, ἑτεροιότητος ἀναρμοστίας ἀσυμφωνίας μεστή· τροπὴν δὲ καὶ μεταβολὴν ἐδέχετο τὴν εἰς τἀναντία καὶ τὰ βέλτιστα, τάξιν ποιότητα ἐμψυχίαν ὁμοιότητα ταυτότητα, τὸ εὐάρμοστον, τὸ σύμφωνον, πᾶν ὅσον τῆς κρείττονος ἰδέας."],["23","οὐδενὶ δὲ παρακλήτῳ— τίς γὰρ ἦν ἕτερος;— μόνῳ δὲ αὑτῷ χρησάμενος ὁ θεὸς ἔγνω δεῖν εὐεργετεῖν ἀταμιεύτοις καὶ πλουσίαις χάρισι τὴν ἄνευ δωρεᾶς θείας φύσιν οὐδενὸς ἀγαθοῦ δυναμένην ἐπιλαχεῖν ἐξ ἑαυτῆς. ἀλλ’ οὐ πρὸς τὸ μέγεθος εὐεργετεῖ τῶν ἑαυτοῦ χαρίτων— ἀπερίγραφοι γὰρ αὗταί γε καὶ ἀτελεύτητοι—, πρὸς δὲ τὰς τῶν εὐεργετουμένων δυνάμεις· οὐ γὰρ ὡς πέφυκεν ὁ θεὸς εὖ ποιεῖν, οὕτως καὶ τὸ γινόμενον εὖ πάσχειν, ἐπεὶ τοῦ μὲν αἱ δυνάμεις ὑπερβάλλουσι, τὸ δ’ ἀσθενέστερον ὂν ἢ ὥστε δέξασθαι τὸ μέγεθος αὐτῶν ἀπεῖπεν ἄν, εἰ μὴ διεμετρήσατο σταθμησάμενος εὐαρμόστως ἑκάστῳ τὸ ἐπιβάλλον."],["24","εἰ δέ τις ἐθελήσειε γυμνοτέροις χρήσασθαι τοῖς ὀνόμασιν, οὐδὲν ἂν ἕτερον εἴποι τὸν νοητὸν κόσμον εἶναι ἢ θεοῦ λόγον ἤδη κοσμοποιοῦντος· οὐδὲ γὰρ ἡ νοητὴ πόλις ἕτερόν τί ἐστιν ἢ ὁ τοῦ ἀρχιτέκτονος λογισμὸς ἤδη [νοητὴν] ν [[νοητὴν] ητὴν]. πόλιν κτίζειν διανοουμένου."],["25","τὸ δὲ δόγμα τοῦτο Μωυσέως ἐστίν, οὐκ ἐμόν· τὴν γοῦν ἀνθρώπου γένεσιν ἀναγράφων ἐν τοῖς ἔπειτα διαρρήδην ὁμολογεῖ, ὡς ἄρα κατ’ εἰκόνα θεοῦ διετυπώθη (Gen. 1, 27). εἰ δὲ τὸ μέρος εἰκὼν εἰκόνος [δῆλον ὅτι] καὶ τὸ ὅλον εἶδος, σύμπας οὗτος ὁ αἰσθητὸς κόσμος, εἰ μείζων τῆς ἀνθρωπίνης ἐστίν, μίμημα θείας εἰκόνος, δῆλον ὅτι καὶ ἡ ἀρχέτυπος σφραγίς, ὅν φαμεν νοητὸν εἶναι κόσμον, αὐτὸς ἂν εἴη [τὸ παράδειγμα, ἀρχέτυπος ἰδέα τῶν ἰδεῶν] ὁ θεοῦ λόγος."],["26","Φησὶ δ’ ὡς „ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν \", τὴν ἀρχὴν παραλαμβάνων| οὐχ ὡς οἴονταί τινες τὴν κατὰ χρόνον· χρόνος γὰρ οὐκ ἦν πρὸ κόσμου, ἀλλ’ ἢ σὺν αὐτῷ γέγονεν ἢ μετ’ αὐτόν· ἐπεὶ γὰρ διάστημα τῆς τοῦ κόσμου κινήσεώς ἐστιν ὁ χρόνος, προτέρα δὲ τοῦ κινουμένου κίνησις οὐκ ἂν γένοιτο, ἀλλ’ ἀναγκαῖον αὐτὴν ἢ ὕστερον ἢ ἅμα συνίστασθαι, ἀναγκαῖον ἄρα καὶ τὸν χρόνον ἢ ἰσήλικα κόσμου γεγονέναι ἢ νεώτερον ἐκείνου· πρεσβύτερον δ’ ἀποφαίνεσθαι τολμᾶν ἀφιλόσοφον."],["27","εἰ δ’ ἀρχὴ μὴ παραλαμβάνεται τανῦν ἡ κατὰ χρόνον, εἰκὸς ἂν εἴη μηνύεσθαι τὴν κατ’ ἀριθμόν, ὡς τὸ „ἐν ἀρχῇ ἐποίησεν \" ἴσον εἶναι τῷ πρῶτον ἐποίησε τὸν οὐρανόν· καὶ γὰρ εὔλογον τῷ ὄντι πρῶτον αὐτὸν εἰς γένεσιν ἐλθεῖν, ἄριστόν τε ὄντα τῶν γεγονότων κἀκ τοῦ καθαρωτάτου τῆς οὐσίας παγέντα, διότι θεῶν ἐμφανῶν τε καὶ αἰσθητῶν ἔμελλεν οἶκος ἔσεσθαι ἱερώτατος."],["28","καὶ γὰρ εἰ πάνθ’ ἅμα ὁ ποιῶν ἐποίει, τάξιν οὐδὲν ἧττον εἶχε τὰ καλῶς γινόμενα· καλὸν γὰρ οὐδὲν ἐν ἀταξίᾳ. τάξις δ’ ἀκολουθία καὶ εἱρμός ἐστι προηγουμένων τινῶν καὶ ἑπομένων, εἰ καὶ μὴ τοῖς ἀποτελέσμασιν, ἀλλά τοι ταῖς τῶν τεκταινομένων ἐπινοίαις· οὕτως γὰρ ἔμελλον ἠκριβῶσθαί τε καὶ ἀπλανεῖς εἶναι καὶ ἀσύγχυτοι."],["29","πρῶτον οὖν ὁ ποιῶν ἐποίησεν οὐρανὸν ἀσώματον καὶ γῆν ἀόρατον καὶ ἀέρος ἰδέαν καὶ κενοῦ· ὧν τὸ μὲν ἐπεφήμισε σκότος, ἐπειδὴ μέλας ὁ ἀὴρ τῇ φύσει, τὴν δ’ ἄβυσσον, πολύβυθον γὰρ τό γε κενὸν καὶ ἀχανές· εἶθ’ ὕδατος ἀσώματον οὐσίαν καὶ πνεύματος καὶ ἐπὶ πᾶσιν ἑβδόμου φωτός, ὃ πάλιν ἀσώματον ἦν καὶ νοητὸν ἡλίου παράδειγμα καὶ πάντων ὅσα φωσφόρα ἄστρα κατὰ τὸν οὐρανὸν ἔμελλε συνίστασθαι."],["30","Προνομίας δὲ τό τε πνεῦμα καὶ τὸ φῶς ἠξιοῦτο· τὸ μὲν γὰρ ὠνόμασε θεοῦ, διότι ζωτικώτατον τὸ πνεῦμα, ζωῆς δὲ θεὸς αἴτιος, τὸ δὲ φῶς φησιν ὅτι ὑπερβαλλόντως καλόν (Gen. 1, 4)· τοσούτῳ γὰρ τὸ νοητὸν τοῦ ὁρατοῦ λαμπρότερόν τε καὶ αὐγοειδέστερον ὅσῳπερ ἥλιος, οἶμαι, σκότους καὶ ἡμέρα νυκτὸς καὶ [τὰ κριτήρια] νοῦς, ὁ τῆς ὅλης ψυχῆς ἡγεμών, ὀφθαλμῶν σώματος."],["31","τὸ δὲ ἀόρατον καὶ νοητὸν φῶς ἐκεῖνο θείου λόγου γέγονεν εἰκὼν τοῦ διερμηνεύσαντος τὴν γένεσιν αὐτοῦ· καὶ ἔστιν ὑπερουράνιος ἀστήρ, πηγὴ τῶν αἰσθητῶν ἀστέρων, ἣν οὐκ ἂν ἀπὸ σκοποῦ καλέσειεν ἄν τις παναύγειαν, ἀφ’ ἧς ἥλιος καὶ σελήνη καὶ οἱ ἄλλοι πλάνητές τε καὶ ἀπλανεῖς ἀρύτονται, καθ’ ὅσον ἑκάστῳ δύναμις, τὰ πρέποντα φέγγη, τῆς ἀμιγοῦς καὶ καθαρᾶς αὐγῆς ἐκείνης ἀμαυρουμένης, ὅταν ἄρξηται τρέπεσθαι κατὰ τὴν ἐκ νοητοῦ πρὸς αἰσθητὸν μεταβολήν·"],["32","εἱλικρινὲς γὰρ οὐδὲν τῶν ἐν αἰσθήσει. εὖ μέντοι καὶ τὸ φάναι ὅτι \" σκότος ἦν ἐπάνω τῆς ἀβύσσου “(Gen. 1, 2). τρόπον γάρ τινα ὁ ἀὴρ ὑπὲρ τὸ κενόν ἐστιν, ἐπειδὴ πᾶσαν τὴν ἀχανῆ καὶ ἐρήμην καὶ κενὴν χώραν ἐπιβὰς ἐκπεπλήρωκεν, ὅση πρὸς ἡμᾶς ἀπὸ τῶν κατὰ σελήνην καθήκει."],["33","μετὰ δὲ τὴν τοῦ νοητοῦ φωτὸς ἀνάλαμψιν, ὃ πρὸ ἡλίου γέγονεν, ὑπεχώρει τὸ ἀντίπαλον σκότος, διατειχίζοντος ἀπ’ ἀλλήλων αὐτὰ καὶ διιστάντος θεοῦ τοῦ τὰς ἐναντιότητας εὖ εἰδότος καὶ τὴν ἐκ φύσεως αὐτῶν διαμάχην. ἵν’ οὖν μὴ αἰεὶ συμφερόμεναι στασιάζωσι καὶ πόλεμος ἀντ’ εἰρήνης ἐπικρατῇ τὴν ἀκοσμίαν ἐν κόσμῳ τιθείς, οὐ μόνον ἐχώρισε φῶς καὶ σκότος, ἀλλὰ καὶ ὅρους ἐν μέσοις ἔθετο διαστήμασιν, οἷς ἀνεῖρξε τῶν ἄκρων ἑκάτερον· ἔμελλε γὰρ γειτνιῶντα σύγχυσιν ἀπεργάζεσθαι τῷ περὶ δυναστείας ἀγῶνι κατὰ πολλὴν καὶ ἄπαυστον φιλονεικίαν ἐπαποδυόμενα, εἰ μὴ μέσοι παγέντες ὅροι διέζευξαν καὶ διέλυσαν τὴν ἀντεπίθεσιν."],["34","οὗτοι δ’ εἰσὶν ἑσπέρα τε καὶ πρωΐα, ὧν ἡ μὲν προευαγγελίζεται μέλλοντα ἥλιον ἀνίσχειν ἠρέμα τὸ σκότος ἀνείργουσα, ἡ δ’ ἑσπέρα καταδύντι ἐπιγίνεται ἡλίῳ τὴν ἀθρόαν τοῦ σκότους φορὰν πρᾴως ἐκδεχομένη. καὶ ταῦτα μέντοι, πρωΐαν λέγω καὶ ἑσπέραν, ἐν τῇ τάξει τῶν ἀσωμάτων καὶ νοητῶν θετέον· ὅλως γὰρ οὐδὲν αἰσθητὸν ἐν τούτοις, ἀλλὰ πάντα ἰδέαι καὶ μέτρα καὶ τύποι καὶ σφραγῖδες, εἰς γένεσιν ἄλλων ἀσώματα σωμάτων."],["35","ἐπεὶ δὲ φῶς μὲν ἐγένετο, σκότος δ’ ὑπεξέστη καὶ ἀνεχώρησεν, ὅροι δ’ ἐν τοῖς μεταξὺ διαστήμασιν ἐπάγησαν ἑσπέρα καὶ πρωΐα, κατὰ τἀναγκαῖον τοῦ χρόνου μέτρον ἀπετελεῖτο εὐθύς, ὃ καὶ ἡμέραν ὁ ποιῶν ἐκάλεσε, καὶ ἡμέραν οὐχὶ πρώτην, ἀλλὰ μίαν, ἣ λέλεκται διὰ τὴν τοῦ νοητοῦ κόσμου μόνωσιν μοναδικὴν ἔχοντος φύσιν."],["36","Ὁ μὲν οὖν ἀσώματος κόσμος ἤδη πέρας εἶχεν ἱδρυθεὶς ἐν τῷ θείῳ λόγῳ, ὁ δ’ αἰσθητὸς πρὸς παράδειγμα τούτου ἐτελειογονεῖτο. καὶ πρῶτον αὐτοῦ τῶν μερῶν, ὃ δὴ καὶ πάντων ἄριστον, ἐποίει τὸν οὐρανὸν ὁ δημιουργός, ὃν ἐτύμως στερέωμα προσηγόρευσεν ἅτε σωματικὸν ὄντα· τὸ γὰρ σῶμα φύσει στερεόν, ὅτιπερ καὶ τριχῆ διαστατόν· στερεοῦ δὲ καὶ σώματος ἔννοια τίς ἑτέρα πλὴν τὸ πάντῃ διεστηκός; εἰκότως οὖν ἀντιθεὶς τῷ νοητῷ καὶ ἀσωμάτῳ τὸν αἰσθητὸν καὶ σωματοειδῆ τοῦτον στερέωμα ἐκάλεσεν."],["37","εἶτ’ εὐθέως οὐρανὸν προσεῖπεν αὐτὸν εὐθυβόλως καὶ πάνυ κυρίως, ἤτοι διότι πάντων ὅρος ἢ διότι πρῶτος τῶν ὁρατῶν ἐγένετο. ὀνομάζει δὲ καὶ ἡμέραν μετὰ τὴν γένεσιν αὐτοῦ δευτέραν, ὅλον ἡμέρας διάστημα καὶ μέτρον ἀνατιθεὶς οὐρανῷ διὰ τὴν ἐν αἰσθητοῖς ἀξίωσίν τε καὶ τιμήν."],["38","Μετὰ δὲ ταῦτ’ ἐπειδὴ τὸ σύμπαν ὕδωρ εἰς ἅπασαν τὴν γῆν ἀνεκέχυτο καὶ διὰ πάντων αὐτῆς ἐπεφοιτήκει τῶν μερῶν, οἷα σπογγιᾶς ἀναπεπωκυίας ἰκμάδα, ὡς εἶναι τέλματα καὶ βαθὺν πηλόν, ἀμφοτέρων τῶν στοιχείων ἀναδεδευμένων καὶ συγκεχυμένων τρόπον φυράματος εἰς μίαν ἀδιάκριτον καὶ ἄμορφον φύσιν, προστάττει ὁ θεὸς τὸ μὲν ὕδωρ ὅσον ἁλμυρὸν καὶ ἀγονίας αἴτιον ἔμελλεν ἔσεσθαι σπαρτοῖς καὶ δένδρεσιν ἐπισυναχθῆναι συρρυὲν ἐκ τῶν τῆς ἁπάσης γῆς ἀραιωμάτων, τὴν δὲ ξηρὰν ἀναφανῆναι, τῆς τοῦ γλυκέος νοτίδος ἐναπολειφθείσης εἰς διαμονὴν— κόλλα γάρ τίς ἐστιν ἡ μεμετρημένη γλυκεῖα νοτὶς τῶν διεστηκότων— καὶ ὑπὲρ τοῦ μὴ παντάπασιν ἀφαυανθεῖσαν αὐτὴν ἄγονον καὶ στεῖραν γενέσθαι καὶ ὅπως οἷα μήτηρ μὴ μόνον θάτερον εἶδος τροφῆς βρῶσιν ἀλλ’ ἑκάτερον ὡς ἂν ἐκγόνοις βρῶσίν τε καὶ πόσιν παρέχῃ· διὸ φλέβας μαστοῖς ἐοικυίας ἐπλημμύρει, αἳ στομωθεῖσαι ποταμοὺς καὶ πηγὰς ἔμελλον ἀναχεῖν."],["39","οὐδὲν δὲ ἧττον καὶ τὰς ἀφανεῖς ἐνίκμους διαφύσεις εἰς ἅπασαν τὴν ἀρετῶσαν καὶ βαθύγειον ἀπέτεινε πρὸς εὐφορίαν ἀφθονωτάτην καρπῶν. ταῦτα διαταξάμενος ὀνόματ’ αὐτοῖς ἐτίθετο, τὴν μὲν ξηρὰν καλῶν γῆν,"],["40","τὸ δ’ ἀποκριθὲν ὕδωρ θάλασσαν. εἶτα διακοσμεῖν ἄρχεται τὴν γῆν· κελεύει γὰρ αὐτὴν χλοηφορεῖν καὶ σταχυηφορεῖν παντοίας βοτάνας ἀνιεῖσαν καὶ πεδία εὔχορτα καὶ πάνθ’ ὅσα χιλὸς μὲν κτήνεσιν, ἀνθρώποις δ’ ἔμελλεν ἔσεσθαι τροφή. προσέτι μέντοι καὶ τὰς δένδρων ἰδέας ἁπάσας ἀνέφυεν, οὐδὲν οὔτε τῶν τῆς ἀγρίας οὔτε τῶν τῆς ἡμέρου λεγομένης ὕλης παρείς. ἐβεβρίθει δὲ πάντα καρποῖς εὐθὺς ἅμα τῇ πρώτῃ γενέσει κατὰ τὸν ἐναντίον τρόπον ἢ τὸν νυνὶ καθεστῶτα."],["41","νυνὶ μὲν γὰρ ἐν μέρει γίγνεται τὰ γιγνόμενα χρόνοις διαφέρουσιν, ἀλλ’ οὐκ ἀθρόα καιρῷ ἑνί· τίς γὰρ οὐκ οἶδεν ὅτι πρῶτον μέν ἐστι σπορὰ καὶ φυτεία, δεύτερον δὲ τῶν σπαρέντων καὶ φυτευθέντων αὔξησις, ἡ μὲν εἰς τὸ κάτω ῥίζας ἀποτείνουσα οἱονεὶ θεμελίους, ἡ δ’ εἰς τὸ ἄνω πρὸς ὕψος αἰρομένων καὶ στελεχουμένων; ἔπειτα βλαστοὶ καὶ πετάλων ἐκφύσεις, εἶτ’ ἐπὶ πᾶσι καρποῦ φορά· καὶ πάλιν καρπὸς οὐ τέλειος, ἀλλ’ ἔχων παντοίας μεταβολὰς κατά τε τὴν ἐν μεγέθει ποσότητα καὶ τὰς ἐν πολυμόρφοις ἰδέαις ποιότητας· ἀποτίκτεται μὲν γὰρ ὁ καρπὸς ἐοικὼς ἀμερέσι ψήγμασιν ὑπὸ βραχύτητος μόλις ὁρατοῖς, ἅπερ οὐκ ἀπὸ σκοποῦ φαίη τις ἂν εἶναι πρῶτα αἰσθητά· μετὰ δὲ ταῦτ’ ἐκ τοῦ κατ’ ὀλίγον ἔκ τε τῆς ἐποχετευομένης τροφῆς, ἣ ἄρδει τὸ δένδρον, κἀκ τῆς εὐκρασίας τῶν πνευμάτων, ἃ ψυχραῖς ἅμα καὶ μαλακωτέραις αὔραις ζωπυρεῖται καὶ τιθηνεῖται, συναύξεται πρὸς ὄγκον ἐπιδιδοὺς τελειότατον· σὺν δὲ τῷ μεγέθει καὶ τὰς ποιότητας ἀλλάττει, καθάπερ ὑπὸ γραφικῆς ἐπιστήμης χρώμασι διαφόροις ποικιλλόμενος."],["42","ἐν δὲ τῇ πρώτῃ γενέσει τῶν ὅλων, καθάπερ ἔφην, ὁ θεὸς ἅπασαν τὴν τῶν φυτῶν ὕλην ἐκ γῆς ἀνεδίδου τελείαν καρποὺς ἔχουσαν οὐκ ἀτελεῖς ἀλλ’ ἀκμάζοντας, εἰς ἑτοιμοτάτην καὶ ἀνυπέρθετον χρῆσιν καὶ ἀπόλαυσιν ζῴων τῶν αὐτίκα γενησομένων."],["43","ὁ μὲν δὴ προστάττει τῇ γῇ ταῦτα γεννῆσαι· ἡ δ’ ὥσπερ ἐκ πολλοῦ κυοφοροῦσα καὶ ὠδίνουσα τίκτει πάσας μὲν τὰς σπαρτῶν, πάσας δὲ τὰς δένδρων, ἔτι δὲ καρπῶν ἀμυθήτους ἰδέας. ἀλλ’ οὐ μόνον ἦσαν οἱ καρποὶ τροφαὶ ζῴοις, ἀλλὰ καὶ παρασκευαὶ πρὸς τὴν τῶν ὁμοίων ἀεὶ γένεσιν, τὰς σπερματικὰς οὐσίας περιέχοντες, ἐν αἷς ἄδηλοι καὶ ἀφανεῖς οἱ λόγοι τῶν ὅλων εἰσί, δῆλοι καὶ φανεροὶ γινόμενοι καιρῶν περιόδοις."],["44","ἐβουλήθη γὰρ ὁ θεὸς δολιχεύειν τὴν φύσιν ἀπαθανατίζων τὰ γένη καὶ μεταδιδοὺς αὐτοῖς ἀιδιότητος· οὗ χάριν καὶ ἀρχὴν πρὸς τέλος ἦγε καὶ ἐπέσπευδε καὶ τέλος ἐπ’ ἀρχὴν ἀνακάμπτειν ἐποίει· ἔκ τε γὰρ φυτῶν ὁ καρπός, ὡς ἂν ἐξ ἀρχῆς τέλος, καὶ ἐκ καρποῦ τὸ σπέρμα περιέχοντος ἐν ἑαυτῷ πάλιν τὸ φυτόν, ὡς ἂν ἐκ τέλους ἀρχή."],["45","Τῇ δὲ τετάρτῃ ἡμέρᾳ μετὰ τὴν γῆν τὸν οὐρανὸν ἐποίκιλλε διακοσμῶν, οὐκ ἐπειδὴ τοῦτον ἐν ὑστέρῳ γῆς ἔταττε, τῇ μὲν ἐλάττονι φύσει προνομίαν διδούς, τὴν δὲ κρείττονα καὶ θειοτέραν δευτερείων ἀξιῶν, ἀλλ’ εἰς ἔνδειξιν ἐναργεστάτην κράτους ἀρχῆς. προλαβὼν γὰρ περὶ τῶν οὔπω γεγονότων ἀνθρώπων, οἷοι τὰς γνώμας ἔσονται, στοχασταὶ τῶν εἰκότων καὶ πιθανῶν, ἐν οἷς πολὺ τὸ εὔλογον, ἀλλ’ οὐχὶ τῆς ἀκραιφνοῦς ἀληθείας, καὶ ὅτι πιστεύσουσι μᾶλλον τοῖς φαινομένοις ἢ θεῷ σοφιστείαν πρὸ σοφίας θαυμάσαντες, κατιδόντες τε αὖθις τὰς ἡλίου καὶ σελήνης περιόδους, δι’ ὧν θέρη χειμῶνες καὶ ἔαρος καὶ μετοπώρου τροπαί, τῶν ἐκ γῆς ἀνὰ πᾶν ἔτος φυομένων καὶ γιγνομένων ἁπάντων αἰτίας ὑπολήψονται τὰς τῶν κατ’ οὐρανὸν ἀστέρων περιπολήσεις, ἵνα μηδενὶ γενητῷ τὰς πρώτας ἀνατιθέναι τινὲς τολμῶσιν ἢ διὰ θράσος ἀναίσχυντον ἢ δι’ ἀμαθίαν ὑπερβάλλουσαν, ἀναδραμέτωσαν, φησί,"],["46","ταῖς διανοίαις ἐπὶ τὴν πρώτην τῶν ὅλων γένεσιν, ὅτε πρὸ ἡλίου καὶ σελήνης παντοῖα μὲν φυτά, παντοίους δὲ καρποὺς ἤνεγκεν ἡ γῆ, καὶ θεασάμενοι ταῖς διανοίαις ἐλπιζέτωσαν ὅτι καὶ αὖθις οἴσει κατὰ πρόσταξιν τοῦ πατρός, ὅταν αὐτῷ δοκῇ μὴ προσδεηθέντι τῶν κατ’ οὐρανὸν ἐκγόνων, οἷς δυνάμεις μὲν ἔδωκεν, οὐ μὴν αὐτοκρατεῖς· οἷα γὰρ ἡνίοχος ἡνιῶν ἢ κυβερνήτης οἰάκων ἐνειλημμένος ἄγει ᾗ ἂν ἐθέλῃ κατὰ νόμον καὶ δίκην ἕκαστα μηδενὸς προσδεόμενος ἄλλου· πάντα γὰρ θεῷ δυνατά."],["47","ἥδ’ ἐστὶν αἰτία δι’ ἣν προτέρα μὲν ἐβλάστησε καὶ ἐχλοηφόρησεν ἡ γῆ. ὁ δ’ οὐρανὸς διεκοσμεῖτο αὖθις ἐν ἀριθμῷ τελείῳ τετράδι, ἣν δεκάδος τῆς παντελείας οὐκ ἂν διαμάρτοι τις ἀφορμὴν εἶναι λέγων καὶ πηγήν· ὃ γὰρ ἐντελεχείᾳ δεκάς, τοῦτο τετράς, ὡς ἔοικε, δυνάμει· εἰ γοῦν οἱ ἀπὸ μονάδος ἄχρι τετράδος ἑξῆς συντεθεῖεν ἀριθμοί, δεκάδα γεννήσουσιν, ἥτις ὅρος τῆς ἀπειρίας τῶν ἀριθμῶν ἐστι, περὶ ὃν ὡς καμπτῆρα εἱλοῦνται καὶ ἀνακάμπτουσι."],["48","περιέχει δ’ ἡ τετρὰς καὶ τοὺς λόγους τῶν κατὰ μουσικὴν συμφωνιῶν, τῆς τε διὰ τεττάρων καὶ διὰ πέντε καὶ διὰ πασῶν καὶ προσέτι δὶς διὰ πασῶν, ἐξ ὧν σύστημα τὸ τελειότατον ἀπογεννᾶται· τῆς μὲν διὰ τεττάρων ὁ λόγος ἐπίτριτος, τῆς δὲ διὰ πέντε ἡμιόλιος, διπλάσιος δὲ τῆς διὰ πασῶν, τετραπλάσιος δὲ τῆς δὶς διὰ πασῶν· οὓς ἅπαντας ἡ τετρὰς ἔχει περιλαβοῦσα, τὸν μὲν ἐπίτριτον ἐν τῷ τέσσαρα πρὸς τρία, τὸν δ’ ἡμιόλιον ἐν τῷ τρία πρὸς δύο, τὸν δὲ διπλάσιον ἐν τῷ δύο πρὸς ἓν ἢ τέσσαρα πρὸς δύο, τὸν δὲ τετραπλάσιον ἐν τῷ τέσσαρα πρὸς"],["49","ἕν. ἔστι δὲ καὶ δύναμις ἄλλη τετράδος λεχθῆναί τε καὶ νοηθῆναι θαυμασιωτάτη. πρώτη γὰρ αὕτη τὴν τοῦ στερεοῦ φύσιν ἔδειξε, τῶν πρὸ αὐτῆς ἀριθμῶν τοῖς ἀσωμάτοις ἀνακειμένων· κατὰ μὲν γὰρ τὸ ἓν τάττεται τὸ λεγόμενον ἐν γεωμετρίᾳ σημεῖον, κατὰ δὲ τὰ δύο γραμμή, διότι ῥύσει μὲν ἑνὸς δυάς, ῥύσει δὲ σημείου συνίσταται γραμμή· γραμμὴ δ’ ἐστὶ μῆκος ἀπλατές· πλάτους δὲ προσγενομένου γίνεται ἐπιφάνεια, ἣ τέτακται κατὰ τριάδα· ἐπιφανείᾳ δὲ πρὸς τὴν τοῦ στερεοῦ φύσιν ἑνὸς δεῖ τοῦ βάθους, ὃ προστεθὲν τριάδι γίνεται τετράς. ὅθεν καὶ μέγα χρῆμα συμβέβηκεν εἶναι τὸν ἀριθμὸν τοῦτον, ὃς ἐκ τῆς ἀσωμάτου καὶ νοητῆς οὐσίας ἤγαγεν εἰς ἔννοιαν ἡμᾶς τριχῆ διαστατοῦ σώματος τοῦ φύσει πρῶτον αἰσθητοῦ."],["50","ὁ δὲ μὴ συνεὶς τὸ λεγόμενον ἔκ τινος παιδιᾶς εἴσεται πάνυ συνήθους. οἱ καρυατίζοντες εἰώθασι τρία ἐν ἐπιπέδῳ κάρυα προτιθέντες ἐπιφέρειν ἕν, σχῆμα πυραμοειδὲς ἀπογεννῶντες· τὸ μὲν οὖν ἐν ἐπιπέδῳ τρίγωνον ἵσταται μέχρι τριάδος, τὸ δ’ ἐπιτεθὲν τετράδα μὲν ἐν ἀριθμοῖς, ἐν δὲ σχήμασι πυραμίδα γεννᾷ, στερεὸν ἤδη σῶμα."],["51","πρὸς δὲ τούτοις οὐδ’ ἐκεῖνο ἀγνοητέον, ὅτι πρῶτος ἀριθμῶν ὁ τέτταρα τετράγωνός ἐστιν ἰσάκις ἴσος, μέτρον δικαιοσύνης καὶ ἰσότητος, καὶ ὅτι μόνος ἐκ τῶν αὐτῶν καὶ συνθέσει καὶ δυνάμει πέφυκε γεννᾶσθαι, συνθέσει μὲν ἐκ δυοῖν καὶ δυοῖν, δυνάμει δὲ πάλιν ἐκ τοῦ δὶς δύο, πάγκαλόν τι συμφωνίας εἶδος ἐπιδεικνύμενος, ὃ μηδενὶ τῶν ἄλλων ἀριθμῶν συμβέβηκεν· αὐτίκα γοῦν ὁ ἓξ συντιθέμενος ἐκ δυοῖν τριάδων οὐκέτι γεννᾶται πολυπλασιασθεισῶν, ἀλλ’ ἕτερος, ὁ ἐννέα."],["52","πολλαῖς δὲ καὶ ἄλλαις κέχρηται δυνάμεσι τετράς, ἃς ἀκριβέστερον καὶ ἐν τῷ περὶ αὐτῆς ἰδίῳ λόγῳ προσυποδεικτέον. ἀπόχρη δὲ κἀκεῖνο προσθεῖναι, ὅτι καὶ τῇ τοῦ παντὸς οὐρανοῦ τε καὶ κόσμου γενέσει γέγονεν ἀρχή· τὰ γὰρ τέτταρα στοιχεῖα, ἐξ ὧν τόδε τὸ πᾶν ἐδημιουργήθη, καθάπερ ἀπὸ πηγῆς ἐρρύη τῆς ἐν ἀριθμοῖς τετράδος· καὶ πρὸς τούτοις αἱ ἐτήσιοι ὧραι τέτταρες αἱ ζῴων καὶ φυτῶν αἴτιαι γενέσεως, τετραχῆ τοῦ ἐνιαυτοῦ διανεμηθέντος εἰς χειμῶνα καὶ ἔαρ καὶ θέρος καὶ μετόπωρον."],["53","Τοσαύτης οὖν ἀξιωθέντος ἐν τῇ φύσει προνομίας τοῦ λεχθέντος ἀριθμοῦ, κατὰ τὸ ἀναγκαῖον ὁ ποιητὴς διεκόσμει τὸν οὐρανὸν τετράδι παγκάλῳ καὶ θεοειδεστάτῳ κόσμῳ τοῖς φωσφόροις ἄστροις· εἰδώς τε ὅτι τῶν ὄντων ἄριστον τὸ φῶς ἐστιν, ὄργανον αὐτὸ τῆς ἀρίστης τῶν αἰσθήσεων ὁράσεως ἀπέφαινεν· ὅπερ γὰρ νοῦς ἐν ψυχῇ, τοῦτ’ ὀφθαλμὸς ἐν σώματι· βλέπει γὰρ ἑκάτερος, ὁ μὲν τὰ νοητά, ὁ δὲ τὰ αἰσθητά· χρεῖος δὲ ὁ μὲν νοῦς ἐπιστήμης εἰς τὸ γνωρίσαι τὰ ἀσώματα, ὀφθαλμὸς δὲ φωτὸς εἰς τὴν τῶν σωμάτων ἀντίληψιν, ὃ πολλῶν μὲν καὶ ἄλλων ἀγαθῶν αἴτιον γέγονεν ἀνθρώποις, διαφερόντως δὲ τοῦ μεγίστου, φιλοσοφίας·"],["54","ὑπὸ γὰρ φωτὸς ἄνω παραπεμφθεῖσα ἡ ὅρασις καὶ κατιδοῦσα φύσιν ἀστέρων καὶ κίνησιν αὐτῶν ἐναρμόνιον, ἀπλανῶν τε καὶ πλανήτων εὖ διατεταγμένας περιφοράς, τῶν μὲν κατὰ ταὐτὰ καὶ ὡσαύτως περιπολούντων, τῶν δ’ ἀνομοίως τε καὶ ὑπεναντίως διτταῖς περιόδοις χρωμένων, χορείας τε πάντων ἐμμελεῖς νόμοις τοῖς μουσικῆς τελείας διακεκοσμημένας, ἄλεκτον ἐμπαρεῖχε τῇ ψυχῇ τέρψιν τε καὶ ἡδονήν· ἡ δ’ ἑστιωμένη θεαμάτων ἐπαλλήλων, ἐξ ἑτέρων γὰρ ἦν ἕτερα, πολλὴν ἀπληστίαν εἶχε τοῦ θεωρεῖν· εἶθ’, οἷα φιλεῖ, προσπεριειργάζετο, τίς ἡ τῶν ὁρατῶν δὴ τούτων οὐσία καὶ εἰ ἀγένητοι πεφύκασιν ἢ γενέσεως ἔλαβον ἀρχὴν καὶ τίς ὁ τρόπος τῆς κινήσεως καὶ τίνες αἱ αἰτίαι δι’ ὧν ἕκαστα οἰκονομεῖται· ἐκ δὲ τῆς τούτων ζητήσεως τὸ φιλοσοφίας συνέστη γένος, οὗ τελειότερον ἀγαθὸν οὐκ ἦλθεν εἰς τὸν ἀνθρώπινον βίον."],["55","πρὸς δὴ τὴν τοῦ νοητοῦ φωτὸς ἰδέαν ἐκείνην ἀπιδών, ἣ λέλεκται κατὰ τὸν ἀσώματον κόσμον, ἐδημιούργει τοὺς αἰσθητοὺς ἀστέρας, ἀγάλματα θεῖα καὶ περικαλλέστατα, οὓς ὥσπερ ἐν ἱερῷ καθαρωτάτῳ τῆς σωματικῆς οὐσίας ἵδρυε τῷ οὐρανῷ, πολλῶν χάριν· ἑνὸς μὲν τοῦ φωσφορεῖν, ἑτέρου δὲ σημείων, εἶτα καιρῶν τῶν περὶ τὰς ἐτησίους ὥρας, καὶ ἐπὶ πᾶσιν ἡμερῶν μηνῶν ἐνιαυτῶν, ἃ δὴ καὶ μέτρα χρόνου γέγονε καὶ τὴν ἀριθμοῦ φύσιν ἐγέννησεν."],["56","οἵαν δ’ ἕκαστον παρέχεται τῶν εἰρημένων χρείαν τε καὶ ὠφέλειαν, δῆλον μὲν ἐκ τῆς ἐναργείας, πρὸς δ’ ἀκριβεστέραν κατάληψιν οὐκ ἄτοπον ἴσως καὶ λόγῳ τἀληθὲς ἰχνηλατῆσαι. τοῦ δὴ σύμπαντος χρόνου διανεμηθέντος εἰς δύο τμήματα, ἡμέραν τε καὶ νύκτα, τῆς μὲν ἡμέρας τὸ κράτος ὁ πατὴρ ἀνεδίδου τῷ ἡλίῳ, οἷα μεγάλῳ βασιλεῖ, τῆς δὲ νυκτὸς σελήνῃ καὶ τῷ πλήθει τῶν ἄλλων ἀστέρων."],["57","τὸ δὲ μέγεθος τῆς περὶ τὸν ἥλιον δυνάμεως καὶ ἀρχῆς ἐμφανεστάτην πίστιν ἔχει τὴν λεχθεῖσαν ἤδη· εἷς γὰρ ὢν καὶ μόνος ἰδίᾳ καὶ καθ’ αὑτὸν ἥμισυ τμῆμα τοῦ σύμπαντος χρόνου κεκλήρωται τὴν ἡμέραν, οἱ δ’ ἄλλοι πάντες μετὰ σελήνης θάτερον ὃ κέκληται νύξ· καὶ τοῦ μὲν ἀνατείλαντος αἱ φαντασίαι τῶν τοσούτων ἀστέρων οὐκ ἀμαυροῦνται μόνον, ἀλλὰ καὶ ἀφανίζονται τῇ τοῦ φέγγους ἀναχύσει, καταδύντος δὲ τὰς ἰδίας ἄρχονται διαφαίνειν ἀθρόοι ποιότητας."],["58","γεγόνασι δ’ ὅπερ αὐτὸς εἶπεν οὐ μόνον, ἵνα φῶς ἐκπέμπωσιν ἐπὶ γῆν, ἀλλὰ καὶ ὅπως σημεῖα μελλόντων προφαίνωσιν· ἢ γὰρ ἀνατολαῖς αὐτῶν ἢ δύσεσιν ἢ ἐκλείψεσιν ἢ πάλιν ἐπιτολαῖς ἢ ἀποκρύψεσιν ἢ ταῖς ἄλλαις περὶ τὰς κινήσεις διαφοραῖς ἄνθρωποι τὰ ἀποβησόμενα στοχάζονται, καρπῶν φορὰς καὶ ἀφορίας, ζῴων τε γενέσεις καὶ φθοράς, αἰθρίας καὶ νεφώσεις, νηνεμίας καὶ βίας πνευμάτων, ποταμῶν πλημμύρας καὶ κενώσεις, θαλάττης ἠρεμίαν καὶ κλύδωνα, ὡρῶν τῶν ἐτησίων ὑπαλλαγὰς ἢ θέρους χειμαίνοντος ἢ χειμῶνος φλέγοντος ἢ ἔαρος μετοπωρίζοντος ἢ μετοπώρου ἐαρίζοντος·"],["59","ἤδη δὲ καὶ κλόνον καὶ σεισμὸν γῆς ἐκ τῶν κατ’ οὐρανὸν κινήσεων στοχασμῷ προεσήμηνάν τινες καὶ μυρία ἄλλα τῶν ἀηθεστέρων, ὡς ἀψευδέστατα λελέχθαι ὅτι „γεγόνασιν εἰς σημεῖα “οἱ ἀστέρες, προσέτι μέντοι καὶ „εἰς καιρούς “(Gen. 1, 14)· καιροὺς δὲ τὰς ἐτησίους ὥρας ὑπείληφεν εἶναι, καὶ μήποτ’ εἰκότως· ἔννοια γὰρ καιροῦ τίς ἂν εἴη πλὴν χρόνος κατορθώσεως; αἱ δ’ ὧραι πάντα τελεσφοροῦσαι κατορθοῦσι, σπορὰς καὶ φυτείας καρπῶν καὶ ζῴων γενέσεις τε καὶ αὐξήσεις."],["60","γεγόνασι δὲ καὶ πρὸς μέτρα χρόνων· ἡλίου γὰρ καὶ σελήνης καὶ τῶν ἄλλων τεταγμέναις περιόδοις ἡμέραι καὶ μῆνες καὶ ἐνιαυτοὶ συνέστησαν. εὐθύς τε τὸ χρησιμώτατον, ἡ ἀριθμοῦ φύσις, ἐδείχθη, χρόνου παραφήναντος αὐτήν· ἐκ γὰρ μιᾶς ἡμέρας τὸ ἓν καὶ ἐκ δυοῖν τὰ δύο καὶ ἐκ τριῶν τὰ τρία καὶ ἐκ μηνὸς τὰ τριάκοντα καὶ ἐξ ἐνιαυτοῦ τὸ ἰσάριθμον ταῖς ἐκ δώδεκα μηνῶν ἡμέραις πλῆθος καὶ ἐξ ἀπείρου χρόνου ὁ ἄπειρος ἀριθμός."],["61","εἰς τοσαύτας καὶ οὕτως ἀναγκαίας διατείνουσιν ὠφελείας αἱ τῶν κατ’ οὐρανὸν φύσεις τε καὶ κινήσεις ἀστέρων· εἰς πόσα δ’ ἄλλα φαίην ἂν ἔγωγε τῶν ἡμῖν μὲν ἀδηλουμένων— οὐ γὰρ πάντα τῷ θνητῷ γένει γνώριμα—, πρὸς δὲ τὴν τοῦ ὅλου συνεργούντων διαμονήν, ἃ θεσμοῖς καὶ νόμοις, οὓς ὥρισεν ὁ θεὸς ἀκινήτους ἐν τῷ παντί, συμβαίνει πάντῃ τε καὶ πάντως ἐπιτελεῖσθαι."],["62","Γῆς δὲ καὶ οὐρανοῦ διακοσμηθέντων τοῖς προσήκουσι κόσμοις, τῆς μὲν τριάδι, τοῦ δ’ ὡς ἐλέχθη τετράδι, τὰ θνητὰ γένη ζῳοπλαστεῖν ἐνεχείρει, τὴν ἀρχὴν ἀπὸ τῶν ἐνύδρων ποιούμενος ἡμέρᾳ πέμπτῃ, νομίσας οὐδὲν οὕτως ἕτερον ἑτέρῳ συγγενὲς ὡς ζῴοις πεντάδα. διαφέρει γὰρ ἔμψυχα ἀψύχων οὐδενὶ μᾶλλον ἢ αἰσθήσει· πενταχῆ δὲ τμητὸν αἴσθησις, εἰς ὅρασιν, εἰς ἀκοήν, εἰς γεῦσιν, εἰς ὄσφρησιν, εἰς ἁφήν· ἑκάστῃ μέντοι προσένειμεν ὁ ποιῶν καὶ ἐξαιρέτους ὕλας καὶ κριτήριον ἴδιον, ᾧ δικάσει τὰ ὑποπίπτοντα· χρώματα μὲν [ἡ] ὅρασις, φωνὰς δὲ ἀκοή, χυλοὺς δὲ γεῦσις, καὶ ὄσφρησις ἀτμούς, μαλακότητας δὲ καὶ σκληρότητας καὶ ὅσα θερμὰ ἢ ψυχρὰ λειότητάς τε καὶ τραχύτητας ἁφή."],["63","παντοῖα οὖν ἰχθύων γένη καὶ κητῶν κελεύει συνίστασθαι κατὰ τόπους διαφέροντα καὶ τοῖς μεγέθεσι καὶ ταῖς ποιότησιν· ἄλλα γὰρ ἐν ἄλλοις πελάγεσιν, ἔστι δ’ ὅτε καὶ ταὐτά· πλὴν οὐ πανταχοῦ πάντα διεπλάττετο, καὶ μήποτ’ εἰκότως· χαίρει γὰρ τὰ μέν τινα τεναγώδει καὶ οὐ πάνυ βαθείᾳ θαλάττῃ, τὰ δ’ ὑποδρόμοις καὶ λιμέσι μήτ’ ἐπὶ γῆν ἀνέρπειν μήτε πόρρω γῆς ἐπινήχεσθαι δυνάμενα, τὰ δὲ κατὰ μέσον καὶ βαθὺ πέλαγος διαιτώμενα τὰς προκεχυμένας ἄκρας ἢ νήσους ἢ πέτρας ἐκτρέπεται· καὶ τὰ μὲν εὐδίᾳ καὶ γαλήνῃ σφριγᾷ, τὰ δὲ κλύδωνι καὶ κυματώσει· ταῖς γὰρ συνεχέσι πληγαῖς γυμναζόμενα καὶ βίᾳ τὴν φορὰν ἀνωθοῦντα κραταιότερά τέ ἐστι καὶ πιαίνεται μᾶλλον. εὐθὺς δὲ καὶ τὰ γένη τῶν πτηνῶν ἐδημιούργει ὡς ἀδελφὰ τῶν καθ’ ὕδατος— ἑκάτερα γὰρ νηκτά— μηδεμίαν ἰδέαν τῶν ἀεροπόρων ἀτελῆ καταλιπών."],["64","Ἤδη δ’ ὕδατος καὶ ἀέρος τὰ προσήκοντα τῶν ζῴων γένη καθάπερ τινὰ κλῆρον οἰκεῖον ἀπειληφότων, πάλιν ἐκάλει τὴν γῆν εἰς τὴν τοῦ ὑπολειφθέντος μέρους γένεσιν— ὑπολέλειπτο δὲ μετὰ τὰ φυτὰ ζῴων τὰ χερσαῖα— καί φησιν· ἐξαγαγέτω ἡ γῆ κτήνη καὶ θηρία καὶ ἑρπετὰ καθ’ ἕκαστον γένος (Gen. 1, 24). ἡ δὲ τὰ προσταχθέντα αὐτίκα ἀνίησι τῇ τε κατασκευῇ διαφέροντα καὶ ταῖς ῥώμαις καὶ ταῖς ἐνυπαρχούσαις βλαπτικαῖς ἢ ὠφελητικαῖς δυνάμεσιν."],["65","ἐπὶ δὲ πᾶσιν ἐποίει τὸν ἄνθρωπον· ὃν δὲ τρόπον, μικρὸν ὕστερον ἐρῶ πρότερον ἐκεῖνο δηλώσας, ὅτι παγκάλῳ τῷ τῆς ἀκολουθίας εἱρμῷ κέχρηται, καθ’ ἣν ὑφηγήσατο ζῳογονίαν. ψυχῆς γὰρ ἡ μὲν ἀργοτάτη καὶ ἥκιστα τετυπωμένη τῷ γένει τῶν ἰχθύων προσκεκλήρωται, ἡ δ’ ἀκριβεστάτη καὶ κατὰ πάντα ἀρίστη τῷ τῶν ἀνθρώπων, ἡ δ’ ἀμφοῖν μεθόριος τῷ τῶν χερσαίων καὶ ἀεροπόρων· αὕτη γὰρ αἰσθητικωτέρα μέν ἐστι τῆς ἐν ἰχθύσιν, ἀμυδροτέρα δὲ τῆς ἐν ἀνθρώποις."],["66","διὸ τῶν ἐμψύχων πρώτους ἐγέννησεν ἰχθύας πλέον μετέχοντας σωματικῆς ἢ ψυχικῆς οὐσίας, τρόπον τινὰ ζῷα καὶ οὐ ζῷα, κινητὰ ἄψυχα, πρὸς αὐτὸ μόνον τὴν τῶν σωμάτων διαμονὴν παρασπαρέντος αὐτοῖς τοῦ ψυχοειδοῦς, καθάπερ φασὶ τοὺς ἅλας τοῖς κρέασιν, ἵνα μὴ ῥᾳδίως φθείροιντο· μετὰ δὲ τοὺς ἰχθύας τὰ πτηνὰ καὶ χερσαῖα· ἤδη γὰρ ταῦτα αἰσθητικώτερα καὶ διὰ τῆς κατασκευῆς ἐμφαίνοντα τρανοτέρας τὰς τῆς ψυχώσεως ἰδιότητας· ἐπὶ δὲ πᾶσιν, ὡς ἐλέχθη, τὸν ἄνθρωπον, ᾧ νοῦν ἐξαίρετον ἐδωρεῖτο, ψυχῆς τινα ψυχὴν καθάπερ κόρην ἐν ὀφθαλμῷ· καὶ γὰρ ταύτην οἱ τὰς φύσεις τῶν πραγμάτων ἀκριβέστερον ἐρευνῶντες ὀφθαλμοῦ λέγουσιν ὀφθαλμὸν εἶναι."],["67","Τότε μὲν οὖν ἅμα πάντα συνίστατο. συνισταμένων δ’ ὁμοῦ πάντων, ἡ τάξις ἀναγκαίως λόγῳ ὑπεγράφετο διὰ τὴν ἐσομένην αὖθις ἐξ ἀλλήλων γένεσιν. ἐν δὲ τοῖς κατὰ μέρος γινομένοις τάξις ἥδ’ ἐστίν, ἄρχεσθαι μὲν ἀπὸ τοῦ φαυλοτάτου τὴν φύσιν, λήγειν δ’ εἰς τὸ πάντων ἄριστον· τί δὲ τοῦτ’ ἐστί, δηλωτέον. τὸ σπέρμα τῶν ζῴων γενέσεως ἀρχὴν εἶναι συμβέβηκε· τοῦθ’ ὡς ἔστι φαυλότατον ἐοικὸς ἀφρῷ, θεωρεῖται· ἀλλ’ ὅταν εἰς τὴν μήτραν καταβληθὲν στηρίσῃ, κίνησιν εὐθὺς λαβὸν εἰς φύσιν τρέπεται· φύσις δὲ βέλτιον σπέρματος, ἐπεὶ καὶ κίνησις ἠρεμίας ἐν γενητοῖς· ἡ δ’ οἷα τεχνίτης ἢ κυριώτερον εἰπεῖν ἀνεπίληπτος τέχνη ζῳοπλαστεῖ τὴν μὲν ὑγρὰν οὐσίαν εἰς τὰ τοῦ σώματος μέλη καὶ μέρη διανέμουσα, τὴν δὲ πνευματικὴν εἰς τὰς τῆς ψυχῆς δυνάμεις τήν τε θρεπτικὴν καὶ τὴν αἰσθητικήν· τὴν γὰρ τοῦ λογισμοῦ τανῦν ὑπερθετέον διὰ τοὺς φάσκοντας θύραθεν αὐτὸν ἐπεισιέναι θεῖον καὶ ἀίδιον ὄντα."],["68","οὐκοῦν ἤρξατο μὲν ἀπὸ σπέρματος εὐτελοῦς ἡ φύσις, ἔληξε δ’ εἰς τὸ τιμιώτατον, τὴν ζῴου καὶ ἀνθρώπου κατασκευήν. ταὐτὸ δὴ τοῦτο καὶ ἐπὶ τῆς τοῦ παντὸς γενέσεως συμβέβηκεν· ἡνίκα γὰρ ζῷα διαπλάττειν ἔδοξε τῷ δημιουργῷ, τὰ μὲν πρῶτα τῇ τάξει φαυλότερά πως ἦν, ἰχθύες, τὰ δ’ ὕστατα ἄριστα, ἄνθρωποι, τὰ δ’ ἄλλα μέσα τῶν ἄκρων, ἀμείνω μὲν τῶν προτέρων, χείρω δὲ τῶν ἑτέρων, χερσαῖα καὶ πτηνά."],["69","μετὰ δὴ τἆλλα πάντα, καθάπερ ἐλέχθη, τὸν ἄνθρωπόν φησι γεγενῆσθαι κατ’ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν (Gen. 1, 26)· πάνυ καλῶς, ἐμφερέστερον γὰρ οὐδὲν γηγενὲς ἀνθρώπου θεῷ. τὴν δ’ ἐμφέρειαν μηδεὶς εἰκαζέτω σώματος χαρακτῆρι· οὔτε γὰρ ἀνθρωπόμορφος ὁ θεὸς οὔτε θεοειδὲς τὸ ἀνθρώπειον σῶμα. ἡ δὲ εἰκὼν λέλεκται κατὰ τὸν τῆς ψυχῆς ἡγεμόνα νοῦν· πρὸς γὰρ ἕνα τὸν τῶν ὅλων ἐκεῖνον ὡς ἂν ἀρχέτυπον ὁ ἐν ἑκάστῳ τῶν κατὰ μέρος ἀπεικονίσθη, τρόπον τινὰ θεὸς ὢν τοῦ φέροντος καὶ ἀγαλματοφοροῦντος αὐτόν· ὃν γὰρ ἔχει λόγον ὁ μέγας ἡγεμὼν ἐν ἅπαντι τῷ κόσμῳ, τοῦτον ὡς ἔοικε καὶ ὁ ἀνθρώπινος νοῦς ἐν ἀνθρώπῳ· ἀόρατός τε γάρ ἐστιν αὐτὸς τὰ πάντα ὁρῶν καὶ ἄδηλον ἔχει τὴν οὐσίαν τὰς τῶν ἄλλων καταλαμβάνων· καὶ τέχναις καὶ ἐπιστήμαις πολυσχιδεῖς ἀνατέμνων ὁδοὺς λεωφόρους ἁπάσας διὰ γῆς ἔρχεται καὶ θαλάττης τὰ ἐν ἑκατέρᾳ φύσει διερευνώμενος·"],["70","καὶ πάλιν πτηνὸς ἀρθεὶς καὶ τὸν ἀέρα καὶ τὰ τούτου παθήματα κατασκεψάμενος ἀνωτέρω φέρεται πρὸς αἰθέρα καὶ τὰς οὐρανοῦ περιόδους, πλανήτων τε καὶ ἀπλανῶν χορείαις συμπεριποληθεὶς κατὰ τοὺς μουσικῆς τελείας νόμους, ἑπόμενος ἔρωτι σοφίας ποδηγετοῦντι, πᾶσαν τὴν αἰσθητὴν οὐσίαν ὑπερκύψας, ἐνταῦθα ἐφίεται τῆς νοητῆς·"],["71","καὶ ὧν εἶδεν ἐνταῦθα αἰσθητῶν ἐν ἐκείνῃ τὰ παραδείγματα καὶ τὰς ἰδέας θεασάμενος, ὑπερβάλλοντα κάλλη, μέθῃ νηφαλίῳ κατασχεθεὶς ὥσπερ οἱ κορυβαντιῶντες ἐνθουσιᾷ, ἑτέρου γεμισθεὶς ἱμέρου καὶ πόθου βελτίονος, ὑφ’ οὗ πρὸς τὴν ἄκραν ἁψῖδα παραπεμφθεὶς τῶν νοητῶν ἐπ’ αὐτὸν ἰέναι δοκεῖ τὸν μέγαν βασιλέα· γλιχομένου δ’ ἰδεῖν, ἀθρόου φωτὸς ἄκρατοι καὶ ἀμιγεῖς αὐγαὶ χειμάρρου τρόπον ἐκχέονται, ὡς ταῖς μαρμαρυγαῖς τὸ τῆς διανοίας ὄμμα σκοτοδινιᾶν. ἐπεὶ δ’ οὐ σύμπασα εἰκὼν ἐμφερὴς ἀρχετύπῳ παραδείγματι, πολλαὶ δ’ εἰσὶν ἀνόμοιοι, προσεπεσημήνατο εἰπὼν τῷ κατ’ εἰκόνα τὸ καθ’ ὁμοίωσιν εἰς ἔμφασιν ἀκριβοῦς ἐκμαγείου τρανὸν τύπον ἔχοντος."],["72","Ἀπορήσειε δ’ ἄν τις οὐκ ἀπὸ σκοποῦ, τί δήποτε τὴν ἀνθρώπου μόνου γένεσιν οὐχ ἑνὶ δημιουργῷ καθάπερ τἆλλα ἀνέθηκεν, ἀλλ’ ὡσανεὶ πλείοσιν· εἰσάγει γὰρ τὸν πατέρα τῶν ὅλων ταυτὶ λέγοντα· „ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν “. μὴ γὰρ χρεῖός ἐστιν, εἴποιμ’ ἄν, οὑτινοσοῦν, ᾧ πάντα ὑπήκοα; ἢ τὸν μὲν οὐρανὸν ἡνίκα ἐποίει καὶ τὴν γῆν καὶ τὴν θάλατταν, οὐδενὸς ἐδεήθη τοῦ συνεργήσοντος, ἄνθρωπον δὲ βραχὺ ζῷον οὕτως καὶ ἐπίκηρον οὐχ οἷός τε ἦν δίχα συμπράξεως ἑτέρων αὐτὸς ἀφ’ ἑαυτοῦ κατασκευάσασθαι; τὴν μὲν οὖν ἀληθεστάτην αἰτίαν θεὸν ἀνάγκη μόνον εἰδέναι, τὴν δ’ εἰκότι στοχασμῷ πιθανὴν καὶ εὔλογον εἶναι δοκοῦσαν οὐκ ἀποκρυπτέον. ἔστι δὲ ἥδε."],["73","τῶν ὄντων τὰ μὲν οὔτ’ ἀρετῆς οὔτε κακίας μετέχει, ὥσπερ φυτὰ καὶ ζῷα ἄλογα, τὰ μὲν ὅτι ἄψυχά τέ ἐστι καὶ ἀφαντάστῳ φύσει διοικεῖται, τὰ δ’ ὅτι νοῦν καὶ λόγον ἐκτέτμηται· κακίας δὲ καὶ ἀρετῆς ὡς ἂν οἶκος νοῦς καὶ λόγος, ᾧ πεφύκασιν ἐνδιαιτᾶσθαι· τὰ δ’ αὖ μόνης κεκοινώνηκεν ἀρετῆς ἀμέτοχα πάσης ὄντα κακίας, ὥσπερ οἱ ἀστέρες· οὗτοι γὰρ ζῷά τε εἶναι λέγονται καὶ ζῷα νοερά, μᾶλλον δὲ νοῦς αὐτὸς ἕκαστος, ὅλος δι’ ὅλων σπουδαῖος καὶ παντὸς ἀνεπίδεκτος κακοῦ· τὰ δὲ τῆς μικτῆς ἐστι φύσεως, ὥσπερ ἄνθρωπος, ὃς ἐπιδέχεται τἀναντία, φρόνησιν καὶ ἀφροσύνην, σωφροσύνην καὶ ἀκολασίαν, ἀνδρείαν καὶ δειλίαν, δικαιοσύνην καὶ ἀδικίαν, καὶ συνελόντι φράσαι ἀγαθὰ καὶ κακά, καλὰ καὶ αἰσχρά, ἀρετὴν καὶ κακίαν."],["74","τῷ δὴ πάντων πατρὶ θεῷ τὰ μὲν σπουδαῖα δι’ αὑτοῦ μόνου ποιεῖν οἰκειότατον ἦν ἕνεκα τῆς πρὸς αὐτὸν συγγενείας, τὰ δὲ ἀδιάφορα οὐκ ἀλλότριον, ἐπειδὴ καὶ ταῦτα τῆς ἐχθρᾶς αὐτῷ κακίας ἀμοιρεῖ, τὰ δὲ μικτὰ τῇ μὲν οἰκεῖον τῇ δ’ ἀνοίκειον, οἰκεῖον μὲν ἕνεκα τῆς ἀνακεκραμένης βελτίονος ἰδέας, ἀνοίκειον δὲ ἕνεκα τῆς ἐναντίας καὶ χείρονος."],["75","διὰ τοῦτ’ ἐπὶ μόνης τῆς ἀνθρώπου γενέσεώς φησιν ὅτι εἶπεν ὁ θεὸς „ποιήσωμεν “, ὅπερ ἐμφαίνει συμπαράληψιν ἑτέρων ὡς ἂν συνεργῶν, ἵνα ταῖς μὲν ἀνεπιλήπτοις βουλαῖς τε καὶ πράξεσιν ἀνθρώπου κατορθοῦντος ἐπιγράφηται θεὸς ὁ πάντων ἡγεμών, ταῖς δ’ ἐναντίαις ἕτεροι τῶν ὑπηκόων· ἔδει γὰρ ἀναίτιον εἶναι κακοῦ τὸν πατέρα τοῖς ἐκγόνοις· κακὸν δ’ ἡ κακία καὶ αἱ κατὰ κακίαν ἐνέργειαι."],["76","πάνυ δὲ καλῶς τὸ γένος ἄνθρωπον εἰπὼν διέκρινε τὰ εἴδη φήσας ἄρρεν τε καὶ θῆλυ δεδημιουργῆσθαι, μήπω τῶν ἐν μέρει μορφὴν λαβόντων, ἐπειδὴ τὰ προσεχέστατα τῶν εἰδῶν ἐνυπάρχει τῷ γένει καὶ ὥσπερ ἐν κατόπτρῳ διαφαίνεται τοῖς ὀξὺ καθορᾶν δυναμένοις."],["77","Ἐπιζητήσειε δ’ ἄν τις τὴν αἰτίαν, δι’ ἣν ὕστατόν ἐστιν ἄνθρωπος τῆς τοῦ κόσμου γενέσεως· ἐφ’ ἅπασι γὰρ τοῖς ἄλλοις αὐτὸν ὁ ποιητὴς καὶ πατήρ, ὥσπερ αἱ ἱεραὶ γραφαὶ μηνύουσιν, εἰργάσατο. λέγουσιν οὖν οἱ τοῖς νόμοις ἐπὶ πλέον ἐμβαθύναντες καὶ τὰ κατ’ αὐτοὺς ὡς ἔνι μάλιστα μετὰ πάσης ἐξετάσεως ἀκριβοῦντες, ὅτι τῆς αὑτοῦ συγγενείας μεταδοὺς ὁ θεὸς ἀνθρώπῳ τῆς λογικῆς, ἥτις ἀρίστη δωρεῶν ἦν, οὐδὲ τῶν ἄλλων ἐφθόνησεν, ἀλλ’ ὡς οἰκειοτάτῳ καὶ φιλτάτῳ ζῴῳ τὰ ἐν κόσμῳ πάντα προητοιμάσατο βουληθεὶς γενόμενον αὐτὸν μηδενὸς ἀπορῆσαι τῶν πρός τε τὸ ζῆν καὶ τὸ εὖ ζῆν· ὧν τὸ μὲν παρασκευάζουσιν αἱ χορηγίαι καὶ ἀφθονίαι τῶν πρὸς ἀπόλαυσιν, τὸ δὲ ἡ θεωρία τῶν κατ’ οὐρανόν, ἀφ’ ἧς πληχθεὶς ὁ νοῦς ἔρωτα καὶ πόθον ἔσχε τῆς τούτων ἐπιστήμης· ὅθεν τὸ φιλοσοφίας ἀνεβλάστησε γένος, ὑφ’ οὗ καίτοι θνητὸς ὢν ἄνθρωπος ἀπαθανατίζεται."],["78","καθάπερ οὖν οἱ ἑστιάτορες οὐ πρότερον ἐπὶ δεῖπνον καλοῦσιν ἢ τὰ πρὸς εὐωχίαν πάντα εὐτρεπίσαι καὶ οἱ τοὺς γυμνικοὺς ἀγῶνας καὶ σκηνικοὺς τιθέντες, πρὶν συναγαγεῖν τοὺς θεατὰς εἴς τε τὰ θέατρα καὶ τὰ στάδια, εὐτρεπίζουσιν ἀγωνιστῶν καὶ θεαμάτων καὶ ἀκουσμάτων πλῆθος, τὸν αὐτὸν τρόπον καὶ ὁ τῶν ὅλων ἡγεμὼν οἷά τις ἀθλοθέτης καὶ ἑστιάτωρ ἄνθρωπον καλεῖν μέλλων ἐπί τε εὐωχίαν καὶ θεωρίαν τὰ εἰς ἑκάτερον εἶδος προευτρεπίσατο, ἵν’ εἰς τὸν κόσμον εἰσελθὼν εὐθὺς εὕρῃ καὶ συμπόσιον καὶ θέατρον ἱερώτατον, τὸ μὲν ἁπάντων πλῆρες ὅσα γῆ καὶ ποταμοὶ καὶ θάλαττα καὶ ἀὴρ φέρουσιν εἰς χρῆσιν καὶ ἀπόλαυσιν, τὸ δὲ παντοίων θεαμάτων, ἃ καταπληκτικωτάτας μὲν ἔχει τὰς οὐσίας, καταπληκτικωτάτας δὲ τὰς ποιότητας, θαυμασιωτάτας δὲ τὰς κινήσεις καὶ χορείας ἐν τάξεσιν ἡρμοσμέναις καὶ ἀριθμῶν ἀναλογίαις καὶ περιόδων συμφωνίαις· ἐν αἷς ἁπάσαις τὴν ἀρχέτυπον καὶ ἀληθῆ καὶ παραδειγματικὴν μουσικὴν οὐκ ἂν ἁμαρτάνοι τις εἶναι λέγων, ἀφ’ ἧς οἱ μετὰ ταῦτα ἄνθρωποι γραψάμενοι ἐν ταῖς ἑαυτῶν ψυχαῖς τὰς εἰκόνας ἀναγκαιοτάτην καὶ ὠφελιμωτάτην τέχνην τῷ βίῳ παρέδοσαν."],["79","ἥδε μὲν αἰτία πρώτη, δι’ ἣν ἄνθρωπος ἐφ’ ἅπασι γεγενῆσθαι δοκεῖ· δευτέραν δ’ οὐκ ἀπὸ σκοποῦ λεκτέον. ἅμα τῇ πρώτῃ γενέσει τὰς εἰς τὸ ζῆν παρασκευὰς ἁπάσας εὗρεν ἄνθρωπος, εἰς διδασκαλίαν τῶν ἔπειτα, μόνον οὐκ ἄντικρυς βοώσης τῆς φύσεως, ὅτι μιμούμενοι τὸν ἀρχηγέτην τοῦ γένους ἀπόνως καὶ ἀταλαιπώρως ἐν ἀφθονωτάτῃ τῶν ἀναγκαίων εὐπορίᾳ διάξουσιν. τουτὶ δὲ συμβήσεται, ἐὰν μήτε αἱ ἄλογοι ἡδοναὶ ψυχῆς δυναστεύσωσι γαστριμαργίαν καὶ λαγνείαν ἐπιτειχίσασαι μήτε αἱ δόξης ἢ χρημάτων ἢ ἀρχῆς ἐπιθυμίαι τὸ τοῦ βίου κράτος ἀνάψωνται μήτε στείλωσι καὶ κάμψωσι διάνοιαν αἱ λῦπαι μήθ’ ὁ κακὸς σύμβουλος φόβος τὰς ἐπὶ τὰ σπουδαῖα τῶν ἔργων ὁρμὰς ἀναχαιτίσῃ μήτ’ ἀφροσύνη καὶ δειλία καὶ ἀδικία καὶ τὸ τῶν ἄλλων κακιῶν ἀμήχανον πλῆθος ἐπιθῆται."],["80","νυνὶ μὲν γὰρ πάντων ὅσα λέλεκται παρευημερησάντων καὶ τῶν ἀνθρώπων ἀνέδην ἐκκεχυμένων εἴς τε τὰ πάθη καὶ τὰς ἀκράτορας καὶ ὑπαιτίους ἃς οὐδ’ εἰπεῖν θέμις ὀρέξεις, ἀπαντᾶται δίκη προσήκουσα τιμωρὸς ἀσεβῶν ἐπιτηδευμάτων· ἔστι δ’ ἡ δίκη τὸ τῶν ἀναγκαίων δυσπόριστον· μόλις γὰρ ἀνατέμνοντες τὴν πεδιάδα καὶ πηγῶν ῥεῖθρα καὶ ποταμῶν ἐποχετεύοντες σπείροντές τε καὶ φυτεύοντες καὶ τὸν γεωπόνων κάματον μεθ’ ἡμέραν καὶ νύκτωρ ἀτρύτως ἐκδεχόμενοι δι’ ἔτους συγκομίζουσι τὰ ἐπιτήδεια καὶ ταῦτ’ ἔστιν ὅτε λυπρὰ καὶ οὐ πάνυ διαρκῆ διὰ πολλὰς βλαβέντα αἰτίας· ἢ γὰρ ὄμβρων ἐπαλλήλων φοραὶ κατέσυραν ἢ χαλάζης βάρος ἐπενεχθείσης ἀθρόως κατέκλασεν ἢ χιὼν περιέψυξεν ἢ βία πνευμάτων ῥίζαις αὐταῖς ἀνέτρεψε·"],["81","πολλὰ γὰρ ὕδωρ καὶ ἀὴρ εἰς ἀγονίαν καρπῶν νεωτερίζουσιν. εἰ δὲ σωφροσύνῃ μὲν ἐξευμαρισθεῖεν αἱ ἄμετροι τῶν παθῶν ὁρμαί, δικαιοσύνῃ δὲ αἱ περὶ τἀδικεῖν σπουδαί τε καὶ φιλοτιμίαι καὶ συνελόντι φράσαι ταῖς ἀρεταῖς καὶ ταῖς κατ’ ἀρετὰς ἐνεργείαις αἱ κακίαι καὶ αἱ κατ’ αὐτὰς ἀνήνυτοι πράξεις, ἀνῃρημένου μὲν τοῦ πολέμου τοῦ κατὰ ψυχήν, ὃς ἀψευδῶς ἐστι πολέμων ἀργαλεώτατος καὶ βαρύτατος, εἰρήνης δ’ ἐπισχούσης καὶ ταῖς ἐν ἡμῖν δυνάμεσιν εὐνομίαν παρασκευαζούσης ἡσυχῇ τε καὶ πρᾴως, ἐλπὶς ἂν ἦν τὸν θεὸν ἅτε φιλάρετον καὶ φιλόκαλον καὶ προσέτι φιλάνθρωπον τἀγαθὰ αὐτόματα παρασχεῖν ἐξ ἑτοίμου τῷ γένει· δῆλον γὰρ ὡς εὐμαρέστερον τοῦ τὰ μὴ ὄντα εἰς τὸ εἶναι παραγαγεῖν τὸ τὴν ἐκ τῶν ὄντων φορὰν ἄνευ τέχνης γεωργικῆς ἐπιδαψιλεύσασθαι."],["82","δευτέρα μὲν αἰτία ἥδε λελέχθω, τρίτη δ’ ἐστὶ τοιάδε. ἀρχὴν καὶ τέλος τῶν γεγονότων ὁ θεὸς ἁρμόσασθαι διανοηθεὶς ὡς ἀναγκαῖα καὶ φίλτατα ἀρχὴν μὲν οὐρανὸν ἐποίει, τέλος δὲ ἄνθρωπον, τὸν μὲν τῶν ἐν αἰσθητοῖς ἀφθάρτων τελειότατον, τὸν δὲ τῶν γηγενῶν καὶ φθαρτῶν ἄριστον, βραχύν, εἰ δεῖ τἀληθὲς εἰπεῖν, οὐρανὸν πολλὰς ἐν αὑτῷ φύσεις ἀστεροειδεῖς ἀγαλματοφοροῦντα τέχναις καὶ ἐπιστήμαις καὶ τοῖς καθ’ ἑκάστην ἀρετὴν ἀοιδίμοις θεωρήμασιν· ἐπειδὴ γὰρ ἐναντία φύσει τό τε φθαρτὸν καὶ τὸ ἄφθαρτον, εἴδους ἑκατέρου τὸ κάλλιστον ἀρχῇ καὶ τέλει προσένειμεν, ἀρχῇ μὲν οὐρανόν, ὡς ἐλέχθη, τέλει δὲ ἄνθρωπον."],["83","ἐπὶ πᾶσι μέντοι κἀκεῖνο λέγεται πρὸς ἀπόδοσιν αἰτίας ἀναγκαίας. ἔδει πάντων γεγονότων ὕστατον φῦναι τὸν ἄνθρωπον, ἵνα τελευταῖος ἐξαπιναίως τοῖς ἄλλοις ζῴοις ἐπιφανεὶς ἐμποιήσῃ κατάπληξιν· ἔμελλε γὰρ ἰδόντα πρῶτον τεθηπέναι καὶ προσκυνεῖν ὡς ἂν ἡγεμόνα φύσει καὶ δεσπότην· διὸ καὶ θεασάμενα πάντα διὰ πάντων ἡμερώθη καὶ ὅσα τὰς φύσεις ἀγριώτατα κατὰ τὴν πρώτην εὐθὺς πρόσοψιν ἐγίνετο χειροηθέστατα, τὰς μὲν ἀτιθάσους λύττας ἐπιδεικνύμενα κατ’ ἀλλήλων, εἰς δὲ μόνον τὸν ἄνθρωπον τιθασευόμενα."],["84","παρ’ ἣν αἰτίαν καὶ γεννήσας αὐτὸν ὁ πατὴρ ἡγεμονικὸν φύσει ζῷον οὐκ ἔργῳ μόνον ἀλλὰ καὶ τῇ διὰ λόγου χειροτονίᾳ καθίστη τῶν ὑπὸ σελήνην ἁπάντων βασιλέα χερσαίων καὶ ἐνύδρων καὶ ἀεροπόρων· ὅσα γὰρ θνητὰ ἐν τοῖς τρισὶ στοιχείοις γῇ ὕδατι ἀέρι πάντα ὑπέταττεν αὐτῷ, τὰ κατ’ οὐρανὸν ὑπεξελόμενος ἅτε θειοτέρας μοίρας ἐπιλαχόντα. πίστις δὲ τῆς ἀρχῆς ἐναργεστάτη τὰ φαινόμενα· θρεμμάτων ἔστιν ὅτε πλήθη μυρία πρὸς ἀνδρὸς ἑνὸς ἄγεται τοῦ τυχόντος οὔθ’ ὁπλοφοροῦντος οὔτε σίδηρον οὔτε τι τῶν ἀμυντηρίων ἐπιφερομένου, διφθέραν δ’ αὐτὸ μόνον ἔχοντος σκεπαστήριον καὶ βακτηρίαν ἕνεκα τοῦ διασημῆναί τε καὶ ἐν ταῖς ὁδοιπορίαις εἰ κάμοι στηρίσασθαι·"],["85","τὰς γοῦν πολυζῴους ἀγέλας προβάτων αἰγῶν βοῶν ἄγει ποιμὴν αἰπόλος βουκόλος, ἄνθρωποι μηδὲ τοῖς σώμασιν ἐρρωμένοι καὶ σφριγῶντες, ὡς ἕνεκα γοῦν εὐεξίας ἐμποιῆσαι τοῖς ἰδοῦσι κατάπληξιν· καὶ αἱ τοσαῦται τῶν τοσούτων ἀλκαί τε καὶ δυνάμεις εὐοπλούντων— ἔχουσι γὰρ τὰς ἐκ φύσεως παρασκευὰς αἷς ἀμύνονται— καθάπερ δοῦλοι δεσπότην κατεπτήχασι καὶ τὰ προσταττόμενα δρῶσι· ταῦροι μὲν καταζεύγνυνται πρὸς ἄροτον γῆς καὶ βαθείας αὔλακας ἀνατέμνοντες δι’ ἡμέρας, ἔστι δ’ ὅτε καὶ νυκτός, μακρὸν δόλιχον ἀποτείνουσι γεωπόνου τινὸς ἐφεστῶτος· κριοὶ δὲ βρίθοντες βαθέσι μαλλοῖς ὑπόποκοι κατὰ τὴν ἔαρος ὥραν ὑπὸ ποιμένος κελευσθέντες ἵστανται μετ’ ἠρεμίας ἢ καὶ ἡσυχῇ κατακλινέντες ἐμπαρέχουσιν ἀποκείρασθαι τὸ ἔριον ἐθιζόμενοι καθάπερ αἱ πόλεις τὸν ἐτήσιον ἀποδιδόναι δασμὸν τῷ φύσει βασιλεῖ·"],["86","καὶ μὴν τό γε θυμικώτατον ζῷον ἵππος ῥᾳδίως [ἄγεται] χαλιναγωγηθείς, ἵνα μὴ σκιρτῶν ἀφηνιάζῃ, καὶ τὰ νῶτα κοιλάνας εὖ μάλα πρὸς τὸ εὔεδρον δέχεται τὸν ἔποχον καὶ μετέωρον ἀναβαστάσας ὀξύτατα θεῖ σπουδάζων, εἰς οὓς ἂν ἐπείγηται γίνεσθαι τόπους ἐκεῖνος, ἀφικνεῖσθαι καὶ διακομίζειν· ὁ δ’ ἐφιδρυμένος ἄνευ καμάτων κατὰ πολλὴν ἡσυχίαν ἑτέρου σώματι καὶ"],["87","ποσὶν ἀνύτει τὸν δρόμον. πολλὰ δ’ ἂν ἔχοι τις λέγειν ἕτερα βουλόμενος ἀπομηκύνειν εἰς ἔνδειξιν τοῦ μηδὲν ἀπελευθεριάζειν ὑπεξῃρημένον τῆς ἀνθρώπου ἡγεμονίας· δείγματος δ’ ἕνεκα καὶ τὰ ῥηθέντα ἀρκεῖ. χρὴ μέντοι μηδ’ ἐκεῖνο ἀγνοεῖν ὅτι οὐ παρ’ ὅσον ὕστατον γέγονεν ἄνθρωπος διὰ τὴν τάξιν ἠλάττωται."],["88","μάρτυρες δ’ ἡνίοχοι καὶ κυβερνῆται· οἱ μὲν γὰρ ὑστερίζοντες τῶν ὑποζυγίων καὶ κατόπιν αὐτῶν ἐξεταζόμενοι ᾗ ἂν ἐθέλωσιν αὐτὰ ἄγουσι τῶν ἡνιῶν ἐνειλημμένοι καὶ τοτὲ μὲν ἐφιέντες πρὸς ὀξὺν δρόμον τοτὲ δ’ ἀναχαιτίζοντες, εἰ φορᾷ τοῦ δέοντος πλείονι θέοι· οἱ δ’ αὖ κυβερνῆται πρὸς τὸ τῆς νεὼς ἔσχατον χωρίον πρύμναν παρελθόντες πάντων ὡς ἔπος εἰπεῖν εἰσιν ἄριστοι τῶν ἐμπλεόντων, ἅτε τῆς νεὼς καὶ τῶν ἐν αὐτῇ τὴν σωτηρίαν ἐν χερσὶ ταῖς αὑτῶν ἔχοντες. ἡνίοχον δή τινα καὶ κυβερνήτην ἐφ’ ἅπασιν ὁ ποιητὴς ἐδημιούργει τὸν ἄνθρωπον, ἵνα ἡνιοχῇ καὶ κυβερνᾷ τὰ περίγεια ζῴων καὶ φυτῶν λαβὼν τὴν ἐπιμέλειαν οἷά τις ὕπαρχος τοῦ πρώτου καὶ μεγάλου βασιλέως."],["89","Ἐπεὶ δ’ ὁ σύμπας κόσμος ἐτελειώθη κατὰ τὴν ἑξάδος ἀριθμοῦ τελείου φύσιν, τὴν ἐπιοῦσαν ἡμέραν ἑβδόμην ἐσέμνυνεν ὁ πατὴρ ἐπαινέσας καὶ ἁγίαν προσειπών· ἑορτὴ γὰρ οὐ μιᾶς πόλεως ἢ χώρας ἐστὶν ἀλλὰ τοῦ παντός, ἣν κυρίως ἄξιον καὶ μόνην πάνδημον ὀνομάζειν καὶ τοῦ κόσμου γενέθλιον."],["90","τὴν δ’ ἑβδομάδος φύσιν οὐκ οἶδ’ εἴ τις ἱκανῶς ἂν ὑμνῆσαι δύναιτο παντὸς οὖσαν λόγου κρείττονα· οὐ μὴν ὅτι θαυμασιωτέρα τῶν περὶ αὐτῆς λεγομένων ἐστί, διὰ τοῦθ’ ἡσυχαστέον, ἀλλ’ ἐπιτολμητέον, εἰ καὶ μὴ πάντα μηδὲ τὰ κυριώτατα οἷόν τε, τὰ γοῦν ταῖς ἡμετέραις διανοίαις ἐφικτὰ δηλῶσαι."],["91","διχῶς ἑβδομὰς λέγεται, ἡ μὲν ἐντὸς δεκάδος, ἥτις ἑπτάκις μονάδι μόνῃ μετρεῖται συνεστῶσα ἐκ μονάδων ἑπτά, ἡ δ’ ἐκτὸς δεκάδος, ἀριθμὸς οὗ πάντως ἀρχὴ μονὰς κατὰ τοὺς διπλασίους ἢ τριπλασίους ἢ συνόλως ἀναλογοῦντας ἀριθμούς, ὡς ἔχει ὁ ἑξηκοντατέσσαρα καὶ ὁ ἑπτακόσια εἰκοσιεννέα, ὁ μὲν κατὰ τὸν ἀπὸ μονάδος διπλάσιον παραυξηθείς, ὁ δ’ αὖ κατὰ τὸν τριπλάσιον."],["92","ἑκάτερον δὲ εἶδος οὐ παρέργως ἐπισκεπτέον. τὸ μὲν δὴ δεύτερον ἐμφανεστάτην ἔχει προνομίαν· αἰεὶ γὰρ ὁ ἀπὸ μονάδος συντιθέμενος ἐν διπλασίοις ἢ τριπλασίοις ἢ συνόλως ἀναλογοῦσιν ἕβδομος ἀριθμὸς κύβος τε καὶ τετράγωνός ἐστιν, ἀμφότερα τὰ εἴδη περιέχων τῆς τε ἀσωμάτου καὶ σωματικῆς οὐσίας, τῆς μὲν ἀσωμάτου κατὰ τὴν ἐπίπεδον ἣν ἀποτελοῦσι τετράγωνοι, τῆς δὲ σωματικῆς κατὰ τὴν στερεὰν ἣν ἀποτελοῦσι κύβοι. σαφεστάτη δ’ οἱ λεχθέντες ἀριθμοὶ πίστις·"],["93","αὐτίκα ὁ ἀπὸ μονάδος ἐν διπλασίονι λόγῳ παραυξηθεὶς ἕβδομος, ὁ τέσσαρα καὶ ἑξήκοντα, τετράγωνος μέν ἐστιν ὀκτάκις ὀκτὼ πολυπλασιασθέντων, κύβος δὲ τεσσάρων ἐπὶ τέσσαρα τετράκις· καὶ πάλιν ὁ ἐν τριπλασίονι λόγῳ παραυξηθεὶς ἀπὸ μονάδος ἕβδομος, ὁ ἑπτακόσια εἰκοσιεννέα, τετράγωνος μὲν πολυπλασιασθέντος ἐφ’ αὑτὸν τοῦ ἑπτὰ καὶ εἴκοσι, κύβος δὲ τοῦ ἐννέα ἐφ’ αὑτὸν ἐννάκις."],["94","καὶ ἀεὶ τὸν ἕβδομον ποιούμενός τις ἀντὶ μονάδος ἀρχὴν καὶ παραύξων κατὰ τὴν αὐτὴν ἀναλογίαν ἄχρις ἑβδομάδος εὑρήσει πάντως τὸν παραυξηθέντα κύβον τε καὶ τετράγωνον· ἀπὸ γοῦν τοῦ ἑξηκοντατέσσαρα ὁ συντεθεὶς ἐν διπλασίονι λόγῳ γεννήσει ἕβδομον τὸν τετρακισχίλια καὶ ἐνενηκονταέξ, τετράγωνον ὁμοῦ καὶ κύβον, τετράγωνον μὲν αὐτὸν πλευρὰν ἔχοντα τὸν ἑξηκοντατέσσαρα, κύβον δὲ τὸν ἑκκαίδεκα."],["95","μεταβατέον δὲ καὶ ἐπὶ θάτερον ἑβδομάδος εἶδος τὸ περιεχόμενον ἐν δεκάδι, θαυμαστὴν ἐπιδεικνύμενον καὶ οὐκ ἐλάττονα τοῦ προτέρου φύσιν. αὐτίκα συνέστηκε τὰ ἑπτὰ ἐξ ἑνὸς καὶ δυοῖν καὶ τεττάρων ἐχόντων δύο λόγους ἁρμονικωτάτους, τόν τε διπλάσιον καὶ τετραπλάσιον, τὸν μὲν τὴν διὰ πασῶν συμφωνίαν, τὸν δὲ τετραπλάσιον τὴν δὶς διὰ πασῶν ἀποτελοῦντα. περιέχει δὲ καὶ διαιρέσεις ἄλλας ζυγάδην τρόπον τινὰ συνεστώσας ἑβδομάς· διαιρεῖται γὰρ πρῶτον μὲν εἰς μονάδα καὶ ἑξάδα, ἔπειτα εἰς δυάδα καὶ πεντάδα, καὶ τελευταῖον εἰς τριάδα καὶ τετράδα."],["96","μουσικωτάτη δὲ καὶ ἡ τούτων ἀναλογία τῶν ἀριθμῶν· τὰ μὲν γὰρ ἓξ πρὸς ἓν ἔχει λόγον ἑξαπλάσιον, ὁ δ’ ἑξαπλάσιος λόγος τὸ μέγιστον ἐν τοῖς οὖσι ποιεῖ διάστημα, ᾧ διέστηκε τὸ ὀξύτατον ἀπὸ τοῦ βαρυτάτου, καθάπερ ἀποδείξομεν, ὅταν ἀπὸ τῶν ἀριθμῶν μετέλθωμεν ἐπὶ τὸν ἐν ἁρμονίαις λόγον· τὰ δὲ πέντε πρὸς δύο πλείστην ἐν ἁρμονίᾳ δύναμιν ἐπιδείκνυται σχεδὸν ἐνάμιλλον τῇ διὰ πασῶν, ὅπερ ἐν τῇ κανονικῇ θεωρίᾳ σαφέστατα παρίσταται· τὰ δὲ τέσσαρα πρὸς τρία τὴν πρώτην ἁρμονίαν ἀποτελεῖ τὴν ἐπίτριτον, ἥτις ἐστὶ διὰ τεσσάρων."],["97","ἐπιδείκνυται δὲ καὶ ἕτερον κάλλος αὑτῆς ἑβδομὰς ἱερώτατον νοηθῆναι. συνεστῶσα γὰρ ἐκ τριάδος καὶ τετράδος τὸ ἐν τοῖς οὖσιν ἀκλινὲς καὶ ὀρθὸν φύσει παρέχεται· ὃν δὲ τρόπον, δηλωτέον. τὸ ὀρθογώνιον τρίγωνον, ὅπερ ἐστὶν ἀρχὴ ποιοτήτων, ἐξ ἀριθμῶν συνέστηκε τοῦ τρία καὶ τέσσαρα καὶ πέντε· τὰ δὲ τρία καὶ τέσσαρα, ἅπερ ἐστὶν ἑβδομάδος οὐσία, τὴν ὀρθὴν γωνίαν ἀποτελεῖ· ἡ μὲν γὰρ ἀμβλεῖα καὶ ὀξεῖα τὸ ἀνώμαλον καὶ ἄτακτον καὶ ἄνισον ἐμφαίνουσιν· ἀμβλυτέρα γὰρ καὶ ὀξυτέρα γίνεται ἑτέρα ἑτέρας· ὀρθὴ δ’ οὐκ ἐπιδέχεται σύγκρισιν οὐδ’ ὀρθοτέρα γίνεται παρ’ ἑτέραν, ἀλλ’ ἐν ὁμοίῳ μένει τὴν ἰδίαν φύσιν οὔποτ’ ἀλλάττουσα. εἰ δὴ τὸ μὲν ὀρθογώνιον τρίγωνον σχημάτων καὶ ποιοτήτων ἐστὶν ἀρχή, τούτου δὲ τὸ ἀναγκαιότατον, τὴν ὀρθὴν γωνίαν, ἡ οὐσία τῆς ἑβδομάδος παρέχεται, τριὰς ὁμοῦ καὶ τετράς, νομίζοιτ’ ἂν εἰκότως ἥδε πηγὴ παντὸς σχήματος καὶ πάσης ποιότητος."],["98","πρὸς δὲ τοῖς εἰρημένοις κἀκεῖνο λέγοιτ’ ἂν δεόντως, ὅτι τὰ μὲν τρία ἐπιπέδου σχήματός ἐστιν ἀριθμός— ἐπειδὴ σημεῖον μὲν κατὰ μονάδα, γραμμὴ δὲ κατὰ δυάδα, ἐπίπεδον δὲ κατὰ τριάδα τέτακται—, τὰ δὲ τέσσαρα στερεοῦ κατὰ τὴν τοῦ ἑνὸς πρόσθεσιν, βάθους ἐπιπέδῳ προστεθέντος· ἐξ οὗ δῆλόν ἐστιν ὅτι ἡ τῆς ἑβδομάδος οὐσία γεωμετρίας καὶ στερεομετρίας ἀρχὴ καὶ συνελόντι φράσαι ἀσωμάτων ὁμοῦ καὶ σωμάτων."],["99","Τοσοῦτο δ’ ἐν ἑβδομάδι πέφυκεν εἶναι τὸ ἱεροπρεπές, ὥστ’ ἐξαίρετον ἔχει λόγον παρὰ τοὺς ἐν δεκάδι πάντας ἀριθμούς· ἐκείνων γὰρ οἱ μὲν γεννῶσιν οὐ γεννώμενοι, οἱ δὲ γεννῶνται μέν, οὐ γεννῶσι δέ, οἱ δὲ ἀμφότερα καὶ γεννῶσι καὶ γεννῶνται· μόνη δ’ ἑβδομὰς ἐν οὐδενὶ μέρει θεωρεῖται. τὴν δ’ ὑπόσχεσιν ἀποδείξει βεβαιωτέον. τὸ μὲν οὖν ἓν γεννᾷ τοὺς ἑξῆς ἅπαντας ἀριθμοὺς ὑπ’ οὐδενὸς γεννώμενον τὸ παράπαν· τὰ δ’ ὀκτὼ γεννᾶται μὲν ὑπὸ τοῦ δὶς τέσσαρα, γεννᾷ δ’ οὐδένα τῶν ἐν δεκάδι· ὁ δ’ αὖ τέσσαρα τὴν ἀμφοῖν καὶ γονέων καὶ ἐκγόνων ἔχει τάξιν· γεννᾷ μὲν γὰρ τὸν ὀκτὼ δὶς γενόμενος, γεννᾶται δὲ ὑπὸ τοῦ δὶς δύο."],["100","μόνος δ’ ὡς ἔφην ὁ ἑπτὰ οὔτε γεννᾶν πέφυκεν οὔτε γεννᾶσθαι. δι’ ἣν αἰτίαν οἱ μὲν ἄλλοι φιλόσοφοι τὸν ἀριθμὸν τοῦτον ἐξομοιοῦσι τῇ ἀμήτορι Νίκῃ καὶ Παρθένῳ, ἣν ἐκ τῆς τοῦ Διὸς κεφαλῆς ἀναφανῆναι λόγος ἔχει, οἱ δὲ Πυθαγόρειοι τῷ ἡγεμόνι τῶν συμπάντων· τὸ γὰρ μήτε γεννῶν μήτε γεννώμενον ἀκίνητον μένει· ἐν κινήσει γὰρ ἡ γένεσις, ἐπεὶ καὶ τὸ γεννῶν καὶ τὸ γεννώμενον οὐκ ἄνευ κινήσεως, τὸ μὲν ἵνα γεννήσῃ, τὸ δὲ ἵνα γεννηθῇ· μόνον δ’ οὔτε κινοῦν οὔτε κινούμενον ὁ πρεσβύτερος ἄρχων καὶ ἡγεμών, οὗ λέγοιτ’ ἂν προσηκόντως εἰκὼν ἑβδομάς. μαρτυρεῖ δέ μου τῷ λόγῳ καὶ Φιλόλαος ἐν τούτοις· „Ἔστι γάρ, φησίν, ἡγεμὼν καὶ ἄρχων ἁπάντων θεὸς εἷς ἀεὶ ὤν, μόνιμος, ἀκίνητος, αὐτὸς αὑτῷ ὅμοιος, ἕτερος τῶν ἄλλων. “"],["101","ἐν μὲν οὖν τοῖς νοητοῖς τὸ ἀκίνητον καὶ ἀπαθὲς ἐπιδείκνυται ἑβδομάς, ἐν δὲ τοῖς αἰσθητοῖς μεγάλην καὶ συνεκτικωτάτην δύναμιν,*** οἷς τὰ ἐπίγεια πάντα πέφυκε βελτιοῦσθαι, σελήνης τε περιόδοις. ὃν δὲ τρόπον, ἐπισκεπτέον. ἀπὸ μονάδος συντεθεὶς ἑξῆς ὁ ἑπτὰ ἀριθμὸς γεννᾷ τὸν ὀκτὼ καὶ εἴκοσι τέλειον καὶ τοῖς αὑτοῦ μέρεσιν ἰσούμενον· ὁ δὲ γεννηθεὶς ἀριθμὸς ἀποκαταστατικός ἐστι σελήνης, ἀφ’ οὗ ἤρξατο σχήματος λαμβάνειν αὔξησιν αἰσθητῶς, εἰς ἐκεῖνο κατὰ μείωσιν ἀνακαμπτούσης· αὔξεται μὲν γὰρ ἀπὸ τῆς πρώτης μηνοειδοῦς ἐπιλάμψεως ἄχρι διχοτόμου ἡμέραις ἑπτά, εἶθ’ ἑτέραις τοσαύταις πλησιφαὴς γίνεται καὶ πάλιν ὑποστρέφει διαυλοδρομοῦσα τὴν αὐτὴν ὁδόν, ἀπὸ μὲν τῆς πλησιφαοῦς ἐπὶ τὴν διχότομον ἑπτὰ πάλιν ἡμέραις, εἶτ’ ἀπὸ ταύτης ἐπὶ τὴν μηνοειδῆ ταῖς ἴσαις· ἐξ ὧν ὁ λεχθεὶς ἀριθμὸς συμπεπλήρωται."],["102","Καλεῖται δ’ ἡ ἑβδομὰς ὑπὸ τῶν κυρίως τοῖς ὀνόμασιν εἰωθότων χρῆσθαι καὶ τελεσφόρος, ἐπειδὴ ταύτῃ τελεσφορεῖται τὰ σύμπαντα. τεκμηριώσαιτο δ’ ἄν τις ἐκ τοῦ πᾶν σῶμα ὀργανικὸν τρισὶ μὲν κεχρῆσθαι διαστάσεσι, μήκει πλάτει καὶ βάθει, τέτταρσι δὲ πέρασι, σημείῳ καὶ γραμμῇ καὶ ἐπιφανείᾳ καὶ στερεῷ, δι’ ὧν συντεθέντων ἀποτελεῖται ἑβδομάς. ἀμήχανον δ’ ἦν τὰ σώματα ἑβδομάδι μετρεῖσθαι κατὰ τὴν ἐκ διαστάσεων τριῶν καὶ περάτων τεττάρων σύνθεσιν, εἰ μὴ συνέβαινε τὰς τῶν πρώτων ἀριθμῶν ἰδέας ἑνὸς καὶ δυοῖν καὶ τριῶν καὶ τεττάρων, οἷς θεμελιοῦται δεκάς, ἑβδομάδος φύσιν περιέχειν· οἱ γὰρ λεχθέντες ἀριθμοὶ τέσσαρας μὲν ἔχουσιν ὅρους, τὸν πρῶτον, τὸν δεύτερον, τὸν τρίτον, τὸν τέταρτον, διαστάσεις δὲ τρεῖς· πρώτη μὲν διάστασις ἡ ἀπὸ τοῦ ἑνὸς ἐπὶ τὰ δύο, δευτέρα δὲ ἡ ἀπὸ τῶν δυοῖν ἐπὶ τὰ τρία, τρίτη δὲ ἡ ἀπὸ τῶν τριῶν ἐπὶ τὰ τέσσαρα."],["103","δίχα δὲ τῶν εἰρημένων ἐναργέστατα παριστᾶσι τὴν τελεσφόρον δύναμιν ἑβδομάδος καὶ αἱ ἐκ βρέφους ἄχρι γήρως ἀνθρώπων ἡλικίαι μετρούμεναι ταύτῃ· κατὰ μὲν οὖν τὴν πρώτην ἑπταετίαν ἔκφυσις ὀδόντων ἐστί· κατὰ δὲ τὴν δευτέραν καιρὸς τοῦ δύνασθαι προΐεσθαι σπέρμα γόνιμον· τρίτῃ δὲ γενείων αὔξησις καὶ τετάρτῃ πρὸς ἰσχὺν ἐπίδοσις· πέμπτῃ δ’ αὖ γάμων ὥρα· ἕκτῃ δὲ συνέσεως ἀκμή· τῇ δὲ ἑβδόμῃ βελτίωσις ἀμφοῖν καὶ συναύξησις νοῦ καὶ λόγου· ὀγδόῃ δὲ ἡ ἐν ἑκατέρῳ τελείωσις· κατὰ δὲ τὴν ἐνάτην ἐπιείκεια καὶ πρᾳότης τῶν παθῶν ἐπὶ πλέον ἡμερωθέντων· κατὰ δὲ τὴν δεκάτην τοῦ βίου τὸ εὐκταῖον τέλος, ἔτι τῶν ὀργανικῶν μελῶν συνεστηκότων· φιλεῖ γὰρ τὸ μακρὸν γῆρας ἕκαστον ὑποσκελίζειν καὶ παραιρεῖσθαι."],["104","τὰς ἡλικίας ταύτας ἀνέγραψε καὶ Σόλων ὁ τῶν Ἀθηναίων νομοθέτης ἐλεγεῖα ποιήσας τάδε· Παῖς μὲν ἄνηβος ἐὼν ἔτι νήπιος ἕρκος ὀδόντων φύσας ἐκβάλλει πρῶτον ἐν ἕπτ’ ἔτεσιν· τοὺς δ’ ἑτέρους ὅτε δὴ τελέσῃ θεὸς ἕπτ’ ἐνιαυτούς, ἥβης ἐκφαίνει σήματα γιγνομένης· τῇ τριτάτῃ δὲ γένειον ἀεξομένων ἔτι γυίων λαχνοῦται, χροιῆς ἄνθος ἀμειβομένης· τῇ δὲ τετάρτῃ πᾶς τις ἐν ἑβδομάδ’ ἐστὶν ἄριστος ἰσχύν, ἥν τ’ ἄνδρες σήματ’ ἔχους’ ἀρετῆς· πέμπτῃ δ’ ὥριον ἄνδρα γάμου μεμνημένον εἶναι καὶ παίδων ζητεῖν ἐξοπίσω γενεήν· τῇ δ’ ἕκτῃ περὶ πάντα καταρτύεται νόος ἀνδρός, οὐδ’ ἕρδειν ἔθ’ ὁμῶς ἔργ’ ἀπάλαμνα θέλει· ἑπτὰ δὲ νοῦν καὶ γλῶσσαν ἐν ἑβδομάσιν μέγ’ ἄριστος ὀκτώ τ’, ἀμφοτέρων τέσσαρα καὶ δέκ’ ἔτη· τῇ δ’ ἐνάτῃ ἔτι μὴν δύναται, μαλακώτερα δ’ αὐτοῦ πρὸς μεγάλην ἀρετὴν γλῶσσά τε καὶ σοφίη· τὴν δεκάτην δ’ εἴ τις τελέσας κατὰ μέτρον ἵκοιτο, οὐκ ἂν ἄωρος ἐὼν μοῖραν ἔχοι θανάτου."],["105","Ὁ μὲν οὖν Σόλων ἑβδομάσι δέκα ταῖς εἰρημέναις καταριθμεῖ τὸν ἀνθρώπινον βίον. ὁ δ’ ἰατρὸς Ἱπποκράτης ἡλικίας ἑπτὰ εἶναί φησι, παιδίου, παιδός, μειρακίου, νεανίσκου, ἀνδρός, πρεσβύτου, γέροντος, ταύτας δὲ μετρεῖσθαι μὲν ἑβδομάσιν, οὐ μὴν ταῖς κατὰ τὸ ἑξῆς. λέγει δ’ οὕτως· „Ἐν ἀνθρώπου φύσει ἑπτά εἰσιν ὧραι, ἃς ἡλικίας καλέουσι, παιδίον, παῖς, μειράκιον, νεανίσκος, ἀνήρ, πρεσβύτης, γέρων· καὶ παιδίον μέν ἐστιν ἄχρις ἑπτὰ ἐτέων ὀδόντων ἐκβολῆς· παῖς δ’ ἄχρι γονῆς ἐκφύσιος, ἐς τὰ δὶς ἑπτά· μειράκιον δ’ ἄχρι γενείου λαχνώσιος, ἐς τὰ τρὶς ἑπτά· νεανίσκος δ’ ἄχρις αὐξήσιος ὅλου τοῦ σώματος, ἐς τὰ τετράκις ἑπτά· ἀνὴρ δ’ ἄχρις ἑνὸς δέοντος ἐτέων πεντήκοντα, ἐς τὰ ἑπτάκις ἑπτά· πρεσβύτης δ’ ἄχρι πεντήκοντα ἕξ, ἐς τὰ ἑπτάκις ὀκτώ· τὸ δ’ ἐντεῦθεν γέρων. “λέγεται δὲ κἀκεῖνο πρὸς διασύστασιν ἑβδομάδος ὡς θαυμαστὴν ἐχούσης ἐν τῇ φύσει τάξιν, ἐπεὶ συνέστηκεν ἐκ τριῶν καὶ τεττάρων· τὸν μὲν τρίτον ἀπὸ μονάδος, εἰ διπλασιάζοι τις, εὑρήσει τετράγωνον, τὸν δὲ τέταρτον κύβον, τὸν δ’ ἐξ ἀμφοῖν ἕβδομον κύβον ὁμοῦ καὶ τετράγωνον·"],["106","ὁ μὲν οὖν ἀπὸ μονάδος τρίτος ἐν διπλασίονι λόγῳ, τέτταρα, τετράγωνός ἐστιν, ὁ δὲ τέταρτος, ὀκτώ, κύβος, ὁ δὲ ἕβδομος, τέσσαρα πρὸς τοῖς ἑξήκοντα, κύβος ὁμοῦ καὶ τετράγωνος· ὡς εἶναι τελεσφόρον ὄντως τὸν ἕβδομον ἀριθμόν, ἀμφοτέρας τὰς ἰσότητας καταγγέλλοντα τήν τ’ ἐπίπεδον διὰ τετραγώνου κατὰ τὴν πρὸς τριάδα συγγένειαν καὶ τὴν στερεὰν διὰ κύβου κατὰ τὴν πρὸς τετράδα οἰκειότητα· ἐκ τριάδος δὲ καὶ τετράδος ἑβδομάς."],["107","Ἔστι δὲ οὐ τελεσφόρος μόνον, ἀλλὰ καὶ ὡς ἔπος εἰπεῖν ἁρμονικωτάτη καὶ τρόπον τινὰ πηγὴ τοῦ καλλίστου διαγράμματος, ὃ πάσας μὲν τὰς ἁρμονίας, τὴν διὰ τεττάρων, τὴν διὰ πέντε, τὴν διὰ πασῶν, πάσας δὲ τὰς ἀναλογίας, τὴν ἀριθμητικήν, τὴν γεωμετρικήν, ἔτι δὲ τὴν ἁρμονικὴν περιέχει. τὸ δὲ πλινθίον συνέστηκεν ἐκ τῶνδε τῶν ἀριθμῶν, ἓξ ὀκτὼ ἐννέα δώδεκα· ὁ μὲν ὀκτὼ πρὸς ἓξ ἐν ἐπιτρίτῳ λόγῳ, καθ’ ὃν ἡ διὰ τεττάρων ἁρμονία ἐστίν· ὁ δὲ ἐννέα πρὸς ἓξ ἐν ἡμιολίῳ, καθ’ ὃν ἡ διὰ πέντε· ὁ δὲ δώδεκα πρὸς ἓξ ἐν διπλασίονι, καθ’ ὃν ἡ διὰ πασῶν."],["108","ἔχει δὲ ὡς ἔλεγον καὶ τὰς ἀναλογίας πάσας· ἀριθμητικὴν μὲν ἐκ τῶν ἓξ καὶ ἐννέα καὶ δώδεκα· οἷς γὰρ ὑπερέχει ὁ μέσος τοῦ πρώτου τρισίν, τούτοις ὑπερέχεται ὑπὸ τοῦ τελευταίου· γεωμετρικὴν δὲ ἐκ τῶν τεσσάρων· ὃν γὰρ λόγον ἔχει τὰ ὀκτὼ πρὸς ἕξ, τοῦτον τὰ δώδεκα πρὸς ἐννέα· ὁ δὲ λόγος ἐπίτριτος· ἁρμονικὴν δὲ ἐκ τριῶν, τοῦ ἓξ καὶ ὀκτὼ καὶ δώδεκα."],["109","ἁρμονικῆς δ’ ἀναλογίας διττὴ κρίσις· μία μέν, ὅταν ὃν λόγον ἔχει ὁ ἔσχατος πρὸς τὸν πρῶτον τοῦτον ἔχῃ ἡ ὑπεροχὴ ᾗ ὑπερέχει ὁ ἔσχατος τοῦ μέσου πρὸς τὴν ὑπεροχὴν ᾗ ὑπερέχεται ὑπὸ τοῦ μέσου ὁ πρῶτος. ἐναργεστάτην δὲ πίστιν λάβοι τις ἂν ἐκ τῶν προκειμένων ἀριθμῶν, τοῦ ἓξ καὶ ὀκτὼ καὶ δώδεκα· ὁ μὲν γὰρ τελευταῖος τοῦ πρώτου διπλάσιος, ἡ δ’ ὑπεροχὴ πάλιν διπλασία· τὰ μὲν γὰρ δώδεκα τῶν ὀκτὼ τέτταρσιν ὑπερέχει, τὰ δὲ ὀκτὼ τῶν ἓξ δυσί· τὰ δὲ τέσσαρα τῶν δυοῖν διπλάσια. ἑτέρα δὲ βάσανος τῆς ἁρμονικῆς"],["110","ἀναλογίας, ὅταν ὁ μέσος τῶν ἄκρων ἴσῳ μορίῳ καὶ ὑπερέχῃ καὶ ὑπερέχηται· ὁ γὰρ ὄγδοος μέσος ὢν ὑπερέχει μὲν τοῦ πρώτου τρίτῳ μορίῳ· ὑφαιρεθέντων γὰρ τῶν ἕξ, τὰ λοιπὰ δύο τρίτον ἐστὶ τοῦ πρώτου· ὑπερέχεται δ’ ὑπὸ τοῦ τελευταίου τῷ ἴσῳ· εἰ γὰρ ὑφαιρεθείη τῶν δώδεκα τὰ ὀκτώ, τὰ λοιπὰ τέσσαρα γίνεται τοῦ τελευταίου τρίτον."],["111","Ταῦτα μὲν ἀναγκαίως περὶ σεμνότητος, ἣν ἔχει τὸ διάγραμμα ἢ πλινθίον ἢ ὅ τι χρὴ καλεῖν, προειρήσθω· τοσαύτας ἰδέας καὶ ἔτι πλείους ἑβδομὰς ἐν ἀσωμάτοις καὶ νοητοῖς ἐπιδείκνυται. διατείνει δ’ αὐτῆς ἡ φύσις καὶ ἐπὶ τὴν ὁρατὴν ἅπασαν οὐσίαν, οὐρανὸν καὶ γῆν, τὰ πέρατα τοῦ παντός, φθάσασα. τί γὰρ οὐ φιλέβδομον τῶν ἐν τῷ κόσμῳ μέρος, ἔρωτι καὶ πόθῳ δαμασθὲν ἑβδομάδος;"],["112","αὐτίκα τὸν οὐρανόν φασιν ἑπτὰ διεζῶσθαι κύκλοις, ὧν ὀνόματα εἶναι τάδε· ἀρκτικόν, ἀνταρκτικόν, θερινὸν τροπικόν, χειμερινὸν τροπικόν, ἰσημερινόν, ζῳδιακόν, καὶ προσέτι γαλαξίαν· ὁ γὰρ ὁρίζων πάθος ἐστὶν ἡμέτερον, ὡς ἂν ὀξυωπίας ἔχῃ τις ἢ τοὐναντίον, ἀποτεμνομένης τῆς αἰσθήσεως τοτὲ μὲν ἐλάττω τοτὲ δὲ μείζω περιγραφήν."],["113","οἵ γε μὴν πλάνητες, ἡ ἀντίρροπος στρατιὰ τῇ τῶν ἀπλανῶν, ἑπτὰ διακοσμοῦνται τάξεσι, πλείστην ἐπιδεικνύμενοι συμπάθειαν πρὸς ἀέρα καὶ γῆν· τὸν μὲν γὰρ εἰς τὰς ἐτησίους ἐπικαλουμένας ὥρας τρέπουσι καὶ μεταβάλλουσι καθ’ ἑκάστην μυρίας ὅσας ἐμποιοῦντες μεταβολὰς νηνεμίαις, αἰθρίαις, νεφώσεσι, βίαις ἐξαισίοις πνευμάτων· πάλιν τε ποταμοὺς πλημμυροῦσι καὶ μειοῦσι καὶ πεδία λιμνάζουσι καὶ τοὐναντίον ἀφαυαίνουσι· καὶ πελαγῶν ἐργάζονται τροπὰς ἐξαναχωρούντων ἢ παλιρροίαις χρωμένων· εὐρεῖς γὰρ ἔστιν ὅτε κόλποι θαλάττης ὑποσυρείσης ἀμπώτεσι βαθὺς ἐξαίφνης αἰγιαλός εἰσι καὶ μικρὸν ὕστερον ἀναχυθείσης πελάγη βαθύτατα οὐ βραχείαις ὁλκάσιν ἀλλὰ μυριοφόροις ναυσὶν ἐμπλεόμενα· καὶ μὲν δὴ τὰ ἐπίγεια πάντα, ζῷά τε αὖ καὶ φυτὰ καρποὺς γεννῶντα, αὔξουσι καὶ τελεσφοροῦσι τὴν ἐν ἑκάστοις φύσιν δολιχεύειν παρασκευάζοντες, ὡς νέα παλαιοῖς ἐπανθεῖν καὶ ἐπακμάζειν"],["114","πρὸς χορηγίας ἀφθόνους τῶν δεομένων. ἄρκτος γε μήν, ἥν φασι πλωτήρων εἶναι προπομπόν, ἐξ ἑπτὰ ἀστέρων συνέστηκεν· εἰς ἣν ἀφορῶντες κυβερνῆται τὰς ἐν θαλάττῃ μυρίας ὁδοὺς ἀνέτεμον ἀπίστῳ πράγματι καὶ μείζονι ἢ κατὰ φύσιν ἀνθρωπίνην ἐπιθέμενοι· στοχασμῷ γὰρ τῶν εἰρημένων ἀστέρων τὰς πρὶν ἀδηλουμένας χώρας ἀνεῦρον, νήσους μὲν οἱ τὴν ἤπειρον οἰκοῦντες, νησιῶται δὲ ἠπείρους· ἔδει γὰρ ὑπὸ τοῦ καθαρωτάτου τῆς οὐσίας οὐρανοῦ ζῴῳ τῷ θεοφιλεστάτῳ γῆς ὁμοῦ καὶ θαλάττης ἀναδειχθῆναι τοὺς μυχοὺς ἀνθρώπων γένει."],["115","πρὸς δὲ τοῖς εἰρημένοις καὶ ὁ τῶν πλειάδων χορὸς ἀστέρων ἑβδομάδι συμπεπλήρωται, ὧν αἱ ἐπιτολαὶ καὶ ἀποκρύψεις μεγάλων ἀγαθῶν αἴτιαι γίνονται πᾶσι· δυομένων μὲν γὰρ αὔλακες ἀνατέμνονται πρὸς σπόρον· ἡνίκα δ’ ἂν μέλλωσιν ἐπιτέλλειν, ἄμητον εὐαγγελίζονται, καὶ ἐπιτείλασαι χαίροντας γεωπόνους πρὸς συγκομιδὴν τῶν ἀναγκαίων ἐγείρουσιν· οἱ δ’ ἄσμενοι τὰς τροφὰς ἀποτίθενται πρὸς τὴν καθ’ ἑκάστην ἡμέραν χρῆσιν."],["116","ὅ τε μέγας ἡγεμὼν ἡμέρας ἥλιος διττὰς καθ’ ἕκαστον ἐνιαυτὸν ἀποτελῶν ἰσημερίας, ἔαρι καὶ μετοπώρῳ, τὴν μὲν ἐαρινὴν ἐν κριῷ, τὴν δὲ μετοπωρινὴν ἐν ζυγῷ, ἐναργεστάτην παρέχεται πίστιν τοῦ περὶ τὴν ἑβδόμην θεοπρεποῦς· ἑκατέρα γὰρ τῶν ἰσημεριῶν ἑβδόμῳ γίνεται μηνί, καθ’ ἃς καὶ ἑορτάζειν διείρηται νόμῳ τὰς μεγίστας καὶ δημοτελεστάτας ἑορτάς, ἐπειδήπερ ἀμφοτέραις τὰ ὅσα ἐκ γῆς τελειογονεῖται, ἔαρι μὲν ὁ τοῦ σίτου καρπὸς καὶ τῶν ἄλλων ὅσα σπαρτά, μετοπώρῳ δὲ ὁ τῆς ἀμπέλου καὶ τῶν ἄλλων πλείστων ἀκροδρύων."],["117","Ἐπεὶ δ’ ἐκ τῶν οὐρανίων τὰ ἐπίγεια ἤρτηται κατά τινα φυσικὴν συμπάθειαν, ὁ τῆς ἑβδομάδος λόγος ἄνωθεν ἀρξάμενος κατέβη καὶ πρὸς ἡμᾶς τοῖς θνητοῖς γένεσιν ἐπιφοιτήσας. αὐτίκα τῆς ἡμετέρας ψυχῆς τὸ δίχα τοῦ ἡγεμονικοῦ μέρος ἑπταχῆ σχίζεται, εἰς πέντε αἰσθήσεις καὶ τὸ φωνητήριον ὄργανον καὶ ἐπὶ πᾶσι τὸ γόνιμον· ἃ δὴ πάντα καθάπερ ἐν τοῖς θαύμασιν ὑπὸ τοῦ ἡγεμονικοῦ νευροσπαστούμενα τοτὲ μὲν ἠρεμεῖ τοτὲ δὲ κινεῖται τὰς ἁρμοττούσας σχέσεις καὶ κινήσεις ἕκαστον."],["118","ὁμοίως δὲ καὶ τοῦ σώματος εἴ τις ἐξετάζειν ἐπιχειρήσειε τά τ’ ἐκτὸς καὶ ἐντὸς μέρη, καθ’ ἑκάτερον ἑπτὰ εὑρήσει· τὰ μὲν οὖν ἐν φανερῷ ταῦτ’ ἐστί· κεφαλή, στέρνα, γαστήρ, διτταὶ χεῖρες, διτταὶ βάσεις· τὰ δ’ ἐντὸς λεγόμενα σπλάγχνα στόμαχος, καρδία, πνεύμων, σπλήν, ἧπαρ, νεφροὶ δύο."],["119","πάλιν δ’ αὖ τὸ ἡγεμονικώτατον ἐν ζῴῳ κεφαλὴ τοῖς ἀναγκαιοτάτοις ἑπτὰ χρῆται, δυσὶν ὀφθαλμοῖς, ἀκοαῖς ἴσαις, αὐλοῖς μυκτῆρος δυσίν, ἑβδόμῳ στόματι, δι’ οὗ γίνεται θνητῶν μέν, ὡς ἔφη Πλάτων, εἴσοδος, ἔξοδος δ’ ἀφθάρτων· ἐπεισέρχεται μὲν γὰρ αὐτῷ σιτία καὶ ποτά, φθαρτοῦ σώματος φθαρταὶ τροφαί, λόγοι δ’ ἐξίασιν ἀθανάτου ψυχῆς ἀθάνατοι"],["120","νόμοι, δι’ ὧν ὁ λογικὸς βίος κυβερνᾶται. τὰ δὲ διὰ τῆς ἀρίστης τῶν αἰσθήσεων ὄψεως κρινόμενα μετέχει τοῦ ἀριθμοῦ κατὰ γένος· ἑπτὰ γάρ ἐστι τὰ ὁρώμενα, σῶμα, διάστασις, σχῆμα, μέγεθος, χρῶμα, κίνησις, στάσις, καὶ παρὰ ταῦτα οὐδὲν ἕτερον."],["121","συμβέβηκε μέντοι καὶ τὰς τῆς φωνῆς μεταβολὰς ἁπάσας ἑπτὰ εἶναι, τὴν ὀξεῖαν, τὴν βαρεῖαν, τὴν περισπωμένην, καὶ τέταρτον δασὺν φθόγγον καὶ ψιλὸν πέμπτον καὶ μακρὸν ἕκτον καὶ βραχὺν ἕβδομον."],["122","ἀλλὰ γὰρ καὶ κινήσεις ἑπτὰ εἶναι συμβέβηκε, τὴν ἄνω, τὴν κάτω, τὴν ἐπὶ δεξιά, τὴν ἐπ’ εὐώνυμα, τὴν πρόσω, τὴν κατόπιν, τὴν ἐν κύκλῳ, ἃς ἐν τοῖς μάλιστα τρανοῦσιν οἱ τὴν ὄρχησιν ἐπιδεικνύμενοι."],["123","φασὶ δὲ καὶ τὰς διὰ τοῦ σώματος ἐκκρίσεις ὑπεστάλθαι τῷ λεχθέντι ἀριθμῷ· διὰ μὲν γὰρ ὀφθαλμῶν δάκρυα προχεῖται, διὰ δὲ μυκτήρων αἱ ἐκ κεφαλῆς καθάρσεις, διὰ δὲ στόματος ὁ ἀποπτυόμενος σίελος· εἰσὶ δὲ καὶ διτταὶ δεξαμεναὶ πρὸς τὰς τῶν περιττωμάτων ἀποχετεύσεις, ἡ μὲν ἔμπροσθεν, ἡ δὲ κατόπιν· ἕκτη δ’ ἐστὶν ἡ δι’ ὅλου τοῦ σώματος ἐν ἱδρῶτι πρόχυσις, καὶ ἑβδόμη ἡ φυσικωτάτη σπέρματος πρόεσις διὰ τῶν γεννητικῶν."],["124","φησὶ δὲ καὶ Ἱπποκράτης ὁ τῆς φύσεως ἐπιγνώμων ἐν ἑβδομάδι κρατύνεσθαι καὶ τὴν πῆξιν τῆς γονῆς καὶ τὴν ἀνάπλασιν τῆς σαρκός. πάλιν δ’ αὖ γυναιξὶν ἡ φορὰ τῶν καταμηνίων εἰς ἑπτὰ τὰς πλείστας ἡμέρας χορηγεῖται. καὶ τὰ κατὰ γαστρὸς βρέφη μησὶν ἑπτὰ τελειογονεῖσθαι πέφυκεν, ὡς παραδοξότατόν τι συμβαίνειν· γίνεται γὰρ τὰ ἑπτάμηνα γόνιμα, τῶν ὀκτωμηνιαίων ὡς ἐπίπαν ζῳογονεῖσθαι μὴ δυναμένων."],["125","αἵ τε βαρεῖαι νόσοι σωμάτων, καὶ μάλισθ’ ὅταν ἐκ δυσκρασίας τῶν ἐν ἡμῖν δυνάμεων πυρετοὶ συνεχεῖς ἐπισκήψωσιν, ἑβδόμῃ μάλιστά πως ἡμέρᾳ διακρίνονται· δικάζει γὰρ ἀγῶνα τὸν περὶ ψυχῆς, τοῖς μὲν σωτηρίαν ψηφιζομένη, τοῖς δὲ θάνατον."],["126","ἡ δὲ δύναμις αὐτῆς οὐ μόνον τοῖς εἰρημένοις, ἀλλὰ καὶ ταῖς ἀρίσταις τῶν ἐπιστημῶν ἐπιπεφοίτηκε, γραμματικῇ τε καὶ μουσικῇ. λύρα μὲν γὰρ ἡ ἑπτάχορδος ἀναλογοῦσα τῇ τῶν πλανήτων χορείᾳ τὰς ἐλλογίμους ἁρμονίας ἀποτελεῖ, σχεδόν τι τῆς κατὰ μουσικὴν ὀργανοποιίας ἁπάσης ἡγεμονὶς οὖσα. στοιχείων τε τῶν ἐν γραμματικῇ τὰ λεγόμενα φωνήεντα ἐτύμως ἑπτά ἐστιν, ἐπειδὴ καὶ ἐξ ἑαυτῶν ἔοικε φωνεῖσθαι καὶ τοῖς ἄλλοις συνταττόμενα φωνὰς ἐνάρθρους ἀποτελεῖν· τῶν μὲν γὰρ ἡμιφώνων ἀναπληροῖ τὸ ἐνδέον ὁλοκλήρους κατασκευάζοντα τοὺς φθόγγους, τῶν δ’ ἀφώνων τρέπει καὶ μεταβάλλει τὰς φύσεις ἐμπνέοντα τῆς ἰδίας δυνάμεως, ἵνα γένηται τὰ ἄρρητα ῥητά."],["127","διό μοι δοκοῦσιν οἱ τὰ ὀνόματα τοῖς πράγμασιν ἐξ ἀρχῆς ἐπιφημίσαντες ἅτε σοφοὶ καλέσαι τὸν ἀριθμὸν ἑπτὰ ἀπὸ τοῦ περὶ αὐτὸν σεβασμοῦ καὶ τῆς προσούσης σεμνότητος· Ῥωμαῖοι δὲ καὶ προστιθέντες τὸ ἐλλειφθὲν ὑφ’ Ἑλλήνων στοιχεῖον τὸ Σ τρανοῦσιν ἔτι μᾶλλον τὴν ἔμφασιν, ἐτυμώτερον σέπτεμ προσαγορεύοντες ἀπὸ τοῦ σεμνοῦ, καθάπερ ἐλέχθη, καὶ σεβασμοῦ."],["128","Ταῦτα καὶ ἔτι πλείω λέγεται καὶ φιλοσοφεῖται περὶ ἑβδομάδος, ὧν ἕνεκα τιμὰς μὲν ἔλαχεν ἐν τῇ φύσει τὰς ἀνωτάτω, τιμᾶται δὲ καὶ παρὰ τοῖς δοκιμωτάτοις τῶν Ἑλλήνων καὶ βαρβάρων, οἳ τὴν μαθηματικὴν ἐπιστήμην διαπονοῦσιν, ἐκτετίμηται δ’ ὑπὸ τοῦ φιλαρέτου Μωυσέως, ὃς τὸ κάλλος αὐτῆς ἀνέγραψεν ἐν ταῖς ἱερωτάταις τοῦ νόμου στήλαις, ταῖς δὲ διανοίαις τῶν ὑφ’ αὑτὸν ἁπάντων ἐνεχάραξε, δι’ ἓξ ἡμερῶν κελεύσας ἄγειν ἱερὰν ἑβδόμην ἀπὸ τῶν ἄλλων ἀνέχοντας ἔργων ὅσα κατὰ ζήτησιν βίου καὶ πορισμόν, ἑνὶ μόνῳ σχολάζοντας τῷ φιλοσοφεῖν εἰς βελτίωσιν ἠθῶν καὶ τὸν τοῦ συνειδότος ἔλεγχον, ὃς ἐνιδρυμένος τῇ ψυχῇ καθάπερ δικαστὴς ἐπιπλήττων οὐ δυσωπεῖται, τὰ μὲν σφοδροτέραις ἀπειλαῖς τὰ δὲ καὶ μετριωτέραις νουθεσίαις χρώμενος, περὶ μὲν ὧν ἔδοξεν ἐκ προνοίας ἀδικεῖν ἀπειλαῖς, περὶ δ’ ὧν ἀκούσια διὰ τὸ ἀπροοράτως ἔχειν νουθεσίαις ὑπὲρ τοῦ μηκέθ’ ὁμοίως ὀλισθεῖν."],["129","Ἐπιλογιζόμενος δὲ τὴν κοσμοποιίαν κεφαλαιώδει τύπῳ φησίν· „Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς ὅτε ἐγένετο, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι “(Gen. 2, 4. 5). ἆρ’ οὐκ ἐμφανῶς τὰς ἀσωμάτους καὶ νοητὰς ἰδέας παρίστησιν, ἃς τῶν αἰσθητῶν ἀποτελεσμάτων σφραγῖδας εἶναι συμβέβηκε; πρὶν γὰρ χλοῆσαι τὴν γῆν, αὐτὸ τοῦτο ἐν τῇ φύσει τῶν πραγμάτων χλόη, φησίν, ἦν, καὶ πρὶν ἀνατεῖλαι χόρτον ἐν ἀγρῷ, χόρτος ἦν οὐχ"],["130","ὁρατός. ὑπονοητέον δ’ ὅτι καὶ ἑκάστου τῶν ἄλλων ἃ δικάζουσιν αἰσθήσεις τὰ πρεσβύτερα εἴδη καὶ μέτρα, οἷς εἰδοποιεῖται καὶ μετρεῖται τὰ γινόμενα, προϋπῆρχε· καὶ γὰρ εἰ μὴ κατὰ μέρος ἀλλ’ ἀθρόα πάντα διεξελήλυθε φροντίζων εἰ καί τις ἄλλος βραχυλογίας, οὐδὲν ἧττον τὰ ῥηθέντα ὀλίγα δείγματα τῆς τῶν συμπάντων ἐστὶ φύσεως, ἥτις ἄνευ ἀσωμάτου παραδείγματος οὐδὲν τελεσιουργεῖ τῶν ἐν αἰσθήσει."],["131","Τῆς δ’ ἀκολουθίας ἐχόμενος καὶ τὸν εἱρμὸν τῶν ἑπομένων πρὸς τὰ ἡγούμενα διατηρῶν ἑξῆς λέγει· \" πηγὴ δ’ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς “(Gen. 2, 6). οἱ μὲν ἄλλοι φιλόσοφοι τὸ σύμπαν ὕδωρ ἓν στοιχεῖον εἶναί φασι τῶν τεττάρων, ἐξ ὧν ὁ κόσμος ἐδημιουργήθη. Μωυσῆς δ’ ὀξυωπεστέροις ὄμμασι καὶ τὰ μακρὰν εἰωθὼς εὖ μάλα θεωρεῖν καὶ καταλαμβάνειν στοιχεῖον μὲν οἴεται εἶναι τὴν μεγάλην θάλατταν, μοῖραν τετάρτην τῶν συμπάντων, ἣν οἱ μετ’ αὐτὸν Ὠκεανὸν προσαγορεύοντες τὰ παρ’ ἡμῖν πλωτὰ πελάγη λιμένων ἔχειν μεγέθη νομίζουσι, τὸ δὲ γλυκὺ καὶ πότιμον ὕδωρ διέκρινεν ἀπὸ τοῦ θαλαττίου προσκατατάξας αὐτὸ τῇ γῇ καὶ μέρος ταύτης ὑπολαβών, οὐκ ἐκείνου, διὰ τὴν λεχθεῖσαν αἰτίαν πρότερον, ἵν’ ὡς ἂν ὑπὸ δεσμοῦ συνέχηται γλυκείᾳ ποιότητι κόλλης τρόπον ἑνούσης· ξηρὰ γὰρ ἀπολειφθεῖσα, μὴ παραδυομένης νοτίδος διὰ τῶν ἀραιωμάτων πολυσχιδῶς ἐπιφοιτώσης, κἂν διελέλυτο· συνέχεται δὲ καὶ διαμένει τὰ μὲν πνεύματος ἑνωτικοῦ δυνάμει, τὰ δὲ τῆς νοτίδος οὐκ ἐώσης ἀφαυαινομένην κατὰ τρύφη μικρὰ καὶ μεγάλα θρύπτεσθαι."],["132","μία μὲν αἰτία ἥδε, λεκτέον δὲ καὶ ἑτέραν στοχαζομένην ὥσπερ σκοποῦ τῆς ἀληθείας· οὐδὲν τῶν γηγενῶν ἄνευ ὑγρᾶς οὐσίας συνίστασθαι πέφυκε· μηνύουσι δ’ αἱ καταβολαὶ τῶν σπερμάτων, ἅπερ ἢ ὑγρά ἐστιν, ὡς τὰ τῶν ζῴων, ἢ οὐκ ἄνευ ὑγρότητος βλαστάνει, τοιαῦτα δὲ τὰ τῶν φυτῶν ἐστιν· ἐξ οὗ δῆλον ὅτι ἀνάγκη τὴν λεχθεῖσαν ὑγρὰν οὐσίαν μέρος εἶναι γῆς τῆς πάντα τικτούσης, καθάπερ ταῖς γυναιξὶ τὴν φορὰν τῶν καταμηνίων· λέγεται γὰρ οὖν καὶ ταῦτα πρὸς ἀνδρῶν φυσικῶν οὐσία σωματικὴ βρεφῶν εἶναι."],["133","τῶν δ’ εἰρημένων οὐκ ἀπᾴδει καὶ τὸ μέλλον λέγεσθαι· πάσῃ μητρὶ καθάπερ ἀναγκαιότατον μέρος ἡ φύσις πηγάζοντας ἀνέδωκε μαστοὺς προευτρεπισαμένη τροφὰς τῷ γεννησομένῳ· μήτηρ δ’ ὡς ἔοικε καὶ ἡ γῆ, παρὸ καὶ τοῖς πρώτοις ἔδοξεν αὐτὴν Δήμητραν καλέσαι τὸ μητρὸς καὶ γῆς ὄνομα συνθεῖσιν· οὐ γὰρ γῆ γυναῖκα, ὡς εἶπε Πλάτων, ἀλλὰ γυνὴ γῆν μεμίμηται, ἣν ἐτύμως τὸ ποιητικὸν γένος παμμήτορα καὶ καρποφόρον καὶ πανδώραν εἴωθεν ὀνομάζειν, ἐπειδὴ πάντων αἰτία γενέσεως καὶ διαμονῆς ζῴων ὁμοῦ καὶ φυτῶν ἐστιν. εἰκότως οὖν καὶ γῇ τῇ πρεσβυτάτῃ καὶ γονιμωτάτῃ μητέρων ἀνέδωκεν ἡ φύσις οἷα μαστοὺς ποταμῶν ῥεῖθρα καὶ πηγῶν, ἵνα καὶ τὰ φυτὰ ἄρδοιτο καὶ ποτὸν ἄφθονον ἔχοι πάντα τὰ ζῷα."],["134","Μετὰ δὲ ταῦτά φησιν ὅτι \" ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς \" (Gen. 2, 7). ἐναργέστατα καὶ διὰ τούτου παρίστησιν ὅτι διαφορὰ παμμεγέθης ἐστὶ τοῦ τε νῦν πλασθέντος ἀνθρώπου καὶ τοῦ κατὰ τὴν εἰκόνα θεοῦ γεγονότος πρότερον· ὁ μὲν γὰρ διαπλασθεὶς αἰσθητὸς ἤδη μετέχων ποιότητος, ἐκ σώματος καὶ ψυχῆς συνεστώς, ἀνὴρ ἢ γυνή, φύσει θνητός· ὁ δὲ κατὰ τὴν εἰκόνα ἰδέα τις ἢ γένος ἢ σφραγίς, νοητός, ἀσώματος, οὔτ’ ἄρρεν οὔτε θῆλυ, ἄφθαρτος φύσει."],["135","τοῦ δ’ αἰσθητοῦ καὶ ἐπὶ μέρους ἀνθρώπου τὴν κατασκευὴν σύνθετον εἶναί φησιν ἔκ τε γεώδους οὐσίας καὶ πνεύματος θείου· γεγενῆσθαι γὰρ τὸ μὲν σῶμα χοῦν τοῦ τεχνίτου λαβόντος καὶ μορφὴν ἀνθρωπίνην ἐξ αὐτοῦ διαπλάσαντος, τὴν δὲ ψυχὴν ἀπ’ οὐδενὸς γενητοῦ τὸ παράπαν, ἀλλ’ ἐκ τοῦ πατρὸς καὶ ἡγεμόνος τῶν πάντων· ὃ γὰρ ἐνεφύσησεν, οὐδὲν ἦν ἕτερον ἢ πνεῦμα θεῖον ἀπὸ τῆς μακαρίας καὶ εὐδαίμονος φύσεως ἐκείνης ἀποικίαν τὴν ἐνθάδε στειλάμενον ἐπ’ ὠφελείᾳ τοῦ γένους ἡμῶν, ἵν’ εἰ καὶ θνητόν ἐστι κατὰ τὴν ὁρατὴν μερίδα, κατὰ γοῦν τὴν ἀόρατον ἀθανατίζηται. διὸ καὶ κυρίως ἄν τις εἴποι τὸν ἄνθρωπον θνητῆς καὶ ἀθανάτου φύσεως εἶναι μεθόριον ἑκατέρας ὅσον ἀναγκαῖόν ἐστι μετέχοντα καὶ γεγενῆσθαι θνητὸν ὁμοῦ καὶ ἀθάνατον, θνητὸν μὲν κατὰ τὸ σῶμα, κατὰ δὲ τὴν διάνοιαν ἀθάνατον."],["136","ἐκεῖνος δ’ ὁ πρῶτος ἄνθρωπος ὁ γηγενής, ὁ παντὸς τοῦ γένους ἡμῶν ἀρχηγέτης, ἑκάτερον ἄριστος ψυχήν τε καὶ σῶμα γεγενῆσθαί μοι δοκεῖ καὶ μακρῷ τινι τοὺς ἔπειτα διενεγκεῖν κατὰ τὰς ἐν ἀμφοτέροις ὑπερβολάς· ὁ γὰρ ἀληθείᾳ καλὸς καὶ ἀγαθὸς οὗτος ὄντως ἦν. τεκμηριώσαιτο δ’ ἄν τις τὴν μὲν τοῦ σώματος εὐμορφίαν ἐκ τριῶν, ὧν ἐστι πρῶτον τόδε· ἄρτι τῆς γῆς νεοκτίστου φανείσης κατὰ τὴν τοῦ πολλοῦ ὕδατος διάκρισιν, ὃ προσερρήθη θάλαττα, τὴν ὕλην συνέβαινε τῶν γινομένων ἀμιγῆ καὶ ἄδολον καὶ καθαρὰν ἔτι δ’ ὁλκὸν καὶ εὐεργὸν εἶναι, ἐξ ἧς τὰ ἀποτελούμενα εἰκότως ἦν ἀνυπαίτια."],["137","δεύτερον δέ, οὐκ ἐκ τοῦ τυχόντος μέρους τῆς γῆς ἔοικεν ὁ θεὸς χοῦν λαβὼν τὸν ἀνθρωποειδῆ τοῦτον ἀνδριάντα πλάττειν ἐθελῆσαι μετὰ τῆς ἀνωτάτω σπουδῆς, ἀλλὰ διακρίνας ἐξ ἁπάσης τὸ βέλτιστον, ἐκ καθαρᾶς ὕλης τὸ καθαρώτατον καὶ διηθημένον ἄκρως, ὃ πρὸς τὴν κατασκευὴν μάλιστα ἥρμοζεν· οἶκος γάρ τις ἢ νεὼς ἱερὸς ἐτεκταίνετο ψυχῆς λογικῆς, ἣν ἔμελλεν ἀγαλματοφορήσειν ἀγαλμάτων τὸ θεοειδέστατον."],["138","τρίτον δέ, ὃ μηδὲ σύγκρισιν ἔχει πρὸς τὰ λεχθέντα, ὁ δημιουργὸς ἀγαθὸς ἦν τά τε ἄλλα καὶ τὴν ἐπιστήμην, ὡς ἕκαστον τῶν τοῦ σώματος μερῶν καὶ ἰδίᾳ καθ’ αὑτὸ τοὺς ἐπιβάλλοντας ἔχειν ἀριθμοὺς καὶ πρὸς τὴν τοῦ ὅλου κοινωνίαν εὐαρμόστως ἀπηκριβῶσθαι· μετὰ δὲ τῆς συμμετρίας καὶ εὐσαρκίαν προσανέπλαττε καὶ εὔχροιαν ἠνθογράφει βουλόμενος, ὡς ἔνι"],["139","μάλιστα, κάλλιστον ὀφθῆναι τὸν πρῶτον ἄνθρωπον. ὅτι δὲ καὶ τὴν ψυχὴν ἄριστος ἦν, φανερόν· οὐδενὶ γὰρ ἑτέρῳ παραδείγματι τῶν ἐν γενέσει πρὸς τὴν κατασκευὴν αὐτῆς ἔοικε χρήσασθαι, μόνῳ δ’ ὡς εἶπον τῷ ἑαυτοῦ λόγῳ. διό φησιν ἀπεικόνισμα καὶ μίμημα γεγενῆσθαι τούτου τὸν ἄνθρωπον ἐμπνευσθέντα εἰς τὸ πρόσωπον, ἔνθα τῶν αἰσθήσεων ὁ τόπος, αἷς τὸ μὲν σῶμα ἐψύχωσεν ὁ δημιουργός, τὸν δὲ βασιλέα λογισμὸν ἐνιδρυσάμενος τῷ ἡγεμονικῷ παρέδωκε δορυφορεῖσθαι πρὸς τὰς χρωμάτων καὶ φωνῶν χυλῶν τε αὖ καὶ ἀτμῶν καὶ τῶν παραπλησίων ἀντιλήψεις, ἃς ἄνευ αἰσθήσεως δι’ αὑτοῦ μόνου καταλαβεῖν οὐχ οἷός τε ἦν. ἀνάγκη δὲ παγκάλου παραδείγματος πάγκαλον εἶναι τὸ μίμημα. θεοῦ δὲ λόγος καὶ αὐτοῦ κάλλους, ὅπερ ἐστὶν ἐν τῇ φύσει κάλλος, ἀμείνων, οὐ κοσμούμενος κάλλει, κόσμος δ’ αὐτός, εἰ δεῖ τἀληθὲς εἰπεῖν, εὐπρεπέστατος ἐκείνου."],["140","Τοιοῦτος μὲν ὁ πρῶτος ἄνθρωπος κατά τε σῶμα καὶ ψυχὴν γεγενῆσθαί μοι δοκεῖ, τούς τε νῦν ὄντας καὶ τοὺς πρὸ ἡμῶν διενεγκὼν ἅπαντας· ἡ μὲν γὰρ ἡμετέρα γένεσις ἐξ ἀνθρώπων, τὸν δὲ θεὸς ἐδημιούργησεν· ἐφ’ ὅσον δὲ κρείττων ὁ ποιῶν, ἐπὶ τοσοῦτον καὶ τὸ γινόμενον ἄμεινον· ὥσπερ γὰρ τὸ ἀκμάζον αἰεὶ τοῦ παρηβηκότος βέλτιόν ἐστιν, εἴτε ζῷον εἴτε φυτὸν εἴτε καρπὸς εἴτ’ ἄλλο τι τῶν ἐν τῇ φύσει τυγχάνοι, οὕτως ἔοικεν ὁ μὲν πρῶτος διαπλασθεὶς ἄνθρωπος ἀκμὴ τοῦ ἡμετέρου παντὸς ὑπάρξαι γένους, οἱ δ’ ἔπειτα μηκέθ’ ὁμοίως ἐπακμάσαι, τῶν κατὰ γενεὰν ἀμαυροτέρας ἀεὶ τάς τε μορφὰς καὶ τὰς δυνάμεις λαμβανόντων·"],["141","ὅπερ ἐπί τε πλαστικῆς καὶ ζῳγραφίας γινόμενον εἶδον· ἀποδεῖ γὰρ τὰ μιμήματα τῶν ἀρχετύπων, τὰ δ’ ἀπὸ τῶν μιμημάτων γραφόμενα καὶ πλαττόμενα πολὺ μᾶλλον, ἅτε μακρὰν ἀφεστῶτα τῆς ἀρχῆς· παραπλήσιον δὲ πάθος καὶ ἡ μαγνῆτις λίθος ἐπιδείκνυται· τῶν γὰρ σιδηρῶν δακτυλίων ὁ μὲν αὐτῆς ψαύσας βιαιότατα κρατεῖται, ὁ δὲ τοῦ ψαύσαντος ἧττον, ἐκκρέμαται δὲ καὶ τρίτος δευτέρου καὶ τέταρτος τρίτου καὶ πέμπτος τετάρτου καὶ ἑτέρων ἕτεροι κατὰ μακρὸν στοῖχον ὑπὸ μιᾶς ὁλκοῦ δυνάμεως συνεχόμενοι, πλὴν οὐ τὸν αὐτὸν τρόπον· ἀεὶ γὰρ οἱ πόρρω τῆς ἀρχῆς ἀπηρτημένοι χαλῶνται διὰ τὸ τὴν ὁλκὴν ἀνίεσθαι μηκέθ’ ὁμοίως σφίγγειν δυναμένην. ὅμοιον δή τι πεπονθέναι καὶ τὸ γένος τῶν ἀνθρώπων φαίνεται καθ’ ἑκάστην γενεὰν ἀμυδροτέρας λαμβανόντων τάς τε τοῦ σώματος καὶ τὰς τῆς ψυχῆς δυνάμεις καὶ ποιότητας."],["142","τὸν δ’ ἀρχηγέτην ἐκεῖνον οὐ μόνον πρῶτον ἄνθρωπον ἀλλὰ καὶ μόνον κοσμοπολίτην λέγοντες ἀψευδέστατα ἐροῦμεν· ἦν γὰρ οἶκος αὐτῷ καὶ πόλις ὁ κόσμος, μηδεμιᾶς χειροποιήτου κατασκευῆς δεδημιουργημένης ἐκ λίθων καὶ ξύλων ὕλης, ᾧ καθάπερ ἐν πατρίδι μετὰ πάσης ἀσφαλείας ἐνδιῃτᾶτο φόβου μὲν ἐκτὸς ὤν, ἅτε τῆς τῶν περιγείων ἡγεμονίας ἀξιωθεὶς καὶ πάντων ὅσα θνητὰ κατεπτηχότων καὶ ὑπακούειν ὡς δεσπότῃ δεδιδαγμένων ἢ βιασθέντων, ἐν εὐπαθείαις"],["143","δὲ ταῖς ἐν εἰρήνῃ ἀπολέμῳ ζῶν ἀνεπιλήπτως. ἐπεὶ δὲ πᾶσα πόλις εὔνομος ἔχει πολιτείαν, ἀναγκαίως συνέβαινε τῷ κοσμοπολίτῃ χρῆσθαι πολιτείᾳ ᾗ καὶ σύμπας ὁ κόσμος· αὕτη δέ ἐστιν ὁ τῆς φύσεως ὀρθὸς λόγος, ὃς κυριωτέρᾳ κλήσει προσονομάζεται θεσμός, νόμος θεῖος ὤν, καθ’ ὃν τὰ προσήκοντα καὶ ἐπιβάλλοντα ἑκάστοις ἀπενεμήθη. ταύτης τῆς πόλεως καὶ πολιτείας ἔδει τινὰς εἶναι πρὸ ἀνθρώπου πολίτας, οἳ λέγοιντ’ ἂν ἐνδίκως μεγαλοπολῖται τὸν μέγιστον περίβολον οἰκεῖν λαχόντες καὶ τῷ μεγίστῳ καὶ τελειοτάτῳ πολιτεύματι ἐγγραφέντες."],["144","οὗτοι δὲ τίνες ἂν εἶεν ὅτι μὴ λογικαὶ καὶ θεῖαι φύσεις, αἱ μὲν ἀσώματοι καὶ νοηταί, αἱ δὲ οὐκ ἄνευ σωμάτων, ὁποίους συμβέβηκεν εἶναι τοὺς ἀστέρας; οἷς προσομιλῶν καὶ συνδιαιτώμενος εἰκότως ἐν ἀκράτῳ διέτριβεν εὐδαιμονίᾳ· συγγενής τε καὶ ἀγχίσπορος ὢν τοῦ ἡγεμόνος, ἅτε δὴ πολλοῦ ῥυέντος εἰς αὐτὸν τοῦ θείου πνεύματος, πάντα καὶ λέγειν καὶ πράττειν ἐσπούδαζεν εἰς ἀρέσκειαν τοῦ πατρὸς καὶ βασιλέως, ἑπόμενος κατ’ ἴχνος αὐτῷ ταῖς ὁδοῖς, ἃς λεωφόρους ἀνατέμνουσιν ἀρεταί, διότι μόναις ψυχαῖς θέμις προσέρχεσθαι τέλος ἡγουμέναις τὴν πρὸς τὸν γεννήσαντα θεὸν ἐξομοίωσιν."],["145","Τοῦ μὲν οὖν πρώτου φύντος ἀνθρώπου τὸ καθ’ ἑκάτερον ψυχήν τε καὶ σῶμα κάλλος, εἰ καὶ πολλῷ τῆς ἀληθείας ἔλαττον, ἀλλ’ οὖν κατὰ τὴν ἡμετέραν δύναμιν ὡς οἷόν τε ἦν εἴρηται. τοὺς δ’ ἀπογόνους τῆς ἐκείνου μετέχοντας ἰδέας ἀναγκαῖον εἰ καὶ ἀμυδροὺς ἀλλ’ οὖν ἔτι σῴζειν τοὺς τύπους τῆς πρὸς τὸν προπάτορα συγγενείας."],["146","ἡ δὲ συγγένεια τίς; πᾶς ἄνθρωπος κατὰ μὲν τὴν διάνοιαν ᾠκείωται λόγῳ θείῳ, τῆς μακαρίας φύσεως ἐκμαγεῖον ἢ ἀπόσπασμα ἢ ἀπαύγασμα γεγονώς, κατὰ δὲ τὴν τοῦ σώματος κατασκευὴν ἅπαντι τῷ κόσμῳ· συγκέκραται γὰρ ἐκ τῶν αὐτῶν, γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός, ἑκάστου τῶν στοιχείων εἰσενεγκόντος τὸ ἐπιβάλλον μέρος πρὸς ἐκπλήρωσιν αὐταρκεστάτης ὕλης, ἣν ἔδει λαβεῖν τὸν δημιουργόν, ἵνα τεχνιτεύσῃ τὴν ὁρατὴν ταύτην εἰκόνα·"],["147","καὶ προσέτι πᾶσι τοῖς λεχθεῖσιν ὡς οἰκειοτάτοις καὶ συγγενεστάτοις χωρίοις ἐνδιαιτᾶται τόπους ἀμείβων καὶ ἄλλοτε ἄλλοις ἐπιφοιτῶν, ὡς κυριώτατα φάναι τὸν ἄνθρωπον πάντα εἶναι, χερσαῖον ἔνυδρον πτηνὸν οὐράνιον· ᾗ μὲν γὰρ οἰκεῖ καὶ βέβηκεν ἐπὶ γῆς, χερσαῖον ζῷόν ἐστιν, ᾗ δὲ δύεται καὶ νήχεται καὶ πλεῖ πολλάκις, ἔνυδρον— ἔμποροι καὶ ναύκληροι καὶ πορφυρεῖς καὶ ὅσοι τὴν ἐπ’ ὀστρέοις καὶ ἰχθύσιν ἄγραν μετίασι τοῦ λεχθέντος εἰσὶ σαφεστάτη πίστις—, ᾗ δὲ μετέωρον ἀπὸ γῆς ἀνώφοιτον ἐξῆρται τὸ σῶμα, λέγοιτ’ ἂν ἐνδίκως ἀεροπόρον εἶναι, πρὸς δὲ καὶ οὐράνιον, διὰ τῆς ἡγεμονικωτάτης τῶν αἰσθήσεων ὄψεως ἡλίῳ καὶ σελήνῃ καὶ ἑκάστῳ τῶν ἄλλων ἀστέρων πλανήτων καὶ ἀπλανῶν συνεγγίζων."],["148","Παγκάλως δὲ καὶ τὴν θέσιν τῶν ὀνομάτων ἀνῆψε τῷ πρώτῳ (Gen. 2, 19)· σοφίας γὰρ καὶ βασιλείας τὸ ἔργον, σοφὸς δ’ ἐκεῖνος αὐτομαθὴς καὶ αὐτοδίδακτος, χερσὶ θείαις γενόμενος, καὶ προσέτι βασιλεύς· ἐμπρεπὲς δ’ ἡγεμόνι προσαγορεύειν ἕκαστον τῶν ὑπηκόων. ὑπερβάλλουσα δ’ ὡς εἰκὸς δύναμις ἀρχῆς ἦν περὶ τὸν πρῶτον ἐκεῖνον ἄνθρωπον, ὃν σπουδῇ διαπλάσας ὁ θεὸς ἠξίου δευτερείων, ὕπαρχον μὲν αὑτοῦ, τῶν δ’ ἄλλων ἁπάντων ἡγεμόνα τιθείς, ὁπότε καὶ οἱ τοσαύταις γενεαῖς ὕστερον φύντες, ἤδη τοῦ γένους διὰ μακρὰς χρόνων περιόδους ἐξιτήλου ὄντος, οὐδὲν ἧττον ἔτι δεσπόζουσι τῶν ἀλόγων καθάπερ λαμπάδιον ἀρχῆς καὶ δυναστείας ἀπὸ τοῦ πρώτου διαδοθὲν φυλάττοντες."],["149","φησὶν οὖν ὅτι πάντα τὰ ζῷα ἤγαγεν ὁ θεὸς πρὸς τὸν Ἀδάμ, ἰδεῖν βουλόμενος τίνας θήσεται προσρήσεις ἑκάστοις, οὐχ ὅτι ἐνεδοίαζεν— ἄγνωστον γὰρ οὐδὲν θεῷ—, ἀλλ’ ὅτι ᾔδει τὴν λογικὴν ἐν θνητῷ φύσιν κατεσκευακὼς αὐτοκίνητον, ὅπως ἀμέτοχος αὐτὸς ᾖ κακίας. ἀπεπειρᾶτο δ’ ὡς ὑφηγητὴς γνωρίμου τὴν ἐνδιάθετον ἕξιν ἀνακινῶν καὶ πρὸς ἐπίδειξιν τῶν οἰκείων ἀνακαλῶν ἔργων, ἵν’ ἀπαυτοματίσῃ τὰς θέσεις μήτ’ ἀνοικείους μήτ’ ἀναρμόστους ἀλλ’ ἐμφαινούσας εὖ μάλα τὰς τῶν ὑποκειμένων ἰδιότητας."],["150","ἀκράτου γὰρ ἔτι τῆς λογικῆς φύσεως ὑπαρχούσης ἐν ψυχῇ καὶ μηδενὸς ἀρρωστήματος ἢ νοσήματος ἢ πάθους παρεισεληλυθότος, τὰς φαντασίας τῶν σωμάτων καὶ πραγμάτων ἀκραιφνεστάτας λαμβάνων εὐθυβόλους ἐποιεῖτο τὰς κλήσεις, εὖ μάλα στοχαζόμενος τῶν δηλουμένων, ὡς ἅμα λεχθῆναί τε καὶ νοηθῆναι τὰς φύσεις αὐτῶν. οὕτως μὲν ἐν ἅπασι τοῖς καλοῖς διέφερεν ἐπ’ αὐτὸ τὸ πέρας φθάνων τῆς ἀνθρωπίνης εὐδαιμονίας."],["151","Ἐπεὶ δ’ οὐδὲν τῶν ἐν γενέσει βέβαιον, τροπὰς δὲ καὶ μεταβολὰς ἀναγκαίως τὰ θνητὰ δέχεται, ἐχρῆν καὶ τὸν πρῶτον ἄνθρωπον ἀπολαῦσαί τινος κακοπραγίας. ἀρχὴ δὲ τῆς ὑπαιτίου ζωῆς αὐτῷ γίνεται γυνή· μέχρι μὲν γὰρ εἷς ἦν, ὡμοιοῦτο κατὰ τὴν μόνωσιν κόσμῳ καὶ θεῷ καὶ τῆς ἑκατέρου φύσεως ἐναπεμάττετο τῇ ψυχῇ τοὺς χαρακτῆρας, οὐ πάντας ἀλλ’ ὅσους χωρῆσαι δυνατὸν θνητὴν σύστασιν· ἐπεὶ δ’ ἐπλάσθη καὶ γυνή, θεασάμενος ἀδελφὸν εἶδος καὶ συγγενῆ μορφὴν ἠσμένισε τῇ θέᾳ καὶ προσιὼν ἠσπάζετο."],["152","ἡ δ’ οὐδὲν ἐκείνου προσβλέπουσα ζῷον ἐμφερέστερον ἑαυτῇ γάνυταί τε καὶ ἀντιπροσφθέγγεται μετ’ αἰδοῦς· ἔρως δ’ ἐπιγενόμενος καθάπερ ἑνὸς ζῴου διττὰ τμήματα διεστηκότα συναγαγὼν εἰς ταὐτὸν ἁρμόττεται, πόθον ἐνιδρυσάμενος ἑκατέρῳ τῆς πρὸς θάτερον κοινωνίας εἰς τὴν τοῦ ὁμοίου γένεσιν· ὁ δὲ πόθος οὗτος καὶ τὴν τῶν σωμάτων ἡδονὴν ἐγέννησεν, ἥτις ἐστὶν ἀδικημάτων καὶ παρανομημάτων ἀρχή, δι’ ἣν ὑπαλλάττονται τὸν θνητὸν καὶ κακοδαίμονα βίον ἀντ’ ἀθανάτου καὶ εὐδαίμονος."],["153","ἔτι δὲ τοῦ ἀνδρὸς μονήρη βίον ζῶντος, μήπω διαπλασθείσης τῆς γυναικός, φυτευθῆναι λόγος ἔχει παράδεισον ὑπὸ θεοῦ τοῖς παρ’ ἡμῖν οὐδὲν προσεοικότα (Gen. 2, 8 s.)· τῶν μὲν γάρ ἐστιν ἄψυχος ἡ ὕλη, παντοίων δένδρων κατάπλεως, τῶν μὲν ἀειθαλῶν πρὸς τὴν ὄψεως ἀδιάστατον ἡδονήν, τῶν δὲ ταῖς ἐαριναῖς ὥραις ἡβώντων καὶ βλαστανόντων, καὶ τῶν μὲν ἥμερον καρπὸν ἀνθρώποις φερόντων, οὐ πρὸς ἀναγκαίαν μόνον χρῆσιν τροφῆς ἀλλὰ καὶ πρὸς περιττὴν ἀπόλαυσιν ἁβροδιαίτου βίου, τῶν δ’ οὐχ ὅμοιον, ὃς ἀναγκαίως θηρίοις ἀπενεμήθη· κατὰ δὲ τὸν θεῖον παράδεισον ἔμψυχα καὶ λογικὰ φυτὰ πάντ’ εἶναι συμβέβηκε, καρπὸν φέροντα τὰς ἀρετὰς καὶ προσέτι τὴν ἀδιάφθορον σύνεσιν καὶ ἀγχίνοιαν, ᾗ γνωρίζεται τὰ καλὰ καὶ τὰ αἰσχρά, ζωήν τ’ ἄνοσον καὶ ἀφθαρσίαν καὶ πᾶν εἴ τι τούτοις ὁμοιότροπον."],["154","ταῦτα δέ μοι δοκεῖ συμβολικῶς μᾶλλον ἢ κυρίως φιλοσοφεῖσθαι· δένδρα γὰρ ἐπὶ γῆς οὔτε πέφηνέ πω πρότερον οὔτ’ αὖθις εἰκὸς φανεῖσθαι ζωῆς ἢ συνέσεως· ἀλλ’ ὡς ἔοικεν αἰνίττεται διὰ μὲν τοῦ παραδείσου τὸ τῆς ψυχῆς ἡγεμονικόν, ὅπερ ἐστὶ κατάπλεων οἷα φυτῶν μυρίων ὅσων δοξῶν, διὰ δὲ τοῦ δένδρου τῆς ζωῆς τὴν μεγίστην τῶν ἀρετῶν θεοσέβειαν, δι’ ἧς ἀθανατίζεται ἡ ψυχή, διὰ δὲ τοῦ καλῶν καὶ πονηρῶν γνωριστικοῦ φρόνησιν τὴν μέσην, ᾗ διακρίνεται τἀναντία φύσει."],["155","θέμενος δὲ τούτους τοὺς ὅρους ἐν ψυχῇ καθάπερ δικαστὴς ἐσκόπει, πρὸς πότερον ἐπικλινῶς ἕξει. ὡς δὲ εἶδε ῥέπουσαν μὲν ἐπὶ πανουργίαν, εὐσεβείας δὲ καὶ ὁσιότητος ὀλιγωροῦσαν, ἐξ ὧν ἡ ἀθάνατος ζωὴ περιγίνεται, προὐβάλετο κατὰ τὸ εἰκὸς καὶ ἐφυγάδευσεν ἐκ τοῦ παραδείσου, μηδ’ ἐλπίδα τῆς εἰσαῦθις ἐπανόδου δυσίατα καὶ ἀθεράπευτα πλημμελούσῃ ψυχῇ παρασχών, ἐπεὶ καὶ ἡ τῆς ἀπάτης πρόφασις ἐπίληπτος ἦν οὐ μετρίως, ἣν οὐκ ἄξιον παρασιωπῆσαι."],["156","λέγεται τὸ παλαιὸν τὸ ἰοβόλον καὶ γηγενὲς ἑρπετὸν [ὄφις] ἀνθρώπου φωνὴν προΐεσθαι καί ποτε προσελθὸν τῇ τοῦ πρώτου φύντος ἀνδρὸς γυναικὶ τῆς βραδυτῆτος καὶ τῆς ἄγαν εὐλαβείας ὀνειδίσαι, διότι μέλλει καὶ ὑπερτίθεται πάγκαλον ὀφθῆναι καὶ ἥδιστον ἀπολαυσθῆναι καρπὸν δρέπεσθαι, πρὸς δὲ καὶ ὠφελιμώτατον, ᾧ δυνήσεται γνωρίζειν ἀγαθά τε αὖ καὶ κακά· τὴν δὲ ἀνεξετάστως ἀπὸ γνώμης ἀβεβαίου καὶ ἀνιδρύτου συναινέσασαν ἐμφαγεῖν τοῦ καρποῦ καὶ τῷ ἀνδρὶ μεταδοῦναι— καὶ τοῦτ’ ἐξαπιναίως ἀμφοτέρους ἐξ ἀκακίας καὶ ἁπλότητος ἠθῶν εἰς πανουργίαν μετέβαλεν—· ἐφ’ ᾧ τὸν πατέρα χαλεπήναντα— ἡ γὰρ πρᾶξις ὀργῆς ἀξία, ἐπεὶ παρελθόντες τὸ ζωῆς ἀθανάτου φυτόν, τὴν ἀρετῆς παντέλειαν, ὑφ’ ἧς μακραίωνα καὶ εὐδαίμονα βίον ἐδύναντο καρποῦσθαι, τὸν ἐφήμερον καὶ θνητὸν οὐ βίον ἀλλὰ χρόνον κακοδαιμονίας μεστὸν εἵλοντο— κολάσεις ὁρίσαι κατ’ αὐτῶν τὰς προσηκούσας."],["157","Ἔστι δὲ ταῦτα οὐ μύθου πλάσματα, οἷς τὸ ποιητικὸν καὶ σοφιστικὸν χαίρει γένος, ἀλλὰ δείγματα τύπων ἐπ’ ἀλληγορίαν παρακαλοῦντα κατὰ τὰς δι’ ὑπονοιῶν ἀποδόσεις. ἑπόμενος δέ τις εἰκότι στοχασμῷ φήσει προσηκόντως τὸν εἰρημένον ὄφιν ἡδονῆς εἶναι σύμβολον, ὅτι πρῶτον μὲν ζῷον ἄπουν ἐστὶ καὶ πρηνὲς πεπτωκὸς ἐπὶ γαστέρα, δεύτερον δ’ ὅτι γῆς βώλοις σιτίῳ χρῆται, τρίτον δ’ ὅτι τὸν ἰὸν ἐπιφέρεται τοῖς ὀδοῦσιν, ᾧ τοὺς δηχθέντας ἀναιρεῖν πέφυκεν."],["158","οὐδενὸς δὲ τῶν λεχθέντων ὁ φιλήδονος ἀμοιρεῖ· μόλις τε γὰρ τὴν κεφαλὴν ἐπαίρει βαρυνόμενος καὶ καθελκόμενος, ἐκτραχηλιζούσης καὶ ὑποσκελιζούσης τῆς ἀκρασίας· σιτεῖταί τε οὐκ οὐράνιον τροφήν, ἣν ὀρέγει τοῖς φιλοθεάμοσι διὰ λόγων καὶ δογμάτων σοφία, τὴν δ’ ἀναδιδομένην ἐκ γῆς κατὰ τὰς ἐτησίους ὥρας, ἐξ ἧς οἰνοφλυγίαι καὶ ὀψοφαγίαι καὶ λαιμαργίαι, αἳ τὰς γαστρὸς ἐπιθυμίας προσαναρρηγνῦσαι καὶ ἀναρριπίζουσαι [καὶ ἀνδραποδίζουσαι] πρὸς γαστριμαργίαν συναύξουσι καὶ ἀναρρηγνύουσι καὶ τοὺς ὑπογαστρίους οἴστρους· σιτοπόνων τε γὰρ καὶ ὀψαρτυτῶν κάματον ἐπιλιχνεύει καὶ τῆς ἀπὸ τῶν ἡδυσμάτων κνίσσης ἐν κύκλῳ τὴν κεφαλὴν περιάγων μεταλαμβάνειν [τῆς εἰδεχθείας] ὀρέγεται, καὶ ὁπότε πολυτελῆ τράπεζαν θεάσαιτο, καταβαλὼν αὑτὸν ὅλον ἐπὶ τὰ εὐτρεπισθέντα ἐκχεῖται, πάντων ἀθρόων σπουδάζων ἐμφορεῖσθαι, τέλος οὐ κόρον ἀλλὰ τὸ μηδὲν ὑπολείπεσθαι τῶν εὐτρεπισθέντων ποιούμενος."],["159","ὅθεν οὐχ ἧττον ὄφεως ἐν τοῖς ὀδοῦσιν ἐπιφέρεται τὸν ἰόν· οὗτοι γάρ εἰσιν ἀπληστίας ὑπηρέται καὶ ὑπουργοί, πάνθ’ ὅσα πρὸς ἐδωδὴν τέμνοντές τε καὶ λεαίνοντες καὶ τὸ μὲν πρῶτον γλώττῃ παραδιδόντες τῇ χυλοὺς δικαζούσῃ πρὸς ἐπίκρισιν, ἔπειτα δὲ φάρυγγι· σιτίων δὲ ἀμετρία θανατῶδες φύσει καὶ ἰοβόλον, ἅτε πέψιν οὐκ ἐνδεχομένων διὰ τὴν τῶν ἐπεισιόντων φοράν, ἣ γίνεται πρὶν ἐξικμασθῆναι τὰ πρότερα."],["160","φωνὴν δ’ ἀνθρώπειον ὄφις λέγεται προΐεσθαι, διότι μυρίοις ὑπερμάχοις καὶ προαγωνισταῖς ἡδονὴ χρῆται τὴν ἐπιμέλειαν καὶ προστασίαν αὐτῆς ἀνειληφόσιν, οἳ τολμῶσιν ἀναδιδάσκειν ὅτι πάντων τὸ κράτος ἀνῆπται μικρῶν"],["161","τε καὶ μεγάλων οὐδενὸς ὑπεξῃρημένου τὸ παράπαν. ἀλλ’ αἵ τε πρῶται τοῦ ἄρρενος πρὸς τὸ θῆλυ σύνοδοι ξεναγὸν ἔχουσιν ἡδονήν, αἵ τε σποραὶ καὶ γενέσεις διὰ ταύτης συνίστανται, τά τε γεννώμενα οὐδενὶ πρῶτον οἰκειοῦσθαι πέφυκεν ἢ ταύτῃ, χαίροντα μὲν ἡδονῇ, τὴν δ’ ἐναντίαν ἀλγηδόνα δυσχεραίνοντα· παρὸ καὶ ἀνακλαίεται τὸ βρέφος ἀποκυηθέν, ἀλγῆσαν ὡς εἰκὸς τῇ περιψύξει· ἐκ γὰρ θερμοτάτου καὶ πυρωδεστάτου χωρίου τοῦ κατὰ τὴν μήτραν, ᾧ πολὺν χρόνον ἐνδιῃτήθη, προελθὸν ἐξαπιναίως εἰς ἀέρα, ψυχρὸν καὶ ἀσυνήθη τόπον, ἐπλήχθη καὶ τῆς ὀδύνης καὶ τοῦ δυσχεραίνειν ἀλγηδόνι τὰ κλαύματα δεῖγμα παρέσχεν ἐναργέστατον."],["162","σπεύδει τε, φασί, πᾶν ζῷον ὡς ἐπ’ ἀναγκαιότατον καὶ συνεκτικώτατον τέλος ἡδονὴν καὶ μάλιστα ἄνθρωπος· τὰ μὲν γὰρ διὰ γεύσεως μόνον καὶ τῶν γεννητικῶν ἐφίεται ταύτης, ὁ δὲ ἄνθρωπος καὶ διὰ τῶν ἄλλων αἰσθήσεων, ὅσα θεάματα ἢ ἀκούσματα τέρψιν δύναται παρασχεῖν ὠσὶ καὶ ὀφθαλμοῖς μεταδιώκων."],["163","λέγεται δὲ καὶ ἄλλα παμπληθῆ πρὸς ἔπαινον τοῦ πάθους καὶ ὡς ἔστιν οἰκειότατον καὶ συγγενέστατον ζῴοις· ἀπόχρη δὲ δείγματος ἕνεκα καὶ τὰ νῦν εἰρημένα, ὧν χάριν ἀνθρωπίνην φωνὴν ἔδοξεν ὁ ὄφις προΐεσθαι. διό μοι δοκεῖ κἀν τοῖς κατὰ μέρος νόμοις, οὗ περὶ ζῴων ἔγραψεν ἅ τε χρὴ προσφέρεσθαι καὶ τοὐναντίον, ἐπαινέσαι μάλιστα τὸν ὀφιομάχην ἐπικαλούμενον (Lev. 11, 22)— ἑρπετὸν δ’ ἐστὶν ἔχον ἀνωτέρω σκέλη τῶν ποδῶν, οἷς ἀπὸ γῆς πέφυκε πηδᾶν καὶ μετέωρον αἴρεσθαι καθάπερ τὸ τῶν ἀκρίδων γένος—·"],["164","ὁ γὰρ ὀφιομάχης οὐδὲν ἄλλ’ ἢ συμβολικῶς ἐγκράτεια εἶναί μοι δοκεῖ, μάχην ἀκαθαίρετον καὶ πόλεμον ἄσπονδον ἐκφέρουσα πρὸς ἀκρασίαν καὶ ἡδονήν· ἡ μὲν γὰρ εὐτέλειαν καὶ ὀλιγοδεΐαν καὶ ὅσον ἀναγκαῖον φιλαυστήρῳ καὶ σεμνῷ βίῳ διαφερόντως ἀσπάζεται, ἡ δὲ περιεργίαν καὶ πολυτέλειαν, ἃ χλιδῆς καὶ θρύψεως αἴτια γίνεται ψυχῇ καὶ σώματι, δι’ ὧν τὴν ὑπαίτιον καὶ θανάτου χαλεπωτέραν ζωὴν παρὰ τοῖς εὖ φρονοῦσι συμβέβηκε γίνεσθαι."],["165","Τὰς δὲ γοητείας καὶ ἀπάτας αὑτῆς ἡδονὴ τῷ μὲν ἀνδρὶ οὐ τολμᾷ προσφέρειν, τῇ δὲ γυναικὶ καὶ διὰ ταύτης ἐκείνῳ, πάνυ προσφυῶς καὶ εὐθυβόλως· ἐν ἡμῖν γὰρ ἀνδρὸς μὲν ἔχει λόγον ὁ νοῦς, γυναικὸς δ’ αἴσθησις· ἡδονὴ δὲ προτέραις ἐντυγχάνει καὶ ἐνομιλεῖ ταῖς αἰσθήσεσι, δι’ ὧν καὶ τὸν ἡγεμόνα νοῦν φενακίζει· ἐπειδὰν γὰρ ἑκάστη τῶν αἰσθήσεων τοῖς φίλτροις αὐτῆς ὑπαχθῇ, χαίρουσαι τοῖς προτεινομένοις, ἐπὶ χρωμάτων μὲν καὶ σχημάτων ποικιλίαις ὄψις, ἐπὶ δὲ φωνῶν ἐμμελείαις ἀκοή, ἐν δὲ χυλῶν ἡδύτησι γεῦσις, κἀν ταῖς τῶν ἀναθυμιωμένων ἀτμῶν εὐωδίαις ὄσφρησις, δεξάμεναι τὰ δῶρα θεραπαινίδων τρόπον προσφέρουσιν οἷα δεσπότῃ τῷ λογισμῷ, παράκλητον ἐπαγόμεναι πειθὼ περὶ τοῦ μηδὲν ἀπώσασθαι τὸ παράπαν· ὁ δ’ αὐτίκα δελεασθεὶς ὑπήκοος ἀνθ’ ἡγεμόνος καὶ δοῦλος ἀντὶ δεσπότου καὶ ἀντὶ πολίτου φυγὰς καὶ θνητὸς ἀντ’ ἀθανάτου γίνεται."],["166","συνόλως γὰρ οὐκ ἀγνοητέον ὅτι οἷα ἑταιρὶς καὶ μαχλὰς οὖσα ἡδονὴ γλίχεται τυχεῖν ἐραστοῦ καὶ μαστροποὺς ἀναζητεῖ, δι’ ὧν τοῦτον ἀγκιστρεύσεται· μαστροπεύουσι δ’ αὐτῇ καὶ προξενοῦσι τὸν ἐρῶντα αἰσθήσεις, ἃς δελεάσασα ῥᾳδίως ὑπηγάγετο τὸν νοῦν, ᾧ τὰ φανέντα ἐκτὸς εἴσω κομίζουσαι διαγγέλλουσι καὶ ἐπιδείκνυνται, τοὺς τύπους ἑκάστων ἐνσφραγιζόμεναι καὶ τὸ ὅμοιον ἐνεργαζόμεναι πάθος· κηρῷ γὰρ ἐοικὼς δέχεται τὰς διὰ τῶν αἰσθήσεων φαντασίας, αἷς τὰ σώματα καταλαμβάνει δι’ αὑτοῦ μὴ δυνάμενος, καθάπερ εἶπον ἤδη."],["167","Τὰ δ’ ἐπίχειρα τῆς ἡδονῆς εὐθὺς εὕραντο οἱ πρῶτοι γενόμενοι δοῦλοι χαλεποῦ καὶ δυσιάτου πάθους· ἡ μὲν γυνὴ σφοδρὰς ἀνίας ἐνδεξαμένη τὰς ἐν ὠδῖσι καὶ τὰς παρὰ τὸν ἄλλον βίον λύπας ἐπαλλήλους καὶ μάλιστα τὰς ἐπὶ τέκνοις γεννωμένοις καὶ τρεφομένοις καὶ νοσοῦσι καὶ ὑγιαίνουσι καὶ εὐτυχοῦσι καὶ ἀτυχοῦσιν, εἶτ’ ἀφαίρεσιν ἐλευθερίας καὶ τὴν ἀπὸ τοῦ συνόντος ἀνδρὸς δεσποτείαν, οὗ τοῖς ἐπιτάγμασι πειθαρχεῖν ἀναγκαῖον· ὁ δ’ ἀνὴρ ἐν μέρει πόνους καὶ ταλαιπωρίας καὶ συνεχεῖς ἱδρῶτας ἕνεκα πορισμοῦ τῶν ἀναγκαίων καὶ στέρησιν μὲν τῶν αὐτομάτων ἀγαθῶν, ἅπερ ἐδιδάχθη φέρειν ἡ γῆ δίχα γεωργικῆς ἐπιστήμης, ἀτρύτων δὲ μετουσίαν καμάτων εἰς ζήτησιν βίου καὶ τροφῆς ὑπὲρ τοῦ μὴ λιμῷ παραπολέσθαι·"],["168","οἶμαι γὰρ ἂν ὥσπερ ἥλιον καὶ σελήνην ἀεὶ φωσφορεῖν ἅπαξ κελευσθέντας ἅμα τῇ πρώτῃ γενέσει τοῦ παντὸς καὶ τὸ θεῖον πρόσταγμα διατηρεῖν οὐδενὸς ἑτέρου χάριν ἢ ὅτι τῶν ὅρων οὐρανοῦ μακρὰν κακία πεφυγάδευται, τὸν αὐτὸν τρόπον καὶ τῆς γῆς τὴν βαθεῖαν καὶ καρποφόρον ἄνευ τέχνης καὶ συμπράξεως γεωπόνων ἀνδρῶν φέρειν ἂν πολλὴν ἀφθονίαν κατὰ τὰς ἐτησίους ὥρας· νυνὶ δὲ αἱ ἀέναοι πηγαὶ τῶν τοῦ θεοῦ χαρίτων ἐπεσχέθησαν, ὅτε ἤρξατο κακία τὰς ἀρετὰς παρευημερεῖν, ἵνα μὴ ὡς ἀναξίοις χορηγῶσιν."],["169","ἔδει μὲν οὖν τὸ τῶν ἀνθρώπων γένος, εἰ τὴν ἁρμόττουσαν ἔμελλε δίκην ὑπομένειν, ἠφανίσθαι διὰ τὴν πρὸς τὸν εὐεργέτην καὶ σωτῆρα θεὸν ἀχαριστίαν· ὁ δ’ ἅτε τὴν φύσιν ἵλεως οἶκτον λαβὼν ἐμετρίασε τὴν τιμωρίαν, τὸ μὲν γένος ἐάσας διαμένειν, τὰς δὲ τροφὰς οὐκέθ’ ὁμοίως ἐξ ἑτοίμου παρασχών, ἵνα μὴ δυσὶ κακοῖς ἀργίᾳ καὶ κόρῳ χρώμενοι πλημμελῶσι καὶ ὑβρίζωσι."],["170","Τοιοῦτος μὲν ὁ βίος τῶν ἐν ἀρχῇ μὲν ἀκακίᾳ καὶ ἁπλότητι χρωμένων, αὖθις δὲ κακίαν ἀντ’ ἀρετῆς προτιμώντων [ὧν ἄξιον ἀπέχεσθαι]. διὰ δὲ τῆς λεχθείσης κοσμοποιίας πολλὰ μὲν καὶ ἄλλα ἡμᾶς ἀναδιδάσκει, πέντε δὲ τὰ κάλλιστα καὶ πάντων ἄριστα· πρῶτον μὲν ὅτι ἔστι τὸ θεῖον καὶ ὑπάρχει, διὰ τοὺς ἀθέους, ὧν οἱ μὲν ἐνεδοίασαν ἐπαμφοτερίσαντες περὶ τῆς ὑπάρξεως αὐτοῦ, οἱ δὲ τολμηρότεροι καὶ κατεθρασύναντο φάμενοι μηδ’ ὅλως εἶναι, λέγεσθαι δ’ αὐτὸ μόνον πρὸς ἀνθρώπων πλάσμασι μυθικοῖς ἐπισκιασάντων τὴν ἀλήθειαν·"],["171","δεύτερον δ’ ὅτι θεὸς εἷς ἐστι, διὰ τοὺς εἰσηγητὰς τῆς πολυθέου δόξης, οἳ οὐκ ἐρυθριῶσι τὴν φαυλοτάτην τῶν κακοπολιτειῶν ὀχλοκρατίαν ἀπὸ γῆς εἰς οὐρανὸν μετοικίζοντες· τρίτον δ’ ὡς ἤδη λέλεκται ὅτι γενητὸς ὁ κόσμος, διὰ τοὺς οἰομένους αὐτὸν ἀγένητον καὶ ἀίδιον εἶναι, οἳ πλέον οὐδὲν ἀπονέμουσι θεῷ· τέταρτον δ’ ὅτι καὶ εἷς ἐστιν ὁ κόσμος, ἐπειδὴ καὶ εἷς ὁ δημιουργὸς ὁ ἐξομοιώσας αὑτῷ κατὰ τὴν μόνωσιν τὸ ἔργον, ὃς ἁπάσῃ κατεχρήσατο τῇ ὕλῃ εἰς τὴν τοῦ ὅλου γένεσιν· ὅλον γὰρ οὐκ ἂν ἦν, εἰ μὴ ἐξ ὅλων ἐπάγη καὶ συνέστη τῶν μερῶν· εἰσὶ γὰρ οἱ πλείους ὑπολαμβάνοντες εἶναι κόσμους, οἱ δὲ καὶ ἀπείρους, ἄπειροι καὶ ἀνεπιστήμονες αὐτοὶ πρὸς ἀλήθειαν ὄντες ὧν καλὸν ἐπιστήμην ἔχειν· πέμπτον δ’ ὅτι καὶ προνοεῖ τοῦ κόσμου ὁ θεός· ἐπιμελεῖσθαι γὰρ ἀεὶ τὸ πεποιηκὸς τοῦ γενομένου φύσεως νόμοις καὶ θεσμοῖς ἀναγκαῖον, καθ’ οὓς καὶ γονεῖς τέκνων προμηθοῦνται."],["172","ὁ δὴ ταῦτα μὴ ἀκοῇ μᾶλλον ἢ διανοίᾳ προμαθὼν καὶ ἐν τῇ αὑτοῦ ψυχῇ σφραγισάμενος θαυμάσια καὶ περιμάχητα εἴδη, καὶ ὅτι ἔστι καὶ ὑπάρχει θεὸς καὶ ὅτι εἷς ὁ ὢν ὄντως ἐστὶ καὶ ὅτι πεποίηκε τὸν κόσμον καὶ πεποίηκεν ἕνα, ὡς ἐλέχθη, κατὰ τὴν μόνωσιν ἐξομοιώσας ἑαυτῷ καὶ ὅτι ἀεὶ προνοεῖ τοῦ γεγονότος, μακαρίαν καὶ εὐδαίμονα ζωὴν βιώσεται δόγμασιν εὐσεβείας καὶ ὁσιότητος χαραχθείς."]]] \ No newline at end of file diff --git a/lines/on-the-doctrine-that-dreams-are-sent-fro.json b/lines/on-the-doctrine-that-dreams-are-sent-fro.json new file mode 100644 index 0000000000000000000000000000000000000000..43752c5cf835698d78b0a4eb9b11dcf263ecf750 --- /dev/null +++ b/lines/on-the-doctrine-that-dreams-are-sent-fro.json @@ -0,0 +1 @@ +[[["1","Ἡ μὲν πρὸ ταύτης γραφὴ περιεῖχε τῶν θεοπέμπτων ὀνείρων τοὺς κατὰ τὸ πρῶτον εἶδος ταττομένους, ἐφ’ οὗ τὸ θεῖον ἐλέγομεν κατὰ τὴν ἰδίαν ἐπιβολὴν τὰς ἐν τοῖς ὕπνοις ἐπιπέμπειν φαντασίας. ἐν ταύτῃ δ’, ὡς ἂν οἷόν τε ᾖ, δηλώσομεν τοὺς ἐφαρμόττοντας τῷ δευτέρῳ."],["2","δεύτερον δ’ εἶδος, ἐν ᾧ ὁ ἡμέτερος νοῦς τῷ τῶν ὅλων συγκινούμενος ἐξ ἑαυτοῦ κατέχεσθαί τε καὶ θεοφορεῖσθαι δοκεῖ, ὡς ἱκανὸς εἶναι προλαμβάνειν καὶ προγινώσκειν τι τῶν μελλόντων. ὄναρ δ’ ἐστὶ πρῶτον οἰκεῖον εἴδει τῷ σημαινομένῳ τὸ φανὲν ἐπὶ τῆς οὐρανοῦ κλίμακος τόδε·"],["3","„καὶ ἐνυπνιάσθη· καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτῆς· ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ’ αὐτῆς· καὶ εἶπεν· ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ· μὴ φοβοῦ· ἡ γῆ, ἐφ’ ἧς σὺ καθεύδεις, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου, καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ λίβα καὶ βορρᾶν καὶ ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου. καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, ᾗ ἂν πορευθῇς· καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησα σοι “(Gen. 28, 12— 15)."],["4","προκατασκευὴ δ’ ἐστὶ τῆς φαντασίας ἀναγκαία, ἣν ἀκριβώσαντες εὐμαρῶς ἴσως δυνησόμεθα καὶ τὰ δηλούμενα ὑπὸ τῆς φαντασίας καταλαβεῖν. τίς οὖν ἡ προκατασκευή; „καὶ ἐξῆλθε “φησίν „Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρράν, καὶ ἀπήντησε τόπῳ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ “(ibid. 10. 11)· κἄπειτ’ εὐθύς ἐστι τὸ ὄναρ."],["5","οὐκοῦν ἄξιον ἐν ἀρχῇ ταυτὶ τρία διαπορῆσαι· ἓν μὲν τί τὸ τοῦ ὅρκου φρέαρ καὶ διὰ τί οὕτως ὠνομάσθη, δεύτερον δὲ τίς ἡ Χαρρὰν καὶ διὰ τί ἀπὸ τοῦ λεχθέντος φρέατος ἐξελθὼν εἰς Χαρρὰν ἔρχεται εὐθύς, τρίτον τίς ὁ τόπος καὶ διὰ τί, ὅταν γένηται κατ’ αὐτόν, ὁ μὲν ἥλιος δύεται, αὐτὸς δὲ κοιμᾶται."],["6","Σκοπῶμεν οὖν αὐτίκα τὸ πρῶτον. ἐμοὶ τοίνυν δοκεῖ σύμβολον εἶναι τὸ φρέαρ ἐπιστήμης· οὐ γάρ ἐστιν ἐπιπόλαιος αὐτῆς ἡ φύσις, ἀλλὰ πάνυ βαθεῖα· οὐδ’ ἐν φανερῷ πρόκειται, ἀλλ’ ἐν ἀφανεῖ που κρύπτεσθαι φιλεῖ· οὐδὲ ῥᾳδίως, ἀλλὰ μετὰ πολλῶν πόνων καὶ μόλις ἀνευρίσκεται. καὶ ταῦτ’ οὐ μόνον ἐπὶ τῶν μεγάλα καὶ ἀμύθητα ὅσα θεωρήματα ἐχουσῶν, ἀλλὰ καὶ ἐπὶ τῶν εὐτελεστάτων θεωρεῖται."],["7","ἣν γοῦν ἂν ἐθέλῃς ἑλοῦ τῶν τεχνῶν, μή μοι τὴν ἀρίστην, ἀλλὰ τὴν πασῶν ἀφανεστάτην, ἣν ἐλεύθερος μὲν ἴσως οὐδεὶς ἐν πόλει τραφεὶς ἑκὼν ἐπιτηδεύσειεν ἄν, ἐν ἀγρῷ δὲ μόλις ἄκων οἰκέτης δυσκόλῳ καὶ δυστρόπῳ παλαίων δεσπότῃ βιαζομένῳ πολλὰ δρᾶν τῶν ἀβουλήτων."],["8","εὑρεθήσεται γὰρ οὐχ ἁπλοῦν, ἀλλὰ ποικίλον τὸ πρᾶγμα, οὐ θήρᾳ ληπτόν, δυσεύρετον, δυσπεριγένητον, ἐχθρὸν μὲν ὄκνῳ καὶ ἀμελείᾳ καὶ ῥᾳθυμίᾳ, σπουδῆς δὲ καὶ φιλοτιμίας ἱδρώτων τε καὶ φροντίδων μεστόν. οὗ χάριν οὐδ’ ὕδωρ ἐν τῷ φρέατι τούτῳ φασὶν οἱ ὀρύττοντες εὑρεῖν (Gen. 26, 32), ἐπειδὴ τὰ τέλη τῶν ἐπιστημῶν οὐ δυσεύρετα μόνον, ἀλλὰ καὶ ἀνεύρετα παντελῶς εἶναι συμβέβηκε."],["9","γραμματικώτερος δὲ διὰ τοῦτο καὶ γεωμετρικώτερος ἕτερος ἑτέρου γίνεται τῷ τὰς ἐπιτάσεις καὶ παραυξήσεις ἀμήχανον εἶναι ὅροις περιγραφῆναι· πλείω γὰρ ἀεὶ τῶν εἰς μάθησιν ἡκόντων τὰ ἀπολειπόμενα ἐκδέχεται καὶ ἐφεδρεύει, ὡς καὶ τὸν ἅπτεσθαι περάτων ἐπιστήμης ὑπολαμβανόμενον ἡμιτελῆ παρ’ ἑτέρῳ κριτῇ νομίζεσθαι, παρὰ δὲ ἀληθείᾳ δικαζούσῃ καὶ ἄρτι ἄρχεσθαι δοκεῖν."],["10","„βραχὺς μὲν γὰρ ὁ βίος, “ἔφη τις, „ἡ δὲ τέχνη μακρά, “ἧς ἄριστα καταλαμβάνει τὸ μέγεθος ὁ ἀψευδῶς ἐμβαθύνων αὐτῇ καὶ ὥσπερ φρέαρ αὐτὴν ὀρύττων. διὸ καὶ τελευτῶντά τινα πολιὸν ἤδη καὶ ὑπέργηρων λόγος ἔχει δακρύειν, οὐ δι’ ἀνανδρίαν φόβῳ θανάτου, ἀλλὰ διὰ παιδείας ἵμερον ὡς νῦν πρῶτον εἰς αὐτὴν εἰσιόντα, ὅτε πανύστατ’ ἔξεισιν."],["11","ἀνθεῖ γὰρ ἡ ψυχὴ πρὸς ἐπιστήμην, ὁπότε αἱ τοῦ σώματος ἀκμαὶ χρόνου μήκει μαραίνονται. πρὶν οὖν ἡβῆσαι καὶ ἐννεάσαι τῇ τῶν πραγμάτων ἀκριβεστέρᾳ καταλήψει, χαλεπὸν ὑποσκελισθῆναι. τὸ δὲ πάθος τοῦτο κοινὸν ἁπάντων ἐστὶ τῶν φιλομαθῶν, οἷς νέα ἐπὶ παλαιοῖς ἀνίσχει καὶ ἀναλάμπει θεωρήματα, πολλὰ μὲν καὶ τῆς ψυχῆς, ὁπότε μὴ στεῖρα καὶ ἄγονος εἴη, τικτούσης, πολλὰ δὲ καὶ τῆς φύσεως ἀτεκμάρτως ἐκ ταὐτομάτου προφαινούσης τοῖς διάνοιαν ὀξυδορκοῦσι. τὸ μὲν οὖν ἐπιστήμης φρέαρ ὅρον καὶ τελευτὴν οὐκ ἔχον τοιοῦτον ἀπεδείχθη."],["12","διὰ τί δὲ ὅρκος ὠνομάσθη (Gen. 26, 33), λεκτέον· τὰ ἐνδοιαζόμενα τῶν πραγμάτων ὅρκῳ διακρίνεται καὶ τὰ ἀβέβαια βεβαιοῦται καὶ τὰ ἄπιστα λαμβάνει πίστιν· ἐξ ὧν ἐκεῖνο συνάγεται, ὅτι περὶ οὐδενὸς ἄν τις οὕτως βεβαιώσαιτο, ὡς περὶ τοῦ τὸ σοφίας γένος ἀπερίγραφον καὶ ἀτελεύτητον εἶναι."],["13","καλὸν μὲν οὖν καὶ ἀνωμότῳ διεξιόντι περὶ τούτων συνεπιγράφεσθαι· ὁ δὲ μὴ λίαν εἰς συναίνεσιν εὐχερὴς ἐνωμότῳ γενομένῳ συναινείτω. μηδεὶς δὲ ὀμνύναι τὸν τοιοῦτον ὅρκον ἀναδυέσθω σαφῶς εἰδώς, ὅτι ἐν εὐόρκων γραφήσεται στήλαις."],["14","ἅλις μὲν δὴ τούτων. ἑπόμενον δ’ ἂν εἴη σκέψασθαι, διὰ τί τεττάρων ὀρυττομένων φρεάτων ὑπὸ τῶν ἀμφὶ τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ (Gen. 21, 25. 26, 19— 23) τὸ τέταρτον καὶ τελευταῖον „ὅρκος “προσερρήθη."],["15","μήποτ’ οὖν δι’ ὑπονοιῶν ἐκεῖνο βούλεται παραστῆσαι, ὅτι κἀν τῷ παντὶ τεττάρων ὄντων, ἐξ ὧν συνέστηκεν ὅδε ὁ κόσμος, καὶ ἐν ἡμῖν αὐτοῖς ἰσαρίθμων, ἐξ ὧν διαπλασθέντες εἰς ἀνθρωπόμορφον εἶδος ἐτυπώθημεν, τὰ μὲν [[οὖν] ὗν] τρία πέφυκεν ἀμηγέπῃ καταλαμβάνεσθαι, τὸ δὲ τέταρτον ἀκατάληπτον πᾶσι τοῖς κριταῖς ἐστιν."],["16","ἐν μὲν οὖν τῷ κόσμῳ γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ οὐρανὸν τέτταρα τὰ πάντα εἶναι συμβέβηκεν· ὧν τὰ μὲν ἄλλα κἂν δυσευρέτου, ἀλλ’ οὐκ εἰσάπαν ἀνευρέτου μοίρας ἠξίωται."],["17","καὶ γὰρ γῆν, ὅτι ἐστὶ σῶμα βαρὺ καὶ ἀδιάλυτον καὶ στερέμνιον καὶ τεμνόμενον εἰς ὄρη καὶ πεδιάδας χώρας καὶ ποταμοῖς καὶ θαλάττῃ διαιρούμενον, ὡς τὰ μὲν νησιάζειν, τὰ δὲ ἠπειροῦσθαι, καὶ ὅτι τὸ μὲν αὐτῆς λεπτόγεων, τὸ δὲ βαθύγειον, καὶ τὸ μὲν τραχὺ καὶ στρυφνὸν καὶ λιθῶδες καὶ εἰσάπαν ἄγονον, τὸ δὲ λεῖον καὶ μαλακὸν καὶ γονιμώτατον, καὶ μυρία πρὸς τούτοις ἕτερα καταλαμβάνομεν·"],["18","καὶ πάλιν ὕδωρ ὅτι πολλά τε τῶν εἰρημένων ἔχει κοινὰ πρὸς γῆν καὶ ἐξαίρετα ἕτερα· τὸ μὲν γὰρ αὐτοῦ γλυκύ, τὸ δ’ ἁλμυρόν, τὸ δ’ ἄλλαις διακεκριμένον ἰδέαις· καὶ τὸ μὲν πότιμον, τὸ δ’ οὐ πότιμον— καὶ ἑκάτερον οὐ πᾶσιν, ἀλλ’ οἷς θάτερον, οὐ τὸ ἕτερον, καὶ οἷς μὴ θάτερον, πάντως τὸ ἕτερον—, καὶ τὸ μὲν φύσει ψυχρόν, τὸ δὲ φύσει θερμόν—"],["19","εἰσὶ γὰρ μυρίαι πολλαχόθι πηγαὶ ζέον ὕδωρ ἐκδιδοῦσαι, οὐ κατὰ γῆν μόνον ἀλλὰ καὶ κατὰ θάλατταν· ἤδη γοῦν ἐφάνησαν φλέβες ἀνομβροῦσαι ζέον ὕδωρ ἐν μέσοις πελάγεσιν, ἃς ἡ τοσαύτη τῶν ἐν κύκλῳ πελαγῶν ἀνάχυσις ἐξ αἰῶνος ἐπικλύζουσα οὐκ ἴσχυσε σβέσαι, ἀλλ’ οὐδ’ ἐπὶ ποσὸν ἀνεῖναι—·"],["20","καὶ πάλιν ὅτι ὁ ἀὴρ ἔχει φύσιν εἴκουσαν ἀντιπεριιστάμενος τοῖς σώμασιν, ὄργανον ὢν ζωῆς, ἀναπνοῆς, ὁράσεως, ἀκοῆς, τῶν ἄλλων αἰσθήσεων, πυκνότητας καὶ μανότητας κινήσεις τε καὶ ἠρεμίας ἐνδεχόμενος, τροπὰς καὶ μεταβολὰς παντοίας τρεπόμενός τε καὶ μεταβάλλων, χειμῶνας καὶ θέρη γεννῶν καὶ τὰς μετοπωρινὰς καὶ ἐαρινὰς ὥρας, ἐξ ὧν ὁ ἐνιαυτοῦ κύκλος πέφυκε περατοῦσθαι."],["21","τούτων μὲν δὴ πάντων αἰσθανόμεθα, ὁ δ’ οὐρανὸς ἀκατάληπτον ἔχει τὴν φύσιν, οὐδὲν ἑαυτοῦ σαφὲς γνώρισμα πρὸς ἡμᾶς ἀποστείλας. τί γὰρ ἂν εἴποιμεν; ὅτι πεπηγώς ἐστι κρύσταλλος, ὡς ἠξίωσάν τινες; ἢ ὅτι πῦρ τὸ καθαρώτατον; ἢ ὅτι πέμπτον κυκλοφορικὸν σῶμα, μηδενὸς τῶν τεττάρων στοιχείων μετέχον; τί δ’; ἡ ἀπλανὴς καὶ ἐξωτάτω σφαῖρα πρὸς τὸ ἄνω βάθος ἔχει ἢ αὐτὸ μόνον ἐστὶν ἐπιφάνεια βάθους ἐρήμη, τοῖς ἐπιπέδοις σχήμασιν ἐοικυῖα; τί δ’;"],["22","οἱ ἀστέρες πότερον γῆς εἰσιν ὄγκοι πυρὸς πλήρεις— ἄγκεα γὰρ καὶ νάπας καὶ μύδρους διαπύρους εἶπον αὐτοὺς εἶναί τινες, αὐτοὶ δεσμωτηρίου καὶ μύλωνος, ἐν οἷς τὰ τοιαῦτά ἐστιν ἐπὶ τιμωρίᾳ τῶν ἀσεβῶν, ὄντες ἐπάξιοι— ἢ συνεχὴς καί, ὡς εἶπέ τις, πυκνὴ ἁρμονία, πιλήματα ἀδιάλυτα αἰθέρος; ἔμψυχοι δὲ καὶ νοεροὶ ἢ νοῦ καὶ ψυχῆς ἀμέτοχοι; προαιρετικὰς δὲ ἢ κατηναγκασμένας αὐτὸ μόνον κινήσεις ἔχοντες; τί δέ;"],["23","σελήνη πότερον γνήσιον ἢ νόθον ἐπιφέρεται φέγγος ἡλιακαῖς ἐπιλαμπόμενον ἀκτῖσιν ἢ καθ’ αὑτὸ μὲν ἰδίᾳ τούτων οὐδέτερον, τὸ δ’ ἐξ ἀμφοῖν ὡς ἂν ἐξ οἰκείου καὶ ἀλλοτρίου πυρὸς κρᾶμα; πάντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα τοῦ ἀρίστου τε καὶ τετάρτου τῶν ἐν κόσμῳ σώματος ὄντα, οὐρανοῦ, ἄδηλα καὶ ἀκατάληπτα, στοχασμοῖς καὶ εἰκασίαις, οὐ παγίῳ λόγῳ τῆς ἀληθείας, ἐφορμοῦντα·"],["24","ὥστε κἂν ὀμόσαι τινὰ θαρρήσαντα, ὅτι θνητὸς οὐδεὶς πώποτε ἰσχύσει τούτων ἐναργῶς καταλαβεῖν οὐδέν. ὅρκος διὰ τοῦτ’ ὠνομάσθη τὸ τέταρτον καὶ ξηρὸν φρέαρ, ἡ τοῦ τετάρτου τῶν ἐν τῷ κόσμῳ ζήτησις"],["25","ἀτελεύτητος καὶ πάντῃ δυσεύρετος, οὐρανοῦ. ἴδωμεν δέ, ὃν τρόπον καὶ τὸ ἐν ἡμῖν αὐτοῖς τέταρτον διαφερόντως καὶ κατ’ ἐξαίρετον λόγον ἀκατάληπτον εἶναι πέφυκεν. οὐκοῦν τέτταρα τὰ ἀνωτάτω τῶν περὶ ἡμᾶς ἐστι, σῶμα, αἴσθησις, λόγος, νοῦς· τούτων μὲν δὴ τὰ τρία οὐ κατὰ πάσας ἄδηλα τὰς ἰδέας ἐστίν, ἀλλ’ ἔχει τινὰ δείγματα ἐν ἑαυτοῖς τοῦ καταλαμβάνεσθαι."],["26","τί δ’ ἔσθ’ ὅ φημι; ὅτι τὸ σῶμα καὶ τριχῇ διαστατὸν καὶ ἑξαχῇ κινητόν, ἴσμεν, διαστάσεις μὲν τρεῖς ἔχον, μῆκος, βάθος, πλάτος, κινήσεις δὲ τὰς διπλασίας ἕξ, τὴν ἄνω, τὴν κάτω, τὴν ἐπὶ δεξιά, τὴν ἐπὶ εὐώνυμα, τὴν πρόσω, τὴν εἰς τὸ κατόπιν· ἀλλὰ καὶ ὅτι ψυχῆς ἐστιν ἀγγεῖον, οὐκ ἀγνοοῦμεν· ἀλλὰ καὶ ὅτι ἡβᾷ, φθίνει, γηράσκει, τελευτᾷ, διαλύεται,"],["27","σαφῶς ἴσμεν. καὶ πρὸς αἴσθησιν μέντοι γε οὐ παντάπασιν ἀμβλεῖς καὶ πηροὶ γεγόναμεν, ἀλλ’ ἔχομεν εἰπεῖν, ὅτι καὶ πενταχῇ σχίζεται καὶ ὄργανα ἑκάστης ἐστὶν ὑπὸ φύσεως δημιουργηθέντα οἰκεῖα, ὁράσεως μὲν ὀφθαλμοί, ἀκοῆς δὲ ὦτα, ῥῖνες δὲ ὀσφρήσεως καὶ τῶν ἄλλων τὰ οἷς ἐναρμόζεται, καὶ ὅτι ἄγγελοι διανοίας εἰσὶ διαγγέλλουσαι χρώματα, σχήματα, φωνάς, ἀτμῶν καὶ χυλῶν ἰδιότητας, συνόλως σώματα καὶ ὅσαι ποιότητες ἐν τούτοις, καὶ ὅτι δορυφόροι ψυχῆς εἰσιν, ὅσα ἂν ἴδωσιν ἢ ἀκούσωσι δηλοῦσαι κἂν εἴ τι βλαβερὸν ἔξωθεν ἐπίοι προορώμεναί τε καὶ φυλαττόμεναι, ὡς μὴ λάθρᾳ παρεισρευὲν αἴτιον ζημίας ἀνηκέστου τῇ"],["28","δεσποίνῃ γένηται. καὶ φωνὴ δ’ οὐκ εἰσάπαν ἀποδιδράσκει τὴν ἡμετέραν κρίσιν, ἀλλ’ ἴσμεν ὅτι ἡ μὲν ὀξεῖα, ἡ δὲ βαρεῖα, καὶ ἡ μὲν ἐμμελὴς καὶ ἐναρμόνιος, ἡ δὲ ἀπῳδὸς καὶ λίαν ἀνάρμοστος, καὶ πάλιν ἡ μὲν μείζων, ἡ δὲ ἐλάττων· διαφέρουσι καὶ ἄλλοις μυρίοις, γένεσι, χρώμασι, διαστήμασι, συνημμέναις τάσεσι καὶ διεζευγμέναις, ταῖς διὰ τεττάρων, ταῖς διὰ πέντε, ταῖς διὰ πασῶν συμφωνίαις."],["29","καὶ μὲν δὲ καὶ τῆς ἐνάρθρου φωνῆς, ἣν μόνος ἐκ πάντων ζῴων ἔλαχεν ἄνθρωπος, ἔστιν ἃ γνωρίζομεν· οἷον ὅτι ἀπὸ διανοίας ἀναπέμπεται, ὅτι ἐν τῷ στόματι ἀρθροῦται, ὅτι ἡ γλῶσσα πλήττουσα τῇ τῆς φωνῆς τάσει τὸ ἔναρθρον ἐνσφραγίζεται καὶ λόγον, ἀλλ’ οὐ ψιλὴν αὐτὸ μόνον φωνὴν ἀργὴν καὶ ἀδιατύπωτον ἦχον ἀπεργάζεται, ὅτι κήρυκος ἢ ἑρμηνέως ἔχει τάξιν πρὸς τὸν ὑποβάλλοντα νοῦν."],["30","ἆρ’ οὖν καὶ τὸ τέταρτον τῶν ἐν ἡμῖν αὐτοῖς, ὁ ἡγεμὼν νοῦς, καταληπτός ἐστιν; οὐ δήπου. τί γὰρ αὐτὸν οἰόμεθα κατὰ τὴν οὐσίαν εἶναι; πνεῦμα ἢ αἷμα ἢ σῶμα συνόλως— ἀλλ’ οὐ σῶμα, ἀσώματον δὲ λεκτέον— ἢ πέρας ἢ εἶδος ἢ ἀριθμὸν ἢ ἐνδελέχειαν ἢ ἁρμονίαν ἢ τί τῶν ὄντων;"],["31","γεννώμενον δ’ εὐθὺς ἢ ἔξωθεν εἰσκρίνεται ἢ ὑπὸ τοῦ περιέχοντος ἀέρος ἡ ἔνθερμος ἐν ἡμῖν φύσις οἷα σίδηρος ἐν χαλκέως πεπυρωμένος ὕδατι ψυχρῷ πρὸς τὸ κραταιότατον στομοῦται; διότι καὶ παρὰ τὴν ψῦξιν ὠνομάσθαι ψυχὴ δοκεῖ. τί δέ; τελευτώντων σβέννυται καὶ συμφθείρεται τοῖς σώμασιν ἢ πλεῖστον ἐπιβιοῖ χρόνον ἢ κατὰ τὸ παντελὲς ἄφθαρτόν ἐστι;"],["32","ποῦ δ’ ἐμπεφώλευκεν ὁ νοῦς αὐτῷ; ἆρα οἶκον κεκλήρωται; οἱ μὲν γὰρ τὴν ἀκρόπολιν ἐν ἡμῖν ἀνιέρωσαν αὐτῷ κεφαλήν, περὶ ἣν καὶ αἱ αἰσθήσεις λοχῶσιν, εἰκὸς εἶναι νομίσαντες ἐγγὺς οἷα μεγάλου βασιλέως ἐφεδρεύειν τοὺς δορυφόρους· οἱ δ’ ὑπὸ καρδίας αὐτὸν ἀγαλματοφορεῖσθαι διανοηθέντες γνωσιμαχοῦσιν. ἀεὶ δὴ τὸ τέταρτον ἀκατάληπτον,"],["33","οὐρανὸς μὲν ἐν κόσμῳ παρὰ τὴν ἀέρος καὶ γῆς καὶ ὕδατος φύσιν, νοῦς δὲ ἐν ἀνθρώπῳ παρὰ σῶμα καὶ αἴσθησιν καὶ τὸν ἑρμηνέα λόγον. μήποτε μέντοι καὶ τὸ τέταρτον ἔτος „ἅγιον καὶ αἰνετὸν “ταύτης ἕνεκα τῆς αἰτίας ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς δηλοῦται (Lev. 19, 24)·"],["34","τὸ γὰρ ἐν τοῖς γεγονόσιν ἅγιον οὐρανὸς μέν ἐστιν ἐν κόσμῳ, καθ’ ὃν αἱ ἄφθαρτοι καὶ μακραίωνες φύσεις περιπολοῦσιν, ἐν ἀνθρώπῳ δὲ νοῦς, ἀπόσπασμα θεῖον ὤν, καὶ μάλιστα κατὰ Μωυσέα λέγοντα· „ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν “(Gen. 2, 7)."],["35","καὶ ἑκάτερον δὲ αἰνετὸν οὐκ ἀπὸ σκοποῦ μοι δοκεῖ προσειρῆσθαι· τὰ γὰρ δυνάμενα τοὺς ἐπαίνους καὶ ὕμνους καὶ εὐδαιμονισμοὺς ἐκτραγῳδεῖν τοῦ γεννήσαντος πατρὸς ταῦτ’ ἐστίν, οὐρανός τε καὶ νοῦς. ἄνθρωπος μὲν γὰρ ἐξαιρέτου παρὰ τὰ ἄλλα ζῷα γέρως ἔλαχε, θεραπεύειν τὸ ὄν, ὁ δὲ οὐρανὸς ἀεὶ μελῳδεῖ, κατὰ τὰς κινήσεις τῶν ἐν ἑαυτῷ τὴν πάμμουσον ἁρμονίαν ἀποτελῶν·"],["36","ἧς εἰ συνέβαινε τὴν ἠχὴν εἰς τὰς ἡμετέρας φθάνειν ἀκοάς, ἔρωτες ἂν ἀκάθεκτοι καὶ λελυττηκότες ἵμεροι καὶ ἄπαυστοι καὶ μανιώδεις ἐγίνοντο οἶστροι, ὡς καὶ τῶν ἀναγκαίων ἀπέχεσθαι τρεφομένους μηκέθ’ ὡς θνητοὶ σιτίοις καὶ ποτοῖς διὰ φάρυγγος, ἀλλ’ ὡς οἱ μέλλοντες ἀπαθανατίζεσθαι δι’ ὤτων μουσικῆς τελείας ἐνθέοις ᾠδαῖς· ὧν ἀκροατὴν Μωυσῆν ἀσώματον γενόμενον λόγος ἔχει τεσσαράκοντα ἡμέρας καὶ τὰς ἴσας νύκτας μήτε ἄρτου μήτε ὕδατος ψαῦσαι τὸ παράπαν (Exod. 24, 18)."],["37","ὁ τοίνυν οὐρανός, τὸ μουσικῆς ἀρχέτυπον ὄργανον, ἄκρως ἡρμόσθαι δοκεῖ δι’ οὐδὲν ἕτερον ἢ ἵνα οἱ ἐπὶ τιμῇ τοῦ τῶν ὅλων πατρὸς ᾀδόμενοι ὕμνοι μουσικῶς ἐπιψάλλωνται. καὶ τὴν ἀρετὴν μέντοι Λείαν ἀκούομεν ἐπὶ τῆς τοῦ τετάρτου γενέσεως υἱοῦ μηκέτι τίκτειν δυναμένην, ἀλλ’ ἐπέχουσαν ἢ ἐπεχομένην τὰς γονάς· εὕρισκε γάρ, οἶμαι, πᾶσαν τὴν γένεσιν ἐξ αὐτῆς ξηράν τε καὶ στεῖραν, ἡνίκα Ἰούδαν, τὴν ἐξομολόγησιν, τὸν τέλειον καρπόν, ἤνθησε."],["38","διαφέρει δ’ οὐδὲν τὸ λέγειν \" ἵστασθαι τίκτουσαν” (Gen. 29, 35) τοῦ μὴ εὑρίσκειν ἐν τῷ τετάρτῳ φρέατι τοὺς παῖδας Ἰσαὰκ ὕδωρ (Gen. 26, 32), ἐπειδήπερ ἐξ ἑκατέρου τῶν συμβόλων ἐμφαίνεται τὸ πάντα διψῆν θεοῦ, παρ’ ὃν αἱ γενέσεις καὶ τροφαὶ τοῖς γεγονόσιν ἄρδονται."],["39","μικροπολῖται μὲν οὖν τινες ἴσως ὑπολήψονται περὶ φρεάτων διορυχῆς τὸν τοσοῦτον εἶναι λόγον τῷ νομοθέτῃ, οἱ δὲ δὴ μείζονι ἐγγραφέντες πατρίδι, τῷδε τῷ κόσμῳ, τελειοτέρων φρονημάτων ὄντες, εἴσονται σαφῶς, ὅτι περὶ τεττάρων ἐστίν, οὐ φρεάτων, ἀλλὰ τῶν τοῦ παντὸς μερῶν ἡ ζήτησις τοῖς ὁρατικοῖς καὶ φιλοθεάμοσι, γῆς, ὕδατος, ἀέρος, οὐρανοῦ."],["40","ὧν ἕκαστον ἐπινοίαις εἰς ἄκρον πεποιημέναις διεξελθόντες ἐν μὲν τοῖς τρισὶν εὗρόν τινα καταληπτά— διὸ καὶ τρία ὀνόματα ἐπεφήμισαν τοῖς εὑρεθεῖσιν, ἀδικίαν, ἔχθραν, εὐρυχωρίαν (Gen. 26, 20. 21. 22)—, ἐν δὲ τῷ τετάρτῳ τὸ παράπαν οὐδέν, οὐρανῷ, καθάπερ ὀλίγῳ πρότερον ἐδηλώσαμεν· τὸ γὰρ τέταρτον φρέαρ ἄνυδρον καὶ ξηρὸν εὑρίσκεται καὶ ὅρκος διὰ τὴν εἰρημένην αἰτίαν προσαγορεύεται."],["41","Τὰ δὲ ἑπόμενα ζητήσωμεν ἐρευνῶντες, τίς ἡ Χαρρὰν καὶ διὰ τί ὁ ἀπὸ τοῦ φρέατος ἐξελθὼν εἰς αὐτὴν ἔρχεται (Gen. 28, 10). ἔστι τοίνυν, ὡς ἔμοιγε φαίνεται, Χαρρὰν μητρόπολίς τις αἰσθήσεων. ἑρμηνεύεται γὰρ τοτὲ μὲν ὀρυκτή, τοτὲ δὲ τρῶγλαι, δι’ ἀμφοτέρων τῶν ὀνομάτων ἑνὸς δηλουμένου πράγματος."],["42","τὸ γὰρ σῶμα ἡμῶν εἰς τὰ τῶν αἰσθήσεων ὄργανα τρόπον τινὰ ἐξορώρυκται, καὶ γέγονεν ἕκαστον τῶν ὀργάνων ἑκάστης ὀπή τις αἰσθήσεως, ἐν ᾗ πέφυκε φωλεύειν. ὅταν οὖν τις ἀπὸ τοῦ φρέατος, ὃ καλεῖται ὅρκος, ὥσπερ ἀπὸ λιμένος ἐξαναχθῇ, παραγίνεται εὐθὺς εἰς Χαρρὰν ἀναγκαίως· τὸν γὰρ ἀποδημίαν στελλόμενον ἀπὸ τοῦ ἀρίστου καὶ ἀπειρομεγέθους ἐπιστήμης χωρίου κατ’ ἀναγκαῖον αἰσθήσεις ἄνευ ξεναγῶν ὑποδέχονται."],["43","κινεῖται γὰρ ἡμῶν ἡ ψυχὴ πολλάκις μὲν ἐφ’ ἑαυτῆς, ὅλον τὸν σωματικὸν ὄγκον ἐκδῦσα καὶ τὸν τῶν αἰσθήσεων ὄχλον ἀποδρᾶσα, πολλάκις δὲ καὶ ταῦτα ἐπαμπισχομένη. τὴν μὲν οὖν γυμνὴν κίνησιν αὐτῆς τὰ νοήσει μόνῃ καταληπτὰ ἔλαχε, τὴν δὲ μετὰ σώματος τὰ αἰσθητά."],["44","εἴ τις οὖν ὁμιλεῖν εἰσάπαν ἀδυνατεῖ διανοίᾳ μόνῃ, δευτέραν καταφυγὴν αἴσθησιν εὑρίσκεται, καὶ ὅστις ἂν σφαλῇ τῶν νοητῶν, αὐτίκα πρὸς τὰ αἰσθητὰ κατασύρεται· δεύτερος γὰρ ἀεὶ πλοῦς ὁ πρὸς αἴσθησιν τοῖς μὴ δυνηθεῖσι πρὸς τὸν ἡγεμόνα νοῦν εὐπλοῆσαι."],["45","καλὸν δὲ κἀν τούτῳ γενομένους μὴ καταγηράσαι καὶ διαιωνίσαι, ἀλλ’ ὡς ἐν ξένῃ διατρίβοντας παροίκων τρόπον ἀεὶ μετανάστασιν ζητεῖν καὶ ἐπάνοδον εἰς τὴν πατρῴαν γῆν. Λάβαν μὲν γὰρ οὐκ εἶδος, οὐ γένος, οὐκ ἰδέαν, οὐκ ἐννόημα, οὐκ ἄλλο τῶν νοήσει μόνῃ καταλαμβανομένων οὐδὲν ἁπλῶς εἰδώς, ἠρτημένος δὲ τῶν ἐμφανῶν, ἅπερ εἰς ὄψεις καὶ ἀκοὰς καὶ τὰς συγγενεῖς δυνάμεις ἔρχεται, πατρίδος ἠξίωται Χαρράν, ἣν ὡς ξένην ὁ φιλάρετος Ἰακὼβ πρὸς ὀλίγον οἰκεῖ χρόνον, τῆς οἴκαδε ἐπανόδου διαμεμνημένος."],["46","φησὶ γοῦν ἡ μήτηρ, ἡ ὑπομονή, Ῥεβέκκα πρὸς αὐτόν· „ἀναστὰς ἀπόδραθι πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαρράν, καὶ οἴκησον μετ’ αὐτοῦ ἡμέρας τινάς “(Gen. 27, 43. 44). ἆρα οὖν κατανοεῖς, ὅτι οὐχ ὑπομένει ὁ ἀσκητὴς ἐν τῇ χώρᾳ τῶν αἰσθήσεων καταβιῶναι, ἀλλ’ ἡμέρας ὀλίγας καὶ βραχύν τινα χρόνον διὰ τὰς τοῦ συνδέτου σώματος ἀνάγκας, ὁ δὲ μακρὸς αἰὼν αὐτῷ καὶ βίος ἐν τῇ νοητῇ πόλει ταμιεύεται;"],["47","παρό μοι δοκεῖ καὶ ὁ πάππος αὐτοῦ τῆς ἐπιστήμης, Ἀβραὰμ ὄνομα, μὴ πολὺν χρόνον ὑπομεῖναι τῇ Χαρρὰν ἐνδιατρῖψαι. λέγεται γὰρ ὅτι „Ἀβραὰμ ἦν ἐτῶν ἑβδομήκοντα πέντε, ὅτε ἐξῆλθεν ἐκ Χαρράν “(Gen. 12, 4), καίτοι τοῦ πατρὸς αὐτοῦ Θάρρα, ὃς ἑρμηνεύεται κατασκοπὴ ὀσμῆς, μέχρι τελευτῆς ἐν αὐτῇ"],["48","βιώσαντος. ῥητῶς γοῦν ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς δηλοῦται, ὅτι „ἀπέθανε Θάρρα ἐν Χαρράν “(Gen. 11, 32)· κατάσκοπος γὰρ ἦν ἀρετῆς, οὐ πολίτης, καὶ ὀσμαῖς ἀλλ’ οὐ τροφῶν ἀπολαύσεσιν ἐχρῆτο, μήπω ἱκανὸς ὢν ἐμπίπλασθαι φρονήσεως, ἀλλὰ μηδὲ γεύεσθαι, τοῦτο δ’ αὐτὸ μόνον ὀσφραίνεσθαι."],["49","καθάπερ γὰρ τοὺς θηρατικοὺς τῶν σκυλάκων λόγος ἔχει καὶ τὰ πορρωτάτω τῶν θηρίων πτώματα ῥινηλατοῦντας ἀνευρίσκειν ἠκονημένους ὑπὸ φύσεως διαφερόντως τὴν περὶ τὰς ὀσμὰς αἴσθησιν, τὸν αὐτὸν τρόπον τὴν ἀπὸ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς ἀναδιδομένην ἡδεῖαν αὔραν ὁ παιδείας ἐραστὴς ἰχνηλατεῖ καὶ ποθεῖ μὲν ἐκείναις ἐντυχεῖν, ἐξ ὧν ἀναδίδοται τὸ θαυμασιώτατον γάνωμα τοῦτο, μὴ δυνάμενος δ’ ἐν κύκλῳ κενὴν περιάγει τὴν κεφαλήν, ὀσφραινόμενος αὐτὸ μόνον καλοκἀγαθίας καὶ σιτίων ἱερωτάτης κνίσσης· οὐ γὰρ ἀρνεῖται λίχνος ἐπιστήμης καὶ φρονήσεως εἶναι."],["50","μακάριοι μὲν οὖν οἷς ἐξεγένετο τῶν σοφίας φίλτρων ἀπόνασθαι καὶ τῶν θεωρημάτων καὶ δογμάτων αὐτῆς ἑστιαθῆναι καὶ ἐνευφρανθεῖσιν ἔτι διψῆν, ἄπληστον καὶ ἀκόρεστον ἐπιφερομένοις ἵμερον ἐπιστήμης."],["51","δεύτερα δ’ οἴσονται, οἷς ἀπολαῦσαι μὲν οὐκ ἐξεγένετο τῆς ἱερᾶς τραπέζης, κνισσοῦν δὲ τὰς ἑαυτῶν ψυχάς· αὔραις γὰρ ἀρετῆς οὗτοι ζωπυρηθήσονται, καθάπερ τῶν καμνόντων οἱ παρειμένοι διὰ τὸ μὴ δύνασθαι τροφῇ χρῆσθαι τὰς εἰς ἀνάληψιν προσφέρονται ὀσμάς, ἃς ἰατρῶν παῖδες λιποθυμίας ἄκη σωτήρια προευτρεπίζονται."],["52","καταλιπὼν μέντοι τὴν Χαλδαίαν γῆν εἰς Χαρρὰν λέγεται μετανίστασθαι Θάρρα, τόν τε υἱὸν Ἀβραὰμ καὶ τοὺς ὁμογνίους τῆς οἰκίας ἐπαγόμενος, οὐχ ἵν’ ὡς παρὰ συγγραφέως ἱστορικοῦ μάθωμεν, ὅτι μετανάσται τινὲς ἐγένοντο, τὴν μὲν πατρῴαν γῆν καταλιπόντες, τὴν δὲ ξένην ὡς πατρίδα οἰκήσαντες, ἀλλ’ ὑπὲρ τοῦ μάθημα βιωφελέστατον καὶ ἁρμόττον ἀνθρώπῳ μὴ ἀμεληθῆναι. τί δὲ τοῦτό ἐστι;"],["53","Χαλδαῖοι μὲν ἀστρονομοῦσιν, οἱ δὲ τῆς Χαρρὰν πολῖται περὶ τὸν τῶν αἰσθήσεων τόπον πραγματεύονται. φησὶν οὖν ὁ ἱερὸς λόγος τῷ κατασκόπῳ τῶν τῆς φύσεως πραγμάτων· τί περὶ ἡλίου ζητεῖς, εἰ ποδιαῖός ἐστιν, εἰ τῆς γῆς μείζων ἁπάσης, εἰ πολλαπλάσιος αὐτῆς; τί δὲ περὶ φωτισμῶν σελήνης, εἰ νόθον ἔχει φέγγος, εἰ γνησίῳ μόνῳ χρῆται; τί δὲ περὶ τῆς τῶν ἄλλων ἀστέρων φύσεως ἢ περιφορᾶς ἢ συμπαθείας πρός τε ἀλλήλους καὶ τἀπίγεια;"],["54","τί δὲ βαίνων ἐπὶ γῆς ὑπὲρ νεφέλας πηδᾷς; τί δ’ ἅπτεσθαι τῶν ἐν αἰθέρι φῂς δύνασθαι προσερριζωμένος χέρσῳ; τί δὲ περὶ τῶν ἀτεκμάρτων τεκμαίρεσθαι τολμᾷς; τί δὲ πολυπραγμονεῖς ἃ μή σε δεῖ, τὰ μετέωρα; τί δὲ τὴν ἐν τοῖς μαθήμασιν εὑρεσιλογίαν ἄχρις οὐρανοῦ τείνεις; τί δ’ ἀστρονομεῖς μετεωρολεσχῶν; μὴ τὰ ὑπὲρ σὲ καὶ ἄνω, ὦ οὗτος, ἀλλὰ τὰ ἐγγὺς σαυτοῦ κατανόησον, μᾶλλον δὲ σαυτὸν ἀκολακεύτως ἐρεύνησον."],["55","πῶς οὖν ἐρευνήσεις; ἴθι νοερῶς εἰς Χαρρὰν τὴν ὀρυκτήν, τὰς τρώγλας καὶ ὀπὰς τοῦ σώματος, καὶ ἐπίσκεψαι ὀφθαλμούς, ὦτα, ῥῖνας, τὰ ἄλλα ὅσα καὶ αἰσθήσεως ὄργανα, καὶ φιλοσόφησον ἀναγκαιοτάτην καὶ πρεπωδεστάτην φιλοσοφίαν ἀνθρώπῳ, ζητῶν, τί ὅρασις, τί ἀκοή, τί γεῦσις, τί ὄσφρησις, τί ἁφή, τί καὶ συνόλως αἴσθησις· κἄπειτα τί τὸ ὁρᾶν καὶ πῶς ὁρᾷς, τί τὸ ἀκούειν καὶ πῶς ἀκούεις, τί τὸ ὀσφραίνεσθαι ἢ γεύεσθαι ἢ ἅπτεσθαι καὶ πῶς ἕκαστον αὐτῶν εἴωθε γίγνεσθαι."],["56","πρὶν δὲ τὸν ἴδιον οἶκον καλῶς ἐπεσκέφθαι, τὸν τοῦ παντὸς ἐξετάζειν οὐχ ὑπερβολὴ μανίας; καὶ οὔπω σοι μεῖζον ἐπίταγμα ἐπιτάττω, τὴν σαυτοῦ ψυχὴν ἰδεῖν καὶ τὸν νοῦν, ἐφ’ ᾧ μέγα φρονεῖς· καταλαβεῖν γὰρ αὐτὸν οὔποτε δυνήσῃ."],["57","ἀνάβαινε νῦν εἰς οὐρανὸν καὶ καταλαζονεύου περὶ τῶν ἐκεῖ, μήπω δεδυνημένος γνῶναι κατὰ τὸ ποιητικὸν γράμμα ὅττί τοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται, καταγαγὼν δ’ ἀπ’ οὐρανοῦ τὸν κατάσκοπον καὶ ἀντισπάσας ἀπὸ τῆς ἐκεῖ ζητήσεως γνῶθι σαυτόν, εἶτα καὶ τοῦτ’ ἐπιμελῶς ἐκπόνησον, ἵνα τῆς ἀνθρωπίνης εὐδαιμονίας ἐπιλάχῃς."],["58","τὸν τρόπον τοῦτον Θάρρα μὲν Ἑβραῖοι, Σωκράτην δὲ Ἕλληνες ὀνομάζουσι· καὶ γὰρ ἐκεῖνον ἐγγηράσαι φασὶν τῇ περὶ τοῦ γνῶθι σαυτὸν ἀκριβεστάτῃ σκέψει, μηδὲν ἔξω τῶν καθ’ ἑαυτὸν φιλοσοφοῦντα. ἀλλ’ ὁ μὲν ἄνθρωπος ἦν, Θάρρα δ’ αὐτὸς ὁ λόγος ὁ περὶ τοῦ γνῶναί τινα ἑαυτὸν προκείμενος οἷα δένδρον εὐερνέστατον, ἵν’ ἔχοιεν εὐμαρῶς οἱ φιλάρετοι τὸν περὶ ἠθοποιίαν δρεπόμενοι καρπὸν σωτηρίου καὶ ἡδίστης ἐμπίπλασθαι τροφῆς."],["59","τοιοῦτοι μὲν ἡμῖν οἱ φρονήσεως κατάσκοποι, τῶν δὲ ἀθλητῶν καὶ ἀγωνιστῶν αὐτῆς αἱ φύσεις τελειότεραι· δικαιοῦσι γὰρ οὗτοι τὸν περὶ τῶν αἰσθήσεων σύμπαντα λόγον ἀκριβῶς καταμαθόντες ἐπί τι μεῖζον ἕτερον χωρεῖν θεώρημα, καταλιπόντες τὰς αἰσθήσεως ὀπάς, αἳ Χαρρὰν ὀνομάζονται."],["60","τούτων ἐστὶν ὁ ἐπιδόσεις καὶ βελτιώσεις πρὸς ἐπιστήμης ἄκρας ἀνάληψιν ἐσχηκὼς Ἀβραάμ· ὅτε γὰρ μάλιστα ἔγνω, τότε μάλιστα ἀπέγνω ἑαυτόν, ἵνα τοῦ πρὸς ἀλήθειαν ὄντος εἰς ἀκριβῆ γνῶσιν ἔλθῃ. καὶ πέφυκεν οὕτως ἔχειν· ὁ λίαν καταλαβὼν ἑαυτὸν λίαν ἀπέγνωκε τὴν ἐν πᾶσι τοῦ γενητοῦ σαφῶς προλαβὼν οὐδένειαν, ὁ δ’ ἀπογνοὺς ἑαυτὸν γινώσκει τὸν ὄντα."],["61","Τίς μὲν οὖν ἐστιν ἡ Χαρρὰν καὶ διὰ τί ὁ ἀπολείπων τὸ τοῦ ὅρκου φρέαρ εἰς αὐτὴν ἔρχεται, δεδήλωται. σκεπτέον δὲ τὸ τρίτον καὶ ἀκόλουθον, τίς ὁ τόπος, ᾧ ὑπαντᾷ· λέγεται γάρ, ὅτι „ἀπήντησε τόπῳ “(Gen. 28, 11)."],["62","τριχῶς δὲ ἐπινοεῖται τόπος, ἅπαξ μὲν χώρα ὑπὸ σώματος πεπληρωμένη, κατὰ δεύτερον δὲ τρόπον ὁ θεῖος λόγος, ὃν ἐκπεπλήρωκεν ὅλον δι’ ὅλων ἀσωμάτοις δυνάμεσιν αὐτὸς ὁ θεός. „εἶδον “γάρ φησι „τὸν τόπον οὗ εἱστήκει ὁ θεὸς τοῦ Ἰσραήλ “(Exod. 24, 10), ἐν ᾧ μόνῳ καὶ ἱερουργεῖν ἐφῆκεν ἀλλαχόθι κωλύσας· διείρηται γὰρ ἀναβαίνειν εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός, κἀκεῖ θύειν τὰ ὁλοκαυτώματα καὶ τὰ σωτήρια καὶ τὰς ἄλλας ἀμώμους θυσίας ἀνάγειν (Deut. 12, 5 ss.)."],["63","κατὰ δὲ τρίτον σημαινόμενον αὐτὸς ὁ θεὸς καλεῖται τόπος τῷ περιέχειν μὲν τὰ ὅλα, περιέχεσθαι δὲ πρὸς μηδενὸς ἁπλῶς, καὶ τῷ καταφυγὴν τῶν συμπάντων αὐτὸν εἶναι, καὶ ἐπειδήπερ αὐτός ἐστι χώρα ἑαυτοῦ, κεχωρηκὼς ἑαυτὸν καὶ ἐμφερόμενος μόνῳ ἑαυτῷ."],["64","ἐγὼ μὲν οὖν οὔκ εἰμι τόπος, ἀλλ’ ἐν τόπῳ, καὶ ἕκαστον τῶν ὄντων ὁμοίως· τὸ γὰρ περιεχόμενον διαφέρει τοῦ περιέχοντος, τὸ δὲ θεῖον ὑπ’ οὐδενὸς περιεχόμενον ἀναγκαίως ἐστὶν αὐτὸ τόπος ἑαυτοῦ. μαρτυρεῖ δέ μοι λόγιον τὸ χρησθὲν ἐπὶ Ἀβραὰμ τόδε· „ἦλθεν εἰς τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ θεός· καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδε τὸν τόπον μακρόθεν “(Gen. 22, 3. 4). ὁ ἐλθὼν εἰς τὸν τόπον, εἰπέ μοι, μακρόθεν αὐτὸν εἶδεν;"],["65","ἀλλὰ μήποτε δυεῖν πραγμάτων ἐστὶν ὁμωνυμία διαφερόντων, ὧν τὸ μὲν ἕτερον θεῖός ἐστι λόγος, τὸ δὲ ἕτερον ὁ πρὸ τοῦ λόγου θεός."],["66","ὁ δὴ ξεναγηθεὶς ὑπὸ σοφίας εἰς τὸν πρότερον ἀφικνεῖται τόπον, εὑράμενος τῆς ἀρεσκείας κεφαλὴν καὶ τέλος τὸν θεῖον λόγον, ἐν ᾧ γενόμενος οὐ φθάνει πρὸς τὸν κατὰ τὸ εἶναι θεὸν ἐλθεῖν, ἀλλ’ αὐτὸν ὁρᾷ μακρόθεν· μᾶλλον δὲ οὐδὲ πόρρωθεν αὐτὸν ἐκεῖνον θεωρεῖν ἱκανός ἐστιν, ἀλλὰ τὸ μακρὰν τὸν θεὸν εἶναι πάσης γενέσεως αὐτὸ μόνον ὁρᾷ καὶ τὸ πορρωτάτω τὴν κατάληψιν αὐτοῦ πάσης ἀνθρωπίνης διανοίας διῳκίσθαι."],["67","μήποτε μέντοι γε οὐδὲ τόπον νῦν ἀλληγορῶν ἐπὶ τοῦ αἰτίου παρείληφεν, ἀλλ’ ἔστι τὸ δηλούμενον τοιοῦτον· „ἦλθεν εἰς τὸν τόπον, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν “αὐτὸν τὸν τόπον, εἰς ὃν ἦλθε, μακρὰν ὄντα τοῦ ἀκατονομάστου καὶ ἀρρήτου καὶ κατὰ πάσας ἰδέας ἀκαταλήπτου θεοῦ."],["68","τούτων προδιωρισμένων, ὅταν εἰς Χαρράν, τὴν αἴσθησιν, ἔλθῃ ὁ ἀσκητής, „ὑπαντᾷ τόπῳ “(Gen. 28, 11), οὔτε τῷ ἐκπεπληρωμένῳ ὑπὸ σώματος θνητοῦ— μετέχουσι γὰρ αὐτοῦ πάντες οἱ γηγενεῖς ἐκπεπληρωκότες χώραν καὶ τόπον τινὰ κατὰ τἀναγκαῖον ἐπέχοντες— οὔτε τῷ τρίτῳ καὶ ἀρίστῳ, οὗ μόλις ἔννοιαν λαβεῖν ἦν ἂν ἐπὶ τοῦ φρέατος ποιούμενον τὰς διατριβάς, ὃ προσηγορεύετο ὅρκος, ᾧ τὸ αὐτομαθὲς γένος, Ἰσαάκ, ἐνδιαιτᾶται μηδέποτε τῆς πρὸς θεὸν πίστεως καὶ ἀφανοῦς ὑπολήψεως ἀφιστάμενον, ἀλλὰ τῷ μέσῳ λόγῳ θείῳ, τὰ ἄριστα ὑφηγουμένῳ καὶ ὅσα πρόσφορα τοῖς καιροῖς ἀναδιδάσκοντι."],["69","οὐ γὰρ ἀξιῶν ὁ θεὸς εἰς αἴσθησιν ἔρχεσθαι τοὺς ἑαυτοῦ λόγους ἐπικουρίας ἕνεκα τῶν φιλαρέτων ἀποστέλλει· οἱ δ’ ἰατρεύουσι καὶ ἐκνοσηλεύουσι τὰ ψυχῆς ἀρρωστήματα, παραινέσεις ἱερὰς ὥσπερ νόμους ἀκινήτους τιθέντες καὶ ἐπὶ τὰ τούτων γυμνάσια καλοῦντες καὶ τρόπον ἀλειπτῶν ἰσχὺν καὶ δύναμιν καὶ ῥώμην ἀνανταγώνιστον ἐμφύοντες."],["70","δεόντως οὖν εἰς αἴσθησιν ἐλθὼν οὐκέτι θεῷ, λόγῳ δ’ ὑπαντᾷ θεοῦ, καθὰ καὶ ὁ πάππος αὐτοῦ τῆς σοφίας Ἀβραάμ. λέγεται γάρ· „ἀπῆλθε κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ, καὶ Ἀβραὰμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ “(Gen. 18, 33)· δι’ οὗ συνάγεται τὸ λόγοις τοιούτοις ἐντυγχάνειν ἱεροῖς, ὧν ὁ πρὸ τῶν ὅλων θεὸς ἀπήλλακται, μηκέτι τὰς ἀφ’ αὑτοῦ τείνων φαντασίας, ἀλλὰ τὰς ἀπὸ τῶν μεθ’ αὑτὸν δυνάμεων."],["71","ὑπερφυέστατα δ’ ἔχει τὸ μὴ φάναι ἐλθεῖν εἰς τὸν τόπον, ἀλλ’ ἀπαντῆσαι τόπῳ· ἑκούσιον μὲν γὰρ τὸ ἔρχεσθαι, τὸ δ’ ἀπαντᾶν πολλάκις ἀκούσιον, ἵν’ ἐξαπιναίως ὁ θεῖος λόγος ἐπιφαινόμενος ἀπροσδόκητον χαρὰν ἐλπίδος μείζονα ἐρήμῃ ψυχῇ συνοδοιπορεῖν μέλλων προτείνῃ. καὶ γὰρ Μωυσῆς „ἐξάγει τὸν λαὸν εἰς τὴν συνάντησιν τοῦ θεοῦ “(Exod. 19, 17), σαφῶς εἰδὼς ἐρχόμενον αὐτὸν ἀοράτως πρὸς τὰς ποθούσας ψυχὰς ἐντυχεῖν αὐτῷ."],["72","Τὴν δ’ αἰτίαν ἐπιφέρει, δι’ ἣν τόπῳ ὑπήντησεν· „ἔδυ “γάρ φησιν „ὁ ἥλιος “(Gen. 28, 11), οὐχ ὁ φαινόμενος οὗτος, ἀλλὰ τὸ τοῦ ἀοράτου καὶ μεγίστου θεοῦ περιφεγγέστατον καὶ περιαυγέστατον φῶς. τοῦθ’ ὅταν μὲν ἐπιλάμψῃ διανοίᾳ, τὰ δεύτερα λόγων δύεται φέγγη, πολὺ δὲ μᾶλλον οἱ αἰσθητοὶ τόποι πάντες ἐπισκιάζονται· ὅταν δ’ ἑτέρωσε χωρήσῃ, πάντ’ εὐθὺς ἀνίσχει καὶ ἀνατέλλει."],["73","μὴ θαυμάσῃς δέ, εἰ ὁ ἥλιος κατὰ τοὺς τῆς ἀλληγορίας κανόνας ἐξομοιοῦται τῷ πατρὶ καὶ ἡγεμόνι τῶν συμπάντων· θεῷ γὰρ ὅμοιον πρὸς ἀλήθειαν μὲν οὐδέν, ἃ δὲ δόξῃ νενόμισται, δύο μόνα ἐστίν, ἀόρατόν τε καὶ ὁρατόν, ψυχὴ μὲν ἀόρατον, ὁρατὸν δὲ ἥλιος."],["74","τὴν μὲν οὖν ψυχῆς ἐμφέρειαν δεδήλωκεν ἐν ἑτέροις εἰπών· „ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν “(Gen. 1, 27), καὶ ἐν τῷ κατὰ ἀνδροφόνων τεθέντι νόμῳ πάλιν· „ὁ ἐκχέων αἷμα ἀνθρώπου ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον “(Gen. 9, 6), τὴν δὲ ἡλίου διὰ συμβόλων μεμήνυκε."],["75","ῥᾴδιον δὲ καὶ ἄλλως ἐξ ἐπιλογισμοῦ τοῦτο κατιδεῖν, ἐπειδὴ πρῶτον μὲν ὁ θεὸς φῶς ἐστι— „κύριος γὰρ φωτισμός μου καὶ σωτήρ μου “ἐν ὕμνοις ᾄδεται (Psalm. 26, 1)— καὶ οὐ μόνον φῶς, ἀλλὰ καὶ παντὸς ἑτέρου φωτὸς ἀρχέτυπον, μᾶλλον δὲ παντὸς ἀρχετύπου πρεσβύτερον καὶ ἀνώτερον, λόγον ἔχον παραδείγματος. τὸ μὲν γὰρ παράδειγμα ὁ πληρέστατος ἦν αὐτοῦ λόγος, φῶς— „εἶπε “γάρ φησιν „ὁ θεός· γενέσθω φῶς “(Gen. 1, 3)—, αὐτὸς δὲ οὐδενὶ τῶν γεγονότων ὅμοιος."],["76","ἔπειθ’ ὡς ἥλιος ἡμέραν καὶ νύκτα διακρίνει, οὕτως φησὶ Μωυσῆς τὸν θεὸν φῶς καὶ σκότος διατειχίσαι· „διεχώρισε γὰρ ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους “(Gen. 1, 4)· ἄλλως τε ὡς ἥλιος ἀνατείλας τὰ κεκρυμμένα τῶν σωμάτων ἐπιδείκνυται, οὕτως καὶ ὁ θεὸς τὰ πάντα γεννήσας οὐ μόνον εἰς τοὐμφανὲς ἤγαγεν, ἀλλὰ καὶ ἃ πρότερον οὐκ ἦν, ἐποίησεν, οὐ δημιουργὸς μόνον ἀλλὰ καὶ κτίστης αὐτὸς ὤν."],["77","λέγεται δὲ πολλαχῶς κατὰ τὸν ἱερὸν λόγον ἐν ὑπονοίαις ἥλιος, ἅπαξ μὲν ὁ ἀνθρώπινος νοῦς, ὃν οἰκοδομοῦσιν ὡς πόλιν καὶ κατασκευάζουσιν οἱ γένεσιν πρὸ τοῦ ἀγενήτου θεραπεύειν ἀναγκαζόμενοι, ἐφ’ ὧν εἴρηται ὅτι „ᾠκοδόμησαν πόλεις ὀχυρὰς τῷ Φαραώ, τήν τε Πειθώ “, τὸν λόγον ᾧ τὸ πείθειν ἀνάκειται, „καὶ Ῥαμεσσή “, τὴν αἴσθησιν, ὑφ’ ἧς ὥσπερ ὑπὸ σέων ἡ ψυχὴ διεσθίεται— ἑρμηνεύεται γὰρ σεισμὸς σητός—, „καὶ τὴν Ὤν “, τὸν νοῦν, ἣν Ἡλίου πόλιν ὠνόμασεν (Exod. 1, 11), ἐπειδὴ καθάπερ ἥλιος τοῦ παντὸς ἡμῶν ὄγκου τὴν ἡγεμονίαν ἀνῆπται καὶ τὰς αὑτοῦ δυνάμεις ὥσπερ ἀκτῖνας εἰς ὅλον τείνει."],["78","τὸν δὲ ἱερέα καὶ θεραπευτὴν τοῦ νοῦ πενθερὸν ἐπιγράφεται πᾶς ὁ τὴν τοῦ σώματος πολιτείαν ἀναψάμενος, ὄνομα Ἰωσήφ. „ἔδωκε “γάρ φησιν „αὐτῷ τὴν Ἀσενὲθ θυγατέρα Πετεφρῆ ἱερέως Ἡλίου πόλεως “(Gen. 41, 45)."],["79","δεύτερον δὲ ἥλιον καλεῖ συμβολικῶς τὴν αἴσθησιν, ἐπειδὴ τὰ αἰσθητὰ πάντα δείκνυται διανοίᾳ. περὶ ἧς λελάληκεν ὧδε· „ἀνέτειλεν ὁ ἥλιος αὐτῷ, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ θεοῦ “(Gen. 32, 31)· τῷ γὰρ ὄντι ταῖς ἱερωτάταις ἰδέαις καὶ ὡς ἂν εἰκόσιν ἀσωμάτοις ὅταν μηκέτι δυνώμεθα συνδιατρίβειν, ἀλλ’ ἑτέρωσε τρεπόμενοι μεταχωρήσωμεν, ἄλλῳ φωτὶ τῷ κατὰ αἴσθησιν χρώμεθα σκότους πρὸς τὸν ὑγιῆ λόγον οὐδὲν ἁπλῶς διαφέροντι·"],["80","ὅπερ ἀνατεῖλαν ὅρασιν μὲν καὶ ἀκοήν, ἔτι δὲ γεῦσιν καὶ ὄσφρησιν καὶ ἁφὴν ὥσπερ κοιμωμένας ἀνήγειρε, φρόνησιν δὲ καὶ δικαιοσύνην ἐπιστήμην τε καὶ σοφίαν ἐγρηγορυίας εἰς ὕπνον ἔτρεψεν."],["81","οὗ χάριν ἁγνεύειν οὐδένα πρὸ ἑσπέρας φησὶν ὁ ἱερὸς λόγος (Lev. 11, 24 al.) δύνασθαι, τῆς διανοίας ὑπὸ τῶν κατ’ αἴσθησιν κινήσεων ἔτι παρευημερουμένης. ἄφυκτον δὲ καὶ τοῖς ἱερεῦσι νόμον ἐν ταὐτῷ καὶ γνώμην ἀποφαινόμενος τίθησιν, ἐπειδὰν λέγῃ· „Οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων, ἐὰν μὴ λούσηται τὸ σῶμα ὕδατι καὶ δύῃ ὁ ἥλιος καὶ γένηται καθαρός “(Lev. 22, 6. 7)."],["82","δηλοῖ γὰρ σαφέστατα διὰ τούτων, ὅτι εὐαγὴς εἰσάπαν οὐδείς ἐστιν, ὡς ταῖς ἁγίαις καὶ ἱεροπρεπέσι χρῆσθαι τελεταῖς, ᾧ τὰς αἰσθητὰς τοῦ θνητοῦ βίου λαμπρότητας ἔτι τετιμῆσθαι συμβέβηκεν. εἰ δέ τις αὐτὰς οὐκ ἀποδέχεται, κατὰ τὸ ἀκόλουθον τῷ φρονήσεως ἐπιλάμπεται φέγγει, δι’ οὗ δυνήσεται τὰς τῶν κενῶν δοξῶν ἐκνίπτεσθαι καὶ ἀπολούεσθαι κηλῖδας."],["83","ἢ τὸν ἥλιον αὐτὸν οὐχ ὁρᾷς, ὅτι τἀναντία καὶ ἀνατέλλων καὶ δυόμενος ἐργάζεται; ἐπειδὰν γὰρ ἀνίσχῃ, τὰ μὲν κατὰ γῆν ἅπαντα περιλάμπεται, τὰ δὲ κατ’ οὐρανὸν ἀποκρύπτεται· δύντος δ’ ἔμπαλιν οἱ μὲν ἀστέρες προφαίνονται, τὰ δὲ περίγεια συσκιάζεται."],["84","τὸν αὐτὸν τρόπον καὶ ἐν ἡμῖν, ὅταν μὲν τὸ τῶν αἰσθήσεων φέγγος ὡς ἥλιος ἀνατείλῃ, τὰς ὀλυμπίους καὶ οὐρανίους ὡς ἀληθῶς ἐπιστήμας κρύπτεσθαι συμβέβηκεν· ὅταν δὲ πρὸς δυσμὰς γένηται, τὰς ἀστεροειδεστάτας καὶ θειοτάτας ἀναφαίνεσθαι ἀρετῶν αὐγάς, ὅτε καὶ καθαρὸς ὁ νοῦς ὑπὸ μηδενὸς κρυπτόμενος αἰσθητοῦ γίνεται."],["85","κατὰ δὲ τὸ τρίτον σημαινόμενον ἥλιον καλεῖ τὸν θεῖον λόγον, τὸ τοῦ κατ’ οὐρανὸν περιπολοῦντος, ὡς πρότερον ἐλέχθη, παράδειγμα, ἐφ’ οὗ λέγεται· „ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ, καὶ κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ “(Gen. 19, 23. 24)."],["86","ὁ γὰρ τοῦ θεοῦ λόγος, ὅταν ἐπὶ τὸ γεῶδες ἡμῶν σύστημα ἀφίκηται, τοῖς μὲν ἀρετῆς συγγενέσι καὶ πρὸς αὐτὴν ἀποκλίνουσιν ἀρήγει καὶ βοηθεῖ, ὡς καταφυγὴν καὶ σωτηρίαν αὐτοῖς πορίζειν παντελῆ, τοῖς δὲ ἀντιπάλοις ὄλεθρον καὶ φθορὰν ἀνίατον ἐπιπέμπει."],["87","λέγεται δὲ κατὰ τέταρτον σημαινόμενον ἥλιος μὲν αὐτὸς ὁ τῶν ὅλων ἡγεμών, ὡς εἶπον ἤδη, δι’ οὗ τὰ ἀνίατα τῶν ἁμαρτημάτων ἀνακαλύπτεται συσκιάζεσθαι δοκοῦντα·"],["88","πάντα γὰρ ὡς δυνατά, οὕτως καὶ γνώριμα θεῷ. παρὸ καὶ τοὺς καταλυθέντας τῶν τόνων τῶν ψυχικῶν, ἀκολάστως καὶ λαγνίστερον ὁμιλοῦντας ταῖς νοῦ θυγατράσιν, αἰσθήσεσιν, ὡς χαμαιτύπαις καὶ πόρναις, ἐνδειχθησομένους πρὸς ἥλιον ἄγει."],["89","φησὶ γάρ· „καὶ κατέλυσεν ὁ λαὸς ἐν Σαττὶν “— ἄκανθαι δ’ ἑρμηνεύεται, παθῶν κεντούντων καὶ τιτρωσκόντων ψυχὴν σύμβολον—, „καὶ ἐβεβηλώθη “φησίν „ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωάβ “— αἱ δέ εἰσιν αἱ αἰσθήσεις, κεκλημέναι νοῦ θυγατέρες· Μωὰβ γὰρ ἐκ πατρὸς ἑρμηνεύεται—, καὶ προστίθησι· „λάβε πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παραδειγμάτισον τῷ κυρίῳ ἀπέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ κυρίου ἀπὸ Ἰσραήλ “(Num. 25, 1. 4)."],["90","οὐ γὰρ μόνον τὰ κεκρυμμένα τῶν ἀδικημάτων ἐμφανῆ γενέσθαι βουλόμενος ταῖς ἡλιακαῖς περιέλαμψεν ἀκτῖσιν, ἀλλὰ καὶ διὰ συμβόλων ἥλιον τὸν πατέρα τῶν ὅλων ἐκάλεσεν, ᾧ πάντα προὖπτα καὶ ὅσα ἐν μυχοῖς τῆς διανοίας ἀοράτως ἐπιτελεῖται· γενομένων δ’ ἐμφανῶν ἵλεώ φησιν ἔσεσθαι τὸν μόνον ἵλεω. διὰ τί;"],["91","ὅτι, ἐὰν ὑπολαβοῦσα διάνοια λήσεσθαι τὸ θεῖον ἀδικοῦσα, ὡς μὴ πάντα καθορᾶν δυνάμενον, κρύφα καὶ ἐν μυχοῖς διαμαρτάνῃ καὶ μετὰ ταῦτα εἴτ’ ἐξ αὑτῆς εἴτε καὶ ὑφηγησαμένου τινὸς ἐννοήσῃ, ὅτι ἀμήχανον ἄδηλον εἶναί τι τῷ θεῷ, καὶ ἑαυτὴν καὶ τὰς ἑαυτῆς πράξεις ἁπάσας ἀναπτύξῃ καὶ εἰς μέσον προενεγκοῦσα καθάπερ εἰς ἡλιακὸν φῶς ἐπιδείξηται τῷ τῶν ὅλων ἐπισκόπῳ φήσασα μετανοεῖν ἐφ’ οἷς πρότερον ἀγνώμονι γνώμῃ χρωμένη κακῶς ἐδόξαζε— μηδὲν γὰρ ἄδηλον, γνώριμα δὲ καὶ δῆλα πάντα, οὐ τὰ πραχθέντα μόνον, ἀλλὰ καὶ τὰ ἐλπιζόμενα κατὰ πολλὴν περιουσίαν ὑπάρχειν αὐτῷ—, κεκάθαρται καὶ ὠφέληται καὶ τὸν ἐφεστῶτα κολαστὴν ἔλεγχον ἡμέρωκεν ὀργῇ δικαίᾳ χρώμενον, εἰ τὸ μετανοεῖν ἀδελφὸν νεώτερον ὂν"],["92","τοῦ μηδ’ ὅλως ἁμαρτεῖν ἀποδέχεται. φαίνεται μέντοι καὶ ἑτέρωθι κατὰ σύμβολον ἐπὶ τοῦ αἰτίου τὸν ἥλιον παραλαμβάνων, ὡς ἐν τῷ γραφέντι νόμῳ περὶ τῶν ἐπ’ ἐνεχύροις δανειζόντων· λέγε τὸν νόμον· „ἐὰν ἐνεχύρασμα ἐνεχυράσῃς τὸ ἱμάτιον τοῦ πλησίον, πρὸ δυσμῶν ἡλίου ἀποδώσεις αὐτῷ· ἔστι γὰρ τοῦτο περιβόλαιον αὐτῷ μόνον, τοῦτο τὸ ἱμάτιον ἀσχημοσύνης αὐτοῦ. ἐν τίνι κοιμηθήσεται; ἐὰν οὖν καταβοήσῃ πρὸς μέ, εἰσακούσομαι αὐτοῦ· ἐλεήμων γάρ εἰμι “(Exod. 22, 26. 27)."],["93","ἆρ’ οὐκ ἄξιον τοὺς οἰομένους τὴν τοσαύτην σπουδὴν εἶναι τῷ νομοθέτῃ περὶ ἀμπεχόνης, εἰ καὶ μὴ ὀνειδίζειν, ἀλλά τοί γε ὑπομιμνῄσκειν φάσκοντας· τί λέγετε, ὦ γενναῖοι; ὁ τῶν ὅλων κτίστης καὶ ἡγεμὼν ἐλεήμονα ἑαυτὸν ἐφ’ οὕτως εὐτελοῦς πράγματος, ἱματίου μὴ ἀποδοθέντος χρεώστῃ πρὸς δανειστοῦ, καλεῖ;"],["94","τὸ μέγεθος καθάπαξ τῆς ἀρετῆς τοῦ πάντα μεγάλου θεοῦ μὴ συνεωρακότων τοιαῦτ’ ἐστὶν ὑπολαμβάνειν καὶ τὴν ἀνθρωπίνην μικρολογίαν τῇ ἀγενήτῳ καὶ ἀφθάρτῳ καὶ πλήρει μακαριότητος καὶ εὐδαιμονίας φύσει παρὰ θέμιν καὶ δίκην προσνεμόντων."],["95","τί γὰρ ἄτοπον ποιοῦσιν οἱ τὰ ῥύσια κατέχοντες δανεισταὶ παρ’ αὑτοῖς, ἄχρις ἂν τὰ ἴδια ἀναπράξωνται; πένητες οἱ χρεῶσται, φήσει τις ἴσως, καὶ ἄξιον ἐλεεῖν αὐτούς. εἶτ’ οὐκ ἄμεινον ἦν γράψαι νόμον, δι’ οὗ τούτους ἐρανιοῦσι μᾶλλον ἢ χρεώστας ἀποφανοῦσιν ἢ ἐπ’ ἐνεχύροις τοῦ δανείζειν κωλύσουσιν; ὁ δὲ ἐφεὶς οὐκ ἂν εἰκότως ἐπὶ τοῖς ἃ ἔλαβον πρὸ καιροῦ μὴ προιεμένοις δυσχεραίνοι ὡς ἀσεβοῦσι."],["96","πενίας δ’ εἰς αὐτά τις ἐλθών, ὡς ἔπος εἰπεῖν, τὰ πέρατα καὶ ῥάκιον ἓν ἀμπεχόμενος δανειστὰς καινοὺς ἐπάγεται τὸν ἀπὸ τῶν ὁρώντων παρεὶς ἔλεον, ὃς τοῖς κεχρημένοις ταῖς τοιαύταις κακοπραγίαις κατ’ οἰκίαν καὶ παρ’ ἱεροῖς καὶ ἐν ἀγορᾷ καὶ πανταχοῦ προκέχυται;"],["97","νυνὶ δὲ καὶ ὃ μόνον εἶχε προκάλυμμα αἰδοῦς, ᾧ τὰ τῆς φύσεως ἀπόρρητα συνεσκίαζε, τοῦτο φέρων προὔτεινε· ῥύσιον ὑπὲρ τίνος, εἰπέ μοι; ἢ ὑπὲρ ἑτέρας ἀμείνονος ἐσθῆτος; τροφῆς μὲν γὰρ ἀναγκαίας ἄπορος οὐδείς, ἄχρις ἂν πηγαὶ μὲν ἀναβλύζωσι, ποταμοὶ δὲ χείμαρροι πλημμυρῶσι, γῆ δὲ τοὺς ἐτησίους ἀναδιδῷ καρπούς."],["98","οὕτω δὲ ἢ βαθύπλουτός τις ἢ λίαν ὠμὸς ὁ δανειστής, ὡς ἢ τετράδραχμον, τάχα δὲ καὶ ἔλαττον ἐθέλειν τῳ συμβαλεῖν ἢ οὕτω πενιχρῷ δανείζειν ἀλλὰ μὴ χαρίζεσθαι ἢ ὃ μόνον ἦν ἱμάτιον ἐκείνῳ λαμβάνειν ἐνέχυρον, ὅπερ ἑτέρῳ ὀνόματι λωποδυτεῖν εἰκότως ἂν λέγοιτο; καὶ γὰρ λωποδύταις ἔθος ἀπαμπίσχουσι τὰς μὲν ἐσθῆτας ἀφαιρεῖσθαι, γυμνοὺς δὲ τοὺς ἔχοντας ἀποφαίνειν."],["99","διὰ τί δὲ νυκτὸς μὲν καὶ τοῦ μὴ ἀνείμονά τινα κοιμηθῆναι προὐνόησεν, ἡμέρας δὲ καὶ τοῦ μὴ ἐγρηγορότα γυμνὸν ἀσχημονεῖν οὐκέθ’ ὁμοίως ἐφρόντισεν; ἢ οὐ νυκτὶ μὲν καὶ σκότῳ κρύπτεται πάντα, ὡς ἧττον ἢ μηδ’ ὅλως αἰδεῖσθαι, ἡμέρᾳ δὲ καὶ φωτὶ ἀνακαλύπτεται, ὡς τότε μᾶλλον ἐρυθριᾶν ἀναγκάζεσθαι;"],["100","διὰ τί δ’ οὐ διδόναι τὸ ἱμάτιον, ἀλλ’ ἀποδιδόναι προσέταξεν; ἀπόδοσις γὰρ ἐπ’ ἀλλοτρίοις γίνεται, τὰ δ’ ἐνέχυρα τῶν δεδανεικότων μᾶλλον ἢ τῶν δεδανεισμένων ἐστίν. ἐκεῖνο δὲ οὐκ ἐννοεῖς, ὅτι λαβόντι τῷ χρεώστῃ πρόσκοιτον τὸ ἱμάτιον οὐ προσέταξε μεθ’ ἡμέραν περιελεῖν ἀναστάντι καὶ κομίσαι τῷ δανειστῇ;"],["101","καὶ μὴν τῷ γε τῆς ἑρμηνείας ἰδιοτρόπῳ καὶ ὁ βραδύτατος ἕτερόν τι τοῦ ῥητοῦ κατανοεῖν ἂν προαχθείη· μᾶλλον γὰρ ἀφορισμῷ ἢ παραινέσει ἔοικε τὸ διάταγμα. παραινῶν μὲν γὰρ εἶπεν ἄν τις· τὸ ἐνεχυρασθὲν ἱμάτιον, ἐὰν τοῦτ’ ᾖ μόνον τῷ χρεώστῃ, πρὸ ἑσπέρας ἀπόδος, ἵν’ ἔχῃ νύκτωρ ἀμπέχεσθαι, ἀφοριζόμενος δὲ οὕτως, ὡς νῦν ἔχει· „ἔστι γὰρ τοῦτο περιβόλαιον αὐτῷ μόνον, τοῦτο τὸ ἱμάτιον ἀσχημοσύνης αὐτοῦ· ἐν τίνι κοιμηθήσεται “(Exod. 22, 27);"],["102","ταῦτα μὲν δὴ καὶ τὰ τοιαῦτα πρὸς τοὺς τῆς ῥητῆς πραγματείας σοφιστὰς καὶ λίαν τὰς ὀφρῦς ἀνεσπακότας εἰρήσθω, λέγωμεν δὲ ἡμεῖς ἑπόμενοι τοῖς ἀλληγορίας νόμοις τὰ πρέποντα περὶ τούτων. φαμὲν τοίνυν λόγου σύμβολον ἱμάτιον εἶναι. τάς τε γὰρ ἀπὸ κρυμοῦ καὶ θάλπους εἰωθυίας τῷ σώματι κατασκήπτειν βλάβας ἐσθὴς ἀπωθεῖται καὶ ἐπισκιάζει τὰ τῆς φύσεως ἀπόρρητα καὶ ἔστιν ἁρμόττων σώματι κόσμος ἡ ἀμπεχόνη."],["103","κατὰ τὸ παραπλήσιον μέντοι καὶ ἀνθρώπῳ λόγος δώρημα κάλλιστον ἐδόθη παρὰ θεοῦ, πρῶτον μὲν κατὰ τῶν νεωτεριζόντων εἰς αὐτὸν ὅπλον ἀμυντήριον— ὡς γὰρ τῶν ἄλλων ἕκαστον ζῴων ἡ φύσις οἰκείοις ἕρκεσιν ὠχύρωσε, δι’ ὧν τοὺς ἐπιχειροῦντας ἀδικεῖν ἀποκρούσεται, καὶ ἀνθρώπῳ μέγιστον ἔρυμα καὶ φρουρὰν ἀκαθαίρετον λόγον δέδωκεν, οὗ κραταιῶς οἷα πανοπλίας ἐνειλημμένος οἰκεῖον καὶ προσφυέστατον ἕξει δορυφόρον· τούτῳ δὲ προαγωνιστῇ χρώμενος δυνήσεται τὰς ἀπὸ τῶν ἐχθρῶν ἐπιφερομένας ἀπωθεῖσθαι ζημίας—,"],["104","δεύτερον δὲ καὶ αἰσχύνης καὶ ὀνειδῶν ἀναγκαιότατον περίβλημα— δεινὸς γὰρ συγκρύψαι καὶ συσκιάσαι τὰς ἁμαρτίας τῶν ἀνθρώπων λόγος—, τρίτον δὲ πρὸς ὅλου τοῦ βίου κόσμον· ὁ γὰρ βελτιῶν ἕκαστον καὶ πάντα ἄγων ἐπὶ τὸ κρεῖττον οὗτός ἐστιν."],["105","ἀλλὰ γάρ εἰσι λῶβαί τινες καὶ κῆρες ἀνθρώπων, οἳ καὶ τὸν λόγον ἐνεχυράζουσιν ἀφαιρούμενοι τοὺς ἔχοντας καί, συναυξῆσαι δέον, ὅλον ὑποτέμνονται, καθάπερ οἱ τὰ τῶν πολεμίων δῃοῦντες χωρία καὶ τόν τε σῖτον καὶ τὸν ἄλλον καρπὸν φθείρειν ἐπιχειροῦντες, ὃς ἀφεθεὶς μεγάλη τοῖς χρησαμένοις ἂν ὄνησις ἦν."],["106","πόλεμος οὖν ἐστιν ἐνίοις ἄσπονδος καὶ ἀκήρυκτος πρὸς τὴν λογικὴν φύσιν, οἵτινες τὰς βλάστας αὐτῆς ἀποκείρουσιν ἐν χρῷ καὶ τὰς πρώτας ἐπιφύσεις ἐκθλίβουσιν, ἄγονον καὶ στεῖραν, ὡς ἔπος εἰπεῖν, καλῶν ἐπιτηδευμάτων ἀπεργαζόμενοι."],["107","ὁρμῶσαν γὰρ ἔστιν ὅτε πρὸς παιδείαν ἀκατασχέτῳ ῥύμῃ καὶ πληχθεῖσαν ἔρωτι τῶν φιλοσοφίας θεωρημάτων ὑπὸ βασκανίας καὶ φθόνου δείσαντες, μὴ μεγάλα πνεύσασα καὶ ἐπὶ μήκιστον ἀρθεῖσα τὰς γλισχρολογίας αὐτῶν καὶ πιθανὰς κατὰ τῆς ἀληθείας εὑρέσεις ἐπικλύσῃ χειμάρρου τρόπον, ἑτέρωσε ταῖς ἑαυτῶν κακοτεχνίαις τὴν φορὰν ἔτρεψαν, εἰς βαναύσους καὶ ἀνελευθέρους τέχνας μετοχετευσάμενοι· πολλάκις δὲ καὶ ἀμβλώσαντες καὶ ἐπιφράξαντες ἀργὸν τὸ μεγαλοφυὲς κατέλιπον, ὥσπερ βαθύγειον καὶ εὐδαίμονα γῆν ὀρφανῶν παίδων ἐπίτροποι κακοὶ χέρσον, καὶ οὐκ ᾐδέσθησαν οἱ πάντων ἀνηλεέστατοι τὸ μόνον ἱμάτιον ἀνθρώπου περισυλῶντες, λόγον· „ἔστι “γάρ φησι „τοῦτο περιβόλαιον αὐτῷ μόνον “(Exod. 22, 27). τί πλὴν ὁ λόγος;"],["108","ὥσπερ γὰρ ἵππου τὸ χρεμετίζειν ἴδιον καὶ τὸ ὑλακτεῖν κυνὸς καὶ βοὸς τὸ μυκᾶσθαι καὶ τὸ ὠρύεσθαι λέοντος, οὕτω καὶ ἀνθρώπου τὸ λέγειν καὶ αὐτὸς ὁ λόγος. τοῦτον γὰρ ἔρυμα, περίβλημα, πανοπλίαν, τεῖχος τὸ ζῷον τὸ θεοφιλέστατον,"],["109","ὁ ἄνθρωπος, ἐκ πάντων ἴδιον κεκάρπωται. διὸ καὶ ἐπιφέρει· „τοῦτο τὸ ἱμάτιον αὐτὸ μόνον ἀσχημοσύνης αὐτοῦ “(Exod. 22, 27). τίς ἄλλος γὰρ οὕτως τὰ ὀνείδη καὶ τὰ αἴσχη τοῦ βίου συσκιάζει καὶ συγκρύπτει, ὡς λόγος; ἀμαθία μὲν γὰρ ἀλόγου φύσεως συγγενὲς αἶσχος, παιδεία δὲ ἀδελφὸν λόγου, κόσμος οἰκεῖος."],["110","„ἐν τίνι οὖν κοιμηθήσεται “, τουτέστιν ἠρεμήσει καὶ διαναπαύσεται ἄνθρωπος, πλὴν ἐν λόγῳ; λόγος γὰρ τὸ βαρυποτμότατον ἡμῶν γένος ἐπικουφίζει. ὥσπερ οὖν τοὺς λύπαις ἢ φόβοις ἤ τισιν ἄλλοις κακοῖς πιεσθέντας εὐμένεια καὶ συνήθεια καὶ δεξιότης φίλων πολλάκις ἐθεράπευσεν, οὕτως οὐ πολλάκις ἀλλ’ ἀεὶ τὸ βαρύτατον ἄχθος, ὅπερ ἐπιτιθέασιν ἡμῖν αἵ τε τοῦ συνδέτου σώματος ἀνάγκαι καὶ αἱ τῶν ἔξωθεν κατασκηπτόντων ἀπροόρατοι συντυχίαι, μόνος ὁ ἀλεξίκακος λόγος ἀπωθεῖται."],["111","φίλος γὰρ καὶ γνώριμος καὶ συνήθης καὶ ἑταῖρος ἡμῖν ἐστιν, ἐνδεδεμένος, μᾶλλον δὲ ἡρμοσμένος καὶ ἡνωμένος κόλλῃ τινὶ φύσεως ἀλύτῳ καὶ ἀοράτῳ. διὰ τοῦτο καὶ προλέγει τὰ συνοίσοντα καὶ συμβάντος τινὸς ἀβουλήτου πάρεστιν αὐτοκέλευστος βοηθήσων, οὐ τὴν ἑτέραν φέρων μόνον ὠφέλειαν, ἣν ὁ μὴ δρῶν σύμβουλος ἢ ὁ συναγωνιστὴς ἥσυχος, ἀλλ’ ἀμφοτέρας."],["112","οὐ γὰρ ἡμίεργον ἐπιτετήδευκε δύναμιν, ἀλλὰ πᾶσι τοῖς μέρεσιν ὁλόκληρον· ὅς γε, κἂν σφαλῇ πείρας ἐν οἷς διανοεῖται ἢ ἔργῳ ἐπεξέρχεται, [ἢ] ἐπὶ τὸ τρίτον ἀφικνεῖται βοήθημα, παρηγορίαν. φάρμακον γὰρ ὡς τραυμάτων, καὶ ψυχῆς παθῶν ὁ λόγος ἐστὶ σωτήριον, ὃν \" πρὸ δυσμῶν ἡλίου “φησὶ δεῖν ὁ νομοθέτης ἀποδοῦναι (Exod. 22, 26), τουτέστι πρὶν τὰς τοῦ μεγίστου καὶ ἐπιφανεστάτου θεοῦ καταδῦναι περιλαμπεστάτας αὐγάς, ἃς δι’ ἔλεον τοῦ γένους ἡμῶν εἰς νοῦν τὸν ἀνθρώπινον οὐρανόθεν ἀποστέλλει."],["113","παραμένοντος γὰρ ἐν ψυχῇ τοῦ θεοειδεστάτου καὶ ἀσωμάτου φωτὸς ἀποδώσομεν τὸν ἐνεχυρασθέντα λόγον, ὡς ἱμάτιον, ἵν’ ἐγγένηται τῷ λαβόντι τὸ ἴδιον ἀνθρώπου κτῆμα τήν τε αἰσχύνην τοῦ βίου περιστεῖλαι καὶ τῆς θείας ἀπόνασθαι δωρεᾶς καὶ μετ’ ἠρεμίας ἀναπαύσασθαι παρουσίᾳ τοιούτου συμβούλου καὶ προασπιστοῦ τάξιν ἣν ἐτάχθη μηδέποτε λείψοντος."],["114","ἕως οὖν ἔτι σοι τὸ ἱερὸν φέγγος ὁ θεὸς ἀκτινοβολεῖ, σπούδασον ἐν ἡμέρᾳ τὸ ῥύσιον ἀποδοῦναι τῷ κυρίῳ· δύντος γάρ, ὡς πᾶσα Αἴγυπτος (Exod. 10, 21), ψηλαφητὸν ἕξεις σκότος τὸν αἰῶνα καὶ πληχθεὶς ἀορασίᾳ καὶ ἀγνοίᾳ, ὧν ἐδόκεις ἐπικρατεῖν πάντων ἀφαιρεθήσῃ, πρὸς τοῦ βλέποντος Ἰσραήλ, ὃν ἐρρυσίαζες ἀδούλωτον ὄντα φύσει, δουλούμενος ἀνάγκῃ."],["115","τοῦτον δὴ τὸν δόλιχον ἀπεμηκύναμεν οὐκ ἄλλου του χάριν ἢ τοῦ διδάξαι, ὅτι ἡ ἀσκητικὴ διάνοια κινήσεσιν ἀνωμάλοις πρός τε εὐφορίαν καὶ τοὐναντίον χρωμένη καὶ τρόπον τινὰ ἀνιοῦσα καὶ κατιοῦσα συνεχῶς, ὅταν μὲν εὐφορῇ καὶ πρὸς τὸ ὕψος αἴρηται, ταῖς ἀρχετύποις καὶ ἀσωμάτοις ἀκτῖσι τῆς λογικῆς πηγῆς τοῦ τελεσφόρου θεοῦ περιλάμπεται, ὅταν δὲ καταβαίνῃ καὶ ἀφορῇ, ταῖς ἐκείνων εἰκόσιν, ἀθανάτοις λόγοις, οὓς καλεῖν ἔθος ἀγγέλους."],["116","διὸ καὶ νῦν φησιν· „ἀπήντησε τόπῳ· ἔδυ γὰρ ὁ ἥλιος “(Gen. 28, 11). ὅταν γὰρ τὴν ψυχὴν ἀπολίπωσιν αἱ τοῦ θεοῦ αὐγαί, δι’ ὧν σαφέσταται αἱ τῶν πραγμάτων γίνονται καταλήψεις, ἀνατέλλει τὸ δεύτερον καὶ ἀσθενέστερον λόγων, οὐκέτι πραγμάτων, φέγγος, καθάπερ καὶ ἐν τῷδε τῷ κόσμῳ· σελήνη γὰρ τὰ δευτερεῖα ἡλίου φερομένη καταδύντος ἐκείνου φῶς ἀμυδρότερον ἐπὶ τὴν γῆν ἀποστέλλει."],["117","καὶ τὸ ὑπαντᾶν μέντοι τόπῳ ἢ λόγῳ τοῖς μὴ δυναμένοις τὸν πρὸ τόπου καὶ λόγου θεὸν ἰδεῖν αὐταρκεστάτη δωρεά, διότι τὴν ψυχὴν ἀφώτιστον εἰσάπαν οὐκ ἔσχον, ἀλλ’ ἐπειδὴ τὸ ἄκρατον ἐκεῖνο φέγγος ἀπ’ αὐτῶν ἔδυ, τὸ κεκραμένον ἐκαρπώσαντο. „τοῖς γὰρ υἱοῖς Ἰσραὴλ φῶς ἦν ἐν πᾶσιν οἷς κατεγίνοντο “, φησὶν ἐν Ἐξαγωγῇ (10, 23), ὡς νύκτα καὶ σκότος ἀεὶ πεφυγαδεῦσθαι, μεθ’ ὧν οἱ τὰ ψυχῆς ὄμματα πρὸ τῶν σώματος πεπηρωμένοι ζῶσιν, ἀρετῆς αὐγὰς οὐκ εἰδότες."],["118","ἔνιοι δὲ ἥλιον μὲν ὑποτοπήσαντες εἰρῆσθαι νυνὶ συμβολικῶς αἴσθησίν τε καὶ νοῦν, τὰ νενομισμένα καθ’ ἡμᾶς αὐτοὺς εἶναι κριτήρια, τόπον δὲ τὸν θεῖον λόγον, οὕτως ἐξεδέξαντο· ἀπήντησεν ὁ ἀσκητὴς λόγῳ θείῳ δύντος τοῦ θνητοῦ καὶ ἀνθρωπίνου φέγγους."],["119","ἄχρι μὲν γὰρ ὁ νοῦς τὰ νοητὰ καὶ τὰ αἰσθητὰ αἴσθησις οἴεται παγίως καταλαμβάνειν καὶ ἄνω περιπολεῖν, μακρὰν ὁ θεῖος λόγος ἀφέστηκεν· ἐπειδὰν δ’ ἑκάτερον ἀσθένειαν ὁμολογήσῃ τὴν ἑαυτοῦ καὶ τρόπον τινὰ καταδύσει χρησάμενον ἀποκρυφθῇ, προϋπαντᾷ δεξιούμενος εὐθὺς ὁ ἔφεδρος ἀσκητικῆς ψυχῆς ὀρθὸς λόγος ἑαυτὴν μὲν ἀπογινωσκούσης, τὸν δὲ ἐπιφοιτῶντα ἔξωθεν ἀφανῶς ἀναμενούσης."],["120","Φησὶ τοίνυν ἑξῆς ὅτι „ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ “(Gen. 28, 11). θαυμάσαι ἄν τις οὐ μόνον τὴν ἐν ὑπονοίαις πραγματείαν καὶ φυσιολογίαν αὐτοῦ, ἀλλὰ καὶ τὴν ῥητὴν πρὸς πόνου καὶ καρτερίας μελέτην ὑφήγησιν."],["121","οὐ γὰρ ἀξιοῖ τὸν ἀρετῆς ἐπιμελούμενον ἁβροδιαίτῳ βίῳ χρῆσθαι καὶ τρυφᾶν ζηλοῦντα τὰς τῶν λεγομένων μὲν εὐδαιμόνων πρὸς ἀλήθειαν δὲ κακοδαιμονίας γεμόντων σπουδάς τε καὶ φιλοτιμίας, οἷς πᾶς ὁ βίος ὕπνος καὶ ἐνύπνιόν ἐστι κατὰ τὸν ἱερώτατον νομοθέτην."],["122","οὗτοι μεθ’ ἡμέραν, ὅταν τὰ ἐν δικαστηρίοις καὶ βουλευτηρίοις καὶ θεάτροις καὶ πανταχοῦ πρὸς τοὺς ἄλλους ἀδικήματα διεξέλθωσιν, οἴκαδε ἀφικνοῦνται τὸν ἑαυτῶν οἶκον, οἱ δυστυχεῖς, καταστρέψοντες, οὐ τὸν τῶν οἰκοδομημάτων, ἀλλὰ τὸν συμφυᾶ τῆς ψυχῆς οἶκον, τὸ σῶμα, τροφὰς ἀμέτρους καὶ ἐπαλλήλους εἰσφέροντες καὶ πολὺν ἄκρατον ἄρδοντες, ἕως ἂν βύθιος μὲν ὁ λογισμὸς οἴχηται, τὰ δ’ ὑπὸ γαστέρα πλησμονῆς ἔκγονα πάθη διαναστάντα, λύττῃ χρώμενα ἀκαθέκτῳ, προσπεσόντα καὶ ἐμπλακέντα τοῖς ἐπιτυχοῦσι, τὸν πολὺν οἶστρον ἀπερυγόντα λωφήσῃ."],["123","νύκτωρ δέ, ὁπότε καιρὸς εἴη πρὸς κοῖτον τραπέσθαι, πολυτελεῖς κλίνας καὶ εὐανθεστάτας στρωμνὰς εὐτρεπισάμενοι μαλακῶς σφόδρα κατακλίνονται, τὴν γυναικῶν ἐκμιμούμενοι τρυφήν, αἷς ἡ φύσις ἐπέτρεψεν ἀνειμένῃ χρῆσθαι διαίτῃ, παρὸ καὶ τὸ σῶμα τοῦ μαλθακωτέρου κόμματος ὁ τεχνίτης καὶ ποιητὴς αὐταῖς εἰργάζετο."],["124","τοιοῦτος οὐδεὶς γνώριμος τοῦ ἱεροῦ λόγου, ἀλλ’ οἱ πρὸς ἀλήθειαν ἄνδρες, σωφροσύνης καὶ κοσμιότητος καὶ αἰδοῦς ἐρασταί, ἐγκράτειαν, ὀλιγοδεΐαν, καρτερίαν ὥσπερ κρηπῖδάς τινας ὅλου τοῦ βίου καταβεβλημένοι, ψυχῆς ἀσφαλεῖς ὑποδρόμους, οἷς ἀκινδύνως καὶ βεβαίως ἐνορμιεῖται, χρημάτων καὶ ἡδονῆς καὶ δόξης κρείττους, σιτίων καὶ ποτῶν καὶ αὐτὸ μόνον τῶν ἀναγκαίων, ἐφ’ ὅσον μὴ νεωτερίζειν ἄρχεται λιμός, ὑπερόπται, πεῖναν δέχεσθαι καὶ δίψαν θάλπος τε καὶ κρύος καὶ ὅσα ἄλλα δυσκαρτέρητα ὑπὲρ ἀρετῆς κτήσεως ἑτοιμότατοι, ζηλωταὶ τῶν εὐποριστοτάτων, ὡς μηδ’ ἐπ’ εὐτελεῖ χλαίνῃ ποτὲ δυσωπηθῆναι, τοὐναντίον δὲ τὰς πολυτελεῖς ὄνειδος καὶ μεγάλην τοῦ βίου ζημίαν νομίσαι."],["125","τούτοις πολυτελὴς μέν ἐστι κλίνη μαλακὸν ἔδαφος, στρωμνὴ δὲ θάμνοι, πόαι, βοτάναι, φύλλων πολλὴ χύσις, τὰ δὲ πρὸς κεφαλῆς λίθοι τινὲς ἢ βραχεῖς γεώλοφοι τοῦ ἰσοπέδου μικρὸν ἀνέχοντες. τὸν βίον τοῦτον οἱ μὲν τρυφῶντες σκληροδίαιτον καλοῦσιν, οἱ δὲ πρὸς καλοκἀγαθίαν ζῶντες ἥδιστον ὀνομάζουσιν· ἀνδράσι γὰρ οὐ λεγομένοις ἀλλ’ οὖσιν ὄντως ἐφαρμόζει."],["126","οὐχ ὁρᾷς, ὅτι καὶ νῦν βασιλικαῖς ὕλαις καὶ παρασκευαῖς περιουσιάζοντα τὸν ἀθλητὴν τῶν καλῶν ἐπιτηδευμάτων εἰσάγει χαμευνοῦντα καὶ λίθῳ προσκεφαλαίῳ χρώμενον καὶ μικρὸν ὕστερον ἐν ταῖς εὐχαῖς ἄρτον καὶ ἱμάτιον, τὸν φύσεως πλοῦτον, αἰτούμενον (Gen. 28, 20), ἐπειδὴ τὸν ἐν ταῖς κεναῖς δόξαις ἐχλεύαζεν ἀεὶ καὶ τοὺς θαυμαστικῶς ἔχοντας αὐτοῦ κατεκερτόμει; οὗτός ἐστι παράδειγμα ἀρχέτυπον ἀσκητικῆς"],["127","ψυχῆς, ἐκτεθηλυσμένῳ καὶ ἀνδρογύνῳ παντὶ πολέμιος. ὁ μὲν οὖν τοῦ φιλοπόνου καὶ φιλαρέτου πρόχειρος ἔπαινος εἴρηται, τὸ δὲ κατὰ σύμβολον μηνυόμενον ἐρευνητέον. εἰδέναι δὲ νῦν προσήκει, ὅτι ὁ θεῖος τόπος καὶ ἡ ἱερὰ χώρα πλήρης ἀσωμάτων ἐστὶ λόγων·"],["128","ψυχαὶ δ’ εἰσὶν ἀθάνατοι οἱ λόγοι οὗτοι. τούτων δὴ τῶν λόγων ἕνα λαβών, ἀριστίνδην ἐπιλεγόμενος τὸν ἀνωτάτω καὶ ὡσανεὶ σώματος ἡνωμένου κεφαλὴν πλησίον ἱδρύεται διανοίας τῆς ἑαυτοῦ (Gen. 28, 11)· καὶ γὰρ αὕτη τρόπον τινὰ τῆς ψυχῆς ἐστι κεφαλή. ποιεῖ δὲ τοῦτο πρόφασιν μὲν ὡς κοιμησόμενος, τὸ δ’ ἀληθὲς ὡς ἀναπαυσόμενος ἐπὶ λόγῳ θείῳ καὶ σύμπαντα ἑαυτοῦ τὸν βίον κουφότατον ἄχθος ἐπαναθήσων ἐκείνῳ."],["129","ὁ δὲ ἄσμενος ἐπακούει καὶ δέχεται τὸν ἀθλητὴν ὡς φοιτητὴν ἐσόμενον τὸ πρῶτον, εἶθ’ ὅταν αὐτοῦ τὴν ἐπιτηδειότητα τῆς φύσεως ἀποδέξηται, χειροδοτεῖ τρόπον ἀλείπτου καὶ πρὸς τὰ γυμνάσια καλεῖ, καὶ διερειδόμενος παλαίειν ἀναγκάζει, μέχρις ἂν ἀνανταγώνιστον αὐτῷ ῥώμην ἐγκατασκευάσῃ, τὰ ὦτα θείαις ἐπιπνοίαις μεταβαλὼν εἰς ὄμματα καὶ καλέσας αὐτὸν μεταχαραχθέντα καινὸν τύπον Ἰσραήλ, ὁρῶντα. τότε καὶ τὸν νικητήριον ἐπιτίθησιν αὐτῷ στέφανον."],["130","ὁ δὲ στέφανος ἔκτοπον ἔχει καὶ ξένον καὶ ἴσως οὐκ εὔφημον ὄνομα· καλεῖται γὰρ ὑπὸ τοῦ ἀγωνοθέτου νάρκα. λέγεται γὰρ ὅτι \" ἐνάρκησε τὸ πλάτος “(Gen. 32, 25), βραβείων καὶ κηρυγμάτων καὶ τῶν ἐν τιμαῖς ἁπάντων θαυμασιώτατον ἀριστεῖον·"],["131","εἰ γὰρ ἡ δυνάμεως ἀκαθαιρέτου ψυχὴ μεταλαβοῦσα καὶ τελειωθεῖσα ἐν ἄθλοις ἀρετῶν καὶ ἐπὶ τὸν ὅρον αὐτὸν ἀφικομένη τοῦ καλοῦ μὴ πρὸς ὕψος ὑπὸ μεγαλαυχίας ἀρθείη μηδ’ ἀκροβατοῦσα ἐπικομπάζοι, ὡς ἀρτίοις ποσὶ μακρὰ βαίνειν δυναμένη, ναρκήσειε δὲ καὶ σταλείη τὸ εὐρυνθὲν οἰήσει πλάτος, εἶθ’ ἑκουσίως ὑποσκελίσασα ἑαυτὴν χωλεύοι, τῶν ἀσωμάτων ὅπως ὑστερίζοι φύσεων, ἡττᾶσθαι δοκοῦσα νικηφορήσει."],["132","τὸ γὰρ πρεσβείων ἐξίστασθαι γνώμῃ μᾶλλον ἢ ἀνάγκῃ τοῖς ἀμείνοσιν λυσιτελέστατον νενόμισται, ἐπεὶ καὶ τὰ δευτερεῖα τῶν ἐν τῷδε τῷ ἀγῶνι τιθεμένων ἄθλων τὰ πρῶτα τῶν ἐν ἑτέροις ἀξιώματος μεγέθει πλεῖστον ὅσον ὑπερβάλλει."],["133","Τὸ μὲν δὴ προοίμιον τῆς θεοπέμπτου φαντασίας ὧδ’ ἔχει, τρέπεσθαι δ’ ἐπ’ αὐτὴν καιρὸς ἤδη καὶ τῶν ἐμφερομένων ἀκριβοῦν ἕκαστον. „ἐνυπνιάσθη “φησί „καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτῆς· ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ’ αὐτῆς “(Gen. 28, 12. 13)."],["134","κλῖμαξ τοίνυν ἐν μὲν τῷ κόσμῳ συμβολικῶς λέγεται ὁ ἀήρ, οὗ βάσις μέν ἐστι γῆ, κορυφὴ δ’ οὐρανός· ἀπὸ γὰρ τῆς σεληνιακῆς σφαίρας, ἣν ἐσχάτην μὲν τῶν κατ’ οὐρανὸν κύκλων, πρώτην δὲ τῶν πρὸς ἡμᾶς ἀναγράφουσιν οἱ φροντισταὶ τῶν μετεώρων, ἄχρι γῆς ἐσχάτης ὁ ἀὴρ πάντῃ ταθεὶς ἔφθακεν."],["135","οὗτος δ’ ἐστὶ ψυχῶν ἀσωμάτων οἶκος, ἐπειδὴ πάντα τῷ ποιητῇ τὰ τοῦ κόσμου μέρη καλὸν ἔδοξεν εἶναι ζῴων ἀναπληρῶσαι. διὰ τοῦτο γῇ μὲν τὰ χερσαῖα ἐγκατεσκεύαζε, θαλάτταις δὲ καὶ ποταμοῖς τὰ ἔνυδρα, οὐρανῷ δὲ τοὺς ἀστέρας— καὶ γὰρ ἕκαστος τούτων οὐ μόνον ζῷον, ἀλλὰ καὶ νοῦς ὅλος δι’ ὅλων ὁ καθαρώτατος εἶναι λέγεται—· ὥστε καὶ ἐν τῷ λοιπῷ τμήματι τοῦ παντός, ἀέρι, ζῷα γέγονεν. εἰ δὲ μὴ αἰσθήσει καταληπτά, τί τοῦτο; καὶ ψυχὴ γὰρ ἀόρατον."],["136","καὶ μὴν εἰκός γε ἀέρα γῆς μᾶλλον καὶ ὕδατος ζῳοτροφεῖν, διότι καὶ τὰ ἐν ἐκείνοις οὗτος ἐψύχωσεν· ἐποίει γὰρ αὐτὸν ὁ τεχνίτης ἀκινήτων μὲν σωμάτων ἕξιν, κινουμένων δὲ ἀφαντάστως φύσιν, ἤδη δὲ ὁρμῇ καὶ φαντασίᾳ χρῆσθαι δυναμένων ψυχήν."],["137","οὐκ ἄτοπον οὖν, δι’ οὗ τὰ ἄλλα ἐψυχώθη, ψυχῶν ἀμοιρεῖν; διὸ μηδεὶς τὴν ἀρίστην φύσιν ζῴων τοῦ ἀρίστου τῶν περιγείων, ἀέρος, ἀφαιρείσθω· οὐ γὰρ μόνος ἐκ πάντων ἔρημος οὗτος, ἀλλ’ οἷα πόλις εὐανδρεῖ πολίτας ἀφθάρτους καὶ ἀθανάτους ψυχὰς ἔχων ἰσαρίθμους ἄστροις."],["138","τούτων τῶν ψυχῶν αἱ μὲν κατίασιν ἐνδεθησόμεναι σώμασι θνητοῖς, ὅσαι προσγειότατοι καὶ φιλοσώματοι, αἱ δ’ ἀνέρχονται, διακριθεῖσαι πάλιν κατὰ τοὺς ὑπὸ φύσεως ὁρισθέντας ἀριθμοὺς καὶ χρόνους."],["139","τούτων αἱ μὲν τὰ σύντροφα καὶ συνήθη τοῦ θνητοῦ βίου ποθοῦσαι παλινδρομοῦσιν αὖθις, αἱ δὲ πολλὴν φλυαρίαν αὐτοῦ καταγνοῦσαι δεσμωτήριον μὲν καὶ τύμβον ἐκάλεσαν τὸ σῶμα, φυγοῦσαι δ’ ὥσπερ ἐξ εἱρκτῆς ἢ μνήματος ἄνω κούφοις πτεροῖς πρὸς αἰθέρα ἐξαρθεῖσαι μετεωροπολοῦσι τὸν αἰῶνα."],["140","ἄλλαι δ’ εἰσὶ καθαρώταται καὶ ἄρισται, μειζόνων φρονημάτων καὶ θειοτέρων ἐπιλαχοῦσαι, μηδενὸς μὲν τῶν περιγείων ποτὲ ὀρεχθεῖσαι τὸ παράπαν, ὕπαρχοι δὲ τοῦ πανηγεμόνος, ὥσπερ μεγάλου βασιλέως ἀκοαὶ καὶ ὄψεις, ἐφορῶσαι πάντα καὶ ἀκούουσαι."],["141","ταύτας δαίμονας μὲν οἱ ἄλλοι φιλόσοφοι, ὁ δὲ ἱερὸς λόγος ἀγγέλους εἴωθε καλεῖν προσφυεστέρῳ χρώμενος ὀνόματι· καὶ γὰρ τὰς τοῦ πατρὸς ἐπικελεύσεις τοῖς ἐγγόνοις καὶ τὰς τῶν ἐγγόνων χρείας τῷ πατρὶ διαγγέλλουσι."],["142","παρὸ καὶ ἀνερχομένους αὐτοὺς καὶ κατιόντας εἰσήγαγεν, οὐκ ἐπειδὴ τῶν μηνυσόντων ὁ πάντῃ ἐφθακὼς θεὸς δεῖται, ἀλλ’ ὅτι τοῖς ἐπικήροις ἡμῖν συνέφερε μεσίταις καὶ διαιτηταῖς λόγοις χρῆσθαι διὰ τὸ τεθηπέναι καὶ πεφρικέναι τὸν παμπρύτανιν καὶ τὸ μέγιστον ἀρχῆς αὐτοῦ κράτος."],["143","οὗ λαβόντες ἔννοιαν ἐδεήθημέν ποτέ τινος τῶν μεσιτῶν λέγοντες· „λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, μή ποτε ἀποθάνωμεν “(Exod. 20, 19). οὐ γὰρ ὅτι κολάσεις, ἀλλ’ οὐδ’ ὑπερβαλλούσας καὶ ἀκράτους εὐεργεσίας χωρῆσαι δυνάμεθα, ἃς ἂν αὐτὸς προτείνῃ δι’ ἑαυτοῦ μὴ χρώμενος ὑπηρέταις ἄλλοις."],["144","παγκάλως δὲ ἐστηριγμένον ἐν τῇ γῇ διὰ συμβόλου κλίμακος φαντασιοῦται τὸν ἀέρα· τὰς γὰρ ἀναδιδομένας ἐκ γῆς ἀναθυμιάσεις λεπτυνομένας ἐξαεροῦσθαι συμβέβηκεν, ὥστε βάσιν μὲν καὶ ῥίζαν ἀέρος εἶναι γῆν, κεφαλὴν δὲ οὐρανόν."],["145","λέγεται γοῦν, ὅτι σελήνη πίλημα μὲν ἄκρατον αἰθέρος οὔκ ἐστιν, ὡς ἕκαστος τῶν ἄλλων ἀστέρων, κρᾶμα δὲ ἔκ τε αἰθερώδους οὐσίας καὶ ἀερώδους· καὶ τό γε ἐμφαινόμενον αὐτῇ μέλαν, ὃ καλοῦσί τινες πρόσωπον, οὐδὲν ἄλλο εἶναι ἢ τὸν ἀναμεμιγμένον ἀέρα, ὃς κατὰ φύσιν μέλας ὢν ἄχρις οὐρανοῦ τείνεται."],["146","ἡ μὲν οὖν ἐν κόσμῳ λεγομένη συμβολικῶς κλῖμαξ τοιαύτη ἐστί, τὴν δ’ ἐν ἀνθρώποις σκοποῦντες εὑρήσομεν τὴν ψυχήν, ἧς βάσις μὲν τὸ ὡσανεὶ γεῶδές ἐστιν, αἴσθησις, κεφαλὴ δ’ ὡς ἂν τὸ οὐράνιον, ὁ καθαρώτατος νοῦς."],["147","ἄνω δὲ καὶ κάτω διὰ πάσης αὐτῆς οἱ τοῦ θεοῦ λόγοι χωροῦσιν ἀδιαστάτως, ὁπότε μὲν ἀνέρχοιντο, συνανασπῶντες αὐτὴν καὶ τοῦ θνητοῦ διαζευγνύντες καὶ τὴν θέαν ὧν ἄξιον ὁρᾶν μόνων ἐπιδεικνύμενοι, ὁπότε δὲ κατέρχοιντο, οὐ καταβάλλοντες— οὔτε γὰρ θεὸς οὔτε λόγος θεῖος ζημίας αἴτιος—, ἀλλὰ συγκαταβαίνοντες διὰ φιλανθρωπίαν καὶ ἔλεον τοῦ γένους ἡμῶν, ἐπικουρίας ἕνεκα καὶ συμμαχίας, ἵνα καὶ τὴν ἔτι ὥσπερ ἐν ποταμῷ, τῷ σώματι, φορουμένην ψυχὴν σωτήριον πνέοντες ἀναζωῶσι."],["148","ταῖς μὲν δὴ τῶν ἄκρως κεκαθαρμένων διανοίαις ἀψοφητὶ μόνος ἀοράτως ὁ τῶν ὅλων ἡγεμὼν ἐμπεριπατεῖ— καὶ γάρ ἐστι χρησθὲν τῷ σοφῷ θεοπρόπιον, ἐν ᾧ λέγεται· \" περιπατήσω ἐν ὑμῖν, καὶ ἔσομαι ὑμῶν θεός “(Lev. 26, 12)—, ταῖς δὲ τῶν ἔτι ἀπολουομένων, μήπω δὲ κατὰ τὸ παντελὲς ἐκνιψαμένων τὴν ῥυπῶσαν καὶ κεκηλιδωμένην ἐν σώμασι βαρέσι ζωὴν ἄγγελοι, λόγοι θεῖοι, φαιδρύνοντες αὐτὰς τοῖς καλοκἀγαθίας δόγμασιν."],["149","ὅσα δὲ ἐξοικίζεται κακῶν οἰκητόρων στίφη, ἵνα εἷς ὁ ἀγαθὸς εἰσοικίσηται, δῆλόν ἐστι. σπούδαζε οὖν, ὦ ψυχή, θεοῦ οἶκος γενέσθαι, ἱερὸν ἅγιον, ἐνδιαίτημα κάλλιστον· ἴσως γάρ, ἴσως ὃν ὁ κόσμος ἅπας, καὶ σὺ οἰκοδεσπότην σχήσεις ἐπιμελούμενον τῆς ἰδίας οἰκίας, ὡς εὐερκεστάτη καὶ ἀπήμων εἰσαεὶ διαφυλάττοιτο."],["150","ἴσως δὲ καὶ τὸν ἑαυτοῦ βίον ὁ ἀσκητὴς φαντασιοῦται κλίμακι ἐοικότα· φύσει γὰρ ἀνώμαλον πρᾶγμα ἄσκησις, τοτὲ μὲν προϊοῦσα εἰς ὕψος, τοτὲ δ’ ὑποστρέφουσα πρὸς τοὐναντίον, καὶ τοτὲ μὲν καθάπερ ναῦς εὐπλοίᾳ τῇ τοῦ βίου, τοτὲ δὲ δυσπλοίᾳ χρωμένη. ἑτερήμερος γάρ, ὡς ἔφη τις, τῶν ἀσκητῶν ὁ βίος, ἄλλοτε μὲν ζῶν καὶ ἐγρηγορώς, ἄλλοτε δὲ τεθνεὼς ἢ κοιμώμενος."],["151","καὶ τάχα οὐκ ἀπὸ σκοποῦ τοῦτο λέγεται· σοφοὶ μὲν γὰρ τὸν ὀλύμπιον καὶ οὐράνιον χῶρον ἔλαχον οἰκεῖν, ἄνω φοιτᾶν ἀεὶ μεμαθηκότες, κακοὶ δὲ τοὺς ἐν Ἅιδου μυχούς, ἐξ ἀρχῆς ἄχρι τέλους ἀποθνῄσκειν ἐπιτετηδευκότες καὶ εἰς γῆρας ἐκ σπαργάνων φθορᾶς ἐθάδες ὄντες."],["152","οἱ δ’ ἀσκηταὶ— μεθόριοι γὰρ τῶν ἄκρων εἰσὶν— ἄνω καὶ κάτω πολλάκις ὡς ἐπὶ κλίμακος βαδίζουσιν, ἢ ὑπὸ τῆς κρείττονος μοίρας ἀνελκόμενοι ἢ ὑπὸ τῆς χείρονος ἀντισπώμενοι, μέχρις ἂν ὁ τῆς ἁμίλλης καὶ διαμάχης ταύτης βραβευτὴς θεὸς ἀναδῷ τὰ βραβεῖα τάξει τῇ βελτίονι, τὴν ἐναντίαν εἰσάπαν καθελών."],["153","ἐμφαίνεται δ’ ἔτι καὶ τοιοῦτον εἴδωλον, ὅπερ οὐκ ἄξιον ἡσυχασθῆναι. τὰ ἀνθρώπων πράγματα κλίμακι πέφυκεν ἐξομοιοῦσθαι διὰ τὴν ἀνώμαλον αὐτῶν φοράν."],["154","ἡ μία γάρ, ὡς ἔφη τις, ἡμέρα τὸν μὲν καθεῖλεν ὑψόθεν, τὸν δὲ ἦρεν ἄνω, μηδενὸς ἐν ὁμοίῳ πεφυκότος μένειν τῶν παρ’ ἡμῖν, ἀλλὰ παντοίας μεταβαλλόντων τροπάς."],["155","ἢ οὐκ ἄρχοντες μὲν ἐξ ἰδιωτῶν, ἰδιῶται δ’ ἐξ ἀρχόντων, πένητες δ’ ἐκ πλουσίων καὶ ἐκ πενήτων πολυχρήματοι καὶ ἔνδοξοι μὲν ἐξ ἠμελημένων, ἐπιφανέστατοι δὲ ἐξ ἀδόξων ἀεὶ γίνονται καὶ ἰσχυροὶ μὲν ἐξ ἀσθενῶν, ἐκ δὲ ἀδυνάτων δυνατοὶ καὶ συνετοὶ μὲν ἐξ ἀφραινόντων, εὐλογιστότατοι δὲ ἐκ παραπαιόντων·"],["156","καὶ ὁδός τις ἥδ’ ἐστὶν ἄνω καὶ κάτω τῶν ἀνθρωπείων πραγμάτων, ἀστάτοις καὶ ἀνιδρύτοις χρωμένη συντυχίαις, ὧν τὸ ἀνώμαλον οὐκ ἀδήλοις ἀλλὰ σαφέσι τεκμηρίοις ὁ ἀψευδέστατος ἐλέγχει χρόνος."],["157","Ἐμήνυε δὲ τὸ ὄναρ ἐστηριγμένον ἐπὶ τῆς κλίμακος τὸν ἀρχάγγελον, κύριον· ὑπεράνω γὰρ ὡς ἅρματος ἡνίοχον ἢ ὡς νεὼς κυβερνήτην ὑποληπτέον ἵστασθαι τὸ ὂν ἐπὶ σωμάτων, ἐπὶ ψυχῶν, ἐπὶ πραγμάτων, ἐπὶ λόγων, ἐπὶ ἀγγέλων, ἐπὶ γῆς, ἐπ’ ἀέρος, ἐπ’ οὐρανοῦ, ἐπ’ αἰσθητῶν δυνάμεων, ἐπ’ ἀοράτων φύσεων, ὅσαπερ θεατὰ καὶ ἀθέατα· τὸν γὰρ κόσμον ἅπαντα ἐξάψας ἑαυτοῦ καὶ ἀναρτήσας τὴν τοσαύτην ἡνιοχεῖ φύσιν."],["158","μηδεὶς δ’ ἀκούων, ὅτι ἐπεστήρικτο, νομισάτω τι συνεργεῖν θεῷ πρὸς τὸ παγίως στῆναι, ἀλλ’ ἐκεῖνο λογισάσθω, ὅτι τὸ δηλούμενον ἴσον ἐστὶ τῷ στήριγμα καὶ ἔρεισμα καὶ ὀχυρότης καὶ βεβαιότης ἁπάντων ἐστὶν ὁ ἀσφαλὴς θεός, ἐνσφραγιζόμενος οἷς ἂν ἐθέλῃ τὸ ἀσάλευτον· ἐπερείδοντος γὰρ καὶ συστηρίζοντος αὐτοῦ μένει τὰ συσταθέντα ἀνώλεθρα κραταιῶς."],["159","ὁ τοίνυν ἐπιβεβηκὼς τῇ οὐρανοῦ κλίμακι λέγει τῷ φαντασιουμένῳ τὸ ὄναρ· „ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ· μὴ φοβοῦ “(Gen. 28, 13). ὁ χρησμὸς οὗτος τὸ τέρμα τῆς ἀσκητικῆς ψυχῆς καὶ βεβαιότατον ἔρεισμα ἦν, ὃς αὐτὴν ἀνεδίδασκεν, ὅτι ὁ τῶν ὅλων κύριος καὶ θεὸς ἀμφότερα ταῦτα τοῦ γένους ἐστὶν αὐτῷ, πατέρων καὶ πάππων ἐπιγραφεὶς καὶ ἐπικληθεὶς ἑκάτερον, ἵνα τὸν αὐτὸν ὅ τε κόσμος ἅπας καὶ ὁ φιλάρετος ἔχῃ κλῆρον· ἐπεὶ καὶ λέλεκται· „κύριος αὐτὸς κλῆρος αὐτῷ “(Deut. 10, 9)."],["160","Μὴ νομίσῃς δὲ παρέργως τοῦ μὲν Ἀβραὰμ νυνὶ λέγεσθαι κύριον καὶ θεόν, τοῦ δὲ Ἰσαὰκ θεὸν αὐτὸ μόνον. ὁ μὲν γὰρ αὐτηκόου καὶ αὐτοδιδάκτου καὶ αὐτομαθοῦς φύσει περιγινομένης σύμβολον ἐπιστήμης ἐστίν, ὁ δὲ Ἀβραὰμ διδασκομένης· καὶ τῷ μὲν αὐτόχθονι καὶ αὐθιγενεῖ συμβέβηκεν εἶναι, τῷ δὲ μετανάστῃ καὶ ἐπηλύτῳ."],["161","τὴν γὰρ χαλδαΐζουσαν ἀλλογενῆ καὶ ἀλλόφυλον γλῶτταν τῶν περὶ ἀστρονομίαν μετεωρολεσχῶν ἀπολιπὼν ἐπὶ τὴν ἁρμόττουσαν λογικῷ ζῴῳ παρεγένετο, τὴν τοῦ πάντων αἰτίου θεραπείαν."],["162","οὗτος μὲν δὴ ὁ τρόπος δυεῖν δυνάμεων τῶν ἐπιμελησομένων ἐστὶ χρεῖος, ἡγεμονίας καὶ εὐεργεσίας, ἵνα τῷ μὲν κράτει τοῦ ἡγεμόνος ὑπακούῃ τῶν νομοθετουμένων, τῷ δὲ χαριστικῷ μεγάλα ὠφελῆται, ὁ δ’ ἕτερος τῆς κατὰ τὸ χαρίζεσθαι μόνης· οὐ γὰρ ὑπὸ νουθετούσης ἀρχῆς ἐβελτιώθη, φύσει περιπεποιημένος τὸ καλόν, ἀλλὰ διὰ τὰς ὀμβρηθείσας ἄνωθεν δωρεὰς ἀγαθὸς καὶ τέλειος ἐξ ἀρχῆς ἐγένετο."],["163","χαριστικῆς μὲν οὖν δυνάμεως θεός, βασιλικῆς δὲ κύριος ὄνομα. τί οὖν ἄν τις εἴποι πρεσβύτερον ἀγαθὸν ἢ τὸ τυχεῖν ἀκράτου καὶ ἀμιγοῦς εὐεργεσίας, τί δὲ νεώτερον ἢ τὸ κεκραμένης ἔκ τε ἡγεμονίας καὶ δωρεᾶς; ὅ μοι δοκεῖ συνιδὼν ὁ ἀσκητὴς εὔξασθαι θαυμασιωτάτην εὐχήν, ἵνα αὐτῷ γένηται κύριος εἰς θεόν (Gen. 28, 21)· ἐβούλετο γὰρ μηκέτι ὡς ἄρχοντα εὐλαβεῖσθαι, ἀλλ’ ὡς εὐεργέτην ἀγαπητικῶς τιμᾶν."],["164","ἆρ’ οὐχὶ τούτοις καὶ τοῖς παραπλησίοις εἰκὸς ἦν καὶ τοὺς τυφλοὺς διάνοιαν ὀξυδορκήσειν, πρὸς τῶν ἱερωτάτων ἐνομματουμένους λογίων, ὡς φυσιογνωμονεῖν καὶ μὴ μόνον τοῖς ῥητοῖς ἐφορμεῖν; ἀλλὰ κἂν ἡμεῖς καμμύσαντες τὸ τῆς ψυχῆς ὄμμα μὴ σπουδάζωμεν ἢ μὴ δυνώμεθα ἀναβλέπειν, αὐτός, ὦ ἱεροφάντα, ὑπήχει καὶ ἐπιστάτει καὶ ἐγχρίων μή ποτε ἀπείπῃς, ἕως ἐπὶ τὸ κεκρυμμένον ἱερῶν λόγων φέγγος ἡμᾶς μυσταγωγῶν ἐπιδείξῃς τὰ κατάκλειστα καὶ ἀτελέστοις ἀόρατα κάλλη."],["165","σοὶ μὲν δὴ ταῦτα ποιεῖν ἐμπρεπές· ψυχαὶ δ’ ὅσαι θείων ἐρώτων ἐγεύσασθε, καθάπερ ἐκ βαθέος ὕπνου διαναστᾶσαι καὶ τὴν ἀχλὺν ἀποσκεδάσασαι πρὸς τὴν περίβλεπτον θέαν ἐπείχθητε μεθέμεναι τὸν βραδὺν καὶ μελλητὴν ὄκνον, ἵν’ ὅσα θεάματα καὶ ἀκούσματα τῆς ὑμετέρας ἕνεκα ὠφελείας ὁ ἀγωνοθέτης εὐτρέπισε κατανοήσητε."],["166","Μυρία μὲν οὖν ἐστιν ἀοίδιμα τῶν πρὸς ἐπίδειξιν, ἓν δ’ οὖν καὶ τὸ λεχθὲν πρὸ μικροῦ· τὸν μὲν γὰρ γένει πάππον τοῦ ἀσκητοῦ πατέρα εἶπε τὸ λόγιον, τῷ δ’ ὡς ἀληθῶς πατρὶ τὸ τοῦ γεννήσαντος οὐκ ἐπεφήμισεν ὄνομα. λέγει γάρ· „ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου„— καίτοι πάππος οὗτος ἦν— καὶ πάλιν „ὁ θεὸς Ἰσαάκ„ (Gen. 28, 13), εἶτ’ οὐ προστίθησι „τοῦ πατρός σου„."],["167","οὔκουν ἄξιον τὴν τούτων αἰτίαν ἐρευνῆσαι; πάνυ γε. τίς οὖν ἐστι, μὴ παρέργως σκοπήσωμεν. τὴν ἀρετὴν ἢ φύσει ἢ ἀσκήσει ἢ μαθήσει περιγίνεσθαί φησι, διὸ καὶ τρεῖς τοὺς γενάρχας τοῦ ἔθνους σοφοὺς πάντας ἀνέγραφεν, ἀπὸ μὲν τῆς αὐτῆς οὐχ ὁρμηθέντας ἰδέας, πρὸς δὲ τὸ αὐτὸ τέλος ἐπειχθέντας."],["168","ὁ μὲν γὰρ πρεσβύτατος αὐτῶν Ἀβραὰμ ἡγεμόνι ὁδοῦ τῆς πρὸς τὸ καλὸν ἀγούσης ἐχρήσατο διδασκαλίᾳ, ὡς ἐν ἑτέροις, ὡς ἂν οἷόν τε ᾖ, δείξομεν, ὁ δὲ μέσος Ἰσαὰκ αὐτηκόῳ καὶ αὐτομαθεῖ τῇ φύσει, ὁ δὲ τρίτος Ἰακὼβ ἀσκητικαῖς μελέταις, καθ’ ἃς οἱ ἔναθλοι καὶ ἐναγώνιοι πόνοι."],["169","τριῶν οὖν τρόπων ὑπαρχόντων, ἐξ ὧν σοφία περιγίνεται, τοὺς ἄκρους μάλιστα συμβέβηκεν ἡνῶσθαι· τὸ γὰρ ἀσκήσει ἔγγονον τοῦ μαθήσει, τὸ δὲ φύσει συγγενὲς μὲν— ὑποβέβληται γὰρ ὡς ῥίζα πᾶσιν—, ἀνανταγωνίστου δὲ καὶ ἑτοίμου γέρως ἔλαχεν."],["170","ὥστε εἰκότως Ἀβραὰμ ὁ βελτιωθεὶς διδασκαλίᾳ πατὴρ Ἰακὼβ λέγεται, τοῦ μελέτῃ συγκροτηθέντος, οὐκ ἄνθρωπος ἀνθρώπου μᾶλλον ἢ δύναμις ἀκουστικὴ πρὸς μάθησιν ἑτοιμοτάτη δυνάμεως ἀσκητικῆς καὶ ἐπιτηδείου πρὸς ἄθλησιν."],["171","ἐὰν μέντοι ὁ ἀσκητὴς οὗτος εὐτόνως δράμῃ πρὸς τὸ τέλος καὶ τηλαυγῶς ἴδῃ ἃ πρότερον ἀμυδρῶς ὠνειροπόλει, μετατυπωθεὶς τῷ κρείττονι χαρακτῆρι καὶ προσαγορευθεὶς Ἰσραήλ, ὁ θεὸν ὁρῶν, ἀντὶ τοῦ πτερνίζοντος Ἰακὼβ πατέρα οὐκέτι τὸν μαθόντα Ἀβραάμ, ἀλλὰ τὸν φύσει γεννηθέντα ἀστεῖον Ἰσαὰκ ἐπιγράφεται."],["172","ταῦτα δὲ οὐκ ἐμός ἐστι μῦθος, ἀλλὰ χρησμὸς ἐν ταῖς ἱεραῖς ἀναγεγραμμένος στήλαις. „ἀπάρας “γάρ φησιν „Ἰσραὴλ αὐτὸς καὶ πάντα τὰ αὐτοῦ ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου, καὶ ἔθυσε θυσίαν τῷ θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ “(Gen. 46, 1). ἆρ’ ἤδη κατανοεῖς, ὅτι οὐ περὶ φθαρτῶν ἀνθρώπων, ἀλλ’, ὡς ἐλέχθη, περὶ φύσεως πραγμάτων ἐστὶν ὁ παρὼν λόγος; ἰδοὺ γὰρ τὸ αὐτὸ ὑποκείμενον τοτὲ μὲν Ἰακὼβ ὀνομάζεται πατρὸς Ἀβραάμ, τοτὲ δὲ Ἰσραὴλ πατρὸς Ἰσαὰκ καλεῖται διὰ τὴν ἠκριβωμένην αἰτίαν."],["173","Εἰπὼν τοίνυν „ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαὰκ “ἐπιφέρει· „μὴ φοβοῦ “(Gen. 28, 13), κατὰ τὸ ἀκόλουθον· πῶς γὰρ ἔτι φοβηθησόμεθα, τὸ φόβου καὶ παντὸς πάθους λυτήριον σὲ τὸν ὑπερασπιστὴν ὅπλον ἔχοντες; ὃς καὶ τοὺς ἀρχετύπους τῆς παιδείας ἡμῶν τύπους ἀδηλουμένους ἐμόρφωσας, ἵν’ ἐμφανεῖς ὦσιν, Ἀβραὰμ μὲν διδάξας, Ἰσαὰκ δὲ γεννήσας· τοῦ μὲν γὰρ ὑφηγητής, τοῦ δὲ πατὴρ ὑπέμεινας ὀνομασθῆναι, τῷ μὲν τὴν γνωρίμου τάξιν, τῷ δὲ τὴν υἱοῦ παρασχών."],["174","διὰ τοῦτο καὶ τὴν γῆν, λέγω δὲ τὴν παμφορωτάτην καὶ εὐκαρποτάτην ἀρετήν, ἐφ’ ἧς καθεύδει ὁ ἀσκητὴς ἀναπαυόμενος τῷ τὸν μὲν αἰσθήσεως κοιμᾶσθαι βίον, τὸν δὲ ψυχῆς ἐγρηγορέναι, δώσειν ὁμολογεῖς (Gen. 28, 13), ἀποδεξάμενος αὐτοῦ τὴν εἰρηνικὴν ἀνάπαυσιν, ἣν οὐκ ἄνευ πολέμου καὶ τῶν ἐν πολέμῳ ταλαιπωριῶν εἵλετο, οὐχ ὅπλα βαστάζων καὶ ἀνθρώπους ἀναιρῶν, ἄπαγε, ἀλλὰ τὸ ἀντίπαλον ἀρετῆς παθῶν καὶ κακιῶν στῖφος καθαιρῶν."],["175","τὸ δὲ σοφίας γένος ἄμμῳ γῆς (ibid. 14) ἐξομοιοῦται διά τε πληθὺν ἀπερίγραφον, καὶ διότι τὰς μὲν τῆς θαλάττης ἐπιδρομὰς ἡ ὑποταίνιος ἄμμος ἀνακρούεται, τὰς δὲ τῶν ἁμαρτημάτων καὶ ἀδικημάτων ὁ παιδείας λόγος. οὗτος δὲ κατὰ τὰς θείας ὑποσχέσεις ἄχρι τῶν περάτων τοῦ παντὸς εὐρύνεται καὶ τὸν ἔχοντα ἀποφαίνει τῶν τοῦ κόσμου κληρονόμον μερῶν, φθάνοντα πάντῃ, πρὸς τὰ ἑῷα, πρὸς τὰ ἑσπέρια, τὰ κατὰ μεσημβρίαν, τὰ προσάρκτια· λέγεται γάρ, ὅτι „πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ λίβα καὶ βορρᾶν καὶ ἀνατολάς “(ibid. 14)."],["176","ἔστι δ’ ὁ ἀστεῖος οὐκ ἴδιον μόνον ἀλλὰ καὶ κοινὸν ἀγαθὸν ἅπασιν, ἐξ ἑτοίμου τὴν ἀφ’ ἑαυτοῦ προτείνων ὠφέλειαν. ὡς γὰρ ἥλιος ἁπάντων ἐστὶ φῶς τῶν ὄψεις ἐχόντων, οὕτω καὶ ὁ σοφὸς τῶν ὅσοι λογικῆς κεκοινωνήκασι φύσεως· „ἐνευλογηθήσονται γὰρ ἐν σοὶ “φησί „πᾶσαι αἱ φυλαί “(ibid. 14)."],["177","ὁ δὲ χρησμὸς οὗτος ἐφαρμόττει καὶ αὐτῷ τινι πρὸς ἑαυτὸν καὶ ἑτέρῳ πρὸς ἕτερον. ἐάν τε γὰρ ὁ ἐν ἐμοὶ νοῦς ἀρετῇ τελείᾳ καθαρθῇ, καὶ αἱ τοῦ περὶ ἐμὲ γεώδους φυλαὶ συγκαθαίρονται, ἃς ἔλαχον αἱ αἰσθήσεις καὶ ἡ μεγίστη δεξαμενή, τὸ σῶμα· ἐάν τέ τις κατ’ οἰκίαν ἢ πόλιν ἢ χώραν ἢ ἔθνος γένηται φρονήσεως ἐραστής, ἀνάγκη τὴν οἰκίαν ἐκείνην καὶ τὴν πόλιν καὶ τὴν χώραν καὶ τὸ ἔθνος ἀμείνονι βίῳ χρῆσθαι."],["178","καθάπερ γὰρ τὰ ἐκθυμιώμενα τῶν ἀρωμάτων εὐωδίας τοὺς πλησιάζοντας ἀναπίμπλησι, τὸν αὐτὸν τρόπον ὅσοι γείτονες καὶ ὅμοροι σοφοῦ, τῆς ἀπ’ αὐτοῦ σπῶντες αὔρας ἐπὶ μήκιστον χεομένης βελτιοῦνται τὰ ἤθη."],["179","Μεγίστη δέ ἐστιν εὐεργεσία ψυχῇ πονούσῃ καὶ διαθλούσῃ συνοδοιπόρον ἔχειν τὸν ἐφθακότα πάντῃ θεόν· „ἰδοὺ “γάρ φησιν \" ἐγὼ μετὰ σοῦ “(ibid. 15). τίνος οὖν ἂν ἔτι χρεῖοι γενοίμεθα πλούτου, σὲ τὸν ἀληθείᾳ πλοῦτον ἔχοντες μόνον „διαφυλάσσοντα ἐν ὁδῷ “(ibid.) τῇ πρὸς ἀρετὴν ἀγούσῃ κατὰ πάσας αὐτῆς τὰς τομάς; οὐ γὰρ ἓν μέρος ἐστὶ τοῦ λογικοῦ βίου τὸ πρὸς δικαιοσύνην καὶ τὴν ἄλλην τεῖνον ἀρετήν, ἀλλὰ μυρία ὅσα, ἐξ ὧν ἔστιν ὁρμωμένους φρονήσεως ἐφικνεῖσθαι."],["180","παγκάλως δὲ εἴρηται καὶ τὸ \" ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην “(ibid.). καλὸν μὲν γὰρ ἦν, τὸν λογισμὸν ἐφ’ ἑαυτοῦ μείναντα μὴ ἀποδημῆσαι πρὸς αἴσθησιν· δεύτερος δὲ πλοῦς, ἐφ’ ἑαυτὸν ὑποστρέψαι πάλιν."],["181","ἴσως δὲ καὶ τὸ περὶ ἀφθαρσίας ψυχῆς ὑπαινίττεται δόγμα διὰ τούτου· ἀπολιποῦσα μὲν γὰρ τὸν οὐράνιον τόπον, ὡς καὶ μικρῷ πρότερον ἐλέχθη, καθάπερ εἰς ξένην χώραν ἦλθε τὸ σῶμα. φησὶ δ’ οὐ μέχρι τοῦ παντὸς καθειργμένην αὐτὴν ὁ γεννήσας περιόψεσθαι πατήρ, ἀλλ’ οἶκτον λαβὼν λύσειν τὰ δεσμὰ καὶ ἐλευθέραν ἄχρι τῆς μητροπόλεως ἀσφαλῶς παραπέμψειν καὶ μὴ πρότερον ἀνήσειν ἢ τὰς διὰ λόγων ὑποσχέσεις ἀληθείας ἔργοις βεβαιωθῆναι· θεοῦ γὰρ ἴδιον λέγειν πάντως τὰ γενησόμενα. καίτοι τί τοῦτό φαμεν;"],["182","ἔργων γὰρ ἀδιαφοροῦσιν αὐτοῦ οἱ λόγοι. διακινηθεῖσα οὖν καὶ διαναστᾶσα πρὸς τὰς περὶ τοῦ ὄντος ζητήσεις ἡ ἀσκητικὴ ψυχὴ τὸ μὲν πρῶτον ὑπετόπησεν εἶναι τὸ ὂν ἐν τόπῳ, μικρὸν δὲ ἐπισχοῦσα τῷ δυστοπάστῳ τῆς σκέψεως περιδεὴς γίνεται καὶ μετανοεῖν ἄρχεται."],["183","„ἐξηγέρθη “γάρ φησιν „Ἰακὼβ καὶ εἶπεν, ὅτι ἔστι κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν “(ibid. 16). καὶ ἄμεινον ἦν, εἴποιμ’ ἂν, ἀγνοεῖν ἢ ἔν τινι θεὸν ὑπολαμβάνειν εἶναι, τὸν περιέχοντα αὐτὸν ἐν κύκλῳ τὰ πάντα."],["184","Δικαίως οὖν ἐφοβήθη καὶ εἶπε θαυμαστικῶς· „ὡς φοβερὸς ὁ τόπος οὗτος “(ibid. 17). ὄντως γὰρ τῶν ἐν φυσιολογίᾳ τόπος ἀργαλεώτατος, ἐν ᾧ ζητεῖται, ποῦ καὶ εἰ συνόλως ἔν τινι τὸ ὄν, τῶν μὲν λεγόντων, ὅτι πᾶν τὸ ὑφεστὼς χώραν τινὰ κατείληφε, καὶ ἄλλων ἄλλην ἀπονεμόντων, ἢ ἐντὸς τοῦ κόσμου ἢ ἐκτὸς αὐτοῦ μετακόσμιόν τινα, τῶν δὲ φασκόντων, ὅτι οὐδενὶ τῶν ἐν γενέσει τὸ ἀγένητον ὅμοιον, ἀλλὰ τοῖς ὅλοις ὑπερβάλλον, ὡς καὶ τὴν ὠκυδρομωτάτην διάνοιαν ὑστερίζουσαν μακρῷ τῆς καταλήψεως ὁμολογεῖν ἡττᾶσθαι."],["185","διόπερ εὐθὺς ἀνέκραγεν· „οὐκ ἔστι τοῦτο “(ibid.), ὃ ἐδόξασα, „ὅτι ἔστι κύριος ἔν τῳ τόπῳ “(ibid. 16)· περιέχει γάρ, ἀλλ’ οὐ περιέχεται κατὰ τὸν ἀληθῆ λόγον. τοῦτο δὲ τὸ δεικνύμενον καὶ ὁρατόν, ὁ αἰσθητὸς οὑτοσὶ κόσμος, οὐδὲν ἄρα ἄλλο ἐστὶν ἢ οἶκος θεοῦ (ibid.), μιᾶς τῶν τοῦ ὄντος δυνάμεων, καθ’ ἣν ἀγαθὸς ἦν."],["186","τὸν δὲ κόσμον οἶκον ὠνόμασε καὶ πύλην τοῦ πρὸς ἀλήθειαν οὐρανοῦ (ibid. 17) προσεῖπε. τί δὲ τοῦτ’ ἐστί; τὸν ἐκ τῶν ἰδεῶν συσταθέντα, ἐν τῷ χειροτονηθέντι κατὰ τὰς θείας χορηγίας, κόσμον νοητὸν οὐκ ἔνεστιν ἄλλως καταλαβεῖν ὅτι μὴ κατὰ τὴν τοῦ αἰσθητοῦ καὶ ὁρωμένου τούτου μετάβασιν."],["187","οὐδὲ γὰρ ἄλλο τῶν ὄντων οὐδὲν ἀσώματον ἐννοῆσαι δυνατὸν ὅτι μὴ τὴν ἀρχὴν λαβόντας ἀπὸ σωμάτων· ἠρεμούντων μὲν γὰρ ἐνοήθη τόπος, χρόνος δὲ κινουμένων, σημεῖα δὲ καὶ γραμμαὶ καὶ ἐπιφάνειαι καὶ συνόλως πέρατα ἀπὸ τῆς ἐξωτάτω περικειμένης οἷον ἀμπεχόνης."],["188","κατὰ τὸ ἀνάλογον οὖν καὶ ὁ νοητὸς ἀπὸ τοῦ αἰσθητοῦ κόσμος ἐνοήθη, πύλη τις ὢν ἐκείνου. ὡς γὰρ οἱ βουλόμενοι τὰς πόλεις θεάσασθαι διὰ πυλῶν εἰσίασιν, οὕτως ὅσοι τὸν ἀειδῆ κόσμον καταλαβεῖν ἐθέλουσιν, ὑπὸ τῆς τοῦ ὁρατοῦ φαντασίας ξεναγοῦνται. [ὁ δὲ νοητῆς ὑποστάσεως κόσμος ἄνευ ἡστινοσοῦν σχημάτων ὄψεως, μόνης δὲ διὰ τῆς ἀρχετύπου ἰδέας τῆς ἐν τῷ διαχαραχθέντι πρὸς τὸ θεαθὲν αὐτῷ εἶδος ἄνευ σκιᾶς μετακληθήσεται, πάντων αὐτῷ τειχῶν καὶ πάσης πύλης ἀπαρθέντων εἰς τὸ μὴ ἀπό τινος ἀθρῆσαι, ἀλλ’ αὐτὸ καθ’ αὑτὸ ἀλέκτῳ τινὶ καὶ δυσερμηνεύτῳ θέᾳ διιδεῖν κάλλος ἀναλλοίωτον.]"],["189","Περὶ μὲν δὴ τούτων ἅλις. ἐφαρμόζει δὲ τῷ αὐτῷ εἴδει καὶ ἕτερος ὄνειρος, ὁ περὶ τῆς ποικίλης ἀγέλης, ὃν περιαναστὰς ὁ φαντασιωθεὶς διηγεῖται φάσκων· \" εἶπέ μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ’ ὕπνον· Ἰακώβ. ἐγὼ δὲ εἶπα· τί ἐστι; καὶ εἶπεν· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ῥαντούς. ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ. ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ, οὗ ἤλειψάς μοι στήλην καὶ ηὔξω μοι εὐχήν. νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ “(Gen. 31, 11— 13)."],["190","ὁρᾷς ὅτι θεοπέμπτους ὀνείρους ἀναγράφει ὁ θεῖος λόγος οὐ μόνον τοὺς κατὰ τὸ πρεσβύτατον τῶν αἰτίων προφαινομένους, ἀλλὰ καὶ τοὺς διὰ τῶν ὑποφητῶν αὐτοῦ καὶ ὀπαδῶν ἀγγέλων, οἳ θείας καὶ εὐδαίμονος μοίρας πρὸς τοῦ γεννήσαντος ἠξίωνται πατρός. σκόπει μέντοι καὶ τὸ ἀκόλουθον."],["191","ὁ ἱερὸς λόγος τοῖς μὲν ὡς βασιλεὺς ἃ χρὴ πράττειν ἐξ ἐπιτάγματος παραγγέλλει, τοῖς δὲ ὡς γνωρίμοις διδάσκαλος τὰ πρὸς ὠφέλειαν ὑφηγεῖται, τοῖς δὲ ὡς σύμβουλος γνώμας εἰσηγούμενος τὰς ἀρίστας τὸ συμφέρον ἐξ ἑαυτῶν οὐκ εἰδότας μεγάλα ὠφελεῖ, τοῖς δὲ ὡς φίλος ἐπιεικῶς καὶ μετὰ πειθοῦς πολλὰ καὶ τῶν ἀρρήτων ἀναφέρει, ὧν οὐδένα τῶν ἀτελέστων ἐπακοῦσαι θέμις."],["192","ἔστι δ’ ὅτε καὶ πυνθάνεταί τινων, ὥσπερ τοῦ Ἀδάμ· „ποῦ εἶ “(Gen. 3, 9), πρὸς ὃ ἀποκρίναιτ’ ἄν τις οἰκείως „οὐδαμοῦ “, τῷ τἀνθρώπεια πάντα ἐν ὁμοίῳ μὴ μένειν, ἀλλὰ κινεῖσθαι καὶ ψυχῇ καὶ σώματι καὶ τοῖς ἐκτός. ἀνίδρυτοι μὲν γὰρ οἱ λογισμοί, φαντασίας ἀπὸ τῶν αὐτῶν πραγμάτων οὐχὶ τὰς αὐτὰς ἀλλ’ ἐναντίας ἔχοντες, ἀνίδρυτον δὲ καὶ τὸ σῶμα, ὡς μηνύουσιν αἱ ἐκ βρέφους ἄχρι γήρως τῶν ἡλικιῶν ἁπασῶν τροπαί, ἀνίδρυτα δὲ καὶ τὰ"],["193","ἐκτὸς ἐπῃωρημένα φορᾷ τύχης ἀεὶ σαλευούσης. ἐπειδὰν μέντοι πρὸς τὸ τῶν φίλων ἔλθῃ συνέδριον, οὐ πρότερον ἄρχεται λέγειν ἢ ἕκαστον αὐτῶν ἀνακαλέσαι καὶ ὀνομαστὶ προσειπεῖν, ἵνα τὰ ὦτα ἀνορθιάσαντες, ἡσυχίᾳ καὶ προσοχῇ χρώμενοι, τῶν θεσμῳδουμένων εἰς ἄληστον μνήμην ἀκούωσιν· ἐπεὶ καὶ ἑτέρωθι λέγεται· „σιώπα καὶ ἄκουε “(Deut. 27, 9)."],["194","τοῦτον τὸν τρόπον ἐπὶ μὲν τοῦ βάτου Μωϋσῆς ἀνακαλεῖται— „ὡς γὰρ εἶδε “φησίν „ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν κύριος ἐκ τοῦ βάτου λέγων· Μωυσῆ, Μωυσῆ. ὁ δὲ εἶπε· τί ἐστιν;„ (Exod. 3, 4)—, Ἀβραὰμ δὲ ἐπὶ τῆς τοῦ ἀγαπητοῦ καὶ μόνου παιδὸς ὁλοκαυτώσεως, ἡνίκα τε ἱερουργεῖν ἤρχετο καὶ ὁπότε δοὺς ἀπόπειραν εὐσεβείας ἐξ ἀνθρώπων ἀφανίσαι τὸ αὐτομαθὲς γένος, ἐπίκλησιν Ἰσαάκ, ἐκωλύθη·"],["195","ἀρχομένου μὲν γάρ φησιν, ὅτι „ὁ θεὸς ἐπείραζε τὸν Ἀβραὰμ καὶ εἶπε πρὸς αὐτόν· Ἀβραάμ, Ἀβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ. καὶ εἶπε· λάβε τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ, καὶ ἀνένεγκε„, ἤδη δὲ τὸ ἱερεῖον ἐπὶ τὸν βωμὸν ἀνενηνοχότος, τότε „ἐκάλεσεν αὐτὸν ἄγγελος κυρίου ἐκ τοῦ οὐρανοῦ λέγων· Ἀβραάμ, Ἀβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ. καὶ εἶπε· μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον, μηδὲ ποιήσῃς αὐτῷ μηδέν„ (Gen. 22, 1. 2. 9— 12)."],["196","εἷς δὲ δὴ τοῦ φιλικοῦ θιάσου καὶ ὁ ἀσκητὴς ὢν εἰκότως προνομίας τῆς αὐτῆς ἀξιωθεὶς ἀνακαλεῖται· „εἶπε γάρ μοι„ φησίν „ὁ ἄγγελος τοῦ θεοῦ καθ’ ὕπνον· Ἰακώβ. ἐγὼ δὲ εἶπα· τί ἐστιν„ (Gen. 31, 11);"],["197","ἀνακληθεὶς δὲ προσοχῇ χρῆται, τὰ φανέντα σημεῖα πειρώμενος ἀκριβοῦν, ἔστι δὲ τὰ σημεῖα τῶν λόγων οἷα θρεμμάτων ὀχεῖαί τε καὶ γενέσεις· „ἀναβλέψας„ γάρ φησι „τοῖς ὀφθαλμοῖς εἶδε τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας„ (Gen. 31, 12)."],["198","αἰπολίου μὲν δὴ τράγος, ποίμνης δὲ κριὸς ἡγεμών ἐστι· τὰ δὲ ζῷα ταῦτα δυεῖν λόγων σύμβολα τελείων, ὧν ὁ μὲν ἕτερος καθαίρει καὶ κενοῖ ψυχὴν ἁμαρτημάτων, ὁ δὲ ἕτερος τρέφει καὶ πλήρη κατορθωμάτων ἐργάζεται. τοιοῦτοι μὲν οἱ ἡγεμόνες ἐν ἡμῖν ἀγελάρχαι λόγοι· αἱ δὲ ἀγέλαι προβάτοις καὶ αἰξὶ φερωνύμως διατεθεῖσαι ᾄττουσι καὶ προβαίνουσι μετὰ σπουδῆς πρὸς δικαιοσύνην."],["199","ἀναβλέψας οὖν τὸ τέως μεμυκὸς ὄμμα τῆς διανοίας εἶδε τοὺς ἀναλογοῦντας τράγοις καὶ κριοῖς τελείους λόγους ἠκονημένους πρός τε μείωσιν ἀδικημάτων καὶ ὧν χρὴ πράττειν συναύξησιν, πῶς ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, τὰς ἔτι νέας καὶ ἁπαλὰς ψυχὰς ἄρτι ἡβώσας καὶ ἄνθει τῷ τῆς ἀκμῆς ὡραϊζομένας, ἀναβαίνουσιν οὐκ ἄλογον ἡδονὴν διώκοντες, ἀλλ’ ἀοράτῳ σπορᾷ φρονήσεως χρώμενοι δογμάτων."],["200","εὔπαις γὰρ ὁ γάμος οὗτος οὐ σώματα συμπλέκων, ἀλλ’ εὐφυέσι ψυχαῖς τελείας ἀρετὰς ἁρμοζόμενος. ἐπιβαίνετε οὖν οἱ σοφίας ὀρθοὶ λόγοι πάντες, ὀχεύετε, σπείρετε, καὶ ἣν ἂν ἴδητε ψυχὴν βαθεῖαν, εὔγειον, παρθένον, μὴ παρέλθητε, καλέσαντες δ’ εἰς τὴν ὁμιλίαν καὶ συνουσίαν ἑαυτῶν τελειώσατε καὶ ἐγκύμονα ἀπεργάσασθε· τέξεται γὰρ πάντα ἀστεῖα, γενεὰν ἄρρενα „διαλεύκων, ποικίλων, σποδοειδῶν ῥαντῶν “(Gen. 31, 10)."],["201","Ἣν δ’ ἔχει τῶν γεννημάτων τούτων ἕκαστον δύναμιν, ἐρευνητέον. διάλευκοι μὲν τοίνυν εἰσὶν οἱ τηλαυγέστατοι καὶ ἀριδηλότατοι, τοῦ „διὰ “πολλάκις ἐπὶ τοῦ μεγάλου τιθεμένου, ἀφ’ οὗ διάδηλον καὶ διάσημον τὸ μεγάλως δῆλον καὶ μεγάλως ἐπίσημον ἔθος ὀνομάζειν ἐστί."],["202","βούλεται οὖν τῆς τὸν ἱερὸν σπόρον παραδεξαμένης ψυχῆς τὰ πρωτότοκα γεννήματα διάλευκα εἶναι, φωτὶ ἐοικότα οὐκ ἀμυδρῷ, φέγγει δὲ τηλαυγεστάτῳ, οἵα γένοιτ’ ἂν ἀφ’ ἡλιακῶν ἀκτίνων ἄσκιος ἐν αἰθρίᾳ κατὰ μεσημβρίαν αὐγή· βούλεται δὲ καὶ ποικίλα οὐ πολυμόρφου καὶ πολυτρόπου λέπρας ἀκαθάρτου τρόπον, διὰ γνώμης ἀβεβαιότητα χρησόμενα ἀστάτῳ καὶ φορουμένῳ βίῳ, ἀλλὰ γράμμασιν ἐγκεκολαμμένα καὶ σφραγῖσι διαφόροις, δοκίμοις δὲ πάσαις τετυπωμένα, ὧν αἱ ἰδιότητες ἀναμιχθεῖσαι καὶ ἀνακραθεῖσαι μουσικὴν συμφωνίαν ἐργάσονται."],["203","τὴν γὰρ ποικιλτικὴν τέχνην ἐνόμισαν μέν τινες οὕτως ἠμελημένον καὶ ἀφανὲς εἶναι πρᾶγμα, ὥστε ὑφάνταις αὐτὴν ἀνέθεσαν. ἐγὼ δ’ οὐ μόνον αὐτήν, ἀλλὰ καὶ τοὔνομα τέθηπα, καὶ μάλισθ’ ὅταν εἰς τὰ γῆς τμήματα καὶ τὰς ἐν οὐρανῷ σφαίρας καὶ ζῴων καὶ φυτῶν διαφορὰς καὶ τὸ παμποίκιλον ὕφασμα, τουτονὶ τὸν κόσμον, ἀπίδω."],["204","τὸν γὰρ τοῦ πλέγματος παντὸς τούτου δημιουργὸν εὑρετὴν τῆς ποικιλτικῆς ἐπινοεῖν εὐθὺς ἐπιστήμης ἀναγκάζομαι, καὶ σέβομαι μὲν τὸν εὑρόντα, τιμῶ δὲ τὴν εὑρεθεῖσαν, τὸ δ’ ἔργον καταπέπληγμαι, καίτοι μηδὲ πολλοστὸν μέρος αὐτοῦ δυνηθεὶς ἰδεῖν, ἀπὸ δὲ τοῦ φανέντος μοι μέρους, εἰ δὴ καὶ πέφηνεν, ἀκριβῶς τὸ ὅλον εἰκάζων ἀναλογίας ἐλπίδι."],["205","θαυμάζω μέντοι καὶ τὸν σοφίας ἐραστήν, ὅτι τὴν αὐτὴν τέχνην ἐπιτετήδευκε, πολλὰ καὶ διαφέροντα ἐκ διαφερόντων εἰς ταὐτὸ συνάγειν καὶ συνυφαίνειν ἀξιῶν. λαβὼν γὰρ ἀπὸ μὲν τῆς παιδικῆς γραμματικῆς δύο τὰ πρῶτα, τό τε γράφειν καὶ τὸ ἀναγινώσκειν, ἀπὸ δὲ τῆς τελειοτέρας τήν τε παρὰ ποιηταῖς ἐμπειρίαν καὶ τὴν ἀρχαίας ἱστορίας ἀνάληψιν, παρὰ δὲ ἀριθμητικῆς καὶ γεωμετρίας τὸ ἀνεξαπάτητον ἐν οἷς ἀναλογίας καὶ λογισμῶν ἐστι χρεία, παρὰ δὲ μουσικῆς ῥυθμοὺς καὶ μέτρα τά τε ἐναρμόνια καὶ χρωματικὰ καὶ διατονικά, συνημμένα τε αὖ καὶ διεζευγμένα μέλη, παρὰ δὲ ῥητορικῆς εὕρεσιν, φράσιν, τάξιν, οἰκονομίαν, μνήμην, ὑπόκρισιν, παρὰ δὲ φιλοσοφίας ὅσα τε ἐν ταύταις παραλέλειπται καὶ ἄλλα ἐξ ὧν ἅπας ὁ ἀνθρώπων βίος συνέστηκεν, ἓν ἔργον εὐανθέστατον ἡρμόσατο, εὐμάθειαν πολυμαθείᾳ μίξας."],["206","καὶ τὸν τούτου τοῦ πλέγματος δημιουργὸν ὁ ἱερὸς λόγος Βεσελεὴλ ἐκάλεσεν (Exod. 31, 2 ss.), ὃς ἑρμηνευθείς ἐστιν ἐν σκιᾷ θεοῦ. τὰ γὰρ μιμήματα οὗτος, τὰ δὲ παραδείγματα ἀρχιτεκτονεῖ Μωυσῆς· διὰ τοῦθ’ ὁ μὲν οἷα σκιὰς ὑπεγράφετο, ὁ δ’ οὐ σκιάς, αὐτὰς δὲ τὰς ἀρχετύπους ἐδημιούργει φύσεις."],["207","εἰ δὴ καὶ τὰ ἅγια ποικιλτικῇ τέχνῃ κατεσκεύασται καὶ ὁ σοφὸς ποικιλτὴς μόνος ἐν τοῖς ἱεροφαντηθεῖσι χρησμοῖς ἀνείρηται καὶ τὸ τοῦ θεοῦ καλὸν ποίκιλμα, ὅδε ὁ κόσμος, ἐπιστήμῃ πανσόφῳ τετελεσιούργηται, πῶς οὐκ ἄξιον ὡς ἐργαλεῖον τῆς ἐπιστήμης ἀποδέχεσθαι ποικιλτικήν;"],["208","ἧς ἀφίδρυμα ἱερώτατον πᾶς ὁ σοφίας οἶκος ἀγαλματοφορήσει καὶ κατ’ οὐρανὸν καὶ ἐπὶ γῆς, ἀφ’ ἧς ποικίλων λόγων ἰδέας ὁ ἀσκητὴς ἐκπονεῖ· μετὰ γὰρ τοὺς διαλεύκους εὐθὺς τοὺς ποικίλους εἶδε, παιδείας κόμματι χαραχθέντας. τρίτοι δ’ εἰσὶν οἱ σποδοειδεῖς ῥαντοί."],["209","καίτοι τίς οὐκ ἂν εὖ φρονῶν εἴποι τῷ γένει καὶ τούτους εἶναι ποικίλους; ἀλλὰ γὰρ οὐκ ἔστιν αὐτῷ περὶ θρεμμάτων διαφορᾶς ἡ τοσαύτη σπουδή, περὶ μέντοι τῆς πρὸς καλοκἀγαθίαν ἀγούσης ὁδοῦ."],["210","βούλεται γὰρ τὸν ἐπὶ ταύτην ἰόντα σποδῷ καὶ ὕδατι περιρραίνεσθαι, διότι γῆν καὶ ὕδωρ λόγος ἔχει φυραθέντα καὶ μορφωθέντα πρὸς τοῦ ἀνθρωποπλάστου εἰς τὸ ἡμέτερον ἀποκριθῆναι σῶμα, οὐ χειρόκμητον, ἀλλὰ φύσεως ἔργον ἀοράτου."],["211","σοφίας οὖν ἐστιν ἀρχὴ μὴ ἐπιλανθάνεσθαι ἑαυτοῦ, τὰ δ’ ἐξ ὧν συνεκρίθη πρὸ ὀφθαλμῶν ἀεὶ λαμβάνειν· οὕτως γὰρ μεγαλαυχίαν, τὸ κακῶν θεομισέστατον, ἐκνίψαιτ’ ἄν. τίς γὰρ εἰς νοῦν βαλλόμενος, ὅτι τέφρα καὶ ὕδωρ εἰσὶν αὐτῷ τῆς γενέσεως αἱ ἀρχαί, φυσηθεὶς ὑπ’ οἰήσεως μετέωρος ἀρθήσεται;"],["212","διὰ τοῦτο καὶ τοὺς μέλλοντας ἱερουργεῖν περιρραίνεσθαι τοῖς λεχθεῖσιν ἐδικαίωσεν, οὐδένα θυσιῶν ἄξιον νομίσας, ὃς μὴ πρότερον ἑαυτὸν ἔγνωκε καὶ τὴν ἀνθρωπίνην οὐδένειαν κατείληφεν, ἐξ ὧν συνεκρίθη στοιχείων τὸ μηδενὸς ἄξιος εἶναι τεκμηράμενος."],["213","τὰ τρία ταῦτα σημεῖα, τὸ διάλευκον, τὸ ποικίλον, τὸ σποδοειδὲς ῥαντόν, περὶ μὲν τὸν ἀσκητὴν ἅτε μήπω τέλειον ἀτελῆ, περὶ δὲ τὸν τέλειον φαίνεται καὶ αὐτὰ τέλεια."],["214","ὃν δὲ τρόπον, θεασώμεθα· τὸν μέγαν ἀρχιερέα, ὁπότε μέλλοι τὰς νόμῳ προστεταγμένας ἐπιτελεῖν λειτουργίας, ὁ ἱερὸς ἐδικαίωσε λόγος ὕδατι καὶ τέφρᾳ περιρραίνεσθαι τὸ πρῶτον (Exod. 29, 4) εἰς ὑπόμνησιν ἑαυτοῦ— καὶ γὰρ ὁ σοφὸς Ἀβραάμ, ὅτε ἐντευξόμενος ᾔει τῷ θεῷ, γῆν καὶ σποδὸν εἶπεν ἑαυτόν (Gen. 18, 27)—, ἔπειτ’ ἐνδύεσθαι τὸν ποδήρη χιτῶνα καὶ τὸ ποικίλον ὃ κέκληκεν ἐπ’ αὐτῷ περιστήθιον (Exod. 29, 5), τῶν κατ’ οὐρανὸν φωσφόρων ἄστρων ἀπεικόνισμα καὶ μίμημα."],["215","δύο γάρ, ὡς ἔοικεν, ἱερὰ θεοῦ, ἓν μὲν ὅδε ὁ κόσμος, ἐν ᾧ καὶ ἀρχιερεὺς ὁ πρωτόγονος αὐτοῦ θεῖος λόγος, ἕτερον δὲ λογικὴ ψυχή, ἧς ἱερεὺς ὁ πρὸς ἀλήθειαν ἄνθρωπος, οὗ μίμημα αἰσθητὸν ὁ τὰς πατρίους εὐχὰς καὶ θυσίας ἐπιτελῶν ἐστιν, ᾧ τὸν εἰρημένον ἐπιτέτραπται χιτῶνα ἐνδύεσθαι, τοῦ παντὸς ἀντίμιμον ὄντα οὐρανοῦ, ἵνα συνιερουργῇ καὶ ὁ κόσμος ἀνθρώπῳ καὶ τῷ παντὶ ἄνθρωπος."],["216","δύο μὲν οὖν ἤδη, τόν τε ῥαντὸν καὶ τὸν ποικίλον τύπον, ἔχων ἐπιδέδεικται· τὸν δὲ τρίτον καὶ τελειότατον, ὃς ὀνομάζεται διάλευκος, αὐτίκα σημανοῦμεν. ὅταν εἰς τὰ ἐσωτάτω τῶν ἁγίων ὁ αὐτὸς οὗτος ἀρχιερεὺς εἰσίῃ, τὴν μὲν ποικίλην ἐσθῆτα ἀπαμπίσχεται, λινῆν δὲ ἑτέραν, βύσσου τῆς καθαρωτάτης πεποιημένην, ἀναλαμβάνει (Lev. 16, 4)."],["217","ἡ δ’ ἐστὶ σύμβολον εὐτονίας, ἀφθαρσίας, αὐγοειδεστάτου φέγγους· ἀρραγής τε γὰρ ἡ ὀθόνη καὶ ἐξ οὐδενὸς τῶν ἀποθνῃσκόντων γίνεται καὶ ἔτι λαμπρότατον καὶ φωτοειδέστατον ἔχει μὴ ἀμελῶς καθαρθεῖσα χρῶμα."],["218","διὰ δὲ τούτων ἐκεῖνο αἰνίττεται, ὅτι τῶν ἀδόλως καὶ καθαρῶς θεραπευόντων τὸ ὂν οὐδείς ἐστιν ὃς μὴ πρῶτον μὲν ἰσχυρογνωμοσύνῃ κέχρηται καταφρονήσας τῶν ἀνθρωπείων πραγμάτων, ἃ δελεάζοντα κηραίνει καὶ ἀσθένειαν ἐργάζεται, ἔπειτα ἀφθαρσίας ἐφίεται γελάσας ὅσα οἱ θνητοὶ τυφοπλαστοῦσι, τελευταῖον δὲ ἀληθείας ἀσκίῳ φέγγει καὶ περιαυγεῖ καταλάμπεται, μηδὲν ἔτι τῶν τῆς ψευδοῦς δόξης, ἃ σκότῳ φίλα εἶναι συμβέβηκε, προσιέμενος."],["219","ὁ μὲν δὴ μέγας ἀρχιερεὺς τρισὶ ταῖς εἰρημέναις τυπωθεὶς σφραγῖσι, τῇ διαλεύκῳ, τῇ ποικίλῃ, τῇ σποδοειδεῖ ῥαντῇ, τοιοῦτος ἡμῖν ἀναγεγράφθω· τὸν δὲ τῆς ἀνθρωπίνης πολιτείας ἐφιέμενον, Ἰωσὴφ ὄνομα, τῶν μὲν ἄκρων ἰδεῖν ἔστι μὴ μεταποιούμενον χαρακτήρων, μόνου δὲ τοῦ μέσου καὶ ποικίλου."],["220","λέγεται γὰρ ὅτι χιτῶνα ποικίλον ἔσχεν (Gen. 37, 3), οὔτε καθαρσίοις περιρρανάμενος ἱεροῖς, ἀφ’ ὧν ἑαυτὸν ἂν ἔγνω τέφρας καὶ ὕδατος συμφόρημα, οὔτε τῆς πανλεύκου καὶ φωτοειδεστάτης ἐσθῆτος, ἀρετῆς, ψαῦσαι δυνηθείς, ἀλλὰ τὸ τῆς πολιτείας ἐπαμπισχόμενος ὕφασμα παμποίκιλον, ᾧ βραχύτατον μέρος ἀληθείας ἐγκαταμέμικται, πολλαὶ δὲ καὶ μεγάλαι μοῖραι ψευδῶν εὐλόγων πιθανῶν εἰκότων, ἐξ ὧν οἱ Αἰγύπτου πάντες ἀνέβλαστον σοφισταί, οἰωνομάντεις, ἐγγαστρίμυθοι, τερατοσκόποι, δεινοὶ παλεῦσαι καὶ κατεπᾷσαι καὶ γοητεῦσαι, ὧν τὰς ἐπιβούλους τέχνας μέγα ἔργον διεκδῦναι."],["221","διὸ καὶ τὸν χιτῶνα τοῦτον εἰσάγει Μωυσῆς φυσικῶς αἵματι πεφυρμένον (Gen. 38, 31), ἐπειδὴ πᾶς ὁ τοῦ πολιτευομένου βίος πέφυρται, πολεμῶν τε καὶ πολεμούμενος καὶ ὑπὸ τῶν προσπιπτουσῶν ἀβουλήτων συντυχιῶν βαλλόμενος καὶ τοξευόμενος."],["222","ἐρεύνησον οὖν τὸν λίαν δημοτικόν, ᾧ τὰ πόλεως πράγματα ἐφορμεῖ, μὴ καταπλαγεὶς τοὺς θαυμαστικῶς ἔχοντας αὐτοῦ, καὶ πολλὰς μὲν ἐμφωλευούσας νόσους εὑρήσεις, πολλὰς δ’ ἐξημμένον κῆρας καὶ βιαίως ἑκάστην τὴν ψυχὴν αὐχενίζουσαν καὶ ἀφανῶς αὐτῇ προσπαλαίουσαν καὶ ζητοῦσαν ἀνατρέψαι καὶ καταβαλεῖν, ἢ τοῦ πλήθους τῇ προστασίᾳ δυσχεράναντος ἢ κατὰ ἀντεπίθεσιν δυνατωτέρου ἀνδρός."],["223","ἔστι δὲ καὶ ὁ φθόνος βαρὺς καὶ δυσαπότριπτος ἐχθρός, ἐπιφυόμενος ἀεὶ ταῖς λεγομέναις εὐπραγίαις, ὃν οὐ ῥᾴδιον ἐκφυγεῖν."],["224","τί οὖν ὡς ἐσθῆτα πολυτελῆ τὴν ἐπηνθισμένην πολιτείαν ἀναψάμενοι γαυριῶμεν, τῷ εὐπρεπεῖ τῆς φανερᾶς ὄψεως ἀπατώμενοι, τὸ δ’ ἀφανὲς καὶ κεκρυμμένον ἐπίβουλον καὶ σφαλερὸν αἶσχος αὐτῆς οὐ κατανοοῦντες;"],["225","ἀποδυσάμενοι δὴ τὸν ἀνθηρὸν τοῦτον χιτῶνα τὸν ἱερὸν ἐνδυώμεθα ἀρετῶν ποικίλμασιν ἐνυφασμένον· οὕτως γὰρ καὶ τὰς ἐνέδρας ἀποδρασόμεθα, ἃς ἀτεχνία καὶ ἀνεπιστημοσύνη καὶ ἀπαιδευσία καθ’ ἡμῶν τιθέασιν, ὧν ὁ Λάβαν ἐστὶ θιασώτης."],["226","ἐπειδὴ γὰρ ἐκάθηρεν ἡμᾶς ὁ ἱερὸς λόγος τοῖς εἰς ἁγιστείαν εὐτρεπισθεῖσι περιρραντηρίοις καὶ τοῖς ἀπορρήτοις φιλοσοφίας ἀληθοῦς κατεποίκιλε λόγοις ἀγαγὼν εἰς τὸ δοκίμιον καὶ διασήμους καὶ ἐπιφανεῖς καὶ λαμπροὺς ἐποίησεν, αἰτιᾶται τὸ ἐπίβουλον ἦθος, πρὸς τὴν τῶν λεχθέντων ἀνηρεθισμένον λώβην."],["227","φησὶ γάρ· „ἑώρακα ὅσα σοι Λάβαν ποιεῖ “(Gen. 31, 12), τἀναντία δήπουθεν οἷς ἐδωρησάμην ἐγώ, τὸ δυσκάθαρτον καὶ τὸ ἀδόκιμον, τὸ πάντῃ σκοταῖον. ἀλλὰ γὰρ οὐ χρὴ κατεπτηχέναι τὸν ἐλπίδι θείας συμμαχίας ἐφορμοῦντα, ᾧ καὶ λέγεται· „ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ “(Gen. 31, 13)."],["228","πάγκαλόν γε αὔχημα ψυχῇ, τὸ ἀξιοῦν θεὸν ἐπιφαίνεσθαι καὶ ἐνομιλεῖν αὐτῇ. μὴ παρέλθῃς δὲ τὸ εἰρημένον, ἀλλὰ ἀκριβῶς ἐξέτασον, εἰ τῷ ὄντι δύο εἰσὶ θεοί· λέγεται γὰρ ὅτι „ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι “, οὐκ ἐν τόπῳ ἐμῷ, ἀλλ’ „ἐν τόπῳ θεοῦ, “ὡς ἂν ἑτέρου. τί οὖν χρὴ λέγειν;"],["229","ὁ μὲν ἀληθείᾳ θεὸς εἷς ἐστιν, οἱ δ’ ἐν καταχρήσει λεγόμενοι πλείους. διὸ καὶ ὁ ἱερὸς λόγος ἐν τῷ παρόντι τὸν μὲν ἀληθείᾳ διὰ τοῦ ἄρθρου μεμήνυκεν εἰπών· „ἐγώ εἰμι ὁ θεός “, τὸν δ’ ἐν καταχρήσει χωρὶς ἄρθρου φάσκων· „ὁ ὀφθείς σοι ἐν τόπῳ “, οὐ τοῦ θεοῦ, ἀλλ’ αὐτὸ μόνον „θεοῦ “."],["230","καλεῖ δὲ θεὸν τὸν πρεσβύτατον αὐτοῦ νυνὶ λόγον, οὐ δεισιδαιμονῶν περὶ τὴν θέσιν τῶν ὀνομάτων, ἀλλ’ ἓν τέλος προτεθειμένος, πραγματολογῆσαι. καὶ γὰρ ἐν ἑτέροις σκεψάμενος, εἰ ἔστι τι τοῦ ὄντος ὄνομα, σαφῶς ἔγνω ὅτι κύριον μὲν οὐδέν (Exod. 6, 3), ὃ δ’ ἂν εἴπῃ τις, καταχρώμενος ἐρεῖ· λέγεσθαι γὰρ οὐ πέφυκεν, ἀλλὰ μόνον εἶναι τὸ ὄν."],["231","μαρτυρεῖ δὲ καὶ τὸ θεσπισθὲν λόγιον τῷ πυνθανομένῳ, εἰ ἔστιν ὄνομα αὐτῷ, ὅτι „ἐγώ εἰμι ὁ ὤν “(Exod. 3, 14), ἵν’ ὧν δυνατὸν ἀνθρώπῳ καταλαβεῖν μὴ ὄντων περὶ θεόν, ἐπιγνῷ τὴν ὕπαρξιν."],["232","ταῖς μὲν οὖν ἀσωμάτοις καὶ θεραπευτρίσιν αὐτοῦ ψυχαῖς εἰκὸς αὐτὸν οἷός ἐστιν ἐπιφαίνεσθαι διαλεγόμενον ὡς φίλον φίλαις, ταῖς δὲ ἔτι ἐν σώματι ἀγγέλοις εἰκαζόμενον, οὐ μεταβάλλοντα τὴν ἑαυτοῦ φύσιν— ἄτρεπτος γάρ—, ἀλλὰ δόξαν ἐντιθέντα ταῖς φαντασιουμέναις ἑτερόμορφον, ὡς τὴν εἰκόνα οὐ μίμημα, ἀλλ’ αὐτὸ τὸ ἀρχέτυπον ἐκεῖνο εἶδος ὑπολαμβάνειν εἶναι."],["233","παλαιὸς μὲν οὖν ᾄδεται λόγος, ὅτι τὸ θεῖον ἀνθρώποις εἰκαζόμενον ἄλλοτε ἄλλοις περινοστεῖ τὰς πόλεις ἐν κύκλῳ, τάς τε ἀδικίας καὶ παρανομίας ἐξετάζον· καὶ τάχα μὲν οὐκ ἀληθῶς, πάντως δὲ λυσιτελῶς καὶ συμφερόντως ᾄδεται."],["234","ὁ δὲ λόγος σεμνότερον καὶ ἁγιώτερον ταῖς περὶ τοῦ ὄντος ἐννοίαις ἀεὶ χρώμενος, ἅμα δὲ καὶ τὸν τῶν ἀφρόνων βίον παιδεῦσαι γλιχόμενος ἀνθρώπῳ μὲν εἴκασεν, οὐ μέντοι τῶν ἐπὶ μέρους οὐδενί·"],["235","πρόσωπον διὰ τοῦτο καὶ χεῖρας καὶ βάσεις καὶ στόμα καὶ φωνὴν ὀργάς τε καὶ θυμούς, ἔτι δὲ ἀμυντήρια ὅπλα καὶ εἰσόδους μέντοι καὶ ἐξόδους καὶ τὰς ἄνω καὶ κάτω καὶ πανταχῇ κινήσεις περιέθηκεν, οὐ πρὸς ἀλήθειαν τὸ κεφάλαιον τοῦτο τῶν λόγων ἀναφέρων, ἀλλὰ πρὸς τὸ λυσιτελὲς τῶν μανθανόντων."],["236","εἰσὶ γάρ τινες ἀμβλεῖς πάνυ τὰς φύσεις, ὡς μὴ δύνασθαι θεὸν ἄνευ σώματος ἐπινοῆσαι τὸ παράπαν· οὓς ἀμήχανον ἑτέρως ἢ τρόπον τοῦτον νουθετεῖν λέγοντας, ὅτι ὡς ἄνθρωπος ὁ θεὸς ἀφικνεῖται καὶ ἐξαναχωρεῖ καὶ κάτεισι καὶ ἀνέρχεται καὶ φωνῇ χρῆται καὶ τοῖς ἁμαρτανομένοις δυσχεραίνει καὶ ἀπαραιτήτως πρὸς τὰς ὀργὰς ἔχει καὶ βέλη μέντοι καὶ ξίφη καὶ τὰ ἄλλα ὅσα πρὸς τιμωρίας ὄργανα ἐπιτήδεια κατὰ τῶν ἀδίκων προευτρέπισται."],["237","ἀγαπητὸν γάρ, ἐὰν τῷ διὰ τούτων ἐπικρεμασθέντι φόβῳ σωφρονισθῆναι δυνηθῶσι. καὶ σχεδὸν δύο εἰσὶν αὗται μόναι αἱ τῆς νομοθεσίας πάσης ὁδοί, μία μὲν ἡ πρὸς τὸ ἀληθὲς ἀπονεύουσα, δι’ ἧς κατασκευάζεται „οὐχ ὡς ἄνθρωπος ὁ θεός “(Num. 23, 19), ἑτέρα δὲ ἡ πρὸς τὰς τῶν νωθεστέρων δόξας, ἐφ’ ὧν λέγεται· „παιδεύσει σε κύριος ὁ θεὸς, ὡς εἴ τις παιδεύσειεν ἄνθρωπος τὸν υἱὸν αὐτοῦ “(Deut. 8, 5)."],["238","τί οὖν ἔτι θαυμάζομεν, εἰ ἀγγέλοις, ὁπότε καὶ ἀνθρώποις ἕνεκα τῆς τῶν δεομένων ἐπικουρίας ἀπεικάζεται; ὥσθ’ ὅταν φῇ· „ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ \" (Gen. 31, 13), τότε νόησον, ὅτι τὸν ἀγγέλου τόπον ἐπέσχεν ὅσα τῷ δοκεῖν, οὐ μεταβάλλων, πρὸς τὴν τοῦ μήπω δυναμένου τὸν ἀληθῆ θεὸν ἰδεῖν ὠφέλειαν."],["239","καθάπερ γὰρ τὴν ἀνθήλιον αὐγὴν ὡς ἥλιον οἱ μὴ δυνάμενοι τὸν ἥλιον αὐτὸν ἰδεῖν ὁρῶσι καὶ τὰς περὶ σελήνην ἅλως ὡς αὐτὴν ἐκείνην, οὕτως καὶ τὴν τοῦ θεοῦ εἰκόνα, τὸν ἄγγελον αὐτοῦ λόγον, ὡς αὐτὸν κατανοοῦσιν."],["240","οὐχ ὁρᾷς τὴν ἐγκύκλιον παιδείαν Ἄγαρ, ὅτι τῷ ἀγγέλῳ φησί· „σὺ ὁ θεὸς ὁ ἐπιδών με “(Gen. 16, 13); οὐ γὰρ ἦν ἱκανὴ τὸ πρεσβύτατον ἰδεῖν αἴτιον, γένος οὖσα τῶν ἀπ’ Αἰγύπτου. νυνὶ δὲ ὁ νοῦς ἄρχεται βελτιούμενος τὸν ἡγεμόνα πασῶν τῶν τοιούτων δυνάμεων φαντασιοῦσθαι."],["241","διὸ καὶ αὐτός φησιν· „ἐγώ εἰμι ὁ θεός “, οὗ τὴν εἰκόνα ὡς ἐμὲ πρότερον ἐθεάσω καὶ στήλην ἐπίγραμμα ἐγκολάψας ἱερώτατον ἀνέθηκας (Gen. 31, 13)· τὸ δὲ ἐπίγραμμα ἐμήνυεν, ὅτι μόνος ἕστηκα ἐγὼ (Exod. 17, 6) καὶ τὴν τῶν πάντων φύσιν ἱδρυσάμην, τὴν ἀταξίαν καὶ ἀκοσμίαν εἰς κόσμον καὶ τάξιν ἀγαγὼν καὶ τὸ πᾶν ἐπερείσας, ἵνα στηριχθῇ"],["242","βεβαίως τῷ κραταιῷ καὶ ὑπάρχῳ μου λόγῳ. στήλη γὰρ τριῶν πραγμάτων σύμβολον, στάσεως ἀναθέσεως ἐπιγράμματος. ἡ μὲν οὖν στάσις καὶ τὸ ἐπίγραμμα δεδήλωται, ἡ δὲ ἀνάθεσις ἀναγκαία μηνυθῆναι·"],["243","πᾶς ὁ οὐρανὸς καὶ ὁ κόσμος ἀνάθημα θεοῦ τοῦ πεποιηκότος τὸ ἀνάθημα· καὶ ὅσαι μέντοι κοσμοπολίτιδες ψυχαὶ καὶ θεοφιλεῖς, ἑαυτὰς ἀνιεροῦσιν ὑπὸ μηδενὸς ἀντισπώμεναι θνητοῦ, καθαγιάζουσαι δὲ καὶ καλλιεροῦσαι τὸν ἑαυτῶν ἄφθαρτον βίον οὐδέποτε κάμνουσι."],["244","μάταιος δ’ ὅστις μὴ θεῷ στήλην ἀνατίθησιν, ἀλλ’ ἑαυτῷ, τὰ γενέσεως ἱστὰς τῆς πάντῃ σαλευομένης καὶ ἐπιγραμμάτων καὶ ἐπαίνων ἀξιῶν, ἃ ψόγου καὶ κατηγορίας μεστὰ ὄντα καλὸν ἦν ἢ μὴ γραφῆναι τὸ παράπαν ἢ γραφέντα εὐθὺς ἀπαλειφθῆναι."],["245","διὸ καί φησιν ἄντικρυς ὁ ἱερὸς λόγος· „οὐ στήσεις σεαυτῷ στήλην “(Deut. 16, 22)· ἕστηκε γὰρ τῶν ἀνθρωπίνων πρὸς ἀλήθειαν οὐδέν, κἂν διαρραγῶσί τινες ψευδόμενοι."],["246","ἀλλὰ γὰρ οὐκ οἴονται μόνον παγίως ἐρηρεῖσθαι, ἀλλὰ καὶ τιμῶν ἄξιοι καὶ ἐπιγραμμάτων εἶναι, τοῦ μόνου τιμῆς ἀξίου καὶ ἑστῶτος ὄντως ἐπιλελησμένοι. ἀποκλίναντας γὰρ αὐτοὺς καὶ ἐκτραπομένους τὴν ἐπ’ ἀρετὴν ἄγουσαν ὁδὸν ἔτι μᾶλλον ἐξέτρεψεν αἴσθησις, ἡ σύμφυτος αὐτῶν γυνή, καὶ ἠνάγκασεν ἐξοκεῖλαι."],["247","τοιγάρτοι περικαταχθεῖσα ὡς ναῦς ἡ ὅλη ψυχὴ τρόπον στήλης ἀνετέθη. τὴν γὰρ Λὼτ γυναῖκα ἐπιστραφεῖσαν εἰς τοὐπίσω φασὶν οἱ χρησμοὶ γενέσθαι στήλην ἁλός (Gen. 19, 26), εἰκότως γε καὶ προσηκόντως·"],["248","εἰ γάρ τις μὴ τὰ πρόσω, τὰ θέας καὶ ἀκοῆς ἄξια, διορᾷ— ταῦτα δ’ εἰσὶν ἀρεταὶ καὶ τὰ κατὰ ἀρετὰς ἔργα—, περιβλέπεται δὲ τὰ ὀπίσω καὶ τὰ νώτια, κωφὴν δόξαν καὶ τυφλὸν πλοῦτον καὶ ἀναίσθητον εὐσαρκίαν καὶ νοῦ κενὴν εὐμορφίαν καὶ ὅσα συγγενῆ τούτοις μεταδιώκων, ἄψυχος ἀνακείσεται στήλη περὶ ἑαυτὴν καταρρυεῖσα· οἱ γὰρ ἅλες οὐ βέβαιον."],["249","Παγκάλως οὖν ὁ ἀσκητὴς μελέτῃ συνεχεῖ μαθών, ὅτι γένεσις κινητὸν ἐξ ἑαυτῆς, τὸ δὲ ἀγένητον ἄτρεπτόν τε καὶ ἀκίνητον, ἀνίστησι τῷ θεῷ στήλην καὶ ἀναστήσας ἀλείφει· λέγεται γάρ· „ἤλειψάς μοι στήλην„ (Gen. 31, 13)."],["250","ἀλλὰ μὴ νομίσῃς ἐλαίῳ λίθον ἀλείφεσθαι, ἀλλὰ τὸ περὶ τοῦ μόνον ἑστάναι τὸν θεὸν ἐν ψυχῇ δόγμα γυμνάζεσθαι καὶ συνασκεῖσθαι πρὸς ἀλειπτικῆς ἐπιστήμης, οὐχ ᾗ τὰ σώματα πιαίνεται, ἀλλ’ ὑφ’ ἧς διάνοια ἰσχὺν κτᾶται καὶ ῥώμην ἀνανταγώνιστον."],["251","φίλαθλος γὰρ καὶ φιλογυμναστὴς ὁ πρὸς τὴν τῶν καλῶν ἐπιτηδευμάτων ὡρμημένος θήραν· ὥστ’ εἰκότως τὴν ἀδελφὴν ἰατρικῆς τέχνης ἀλειπτικὴν ἐκπονήσας, πάντας τοὺς περὶ ἀρετῆς καὶ εὐσεβείας ἀλείψας καὶ συγκροτήσας λόγους, ἀνάθημα κάλλιστον καὶ ἐχυρώτατον ἀναθήσει θεῷ."],["252","διὸ καὶ μετὰ τὴν τῆς στήλης ἀνάθεσίν φησιν, ὅτι „ηὔξω μοι εὐχήν “(ibid.). εὐχὴ δέ ἐστι κυρίως εἰπεῖν ἀνάθεσις, ὁπότε μὴ μόνον τὰ ἑαυτοῦ κτήματα, ἀλλὰ καὶ τὸν κεκτημένον ἑαυτὸν ἀποδιδοὺς διδόναι λέγεται θεῷ δῶρον."],["253","„ἅγιος “γάρ φησιν „ἐστὶν ὁ τρέφων κόμην τρίχα κεφαλῆς “(Num. 6, 5) εὐξάμενος· εἰ δὲ ἅγιος, ἀνάθημα πάντως, μηδενὸς ἔτ’ ἀνιέρου καὶ βεβήλου προσαπτόμενος."],["254","ἐγγυᾶται δέ μου τὸν λόγον ἡ προφῆτις καὶ προφητοτόκος Ἄννα, ἧς μεταληφθὲν τοὔνομα καλεῖται χάρις. τὸν γὰρ υἱὸν διδόναι φησὶ τῷ ἁγίῳ δῶρον Σαμουήλ (I Reg. 1, 28), οὐκ ἄνθρωπον μᾶλλον, ἀλλὰ τρόπον ἐνθουσιῶντα καὶ κατεχόμενον ἐκ μανίας θεοφορήτου. Σαμουὴλ δὲ ἑρμηνεύεται τεταγμένος θεῷ."],["255","τί οὖν ἔτι, ψυχή, ματαιάζεις καὶ κενὰ πονεῖς, ἀλλ’ οὐ φοιτᾷς πρὸς τὸν ἀσκητήν, τὰ κατὰ τοῦ πάθους καὶ τῆς κενῆς δόξης ἀναλαβεῖν ὅπλα καὶ παλαίσματα μαθησομένη; τάχα γὰρ μαθοῦσα ἀγελαρχήσεις, οὐκ ἀσήμου καὶ ἀλόγου καὶ ἀναγώγου, δοκίμου δὲ καὶ λογικῆς καὶ ποικίλης ἀγέλης·"],["256","ἧς εἰ γένοιο ἡγεμών, τὸ μὲν οἰκτρὸν ἀνθρώπων γένος ὀλοφυρῇ, τὸ δὲ θεῖον οὐ παύσῃ προστρεπομένη, τὸν δὲ θεὸν οὐκ ἐπιλείψεις εὐδαιμονίζουσα, ἀλλὰ καὶ ὕμνους ἱεροπρεπεῖς στήλαις ἐγχαράξεις, ἵνα μὴ μόνον λέγῃς εὐτρόχως, ἀλλὰ καὶ ᾄδῃς μουσικῶς τὰς τοῦ ὄντος ἀρετάς. οὕτως γὰρ δυνήσῃ καὶ εἰς τὸν πατρῷον οἶκον ἐπανελθεῖν, τὴν ἐπὶ τῆς ξένης μακρὰν καὶ ἀνήνυτον ζάλην ἐκφυγοῦσα."]],[["1","Τὸ τρίτον εἶδος τῶν θεοπέμπτων ὀνείρων ἀναγράφοντες εἰκότως ἂν ἐπίμαχον Μωυσῆν καλοῖμεν, ἵν’, ὡς ἔμαθεν οὐκ εἰδώς, ἀγνοοῦντας καὶ ἡμᾶς ἀναδιδάξῃ περὶ τῶν σημείων, ἕκαστον αὐγάζων. συνίσταται δὲ τὸ τρίτον εἶδος, ὁπόταν ἐν τοῖς ὕπνοις ἐξ ἑαυτῆς ἡ ψυχὴ κινουμένη καὶ ἀναδονοῦσα ἑαυτὴν κορυβαντιᾷ καὶ ἐνθουσιῶσα δυνάμει προγνωστικῇ τὰ μέλλοντα θεσπίζῃ."],["2","τὸ μὲν γὰρ πρῶτον ἦν ἄρχοντος τῆς κινήσεως θεοῦ καὶ ὑπηχοῦντος ἀοράτως τὰ ἡμῖν μὲν ἄδηλα, γνώριμα δὲ ἑαυτῷ· τὸ δὲ δεύτερον τῆς ἡμετέρας διανοίας τῇ τῶν ὅλων συγκινουμένης ψυχῇ καὶ θεοφορήτου μανίας ἀναπιμπλαμένης, ᾗ θέμις πολλὰ τῶν ἀποβησομένων προαγορεύειν."],["3","διὸ ὁ ἱεροφάντης τὰς μὲν κατὰ τὸ πρῶτον σημαινόμενον φαντασίας τρανῶς πάνυ καὶ ἀριδήλως ἐμήνυσεν, ἅτε τοῦ θεοῦ χρησμοῖς σαφέσιν ἐοικότα διὰ τῶν ὀνείρων ὑποβάλλοντος, τὰς δὲ κατὰ τὸ δεύτερον οὔτε σφόδρα τηλαυγῶς οὔτε σκοτίως ἄγαν· ὧν ὑπόδειγμα ἡ ἐπὶ τῆς οὐρανοῦ κλίμακος φανεῖσα ὄψις. αὕτη γὰρ αἰνιγματώδης μὲν ἦν, τὸ δὲ αἴνιγμα οὐ λίαν τοῖς ὀξὺ καθορᾶν δυναμένοις ἀπεκρύπτετο."],["4","αἱ δὲ κατὰ τὸ τρίτον εἶδος φαντασίαι μᾶλλον τῶν προτέρων ἀδηλούμεναι διὰ τὸ βαθὺ καὶ κατακορὲς ἔχειν τὸ αἴνιγμα ἐδεήθησαν καὶ τῆς ὀνειροκριτικῆς ἐπιστήμης. πάντες γοῦν οἱ κατ’ αὐτὸ ἀναγραφέντες ὄνειροι τῷ νομοθέτῃ διακρίνονται πρὸς σοφῶν τὴν λεχθεῖσαν τέχνην ἀνδρῶν. τίνος οὖν εἰσιν οἱ ὄνειροι;"],["5","ἢ παντί τῳ δῆλον, ὅτι οἱ τοῦ Ἰωσήφ, οἱ τοῦ βασιλέως Αἰγύπτου Φαραὼ καὶ οὓς ὅ τε ἀρχισιτοποιὸς καὶ ἀρχιοινοχόος εἶδον αὐτοί;"],["6","πρέποι δ’ ἂν ἀπὸ τῶν πρώτων ἀεὶ τῆς διδασκαλίας ἀπάρχεσθαι· πρῶτοι δ’ εἰσὶν οὓς ἐθεάσατο Ἰωσήφ, ἀπὸ δυεῖν τῶν τοῦ κόσμου μερῶν, οὐρανοῦ τε καὶ γῆς, διττὰς φαντασίας λαβών· ἀπὸ μὲν γῆς τὸ περὶ τὸν ἀμητὸν ὄναρ— τοιοῦτον δ’ ἐστίν· „ᾤμην ἡμᾶς δεσμεύειν δράγματα ἐν μέσῳ τῷ πεδίῳ, ἀνέστη δὲ τὸ ἐμὸν δράγμα “(Gen. 37, 7),— τὸ δὲ περὶ τὸν ζῳδιακὸν κύκλον*** „ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με “(ibid. 9)."],["7","διάκρισις δὲ τοῦ μὲν προτέρου μετὰ σφοδρᾶς ἐπανατάσεως τοιαύτη· „μὴ βασιλεύων βασιλεύσεις ἐφ’ ἡμῖν; ἢ κυριεύων κυριεύσεις ἡμῶν “(ibid. 8); τοῦ δὲ ὑστέρου ὀργὴ πάλιν δικαία· „ἆρά γε ἐλευσόμεθα ἐγὼ καὶ ἡ μήτηρ καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν “(ibid. 10);"],["8","Ταῦτα μὲν δὴ θεμελίων τρόπον προκαταβεβλήσθω, τὰ δὲ ἄλλα τοῖς σοφῆς ἀρχιτέκτονος, ἀλληγορίας, ἑπόμενοι παραγγέλμασιν ἐποικοδομῶμεν, ἑκάτερον δὴ τῶν ὀνειράτων ἀκριβοῦντες. ἃ δὲ χρὴ πρὸ ἀμφοτέρων ἀκοῦσαι, λεκτέον· τὴν τἀγαθοῦ φύσιν οἱ μὲν ἔτειναν ἐπὶ πολλά, οἱ δὲ τῷ ἀρίστῳ προσεκλήρωσαν μόνῳ· καὶ οἱ μὲν ἐκέρασαν, οἱ δὲ καὶ ἄκρατον εἴασαν."],["9","οἱ μὲν οὖν μόνον τὸ καλὸν ἀγαθὸν εἰπόντες, ἀμιγῆ διαφυλάξαντες αὐτήν, ἀπένειμαν τῷ κρατίστῳ τῶν ἐν ἡμῖν, λογισμῷ, οἱ δὲ μίξαντες τρισὶν ἐφήρμοσαν, ψυχῇ, σώματι, τοῖς ἐκτός. εἰσὶ δὲ οὗτοι μὲν τῆς μαλακωτέρας καὶ τρυφερᾶς διαίτης, τὸν πλείω χρόνον ἐν γυναικωνίτιδι καὶ τοῖς γυναικωνίτιδος ἐκτεθηλυμμένοις ἔθεσιν ἀπ’ αὐτῶν σπαργάνων ἀνατραφέντες· οἱ δ’ ἕτεροι σκληροδίαιτοι, πρὸς μὲν ἀνδρῶν κουροτροφηθέντες, ἄνδρες δὲ καὶ αὐτοὶ τὰ φρονήματα, τὸ συμφέρον πρὸ τοῦ ἡδέος ἀσπαζόμενοι καὶ τροφαῖς ἀθλητικαῖς πρὸς ἰσχὺν καὶ ῥώμην, οὐ πρὸς ἡδονήν, χρώμενοι."],["10","δυεῖν δὴ θιάσων ἡγεμόνας εἰσάγει Μωυσῆς, τοῦ μὲν γενναίου τὸν αὐτομαθῆ καὶ αὐτοδίδακτον Ἰσαάκ— ἀναγράφει γὰρ αὐτὸν ἀπογαλακτιζόμενον (Gen. 21, 8), ἁπαλαῖς καὶ γαλακτώδεσι νηπίαις τε καὶ παιδικαῖς τροφαῖς οὐ δικαιοῦντα χρῆσθαι τὸ παράπαν, ἀλλ’ εὐτόνοις καὶ τελείαις, ἅτε ἐκ βρέφους εὖ πρὸς ἀλκὴν πεφυκότα καὶ ἐπακμάζοντα καὶ ἀνηβῶντα ἀεί—, τοῦ δὲ εἴκοντος καὶ εὐενδότου τὸν Ἰωσήφ."],["11","οὗτος γὰρ οὐκ ἀλογεῖ μὲν τῶν κατὰ ψυχὴν ἀρετῶν, προμηθεῖται δὲ καὶ τῆς τοῦ σώματος εὐσταθείας, ἐφίεται δὲ καὶ τῆς τῶν ἐκτὸς εὐπορίας· ἀνθέλκεται δὲ εἰκότως πολλὰ τέλη τοῦ βίου προτεθειμένος, καὶ ἀντισπώμενος ὑφ’ ἑκάστου σείεται καὶ κλονεῖται μὴ δυνάμενος στηριχθῆναι."],["12","καὶ γὰρ οὐδ’ ὥσπερ αἱ ἔνσπονδοι πόλεις εἰρήνην ἄγουσι*** καὶ ἀντεπιτίθενται, ὡς ἐν μέρει κρατεῖν τε καὶ ἡττᾶσθαι· πολλὴ γὰρ ἔστιν ὅτε ῥυεῖσα πρὸς πλοῦτον καὶ δόξαν ὁρμὴ τὰς περὶ σῶμα καὶ ψυχὴν φροντίδας ἐξενίκησεν, εἶτα ἀντιβιασθεῖσα πάλιν ὑπὸ ἀμφοῖν ὑπὸ τῆς ἑτέρας ἐνικήθη. τὸν αὐτὸν δὲ τρόπον"],["13","ἀθρόαι καὶ αἱ σώματος ἡδοναὶ καταρραγεῖσαι πάντα ἑξῆς τὰ νοητὰ ἐπέκλυσάν τε καὶ ἠφάνισαν· εἶτ’ οὐκ εἰς μακρὰν ἀντιπνεύσασα σοφία λάβρῳ καὶ σφοδρῷ πνεύματι τό τε ῥεῦμα τῶν ἡδονῶν ἐχάλασε καὶ συνόλως τὰς διὰ τῶν αἰσθήσεων ἁπάσας σπουδάς τε καὶ φιλοτιμίας ἐπράυνε."],["14","τοιοῦτος μὲν δὴ κύκλος εἱλεῖται περὶ τὴν πολύτροπον ψυχὴν ἀιδίου πολέμου· καθαιρεθέντος γὰρ ἑνὸς ἐχθροῦ φύεται πάντως δυνατώτερος ἕτερος, ὕδρας τῆς πολυκεφάλου τὸν τρόπον· καὶ γὰρ ἐπ’ ἐκείνης φασὶν ἀντὶ τῆς ἐκτμηθείσης κεφαλῆς ἀναβλαστάνειν ἄλλην, αἰνιττόμενοι τὸ πολύμορφον καὶ πολύγονον τῆς ἀθανάτου κακίας δυσάλωτον γένος."],["15","μηδὲν οὖν ἓν ἀποκρίνας ποτὲ πρὸς*** τῷ Ἰωσήφ, ἀλλ’ ἴσθι ὅτι πολυμιγοῦς καὶ κεκραμένης δόξης ἐστὶν εἰκών. ἐμφαίνεται γὰρ καὶ τὸ λογικὸν ἐγκρατείας εἶδος, ὃ τῆς ἄρρενος γενεᾶς ἐστι, κατὰ τὸν πατέρα Ἰακὼβ τυπωθέν·"],["16","ἐμφαίνεται καὶ τὸ ἄλογον αἰσθήσεως, μητρῴῳ γένει τῷ κατὰ Ῥαχὴλ ἐξεικονισθέν· ἐμφαίνεται καὶ τὸ τῆς σωματικῆς ἡδονῆς σπέρμα, ὃ ἀρχιοινοχόων καὶ ἀρχισιτοποιῶν καὶ ἀρχιμαγείρων συνδιαιτήσεις ἐνεσφράγισαν· ἐμφαίνεται καὶ τὸ τῆς κενῆς δόξης, ἐφ’ ἣν ὡς ἐφ’ ἅρμα διὰ τὸ κοῦφον ἀναβαίνει (Gen. 41, 43), φυσώμενος καὶ μετέωρον αἰωρῶν ἑαυτὸν ἐπὶ καθαιρέσει ἰσότητος."],["17","Ὁ μὲν δὴ τοῦ Ἰωσὴφ χαρακτὴρ διὰ τῶν εἰρημένων ὑποτυποῦται· τῶν δ’ ὀνειράτων ἑκάτερον μὲν ἀκριβωτέον, πρότερον δὲ τὸ περὶ τῶν δραγμάτων ἐρευνητέον. „ᾤμην “φησίν „ἡμᾶς δεσμεύειν δράγματα “(Gen. 37, 7). τὸ μὲν „ᾤμην “εὐθέως ἀδηλοῦντος καὶ ἐνδοιάζοντος καὶ ἀμυδρῶς ὑπολαμβάνοντος, οὐ παγίως καὶ τηλαυγῶς ὁρῶντος, ἀνάφθεγμά ἐστι."],["18","τοῖς γὰρ ἐκ βαθέος ὕπνου διανισταμένοις καὶ ἔτι ὀνειρώττουσιν ἁρμόττον λέγειν „ᾤμην “, οὐχὶ τοῖς ἐγρηγορόσι παντελῶς καὶ τρανῶς ἐμβλέπουσιν."],["19","ἀλλ’ οὐχ ὁ ἀσκητὴς Ἰακὼβ „ᾤμην “ἐρεῖ, ἀλλ’ „ἰδοὺ κλῖμαξ ἐστηριγμένη, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν “(Gen. 28, 12), καὶ πάλιν· „ἡνίκα ἐνεκίσσων τὰ πρόβατα, εἶδον τοῖς ὀφθαλμοῖς αὐτὰ ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀνέβαινον ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ῥαντοί “(Gen. 31, 10. 11)."],["20","τῶν γὰρ τὸ καλὸν δι’ ἑαυτὸ αἱρετὸν νομιζόντων καὶ τὰς ἐν τοῖς ὕπνοις φαντασίας εἱλικρινεστέρας καὶ καθαρωτέρας ἐξ ἀνάγκης εἶναι συμβέβηκεν, ὥσπερ καὶ τὰς μεθ’ ἡμέραν δοκιμωτέρας πράξεις."],["21","Ἄγαμαι δ’, ὅταν ἀκούω τοῦ διηγουμένου τὸ ὄναρ, ὅτι ὑπέλαβε δράγματα καταδεῖν, οὐ θερίζειν. ἐκεῖνο μὲν ἰδιωτῶν καὶ ὑπηρετῶν ἔργον, τοῦτο δ’ ἡγεμόνων καὶ γεωργίας ἐμπειροτάτων τὸ ἐπιτήδευμα."],["22","τὸ γὰρ δύνασθαι διακρίνειν σκυβάλων ἀναγκαῖα καὶ τρόφιμα μὴ τροφίμων καὶ νόθων γνήσια καὶ ἀνωφελοῦς ῥίζης καρπὸν ὠφελιμώτατον, μὴ ἐν οἷς ἡ γῆ βλαστάνει μᾶλλον ἢ διάνοια φύει, τελειοτάτης ἀρετῆς ἐστιν."],["23","ὁ γοῦν ἱερὸς λόγος τοὺς ὁρῶντας εἰσάγει θερίζοντας καί, τὸ παραδοξότατον, οὐ κριθὰς ἢ πυρούς, ἀλλὰ τὸν θερισμὸν αὐτὸν ἐκθερίζοντας· λέγεται οὖν· „ὅταν θερίζητε τὸν θερισμὸν ὑμῶν, οὐ συντελέσετε τὸ λοιπὸν τοῦ θερισμοῦ “(Lev. 19, 9)."],["24","βούλεται γὰρ τὸν ἀστεῖον οὐ μόνον κριτὴν εἶναι τῶν διαφερόντων, διακρίνοντα καὶ διαστέλλοντα ἐξ ὧν γίνεταί τινα καὶ τὰ γεννώμενα, ἀλλὰ καὶ αὐτὸ τὸ δύνασθαι διακρίνειν δοκεῖν ἀναιρεῖν, ἀμῶντα τὸν ἀμητὸν καὶ τὴν ἰδίαν ἐπιβουλὴν ἀποτέμνοντα διὰ τὸ καὶ πεποιθέναι καὶ Μωυσεῖ λέγοντι πιστεύειν, ὅτι „μόνου τοῦ θεοῦ ἡ κρίσις ἐστί “(Deut. 1, 17), παρ’ ὃν αἱ συγκρίσεις καὶ αἱ διακρίσεις τῶν ἁπάντων· ὑφ’ οὗ καλὸν ὁμολογεῖν ἡττᾶσθαι καὶ τῆς ἀοιδίμου νίκης εὐκλεέστερον."],["25","ὅμοιόν ἐστι τῷ τὸν θερισμὸν θερίζειν τὸ δὶς περιτέμνειν, ὅπερ ὡς ὅτε ἐκαινούργησεν ἐξευρὼν περιτομῆς περιτομήν (Gen. 17, 13), τὴν „ἁγνείαν ἀφαγνίζεσθαι “(Num. 6, 2), τὴν κάθαρσιν τῆς ψυχῆς αὐτὴν καθαίρεσθαι, παραχωροῦντας τῷ θεῷ τὸ φαιδρύνειν καὶ μηδέποτε νομίσαντας ἱκανοὺς εἶναι ἑαυτοὺς ἄνευ θείας ἐπιφροσύνης τὸν κηλίδων ἀνάμεστον ἐκνίψασθαι καὶ ἀπολούσασθαι βίον."],["26","ταύτης ἐστὶ τῆς συγγενείας καὶ τὸ διπλοῦν σπήλαιον (Gen. 23, 9), αἱ διπλαῖ καὶ περιμάχητοι γνῶμαι, ἥ τε περὶ τοῦ γεγονότος καὶ ἡ περὶ τοῦ πεποιηκότος, αἷς ἐντρέφεται ὁ ἀστεῖος, θεωρῶν μὲν τὰ ἐν κόσμῳ, φιλοπευστῶν δὲ καὶ περὶ τοῦ γεννήσαντος πατρός."],["27","ἀφ’ ὧν οἶμαι καὶ τὴν ἐν μουσικῇ δὶς διὰ πασῶν εὑρεθῆναι συμφωνίαν· ἔδει γὰρ καὶ τὸ ἔργον καὶ τὸν δημιουργὸν τελειοτάταις μελῳδίαις εὐδαιμονίζεσθαι δυσίν, οὐχὶ ταῖς αὐταῖς."],["28","ἐπειδὴ γὰρ τὰ ὑμνούμενα διέφερεν, ἀναγκαῖον καὶ τὰς μελῳδίας καὶ συμφωνίας διακεκρίσθαι, τὴν μὲν συνημμένην ἀπονέμοντας τῷ συνημμένῳ καὶ ἐκ διαφερόντων ἁρμοσθέντι κόσμῳ, τὴν δὲ διεζευγμένην τῷ πάσης γενέσεως διεζευγμένῳ κατὰ τὴν οὐσίαν θεῷ."],["29","γνώμην δὲ ἀποφαίνεται πάλιν ὁ ἱεροφάντης φιλάρετον λέγων· „οὐ συντελέσετε τὸ λοιπὸν τοῦ θερισμοῦ “(Lev. 19, 9), μεμνημένος τῆς ἐξ ἀρχῆς ὑποθέσεως, καθ’ ἣν ὡμολόγει „τὸ τέλος εἶναι κυρίου “(Num. 31, 28 ss.), παρ’ ὃν τὸ κῦρος καὶ ἡ τούτων βεβαίωσίς ἐστιν."],["30","ἀλλὰ γὰρ ὁ τοῦ θερίζειν ἀμύητος αὐχεῖ λέγων· „ᾤμην ἃ μὴ ἐθέρισα καταδεῖν σὺν ἑτέροις δράγματα “(Gen. 37, 7), καὶ οὐκ ἐλογίσατο παρ’ ἑαυτῷ, ὅτι δούλων καὶ ἀνεπιστημόνων ἥδε ἐστὶν ὑπηρεσία, καθὰ καὶ μικρῷ πρότερον εἶπον."],["31","Δράγματα δ’ ἀλληγοροῦντές φαμεν εἶναι πράγματα, ὧν ἕκαστος ὡς οἰκείας τροφῆς ἐπιδράττεται, ἐν ᾗ ζήσεσθαι καὶ βιώσεσθαι τὸν αἰῶνα"],["32","ἐλπίζει. μυρίαι μὲν οὖν τῶν δραγμάτων, λέγω δὴ τῶν ὡσανεὶ τρεφόντων πραγμάτων, διαφοραί, μυρίαι δὲ καὶ τῶν ἐπιδραττομένων καὶ αἱρουμένων τὰ δράγματα, ὡς ἁπάσας οὔτ’ εἰπεῖν οὔτ’ ἐπινοῆσαι δυνατόν· τινὰς δ’ οὐκ ἄτοπον δείγματος ἕνεκα ἑρμηνεῦσαι, ὧν καὶ τὸ ὄναρ διηγούμενος ἐπεμνήσθη."],["33","φησὶ γὰρ τοῖς ἀδελφοῖς· „ᾤμην ἡμᾶς δεσμεύειν δράγματα “(l. c.). ἀδελφοὶ δ’ εἰσὶν ὁμοπάτριοι μὲν δέκα, ὁμογάστριος δὲ εἷς· ἑκάστου δὲ αὐτῶν τοὔνομα σύμβολον ἀναγκαιοτάτου πράγματός ἐστι, Ῥουβὴν μὲν εὐφυΐας— υἱὸς γὰρ ὁρῶν καλεῖται, ᾗ μὲν υἱός, οὐ τέλειος, ᾗ δὲ ὁρατικὸς καὶ ὀξὺ καθορῶν, εὐφυής—, μαθήσεως δὲ Συμεών— εἰσακοὴ γὰρ ἑρμηνεύεται—,"],["34","ἐνεργειῶν δὲ καὶ πράξεων σπουδαίων καὶ λειτουργιῶν ἁγίων Λευί, τῶν δὲ εἰς θεὸν ᾠδῶν τε καὶ ὕμνων Ἰούδας, Ἰσσάχαρ δὲ μισθῶν, οἳ ἐπ’ ἔργοις καλοῖς ἀποδίδονται— τάχα δ’ αὐτὰ τὰ ἔργα ὁ τέλειος μισθὸς ἦν—, Ζαβουλὼν δὲ φωτός, ἐπειδὴ ῥύσις νυκτερίας ὀνομάζεται— ῥεούσης δὲ καὶ ἀπολιπούσης νυκτὸς ἐξ ἀνάγκης φῶς ἀνίσχει—,"],["35","διακρίσεως δὲ καὶ τομῆς πραγμάτων Δάν, ἐπιθέσεως δὲ καὶ ἀντεπιθέσεως πειρατικῆς Γάδ, Ἀσὴρ δὲ τοῦ φυσικοῦ πλούτου— μακαρισμὸς γὰρ ἑρμηνεύεται, ἐπειδὴ μακάριον κτῆμα νενόμισται πλοῦτος—, εἰρήνης δὲ Νεφθαλείμ— διανοίγεται γὰρ καὶ εὐρύνεται πάντα εἰρήνῃ, ὡς συγκλείεται πολέμῳ·"],["36","τὸ δὲ ὄνομα μεταληφθὲν πλατυσμὸς ἢ διανεῳγμένον ἐστί—, Βενιαμὶν δὲ τοῦ νέου καὶ γέροντος χρόνου· λέγεται γὰρ ἑρμηνευθεὶς υἱὸς ἡμερῶν εἶναι, ἡμέραις δὲ καὶ νυξὶν ὁ νέος ὁμοῦ καὶ γέρων αἰὼν ἀναμετρεῖται."],["37","ἐπιδράττεται γοῦν ἕκαστος τῶν οἰκείων καὶ ἐπιδραξάμενος τὰ μέρη πάντα συνδεῖ· ὁ μὲν εὐφυὴς εὐθιξίας, ἐπιμονῆς, μνήμης, ἐν οἷς ἡ εὐφυΐα· ὁ δὲ εὐμαθὴς ἀκροάσεως, ἡσυχίας, προσοχῆς· ὁ δὲ ἐγχειρητὴς [τῆς] θαρραλεότητος, παρακεκινδυνευμένης εὐτολμίας·"],["38","ὁ δὲ εὐχάριστος ἐπαίνων, ἐγκωμίων, ὕμνων, εὐδαιμονισμῶν κατά τε τὸ λέγειν καὶ τὸ ᾄδειν· ὁ δὲ μισθῶν ἐφιέμενος ἀόκνου συνεχείας τλητικωτάτης καρτερίας καὶ ἐπιμελείας σὺν ἀνανταγωνίστῳ ταχυτῆτι·"],["39","ὁ δὲ φῶς ἀντὶ σκότους μεταδιώκων ἐγρηγόρσεως, ὀξυωπίας· ὁ δὲ τομῆς καὶ διακρίσεως πραγμάτων ζηλωτὴς λόγων ἠκονημένων, τοῦ μὴ ὑφ’ ὁμοίων ὡς τῶν αὐτῶν ἀπατᾶσθαι, τοῦ μὴ πρὸς χάριν, τοῦ ἀδεκάστου·"],["40","ὁ δὲ πειρατικώτερον ἐνεδρεύων τοὺς ἀντιλοχῶντας ἀπάτης, φενακισμοῦ, γοητείας, σοφισμάτων, προσποιήσεως, ὑποκρίσεως, ἅπερ ἐξ ἑαυτῶν ψεκτὰ ὄντα κατ’ ἐχθρῶν γινόμενα ἐπαινεῖται· ὁ δὲ πλουτεῖν τὸν φύσεως πλοῦτον ἐπιτηδεύων ἐγκρατείας, ὀλιγοδεΐας· ὁ δὲ εἰρήνης ἐρῶν εὐνομίας, εὐδικίας, ἀτυφίας, ἰσότητος."],["41","ἐκ τούτων τὰ τῶν ὁμοπατρίων ἀδελφῶν δράγματα καταδεῖται, τὰ δὲ τοῦ ὁμογαστρίου ἐξ ἡμερῶν καὶ χρόνου, τῶν οὐδενὸς αἰτίων ὡς ἁπάντων αἰτίων."],["42","αὐτὸς δὲ ὁ ἐνυπνιαστὴς καὶ ὀνειροπόλος— ἦν γὰρ ἀμφότερα— τῆς κενῆς δόξης ὡς μεγίστου καὶ λαμπροτάτου καὶ βιωφελεστάτου κτήματος ἐπιδράττεται. διὸ πρῶτον μὲν ἀπ’ ὀνειράτων, ἃ νυκτὶ φίλα, τῷ βασιλεῖ τῆς σωματικῆς χώρας γνωρίζεται, οὐκ ἀπὸ πραγμάτων τηλαυγῶν ἐναργείας, ἃ πρὸς ἐπίδειξιν ἡμέρας δεῖται."],["43","εἶτ’ ἐπίτροπος ἢ κηδεμὼν Αἰγύπτου πάσης ἀνακηρύττεται, ταῖς τιμαῖς τοῦ βασιλέως οἰσόμενος δευτερεῖα, ἅπερ ἥττης καὶ ἀτιμίας ἀφανέστερα καὶ καταγελαστότερα παρὰ φρονήσει γράφεται δικαζούσῃ."],["44","εἶτα „κλοιὸν χρυσοῦν “(Gen. 41, 41. 42), ἀγχόνην ἐπιφανῆ, κύκλον καὶ τροχὸν ἀνάγκης ἀτελευτήτου, περιτίθεται— οὐκ ἀκολουθίαν καὶ τὸ ἑξῆς ἐν βίῳ καὶ τὸν εἱρμὸν τῶν τῆς φύσεως πραγμάτων, ὡς ἡ Θάμαρ· οὐ γὰρ κλοιός, ἀλλὰ ὁρμίσκος αὐτῆς ὁ κόσμος (Gen. 38, 18)— καὶ δακτύλιον μέντοι βασιλικόν (Gen. 41, 42), δῶρον ἄδωρον, πίστιν ἄπιστον, ἐναντιούμενον τῷ δοθέντι πάλιν τῇ Θάμαρ ὑπὸ τοῦ βασιλέως τοῦ ὁρῶντος, Ἰσραήλ, Ἰούδα."],["45","δίδωσι γὰρ οὗτος τῇ ψυχῇ σφραγῖδα (Gen. 38, 18), πάγκαλον δῶρον, διδάσκων ὅτι ὁ θεὸς ἀσχημάτιστον οὖσαν τὴν τῶν πάντων οὐσίαν ἐσχημάτισε καὶ ἀτύπωτον ἐτύπωσε καὶ ἄποιον ἐμόρφωσε καὶ τελειώσας τὸν ὅλον ἐσφράγισε κόσμον εἰκόνι καὶ ἰδέᾳ, τῷ ἑαυτοῦ λόγῳ."],["46","ἀλλ’ ἐκεῖνός γε καὶ ἐπὶ τὸ δευτερεῖον ἄνεισιν ἅρμα (Gen. 41, 43) [ἢ] ὑποτυφούμενος ὑπ’ αἰώρας φρενῶν καὶ κενοῦ φυσήματος καὶ σιταρχεῖ (ibid. 48), τῷ σώματι θησαυροφυλακῶν καὶ πανταχόθεν αὐτῷ πορίζων τὰς τροφάς· ἐπιτειχισμὸς δὲ κατὰ τῆς ψυχῆς βαρὺς οὗτός ἐστι."],["47","τῇ δὲ προαιρέσει καὶ ζηλώσει τοῦ βίου μαρτυρεῖ καὶ τοὔνομα οὐχ ἥκιστα· πρόσθεσις γὰρ Ἰωσὴφ ἑρμηνεύεται. κενὴ δὲ δόξα προστίθησιν ἀεὶ γνησίῳ μὲν τὸ νόθον, οἰκείῳ δὲ τὸ ἀλλότριον, ἀληθεῖ δὲ τὸ ψεῦδος, αὐτάρκει δὲ τὸ πλεονάζον, ζωῇ δὲ θρύψιν, βίῳ δὲ τῦφον."],["48","Τί δ’ ἐστὶν ὃ βούλομαι δηλοῦν, σκόπει. σιτίοις καὶ ποτοῖς τρεφόμεθα, κἂν ᾖ εὐτελεστάτη μᾶζα καὶ ὕδωρ ναματιαῖον. τί οὖν ἡ κενὴ δόξα προσεπέθηκεν ἀμήτων καὶ μελιπήκτων πεμμάτων γένη μυρία καὶ οἴνων ἀμυθήτων πολυέργους καὶ παμποικίλους κράσεις πρὸς ἀπόλαυσιν ἡδονῆς μᾶλλον ἢ πρὸς μετουσίαν τροφῆς παρηρτυμένας;"],["49","πάλιν ἡδύσματα πρὸς ἐδωδὴν ἀναγκαῖα γήτεια καὶ λάχανα καὶ πολλὰ τῶν ἀκροδρύων καὶ ἔτι τυρὸς καὶ εἴ τι ἄλλο ὁμοιότροπον· εἰ δὲ θέλεις, ἐπὶ σαρκοβόρων ἀνθρώπων ἰχθῦς ἔτι καὶ κρέας πρὸς τούτοις γράφομεν."],["50","ἆρ’ οὖν οὐκ αὔταρκες ἦν ἀπανθρακίσαντας καὶ αὐτοσχεδίως ὀπτήσαντας πυρὶ τρόπον ἡρωικῶν ὄντως ἀνδρῶν προσφέρεσθαι; ἀλλ’ οὐκ ἐπὶ ταῦτα ὁ γαστρίμαργος μόνον ὁρμᾷ, σύμμαχον δὲ τὴν κενὴν δόξαν λαβὼν καὶ τὸ ἐν αὐτῷ λίχνον πάθος ἐγείρας ὀψαρτύτας καὶ τραπεζοποιοὺς εὐδοκίμους τὴν τέχνην ἀναζητεῖ καὶ περιβλέπεται."],["51","οἱ δὲ τὰ κατὰ τῆς ταλαίνης γαστρὸς ἐκ πολλῶν χρόνων ἀνευρημένα δελέατα ἀνακινήσαντες καὶ χυλῶν ἰδιότητας σκευάσαντές τε καὶ διαθέντες ἐν κόσμῳ προσσαίνουσι καὶ τιθασεύουσι γλῶτταν· εἶτ’ εὐθὺς ἀγκιστρεύονται τῶν αἰσθήσεων τὴν ἐπιβάθραν, γεῦσιν, δι’ ἧς ἀντ’ ἐλευθέρου δοῦλος ὁ δειπνοθήρας οὐκ εἰς μακρὰν ἀνεφάνη."],["52","τίς γε μὴν οὐκ οἶδεν, ὅτι ἀμπεχόνη πρὸς τὰς ἀπὸ κρυμοῦ| καὶ θάλπους ἐγγινομένας βλάβας τῷ σώματι κατεσκευάσθη τὸ πρῶτον;"],["53","ἀλεξάνεμος μέν, ὡς οἱ ποιηταί πού φασι, χειμῶνι***. τίς οὖν τὰς πολυτελεῖς ἁλουργίδας, τίς τὰ διαφανῆ καὶ λεπτὰ θέριστρα, τίς τὰς ἀραχνοϋφεῖς ἀμπεχόνας, τίς τὰ ἐπηνθισμένα ἢ βαφαῖς ἢ πλοκαῖς διὰ τῶν βάπτειν ἢ ὑφαίνειν ποικίλα ἐπισταμένων καὶ τὴν ἐν ζῳγραφίᾳ μίμησιν παρευημερούντων δαιδαλεύεται; τίς; οὐχ ἡ κενὴ δόξα;"],["54","ἀλλὰ μὴν καὶ οἰκίας διὰ τὰς αὐτὰς ἐδέησεν ἡμῖν αἰτίας, καὶ ὅπως μὴ πρὸς θηρίων ἢ θηριωδεστάτων τὰς φύσεις ἀνθρώπων ἐπιτρεχόντων βλαπτώμεθα. τί οὖν τὰ μὲν ἐδάφη καὶ τοὺς τοίχους πολυτελέσι λίθοις διακοσμοῦμεν; τί δὲ Ἀσίαν καὶ Λιβύην καὶ πᾶσαν Εὐρώπην καὶ τὰς νήσους ἐπερχόμεθα, κίονας ἀριστίνδην ἐπιλελεγμένους καὶ ἐπιστυλίδας ἐρευνῶντες;"],["55","τί δὲ περὶ Δωρίους καὶ Ἰωνικὰς καὶ Κορινθιακὰς γλυφὰς καὶ ὅσα οἱ ἐντρυφῶντες τοῖς καθεστῶσι νόμοις προσεξεῦρον σπουδάζομέν τε καὶ φιλοτιμούμεθα, κιονόκρανα κοσμοῦντες; τί δὲ χρυσορόφους ἀνδρῶνας καὶ γυναικωνίτιδας κατασκευάζομεν;"],["56","ἆρ’ οὐ διὰ τὴν κενὴν δόξαν; καὶ μὴν πρός γε ὕπνον μαλακὸν μὲν ἔδαφος αὔταρκες ἦν— ἐπεὶ καὶ μέχρι νῦν τοὺς Γυμνοσοφιστὰς παρ’ Ἰνδοῖς χαμευνεῖν ἐκ παλαιῶν ἐθῶν κατέχει λόγος—, εἰ δὲ μή, στιβὰς γοῦν ἐκ λίθων λογάδων ἢ ξύλων εὐτελῶν πεποιημένη κλίνη."],["57","ἀλλὰ γὰρ ἐλεφαντόποδες τὰ ἐνήλατα καὶ κλιντῆρες ὀστράκοις πολυτελέσι καὶ ποικίλαις χελώναις ἐνδεδεμέναις μετὰ πολλῶν πόνων καὶ δαπανημάτων ἐν πολλῷ χρόνῳ κατασκευάζονται, τινὲς δὲ ὁλοάργυροι καὶ ὁλόχρυσοι καὶ λιθοκόλλητοι στρωμναί, ἀνθηροποικίλοις καὶ χρυσοπάστοις ὡς πρὸς ἐπίδειξιν καὶ πομπήν, οὐ τὴν καθ’ ἡμέραν χρῆσιν, διακεκοσμημέναι, ὧν δημιουργὸς ἡ κενὴ δόξα."],["58","τί δὲ τοῦ ἀπὸ τῆς ἐλαίας ἐκθλιβομένου καρποῦ πλέον ἔδει ζητεῖν πρὸς ἀλείμματα; καὶ γὰρ λεαίνει καὶ κάματον σώματος λύει καὶ εὐσαρκίαν ἐμποιεῖ, κἂν εἴ τι κεχαλασμένον εἴη, σφίγγει πυκνότητι καὶ οὐδενὸς ἧττον ἑτέρου ῥώμην καὶ εὐτονίαν ἐντίθησιν."],["59","ἀλλὰ γὰρ ἐπετειχίσθη τοῖς ὠφελοῦσι τὰ ἡδέα τῆς κενῆς δόξης ἀλείμματα, εἰς ἃ καὶ μυρεψοὶ πονοῦσι καὶ χῶραι μεγάλαι συντελοῦσι, Συρία, Βαβυλών,"],["60","Ἰνδοί, Σκύθαι, παρ’ οἷς αἱ τῶν ἀρωμάτων γενέσεις εἰσί. πρός γε μὴν τὸ πίνειν τίνος ἔδει μᾶλλον ἢ τοῦ φύσεως ἐκπώματος ἀκρότησι τέχνης εἰργασμένου; τὸ δὲ ἔκπωμα αἱ ἡμέτεραι χεῖρές εἰσιν, ἃς εἰς ταὐτό τις συναγαγὼν καὶ κοιλάνας, εὖ μάλα τῷ στόματι προσθείς, ἐπιχέοντος ἑτέρου τὸ ποτὸν οὐ μόνον ἄκος τῆς δίψης, ἀλλὰ καὶ ἄλεκτον ἡδονὴν κτᾶται."],["61","εἰ δὲ ἔδει πάντως ἑτέρου, τὸ γεωργικὸν κισσύβιον οὐχ ἱκανὸν ἦν, ἀλλὰ ἄλλων ἐπιφανῶν τέχνας ἀναζητεῖν ἔδει; τί δὲ ἀργυρῶν καὶ χρυσῶν κυλίκων ἄφθονον πλῆθος κατασκευάζεσθαι, εἰ μὴ διὰ τὸν φρυαττόμενον μεγάλα τῦφον καὶ τὴν ἐπ’ αἰώρας φορουμένην κενὴν δόξαν;"],["62","ὅταν καὶ στεφανοῦσθαί τινες ἀξιῶσι μὴ δάφνης μηδὲ κιττοῦ, μὴ ἴων ἢ κρίνων ἢ ῥόδου ἢ θαλλοῦ συνόλως ἤ τινος ἄνθους εὐώδει στεφάνῳ παρελθόντες τὰ θεοῦ δῶρα, ἃ διὰ τῶν ἐτησίων ὡρῶν ἀναδίδωσι, χρυσοῦς δ’ ὑπὲρ κεφαλῆς, βαρύτατον ἄχθος, αἰωρῶσιν ἐν ἀγορᾷ μέσῃ καὶ πληθούσῃ χωρὶς αἰδοῦς, ἄλλο τι νομιστέον ἢ ὅτι κενῆς δόξης εἰσὶ δοῦλοι, φάσκοντες οὐκ ἐλεύθεροι μόνον ἀλλὰ καὶ πολλῶν ἄλλων ἡγεμόνες εἶναι;"],["63","ἐπιλείψει με ἡ ἡμέρα τὰς διαφθορὰς τοῦ ἀνθρωπείου βίου διεξιόντα. καίτοι τί δεῖ μακρηγορεῖν; τίς γὰρ αὐτῶν ἀνήκοός ἐστι, τίς δὲ οὐ θεατής; τίς μὲν οὖν οὐ τρίβων καὶ ἐθάς; ὥστε παγκάλως προσθήκην τὸν ἀτυφίας μὲν ἐχθρόν, τύφου δ’ ἑταῖρον ὠνόμασεν ὁ ἱερὸς λόγος."],["64","καθάπερ γὰρ τοῖς δένδρεσιν ἐπιφύονται βλάσται περισσαί, μεγάλαι τῶν γνησίων λῶβαι, ἃς καθαίρουσι καὶ ἀποτέμνουσι προνοίᾳ τῶν ἀναγκαίων οἱ γεωργοῦντες, οὕτω τῷ ἀληθεῖ καὶ ἀτύφῳ βίῳ παρανέβλαστεν ὁ κατεψευσμένος καὶ τετυφωμένος, οὗ μέχρι ταύτης τῆς ἡμέρας οὐδεὶς εὕρηται γεωργὸς ὃς τὴν βλαβερὰν ἐπίφυσιν αὐταῖς ῥίζαις ἀπέκοψε."],["65","τοιγαροῦν εἰδότες οἱ φρονήσεως ἀσκηταὶ τὸ κατάπλαστον τοῦτ’ αἰσθήσει πρῶτον, εἶτα διανοίᾳ μεταδιώκοντα ἄντικρυς ἐκβοῶσι· „θηρίον πονηρὸν ἥρπασε καὶ κατέφαγεν Ἰωσήφ “(Gen. 37, 33)."],["66","ἀλλ’ οὐ θηρίον ἐξηγριωμένον ὢν ὁ πολυπλοκώτατος τῶν πεφυρμένων ἀνθρώπων τυφοπλαστηθεὶς βίος, οὗ πλεονεξία καὶ πανουργία σοφαὶ δημιουργοί, τοὺς προσιόντας ἅπαντας εὐωχεῖται; τοιγάρτοι καὶ ἔτι ζῶσιν αὐτοῖς ὡς νεκροῖς προτεθήσεται πένθος, ἀξίαν ὀλοφύρσεως καὶ θρήνων καρπουμένοις ζωήν· ἐπεὶ καὶ Ἰακὼβ τὸν Ἰωσὴφ ἔτι ζῶντα πενθεῖ."],["67","ἀλλ’ οὐ Μωυσῆς ἐάσει τοὺς περὶ Ναδὰβ ἱεροὺς λόγους πενθεῖσθαι (Lev. 10, 6)· οὐ γὰρ ὑπ’ ἀγρίου πονηροῦ θηρὸς ἁρπασθέντες, ἀλλ’ ὑπὸ ῥιπῆς ἀσβέστου καὶ ἀθανάτου φέγγους ἀνελήφθησαν, ὅτι τὴν ἔνθερμον καὶ διάπυρον καὶ σαρκῶν ἀναλωτικὴν καὶ ὀξυκίνητον πρὸς τὴν εὐσέβειαν σπουδήν, ἣ γενέσεως μέν ἐστιν ἀλλοτρία, θεοῦ δὲ οἰκεία, τὸν μελλητὴν ὄκνον ἐκποδὼν ἀνελόντες, εὐαγῶς καθιέρωσαν, οὐ δι’ ἀναβαθμῶν ἐπὶ τὸν βωμὸν ἐλθόντες— ἀπείρηται γὰρ νόμῳ—, ἀλλὰ δεξιῷ πνεύματι ἐπουρίσαντες καὶ ἄχρι τῶν οὐρανοῦ περιόδων παραπεμφθέντες, θυσίας ὁλοκαύτου καὶ ὁλοκάρπου"],["68","τρόπον εἰς αἰθερίους αὐγὰς ἀναλυθέντες. ἀποκοπτέον οὖν, ὦ ψυχὴ πειθαρχοῦσα τῷ διδάσκοντι, τὴν σεαυτῆς χεῖρα καὶ δύναμιν, ἐπειδὰν ἄρξηται τῶν γεννητικῶν ἢ γενέσεως ἢ ἀνθρωπείων σπουδασμάτων ἐπιλαμβάνεσθαι."],["69","πολλάκις γὰρ ὑφ’*** προσαψαμένην τῶν διδύμων χεῖρα ἀποκόπτειν (Deut. 25, 11. 12), πρῶτον μὲν ὅτι ἐδεξιώσατο ἣν ἐχθαίρειν ἐχρῆν ἡδονήν, δεύτερον δὲ ὅτι παρ’ ἡμᾶς τὸ σπείρειν ἐνόμισεν, εἶθ’ ὅτι τῷ γενομένῳ τὴν τοῦ ποιοῦντος ἀνέθηκε δύναμιν."],["70","οὐχ ὁρᾷς, ὅτι ὁ γήινος ὄγκος, Ἀδάμ, ὅταν ἅψηται τοῦ διδύμου ξύλου (Gen. 2, 9), θνῄσκει, δυάδα τιμήσας πρὸ μονάδος καὶ τὸ γενόμενον πρὸ τοῦ πεποιηκότος ἐκθαυμάσας; ἀλλὰ σύ γε τοῦ μὲν καπνοῦ καὶ κύματος ἐκτὸς βαῖνε καὶ τὰς καταγελάστους τοῦ θνητοῦ βίου σπουδὰς ὡς τὴν φοβερὰν ἐκείνην χάρυβδιν ἀποδίδρασκε καὶ μηδὲ ἄκρῳ, τὸ τοῦ λόγου δὴ τοῦτο, δακτύλῳ ψαύσῃς."],["71","ἐπειδὰν δὲ ταῖς ἱεραῖς ἐπαποδύσῃ λειτουργίαις, ὅλην τὴν χεῖρα καὶ δύναμιν εὐρύνασα εὖ μάλα τῶν παιδείας καὶ σοφίας θεωρημάτων ἐπίδραξαι. καὶ γὰρ πρόσταξίς ἐστι τοιαύτη· „ἐὰν ψυχὴ προσφέρῃ δῶρον ἢ θυσίαν, σεμίδαλις ἔσται τὸ δῶρον, “εἶτ’ ἐπιφέρει· „καὶ δραξάμενος πλήρη τὴν δράκα ἀπὸ τῆς σεμιδάλεως σὺν τῷ ἐλαίῳ καὶ παντὶ τῷ λιβάνῳ ἐπιθήσει τὸ μνημόσυνον ἐπὶ τὸ θυσιαστήριον “(Lev. 2, 1. 2)."],["72","ἆρ’ οὐ παγκάλως ψυχὴν εἶπεν ἀσώματον τὴν μέλλουσαν ἱερουργεῖν, ἀλλ’ οὐ τὸν δίδυμον ἐκ θνητοῦ καὶ ἀθανάτου συνεστῶτα ὄγκον; τὸ γὰρ εὐχόμενον, τὸ εὐχάριστον, τὸ θυσίας ἀμώμους ἀληθῶς ἀνάγον ἓν μόνον ἦν ἄρα, ἡ ψυχή."],["73","τίς οὖν ἡ ψυχῆς ἀσωμάτου θυσία; τίς ἢ σεμίδαλις, ἐκκεκαθαρμένης ταῖς παιδείας ὑποθήκαις γνώμης σύμβολον, τροφὴν ἄνοσον καὶ ζωὴν ἀνυπαίτιον ποιεῖν ἱκανῆς;"],["74","ἀφ’ ἧς δραξάμενον τὸν ἱερέα ὅλῃ τῇ δρακί, τὸ δ’ ἐστὶ πάσαις ταῖς διανοίας λαβαῖς, πλήρη τὴν ὅλην ψυχὴν εἱλικρινεστάτων καὶ καθαρωτάτων δογμάτων γενομένην αὐτὴν ὡς ἱερεῖον τὸ κάλλιστον ἀνάγειν προστέτακται, πίονα καὶ λιπῶσαν, θείῳ φωτὶ χαίρουσαν καὶ ταῖς ἀπὸ δικαιοσύνης καὶ τῶν ἄλλων ἀρετῶν ἀναδιδομέναις καταπνεομένην αὔραις, ὡς εὐωδέστατον καὶ προσηνέστατον ἀεὶ καρποῦσθαι βίον· τὸ γὰρ ἔλαιον καὶ ὁ λιβανωτός, ὧν ἐπιδράττεται σὺν τοῖς λευκοπύροις ὁ ἱερεύς, ταῦτα αἰνίττεται."],["75","διὰ τοῦτο καὶ Μωυσῆς ἐξαίρετον ἑορτὴν ἀνέθηκε τῷ δράγματι, πλὴν οὐ παντί, ἀλλὰ τῷ ἀπὸ τῆς ἱερᾶς γῆς. „ὅταν “γάρ φησιν „εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ θερίζητε τὸν θερισμὸν αὐτῆς, οἴσετε δράγματα ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν πρὸς τὸν ἱερέα “(Lev. 23, 10), τὸ δέ ἐστιν·"],["76","ὅταν εἰσέλθῃς, ὦ διάνοια, εἰς τὴν ἀρετῆς χώραν, ἣν ἐμπρεπὲς μόνῳ δωρεῖσθαι θεῷ, τὴν εὔβοτον, τὴν εὔγειον, τὴν καρποφόρον, εἶτα οἰκεῖα [εἴ γε] σπείρας’ ἀγαθὰ θερίζῃς αὐξηθέντα ὑπὸ τοῦ τελεσφόρου, μὴ πρότερον οἴκαδε συγκομίσῃς, τουτέστι μὴ ἀναθῇς μηδ’ ἐπιγράψῃς σεαυτῇ τὴν τῶν περιγινομένων αἰτίαν, ἢ ἀπάρξασθαι τῷ πλουτάρχῳ καὶ τὰ πλουτιστήρια ἔργα ἐπιτηδεύειν ἀναπείθοντι."],["77","καὶ λέγεται „τὴν ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν “αὐτῶν, ἀλλ’ οὐχὶ τῆς γῆς, προσφέρειν, ἵνα ἀμῶμεν καὶ θερίζωμεν ἑαυτοῖς, πάνθ’ ὅσα καλὰ καὶ τρόφιμα καὶ σπουδαῖα βλαστήματα καθιεροῦντες."],["78","Ἀλλ’ ὅ γε τῶν ἐνυπνίων μύστης ὁμοῦ καὶ μυσταγωγὸς θαρρεῖ λέγειν, ὅτι ἀνέστη τὸ αὐτοῦ δράγμα καὶ ὠρθώθη (Gen. 37, 7). τῷ γὰρ ὄντι καθάπερ οἱ γαῦροι τῶν ἵππων τὸν αὐχένα μετέωρον ἐξάραντες, ὅσοι θιασῶται τῆς κενῆς δόξης εἰσίν, ἐπάνω πάντων ἑαυτοὺς ἱδρύουσι, πόλεων, νόμων, ἐθῶν πατρίων, τῶν παρ’ ἑκάστοις πραγμάτων·"],["79","εἶτα ἀπὸ δημαγωγίας ἐπὶ δημαρχίαν βαδίζοντες καὶ τὰ μὲν τῶν πλησίον καταβάλλοντες, τὰ δὲ οἰκεῖα διανιστάντες καὶ παγίως ὀρθοῦντες, ὅσα ἐλεύθερα καὶ ἀδούλωτα φύσει φρονήματα, καὶ ταῦθ’ ὑπάγεσθαι μηχανῶνται."],["80","διὸ προστίθησι· „περιστραφέντα δὲ τὰ δράγματα ὑμῶν προσεκύνησαν τὸ ἐμὸν δράγμα “(ibid.). τέθηπε γὰρ ὁ μὲν αἰδοῦς ἐραστὴς τὸν σκληραύχενα, ὁ δὲ εὐλαβὴς τὸν αὐθάδη, ὁ δὲ ἰσότητα τιμῶν τὸν ἑαυτῷ τε καὶ ἄλλοις ἄνισον, καὶ μήποτ’ εἰκότως·"],["81","ἅτε γὰρ θεωρὸς ὢν οὐ μόνον τοῦ ἀνθρωπείου βίου ἀλλὰ καὶ τῶν ἐν κόσμῳ συμπάντων ὁ ἀστεῖος οἶδεν ὅσον εἴωθε πνεῖν ἀνάγκη, τύχη, καιρός, βία, δυναστεία, καὶ ὅσας ὑποθέσεις καὶ ἡλίκας εὐπραγίας ἀπνευστὶ δραμούσας ἄχρις οὐρανοῦ κατέσεισαν καὶ κατέρραξαν."],["82","ὥστε ἀναγκαίως εὐλάβειαν ἐπασπιδήσεται, τοῦ μηδὲν ἐξ ἐπιδρομῆς δεινὸν παθεῖν συγγενὲς φυλακτήριον· ὃ γάρ, οἶμαι, πρὸς πόλιν τεῖχος, τοῦτ’ εὐλάβεια πρὸς ἕκαστον."],["83","ἆρ’ οὖν οὐ παραπαίουσι καὶ μεμήνασιν ὅσοι παρρησίαν ἄκαιρον σπουδάζουσιν ἐπιδείκνυσθαι, βασιλεῦσι καὶ τυράννοις ἔστιν ὅτε λέγειν τε καὶ ποιεῖν ἐναντία τολμῶντες, οὐκ αἰσθανόμενοι, ὅτι οὐ τοὺς αὐχένας μόνον ὥσπερ τὰ θρέμματα ὑπεζεύχθησαν, ἀλλ’ ὅλα τὰ σώματα καὶ τὰς ψυχὰς γύναιά τε καὶ τέκνα καὶ γονεῖς καὶ τὴν ἄλλων ἑταίρων καὶ συγγενῶν πολυάνθρωπον οἰκειότητα καὶ κοινωνίαν ἐκδέδενται, καὶ ἔξεστι τῷ ἡνιόχῳ καὶ ἐπόχῳ μετὰ πάσης εὐμαρείας κεντεῖν, ἐλαύνειν, ἐπέχειν, ἀναχαιτίζειν, ἅττ’ ἂν ἐθελήσῃ μικρὰ καὶ μείζω διατιθέναι;"],["84","τοιγαροῦν στιζόμενοι καὶ μαστιγούμενοι καὶ ἀκρωτηριαζόμενοι καὶ ὅσα πρὸ τοῦ θανάτου χαλεπὰ πάντα ὠμῶς καὶ ἀνηλεῶς ἀθρόα ὑπομένοντες, ἀπαχθέντες"],["85","ἐπὶ πᾶσι θνῄσκουσι. ταῦτ’ ἐστὶ τῆς ἀκαίρου παρρησίας τὰ ἐπίχειρα, οὐ παρρησίας παρά γε εὖ φρονοῦσι κριταῖς, ἀλλ’ εὐηθείας καὶ φρενοβλαβείας καὶ μελαγχολίας ἀνιάτου γέμοντα. τί λέγεις; χειμῶνά τις ὁρῶν ἀκμάζοντα καὶ βαρὺ πνεῦμα ἐναντίον καὶ λαίλαπα καταιγίζουσαν καὶ κυματούμενον πέλαγος, ἐνορμίζεσθαι δέον, ἐξορμίζεται καὶ ἐξανάγεται;"],["86","τίς ἢ κυβερνήτης ἢ ναύκληρος οὕτω ποτὲ ἐμεθύσθη καὶ παρῴνησεν, ὡς ὅσων εἶπον κατασκηψάντων ἐθελῆσαι πλεῖν, ἵνα ὑπέραντλος ἄνωθεν ἐπιχυθείσης τῆς θαλάσσης ἡ ναῦς γενομένη πλωτῆρσιν αὐτοῖς ἐγκαταποθῇ; τῷ γὰρ βουλομένῳ πλεῖν ἀκινδύνως εὔδιον πνεῦμα οὔριόν τε καὶ λεῖον ἀναμένειν ἐξῆν. τί δέ;"],["87","ἄρκτον τις ἢ σῦν ἄγριον ἢ λέοντα μετὰ συρμοῦ θεασάμενος ἐπιόντα, πραῧναι καὶ τιθασεῦσαι δέον, ἐξαγριαίνει καὶ ἀνερεθίζει, ὅπως θοίναν καὶ εὐωχίαν ὠμοβόροις ἀνηλεεστάτοις εὐτρεπίσῃ ἑαυτόν;"],["88","εἰ μὴ καὶ φαλαγγίοις καὶ ἀσπίσι ταῖς Αἰγυπτίαις καὶ τοῖς ἄλλοις ὅσα τὸν φθοροποιὸν ἰὸν ἐπιφέρεται οὐδενὶ λυσιτελὲς ἀνθίστασθαι, θάνατον ἀπαραίτητον τοῖς ἅπαξ δηχθεῖσιν ἐπάγουσιν· ἀγαπητὸν γὰρ κατεπᾴδοντας καὶ χειροήθη ποιοῦντας μηδὲν ἀπ’ αὐτῶν δεινὸν παθεῖν."],["89","εἶτ’ οὔκ εἰσιν ἄνθρωποί τινες συῶν, φαλαγγίων, ἀσπίδων ἀγριώτεροι καὶ ἐπιβουλότεροι; ὧν τὸ ἐπίβουλον καὶ δυσμενὲς ἀμήχανον ἑτέρως ἢ τιθασείαις καὶ μειλίγμασι χρωμένους διεκδῦναι. τοιγάρτοι ὁ σοφὸς Ἀβραὰμ τοὺς υἱοὺς τοῦ Χὲτ— ἑρμηνεύονται δὲ ἐξιστάντες— προσκυνήσει (Gen. 23, 7), τῶν καιρῶν τοῦτο δρᾶν ἀναπειθόντων."],["90","οὐ γὰρ τιμῶν γε τοὺς ἐκ φύσεως καὶ γένους καὶ ἐθῶν ἐχθροὺς λογισμοῦ, οἳ τὸ τῆς ψυχῆς νόμισμα, παιδείαν, ἐξιστάντες καὶ κατακερματίζοντες οἰκτρῶς ἀναλίσκουσιν, ἐπὶ τὸ προσκυνεῖν ἦλθεν, ἀλλὰ τὸ παρὸν κράτος αὐτῶν καὶ τὴν δυσάλωτον ἰσχὺν δεδιὼς καὶ φυλαττόμενος ἐρεθίζειν, μέγα καὶ ἐχυρὸν κτῆμα καὶ ἀγώνισμα ἀρετῆς, σοφῶν ψυχῶν ἄριστον ἐνδιαίτημα, τὸ διπλοῦν σπήλαιον, ὃ μαχόμενον μὲν καὶ πολεμοῦντα οὐκ ἐνῆν, ὑπερχόμενον δὲ καὶ θεραπεύοντα τῷ λόγῳ, κομιεῖται. τί δέ;"],["91","οὐχὶ καὶ ἡμεῖς, ὅταν ἐν ἀγορᾷ διατρίβωμεν, εἰώθαμεν ἐξίστασθαι μὲν τοῖς ἄρχουσιν, ἐξίστασθαι δὲ καὶ τοῖς ὑποζυγίοις; ἀλλ’ ἀπ’ ἐναντίας γνώμης καὶ οὐχὶ τῆς αὐτῆς· τοῖς μὲν γὰρ ἄρχουσιν ἐν τιμῇ, τοῖς δὲ ὑποζυγίοις διὰ φόβον τοῦ μηδὲν ἀπ’ αὐτῶν εἰς ἡμᾶς νεωτερισθῆναι."],["92","καὶ διδόντων μὲν τῶν καιρῶν ἐπιτιθεμένους τὴν τῶν ἐχθρῶν βίαν καλὸν καταλῦσαι, μὴ ἐπιτρεπόντων δὲ ἀσφαλὲς ἡσυχάσαι, βουλομένοις δέ τιν’ ὠφέλειαν εὑρίσκεσθαι παρ’ αὐτῶν ἁρμόττον τιθασεῦσαι."],["93","Διὸ καὶ νῦν ἄξιον ἐπαινεῖν τοὺς μὴ ὑποχωροῦντας τῷ τῆς κενῆς προστάτῃ δόξης, ἀλλὰ ἀνθισταμένους καὶ λέγοντας· „μὴ βασιλεύων βασιλεύσεις ἐφ’ ἡμῖν “(Gen. 37, 8); οὔπω γὰρ ἰσχυκότα ὁρῶσιν αὐτόν, οὐχ ὡς φλόγα ἡμμένον τε καὶ λάμποντα ἐν ἀφθόνῳ ὕλῃ νεμόμενον, ἀλλ’ ἔθ’ ὡς σπινθῆρα ἐντυφόμενον, ὀνειρώττοντα δόξαν, οὐκ ἐναργῶς ἤδη μετιόντα."],["94","χρηστὰς γὰρ ἐλπίδας ὑποβάλλουσιν ἑαυτοῖς, ὡσεὶ καὶ μὴ ἁλῶναι δυνησόμενοι. παρὸ λέγουσι· „μὴ ἐφ’ ἡμῖν βασιλεύσεις “; ἴσον τῷ ζώντων, ὄντων, ἰσχυόντων, ἐμπνεόντων ἡμῶν οἴει δυναστεύσειν; ἀσθενησάντων μὲν γὰρ ἴσως ἐπικρατήσεις, ἐρρωμένων δὲ ἐν ὑπηκόου μοίρᾳ τετάξῃ."],["95","καὶ πέφυκεν οὕτως ἔχειν· ἐπειδὰν μὲν γὰρ ἐν διανοίᾳ ὁ ὀρθὸς ἰσχύῃ λόγος, ἡ κενὴ καταλύεται δόξα, ῥώννυται δὲ ἀσθενήσαντος. ἕως οὖν ἔτι σῴαν ἔχει τὴν ἑαυτῆς δύναμιν ἡ ψυχὴ καὶ μηδὲν αὐτῆς μέρος ἠκρωτηρίασται, θαρρείτω βάλλειν καὶ τοξεύειν τὸν ἐναντιούμενον τῦφον καὶ ἐλευθεροστομείτω φάσκουσα· οὔτε βασιλεύσεις οὔτε κυριεύσεις (ibid.) οὔτε ἡμῶν οὔτε ἐφ’ ἡμῶν ἑτέρων·"],["96","ἀλλά σου τὰς ἐπανατάσεις καὶ τὰς ἀπειλὰς ἐφόδῳ μιᾷ καταδραμούμεθα σὺν τοῖς δορυφόροις καὶ ὑπασπισταῖς, φρονήσεως ἐγγόνοις· ἐφ’ ὧν λέγεται ὅτι „προσέθεντο μισεῖν αὐτὸν ἕνεκα τῶν ἐνυπνίων αὐτοῦ καὶ ἕνεκα τῶν ῥημάτων αὐτοῦ “(ibid.)."],["97","ἀλλ’ οὐ ῥήματα μὲν καὶ ἐνύπνια πάνθ’ ὅσα ὁ τῦφος ἂν εἰδωλοποιῇ, πράγματα δὲ καὶ σαφεῖς ἐνάργειαι τὰ ὅσα ἐπ’ ὀρθὸν βίον καὶ λόγον ἀναφέρεται; καὶ τὰ μὲν μίσους ἅτε κατεψευσμένα, τὰ δὲ φιλίας ἅτε ἀληθείας τῆς ἐπεράστου γέμοντα ἐπάξια."],["98","μηδεὶς οὖν ἔτι κατηγορεῖν ἐπιτολμάτω τῶν τοσούτων τὰς ἀρετὰς ἀνδρῶν ὡς μισανθρώπου καὶ μισαδέλφου δεῖγμα ἤθους ἐκφερόντων, ἀλλὰ μαθών, ὅτι οὐκ ἄνθρωπος ὁ νῦν ἐπικρινόμενός ἐστιν, ἀλλὰ τῶν ἐν ἑκάστου τῇ ψυχῇ τρόπων ὁ δοξομανὴς καὶ φιλότυφος, ἀποδεχέσθω τοὺς ἄσπονδον ἔχθραν καὶ μῖσος ἀκατάλλακτον πρὸς αὐτὸν αἰρομένους καὶ μηδέποτε τὸν στυγηθέντα πρὸς ἐκείνων στερξάτω, γνοὺς ἀκριβῶς,"],["99","ὅτι οἱ τοιοῦτοι δικασταὶ γνώμης οὐκ ἄν ποτε ἐσφάλησαν ὑγιοῦς, ἀλλὰ μαθόντες καὶ παιδευθέντες ἐξ ἀρχῆς τὸν ὄντως βασιλέα, τὸν κύριον, προσκυνεῖν τε καὶ τιμᾶν ἀγανακτοῦσιν, εἴ τις τὴν θεοῦ τιμὴν νοσφίζεται καὶ τοὺς ἱκέτας αὐτοῦ μετακαλεῖ πρὸς τὴν ἰδίαν θεραπείαν."],["100","διὸ θαρροῦντες ἐροῦσιν· „μὴ βασιλεύων βασιλεύσεις ἐφ’ ἡμῖν “; ἢ ἀγνοεῖς, ὅτι οὔκ ἐσμεν αὐτόνομοι, ἀλλ’ ὑπὸ ἀθανάτου βασιλέως, τοῦ μόνου θεοῦ, βασιλευόμεθα; τί δέ; „κυριεύων κυριεύσεις ἡμῶν “(Gen. 37, 8); μὴ γὰρ οὐ δεσποζόμεθα καὶ ἔχομέν τε καὶ ἕξομεν εἰς τὸν ἀεὶ χρόνον τὸν αὐτὸν κύριον; ᾧ δουλεύοντες οὕτω γεγήθαμεν, ὡς οὐδεὶς ἕτερος ἐπ’ ἐλευθερίᾳ· καὶ γάρ ἐστι τὸ δουλεύειν θεῷ πάντων ἄριστον, ὅσα ἐν γενέσει τετίμηται."],["101","εὐξαίμην ἂν οὖν καὶ αὐτὸς δυνηθῆναι τοῖς γνωσθεῖσιν ὑπὸ τούτων ἐμμεῖναι βεβαίως· ὀπτῆρες γὰρ καὶ κατάσκοποι καὶ ἔφοροι πραγμάτων, οὐ σωμάτων, εἰσὶν ἀκριβοδίκαιοι, πάντα νήφοντες τὸν αἰῶνα, ὡς ὑπὸ μηδενὸς ἔτι τῶν εἰωθότων δελεάζειν ἀπατᾶσθαι."],["102","μεθύω δὲ ἄχρι νῦν ἐγὼ καὶ ἀσαφείᾳ πολλῇ κέχρημαι καὶ βάκτρων καὶ τῶν ποδηγετησόντων ὥσπερ οἱ τυφλοὶ δέομαι· σκηριπτομένῳ γὰρ ἐγγένοιτ’ ἂν ἴσως μήτε προσπταίειν μήτε ὀλισθαίνειν."],["103","εἰ δέ τινες ἀνεξετάστους καὶ ἀπερισκέπτους εἰδότες ἑαυτοὺς οὐ σπουδάζουσι τοῖς ἐξητακόσιν ἃ χρὴ πάντα ἀκριβῶς καὶ περιεσκεμμένως ἀκολουθεῖν, ἀγνοοῦντες τὴν ὁδὸν ἐπισταμένοις, ἴστωσαν ὅτι δυσαναπορεύτοις βαράθροις περιπαρέντες οὐδ’ ἐπειγόμενοι προελθεῖν ἔτι δυνήσονται."],["104","ἐγὼ δὲ ἐκείνοις, ὅταν μικρὸν ἀνεθῶ τῆς μέθης, οὕτως εἰμὶ ἔνσπονδος, ὡς τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον εἶναι νομίζειν. καὶ νῦν οὐδὲν ἧττον τὸν ἐνυπνιαστήν, ὅτι γε καὶ ἐκεῖνοι, προβαλοῦμαι καὶ στυγήσω· καὶ οὐδεὶς εὖ φρονῶν ἐπὶ τούτῳ μέμψαιτ’ ἄν με τῷ τὰς πλειόνων γνώμας τε καὶ ψήφους ἀεὶ νικᾶν."],["105","ἐπειδὰν δὲ πρὸς ἀμείνω βίον μεταβάλῃ καὶ μηκέτ’ ἐνυπνιάζηται μηδὲ ταῖς κεναῖς τῶν κενοδόξων φαντασίαις ἰλυσπώμενος κακοπαθῇ μηδὲ νύκτα καὶ σκότος καὶ πραγμάτων ἀδήλων καὶ ἀτεκμάρτων συντυχίας ὀνειροπολῇ,"],["106","περιαναστὰς δὲ ἐκ τοῦ βαθέος ὕπνου διατελῇ μὲν ἐγρηγορώς, ἐνάργειαν δὲ πρὸ ἀσαφείας καὶ πρὸ ψευδοῦς ὑπολήψεως ἀλήθειαν καὶ πρὸ νυκτὸς ἡμέραν καὶ φῶς πρὸ σκότους ἀποδέχηται καὶ τὴν μὲν γυναῖκα τοῦ Αἰγυπτίου, σώματος ἡδονήν, εἰς αὐτὴν εἰσελθεῖν καὶ τῆς ὁμιλίας αὐτῆς ἀπολαῦσαι παρακαλοῦσαν ἀποστρέφηται (Gen. 39, 7) διὰ πόθον ἐγκρατείας καὶ ζῆλον εὐσεβείας ἄλεκτον,"],["107","ὧν δὲ ἔδοξεν ἀλλοτριωθῆναι συγγενικῶν καὶ πατρῴων ἀγαθῶν μεταποιῆται πάλιν τὸ ἐπιβάλλον ἀρετῆς ἑαυτῷ μέρος δικαιῶν ἀνακτᾶσθαι καὶ ταῖς κατὰ μικρὸν ἐπανιὼν βελτιώσεσιν ὡς ἐπὶ κορυφῆς τοῦ ἑαυτοῦ βίου καὶ τέλους ἱδρυθεὶς ἀναφθέγξηται, ὃ παθὼν ἀκριβῶς ἔμαθεν, ὅτι „τοῦ θεοῦ “(Gen. 50, 19) ἐστιν, ἀλλ’ οὐδενὸς ἔτι τῶν εἰς γένεσιν ἡκόντων αἰσθητοῦ τὸ παράπαν,"],["108","οἱ μὲν ἀδελφοὶ καταλλακτηρίους ποιήσονται συμβάσεις, τὸ μῖσος εἰς φιλίαν καὶ τὸ κακόνουν εἰς εὔνοιαν μεταβαλόντες, ἐγὼ δ’ ὁ τούτων ὀπαδὸς— πείθεσθαι γὰρ ὡς δεσπόταις οἰκέτης ἔμαθον— ἐπαινῶν οὐκ ἐπιλείψω τῆς μετανοίας ἐκεῖνον·"],["109","εἴ γε καὶ Μωυσῆς ὁ ἱεροφάντης ἀξιέραστον καὶ ἀξιομνημόνευτον οὖσαν αὐτοῦ τὴν μετάνοιαν ἐκ φθορᾶς ἀνασῴζει διὰ συμβόλου τῶν ὀστέων, ἃ κατορωρύχθαι μέχρι τοῦ παντὸς οὐκ ᾤετο δεῖν ἐᾶν ἐν Αἰγύπτῳ (Exod. 13, 19), παγχάλεπον ἡγούμενος, εἴ τι ἤνθησεν ἡ ψυχὴ καλόν, τοῦτ’ ἐᾶσαι μαρανθῆναι καὶ κατακλυσθὲν ἀφανισθῆναι πλημμύραις, ἃς ὁ τῶν παθῶν Αἰγύπτιος ποταμός, τὸ σῶμα, διὰ πασῶν τῶν αἰσθήσεων ῥέων ἐνδελεχῶς ἐκδίδωσιν."],["110","Ἡ μὲν οὖν ἐπὶ τῶν δραγμάτων φανεῖσα ὄψις ἀπὸ γῆς καὶ διάκρισις εἴρηται· τὴν δὲ ἑτέραν καιρὸς ἤδη σκοπεῖν, καὶ ὡς ὀνειροκριτικῇ"],["111","τέχνῃ διαστέλλεται. „εἶδεν “οὖν φησιν „ἐνύπνιον ἕτερον καὶ διηγήσατο τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ εἶπεν· ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με. καὶ ἐπετίμησεν αὐτῷ ὁ πατὴρ καὶ εἶπε· τί τὸ ἐνύπνιον ὃ ἐνυπνιάσθης; ἆρά γε ἐλθόντες ἐλευσόμεθα ἐγὼ καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν; ἐζήλωσαν δὲ αὐτὸν οἱ ἀδελφοί, ὁ δὲ πατὴρ διετήρησε τὸ ῥῆμα “(Gen. 37, 9— 11)."],["112","φασὶ τοίνυν οἱ μετεωρολογικοί, τὸν ζῳδιακὸν κύκλον μέγιστον ὄντα τῶν κατ’ οὐρανὸν δυοκαίδεκα ζῳδίοις, ἀφ’ ὧν καὶ τὴν ἐπωνυμίαν ἔσχε, κατηστερίσθαι, ἥλιον δὲ καὶ σελήνην ἀεὶ περὶ αὐτὸν εἱλουμένους ἕκαστον διεξέρχεσθαι τῶν ζῳδίων, οὐκ ἰσοταχεῖς, ἀλλ’ ἐν ἀριθμοῖς καὶ χρόνοις ἀνίσοις, τὸν μὲν ἐν ἡμέραις τριάκοντα, τὴν δὲ δωδεκατημορίῳ τούτων μάλιστα, ὅπερ ἡμερῶν δυεῖν καὶ ἡμίσους ἐστίν."],["113","ἔδοξεν οὖν ὁ τὴν θεόπεμπτον φαντασίαν ἰδὼν ὑπ’ ἀστέρων ἕνδεκα προσκυνεῖσθαι, δωδέκατον συντάττων ἑαυτὸν εἰς τὴν τοῦ ζῳδιακοῦ συμπλήρωσιν κύκλου."],["114","μέμνημαι δὲ καὶ πρότερόν τινος ἀκούσας ἀνδρὸς οὐκ ἀμελῶς οὐδὲ ῥᾳθύμως τῷ μαθήματι προσενεχθέντος, ὅτι οὐκ ἄνθρωποι μόνοι δοξομανοῦσιν, ἀλλὰ καὶ οἱ ἀστέρες καὶ περὶ πρωτείων ἁμιλλώμενοι δικαιοῦσιν οἱ μείζους| ἀεὶ πρὸς τῶν ἐλαττόνων δορυφορεῖσθαι."],["115","ταῦτα μὲν οὖν, ὅπως ἂν ἀληθείας ἢ εἰκαιολογίας ἔχῃ, παρετέον τοῖς μετεωροθήραις σκοπεῖν. λέγομεν δὲ ἡμεῖς, [ὡς] ὅτι ὁ σπουδῆς ἀκρίτου καὶ φιλονεικίας ἀλόγου καὶ κενῆς δόξης ἐραστής, ἀεὶ φυσώμενος ὑπ’ ἀνοίας, οὐ μόνον ἀνθρώπους ὑπερκύπτειν ἀλλὰ καὶ τὴν τῶν ὄντων φύσιν ἀξιοῖ."],["116","καὶ νομίζει μὲν ἑαυτοῦ χάριν τὰ πάντα γεγενῆσθαι, ἀναγκαῖον δ’ εἶναι δασμὸν ἕκαστον ὡς βασιλεῖ φέρειν αὑτῷ, γῆν, ὕδωρ, ἀέρα, οὐρανόν· καὶ τοσαύτῃ τῆς εὐηθείας ὑπερβολῇ χρῆται, ὥστε οὐκ ἰσχύει λογίσασθαι, ὃ κἂν παῖς ἄφρων ἐννοηθείη, ὅτι τεχνίτης οὐδεὶς ἕνεκα μέρους ποτὲ ὅλον, ἀλλ’ ἕνεκα τοῦ ὅλου μέρος δημιουργεῖ· μέρος δὲ τοῦ παντὸς ἄνθρωπος, ὥστε γεγονὼς εἰς τὸ συμπλήρωμα τοῦ κόσμου δικαίως ἂν αὐτὸς ἐκείνῳ συντελοίη."],["117","φλυαρίας δὲ ἄρα τοσαύτης γέμουσί τινες, ὥστε ἀγανακτοῦσιν, εἰ μὴ ὁ κόσμος τοῖς βουλήμασιν αὐτῶν ἕποιτο. διὰ τοῦτο Ξέρξης μὲν ὁ Περσῶν βασιλεύς, βουλόμενος τοὺς ἐχθροὺς καταπλῆξαι, μεγαλουργίας ἐπίδειξιν ἐποιεῖτο, καινουργῶν τὴν φύσιν·"],["118","γῆν μὲν γὰρ μετεστοιχείου καὶ θάλατταν, ἀντιδιδοὺς πελάγει μὲν ἤπειρον, ἠπείρῳ δὲ πέλαγος, τὸν μὲν Ἑλλήσποντον ζευγνὺς γεφύραις, ὄρος δὲ τὸν Ἄθω ῥηγνὺς εἰς βαθεῖς κόλπους, οἳ πληρούμενοι θαλάττης ὁ νέος καὶ χειρόκμητος εὐθὺς πόντος ἦσαν, τὸ παλαιὸν τῆς φύσεως ἐξαλλοιωθείς·"],["119","τὰ δὲ περίγεια, ὡς ἐδόκει, θαυματουργήσας ἀνέβαινε ταῖς τετολμημέναις ἐπινοίαις συνανάγων ἀσέβειαν ἑαυτῷ καὶ εἰς οὐρανὸν ὁ δύστηνος, ὡς τὰ ἀκίνητα κινήσων καὶ τὸν θεῖον στρατὸν καθαιρήσων, καί, τὸ λεγόμενον, ἀφ’ ἱερᾶς ἤρχετο·"],["120","τὸν γὰρ ἄριστον τῶν ἐκεῖ, τὸν ἡγεμόνα ἡμέρας ἥλιον, ἐτόξευεν, ὥσπερ οὐκ αὐτὸς ἀφανεῖ βέλει φρενοβλαβείας τιτρωσκόμενος οὐ μόνον διὰ τὸ ἀδυνάτων ἀλλὰ καὶ διὰ τὸ ἀνοσιωτάτων ἔργων ἐρᾶν, ὧν καὶ θάτερον μεγάλη τῷ ἐγχειροῦντι δύσκλεια ἦν."],["121","Γερμανῶν δὲ πολυανθρωποτάτην μοῖραν— ἀμπωτίζει δὲ παρ’ αὐτοῖς ἡ θάλαττα— λόγος ἔχει κατὰ τὰς ἐκεῖ παλιρροίας ἐπιδρομὰς ὠθουμένους μετὰ σπουδῆς, ἐπανατεινομένους γυμνὰ τὰ ξίφη, θέοντας ὡς στῖφος πολεμίων τὸ κυματούμενον πέλαγος ὑπαντιάζειν·"],["122","οὓς ἄξιον μισεῖν μέν, ὅτι ἐναντία ὅπλα δι’ ἀθεότητα κατὰ τῶν ἀδουλώτων τῆς φύσεως αἱρεῖσθαι τολμῶσι μερῶν, χλευάζειν δέ, ὅτι ἀδυνάτοις ἐγχειροῦσιν ὡς δυνατοῖς, νομίζοντες ὡς ζῷον καὶ ὕδωρ κεντεῖσθαι, τιτρώσκεσθαι, κτείνεσθαι δύνασθαι, καὶ πάλιν ἀλγεῖν, δεδιέναι, φόβῳ τῶν ἐπιόντων ἀποδιδράσκειν καὶ ὅσα ψυχῆς πάθη κατά τε ἡδονὰς καὶ ἀλγηδόνας"],["123","ἀναδέχεσθαι. χθὲς δ’ οὐ πρῴην ἄνδρα τινὰ οἶδα τῶν ἡγεμονικῶν, ὅς, ἐπειδὴ τὴν προστασίαν καὶ ἐπιμέλειαν εἶχεν Αἰγύπτου, τὰ πάτρια κινεῖν ἡμῶν διενοήθη καὶ διαφερόντως τὸν ἁγιώτατον καὶ φρικωδέστατον περὶ τῆς ἑβδόμης ὑπάρχοντα νόμον καταλύειν καὶ ὑπηρετεῖν ἠνάγκαζεν αὐτῷ καὶ τὰ ἄλλα ποιεῖν παρὰ τὸ καθεστὼς ἔθος, νομίζων ἀρχὴν ἔσεσθαι καὶ τῆς περὶ τὰ ἄλλα ἐκδιαιτήσεως καὶ τῆς τῶν ὅλων παραβάσεως, εἰ τὸ ἐπὶ τῇ ἑβδόμῃ πάτριον ἀνελεῖν δυνηθείη."],["124","καὶ μήθ’ οὓς ἐβιάζετο ὁρῶν εἴκοντας τοῖς ἐπιτάγμασι μήτε τὴν ἄλλην πληθὺν ἠρεμοῦσαν, ἀλλὰ βαρέως καὶ τραχέως φέρουσαν τὸ πρᾶγμα καὶ ὡς ἐπ’ ἀνδραποδισμῷ καὶ πορθήσει καὶ κατασκαφῇ πατρίδος πενθοῦντάς τε καὶ κατηφοῦντας, ἠξίου λόγῳ διδάσκειν παρανομεῖν, φάσκων·"],["125","εἰ πολεμίων ἔφοδος αἰφνίδιον γένοιτο ἢ κατακλυσμοῦ φορὰ τοῦ ποταμοῦ ταῖς πλημμύραις παραρρήξαντος τὸ χῶμα ἢ ῥιπὴ πυρὸς ἢ κεραυνία φλὸξ ἢ λιμὸς ἢ λοιμὸς ἢ σεισμὸς ἢ ὅσα ἄλλα κακὰ χειροποίητα καὶ θεήλατα, μεθ’ ἡσυχίας πάσης οἴκοι διατρίψετε;"],["126","ἢ μετὰ τοῦ συνήθους σχήματος προελεύσεσθε, τὴν μὲν δεξιὰν εἴσω χεῖρα συναγαγόντες, τὴν δὲ ἑτέραν ὑπὸ τῆς ἀμπεχόνης παρὰ ταῖς λαγόσι πήξαντες, ἵνα μηδ’ ἄκοντές τι τῶν εἰς τὸ σωθῆναι παράσχησθε;"],["127","καὶ καθεδεῖσθε ἐν τοῖς συναγωγίοις ὑμῶν, τὸν εἰωθότα θίασον ἀγείροντες καὶ ἀσφαλῶς τὰς ἱερὰς βίβλους ἀναγινώσκοντες κἂν εἴ τι μὴ τρανὲς εἴη διαπτύσσοντες καὶ τῇ πατρίῳ φιλοσοφίᾳ διὰ μακρηγορίας ἐνευκαιροῦντές τε καὶ ἐνσχολάζοντες;"],["128","ἀλλὰ γὰρ ἀποσεισάμενοι πάντα ταῦτα πρὸς τὴν ἑαυτῶν καὶ γονέων καὶ τέκνων καὶ τῶν ἄλλων οἰκειοτάτων καὶ φιλτάτων σωμάτων, εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, καὶ κτημάτων καὶ χρημάτων, ὡς μηδὲ ταῦτα ἀφανισθείη, βοήθειαν ἀποδύσεσθε."],["129","καὶ μὴν οὗτος αὐτὸς ἐγὼ τὰ λεχθέντα, ἔφη, πάντα εἰμί, τυφώς, πόλεμος, κατακλυσμός, κεραυνός, λιμηρὰ καὶ λοιμώδης νόσος, ὁ τινάττων καὶ κυκῶν τὰ παγίως ἑστῶτα σεισμός, εἱμαρμένης ἀνάγκης οὐκ ὄνομα, ἀλλ’ ἐμφανὴς ἐγγὺς ἑστῶσα δύναμις."],["130","τί οὖν τὸν ταῦτα λέγοντα ἢ διανοούμενον αὐτὸ μόνον εἶναι φῶμεν; ἆρ’ οὐκ ἐκτόπιον; ὑπερωκεάνιον μὲν οὖν ἢ μετακόσμιόν τι καινὸν κακόν, εἴ γε τῷ πάντα μακαρίῳ ὁ πάντα βαρυδαίμων ἑαυτὸν ἐξομοιοῦν ἐτόλμησεν."],["131","ὑπερθεῖτ’ ἂν οὗτος ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας βλασφημεῖν, ὁπότε τι τῶν ἐλπισθέντων κατὰ τὰς ἐτησίους ὥρας ἢ μὴ συνόλως ἢ μὴ ῥᾳδίως ἀποβαίνοι, φλογμὸν μὲν θέρους, κρυμὸν δὲ [καὶ] χειμῶνος βαρὺν κατασκήπτοντος, ἔαρος δὲ καὶ μετοπώρου, τοῦ μὲν πρὸς εὐκαρπίαν ἐστειρωμένου, τοῦ δὲ πρὸς νοσημάτων γενέσεις εὐτοκίᾳ χρωμένου;"],["132","πάντα μὲν οὖν ἀνασείων κάλων ἀχαλίνου στόματος καὶ κακηγόρου γλώττης, ὥσπερ τὸν εἰωθότα δασμὸν οὐκ ἐνεγκόντας τοὺς ἀστέρας αἰτιάσεται, τιμᾶσθαι μονονοὺ καὶ προσκυνεῖσθαι δικαιῶν ὑπὸ τῶν οὐρανίων τἀπίγεια καὶ περιττότερον ἑαυτόν, ὅσῳ καὶ τῶν ἄλλων ἄνθρωπος ὢν διενηνοχέναι ζῴων"],["133","δοκεῖ. τοιοῦτοι μὲν οἱ κορυφαῖοι τῆς κενῆς ἡμῖν δόξης γράφονται, τοὺς δὲ χορευτὰς ἐν μέρει κατ’ αὐτοὺς ἴδωμεν. οὗτοι μὲν ἐπιβουλεύουσιν ἀεὶ τοῖς ἀσκηταῖς ἀρετῆς· οὓς ὅταν ἴδωσι σπουδάζοντας τὸν αὐτῶν βίον ἀληθείᾳ ἀδόλῳ φαιδρύνειν καὶ ὡς πρὸς σεληνιακὸν ἢ τὸ ἀφ’ ἡλίου καθαρὸν φέγγος αὐγάζειν, ἀπατῶντες ἢ βιαζόμενοι κωλύουσιν, εἰς τὸν ἀσεβῶν ἀνήλιον χῶρον εἰσελαύνοντες, ὃν ἐπέχουσι νὺξ βαθεῖα καὶ σκότος ἀτελεύτητον καὶ εἰδώλων καὶ φασμάτων καὶ ὀνειράτων ἔθνη μυρία, κἀκεῖ καταδύσαντες προσκυνεῖν ὡς δεσπότας ἀναγκάζουσι."],["134","τὸν μὲν γὰρ φρονήσεως ἀσκητὴν ὑπολαμβάνομεν ἥλιον, ἐπειδήπερ ὁ μὲν τοῖς σώμασιν, ὁ δὲ τοῖς κατὰ ψυχὴν πράγμασιν ἐμπαρέχει φῶς, τὴν δὲ παιδείαν, ᾗ κέχρηται, σελήνην— ἐν νυκτὶ γὰρ ἡ ἑκατέρας εἱλικρινεστάτη καὶ ὠφελιμωτάτη χρῆσίς ἐστιν—, ἀδελφοὺς δὲ τοὺς παιδείας καὶ ἀσκητικῆς ψυχῆς ὡς ἂν ἐγγόνους ἀστείους λόγους, οὓς πάντας ὀρθὴν ἀτραπὸν εὐθύνοντας τοῦ βίου παλαίσμασι πολυτρόποις καὶ πολυμηχάνοις αὐχενίζοντες ἐκτραχηλίζειν καὶ καταρράττειν ὑποσκελίζοντες οἱ μηδὲν ὑγιὲς μήτε λέγειν μήτε φρονεῖν ἐγνωκότες ἀξιοῦσι."],["135","διὸ καὶ ἐπιτιμᾷ τῷ τοιούτῳ τιθασῶς ὁ πατήρ, οὐκ Ἰακώβ, ἀλλ’ ὁ καὶ τούτου πρεσβύτερος ὀρθὸς λόγος φάσκων· „τί τὸ ἐνύπνιον τοῦτο ἐνυπνιάσθης “(Gen. 37, 10);"],["136","ἀλλ’ οὐκ ἐνύπνιον εἶδες; ἢ ὑπέλαβες, ὅτι τὰ φύσει ἐλεύθερα ἀνθρωπείων ἀνάγκῃ δοῦλα ἔσται καὶ ὑπήκοα τὰ ἄρχοντα καί, τὸ ἔτι παραδοξότερον, οὐκ ἄλλων ὑπήκοα ἀλλὰ τῶν ἀρχομένων, οὐδ’ ἑτέρων δοῦλα ἀλλὰ τῶν δουλευόντων; εἰ μὴ ἄρα κράτει θεοῦ τοῦ μόνου πάντα δυνατοῦ, ᾧ καὶ τὰ ἀκίνητα κινεῖν καὶ τὰ φορούμενα θέμις ἱδρύσασθαι, μεταβολὴ τῶν καθεστώτων γένοιτο πρὸς τἀναντία."],["137","ἐπεὶ τίνα ἕξει λόγον τὸ ὀργίζεσθαι καὶ ἐπιτιμᾶν τῷ τὴν καθ’ ὕπνον φαντασίαν ἰδόντι; μὴ γὰρ ἑκὼν εἶδον αὐτήν; ἐρεῖ, τί μοι τὰ τῶν ἐκ προνοίας ἠδικηκότων ἐπάγεις ἐγκλήματα; τὸ προσπεσὸν ἔξωθεν καὶ πλῆξάν μου τὴν διάνοιαν αἰφνίδιον ἄκοντος διηγησάμην."],["138","ἀλλὰ γὰρ οὐκ ἔστι περὶ ὀνείρατος ὁ παρὼν λόγος, ἀλλὰ περὶ πραγμάτων ἐοικότων ἐνυπνίοις· ἃ τοῖς μὴ λίαν κεκαθαρμένοις μεγάλα καὶ λαμπρὰ καὶ περιμάχητα εἶναι δοκεῖ, μικρὰ ὄντα καὶ ἀμυδρὰ καὶ χλεύης ἐπάξια παρ’ ἀδεκάστοις ἀληθείας βραβευταῖς."],["139","Ἆρ’ οὖν, φησίν, ἐλεύσομαι μὲν ὁ ὀρθὸς λόγος, ἐγώ, ἀφίξεται δὲ καὶ ἡ τοῦ φιλομαθοῦς θιάσου [ψυχὴ] μήτηρ ὁμοῦ καὶ τροφός, ἀρετῶσα παιδεία, συντενοῦσι δὲ καὶ οἱ ἀμφοτέρων ἡμῶν ἔγγονοι καὶ στάντες ἀντικρὺς οὕτω κατὰ στοῖχον ἐν κόσμῳ τὰς χεῖρας ἐξάραντες προσευξώμεθα τῦφον πρότερον ἀφέντες;"],["140","εἶτα καταβαλόντες ἑαυτοὺς εἰς τὸ ἔδαφος ποτνιᾶσθαι καὶ προσκυνεῖν ἐπιχειρήσωμεν; ἀλλὰ μὴ ἐπιλάμψαι ποτὲ τούτοις γινομένοις ἥλιος, ἐπεὶ βαθὺ μὲν σκότος κακοῖς, τηλαυγὲς δὲ φῶς ἀγαθοῖς ἐφαρμόζει. τί δ’ ἂν γένοιτο μεῖζον κακὸν ἢ τὸν πλαστὸν καὶ φένακα τῦφον ἀντὶ τῆς ἀπλάστου καὶ ἀψευδοῦς ἀτυφίας ἐπαινεῖσθαί τε καὶ θαυμάζεσθαι;"],["141","παγκάλως δὲ προσδιέσταλται τὸ \" διετήρησεν ὁ πατὴρ τὸ ῥῆμα “(Gen. 37, 11)· ψυχῆς γὰρ οὐ νεωτέρας οὐδὲ ἀγόνου καὶ ἐστειρωμένης, ἀλλὰ τῷ ὄντι πρεσβυτέρας καὶ γεννᾶν ἐπισταμένης ἔργον ἐστὶ συζῆν εὐλαβείᾳ καὶ μηδενὸς καταφρονεῖν τὸ παράπαν, ἀλλὰ τὸ ἄδραστον καὶ ἀνίκητον τοῦ θεοῦ κράτος κατεπτηχέναι καὶ περιαθρεῖν ἐν κύκλῳ, τί ἄρα ἀποβήσεται τὸ τέλος αὐτῇ."],["142","διὰ τοῦτο καὶ τὴν Μωυσέως ἀδελφὴν— ἐλπὶς δὲ παρ’ ἡμῖν τοῖς ἀλληγορικοῖς ὀνομάζεται— φασὶν ἀποσκοπεῖν μακρόθεν (Exod. 2, 4) οἱ χρησμοί, πρὸς τὸ τοῦ βίου δήπου τέλος ἐμβλέπουσαν, ἵνα αἴσιον ἀπαντήσῃ, τοῦ τελεσφόρου καταπέμψαντος αὐτὸ ἄνωθεν ἀπ’ οὐρανοῦ."],["143","πολλοὶ γὰρ πολλάκις ἄπλωτα πελάγη διαβαλόντες καὶ μακρὸν πλοῦν οὐρίοις πνεύμασιν ἀκίνδυνοι παραπεμφθέντες ἐν αὐτοῖς λιμέσιν ἐξαίφνης ἐναυάγησαν, μέλλοντες ἤδη προσορμίζεσθαι."],["144","μυρίοι δὲ καὶ βαρεῖς καὶ πολυετεῖς πολέμους ἀνὰ κράτος ἑλόντες καὶ ἄτρωτοι διατελέσαντες, ὡς μηδ’ ἐπιφάνειαν ἄκραν νυχθῆναι, ἀλλ’ ὥσπερ ἐκ πανηγύρεως κοινοδήμου καὶ δημοτελοῦς ἑορτῆς τελεῖν*** ὁλοκλήροις καὶ παντελέσι, μεθ’ ἱλαρᾶς ἐπιστρέψαντες εὐθυμίας ἐν ταῖς ἰδίαις ὑφ’ ὧν ἥκιστ’ ἐχρῆν ἐπεβουλεύθησαν οἰκίαις, τὸ λεγόμενον τοῦτο, „βόες ἐπὶ φάτνῃ “σφαγέντες."],["145","ὥσπερ δὴ ταῦτα ἀπροσδόκητοι καὶ ἀτέκμαρτοι συντυχίαι κατασκήπτειν φιλοῦσιν, οὕτω καὶ τὰς περὶ ψυχὴν δυνάμεις ἀντωθοῦσι πρὸς τἀναντία καὶ ἀντιμετακλίνουσιν, ἢν οἷαί τε ὦσι, καὶ ἀνατρέψαι βιάζονται. τίς γὰρ εἰς τὸν ἀγῶνα τοῦ βίου παρελθὼν ἄπτωτος ἔμεινε;"],["146","τίς δ’ οὐχ ὑπεσκελίσθη; εὐδαίμων δ’ ὁ μὴ πολλάκις. τίνι δ’ οὐκ ἐφήδρευεν ἡ τύχη, διαπνέουσα καὶ συλλεγομένη ῥώμην, ἵνα συμπλακεῖσα εὐθὺς ἐξαρπάσῃ, πρὶν φθάσαι τὸν ἀντίπαλον κονίσασθαι;"],["147","οὐκ ἤδη τινὰς ἴσμεν ἐκ παίδων εἰς γῆρας ἀφιγμένους, οἳ μηδεμιᾶς ἐπῄσθοντο ταραχῆς εἴτε δι’ εὐμοιρίαν φύσεως εἴτε διὰ τὴν τῶν τρεφόντων καὶ παιδευόντων ἐπιμέλειαν εἴτε καὶ ἀμφότερα, βαθείας δ’ εἰρήνης ἀναπλησθέντας τῆς ἐν ἑαυτοῖς, ἣ πρὸς ἀλήθειάν ἐστιν εἰρήνη, τῆς κατὰ τὰς πόλεις ἀρχέτυπον, καὶ διὰ τοῦτ’ εὐδαίμονας νομισθέντας, ὅτι τὸν ὑπὸ τῶν παθῶν ἀναρριπιζόμενον ἐμφύλιον πόλεμον, ἀργαλεώτατον ὄντα πολέμων, οὐδ’ ὄναρ ἐπῄσθοντο, εἶτ’ ἐν αὐταῖς τοῦ βίου ταῖς δυσμαῖς ἐξοκείλαντάς τε καὶ ναυαγήσαντας ἢ περὶ γλῶτταν ἄθυρον ἢ περὶ γαστέρα ἄπληστον ἢ περὶ τὴν τῶν ὑπογαστρίων ἀκράτορα λεγνείαν;"],["148","οἱ μὲν γὰρ τὸν μειρακιώδη τῶν ἀσώτων, ἄτιμον, ἀποκήρυκτον, αἰσχρὸν βίον ἐζήλωσαν „ἐπὶ γήραος οὐδῷ “, οἱ δὲ τὸν πανοῦργον καὶ συκοφάντην καὶ ῥᾳδιουργόν, ἀπαρχόμενοι φιλοπραγμοσύνης, ὅτε εἰκὸς ἦν ἤδη καὶ παλαιὰν οὖσαν καταλῦσαι."],["149","διὸ χρὴ τὸν θεὸν ποτνιᾶσθαι καὶ λιπαρῶς ἱκετεύειν, ὅπως τὸ ἐπίκηρον ἡμῶν γένος μὴ παρέλθῃ, κελεύσῃ δὲ διαιωνίζειν αὐτοῦ τὸν σωτήριον ἔλεον· χαλεπὸν γὰρ εἰρήνης ἀκράτου γευσαμένους κωλυθῆναι κορεσθῆναι."],["150","ἀλλὰ φέρε, δίψης κουφότερόν ἐστι κακὸν ὁ λιμὸς οὗτος, ἔρωτα καὶ πόθον ἔχων παρηγοροῦντας. ὅταν δὲ ἀφ’ ἑτέρας πηγῆς, ἧς θολερὸν καὶ νοσερὸν τὸ νᾶμα, διὰ τὸν τοῦ πιεῖν ἵμερον ἐμφορεῖσθαι δέῃ, τότε ἀνάγκη γλυκυπίκρου πληρουμένους ἡδονῆς ἐν ἀβιώτῳ βίῳ διαζῆν, τοῖς βλαβεροῖς ὡς ὠφελίμοις ἐπιτρέχοντας ἀγνοίᾳ τοῦ συμφέροντος."],["151","ἡ δὲ τῶν κακῶν ἀνιαροτάτη φορὰ γίνεται τούτων, ἐπειδὰν αἱ ἄλογοι δυνάμεις τῆς ψυχῆς ἐπιθέμεναι ταῖς τοῦ λογισμοῦ κρατήσωσιν."],["152","ἕως μὲν γὰρ ἢ βουκόλια βουκόλοις ἢ ποιμέσι ποίμνια ἢ αἰπόλοις αἰπόλια πειθαρχεῖ, τὰ περὶ τὰς ἀγέλας κατορθοῦται· ἐπειδὰν δὲ ἀσθενέστεροι τῶν θρεμμάτων οἱ ἐπιστατοῦντες ἀγελάρχαι γίνωνται, πλημμελεῖται τὰ πάντα καὶ συμβαίνει ἀταξία μὲν ἐκ τάξεως, ἀκοσμία δ’ ἐξ εὐκοσμίας, ταραχὴ δ’ ἐξ εὐσταθείας καὶ σύγχυσις ἐκ διακρίσεως, ἅτε μηδεμιᾶς ἔτι νομίμου καθεστώσης ἐπιστασίας· εἰ γὰρ ἦν, ἤδη καθῄρητο."],["153","τί οὖν; οὐκ οἰόμεθα καὶ ἐν ἡμῖν αὐτοῖς θρεμμάτων μὲν ἀγέλην εἶναι, παρόσον ἀποτέτμηται ψυχῆς τὸ ἄλογον στῖφος, ἀγελάρχην δὲ τὸν ἡγεμόνα νοῦν; ἀλλ’ ἕως μὲν ἔρρωταί τε καὶ ἱκανὸς ἀγελαρχεῖν ἐστιν, ἐνδίκως ἅπαντα καὶ συμφερόντως ἐπιτελεῖται."],["154","ὅταν δὲ ἀσθένειά τις ἐπιγένηται τῷ βασιλεῖ, συγκάμνειν ἀνάγκη καὶ τὸ ὑπήκοον· καὶ ὅτε μάλιστα ἠλευθερῶσθαι δοκεῖ, τότε μάλιστα γίνεται ἑτοιμότατον ἆθλον κείμενον τοῖς βουλομένοις αὐτὸ μόνον κονίσασθαι. πέφυκε γὰρ ἀναρχία μὲν ἐπίβουλον, ἀρχὴ δ’ εἶναι σωτήριον, καὶ μάλισθ’ ᾗ νόμος καὶ δίκη τετίμηται· αὕτη δ’ ἐστὶν ἡ σὺν λόγῳ."],["155","Τὰ μὲν δὴ τῆς κενῆς δόξης ὀνείρατα ὧδε ἠκριβώσθω· τὰ δὲ τῆς γαστριμαργίας εἴδη πόσις τε καὶ βρῶσις, ἀλλὰ τῇ μὲν οὐ ποικίλων, τῇ δὲ μυρίων ὅσων ἡδυσμάτων καὶ παραρτυμάτων χρεία. ταῦτα μέντοι δυσὶ φροντισταῖς ἐπανατίθεται, τὰ μὲν τῆς περιέργου πόσεως ἀρχιοινοχόῳ, τὰ δὲ τῆς ἀναγκαιοτέρας ἐδωδῆς ἀρχισιτοποιῷ. σφόδρα δ’ ἐξητασμένως μιᾷ νυκτὶ φαντασιούμενοι τοὺς ὀνείρους εἰσάγονται·"],["156","πρὸς γὰρ τὴν αὐτὴν χρείαν σπεύδουσιν ἀμφότεροι, τροφὴν οὐχ ἁπλῆν, ἀλλὰ τὴν μεθ’ ἡδονῆς καὶ τέρψεως εὐτρεπιζόμενοι. καὶ ἑκάτερος μὲν περὶ τροφῆς ἥμισυ πονεῖται, ἀμφότεροι δὲ περὶ πᾶσαν."],["157","ἔστι δὲ καὶ θάτερον μέρος ὁλκὸν θατέρου· καὶ γὰρ οἱ φαγόντες εὐθὺς ὀρέγονται ποτοῦ καὶ αὐτίκα ἐδωδῆς οἱ πιόντες· ὥστε οὐχ ἥκιστα καὶ διὰ τοῦτο χρόνον τὸν αὐτὸν τῆς φαντασίας ἀμφοτέροις ἀναγεγράφθαι."],["158","ὁ μὲν οὖν ἀρχιοινοχόος οἰνοφλυγίαν, ὁ δὲ ἀρχισιτοποιὸς λαιμαργίαν ἔλαχε. φαντασιοῦται δὲ ἑκάτερος τὰ οἰκεῖα, ὁ μὲν οἶνον καὶ τὸ γεννητικὸν οἴνου φυτόν, ἄμπελον, ὁ δ’ ἐπὶ κανῶν διακειμένους ἐκκεκαθαρμένους ἄρτους καὶ κανηφοροῦντα ἑαυτόν (Gen. 40, 16. 17)."],["159","ἁρμόττον δὲ ἂν εἴη πρότερον τὸ πρότερον ἐξετάζειν ὄναρ, ἔστι δὲ τοιόνδε· „ἐν τῷ ὕπνῳ μου ἦν ἄμπελος ἐναντίον μου· ἐν δὲ τῇ ἀμπέλῳ τρεῖς πυθμένες καὶ αὐτὴ θάλλουσα ἀνενηνοχυῖα βλαστούς· πέπειροι βότρυες σταφυλῆς. καὶ τὸ ποτήριον Φαραὼ ἐν τῇ χειρί μου· καὶ ἔλαβον τὴν σταφυλὴν καὶ ἐξέθλιψα αὐτὴν εἰς τὸ ποτήριον, καὶ ἔδωκα τὸ ποτήριον εἰς τὰς χεῖρας Φαραώ “(Gen. 40, 9— 11)."],["160","θαυμασίως γε προανεφθέγξατο καὶ ἀψευδῶς ἔχει τὸ „ἐν τῷ ὕπνῳ μου. “τῷ γὰρ ὄντι ὁ μὴ τὴν δι’ οἴνου μέθην μᾶλλον ἢ τὴν δι’ ἀφροσύνης ἐπιτηδεύων, ὀρθότητι καὶ ἐγρηγόρσει δυσχεραίνων, ὥσπερ οἱ κοιμώμενοι καταβέβληται καὶ παρεῖται καὶ καταμέμυκε τὰ τῆς ψυχῆς ὄμματα, οὐδὲν οὔθ’ ὁρᾶν οὔτ’ ἀκούειν τῶν θέας καὶ ἀκοῆς ἀξίων οἷός τε ὤν·"],["161","ἡττημένος δὲ τυφλὴν καὶ ἀχειραγώγητον, οὐχ ὁδόν, ἀλλ’ ἀνοδίαν τοῦ βίου διεξέρχεται, βάτοις καὶ τριβόλοις περιπειρόμενος, ἔστι δ’ ὅτε καὶ κατὰ κρημνῶν κυλιόμενος καὶ ἄλλοις ἐπιφερόμενος, ὡς ἐκείνους τε καὶ ἑαυτὸν οἰκτρῶς διαφθείρειν."],["162","ὁ δὲ βαθὺς καὶ διωλύγιος ὕπνος, ᾧ πᾶς κατέχεται φαῦλος, τὰς μὲν ἀληθεῖς καταλήψεις ἀφαιρεῖται, ψευδῶν δὲ εἰδώλων καὶ ἀβεβαίων φαντασμάτων ἀναπίμπλησι τὴν διάνοιαν, τὰ ὑπαίτια ὡς ἑπαινετὰ ἀναπείθων ἀποδέχεσθαι. καὶ γὰρ νυνὶ λύπην ὡς χαρὰν ὀνειροπολεῖ καὶ οὐκ αἰσθάνεται, ὅτι τὸ ἀφροσύνης καὶ τοῦ παραπαίειν*** φυτόν, ἄμπελον, ὁρᾷ."],["163","„ἦν “γάρ φησιν „ἄμπελος ἐναντίον μου “(Gen. 40, 9), τὸ ποθούμενον τῷ ποθοῦντι, κακία κακῷ· ἣν καθ’ ἑαυτῶν λελήθαμεν οἱ ἀνόητοι γεωργοῦντες, ἧς τὸν καρπὸν ἐσθίομέν τε καὶ πίνομεν εἰς ἑκάτερον τροφῆς κατατάττοντες εἶδος, ἧς ὡς ἔοικεν οὐκ ἐφ’ ἡμισείᾳ τῇ βλάβῃ ἀλλ’ ἀρτίῳ καὶ ὁλοκλήρῳ καὶ παντελεῖ μεταποιούμεθα."],["164","Προσήκει δὲ μὴ ἀγνοεῖν, ὅτι τὸ ἀμπέλιον μέθυσμα τοὺς χρησομένους ἅπαντας οὐχ ὁμοίως, ἀλλὰ πολλάκις ἐναντίως διατίθησιν, ὡς τοὺς μὲν ἀμείνους, τοὺς δὲ χείρους ἑαυτῶν ἐξετάζεσθαι."],["165","τῶν μὲν γὰρ τὸ σύννουν καὶ σκυθρωπὸν ἐπανῆκε καὶ τὰς φροντίδας ἐχάλασεν ὀργάς τε καὶ λύπας ἐπράυνε τά τε ἤθη πρὸς τὸ ἐπιεικὲς ἐπαιδαγώγησε καὶ τὰς ψυχὰς ἑαυταῖς ἵλεως ἐποίησε· τῶν δὲ ἔμπαλιν τοὺς θυμοὺς ἐπήλειψε καὶ τὰς ὀδύνας ἐπέσφιγξε καὶ τοὺς ἔρωτας ἐκίνησε καὶ τὰς ἀγροικίας ἀνήγειρεν, ἄκλειστον στόμα καὶ γλῶτταν ἀχαλίνωτον καὶ αἰσθήσεις ἀθύρους καὶ λελυττηκότα πάθη κἀξηγριωμένον καὶ ἐπτοημένον πρὸς πάντα νοῦν ἀποτελοῦν·"],["166","ὡς δοκεῖν τὴν μὲν τῶν προτέρων κατάστασιν ἢ τῇ κατὰ τὸν ἀέρα νηνέμῳ αἰθρίᾳ ἢ τῇ κατὰ θάλατταν ἀκύμονι γαλήνῃ ἢ τῇ κατὰ τὰς πόλεις εἰρηνικωτάτῃ εὐσταθείᾳ ἐοικέναι, τὴν δὲ τῶν ὑστέρων ἢ βιαίῳ καὶ συντόνῳ πνεύματι ἢ χειμαίνοντι καὶ κυματουμένῳ πελάγει ἢ στάσει, ἀσπόνδου καὶ ἀκηρύκτου πολέμου δυσωνυμωτέρᾳ ταραχῇ."],["167","δυεῖν γοῦν συμποσίων τὸ μὲν πέπλησται γέλωτος, παιδιᾶς, ἐπαγγελλομένων, ἀγαθὰ ἐλπιζόντων, χαριζομένων, εὐθυμίας, εὐφημίας, ἱλαρότητος, εὐφροσύνης, ἀδείας·"],["168","τὸ δὲ συννοίας, κατηφείας, προσκρουσμάτων, λοιδοριῶν, τραυμάτων, βριμουμένων, ὑποβλεπομένων, ὑλακτούντων, ἀγχόντων, καταπαγκρατιαζόντων, ἀκρωτηριαζόντων ὦτα καὶ ῥῖνας καὶ ἅπερ ἂν τύχῃ τοῦ σώματος μέρη καὶ μέλη, τὴν [τοῦ] παντὸς τοῦ βίου μέθην καὶ παροινίαν ἐν ἀνιέρῳ ἀγῶνι μετὰ αἰσχρουργίας τῆς πάσης ἐπιδεικνυμένων."],["169","ἀκόλουθον οὖν ἂν εἴη λογίζεσθαι, ὅτι καὶ ἄμπελος δυεῖν σύμβολον πραγμάτων ἐστίν, ἀνοίας τε καὶ εὐφροσύνης. ἑκάτερον δέ, καίτοι μηνυόμενον ἐκ πολλῶν, ἵνα μὴ μακρηγορῶμεν, δι’ ὀλίγων ἐπιδείξομεν."],["170","ἡνίκα ἡμᾶς διὰ τῆς τῶν παθῶν καὶ ἀδικημάτων ἐρήμης ὁδοῦ, φιλοσοφίας, ἀγαγὼν καὶ ὥσπερ ἔμπορος ἀναβιβάσας τὸν ὀρθὸν λόγον ἔστησεν ἐπὶ σκοπῆς καὶ ἐκέλευε περιαθρεῖν τὴν ἅπασαν ἀρετῆς χώραν, εἴτε εὔγειος καὶ βαθεῖα καὶ χλοηφόρος καὶ καρποτόκος ἐστὶ καὶ ἀγαθὴ μὲν καὶ τὰ σπειρόμενα μαθήματα συναυξῆσαι, ἀγαθὴ δὲ τὰ φυτευόμενα καὶ δενδρούμενα δόγματα στελεχῶσαι, εἴτε καὶ τοὐναντίον, καὶ περὶ τῶν ὡσανεὶ πόλεων πράξεων, εἰ εὐερκέσταται καὶ ὀχυρώταται ἢ γυμναὶ καὶ ἀπημφιασμέναι οἷα κύκλων τὸ βέβαιον, καὶ περὶ οἰκητόρων, εἰ πρός τε πλῆθος καὶ πρὸς ἀλκὴν ἐπιδεδώκασιν ἢ δι’ ἀσθένειαν ὀλιγανδροῦσιν ἢ δι’ ὀλιγανδρίαν ἀσθενοῦσιν,"],["171","τότε οὐ δυνηθέντες ὅλον τὸ σοφίας στέλεχος βαστάσαι κληματίδα μίαν καὶ βότρυν σταφυλῆς τεμόντες ἤραμεν χαρᾶς σαφέστατον δεῖγμα, κουφότατον ἄχθος, βλάστημα καὶ καρπὸν ὁμοῦ καλοκἀγαθίας ἐπιδειξόμενοι τοῖς διάνοιαν ὀξυδορκοῦσι τὴν εὐκληματοῦσαν καὶ βοτρυηφόρον ἄμπελον (cf."],["172","νυμ. 13). ταύτην, ἧς μοῖράν τινα λαβεῖν ἐδυνήθημεν, εὐσκόπως ἐξομοιοῦσιν εὐφροσύνῃ. μαρτυρεῖ δέ μοί τις τῶν πάλαι προφητῶν, ὃς ἐπιθειάσας εἶπεν· „ἀμπελὼν κυρίου παντοκράτορος οἶκος τοῦ Ἰσραήλ “(Ies. 5, 7)."],["173","ὁ μὲν Ἰσραήλ ἐστι νοῦς θεωρητικὸς θεοῦ τε καὶ κόσμου— καὶ γὰρ ἑρμηνεύεται θεὸν ὁρῶν—, οἶκος δὲ διανοίας ὅλη ψυχή. αὕτη δ’ ἐστὶν ἀμπελὼν ἱερώτατος, τὸ θεῖον βλάστημα καρποφορῶν, ἀρετήν."],["174","οὕτω μέντοι τὸ φρονεῖν εὖ, τὸ εὐφροσύνης ἔτυμον, μέγα καὶ λαμπρόν, ὥστε φησὶ Μωυσῆς καὶ θεὸν αὐτῷ μὴ ἀπαξιῶσαι χρῆσθαι, καὶ τότε μάλιστα, ὁπότε τὸ ἀνθρώπων γένος ἐκτρέποιτο μὲν ἁμαρτήματα, ἐπικλίνοι δὲ καὶ ἐπιστρέφοι πρὸς δικαιοσύνην, ἑκουσίῳ γνώμῃ φύσεως νόμοις καὶ θεσμοῖς ἑπόμενον. „ἐπιστρέψει “"],["175","γάρ φησι „κύριος ὁ θεός σου εὐφρανθῆναι ἐπὶ σὲ εἰς ἀγαθά, καθότι ηὐφράνθη ἐπὶ τοῖς πατράσι σου, ἐὰν εἰσακούσῃς τῆς φωνῆς αὐτοῦ, φυλάσσειν πάσας τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰς κρίσεις τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου “(Deut. 30, 9. 10)."],["176","τίς ἂν δύναιτο μᾶλλον ἀρετῆς ἵμερον ἢ καλοκἀγαθίας ζῆλον ἐμφῦσαι; βούλει, φησίν, ὦ διάνοια, εὐφραίνεσθαι θεόν; εὐφράνθητι αὐτὴ καὶ ἀνάλωμα μὲν μὴ εἰσενέγκῃς μηδέν— τίνος γὰρ τῶν σῶν χρεῖός ἐστιν;—, ἀλλ’ ἔμπαλιν ὅσα σοι δίδωσιν ἀγαθὰ χαίρουσα δέξαι."],["177","διδοὺς γάρ, ὅταν ἄξιοι χάριτος ὦσιν οἱ λαμβάνοντες, εὐφραίνεται· εἰ μὴ νομίζεις, ὅτι οἱ μὲν ὑπαιτίως ζῶντες παραπικραίνειν καὶ παροργίζειν ἐνδίκως λέγοιντ’ ἂν θεόν, οἱ δ’ ἐπαινετῶς οὐχὶ εὐφραίνειν."],["178","ἀλλὰ πατέρας μὲν καὶ μητέρας, τοὺς θνητοὺς γονεῖς, οὐδὲν οὕτως ὡς τέκνων εὐφραίνουσιν ἀρεταί, μυρίων ὅσων ἐνδεεῖς ὄντας· τὸν δὲ τῶν ὅλων γεννητὴν καὶ μηδενὸς ἐνδεᾶ τὸ παράπαν οὐχ ἡ καλοκἀγαθία τῶν λεγομένων;"],["179","μαθοῦσα οὖν, ὦ διάνοια, ἡλίκον κακὸν μέν ἐστιν ὀργὴ θεοῦ, ἡλίκον δὲ ἀγαθὸν εὐφροσύνη θεοῦ, μηδὲν μὲν τῶν ὀργῆς ἀξίων ἐπ’ ὀλέθρῳ κίνει τῷ σεαυτῆς, μόνα δὲ δι’ ὧν εὐφρανεῖς θεὸν ἐπιτήδευε."],["180","ταῦτα δὲ εὑρήσεις οὐ μακρὰς καὶ ἀτριβεῖς διεξιὼν ὁδοὺς ἢ ἄπλωτα πελάγη περαιούμενος ἢ ἐπὶ τοὺς γῆς καὶ θαλάττης ἀπνευστὶ συντείνων ὅρους· οὐ γὰρ πορρωτάτω διῴκισται καὶ τῆς οἰκουμένης ἔξω πεφυγάδευται, ἀλλ’, ᾗ φησι Μωυσῆς (Deut. 30, 12— 14), ἐγγὺς οὑτωσὶ τἀγαθὸν παρίδρυταί σοι καὶ συμπέφυκε, τρισὶ τοῖς ἀναγκαιοτάτοις μέρεσιν ἡρμοσμένον, καρδίᾳ, στόματι, χερσί, τὸ δ’ ἐστὶ διανοίᾳ, λόγῳ, πράξεσιν, ἐπειδὴ τὰ καλὰ καὶ φρονεῖν καὶ λέγειν καὶ ποιεῖν ἀναγκαῖον, συμπληρούμενον ἔκ τε εὐβουλίας καὶ εὐπραξίας καὶ εὐλογίας."],["181","Λέγωμεν οὖν τῷ θάτερον εἶδος γαστριμαργίας, πολυποσίαν, ἐπιτηδεύοντι ἀρχιοινοχόῳ· τί κακοπαθεῖς, ὦ ἀνόητε; δοκεῖς μὲν γὰρ τὰ ἀγωγὰ πρὸς εὐφροσύνην εὐτρεπίζεσθαι, τὸ δ’ ἀληθὲς ἀφροσύνης καὶ ἀκολασίας ἐξάπτεις φλόγα, πολλὴν αὐτῇ καὶ ἄφθονον ἐπιφέρων ὕλην. ἀλλ’, ἴσως ἂν εἴποι, μή με προπετῶς αἰτιῶ, πρίν με σκέψασθαι."],["182","οἰνοχοεῖν ἐτάχθην, οὐ μὴν δὴ σωφροσύνην καὶ εὐσέβειαν καὶ τὰς ἄλλας ἀρετὰς ἐνεσκευασμένῳ, ἀλλ’ ἀνδρὶ λαιμάργῳ καὶ ἀκρατεῖ καὶ ἀδίκῳ καὶ ἐπὶ ἀσεβείᾳ μέγα φρονοῦντι, ὃς ἐτόλμησέ ποτε εἰπεῖν· „οὐκ οἶδα τὸν κύριον “(Exod. 5, 2)· ὡς εἰκότως ἐγὼ τὰ ἐκείνῳ δι’ ἡδονῆς ἐπιτετήδευκα."],["183","μὴ θαυμάσῃς δέ, ὅτι τοῖς ἐναντίοις ὁ θεὸς καὶ ὁ ἀντίθεος νοῦς εὐφραίνεται, Φαραώ. τίς οὖν οἰνοχόος θεοῦ; ὁ σπονδοφόρος, ὁ μέγας ὄντως ἀρχιερεύς, ὃς τὰς τῶν ἀεννάων χαρίτων λαβὼν προπόσεις ἀντεκτίνει, πλῆρες ὅλον τὸ σπονδεῖον ἀκράτου μεθύσματος ἐπιχέων, ἑαυτόν. ὁρᾷς οἰνοχόων διαφορὰς τοῖς θεραπευομένοις ἀναλογούσας."],["184","διὰ τοῦτο ἐγὼ μὲν ὁ τοῦ Φαραὼ κατὰ τὰς ἀνέσεις ἐπιτεινομένου τὸν σκληραύχενα καὶ πάντων ἀκράτορα λογισμὸν εὐνοῦχός εἰμι (Gen. 40, 1. 2), τὰ γεννητικὰ τῆς ψυχῆς ἐκτετμημένος, μετανάστης μὲν τῆς ἀνδρωνίτιδος, φυγὰς δὲ καὶ τῆς γυναικωνίτιδος, οὔτ’ ἄρρεν οὔτε θῆλυ, οὔτε προέσθαι οὔθ’ ὑποδέξασθαι σπορὰν δυνάμενος, ἀμφίβολος, οὐδέτερος, ἀνθρωπείου παράκομμα νομίσματος, ἄμοιρος ἀθανασίας, ἣ τέκνων ἢ ἐγγόνων διαδοχαῖς εἰς ἀεὶ ζωπυρεῖται, συλλόγου καὶ ἐκκλησίας ἱερᾶς ἀπεσχοινισμένος· θλαδίαν γὰρ καὶ ἀποκεκομμένον ἄντικρυς διείρηται μὴ"],["185","εἰσιέναι (Deut. 23, 1). ὁ δὲ ἀρχιερεὺς ἄμωμός ἐστιν, ὁλόκληρος, ἀνὴρ παρθένου (Lev. 21, 17. 13), τὸ παραδοξότατον, οὐδέποτε γυναικουμένης, ἀλλ’ ἔμπαλιν τὰ γυναικεῖα κατὰ τὴν πρὸς τὸν ἄνδρα ὁμιλίαν ἐκλιπούσης (Gen. 18, 11), καὶ οὐκ ἀνὴρ μόνον οὗτος, ἀμιάντους καὶ παρθένους γνώμας σπείρειν ἱκανός, ἀλλὰ καὶ πατὴρ λόγων ἱερῶν·"],["186","ὧν οἱ μὲν ἐπίσκοποι καὶ ἔφοροι τῶν τῆς φύσεως πραγμάτων, Ἐλεάζαρ καὶ Ἰθάμαρ (Exod. 28, 1), οἱ δὲ λειτουργοὶ θεοῦ, τὴν οὐράνιον φλόγα ἀνακαίειν καὶ ζωπυρεῖν ἐπειγόμενοι· τρίβοντες γὰρ ἀεὶ τοὺς περὶ ὁσιότητος λόγους καθάπερ ἐκ πυρείων τὸ θεοειδέστατον εὐσεβείας γένος ποιοῦσιν ἐκλάμπειν."],["187","ὁ δὲ τούτων ὑφηγητὴς ὁμοῦ καὶ πατὴρ οὐχ ἡ τυχοῦσα μοῖρα τῆς ἱερᾶς ἐκκλησίας ἐστίν, ἀλλ’ οὗ χωρὶς σύγκλητος οὐκ ἂν ἀθροισθείη ποτὲ τῶν τῆς ψυχῆς μερῶν βουλὴ τὸ παράπαν, ὁ πρόεδρος, ὁ πρύτανις, ὁ δημιουργός, ὁ καὶ χωρὶς ἄλλων μόνος ἐφ’ ἑαυτοῦ σκοπεῖν τε καὶ πράττειν ἕκαστα ἱκανός."],["188","οὗτος σὺν ἄλλοις μὲν ἐξεταζόμενος ὀλίγος, πολὺς δέ, ὅταν μονωθῇ, γίνεται, δικαστήριον ὅλον, ὅλον βουλευτήριον, ὅλος δῆμος, ὅλος ὄχλος, σύμπαν ἀνθρώπων γένος, μᾶλλον δέ, εἰ τἀληθὲς εἰπεῖν δεῖ, μεθόριός τις θεοῦ καὶ ἀνθρώπου φύσις, τοῦ"],["189","μὲν ἐλάττων, ἀνθρώπου δὲ κρείττων. „ὅταν “γάρ φησιν „εἰσίῃ εἰς τὰ ἅγια τῶν ἁγίων ὁ ἀρχιερεύς, ἄνθρωπος οὐκ ἔσται “(Lev. 16, 17). τίς οὖν, εἰ μὴ ἄνθρωπος; ἆρά γε θεός; οὐκ ἂν εἴποιμι— τὸν γὰρ τοῦ ὀνόματος τοῦδε κλῆρον ὁ ἀρχιπροφήτης ἔλαχε Μωυσῆς ἔτι ὢν ἐν Αἰγύπτῳ, προσρηθεὶς Φαραὼ θεὸς (Exod. 7, 1)— οὔτε ἄνθρωπος, ἀλλ’ ἑκατέρων τῶν ἄκρων, ὡς ἂν βάσεως καὶ κεφαλῆς, ἐφαπτόμενος."],["190","τὸ μὲν οὖν ἕτερον εἶδος ἀμπέλου, ὅπερ εὐφροσύνη κεκλήρωται, καὶ τὸ ἐξ αὐτῆς μέθυσμα, ἡ ἄκρατος εὐβουλία, καὶ ὁ ἀρυσάμενος οἰνοχόος ἐκ τοῦ θείου κρατῆρος, ὃν αὐτὸς ὁ θεὸς ἀρετῶν πεπλήρωκεν ἐπὶ χείλη, δεδήλωται."],["191","τὸ δὲ ἀνοίας καὶ λύπης καὶ παροινίας ἤδη μὲν τρόπῳ τινὶ τύπῳ δὲ ἕτερον ἐκτυποῦται διὰ τῶν ἑτέρωθι λεχθέντων ἐν ᾠδῇ τῇ μείζονι· „ἐκ γὰρ ἀμπέλου “φησί „Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς· θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος “(Deut. 32, 32. 33)."],["192","ὁρᾷς ὅσα τὸ ἀφροσύνης μέθυσμα ἐργάζεται, τὸ πικρόν, τὸ κακόηθες, τὸ ἀκρόχολον, τὸ περίθυμον, τὸ ἀτίθασον, τὸ δηκτικόν, τὸ ἐπίβουλον. ἐμφαντικώτατα δὲ ἀφροσύνης ἔρνος ἐν Σοδόμοις φησὶν εἶναι— τύφλωσις δὲ ἢ στείρωσις ἑρμηνεύεται Σόδομα—, ἐπειδὴ τυφλὸν καὶ ἄγονον καλῶν ἀφροσύνη, ὑφ’ ἧς ἀναπεισθέντες τινὲς μετρεῖν καὶ σταθμᾶσθαι καὶ ἀριθμεῖν πάντα καθ’ αὑτοὺς ἠξίωσαν· Γομόρρα γὰρ μεταληφθέν ἐστι μέτρον."],["193","Μωυσῆς δὲ στάθμην καὶ μέτρον καὶ ἀριθμὸν τῶν ὅλων ὑπέλαβεν εἶναι τὸν θεόν, ἀλλ’ οὐ τὸν ἀνθρώπινον νοῦν. δηλοῖ δὲ διὰ τούτων φάσκων· „οὐκ ἔσται ἐν μαρσίππῳ σου στάθμιον καὶ στάθμιον, μέγα ἢ μικρόν· οὐκ ἔσται ἐν τῇ οἰκίᾳ σου μέτρον καὶ μέτρον, μέγα ἢ μικρόν· στάθμιον ἀληθινὸν καὶ δίκαιον ἔσται σοι “(Deut. 25, 13— 15)."],["194","ἀληθὲς δὲ καὶ δίκαιον μέτρον τὸ τὸν μόνον δίκαιον θεὸν ὑπολαβεῖν πάντα μετρεῖν καὶ σταθμᾶσθαι καὶ ἀριθμοῖς καὶ πέρασι καὶ ὅροις τὴν τῶν ὅλων περιγράψαι φύσιν, ἄδικον δὲ καὶ ψευδὲς τὸ νομίσαι κατὰ τὸν ἀνθρώπινον νοῦν ταῦτα συμβαίνειν."],["195","Ὁ δὲ εὐνοῦχος ἅμα καὶ ἀρχιοινοχόος τοῦ Φαραὼ τὸ ἀφροσύνης γεννητικὸν φυτόν, ἄμπελον, φαντασιωθεὶς προσαναζωγραφεῖ τρεῖς πυθμένας, ἵνα τὰς ἐν τῷ διαμαρτάνειν κατὰ τοὺς τρεῖς χρόνους ἐσχατιὰς"],["196","παρεμφήνῃ· πυθμὴν γὰρ τὸ ἔσχατον. ἐπειδὰν οὖν ἀφροσύνη πᾶσαν ψυχὴν ἐπισκιάσῃ καὶ κατασχῇ καὶ μηδὲν αὐτῆς ἄφετον μηδὲ ἐλεύθερον μέρος ἐάσῃ, οὐ μόνον ὅσα τῶν ἁμαρτημάτων ἰάσιμα δρᾶν ἀναγκάζει, ἀλλὰ καὶ ὅσα ἀνίατα."],["197","τὰ μὲν οὖν θεραπείαν ἐνδεχόμενα ῥᾷστα καὶ πρῶτα γράφεται, τὰ δὲ ἀθεράπευτα παγχάλεπα καὶ ὕστατα, πυθμέσιν ἀναλογοῦντα."],["198","καὶ καθάπερ, οἶμαι, ἡ φρόνησις ἄρχεται μὲν ἀπὸ τῶν ἐλαττόνων ὠφελεῖν, λήγει δὲ εἰς τὰς ὑπερβολὰς τῶν κατορθωμάτων, τὸν αὐτὸν τρόπον καὶ ἡ ἀφροσύνη καταβιάζουσα τὴν ψυχὴν ἄνωθεν καὶ κατ’ ὀλίγον ἀφιστᾶσα παιδείας μακρὰν ὀρθοῦ λόγου διοικίζει καὶ μέχρι τῶν ἐσχατιῶν καθαιρεῖ."],["199","τὸ δ’ ὄναρ ἐδήλου μετὰ τοὺς πυθμένας ἀνθοῦσαν καὶ βλαστάνουσαν καὶ καρποφοροῦσαν τὴν ἄμπελον— „αὐτὴ “γάρ φησι „θάλλουσα ἀνενηνοχυῖα βλαστούς· πέπειροι βότρυες σταφυλῆς “(Gen. 40, 10)—, ἣν εἴθε ἀκαρπίᾳ χρῆσθαι καὶ μηδέποτε χλοηφορῆσαι καὶ πάντα μεμαράνθαι τὸν αἰῶνα."],["200","τί γὰρ ἂν εἴη μεῖζον κακὸν [ἢ] θαλλούσης καὶ εὐφορούσης ἀφροσύνης; ἀλλὰ καὶ „τὸ ποτήριον Φαραώ “, ἡ δεξαμενὴ τῆς ἀνοίας καὶ παροινίας καὶ τῆς παρὰ πάντα τὸν βίον ἀπαύστου μέθης, „ἐν τῇ χειρί μου “(Gen. 40, 11), φησίν, ἐστίν, ἴσον τῷ ἐν ταῖς ἐμαῖς ἐγχειρήσεσι καὶ ἐπιβολαῖς καὶ δυνάμεσιν· οὐ γὰρ ἄνευ γε τῶν ἐμῶν ἐπινοιῶν εὐοδήσει τὰ πάθος ἐξ ἑαυτοῦ."],["201","ὥσπερ γὰρ ἐν μὲν ταῖς τοῦ ἡνιόχου χερσὶ τὰς ἡνίας εἶναι προσῆκεν, ἐν δὲ ταῖς τοῦ κυβερνήτου τοὺς οἴακας— μόνως γὰρ οὕτως κατορθοῦται δρόμος μὲν ἅρματι, σκάφει δὲ πλοῦς—, οὕτως ἐν τῇ χειρὶ καὶ δυνάμει τοῦ θάτερον εἶδος τῆς γαστριμαργίας τεχνιτεύοντος, οἰνοφλυγίαν, ἡ τοῦ ἀκρατοῦς ἐστιν ἐκπλήρωσις."],["202","ἀλλὰ τί παθὼν ὑπέμεινεν αὐχεῖν ἐπ’ ἀρνήσεως μᾶλλον ἢ ὁμολογίας ἐπαξίῳ πράγματι; ἢ οὐκ ἄμεινον ἦν μὴ οὐχ ὁμολογεῖν διδάσκαλον ἀκρασίας εἶναι, ἀλλὰ τῷ ἀκρατεῖ τὰ ὑπεκκαύματα τοῦ πάθους ἐπαναθεῖναι ὡς εὑρετῇ καὶ αὐτουργῷ τεθρυμμένου καὶ κατεαγότος αἰσχίστου βίου;"],["203","τοιοῦτον δ’ ἐστίν· ἀφροσύνη σεμνύνεται ἐφ’ οἷς εἰκὸς ἐγκαλύπτεσθαι· νυνὶ μὲν οὐ μόνον ἐπὶ τῷ τὴν δεξαμενὴν τῆς ἀκράτορος ψυχῆς, τὸ ποτήριον, περιφέρειν ἐν ταῖς χερσὶ καὶ ἐπιδείκνυσθαι πᾶσιν ἀγάλλεται, ἀλλὰ καὶ ἐπὶ τῷ τὴν σταφυλὴν εἰς αὐτὸ ἐκθλίβειν· τὸ δ’ ἐστὶ τὸ ἐκπληρωτικὸν τοῦ πάθους δημιουργεῖν καὶ κεκρυμμένον εἰς φῶς ἄγειν."],["204","ὡς γὰρ τὰ βρέφη γλιχόμενα τροφῆς, ὁπότε μέλλοι σπᾶν τοῦ γάλακτος, ἐκθλίβει καὶ πιέζει τὸν μαστὸν τῆς τρεφούσης, οὕτω τὴν πηγήν, ἀφ’ ἧς τὸ οἰνοφλυγίας ὀμβρεῖ κακόν, ὁ δημιουργὸς τῆς ἀκρασίας πιέζει κραταιῶς, ἵνα ταῖς ἐκθλιβομέναις λιβάσιν ἡδίστῃ τροφῇ χρῷτο."],["205","Τοιοῦτος μὲν ἡμῖν ὁ βεβακχευμένος ἀκράτῳ, παροίνιον καὶ παράληρον κακὸν καὶ ἀνίατον, γραφέσθω· τὸν δὲ συγγενῆ τούτου γάστρωνα καὶ αὐτὸν ὄντα, πολυφαγίας καὶ λαιμαργίας ἑταῖρον, τὰ περὶ ἐδωδὴν ἀκρατῶς τεχνιτεύοντα, πάλιν ἐπισκεπτέον."],["206","καίτοι οὐ πολλῆς δεῖ πρὸς τὴν θήραν αὐτοῦ φροντίδος· ἔστι γὰρ ἐκμαγεῖον ἐμφερέστατον αὐτοῦ τῆς εἰκόνος ὁ φανεὶς ὄνειρος. ἀκριβώσαντες οὖν αὐτὸν ἐκεῖνον ὥσπερ ἔμφασιν ἐν κατόπτρῳ θεασόμεθα."],["207","„ᾤμην “γάρ φησι „τρία κανᾶ χονδριτῶν αἴρειν ἐπὶ τῆς κεφαλῆς μου “(Gen. 40, 16). κεφαλὴν μὲν τοίνυν ἀλληγοροῦντές φαμεν εἶναι ψυχῆς τὸν ἡγεμόνα νοῦν, ἐπικεῖσθαι δὲ τούτῳ πάντα· καὶ γὰρ ἐξεφώνησέ ποτε ἐπ’ αὐτοῦ· „ἐπ’ ἐμὲ ἐγένετο ταῦτα πάντα “(Gen. 42, 36)."],["208","στειλάμενος οὖν πομπὴν ὧν ἐτεχνίτευσε κατὰ γαστρὸς τῆς ταλαίνης ἐπιδείκνυται, καὶ κανηφορῶν ὁ ἀνόητος οὐκ αἰδεῖται τοσούτῳ βαρυνόμενος τριττῷ κανῶν ἄχθει, τοῦτο δ’ ἐστὶ τρισὶ χρόνου μέρεσι."],["209","τὴν γὰρ ἡδονὴν οἱ θιασῶταί φασιν αὐτῆς ἔκ τε μνήμης τῶν παρεληλυθότων τερπνῶν καὶ ἐξ ἀπολαύσεως τῶν ἐνεστηκότων καὶ ἐξ ἐλπίδος τῶν μελλόντων συνεστάναι·"],["210","ὥστε τὰ τρία κανᾶ τοῖς τρισὶ τοῦ χρόνου μέρεσιν ἐξομοιοῦσθαι, τὰ δ’ ἐπὶ τῶν κανῶν πέμματα τοῖς ἑκάστῳ τῶν μερῶν ἐφαρμόζουσι, παρεληλυθότων μνήμαις, ἐνεστηκότων μετουσίαις, μελλόντων προσδοκίαις, τὸν δὲ βαστάζοντα ταῦτα πάντα τῷ φιληδόνῳ, ὃς οὐκ ἀφ’ ἑνὸς γένους ἀκρασίας, ἀλλ’ ἀπὸ πάντων σχεδὸν εἰδῶν καὶ γενῶν τῆς ἀκολασίας ἄσπονδον καὶ φιλίων ἁλῶν ἐπιδεᾶ τράπεζαν ἐκπεπλήρωκεν."],["211","ἧς ἀπολαύει μόνος ὥσπερ ἐν δημοθοινίᾳ ὁ βασιλεὺς Φαραώ, σπορὰν καὶ σκέδασιν καὶ φθορὰν ἐγκρατείας ἐπιτετηδευκώς· ἑρμηνεύεται γὰρ σκεδασμός. ἔστι δὲ τὸ ὑπέρογκον καὶ βασιλικὸν αὐτῷ οὐκ ἐφ’ οἷς εἰκὸς σωφροσύνης ἀγαθοῖς ἀγάλλεσθαι, ἀλλ’ ἐν οἷς ἀπεικὸς βδελυρίας ἐπιτηδεύμασι σεμνύνεσθαι, πρὸς ἀπληστίαν καὶ λαιμαργότητα καὶ τὸ ἁβροδίαιτον ἐξοκείλαντι."],["212","τοιγάρτοι τὰ πτηνά, τὸ δ’ ἐστὶν αἱ ἐπιποτώμεναι ἔξωθεν ἀτέκμαρτοι συντυχίαι, πάντα πυρὸς τρόπον ἐπιδραμοῦνται καὶ ἀναφλέξουσι καὶ τῇ παμφάγῳ δυνάμει καταναλώσουσιν (Gen. 40, 17), ὡς μηδὲ λείψανον γοῦν ὑπολείπεσθαι πρὸς ἀπόλαυσιν τῷ κανηφοροῦντι, ὃς ἤλπισε τὰς εὑρέσεις καὶ τὰς ἐπινοίας αὑτοῦ μέχρι παντὸς αἰῶνος οἴσειν ἀναφαιρέτους ἐν βεβαίῳ."],["213","χάρις δὲ τῷ νικηφόρῳ θεῷ, ὃς ἀτελεῖς τὰς εἰς ἄκρον πεποιημένας σπουδὰς τοῦ φιλοπαθοῦς ἐργάζεται, πτηνὰς φύσεις ἐπιπέμπων ἀοράτως πρὸς ἀναίρεσιν καὶ φθορὰν αὐτῶν. περισυληθεὶς οὖν ὁ νοῦς ὧν ἐδημιούργησεν, ὥσπερ τὸν αὐχένα ἀποτμηθεὶς ἀκέφαλος καὶ νεκρὸς ἀνευρεθήσεται, προσηλωμένος ὥσπερ οἱ ἀνασκολοπισθέντες τῷ ξύλῳ τῆς ἀπόρου καὶ πενιχρᾶς ἀπαιδευσίας."],["214","ἕως μὲν γὰρ μηδὲν λυμαίνεται τῶν ἐξαπιναίως εἰωθότων ἀπροοράτως ἐπιφοιτᾶν, εὐοδεῖν δοκοῦσιν αἱ πρὸς ἀπόλαυσιν ἡδονῆς τέχναι· κατασκηψάντων δ’ ἐκ τοῦ ἀφανοῦς ἀνατρέπονται, καὶ ὁ δημιουργὸς αὐταῖς συνδιαφθείρεται."],["215","Τὰ μὲν οὖν τῶν διῃρημένων τὸ γεύσεως ἐργαστήριον ἐν ἑκατέρῳ τροφῆς εἴδει, πόσεώς τε καὶ βρώσεως οὐχὶ τῆς ἀναγκαίας ἀλλὰ περιττῆς καὶ ἀκράτορος, ὀνείρατα δεδήλωται· τὰ δὲ τοῦ τούτων καὶ τῶν ἄλλων, ὅσαι ψυχῆς δυνάμεις, βασιλεύειν δοκοῦντος, ὄνομα Φαραώ, κατὰ τὸ ἀκόλουθον αὐτίκα διερευνητέον."],["216","„ἐν γὰρ τῷ ὕπνῳ μου “φησίν „ᾤμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ· καὶ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον βόες ἑπτά, ἐκλεκταὶ ταῖς σαρξὶ καὶ καλαὶ τῷ εἴδει, καὶ ἐνέμοντο ἐν τῷ ἄχει. καὶ ἰδοὺ ἕτεραι ἑπτὰ βόες ἀνέβαινον ὀπίσω αὐτῶν ἐκ τοῦ ποταμοῦ, πονηραὶ καὶ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξίν, ἃς οὐκ εἶδον τοιαύτας ἐν ὅλῃ τῇ Αἰγύπτῳ αἰσχροτέρας."],["217","καὶ κατέφαγον αἱ βόες αἱ λεπταὶ καὶ αἰσχραὶ τὰς ἑπτὰ βόας τὰς πρώτας τὰς καλὰς καὶ ἐκλεκτάς, καὶ εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν· καὶ οὐ διάδηλοι ἐγένοντο ὅτι εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν, καὶ αἱ ὄψεις αὐτῶν αἰσχραί, καθὰ καὶ τὴν ἀρχήν [εἶπον]."],["218","ἐξεγερθεὶς δὲ ἐκοιμήθην, καὶ εἶδον πάλιν ἐν τῷ ὕπνῳ μου, καὶ ὡς ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνί, πλήρεις καὶ καλοί· ἄλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο ἐχόμενοι· καὶ κατέπιον οἱ ἑπτὰ στάχυες τοὺς καλοὺς καὶ τοὺς πλήρεις “(Gen. 41, 17— 24)."],["219","ὁρᾷς μὲν δὴ τὸ προοίμιον τοῦ φιλαύτου, ὃς κινητὸς καὶ στρεπτὸς καὶ μεταβλητὸς ὢν κατά τε σῶμα καὶ ψυχήν φησιν· „ᾤμην ἑστάναι, “καὶ οὐκ ἐλογίσατο, ὅτι μόνῳ θεῷ τὸ ἀκλινὲς καὶ πάγιόν ἐστιν οἰκεῖον καὶ εἴ τις αὐτῷ φίλος."],["220","τῆς μὲν ἀκλινοῦς περὶ αὐτὸν δυνάμεως σαφεστάτη πίστις ὅδε ὁ κόσμος, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων— ὁπότε δὲ ὁ κόσμος ἀρρεπής, ὁ δημιουργὸς πῶς οὐ βέβαιος;—, εἶτα μέντοι καὶ οἱ ἀψευδέστατοι μάρτυρες ἱεροὶ χρησμοί·"],["221","λέγεται γὰρ ἐκ προσώπου τοῦ θεοῦ· „ὧδε ἐγὼ ἕστηκα ἐκεῖ πρὸ τοῦ σὲ ἐπὶ τῆς πέτρας ἐν Χωρήβ “(Exod. 17, 6), ἴσον τῷ οὗτος ἐγὼ ὁ ἐμφανὴς καὶ ἐνταῦθα ὢν ἐκεῖ τέ εἰμι καὶ πανταχοῦ, πεπληρωκὼς τὰ πάντα, ἑστὼς ἐν ὁμοίῳ καὶ μένων, ἄτρεπτος ὤν, πρὶν ἢ σὲ ἤ τι τῶν ὄντων εἰς γένεσιν ἐλθεῖν, ἐπὶ τῆς ἀκροτάτης καὶ πρεσβυτάτης ἱδρυμένος δυνάμεως ἀρχῆς, ἀφ’ ἧς ἡ τῶν ὄντων γένεσις ὤμβρησε καὶ τὸ σοφίας ἐπλήμμυρε νᾶμα."],["222","ἐγὼ γάρ εἰμι „ὁ ἐξαγαγὼν ἐκ πέτρας ἀκροτόμου πηγὴν ὕδατος “(Deut. 8, 15) ἐν ἑτέροις εἴρηται. μαρτυρεῖ δὲ καὶ Μωυσῆς περὶ τοῦ μὴ τρέπεσθαι τὸ θεῖον φάσκων· „εἶδον τὸν τόπον οὗ εἱστήκει ὁ θεὸς τοῦ Ἰσραήλ “(Exod. 24, 10), τὸ μὴ μεταβάλλειν διὰ τῆς στάσεως καὶ ἱδρύσεως αἰνιττόμενος."],["223","ἀλλὰ γὰρ τοσαύτη περὶ τὸ θεῖόν ἐστιν ὑπερβολὴ τοῦ βεβαίου, ὥστε καὶ ταῖς ἐπιλελεγμέναις φύσεσιν ἐχυρότητος, ὡς ἀρίστου κτήματος, μεταδίδωσιν. αὐτίκα γέ τοι τὴν πλήρη χαρίτων διαθήκην ἑαυτοῦ— νόμος δ’ ἐστὶ καὶ λόγος τῶν ὄντων ὁ πρεσβύτατος— ὡς ἂν ἐπὶ βάσεως τῆς τοῦ δικαίου ψυχῆς ἄγαλμα θεοειδὲς ἱδρύσεσθαι παγίως φησίν, ἐπειδὰν λέγῃ τῷ Νῶε· „στήσω τὴν διαθήκην μου πρὸς σέ “(Gen. 9, 11)."],["224","παρεμφαίνει δὲ καὶ δύο ἕτερα, ἓν μὲν ὅτι τὸ δίκαιον ἀδιαφορεῖ διαθήκης θεοῦ, ἕτερον δὲ ὅτι οἱ μὲν ἄλλοι χαρίζονται τὰ διαφέροντα τῶν λαμβανόντων, ὁ δὲ θεὸς οὐ μόνον ταῦτα, ἀλλὰ αὐτοὺς ἐκείνους ἑαυτοῖς· ἐμὲ γὰρ ἐμοὶ δεδώρηται καὶ ἕκαστον τῶν ὄντων ἑαυτῷ· τὸ γὰρ „στήσω τὴν διαθήκην μου πρὸς σὲ “ἴσον ἐστὶ τῷ „σοὶ δωρήσομαι. “"],["225","σπουδάζουσι δὲ καὶ πάντες οἱ θεοφιλεῖς τὸν φιλοπραγμοσύνης χειμῶνα ἀποδιδράσκοντες, ἐν ᾧ σάλος καὶ κλύδων ἀεὶ κυκᾶται, τοῖς τῆς ἀρετῆς εὐδίοις καὶ ναυλοχωτάτοις ἐνορμίζεσθαι λιμέσιν."],["226","οὐχ ὁρᾷς, οἷα περὶ Ἀβραὰμ λέγεται τοῦ σοφοῦ, ὥς ἐστιν „ἑστὼς ἐνώπιον κυρίου “(Gen. 18, 22); πότε γὰρ εἰκὸς δύνασθαι στῆναι διάνοιαν μηκέθ’ ὡς ἐπὶ τρυτάνης ταλαντεύουσαν ἢ ὅτε ἀντικρύς ἐστι θεοῦ, ὁρῶσά τε καὶ ὁρωμένη;"],["227","διχόθεν γὰρ αὐτῇ τὸ ἀρρεπές, ἐκ μὲν τοῦ ὁρᾶν τὸν ἀσύγκριτον, ὅτι ὑπὸ τῶν ὁμοίων πραγμάτων οὐκ ἀνθέλκεται, ἐκ δὲ τοῦ ὁρᾶσθαι, ὅτι ἣν ἀξίαν ἔκρινεν εἰς ὄψιν ὁ ἡγεμὼν τὴν ἑαυτοῦ ἐλθεῖν, τῷ ἀρίστῳ μόνῳ προσεκλήρωσεν, αὑτῷ. καὶ Μωυσεῖ μέντοι θεοπρόπιον ἐχρήσθη τοιόνδε· „σὺ αὐτοῦ στῆθι μετ’ ἐμοῦ “(Deut. 5, 31), δι’ οὗ τὰ λεχθέντα ἄμφω παρίσταται, τό τε μὴ κλίνεσθαι τὸν ἀστεῖον καὶ ἡ τοῦ ὄντος περὶ πάντα βεβαιότης."],["228","καὶ γὰρ τῷ ὄντι τὸ τῷ θεῷ συνεγγίζον οἰκειοῦται κατὰ τὸ ἄτρεπτον αὐτοστατοῦν, καὶ ἠρεμήσας ὁ νοῦς, ἡλίκον ἐστὶν ἀγαθὸν ἠρεμία, σαφῶς ἔγνω καὶ θαυμάσας αὐτῆς τὸ κάλλος ὑπέλαβεν, ὅτι ἢ θεῷ μόνῳ προσκεκλήρωται ἢ τῇ μεταξὺ φύσει θνητοῦ καὶ ἀθανάτου γένους."],["229","φησὶ γοῦν· „κἀγὼ εἱστήκειν ἀνὰ μέσον κυρίου καὶ ὑμῶν “(Deut. 5, 5), οὐχὶ τοῦτο δηλῶν, ὅτι ἐπὶ τῶν ἑαυτοῦ ποδῶν ἠρήρειστο, ἀλλ’ ἐκεῖνο βουλόμενος ἐμφῆναι, ὅτι ἡ τοῦ σοφοῦ διάνοια χειμώνων μὲν καὶ πολέμων ἀπαλλαγεῖσα, νηνέμῳ δὲ γαλήνῃ καὶ βαθείᾳ εἰρήνῃ χρωμένη κρείττων μέν ἐστιν ἀνθρώπου, θεοῦ δὲ ἐλάττων."],["230","ὁ μὲν γὰρ ἀγελαῖος ἀνθρώπειος νοῦς σείεται καὶ κυκᾶται πρὸς τῶν ἐπιτυχόντων, ὁ δ’ ἅτε μακάριος καὶ εὐδαίμων ἀμέτοχος κακῶν· μεθόριος δὲ ὁ ἀστεῖος, ὡς κυρίως εἰπεῖν μήτε θεὸν αὐτὸν εἶναι μήτε ἄνθρωπον, ἀλλὰ τῶν ἄκρων ἐφαπτόμενον, ἀνθρωπότητι μὲν θνητοῦ γένους, ἀρετῇ"],["231","δὲ ἀφθάρτου. τούτῳ παραπλήσιόν ἐστι καὶ τὸ χρησθὲν λόγιον ἐπὶ τοῦ μεγάλου ἱερέως· „ὅταν “γάρ φησιν „εἰσίῃ εἰς τὰ ἅγια τῶν ἁγίων, ἄνθρωπος οὐκ ἔσται, ἕως ἂν ἐξέλθῃ “(Lev. 16, 17); εἰ δὲ μὴ γίνεται τότε ἄνθρωπος, δῆλον ὅτι οὐδὲ θεός, ἀλλὰ λειτουργὸς θεοῦ, κατὰ μὲν τὸ θνητὸν γενέσει, κατὰ δὲ τὸ ἀθάνατον οἰκειούμενος τῷ ἀγενήτῳ."],["232","τὴν δὲ μέσην τάξιν εἴληχεν, ἕως ἂν ἐξέλθῃ πάλιν εἰς τὰ τοῦ σώματος καὶ τῆς σαρκὸς οἰκεῖα. καὶ πέφυκεν οὕτως ἔχειν· ὅταν μὲν ἐξ ἔρωτος θείου κατασχεθεὶς ὁ νοῦς, συντείνας ἑαυτὸν ἄχρι τῶν ἀδύτων, ὁρμῇ καὶ σπουδῇ πάσῃ χρώμενος προέρχηται, θεοφορούμενος ἐπιλέλησται μὲν τῶν ἄλλων, ἐπιλέλησται δὲ καὶ ἑαυτοῦ, μόνου δὲ μέμνηται καὶ ἐξήρτηται τοῦ δορυφορουμένου καὶ θεραπευομένου, ᾧ τὰς ἱερὰς καὶ ἀναφεῖς καθαγιάζων ἀρετὰς ἐκθυμιᾷ."],["233","ἐπειδὰν δὲ στῇ τὸ ἐνθουσιῶδες καὶ ὁ πολὺς ἵμερος χαλάσῃ, παλινδρομήσας ἀπὸ τῶν θείων ἄνθρωπος γίνεται, τοῖς ἀνθρωπίνοις ἐντυχών, ἅπερ ἐν τοῖς προπυλαίοις ἐφήδρευεν,"],["234","ἵνα αὐτὸ μόνον ἐκκύψαντα ἔνδοθεν ἐξαρπάσῃ. τὸν μὲν οὖν τέλειον οὔτε θεὸν οὔτε ἄνθρωπον ἀναγράφει Μωυσῆς, ἀλλ’, ὡς ἔφην, μεθόριον τῆς ἀγενήτου καὶ φθαρτῆς φύσεως· τὸν δὲ προκόπτοντα πάλιν ἐν τῇ μεταξὺ χώρᾳ ζώντων καὶ τεθνηκότων τάττει, ζῶντας μὲν καλῶν τοὺς συμβιοῦντας φρονήσει, τεθνηκότας δὲ τοὺς ἀφροσύνῃ χαίροντας."],["235","λέγεται γὰρ ἐπὶ Ἀαρὼν ὅτι „ἔστη ἀνὰ μέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων, καὶ ἐκόπασεν ἡ θραῦσις “(Num. 16, 48). ὁ γὰρ προκόπτων οὔτε ἐν τοῖς τεθνηκόσι τὸν ἀρετῆς βίον ἐξετάζεται, πόθον καὶ ζῆλον ἔχων τοῦ καλοῦ, οὔτε ἐν τοῖς μετὰ τῆς ἄκρας καὶ τελείας ζῶσιν εὐδαιμονίας— ἔτι γὰρ πρὸς τὸ πέρας ἐνδεῖ—, ἀλλ’ ἑκατέρων ἐφάπτεται."],["236","διὸ καὶ κυρίως ἐπιλέγεται τὸ „ἐκόπασεν ἡ θραῦσις “, ἀλλ’ οὐκ ἐπαύσατο· παύεται μὲν γὰρ ἐπὶ τῶν τελείων τὰ περιθραύοντα καὶ κατακλῶντα καὶ καταγνύντα τὴν ψυχήν, μειοῦται δὲ ἐπὶ τῶν προκοπτόντων ὡς ἂν αὐτὸ μόνον ἀνακοπτόμενα καὶ στελλόμενα."],["237","Τῆς οὖν στάσεως καὶ ἱδρύσεως καὶ τῆς ἐν ταὐτῷ κατὰ τὸ ἀμετάβλητον καὶ ἄτρεπτον εἰς ἀεὶ μονῆς πρῶτον μὲν ὑπαρχούσης περὶ τὸ ὄν, ἔπειτα δὲ περὶ τὸν τοῦ ὄντος λόγον, ὃν διαθήκην ἐκάλεσε, τρίτον δὲ περὶ τὸν σοφὸν καὶ τέταρτον περὶ τὸν προκόπτοντα, τί παθὼν ὁ φαῦλος καὶ πάσαις ἀραῖς ἔνοχος νοῦς ᾠήθη μόνος ἵστασθαι δύνασθαι, φορούμενος ὥσπερ ἐν κατακλυσμῷ καὶ κατασυρόμενος ταῖς τῶν ἐπιρρεόντων διὰ τοῦ νεκροφορουμένου σώματος δίναις ἐπαλλήλοις;"],["238","„ᾤμην “γάρ φησιν „ἑστάναι ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ “(Gen. 41, 17). λόγον δὲ συμβολικῶς ποταμὸν εἶναί φαμεν, ἐπειδὴ ἑκάτερος ἔξω τε φέρεται καὶ ῥέων συντόνῳ χρῆται τῷ τάχει καὶ τοτὲ μὲν εὐφορεῖ πλημμύραις ὁ μὲν ὕδατος, ὁ δὲ ῥημάτων καὶ ὀνομάτων, τοτὲ δὲ ἀφορεῖ χαλώμενος καὶ συνίζων·"],["239","καὶ ὠφελοῦσι μέντοι ὁ μὲν ἄρδων τὰς ἀρούρας, ὁ δὲ τὰς τῶν φιληκόων ψυχάς, καὶ ἔστιν ὅτε βλάπτουσι κυμήναντες, ὁ μὲν τὴν ὅμορον γῆν ἐπικλύσας, ὁ δὲ ἀνακυκήσας καὶ συγχέας τὸν τῶν οὐ προσεχόντων λογισμόν. οὗτος μὲν εἰκάζεται ποταμῷ."],["240","διττὴ δὲ λόγου φύσις, ἡ μὲν ἀμείνων, ἡ δὲ χείρων, ἀμείνων μὲν ἡ ὠφελοῦσα, χείρων δὲ κατὰ τὸ ἀναγκαῖον ἡ βλάπτουσα."],["241","παραδείγματα δὲ ἑκατέρας τοῖς δυναμένοις ὁρᾶν ἀνέθηκε Μωϋσῆς ἀριδηλότατα· „ποταμὸς “γάρ φησι \" πορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς “(Gen. 2, 10)."],["242","καλεῖ δὲ τὴν μὲν τοῦ ὄντος σοφίαν Ἐδέμ, ἧς ἑρμηνεία τρυφή, διότι, οἶμαι, ἐντρύφημα καὶ θεοῦ σοφία καὶ σοφίας θεός, ἐπεὶ καὶ ἐν ὕμνοις ᾄδεται· „κατατρύφησον τοῦ κυρίου “(Psalm. 36, 4). κάτεισι δὲ ὥσπερ ἀπὸ πηγῆς τῆς σοφίας ποταμοῦ τρόπον ὁ θεῖος λόγος, ἵνα ἄρδῃ καὶ ποτίζῃ τὰ ὀλύμπια καὶ οὐράνια φιλαρέτων ψυχῶν βλαστήματα καὶ φυτά, ὡσανεὶ παράδεισον."],["243","ὁ δὲ ἱερὸς οὗτος λόγος ἀφορίζεται εἰς τέσσαρας ἀρχάς, λέγω δὲ εἰς τὰς τέσσαρας ἀρετὰς σχίζεται, ὧν ἑκάστη βασιλίς ἐστι· τὸ γὰρ ἀφορίζεσθαι εἰς ἀρχὰς οὐ τοπικοῖς ὅροις, ἀλλὰ βασιλείᾳ ἔοικεν, ἵν’ ἐπιδείξας τὰς ἀρετὰς εὐθὺς ἀποφήνῃ καὶ τὸν χρώμενον αὐταῖς σοφὸν βασιλέα, κεχειροτονημένον οὐ πρὸς ἀνθρώπων, ἀλλ’ ὑπὸ τῆς ἀψευδοῦς καὶ ἀδεκάστου καὶ μόνης ἐλευθέρας φύσεως."],["244","λέγουσι γὰρ τῷ Ἀβραὰμ οἱ κατιδόντες αὐτοῦ τὸ ἀστεῖον· „βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν “(Gen. 23, 6), δόγμα τιθέμενοι τοῖς περὶ φιλοσοφίαν διατρίβουσιν, ὅτι μόνος ὁ σοφὸς ἄρχων καὶ βασιλεὺς καὶ ἡ ἀρετὴ ἀνυπεύθυνος ἀρχή τε καὶ βασιλεία."],["245","τοῦτον τὸν λόγον εἰκάσας ποταμῷ τις τῶν ἑταίρων Μωυσέως ἐν ὕμνοις εἶπεν· „ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων “(Psalm. 64, 10). καίτοι τινὰ τῶν ἐπὶ γῆς ῥεόντων ἄλογον κυριολογεῖσθαι· ἀλλ’, ὡς ἔοικε, πλήρη τοῦ σοφίας νάματος τὸν θεῖον λόγον διασυνίστησι, μηδὲν ἔρημον καὶ κενὸν ἑαυτοῦ μέρος ἔχοντα, μᾶλλον δέ, ὡς εἶπέ τις, ὅλον δι’ ὅλων ἀναχεόμενον καὶ αἰρόμενον εἰς ὕψος διὰ τὴν συνεχῆ καὶ ἐπάλληλον τῆς ἀεννάου πηγῆς ἐκείνης φοράν."],["246","ἔστι δὲ καὶ ἕτερον ᾆσμα τοιοῦτον· „τὸ ὅρμημα τοῦ ποταμοῦ εὐφραίνει τὴν πόλιν τοῦ θεοῦ “(Psalm. 45, 5). ποίαν πόλιν; ἡ γὰρ νῦν οὖσα ἱερὰ πόλις, ἐν ᾗ καὶ ἅγιος νεώς ἐστι, μακρὰν ὥσπερ θαλάττης καὶ ποταμῶν συνῴκισται· ὡς δῆλον εἶναι, ὅτι τοῦ προφανοῦς ἕτερόν τι βούλεται δι’ ὑπονοιῶν παραστῆσαι."],["247","τῷ γὰρ ὄντι τοῦ θείου λόγου ῥύμη*** καὶ συνεχῶς μεθ’ ὁρμῆς ἐν τάξει φερομένη πάντα διὰ πάντων ἀναχεῖ τε καὶ εὐφραίνει."],["248","πόλιν γὰρ θεοῦ καθ’ ἕνα μὲν τρόπον τὸν κόσμον καλεῖ, ὃς ὅλον τὸν κρατῆρα τοῦ θείου πόματος δεξάμενος ἠκρατίσατο καὶ γανωθεὶς ἀναφαιρέτου καὶ ἀσβέστου τῆς εἰς ἅπαντα τὸν [ἐπὶ τὸν] αἰῶνα εὐφροσύνης ἐπέλαχε, καθ’ ἕτερον δὲ τὴν ψυχὴν τοῦ σοφοῦ, ᾗ λέγεται καὶ ἐμπεριπατεῖν ὁ θεὸς ὡς ἐν πόλει· „περιπατήσω” γάρ φησιν „ἐν ὑμῖν, καὶ ἔσομαι [ἐν] ὑμῶν θεός “(Lev. 26, 12)."],["249","καὶ ψυχῇ δ’ εὐδαίμονι τὸ ἱερώτατον ἔκπωμα προτεινούσῃ τὸν ἑαυτῆς λογισμὸν τίς ἐπιχεῖ τοὺς ἱεροὺς κυάθους τῆς πρὸς ἀλήθειαν εὐφροσύνης, ὅτι μὴ ὁ οἰνοχόος τοῦ θεοῦ καὶ συμποσίαρχος λόγος, οὐ διαφέρων τοῦ πόματος, ἀλλ’ αὐτὸς ἄκρατος ὤν, τὸ γάνωμα, τὸ ἥδυσμα, ἡ ἀνάχυσις, ἡ εὐθυμία, τὸ χαρᾶς, τὸ εὐφροσύνης ἀμβρόσιον, ἵνα καὶ αὐτοὶ ποιητικοῖς ὀνόμασι χρησώμεθα, φάρμακον;"],["250","ἡ δὲ θεοῦ πόλις ὑπὸ Ἑβραίων Ἱερουσαλὴμ καλεῖται, ἧς μεταληφθὲν τοὔνομα ὅρασίς ἐστιν εἰρήνης. ὥστε μὴ ζήτει τὴν τοῦ ὄντος πόλιν ἐν κλίμασι γῆς— οὐ γὰρ ἐκ ξύλων ἢ λίθων δεδημιούργηται—, ἀλλ’ ἐν ψυχῇ ἀπολέμῳ καὶ ὀξυδορκούσῃ τέλος προτεθειμένῃ τὸν [δὲ] θεωρητικὸν καὶ εἰρηναῖον βίον."],["251","ἐπεὶ καὶ τίνα σεμνότερον καὶ ἁγιώτερον εὕροι τις ἂν οἶκον ἐν τοῖς οὖσι θεῷ ἢ φιλοθεάμονα διάνοιαν, πάνθ’ ὁρᾶν ἐπειγομένην καὶ μηδὲ ὄναρ στάσεως ἢ ταραχῆς ἐφιεμένην;"],["252","ὑπηχεῖ δέ μοι πάλιν τὸ εἰωθὸς ἀφανῶς ἐνομιλεῖν πνεῦμα ἀόρατον καί φησιν· ὦ οὗτος, ἔοικας ἀνεπιστήμων εἶναι καὶ μεγάλου καὶ περιμαχήτου πράγματος, ὅπερ ἀφθόνως— πολλὰ γὰρ καὶ ἄλλα εὐκαίρως ὑφηγησάμην— ἀναδιδάξω."],["253","ἴσθι δή, ὦ γενναῖε, ὅτι θεὸς μόνος ἡ ἀψευδεστάτη καὶ πρὸς ἀλήθειάν ἐστιν εἰρήνη, ἡ δὲ γενητὴ καὶ φθαρτὴ οὐσία πᾶσα συνεχὴς πόλεμος. καὶ γὰρ ὁ μὲν θεὸς ἑκούσιον, ἀνάγκη δὲ ἡ οὐσία· ὃς ἂν οὖν ἰσχύσῃ πόλεμον μὲν καὶ ἀνάγκην καὶ γένεσιν καὶ φθορὰν καταλιπεῖν, αὐτομολῆσαι δὲ πρὸς τὸ ἀγένητον, πρὸς τὸ ἄφθαρτον, πρὸς τὸ ἑκούσιον, πρὸς εἰρήνην, λέγοιτ’ ἂν ἐνδίκως ἐνδιαίτημα καὶ πόλις εἶναι θεοῦ."],["254","μηδὲν οὖν διαφερέτω σοι ἢ ὅρασιν εἰρήνης ἢ ὅρασιν θεοῦ τὸ αὐτὸ ὑποκείμενον ὀνομάζειν, ὅτι δὲ τῶν πολυωνύμων τοῦ ὄντος δυνάμεων οὐ θιασώτης μόνον, ἀλλὰ καὶ ἔξαρχός ἐστιν εἰρήνης."],["255","καὶ Ἀβραὰμ μέντοι τῷ σοφῷ δώσειν φησὶ κλῆρον γῆς „ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου \" (Gen. 15, 18), οὐ χώρας ἀποτομὴν μᾶλλον ἢ τὴν περὶ αὐτοὺς ἡμᾶς ἀμείνω μοῖραν. Αἰγύπτου μὲν γὰρ ἀπεικάζεται ποταμῷ τὸ ἡμέτερον σῶμα καὶ τὰ ἐν αὐτῷ καὶ δι’ αὐτοῦ ἐγγινόμενα πάθη, τῷ δὲ Εὐφράτῃ ψυχὴ καὶ τὰ φίλα ταύτῃ."],["256","δόγμα δὴ τίθεται βιωφελέστατον καὶ συνεκτικώτατον, ὅτι ὁ σπουδαῖος κλῆρον ἔλαχε ψυχὴν καὶ τὰς ψυχῆς ἀρετάς, ὥσπερ ὁ φαῦλος ἔμπαλιν σῶμα καὶ τὰς σώματος καὶ διὰ σώματος κακίας."],["257","τὸ δὲ ἀπὸ δύο δηλοῖ, ἓν μὲν τὸ σὺν ἐκείνῳ ἀφ’ οὗ λέγεται, ἕτερον δὲ τὸ χωρὶς αὐτοῦ. ὅταν μὲν γὰρ λέγωμεν ἀπὸ πρωΐας ἄχρις ἑσπέρας ὥρας εἶναι δώδεκα καὶ ἀπὸ νεομηνίας ἄχρι τριακάδος ἡμέρας τριάκοντα, συγκατατάττομεν τήν τε πρώτην ὥραν καὶ τὴν νεομηνίαν· ὅταν δέ τις ἀπὸ τῆς πόλεως φῇ τὸν ἀγρὸν ἀπέχειν σταδίους τρεῖς ἢ τέτταρας, δίχα τῆς πόλεως δήπου φησίν."],["258","ὥστε καὶ νῦν τὸ „ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου “νομιστέον τὸ χωρὶς ἐκείνου παραλαμβάνεσθαι· βούλεται γὰρ διοικίσας ἡμᾶς τῶν σωματικῶν, ἅπερ ἐν ῥύσει καὶ φθορᾷ φθειρομένῃ καὶ φθειρούσῃ θεωρεῖται, κλῆρον ψυχῆς λαβεῖν μετὰ τῶν ἀφθάρτων καὶ ἀφθαρσίας ἀξίων ἀρετῶν."],["259","οὕτω μέντοι τὸ εἰκάσθαι ποταμῷ λόγον ἐπαινετὸν ἰχνηλατοῦντες εὑρήκαμεν. ὁ δὲ ψεκτὸς αὐτὸς ἄρα ἦν ὁ Αἰγύπτιος ποταμός, ἀνάγωγός τις καὶ ἀμαθής, ὡς ἔπος εἰπεῖν, ἄψυχος λόγος· οὗ χάριν καὶ εἰς αἷμα μεταβάλλει (Exod. 7, 20), τρέφειν οὐ δυνάμενος— ὁ γὰρ ἀπαιδευσίας λόγος οὐ πότιμος— καὶ εὐτοκεῖ μέντοι βατράχοις (Exod. 8, 6) ἀναίμοις καὶ ἀψύχοις, καινὸν καὶ τραχὺν ἦχον, ἄλγημα ἀκοῆς, ἀπηχοῦσι."],["260","λέγεται δέ, ὅτι καὶ οἱ ἐν αὐτῷ πάντες ἰχθύες ἐφθάρησαν (Exod. 7, 21), οἳ συμβολικῶς εἰσι τὰ νοήματα· ταῦτα γὰρ ἐννήχεται καὶ ἐγγίνεται ὡς ἐν ποταμῷ τῷ λόγῳ, ζῴοις ἐοικότα καὶ ψυχοῦντα αὐτόν· ἐν δὲ ἀπαιδεύτῳ λόγῳ τέθνηκε τὰ ἐνθυμήματα· συνετὸν γὰρ οὐδὲν ἔστιν εὑρεῖν, ἀλλὰ κολῳῶν τινας ἀκόσμους καὶ ἀμετροεπεῖς, ὡς εἶπέ τις, φωνάς."],["261","Περὶ μὲν δὴ τούτων ἅλις. ἐπεὶ δὲ οὐ μόνον στάσιν καὶ ποταμόν, ἀλλὰ καὶ χείλη ποταμοῦ φαντασιωθῆναι ὁμολογεῖ φάσκων· „ᾤμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ “(Gen. 41, 17), ἀναγκαῖον ἂν εἴη καὶ περὶ χείλους τὰ καίρια ὑπομνῆσαι."],["262","φαίνεται τοίνυν ἕνεκα δυεῖν τῶν ἀναγκαιοτάτων ἡ φύσις χείλη ζῴοις καὶ μάλιστα ἀνθρώποις ἁρμόσασθαι· ἑνὸς μὲν ἡσυχίας— ἔρυμα γὰρ ταῦτα καὶ φραγμὸς ὀχυρώτατος φωνῆς—, ἑτέρου δὲ ἑρμηνείας· διὰ γὰρ τούτων τὸ τῶν λόγων νᾶμα φέρεται· συναχθέντων μὲν γὰρ ἐπέχεται, φέρεσθαι δ’ ἀμήχανον μὴ διαστάντων."],["263","ἐκ δὲ τούτου γυμνάζει καὶ συγκροτεῖ πρὸς ἄμφω, τὸ λέγειν καὶ ἡσυχάζειν, ἑκατέρου τὸν ἁρμόττοντα καιρὸν παραφυλάττοντας. οἷον ἀκοῆς ἄξιόν τι λέγεται; πρόσεχε μηδὲν ἐναντιούμενος ἐν ἡσυχίᾳ κατὰ τὸ Μωυσέως παράγγελμα, τὸ „σιώπα καὶ ἄκουε “(Deut. 27, 9)."],["264","τῶν γὰρ εἰς τὰς ἐριστικὰς γνωσιμαχίας ἀφικνουμένων οὐδ’ ἂν εἷς κυρίως οὔτε λέγειν οὔτ’ ἀκούειν νομισθείη, τῷ δὲ μέλλοντι πρὸς ἀλήθειαν*** ὠφέλιμον."],["265","πάλιν ὅταν ἴδῃς ἐν τοῖς τοῦ βίου πολέμοις καὶ κακοῖς τὴν ἵλεω τοῦ θεοῦ χεῖρα καὶ δύναμιν ὑπερέχουσαν καὶ προασπίζουσαν, ἠρέμησον· οὐ γὰρ δεῖται συμμαχίας ὁ βοηθὸς οὗτος. ἔστι δὲ καὶ τούτου δεῖγμα τὸ ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς κατακείμενον, τὸ „κύριος πολεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσεσθε “(Exod. 14, 14)."],["266","ἐάν γε μὴν ἴδῃς τὰ γνήσια ἔγγονα καὶ πρωτότοκα Αἰγύπτου φθειρόμενα (Exod. 11, 5), τὸ ἐπιθυμεῖν, τὸ ἥδεσθαι, τὸ λυπεῖσθαι, τὸ φοβεῖσθαι, τὸ ἀδικεῖν, τὸ ἀφραίνειν, τὸ ἀκολασταίνειν καὶ ὅσα τούτων ἀδελφὰ καὶ συγγενῆ, καταπλαγεὶς ἡσύχαζε, τὸ φοβερὸν τοῦ θεοῦ κράτος ὑποπτήξας."],["267","„οὐ γὰρ γρύξει “φησί „κύων τῇ γλώσσῃ, οὐδ’ ἀπ’ ἀνθρώπου ἕως κτήνους “(ibid. 7), ἴσον τῷ οὔτε τὴν κυνώδη γλῶσσαν ὑλακτοῦσάν τε καὶ κράζουσαν οὔτε τὸν ἐν ἡμῖν ἄνθρωπον, ἡγεμόνα νοῦν, οὔτε τὸ κτηνῶδες θρέμμα, τὴν αἴσθησιν, προσήκει γαυριᾶν, ὅταν ἀναιρεθέντος τοῦ παρ’ ἡμᾶς ὅλον ἔξωθεν τὸ συμμαχικὸν αὐτοκέλευστον ὑπερασπιοῦν ἥκῃ."],["268","πολλοὶ δὲ συμβαίνουσι καιροὶ μὴ ἐφαρμόζοντες ἡσυχίᾳ, τὰς δὲ καταλογάδην ῥήσεις ἐπιζητοῦντες· ὧν πάλιν ἰδεῖν ἔστιν ἀνακείμενα ὑπομνήματα. πῶς; ἀγαθοῦ τις γέγονεν ἀπροσδόκητος μετουσία; καλὸν οὖν εὐχαριστῆσαι καὶ τὸν ἐπιπέμψαντα ὑμνῆσαι. τί οὖν τὸ ἀγαθόν;"],["269","τέθνηκε τὸ ἐπιτιθέμενον ἡμῖν πάθος καὶ πρηνὲς ἄταφον ἔρριπται; μὴ μέλλωμεν οὖν, ἀλλὰ χορὸν στησάμενοι τὴν ἱεροπρεπεστάτην ᾄδωμεν ᾠδήν, παρακελευόμενοι λέγειν πᾶσιν· „ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν “(Exod. 15, 1)."],["270","ἀλλὰ γὰρ ἡ μὲν τοῦ πάθους φθορὰ καὶ μετανάστασις ἀγαθόν, ἀλλ’ οὐ τέλειον ἀγαθόν· ἡ δὲ σοφίας εὕρεσις ὑπερβάλλον καλόν· ἧς εὑρεθείσης ἅπας ὁ λεὼς οὐ καθ’ ἓν μέρος μουσικῆς, ἀλλὰ κατὰ πάσας αὐτῆς τὰς ἁρμονίας καὶ μελῳδίας ᾄσεται."],["271","„τότε “γάρ φησιν „ᾖσεν Ἰσραὴλ τὸ ᾆσμα τοῦτο ἐπὶ τοῦ φρέατος “(Num. 21, 17), λέγω δὲ ἐπὶ τῆς πάλαι μὲν κεκρυμμένης, ἀναζητηθείσης δὲ αὖθις καὶ ἐπὶ πᾶσιν ἀνευρημένης βαθείας τὴν φύσιν ἐπιστήμης, ᾗ νόμος τὰς τῶν φιλοθεαμόνων ἄρδειν λογικὰς ἐν ψυχαῖς ἀρούρας."],["272","τί δέ; ὅταν συγκομίσωμεν τὸν γνήσιον διανοίας καρπόν, οὐ παραγγέλλει ἡμῖν ὁ ἱερὸς λόγος ὥσπερ ἐν καρτάλῳ (Deut. 26, 2. 4) τῷ λογισμῷ τὰς ἀπαρχὰς τῆς εὐφορίας ὧν ἤνθησεν, ὧν ἐβλάστησεν, ὧν ἐκαρποφόρησεν ἡ ψυχὴ καλῶν, ἐπιδεικνυμένους ἄντικρυς οὕτω ῥητορεύειν, τὰ εἰς τὸν τελεσφόρον θεὸν ἐγκώμια λέγοντας· „ἐξεκάθηρα τὰ ἅγια ἀπὸ τῆς οἰκίας μου “(ibid. 13) καὶ ἐταμιευσάμην ἐν τῷ τοῦ θεοῦ οἴκῳ, ταμίας καὶ φύλακας αὐτῶν ἐπιστήσας τοὺς ἀριστίνδην ἐπιλελεγμένους πρὸς τὴν ἱερὰν νεωκορίαν."],["273","οὗτοι δέ εἰσι Λευῖται καὶ προσήλυτοι καὶ ὀρφανοὶ καὶ χῆραι (ibid.)· οἱ μὲν ἱκέται, οἱ δὲ μετανάσται καὶ πρόσφυγες, οἱ δὲ ἀπωρφανισμένοι καὶ κεχηρευκότες γενέσεως, θεὸν δὲ τὸν τῆς ψυχῆς θεραπευτρίδος ἄνδρα καὶ πατέρα γνήσιον ἐπιγεγραμμένοι."],["274","τοῦτον μὲν δὴ τὸν τρόπον καὶ λέγειν καὶ ἡσυχάζειν ἐμπρεπέστατον. τὸ δὲ ἐναντίον μεμελετήκασιν οἱ φαῦλοι· καὶ γὰρ ἡσυχίας ἐπιλήπτου καὶ ἑρμηνείας ὑπαιτίου ζηλωταὶ γεγόνασιν, ἑκάτερον ἐπ’ ὀλέθρῳ ἑαυτῶν τε καὶ ἑτέρων συγκροτοῦντες."],["275","τὸ δὲ πλέον ἐστὶν αὐτοῖς τῆς ἀσκήσεως ἐν τῷ λέγειν ἃ μὴ δεῖ· τὸ γὰρ στόμα διανοίξαντες καὶ ἐάσαντες ἀχαλίνωτον, καθάπερ ῥεῦμα ἀκατάσχετον, φέρεσθαι τὸν ἀκριτόμυθον, ᾗ φασιν οἱ ποιηταί, λόγον ἱᾶσι, μυρία τῶν ἀλυσιτελῶν προσεπισύροντα."],["276","τοιγαροῦν οἱ μὲν ἐπὶ συνηγορίαν ἡδονῆς καὶ ἐπιθυμίας καὶ πάσης πλεοναζούσης ὁρμῆς ἐτράποντο, ἄλογον πάθος ἐπιτειχίζοντες ἡγεμόνι λογισμῷ, ἔτι δὲ καὶ ταῖς ἐριστικαῖς φιλονεικίαις ἐπαποδυσάμενοι αποδυσάμενοι συνεπλάκησαν, ἐλπίσαντες τὸ ὁρατικὸν πηρῶσαι γένος καὶ κατὰ κρημνῶν καὶ βαράθρων, ἐξ ὧν οὐδ’ ἂν ἔτι γένοιτο διαναστῆναι, δυνήσεσθαι ῥῖψαι."],["277","ἔνιοι δὲ οὐ μόνον ἀντιπάλους ἑαυτοὺς τῆς ἀνθρωπίνης ἀπέφηναν ἀρετῆς, ἀλλὰ καὶ τῆς θείας· ἐπὶ τοσοῦτον ἀπονοίας ἤλασαν. τοῦ μὲν οὖν φιλοπαθοῦς ἔξαρχος ἀναγράφεται θιάσου τῆς Αἰγυπτίας χώρας ὁ βασιλεύς, Φαραώ· λέγεται γὰρ τῷ προφήτῃ· „ἰδοὺ αὐτὸς ἐκπορεύεται ἐπὶ τὸ ὕδωρ, καὶ στήσῃ συναντῶν αὐτῷ παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ “(Exod. 7, 15)."],["278","τοῦ μὲν γὰρ ἴδιον ἐπὶ τὴν φορὰν καὶ ἀνάχυσιν ἀεὶ τοῦ ἀλόγου πάθους ἐξιέναι· τοῦ δὲ σοφοῦ πολλῷ ῥέοντι τοῖς ὑπὲρ ἡδονῆς καὶ ἐπιθυμίας λόγοις ὑπαντιάσαι οὐ τοῖς ποσίν, ἀλλὰ τῇ γνώμῃ, βεβαίως καὶ ἀκλινῶς, ἐπὶ τοῦ ποταμίου χείλους, τοῦτο δέ ἐστιν ἐπὶ τοῦ στόματος καὶ τῆς γλώττης, ἅπερ ἦν ὄργανα λόγου· παγίως γὰρ ἐπιβὰς αὐτοῖς δυνήσεται τὰς συνηγορούσας τῷ πάθει πιθανότητας ἀνατρέψαι καὶ καταβαλεῖν."],["279","ὁ δὲ τοῦ ὁρατικοῦ γένους ἐχθρὸς ὁ τοῦ Φαραὼ λαός ἐστιν, ὃς ἐπιτιθέμενος καὶ διώκων καὶ δουλούμενος ἀρετὴν οὐκ ἐπαύσατο, ἕως κακὰς ὧν διέθηκε τὰς ἀμοιβὰς εὕρατο, πελάγει τῶν ἀδικημάτων καὶ τρικυμίαις, ἃς τὸ λυττῶν πάθος ἀνήγειρε, καταποντωθείς, ὡς ὑπερβάλλουσαν θέαν καὶ νίκην ἀνανταγώνιστον καὶ χαρὰν ἐλπίδος μείζονα τὸν καιρὸν ἐνεγκεῖν ἐκεῖνον."],["280","διὸ λέγεται· „εἶδεν Ἰσραὴλ τοὺς Αἰγυπτίους τεθνηκότας παρὰ τὸ χεῖλος τῆς θαλάσσης “(Exod. 14, 30). μεγάλη γε ἡ ὑπέρμαχος χείρ, ἀναγκάζουσα παρὰ στόματι καὶ χείλεσι καὶ λόγῳ πίπτειν τοὺς τὰ ὄργανα ταῦτα κατὰ τῆς ἀληθείας ἀκονησαμένους, ἵνα μὴ ὀθνείοις ἀλλὰ ἰδίοις ὅπλοις οἱ καθ’ ἑτέρων ἀναλαβόντες αὐτὰ θνῄσκωσι."],["281","τρία δ’ εὐαγγελίζεται τῇ ψυχῇ τὰ κάλλιστα, ἓν μὲν ἀπώλειαν Αἰγυπτιακῶν παθῶν, ἕτερον δὲ τὸ μὴ παρ’ ἑτέρῳ χωρίῳ, ἀλλὰ τῆς ἁλμυρᾶς καὶ πικρᾶς πηγῆς, ὡς ἂν θαλάττης, χείλεσι, δι’ ὧν ὁ πολέμιος ἀρετῆς σοφιστὴς λόγος ἐξεκέχυτο, τελευταῖον δὲ τὴν θέαν τοῦ πτώματος."],["282","μηδὲν γὰρ ἀόρατον εἴη καλόν, ἀλλὰ πρὸς*** καὶ λαμπρὸν ἥλιον ἄγοιτο· καὶ γὰρ τοὐναντίον εἰς βαθὺ σκότος καὶ*** ἄξιον τὸ κακόν. καὶ τοῦτο μὲν μηδ’ ἐκ τύχης ἰδεῖν ποτε γένοιτο, τὸ δὲ ἀγαθὸν μείζοσιν ὀφθαλμοῖς ἀεὶ περιαθροῖτο. τί δὲ οὕτως ἀγαθόν, ὡς ζῆσαι τὰ καλὰ καὶ ἀποθανεῖν τὰ φαῦλα;"],["283","τρεῖς τοίνυν ἦσαν οἱ τὴν τῶν λόγων δεινότητα μέχρις οὐρανοῦ τείναντες. οὗτοι μελέτην κατὰ τῆς φύσεως, μᾶλλον δὲ κατὰ τῆς ἑαυτῶν ψυχῆς ἐμελέτησαν φάσκοντες, μόνον εἶναι τὸ αἰσθητὸν καὶ ὁρώμενον τοῦτο, οὔτε γενόμενόν ποτε οὔτ’ αὖθις φθαρησόμενον, ἀγένητον δὲ καὶ ἄφθαρτον, ἀνεπιτρόπευτον, ἀκυβέρνητον, ἀπροστασίαστον."],["284","εἶτ’ ἐπ’ ἄλλοις ἄλλα συνθέντες ἐπιχειρήματα, δόγμα ἀδόκιμον οἰκοδομοῦντες εἰς ὕψος οἷα πύργον ἐξῆραν. λέγεται γὰρ ὅτι „ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν “(Gen. 11, 1), συμφωνία τῶν τῆς ψυχῆς μερῶν πάντων ἀσύμφωνος ἐπὶ τῷ κινῆσαι τὸ συνεκτικώτατον ἐν τοῖς οὖσιν, ἀρχήν."],["285","τοιγαροῦν ἐλπίσαντας αὐτοὺς εἰς οὐρανὸν ταῖς ἐπινοίαις ἀναδραμεῖσθαι ἐπὶ καθαιρέσει τῆς αἰωνίου βασιλείας ἡ μεγάλη καὶ ἀκαθαίρετος καταβάλλει χείρ, καὶ τὸ οἰκοδομηθὲν δόγμα συνανατρέψασα."],["286","κέκληται δὲ ὁ τόπος „σύγχυσις “, οἰκεῖον ὄνομα τῷ καινουργηθέντι τολμήματι. τί γὰρ ἀναρχίας συγχυτικώτερον; οὐκ οἰκίαι μὲν ἀνηγεμόνευτοι προσκρουσμάτων γέμουσι καὶ ταραχῆς; ἀβασίλευτοι δ’ ἐαθεῖσαι πόλεις ὑπὸ ὀχλοκρατίας, ἐναντίου καὶ μεγίστου, φθείρονται;"],["287","καὶ χῶραι δὲ καὶ ἔθνη καὶ κλίματα γῆς, ὧν ἀρχαὶ κατελύθησαν, οὐ παλαιὰς καὶ μεγάλας εὐδαιμονίας ἀπέβαλον; καὶ τί δεῖ τὰ ἀνθρώπινα λέγεσθαι;"],["288","οὐδὲ γὰρ αἱ ἄλλαι τῶν ζῴων ἀγέλαι, πτηνῶν, χερσαίων, ἐνύδρων, ἄνευ τινὸς ἀγελάρχου συνεστᾶσιν, ἀλλὰ ποθοῦσι καὶ περιέπουσιν αἰεὶ τὸν οἰκεῖον ἡγεμόνα, ὡς μόνον ἀγαθῶν αἴτιον, οὗ κατὰ τὴν ἀπουσίαν σκεδάννυνται καὶ διαφθείρονται."],["289","εἶτ’ οἰόμεθα τοῖς μὲν περιγείοις, ἃ βραχυτάτη μοῖρα τοῦ παντός ἐστιν, ἀρχὴν μὲν ἀγαθῶν, ἀναρχίαν δὲ κακῶν εἶναι αἰτίαν, τὸν δὲ κόσμον οὐ διὰ τὴν τοῦ βασιλεύοντος θεοῦ προήγησιν εὐδαιμονίας τῆς ἄκρας πεπληρῶσθαι;"],["290","δίκην οὖν ἁρμόττουσαν οἷς ἐτίθεντο διδόασι· φύραντες γὰρ τὸ ἱερὸν περὶ*** ἀναρχίας φυρόμενοι ἐπεῖδον, συγχυθέντες οὐ συγχέαντες. ἕως δὲ οὔπω τιμωρίαν δεδώκασιν, ὑπὸ φρενοβλαβείας φυσώμενοι τὴν μὲν τῶν ὅλων ἀρχὴν ἀνοσίοις λόγοις καθαιροῦσιν, αὑτοὺς δὲ ἄρχοντας καὶ βασιλέας ἀναγράφουσι, τὸ ἀκαθαίρετον τοῦ θεοῦ κράτος γενέσει τῇ ἀδιαστάτως ἀπολλυμένῃ καὶ"],["291","φθειρομένῃ περιάπτοντες. ἐπιτραγῳδοῦντες γοῦν καὶ ἐπικομπάζοντες εἰώθασιν οἱ καταγέλαστοι λέγειν ταῦτα· ἡμεῖς οἱ ἡγεμόνες, ἡμεῖς οἱ δυναστεύοντες· ἐφ’ ἡμῖν ὁρμεῖ τὰ πάντα· ἀγαθῶν καὶ τῶν ἐναντίων τίνες αἴτιοι ὅτι μὴ ἡμεῖς; τὸ εὖ καὶ κακῶς ἐργάσασθαι τίσιν ὅτι μὴ ἡμῖν ἀψευδέστατα ἀνάκειται; φλυαροῦσι δὲ ἄλλως οἱ δυνάμεως ἀοράτου τὰ πάντα φάσκοντες ἐξῆφθαι, ἣν πρυτανεύειν τῶν κατὰ τὸν κόσμον ἀνθρωπείων τε καὶ θείων νομίζουσι."],["292","τοιαῦτα καταλαζονευσάμενοι, ἐὰν μὲν ὥσπερ ἐκ μέθης νήψαντες ἐν ἑαυτοῖς γένωνται καὶ τῆς παροινίας, ἣν παρῴνησαν, εἰς αἴσθησιν ἐλθόντες αἰδεσθῶσι καὶ κακίσωσιν ἑαυτοὺς ἐφ’ οἷς ὑπ’ ἀγνώμονος γνώμης ἐξαμαρτάνειν προήχθησαν, ἀκολακεύτῳ καὶ ἀδεκάστῳ χρησάμενοι συμβούλῳ μετανοίᾳ, τὴν ἵλεω τοῦ ὄντος δύναμιν ἐξευμενισάμενοι παλινῳδίαις ἀντὶ βεβήλων ἱεραῖς, ἀμνηστίαν εὑρήσονται παντελῆ."],["293","ἐὰν δὲ ἀφηνιασταὶ καὶ σκληραύχενες μέχρι τοῦ παντὸς γενόμενοι σκιρτῶσιν, ὡς αὐτόνομοι καὶ ἐλεύθεροι καὶ ἑτέρων ἡγεμόνες ὄντες, ἀπαραιτήτῳ ἀνάγκῃ καὶ ἀμειλίκτῳ τὴν ἑαυτῶν ἐν ἅπασι μικροῖς τε καὶ μεγάλοις οὐδένειαν αἰσθήσονται."],["294","ὁ γὰρ ἐπιβεβηκὼς ἡνίοχος ὡς ἅρματι πτηνῷ τῷδε τῷ κόσμῳ χαλινὸν ἐμβαλὼν καὶ τὸ κεχαλασμένον τῶν ἡνιῶν ὀπίσω βίᾳ τείνας καὶ τοὺς κημοὺς ἐπισφίγξας, μάστιξι καὶ κέντροις ἀναμνήσει τῆς δεσποτικῆς ἐξουσίας, ἧς ἐπελάθοντο διὰ τὸ χρηστὸν καὶ ἥμερον τοῦ κρατοῦντος ὥσπερ οἱ κακοὶ δοῦλοι."],["295","τὸ γὰρ τῶν δεσποτῶν ἐπιεικὲς εἰς ἀναρχίαν ἐκτρέποντες ἐπιμορφάζουσι τὸ ἀδέσποτον, μέχρις ἂν τὴν ῥοώδη τε καὶ πολλὴν αὐτῶν νόσον, ἀντὶ φαρμάκων τὰς τιμωρίας προσφέρων, ὁ κεκτημένος ἐπισχῇ."],["296","διὸ λέγεται· „ψυχὴ ἄνομος ἡ διαστέλλουσα τοῖς χείλεσι κακοποιῆσαι ἢ καλῶς ποιῆσαι· εἶθ’ ὕστερον ἐξαγορεύσει τὴν ἁμαρτίαν ἑαυτῆς “(Lev. 5, 4). τί φῄς, ὦ γέμουσα ἀλαζονείας; οἶδας γάρ, τί ἐστι τὸ πρὸς ἀλήθειαν ἀγαθὸν ἢ καλὸν ἢ δίκαιον ἢ ὅσιον ἢ τίνα τίσιν ἐφαρμόττει;"],["297","ἡ τούτων ἐπιστήμη τε καὶ δύναμις ἀνάκειται μόνῳ θεῷ, καὶ εἴ τις αὐτῷ φίλος. μάρτυς δὲ καὶ χρησμός, ἐν ᾧ λέγεται· „ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· πατάξω κἀγὼ ἰάσομαι “(Deut. 32, 39)."],["298","ἀλλὰ γὰρ οὐδὲ ἐπιπόλαιον ἔσχεν ἡ δοκησίσοφος ψυχὴ τὴν τῶν ὑπὲρ ἑαυτὴν ὀνείρωξιν, ἀλλ’ οὕτως ἡ δυστυχὴς ἐξηνεμώθη, ὡς καὶ ἐνώμοτον γενέσθαι περὶ τοῦ βεβαίως καὶ παγίως ταῦθ’ ἑστάναι, ἃ ψευδῶς ὑπέλαβεν."],["299","ἐὰν οὖν τὸ παλμῶδες καὶ παφλάζον τοῦ νοσήματος ἄρξηται χαλᾶν, τὰ τῆς ὑγείας ἐμπυρεύματα κατ’ ὀλίγον ἐκζωπυρούμενα βιάσεται τὸ μὲν πρῶτον ἐξαγορεῦσαι τὸ ἁμάρτημα, τὸ δ’ ἐστὶ κακίσαι ἑαυτήν, εἶτα πρὸς βωμοῖς ἱκέτιν γενέσθαι, ποτνιωμένην λιταῖς καὶ εὐχαῖς καὶ θυσίαις, αἷς ἀμνηστίας μόναις ἐπιλαχεῖν ἔστιν."],["300","Ἑξῆς δ’ ἄν τις εἰκότως ἐπαπορήσειε, τί δή ποτε τὸν ἐν Αἰγύπτῳ ποταμὸν μόνον ἀνέγραψεν ἔχοντα χείλη, τὸν δ’ Εὐφράτην ἤ τινα τῶν ἄλλων ἱερῶν ποταμῶν οὐκέτι. ὅπου μὲν γάρ φησι· „στήσῃ συναντῶν αὐτῷ παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ “(Exod. 7, 15)***."],["301","καίτοι τινὲς ἴσως ἐπιχλευάζοντες ἐροῦσι, μὴ δεῖν τὰ τοιαῦτα εἰς τὰς ζητήσεις εἰσάγειν· γλισχρολογίαν γὰρ μᾶλλον ἢ ὠφέλειάν τινα ἐμφαίνειν. ἐγὼ δὲ τὰ τοιαῦτα ἡδυσμάτων τρόπον παρηρτύσθαι ταῖς ἱεραῖς ἀναγραφαῖς βελτιώσεως ἕνεκα τῶν ἐντυγχανόντων ὑπολαμβάνω· καὶ οὐδεμίαν τῶν ζητούντων καταγνωστέον εὑρεσιλογίαν, ἀλλ’ εἰ μὴ ζητοῖεν, ἔμπαλιν ἀργίαν."],["302","οὐδὲ γὰρ περὶ ποταμῶν ἐστιν ἱστορίας ἡ παροῦσα σπουδή, περὶ δὲ βίων τῶν εἰκαζομένων ποταμίοις ῥεύμασιν, ἐναντιουμένων ἀλλήλοις. ὁ μὲν γὰρ τοῦ σπουδαίου βίος ἐν ἔργοις, ἐν λόγοις δὲ ὁ τοῦ φαύλου θεωρεῖται. λόγος δὲ γλώττῃ καὶ στόματι καὶ χείλεσι καὶ τοῖς***."]]] \ No newline at end of file diff --git a/lines/on-the-giants.json b/lines/on-the-giants.json new file mode 100644 index 0000000000000000000000000000000000000000..1bef0e6ccff52cd7562a19ef3365bee7c9738d8e --- /dev/null +++ b/lines/on-the-giants.json @@ -0,0 +1 @@ +[[["1","„Καὶ δὴ ἐγένετο, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς “(Gen. 6, 1). ἄξιον οἶμαι διαπορῆσαι, διὰ τί μετὰ τὴν Νῶε καὶ τῶν υἱῶν αὐτοῦ γένεσιν εἰς πολυανθρωπίαν ἐπιδίδωσιν ἡμῶν τὸ γένος. ἀλλ’ ἴσως οὐ χαλεπὸν ἀποδοῦναι τὴν αἰτίαν· ἀεὶ γὰρ ἐπειδὰν τὸ σπάνιον φανῇ, πάμπολυ τὸ ἐναντίον εὑρίσκεται."],["2","ἑνὸς οὖν εὐφυΐα τὴν περὶ μυρίους διαδείκνυσιν ἀφυΐαν, καὶ τὰ τεχνικὰ μέντοι καὶ ἐπιστημονικὰ καὶ ἀγαθὰ καὶ καλὰ ὄντα ὀλίγα τὴν τῶν ἀτέχνων καὶ ἀνεπιστημόνων καὶ ἀδίκων καὶ συνόλως φαύλων ἄπειρον ὅσην πληθὺν ἐπεσκιασμένην ἀποφαίνει."],["3","οὐχ ὁρᾷς ὅτι καὶ ἐν τῷ παντὶ ἥλιος εἷς ὢν τὸ μυρίον καὶ βαθὺ σκότος κατὰ γῆν καὶ κατὰ θάλατταν κεχυμένον ἐπιλάμψας ἀνασκίδνησιν; εἰκότως οὖν καὶ ἡ τοῦ δικαίου Νῶε γένεσις καὶ τῶν υἱῶν αὐτοῦ τοὺς ἀδίκους πολλοὺς διασυνίστησι· τῷ γὰρ ἐναντίῳ τὰ ἐναντία πέφυκέ πως μάλιστα γνωρίζεσθαι."],["4","ἄδικος δὲ οὐδεὶς ἄρρενα γενεὰν ἐν ψυχῇ σπείρει τὸ παράπαν, ἀλλὰ θηλυγονοῦσιν ἐκ φύσεως ἄνανδροι καὶ κατεαγότες καὶ θηλυδρίαι τὰ φρονήματα, δένδρον οὐδὲν ἀρετῆς, οὗ καλοὺς καὶ γενναίους ἐξ ἀνάγκης ἔδει τοὺς καρποὺς γενέσθαι, πάντα δὲ κακίας καὶ παθῶν, ὧν γυναικώδεις αἱ βλάσται, φυτεύσαντες·"],["5","οὗ χάριν θυγατέρας οἱ ἄνθρωποι οὗτοι γεννῆσαι λέγονται, υἱὸν δὲ οὐδεὶς αὐτῶν. ἐπεὶ γὰρ ὁ δίκαιος ἀρρενογονεῖ Νῶε τέλειον καὶ ὀρθὸν λόγον καὶ ἄρρενα ὄντως μετιών, θηλυτόκος ἡ κατὰ τοὺς πολλοὺς ἀδικία πάντως ἀναφαίνεται· ἀμήχανον γὰρ τὰ αὐτὰ πρὸς τῶν ἐναντίων, ἀλλὰ μὴ τὰ ἐναντία πάλιν γενέσθαι."],["6","„Ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο “(Gen. 6, 2). οὓς ἄλλοι φιλόσοφοι δαίμονας, ἀγγέλους Μωυσῆς εἴωθεν ὀνομάζειν· ψυχαὶ δ’ εἰσὶ κατὰ τὸν ἀέρα πετόμεναι."],["7","καὶ μηδεὶς ὑπολάβῃ μῦθον εἶναι τὸ εἰρημένον· ἀνάγκη γὰρ ὅλον δι’ ὅλων τὸν κόσμον ἐψυχῶσθαι, τῶν πρώτων καὶ στοιχειωδῶν μερῶν ἑκάστου τὰ οἰκεῖα καὶ πρόσφορα ζῷα περιέχοντος, γῆς μὲν τὰ χερσαῖα, θαλάττης δὲ καὶ ποταμῶν τὰ ἔνυδρα, πυρὸς δὲ τὰ πυρίγονα— λόγος δὲ ἔχει ταῦτα κατὰ Μακεδονίαν μάλιστα γίνεσθαι—, οὐρανοῦ δὲ τοὺς ἀστέρας."],["8","καὶ γὰρ οὗτοι ψυχαὶ ὅλαι δι’ ὅλων ἀκήρατοί τε καὶ θεῖαι, παρὸ καὶ κύκλῳ κινοῦνται τὴν συγγενεστάτην νῷ κίνησιν· νοῦς γὰρ ἕκαστος αὐτῶν ἀκραιφνέστατος. ἔστιν οὖν ἀναγκαῖον καὶ τὸν ἀέρα ζῴων πεπληρῶσθαι· ταῦτα δὲ ἡμῖν ἐστιν ἀόρατα, ὅτιπερ καὶ αὐτὸς οὐχ ὁρατὸς αἰσθήσει."],["9","ἀλλ’ οὐ παρόσον ἀδύνατος ἡ ὄψις ψυχῶν φαντασιωθῆναι τύπους, διὰ τοῦτ’ οὔκ εἰσιν ἐν ἀέρι ψυχαί, καταλαμβάνεσθαι δ’ αὐτὰς ἀναγκαῖον ὑπὸ νοῦ, ἵνα πρὸς τῶν ὁμοίων τὸ ὅμοιον θεωρῆται. ἐπεὶ καὶ τί φήσομεν;"],["10","πάνθ’ ὅσα χερσαῖα καὶ ἔνυδρα οὐκ ἀέρι καὶ πνεύματι ζῇ; τί δέ; οὐκ ἀέρος κακωθέντος τὰ λοιμικὰ συνίστασθαι παθήματα φιλεῖ, ὡς ἂν αἰτίου τῆς ψυχώσεως ἑκάστοις; τί δέ; ὁπότε ἀπήμων καὶ ἀβλαβὴς εἴη, ὁποῖον ἐν ταῖς βορείοις μάλιστα αὔραις εἴωθε γίνεσθαι, οὐ καθαρωτέρου σπῶντα τοῦ πνεύματος πρὸς πλείονα καὶ κραταιοτέραν διαμονὴν ἐπιδίδωσιν;"],["11","ἆρ’ οὖν εἰκὸς δι’ οὗ τὰ ἄλλα, ἔνυδρά τε καὶ χερσαῖα, ἐψύχωται, ἔρημον εἶναι ἢ ψυχῶν ἀμοιρεῖν; τοὐναντίον μὲν οὖν, εἰ καὶ τὰ ἄλλα πάντα ζῴων ἄγονα ἦν, μόνος ἀὴρ ὤφειλε ζῳοτοκῆσαι τὰ ψυχῆς κατ’"],["12","ἐξαίρετον χάριν παρὰ τοῦ δημιουργοῦ σπέρματα λαβών. τῶν οὖν ψυχῶν αἱ μὲν πρὸς σώματα κατέβησαν, αἱ δὲ οὐδενὶ τῶν γῆς μορίων ἠξίωσάν ποτε συνενεχθῆναι. ταύταις ἀφιερωθείσαις καὶ τῆς τοῦ πατρὸς θεραπείας περιεχομέναις ὑπηρέτισι καὶ διακόνοις ὁ δημιουργὸς εἴωθε χρῆσθαι πρὸς τὴν τῶν θνητῶν ἐπιστασίαν."],["13","ἐκεῖναι δ’ ὥσπερ εἰς ποταμὸν τὸ σῶμα καταβᾶσαι ποτὲ μὲν ὑπὸ συρμοῦ δίνης βιαιοτάτης ἁρπασθεῖσαι κατεπόθησαν, ποτὲ δὲ πρὸς τὴν φορὰν ἀντισχεῖν δυνηθεῖσαι τὸ μὲν πρῶτον ἀνενήξαντο, εἶτα ὅθεν ὥρμησαν, ἐκεῖσε πάλιν ἀνέπτησαν."],["14","αὗται μὲν οὖν εἰσι ψυχαὶ τῶν ἀνόθως φιλοσοφησάντων, ἐξ ἀρχῆς ἄχρι τέλους μελετῶσαι τὸν μετὰ σωμάτων ἀποθνῄσκειν βίον, ἵνα τῆς ἀσωμάτου καὶ ἀφθάρτου παρὰ τῷ ἀγενήτῳ καὶ ἀφθάρτῳ ζωῆς μεταλάχωσιν,"],["15","αἱ δὲ καταποντωθεῖσαι τῶν ἄλλων ἀνθρώπων ὅσοι σοφίας ἠλόγησαν ἐκδόντες ἀστάτοις καὶ τυχηροῖς πράγμασιν ἑαυτοὺς, ὧν οὐδὲν εἰς τὸ κράτιστον τῶν ἐν ἡμῖν, ψυχὴν ἢ νοῦν, ἀναφέρεται, πάντα δὲ ἐπὶ τὸν συμφυᾶ νεκρὸν ἡμῶν, τὸ σῶμα, ἢ ἐπὶ τὰ ἀψυχότερα τούτου, δόξαν λέγω καὶ χρήματα καὶ ἀρχὰς καὶ τιμὰς καὶ ὅσα ἄλλα ὑπὸ τῶν μὴ τεθεαμένων τὰ πρὸς ἀλήθειαν καλὰ ἀπάτῃ ψευδοῦς δόξης ἀναπλάττεται ἢ ζωγραφεῖται."],["16","ψυχὰς οὖν καὶ δαίμονας καὶ ἀγγέλους ὀνόματα μὲν διαφέροντα, ἓν δὲ καὶ ταὐτὸν ὑποκείμενον διανοηθεὶς ἄχθος βαρύτατον ἀποθήσῃ δεισιδαιμονίαν. ὥσπερ γὰρ ἀγαθοὺς δαίμονας καὶ κακοὺς λέγουσιν οἱ πολλοὶ καὶ ψυχὰς ὁμοίως, οὕτως καὶ ἀγγέλους τοὺς μὲν τῆς προσρήσεως ἀξίους πρεσβευτάς τινας ἀνθρώπων πρὸς θεὸν καὶ θεοῦ πρὸς ἀνθρώπους ἱεροὺς καὶ ἀσύλους διὰ τὴν ἀνυπαίτιον καὶ παγκάλην ταύτην ὑπηρεσίαν, τοὺς δ’ ἔμπαλιν ἀνιέρους καὶ ἀναξίους τῆς προσρήσεως καὶ αὐτὸς ὑπολαμβάνων οὐχ ἁμαρτήσει."],["17","μαρτυρεῖ δέ μου τῷ λόγῳ τὸ παρὰ τῷ ὑμνογράφῳ εἰρημένον ἐν ᾄσματι τούτῳ· „ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν, ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν “(Psalm. 77, 49). οὗτοί εἰσιν οἱ πονηροὶ τὸ ἀγγέλων ὄνομα ὑποδυόμενοι, τὰς μὲν ὀρθοῦ λόγου θυγατέρας, ἐπιστήμας καὶ ἀρετάς, οὐκ εἰδότες, τὰς δὲ τῶν ἀνθρώπων θνητὰς θνητῶν ἀπογόνους ἡδονὰς μετερχόμενοι γνήσιον μὲν οὐδὲν ἐπιφερομένας κάλλος, ὃ διανοίᾳ μόνῃ θεωρεῖται, νόθον δὲ εὐμορφίαν, δι’ ἧς ἡ αἴσθησις ἀπατᾶται."],["18","λαμβάνουσι δὲ οὐ πάσας ἅπαντες τὰς θυγατέρας, ἀλλ’ ἔνιοι ἐνίας ἐκ μυρίων ὅσων ἐπελέξαντο ἑαυτοῖς, οἱ μὲν τὰς δι’ ὄψεως, ἕτεροι δὲ τὰς δι’ ἀκοῆς, τὰς δ’ αὖ διὰ γεύσεως καὶ γαστρὸς ἄλλοι, τινὲς δὲ τὰς μετὰ γαστέρα, πολλοὶ δὲ καὶ τῶν πορρωτάτω διῳκισμένων ἀντελάβοντο τὰς μηκίστας ἐν ἑαυτοῖς τείνοντες ἐπιθυμίας· ποικίλαι γὰρ ἐξ ἀνάγκης αἱ ποικίλων ἡδονῶν αἱρέσεις, ἄλλων ᾠκειωμένων ἄλλαις."],["19","Ἐν δὴ τοῖς τοιούτοις ἀμήχανον τὸ τοῦ θεοῦ καταμεῖναι καὶ διαιωνίσαι πνεῦμα, ὡς δηλοῖ καὶ αὐτὸς ὁ νομοθέτης. „εἶπε “γάρ φησι „κύριος ὁ θεός· οὐ καταμενεῖ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας “(Gen. 6, 3)."],["20","μένει μὲν γὰρ ἔστιν ὅτε, καταμένει δ’ οὐκ εἰσάπαν παρὰ τοῖς πολλοῖς ἡμῖν. τίς γὰρ οὕτως ἄλογος ἢ ἄψυχός ἐστιν, ὡς μηδέποτε ἔννοιαν τοῦ ἀρίστου μήθ’ ἑκὼν μήτ’ ἄκων λαβεῖν; ἀλλὰ γὰρ καὶ τοῖς ἐξαγίστοις ἐπιποτᾶται πολλάκις αἰφνίδιος ἡ τοῦ καλοῦ φαντασία, συλλαβεῖν δ’ αὐτὴν καὶ φυλάξαι παρ’ ἑαυτοῖς ἀδυνατοῦσιν."],["21","οἴχεται γὰρ εὐθέως μεταναστᾶσα, τοὺς προσεληλυθότας οἰκήτορας νόμον καὶ δίκην ἐκδεδιῃτημένους ἀποστραφεῖσα, πρὸς οὓς οὐδ’ ἄν ποτε ἧκεν, εἰ μὴ τοῦ διελέγξαι χάριν τοὺς ἀντὶ καλῶν αἰσχρὰ αἱρουμένους."],["22","λέγεται δὲ θεοῦ πνεῦμα καθ’ ἕνα μὲν τρόπον ὁ ῥέων ἀὴρ ἀπὸ γῆς, τρίτον στοιχεῖον ἐποχούμενον ὕδατι— παρό φησιν ἐν τῇ κοσμοποιίᾳ· „πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος “(Gen. 1, 2), ἐπειδήπερ ἐξαιρόμενος ὁ ἀὴρ κοῦφος ὢν ἄνω φέρεται ὕδατι βάσει χρώμενος—, καθ’ ἕτερον δὲ τρόπον ἡ ἀκήρατος ἐπιστήμη, ἧς πᾶς ὁ σοφὸς εἰκότως μετέχει."],["23","δηλοῖ δὲ ἐπὶ τοῦ τῶν ἁγίων ἔργων δημιουργοῦ καὶ τεχνίτου φάσκων, ὅτι „ἀνεκάλεσεν ὁ θεὸς τὸν Βεσελεὴλ καὶ ἐνέπλησεν αὐτὸν πνεύματος θείου, σοφίας, συνέσεως, ἐπιστήμης, ἐπὶ παντὶ ἔργῳ διανοεῖσθαι “(Exod. 31, 2— 3)· ὥστε τὸ τί ἐστι πνεῦμα"],["24","θεῖον ὁρικῶς διὰ τῶν λεχθέντων ὑπογράφεσθαι. τοιοῦτόν ἐστι καὶ τὸ Μωυσέως πνεῦμα, ὃ ἐπιφοιτᾷ τοῖς ἑβδομήκοντα πρεσβυτέροις τοῦ διενεγκεῖν ἑτέρων καὶ βελτιωθῆναι χάριν· οἷς οὐδὲ πρεσβυτέροις πρὸς ἀλήθειαν ἔνεστι γενέσθαι μὴ μεταλαβοῦσι τοῦ πανσόφου πνεύματος ἐκείνου. λέγεται γὰρ ὅτι „ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ καὶ ἐπιθήσω ἐπὶ τοὺς ἑβδομήκοντα πρεσβυτέρους “(Num. 11, 17)."],["25","ἀλλὰ μὴ νομίσῃς οὕτως ἀφαίρεσιν κατὰ ἀποκοπὴν καὶ διάζευξιν γίνεσθαι, ἀλλ’ οἵα γένοιτ’ ἂν ἀπὸ πυρὸς, ὅ, κἂν μυρίας δᾷδας ἐξάψῃ, μένει μήδ’ ὁτιοῦν ἐλαττωθὲν ἐν ὁμοίῳ. τοιαύτη τίς ἐστι καὶ τῆς ἐπιστήμης ἡ φύσις· τοὺς γὰρ φοιτητὰς καὶ γνωρίμους ἀποφήνασα ἐμπείρους πάντας κατ’ οὐδὲν μέρος ἐλαττοῦται, πολλάκις δὲ καὶ πρὸς τὸ ἄμεινον ἐπιδίδωσιν, ὥσπερ φασὶ τὰς ἀπαντλουμένας πηγάς· καὶ γὰρ ἐκείνας λόγος ἔχει τότε μᾶλλον γλυκαίνεσθαι."],["26","αἱ γὰρ συνεχεῖς πρὸς ἑτέρους ὁμιλίαι μελέτην καὶ ἄσκησιν ἐμποιοῦσαι ὁλόκληρον τελειότητα ἐργάζονται. εἰ μὲν οὖν τὸ ἴδιον αὐτοῦ Μωυσέως πνεῦμα ἤ τινος ἄλλου γενητοῦ τοσούτῳ πλήθει γνωρίμων ἔμελλε διανέμεσθαι, κἂν κατακερματισθὲν εἰς μοίρας τοσαύτας ἐμειοῦτο."],["27","νῦν δὲ τὸ ἐπ’ αὐτῷ πνεῦμά ἐστι τὸ σοφόν, τὸ θεῖον, τὸ ἄτμητον, τὸ ἀδιαίρετον, τὸ ἀστεῖον, τὸ πάντῃ δι’ ὅλων ἐκπεπληρωμένον· ὅπερ ὠφελοῦν οὐ βλάπτεται οὐδὲ μεταδοθὲν ἑτέροις οὐδ’ αὖ προστεθὲν ἐλαττοῦται τὴν σύνεσιν καὶ ἐπιστήμην καὶ σοφίαν."],["28","διὸ δὴ πνεῦμα θεῖον μένειν μὲν δυνατὸν ἐν ψυχῇ, διαμένειν δὲ ἀδύνατον, ὡς εἴπομεν. καὶ τί θαυμάζομεν; οὐδὲ γὰρ ἄλλου τὸ παράπαν οὐδενὸς ἐχυρὰ καὶ βέβαιος ἐγγίνεται κτῆσις ἀντιρρεπόντων καὶ πρὸς ἑκάτερα ταλαντευόντων τῶν ἀνθρωπίνων πραγμάτων καὶ ἄλλοτε ἀλλοίας ἐνδεχομένων μεταβολάς."],["29","αἴτιον δὲ τῆς ἀνεπιστημοσύνης μέγιστον ἡ σὰρξ καὶ ἡ πρὸς σάρκα οἰκείωσις· καὶ αὐτὸς δὲ ὁμολογεῖ φάσκων „διὰ τὸ εἶναι αὐτοὺς σάρκας “μὴ δύνασθαι τὸ θεῖον πνεῦμα καταμεῖναι. καίτοι καὶ γάμος καὶ παιδοτροφία καὶ πορισμὸς τῶν ἀναγκαίων ἀδοξία τε μετὰ ἀχρηματίας καὶ πραγματεῖαι, ὧν αἱ μὲν ἴδιαι αἱ δὲ κοιναί, καὶ μυρία ἄλλα, πρὶν σοφίαν ἀνθῆσαι, κατεμάραναν."],["30","ἀλλ’ οὐδὲν οὕτως ἐμπόδιον πρὸς αὔξησιν αὐτῆς, ὡς ἡ σαρκῶν φύσις. αὕτη γὰρ καθάπερ τις θεμέλιος ἀγνοίας καὶ ἀμαθίας πρῶτος καὶ μέγιστος ὑποβέβληται, ᾧ τῶν εἰρημένων ἕκαστον ἐποικοδομεῖται."],["31","ψυχαὶ μὲν γὰρ ἄσαρκοι καὶ ἀσώματοι ἐν τῷ τοῦ παντὸς θεάτρῳ διημερεύουσαι θεαμάτων καὶ ἀκουσμάτων θείων, ὧν ἄπληστος αὐτὰς εἰσελήλυθεν ἔρως, μηδενὸς κωλυσιεργοῦντος ἀπολαύουσιν. ὅσαι δὲ τὸν σαρκῶν φόρτον ἀχθοφοροῦσι, βαρυνόμεναι καὶ πιεζόμεναι ἄνω μὲν βλέπειν εἰς τὰς οὐρανίους περιόδους ἀδυνατοῦσι, κάτω δὲ ἑλκυσθεῖσαι τὸν αὐχένα βιαίως δίκην τετραπόδων γῇ προσερρίζωνται."],["32","παρὸ καὶ τὰς ἐκνόμους καὶ ἐκθέσμους ὁμιλίας τε καὶ μίξεις ἐγνωκὼς ὁ νομοθέτης ἀναιρεῖν προοιμιάζεται τὸν τρόπον τοῦτον· „ἄνθρωπος ἄνθρωπος πρὸς πάντα οἰκεῖον σαρκὸς αὐτοῦ οὐ προσελεύσεται ἀποκαλύψαι ἀσχημοσύνην· ἐγὼ κύριος “(Lev. 18, 6). πῶς ἄν τις προτρέψαιτο μᾶλλον σαρκὸς καὶ τῶν σαρκὸς οἰκείων καταφρονεῖν ἢ τοῦτον τὸν τρόπον;"],["33","καίτοι οὐκ ἀποτρέπει μόνον, ἀλλὰ καὶ παγίως ἀποφαίνεται, ὅτι ὁ πρὸς ἀλήθειαν ἄνθρωπος οὐ προσελεύσεταί ποτε ἑκὼν ταῖς φίλαις καὶ συγγενέσι σώματος ἡδοναῖς, ἀλλυτρίωσιν δὲ τὴν πρὸς αὐτὰς ἀεὶ μελετήσει. τὸ μὲν οὖν μὴ ἅπαξ ἀλλὰ δὶς φάναι „ἄνθρωπος ἄνθρωπος “σημεῖόν ἐστι τοῦ μὴ τὸν ἐκ σώματος καὶ ψυχῆς ἀλλὰ τὸν ἀρετῇ κεχρημένον δηλοῦσθαι. ὄντως γὰρ ὁ ἀληθινὸς οὗτός ἐστιν, ὃν καὶ τῶν παλαιῶν λύχνον τις μεσημβρίας ἁψάμενος πρὸς τοὺς πυνθανομένους ἄνθρωπον ἔφη ζητεῖν."],["34","τὸ δὲ μὴ πρὸς πάντα οἰκεῖον προσέρχεσθαι τῆς σαρκὸς ἔχει λόγον ἀναγκαῖον. ἔνια γὰρ προσετέον, οἷον αὐτὰ τὰ ἐπιτήδεια, οἷς χρώμενοι ζῆν ἀνόσως καὶ ὑγιεινῶς δυνησόμεθα, τὰ δὲ περιττὰ σκορακιστέον, ὑφ’ ὧν ἐξαπτόμεναι αἱ ἐπιθυμίαι τὰ σπουδαῖα πάντα ῥύμῃ μιᾷ καταφλέγουσι."],["35","μὴ πρὸς πάντα οὖν τὰ τῇ σαρκὶ φίλα αἱ ὀρέξεις ἀνηρεθίσθωσαν· ἡδοναὶ γὰρ αἱ ἀτίθασοι πολλάκις, ὅταν κυνῶν τρόπον προσσαίνωσιν, ἐξ ὑποστροφῆς ἀνίατα ἔδακον. ὥστε τὴν ἀρετῆς φίλην ὀλιγοδεΐαν πρὸ τῶν σώματος οἰκείων ἀσπαζόμενοι τὸν πολὺν καὶ ἀνήνυτον ὄχλον ἀσπόνδων ἐχθρῶν καταλύωμεν. ἐὰν δέ πού τις καιρὸς βιάζηται πλείω τῶν μετρίων καὶ ἱκανῶν λαμβάνειν, αὐτοὶ μὴ προσερχώμεθα· λέγει γάρ· „οὐ προσελεύσεται αὐτὸς ἀποκαλύψαι ἀσχημοσύνην “."],["36","τί δὲ τοῦτό ἐστιν, ἄξιον ἀναπτύξαι· πολλάκις οὐ γενόμενοί τινες πορισταὶ χρημάτων ἄφθονον ἔσχον περιουσίαν, ἕτεροι δὲ δόξαν οὐκ ἐπιτηδεύσαντες ἐπαίνων δημοσίᾳ καὶ τιμῶν ἠξιώθησαν, τοῖς δὲ οὐδὲ μικρὰν ἰσχὺν ἐλπίσασι μεγίστη προσεγένετο εὐτονία."],["37","μαθέτωσαν δὴ πάντες οὗτοι μηδενὶ προσέρχεσθαι γνώμῃ τῶν εἰρημένων, τοῦτο δέ ἐστι μὴ θαυμάζειν αὐτὰ καὶ ἀποδέχεσθαι πλέον τοῦ μετρίου κρίνοντας ἕκαστον αὐτῶν οὐκ ἀγαθὸν [μόνον], ἀλλὰ καὶ μέγιστον κακόν, τὰ χρήματα, τὴν δόξαν, τὴν σωμάτων δύναμιν. φιλαργύροις μὲν γὰρ ἡ πρὸς ἀργύριον, φιλοδόξοις δὲ ἡ πρὸς δόξαν, φιλάθλοις δὲ καὶ φιλογυμνασταῖς ἡ πρὸς ἰσχὺν πρόσοδος οἰκεία· τὸ γὰρ ἄμεινον, ψυχήν, τοῖς χείροσιν ἐκδεδώκασιν, ἀψύχοις. ὅσοι δὲ ἐντὸς ἑαυτῶν εἰσι,"],["38","τὰς λαμπρὰς καὶ περιμαχήτους εὐπραγίας ὑπηκόους ἀποφαίνουσιν ὡς ἡγεμόνι τῷ νῷ, προσιούσας μὲν δεχόμενοι πρὸς ἐπανόρθωσιν, μακρὰν δὲ ἀφεστηκυίαις οὐ προσερχόμενοι, ὡς καὶ δίχα αὐτῶν δυνηθέντες ἂν εὐδαιμονῆσαι."],["39","ὁ δὲ μετιὼν καὶ κατ’ ἴχνος βαίνειν ἐθέλων αἰσχρᾶς ἀναπίμπλησι δόξης φιλοσοφίαν· οὗ χάριν λέγεται „ἀποκαλύψαι τὴν ἀσχημοσύνην “. πῶς γὰρ οὐκ ἐναργῆ καὶ πρόδηλα τὰ ὀνείδη τῶν λεγόντων μὲν εἶναι σοφῶν, πωλούντων δὲ σοφίαν καὶ ἐπευωνιζόντων, ὥσπερ φασὶ τοὺς ἐν ἀγορᾷ τὰ ὤνια προκηρύττοντας, τοτὲ μὲν μικροῦ λήμματος, τοτὲ δὲ ἡδέος καὶ εὐπαραγώγου λόγου, τοτὲ δὲ ἀβεβαίου ἐλπίδος ἀπὸ μηδενὸς ἠρτημένης ἐχυροῦ, ἔστι δ’ ὅτε καὶ"],["40","ὑποσχέσεων, αἳ διαφέρουσιν ὀνειράτων οὐδέν; τὸ δὲ ἐπιφερόμενον „ἐγὼ κύριος “παγκάλως καὶ σφόδρα παιδευτικῶς εἴρηται. ἀντίθες γάρ, φησίν, ὦ γενναῖε, τὸ σαρκὸς ἀγαθὸν τῷ τῆς ψυχῆς καὶ τῷ τοῦ παντὸς ἀγαθῷ· οὐκοῦν τὸ μὲν σαρκός ἐστιν ἄλογος ἡδονή, τὸ δὲ ψυχῆς καὶ τοῦ παντὸς ὁ νοῦς τῶν ὅλων, ὁ θεός."],["41","ἐφάμιλλός γε ἡ ἀσύγκριτος σύγκρισις, ὡς παρὰ τὴν ἐγγὺς ὁμοιότητα ἀπατηθῆναι· εἰ μὴ καὶ τὰ ἔμψυχα ἀψύχοις ἐρεῖ τις καὶ τὰ λογικὰ ἀλόγοις καὶ ἡρμοσμένα ἀναρμόστοις καὶ περιττοῖς ἄρτια καὶ φωτὶ σκότος καὶ ἡμέραν νυκτὶ καὶ πάντα τἀναντία τοῖς ἐναντίοις τὰ αὐτὰ πρὸς ἀλήθειαν εἶναι."],["42","καίτοι καὶ εἰ ταῦτα τῷ γένεσιν ἐνδεδέχθαι κοινωνίαν τινὰ ἔχει καὶ συγγένειαν, ἀλλά γε ὁ θεὸς οὐδὲ τῷ ἀρίστῳ τῶν φύντων ὅμοιος, ὅτιπερ τὸ μὲν γέγονέ τε καὶ πείσεται, ὁ δ’ ἐστὶν ἀγένητός τε καὶ ποιῶν ἀεί."],["43","καλὸν δὲ μὴ λιποτακτῆσαι μὲν τῆς τοῦ θεοῦ τάξεως, ἐν ᾗ τοὺς τεταγμένους πάντας ἀριστεύειν ἀνάγκη, αὐτομολῆσαι δὲ πρὸς τὴν ἄνανδρον καὶ κεκλασμένην ἡδονήν, ἣ βλάπτει μὲν τοὺς φίλους, ὠφελεῖ δὲ τοὺς ἐχθρούς. καινοτάτη γάρ τις αὐτῆς ἡ φύσις· οἷς μὲν ἂν ἐθελήσῃ τῶν ἰδίων ἀγαθῶν μεταδοῦναι, τούτους εὐθὺς ἐζημίωσεν, οὓς δ’ ἂν ἀφελέσθαι, τὰ μέγιστα ὤνησε·"],["44","βλάπτει μὲν γὰρ ὅταν διδῷ, χαρίζεται δὲ ὅταν ἀφαιρῆται. ἐὰν οὖν, ὦ ψυχή, προσκαλῆταί σέ τι τῶν ἡδονῆς φίλτρων, μετάκλινε σεαυτὴν καὶ ἀντιπεριάγουσα τὴν ὄψιν κάτιδε τὸ γνήσιον ἀρετῆς κάλλος καὶ ὁρῶσα ἐπίμεινον, ἄχρις ἂν ἵμερος ἐντακῇ σοι καὶ ὡς σιδηρῖτις λίθος ἐπισπάσηταί"],["45","σε καὶ ἐγγὺς ἀγάγῃ καὶ ἐξαρτήσῃ τοῦ ποθουμένου. τὸ δὲ „ἐγὼ κύριος “ἀκουστέον οὐ μόνον ἐν ἴσῳ τῷ „ἐγὼ τὸ τέλειον καὶ ἄφθαρτον καὶ πρὸς ἀλήθειαν ἀγαθόν “, οὗ περιεχόμενός τις τὸ ἀτελὲς καὶ φθαρτὸν καὶ σαρκῶν ἠρτημένον ἀποστραφήσεται, ἀλλὰ καὶ ἀντὶ τοῦ „ἐγὼ ὁ ἄρχων καὶ [ὁ] βασιλεὺς καὶ δεσπότης “."],["46","οὔτε δὲ ὑπηκόοις παρόντων ἡγεμόνων οὔτε δούλοις δεσποτῶν ἀδικεῖν ἀσφαλές· ἐγγὺς γὰρ ὅταν ὦσιν οἱ κολασταί, φόβῳ σωφρονίζονται οἱ ἐξ ἑαυτῶν μὴ πεφυκότες νουθετεῖσθαι."],["47","πάντα γὰρ πεπληρωκὼς ὁ θεὸς ἐγγύς ἐστιν, ὥστε ἐφορῶντος καὶ πλησίον ὄντος μάλιστα μὲν αἰδεσθέντες, εἰ δὲ μὴ τοῦτο, εὐλαβηθέντες γοῦν τὸ ἀνίκητον τῆς ἀρχῆς αὐτοῦ κράτος καὶ τὸ φοβερὸν καὶ ἀπαραίτητον ἐν ταῖς τιμωρίαις, ὁπότε τῇ κολαστηρίῳ χρῆσθαι δυνάμει διανοηθείη, ἠρεμήσωμεν ἀδικοῦντες, ἵνα καὶ τὸ σοφίας πνεῦμα θεῖον μὴ ῥᾳδίως μεταναστὰν οἴχηται, πάμπολυν δὲ χρόνον καταμείνῃ παρ’ ἡμῖν, ἐπεὶ καὶ παρὰ Μωυσεῖ τῷ σοφῷ·"],["48","χρῆται γὰρ οὗτος ταῖς εἰρηνικωτάταις σχέσεσιν ἢ ὡς ἑστὼς ἢ ὡς καθεζόμενος, ἥκιστα τρέπεσθαι καὶ μεταβολαῖς χρῆσθαι πεφυκώς· λέγεται γὰρ ὅτι „Μωυσῆς καὶ ἡ κιβωτὸς οὐκ ἐκινήθησαν “(Num. 14, 44), ἤτοι παρ’ ὅσον ὁ σοφὸς ἀχώριστος ἀρετῆς ἢ παρ’ ὅσον οὔτε ἀρετὴ κινητὸν οὔτε σπουδαῖος μεταβλητόν, ἀλλ’ ἑκάτερον ὀρθοῦ λόγου βεβαιότητι ἱδρυμένον· καὶ πάλιν ἐν ἑτέροις·"],["49","„σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ “(Deut. 5, 31). λόγιόν ἐστι τοῦτο χρησθὲν τῷ προφήτῃ· στάσις τε καὶ ἠρεμία ἀκλινὴς ἡ παρὰ τὸν ἀκλινῶς ἑστῶτα ἀεὶ θεόν·"],["50","ἀνάγκη γὰρ ὑγιεῖ κανόνι τὰ παρατιθέμενα εὐθύνεσθαι. διὰ τοῦτό μοι δοκεῖ καὶ ὁ περισσὸς τῦφος, ἐπίκλησιν Ἰοθόρ, καταπλαγεὶς τὴν ἀρρεπῆ καὶ ἰσαιτάτην καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν προαίρεσιν τοῦ σοφοῦ σχετλιάζειν καὶ ἀναπυνθάνεσθαι τὸν τρόπον τοῦτον· „διὰ τί σὺ κάθησαι μόνος„ (Exod. 18, 14);"],["51","ἰδὼν γάρ τις τὸν ἐν εἰρήνῃ συνεχῆ πόλεμον ἀνθρώπων οὐ κατὰ ἔθνη καὶ χώρας καὶ πόλεις αὐτὸ μόνον συνιστάμενον, ἀλλὰ καὶ κατ’ οἰκίαν, μᾶλλον δὲ καὶ καθ’ ἕνα ἄνδρα ἕκαστον, καὶ τὸν ἐν ταῖς ψυχαῖς ἄλεκτον καὶ βαρὺν χειμῶνα, ὃς ὑπὸ βιαιοτάτης φορᾶς τῶν κατὰ τὸν βίον πραγμάτων ἀναρριπίζεται, τεθαύμακεν εἰκότως, εἴ τις ἐν χειμῶνι εὐδίαν ἢ ἐν κλύδωνι κυμαινούσης θαλάττης γαλήνην ἄγειν δύναται."],["52","ὁρᾷς ὅτι οὐδὲ ὁ ἀρχιερεὺς λόγος ἐνδιατρίβειν ἀεὶ καὶ ἐνσχολάζειν τοῖς ἁγίοις δόγμασι δυνάμενος ἄδειαν ἔσχηκεν ἀνὰ πάντα καιρὸν πρὸς αὐτὰ φοιτᾶν, ἀλλ’ ἅπαξ δι’ ἐνιαυτοῦ μόλις (Lev. 16, 2. 34); τὸ μὲν γὰρ μετὰ λόγου τοῦ κατὰ προφορὰν οὐ βέβαιον, ὅτι δυάς, τὸ δ’ ἄνευ φωνῆς μόνῃ ψυχῇ τὸ ὂν θεωρεῖν ἐχυρώτατον, ὅτι κατὰ τὴν"],["53","ἀδιαίρετον ἵσταται μονάδα. ὥστε οὖν ἐν μὲν τοῖς πολλοῖς, τουτέστι τοῖς πολλὰ τοῦ βίου τέλη προτεθειμένοις, οὐ καταμένει τὸ θεῖον πνεῦμα, κἂν πρὸς ὀλίγον χρόνον ἀναστραφῇ, μόνῳ δὲ ἀνθρώπων εἴδει ἑνὶ παραγίνεται, ὃ πάντα ἀπαμφιασάμενον τὰ ἐν γενέσει καὶ τὸ ἐσωτάτω καταπέτασμα καὶ προκάλυμμα τῆς δόξης ἀνειμένῃ καὶ γυμνῇ τῇ διανοίᾳ πρὸς θεὸν ἀφίξεται."],["54","οὕτως καὶ Μωυσῆς ἔξω τῆς παρεμβολῆς καὶ τοῦ σωματικοῦ παντὸς στρατοπέδου πήξας τὴν ἑαυτοῦ σκηνήν (Exod. 33, 7), τουτέστι τὴν γνώμην ἱδρυσάμενος ἀκλινῆ, προσκυνεῖν τὸν θεὸν ἄρχεται καὶ εἰς τὸν γνόφον, τὸν ἀειδῆ χῶρον, εἰσελθὼν αὐτοῦ καταμένει τελούμενος τὰς ἱερωτάτας τελετάς. γίνεται δὲ οὐ μόνον μύστης, ἀλλὰ καὶ ἱεροφάντης ὀργίων καὶ διδάσκαλος θείων, ἃ τοῖς ὦτα κεκαθαρμένοις ὑφηγήσεται."],["55","τούτῳ μὲν οὖν τὸ θεῖον ἀεὶ παρίσταται πνεῦμα πάσης ὀρθῆς ἀφηγούμενον ὁδοῦ, τῶν δὲ ἄλλων, ὡς ἔφην, τάχιστα διαζεύγνυται, ὧν καὶ τὸν βίον ἐν εἴκοσι καὶ ἑκατὸν ἐτῶν ἀριθμῷ πεπλήρωκε· λέγει γάρ· „ἔσονται αἱ ἡμέραι αὐτῶν ἔτη ἑκατὸν εἴκοσιν “(Gen. 6, 3)."],["56","ἀλλὰ καὶ Μωυσῆς τῶν ἴσων γενόμενος ἐτῶν τοῦ θνητοῦ βίου μετανίσταται (Deut. 34, 7). πῶς οὖν εἰκὸς ἰσοχρονίους εἶναι τοὺς ὑπαιτίους τῷ πανσόφῳ καὶ προφήτῃ; εἰς μὲν οὖν τὸ παρὸν ἀρκέσει τοῦτο εἰπεῖν, ὅτι τὰ ὁμώνυμα οὐ πάντως ἔσθ’ ὅμοια, πολλάκις δὲ καὶ ὅλῳ γένει διέζευκται, καὶ ὅτι τὸ φαῦλον τῷ σπουδαίῳ δύναται μὲν καὶ ἀριθμοὺς καὶ χρόνους ἔχειν τοὺς ἴσους, ἐπεὶ καὶ δίδυμον εἰσάγεται, ἀπηρτημένας δὲ καὶ μακρὰν ἀλλήλων διῳκισμένας δυνάμεις."],["57","τὸν δὲ ἀκριβῆ λόγον τῶν εἴκοσι καὶ ἑκατὸν ἐτῶν ὑπερθησόμεθα εἰς τὴν τοῦ προφητικοῦ βίου παντὸς ἐξέτασιν, ὅταν αὐτὸν ἱκανοὶ γενώμεθα μυεῖσθαι, νυνὶ δὲ τὰ ἑξῆς λέγωμεν."],["58","„Οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις “(Gen. 6, 4). ἴσως τις τὰ παρὰ τοῖς ποιηταῖς μεμυθευμένα περὶ τῶν γιγάντων οἴεται τὸν νομοθέτην αἰνίττεσθαι πλεῖστον ὅσον διεστηκότα τοῦ μυθοπλαστεῖν καὶ τοῖς ἀληθείας ἴχνεσιν αὐτῆς ἐπιβαίνειν ἀξιοῦντα."],["59","παρὸ καὶ εὐδοκίμους καὶ γλαφυρὰς τέχνας, ζωγραφίαν καὶ ἀνδριαντοποιίαν, ἐκ τῆς καθ’ αὑτὸν πολιτείας ἐξήλασεν, ὅτι τὴν τοῦ ἀληθοῦς ψευδόμεναι φύσιν ἀπάτας καὶ σοφίσματα δι’ ὀφθαλμῶν ψυχαῖς εὐπαραγώγοις τεχνιτεύουσι."],["60","μῦθον μὲν οὖν οὐδένα περὶ γιγάντων εἰσηγεῖται τὸ παράπαν, βούλεται δὲ ἐκεῖνό σοι παραστῆσαι, ὅτι οἱ μὲν γῆς, οἱ δὲ οὐρανοῦ, οἱ δὲ θεοῦ γεγόνασιν ἄνθρωποι· γῆς μὲν οἱ θηρευτικοὶ τῶν σώματος ἡδονῶν ἀπόλαυσίν τε καὶ χρῆσιν ἐπιτηδεύοντες αὐτῶν καὶ πορισταὶ τῶν συντεινόντων εἰς ἑκάστην, οὐρανοῦ δὲ ὅσοι τεχνῖται καὶ ἐπιστήμονες καὶ φιλομαθεῖς— τὸ γὰρ οὐράνιον τῶν ἐν ἡμῖν ὁ νοῦς (νοῦς δὲ καὶ τῶν κατ’ οὐρανὸν ἕκαστον) τὰ ἐγκύκλια καὶ τὰς ἄλλας ἅπαξ ἁπάσας ἐπιτηδεύει τέχνας, παραθήγων καὶ ἀκονῶν ἔτι τε γυμνάζων καὶ συγκροτῶν ἐν τοῖς νοητοῖς αὑτόν—,"],["61","θεοῦ δὲ ἄνθρωποι ἱερεῖς καὶ προφῆται, οἵτινες οὐκ ἠξίωσαν πολιτείας τῆς παρὰ τῷ κόσμῳ τυχεῖν καὶ κοσμοπολῖται γενέσθαι, τὸ δὲ αἰσθητὸν πᾶν ὑπερκύψαντες εἰς τὸν νοητὸν κόσμον μετανέστησαν κἀκεῖθι ᾤκησαν ἐγγραφέντες ἀφθάρτων καὶ ἀσωμάτων ἰδεῶν πολιτείᾳ."],["62","ὁ γοῦν Ἀβραὰμ μέχρι μὲν διατρίβων ἦν ἐν τῇ Χαλδαίων γῇ τε καὶ δόξῃ, πρὶν μετονομασθῆναι, καλούμενος Ἀβρὰμ ἦν ἄνθρωπος οὐρανοῦ τήν τε μετάρσιον καὶ τὴν αἰθέριον φύσιν ἐρευνῶν καὶ τά τε συμβαίνοντα καὶ τὰς αἰτίας καὶ εἴ τι ἄλλο ὁμοιότροπον φιλοσοφῶν— οὗ χάριν καὶ προσρήσεως οἷς ἐπετήδευσεν ἔτυχεν οἰκείας· Ἀβρὰμ γὰρ ἑρμηνευθεὶς πατήρ ἐστι μετέωρος, ὄνομα τοῦ τὰ μετέωρα καὶ ἐπουράνια περισκοπουμένου πάντα πάντῃ νοῦ πατρός, πατὴρ δὲ τοῦ συγκρίματος ὁ νοῦς ἐστιν ὁ ἄχρις αἰθέρος καὶ ἔτι περαιτέρω μηκυνόμενος—·"],["63","ὅταν δὲ βελτιωθεὶς μέλλῃ μετονομάζεσθαι, γίνεται ἄνθρωπος θεοῦ κατὰ τὸ χρησθὲν αὐτῷ λόγιον „ἐγώ εἰμι ὁ θεός σου· εὐαρέστει ἐναντίον ἐμοῦ, καὶ γίνου ἄμεμπτος “(Gen. 17, 1)."],["64","εἰ δ’ ὁ τοῦ κόσμου θεὸς καὶ μόνος ὢν θεὸς καὶ αὐτοῦ κατὰ χάριν ἐξαίρετον ἰδίᾳ θεός, ἐξ ἀνάγκης δήπου καὶ αὐτὸς θεοῦ. καλεῖται γὰρ πατὴρ ἐκλεκτὸς ἠχοῦς ἑρμηνευθεὶς Ἀβραάμ, ὁ τοῦ σπουδαίου λογισμός· ἐξειλεγμένος τε γὰρ καὶ κεκαθαρμένος καὶ πατὴρ φωνῆς ᾗ συνηχοῦμεν. ὁ δὲ τοιοῦτος τῷ ἑνὶ μόνῳ προσκεκλήρωται θεῷ, οὗ γινόμενος ὀπαδὸς εὐθύνει τὴν ἀτραπὸν τοῦ παντὸς βίου βασιλικῇ τῷ ὄντι χρώμενος ὁδῷ τῇ τοῦ μόνου βασιλέως καὶ παντοκράτορος,"],["65","ἐπὶ μηδέτερα ἀποκλίνων καὶ ἐκτρεπόμενος. οἱ δὲ γῆς παῖδες τὸν νοῦν ἐκβιβάσαντες τοῦ λογίζεσθαι καὶ μεταλλοιώσαντες εἰς τὴν ἄψυχον καὶ ἀκίνητον σαρκῶν φύσιν— „ἐγένοντο γὰρ οἱ δύο εἰς σάρκα μίαν \", ᾗ φησιν ὁ νομοθέτης (Gen. 2, 24)— τὸ ἄριστον ἐκιβδήλευσαν νόμισμα καὶ τὴν μὲν ἀμείνω καὶ οἰκείαν τάξιν ἔλιπον, πρὸς δὲ τὴν χείρω καὶ ἐναντίαν ηὐτομόλησαν ἄρξαντος τοῦ ἔργου Νεβρώδ·"],["66","λέγει γὰρ ὁ νομοθέτης, ὅτι „οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς \" (Gen. 10, 8), ἑρμηνεύεται δὲ Νεβρὼδ αὐτομόλησις· οὐ γὰρ ἐξήρκεσε τῇ παναθλίᾳ ψυχῇ μετὰ μηδετέρων στῆναι, ἀλλὰ προσχωρήσασα τοῖς ἐχθροῖς ὅπλα κατὰ τῶν φίλων ἤρατο καὶ φανερῶς ἀνθεστῶσα αὐτοῖς ἐπολέμει. παρὸ καὶ ἀρχὴν τῷ Νεβρὼδ τῆς βασιλείας ὑπογράφει Βαβυλῶνα, μετάθεσις δὲ καλεῖται Βαβυλών, συγγενὲς αὐτομολίᾳ καὶ ὄνομα ὀνόματι καὶ ἔργον ἔργῳ· παντὸς γὰρ αὐτομολοῦντος προοίμια γνώμης μεταβολὴ καὶ μετάθεσις."],["67","ἀκόλουθον οὖν ἂν εἴη λέγειν, ὅτι κατὰ τὸν ἱερώτατον Μωυσέα ὁ μὲν φαῦλος, ὥσπερ ἄοικος καὶ ἄπολις καὶ ἀνίδρυτος καὶ φυγάς, οὕτως καὶ αὐτόμολος, ὁ δὲ σπουδαῖος βεβαιότατος σύμμαχος. τοσαῦτα εἴς γε τὸ παρὸν ἀρκούντως περὶ τῶν γιγάντων εἰρηκότες ἐπὶ τὰ ἀκόλουθα τοῦ λόγου τρεψώμεθα. ἔστι δὲ ταῦτα·"]]] \ No newline at end of file diff --git a/lines/on-the-incorruptibility-of-the-world.json b/lines/on-the-incorruptibility-of-the-world.json new file mode 100644 index 0000000000000000000000000000000000000000..1c972d1b94417713bff08c7a202814c85303bbdb --- /dev/null +++ b/lines/on-the-incorruptibility-of-the-world.json @@ -0,0 +1 @@ +[[["1","Ἐπὶ μὲν παντὸς ἀδήλου καὶ σπουδαίου πράγματος θεὸν καλεῖν ἄξιον, διότι ἀγαθός ἐστι γεννητὴς καὶ οὐδὲν ἄδηλον παρ’ αὐτῷ τὴν τῶν ὅλων ἀκριβεστάτην ἐπιστήμην εἰληχότι, πρὸς δὲ τὸν ὑπὲρ ἀφθαρσίας τοῦ κόσμου λόγον ἀναγκαιότατον· οὔτε γὰρ ἐν αἰσθητοῖς παντελέστερόν τι τοῦ κόσμου οὔτε ἐν νοητοῖς θεοῦ τελεώτερον, αἰεὶ δ’ αἰσθήσεως ἡγεμὼν νοῦς καὶ νοητὸν αἰσθητοῦ, τὰ δὲ τῶν ὑπηκόων παρ’ ἡγεμόνος τε καὶ ἐπιστάτου νόμος φιλοπευστεῖν, οἷς ἐμπέφυκε πόθος ἀληθείας πλείων."],["2","εἰ μὲν οὖν ἐνασκηθέντες τοῖς φρονήσεως καὶ σωφροσύνης καὶ πάσης ἀρετῆς δόγμασιν ἀπερρυψάμεθα τὰς ἐκ παθῶν καὶ νοσημάτων κηλῖδας, οὐκ ἂν ἴσως ἀπηξίωσεν ὁ θεὸς ἄκρως κεκαθαρμέναις καὶ φαιδρυναμέναις αὐγοειδῶς ψυχαῖς ἐπιστήμην τῶν οὐρανίων ἢ δι’ ὀνειράτων ἢ διὰ χρησμῶν ἢ διὰ σημείων ἢ τεράτων ὑφηγεῖσθαι· ἐπεὶ δὲ τοὺς ἀφροσύνης καὶ ἀδικίας καὶ τῶν ἄλλων κακιῶν ἀναμαξάμενοι [στοχασμοὺς καὶ] τύπους δυσεκπλύτους ἔχομεν, ἀγαπᾶν χρή, κἂν εἰκόσι στοχασμοῖς δι’ αὑτῶν μίμημά τι τῆς ἀληθείας ἀνευρίσκωμεν."],["3","Ἄξιον οὖν τοὺς ζητοῦντας εἰ ἄφθαρτος ὁ κόσμος, ἐπειδὴ καὶ „φθορὰ “καὶ „κόσμος “τῶν πολλαχῶς λεγομένων ἐστὶν ἑκάτερον, πρῶτον ἐρευνῆσαι περὶ τῶν ὀνομάτων, ἵνα καθ’ ὃ σημαινόμενον νυνὶ [καὶ] τέτακται διαγνῶμεν· ἀλλ’ οὐχ ὅσα δηλοῦται πάντα καταριθμητέον, ἀλλ’ ὅσα πρὸς τὴν παροῦσαν διδασκαλίαν χρήσιμα."],["4","λέγεται τοίνυν ὁ κόσμος καθ’ ἓν μὲν [πρῶτον] σύστημα ἐξ οὐρανοῦ καὶ ἄστρων κατὰ περιοχὴν καὶ γῆς καὶ τῶν ἐπ’ αὐτῆς ζῴων καὶ φυτῶν, καθ’ ἕτερον δὲ μόνος οὐρανός, εἰς ὃν ἀπιδὼν Ἀναξαγόρας πρὸς τὸν πυθόμενον, ἧς ἕνεκα αἰτίας ταλαιπωρεῖται διανυκτερεύων ὕπαιθρος, ἀπεκρίνατο ’τοῦ τὸν κόσμον θεάσασθαι,’ τὰς χορείας καὶ περιφορὰς τῶν ἀστέρων αἰνιττόμενος, κατὰ δὲ τρίτον, ὡς δοκεῖ τοῖς Στωικοῖς, διῆκον ἄχρι τῆς ἐκπυρώσεως, οὐσία τις ἢ διακεκοσμημένη ἢ ἀδιακόσμητος, οὗ τῆς κινήσεώς φασιν εἶναι τὸν χρόνον διάστημα. νῦν δ’ ἐστὶν ἡ σκέψις περὶ κόσμου τοῦ κατὰ τὸ πρῶτον σημαινόμενον, ὃς ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς ζῴων συνέστηκε."],["5","λέγεται μέντοι καὶ φθορὰ ἥ τε πρὸς τὸ χεῖρον μεταβολὴ [λέγεται δὲ] καὶ ἡ ἐκ τοῦ ὄντος ἀναίρεσις παντελής, ἣν καὶ ἀνύπαρκτον ἀναγκαῖον λέγειν· ὥσπερ γὰρ ἐκ τοῦ μὴ ὄντος οὐδὲν γίνεται, οὐδ’ εἰς τὸ μὴ ὂν φθείρεται· „ἔκ τε γὰρ οὐδάμ’ ἐόντος ἀμήχανόν ἐστι γενέσθαι [τι] καί τ’ ἐὸν ἐξαπολέσθαι ἀνήνυστον καὶ ἄπυστον. “καὶ ὁ τραγικός· „θνῄσκει δ’ οὐδὲν τῶν γιγνομένων, διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλο μορφὴν ἑτέραν ἀπέδειξεν. \" οὐδέν γε οὕτως ἐστὶν εὔηθες ὡς τὸ ἀπορεῖν,"],["6","εἰ ὁ κόσμος εἰς τὸ μὴ ὂν φθείρεται, ἀλλ’ εἰ δέχεται τὴν ἐκ τῆς διακοσμήσεως μεταβολήν, τὰς ποικίλας μορφὰς στοιχείων τε καὶ συγκριμάτων εἰς μίαν καὶ τὴν αὐτὴν ἰδέαν ἀναλυθεὶς ἢ ὥσπερ ἐν τοῖς θλάσμασι καὶ τοῖς κατάγμασι δεξάμενος παντελῆ σύγχυσιν."],["7","Τριτταὶ δὲ περὶ τοῦ ζητουμένου γεγόνασι δόξαι, τῶν μὲν ἀίδιον τὸν κόσμον φαμένων, ἀγένητόν τε καὶ ἀνώλεθρον, τῶν δὲ ἐξ ἐναντίας γενητόν τε καὶ φθαρτόν· εἰσὶ δ’ οἳ παρ’ ἑκατέρων ἐκλαβόντες, τὸ μὲν γενητὸν παρὰ τῶν ὑστέρων παρὰ δὲ τῶν προτέρων τὸ ἄφθαρτον, μικτὴν δόξαν ἀπέλιπον, γενητὸν καὶ ἄφθαρτον οἰηθέντες αὐτὸν εἶναι."],["8","Δημόκριτος μὲν οὖν καὶ Ἐπίκουρος καὶ ὁ πολὺς ὅμιλος τῶν ἀπὸ τῆς Στοᾶς φιλοσόφων γένεσιν καὶ φθορὰν ἀπολείπουσι τοῦ κόσμου, πλὴν οὐχ ὁμοίως· οἱ μὲν γὰρ πολλοὺς κόσμους ὑπογράφουσιν, ὧν τὴν μὲν γένεσιν ἀλληλοτυπίαις καὶ ἐπιπλοκαῖς ἀτόμων ἀνατιθέασι, τὴν δὲ φθορὰν ἀντικοπαῖς καὶ προσράξεσι τῶν γεγονότων· οἱ δὲ Στωικοὶ κόσμον μὲν ἕνα, γενέσεως δ’ αὐτοῦ θεὸν αἴτιον, φθορᾶς δὲ μηκέτι θεόν, ἀλλὰ τὴν ὑπάρχουσαν ἐν τοῖς οὖσι πυρὸς ἀκαμάτου δύναμιν χρόνων μακραῖς περιόδοις ἀναλύουσαν τὰ πάντα εἰς ἑαυτήν, ἐξ ἧς πάλιν ἀναγέννησιν κόσμου συνίστασθαι προμηθείᾳ τοῦ τεχνίτου."],["9","δύναται δὲ κατὰ τούτους ὁ μέν τις κόσμος ἀίδιος, ὁ δέ τις φθαρτὸς λέγεσθαι, φθαρτὸς μὲν ὁ κατὰ τὴν διακόσμησιν, ἀίδιος δὲ ὁ κατὰ τὴν ἐκπύρωσιν παλιγγενεσίαις καὶ περιόδοις ἀθανατιζόμενος οὐδέποτε ληγούσαις."],["10","Ἀριστοτέλης δὲ μήποτ’ εὐσεβῶς καὶ ὁσίως ἐνιστάμενος ἀγένητον καὶ ἄφθαρτον ἔφη τὸν κόσμον εἶναι, δεινὴν δὲ ἀθεότητα κατεγίνωσκε τῶν τἀναντία διεξιόντων, οἳ τῶν χειροκμήτων οὐδὲν ᾠήθησαν διαφέρειν τοσοῦτον ὁρατὸν θεόν, ἥλιον καὶ σελήνην καὶ τὸ ἄλλο τῶν πλανήτων καὶ ἀπλανῶν ὡς ἀληθῶς περιέχοντα πάνθειον·"],["11","ἔλεγέ τε, ὡς ἔστιν ἀκούειν, κατακερτομῶν, ὅτι πάλαι μὲν ἐδεδίει περὶ τῆς οἰκίας, μὴ βιαίοις πνεύμασιν ἢ χειμῶσιν ἐξαισίοις ἢ χρόνῳ ἢ ῥᾳθυμίᾳ τῆς ἁρμοττούσης ἐπιμελείας ἀνατραπῇ, νυνὶ δὲ φόβον ἐπικρέμασθαι μείζονα πρὸς τῶν τὸν ἅπαντα κόσμον τῷ λόγῳ καθαιρούντων."],["12","ἔνιοι δ’ οὐκ Ἀριστοτέλην τῆς δόξης εὑρετὴν λέγουσιν ἀλλὰ τῶν Πυθαγορείων τινάς. ἐγὼ δὲ καὶ Ὀκέλλου συγγράμματι, Λευκανοῦ γένος, ἐπιγραφομένῳ ’Περὶ τῆς τοῦ παντὸς φύσεως’ ἐνέτυχον, ἐν ᾧ ἀγένητόν τε καὶ ἄφθαρτον οὐκ ἀπεφαίνετο μόνον ἀλλὰ καὶ δι’ ἀποδείξεων κατεσκεύαζε τὸν κόσμον εἶναι."],["13","γενητὸν δὲ καὶ ἄφθαρτόν φασιν ὑπὸ Πλάτωνος ἐν Τιμαίῳ δηλοῦσθαι διὰ τῆς θεοπρεποῦς ἐκκλησίας, ἐν ᾗ λέγεται πρὸς τοὺς νεωτέρους θεοὺς ὑπὸ τοῦ πρεσβυτάτου καὶ ἡγεμόνος· „θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἄλυτα ἐμοῦ γε μὴ θέλοντος. τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. δι’ ἃ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὔκ ἐστε οὐδ’ ἄλυτοι τὸ πάμπαν, οὔτι γε μὴν λυθήσεσθέ γε, οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγίγνεσθε συνεδεῖσθε. “"],["14","τινὲς δὲ οἴονται σοφιζόμενοι κατὰ Πλάτωνα γενητὸν λέγεσθαι τὸν κόσμον οὐ τῷ λαβεῖν γενέσεως ἀρχήν, ἀλλὰ τῷ, εἴπερ ἐγίγνετο, μὴ ἂν ἑτέρως ἢ τὸν εἰρημένον συστῆναι τρόπον, ἢ διὰ τὸ ἐν γενέσει καὶ μεταβολῇ τὰ μέρη θεωρεῖσθαι."],["15","βέλτιον δὲ καὶ ἀληθέστερον ὑπονοεῖν τὸ πρότερον, οὐ μόνον ὅτι διὰ παντὸς τοῦ συγγράμματος πατέρα μὲν καὶ ποιητὴν καὶ δημιουργὸν τὸν θεοπλάστην ἐκεῖνον καλεῖ, ἔργον δὲ καὶ ἔγγονον τουτονὶ τὸν κόσμον, ἀπ’ ἀρχετύπου καὶ νοητοῦ παραδείγματος μίμημα αἰσθητόν, πάνθ’ ὅσα ἐν ἐκείνῳ νοητὰ περιέχοντα αἰσθητὰ ἐν αὑτῷ, τελειοτάτου πρὸς νοῦν τελειότατον ἐκμαγεῖον πρὸς αἴσθησιν,"],["16","ἀλλ’ ὅτι καὶ Ἀριστοτέλης ταῦτα μαρτυρεῖ περὶ Πλάτωνος, διὰ τὴν τῆς φιλοσοφίας αἰδῶ μηδὲν ἂν ψευσάμενος, καὶ διότι πιστότερος οὐδεὶς ὑφηγητῇ γνωρίμου μαρτυρεῖν καὶ μάλιστα τοιούτου, ὃς οὐ πάρεργον ἔθετο παιδείαν ἁψικόρῳ ῥᾳθυμίᾳ, προσυπερβαλεῖν δὲ σπουδάσας τὰς τῶν παλαιῶν εὑρέσεις ἔνια τῶν ἀναγκαιοτάτων εἰς ἕκαστον φιλοσοφίας μέρος καινοτομήσας προσεξεύρετο."],["17","πατέρα δὲ τοῦ Πλατωνείου δόγματος ἔνιοι νομίζουσι τὸν ποιητὴν Ἡσίοδον, γενητὸν καὶ ἄφθαρτον. οἰόμενοι τὸν κόσμον ὑπ’ ἐκείνου λέγεσθαι, γενητὸν μέν, ὅτι φησὶν „ἤτοι μὲν πρώτιστα χάος γένετ’, αὐτὰρ ἔπειτα γαῖ’ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεί, “"],["18","ἄφθαρτον δέ, ὅτι διάλυσιν καὶ φθορὰν οὐ μεμήνυκεν αὐτοῦ. χάος δὲ ὁ μὲν Ἀριστοτέλης τόπον οἴεται εἶναι, ὅτι τὸ δεξόμενον ἀνάγκη προϋποκεῖσθαι σώματι, τῶν δὲ Στωικῶν ἔνιοι τὸ ὕδωρ παρὰ τὴν χύσιν τοὔνομα πεποιῆσθαι νομίζοντες. ὁποτέρως δ’ ἂν ἔχοι, τὸ γενητὸν εἶναι τὸν"],["19","κόσμον ἐναργέστατα παρ’ Ἡσιόδῳ μεμήνυται. μακροῖς δὲ χρόνοις πρότερον ὁ τῶν Ἰουδαίων νομοθέτης Μωϋσῆς γενητὸν καὶ ἄφθαρτον ἔφη τὸν κόσμον ἐν ἱεραῖς βίβλοις· εἰσὶ δὲ πέντε, ὧν τὴν πρώτην ἐπέγραψε Γένεσιν, ἐν ᾗ ἄρχεται τὸν τρόπον τοῦτον· „Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος “(Gen. 1, 1. 2.), εἶτα προελθὼν ἐν τοῖς ἔπειτα μηνύει πάλιν, ὅτι ἡμέραι καὶ νύκτες καὶ ὧραι καὶ ἐνιαυτοὶ σελήνη τε καὶ ἥλιος, οἳ χρόνου μετρήσεως φύσιν ἔδειξαν, μετὰ τοῦ παντὸς οὐρανοῦ μοίρας ἀθανάτου λαχόντες διατελοῦσιν ἄφθαρτοι (cf. Gen. 1, 14. 8, 22)."],["20","Τοὺς δὲ ἀγένητον καὶ ἄφθαρτον κατασκευάζοντας λόγους ἕνεκα τῆς πρὸς τὸν ὁρατὸν θεὸν αἰδοῦς προτέρους τακτέον οἰκείαν ἀρχὴν λαβόντας. ἅπασι τοῖς φθορὰν ἐνδεχομένοις αἰτίαι διτταὶ τῆς ἀπωλείας, ἡ μὲν ἐντός, ἡ δὲ ἐκτός, προϋπόκεινται· σίδηρον γοῦν καὶ χαλκὸν καὶ τὰς τοιουτοτρόπους οὐσίας εὕροις ἂν ἀφανιζομένας ἐξ ἑαυτῶν μέν, ὅταν ἑρπηνώδους νοσήματος τρόπον ἰὸς ἐπιδραμὼν διαφάγῃ, πρὸς δὲ τῶν ἐκτός, ὅταν ἐμπιπραμένης οἰκίας ἢ πόλεως συναναφλεχθεῖσαι τῇ πυρὸς βιαίῳ ῥιπῇ διαλυθῶσιν· ὁμοιοτρόπως δὲ καὶ ζῴοις ἐπιγίνεται τελευτὴ νοσήσασι μὲν ἐξ ἑαυτῶν, ὑπὸ δὲ τῶν ἐκτὸς σφαττομένοις ἢ καταλευομένοις ἢ ἐμπιπραμένοις ἢ θάνατον οὐ καθαρὸν τὸν δι’ ἀγχόνης ὑπομένουσιν."],["21","εἰ δὴ φθείρεται καὶ κόσμος, ἐξ ἀνάγκης ἤτοι ὑπό τινος τῶν ἐκτὸς ἢ πρός τινος τῶν ἐν αὐτῷ διαφθαρήσεται δυνάμεων· ἀμήχανον δ’ ἑκάτερον· ἐκτὸς μὲν γὰρ οὐδέν ἐστι τοῦ κόσμου, πάντων εἰς τὴν συμπλήρωσιν αὐτοῦ συνερανισθέντων· οὕτως γὰρ εἷς τε ἔσται καὶ ὅλος καὶ ἀγήρως, εἷς μὲν διὰ τὸ ἀπολειφθέντων τινῶν ἕτερον ἂν τῷ νῦν ὄντι γενέσθαι ὅμοιον, ὅλος δὲ ἕνεκα τοῦ σύμπασαν τὴν οὐσίαν εἰς αὐτὸν ἐξανηλῶσθαι, ἀγήρως δὲ καὶ ἄνοσος, ἐπειδὴ τὰ νόσοις καὶ γήρᾳ σώματα ἁλωτὰ θερμότησι καὶ ψύξεσι καὶ ταῖς ἄλλαις ἐναντιότησι προσεμπιπτούσαις ἔξωθεν ἰσχυρῶς ἀνατρέπεται, ὧν οὐδεμία δύναμις ἀποδρᾶσα κυκλοῦται καὶ ἐπιτίθεται, πασῶν, μηδενὸς ἀποστατοῦντος μέρους, ὁλοκλήρων ἐγκατειλημμένων εἴσω. εἰ δ’ ἄρα τί ἐστιν ἐκτός, πάντως ἂν εἴη κενόν, ἡ ἀπαθὴς"],["22","φύσις, ἣν ἀδύνατον παθεῖν τι ἢ δρᾶσαι. καὶ μὴν οὐδὲ ὑπό τινος αἰτίας διαλυθήσεται τῶν ἐντὸς αὐτοῦ· πρῶτον μέν, ἐπειδὴ τοῦ ὅλου τὸ μέρος καὶ μεῖζον ἔσται καὶ κραταιότερον, ὅπερ ἐστὶν ἀτοπώτατον· ὁ γὰρ κόσμος ἀνυπερβλήτῳ κράτει χρώμενος ἄγει τὰ πάντα μέρη, πρὸς μηδενὸς αὐτῶν ἀγόμενος· ἔπειτα δέ, ὅτι διττῶν οὐσῶν φθορᾶς αἰτιῶν, τῆς μὲν ἐντὸς τῆς δὲ ἐκτός, ἃ τὴν ἑτέραν οἷά τε ὑπομένειν. δεκτικὰ καὶ τῆς ἑτέρας ἐστὶ πάντως."],["23","σημεῖον δέ· βοῦς καὶ ἵππος καὶ ἄνθρωπος καὶ τὰ παραπλήσια ζῷα, διότι πέφυκεν ἀναιρεῖσθαι ὑπὸ σιδήρου, καὶ νόσῳ τελευτήσει· χαλεπὸν γὰρ μᾶλλον δὲ ἀδύνατον εὑρεῖν, ὅ τι τὴν ἔξωθεν αἰτίαν πεφυκὸς ὑπομένειν τῆς φθορᾶς ἄδεκτον ἔσται κατὰ τὸ παντελὲς τῆς ἔνδοθεν."],["24","ἐπειδὴ τοίνυν ὑπ’ οὐδενὸς τῶν ἐκτὸς φθαρησόμενος ἐδείχθη ὁ κόσμος, τῷ μηδὲν ἔξω καταλελεῖφθαι πάντως, οὐδ’ ὑπό τινος τῶν ἐν αὐτῷ, διὰ τὴν προεπιλογισθεῖσαν ἀπόδειξιν, καθ’ ἣν τὸ ἁλωτὸν τῇ ἑτέρᾳ τῶν αἰτιῶν καὶ τὴν ἑτέραν ἐπεφύκει δέχεσθαι."],["25","μαρτύρια δὲ καὶ τὰ ἐν Τιμαίῳ περὶ τοῦ τὸν κόσμον ἄνοσον εἶναι καὶ μὴ φθαρησόμενον τάδε· „τῶν δὲ δὴ τεττάρων ἓν ὅλον ἕκαστον εἴληφεν ἡ τοῦ κόσμου σύστασις· ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς συνέστησεν αὐτὸν ὁ συνιστάς, μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἔξωθεν ὑπολιπών, τάδε διανοηθείς·"],["26","πρῶτον μέν, ἵνα ὅλον ὅτι μάλιστα ζῷον, τέλειον ἐκ τελείων μερῶν, εἴη· πρὸς δὲ τούτοις ἕν, ἅτε οὐχ ὑπολελειμμένων ἐξ ὧν ἄλλο τοιοῦτον γένοιτ’ ἄν· ἔτι δέ, ἵνα ἀγήρων καὶ ἄνοσον ᾖ, κατανοῶν ὡς συστάτῳ σώματι θερμὰ καὶ ψυχρὰ καὶ πάνθ’ ὅσα δυνάμεις ἰσχυρὰς ἔχει περιιστάμενα ἔξωθεν καὶ προσπίπτοντα ἀκαίρως λυπεῖ καὶ νόσους καὶ γῆρας ἐπάγοντα φθίνειν ποιεῖ. διὰ τὴν αἰτίαν καὶ τὸν λογισμὸν τόνδε θεὸς ὅλον ἐξ ὅλων ἁπάντων τέλειον καὶ ἀγήρων καὶ ἄνοσον αὐτὸν ἐτεκτήνατο. “"],["27","τοῦτο μὲν δὴ παρὰ Πλάτωνος πρὸς τὴν ἀφθαρσίαν τοῦ κόσμου μαρτύριον εἰλήφθω, τὸ δ’ ἀγένητον παρὰ τῆς φυσικῆς ἀκολουθίας· ἕπεται μὲν γὰρ τῷ γενομένῳ διάλυσις, ἀφθαρσία δὲ τῷ ἀγενήτῳ· ἐπεὶ καὶ ὁ τὸ τρίμετρον ἐκεῖνο ποιήσας „τό τοι γενόμενον κατθανεῖν ὀφείλεται \" δοκεῖ μὴ ἀπὸ σκοποῦ, συνεὶς ἀκολουθίαν τῶν αἰτιῶν τῆς γενέσεως καὶ τῆς φθορᾶς,*** ὧδ’ ἔχει."],["28","Ἑτέρως δέ ἐστι τοιόνδε· πάνθ’ ὅσα τῶν συνθέτων φθείρεται, διάλυσιν εἰς τὰ ἐξ ὧν συνετέθη λαμβάνει· διάλυσις δ’ οὐδὲν ἦν ἄρα ἢ πρὸς τὸ κατὰ φύσιν ἑκάστων ἐπάνοδος, ὥστε κατὰ τοὐναντίον ἡ σύνθεσις εἰς τὸ παρὰ φύσιν τὰ συνελθόντα βεβίασται. καὶ δὴ τάδ’ οὕτως ἔοικεν ἀψευδέστατα ἔχειν."],["29","ἄνθρωποι γὰρ ἀπὸ τῶν τεττάρων στοιχείων, ἃ δὴ ὅλα τοῦ παντός ἐστιν οὐρανοῦ, γῆς, ὕδατος, ἀέρος τε καὶ πυρός, βραχέα τὰ μέρη δανεισάμενοι συνεκράθημεν· τὰ δ’ ἀνακραθέντα τῆς κατὰ φύσιν θέσεως ἐστέρηται, θερμότητος μὲν τῆς ἀνωφοίτου κατωσθείσης, τῆς δὲ γεώδους καὶ βάρος ἐχούσης οὐσίας ἐπελαφρισθείσης καὶ τὸν ἄνω τόπον ἀντιλαβούσης,"],["30","ὃν τὸ γεωδέστατον τῶν ἐν ἡμῖν ἐπέσχηκε κεφαλή. δεσμῶν δὲ φαυλότατος ὃν ἔσφιγξε βία, βαιὸς καὶ ὀλιγοχρόνιος· ῥήγνυται γὰρ θᾶττον ὑπὸ τῶν δεθέντων, ἅτε ἀπαυχενιζόντων διὰ πόθον [ὑπὸ] τῆς κατὰ φύσιν κινήσεως, πρὸς ἣν σπεύδοντα μετανίσταται· κατὰ γὰρ τὸν τραγικὸν „χωρεῖ δ’ ὀπίσω τὰ μὲν ἐκ γαίας φύντ’ εἰς γαῖαν τὰ δ’ ἀπ’ αἰθερίου βλαστόντα γονῆς εἰς οὐράνιον πόλον ἦλθε πάλιν· θνῄσκει δ’ οὐδὲν τῶν γιγνομένων, διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλο μορφὴν ἰδίαν ἀπέδειξεν. “τοῖς μὲν δὴ φθειρομένοις ἅπασι νόμος ἀναγέγραπται καὶ θεσμὸς οὗτος,"],["31","ὁπότε μὲν ὑφέστηκε τὰ συνεληλυθότα ἐν τῇ κράσει, πρὸ τῆς κατὰ φύσιν τάξεως ἀταξίας ἀντιμετειληφέναι καὶ πρὸς τοὺς ἐναντίους τόπους μετανίστασθαι, ὡς τρόπον τινὰ ξενιτεύειν δοκεῖν, ὁπότε δὲ διαλύοιτο, πρὸς τὴν οἰκείαν τῆς φύσεως λῆξιν ἀνακάμπτειν."],["32","ὁ δὲ κόσμος ἀμέτοχος τῆς ἐν τοῖς λεχθεῖσιν ἀταξίας ἐστίν. ἐπεί, φέρε, θεασώμεθα· φθειρομένου τὰ μέρη νυνὶ μὲν ἀνάγκη τετάχθαι τὴν παρὰ φύσιν ἕκαστα χώραν· τοῦτο δὲ ὑπονοεῖν οὐκ εὐαγές· ἀρίστην γὰρ θέσιν καὶ τάξιν ἐναρμόνιον τὰ τοῦ κόσμου μέρη πάντα εἴληχεν, ὡς ἕκαστον καθάπερ πατρίδι φιλοχωροῦν μὴ ζητεῖν ἀμείνω μεταβολήν."],["33","διὰ τοῦτο γῇ μὲν ὁ μεσαίτατος ἀπενεμήθη τόπος, ἐφ’ ἣν πάντα τὰ γεώδη, κἂν ἀναρρίψῃς, καταφέρεται— τὸ δ’ ἐστὶ σημεῖον χώρας τῆς κατὰ φύσιν· ἔνθα γὰρ μὴ ὑπὸ βίας ὁτιοῦν ἐνεχθὲν ἵσταται καὶ ἠρεμεῖ, τὸν οἰκεῖον εἴληχε χῶρον—· ὕδωρ δὲ ἐπὶ γῆν ἀνακέχυται [δεύτερον], ἀὴρ δὲ καὶ πῦρ ἀπὸ τοῦ μέσου πρὸς τὸν ἄνω κεχώρηκεν, ἀὴρ μὲν τὸν μεθόριον ὕδατος καὶ πυρὸς κληρωσάμενος τόπον, πῦρ δὲ τὸν ἀνωτάτω· διὸ κἂν ἀναψάμενος δᾷδα πρὸς γῆν καταφέρῃς, ἡ φλὸξ οὐδὲν ἧττον ἀντιβιάσεται καὶ πρὸς τὴν φυσικὴν τοῦ πυρὸς κίνησιν ἐπικουφίσασα αὑτὴν ἀναδραμεῖται."],["34","εἰ δὴ φθορᾶς μὲν αἴτιον ἡ παρὰ φύσιν τάξις τῶν ἄλλων [ἔχει] ζῴων, ἐν δὲ τῷ κόσμῳ κατὰ φύσιν ἕκαστα τῶν μερῶν διατέτακται τὰς οἰκείας διακληρωσάμενα χώρας, ἐνδίκως ἂν λέγοιτο ὁ κόσμος ἄφθαρτος."],["35","Ἔτι τοίνυν ἐκεῖνο παντί τῳ δῆλον, ὅτι φύσις ἑκάστη διατηρεῖν καὶ διασῴζειν, εἰ δ’ οἷόν τε εἴη, καὶ ἀθανατίζειν ἕκαστα ὧν φύσις ἐστὶν ἐσπούδακεν, ἡ μὲν ἐν τοῖς δένδρεσι τὰ δένδρα, ἡ δ’ ἐν τοῖς ζῴοις τῶν ζῴων ἕκαστον."],["36","ἐξασθενεῖ δὲ ἡ ἐπὶ μέρους ἀναγκαίως ἄγειν πρὸς ἀιδιότητα· ἢ γὰρ ἔνδεια ἢ φλογμὸς ἢ κρυμὸς ἢ μυρία ἄλλα τῶν εἰωθότων ἐπισυνίστασθαι κατασκήψαντα διέσεισε καὶ διέλυσε τὸν συνέχοντα δεσμὸν καὶ τέλος κατέρρηξε· τοιοῦτον δ’ εἰ μηδὲν ἐφήδρευεν ἔξω, κἂν ὅσον ἐφ’ ἑαυτῇ πάντα μικρά τε αὖ καὶ μεγάλα ἀγήρω διεφύλαττεν."],["37","ἀναγκαῖον οὖν καὶ τὴν τοῦ κόσμου φύσιν γλίχεσθαι τῆς τοῦ ὅλου διαμονῆς· οὐ γὰρ δὴ τῶν ἐπὶ μέρους ἐστὶ χείρων, ὡς ἀποδιδράσκουσα καὶ λιποτακτοῦσα νόσον ἀνθ’ ὑγιείας καὶ φθορὰν ἀντὶ σωτηρίας παντελοῦς ἐπιχειρεῖν τεχνάζειν, ἐπειδὴ \" πασάων ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα, ῥεῖά τ’ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι. “ἀλλ’ εἰ τοῦτ’ ἀληθές ἐστι, φθορὰν ὁ κόσμος οὐ δέξεται. διὰ τί; ὅτι ἡ συνέχουσα φύσις αὐτὸν ἀήττητός ἐστι κατὰ πολλὴν ἰσχύος ῥώμην, τῶν ἄλλων ὅσα βλάπτειν ἔμελλεν ἁπαξαπάντων ἐπικρατοῦσα."],["38","διὸ καὶ Πλάτων εὖ „ἀπῄει τε γὰρ “φησίν „οὐδὲν οὐδὲ προσῄει αὐτῷ ποθεν· οὐδὲν γὰρ ἦν. αὐτὸ γὰρ ἑαυτῷ τροφὴν τὴν ἑαυτοῦ φθίσιν παρέχον καὶ πάντ’ ἐν ἑαυτῷ καὶ ὑφ’ ἑαυτοῦ πάσχον καὶ δρῶν ἐκ τέχνης γέγονεν· ἡγήσατο γὰρ αὐτὸ ὁ συνθεὶς αὔταρκες ὂν ἄμεινον ἔσεσθαι μᾶλλον ἢ προσδεὲς ἄλλων. “"],["39","Ἀποδεικτικώτατός γε μὴν κἀκεῖνος ὁ λόγος ἐστίν, ἐφ’ ᾧ μυρίους οἶδα σεμνυνομένους ὡς ἠκριβωμένῳ καὶ πάνυ ἀνεξελέγκτῳ. πυνθάνονται γάρ· τίνος ἕνεκα τὸν κόσμον φθερεῖ ὁ θεός; ἤτοι γὰρ ὑπὲρ τοῦ μηκέτι κοσμοποιῆσαι ἢ ὑπὲρ τοῦ ἕτερον κατασκευάσαι."],["40","τὸ μὲν δὴ πρότερον ἀλλότριον θεοῦ· πρὸς τάξιν γὰρ ἀταξίαν μεταβάλλειν δέον, οὐ πρὸς ἀταξίαν τάξιν· εἶτα δ’ ὅτι καὶ μετάνοιαν πάθος καὶ νόσημα δέξεται ψυχῆς· ἔδει γὰρ ἢ μὴ κοσμοποιῆσαι τὸ παράπαν ἢ κρίνοντα πρέπον αὑτῷ τὸ ἔργον χαίρειν τῷ γενομένῳ."],["41","τὸ δὲ δεύτερον ἄξιον οὐ βραχείας ἐρεύνης. εἰ γὰρ ἕτερον ἀντὶ τοῦ νῦν ὄντος κατασκευάσει, πάντως ὁ γενόμενος ἢ χείρων ἢ ὅμοιος ἢ κρείττων ἀποτελεσθήσεται· ὧν ἕκαστον ἐπίληπτον. εἰ μὲν γὰρ χείρων ὁ κόσμος, χείρων καὶ ὁ δημιουργός. ἀμώμητα δὲ καὶ ἀνεξέλεγκτα καὶ ἀνεπανόρθωτα τὰ τοῦ θεοῦ τελειοτάτῃ τέχνῃ καὶ ἐπιστήμῃ δημιουργηθέντα· „οὐδὲ “γὰρ „γυνὴ “φασί „τοσσόνδε νόου ἐπιδεύεται ἐσθλοῦ, ὥστε χερείον’ ἑλέσθαι ἀμεινοτέρων παρεόντων. “ἐμπρεπὲς δὲ θεῷ τὰ ἄμορφα μορφοῦν καὶ τοῖς αἰσχίστοις περιτιθέναι θαυμαστὰ κάλλη."],["42","εἰ δ’ ὅμοιος, ματαιοπόνος ὁ τεχνίτης, οὐδὲν κομιδῇ νηπίων παίδων διαφέρων, οἳ πολλάκις παρ’ αἰγιαλοῖς ἀθύροντες ψάμμου γεωλόφους ἀνιστᾶσι κἄπειθ’ ὑφαιροῦντες ταῖς χερσὶ πάλιν ἐρείπουσι· πολὺ γὰρ ἄμεινον τοῦ κατασκευάζειν ὅμοιον μηδὲν μήτε ἀφαιροῦντα μήτε προστιθέντα μηδ’ αὖ πρὸς τὸ ἄμεινον ἢ χεῖρον μεταβάλλοντα τὸν ἐξ ἀρχῆς ἅπαξ γενόμενον κατὰ χώραν ἐᾶν."],["43","εἰ δὲ κρείττονα δημιουργήσει, γενήσεται τότε κρείττων καὶ ὁ δημιουργός, ὥσθ’ ἡνίκα τὸν πρότερον κατεσκεύαζε καὶ τὴν τέχνην καὶ τὴν διάνοιαν ἦν ἀτελέστερος, ὅπερ οὐδὲ θέμις ὑπονοεῖν ἐστιν· ἴσος γὰρ αὐτὸς ἑαυτῷ καὶ ὅμοιος ὁ θεός, μήτε ἄνεσιν πρὸς τὸ χεῖρον μήτ’ ἐπίτασιν πρὸς τὸ βέλτιον δεχόμενος. ἐπὶ δὲ τὰς τοιαύτας ἀνωμαλίας ἄνθρωποι κεχωρήκασι, πρὸς ἑκάτερον τό τε εὖ καὶ τὸ χεῖρον πεφυκότες μεταβάλλειν, αὐξήσεσι καὶ προκοπαῖς καὶ βελτιώσεσι καὶ πᾶσι τοῖς ἐναντίοις εἰωθότες χρῆσθαι."],["44","πρὸς δὲ τούτοις τὰ μὲν τῶν θνητῶν ἔργα ἡμῶν φθαρτὰ δεόντως ἂν γένοιτο, τὰ δὲ τοῦ ἀθανάτου κατὰ τὸν εἰκότα λόγον ἄφθαρτα δήπου· τῇ γὰρ φύσει τῶν τεχνιτῶν εὔλογον τὰ δημιουργηθέντα ἐξομοιοῦσθαι."],["45","Καὶ μὴν ἅπαντί τῳ κἀκεῖνο δῆλον, ὅτι φθειρομένης μὲν τῆς γῆς ἀνάγκη καὶ τὰ χερσαῖα τῶν ζῴων καθ’ ὅλον τὸ γένος ἀπόλλυσθαι. φθειρομένου δὲ ὕδατος τὰ ἔνυδρα, καὶ ἀέρος μέντοι καὶ πυρὸς τὰ ἀεροπόρα καὶ πυρίγονα."],["46","κατ’ ἀνάλογον οὖν εἰ φθείρεται ὁ οὐρανός, φθαρήσεται μὲν ἥλιος καὶ σελήνη, φθαρήσονται δ’ οἱ λοιποὶ πλάνητες, φθαρήσονται δ’ οἱ ἀπλανεῖς ἀστέρες, ὁ τοσοῦτος αἰσθητῶν θεῶν εὐδαίμων τὸ πάλαι νομισθεὶς στρατός. ὃ δὴ [εἰ] γένοιτ’ ἂν οὐδὲν ἕτερον ἢ θεοὺς φθειρομένους ὑπονοεῖν· ἴσον γάρ ἐστι τῷ καὶ ἀνθρώπους ἀθανάτους ὑπονοεῖν. καίτοι τις ἐν ἀτίμων συγκρίσει τοῦτ’ ἂν εὕροι σκοπῶν εὐλογώτερον ἐκείνου· χάριτι μὲν γὰρ θεοῦ θνητὸν ἀθανασίας μεταλαχεῖν εἰκός ἐστιν, ἀφθαρσίαν δὲ θεοὺς ἀποβαλεῖν ἀδύνατον, κἂν αἱ ἀνθρώπων σοφίαι κακομανῶσι."],["47","καὶ μὴν οἵ γε τὰς ἐκπυρώσεις καὶ τὰς παλιγγενεσίας εἰσηγούμενοι τοῦ κόσμου νομίζουσι καὶ ὁμολογοῦσι τοὺς ἀστέρας θεοὺς εἶναι, οὓς τῷ λόγῳ διαφθείρειν οὐκ ἐρυθριῶσιν. ἔδει γὰρ ἢ μύδρους διαπύρους ἀποφήνασθαι, καθάπερ ἔνιοι τῶν οἷα περὶ δεσμωτηρίου φλυαρούντων τοῦ σύμπαντος οὐρανοῦ, ἢ θείας ἢ δαιμονίας φύσεις νομίζοντας τὴν ἁρμόττουσαν θεοῖς ἀφθαρσίαν προσομολογῆσαι. νυνὶ δὲ τοσοῦτον δόξης ἀληθοῦς διήμαρτον, ὥστε λελήθασιν αὑτοὺς καὶ τῇ προνοίᾳ— ψυχὴ δ’ ἐστὶ τοῦ κόσμου— φθορὰν ἐπιφέροντες ἐξ ὧν ἀνακόλουθα φιλοσοφοῦσι."],["48","Χρύσιππος γοῦν ὁ δοκιμώτατος τῶν παρ’ αὐτοῖς ἐν τοῖς Περὶ αὐξανομένου τερατεύεταί τι τοιοῦτον· προκατασκευάσας ὅτι \" δύο ἰδίως ποιὰ ἐπὶ τῆς αὐτῆς οὐσίας ἀμήχανον συστῆναι “, φησίν· „ἔστω θεωρίας ἕνεκα τὸν μέν τινα ὁλόκληρον, τὸν δὲ χωρὶς ἐπινοεῖσθαι τοῦ ἑτέρου ποδός, καλεῖσθαι δὲ τὸν μὲν ὁλόκληρον Δίωνα, τὸν δὲ ἀτελῆ Θέωνα, κἄπειτα ἀποτέμνεσθαι Δίωνος τὸν ἕτερον τοῖν ποδοῖν “. ζητουμένου δή, πότερος ἔφθαρται, τὸν Θέωνα φάσκειν οἰκειότερον εἶναι. τοῦτο δὲ παραδοξολογοῦντος μᾶλλόν ἐστιν ἢ ἀληθεύοντος."],["49","πῶς γὰρ ὁ μὲν οὐδὲν ἀκρωτηριασθεὶς μέρος, ὁ Θέων, ἀνήρπασται, ὁ δ’ ἀποκοπεὶς τὸν πόδα Δίων οὐχὶ διέφθαρται; „δεόντως “φησίν· „ἀναδεδράμηκε γὰρ ὁ ἐκτμηθεὶς τὸν πόδα Δίων ἐπὶ τὴν ἀτελῆ τοῦ Θέωνος οὐσίαν, καὶ δύο ἰδίως ποιὰ περὶ τὸ αὐτὸ ὑποκείμενον οὐ δύνατ’ εἶναι. τοιγαροῦν τὸν μὲν Δίωνα μένειν ἀναγκαῖον, τὸν δὲ Θέωνα διεφθάρθαι. “„τὰ δ’ οὐχ ὑπ’ ἄλλων ἀλλὰ τοῖς αὑτῶν πτεροῖς ἁλισκόμενα “φησὶν ὁ τραγικός· ἀπομαξάμενος γάρ τις τὸν τύπον τοῦ λόγου καὶ ἐφαρμόσας τῷ παντὶ κόσμῳ δείξει σαφέστατα καὶ αὐτὴν φθειρομένην τὴν πρόνοιαν."],["50","σκόπει δ’ ὧδε· ὑποκείσθω τὸ μὲν ὡσανεὶ Δίων ὁ κόσμος— τέλειος γάρ—, τὸ δὲ ὡσανεὶ Θέων ἡ τοῦ κόσμου ψυχή, διότι τοῦ ὅλου τὸ μέρος ἔλαττον, καὶ ἀφαιρείσθω, ὥσπερ ἀπὸ τοῦ Δίωνος ὁ πούς, οὕτως καὶ ἀπὸ τοῦ κόσμου ὅσον αὐτοῦ σωματοειδές."],["51","οὐκοῦν ἀνάγκη λέγειν ὅτι ὁ μὲν κόσμος οὐκ ἔφθαρται ὁ τὸ σῶμα ἀφαιρεθείς, ὥσπερ οὐδὲ ὁ ἀποκοπεὶς τὸν πόδα Δίων, ἀλλ’ ἡ τοῦ κόσμου ψυχή, ὥσπερ Θέων ὁ μηδὲν παθών. ὁ μὲν γὰρ κόσμος ἐπ’ ἐλάττονα οὐσίαν ἀνέδραμεν, ἀφαιρεθέντος αὐτῷ τοῦ σωματοειδοῦς, ἐφθάρη δ’ ἡ ψυχὴ διὰ τὸ μὴ δύνασθαι δύο ἰδίως ποιὰ εἶναι περὶ τὸ αὐτὸ ὑποκείμενον. ἔκθεσμον δὲ τὸ λέγειν φθείρεσθαι τὴν πρόνοιαν· ἀφθάρτου δὲ ὑπαρχούσης, ἀνάγκη καὶ τὸν κόσμον ἄφθαρτον εἶναι."],["52","Μεγίστην μέντοι παρέχεται πίστιν εἰς ἀιδιότητα καὶ ὁ χρόνος. εἰ γὰρ ἀγένητος ὁ χρόνος, ἐξ ἀνάγκης καὶ ὁ κόσμος ἀγένητος. διὰ τί; ὅτι, ᾗ φησιν ὁ μέγας Πλάτων, ἡμέραι καὶ νύκτες μῆνές τε καὶ ἐνιαυτῶν περίοδοι χρόνον ἔδειξαν. ἀμήχανον δέ τι τούτων συστῆναι δίχα ἡλίου κινήσεως καὶ τῆς τοῦ παντὸς οὐρανοῦ περιφορᾶς· ὥστ’ εὐθυβόλως ἀποδεδόσθαι πρὸς τῶν εἰωθότων τὰ πράγματα ὁρίζεσθαι χρόνον διάστημα τῆς τοῦ κόσμου κινήσεως. ἐπεὶ δὲ τοῦθ’ ὑγιές ἐστι, γίνεται ὁ κόσμος ἰσῆλιξ τοῦ χρόνου καὶ αἴτιος."],["53","πάντων δ’ ἀτοπώτατον ὑπονοεῖν, ὅτι ἦν ποτε κόσμος, ἡνίκα οὐκ ἦν χρόνος· ἄναρχος γὰρ καὶ ἀτελεύτητος ἡ τούτου φύσις, ἐπεὶ καὶ αὐτὰ ταῦτα, τὸ ἦν, τὸ ποτέ, τὸ ἡνίκα, χρόνον συνεμφαίνει. τούτῳ δ’ ἀκόλουθον τὸ μηδὲ χρόνον ὑποστῆναι καθ’ ἑαυτόν, ἡνίκα κόσμος οὐκ ἦν· τὸ γὰρ μὴ ὑπάρχον οὐδὲ κινεῖται· διάστημα δὲ κοσμικῆς κινήσεως ἐδείχθη ὁ χρόνος ὤν. ἀνάγκη τοίνυν ἑκάτερον ἐξ ἀιδίου ὑφεστάναι γενέσεως ἀρχὴν μὴ λαβόντα· τὰ δ’ ἀίδια φθορᾶς ἀνεπίδεκτα."],["54","τάχα τις εὑρεσιλογῶν Στωικὸς ἐρεῖ, τὸν χρόνον ἀποδεδόσθαι διάστημα τῆς τοῦ κόσμου κινήσεως οὐχὶ τοῦ νυνὶ διακεκοσμημένου μόνον ἀλλὰ καὶ τοῦ κατὰ τὴν ἐκπύρωσιν ὑπονοουμένου. πρὸς ὃν λεκτέον· τὴν ἀκοσμίαν, ὦ γενναῖε, μετατιθεὶς τὰ ὀνόματα κόσμον καλεῖς· εἰ γὰρ οὗτος ὃν ὁρῶμεν ἐτύμως καὶ προσφυέστατα κόσμος κέκληται, διατεταγμένος καὶ διακεκοσμημένος ἀνεπανορθώτου τέχνης ἀκρότητι, τὴν πρὸς τὸ πῦρ αὐτοῦ μεταβολὴν δεόντως ἄν τις ἀκοσμίαν ὀνομάσαι."],["55","Κριτόλαος δέ τις τῶν κεχορευκότων Μούσαις, τῆς Περιπατητικῆς ἐραστὴς φιλοσοφίας, τῷ περὶ τῆς ἀιδιότητος κόσμου δόγματι συνειπὼν ἐχρήσατο τοιαύταις πίστεσιν· εἰ γέγονεν ὁ κόσμος, ἀνάγκη καὶ τὴν γῆν γεγονέναι· εἰ δὲ ἡ γῆ γενητή, πάντως καὶ τὸ ἀνθρώπων γένος· ἄνθρωπος δὲ ἀγένητον, ἐξ ἀιδίου τοῦ γένους ὑφεστῶτος, ὥσπερ ἐπιδειχθήσεται·"],["56","ἀίδιος ἄρα καὶ ὁ κόσμος. τὸ δὲ ὑπερτεθὲν ἤδη κατασκευαστέον, εἰ δεῖ καὶ ἀποδείξεως τοῖς οὕτως ἐμφανέσι· δεῖ δέ, ὡς ἔοικεν, ἕνεκα τῶν μυθοπλαστῶν, οἳ ψευσμάτων ἀναπλήσαντες τὸν βίον ἀλήθειαν ὑπερόριον πεφυγαδεύκασιν, οὐ μόνον πόλεις καὶ οἴκους ἀλλὰ καὶ ἕνα ἕκαστον τοῦ ἀρίστου κτήματος χηρεύειν βιασάμενοι καὶ πρὸς τὸ τῆς φράσεως ὁλκὸν μέτρα καὶ ῥυθμοὺς δέλεαρ εἰς ἐνέδραν ἐπινοήσαντες, οἷς ἀφρόνων ὦτα καταγοητεύουσι, καθάπερ ὀφθαλμοὺς αἱ ἄμορφοι καὶ εἰδεχθεῖς ἑταῖραι περιάπτοις καὶ νόθῳ κόσμῳ χηρείᾳ γνησίου."],["57","λέγουσι γὰρ ὅτι ἡ ἐξ ἀλλήλων γένεσις ἀνθρώπων νεώτερον φύσεως ἔργον, ἀρχεγονώτερον δὲ καὶ πρεσβύτερον ἡ ἐκ γῆς, ἐπειδὴ πάντων μήτηρ ἐστί τε καὶ νενόμισται· τοὺς δὲ ᾀδομένους παρ’ Ἕλλησι Σπαρτοὺς ἐκφῦναι."],["58","καθάπερ νῦν τὰ δένδρα, τελείους καὶ ἐνόπλους γῆς παῖδας. ὅτι δὲ μύθου πλάσμα τοῦτ’ ἐστί, συνιδεῖν ἐκ πολλῶν ῥᾴδιον. αὐτίκα τῷ πρώτῳ γενομένῳ ἔδει καθ’ ὡρισμένα μέτρα καὶ ἀριθμοὺς χρόνων αὐξήσεως· βαθμοὺς γάρ τινας ἡ φύσις τὰς ἡλικίας ἐγέννησε, δι’ ὧν τρόπον τινὰ ἀναβαίνει καὶ κάτεισιν ἄνθρωπος, ἀναβαίνει μὲν αὐξόμενος, κατέρχεται δ’ ἐν ταῖς μειώσεσιν· ὅρος δ’ ὁ τῶν ἀνωτάτω βαθμῶν ἀκμή, πρὸς ὃν φθάσας τις οὐκέτι πρόεισιν, ἀλλ’, ὥσπερ οἱ διαυλοδρομοῦντες ἀνακάμπτουσι τὴν αὐτὴν ὁδόν, ὅσα παρ’ ἰσχυούσης νεότητος ἔλαβεν, ἀποδίδωσιν ἀσθενεῖ γήρᾳ."],["59","τὸ δὲ γεννηθῆναί τινας οἴεσθαι τελείους ἐξ ἀρχῆς ἠγνοηκότων ἐστὶ νόμους φύσεως, θεσμοὺς ἀκινήτους. αἱ μὲν γὰρ ἡμέτεραι γνῶμαι προσαναματτόμεναι τὸ πλημμελὲς ἐκ τοῦ συνεζευγμένου θνητοῦ τροπὰς καὶ μεταβολὰς εἰκότως ἐνδέχονται, ἄτρεπτα δὲ τὰ τῆς τῶν ὅλων ἐστὶ φύσεως, ἅτε πάντων ἐπικρατούσης καὶ διὰ βεβαιότητα τῶν ἅπαξ γνωσθέντων τοὺς ἐξ ἀρχῆς παγέντας ὅρους ἀκινήτους διαφυλαττούσης."],["60","εἴπερ οὖν ἁρμόττον ἐνόμιζεν ἀποτίκτεσθαι τελείους, καὶ νῦν ἂν ἐτελειογονεῖτο ἄνθρωπος, μὴ βρέφος, μὴ παῖς, μὴ μειράκιον γινόμενος, ἀλλ’ ἀνὴρ εὐθὺς ὤν, ἴσως δὲ καὶ πρὸς ἅπαν ἀγήρως καὶ ἀθάνατος· ᾧ γὰρ μὴ αὔξησις, μηδὲ μείωσις πρόσεστιν· αἱ μὲν γὰρ ἄχρι τῆς ἀνδρὸς ἡλικίας μεταβολαὶ κατ’ αὔξησιν, αἱ δ’ ἀπὸ ταύτης ἄχρι γήρως καὶ τελευτῆς κατὰ μείωσιν συνίστανται· τῷ δὲ μὴ κοινωνοῦντι τῶν προτέρων καὶ τὰς ἑπομένας εὔλογον μὴ ἐπιγίγνεσθαι."],["61","τί δ’ ἐμποδὼν ἦν ἀνθρώπους καθάπερ φασὶ πρότερον καὶ νῦν βλαστάνειν; οὕτως καὶ ἡ γῆ γεγήρακεν, ὡς διὰ χρόνου μῆκος ἐστειρῶσθαι δοκεῖν; ἀλλ’ ἐν ὁμοίῳ μένει νεάζουσα ἀεί, διότι τετάρτη μοῖρα τοῦ παντός ἐστι καὶ ἕνεκα τῆς τοῦ ὅλου διαμονῆς ὀφείλει μὴ φθίνειν, ἐπεὶ καὶ τὰ ἀδελφὰ στοιχεῖα αὐτῆς ὕδωρ ἀήρ τε καὶ πῦρ ἀγήρω διατελεῖ."],["62","πίστις δὲ ἐναργὴς τῆς ἀδιαστάτου καὶ ἀιδίου περὶ γῆν ἀκμῆς τὰ φυόμενα· καθαρθεῖσα γὰρ ἢ ποταμῶν ἀναχύσεσιν, ὥσπερ φασὶν Αἴγυπτον, ἢ τοῖς ἐτησίοις ὄμβροις τὸν ἐκ τῆς φορᾶς κάματον ὑπανίεται καὶ χαλᾶται, κἄπειτα διαναπαυσαμένη τὴν οἰκείαν δύναμιν ἀνακτᾶται μέχρι παντελοῦς ῥώμης, εἶτ’ ἄρχεται πάλιν τῆς τῶν ὁμοίων γενέσεως τροφὰς ἀφθόνους"],["63","ἁπάσαις ζῴων ἰδέαις ἀναδιδοῦσα. παρ’ ὅ μοι δοκοῦσιν οὐκ ἀπὸ σκοποῦ ποιηταὶ Πανδώραν αὐτὴν ὀνομάσαι, πάντα δωρουμένην [καὶ] τὰ πρὸς ὠφέλειαν καὶ ἡδονῆς ἀπόλαυσιν οὐ τισὶν ἀλλὰ πᾶσιν ὅσα ψυχῆς μεμοίραται. εἰ γοῦν τις ἔαρος ἀκμάσαντος πτερωθεὶς ἀρθείη μετάρσιος καὶ κατίδοι τήν τε ὀρεινὴν καὶ πεδιάδα, τὴν μὲν εὔχορτον καὶ χλοηφόρον πόας καὶ χιλὸν κριθάς τε καὶ πυροὺς καὶ μυρίας ἄλλας σπαρτῶν φύσεις ἀναδιδοῦσαν, ἅς τε γεωργοὶ κατεβάλοντο καὶ ἃς ἀπαυτοματίζουσα ἡ τοῦ ἔτους ὥρα παρέχεται, τὴν δὲ κλάδοις καὶ φυλλάσι κατάσκιον, οἷς ἐπικοσμεῖται τὰ δένδρα, καὶ καρπῶν περιπληθεστάτην, οὐχὶ τῶν πρὸς ἐδωδὴν μόνον ἀλλὰ καὶ οἷς πόνους ἀκεῖσθαι συμβέβηκεν— ὁ μὲν γὰρ τῆς ἐλαίας καρπὸς σώματος κάματον ἰᾶται, ὁ δὲ τῆς ἀμπέλου ποθεὶς μετρίως ἐπιχαλᾷ τὰς σφοδρὰς ὀδύνας ψυχῆς—,"],["64","ἔτι δὲ τὰς ἀπὸ τῶν ἀνθέων ἀναφερομένας εὐωδεστάτας αὔρας καὶ τὰς τῶν χρωμάτων ἀμυθήτους ἰδιότητας τέχνῃ δαιμονίῳ πεποικιλμένας, τὴν δ’ ὄψιν ἀποκλίνας ἀπὸ τῶν ἡμέρων ἐν μέρει πάλιν αἰγείρους, κέδρους, πεύκας, ἐλάτας, δρυῶν ὕψη περιμηκέστατα, τὰς ἄλλας τῶν ἀγρίων συνεχεῖς καὶ βαθείας ὕλας περιαθρήσειεν, αἳ τὰ πλεῖστα καὶ μέγιστα τῶν ὀρῶν καὶ τὴν πολλὴν ὅση βαθύγειος τῆς ὑπορείου συσκιάζουσι, γνώσεται τὴν ἀνένδοτον καὶ ἀκάματον τῆς γῆς ἀεὶ νεαζούσης ἀκμήν·"],["65","ὥστ’ οὐδὲν ἐλαττωθεῖσα τῆς παλαιᾶς ἰσχύος καὶ νῦν ἄν, εἴ γε τὸ πρότερον, ἔτικτεν ἀνθρώπους, ὑπὲρ δυοῖν τοῖν ἀναγκαιοτάτοιν, ἑνὸς μὲν τοῦ μὴ λιποτακτεῖν τάξιν οἰκείαν καὶ μάλιστα ἐν σπορᾷ καὶ γενέσει τοῦ χερσαίων ἁπάντων ἀρίστου καὶ ἡγεμόνος ἀνθρώπου, δευτέρου δὲ γυναικῶν ἐπικουρίας, αἳ κύουσαι μὲν βαρυτάτοις ἄχθεσι δέκα που μῆνας πιέζονται, μέλλουσαι δ’ ἀποτίκτειν πολλάκις ὠδῖσιν αὐταῖς ἐναποθνῄσκουσιν."],["66","ὅλως τοῦτ’ οὐκ εὐήθεια δεινὴ μήτραν ὑπολαμβάνειν γῆν ἐγκεκολπίσθαι πρὸς ἀνθρώπων σποράν; τὸ γὰρ ζῳογονοῦν χωρίον ἐστὶ μήτρα, „φύσεως “, ὡς εἶπέ τις, „ἐργαστήριον “, ἐν ᾧ ζῷα μόνον διαπλάττεται· τὸ δὲ οὐ γῆς μέρος ἐστίν, ἀλλὰ ζῴου θήλεος, δημιουργηθὲν εἰς γένεσιν· ἐπεὶ καὶ μαζοὺς καθάπερ γυναικὶ γῇ φατέον ἡνίκα ἠνθρωπογόνει προσγενέσθαι, τροφὴν ἵν’ ἔχωσιν οἰκείαν οἱ πρῶτον ἀποκυηθέντες· ἀλλὰ γὰρ οὐ ποταμός, οὐ πηγή τις οὐδαμοῦ τῆς οἰκουμένης ἀνθ’ ὕδατος μνημονεύεταί ποτε ὀμβρῆσαι γάλα."],["67","πρὸς δὲ δὴ τούτοις, ὥσπερ γαλακτοτροφεῖσθαι χρὴ τὸ ἀρτίγονον, οὕτως καὶ τῇ δι’ ἀμπεχόνης σκέπῃ χρῆσθαι διὰ τὰς ἀπὸ κρυμοῦ καὶ θάλπους ἐγγινομένας τοῖς σώμασι ζημίας, οὗ χάριν μαῖαι καὶ μητέρες, αἷς ἀναγκαία φροντὶς εἰσέρχεται τῶν γεννωμένων, κατασπαργανοῦσι τὰ βρέφη. τοὺς δὲ γηγενεῖς φύντας πῶς οὐκ ἄν τις εὐθὺς διέφθειρε γυμνοὺς ἐαθέντας ἢ ἀέρος κατάψυξις ἢ ἀφ’ ἡλίου φλογμός; κρυμοὶ γὰρ καὶ θάλπη κρατήσαντα νόσους καὶ φθορὰς ἀπεργάζονται."],["68","ἐπειδὴ δ’ ἅπαξ ἤρξαντο ἀλογεῖν ἀληθείας οἱ μυθοπλάσται, τοὺς Σπαρτοὺς ἐκείνους καὶ ἐνόπλους ἐτερατεύσαντο ἐκφῦναι. τίς γὰρ ἦν κατὰ γῆς χαλκουργὸς ἢ τοσοῦτος Ἥφαιστος, ὡς αὐτίκα παντευχίας εὐτρεπίζεσθαι; τίς δὲ τοῖς πρώτοις γενομένοις εἰς ὅπλισιν οἰκειότης; ἡμερώτατον γὰρ ζῷον ὁ ἄνθρωπος, λόγον δωρησαμένης φύσεως αὐτῷ γέρας, ᾧ καὶ τὰ ἐξηγριωμένα πάθη κατεπᾴδεται καὶ τιθασεύεται. πολὺ βέλτιον ἦν ἀνθ’ ὅπλων κηρύκεια ἀναδῦναι, συμβατηρίων σπονδῶν σύμβολα, λογικῇ φύσει, ὅπως εἰρήνην πρὸ πολέμου πᾶσι τοῖς"],["69","πανταχοῦ καταγγέλλῃ. τὰ μὲν οὖν τῶν ἐπιτειχιζόντων ψευδολογίαν κατὰ τῆς ἀληθείας φλυαρήματα μετρίως ἐξελήλεγκται. χρὴ δ’ εὖ εἰδέναι, ὅτι ἐξ ἀιδίου κατὰ διαδοχὰς ἐξ ἀνθρώπων βλαστάνουσιν ἄνθρωποι, σπείροντος μὲν εἰς μήτραν ἀνδρὸς ὡς εἰς ἄρουραν, γυναικὸς δ’ ὑποδεχομένης τὰ σπέρματα σωτηρίως, τῆς δὲ φύσεως ἀοράτως ἕκαστα καὶ τῶν τοῦ σώματος καὶ τῶν τῆς ψυχῆς διαπλαττούσης μερῶν καὶ ὅπερ οὐκ ἴσχυσε λαβεῖν ἡμῶν ἕκαστος τοῦθ’ ἅπαντι τῷ γένει δωρησαμένης, τὸ ἀθάνατον· μένει γὰρ εἰς ἀεί, φθειρομένων τῶν ἐν εἴδει, τεράστιον ὡς ἀληθῶς καὶ θεῖον ἔργον. εἰ δ’ ἀίδιον ἄνθρωπος, βραχεῖα μοῖρα τοῦ παντός, ἀγένητος δήπου καὶ ὁ κόσμος, ὥστε ἄφθαρτος."],["70","Ἐπαγωνιζόμενος δ’ ὁ Κριτόλαος ἐχρῆτο καὶ τοιούτῳ λόγῳ· τὸ αἴτιον αὑτῷ τοῦ ὑγιαίνειν ἄνοσόν ἐστιν· ἀλλὰ καὶ τὸ αἴτιον αὑτῷ τοῦ ἀγρυπνεῖν ἄγρυπνόν ἐστιν· εἰ δὲ τοῦτο, καὶ τὸ αἴτιον αὑτῷ τοῦ ὑπάρχειν ἀίδιόν ἐστιν· αἴτιος δ’ ὁ κόσμος αὑτῷ τοῦ ὑπάρχειν, εἴ γε καὶ τοῖς ἄλλοις ἅπασιν· ἀίδιος ἄρα ὁ κόσμος ἐστίν."],["71","Οὐ μὴν ἀλλὰ κἀκεῖνο σκοπεῖν ἄξιον, ὅτι πᾶν τὸ γενόμενον ἐν ἀρχῇ μὲν δεῖ πάντως ἀτελὲς εἶναι, χρόνου δὲ προϊόντος αὔξεσθαι μέχρι παντελοῦς τελειώσεως· ὥστε, εἰ γέγονεν ὁ κόσμος, ἦν μέν ποθ’, ἵνα κἀγὼ χρήσωμαι τοῖς ἡλικιῶν ὀνόμασι, κομιδῇ νήπιος, ἐπιβαίνων δ’ αὖθις ἐνιαυτῶν περιόδοις καὶ μήκεσι χρόνων ὀψὲ καὶ μόλις ἐτελειώθη· τοῦ γὰρ μακροβιωτάτου βραδεῖα ἐξ ἀνάγκης ἀκμή."],["72","τὸν δὲ κόσμον εἴ τις νομίζει χρήσασθαί ποτε ταῖς τοιαύταις μεταβολαῖς, ἀθεραπεύτῳ μανία κεκρατημένος μὴ ἀγνοείτω· δῆλον γὰρ ὡς οὐ μόνον αὐτοῦ τὸ σωματοειδὲς αὐξηθήσεται, λήψεται δὲ καὶ ὁ νοῦς ἐπίδοσιν, ἐπεὶ καὶ οἱ φθείροντες αὐτὸν λογικὸν εἶναι ὑπονοοῦσιν."],["73","οὐκοῦν ἀνθρώπου τρόπον ἐν ἀρχῇ μὲν τῆς γενέσεως ἄλογος ἔσται, περὶ δὲ τὴν ἀκμάζουσαν ἡλικίαν λογικός· ἅπερ οὐ μόνον λέγειν ἀλλὰ καὶ ὑπονοεῖν ἀσεβές· τὸν γὰρ τελειότατον ὁρατῶν θεῶν περίβολον καὶ τοὺς ἐν μέρει περιέχοντα κληρούχους πῶς οὐκ ἄξιον ὑπολαμβάνειν ἀεὶ τέλειον κατά τε σῶμα καὶ ψυχήν, ἀμέτοχον κηρῶν, αἷς τὸ γενητὸν καὶ φθαρτὸν πᾶν συνέζευκται;"],["74","Πρὸς δὲ τούτοις φησὶ τριττὰς αἰτίας δίχα τῶν ἔξωθεν ὑποβεβλῆσθαι ζῴοις τελευτῆς, νόσον, γῆρας, ἔνδειαν, ὧν οὐδεμιᾷ τὸν κόσμον ἁλωτὸν εἶναι· πεπηγέναι τε γὰρ ἐξ ὅλων τῶν στοιχείων, ὡς ὑπὸ μηδενὸς ὑπολειφθέντος καὶ ἀπελευθεριάζοντος μέρους βιασθῆναι, κατακρατεῖν τε τῶν δυνάμεων, ἐξ ὧν αἱ ἀσθένειαι, τὰς δ’ ὑπεικούσας ἄνοσον καὶ ἀγήρων αὐτὸν διαφυλάττειν, αὐταρκέστατόν τε αὐτὸν αὑτῷ καὶ ἀνεπιδεᾶ παντὸς γεγονέναι, μηδενὸς τῶν εἰς διαμονὴν ὑστερίζοντα, τὰς κενώσεως καὶ πληρώσεως ἐν μέρει διαδοχὰς ἀπωσάμενον, αἷς διὰ τὴν ἄμουσον ἀπληστίαν τὰ ζῷα χρῆσθαι, θάνατον ἀντὶ ζωῆς μνώμενα ἤ, τό γε ἀσφαλέστερον εἰπεῖν, οἰκτρότερον βίον ἀπωλείας."],["75","Ἔτι τοίνυν, εἰ μὲν μηδεμία φύσις ἀίδιος ἑωρᾶτο, ἧττον ἂν ἐδόκουν οἱ φθορὰν εἰσηγούμενοι τοῦ κόσμου, μηδὲν γὰρ ἔχοντες παράδειγμα ἀιδιότητος, [ἐδόκουν οἱ φθορὰν εἰσηγούμενοι τοῦ κόσμου ἂν] εὐπροφάσιστα ἀδικεῖν. ἐπεὶ δὲ εἱμαρμένη κατὰ τοὺς ἄριστα φυσιολογοῦντας ἄναρχος καὶ ἀτελεύτητός ἐστιν, εἴρουσα τὰς ἑκάστων ἀνελλιπῶς καὶ ἀδιαστάτως αἰτίας, τί δήποτ’ οὐχὶ καὶ τὴν τοῦ κόσμου φύσιν λεκτέον εἶναι μακραίωνα, τὴν τάξιν τῶν ἀτάκτων, τὴν ἁρμονίαν τῶν ἀναρμόστων, τὴν συμφωνίαν τῶν ἀσυμφώνων, τὴν ἕνωσιν τῶν διεστηκότων, τὴν ξύλων μὲν καὶ λίθων ἕξιν, σπαρτῶν δὲ καὶ δένδρων φύσιν, ψυχὴν δὲ ζῴων ἁπάντων, ἀνθρώπων δὲ νοῦν καὶ λόγον, ἀρετὴν δὲ σπουδαίων τελειοτάτην; εἰ δ’ ἡ τοῦ κόσμου φύσις ἀγένητός τε καὶ ἄφθαρτος, δῆλον ὅτι καὶ ὁ κόσμος, αἰωνίῳ συνεχόμενος καὶ διακρατούμενος δεσμῷ."],["76","Νικηθέντες δὲ ὑπὸ τῆς ἀληθείας καὶ τῶν ἀντιδοξούντων ἔνιοι μετεβάλοντο· προσκλητικὴν γὰρ ἔχει δύναμιν τὸ κάλλος, τὸ δ’ ἀληθὲς δαιμονίως ἐστὶ καλόν, ὡς τὸ ψεῦδος ἐκτόπως αἰσχρόν. Βοηθὸς γοῦν ὁ Σιδώνιος καὶ Παναίτιος, ἄνδρες ἐν τοῖς Στωικοῖς δόγμασιν ἰσχυκότες, ἅτε θεόληπτοι, τὰς ἐκπυρώσεις καὶ παλιγγενεσίας καταλιπόντες πρὸς ὁσιώτερον δόγμα τὸ τῆς ἀφθαρσίας τοῦ κόσμου παντὸς ηὐτομόλησαν."],["77","λέγεται δὲ καὶ Διογένης ἡνίκα νέος ἦν συνεπιγραψάμενος τῷ δόγματι τῆς ἐκπυρώσεως ὀψὲ τῆς ἡλικίας ἐνδοιάσας ἐπισχεῖν· οὐ γὰρ νεότητος ἀλλὰ γήρως τὰ σεμνὰ καὶ περιμάχητα διιδεῖν, καὶ μάλισθ’ ὅσα μὴ δικάζει ἡ ἄλογος καὶ ἀπατηλὸς αἴσθησις ἀλλ’ ὁ καθαρώτατος καὶ ἀκραιφνέστατος νοῦς."],["78","ἀποδείξεσι δ’ οἱ περὶ τὸν Βοηθὸν κέχρηνται πιθανωτάταις, ἃς αὐτίκα λέξομεν· εἰ, φασί, γενητὸς καὶ φθαρτὸς ὁ κόσμος, ἐκ τοῦ μὴ ὄντος τι γενήσεται, ὅπερ καὶ τοῖς Στωικοῖς ἀτοπώτατον εἶναι δοκεῖ. διὰ τί; ὅτι οὐδεμίαν φθοροποιὸν αἰτίαν εὑρεῖν ἔστιν, οὔτ’ ἐντὸς οὔτ’ ἐκτός, ἣ τὸν κόσμον ἀνελεῖ· ἐκτὸς μὲν γὰρ οὐδέν ἐστιν ὅτι μὴ τάχα που κενόν, τῶν στοιχείων ἀποκριθέντων εἰς αὐτὸν ὁλοκλήρων, εἴσω δ’ οὐδὲν νόσημα τοιοῦτον, ὃ γένοιτ’ ἂν αἴτιον θεῷ τοσούτῳ διαλύσεως. εἰ δ’ ἀναιτίως φθείρεται, δῆλον ὅτι ἐκ τοῦ μὴ ὄντος ἔσται ἡ γένεσις τῆς φθορᾶς, ὅπερ οὐδ’ ἡ διάνοια παραδέξεται."],["79","Καὶ μήν φασιν, ὅτι γενικοὶ τρόποι φθορᾶς εἰσι τρεῖς· ὅ τε κατὰ διαίρεσιν καὶ ὁ κατὰ ἀναίρεσιν τῆς ἐπεχούσης ποιότητος καὶ ὁ κατὰ σύγχυσιν. τὰ μὲν οὖν ἐκ διεστηκότων, αἰπόλια, βουκόλια, χοροί, στρατεύματα, ἢ πάλιν ἐκ συναπτομένων σώματα παγέντα διαστάσει καὶ διαιρέσει λύεται· κατὰ δὲ ἀναίρεσιν τῆς ἐπεχούσης ποιότητος ὁ μετασχηματιζόμενος κηρὸς ἢ καταλεαινόμενος, ἵνα μηδὲ ἑτεροειδῆ τινα παράσχῃ τύπον μορφῆς· κατὰ δὲ σύγχυσιν, ὡς ἡ παρὰ ἰατροῖς τετραφάρμακος· αἱ γὰρ δυνάμεις τῶν συνενεχθέντων ἠφανίσθησαν εἰς ἐξαιρέτου μιᾶς γένεσιν ἀποτελεσθείσης."],["80","ποίῳ δὴ τούτων ἄξιον τὸν κόσμον φθείρεσθαι φάναι; τῷ κατὰ διαίρεσιν; ἀλλ’ οὔτε ἐκ διεστηκότων ἐστίν, ὡς τὰ μέρη σκεδασθῆναι, οὔτε ἐκ συναπτομένων, ὡς διαλυθῆναι, οὔτε τὸν αὐτὸν τρόπον τοῖς ἡμετέροις ἥνωται σώμασι· τὰ μὲν γὰρ ἐπικήρως τε ἐξ ἑαυτῶν ἔχει καὶ δυναστεύεται πρὸς μυρίων ὑφ’ ὧν βλάπτεται, τοῦ δ’ ἀήττητος ἡ ῥώμη πολλῇ τινι περιουσίᾳ πάντων κατακρατοῦσα."],["81","ἀλλ’ ἀναιρέσει παντελεῖ τῆς ποιότητος; ἀλλ’ ἀμήχανον τοῦτό γε· μένει γὰρ κατὰ τοὺς τἀναντία αἱρουμένους ἡ τῆς διακοσμήσεως ποιότης ἐπ’ ἐλάττονος οὐσίας τῆς τοῦ Διὸς σταλεῖσα κατὰ τὴν ἐκπύρωσιν. ἀλλὰ τῷ κατὰ σύγχυσιν;"],["82","ἄπαγε, δεήσει γὰρ πάλιν εἰς τὸ μὴ ὂν γίνεσθαι τὴν φθορὰν παραδέχεσθαι. τοῦ χάριν; ὅτι εἰ μὲν ἕκαστον ἐν μέρει τῶν στοιχείων ἐφθείρετο, μεταβολὴν ἐδύνατο τὴν εἰς ἕτερον δέχεσθαι, πάντων δὲ συλλήβδην ἀθρόων κατὰ σύγχυσιν ἀναιρουμένων, ἀναγκαῖον ὑπονοεῖν τὸ ἀδύνατον."],["83","Ἔτι πρὸς τούτοις, ἐὰν ἐκπυρωθῇ, φασί, τὰ πάντα, τί κατ’ ἐκεῖνον ὁ θεὸς πράξει τὸν χρόνον; ἦ τὸ παράπαν οὐδέν; καὶ μήποτ’ εἰκότως· νυνὶ μὲν γὰρ ἕκαστα ἐφορᾷ καὶ πάντων οἷα γνήσιος πατὴρ ἐπιτροπεύει καί, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἡνιόχου καὶ κυβερνήτου τρόπον ἡνιοχεῖ καὶ πηδαλιουχεῖ τὰ σύμπαντα, ἡλίῳ τε καὶ σελήνῃ καὶ τοῖς ἄλλοις πλάνησι καὶ ἀπλανέσιν ἔτι δ’ ἀέρι καὶ τοῖς ἄλλοις μέρεσι τοῦ κόσμου παριστάμενος καὶ συνδρῶν ὅσα πρὸς τὴν τοῦ ὅλου διαμονὴν καὶ τὴν κατ’ ὀρθὸν λόγον ἀνυπαίτιον διοίκησιν."],["84","πάντων δ’ ἀναιρεθέντων, ὑπ’ ἀργίας καὶ ἀπραξίας δεινῆς ἀβιώτῳ βίῳ χρήσεται· οὗ τί γένοιτ’ ἂν ἀτοπώτερον; ὀκνῶ λέγειν, ὃ μηδὲ θέμις ὑπονοεῖν, ὅτι ἀκολουθήσει θεῷ θάνατος, εἴ γε καὶ ἠρεμία· τὸ γὰρ ἀεικίνητον ἐὰν ἀνέλῃς ψυχῆς, καὶ αὐτὴν πάντως συνανελεῖς· ψυχὴ δὲ τοῦ κόσμου· κατὰ τοὺς ἀντιδοξοῦντας ὁ θεός."],["85","Ἐκεῖνο δ’ οὐκ ἀνάξιον διαπορῆσαι, τίνα τρόπον ἔσται παλιγγενεσία, πάντων εἰς πῦρ ἀναλυθέντων· ἐξαναλωθείσης γὰρ τῆς οὐσίας ὑπὸ πυρός, ἀνάγκη καὶ τὸ πῦρ οὐκέτ’ ἔχον τροφὴν ἀποσβεσθῆναι. μένοντος μὲν οὖν, ὁ σπερματικὸς τῆς διακοσμήσεως ἐσῴζετ’ ἂν λόγος, ἀναιρεθέντος δὲ συνανῄρηται. τὸ δ’ ἐστὶν ἔκθεσμον καὶ ἀσέβημα ἤδη διπλοῦν, μὴ μόνον φθορὰν τοῦ κόσμου κατηγορεῖν ἀλλὰ καὶ παλιγγενεσίαν ἀναιρεῖν, ὥσπερ ἐν ἀκοσμίᾳ καὶ ἀπραξίᾳ καὶ τοῖς πλημμελέσι πᾶσι χαίροντος θεοῦ."],["86","τὸν δὲ λόγον ἀκριβέστερον ὧδε διερευνητέον· πυρὸς τριττὸν εἶδος· τὸ μὲν ἄνθραξ, τὸ δὲ φλόξ, τὸ δὲ αὐγή. ἄνθραξ μὲν οὖν ἐστι πῦρ ἐν οὐσίᾳ γεώδει, ὃ τρόπον ἕξεως πνευματικῆς πεφώλευκε καὶ ἐλλοχᾷ δι’ ὅλης ἄχρι περάτων τεταμένον· φλὸξ δέ ἐστιν ὅπερ ἐκ τροφῆς αἴρεται μετεωριζόμενον· αὐγὴ δὲ τὸ ἀποστελλόμενον ἐκ φλογός, συνεργὸν ὀφθαλμοῖς εἰς τὴν τῶν ὁρατῶν ἀντίληψιν. μέσην δὲ χώραν αὐγῆς τε καὶ ἄνθρακος εἴληχε φλόξ· σβεσθεῖσα μὲν γὰρ εἰς ἄνθρακα τελευτᾷ, ζωπυρουμένη δ’ ἔχει φέγγος, ὃ τὴν καυστικὴν ἀφῃρημένον δύναμιν ἀστράπτει."],["87","εἰ κατὰ τὴν ἐκπύρωσιν οὖν τὸν κόσμον ἀναλύεσθαι φαῖμεν, ἄνθραξ μὲν οὐκ ἂν γένοιτο, διότι παμπληθὲς ὑπολείψεται τοῦ γεώδους, ᾧ τὸ πῦρ ἐγκατειλῆφθαι συμβέβηκεν, ἀρέσκει δὲ μηδὲν τότε τῶν ἄλλων ὑφεστάναι σωμάτων, ἀλλὰ γῆν καὶ ὕδωρ καὶ ἀέρα εἰς ἄκρατον πῦρ ἀναλελύσθαι."],["88","καὶ μὴν οὐδὲ φλόξ· ἅμμα γὰρ τροφῆς ἐστι, μηδενὸς δὲ καταλειφθέντος, ἀτροφήσασα αὐτίκα ἀποσβεσθήσεται. τούτοις ἕπεται τὸ μηδ’ αὐγὴν ἀποτελεῖσθαι· καθ’ ἑαυτὴν γὰρ ὑπόστασιν οὐκ ἔχει, ῥεῖ δὲ ἀπὸ τῶν προτέρων, ἄνθρακος καὶ φλογός, ἀφ’ οὗ μὲν ἐλάττων, πολλὴ δ’ ἀπὸ φλογός· χεῖται γὰρ ἐπὶ μήκιστον· ἐκείνων δ’, ὡς ἐδείχθη, κατὰ τὴν ἐκπύρωσιν οὐκ ὄντων, οὐδ’ ἂν αὐγὴ γένοιτο· καὶ γὰρ ἡ μεθημερινὴ πολλὴ καὶ βαθεῖα αὐγή, τὸν ὑπὸ γῆς ἡλίου δρόμον ἰόντος, εὐθὺς ἀφανίζεται νυκτὶ καὶ μάλιστα ἀσελήνῳ. οὐ τοίνυν ἐκπυροῦται ὁ κόσμος, ἀλλ’ ἔστιν ἄφθαρτος· εἰ δ’ ἐκπυρωθήσεται, ἕτερος οὐκ ἂν γένοιτο."],["89","Διὸ καί τινες τῶν ἀπὸ τῆς Στοᾶς ὀξυδερκέστερον ἐκ μακροῦ θεασάμενοι τὸν ἐπιφερόμενον ἔλεγχον ἠξίωσαν ὥσπερ θανατῶντι κεφαλαίῳ βοηθήματα προευτρεπίζεσθαι· τὰ δ’ οὐδὲν ἦν ὄφελος. ἐπειδὴ γὰρ αἴτιον κινήσεώς ἐστι τὸ πῦρ, κίνησις δὲ γενέσεως ἀρχή, γενέσθαι δ’ ἄνευ κινήσεως ὁτιοῦν ἀδύνατον, ἔφασαν ὅτι μετὰ τὴν ἐκπύρωσιν, ἐπειδὰν ὁ νέος κόσμος μέλλῃ δημιουργεῖσθαι, σύμπαν μὲν τὸ πῦρ οὐ σβέννυται, ποσὴ δέ τις αὐτοῦ μοῖρα ὑπολείπεται· πάνυ γὰρ ηὐλαβήθησαν, μὴ σβεσθέντος ἀθρόου μείνῃ τὰ πάντα ἡσυχάσαντα ἀδιακόσμητα, τοῦ τῆς κινήσεως αἰτίου μηκέτ’ ὄντος."],["90","εὑρεσιλογούντων δὲ πλάσματα ταῦτ’ ἐστὶ καὶ κατὰ τῆς ἀληθείας τεχναζόντων. τί δήποτε; ὅτι τὸν κόσμον ἐκπυρωθέντα γενέσθαι μὲν ἄνθρακι παραπλήσιον ἀμήχανον, ὡς δέδεικται, γεώδους πολλῆς ἂν ὑπολειφθείσης οὐσίας, ᾗ δεήσει τὸ πῦρ ἐλλοχᾶν, ἴσως δ’ οὐδ’ ἐκπυρώσεως τότε κρατούσης, εἴ γε μένει τὸ στοιχείων βαρύτατον καὶ δυσαναλωτότατον ἔτι, γῆ μὴ διαλυθεῖσα, μεταβάλλειν δὲ ἢ εἰς φλόγα ἢ εἰς αὐγὴν ἀναγκαῖον, εἰς μὲν φλόγα, ὡς ᾤετο Κλεάνθης, εἰς δ’ αὐγήν, ὡς ὁ Χρύσιππος."],["91","ἀλλ’ εἴ γε φλὸξ γίνεται, τραπομένη πρὸς σβέσιν ἅπαξ οὐκ ἐκ μέρους ἀλλ’ ἀθρόα σβεσθήσεται· συνυπάρχει γὰρ τῇ τροφῇ· διὸ πολλῆς μὲν οὔσης ἐπιδίδωσι καὶ χεῖται, στελλομένης δὲ μειοῦται. τεκμηριώσαιτο δ’ ἄν τις ἀπὸ τῶν παρ’ ἡμῖν τὸ γινόμενον· ὁ λύχνος, ἕως μέν τις ἔλαιον ἄρδει, περιφεγγεστάτην δίδωσι φλόγα, ἐπειδὰν δ’ ἐπίσχῃ, δαπανήσας ὅσον τῆς τροφῆς λείψανον αὐτίκα κατεσβέσθη, μηδὲν μέρος ταμιευσάμενος τῆς φλογός."],["92","εἰ δὲ μὴ τοῦτο ἀλλ’ αὐγὴ γίνεται, πάλιν ἀθρόα μεταβάλλει. διὰ τί; ὅτι ὑπόστασιν ἰδίαν οὐκ ἔχει, γεννᾶται δ’ ἐκ φλογός, ἧς ὅλης δι’ ὅλων σβέσιν λαμβανούσης, ἀνάγκη καὶ τὴν αὐγὴν μὴ κατὰ μέρος ἀλλ’ ἀθρόαν ἀναιρεῖσθαι· ὃ γὰρ πρὸς τροφὴν φλόξ, τοῦτο αὐγὴ πρὸς φλόγα· καθάπερ οὖν τροφῇ συναναιρεῖται φλόξ, καὶ αὐγὴ φλογί."],["93","ὥστ’ ἀμήχανον παλιγγενεσίαν τὸν κόσμον λαβεῖν, μηδενὸς ἐντυφομένου σπερματικοῦ λόγου, πάντων δὲ δαπανηθέντων, τῶν μὲν ἄλλων ὑπὸ πυρός, αὐτοῦ δ’ ὑπ’ ἐνδείας. ἐξ ὧν ἐστι δῆλον, ὅτι ἀγένητος καὶ ἄφθαρτος ὢν διατελεῖ."],["94","Φέρε δ’ οὖν, ὥς φησιν ὁ Χρύσιππος, τὸ ἀναστοιχειῶσαν τὴν διακόσμησιν εἰς αὑτὸ πῦρ τοῦ μέλλοντος ἀποτελεῖσθαι κόσμου σπέρμα εἶναι καὶ ὧν ἐπ’ αὐτῷ πεφιλοσόφηκε μηδὲν ἐψεῦσθαι, πρῶτον μὲν ὅτι καὶ ἐκ σπέρματος ἡ γένεσις καὶ εἰς σπέρμα ἡ ἀνάλυσις, ἔπειτα δ’ ὅτι φυσιολογεῖται ὁ κόσμος καὶ φύσις λογική, οὐ μόνον ἔμψυχος ὢν ἀλλὰ καὶ νοερός, πρὸς δὲ καὶ φρόνιμος, ἐκ τούτων τοὐναντίον οὗ βούλεται κατασκευάζεται, τὸ μηδέποτε φθαρήσεσθαι."],["95","αἱ δὲ πίστεις προχειρόταται τοῖς συνεξετάζειν μὴ ἀποκνοῦσιν. οὐκοῦν ὁ κόσμος ἢ φυτόν, ὡς ἔοικεν, ἢ ζῷον· ἀλλ’ εἴτε φυτόν ἐστιν εἴτε καὶ ζῷον, κατὰ τὴν ἐκπύρωσιν φθαρεὶς οὐδέποτε αὐτὸς αὑτοῦ γενήσεται σπέρμα. μαρτυρεῖ δὲ τὰ παρ’ ἡμῖν, ὧν οὐδὲν οὐκ ἔλαττον οὐ μεῖζόν ποτε φθαρὲν εἰς σπέρματος ἀπεκρίθη γένεσιν."],["96","οὐχ ὁρᾷς ὅσαι μὲν ἡμέρων φυτῶν ὗλαι, ὅσαι δὲ ἀγρίων κατὰ πᾶν μέρος τῆς γῆς ἀνακέχυνται; τούτων τῶν δένδρων ἕκαστον, ἄχρι μὲν ὑγιαίνει τὸ στέλεχος, ἅμα τῷ καρπῷ καὶ τὸ ὄχευμα τίκτει, μήκει δὲ χρόνων ἀφαυανθὲν ἢ καὶ ἄλλως αὐταῖς ῥίζαις φθαρὲν οὐδέποτε τὴν ἀνάλυσιν εἰς σπέρμα ἔλαβεν."],["97","τὸν αὐτὸν μέντοι τρόπον καὶ τὰ γένη τῶν ζῴων, ἃ μηδὲ εἰπεῖν διὰ πλῆθος ῥᾴδιον, ἄχρι μὲν περίεστι καὶ ἡβᾷ, σπέρμα προΐεται γόνιμον, τελευτήσαντα δ’ οὐδαμῆ οὐδαμῶς γίνεται σπέρμα· καὶ γὰρ εὔηθες ἄνθρωπον ζῶντα μὲν ὀγδόῳ μέρει ψυχῆς, ὃ καλεῖται γόνιμον, πρὸς τὴν τοῦ ὁμοίου σπορὰν χρῆσθαι, τελευτήσαντα δὲ ὅλῳ ἑαυτῷ· θάνατος γὰρ οὔτι ζωῆς ἀνυσιμώτερος."],["98","ἄλλως τε τῶν ὄντων οὐδὲν ἐκ μόνου σπέρματος δίχα τῆς οἰκείας τροφῆς ἀποτελεῖται· σπέρμα γὰρ ἔοικεν ἀρχῇ, ἀρχὴ δὲ καθ’ αὑτὴν οὐ τελειογονεῖ. μὴ γὰρ αὖ νομίσῃς τὸν στάχυν ἐκ μόνου τοῦ καταβληθέντος ὑπὸ γεωργῶν εἰς τὰς ἀρούρας βλαστάνειν πυροῦ, τὸ δὲ πλεῖστον εἰς αὔξησιν αὐτοῦ συνεργεῖν ὑγράν τε καὶ ξηρὰν διττὴν ἐκ γῆς τροφήν· καὶ τὰ ἐν μήτραις μέντοι διαπλαττόμενα πέφυκεν οὐκ ἐκ μόνου ζῳογονεῖσθαι σπέρματος ἀλλὰ καὶ τῆς ἔξωθεν ἀρδομένης τροφῆς, ἣν ἡ κύουσα προσφέρεται."],["99","πρὸς δὴ τί ταῦτα λέγω; ὅτι κατὰ τὴν ἐκπύρωσιν σπέρμα μόνον ὑπολειφθήσεται, τροφῆς μὴ ὑπαρχούσης, ἁπάντων ὅσα τρέφειν ἔμελλεν εἰς πῦρ ἀναλυθέντων, ὥσθ’ ὁ κατὰ τὴν παλιγγενεσίαν ἀποτελούμενος κόσμος χωλὴν καὶ ἀτελῆ γένεσιν ἕξει, τοῦ μάλιστα πρὸς τελείωσιν συνεργοῦντος, ᾧ καθάπερ βάκτρῳ τινὶ τὴν σπερματικὴν ἀρχὴν ἐφιδρύεσθαι συμβέβηκεν, ἐφθαρμένου. τοῦτο δ’ ἦν ἄτοπον ἐξ αὐτῆς ἐλεγχόμενον τῆς ἐναργείας."],["100","ἔτι τοίνυν ὅσα λαμβάνει τὴν γένεσιν ἐκ σπέρματος, μείζονα τὸν ὄγκον ἐστὶ τοῦ πεποιηκότος καὶ ἐν τόπῳ μείζονι θεωρεῖται· δένδρα γοῦν οὐρανομήκη πολλάκις ἀναβλαστάνει ἐκ βραχυτάτης κέγχρου καὶ ζῷα πιότατα καὶ περιμηκέστατα ἐξ ὀλίγου τοῦ προεθέντος ὑγροῦ. ἀλλὰ καὶ τὸ μικρῷ πρότερον εἰρημένον συμβαίνει, κατὰ μὲν τὸν γειτνιῶντα τῇ γενέσει χρόνον βραχύτερα τὰ γεννηθέντα εἶναι, μεγεθύνεσθαι δ’ αὖθις ἄχρι παντελοῦς τελειώσεως."],["101","ἐπὶ δὲ τοῦ παντὸς γενήσεται τοὐναντίον· τὸ μὲν γὰρ σπέρμα καὶ μεῖζον ἔσται καὶ πλείονα τόπον ἐφέξει, τὸ δ’ ἀποτέλεσμα βραχύτερον καὶ ἐν ἐλάττονι φανεῖται τόπῳ, καὶ ὁ κόσμος ἐκ σπέρματος συνιστάμενος οὐκ ἐκ τοῦ κατ’ ὀλίγον ἐπιδώσει πρὸς αὔξησιν, ἀλλ’ ἔμπαλιν ἐξ ὄγκου μείζονος εἰς ἐλάττονα συναιρεθήσεται."],["102","τὸ δὲ λεγόμενον ῥᾴδιον συνιδεῖν· ἅπαν σῶμα ἀναλυόμενον εἰς πῦρ ἀναλύεταί τε καὶ χεῖται, σβεννυμένης δὲ τῆς ἐν αὐτῷ φλογός, στέλλεται καὶ συνάγεται· πίστεων δὲ τοῖς οὕτως ἐμφανέσι πρὸς μαρτυρίαν ὡς ἀδηλουμένοις οὐδεμία χρεία. καὶ μὴν ὁ κόσμος ὁ πυρωθεὶς γενήσεται μείζων, ἅτε συμπάσης τῆς οὐσίας εἰς τὸν λεπτότατον ἀναλυθείσης αἰθέρα. ὅ μοι δοκοῦσι καὶ οἱ Στωικοὶ προϊδόμενοι κενὸν ἄπειρον ἐκτὸς τοῦ κόσμου τῷ λόγῳ καταλιπεῖν, ἵν’, ἐπειδὴ χύσιν ἀπέραντόν τινα ἔμελλε λήψεσθαι, μὴ ἀπορῇ τοῦ δεξομένου χωρίου τὴν ἀνάχυσιν."],["103","ὅτε μὲν οὖν εἰς τοσοῦτον ἐπιδέδωκε καὶ συνηύξηται, ὡς μονονουχὶ τῇ ἀορίστῳ τοῦ κενοῦ φύσει τῷ τῆς ἐλάσεως ἀπειρομεγέθει συνδραμεῖν, σπέρματος ἔχει καὶ τοῦτο λόγον, ὅτε δὲ κατὰ τὴν παλιγγενεσίαν ἐκ τελείων τῶν μερῶν τῆς συμπάσης οὐσίας***, στελλομένου μὲν κατὰ τὴν σβέσιν τοῦ πυρὸς εἰς παχὺν ἀέρα, στελλομένου δ’ ἀέρος εἰς ὕδωρ καὶ συνίζοντος, παχυνομένου δ’ ἔτι μᾶλλον ὕδατος κατὰ τὴν εἰς γῆν, τὸ πυκνότατον τῶν στοιχείων, μεταβολήν. ἔστι δὲ ταῦτα παρὰ τὰς κοινὰς ἐννοίας τῶν δυναμένων ἀκολουθίαν πραγμάτων ἐκλογίζεσθαι."],["104","Δίχα τοίνυν τῶν εἰρημένων κἀκείνῳ χρήσαιτ’ ἄν τις εἰς πίστιν, ὃ καὶ τοὺς μὴ πέρα τοῦ μετρίου φιλονεικεῖν αἱρουμένους ἐπισπάσεται. τῶν ἐν ταῖς συζυγίαις ἐναντίων ἀμήχανον τὸ μὲν εἶναι, τὸ δὲ μή· λευκοῦ γὰρ ὄντος ἀνάγκη καὶ μέλαν ὑπάρχειν καὶ μεγάλου βραχὺ καὶ περιττοῦ ἄρτιον καὶ γλυκέος πικρὸν καὶ ἡμέρας νύκτα καὶ ὅσα τούτοις ὁμοιότροπα. γενομένης δ’ ἐκπυρώσεως, ἀδύνατόν τι συμβήσεται· τὸ μὲν γὰρ ἕτερον ὑπάρξει τῶν ἐν ταῖς συζυγίαις. τὸ δὲ ἕτερον οὐκ ἔσται. φέρε δ’ οὑτωσὶ θεασώμεθα·"],["105","πάντων εἰς πῦρ ἀναλυθέντων, κοῦφον μὲν ἔσται τι καὶ μανὸν καὶ θερμόν— ἴδια γὰρ πυρὸς ταῦτα—, βαρὺ δ’ οὐδὲν ἢ πυκνὸν ἢ ψυχρόν, τὰ τοῖς λεχθεῖσιν ἐναντία. πῶς οὖν ἄν τις ἐπιδείξαι μᾶλλον τὴν πεπλεγμένην ἐκ τῆς ἐκπυρώσεως ἀκοσμίαν ἢ τὰ φύσει συνυπάρχοντα δεικνὺς ἀπαρτώμενα τῆς συζυγίας; ἡ δ’ ἀλλοτρίωσις ἐπὶ τοσοῦτον κεχώρηκεν, ὡς τοῖς μὲν ἀιδιότητα προσομολογεῖν, τοῖς δὲ τὸ ἀνύπαρκτον."],["106","Ἔτι τοίνυν κἀκεῖνό μοι δοκεῖ μὴ ἀπὸ σκοποῦ τοῖς ἰχνηλατοῦσι τἀληθὲς εἰρῆσθαι· φθειρόμενος ὁ κόσμος ἤτοι ὑπό τινος ἑτέρας φθαρήσεται αἰτίας ἢ ὑπὸ θεοῦ. ὑπ’ ἄλλου μὲν οὐδενὸς τὸ παράπαν δέξεται διάλυσιν· οὐδὲν γάρ ἐστιν ὃ μὴ περιέχει· τὸ δὲ περιεχόμενον καὶ κατακρατούμενον ἀσθενέστερον δήπου τοῦ περιέχοντος, ὑφ’ οὗ καὶ κατακρατεῖται. ὑπὸ δὲ θεοῦ φθείρεσθαι λέγειν αὐτὸν πάντων ἀνοσιώτατον· ὁ γὰρ θεὸς οὐκ ἀταξίας καὶ ἀκοσμίας καὶ φθορᾶς ἀλλὰ τάξεως καὶ εὐκοσμίας καὶ ζωῆς καὶ παντὸς αἴτιος ἀνωμολόγηται τοῦ ἀρίστου παρὰ τοῖς τἀληθῆ δοξάζουσι."],["107","Θαυμάσαι δ’ ἄν τις τοὺς τὰς ἐκπυρώσεις καὶ παλιγγενεσίας θρυλοῦντας οὐ μόνον ἕνεκα τῶν εἰρημένων, οἷς ἀπελέγχονται ψευδοδοξοῦντες, ἀλλὰ καὶ δι’ ἐκεῖνο μάλιστα. τεττάρων γὰρ ὄντων στοιχείων, ἐξ ὧν ὁ κόσμος συνέστηκε, γῆς, ὕδατος, ἀέρος, πυρός, τίνος ἕνεκα πάντων ἀποκληρωσάμενοι τὸ πῦρ τὰ ἄλλα φασὶν εἰς τοῦτο μόνον ἀναλυθήσεσθαι; δέον γάρ, εἴποι τις ἄν,— πῶς οὔκ;— εἰς ἀέρα ἢ ὕδωρ ἢ γῆν· ὑπερβάλλουσαι γὰρ καὶ ἐν τούτοις εἰσὶ δυνάμεις. ἀλλ’ οὐδεὶς ἐξαεροῦσθαι ἢ ἐξυδατοῦσθαι ἢ ἀπογεοῦσθαι τὸν κόσμον εἶπεν, ὥστ’ εἰκὸς ἦν μηδὲ ἐκπυροῦσθαι φάναι."],["108","Χρὴ μέντοι καὶ τὴν ἐνυπάρχουσαν ἰσονομίαν τῷ κόσμῳ κατανοήσαντας ἢ δεῖσαι ἢ αἰδεσθῆναι τοσούτου θεοῦ κατηγορεῖν θάνατον· ὑπερβάλλουσα γάρ τις τῶν τεττάρων ἀντέκτισις δυνάμεων ἰσότητος κανόσι καὶ δικαιοσύνης ὅροις σταθμωμένων τὰς ἀμοιβάς."],["109","καθάπερ γὰρ αἱ ἐτήσιοι ὧραι κύκλον ἀμείβουσιν ἀλλήλας ἀντιπαραδεχόμεναι πρὸς τὰς ἐνιαυτῶν οὐδέποτε ληγόντων περιόδους, [εἰς] τὸν αὐτὸν τρόπον [τίθησι] καὶ τὰ στοιχεῖα τοῦ κόσμου ταῖς εἰς ἄλληλα μεταβολαῖς, τὸ παραδοξότατον. θνῄσκειν δοκοῦντα ἀθανατίζεται δολιχεύοντα ἀεὶ καὶ τὴν αὐτὴν ὁδὸν ἄνω καὶ κάτω συνεχῶς ἀμείβοντα."],["110","ἡ μὲν οὖν προσάντης ὁδὸς ἀπὸ γῆς ἄρχεται· τηκομένη γὰρ εἰς ὕδωρ [μετα] λαμβάνει τὴν μεταβολήν, τὸ δ’ ὕδωρ ἐξατμιζόμενον εἰς ἀέρα, ὁ δ’ ἀὴρ λεπτυνόμενος εἰς πῦρ· ἡ δὲ κατάντης ἀπὸ κεφαλῆς, συνίζοντος μὲν πυρὸς κατὰ τὴν σβέσιν εἰς ἀέρα, συνίζοντος δ’ ὁπότε συνθλίβοιτο εἰς ὕδωρ ἀέρος, ὕδατος δὲ [τὴν πολλὴν ἀνάχυσιν] κατὰ τὴν εἰς γῆν πυκνουμένου μεταβολήν."],["111","εὖ καὶ ὁ Ἡράκλειτος ἐν οἷς φησι· „ψυχῇσι θάνατος ὕδωρ γενέσθαι, ὕδατι θάνατος γῆν γενέσθαι “· ψυχὴν γὰρ οἰόμενος εἶναι τὸ πνεῦμα τὴν μὲν ἀέρος τελευτὴν γένεσιν ὕδατος, τὴν δὲ ὕδατος γῆς πάλιν γένεσιν αἰνίττεται, θάνατον οὐ τὴν εἰς ἅπαν ἀναίρεσιν ὀνομάζων, ἀλλὰ τὴν εἰς ἕτερον στοιχεῖον μεταβολήν."],["112","ἀπαραβάτου δὴ καὶ συνεχοῦς τῆς αὐτοκρατοῦς ἰσονομίας ταύτης ἀεὶ φυλαττομένης, ὥσπερ οὐκ εἰκὸς μόνον ἀλλὰ καὶ ἀναγκαῖον, ἐπεὶ τὸ μὲν ἄνισον ἄδικον, τὸ δ’ ἄδικον κακίας ἔγγονον, κακία δ’ ἐξ οἴκου τῆς ἀθανασίας πεφυγάδευται, θεῖον δέ τι διὰ τὸ μέγεθος ὁ κόσμος καὶ οἶκος θεῶν αἰσθητῶν ἀποδέδεικται, τὸ δὴ φάσκειν ὅτι φθείρεται μὴ συνορώντων ἐστὶ φύσεως εἱρμὸν καὶ πραγμάτων συνηρτημένην ἀκολουθίαν."],["113","Προσφιλοτεχνοῦντες δέ τινες τῶν ἀίδιον ὑπολαμβανόντων τὸν κόσμον εἶναι καὶ τοιούτῳ πρὸς κατασκευὴν λόγῳ χρῶνται· φθορᾶς τέτταρας εἶναι τρόπους τοὺς ἀνωτάτω συμβέβηκε, πρόσθεσιν ἀφαίρεσιν μετάθεσιν ἀλλοίωσιν. δυὰς μὲν οὖν προσθέσει μονάδος εἰς τριάδα φθείρεται μηκέτι μένουσα δυάς, τετρὰς δ’ ἀφαιρέσει μονάδος εἰς τριάδα, μεταθέσει δὲ τὸ Ι στοιχεῖον εἰς Η, ὅταν αἱ μὲν ἐγκάρσιοι παράλληλοι πρὸς ὀρθὰς διαναστῶσιν, ἡ δὲ πρὸς ὀρθὰς ἐπεζευγμένη πλαγιασθεῖσα συνάψῃ τὰς παρ’ ἑκάτερα, κατ’ ἀλλοίωσιν δὲ μεταβάλλων οἶνος εἰς ὄξος."],["114","τῶν δὲ κατειλεγμένων τρόπων οὐδεὶς ἐφάπτεται τοῦ κόσμου τὸ παράπαν. ἐπεὶ καὶ τί φῶμεν; προστίθεσθαί τι τῷ κόσμῳ πρὸς ἀναίρεσιν; ἀλλ’ οὐδέν ἐστιν ἐκτός, ὃ μὴ μέρος γέγονεν αὐτοῦ τοῦ ὅλου· περιέχεται γὰρ καὶ κατακρατεῖται. ἀλλ’ ἀφαιρεῖσθαι; πρῶτον μὲν τὸ ἀφαιρεθὲν πάλιν κόσμος ἔσται, τοῦ νῦν βραχύτερος· ἔπειτα δ’ ἀμήχανον ἔξω τι σῶμα τοῦ ὅλου διαρτηθὲν τῆς συμφυίας σκεδασθῆναι."],["115","ἀλλὰ τὰ μέρη μετατίθεσθαι; μενεῖ μὲν οὖν ἐν ὁμοίῳ τοὺς τόπους οὐκ ἐναλλάττοντα· οὐ γὰρ ἐποχήσεταί ποτε οὔτε ὕδατι πᾶσα γῆ οὔθ’ ὕδωρ ἀέρι οὔτε ἀὴρ πυρί, ἀλλὰ τὰ μὲν φύσει βαρέα, γῆ καὶ ὕδωρ, τὸν μέσον ἐφέξει τόπον, γῆς μὲν θεμελίου τρόπον ὑπερειδούσης, ὕδατος δ’ ἐπιπολάζοντος, ἀὴρ δὲ καὶ πῦρ, τὰ φύσει κοῦφα, τὸν ἄνω, πλὴν οὐχ ὁμοίως· ἀὴρ γὰρ πυρὸς ὄχημα γέγονε, τὸ δ’ ἐποχούμενον ἐξ ἀνάγκης ὑπερφέρεται."],["116","καὶ μὴν οὐδὲ κατ’ ἀλλοίωσιν φθείρεσθαι νομιστέον· ἰσοκρατὴς γὰρ ἡ τῶν στοιχείων μεταβολή, τὸ δ’ ἰσοκρατὲς ἀκλινοῦς βεβαιότητος καὶ ἀσαλεύτου μονῆς αἴτιον. ἅτε μήτε πλεονεκτοῦν μήτε πλεονεκτούμενον· ὥσθ’ ἡ ἀντίδοσις καὶ ἡ ἀντέκτισις τῶν δυνάμεων ἀναλογίας ἐξισουμένη κανόσιν ὑγιείας καὶ ἀτελευτήτου σωτηρίας δημιουργός. ἐξ ὧν ἀίδιος ὁ κόσμος ἀποδείκνυται."],["117","Θεόφραστος μέντοι φησὶ τοὺς γένεσιν καὶ φθορὰν τοῦ κόσμου κατηγοροῦντας ὑπὸ τεττάρων ἀπατηθῆναι τῶν μεγίστων, γῆς ἀνωμαλίας, θαλάττης ἀναχωρήσεως, ἑκάστου τῶν τοῦ ὅλου μερῶν διαλύσεως, χερσαίων φθορᾶς κατὰ γένη ζῴων."],["118","κατασκευάζειν δὲ τὸ μὲν πρῶτον οὕτως· εἰ μὴ γενέσεως ἀρχὴν ἔλαβεν ἡ γῆ, μέρος ὑπανεστὸς οὐδὲν ἂν ἔτι αὐτῆς ἑωρᾶτο, χθαμαλὰ δ’ ἤδη τὰ ὄρη πάντα ἐγεγένητο καὶ οἱ γεώλοφοι πάντες ἰσόπεδοι τῇ πεδιάδι· τοσούτων γὰρ καθ’ ἕκαστον ἐνιαυτὸν ὄμβρων ἐξ ἀιδίου φερομένων, εἰκὸς ἦν τῶν διηρμένων πρὸς ὕψος τὰ μὲν χειμάρροις ἀπερρῆχθαι, τὰ δ’ ὑπονοστήσαντα κεχαλάσθαι, πάντα δὲ διὰ πάντων ἤδη λελειάνθαι."],["119","νυνὶ δὲ συνεχεῖς ἀνωμαλίαι καὶ παμπόλλων ὁρῶν αἱ πρὸς αἰθέριον ὕψος ὑπερβολαὶ μηνύματ’ ἐστὶ τοῦ τὴν γῆν μὴ ἀίδιον εἶναι. πάλαι γάρ, ὡς ἔφην, ἐν ἀπείρῳ χρόνῳ ταῖς ἐπομβρίαις ἀπὸ περάτων ἐπὶ πέρατα πᾶς’ ἂν λεωφόρος ἐγεγένητο· πέφυκε γὰρ ἡ ὕδατος φύσις καὶ μάλιστα ἀπὸ ὑψηλοτάτων καταράττουσα τὰ μὲν ἐξωθεῖν τῇ βίᾳ, τὰ δὲ τῷ συνεχεῖ τῶν ψεκάδων κολάπτουσα κοιλαίνειν ὑπεργάζεσθαί τε τὴν σκληρόγεω καὶ λιθωδεστάτην ὀρυκτήρων οὐκ ἔλαττον."],["120","Καὶ μὴν ἥ γε θάλασσα, φασίν, ἤδη μεμείωται. μάρτυρες δ’ αἱ νήσων εὐδοκιμώταται Ῥόδος τε καὶ Δῆλος· αὗται γὰρ τὸ μὲν παλαιὸν ἠφανισμέναι κατὰ τῆς θαλάττης ἐδεδύκεσαν ἐπικλυζόμεναι, χρόνῳ δ’ ὕστερον ἐλαττουμένης ἠρέμα, κατ’ ὀλίγον ἀνίσχουσαι διεφάνησαν, ὡς αἱ περὶ αὐτῶν ἀναγραφεῖσαι μηνύουσιν ἱστορίαι."],["121","τὴν δὲ Δῆλον καὶ Ἀνάφην ὠνόμασαν δι’ ἀμφοτέρων ὀνομάτων πιστούμενοι τὸ λεγόμενον, ἐπειδὴ γὰρ ἀναφανεῖσα δήλη ἐγένετο, ἀδηλουμένη καὶ ἀφανὴς οὖσα τὸ πάλαι. διὸ καὶ Πίνδαρος ἐπὶ τῆς Δήλου φησί· \" Χαῖρ’, ὦ θεοδμάτα, λιπαροπλοκάμου παίδεσσι Λατοῦς ἱμεροέστατον ἔρνος, πόντου θύγατερ, χθονὸς εὐρείας ἀκίνητον τέρας, ἅν τε βροτοὶ Δᾶλον κικλῄσκουσιν, μάκαρες δ’ ἐν Ὀλύμπῳ τηλέφαντον κυανέας χθονὸς ἄστρον. “θυγατέρα γὰρ πόντου τὴν Δῆλον εἴρηκε τὸ λεχθὲν αἰνιττόμενος."],["122","πρὸς δὲ τούτοις μεγάλων πελαγῶν μεγάλους κόλπους καὶ βαθεῖς ἀναξηρανθέντας ἠπειρῶσθαι καὶ γεγενῆσθαι τῆς παρακειμένης χώρας μοῖραν οὐ λυπρὰν σπειρομένους καὶ φυτευομένους, οἷς σημεῖ’ ἄττα τῆς παλαιᾶς ἐναπολελεῖφθαι θαλαττώσεως ψηφῖδάς τε καὶ κόγχας καὶ ὅσα ὁμοιότροπα πρὸς αἰγιαλοὺς εἴωθεν ἀποβράττεσθαι."],["123","εἰ δὴ μειοῦται ἡ θάλαττα, μειωθήσεται μὲν καὶ ἡ γῆ, μακραῖς δ’ ἐνιαυτῶν περιόδοις καὶ εἰς ἅπαν ἑκάτερον στοιχεῖον ἀναλωθήσεται, δαπανηθήσεται δὲ καὶ ὁ σύμπας ἀὴρ ἐκ τοῦ κατ’ ὀλίγον ἐλαττούμενος, ἀποκριθήσεται δὲ τὰ πάντα εἰς μίαν οὐσίαν τὴν πυρός."],["124","Πρὸς δὲ τὴν τοῦ τρίτου κεφαλαίου κατασκευὴν χρῶνται λόγῳ τοιῷδε· φθείρεται πάντως ἐκεῖνο, οὗ πάντα τὰ μέρη φθαρτά ἐστι, τοῦ δὲ κόσμου πάντα τὰ μέρη φθαρτά ἐστι, φθαρτὸς ἄρα ὁ κόσμος ἐστίν."],["125","ὃ δ’ ὑπερεθέμεθα, νῦν ἐπισκεπτέον. ποῖον μέρος τῆς γῆς, ἵνα ἀπὸ ταύτης ἀρξώμεθα, μεῖζον ἢ ἔλαττον, οὐ χρόνῳ διαλύεται; λίθων οἱ κραταιότατοι ἆρ’ οὐ μυδῶσι καὶ σήπονται καὶ κατὰ τὴν ἕξεως ἀσθένειαν— ἡ δ’ ἐστὶ πνευματικὸς τόνος, δεσμὸς οὐκ ἄρρηκτος ἀλλὰ μόνον δυσδιάλυτος— θρυπτόμενοι καὶ ῥέοντες εἰς λεπτὴν τὸ πρῶτον ἀναλύονται κόνιν, εἶθ’ ὕστερον δαπανηθέντες ἐξαναλοῦνται; τί δ’, εἰ μὴ πρὸς ἀνέμων ῥιπίζοιτο τὸ ὕδωρ, ἀκίνητον ἐαθὲν οὐχ ὑφ’ ἡσυχίας νεκροῦται; μεταβάλλει γοῦν καὶ δυσωδέστατον γίνεται, οἷα ψυχὴν ἀφῃρημένον ζῷον."],["126","ἥ γε μὴν ἀέρος φθορὰ παντί τῳ δῆλον· νοσεῖν γὰρ καὶ φθίνειν καὶ τρόπον τινὰ ἀποθνῄσκειν πέφυκεν. ἐπεὶ τί ἄν τις μὴ στοχασάμενος ὀνομάτων εὐπρεπείας ἀλλὰ τἀληθοῦς εἴποι λοιμὸν εἶναι πλὴν ἀέρος θάνατον τὸ οἰκεῖον πάθος ἀναχέοντος ἐπὶ φθορᾷ πάντων ὅσα ψυχῆς μεμοίραται;"],["127","τί χρὴ μακρηγορεῖν περὶ πυρός; ἀτροφῆσαν γὰρ αὐτίκα σβέννυται, χωλόν, ᾗ φασιν οἱ ποιηταί, γεγονὸς ἐξ ἑαυτοῦ· διὸ σκηριπτόμενον ὀρθοῦται κατὰ τὴν τῆς ἀναφθείσης ὕλης μονήν, ἐξαναλωθείσης δ’ ἀφανίζεται."],["128","τὸ παραπλήσιον μέντοι καὶ τοὺς κατὰ τὴν Ἰνδικὴν δράκοντάς φασι πάσχειν· ἀνέρποντας γὰρ ἐπὶ τὰ μέγιστα τῶν ζῴων, ἐλέφαντας, περὶ νῶτα καὶ νηδὺν ἅπασαν εἱλεῖσθαι, φλέβα δ’ ἣν ἂν τύχῃ διελόντας ἐμπίνειν τοῦ αἵματος, ἀπλήστως ἐπισπωμένους βιαίῳ πνεύματι καὶ συντόνῳ ῥοίζῳ· μέχρι μὲν οὖν τινος ἐξαναλουμένους ἐκείνους ἀντέχειν ὑπ’ ἀμηχανίας ἀνασκιρτῶντας καὶ τῇ προνομαίᾳ τὴν πλευρὰν τύπτοντας ὡς καθιξομένους τῶν δρακόντων, εἶτα ἀεὶ κενουμένου τοῦ ζωτικοῦ, πηδᾶν μὲν μηκέτι δύνασθαι, κραδαινομένους δ’ ἑστάναι, μικρὸν δ’ ὕστερον καὶ τῶν σκελῶν ἐξασθενησάντων, κατασεισθέντας ὑπὸ λιφαιμίας ἀποψύχειν, πεσόντας δὲ τοὺς αἰτίους τοῦ θανάτου συναπολλύναι τρόπῳ τοιῷδε·"],["129","μηκέτ’ ἔχοντες τροφὴν οἱ δράκοντες ὃν περιέθεσαν δεσμὸν ἐπιχειροῦσιν ἐκλύειν ἀπαλλαγὴν ἤδη ποθοῦντες, ὑπὸ δὲ τοῦ βάρους τῶν ἐλεφάντων θλιβόμενοι πιέζονται, καὶ πολὺ μᾶλλον ἐπειδὰν τύχῃ στέριφον καὶ λιθῶδες τὸ ἔδαφος· ἰλυσπώμενοι γὰρ καὶ πάντα ποιοῦντες εἰς διάλυσιν, ὑπὸ τῆς τοῦ πιέσαντος βίας πεδηθέντες, ἑαυτοὺς πολυτρόπως ἐν ἀμηχάνοις καὶ ἀπόροις γυμνάσαντες ἐξασθενοῦσι καὶ καθάπερ οἱ καταλευσθέντες ἢ τείχους αἰφνίδιον ἐπενεχθέντος προκαταληφθέντες, οὐδ’ ὅσον ἀνακύψαι δυνάμενοι. πνιγῇ τελευτῶσιν. εἰ δὴ τῶν μερῶν ἕκαστον τοῦ κόσμου φθορὰν ὑπομένει, δῆλον ὅτι καὶ ὁ ἐξ αὐτῶν παγεὶς κόσμος ἄφθαρτος οὐκ ἔσται."],["130","Τὸν δὲ τέταρτον καὶ λοιπὸν λόγον ἀκριβωτέον ὧδε, φασίν· εἰ ὁ κόσμος ἀίδιος ἦν, ἦν ἂν καὶ τὰ ζῷα ἀίδια καὶπολύ γε μᾶλλον τὸ τῶν ἀνθρώπων γένος, ὅσῳ καὶ τῶν ἄλλων ἄμεινον. ἀλλὰ καὶ ὀψίγονον φανῆναι τοῖς βουλομένοις ἐρευνᾶν τὰ φύσεως· εἰκὸς γὰρ μᾶλλον δ’ ἀναγκαῖον ἀνθρώποις συνυπάρξαι τὰς τέχνας ὡς ἂν ἰσήλικας, οὐ μόνον ὅτι λογικῇ φύσει τὸ ἐμμέθοδον οἰκεῖον, ἀλλὰ καὶ ὅτι ζῆν ἄνευ τούτων οὐκ ἔστιν."],["131","ἴδωμεν οὖν τοὺς ἑκάστων χρόνους ἀλογήσαντες τῶν ἐπιτραγῳδουμένων θεοῖς μύθων*** εἰ δὲ μὴ ἀίδιος ἄνθρωπος, οὐδ’ ἄλλο τι ζῷον, ὥστ’ οὐδ’ αἱ δεδεγμέναι ταῦτα χῶραι, γῆ καὶ ὕδωρ καὶ ἀήρ· ἐξ ὧν τὸ φθαρτὸν εἶναι τὸν κόσμον δῆλόν ἐστιν."],["132","Ἀναγκαῖον δὲ πρὸς τὴν τοσαύτην εὑρεσιλογίαν ἀπαντῆσαι, μή τις τῶν ἀπειροτέρων ἐνδοὺς ὑπαχθῇ· καὶ ἀρκτέον γε τῆς ἀντιρρήσεως ἀφ’ οὗ καὶ τῆς ἀπάτης οἱ σοφισταί. τὰς ἀνωμαλίας οὐκέτ’ ἐχρῆν εἶναι τῆς γῆς, εἴπερ ἀίδιος ἦν ὁ κόσμος; διὰ τί, ὦ γενναῖοι; φήσουσι γὰρ ἕτεροι παρελθόντες, ὅτι δένδρων οὐδὲν αἱ φύσεις τῶν ὀρῶν διαφέρουσιν, ἀλλὰ καθάπερ ἐκεῖνα καιροῖς μέν τισι φυλλορροεῖ καιροῖς δὲ πάλιν ἀνηβᾷ— διὸ καὶ τὸ ποιητικὸν εὖ εἴρηται „φύλλα τὰ μέν τ’ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ’ ὕλη τηλεθόωσα φύει, ἔαρος δ’ ἐπιγίγνεται ὥρη “—, τὸν αὐτὸν τρόπον καὶ τῶν ὀρῶν τὰ μὲν ἀποθραύεται μέρη, τὰ δὲ προσφύεται."],["133","μακροῖς δὲ χρόνοις ἡ πρόσφυσις καθίσταται γνώριμος, διότι τὰ μὲν δένδρα ὠκυτέρᾳ χρώμενα τῇ φύσει θᾶττον καταλαμβανομένην ἔχει τὴν ἐπίδοσιν, τὰ δ’ ὄρη βραδυτέρᾳ, διὸ καὶ τὰς ἐκφύσεις αὐτῶν αἰσθητὰς ὅτι μὴ χρόνῳ μακρῷ μόλις εἶναι συμβέβηκεν."],["134","ἐοίκασί γε τὸν τρόπον τῆς γενέσεως αὐτῶν ἀγνοεῖν, ἐπεὶ κἂν ἴσως αἰδεσθέντες ἡσύχασαν. φθόνος δ’ οὐδεὶς ἀναδιδάσκειν· ἔστι δ’ οὔτε νέον τὸ λεγόμενον οὔτε ῥήμαθ’ ἡμῶν, ἀλλὰ παλαιὰ σοφῶν ἀνδρῶν, οἷς οὐδὲν ἀδιερεύνητον τῶν εἰς ἐπιστήμην ἀναγκαίων ἀπολέλειπται."],["135","ὅταν τὸ κατακεκλεισμένον ἐν τῇ γῇ πυρῶδες ἄνω τῇ τοῦ πυρὸς ἐλαύνηται φυσικῇ δυνάμει, πρὸς τὸν οἰκεῖον τόπον στείχει, κἄν τινος λάβηται βραχείας ἀναπνοῆς, ἄνω μὲν συνανασπᾷ πολλὴν τῆς γεώδους οὐσίας, ὅσην ἂν οἷόν τε ᾖ, ἔξω δ’ ἐπιγενόμενον φέρεται βραδύτερον, [ἢ] καὶ μέχρι πολλοῦ συμπαρελθεῖν βιασθεῖσα, πρὸς μήκιστον ἀρθεῖσα ὕψος, στέλλεται κορυφουμένη καὶ πρὸς ὀξεῖαν ἀποτελευτᾷ κορυφὴν τὸ πυρὸς σχῆμα μιμουμένη."],["136","γίνεται γὰρ τοῦ κουφοτάτου καὶ βαρυτάτου τότε, τῶν φύσει ἀντιπάλων, ἀναγκαία συρραξάντων διαμάχη, πρὸς τὴν οἰκείαν ἑκατέρου χώραν ἐπειγομένου καὶ πρὸς τὸ βιαζόμενον ἀντιτείνοντος· τὸ μὲν δὴ πῦρ συνανέλκον γῆν ὑπὸ τοῦ περὶ αὐτὴν νευστικοῦ βρίθειν ἀναγκάζεται, ἡ δὲ γῆ κατωτάτω ταλαντεύουσα τῷ τοῦ πυρὸς ἀνωφοίτῳ συνεπελαφρισθεῖσα μετέωρος ἐξαίρεται καὶ κρατηθεῖσα μόλις ὑπὸ δυνατωτέρας τῆς ἐπικουφιζούσης ἰσχύος ἄνω πρὸς τὴν τοῦ πυρὸς ἕδραν ὠθεῖται κἀνίσταται."],["137","τί οὖν θαυμαστόν, εἰ μὴ τὰ ὄρη ταῖς τῶν ὑετῶν φοραῖς ἐξανήλωται, τῆς συνεχούσης αὐτὰ δυνάμεως, ὑφ’ ἧς καὶ διανίσταται, μάλα παγίως καὶ κραταιῶς ἐνειλημμένης; λυθέντος γὰρ δεσμοῦ τοῦ συνέχοντος, εἰκὸς ἦν διαλυθῆναι καὶ πρὸς ὕδατος σκεδασθῆναι, δυνάμει δὲ σφιγγόμενα τῇ τοῦ πυρὸς στεγανώτερον πρὸς τὰς τῶν ὑετῶν φορὰς ἀντέχει. ταῦτα μὲν οὖν ἡμῖν λελέχθω περὶ τοῦ τὴν ἀνωμαλίαν τῆς γῆς πίστιν οὐκ εἶναι γενέσεως καὶ φθορᾶς κόσμου."],["138","Πρὸς δὲ τὸ ἀπὸ τῆς μειώσεως τῆς θαλάττης ἐπιχειρηθὲν ἐκεῖνο δεόντως ἂν λέγοιτο· μὴ τὰς ἀνασχούσας νήσους αὐτὸ μόνον ἀεὶ μηδ’ εἴ τινες ἀποτομαὶ κατακλυζόμεναι τὸ πάλαι χρόνοις αὖθις ἠπειρώθησαν σκοπεῖτε— φυσιολογίας γὰρ ἀντίπαλον φιλονεικία τριπόθητον ἡγουμένης ἀλήθειαν ἰχνηλατεῖν—, ἀλλὰ πολυπραγμονεῖτε καὶ τοὐναντίον, ὅσαι μὲν ἐν ἠπείροις οὐ παράλιοι μόνον ἀλλὰ καὶ μεσόγειοι μοῖραι κατεπόθησαν, ὅση δὲ χέρσος θαλαττωθεῖσα μυριοφόροις ναυσὶν ἐμπλεῖται."],["139","ἢ τὴν περὶ τὸν ἱερώτατον Σικελικὸν πορθμὸν ᾀδομένην ἱστορίαν ἀγνοεῖτε; ἦν μὲν γὰρ τὸ παλαιὸν ἠπείρῳ Ἰταλίᾳ Σικελία συνάπτουσα, μεγάλων δὲ τῶν παρ’ ἑκάτερα πελαγῶν βιαίοις πνεύμασιν ἐξ ἐναντίας ἐπιδραμόντων, ἡ μεθόριος ἐπεκλύσθη καὶ ἀνερράγη, παρ’ ἣν καὶ πόλις ἐπώνυμος τοῦ πάθους Ῥήγιον κτισθεῖσα ὠνομάσθη. καὶ τοὐναντίον οὗ προσεδόκησεν ἄν τις ἀπέβη· συνεζεύχθη μὲν γὰρ τὰ τέως διεστῶτα πελάγη κατὰ τὴν σύρρυσιν ἑνωθέντα, ἡ δὲ ἡνωμένη γῆ τῷ μεθορίῳ πορθμῷ διεζεύχθη, παρ’ ὃν ἤπειρος οὖσα Σικελία νῆσος ἐβιάσθη γενέσθαι."],["140","πολλὰς δὲ καὶ ἄλλας λόγος τῆς θαλάττης ὑπερσχούσης ἠφανίσθαι πόλεις καταποθείσας, ἐπεὶ καὶ κατὰ Πελοπόννησόν φασι τρεῖς \" Αἴγειραν Βοῦράν τε καὶ ὑψηλὴν Ἑλίκειαν, τείχεσιν ἣ τάχ’ ἔμελλε περὶ βρύα μυρία φύσειν “, εὐδαίμονας τὸ πάλαι γενομένας πολλῇ τοῦ πελάγους ἐπικλυσθῆναι φορᾷ."],["141","ἡ δὲ Ἀτλαντὶς νῆσος, „ἅμα Λιβύης καὶ Ἀσίας μείζων “, ᾗ φησιν ἐν Τιμαίῳ Πλάτων, ἡμέρᾳ μιᾷ καὶ νυκτὶ „σεισμῶν ἐξαισίων καὶ κατακλυσμῶν γενομένων δῦσα κατὰ τῆς θαλάττης ἐξαίφνης ἠφανίσθη “, γενομένη πέλαγος, οὐ πλωτόν, ἀλλὰ βαραθρῶδες."],["142","οὐδὲν οὖν εἰς τὸ φθείρεσθαι τὸν κόσμον ἡ πλασθεῖσα τῷ λόγῳ μείωσις τῆς θαλάττης συνεργεῖ· φαίνεται γὰρ ὧν μὲν ἐξαναχωροῦσα, τὰ δ’ ἐπικλύζουσα. ἐχρῆν δὲ μὴ θάτερον τῶν γινομένων ἀλλὰ συνάμφω θεωροῦντας ἐπικρίνειν, ἐπεὶ κἀν τοῖς περὶ βίον ἀμφισβητήμασιν ὁ νόμιμος δικαστής, πρὶν [παρὰ] τῶν ἀντιδίκων ἀκοῦσαι, γνώμην οὐκ ἀποφανεῖται."],["143","Καὶ μὴν ὁ τρίτος λόγος ἐξ ἑαυτοῦ διελέγχεται, μὴ ὑγιῶς ἐρωτηθεὶς ἀπὸ τῆς εὐθὺς ἐν ἀρχῇ φάσεως. οὐ γὰρ δήπουθεν οὗ πάντα τὰ μέρη φθείρεται φθαρτόν ἐστιν ἐκεῖνο, ἀλλ’ οὗ πάντα τὰ μέρη ἅμα καὶ ἐν ταὐτῷ καὶ ἀθρόα κατὰ τὸν αὐτὸν χρόνον, ἐπεὶ καὶ ἄκρον ἀποκοπείς τις δάκτυλον ζῆν οὐ κεκώλυται, εἰ δὲ τὴν κοινωνίαν τῶν μερῶν καὶ μελῶν πᾶσαν, αὐτίκα τελευτήσει."],["144","τὸν αὐτὸν οὖν τρόπον, εἰ μὲν συλλήβδην ἁπαξάπαντα τὰ στοιχεῖα ὑφ’ ἕνα καιρὸν ἠφανίζετο, φάσκειν ἐνδέχεσθαι τὸν κόσμον φθορὰν ἦν ἀναγκαῖον· εἰ δ’ ἕκαστον ἰδίᾳ πρὸς τὴν τοῦ γείτονος μεταβάλλει φύσιν, ἀθανατίζεται μᾶλλον ἢ φθείρεται κατὰ τὸ φιλοσοφηθὲν ὑπὸ τοῦ τραγικοῦ „θνῄσκει δ’ οὐδὲν τῶν γιγνομένων, διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλο μορφὴν ἑτέραν ἀπέδειξεν. “"],["145","Παντελής γε μὴν εὐήθεια τὸ γένος τῶν ἀνθρώπων ἀπὸ τῶν τεχνῶν ἐξετάζεσθαι· τῇ γὰρ περὶ τὸν λόγον ἀτοπίᾳ τις ἀκολουθήσας νέον τὸν κόσμον ἀποφανεῖ κομιδῇ μόλις πρὸ χιλίων παγέντα ἐνιαυτῶν, ἐπεὶ καὶ οὓς παρειλήφαμεν τῶν ἐπιστημῶν εὑρετὰς τὸν λεχθέντα τῶν ἐνιαυτῶν ἀριθμὸν οὐχ ὑπερβάλλουσιν."],["146","εἰ δὲ δὴ καὶ λεκτέον τὰς τέχνας ἰσήλικας ἀνθρώπων γένει, μεθ’ ἱστορίας φυσικῆς ἀλλ’ οὐκ ἀπερισκέπτως καὶ ῥᾳθύμως λεκτέον. ἡ δ’ ἱστορία τίς; φθοραὶ τῶν κατὰ γῆν, οὐκ ἀθρόων ἁπάντων ἀλλὰ τῶν πλείστων, δυσὶ ταῖς μεγίσταις αἰτίαις ἀνατίθενται, πυρὸς καὶ ὕδατος ἀλέκτοις φοραῖς· κατασκήπτειν δ’ ἑκατέραν ἐν μέρει φασὶν ἐν πάνυ μακραῖς ἐνιαυτῶν περιόδοις."],["147","ὅταν μὲν οὖν ἔμπρησις καταλαμβάνῃ, ῥεῦμα αἰθερίου πυρὸς ἄνωθεν ἐκχεόμενον πολλαχῇ σκεδάννυσθαι, μεγάλα κλίματα τῆς οἰκουμένης ἐπιτρέχον· ὅταν δὲ κατακλυσμός, ἅπασαν τὴν ὕδατος [κατομβρίαν] κατασύρειν φύσιν, αὐθιγενῶν καὶ χειμάρρων ποταμῶν οὐ πλημμυρούντων μόνον ἀλλὰ καὶ τὸ καθεστὸς προσυπερβαλλόντων τῆς ἐπιβάσεως καὶ τὰς ὄχθας ἢ τῇ βίᾳ παραρρηγνύντων ἢ ὑπερπηδώντων ἀναβάσει τῇ πρὸς μήκιστον ὕψος· ὅθεν ὑπερβλύσαντας εἰς τὴν παρακειμένην ἀναχεῖσθαι πεδιάδα, τὴν δὲ τὸ μὲν πρῶτον εἰς μεγάλας λίμνας διανέμεσθαι, πρὸς τὰ κοιλότερα ἀεὶ τοῦ ὕδατος συνίζοντος, αὖθις δ’ ἐπιρρέοντος καὶ τοὺς μεθορίους ἰσθμοὺς κατακλύζοντος, οἷς διεκρίνοντο αἱ λίμναι, εἰς μέγεθος ἀχανοῦς πελάγους κατὰ τὴν πολλῶν ἕνωσιν ἀποκρίνεσθαι."],["148","πρὸς δὲ μαχομένων δυνάμεων ἐν μέρει τοὺς ἐν τοῖς ἐναντίοις οἰκοῦντας τόποις ἀπόλλυσθαι, πυρὶ μὲν τοὺς ἐν ὄρεσι καὶ γεωλόφοις καὶ δυσύδροις χωρίοις, ἅτ’ οὐκ ἔχοντας φύσει πυρὸς ἀμυντήριον ἄφθονον ὕδωρ, ἔμπαλιν δ’ ὕδατι τοὺς παρὰ ποταμοῖς ἢ λίμναις ἢ θαλάττῃ· γειτόνων γὰρ ἅπτεσθαι φιλεῖ τὰ κακὰ πρώτων ἢ καὶ μόνων."],["149","κατὰ δὴ τοὺς λεχθέντας τρόπους δίχα μυρίων ἄλλων βραχυτέρων φθειρομένου τοῦ πλείστου μέρους ἀνθρώπων, ἐπιλείπειν ἐξ ἀνάγκης καὶ τὰς τέχνας· δίχα γὰρ τοῦ μεθοδεύοντος οὐκ εἶναι καθ’ αὑτὴν ἰδεῖν ἐπιστήμην. ἐπειδὰν δὲ αἱ μὲν κοιναὶ νόσοι χαλάσωσιν, ἄρξηται δὲ ἀνηβᾶν καὶ βλαστάνειν τὸ γένος ἐκ τῶν μὴ προκαταληφθέντων τοῖς ἐπιβρίσασι δεινοῖς, ἄρχεσθαι καὶ τὰς τέχνας πάλιν συνίστασθαι, οὐ τότε πρῶτον γενομένας, ἀλλὰ τῇ μειώσει τῶν ἐχόντων ὑποσπανισθείσας."],["150","Ἃ μὲν οὖν περὶ ἀφθαρσίας τοῦ κόσμου παρειλήφαμεν, εἴρηται κατὰ δύναμιν. τὰς δὲ πρὸς ἕκαστον ἐναντιώσεις ἐν τοῖς ἔπειτα δηλωτέον."]]] \ No newline at end of file diff --git a/lines/on-the-life-of-a-man-occupied-with-affai.json b/lines/on-the-life-of-a-man-occupied-with-affai.json new file mode 100644 index 0000000000000000000000000000000000000000..c0fb15633447aca4e804250f0a866d5ed42af01b --- /dev/null +++ b/lines/on-the-life-of-a-man-occupied-with-affai.json @@ -0,0 +1 @@ +[[["1","Τρεῖς μέν εἰσιν ἰδέαι, δι’ ὧν τὸ ἄριστον τέλος, μάθησις, φύσις, ἄσκησις, τρεῖς δὲ καὶ σοφῶν οἱ πρεσβύτατοι κατὰ Μωυσῆν ἐπώνυμοι τούτων· ὧν τοὺς βίους ἀναγεγραφώς, τόν τε ἐκ διδασκαλίας καὶ τὸν αὐτομαθῆ καὶ τὸν ἀσκητικόν, τέταρτον κατὰ τὸ ἑξῆς ἀναγράψω τὸν πολιτικόν, οὗ πάλιν ἐπώνυμον ἕνα τῶν φυλάρχων διασυνίστησιν ἐκ πρώτης ἡλικίας συγκροτηθέντα."],["2","ἤρξατο μέντοι συγκροτεῖσθαι περὶ ἔτη γεγονὼς ἑπτακαίδεκα τοῖς κατὰ ποιμενικὴν θεωρήμασιν, ἃ συνᾴδει τοῖς περὶ πόλιν· ὅθεν οἶμαι καὶ τὸ ποιητικὸν γένος \" ποιμένας λαῶν “τοὺς βασιλεῖς εἴωθεν ὀνομάζειν· ὁ γὰρ τὴν ποιμενικὴν κατωρθωκὼς ἄριστος ἂν εἴη καὶ βασιλεύς, τῆς καλλίστης ζῴων ἀγέλης, ἀνθρώπων, τὴν ἐπιμέλειαν ἐν ταῖς ἐλάττονος σπουδῆς ἀξίαις ἀναδιδαχθείς·"],["3","καὶ καθάπερ τῷ μέλλοντι πολεμαρχεῖν καὶ στρατηγεῖν ἀναγκαιότατον αἱ περὶ τὰ κυνηγέσια μελέται, τὸν αὐτὸν τρόπον καὶ οἷς ἐλπὶς ἐπιτροπεῦσαι πόλεως οἰκειότατον ποιμενικὴ προάγων τις οὖσα ἐπιστασίας καὶ στρατηγίας."],["4","ἐνορῶν οὖν ὁ πατὴρ αὐτῷ φρόνημα εὐγενὲς καὶ μεῖζον ἢ κατ’ ἰδιώτην ἐθαύμαζε καὶ περιεῖπε καὶ τῶν ἄλλων υἱῶν μᾶλλον ἔστεργεν, ἐπειδὴ ὀψίγονος ἦν, ὅπερ οὐδενὸς ἧττον ἀγωγόν ἐστιν εἰς εὔνοιαν· καὶ ἅτε φιλόκαλος ὢν ἐζωπύρει τὴν τοῦ παιδὸς φύσιν ἐξαιρέτοις καὶ περιτταῖς ἐπιμελείαις,"],["5","ἵνα μὴ ἐντύφηται μόνον, ἀλλὰ καὶ θᾶττον ἐκλάμψῃ. φθόνος δὲ ὁ ἀεὶ ταῖς μεγάλαις εὐπραγίαις ἀντίπαλος καὶ τότε πᾶσι τοῖς μέρεσιν οἰκίαν κατορθοῦσαν ἐπιθέμενος διέστησε καθ’ ἑνὸς πολλοὺς ἀδελφοὺς ἀλείψας, οἳ τῇ πρὸς ἐκεῖνον εὐνοίᾳ τοῦ πατρὸς ἰσόρροπον δύσνοιαν ἐπεδείκνυντο μισοῦντες ὅσον ἐστέργετο· τὸ δὲ μῖσος οὐκ ἐξελάλουν, ἀλλ’ ἐν ἑαυτοῖς ἐταμίευον, ὅθεν εἰκότως ἀργαλεώτερον ἐφύετο· τὰ γὰρ στεγόμενα πάθη μὴ διαπνέοντα τοῖς ἐπισχοῦσι λόγοις βαρύτερα."],["6","χρώμενος οὖν ἀκάκοις τοῖς ἤθεσι καὶ τὴν ὑποικουροῦσαν ἔχθραν ἐκ τῶν ἀδελφῶν οὐ συνιείς, ὄναρ ἰδὼν αἴσιον, ὡς δὴ εὔνοις διηγεῖται· \" ἔδοξα \" γάρ φησιν \" ἀμήτου καιρὸν ἐφεστάναι καὶ πάντας ἡμᾶς ἀφικομένους εἰς τὸ πεδίον ἐπὶ τὴν τοῦ καρποῦ συλλογὴν δρέπανα λαβόντας θερίζειν, αἰφνίδιον δὲ τὸ μὲν ἐμὸν δράγμα ὑπανίστασθαι καὶ μετεωρισθὲν ὀρθοῦσθαι, τὰ δὲ ὑμέτερα ὥσπερ ἀπὸ συνθήματος ἐπιδραμόντα τεθηπέναι καὶ μετὰ τιμῆς τῆς πάσης προσκυνεῖν “."],["7","οἱ δὲ εἰς σύνεσιν ἀκριβεῖς καὶ δεινοὶ διὰ συμβόλων ἰχνηλατῆσαι πρᾶγμ’ ἀδηλούμενον εἰκόσι στοχασμοῖς „μὴ νομίζεις “ἔφασαν \" ἔσεσθαι βασιλεὺς ἡμῶν καὶ κύριος; ταῦτα γὰρ διὰ τῆς κατεψευσμένης φαντασίας ὑπαινίττῃ. “τὸ δὲ μῖσος ἔτι μᾶλλον ἐζωπυρεῖτο προσλαμβάνον ἀεί τινα καινὴν πρόφασιν εἰς συναύξησιν."],["8","ὁ δὲ οὐδὲν ὑπιδόμενος ὀλίγαις ὕστερον ἡμέραις ὄναρ ἰδὼν ἕτερον καταπληκτικώτερον τοῦ προτέρου τοῖς ἀδελφοῖς ἀνέφερεν· ᾤετο γὰρ ἥλιον καὶ σελήνην καὶ ἕνδεκα ἀστέρας ἥκοντας προσκυνεῖν αὑτόν, ὡς τὸν πατέρα θαυμάσαντα τὸ γεγονὸς ἐναποθέσθαι τῇ διανοίᾳ ταμιεύοντα καὶ σκοπούμενον τὸ ἐσόμενον."],["9","ἐμβριθῶς δ’ ἐνουθέτει τὸν παῖδα κατὰ δέος τοῦ μή τι διαμαρτεῖν καί φησιν· „ἆρα δυνησόμεθα ἐγὼ καὶ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ προσκυνῆσαί σε;— διὰ μὲν γὰρ ἡλίου τὸν πατέρα, διὰ δὲ σελήνης τὴν μητέρα, διὰ δὲ τῶν ἕνδεκα ἀστέρων τοὺς ἕνδεκα ἀδελφοὺς ὑποσημαίνειν ἔοικας—· ὃ μηδὲ εἰς νοῦν ποτε ἔλθοι τὸν σόν, ὦ παῖ, λαθοῦσα δὲ καὶ ἡ μνήμη τῶν φανέντων ὑπεξέλθοι· τὸ γὰρ τὴν ἐπὶ τοῖς οἰκείοις ἐλπίζειν καὶ καραδοκεῖν ἡγεμονίαν ἀπευκτὸν ἄγαν παρ’ ἐμοὶ κριτῇ, νομίζω δὲ καὶ παρὰ πᾶσιν, ὅσοις ἰσότητος μέλει καὶ συγγενικῶν δικαίων. “"],["10","εὐλαβηθεὶς δ’ ὁ πατήρ, μή τις ἐκ τῆς συνδιαιτήσεως ἐπιγένηται ταραχὴ καὶ στάσις τοῖς ἀδελφοῖς μνησικακοῦσιν ὑπὲρ τῶν ὀνειράτων τῷ θεασαμένῳ, τοὺς μὲν ἐκπέμπει ποιμανοῦντας, τὸν δὲ οἴκοι παρεφύλαττεν ἄχρι καιροῦ τοῦ προσήκοντος, εἰδὼς ὅτι τῶν τῆς ψυχῆς παθῶν καὶ νοσημάτων λέγεται εἶναι χρόνος ἰατρός, ἱκανὸς καὶ πένθος ἀνελεῖν καὶ θυμὸν σβέσαι καὶ φόβον θεραπεῦσαι· πάντα γὰρ ἐξευμαρίζει καὶ ὅσα κατὰ τὴν φύσιν δυσίατα."],["11","ὡς δ’ ἐτόπασε μηδὲν ἔτι ταῖς διανοίαις αὐτῶν ἔχθος ὑποικουροῦν, ἐκπέμπει τὸν υἱὸν ἅμα μὲν τοὺς ἀδελφοὺς ἀσπασόμενον, ἅμα δὲ καὶ δηλώσοντα, πῶς ἔχουσιν αὐτοί τε καὶ αἱ τῶν θρεμμάτων ἀγέλαι."],["12","ταύτην τὴν ὁδὸν ἀρχὴν συνέβη γενέσθαι μεγάλων κακῶν τε αὖ καὶ ἀγαθῶν παρ’ ἐλπίδας ἑκατέρων. ὁ μὲν γὰρ ταῖς ἐπισκήψεσι πειθαρχῶν τοῦ πατρὸς ᾔει πρὸς τοὺς ἀδελφούς, οἱ δὲ μακρόθεν ἀφικνούμενον ἰδόντες ἄλλος ἄλλῳ διελάλουν οὐδὲν εὔφημον, ὁπότε οὐδ’ ὀνομαστὶ προσαγορεύειν ἠξίουν αὐτόν, ἀλλ’ ὀνειροπλῆγα καὶ \" ἐνυπνιαστὴν \" καὶ τοιαῦτα ἐπεφήμιζον καὶ ἐπὶ τοσοῦτον προῆγον ὀργῆς, ὥστε καὶ τὸν ἐπ’ αὐτῷ φόνον οὐ πάντες ἀλλ’ οἱ πλείους ἐβούλευον καὶ ὑπὲρ τοῦ μὴ καταφωραθῆναι ῥιπτεῖν ἀνελόντες ἐγνώκεσαν εἰς ὄρυγμα γῆς βαθύτατον· πολλαὶ δέ εἰσι περὶ τὸν τόπον ὕδατος ὀμβρίου δεξαμεναί."],["13","καὶ μικροῦ τὸ μέγιστον ἄγος, ἀδελφοκτονίαν, εἰργάσαντο, εἰ μὴ παρηγορίαις τοῦ πρεσβυτάτου μόλις ἐπείσθησαν, ὃς παρῄνει μὴ ἐφάψασθαι τοῦ μιάσματος, ἀλλ’ αὐτὸ μόνον εἰς ἓν τῶν ὀρυγμάτων ῥῖψαι, διανοούμενός τι σωτήριον, ἵνα λαβὼν μετὰ τὴν ἀναχώρησιν ἀπαθῆ παντὸς κακοῦ παραπέμψῃ τῷ πατρί."],["14","συναινεσάντων δέ, ὁ μὲν προσιὼν ἠσπάζετο, οἱ δὲ ὡς πολέμιον συλλαβόντες ἀπαμπίσχουσι τὴν ἐσθῆτα καὶ τὸν μὲν καθιμῶσιν εἰς βαθεῖς βόθρους, τὴν δ’ ἐρίφου αἵματι φοινίξαντες διαπέμπονται τῷ πατρὶ πρόφασιν ὡς ὑπὸ θηρίων"],["15","δαπανηθέντος. ἐκείνῃ δὲ τῇ ἡμέρᾳ κατά τινα συντυχίαν ἔμποροί τινες ὡδοιπόρουν τῶν ἔθος ἐχόντων ἀπ’ Ἀραβίας εἰς Αἴγυπτον κομίζειν φόρτον· οἷς ἀνελκύσαντες τὸν ἀδελφὸν πιπράσκουσιν, ἡγησαμένου τὴν γνώμην τοῦ καθ’ ἡλικίαν τετάρτου· καὶ γὰρ οὗτός μοι δοκῶ δείσας, μή ποθ’ ὑπὸ τῶν ὀργὴν ἀμείλικτον ἐπ’ αὐτῷ ζωπυρούντων δολοφονηθῇ, συνεβούλευσεν ἀποδόσθαι δουλείαν ὑπαλλαττόμενος θανάτου, κουφότερον κακὸν μείζονος."],["16","ὁ δὲ πρεσβύτατος— οὐ γὰρ παρῆν πιπρασκομένου— διακύψας καὶ μὴ κατιδών, ὃν ἀπολελοίπει πρὸ μικροῦ, ἐβόα καὶ ἐκεκράγει καὶ τὰς ἐσθῆτας περιρρηξάμενος ἄνω καὶ κάτω καθάπερ ἐμμανὴς ἐφέρετο τὰς χεῖρας κροτῶν καὶ τὰς τρίχας τίλλων, „τί πέπονθε; “λέγων·"],["17","\" εἴπατε, ζῇ ἢ τέθνηκεν; εἰ μὲν οὐκ ἔστι, δείξατέ μοι τὸν νεκρόν, ἵν’ ἐπιδακρύσας τῷ πτώματι λωφήσω τῆς συμφορᾶς· ἰδὼν κείμενον παρηγορηθήσομαι. τί καὶ νεκρῷ μνησικακοῦμεν; πρὸς τοὺς ἐκποδὼν φθόνος οὐδεὶς φύεται. εἰ δὲ ζῇ, ποῖ γῆς ἀπελήλυθε; φυλάττεται παρὰ τίσιν; οὐ γὰρ δὴ κἀγὼ καθάπερ ἐκεῖνος ἐν ὑποψίαις εἰμί, ὡς ἀπιστεῖσθαι. “"],["18","εἰπόντων δ’ ὅτι πέπραται καὶ τὴν τιμὴν ἐπιδεικνυμένων, „καλὴν ἐμπορίαν “εἶπεν \" ἐστείλασθε· τὰ κέρδη διανειμώμεθα· τοῖς ἀνδραποδισταῖς περὶ κακίας ἄθλων ἁμιλλησάμενοι στεφανηφορῶμεν, προσυπερβάλλοντες αὐτοὺς ὠμότητι σεμνυνώμεθα· κατὰ ἀλλοτρίων ἐκεῖνοι συντίθενται, κατὰ δ’ οἰκειοτάτων καὶ φιλτάτων ἡμεῖς."],["19","κεκαινούργηται μέγα ὄνειδος, περιβόητος αἰσχύνη. μνημεῖα καλοκἀγαθίας οἱ πατέρες ἡμῶν πανταχοῦ τῆς οἰκουμένης ἀπέλιπον, ἀπολείψομεν καὶ ἡμεῖς ἀπιστίας καὶ μισανθρωπίας ἀθεραπεύτους διαβολάς· φθάνουσι γὰρ αἱ τῶν μεγαλουργηθέντων φῆμαι πανταχόσε, τῶν μὲν ἐπαινετῶν θαυμαζόμεναι, τῶν δ’ ὑπαιτίων ψόγου καὶ κατηγορίας τυγχάνουσαι."],["20","τίνα ἄρα τρόπον ὁ πατὴρ ἡμῶν τὴν περὶ τῶν συμβεβηκότων ἀκοὴν δέξεται; τρισμακαρίῳ καὶ τρισευδαίμονι τὸν καθ’ ἡμᾶς βίον ἀβίωτον παρέσχησθε. τὸν πραθέντα τῆς δουλείας ἢ τοὺς πεπρακότας τῆς ὠμότητος οἰκτιεῖται; πολὺ μᾶλλον εὖ οἶδα ἡμᾶς, ἐπεὶ καὶ τοῦ ἀδικεῖσθαι τὸ ἀδικεῖν χαλεπώτερον· τὸ μὲν γὰρ δυσὶ βοηθεῖται τοῖς μεγίστοις, ἐλέῳ καὶ ἐλπίδι, τὸ δ’ οὐδετέρου μετέχον ἅπασιν ἡττᾶται τοῖς κριταῖς. ἀλλὰ τί ταῦτα θρηνῶν ἀπηχῶ;"],["21","βέλτιον ἡσυχάζειν, μὴ καὶ αὐτὸς παραπολαύσω τινὸς ἀπευκτοῦ· τραχύτατοι γάρ ἐστε εἰς ὀργὴν καὶ ἀπαραίτητοι καὶ πνεῖ λαμπρὸς ἔτι ὁ ἐν ἑκάστῳ θυμός. “"],["22","ὡς δ’ ἤκουσεν ὁ πατὴρ οὐ τἀληθές, ὅτι πέπραται ὁ υἱὸς αὐτοῦ, τὸ δὲ ψεῦδος, ὅτι τέθνηκε καὶ ὡς ὑπὸ θηρίων ἐξανάλωται, πληχθεὶς τὰ μὲν ὦτα διὰ τῶν λεγομένων, τοὺς δ’ ὀφθαλμοὺς διὰ τοῦ φανέντος— ὁ γὰρ χιτὼν αὐτοῦ κατεσχισμένος καὶ κατῃκισμένος καὶ πολλῷ αἵματι πεφοινιγμένος ἐκεκόμιστο—, συγχυθεὶς ὑπὸ τῆς περιπαθήσεως ἀχανὴς ἐπὶ πλεῖστον χρόνον ἔκειτο, μηδ’ ὅσον τὴν κεφαλὴν ἐπᾶραι δυνάμενος, θλιβούσης καὶ ἐκτραχηλιζούσης τῆς συμφορᾶς."],["23","εἶθ’ ὥσπερ τινὰ πηγὴν δακρύων ἐξαίφνης ἀνιεὶς μετ’ οἰμωγῆς πικρᾶς παρειὰς καὶ γένεια καὶ στέρνα κατένιπτε καὶ τὰς περὶ αὑτὸν ἐσθῆτας ἅμα τοιαῦτ’ ἐπιλέγων· „οὐχ ὁ θάνατός με λυπεῖ, τέκνον, ἀλλ’ ὁ τούτου τρόπος· εἰ ἐπὶ γῆς ἐτάφης τῆς σῆς, παρηγορούμην, ἐθεράπευσα, ἐνοσήλευσα πρότερον, ἀποθνῄσκοντι τελευταίων ἀσπασμῶν ἐκοινώνησα, τοὺς ὀφθαλμοὺς συνέκλεισα, ἐπεδάκρυσα κειμένῳ τῷ νεκρῷ, πολυτελῶς ἐκήδευσα, τῶν νομιζομένων οὐδὲν παρέλιπον."],["24","ἀλλ’ εἰ καὶ ἐπὶ τῆς ξένης, εἶπον ἄν· τὸ οἰκεῖον ὄφλημα τῆς φύσεως ἀπολαβούσης, ὦ οὗτος, μὴ κατήφει· πρὸς ζῶντας αἱ πατρίδες, ἀποθανόντων δὲ πᾶσα γῆ τάφος· ὠκύμορος οὐδεὶς ἢ πάντες ἄνθρωποι, καὶ γὰρ ὁ μακροβιώτατος ὀλιγοχρόνιος ἀντεξεταζόμενος αἰῶνι."],["25","εἰ δὲ δὴ καὶ βιαίως καὶ ἐξ ἐπιβουλῆς ἔδει θνῄσκειν, ἦν ἄν μοι κουφότερον κακόν, ὑπ’ ἀνθρώπων ἀναιρεθέντος, οἳ κτείναντες νεκρὸν ἂν ἠλέησαν, ὡς ἐπαμήσασθαι κόνιν καὶ τὸ σῶμα συγκρύψαι· εἰ δὲ καὶ πάντων ἐγεγένηντο ὠμότατοι, τί πλέον εἶχον ἢ ῥίψαντες ἄταφον ἀπαλλάττεσθαι; τῶν δ’ ἐν ὁδῷ παριόντων ἴσως τις ἐπιστὰς καὶ θεασάμενος, οἶκτον τῆς κοινῆς λαβὼν φύσεως, ἐπιμελείας καὶ ταφῆς ἠξίωσε. νυνὶ δ’, ὡς λόγος, ἀτιθάσοις καὶ σαρκοβόροις θηρσὶν εὐωχία καὶ θοίνη γέγονας γευσαμένοις καὶ ἑστιαθεῖσι τῶν ἐμῶν σπλάγχνων."],["26","ἀθλητής εἰμι τῶν ἀβουλήτων, εἰκῇ γεγύμνασμαι πολλαῖς κακοπαθείαις, ἀλώμενος, ξενιτεύων, θητεύων, ἀναγκαζόμενος, ἄχρι καὶ ψυχῆς ἐπιβουλευόμενος ὑφ’ ὧν ἥκιστ’ ἐχρῆν· καὶ πολλὰ μὲν εἶδον, πολλὰ δ’ ἤκουσα, μυρία δ’ αὐτὸς ἔπαθον τῶν ἀνηκέστων, ἐφ’ οἷς παιδευθεὶς μετριοπαθεῖν οὐκ ἐγνάμφθην· ἀλλ’ οὐδὲν τοῦ συμβεβηκότος ἀφορητότερον, ὅ μου τὴν ῥώμην τῆς ψυχῆς ἀνατέτροφε καὶ καθῄρηκε. τί γὰρ μεῖζον ἢ οἰκτρότερον πένθος;"],["27","ἡ μὲν ἐσθὴς τοῦ παιδὸς διακεκόμισταί μοι τῷ πατρί, τοῦ δὲ οὐ μέρος, οὐ μέλος, οὐ βραχὺ λείψανον· ἀλλ’ ὁ μὲν ὅλος δι’ ὅλων δεδαπάνηται μηδὲ ταφῆς δυνηθεὶς μεταλαχεῖν, ἡ δ’ οὐδ’ ἂν εἰσπεμφθῆναί μοι δοκεῖ τὸ παράπαν, εἰ μὴ πρὸς ἀνίας ὑπόμνησιν καὶ ὧν ὑπέμεινε καίνωσιν, εἰς ἀλήστους καὶ συνεχεῖς ἐμοὶ συμφοράς. “καὶ ὁ μὲν τοιαῦτ’ ἀπωδύρετο. οἱ δ’ ἔμποροι πιπράσκουσι τὸν παῖδα ἐν Αἰγύπτῳ τῶν εὐνούχων τινὶ τοῦ βασιλέως, ὅς ἐστιν ἀρχιμάγειρος."],["28","Ἄξιον μέντοι μετὰ τὴν ῥητὴν διήγησιν καὶ τὰ ἐν ὑπονοίαις προσαποδοῦναι· σχεδὸν γὰρ τὰ πάντα ἢ τὰ πλεῖστα τῆς νομοθεσίας ἀλληγορεῖται. ὁ τοίνυν ἐπικρινόμενος τρόπος παρὰ μὲν Ἑβραίοις Ἰωσὴφ καλεῖται, παρὰ δ’ Ἕλλησι \" κυρίου πρόσθεσις “, εὐθυβολώτατον ὄνομα καὶ τῷ δηλουμένῳ πράγματι οἰκειότατον· προσθήκη γάρ ἐστι τῆς τὸ κῦρος ἁπάντων ἀνημμένης φύσεως ἡ κατὰ δήμους πολιτεία."],["29","ἡ μὲν γὰρ μεγαλόπολις ὅδε ὁ κόσμος ἐστὶ καὶ μιᾷ χρῆται πολιτείᾳ καὶ νόμῳ ἑνί· λόγος δέ ἐστι φύσεως προστακτικὸς μὲν ὧν πρακτέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον· αἱ δὲ κατὰ τόπους αὗται πόλεις ἀπερίγραφοί τέ εἰσιν ἀριθμῷ καὶ πολιτείαις χρῶνται διαφερούσαις καὶ νόμοις οὐχὶ τοῖς αὐτοῖς, ἄλλα γὰρ παρ’ ἄλλοις ἔθη καὶ νόμιμα παρεξευρημένα καὶ προστεθειμένα."],["30","αἴτιον δὲ τὸ ἄμικτον καὶ ἀκοινώνητον οὐ μόνον Ἑλλήνων πρὸς βαρβάρους ἢ βαρβάρων πρὸς Ἕλληνας, ἀλλὰ καὶ τὸ ἑκατέρου γένους ἰδίᾳ πρὸς τὸ ὁμόφυλον· εἶθ’ ὡς ἔοικε τὰ ἀναίτια αἰτιώμενοι, καιροὺς ἀβουλήτους, ἀγονίαν καρπῶν, τὸ λυπρόγεων, τὴν θέσιν ὅτι παράλιος ἢ μεσόγειος ἢ κατὰ νῆσον ἢ κατὰ ἤπειρον ἢ ὅσα τούτοις ὁμοιότροπα, τἀληθὲς ἡσυχάζουσιν· ἔστι δ’ ἡ πλεονεξία καὶ ἡ πρὸς ἀλλήλους ἀπιστία, δι’ ἃς οὐκ ἀρκεσθέντες τοῖς τῆς φύσεως θεσμοῖς τὰ δόξαντα συμφέρειν κοινῇ τοῖς ὁμογνώμοσιν ὁμίλοις ταῦτα νόμους ἐπεφήμισαν."],["31","ὥστε εἰκότως προσθῆκαι μᾶλλον αἱ κατὰ μέρος πολιτεῖαι μιᾶς τῆς κατὰ τὴν φύσιν· προσθῆκαι μὲν γὰρ οἱ κατὰ πόλεις νόμοι τοῦ τῆς φύσεως ὀρθοῦ λόγου, προσθήκη"],["32","δέ ἐστι πολιτικὸς ἀνὴρ τοῦ βιοῦντος κατὰ φύσιν. οὐκ ἀπὸ σκοποῦ μέντοι καὶ χιτῶνα ποικίλον ἀναλαμβάνειν λέγεται (Gen. 37, 3)· ποικίλον γὰρ πολιτεία καὶ πολύτροπον, μυρίας ὅσας ἐνδεχομένη μεταβολάς, προσώποις, πράγμασιν, αἰτίαις, πράξεων ἰδιότησι, καιρῶν καὶ τόπων διαφοραῖς."],["33","ὥσπερ γὰρ κυβερνήτης ταῖς τῶν πνευμάτων μεταβολαῖς συμμεταβάλλει τὰς πρὸς εὔπλοιαν βοηθείας, εὐθύνων τὸ σκάφος οὐχ ἑνὶ τρόπῳ, καὶ ἰατρὸς οὐ μιᾷ χρῆται θεραπείᾳ πρὸς ἅπαντας τοὺς κάμνοντας, ἀλλ’ οὐδὲ πρὸς ἕνα, τοῦ πάθους μὴ ἐπιμένοντος, ἀλλ’ ἐπιτηρῶν ἀνέσεις, ἐπιτάσεις, πληρώσεις, κενώσεις, αἰτίων μεταβολὰς ποικίλλει ταῦτα πρὸς σωτηρίαν ποτὲ μὲν ταυτὶ ποτὲ δὲ ταυτὶ προσφέρων, οὕτως, οἶμαι,"],["34","καὶ τὸν πολιτικὸν ἀναγκαῖον εἶναί τινα πολυειδῆ καὶ πολύμορφον, ἕτερον μὲν κατ’ εἰρήνην, ἕτερον δ’ ἐν πολέμῳ, ἄλλον δὲ ἐπισυνισταμένων ὀλίγων ἢ πολλῶν, τῶν μὲν ὀλίγων εὐτόνως κατεξανιστάμενον, μετὰ δὲ πειθοῦς τοῖς πολλοῖς ὁμιλοῦντα, καὶ ὅπου μὲν μετὰ κινδύνου τὸ εἶναι, διὰ τὸ κοινωφελὲς φθάνοντα τοὺς ἄλλους αὐτουργίᾳ, ὅπου δὲ πόνων ἡ σκέψις, ἑτέροις ὑπηρετεῖν ἐξιστάμενον."],["35","εὖ μέντοι τὸ φάναι πιπράσκεσθαι τὸν ἄνθρωπον· ὁ μὲν γὰρ δημοκόπος καὶ δημηγόρος ἀναβὰς ἐπὶ τὸ βῆμα, καθάπερ τὰ πιπρασκόμενα τῶν ἀνδραπόδων, δοῦλος ἀντ’ ἐλευθέρου γίνεται διὰ τῶν τιμῶν, ἃς δοκεῖ λαμβάνειν, ἀπαχθεὶς ὑπὸ μυρίων δεσποτῶν."],["36","ὁ δ’ αὐτὸς καὶ θηριάλωτος εἰσάγεται· θηρίον δὲ ἀτίθασον ἡ λοχῶσα κενοδοξία συναρπάζουσα καὶ διαφθείρουσα τοὺς χρωμένους. οἱ δ’ ὠνησάμενοι καὶ πιπράσκουσιν· οὐ γὰρ εἷς δεσπότης τῶν πολιτευομένων, ἀλλ’ ὄχλος, ἐξ ἑτέρων ἕτεροι κατά τινας ἐφεδρείας καὶ διαδοχάς· οἱ δὲ τρίπρατοι κακῶν θεραπόντων τρόπον ἀλλάττουσι τοὺς κυρίους οὐχ ὑπομένοντες τοὺς προτέρους διὰ τὴν ἁψίκορον καὶ φιλόκαινον τῶν ἠθῶν ἀνωμαλίαν."],["37","Τοσαῦτα καὶ περὶ τούτων. ὁ μέντοι νεανίας εἰς Αἴγυπτον ἀχθεὶς καὶ γενόμενος, ὡς ἐλέχθη, παρ’ εὐνούχῳ δεσπότῃ, τῆς καλοκἀγαθίας καὶ εὐγενείας πεῖραν ὀλίγαις ἡμέραις δοὺς τὴν ἐπὶ τοῖς ὁμοδούλοις ἀρχὴν παραλαμβάνει καὶ συμπάσης τῆς οἰκίας τὴν ἐπιμέλειαν· ἤδη γὰρ ὁ κτησάμενος ἐτεκμηριοῦτο διὰ πολλῶν, ὡς οὐκ ἄνευ θείας ἐπιφροσύνης ἐκεῖνος ἕκαστα λέγει τε καὶ πράττει."],["38","τῷ μὲν οὖν δοκεῖν ὑπὸ τοῦ πριαμένου καθίστατο τῆς οἰκίας ἐπίτροπος, ἔργῳ δὲ καὶ ταῖς ἀληθείαις ὑπὸ φύσεως μνωμένης αὐτῷ πόλεων καὶ ἔθνους καὶ χώρας μεγάλης ἡγεμονίαν· ἔδει γὰρ τὸν μέλλοντα ἔσεσθαι πολιτικὸν ἐγγυμνάσασθαι καὶ ἐνασκηθῆναι πρότερον τοῖς κατ’ οἰκονομίαν· οἰκία τε γὰρ πόλις ἐστὶν ἐσταλμένη καὶ βραχεῖα καὶ οἰκονομία συνηγμένη τις πολιτεία, ὡς καὶ πόλις μὲν οἶκος μέγας, πολιτεία δὲ κοινή τις οἰκονομία."],["39","δι’ ὧν μάλιστα παρίσταται τὸν αὐτὸν οἰκονομικόν τε εἶναι καὶ πολιτικόν, κἂν τὰ πλήθη καὶ μεγέθη τῶν ὑποκειμένων διαλλάττῃ· καθάπερ ἐπὶ ζωγραφίας ἔχει καὶ πλαστικῆς· ὁ γὰρ ἀγαθὸς ἀνδριαντοποιὸς ἢ ζωγράφος, ἐάν τε πολλὰ καὶ κολοσσιαῖα μεγέθη κατασκευάζῃ, ἐάν τε ὀλίγα καὶ"],["40","βραχύτερα, τὴν αὐτὴν ἐπιδεικνύμενος τέχνην ὁ αὐτός ἐστι. σφόδρα δὲ εὐδοκιμῶν ἐν τοῖς κατὰ τὴν οἰκουρίαν ἐπιβουλεύεται πρὸς τῆς τοῦ δεσπότου γυναικὸς ἐπιβουλὴν τὴν ἐξ ἔρωτος ἀκολάστου. τῇ γὰρ εὐμορφίᾳ ἐπιμανεῖσα τοῦ νεανίσκου καὶ ἀκαθέκτως περὶ τὸ πάθος λυττῶσα τοὺς περὶ μίξεως λόγους προσέφερεν ἐρρωμένως ἐναντιουμένῳ καὶ μηδ’ ὅλως προσίεσθαι ὑπομένοντι διὰ τὴν ἐκ φύσεως καὶ μελέτης ἐνυπάρξασαν κοσμιότητα καὶ σωφροσύνην."],["41","ἐπεὶ δὲ ζωπυροῦσα καὶ ἀναφλέγουσα τὴν ἔκνομον ἐπιθυμίαν ἀεὶ μὲν ἀπεπειρᾶτο, ἀεὶ δ’ ἀπετύγχανε, βίᾳ λοιπὸν προσπαθοῦσα ἐχρῆτο καὶ λαβομένη τῆς ἀμπεχόνης εὐτόνως ἄχρι τῆς εὐνῆς ἐπεσπάσατο ῥώμῃ κραταιοτέρᾳ, τοῦ πάθους ἰσχὺν ἐπιδιδόντος, ὃ καὶ τοὺς ἀσθενεστάτους εἴωθε νευροῦν."],["42","ὁ δὲ τῆς παρούσης ἀκαιρίας γενόμενος δυνατώτερος τὰς ἐλευθερίους καὶ ἀξίας τοῦ γένους ἔρρηξε φωνὰς \" τί βιάζῃ; “λέγων· \" ἐξαιρέτοις ἔθεσι καὶ νομίμοις χρώμεθα ἡμεῖς οἱ Ἑβραίων ἀπόγονοι."],["43","τοῖς ἄλλοις ἐφεῖται μετὰ τὴν τεσσαρεσκαιδεκάτην ἡλικίαν πόρναις καὶ χαμαιτύπαις καὶ ταῖς ὅσαι μισθαρνοῦσιν ἐπὶ τοῖς σώμασι μετὰ πολλῆς ἀδείας χρῆσθαι, παρ’ ἡμῖν δὲ οὐδ’ ἑταίρᾳ ζῆν ἔξεστιν (Deut. 23, 17), ἀλλὰ κατὰ τῆς ἑταιρούσης ὥρισται δίκη θάνατος. πρὸ δὴ συνόδων νομίμων ὁμιλίαν ἑτέρας γυναικὸς οὐκ ἴσμεν, ἀλλ’ ἁγνοὶ γάμων ἁγναῖς παρθένοις προσερχόμεθα προτεθειμένοι τέλος οὐχ ἡδονὴν ἀλλὰ γνησίων παίδων σποράν."],["44","εἰς δὴ ταύτην καθαρεύσας τὴν ἡμέραν οὐκ ἄρξομαι παρανομεῖν ἀπὸ μοιχείας, τοῦ μεγίστου τῶν ἀδικημάτων, ὀφείλων, εἰ καὶ τὸν ἄλλον χρόνον ὑπῆρχον ἐκδεδιῃτημένος καὶ νεότητος ὁρμαῖς ἠγμένος καὶ τὴν ἐγχώριον ἐζηλωκὼς τρυφήν, ὅμως ἀλλότριον μὴ θηρᾶν γάμον· ἐφ’ ᾧ τίς ἀνθρώπων οὐ φονᾷ; περὶ γὰρ τῶν ἄλλων εἰωθότες διαφέρεσθαι μόνον τοῦθ’ ὁμογνωμονοῦντες πανταχοῦ πάντες ἄξιον θανάτων μυρίων ἐνόμισαν ἀκρίτους ἐκδιδόντες τοὺς ἁλόντας τοῖς πεφωρακόσι."],["45","σὺ δ’ ἐπιδαψιλευομένη καὶ τριττὸν προστίθης μοι μίασμα κελεύουσα μὴ μοιχεύειν μόνον, ἀλλὰ καὶ δέσποιναν καὶ δεσπότου γυναῖκα διαφθείρειν· εἰ μὴ ἄρα τούτου χάριν παρῆλθον εἰς τὴν ὑμετέραν οἰκίαν, ἵν’ ἀποστὰς τῶν ὑπηρεσιῶν, ἃς δεῖ θεράποντα παρέχειν, μεθύω καὶ ἐμπαροινῶ ταῖς ἐλπίσι τοῦ πριαμένου νοθεύων αὐτοῦ γάμον, οἰκίαν, συγγένειαν."],["46","ἀλλὰ γὰρ οὐχ ὡς δεσπότην μόνον ἀλλὰ καὶ ὡς εὐεργέτην ἤδη τιμᾶν προάγομαι· πάντ’ ἐπιτέτροφέ μοι τὰ οἰκεῖα, οὐδὲν οὐ μικρὸν οὐ μέγα ὑπεξῄρηται τὸ παράπαν δίχα σοῦ τῆς γυναικός· ἀνθ’ ὧν ἄξιον αὐτὸν ἐν οἷς παραινεῖς ἀμείψασθαι; καλὰς ὡς ἔοικεν ἀντιπαρέξω δωρεὰς ταῖς προϋπηργμέναις χάρισιν οἰκείας."],["47","ὁ μὲν δεσπότης αἰχμάλωτον ὄντα με καὶ ξένον ταῖς εὐεργεσίαις ἐλεύθερον καὶ ἀστὸν τὸ γοῦν ἐπ’ αὐτὸν ἧκον μέρος ἀπειργάσατο, ἐγὼ δ’ ὁ δοῦλος ὡς ξένῳ καὶ αἰχμαλώτῳ προσενεχθήσομαι τῷ δεσπότῃ; τίνι ψυχῇ παραδεξάμενος τὸ ἀνοσιούργημα τοῦτο; προσβλέψω δὲ τίσιν ὀφθαλμοῖς ὁ σιδηροῦς ἐγώ; τὸ συνειδὸς ἐλλαμβανόμενον ὀρθοῖς ὄμμασιν οὐκ ἐάσει προσβλέπειν, κἂν δυνηθῶ λανθάνειν· λήσομαι δ’ οὐδαμῶς· εἰσὶ γὰρ ἐξετασταὶ μυρίοι τῶν λάθρα δρωμένων, οἷς οὐ θέμις ἡσυχάζειν."],["48","ἐῶ λέγειν ὅτι, κἂν μηδεὶς ἕτερος αἴσθηται ἢ συναισθόμενος μὴ κατείπῃ, μηνυτὴς οὐδὲν ἧττον αὐτὸς γενήσομαι κατ’ ἐμαυτοῦ τῷ χρώματι, τῷ βλέμματι, τῇ φωνῇ, καθάπερ μικρῷ πρότερον εἶπον, ὑπὸ τοῦ συνειδότος ἐλεγχόμενος· εἰ δὲ καὶ μηδεὶς κατερεῖ, τὴν πάρεδρον τοῦ θεοῦ δίκην καὶ τῶν πραγμάτων ἔφορον οὔτε"],["49","δέδιμεν οὔτ’ αἰδούμεθα; “πολλὰ τοιαῦτα συνείροντος καὶ φιλοσοφοῦντος, ἐκεκώφητο πρὸς ἅπαντα· δειναὶ γὰρ αἱ ἐπιθυμίαι καὶ τὰς ἀκριβεστάτας τῶν αἰσθήσεων ἐπισκιάσαι· ὅπερ συνιδὼν ἀποδιδράσκει τὰ ἱμάτια καταλιπὼν ἐν ταῖς χερσὶν αὐτῆς, ὧν ἐπείληπτο."],["50","τοῦτο παρέσχεν αὐτῇ τὸ ἔργον εὑρεσιλογεῖν προφάσεις σκεπτομένῃ κατὰ τοῦ νεανίσκου, αἷς αὐτὸν ἀμυνεῖται· παραγενομένῳ γὰρ ἐξ ἀγορᾶς τῷ αὐτῆς ἀνδρὶ καθυποκρινομένη τὴν σώφρονα καὶ κοσμίαν καὶ τοῖς ἀκολάστοις ἐπιτηδεύμασι πάνυ δυσχεραίνουσαν \" ἤγαγες \" ἔφη „θεράποντα ἡμῖν παῖδα Ἑβραῖον, ὃς οὐ μόνον ἤδη τὴν σὴν ψυχὴν διέφθαρκεν εὐχερῶς καὶ ἀνεξετάστως ἐπιτρέψαντος αὐτῷ τὴν οἰκίαν,"],["51","ἀλλὰ καὶ ἐμοῦ ἀπετόλμησεν αἰσχῦναι τὸ σῶμα. ταῖς γὰρ ὁμοδούλοις οὐκ ἐξήρκεσεν αὐτῷ χρῆσθαι μόναις ἀσελγεστάτῳ καὶ λαγνιστάτῳ γενομένῳ, πειρᾶν δὲ καὶ τὴν δέσποιναν ἐπεχείρησεν ἐμὲ καὶ βιάζεσθαι. καὶ τὰ δείγματα τῆς φρενοβλαβείας ἐναργῆ καὶ δῆλά ἐστι· περιπαθήσασα γὰρ ὡς ἐξεφώνησα τοὺς ἔνδον βοηθοὺς ἐπικαλοῦσα, πτοηθεὶς διὰ τὸ ἀπερίσκεπτον τὴν ἐσθῆτα καταλιπὼν ἀποδιδράσκει φόβῳ συλλήψεως. “ἣν καὶ ἐπιδεικνυμένη πίστιν ἐδόκει προσφέρειν τῶν λεγομένων."],["52","ἅπερ ἀληθῆ νομίσας ὁ δεσπότης εἶναι κελεύει τὸν ἄνθρωπον εἰς εἱρκτὴν ἀπαγαγεῖν δυσὶ τοῖς μεγίστοις ἁμαρτών, ἑνὶ μὲν ὅτι μὴ μεταδοὺς ἀπολογίας ἀκρίτως κατέγνω τοῦ μηδὲν ἠδικηκότος ὡς τὰ μέγιστα παρανομήσαντος, ἑτέρῳ δὲ ὅτι ἡ ἐσθής, ἣν προὔφερεν ἡ γυνὴ ὡς ἀπολειφθεῖσαν ὑπὸ τοῦ νεανίσκου, πίστις ἦν βίας, οὐχ ἣν ἐκεῖνος εἰργάζετο, ἀλλὰ τὴν ὑπομονὴν ἣν ὑπέμεινεν ἐκ τῆς γυναικός· βιαζομένου μὲν γὰρ ἔργον ἦν τὴν ἀμπεχόνην τῆς δεσποίνης κατέχειν, βιασθέντος δὲ τὴν ἰδίαν ἀφαιρεθῆναι."],["53","συγγνωστὸς δ’ ἴσως τῆς ἄγαν ἀπαιδευσίας, ἅτε τὴν δίαιταν ἐν μαγειρείῳ ποιούμενος αἵματος καὶ καπνοῦ καὶ τέφρας ἀνάπλεῳ, τοῦ λογισμοῦ καιρὸν οὐκ ἔχοντος ἐνηρεμεῖν καὶ σχολάζειν ἑαυτῷ διὰ τὸ πεφύρθαι μᾶλλον ἢ οὐχ ἧττον τοῦ σώματος."],["54","Τρεῖς ἤδη χαρακτῆρας τοῦ πολιτικοῦ διετύπωσε, τόν τε ποιμενικὸν καὶ τὸν οἰκονομικὸν καὶ τὸν καρτερικόν. περὶ μὲν οὖν τῶν προτέρων εἴρηται δυεῖν, ὁ δ’ ἐγκρατὴς οὐχ ἧττον ἐκείνων πρὸς πολιτείαν συντείνει."],["55","πρὸς μὲν οὖν ἅπαντα τὰ τοῦ βίου πράγματα λυσιτελὲς ἐγκράτεια καὶ σωτήριον, πρὸς δὲ τὰ πόλεως καὶ διαφερόντως, ὡς ἀφθόνως τοῖς βουλομένοις μανθάνειν πάρεστι καὶ προχειρότατα."],["56","τίς γὰρ ἀγνοεῖ τὰς ἐξ ἀκρασίας ἔθνεσι καὶ χώραις καὶ ὅλοις κλίμασι τῆς οἰκουμένης ἐν γῇ καὶ θαλάττῃ γινομένας συμφοράς; τῶν γὰρ πολέμων οἱ πλείους καὶ μέγιστοι δι’ ἔρωτας καὶ μοιχείας καὶ γυναικῶν ἀπάτας συνέστησαν, ὑφ’ ὧν τὸ πλεῖστον καὶ ἄριστον ἐξαναλώθη τοῦ τε Ἑλληνικοῦ καὶ βαρβαρικοῦ γένους καὶ τῶν πόλεων ἡ νεότης ἐφθάρη."],["57","εἰ δὲ τὰ ἐξ ἀκρασίας στάσεις ἐμφύλιοι καὶ πόλεμοι καὶ κακὰ ἐπὶ κακοῖς ἀμύθητα, δῆλον ὅτι τὰ ἐκ σωφροσύνης εὐστάθεια καὶ εἰρήνη καὶ τελείων κτῆσις ἀγαθῶν καὶ ἀπόλαυσις."],["58","Ἄξιον μέντοι καὶ τὰ διὰ τούτων ἐμφαινόμενα κατὰ τὸ ἀκόλουθον παραστῆσαι. ὁ πριάμενος τὸν ἐπικρινόμενον εὐνοῦχος εἶναι λέγεται· δεόντως· ὁ γὰρ ὠνούμενος τὸν πολιτικὸν ὄχλος ἐστὶ πρὸς ἀλήθειαν εὐνοῦχος, ὅσα μὲν τῷ δοκεῖν ἔχων τὰ γεννητικά, τὰς δ’ εἰς τὸ γεννᾶν δυνάμεις ἀφῃρημένος, καθάπερ καὶ οἱ τὰς ὄψεις ὑποχυθέντες ὀφθαλμοὺς ἔχοντες τῆς δι’ ὀφθαλμῶν ἐνεργείας στέρονται βλέπειν οὐ δυνάμενοι."],["59","τίς οὖν ἡ πρὸς ὄχλον εὐνούχων ὁμοιότης; ὅτι ἄγονός ἐστι σοφίας δοκῶν ἐπιτηδεύειν ἀρετήν· ὅταν γὰρ μιγάδων καὶ συγκλύδων πλῆθος ἀνθρώπων εἰς ταὐτὸν συνέλθῃ, λέγει μὲν τὰ δέοντα, φρονεῖ δὲ καὶ πράττει τἀναντία, τὰ νόθα πρὸ τῶν γνησίων ἀποδεχόμενος, ἕνεκα τοῦ δόξης μὲν ἡττᾶσθαι, τὸ δ’ ἀληθείᾳ καλὸν μὴ ἐπιτηδεύειν."],["60","ὅθεν καὶ— τὸ παραλογώτατον— γυνὴ τῷ εὐνούχῳ τούτῳ συνοικεῖ· μνᾶται γὰρ ὄχλος ἐπιθυμίαν, ὥσπερ ἀνὴρ γυναῖκα, δι’ ἧς ἕκαστα καὶ λέγει καὶ πράττει σύμβουλον αὐτὴν ποιούμενος ἁπάντων ῥητῶν καὶ ἀπορρήτων μικρῶν τε αὖ καὶ μεγάλων, ἥκιστα προσέχειν εἰωθὼς τοῖς ἐκ λογισμοῦ."],["61","προσφυέστατα μέντοι καὶ ἀρχιμάγειρον αὐτὸν καλεῖ· καθάπερ γὰρ οὐδὲν ἕτερον ἐπιτηδεύει μάγειρος ἢ τὰς ἀνηνύτους καὶ περιττὰς γαστρὸς ἡδονάς, τὸν αὐτὸν τρόπον καὶ ὁ πολιτικὸς ὄχλος τὰς δι’ ἀκοῆς τέρψεις τε καὶ θρύψεις, ὑφ’ ὧν οἱ τόνοι τῆς διανοίας χαλῶνται καὶ τρόπον τινὰ τὰ νεῦρα τῆς ψυχῆς ἐκλύεται. τὴν δὲ πρὸς ἰατροὺς μαγείρων διαφορὰν τίς οὐκ οἶδεν;"],["62","οἱ μὲν τὰ ὑγιεινά, κἂν μὴ προσηνῆ τυγχάνῃ, μόνα διὰ σπουδῆς τῆς πάσης εὐτρεπίζονται, οἱ δ’ ἔμπαλιν μόνα τὰ ἡδέα τοῦ συμφέροντος ἀλογοῦντες."],["63","ἰατροῖς μὲν οὖν ἐοίκασιν ἐν δήμῳ νόμοι καὶ οἱ κατὰ νόμους ἄρχοντες βουλευταί τε καὶ δικασταὶ φροντίζοντες τῆς τῶν κοινῶν σωτηρίας καὶ ἀσφαλείας ἀκολάκευτοι, ὀψαρτυταῖς δὲ οἱ πολυάνθρωποι τῶν νεωτέρων ὅμιλοι· μέλει γὰρ αὐτοῖς οὐ τὰ συνοίσοντα, ἀλλὰ πῶς τὴν ἐν τῷ παρόντι"],["64","καρπώσονται μόνον ἡδονήν. ἐρᾷ δ’ ὡς ἀκόλαστος γυνὴ καὶ ἡ τῶν ὄχλων ἐπιθυμία τοῦ πολιτικοῦ καί φησιν αὐτῷ· „παρελθών, ὦ οὗτος, εἰς ὄχλον, ᾧ συνοικῶ, πάντων ἐκλαθοῦ τῶν ἰδίων ἠθῶν, ἐπιτηδευμάτων, λόγων, ἔργων, ἐν οἷς ἐτράφης· ἐμοὶ δὲ πειθάρχει καὶ ἐμὲ θεράπευε καὶ ὅσα δι’ ἡδονῆς ἐστί μοι πρᾶττε."],["65","αὐστηρὸν γὰρ καὶ αὐθέκαστον καὶ ἀληθείας ἑταῖρον καὶ ἀκριβοδίκαιον, ὄγκῳ καὶ σεμνότητι πρὸς ἅπαντα χρώμενον καὶ πρὸς μηδὲν εἴκοντα, μόνου περιεχόμενον ἀεὶ τοῦ συμφέροντος ἄνευ θεραπείας τῶν ἀκροωμένων, οὐκ ἀνέχομαι."],["66","διαβολὰς δ’ ἐρανιῶ κατὰ σοῦ μυρίας καὶ πρὸς τὸν ἐμὸν ἄνδρα τὸν ὄχλον, τὸν σὸν δεσπότην· ἄχρι γὰρ νῦν ἀπελευθεριάζειν δοκεῖς μοι καὶ ὅτι δοῦλος τυραννικοῦ γέγονας δεσπότου λίαν ἀγνοεῖς. εἰ δὲ ᾔδεις, ὅτι αὐτοπραγία μὲν οἰκειότατον ἐλευθέρῳ, οἰκέτῃ δ’ ἀλλότριον, ἐπεπαίδευσο ἂν αὐθάδειαν μεθέμενος εἰς ἐμὲ βλέπειν τὴν ἐκείνου γυναῖκα, ἐπιθυμίαν, καὶ δρᾶν τὰ πρὸς ἀρέσκειαν τὴν ἐμήν, δι’ ὧν μάλιστα εὐαρεστήσεις."],["67","ὁ δὲ πολιτικὸς ὄντως οὐκ ἀγνοεῖ μέν, ὅτι δεσποτικὴν ἐξουσίαν ἔχει ὁ δῆμος, αὑτὸν δ’ οὐχ ὁμολογήσει δοῦλον ἀλλ’ ἐλεύθερον καὶ*** τὴν τῆς ψυχῆς ἀρέσκειαν. ἀλλ’ ἄντικρυς ἐρεῖ· \" δημοκοπεῖν οὔτ’ ἔμαθον οὔτ’ ἐπιτηδεύσω ποτέ, πόλεως δὲ προστασίαν καὶ ἐπιμέλειαν ἔχειν ἐγχειρισθείς, ὡς ἀγαθὸς ἐπίτροπος ἢ πατὴρ εὔνους*** ἀδόλως καὶ καθαρῶς ἄνευ τῆς ἐχθρᾶς ὑποκρίσεως."],["68","ταῦτα φρονῶν ἐξετασθήσομαι μηδὲν ὑποστέλλων μηδὲ συγκρύπτων φωρὸς τρόπον, ἀλλὰ τὸ συνειδὸς αὐγάζων ὡς ἐν ἡλίῳ καὶ φωτί· φῶς γὰρ ἡ ἀλήθεια· φοβηθήσομαι δ’ οὐδὲν ὧν ἂν ἐπανατείνηται, κἂν θάνατον ἀπειλῇ· θανάτου γὰρ ἐμοὶ κακὸν ἀργαλεώτερον ὑπόκρισις. ἣν ὑπομενῶ τοῦ χάριν;"],["69","καὶ γὰρ εἰ δεσπότης ὁ δῆμος, ἀλλ’ οὐκ ἐγὼ δοῦλος, εὐπατρίδης δ’ εἰ καί τις ἄλλος, ἐφιέμενος ἐγγραφῆς τῆς ἐν τῷ μεγίστῳ καὶ ἀρίστῳ πολιτεύματι τοῦδε τοῦ κόσμου."],["70","ὅταν γὰρ μὴ δῶρα, μὴ παρακλήσεις, μὴ τιμῶν ἔρως, μὴ ἀρχῆς ἐπιθυμία, μὴ ἀλαζονεία, μὴ ὁ τοῦ δοκεῖν ἵμερος, μὴ ἀκολασία, μὴ ἀνανδρία, μὴ ἀδικία, μηδὲν ἄλλο τῶν ὅσα ἐκ πάθους ἢ κακίας ὑπάγηται, τίνος ἔτι φοβηθήσομαι δεσποτείαν; ἢ δῆλον ὅτι τὴν ἀπ’ ἀνθρώπων;"],["71","ἀλλ’ οὗτοί γε τὴν σώματος ἐπιγράφονται κυρείαν, οὐ τὴν κατ’ ἐμέ· ἐγὼ γὰρ ἀπὸ τοῦ κρείττονος, τῆς ἐν ἐμαυτῷ διανοίας, χρηματίζω, καθ’ ἣν παρεσκεύασμαι βιοῦν ὀλίγα φροντίζων τοῦ θνητοῦ σώματος, ὃ κἂν ὀστρέου δίκην περιπεφυκὸς ἐπηρεάζηται πρός τινων, ἀφειμένον τῶν ἔνδον δεσποτῶν τε χαλεπῶν καὶ δεσποινῶν, οὐκ ἀνιάσομαι τὴν βαρυτάτην ἀνάγκην ἐκπεφευγώς."],["72","ἐὰν οὖν δικάζειν δέῃ, δικάσω μήτε πλουσίῳ προσθέμενος διὰ τὴν περιουσίαν μήτε πένητι διὰ τὸν ἐπὶ ταῖς ἀτυχίαις ἔλεον, ἀλλὰ τὰ τῶν κρινομένων ἀξιώματα καὶ σχήματα παρακαλυψάμενος ἀδόλως βραβεύσω τὸ φανησόμενον δίκαιον."],["73","ἐάν τε βουλεύω, γνώμας εἰσηγήσομαι τὰς κοινωφελεῖς, κἂν μὴ πρὸς ἡδονὴν ὦσιν· ἐάν τε ἐκκλησιάζω, τοὺς θῶπας λόγους ἑτέροις καταλιπὼν τοῖς σωτηρίοις χρήσομαι καὶ συμφέρουσιν, ἐπιτιμῶν, νουθετῶν, σωφρονίζων, οὐκ αὐθάδειαν μανιώδη καὶ παράφορον ἀλλὰ νήφουσαν παρρησίαν ἐπιτετηδευκώς."],["74","εἰ δὲ μὴ χαίρει τις ταῖς βελτιώσεσιν, ἐπιτιμάτω καὶ γονεῦσι καὶ ἐπιτρόποις καὶ διδασκάλοις καὶ πᾶσι τοῖς κηδεμόσιν, ὅτι τέκνα γνήσια καὶ ὀρφανοὺς παῖδας καὶ φοιτητὰς κακηγοροῦσιν, ἔστι δ’ ὅτε καὶ τύπτουσιν, οἷς οὔτε βλασφημίαν οὔθ’ ὕβριν ὅσιον ἐπιφημίζειν, ἀλλὰ τοὐναντίον τὰ φιλίας καὶ εὐνοίας ὀνόματα."],["75","πάνυ γὰρ ἀνάξιον τὸν πολιτικὸν ἐμὲ καὶ τὰ τοῦ δήμου πάντα ἐπιτετραμμένον ἐν τοῖς περὶ τοῦ συμφέροντος λογισμοῖς χείρονα γενέσθαι τινὸς τὴν ἰατρικὴν τέχνην ἐπιτηδεύοντος."],["76","ἐκεῖνος γὰρ οὐδὲν τῆς περὶ τὸν θεραπευόμενον λαμπρότητος ἐν ταῖς νομιζομέναις εὐτυχίαις φροντίσας, οὔθ’ ὅτι εὐγενὴς ἦν ἢ πολυχρήματος οὔθ’ ὅτι τῶν κατ’ αὐτὸν ἐνδοξότατος βασιλεὺς ἢ τύραννος, ἑνὸς περιέχεται μόνου τοῦ σῶσαι κατὰ δύναμιν, κἂν δέῃ τομαῖς ἢ καύσεσι χρῆσθαι, καίει τε καὶ τέμνει τὸν ἄρχοντα καὶ δεσπότην ὁ ὑπήκοος καὶ λεγόμενος δοῦλος."],["77","ἐγὼ δ’ οὐχ ἕνα ἄνδρα πόλιν δ’ ὅλην κάμνουσαν παραλαβὼν ὑπ’ ἀργαλεωτέρων νόσων, ἃς κατεσκεύασαν αἱ συγγενεῖς ἐπιθυμίαι, τί πράσσειν ὀφείλω; προέμενος τὰ συνοίσοντα πᾶσι κοινῇ τὰ τοῦ δεῖνος ἢ τοῦ δεῖνος ὦτα θεραπεύειν ἀνελευθέρῳ καὶ σφόδρα δουλοπρεπεῖ κολακείᾳ; τεθνάναι μᾶλλον ἂν ἑλοίμην ἢ πρὸς ἡδονήν τι φθεγξάμενος ἐπικρύψαι τὴν ἀλήθειαν καὶ τοῦ συμφέροντος ἀμελῆσαι."],["78","\" πρὸς ταῦθ’ “ὡς ὁ τραγικός φησιν „ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανον “.— „πίμπρα, κάταιθε σάρκας, ἐμπλήσθητί μου πίνων κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω γῆς εἶσιν ἄστρα, γῆ δ’ ἄνεις’ εἰς αἰθέρα, πρὶν ἐξ ἐμοῦ σοι θῶπ’ ἀπαντῆσαι λόγον. “"],["79","οὕτως οὖν ἠρρενωμένον τὸ φρόνημα καὶ ἐκτὸς πάντων παθῶν ἱστάμενον, ἡδονῆς, φόβου, λύπης, ἐπιθυμίας, ἄνδρα πολιτικὸν ὁ δεσπότης δῆμος οὐκ ἀνέχεται, συλλαβὼν δ’ ὡς ἐχθρὸν κολάζει τὸν εὔνουν καὶ φίλον, πρὸ ἐκείνου τιμωρούμενος ἑαυτὸν τῇ μεγίστῃ τῶν τιμωριῶν, ἀπαιδευσίᾳ, δι’ ἣν οὐκ ἔμαθεν ἄρχεσθαι, τὸ κάλλιστον καὶ βιωφελέστατον, ἐξ οὗ περιγίνεται καὶ τὸ ἄρχειν."],["80","Ἀποχρώντως δὴ καὶ περὶ τούτων διειλεγμένοι τὰ ἑξῆς ἴδωμεν. ὁ διαβληθεὶς νεανίας ὑπὸ τῆς ἐρωμένης γυναικὸς τῷ δεσπότῃ πλασαμένης ἀντιστρόφους αἰτίας, αἷς ἦν ἔνοχος αὐτή, μηδ’ ἀπολογίας τυχὼν εἰς εἱρκτὴν ἀπάγεται· καὶ γενόμενος ἐν τῷ δεσμωτηρίῳ τοσοῦτον ἀρετῆς μέγεθος ἐπεδείξατο, ὡς καὶ τοὺς πονηροτάτους τῶν ἐκεῖ τεθηπέναι καὶ καταπλήττεσθαι καὶ παρηγόρημα τῶν συμφορῶν ὑπολαμβάνειν ἀλεξίκακον εὑρηκέναι τὸν ἄνθρωπον."],["81","ὅσης δ’ ἀπανθρωπίας οἱ εἱρκτοφύλακες γέμουσι καὶ ὠμότητος, οὐδεὶς ἀγνοεῖ· φύσει τε γὰρ ἀνηλεεῖς εἰσι καὶ μελέτῃ συγκροτοῦνται θηριούμενοι καθ’ ἑκάστην ἡμέραν πρὸς ἀγριότητα, χρηστὸν μὲν οὐδὲν ἀλλ’ οὐδ’ ἐκ τύχης ὁρῶντες ἢ λέγοντες ἢ δρῶντες, ὅσα δὲ βιαιότατα καὶ χαλεπώτατα."],["82","καθάπερ γὰρ οἱ τὰ σώματα εὐπαγεῖς, ὅταν τὴν ἐξ ἀθλητικῆς ἄσκησιν προσλάβωσι, νευροῦνται δύναμιν ἀνανταγώνιστον καὶ εὐεξίαν ὑπερβάλλουσαν κτώμενοι, τὸν αὐτὸν τρόπον, ὅταν ἀτίθασος καὶ ἀμείλικτος φύσις ἄσκησιν εἰς τὸ ἀνήμερον προσλάβῃ, διχόθεν ἄβατος καὶ ἀπρόσιτος οἴκτῳ γίνεται, χρηστῷ πάθει καὶ φιλανθρώπῳ."],["83","ὥσπερ γὰρ οἱ τῶν ἀγαθῶν ὁμιληταὶ βελτιοῦνται τοὺς τρόπους χαίροντες τοῖς συνοῦσιν, οὕτω καὶ οἱ τοῖς πονηροῖς συζῶντες ἀπομάττονταί τι τῆς ἐκείνων κακίας· δεινὸν γὰρ τὸ ἔθος ἐξομοιῶσαι καὶ βιάσασθαι πρὸς φύσιν. συνδιατρίβουσιν οὖν οἱ εἱρκτοφύλακες λωποδύταις, κλέπταις,"],["84","τοιχωρύχοις, ὑβρισταῖς, βιαίοις, φθορεῦσιν, ἀνδροφόνοις, μοιχοῖς, ἱεροσύλοις, ὧν ἀφ’ ἑκάστου σπῶνταί τι μοχθηρίας καὶ συνερανίζουσι καὶ ἐκ τῆς πολυμιγοῦς κράσεως ἓν ἀποτελοῦσι πάμφυρτον καὶ παμμίαρον κακόν."],["85","ἀλλ’ ὅμως ὁ τοιοῦτος ἡμερωθεὶς ὑπὸ τῆς τοῦ νεανίσκου καλοκἀγαθίας οὐ μόνον ἀδείας καὶ ἐκεχειρίας μετέδωκεν, ἀλλὰ καὶ ἀρχῆς τῆς ἐφ’ ἅπασι τοῖς δεσμώταις, ὡς λόγῳ μὲν ἕνεκα προσχήματος ἐμμένειν εἱρκτοφύλαξ, τὴν δ’ ἐν ἔργοις τάξιν παρακεχωρηκέναι τῷ νεανίᾳ, δι’ ἧς οὐκ ὀλίγα συνέβαινε τοὺς ἀπαχθέντας ὠφελεῖσθαι."],["86","τὸ γοῦν χωρίον οὐδ’ ὀνομάζειν ἔτ’ ἠξίουν εἱρκτήν, ἀλλὰ σωφρονιστήριον· ἀντὶ γὰρ βασάνων καὶ τιμωριῶν, ἃς νύκτωρ καὶ μεθ’ ἡμέραν ὑπέμενον τυπτόμενοι καὶ καταδούμενοι καὶ τί κακὸν οὐ πάσχοντες, λόγοις καὶ δόγμασι τοῖς φιλοσοφίας ἐνουθετοῦντο καὶ ταῖς ἀνυσιμωτέραις παντὸς λόγου πράξεσι τοῦ διδάσκοντος."],["87","τὸν γὰρ αὑτοῦ βίον σωφροσύνης καὶ πάσης ἀρετῆς οἷα γραφὴν ἀρχέτυπον εὖ δεδημιουργημένην ἐν μέσῳ θεὶς ἐπέστρεψε καὶ τοὺς πάνυ δοκοῦντας ἀνιάτως ἔχειν, οἷς μακραὶ νόσοι τῆς ψυχῆς ἐλώφησαν ἤδη κακίζουσιν ἐπὶ τοῖς πεπραγμένοις αὑτοὺς καὶ μετανοοῦσι καὶ τοιαῦτ’ ἐπιφθεγγομένοις· „ποῦ ποτ’ ἄρ’ ἦν πάλαι τοσοῦτον ἀγαθόν, οὗ τὴν ἀρχὴν ἐσφάλημεν; ἰδοὺ γὰρ ἐπιλάμψαντος αὐτοῦ, ὡς πρὸς κάτοπτρον τὴν ἀκοσμίαν ὁρῶντες αὑτῶν αἰσχυνόμεθα “."],["88","τοῦτον τὸν τρόπον βελτιουμένων εἰσάγονται δύο εὐνοῦχοι τοῦ βασιλέως, ὁ μὲν ἀρχιοινοχόος, ὁ δὲ ἀρχισιτοποιός, ἐν οἷς ἐπετράπησαν κατηγορηθέντες καὶ καταγνωσθέντες. ὁ δὲ καὶ τούτων τὴν ἐπιμέλειαν ἣν καὶ τῶν ἄλλων ἐποιεῖτο, εὐχόμενος ὅπως οἷός τε ᾖ μηδὲν χείρους τῶν ἀνεπιλήπτων ἀπεργάσασθαι τοὺς ὑφ’ ἑαυτῷ."],["89","χρόνου δ’ οὐ μακροῦ διελθόντος, ἐπιὼν τοὺς δεσμώτας ὁρᾷ συννοίας καὶ κατηφείας γέμοντας μᾶλλον ἢ πρότερον τοὺς εὐνούχους καὶ στοχασάμενος ἐκ τῆς σφοδρᾶς λύπης προσπεπτωκέναι τι νεώτερον ἐπυνθάνετο τὴν αἰτίαν."],["90","ἀποκριναμένων δέ, ὡς ὀνείρους ἰδόντες ἄσης καὶ ἀδημονίας πεπλήρωνται, μηδενὸς ὄντος τοῦ διακρινοῦντος, „θαρσεῖτε “ἔφη „καὶ διηγεῖσθε, γνώριμοι γὰρ ἔσονται βουλομένου θεοῦ· βούλεται δὲ τὰ συνεσκιασμένα τῶν πραγμάτων ἀνακαλύπτειν τοῖς ἀλήθειαν ποθοῦσιν. “εἶτα πρότερος ὁ ἀρχιοινοχόος φησίν·"],["91","„ἔδοξα μεγάλην ἄμπελον ἐκπεφυκέναι τριῶν πυθμένων ἓν εὐερνέστατον στέλεχος, τεθηλυῖαν καὶ βοτρυηφοροῦσαν ὡς ἐν ἀκμῇ τῆς ὀπώρας, ὑποπερκαζούσης δὲ τῆς σταφυλῆς δρέψασθαι τῶν βοτρύων καὶ εἰς ἔκπωμα βασιλικὸν ἀποθλίβειν, ὅπερ ἱκανῶς ἔχον ἀκράτου προσενεγκεῖν τῷ βασιλεῖ. “"],["92","ὁ δὲ μικρὸν ἐπισχὼν „εὐτυχίαν “εἶπεν „ἡ φαντασία σοι καταγγέλλει καὶ τῆς προτέρας ἀνάληψιν ἀρχῆς· αἱ γὰρ τρεῖς ῥίζαι τῆς ἀμπέλου τρεῖς ἡμέρας ὑπογράφουσι, μεθ’ ἃς ὑπομνησθήσεταί σου ὁ βασιλεὺς καὶ μεταπεμψάμενος ἐνθένδε παρέξει μὲν ἀμνηστίαν, ἐπιτρέψει δὲ τῆς αὐτῆς μεταποιεῖσθαι τάξεως, καὶ ὑπὲρ βεβαιώσεως τῆς ἀρχῆς οἰνοχοήσεις ἀναδοὺς ἔκπωμα τῷ δεσπότῃ. “καὶ ὁ μὲν ἐγεγήθει ταῦτ’"],["93","ἀκούσας. ὁ δ’ ἀρχισιτοποιὸς ἀποδεξάμενος τὴν διάκρισιν, ὡς καὶ αὐτὸς εὐτυχὲς ὄναρ ἰδών— ἦν δ’ οὐ μετρίως παλίμφημον—, ἀπατηθεὶς ταῖς ἑτέρου χρησταῖς ἐλπίσι φησίν· „ἀλλὰ κἀγὼ κανηφορεῖν ἔδοξα καὶ τρία πλήρη κανᾶ πεμμάτων κομίζειν ἐπὶ τῆς κεφαλῆς, τὸ δ’ ἀνωτάτω πλῆρες εἶναι παντοίων γενῶν, οἷς ἔθος ἐστὶ χρῆσθαι τὸν βασιλέα— ποικίλας δ’ εἶναι τὰς πρὸς δίαιταν βασιλικὴν σιτοπόνων περιεργίας—, ὄρνεις δὲ καθιπταμένους ἁρπάζειν ἀπὸ τῆς κεφαλῆς καὶ ἀπλήστως ἐμφορεῖσθαι, μέχρις οὗ πάντ’ ἀναλῶσαι καὶ μηδὲν τῶν εὐτρεπισθέντων ὑπολιπέσθαι. “"],["94","ὁ δὲ „ἐβουλόμην μὲν “εἶπε „μὴ παραστῆναί σοι τὴν φαντασίαν ἢ φανεῖσαν ἡσυχασθῆναι ἤ, εἰ καὶ διηγεῖτό τις, μακρὰν γοῦν, ἵνα μὴ κατακούσαιμι, τῶν ἐμῶν ὤτων γενέσθαι τὴν διήγησιν· ὀκνῶ τε γάρ, εἰ καί τις ἄλλος, εἶναι κακῶν ἄγγελος συναλγῶ τε τοῖς ἐν συμφοραῖς, ἕνεκα φιλανθρωπίας οὐχ ἥκιστα τῶν ὑπομενόντων ὀδυνώμενος."],["95","ἀλλ’ ἐπειδὴ τοῖς ὀνείρων κριταῖς ἀληθεύειν ἀναγκαῖον θεῖα λόγια διερμηνεύουσι καὶ προφητεύουσι, λέξω μηδὲν ὑποστειλάμενος· ἀψευδεῖν γὰρ ἐπὶ μὲν πάντων ἄριστον, ἐπὶ δὲ τῶν θείων ἀποφθεγμάτων καὶ ὁσιώτατον."],["96","τὰ τρία κανᾶ σύμβολον τριῶν ἡμερῶν ἐστιν· ἐπισχὼν ταύτας ὁ βασιλεὺς ἀνασκολοπισθῆναί σε καὶ τὴν κεφαλὴν ἀποτμηθῆναι κελεύσει καὶ καταπτάμενα ὄρνεα τῶν σῶν εὐωχηθήσεται σαρκῶν, ἄχρις ἂν ὅλος ἐξαναλωθῇς. “"],["97","καὶ ὁ μὲν ὥσπερ εἰκὸς συγχυθεὶς ἀνατέτραπτο, καραδοκῶν τὴν ὁρισθεῖσαν προθεσμίαν καὶ τῇ διανοίᾳ τὰς ἀνίας προσδεχόμενος. ὡς δ’ αἱ τρεῖς ἡμέραι διῆλθον, γενέθλιος ἐπέστη τοῦ βασιλέως, ἐν ᾗ πάντες οἱ κατὰ τὴν χώραν ἐπανηγύριζον, διαφερόντως δ’ οἱ περὶ τὰ βασίλεια."],["98","ἑστιωμένων οὖν τῶν ἐν τέλει καὶ τῆς θεραπείας εὐωχουμένης ὥσπερ ἐν δημοθοινίᾳ, τῶν κατὰ τὸ δεσμωτήριον εὐνούχων ὑπομνησθεὶς ἀχθῆναι κελεύει καὶ θεασάμενος τἀκ τῆς τῶν ὀνείρων διακρίσεως ἐπισφραγίζεται, προστάξας τὸν μὲν ἀνασκολοπισθῆναι τὴν κεφαλὴν ἀποτμηθέντα, τῷ δὲ τὴν ἀρχὴν ἣν διεῖπε πρότερον ἀπονεῖμαι."],["99","Καταλλαγεὶς δὲ ὁ ἀρχιοινοχόος ἐκλανθάνεται τοῦ τὰς καταλλαγὰς προειπόντος καὶ ἕκαστα τῶν συμπεσόντων ἀτυχημάτων ἐπικουφίσαντος, ἴσως μὲν ἐπειδὴ πᾶς ἀχάριστος ἀμνήμων ἐστὶν εὐεργετῶν, ἴσως δὲ καὶ κατὰ πρόνοιαν θεοῦ βουληθέντος τὰς εὐπραγίας τῷ νεανίᾳ μὴ δι’ ἀνθρώπου γενέσθαι μᾶλλον ἢ δι’ ἑαυτοῦ."],["100","μετὰ γὰρ διετῆ χρόνον τῷ βασιλεῖ τὰ μέλλοντα τῇ χώρᾳ συμβαίνειν ἀγαθὰ καὶ κακὰ διτταῖς φαντασίαις δι’ ὀνείρου θεσπίζεται ταὐτὸν ὑποσημαινούσαις ἕνεκα βεβαιοτέρας πίστεως."],["101","ἔδοξε γὰρ ἑπτὰ βόας ἀνέρπειν ἐκ τοῦ ποταμοῦ, πίονας καὶ σφόδρα εὐσάρκους καὶ καλὰς ὀφθῆναι, καὶ παρὰ ταῖς ὄχθαις νέμεσθαι· μεθ’ ἃς ἑτέρας ἀριθμὸν ἴσας, ἀσάρκους τρόπον τινὰ καὶ κατεσκελετευμένας καὶ εἰδεχθεστάτας, ἀνελθεῖν καὶ συννέμεσθαι ταῖς προτέραις· εἶτ’ ἐξαπιναίως ὑπὸ τῶν χειρόνων καταβρωθῆναι τὰς ἀμείνους καὶ μηδὲν ἀλλὰ μηδὲ τὸ βραχύτατον ταῖς ἐμφορηθείσαις πρὸς ὄγκον ἐπιδοῦναι τὰς γαστέρας, ἀλλ’ ἢ μᾶλλον ἢ οὐχ ἧττον ἐστάλθαι."],["102","περιαναστὰς δὲ καὶ κοιμηθεὶς πάλιν ἑτέρᾳ πληχθῆναι φαντασίᾳ· νομίσαι γὰρ ἑπτὰ πυροῦ στάχυς ἐκπεφυκότας ἑνὸς πυθμένος, ἰσαιτάτους τοῖς μεγέθεσιν, αὐξομένους καὶ τεθηλότας αἴρεσθαι πρὸς ὕψος μάλ’ εὐρώστους· εἶθ’ ἑτέρους ἑπτὰ λεπτοὺς καὶ ἀσθενεῖς ἀναπεφυκέναι πλησίον, ὑφ’ ὧν ἐπιδραμόντων καταποθῆναι τὸν εὔσταχυν πυθμένα."],["103","ταύτην ἰδὼν τὴν ὄψιν, τὸ λειπόμενον τῆς νυκτὸς ἄυπνος διατελέσας— ἤγειρον γὰρ αἱ φροντίδες κεντοῦσαι καὶ τιτρώσκουσαι—, μεταπέμπεται τοὺς σοφιστὰς ἅμα τῇ ἕῳ καὶ τὴν φαντασίαν διηγεῖται."],["104","μηδενὸς δὲ στοχασμοῖς εἰκόσι τἀληθὲς ἰχνηλατῆσαι δυναμένου, παρελθὼν ὁ ἀρχιοινοχόος φησίν· \" ὦ δέσποτα, τὸν ἄνδρα ὃν ζητεῖς ἐλπίς ἐστιν εὑρήσειν· ἁμαρτόντας ἐμὲ καὶ τὸν ἀρχισιτοποιὸν ἐκέλευσας εἰς τὸ δεσμωτήριον ἀπαχθῆναι, ἐν ᾧ τοῦ ἀρχιμαγείρου θεράπων ἦν Ἑβραῖος, ᾧτινι διηγησάμεθα ἐγώ τε κἀκεῖνος ὀνείρατα τὰ φανέντα ἡμῖν· ὁ δ’ οὕτως εὐθυβόλως καὶ εὐσκόπως διέκρινεν, ὡς ὅσα προεῖπεν ἑκατέρῳ συμβῆναι, τῷ μὲν ἣν ὑπέμεινε τιμωρίαν, ἐμοὶ δὲ τὸ σοῦ τυχεῖν ἵλεω καὶ εὐμενοῦς. “"],["105","ὁ μὲν οὖν βασιλεὺς ἀκούσας προστάττει συντείναντας ἀνακαλεῖν τὸν νεανίαν. οἱ δ’ ἀποκείραντες— βαθεῖαι γὰρ ἦσαν αὐτῷ χαῖται καθειργμένῳ κεφαλῆς καὶ γενείου— καὶ ἀντὶ ῥυπώσης λαμπρὰν ἐσθῆτα ἀντιδόντες καὶ τἄλλα φαιδρύναντες εἰσάγουσιν αὐτὸν πρὸς τὸν βασιλέα·"],["106","ὃς ἐκ τῆς ὄψεως τεκμηράμενος ἄνδρα ἐλεύθερον καὶ εὐγενῆ— χαρακτῆρες γὰρ ἐπιφαίνονταί τινες τῷ σώματι τῶν ὁρωμένων οὐχ ὁρατοὶ πᾶσιν, ἀλλ’ οἷς τὸ τῆς διανοίας ὄμμα ὀξυδορκεῖ— \" μαντεύεται \" εἶπεν \" ἡ ψυχή μου περὶ τοῦ μὴ εἰς ἅπαν ἀσαφείᾳ τοὺς ὀνείρους ἐπισκιασθήσεσθαι· δεῖγμα γὰρ σοφίας ὁ νεανίας οὗτος ὑποφαίνει, διακαλύψει τὴν ἀλήθειαν, οἷα φωτὶ σκότος ἐπιστήμῃ τὴν ἀμαθίαν τῶν παρ’ ἡμῖν σοφιστῶν ἀποσκεδάσει. “"],["107","καὶ τοὺς ὀνείρους διηγεῖτο. ὁ δὲ τἀξίωμα τοῦ λέγοντος οὐδὲν καταπλαγεὶς ὥσπερ ὑπηκόῳ βασιλεύς, ἀλλ’ οὐχ ὑπήκοος βασιλεῖ, παρρησίᾳ σὺν αἰδοῖ χρώμενος διελέγετο καί φησιν· „ὅσα μέλλει ποιεῖν ὁ θεὸς ἐν τῇ χώρᾳ, προμεμήνυκέ σοι. τὰς μέντοι διττὰς φαντασίας μὴ ὑπολάβῃς εἶναι διττοὺς ὀνείρους· εἷς ἐστι, τὴν ἀναδίπλωσιν ἔχων οὐ περιττήν, ἀλλὰ πρὸς ἔλεγχον βεβαιοτέρας πίστεως."],["108","αἵ τε γὰρ πίονες ἑπτὰ βόες καὶ οἱ εὔβλαστοι καὶ εὐθαλεῖς ἑπτὰ στάχυες ἐνιαυτοὺς ἑπτὰ δηλοῦσιν εὐθηνίας καὶ εὐετηρίας καὶ ἑπτὰ ἑτέρους λιμοῦ αἱ ἐπανιοῦσαι ἑπτὰ βόες λεπταὶ καὶ εἰδεχθεῖς καὶ οἱ παρεφθαρμένοι καὶ μεμυκότες ἑπτὰ στάχυες."],["109","ἥξει μὲν οὖν ἑπταετία προτέρα πολλὴν καὶ ἄφθονον ἔχουσα εὐκαρπίαν, πλημμύραις μὲν ἀνὰ πᾶν ἔτος τοῦ ποταμοῦ λιμνάζοντος τὰς ἀρούρας, τῶν δὲ πεδίων ὡς οὔπω πρότερον εὐτοκίᾳ χρωμένων· ἥξει δὲ μετὰ ταῦτα ἑπταετία πάλιν ἐναντία χαλεπὴν ἔνδειαν καὶ σπάνιν τῶν ἀναγκαίων ἐπιφέρουσα, μήτ’ ἀναχεομένου τοῦ ποταμοῦ μήτε τῆς γῆς λιπαινομένης, ὡς τῆς προτέρας εὐθηνίας ἐκλαθέσθαι καὶ εἴ τι λείψανον παλαιᾶς εὐετηρίας ἦν ἀναλωθῆναι. τὰ μὲν οὖν ἐκ τῆς διακρίσεως τοιαῦτ’ ἐστίν."],["110","ὑπηχεῖ δέ μοι καὶ ἐκλαλεῖ τὸ θεῖον ὑποβάλλον τὰ ὡς ἐν νόσῳ σωτήρια· νόσος δὲ πόλεων καὶ χωρίων ἡ βαρυτάτη λιμός, ᾗ κατασκευαστέον ἀσθένειαν, ἵνα μὴ τελείως ῥωσθεῖσα τοὺς οἰκήτορας ἐκφάγῃ."],["111","πῶς οὖν ἀσθενήσει; τοῦ καρποῦ τῶν ἑπτὰ ἐτῶν, ἐν οἷς ἡ εὐφορία, τὸ πλεονάζον μετὰ τὰς αὐτάρκεις τοῖς πλήθεσι τροφὰς— ἔσται δ’ ἴσως μέρος πέμπτον— θησαυριστέον ἐν πόλει καὶ κώμαις, μὴ μετακομίζοντας τὰ θέρη μακρόθεν, ἀλλ’ ἐξ ὧν ἂν ᾖ χωρίων, ἐν ἐκείνοις φυλάττοντας πρὸς τὴν τῶν οἰκούντων παρηγορίαν·"],["112","συγκομίζειν δὲ τὸν καρπὸν αὐτοῖς δράγμασι μήτε ἀλοῶντας μήτε συνόλως καθαίροντας, τεττάρων ἕνεκα· ἑνὸς μὲν τοῦ σκέπῃ χρώμενον πρὸς πλείω χρόνον διαμένειν ἀδιάφθορον· ἑτέρου δὲ τοῦ καθ’ ἕκαστον ἐνιαυτὸν γίνεσθαι τῆς εὐθηνίας ὑπόμνησιν, ἀλοώντων καὶ λικμώντων· ἡ γὰρ μίμησις τῶν πρὸς ἀλήθειαν ἀγαθῶν δευτέραν ἔμελλεν ἡδονὴν ἀπεργάζεσθαι·"],["113","τρίτου δὲ τοῦ μηδ’ εἰς ἀριθμὸν ἐλθεῖν, ἐν στάχυσι καὶ δράγμασιν ἀδήλου καὶ ἀπεριγράφου τοῦ καρποῦ ὑπάρχοντος, ἵνα μὴ προαναπέσωσιν αἱ διάνοιαι τῶν ἐγχωρίων ἐν ταῖς ἀναλώσεσι τοῦ συλλογισθέντος, ἀλλ’ εὐθυμίᾳ χρώμενοι τῇ σιτίων ἀμείνονι τροφῇ— τρέφει γὰρ ἐν τοῖς μάλιστα ἐλπίς— ἐπικουφίζωσι τὴν ἐκ τῆς ἐνδείας βαρεῖαν νόσον· τετάρτου δὲ τοῦ καὶ τοῖς θρέμμασι χιλὸν τεταμιεῦσθαι, τῶν ἀχύρων καὶ ἀθέρων ἐκ τῆς τοῦ καρποῦ καθάρσεως διακρινομένων."],["114","ἐπιμελητὴν δὲ τούτων χειροτονητέον ἄνδρα φρονιμώτατον καὶ συνετώτατον καὶ ἐν πᾶσι δόκιμον, ὃς γένοιτ’ ἂν ἱκανὸς ἀμισῶς καὶ ἀνεπάφως εὐτρεπῆ τὰ λεχθέντα ποιεῖν μηδεμίαν αἴσθησιν τοῖς πλήθεσιν ἐνδιδοὺς περὶ τοῦ γενησομένου λιμοῦ· χαλεπὸν γὰρ τὸ προκάμνοντας ταῖς ψυχαῖς ἀναπεσεῖν δυσελπιστίᾳ."],["115","ἐὰν δέ τις ἐπιζητῇ τὴν αἰτίαν, φήσει δεῖν, καθάπερ ἐν εἰρήνῃ προνοεῖν τῶν ἐν τῷ πολέμῳ παρασκευῶν, καὶ ἐν εὐπορίαις τῶν κατ’ ἔνδειαν· ἀδήλους δὲ εἶναι πολέμους καὶ λιμοὺς καὶ συνόλως τοὺς καιροὺς τῶν ἀβουλήτων, εἰς οὓς ἀναγκαῖον εἶναι παρεσκευάσθαι, ἀλλὰ μὴ γενομένων τότε τὴν θεραπείαν ζητεῖν, ὅτ’ οὐδὲν ὄφελος. “"],["116","ἀκούσας δὲ ὁ βασιλεὺς καὶ τὴν τῶν ὀνείρων διάκρισιν εὐθυβόλως καὶ εὐσκόπως στοχαζομένην τῆς ἀληθείας καὶ τὴν συμβουλίαν ὅσα τῷ δοκεῖν ὠφελιμωτάτην κατὰ τὴν τοῦ μέλλοντος ἀδήλου πρόνοιαν, τοὺς συνόντας ἐγγυτέρω προσελθεῖν κελεύσας, ἵνα μὴ κατακούοι, \" ἆρ’ \" εἶπεν, \" ἄνδρες, εὑρήσομεν τοιοῦτον ἄνθρωπον, ὃς ἔχει πνεῦμα θεῖον ἐν ἑαυτῷ “(Gen. 41, 38);"],["117","συνεπαινούντων δὲ καὶ συνευφημούντων, ἀπιδὼν εἰς τὸν παρεστῶτα \" ἐγγὺς \" εἶπεν „ἐστὶν ὃν παραινεῖς ἀναζητεῖν, οὐ μακρὰν ἀφέστηκεν ὁ φρόνιμος καὶ συνετός, ὃν ἔδει κατὰ τὰς σὰς ὑφηγήσεις σκοπεῖν, αὐτὸς ὢν τυγχάνεις· οὐ γὰρ ἄνευ θεοῦ ταῦτ’ ἀποφθέγγεσθαί μοι δοκεῖς. ἴθι δὴ καὶ παραλάμβανε τήν τ’ ἐπιμέλειαν τῆς ἐμῆς οἰκίας καὶ τὴν Αἰγύπτου πάσης ἐπιτροπήν."],["118","εὐχέρειαν δ’ οὐδείς μου καταγνώσεται μὴ φιλαυτίᾳ χρωμένου, πάθει δυσιάτῳ· αἵ τε γὰρ μεγάλαι τῶν φύσεων χρόνοις οὐ δοκιμάζονται μακροῖς, ὄγκῳ δυνάμεως βιαζόμεναι φθάνειν εἰς ἀποδοχὴν αὑτῶν ἀνυπέρθετον, τά τε πράγματα μέλλησιν καὶ διατριβὴν οὐκ ἀνέχεται, τῶν καιρῶν ἐπειγόντων εἰς τὰς ἀναγκαίας παρασκευάς. “"],["119","εἶτ’ αὐτὸν καθίστησι τῆς βασιλείας διάδοχον, μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, βασιλέα, τὸ μὲν ὄνομα τῆς ἀρχῆς ὑπολειπόμενος αὑτῷ, τῆς δ’ ἐν ἔργοις ἡγεμονίας ἐκστὰς ἐκείνῳ καὶ τἄλλα πράττων ὅσα ἐπὶ τιμῇ"],["120","τοῦ νεανίου. δίδωσιν οὖν αὐτῷ σφραγῖδα βασιλικὴν καὶ ἱερὰν ἐσθῆτα καὶ κύκλον χρυσοῦν περιδέραιον καὶ ἐπὶ δευτερεῖον τῶν ἁρμάτων ἀναβιβάσας κελεύει περιελθεῖν τὴν πόλιν, προερχομένου κήρυκος καὶ δηλοῦντος τοῖς ἀγνοοῦσι τὴν χειροτονίαν."],["121","μετονομάζει δ’ αὐτὸν ἀπὸ τῆς ὀνειροκριτικῆς ἐγχωρίῳ γλώττῃ προσαγορεύσας καὶ ἐγγυᾷ πρὸς γάμον αὐτῷ τὴν ἐπιφανεστάτην τῶν κατ’ Αἴγυπτον ἱερέως Ἡλίου θυγατέρα. ταῦτ’ ἐγένετο, περὶ ἔτη γεγονότος ἤδη τριάκοντα."],["122","τοιαῦτα τῶν εὐσεβῶν τὰ τέλη· κἂν γὰρ κλιθῶσιν, οὐκ εἰς ἅπαν πίπτουσιν, ἀλλὰ διαναστάντες ὀρθοῦνται παγίως καὶ βεβαίως, ὡς μηκέθ’ ὑποσκελισθῆναι."],["123","τίς γὰρ ἂν προσεδόκησε μιᾷ ἡμέρᾳ τὸν αὐτὸν ἀντὶ μὲν δούλου δεσπότην, ἀντὶ δὲ δεσμώτου πάντων ἀξιονικότατον, καὶ τὸν ὑποδιάκονον εἱρκτοφύλακος ὕπαρχον βασιλέως ἔσεσθαι καὶ ἀντὶ τῆς εἱρκτῆς τὰ βασίλεια οἰκήσειν, τὰ πρῶτα τῶν ἐπὶ τιμαῖς φερόμενον ἀντὶ τῶν εἰς ἀτιμίαν ἐσχάτων. ἀλλ’ ὅμως καὶ γέγονε ταῦτα καὶ γενήσεται πολλάκις, ὅταν δοκῇ τῷ θεῷ·"],["124","μόνον ἐντυφέσθω τι καλοκἀγαθίας ἐμπύρευμα ταῖς ψυχαῖς, ὅπερ ἀναγκαῖόν ποτε ῥιπιζόμενον ἐκλάμψαι."],["125","Ἐπεὶ δὲ πρόκειται μετὰ τὴν ῥητὴν ἀπόδοσιν καὶ τὴν τροπικωτέραν ἐξετάζειν, λεκτέον ἃ χρὴ καὶ περὶ αὐτῆς. ἴσως μὲν οὖν γελάσονταί τινες τῶν εἰκαιοτέρων ἀκούσαντες· ἐγὼ δ’ ἐρῶ μηδὲν ὑποστειλάμενος, ὅτι ὁ πολιτικὸς πάντως ὀνειροκριτικός ἐστιν, οὐχὶ τῶν βωμολόχων οὐδὲ τῶν ἐναδολεσχούντων καὶ ἐνσοφιστευόντων ἐπὶ μισθῷ καὶ τὴν τῶν καθ’ ὕπνον φαντασιῶν διάκρισιν ἀργυρισμοῦ πρόβλημα πεποιημένων, ἀλλὰ τὸν κοινὸν καὶ πάνδημον καὶ μέγαν ὄνειρον οὐ κοιμωμένων μόνον ἀλλὰ καὶ ἐγρηγορότων εἰωθὼς ἀκριβοῦν."],["126","ὁ δὲ ὄνειρος οὗτος, ὡς ἀψευδέστατα φάναι, ὁ τῶν ἀνθρώπων ἐστὶ βίος· ὡς γὰρ ἐν ταῖς καθ’ ὕπνον φαντασίαις βλέποντες οὐ βλέπομεν καὶ ἀκούοντες οὐκ ἀκούομεν καὶ γευόμενοι ἢ ἁπτόμενοι οὔτε γευόμεθα οὔτε ἁπτόμεθα λέγοντές τε οὐ λέγομεν καὶ περιπατοῦντες οὐ περιπατοῦμεν καὶ ταῖς ἄλλαις κινήσεσι καὶ σχέσεσι χρῆσθαι δοκοῦντες οὐδεμιᾷ τὸ παράπαν χρώμεθα— κεναὶ δ’ εἰσὶ τῆς διανοίας πρὸς οὐδὲν ὑποκείμενον ἀληθείᾳ μόνον ἀναζωγραφούσης καὶ ἀνειδωλοποιούσης τὰ μὴ ὄντα ὡς ὄντα—, οὕτω καὶ τῶν παρ’ ἡμῖν ἐγρηγορότων αἱ φαντασίαι τοῖς ἐνυπνίοις ἐοίκασιν· ἦλθον, ἀπῆλθον, ἐφάνησαν, ἀπεπήδησαν, πρὶν καταληφθῆναι βεβαίως ἀπέπτησαν."],["127","ἐρευνησάτω δ’ ἕκαστος αὑτὸν καὶ τὸν ἔλεγχον οἴκοθεν ἄνευ τῶν παρ’ ἐμοῦ πίστεων εἴσεται, καὶ μάλιστ’ εἴ τις πρεσβύτερος ἤδη γεγονὼς τυγχάνοι· οὗτος ἦν ὁ ποτὲ βρέφος καὶ μετὰ ταῦτα παῖς, εἶτ’ ἔφηβος, εἶτα μειράκιον, καὶ νεανίας αὖθις, εἶτ’ ἀνήρ, καὶ γέρων ὕστατον."],["128","ἀλλὰ ποῦ πάντ’ ἐκεῖνα; οὐκ ἐν μὲν παιδὶ τὸ βρέφος ὑπεξῆλθεν, ὁ δὲ παῖς ἐν παρήβῳ, ὁ δ’ ἔφηβος ἐν μειρακίῳ, τὸ δὲ μειράκιον ἐν νεανίᾳ, ἐν ἀνδρὶ δ’ ὁ νεανίας, ἀνὴρ δ’ ἐν γέροντι, γήρᾳ δ’ ἕπεται τελευτή;"],["129","τάχα μέντοι τάχα καὶ τῶν ἡλικιῶν ἑκάστη παραχωροῦσα τοῦ κράτους τῇ μεθ’ ἑαυτὴν προαποθνῄσκει, τῆς φύσεως ἡμᾶς ἀναδιδασκούσης ἡσυχῇ μὴ δεδιέναι τὸν ἐπὶ πᾶσι θάνατον, ἐπειδὴ τοὺς προτέρους εὐμαρῶς ἠνέγκαμεν, τὸν βρέφους, τὸν παιδός, τὸν ἐφήβου, τὸν μειρακίου, τὸν νεανίου, τὸν"],["130","ἀνδρός, ὧν οὐδεὶς ἔτ’ ἐστὶ γήρως ἐπιστάντος. τὰ δ’ ἄλλα ὅσα περὶ τὸ σῶμα οὐκ ἐνύπνια; οὐ κάλλος μὲν ἐφήμερον, πρὶν ἀνθῆσαι μαραινόμενον; ὑγεία δὲ ἀβέβαιον διὰ τὰς ἐφέδρους ἀσθενείας; ἰσχὺς δ’ εὐάλωτον νόσοις ἐκ μυρίων προφάσεων; ἥ τ’ ἀκρίβεια τῶν αἰσθήσεων οὐ παγία ῥεύματος ἐνστάσει βραχέος ἀνατρέπεται."],["131","τὴν δὲ τῶν ἐκτὸς ἀσάφειαν τίς οὐκ οἶδε; μιᾷ ἡμέρᾳ πλοῦτοι μεγάλοι πολλάκις ἀπερρύησαν· τὰ πρωτεῖα τῶν ἐν ταῖς ἀνωτάτω τιμαῖς ἐνεγκάμενοι μυρίοι πρὸς ἠμελημένων καὶ ἀφανῶν ἀδοξίαν μετέβαλον· ἀρχαὶ βασιλέων αἱ μέγισται καθῃρέθησαν βραχείᾳ καιροῦ ῥοπῇ."],["132","ἐγγυᾶταί μου τὸν λόγον Διονύσιος ὁ ἐν Κορίνθῳ, ὃς Σικελίας μὲν τύραννος ἦν, ἐκπεσὼν δὲ τῆς ἡγεμονίας εἰς Κόρινθον καταφεύγει καὶ γραμματιστὴς ὁ τοσοῦτος ἡγεμὼν γίνεται."],["133","συνεγγυᾶται καὶ Κροῖσος ὁ Λυδίας βασιλεύς, πλουσιώτατος βασιλέων, ὃς ἐλπίσας τὴν Περσῶν καθελεῖν ἀρχὴν οὐ μόνον τὴν οἰκείαν προσαπέβαλεν, ἀλλὰ καὶ ζωγρηθεὶς ἐμέλλησε καταπίμπρασθαι."],["134","μάρτυρες τῶν ἐνυπνίων οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ πόλεις, ἔθνη, χῶραι, ἡ Ἑλλάς, ἡ βάρβαρος, ἠπειρῶται, νησιῶται, ἡ Εὐρώπη, ἡ Ἀσία, δύσις, ἀνατολή· μεμένηκε γὰρ οὐδὲν οὐδαμοῦ τὸ παράπαν ἐν ὁμοίῳ, τροπαῖς δὲ καὶ μεταβολαῖς ἐχρήσατο πάντα διὰ πάντων."],["135","Αἴγυπτός ποτε πολλῶν ἐθνῶν ἡγεμονίαν εἶχεν, ἀλλὰ νῦν ἐστι δούλη. Μακεδόνες οὕτως ἐπὶ καιρῶν ἤκμασαν, ὡς ἁπάσης ἀνάψασθαι τῆς οἰκουμένης τὸ κράτος, ἀλλὰ νῦν τοῖς ἐκλογεῦσι τῶν χρημάτων τοὺς ἐπιταχθέντας ὑπὸ τῶν κυρίων δασμοὺς ἐτησίους εἰσφέρουσι."],["136","ποῦ δὲ ἡ τῶν Πτολεμαίων οἰκία καὶ ἡ καθ’ ἕκαστον τῶν διαδόχων ἐπιφάνεια μέχρι γῆς καὶ θαλάττης περάτων ἐκλάμψασα; ποῦ δ’ αἱ τῶν αὐτονόμων ἐθνῶν καὶ πόλεων ἐλευθερίαι; ποῦ δ’ ἔμπαλιν αἱ δουλεῖαι τῶν ὑπηκόων; οὐ Πέρσαι μὲν Παρθυαίων ἐπεκράτουν, νυνὶ δὲ Περσῶν Παρθυαῖοι διὰ τὰς τῶν ἀνθρωπείων πραγμάτων στροφὰς καὶ τὰς ἄνω καὶ κάτω πεττείας καὶ μεταθέσεις αὐτῶν;"],["137","ἀναπλάττουσιν ἔνιοι μακράς τινας καὶ ἀπεράτους εὐτυχίας ἑαυτοῖς, αἱ δ’ ἀρχαὶ μεγάλων κακῶν εἰσι· καὶ σπεύδοντες ὡς ἐπ’ ἀγαθῶν κληρονομίαν εὑρίσκουσι δεινὰς κακοπραγίας, καὶ τοὐναντίον κακὸν προσδοκήσαντες ἀγαθοῖς ἐνέτυχον."],["138","ἀθληταὶ δυνάμεσι καὶ ῥώμαις καὶ εὐεξίαις σωμάτων μέγα φρονοῦντες, ἀνενδοίαστον νίκην ἐλπίσαντες, ἐξαγώνιοι πολλάκις ἐγένοντο μὴ δοκιμασθέντες ἢ καταστάντες εἰς τὸν ἀγῶνα ἡττήθησαν, οἱ δ’ ἀπογνόντες καὶ δευτερείων ἐφίξεσθαι τὰ πρῶτα τῶν ἄθλων στεφανηφοροῦντες ἤραντο."],["139","θέρους ἀναχθέντες τινὲς— ὁ γὰρ καιρὸς εὐπλοίας— ἐναυάγησαν, ἕτεροι δὲ χειμῶνος ἀνατραπήσεσθαι προσδοκῶντες ἀκινδύνως ἄχρι λιμένων παρεπέμφθησαν. ὡς ἐφ’ ὁμολογούμενα κέρδη συντείνουσιν ἔνιοι τῶν ἐμπόρων ἀγνοοῦντες τὰς ἐφέδρους ζημίας, ἔμπαλιν λογιζόμενοι βλαβήσεσθαι μεγάλων ἀπέλαυσαν ὠφελειῶν."],["140","οὕτως ἄδηλοι μὲν αἱ τύχαι πρὸς ἑκάτερα, τὰ δ’ ἀνθρώπεια ὡς ἐπὶ ζυγοῦ ταλαντεύεται βάρεσιν ἀνίσοις ἐπικουφιζόμενα καὶ καθέλκοντα· δεινὴ δ’ ἀσάφεια καὶ πολὺ σκότος κατακέχυται τῶν πραγμάτων· ὡς δ’ ἐν βαθεῖ ὕπνῳ πλαζόμεθα μηδὲν ἐμπεριελθεῖν ἀκριβείᾳ λογισμοῦ δυνάμενοι μηδ’ εὐτόνως καὶ παγίως ἐπιδράξασθαί τινος, σκιαῖς γὰρ ἔοικε καὶ φάσμασι."],["141","καὶ ὥσπερ ἐν ταῖς πομπαῖς τὰ πρῶτα παρέρχεται φεύγοντα τὰς ὄψεις κἀν τοῖς χειμάρροις τὸ φερόμενον ῥεῦμα φθάνει παραδραμὸν ὀξύτητι τάχους τὴν κατάληψιν, οὕτω καὶ τὰ ἐν τῷ βίῳ πράγματα φερόμενα καὶ παρεξιόντα φαντάζεται μὲν ὡς ὑπομένοντα, μένει δ’ οὐδ’ ἐπ’ ἀκαρές, ἀλλ’ ἀεὶ ὑποσύρεται."],["142","καὶ οἱ ἐγρηγορότες, ὅσα γε πρὸς τὸ ἐν ταῖς καταλήψεσιν ἀβέβαιον οὐδὲν τῶν κοιμωμένων διαφέροντες, ἀπατῶντες ἑαυτοὺς ἱκανοὶ νομίζουσιν εἶναι τὰς φύσεις τῶν πραγμάτων ἀπλανέσι λογισμοῖς ὁρᾶν· οἷς ἑκάστη τῶν αἰσθήσεων εἰς ἐπιστήμην ἐμπόδιος, δεκαζομένη θεάμασιν, ἀκούσμασι, χυλῶν ποιότησιν, ἀτμῶν ἰδιότησι, πρὸς ἅπερ ἀποκλίνουσα συνεφέλκεται καὶ τὴν ὅλην ψυχὴν οὐκ ἐῶσα ὀρθοῦσθαι καὶ ἀπταίστως οἷα διὰ λεωφόρων ὁδῶν προέρχεσθαι· τὸ δ’ ὑψηλοτάπεινον καὶ μεγαλόμικρον καὶ πᾶν ὅσον ἀνισότητι καὶ ἀνωμαλίᾳ συγγενὲς ἀπεργάζεται καὶ σκοτοδινιᾶν"],["143","ἀναγκάζει καὶ πολὺν ἐμποιεῖ ἴλιγγον. τοσαύτης οὖν ταραχῆς καὶ ἀταξίας ἔτι δὲ ἀσαφείας γέμοντος τοῦ βίου, παρελθόντα δεῖ τὸν πολιτικὸν ὥσπερ τινὰ σοφὸν τὴν ὀνειροκριτικὴν τὰ μεθημερινὰ ἐνύπνια καὶ φάσματα τῶν ἐγρηγορέναι δοκούντων διακρίνειν εἰκόσι στοχασμοῖς καὶ εὐλόγοις πιθανότησι περὶ ἑκάστου ἀναδιδάσκοντα, ὅτι τοῦτο καλόν, ἐκεῖνο αἰσχρόν, τοῦτο ἀγαθόν, κακὸν ἐκεῖνο, τουτὶ δίκαιον, ἄδικον τοὐναντίον, καὶ τἄλλα ταύτῃ, τὸ φρόνιμον, τὸ ἀνδρεῖον, τὸ εὐσεβές, τὸ ὅσιον, τὸ συμφέρον, τὸ ὠφέλιμον, καὶ πάλιν τὸ ἀνωφελές, τὸ ἀλόγιστον, τὸ ἀγεννές, τὸ ἀσεβές, τὸ ἀνόσιον, τὸ ἀσύμφορον, τὸ βλαβερόν, τὸ φίλαυτον."],["144","καὶ ἔτι πρὸς τούτοις ἀλλότριον τοῦτο, μὴ ἐπιθύμει· ἴδιον τοῦτο, χρῶ μὴ παραχρώμενος· περιουσιάζεις, μεταδίδου· πλούτου γὰρ τὸ κάλλος οὐκ ἐν βαλαντίοις, ἀλλ’ ἐν τῇ τῶν χρῃζόντων ἐπικουρίᾳ· ὀλίγα κέκτησαι, μὴ φθόνει τοῖς ἔχουσι· πένητα γὰρ βάσκανον οὐδεὶς ἂν ἐλεήσαι· εὐδοξεῖς καὶ τετίμησαι, μὴ καταλαζονεύου· ταπεινὸς εἶ ταῖς τύχαις, ἀλλὰ τὸ φρόνημα μὴ καταπιπτέτω· πάντα σοι κατὰ νοῦν χωρεῖ, μεταβολὴν εὐλαβοῦ· πταίεις πολλάκις, χρηστὰ ἔλπιζε· πρὸς γὰρ τἀναντία τῶν ἀνθρώπων αἱ τροπαί."],["145","σελήνη μὲν γὰρ καὶ ἥλιος καὶ ὁ σύμπας οὐρανὸς σαφεῖς καὶ ἀριδήλους ἔχει τὰς τρανότητας, ἅτε πάντων τῶν κατ’ αὐτὸν ὁμοίων μενόντων καὶ τοῖς τῆς ἀληθείας αὐτῆς μετρουμένων κανόσιν ἐν τάξεσιν ἐναρμονίοις καὶ συμφωνιῶν ταῖς ἀρίσταις, τὰ δ’ ἐπίγεια πολλῆς ἀταξίας γέμοντα καὶ ταραχῆς ἀσύμφωνα καὶ ἀνάρμοστα, ὡς κυριώτατα φάναι, ὅτι ταῦτα μὲν βαθὺ σκότος κατείληφεν, ἐκεῖνα δ’ ἐμφέρεται τηλαυγεστάτῳ φωτί, μᾶλλον δ’ αὐτὸ φῶς ἐστιν εἱλικρινέστατον καὶ καθαρώτατον."],["146","εἰ γοῦν βουληθείη διακύπτειν εἴσω τις τῶν πραγμάτων, εὑρήσει τὸν οὐρανὸν ἡμέραν αἰώνιον, νυκτὸς καὶ πάσης σκιᾶς ἀμέτοχον, ἅτε περιλαμπόμενον ἀσβέστοις καὶ ἀκηράτοις ἀδιαστάτως φέγγεσιν."],["147","ὅσῳ τε διαφέρουσιν οἱ παρ’ ἡμῖν ἐγρηγορότες τῶν κοιμωμένων, τοσούτῳ καὶ ἐν ἅπαντι τῷ κόσμῳ τὰ οὐράνια τῶν ἐπιγείων, τὰ μὲν ἐγρηγόρσει χρώμενα ἀκοιμήτῳ διὰ τὰς ἀπλανεῖς καὶ ἀπταίστους καὶ ἐν ἅπασι κατορθούσας ἐνεργείας, τὰ δ’ ὕπνῳ κατεχόμενα, κἂν εἰ πρὸς βραχὺ διανασταίη, πάλιν καθελκόμενα καὶ καταδαρθάνοντα διὰ τὸ μηδὲν εὐθυτενῶς δύνασθαι τῇ ψυχῇ βλέπειν, ἀλλὰ πλάζεσθαι καὶ περιπταίειν· ἐπισκοτεῖται γὰρ ψευδέσι δόξαις, ὑφ’ ὧν ὀνειρώττειν ἀναγκαζόμενα καὶ τῶν πραγμάτων ὑστερίζοντα"],["148","οὐδὲν παγίως καὶ βεβαίως ἱκανὰ καταλαμβάνειν ἐστί. συμβολικῶς μέντοι καὶ ἐπὶ τὸ δευτερεῖον τῶν βασιλικῶν ἁρμάτων ἀναβαίνειν λέγεται δι’ αἰτίαν τοιάνδε· ὁ πολιτικὸς τὰ δευτερεῖα φέρεται βασιλέως· οὔτε γὰρ ἰδιώτης ἐστὶν οὔτε βασιλεύς, ἀλλ’ ἀμφοῖν μεθόριος, ἰδιώτου μὲν ὢν κρείττων, ἐλάττων δ’ εἰς ἀρχὴν αὐτεξούσιον βασιλέως, τῷ δήμῳ βασιλεῖ χρώμενος, ὑπὲρ οὗ πάντα πράττειν προῄρηται καθαρᾷ καὶ ἀδολωτάτῃ πίστει."],["149","φέρεται δὲ ὡς ἐφ’ ἁρματείου δίφρου μετέωρος ὑπό τε τῶν πραγμάτων καὶ τῶν ὄχλων εἰς ὕψος αἰρόμενος, καὶ μάλισθ’ ὅταν κατὰ νοῦν ἕκαστα μικρὰ καὶ μεγάλα χωρῇ, μηδενὸς ἀντιπνέοντος μηδ’ ἀντιστατοῦντος, ἀλλ’ ὡς ἐν εὐπλοίᾳ πάντων σωτηρίως ὑπὸ θεοῦ κυβερνωμένων. ὅν τε δίδωσιν ὁ βασιλεὺς δακτύλιον, ἐναργέστατον δεῖγμα πίστεώς ἐστιν, ἣν πεπίστευκεν ὅ τε βασιλεὺς δῆμος τῷ πολιτικῷ καὶ ὁ πολιτικὸς τῷ βασιλεύοντι δήμῳ."],["150","ὁ δὲ περὶ τὸν τράχηλον χρυσοῦς κύκλος εὐδοξίαν ὁμοῦ καὶ κόλασιν ἔοικεν ὑποσημαίνειν· ἕως μὲν γὰρ τὰ κατὰ τὴν πολιτείαν εὐοδεῖ πράγματα αὐτῷ, γαῦρός ἐστι καὶ σεμνὸς ὑπὸ τῶν ὄχλων τιμώμενος· ἐπειδὰν δὲ πταῖσμα συμβῇ, μὴ κατὰ προαίρεσιν— τοῦτο γὰρ ὑπαίτιον—, ἀλλὰ τυχηρόν, ὅπερ ἐστὶ συγγνωστόν, οὐδὲν ἧττον ἕλκεται κάτω διὰ τοῦ περιαυχενίου κόσμου καὶ ταπεινοῦται, μόνον οὐκ ἐπιλέγοντος τοῦ δεσπότου· „τὸν περιαυχένιον τοῦτον κύκλον ἐδωρησάμην σοι καὶ κόσμον κατορθουμένων τῶν ἐμῶν καὶ ἀγχόνην ἀποτυγχανομένων. “"],["151","Ἤκουσα μέντοι καθ’ ἑτέραν ἰδέαν τροπικώτερον τὰ περὶ τὸν τόπον ἀκριβούντων. ἦν δὲ τοιάδε· τὸν βασιλέα τῆς Αἰγύπτου τὸν ἡμέτερον νοῦν ἔλεγον εἶναι, τὸν τῆς καθ’ ἕκαστον σωματικῆς χώρας ἡγεμόνα, ὃς οἷα βασιλεὺς ἀνῆπται τὸ κράτος."],["152","ᾧ γενομένῳ φιλοσωμάτῳ τρία τὰ πλείστης ἀξιούμενα σπουδῆς διαπονεῖται, σιτία καὶ ὄψα καὶ ποτά, παρὸ καὶ τρισὶ χρῆται τοῖς τῶν λεγομένων ἐπιμεληταῖς, ἀρχισιτοποιῷ καὶ ἀρχιοινοχόῳ καὶ ἀρχιμαγείρῳ· πρυτανεύει γὰρ ὁ μὲν τὰ περὶ ἐδωδήν, ὁ δὲ τὰ περὶ πόσιν, ὁ δ’ ἐπιτέτακται τοῖς περὶ αὐτὰ τὰ ὄψα ἡδύσμασιν."],["153","πάντες δέ εἰσιν εὐνοῦχοι, ἐπειδὴ ὁ φιλήδονος ἄγονός ἐστι τῶν ἀναγκαιοτάτων, σωφροσύνης, αἰδοῦς, ἐγκρατείας, δικαιοσύνης, ἁπάσης ἀρετῆς· οὐδὲν γὰρ οὕτως ἐχθρὸν ἄλλο ἄλλῳ, ὡς ἀρετῇ ἡδονή, δι’ ἣν ἀλογοῦσιν οἱ πολλοὶ ὧν μόνον ἄξιον πεφροντικέναι, ταῖς ἀκαθέκτοις ἐπιθυμίαις χαριζόμενοι καὶ οἷς ἂν προστάττωσιν εἴκοντες."],["154","ὁ μὲν οὖν ἀρχιμάγειρος οὔτ’ εἰς δεσμωτήριον ἀπάγεται οὔτε τινὶ περιπίπτει λύμῃ διὰ τὸ μὴ σφόδρα τῶν ἀναγκαίων εἶναι τὰς παραρτύσεις οὐχ ἡδονὰς οὔσας ἀλλ’ εὔσβεστα ἡδονῶν ὑπεκκαύματα, δύο δὲ τῶν περὶ τὴν ἄθλιον γαστέρα πραγματευομένων, ἀρχισιτοποιὸς καὶ ἀρχιοινοχόος, ἐπειδὴ τὰ συνεκτικώτατα τῶν εἰς τὸ ζῆν χρησίμων ἐστὶ βρῶσις καὶ πόσις, ὧν ἐπιμελείας μὲν ἀξιουμένων οἱ προεστῶτες εἰκότως ἐπαίνων τυγχάνουσιν, ὀλιγωρουμένων δὲ ὀργῆς καὶ κολάσεως ἀξιοῦνται."],["155","διαφορὰ δὲ κἀν ταῖς κολάσεσιν, ὅτι διάφορος ἡ χρεία, σιτίων μὲν ἀναγκαιοτάτη, οἴνου δὲ οὐ πάνυ χρησίμη· καὶ γὰρ ἀκράτου δίχα ζῶσιν ἄνθρωποι ναματιαίῳ ὕδατι ποτῷ χρώμενοι."],["156","δι’ ἣν αἰτίαν πρὸς μὲν τὸν ἀρχιοινοχόον γίνονται καταλλαγαὶ καὶ συμβάσεις ὡς ἂν ἁμαρτόντα περὶ τὸ ἔλαττον μέρος, ἀσύμβατα δὲ καὶ ἀκατάλλακτα τὰ πρὸς τὸν ἀρχισιτοποιόν ἐστιν ἄχρι θανάτου λαμβάνοντα τὴν ὀργὴν ὡς ἂν περὶ τὸ μέγιστον ἀδικήσαντα· τελευτὴ γὰρ ἕπεται σιτίων σπάνει· οὗ χάριν καὶ ὁ περὶ ταῦτ’ ἐξαμαρτὼν εἰκότως θνῄσκει κρεμασθείς, ὅμοιον κακὸν ᾧ διέθηκε παθών· καὶ γὰρ αὐτὸς ἀνεκρέμασε καὶ παρέτεινε τὸν πεινῶντα λιμῷ."],["157","Τοσαῦτα καὶ περὶ τούτου. ὁ μέντοι βασιλέως ὕπαρχος κατασταθεὶς καὶ τῆς Αἰγύπτου τὴν ἐπιμέλειαν καὶ προστασίαν λαβὼν ἐξῄει γνωρισθησόμενος ἅπασι τοῖς ἐγχωρίοις καὶ τοὺς λεγομένους νομοὺς ἐπιὼν κατὰ πόλεις πολὺν αὑτοῦ πόθον ἐνειργάζετο τοῖς ὁρῶσιν, οὐ μόνον ταῖς ὠφελείαις, ἃς ἑκάστοις παρεῖχεν, ἀλλὰ καὶ ταῖς περὶ τὴν ὄψιν τε καὶ τὴν ἄλλην ὁμιλίαν ἀλέκτοις καὶ ἐξαιρέτοις χάρισιν."],["158","ἐπεὶ δὲ κατὰ τὴν τῶν ὀνειράτων σύγκρισιν ἐνέστη προτέρα τῆς εὐθηνίας ἡ ἑπταετία, τὸ πέμπτον τῶν καρπῶν ἀνὰ πᾶν ἔτος συνάγων διά τε τῶν ὑπάρχων καὶ τῶν ἄλλων, οἳ πρὸς τὰς δημοσίας χρείας ὑπηρέτουν αὐτῷ, τοσαύτην ἤθροισε πληθὺν δραγμάτων, ὅσην οὐδείς πω πρότερον γενομένην ἐμέμνητο· πίστις δὲ σαφεστάτη τὸ μηδ’ ἀριθμηθῆναι δύνασθαι, καίτοι μυρία τινῶν πονηθέντων, οἷς ἐπιμελές, περιεργίᾳ διαριθμήσασθαι."],["159","διεξελθόντων δὲ τῶν ἑπτὰ ἐτῶν, ἐν οἷς εὐφόρησεν ἡ πεδιάς, ἀρχὴν ἐλάμβανεν ὁ λιμός, ὃν ἐπιβαίνοντα καὶ συναυξόμενον οὐκ ἐχώρησεν Αἴγυπτος· ἀναχεόμενος γὰρ καὶ τὰς ἑξῆς ἀεὶ πόλεις καὶ χώρας ἐπικαταλαμβάνων ἄχρι περάτων καὶ τῶν πρὸς ἕω καὶ τῶν πρὸς δυσμὰς ἔφθασε τὴν οἰκουμένην ἐν κύκλῳ πᾶσαν κατασχών."],["160","λέγεται γοῦν μηδέποτε κοινὴ νόσος κατασκῆψαι τοσαύτη, καθάπερ ἣν ἰατρῶν παῖδες ὀνομάζουσιν ἑρπῆνα· καὶ γὰρ αὕτη πᾶσι τοῖς μέρεσιν ἐπιφοιτῶσα τὴν κοινωνίαν τῶν ἡλκωμένων σωμάτων ὅλην δι’ ὅλων στοιχηδὸν πυρὸς τρόπον ἐπινέμεται."],["161","τοὺς οὖν ἀφ’ ἑκάστης δοκιμωτάτους αἱρούμενοι σιτώνας ἐξέπεμπον εἰς Αἴγυπτον· ἤδη γὰρ ἡ πρόνοια τοῦ νεανίσκου πανταχόσε διηγγέλλετο ταμιευσαμένου τροφὰς ἀφθόνους εἰς καιρὸν ἐνδείας."],["162","ὁ δὲ τὸ μὲν πρῶτον κελεύει ἀνοιχθῆναι τοὺς σωροὺς ἅπαντας, ὑπολαμβάνων εὐθυμοτέρους παρασκευάσειν τοὺς ἰδόντας καὶ τρόπον τινὰ τὰς ψυχὰς ἀναθρέψειν πρὸ τῶν σωμάτων ἐλπίσι χρησταῖς, ἔπειτα διὰ τῶν ἐπιτραπέντων τὰς σιταρχίας ἐπώλει τοῖς ἔχουσιν ὠνητικῶς, στοχαζόμενος τοῦ μέλλοντος ἀεὶ καὶ τὸ ἐπιὸν ὁρῶν τοῦ παρόντος ἀκριβέστερον."],["163","Ἐν δὲ τούτῳ καὶ ὁ πατήρ, ὑποσπανιζόντων ἤδη τῶν ἀναγκαίων, ἀγνοῶν τὴν τοῦ παιδὸς εὐτυχίαν ἐκπέμπει δέκα τῶν υἱῶν ἐπὶ σιτωνίαν τὸν νεώτατον οἴκοι κατασχών, ὃς ἦν ὁμομήτριος ἀδελφὸς τῷ βασιλέως ὑπάρχῳ."],["164","καὶ οἱ μὲν εἰς Αἴγυπτον ἐλθόντες ἐντυγχάνουσιν ὡς ἀλλοτρίῳ τἀδελφῷ καὶ τὴν περὶ αὐτὸν ἀξίωσιν καταπλαγέντες ἔθει παλαιῷ προσκυνοῦσιν, ἤδη καὶ τῶν ὀνειράτων αὐτοῦ λαμβανόντων βεβαίωσιν."],["165","ὁ δὲ τοὺς πεπρακότας θεασάμενος εὐθὺς ἐγνώρισεν ἅπαντας ὑπὸ μηδενὸς αὐτὸς γνωρισθεὶς τὸ παράπαν, μὴ βουληθέντος πω τοῦ θεοῦ τἀληθὲς ἀναφῆναι διά τινας ἀναγκαίας αἰτίας, ἃς τότε βέλτιον ἦν ἡσυχάζεσθαι, ἀλλ’ ἢ τὴν ὄψιν ἀλλάξαντος εἰς σεμνότερον εἶδος τοῦ τὴν χώραν ἐπιτραπέντος ἢ παρατρέψαντος τὰς ἀκριβεῖς καταλήψεις τῆς διανοίας τῶν ὁρώντων."],["166","εἶτ’ οὐχ ὥσπερ νέος καὶ τοσαύτης ἡγεμονίας διάδοχος ἀρχὴν τὴν μετὰ βασιλέα πρώτην ἀναψάμενος, εἰς ὃν ἀνατολαὶ καὶ δύσεις ἀπέβλεπον, ἡλικίας ἀκμῇ καὶ μεγέθει τῆς ἐξουσίας ἐπαρθείς, καιρὸν ἔχων ἀμύνης ἐμνησικάκησεν, ἀλλ’ ἐγκρατῶς τὸ πάθος ἐνεγκὼν καὶ ταμιευσάμενος αὑτοῦ τῇ ψυχῇ μετὰ πολλοῦ τοῦ προμηθοῦς ἐπεμόρφαζεν ἀλλοτρίωσιν καὶ βλέμμασι καὶ φωνῇ καὶ τοῖς ἄλλοις καθυποκρινόμενος τὸν δυσχεραίνοντα \" οὐδέν \" εἶπεν, \" ὦ οὗτοι, φρονεῖτε εἰρηνικόν, ἀλλά τις τῶν βασιλέως ἐχθρῶν κατασκόπους ὑμᾶς ἐξέπεμψεν, ᾧ κακὰς ὑπηρεσίας ὁμολογήσαντες ὑπηρετήσειν λήσεσθαι μὲν ᾠήθητε, λανθάνει δ’ οὐδὲν τῶν δρωμένων ἐπ’ ἐνέδρᾳ, κἂν βαθεῖ σκότῳ συσκιάζηται. \""],["167","πειρωμένων δ’ ἀπολογεῖσθαι καὶ διεξιόντων, ὡς ἐπ’ ἀγενήτοις κατηγοροῦνται, μήτε γὰρ παρὰ δυσμενῶν ἥκειν μήτ’ αὐτοὶ τοῖς ἐγχωρίοις ἀπέχθεσθαι μηδ’ ἂν ὑπομεῖναί ποτε τοιαύτην διακονίαν, εἶναι γὰρ τὰς φύσεις εἰρηνικοὶ καὶ μεμαθηκέναι σχεδὸν ἐξ ἔτι νηπίων παίδων τιμᾶν εὐστάθειαν παρ’ ὁσιωτάτῳ καὶ θεοφιλεστάτῳ πατρί, ᾧ δώδεκα γενομένων υἱῶν ἕνα μὲν τὸν νεώτατον οὐκ ἔχοντά πω ἡλικίαν ἀποδημίας οἴκοι καταμεῖναι, δέκα δὲ τοὺς ὁρωμένους ἡμᾶς ἐνταῦθα ὑπάρχειν, τὸν δὲ λοιπὸν ἐκποδὼν γεγενῆσθαι—, ταῦτ’ ἀκούσας ὡς ἐπὶ τεθνεῶτι ἑαυτῷ παρὰ τῶν ἀποδομένων τί τὴν ψυχὴν ἄρα ἐπεπόνθει;"],["168","καὶ γὰρ εἰ μὴ ἐξελάλησε τότε τὸ παραστὰν πάθος, ἀλλὰ τούτοις ὑποτυφομένῳ καὶ ζωπυρουμένῳ πάντως τὰ ἐντὸς ἐκαίετο, βαθεῖ δ’ ὅμως ἤθει φησὶν αὐτοῖς· „εἰ τῷ ὄντι μὴ κατασκεψόμενοι τὴν γῆν ἀφῖχθε, πρὸς πίστιν τὴν ἐμὴν ὑμεῖς μὲν ἐνταυθοῖ διατρίψατε βραχύν τινα χρόνον, ὁ δὲ νεώτατος ἀδελφὸς ὑμῶν ἀφικέσθω μετακληθεὶς ἐπιστολιμαίοις γράμμασιν."],["169","ἐὰν δ’ ἕνεκα τοῦ πατρὸς ἐπείγησθε ἀπιέναι φοβησομένου τάχα τὴν μακρὰν ὑμῶν διάζευξιν, οἱ μὲν ἄλλοι πάντες ἀπάρατε, καταμεινάτω δ’ εἷς ὁμηρεύσων, ἄχρις ἂν ἐπανέλθητε σὺν τῷ νεωτάτῳ· τιμωρία δὲ κατὰ τῶν μὴ πειθαρχούντων ἡ ἀνωτάτω προκείσεται θάνατος. “"],["170","καὶ ὁ μὲν τοιαῦτ’ ἀπειλήσας ὑποβλεπόμενος καὶ βαρείας ὀργῆς δείγματα παρασχὼν ὅσα τῷ δοκεῖν ἀπηλλάττετο· οἱ δὲ συννοίας καὶ κατηφείας γεμισθέντες ἐκάκιζον ἑαυτοὺς ἕνεκα τῆς πρὸς τὸν ἀδελφὸν ἐπιβουλῆς „ἐκεῖνο “λέγοντες „τἀδίκημα τῶν παρόντων ἐστὶ κακῶν αἴτιον, τῆς ἐφόρου δίκης τῶν ἀνθρωπείων πραγμάτων ἤδη τι μηχανωμένης καθ’ ἡμῶν· βραχὺν γὰρ ἡσυχάσασα χρόνον διανίσταται τὴν ἀμείλικτον καὶ ἀπαραίτητον αὑτῆς ἐπιδεικνυμένη φύσιν τοῖς ἀξίοις κολάσεως. πῶς γὰρ οὐκ ἄξιοι;"],["171","οἳ δεόμενον καὶ ποτνιώμενον τὸν ἀδελφὸν οἱ ἀνηλεεῖς ὑπερείδομεν οὐδὲν μὲν ἐξαμαρτόντα, φαντασίας δὲ τὰς καθ’ ὕπνον διὰ τὸ φιλοίκειον ὡς συνήθεσιν ἀνενεγκόντα, ὑπὲρ ὧν οἱ θηριωδέστατοι καὶ πάντων ἀγριώτατοι δυσχεραίνοντες ἡμεῖς οὐχ ὅσια— δεῖ γὰρ ἀψευδεῖν— εἰργασάμεθα."],["172","τοιγαροῦν καὶ ταῦτα καὶ ἔτι χείρω τούτων πείσεσθαι προσδοκῶμεν, οἵτινες μόνοι σχεδὸν ἐξ ἁπάντων ἀνθρώπων εὐπατρίδαι λεγόμενοι διὰ τὰς πατέρων καὶ πάππων καὶ προγόνων ὑπερβαλλούσας ἀρετὰς ᾐσχύναμεν τὴν συγγένειαν ἐπιφανὲς ὄνειδος κτήσασθαι σπουδάσαντες. “"],["173","ὁ δὲ πρεσβύτατος τῶν ἀδελφῶν, ὃς καὶ ἐν ἀρχῇ, συντιθεμένων τὴν ἐπιβουλήν, ἠναντιοῦτο, „ἐπὶ δὴ πεπραγμένοις “εἶπεν \" ἀνωφελεῖς αἱ μεταμέλειαι· παρεκάλουν, ἱκέτευον, ἐξετάζων ὅσον ἐστὶ τὸ ἀνοσιούργημα, μὴ θυμῷ χαρίζεσθαι· συναινεῖν δέον, ταῖς ἀβουλίαις ἑαυτῶν εἴξατε."],["174","τοιγαροῦν καρπούμεθα τῆς αὐθαδείας καὶ ἀσεβείας τἀπίχειρα· ζητεῖται μὲν ἡ ἐπ’ ἐκείνῳ τυρευθεῖσα ἐπιβουλή, ὁ δὲ ζητῶν οὐκ ἔστιν ἄνθρωπος,"],["175","ἀλλ’ ἢ θεὸς ἢ λόγος ἢ νόμος θεῖος. “ταῦτα δ’ ἤκουεν ὁ πραθεὶς ἀδελφὸς ἡσυχῇ διαλαλούντων, ἑρμηνέως μεταξὺ ὄντος· καὶ νικηθεὶς ὑπὸ τοῦ πάθους, μέλλων δακρύειν, ὡς μὴ γένοιτο καταφανής, ἀποστρέφεται καὶ προχέας θερμὰ καὶ ἐπάλληλα δάκρυα καὶ πρὸς ὀλίγον ἐπικουφισθείς, τὴν ὄψιν ἀπομαξάμενος, ἐπιστρέφει καὶ κελεύει τὸν ἡλικίᾳ δεύτερον τῶν ἀδελφῶν ἐν ὄψεσι ταῖς ἁπάντων δεθῆναι, τὸν αὐτῷ κατάλληλον— ὁ γὰρ ἐν πλείοσι δεύτερος τῷ παρεσχάτῳ κατάλληλος, ἐπεὶ καὶ τῷ τελευταίῳ ὁ πρῶτος—·"],["176","ἴσως μέντοι καὶ διότι τὴν πλείστην μοῖραν ἔδοξε τῶν ἁμαρτηθέντων εἰσενεγκεῖν μόνον οὐ συνταγματαρχῶν καὶ τοὺς ἄλλους ἀλείφων ἐπὶ δυσμένειαν· εἰ γὰρ συνετάχθη τῷ πρεσβυτάτῳ χρηστὰ καὶ φιλάνθρωπα βουλευομένῳ, νεώτερος μὲν ἐκείνου, τῶν δ’ ἄλλων πρεσβύτερος ὤν, ἴσως ἂν ἴσως ἐπεσχέθη τἀδίκημα, τῶν τὴν ἀνωτάτω τάξιν καὶ τιμὴν ἐχόντων συμπνεόντων καὶ ὁμογνωμονούντων περὶ πράγματος, ὃ καὶ καθ’ αὑτὸ πολλὴν ῥοπὴν συνεφείλκετο·"],["177","νυνὶ δ’ ἀποστὰς τῆς ἡμέρου καὶ ἀμείνονος τάξεως πρὸς τὴν ἀνήμερον καὶ χαλεπὴν ηὐτομόλησε καὶ ταύτης ἀποδειχθεὶς ἡγεμὼν οὕτως ἐθάρσυνε τοὺς συνεφαπτομένους τοῦ παρανομήματος, ὡς ἀνενδότως τὸν ἐπίληπτον ἆθλον διαθλῆσαι. διὰ ταῦτ’ ἐξ ἁπάντων μόνος οὗτος δεθῆναί μοι δοκεῖ."],["178","οἱ δ’ ἄλλοι τὴν οἴκαδε ἐπάνοδον ἤδη παρευτρεπίζονται, κελεύσαντος τοῦ τῆς χώρας ἐπιτρόπου τοῖς πυροπωλοῦσι τὰ ἀγγεῖα τῶν ἀδελφῶν ὡς ξένων ἅπαντα πληρῶσαι καὶ ἣν ἔλαβον τιμὴν ἐπὶ τῶν στομίων λάθρα καταθεῖναι μὴ προειπόντας οἷς ἀπεδίδοσαν καὶ τρίτον τι προσεπιδαψιλεύεσθαι τροφάς, αἳ γένοιντ’ ἂν ἱκαναὶ κατὰ τὴν ὁδόν, ἐξαιρέτους ὑπὲρ τοῦ παραπεμφθῆναι τὴν σιτωνίαν ἀμείωτον."],["179","ὁδοιπορούντων δὲ καὶ τὸν ἐν δεσμοῖς ἀδελφὸν ὡς εἰκὸς οἰκτιζομένων, οὐχ ἧττον δ’ ἐπὶ τῷ πατρὶ κατηφούντων, εἰ πάλιν ἀκούσεται συμφορᾶς, καθ’ ἑκάστην ὁδὸν ἐλαττουμένης καὶ ἀποκειρομένης αὐτοῦ τῆς εὐπαιδίας, καὶ λεγόντων \" ἀλλ’ οὐδὲ πιστεύσει δεδέσθαι, πρόφασιν δ’ εἶναι τὰ δεσμὰ τελευτῆς ὑπολήψεται διὰ τὸ τοὺς ἅπαξ πληγέντας εἰς τὰ αὐτὰ προσπταίειν “, ἑσπέρα καταλαμβάνει καὶ τῶν ὑποζυγίων καθελόντες τὰ ἄχθη τὰ μὲν ἐπεκούφιζον, αὐτοὶ δὲ βαρυτέρας ταῖς ψυχαῖς φροντίδας ἐδέχοντο· φιλεῖ γὰρ ἐν ταῖς ἀναπαύλαις τῶν σωμάτων ἐναργεστέρας τῶν ἀβουλήτων ἡ διάνοια λαμβάνουσα φαντασίας χαλεπῶς ἄγαν θλίβεσθαι καὶ πιέζεσθαι."],["180","λύσας δέ τις ἓν ἀγγεῖον ὁρᾷ παρὰ τῷ στομίῳ βαλάντιον ὑπόμεστον ἀργυρίου καὶ διαριθμησάμενος εὕρισκεν ὅσην τοῦ σίτου καθῆκε τιμὴν ἀποδεδομένην αὑτῷ καὶ καταπλαγεὶς τοῖς ἀδελφοῖς ἀνέφερεν."],["181","οἱ δ’ οὐ χάριν ἀλλ’ ἐνέδραν ὑποτοπήσαντες ἠθύμουν καὶ βουλόμενοι πάντα τὰ ἀγγεῖα διερευνήσασθαι φόβῳ διώξεως ἄραντες ᾗ τάχιστα συνέτεινον καὶ μόνον οὐκ ἀπνευστὶ θέοντες πολυήμερον ὁδὸν ἐπιτεμόντες ἀνύουσιν."],["182","εἶτ’ ἀλλαχόθεν ἄλλοι τὸν πατέρα οὐκ ἀδακρυτὶ περιλαβόντες ἐφίλουν ἑκάστῳ περιπλεκόμενον καὶ περιχεόμενον ἐκθύμως, καίτοι τῆς ψυχῆς ἤδη τι μαντευομένης ἀβούλητον· καὶ γὰρ προσιόντας καὶ δεξιουμένους κατενόει καὶ τὸν ὑπολειφθέντα υἱὸν ὡς ὑστερηκότα τῆς βραδυτῆτος ᾐτιᾶτο καὶ πρὸς τὰς εἰσόδους ἀπέβλεπε σπεύδων τὸν ἀριθμὸν τῶν τέκνων πλήρη θεάσασθαι."],["183","μηδενὸς δ’ ἔξωθεν ἔτι προσεπιφοιτῶντος, διεπτοημένον ἰδόντες \" τῶν ἀβουλήτων “ἔφασαν, \" ὦ πάτερ, ἀνιαρότερος τῆς μαθήσεως ὁ ἐνδοιασμός ἐστι· μαθὼν μὲν γάρ τις ὁδὸν εὗρεν εἰς σωτηρίαν, ἡ δ’ ἀμφίβολος ἄγνοια δυσοδίας καὶ ἀπορίας αἴτιον· ἄκουε δὴ σφόδρα μὲν ἀνιαροῦ διηγήματος, ἀναγκαίου δὲ λεχθῆναι."],["184","ὁ συμπεμφθεὶς ἡμῖν ἀδελφὸς ἐπὶ σιτωνίαν καὶ μὴ ἐπανεληλυθὼς ζῇ μέν— δεῖ γὰρ τὸν ὡς ἐπὶ τεθνεῶτι ἀπαλλάξαι σου μείζονα φόβον—, ζῶν δ’ ἐν Αἰγύπτῳ καταμένει παρὰ τῷ τῆς χώρας ἐπιτρόπῳ, ὃς εἴτ’ ἐκ διαβολῆς εἴτε καὶ ὑποτοπήσας αὐτὸς αἰτίαν ἡμῖν ὡς κατασκόποις ἐπέφερεν."],["185","ἀπολογουμένων δὲ ὅσα ὁ καιρὸς καὶ περί τε σοῦ τοῦ πατρὸς διεξιόντων καὶ τῶν ἀπολειπομένων ἀδελφῶν, ἑνὸς μὲν τοῦ τεθνεῶτος, ἑτέρου δὲ τοῦ παρὰ σοὶ διατρίβοντος, ὃν ἔφαμεν ἔτι νέον ὄντα διὰ τὴν ἡλικίαν οἴκοι καταμεῖναι, πάντα ἀπαμπίσχοντες καὶ ἀπογυμνοῦντες τὰ τῆς συγγενείας εἰς τὸ ἀνύποπτον οὐδὲν ἠνύσαμεν, ἀλλ’ ἔφη μόνην ἂν αὐτῷ πίστιν ἀψευδοῦς ὁμολογίας γενέσθαι τὴν ὡς αὐτὸν ἄφιξιν τοῦ νεωτάτου παιδός, οὗ χάριν καὶ τὸν δεύτερον κατεσχηκέναι ῥύσιόν τε καὶ ἐνέχυρον ἐκείνου."],["186","τὸ μὲν οὖν ἐπίταγμα πάντων ἀνιαρότατον, ὁ δὲ καιρὸς αὐτὸ προστάττει μᾶλλον τοῦ κελεύοντος, ᾧ πειστέον ἐξ ἀνάγκης διὰ τἀπιτήδεια, μόνης Αἰγύπτου χορηγούσης αὐτὰ τοῖς λιμῷ πιεσθεῖσιν. “"],["187","ὁ δὲ βαρύτατον ἀναστενάξας „τίνα πρῶτον “εἶπεν \" ὀλοφύρωμαι; τὸν παρέσχατον, ὃς οὐ τελευταῖος ἀλλὰ πρῶτος ἔλαχε τὴν τῶν συμφορῶν τάξιν; ἢ τὸν δεύτερον, ὃς τὰ δευτερεῖα τῶν κακῶν ἤρατο, πρὸ θανάτου δεσμά; ἢ τὸν νεώτατον, ὃς ἀπευκταιοτάτην ὁδὸν ἀφίξεται, ἐὰν ἄρα ἀπίῃ, ταῖς τῶν ἀδελφῶν κακοπραγίαις οὐ σωφρονισθείς; ἐγὼ δὲ κατὰ μέλη καὶ μέρη διαρτώμενος— μέρη γὰρ τέκνα γονέων— εἰς ἀπαιδίαν κινδυνεύω περιελθεῖν ὁ πολύπαις καὶ εὔπαις ἄχρι πρὸ μικροῦ νομισθείς. “"],["188","ὁ δὲ πρεσβύτατος „εἰς ὁμηρείαν “ἔφη \" σοὶ δύο υἱοὺς δίδωμι, οὓς καὶ μόνους ἐγέννησα· τούτους ἀπόκτεινον, ἐὰν μὴ σῷον ἀποδῶ τὸν ἐγχειρισθησόμενον ἀδελφόν, ὃς ἀφικόμενος εἰς Αἴγυπτον δύο περιποιήσει τὰ μέγιστα ἡμῖν, ἓν μὲν πίστιν σαφῆ τοῦ μὴ κατασκόπους μηδὲ πολεμίους εἶναι, ἕτερον δὲ τὸ τὸν ἀδελφὸν τὸν ἐν δεσμοῖς ἀπολαβεῖν δυνηθῆναι. “"],["189","σφόδρα δ’ ἀχθομένου τοῦ πατρὸς καὶ λέγοντος ἀγνοεῖν, ὅτι δυεῖν ὄντων ὁμομητρίων ὁ μὲν ἤδη τέθνηκεν, ὁ δ’ ἔρημος καὶ μόνος ἀπολειφθεὶς εὐλαβήσεται τὴν ὁδὸν καὶ ζῶν προαποθανεῖται τῷ δέει κατὰ τὴν φοβερῶν ἐκείνων ὑπόμνησιν, ἃ συνέβη τὸν πρότερον παθεῖν, ταῦτα λέγοντος, τὸν εὐτολμότατον καὶ ἀρχικὸν φύσει καὶ δυνατὸν εἰπεῖν— ἦν δὲ καθ’ ἡλικίαν ἀπὸ τοῦ πρώτου τέταρτος— προστησάμενοι διερμηνεύειν ἔπεισαν τὰ δοκοῦντα πᾶσιν."],["190","ἐδόκει δὲ τῶν μὲν ἀναγκαίων ὑστεριζόντων— ὁ γὰρ κομισθεὶς πρότερος σῖτος ἐπιλελοίπει—, κρατοῦντος δὲ τοῦ λιμοῦ καὶ πιέζοντος, ὠνησομένους ἀπιέναι, μὴ βαδιεῖσθαι δὲ τοῦ νεωτάτου καταμένοντος· τὸν γὰρ τῆς χώρας ἐπίτροπον ἀπηγορευκέναι δίχα τούτου παραγενέσθαι. λογισάμενος δὲ ἅτε σοφὸς ἀνήρ,"],["191","ὡς ἔστιν ἄμεινον ἕνα προέσθαι τῷ τοῦ μέλλοντος ἀδήλῳ καὶ ἀμφιβόλῳ πρὸ τῆς ὁμολογουμένης τῶν τοσούτων ἀπωλείας, ἣν ὑπομενεῖ πᾶς οἶκος ἐνδείᾳ πιεσθείς, ἀνιάτῳ νόσῳ, φησὶν αὐτοῖς·"],["192","\" ἀλλ’ εἰ τῆς ἐμῆς βουλήσεως ἐπικρατέστερα τὰ τῆς ἀνάγκης ἐστίν, εἰκτέον· ἴσως γὰρ ἴσως ἡ φύσις οἰκονομεῖ τι βέλτιον, ὃ μήπω ταῖς διανοίαις ἡμῶν παραφαίνειν ἀξιοῖ."],["193","λαβόντες οὖν καὶ τὸν νεώτατον, ὡς προῄρησθε, ἄπιτε, μὴ μέντοι τὸν αὐτὸν ὃν καὶ πρόσθεν τρόπον· πάλαι μὲν γὰρ ἀργυρίου μόνον ἔδει πρὸς σιτωνίαν ἀγνοουμένοις ἀνθρώποις καὶ μηδέν πω πεπονθόσιν ἀνήκεστον, νυνὶ δὲ καὶ δώρων, τριῶν ἕνεκα, τῆς τε πρὸς τὸν ἡγεμόνα καὶ σιτάρχην ἀρεσκείας, ὑφ’ οὗ γνωρίζεσθαί φατε, καὶ τοῦ τὸν ἐν δεσμοῖς ἀπολαβεῖν θᾶττον πολλὰ καταθέντας αὐτοῦ λύτρα καὶ τοῦ τὴν ὑπόνοιαν τῆς κατασκοπῆς ὡς ἔνι μάλιστα ἰάσασθαι."],["194","πάντων οὖν ὅσων ἡ ἡμετέρα γῆ φέρει λαβόντες ὥσπερ τινὰς ἀπαρχὰς κομίζετε τῷ ἀνθρώπῳ καὶ δισσὸν ἀργύριον, τό τε ἀποδοθὲν πρότερον, ὃ ἴσως ἀγνοίᾳ τινὸς ἀπεδόθη, καὶ ἕτερον αὔταρκες εἰς σιτωνίαν."],["195","ἐπιφέρεσθε μέντοι καὶ τὰς ἡμετέρας εὐχάς, ἃς πρὸς τὸν σωτῆρα ποιούμεθα θεόν, ἵνα καὶ εὐάρεστοι τοῖς ἐγχωρίοις ξενιτεύοντες ἦτε καὶ ἐπανέρχησθε σῷοι τὰς ἀναγκαίας παρακαταθήκας, υἱούς, ἀποδιδόντες πατρί, τόν τε καταλειφθέντα πρότερον ἐν δεσμοῖς καὶ ὃν συνεπάγεσθε νυνὶ νεώτατον καὶ πραγμάτων ἄπειρον. “ἄραντες δὲ συνέτεινον εἰς Αἴγυπτον."],["196","Εἶτ’ ὀλίγαις ὕστερον ἡμέραις ἀφικομένους ἰδὼν ὁ τῆς χώρας ἐπίτροπος ἥσθη πάνυ καὶ κελεύει τῷ τῆς οἰκίας ἐπιμελουμένῳ πολυτελὲς ἄριστον εὐτρεπίζειν καὶ τοὺς ἄνδρας εἰσάγειν ἁλῶν καὶ τραπέζης μεθέξοντας."],["197","εἰσαχθέντες δὲ καὶ ἐφ’ ὅτῳ μὴ συναισθόμενοι διεπτόηντο καὶ συγχυθέντες ἐτόπαζον ἐπὶ κλοπῇ μέλλειν συκοφαντεῖσθαι ὡς ὑφελόμενοι τὴν τοῦ σίτου τιμήν, ἣν πρότερον ἐν τοῖς ἀγγείοις ἀνεῦρον· εἶτα τῷ τῆς οἰκίας ἐπιμελητῇ προσελθόντες ἀπελογοῦντο περὶ οὗ μηδεὶς ἐτόλμα κατηγορεῖν τὸ συνειδὸς ἰώμενοι καὶ ἅμα προφέροντες ἐπεδείκνυον τὸ ἀργύριον εἰς ἀπόδοσιν."],["198","ὁ δὲ χρηστοῖς καὶ φιλανθρώποις λόγοις εὐθυμοτέρους αὐτοὺς ἐποίει φάσκων· „οὐδεὶς ἀσεβής ἐστιν οὕτως, ὡς τὰς τοῦ θεοῦ χάριτας συκοφαντεῖν, ὃς ἵλεως εἴη· θησαυροὺς γὰρ ἐν τοῖς ὑμετέροις ὤμβρησεν ἀγγείοις οὐ μόνον τροφὰς ἀλλὰ καὶ πλοῦτον ἐξ ἑτοίμου διδούς. “"],["199","οἱ δὲ παρηγορηθέντες ἐν τάξει διετίθεσαν ἃ οἴκοθεν ἐπηνέγκαντο δῶρα καὶ παραγενομένῳ τῷ δεσπότῃ τῆς οἰκίας προσέφερον· πυνθανομένῳ δέ, πῶς ἔχοιεν καὶ εἰ ὁ πατὴρ ζῇ, περὶ οὗ πρόσθεν ἔλεγον, ἀποκρίνονται περὶ μὲν αὑτῶν οὐδέν, περὶ δὲ τοῦ πατρὸς ὅτι ζῇ"],["200","καὶ ὑγιαίνει. κατευξάμενος δ’ ἐκείνῳ καὶ θεοφιλέστατον προσειπών, τὸν ὁμομήτριον περιβλεψάμενος ἀδελφὸν ὡς εἶδεν, οὐ κατασχὼν ἀλλ’ ἤδη νικώμενος ὑπὸ τοῦ πάθους, πρὶν γενέσθαι καταφανής, ἐπιστρέφεται καὶ δραμὼν πρόφασιν ἐπί τι τῶν κατεπειγόντων— ἐκλαλῆσαι γὰρ τἀληθὲς καιρὸς οὐκ ἦν— ἐν μυχῷ τινι τῆς οἰκίας ἀνακλαυσάμενος"],["201","ἀποχεῖ τὴν τῶν δακρύων φοράν. εἶτ’ ἀπονιψάμενος λογισμῷ τῆς ἀνίας ἐπεκράτησε καὶ προσελθὼν εἱστία τοὺς ξένους ἀποδοὺς πρότερον καὶ τὸν ἀντὶ τοῦ νεωτάτου κατασχεθέντα εἰς ὁμηρείαν· συνειστιῶντο δὲ καὶ ἄλλοι τῶν παρ’ Αἰγυπτίοις δοκίμων."],["202","αἱ δ’ ὑποδοχαὶ κατὰ τὰ πάτρια ἑκάστοις ἐγίνοντο, χαλεπὸν ἡγουμένου παλαιοὺς νόμους παριδεῖν, καὶ ταῦτα ἐν εὐωχίᾳ τινί, ἔνθα τῶν ἀηδιῶν αἱ ἡδοναὶ πλείους."],["203","ἑξῆς δὲ προστάξαντος κατὰ τὰς ἡλικίας καθέζεσθαι, μήπω τῶν ἀνθρώπων ἐν ταῖς συμποτικαῖς συνουσίαις κατακλίσει χρωμένων, ἐθαύμαζον, εἰ Αἰγύπτιοι ζηλωταὶ τῶν αὐτῶν Ἑβραίοις εἰσὶ τάξεώς τε πεφροντικότες καὶ τὰς πρεσβυτέρων καὶ νεωτέρων τιμὰς διακρίνειν ἐπιστάμενοι."],["204","τάχα μέντοι καὶ τὸν ἄλλον χρόνον, ἔφασκον, τῆς χώρας ἀμαθέστερον τὰ περὶ δίαιταν ἀγούσης, ὁ ἀνὴρ οὗτος τοῖς κοινοῖς ἐπιστὰς οὐ μόνον τοῖς μεγάλοις πράγμασιν ἥρμοσεν εὐταξίαν, δι’ ὧν τὰ εἰρήνης καὶ πολέμου κατορθοῦσθαι πέφυκεν, ἀλλὰ καὶ τοῖς εὐτελεστέροις εἶναι δοκοῦσιν, ὧν τὰ πλεῖστα ἐν παιδιαῖς· ἱλαρότητα γὰρ ἐπιζητοῦσιν εὐωχίαι σεμνὸν ἄγαν καὶ αὐστηρὸν συμπότην ἥκιστα παραδεχόμεναι."],["205","τοιούτους ἐπαίνους ἠρέμα συνειρόντων, τράπεζαι μὲν οὐ σφόδρα πολυτελεῖς εἰσκομίζονται, διὰ τὸν λιμὸν οὐκ ἀξιώσαντος τοῦ ξενοδόχου ταῖς ἑτέρων ἀτυχίαις ἐντρυφᾶν· αὐτοὶ δ’ ἅτε σύνεσιν ἀκριβεῖς καὶ τοῦτ’ εἰς τὰ ἐγκώμια παρελάμβανον, ὡς ἀπειροκαλίαν, πρᾶγμα ἐπίφθονον, ἀπέστραπται, λέγοντες· ὡς καὶ τὸ τοῦ συναλγοῦντος τοῖς δεομένοις καὶ τὸ τοῦ ἑστιάτορος σχῆμα διασῴζει μεθόριον ἀμφοῖν τιθεὶς αὑτὸν καὶ τὴν ἐν ἑκατέρῳ μέμψιν ἐκφεύγων."],["206","αἱ μὲν οὖν παρασκευαὶ τὸ ἀμισὲς εἶχον πρόσφοροι τῷ καιρῷ γεγονυῖαι· τὸ δ’ ἐλλιπὲς ἀνεπλήρουν αἱ συνεχεῖς φιλοφροσύναι προπόσεσιν, εὐχαῖς, παραινέσεσι ταῖς εἰς ἀνάληψιν, ἃ τοῖς ἐλευθέροις καὶ μὴ ἀμούσοις τὸ ἦθος ἡδίω τῶν ὅσα περὶ ἐδωδὴν καὶ πόσιν εὐτρεπίζουσιν οἱ φιλεστιάτορες καὶ φιλόδειπνοι τὰ μηδεμιᾶς ἄξια σπουδῆς εἰς ὀλιγοφρόνων ἐπίδειξιν πομποστολοῦντες."],["207","Τῇ δ’ ὑστεραίᾳ ἅμα τῇ ἕῳ μεταπεμψάμενος τὸν ἐπίτροπον τῆς οἰκίας κελεύει τὰ ἀγγεῖα τῶν ἀνδρῶν ὅσα ἐπηνέγκαντο γεμίσαι σίτου καὶ πάλιν ἐπὶ τῶν στομίων τὴν τιμὴν ἐν βαλαντίοις καταθεῖναι, εἰς δὲ τὸ τοῦ νεωτάτου καὶ τὸ κάλλιστον τῶν ἀργυρῶν ἔκπωμα, ᾧ πίνειν ἔθος εἶχεν αὐτός."],["208","καὶ ὁ μὲν τὰ προσταχθέντα προθύμως ἐπετέλει μηδένα μάρτυρα παραλαμβάνων, οἱ δ’ οὐδὲν τῶν κρύφα γεγονότων εἰδότες ἀνεζεύγνυσαν ἐπὶ τοῖς παρ’ ἐλπίδας ἀγαθοῖς ἅπασι χαίροντες."],["209","ἃ μὲν γὰρ προσεδόκησαν, ταῦτα ἦν· ἐπὶ κλοπῇ τοῦ ἀποδοθέντος ἀργυρίου συκοφαντίαν ἕξειν, ἀδελφὸν τὸν ὁμηρεύοντα μὴ ἀπολήψεσθαι, προσαποβαλεῖν καὶ τὸν νεώτατον ἴσως ὑπὸ τοῦ σπουδάσαντος αὐτὸν ἀχθῆναι βίᾳ κατασχεθέντα."],["210","τὰ δ’ ἀποβάντα αἰσίων τελειότερα εὐχῶν· τὸ πρὸς τῷ μὴ συκοφαντηθῆναι τραπέζης καὶ ἁλῶν, ἃ σύμβολα γνησίου φιλίας ἀνθρώποις ἀνεύρηται, μεταλαχεῖν, τὸ κομίσασθαι τὸν ἀδελφὸν ἀνύβριστον, μηδενὸς ἐντυχόντος καὶ δεηθέντος, τὸ καὶ τὸν νεώτατον ἀγαγεῖν πρὸς τὸν πατέρα σῷον, ἐκπεφευγότας μὲν τὰς ἐπὶ κατασκόπων ὑπονοίας, ἄφθονον δὲ τροφῶν πλῆθος ἐπιφερομένους, χρηστὰ δὲ καὶ περὶ τοῦ μέλλοντος λογιζομένους· εἰ γὰρ ἐπιλίποι τἀπιτήδεια πολλάκις, ἔφασκον, οὐκέθ’ ὡς πρότερον περιδεεῖς ἀλλὰ γεγηθότες ὡς πρὸς ἴδιον ἀλλ’ οὐ ξένον τὸν τῆς χώρας ἐπίτροπον"],["211","ἀποδημήσομεν. ἀλλὰ γὰρ οὕτω διακειμένων καὶ τοιαῦτα ταῖς ψυχαῖς ἀναπολούντων, αἰφνίδιος καὶ ἀπροσδόκητος ταραχὴ καταλαμβάνει. προσταχθεὶς γὰρ ὁ τῆς οἰκίας ἐπιμελητής, ἐπαγόμενος θεραπόντων πλῆθος οὐκ ὀλίγον, κατασείων τὰς χεῖρας καὶ μένειν ὑποσημαίνων ἐβοηδρόμει."],["212","καὶ συντείνας ἄσθματος πλήρης \" ἐπεσφράγισθε \" εἶπε „καὶ τὰς προτέρας καθ’ αὑτῶν αἰτίας· ἀγαθὰ κακοῖς ἀμειψάμενοι πάλιν τὴν αὐτὴν ὁδὸν τῶν ἀδικημάτων ἐτράπεσθε· τὴν τοῦ σίτου τιμὴν ὑπεξελόμενοι καὶ μεῖζον ἔτι προσεξειργάσασθε· πονηρία γὰρ τυχοῦσα ἀμνηστίας ἐπιδίδωσι."],["213","τὸ κάλλιστον καὶ τιμιώτατον ἔκπωμα τοῦ δεσπότου, ἐν ᾧ προπόσεις προὔπινεν ὑμῖν, κεκλόφατε οἱ λίαν εὐχάριστοι, οἱ λίαν εἰρηνικοί, οἱ μηδ’ ὄνομα κατασκοπῆς εἰδότες, οἱ διττὸν ἀργύριον εἰς ἀπόδοσιν τοῦ προτέρου κεκομικότες, ἐνέδραν ὡς ἔοικε καὶ δέλεαρ ἐπὶ θήραν καὶ ἁρπαγὴν πλειόνων. ἀλλ’ οὐκ εἰς ἅπαν εὐοδεῖ κακία, λανθάνειν δ’ ἀεὶ τεχνάζουσα καταφωρᾶται. “"],["214","ταῦτα συνείροντος, ἀχανεῖς ἐπάγησαν, λύπης καὶ φόβου, τῶν ἀργαλεωτάτων κακῶν, ἐξαίφνης ἐπιπεσόντων, ὡς μηδὲ διᾶραι τὸ στόμα δύνασθαι· τῶν γὰρ ἀπροσδοκήτων κακῶν αἱ προσβολαὶ καὶ τοῖς δεινοῖς περὶ λόγους ἀφωνίαν ἐμποιοῦσι."],["215","παρειμένοι δ’ ὅμως ὑπὲρ τοῦ μὴ δοκεῖν ἁλισκόμενοι τῷ συνειδότι καθησυχάζειν \" πῶς \" ἔφασαν \" ἀπολογησόμεθα καὶ πρὸς τίνα; σὺ γὰρ μέλλεις ἔσεσθαι καὶ δικαστὴς ὁ κατήγορος, ὃς ὤφειλες καὶ ἑτέρων αἰτιωμένων ἡμῖν συναγορεύειν ἐξ ὧν ἐπειράθης· ἢ τὸ μὲν ἀργύριον τὸ εὑρεθὲν ἐν τοῖς ἀγγείοις πρότερον οὐδενὸς ἐλέγχοντος ἐκομίσαμεν ἀποδώσοντες, τοσαύτῃ δ’ ἐχρησάμεθα τῶν τρόπων μεταβολῇ, ὡς τὸν ξενοδόχον ἀμείψασθαι ζημίαις καὶ κλοπαῖς; ἀλλ’ οὔτε γέγονε τοῦτο μήτ’ εἰς νοῦν ἔλθοι ποτὲ τὸν ἡμέτερον."],["216","ὃς δ’ ἂν ἔχων ἁλῷ τὸ ἔκπωμα τῶν ἀδελφῶν, θνῃσκέτω· θανάτου γὰρ τἀδίκημα, εἰ γέγονεν ὄντως, τιμώμεθα διὰ πολλά· πρῶτον μὲν ὅτι πλεονεξία καὶ τὸ τῶν ἀλλοτρίων ἐπιθυμεῖν παρανομώτατον, δεύτερον ὅτι τοὺς ὠφεληκότας βλάπτειν ἐπιχειρεῖν ἀνοσιώτατον, τρίτον δὲ ὅτι τοὺς μέγα φρονοῦντας ἐπ’ εὐγενείᾳ τὸ τῶν προγόνων ἀξίωμα καθαιρεῖν ἔργοις ὑπαιτίοις τολμᾶν ὄνειδος αἴσχιστον· οἷς ἅπασιν ἔνοχος ὤν, εἴ τις ἡμῶν ὑφῄρηται, θανάτων μυρίων ἄξια πεπραχὼς τελευτάτω. “"],["217","καὶ ἅμα λέγοντες τὰ ἄχθη τῶν ὑποζυγίων καθαιροῦσι καὶ προτρέπονται μετὰ πάσης ἐπιμελείας ἐρευνᾶν. ὁ δὲ οὐκ ἀγνοῶν ἐν τῷ τοῦ νεωτάτου κατακείμενον ἅτε αὐτὸς λάθρα θεὶς ἐσοφίζετο καὶ τὴν ἀρχὴν ἀπὸ τοῦ πρεσβυτάτου ποιησάμενος ἑξῆς κατὰ στοῖχον ἐπακολουθῶν ταῖς ἡλικίαις ἐσκόπει, προφέροντος ἑκάστου καὶ ἐπιδεικνυμένου τὰ ἀγγεῖα, μέχρι τοῦ τελευταίου, παρ’ ᾧ καὶ τὸ ζητούμενον ἀνευρέθη, ὡς ἰδόντας ἀθρόους ἀνοιμῶξαι καὶ τὰς ἐσθῆτας διαρρήξαντας ἐκδακρύειν ἐπιστένοντας καὶ ζῶντα τὸν ἀδελφὸν ἔτι προθρηνοῦντας καὶ οὐχ ἧττον αὑτοὺς καὶ τὸν πατέρα, ὃς προὔλεγε τὰς συμβησομένας τῷ υἱῷ κακοπραγίας, δι’ ἃς βουλομένοις συναποδημεῖν τὸν ἀδελφὸν οὐκ ἐπέτρεπε."],["218","κατηφοῦντες δὲ καὶ συγκεχυμένοι τὴν αὐτὴν ὑπέστρεφον ὁδὸν εἰς τὴν πόλιν ἐκπεπληγμένοι τῷ συμβεβηκότι καὶ τὸ πρᾶγμα ἐπιβουλὴν ἀλλ’ οὐ φιλαργυρίαν ἀδελφοῦ νομίζοντες· εἶτα τῷ τῆς χώρας ἐπιτρόπῳ προσαχθέντες φιλάδελφον εὔνοιαν ἀπὸ γνησίου πάθους ἐπιδείκνυνται."],["219","προσπεσόντες γὰρ ἀθρόοι τοῖς ἐκείνου γόνασιν ὡς κλοπῇ πάντες ἔνοχοι, ὃ μηδ’ εἰπεῖν θέμις ἐπ’ αὐτῶν, ἐδακρυρρόουν, ἱκέτευον, ἑαυτοὺς ἐξεδίδοσαν, ἑκούσιον δουλείαν ὑπισχνοῦντο, δεσπότην προσηγόρευον ἐκεῖνον, προβλήτους, οἰκότριβας, ἀργυρωνήτους, οὐδὲν παραλείποντες τῶν οἰκετικῶν ὀνομάτων, ἀνεκάλουν ἑαυτούς."],["220","ὁ δ’ ἔτι μᾶλλον ἀποπειρώμενος ἤθει βαρυτάτῳ φησὶν αὐτοῖς· „μηδέποτε τοῦτο ἐργασαίμην, ὡς τοσούτους ἀπάγειν ἑνὸς ἁμαρτόντος· τί γὰρ εἰς μετουσίαν ἄξιον καλεῖν τιμωριῶν τοὺς μὴ τῶν ἀδικημάτων κοινοπραγήσαντας; ἐκεῖνος μόνος, ἐπεὶ καὶ μόνος ἔπραξε, κολαζέσθω."],["221","πυνθάνομαι μὲν οὖν, ὅτι πρὸ τῆς πόλεως καὶ θάνατον ὡρίζετε κατὰ τοῦ ἁλόντος· ἐγὼ δ’ ἕκαστα πρὸς τὸ ἐπιεικὲς ἄγων καὶ ἡμερώτερον ἐπικουφίζω τὴν τιμωρίαν δουλείαν ὁρίσας ἀντὶ"],["222","θανάτου. “χαλεπῶς δὲ τὴν ἀπειλὴν φερόντων καὶ ἐφ’ οἷς ἐσυκοφαντοῦντο καταδυομένων ὁ τέταρτος καθ’ ἡλικίαν— ἦν δὲ τολμητὴς μετ’ αἰδοῦς καὶ θαρραλέος, παρρησίαν τὴν ἄνευ ἀναισχυντίας ἐπιτετηδευκώς— προσελθών φησι· „δέομαι, δέσποτα, μὴ θυμῷ χαρίσασθαι μηδ’ ὅτι τέταξαι τὴν μετὰ βασιλέα τάξιν προκαταγνῶναι πρὸ τῆς ἀπολογίας ἡμῶν."],["223","πυνθανομένῳ σοι κατὰ τὴν προτέραν ἐπιδημίαν περί τε ἀδελφοῦ καὶ πατρὸς ἀπεκρινάμεθα· πατὴρ μέν ἐστι πρεσβύτης, οὐ χρόνῳ μᾶλλον γεγηρακὼς ἢ ταῖς ἐπαλλήλοις δυστυχίαις, ὑφ’ ὧν γυμναζόμενος ἀθλητοῦ τρόπον ἐν πόνοις καὶ δυσκαρτερήτοις κακοπαθείαις διετέλεσεν· ἀδελφὸς δὲ κομιδῇ νέος ἐστίν, ἐκτόπως στεργόμενος ὑπὸ τοῦ πατρός, ἐπειδὴ καὶ ὀψίγονός ἐστι καὶ δυεῖν γενομένων ὁμομητρίων ἀπελείφθη μόνος, τοῦ πρεσβυτέρου βιαίως ἀποθανόντος."],["224","κελεύοντος δὲ σοῦ ἐνθάδε τὸν ἀδελφὸν ἀγαγεῖν καὶ ἀπειλοῦντος, εἰ μὴ παραγένοιτο, μηδ’ ἡμῖν εἰς ὄψιν ἐλθεῖν ἔτι τὴν σὴν ἐπιτραπήσεσθαι, κατηφοῦντες ἀπηλλαττόμεθα καὶ μόλις οἴκαδε ἐπανελθόντες ἐδηλοῦμεν τὰ ἀπὸ σοῦ τῷ πατρί."],["225","ὁ δὲ κατ’ ἀρχὰς μὲν ἀντέλεγε δεδιὼς σφόδρα περὶ τῷ παιδί, τῶν δ’ ἀναγκαίων ὑποσπανιζόντων καὶ μηδενὸς ἡμῶν τολμῶντος ἐπὶ σιτωνίαν ἥκειν δίχα τοῦ νεωτάτου διὰ τὰς σὰς ἐπανατάσεις, μόλις πείθεται τοῦτον συνεκπέμψαι μυρία μὲν αἰτιώμενος, ὅτι ἀδελφὸν ἄλλον ἔχειν ὡμολογήσαμεν, μυρία δ’ οἰκτιζόμενος, εἰ μελλήσει διαζεύγνυσθαι· νήπιος γάρ ἐστι καὶ πραγμάτων ἄπειρος, οὐ μόνον τῶν κατὰ τὴν ἀλλοδαπήν, ἀλλὰ καὶ τῶν κατὰ τὴν πόλιν."],["226","πρὸς οὖν οὕτω διακείμενον τὸν πατέρα πῶς ἂν ἀφικοίμεθα; τίσι δ’ ὀφθαλμοῖς αὐτὸν θεάσασθαι δίχα τούτου δυνησόμεθα; τελευτὴν οἰκτίστην ὑπομενεῖ μόνον ἀκούσας, ὡς οὐκ ἐπανελήλυθεν· εἶθ’ ἡμᾶς ἀνδροφόνους καὶ πατροκτόνους ἕκαστος ἐρεῖ τῶν φιλαπεχθημόνων καὶ ἐπὶ ταῖς τοιαύταις συμφοραῖς ἐθελοκακούντων."],["227","τὸ δὲ πλεῖστον τῆς κατηγορίας ῥυήσεται κατ’ ἐμοῦ· πολλὰ γὰρ ὑπεσχόμην τῷ πατρὶ προέσθαι παρακαταθήκην λαμβάνειν ὁμολογῶν, ἣν ἀποδώσειν, ὅταν ἀπαιτηθῶ· πῶς δ’ ἄν, εἰ μὴ ἐξευμενισθείης αὐτός, ἀποδοῦναι δυναίμην; οἶκτον δέομαι τοῦ πρεσβύτου λαβεῖν καὶ εἰς ἔννοιαν ἐλθεῖν τῶν κακῶν οἷσπερ ἀνιαθήσεται μὴ κομισάμενος ὃν ἀβουλῶν ἐνεχείρισεν."],["228","ἀλλὰ σὺ μὲν ὑπὲρ ὧν ἔδοξας ἠδικῆσθαι δίκας λάμβανε. δώσω δ’ ἐθελοντὴς ἐγώ· δοῦλον ἀπὸ ταύτης ἀνάγραφε τῆς ἡμέρας, ἄσμενος ὑπομενῶ τὰ τῶν νεωνήτων, ἐὰν τὸ παιδίον ἐθελήσῃς ἐᾶσαι."],["229","λήψεται δ’ οὐκ αὐτὸς τὴν χάριν, ἐὰν ἄρα διδῷς, ἀλλ’ ὁ μὴ παρὼν ἐπικουφισθεὶς τῶν φροντίδων, ὁ τῶν τοσούτων πατὴρ ἱκετῶν ἁπάντων· ἱκέται γάρ ἐσμεν καταπεφευγότες ἐπὶ τὴν σὴν ἱερωτάτην δεξιάν, ἧς μηδέποτε διαμάρτοιμεν."],["230","ἔλεος οὖν εἰσελθέτω σε γήρως ἀνδρὸς τοὺς ἀρετῆς ἄθλους κατὰ πᾶσαν ἡλικίαν διαπονήσαντος· τὰς κατὰ Συρίαν πόλεις εἰς ἀποδοχὴν αὑτοῦ καὶ τιμὴν ἐπέστρεψε, καίτοι ξενικωτέροις ἔθεσι καὶ νομίμοις καὶ πολὺ διεστῶσι χρώμενος, οὐ βραχεῖ τινι τῶν ἐγχωρίων ἠλλοτριωμένος· ἀλλ’ ἡ τοῦ βίου καλοκἀγαθία καὶ τὸ σύμφωνον καὶ ὁμολογούμενον πρὸς ἔργα λόγων καὶ πρὸς λόγους ἔργων ἐξενίκησεν, ὡς καὶ τοὺς ἕνεκα τῶν πατρίων μὴ εὐγνώμονας μεθαρμόσασθαι."],["231","τοιαύτην μέλλεις κατατίθεσθαι χάριν, ἧς οὐκ ἂν δύναιτό τις μείζονα λαβεῖν· τίς γὰρ ἂν γένοιτο πατρὶ δωρεὰ μείζων ἢ υἱὸν ἀπογνωσθέντα κομίσασθαι; “"],["232","Πάντα δ’ ἦσαν ἀπόπειρα καὶ ταῦτα καὶ τὰ πρότερα, πῶς ἔχουσι τοῦ τῆς χώρας ἐπιτρόπου σκοποῦντος εὐνοίας πρὸς τὸν ὁμομήτριον ἀδελφόν· ἐδεδίει γάρ, μὴ φυσικῇ τινι ἀλλοτριώσει κέχρηνται, καθάπερ οἱ ἐκ μητρυιῶν γεγονότες πρὸς τὸν ἐξ ἑτέρας ἰσοτίμου γυναικὸς οἶκον."],["233","διὰ τοῦτο καὶ ὡς κατασκόπους ᾐτιᾶτο καὶ περὶ τοῦ γένους ἐπυνθάνετο πρόφασιν τοῦ γνῶναι, εἰ περίεστιν ὁ ἀδελφός, ἀλλὰ μὴ ἐξ ἐπιβουλῆς ἀνῄρηται, καὶ ἕνα κατέσχε τοὺς ἄλλους ἐάσας ἀπαίρειν ὁμολογήσαντας ἀγαγεῖν τὸν νεώτατον, ὃν ἰδεῖν μάλιστ’ ἐπόθει καὶ τῆς ἐπ’ αὐτῷ χαλεπῆς καὶ βαρυτάτης ἀνίας ἀπαλλαγῆναι."],["234","καὶ ἐπειδὴ παρεγένετο καὶ τὸν ἀδελφὸν ἐθεάσατο, μικρὸν ὅσον ἀνεθεὶς τῆς φροντίδος, καλέσας ἐπὶ ξενίαν καὶ ἑστιῶν πολυτελεστέραις εὐώχει τὸν ὁμομήτριον παρασκευαῖς, ἀποβλέπων εἰς ἕκαστον καὶ τεκμαιρόμενος ἐκ τῆς ὄψεως, εἴ τις αὐτοῖς ὑποικουρεῖ φθόνος."],["235","καὶ ὡς ἀσμενίζοντας ἑώρα καὶ ἀναχεομένους ἐπὶ τῇ τοῦ νεωτάτου τιμῇ, δυσὶν ἤδη μαρτυρίαις σημειωσάμενος τὸ μηδὲν ἔχθος ὑποτύφεσθαι καὶ τρίτην ἐπενόησε, τὴν τοῦ κεκλέφθαι δοκοῦντος ἐκπώματος αἰτίαν ἀναθεὶς τῷ νεωτάτῳ· σαφέστατος γὰρ ἔμελλεν ἔλεγχος οὑτοσὶ γενέσθαι τῆς ἑκάστου διανοίας καὶ οἰκειότητος τῆς πρὸς τὸν συκοφαντούμενον ἀδελφόν."],["236","ἐξ ὧν ἁπάντων ἤδη συνεπείθετο περὶ τοῦ μὴ καταστασιάζεσθαι μηδ’ ἐπιβουλεύεσθαι τὸν μητρῷον οἶκον λογισμόν τε εἰκότα καὶ περὶ τῶν αὑτῷ συμβεβηκότων ἐλάμβανεν, ὡς οὐκ ἐπιβουλαῖς ἀδελφῶν αὐτὰ μᾶλλον εἴη πεπονθὼς ἢ κατὰ πρόνοιαν θεοῦ τὰ μακρὰν ἐμβλέποντος καὶ τὰ μέλλοντα οὐχ ἧττον τῶν παρόντων ὁρῶντος."],["237","εἶτ’ ἐπὶ συμβάσεις καὶ καταλλαγὰς ἵετο νικώμενος ὑπὸ φιλοικείου πάθους καὶ ὑπὲρ τοῦ μηδὲν ὄνειδος προσβαλεῖν τοῖς ἀδελφοῖς ἕνεκα τῆς πράξεως οὐδένα τῶν Αἰγυπτίων ἐδικαίωσε παρεῖναι κατὰ τὴν πρώτην ἀναγνώρισιν·"],["238","ἀλλὰ κελεύσας ἅπασαν τὴν θεραπείαν μεταστῆναι, πηγήν τινα δακρύων ἐξαίφνης ἀνεὶς καὶ τῇ δεξιᾷ προσελθεῖν ἐγγυτέρω σημήνας, ἵνα μηδ’ ἐκ τύχης ἐπακοῦσαί τις ἄλλος δυνηθῇ, φησὶν αὐτοῖς· „ἐπεσκιασμένον πρᾶγμα καὶ χρόνῳ μακρῷ συγκεκρύφθαι δοκοῦν μέλλων ἀνακαλύπτειν μόνος μόνοις ὑμῖν ἀπαμπίσχω· ἀδελφὸν ὃν ἀπέδοσθε εἰς Αἴγυπτον, ἐκεῖνος ὃν ὁρᾶτε νῦν παρεστῶτα αὐτός εἰμι ἐγώ. “"],["239","καταπλαγέντων δ’ αὐτῶν παρ’ ἐλπίδα καὶ διεπτοημένων καὶ ὥσπερ ὁλκῇ τινι βιαίῳ τὰς ὄψεις ἐπὶ γῆν καταβεβληκότων καὶ πεπηγότων ἀφώνων καὶ ἀχανῶν, „μὴ κατηφεῖτε “| εἶπεν, „ἀμνηστίαν ἁπάντων παρέχω τῶν εἰς ἐμὲ πεπραγμένων, μηδενὸς ἑτέρου δεῖσθε παρακλήτου·"],["240","αὐτοκελεύστῳ καὶ ἑκουσίῳ γνώμῃ πρὸς συμβάσεις ἐθελοντὴς ἀφῖγμαι συμβούλοις χρησάμενος δυσί, τῇ τε πρὸς τὸν πατέρα εὐσεβείᾳ, ᾧ τὸ πλεῖστον τῆς χάριτος ἀνατίθημι, καὶ τῇ φυσικῇ φιλανθρωπίᾳ, ᾗ πρὸς ἅπαντας διαφερόντως δὲ πρὸς τοὺς ἀφ’ αἵματος χρῶμαι."],["241","καὶ νομίζω τῶν συμβεβηκότων οὐχ ὑμᾶς ἀλλὰ θεὸν αἴτιον γεγενῆσθαι βουληθέντα με τῶν αὐτοῦ χαρίτων καὶ δωρεῶν, ἃς ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς ἠξίωσε τῷ γένει τῶν ἀνθρώπων παρασχεῖν, ὑπηρέτην γενέσθαι καὶ διάκονον."],["242","ἐναργῆ δὲ πίστιν δύνασθε λαβεῖν ἐξ ὧν ὁρᾶτε· πᾶσαν μὲν Αἴγυπτον ἐπιτέτραμμαι, τιμὴν δὲ ἔχω τὴν πρώτην παρὰ τῷ βασιλεῖ καὶ μὲ νέον ὄντα πρεσβύτερος ὢν ὡς πατέρα τιμᾷ· θεραπεύομαί τε οὐχ ὑπὸ τῶν ἐγχωρίων μόνον ἀλλὰ καὶ ὑπὸ πλείστων ἄλλων ἐθνῶν, ὅσα καὶ ὑπήκοα καὶ αὐτόνομα· χρεῖα γὰρ πάντα διὰ τὴν ἔνδειαν προεστῶτος."],["243","ἄργυρός τε καὶ χρυσὸς καί, τὸ τούτων ἀναγκαιότερον, αἱ τροφαὶ παρ’ ἐμοὶ μόνῳ ταμιεύονται διανέμοντι καὶ κατακερματίζοντι πρὸς τὰς ἀναγκαίας χρείας ἑκάστοις τῶν δεομένων, ὡς μήτε τι τῶν εἰς τρυφὴν περιττεῦσαι μήτε τι τῶν εἰς ἐκπλήρωσιν ἐνδείας ἐπιλιπεῖν."],["244","ἀλλ’ οὐκ ἐναβρυνόμενος καὶ σεμνυνόμενος ταυτὶ διεξῆλθον, ἀλλ’ ἵν’ αἴσθησθε, ὅτι τῶν τηλικούτων οὐδεὶς ἔμελλεν ἀνθρώπων αἴτιος ἔσεσθαι δούλῳ καὶ μετὰ ταῦτα δεσμώτῃ γενομένῳ— καὶ γὰρ ἐδέθην ποτὲ συκοφαντηθείς—, ἀλλ’ ὁ τὰς ἐσχάτας συμφοράς τε καὶ δυσπραγίας μεθαρμοσάμενος εἰς τὰς ἀνωτάτω καὶ πρώτας εὐτυχίας θεὸς ἦν, ᾧ πάντα δυνατά."],["245","ταῦτα ἐμοῦ διανοουμένου, μηκέτι εὐλαβῶς ἔχετε τὰς δυσφροσύνας ἐκποδὼν ποιησάμενοι καὶ πρὸς ἱλαρὰν μεταβαλόντες εὐθυμίαν. εὖ δ’ ἂν ἔχοι καὶ πρὸς τὸν πατέρα συντεῖναι καὶ πρῶτον αὐτῷ τὰ περὶ τῆς ἐμῆς εὑρέσεως εὐαγγελίσασθαι· φθάνουσι γὰρ αἱ φῆμαι πανταχόσε. “"],["246","οἱ δὲ κατὰ διαδοχὴν τοὺς ἐπαίνους αὐτοῦ συνείροντες ἀπαύστως ἀχαλίνοις στόμασιν ἐξύμνουν ἄλλος ἄλλο τι διεξιών, ὁ μὲν τὸ ἀμνησίκακον, ὁ δὲ τὸ φιλοίκειον, ὁ δὲ τὴν σύνεσιν, ἅπαντες δ’ ἀθρόοι τὴν εὐσέβειαν ἐπὶ τὸν θεὸν ἀναφέροντος τὰ τέλη τῶν κατορθουμένων καὶ μηκέτι ταῖς ἀβουλήτοις ἀρχαῖς καὶ πρώταις ἐνστάσεσι τῶν μὴ κατὰ γνώμην δυσχεράναντος καὶ τὴν ὑπερβάλλουσαν μετ’ αἰδοῦς καρτερίαν·"],["247","ὃς ἐν τοσαύταις γεγονὼς ἀνωμαλίαις οὔτε δουλεύων βλάσφημον οὐδὲν εἶπε κατὰ τῶν ἀδελφῶν ὡς πεπρακότων οὔτ’ εἰς εἱρκτὴν ἀπαγόμενος ὑπ’ ἀθυμίας ἐξελάλησέ τι τῶν ἀπορρήτων οὔτε πολὺν χρόνον ἐκεῖ καταμένων, οἷα φιλεῖ, τοῖς δεσμώταις ἔθους ὄντος τὰς ἰδίας ἀτυχίας ἀναμετρεῖσθαι, ἀπεγύμνωσεν·"],["248","ἀλλ’ ὡς μηδὲν εἰδὼς τῶν αὐτῷ συμβεβηκότων, ἀλλ’ οὐδ’ ὅτε τὰ ὀνείρατα διέκρινεν ἢ τοῖς εὐνούχοις ἢ τῷ βασιλεῖ, καιρὸν ἔχων εἰς μήνυσιν ἐπιτήδειον, ἐφθέγξατό τι περὶ τῆς ἰδίας εὐγενείας, οὐδ’ ὅτε βασιλέως ὕπαρχος ἐχειροτονεῖτο καὶ τῆς Αἰγύπτου πάσης τὴν ἐπιμέλειαν καὶ προστασίαν παρελάμβανεν, ἵνα μὴ δόξῃ τις εἶναι τῶν ἠμελημένων καὶ ἀφανῶν, ἀλλὰ τῷ ὄντι εὐπατρίδης, οὐ φύσει δοῦλος, ἀλλ’ ἐπιβουλὰς ὑφ’ ὧν ἥκιστ’ ἐχρῆν ἀνηκέστους ὑπομεμενηκὼς καὶ συμφοράς."],["249","ἔτι δὲ πρὸς τούτοις ἐρρύη πολὺς ἔπαινος ἰσότητος αὐτοῦ καὶ δεξιότητος· τὰς γὰρ τῶν ἄλλων ἀλαζονείας καὶ ἀπαιδευσίας ἡγεμόνων εἰδότες ἐθαύμαζον τὸ ἀνεπίφαντον καὶ ἀτραγῴδητον καὶ ὡς εὐθὺς ἰδὼν κατὰ τὴν προτέραν ὁδὸν ἀποκτεῖναι δυνάμενος ἢ τὸ γοῦν τελευταῖον λιμώττουσι τροφὰς μὴ παρασχεῖν πρὸς τῷ μὴ τιμωρήσασθαι καὶ ὡς χάριτος ἀξίοις δωρεὰν ἔδωκε τἀπιτήδεια τὴν τιμὴν αὐτῶν ἀποδοθῆναι κελεύσας."],["250","οὕτω μέντοι τὰ τῆς ἐπιβουλῆς καὶ πράσεως εἰς ἅπαν ἠγνοήθη καὶ διέλαθεν, ὥσθ’ οἱ ἐν τέλει τῶν Αἰγυπτίων συνήδοντο, ὡς πρῶτον ἄρτι τῶν ἀδελφῶν τοῦ προεστῶτος ἡκόντων, καὶ ἐπὶ ξενίαν ἐκάλουν καὶ φθάνοντες εὐηγγελίζοντο τῷ βασιλεῖ, καὶ πάντα διὰ πάντων ἔγεμε χαρᾶς οὐκ ἔλαττον ἢ εἴπερ"],["251","εὐφόρησεν ἡ πεδιὰς καὶ ὁ λιμὸς εἰς εὐθηνίαν μετέβαλε. γνοὺς δ’ ὁ βασιλεύς, ὅτι καὶ πατήρ ἐστιν αὐτῷ καὶ ἡ γενεὰ πολυάνθρωπος, προτρέπει μεταναστῆναι πανοικὶ τὴν βαθυγειοτάτην Αἰγύπτου μοῖραν ὁμολογήσας δεδωρῆσθαι τοῖς ἀφιξομένοις. ἀπήνας οὖν καὶ ἁρμαμάξας καὶ πλῆθος ὑποζυγίων ἐπηχθισμένων τἀπιτήδεια δίδωσι τοῖς ἀδελφοῖς καὶ θεραπείαν ἱκανήν, ἵνα μετ’ ἀσφαλείας ἀγάγωσι τὸν πατέρα."],["252","παραγενομένων δὲ καὶ τὰ περὶ τὸν ἀδελφὸν ἄπιστα καὶ μείζονα ἐλπίδων διηγουμένων, οὐ πάνυ προσεῖχε· κἂν γὰρ οἱ λέγοντες ἀξιοπιστότατοι, ἀλλ’ ἥ γε τοῦ πράγματος ὑπερβολὴ ῥᾳδίως συναινεῖν οὐκ ἐπέτρεπεν."],["253","ἰδὼν δὲ ὁ πρεσβύτης τὰς ἐν τοιούτῳ καιρῷ παρασκευὰς καὶ χορηγίας τῶν ἀναγκαίων ἀφθόνους τοῖς περὶ τούτου λεγομένοις εὐτυχήμασι συνᾳδούσας ὕμνει τὸν θεόν, ὅτι τὸ δοκοῦν ἐκλελοιπέναι μέρος τῆς οἰκίας ἀπεπλήρωσεν."],["254","ἡ δὲ χαρὰ καὶ φόβον εὐθὺς ἐγέννησε τῇ ψυχῇ περὶ τῆς τῶν πατρίων ἐκδιαιτήσεως· ᾔδει γὰρ καὶ νεότητα εὐόλισθον φύσει καὶ ξενιτείας τὴν εἰς τὸ ἁμαρτάνειν ἐκεχειρίαν καὶ μάλιστα τῆς ἐν Αἰγύπτῳ χώρας τυφλωττούσης περὶ τὸν ἀληθῆ θεὸν ἕνεκα τοῦ γενητὰ καὶ θνητὰ θεοπλαστεῖν καὶ προσέτι πλούτου καὶ δόξης ἐπιθέσεις ὀλιγόφροσι διανοίαις ἐπιτίθενται καὶ διότι ἀπολειφθείς, μηδενὸς τῶν ἐκ τῆς πατρῴας οἰκίας συνεξεληλυθότος σωφρονιστοῦ, μόνος ὢν καὶ ἔρημος διδασκάλων ἀγαθῶν ἕτοιμος ἔσται πρὸς τὴν τῶν ὀθνείων μεταβολήν."],["255","οὕτως οὖν διακείμενον ἰδὼν ᾧ μόνῳ δυνατὸν ἀόρατον ψυχὴν ὁρᾶν ἔλεον λαμβάνει καὶ κοιμωμένῳ νύκτωρ ἐπιφανείς φησι· „μηδὲν εὐλαβοῦ περὶ τῆς εἰς Αἴγυπτον ἀφίξεως· αὐτὸς ἡγεμονεύσω τῆς ὁδοῦ παρέχων τὴν ἀποδημίαν ἀσφαλῆ καὶ εὐάρεστον· ἀποδώσω μέντοι καὶ τὸν τριπόθητον υἱόν, ὅς ποτε τεθνάναι νομισθεὶς ἐκ πολυετίας οὐ ζῶν μόνον ἀλλὰ καὶ χώρας τοσαύτης ἡγεμὼν ἀναφαίνεται. “πληρωθεὶς δ’ εὐελπιστίας ἅμα τῇ ἕῳ γεγηθὼς ἐπέσπευδεν."],["256","ὁ δ’ υἱὸς ἀκούσας— σκοποὶ γὰρ καὶ φραστῆρες τῆς ὁδοῦ πάντ’ ἐδήλουν— οὐ μακρὰν τῶν ὁρίων ἀπέχοντα διὰ ταχέων ἀπήντα τῷ πατρί· καὶ κατὰ τὴν καλουμένην Ἡρώων πόλιν ἐντυχόντες ἐπιπίπτουσιν ἀλλήλοις τὰς κεφαλὰς ἐπὶ τῶν αὐχένων ἐρείσαντες καὶ τὰς ἐσθῆτας δάκρυσι φύροντες πολυχρονίων ἀσπασμάτων ἀπλήστως ἐνεφοροῦντο καὶ μόλις παυσάμενοι συνέτεινον ἄχρι τῶν βασιλείων."],["257","θεασάμενος δὲ ὁ βασιλεὺς καὶ τὴν ὄψιν καταπλαγεὶς τῆς σεμνότητος ὡς οὐχ ὑπάρχου πατέρα ἀλλ’ ἑαυτοῦ μετὰ πάσης αἰδοῦς καὶ τιμῆς ἐδεξιοῦτο· καὶ μετὰ τὰς ἐν ἔθει καὶ ἐξαιρέτους φιλοφροσύνας δίδωσιν αὐτῷ γῆς ἀποτομὴν ἀρετῶσαν καὶ σφόδρα εὔκαρπον, τούς τε υἱοὺς αὐτοῦ πυνθανόμενος εἶναι κτηνοτρόφους τὴν πολλὴν οὐσίαν ἔχοντας ἐν θρέμμασι καθίστησιν ἐπιμελητὰς τῶν ἰδίων αἰπόλια καὶ βουκόλια καὶ ποίμνας καὶ μυρίας ὅσας ἀγέλας ἐγχειρίσας αὐτοῖς."],["258","Ὁ δὲ νεανίας τοσαύτῃ πίστεως ἐχρήσατο ὑπερβολῇ, ὥστε τῶν καιρῶν καὶ τῶν πραγμάτων εἰς ἀργυρισμὸν παρεχόντων πλείστας ὅσας ἀφορμάς, δυνηθεὶς δι’ ὀλίγου πλουσιώτατας τῶν κατ’ αὐτὸν γενέσθαι, τὸν γνήσιον ὡς ἀληθῶς πρὸ τοῦ νόθου πλοῦτον καὶ τὸν βλέποντα πρὸ τοῦ τυφλοῦ θαυμάσας ἅπαντα τὸν ἄργυρον καὶ χρυσόν, ὅσον ἐκ τῆς τιμῆς ἤθροισε τοῦ σίτου, ἐν τοῖς βασιλέως ἐθησαυρίζετο ταμιείοις οὐδεμίαν δραχμὴν νοσφισάμενος, ἀλλὰ μόναις ἀρκεσθεὶς ταῖς δωρεαῖς, αἷς ἀμειβόμενος ἐκεῖνος ἀντεχαρίζετο."],["259","καθάπερ τε οἰκίαν μίαν Αἴγυπτον καὶ σὺν αὐτῇ χώρας ἑτέρας καὶ ἔθνη πιεσθέντα τῷ λιμῷ παντὸς λόγου κρεῖττον ἐπετρόπευσεν ὁ ἀνὴρ οὗτος κατὰ τὸ πρέπον διανέμων τὰς τροφὰς καὶ ἀφορῶν οὐκ εἰς τὸ παρὸν μόνον λυσιτελὲς ἀλλὰ καὶ τὴν πρὸς τὸ μέλλον ὠφέλειαν."],["260","ἡνίκα γοῦν ὁ ἕβδομος ἐνιαυτὸς τῆς ἐνδείας ἐνέστη, μεταπεμψάμενος τοὺς γεωργοὺς— ἤδη γὰρ τῆς εὐφορίας καὶ εὐθηνίας ἐλπὶς ἦν— ἐδίδου κριθάς τε καὶ πυροὺς εἰς σπέρματα φροντίσας τοῦ μηδένα νοσφίσασθαι καταθεῖναί τε εἰς τὰς ἀρούρας ἃ ἔλαβεν, ὀπτῆρας καὶ ἐφόρους ἐπιλέξας ἀριστίνδην, οἳ τὴν σπορὰν παραφυλάξουσι."],["261","Μετὰ δὲ τὸν λιμὸν χρόνοις μακροῖς ὕστερον τελευτήσαντος τοῦ πατρός, ὑπονοίᾳ πληχθέντες οἱ ἀδελφοὶ καὶ δείσαντες, μή τι χαλεπὸν πάθωσι μνησικακίᾳ, προσελθόντες ἐδέοντο λιπαρῶς ἐπαγόμενοι γυναῖκας καὶ γενεάν."],["262","ὁ δ’ ἐπιδακρύσας φησίν· „ὁ μὲν καιρὸς ἱκανὸς ὑπόνοιαν κατασκευάσαι τοῖς ἀφόρητα ἐργασαμένοις καὶ μὴ δι’ ἑτέρου μᾶλλον ἢ τοῦ συνειδότος ἐλεγχομένοις· ἡ γὰρ τελευτὴ τοῦ πατρὸς τὸν ἀρχαῖον φόβον, ὃν πρὸ τῶν καταλλαγῶν εἴχετε, κεκαίνωκεν, ὡς τοῦ μὴ λυπῆσαι τὸν πατέρα χάριν τὴν ἀμνηστίαν ἐμοῦ παρασχόντος."],["263","ἐγὼ δὲ τὸν τρόπον οὐ χρόνοις μεταβάλλομαι οὐδ’ ὁμολογήσας ἔνσπονδος εἶναι δράσω ποτὲ τὰ ἄσπονδα· οὐ γὰρ ὑπερθέσεις ἀμύνης ἐκαιροφυλάκουν, ἀλλὰ τὴν εἰς ἅπαν ἀπαλλαγὴν τῆς κολάσεως ἐχαριζόμην ἐπινέμων τὸ μέν τι τιμῇ τοῦ πατρός— δεῖ γὰρ ἀψευδεῖν—, τὸ δέ τι εὐνοίᾳ τῇ πρὸς ὑμᾶς ἀναγκαίᾳ."],["264","εἰ δὲ καὶ πατρὸς ἕνεκα πάντ’ ἐποίουν τὰ χρηστὰ καὶ φιλάνθρωπα, φυλάξω ταῦτα καὶ πατρὸς τετελευτηκότος· τέθνηκε δ’ οὐδεὶς παρ’ ἐμοὶ κριτῇ τῶν ἀγαθῶν ἀνδρῶν, ἀλλὰ καὶ ζήσεται τὸν ἀεὶ χρόνον ἀγήρως ἀθανάτῳ φύσει, ψυχῇ μηκέτι ταῖς σώματος ἀνάγκαις ἐνδεδεμένῃ."],["265","τί δὲ δεῖ μόνου μεμνῆσθαι τοῦ γενητοῦ πατρός; ἔχομεν τὸν ἀγένητον, τὸν ἄφθαρτον, τὸν ἀίδιον, „ὃς ἐφορᾷ πάντα καὶ πάντων ἐπακούει “καὶ τῶν ἡσυχαζόντων, τὸν ἀεὶ βλέποντα καὶ τὰ ἐν μυχοῖς τῆς διανοίας, ὃν μάρτυρα καλῶ τοῦ συνειδότος ἐπ’ ἀψευδέσι καταλλαγαῖς."],["266","ἐγὼ γάρ, καὶ μὴ θαυμάσητέ μου τὸν λόγον, τοῦ θεοῦ εἰμι (Gen. 50. 19) τοῦ τὰ πονηρὰ βουλεύματα ὑμῶν εἰς ἀγαθῶν περιουσίαν μεθαρμοσαμένου. γίνεσθε οὖν ἄφοβοι καὶ πρὸς τὸ μέλλον χρησιμωτέρων μεθέξοντες ἢ ζῶντος ἔτι τοῦ πατρὸς ἐκαρποῦσθε. “"],["267","τοιούτοις θαρσύνας τοὺς ἀδελφοὺς λόγοις, ἔργοις τὰς ὑποσχέσεις ἐβεβαίου μᾶλλον οὐδὲν παραλιπὼν τῶν εἰς ἐπιμέλειαν. μετὰ δὲ τὸν λιμόν, ἐπ’ εὐθηνίᾳ καὶ εὐετηρίᾳ τῆς χώρας ἤδη γεγηθότων τῶν οἰκητόρων, ἐτιμᾶτο πρὸς ἁπάντων ἀμοιβὰς ἀντεκτινόντων ὑπὲρ ὧν εὖ πεπόνθεσαν ἐν καιροῖς ἀβουλήτοις."],["268","ἡ δὲ φήμη ῥυεῖσα τὰς ἑξῆς πόλεις κατέπλησε τῆς ἐπὶ τῷδε τῷ ἀνδρὶ εὐκλείας. ἔτη δὲ βιώσας δέκα πρὸς τοῖς ἑκατὸν ἐτελεύτησεν εὔγηρως ἐπ’ ἄκρον ἐλθὼν εὐμορφίας καὶ φρονήσεως καὶ λόγων δυνάμεως."],["269","μαρτυρεῖ δὲ τὸ μὲν κάλλος τοῦ σώματος ἔρως ὃς ἐξέμηνεν ἐπ’ αὐτῷ γυναῖκα, τὴν δὲ σύνεσιν ἡ ἐν ταῖς ἀμυθήτοις τῶν κατὰ τὸν βίον ἀνωμαλίαις ὁμαλότης εὐαρμοστίαν τοῖς ἀναρμόστοις καὶ συμφωνίαν τοῖς ἐξ αὑτῶν ἀσυμφώνοις ἐργασαμένη, τὴν δὲ τῶν λόγων δύναμιν ἥ τε τῶν ὀνειράτων διάκρισις καὶ ἡ ἐν ταῖς ὁμιλίαις εὐέπεια καὶ ἡ παρακολουθήσασα πειθώ, δι’ ἣν οὐδεὶς τῶν ἀρχομένων ἀνάγκῃ μᾶλλον ἢ ἑκὼν ὑπήκουε."],["270","τούτων δὲ τῶν ἐνιαυτῶν ἑπτακαίδεκα μὲν ἄχρι μειρακίου διέτριβεν ἐν τῇ πατρῴᾳ οἰκίᾳ, τρισκαίδεκα δ’ ἐν ταῖς ἀβουλήτοις συντυχίαις, ἐπιβουλευόμενος, πιπρασκόμενος, δουλεύων, συκοφαντούμενος, ἐν δεσμωτηρίῳ καταδούμενος, τοὺς δ’ ἄλλους ὀγδοήκοντα ἐν ἡγεμονίᾳ καὶ εὐπραγίᾳ τῇ πάσῃ, λιμοῦ καὶ εὐθηνίας ἔφορος καὶ βραβευτὴς ἄριστος, τὰ πρὸς ἑκάτερον καιρὸν πρυτανεύειν ἱκανώτατος."]]] \ No newline at end of file diff --git a/lines/on-the-life-of-moses-books-1-3.json b/lines/on-the-life-of-moses-books-1-3.json new file mode 100644 index 0000000000000000000000000000000000000000..c2fa184aa25244ec728f957f39dda167bba7d8f8 --- /dev/null +++ b/lines/on-the-life-of-moses-books-1-3.json @@ -0,0 +1 @@ +[[["1","Μωυσέως τοῦ κατὰ μέν τινας νομοθέτου τῶν Ἰουδαίων, κατὰ δέ τινας ἑρμηνέως νόμων ἱερῶν, τὸν βίον ἀναγράψαι διενοήθην, ἀνδρὸς τὰ πάντα μεγίστου καὶ τελειοτάτου, καὶ γνώριμον τοῖς ἀξίοις μὴ ἀγνοεῖν αὐτὸν ἀποφῆναι."],["2","τῶν μὲν γὰρ νόμων τὸ κλέος, οὓς ἀπολέλοιπε, διὰ πάσης τῆς οἰκουμένης πεφοιτηκὸς ἄχρι καὶ τῶν τῆς γῆς τερμάτων ἔφθακεν, αὐτὸν δὲ ὅστις ἦν ἐπ’ ἀληθείας ἴσασιν οὐ πολλοί, διὰ φθόνον ἴσως καὶ ἐν οὐκ ὀλίγοις τῶν διατεταγμένων ὑπὸ τῶν κατὰ πόλεις νομοθετῶν ἐναντίωσιν οὐκ ἐθελησάντων αὐτὸν μνήμης ἀξιῶσαι τῶν παρ’ Ἕλλησι λογίων·"],["3","ὧν οἱ πλείους τὰς δυνάμεις ἃς ἔσχον διὰ παιδείας ὕβρισαν ἔν τε ποιήμασι καὶ τοῖς καταλογάδην συγγράμμασι κωμῳδίας καὶ συβαριτικὰς ἀσελγείας συνθέντες, περιβόητον αἰσχύνην, οὓς ἔδει ταῖς φύσεσι καταχρήσασθαι πρὸς τὴν τῶν ἀγαθῶν ἀνδρῶν τε καὶ βίων ὑφήγησιν, ἵνα μήτε τι καλὸν ἡσυχίᾳ παραδοθὲν ἀρχαῖον ἢ νέον ἀφανισθῇ λάμψαι δυνάμενον μήτ’ αὖ τὰς ἀμείνους ὑποθέσεις παρελθόντες τὰς ἀναξίους ἀκοῆς προκρῖναι δοκῶσι σπουδάζοντες τὰ κακὰ καλῶς ἀπαγγέλλειν εἰς ὀνειδῶν ἐπιφάνειαν."],["4","ἀλλ’ ἔγωγε τὴν τούτων βασκανίαν ὑπερβὰς τὰ περὶ τὸν ἄνδρα μηνύσω μαθὼν αὐτὰ κἀκ βίβλων τῶν ἱερῶν, ἃς θαυμάσια μνημεῖα τῆς αὑτοῦ σοφίας ἀπολέλοιπε, καὶ παρά τινων ἀπὸ τοῦ ἔθνους πρεσβυτέρων· τὰ γὰρ λεγόμενα τοῖς ἀναγινωσκομένοις ἀεὶ συνύφαινον καὶ διὰ τοῦτ’ ἔδοξα μᾶλλον ἑτέρων τὰ περὶ τὸν βίον ἀκριβῶσαι."],["5","Ἄρξομαι δ’ ἀφ’ οὗπερ ἀναγκαῖον ἄρξασθαι. Μωυσῆς γένος μέν ἐστι Χαλδαῖος, ἐγεννήθη δ’ ἐν Αἰγύπτῳ καὶ ἐτράφη, τῶν προγόνων αὐτοῦ διὰ πολυχρόνιον λιμόν, ὃς Βαβυλῶνα καὶ τοὺς πλησιοχώρους ἐπίεζε, κατὰ ζήτησιν τροφῆς εἰς Αἴγυπτον πανοικὶ μεταναστάντων, γῆν πεδιάδα καὶ βαθεῖαν καὶ πρὸς πάντα γονιμωτάτην, ὧν ἡ ἀνθρωπίνη φύσις δεῖται, καὶ μάλιστα τὸν τοῦ σίτου καρπόν."],["6","ὁ γὰρ ταύτης ποταμὸς θέρους ἀκμάζοντος, ἡνίκα τοὺς ἄλλους φασὶ μειοῦσθαι χειμάρρους τε καὶ αὐθιγενεῖς, ἐπιβαίνων τε καὶ ἀναχεόμενος πλημμυρεῖ καὶ λιμνάζει τὰς ἀρούρας, αἳ ὑετοῦ μὴ δεόμεναι φορᾶς ἀφθονίαν παντοίων ἀγαθῶν ἀνὰ πᾶν ἔτος χορηγοῦσιν, εἰ μή που μεσολαβήσειεν ὀργὴ θεοῦ δι’ ἐπιπολάζουσαν ἀσέβειαν τῶν οἰκητόρων."],["7","πατρὸς δὲ καὶ μητρὸς ἔλαχε τῶν καθ’ ἑαυτοὺς ἀρίστων, οὓς φυλέτας ὄντας ἡ ὁμοφροσύνη μᾶλλον ᾠκείωσεν ἢ τὸ γένος. ἑβδόμη γενεὰ δ’ οὗτός ἐστιν ἀπὸ τοῦ πρώτου, ὃς ἐπηλύτης ὢν τοῦ σύμπαντος Ἰουδαίων ἔθνους ἀρχηγέτης ἐγένετο."],["8","τροφῆς δ’ ἠξιώθη βασιλικῆς ἀπ’ αἰτίας τοιᾶσδε· τῆς χώρας ὁ βασιλεύς, εἰς πολυανθρωπίαν ἐπιδιδόντος ἀεὶ τοῦ ἔθνους, δείσας μὴ οἱ ἔποικοι πλείους γενόμενοι δυνατωτέρᾳ χειρὶ τοῖς αὐτόχθοσι περὶ κράτους ἀρχῆς ἁμιλλῶνται, τὴν ἰσχὺν αὐτῶν ἀφαιρεῖν ἐπινοίαις ἀνοσιουργοῖς ἐμηχανᾶτο καὶ κελεύει τῶν γεννωμένων τὰ μὲν θήλεα τρέφειν— ἐπεὶ γυνὴ διὰ φύσεως ἀσθένειαν ὀκνηρὸν εἰς πόλεμον—, τὰ δ’ ἄρρενα διαφθείρειν, ἵνα μὴ αὐξηθῇ κατὰ πόλεις· εὐανδροῦσα γὰρ δύναμις δυσάλωτον καὶ δυσκαθαίρετον ἐπιτείχισμα."],["9","γεννηθεὶς οὖν ὁ παῖς εὐθὺς ὄψιν ἐνέφαινεν ἀστειοτέραν ἢ κατ’ ἰδιώτην, ὡς καὶ τῶν τοῦ τυράννου κηρυγμάτων, ἐφ’ ὅσον οἷόν τε ἦν, τοὺς γονεῖς ἀλογῆσαι· τρεῖς γοῦν φασι μῆνας ἐφεξῆς οἴκοι γαλακτοτροφηθῆναι λανθάνοντα τοὺς πολλούς."],["10","ἐπεὶ δ’, οἷα ἐν μοναρχίαις φιλεῖ, καὶ τὰ ἐν μυχοῖς ἔνιοι διηρεύνων σπεύδοντες ἀεί τι καινὸν ἄκουσμα προσφέρειν τῷ βασιλεῖ, φοβηθέντες μὴ σωτηρίαν ἑνὶ μνώμενοι πλείους ὄντες αὐτοὶ σὺν ἐκείνῳ παραπόλωνται, δεδακρυμένοι τὸν παῖδα ἐκτιθέασι παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ καὶ στένοντες ἀπῄεσαν, οἰκτιζόμενοι μὲν αὑτοὺς τῆς ἀνάγκης αὐτόχειράς τε καὶ τεκνοκτόνους ἀποκαλοῦντες, οἰκτιζόμενοι δὲ καὶ τὸν παῖδα τῆς παραλογωτάτης ἀπωλείας."],["11","εἶθ’, ὡς εἰκὸς ἐν ἀλλοκότῳ πράγματι, κατηγόρουν αὑτῶν ὡς μείζονος αἰτίων συμφορᾶς· „τί γὰρ “ἔφασκον „εὐθὺς γεννώμενον οὐκ ἐξεθήκαμεν; τὸν μὴ φθάσαντα τροφῆς ἡμέρου μεταλαχεῖν οὐδ’ ἄνθρωπον οἱ πολλοὶ νομίζουσιν· ἡμεῖς δ’ οἱ περιττοὶ καὶ τρεῖς μῆνας ὅλους ἀνεθρέψαμεν, δαψιλεστέρας μὲν ἑαυτοῖς ἀνίας, τῷ δὲ τιμωρίας ἐκπορίζοντες, ἵν’ ἡδονῶν καὶ ἀλγηδόνων ἐπὶ πλεῖστον ἀντιλαμβάνεσθαι δυνάμενος"],["12","ἐν αἰσθήσει κακῶν ἀργαλεωτέρων διαφθείρηται. “καὶ οἱ μὲν ἀγνοίᾳ τοῦ μέλλοντος ἀπῄεσαν οἰκτρῷ κατεσχημένοι πένθει, ἀδελφὴ δὲ τοῦ ἐκτεθέντος βρέφους ἔτι παρθένος ὑπὸ φιλοικείου πάθους μικρὸν ἄποθεν ἐκαραδόκει τὸ ἀποβησόμενον· ἅ μοι δοκεῖ πάντα συμβῆναι κατὰ θεὸν προμηθούμενον τοῦ παιδός."],["13","θυγάτηρ ἦν τῷ βασιλεῖ τῆς χώρας ἀγαπητὴ καὶ μόνη· ταύτην φασὶ γημαμένην ἐκ πολλοῦ χρόνου μὴ κυΐσκειν τέκνων ὡς εἰκὸς ἐπιθυμοῦσαν καὶ μάλιστα γενεᾶς ἄρρενος, ἣ τὸν εὐδαίμονα κλῆρον τῆς πατρῴας ἡγεμονίας διαδέξεται κινδυνεύοντα ἐρημίᾳ θυγατριδῶν ἀλλοτριωθῆναι."],["14","κατηφοῦσαν δὲ ἀεὶ καὶ στένουσαν ὡς μάλιστα ἐκείνῃ τῇ ἡμέρᾳ τῷ βάρει τῶν φροντίδων ἀπαγορεῦσαι καὶ δι’ ἔθους ἔχουσαν οἴκοι καταμένειν καὶ μηδὲ τὰς κλισιάδας ὑπερβαίνειν ἐξορμῆσαι μετὰ θεραπαινίδων ἐπὶ τὸν ποταμόν, ἔνθα ὁ παῖς ἐξέκειτο· κἄπειτα λουτροῖς καὶ περιρραντηρίοις χρῆσθαι μέλλουσαν ἐν τῷ δασυτάτῳ τῶν ἑλῶν αὐτὸν θεάσασθαι καὶ κελεῦσαι προσφέρειν."],["15","εἶτα ἀπὸ κεφαλῆς ἄχρι ποδῶν καταθεωμένην τήν τε εὐμορφίαν καὶ εὐεξίαν ἀποδέχεσθαι καὶ δεδακρυμένον ὁρῶσαν ἐλεεῖν, ἤδη τῆς ψυχῆς τετραμμένης αὐτῇ πρὸς μητρῷον πάθος ὡς ἐπὶ γνησίῳ παιδί· γνοῦσαν δ’ ὅτι τῶν Ἑβραίων ἐστὶ καταδεισάντων τοῦ βασιλέως τὸ πρόσταγμα βουλεύεσθαι περὶ τῆς τροφῆς αὐτοῦ· μὴ γὰρ ἀσφαλὲς εὐθὺς εἶναι νομίζειν εἰς τὰ βασίλεια ἄγειν."],["16","διαπορούσης δ’ ἔτι, τὴν ἀδελφὴν τοῦ παιδὸς καθάπερ ἀπὸ σκοπῆς τὸν ἐνδοιασμὸν στοχασαμένην πυνθάνεσθαι προσδραμοῦσαν, εἰ βουλήσεται γαλακτοτροφηθῆναι τοῦτον παρὰ γυναίῳ τῶν Ἑβραϊκῶν οὐ πρὸ πολλοῦ κυήσαντι·"],["17","τῆς δὲ βούλεσθαι φαμένης, τὴν αὑτῆς καὶ τοῦ βρέφους μητέρα παραγαγεῖν ὡς ἀλλοτρίαν, ἣν ἑτοιμότερον ἀσμένην ὑπισχνεῖσθαι πρόφασιν ὡς ἐπὶ μισθῷ τροφεύσειν, ἐπινοίᾳ θεοῦ τοῦ τὰς πρώτας τροφὰς τῷ παιδὶ γνησίας εὐτρεπίζοντος· εἶτα δίδωσιν ὄνομα θεμένη Μωυσῆν ἐτύμως διὰ τὸ ἐκ τοῦ ὕδατος αὐτὸν ἀνελέσθαι· τὸ γὰρ ὕδωρ μῶυ ὀνομάζουσιν Αἰγύπτιοι."],["18","Ἐπεὶ δ’ ἀθρόας ἐπιδόσεις καὶ παραυξήσεις λαμβάνων οὐ σὺν λόγῳ τῷ κατὰ χρόνον θᾶττον δ’ ἀπότιτθος γίνεται, παρῆν ἡ μήτηρ ἅμα καὶ τροφὸς κομίζουσα τῇ δούσῃ μηκέτι γαλακτοτροφίας δεόμενον, εὐγενῆ καὶ ἀστεῖον ὀφθῆναι."],["19","τελειότερον δὲ τῆς ἡλικίας ἰδοῦσα κἀκ τῆς ὄψεως ἔτι μᾶλλον ἢ πρότερον σπάσασα εὐνοίας υἱὸν ποιεῖται τὰ περὶ τὸν ὄγκον τῆς γαστρὸς τεχνάσασα πρότερον, ἵνα γνήσιος ἀλλὰ μὴ ὑποβολιμαῖος νομισθῇ· πάντα δ’ ἐξευμαρίζει θεὸς ἃ ἂν ἐθελήσῃ καὶ τὰ δυσκατόρθωτα."],["20","τροφῆς οὖν ἤδη βασιλικῆς καὶ θεραπείας ἀξιούμενος οὐχ οἷα κομιδῇ νήπιος ἥδετο τωθασμοῖς καὶ γέλωσι καὶ παιδιαῖς, καίτοι τῶν τὴν ἐπιμέλειαν αὐτοῦ παρειληφότων ἀνέσεις ἔχειν ἐπιτρεπόντων καὶ μηδὲν ἐπιδεικνυμένων σκυθρωπόν, ἀλλ’ αἰδῶ καὶ σεμνότητα παραφαίνων ἀκούσμασι καὶ θεάμασιν, ἃ τὴν ψυχὴν ἔμελλεν ὠφελήσειν, προσεῖχε."],["21","διδάσκαλοι δ’ εὐθὺς ἀλλαχόθεν ἄλλοι παρῆσαν, οἱ μὲν ἀπὸ τῶν πλησιοχώρων καὶ τῶν κατ’ Αἴγυπτον νομῶν αὐτοκέλευστοι, οἱ δ’ ἀπὸ τῆς Ἑλλάδος ἐπὶ μεγάλαις δωρεαῖς μεταπεμφθέντες· ὧν ἐν οὐ μακρῷ χρόνῳ τὰς δυνάμεις ὑπερέβαλεν εὐμοιρίᾳ φύσεως φθάνων τὰς ὑφηγήσεις, ὡς ἀνάμνησιν εἶναι δοκεῖν, οὐ μάθησιν, ἔτι καὶ προσεπινοῶν αὐτὸς τὰ δυσθεώρητα."],["22","πολλὰ γὰρ αἱ μεγάλαι φύσεις καινοτομοῦσι τῶν εἰς ἐπιστήμην· καὶ καθάπερ τὰ εὐεκτικὰ τῶν σωμάτων καὶ πᾶσι τοῖς μέρεσιν εὐκίνητα φροντίδων ἀπαλλάττει τοὺς ἀλείπτας οὐδὲν ἢ βραχέα παρέχοντας τῶν εἰς ἐπιμέλειαν, ὥσπερ καὶ γεωργοὺς τὰ εὔβλαστα καὶ εὐγενῆ δένδρα βελτιούμενα δι’ ἑαυτῶν, τὸν αὐτὸν τρόπον εὐφυὴς ψυχὴ προαπαντῶσα τοῖς λεγομένοις ὑφ’ αὑτῆς μᾶλλον ἢ τῶν διδασκόντων ὠφελεῖται καὶ λαβομένη τινὸς ἐπιστημονικῆς ἀρχῆς κατὰ τὴν παροιμίαν „ἵππος εἰς πεδίον„ ὁρμᾷ."],["23","ἀριθμοὺς μὲν οὖν καὶ γεωμετρίαν τήν τε ῥυθμικὴν καὶ ἁρμονικὴν καὶ μετρικὴν θεωρίαν καὶ μουσικὴν τὴν σύμπασαν διά τε χρήσεως ὀργάνων καὶ λόγων τῶν ἐν ταῖς τέχναις καὶ διεξόδοις τοπικωτέραις Αἰγυπτίων οἱ λόγιοι παρεδίδοσαν καὶ προσέτι τὴν διὰ συμβόλων φιλοσοφίαν, ἣν ἐν τοῖς λεγομένοις ἱεροῖς γράμμασιν ἐπιδείκνυνται καὶ διὰ τῆς τῶν ζῴων ἀποδοχῆς, ἃ καὶ θεῶν τιμαῖς γεραίρουσι· τὴν δ’ ἄλλην ἐγκύκλιον παιδείαν Ἕλληνες ἐδίδασκον, οἱ δ’ ἐκ τῶν πλησιοχώρων τά τε Ἀσσύρια γράμματα καὶ τὴν τῶν οὐρανίων Χαλδαϊκὴν ἐπιστήμην."],["24","ταύτην καὶ παρ’ Αἰγυπτίων ἀνελάμβανε μαθηματικὴν ἐν τοῖς μάλιστα ἐπιτηδευόντων· καὶ τὰ παρ’ ἀμφοτέροις ἀκριβῶς ἐν οἷς τε συμφωνοῦσι καὶ διαφέρονται καταμαθών, ἀφιλονείκως τὰς ἔριδας ὑπερβάς, τὴν ἀλήθειαν ἐζήτει, μηδὲν ψεῦδος τῆς διανοίας αὐτοῦ παραδέχεσθαι δυναμένης, ὡς ἔθος τοῖς αἱρεσιομάχοις, οἳ τοῖς προτεθεῖσι δόγμασιν ὁποῖα ἂν τύχῃ βοηθοῦσιν οὐκ ἐξετάζοντες, εἰ δόκιμα, τὸ δ’ αὐτὸ δρῶντες τοῖς ἐπὶ μισθῷ συναγορεύουσι καὶ μηδὲν τοῦ δικαίου πεφροντικόσιν."],["25","ἤδη δὲ τοὺς ὅρους τῆς παιδικῆς ἡλικίας ὑπερβαίνων ἐπέτεινε τὴν φρόνησιν, οὐχ ὡς ἔνιοι τὰς μειρακιώδεις ἐπιθυμίας ἀχαλινώτους ἐῶν καίτοι μυρία ἐχούσας ὑπεκκαύματα διὰ παρασκευὰς ἀφθόνους, ἃς αἱ βασιλεῖαι χορηγοῦσιν, ἀλλὰ σωφροσύνῃ καὶ καρτερίᾳ ὥσπερ τισὶν ἡνίαις ἐνδησάμενος αὐτὰς τὴν εἰς τὸ πρόσω φορὰν ἀνεχαίτιζε βίᾳ."],["26","καὶ τῶν ἄλλων μέντοι παθῶν ἕκαστον ἐξ ἑαυτοῦ μεμηνὸς καὶ λελυττηκὸς φύσει τιθασεύων κἀξημερῶν ἐπράυνεν· εἰ δέ που διακινηθείη μόνον ἡσυχῇ καὶ πτερύξαιτο, κολάσεις ἐμβριθεστέρας παρείχετο ἢ διὰ λόγων ἐπιπλήξεις· καὶ συνόλως τὰς πρώτας τῆς ψυχῆς ἐπιβολάς τε καὶ ὁρμὰς ὡς ἀφηνιαστὴν ἵππον ἐπετήρει δεδιώς, μὴ προεκδραμοῦσαι τοῦ ἡνιοχεῖν ὀφείλοντος λογισμοῦ πάντα διὰ πάντων συγχέωσιν· αὗται γάρ εἰσιν αἱ ἀγαθῶν αἴτιαι καὶ κακῶν, ἀγαθῶν μέν, ὅταν ἡγεμόνι λόγῳ πειθαρχῶσι, τῶν δ’ ἐναντίων, ὅταν εἰς ἀναρχίαν ἐκδιαιτῶνται."],["27","κατὰ τὸ εἰκὸς οὖν οἵ τε συνδιατρίβοντες καὶ οἱ ἄλλοι πάντες ἐτεθήπεσαν, ὡς ἐπὶ καινῷ θεάματι καταπληττόμενοι καὶ τίς ἄρα ὁ ἐνοικῶν αὐτοῦ τῷ σώματι καὶ ἀγαλματοφορούμενος νοῦς ἐστι, πότερον ἀνθρώπειος ἢ θεῖος ἢ μικτὸς ἐξ ἀμφοῖν, διερευνώμενοι, τῷ μηδὲν ἔχειν τοῖς πολλοῖς ὅμοιον, ἀλλ’ ὑπερκύπτειν καὶ πρὸς τὸ μεγαλειότερον ἐξῆρθαι."],["28","γαστρί τε γὰρ ἔξω τῶν ἀναγκαίων δασμῶν, οὓς ἡ φύσις ἔταξεν, οὐδὲν πλέον ἐχορήγει, τῶν τε ὑπογαστρίων ἡδονῶν εἰ μὴ μέχρι σπορᾶς παίδων γνησίων οὐδὲ ἐμέμνητο."],["29","γενόμενός τε διαφερόντως ἀσκητὴς ὀλιγοδεείας καὶ τὸν ἁβροδίαιτον βίον ὡς οὐδεὶς ἕτερος χλευάσας— ψυχῇ γὰρ ἐπόθει μόνῃ ζῆν, οὐ σώματι— τὰ φιλοσοφίας δόγματα διὰ τῶν καθ’ ἑκάστην ἡμέραν ἔργων ἐπεδείκνυτο, λέγων μὲν οἷα ἐφρόνει, πράττων δὲ ἀκόλουθα τοῖς λεγομένοις εἰς ἁρμονίαν λόγου καὶ βίου, ἵν’ οἷος ὁ λόγος τοιοῦτος ὁ βίος καὶ οἷος ὁ βίος τοιοῦτος ὁ λόγος ἐξετάζωνται καθάπερ ἐν ὀργάνῳ μουσικῷ συνηχοῦντες."],["30","οἱ μὲν οὖν πολλοί, κἂν αὐτὸ μόνον αὔρα βραχεῖά τινος εὐτυχίας προσπέσῃ, φυσῶσι καὶ πνέουσι μεγάλα καὶ καταλαζονευόμενοι τῶν ἀφανεστέρων καθάρματα καὶ παρενοχλήματα καὶ γῆς ἄχθη καὶ ὅσα τοιαῦτα ἀποκαλοῦσιν, ὥσπερ τὸ ἀκλινὲς τῆς εὐπραγίας ἐν βεβαίῳ παρ’ ἑαυτοῖς εὖ μάλα σφραγισάμενοι μηδὲ μέχρι τῆς ὑστεραίας ἴσως διαμενοῦντες ἐν ὁμοίῳ."],["31","τύχης γὰρ ἀσταθμητότερον οὐδὲν ἄνω καὶ κάτω τὰ ἀνθρώπεια πεττευούσης, ἣ μιᾷ πολλάκις ἡμέρᾳ τὸν μὲν ὑψηλὸν καθαιρεῖ, τὸν δὲ ταπεινὸν μετέωρον ἐξαίρει· καὶ ταῦτα ὁρῶντες ἀεὶ γινόμενα καὶ σαφῶς εἰδότες ὅμως ὑπερόπται μὲν οἰκείων καὶ φίλων εἰσί, νόμους δὲ παραβαίνουσι, καθ’ οὓς ἐγενήθησαν καὶ ἐτράφησαν, ἔθη δὲ πάτρια, οἷς μέμψις οὐδεμία πρόσεστι δικαία, κινοῦσιν ἐκδεδιῃτημένοι καὶ διὰ τὴν τῶν παρόντων ἀποδοχὴν οὐδενὸς ἔτι τῶν ἀρχαίων μνήμην λαμβάνουσιν."],["32","ὁ δὲ ἐπ’ αὐτὸν φθάσας τὸν ὅρον τῆς ἀνθρωπίνης εὐτυχίας καὶ θυγατριδοῦς μὲν τοῦ τοσούτου βασιλέως νομισθείς, τῆς δὲ παππῴας ἀρχῆς ὅσον οὐδέπω γεγονὼς ἐλπίσι ταῖς ἁπάντων διάδοχος καὶ τί γὰρ ἄλλ’ ἢ ὁ νέος βασιλεὺς προσαγορευόμενος, τὴν συγγενικὴν καὶ προγονικὴν ἐζήλωσε παιδείαν, τὰ μὲν τῶν εἰσποιησαμένων ἀγαθά, καὶ εἰ λαμπρότερα καιροῖς, νόθα εἶναι ὑπολαβών, τὰ δὲ τῶν φύσει γονέων, εἰ καὶ πρὸς ὀλίγον ἀφανέστερα, οἰκεῖα γοῦν καὶ γνήσια·"],["33","καθάπερ τε κριτὴς ἀδέκαστος τῶν γεννησάντων καὶ τῶν εἰσποιησαμένων τοὺς μὲν εὐνοίᾳ καὶ τῷ φιλεῖν ἐκθύμως τοὺς δ’ εὐχαριστίαις ἀνθ’ ὧν εὖ ἔπαθεν ἠμείβετο καὶ μέχρι παντὸς ἠμείψατ’ ἄν, εἰ μὴ κατεῖδεν ἐν τῇ χώρᾳ μέγα καινουργηθὲν ὑπὸ τοῦ βασιλέως ἀσέβημα."],["34","ξένοι γὰρ ἦσαν, ὡς ἔφην πρότερον, οἱ Ἰουδαῖοι, τῶν τοῦ ἔθνους ἀρχηγετῶν διὰ λιμὸν ἀπορίᾳ τροφῆς ἐκ Βαβυλῶνος καὶ τῶν ἄνω σατραπειῶν εἰς Αἴγυπτον μεταναστάντων, καὶ τρόπον τινὰ ἱκέται καταπεφευγότες ὡς ἐπ’ ἄσυλον ἱερὸν τήν τε βασιλέως πίστιν καὶ τὸν ἀπὸ τῶν οἰκητόρων ἔλεον."],["35","οἱ γὰρ ξένοι παρ’ ἐμοὶ κριτῇ τῶν ὑποδεξαμένων ἱκέται γραφέσθωσαν, μέτοικοι δὲ πρὸς ἱκέταις καὶ φίλοι, σπεύδοντες εἰς ἀστῶν ἰσοτιμίαν καὶ γειτνιῶντες ἤδη πολίταις, ὀλίγῳ τῶν αὐτοχθόνων διαφέροντες."],["36","τούτους οὖν, οἳ τὴν μὲν οἰκείαν ἀπέλιπον, εἰς δ’ Αἴγυπτον ἧκον ὡς ἐν δευτέρᾳ πατρίδι μετ’ ἀσφαλείας οἰκήσοντες, ὁ τῆς χώρας ἡγεμὼν ἠνδραποδίζετο καὶ ὡς πολέμου νόμῳ λαβὼν αἰχμαλώτους ἢ πριάμενος παρὰ δεσποτῶν, οἷς ἦσαν οἰκότριβες, ὑπήγετο καὶ δούλους ἀπέφαινε τοὺς οὐκ ἐλευθέρους μόνον ἀλλὰ καὶ ξένους καὶ ἱκέτας καὶ μετοίκους οὔτε αἰδεσθεὶς οὔτε δείσας τὸν ἐλευθέριον καὶ ξένιον καὶ ἱκέσιον καὶ ἐφέστιον θεόν, ὃς τῶν τοιούτων ἐστὶν ἔφορος."],["37","εἶτ’ ἐπιτάγματα ἐπέταττε βαρύτερα τῆς δυνάμεως ἄλλους ἐπ’ ἄλλοις πόνους προστιθείς, καὶ τοῖς ἀπαγορεύουσιν ὑπ’ ἀσθενείας ὁ σίδηρος εἵπετο· ἐπιστάτας γὰρ τῶν ἔργων ἀνηλεεστάτους καὶ ὠμοθύμους οὐδενὶ συγγνώμης μεταδιδόντας ᾑρεῖτο, οὓς „ἐργοδιώκτας “(Exod. 3, 7 al.) ἀπὸ τοῦ συμβεβηκότος ὠνόμαζον."],["38","εἰργάζοντο δ’ οἱ μὲν πηλὸν εἰς πλίνθον σχηματίζοντες, οἱ δὲ πανταχόθεν ἄχυρα συγκομίζοντες— πλίνθου γὰρ ἄχυρα δεσμός—, οἱ δ’ ἦσαν ἀποτεταγμένοι πρὸς οἰκιῶν καὶ τειχῶν καὶ πόλεων κατασκευὰς καὶ διωρύχων ἀνατομάς, ὑλοφοροῦντες αὐτοὶ μεθ’ ἡμέραν καὶ νύκτωρ ἄνευ διαδοχῆς, οὐδεμίαν ἔχοντες ἀνάπαυλαν, ἀλλ’ οὐδ’ ὅσον καταδαρθεῖν αὐτὸ μόνον ἐώμενοι, πάντα καὶ τὰ τῶν δημιουργῶν καὶ τὰ τῶν ὑπουργῶν δρᾶν ἀναγκαζόμενοι, ὡς ἐν βραχεῖ τὰ σώματα αὐτοῖς ἀπαγορεύειν, ἅτε καὶ τῆς ψυχῆς προαναπιπτούσης."],["39","ἄλλοι γοῦν ἐπ’ ἄλλοις ἐξέθνῃσκον ὡς ὑπὸ λοιμώδους φθορᾶς, οὓς ἀτάφους ἔξω τῶν ὁρίων ἀπερρίπτουν οὐδὲ κόνιν ἐπαμήσασθαι τοῖς σώμασιν ἐῶντες ἀλλ’ οὐδὲ δακρῦσαι συγγενεῖς ἢ φίλους οὕτως οἰκτρῶς διαφθαρέντας· ἀλλὰ καὶ τοῖς ἀδουλώτοις πάθεσι τῆς ψυχῆς, ἃ μόνα σχεδὸν ἐξ ἁπάντων ἐλεύθερα ἡ φύσις ἀνῆκε, δεσποτείαν ἐπηπείλουν οἱ ἀσεβεῖς ἀνάγκης ἀνυποίστῳ βάρει δυνατωτέρας πιέζοντες."],["40","ἐπὶ δὴ τούτοις ἀθυμῶν καὶ δυσχεραίνων διετέλει μήτ’ ἀμύνασθαι τοὺς ἀδικοῦντας μήτε βοηθεῖν τοῖς ἀδικουμένοις ἱκανὸς ὤν· ἃ δ’ οἷός τε ἦν, διὰ λόγων ὠφέλει παραινῶν τοῖς μὲν ἐφεστῶσι μετριάζειν καὶ τὸ σφοδρὸν τῶν ἐπιταγμάτων ὑπανιέναι καὶ χαλᾶν, τοῖς δ’ ἐργαζομένοις φέρειν τὰ παρόντα γενναίως ἄνδρας τε εἶναι τὰ φρονήματα καὶ μὴ συγκάμνειν τὰς ψυχὰς τοῖς σώμασιν, ἀλλὰ χρηστὰ προσδοκᾶν ἐκ πονηρῶν·"],["41","πάντα γὰρ μεταβάλλειν τὰ ἐν κόσμῳ πρὸς τἀναντία, νέφωσιν εἰς αἰθρίαν, πνευμάτων βίας εἰς ἀέρα νήνεμον, κλύδωνα θαλάττης εἰς ἡσυχίαν καὶ γαλήνην, τὰ δ’ ἀνθρώπεια καὶ μᾶλλον, ὅσῳ καὶ ἀσταθμητότερα."],["42","τοιούτοις κατεπᾴδων ὥσπερ ἀγαθὸς ἰατρὸς ᾤετο τὰς νόσους καίτοι βαρυτάτας οὔσας ἐπικουφιεῖν· αἱ δ’ ὁπότε λωφήσειαν, αὖθις ἐκ περιτροπῆς ἐπετίθεντο φέρουσαί τι πάντως ἐκ τοῦ διαπνεῦσαι καινὸν κακὸν ἀργαλεώτερον τῶν προτέρων."],["43","ἦσαν γάρ τινες τῶν ἐφεστηκότων ἀτίθασοι σφόδρα καὶ λελυττηκότες, μηδὲν εἰς ἀγριότητα τῶν ἰοβόλων καὶ σαρκοβόρων διαφέροντες, ἀνθρωποειδῆ θηρία, τὴν τοῦ σώματος μορφὴν εἰς δόκησιν ἡμερότητος ἐπὶ θήρᾳ καὶ ἀπάτῃ προβεβλημένοι, σιδήρου καὶ ἀδάμαντος ἀπειθέστεροι."],["44","τούτων ἕνα τὸν βιαιότατον, ἐπειδὴ πρὸς τῷ μηδὲν ἐνδιδόναι καὶ ταῖς παρακλήσεσιν ἔτι μᾶλλον ἐξετραχύνετο, τοὺς τὸ προσταχθὲν μὴ ἀπνευστὶ καὶ ὀξυχειρίᾳ δρῶντας τύπτων, προπηλακίζων ἄχρι θανάτου, πάσας αἰκιζόμενος αἰκίας, ἀναιρεῖ δικαιώσας εὐαγὲς εἶναι τὸ ἔργον· καὶ ἦν εὐαγὲς τὸν ἐπ’ ὀλέθρῳ ζῶντα ἀνθρώπων ἀπόλλυσθαι."],["45","ταῦτ’ ἀκούσας ὁ βασιλεὺς ἠγανάκτει δεινὸν ἡγούμενος, οὐκ εἴ τις τέθνηκεν ἢ ἀνῄρηκεν ἀδίκως ἢ δικαίως, ἀλλ’ εἰ ὁ θυγατριδοῦς αὐτῷ μὴ συμφρονεῖ μηδὲ τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους ὑπείληφεν, ἀλλὰ μισεῖ μὲν οὓς αὐτὸς στέργει, φιλεῖ δὲ οὓς προβέβληται καὶ ἐλεεῖ πρὸς οὓς ἀτρέπτως καὶ ἀπαραιτήτως ἔχει."],["46","λαβόμενοι δ’ ἅπαξ ἀφορμῆς οἱ ἐν τέλει καὶ τὸν νεανίαν ὑφορώμενοι— ᾔδεσαν γὰρ μνησικακήσοντα τῶν ἀνοσιουργημάτων αὐτοῖς καὶ ἐπὶ καιρῶν ἀμυνούμενον— ἀναπεπταμένοις ὠσὶ τοῦ πάππου μυρίας διαβολὰς ἐπήντλουν, οἱ μὲν ἔνθεν, οἱ δ’ ἔνθεν, ὡς καὶ περὶ ἀφαιρέσεως τῆς ἀρχῆς ἐμποιῆσαι δέος, „ἐπιθήσεται “λέγοντες, „οὐδὲν φρονεῖ μικρόν, ἀεί τι προσπεριεργάζεται, πρὸ καιροῦ βασιλείας ἐρᾷ, θωπεύει τινάς, ἑτέροις ἀπειλεῖ, κτείνει χωρὶς δίκης, τοὺς μάλιστ’ εὔνους σοι προβέβληται. τί δὴ μέλλεις, ἀλλ’ οὐχ ἃ διανοεῖται δρᾶν ὑποτέμνεις; μέγα τοῖς ἐπιθεμένοις αἱ τῶν ἐπιβουλευομένων ἀναβολαί. “"],["47","τοιαῦτα διεξιόντων, ὑπανεχώρησεν εἰς τὴν ὅμορον Ἀραβίαν, ἔνθα διατρίβειν ἦν ἀσφαλές, ἅμα καὶ τὸν θεὸν ποτνιώμενος, ἵνα τοὺς μὲν ἐξ ἀμηχάνων ῥύσηται συμφορῶν, τοὺς δὲ μηδὲν παραλιπόντας τῶν εἰς ἐπήρειαν ἀξίως τίσηται, παράσχῃ δ’ αὐτῷ ταῦτ’ ἐπιδεῖν ἀμφότερα διπλασιάσας τὴν χάριν. ὁ δὲ ἐπακούει τῶν εὐχῶν ἀγάμενος αὐτοῦ τὸ φιλόκαλον ἦθος καὶ μισοπόνηρον, οὐκ εἰς μακρὰν τὰ κατὰ τὴν χώραν, ὡς θεῷ πρέπον, δικάσας."],["48","ἐν ᾧ δὲ ἔμελλε δικάζειν, τοὺς ἀρετῆς ἄθλους Μωυσῆς διήθλει τὸν ἀλείπτην ἔχων ἐν ἑαυτῷ λογισμὸν ἀστεῖον, ὑφ’ οὗ γυμναζόμενος πρὸς τοὺς ἀρίστους βίους, τόν τε θεωρητικὸν καὶ πρακτικόν, ἐπονεῖτο φιλοσοφίας ἀνελίττων ἀεὶ δόγματα καὶ τῇ ψυχῇ διαγινώσκων εὐτρόχως καὶ μνήμῃ παρακατατιθέμενος εἰς τὸ ἄληστον αὐτὰ καὶ τὰς οἰκείας αὐτίκα πράξεις ἐφαρμόττων ἐπαινετὰς πάσας, ἐφιέμενος οὐ τοῦ δοκεῖν ἀλλὰ τῆς ἀληθείας, διὰ τὸ προκεῖσθαι σκοπὸν ἕνα τὸν ὀρθὸν τῆς φύσεως λόγον, ὃς μόνος ἐστὶν ἀρετῶν ἀρχή τε καὶ πηγή."],["49","ἕτερος μὲν οὖν ὀργὴν ἀμείλικτον βασιλέως ἀποδιδράσκων καὶ ἄρτι πρῶτον εἰς ἀλλοδαπὴν ἀφιγμένος, μήπω τοῖς τῶν ἐπιχωρίων ἔθεσιν ἐνωμιληκὼς μηδὲ ἀκριβῶς ἐπιστάμενος οἷς χαίρουσιν ἢ ἀλλοτριοῦνται, κἂν ἐσπούδασεν ἡσυχίᾳ χρώμενος ἀφανέστερον ζῆν τοὺς πολλοὺς λανθάνων ἢ βουληθεὶς εἰς μέσον παρέρχεσθαι τοὺς γοῦν δυνατοὺς καὶ τοὺς πλεῖστον ἰσχύοντας λιπαρέσι θεραπείαις ἐξευμενίζεσθαι, παρ’ ὧν τις ὠφέλεια προσεδοκᾶτο καὶ βοήθεια, εἴ τινες ἐπελθόντες ἀπάγειν πρὸς βίαν ἐπειρῶντο."],["50","ὁ δὲ τὴν ἐναντίαν τοῦ εἰκότος ἀτραπὸν ἤλαυνε ταῖς τῆς ψυχῆς ὑγιαινούσαις ὁρμαῖς ἑπόμενος καὶ μηδεμίαν ἐῶν ὑποσκελίζεσθαι· διὸ καὶ τῆς ὑπούσης δυνάμεως ἔστιν ὅτε πλέον ἐνεανιεύετο δύναμιν ἀκαθαίρετον τὸ δίκαιον ἡγούμενος, ὑφ’ οὗ προτραπεὶς αὐτοκέλευστος ἐπὶ τὴν τῶν ἀσθενεστέρων συμμαχίαν ἵετο."],["51","Λέξω δὲ καὶ τὸ κατ’ ἐκεῖνον αὐτῷ τὸν χρόνον πραχθέν, εἰ καὶ μικρὸν ὅσα γε τῷ δοκεῖν, ἀλλ’ οὐκ ἀπὸ φρονήματος μικροῦ. κτηνοτροφοῦσιν Ἄραβες καὶ νέμουσι τὰ θρέμματα οὐκ ἄνδρες μόνον ἀλλὰ καὶ γυναῖκες νέοι τε καὶ παρθένοι παρ’ αὐτοῖς, οὐχὶ τῶν ἠμελημένων καὶ ἀδόξων μόνον ἀλλὰ καὶ τῶν ἄγαν ἐπιφανῶν."],["52","ἑπτὰ δὴ κόραι πατρὸς ἱερέως ποίμνην ἄγουσαι παρῆσαν ἐπί τινα πηγὴν καὶ τῶν ἱμονιῶν ἐκδησάμεναι τοὺς καδίσκους ἄλλη διαδεχομένη παρ’ ἄλλης ὑπὲρ τῆς ἐν τῷ πονεῖν ἰσομοιρίας μάλα προθύμως τὰς δεξαμενάς, αἳ πλησίον ἔκειντο, πληροῦσιν."],["53","ἐπιφοιτήσαντες δ’ ἕτεροι ποιμένες καὶ τῆς τῶν παρθένων ἀσθενείας ὑπεριδόντες τὰς μὲν ἐπεχείρουν μετὰ τῆς ποίμνης ἐλαύνειν, τὰ δ’ οἰκεῖα θρέμματα προσῆγον ἐπὶ τὸ εὐτρεπισθὲν ποτὸν ἀλλότριον καρπωσόμενοι πόνον."],["54","ἰδὼν δὲ Μωυσῆς τὸ γενόμενον— οὐ γὰρ ἦν πόρρω— συντείνας ἔθει καὶ πλησίον στὰς „οὐ παύσεσθε “εἶπεν „ἀδικοῦντες, τὴν ἐρημίαν νομίζοντες εἶναι πλεονεξίαν; βραχίονας καὶ πήχεις ἀργοὺς τρέφοντες οὐκ ἐρυθριᾶτε; χαῖται βαθεῖαι καὶ σάρκες ὑμεῖς ἐστε, οὐκ ἄνδρες· αἱ μὲν κόραι νεανιεύονται μηδὲν ὀκνοῦσαι τῶν πρακτέων, οἱ δὲ νεανίαι κορικῶς ἤδη τρυφᾶτε. οὐ βαδιεῖσθε;"],["55","οὐχ ὑπεκστήσεσθε ταῖς πρότερον ἡκούσαις, ὧν καὶ τὸ ποτόν ἐστι; δικαίως ἂν αὐταῖς ἐπαντλήσαντες, ἵν’ ἀφθονώτερον ὕδωρ εἴη, καὶ τὸ εὐτρεπισθὲν ἀφελέσθαι σπεύδετε; ἀλλὰ μὰ τὸν οὐράνιον τῆς δίκης ὀφθαλμὸν οὐκ ἀφελεῖσθε βλέποντα καὶ τὰ ἐν τοῖς ἐρημοτάτοις."],["56","ἐμὲ γοῦν ἐχειροτόνησε βοηθὸν οὐ προσδοκηθέντα· καὶ γάρ εἰμι σύμμαχος ταῖς ἀδικουμέναις μετὰ μεγάλης χειρός, ἣν οὐ θέμις πλεονέκταις ὁρᾶν· αἰσθήσεσθε δὲ αὐτῆς ἐκ τοῦ ἀφανοῦς τιτρωσκούσης, εἰ μὴ μεταβάλοιτε. “"],["57","ταῦτα διεξιόντος, φοβηθέντες, ἐπεὶ καὶ λέγων ἅμα ἐνεθουσία μεταμορφούμενος εἰς προφήτην, μὴ χρησμοὺς καὶ λόγια θεσπίζει, καταπειθεῖς τε γίνονται καὶ τὴν ποίμνην τῶν παρθένων ἐπὶ τὰς δεξαμενὰς ἄγονται πρότερον μεταστησάμενοι τὰς ἑαυτῶν."],["58","αἱ δ’ ἐπανῄεσαν οἴκαδε σφόδρα γεγηθυῖαι καὶ τὰ συμβάντα παρ’ ἐλπίδας ἐκδιηγοῦντο, ὡς πολὺν ἵμερον ἐνεργάσασθαι τοῦ ξένου τῷ πατρί. κατεμέμφετο γοῦν αὐτὰς ἐπ’ ἀχαριστίᾳ τοιαῦτα λέγων· „τί παθοῦσαι μεθίετε, δέον ἄγειν εὐθὺς καὶ εἴπερ ἀνεδύετο λιπαρεῖν; ἤ τινα μισανθρωπίαν μου κατέγνωτε; ἢ δεύτερον περιπεσεῖν ἀδίκοις οὐ προσδοκᾶτε; βοηθῶν ἀπορεῖν ἀνάγκη τοὺς ἐπιλήσμονας χαρίτων. ἀλλ’ ὅμως ἀναδραμοῦσαι (τὸ γὰρ ἁμάρτημα μέχρι νῦν ἐστιν ἰάσιμον) ἴτε μετὰ σπουδῆς καὶ καλεῖτε ξενίων μὲν πρότερον αὖθις δὲ καὶ ἀμοιβῆς (ὀφείλεται γὰρ αὐτῷ χάρις) μεθέξοντα. “"],["59","συντείνασαι δὲ καταλαμβάνουσιν αὐτὸν οὐ πόρρω τῆς πηγῆς καὶ δηλώσασαι τὰ ἀπὸ τοῦ πατρὸς οἴκαδε συμπείθουσιν ἥκειν. ὁ δὲ πατὴρ τὴν μὲν ὄψιν εὐθὺς τὸ δὲ βούλημα ὀλίγον ὕστερον καταπλαγεὶς— ἀρίδηλοι γὰρ αἱ μεγάλαι φύσεις καὶ οὐ μήκει χρόνου γνωριζόμεναι— δίδωσι τὴν καλλιστεύουσαν αὐτῷ τῶν θυγατέρων γυναῖκα, δι’ ἑνὸς ἔργου πάνθ’ ὅσα τῶν εἰς καλοκἀγαθίαν μαρτυρήσας καὶ ὡς ἀξιέραστον μόνον τὸ καλόν ἐστι τῆς ἀφ’ ἑτέρου συστάσεως οὐ δεόμενον, ἀλλ’ ἐν ἑαυτῷ περιφέρον τὰ γνωρίσματα."],["60","μετὰ δὲ τὸν γάμον παραλαβὼν τὰς ἀγέλας ἐποίμαινε προδιδασκόμενος εἰς ἡγεμονίαν· ποιμενικὴ γὰρ μελέτη καὶ προγυμνασία βασιλείας τῷ μέλλοντι τῆς ἡμερωτάτης τῶν ἀνθρώπων ἐπιστατεῖν ἀγέλης, καθάπερ καὶ τοῖς πολεμικοῖς τὰς φύσεις τὰ κυνηγέσια· θήραις γὰρ ἐμπρομελετῶσιν οἱ πρὸς τὰς στραταρχίας ἀλειφόμενοι, τῶν ἀλόγων οἷά τινος ὕλης ὑποβεβλημένων πρὸς ἄσκησιν τῆς καθ’ ἑκάτερον καιρὸν ἀρχῆς, τόν τε πολέμου καὶ τὸν εἰρήνης."],["61","ἡ μὲν γὰρ τῶν ἀγρίων θήρα στρατηγικὸν κατ’ ἐχθρῶν ἐστι γύμνασμα, ἡ δὲ τῶν ἡμέρων ἐπιμέλεια καὶ προστασία βασιλικὸν πρὸς ὑπηκόους ἀγώνισμα· διὸ καὶ „ποιμένες λαῶν “οἱ βασιλεῖς, οὐχ ὡς ὄνειδος ἀλλ’ ὡς ὑπερβάλλουσα τιμή, προσαγορεύονται."],["62","καί μοι δοκεῖ μὴ πρὸς δόξας τῶν πολλῶν ἀλλὰ πρὸς ἀλήθειαν ἐρευνωμένῳ τὸ πρᾶγμα— γελάτω δ’ ὁ βουλόμενος— μόνος ἂν γενέσθαι βασιλεὺς τέλειος ὁ τὴν ποιμενικὴν ἐπιστήμην ἀγαθός, ἐν ἐλάττοσι ζῴοις παιδευθεὶς τὰ τῶν κρειττόνων· ἀμήχανον γὰρ τὰ μεγάλα πρὸ τῶν μικρῶν τελεσθῆναι."],["63","Γενόμενος οὖν τῶν καθ’ αὑτὸν ἀγελαρχῶν ἄριστος καὶ ποριστὴς τῶν ὅσα πρὸς τὴν τῶν θρεμμάτων συνέτεινεν ὠφέλειαν ἱκανὸς ἐκ τοῦ μηδὲν ἀποκνεῖν ἀλλ’ ἐθελουργῷ καὶ αὐτοκελεύστῳ προθυμίᾳ εἰς δέον τῇ προστασίᾳ χρῆσθαι μετὰ καθαρᾶς καὶ ἀδόλου πίστεως ηὔξησε τὰς ἀγέλας·"],["64","ὡς ὑπὸ τῶν ἄλλων νομέων ἤδη καὶ φθονεῖσθαι μηδὲν ὁμοιότροπον ἐν ταῖς ἰδίαις ποίμναις ὁρώντων, αἷς εὐτυχὲς εἶναι ἐδόκει ἡ ἐν ὁμοίῳ μονή, ταῖς δὲ τὸ μὴ βελτιοῦσθαι καθ’ ἑκάστην ἡμέραν ἐλάττωσις διὰ τὸ μεγάλας εἰωθέναι λαμβάνειν ἐπιδόσεις ἐκ μὲν εὐσαρκίας καὶ πιότητος εἰς κάλλος, εἰς δὲ πλῆθος ἐξ εὐτοκίας καὶ τῶν περὶ δίαιταν ὑγιεινῶν."],["65","ἄγων δὲ τὴν ποίμνην εἰς τόπον εὔυδρόν τε καὶ εὔχορτον, ἔνθα συνέβαινε καὶ πολλὴν πόαν προβατεύσιμον ἀναδίδοσθαι, γενόμενος πρός τινι νάπει θέαμα ἐκπληκτικώτατον ὁρᾷ. βάτος ἦν, ἀκανθῶδές τι φυτὸν καὶ ἀσθενέστατον· οὗτος, οὐδενὸς πῦρ προσενεγκόντος, ἐξαίφνης ἀνακαίεται καὶ περισχεθεὶς ὅλος ἐκ ῥίζης εἰς ἀκρέμονα πολλῇ φλογὶ καθάπερ ἀπό τινος πηγῆς ἀνομβρούσης διέμενε σῷος, οὐ κατακαιόμενος, οἷά τις ἀπαθὴς οὐσία καὶ οὐχ ὕλη πυρὸς αὐτὸς ὤν, ἀλλὰ τροφῇ χρώμενος τῷ πυρί."],["66","κατὰ δὲ μέσην τὴν φλόγα μορφή τις ἦν περικαλλεστάτη, τῶν ὁρατῶν ἐμφερὴς οὐδενί, θεοειδέστατον ἄγαλμα, φῶς αὐγοειδέστερον τοῦ πυρὸς ἀπαστράπτουσα, ἣν ἄν τις ὑπετόπησεν εἰκόνα τοῦ ὄντος εἶναι· καλείσθω δὲ ἄγγελος, ὅτι σχεδὸν τὰ μέλλοντα γενήσεσθαι διήγγελλε τρανοτέρᾳ φωνῆς ἡσυχίᾳ διὰ τῆς μεγαλουργηθείσης ὄψεως."],["67","σύμβολον γὰρ ὁ μὲν καιόμενος βάτος τῶν ἀδικουμένων, τὸ δὲ φλέγον πῦρ τῶν ἀδικούντων, τὸ δὲ μὴ κατακαίεσθαι τὸ καιόμενον τοῦ μὴ πρὸς τῶν ἐπιτιθεμένων φθαρήσεσθαι τοὺς ἀδικουμένους, ἀλλὰ τοῖς μὲν ἄπρακτον καὶ ἀνωφελῆ γενέσθαι τὴν ἐπίθεσιν, τοῖς δὲ τὴν ἐπιβουλὴν ἀζήμιον, ὁ δὲ ἄγγελος προνοίας τῆς ἐκ θεοῦ τὰ λίαν φοβερὰ παρὰ τὰς ἁπάντων ἐλπίδας κατὰ πολλὴν ἡσυχίαν ἐξευμαρίζοντος."],["68","τὴν δὲ εἰκασίαν ἀκριβῶς ἐπισκεπτέον. ὁ βάτος, ὡς ἐλέχθη, φυτὸν ἀσθενέστατον ἀλλ’ οὐδὲ ἄκεντρον, ὡς εἰ καὶ μόνον ἐπιψαύσειέ τις τιτρώσκειν, οὔτ’ ἐξαναλώθη τῷ φύσει δαπανηρῷ πυρί, τοὐναντίον δὲ ἐφυλάχθη πρὸς αὐτοῦ καὶ διαμένων ὁποῖος ἦν πρὶν ἀνακαίεσθαι μηδὲν ἀποβαλὼν τὸ παράπαν αὐγὴν προσέλαβε."],["69","τοῦθ’ ἅπαν ὑπογραφή τίς ἐστι τῆς ἐθνικῆς ὑποθέσεως, ἣ κατ’ ἐκεῖνον τὸν χρόνον ἐπεῖχε, μόνον οὐ βοῶσα τοῖς ἐν συμφοραῖς· „μὴ ἀναπίπτετε, τὸ ἀσθενὲς ὑμῶν δύναμίς ἐστιν, ἣ καὶ κεντεῖ καὶ κατατρώσει μυρίους. ὑπὸ τῶν ἐξαναλῶσαι γλιχομένων τὸ γένος ἀκόντων διασωθήσεσθε μᾶλλον ἢ ἀπολεῖσθε, τοῖς κακοῖς οὐ κακωθήσεσθε, ἀλλ’ ὅταν μάλιστα πορθεῖν νομίσῃ τις ὑμᾶς, τότε μάλιστα πρὸς εὔκλειαν ἐκλάμψετε. “"],["70","πάλιν τὸ πῦρ φθοροποιὸς οὐσία διελέγχουσα τοὺς ὠμοθύμους· „μὴ ταῖς ἰδίαις ἀλκαῖς ἐπαίρεσθε, τὰς ἀμάχους ῥώμας ἰδόντες καθαιρουμένας σωφρονίσθητε· ἡ μὲν καυστικὴ δύναμις τῆς φλογὸς ὡς ξύλον καίεται, τὸ δὲ φύσει καυστὸν ξύλον οἷα πῦρ ἐμφανῶς καίει. “"],["71","Τὸ τεράστιον τοῦτο καὶ τεθαυματουργημένον δείξας ὁ θεὸς τῷ Μωυσεῖ, παραίνεσιν ἐναργεστάτην τῶν μελλόντων ἀποτελεῖσθαι, καὶ διὰ χρησμῶν ἄρχεται προτρέπειν αὐτὸν ἐπὶ τὴν τοῦ ἔθνους σπεύδειν ἐπιμέλειαν, ὡς οὐ μόνον ἐλευθερίας παραίτιον ἀλλὰ καὶ ἡγεμόνα τῆς ἐνθένδε ἀποικίας οὐκ εἰς μακρὰν γενησόμενον, ὁμολογῶν ἐν ἅπασι συλλήψεσθαι."],["72","„κακουμένων γὰρ ἐκ πολλοῦ καὶ δυσανασχέτους ὕβρεις ὑπομενόντων, οὐδενὸς ἀνθρώπων οὔτ’ ἐπικουφίζοντος οὔτ’ ἐλεοῦντος τὰς συμφοράς, οἶκτον “φησίν „αὐτὸς ἔλαβον· καὶ γὰρ οἶδ’ ἰδίᾳ ἕκαστον καὶ πάντας ὁμοθυμαδὸν ἐφ’ ἱκετείας καὶ λιτὰς τραπομένους ἐλπίζειν τὴν ἐξ ἐμοῦ βοήθειαν· εἰμὶ δὲ τὴν φύσιν ἤπιος καὶ γνησίοις ἱκέταις ἵλεως."],["73","ἴθι δὴ πρὸς τὸν βασιλέα τῆς χώρας μηδὲν εὐλαβηθεὶς τὸ παράπαν— ὁ μὲν γὰρ πρότερος τέθνηκεν, ὃν ἀπεδίδρασκες διὰ φόβον ἐπιβουλῆς, ἕτερος δὲ τὴν χώραν ἐπιτέτραπται μηδενὸς τῶν πραγμάτων σοι μνησικακῶν— καὶ τὴν τοῦ ἔθνους γερουσίαν προσπαραλαβὼν εἰπὲ χρησμῷ προσκεκλῆσθαι ὑπ’ ἐμοῦ τὸ ἔθνος, ἵνα κατὰ τὰ πάτρια θύσῃ τριῶν ἡμερῶν ὁδὸν ἔξω τῶν ὅρων τῆς χώρας προελθόν. “"],["74","ὁ δὲ οὐκ ἀγνοῶν ἐπὶ τοῖς λεγομένοις ἀπιστήσοντας τούς τε ὁμοφύλους καὶ τοὺς ἄλλους ἅπαντας „ἐὰν οὖν “φησί „πυνθάνωνται, τί τὸ ὄνομα τῷ πέμψαντι, μηδ’ αὐτὸς εἰπεῖν ἔχων ἆρ’ οὐ δόξω διαπατᾶν “;"],["75","ὁ δὲ „τὸ μὲν πρῶτον λέγε “φησίν „αὐτοῖς, ὅτι ἐγώ εἰμι ὁ ὤν, ἵνα μαθόντες διαφορὰν ὄντος τε καὶ μὴ ὄντος προσαναδιδαχθῶσιν, ὡς οὐδὲν ὄνομα τὸ παράπαν ἐπ’ ἐμοῦ κυριολογεῖται, ᾧ μόνῳ πρόσεστι τὸ εἶναι."],["76","ἐὰν δ’ ἀσθενέστεροι τὰς φύσεις ὄντες ἐπιζητῶσι πρόσρησιν, δήλωσον αὐτοῖς μὴ μόνον τοῦθ’ ὅτι θεός εἰμι, ἀλλ’ ὅτι καὶ τριῶν τῶν ἐπωνύμων ἀνδρῶν ἀρετῆς, θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ, ὧν ὁ μὲν τῆς διδακτῆς, ὁ δὲ τῆς φυσικῆς, ὁ δὲ τῆς ἀσκητικῆς σοφίας κανών ἐστιν. ἐὰν δὲ ἔτι ἀπιστῶσι, τρισὶ σημείοις ἀναδιδαχθέντες μεταβαλοῦσιν, ἃ πρότερον οὔτε τις εἶδεν οὔτε ἤκουσεν ἀνθρώπων. “"],["77","ἦν δὲ τὰ σημεῖα τοιάδε· ῥάβδον, ἣν εἶχεν, εἰς τοὔδαφος ῥῖψαι κελεύει· ἡ δ’ αὐτίκα ψυχωθεῖσα εἷρπε καὶ τῶν ἀπόδων τὸ ἡγεμονικώτατον ὑπερμεγέθης δράκων γίνεται τελειότατος· ταχέως δ’ ἀποχωρήσας ἀπὸ τοῦ ζῴου καὶ διὰ δέος ἤδη πρὸς φυγὴν ὁρμῶν μετακαλεῖται καὶ θεοῦ προστάξαντος ἅμα τε θάρσος ἐμποιήσαντος ἐπιδράττεται τῆς οὐρᾶς."],["78","ὁ δὲ ἰλυσπώμενος ἔτι κατὰ τὴν ἐπαφὴν ἵσταται καὶ πρὸς μῆκος εὖ μάλα ταθεὶς εὐθὺς εἰς βακτηρίαν μετεστοιχειοῦτο τὴν αὐτήν, ὡς θαυμάζειν μὲν τὰς μεταβολὰς ἀμφοτέρας, ποτέρα δὲ καταπληκτικωτέρα, μὴ δύνασθαι διακρίνειν, τῆς ψυχῆς ἰσορρόπῳ πληχθείσης φαντασίᾳ."],["79","τοῦτο μὲν δὴ πρῶτον, ἕτερον δ’ οὐκ εἰς μακρὰν ἐθαυματουργεῖτο· τῶν χειρῶν τὴν ἑτέραν προστάττει τοῖς κόλποις ἐπικρύψαντα μικρὸν ὕστερον προενεγκεῖν· δράσαντος δὲ τὸ κελευσθέν, ἡ χεὶρ λευκοτέρα χιόνος ἐξαπιναίως ἀναφαίνεται· πάλιν δὲ καθέντος εἰς τοὺς κόλπους καὶ ἀνενεγκόντος, εἰς τὴν αὐτὴν χρόαν τρέπεται τὸ οἰκεῖον ἀπολαβοῦσα εἶδος."],["80","ταῦτα μὲν οὖν ὑπὸ μόνου μόνος ἐπαιδεύετο, ὡς παρὰ διδασκάλῳ γνώριμος, ἔχων παρ’ ἑαυτῷ τὰ τῶν τεράτων ὄργανα, τήν τε χεῖρα καὶ τὴν βακτηρίαν, οἷς προεφωδιάσθη."],["81","τρίτον δ’ ἐπιφέρεσθαι μὲν οὐκ ἦν οὐδὲ προδιδάσκεσθαι, ἔμελλε δ’ ἐκπλήττειν οὐκ ἔλαττον τὴν ἀρχὴν τοῦ γίνεσθαι λαβὸν ἐν Αἰγύπτῳ. ἦν δὲ τοιοῦτο· „τοῦ ποταμίου “φησίν „ὕδατος ὅσον ἂν ἀρυσάμενος ἐπὶ τὴν γῆς ἐκχέῃς, αἷμα ξανθότατον ἔσται πρὸς τῇ χρόᾳ καὶ τὴν δύναμιν ἑτεροιωθὲν εἰς ἀλλαγὴν παντελῆ. “"],["82","πιστὸν δ’ ὡς ἔοικε καὶ τοῦτ’ ἀνεφαίνετο, οὐ μόνον διὰ τὸ τοῦ λέγοντος ἀψευδές, ἀλλὰ καὶ διὰ τὰ ἤδη προεπιδειχθέντα ἐπί τε τῆς χειρὸς καὶ τῆς βακτηρίας θαυματουργήματα."],["83","πιστεύων δ’ ὅμως παρῃτεῖτο τὴν χειροτονίαν ἰσχνόφωνον καὶ βραδύγλωσσον, οὐκ εὔλογον, αὑτὸν εἶναι φάσκων καὶ μάλιστ’ ἀφ’ οὗ λέγοντος ἤκουε θεοῦ· νομίσας γὰρ τὴν ἀνθρωπίνην λογιότητα κατὰ σύγκρισιν τῆς θείας ἀφωνίαν εἶναι καὶ ἅμα τὴν φύσιν εὐλαβὴς ὢν ὑπεστέλλετο τοῖς ὑπερόγκοις, τὰ λίαν μεγάλα κρίνων οὐ καθ’ αὑτόν, καὶ παρεκάλει ἕτερον ἑλέσθαι τὸν εὐμαρῶς ἕκαστα τῶν ἐπισταλέντων διαπράξασθαι δυνησόμενον."],["84","ὁ δ’ ἀποδεξάμενος αὐτὸν τῆς αἰδοῦς \" ἆρά γε ἀγνοεῖς “εἶπε \" τὸν δόντα ἀνθρώπῳ στόμα καὶ κατασκευάσαντα γλῶτταν καὶ ἀρτηρίαν καὶ τὴν ἅπασαν λογικῆς φωνῆς ὀργανοποιίαν; αὐτός εἰμι ἐγώ. μηδὲν οὖν δείσῃς· ἐμοῦ γὰρ ἐπινεύσαντος ἀρθρωθήσεται πάντα καὶ μεταβαλεῖ πρὸς τὸ μέτριον, ὡς μηδενὸς ἔτι ἐμποδίζοντος ῥεῖν εὔτροχον καὶ λεῖον ἀπὸ καθαρᾶς πηγῆς τὸ τῶν λόγων νᾶμα. χρεία δ’ εἰ γένοιτο ἑρμηνέως, ὑποδιακονικὸν στόμα τὸν ἀδελφὸν ἕξεις, ἵν’ ὁ μὲν τῷ πλήθει ἀπαγγέλλῃ τὰ ἀπὸ σοῦ, σὺ δ’ ἐκείνῳ τὰ θεῖα. “"],["85","Ταῦτ’ ἀκούσας— οὐ γὰρ ἦν εἰς ἅπαν ἀντιλέγειν ἀσφαλὲς οὐδ’ ἀκίνδυνον— ἄρας ἐβάδιζε μετὰ γυναικὸς καὶ τέκνων ὁδὸν τὴν ἐπ’ Αἴγυπτον, καθ’ ἣν ὑπαντήσαντα τὸν ἀδελφὸν πείθει συνακολουθεῖν ὑπειπὼν τὰ θεῖα λόγια· τῷ δ’ ἄρα προϋπείργαστο ἡ ψυχὴ κατ’ ἐπιφροσύνην θεοῦ πρὸς πειθαρχίαν, ὡς ἀνενδοιάστως συναινεῖν καὶ ἑτοίμως ἕπεσθαι."],["86","παραγενόμενοι δ’ εἰς Αἴγυπτον γνώμῃ καὶ ψυχῇ μιᾷ τὸ μὲν πρῶτον τοὺς δημογέροντας τοῦ ἔθνους συναγαγόντες ἐν ἀπορρήτῳ μηνύουσι τοὺς χρησμοὺς καὶ ὡς ἔλεον καὶ οἶκτον λαβὼν αὐτῶν ὁ θεὸς ἐλευθερίαν καὶ τὴν ἐνθένδε μετανάστασιν εἰς ἀμείνω χώραν ὁμολογῶν αὐτὸς ἔσεσθαι τῆς ὁδοῦ ἡγεμὼν ὑπισχνεῖται."],["87","μετὰ δὲ ταῦτα καὶ τῷ βασιλεῖ θαρροῦσιν ἤδη διαλέγεσθαι περὶ τοῦ τὸν λεὼν ἱερουργήσοντα ἐκπέμψαι τῶν ὅρων· δεῖν γὰρ ἔφασκον ἐν ἐρήμῳ τὰς πατρίους θυσίας ἐπιτελεσθῆναι, μὴ κατὰ τὰ αὐτὰ ταῖς τῶν ἄλλων ἀνθρώπων γινομένας, ἀλλὰ τρόπῳ καὶ νόμῳ διαφεύγοντι τὴν κοινότητα διὰ τὰς τῶν ἐθῶν ἐξαιρέτους ἰδιότητας."],["88","ὁ δ’ ἐξ ἔτι σπαργάνων προγονικῷ τύφῳ τὴν ψυχὴν πεπιεσμένος καὶ μηδένα τὸ παράπαν νοητὸν θεὸν ἔξω τῶν ὁρατῶν νομίζων ἀποκρίνεται πρὸς ὕβριν εἰπών· „τίς ἐστιν οὗ χρή με ὑπακούειν; οὐκ οἶδα τὸν λεγόμενον τοῦτον καινὸν κύριον· οὐκ ἐξαποστέλλω τὸ ἔθνος ἐπὶ προφάσει ἑορτῆς καὶ θυσιῶν ἀφηνιάσον “(cf. Exod. 5, 2)."],["89","εἶθ’ ἅτε χαλεπὸς καὶ βαρύμηνις καὶ ἀπαραίτητος τὴν ὀργὴν κελεύει τοὺς τοῖς ἔργοις ἐφεστῶτας προπηλακίζεσθαι ὡς ἀνέσεις καὶ σχολὴν ἐνδιδόντας, ἀνέσεως καὶ σχολῆς εἶναι λέγων τὸ βουλεύεσθαι περὶ θυσιῶν καὶ ἑορτῶν· τοὺς γὰρ ἐν ἀνάγκαις τούτων οὐδὲ μεμνῆσθαι, ἀλλ’ οἷς ὁ βίος ἐν εὐπαθείᾳ πολλῇ καὶ τρυφῇ."],["90","βαρυτέρας οὖν ἢ πρότερον συμφορὰς ὑπομενόντων καὶ ἐπὶ τοῖς ἀμφὶ Μωυσῆν δυσχεραινόντων ὡς ἀπατεῶσι καὶ τὰ μὲν λάθρα τὰ δὲ φανερῶς κακηγορούντων καὶ ἀσεβείας αἰτιωμένων ἐπὶ τῷ δοκεῖν θεοῦ κατεψεῦσθαι, δεικνύειν ἄρχεται Μωυσῆς ἃ προὐδιδάχθη τέρατα, νομίσας τοὺς θεασομένους ἐκ τῆς ἐπεχούσης ἀπιστίας εἰς πίστιν τῶν λεγομένων μεταβαλεῖν."],["91","ἡ δὲ τῶν τεράτων ἐπίδειξις ἐγένετο καὶ τῷ βασιλεῖ διὰ σπουδῆς καὶ τοῖς ἐν τέλει τῶν Αἰγυπτίων. πάντων οὖν τῶν δυνατῶν συρρυέντων εἰς τὰ βασίλεια, λαβὼν τὴν βακτηρίαν ὁ Μωυσέως ἀδελφὸς καὶ κατασείσας μάλα ἐπιδεικτικῶς εἰς τοὔδαφος ῥίπτει· καὶ ἡ μὲν δράκων αὐτίκα γίνεται, οἱ δ’ ἐν κύκλῳ κατεθεῶντο καὶ ἅμα θαυμαστικῶς ἔχοντες ὑπὸ δέους ἐξαναχωροῦντες ἀπέφευγον."],["92","σοφισταὶ δ’ ὅσοι καὶ μάγοι παρετύγχανον „τί καταπλήττεσθε; “εἶπον· „οὐδ’ ἡμεῖς τῶν τοιούτων ἀμελετήτως ἔχομεν, ἀλλὰ χρώμεθα τέχνῃ δημιουργῷ τῶν ὁμοίων. “εἶθ’ ἑκάστου βακτηρίαν ἣν εἶχε ῥίψαντος, δρακόντων πλῆθος ἦν καὶ περὶ ἕνα τὸν πρῶτον εἱλοῦντο."],["93","ὁ δ’ ἐκ πολλοῦ τοῦ περιόντος διαναστὰς πρὸς ὕψος τὰ μὲν στέρνα εὐρύνει, τὸ δὲ στόμα διοίξας ὁλκοῦ πνεύματος ῥύμῃ βιαιοτάτῃ καθάπερ βόλον ἰχθύων πάντας ἐν κύκλῳ σαγηνεύσας ἐπισπᾶται καὶ καταπιὼν εἰς τὴν ἀρχαίαν φύσιν τῆς βακτηρίας μετέβαλεν."],["94","ἤδη μὲν οὖν ἐν ἑκάστου τῇ ψυχῇ τῶν ἐθελοκακούντων τὸ ὕποπτον διήλεγξεν ἡ μεγαλουργηθεῖσα ὄψις, ὡς μηκέτι νομίζειν ἀνθρώπων σοφίσματα καὶ τέχνας εἶναι τὰ γινόμενα πεπλασμένας πρὸς ἀπάτην. ἀλλὰ δύναμιν θειοτέραν τὴν τούτων αἰτίαν, ᾗ πάντα δρᾶν εὐμαρές."],["95","ἐπεὶ δὲ καὶ ὁμολογεῖν ἀναγκασθέντες ὑπὸ τῆς τῶν γινομένων ἐμφανοῦς ἐναργείας οὐδὲν ἧττον ἐθρασύνοντο, τῆς αὐτῆς ἀπανθρωπίας καὶ ἀσεβείας ὥσπερ ἀγαθοῦ τινος ἐπειλημμένοι βεβαιοτάτου, μήτε τοὺς καταδουλωθέντας ἀδίκως ἐλεοῦντες μήτε τὰ διὰ τῶν λόγων προσταττόμενα δρῶντες, ἅτε δὴ τοῦ θεοῦ τρανοτέραις χρησμῶν ἀποδείξεσι ταῖς διὰ σημείων καὶ τεράτων τὸ βούλημα δεδηλωκότος, ἐμβριθεστέρας ἐπανατάσεως ἐδέησε καὶ πληγῶν ἑσμοῦ, αἷς οἱ ἄφρονες νουθετοῦνται, οὓς λόγος οὐκ ἐπαίδευσε."],["96","Δέκα δὲ ἐπάγονται τῇ χώρᾳ τιμωρίαι, κατὰ τῶν τέλεια ἡμαρτηκότων τέλειος ἀριθμὸς κολάσεως· ἦν δὲ κόλασις παρηλλαχυῖα τὰς ἐν ἔθει. τὰ γὰρ στοιχεῖα τοῦ παντός, γῆ καὶ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ, ἐπιτίθενται, δικαιώσαντος θεοῦ, οἷς ἀπετελέσθη ὁ κόσμος, τὴν ἀσεβῶν χώραν φθαρῆναι, πρὸς ἔνδειξιν κράτους ἀρχῆς ᾗ κέχρηται, τὰ αὐτὰ καὶ σωτηρίως ἐπὶ γενέσει τῶν ὅλων σχηματίζοντος καὶ τρέποντος ὁπότε βουληθείη πρὸς τὴν κατὰ τῶν ἀσεβῶν ἀπώλειαν."],["97","διανέμει δὲ τὰς κολάσεις, τρεῖς μὲν τὰς ἐκ τῶν παχυμερεστέρων στοιχείων γῆς καὶ ὕδατος, ἐξ ὧν ἀπετελέσθησαν αἱ σωματικαὶ ποιότητες, ἐφεὶς τῷ Μωυσέως ἀδελφῷ, τὰς δ’ ἴσας ἐξ ἀέρος καὶ πυρὸς τῶν ψυχογονιμωτάτων μόνῳ Μωυσεῖ, μίαν δὲ κοινὴν ἀμφοτέροις ἑβδόμην ἐπιτρέπει, τρεῖς δὲ τὰς ἄλλας εἰς συμπλήρωσιν δεκάδος ἀνατίθησιν αὑτῷ."],["98","καὶ πρώτας ἐπιφέρειν ἄρχεται τὰς ἀφ’ ὕδατος· ἐπειδὴ γὰρ τὸ ὕδωρ Αἰγύπτιοι διαφερόντως ἐκτετιμήκασιν ἀρχὴν τῆς τῶν ὅλων γενέσεως τοῦτ’ εἶναι νομίζοντες, αὐτὸ πρῶτον ἠξίωσε καλέσαι πρὸς τὴν τῶν ἀποδεχομένων ἐπίπληξίν τε καὶ νουθεσίαν."],["99","τί οὖν οὐκ εἰς μακρὰν συνέβη; τοῦ Μωυσέως ἀδελφοῦ προστάξει θείᾳ κατενεγκόντος τὴν βακτηρίαν ἐπὶ τὸν ποταμόν, ὁ μὲν εὐθὺς ἀπ’ Αἰθιοπίας ἄχρι θαλάσσης εἰς αἷμα τρέπεται, συνεξαιματοῦνται δ’ αὐτῷ λίμναι, διώρυχες, κρῆναι, φρέατα, πηγαί, σύμπασα ἡ κατ’ Αἴγυπτον οὐσία ὕδατος, ὡς ἀπορίᾳ ποτοῦ τὰ παρὰ ταῖς ὄχθαις ἀναστέλλειν, τὰς δ’ ἀνατεμνομένας φλέβας καθάπερ ἐν ταῖς αἱμορραγίαις κρουνηδὸν αὐλοὺς ἀκοντίζειν αἵματος, μηδεμιᾶς ἐνορωμένης διαυγοῦς λιβάδος."],["100","ἐναπέθνῃσκε δὲ καὶ τὰ γένη τῶν ἰχθύων ἅπαντα, ἅτε τῆς ζωτικῆς δυνάμεως εἰς φθοροποιὸν μεταβαλούσης, ὡς δυσωδίας πάντα διὰ πάντων ἀναπεπλῆσθαι, τοσούτων σηπομένων ἀθρόον σωμάτων· πολὺς δὲ καὶ ἀνθρώπων ὄχλος ὑπὸ δίψους διαφθαρεὶς ἔκειτο σωρηδὸν ἐπὶ τῶν τριόδων, οὐ σθενόντων ἐπὶ τὰ μνήματα τῶν οἰκείων τοὺς τετελευτηκότας ἐκκομίζειν."],["101","ἐπὶ γὰρ ἡμέρας ἑπτὰ τὸ δεινὸν ἐκράτησεν, ἕως οἱ μὲν Αἰγύπτιοι τοὺς ἀμφὶ Μωυσῆν, οὗτοι δὲ τὸν θεὸν ἱκέτευσαν, οἶκτον λαβεῖν τῶν ἀπολλυμένων· ὁ δὲ τὴν φύσιν ἵλεως μεταβάλλει τὸ αἷμα εἰς ὕδωρ πότιμον ἀποδοὺς τῷ ποταμῷ καθαρὰ τὰ ἀρχαῖα ῥεῖθρα καὶ σωτήρια."],["102","μικρὸν δὲ ὅσον ἀνεθέντες ἐπὶ τὴν αὐτὴν ὠμότητα καὶ παρανομίαν ἵεντο, ὡς ἢ τοῦ δικαίου παντάπασιν ἐξ ἀνθρώπων ἀφανισθέντος ἢ τῶν ὑπομεινάντων μίαν τιμωρίαν δεύτερον οὐκ εἰωθότων ἐπιπλήττεσθαι· παθόντες δ’ ἀνεδιδάσκοντο νηπίων παίδων τρόπον μὴ καταφρονεῖν· ἡ γὰρ κόλασις ἑπομένη κατ’ ἴχνος μελλόντων μὲν ἐβράδυνε, πρὸς δὲ τὰ ἀδικήματα θέοντας ἐπιδραμοῦσα κατελάμβανε."],["103","πάλιν γὰρ ὁ Μωυσέως ἀδελφὸς κελευσθεὶς διώρυξι καὶ λίμναις καὶ ἕλεσι τὴν ῥάβδον ἐκτείνας ἐπιφέρει· πρὸς δὲ τὴν ἔκτασιν βατράχων πληθὺς ἀνέρπει τοσαύτη, ὡς μὴ μόνον ἀγορὰς καὶ πᾶσαν τὴν ὕπαιθρον, ἀλλὰ πρὸς τούτοις ἐπαύλεις, οἰκίας, ἱερά, πάντα ἰδιωτικὸν καὶ δημόσιον τόπον πεπληρῶσθαι, καθάπερ εἰς ἀποικίαν ἓν γένος τῶν ἐνύδρων τῆς φύσεως ἐκπέμψαι διανοηθείσης πρὸς τὴν ἐναντίαν χώραν· ἐναντία γὰρ χέρσος ὕδατι."],["104","μήτ’ οὖν ἔξω προελθεῖν ἕνεκα τοῦ προκατέχεσθαι τοὺς στενωποὺς μήτ’ ἔνδον δυνάμενοι μένειν— καὶ γὰρ τὰ ἐν μυχοῖς ἤδη προκατειλήφεσαν ἄχρι καὶ τῶν ὑψηλοτάτων ἀνέρποντες— ἐν ἐσχάταις ἦσαν συμφοραῖς καὶ σωτηρίας ἀπογνώσει."],["105","πάλιν οὖν καταφεύγουσιν ἐπὶ τοὺς αὐτούς, ὑποσχομένου τοῦ βασιλέως ἐπιτρέψαι τὴν ἔξοδον Ἑβραίοις· οἱ δὲ λιταῖς τὸν θεὸν ἐξευμενίζονται· καὶ ἐπινεύσαντος, τῶν φρύνων οἱ μὲν εἰς τὸν ποταμὸν ἀναχωροῦσι, τῶν δ’ εὐθὺς διαφθαρέντων κατὰ τὰς τριόδους θημῶνες ἦσαν, σωρηδὸν ἐπιφερόντων καὶ τοὺς οἴκοθεν διὰ τὰς ἀνυποίστους ὀσμάς, αἳ ἐκ νεκρῶν σωμάτων καὶ τοιούτων ἀνεφέροντο, ἃ καὶ ἔμψυχα ὄντα πολλὴν ἀηδίαν παρέχεται ταῖς αἰσθήσεσι."],["106","διαπνεύσαντες δὲ τῆς τιμωρίας ἐπ’ ὀλίγον ὥσπερ ἐν τοῖς ἀγῶσιν ἀθληταὶ συλλεξάμενοι δύναμιν, ἵν’ ἀπ’ ἐρρωμενεστέρας ἰσχύος ἀδικῶσι, πάλιν εἰς τὴν συνήθη κακίαν ἀνέδραμον ἐκλαθόμενοι ὧν τέως ὑπέμειναν κακῶν."],["107","ἐπισχὼν δὲ τὰς ἐκ τοῦ ὕδατος τιμωρίας ὁ θεὸς τὰς ἐκ γῆς ἐπέφερε τὸν αὐτὸν ἐπιστήσας κολαστήν, οὗ πάλιν κατὰ τὸ προσταχθὲν τῇ βακτηρίᾳ τοὔδαφος παίσαντος φορὰ σκνιπῶν ἐχύθη καὶ ταθεῖσα καθάπερ νέφος ἅπασαν ἐπέσχεν Αἴγυπτον."],["108","τὸ δὲ ζῷον, εἰ καὶ βραχύτατον, ὅμως ἀργαλεώτατον· οὐ γὰρ μόνον λυμαίνεται τὴν ἐπιφάνειαν κνησμοὺς ἐμποιοῦν ἀηδεῖς καὶ βλαβερωτάτους, ἀλλὰ καὶ εἰς τἀντὸς βιάζεται διὰ μυκτήρων καὶ ὤτων· σίνεται δὲ καὶ κόρας ὀφθαλμῶν εἰσπετόμενον, εἰ μὴ φυλάξαιτό τις· φυλακὴ δὲ τίς ἔμελλε πρὸς τοσαύτην ἔσεσθαι φοράν, καὶ μάλιστα θεοῦ κολάζοντος;"],["109","ἴσως ἄν τις ἐπιζητήσειε, διὰ τί τοῖς οὕτως ἀφανέσι καὶ ἠμελημένοις ζῴοις ἐτιμωρεῖτο τὴν χώραν παρεὶς ἄρκτους καὶ λέοντας καὶ παρδάλεις καὶ τὰ ἄλλα γένη τῶν ἀτιθάσων θηρίων, ἃ σαρκῶν ἀνθρωπείων ἅπτεται, καὶ εἰ μὴ ταῦτα, τὰς γοῦν Αἰγυπτίας ἀσπίδας, ὧν τὰ δήγματα πέφυκεν ἀνυπερθέτως ἀναιρεῖν."],["110","εἰ δ’ ὄντως ἀγνοεῖ, μαθέτω· πρῶτον μὲν ὅτι τοὺς οἰκήτορας τῆς χώρας ὁ θεὸς νουθετῆσαι μᾶλλον ἐβούλετο ἢ διαφθεῖραι· βουληθεὶς γὰρ ἀφανίζειν εἰς ἅπαν οὐκ ἂν ζῴοις ἐχρῆτο πρὸς τὰς ἐπιθέσεις ὥσπερ συνεργοῖς, ἀλλὰ τοῖς θεηλάτοις κακοῖς, λιμῷ τε καὶ λοιμῷ."],["111","μετὰ δὲ ταῦτα κἀκεῖνο προσδιδασκέσθω μάθημα πρὸς ἅπαντα τὸν βίον ἀναγκαῖον· τί δὲ τοῦτ’ ἐστίν; ἄνθρωποι μὲν γὰρ ὅταν πολεμῶσι, τὸ δυνατώτατον εἰς συμμαχίαν ἐπικουρικὸν ἐξετάζουσιν, ὃ τὴν αὐτῶν ἀσθένειαν ἐκπλήσει· θεὸς δ’ ἡ ἀνωτάτω καὶ μεγίστη δύναμις ὢν οὐδενός ἐστι χρεῖος· ἐὰν δέ που βουληθῇ καθάπερ ὀργάνοις τισὶ χρήσασθαι πρὸς τὰς τιμωρίας, οὐ τὰ ἐρρωμενέστατα καὶ μέγιστα αἱρεῖται, τῆς τούτων ἀλκῆς ἥκιστα φροντίζων, ἀλλὰ τοῖς εὐτελέσι καὶ μικροῖς ἀμάχους καὶ ἀηττήτους δυνάμεις ἐγκατασκευάσας ἀμύνεται δι’ αὐτῶν τοὺς ἀδικοῦντας, καθὰ καὶ νῦν. τί γὰρ εὐτελέστερον σκνιπός;"],["112","ἀλλ’ ὅμως τοσοῦτον ἴσχυσεν, ὡς ἀπαγορεῦσαι πᾶσαν Αἴγυπτον καὶ ἐκβοᾶν ἀναγκασθῆναι, ὅτι „δάκτυλος θεοῦ τοῦτ’ ἐστί “(Exod. 8, 19)· χεῖρα γὰρ θεοῦ μηδὲ τὴν σύμπασαν οἰκουμένην ὑποστῆναι ἂν ἀπὸ περάτων ἐπὶ πέρατα, μᾶλλον δ’ οὐδὲ τὸν σύμπαντα κόσμον."],["113","Τοιαῦται μὲν αἱ διὰ τοῦ Μωυσέως ἀδελφοῦ τιμωρίαι· ἃς δὲ αὐτὸς Μωυσῆς ὑπηρέτησε καὶ ἐξ οἵων τῆς φύσεως συνέστησαν μερῶν, κατὰ τὸ ἀκόλουθον ἐπισκεπτέον. ἀὴρ μὲν οὖν καὶ οὐρανός, αἱ καθαρώταται μοῖραι τῆς τῶν ὅλων οὐσίας, παρ’ ὕδατος καὶ γῆς διαδέχονται τὴν ἐπ’ Αἰγύπτῳ νουθεσίαν, ἧς ἐπίτροπος ἐχειροτονήθη Μωυσῆς."],["114","ἤρξατο δὲ πρότερον τὸν ἀέρα διακινεῖν· Αἴγυπτος γὰρ μόνη σχεδόν τι παρὰ τὰς ἐν τῷ νοτίῳ κλίματι χώρας τῶν ἐτησίων ὡρῶν μίαν τὴν χειμερινὴν οὐ παραδέχεται, τάχα μέν, ὡς λόγος, διὰ τὸ μὴ πόρρω ζώνης διακεκαυμένης εἶναι, ῥέοντος τοῦ πυρώδους ἐκεῖθεν ἀφανῶς καὶ τἀν κύκλῳ πάντα ἀλεαίνοντος, τάχα δὲ ἐπεὶ καὶ ταῖς θεριναῖς τροπαῖς πλημμυρῶν ὁ ποταμὸς προαναλίσκει τὰς νεφώσεις—"],["115","ἄρχεται μὲν γὰρ ἐπιβαίνειν θέρους ἐνισταμένου, λήγει δὲ λήγοντος, ἐν ᾧ χρόνῳ καὶ οἱ ἐτησίαι καταράττουσιν ἐξ ἐναντίας τῶν τοῦ Νείλου στομάτων, δι’ ὧν ἔτι κωλυόμενος ἐκχεῖσθαι, τῆς θαλάσσης ὑπὸ βίας τῶν ἀνέμων πρὸς ὕψος αἰρομένης καὶ τὰς τρικυμίας ὥσπερ μακρὸν τεῖχος ἀποτεινούσης, ἐντὸς εἱλεῖται, κἄπειτα τῶν ῥείθρων ὑπαντιαζόντων τοῦ τε κατιόντος ἄνωθεν ἀπὸ τῶν πηγῶν καὶ τοῦ θύραζε χωρεῖν ὀφείλοντος ταῖς ἀνακοπαῖς ἀνατρέχοντος εὐρύνεσθαί τε μὴ δυναμένων (αἱ γὰρ παρ’ ἑκάτερα ἐκθλίβουσιν ὄχθαι), μετεωριζόμενος ὡς εἰκὸς ἐπιβαίνει—,"],["116","τάχα δ’ ἐπεὶ καὶ περιττὸν ἦν ἐν Αἰγύπτῳ χειμῶνα γενέσθαι· πρὸς ὃ γὰρ αἱ τῶν ὄμβρων φοραὶ χρήσιμοι, καὶ ὁ ποταμὸς λιμνάζων τὰς ἀρούρας εἰς καρπῶν ἐτησίων γένεσιν."],["117","ἡ δὲ φύσις οὐ ματαιουργός, ὡς ὑετὸν χορηγεῖν μὴ δεομένῃ γῇ, καὶ ἅμα χαίρει τῷ πολυτρόπῳ καὶ πολυσχιδεῖ τῶν ἐπιστημονικῶν ἔργων τὴν συμφωνίαν τοῦ παντὸς ἐξ ἐναντιοτήτων ἐναρμοσαμένη· καὶ διὰ τοῦτο τοῖς μὲν ἄνωθεν ἐξ οὐρανοῦ τοῖς δὲ κάτωθεν ἐκ πηγῶν τε καὶ ποταμῶν παρέχει τὴν ἐξ ὕδατος ὠφέλειαν."],["118","οὕτως οὖν τῆς χώρας διακειμένης καὶ ταῖς χειμεριναῖς ἐαριζούσης τροπαῖς καὶ τῶν μὲν πρὸς θαλάττῃ μόναις ψεκάσιν ἀραιαῖς λιπαινομένων, τῶν δ’ ὑπὲρ Μέμφιν, τὸ βασίλειον Αἰγύπτου, μηδὲ νιφομένων τὸ παράπαν, ἐξαίφνης οὕτως ἐνεωτέρισεν ὁ ἀήρ, ὥσθ’ ὅσα ἐν τοῖς δυσχειμέροις ἀθρόα κατασκῆψαι, φορὰς ὑετῶν, χάλαζαν πολλὴν καὶ βαρεῖαν, ἀνέμων συμπιπτόντων καὶ ἀντιπαταγούντων βίας, νεφῶν ῥήξεις, ἐπαλλήλους ἀστραπὰς καὶ βροντάς, κεραυνοὺς συνεχεῖς, οἳ τερατωδεστάτην ὄψιν παρείχοντο· θέοντες γὰρ διὰ τῆς χαλάζης, μαχομένης οὐσίας, οὔτε ἔτηκον αὐτὴν οὔτε ἐσβέννυντο, μένοντες δ’ ἐν ὁμοίῳ καὶ δολιχεύοντες ἄνω καὶ κάτω διετήρουν τὴν χάλαζαν."],["119","ἀλλ’ οὐ μόνον ἡ ἐξαίσιος φορὰ πάντων τοὺς οἰκήτορας εἰς ὑπερβαλλούσας δυσθυμίας ἤγαγεν, ἀλλὰ καὶ τὸ τοῦ πράγματος ἄηθες· ὑπέλαβον γάρ, ὅπερ καὶ ἦν, ἐκ μηνιμάτων θείων κεκαινουργῆσθαι τὰ συμβάντα, νεωτερίσαντος ὡς οὔπω πρότερον τοῦ ἀέρος ἐπὶ λύμῃ καὶ φθορᾷ δένδρων τε καὶ καρπῶν, οἷς συνεφθάρη ζῷα οὐκ ὀλίγα, τὰ μὲν περιψύξεσι, τὰ δὲ βάρει τῆς ἐπιπιπτούσης χαλάζης ὥσπερ καταλευσθέντα, τὰ δ’ ὑπὸ τοῦ πυρὸς ἐξαναλωθέντα· ἔνια δ’ ἡμίφλεκτα διέμενε τοὺς τύπους τῶν κεραυνίων τραυμάτων εἰς"],["120","νουθεσίαν τῶν ὁρώντων ἐπιφερόμενα. λωφήσαντος δὲ τοῦ κακοῦ καὶ πάλιν τοῦ βασιλέως καὶ τῶν περὶ αὐτὸν θρασυνομένων, εἰς τὸν ἀέρα Μωυσῆς τὴν ῥάβδον ἐκτείνει, κελεύσαντος τοῦ θεοῦ. κἄπειτ’ ἄνεμος καταράττει, νότος βιαιότατος, ὅλην τὴν ἡμέραν καὶ νύκτα προσεπιτεινόμενος καὶ σφοδρυνόμενος, αὐτὸς καθ’ αὑτὸν ὢν μεγάλη ζημία· ξηρός τε γάρ ἐστι καὶ κεφαλαλγὴς καὶ βαρυήκοος, ἄσας τε καὶ ἀδημονίας ἐμποιεῖν ἱκανός, καὶ μάλιστ’ ἐν Αἰγύπτῳ κειμένῃ κατὰ τὰ νότια, δι’ ὧν αἱ περιπολήσεις τῶν φωσφόρων ἀστέρων, ὡς ἅμα τῷ διακινηθῆναι τὸν ἀφ’ ἡλίου φλογμὸν συνεπωθεῖσθαι καὶ πάντα καίειν."],["121","ἀλλὰ γὰρ ἅμ’ αὐτῷ καὶ πλῆθος ἀμήχανον ζῴων ἐπεφέρετο φθοροποιὸν φυτῶν, ἀκρίδες, αἳ ῥεύματος τρόπον ἀπαύστως ἐκχεόμεναι καὶ πάντα πληρώσασαι τὸν ἀέρα διέφαγον, ὅσα οἱ κεραυνοὶ ὑπελίποντο καὶ ἡ χάλαζα, ὡς μηδὲν ἐν τῇ τοσαύτῃ χώρᾳ βλαστάνον ἔτι θεωρεῖσθαι."],["122","τότε μόλις εἰς ἀκριβεστάτην ἔννοιαν τῶν οἰκείων ἐλθόντες οἱ ἐν τέλει κακῶν προσελθόντες ἔλεγον τῷ βασιλεῖ· „μέχρι τίνος οὐκ ἐπιτρέπεις τὴν ἔξοδον τοῖς ἀνδράσιν; ἢ οὔπω μανθάνεις ἐκ τῶν γινομένων, ὅτι ἀπόλωλεν Αἴγυπτος; “ὁ δ’ ὅσα τῷ δοκεῖν ἐφιεὶς ὡμολόγει, χαλάσαντος τοῦ δεινοῦ. πάλιν δ’ εὐξαμένου Μωυσέως, ὑπολαβὼν ἐκ τῆς θαλάττης ἄνεμος ἀποσκίδνησι τὰς ἀκρίδας."],["123","ἀνασκεδασθεισῶν δὲ καὶ τοῦ βασιλέως περὶ τὴν τοῦ ἔθνους ἄφεσιν δυσθανατοῦντος, ἐπιγίνεται τῶν πρότερον κακῶν μεῖζον· λαμπρᾶς γὰρ ἡμέρας οὔσης, ἐξαπιναίως ἀναχεῖται σκότος, ἴσως μὲν καὶ ἡλίου γενομένης ἐκλείψεως τῶν ἐν ἔθει τελειοτέρας, ἴσως δὲ καὶ συνεχείαις νεφῶν καὶ πυκνότησιν ἀδιαστάτοις καὶ πιλήσει βιαιοτάτῃ τῆς τῶν ἀκτίνων φορᾶς ἀνακοπείσης, ὡς ἀδιαφορεῖν ἡμέραν νυκτὸς καὶ τί γὰρ ἀλλ’ ἢ μίαν νύκτα νομίζεσθαι μακροτάτην τρισὶν ἡμέραις ἴσην καὶ ταῖς ἰσαρίθμοις νυξί."],["124","τότε δή φασι τοὺς μὲν ἐρριμμένους ἐν ταῖς εὐναῖς μὴ τολμᾶν ἐξανίστασθαι, τοὺς δ’ ὁπότε κατεπείγοι τι τῶν τῆς φύσεως ἀναγκαίων ἐπαφωμένους τοίχων ἤ τινος ἑτέρου καθάπερ τυφλοὺς μόλις προέρχεσθαι· καὶ γὰρ τοῦ χρειώδους πυρὸς τὸ φέγγος τὸ μὲν ὑπὸ τῆς κατεχούσης ζάλης ἐσβέννυτο, τὸ δὲ τῷ βάθει τοῦ σκότους ἀμαυρούμενον ἐνηφανίζετο, ὡς τὴν ἀναγκαιοτάτην ὄψιν τῶν αἰσθήσεων ὑγιαίνουσαν πηρὸν εἶναι μηδὲν ὁρᾶν δυναμένην, τετράφθαι δὲ καὶ τὰς ἄλλας οἷα ὑπηκόους πεσούσης τῆς ἡγεμονίδος·"],["125","οὔτε γὰρ λέγειν τις οὔτ’ ἀκούειν οὔτε προσενέγκασθαι τροφὰς ὑπέμενεν, ἀλλ’ ἡσυχίᾳ καὶ λιμῷ παρέτεινον αὑτοὺς οὐδεμιᾷ τῶν αἰσθήσεων σχολάζοντες, ἀλλ’ ὑπὸ τοῦ πάθους ὅλοι συνηρπασμένοι, μέχρι πάλιν Μωυσῆς λαβὼν οἶκτον ἱκετεύει τὸν θεόν· ὁ δὲ φῶς ἀντὶ σκότους καὶ ἡμέραν ἀντὶ νυκτὸς ἐργάζεται σὺν αἰθρίᾳ πολλῇ."],["126","Τοιαύτας φασὶ γενέσθαι καὶ τὰς διὰ μόνου Μωυσέως ἐπιπλήξεις, τὴν διὰ χαλάζης καὶ κεραυνῶν, τὴν διὰ τῆς ἀκρίδος, τὴν διὰ σκότους, ὃ πᾶσαν ἰδέαν φωτὸς οὐ παρεδέχετο· κοινῇ δ’ αὐτός τε καὶ ὁ ἀδελφὸς μίαν ἐπετράπησαν, ἣν αὐτίκα σημανῶ."],["127","κελεύσαντος τοῦ θεοῦ, τέφραν ἀπὸ καμίνου λαμβάνουσι ταῖς χερσίν, ἣν Μωυσῆς κατὰ μέρος εἰς τὸν ἀέρα διέπαττεν· ἔπειτα κονιορτὸς αἰφνίδιον ἐπενεχθεὶς ἀνθρώποις τε καὶ ἀλόγοις ζῴοις ἀγρίαν καὶ δυσαλγῆ κατὰ τῆς δορᾶς ἁπάσης ἕλκωσιν εἰργάζετο καὶ τὰ σώματα εὐθὺς συνῴδει ταῖς ἐξανθήσεσιν ὑποπύους ἔχοντα φλυκταίνας, ἃς ἐτόπασεν ἄν τις ἀφανῶς ὑποκαιομένας ἀναζεῖν."],["128","ἀλγηδόσι τε καὶ περιωδυνίαις κατὰ τὸ εἰκὸς ἐκ τῆς ἑλκώσεως καὶ φλογώσεως πιεζόμενοι μᾶλλον ἢ οὐχ ἧττον τῶν σωμάτων τὰς ψυχὰς ἔκαμνον ἐκτετρυχωμένοι ταῖς ἀνίαις— ἓν γὰρ ἄν τις ἀπὸ κεφαλῆς ἄχρι ποδῶν συνεχὲς ἕλκος ἐθεάσατο, τῶν κατὰ μέλος καὶ μέρος διεσπαρμένων εἰς μίαν καὶ τὴν αὐτὴν ἰδέαν ἀποκριθέντων—, ἕως πάλιν ἱκεσίαις τοῦ νομοθέτου, ἃς ὑπὲρ τῶν πασχόντων ἐποιήσατο, ἡ νόσος ῥᾴων ἐγένετο."],["129","κοινῇ μέντοι τὴν νουθεσίαν ταύτην ἐπετράπησαν δεόντως, ὁ μὲν ἀδελφὸς διὰ τὸν ἐπενεχθέντα κονιορτόν, ἐπεὶ τῶν ἀπὸ γῆς συμβαινόντων τὴν ἐπιμέλειαν ἔλαχε, Μωυσῆς δὲ διὰ τὸν ἀέρα μεταβαλόντα πρὸς κάκωσιν τῶν οἰκητόρων· ταῖς δ’ ἀπ’ ἀέρος καὶ οὐρανοῦ πληγαῖς οὗτος ὑπηρέτει."],["130","Λοιπαὶ δὲ τιμωρίαι τρεῖς εἰσιν αὐτουργηθεῖσαι δίχα τῆς ἀνθρώπων ὑπηρεσίας, ὧν κατὰ μίαν ἑκάστην, ὡς ἂν οἷόν τε ᾖ, δηλώσω. πρώτη δ’ ἐστὶν ἡ γενομένη διὰ ζῴου τῶν ἐν τῇ φύσει πάντων θρασυτάτου, κυνομυίας, ἣν ἐτύμως ἐκάλεσαν οἱ θετικοὶ τῶν ὀνομάτων— σοφοὶ γὰρ ἦσαν— ἐκ τῶν ἀναιδεστάτων ζῴων συνθέντες τοὔνομα, μυίας καὶ κυνός, τοῦ μὲν τῶν χερσαίων θρασυτάτου, τῆς δὲ τῶν πτηνῶν· ἐπιφοιτῶσι γὰρ καὶ ἐπιτρέχουσιν ἀδεῶς, κἂν ἀνείργῃ τις, εἰς τὸ ἀήττητον ἀντιφιλονεικοῦσιν, ἄχρις ἂν αἵματος καὶ σαρκῶν κορεσθῶσιν."],["131","ἡ δὲ κυνόμυια τὴν ἀφ’ ἑκατέρου τόλμαν προσειληφυῖα δηκτικὸν καὶ ἐπίβουλον ζῷόν ἐστι· καὶ γὰρ πόρρωθεν μετὰ ῥοίζου καθάπερ βέλος εἰσακοντίζεται καὶ ἐπεμπίπτουσα βιαίως εὖ μάλα ἐγχρίμπτεται."],["132","τότε δὲ καὶ θεήλατος ἦν ἡ προσβολή, ὡς δεδιπλασιάσθαι τὴν ἐξ αὐτῆς ἐπιβουλὴν οὐκέτι μόνον τοῖς φυσικοῖς κεχρημένης πλεονεκτήμασιν, ἀλλὰ καὶ τοῖς ἐκ θείας ἐπιφροσύνης, ἣ τὸ ζῷον ὥπλιζε καὶ πρὸς ἀλκὴν ἀνήγειρε κατὰ τῶν ἐγχωρίων."],["133","μετὰ τὴν κυνόμυιαν εἵπετο τιμωρία πάλιν ἄνευ συμπράξεως ἀνθρωπίνης, βοσκημάτων θάνατος· βουκόλια γὰρ καὶ αἰπόλια καὶ ποίμνια μεγάλα καὶ ὅσαι ὑποζυγίων καὶ ἄλλων θρεμμάτων ἰδέαι πᾶσαι μιᾷ ἡμέρᾳ, ὡς ἀφ’ ἑνὸς συνθήματος, ἀγεληδὸν διεφθείροντο, τὴν ἀνθρώπων ἀπώλειαν, ἣ μικρὸν ὕστερον ἔμελλε γίνεσθαι, προμηνύουσαι καθάπερ ἐν ταῖς λοιμώδεσι νόσοις· λέγεται γὰρ προάγων τις εἶναι λοιμικῶν ἀρρωστημάτων ἡ ζῴων ἀλόγων αἰφνίδιος φθορά."],["134","μεθ’ ἣν ἡ δεκάτη καὶ τελευταία δίκη πάσας ὑπερβάλλουσα τὰς προτέρας ἐπεγένετο, θάνατος Αἰγυπτίων οὔτε πάντων— οὐ γὰρ ἐρημῶσαι τὴν χώραν προῃρεῖτο ὁ θεὸς ἀλλὰ νουθετῆσαι μόνον— οὔτε τῶν πλείστων ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν ἐξ ἁπάσης ἡλικίας, ἀλλὰ τοῖς ἄλλοις ζῆν ἐφιεὶς μόνων τῶν πρωτοτόκων καταψηφίζεται θάνατον ἀρξάμενος ἀπὸ τοῦ πρεσβυτάτου τῶν βασιλέως παίδων καὶ λήξας εἰς τὸν τῆς ἀφανεστάτης ἀλετρίδος."],["135","περὶ γὰρ μέσας νύκτας οἱ πρῶτοι πατέρας καὶ μητέρας προσειπόντες καὶ ὑπ’ ἐκείνων υἱοὶ πάλιν πρῶτον ὀνομασθέντες ὑγιαίνοντες καὶ τὰ σώματα ἐρρωμένοι πάντες ἀπ’ οὐδεμιᾶς προφάσεως ἡβηδὸν ἐξαπιναίως ἀνῄρηντο καὶ οὐδεμίαν οἰκίαν ἀμοιρῆσαί φασι τότε τῆς συμφορᾶς."],["136","ἅμα δὲ τῇ ἕῳ κατὰ τὸ εἰκὸς ἕκαστοι θεασάμενοι τοὺς φιλτάτους ἀπροσδοκήτως τετελευτηκότας, οἷς ὁμοδίαιτοι καὶ ὁμοτράπεζοι μέχρι τῆς ἑσπέρας ἐγεγένηντο, βαρυτάτῳ πένθει κατασχεθέντες οἰμωγῆς πάντα ἐνέπλησαν, ὥστε συνέβη καὶ διὰ τὴν κοινοπραγίαν τοῦ πάθους ἁπάντων ἀθρόως ὁμοθυμαδὸν ἐκβοησάντων ἕνα θρῆνον ἀπὸ περάτων ἐπὶ πέρατα κατὰ πάσης τῆς χώρας συνηχῆσαι."],["137","καὶ μέχρι μὲν ἐν ταῖς οἰκίαις διέτριβον, ἀγνοῶν ἕκαστος τὸ τοῦ πλησίον κακὸν ἐπὶ τῷ ἑαυτοῦ μόνον ἔστενε, προελθὼν δὲ καὶ γνοὺς τὰ τῶν ἄλλων διπλοῦν πένθος πρὸς τῷ ἰδίῳ καὶ τὸ κοινὸν εὐθὺς ἐλάμβανεν, ἐπ’ ἐλάττονι καὶ κουφοτέρῳ μεῖζον καὶ βαρύτερον, ἅτε καὶ τὴν ἐλπίδα τῆς παραμυθίας ἀφῃρημένος· τίς γὰρ ἔμελλε παρηγορεῖν ἕτερον αὐτὸς ὢν τοῦδε χρεῖος;"],["138","ὅπερ δ’ ἐν τοῖς τοιούτοις φιλεῖ, τὰ παρόντα νομίσαντες ἀρχὴν εἶναι μειζόνων καὶ περὶ τῆς τῶν ἔτι ζώντων ἀπωλείας καταδείσαντες συνέδραμον εἰς τὰ βασίλεια δεδακρυμένοι καὶ τὰς ἐσθῆτας περιερρηγμένοι κατεβόων τε τοῦ βασιλέως ὡς πάντων αἰτίου τῶν συμβεβηκότων δεινῶν."],["139","εἰ γάρ, ἔλεγον, εὐθὺς ἐν ἀρχῇ Μωυσέως ἐντυχόντος εἴασεν ἐξελθεῖν τὸ ἔθνος, οὐδενὸς ἂν τῶν γεγονότων πειραθῆναι τὸ παράπαν· εἴξαντος δ’ αὐθαδείᾳ τῇ συνήθει, τὰ ἐπίχειρα τῆς ἀκαίρου φιλονεικίας ἐξ ἑτοίμου λαβεῖν. εἶτ’ ἄλλος ἄλλον παρεκάλει τὸν λεὼν μετὰ πάσης σπουδῆς ἐξ ἁπάσης τῆς χώρας ἐξελαύνειν, καὶ τὸ μίαν ἡμέραν μᾶλλον δὲ ὥραν αὐτὸ μόνον κατασχεῖν πρὸς ἀνήκεστον τιμωρίαν τιθέμενοι."],["140","οἱ δ’ ἐλαυνόμενοι καὶ διωκόμενοι τῆς αὑτῶν εὐγενείας εἰς ἔννοιαν ἐλθόντες τόλμημα τολμῶσιν, ὁποῖον εἰκὸς ἦν τοὺς ἐλευθέρους καὶ μὴ ἀμνήμονας ὧν ἐπεβουλεύθησαν ἀδίκως."],["141","πολλὴν γὰρ λείαν ἐκφορήσαντες τὴν μὲν αὐτοὶ διεκόμιζον ἐπηχθισμένοι, τὴν δὲ τοῖς ὑποζυγίοις ἐπέθεσαν, οὐ διὰ φιλοχρηματίαν ἤ, ὡς ἄν τις κατηγορῶν εἴποι, τὴν τῶν ἀλλοτρίων ἐπιθυμίαν— πόθεν;— ἀλλὰ πρῶτον μὲν ὧν παρὰ πάντα τὸν χρόνον ὑπηρέτησαν ἀναγκαῖον μισθὸν κομιζόμενοι, εἶτα δὲ ὑπὲρ ὧν κατεδουλώθησαν ἐν ἐλάττοσι καὶ οὐχὶ τοῖς ἴσοις ἀντιλυποῦντες· ποῦ γάρ ἐσθ’ ὅμοιον ζημία χρημάτων καὶ στέρησις ἐλευθερίας, ὑπὲρ ἧς οὐ μόνον προΐεσθαι τὰς οὐσίας οἱ νοῦν ἔχοντες ἀλλὰ καὶ ἀποθνῄσκειν ἐθέλουσιν;"],["142","ἐν ἑκατέρῳ δὴ κατώρθουν, εἴθ’ ὡς ἐν εἰρήνῃ μισθὸν λαμβάνοντες, ὃν παρ’ ἀκόντων πολὺν χρόνον οὐκ ἀποδιδόντων ἀπεστεροῦντο, εἴθ’ ὡς ἐν πολέμῳ τὰ τῶν ἐχθρῶν φέρειν ἀξιοῦντες νόμῳ τῶν κεκρατηκότων· οἱ μὲν γὰρ χειρῶν ἦρξαν ἀδίκων, ξένους καὶ ἱκέτας, ὡς ἔφην πρότερον, καταδουλωσάμενοι τρόπον αἰχμαλώτων, οἱ δὲ καιροῦ παραπεσόντος ἠμύναντο δίχα τῆς ἐν ὅπλοις παρασκευῆς, προασπίζοντος καὶ τὴν χεῖρα ὑπερέχοντος τοῦ δικαίου."],["143","Τοσαύταις μὲν δὴ πληγαῖς καὶ τιμωρίαις Αἴγυπτος ἐνουθετεῖτο, ὧν οὐδεμία τῶν Ἑβραίων καίτοι γε ἐν ταῖς αὐταῖς πόλεσι καὶ κώμαις καὶ οἰκίαις συνδιατριβόντων ἥψατο, γῆς ὕδατος ἀέρος πυρός, ἃ μέρη τῆς φύσεώς ἐστιν, ἣν ἀμήχανον ἐκφυγεῖν, ἐπιθεμένων· ὃ δὴ καὶ παραδοξότατον ἦν, ὑπὸ τῶν αὐτῶν κατὰ τὸν αὐτὸν τόπον καὶ χρόνον τοὺς μὲν διαφθείρεσθαι, τοὺς δὲ σῴζεσθαι."],["144","ὁ ποταμὸς εἰς αἷμα μετέβαλεν, ἀλλ’ οὐχ Ἑβραίοις· ἡνίκα γὰρ βουληθεῖεν ἀρύσασθαι, τροπὴν ἐλάμβανεν εἰς πότιμον. βάτραχος ἐκ τῶν ὑδάτων ἐπὶ τὴν χέρσον ἀνερπύσας ἀγορὰς καὶ ἐπαύλεις καὶ οἰκίας ἐπλήρωσεν, ἀλλ’ ἀπὸ τῶν Ἑβραίων ἐξανεχώρει μόνων καθάπερ διακρίνειν ἐπιστάμενος, οὕς τε χρὴ κολάζεσθαι καὶ τοὐναντίον."],["145","οὐ σκνίπες, οὐ κυνόμυια, οὐκ ἀκρίς, ἣ καὶ φυτὰ καὶ καρποὺς καὶ ζῷα καὶ ἀνθρώπους μεγάλα ἔβλαψε, τούτοις προσέπτησαν· οὐχ ὑετῶν, οὐ χαλάζης, οὐ κεραυνῶν αἱ γενόμεναι συνεχεῖς φοραὶ μέχρι τούτων ἔφθασαν· ἑλκώσεως τῆς ἀργαλεωτάτης εἰς τὸ παθεῖν οὐδ’ ὄναρ ἐπῄσθοντο· βαθυτάτου σκότους τοῖς ἄλλοις ἀναχυθέντος, ἐν αὐγῇ καθαρᾷ διήγαγον, τοῦ ἡμερησίου φωτὸς ἐπιλάμποντος· ἀναιρουμένων τῶν παρ’ Αἰγυπτίοις πρωτοτόκων, ἐτελεύτησεν Ἑβραῖος οὐδείς· οὐδὲ γὰρ εἰκὸς ἦν, ὁπότε καὶ ἡ τῶν ἀμυθήτων φθορὰ θρεμμάτων οὐδεμίαν τῶν παρὰ τούτοις ἀγέλην συνεπεσπάσατο πρὸς ἀπώλειαν."],["146","καί μοί τις δοκεῖ παρατυχὼν τοῖς γενομένοις κατ’ ἐκεῖνον τὸν καιρὸν μηδὲν ἂν ἄλλο νομίσαι τοὺς Ἑβραίους ἢ θεατὰς ὧν ἕτεροι κακῶν ὑπέμενον καὶ οὐ μόνον***, ἀλλὰ καὶ μαθημάτων τὸ κάλλιστον καὶ ὠφελιμώτατον ἀναδιδασκομένους, εὐσέβειαν· οὐ γάρ ποθ’ οὕτως ἡ τῶν ἀγαθῶν καὶ κακῶν κρίσις ἐμφανῶς ἦλθε τοῖς μὲν φθορὰν τοῖς δὲ σωτηρίαν παρασχοῦσα."],["147","Τῶν δ’ ἐξιόντων καὶ μετανισταμένων οἱ μὲν ἀνδρὸς ἔχοντες ἡλικίαν ὑπὲρ ἑξήκοντα μυριάδας ἦσαν, ὁ δ’ ἄλλος ὅμιλος πρεσβυτῶν, παίδων, γυναικῶν οὐ ῥᾴδιος ἀριθμηθῆναι· μιγάδων δὲ καὶ συγκλύδων καὶ θεραπείας ὄχλος συνεξῆλθεν ὡσανεὶ νόθον μετὰ γνησίου πλήθους· οὗτοι δ’ ἦσαν οἱ ἐκ γυναικῶν γεννηθέντες Αἰγυπτίων τοῖς Ἑβραίοις καὶ τῷ πατρῴῳ γένει προσνεμηθέντες καὶ ὅσοι τὸ θεοφιλὲς ἀγάμενοι τῶν ἀνδρῶν ἐπηλύται ἐγένοντο καὶ εἰ δή τινες τῷ μεγέθει καὶ πλήθει τῶν ἐπαλλήλων κολάσεων μετεβάλοντο σωφρονισθέντες."],["148","τούτων ἁπάντων ἡγεμὼν ἐχειροτονεῖτο Μωυσῆς τὴν ἀρχὴν καὶ βασιλείαν λαβὼν οὐχ ὥσπερ ἔνιοι τῶν ἐπὶ τὰς δυναστείας ὠθουμένων ὅπλοις καὶ μηχανήμασιν ἱππικαῖς τε καὶ πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσιν, ἀλλ’ ἀρετῆς ἕνεκα καὶ καλοκἀγαθίας καὶ τῆς πρὸς ἅπαντας εὐνοίας, ᾗ χρώμενος ἀεὶ διετέλει, καὶ προσέτι καὶ τοῦ φιλαρέτου καὶ φιλοκάλου θεοῦ γέρας ἄξιον αὐτῷ παρασχόντος."],["149","ἐπειδὴ γὰρ τὴν Αἰγύπτου κατέλιπεν ἡγεμονίαν, θυγατριδοῦς τοῦ τότε βασιλεύοντος ὤν, ἕνεκα τῶν κατὰ τὴν χώραν γινομένων ἀδικημάτων πολλὰ χαίρειν φράσας ταῖς ἀπὸ τῶν θεμένων ἐλπίσι διὰ ψυχῆς εὐγένειαν καὶ φρονήματος μέγεθος καὶ τὸ μισοπόνηρον φύσει, τῷ πρυτανεύοντι καὶ ἐπιμελουμένῳ τῶν ὅλων ἔδοξεν αὐτὸν ἀμείψασθαι βασιλείᾳ πολυανθρωποτέρου καὶ κρείττονος ἔθνους, ὅπερ ἔμελλεν ἐξ ἁπάντων τῶν ἄλλων ἱερᾶσθαι τὰς ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων αἰεὶ ποιησόμενον εὐχὰς ὑπέρ τε κακῶν ἀποτροπῆς καὶ μετουσίας ἀγαθῶν."],["150","παραλαβὼν δὲ τὴν ἀρχὴν οὐχ ὥσπερ ἔνιοι τὸν ἴδιον αὔξειν οἶκον καὶ τοὺς υἱοὺς— δύο γὰρ ἦσαν αὐτῷ— προάγειν ἐπὶ μέγα δυνάμεως ἐσπούδασεν, ὡς ἐν μὲν τῷ παρόντι κοινωνοὺς αὖθις δὲ καὶ διαδόχους ἀποφῆναι· γνώμῃ γὰρ ἀδόλῳ καὶ καθαρᾷ πρὸς πάντα μικρά τε αὖ καὶ μεγάλα χρώμενος τὴν φυσικὴν πρὸς τὰ τέκνα φιλοστοργίαν οἷα κριτὴς ἀγαθὸς ἐνίκα τῷ περὶ τὸν λογισμὸν ἀδεκάστῳ."],["151","προὔκειτο γὰρ ἓν αὐτῷ τέλος ἀναγκαιότατον, ὀνῆσαι τοὺς ἀρχομένους καὶ πάνθ’ ὑπὲρ τῆς τούτων ὠφελείας ἔργῳ καὶ λόγῳ πραγματεύεσθαι, μηδένα παραλιπόντι καιρὸν τῶν συντεινόντων εἰς κοινὴν κατόρθωσιν."],["152","μόνος οὗτος τῶν πώποθ’ ἡγεμονευσάντων οὐ χρυσὸν οὐκ ἄργυρον ἐθησαυρίσατο, οὐ δασμοὺς ἐξέλεξεν, οὐκ οἰκίας, οὐ κτήματα, οὐ θρέμματα, οὐ θεραπείαν οἰκετικήν, οὐ προσόδους, οὐκ ἄλλο τῶν εἰς πολυτέλειαν καὶ περιουσίαν οὐδὲν ἐκτήσατο, καίτοι πάντων ἔχειν ἀφθονίαν δυνάμενος·"],["153","ἀλλ’ ὑπολαβὼν πενίας ψυχικῆς ἔργον εἶναι τὸν ἐν ταῖς ὕλαις ἀποδέχεσθαι πλοῦτον τοῦ μὲν ὡς τυφλοῦ κατεφρόνησε, τὸν δὲ βλέποντα τῆς φύσεως ἐξετίμησε καὶ ζηλωτὴς ὡς οὐκ οἶδ’ εἴ τις ἕτερος αὐτοῦ γενόμενος ἐν μὲν ἐσθῆσι καὶ τροφαῖς καὶ τοῖς ἄλλοις τοῖς περὶ δίαιταν οὐδὲν ἐπιτραγῳδῶν πρὸς σεμνότερον ὄγκον εὐτέλειαν καὶ εὐκολίαν ἐπετήδευεν ἰδιώτου, πολυτέλειαν δὲ τῷ ὄντι βασιλικὴν ἐν οἷς καλὸν ἦν πλεονεκτεῖν τὸν ἄρχοντα·"],["154","ταῦτα δ’ ἦσαν ἐγκράτειαι, καρτερίαι, σωφροσύναι, ἀγχίνοιαι, συνέσεις, ἐπιστῆμαι, πόνοι, κακοπάθειαι, ἡδονῶν ὑπεροψίαι, δικαιοσύναι, προτροπαὶ πρὸς τὰ βέλτιστα, ψόγοι καὶ κολάσεις ἁμαρτανόντων νόμιμοι, ἔπαινοι καὶ τιμαὶ κατορθούντων πάλιν σὺν νόμῳ."],["155","τοιγαροῦν πολλὰ χαίρειν φράσαντα πολυχρηματίᾳ καὶ τῷ παρ’ ἀνθρώποις μέγα πνέοντι πλούτῳ γεραίρει θεὸς τὸν μέγιστον καὶ τελεώτατον ἀντιδοὺς πλοῦτον αὐτῷ· οὗτος δ’ ἐστὶν ὁ τῆς συμπάσης γῆς καὶ θαλάττης καὶ ποταμῶν καὶ τῶν ἄλλων ὅσα στοιχεῖα καὶ συγκρίματα· κοινωνὸν γὰρ ἀξιώσας ἀναφανῆναι τῆς ἑαυτοῦ λήξεως ἀνῆκε πάντα τὸν κόσμον ὡς κληρονόμῳ κτῆσιν ἁρμόζουσαν."],["156","τοιγαροῦν ὑπήκουεν ὡς δεσπότῃ τῶν στοιχείων ἕκαστον ἀλλάττον ἣν εἶχε δύναμιν καὶ ταῖς προστάξεσιν ὑπεῖκον· καὶ θαυμαστὸν ἴσως οὐδέν· εἰ γὰρ κατὰ τὴν παροιμίαν „κοινὰ τὰ φίλων„, φίλος δὲ ὁ προφήτης ἀνείρηται θεοῦ (cf. Exod. 33, 11), κατὰ τὸ ἀκόλουθον μετέχοι ἂν αὐτοῦ καὶ τῆς κτήσεως, καθ’ ὃ χρειῶδες."],["157","ὁ μὲν γὰρ θεὸς πάντα κεκτημένος οὐδενὸς δεῖται, ὁ δὲ σπουδαῖος ἄνθρωπος κέκτηται μὲν οὐδὲν κυρίως ἀλλ’ οὐδ’ ἑαυτόν, τῶν δὲ τοῦ θεοῦ κειμηλίων, καθ’ ὅσον ἂν οἷός τε ᾖ, μεταλαγχάνει. καὶ μήποτ’ εἰκότως· κοσμοπολίτης γάρ ἐστιν, ἧς χάριν αἰτίας οὐδεμιᾷ τῶν κατὰ τὴν οἰκουμένην πόλεων ἐνεγράφη, δεόντως, οὐ μέρος χώρας ἀλλ’ ὅλον τὸν κόσμον κλῆρον λαβών. τί δ’;"],["158","οὐχὶ καὶ μείζονος τῆς πρὸς τὸν πατέρα τῶν ὅλων καὶ ποιητὴν κοινωνίας ἀπέλαυσε προσρήσεως τῆς αὐτῆς ἀξιωθείς; ὠνομάσθη γὰρ ὅλου τοῦ ἔθνους θεὸς καὶ βασιλεύς· εἴς τε τὸν γνόφον, ἔνθα ἦν ὁ θεός, εἰσελθεῖν λέγεται (Exod. 20, 21), τουτέστιν εἰς τὴν ἀειδῆ καὶ ἀόρατον καὶ ἀσώματον τῶν ὄντων παραδειγματικὴν οὐσίαν, τὰ ἀθέατα φύσει θνητῇ κατανοῶν· καθάπερ τε γραφὴν εὖ δεδημιουργημένην ἑαυτὸν καὶ τὸν ἑαυτοῦ βίον εἰς μέσον προαγαγὼν πάγκαλον καὶ θεοειδὲς ἔργον ἔστησε παράδειγμα τοῖς ἐθέλουσι μιμεῖσθαι."],["159","εὐδαίμονες δ’ ὅσοι τὸν τύπον ταῖς ἑαυτῶν ψυχαῖς ἐναπεμάξαντο ἢ ἐσπούδασαν ἐναπομάξασθαι· φερέτω γὰρ ἡ διάνοια μάλιστα μὲν τὸ εἶδος τέλειον ἀρετῆς, εἰ δὲ μή, τὸν γοῦν ὑπὲρ τοῦ κτήσασθαι τὸ εἶδος ἀνενδοίαστον πόθον."],["160","καὶ μὴν οὐδ’ ἐκεῖνό τις ἀγνοεῖ, ὅτι ζηλωταὶ τῶν ἐνδόξων οἱ ἀφανεῖς εἰσι καί, ὧν ἂν ἐκεῖνοι μάλιστ’ ὀρέγεσθαι δοκῶσι, πρὸς ταῦτα τὰς αὑτῶν ἀποτείνουσιν ὁρμάς· ἐπειδὰν γοῦν ἡγεμὼν ἄρξηται καθηδυπαθεῖν καὶ πρὸς τὸν ἁβροδίαιτον ἀποκλίνειν βίον, σύμπαν ὀλίγου δεῖν τὸ ὑπήκοον τὰς γαστρὸς καὶ τῶν μετὰ γαστέρα προσαναρρήγνυσιν ἔξω τῶν ἀναγκαίων ἐπιθυμίας, εἰ μή τινες εὐμοιρίᾳ χρήσαιντο φύσεως ψυχὴν οὐκ ἐπίβουλον ἀλλ’ εὐμενῆ καὶ ἵλεω κτησάμενοι·"],["161","ἐὰν δ’ αὐστηροτέραν καὶ σεμνοτέραν ἕληται προαίρεσιν, καὶ οἱ λίαν αὐτῶν ἀκράτορες μεταβάλλουσι πρὸς ἐγκράτειαν ἢ φόβῳ ἢ αἰδοῖ σπουδάζοντες ὑπόληψιν ἐμποιεῖν, ὅτι ἄρα ζηλωταὶ τῶν ὁμοίων εἰσί· καὶ οὐκ ἄν ποθ’ οἱ χείρους τὰ τῶν κρειττόνων ἀλλ’ οὐδὲ μανέντες ἀποδοκιμάζοιεν."],["162","τάχα δ’, ἐπεὶ καὶ νομοθέτης ἔμελλεν ἔσεσθαι, πολὺ πρότερον αὐτὸς ἐγίνετο νόμος ἔμψυχός τε καὶ λογικὸς θείᾳ προνοίᾳ, ἥτις ἀγνοοῦντα αὐτὸν εἰς νομοθέτην ἐχειροτόνησεν αὖθις."],["163","Ἐπειδὴ τοίνυν παρ’ ἑκόντων ἔλαβε τὴν ἀρχήν, βραβεύοντος καὶ ἐπινεύοντος θεοῦ, τὴν ἀποικίαν ἔστελλεν εἰς Φοινίκην καὶ Συρίαν τὴν κοίλην καὶ Παλαιστίνην, ἣ τότε. προσηγορεύετο Χαναναίων, ἧς οἱ ὅροι τριῶν ἡμερῶν ὁδὸν διειστήκεσαν ἀπ’ Αἰγύπτου."],["164","εἶτ’ ἦγεν αὐτοὺς οὐ τὴν ἐπίτομον, ἅμα μὲν εὐλαβηθείς, μή ποθ’, ὑπαντιασάντων τῶν οἰκητόρων διὰ φόβον ἀναστάσεως καὶ ἀνδραποδισμοῦ καὶ γενομένου πολέμου, πάλιν τὴν αὐτὴν ὁδὸν ὑποστρέψωσιν εἰς Αἴγυπτον, ἀπ’ ἐχθρῶν ἐπ’ ἐχθρούς, νέων ἐπ’ ἀρχαίους, γέλως καὶ χλεύη γενησόμενοι καὶ χείρω καὶ ἀργαλεώτερα τῶν προτέρων ὑπομενοῦντες, ἅμα δὲ καὶ βουλόμενος αὐτοὺς δι’ ἐρήμης ἄγων καὶ μακρᾶς δοκιμάσαι, πῶς ἔχουσι πειθαρχίας ἐν οὐκ ἀφθόνοις χορηγίαις ἀλλ’ ἐκ τοῦ κατ’ ὀλίγον ὑποσπανιζούσαις."],["165","ἐκτραπόμενος οὖν τὴν ἐπ’ εὐθείας, ἐγκάρσιον ἀτραπὸν εὑρὼν καὶ νομίσας κατατείνειν ἄχρι τῆς ἐρυθρᾶς θαλάττης ὁδοιπορεῖν ἤρχετο. τεράστιον δέ φασι συμβῆναι κατ’ ἐκεῖνον τὸν χρόνον μεγαλούργημα τῆς φύσεως, ὃ μηδείς πω μέμνηται πάλαι γεγονός."],["166","νεφέλη γὰρ εἰς εὐμεγέθη κίονα σχηματισθεῖσα προῄει τῆς πληθύος, ἡμέρας μὲν ἡλιοειδὲς ἐκλάμπουσα φέγγος, νύκτωρ δὲ φλογοειδές, ὑπὲρ τοῦ μὴ πλάζεσθαι κατὰ τὴν πορείαν, ἀλλ’ ἀπλανεστάτῳ ἕπεσθαι ἡγεμόνι ὁδοῦ. τάχα μέντοι καὶ τῶν ὑπάρχων τις ἦν τοῦ μεγάλου βασιλέως, ἀφανὴς ἄγγελος, ἐγκατειλημμένος τῇ νεφέλῃ προηγητήρ, ὃν οὐ θέμις σώματος ὀφθαλμοῖς ὁρᾶσθαι."],["167","Θεασάμενος δ’ ὁ τῆς Αἰγύπτου βασιλεὺς ἀνοδίᾳ χρωμένους, ὡς ᾤετο, καὶ διὰ τραχείας καὶ ἀτριβοῦς ἐρήμης βαδίζοντας ἥσθη μὲν ἐπὶ τῷ κατὰ τὴν πορείαν σφάλματι, νομίσας συγκεκλεῖσθαι διέξοδον οὐκ ἔχοντας, ἐπὶ δὲ τῷ μεθέσθαι μετανοῶν ἐπεχείρει διώκειν, ὡς ἢ φόβῳ τὴν πληθὺν ὑποστρέψων καὶ δουλωσόμενος αὖθις ἢ ἀποκτενῶν ἡβηδὸν ἀφηνιάζουσαν."],["168","εἶθ’ ἅπασαν τὴν ἱππικὴν δύναμιν παραλαβὼν ἀκοντιστάς τε καὶ σφενδονήτας καὶ ἱπποτοξότας καὶ τοὺς ἄλλους ὅσοι τῆς κούφης ὁπλίσεως καὶ τὰ κάλλιστα τῶν δρεπανηφόρων ἁρμάτων ἑξακόσια τοῖς ἐν τέλει δούς, ἵνα μετὰ τοῦ πρέποντος ἀξιώματος ἐπακολουθήσωσι καὶ τῆς στρατείας μετάσχωσιν, οὐδὲν τάχους ἀνεὶς ἐπεξέθει καὶ συντείνων ἔσπευδε βουλόμενος ἐξαπιναίως οὐ προϊδομένοις ἐπιστῆναι· τὸ γὰρ ἀνέλπιστον κακὸν ἀργαλεώτερον αἰεὶ τοῦ προσδοκηθέντος, ὅσῳ καὶ τὸ ὀλιγωρηθὲν εὐεπιχειρητότερον τοῦ σὺν φροντίδι."],["169","καὶ ὁ μὲν ταῦτα διανοηθεὶς ἐπηκολούθει νομίζων αὐτοβοεὶ περιέσεσθαι, οἱ δ’ ἔτυχον ἤδη παρὰ ταῖς ἠϊόσι τῆς θαλάττης στρατοπεδεύοντες· μελλόντων δ’ ἀριστοποιεῖσθαι, τὸ μὲν πρῶτον πάταγος ἐξηχεῖτο πολύς, ἅτε τοσούτων ἀνθρώπων ὁμοῦ καὶ ὑποζυγίων μετὰ σπουδῆς ἐλαυνόντων, ὡς ἐκχυθέντας τῶν σκηνῶν περιβλέπεσθαι καὶ ὠτακουστεῖν ἀκροβατοῦντας· εἶτ’ ὀλίγῳ ὕστερον ἐπὶ λόφου μετέωρος ἡ ἀντίπαλος καταφαίνεται δύναμις ἐν τοῖς ὅπλοις ἐκτεταγμένη πρὸς μάχην."],["170","ἐπὶ δὲ τῷ παραλόγῳ καὶ ἀπροσδοκήτῳ καταπλαγέντες καὶ μήτε πρὸς ἄμυναν εὐτρεπεῖς ὄντες διὰ σπάνιν ἀμυντηρίων— οὐ γὰρ ἐπὶ πόλεμον ἀλλ’ εἰς ἀποικίαν ἐξῄεσαν— μήτε φυγεῖν δυνάμενοι— κατόπιν μὲν γὰρ πέλαγος, ἐχθροὶ δ’ ἀντικρύ, τὰ δὲ παρ’ ἑκάτερα βαθεῖα καὶ ἀτριβὴς ἐρήμη— σφαδᾴζοντες καὶ τῷ μεγέθει τῶν κακῶν ἀπειρηκότες, οἷα παρὰ τὰς τοιαύτας φιλεῖ συμφοράς, τὸν ἄρχοντα ᾐτιῶντο φάσκοντες·"],["171","„διὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, οἷς ἀποθανόντες ἐνταφησόμεθα, ἐξήγαγες ἡμᾶς, ἵν’ ἐνταῦθα κηδεύσῃς ἀποκτείνας; ἢ οὐ πᾶσα δουλεία κουφότερον κακὸν θανάτου; δελεάσας ἐλευθερίας ἐλπίδι τὸ πλῆθος τὸν χαλεπώτερον περὶ τοῦ ζῆν ἐπεκρέμασας κίνδυνον."],["172","ἠγνόεις τὴν ἡμετέραν ἁπλότητα καὶ τὴν Αἰγυπτίων πικρίαν καὶ τὸ βαρύμηνι; τὸ μέγεθος τῶν ἀφύκτων κακῶν οὐχ ὁρᾷς; τί πρακτέον; πολεμῶμεν ἄοπλοι πρὸς ὡπλισμένους; ἀλλὰ φεύγωμεν καθάπερ ἄρκυσι κυκλωθέντες ἀνηλεέσιν ἐχθροῖς, ἐρημίαις ἀβάτοις, ἀπλώτοις πελάγεσιν;"],["173","εἰ δὲ δὴ καὶ πλωτά, τίς εὐπορία σκαφῶν εἰς περαίωσιν; “ὁ δὲ ταῦτα ἀκούων τοῖς μὲν συνεγίνωσκε, τῶν δὲ χρησμῶν ἐμέμνητο· καὶ διανείμας τὸν νοῦν καὶ τὸν λόγον κατὰ τὸν αὐτὸν χρόνον τῷ μὲν ἐνετύγχανεν ἀφανῶς τῷ θεῷ, ἵν’ ἐξ ἀμηχάνων ῥύσηται συμφορῶν, δι’ οὗ δ’ ἐθάρσυνε καὶ παρηγόρει τοὺς καταβοῶντας „μὴ ἀναπίπτετε “λέγων· „οὐχ ὁμοίως ἄνθρωπος ἀμύνεται καὶ θεός."],["174","τί μόνοις τοῖς εὐλόγοις καὶ πιθανοῖς προπιστεύετε; παρασκευῆς οὐδεμιᾶς ἐστι χρεῖος ὁ θεὸς βοηθός· ἐν ἀπόροις πόρον εὑρεῖν ἴδιον θεοῦ· τὰ ἀδύνατα παντὶ γενητῷ μόνῳ δυνατὰ καὶ κατὰ χειρός. “"],["175","καὶ ταῦτα μὲν ἔτι καθεστὼς διεξῄει· μικρὸν δ’ ἐπισχὼν ἔνθους γίνεται καταπνευσθεὶς ὑπὸ τοῦ εἰωθότος ἐπιφοιτᾶν αὐτῷ πνεύματος καὶ θεσπίζει προφητεύων τάδε· „ἣν ὁρᾶτε στρατιὰν εὐοπλοῦσαν, οὐκέτ’ ἀντιτεταγμένην ὄψεσθε· πεσεῖται γὰρ προτροπάδην πᾶσα καὶ βύθιος ἀφανισθήσεται, ὡς μηδὲ λείψανον αὐτῆς ὑπὲρ γῆς ἔτι φανῆναι, καὶ οὐ μήκει χρόνου, ἀλλὰ τῇ ἐπιούσῃ νυκτί. “"],["176","καὶ ὁ μὲν ταῦτ’ ἀπεφθέγγετο. καταδύντος δ’ ἡλίου, νότος εὐθὺς ἤρξατο κατασκήπτειν βιαιότατος, ὑφ’ οὗ τὸ πέλαγος ἐξανεχώρησεν, εἰωθὸς μὲν ἀμπωτίζειν, τότε δὲ καὶ μᾶλλον ὠθούμενον τὸ πρὸς αἰγιαλοῖς ὑπεσύρη καθάπερ εἰς χαράδραν ἢ χάρυβδιν· ἀστήρ τε προὐφαίνετ’ οὐδείς, ἀλλὰ πυκνὸν καὶ μέλαν νέφος ἅπαντα τὸν οὐρανὸν ἐπεῖχε, γνοφώδους τῆς νυκτὸς οὔσης εἰς κατάπληξιν τῶν διωκόντων."],["177","προσταχθεὶς δὲ Μωυσῆς τῇ βακτηρίᾳ παίει τὴν θάλασσαν· ἡ δὲ ῥαγεῖσα διίσταται καὶ τῶν τμημάτων τὰ μὲν πρὸς τῷ ῥαγέντι μέρει μετέωρα πρὸς ὕψος ἐξαίρεται καὶ παγέντα τρόπον τείχους κραταιῶς ἠρέμει καὶ ἡσύχαζε, τὰ δ’ ὀπίσω σταλέντα καὶ χαλινωθέντα τὴν εἰς τὸ πρόσω φορὰν καθάπερ ἡνίαις ἀφανέσιν ἀνεχαίτιζε, τὸ δὲ μεσαίτατον, καθ’ ὃ ἐγένετο ἡ ῥῆξις, ἀναξηρανθὲν ὁδὸς εὐρεῖα καὶ λεωφόρος γίνεται. τοῦτο ἰδὼν Μωυσῆς καὶ θαυμάσας ἐγεγήθει καὶ πληρωθεὶς χαρᾶς ἐθάρσυνε τοὺς ἰδίους καὶ ᾗ τάχιστα προὔτρεπεν ἀναζευγνύναι."],["178","περαιοῦσθαι δὲ μελλόντων, σημεῖον ἐπιγίνεται τερατωδέστατον· ἡ γὰρ ὁδηγὸς νεφέλη πρωτοστατοῦσα τὸν ἄλλον χρόνον ἀνακάμπτει πρὸς τὰ οὐραῖα τοῦ πλήθους, ὅπως ὀπισθοφυλακῇ, καὶ ταχθεῖσα μεθόριος τῶν διωκόντων καὶ τῶν διωκομένων τοὺς μὲν ἡνιοχοῦσα σωτηρίως καὶ ἀσφαλῶς ἐπήλαυνε, τοὺς δὲ ἀνεῖργε καὶ ἀνέκρουεν ἐφορμᾶν ἐπειγομένους· ἅπερ ὁρῶντες οἱ Αἰγύπτιοι θορύβου καὶ ταραχῆς πάντ’ ἐπλήρουν τάς τε τάξεις ὑπὸ δέους συνέχεον ἐπεμπίπτοντες ἀλλήλοις καὶ ζητοῦντες ἤδη φυγεῖν, ὅτ’ οὐδὲν ἦν ὄφελος."],["179","οἱ μὲν γὰρ Ἑβραῖοι διὰ ξηρᾶς ἀτραποῦ περὶ βαθὺν ὄρθρον μετὰ γυναικῶν καὶ παίδων ἔτι κομιδῇ νηπίων περαιοῦνται· τοὺς δὲ τὰ τμήματα τοῦ πελάγους ἑκατέρωθεν ἐπικυλισθέντα καὶ ἑνωθέντα αὐτοῖς ἅρμασι καὶ ἵπποις καταποντοῖ, βορείοις πνεύμασι τῆς παλιρροίας ἀναχυθείσης καὶ μετεώροις τρικυμίαις ἐπιδραμούσης, ὡς μηδὲ πυρφόρον ὑπολειφθῆναι τὸν ἀπαγγελοῦντα τοῖς ἐν Αἰγύπτῳ τὰς αἰφνιδίους συμφοράς."],["180","τὸ μέγα τοῦτο καὶ θαυμαστὸν ἔργον Ἑβραῖοι καταπλαγέντες ἀναιμωτὶ νίκην οὐκ ἐλπισθεῖσαν ἤραντο καὶ κατιδόντες ἐν ἀκαρεῖ φθορὰν ἀθρόαν πολεμίων δύο χορούς, τὸν μὲν ἀνδρῶν, τὸν δὲ γυναικῶν, ἐπὶ τῆς ἠϊόνος στήσαντες εὐχαριστικοὺς ὕμνους εἰς τὸν θεὸν ᾖδον, ἐξάρχοντος Μωυσέως μὲν τοῖς ἀνδράσιν, ἀδελφῆς δὲ τούτου ταῖς γυναιξίν· ἡγεμόνες γὰρ οὗτοι τῶν χορῶν ἐγεγένηντο."],["181","Ἄραντες δ’ ἀπὸ θαλάττης μέχρι μέν τινος ὡδοιπόρουν μηκέτι τὸν ἀπὸ τῶν ἐχθρῶν ὀρρωδοῦντες φόβον. ἐπιλιπόντος δὲ τοῦ ποτοῦ τρισὶν ἡμέραις, αὖθις ἐν ἀθυμίαις ἦσαν ὑπὸ δίψους καὶ πάλιν ἤρξαντο μεμψιμοιρεῖν ὡς μηδὲν εὖ προπεπονθότες· ἀεὶ γὰρ ἡ τοῦ παρόντος προσβολὴ δεινοῦ τὰς ἐπὶ τοῖς προτέροις ἀγαθοῖς ἡδονὰς ἀφαιρεῖται. θεασάμενοι δὲ πηγὰς ἐπιτρέχουσιν ὡς ἀρυσόμενοι χαρᾶς ὑπόπλεῳ,"],["182","δι’ ἄγνοιαν τἀληθοῦς ἀπατηθέντες· πικραὶ γὰρ ἦσαν· εἶτα γευσάμενοι γναμφθέντες τῷ παρ’ ἐλπίδα τά τε σώματα παρεῖντο καὶ τὰς ψυχὰς ἀναπεπτώκεσαν, οὐχ οὕτως ἐφ’ ἑαυτοῖς ὡς ἐπὶ τοῖς νηπίοις παισὶ στένοντες, οὓς ἀδακρυτὶ ποτὸν αἰτοῦντας ὁρᾶν οὐχ ὑπέμενον."],["183","ἔνιοι δὲ τῶν ὀλιγωροτέρων καὶ πρὸς εὐσέβειαν ἀβεβαίων καὶ τὰ προγεγονότα ᾐτιῶντο ὡς οὐκ ἐπ’ εὐεργεσίᾳ συμβάντα μᾶλλον ἢ διὰ μετουσίαν ἀργαλεωτέρων συμφορῶν, ἄμεινον εἶναι λέγοντες τρίς, οὐχ ἅπαξ, ὑπ’ ἐχθρῶν ἀποθανεῖν ἢ δίψει παραπολέσθαι· τὴν μὲν γὰρ ἄπονον καὶ ταχεῖαν τοῦ βίου μετάστασιν οὐδὲν ἀθανασίας διαφέρειν τοῖς εὖ φρονοῦσι, θάνατον δ’ ὡς ἀληθῶς εἶναι τὸν βραδὺν καὶ μετ’ ἀλγηδόνων, οὐκ ἐν τῷ τεθνάναι τὸ φοβερὸν ἀλλ’ ἐν μόνῳ τῷ ἀποθνῄσκειν ἐπιδεικνύμενον."],["184","τοιαύταις χρωμένων ὀλοφύρσεσι, πάλιν ἱκετεύει τὸν θεὸν Μωυσῆς ἐπιστάμενον τὴν ζῴων καὶ μάλιστα τὴν ἀνθρώπων ἀσθένειαν καὶ τὰς τοῦ σώματος ἀνάγκας ἐκ τροφῆς ἠρτημένου καὶ δεσποίναις χαλεπαῖς συνεζευγμένου, βρώσει καὶ πόσει, συγγνῶναι μὲν τοῖς ἀθυμοῦσι, τὴν δὲ πάντων ἔνδειαν ἐκπλῆσαι, μὴ χρόνου μήκει, δωρεᾷ δ’ ἀνυπερθέτῳ καὶ ταχείᾳ, διὰ τὴν τοῦ θνητοῦ φυσικὴν ὀλιγωρίαν ὀξὺν καιρὸν τῆς βοηθείας ἐπιποθοῦντος."],["185","ὁ δὲ τὴν ἵλεων αὑτοῦ δύναμιν φθάνει προεκπέμψας καὶ διοίξας τὸ τοῦ ἱκέτου τῆς ψυχῆς ἀκοίμητον ὄμμα ξύλον δείκνυσιν, ὃ προσέταξεν ἀράμενον εἰς τὰς πηγὰς καθεῖναι, τάχα μὲν κατεσκευασμένον ἐκ φύσεως ποιοῦν δύναμιν, ἣ τάχα ἠγνόητο, τάχα δὲ καὶ τότε πρῶτον ποιηθὲν εἰς ἣν ἔμελλεν ὑπηρετεῖν χρείαν."],["186","γενομένου δὲ τοῦ κελευσθέντος, αἱ μὲν πηγαὶ γλυκαίνονται μεταβαλοῦσαι πρὸς τὸ πότιμον, ὡς μηδ’ εἰ τὴν ἀρχὴν ἐγένοντό ποτε πικραὶ δύνασθαι διαγνῶναι, διὰ τὸ μηδὲ ἴχνος ἢ ζώπυρον τῆς ἀρχαίας κακίας εἰς μνήμην ὑπολελεῖφθαι."],["187","τὸ δὲ δίψος ἀκεσάμενοι μεθ’ ἡδονῆς διπλασίας, ἐπειδὴ τῆς ἀπολαύσεως τὸ παρ’ ἐλπίδα συμβεβηκὸς ἀγαθὸν εὐφραίνει μᾶλλον, ἔτι καὶ τὰς ὑδρίας πληρώσαντες ἀνεζεύγνυσαν, ὥσπερ ἀπὸ θοίνης καὶ ἱλαρᾶς εὐωχίας ἑστιαθέντες καὶ μεθύοντες οὐ τὴν ἐν οἴνῳ μέθην ἀλλὰ τὴν νηφάλιον, ἣν ἠκρατίσαντο τὰς προπόσεις λαβόντες παρὰ τῆς εὐσεβείας τοῦ προεστῶτος ἄρχοντος."],["188","ἀφικνοῦνται δ’ εἰς σταθμὸν δεύτερον, εὔυδρόν τε καὶ εὔδενδρον— Αἰλεὶμ ὠνομάζετο (Exod. 15, 27)—, πηγαῖς καταρρεόμενον δώδεκα, παρ’ αἷς στελέχη νέα φοινίκων εὐερνέστατα ἦν τὸν ἀριθμὸν ἑβδομήκοντα, τοῖς ὀξὺ τῇ διανοίᾳ βλέπειν δυναμένοις ἀγαθῶν τῶν ἐθνικῶν ἐναργῆ σημεῖα καὶ δείγματα·"],["189","φυλαί τε γάρ εἰσι τοῦ ἔθνους δώδεκα, ὧν ἑκάστη πηγῆς ἕξει λόγον εὐσεβοῦσα, χορηγούσης εὐσεβείας ἀενάους καὶ ἀνελλιπεῖς καλὰς πράξεις, γενάρχαι δὲ τοῦ σύμπαντος ἔθνους ἑβδομήκοντα γεγόνασι φοίνικι τῷ τῶν δένδρων ἀρίστῳ προσηκόντως παρεικασθέντες, ὃ καὶ ὀφθῆναι καὶ καρπὸν ἐνεγκεῖν ἐστι κάλλιστον, ὅπερ καὶ τὴν ζωτικὴν ἔχει δύναμιν οὐκ ἐν ῥίζαις ὥσπερ τὰ ἄλλα κατορωρυγμένην ἀλλ’ ἀνώφοιτον, καρδίας τρόπον ἐν τῷ μεσαιτάτῳ τῶν ἀκρεμόνων ἱδρυμένην, ὑφ’ ὧν οἷα ἡγεμονὶς ὄντως ἐν κύκλῳ δορυφορεῖται."],["190","τοιαύτην δ’ ἔχει φύσιν καὶ ἡ διάνοια τῶν γευσαμένων ὁσιότητος· ἄνω γὰρ μεμάθηκε βλέπειν τε καὶ φοιτᾶν καὶ μετεωροπολοῦσα ἀεὶ καὶ τὰ θεῖα διερευνωμένη κάλλη χλεύην τίθεται τὰ ἐπίγεια, ταῦτα μὲν παιδιάν, ἐκεῖνα δὲ σπουδὴν ὡς ἀληθῶς νομίζουσα."],["191","Μετὰ δὲ ταῦτ’ οὐ πολὺς διῆλθε χρόνος καὶ ἀπορίᾳ σιτίων ἐλίμωττον, ὥσπερ ἐκ διαδοχῆς ἀντεπιτιθεμένων τῶν ἀναγκαίων· δέσποιναι γὰρ χαλεπαὶ καὶ βαρεῖαι, πεῖνα καὶ δίψα, διακληρωσάμεναι τὰς κακώσεις ἐν μέρει προσέκειντο καὶ συνέβαινε κατὰ τὴν τῆς ἑτέρας ἄνεσιν ἐπιγίνεσθαι τὴν ἑτέραν, ὅπερ ἦν τοῖς πάσχουσιν ἀφορητότατον, εἴ γε πρὸ μικροῦ δόξαντες ἀπαλλαγῆναι δίψους ἐφεδρεῦον κακὸν πεῖναν εὕρισκον."],["192","ἦν δ’ οὐ μόνον ἡ παροῦσα σπάνις χαλεπόν, ἀλλὰ καὶ ἡ πρὸς τὸν μέλλοντα χρόνον τῶν ἐπιτηδείων ἀπόγνωσις· ὁρῶντες γὰρ βαθεῖαν καὶ πολλὴν ἔρημον καὶ καρπῶν ἀγονωτάτην σφόδρα ἠθύμουν· πάντα γὰρ ἦσαν ἢ τραχεῖαι καὶ ἀπορρῶγες πέτραι ἢ ἁλμυρόγεως πεδιὰς ἢ ὄρη λιθωδέστατα ἢ ψάμμοι βαθεῖαι πρὸς ἠλίβατον ὕψος ἀνατείνουσαι, καὶ προσέτι ποταμὸς οὐδείς, οὐκ αὐθιγενής, οὐ χειμάρρους, οὐδεμία πηγή, σπαρτὸν οὐδὲν οὐδὲ δένδρον, οὐχ ἥμερον, οὐ τῆς ἀγρίας ὕλης, οὐ ζῷον πτηνὸν ἢ χερσαῖον, ὅτι μὴ τῶν ἑρπετῶν τὰ ἰοβόλα πρὸς ὄλεθρον ἀνθρώπων, ὄφεις καὶ σκορπίοι."],["193","εἶθ’ ὑπομιμνῃσκόμενοι τῆς κατ’ Αἴγυπτον εὐθηνίας καὶ εὐετηρίας καὶ τὴν τῶν ἐκεῖ πάντων ἀφθονίαν ἀντιτιθέντες τῇ πάντων ἐνταῦθα ἐνδείᾳ χαλεπῶς ἔφερον καὶ πρὸς ἑτέρους ἕτεροι τοιαῦτ’ ἐλογοποίουν· „ἐπ’ ἐλευθερίας ἐλπίδι μεταναστάντες οὐδὲ τοῦ ζῆν ἄδειαν ἔχομεν οἱ ταῖς μὲν ὑποσχέσεσι τοῦ ἡγεμόνος εὐδαίμονες, ἐν δὲ τοῖς ἔργοις ἀνθρώπων ἁπάντων κακοδαιμονέστατοι."],["194","τί τέλος ἔσται τῆς ἀνηνύτου καὶ μακρᾶς οὕτως ὁδοῦ; πᾶσι καὶ τοῖς πλέουσι καὶ τοῖς πεζεύουσιν ὅρος εἰς ὃν ἀφίξονται πρόκειται, τοῖς μὲν ἐμπόρια καὶ λιμένες, τοῖς δὲ πόλις τις ἢ χώρα, μόνοις δ’ ἡμῖν ἄβατος ἐρημία καὶ δυσοδία καὶ χαλεπαὶ δυσελπιστίαι· προϊόντων γάρ, ὥσπερ ἀχανὲς καὶ βαθὺ πέλαγος ἀπόρευτον ἀναφαίνεται καθ’ ἑκάστην ἡμέραν εὐρυνόμενον."],["195","μετεωρίσας καὶ φυσήσας ἡμᾶς τῷ λόγῳ καὶ κενῶν ἐλπίδων τὰ ὦτα πληρώσας παρατείνει λιμῷ τὰς γαστέρας οὐδὲ τὰς ἀναγκαίας ἐκπορίζων τροφάς· ἀποικίας ὀνόματι τοσαύτην πληθὺν ἠπάτησεν ἐξ οἰκουμένης τὸ πρῶτον εἰς ἀοίκητον ἀγαγών, εἶτα καὶ εἰς ᾅδου προπέμπων, τὴν τοῦ βίου τελευταίαν ὁδόν. “"],["196","τοιαῦτ’ ὀνειδιζόμενος οὐχ οὕτως ἐπὶ ταῖς εἰς αὑτὸν κακηγορίαις ἐδυσχέραινεν, ὡς ἐπὶ τῷ τῆς γνώμης αὐτῶν ἀνιδρύτῳ· πεπειραμένοι γὰρ μυρίων ὅσων ἐκ τοῦ παραλόγου συμβεβηκότων πραγμάτων παρὰ τὸ καθεστὸς ἔθος ὤφειλον ὑπὸ μηδενὸς ἔτι τῶν εὐλόγων καὶ πιθανῶν ἄγεσθαι, πεπιστευκέναι δ’ αὐτῷ λαβόντες ἀποδείξεις ἐναργεστάτας τοῦ περὶ ἁπάντων ἀψευδεῖν."],["197","πάλιν δ’ ὅτε εἰς ἔννοιαν ἦλθε τῆς ἐνδείας, ἧς μεῖζον οὐδὲν κακὸν ἀνθρώποις ἐστί, συνεγίνωσκεν ὄχλον εἰδὼς ἀβέβαιον φύσει πρᾶγμα καὶ ὑπὸ τῶν ἐν χερσὶ διακινούμενον, ἃ λήθην μὲν τῶν προγεγονότων ἐργάζεται, δυσελπιστίαν δ’ εἰς τὰ μέλλοντα."],["198","πάντων οὖν ἐν ἀσχέτοις ὄντων ἀνίαις καὶ τὰς ἀνωτάτω προσδοκώντων συμφοράς, ἃς ἐνόμιζον ἐφεδρεύειν καὶ ἐγγυτάτω παρεῖναι, τοῦτο μὲν διὰ τὴν σύμφυτον ἐπιείκειαν καὶ φιλανθρωπίαν, τοῦτο δὲ βουλόμενος ὃν ἐχειροτόνησεν ἡγεμόνα τιμῆσαι καὶ ἔτι μᾶλλον ὡς εὐσεβείας ἔχει καὶ ὁσιότητος ἔν τε τοῖς φανεροῖς κἀν τοῖς ἀδήλοις ἅπασι διασυστῆσαι ὁ θεὸς ἐλεήσας τὸ πάθος ἰᾶται."],["199","ξένας οὖν εὐεργεσίας ἐκαινοτόμει, τρανοτέραις ὅπως ἐμφάσεσι παιδευθῶσιν ἤδη μὴ δυσανασχετεῖν, εἴ τι μὴ κατὰ γνώμην εὐθὺς ἀποβαίη, τλητικῶς δ’ ὑπομένειν χρηστὰ περὶ τῶν μελλόντων προσδοκῶντες."],["200","τί οὖν συνέβη; τῇ ὑστεραίᾳ περὶ τὴν ἕω δρόσος βαθεῖα καὶ πολλὴ περὶ σύμπαν ἦν ἐν κύκλῳ τὸ στρατόπεδον, ἣν ἐπένιφεν ἡσυχῇ, ἀήθη ὑετὸν καὶ παρηλλαγμένον, οὐχ ὕδωρ, οὐ χάλαζαν, οὐ χιόνα, οὐ κρύσταλλον— ταῦτα γὰρ αἱ τῶν νεφῶν ἀπεργάζονται μεταβολαὶ ταῖς χειμεριναῖς τροπαῖς—, ἀλλὰ κέγχρον βραχυτάτην καὶ λευκοτάτην, ἣ διὰ τὴν ἐπάλληλον φορὰν σωρηδὸν προὐκέχυτο τῶν σκηνῶν, ἄπιστος ὄψις· ἣν καταπλαγέντες ἐπυνθάνοντο τοῦ ἡγεμόνος, τίς τε ὁ ὑετὸς οὗτός ἐστιν, ὃν οὐδείς πω πρότερον εἶδεν ἀνθρώπων, καὶ πρὸς τί γέγονεν."],["201","ὁ δὲ καταπνευσθεὶς ἔνθους γίνεται καὶ θεσπίζει τάδε· „θνητοῖς μὲν ἀνεῖται πεδιὰς ἡ βαθύγειος, ἣν ἀνατεμόντες εἰς αὔλακας ἀροῦσι καὶ σπείρουσι καὶ τὰ ἄλλα τὰ κατὰ γεωργίαν δρῶσι καρποὺς ἐτησίους ἐκπορίζοντες εἰς ἀφθονίαν τῶν ἀναγκαίων· θεῷ δ’ οὐ μία μοῖρα τοῦ παντὸς ἀλλ’ ὁ σύμπας κόσμος ὑποβέβληται καὶ τὰ τούτου μέρη πρὸς ἅπασαν χρείαν ὧν ἂν θέλῃ ὡς δεσπότῃ δοῦλα ὑπηρετήσοντα."],["202","νῦν οὖν ἔδοξεν αὐτῷ, τὸν ἀέρα τροφὴν ἐνεγκεῖν ἀνθ’ ὕδατος, ἐπεὶ καὶ γῆ πολλάκις ὑετὸν ἤνεγκεν· ὁ γὰρ ἐν Αἰγύπτῳ ποταμὸς καθ’ ἕκαστον ἐνιαυτὸν ταῖς ἐπιβάσεσι πλημμυρῶν ὅταν ἄρδῃ τὰς ἀρούρας, τί ἕτερον ἢ ὑετός ἐστι κάτωθεν ἐπινίφων; “παράδοξον μὲν δὴ τὸ ἔργον, εἰ καὶ ἐνταῦθα ἔστη·"],["203","νυνὶ δὲ καὶ παραδοξοτέροις ἄλλοις ἐθαυματουργεῖτο. ἐπενεγκάμενοι γὰρ ἄλλος ἀλλαχόθεν ἀγγεῖα συνεκόμιζον, οἱ μὲν ἐπὶ τῶν ὑποζυγίων, οἱ δὲ κατὰ τῶν ὤμων ἐπηχθισμένοι, προνοίᾳ τοῦ πρὸς πλείω χρόνον ταμιεύεσθαι τὰ ἐπιτήδεια."],["204","ἦν δ’ ἄρα ἀταμίευτα καὶ ἀθησαύριστα, δωρεὰς ἀεὶ νέας ἐγνωκότος τοῦ θεοῦ χαρίζεσθαι· τὰ μὲν γὰρ πρὸς τὴν τότε χρῆσιν αὐτάρκη σκευάσαντες μεθ’ ἡδονῆς προσηνέγκαντο, τῶν δ’ ἀπολειφθέντων εἰς τὴν ὑστεραίαν οὐδὲν ἔτι σῷον εὕρισκον, ἀλλὰ μεταβεβληκότα καὶ δυσώδη καὶ μεστὰ τοιουτοτρόπων ζῴων, ἃ κατὰ σῆψιν εἴωθε γεννᾶσθαι· ταῦτα μὲν οὖν ἀπερρίπτουν κατὰ τὸ εἰκός, ἑτέρας δ’ εὐτρεπεῖς τροφὰς ἀνεύρισκον, ἃς ἅμα τῇ δρόσῳ καθ’ ἑκάστην ἡμέραν συνέβαινε νίφεσθαι."],["205","γέρας δ’ ἐξαίρετον ἡ ἱερὰ ἑβδομὰς εἶχεν· ἐπειδὴ γὰρ οὐδὲν ἐφεῖται δρᾶν ἐν αὐτῇ, πάντων δὲ μικρῶν καὶ μεγάλων ἔργων ἀνέχειν διείρηται, συγκομίζειν οὐ δυναμένοις τότε τὰ ἐπιτήδεια πρὸ μιᾶς ὁ θεὸς ὕει διπλᾶ καὶ κελεύει φέρειν εἰς δύο ἡμέρας αὐτάρκη τροφὴν ἐσομένην· τὰ δὲ συγκομισθέντα σῷα διέμενεν, οὐδενὸς ᾗ πρότερον φθαρέντος τὸ παράπαν."],["206","λέξω δὲ καὶ τὸ ἔτι τούτου θαυμασιώτερον· ἐπὶ γὰρ ἔτη τεσσαράκοντα, τοσοῦτον μῆκος αἰῶνος, ὁδοιποροῦσιν αὐτοῖς αἱ χορηγίαι τῶν ἀναγκαίων ἐν τάξεσι ταῖς εἰρημέναις ἐγίνοντο καθάπερ ἐν σιταρχίαις μεμετρημέναις πρὸς τὰς ἐπιβαλλούσας ἑκάστοις διανομάς."],["207","ἅμα μέντοι καὶ τὴν τριπόθητον ἡμέραν ἀνεδιδάσκοντο— ζητοῦντες γὰρ ἐκ πολλοῦ, τίς ἄρ’ ἐστὶν ἡ τοῦ κόσμου γενέθλιος, ἐν ᾗ τόδε τὸ πᾶν ἀπετελέσθη, καὶ παρὰ πατέρων καὶ προγόνων τὴν ζήτησιν ἄλυτον διαδεξάμενοι μόλις ἐδυνήθησαν εὑρεῖν— οὐ μόνον χρησμοῖς ἀναδιδαχθέντες, ἀλλὰ καὶ τεκμηρίῳ πάνυ σαφεῖ· τοῦ γὰρ πλεονάζοντος ἐν ταῖς ἄλλαις ἡμέραις, ὡς ἐλέχθη, φθειρομένου, τὸ πρὸ τῆς ἑβδόμης ὑόμενον οὐ μόνον οὐ μετέβαλεν, ἀλλὰ καὶ μέτρον εἶχε διπλάσιον."],["208","ἡ δὲ χρῆσις ἦν τοιάδε· συλλέγοντες ἅμα τῇ ἕῳ τὸ νιφόμενον ἤλουν ἢ ἔτριβον, εἶθ’ ἕψοντες ἡδεῖαν πάνυ τροφὴν οἷα μελίπηκτον προσεφέροντο μὴ δεόμενοι σιτοπόνων περιεργίας."],["209","ἀλλὰ γὰρ καὶ τῶν εἰς ἁβροδίαιτον βίον οὐκ εἰς μακρὰν εὐπόρουν, ὅσαπερ ἐν οἰκουμένῃ χώρᾳ καὶ εὐδαίμονι βουληθέντος τοῦ θεοῦ κατὰ πολλὴν περιουσίαν ἄφθονα χορηγεῖν ἐν ἐρημίᾳ· ταῖς γὰρ ἑσπέραις ὀρτυγομητρῶν νέφος συνεχὲς ἐκ θαλάττης ἐπιφερόμενον ἅπαν τὸ στρατόπεδον ἐπεσκίαζε τὰς πτήσεις προσγειοτάτας ποιουμένων εἰς τὸ εὔθηρον· συλλαμβάνοντες οὖν καὶ σκευάζοντες ὡς φίλον ἑκάστοις κρεῶν ἀπέλαυον ἡδίστων ἅμα καὶ τὴν τροφὴν παρηγοροῦντες ἀναγκαίῳ προσοψήματι."],["210","Τούτων μὲν οὖν πολλὴν ἦγον ἀφθονίαν οὐκ ἐπιλειπόντων, ὕδατος δὲ καὶ πάλιν πιέσασα δεινὴ σπάνις ἐπιγίνεται· καὶ πρὸς ἀπόγνωσιν ἤδη τραπομένων σωτηρίας, λαβὼν Μωυσῆς τὴν ἱερὰν βακτηρίαν ἐκείνην, δι’ ἧς τὰ κατ’ Αἴγυπτον ἀπετέλεσε σημεῖα, θεοφορηθεὶς τὴν ἀκρότομον πέτραν παίει."],["211","ἡ δ’, εἴτε προϋποκειμένης πηγῆς φλέβα καίριον διακοπεῖσα εἴτε καὶ τότε πρῶτον ὕδατος ἀφανέσιν ὑπονόμοις εἰς αὐτὴν ἀθρόου συρρυέντος καὶ σφόδρα ἐκθλιβέντος, ἀναστομωθεῖσα τῇ βίᾳ τῆς φορᾶς κρουνηδὸν ἐκχεῖται, ὡς μὴ τότε μόνον παρασχεῖν ἄκος δίψους ἀλλὰ καὶ πρὸς πλείω χρόνον τοσαύταις μυριάσιν ἀφθονίαν ποτοῦ· τὰ γὰρ ὑδρία πάντ’ ἐπλήρωσαν, ὡς καὶ πρότερον ἐκ τῶν πηγῶν, αἳ πικραὶ μὲν ἦσαν φύσει, μετέβαλον δ’ ἐπιφροσύνῃ θείᾳ πρὸς τὸ γλύκιον."],["212","εἰ δέ τις τούτοις ἀπιστεῖ, θεὸν οὔτ’ οἶδεν οὔτ’ ἐζήτησέ ποτε· ἔγνω γὰρ ἂν εὐθέως, ἔγνω παγίως καταλαβών, ὅτι τὰ παράδοξα δὴ ταῦτα καὶ παράλογα θεοῦ παίγνιά ἐστιν, ἀπιδὼν εἰς τὰ τῷ ὄντι μεγάλα καὶ σπουδῆς ἄξια, γένεσιν οὐρανοῦ καὶ πλανήτων καὶ ἀπλανῶν ἀστέρων χορείας καὶ φωτὸς ἀνάλαμψιν, ἡμέρας μὲν ἡλιακοῦ, νύκτωρ δὲ τοῦ διὰ σελήνης, καὶ γῆς ἵδρυσιν ἐν τῷ μεσαιτάτῳ τοῦ παντός, ἠπείρων τε καὶ νήσων ὑπερβάλλοντα μεγέθη καὶ ζῴων καὶ φυτῶν ἀμυθήτους ἰδέας, ἔτι δὲ πελαγῶν ἀναχύσεις, ποταμῶν αὐθιγενῶν καὶ χειμάρρων φοράς, ἀενάων ῥεῖθρα πηγῶν, ὧν αἱ μὲν ψυχρὸν αἱ δὲ θερμὸν ὕδωρ ἀνομβροῦσιν, ἀέρος παντοίας τροπάς, ἐτησίων ὡρῶν διακρίσεις, ἄλλα κάλλη μυρία."],["213","ἐπιλίποι ἂν ὁ βίος τοῦ βουλομένου διηγεῖσθαι τὰ καθ’ ἕκαστα, μᾶλλον δ’ ἕν τι τῶν ὁλοσχερεστέρων τοῦ κόσμου μερῶν, κἂν εἰ μέλλοι πάντων ἀνθρώπων ἔσεσθαι μακροβιώτατος. ἀλλὰ ταῦτα μὲν πρὸς ἀλήθειαν ὄντα θαυμάσια καταπεφρόνηται τῷ συνήθει· τὰ δὲ μὴ ἐν ἔθει, κἂν μικρὰ ᾖ, ξέναις φαντασίαις ἐνδιδόντες καταπληττόμεθα τῷ φιλοκαίνῳ."],["214","Ἤδη δὲ πολλὴν καὶ ἀπόρευτον διεξεληλυθότων, ὅροι τινὲς ἀνεφαίνοντο γῆς οἰκουμένης καὶ προάστεια χώρας, εἰς ἣν μεθωρμίζοντο· νέμονται δ’ αὐτὴν Φοίνικες. ἐλπίσαντες δὲ βίον εὔδιον καὶ γαληνὸν αὑτοῖς ἀπαντήσεσθαι γνώμης ἐσφάλησαν."],["215","ὁ γὰρ προκαθήμενος βασιλεὺς πόρθησιν εὐλαβηθείς, ἀναστήσας τὴν ἐκ τῶν πόλεων νεότητα, μάλιστα μὲν ἀνείρξων ὑπηντίαζεν, εἰ δὲ βιάζοιντο, διὰ χειρῶν ἀμυνούμενος ἀκμῆσι καὶ ἄρτι πρῶτον καθισταμένοις εἰς ἀγῶνα κεκμηκότας ὁδοιπορίαις καὶ ἐνδείαις σιτίων καὶ ποτῶν, ἃ κατὰ μέρος ἀντεπετίθετο."],["216","Μωυσῆς δὲ παρὰ τῶν σκοπῶν γνοὺς οὐ μακρὰν διεστηκότα τὸν ἐχθρὸν στρατόν, καταλέξας τοὺς ἡβῶντας καὶ στρατηγὸν ἑλόμενος ἕνα τῶν ὑπάρχων Ἰησοῦν, πρὸς τὴν μείζονα συμμαχίαν αὐτὸς ἠπείγετο· περιρρανάμενος γὰρ τοῖς εἰωθόσι καθαρμοῖς ἐπὶ κολωνὸν τὸν πλησίον μετὰ σπουδῆς ἀναδραμὼν ἱκέτευε τὸν θεὸν ὑπερασπίσαι καὶ νίκην καὶ κράτος περιποιῆσαι τοῖς Ἑβραίοις, οὓς ἐκ χαλεπωτέρων πολέμων καὶ κακῶν ἄλλων ἐρρύσατο μὴ μόνον τὰς ἐξ ἀνθρώπων ἐπικρεμασθείσας συμφορὰς ἀποσκεδάσας, ἀλλὰ καὶ ὅσας ὅ τε τῶν στοιχείων νεωτερισμὸς ἐκαινούργησε κατ’ Αἴγυπτον καὶ ὁ ἐν ταῖς ὁδοιπορίαις ἀνήνυτος λιμός."],["217","ἤδη δὲ μελλόντων εἰς μάχην καθίστασθαι, τερατωδέστατόν τι συμβαίνει πάθος περὶ τὰς χεῖρας αὐτοῦ· κουφόταται γὰρ ἐγίνοντο ἐν μέρει καὶ βαρύταται· εἶθ’ ὁπότε μὲν ἐπελαφρίζοιντο πρὸς ὕψος αἰρόμεναι, τὸ συμμαχικὸν ἐρρώννυτο καὶ ἀνδραγαθιζόμενον ἐπικυδέστερον ἐγίνετο, ὁπότε δὲ κάτω βρίσειαν, ἴσχυον οἱ ἀντίπαλοι, μηνύοντος διὰ συμβόλων τοῦ θεοῦ, ὅτι τῶν μέν ἐστι γῆ καὶ αἱ τοῦ παντὸς ἐσχατιαὶ κλῆρος οἰκεῖος, τῶν δ’ αἰθὴρ ὁ ἱερώτατος, καὶ ὥσπερ ἐν τῷ παντὶ βασιλεύει καὶ κρατεῖ γῆς οὐρανός, οὕτω καὶ τὸ ἔθνος περιέσται τῶν ἀντιπολεμούντων."],["218","ἄχρι μὲν οὖν τινος αἱ χεῖρες οἷα πλάστιγγες ἐν μέρει μὲν ἐπεκουφίζοντο, ἐν μέρει δ’ ἐπέρρεπον, τηνικαῦτα καὶ ὁ ἀγὼν ἀμφήριστος ἦν· ἐξαπιναίως δ’ ἀβαρεῖς γενόμεναι, δακτύλοις ἀντὶ ταρσῶν χρώμεναι, μετέωροι πρὸς ὕψος ἤρθησαν, καθάπερ αἱ πτηναὶ φύσεις ἀεροποροῦσαι, καὶ διέμενον ἀνώφοιτοι μέχρι τοῦ τὴν νίκην Ἑβραίους ἀνανταγώνιστον ἄρασθαι, τῶν ἐχθρῶν ἡβηδὸν ἀναιρεθέντων ἅπερ τε διαθεῖναι παρὰ τὸ προσῆκον ἐσπούδαζον παθόντων μετὰ δίκης."],["219","τότε καὶ Μωυσῆς ἱδρύεται βωμόν, ὃν ἀπὸ τοῦ συμβεβηκότος ὠνόμασε „θεοῦ καταφυγήν “(Exod. 17, 15), ἐφ’ οὗ τὰ ἐπινίκια ἔθυε χαριστηρίους εὐχὰς ἀποδιδούς."],["220","Μετὰ τὴν μάχην ταύτην ἔγνω δεῖν τὴν χώραν, εἰς ἣν ἀπῳκίζετο τὸ ἔθνος, κατασκέψασθαι— δεύτερον δ’ ὁδοιποροῦσιν ἔτος ἐνειστήκει— βουλόμενος μή, οἷα φιλεῖ, γνωσιμαχεῖν οὐκ εἰδότας, ἀλλ’ ἀκοῇ προμαθόντας αὐτήν, ἐπιστήμῃ τῶν ἐκεῖ βεβαίᾳ χρωμένους, τὸ πρακτέον ἐκλογίζεσθαι."],["221","δώδεκα δ’ ἰσαρίθμους ταῖς φυλαῖς ἄνδρας, ἐξ ἑκάστης ἕνα φύλαρχον, αἱρεῖται τοὺς δοκιμωτάτους ἀριστίνδην προκρίνας, ἵνα μηδεμία μοῖρα πλέον ἢ ἔλαττον ἐνεγκαμένη διαφέρηται, πᾶσαι δ’ ἐξ ἴσου διὰ τῶν ἐν τέλει τὰ παρὰ τοῖς κατοίκοις, εἰ βουληθεῖεν οἱ πεμφθέντες ἀψευδεῖν, ἐπιγνῶσιν."],["222","ἑλόμενος δ’ αὐτούς φησι τάδε· „τῶν ἀγώνων καὶ κινδύνων, οὓς ὑπέστημεν καὶ μέχρι νῦν ὑπομένομεν, ἆθλόν εἰσιν αἱ κληρουχίαι, ὧν τῆς ἐλπίδος μὴ διαμάρτοιμεν ἔθνος πολυανθρωπότατον εἰς ἀποικίαν παραπέμποντες. ἔστι δ’ ὠφελιμώτατον ἡ τόπων καὶ ἀνθρώπων καὶ πραγμάτων ἐπιστήμη, ὥσπερ ἡ ἄγνοια βλαβερόν."],["223","ὑμᾶς οὖν ἐχειροτονήσαμεν, ἵνα ταῖς ὑμετέραις ὄψεσί τε καὶ διανοίαις τἀκεῖ θεασώμεθα· γίνεσθε δὴ τῶν τοσούτων μυριάδων ὦτα καὶ ὀφθαλμοὶ πρὸς τὴν ὧν ἀναγκαῖον εἰδέναι σαφῆ κατάληψιν."],["224","ἃ δὲ γνῶναι ποθοῦμεν, τρία ταῦτ’ ἐστίν· οἰκητόρων πλῆθός τε καὶ δύναμιν, πόλεων τὴν ἐν εὐκαιρίᾳ θέσιν καὶ ἐν οἰκοδομίαις ἐχυρότητα ἢ τοὐναντίον, χώραν εἰ βαθύγειός ἐστι καὶ πίων, ἀγαθὴ παντοίους καρποὺς ἐνεγκεῖν σπαρτῶν τε καὶ δένδρων, ἢ λεπτόγεως ἔμπαλιν, ἵνα πρὸς μὲν ἰσχὺν καὶ πλῆθος οἰκητόρων ἰσορρόποις δυνάμεσι φραξώμεθα, πρὸς δὲ τὴν ἐν τοῖς τόποις ἐρυμνότητα μηχανήμασι καὶ ταῖς ἑλεπόλεσιν· ἀναγκαῖον δὲ καὶ τὴν χώραν εἰδέναι, εἰ ἀρετῶσα ἢ μή· περὶ γὰρ λυπρᾶς ἑκουσίους κινδύνους ὑπομένειν ἠλιθιότητος."],["225","τὰ δ’ ὅπλα καὶ μηχανήματα ἡμῶν καὶ πᾶσα ἡ δύναμις ἐν μόνῳ τῷ πιστεύειν θεῷ κεῖται· ταύτην ἔχοντες τὴν παρασκευὴν οὐδενὶ τῶν φοβερῶν εἴξομεν· ἱκανὴ γὰρ ἀμάχους ῥώμας εὐεξίαις, τόλμαις, ἐμπειρίαις, πλήθεσιν ἐκ πολλοῦ τοῦ περιόντος κατακρατεῖν, δι’ ἣν καὶ ἐν ἐρήμῃ βαθείᾳ χορηγίαι πάντων εἰσὶν ὅσα ἐν εὐετηρίᾳ πόλεων."],["226","ὁ δὲ καιρός, ἐν ᾧ μάλιστα χώρας ἀρετὴν δοκιμάζεσθαι συμβέβηκεν, ἔαρ ἐστίν, ὃ νῦν ἐφέστηκεν· ὥρᾳ γὰρ ἔαρος τὰ μὲν σπαρέντα τελεσφορεῖται γένη, αἱ δὲ τῶν δένδρων φύσεις ἀρχὴν λαμβάνουσιν. ἄμεινον δ’ ἂν εἴη καὶ ἐπιμεῖναι μέχρι θέρους ἀκμάζοντος καὶ διακομίσαι καρποὺς οἱονεὶ δείγματα χώρας εὐδαίμονος. “"],["227","ταῦτ’ ἀκούσαντες ἐπὶ τὴν κατασκοπὴν ἐξῄεσαν ὑπὸ παντὸς τοῦ πλήθους προπεμπόμενοι δεδιότος, μὴ συλληφθέντες ἀπόλωνται καὶ συμβῇ δύο τὰ χαλεπώτατα, ἀνδρῶν τε, οἳ φυλῆς ἑκάστης ὄψις ἦσαν, σφαγαὶ καὶ ἄγνοια τῶν παρὰ τοῖς ἐφεδρεύουσιν ἐχθροῖς ὧν ὠφέλιμος ἡ ἐπιστήμη."],["228","παραλαβόντες δ’ ὀπτῆρας καὶ ἡγεμόνας τῆς ὁδοῦ προερχομένοις ἐφείποντο· καὶ γενόμενοι πλησίον, ἐφ’ ὑψηλότατον ὄρος τῶν περὶ τὸν τόπον ἀναδραμόντες, κατεθεῶντο τὴν χώραν, ἧς πεδιὰς μὲν ἦν πολλὴ κριθοφόρος, πυροφόρος, εὔχορτος, ὀρεινὴ δ’ οὐκ ἔλαττον ἀμπέλων καὶ στελεχῶν ἄλλων κατάπλεως, εὔδενδρος ἅπασα, λάσιος, ποταμοῖς καὶ πηγαῖς διεζωσμένη πρὸς ἄφθονον ὑδρείαν, ὡς ἐκ τῶν προπόδων ἄχρι τῶν κορυφῶν ὅλα τῶν ὀρῶν τὰ κλίματα δένδρεσι κατασκίοις συνυφάνθαι, διαφερόντως δὲ τοὺς αὐχένας καὶ ὅσαι βαθεῖαι διαφύσεις."],["229","κατεθεῶντο δὲ καὶ τὰς πόλεις ἐρυμνοτάτας διχόθεν, ἔκ τε τοπικῆς περὶ τὴν θέσιν εὐκαιρίας καὶ περιβόλων ἐχυρότητος. ἐξετάζοντες δὲ καὶ τοὺς οἰκήτορας ἑώρων ἀπείρους τὸ πλῆθος, περιμηκεστάτους γίγαντας ἢ γιγαντώδεις τὰς τῶν σωμάτων ὑπερβολὰς ἔν τε μεγέθεσι καὶ ῥώμαις."],["230","ταῦτα κατιδόντες εἰς ἀκριβεστέραν κατάληψιν ἐπέμενον— ὀλισθηρὸν γὰρ αἱ πρῶται φαντασίαι χρόνῳ μόλις ἐνσφραγιζόμεναι— καὶ ἅμα σπουδὴν ἐποιοῦντο δρεψάμενοι τῶν ἀκροδρύων, μὴ ἄρτι πρῶτον στεριφουμένων ἀλλ’ ἤδη ὑποπερκαζόντων, ἐπιδείξασθαι παντὶ τῷ πλήθει τὰ μὴ ῥᾳδίως φθαρησόμενα."],["231","μάλιστα δ’ αὐτοὺς κατέπληττεν ὁ τῆς ἀμπέλου καρπός· οἱ γὰρ βότρυες ὑπερμεγέθεις ἦσαν, ἀντιπαρεκτεινόμενοι ταῖς κληματίσι καὶ μοσχεύμασιν, ἄπιστος θέα· ἕνα γοῦν ἐκτεμόντες καὶ δοκίδος ἐκ μέσων ἀπαιωρήσαντες, ἧς τὰς ἀρχὰς δυσὶ νέοις, τῷ μὲν ἔνθεν τῷ δ’ ἔνθεν, ἐπετίθεσαν, ἐκ διαδοχῆς, πιεζομένων αἰεὶ τῶν προτέρων— βαρύτατον γὰρ ἦν ἄχθος"],["232","—, ἐκόμιζον, περὶ τῶν ἀναγκαίων οὐχ ὁμοφρονοῦντες. ἐγένοντο μὲν οὖν αὐτοῖς ἅμιλλαι μυρίαι καὶ πρὶν ἐπανήκειν κατὰ τὴν ὁδόν, ἀλλὰ κουφότεραι, ὑπὲρ τοῦ μὴ γνωσιμαχούντων μηδ’ ἄλλα ἄλλων ἀπαγγελλόντων στάσιν ἐν τῷ πλήθει γενέσθαι, χαλεπώτεραι δὲ μετὰ τὴν ἐπάνοδον."],["233","οἱ μὲν γὰρ περὶ τῆς τῶν πόλεων ἐχυρότητος καὶ ὡς ἑκάστη πολυάνθρωπός ἐστι διεξιόντες καὶ πάντα αἴροντες τῷ λόγῳ πρὸς τὸ μεγαλεῖον φόβον ἐνειργάζοντο τοῖς ἀκούουσιν, οἱ δὲ τὸν ἁπάντων ὧν εἶδον ὑφαιροῦντες ὄγκον παρεκάλουν μὴ ἀναπίπτειν, ἀλλ’ ἔχεσθαι τῆς ἀποικίας ὡς αὐτοβοεὶ περιεσομένους· οὐδεμίαν γὰρ ἀνθέξειν πόλιν πρὸς τοσαύτης δυνάμεως ἔφοδον ἀθρόως ἐπιστάσης, ἀλλὰ τῷ βάρει πιεσθεῖσαν πίπτειν· προσετίθεσαν δὲ καὶ τὰ ἐκ τῶν ἰδίων παθῶν ἑκάτεροι ταῖς ψυχαῖς τῶν ἀκουόντων, οἱ μὲν ἄνανδροι δειλίαν, οἱ δ’ ἀκατάπληκτοι θάρσος μετ’ εὐελπιστίας."],["234","ἀλλ’ οὗτοι μὲν πέμπτη μοῖρα τῶν ἀποδεδειλιακότων ἦσαν, οἱ δ’ ἔμπαλιν τῶν γενναίων πενταπλάσιοι· τὸ δ’ ὀλίγον θάρσος ἀτολμίας ἐναφανίζεται περιουσίᾳ, ὃ δὴ καὶ τότε φασὶ συμβῆναι· τῶν γὰρ τὰ βέλτιστα διεξιόντων δυοῖν οἱ τἀναντία φάσκοντες δέκα περιῆσαν οὕτως, ὥστε καὶ σύμπασαν ὑπηγάγοντο τὴν πληθὺν ἐκείνων μὲν ἀλλοτριώσαντες, ἑαυτοῖς δ’ οἰκειωσάμενοι."],["235","περὶ δὲ τῆς χώρας ταὐτὰ πάντες ἀπεφαίνοντο γνώμῃ μιᾷ τὸ κάλλος καὶ τῆς πεδιάδος καὶ τῆς ὀρεινῆς ἐκδιηγούμενοι· „τί δ’ ὄφελος “εὐθὺς ἀνεβόησαν „ἡμῖν ἀλλοτρίων ἀγαθῶν καὶ ταῦτα πεφρουρημένων κραταιᾷ χειρὶ πρὸς τὸ ἀναφαίρετον; “καὶ τοῖς δυσὶν ἐπιδραμόντες μικροῦ καταλεύουσιν αὐτοὺς ἡδονὴν ἀκοῆς τοῦ συμφέροντος καὶ ἀπάτην ἀληθείας προκρίναντες."],["236","ἐφ’ οἷς ὁ ἡγεμὼν ἠγανάκτει καὶ ἅμα ηὐλαβεῖτο, μή τι θεήλατον κατασκήψῃ κακὸν οὕτως ἐκθύμως ἀπιστοῦσι τοῖς χρησμοῖς· ὅπερ καὶ ἐγένετο· τῶν γὰρ κατασκόπων οἱ μὲν δειλοὶ δέκα λοιμώδει νόσῳ διαφθείρονται μετὰ τῶν ἐκ τοῦ πλήθους συναπονοηθέντων, μόνοι δ’ οἱ συμβουλεύσαντες δύο μὴ ὀρρωδεῖν ἀλλ’ ἐφίεσθαι τῆς ἀποικίας ἐσώθησαν, ὅτι καταπειθεῖς ἐγένοντο τοῖς λογίοις, γέρας ἐξαίρετον λαβόντες τὸ μὴ παραπολέσθαι."],["237","Τοῦτ’ αἴτιον ἐγένετο τοῦ μὴ θᾶττον ἥκειν εἰς ἣν ἀπῳκίζοντο γῆν. δυνάμενοι γὰρ ἔτει δευτέρῳ μετὰ τὴν ἀπ’ Αἰγύπτου μετανάστασιν τὰς ἐν Συρίᾳ πόλεις καὶ τὰς κληρουχίας ἐννέμεσθαι, τὴν ἄγουσαν καὶ ἐπίτομον ἐκτραπόμενοι ὁδὸν ἐπλάζοντο, δυσαναπορεύτους καὶ μακρὰς ἀνοδίας ἄλλας ἐπ’ ἄλλαις ἀνευρίσκοντες εἰς ἀνήνυτον ψυχῆς τε καὶ σώματος κάματον, δίκας ἀναγκαίας τῆς ἄγαν ἀσεβείας ὑπομένοντες."],["238","ὀκτὼ γοῦν ἐνιαυτοὺς πρὸς τοῖς τριάκοντα δίχα τοῦ παρεληλυθότος χρόνου, γενεᾶς βίον ἀνθρωπίνης, ἄνω κάτω τριβόμενοι καὶ τὰς ἀβάτους ἐρημίας ἀναμετροῦντες ἔτει τεσσαρακοστῷ μόλις ἐπὶ τοὺς τῆς χώρας ὅρους παρεγένοντο, ἐφ’ οὓς καὶ πρότερον ἦλθον."],["239","πρὸς δὲ ταῖς εἰσβολαῖς ᾤκουν ἕτεροί τε καὶ δὴ καὶ συγγενεῖς αὐτῶν, οὓς ᾤοντο μάλιστα μὲν συνεκπολεμήσειν τὸν πρὸς τοὺς ἀστυγείτονας πόλεμον καὶ πρὸς τὴν ἀποικίαν ἅπαντα συμπράξειν, εἰ δ’ ἀποκνοῖεν, μετὰ μηδετέρων γοῦν τετάξεσθαι χεῖρας ἀνέχοντας."],["240","οἱ γὰρ ἀμφοτέρων τῶν ἐθνῶν πρόγονοι, τοῦ τε Ἑβραϊκοῦ καὶ τοῦ τὰ προάστεια κατοικοῦντος, ἀδελφοὶ δύο ἦσαν ὁμοπάτριοι καὶ ὁμομήτριοι, πρὸς δὲ καὶ δίδυμοι, ἀφ’ ὧν εἰς πολυπαιδίαν ἐπιδιδόντων καὶ τῶν ἀπογόνων εὐφορίᾳ τινὶ χρωμένων εἰς μέγα καὶ πολυάνθρωπον ἔθνος ἑκατέρα τῶν οἰκιῶν ἀνεχύθη· ἀλλ’ ἡ μὲν ἐφιλοχώρησεν, ἡ δ’, ὡς ἐλέχθη πρότερον, εἰς Αἴγυπτον μεταναστᾶσα διὰ λιμὸν χρόνοις ὕστερον ἐπανῄει."],["241","τὴν δ’ οἰκειότητα ἡ μὲν διεφύλαττε, καίτοι πολὺν χρόνον διαζευχθεῖσα, πρὸς τοὺς μηδὲν ἔτι τῶν πατρίων φυλάττοντας, ἀλλὰ πάντα τὰ τῆς ἀρχαίας πολιτείας ἐκδεδιῃτημένους, ὑπολαβοῦσα τοῖς ἡμέροις τὰς φύσεις ἁρμόττον εἶναι διδόναι τι καὶ χαρίζεσθαι συγγενείας ὀνόματι·"],["242","ἡ δ’ ἔμπαλιν τὰ φιλικὰ πάντα ἔτρεψεν ἤθεσι καὶ λόγοις βουλαῖς τε καὶ πράξεσιν ἀσπόνδοις καὶ ἀσυμβάτοις χρωμένη, πατρικὴν ἔχθραν ζωπυροῦσα— ὁ γὰρ τοῦ ἔθνους ἀρχηγέτης αὐτὸς ἀποδόμενος τῷ ἀδελφῷ τὰ πρεσβεῖα μικρὸν ὕστερον ὧν ἐξέστη μετεποιεῖτο παραβαίνων τὰς ὁμολογίας καὶ ἐφόνα θάνατον ἀπειλῶν, εἰ μὴ ἀποδοίη—· ταύτην τὴν παλαιὰν ἀνδρὸς ἑνὸς πρὸς ἕνα ἔχθραν ἔθνος τοσαύταις ὕστερον γενεαῖς ἐκαίνωσεν."],["243","ὁ μὲν οὖν ἡγεμὼν τῶν Ἑβραίων Μωυσῆς, καίτοι γ’ αὐτοβοεὶ δυνάμενος ἑλεῖν ἐξ ἐπιδρομῆς, οὐκ ἐδικαίωσε διὰ τὴν εἰρημένην συγγένειαν, ἀλλ’ ὁδῷ χρήσασθαι μόνον ἠξίου τῇ διὰ τῆς χώρας πάνθ’ ὑπισχνούμενος πράξειν τὰ ἔνσπονδα, μὴ τεμεῖν χωρίον, μὴ θρέμματα, μὴ λείαν ἀπάξειν, ὕδατος, εἰ ποτοῦ γένοιτο σπάνις, τιμὴν παρέξειν καὶ τῶν ἄλλων τοῖς ἀχορηγήτοις ὠνίων· οἱ δ’ εἰρηνικαῖς οὕτω προκλήσεσιν ἀνὰ κράτος ἠναντιοῦντο πόλεμον ἀπειλοῦντες, εἰ τῶν ὅρων ἐπιβάντας ἢ ψαύσαντας αὐτὸ μόνον αἴσθοιντο."],["244","χαλεπῶς δὲ τὰς ἀποκρίσεις ἐνηνοχότων καὶ ἤδη πρὸς ἄμυναν ὁρμώντων, ἐν ἐπηκόῳ στὰς „ἄνδρες “εἶπεν, „ἡ μὲν ἀγανάκτησις ὑμῶν εὔλογος καὶ δικαία· χρηστὰ γὰρ ἀφ’ ἡμέρου γνώμης προτειναμένων, πονηρὰ ἀπὸ διανοίας ἀπεκρίναντο κακοήθους."],["245","ἀλλ’ οὐχ ὅτι τῆς ὠμότητος ἐκεῖνοι δίκας ἐπάξιοι τίνειν εἰσί, διὰ τοῦθ’ ἡμῖν ἐπὶ τὰς κατ’ αὐτῶν τιμωρίας ἁρμόττον ἵεσθαι, ἕνεκα τῆς πρὸς τὸ ἔθνος τιμῆς, ἵνα καὶ ταύτῃ μοχθηρῶν ἀγαθοὶ διαφέρωμεν, ἐξετάζοντες οὐ μόνον, εἰ κολαστέοι τινές εἰσιν, ἀλλ’ εἰ καὶ ὑφ’ ἡμῶν ἐπιτήδειοι τοῦτο πάσχειν. “"],["246","εἶτ’ ἐκτραπόμενος ἦγε δι’ ἑτέρας τὴν πληθύν, ἐπειδὴ τὰς κατὰ τὴν χώραν ὁδοὺς ἁπάσας φρουραῖς διεζωσμένας εἶδεν ὑπὸ τῶν βλάβην μὲν οὐδεμίαν ἐνδεξομένων, φθόνῳ δὲ καὶ βασκανίᾳ τὴν ἐπίτομον οὐκ ἐώντων προέρχεσθαι."],["247","ταῦτα δὲ σαφεστάτη πίστις ἦν ἀνίας, ἣν ἐπὶ τῷ τὸ ἔθνος ἐλευθερίας τυχεῖν ἠνιῶντο, δηλονότι χαίροντες, ἡνίκα τὴν ἐν Αἰγύπτῳ πικρὰν δουλείαν ὑπέμενον· ἀνάγκη γὰρ οἷς φέρει λύπην τἀγαθὰ τῶν πλησίον ἐπὶ τοῖς τούτων εὐφραίνεσθαι κακοῖς, κἂν μὴ ὁμολογῶσιν."],["248","ἔτυχον γὰρ ὡς πρὸς ὁμογνώμονας καὶ τὰ αὐτὰ βουλομένους ἀνενεγκόντες τὰ συμβάντα λυπηρά τε αὖ καὶ ὅσα καθ’ ἡδονήν, οὐκ εἰδότες ὅτι πόρρω προεληλύθασι μοχθηρίας καὶ ἐθελέχθρως καὶ φιλαπεχθημόνως ἔχοντες στένειν μὲν ἐπὶ τοῖς ἀγαθοῖς, ἥδεσθαι δὲ ἐπὶ τοῖς ἐναντίοις ἔμελλον."],["249","τῆς δὲ κακονοίας ἀνακαλυφθείσης ἐκείνων, ἐκωλύθησαν εἰς χεῖρας ἐλθεῖν ὑπὸ τοῦ προεστῶτος ἐπιδειξαμένου δύο τὰ κάλλιστα, φρόνησιν ἐν ταὐτῷ καὶ χρηστότητα· τὸ μὲν γὰρ μηδὲν παθεῖν φυλάξασθαι συνέσεως, τὸ δὲ μηδ’ ἀμύνασθαι συγγενεῖς ὄντας ἐθελῆσαι φιλανθρωπίας ἔργον."],["250","Τὰς μὲν οὖν τούτων πόλεις παρημείψατο. βασιλεὺς δέ τις τῆς ὁμόρου Χανάνης ὄνομα, τῶν σκοπῶν ἀπαγγειλάντων τὸν ὁδοιποροῦντα στρατὸν οὐ πάνυ μακρὰν ἀφεστηκότα, νομίσας ἀσύντακτόν τε εἶναι καὶ ῥᾳδίως εἰ προεπίθοιτο νικήσειν, ἄρας μετὰ τῆς οἰκείας νεότητος εὐοπλούσης ἐπεξέθει καὶ τοὺς πρώτους ὑπαντιάσαντας ἅτε μὴ παρεσκευασμένους εἰς μάχην τρέπεται· καὶ λαβὼν αἰχμαλώτους ἐπὶ τῷ παρ’ ἐλπίδα εὐημερήματι φυσηθεὶς προῄει, καὶ τοὺς ἄλλους ἅπαντας χειρώσεσθαι νομίζων."],["251","οἱ δὲ— οὐ γὰρ ἐγνάμφθησαν ἥττῃ τῆς προερχομένης τάξεως— ἀλλ’ ἔτι μᾶλλον ἢ πρότερον σπάσαντες εὐτολμίας καὶ τὴν ἔνδειαν τῶν ἑαλωκότων ἐκπλῆσαι ταῖς προθυμίαις ἐπειγόμενοι συνεκρότουν ἄλλος ἄλλον μὴ ἀποκάμνειν „ἀνεγειρώμεθα„ λέγοντες, „ἄρτι τῆς χώρας ἐπιβαίνομεν· ἀκατάπληκτοι μετὰ τῆς ἐν τῷ θαρρεῖν ἐχυρότητος γινώμεθα· τὰ τέλη ταῖς ἀρχαῖς πολλάκις κρίνεται· ἐπὶ τῶν εἰσβολῶν ὄντες καταπληξώμεθα τοὺς οἰκήτορας, ὡς ἔχοντες μὲν τὴν ἐκ τῶν πόλεων εὐετηρίαν, ἀντιδεδωκότες δ’ ἣν ἐκ τῆς ἐρημίας ἐπαγόμεθα σπάνιν τῶν ἀναγκαίων.„"],["252","καὶ ἅμα διὰ τούτων προτρέποντες αὑτοὺς ηὔξαντο τῆς χώρας ἀπαρχὰς ἀναθήσειν τῷ θεῷ τὰς πόλεις τοῦ βασιλέως καὶ τοὺς ἐν ἑκάστῃ πολίτας· ὁ δ’ ἐπινεύει ταῖς εὐχαῖς καὶ θάρσος ἐμπνεύσας τοῖς Ἑβραίοις τὴν ἀντίπαλον στρατιὰν ἁλῶναι παρεσκεύασεν."],["253","οἱ δ’ ἀνὰ κράτος ἑλόντες τὰς χαριστηρίους ὁμολογίας ἐπετέλουν, οὐδὲν ἐκ τῆς λείας νοσφισάμενοι, τὰς δὲ πόλεις αὐτοῖς ἀνδράσι καὶ κειμηλίοις ἀνιερώσαντες, καὶ ἀπὸ τοῦ συμβεβηκότος ὅλην τὴν βασιλείαν ὠνόμασαν „ἀνάθεμα “."],["254","καθάπερ γὰρ εἷς ἕκαστος τῶν εὐσεβούντων ἀπὸ τῶν ἐτησίων ἀπάρχεται καρπῶν, οὓς ἂν ἐκ τῶν ἰδίων συγκομίζῃ κτημάτων, τὸν αὐτὸν τρόπον καὶ ὅλον τὸ ἔθνος μεγάλης χώρας, εἰς ἣν μετανίστατο, μέγα τμῆμα, τὴν εὐθὺς αἱρεθεῖσαν βασιλείαν, ἀνέθηκεν ἀπαρχήν τινα τῆς ἀποικίας· οὐ γὰρ ἐνόμιζεν ὅσιον εἶναι διανείμασθαι γῆν ἢ πόλεις κατοικῆσαι, πρὶν καὶ τῆς χώρας καὶ τῶν πόλεων ἀπάρξασθαι."],["255","Μικρὸν δ’ ὕστερον καὶ πηγὴν εὔυδρον ἀνευρόντες, ἣ παντὶ τῷ πλήθει ποτὸν ἐχορήγησεν— ἐν φρέατι δ’ ἦν ἡ πηγὴ καὶ ἐπὶ τῶν τῆς χώρας ὅρων—, ὥσπερ οὐχ ὕδατος ἀλλ’ ἀκράτου σπάσαντες τὰς ψυχὰς ἀνεχύθησαν· ὑπό τε εὐφροσύνης καὶ χαρᾶς ᾆσμα καινὸν οἱ θεοφιλεῖς χοροὺς περὶ τὸ φρέαρ ἐν κύκλῳ στήσαντες ᾖδον εἰς τὸν κληροῦχον θεὸν καὶ τὸν ἀληθῶς ἡγεμόνα τῆς ἀποικίας, ὅτι πρῶτον ἐπιβάντες ἐξ ἐρημίας μακρᾶς τῆς οἰκουμένης καὶ ἣν ἔμελλον καθέξειν ποτὸν ἄφθονον ἀνεῦρον, ἁρμόττον ἡγησάμενοι μὴ ἀσημείωτον τὴν πηγὴν παρελθεῖν."],["256","καὶ γὰρ ἔτυχεν οὐ χερσὶν ἰδιωτῶν ἀλλὰ βασιλέων ἀνατετμῆσθαι φιλοτιμηθέντων, ὡς λόγος, οὐ μόνον περὶ τὴν εὕρεσιν τοῦ ὕδατος ἀλλὰ καὶ περὶ τὴν τοῦ φρέατος κατασκευήν, ἵν’ ἐκ τῆς πολυτελείας βασιλικὸν φαίνηται τὸ ἔργον καὶ ἡ τῶν κατασκευασάντων ἀρχὴ καὶ μεγαλόνοια."],["257","γεγηθὼς δ’ ἐπὶ τοῖς αἰεὶ συμβαίνουσιν ἀπροσδοκήτοις ἀγαθοῖς ὁ Μωυσῆς ἐχώρει προσωτέρω, τὴν μὲν νεότητα διανείμας εἴς τε πρωτοστάτας καὶ ὀπισθοφύλακας, γηραιοὺς δὲ καὶ γύναια καὶ παῖδας ἐν μέσοις τάξας, ἵνα διὰ τῶν παρ’ ἑκάτερα φρουρὰν ἔχωσιν, ἐάν τε ἀντικρὺ ἐάν τε κατόπιν ἐχθρὸς ὅμιλος ἐπίῃ."],["258","Ὀλίγαις δ’ ὕστερον ἡμέραις εἰς τὴν τῶν Ἀμορραίων χώραν ἐμβαλὼν πρέσβεις ἐξέπεμπε πρὸς τὸν βασιλέα— Σηὼν δ’ ὠνομάζετο— προτρέπων ἐφ’ ἃ καὶ τὸν συγγενῆ πρότερον· ὁ δ’ οὐ μόνον πρὸς ὕβριν ἀπεκρίνατο τοῖς ἥκουσι μικροῦ καὶ ἀνελὼν αὐτούς, εἰ μὴ νόμος ὁ πρεσβευτικὸς ἐμποδὼν ἐγένετο, ἀλλὰ καὶ πάντα τὸν στρατὸν συναγαγὼν ἐφώρμα νομίζων αὐτίκα τῷ πολέμῳ περιέσεσθαι."],["259","συμπλακεὶς δὲ οὐ πρὸς ἀμελετήτους καὶ ἀνασκήτους ἔγνω τὴν μάχην οὖσαν ἀλλ’ ἀθλητὰς τῷ ὄντι πολέμων ἀηττήτους, οἳ πρὸ μικροῦ πολλὰ καὶ μεγάλα ἠνδραγαθίσαντο σωμάτων ἀλκὴν καὶ φρόνημα διανοίας καὶ ἀρετῆς ὕψος ἐπιδειξάμενοι, δι’ ὧν τοὺς μὲν ἐναντιωθέντας ἐκ πολλοῦ τοῦ περιόντος εἷλον, ἔψαυσαν δὲ τῶν ἀπὸ τῆς λείας οὐδενὸς τὰ πρῶτα τῶν ἄθλων ἀναθεῖναι τῷ θεῷ σπουδάσαντες·"],["260","οἳ καὶ τότε φραξάμενοι καρτερῶς ἀπὸ τῶν αὐτῶν βουλευμάτων καὶ παρασκευῶν ἀντεφώρμησαν ἅμα καὶ τῇ ἀκαθαιρέτῳ τοῦ δικαίου χρώμενοι συμμαχίᾳ, δι’ ἣν εὐτολμότεροί τε ἦσαν καὶ ἀγωνισταὶ πρόθυμοι."],["261","σαφὴς δὲ πίστις· δευτέρας οὐκ ἐδέησε μάχης, ἀλλ’ ἡ πρώτη καὶ μόνη ἐγένετο, καθ’ ἣν πᾶσα ἡ ἀντίπαλος ἐκλίθη δύναμις καὶ ἀνατραπεῖσα ἡβηδὸν αὐτίκα ἠφανίσθη."],["262","αἱ δὲ πόλεις ὑπὸ τὸν αὐτὸν χρόνον κεναί τε καὶ πλήρεις ἐγεγένηντο, κεναὶ μὲν τῶν ἀρχαίων οἰκητόρων, πλήρεις δὲ τῶν κεκρατηκότων· τὸν αὐτὸν μέντοι τρόπον καὶ αἱ κατ’ ἀγροὺς ἐπαύλεις ἐρημωθεῖσαι τῶν ἐν αὐταῖς ἀντέλαβον ἄνδρας βελτίους τὰ πάντα."],["263","Οὗτος ὁ πόλεμος ἅπασι μὲν τοῖς Ἀσιανοῖς ἔθνεσι φοβερὸν δέος ἐνειργάσατο, διαφερόντως δὲ τοῖς ὁμόροις, ὅσῳ καὶ τὰ δεινὰ ἐγγυτέρω προσεδοκᾶτο. εἷς δὲ δὴ ἐκ τῶν ἀστυγειτόνων βασιλέων ὄνομα Βαλάκης, μεγάλην καὶ πολυάνθρωπον τῆς ἑῴας μοῖραν ὑπηγμένος, πρὶν εἰς χεῖρας ἐλθεῖν ἀπειπών, ἄντικρυς μὲν ὑπαντᾶν οὐκ ἐδοκίμαζε τὸν ἐκπορθήσεως δι’ ὅπλων ἐλεύθερον πόλεμον διαδιδράσκων, ἐπ’ οἰωνοὺς δὲ καὶ μαντείας ἐτράπετο νομίζων ἀραῖς τισι δυνήσεσθαι τὴν ἄμαχον ῥώμην τῶν Ἑβραίων καθελεῖν."],["264","ἀνὴρ δ’ ἦν κατ’ ἐκεῖνον τὸν χρόνον ἐπὶ μαντείᾳ περιβόητος Μεσοποταμίαν οἰκῶν, ὃς ἅπαντα μὲν ἐμεμύητο τὰ μαντικῆς εἴδη, οἰωνοσκοπίαν δ’ ἐν τοῖς μάλιστα συγκεκροτηκὼς ἐθαυμάζετο, πολλοῖς καὶ πολλάκις ἐπιδειξάμενος ἄπιστα καὶ μεγάλα."],["265","προεῖπε γὰρ τοῖς μὲν ἐπομβρίας θέρους ἀκμάζοντος, τοῖς δ’ αὐχμόν τε καὶ φλογμὸν ἐν μέσῳ χειμῶνι, τοῖς δ’ ἐξ εὐετηρίας ἀφορίαν καὶ ἔμπαλιν ἐκ λιμοῦ φοράν, ἐνίοις δὲ πλημμύρας ποταμῶν καὶ κενώσεις καὶ θεραπείας λοιμικῶν νοσημάτων καὶ ἄλλων μυρίων, ὧν ἕκαστον ὁ προθεσπίζειν δοκῶν ὀνομαστότατος ἦν ἐπὶ μέγα εὐκλείας προερχόμενος διὰ τὴν ἐπιβαίνουσιν ἀεὶ καὶ φθάνουσαν πανταχόσε φήμην."],["266","ἐπὶ τοῦτον ἐξέπεμπε τῶν ἑταίρων τινὰς παρακαλῶν ἥκειν καὶ δωρεὰς τὰς μὲν ἤδη παρεῖχε, τὰς δὲ δώσειν ὡμολόγει τὴν χρείαν ἧς ἕνεκα μεταπέμποιτο δηλῶν· ὁ δ’ οὐκ ἀπὸ φρονήματος εὐγενοῦς καὶ βεβαίου, ἀλλὰ τὸ πλέον ἀστεϊζόμενος ὡς δὴ τῶν ἐλλογίμων προφητῶν γεγονὼς καὶ μηδὲν ἄνευ χρησμῶν εἰωθὼς πράττειν τὸ παράπαν, ὑπανεδύετο λέγων οὐκ ἐπιτρέπειν αὐτῷ βαδίζειν τὸ θεῖον."],["267","καὶ οἱ μὲν ἥκοντες ἐπανῄεσαν ἄπρακτοι πρὸς τὸν βασιλέα, ἕτεροι δ’ εὐθὺς ἐπὶ τὴν αὐτὴν χρείαν ἐχειροτονοῦντο τῶν δοκιμωτέρων, πλείω μὲν ἐπιφερόμενοι χρήματα, περιττοτέρας δὲ δωρεὰς ὑπισχνούμενοι."],["268","δελεασθεὶς δὲ καὶ τοῖς ἤδη προτεινομένοις καὶ ταῖς μελλούσαις ἐλπίσι καὶ τὸ ἀξίωμα τῶν παρακαλούντων καταιδεσθεὶς ἐνεδίδου, πάλιν προφασιζόμενος τὸ θεῖον οὐκ ἐφ’ ὑγιεῖ· τῇ γοῦν ὑστεραίᾳ παρεσκευάζετο τὴν ἔξοδον ὀνείρατα διηγούμενος, ὑφ’ ὧν ἔλεγε πληχθεὶς ἐναργέσι φαντασίαις ἀναγκάζεσθαι μηκέτι μένειν, ἀλλὰ τοῖς"],["269","πρέσβεσιν ἀκολουθεῖν. ἤδη δὲ αὐτῷ προερχομένῳ γίνεται κατὰ τὴν ὁδὸν σημεῖον ἀρίδηλον περὶ τοῦ τὴν χρείαν ἐφ’ ἣν συνέτεινεν εἶναι παλίμφημον· τὸ γὰρ ὑποζύγιον, ᾧ συνέβαινεν αὐτὸν ἐποχεῖσθαι, προερχόμενον ἐπ’ εὐθείας ἐξαπιναίως ἵσταται τὸ πρῶτον·"],["270","εἶθ’, ὥσπερ ἐξ ἐναντίας βίᾳ τινὸς ἀνωθοῦντος ἢ ἀναχαιτίζοντος, ὑπὸ πόδας ἐχώρει καὶ πάλιν ἐπὶ δεξιὰ καὶ εὐώνυμα ἐπιφερόμενον καὶ ὧδε κἀκεῖσε πλαζόμενον οὐκ ἠρέμει, καθάπερ ἐν οἴνῳ καὶ μέθῃ καρηβαροῦν, καὶ πολλάκις τυπτόμενον ἠλόγει τῶν πληγῶν, ὥστε καὶ τὸν ἐποχούμενον μικροῦ καταβαλεῖν καὶ καθεζόμενον ὅμως ἀντιλυπῆσαι."],["271","τῶν γὰρ παρ’ ἑκάτερα χωρίων ἦσαν αἱμασιαὶ καὶ φραγμοὶ πλησίον· ὁπότ’ οὖν τούτοις προσηράχθη φερόμενον, γόνυ καὶ κνήμας καὶ πόδας ὁ δεσπότης θλιβόμενος καὶ πιεζόμενος ἀπεδρύπτετο."],["272","ἦν δ’, ὡς ἔοικε, θεία τις ὄψις, ἣν τὸ μὲν ζῷον ἐπιφοιτῶσαν ἐκ πολλοῦ θεασάμενον ὑπέπτηξεν, ὁ δ’ ἄνθρωπος οὐκ εἶδεν, εἰς ἔλεγχον ἀναισθησίας· ὑπὸ γὰρ ἀλόγου ζῴου παρευημερεῖτο τὰς ὄψεις ὁ μὴ μόνον τὸν κόσμον ἀλλὰ καὶ τὸν κοσμοποιὸν αὐχῶν ὁρᾶν."],["273","μόλις γοῦν τὸν ἀνθεστηκότα ἰδὼν ἄγγελον, οὐκ ἐπειδὴ τοιαύτης θέας ἦν ἄξιος, ἀλλ’ ἵνα τὴν ἀτιμίαν καὶ οὐδένειαν ἑαυτοῦ καταλάβῃ, πρὸς ἱκεσίας καὶ λιτὰς ἐτράπετο συγγνῶναι δεόμενος ὑπ’ ἀγνοίας ἀλλ’ οὐ καθ’ ἑκούσιον γνώμην ἁμαρτόντι."],["274","τότε μὲν οὖν ὑποστρέφειν δέον, ἐπυνθάνετο τῆς φανείσης ὄψεως, εἰ ἀνακάμπτοι πάλιν τὴν ἐπ’ οἴκου· ἡ δὲ συνιδοῦσα τὴν εἰρωνείαν καὶ σχετλιάσασα— τί γὰρ ἔδει πυνθάνεσθαι περὶ πράγματος οὕτως ἐμφανοῦς, ὃ τὰς ἀποδείξεις εἶχεν ἐξ ἑαυτοῦ μὴ δεόμενον τῆς ἐκ λόγων πίστεως, εἰ μὴ ἄρα ὀφθαλμῶν ὦτα ἀληθέστερα καὶ πραγμάτων ῥήματα;— „βάδιζε “εἶπεν „ἐφ’ ἣν σπεύδεις ὁδόν· ὀνήσεις γὰρ οὐδέν, ἐμοῦ τὰ λεκτέα ὑπηχοῦντος ἄνευ τῆς σῆς διανοίας καὶ τὰ φωνῆς ὄργανα τρέποντος, ᾗ δίκαιον καὶ συμφέρον· ἡνιοχήσω γὰρ ἐγὼ τὸν λόγον θεσπίζων ἕκαστα διὰ τῆς σῆς γλώττης οὐ συνιέντος. “"],["275","ἀκούσας δ’ ὁ βασιλεὺς ἐγγὺς ἤδη γεγονότα μετὰ τῶν δορυφόρων ὑπαντησόμενος ἐξῄει, καὶ ἐντυχόντων, οἷα εἰκός, τὸ μὲν πρῶτον ἦσαν φιλοφροσύναι καὶ δεξιώσεις, εἶτα βραχεῖα κατάμεμψις περὶ τῆς βραδυτῆτος καὶ τοῦ μὴ ἑτοιμότερον ἥκειν· μετὰ δὲ ταῦτ’ εὐωχίαι ἦσαν καὶ πολυτελεῖς ἑστιάσεις καὶ ὅσα ἄλλα πρὸς ὑποδοχὴν ξένων ἔθος εὐτρεπίζεσθαι, φιλοτιμίαις βασιλικαῖς πάντα πρὸς τὸ μεγαλειότερον ἐπιδιδόντα καὶ σεμνότερον ὄγκον."],["276","τῇ δ’ ὑστεραίᾳ ἅμα τῇ ἕῳ τὸν μάντιν ὁ Βαλάκης παραλαβὼν ἐπὶ γεώλοφον ἀνήγαγεν, ἔνθα καὶ στήλην συνέβαινεν ἱδρῦσθαι δαιμονίου τινός, ἣν οἱ ἐγχώριοι προσεκύνουν· μέρος δ’ ἐνθένδε καθεωρᾶτο τῆς τῶν Ἑβραίων στρατοπεδείας, ὃ καθάπερ ἀπὸ σκοπιᾶς ἐπεδείκνυτο τῷ μάγῳ."],["277","ὁ δὲ θεασάμενός φησι· „σὺ μέν, ὦ βασιλεῦ, βωμοὺς ἑπτὰ δειμάμενος μόσχον ἐφ’ ἑκάστου καὶ κριὸν ἱέρευσον· ἐγὼ δ’ ἐκτραπόμενος πεύσομαι τοῦ θεοῦ, τί λεκτέον. “ἔξω δὲ προελθὼν ἔνθους αὐτίκα γίνεται, προφητικοῦ πνεύματος ἐπιφοιτήσαντος, ὃ πᾶσαν αὐτοῦ τὴν ἔντεχνον μαντικὴν ὑπερόριον τῆς ψυχῆς ἤλασε· θέμις γὰρ οὐκ ἦν ἱερωτάτῃ κατοκωχῇ συνδιαιτᾶσθαι μαγικὴν σοφιστείαν. εἶθ’ ὑποστρέψας καὶ τάς τε θυσίας ἰδὼν καὶ τοὺς βωμοὺς φλέγοντας ὥσπερ ἑρμηνεὺς ὑποβάλλοντος ἑτέρου θεσπίζει τάδε·"],["278","„ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλάκης μακρὰν τὴν ἀπ’ ἀνατολῶν στειλάμενον ἀποδημίαν, ἵνα τίσηται τοὺς Ἑβραίους ἀραῖς. ἐγὼ δὲ τίνα τρόπον ἀράσομαι τοῖς μὴ καταράτοις ὑπὸ θεοῦ; θεάσομαι μὲν αὐτοὺς ὀφθαλμοῖς ἀφ’ ὑψηλοτάτων ὀρῶν καὶ τῇ διανοίᾳ καταλήψομαι, βλάψαι δ’ οὐκ ἂν δυναίμην λαόν, ὃς μόνος κατοικήσει, μὴ συναριθμούμενος ἑτέροις ἔθνεσιν, οὐ κατὰ τόπων ἀποκλήρωσιν καὶ χώρας ἀποτομήν, ἀλλὰ κατὰ τὴν τῶν ἐξαιρέτων ἐθῶν ἰδιότητα, μὴ συναναμιγνύμενος ἄλλοις εἰς τὴν τῶν πατρίων ἐκδιαίτησιν."],["279","τίς ἐπ’ ἀκριβείας εὗρε τὴν πρώτην καταβολὴν τῆς τούτων γενέσεως; τὰ μὲν σώματ’ αὐτοῖς ἐξ ἀνθρωπίνων διεπλάσθη σπερμάτων, ἐκ δὲ θείων ἔφυσαν αἱ ψυχαί· διὸ καὶ γεγόνασιν ἀγχίσποροι θεοῦ. ἀποθάνοι μου ἡ ψυχὴ τὸν σωματικὸν βίον, ἵν’ ἐν ψυχαῖς δικαίων καταριθμηθῇ, οἵας εἶναι συμβέβηκε τὰς τούτων. “"],["280","Ταῦτ’ ἀκούων ὁ Βαλάκης ὤδινεν ἐν ἑαυτῷ. παυσαμένου δέ, τὸ πάθος οὐ χωρήσας „ἐπὶ κατάραις “εἶπεν „ἐχθρῶν μετακληθεὶς εὐχὰς τιθέμενος ἐκείνοις οὐκ ἐρυθριᾷς; ἐλελήθειν ἄρ’ ἐμαυτὸν ἀπατῶν ὡς ἐπὶ φίλῳ σοι τὴν ὑπὲρ τῶν πολεμίων ἀφανῶς τεταγμένῳ τάξιν, ἣ νῦν γέγονε δήλη. μήποτε καὶ τὰς ὑπερθέσεις τῆς ἐνθάδε ἀφίξεως ἐποιοῦ διὰ τὴν ὑποικουροῦσαν ἐν τῇ ψυχῇ πρὸς μὲν ἐκείνους οἰκειότητα πρὸς δ’ ἐμὲ καὶ τοὺς ἐμοὺς ἀλλοτρίωσιν· πίστις γάρ, ὡς ὁ παλαιὸς λόγος, τῶν ἀδήλων τὰ ἐμφανῆ. “"],["281","ὁ δὲ τῆς κατοκωχῆς ἀνεθεὶς „ἀδικωτάτην “εἶπεν „αἰτίαν ὑπομένω συκοφαντούμενος· λέγω γὰρ ἴδιον οὐδέν, ἀλλ’ ἅττ’ ἂν ὑπηχήσῃ τὸ θεῖον, ὅπερ οὐχὶ νῦν πρῶτον ἐγὼ μὲν εἶπον, σὺ δ’ ἤκουσας, ἀλλὰ καὶ πρόσθεν, ἡνίκα τοὺς πρέσβεις ἔπεμψας, οἷς ἀπεκρινάμην ταὐτά. “"],["282","νομίσας δ’ ὁ βασιλεὺς ἢ τὸν μάντιν ἀπατᾶν ἢ τὸ θεῖον τρέπεσθαι καὶ ταῖς τῶν τόπων μεταβολαῖς τὸ τῆς γνώμης ἐχυρὸν ἀλλάττειν, εἰς ἕτερον ἀπαγαγὼν χωρίον ἐκ λόφου πάνυ περιμήκους ἐπεδείκνυτο μέρος τι τῆς ἀντιπάλου στρατιᾶς· εἶτα πάλιν ἑπτὰ βωμοὺς ἱδρυσάμενος καὶ τὰ ἴσα τοῖς πρόσθεν ἱερεῖα καταθύσας ἐξέπεμπε τὸν μάντιν ἐπ’ οἰωνοὺς καὶ φήμας αἰσίους."],["283","ὁ δὲ μονωθεὶς ἐξαίφνης θεοφορεῖται καὶ μηδὲν συνιείς, ὥσπερ μετανισταμένου τοῦ λογισμοῦ, τὰ ὑποβαλλόμενα ἐξελάλει προφητεύων τάδε· \" ἀναστὰς ἄκουε, βασιλεῦ, τὰ ὦτα ἐπουρίσας. οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαψευσθῆναι δύναται οὐδ’ ὡς υἱὸς ἀνθρώπου μετανοεῖ καὶ ἅπαξ εἰπὼν οὐκ ἐμμένει. φθέγξεται τὸ παράπαν οὐδέν, ὃ μὴ τελειωθήσεται βεβαίως, ἐπεὶ ὁ λόγος ἔργον ἐστὶν αὐτῷ. παρελήφθην δ’ ἐπ’ εὐλογίαις, οὐ κατάραις, ἐγώ."],["284","οὐκ ἔσται πόνος ἢ μόχθος ἐν Ἑβραίοις. ὁ θεὸς αὐτῶν προασπίζει περιφανῶς, ὃς καὶ τὴν τῶν Αἰγυπτιακῶν ῥύμην κακῶν ἀπεσκέδασεν ὡς ἕνα ἄνδρα τὰς τοσαύτας μυριάδας ἀναγαγών. τοιγαροῦν οἰωνῶν ἀλογοῦσι καὶ πάντων τῶν κατὰ μαντικὴν ἑνὶ τῷ τοῦ κόσμου ἡγεμόνι πιστεύοντες. ὁρῶ λαὸν ὡς σκύμνον ἀνιστάμενον καὶ ὡς λέοντα γαυρούμενον. εὐωχηθήσεται θήρας καὶ ποτῷ χρήσεται τραυματιῶν αἵματι καὶ κορεσθεὶς οὐ τρέψεται πρὸς ὕπνον, ἀλλ’ ἐγρηγορὼς τὸν ἐπινίκιον ᾄσεται ὕμνον. “"],["285","Χαλεπῶς δ’ ἐνεγκὼν ἐπὶ τῷ παρ’ ἐλπίδας αὐτῷ τὰ τῆς μαντικῆς ἀπαντᾶσθαι „ἄνθρωπε “εἶπε, „μήτε ἀρὰς τίθεσο μήτ’ εὐχὰς ποιοῦ· βελτίων γὰρ τῶν μὴ καθ’ ἡδονὴν λόγων ἡ ἀκίνδυνος ἡσυχία. “καὶ ταῦτ’ εἰπὼν ὥσπερ ἐκλαθόμενος ὧν εἶπε διὰ τὸ τῆς γνώμης ἀβέβαιον εἰς ἄλλον τόπον ἀπῆγε τὸν μάντιν, ἀφ’ οὗ δείξας μέρος τι τῆς Ἑβραϊκῆς στρατιᾶς καταρᾶσθαι παρεκάλει."],["286","ὁ δ’ ἅτε χείρων ἐκείνου, καίτοι πρὸς τὰς ἐπιφερομένας κατηγορίας ἀπολογίᾳ μιᾷ χρώμενος ἀληθεῖ, ὡς οὐδὲν ἴδιον λέγοι, κατεχόμενος δὲ καὶ ἐνθουσιῶν διερμηνεύοι τὰ ἑτέρου, δέον μηκέτ’ ἐπακολουθεῖν ἀλλ’ οἴκαδε ἀπαίρειν, ἑτοιμότερον τοῦ παραπέμποντος προεξέτρεχεν, ἅμα μὲν οἰήσει, κακῷ μεγάλῳ, πεπιεσμένος, ἅμα δὲ καὶ τῇ διανοίᾳ καταρᾶσθαι γλιχόμενος, εἰ καὶ τῇ φωνῇ διεκωλύετο."],["287","παραγενόμενος δ’ εἰς ὄρος μεῖζον τῶν προτέρων ἄχρι πολλοῦ κατατεῖνον κελεύει μὲν τὴν αὐτὴν ἐπιτελεῖν θυσίαν βωμοὺς πάλιν ἑπτὰ κατασκευάσαντας καὶ ἱερεῖα τεσσαρεσκαίδεκα προσαγαγόντας ἑκάστῳ βωμῷ δύο, μόσχον τε καὶ κριόν. αὐτὸς δὲ οὐκέτι κατὰ τὸ εἰκὸς ἐπὶ κληδόνας καὶ οἰωνοὺς ἵετο πολλὰ τὴν αὑτοῦ τέχνην κακίσας ὡς χρόνῳ καθάπερ γραφὴν ἐξίτηλον γενομένην καὶ τοὺς εὐθυβόλους στοχασμοὺς ἐξαμαυρωθεῖσαν· ἄλλως δὲ καὶ μόλις ἐνενόησεν, ὅτι οὐ συνᾴδει τῷ τοῦ θεοῦ βουλήματι ἡ τοῦ μισθωσαμένου προαίρεσις αὐτὸν βασιλέως."],["288","τραπόμενος οὖν κατὰ τὴν ἐρήμην ὁρᾷ κατὰ φυλὰς ἐστρατοπεδευκότας Ἑβραίους καὶ τό τε πλῆθος καὶ τὴν τάξιν ὡς πόλεως ἀλλ’ οὐ στρατοπέδου καταπλαγεὶς ἔνθους γενόμενος ἀναφθέγγεται τάδε·"],["289","„φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, ὅστις καθ’ ὕπνον ἐναργῆ φαντασίαν εἶδε θεοῦ τοῖς τῆς ψυχῆς ἀκοιμήτοις ὄμμασιν. ὡς καλοί σου οἱ οἶκοι, στρατιὰ Ἑβραίων, αἱ σκηναί σου ὡς νάπαι σκιάζουσαι, ὡς παράδεισος ἐπὶ ποταμοῦ, ὡς κέδρος παρ’ ὕδατα."],["290","ἐξελεύσεταί ποτε ἄνθρωπος ἐξ ὑμῶν καὶ ἐπικρατήσει πολλῶν ἐθνῶν καὶ ἐπιβαίνουσα ἡ τοῦδε βασιλεία καθ’ ἑκάστην ἡμέραν πρὸς ὕψος ἀρθήσεται. ὁ λαὸς οὗτος ἡγεμόνι τῆς ἀπ’ Αἰγύπτου πάσης ὁδοῦ κέχρηται θεῷ καθ’ ἓν κέρας ἄγοντι τὴν πληθύν."],["291","τοιγαροῦν ἔδεται ἔθνη πολλὰ ἐχθρῶν καὶ ὅσον ἐν αὐτοῖς πῖον ἄχρι μυελοῦ λήψεται καὶ ταῖς ἑκηβολίαις ἀπολεῖ τοὺς δυσμενεῖς. ἀναπαύσεται κατακλινεὶς ὡς λέων ἢ σκύμνος λέοντος, μάλα καταφρονητικῶς δεδιὼς οὐδένα, φόβον τοῖς ἄλλοις ἐνειργασμένος· ἄθλιος ὃς ἂν αὐτὸν παρακινήσας ἐγείρῃ. οἱ μὲν εὐλογοῦντές σε εὐφημίας ἄξιοι, κατάρας δ’ οἱ καταρώμενοι. “"],["292","Σφόδρα δ’ ἐπὶ τούτοις ἀγανακτήσας ὁ βασιλεὺς „ἐπ’ ἀραῖς “εἶπεν „ἐχθρῶν μετακληθεὶς εὐχὰς ἤδη τρεῖς τὰς ὑπὲρ ἐκείνων πεποίησαι· φεῦγε δὴ θᾶττον— ὀξὺ πάθος ἐστὶ θυμός—, μή τι καὶ νεώτερον ἐργάσασθαι βιασθῶ."],["293","πόσον πλῆθος χρημάτων, ἀνοητότατε, καὶ δωρεῶν, πόσην δ’ εὐφημίαν καὶ δόξαν ἀφῄρησαι σεαυτὸν φρενοβλαβὴς ὤν· ἐπανελεύσῃ φέρων ἀπὸ τῆς ξένης εἰς τὴν οἰκείαν ἀγαθὸν μὲν οὐδέν, ὀνείδη δὲ καὶ πολλὴν ὡς ἔοικεν αἰσχύνην, οὕτως σοι τῶν κατὰ τὴν ἐπιστήμην, ἐφ’ οἷς πρότερον ἐσεμνύνου, γελασθέντων. “"],["294","ὁ δὲ „τὰ μὲν πρότερα “εἶπε „πάντ’ ἐστὶ λόγια καὶ χρησμοί, τὰ δὲ μέλλοντα λέγεσθαι γνώμης τῆς ἐμῆς εἰκασίαι. “καὶ τῆς δεξιᾶς λαβόμενος μόνος μόνῳ συνεβούλευε, δι’ ὧν, ὡς ἂν οἷόν τε ᾖ, φυλάξεται τὸν ἀντίπαλον στρατόν, ἀσέβημα κατηγορῶν αὑτοῦ μέγιστον· τί γάρ, εἴποι τις ἄν, ἰδιάζεις καὶ συμβουλεύεις τὰ ἐναντία τοῖς χρησμοῖς ὑποτιθέμενος, εἰ μὴ ἄρα τῶν λογίων"],["295","αἱ σαὶ βουλαὶ δυνατώτεραι; φέρε δ’ οὖν καὶ τὰς καλὰς αὐτοῦ παραινέσεις ἐξετάσωμεν, ὡς τετεχνιτευμέναι πρὸς ὁμολογουμένην ἧτταν τῶν ἀεὶ νικᾶν δυναμένων. εἰδὼς γὰρ Ἑβραίοις μίαν ὁδὸν ἁλώσεως παρανομίαν, διὰ λαγνείας καὶ ἀκολασίας, μεγάλου κακοῦ, πρὸς μεῖζον κακόν, ἀσέβειαν, ἄγειν αὐτοὺς ἐσπούδασεν ἡδονὴν δέλεαρ προθείς."],["296","„εἰσὶ “γὰρ εἶπεν „αἱ ἐγχώριοι γυναῖκες, ὦ βασιλεῦ, διαφέρουσαι τὴν ὄψιν ἑτέρων· ἀνὴρ δ’ οὐδενὶ μᾶλλον εὐάλωτος ἢ γυναικὸς εὐμορφίᾳ. ταῖς οὖν περικαλλεστάταις ἐὰν ἐπιτρέψῃς μισθαρνεῖν καὶ δημοσιεύειν, ἀγκιστρεύσονται τὴν νεότητα τῶν ἀντιπάλων."],["297","ὑφηγητέον δὲ αὐταῖς, μὴ εὐθὺς ἐμπαρέχεσθαι τοῖς ἐθέλουσι τὴν ὥραν· ὁ γὰρ ἀκκισμὸς ὑποκνίζων τὰς ὁρμὰς ἐπεγείρει μᾶλλον καὶ τοὺς ἔρωτας ἀναφλέγει· τραχηλιζόμενοι δὲ ταῖς ἐπιθυμίαις πάνθ’ ὑπομενοῦσι δρᾶν τε καὶ πάσχειν."],["298","πρὸς δὲ τὸν οὕτω διακείμενον ἐραστὴν λεγέτω φρυαττομένη τις τῶν ἐπὶ τὴν θήραν ἀλειφομένων· „„οὐ θέμις ὁμιλίας σοι τῆς ἐμῆς ἀπολαῦσαι, πρὶν ἂν ἐκδιαιτηθῇς μὲν τὰ πάτρια, μεταβαλὼν δὲ τιμήσῃς ἅπερ ἐγώ. πίστις δέ μοι τῆς βεβαίου μεταβολῆς γένοιτ’ ἂν ἀρίδηλος, ἢν ἐθελήσῃς μετασχεῖν τῶν αὐτῶν σπονδῶν τε καὶ θυσιῶν, ἃς ἀγάλμασι καὶ ξοάνοις καὶ τοῖς λοιποῖς ἀφιδρύμασιν ἐπιτελοῦμεν. ““"],["299","ὁ δ’ ἅτε σαγηνευθεὶς πάγαις πολυειδέσι, κάλλει καὶ στωμυλίας χειραγωγίαις, οὐδὲν ἀντειπών, ἐξηγκωνισμένος τὸν λογισμόν, ἄθλιος ὑπηρετήσει τοῖς προσταττομένοις, ἀναγραφεὶς τοῦ πάθους δοῦλος. “"],["300","Ὁ μὲν δὴ τοιαῦτα συνεβούλευεν. ὁ δ’ οὐκ ἀπὸ σκοποῦ νομίσας εἶναι τὰ λεχθέντα, τὸν κατὰ μοιχῶν νόμον παρακαλυψάμενος καὶ τοὺς ἐπὶ φθορᾷ καὶ πορνείᾳ κειμένους ἀνελών, ὡς εἰ μηδὲ τὴν ἀρχὴν ἐγράφησαν, ἀνέδην ἐπιτρέπει ταῖς γυναιξὶ τὰς ὁμιλίας πρὸς οὓς ἂν ἐθέλωσι ποιεῖσθαι."],["301","δοθείσης δὲ ἀδείας, τὴν πληθὺν τῶν μειρακίων ἐπήγοντο πολὺ πρότερον τὴν διάνοιαν αὐτῶν ἀπατῶσαι καὶ τρέπουσαι ταῖς γοητείαις πρὸς ἀσέβειαν, ἕως υἱὸς τοῦ ἀρχιερέως Φινεὲς ἐπὶ τοῖς γινομένοις σφόδρα χαλεπήνας— δεινότατον γὰρ αὐτῷ κατεφαίνετο, εἰ ὑφ’ ἕνα καιρὸν ἄμφω τά τε σώματα καὶ τὰς ψυχὰς ἐπιδεδώκασι, τὰ μὲν ἡδοναῖς, τὰς δὲ τῷ παρανομεῖν καὶ ἀνοσιουργεῖν— ἐνεανιεύσατο νεανείαν ἀνδρὶ καλῷ καὶ ἀγαθῷ προσήκουσαν."],["302","ἰδὼν γάρ τινα τῶν ἀπὸ τοῦ γένους θύοντα καὶ εἰσιόντα πρὸς πόρνην, μήτε κεκυφότα εἰς τοὔδαφος μήτε λανθάνειν τοὺς πολλοὺς πειρώμενον μήθ’ οἷα φιλεῖ κλέπτοντα τὴν εἴσοδον, ἀλλὰ μετ’ ἀναισχύντου θράσους τὴν ἀκοσμίαν ἐπιδεικνύμενον καὶ φρυαττόμενον ὡς ἐπὶ σεμνῷ πράγματι τῷ καταγελάστῳ, πάνυ πικρανθεὶς καὶ πληρωθεὶς ὀργῆς δικαίας ἐπεισδραμὼν ἔτι κατ’ εὐνὴν κειμένους ἀμφοτέρους τόν τ’ ἐραστὴν καὶ τὴν ἑταίραν ἀναιρεῖ προσανατεμὼν καὶ τὰ γεννητικά, διότι σποραῖς ὑπηρέτησαν ἐκθέσμοις."],["303","τοῦτο θεασάμενοί τινες τὸ παράδειγμα τῶν τὴν ἐγκράτειαν καὶ θεοσέβειαν ἐζηλωκότων προστάξαντος Μωυσέως ἐμιμήσαντο καὶ πάντας τοὺς τελεσθέντας τοῖς χειροποιήτοις συγγενεῖς καὶ φίλους ἡβηδὸν ἀνελόντες τὸ μὲν μίασμα τοῦ ἔθνους ἐκκαθαίρουσι διὰ τῆς τῶν προηδικηκότων ἀπαραιτήτου τιμωρίας, τοὺς δ’ ἄλλους παρασχόντας ἀπολογίαν ἐναργεστάτην ὑπὲρ τῆς αὑτῶν εὐσεβείας περιεποιήσαντο, μηδένα τῶν ἀφ’ αἵματος κατακρίτων οἰκτισάμενοι μηδ’ ἐλέῳ τἀδικήματα αὐτῶν παρελθόντες, ἀλλὰ καθαροὺς νομίσαντες τοὺς αὐτόχειρας· ὅθεν οὐδενὶ παρεχώρησαν τὴν ἐπέξοδον φέρουσαν τοῖς δρῶσιν ἀψευδέστατον ἔπαινον."],["304","τετρακισχιλίους δέ φασι πρὸς τοῖς δισμυρίοις ἀναιρεθῆναι μιᾷ ἡμέρᾳ, συναναιρεθέντος εὐθὺς τοῦ κοινοῦ μιάσματος, ὃ πᾶσαν τὴν στρατιὰν ἐκηλίδου. τῶν δὲ καθαρσίων ἐπιτελεσθέντων, ὡς ἀριστεῖ γέρας ἐπάξιον τῷ υἱῷ τοῦ ἀρχιερέως, ὃς πρῶτος ἐπὶ τὴν ἄμυναν ὥρμησεν, ἐζήτει παρασχεῖν Μωυσῆς· φθάνει δὲ χρησμοῖς δωρησάμενος ὁ θεὸς Φινεεῖ τὸ μέγιστον ἀγαθόν, εἰρήνην, ὃ μηδεὶς ἱκανὸς ἀνθρώπων παρασχεῖν, πρὸς δὲ τῇ εἰρήνῃ καὶ παγκρατησίαν ἱερωσύνης, αὐτῷ καὶ γένει κλῆρον ἀναφαίρετον."],["305","Ἐπεὶ δὲ τῶν ἐμφυλίων οὐδὲν ἔτ’ ἦν ὑπόλοιπον κακῶν, ἀλλὰ καὶ ὅσοι πρὸς αὐτομολίαν ἢ προδοσίαν ὑπωπτεύοντο πάντες ἀπωλώλεσαν, ἔδοξεν εἶναι καιρὸς ἐπιτηδειότατος τῆς ἐπὶ τὸν Βαλάκην στρατείας, ἄνδρα μυρία καὶ βεβουλευμένον ἐργάσασθαι κακὰ καὶ δεδρακότα, βεβουλευμένον μὲν διὰ τοῦ μάντεως, ὃν ἤλπισεν ἀραῖς τισι δυνήσεσθαι καθελεῖν τὴν δύναμιν τῶν Ἑβραίων, δεδρακότα δὲ διὰ τῆς τῶν γυναικῶν ἀσελγείας καὶ ἀκολασίας, αἳ τὰ μὲν σώματα λαγνείαις τὰς δὲ ψυχὰς ἀσεβείᾳ τῶν χρωμένων διέφθειραν."],["306","παντὶ μὲν οὖν τῷ στρατῷ πολεμεῖν οὐκ ἐδοκίμαζεν, εἰδὼς τὰ ὑπέρογκα πλήθη πταίοντα περὶ αὑτοῖς καὶ ἅμα λυσιτελὲς ἡγούμενος ἐφεδρείας εἶναι συμμάχων τοῖς προκαμοῦσι βοηθούς, ἀριστίνδην δὲ τοὺς ἡβῶντας ἐπιλέξας, χιλίους ἐκ φυλῆς ἑκάστης, δώδεκα χιλιάδας— τοσαῦται γὰρ ἦσαν αἱ φυλαί— καὶ στρατηγὸν ἑλόμενος τοῦ πολέμου Φινεὲς πεῖραν ἤδη δεδωκότα στρατηγικῆς εὐτολμίας ἐπὶ καλοῖς ἱερείοις ἐξέπεμπε τοὺς ὁπλίτας καὶ θαρσύνων τοιάδε διεξῄει· „οὐχ"],["307","ὑπὲρ κράτους ἀρχῆς ὁ παρὼν ἀγών ἐστιν οὐδ’ ὑπὲρ τοῦ κτήσασθαι τὰ ἑτέρων, περὶ ὧν ἢ μόνων ἢ μάλιστα οἱ πόλεμοι, ἀλλ’ ὑπὲρ εὐσεβείας καὶ ὁσιότητος, ὧν τοὺς ἡμετέρους συγγενεῖς καὶ φίλους ἠλλοτρίωσαν οἱ ἐχθροὶ παραίτιοι γενόμενοι τοῖς ὑπαχθεῖσι χαλεπῆς ἀπωλείας."],["308","ἔστιν οὖν ἄτοπον οἰκείων μὲν αὐτόχειρας γεγενῆσθαι παρανομησάντων, ἐχθρῶν δὲ χαλεπώτερα ἠδικηκότων ἀποσχέσθαι, καὶ τοὺς μὲν μαθόντας ἀδικεῖν ἀνῃρηκέναι, τοὺς δὲ βιασαμένους καὶ διδάξαντας ἀτιμωρήτους καταλιπεῖν, οὓς ἁπάντων αἰτίους εἶναι συμβέβηκεν, ὧν ἢ δεδράκασιν ἢ πεπόνθασιν ἐκεῖνοι. “"],["309","νευρωθέντες οὖν ταῖς παραινέσεσιν ἐκεῖνοι καὶ ὅσον ἐν ταῖς ψυχαῖς προϋπῆρχε γενναιότητος ζωπυρήσαντες ὡς ἐφ’ ὁμολογουμένῃ νίκῃ πρὸς τὸν ἀγῶνα ἵεντο φρονήμασιν ἀηττήτοις· καὶ συμπλακέντες τοσαύτῃ περιουσίᾳ ῥώμης καὶ τόλμης ἐχρήσαντο, ὡς ἱερεῦσαι μὲν τοὺς ἀντιπάλους, αὐτοὶ δὲ πάντες σῷοι ἐπανελθεῖν, οὐδενὸς ἀποθανόντος ἀλλ’ οὐδὲ τρωθέντος."],["310","ὑπέλαβεν ἄν τις τῶν ἀγνοούντων τὸ συμβεβηκὸς ἰδὼν αὐτοὺς ἐπανιόντας οὐκ ἀπὸ πολέμου καὶ παρατάξεως ἀφικνεῖσθαι μᾶλλον ἢ τῶν ἐν ταῖς ὁπλοσκοπίαις ἐπιδείξεων, ἃς ἔθος ἐν εἰρήνῃ ποιεῖσθαι, γυμνάσματα δ’ εἰσὶ καὶ μελέται συγκροτουμένων τὰ κατ’ ἐχθρῶν ἐν φίλοις."],["311","τὰς μὲν οὖν πόλεις ἢ κατασκάπτοντες ἢ ἐμπιπράντες ἠφάνισαν, ὡς μηδ’ εἰ τὴν ἀρχὴν ᾠκίσθησαν εἰπεῖν ἔχειν· αἰχμαλώτων δὲ σωμάτων ἀπερίληπτον ἀριθμὸν ἀπαγαγόντες ἄνδρας μὲν καὶ γυναῖκας κτείνειν ἐδικαίωσαν, τοὺς μὲν ὅτι βουλευμάτων καὶ χειρῶν ἦρξαν ἀδίκων, τὰς δ’ ἐπεὶ κατεγοήτευσαν τὴν Ἑβραίων νεότητα, παραιτίας γενομένας αὐτοῖς ἀκολασίας καὶ ἀσεβείας καὶ τὰ τελευταῖα θανάτου· νέοις δὲ κομιδῇ παισὶ καὶ παρθένοις συνέγνωσαν, ἀμνηστίαν τῆς ἡλικίας ἐφελκομένης."],["312","λείας δὲ πολλῆς ἄγαν εὐπορήσαντες ἔκ τε τῶν βασιλείων κἀκ τῶν ἰδιωτικῶν οἰκιῶν, ἔτι δὲ τῶν κατ’ ἀγροὺς ἐπαύλεων— ἦν γὰρ ἐν τοῖς χωρίοις οὐκ ἐλάττων τῆς ἐν τοῖς ἄστεσιν—, ἧκον εἰς τὸ στρατόπεδον ἐπηχθισμένοι τὸν παρὰ τῶν ἐχθρῶν πάντα πλοῦτον."],["313","ἐπαινέσας δὲ Μωυσῆς τόν τε στρατηγὸν Φινεὲς καὶ τοὺς παραταξαμένους ἐπί τε τοῖς κατορθώμασι καὶ ὅτι ταῖς ὠφελείαις οὐκ ἐπέδραμον τὴν λείαν μόνοι σφετερίσασθαι διανοηθέντες, ἀλλ’ εἰς μέσον προὔθεσαν, ἵνα καὶ οἱ καταμείναντες ἐν ταῖς σκηναῖς μετάσχωσι, προστάττει τοὺς μὲν ἔξω τοῦ στρατοπέδου καταμένειν τινὰς ἡμέρας, τῷ δὲ μεγάλῳ ἱερεῖ καθᾶραι τοῦ φόνου τοὺς ἀπὸ τῆς παρατάξεως ἥκοντας τῶν συμμάχων."],["314","καὶ γὰρ εἰ νόμιμοι αἱ κατ’ ἐχθρῶν σφαγαί, ἀλλ’ ὅ γε κτείνων ἄνθρωπον, εἰ καὶ δικαίως καὶ ἀμυνόμενος καὶ βιασθείς, ὑπαίτιος εἶναι δοκεῖ διὰ τὴν ἀνωτάτω καὶ κοινὴν συγγένειαν· οὗ χάριν καθαρσίων ἐδέησε τοῖς κτείνασι πρὸς ἀπαλλαγὴν τοῦ νομισθέντος ἄγους γεγενῆσθαι."],["315","μετ’ οὐ πολὺν μέντοι χρόνον καὶ τὴν λείαν διένειμε, τοῖς μὲν στρατευσαμένοις— ὀλίγος δ’ ἀριθμὸς ἦσαν παρὰ τοὺς ἡσυχάσαντας— διδοὺς ἥμισυ μέρος, θάτερον δὲ τοῖς καταμείνασιν ἐν τῷ στρατοπέδῳ· δίκαιον γὰρ ὑπέλαβεν εἶναι καὶ τούτοις μεταδοῦναι τῆς ὠφελείας, εἰ καὶ μὴ τοῖς σώμασι, ταῖς γοῦν ψυχαῖς διαγωνισαμένοις· οἱ γὰρ ἔφεδροι τῶν ἀγωνιστῶν οὐκ ἐλαττούμενοι ταῖς προθυμίαις χρόνῳ καὶ τῷ φθασθῆναι μόνον ὑστερίζουσι."],["316","λαβόντων δὲ τῶν μὲν ὀλίγων πλείω διὰ τὸ προκινδυνεῦσαι, τῶν δὲ πλειόνων ἐλάττω διὰ τὴν ἔνδον μονήν, ἔδοξεν ἀναγκαῖον εἶναι πάσης τῆς λείας τὰς ἀπαρχὰς καθιερῶσαι· τὸ μὲν οὖν πεντηκοστὸν οἱ ἐφεδρεύσαντες, πεντακοσιοστὴν δὲ μοῖραν οἱ προπολεμήσαντες εἰσήνεγκαν· τῶν δ’ ἀπαρχῶν τὰς μὲν παρὰ τῶν στρατευσαμένων τῷ μεγάλῳ ἱερεῖ προστάττει δοθῆναι, τὰς δὲ παρὰ τῶν καταμεινάντων ἐν τῷ στρατοπέδῳ τοῖς νεωκόροις, οἷς ὄνομα Λευῖται."],["317","χιλίαρχοι δὲ καὶ ἑκατόνταρχοι καὶ ὁ ἄλλος ὅμιλος λοχαγῶν καὶ ταξιαρχῶν ὑπέρ τε τῆς αὑτῶν σωτηρίας καὶ τῶν συστρατευσαμένων καὶ τῆς παντὸς λόγου κρείττονος νίκης ἐθελονταὶ κομίζουσιν ἐξαιρέτους ἀπαρχάς, κόσμον τε χρυσοῦν ὅσον ἕκαστος ἐκ τῆς λείας ἀνεῦρε καὶ σκεύη πολυτελέστατα, ὧν πάλιν ὕλη χρυσὸς ἦν· ἃ Μωυσῆς λαβὼν καὶ τὴν εὐσέβειαν τῶν φερόντων ἀγάμενος ἀνατίθησιν ἐν τῇ καθιερωμένῃ σκηνῇ τῆς εὐχαριστίας τῶν ἀνδρῶν ὑπόμνημα."],["318","παγκάλη δὲ ἡ διανομὴ τῶν ἀπαρχῶν· τὰς μὲν τῶν μὴ πεπολεμηκότων, ἡμίσειαν ἀρετῆς τὴν χωρὶς ἔργου προθυμίαν αὐτὸ μόνον ἐπιδειξαμένων, τοῖς νεωκόροις ἀπένειμε, τὰς δὲ τῶν ἀγωνισαμένων, οἳ σώμασι καὶ ψυχαῖς ἐκινδύνευσαν ὁλόκληρον ἀνδραγαθίαν παρασχόμενοι, τῷ προεστηκότι τῶν νεωκόρων ἱερεῖ τῷ μεγάλῳ, τὰς δὲ τῶν ταξιαρχῶν ἅτε ἡγεμονικὰς τῷ συμπάντων ἡγεμόνι θεῷ."],["319","Πάντες οὗτοι διεπολεμήθησαν οἱ πόλεμοι, μήπω διαβεβηκότων Ἰορδάνην τὸν ἐγχώριον ποταμόν, πρὸς τοὺς τῆς ἀντιπέρας γῆς οἰκήτορας εὐδαίμονος καὶ βαθείας, ἐν ᾗ πολλὴ πεδιὰς σιτοφόρος καὶ χιλὸν κτήνεσιν ἐνεγκεῖν ἀγαθή."],["320","ταύτην ὡς ἐθεάσαντο τὴν χώραν αἱ κτηνοτρόφοι δύο φυλαί, μοῖρα τοῦ σύμπαντος ἕκτη στρατοῦ, Μωυσῆν ἱκέτευον ἐπιτρέψαι τὰς κληρουχίας ἐνταυθοῖ λαβεῖν αὐτὰς ἤδη ποτὲ ἱδρυθείσας· ἐπιτηδειότατον γὰρ ἔφασκον εἶναι τὸν τόπον ἐννέμεσθαί τε καὶ ἐμβόσκεσθαι θρέμμασιν εὔυδρον ὄντα καὶ εὔχορτον καὶ προβατευσίμην ἄφθονον πόαν ἀπαυτοματίζοντα."],["321","ὁ δὲ νομίσας αὐτοὺς ἢ προεδρίᾳ τὴν διανομὴν τά τε γέρα πρὸ καιροῦ λαμβάνειν ἀξιοῦν ἢ πρὸς τοὺς μέλλοντας πολέμους ἀποκνεῖν, ἐφεδρευόντων ἔτι πλειόνων βασιλέων, οἳ τὴν εἴσω τοῦ ποταμοῦ χώραν διεκεκλήρωντο, πάνυ δυσχεράνας πρὸς ὀργὴν ἀποκρίνεται καί φησιν·"],["322","„ὑμεῖς μὲν οὖν ἐνταυθοῖ καθεδεῖσθε σχολὴν ἐν οὐ δέοντι καὶ ἀργίαν ἕξοντες, τοὺς δ’ ὑμετέρους συγγενεῖς καὶ φίλους οἱ λειπόμενοι τραχηλιοῦσι πόλεμοι, καὶ τὰ μὲν ἆθλα μόνοις ὑμῖν ὡς ἐπὶ κατωρθωμένοις πᾶσι δοθήσεται, μάχαι δὲ καὶ πόνοι καὶ ταλαιπωρίαι καὶ οἱ ἀνωτάτω κίνδυνοι ἑτέρους ἀναμενοῦσιν;"],["323","ἀλλ’ οὐ δίκαιον ὑμᾶς μὲν εἰρήνην καὶ τὰ ἐκ τῆς εἰρήνης ἀγαθὰ καρποῦσθαι, τοὺς δ’ ἄλλους πολέμοις καὶ κακοῖς ἀμυθήτοις ἐναθλεῖν, οὐδὲ προσθήκην τὸ ὅλον μέρους εἶναι· τοὐναντίον γὰρ ἕνεκα τῶν ὅλων τὰ μέρη κληρονομίας ἀξιοῦται."],["324","πάντες ἐστὲ ἰσότιμοι, γένος ἕν, οἱ αὐτοὶ πατέρες, οἰκία μία, ἔθη τὰ αὐτά, κοινωνία νόμων, ἄλλα μυρία, ὧν ἕκαστον τὴν οἰκειότητα συνδεῖ καὶ πρὸς εὔνοιαν ἁρμόζεται. διὰ τί δὴ τῶν ἴσων ἐν τοῖς μεγίστοις καὶ ἀναγκαιοτάτοις ἀξιωθέντες ἐν ταῖς διανομαῖς πλεονεκτήσετε, ὡς ἢ ἄρχοντες ὑπηκόων ἢ δεσπόται δούλων καταφρονήσαντες;"],["325","ἔδει μὲν ὑμᾶς ταῖς ἑτέρων πληγαῖς πεπαιδεῦσθαι· φρονίμων γὰρ ἀνδρῶν μὴ ἀναμένειν, ἄχρις ἂν ἐπ’ αὐτοὺς ἔλθῃ τὰ δεινά· νυνὶ δὲ παραδείγματ’ ἔχοντες οἰκεῖα τοὺς πατέρας, οἳ κατεσκέψαντο τήνδε τὴν χώραν, καὶ τὰς ἐκείνων συμφορὰς καὶ τῶν συναπονοηθέντων— ἅπαντες γὰρ ἔξω δυοῖν ἀπώλοντο—, δέον μηδενὶ τῶν ὁμοίων συνεπιγράφεσθαι, δειλίαν, ὦ κενοὶ φρενῶν, ζηλοῦτε ὡς οὐκ εὐαλωτότεροι γενησόμενοι καὶ τὰς προθυμίας ὑποσκελίζετε τῶν ἀνδραγαθίζεσθαι προαιρουμένων ἐκλύοντες καὶ παριέντες αὐτῶν τὰ φρονήματα. τοιγάρτοι σπεύδοντες ἁμαρτάνειν σπεύσετε καὶ πρὸς τιμωρίας·"],["326","ἡ γὰρ δίκη μόλις μὲν εἴωθε κινεῖσθαι, κινηθεῖσα δ’ ἅπαξ φθάνει προκαταλαμβάνουσα τοὺς ἀποδιδράσκοντας."],["327","ὅταν οὖν ἅπαντες μὲν οἱ ἐχθροὶ καθαιρεθῶσιν, ἔφεδρος δὲ μηδεὶς ἔτι προσδοκᾶται πόλεμος, ἐν δὲ ταῖς εὐθύναις ἀνεπίληπτοι δοκιμασθῶσιν οἱ σύμμαχοι, μὴ λιποτάξιον, μὴ λιποστράτιον, μηδὲν ἄλλο τῶν ἐφ’ ἥττῃ διαπεπραγμένοι, παραμεμενηκότες δ’ ἐξ ἀρχῆς ἄχρι τέλους φαίνωνται καὶ τοῖς σώμασι καὶ ταῖς προθυμίαις, ἐρημωθῇ δὲ πᾶσα ἡ χώρα τῶν προενῳκηκότων, τηνικαῦτα δοθήσεται τὰ γέρα καὶ τὰ ἀριστεῖα ταῖς φυλαῖς ἐξ ἴσου. “"],["328","τὴν δὲ νουθεσίαν πρᾴως ἐνεγκόντες ὡς υἱοὶ γνήσιοι σφόδρα εὔνου πατρὸς— ᾔδεσαν γὰρ αὐτὸν οὐ καταλαζονευόμενον ἀρχῆς ἐξουσίᾳ, προκηδόμενον δὲ πάντων καὶ δικαιοσύνην καὶ ἰσότητα τιμῶντα καὶ τὸ μισοπόνηρον οὐκ ἐπ’ ὀνείδει σωφρονισμῷ δὲ τῶν βελτιοῦσθαι δυναμένων αἰεὶ ποιούμενον— „εἰκότως μὲν “ἔφασαν „ἀγανακτεῖς, εἰ τοῦθ’ ὑπείληφας, ὅτι τὴν συμμαχίαν ἀπολιπόντες πρὸ καιροῦ τὰς λήξεις λαβεῖν ἐπειγόμεθα."],["329","χρὴ δὲ σαφῶς εἰδέναι, ὅτι οὐδὲν ἡμᾶς φοβεῖ τῶν σὺν ἀρετῇ, κἂν ἐπιπονώτατον τυγχάνῃ. κρίνομεν δ’ ἀρετῆς ἔργα, πειθαρχεῖν τέ σοι τοιῷδε ἡγεμόνι καὶ τῶν δεινῶν μὴ ὑστερίζειν καὶ ἐν ἁπάσαις ἐξετάζεσθαι ταῖς μελλούσαις στρατείαις, ἄχρις ἂν τὰ πράγματα λάβῃ τέλος αἴσιον."],["330","ἡμεῖς μὲν οὖν καθὰ καὶ πρότερον συνταξάμενοι διαβησόμεθα τὸν Ἰορδάνην ἐν ταῖς παντευχίαις, οὐδενὶ τῶν ὁπλιτῶν πρόφασιν παρασχόντες μονῆς· υἱοὶ δὲ κομιδῇ νήπιοι καὶ θυγατέρες καὶ γυναῖκες καὶ τὸ πλῆθος τῶν βοσκημάτων, ἐὰν ἐπιτρέπῃς, ὑπολελείψονται, παισὶ μὲν καὶ γυναιξὶν οἰκίας ἐπαύλεις δὲ θρέμμασι κατασκευασάντων ἡμῶν, ἵνα μηδὲν ἐξ ἐπιδρομῆς δεινὸν πάθωσιν ἐν ἀτειχίστοις καὶ ἀφρουρήτοις προκαταληφθέντες. “"],["331","ὁ δ’ ἵλεῳ τῷ βλέμματι καὶ πρᾳοτέρᾳ τῇ φωνῇ „ἀψευδοῦσιν ὑμῖν “ἔφη „βέβαιοι μενοῦσιν ἃς ᾐτήσασθε λήξεις. ὑπολείπεσθε μὲν ὡς ἀξιοῦτε γυναῖκας καὶ παῖδας καὶ βοσκήματα, κατὰ λόχους δ’ αὐτοὶ διαβαίνετε μετὰ τῶν ἄλλων ὡπλισμένοι καὶ ἐκτεταγμένοι πρὸς μάχην ὡς αὐτίκα, ἢν δέῃ, πολεμήσοντες."],["332","αὖθις δ’ ὅταν ἅπαντες οἱ ἐχθροὶ καθαιρεθῶσι καὶ γενομένης εἰρήνης τὴν χώραν οἱ κεκρατηκότες διανείμωνται, καὶ ὑμεῖς ἐπανελεύσεσθε πρὸς τοὺς οἰκείους τῶν ἐπιβαλλόντων ἀπολαύσοντες ἀγαθῶν καὶ καρπωσόμενοι ἣν εἵλεσθε μοῖραν. “"],["333","ταῦτ’ εἰπόντος καὶ ὑποσχομένου, πληρωθέντες εὐθυμίας καὶ χαρᾶς τοὺς μὲν οἰκείους μετὰ τῶν θρεμμάτων ἀσφαλῶς ἐν ἐρύμασι δυσαλώτοις, ὧν τὰ πλεῖστα χειροποίητα ἦν, ἱδρύονται, τὰ δ’ ὅπλα ἀναλαβόντες ἐξέθεον τῶν ἄλλων συμμάχων προθυμότερον ὡς ἢ μόνοι πολεμήσοντες ἢ προαγωνιούμενοι πάντων· ὁ γὰρ προλαβών τινα δωρεὰν προθυμότερος εἰς συμμαχίαν, ἀποτίνειν ἀναγκαῖον ὄφλημα νομίζων, οὐ χαρίζεσθαι."],["334","τὰ μὲν δὴ κατὰ τὴν βασιλείαν πεπραγμένα αὐτῷ μεμήνυται· λεκτέον δ’ ἑξῆς καὶ ὅσα διὰ τῆς ἀρχιερωσύνης καὶ νομοθετικῆς κατώρθωσε· καὶ γὰρ ταύτας περιεποιήσατο τὰς δυνάμεις ὡς ἁρμοττούσας μάλιστα βασιλείᾳ."]],[["1","Ἡ μὲν προτέρα σύνταξίς ἐστι περὶ γενέσεως τῆς Μωυσέως καὶ τροφῆς, ἔτι δὲ παιδείας καὶ ἀρχῆς, ἣν οὐ μόνον ἀνεπιλήπτως ἀλλὰ καὶ σφόδρα ἐπαινετῶς ἦρξε, καὶ τῶν ἔν τε Αἰγύπτῳ καὶ ταῖς ὁδοιπορίαις ἐπί τε τῆς ἐρυθρᾶς θαλάσσης καὶ κατὰ τὴν ἐρήμην πεπραγμένων, ἃ δύναμιν πᾶσαν λόγων ὑπερβάλλει, καὶ προσέτι πόνων οὓς κατώρθωσε καὶ κληρουχιῶν ἃς ἐκ μέρους ἀπένειμε τοῖς στρατευσαμένοις· ἣν δὲ νυνὶ συντάττομεν, περὶ τῶν ἑπομένων καὶ ἀκολούθων."],["2","φασὶ γάρ τινες οὐκ ἀπὸ σκοποῦ, μόνως ἂν οὕτω τὰς πόλεις ἐπιδοῦναι πρὸς τὸ βέλτιον, ἐὰν ἢ οἱ βασιλεῖς φιλοσοφήσωσιν ἢ οἱ φιλόσοφοι βασιλεύσωσιν. ὁ δ’ ἐκ περιττοῦ φανεῖται μὴ μόνον ταύτας ἐπιδεδειγμένος τὰς δυνάμεις ἐν ταὐτῷ, τήν τε βασιλικὴν καὶ φιλόσοφον, ἀλλὰ καὶ τρεῖς ἑτέρας, ὧν ἡ μὲν πραγματεύεται περὶ νομοθεσίαν, ἡ δὲ περὶ ἀρχιερωσύνην, ἡ δὲ τελευταία περὶ προφητείαν."],["3","περὶ ὧν νυνὶ λέγειν εἱλόμην ἀναγκαίως ὑπολαβὼν τῷ αὐτῷ πάντ’ ἐφαρμόττειν· ἐγένετο γὰρ προνοίᾳ θεοῦ βασιλεύς τε καὶ νομοθέτης καὶ ἀρχιερεὺς καὶ προφήτης καὶ ἐν ἑκάστῳ τὰ πρωτεῖα ἠνέγκατο· διὰ τί δὲ τῷ αὐτῷ πάντ’ ἐφαρμόττει, δηλωτέον."],["4","βασιλεῖ προσήκει προστάττειν ἃ χρὴ καὶ ἀπαγορεύειν ἃ μὴ χρή· πρόσταξις δὲ τῶν πρακτέων καὶ ἀπαγόρευσις τῶν οὐ πρακτέων ἴδιον νόμου, ὡς εὐθὺς εἶναι τὸν μὲν βασιλέα νόμον ἔμψυχον, τὸν δὲ νόμον βασιλέα δίκαιον."],["5","βασιλεὺς δὲ καὶ νομοθέτης ὀφείλει μὴ τἀνθρώπεια μόνον ἀλλὰ καὶ τὰ θεῖα συνεπισκοπεῖν· οὐ γὰρ ἄνευ θείας ἐπιφροσύνης κατορθοῦται τὰ βασιλέων καὶ ὑπηκόων πράγματα· δι’ ἣν αἰτίαν ἐδέησε τῷ τοιούτῳ τῆς πρώτης ἱερωσύνης, ἵν’ ἐπὶ τελείοις ἱεροῖς καὶ ἐπιστήμῃ τελείᾳ τῆς τοῦ θεοῦ θεραπείας ἀποτροπὴν μὲν κακῶν μετουσίαν δ’ ἀγαθῶν αὑτῷ τε καὶ τοῖς ἀρχομένοις αἰτῆται παρὰ τοῦ ἵλεω καὶ ταῖς εὐχαῖς συνεπινεύοντος· πῶς γὰρ οὐ τελεσφορήσει τὰς εὐχὰς ὁ καὶ ἐκ φύσεως εὐμενὴς καὶ τοὺς γνησίως θεραπεύοντας αὐτὸν προνομίας ἀξιῶν;"],["6","ἀλλ’ ἐπειδὴ μυρία καὶ βασιλεῖ καὶ νομοθέτῃ καὶ ἀρχιερεῖ τῶν ἀνθρωπείων καὶ θείων ἄδηλα— γενητὸς γὰρ οὐδὲν ἧττον καὶ θνητός ἐστιν, εἰ καὶ τοσοῦτον καὶ οὕτως ἄφθονον περιβέβληται κλῆρον εὐπραγιῶν—, ἀναγκαίως καὶ προφητείας ἔτυχεν, ἵν’ ὅσα μὴ λογισμῷ δύναται καταλαμβάνειν, ταῦτα προνοίᾳ θεοῦ εὕροι· ὧν γὰρ ὁ νοῦς ἀπολείπεται, πρὸς ταῦθ’ ἡ προφητεία φθάνει."],["7","καλή γε ἡ συζυγία καὶ παναρμόνιος τῶν τεττάρων δυνάμεων· ἐμπλεκόμεναι γὰρ καὶ ἀλλήλων ἐχόμεναι συγχορεύουσι τὰς ὠφελείας ἀντιλαμβάνουσαί τε καὶ ἀντεκτίνουσαι, μιμούμεναι τὰς παρθένους Χάριτας, αἷς μὴ διαζεύγνυσθαι νόμος φύσεως ἀκίνητος· ἐφ’ ὧν δεόντως εἴποι τις ἄν, ὃ καὶ ἐπὶ τῶν ἀρετῶν εἴωθε λέγεσθαι, ὅτι ὁ μίαν ἔχων καὶ πάσας ἔχει."],["8","Ῥητέον δὲ πρῶτον περὶ τῶν κατὰ τὴν νομοθετικὴν ἕξιν. οὐκ ἀγνοῶ μὲν οὖν, ὅτι τῷ μέλλοντι ἀρίστῳ γενήσεσθαι νομοθέτῃ προσήκει παντελέσι καὶ ὁλοκλήροις κεχρῆσθαι ταῖς ἀρεταῖς πάσαις· ἐπεὶ δὲ κἀν ταῖς οἰκίαις οἱ μὲν ἐγγυτάτω γένους εἰσίν, οἱ δὲ πόρρω, συγγενεῖς δὲ πάντες ἀλλήλων, καὶ τῶν ἀρετῶν τὰς μὲν προσπεφυκέναι νομιστέον μᾶλλον ἐνίοις πράγμασι, τὰς δ’ ἧττον ᾠκειῶσθαι."],["9","νομοθετικῇ δ’ ἀδελφὰ καὶ συγγενῆ τέτταρα ταυτὶ διαφερόντως ἐστί· τὸ φιλάνθρωπον, τὸ φιλοδίκαιον, τὸ φιλάγαθον, τὸ μισοπόνηρον· ὑπὸ γὰρ τούτων ἑκάστου παρακαλεῖται πᾶς, ὅτῳ ζῆλος εἰσέρχεται τοῦ νομοθετεῖν, φιλανθρωπίας μὲν εἰς μέσον προτιθέναι τὰς κοινωφελεῖς γνώμας ἀναδιδασκούσης, δικαιοσύνης δὲ ὡς ἰσότητα τιμητέον καὶ ὡς τὸ κατ’ ἀξίαν ἀπονεμητέον ἑκάστοις, φιλαγαθίας δ’ ἀποδέχεσθαι τὰ φύσει καλὰ καὶ παρέχειν ἅπασι τοῖς ἀξίοις ἀταμίευτα πρὸς ἀφθονωτάτην χρῆσιν, μισοπονηρίας δὲ προβεβλῆσθαι τοὺς ἀτιμάζοντας ἀρετὴν καὶ ὡς κοινοὺς δυσμενεῖς τοῦ τῶν ἀνθρώπων γένους ὑποβλέπεσθαι."],["10","μέγα μὲν οὖν, εἴ τῳ καὶ ἕν τι τῶν λεχθέντων λαβεῖν ἐγένετο, θαυμαστὸν δ’ ὡς ἔοικε τούτων ἀθρόων περιδράξασθαι δυνηθῆναι, οὗ μόνος Μωυσῆς ἐφικέσθαι δοκεῖ τρανώσας εὖ μάλα τὰς εἰρημένας ἀρετὰς ἐν οἷς διετάξατο."],["11","συνίσασι δ’ οἱ ταῖς ἱεραῖς βίβλοις ἐντυγχάνοντες, ἃς οὐκ ἄν, εἰ μὴ τοιοῦτος ἐπεφύκει, συνέγραψεν ὑφηγησαμένου θεοῦ καὶ παρέδωκε τοῖς ἀξίοις χρῆσθαι, κτημάτων τὸ κάλλιστον, τῶν ἀγαλματοφορουμένων ἐν τῇ ψυχῇ παραδειγμάτων ἀπεικονίσματα καὶ μιμήματα, ἃ καὶ οἱ δηλωθέντες νόμοι γεγόνασι σαφέστατα τὰς λεχθείσας ἐμφαίνοντες ἀρετάς."],["12","Ὅτι δ’ αὐτός τε νομοθετῶν ἄριστος τῶν πανταχοῦ πάντων, ὅσοι παρ’ Ἕλλησιν ἢ βαρβάροις ἐγένοντο, καὶ οἱ νόμοι κάλλιστοι καὶ ὡς ἀληθῶς θεῖοι μηδὲν ὧν χρὴ παραλιπόντες, ἐναργεστάτη πίστις ἥδε·"],["13","τὰ μὲν τῶν ἄλλων νόμιμα εἴ τις ἐπίοι τῷ λογισμῷ, διὰ μυρίας προφάσεις εὑρήσει κεκινημένα, πολέμοις ἢ τυραννίσιν ἤ τισιν ἄλλοις ἀβουλήτοις, ἃ νεωτερισμῷ τύχης κατασκήπτει· πολλάκις δὲ καὶ τρυφὴ πλεονάσασα χορηγίαις καὶ περιουσίαις ἀφθόνοις καθεῖλε νόμους, „τὰ λίαν ἀγαθὰ “τῶν πολλῶν φέρειν οὐ δυναμένων, ἀλλὰ διὰ κόρον ἐξυβριζόντων·"],["14","ὕβρις δ’ ἀντίπαλον νόμῳ. τὰ δὲ τούτου μόνου βέβαια, ἀσάλευτα, ἀκράδαντα, καθάπερ σφραγῖσι φύσεως αὐτῆς σεσημασμένα, μένει παγίως ἀφ’ ἧς ἡμέρας ἐγράφη μέχρι νῦν καὶ πρὸς τὸν ἔπειτα πάντα διαμενεῖν ἐλπὶς αὐτὰ αἰῶνα ὥσπερ ἀθάνατα, ἕως ἂν ἥλιος καὶ σελήνη καὶ ὁ σύμπας οὐρανός τε καὶ κόσμος ᾖ."],["15","τοσαύταις γοῦν χρησαμένου τοῦ ἔθνους μεταβολαῖς κατά τε εὐπραγίας καὶ τοὐναντίον, οὐδὲν ἀλλ’ οὐδὲ τὸ μικρότατον τῶν διατεταγμένων ἐκινήθη, πάντων ὡς ἔοικε τὸ σεμνὸν καὶ θεοπρεπὲς αὐτῶν ἐκτετιμηκότων."],["16","ἃ δὲ μὴ λιμὸς ἢ λοιμὸς ἢ πόλεμος ἢ βασιλεὺς ἢ τύραννος ἢ ψυχῆς ἢ σώματος ἢ παθῶν ἢ κακιῶν ἐπανάστασις ἤ τι ἄλλο θεήλατον ἢ ἀνθρώπειον κακὸν ἔλυσε, πῶς οὐ περιμάχητα καὶ παντὸς λόγου κρείττονα καθέστηκεν;"],["17","ἀλλ’ οὔπω τοῦτο θαυμαστόν, καίτοι μέγα καθ’ αὑτὸ δεόντως ἂν νομισθέν, τὸ ἐξ ἅπαντος τοῦ χρόνου πεφυλάχθαι τοὺς νόμους ἐν βεβαίῳ· ἀλλ’ ἐκεῖνο θαυμασιώτερον, ὡς ἔοικε, τὸ μὴ μόνον Ἰουδαίους ἀλλὰ καὶ τοὺς ἄλλους σχεδὸν ἅπαντας καὶ μάλιστα οἷς ἀρετῆς πλείων λόγος πρὸς τὴν ἀποδοχὴν αὐτῶν καὶ τιμὴν ὡσιῶσθαι· γέρας γὰρ τοῦτ’ ἔλαχον ἐξαίρετον, ὃ μηδενὶ πρόσεστιν ἑτέρῳ."],["18","σημεῖον δέ· τῶν κατὰ τὴν Ἑλλάδα καὶ βάρβαρον, ὡς ἔπος εἰπεῖν, οὐδεμία πόλις ἐστίν, ἣ τὰ ἑτέρας νόμιμα τιμᾷ, μόλις δὲ καὶ τῶν αὑτῆς εἰς ἀεὶ περιέχεται, πρὸς τὰς τῶν καιρῶν καὶ τῶν πραγμάτων μεθαρμοζομένη τροπάς."],["19","Ἀθηναῖοι τὰ Λακεδαιμονίων ἔθη καὶ νόμιμα προβέβληνται καὶ Λακεδαιμόνιοι τὰ Ἀθηναίων· ἀλλ’ οὐδὲ κατὰ τὴν βάρβαρον Αἰγύπτιοι τοὺς Σκυθῶν νόμους φυλάττουσιν ἢ Σκύθαι τοὺς Αἰγυπτίων ἢ συνελόντι φράσαι τοὺς τῶν κατ’ Εὐρώπην οἱ τὴν Ἀσίαν οἰκοῦντες ἢ τοὺς τῶν Ἀσιανῶν ἐθνῶν οἱ ἐν Εὐρώπῃ· ἀλλὰ σχεδὸν οἱ ἀφ’ ἡλίου ἀνιόντος ἄχρι δυομένου, πᾶσα χώρα καὶ ἔθνος καὶ πόλις, τῶν ξενικῶν νομίμων ἀλλοτριοῦνται καὶ οἴονται τὴν τῶν οἰκείων ἀποδοχήν, εἰ τὰ παρὰ τοῖς ἄλλοις ἀτιμάζοιεν, συναυξήσειν."],["20","ἀλλ’ οὐχ ὧδ’ ἔχει τὰ ἡμέτερα· πάντας γὰρ ἐπάγεται καὶ συνεπιστρέφει, βαρβάρους, Ἕλληνας, ἠπειρώτας, νησιώτας, ἔθνη τὰ ἑῷα, τὰ ἑσπέρια, Εὐρώπην, Ἀσίαν, ἅπασαν τὴν οἰκουμένην ἀπὸ περάτων ἐπὶ πέρατα."],["21","τίς γὰρ τὴν ἱερὰν ἐκείνην ἑβδόμην οὐκ ἐκτετίμηκεν, ἄνεσιν πόνων καὶ ῥᾳστώνην αὑτῷ τε καὶ τοῖς πλησιάζουσιν, οὐκ ἐλευθέροις μόνον ἀλλὰ καὶ δούλοις, μᾶλλον δὲ καὶ ὑποζυγίοις διδούς;"],["22","φθάνει γὰρ ἡ ἐκεχειρία καὶ πρὸς πᾶσαν ἀγέλην καὶ ὅσα πρὸς ὑπηρεσίαν γέγονεν ἀνθρώπου καθάπερ δοῦλα θεραπεύοντα τὸν φύσει δεσπότην, φθάνει καὶ πρὸς δένδρων καὶ φυτῶν ἅπασαν ἰδέαν· οὐ γὰρ ἔρνος, οὐ κλάδον, ἀλλ’ οὐδὲ πέταλον ἐφεῖται τεμεῖν ἢ καρπὸν ὁντινοῦν δρέψασθαι, πάντων διαφειμένων κατ’ ἐκείνην τὴν ἡμέραν καὶ ὥσπερ ἐλευθερίαν ἀγόντων, κοινῷ κηρύγματι μηδενὸς ἐπιψαύοντος."],["23","τίς δὲ τὴν λεγομένην νηστείαν οὐ τέθηπε καὶ προσκυνεῖ δι’ ἔτους ἀγομένην τῆς ἱερομηνίας αὐστηρότερον καὶ σεμνότερον τρόπον; ἐν ᾗ μὲν γὰρ πολὺς ἄκρατος καὶ τράπεζαι πολυτελεῖς καὶ ὅσα περὶ ἐδωδὴν καὶ πόσιν ἄφθονα πάντα, δι’ ὧν αἱ ἀκόρεστοι γαστρὸς ἡδοναὶ συναύξονται προσαναρρηγνῦσαι καὶ τὰς ὑπογαστρίους ἐπιθυμίας·"],["24","ἐν ᾗ δ’ οὐ σιτίον, οὐ ποτὸν ἔξεστι προσενέγκασθαι, καθαραῖς ὅπως διανοίαις, μηδενὸς ἐνοχλοῦντος μηδ’ ἐμποδίζοντος σωματικοῦ πάθους, ὁποῖα φιλεῖ συμβαίνειν ἐκ πλησμονῆς, ἑορτάζωσιν ἱλασκόμενοι τὸν πατέρα τοῦ παντὸς αἰσίοις εὐχαῖς, δι’ ὧν ἀμνηστίαν μὲν παλαιῶν ἁμαρτημάτων, κτῆσιν δὲ καὶ ἀπόλαυσιν νέων ἀγαθῶν εἰώθασιν αἰτεῖσθαι."],["25","Τὸ δὲ τῆς νομοθεσίας ἱεροπρεπὲς ὡς οὐ παρ’ Ἰουδαίοις μόνον ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς ἄλλοις τεθαύμασται, δῆλον ἔκ τε τῶν εἰρημένων ἤδη κἀκ τῶν μελλόντων λέγεσθαι."],["26","τὸ παλαιὸν ἐγράφησαν οἱ νόμοι γλώσσῃ Χαλδαϊκῇ καὶ μέχρι πολλοῦ διέμειναν ἐν ὁμοίῳ τὴν διάλεκτον οὐ μεταβάλλοντες, ἕως μήπω τὸ κάλλος εἰς τοὺς ἄλλους ἀνθρώπους ἀνέφηναν αὑτῶν."],["27","ἐπεὶ δὲ ἐκ τῆς καθ’ ἑκάστην ἡμέραν συνεχοῦς μελέτης καὶ ἀσκήσεως τῶν χρωμένων αἴσθησις ἐγένετο καὶ ἑτέροις καὶ τὸ κλέος ἐφοίτα πανταχόσε— τὰ γὰρ καλὰ κἂν φθόνῳ πρὸς ὀλίγον ἐπισκιασθῇ χρόνον, ἐπὶ καιρῶν αὖθις ἀναλάμπει φύσεως εὐμενείᾳ—, δεινὸν ἡγησάμενοί τινες, εἰ οἱ νόμοι παρὰ τῷ ἡμίσει τμήματι τοῦ γένους ἀνθρώπων ἐξετασθήσονται μόνῳ τῷ βαρβαρικῷ, τὸ δ’ Ἑλληνικὸν εἰς ἅπαν ἀμοιρήσει, πρὸς ἑρμηνείαν τὴν τούτων ἐτράποντο."],["28","τὸ δ’ ἔργον ἐπεὶ καὶ μέγα ἦν καὶ κοινωφελές, οὐκ ἰδιώταις οὐδ’ ἄρχουσιν, ὧν πολὺς ἀριθμός, ἀλλὰ βασιλεῦσι καὶ βασιλέων ἀνετέθη τῷ δοκιμωτάτῳ."],["29","Πτολεμαῖος ὁ Φιλάδελφος ἐπικληθεὶς τρίτος μὲν ἦν ἀπ’ Ἀλεξάνδρου τοῦ τὴν Αἴγυπτον παραλαβόντος, ἀρεταῖς δὲ ταῖς ἐν ἡγεμονίᾳ πάντων, οὐχὶ τῶν καθ’ αὑτὸν μόνον, ἀλλὰ καὶ τῶν πάλαι πώποτε γεγενημένων ἄριστος, οὗ καὶ μέχρι νῦν τοσαύταις ὕστερον γενεαῖς ᾄδεται τὸ κλέος πολλὰ δείγματα καὶ μνημεῖα τῆς μεγαλοφροσύνης κατὰ πόλεις καὶ χώρας ἀπολιπόντος, ὡς ἤδη καὶ ἐν παροιμίας εἴδει τὰς ὑπερόγκους φιλοτιμίας καὶ μεγάλας κατασκευὰς Φιλαδελφείους ἀπ’ ἐκείνου καλεῖσθαι."],["30","συνόλως μὲν οὖν ἡ τῶν Πτολεμαίων οἰκία διαφερόντως παρὰ τὰς ἄλλας βασιλείας ἤκμασεν, ἐν δὲ τοῖς Πτολεμαίοις ὁ Φιλάδελφος· ὅσα γὰρ εἷς ἔδρασεν οὗτος ἐπαινετά, μόλις ἐκεῖνοι πάντες ἀθρόοι διεπράξαντο, γενόμενος καθάπερ ἐν ζῴῳ τὸ ἡγεμονεῦον κεφαλὴ τρόπον τινὰ τῶν βασιλέων."],["31","ὁ δὴ τοιοῦτος ζῆλον καὶ πόθον λαβὼν τῆς νομοθεσίας ἡμῶν εἰς Ἑλλάδα γλῶτταν τὴν Χαλδαϊκὴν μεθαρμόζεσθαι διενοεῖτο καὶ πρέσβεις εὐθὺς ἐξέπεμπε πρὸς τὸν τῆς Ἰουδαίας ἀρχιερέα καὶ βασιλέα— ὁ γὰρ αὐτὸς ἦν— τό τε βούλημα δηλῶν καὶ προτρέπων ἀριστίνδην ἑλέσθαι τοὺς τὸν νόμον διερμηνεύσοντας."],["32","ὁ δ’ οἷα εἰκὸς ἡσθεὶς καὶ νομίσας οὐκ ἄνευ θείας ἐπιφροσύνης περὶ τὸ τοιοῦτον ἔργον ἐσπουδακέναι τὸν βασιλέα, σκεψάμενος τοὺς παρ’ αὑτῷ δοκιμωτάτους Ἑβραίων, οἳ πρὸς τῇ πατρίῳ καὶ τὴν Ἑλληνικὴν ἐπεπαίδευντο παιδείαν, ἄσμενος ἀποστέλλει."],["33","ὡς δ’ ἧκον, ἐπὶ ξενίαν κληθέντες λόγοις ἀστείοις καὶ σπουδαίοις τὸν ἑστιάτορα εὐώχουν ἀντεφεστιῶντες· ὁ μὲν γὰρ ἀπεπειρᾶτο τῆς ἑκάστου σοφίας καινὰς ἀλλ’ οὐ τὰς ἐν ἔθει ζητήσεις προτείνων, οἱ δ’ εὐστόχως καὶ εὐθυβόλως, οὐκ ἐπιτρέποντος μακρηγορεῖν τοῦ καιροῦ, καθάπερ ἀποφθεγγόμενοι τὰ προταθέντα διελύοντο."],["34","δοκιμασθέντες δ’ εὐθὺς ἤρξαντο τὰ τῆς καλῆς πρεσβείας ἀποτελεῖν καὶ λογισάμενοι παρ’ αὑτοῖς, ὅσον εἴη τὸ πρᾶγμα θεσπισθέντας νόμους χρησμοῖς διερμηνεύειν, μήτ’ ἀφελεῖν τι μήτε προσθεῖναι ἢ μεταθεῖναι δυναμένους, ἀλλὰ τὴν ἐξ ἀρχῆς ἰδέαν καὶ τὸν τύπον αὐτῶν διαφυλάττοντας, ἐσκόπουν τὸ καθαρώτατον τῶν περὶ τὸν τόπον χωρίων ἔξω πόλεως· τὰ γὰρ ἐντὸς τείχους ἅτε παντοδαπῶν πεπληθότα ζῴων διὰ νόσους καὶ τελευτὰς καὶ τὰς ὑγιαινόντων οὐκ εὐαγεῖς πράξεις ἦν ὕποπτα."],["35","νῆσος ἡ Φάρος πρόκειται τῆς Ἀλεξανδρείας, ἧς αὐχὴν ὑποταίνιος τέταται πρὸς τὴν πόλιν περικλειόμενος οὐκ ἀγχιβαθεῖ τὰ δὲ πολλὰ τεναγώδει θαλάττῃ, ὡς καὶ τῆς τῶν κυμάτων φορᾶς τὸν πολὺν ἦχον καὶ πάταγον ἐκ πάνυ μακροῦ διαστήματος προεκλύεσθαι."],["36","τοῦτον ἐξ ἁπάντων τῶν ἐν κύκλῳ κρίναντες ἐπιτηδειότατον εἶναι τὸν τόπον ἐνησυχάσαι καὶ ἐνηρεμῆσαι καὶ μόνῃ τῇ ψυχῇ πρὸς μόνους ὁμιλῆσαι τοὺς νόμους, ἐνταυθοῖ κατέμειναν καὶ τὰς ἱερὰς βίβλους λαβόντες ἀνατείνουσιν ἅμ’ αὐταῖς καὶ τὰς χεῖρας εἰς οὐρανόν, αἰτούμενοι τὸν θεὸν μὴ διαμαρτεῖν τῆς προθέσεως· ὁ δ’ ἐπινεύει ταῖς εὐχαῖς, ἵνα τὸ πλεῖστον ἢ καὶ τὸ σύμπαν γένος ἀνθρώπων ὠφεληθῇ χρησόμενον εἰς ἐπανόρθωσιν βίου φιλοσόφοις καὶ παγκάλοις"],["37","διατάγμασι. καθίσαντες δ’ ἐν ἀποκρύφῳ καὶ μηδενὸς παρόντος ὅτι μὴ τῶν τῆς φύσεως μερῶν, γῆς ὕδατος ἀέρος οὐρανοῦ, περὶ ὧν πρῶτον τῆς γενέσεως ἔμελλον ἱεροφαντήσειν— κοσμοποιία γὰρ ἡ τῶν νόμων ἐστὶν ἀρχή—, καθάπερ ἐνθουσιῶντες προεφήτευον οὐκ ἄλλα ἄλλοι, τὰ δ’ αὐτὰ πάντες ὀνόματα καὶ ῥήματα, ὥσπερ ὑποβολέως ἑκάστοις ἀοράτως ἐνηχοῦντος."],["38","καίτοι τίς οὐκ οἶδεν, ὅτι πᾶσα μὲν διάλεκτος, ἡ δ’ Ἑλληνικὴ διαφερόντως, ὀνομάτων πλουτεῖ, καὶ ταὐτὸν ἐνθύμημα οἷόν τε μεταφράζοντα καὶ παραφράζοντα σχηματίσαι πολλαχῶς, ἄλλοτε ἄλλας ἐφαρμόζοντα λέξεις; ὅπερ ἐπὶ ταύτης τῆς νομοθεσίας οὔ φασι συμβῆναι, συνενεχθῆναι δ’ εἰς ταὐτὸν κύρια κυρίοις ὀνόμασι, τὰ Ἑλληνικὰ τοῖς Χαλδαϊκοῖς, ἐναρμοσθέντα εὖ μάλα τοῖς δηλουμένοις πράγμασιν."],["39","ὃν γὰρ τρόπον, οἶμαι, ἐν γεωμετρίᾳ καὶ διαλεκτικῇ τὰ σημαινόμενα ποικιλίαν ἑρμηνείας οὐκ ἀνέχεται, μένει δ’ ἀμετάβλητος ἡ ἐξ ἀρχῆς τεθεῖσα, τὸν αὐτὸν ὡς ἔοικε τρόπον καὶ οὗτοι συντρέχοντα τοῖς πράγμασιν ὀνόματα ἐξεῦρον, ἅπερ δὴ μόνα ἢ μάλιστα τρανώσειν ἔμελλεν ἐμφαντικῶς τὰ δηλούμενα."],["40","σαφεστάτη δὲ τοῦδε πίστις· ἐάν τε Χαλδαῖοι τὴν Ἑλληνικὴν γλῶτταν ἐάν τε Ἕλληνες τὴν Χαλδαίων ἀναδιδαχθῶσι καὶ ἀμφοτέραις ταῖς γραφαῖς ἐντύχωσι, τῇ τε Χαλδαϊκῇ καὶ τῇ ἑρμηνευθείσῃ, καθάπερ ἀδελφὰς μᾶλλον δ’ ὡς μίαν καὶ τὴν αὐτὴν ἔν τε τοῖς πράγμασι καὶ τοῖς ὀνόμασι τεθήπασι καὶ προσκυνοῦσιν, οὐχ ἑρμηνέας ἐκείνους ἀλλ’ ἱεροφάντας καὶ προφήτας προσαγορεύοντες, οἷς ἐξεγένετο συνδραμεῖν λογισμοῖς εἱλικρινέσι τῷ Μωυσέως καθαρωτάτῳ πνεύματι."],["41","διὸ καὶ μέχρι νῦν ἀνὰ πᾶν ἔτος ἑορτὴ καὶ πανήγυρις ἄγεται κατὰ τὴν Φάρον νῆσον, εἰς ἣν οὐκ Ἰουδαῖοι μόνον ἀλλὰ καὶ παμπληθεῖς ἕτεροι διαπλέουσι τό τε χωρίον σεμνυνοῦντες, ἐν ᾧ πρῶτον τὰ τῆς ἑρμηνείας ἐξέλαμψε, καὶ παλαιᾶς ἕνεκεν εὐεργεσίας ἀεὶ νεαζούσης εὐχαριστήσοντες τῷ θεῷ."],["42","μετὰ δὲ τὰς εὐχὰς καὶ τὰς εὐχαριστίας οἱ μὲν πηξάμενοι σκηνὰς ἐπὶ τῶν αἰγιαλῶν οἱ δ’ ἐπὶ τῆς αἰγιαλίτιδος ψάμμου κατακλινέντες ἐν ὑπαίθρῳ μετ’ οἰκείων καὶ φίλων ἑστιῶνται, πολυτελεστέραν τῆς ἐν βασιλείοις κατασκευῆς τότε τὴν ἀκτὴν νομίζοντες."],["43","οὕτω μὲν οἱ νόμοι ζηλωτοὶ καὶ περιμάχητοι πᾶσιν ἰδιώταις τε καὶ ἡγεμόσιν ἐπιδείκνυνται, καὶ ταῦτ’ ἐκ πολλῶν χρόνων τοῦ ἔθνους οὐκ εὐτυχοῦντος— τὰ δὲ τῶν μὴ ἐν ἀκμαῖς πέφυκέ πως ἐπισκιάζεσθαι—·"],["44","εἰ δὲ γένοιτό τις ἀφορμὴ πρὸς τὸ λαμπρότερον, πόσην εἰκὸς ἐπίδοσιν γενήσεσθαι; καταλιπόντας ἂν οἶμαι τὰ ἴδια καὶ πολλὰ χαίρειν φράσαντας τοῖς πατρίοις ἑκάστους μεταβαλεῖν ἐπὶ τὴν τούτων μόνων τιμήν· εὐτυχίᾳ γὰρ τοῦ ἔθνους οἱ νόμοι συναναλάμψαντες ἀμαυρώσουσι τοὺς ἄλλους καθάπερ ἀνατείλας ἥλιος τοὺς ἀστέρας."],["45","Ἀπόχρη μὲν οὖν καὶ τὰ λεχθέντα πολὺς ἔπαινος εἶναι τοῦ νομοθέτου. πλείων δ’ ἐστὶν ἕτερος, ὃν αὐταὶ περιέχουσιν αἱ ἱερώταται βίβλοι, πρὸς ἃς ἤδη τρεπτέον, εἰς ἔνδειξιν τῆς τοῦ συγγράψαντος ἀρετῆς."],["46","τούτων τοίνυν τὸ μέν ἐστιν ἱστορικὸν μέρος, τὸ δὲ περὶ τὰς προστάξεις καὶ ἀπαγορεύσεις, ὑπὲρ οὗ δεύτερον λέξομεν τὸ πρότερον τῇ τάξει πρότερον ἀκριβώσαντες."],["47","ἔστιν οὖν τοῦ ἱστορικοῦ τὸ μὲν περὶ τῆς τοῦ κόσμου γενέσεως, τὸ δὲ γενεαλογικόν, τοῦ δὲ γενεαλογικοῦ τὸ μὲν περὶ κολάσεως ἀσεβῶν, τὸ δ’ αὖ περὶ τιμῆς δικαίων. οὗ δὲ χάριν ἐνθένδε τῆς νομοθεσίας ἤρξατο τὰ περὶ τὰς προστάξεις καὶ ἀπαγορεύσεις ἐν δευτέρῳ θείς, λεκτέον."],["48","οὐ γὰρ οἷά τις συγγραφεὺς ἐπετήδευσε παλαιῶν πράξεων καταλιπεῖν ὑπομνήματα τοῖς ἔπειτα τοῦ ψυχαγωγῆσαι χάριν ἀνωφελῶς, ἀλλ’ ἠρχαιολόγησεν ἄνωθεν ἀρξάμενος ἀπὸ τῆς τοῦ παντὸς γενέσεως, ἵν’ ἐπιδείξῃ δύο τὰ ἀναγκαιότατα· ἓν μὲν τὸν αὐτὸν πατέρα καὶ ποιητὴν τοῦ κόσμου καὶ ἀληθείᾳ νομοθέτην, ἕτερον δὲ τὸν χρησόμενον τοῖς νόμοις ἀκολουθίαν φύσεως ἀσπασόμενον καὶ βιωσόμενον κατὰ τὴν τοῦ ὅλου διάταξιν ἁρμονίᾳ καὶ συμφωνίᾳ πρὸς ἔργα λόγων καὶ πρὸς λόγους ἔργων."],["49","τῶν μὲν οὖν ἄλλων νομοθετῶν οἱ μὲν εὐθὺς ἅ τε χρὴ πράττειν καὶ ἃ μὴ διαταξάμενοι τιμωρίας κατὰ τῶν παραβαινόντων ὥρισαν, οἱ δ’ ἀμείνους δόξαντες εἶναι τὴν ἀρχὴν οὐκ ἐνθένδε ἐποιήσαντο, πόλιν δὲ τῷ λόγῳ κτίσαντες καὶ ἱδρυσάμενοι πρότερον ἣν ἐνόμιζον οἰκειοτάτην καὶ πρεπωδεστάτην εἶναι τῇ κτισθείσῃ πολιτείαν διὰ τῆς τῶν νόμων θέσεως ἐφήρμοζον."],["50","ὁ δὲ τὸ μὲν πρότερον ὑπολαβὼν (ὅπερ ἦν) τυραννικόν τε καὶ δεσποτικόν, ἄνευ παραμυθίας προστάττειν ὡς οὐκ ἐλευθέροις ἀλλὰ δούλοις, τὸ δ’ ὕστερον ἐμμελὲς μέν, οὐ μὴν τελείως ἐπαινετὸν ἅπασι τοῖς κριταῖς, ὡς ἔοικεν, ἐν ἑκατέρῳ τῶν λεχθέντων διήνεγκεν."],["51","ἔν τε γὰρ ταῖς προστάξεσι καὶ ἀπογορεύσεσιν ὑποτίθεται καὶ παρηγορεῖ τὸ πλέον ἢ κελεύει, μετὰ προοιμίων καὶ ἐπιλόγων τὰ πλεῖστα καὶ ἀναγκαιότατα πειρώμενος ὑφηγεῖσθαι, τοῦ προτρέψασθαι χάριν μᾶλλον ἢ βιάσασθαι· πόλεώς τε χειροποιήτου κτίσιν ἀρχὴν ποιήσασθαι τῆς γραφῆς ταπεινότερον ἢ κατὰ τὴν ἀξίαν τῶν νόμων ὑπολαβὼν εἶναι, πρὸς τὸ μέγεθος καὶ κάλλος τῆς ὅλης νομοθεσίας ἀκριβεστάτῃ ὄψει τῇ κατὰ διάνοιαν ἀπιδὼν καὶ νομίσας αὐτὴν κρείττονα καὶ θειοτέραν ἢ ὥστε κύκλῳ τινὶ τῶν ἐπὶ γῆς ὁρισθῆναι, τῆς μεγαλοπόλεως τὴν γένεσιν εἰσηγήσατο, τοὺς νόμους ἐμφερεστάτην εἰκόνα τῆς τοῦ κόσμου πολιτείας"],["52","ἡγησάμενος εἶναι. τῶν γοῦν ἐν μέρει διατεταγμένων τὰς δυνάμεις εἴ τις ἀκριβῶς ἐξετάζειν ἐθελήσειεν, εὑρήσει τῆς τοῦ παντὸς ἁρμονίας ἐφιεμένας καὶ τῷ λόγῳ τῆς ἀιδίου φύσεως συνᾳδούσας."],["53","διὸ καὶ τοὺς ἀφθόνων μὲν ἀγαθῶν ἀξιωθέντας ὅσα κατ’ εὐεξίαν σωμάτων καὶ τὰς περὶ πλοῦτον καὶ δόξαν καὶ τὰ ἄλλα ἐκτὸς εὐτυχίας, ἀρετῆς δ’ ἀφηνιάσαντας καὶ οὐκ ἀνάγκῃ γνώμῃ δ’ ἑκουσίῳ πανουργίαν καὶ ἀδικίαν καὶ τὰς ἄλλας κακίας, ὡς μέγα ὄφελος τὴν μεγίστην ζημίαν, ἐπιτηδεύσαντας καθάπερ οὐκ ἀνθρώπων ἐχθροὺς ἀλλὰ τοῦ σύμπαντος οὐρανοῦ τε καὶ κόσμου τὰς ἐν ἔθει τιμωρίας οὔ φησιν ὑπομεῖναι, ἀλλὰ καινοτάτας καὶ παρηλλαγμένας, ἃς ἐμεγαλούργησεν ἡ πάρεδρος τῷ θεῷ μισοπόνηρος δίκη, τῶν τοῦ παντὸς δραστικωτάτων στοιχείων ἐπιθεμένων ὕδατος καὶ πυρός, ὡς καιρῶν περιόδοις τοὺς μὲν κατακλυσμοῖς φθαρῆναι, τοὺς δὲ καταφλεχθέντας ἀπολέσθαι."],["54","πελάγη μὲν ἀρθέντα καὶ ποταμοὶ μετεωρισθέντες αὐθιγενεῖς τε καὶ χείμαρροι τὰς ἐν τῇ πεδιάδι πόλεις ἁπάσας ἐπέκλυσαν καὶ κατέσυραν, τὰς δὲ κατὰ τὴν ὀρεινὴν αἱ μεθ’ ἡμέραν καὶ νύκτωρ συνεχεῖς καὶ ἀδιάστατοι ὄμβρων φοραί."],["55","χρόνῳ δ’ ὕστερον ἐκ τῶν ὑπολειφθέντων πάλιν τοῦ γένους συναυξηθέντος καὶ εἰς πολυανθρωπίαν ἐπιδόντος, ἐπειδὴ τὸ περὶ τοὺς προγόνους πάθος οἱ ἀπόγονοι μάθημα σωφροσύνης οὐκ ἐποιήσαντο, πρὸς δ’ ἀκολασίας ἐτράποντο ζηλωταὶ χαλεπωτέρων ἐπιτηδευμάτων γενόμενοι, πυρὶ τούτους ἀναλῶσαι διενοήθη."],["56","τότ’ οὖν, ὡς μηνύει τὰ λόγια, κεραυνοὶ ῥυέντες ἐξ οὐρανοῦ τούς τε ἀσεβεῖς κατέπρησαν καὶ τὰς πόλεις αὐτῶν· καὶ μέχρι τοῦ νῦν μνημεῖα τοῦ συμβεβηκότος ἀλέκτου πάθους δείκνυται κατὰ Συρίαν, ἐρείπια καὶ τέφρα καὶ θεῖον καὶ καπνὸς καὶ ἡ ἔτι ἀναδιδομένη φλὸξ ἀμαυρὰ καθάπερ διασμυχομένου πυρός."],["57","ἐν δὲ τούτῳ συνέβαινε τούς τε ἀσεβεῖς ταῖς εἰρημέναις τιμωρίαις κολάζεσθαι καὶ τοὺς καλοκἀγαθίᾳ διενηνοχότας εὖ πάσχειν ἀρετῆς ἐπαξίων ἄθλων τυγχάνοντας."],["58","ἐν μέν γε τῇ φορᾷ τοῦ κεραυνίου πυρὸς οἰκήτορσιν αὐτοῖς ὅλης χώρας ἐμπιπραμένης, εἷς μόνος ἀνὴρ μέτοικος ἐπιφροσύνῃ θείᾳ σῴζεται, διότι τῶν ἐγχωρίων παρανομημάτων οὐδὲν ἠσπάσατο, τῶν μετοίκων εἰωθότων ἀσφαλείας ἕνεκα τὰ ξενικὰ τιμᾶν, ἐπεὶ τοῖς ἀτιμάζουσι κίνδυνος ἐκ τῶν αὐτοχθόνων ἕπεται· καίτοι γ’ οὐκ ἐπ’ ἄκρον ἦλθε σοφίας, ὡς διὰ τελειότητα τῆς ἐν αὐτῷ φύσεως τοσούτου γέρως ἀξιωθῆναι, ἀλλ’ ὅτι μόνος τοῖς πολλοῖς οὐ συνηνέχθη πρὸς τὸ ἁβροδίαιτον ἀποκλίνασι καὶ πάσας μὲν ἡδονὰς πάσας δ’ ἐπιθυμίας χορηγίαις ἀφθόνοις ἀνάψασιν ὥσπερ φλόγα λασίῳ ὕλῃ κεχυμένῃ."],["59","κατὰ δὲ τὸν μέγαν κατακλυσμὸν ὀλίγου δέω φάναι τοῦ σύμπαντος ἀνθρώπων γένους φθειρομένου, ἕνα οἶκον ἀπαθῆ γενέσθαι παντὸς κακοῦ λόγος ἔχει, τὸν πρεσβύτατον καὶ ἡγεμόνα τῆς οἰκίας ἐπειδὴ συνέβαινε μηδενὸς ἀδικήματος ἑκουσίου προσάψασθαι. τὸν δὲ τρόπον τῆς σωτηρίας, ὡς αἱ ἱεραὶ βίβλοι περιέχουσιν, ἄξιον ἱστορηθῆναι διά τε μεγαλουργίαν καὶ ἅμα βελτίωσιν ἠθῶν."],["60","νομισθεὶς γὰρ ἐπιτήδειος εἶναι μὴ μόνον ἀμοιρῆσαι τῆς κοινῆς συμφορᾶς, ἀλλὰ καὶ δευτέρας γενέσεως ἀνθρώπων αὐτὸς ἀρχὴ γενέσθαι, θείαις προστάξεσιν, ἃς ὑφηγοῦντο οἱ χρησμοί, ξύλινον δημιουργήσας ἔργον μέγιστον εἰς πήχεις τριακοσίους μῆκος καὶ πεντήκοντα εὖρος καὶ τριάκοντα ὕψος καὶ συνεχῆ κατασκευασάμενος ἔνδον οἰκήματα ἐπίπεδα καὶ ὑπερῷα, τριώροφα καὶ τετρώροφα, καὶ τροφὰς ἑτοιμασάμενος, ἀφ’ ἑκάστου γένους ζῴων ὅσα χερσαῖα καὶ πτηνὰ εἰσήγαγεν ἄρρεν τε καὶ θῆλυ σπέρματα ὑπολειπόμενος πρὸς καταλλαγὴν καιρῶν τῶν αὖθίς ποτε γενησομένων·"],["61","ᾔδει γὰρ τὴν τοῦ θεοῦ φύσιν ἵλεω, κἂν εἰ τὰ εἴδη φθείροιτο, ἀλλά τοι τὴν ἐν τοῖς γένεσιν ἀφθαρσίαν ἕνεκα τῆς πρὸς αὐτὸν ὁμοιότητος καὶ τοῦ μηδὲν τῶν κατὰ πρόθεσιν φύντων ποτὲ λυθῆναι διαμένουσαν· οὗ χάριν πάντα ἐπειθάρχει καὶ τὰ τέως ἐξηγριωμένα ἡμεροῦτο καὶ οἷα νομεῖ καὶ ἀγελάρχῃ τιθασευθέντα ἐπηκολούθει."],["62","μετὰ δὲ τὴν εἴσοδον ἁπάντων εἴ τις ἐθεάσατο τὸ πλήρωμα, οὐκ ἂν διήμαρτεν εἰπών, ἀντίμιμον εἶναι γῆς ἁπάσης ἐν ἑαυτῷ φέρον τὰ ζῴων γένη, ὧν καὶ ἡ σύμπασα γῆ τὰ ἀμύθητα εἴδη καὶ πρότερον ἤνεγκε καὶ ἴσως αὖθις οἴσει."],["63","τὰ δ’ εἰκασθέντα χρόνοις ὕστερον οὐ μακροῖς ἀπέβαινε· τὸ μὲν γὰρ πάθος ἐλώφα καὶ ἡ τοῦ κατακλυσμοῦ φορὰ καθ’ ἑκάστην ἡμέραν ἐμειοῦτο, τῶν τε ὄμβρων ἐπισχεθέντων καὶ τοῦ κατὰ πᾶσαν γῆν ἀναχυθέντος ὕδατος τῇ μὲν ἀναλισκομένου τῷ ἀφ’ ἡλίου φλογμῷ τῇ δὲ ὑπονοστοῦντος εἰς χαράδρας καὶ φάραγγας καὶ τὰς ἄλλας τῆς γῆς κοιλότητας· ὥσπερ γὰρ θεοῦ προστάξαντος, ἑκάστη φύσις ὅπερ ἔχρησεν οἷα δάνειον ἀναγκαῖον ἀπελάμβανε, θάλαττα καὶ πηγαὶ καὶ ποταμοί· πρὸς γὰρ τοὺς οἰκείους τόπους ἕκαστον ῥεῖθρον ὑπενόστει."],["64","μετὰ δὲ τὴν κάθαρσιν τῶν ὑπὸ σελήνην, ἀπολουσαμένης τῆς γῆς καὶ νέας ἀναφανείσης καὶ τοιαύτης, οἵαν εἰκὸς εἶναι ὅτε τὴν ἀρχὴν μετὰ τοῦ κόσμου παντὸς ἐκτίζετο, πρόεισιν ἐκ τοῦ ξυλίνου κατασκευάσματος αὐτὸς καὶ γυνὴ καὶ υἱοὶ καὶ τούτων γυναῖκες καὶ μετὰ τῆς οἰκίας ἀγεληδὸν τὰ συνεληλυθότα τῶν ζῴων γένη πρὸς τὴν τῶν ὁμοίων σποράν τε καὶ γένεσιν."],["65","ταῦτα τῶν ἀγαθῶν ἀνδρῶν ἐστιν ἀριστεῖα καὶ ἆθλα, δι’ ὧν οὐ μόνον αὐτοὶ καὶ γένη σωτηρίας ἔτυχον τοὺς μεγίστους κινδύνους ἐκφυγόντες, οἳ κατὰ τὸν τῶν στοιχείων νεωτερισμὸν τοῖς πανταχοῦ πᾶσιν ἐπετειχίσθησαν, ἀλλὰ καὶ παλιγγενεσίας ἐγένοντο ἡγεμόνες καὶ δευτέρας ἀρχηγέται περιόδου, καθάπερ ἐμπυρεύματα τοῦ ζῴων ἀρίστου γένους ἀνθρώπων ὑπολειφθέντες, ὃ τὴν ἡγεμονίαν τῶν περιγείων ἅπαξ ἁπάντων ἔλαχεν ἀντίμιμον γεγονὸς θεοῦ δυνάμεως, εἰκὼν τῆς ἀοράτου φύσεως ἐμφανής, ἀιδίου γενητή.***"],["66","Δύο μὲν ἤδη μέρη τοῦ βίου Μωυσέως διεξεληλύθαμεν, τό τε περὶ βασιλείας καὶ νομοθετικῆς· τρίτον δὲ προσαποδοτέον τὸ περὶ ἱερωσύνης. ὃ τοίνυν μέγιστον καὶ ἀναγκαιότατον ἀρχιερεῖ προσεῖναι δεῖ, τὴν εὐσέβειαν, ἐν τοῖς μάλιστα οὗτος ἤσκησεν ἅμα καὶ φύσεως εὐμοιρίᾳ χρησάμενος, ἣν ὥσπερ ἀγαθὴν ἄρουραν φιλοσοφία παραλαβοῦσα δογμάτων θεωρίᾳ παγκάλων ἐβελτίωσε καὶ οὐ πρότερον ἀνῆκεν ἢ τελειογονηθῆναι τοὺς ἀρετῆς καρποὺς διά τε λόγων καὶ πράξεων."],["67","τοιγαροῦν μετ’ ὀλίγων ἄλλων φιλόθεός τε καὶ θεοφιλὴς ἐγένετο, καταπνευσθεὶς ὑπ’ ἔρωτος οὐρανίου καὶ διαφερόντως τιμήσας τὸν ἡγεμόνα τοῦ παντὸς καὶ ἀντιτιμηθεὶς ὑπ’ αὐτοῦ· τιμὴ δ’ ἁρμόττουσα σοφῷ θεραπεύειν τὸ πρὸς ἀλήθειαν ὄν· ἱερωσύνη δὲ θεραπείαν ἐπιτετήδευκε θεοῦ. τούτου τοῦ γέρως, οὗ μεῖζον ἀγαθὸν ἐν τοῖς οὖσιν οὐκ ἔστιν, ἠξιοῦτο χρησμοῖς ἕκαστα τῶν"],["68","εἰς τὰς λειτουργίας καὶ ἱερὰς ὑπηρεσίας ἀναδιδασκόμενος. ἔδει δὲ πρότερον ὥσπερ τὴν ψυχὴν καὶ τὸ σῶμα καθαρεῦσαι, μηδενὸς πάθους προσαψάμενον, ἀλλ’ ἁγνεύσαντα ἀπὸ πάντων ὅσα τῆς θνητῆς ἐστι φύσεως, σιτίων καὶ ποτῶν καὶ τῆς πρὸς γυναῖκας ὁμιλίας."],["69","ἀλλὰ ταύτης μὲν ἐκ πολλῶν χρόνων κατεφρόνησε καὶ σχεδὸν ἀφ’ οὗ τὸ πρῶτον ἤρξατο προφητεύειν καὶ θεοφορεῖσθαι, προσῆκον ἡγούμενος ἕτοιμον ἐμπαρέχειν ἀεὶ τοῖς χρησμοῖς ἑαυτόν· σιτίων δὲ καὶ ποτῶν ἐπὶ ἡμέρας τεσσαράκοντα ἑξῆς ἠλόγησε, δηλονότι τροφὰς ἔχων ἀμείνους τὰς διὰ θεωρίας, αἷς ἄνωθεν ἀπ’ οὐρανοῦ καταπνεόμενος τὴν μὲν διάνοιαν τὸ πρῶτον, ἔπειτα δὲ καὶ τὸ σῶμα διὰ τῆς ψυχῆς ἐβελτιοῦτο, καθ’ ἑκάτερον πρός τε ἰσχὺν καὶ εὐεξίαν ἐπιδιδούς, ὡς τοὺς ἰδόντας ὕστερον ἀπιστεῖν."],["70","εἰς γὰρ ὄρος ὑψηλότατον καὶ ἱερώτατον τῶν περὶ τὸν τόπον ἀνελθὼν προστάξεσι θείαις, ὅπερ ἀπρόσιτον καὶ ἄβατον ἦν, εἰς ἐκεῖνον λέγεται διαμεῖναι τὸν χρόνον οὐδὲν ἐπιφερόμενος τῶν εἰς ἀναγκαίας ἀπόλαυσιν τροφῆς καὶ ἡμέραις ὕστερον, ὡς ἐλέχθη, τεσσαράκοντα κατέβαινε πολὺ καλλίων τὴν ὄψιν ἢ ὅτε ἀνῄει, ὡς τοὺς ὁρῶντας τεθηπέναι καὶ καταπεπλῆχθαι καὶ μηδ’ ἐπὶ πλέον ἀντέχειν τοῖς ὀφθαλμοῖς δύνασθαι κατὰ τὴν προσβολὴν ἡλιοειδοῦς φέγγους ἀπαστράπτοντος."],["71","Ἔτι δ’ ἄνω διατρίβων ἐμυσταγωγεῖτο παιδευόμενος τὰ κατὰ τὴν ἱερωσύνην πάντα καὶ πρῶτα, ἃ δὴ καὶ πρῶτα τῇ τάξει, τὰ περὶ τὴν τοῦ ἱεροῦ καὶ τῶν ἐν αὐτῷ κατασκευήν."],["72","εἰ μὲν οὖν τὴν χώραν, εἰς ἣν μετανίσταντο, ἤδη παρειλήφεσαν, ἀναγκαῖον ἦν ἱδρύσασθαι περισημότατον νεὼν ἐν τῷ καθαρωτάτῳ λίθων πολυτελῶν ὕλης καὶ περὶ αὐτὸν τείχη μεγάλα δείμασθαι καὶ νεωκόροις παμπληθεῖς οἰκίας, ὀνομάσαντας ἱερόπολιν τὸν τόπον."],["73","ἐπεὶ δ’ ἔτι κατὰ τὴν ἐρήμην ἐπλάζοντο, τοῖς μήπω παγίως ἱδρυθεῖσιν ἥρμοττε φορητὸν ἔχειν ἱερόν, ἵν’ ἐν ταῖς ὁδοιπορίαις καὶ στρατοπεδείαις ἀνάγωσι θυσίας καὶ τὰ ἄλλα ὅσα κατὰ τὰς ἱερουργίας δρῶσι μηδενὸς ἀμοιροῦντες ὧν χρὴ τοὺς ἐν πόλεσιν οἰκοῦντας."],["74","σκηνὴν οὖν, ἔργον ἱερώτατον, δημιουργεῖν ἔδοξεν, ἧς τὴν κατασκευὴν θεσφάτοις λογίοις ἐπὶ τοῦ ὄρους Μωυσῆς ἀνεδιδάσκετο, τῶν μελλόντων ἀποτελεῖσθαι σωμάτων ἀσωμάτους ἰδέας τῇ ψυχῇ θεωρῶν, πρὸς ἃς ἔδει καθάπερ ἀπ’ ἀρχετύπου γραφῆς καὶ νοητῶν παραδειγμάτων αἰσθητὰ μιμήματα ἀπεικονισθῆναι."],["75","προσῆκον γὰρ ἦν τῷ ὡς ἀληθῶς ἀρχιερεῖ καὶ τὴν τοῦ ἱεροῦ κατασκευὴν ἐπιτραπῆναι, ἵν’ ἐκ πολλοῦ τοῦ περιόντος ἡρμοσμένας καὶ συμφώνους τοῖς δημιουργηθεῖσι ποιῆται τὰς"],["76","ἐν τῷ ἱερᾶσθαι λειτουργίας. ὁ μὲν οὖν τύπος τοῦ παραδείγματος ἐνεσφραγίζετο τῇ διανοίᾳ τοῦ προφήτου διαζωγραφούμενος καὶ προδιαπλαττόμενος ἀφανῶς ἄνευ ὕλης ἀοράτοις εἴδεσι· τὸ δ’ ἀποτέλεσμα πρὸς τὸν τύπον ἐδημιουργεῖτο, ἐναποματτομένου τὰς σφραγῖδας τοῦ τεχνίτου ταῖς προσφόροις ἑκάστων ὑλικαῖς οὐσίαις."],["77","ἦν δ’ ἡ κατασκευὴ τοιάδε· ὀκτὼ καὶ τεσσαράκοντα κίονες κέδρου τῆς ἀσηπτοτάτης ἀπὸ στελεχῶν κοπέντες εὐερνεστάτων περιεβάλλοντο χρυσῷ βαθεῖ· κἄπειθ’ ἑκάστῳ δύο ἀργυραῖ βάσεις ὑπηρείδοντο καὶ κατὰ τὸ ἀκροκιόνιον ἐφηρμόζετο χρυσῆ κεφαλίς."],["78","εἰς μὲν οὖν τὸ μῆκος τεσσαράκοντα κίονας διέταττεν ὁ τεχνίτης, ἑκατέρωθεν τοὺς ἡμίσεις εἴκοσι, μηδὲν ἐν μέσῳ διάστημα ποιούμενος, ἀλλ’ ἑξῆς ἐφαρμόζων καὶ συνάπτων, ἵν’ οἷα τείχους ὄψις μία προφαίνηται· εἰς δὲ τὸ πλάτος ἐσώτατον τοὺς λοιποὺς ὀκτώ, ἓξ μὲν κατὰ τὴν μέσην χώραν, δύο δ’ ἐν ταῖς παρ’ ἑκάτερα τῆς μέσης γωνίαις, τὸν μὲν ἐπὶ δεξιά, τὸν δ’ ἐπ’ εὐώνυμα· κατὰ δὲ τὴν εἴσοδον ἄλλους τέσσαρας, τὰ μὲν ἄλλα ὁμοίους, μίαν δ’ ἀντὶ δυοῖν ἔχοντας βάσιν τῶν ἐξ ἀντικρύ, μεθ’ οὓς ἐξωτάτω πέντε μόναις ταῖς βάσεσι διαφέροντας, χαλκαῖ γὰρ ἦσαν·"],["79","ὥστε τῆς σκηνῆς τοὺς σύμπαντας εἶναι, δίχα τῶν ἐν ταῖς γωνίαις δυοῖν ἀφανῶν, πέντε καὶ πεντήκοντα ἐμφανεῖς, τὸν ἀπὸ μονάδος ἄχρι δεκάδος τῆς παντελείας συμπληρούμενον ἀριθμόν. εἰ δὲ βουληθείη τις τοὺς ἐν τῷ προπυλαίῳ πέντε τῷ ὑπαίθρῳ συνάπτοντας,"],["80","ὃ κέκληκεν αὐλήν, τιθέναι χωρίς, ἀπολειφθήσεται ὁ ἁγιώτατος πεντηκοντάδος ἀριθμός, δύναμις ὢν τοῦ ὀρθογωνίου τριγώνου, ὅπερ ἐστὶ τῆς τῶν ὅλων γενέσεως ἀρχή, συμπληρωθεὶς ἐκ τῶν ἐντὸς κιόνων, τεσσαράκοντα μὲν τῶν καθ’ ἑκατέραν πλευρὰν εἴκοσιν, ἓξ δὲ τῶν ἐν μέσῳ δίχα τῶν παρὰ ταῖς γωνίαις ἀποκεκρυμμένων, τεσσάρων δὲ τῶν ἀντικρύ, ἐφ’ ὧν τὸ καταπέτασμα."],["81","τὴν δ’ αἰτίαν, ἧς ἕνεκα τοὺς πέντε τοῖς πεντήκοντα συγκατατάττω καὶ χωρὶς αὐτῶν τίθημι, δηλώσω. ἡ πεντὰς αἰσθήσεων ἀριθμός ἐστιν, αἴσθησις δ’ ἐν ἀνθρώπῳ τῇ μὲν νεύει πρὸς τὰ ἐκτός, τῇ δὲ ἀνακάμπτει πρὸς νοῦν ὑπηρέτις οὖσα φύσεως νόμοις αὐτοῦ."],["82","διὸ καὶ τὴν μεθόριον χώραν ἀπένειμε τοῖς πέντε· τὰ μὲν γὰρ ἐντὸς αὐτῶν ἐκνένευκε πρὸς τὰ ἄδυτα τῆς σκηνῆς, ἅπερ ἐστὶ συμβολικῶς νοητά, τὰ δ’ ἐκτὸς πρὸς τὸ ὕπαιθρον καὶ τὴν αὐλήν, ἅπερ ἐστὶν αἰσθητά· παρὸ καὶ ταῖς βάσεσι διήνεγκαν, χαλκαῖ γάρ εἰσιν· ἐπεὶ δὲ τῆς ἐν ἡμῖν αἰσθήσεως κεφαλὴ μὲν καὶ ἡγεμονικὸν ὁ νοῦς, ἐσχατιὰ δὲ καὶ ὡσανεὶ βάσις τὸ αἰσθητόν, εἴκασε δὴ τὸν μὲν νοῦν χρυσῷ, χαλκῷ δὲ τὸ αἰσθητόν."],["83","μέτρα δὲ τῶν κιόνων ταῦτα· δέκα μὲν πήχεις τὸ μῆκος, εἷς δὲ καὶ ἥμισυς τὸ εὖρος, ἵν’ ἡ σκηνὴ πᾶσι τοῖς μέρεσιν ἴση προφαίνηται."],["84","Παγκάλοις δὲ καὶ ποικίλοις ὑφάσμασιν αὐτὴν περιέβαλεν, ὑακίνθῳ καὶ πορφύρᾳ καὶ κοκκίνῳ καὶ βύσσῳ καταχρώμενος εἰς τὴν ὑφήν. δέκα γὰρ ἃς διὰ τῆς ἱερᾶς γραφῆς ὠνόμασεν αὐλαίας ἐκ τῶν ἀρτίως λεχθέντων γενῶν ἐδημιούργει, μήκει μὲν ὀκτὼ καὶ εἴκοσι πηχῶν ἑκάστην, εἰς δὲ τέσσαρας πήχεις πρὸς εὖρος ἀποτείνων, ἵνα καὶ δεκάδα ἔχωσι τὴν παντέλειαν καὶ τετράδα τὴν δεκάδος οὐσίαν καὶ τὸν ὀκτὼ καὶ εἴκοσιν ἀριθμὸν τέλειον ἴσον τοῖς ἑαυτοῦ μέρεσι καὶ τεσσαρακοντάδα τὴν ζῳογονικωτάτην, ἐν ᾗ διαπλάττεσθαί φασιν ἄνθρωπον ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ."],["85","οἱ μὲν οὖν ὀκτὼ καὶ εἴκοσι πήχεις τῶν αὐλαιῶν τοιαύτην ἔχουσι τὴν διανομήν· δέκα μὲν κατὰ τὸν ὄροφον— τοσοῦτον γάρ ἐστι τῆς σκηνῆς τὸ εὖρος—, οἱ δὲ λοιποὶ κατὰ τὰς πλευράς, ἑκατέρωθεν ἐννέα, πρὸς σκέπην ἀποτείνονται τῶν κιόνων, ὑπολειπομένου πήχεως ἀπὸ τοῦ ἐδάφους, ἵνα μὴ ἐπισύρηται τὸ πάγκαλον καὶ ἱεροπρεπὲς ὕφασμα."],["86","τῶν δὲ τεσσαράκοντα, οἳ συναριθμοῦνται ἐκ τοῦ τῶν δέκα αὐλαιῶν πλάτους, τριάκοντα μὲν ἀπολαμβάνει τὸ μῆκος— τοσοῦτον γάρ ἐστι καὶ τὸ τῆς σκηνῆς—, ἐννέα δὲ ὁ ὀπισθόδομος, τὸν δὲ λοιπὸν τὸ κατὰ τὸ προπύλαιον, ἵνα δεσμὸς ᾖ τοῦ ὅλου περιβλήματος· ἐπὶ δὲ τοῦ προπυλαίου τὸ καταπέτασμα."],["87","σχεδὸν δὲ καὶ αἱ αὐλαῖαι καταπετάσματ’ εἰσίν, οὐ μόνον τῷ τὸν ὄροφον καὶ τοὺς τοίχους καλύπτειν, ἀλλὰ καὶ τῷ συνυφάνθαι γένεσι τοῖς αὐτοῖς, ὑακίνθῳ καὶ πορφύρᾳ καὶ κοκκίνῳ καὶ βύσσῳ. ἐκ δὲ τῶν αὐτῶν τό τε καταπέτασμα καὶ τὸ λεγόμενον κάλυμμα κατεσκευάζετο, τὸ μὲν εἴσω κατὰ τοὺς τέσσαρας κίονας, ἵν’ ἐπικρύπτηται τὸ ἄδυτον, τὸ δ’ ἔξω κατὰ τοὺς πέντε, ὡς μηδεὶς ἐξ ἀπόπτου δύναιτο τῶν μὴ ἱερωμένων καταθεάσασθαι τὰ ἅγια."],["88","τὰς δὲ τῶν ὑφασμάτων ὕλας ἀριστίνδην ἐπέκρινεν ἐκ μυρίων ὅσων ἑλόμενος τοῖς στοιχείοις ἰσαρίθμους, ἐξ ὧν ἀπετελέσθη ὁ κόσμος, καὶ πρὸς αὐτὰ λόγον ἐχούσας, γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ· ἡ μὲν γὰρ βύσσος ἐκ γῆς, ἐξ ὕδατος δ’ ἡ πορφύρα, ἡ δ’ ὑάκινθος ἀέρι ὁμοιοῦται— φύσει γὰρ μέλας οὗτος—, τὸ δὲ κόκκινον πυρί, διότι φοινικοῦν ἑκάτερον· ἦν γὰρ ἀναγκαῖον ἱερὸν χειροποίητον κατασκευάζοντας τῷ πατρὶ καὶ ἡγεμόνι τοῦ παντὸς τὰς ὁμοίας λαβεῖν οὐσίας, αἷς τὸ ὅλον ἐδημιούργει."],["89","Ἡ μὲν οὖν σκηνή, καθάπερ νεὼς ἅγιος, τὸν εἰρημένον τρόπον κατεσκευάσθη. τέμενος δ’ αὐτῆς ἐν κύκλῳ περιεβάλετο πηχῶν μῆκος ἑκατὸν καὶ πλάτος πεντήκοντα, κίονας ἔχον ἀφεστῶτας ἴσον ἀλλήλων διάστημα πέντε πήχεις, ὡς τοὺς μὲν σύμπαντας ἑξήκοντα εἶναι, διανέμεσθαι δ’ εἰς μὲν τὸ μῆκος τεσσαράκοντα, πρὸς δὲ τὸ εὖρος εἴκοσι, καθ’ ἑκάτερα μέρη τοὺς ἡμίσεις."],["90","ὕλη δὲ τῶν στύλων τὰ μὲν ἐντὸς κέδρος, τὰ δ’ ἐκ τῆς ἐπιφανείας ἄργυρος, ἁπάντων δ’ αἱ βάσεις χαλκαῖ, καὶ τὸ ὕψος ἴσον πέντε πηχῶν· ἔδοξε γὰρ ἁρμόττον εἶναι τῷ τεχνίτῃ συνελεῖν ὅλῳ ἡμίσει τὸ ὕψος τῆς λεγομένης αὐλῆς, ἵν’ ἡ σκηνὴ πρὸς τὸ διπλάσιον μετέωρος ἀρθεῖσα προφαίνηται. λεπταὶ δ’ ὀθόναι κατὰ τοῦ μήκους καὶ πλάτους ἦσαν ἐφαρμοζόμεναι τοῖς κίοσιν ἱστίοις ἐμφερεῖς, ὑπὲρ τοῦ μηδένα τῶν μὴ καθαρῶν"],["91","εἰσιέναι. ἡ δὲ θέσις τοιάδε ἦν· μέση μὲν ἵδρυτο ἡ σκηνὴ μῆκος ἔχουσα τριάκοντα πήχεις καὶ εὖρος δέκα σὺν τῷ βάθει τῶν κιόνων, ἀφειστήκει δὲ τῆς αὐλῆς ἐκ τριῶν μερῶν ἴσῳ διαστήματι, δυοῖν μὲν κατὰ τὰς πλευράς, ἑνὸς δὲ κατὰ τὸν ὀπισθόδομον, τὸ δὲ διάστημα ἐξ εἴκοσι πηχῶν ἀνεμετρεῖτο· κατὰ δὲ τὸ προπύλαιον, ὡς εἰκός, ἕνεκα τοῦ πλήθους τῶν εἰσιόντων μεῖζον ἐγίνετο διάστημα πεντήκοντα πηχῶν· οὕτως γὰρ οἱ ἑκατὸν τῆς αὐλῆς ἔμελλον ἐκπληροῦσθαι, τῶν κατὰ τὸν ὀπισθόδομον εἴκοσι καὶ οὓς ἀπελάμβανεν ἡ σκηνὴ τριάκοντα συντεθέντων τοῖς κατὰ τὰς εἰσόδους πεντήκοντα."],["92","τὰ γὰρ προπύλαια τῆς σκηνῆς ὡσανεὶ μέσος ὅρος ἵδρυτο διττῆς πεντηκοντάδος, τῆς μὲν κατ’ ἀνατολάς, ἔνθα αἱ εἴσοδοι, τῆς δὲ πρὸς δυσμάς, ἔνθα τό τε μῆκος τῆς σκηνῆς καὶ ὁ κατόπιν περίβολος."],["93","κάλλιστον δὲ καὶ μέγιστον ἄλλο προπύλαιον ἐν ἀρχῇ τῆς εἰς τὴν αὐλὴν εἰσόδου κατεσκευάζετο διὰ τεττάρων κιόνων, καθ’ ὧν ἐτείνετο ποικίλον ὕφασμα τὸν αὐτὸν τρόπον τοῖς εἴσω κατὰ τὴν σκηνὴν κἀκ τῆς ὁμοίας ὕλης ἀπειργασμένον."],["94","Ἅμα δὲ τούτοις ἐδημιουργεῖτο καὶ σκεύη ἱερά, κιβωτός, λυχνία, τράπεζα, θυμιατήριον, βωμός. ὁ μὲν οὖν βωμὸς ἱδρύετο ἐν ὑπαίθρῳ, τῶν εἰσόδων τῆς σκηνῆς ἀντικρύ, ἀφεστὼς τοσοῦτον ὅσον ἱκανὸν λειτουργοῖς εἶναι διάστημα πρὸς τὰς καθ’ ἑκάστην ἡμέραν ἐπιτελουμένας θυσίας."],["95","ἡ δὲ κιβωτὸς ἐν ἀδύτῳ καὶ ἀβάτῳ τῶν καταπετασμάτων εἴσω, κεχρυσωμένη πολυτελῶς ἔνδοθέν τε καὶ ἔξωθεν, ἧς ἐπίθεμα ὡσανεὶ πῶμα τὸ λεγόμενον ἐν ἱεραῖς βίβλοις ἱλαστήριον."],["96","τούτου μῆκος μὲν καὶ πλάτος μεμήνυται, βάθος δ’ οὐδέν, ἐπιφανείᾳ γεωμετρικῇ μάλισθ’ ὡμοιωμένου, ὅπερ ἔοικεν εἶναι σύμβολον φυσικώτερον μὲν τῆς ἵλεω τοῦ θεοῦ δυνάμεως, ἠθικώτερον δὲ διανοίας πάλιν, ἵλεω δ’ ἑαυτῇ, τὴν πρὸς ὕψος ἄλογον αἴρουσαν καὶ φυσῶσαν οἴησιν ἀτυφίας ἔρωτι σὺν ἐπιστήμῃ στέλλειν καὶ καθαιρεῖν ἀξιούσης."],["97","ἀλλ’ ἡ μὲν κιβωτὸς ἀγγεῖον νόμων ἐστίν· εἰς γὰρ ταύτην κατατίθεται τὰ χρησθέντα λόγια· τὸ δ’ ἐπίθεμα τὸ προσαγορευόμενον ἱλαστήριον βάσις ἐστὶ πτηνῶν δυοῖν, ἃ πατρίῳ μὲν γλώττῃ προσαγορεύεται Χερουβίμ, ὡς δ’ ἂν Ἕλληνες εἴποιεν, ἐπίγνωσις καὶ ἐπιστήμη πολλή."],["98","ταῦτα δέ τινες μέν φασιν εἶναι σύμβολα τῶν ἡμισφαιρίων ἀμφοῖν κατὰ τὴν ἀντιπρόσωπον θέσιν, τοῦ τε ὑπὸ γῆν καὶ ὑπὲρ γῆν· πτηνὸν γὰρ ὁ σύμπας οὐρανός."],["99","ἐγὼ δ’ ἂν εἴποιμι δηλοῦσθαι δι’ ὑπονοιῶν τὰς πρεσβυτάτας καὶ ἀνωτάτω δύο τοῦ ὄντος δυνάμεις, τήν τε ποιητικὴν καὶ βασιλικήν· ὀνομάζεται δ’ ἡ μὲν ποιητικὴ δύναμις αὐτοῦ θεός, καθ’ ἣν ἔθηκε καὶ ἐποίησε καὶ διεκόσμησε τόδε τὸ πᾶν, ἡ δὲ βασιλικὴ κύριος, ᾗ τῶν γενομένων ἄρχει καὶ σὺν δίκῃ βεβαίως ἐπικρατεῖ."],["100","μόνος γὰρ πρὸς ἀλήθειαν ὢν καὶ ποιητής ἐστιν ἀψευδῶς, ἐπειδὴ τὰ μὴ ὄντα ἤγαγεν εἰς τὸ εἶναι, καὶ βασιλεὺς φύσει, διότι τῶν γεγονότων οὐδεὶς ἂν ἄρχοι δικαιότερον τοῦ πεποιηκότος."],["101","ἐν δὲ τῷ μεθορίῳ τῶν τεσσάρων καὶ πέντε κιόνων, ὅπερ ἐστὶ κυρίως εἰπεῖν πρόναον εἰργόμενον δυσὶν ὑφάσμασι, τῷ μὲν ἔνδον ὃ καλεῖται καταπέτασμα, τῷ δ’ ἐκτὸς ὃ προσαγορεύεται κάλυμμα, τὰ λοιπὰ τρία σκεύη τῶν προειρημένων ἱδρύετο· μέσον μὲν τὸ θυμιατήριον, γῆς καὶ ὕδατος σύμβολον εὐχαριστίας, ἣν ἕνεκα τῶν γινομένων ἀφ’ ἑκατέρου προσῆκε ποιεῖσθαι· τὸν γὰρ μέσον ταῦτα τοῦ κόσμου τόπον κεκλήρωται·"],["102","τὴν δὲ λυχνίαν ἐν τοῖς νοτίοις, δι’ ἧς αἰνίττεται τὰς τῶν φωσφόρων κινήσεις ἀστέρων· ἥλιος γὰρ καὶ σελήνη καὶ οἱ ἄλλοι πολὺ τῶν βορείων ἀφεστῶτες νοτίους ποιοῦνται τὰς περιπολήσεις· ὅθεν ἓξ μὲν κλάδοι, τρεῖς δ’ ἑκατέρωθεν, τῆς μέσης λυχνίας ἐκπεφύκασιν εἰς ἀριθμὸν ἕβδομον·"],["103","ἐπὶ δὲ πάντων λαμπάδιά τε καὶ λύχνοι ἑπτά, σύμβολα τῶν λεγομένων παρὰ τοῖς φυσικοῖς ἀνδράσι πλανήτων· ὁ γὰρ ἥλιος, ὥσπερ ἡ λυχνία, μέσος τῶν ἓξ τεταγμένος ἐν τετάρτῃ χώρᾳ φωσφορεῖ τοῖς ὑπεράνω τρισὶ καὶ τοῖς ὑπ’ αὐτὸν ἴσοις, ἁρμοζόμενος τὸ μουσικὸν καὶ θεῖον ὡς ἀληθῶς ὄργανον."],["104","ἡ δὲ τράπεζα τίθεται πρὸς τοῖς βορείοις, ἐφ’ ἧς ἄρτοι καὶ ἅλες, ἐπειδὴ τῶν πνευμάτων τὰ βόρεια τροφιμώτατα καὶ διότι ἐξ οὐρανοῦ καὶ γῆς αἱ τροφαί, τοῦ μὲν ὕοντος, τῆς δὲ τὰ σπέρματα ταῖς τῶν ὑδάτων ἐπιρροίαις τελειογονούσης."],["105","οὐρανοῦ δὲ καὶ γῆς παρίδρυται τὰ σύμβολα, καθάπερ ἔδειξεν ὁ λόγος, τοῦ μὲν οὐρανοῦ ἡ λυχνία, τῶν δὲ περιγείων, ἐξ ὧν αἱ ἀναθυμιάσεις, τὸ ἐτύμως προσαγορευόμενον θυμιατήριον."],["106","τὸν δ’ ἐν ὑπαίθρῳ βωμὸν εἴωθε καλεῖν θυσιαστήριον, ὡσανεὶ τηρητικὸν καὶ φυλακτικὸν ὄντα θυσιῶν τὸν ἀναλωτικὸν τούτων, αἰνιττόμενος οὐ τὰ μέλη καὶ τὰ μέρη τῶν ἱερουργουμένων, ἅπερ δαπανᾶσθαι πυρὶ πέφυκεν, ἀλλὰ τὴν προαίρεσιν τοῦ προσφέροντος·"],["107","εἰ μὲν γὰρ ἀγνώμων καὶ ἄδικος, ἄθυτοι θυσίαι καὶ ἀνίεροι ἱερουργίαι καὶ εὐχαὶ παλίμφημοι παντελῆ φθορὰν ἐνδεχόμεναι· καὶ γὰρ ὁπότε γίνεσθαι δοκοῦσιν, οὐ λύσιν ἁμαρτημάτων, ἀλλ’ ὑπόμνησιν ἐργάζονται·"],["108","εἰ δ’ ὅσιος καὶ δίκαιος, μένει βέβαιος ἡ θυσία, κἂν τὰ κρέα δαπανηθῇ, μᾶλλον δὲ καὶ εἰ τὸ παράπαν μηδὲν προσάγοιτο ἱερεῖον· ἡ γὰρ ἀληθὴς ἱερουργία τίς ἂν εἴη πλὴν ψυχῆς θεοφιλοῦς εὐσέβεια; ἧς τὸ εὐχάριστον ἀθανατίζεται καὶ ἀνάγραπτον στηλιτεύεται παρὰ θεῷ συνδιαιωνίζον ἡλίῳ καὶ σελήνῃ καὶ τῷ παντὶ κόσμῳ."],["109","Τούτοις ἑξῆς ἱερὰν ἐσθῆτα κατεσκεύαζεν ὁ τεχνίτης τῷ μέλλοντι ἀρχιερεῖ καθίστασθαι παγκάλην καὶ θαυμασιωτάτην ἔχουσαν ἐν τοῖς ὑφάσμασι πλοκήν. τὰ δ’ ὕφη διττὰ ἦν, τὸ μὲν ὑποδύτης, τὸ δὲ προσαγορευόμενον ἐπωμίς."],["110","ὁ μὲν οὖν ὑποδύτης ἀμιγεστέρας ἰδέας· ὅλος γὰρ ὑακίνθινος, ἔξω τῶν κατωτάτω καὶ πρὸς ἐσχατιὰς μερῶν, ταῦτα γὰρ ἐποικίλλετο χρυσοῖς ῥοΐσκοις καὶ κώδωσι καὶ ἀνθίνοις πλέγμασιν."],["111","ἡ δ’ ἐπωμίς, ἐκπρεπέστατον ἔργον καὶ τεχνικώτατον, ἐπιστήμῃ τελειοτάτῃ κατεσκευάζετο τοῖς προειρημένοις γένεσιν, ὑακίνθῳ καὶ πορφύρᾳ καὶ βύσσῳ καὶ κοκκίνῳ, συγκαταπλεκομένου χρυσοῦ· πέταλα γὰρ εἰς λεπτὰς τρίχας κατατμηθέντα πᾶσι τοῖς νήμασι συνυφαίνετο."],["112","λίθοι δ’ ἐπὶ τῶν ἀκρωμίων ἐνηρμόζοντο σμαράγδου πολυτελοῦς δύο τιμαλφέστατοι, οἷς τὰ ὀνόματα τῶν φυλάρχων ἓξ καθ’ ἑκάτερον ἐνεχαράττετο, δώδεκα τὰ σύμπαντα· καὶ κατὰ τὸ στῆθος ἄλλοι λίθοι πολυτελεῖς δώδεκα διαφέροντες ταῖς χρόαις, σφραγῖσιν ἐοικότες, ἐκ τριῶν τετραστοιχεί· οὗτοι δ’ ἐνηρμόζοντο τῷ προσαγορευομένῳ λογείῳ."],["113","τὸ δὲ λογεῖον τετράγωνον διπλοῦν κατεσκευάζετο ὡσανεὶ βάσις, ἵνα δύο ἀρετὰς ἀγαλματοφορῇ, δήλωσίν τε καὶ ἀλήθειαν· ὅλον δ’ ἁλυσειδίοις χρυσοῖς ἀνήρτητο πρὸς τὴν ἐπωμίδα, σφιγγόμενον ἐξ αὐτῆς, ὑπὲρ τοῦ μὴ χαλᾶσθαι."],["114","χρυσοῦν δὲ πέταλον ὡσανεὶ στέφανος ἐδημιουργεῖτο τέτταρας ἔχον γλυφὰς ὀνόματος, ὃ μόνοις τοῖς ὦτα καὶ γλῶτταν σοφίᾳ κεκαθαρμένοις θέμις ἀκούειν καὶ λέγειν ἐν ἁγίοις, ἄλλῳ δ’ οὐδενὶ τὸ παράπαν οὐδαμοῦ."],["115","τετραγράμματον δὲ τοὔνομά φησιν ὁ θεολόγος εἶναι, τάχα που σύμβολα τιθεὶς αὐτὰ τῶν πρώτων ἀριθμῶν, μονάδος καὶ δυάδος καὶ τριάδος καὶ τετράδος, ἐπειδὴ πάντα ἐν τετράδι, σημεῖον καὶ γραμμὴ καὶ ἐπιφάνεια καὶ στερεόν, τὰ μέτρα τῶν συμπάντων, καὶ αἱ κατὰ μουσικὴν ἄρισται συμφωνίαι, ἥ τε διὰ τεσσάρων ἐν ἐπιτρίτῳ λόγῳ καὶ ἡ διὰ πέντε ἐν ἡμιολίῳ καὶ ἡ διὰ πασῶν ἐν διπλασίῳ καὶ ἡ δὶς διὰ πασῶν ἐν τετραπλασίῳ· ἔχει δὲ καὶ τὰς ἄλλας ἀμυθήτους ἀρετὰς ἡ τετράς, ὧν τὰς πλείστας ἠκριβώσαμεν ἐν τῇ περὶ ἀριθμῶν πραγματείᾳ."],["116","μίτρα δ’ ἦν ὑπ’ αὐτῷ, τοῦ μὴ ψαύειν τῆς κεφαλῆς τὸ πέταλον. πρὸς δὲ καὶ κίδαρις κατεσκευάζετο· κιδάρει γὰρ οἱ τῶν ἑῴων βασιλεῖς ἀντὶ διαδήματος εἰώθασι χρῆσθαι."],["117","Τοιαύτη μὲν ἡ τοῦ ἀρχιερέως ἦν ἐσθής. ὃν δ’ ἔχει λόγον οὐ παρασιωπητέον αὐτή τε καὶ τὰ μέρη. ὅλη μὲν δὴ γέγονεν ἀπεικόνισμα καὶ μίμημα τοῦ κόσμου, τὰ δὲ μέρη τῶν καθ’ ἕκαστον μερῶν."],["118","ἀρκτέον δ’ ἀπὸ τοῦ ποδήρους. οὗτος ὁ χιτὼν σύμπας ἐστὶν ὑακίνθινος, ἀέρος ἐκμαγεῖον· φύσει γὰρ ὁ ἀὴρ μέλας καὶ τρόπον τινὰ ποδήρης, ἄνωθεν ἀπὸ τῶν μετὰ σελήνην ἄχρι τῶν γῆς ταθεὶς περάτων, πάντῃ κεχυμένος· ὅθεν καὶ ὁ χιτὼν ἀπὸ στέρνων ἄχρι ποδῶν περὶ ὅλον τὸ σῶμα κέχυται."],["119","ἐξ αὐτοῦ δὲ κατὰ τὰ σφυρὰ ῥοΐσκοι καὶ ἄνθινα καὶ κώδωνές εἰσι· τὰ μὲν ἄνθινα σύμβολον γῆς, ἀνθεῖ γὰρ καὶ βλαστάνει πάντα ἐκ ταύτης· οἱ δὲ ῥοΐσκοι ὕδατος, παρὰ τὴν ῥύσιν λεχθέντες εὐθυβόλως· οἱ δὲ κώδωνες τῆς ἁρμονίας καὶ συμφωνίας τούτων, οὔτε γὰρ γῆ χωρὶς ὕδατος οὔθ’ ὕδωρ ἄνευ τῆς γεώδους οὐσίας αὔταρκες εἰς γένεσιν, ἀλλ’ ἡ σύνοδος καὶ κρᾶσις ἀμφοῖν."],["120","μάρτυς δὲ τοῦ δηλουμένου καὶ ὁ τόπος ἐναργέστατος· ὡς γὰρ ἐν ἐσχάτοις τοῦ ποδήρους οἱ ῥοΐσκοι καὶ τὰ ἄνθινα καὶ οἱ κώδωνές εἰσιν, οὕτως καὶ τὰ ὧν ἐστι σύμβολα τὴν κατωτάτω χώραν ἔλαχεν ἐν κόσμῳ, γῆ καὶ ὕδωρ, καὶ τῇ τοῦ παντὸς ἁρμονίᾳ συνηχοῦντα τὰς οἰκείας ἐπιδείκνυται δυνάμεις ἐν ὡρισμέναις χρόνων περιόδοις καὶ τοῖς προσήκουσι καιροῖς."],["121","τριῶν μὲν δὴ στοιχείων, ἐξ ὧν τε καὶ ἐν οἷς τὰ θνητὰ καὶ φθαρτὰ γένη πάντα, ἀέρος, ὕδατος, γῆς, ὁ ποδήρης σὺν τοῖς ἀπῃωρημένοις κατὰ τὰ σφυρὰ σύμβολον ἐδείχθη προσηκόντως· ὡς γὰρ ὁ χιτὼν εἷς, καὶ τὰ λεχθέντα τρία στοιχεῖα μιᾶς ἰδέας ἐστίν, ἐπειδὴ τὰ κατωτέρω σελήνης ἅπαντα τροπὰς ἔχει καὶ μεταβολάς· καὶ καθάπερ ἐκ τοῦ χιτῶνος ἤρτηνται οἵ τε ῥοΐσκοι καὶ τὰ ἄνθινα, καὶ ἀπ’ ἀέρος τρόπον τινὰ γῆ καὶ ὕδωρ ἐκκρέμανται, τὸ γὰρ ὄχημα τούτων ἐστὶν ἀήρ."],["122","τὴν δ’ ἐπωμίδα οὐρανοῦ σύμβολον ὁ λόγος εἰκόσι στοχασμοῖς χρώμενος παραστήσει· πρῶτον μὲν γὰρ οἱ ἐπὶ τῶν ἀκρωμίων σμαράγδου δύο λίθοι περιφερεῖς μηνύουσιν, ὡς μὲν οἴονταί τινες, ἀστέρων τοὺς ἡμέρας καὶ νυκτὸς ἡγεμόνας, ἥλιον καὶ σελήνην, ὡς δ’ ἂν ἐγγυτέρω τις τῆς ἀληθείας προσερχόμενος εἴποι, τῶν ἡμισφαιρίων ἑκάτερον· ἴσα τε γὰρ ὡς οἱ λίθοι τό τε ὑπὲρ γῆν καὶ ὑπὸ γῆν καὶ οὐδέτερον πέφυκε μειοῦσθαι καὶ συναύξεσθαι καθάπερ σελήνη."],["123","συνεπιμαρτυρεῖ δὲ καὶ ἡ χρόα· σμαράγδῳ γὰρ ἔοικεν ἡ τοῦ παντὸς οὐρανοῦ φαντασία κατὰ τὴν τῆς ὄψεως προσβολήν. ἀναγκαίως δὲ καὶ καθ’ ἑκάτερον τῶν λίθων ἓξ ὀνόματα ἐγγλύφεται, διότι καὶ τῶν ἡμισφαιρίων ἑκάτερον δίχα τέμνον τὸν ζῳοφόρον ἓξ ἐναπολαμβάνει ζῴδια."],["124","ἔπειθ’ οἱ κατὰ τὰ στέρνα δώδεκα λίθοι ταῖς χρόαις οὐχ ὅμοιοι διανεμηθέντες εἰς τέσσαρας στοίχους ἐκ τριῶν τίνος ἑτέρου δείγματ’ εἰσὶν ἢ τοῦ ζῳδιακοῦ κύκλου; καὶ γὰρ οὗτος τετραχῇ διανεμηθεὶς ἐκ τριῶν ζῳδίων τὰς ἐτησίους ὥρας ἀποτελεῖ, ἔαρ, θέρος, μετόπωρον, χειμῶνα, τροπὰς τέσσαρας, ὧν ἑκάστης ὅρος τρία ζῴδια, γνωριζόμενος ταῖς τοῦ ἡλίου περιφοραῖς κατὰ τὸν ἐν ἀριθμοῖς ἀσάλευτον καὶ βεβαιότατον καὶ θεῖον ὄντως λόγον."],["125","ὅθεν ἐνηρμόζοντο καὶ τῷ προσαγορευθέντι δεόντως λογείῳ· λόγῳ γὰρ αἱ τροπαὶ καὶ ἐτήσιοι ὧραι τεταγμένῳ καὶ παγίῳ συνίστανται, τὸ παραδοξότατον, διὰ τῆς καιρίου μεταβολῆς ἐπιδεικνύμεναι τὴν διαιωνίζουσαν αὑτῶν μονήν."],["126","εὖ δ’ ἔχει καὶ πάνυ καλῶς τὸ τοῖς χρώμασι τοὺς δώδεκα λίθους διαλλάττειν καὶ μηδένα ὅμοιον εἶναι μηδενί· καὶ γὰρ τῶν ἐν τῷ ζῳοφόρῳ ἕκαστον ἀποτελεῖ τι χρῶμα οἰκεῖον κατά τε ἀέρα καὶ γῆν καὶ ὕδωρ καὶ τὰ τούτων παθήματα καὶ ἔτι κατὰ τὰ τῶν ζῴων καὶ φυτῶν γένη πάντα."],["127","διπλοῦν δὲ τὸ λογεῖον οὐκ ἀπὸ σκοποῦ· διττὸς γὰρ ὁ λόγος ἔν τε τῷ παντὶ καὶ ἐν ἀνθρώπου φύσει· κατὰ μὲν τὸ πᾶν ὅ τε περὶ τῶν ἀσωμάτων καὶ παραδειγματικῶν ἰδεῶν, ἐξ ὧν ὁ νοητὸς ἐπάγη κόσμος, καὶ ὁ περὶ τῶν ὁρατῶν, ἃ δὴ μιμήματα καὶ ἀπεικονίσματα τῶν ἰδεῶν ἐκείνων ἐστίν, ἐξ ὧν ὁ αἰσθητὸς οὗτος ἀπετελεῖτο· ἐν ἀνθρώπῳ δ’ ὁ μέν ἐστιν ἐνδιάθετος, ὁ δὲ προφορικός, καὶ ὁ μὲν οἷά τις πηγή, ὁ δὲ γεγωνὸς ἀπ’ ἐκείνου ῥέων· καὶ τοῦ μέν ἐστι χώρα τὸ ἡγεμονικόν, τοῦ δὲ κατὰ προφορὰν γλῶττα καὶ στόμα καὶ ἡ ἄλλη πᾶσα φωνῆς ὀργανοποιία."],["128","σχῆμα δ’ ἀπένειμεν ὁ τεχνίτης τετράγωνον τῷ λογείῳ πάνυ καλῶς αἰνιττόμενος, ὡς χρὴ καὶ τὸν τῆς φύσεως λόγον καὶ τὸν τοῦ ἀνθρώπου βεβηκέναι πάντῃ καὶ κατὰ μηδ’ ὁτιοῦν κραδαίνεσθαι. παρὸ καὶ τὰς εἰρημένας δύο ἀρετὰς προσεκλήρωσεν αὐτῷ, δήλωσίν τε καὶ ἀλήθειαν· ὅ τε γὰρ τῆς φύσεως λόγος ἀληθὴς καὶ δηλωτικὸς πάντων ὅ τε τοῦ σοφοῦ μιμούμενος ἐκεῖνον ὀφείλει προσηκόντως ἀψευδέστατός τε εἶναι τιμῶν ἀλήθειαν καὶ μηδὲν φθόνῳ συσκιάζειν, ὧν ἡ μήνυσις ὠφελήσει τοὺς ἀναδιδαχθέντας."],["129","οὐ μὴν ἀλλὰ καὶ δυσὶ λόγοις τοῖς καθ’ ἕκαστον ἡμῶν, τῷ τε προφορικῷ καὶ ἐνδιαθέτῳ, δύο ἀρετὰς ἀπένειμεν οἰκείας, τῷ μὲν προφορικῷ δήλωσιν, τῷ δὲ κατὰ διάνοιαν ἀλήθειαν· ἁρμόζει γὰρ διανοίᾳ μὲν μηδὲν παραδέχεσθαι ψεῦδος, ἑρμηνείᾳ δὲ μηδὲν ἐμποδίζειν τῶν εἰς τὴν ἀκριβεστάτην δήλωσιν."],["130","λόγου δὲ οὐδὲν ὄφελος τὰ καλὰ καὶ σπουδαῖα σεμνηγοροῦντος, ᾧ μὴ πρόσεστιν οἰκείων ἀκολουθία πράξεων· ὅθεν τὸ λογεῖον ἤρτησεν ἐκ τῆς ἐπωμίδος, ἵνα μὴ χαλᾶται, τὸν λόγον οὐ δικαιώσας ἔργων ἀπεζεῦχθαι· τὸν γὰρ ὦμον ἐνεργείας καὶ πράξεως ποιεῖται"],["131","σύμβολον. ἃ μὲν οὖν αἰνίττεται διὰ τῆς ἱερᾶς ἐσθῆτος, ἐστὶ τοιαῦτα. κίδαριν δὲ ἀντὶ διαδήματος ἐπιτίθησι τῇ κεφαλῇ δικαιῶν τὸν ἱερωμένον τῷ θεῷ, καθ’ ὃν χρόνον ἱερᾶται, προφέρειν ἁπάντων καὶ μὴ μόνον ἰδιωτῶν ἀλλὰ καὶ βασιλέων."],["132","ὑπεράνω δὲ τὸ χρυσοῦν ἐστι πέταλον, ᾧ τῶν τεττάρων αἱ γλυφαὶ γραμμάτων ἐνεσφραγίσθησαν, ἐξ ὧν ὄνομα τοῦ ὄντος φασὶ μηνύεσθαι, ὡς οὐχ οἷόν τε ὂν ἄνευ κατακλήσεως θεοῦ συστῆναί τι τῶν ὄντων· ἁρμονία γὰρ πάντων ἐστὶν ἡ ἀγαθότης καὶ ἵλεως δύναμις αὐτοῦ."],["133","τοῦτον τὸν τρόπον ὁ ἀρχιερεὺς διακοσμηθεὶς στέλλεται πρὸς τὰς ἱερουργίας, ἵν’, ὅταν εἰσίῃ τὰς πατρίους εὐχάς τε καὶ θυσίας ποιησόμενος, συνεισέρχηται πᾶς ὁ κόσμος αὐτῷ δι’ ὧν ἐπιφέρεται μιμήματα, ἀέρος τὸν ποδήρη, ὕδατος τὸν ῥοΐσκον, γῆς τὸ ἄνθινον, πυρὸς τὸ κόκκινον, οὐρανοῦ τὴν ἐπωμίδα, καὶ κατ’ εἶδος τοῖν δυοῖν ἡμισφαιρίοιν τοὺς ἐπὶ τῶν ἀκρωμίων σμαράγδους περιφερεῖς, ἐφ’ ὧν καθ’ ἑκάτερον γλυφαὶ ἕξ, τοῦ ζῳοφόρου τοὺς ἐπὶ τῶν στέρνων δώδεκα λίθους ἐκ τριῶν κατὰ τέτταρας στοίχους, τοῦ συνέχοντος καὶ διοικοῦντος τὰ σύμπαντα τὸ λογεῖον."],["134","ἀναγκαῖον γὰρ ἦν τὸν ἱερωμένον τῷ τοῦ κόσμου πατρὶ παρακλήτῳ χρῆσθαι τελειοτάτῳ τὴν ἀρετὴν υἱῷ πρός τε ἀμνηστίαν ἁμαρτημάτων καὶ χορηγίαν ἀφθονωτάτων ἀγαθῶν."],["135","ἴσως μέντοι καὶ προδιδάσκει τὸν τοῦ θεοῦ θεραπευτήν, εἰ καὶ μὴ τοῦ κοσμοποιοῦ δυνατόν, ἀλλὰ τοῦ γε κόσμου διηνεκῶς ἄξιον εἶναι πειρᾶσθαι, οὗ τὸ μίμημα ἐνδυόμενος ὀφείλει τῇ διανοίᾳ τὸ παράδειγμα εὐθὺς ἀγαλματοφορῶν αὐτὸς τρόπον τινὰ πρὸς τὴν τοῦ κόσμου φύσιν ἐξ ἀνθρώπου μεθηρμόσθαι καί, εἰ θέμις εἰπεῖν— θέμις δὲ ἀψευδεῖν περὶ ἀληθείας λέγοντα—, βραχὺς κόσμος εἶναι."],["136","Τῶν δὲ προπυλαίων ἔξω παρὰ ταῖς εἰσόδοις λουτήρ ἐστι χαλκοῦς, οὐκ ἀργὸν ὕλην λαβόντος τοῦ τεχνίτου πρὸς τὴν κατασκευήν, ὅπερ φιλεῖ γίνεσθαι, σκεύη δ’ ἐπιμελῶς δημιουργηθέντα πρὸς ἑτέραν χρείαν, ἃ μετὰ σπουδῆς καὶ φιλοτιμίας πάσης αἱ γυναῖκες εἰσήνεγκαν ἁμιλλώμεναι τοῖς ἀνδράσι πρὸς εὐσέβειαν, ἀγώνισμα καλὸν ἄρασθαι διανοηθεῖσαι καὶ καθ’ ὅσον δυνάμεως εἶχον σπουδάσασαι μὴ ἀπολειφθῆναι τῆς ἐκείνων ὁσιότητος·"],["137","κάτοπτρα γάρ, οἷς εὐμορφίαν εἰώθασι διακοσμεῖσθαι, μηδενὸς προστάξαντος, αὐτοκελεύστῳ προθυμίᾳ σωφροσύνης καὶ τῆς περὶ γάμον ἁγνείας καὶ τί γὰρ ἀλλ’ ἢ ψυχικοῦ κάλλους ἀπαρχὴν πρεπωδεστάτην ἀπήρξαντο."],["138","ταῦτ’ ἔδοξε τῷ τεχνίτῃ λαβόντι χωνεῦσαι καὶ μηδὲν ἀπ’ αὐτῶν ἕτερον ἢ τὸν λουτῆρα κατασκευάσασθαι, περιρραντηρίοις ὅπως οἱ μέλλοντες εἰς τὸν νεὼν εἰσιέναι ἱερεῖς ἐπὶ τῷ τὰς διατεταγμένας ὑπουργεῖν λειτουργίας χρῶνται πόδας μάλιστα καὶ χεῖρας ἀπονιπτόμενοι— σύμβολον ἀνυπαιτίου ζωῆς καὶ βίου καθαρεύοντος ἐν πράξεσιν ἐπαινεταῖς, οὐ τὴν τραχεῖαν κακίας ὁδὸν ἢ κυριώτερον εἰπεῖν ἀνοδίαν ἀλλὰ τὴν δι’ ἀρετῆς λεωφόρον ἀπευθύνοντος—."],["139","„ὑπομιμνῃσκέσθω μέντοι” φησί „καὶ ὁ μέλλων περιρραίνεσθαι, ὅτι τοῦδε τοῦ σκεύους ἡ ὕλη κάτοπτρα ἦν, ἵνα καὶ αὐτὸς οἷα πρὸς κάτοπτρον αὐγάζῃ τὸν ἴδιον νοῦν καί, εἴ τι ὑποφαίνοιτο αἶσχος ἐξ ἀλόγου πάθους ἢ παρὰ φύσιν ἐπαιρούσης καὶ μετεωριζούσης ἡδονῆς ἢ στελλούσης ἔμπαλιν λύπης καὶ καθαιρούσης ἢ ἀποστρέφοντος καὶ ἀποκλίνοντος τὴν ἐπ’ εὐθείας ὁρμὴν φόβου ἢ τῆς ἐπιθυμίας πρὸς τὰ μὴ παρόντα ἑλκούσης καὶ ἀποτεινούσης βίᾳ, τοῦτο θεραπεύῃ τε καὶ ἰᾶται τοῦ γνησίου καὶ ἀνόθου μεταποιούμενος κάλλους·"],["140","τὸ μὲν γὰρ τοῦ σώματος ἐν συμμετρίᾳ μερῶν εὐχροίᾳ τε καὶ εὐσαρκίᾳ κεῖται, βραχὺν τῆς ἀκμῆς ἔχον καιρόν, τὸ δὲ τῆς διανοίας ἐν ἁρμονίᾳ δογμάτων καὶ ἀρετῶν συμφωνίᾳ, μὴ χρόνου μήκει μαραινόμενον, ἀλλ’ ἐφ’ ὅσον ἐγχρονίζει καινούμενον καὶ νεάζον, χρώματι διαπρεπεῖ κεκοσμημένον ἀληθείας καὶ ὁμολογίας ἔργων πρὸς λόγους καὶ πρὸς ἔργα λόγων καὶ ἔτι βουλευμάτων πρὸς ἑκάτερα. “"],["141","Διδαχθέντι δ’ αὐτῷ τὰ παραδείγματα τῆς ἱερᾶς σκηνῆς καὶ ἀναδιδάξαντι τοὺς διανοίᾳ ὀξεῖς καὶ εὐφυῶς ἔχοντας πρὸς ἀνάληψιν καὶ τελείωσιν ἔργων, ἅπερ ἀναγκαίως εἶχε δημιουργηθῆναι, κατὰ τὸ εἰκὸς ἱεροῦ κατασκευασθέντος ἔδει καὶ ἱερεῖς τοὺς ἐπιτηδειοτάτους αἱρεθῆναί τε καὶ προμαθεῖν, ὃν τρόπον τὰς θυσίας ἀνάγειν τε καὶ ἱερουργεῖν προσῆκε."],["142","τὸν μὲν οὖν ἀδελφὸν ἐξ ἁπάντων ἐπικρίνας ἀριστίνδην ἀρχιερέα, τοὺς δ’ ἐκείνου παῖδας ἱερεῖς ἐχειροτόνει, προνομίαν οὐ τῷ οἰκείῳ γένει διδούς, ἀλλ’ εὐσεβείᾳ καὶ ὁσιότητι, ἃς ἐνεώρα τοῖς ἀνδράσιν ὑπούσας. σαφὴς δὲ πίστις· οὐδέτερον υἱὸν— δύο γὰρ ἦσαν αὐτῷ— τούτου τοῦ γέρως ἠξίωσεν, ἀναγκαίως ἂν ἀμφοτέρους ἑλόμενος, εἴ τινα τιμὴν ἔνεμε τῷ φιλοικείῳ."],["143","καθίστη δὲ μετὰ τῆς ἅπαντος τοῦ ἔθνους γνώμης, ὡς τὰ λόγια ὑφηγεῖτο, καινότατον τρόπον καὶ ἄξιον ἱστορηθῆναι· λούει τὸ πρῶτον αὐτοὺς ὕδατι πηγῆς τῷ καθαρωτάτῳ καὶ ζωτικωτάτῳ κἄπειτα τὰς ἱερὰς ἀναδίδωσιν ἐσθῆτας, τῷ μὲν ἀδελφῷ τὸν ποδήρη καὶ τὴν ἐπωμίδα οἱονεὶ θώρακα, τὸ παμποίκιλον ὕφασμα καὶ μίμημα τοῦ παντός, τοῖς δ’ ἀδελφιδοῖς χιτῶνας λινοῦς, ζώνας τε καὶ περισκελῆ πᾶσι·"],["144","τὰς μέν, ὅπως ἀνεμπόδιστοι καὶ ἑτοιμότεροι πρὸς τὰς ἱερὰς ὑπουργίας ὦσι, σφιγγομένων τοὺς ἀνειμένους κόλπους τῶν χιτώνων, τὰ δ’, ὅπως μηδὲν ὧν κρύπτεσθαι θέμις προφαίνηται, καὶ μάλιστ’ ἀνερχομένων ἐπὶ τὸν βωμὸν ἢ κατιόντων ἄνωθεν καὶ πάντα δρώντων μετὰ σπουδῆς καὶ τάχους·"],["145","εἰ γὰρ μὴ οὕτως ἀκριβὴς γεγένητο ἡ στόλισις διὰ τὴν τοῦ μέλλοντος ἀδήλου προφυλακήν, κἂν ἕνεκα τῆς συντόνου περὶ τὰς λειτουργίας ὀξύτητος ἀπεγυμνοῦντο τὸν προσήκοντα"],["146","ἱεροῖς καὶ ἱερωμένοις κόσμον φυλάττειν ἀδυνατοῦντες. ὡς δὲ ταῖς ἐσθήσεσιν ἤσκησεν αὐτούς, χρίσματος εὐωδεστάτου λαβών, ὃ μυρεψικῇ τέχνῃ κατειργάσθη, τὰ ἐν ὑπαίθρῳ πρῶτα, τόν τε βωμὸν καὶ τὸν λουτῆρα, κατέχριεν ἐπιρραίνων ἑπτάκις, ἔπειτα τὴν σκηνὴν καὶ τῶν ἱερῶν σκευῶν ἕκαστον, τὴν κιβωτόν, τὴν λυχνίαν, τὸ θυμιατήριον, τὴν τράπεζαν, τὰ σπονδεῖα, τὰς φιάλας, τὰ ἄλλα ὅσα πρὸς θυσίας ἀναγκαῖα καὶ χρήσιμα, καὶ τελευταῖον προσαγαγὼν τὸν ἀρχιερέα πολλῷ λίπει τὴν κεφαλὴν ἀλείφει."],["147","ταῦτ’ ἐπιτελέσας εὐαγῶς ἀχθῆναι κελεύει μόσχον καὶ κριοὺς δύο· τὸν μέν, ἵνα θύσῃ περὶ ἀφέσεως ἁμαρτημάτων, αἰνιττόμενος ὅτι παντὶ γενητῷ, κἂν σπουδαῖον ᾖ, παρόσον ἦλθεν εἰς γένεσιν, συμφυὲς τὸ ἁμαρτάνειν ἐστίν, ὑπὲρ οὗ τὸ θεῖον εὐχαῖς καὶ θυσίαις ἀναγκαῖον ἐξευμενίζεσθαι, μὴ διακινηθὲν ἐπιθεῖτο·"],["148","τῶν δὲ κριῶν τὸν μὲν ἕτερον εἰς ὁλοκαύτωμα εὐχαριστήριον τῆς τῶν ὅλων διοικήσεως, ἧς κατὰ τὸ ἐπιβάλλον ἑκάστῳ μέρος μέτεστι καρπουμένῳ τὴν ἀπὸ τῶν στοιχείων ὠφέλειαν, γῆς πρὸς οἴκησιν καὶ τὰς ἐξ αὐτῆς τροφάς, ὕδατος πρὸς ποτὸν καὶ λουτρὰ καὶ πλοῦν, ἀέρος πρὸς ἀναπνοὴν καὶ τὰς διὰ τῶν αἰσθήσεων ἀντιλήψεις— ἐπειδὴ πασῶν ἀὴρ ὄργανον— καὶ ἔτι τὰς ἐτησίους ὥρας, πυρὸς τοῦ μὲν χρειώδους πρὸς τὰ ἑψόμενα καὶ θερμαινόμενα, τοῦ δὲ οὐρανίου πρὸς αὐγὴν καὶ τὰ ὁρατὰ πάντα·"],["149","τὸν δ’ ἕτερον εἰς τὴν τῶν ἱερωμένων διὰ καθάρσεως ἁγνευτικῆς παντέλειαν, ὃν ἐτύμως „τελειώσεως “ἐκάλεσεν (Exod. 29, 26. Lev. 8, 22), ἐπειδὴ τὰς ἁρμοττούσας θεραπευταῖς καὶ λειτουργοῖς θεοῦ τελετὰς ἔμελλον ἱεροφαντεῖσθαι."],["150","τοῦ δ’ αἵματος αὐτοῦ τὸ μὲν ἐν κύκλῳ τοῦ βωμοῦ σπένδει λαβών, τὸ δὲ φιάλην ὑποσχὼν δέχεται καὶ ἀπὸ τούτου τρία μέρη τοῦ σώματος χρίει τῶν τελουμένων ἱερέων, οὖς ἄκρον, ἄκραν χεῖρα, ποδὸς ἄκρον, δεξιὰ τὰ σύμπαντα, αἰνιττόμενος ὅτι δεῖ τὸν τέλειον καὶ λόγῳ καὶ ἔργῳ καὶ βίῳ παντὶ καθαρεύειν· λόγον μὲν γὰρ ἀκοὴ δικάζει, χεὶρ δ’ ἔργου σύμβολον, διεξόδου δὲ τῆς περὶ τὸν βίον πούς."],["151","ἐπεὶ δ’ ἕκαστον αὐτῶν ἄκρον τε καὶ δεξιόν, ὑπονοητέον δηλοῦσθαι τὴν ἐν ἑκάστοις ἐπίδοσιν μετὰ δεξιότητος, ἐφιεμένην τῆς ἄκρας εὐδαιμονίας καὶ τοῦ τέλους, ἐφ’ ὃ σπεύδειν ἀναγκαῖον καὶ τὰς πράξεις ἁπάσας ἀναφέρειν στοχαζομένους ὥσπερ ἐν ταῖς τοξείαις σκοποῦ τοῦ περὶ τὸν βίον."],["152","πάλαι μὲν οὖν ἱερείου ἑνός, ὃ προσηγορεύετο „τελειώσεως “, ἀκράτῳ αἵματι τὰ λεχθέντα τρία μέρη κατέχριε τῶν ἱερέων. αὖθις δ’ ἐκ τοῦ παρὰ τῷ βωμῷ λαβών, ὅπερ ἐξ ἁπάντων ἦν τῶν τεθυμένων, καὶ τοῦ λεχθέντος χρίσματος, ὃ μυρεψοὶ κατεσκεύασαν, ἀναμίξας τὸ ἔλαιον τῷ αἵματι τοῦ κράματος τοῖς ἱερεῦσι καὶ ταῖς ἐσθήσεσιν αὐτῶν ἐπέρραινε, βουλόμενος αὐτοὺς μὴ μόνον τῆς ἔξω καὶ ἐν ὑπαίθρῳ μεταλαχεῖν ἁγνείας, ἀλλὰ καὶ τῆς ἐν ἀδύτοις, ἐπειδὴ καὶ ἔνδον λειτουργεῖν ἔμελλον· τὰ δ’ εἴσω πάντα ἐλαίῳ κατεκέχριστο."],["153","θυσίας δ’ ἐπὶ ταῖς προτέραις ἄλλας ἀναγαγόντων, τοῦτο μὲν τῶν ἱερέων ὑπὲρ αὑτῶν, τοῦτο δὲ τῆς γερουσίας ὑπὲρ ἅπαντος τοῦ ἔθνους, Μωυσῆς μὲν εἰς τὴν σκηνὴν εἰσέρχεται τὸν ἀδελφὸν ἐπαγόμενος— ὀγδόη δ’ ἦν τῆς τελετῆς ἡμέρα καὶ τελευταία, ταῖς γὰρ πρότερον ἑπτὰ ἱεροφαντῶν αὐτόν τε καὶ τοὺς ἀδελφιδοῦς ὠργίαζεν—, εἰσελθὼν δ’ ἀνεδίδασκεν οἷα ὑφηγητὴς ἀγαθὸς εὐμαθῆ γνώριμον, ὃν χρὴ τρόπον τὸν ἀρχιερέα τὰς εἴσω ποιεῖσθαι λειτουργίας."],["154","εἶτ’ ἐξελθόντες ἀμφότεροι καὶ τὰς χεῖρας ἀνατείναντες πρὸ τῆς κεφαλῆς εὐχὰς τίθενται τῷ ἔθνει τὰς προσηκούσας ἀπὸ καθαρᾶς καὶ ὁσιωτάτης γνώμης. ἔτι δ’ εὐχομένων, τερατωδέστατόν τι συμβαίνει· ἐκ γὰρ τῶν ἀδύτων, εἴτε αἰθέρος ἀπόσπασμα τοῦ καθαρωτάτου, εἴτε ἀέρος κατὰ τὴν τῶν στοιχείων φύσει μεταβολὴν ἀναλυθέντος εἰς πῦρ, αἰφνίδιον ἀθρόα φλὸξ διεκπαίει καὶ συντόνῳ ῥύμῃ φέρεται μὲν ἐπὶ τὸν βωμόν, τὰ δ’ ἐπ’ αὐτοῦ πάντα ἐξαναλίσκει, πρὸς οἶμαι σαφεστάτην δήλωσιν, ὅτι οὐδὲν ἄνευ θείας ἐπιφροσύνης ἐπετελεῖτο."],["155","δωρεὰν γὰρ ἐξαίρετον εἰκὸς ἦν τοῖς ἁγίοις προσνεμηθῆναι, μὴ μόνον ἐν οἷς ἄνθρωποι δημιουργοί, ἀλλὰ καὶ τῷ καθαρωτάτῳ τῆς οὐσίας πυρί, τὸ χρειῶδες καὶ παρ’ ἡμῖν ὅπως μὴ προσάψαιτο τοῦ βωμοῦ, διὰ τὸ μυρίας ἴσως ἀναμεμῖχθαι κῆρας·"],["156","ἅπτεται γὰρ οὐ μόνον ζῴων ἀλόγων ὀπτωμένων ἢ ἑψομένων εἰς πλησμονὴν ἄδικον γαστρὸς τῆς ταλαίνης, ἀλλὰ καὶ ἀνθρώπων ἐξ ἐπιβουλῆς ἀναιρουμένων, οὐ τριῶν ἢ τεττάρων, ἀλλὰ καὶ πολυανθρώπων ὁμίλων·"],["157","ἤδη γοῦν καὶ στόλους μεγάλους ἐπιβατικοῦ πλήρεις ὀϊστοὶ πυρφόροι κατέφλεξαν βληθέντες καὶ ὅλας πόλεις ἐξανάλωσαν, αἳ σμυχόμεναι μέχρι θεμελίων εἰς τέφραν ἐδαπανήθησαν, ὡς μηδ’ ἴχνος ὑπολελεῖφθαι τοῦ πάλαι συνοικισμοῦ."],["158","ταύτης ἕνεκά μοι δοκῶ τῆς αἰτίας ὡς μεμιασμένον ἤλασε τοῦ ἱερωτάτου καὶ καθαρωτάτου βωμοῦ πῦρ τὸ χρειῶδες, ἀνθ’ οὗ φλόγα αἰθέριον ὤμβρησεν ἀπὸ τοῦ οὐρανοῦ πρὸς διαστολὴν ἁγίων τε καὶ βεβήλων, ἀνθρωπείων τε καὶ θείων· ἥρμοττε γὰρ ταῖς θυσίαις ἀφθαρτοτέραν οὐσίαν ἀπονενεμῆσθαι πυρὸς τῆς πρὸς τὰς βιωτικὰς χρείας ὑπηρετούσης."],["159","Πολλῶν δὲ κατὰ τὸ ἀναγκαῖον ἀναγομένων θυσιῶν καθ’ ἑκάστην ἡμέραν καὶ διαφερόντως ἐν πανηγύρεσι καὶ ἑορταῖς ὑπέρ τε ἰδίᾳ ἑκάστου καὶ κοινῇ ὑπὲρ ἁπάντων, διὰ μυρίας καὶ οὐχὶ τὰς αὐτὰς αἰτίας, ἅτε πολυανθρωποτάτου ἔθνους εὐσεβοῦντος, ἐδέησε καὶ νεωκόρων πλήθους εἰς τὰς ἱερὰς ὑπηρεσίας."],["160","ἡ δ’ αἵρεσις ἐγίνετο πάλιν καινότατον ἀλλ’ οὐ τὸν εἰωθότα τρόπον· μίαν τῶν δώδεκα φυλῶν ἐπικρίνας ἀριστίνδην ἐχειροτόνει θεοφιλοῦς ἔργου προθεὶς ἆθλα καὶ ἀριστεῖα."],["161","τὸ δ’ ἔργον τοιόνδε ἦν· Μωυσέως ἀναβάντος εἰς τὸ πλησίον ὄρος καὶ πλείους ἡμέρας ἰδιάζοντος τῷ θεῷ, τὴν ἀπουσίαν αὐτοῦ καιρὸν ἐπιτήδειον εἶναι νομίσαντες οἱ μὴ βέβαιοι τὰς φύσεις, ὥσπερ ἀναρχίας γενομένης, ἄφετοι πρὸς ἀσέβειαν ὥρμησαν καὶ ἐκλαθόμενοι τῆς πρὸς τὸ ὂν ὁσιότητος ζηλωταὶ τῶν Αἰγυπτιακῶν γίνονται πλασμάτων."],["162","εἶτα χρυσοῦν ταῦρον κατασκευασάμενοι, μίμημα τοῦ κατὰ τὴν χώραν ἱερωτάτου ζῴου δοκοῦντος εἶναι, θυσίας ἀθύτους ἀνῆγον καὶ χοροὺς ἀχορεύτους ἵστασαν ὕμνους τε ᾖδον θρήνων οὐδὲν διαφέροντας καὶ ἐμφορηθέντες ἀκράτου διπλῇ μέθῃ κατίσχοντο, τῇ μὲν ἐξ οἴνου, τῇ δὲ καὶ ἀφροσύνης, κωμάζοντές τε καὶ παννυχίζοντες ἀπροόρατοι τοῦ μέλλοντος ἡδέσι κακοῖς συνεβίουν, ἐφεδρευούσης δίκης, ἣ μὴ βλέποντας ἔβλεπε καὶ ὧν ἄξιοι τιμωριῶν εἰσιν."],["163","ἐπεὶ δὲ αἱ ἐν τῷ στρατοπέδῳ συνεχεῖς ἐκβοήσεις κατὰ πολυανθρώπους ὁμίλους ἀθροιζομένων ἄχρι πολλοῦ διαστήματος ἐχώρουν, ὡς καὶ μέχρι τῆς ἀκρωρείας τὴν περιήχησιν ἐλθεῖν, πληχθεὶς τὰ ὦτα Μωυσῆς ἐν ἀμηχάνοις ἦν ἅτε θεοφιλὴς ὁμοῦ καὶ φιλάνθρωπος, μήτ’ ἐκλιπεῖν ὑπομένων τὰς πρὸς θεὸν ὁμιλίας, ἃς ἰδιάζων μόνος μόνῳ διελέγετο, μήθ’ ὑπεριδεῖν τοῦ πλήθους ἐμπιπλαμένου τῶν ἐξ ἀναρχίας κακοπραγιῶν· ἔγνω γὰρ τὸν θροῦν δεινὸς ὢν ἐκ"],["164","φωνῆς ἀνάρθρου καὶ ἀσήμου στοχάσασθαι ψυχῆς ἀδήλων καὶ ἀφανῶν τοῖς ἄλλοις παθῶν ἰδιότητας, ὅτι παροινίας ἐστὶν ἡ κατέχουσα ταραχή, γεννώσης ἀκρασίας μὲν κόρον, κόρου δὲ ὕβριν."],["165","ἀνθελκόμενος δὲ καὶ ἀντισπώμενος πρὸς ἑκατέρου μέρους ὧδε κἀκεῖσε τί χρὴ δρᾶν ἠπόρει. σκοπουμένῳ δ’ αὐτῷ θεσπίζεται τάδε· „βάδιζε ταχέως ἐνθένδε, κατάβηθι· πρὸς ἀνομίαν ἔσπευσεν ὁ λεώς· χειροποίητον κατασκευάσαντες ταυρόμορφον θεὸν οὐ θεὸν προσκυνοῦσι καὶ θύουσιν, ὧν εἶδον καὶ ὧν ἤκουσαν ἁπάντων ὅσα συντείνει πρὸς εὐσέβειαν ἐκλαθόμενοι. “"],["166","καταπλαγεὶς δὲ καὶ ἀναγκασθεὶς πιστεύειν ἀπίστοις πράξεσιν οἷα μεσίτης καὶ διαλλακτὴς οὐκ εὐθὺς ἀπεπήδησεν, ἀλλὰ πρότερον τὰς ὑπὲρ τοῦ ἔθνους ἱκεσίας καὶ λιτὰς ἐποιεῖτο συγγνῶναι τῶν ἡμαρτημένων δεόμενος· εἶτ’ ἐξευμενισάμενος ὁ κηδεμὼν καὶ παραιτητὴς τὸν ἡγεμόνα ἐπανῄει χαίρων ἅμα καὶ κατηφῶν· ἐγεγήθει μὲν γὰρ τὴν ἱκεσίαν τοῦ θεοῦ προσιεμένου, συννοίας δὲ καὶ κατηφείας μεστὸς ἦν οἰδῶν ἐπὶ τῇ τοῦ πλήθους παρανομίᾳ."],["167","γενόμενος δ’ ἐν μέσῳ τοῦ στρατοπέδου καὶ τὴν ἐξαπίναιον ἐκδιαίτησιν τοῦ πλήθους θαυμάσας καὶ ὅσον ψεῦδος ἀνθ’ ὅσης ἀληθείας ὑπηλλάξαντο, κατιδὼν οὐκ εἰς ἅπαντας τὴν νόσον ἀφιγμένην, ἀλλά τινας ὑγιαίνοντας ἔτι καὶ μισοπονήρῳ πάθει χρωμένους, βουλόμενος διαγνῶναι τούς τε ἀνιάτως ἔχοντας καὶ τοὺς ἐπὶ τοῖς πεπραγμένοις δυσχεραίνοντας καὶ εἰ δή τινες ἁμαρτόντες μετανοοῦσι, κήρυγμα κηρύττει— τὸ δ’ ἦν ἄρα βάσανος ἀκριβὴς τῆς ἑκάστου διανοίας, ὡς ἔχοι πρός τε ὁσιότητα καὶ τοὐναντίον—. „εἴ τις “γάρ φησι „πρὸς κύριον, ἴτω πρὸς μέ. “"],["168","βραχὺ μὲν τὸ λεχθέν, μεγάλη δ’ ἡ ἔμφασις, ἔστι γὰρ τοιόνδε τὸ δηλούμενον· εἴ τις μηδὲν τῶν χειροποιήτων μηδ’ ὅσα γενητὰ νομίζει θεούς, ἀλλ’ ἕνα τὸν ἡγεμόνα τῶν ὅλων, ἐμοὶ προσίτω."],["169","τῶν μὲν οὖν ἄλλων οἱ μὲν ἕνεκα τοῦ τὸν Αἰγυπτιακὸν ἐζηλωκέναι τῦφον ἀφηνιάζοντες οὐ προσεῖχον τοῖς λεγομένοις, οἱ δὲ φόβῳ κολάσεως ἴσως ἐγγυτέρω προσελθεῖν οὐκ ἐθάρρουν ἢ τὴν ἐκ Μωυσέως τίσιν δεδιότες ἢ τὴν ἐκ τοῦ πλήθους ἐπανάστασιν· ἀεὶ γὰρ οἱ πολλοὶ τοῖς μὴ συναπονοουμένοις ἐπιτίθενται."],["170","μία δ’ ἐξ ἁπάντων ἡ λεγομένη Λευϊτικὴ φυλὴ τοῦ κηρύγματος ἐπακούσασα καθάπερ ἀφ’ ἑνὸς συνθήματος ἔθει μετὰ σπουδῆς, τῇ ποδωκείᾳ τὴν προθυμίαν ἐπιδεικνυμένη καὶ τὴν ὀξύτητα τῆς εἰς εὐσέβειαν ψυχικῆς ὁρμῆς."],["171","οὓς ἰδὼν Μωυσῆς ὥσπερ ἀπὸ βαλβῖδος ἁμιλλωμένους „εἰ μὴ μόνον τοῖς σώμασιν “εἶπεν „ἐπισπεύδετε τὴν πρὸς ἡμᾶς ἄφιξιν ἀλλὰ καὶ ταῖς διανοίαις, αὐτίκα μαρτυρηθήσεται· ξίφος ἀναλαβὼν ἕκαστος τοὺς μυρίων ἄξια θανάτων εἰργασμένους, οἳ τὸν ἀληθῆ θεὸν καταλιπόντες τοὺς ψευδωνύμους ἐδημιούργησαν φθαρταῖς καὶ γενηταῖς οὐσίαις τὴν τοῦ ἀφθάρτου καὶ ἀγενήτου πρόσρησιν ἐπιφημίσαντες, συγγενεῖς καὶ φίλους ἀποκτεινάτω φιλίαν καὶ συγγένειαν ὑπολαβὼν εἶναι μόνην ἀνδρῶν ἀγαθῶν ὁσιότητα. “"],["172","οἱ δὲ τὴν παραίνεσιν ἑτοιμότητι φθάσαντες, ἐπεὶ καὶ τὰς γνώμας ἔτυχον ἠλλοτριωμένοι σχεδὸν ἀφ’ οὗ τὸ παρανόμημα γενόμενον εἶδον, ἀναιροῦσιν ἡβηδὸν εἰς τρισχιλίους τῶν πρὸ μικροῦ φιλτάτων. κειμένων δ’ ἐν ἀγορᾷ μέσῃ τῶν σωμάτων, ἡ πληθὺς θεασαμένη τοὺς μὲν ᾠκτίσατο, τὸ δὲ τῶν κτεινόντων ἔνθερμον ἔτι καὶ μεστὸν ὀργῆς παράστημα καταδείσασα φόβῳ νουθετεῖται."],["173","Μωυσῆς δὲ τὴν ἀριστείαν ἀποδεξάμενος γέρας ἐπενόησε καὶ ἐβεβαίωσε τῇ πράξει τὸ οἰκεῖον· ἔδει γὰρ τοὺς ὑπὲρ θεοῦ τιμῆς ἑκούσιον πόλεμον ἀραμένους καὶ βραχεῖ καιρῷ κατωρθωκότας ἀξιωθῆναι τῆς θεραπείας αὐτοῦ λαχόντας ἱερωσύνην."],["174","Ἐπεὶ δ’ οὐ μία τάξις τῶν ἱερωμένων, ἀλλ’ οἷς μὲν ἐπιτέτραπται τὰ περὶ τὰς εὐχὰς καὶ θυσίας καὶ τὰς ἄλλας ἱερουργίας ἄχρι τῶν ἀδύτων ἰοῦσιν, οἷς δὲ τούτων μὲν οὐδέν, ἐπιμέλειαι δὲ καὶ φυλακαὶ μεθ’ ἡμέραν καὶ νύκτωρ τοῦ τε ἱεροῦ καὶ τῶν ἐν αὐτῷ, οὓς νεωκόρους ἔνιοι καλοῦσιν, ἡ πολλοῖς πολλαχοῦ μυρίων αἰτία κακῶν γενομένη περὶ πρωτείων στάσις ἐπεπόλασε κἀνταῦθα, τῶν νεωκόρων ἐπιθεμένων τοῖς ἱερεῦσι καὶ τὴν ἐκείνων τιμὴν παρασπάσασθαι διανοηθέντων· καὶ τοῦτ’ εὐμαρῶς ἤλπισαν ἔσεσθαι πολλαπλασίους τὸν ἀριθμὸν ὄντες."],["175","ὑπὲρ δὲ τοῦ μὴ δοκεῖν ἰδίᾳ γνώμῃ νεωτερίζειν καὶ τὴν πρεσβυτάτην τῶν δώδεκα φυλῶν συμφρονεῖν ἀναπείθουσιν, ᾗ πολλοὶ τῶν εἰκαιοτέρων ἐπηκολούθησαν ὡς ἔχειν δυναμένῃ πρεσβεῖον ἡγεμονίας."],["176","μέγαν τοῦτον ἐπιτειχισμὸν ἔγνω Μωυσῆς φυόμενον καθ’ αὑτοῦ· τὸν γὰρ ἀδελφὸν ἀρχιερέα κατὰ τὰ χρησθέντα λόγια ᾕρητο, διαβολαὶ δ’ ἦσαν ὡς τοὺς μὲν χρησμοὺς ἐπιψευσαμένου, ποιησαμένου δὲ τὴν αἵρεσιν διὰ τὴν οἰκειότητα καὶ τὴν πρὸς τὸν ἀδελφὸν εὔνοιαν."],["177","ἐφ’ οἷς εἰκότως ἀνιαθείς, εἰ μὴ μόνον ἀπιστεῖται διὰ τοσούτων ἐλέγχων τὴν ἑαυτοῦ πίστιν ἐπιδειξάμενος, ἀλλὰ καὶ ἐπ’ ἔργοις ἅπερ ἀναφέρεται πρὸς θεοῦ τιμήν, δι’ ἃ μόνα καὶ τὸν ἐν τοῖς ἄλλοις τὸ ἦθος κατεψευσμένον ἀναγκαῖον ἦν ἀληθεύειν— ἀλήθεια γὰρ ὀπαδὸς θεοῦ—, λόγοις μὲν ἀναδιδάσκειν περὶ τῆς ἑαυτοῦ προαιρέσεως οὐκ ἐδοκίμαζε, τὸ μεταπείθειν ἐπιχειρεῖν τοὺς προκαταληφθέντας ἐναντίαις δόξαις ἀργαλέον εἰδώς, ἱκετεύει δὲ τὸν θεὸν ἐμφανεῖς ἀποδείξεις αὐτοῖς παρασχεῖν περὶ τοῦ μηδὲν ἐψεῦσθαι κατὰ τὴν τῆς ἱερωσύνης αἵρεσιν."],["178","ὁ δὲ κελεύει δώδεκα ῥάβδους λαβεῖν ταῖς φυλαῖς ἰσαρίθμους καὶ τὰ μὲν τῶν ἄλλων ὀνόματα φυλάρχων ἐπιγράψαι ταῖς ἕνδεκα, τῇ δὲ λοιπῇ τὸ τοῦ ἀδελφοῦ καὶ ἀρχιερέως, εἶτ’ εἰς τὸν νεὼν ἄχρι τῶν ἀδύτων εἰσενεγκεῖν· ὁ δὲ τὰ προσταχθέντα ποιήσας ἐκαραδόκει τὸ ἀποβησόμενον."],["179","τῇ δ’ ὑστεραίᾳ λογίῳ πληχθείς, ἅπαντος τοῦ ἔθνους παρεστῶτος, εἰσέρχεται καὶ τὰς ῥάβδους ἐκκομίζει, τὰς μὲν ἄλλας οὐδὲν διάφορον ἐχούσας, μίαν δ’ ἐφ’ ᾗ τοὔνομα ἐπεγέγραπτο τοῦ ἀδελφοῦ τεθαυματουργημένην· οἷα γὰρ φυτὸν εὐγενὲς ἅπασα νέους"],["180","βλαστοὺς ἐξέφυσε καὶ ὑπ’ εὐφορίας καρπῶν ἔβριθεν. οἱ δὲ καρποὶ κάρυα ἦσαν, ἃ φύσιν ἐναντίαν ἔχει τοῖς ἄλλοις· ἐπὶ γὰρ τῶν πλείστων, σταφυλῆς, ἐλαίας, μήλων, διαφέρει τὸ σπέρμα καὶ τὸ ἐδώδιμον, ἃ διαφέροντα τόποις χωρίζεται· τὸ μὲν γὰρ ἐδώδιμον ἔξω, τὸ δὲ σπέρμα εἴσω κατακέκλεισται· τοῦ δὲ καρύου ταὐτόν ἐστι τό τε σπέρμα καὶ τὸ ἐδώδιμον, ἀμφοτέρων εἰς μίαν ἰδέαν ἀποκριθέντων, καὶ τόπος εἷς ὁ ἐντὸς ὠχυρωμένος καὶ περιπεφρουρημένος ἕρκει διπλῷ, τῷ μὲν ἐκ φλοιοῦ πάνυ βαθέος, τῷ δ’ οὐδὲν ἀποδέοντι ξυλίνου κατασκευάσματος·"],["181","ἀφ’ οὗ τελείαν ἀρετὴν αἰνίττεται. ὥσπερ γὰρ ἐν καρύῳ ταὐτόν ἐστιν ἀρχὴ καὶ τέλος, ἀρχὴ μὲν ᾗ σπέρμα, τέλος δὲ ᾗ καρπός, οὕτως ἔχει καὶ ἐπὶ τῶν ἀρετῶν· ἑκάστῃ γὰρ συμβέβηκεν εἶναι καὶ ἀρχὴν καὶ τέλος, ἀρχὴν μέν, ὅτι οὐκ ἐξ ἑτέρας δυνάμεως ἀλλ’ ἐξ ἑαυτῆς φύεται, τέλος δέ, ὅτι πρὸς αὐτὴν ὁ κατὰ φύσιν βίος σπεύδει."],["182","μία μὲν αἰτία ἥδε, λέγεται δὲ καὶ ἑτέρα τῆς προτέρας ἐμφαντικωτέρα· καρύου τὸ μὲν φλοιῶδές ἐστι πικρόν, τὸ δ’ εἴσω περικείμενον ὡσανεὶ ξύλινον ἕρκος στιφρὸν εὖ μάλα καὶ κραταιόν, οἷς ἀμφοτέροις ὁ καρπὸς ἐγκατακεκλεισμένος οὐκ ἔστιν εὔληπτος."],["183","τοῦτο ποιεῖται σύμβολον ἀσκητικῆς ψυχῆς, ἀφ’ οὗ προτρέπειν αὐτὴν οἴεται δεῖν ἐπ’ ἀρετὴν ἀναδιδάσκων, ὅτι πόνῳ προεντυχεῖν ἀναγκαῖον· πικρὸν δὲ καὶ ἀντιτυπὲς καὶ σκληρὸν ὁ πόνος, ἐξ οὗ φύεται τἀγαθόν, οὗ χάριν οὐ μαλακιστέον."],["184","ὁ μὲν γὰρ τὸν πόνον φεύγων φεύγει καὶ τὰ ἀγαθά, ὁ δὲ τλητικῶς καὶ ἀνδρείως ὑπομένων τὰ δυσκαρτέρητα σπεύδει πρὸς μακαριότητα· οὐ γὰρ ἁβροδιαίτοις καὶ τὴν ψυχὴν ἐκτεθηλυμμένοις καὶ τὸ σῶμα διαρρέουσιν ὑπὸ τῆς καθ’ ἑκάστην ἡμέραν ἀδιαστάτου θρύψεως ἀρετὴ πέφυκεν ἐνδιαιτᾶσθαι, κακουμένη δὲ μετανίσταται πρότερον ἀπόλειψιν χρηματίσασα πρὸς τὸν ἄρχοντα τὸν ὀρθὸν λόγον."],["185","ἀλλ’ εἰ δεῖ τἀληθὲς εἰπεῖν, ὁ φρονήσεως καὶ σωφροσύνης ἀνδρείας τε καὶ δικαιοσύνης ἱερώτατος θίασος ἀσκητὰς μετατρέχει καὶ ὅσοι τὸν αὐστηρὸν καὶ σκληροδίαιτον βίον, ἐγκράτειαν καὶ καρτερίαν, ζηλοῦσι σὺν εὐτελείᾳ καὶ ὀλιγοδεΐᾳ, δι’ ὧν τὸ κυριώτατον τῶν ἐν ἡμῖν, ὁ λογισμός, εἰς ὑγείαν ἄνοσον καὶ εὐεξίαν ἐπιδίδωσι καθελὼν τὸν βαρὺν τοῦ σώματος ἐπιτειχισμόν, ὃν οἰνοφλυγίαι καὶ ὀψοφαγίαι καὶ λαγνεῖαι καὶ αἱ ἄλλαι ἀπλήρωτοι ἐπιθυμίαι συνεκρότησαν γεννήσασαι τὴν ἀντίπαλον ἀγχινοίας πολυσαρκίαν."],["186","λέγεται μέντοι καὶ τῶν ἐν ἔαρι βλαστάνειν εἰωθότων δένδρων ἡ ἀμυγδαλῆ καὶ πρῶτον ἀνθεῖν εὐαγγελιζομένη φορὰν ἀκροδρύων καὶ ὕστατον φυλλορροεῖν τὴν ἐπέτειον πρὸς μήκιστον ἀποτείνουσα τῆς χλόης εὐγηρίαν· ὧν ἑκάτερον ποιεῖται σύμβολον τῆς ἱερατικῆς φυλῆς, αἰνιττόμενος ὅτι καὶ πρώτη καὶ ὑστάτη τοῦ σύμπαντος ἀνθρώπων γένους ἀνθήσει, καθ’ ὃν ἂν χρόνον δόξῃ τῷ θεῷ ταῖς ἐαριναῖς τροπαῖς ἐξομοιῶσαι τὸν ἡμέτερον βίον ἀνελόντι τὴν ἐπίβουλον καὶ τοῦ κακοδαιμονεῖν πηγὴν πλεονεξίαν."],["187","Ἐπειδὴ τοίνυν τῷ τελειοτάτῳ ἡγεμόνι τέτταρα δεῖν ἔφαμεν προσεῖναι, βασιλείαν καὶ νομοθετικὴν ἕξιν καὶ ἱερωσύνην καὶ προφητείαν, ἵνα διὰ μὲν τῆς νομοθετικῆς προστάττῃ ἃ δεῖ καὶ ἀπαγορεύῃ ἃ μὴ δεῖ πράττειν, διὰ δὲ τῆς ἱερωσύνης μὴ μόνον τἀνθρώπεια ἀλλὰ καὶ τὰ θεῖα διέπῃ, διὰ δὲ τῆς προφητείας ὅσα μὴ λογισμῷ καταλαμβάνεται θεσπίζῃ, διειλεγμένος περὶ τῶν πρώτων τριῶν καὶ ἐπιδεδειχὼς Μωυσῆν ἄριστον βασιλέα καὶ νομοθέτην καὶ ἀρχιερέα τὸ τελευταῖον ἔρχομαι δηλώσων, ὅτι καὶ προφήτης γέγονε δοκιμώτατος."],["188","οὐκ ἀγνοῶ μὲν οὖν, ὡς πάντ’ εἰσὶ χρησμοί, ὅσα ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγέγραπται, χρησθέντες δι’ αὐτοῦ· λέξω δὲ τὰ ἰδιαίτερα, πρότερον εἰπὼν ἐκεῖνο· τῶν λογίων τὰ μὲν ἐκ προσώπου τοῦ θεοῦ λέγεται δι’ ἑρμηνέως τοῦ θείου προφήτου, τὰ δ’ ἐκ πεύσεως καὶ ἀποκρίσεως ἐθεσπίσθη, τὰ δ’ ἐκ προσώπου Μωυσέως ἐπιθειάσαντος καὶ ἐξ αὑτοῦ κατασχεθέντος."],["189","τὰ μὲν οὖν πρῶτα ὅλα δι’ ὅλων ἀρετῶν θείων δείγματά ἐστι, τῆς τε ἵλεω καὶ εὐεργέτιδος, δι’ ὧν ἅπαντας μὲν ἀνθρώπους πρὸς καλοκἀγαθίαν ἀλείφει, μάλιστα δὲ τὸ θεραπευτικὸν αὐτοῦ γένος, ᾧ τὴν πρὸς εὐδαιμονίαν ἄγουσαν ἀνατέμνει ὁδόν·"],["190","τὰ δὲ δεύτερα μῖξιν ἔχει καὶ κοινωνίαν, πυνθανομένου μὲν τοῦ προφήτου περὶ ὧν ἐπεζήτει, ἀποκρινομένου δὲ τοῦ θεοῦ καὶ διδάσκοντος· τὰ δὲ τρίτα ἀνατίθεται τῷ νομοθέτῃ, μεταδόντος αὐτῷ τοῦ θεοῦ τῆς προγνωστικῆς δυνάμεως, ᾗ θεσπιεῖ τὰ μέλλοντα."],["191","τὰ μὲν οὖν πρῶτα ὑπερθετέον, μείζω γάρ ἐστιν ἢ ὡς ὑπ’ ἀνθρώπου τινὸς ἐπαινεθῆναι, μόλις ἂν ὑπ’ οὐρανοῦ τε καὶ κόσμου καὶ τῆς τῶν ὅλων φύσεως ἀξίως ἐγκωμιασθέντα, καὶ ἄλλως λέγεται ὡσανεὶ δι’ ἑρμηνέως· ἑρμηνεία δὲ καὶ προφητεία διαφέρουσι. περὶ δὲ τῶν δευτέρων αὐτίκα πειράσομαι δηλοῦν συνυφήνας αὐτοῖς καὶ τὸ τρίτον εἶδος, ἐν ᾧ τὸ τοῦ λέγοντος ἐνθουσιῶδες ἐμφαίνεται, καθ’ ὃ μάλιστα καὶ κυρίως νενόμισται προφήτης."],["192","Τῆς δ’ ὑποσχέσεως ἀρκτέον ὧδε. τέτταρές εἰσι τόποι διὰ πεύσεως καὶ ἀποκρίσεως χρησμοῖς νομοθετηθέντες, μικτὴν ἔχοντες δύναμιν· τῇ μὲν γὰρ ὁ προφήτης ἐνθουσιᾷ πυνθανόμενος, τῇ δὲ ὁ πατὴρ θεσπίζει λόγου καὶ ἀποκρίσεως μεταδιδούς. ἔστι δὲ πρῶτος, ὃς οὐχ ὅτι Μωυσῆν ὁσιώτατον τῶν πώποτε γενομένων ἀλλὰ καὶ τὸν ἐπὶ βραχὺ γευσάμενον εὐσεβείας ὤργισεν."],["193","ἐξ ἀνομοίων τις γενόμενος ἄνθρωπος νόθος, Αἰγυπτίου μὲν πατρός, μητρὸς δὲ Ἰουδαίας, τῶν μὲν ταύτης πατρίων ἐθῶν ἠλόγησε, πρὸς δὲ τὴν Αἰγυπτιακήν, ὡς λόγος, ἀπέκλινεν ἀσέβειαν τὴν τῶν ἀνδρῶν ζηλώσας ἀθεότητα."],["194","μόνοι γὰρ σχεδὸν ἁπάντων ἐθνῶν Αἰγύπτιοι γῆν ἐπετείχισαν οὐρανῷ, τὴν μὲν ἰσοθέων τιμῶν ἀξιώσαντες, τῷ δ’ οὐδὲν γέρας ἐξαίρετον ἀπονείμαντες, ὡς δέον πρὸ τῶν βασιλείων τὰς ἐσχατιὰς περιέπειν— ἐν γὰρ κόσμῳ βασίλειον μὲν ἱερώτατον οὐρανός, ἐσχατιὰ δὲ γῆ, καθ’ ἑαυτὴν μὲν ἀξιοσπούδαστος, εἰς δὲ σύγκρισιν ἰοῦσα αἰθέρος ἀπολειπομένη τοσοῦτον ὅσον σκότος μὲν φωτός, νὺξ δὲ ἡμέρας, φθορὰ δ’ ἀφθαρσίας καὶ θνητὸς θεοῦ—."],["195","τῆς γὰρ χώρας οὐχ ὑετῷ καθάπερ αἱ ἄλλαι νιφομένης, ἀλλὰ ταῖς τοῦ ποταμοῦ πλημμύραις εἰωθυίας ἀνὰ πᾶν ἔτος λιμνάζεσθαι, θεοπλαστοῦσι τῷ λόγῳ τὸν Νεῖλον Αἰγύπτιοι ὡς ἀντίμιμον οὐρανοῦ γεγονότα καὶ περὶ τῆς χώρας σεμνηγοροῦσιν."],["196","ὁ δὴ μικτὸς οὗτος ἐκεῖνος διενεχθείς τινι τῶν ἀπὸ τοῦ ὁρατικοῦ καὶ ἐπιστημονικοῦ γένους, ἀκράτωρ ὑπ’ ὀργῆς αὐτὸς αὑτοῦ γενόμενος καὶ ἅμα τῆς Αἰγυπτιακῆς ἀθεότητος ζηλωτὴς ὤν, ἀπὸ γῆς εἰς οὐρανὸν ἔτεινε τὴν ἀσέβειαν ἐπαράτῳ καὶ ἐναγεῖ καὶ μεμιασμένῃ ψυχῇ τε καὶ γλώττῃ καὶ πάσῃ τῇ φωνῆς ὀργανοποιίᾳ καταρασάμενος δι’ ὑπερβολὴν κακιῶν ὃν οὐδ’ ὑπὸ πάντων ἀλλὰ μόνων τῶν ἀρίστων εὐλογεῖσθαι θέμις, ὅσοι τὰς τελείας καθάρσεις ἐδέξαντο."],["197","διὸ καὶ θαυμάσας τὴν φρενοβλάβειαν καὶ τὴν τοῦ θράσους ὑπερβολήν, καίτοι γ’ ὑπόπλεως ὢν παραστήματος εὐγενοῦς καὶ ἱέμενος αὐτοχειρίᾳ διαρτῆσαι τὸν ἄνθρωπον, ἔδεισε μὴ κουφοτέραν ἀναπράξῃ τιμωρίαν· ἰσόρροπον γὰρ ἐπινοῆσαι πρὸς τοσαύτην ἀσέβειαν κόλασιν ἄνθρωπος οὐκ ἂν ἴσχυσεν."],["198","ἐπεὶ δὲ καὶ τῷ μὴ σέβειν θεὸν ἕπεται τὸ μήτε γονεῖς μήτε πατρίδα μήτ’ εὐεργέτας τιμᾶν, ὁ δὲ δὴ πρὸς τῷ μὴ σέβειν καὶ κακηγορεῖν τολμῶν τίνα μοχθηρίας ὑπερβολὴν ἀπολέλοιπε; καίτοι καὶ τὸ κακηγορεῖν ἧττον ἐν συγκρίσει κατάρας· ἀλλὰ γλωσσαλγία καὶ ἀχάλινον στόμα ὅταν ἐκνόμοις ἀφροσύναις ὑπηρετῶσι, πάντως τι καινουργεῖται τῶν ἀθέσμων. ὦ ἄνθρωπε, καταρᾶταί τις θεόν;"],["199","τίνα καλῶν ἕτερον θεὸν εἰς τὴν τῆς ἀρᾶς βεβαίωσιν; ἢ δῆλον ὅτι αὐτὸν κατ’ αὐτοῦ; ἄπαγε βεβήλων καὶ ἀνοσίων ἐνθυμημάτων. καλὸν ἐκνίψασθαι τὴν ἀθλίαν ψυχὴν ἐπηρεασθεῖσαν μὲν ὑπὸ φωνῆς, διακόνοις δὲ τοῖς ὠσὶ χρησαμένην, αἰσθήσει τυφλῇ."],["200","καὶ οὔτε ἡ γλῶττα τοῦ τοσοῦτον ἀσέβημα φθεγξαμένου παρείθη οὔτε τὰ τοῦ μέλλοντος ἀκούειν ὦτα ἐπεφράχθη; εἰ μὴ ἄρα κατὰ πρόνοιαν τῆς δίκης, ἥτις οὔτ’ ἀγαθὸν ὑπερβάλλον οὔτε μέγιστον κακὸν οἴεται δεῖν ἐπισκιάζεσθαι, πρὸς ἔλεγχον ἐναργέστατον ἀρετῆς ἢ κακίας, ἵνα τὴν μὲν ἀποδοχῆς τὴν δὲ τιμωρίας ἀξιώσῃ."],["201","διὰ τοῦτο τὸν μὲν εἰς εἱρκτὴν ἀπαχθέντα κελεύει δεθῆναι, ποτνιᾶται δὲ τὸν θεὸν ἱλασάμενος ταῖς ἀνάγκαις τῶν αἰσθήσεων, δι’ ὧν καὶ βλέπομεν ἃ μὴ θέμις ὁρᾶν καὶ ἀκούομεν ὧν μὴ θέμις ἀκούειν, ὅ τι χρὴ παθεῖν τὸν εὑρετὴν ἀσεβήματος καὶ ἀνοσιουργήματος ἐκτόπου καὶ ξένου δηλῶσαι."],["202","ὁ δὲ προστάττει καταλευσθῆναι, προσήκουσαν οἶμαι δίκην ὑπολαβὼν τὴν διὰ λίθων κατ’ ἀνδρὸς λιθίνην καὶ ἀπόκροτον ψυχὴν ἔχοντος καὶ ἅμα βουλόμενος πάντας τοὺς ἀπὸ τοῦ ἔθνους συνεφάψασθαι τῆς κολάσεως, οὓς ᾔδει σφόδρα τραχέως ἐνεγκόντας καὶ φονῶντας· μόνης δ’ ὡς ἔοικε τῆς διὰ βλημάτων ἔμελλον αἱ τοσαῦται μυριάδες ἐφάπτεσθαι."],["203","μετὰ δὲ τὴν τοῦ ἀνοσίου καὶ παλαμναίου τίσιν ἐγράφη διάταγμα καινόν, οὐκ ἄν ποτε προηγουμένης ἀξιωθὲν γραφῆς, ἀλλ’ αἱ ἀπροσδόκητοι νεωτεροποιίαι καινοὺς νόμους εἰς ἀνακοπὴν ἁμαρτημάτων ἐπιζητοῦσιν. αὐτίκα γοῦν νομοθετεῖται τάδε· ὃς ἂν καταράσηται θεόν, ἁμαρτίας ἔνοχος ἔστω, ὃς δ’ ἂν ὀνομάσῃ τὸ ὄνομα κυρίου, θνῃσκέτω (Lev. 24, 15. 16)."],["204","εὖ γ’, ὦ πάνσοφε, μόνος ἀμιγοῦς ἠκρατίσω σοφίας· τοῦ καταρᾶσθαι χεῖρον τὸ ὀνομάζειν ὑπείληφας; οὐ γὰρ ἂν τὸν μὲν βαρύτατον ἀσέβημα εἰργασμένον ἐπεκούφιζες διημαρτηκόσιν ἐπιεικέστερον συντάττων, κατὰ δὲ τοῦ βραχύτερον ἠδικηκέναι δόξαντος"],["205","τὴν ἀνωτάτω τιμωρίαν, θάνατον, ὥριζες. ἀλλ’ ὡς ἔοικε „θεοῦ “τὰ νῦν οὐχὶ τοῦ πρώτου καὶ γεννητοῦ τῶν ὅλων ἀλλὰ τῶν ἐν ταῖς πόλεσι μέμνηται· ψευδώνυμοι δ’ εἰσὶ γραφέων καὶ πλαστῶν τέχναις δημιουργούμενοι· ξοάνων γὰρ καὶ ἀγαλμάτων καὶ τοιουτοτρόπων ἀφιδρυμάτων ἡ οἰκουμένη μεστὴ γέγονεν, ὧν τῆς βλασφημίας ἀνέχειν ἀναγκαῖον, ἵνα μηδεὶς ἐθίζηται τῶν Μωυσέως γνωρίμων συνόλως θεοῦ προσρήσεως ἀλογεῖν· ἀξιονικοτάτη γὰρ καὶ ἀξιέραστος ἡ κλῆσις."],["206","εἰ δέ τις οὐ λέγω βλασφημήσειεν εἰς τὸν ἀνθρώπων καὶ θεῶν κύριον, ἀλλὰ καὶ τολμήσειεν ἀκαίρως αὐτοῦ φθέγξασθαι τοὔνομα, θάνατον ὑπομεινάτω τὴν δίκην."],["207","οὐδὲ γὰρ τῶν φυτευσάντων καίτοι θνητῶν ὑπαρχόντων οἷς μέλει γονέων τιμῆς τὰ ὀνόματα προφέρουσιν, ἀλλὰ τὰ κύρια διὰ τὸν ἐπ’ αὐτοῖς σεβασμὸν ἡσυχάζοντες τοῖς τῆς φύσεως ἀνακαλοῦσι πατέρα καὶ μητέρα προσαγορεύοντες, δι’ ὧν εὐθὺς αἰνίττονται τὰς ἐξ ἐκείνων ἀνυπερβλήτους εὐεργεσίας καὶ τὴν αὑτῶν εὐχάριστον διάθεσιν."],["208","ἔτι νῦν συγγνώμης ἀξιούσθωσαν οἱ κατ’ ἐπισυρμὸν γλώττης ἀκαιρευόμενοι καὶ λόγων ἀναπλήρωμα ποιούμενοι τὸ ἁγιώτατον καὶ θεῖον ὄνομα;"],["209","Μετὰ δὲ τὴν τοῦ γεννητοῦ τῶν ὅλων τιμὴν τὴν ἱερὰν ἑβδόμην ἐσέμνυνεν ὁ προφήτης ἰδὼν αὐτῆς ὀξυωπεστέροις ὄμμασι κάλλος ἐξαίσιον ἐνεσφραγισμένον οὐρανῷ τε καὶ τῷ σύμπαντι κόσμῳ καὶ ὑπὸ τῆς φύσεως αὐτῆς ἀγαλματοφορούμενον."],["210","εὕρισκε γὰρ αὐτὴν τὸ μὲν πρῶτον ἀμήτορα, γενεᾶς τῆς θήλεος ἀμέτοχον, ἐκ μόνου πατρὸς σπαρεῖσαν ἄνευ σπορᾶς καὶ γεννηθεῖσαν ἄνευ κυήσεως· ἔπειτα δ’ οὐ ταῦτα μόνον κατεῖδεν, ὅτι παγκάλη καὶ ἀμήτωρ, ἀλλ’ ὅτι καὶ ἀειπάρθενος, οὔτ’ ἐκ μητρὸς οὔτε μήτηρ οὔτ’ ἐκ φθορᾶς οὔτε φθαρησομένη· εἶτ’ ἐκ τρίτου κατενόησεν αὐτὴν ἐξετάζων καὶ κόσμου γενέθλιον, ἣν ἑορτάζει μὲν οὐρανός, ἑορτάζει δὲ γῆ καὶ τὰ ἐν γῇ γανύμενα καὶ ἐνευφραινόμενα τῇ παναρμονίῳ ἑβδομάδι."],["211","ταύτης ἕνεκα τῆς αἰτίας ὁ πάντα μέγας Μωυσῆς ἐδικαίωσε τοὺς ἐγγραφέντας αὐτοῦ τῇ ἱερᾷ πολιτείᾳ θεσμοῖς φύσεως ἑπομένους πανηγυρίζειν, ἐν ἱλαραῖς διάγοντας εὐθυμίαις, ἀνέχοντας μὲν ἔργων καὶ τεχνῶν τῶν εἰς πορισμὸν καὶ πραγματειῶν ὅσαι κατὰ βίου ζήτησιν, ἄγοντας δ’ ἐκεχειρίαν καὶ διαφειμένους πάσης ἐπιπόνου καὶ καματηρᾶς φροντίδος, σχολάζοντας οὐχ ὡς ἔνιοι γέλωσιν ἢ παιδιαῖς ἢ μίμων ἢ ὀρχηστῶν ἐπιδείξεσι, περὶ ἃς κηραίνουσι καὶ δυσθανατοῦσιν οἱ θεατρομανοῦντες καὶ διὰ τῶν ἡγεμονικωτάτων αἰσθήσεων, ὁράσεως καὶ ἀκοῆς, δούλην ἀπεργαζόμενοι τὴν φύσει βασιλίδα ψυχήν, ἀλλὰ μόνῳ τῷ φιλοσοφεῖν·"],["212","οὐχ ὅπερ μεθοδεύουσιν οἱ λογοθῆραι καὶ σοφισταὶ πιπράσκοντες ὡς ἄλλο τι τῶν ὠνίων ἐπ’ ἀγορᾶς δόγματα καὶ λόγους, οἳ φιλοσοφίᾳ κατὰ φιλοσοφίας (ὦ γῆ καὶ ἥλιε!) χρώμενοι δι’ αἰῶνος οὐκ ἐρυθριῶσιν, ἀλλὰ τῷ τῷ ὄντι φιλοσοφεῖν, ὅπερ ἐκ τριῶν συνύφανται, βουλευμάτων καὶ λόγων καὶ πράξεων, εἰς ἓν εἶδος ἡρμοσμένων πρὸς κτῆσιν καὶ ἀπόλαυσιν εὐδαιμονίας."],["213","τούτου δή τις ἀλογήσας τοῦ διατάγματος, ἔτι τοὺς χρησμοὺς ἐναύλους ἔχων τοὺς περὶ τῆς ἱερᾶς ἑβδόμης, οὓς ἐθέσπισεν ἄνευ προφήτου ὁ θεὸς διὰ φωνῆς— τὸ παραδοξότατον— ὁρατῆς, ἣ τῶν παρατυγχανόντων ὀφθαλμοὺς ὤτων ἐπήγειρε μᾶλλον, ἐπὶ φρυγανισμὸν ἐξῄει διὰ μέσου τοῦ στρατοπέδου πάντας εἰδὼς ἐν ταῖς σκηναῖς ἠρεμοῦντας, καὶ δρῶν ἔτι τἀδίκημα καταφανὴς ὑπὲρ τοῦ μὴ λαθεῖν γίνεται."],["214","πυλῶν γὰρ ἔξω προελθόντες τινὲς εἰς ἐρημίαν, ἵν’ ἐν τῷ καθαρωτάτῳ καὶ ἡσυχάζοντι εὔξωνται, θέαν ἔκνομον ἰδόντες, ξύλων ὕλην συγκομίζοντα, καὶ δυσανασχετήσαντες ἐμέλλησαν μὲν αὐτὸν ἀνελεῖν, λογισμῷ δὲ τὸ παρακεκινημένον τῆς ὀργῆς ἐπισχόντες, ἵνα μήτε ἰδιῶται πρὸ ἀρχόντων κολάζειν τινὰ δοκῶσι καὶ ταῦτ’ ἄκριτον, κἂν ἄλλως τὸ παρανόμημα ᾖ ἐμφανές, μήτε τοῦ περὶ τὴν ἡμέραν εὐαγοῦς μίασμα φόνου, κἂν δικαιότατος ᾖ, προσάψηται, συλλαβόντες ἄγουσιν αὐτὸν ἐπὶ τὸν ἄρχοντα, ᾧ συνήδρευον μὲν οἱ ἱερεῖς, παρειστήκει δὲ σύμπασα ἡ πληθὺς πρὸς ἀκρόασιν."],["215","ἔθος γὰρ ἦν, ἀεὶ μὲν κατὰ τὸ παρεῖκον, προηγουμένως δὲ ταῖς ἑβδόμαις, ὡς ἐδήλωσα καὶ πρόσθεν, φιλοσοφεῖν, τοῦ μὲν ἡγεμόνος ὑφηγουμένου καὶ διδάσκοντος ἅ τε χρὴ πράττειν καὶ λέγειν, τῶν δ’ εἰς καλοκἀγαθίαν ἐπιδιδόντων καὶ βελτιουμένων τά τε ἤθη καὶ τὸν βίον."],["216","ἀφ’ οὗ καὶ εἰσέτι νῦν φιλοσοφοῦσι ταῖς ἑβδόμαις Ἰουδαῖοι τὴν πάτριον φιλοσοφίαν τὸν χρόνον ἐκεῖνον ἀναθέντες ἐπιστήμῃ καὶ θεωρίᾳ τῶν περὶ φύσιν· τὰ γὰρ κατὰ πόλεις προσευκτήρια τί ἕτερόν ἐστιν ἢ διδασκαλεῖα φρονήσεως καὶ ἀνδρείας καὶ σωφροσύνης καὶ δικαιοσύνης εὐσεβείας τε καὶ ὁσιότητος καὶ συμπάσης ἀρετῆς, ᾗ κατανοεῖται καὶ κατορθοῦται τά τε ἀνθρώπεια καὶ"],["217","θεῖα; τότε μὲν οὖν εἰς εἱρκτὴν ὁ τηλικοῦτον ἀσέβημα δράσας ἀπάγεται. Μωυσῆς δὲ ἀπορῶν ὅ τι χρὴ παθεῖν τὸν ἄνθρωπον— ᾔδει γὰρ ἄξια θανάτου διαπεπραγμένον, ἀλλὰ τίς ἂν γένοιτο τρόπος ἁρμόζων τῆς τιμωρίας;— ἀφικνεῖται πρὸς τὸ ἀόρατον ἀοράτῳ ψυχῇ δικαστήριον καὶ ἐπυνθάνετο τοῦ καὶ πρὶν ἀκοῦσαι πάντ’ ἐπισταμένου δικαστοῦ, τί κέκρικεν."],["218","ὁ δ’ ἀποφαίνεται τὴν γνῶσιν, ὅτι καὶ θνῄσκειν ὀφείλει καὶ οὐχ ἑτέρως ἢ καταλευσθείς, ἐπειδὴ καὶ τούτῳ καθάπερ καὶ τῷ προτέρῳ μετέβαλεν ὁ νοῦς εἰς κωφὴν λίθον εἰργασμένῳ τελεώτατον παρανόμημα, ᾧ σχεδὸν πάντα τἄλλα ἐμφέρεται, ὅσα περὶ τοῦ σεβασμοῦ τῆς ἑβδόμης νενομοθέτηται. διὰ τί;"],["219","ὅτι οὐχ αἱ βάναυσοι μόνον ἀλλὰ καὶ αἱ ἄλλαι τέχναι καὶ πραγματεῖαι καὶ μάλιστα αἱ περὶ πορισμὸν καὶ βίου ζήτησιν ἢ διὰ πυρός εἰσιν ἢ οὐκ ἄνευ τῶν διὰ πυρός· ὅθεν ἀπαγορεύει πολλάκις ἐν ταῖς ἑβδόμαις πῦρ ἐναύειν ὡς ἀρχηγικώτατον αἴτιον καὶ πρεσβύτατον ἔργον, οὗ ἡσυχάσαντος ἐνενοήθη καὶ τὰ κατὰ μέρος ὡς εἰκὸς συνησυχάσειν."],["220","ὕλη δὲ ξύλα πυρός, ὡς τὸν ξυλιζόμενον ἀδελφὸν καὶ συγγενὲς ἁμάρτημα τῷ καίοντι δρᾶν, τὸ παρανόμημα διπλασιάζοντα, τῇ μὲν ὅτι προσταχθὲν ἠρεμεῖν συνεκόμιζε, τῇ δ’ ὅτι καὶ τοιαῦτα συνεκόμιζεν, ἃ πυρός ἐστιν ὕλη, τῆς τῶν τεχνῶν ἀρχῆς."],["221","Ἄμφω μὲν οὖν τὰ εἰρημένα τιμωρίας ἀσεβῶν περιέχει διὰ πεύσεως καὶ ἀποκρίσεως βεβαιουμένας. ἕτερα δὲ δύο ἐστὶν οὐχὶ τῆς αὐτῆς ἀλλὰ διαφερούσης ἰδέας, ὧν τὸ μὲν περὶ κλήρου διαδοχῆς, τὸ δ’ ὅσα τῷ δοκεῖν παρὰ καιρὸν ἐπιτελουμένης ἱερουργίας, περὶ ἧς λεκτέον πρότερον."],["222","τὴν ἀρχὴν τῆς ἐαρινῆς ἰσημερίας πρῶτον ἀναγράφει μῆνα Μωυσῆς ἐν ταῖς τῶν ἐνιαυτῶν περιόδοις ἀναθεὶς οὐχ ὥσπερ ἔνιοι χρόνῳ τὰ πρεσβεῖα μᾶλλον ἢ ταῖς τῆς φύσεως χάρισιν, ἃς ἀνέτειλεν ἀνθρώποις· κατὰ γὰρ ταύτην τὰ μὲν σπαρτά, ἡ ἀναγκαία τροφή, τελειογονεῖται, ὁ δὲ τῶν δένδρων καρπὸς ἡβώντων ἄρτι γεννᾶται δευτέραν ἔχων τάξιν, ὅθεν καὶ ὀψίγονός ἐστιν· ἀεὶ γὰρ ἐν τῇ φύσει τὰ μὴ λίαν ἀναγκαῖα τῶν σφόδρα ἀναγκαίων δεύτερα."],["223","σφόδρα μὲν οὖν ἀναγκαῖα πυροί τε καὶ κριθαὶ καὶ ὅσα ἄλλα εἴδη τροφῆς, ὧν ἄνευ ζῆν οὐκ ἔστιν· ἔλαιον δὲ καὶ οἶνος καὶ ἀκρόδρυα οὐχὶ τῶν ἀναγκαίων, ἐπεὶ καὶ δίχα τούτων ἄχρι μακροτάτου γήρως παρατείνοντες εἰς πολυετίαν βιοῦσιν ἄνθρωποι."],["224","τῷ δὴ μηνὶ τούτῳ περὶ τεσσαρεσκαιδεκάτην ἡμέραν, μέλλοντος τοῦ σεληνιακοῦ κύκλου γίνεσθαι πλησιφαοῦς, ἄγεται τὰ διαβατήρια, δημοφανὴς ἑορτή, τὸ Χαλδαϊστὶ λεγόμενον Πάσχα, ἐν ᾗ οὐχ οἱ μὲν ἰδιῶται προσάγουσι τῷ βωμῷ τὰ ἱερεῖα, θύουσι δ’ οἱ ἱερεῖς, ἀλλὰ νόμου προστάξει σύμπαν τὸ ἔθνος ἱερᾶται, τῶν κατὰ μέρος ἑκάστου τὰς ὑπὲρ αὑτοῦ θυσίας ἀνάγοντός τε καὶ χειρουργοῦντος."],["225","ὁ μὲν οὖν ἄλλος ἅπας λεὼς ἐγεγήθει καὶ φαιδρὸς ἦν, ἑκάστου νομίζοντος ἱερωσύνῃ τετιμῆσθαι· δεδακρυμένοι δ’ ἕτεροι καὶ στένοντες διῆγον, οἰκείων αὐτοῖς ἔναγχος τετελευτηκότων, οὓς πενθοῦντες διπλῇ κατείχοντο λύπῃ, προσειληφότες τῇ διὰ τοὺς ἀποθανόντας συγγενεῖς καὶ τὴν ἐκ τοῦ στερηθῆναι τῆς περὶ τὴν ἱερουργίαν ἡδονῆς τε καὶ τιμῆς, οἷς οὐδὲ καθάρασθαι καὶ περιρράνασθαι κατ’ ἐκείνην τὴν ἡμέραν ἐξεγένετο, μήπω τοῦ πένθους ὑπερημέρου καὶ ἐκπροθέσμου γεγονότος."],["226","οὗτοι μετὰ τὴν πανήγυριν προσελθόντες τῷ ἄρχοντι συννοίας μεστοὶ καὶ κατηφείας τὰ συμβεβηκότα διηγήσαντο, τὴν ὑπόγυον τῶν συγγενῶν τελευτήν, τὸ πένθος ᾧ κατ’ ἀναγκαῖον ἐχρήσαντο, τὸ μὴ δυνηθῆναι διὰ τοῦτο μετασχεῖν τῆς τῶν διαβατηρίων θυσίας."],["227","εἶτ’ ἐδέοντο μὴ ἔλαττον τῶν ἄλλων ἐνέγκασθαι μηδὲ τὸ ἐπὶ τοῖς ἀποθανοῦσιν οἰκείοις ἀτύχημα ἐν ἀδικήματος μέρει καταριθμηθῆναι τιμωρίαν ἐργασάμενον πρὸ ἐλέου· νομίσαι γὰρ ἂν χείρονα παθεῖν τῶν ἀποθανόντων, εἴ γε τοῖς μὲν οὐδενός ἐστιν ἀντίληψις ἔτι τῶν ἀβουλήτων, οἱ δὲ ζῶντες δόξουσι τεθνάναι τὸν μετ’ αἰσθήσεως θάνατον."],["228","ταῦτ’ ἀκούσας ἑώρα μὲν καὶ τὴν δικαιολογίαν οὐκ ἀπῳδὸν καὶ τὴν τοῦ μὴ ἱερουργῆσαι πάλιν πρόφασιν ἀναγκαίαν καὶ τὸ συμπαθὲς ἀνακεκραμένον τούτοις, ἐπαμφοτερίζων δὲ τὴν γνώμην καὶ ὥσπερ ἐπὶ πλάστιγγος ἀντιρρέπων— τῇ μὲν γὰρ ἐταλάντευεν ὁ ἔλεος καὶ τὰ δίκαια, τῇ δ’ ἀντέβριθεν ὁ νόμος τῆς τῶν διαβατηρίων θυσίας, ἐν ᾧ καὶ πρῶτος μὴν καὶ ἡμέρα τεσσαρεσκαιδεκάτη δεδήλωται τῆς ἱερουργίας—, ἀρνήσεως καὶ συγκαταθέσεως μεταξὺ φορούμενος ἱκετεύει τὸν θεὸν δικαστὴν γενέσθαι καὶ χρησμῷ τὴν κρίσιν ἀναφῆναι."],["229","ὁ δ’ ἐπακούσας θεσπίζει λόγιον οὐ περὶ ὧν ἐνετεύχθη μόνον ἀλλὰ καὶ περὶ τῶν αὖθίς ποτε γενησομένων, εἰ ταῖς αὐταῖς χρήσαιντο συντυχίαις· ἐπιδαψιλευόμενος δὲ καὶ περὶ τῶν κατ’ ἄλλας αἰτίας οὐ δυνηθέντων ἱερουργῆσαι μετὰ παντὸς τοῦ ἔθνους προσεπιθεσπίζει."],["230","τίνα οὖν ἐστι τὰ περὶ τούτων χρησθέντα λόγια, μηνυτέον. „συγγενικὸν “φησί „πένθος ἀναγκαία μὲν τοῖς ἀφ’ αἵματος ἀνία, γράφεται δ’ οὐκ ἐν πλημμελείαις."],["231","ἕως μὲν οὖν ἐμπρόθεσμόν ἐστιν, ἔξω περιβόλων ἱερῶν ἐλαυνέσθω, οὓς ἀπὸ παντὸς ἁγνεύειν οὐχ ἑκουσίου μόνον ἀλλὰ καὶ τοῦ μὴ κατὰ γνώμην μιάσματος δεῖ· γενομένου δ’ ἐκπροθέσμου, μὴ στερέσθωσαν ἰσομοιρίας τῆς ἐν ταῖς ἱερουργίαις, ἵνα μὴ προσθήκη τετελευτηκότων οἱ ζῶντες ὦσιν· ἴτωσαν δὲ ἅτε δεύτεροι δευτέρῳ μηνί, πάλιν τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ, καὶ θυέτωσαν κατὰ τὰ αὐτὰ τοῖς προτέροις καὶ τῷ θύματι χρήσθωσαν ὡς ἐκεῖνοι νόμῳ καὶ τρόπῳ τῷ παραπλησίῳ."],["232","τὰ δ’ αὐτὰ ἐπιτετράφθω καὶ τοῖς μὴ διὰ πένθος ἀλλὰ μακρᾶς χάριν ἀποδημίας κωλυομένοις ἅμα τῷ παντὶ ἔθνει συνιερουργεῖν· οὐ γὰρ οἱ ξενιτεύοντες ἢ ἑτέρωθι οἰκοῦντες ἀδικοῦσιν, ὡς στέρεσθαι τῆς ἴσης τιμῆς, καὶ ταῦτα μὴ χωρούσης διὰ πολυανθρωπίαν τὸ ἔθνος μιᾶς χώρας, ἀλλ’ ἀποικίας πανταχόσε διαπεμψαμένης. “"],["233","Τοσαῦτα διειλεγμένος περὶ τῶν ὑστερησάντων μὲν ἅμα τῷ πλήθει θῦσαι τὰ διαβατήρια κατὰ συντυχίας ἀβουλήτους, ἐκπλῆσαι δ’ εἰ καὶ ὀψὲ ἀλλ’ οὖν ἀναγκαίως τὸ ἐλλειφθὲν σπουδασάντων, ἐπὶ τελευταῖον μέτειμι διάταγμα τὸ περὶ τῆς τῶν κλήρων διαδοχῆς, ὅπερ ὁμοίως μικτὸν ἦν ἐκ πεύσεως καὶ ἀποκρίσεως λαβὸν τὴν σύστασιν."],["234","ἦν τις ὄνομα Σαλπαάδ, ἀνὴρ δόκιμος καὶ φυλῆς οὐκ ἀσήμου· τούτῳ πέντε μὲν γίνονται θυγατέρες, υἱὸς δὲ οὐδείς· αἳ μετὰ τὴν τελευτὴν τοῦ πατρὸς στέρησιν τῆς πατρῴας λήξεως ὑποτοπήσασαι διὰ τὸ τὰς κληρουχίας ἄρρεσι δίδοσθαι προσίασι τῷ ἡγεμόνι μετὰ τῆς ἁρμοττούσης κόραις αἰδοῦς, οὐ θηρώμεναι πλοῦτον, ἀλλὰ τοὔνομα καὶ ἀξίωμα γλιχόμεναι διασῶσαι τοῦ πατρὸς καί φασιν·"],["235","„ὁ μὲν πατὴρ ἡμῶν ἐτελεύτησεν, ἐτελεύτησε δ’ ἐν οὐδεμιᾷ στάσει γενόμενος, ἐφ’ ὧν συνέβη διαφθαρῆναι μυρίους, ἀλλ’ ἐζήλωσε βίον ἀπράγμονα καὶ ἰδιώτην, εἰ μὴ ἄρα ἐν ἁμαρτίᾳ θετέον τὸ γενεᾶς ἄρρενος ἀμοιρῆσαι. πάρεσμεν δ’ ἡμεῖς ὅσα μὲν τῷ δοκεῖν ὀρφαναί, τὸ δ’ ἀληθὲς σοὶ χρησόμεναι πατρί· τοῦ γὰρ γεννήσαντος ὁ νόμιμος ἄρχων οἰκειότερος ὑπηκόοις. “"],["236","ὁ δὲ θαυμάσας τὴν φρόνησιν τῶν παρθένων καὶ τὴν πρὸς τὸν γεινάμενον εὔνοιαν ἐπέσχεν ὑφ’ ἑτέρας ἑλκόμενος φαντασίας, καθ’ ἣν τὰς κληρουχίας ἄνδρες ὤφειλον διανέμεσθαι γέρας ληψόμενοι στρατείας καὶ πολέμων οὓς διήθλησαν, γυναικὶ δ’ ἡ φύσις ἀσυλίαν τῶν τοιούτων ἀγωνισμάτων παρέχουσα δηλονότι καὶ τῶν ἐπ’ αὐτοῖς τιθεμένων ἄθλων οὐ μεταδίδωσιν."],["237","ὅθεν εἰκότως τῆς διανοίας ἀμφικλινῶς ἐχούσης καὶ ἀντισπωμένης, ἀναφέρει τῷ θεῷ τὴν διαπόρησιν, ὃν ᾔδει μόνον ἀψευδέσι καὶ ἀπλανεστάτοις κριτηρίοις τὰς κατὰ μικρὸν διαφορὰς διαστέλλοντα πρὸς ἐπίδειξιν ἀληθείας καὶ δικαιοσύνης."],["238","ὁ δὲ ποιητὴς τῶν ὅλων, ὁ τοῦ κόσμου πατήρ, γῆν καὶ οὐρανὸν ὕδωρ τε καὶ ἀέρα καὶ ὅσα ἐκ τούτων ἑκάστου συνέχων καὶ διακρατῶν, ὁ θεῶν καὶ ἀνθρώπων ἡγεμών, οὐκ ἀπηξίωσε χρηματίσαι κόραις ὀρφαναῖς· χρηματίσας δὲ καὶ πλέον τι παρέσχεν ἢ κατὰ δικαστὴν ὁ εὐμενὴς καὶ ἵλεως, ὁ πάντα διὰ πάντων πεπληρωκὼς τῆς εὐεργέτιδος ἑαυτοῦ δυνάμεως· ἔπαινον γὰρ διεξῆλθε τῶν παρθένων."],["239","ὦ δέσποτα, πῶς ἂν σέ τις ὑμνήσειε, ποίῳ στόματι, τίνι γλώττῃ, ποίᾳ φωνῆς ὀργανοποιίᾳ, ποίῳ ψυχῆς ἡγεμονικῷ; οἱ γὰρ ἀστέρες εἷς γενόμενοι χορὸς ᾄσονταί τι μέλος ἐπάξιον; ὁ δ’ οὐρανὸς ὅλος εἰς φωνὴν ἀναλυθεὶς δυνήσεταί τι τῶν σῶν ἀρετῶν διηγήσασθαι μέρος; „ὀρθῶς “φησίν \" ἐλάλησαν αἱ θυγατέρες Σαλπαάδ. “"],["240","τοῦθ’ ἡλίκον ἐστὶν ἐγκώμιον θεοῦ μαρτυροῦντος, τίς οὐκ οἶδε; πάριτε νῦν, οἱ ἀλαζόνες, οἱ μέγα πνέοντες ἐπὶ ταῖς εὐπραγίαις, οἱ τοὺς αὐχένας πλέον τῆς φύσεως ἐπαίροντες καὶ τὰς ὀφρῦς ἀνεσπακότες, παρ’ οἷς χηρεία μὲν γυναικῶν γέλως, [καὶ] οἰκτρὸν κακόν, ἐρημία δὲ παίδων ὀρφανῶν, οἰκτρότερον τοῦ προτέρου, χλευάζεται·"],["241","καὶ κατιδόντες ὅτι οὕτω ταπεινοὶ καὶ ἀτυχεῖς εἶναι δοκοῦντες οὐκ ἐν ἐξουθενημένοις καὶ ἀφανέσι τάττονται παρὰ τῷ θεῷ, οὗ τῆς ἀρχῆς τὸ ἀτιμότατον μέρος εἰσὶν αἱ πανταχοῦ τῆς οἰκουμένης βασιλεῖαι, διότι καὶ ὁ τῆς γῆς ἅπας ἐν κύκλῳ περίβολος ἐσχατιὰ τῶν ἔργων ἐστὶν αὐτοῦ, δέξασθε νουθεσίαν ἀναγκαίαν."],["242","ἐπαινέσας δ’ ὅμως τὴν ἔντευξιν τῶν παρθένων οὔτε ταύτας ἀγεράστους κατέλιπεν οὔτ’ εἰς τὴν ἴσην τιμὴν τοῖς ἀγωνισταῖς ἀνδράσι περιήγαγεν, ἀλλὰ τοῖς μὲν ὡς ἆθλα οἰκεῖα ἀπένειμε τὰς κληρουχίας ἀνθ’ ὧν ἠνδραγαθίσαντο, τὰς δὲ χάριτος καὶ φιλανθρωπίας, οὐ γέρως, ἠξίωσεν· ὃ ἐναργέστατα παρίστησι διὰ τῶν ὀνομάτων „δόμα “λέγων καὶ „δώσεις “(Num. 27, 7), ἀλλ’ οὐκ „ἀπόδομα “οὐδ’ „ἀποδώσεις “· ταῦτα μὲν γὰρ ἴδια τῶν λαμβανόντων, ἐκεῖνα δὲ τῶν χαριζομένων."],["243","θεσπίσας δὲ περὶ ὧν ἐνετύγχανον αἱ ὀρφαναὶ παρθένοι καὶ καθολικώτερον τίθησι νόμον περὶ κλήρων διαδοχῆς, πρώτους μὲν υἱοὺς ἐπὶ μετουσίαν καλῶν τῶν πατρῴων, εἰ δὲ μὴ εἶεν υἱοί, δευτέρας θυγατέρας, αἷς φησι δεῖν περιτιθέναι τὸν κλῆρον ὡσανεὶ κόσμον ἔξωθεν, ἀλλ’ οὐχ ὡς ἴδιον καὶ συγγενὲς κτῆμα· τὸ γὰρ περιτιθέμενον οὐδεμίαν οἰκείωσιν ἔχει πρὸς τὸ διακοσμούμενον, ἁρμονίας καὶ ἑνώσεως ἀλλοτριούμενον."],["244","μετὰ δὲ θυγατέρας τρίτους ἀδελφοὺς καλεῖ, τετάρτην δὲ θείοις πρὸς πατρὸς ἀπονέμει τάξιν, αἰνιττόμενος ὅτι καὶ πατέρες γένοιντ’ ἂν υἱῶν κληρονόμοι· πάνυ γὰρ εὔηθες ὑπολαβεῖν, ὅτι πατρὸς ἀδελφῷ νέμων κλῆρον ἀδελφιδοῦ διὰ τὴν πρὸς πατέρα συγγένειαν αὐτὸν ἀφείλετο τὸν πατέρα τῆς διαδοχῆς."],["245","ἀλλ’ ἐπειδὴ νόμος φύσεώς ἐστι κληρονομεῖσθαι γονεῖς ὑπὸ παίδων ἀλλὰ μὴ τούτους κληρονομεῖν, τὸ μὲν ἀπευκτὸν καὶ παλίμφημον ἡσύχασεν, ἵνα μὴ πατὴρ καὶ μήτηρ προσοδεύεσθαι δοκῶσι τὰ ἐπ’ ὠκυμόροις τέκνοις ἀπαρηγόρητα πένθη, πλαγίως δ’ αὐτοὺς ἐκάλεσε τοῖς θείοις ἐφιείς, ἵν’ ἀμφοτέρων στοχάσηται καὶ τοῦ πρέποντος καὶ τοῦ μὴ τὴν οὐσίαν ἀλλοτριωθῆναι. μετὰ δὲ θείους πέμπτη τάξις ἐστὶν οἱ ἔγγιστα γένους, ὧν ἀεὶ τοῖς πρώτοις δίδωσι τοὺς κλήρους."],["246","Ταῦτ’ ἀναγκαίως διεξεληλυθὼς περὶ τῶν μικτὴν ἐχόντων κληρουχίαν χρησμῶν, ἑξῆς δηλώσω τὰ κατ’ ἐνθουσιασμὸν τοῦ προφήτου θεσπισθέντα λόγια· τοῦτο γὰρ ὑπεσχόμην δείξειν. ἀρχὴ τοίνυν ἐστὶν αὐτῷ τῆς θεοφορήτου κατοκωχῆς, ἥτις καὶ τῷ ἔθνει γέγονεν εὐπραγίας ἀρχὴ στειλαμένῳ τὴν ἀπ’ Αἰγύπτου πρὸς τὰς κατὰ Συρίαν πόλεις ἀποικίαν μυριάσι πολλαῖς."],["247","ἄνδρες γὰρ ὁμοῦ καὶ γυναῖκες ἀτριβῆ καὶ μακρὰν ἐρήμην ἅπασαν ἀνύσαντες ἐπὶ θάλατταν ἀφικνοῦνται τὴν Ἐρυθρὰν προσαγορευομένην· εἶθ’ ὡς εἰκὸς ἐν ἀμηχάνοις ἦσαν οὔτε περαιοῦσθαι δυνάμενοι διὰ σκαφῶν ἀπορίαν οὔτ’ ἐπιστρέφειν τὴν αὐτὴν ὁδὸν ἀσφαλὲς ἡγούμενοι."],["248","διακειμένοις δ’ οὕτως μεῖζον ἐπιρράττει κακόν· ὁ γὰρ τῶν Αἰγυπτίων βασιλεὺς δύναμιν παραλαβὼν οὐκ εὐκαταφρόνητον, ἱππότην καὶ πεζὸν στρατόν, ἐπεξέθει διώκων καὶ σπεύδων καταλαβεῖν, ἵνα τίσηται τῆς ἐξόδου, ἣν θεσφάτοις ἀριδήλοις ἐπέτρεψε ποιήσασθαι. ἀλλ’ ὡς ἔοικεν ἀβέβαιος ἡ μοχθηρῶν ἀνθρώπων διάθεσις ὡς ἐπὶ πλάστιγγος μικρᾶς ἕνεκα προφάσεως ῥέπουσα πρὸς τἀναντία. μέσοι δὴ ληφθέντες ἐχθρῶν καὶ θαλάττης ἀπέγνωσαν τὴν ἰδίαν σωτηρίαν,"],["249","οἱ μὲν εὐκτὸν ἀγαθὸν ἡγούμενοι τὸν οἴκτιστον ὄλεθρον, οἱ δ’ ἄμεινον εἶναι νομίζοντες ὑπὸ τῶν τῆς φύσεως ἀπολέσθαι μερῶν ἢ γέλως ἐχθροῖς γενέσθαι ῥίπτειν ἑαυτοὺς εἰς θάλασσαν διενοοῦντο καί τινα τῶν βάρος ἐχόντων ἐπαχθισάμενοι παρὰ ταῖς ἠϊόσιν ἐφήδρευον, ἵν’, ὁπόταν θεάσωνται τοὺς πολεμίους ἐγγὺς ὄντας, καθαλλόμενοι ῥᾷον εἰς βυθὸν ἐνεχθῶσιν."],["250","ἀλλὰ γὰρ οἱ μὲν πρὸς τὸ ἄπορον τῆς ἀνάγκης διεπτόηντο δυσθανατοῦντες· ὁ δὲ προφήτης, ὑπ’ ἐκπλήξεως ὁρῶν σεσαγηνευμένον ὥσπερ βόλον ἰχθύων τὸ σύμπαν ἔθνος, οὐκέτ’ ὢν ἐν ἑαυτῷ θεοφορεῖται καὶ θεσπίζει τάδε·"],["251","\" τὸ μὲν δέος ἀναγκαῖον, φόβος ἐγγὺς καὶ μέγας ὁ κίνδυνος· ἐξ ἐναντίας ἀχανές ἐστι πέλαγος, ὑπόδρομος εἰς καταφυγὴν οὐδείς, ἀπορία πλοίων, κατόπιν ἔφεδροι φάλαγγες ἐχθρῶν, αἳ στείχουσιν ἀπνευστὶ διώκουσαι. ποῖ τις τράπηται, ποῖ τις ἐκνεύσῃ; πάντα πανταχόθεν ἐξαπιναίως ἐπέθετο, γῆ, θάλαττα, ἄνθρωποι, στοιχεῖα φύσεως."],["252","ἀλλὰ θαρρεῖτε, μὴ ἀποκάμητε, στῆτε ταῖς διανοίαις μὴ κραδαινόμενοι, προσδοκᾶτε τὴν ἀήττητον ἐκ θεοῦ βοήθειαν· αὐτεπάγγελτος ἤδη παρέσται, μὴ ὁρωμένη προαγωνιεῖται· πεπείρασθε αὐτῆς ἤδη πολλάκις ἀμυνομένης ἀφανῶς· βλέπω μέλλουσαν κονίεσθαι, βρόχους τοῖς αὐχέσι περιβάλλουσαν τῶν ἀντιπάλων· ἕλκει κατὰ τῆς θαλάττης· μολύβδου τρόπον εἰς βυθὸν χωροῦσιν. ὑμεῖς μὲν ἔτι ζώντων αἰσθάνεσθε, τεθνεώτων δ’ ἐγὼ φαντασίαν λαμβάνω· τήμερον δὲ καὶ ὑμεῖς νεκροὺς αὐτοὺς θεάσεσθε.”"],["253","καὶ ὁ μὲν ταῦτ’ ἀπεφθέγγετο μείζονα ὄντα πάσης ἐλπίδος, οἱ δ’ ἐπειρῶντο ἔργοις τῆς περὶ τὸ λόγιον ἀληθείας. ἀπέβαινε γὰρ τὰ χρησθέντα θείαις δυνάμεσι μύθων ἀπιστότερα· ῥῆξις θαλάττης, ἀναχώρησις ἑκατέρου τμήματος, πῆξις τῶν κατὰ τὸ ῥαγὲν μέρος διὰ παντὸς τοῦ βάθους κυμάτων, ἵν’ ἀντὶ τειχῶν ᾖ κραταιοτάτων, εὐθυτενὴς ἀνατομὴ τῆς μεγαλουργηθείσης ὁδοῦ, ἣ τῶν κρυσταλλωθέντων μεθόριος ἦν,"],["254","ὁδοιπορία τοῦ ἔθνους ἀκινδύνως πεζεύοντος διὰ θαλάττης ὡς ἐπὶ ξηρᾶς ἀτραποῦ καὶ λιθώδους ἐδάφους— ἐκραυρώθη γὰρ ἡ ψάμμος καὶ ἡ σπορὰς αὐτῆς οὐσία συμφῦσα ἡνώθη—, ἐχθρῶν ἀπνευστὶ διωκόντων ἐφόρμησις σπευδόντων ἐπ’ οἰκεῖον ὄλεθρον, νεφέλης ὀπισθοφυλακούσης ἡνιόχησις, ἐν ᾗ θεία τις ὄψις πυρὸς αὐγὴν ἀπαστράπτουσα ἦν, πελαγῶν ἃ τέως ἀνακοπέντα διειστήκει παλίρροια, τοῦ διακοπέντος καὶ ἀναξηρανθέντος μέρους αἰφνίδιος θαλάττωσις, πολεμίων φθορά,"],["255","οὓς τά τε κρυσταλλωθέντα τείχη καὶ ἀνατραπέντα κατεύνασε καὶ αἱ πλήμμυραι τοῦ πελάγους ὥσπερ εἰς φάραγγα τὴν ὁδὸν ἐπενεχθεῖσαι κατέκλυσαν, ἐπίδειξις τῆς φθορᾶς διὰ τῶν ἐπαναπλευσάντων σωμάτων, ἃ τὴν ἐπιφάνειαν τοῦ πελάγους κατεστόρεσε, καὶ σφοδρὰ κυμάτωσις, ὑφ’ ἧς ἅπαντες οἱ νεκροὶ σωρηδὸν ἀπεβράσθησαν εἰς τοὺς ἀντιπέραν αἰγιαλούς, ἀναγκαία θέα γενησόμενοι τοῖς διασωθεῖσιν, οἷς ἐξεγένετο μὴ μόνον τοὺς κινδύνους διαφυγεῖν ἀλλὰ καὶ ἐπιδεῖν τοὺς ἐχθροὺς οὐκ ἀνθρωπίναις ἀλλὰ θείαις δυνάμεσι παντὸς λόγου μεῖζον κολασθέντας."],["256","διόπερ εἰκότως εὐχαρίστοις ὕμνοις γεραίρει τὸν εὐεργέτην· εἰς γὰρ δύο χοροὺς διανείμας τὸ ἔθνος, τὸν μὲν ἀνδρῶν, τὸν δὲ γυναικῶν, ἐξάρχει μὲν αὐτὸς τοῖς ἀνδράσιν, ἔξαρχον δὲ καὶ τῶν γυναικῶν καθίστησι τὴν ἀδελφήν, ἵν’ ᾄδωσιν ὕμνους εἰς τὸν πατέρα καὶ ποιητὴν ἀντιφθόγγοις ἁρμονίαις συνηχοῦντες, διά τε κράσεως ἠθῶν καὶ μέλους, τῶν μὲν ἐπὶ τὴν αὐτὴν σπευδόντων ἀμοιβήν, τοῦ δὲ συνισταμένου κατὰ τὴν βαρύτητος πρὸς ὀξύτητα συμφωνίαν· φθόγγοι γὰρ οἱ μὲν ἀνδρῶν βαρεῖς, ὀξεῖς δ’ οἱ γυναικῶν, ἐξ ὧν, ὅταν ἡ κρᾶσις γένηται σύμμετρος, ἥδιστον καὶ παναρμόνιον ἀποτελεῖται μέλος."],["257","τὰς δὲ τοσαύτας μυριάδας ἔπεισεν ὁμογνωμονῆσαι καὶ τὸν αὐτὸν ὕμνον ἐν ταὐτῷ συνᾴδειν τὰ τεράστια ἐκεῖνα μεγαλουργήματα, περὶ ὧν ὀλίγῳ πρότερον διεξῆλθον· ἐφ’ οἷς ὁ προφήτης γεγηθώς, ὁρῶν καὶ τὴν τοῦ ἔθνους περιχάρειαν, οὐδ’ αὐτὸς ἔτι χωρῶν τὴν ἡδονήν, κατῆρχε τῆς ᾠδῆς· οἱ δ’ ἀκούοντες εἰς δύο χοροὺς ἁλισθέντες τὰ λεχθέντα συνῇδον."],["258","Τοῦτ’ ἐστὶ τῆς κατ’ ἐνθουσιασμὸν προφητείας Μωυσέως ἀρχὴ καὶ προοίμιον. ἑξῆς δὲ θεσπίζει περὶ τοῦ πρώτου καὶ ἀναγκαιοτάτου, τροφῆς, ἣν γῆ μὲν οὐκ ἤνεγκε— καὶ γὰρ ἦν στεῖρα καὶ ἄγονος—, ὤμβρησε δ’ οὐρανὸς οὐχ ἅπαξ ἀλλ’ ἐπὶ τεσσαρακονταετίαν ἑκάστης ἡμέρας πρὸ τῆς ἕω καρπὸν αἰθέριον ἐν δρόσῳ κέγχρῳ παραπλήσιον."],["259","ὃν ἰδὼν Μωυσῆς συγκομίζειν κελεύει καὶ ἐπιθειάσας φησί· „πιστεύειν δεῖ τῷ θεῷ πεπειραμένους αὐτοῦ τῶν εὐεργεσιῶν ἐν μείζοσιν ἐλπίδος πράγμασιν· ἀθησαύριστα, ἀταμίευτα τὰ τῆς τροφῆς ἔστω· μηδεὶς ἄχρι πρωΐας ὑπολειπέσθω μηδὲν αὐτῆς μέρος.”"],["260","τοῦτ’ ἀκούσαντες ἔνιοι τῶν πρὸς εὐσέβειαν ἀνερματίστων, ὑπολαβόντες ἴσως οὐ χρησμοὺς ἀλλὰ παραίνεσιν ἄρχοντος εἶναι τὰ λεγόμενα, λείπουσιν εἰς τὴν ὑστεραίαν· τὸ δὲ σηπόμενον τὸν κύκλον τοῦ στρατοπέδου δυσοδμίας πληροῖ τὸ πρῶτον, εἶτ’ εἰς σκώληκας, ὧν ἡ γένεσις ἐκ φθορᾶς ἐστι, μετέβαλεν."],["261","ἅπερ ἰδὼν Μωυσῆς εἰκότως ἐπὶ τοῖς ἀπειθέσι πικραίνεται· πῶς γὰρ οὐκ ἔμελλεν, εἰ τοσαῦτα καὶ τηλικαῦτα θεασάμενοι, πρὸς μὲν τὰς πιθανὰς καὶ εὐλόγους φαντασίας ἀδύνατα πραχθῆναι, τελειωθέντα δὲ εὐμαρῶς ἐπιφροσύναις θείαις, οὐκ ἐνδοιάζουσι μόνον, ἀλλὰ καὶ ἀπιστοῦσιν οἱ δυσμαθέστατοι πάντων;"],["262","ἀλλ’ ὅ γε πατὴρ δυσὶν ἐναργεστάταις ἀποδείξεσι τὸ λόγιον τοῦ προφήτου διασυνέστησεν, ὧν τὴν μὲν ἑτέραν εὐθὺς ἀπεδείξατο φθορᾷ τοῦ ὑπολειφθέντος καὶ δυσωδίᾳ καὶ τῇ πρὸς σκώληκας, τὸ φαυλότατον ζῷον, μεταβολῇ, τὴν δ’ ἑτέραν ὕστερον· ἀεὶ γὰρ τὸ πλεονάζον τοῦ συγκομισθέντος ὑπὸ τῆς πληθύος ταῖς ἡλιακαῖς"],["263","ἀκτῖσι διελύετο καὶ τηκόμενον ἐξανηλοῦτο. δεύτερον οὐκ εἰς μακρὰν ἐπιθειάσας ἀποφθέγγεται λόγιον τὸ περὶ τῆς ἱερᾶς ἑβδόμης. ἔχουσαν γὰρ αὐτὴν ἐν τῇ φύσει προνομίαν, οὐκ ἀφ’ οὗ μόνον ἐδημιουργήθη ὁ κόσμος, ἀλλὰ καὶ πρὸ τῆς οὐρανοῦ καὶ παντὸς αἰσθητοῦ γενέσεως, ἠγνόησαν ἄνθρωποι, τάχα που διὰ τὰς ἐν ὕδασι καὶ πυρὶ γενομένας συνεχεῖς καὶ ἐπαλλήλους φθορὰς οὐ δυνηθέντων παρὰ τῶν πρότερον διαδέξασθαι μνήμην τῶν ἔπειτα τῆς κατὰ τὸν ἐν χρόνοις εἱρμὸν ἀκολουθίας καὶ τάξεως· ὅπερ ἀδηλούμενον ἐπιθειάσας ἀνέφηνε λογίῳ μαρτυρηθέντι διὰ σημείου τινὸς ἐναργοῦς."],["264","τὸ δὲ σημεῖον τοιοῦτον ἦν· ἐλάττων μὲν ἀπ’ ἀέρος ἐγίνετο ἡ φορὰ ταῖς προτέραις ἡμέραις τῆς τροφῆς, τότε δ’ αὖ διπλασίων· καὶ ταῖς μὲν προτέραις εἴ τι κατελείφθη, λειβόμενον ἐτήκετο μέχρι τοῦ παντελῶς εἰς νοτίδα μεταβαλὸν ἀναλωθῆναι, τότε δ’ οὐδεμίαν ἐνδεχόμενον τροπὴν ἐν ὁμοίῳ διέμενεν· ἐφ’ οἷς ἀγγελλομένοις ἅμα καὶ ὁρωμένοις καταπλαγεὶς Μωυσῆς οὐκ ἐστοχάσατο μᾶλλον ἢ θεοφορηθεὶς ἐθέσπισε τὴν ἑβδόμην."],["265","ἐῶ λέγειν, ὅτι καὶ αἱ τοιαῦται εἰκασίαι συγγενεῖς προφητείας εἰσίν· ὁ γὰρ νοῦς οὐκ ἂν οὕτως εὐσκόπως εὐθυβόλησεν, εἰ μὴ καὶ θεῖον ἦν πνεῦμα τὸ ποδηγετοῦν πρὸς αὐτὴν τὴν ἀλήθειαν."],["266","τὸ δὲ τεράστιον οὐ μόνον ἐκ τοῦ διπλασιασθῆναι τὴν τροφὴν ἐδηλοῦτο οὐδ’ ἐκ τοῦ διαμεῖναι σῷον παρὰ τὸ καθεστὼς ἔθος, ἀλλὰ κἀκ τοῦ ἀμφότερα ταῦτα συμβῆναι κατὰ τὴν ἕκτην ἡμέραν, ἀφ’ ἧς ἤρξατο ἀπ’ ἀέρος ἡ τροφὴ χορηγεῖσθαι, μεθ’ ἣν ὁ ἱερώτατος τῆς ἑβδόμης ἀριθμὸς ἔμελλεν ἀνατέλλειν, ὥστε λογιζόμενος ἄν τις εὕροι κατὰ τὴν ἀκολουθίαν τῆς τοῦ κόσμου γενέσεως τὴν οὐράνιον δοθεῖσαν τροφήν· ἤρξατο γὰρ καὶ τὸν κόσμον ἑξάδος τῇ"],["267","πρώτῃ δημιουργεῖν καὶ τὴν λεχθεῖσαν ὕειν τροφήν. ἡ δ’ εἰκὼν ὁμοιοτάτη· καθάπερ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὸ τελειότατον ἔργον, τὸν κόσμον, ἀνέφηνε, τὸν αὐτὸν τρόπον καὶ εὐθηνίαν ἐν ἐρήμῳ μεταβαλὼν τὰ στοιχεῖα πρὸς τὸ κατεπεῖγον τῆς χρείας, ἵν’ ἀντὶ γῆς ὁ ἀὴρ σιτία τροφὴν ἄπονον φέρῃ καὶ ἀταλαίπωρον οἷς ἀναχώρησις οὐκ ἦν εὐτρεπίζεσθαι κατὰ σχολὴν τἀπιτήδεια."],["268","μετὰ ταῦτα τρίτον ἀναφθέγγεται χρησμὸν τερατωδέστατον, δηλῶν ὅτι τῇ ἑβδόμῃ τὴν εἰωθυῖαν ὁ ἀὴρ οὐ παρέξει τροφὴν καὶ οὐδὲν ἐπὶ γῆν ἀλλ’ οὐδὲ τὸ βραχύτατον ὡς ἔθος ἐνεχθήσεται."],["269","τοῦτ’ ἀπέβαινεν ἔργοις· τῇ μὲν γὰρ προτεραίᾳ ταῦτα θεσπίζει, τινὲς δὲ τῶν ἀβεβαίων τὸ ἦθος ὥρμησαν ἐπὶ τὴν συγκομιδὴν καὶ σφαλέντες τῆς ἐλπίδος ἐπανῄεσαν ἄπρακτοι, κακίζοντες μὲν ἑαυτοὺς τῆς ἀπιστίας, ἀληθόμαντιν δὲ καὶ θεοφράδμονα καὶ μόνον προορατικὸν τῶν ἀδήλων ἀνακαλοῦντες τὸν προφήτην."],["270","Τοιαῦτα μέν ἐστιν, ἃ περὶ τῆς οὐρανίου τροφῆς κατεχόμενος ἐθέσπισεν. ἕτερα δ’ ἑξῆς ἀναγκαῖα, καίτοι δόξαντα ἂν παραινέσεσιν ἐοικέναι μᾶλλον ἢ χρησμοῖς, ὧν ἐστι καὶ τὸ χρησθὲν κατὰ τὴν μεγίστην τῶν πατρίων ἐκδιαίτησιν, περὶ ἧς καὶ πρόσθεν εἶπον, ἡνίκα τεκτηνάμενοι ταῦρον χρυσοῦν, Αἰγυπτιακοῦ μίμημα τύφου, χοροὺς ἵστασαν καὶ βωμοὺς κατεσκεύαζον καὶ θυσίας ἀνῆγον ἐκλαθόμενοι τοῦ πρὸς ἀλήθειαν θεοῦ καὶ τὴν προγονικὴν εὐγένειαν, ἣ δι’ εὐσεβείας καὶ ὁσιότητος ηὐξήθη, καθαιροῦντες."],["271","ἐφ’ οἷς Μωυσῆς περιπαθήσας, εἰ πρῶτον μὲν ὁ λαὸς πᾶς ἐξαίφνης γεγένηται τυφλὸς ὁ ἄχρι πρὸ μικροῦ πάντων ἐθνῶν ὀξυωπέστατος, ἔπειτα δὲ εἰ πλάσμα μύθου κατεψευσμένον ἴσχυσε τοσαύτην αὐγὴν σβέσαι τῆς ἀληθείας, ἣν οὔθ’ ἥλιος ἐκλιπὼν οὔθ’ ὁ σύμπας χορὸς τῶν ἀστέρων ἐπισκιάσει— περιλάμπεται γὰρ ἰδίῳ φέγγει νοητῷ καὶ ἀσωμάτῳ, πρὸς ὃ παραβαλλόμενον τὸ αἰσθητὸν νὺξ ἂν πρὸς ἡμέραν εἶναι νομισθείη—,"],["272","δι’ ἣν αἰτίαν οὐκέτι μένων ὁ αὐτὸς ἐξαλλάττεται τό τε εἶδος καὶ τὴν διάνοιαν καὶ ἐπιθειάσας φησί· \" τίς ἐστιν ὁ μὴ τῷ πλάνῳ συνενεχθεὶς μηδὲ τὸ κῦρος ἐπιφημίσας τοῖς ἀκύροις; πᾶς ὁ τοιοῦτος ἐμοὶ προσίτω “."],["273","μιᾶς δὲ φυλῆς προσελθούσης οὐχ ἧττον ταῖς διανοίαις ἢ τοῖς σώμασιν, οἳ πάλαι μὲν ἐφόνων κατὰ τῶν ἀθέων καὶ ἀνοσιουργῶν, ἡγεμόνα δ’ ἐζήτουν καὶ στρατάρχην ἀνευρεῖν, ὃς ἐνδίκως ὑφηγήσεται καιρὸν καὶ τρόπον τῆς ἀμύνης,— οὓς ὀργῶντας εὑρὼν καὶ γέμοντας εὐτολμίας καὶ παραστήματος, ἔτι μᾶλλον ἢ πρότερον θεοφορηθείς, „ξίφος ἕκαστος ὑμῶν ἀναλαβὼν “φησίν „ᾀττέτω διὰ παντὸς τοῦ στρατοπέδου καὶ κτεινέτω μὴ μόνον ἀλλοτρίους ἀλλὰ καὶ φίλων καὶ συγγενῶν τοὺς οἰκειοτάτους ἐπιστροφάδην, εὐαγέστατον κρίνων τὸ ἔργον ὑπὲρ ἀληθείας καὶ θεοῦ τιμῆς, ὧν ὑπερμαχεῖν καὶ προαγωνίζεσθαι κουφότατος πόνος. “"],["274","οἱ δ’ αὐτοβοεὶ τρισχιλίους κτείναντες τοὺς ἀρχηγέτας μάλιστα τῆς ἀσεβείας γενομένους οὐκ ἀπελογήσαντο μόνον περὶ τοῦ μὴ συνεφάψασθαι τοῦ τολμήματος, ἀλλὰ καὶ ἐν ἀριστέων τοῖς γενναιοτάτοις ἐνεγράφησαν καὶ γέρως ἠξιώθησαν οἰκειοτάτου ταῖς πράξεσιν, ἱερωσύνης· ἔδει γὰρ θεραπευτὰς ὁσιότητος γενέσθαι τοὺς ὑπὲρ αὐτῆς ἀνδραγαθισαμένους καὶ προπολεμήσαντας."],["275","Ἔχω δέ τι μηνῦσαι σημειωδέστερον λόγιον, περὶ οὗ καὶ πάλαι διεξῆλθον, ὅτε τὰ τῆς ἀρχιερωσύνης ἐπῄειν τοῦ προφήτου, ὅπερ αὐτὸς πάλιν κατασχεθεὶς ἀνεφθέγξατο, τελειωθὲν οὐ μακροῖς χρόνοις ὕστερον, ἀλλ’ εὐθὺς ὅτ’ ἐχρησμῳδεῖτο."],["276","τῶν περὶ τὸν νεὼν λειτουργῶν δύο τάξεις εἰσίν, ἡ μὲν κρείσσων ἱερέων, ἡ δ’ ἐλάττων νεωκόρων· ἦσαν δὲ κατ’ ἐκεῖνον τὸν χρόνον τρεῖς μὲν ἱερεῖς, νεωκόρων δὲ πολλαὶ χιλιάδες."],["277","οὗτοι φυσηθέντες ἐπὶ τῇ τοῦ οἰκείου πλήθους περιουσίᾳ τῆς τῶν ἱερέων κατεφρόνουν ὀλιγότητος καὶ δύο ἐν ταὐτῷ παρανομήματα συνύφαινον, ὧν τὸ μὲν ἦν καθαίρεσις τῶν ὑπερεχόντων, τὸ δ’ αὔξησις τῶν ἐλαττόνων, οἷα ἡγεμόσιν ὑπηκόων ἐπιτιθεμένων ἐπὶ συγχύσει τοῦ κρατίστου καὶ δημωφελεστάτου, τῆς τάξεως."],["278","εἶτ’ ἐπισυνιστάμενοι καὶ ἀθροιζόμενοι κατεβόων τοῦ προφήτου, ὡς δι’ οἰκειότητα τῷ τε ἀδελφῷ καὶ τοῖς ἀδελφιδοῖς χαρισαμένου τὴν ἱερωσύνην καὶ ἐπιψευσαμένου τὰ περὶ τὴν αἵρεσιν αὐτῶν, ὡς ἐπιφροσύνῃ θείᾳ, καθάπερ διεξῄειμεν, μὴ γενόμενα."],["279","ἐφ’ οἷς ἀνιαθεὶς καὶ περιαλγήσας, καίτοι πρᾳότατος ὢν καὶ ἡμερώτατος, οὕτως πρὸς δικαίαν ὀργὴν ὑπὸ μισοπονήρου πάθους ἠκονήθη, ὡς ἱκετεῦσαι τὸν θεὸν ἀποστραφῆναι τὴν θυσίαν αὐτῶν, οὐκ ἐπειδήπερ ἔμελλεν ὁ δικαιότατος κριτὴς ἱερουργίας ἀσεβῶν παραδέχεσθαι, ἀλλ’ ὅτι καὶ ἡ ψυχὴ τοῦ θεοφιλοῦς τὸ κατ’ αὐτὴν μέρος οὐχ ὑποσιωπᾷ, σπεύδουσα μὴ εὐοδεῖν ἀνοσίους, ἀλλ’ ἀεὶ τῆς προθέσεως διαμαρτάνειν."],["280","ἔτι δὲ ζέων καὶ πεπυρωμένος ὑπὸ τῆς νομίμου διαγανακτήσεως ἐνθουσιᾷ μεταβαλὼν εἰς προφήτην καὶ θεσπίζει τάδε· „χαλεπὸν ἀπιστία πρᾶγμα τοῖς ἀπίστοις μόνοις· τούτους οὐ λόγος ἀλλ’ ἔργα παιδεύει· παθόντες εἴσονται τὸ ἐμὸν ἀψευδές, ἐπεὶ μαθόντες οὐκ ἔγνωσαν."],["281","ἐπικριθήσεται δὲ τοῦτο τῇ τοῦ βίου τελευτῇ· εἰ μὲν γὰρ θάνατον ἐνδέξονται τὸν κατὰ φύσιν, πέπλασμαι τὰ λόγια, εἰ δὲ καινόν τινα καὶ παρηλλαγμένον, τὸ φιλάληθές μοι μαρτυρηθήσεται. χάσματα γῆς ὁρῶ διηνοιγμένης ἐπὶ μήκιστον εὐρυνόμενα, πολυανθρώπους ἀπολλυμένας συγγενείας, αὐτάνδρους ὑποσυρομένας καὶ καταπινομένας οἰκίας, ζῶντας ἀνθρώπους εἰς ᾅδου κατερχομένους. “"],["282","ἐπεὶ δ’ ἡσύχασε, ῥήγνυται μὲν ἡ γῆ σεισμῷ τιναχθεῖσα, ῥήγνυται δὲ καθ’ ὃ μάλιστα μέρος αἱ σκηναὶ τῶν ἀσεβῶν ἦσαν, ὡς ὑπενεχθείσας ἀθρόας ἐπικρυφθῆναι· τὰ γὰρ διαστάντα μέρη πάλιν συνῆλθε, τῆς χρείας ἀποτελεσθείσης, ἧς ἕνεκα διεζεύχθη."],["283","μικρὸν δ’ ὕστερον τοὺς τῆς στάσεως ἡγεμόνας πεντήκοντα πρὸς τοῖς διακοσίοις ἄνδρας κεραυνοὶ κατασκήψαντες αἰφνίδιον ἀθρόους ἐξανάλωσαν μηδὲν μέρος ὑπολειπόμενοι τῶν σωμάτων, ὃ ταφῆς ἐπιμοιράσεται."],["284","τὸ δὲ τῶν τιμωριῶν ἐπάλληλον καὶ τὸ ἑκατέρας μέγεθος διάσημον καὶ περιβόητον ἀπέφηνε τὴν εὐσέβειαν τοῦ προφήτου χρησαμένου θεῷ μάρτυρι τῆς περὶ τοὺς χρησμοὺς ἀληθείας."],["285","ἄξιον δὲ κἀκεῖνο μὴ παριδεῖν, ὅτι τὰς κατὰ τῶν ἀσεβῶν κολάσεις διεκληρώσαντο γῆ καὶ οὐρανός, αἱ τοῦ παντὸς ἀρχαί· τὴν γὰρ μοχθηρίαν ἐρρίζωσαν μὲν ἐπὶ γῆς, ἐξέτειναν δ’ εἰς αἰθέρα, τοσοῦτον ὕψος, αὐτὴν διάραντες."],["286","ὅθεν καὶ τῶν στοιχείων ἑκάτερον ἐχορήγησε τὰς τιμωρίας, ἡ μὲν ἵν’ ὑποσύρῃ καὶ καταπίῃ τοὺς τότε βαρύνοντας αὐτὴν ῥαγεῖσα καὶ διαστᾶσα, ὁ δ’ ἵνα καταφλέξῃ καὶ διαφθείρῃ πυρὸς πολλοῦ φοράν, καινότατον ὑετόν, ὀμβρήσας."],["287","τὸ δὲ τέλος καὶ τοῖς καταποθεῖσι καὶ τοῖς ὑπὸ τῶν κεραυνῶν διεφθαρμένοις ταὐτὸν ἀπέβαινεν· οὐδέτεροι γὰρ ἐφάνησαν, οἱ μὲν ἐπικρυφθέντες γῇ τῇ τοῦ χάσματος συνόδῳ πρὸς τὸ ἰσόπεδον ἑνωθείσῃ, οἱ δ’ ὅλοι δι’ ὅλων ἀναλωθέντες ὑπὸ τοῦ κεραυνίου πυρός."],["288","Χρόνοις δ’ ὕστερον, ἐπειδὴ τὴν ἐνθένδε ἀποικίαν ἔμελλεν εἰς οὐρανὸν στέλλεσθαι καὶ τὸν θνητὸν ἀπολιπὼν βίον ἀπαθανατίζεσθαι μετακληθεὶς ὑπὸ τοῦ πατρός, ὃς αὐτὸν δυάδα ὄντα, σῶμα καὶ ψυχήν, εἰς μονάδος ἀνεστοιχείου φύσιν ὅλον δι’ ὅλων μεθαρμοζόμενος εἰς νοῦν ἡλιοειδέστατον, τότε δὴ κατασχεθεὶς οὐκέτι συλλήβδην ἀθρόῳ παντὶ τῷ ἔθνει θεσπίζειν ἔοικεν ἀλλὰ καὶ κατὰ μέρος ἑκάστῃ φυλῇ τὰ μέλλοντα γενέσθαι καὶ αὖθις ἀποβησόμενα· ὧν τὰ μὲν ἤδη συμβέβηκε, τὰ δὲ προσδοκᾶται, διότι πίστις τῶν μελλόντων ἡ τῶν προγεγονότων τελείωσις."],["289","ἥρμοττε γὰρ διαφέροντας καὶ ταῖς σποραῖς, καὶ μάλιστα ἐν τοῖς μητρῴοις γένεσι, καὶ βουλευμάτων πολυτρόποις ἰδέαις καὶ τῶν περὶ τὸν βίον ἐπιτηδευμάτων ἀμυθήτοις διαφοραῖς ὥσπερ τινὰ κλήρου διανομὴν λογίων καὶ χρησμῶν ἁρμόζουσαν εὑρέσθαι."],["290","θαυμάσια μὲν οὖν ταῦτα· θαυμασιώτατον δὲ καὶ τὸ τέλος τῶν ἱερῶν γραμμάτων, ὃ καθάπερ ἐν τῷ ζῴῳ κεφαλὴ τῆς ὅλης νομοθεσίας ἐστίν."],["291","ἤδη γὰρ ἀναλαμβανόμενος καὶ ἐπ’ αὐτῆς βαλβῖδος ἑστώς, ἵνα τὸν εἰς οὐρανὸν δρόμον διιπτάμενος εὐθύνῃ, καταπνευσθεὶς καὶ ἐπιθειάσας ζῶν ἔτι τὰ ὡς ἐπὶ θανόντι ἑαυτῷ προφητεύει δεξιῶς, ὡς ἐτελεύτησε μήπω τελευτήσας, ὡς ἐτάφη μηδενὸς παρόντος, δηλονότι χερσὶν οὐ θνηταῖς ἀλλ’ ἀθανάτοις δυνάμεσιν, ὡς οὐδ’ ἐν τάφῳ τῶν προπατόρων ἐκηδεύθη τυχὼν ἐξαιρέτου μνήματος, ὃ μηδεὶς εἶδεν ἀνθρώπων, ὡς σύμπαν τὸ ἔθνος αὐτὸν ὅλον μῆνα δακρυρροοῦν ἐπένθησεν ἴδιον καὶ κοινὸν πένθος ἐπιδειξάμενον ἕνεκα τῆς ἀλέκτου καὶ πρὸς ἕνα ἕκαστον καὶ πρὸς ἅπαντας εὐνοίας καὶ κηδεμονίας."],["292","τοιοῦτος μὲν ὁ βίος, τοιαύτη δὲ καὶ ἡ τελευτὴ τοῦ βασιλέως καὶ νομοθέτου καὶ ἀρχιερέως καὶ προφήτου Μωυσέως διὰ τῶν ἱερῶν γραμμάτων μνημονεύεται."]]] \ No newline at end of file diff --git a/lines/on-the-life-of-the-wise-man-made-perfect.json b/lines/on-the-life-of-the-wise-man-made-perfect.json new file mode 100644 index 0000000000000000000000000000000000000000..81cb8b3c72e119b28bdd289407c336e72a74b837 --- /dev/null +++ b/lines/on-the-life-of-the-wise-man-made-perfect.json @@ -0,0 +1 @@ +[[["1","Τῶν ἱερῶν νόμων ἐν πέντε βίβλοις ἀναγραφέντων ἡ πρώτη καλεῖται καὶ ἐπιγράφεται Γένεσις ἀπὸ τῆς τοῦ κόσμου γενέσεως, ἣν ἐν ἀρχῇ περιέχει, λαβοῦσα τὴν πρόσρησιν, καίτοι μυρίων ἄλλων ἐμφερομένων πραγμάτων, ὅσα κατ’ εἰρήνην ἢ πόλεμον ἢ φορὰς καὶ ἀφορίας ἢ λιμὸν καὶ εὐθηνίαν ἢ τὰς μεγίστας τῶν ἐπὶ γῆς φθορὰς διὰ πυρὸς καὶ ὕδατος ἢ τοὐναντίον γενέσεις καὶ εὐτροφίας ζῴων καὶ φυτῶν κατὰ τὴν ἀέρος καὶ τῶν ἐτησίων ὡρῶν εὐκρασίαν καὶ ἀνδρῶν τῶν μὲν ἀρετῇ"],["2","τῶν δὲ κακίᾳ συμβιωσάντων· ἀλλ’ ἐπεὶ τούτων τὰ μέν ἐστι τοῦ κόσμου μέρη, τὰ δὲ παθήματα, τελειότατον δὲ καὶ πληρέστατον ὁ κόσμος, αὐτῷ τὴν ὅλην βίβλον ἀνέθηκεν. ὃν μὲν οὖν τρόπον ἡ κοσμοποιία διατέτακται, διὰ τῆς προτέρας συντάξεως, ὡς οἷόν τε ἦν, ἠκριβώσαμεν."],["3","ἐπεὶ δὲ τοὺς νόμους κατὰ τὸ ἑξῆς καὶ ἀκόλουθον ἀναγκαῖον διερευνᾶσθαι, τῶν ἐπὶ μέρους καὶ ὡς ἂν εἰκόνων ὑπέρθεσιν ποιησάμενοι τοὺς καθολικωτέρους καὶ ὡς ἂν ἀρχετύπους προτέρους διερευνήσωμεν."],["4","οὗτοι δέ εἰσιν ἀνδρῶν οἱ ἀνεπιλήπτως καὶ καλῶς βιώσαντες, ὧν τὰς ἀρετὰς ἐν ταῖς ἱερωτάταις ἐστηλιτεῦσθαι γραφαῖς συμβέβηκεν, οὐ πρὸς τὸν ἐκείνων ἔπαινον αὐτὸ μόνον, ἀλλὰ καὶ ὑπὲρ τοῦ τοὺς ἐντυγχάνοντας προτρέψασθαι καὶ ἐπὶ τὸν ὅμοιον ζῆλον ἀγαγεῖν. οἱ γὰρ ἔμψυχοι καὶ λογικοὶ νόμοι ἄνδρες ἐκεῖνοι γεγόνασιν, οὓς δυοῖν χάριν ἐσέμνυνεν· ἑνὸς μὲν βουλόμενος ἐπιδεῖξαι, ὅτι τὰ τεθειμένα διατάγματα τῆς φύσεως οὐκ ἀπᾴδει,"],["5","δευτέρου δὲ ὅτι οὐ πολὺς πόνος τοῖς ἐθέλουσι κατὰ τοὺς κειμένους νόμους ζῆν, ὁπότε καὶ ἀγράφῳ τῇ νομοθεσίᾳ, πρίν τι τὴν ἀρχὴν ἀναγραφῆναι τῶν ἐν μέρει, ῥᾳδίως καὶ εὐπετῶς ἐχρήσαντο οἱ πρῶτοι· ὡς δεόντως ἄν τινα φάναι, τοὺς τεθέντας νόμους μηδὲν ἄλλ’ ἢ ὑπομνήματα εἶναι βίου τῶν παλαιῶν, ἀρχαιολογοῦντας ἔργα καὶ λόγους, οἷς ἐχρήσαντο."],["6","ἐκεῖνοι γὰρ οὔτε γνώριμοι καὶ φοιτηταὶ γενόμενοί τινων οὔτε παρὰ διδασκάλοις ἃ χρὴ πράττειν καὶ λέγειν ἀναδιδαχθέντες, αὐτήκοοι δὲ καὶ αὐτομαθεῖς, ἀκολουθίαν φύσεως ἀσπασάμενοι, τὴν φύσιν αὐτήν, ὅπερ ἐστὶ πρὸς ἀλήθειαν, πρεσβύτατον θεσμὸν εἶναι ὑπολαβόντες ἅπαντα τὸν βίον ηὐνομήθησαν, ὑπαίτιον μὲν οὐδὲν γνώμαις ἑκουσίοις ἐργασάμενοι, περὶ δὲ τῶν ἐκ τύχης ποτνιώμενοι τὸν θεὸν καὶ λιταῖς καὶ ἱκεσίαις ἐξευμενιζόμενοι πρὸς ὁλοκλήρου μετουσίαν ζωῆς δι’ ἀμφοτέρων κατορθουμένης τῶν τε ἐκ προνοίας καὶ τῶν ἄνευ ἑκουσίου γνώμης."],["7","Ἐπειδὴ τοίνυν ἀρχὴ μετουσίας ἀγαθῶν ἐστιν ἐλπὶς καὶ ταύτην οἷα λεωφόρον ὁδὸν ἡ φιλάρετος ἀνατέμνει καὶ ἀνοίγει ψυχὴ σπουδάζουσα τυχεῖν τοῦ πρὸς ἀλήθειαν καλοῦ, τὸν πρῶτον ἐλπίδος ἐραστὴν προσεῖπεν „ἄνθρωπον “τὸ κοινὸν τοῦ γένους ὄνομα κατ’ ἐξαίρετον χάριν δωρησάμενος αὐτῷ."],["8","Χαλδαῖοι γὰρ τὸν ἄνθρωπον Ἐνὼς καλοῦσιν, ὡς μόνου πρὸς ἀλήθειαν ὄντος ἀνθρώπου τοῦ τὰ ἀγαθὰ προσδοκῶντος καὶ ἐλπίσι χρησταῖς ἐφιδρυμένου· ἐξ οὗ δῆλον, ὅτι τὸν δύσελπιν οὐκ ἄνθρωπον ἀλλ’ ἀνθρωποειδὲς ἡγεῖται θηρίον τὸ οἰκειότατον ἀνθρωπίνης ψυχῆς, ἐλπίδα, ἀφῃρημένον."],["9","ὅθεν καὶ παγκάλως ὑμνῆσαι βουλόμενος τὸν εὔελπιν προειπών, ὅτι οὗτος ἤλπισεν ἐπὶ τὸν τῶν ὅλων πατέρα καὶ ποιητήν (cf. Gen. 4, 26), ἐπιλέγει· „αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων “(Gen. 5, 1), καίτοι πατέρων καὶ πάππων ἤδη γεγονότων· ἀλλὰ τοὺς μὲν ἀρχηγέτας τοῦ μικτοῦ γένους ὑπέλαβεν εἶναι, τουτονὶ δὲ τοῦ καθαρωτάτου καὶ διηθημένου, ὅπερ ὄντως ἐστὶ λογικόν."],["10","καθάπερ γὰρ ποιητὴς Ὅμηρος, μυρίων ποιητῶν ὄντων, κατ’ ἐξοχὴν λέγεται, καὶ τὸ μέλαν ᾧ γράφομεν, καίτοι παντὸς ὃ μὴ λευκόν ἐστι μέλανος ὄντος, καὶ ἄρχων Ἀθήνῃσιν ὁ ἐπώνυμος καὶ τῶν ἐννέα ἀρχόντων ἄριστος, ἀφ’ οὗ οἱ χρόνοι καταριθμοῦνται, τὸν αὐτὸν τρόπον καὶ τὸν ἐλπίδι χρώμενον „ἄνθρωπον “κατ’ ἐξοχὴν ὠνόμασε τὰ πλήθη τῶν ἄλλων ἀφησυχάσας ὡς οὐκ ἀξίων τῆς αὐτῆς προσρήσεως ἐπιλαχεῖν."],["11","εὖ μέντοι καὶ τὴν βίβλον γενέσεως τοῦ πρὸς ἀλήθειαν ἀνθρώπου προσεῖπεν, οὐκ ἀπὸ σκοποῦ, διότι γραφῆς καὶ μνήμης ἄξιος ὁ εὔελπις, οὐ τῆς ἐν χαρτιδίοις ὑπὸ σητῶν διαφθαρησομένοις, ἀλλὰ τῆς ἐν ἀθανάτῳ τῇ φύσει, παρ’ ᾗ τὰς σπουδαίας πράξεις ἀναγράπτους εἶναι συμβέβηκεν."],["12","εἰ μέντοι καταριθμήσειέ τις ἀπὸ τοῦ πρώτου καὶ γηγενοῦς, τὸν ὑπὸ μὲν Χαλδαίων Ἐνὼς Ἑλλάδι δὲ διαλέκτῳ προσαγορευόμενον „ἄνθρωπον “εὑρήσει τέταρτον."],["13","ἐν ἀριθμοῖς δὲ ἡ τετρὰς τετίμηται παρά τε τοῖς ἄλλοις φιλοσόφοις, ὅσοι τὰς ἀσωμάτους οὐσίας καὶ νοητὰς ἠσπάσαντο, καὶ μάλιστα παρὰ Μωυσεῖ τῷ πανσόφῳ, ὃς σεμνύνων τὸν τέταρτον ἀριθμόν φησιν, ὅτι \" ἅγιός ἐστι καὶ αἰνετός “(Lev. 19, 24)· δι’ ἃς δ’ αἰτίας ἐλέχθη, διὰ τῆς προτέρας συντάξεως εἴρηται."],["14","ἅγιος δὲ καὶ ἐπαινετὸς ὁ εὔελπις, ὡς τοὐναντίον ἄναγνος καὶ ψεκτὸς ὁ δύσελπις, φόβῳ πρὸς ἅπαντα συμβούλῳ κακῷ χρώμενος· οὐδὲν γὰρ οὕτως ἐχθρὸν ἄλλο ἄλλῳ φασίν, ὡς ἐλπίδα φόβῳ καὶ φόβον ἐλπίδι· καὶ μήποτ’ εἰκότως· προσδοκία μὲν γὰρ ἑκάτερον, ἀλλ’ ἡ μὲν ἀγαθῶν, ἡ δ’ ἔμπαλιν κακῶν, ἀκατάλλακτοι δ’ αἱ φύσεις"],["15","τούτων καὶ ἀσύμβατοι. τοσαῦτα μὲν ἀπόχρη περὶ ἐλπίδος εἰπεῖν, ἣν ἐπὶ θύραις οἷα πυλωρὸν ἡ φύσις ἱδρύσατο βασιλίδων τῶν ἔνδον ἀρετῶν, αἷς οὐκ ἔστιν ἐντυχεῖν μὴ ταύτην προθεραπεύσαντας."],["16","πολλὰ μὲν οὖν οἱ νομοθέται, πολλὰ δὲ οἱ πανταχοῦ νόμοι πραγματεύονται περὶ τοῦ τὰς ψυχὰς τῶν ἐλευθέρων ἐλπίδων χρηστῶν ἀναπλῆσαι· ὁ δ’ ἄνευ παραινέσεως δίχα τοῦ κελευσθῆναι γενόμενος εὔελπις ἀγράφῳ μὲν νόμῳ δὲ πάλιν αὐτομαθεῖ τὴν ἀρετὴν ταύτην πεπαίδευται, ὃν ἡ φύσις ἔθηκε."],["17","Δευτέραν δ’ ἔλαχε τάξιν μετὰ τὴν ἐλπίδα ἡ ἐπὶ τοῖς ἁμαρτανομένοις μετάνοια καὶ βελτίωσις· ὅθεν ἑξῆς ἀναγράφει τὸν ἀπὸ χείρονος βίου πρὸς τὸν ἀμείνω μεταβαλόντα, ὃς καλεῖται παρὰ μὲν Ἑβραίοις Ἐνώχ, ὡς δ’ ἂν Ἕλληνες εἴποιεν „κεχαρισμένος “, ἐφ’ οὗ καὶ ταυτὶ λέλεκται, ὡς ἄρα „εὐηρέστησεν Ἐνὼχ τῷ θεῷ καὶ οὐχ ηὑρίσκετο, ὅτι μετέθηκεν αὐτὸν ὁ θεός “(Gen. 5, 24)."],["18","ἡ γὰρ μετάθεσις τροπὴν ἐμφαίνει καὶ μεταβολήν· πρὸς δὲ τὸ βέλτιον ἡ μεταβολή, διότι προμηθείᾳ γίνεται θεοῦ· πᾶν γὰρ τὸ σὺν θεῷ καλὸν καὶ συμφέρον πάντως, ἐπεὶ καὶ τὸ ἄνευ θείας ἐπιφροσύνης ἀλυσιτελές."],["19","εὖ δ’ εἴρηται τὸ „οὐχ ηὑρίσκετο “ἐπὶ τοῦ μετατεθειμένου, τῷ τὸν ἀρχαῖον καὶ ἐπίληπτον ἀπαληλίφθαι βίον καὶ ἠφανίσθαι καὶ μηκέθ’ εὑρίσκεσθαι, καθάπερ εἰ μηδὲ τὴν ἀρχὴν ἐγένετο, ἢ τῷ τὸν μετατιθέμενον καὶ ἐν τῇ βελτίονι ταχθέντα τάξει δυσεύρετον εἶναι φύσει· πολύχουν μὲν γὰρ ἡ κακία, διὸ καὶ πολλοῖς γνώριμον, σπάνιον δ’ ἡ ἀρετή, ὡς μηδ’ ὑπ’ ὀλίγων καταλαμβάνεσθαι."],["20","καὶ ἄλλως ὁ μὲν φαῦλος ἀγορὰν καὶ θέατρα καὶ δικαστήρια βουλευτήριά τε καὶ ἐκκλησίας καὶ πάντα σύλλογον καὶ θίασον ἀνθρώπων ἅτε φιλοπραγμοσύνῃ συζῶν μετατρέχει, τὴν μὲν γλῶτταν ἀνιεὶς πρὸς ἄμετρον καὶ ἀπέραντον καὶ ἄκριτον διήγησιν, συγχέων ἅπαντα καὶ φύρων, ἀληθέσι ψευδῆ καὶ ῥητοῖς ἄρρητα καὶ ἴδια κοινοῖς καὶ ἱεροῖς βέβηλα καὶ σπουδαίοις γελοῖα ἀναμιγνύς, διὰ τὸ μὴ πεπαιδεῦσθαι τὸ ἐν καιρῷ κάλλιστον, ἡσυχίαν, τὰ δὲ ὦτα ἐπουρίσας ἕνεκα πολυπράγμονος περιεργίας·"],["21","τὰ γὰρ ἑτέρων εἴτε ἀγαθὰ εἴτ’ αὖ κακὰ γλίχεται μανθάνειν, ὡς αὐτίκα τοῖς μὲν φθονεῖν, ἐφ’ οἷς δὲ ἥδεσθαι· βάσκανον γὰρ καὶ μισόκαλον καὶ φιλοπόνηρον ὁ φαῦλος φύσει."],["22","ὁ δ’ ἀστεῖος ἔμπαλιν ἀπράγμονος ζηλωτὴς βίου γεγονὼς ὑποχωρεῖ καὶ μόνωσιν ἀγαπᾷ, λανθάνειν τοὺς πολλοὺς ἀξιῶν, οὐ διὰ μισανθρωπίαν— φιλάνθρωπος γάρ, εἰ καί τις ἄλλος—, ἀλλὰ διὰ τὸ προβεβλῆσθαι κακίαν, ἣν ὁ πολὺς ὄχλος ἀσπάζεται, χαίρων μὲν ἐφ’ οἷς στένειν ἄξιον, λυπούμενος δὲ ἐφ’ οἷς γεγηθέναι καλόν."],["23","ὧν ἕνεκα συγκλεισάμενος οἴκοι τὰ πολλὰ καταμένει μόλις τὰς κλισιάδας ὑπερβαίνων ἢ διὰ τοὺς ἐπιφοιτῶντας συνεχέστερον ἔξω πόλεως προελθὼν ἐν μοναγρίᾳ ποιεῖται τὰς διατριβὰς ἥδιον συμβιωταῖς χρώμενος τοῖς ἅπαντος τοῦ γένους ἀνθρώπων ἀρίστοις, ὧν τὰ μὲν σώματα διέλυσεν ὁ χρόνος, τὰς δ’ ἀρετὰς αἱ ἀπολειφθεῖσαι γραφαὶ ζωπυροῦσι διά τε ποιημάτων καὶ τῶν καταλογάδην συγγραμμάτων, οἷς ἡ ψυχὴ πέφυκε βελτιοῦσθαι."],["24","διὰ τοῦτο εἶπεν ὅτι ὁ μετατεθεὶς „οὐχ εὑρίσκετο “δυσεύρετος καὶ δυσθήρατος ὤν. μεθορμίζεται οὖν εἰς παιδείαν ἐξ ἀμαθίας καὶ ἐξ ἀφροσύνης εἰς φρόνησιν ἔκ τε δειλίας εἰς ἀνδρείαν καὶ ἐξ ἀσεβείας εἰς εὐσέβειαν, καὶ πάλιν ἐκ μὲν φιληδονίας εἰς ἐγκράτειαν, ἐκ δὲ φιλοδοξίας εἰς ἀτυφίαν· ὧν τίς ἢ πλοῦτος ἐπάξιος ἢ βασιλείας καὶ δυναστείας κτῆσις ὠφελιμωτέρα;"],["25","εἰ γὰρ χρὴ τἀληθὲς εἰπεῖν, ὁ μὴ τυφλὸς ἀλλ’ ὀξὺ βλέπων πλοῦτος ἡ τῶν ἀρετῶν ἐστι περιουσία, ἣν εὐθὺς γνήσιον καὶ εὔνομον παρὰ τὰς νόθους καὶ ψευδωνύμους ἀρχὰς ὑποληπτέον ἡγεμονίαν ἐνδίκως ἅπαντα πρυτανεύουσαν."],["26","οὐ δεῖ δὲ ἀγνοεῖν, ὅτι τὰ δευτερεῖα φέρεται μετάνοια τελειότητος, ὥσπερ καὶ ἀνόσου σώματος ἡ πρὸς ὑγείαν ἐξ ἀσθενείας μεταβολή. τὸ μὲν οὖν διηνεκὲς καὶ τέλειον ἐν ἀρεταῖς ἐγγυτάτω θείας ἵσταται δυνάμεως, ἡ δ’ ἀπό τινος χρόνου βελτίωσις ἴδιον ἀγαθὸν εὐφυοῦς ψυχῆς ἐστι μὴ τοῖς παιδικοῖς ἐπιμενούσης ἀλλ’ ἁδροτέροις καὶ ἀνδρὸς ὄντως φρονήμασιν ἐπιζητούσης εὔδιον κατάστασιν [ψυχῆς] καὶ τῇ φαντασίᾳ τῶν καλῶν ἐπιτρεχούσης."],["27","Ὅθεν εἰκότως τῷ μετανενοηκότι τάττει κατὰ τὸ ἑξῆς τὸν θεοφιλῆ καὶ φιλάρετον, ὃς Ἑβραίων μὲν τῇ γλώττῃ καλεῖται Νῶε, τῇ δὲ Ἑλλήνων „ἀνάπαυσις “ἢ „δίκαιος “, οἰκειόταται προσρήσεις σοφῷ· ἐμφανῶς μὲν ὁ δίκαιος, ἄμεινον γὰρ οὐδὲν δικαιοσύνης, τῆς ἐν ἀρεταῖς ἡγεμονίδος, ἣ καθάπερ ἐν χορῷ καλλιστεύουσα πρεσβεύει· ἡ δ’ ἀνάπαυσις, ἐπεὶ καὶ τοὐναντίον τὴν παρὰ φύσιν κίνησιν ταραχῶν καὶ θορύβων στάσεών τε καὶ πολέμων αἰτίαν εἶναι συμβέβηκεν, ἣν μετίασιν οἱ φαῦλοι, ἠρεμαῖον δὲ καὶ ἡσυχάζοντα καὶ σταθερὸν ἔτι δὲ καὶ εἰρηνικὸν βίον οἱ καλοκἀγαθίαν τετιμηκότες."],["28","ἑπόμενος δ’ αὐτὸς αὑτῷ καὶ τὴν ἑβδόμην, ἣν Ἑβραῖοι σάββατα καλοῦσιν, ἀνάπαυσιν ὀνομάζει, οὐχ, ὡς οἴονταί τινες, ὅτι δι’ ἓξ ἡμερῶν τῶν συνήθων ἔργων ἀπείχετο τὸ πλῆθος, ἀλλ’ ὅτι τῷ ὄντι ὁ ἕβδομος ἀριθμὸς ἔν τε τῷ κόσμῳ καὶ ἐν ἡμῖν αὐτοῖς ἀεὶ ἀστασίαστος καὶ ἀπόλεμος καὶ ἀφιλόνεικος καὶ εἰρηνικώτατος ἁπάντων ἀριθμῶν ἐστι."],["29","μάρτυρες δὲ τοῦ λεχθέντος αἱ ἐν ἡμῖν δυνάμεις· αἱ μὲν γὰρ ἓξ τὸν ἄπαυστον καὶ συνεχῆ πόλεμον ἐν γῇ καὶ θαλάττῃ συγκροτοῦσιν, αἵ τε πέντε αἰσθήσεις καὶ ὁ προφορικὸς λόγος, αἱ μὲν πόθῳ τῶν αἰσθητῶν, ὧν ἐὰν μὴ τυγχάνωσιν, ἀνιῶνται, ὁ δ’ ἀχαλίνῳ στόματι μυρία τῶν ἡσυχαστέων ἐκλαλῶν·"],["30","ἡ δ’ ἑβδόμη δύναμις ἡ περὶ τὸν ἡγεμόνα νοῦν, ὃς ὅταν ἐπικυδέστερος γένηται τῶν ἓξ καὶ δυνατωτέρᾳ ῥώμῃ κατακρατήσας ἀναχωρήσῃ, μόνωσιν ἀσπασάμενος καὶ ταῖς ἑαυτοῦ πρὸς ἑαυτὸν χαίρων ὁμιλίαις ὡς ἀπροσδεὴς ὢν ἑτέρου καὶ αὐταρκέστατος ἑαυτῷ, τηνικαῦτα φροντίδων καὶ πραγματειῶν ἀπαλλαγεὶς τῶν"],["31","ἐν τῷ θνητῷ γένει βίον εὔδιον καὶ γαληνὸν ἀσπάζεται. οὕτως δ’ ἀποσεμνύνει τὸν φιλάρετον, ὥστε καὶ γενεαλογῶν αὐτὸν οὐ, καθάπερ ἔθος ἐπὶ τῶν ἄλλων, πάππων ἢ προπάππων ἢ προγόνων ποιεῖται κατάλογον, ὅσοι πρὸς ἀνδρῶν ἢ πρὸς γυναικῶν εἰσιν, ἀλλά τινων ἀρετῶν, μόνον οὐχὶ βοῶν ἄντικρυς, ὅτι οἰκία καὶ συγγένεια καὶ πατρὶς οὐδεμία ἐστὶν ἑτέρα σοφῷ ὅτι μὴ ἀρεταὶ καὶ αἱ κατ’ ἀρετὰς πράξεις· „αὗται “γάρ φησιν „αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ, τῷ θεῷ εὐηρέστησεν “(Gen. 6, 9)."],["32","οὐ δεῖ δὲ ἀγνοεῖν, ὅτι νῦν „ἄνθρωπον “οὐ κοινῷ τύπῳ τὸ λογικὸν θνητὸν ζῷον καλεῖ, τὸν μέντοι κατ’ ἐξοχήν, ὃς ἐπαληθεύει τοὔνομα τὰ ἀτίθασα καὶ λελυττηκότα πάθη καὶ τὰς θηριωδεστάτας κακίας τῆς ψυχῆς ἀπεληλακώς. σημεῖον δέ·"],["33","μετὰ τὸν „ἄνθρωπον “ἐπιλέγει τὸν „δίκαιον “εἰπὼν „ἄνθρωπος δίκαιος “, ὡς ἀδίκου μὲν οὐδενὸς ὄντος ἀνθρώπου (κυριώτερον δ’ εἰπεῖν ἀνθρωπομόρφου θηρίου), μόνου δὲ ὃς ἂν ζηλωτὴς ᾖ δικαιοσύνης."],["34","φησὶ δ’ αὐτὸν καὶ „τέλειον “γεγονέναι διὰ τούτου παριστάς, ὡς οὐ μίαν ἀρετὴν ἀλλὰ πάσας ἐκτήσατο καὶ κτησάμενος ἑκάστῃ κατὰ τὸ ἐπιβάλλον χρώμενος διετέλεσεν."],["35","ἐπιστεφανῶν δ’ αὐτὸν ὡς ἀγωνιστὴν ἐκνενικηκότα κηρύγματι λαμπροτάτῳ προσεπικοσμεῖ φάσκων, ὅτι „τῷ θεῷ εὐηρέστησεν “· οὗ τί γένοιτ’ ἂν ἐν τῇ φύσει κρεῖττον; τίς καλοκἀγαθίας ἐναργέστερος ἔλεγχος; εἰ γὰρ οἱ δυσαρεστήσαντες τῷ θεῷ κακοδαίμονες, οἷς εὐαρεστῆσαι συνέβη πάντως εὐδαίμονες."],["36","οὐκ ἀπὸ σκοποῦ μέντοι ταῖς τοσαύταις ἀρεταῖς ὑμνήσας τὸν ἄνθρωπον ἐπεῖπεν, ὅτι „τέλειος ἦν ἐν τῇ γενεᾷ αὐτοῦ “(Gen. 6, 9), δηλῶν ὅτι οὐ καθάπαξ ἀλλὰ κατὰ σύγκρισιν τῶν κατ’ ἐκεῖνον τὸν χρόνον γεγονότων ἀγαθὸς ἦν."],["37","ἤδη γὰρ οὐκ εἰς μακρὰν ἐπιμνησθήσεται σοφῶν ἑτέρων, οἳ τὴν ἀρετὴν ἀνανταγώνιστον ἔσχον, οὐ πονηροῖς ἀντεξετασθέντες οὐδ’ ὅτι βελτίους ἐγένοντο τῶν κατ’ αὐτοὺς ἀποδοχῆς καὶ προνομίας ἀξιωθέντες, ἀλλ’ ὅτι φύσιν εὔμοιρον κτησάμενοι διετήρησαν αὐτὴν ἀδιάστροφον, οὐ φυγόντες μοχθηρὰ ἐπιτηδεύματα, ἀλλ’ οὐδὲ τὴν ἀρχὴν αὐτοῖς περιπεσόντες, προηγουμένως δὲ καλῶν ἔργων καὶ λόγων ἀσκηταὶ γενόμενοι τὸν βίον ἐπεκόσμουν."],["38","θαυμασιώτατοι μὲν οὖν ἄνδρες ἐκεῖνοι γεγόνασιν, οἳ ταῖς ὁρμαῖς ἐλευθέραις καὶ εὐγενέσιν ἐχρήσαντο, μὴ κατὰ μίμησιν ἢ ἐναντίωσιν ἑτέρων, ἀλλ’ αὐτὸ τὸ καλὸν καὶ τὸ δίκαιον ἀποδεξάμενοι, θαυμάσιος δὲ καὶ ὁ τῆς καθ’ αὑτὸν γενεᾶς διενηνοχὼς καὶ μηδενὶ συνενεχθεὶς ὧν ἐζήλωσαν οἱ πολλοί· δευτερείων μὲν οὗτος ἐφίξεται, τὰ δὲ πρῶτα τῶν ἄθλων ἐκείνοις ἀναδώσει ἡ φύσις."],["39","τὰ μέντοι δευτερεῖα καὶ αὐτὰ μεγάλα· τί δ’ οὐχὶ μέγα καὶ περιμάχητον ὧν ὀρέγει καὶ δωρεῖται θεός; σαφεστάτη δὲ πίστις αἱ τῶν χαρίτων ὑπερβολαί, ὧν οὗτος ἔτυχεν."],["40","ἐπεὶ γὰρ ἀδικημάτων φορὰν ἤνεγκεν ὁ χρόνος ἐκεῖνος καὶ πᾶσα χώρα καὶ ἔθνος καὶ πόλις καὶ οἰκία καὶ ἕκαστος ἰδίᾳ πονηρῶν ἐπιτηδευμάτων ἀνεπέπληστο, πάντων ἑκουσίως καὶ ἐκ προνοίας ὡς ἐν ἀγῶνι περὶ τῶν ἐν τῷ διαμαρτάνειν πρωτείων ἁμιλλωμένων— μετὰ σπουδῆς γὰρ ἁπάσης ἐφιλονείκουν, ἑκάστου τὸν πλησίον μεγέθει κακίας ὑπερβαλεῖν ἐπειγομένου καὶ μηδὲν παραλείποντος τῶν"],["41","πρὸς ἐπίληπτον καὶ ἐπάρατον βίον—· ἐφ’ οἷς ὁ θεὸς εἰκότως δυσχεράνας, εἰ τὸ ζῷον τὸ ἄριστον εἶναι δοκοῦν καὶ συγγενείας ἀξιωθὲν τῆς πρὸς αὐτὸν ἕνεκα τῆς ἐν τῷ λόγῳ κοινωνίας, δέον ἀρετὴν ἐπιτηδεύειν, ἐζήλωσε κακίαν καὶ τὰ εἴδη πάντα κακίας, δίκην ὁρίζει τὴν προσήκουσαν, ἀφανίσαι τοὺς τότε ὄντας κατακλυσμῷ διανοηθείς, οὐ μόνον τοὺς ἐν τῇ πεδιάδι καὶ τοῖς χθαμαλωτέροις ἀλλὰ καὶ τοὺς ἐν τοῖς ὑψηλοτάτοις ὄρεσι κατοικοῦντας."],["42","ἡ μὲν γὰρ μεγάλη θάλαττα μετέωρος ὡς οὐδέπω πρότερον ἀρθεῖσα διὰ τῶν στομάτων ἀθρόᾳ ῥύμῃ τοῖς καθ’ ἡμᾶς εἰσερρύη πελάγεσι, τὰ δὲ πλημμύραντα νήσους καὶ ἠπείρους ἐπέκλυσε, πηγῶν δ’ ἀενάων καὶ ποταμῶν αὐθιγενῶν τε καὶ χειμάρρων ἐπάλληλοι φοραὶ συνῆπτον ἀλλήλαις ἀναχεόμεναι καὶ πρὸς ὕψος ἐπαιρόμεναι ἐπέβαινον."],["43","οὐ μὴν οὐδὲ ὁ ἀὴρ ἠρέμει· πάντα γὰρ τὸν οὐρανὸν βαθὺ καὶ συνεχὲς νέφος ἐπεῖχε καὶ πνεύματα ἦν ἐξαίσια πάταγοί τε βροντῶν καὶ ἐπιλάμψεις ἀστραπῶν καὶ κεραυνῶν φοραί, καταρρηγνυμένων ὄμβρων ἀπαύστων, ὡς νομίσαι τὰ μέρη τοῦ παντὸς εἰς μίαν φύσιν τὴν ὕδατος ἀναστοιχειούμενα σπεύδειν, ἕως τοῦ μὲν ἄνωθεν καταράττοντος τοῦ δὲ κάτωθεν ἐπανιόντος μετάρσια ἤρθη τὰ ῥεῖθρα, οἷς οὐ μόνον ἡ πεδιὰς καὶ ὅση χθαμαλὴ κατακλυσθεῖσα ἠφανίσθη, ἀλλὰ καὶ τῶν ὑψηλοτάτων ὀρῶν αἱ κορυφαί."],["44","πάντα γὰρ τὰ μέρη τῆς γῆς ἔδυ καθ’ ὕδατος, ὡς πᾶσαν καθηρπάσθαι καὶ τὸν κόσμον ἀκρωτηριασθέντα μεγάλῳ τμήματι τὸν παντελῆ καὶ ὁλόκληρον, ὃ μήτε εἰπεῖν μήτε νοῆσαι θέμις, λελωβῆσθαι δοκεῖν. ἀλλὰ γὰρ καὶ ὁ ἀήρ, ἔξω μέρους βραχέος τοῦ κατὰ σελήνην, ἅπας ἀνήλωτο νικηθεὶς ὑπὸ τῆς τοῦ ὕδατος φορᾶς καὶ βίας, ὅπερ ἀνὰ κράτος τὴν ἐκείνου χώραν ἐπέσχε."],["45","τότε δὴ τότε εὐθὺς ἐφθείρετο ὅσα σπαρτὰ καὶ δένδρα— φθείρει γὰρ ὡς ἔνδεια καὶ πλῆθος ἄμετρον—, ἔθνῃσκον δ’ αἱ μυρίαι τῶν ζῴων ἀγέλαι ἡμέρων ὁμοῦ καὶ ἀγρίων· ἦν γὰρ εἰκός, τοῦ κρατίστου γένους ἀνθρώπων ἀφανιζομένου, μηδὲν ὑπολειφθῆναι τῶν χειρόνων, ἐπεὶ καὶ πρὸς τὰς ἐκείνου χρείας ἐγένετο δοῦλα τρόπον τινὰ δεσποτικαῖς προστάξεσιν ὑπηρετήσοντα."],["46","τοσούτων δὴ καὶ τηλικούτων ἐπιρραξάντων κακῶν, ἅπερ ἐκεῖνος ὁ καιρὸς ὤμβρησε— πάντα γὰρ τὰ τοῦ κόσμου μέρη, δίχα τῶν κατὰ τὸν οὐρανόν, ἐκινήθη παρὰ φύσιν, ὡς ἂν βαρεῖαν καὶ θανατώδη νόσον νοσήσαντα—, μόνος δὲ εἷς οἶκος ὁ τοῦ λεχθέντος ἀνδρὸς δικαίου καὶ θεοφιλοῦς διασῴζεται δύο λαβόντος τὰς ἀνωτάτω δωρεάς, μίαν μέν, ἣν εἶπον, τὸ μὴ πᾶσι τούτοις συναπολέσθαι, ἑτέραν δὲ τὸ πάλιν ἀρχηγέτην αὐτὸν ὑπάρξαι νέας ἀνθρώπων σπορᾶς· ἠξίωσε γὰρ αὐτὸν ὁ θεὸς καὶ τέλος τοῦ γένους ἡμῶν καὶ ἀρχὴν γενέσθαι, τέλος μὲν τῶν πρὸ τοῦ κατακλυσμοῦ, τῶν δὲ μετὰ τὸν κατακλυσμὸν ἀρχήν."],["47","Τοιοῦτος μὲν ὁ τῶν καθ’ αὑτὸν ἄριστος, τοιαῦτα δὲ καὶ τὰ τεθειμένα ἆθλα αὐτῷ, ὁποῖα δεδήλωκεν ὁ ἱερὸς λόγος. τῶν δ’ εἰρημένων τριῶν εἴτε ἀνδρῶν εἴτε ψυχῆς τρόπων ἐναρμόνιος ἡ τάξις· ὁ μὲν γὰρ τέλειος ὁλόκληρος ἐξ ἀρχῆς, ὁ δὲ μετατεθειμένος ἡμίεργος, τοῦ βίου τὸν μὲν πρότερον χρόνον ἀναθεὶς κακίᾳ, τὸν δ’ ὕστερον ἀρετῇ, πρὸς ἣν μετανέστη καὶ μετῳκίσατο, ὁ δὲ ἐλπίζων, ὡς αὐτὸ δηλοῖ τοὔνομα, ἐλλιπής, ἐφιέμενος μὲν ἀεὶ τοῦ καλοῦ, μήπω δ’ ἐφικέσθαι τούτου δεδυνημένος, ἀλλ’ ἐοικὼς τοῖς πλέουσιν, οἳ σπεύδοντες εἰς λιμένας καταίρειν θαλαττεύουσιν ἐνορμίσασθαι μὴ δυνάμενοι."],["48","Ἡ μὲν οὖν προτέρα τριὰς τῶν ἀρετὴν ἐπιποθησάντων δεδήλωται. μείζων δέ ἐστιν ἡ ἑτέρα, περὶ ἧς νυνὶ λεκτέον. ἐκείνη μὲν γὰρ τοῖς ἐν ἡλικίᾳ παιδικῇ μαθήμασιν ἔοικεν, αὕτη δὲ τοῖς ἀνδρῶν ἀθλητικῶν γυμνάσμασιν ἐπὶ τοὺς ἱεροὺς ὄντως ἀλειφομένων ἀγῶνας, οἳ σωμασκίας καταφρονοῦντες τὴν ἐν τῇ ψυχῇ κατασκευάζουσιν εὐεξίαν ἐφιέμενοι τῆς κατὰ τῶν ἀντιπάλων παθῶν νίκης."],["49","οἷς μὲν οὖν διενήνοχεν ἕκαστος ἐφ’ ἓν καὶ τὸ αὐτὸ τέλος ἐπειγόμενος, αὖθις ἀκριβέστερον ἐροῦμεν· ἃ δὲ χρὴ περὶ τῶν τριῶν συλλήβδην προειπεῖν, ἀναγκαῖον μὴ παρασιωπῆσαι."],["50","τούτους τοίνυν συμβέβηκε μιᾶς οἰκίας καὶ ἑνὸς γένους εἶναι— ὁ γὰρ τελευταῖος υἱὸς μέν ἐστι τοῦ μέσου, υἱωνὸς δὲ τοῦ πρώτου— καὶ πάντας φιλοθέους ὁμοῦ καὶ θεοφιλεῖς, ἀγαπήσαντας τὸν ἀληθῆ θεὸν καὶ ἀνταγαπηθέντας πρὸς αὐτοῦ, ὃς ἠξίωσε, καθάπερ δηλοῦσιν οἱ χρησμοί, διὰ τὰς ὑπερβολὰς τῶν ἀρετῶν αἷς συνεβίουν κοινωνῆσαι τῆς προσρήσεως αὐτοῦ."],["51","τὸ γὰρ ἴδιον ὄνομα τοῖς ἐκείνων ἐναρμοσάμενος ἥνωσε, τὴν ἐκ τῶν τριῶν σύνθετον κλῆσιν ἐπιφημίσας ἑαυτῷ· \" τοῦτο γάρ μου “φησίν „ὄνομά ἐστιν αἰώνιον, θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ “(cf. Exod. 3, 15)— ἀντὶ τοῦ καθάπαξ τὸ πρός τι· καὶ μήποτ’ εἰκότως· ὀνόματος γὰρ ὁ θεὸς οὐ δεῖται, μὴ δεόμενος δ’ ὅμως ἐχαρίζετο τῷ γένει τῶν ἀνθρώπων κλῆσιν οἰκείαν, ἵν’ ἔχοντες καταφυγὴν πρὸς ἱκεσίας καὶ λιτὰς μὴ ἀμοιρῶσιν ἐλπίδος χρηστῆς."],["52","ταῦτα μὲν οὖν ἐπ’ ἀνδρῶν ὁσίων εἰρῆσθαι δοκεῖ, μηνύματα δ’ ἐστὶ φύσεως ἀδηλοτέρας καὶ πολὺ βελτίονος τῆς ἐν αἰσθητοῖς. τρόπους γὰρ ψυχῆς ἔοικεν ὁ ἱερὸς διερευνᾶσθαι λόγος, ἀστείους ἅπαντας, τὸν μὲν ἐκ διδασκαλίας, τὸν δ’ ἐκ φύσεως, τὸν δ’ ἐξ ἀσκήσεως ἐφιέμενον τοῦ καλοῦ. ὁ μὲν γὰρ πρῶτος, ἐπίκλησιν Ἀβραάμ, σύμβολον διδασκαλικῆς ἀρετῆς ἐστιν, ὁ δὲ μέσος, Ἰσαάκ, φυσικῆς, ὁ δὲ τρίτος, Ἰακώβ, ἀσκητικῆς."],["53","ἀλλὰ γὰρ οὐκ ἀγνοητέον, ὅτι μετεποιεῖτο τῶν τριῶν ἕκαστος δυνάμεων, ὠνομάσθη δὲ ἀπὸ τῆς πλεοναζούσης κατ’ ἐπικράτειαν· οὔτε γὰρ διδασκαλίαν ἄνευ φύσεως ἢ ἀσκήσεως τελειωθῆναι δυνατὸν οὔτε φύσις ἐπὶ πέρας ἐστὶν ἐλθεῖν ἱκανὴ δίχα τοῦ μαθεῖν καὶ ἀσκῆσαι οὔτε ἄσκησις, εἰ μὴ προθεμελιωθείη φύσει τε καὶ διδασκαλίᾳ."],["54","προσηκόντως οὖν καὶ τὴν τῶν τριῶν λόγῳ μὲν ἀνδρῶν ἔργῳ δ’ ὡς εἶπον ἀρετῶν οἰκειότητα συνῆψε, φύσεως, μαθήσεως, ἀσκήσεως, ἃς ἑτέρῳ ὀνόματι Χάριτας ἰσαρίθμους ἄνθρωποι καλοῦσιν, ἢ τῷ κεχαρίσθαι τὸν θεὸν τῷ ἡμετέρῳ γένει τὰς τρεῖς δυνάμεις πρὸς τελειότητα τοῦ βίου ἢ παρόσον αὗται δεδώρηνται ψυχῇ λογικῇ ἑαυτάς, δώρημα τέλειον καὶ κάλλιστον, ἵνα καὶ τὸ αἰώνιον ὄνομα τὸ δηλούμενον ἐν τοῖς χρησμοῖς ἐπὶ τριῶν μὴ ἐπ’ ἀνθρώπων μᾶλλον ἢ τῶν εἰρημένων δυνάμεων λέγηται."],["55","ἀνθρώπων μὲν γὰρ φθαρτὴ φύσις, ἄφθαρτος δ’ ἡ τῶν ἀρετῶν· εὐλογώτερον δὲ ἐπιφημίζεσθαι τὸ ἀίδιον ἀφθάρτοις πρὸ θνητῶν, ἐπεὶ συγγενὲς μὲν ἀιδιότητος ἀφθαρσία, ἐχθρὸν δὲ θάνατος."],["56","χρὴ μέντοι μηδ’ ἐκεῖνο ἀγνοεῖν, ὅτι τὸν μὲν πρῶτον ἄνθρωπον τὸν γηγενῆ πατέρα τῶν ἄχρι τοῦ κατακλυσμοῦ φύντων εἰσήγαγε, τὸν δὲ μόνον ἐκ τῆς τοσαύτης φθορᾶς ὑπολειφθέντα πανοίκιον ἕνεκα δικαιοσύνης καὶ τῆς ἄλλης καλοκἀγαθίας τοῦ νεάσοντος αὖθις καινοῦ γένους ἀνθρώπων, τὴν δὲ περίσεμνον τριάδα καὶ περιμάχητον ἑνὸς εἴδους ἐπιλεγομένου „βασίλειον καὶ ἱεράτευμα καὶ ἔθνος ἅγιον “(Exod. 19, 6) οἱ χρησμοὶ καλοῦσι. μηνύει δὲ τοὔνομα τὴν δύναμιν αὐτοῦ·"],["57","προσονομάζεται γὰρ Ἑβραίων γλώττῃ τὸ ἔθνος Ἰσραήλ, ὅπερ ἑρμηνευθέν ἐστιν „ὁρῶν θεόν. “ὅρασις δ’ ἡ μὲν δι’ ὀφθαλμῶν ἐν ἁπάσαις καλλιστεύει ταῖς αἰσθήσεσιν, ἐπεὶ καὶ διὰ μόνης καταλαμβάνεται τὰ κάλλιστα τῶν ὄντων, ἥλιος καὶ σελήνη καὶ ὁ σύμπας οὐρανός τε καὶ κόσμος, ἡ δὲ διὰ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ προφέρει τὰς ἄλλας ὅσαι περὶ αὐτὸ δυνάμεις· αὕτη δέ ἐστι φρόνησις ὄψις οὖσα διανοίας."],["58","ὅτῳ δὲ μὴ μόνον ἐξεγένετο τἄλλα ὅσα ἐν τῇ φύσει δι’ ἐπιστήμης καταλαμβάνειν, ἀλλὰ καὶ τὸν πατέρα καὶ ποιητὴν τῶν συμπάντων ὁρᾶν, ἐπ’ ἄκρον εὐδαιμονίας ἴστω προεληλυθώς· οὐδὲν γὰρ ἀνωτέρω θεοῦ, πρὸς ὃν εἴ τις τὸ τῆς ψυχῆς ὄμμα τείνας ἔφθακε, μονὴν εὐχέσθω καὶ στάσιν."],["59","αἱ μὲν γὰρ ἀνάντεις ὁδοὶ καματηραὶ καὶ βραδεῖαι, ἡ δὲ κατὰ πρανοῦς φορά, συρμὸν ἔχουσα τὸ πλέον ἢ κάθοδον, ταχεῖα καὶ ῥᾴστη. πολλὰ δὲ τὰ κάτω βιαζόμενα, ὧν οὐδὲν ὄφελος, ὅταν ἐκ τῶν αὑτοῦ δυνάμεων ἀνακρεμάσας τὴν ψυχὴν ὁ θεὸς ὁλκῇ δυνατωτέρᾳ πρὸς ἑαυτὸν ἐπισπάσηται."],["60","Ταῦτα μὲν οὖν κοινῇ περὶ τῶν τριῶν ἀναγκαίως προειρήσθω. λεκτέον δ’ ἑξῆς, ἐν οἷς ἕκαστος ἰδίᾳ προήνεγκεν, ἀπὸ τοῦ πρώτου τὴν ἀρχὴν λαβόντας. ἐκεῖνος τοίνυν εὐσεβείας, ἀρετῆς τῆς ἀνωτάτω καὶ μεγίστης, ζηλωτὴς γενόμενος ἐσπούδασεν ἕπεσθαι θεῷ καὶ καταπειθὴς εἶναι τοῖς προσταττομένοις ὑπ’ αὐτοῦ, προστάξεις ὑπολαμβάνων οὐ τὰς διὰ φωνῆς καὶ γραμμάτων μηνυομένας αὐτὸ μόνον, ἀλλὰ καὶ τὰς διὰ τῆς φύσεως τρανοτέροις σημείοις δηλουμένας, ἃς ἡ ἀληθεστάτη τῶν αἰσθήσεων πρὸ ἀκοῆς τῆς ἀπίστου καὶ ἀβεβαίου καταλαμβάνει."],["61","θεώμενος γάρ τις τὴν ἐν τῇ φύσει τάξιν καὶ τὴν παντὸς λόγου κρείττονα πολιτείαν, ᾗ χρῆται ὁ κόσμος, ἀναδιδάσκεται, φθεγγομένου μηδενός, εὔνομον καὶ εἰρηνικὸν βίον ἐπιτηδεύειν εἰς τὴν τῶν καλῶν ἐξομοίωσιν ἀποβλέποντα. ἐναργέσταται δὲ τῆς εὐσεβείας ἀποδείξεις εἰσίν, ἃς περιέχουσιν αἱ ἱεραὶ γραφαί· πρώτην δὲ λεκτέον, ἣ καὶ πρώτη τέτακται."],["62","λογίῳ πληχθεὶς περὶ τοῦ πατρίδα καὶ συγγένειαν καὶ πατρῷον οἶκον καταλιπεῖν καὶ μεταναστῆναι, καθάπερ ἀπὸ τῆς ξένης εἰς τὴν οἰκείαν ἐπανιὼν ἀλλ’ οὐκ ἀπὸ τῆς οἰκείας εἰς τὴν ξένην μέλλων ἀπαίρειν, ἐπέσπευδε συντείνων, νομίζων ἰσότιμον εἶναι τῷ τελειῶσαι τὸ ταχέως τὸ προσταχθὲν ἀνύσαι."],["63","καίτοι τίνα ἕτερον εἰκὸς οὕτως ἀκλινῆ καὶ ἄτρεπτον γενέσθαι, ὡς μὴ φίλτροις ὑπαχθῆναι καὶ ὑπενδοῦναι συγγενῶν καὶ πατρίδος, ὧν ὁ πόθος ἑκάστῳ τρόπον τινὰ συγγεγένηται καὶ συνηύξηται καὶ μᾶλλον ἢ οὐχ ἧττον τῶν ἡνωμένων μερῶν συμπέφυκε;"],["64","μάρτυρες δὲ οἱ νομοθέται τὴν δευτερεύουσαν θανάτου τιμωρίαν κατὰ τῶν ἐπὶ τοῖς μεγίστοις ἑαλωκότων ὁρίσαντες φυγήν, οὐ δευτερεύουσαν, ὥς γ’ ἐμοὶ δοκεῖ, παρ’ ἀληθείᾳ δικαζούσῃ, πολὺ δὲ ἀργαλεωτέραν, εἴ γε πέρας μὲν κακοπραγιῶν ὁ θάνατος, ἀρχὴ δ’, οὐ πέρας, ἡ φυγὴ καινοτέρων συμφορῶν, ἀνθ’ ἑνὸς τοῦ χωρὶς ἀλγηδόνων μυρίους ἐπάγουσα θανάτους τοὺς σὺν αἰσθήσει."],["65","κατ’ ἐμπορίαν ἔνιοι πόθῳ χρηματισμοῦ πλέοντες ἢ κατὰ πρεσβείαν ἢ κατὰ θέαν τῶν ἐπὶ τῆς ἀλλοδαπῆς δι’ ἔρωτα παιδείας, ὁλκοὺς ἔχοντες δυνάμεις τῆς ἔξω μονῆς οἱ μὲν τὰς ἐπικερδείας, οἱ δὲ τὸ τὴν πόλιν ἐπὶ καιρῶν ἐν τοῖς ἀναγκαιοτάτοις καὶ μεγίστοις ὀνῆσαι, οἱ δὲ ἱστορίαν ὧν πρότερον ἠγνόουν τέρψιν ἅμα καὶ ὠφέλειαν τῇ ψυχῇ παρασκευάζουσαν— τυφλοὶ γὰρ παρ’ ὀξὺ βλέποντας ἀναποδήμητοι παρ’ ἐκδεδημηκότας—, ὅμως ἐπείγονται τὸ πατρῷον ἔδαφος ἰδεῖν καὶ προσκυνῆσαι καὶ συνήθεις ἀσπάσασθαι συγγενῶν τε καὶ φίλων ἡδίστης καὶ ποθεινοτάτης ὄψεως ἀπολαῦσαι καὶ πολλάκις τὰς πράξεις, ὧν ἕνεκα ἐξεδήμησαν, μηκυνομένας ὁρῶντες κατέλιπον ἱμέρῳ τῶν προσηκόντων ἑλχθέντες βιαιοτάτῳ."],["66","μετ’ ὀλίγων δὲ οὗτος ἢ καὶ μόνος ἅμα τῷ κελευσθῆναι μετανίστατο καὶ τῇ ψυχῇ πρὸ τοῦ σώματος τὴν ἀποικίαν ἐστέλλετο, τὸν ἐπὶ τοῖς θνητοῖς ἵμερον παρευημεροῦντος ἔρωτος οὐρανίου."],["67","οὐδενὸς οὖν φροντίσας, οὐ φυλετῶν, οὐ δημοτῶν, οὐ συμφοιτητῶν, οὐχ ἑταίρων, οὐ τῶν ἀφ’ αἵματος ὅσοι πρὸς πατρὸς ἢ μητρὸς ἦσαν, οὐ πατρίδος, οὐκ ἀρχαίων ἐθῶν, οὐ συντροφίας, οὐ συνδιαιτήσεως, ὧν ἕκαστον ἀγωγόν τε καὶ δυσαπόσπαστον ὁλκὸν ἔχον δύναμιν, ἐλευθέραις καὶ ἀφέτοις ὁρμαῖς ᾗ τάχιστα μετανίσταται, τὸ μὲν πρῶτον ἀπὸ τῆς Χαλδαίων γῆς, εὐδαίμονος χώρας καὶ κατ’ ἐκεῖνον ἀκμαζούσης τὸν χρόνον, εἰς τὴν Χαρραίων γῆν (Gen. 12, 5), ἔπειτα οὐ μακρὰν ὕστερον καὶ ἀπὸ ταύτης εἰς ἕτερον τόπον, περὶ οὗ λέξομεν ἐκεῖνο πρότερον εἰπόντες."],["68","Αἱ δηλωθεῖσαι ἀποικίαι τῷ μὲν ῥητῷ τῆς γραφῆς ὑπ’ ἀνδρὸς σοφοῦ γεγόνασι, κατὰ δὲ τοὺς ἐν ἀλληγορίᾳ νόμους ὑπὸ φιλαρέτου ψυχῆς τὸν ἀληθῆ ζητούσης θεόν."],["69","Χαλδαῖοι γὰρ ἐν τοῖς μάλιστα διαπονήσαντες ἀστρονομίαν καὶ πάντα ταῖς κινήσεσι τῶν ἀστέρων ἀναθέντες ὑπέλαβον οἰκονομεῖσθαι τὰ ἐν κόσμῳ δυνάμεσιν, ἃς περιέχουσιν ἀριθμοὶ καὶ ἀριθμῶν ἀναλογίαι, καὶ τὴν ὁρατὴν οὐσίαν ἐσέμνυνον τῆς ἀοράτου καὶ νοητῆς οὐ λαβόντες ἔννοιαν, ἀλλὰ τὴν ἐν ἐκείνοις τάξιν διερευνώμενοι κατά τε τὰς ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων πλανήτων καὶ ἀπλανῶν περιόδους καὶ κατὰ τὰς τῶν ἐτησίων ὡρῶν μεταβολὰς καὶ κατὰ τὴν τῶν οὐρανίων πρὸς τὰ ἐπίγεια συμπάθειαν τὸν κόσμον αὐτὸν ὑπέλαβον εἶναι θεόν, οὐκ εὐαγῶς τὸ γενόμενον ἐξομοιώσαντες τῷ πεποιηκότι."],["70","ταύτῃ τοι τῇ δόξῃ συντραφεὶς καὶ χαλδαΐσας μακρόν τινα χρόνον, ὥσπερ ἐκ βαθέος ὕπνου διοίξας τὸ τῆς ψυχῆς ὄμμα καὶ καθαρὰν αὐγὴν ἀντὶ σκότους βαθέος βλέπειν ἀρξάμενος ἠκολούθησε τῷ φέγγει καὶ κατεῖδεν, ὃ μὴ πρότερον ἐθεάσατο, τοῦ κόσμου τινὰ ἡνίοχον καὶ κυβερνήτην ἐφεστῶτα καὶ σωτηρίως εὐθύνοντα τὸ οἰκεῖον ἔργον, ἐπιμέλειάν τε καὶ προστασίαν καὶ τῶν ἐν αὐτῷ μερῶν ὅσα θείας ἐπάξια φροντίδος ποιούμενον."],["71","ὅπως οὖν βεβαιώσηται τὴν φανεῖσαν ὄψιν ἐν τῇ διανοίᾳ παγιώτερον, αὖθίς φησιν ὁ ἱερὸς λόγος αὐτῷ· „τὰ μεγάλα, ὦ οὗτος, ὑποτυπώσει βραχυτέρων πολλάκις γνωρίζεται, πρὸς ἅ τις ἀπιδὼν ηὔξησε τὴν φαντασίαν ἀπεριγράφοις μεγέθεσι. παραπεμψάμενος οὖν τούς τε κατ’ οὐρανὸν περιπολοῦντας καὶ τὴν Χαλδαϊκὴν ἐπιστήμην μετανάστηθι πρὸς ὀλίγον χρόνον ἀπὸ τῆς μεγίστης πόλεως, τοῦδε τοῦ κόσμου, πρὸς βραχυτέραν, δι’ ἧς δυνήσῃ μᾶλλον καταλαβεῖν τὸν ἔφορον τοῦ παντός. “"],["72","διὰ τοῦτο τὴν πρώτην ἀποικίαν ἀπὸ τῆς Χαλδαίων γῆς εἰς τὴν Χαρραίων λέγεται ποιήσασθαι. Χαρρὰν δὲ Ἑλληνιστὶ „τρῶγλαι “λέγονται, κατὰ σύμβολον αἱ τῶν ἡμετέρων αἰσθήσεων χῶραι, δι’ ὧν ὥσπερ ὀπῶν ἑκάστη διακύπτειν πέφυκε πρὸς τὴν τῶν οἰκείων ἀντίληψιν."],["73","ἀλλὰ τί τούτων, εἴποι τις ἄν, ὄφελος ἦν, εἰ μὴ νοῦς ἀόρατος καθάπερ θαυματοποιὸς ἔνδοθεν ὑπήχει ταῖς ἑαυτοῦ δυνάμεσιν, ἃς τοτὲ μὲν ἀνιεὶς καὶ ἐπιχαλῶν τοτὲ δὲ ἀντισπῶν καὶ ἀνθέλκων βίᾳ κίνησιν ἐμμελῆ καὶ πάλιν ἡσυχίαν ἐμπαρεῖχε τοῖς θαυμασίοις; τοῦτο ἔχων παρὰ σεαυτῷ τὸ παράδειγμα ῥᾳδίως οὗ σφόδρα ποθεῖς λαβεῖν τὴν ἐπιστήμην κατανοήσεις."],["74","οὐ γὰρ ἐν σοὶ μὲν νοῦς ἐστιν ἡγεμὼν ἐπιτεταγμένος, ᾧ καὶ τοῦ σώματος ἅπασα κοινωνία πειθαρχεῖ καὶ ἑκάστη τῶν αἰσθήσεων ἕπεται, ὁ δὲ κόσμος, τὸ κάλλιστον καὶ μέγιστον καὶ τελεώτατον ἔργον, οὗ πάντα τὰ ἄλλα συμβέβηκεν εἶναι μέρη, βασιλέως ἀμοιρεῖ τοῦ συνέχοντος καὶ ἐνδίκως ἐπιτροπεύοντος. εἰ δ’ ἀόρατος ὁ βασιλεύς, μὴ θαυμάσῃς· οὐδὲ γὰρ ὁ ἐν σοὶ νοῦς ὁρατός."],["75","ταῦτά τις ἐπιλογιζόμενος καὶ οὐ πόρρωθεν ἀλλ’ ἐγγύθεν ἀναδιδασκόμενος ἔκ τε ἑαυτοῦ καὶ τῶν περὶ αὑτὸν εἴσεται σαφῶς, ὅτι ὁ κόσμος οὐκ ἔστιν ὁ πρῶτος θεός, ἀλλ’ ἔργον τοῦ πρώτου θεοῦ καὶ τοῦ συμπάντων πατρός, ὃς ἀειδὴς ὢν πάντα φαίνει μικρῶν τε αὖ καὶ μεγάλων διαδεικνὺς τὰς φύσεις."],["76","σώματος γὰρ ὀφθαλμοῖς οὐκ ἠξίωσε καταλαμβάνεσθαι, τάχα μὲν ἐπειδὴ θνητὸν ἀιδίου ψαύειν οὐχ ὅσιον ἦν, τάχα δὲ καὶ δι’ ἀσθένειαν τῆς ἡμετέρας ὄψεως· οὐ γὰρ ἂν ἐχώρησε τὰς ἀπὸ τοῦ ὄντος ἐκχεομένας αὐγάς, ὁπότε οὐδὲ ταῖς ἀφ’ ἡλίου προσβλέπειν ἀκτῖσιν οἵα τέ ἐστι."],["77","τεκμήριον δὲ ἐναργέστατον τῆς ἀποικίας, ἣν ἀπ’ ἀστρονομίας καὶ τῆς χαλδαϊζούσης δόξης ἡ διάνοια ἐστείλατο· λέγεται γὰρ εὐθὺς ἅμα τῇ μεταναστάσει τοῦ σοφοῦ· „ὤφθη δὲ ὁ θεὸς τῷ Ἀβραάμ “(Gen. 12, 7)· ᾧ δῆλον ὅτι πρότερον οὐκ ἦν ἐμφανής, ὅτε χαλδαΐζων τῇ τῶν ἀστέρων χορείᾳ προσεῖχεν ἔξω τοῦ κόσμου καὶ τῆς αἰσθητῆς οὐσίας εὐάρμοστον καὶ νοητὴν φύσιν οὐδεμίαν ἁπλῶς καταλαμβάνων."],["78","ἐπεὶ δὲ μετεχώρησε καὶ μεθωρμίσατο, κατὰ τἀναγκαῖον ἔγνω τὸν κόσμον ὑπήκοον ἀλλ’ οὐκ αὐτοκράτορα, οὐ πρυτανεύοντα ἀλλὰ πρυτανευόμενον ὑπ’ αἰτίου τοῦ πεποιηκότος,"],["79","ὅπερ ἡ διάνοια τότε πρῶτον ἀναβλέψασα εἶδε. πολλὴ γὰρ αὐτῆς πρότερον ἀχλὺς ὑπὸ τῶν αἰσθητῶν κατεκέχυτο, ἣν ἐνθέρμοις καὶ διαπύροις δόγμασιν ἀνασκεδάσασα μόλις ἴσχυσεν ὡς ἐν αἰθρίᾳ καθαρᾷ τοῦ πάλαι κρυπτομένου καὶ ἀειδοῦς φαντασίαν λαβεῖν· ὃς ἕνεκα φιλανθρωπίας ἀφικνουμένην τὴν ψυχὴν ὡς ἑαυτὸν οὐκ ἀπεστράφη, προϋπαντήσας δὲ τὴν ἑαυτοῦ φύσιν ἔδειξε, καθ’ ὅσον οἷόν τε ἦν ἰδεῖν τὸν βλέποντα."],["80","διὸ λέγεται, οὐχ ὅτι ὁ σοφὸς εἶδε θεόν, ἀλλ’ ὅτι „ὁ θεὸς ὤφθη “τῷ σοφῷ· καὶ γὰρ ἦν ἀδύνατον καταλαβεῖν τινα δι’ αὑτοῦ τὸ πρὸς ἀλήθειαν ὄν, μὴ παραφήναντος ἐκείνου ἑαυτὸν καὶ ἐπιδείξαντος."],["81","μαρτυρεῖ δὲ τοῖς εἰρημένοις καὶ ἡ τοῦ ὀνόματος ὑπαλλαγὴ καὶ μετάθεσις. ἐκαλεῖτο γὰρ Ἄβραμ τὸ ἀρχαῖον ὄνομα, προσερρήθη δ’ ὕστερον Ἀβραάμ, φωνῇ μὲν ἑνὸς στοιχείου τοῦ ἄλφα διπλασιασθέντος, δυνάμει δὲ μεγάλου πράγματος καὶ δόγματος ἐνδειξαμένου τὴν μεταβολήν."],["82","Ἄβραμ μὲν γὰρ ἑρμηνευθέν ἐστι „πατὴρ μετέωρος “, Ἀβραὰμ δὲ „πατὴρ ἐκλεκτὸς ἠχοῦς “, τὸ μὲν πρότερον ἐμφαῖνον τὸν ἀστρολογικὸν καὶ μετεωρολογικὸν ἐπικαλούμενον, οὕτως τῶν Χαλδαϊκῶν δογμάτων ἐπιμελούμενον, ὡς ἄν τις πατὴρ ἐγγόνων ἐπιμεληθείη, τὸ δ’ ὕστερον τὸν σοφόν."],["83","διὰ μὲν γὰρ τῆς ἠχοῦς τὸν προφορικὸν λόγον αἰνίττεται, διὰ τοῦ πατρὸς δὲ τὸν ἡγεμόνα νοῦν— πατὴρ γὰρ ὁ ἐνδιάθετος φύσει τοῦ γεγωνοῦ πρεσβύτερός γε ὢν καὶ τὰ λεκτέα ὑποσπείρων—, διὰ δὲ τοῦ ἐπιλέκτου τὸν ἀστεῖον· εἰκαῖος μὲν γὰρ καὶ πεφυρμένος ὁ φαῦλος τρόπος, ἐκλεκτὸς δὲ ὁ ἀγαθός, ἐπικριθεὶς ἐξ ἁπάντων ἀριστίνδην."],["84","τῷ μὲν οὖν μετεωρολογικῷ μεῖζον οὐδὲν τοῦ κόσμου τὸ παράπαν εἶναι δοκεῖ, ᾧ καὶ τὰς τῶν γινομένων αἰτίας ἀνατίθησιν· ὁ δὲ σοφὸς ἀκριβεστέροις ὄμμασιν ἰδών τι τελεώτερον νοητὸν ἄρχον τε καὶ ἡγεμονεῦον, ὑφ’ οὗ τἄλλα δεσπόζεται καὶ κυβερνᾶται, πολλὰ κατεμέμψατο τῆς προτέρας ζωῆς ἑαυτὸν ὡς τυφλὸν βίον διεξεληλυθότα, σκηριπτόμενον ἐπὶ τοῖς αἰσθητοῖς, ἀβεβαίῳ καὶ ἀνιδρύτῳ φύσει πράγματι."],["85","δευτέραν δ’ ἀποικίαν στέλλεται λογίῳ πάλιν πεισθεὶς ὁ ἀστεῖος οὐκέτ’ ἐκ πόλεως εἰς πόλιν, ἀλλ’ εἰς χώραν ἐρήμην (Gen. 12, 9), ἐν ᾗ πλαζόμενος διετέλει μὴ δυσαρεστῶν τῇ πλάνῃ καὶ τῷ δι’ αὐτὴν ἀνιδρύτῳ."],["86","καίτοι τίς ἕτερος οὐκ ἂν ἠχθέσθη μὴ μόνον τῆς οἰκείας ἀπανιστάμενος, ἀλλὰ καὶ ἐξ ἁπάσης πόλεως ἐλαυνόμενος εἰς δυσβάτους καὶ δυσπορεύτους ἀνοδίας; τίς δ’ οὐκ ἂν μετατραπόμενος ἐπαλινδρόμησεν οἴκαδε, βραχέα μὲν φροντίσας τῶν μελλουσῶν ἐλπίδων, τὴν δὲ παροῦσαν ἀπορίαν σπεύδων ἐκφυγεῖν, εὐήθειαν ὑπολαβὼν ἀδήλων χάριν ἀγαθῶν ὁμολογούμενα αἱρεῖσθαι κακά;"],["87","μόνος δ’ οὑτοσὶ τοὐναντίον πεπονθέναι φαίνεται, βίον ἥδιστον νομίζων τὸν ἄνευ συνδιαιτήσεως τῆς τῶν πολλῶν. καὶ πέφυκεν οὕτως ἔχειν· οἱ γὰρ ζητοῦντες καὶ ἐπιποθοῦντες θεὸν ἀνευρεῖν τὴν φίλην αὐτῷ μόνωσιν ἀγαπῶσι, κατ’ αὐτὸ τοῦτο σπεύδοντες πρῶτον ἐξομοιοῦσθαι τῇ μακαρίᾳ καὶ εὐδαίμονι φύσει."],["88","ἑκατέραν οὖν ἀπόδοσιν πεποιημένοι, τήν τε ῥητὴν ὡς ἐπ’ ἀνδρὸς καὶ τὴν δι’ ὑπονοιῶν ὡς ἐπὶ ψυχῆς, ἀξιέραστον καὶ τὸν ἄνδρα καὶ τὸν νοῦν ἀπεφήναμεν, τὸν μὲν πεισθέντα λογίοις ἐκ δυσαποσπάστων ἀφελκυσθέντα, τὸν δὲ νοῦν, ὅτι οὐ μέχρι παντὸς ἀπατηθεὶς ἐπὶ τῆς αἰσθητῆς οὐσίας ἔστη τὸν ὁρατὸν κόσμον ὑπολαβὼν μέγιστον καὶ πρῶτον εἶναι θεόν, ἀλλὰ ἀναδραμὼν τῷ λογισμῷ φύσιν ἑτέραν ἀμείνω τῆς ὁρατῆς νοητὴν ἐθεάσατο καὶ τὸν ἀμφοῖν ποιητὴν ὁμοῦ καὶ ἡγεμόνα."],["89","Ταῦτα τοῦ θεοφιλοῦς τὰ προτέλεια, οἷς ἕπονται πράξεις οὐκ εὐκαταφρόνητοι. τὸ δὲ μέγεθος αὐτῶν οὐ παντί τῳ δῆλον, ἀλλὰ μόνον τοῖς γευσαμένοις ἀρετῆς, οἳ τὰ θαυμαζόμενα παρὰ τοῖς πολλοῖς εἰώθασι χλευάζειν ἕνεκα μεγέθους τῶν περὶ ψυχὴν ἀγαθῶν."],["90","ἀποδεξάμενος οὖν ὁ θεὸς τὴν εἰρημένην πρᾶξιν αὐτίκα τὸν ἀστεῖον ἀμείβεται μεγάλῃ δωρεᾷ, τὸν γάμον αὐτῷ κινδυνεύσαντα πρὸς δυνατοῦ καὶ ἀκρατοῦς ἀνδρὸς ἐπιβουλευθῆναι διατηρήσας ἄψαυστόν τε καὶ σῷον."],["91","ἡ δ’ αἰτία τῆς ἐπιθέσεως ἀρχὴν ἔλαβε τοιάνδε. καρπῶν ἀφορίας ἐπὶ συχνὸν χρόνον γενομένης, τοτὲ μὲν διὰ πολλὴν καὶ ἄμετρον ἐπομβρίαν τοτὲ δὲ δι’ αὐχμὸν καὶ ζάλην, αἱ κατὰ Συρίαν πόλεις συνεχεῖ λιμῷ πιεσθεῖσαι κεναὶ τῶν οἰκητόρων ἦσαν, ἄλλων ἀλλαχόσε σκιδναμένων κατὰ ζήτησιν τροφῆς καὶ πορισμὸν τῶν ἀναγκαίων."],["92","πυθόμενος οὖν Ἀβραὰμ ἄφθονον εὐθηνίαν καὶ εὐετηρίαν ἐν Αἰγύπτῳ, τοῦ μὲν ποταμοῦ ταῖς πλημμύραις λιμνάσαντος ἐν καιρῷ τὰ πεδία, τῶν δὲ τὸν σπόρον εὔσταχυν ἐνεγκόντων καὶ ἀναθρεψαμένων εὐκρασίαις πνευμάτων, ἀπαίρει πᾶσαν τὴν οἰκίαν ἐπαγόμενος."],["93","ἦν δ’ αὐτῷ γυνὴ τήν τε ψυχὴν ἀρίστη καὶ τὸ σῶμα τῶν καθ’ αὑτὴν περικαλλεστάτη· ταύτην ἰδόντες τῶν Αἰγυπτίων οἱ ἐν τέλει καὶ τῆς εὐμορφίας ἀγάμενοι— λανθάνει γὰρ τοὺς ἐν ἐξοχαῖς οὐδέν— μηνύουσι τῷ βασιλεῖ."],["94","μεταπεμψάμενος δὲ τὴν ἄνθρωπον καὶ θεασάμενος ἐκπρεπεστάτην ὄψιν, βραχὺ φροντίσας αἰδοῦς καὶ νόμων τῶν ἐπὶ τιμῇ ξένων ὁρισθέντων, ἐνδοὺς ἀκρασίᾳ διενοεῖτο λόγῳ μὲν αὐτὴν ἀγαγέσθαι πρὸς γάμον, τὸ δ’ ἀληθὲς αἰσχύνειν."],["95","ἡ δ’ ἅτε ἐν ἀλλοτρίᾳ γῇ παρ’ ἀκρατεῖ τε καὶ ὠμοθύμῳ δυνάστῃ τοῦ βοηθήσοντος ἀποροῦσα— οὐδὲ γὰρ ὁ ἀνὴρ ἔσθενεν ἀρήγειν τὸν ἐπικρεμάμενον ἐκ τῶν δυνατωτέρων φόβον δεδιώς— ἐπὶ τὴν τελευταίαν ἅμ’ ἐκείνῳ καταφεύγει συμμαχίαν τὴν ἐκ θεοῦ."],["96","λαβὼν δὲ τῶν ξένων οἶκτον ὁ εὐμενὴς καὶ ἵλεως καὶ ὑπέρμαχος τῶν ἀδικουμένων ἀλγηδόνας δυσκαρτερήτους καὶ χαλεπὰς τιμωρίας ἐπάγει τῷ βασιλεῖ, παντοίων κακῶν ἀναπλήσας αὐτοῦ σῶμα καὶ ψυχὴν δυσιάτων, ὡς τὰς μὲν ἐφ’ ἡδονὴν ἀγούσας ὀρέξεις ἁπάσας ἐκκεκόφθαι, τὰς δ’ ἐναντίας παρεισεληλυθέναι φροντίδας περὶ ἀπαλλαγῆς ἀνηνύτων βασάνων, ὑφ’ ὧν γυμναζόμενος μεθ’ ἡμέραν καὶ νύκτωρ ἐξετραχηλίζετο."],["97","παραπέλαυσε δὲ τῆς τιμωρίας καὶ σύμπας ὁ οἶκος αὐτῷ, μηδενὸς ἐπὶ τῇ παρανομίᾳ δυσχεράναντος, ἀλλὰ πάντων ἕνεκα τοῦ συναινεῖν μόνον οὐ συγχειρουργησάντων τὸ ἀδίκημα."],["98","τοῦτον τὸν τρόπον ἡ μὲν ἁγνεία τῆς γυναικὸς διασῴζεται, τοῦ δὲ ἀνδρὸς τὴν καλοκἀγαθίαν καὶ εὐσέβειαν ὁ θεὸς ἠξίωσεν ἐπιδείξασθαι γέρας αὐτῷ μέγιστον παρασχών, ἀσινῆ καὶ ἀνύβριστον ὅσον οὔπω κινδυνεύσαντα διαφθαρῆναι τὸν γάμον, ὃς οὐκ ἔμελλεν ὀλίγων ἀριθμὸν υἱῶν ἢ θυγατέρων γεννᾶν, ἀλλ’ ὅλον ἔθνος καὶ ἐθνῶν τὸ θεοφιλέστατον, ὅ μοι δοκεῖ τὴν ὑπὲρ παντὸς ἀνθρώπων γένους ἱερωσύνην καὶ προφητείαν λαχεῖν."],["99","Ἤκουσα μέντοι καὶ φυσικῶν ἀνδρῶν οὐκ ἀπὸ σκοποῦ τὰ περὶ τὸν τόπον ἀλληγορούντων, οἳ τὸν μὲν ἄνδρα συμβολικῶς ἔφασκον σπουδαῖον εἶναι νοῦν ἐκ τῆς περὶ τοὔνομα ἑρμηνευθείσης δυνάμεως τεκμαιρόμενοι τρόπον ἀστεῖον ἐν ψυχῇ, τὴν δὲ τούτου γυναῖκα ἀρετήν, ἧς τοὔνομά ἐστι Χαλδαϊστὶ μὲν Σάρρα, Ἑλληνιστὶ δὲ „ἄρχουσα “, διὰ τὸ μηδὲν ἀρετῆς ἀρχικώτερον εἶναι καὶ ἡγεμονικώτερον. γάμος δέ,"],["100","ὃν μὲν ἁρμόζεται ἡδονή, σωμάτων κοινωνίαν ἔλαχεν, ὃν δὲ σοφία, λογισμῶν καθάρσεως ἐφιεμένων καὶ τελείων ἀρετῶν. ἐναντιώτατοι δὲ ἀλλήλοις εἰσὶν οἱ λεχθέντες γάμοι."],["101","κατὰ μὲν γὰρ τὸν τῶν σωμάτων σπείρει μὲν τὸ ἄρρεν, γονὴν δ’ ὑποδέχεται τὸ θῆλυ, κατὰ δὲ τὴν ἐν ψυχαῖς σύνοδον ἔμπαλιν ἡ μὲν ἀρετὴ τάξιν γυναικὸς ἔχειν δοκοῦσα σπείρειν πέφυκε βουλὰς ἀγαθὰς καὶ λόγους σπουδαίους καὶ βιωφελεστάτων εἰσηγήσεις δογμάτων, ὁ δὲ λογισμὸς εἰς τὴν ἀνδρὸς χώραν τάττεσθαι νομισθεὶς τὰς ἱεροπρεπεῖς καὶ θείας ὑποδέχεται σποράς· ἢ μήποτε τὸ λεχθὲν ἔψευσται δι’ ἀπάτην ὀνομάτων, ἐπειδήπερ ὁ μὲν νοῦς ἄρρενος ἡ δ’ ἀρετὴ θήλεος μετέχει χαρακτῆρος ἐν φωναῖς."],["102","εἰ δέ τις τὰς ἐπισκιαζούσας κλήσεις ἀπαμφιάσας γυμνὰ τὰ πράγματα βουληθείη καθαρῶς ἰδεῖν, εἴσεται διότι ἄρρεν μέν ἐστιν ἡ ἀρετὴ φύσει, παρόσον κινεῖ καὶ διατίθησι καὶ καλὰς ἐννοίας καλῶν πράξεων καὶ λόγων ὑπηχεῖ, θῆλυ δὲ ὁ λογισμὸς κινούμενος καὶ παιδευόμενος καὶ ὠφελούμενος καὶ συνόλως ἐν τῷ πάσχειν ἐξεταζόμενος, καὶ τὸ πάθος"],["103","αὐτῷ τοῦτο μόνον ἐστὶ σωτήριον. ἅπαντες μὲν οὖν καὶ οἱ φαυλότατοι τῷ λόγῳ τιμῶσι καὶ θαυμάζουσιν ἀρετὴν ὅσα τῷ δοκεῖν, χρῶνται δ’ αὐτῆς τοῖς παραγγέλμασιν οἱ ἀστεῖοι μόνοι. διὸ καὶ ὁ τῆς Αἰγύπτου βασιλεύς, ὅπερ ἐστὶ συμβολικῶς νοῦς φιλοσώματος, καθυποκρινόμενος ὡς ἐν θεάτρῳ προσποίητον ἐπιμορφάζει κοινωνίαν, πρὸς ἐγκράτειαν ὁ ἀκρατὴς καὶ πρὸς σωφροσύνην ὁ ἀκόλαστος καὶ πρὸς δικαιοσύνην ὁ ἄδικος, καὶ καλεῖ τὴν ἀρετὴν ὡς ἑαυτὸν τῆς παρὰ τοῖς πολλοῖς εὐφημίας γλιχόμενος."],["104","ὅπερ κατιδὼν ὁ ἔφορος— μόνῳ γὰρ ἔξεστι θεῷ ψυχὴν ἰδεῖν— ἐμίσησε καὶ προὐβάλετο καὶ βασάνοις ἤλεγξεν ἀργαλεωτάταις ἦθος κατεψευσμένον. αἱ δὲ βάσανοι διὰ τίνων ὀργάνων; ἢ πάντως διὰ τῶν τῆς ἀρετῆς μερῶν, ἅπερ ἐπεισιόντα χαλεπῶς αἰκίζεται καὶ τιτρώσκει; βάσανος μὲν γάρ ἐστιν ἀπληστίας ὀλιγοδεΐα, βάσανος δὲ λαγνείας ἐγκράτεια· στρεβλοῦται δὲ καὶ ὁ φιλόδοξος ἀτυφίας εὐημερούσης καὶ ὁ ἄδικος δικαιοσύνης ἐπαινουμένης."],["105","μίαν γὰρ ἀμήχανον ψυχὴν κατοικεῖν δύο τὰς ἐχθρὰς φύσεις, κακίαν καὶ ἀρετήν· οὗ χάριν, ἐπειδὰν συνενεχθῶσιν, ἀσύμβατοι καὶ ἀκατάλλακτοι στάσεις καὶ πόλεμοι συγκροτοῦνται, καίτοι τῆς ἀρετῆς εἰρηνικωτάτην φύσιν ἐχούσης, ᾗ φασιν ἐπιμελὲς εἶναι, ὅταν εἰς χειρῶν ἅμιλλαν ἰέναι μέλλῃ, τῆς ἰδίας δυνάμεως ἀποπειρᾶσθαι πρότερον, ἵν’, εἰ μὲν ἰσχύοι καταγωνίσασθαι, συνιστῆται, εἰ δ’ ἀσθενεστέρᾳ χρῷτο τῇ δυνάμει, μηδὲ συγκαταβῆναι τὴν ἀρχὴν εἰς τὸν ἀγῶνα θαρρήσῃ·"],["106","κακίαν μὲν γὰρ ἡττᾶσθαι οὐκ αἰσχρόν, ᾗ συγγενὲς ἀδοξία, ἀρετὴν δὲ ὄνειδος, ᾗ πάντων οἰκειότατον εὔκλεια, δι’ ἣν πέφυκε νικᾶν ἢ διατηρεῖν αὑτὴν ἀήττητον."],["107","Τὸ μὲν οὖν Αἰγυπτίων ἄξενον καὶ ἀκόλαστον εἴρηται. τοῦ δὲ τοιαῦτα πεπονθότος ἄξιον θαυμάσαι τὴν φιλανθρωπίαν, ὃς μεσημβρίας θεασάμενος τρεῖς ὡς ἄνδρας ὁδοιποροῦντας— οἱ δὲ θειοτέρας ὄντες φύσεως ἐλελήθεσαν— προσδραμὼν ἱκέτευε λιπαρῶς μὴ παρελθεῖν αὑτοῦ τὴν σκηνήν, ἀλλ’ ὡς πρέπον εἰσεληλυθότας ξενίων μετασχεῖν· οἱ δ’ οὐκ ἐκ τῶν λεγομένων μᾶλλον ἢ τῆς διανοίας εἰδότες ἀληθεύοντα μηδὲν ἐνδοιάσαντες ἐπινεύουσι."],["108","πληρωθεὶς δὲ τὴν ψυχὴν χαρᾶς πάντ’ ἐσπούδαζεν εἰς τὸ ἀνυπέρθετον τῆς ὑποδοχῆς καὶ τῇ μὲν γυναικί φησι „σπεῦσον καὶ τρία μέτρα ποίησον ἐγκρυφιῶν, “αὐτὸς δὲ εἰς τὰ βουκόλια συντείνας, ἁπαλὸν καὶ εὔσαρκον ἀγαγὼν μόσχον, οἰκέτῃ παραδίδωσιν."],["109","ὁ δὲ καταθύσας σκευάζει τάχιστα· βραδὺς γὰρ οὐδεὶς πρὸς φιλανθρωπίαν ἐν οἴκῳ σοφοῦ, ἀλλὰ καὶ γυναῖκες καὶ ἄνδρες καὶ δοῦλοι καὶ ἐλεύθεροι προθυμότατοι πρὸς τὰς τῶν ξενιζομένων ὑπηρεσίας."],["110","ἑστιαθέντες δ’ οὐ τοῖς εὐτρεπισθεῖσι μᾶλλον ἢ τῇ τοῦ ξενοδόχου γνώμῃ καὶ πολλῇ τινι καὶ ἀπεράντῳ φιλοτιμίᾳ παρέχουσιν ἆθλον ἐλπίδος μεῖζον αὐτῷ, υἱοῦ γνησίου γένεσιν εἰς νέωτα βεβαιωθησομένην ὑποσχόμενοι δι’ ἑνὸς τοῦ τῶν τριῶν ἀρίστου— λέγειν γὰρ ἐν ταὐτῷ πάντας ἀθρόους ἦν ἀφιλόσοφον, ἑνὶ δὲ λέγοντι τοὺς ἄλλους συνεπινεύειν ἐμπρεπές—."],["111","ἀλλὰ γὰρ οὐδ’ ὑπισχνουμένοις ἕνεκα τοῦ περὶ τὸ πρᾶγμα ἀπίστου βεβαίως προσεῖχον· ἤδη γὰρ ὑπερήλικες γεγονότες διὰ μακρὸν γῆρας ἀπεγνώκεσαν παιδὸς σποράν."],["112","ἀκούσασαν οὖν τὴν γυναῖκα ἐν ἀρχῇ φησι γελάσαι καὶ μετὰ ταῦτα, εἰπόντων \" μὴ ἀδυνατεῖ παρὰ τῷ θεῷ πᾶν ῥῆμα; “καταιδεσθεῖσαν ἠρνῆσθαι τὸν γέλωτα· πάντα γὰρ ᾔδει θεῷ δυνατὰ σχεδὸν ἐξ ἔτι σπαργάνων τουτὶ τὸ δόγμα προμαθοῦσα."],["113","τότε μοι δοκεῖ πρῶτον οὐκέθ’ ὁμοίαν τῶν ὁρωμένων λαβεῖν φαντασίαν, ἀλλὰ σεμνοτέραν ἢ προφητῶν ἢ ἀγγέλων μεταβαλόντων ἀπὸ πνευματικῆς"],["114","καὶ ψυχοειδοῦς οὐσίας εἰς ἀνθρωπόμορφον ἰδέαν. τὸ μὲν οὖν φιλόξενον τοῦ ἀνδρὸς εἴρηται, πάρεργον ὂν ἀρετῆς μείζονος· ἡ δ’ ἀρετὴ θεοσέβεια, περὶ ἧς καὶ πρότερον εἴπομεν, ἧς δεῖγμα σαφέστατον τὰ νῦν λεχθέντα ἐστὶν ὡς ἐπὶ ξένων ἀνδρῶν."],["115","εἰ δ’ εὐδαίμονα καὶ μακάριον οἶκον ὑπέλαβον εἶναί τινες, ἐν ᾧ συνέβη καταχθῆναι καὶ ἐνδιατρῖψαι σοφούς, οὐκ ἂν ἀξιώσαντας ἀλλ’ οὐδ’ ὅσον διακῦψαι μόνον, εἴ τι πάθος ἐνεώρων ταῖς ψυχαῖς τῶν ἔνδον ὄντων ἀνίατον, ἐγὼ δὲ οὐκ οἶδα, τίνα ὑπερβολὴν εὐδαιμονίας καὶ μακαριότητος εἶναι φῶ περὶ τὴν οἰκίαν, ἐν ᾗ καταχθῆναι καὶ ξενίων λαχεῖν ὑπέμειναν ἄγγελοι πρὸς ἀνθρώπους, ἱεραὶ καὶ θεῖαι φύσεις, ὑποδιάκονοι καὶ ὕπαρχοι τοῦ πρώτου θεοῦ, δι’ ὧν οἷα πρεσβευτῶν ὅσα ἂν θελήσῃ τῷ γένει ἡμῶν προθεσπίσαι διαγγέλλει."],["116","πῶς γὰρ ἂν τὴν ἀρχὴν εἰσελθεῖν ὑπέμειναν, εἰ μὴ καθάπερ νεὼς εὖ συντεταγμένον πλήρωμα τοὺς ἔνδον ἅπαντας ᾔδεσαν ἑνὶ πειθαρχοῦντας κελεύσματι τῷ τοῦ προεστηκότος ὡσανεὶ κυβερνήτου; πῶς δ’ ἂν ἑστιωμένων καὶ ξενιζομένων παρέσχον ὑπόληψιν, εἰ μὴ τὸν ἑστιάτορα συγγενῆ καὶ ὁμόδουλον ἡγοῦντο τῷ αὐτῶν προσπεφευγότα δεσπότῃ; νομιστέον μέντοι καὶ κατὰ τὴν εἴσοδον αὐτῶν ἔτι μᾶλλον ἐπιδοῦναι πάντα τὰ μέρη τῆς οἰκίας πρὸς τὸ βέλτιον αὔρᾳ τινὶ τελειοτάτης ἀρετῆς ἐπιπνευσθέντα."],["117","τὸ δὲ συμπόσιον οἷον εἰκὸς γενέσθαι, τὴν ἐν εὐωχίαις ἀφέλειαν ἐπιδεικνυμένων πρὸς τὸν ἑστιάτορα τῶν ἑστιωμένων καὶ γυμνοῖς ἤθεσι προσαγορευόντων καὶ ὁμιλίας τὰς ἁρμοττούσας τῷ καιρῷ ποιουμένων."],["118","τεράστιον δὲ καὶ τὸ μὴ πίνοντας πινόντων καὶ τὸ μὴ ἐσθίοντας ἐσθιόντων παρέχειν φαντασίαν. ἀλλὰ ταυτί γε ὡς ἀκόλουθα· τὸ δὲ πρῶτον ἐκεῖνο τερατωδέστατον, ἀσωμάτους ὄντας [τοῦδε σώματος] εἰς ἰδέαν ἀνθρώπων μεμορφῶσθαι χάριτι τῇ πρὸς τὸν ἀστεῖον· τίνος γὰρ ἕνεκα ταῦτα ἐθαυματουργεῖτο ἢ τοῦ παρασχεῖν αἴσθησιν τῷ σοφῷ διὰ τρανοτέρας ὄψεως, ὅτι οὐ λέληθε τὸν πατέρα τοιοῦτος ὤν;"],["119","Τὰ μὲν οὖν τῆς ῥητῆς ἀποδόσεως ὡδὶ λελέχθω· τῆς δὲ δι’ ὑπονοιῶν ἀρκτέον. σύμβολα τὰ ἐν φωναῖς τῶν διανοίᾳ μόνῃ καταλαμβανομένων ἐστίν· ἐπειδὰν οὖν ἡ ψυχὴ καθάπερ ἐν μεσημβρίᾳ θεῷ περιλαμφθῇ καὶ ὅλη δι’ ὅλων νοητοῦ φωτὸς ἀναπλησθεῖσα ταῖς ἐν κύκλῳ κεχυμέναις αὐγαῖς ἄσκιος γένηται, τριττὴν φαντασίαν ἑνὸς ὑποκειμένου καταλαμβάνει, τοῦ μὲν ὡς ὄντος, τῶν δ’ ἄλλων δυοῖν ὡς ἂν ἀπαυγαζομένων ἀπὸ τούτου σκιῶν· ὁποῖόν τι συμβαίνει καὶ τοῖς ἐν αἰσθητῷ φωτὶ διατρίβουσιν· ἢ γὰρ ἑστώτων ἢ κινουμένων διτταὶ σκιαὶ πολλάκις συνεμπίπτουσι."],["120","μὴ μέντοι νομισάτω τις ἐπὶ θεοῦ τὰς σκιὰς κυριολογεῖσθαι· κατάχρησις ὀνόματός ἐστι μόνον πρὸς ἐναργεστέραν ἔμφασιν τοῦ δηλουμένου πράγματος, ἐπεὶ τό γε ἀληθὲς οὐχ ὧδε ἔχει·"],["121","ἀλλ’ ἔστιν, ὡς ἄν τις ἐγγύτατα τῆς ἀληθείας ἱστάμενος εἴποι, πατὴρ μὲν τῶν ὅλων ὁ μέσος, ὃς ἐν ταῖς| ἱεραῖς γραφαῖς κυρίῳ ὀνόματι καλεῖται ὁ ὤν, αἱ δὲ παρ’ ἑκάτερα αἱ πρεσβύταται καὶ ἐγγυτάτω τοῦ ὄντος δυνάμεις, ἡ μὲν ποιητική, ἡ δ’ αὖ βασιλική· προσαγορεύεται δὲ ἡ μὲν ποιητικὴ θεός, ταύτῃ γὰρ ἔθηκέ τε καὶ διεκόσμησε τὸ πᾶν, ἡ δὲ βασιλικὴ κύριος, θέμις γὰρ ἄρχειν καὶ κρατεῖν τὸ πεποιηκὸς τοῦ γενομένου."],["122","δορυφορούμενος οὖν ὁ μέσος ὑφ’ ἑκατέρας τῶν δυνάμεων παρέχει τῇ ὁρατικῇ διανοίᾳ τοτὲ μὲν ἑνὸς τοτὲ δὲ τριῶν φαντασίαν, ἑνὸς μὲν ὅταν ἄκρως τύχῃ καθαρθεῖσα καὶ μὴ μόνον τὰ πλήθη τῶν ἀριθμῶν ἀλλὰ καὶ τὴν γείτονα μονάδος δυάδα ὑπερβᾶσα πρὸς τὴν ἀμιγῆ καὶ ἀσύμπλοκον καὶ καθ’ αὑτὴν οὐδενὸς ἐπιδεᾶ τὸ παράπαν ἰδέαν ἐπείγηται, τριῶν δὲ ὅταν μήπω τὰς μεγάλας τελεσθεῖσα τελετὰς ἔτι ἐν ταῖς βραχυτέραις ὀργιάζηται καὶ μὴ δύνηται τὸ ὂν ἄνευ ἑτέρου τινὸς ἐξ αὐτοῦ μόνου καταλαβεῖν, ἀλλὰ διὰ τῶν δρωμένων, ἢ κτίζον ἢ ἄρχον."],["123","δεύτερος μὲν οὖν, ὥς φασι, πλοῦς οὗτος, μετέχει δ’ οὐδὲν ἧττον δόξης θεοφιλοῦς· ὁ δὲ πρότερος τρόπος οὐ μετέχει, ἀλλ’ αὐτός ἐστι θεοφιλὴς δόξα, μᾶλλον δὲ καὶ δόξης πρεσβυτέρα καὶ παντὸς τιμιωτέρα τοῦ δοκεῖν ἀλήθεια. γνωριμώτερον δὲ τὸ"],["124","δηλούμενον παραστατέον. τρεῖς εἰσιν ἠθῶν ἀνθρωπίνων τάξεις, ὧν ἑκάστη διακεκλήρωται μίαν τῶν εἰρημένων φαντασιῶν, ἡ μὲν ἀρίστη τὴν μέσην τοῦ ὄντως ὄντος, ἡ δὲ μετ’ ἐκείνην τὴν ἐπὶ δεξιά, τὴν εὐεργέτιν, ᾗ θεὸς ὄνομα, ἡ δὲ τρίτη τὴν ἐπὶ θάτερα, τὴν ἀρχικήν, ἣ καλεῖται κύριος."],["125","τὰ μὲν οὖν ἄριστα τῶν ἠθῶν τὸν καθ’ αὑτὸν ἄνευ τινὸς ὄντα θεραπεύει πρὸς μηδενὸς ἑτέρου μεθελκόμενα, τῷ τετάσθαι μοναδικῶς πρὸς τὴν ἑνὸς τιμήν· τῶν δ’ ἄλλων τὰ μὲν διὰ τῆς εὐεργέτιδος συνίσταται καὶ γνωρίζεται δυνάμεως τῷ πατρί, τὰ δὲ διὰ τῆς βασιλικῆς."],["126","ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν. ἄνθρωποι μὲν ἐπειδὰν αἴσθωνται κατὰ πρόφασιν ἑταιρείας προσιόντας αὐτοῖς τινας ἐπὶ θήρᾳ πλεονεξιῶν, ὑποβλέπονταί τε καὶ ἀποστρέφονται τὴν προσποίητον κολακείαν καὶ τιθασείαν αὐτῶν δεδιότες ὡς σφόδρα ἐπιζήμιον·"],["127","ὁ δὲ θεὸς ἅτε βλάβην οὐκ ἐπιδεχόμενος ἅπαντας τοὺς καθ’ ἡντινοῦν ἰδέαν προαιρουμένους τιμᾶν αὐτὸν ἄσμενος προσκαλεῖται, μηδένα σκορακίζειν ἀξιῶν τὸ παράπαν, ἀλλὰ μόνον οὐκ ἄντικρυς τοῖς ἀκοὰς ἔχουσιν ἐν τῇ ψυχῇ θεσπίζει τάδε·"],["128","„τὰ μὲν πρῶτα τῶν ἄθλων κείσεται τοῖς ἐμὲ θεραπεύουσι δι’ ἐμὲ αὐτόν, τὰ δὲ δεύτερα τοῖς δι’ ἑαυτούς, ἢ τυχεῖν ἀγαθῶν ἐλπίζουσιν ἢ τιμωριῶν ἀπαλλαγὴν εὑρήσεσθαι προσδοκῶσι· καὶ γὰρ εἰ ἔμμισθος ἡ τῶνδε θεραπεία καὶ μὴ ἀδέκαστος, ἀλλ’ οὐδὲν ἧττον ἐντὸς εἱλεῖται θείων περιβόλων καὶ οὐκ ἔξω πλάζεται."],["129","τὰ δὲ ἆθλα τοῖς μὲν ἐμὲ τιμῶσι δι’ ἐμὲ κείσεται φίλια, τοῖς δὲ διὰ τὰς χρείας φίλια μὲν οὔ, τὸ δὲ μὴ ἀλλοτρίοις νομίζεσθαι· δέχομαι γὰρ καὶ τὸν τῆς εὐεργέτιδός μου δυνάμεως βουλόμενον μεταλαχεῖν εἰς μετουσίαν ἀγαθῶν καὶ τὸν φόβῳ τὴν ἡγεμονικὴν καὶ δεσποτικὴν ἱλασκόμενον ἐξουσίαν εἰς ἀποτροπὴν κολάσεως· οὐ γὰρ ἀγνοῶ, διότι πρὸς τῷ χείρους μὴ γίγνεσθαι καὶ βελτίους ἔσονται τῷ συνεχεῖ τῆς θεραπείας εἱλικρινῆ καὶ καθαρὰν εὐσέβειαν ἀσκήσαντες."],["130","εἰ γὰρ καὶ μάλιστα οἱ τρόποι διαφέρουσιν, ἀφ’ ὧν ποιοῦνται τὰς πρὸς τὴν ἀρέσκειαν ὁρμάς, οὐκ αἰτιατέον, ὅτι σκοπὸς εἷς καὶ τέλος ἕν ἐστιν αὐτοῖς, τὸ θεραπεύειν ἐμέ. “"],["131","ὅτι δ’ ἡ τριττὴ φαντασία δυνάμει ἑνός ἐστιν ὑποκειμένου, φανερὸν οὐ μόνον ἐκ τῆς ἐν ἀλληγορίᾳ θεωρίας, ἀλλὰ καὶ τῆς ῥητῆς γραφῆς τάδε περιεχούσης· ἡνίκα μὲν γὰρ ὁ σοφὸς ἱκετεύει τοὺς ἐοικότας ὁδοιπόροις τρεῖς ξενισθῆναι παρ’ αὑτῷ, διαλέγεται τούτοις οὐχ ὡς τρισίν, ἀλλ’ ὡς ἑνί, καί φησι· „κύριε, εἰ ἄρα εὗρον χάριν παρὰ σοί, μὴ παρέλθῃς τὸν παῖδά σου “(Gen. 18, 3)· τὸ γὰρ „κύριε “καὶ τὸ „παρὰ σοὶ “καὶ τὸ „μὴ παρέλθῃς “καὶ ὅσα τοιαῦτα πρὸς ἕνα πέφυκεν ἀλλ’ οὐ πρὸς πλείους λέγεσθαι·"],["132","ἡνίκα δὲ ξενιζόμενοι φιλοφρονοῦνται τὸν ξενοδόχον, πάλιν εἷς ὑπισχνεῖται ὡς μόνος αὐτὸς παρὼν γνησίου παιδὸς σπορὰν διὰ τῶνδε· \" ἐπανιὼν ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς νέωτα, καὶ ἕξει υἱὸν Σάρρα ἡ γυνή σου “(Gen. 18, 10)."],["133","Φανερώτατα μέντοι καὶ διαπονητότατα μηνύει διὰ τῶν ἑξῆς τὸ δηλούμενον. ἡ Σοδομιτῶν χώρα, μοῖρα τῆς Χανανίτιδος γῆς, ἣν ὕστερον ὠνόμασαν Συρίαν Παλαιστίνην, ἀδικημάτων μυρίων ὅσων γεμισθεῖσα καὶ μάλιστα τῶν ἐκ γαστριμαργίας καὶ λαγνείας ὅσα τε μεγέθη καὶ πλήθη τῶν ἄλλων ἡδονῶν ἐπιτειχίσασα ἤδη παρὰ τῷ δικαστῇ τῶν ὅλων κατέγνωστο."],["134","αἴτιον δὲ τῆς περὶ τὸ ἀκολασταίνειν ἀμετρίας ἐγένετο τοῖς οἰκήτορσιν ἡ τῶν χορηγιῶν ἐπάλληλος ἀφθονία· βαθύγειος γὰρ καὶ εὔυδρος οὖσα ἡ χώρα παντοίων ἀνὰ πᾶν ἔτος εὐφορίᾳ καρπῶν ἐχρῆτο· „μεγίστη δ’ ἀρχὴ κακῶν “ὡς εἶπέ τις οὐκ ἀπὸ σκοποῦ „τὰ λίαν ἀγαθά. “"],["135","ὧν ἀδυνατοῦντες φέρειν τὸν κόρον ὥσπερ τὰ θρέμματα σκιρτῶντες ἀπαυχενίζουσι τὸν τῆς φύσεως νόμον, ἄκρατον πολὺν καὶ ὀψοφαγίας καὶ ὀχείας ἐκθέσμους μεταδιώκοντες· οὐ γὰρ μόνον θηλυμανοῦντες ἀλλοτρίους γάμους διέφθειρον, ἀλλὰ καὶ ἄνδρες ὄντες ἄρρεσιν ἐπιβαίνοντες, τὴν κοινὴν πρὸς τοὺς πάσχοντας οἱ δρῶντες φύσιν οὐκ αἰδούμενοι, παιδοσποροῦντες ἠλέγχοντο μὲν ἀτελῆ γονὴν σπείροντες, ὁ δ’ ἔλεγχος πρὸς οὐδὲν ἦν ὄφελος, ὑπὸ βιαιοτέρας νικωμένων ἐπιθυμίας."],["136","εἶτ’ ἐκ τοῦ κατ’ ὀλίγον ἐθίζοντες τὰ γυναικῶν ὑπομένειν τοὺς ἄνδρας γεννηθέντας θήλειαν κατεσκεύασαν αὐτοῖς νόσον, κακὸν δύσμαχον, οὐ μόνον τὰ σώματα μαλακότητι καὶ θρύψει γυναικοῦντες, ἀλλὰ καὶ τὰς ψυχὰς ἀγεννεστέρας ἀπεργαζόμενοι, καὶ τό γε ἐπ’ αὐτοὺς ἧκον μέρος τὸ σύμπαν ἀνθρώπων γένος διέφθειρον· εἰ γοῦν Ἕλληνες ὁμοῦ καὶ βάρβαροι συμφωνήσαντες ἐζήλωσαν τὰς τοιαύτας ὁμιλίας, ἠρήμωντο ἂν ἑξῆς αἱ πόλεις ὥσπερ λοιμώδει νόσῳ κενωθεῖσαι."],["137","λαβὼν δὲ ὁ θεὸς οἶκτον ἅτε σωτὴρ καὶ φιλάνθρωπος τὰς μὲν κατὰ φύσιν ἀνδρῶν καὶ γυναικῶν συνόδους γινομένας ἕνεκα παίδων σπορᾶς ηὔξησεν ὡς ἔνι μάλιστα, τὰς δ’ ἐκφύλους καὶ ἐκθέσμους διαμισήσας ἔσβεσε καὶ τοὺς ὀργῶντας ἐπὶ ταύτας προβαλόμενος οὐχὶ τὰς ἐν ἔθει καινουργήσας δ’ ἐκτόπους καὶ παρηλλαγμένας τιμωρίας ἐτιμωρήσατο. κελεύει γὰρ ἐξαίφνης τὸν ἀέρα νεφωθέντα πολὺν ὄμβρον οὐχ"],["138","ὕδατος ἀλλὰ πυρὸς ὕειν· ἀθρόας δὲ νιφούσης ἀδιαστάτῳ καὶ ἀπαύστῳ ῥύμῃ φλογός, ἐκαίοντο μὲν ἀγροὶ καὶ λειμῶνες καὶ λάσια ἄλση καὶ ἕλη δασύτατα καὶ δρυμοὶ βαθεῖς, ἐκαίετο δ’ ἡ πεδιὰς καὶ ὁ τοῦ σίτου καὶ τῶν ἄλλων σπαρτῶν ἅπας καρπός, ἐκαίετο δὲ καὶ τῆς ὀρεινῆς ἡ δενδροφόρος, στελεχῶν ῥίζαις αὐταῖς ἐμπιπραμένων·"],["139","ἐπαύλεις δὲ καὶ οἰκίαι καὶ τείχη καὶ ὅσα ἐν οἰκοδομαῖς ἰδιωτικὰ καὶ δημόσια πάντα συγκατεπίμπραντο καὶ ἡμέρᾳ μιᾷ αἱ μὲν εὐανδροῦσαι πόλεις τάφος τῶν οἰκητόρων ἐγεγένηντο, αἱ δ’ ἐκ λίθων καὶ ξύλων κατασκευαὶ τέφρα καὶ λεπτὴ κόνις."],["140","ἐπεὶ δὲ τὰ ἐν φανερῷ καὶ ὑπὲρ γῆς ἅπαντα κατανάλωσεν ἡ φλόξ, ἤδη καὶ τὴν γῆν αὐτὴν ἔκαιε κατωτάτω διαδῦσα καὶ τὴν ἐνυπάρχουσαν ζωτικὴν δύναμιν ἔφθειρεν εἰς ἀγονίαν παντελῆ, ὑπὲρ τοῦ μηδ’ αὖθίς ποτε καρπὸν ἐνεγκεῖν ἢ χλοηφορῆσαι τὸ παράπαν δυνηθῆναι· καὶ μέχρι νῦν καίεται, τὸ γὰρ κεραύνιον πῦρ ἥκιστα σβεννύμενον ἢ νέμεται ἢ ἐντύφεται."],["141","πίστις δὲ σαφεστάτη τὰ ὁρώμενα· τοῦ γὰρ συμβεβηκότος πάθους μνημεῖόν ἐστιν ὅ τε ἀναδιδόμενος ἀεὶ καπνὸς καὶ ὃ μεταλλεύουσι θεῖον· τῆς δὲ περὶ τὴν χώραν παλαιᾶς εὐδαιμονίας ἐναργέστατον ὑπολείπεται δεῖγμα πόλις μία τῶν ὁμόρων καὶ ἡ ἐν κύκλῳ γῆ, πολυάνθρωπος μὲν ἡ πόλις, εὔχορτος δὲ καὶ εὔσταχυς καὶ συνόλως καρποφόρος ἡ γῆ, πρὸς ἔλεγχον δίκης γνώμῃ θείᾳ δικασθείσης."],["142","ἀλλὰ γὰρ οὐχ ἕνεκα τοῦ δηλῶσαί με τὰς μεγαλουργηθείσας συμφορὰς καινὰς ταῦτα διεξῆλθον, ἀλλ’ ἐκεῖνο βουλόμενος παραστῆσαι, ὅτι τῶν τριῶν ὡς ἀνδρῶν ἐπιφανέντων τῷ σοφῷ δύο μόνους εἰς τὴν ἀφανισθεῖσαν χώραν τὰ λόγιά φησιν ἐλθεῖν ἐπ’ ὀλέθρῳ τῶν οἰκητόρων, τοῦ τρίτου μὴ δικαιώσαντος ἥκειν·"],["143","ὃς κατά γε τὴν ἐμὴν ἔννοιαν ἦν ὁ πρὸς ἀλήθειαν ὤν, ἁρμόττον ὑπολαβὼν εἶναι τὰ μὲν ἀγαθὰ παρὼν δι’ αὑτοῦ χαρίζεσθαι, μόναις δ’ ἐπιτρέπειν ταῖς δυνάμεσι καθ’ ὑπηρεσίαν τὰ ἐναντία χειρουργεῖν, ἵνα μόνων ἀγαθῶν αἴτιος, κακοῦ δὲ μηδενὸς προηγουμένως νομίζηται."],["144","τοῦτό μοι δοκοῦσι καὶ τῶν βασιλέων οἱ μιμούμενοι τὴν θείαν φύσιν πράττειν, τὰς μὲν χάριτας δι’ ἑαυτῶν προτείνοντες, τὰς δὲ τιμωρίας δι’ ἑτέρων βεβαιοῦντες."],["145","ἀλλ’ ἐπειδὴ τῶν δυεῖν δυνάμεων ἡ μὲν εὐεργέτις ἐστίν, ἡ δὲ κολαστήριος, ἑκατέρα κατὰ τὸ εἰκὸς ἐπιφαίνεται τῇ Σοδομιτῶν γῇ, διότι τῶν ἀρίστων ἐν αὐτῇ πέντε πόλεων τέτταρες μὲν ἔμελλον ἐμπίπρασθαι, μία δὲ ἀπαθὴς παντὸς κακοῦ σῷος ὑπολείπεσθαι· ἐχρῆν γὰρ διὰ μὲν τῆς κολαστηρίου γίνεσθαι τὴν φθοράν, σῴζεσθαι δὲ διὰ τῆς εὐεργέτιδος."],["146","ἀλλ’ ἐπειδὴ καὶ τὸ σῳζόμενον μέρος οὐχ ὁλοκλήρους καὶ παντελεῖς εἶχεν ἀρετάς, δυνάμει μὲν τοῦ ὄντος εὐεργετεῖτο, προηγουμένως δὲ τῆς ἐκείνου φαντασίας ἀνάξιον ἐνομίσθη τυχεῖν."],["147","Ἡ μὲν οὖν ἐν φανερῷ καὶ πρὸς τοὺς πολλοὺς ἀπόδοσις ἥδ’ ἐστίν· ἡ δ’ ἐν ἀποκρύφῳ καὶ πρὸς ὀλίγους, ὅσοι τρόπους ψυχῆς ἐρευνῶσιν ἀλλ’ οὐ σωμάτων μορφάς, αὐτίκα λεχθήσεται. συμβολικῶς ἡ πεντάπολις αἱ ἐν ἡμῖν πέντε αἰσθήσεις εἰσί, τὰ τῶν ἡδονῶν ὄργανα, δι’ ὧν ἅπασαι μικραί τε αὖ καὶ μεγάλαι τελεσιουργοῦνται."],["148","ἢ γὰρ ὁρῶντες χρωμάτων καὶ σχημάτων ποικιλίας ἔν τε ἀψύχοις καὶ ψυχὴν ἔχουσιν ἡδόμεθα ἢ φωνῶν ἐμμελεστάτων ἀκούοντες ἢ κατὰ γεῦσιν ἐν τοῖς περὶ ἐδωδὴν καὶ πόσιν ἢ κατ’ ὄσφρησιν ἐν εὐωδίαις ἀτμῶν ἢ ἐν μαλακοῖς καὶ θερμοῖς ἔτι δὲ λείοις κατὰ τὴν ἁφήν."],["149","ζωωδέσταται μὲν οὖν καὶ ἀνδραποδωδέσταται τῶν πέντε τρεῖς εἰσιν αἰσθήσεις, γεῦσις, ὄσφρησις, ἁφή, περὶ ἃς τῶν θρεμμάτων καὶ τῶν θηρίων τὰ γαστριμαργότατα καὶ συνουσιαστικώτατα μάλιστα ἐπτόηται· δι’ ὅλης γὰρ ἡμέρας καὶ νυκτὸς ἢ τροφῶν ἀπλήστως ἐμφορεῖται ἢ πρὸς τὰς ὀχείας ὁρμᾷ."],["150","δύο δ’ εἰσὶν ἐμφιλόσοφοι καὶ ἡγεμονίδες, ἀκοὴ καὶ ὅρασις· βραδύτερα δέ πως καὶ θηλύτερα ὦτα ὀφθαλμῶν ἐπὶ τὰ ὁρατὰ φθανόντων ὑπὸ εὐτολμίας καὶ οὐκ ἀναμενόντων, ἄχρις ἂν ἐκεῖνα κινήσῃ, προϋπαντιαζόντων δὲ καὶ ἀντικινῆσαι γλιχομένων. ἀκοὴ μὲν οὖν, διότι βραδεῖα καὶ θηλυτέρα, δευτερεύουσαν τάξιν τετάχθω, προνομία δ’ ἔστω τις ἐξαίρετος ὁράσει· ταύτην γὰρ ὁ θεὸς βασιλίδα τῶν ἄλλων ἀπέφηνεν ἐπάνω θεὶς ἁπασῶν καὶ ὥσπερ ἐπ’ ἀκροπόλεως ἱδρυσάμενος οἰκειοτάτην ἀπειργάσατο ψυχῇ. τεκμηριώσαιτο δ’ ἄν τις ἐκ τοῦ συμμεταβάλλειν ταῖς ἐκείνης τροπαῖς·"],["151","λύπης μὲν γὰρ ἐγγινομένης, ὀφθαλμοὶ συννοίας γέμουσι καὶ κατηφείας, χαρᾶς δ’ ἔμπαλιν, ὑπομειδιῶσι καὶ γεγήθασι, φόβου δὲ κρατήσαντος, ταραχώδους γέμουσιν ἀταξίας, κινήσεις καὶ παλμοὺς καὶ περιστροφὰς ἀτάκτους ἐνδεχόμενοι·"],["152","εἰ δ’ ὀργὴ κατάσχοι, τραχυτέρα πως καὶ ὕφαιμος ἡ ὄψις, καὶ ἐν μὲν τῷ λογίζεσθαι καὶ φροντίζειν τινὸς ἠρεμεῖ καὶ ἐκνένευκε, μόνον οὐ συνεκτείνουσα τῇ διανοίᾳ ἑαυτήν, ἐν δὲ ταῖς ἀναψύξεσι καὶ ἀνέσεσι συνανίεται καὶ χαλᾶται·"],["153","καὶ προσιόντι μὲν φίλῳ προευαγγελίζεται τὸ τῆς εὐνοίας πάθος εὐδίῳ καὶ γαληνῷ βλέμματι, εἰ δ’ ἐχθρὸς τύχοι, τὸ δυσάρεστον τῆς ψυχῆς πάθος προμηνύει· καὶ θρασύτητι μὲν προπηδῶσι καὶ προεκτρέχουσιν ὀφθαλμοί, αἰδοῖ δὲ πρᾴως ἠρεμοῦσι· [καὶ] ὡς συνελόντι φράσαι. ψυχῆς εἰκόνα δεδημιουργῆσθαι τὴν ὅρασιν ἀκρότητι τέχνης εὖ μεμιμημένης ἐναργὲς ἐμφαίνουσαν εἴδωλον οἷα διὰ κατόπτρου τὴν φύσιν ὁρατὴν ἐξ αὑτῆς οὐκ ἐχούσης."],["154","ἀλλὰ γὰρ οὐ ταύτῃ μόνον τὰς ἄλλας αἰσθήσεις ὑπερβάλλει τὸ κάλλος ὀφθαλμῶν, ἀλλὰ καὶ διότι τῶν ἄλλων ἐν ταῖς ἐγρηγόρσεσι— τὴν γὰρ καθ’ ὕπνον ἀπραξίαν οὐ παραληπτέον— ἐπιλείπουσιν αἱ χρήσεις· ὁπότε γὰρ μὴ κινήσειέ τι τῶν ἐκτός, ἡσυχάζουσιν, αἱ δὲ τῶν ὀφθαλμῶν ἀναπεπταμένων ἐνέργειαι συνεχεῖς καὶ ἀδιάστατοι μηδέποτε πληρουμένων εἰσὶ καὶ ταύτῃ παριστάντων, ἣν ἔχουσι πρὸς ψυχὴν συγγένειαν."],["155","ἀλλ’ ἐκείνη μὲν ἀεικίνητος οὖσα μεθ’ ἡμέραν καὶ νύκτωρ διανίσταται, τοῖς δ’ ἅτε σαρκὸς πλεῖστον μετέχουσιν αὐτάρκης ἐδόθη δωρεά, μέρος ἥμισυ τοῦ παντὸς χρόνου καὶ βίου διατελεῖν ἐνεργοῦντας τὰς ἁρμοττούσας"],["156","ἐνεργείας. ὃ δ’ ἐστὶν ἀναγκαιότατον τῆς ἀπὸ τῶν ὀμμάτων ὠφελείας, ἤδη λεκτέον. μόνῃ γὰρ ὁράσει τῶν αἰσθήσεων ὁ θεὸς ἀνέτειλε φῶς, ὃ καὶ τῶν ὄντων ἐστὶ κάλλιστον καὶ πρῶτον ἐν ἱεραῖς βίβλοις ὠνομάσθη καλόν (Gen. 1, 4)."],["157","διττὴ δὲ φωτὸς φύσις· τὸ μὲν γὰρ ἀπὸ τοῦ χρειώδους πυρός, φθαρτοῦ φθαρτόν, ἐκλάμπει σβέσιν ἐνδεχόμενον, τὸ δὲ ἄσβεστον καὶ ἀδιάφθορόν ἐστιν, ἄνωθεν ἀπὸ τοῦ οὐρανοῦ πρὸς ἡμᾶς φερόμενον, ὥσπερ ἀπ’ ἀενάων πηγῶν ἑκάστου τῶν ἀστέρων αὐγὰς ἐκχέοντος· ἑκατέρῳ δ’ ἡ ὄψις ἐνομιλεῖ καὶ δι’ ἀμφοτέρων προσβάλλει τοῖς ὁρατοῖς εἰς ἀκριβεστάτην ἀντίληψιν."],["158","ἔτι τοίνυν ἐπιχειρῶμεν ὀφθαλμοὺς λόγοις ἐγκωμιάζειν, τοῦ θεοῦ τοὺς ἀληθεῖς ἐπαίνους αὐτῶν στηλιτεύσαντος ἐν οὐρανῷ, τοὺς ἀστέρας; ἡλίου γὰρ αὐγαὶ καὶ σελήνης καὶ τῶν ἄλλων πλανήτων καὶ ἀπλανῶν τοῦ χάριν γεγόνασιν ὅτι μὴ τῆς ὀφθαλμῶν ἐνεργείας εἰς τὴν τοῦ ὁρᾶν ὑπηρεσίαν;"],["159","διὸ καὶ προσχρώμενοι τῇ πασῶν ἀρίστῃ δωρεᾷ φωτὶ καταθεῶνται τὰ ἐν κόσμῳ, γῆν, φυτά, ζῷα, καρπούς, πελαγῶν ἀναχύσεις, ποταμοὺς αὐθιγενεῖς τε καὶ χειμάρρους πηγῶν τε διαφοράς, ὧν αἱ μὲν ψυχρὸν αἱ δὲ θερμὸν νᾶμα προχέουσι, πάντων τῶν κατὰ τὸν ἀέρα συνισταμένων τὰς φύσεις— ἀμύθητοι δέ εἰσιν ἰδέαι καὶ ἀπερίληπτοι λόγῳ—, καὶ ἐπὶ πᾶσι τὸν οὐρανόν, ὃς ἀληθείᾳ κόσμος ἐν κόσμῳ δεδημιούργηται, καὶ τὰ κατ’ οὐρανὸν κάλλη καὶ θεῖα ἀγάλματα. τίς οὖν τῶν ἄλλων αἰσθήσεων"],["160","ἐπαυχήσει διαβῆναί ποτε τοσοῦτον; ἀλλ’ ἐάσαντες τὰς ἐπὶ ταῖς φάτναις τὸ σύμφυτον ἡμῖν θρέμμα πιαινούσας, τὴν ἐπιθυμίαν, ἐξετάσωμεν τὴν λόγου μεταποιουμένην ἀκοήν· ἧς ὁ σύντονος καὶ τελειότατος δρόμος ἵσταται κατὰ ἀέρα τὸν περίγειον, ὅταν βία πνευμάτων καὶ κτύποι βροντῶν συρμὸν πολὺν καὶ χαλεπὸν πάταγον ἐξηχῶσιν."],["161","ὀφθαλμοὶ δὲ ἀπὸ γῆς ἐν ἀκαρεῖ φθάνουσιν εἰς οὐρανὸν καὶ τὰ πέρατα τοῦ παντός, ἐπ’ ἀνατολὰς ὁμοῦ καὶ δύσεις ἄρκτον τε καὶ μεσημβρίαν, καὶ ἀφικνούμενοι πρὸς τὸ θεωρεῖν ἕλκουσιν ἐπὶ τὰ φανέντα τὴν διάνοιαν."],["162","ἡ δὲ τὸ παραπλήσιον ἐνδεξαμένη πάθος οὐκ ἠρεμεῖ, ἀλλ’ ἅτε ἀκοίμητος καὶ ἀεικίνητος οὖσα, παρὰ τῆς ὄψεως τοῦ δύνασθαι τὰ νοητὰ θεωρεῖν τὰς ἀφορμὰς λαβοῦσα, εἰς σκέψιν ἦλθε, πότερον τὰ φανέντα ταῦτ’ ἐστὶν ἀγένητα ἢ γενέσεως ἔλαβεν ἀρχὴν καὶ πότερον ἄπειρα ἢ πεπερασμένα καὶ πότερον εἷς ἢ πλείονές εἰσι κόσμοι καὶ πότερον τὰ τέτταρα στοιχεῖα τῶν ἁπάντων ἐστὶν ἢ φύσιν ἐξαίρετον οὐρανὸς καὶ τὰ ἐν αὐτῷ κεκλήρωται θειοτέρας καὶ οὐχὶ τοῖς ἄλλοις τῆς αὐτῆς οὐσίας ἐπιλαχόντα·"],["163","εἰ δὲ δὴ καὶ γέγονεν ὁ κόσμος, ὑπὸ τίνος γέγονε καὶ τίς ὁ δημιουργὸς κατ’ οὐσίαν ἢ ποιότητα καὶ τί διανοηθεὶς ἐποίει καὶ τί νῦν πράττει καὶ τίς αὐτῷ διαγωγὴ καὶ βίος καὶ ὅσα ἄλλα περιττὸς νοῦς φρονήσει συμβιῶν εἴωθε διερευνᾶσθαι."],["164","ταῦτα δὲ καὶ τὰ τοιαῦτα ἀνάκειται τῷ φιλοσοφεῖν· ἐξ οὗ δῆλόν ἐστιν, ὅτι σοφία καὶ φιλοσοφία τὴν ἀρχὴν ἀπ’ οὐδενὸς εἴληφεν ἑτέρου τῶν ἐν ἡμῖν ἢ τῆς ἡγεμονίδος τῶν αἰσθήσεων ὁράσεως, ἣν καὶ μόνην ἐκ τῆς σωματικῆς χώρας διέσωσεν ὁ θεὸς τὰς τέσσαρας φθείρας, ὅτι αἱ μὲν σαρκὶ καὶ τοῖς σαρκὸς πάθεσιν ἐδούλευσαν, ἡ δὲ ἴσχυσεν ἀνατεῖναι τὸν αὐχένα καὶ βλέψαι καὶ τέρψεις ἑτέρας ἀνευρεῖν πολὺ βελτίους τῶν σωματικῶν ἡδονῶν ἐκ τῆς περὶ τὸν κόσμον θεωρίας καὶ τῶν ἐν αὐτῷ."],["165","μίαν οὖν ὥσπερ ἐκ πενταπόλεως τῶν πέντε αἰσθήσεων τὴν ὅρασιν ἐξαιρέτου γέρως τυχεῖν ἁρμόττον ἦν καὶ φθειρομένων τῶν ἄλλων διαμένειν, ὅτι οὐ περὶ τὰ θνητὰ εἱλεῖται μόνον ὡς ἐκεῖναι, μετανίστασθαι δὲ πρὸς τὰς ἀφθάρτους φύσεις ἀξιοῖ χαίρουσα τῇ θέᾳ τούτων."],["166","διὸ καὶ παγκάλως „μικράν “τε καὶ „οὐ μικρὰν “(cf. Gen. 19, 20) τὴν πόλιν ταύτην οἱ χρησμοὶ διασυνιστᾶσιν αἰνιττόμενοι τὴν ὅρασιν· μικρὰ μὲν γὰρ λέγεται εἶναι, διότι βραχὺ μέρος τῶν ἐν ἡμῖν ἐστι, μεγάλη δέ, διότι μεγάλων ἐφίεται τὸν σύμπαντα οὐρανὸν καὶ κόσμον γλιχομένη καταθεάσασθαι."],["167","Περὶ μὲν οὖν τῆς ἐπιφανείσης ὄψεως καὶ τῶν ἀοιδίμων καὶ παγκάλων ξενίων, ἐν οἷς δοκῶν ἑστιᾶν ὁ ξενοδόχος εἱστιᾶτο, καθ’ ὅσον ἐφικτὸν ἦν, ἀκριβοῦσιν ἡμῖν τὰ περὶ τὸν τόπον δεδήλωται. μεγίστην δὲ πρᾶξιν ἀξίαν ἀκοῆς οὐχ ἡσυχαστέον· ὀλίγου γὰρ δέω φάναι πάσας ὅσαι θεοφιλεῖς ὑπερβάλλει. λεκτέον δὲ τὰ καίρια περὶ αὐτῆς."],["168","υἱὸς ἐκ τῆς γαμετῆς γίνεται τῷ σοφῷ γνήσιος, ἀγαπητὸς καὶ μόνος, τό τε σῶμα κάλλιστος καὶ τὴν ψυχὴν ἄριστος· ἤδη γὰρ τελειοτέρας τῆς ἡλικίας ἐξέφαινεν ἀρετάς, ὡς τὸν πατέρα μὴ πάθει μόνον εὐνοίας φυσικῆς ἀλλὰ καὶ γνώμῃ καθάπερ ἠθῶν δικαστὴν ἰσχυρᾷ τινι κεχρῆσθαι φιλοστοργίᾳ."],["169","διακειμένῳ δ’ οὕτως ἐξαπιναίως θεσπίζεται λόγιον οὔποτ’ ἐλπισθέν, σφαγιάσαι τὸν υἱὸν ἐπί τινος ὑψηλοτάτου κολωνοῦ πορρωτάτω πόλεως ἀποστάντα τριῶν ὁδὸν ἡμερῶν."],["170","ὁ δὲ καίτοι ἀλέκτῳ πόθῳ τοῦ παιδὸς ἐκκρεμάμενος οὔτε τὴν χρόαν μετέβαλεν οὔτε τὴν ψυχὴν ἐγνάμφθη, γνώμῃ δ’ ἀνενδότῳ καὶ ἀρρεπεῖ διέμεινεν ἀκλινής, οἷος καὶ πρόσθεν ἦν· ἔρωτι δὲ θείῳ δεδαμασμένος ἀνὰ κράτος ἐνίκα πάντα ὅσα συγγενείας ὀνόματα καὶ φίλτρα καὶ μηδενὶ τῶν ἔνδον ἐξειπὼν τὸ λόγιον, ἐκ πολυανθρώπου θεραπείας οἰκετῶν δύο μόνους τοὺς πρεσβυτάτους καὶ μάλιστα φιλοδεσπότους παραλαβών, ὡς ἕνεκά τινος ἱερουργίας τῶν ἐν ἔθει τέταρτος ἐξῄει σὺν τῷ παιδί."],["171","τὸν δὲ προσταχθέντα χῶρον ὥσπερ ἀπὸ σκοπιᾶς ἰδὼν ἐκ μακροῦ τοῖς μὲν θεράπουσι κελεύει καταμένειν, τῷ δὲ παιδὶ πῦρ καὶ ξύλα δίδωσι κομίζειν, αὐτὸ δικαιώσας τὸ ἱερεῖον τὰ πρὸς τὴν θυσίαν ἐπηχθίσθαι, κουφότατον βάρος· οὐδὲν γὰρ εὐσεβείας ἀπονώτερον."],["172","βαδίζοντες δ’ ἰσοταχῶς οὐ τοῖς σώμασι μᾶλλον ἢ ταῖς διανοίαις ὁδὸν τὴν ἐπίτομον, ἧς ὁσιότης τὸ τέλος, ἐπὶ τὸν προσταχθέντα τόπον ἀφικνοῦνται."],["173","κἄπειθ’ ὁ μὲν πατὴρ συνεκόμιζε λίθους, ἵνα δείμαιτο βωμόν, ὁ δὲ υἱὸς τὰ μὲν ἄλλα ὁρῶν ὅσα πρὸς ἱερουργίαν εὐτρεπῆ, ζῷον δὲ μηδέν, ἀπιδὼν εἰς τὸν πατέρα „ἰδοὺ τὸ πῦρ “ἔφη „καὶ τὰ ξύλα, πάτερ, ποῦ τὸ ἱερεῖον “;"],["174","ἕτερος μὲν οὖν ἃ δρᾶν ἔμελλεν εἰδὼς καὶ τῇ ψυχῇ συσκιάζων ὑπὸ τοῦ λεχθέντος κἂν συνεχύθη καὶ δακρύων πληρωθεὶς ἔμφασιν τοῦ γενησομένου παρέσχεν ἐκ τῆς περιπαθήσεως ἡσυχάζων."],["175","ὁ δ’ οὐδεμίαν ἐνδεξάμενος τροπὴν οὔτε κατὰ τὸ σῶμα οὔτε κατὰ τὴν διάνοιαν σταθερῷ μὲν τῷ βλέμματι σταθερῷ δὲ τῷ λογισμῷ φησι πρὸς τὴν πεῦσιν ἀποκρινόμενος· „ὦ τέκνον, ὁ θεὸς ὄψεται ἱερεῖον ἑαυτῷ καὶ ἐν ἐρημίᾳ πολλῇ, δι’ ἣν ἴσως ἀπογινώσκεις εὑρεθήσεσθαι· πάντα δ’ ἴσθι θεῷ δυνατὰ καὶ ὅσα ἐν ἀμηχάνῳ καὶ ἀπόρῳ κεῖται παρ’ ἀνθρώποις “."],["176","καὶ ταῦθ’ ἅμα λέγων ᾗ τάχιστα τὸν υἱὸν ἐξαρπάσας ἐπιτίθησι τῷ βωμῷ καὶ σπασάμενος τῇ δεξιᾷ τὸ ξίφος ἐπέφερεν ὡς ἀναιρήσων· φθάνει δ’ ὁ σωτὴρ θεὸς ἀπ’ ἀέρος φωνῇ μεσολαβήσας τὸ ἔργον, ᾗ προσέταττεν ἀνέχειν καὶ μὴ ψαῦσαι τοῦ παιδός, ὀνομαστὶ καλέσας δὶς τὸν πατέρα, ἵν’ ἐπιστρέψας καὶ ἀντισπάσας διακωλύσῃ"],["177","τὴν σφαγὴν ἐργάσασθαι. καὶ ὁ μὲν διασῴζεται, τὸ δῶρον ἀντιχαρισαμένου τοῦ θεοῦ καὶ τὸν φέροντα ἐν οἷς εὐσεβεῖτο ἀντιτιμήσαντος· τῷ δ’ ἤδη καὶ ἡ πρᾶξις, εἰ καὶ μὴ τὸ τέλος ἐπηκολούθησεν, ὁλόκληρος καὶ παντελὴς οὐ μόνον ἐν ταῖς ἱεραῖς βίβλοις ἀλλὰ καὶ ἐν ταῖς τῶν ἀναγινωσκόντων διανοίαις ἀνάγραπτος ἐστηλίτευται."],["178","ἀλλὰ τοῖς φιλαπεχθήμοσι καὶ πάντα διαβάλλουσιν, οἳ ψόγον πρὸ ἐπαίνου τιμᾶν ἐθίζονται, τὸ πραχθὲν ἔργον οὐ δοκεῖ μέγα καὶ θαυμαστόν, ὡς ἡμεῖς ὑπολαμβάνομεν εἶναι."],["179","πολλοὺς γὰρ καὶ ἄλλους φασὶ τῶν πάνυ φιλοικείων καὶ φιλοτέκνων ἐπιδοῦναι τοὺς ἑαυτῶν παῖδας, τοὺς μὲν ὑπὲρ πατρίδων σφαγιασθησομένους, λυτήρια ἢ πολέμων ἢ αὐχμῶν ἢ ἐπομβρίας ἢ νοσημάτων λοιμικῶν γενησομένους, τοὺς δ’ ὑπὲρ νενομισμένης εὐσεβείας, εἰ καὶ μὴ πρὸς ἀλήθειαν οὔσης·"],["180","Ἑλλήνων μέν γε τοὺς δοκιμωτάτους, οὐκ ἰδιώτας μόνον ἀλλὰ καὶ βασιλεῖς, ὀλίγα φροντίσαντας ὧν ἐγέννησαν διὰ τῆς τούτων ἀναιρέσεως δυνάμεις στρατευμάτων μεγάλας καὶ πολυανθρώπους ἐν μὲν τῇ συμμαχίᾳ τεταγμένας διασῶσαι, ἐν δὲ τῇ"],["181","μερίδι τῶν ἐχθρῶν αὐτοβοεὶ διαφθεῖραι· βαρβαρικὰ δὲ ἔθνη μέχρι πολλοῦ παιδοκτονίαν ὡς ὅσιον ἔργον καὶ θεοφιλὲς προσέσθαι, ὧν μεμνῆσθαι τοῦ ἄγους καὶ τὸν ἱερώτατον Μωυσῆν· αἰτιώμενος γὰρ αὐτοὺς τοῦ μιάσματος φάσκει, ὅτι \" τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας κατακαίουσι τοῖς θεοῖς αὐτῶν “(Deut. 12, 31)·"],["182","Ἰνδῶν δὲ τοὺς γυμνοσοφιστὰς ἄχρι νῦν, ἐπειδὰν ἄρχηται καταλαμβάνειν ἡ μακρὰ καὶ ἀνίατος νόσος, τὸ γῆρας, πρὶν βεβαίως κρατηθῆναι, πυρὰν νήσαντας ἑαυτοὺς ἐμπιπράναι, δυναμένους ἔτι πρὸς πολυετίαν ἴσως ἀντισχεῖν· ἤδη δὲ καὶ γύναια προαποθανόντων ἀνδρῶν ὁρμῆσαι γεγηθότα πρὸς τὴν αὐτὴν πυρὰν καὶ ζῶντα τοῖς ἐκείνων σώμασιν ὑπομεῖναι συγκαταφλεχθῆναι·"],["183","ταῦτα μὲν εἰκότως ἄν τις τῆς εὐτολμίας θαυμάσειεν ἐκ πολλοῦ τοῦ περιόντος καταφρονητικῶς ἔχοντα θανάτου καὶ ὡς ἐπ’ ἀθανασίαν αὐτὸν ἱέμενα καὶ ἀπνευστὶ θέοντα· τὸν δὲ τί προσῆκεν ἐπαινεῖν ὡς ἐγχειρητὴν κεκαινουργημένης πράξεως, ἣν καὶ ἰδιῶται καὶ βασιλεῖς καὶ ὅλα ἔθνη δρῶσιν ἐν καιροῖς;"],["184","ἐγὼ δὲ πρὸς τὴν τούτων βασκανίαν καὶ πικρίαν ἐκεῖνα λέξω· τῶν καταθυόντων παῖδας οἱ μὲν ἔθει τοῦτο δρῶσιν, ὥσπερ ἐνίους ἔφασκον τῶν βαρβάρων, οἱ δὲ δι’ ἀβουλήτους καὶ μεγάλας ὑποθέσεις πόλεών τε καὶ χωρῶν ἑτέρως κατορθοῦσθαι μὴ δυναμένων, ὧν οἱ μὲν ἀνάγκῃ τοὺς αὑτῶν ἐπιδιδόασιν ὑπὸ δυνατωτέρων βιασθέντες, οἱ δὲ δόξης καὶ τιμῆς ἐφιέμενοι καὶ εὐκλείας μὲν τῆς ἐν τῷ παρόντι, εὐφημίας δὲ τῆς εἰς ὕστερον."],["185","οἱ μὲν οὖν ἔθει σφαγιάζοντες οὐδὲν ὡς ἔοικε μέγα δρῶσιν· ἐγχρονίζον γὰρ ἔθος ἐξισοῦται φύσει πολλάκις, ὡς καὶ τὰ δυσυπομόνητα καὶ δυσκαρτέρητα ῥᾳδίως ἐπελαφρίζειν, τὰς ὑπερβολὰς τῶν φοβερῶν ἐξευμαρίζον."],["186","τῶν δ’ ἕνεκα δέους ἐπιδιδόντων ἔπαινος οὐδείς· ὁ γὰρ ἔπαινος ἐν ἑκουσίοις κατορθώμασι γράφεται, τὰ δ’ ἀβούλητα ἑτέροις ἀνάκειται πράγμασιν, ἢ καιροῖς ἢ τύχαις ἢ ταῖς ἀπ’ ἀνθρώπων ἀνάγκαις."],["187","εἰ δέ τις δόξης ὀρεγόμενος υἱὸν ἢ θυγατέρα προΐεται, ψέγοιτ’ ἂν ἐνδίκως μᾶλλον ἢ ἐπαινοῖτο, θανάτῳ τῶν φιλτάτων ὠνούμενος τιμήν, ἣν καὶ κεκτημένος ὤφειλεν ὑπὲρ σωτηρίας τῶν τέκνων ἀπορρίπτειν."],["188","ἐρευνητέον οὖν, εἰ ὑπό τινος τῶν λεχθέντων ἡττηθεὶς ἐκεῖνος ἔμελλε σφαγιάζειν τὸν υἱόν, ἔθους ἢ τιμῆς ἢ δέους. ἔθος μὲν οὖν τὸ ἐπὶ παιδοκτονίᾳ Βαβυλὼν καὶ Μεσοποταμία καὶ τὸ Χαλδαίων ἔθνος οὐ παραδέχεται, ἐν οἷς ἐτράφη καὶ ἐπεβίωσε τὸν πλείονα χρόνον, ὡς τῇ συνεχείᾳ τῶν δρωμένων ἀμβλυτέραις ταῖς τῶν δεινῶν φαντασίαις κεκρατῆσθαι δοκεῖν."],["189","καὶ μὴν οὐδὲ φόβος τις ἦν ἀπ’ ἀνθρώπων— οὐδὲ γὰρ τὸ χρησθὲν αὐτῷ μόνῳ λόγιον ᾔδει τις—, οὐδέ τις συμφορὰ κοινὴ κατείληφεν, ἧς ἔδει τὴν θεραπείαν ἀναιρέσει γενέσθαι τοῦ δοκιμωτάτου παιδός."],["190","ἀλλὰ θηρώμενος ἔπαινον τῶν πολλῶν ἐπὶ τὴν πρᾶξιν ὥρμησε; καὶ τίς ἔπαινος ἐν ἐρημίᾳ, μηδενὸς τοῦ μέλλοντος ἐπευφημήσειν παρόντος, ἀλλὰ καὶ τῶν δυεῖν οἰκετῶν μακρὰν ἐπίτηδες ἀπολειφθέντων, ἵνα μὴ ἐγκαλλωπίζεσθαι καὶ ἐνεπιδείκνυσθαι"],["191","δοκῇ μάρτυρας ἐπαγόμενος ὧν εὐσέβει; στόμασιν οὖν ἀχαλίνοις καὶ κακηγόροις θύρας ἐπιθέντες μετριαζέτωσαν τὸν ἐν αὑτοῖς μισόκαλον φθόνον καὶ ἀρετὰς ἀνδρῶν εὖ βεβιωκότων μὴ σινέσθωσαν, ἃς ἁρμόττον ἦν εὐφημίᾳ συνεπικοσμεῖν. ὅτι δὲ τῷ ὄντι ἐπαινετὴ καὶ ἀξιέραστος ἡ πρᾶξις, ἐκ πολλῶν εὐμαρὲς ἰδεῖν."],["192","πρῶτον μὲν τοίνυν τὸ πείθεσθαι θεῷ παρὰ πᾶσι τοῖς εὖ φρονοῦσι σεμνὸν καὶ περιμάχητον εἶναι νομιζόμενον ἐν τοῖς μάλιστα ἐπετήδευεν, ὡς μηδενὸς πώποτε τῶν προστεταγμένων ἀλογῆσαι, ἄνευ δυσκολίας καὶ ἀηδίας, κἂν πόνων τε καὶ ἀλγηδόνων μεστὸν ᾖ· παρὸ καὶ τὸ χρησθὲν ἐπὶ τῷ υἱῷ γενναιότατα καὶ στερρότατα ἤνεγκεν."],["193","ἔπειτ’ οὐκ ὄντος ἔθους ἐν τῇ χώρᾳ, καθάπερ ἴσως παρ’ ἐνίοις ἐστίν, ἀνθρωποθυτεῖν, ὃ τῇ συνεχείᾳ τὰς τῶν δεινῶν φαντασίας εἴωθεν ἐκλύειν, αὐτὸς ἔμελλε πρῶτος ἄρχεσθαι καινοτάτου καὶ παρηλλαγμένου πράγματος, ὅ μοι δοκεῖ μηδεὶς ἂν ὑπομεῖναι, καὶ εἰ σιδήρου τὴν ψυχὴν ἢ ἀδάμαντος κατεσκεύαστο· „φύσει “γὰρ ὡς εἶπέ τις „ἔργον μάχεσθαι. “"],["194","γνήσιόν τε υἱὸν πεποιημένος μόνον τοῦτον εὐθὺς εἶχε καὶ τὸ πάθος ἐπ’ αὐτῷ τῆς εὐνοίας γνήσιον, ὑπερβάλλον τοὺς σώφρονας ἔρωτας καὶ τὰς φιλίας, ὅσαι δι’ ὀνόματος γεγόνασι."],["195","προσῆν δέ τι καὶ βιαστικώτατον φίλτρον, τὸ μὴ καθ’ ἡλικίαν ἀλλ’ ἐν γήρᾳ γεγεννηκέναι τὸν παῖδα· τοῖς γὰρ ὀψιγόνοις ἐπιμεμήνασί πως οἱ τοκεῖς, ἢ τῷ μακρὸν ἐπιποθῆσαι χρόνον τὴν γένεσιν αὐτῶν ἢ τῷ μηκέθ’ ἑτέρους ἐλπίζειν ἔσεσθαι, τῆς φύσεως ἐνταῦθα ἱσταμένης ὡς ἐπὶ τελευταῖον καὶ ὕστατον ὅρον."],["196","ἐκ πολυπαιδίας μὲν οὖν ἕνα προέσθαι θεῷ καθάπερ ἀπαρχήν τινα τέκνων παράδοξον οὐδέν, ἔχοντα τὰς ἐπὶ τοῖς ζῶσιν ἡδονὰς οὐ μικρὰ παραμύθια καὶ μειλίγματα τῆς ἐπὶ τῷ σφαγιασθέντι λύπης· ὃν δὲ μόνον τις ἔσχεν ἀγαπητὸν διδοὺς λόγου παντὸς μεῖζον ἔργον διαπράττεται, μηδὲν οἰκειότητι χαριζόμενος, ἀλλ’ ὅλῃ τῇ ῥοπῇ πρὸς τὸ θεοφιλὲς ταλαντεύων."],["197","ἐκεῖνο μὲν δὴ ἐξαίρετον καὶ μόνῳ σχεδόν τι τούτῳ πεπραγμένον· οἱ μὲν γὰρ ἄλλοι, κἂν ὑπὲρ σωτηρίας πατρίδων ἢ στρατευμάτων ἐπιδιδῶσι σφαγιασθησομένους τοὺς ἑαυτῶν, ἢ οἴκοι καταμένουσιν ἢ μακρὰν ἀφίστανται τῶν βωμῶν ἤ, κἂν παρατυγχάνωσι, τὰς ὄψεις ἀποστρέφονται θεάσασθαι μὴ ὑπομένοντες, ἄλλων ἀναιρούντων·"],["198","ὁ δ’ ὥσπερ ἱερεὺς αὐτὸς κατήρχετο τῆς ἱερουργίας, ἐφ’ υἱῷ τὰ πάντα ἀρίστῳ φιλοστοργότατος πατήρ· ἐμέλισε δ’ ἂν ἴσως καὶ νόμῳ τῶν ὁλοκαυτωμάτων (cf. Lev. 1, 6 al.) κατὰ μέλη τὸν υἱὸν ἱερουργῶν. οὕτως οὐ τὸ μέν τι μέρος ἀπέκλινε πρὸς τὸν παῖδα, τὸ δέ τι πρὸς εὐσέβειαν, ἀλλ’ ὅλην τὴν ψυχὴν δι’ ὅλων ὁσιότητι προσεκλήρωσεν ὀλίγα φροντίσας συγγενικοῦ αἵματος."],["199","τί δὴ τῶν εἰρημένων πρὸς ἑτέρους κοινόν; τί δ’ οὐκ ἐξαίρετον καὶ παντὸς λόγου κρεῖττον; ὡς τόν γε μὴ φύσει βάσκανον καὶ φιλοπόνηρον καταπλαγῆναι καὶ θαυμάσαι τῆς περιττῆς ἄγαν εὐσεβείας, οὐχ ἅπαντα ὅσα εἶπον ἀθρόα εἰς νοῦν βαλλόμενον, ἀλλὰ κἂν ἕν τι τῶν πάντων· ἱκανὴ γὰρ καὶ ἡ ἑνὸς φαντασία τύπῳ τινὶ βραχεῖ— βραχὺ δ’ οὐδὲν ἔργον σοφοῦ— μέγεθος ψυχῆς καὶ ὕψος ἐμφῆναι."],["200","Ἀλλὰ γὰρ οὐκ ἐπὶ τῆς ῥητῆς καὶ φανερᾶς ἀποδόσεως ἵσταται τὰ λεχθέντα, φύσιν δὲ τοῖς πολλοῖς ἀδηλοτέραν ἔοικε παρεμφαίνειν, ἣν οἱ τὰ νοητὰ πρὸ τῶν αἰσθητῶν ἀποδεχόμενοι καὶ ὁρᾶν δυνάμενοι γνωρίζουσιν."],["201","ἔστι δὲ τοιάδε· ὁ μελλήσας σφαγιάζεσθαι καλεῖται Χαλδαϊστὶ μὲν Ἰσαάκ, Ἑλληνιστὶ δὲ μεταληφθέντος τοῦ ὀνόματος „γέλως “· γέλως δ’ οὐχ ὁ κατὰ παιδιὰν ἐγγινόμενος σώματι παραλαμβάνεται τὰ νῦν, ἀλλ’ ἡ κατὰ διάνοιαν εὐπάθεια καὶ χαρά."],["202","ταύτην ὁ σοφὸς ἱερουργεῖν λέγεται δεόντως θεῷ διὰ συμβόλου παριστάς, ὅτι τὸ χαίρειν μόνῳ θεῷ οἰκειότατόν ἐστιν· ἐπίλυπον μὲν γὰρ τὸ ἀνθρώπινον γένος καὶ περιδεές, ἢ παρόντων κακῶν ἢ προσδοκωμένων, ὡς ἢ ἐπὶ τοῖς ἐν χερσὶν ἀβουλήτοις ἀνιᾶσθαι ἢ ἐπὶ τοῖς μέλλουσι ταραχῇ καὶ φόβῳ κραδαίνεσθαι· ἄλυπος δὲ καὶ ἄφοβος καὶ παντὸς πάθους ἀμέτοχος ἡ τοῦ θεοῦ φύσις εὐδαιμονίας καὶ μακαριότητος παντελοῦς μόνη μετέχουσα."],["203","τῷ δὴ τὴν ἀληθῆ ταύτην ὁμολογίαν ὡμολογηκότι τρόπῳ χρηστὸς ὢν καὶ φιλάνθρωπος ὁ θεός, φθόνον ἐληλακὼς ἀφ’ ἑαυτοῦ, προσηκόντως ἀντιχαρίζεται τὸ δῶρον, καθ’ ὅσον ἔχει δυνάμεως ὁ ληψόμενος, καὶ μόνον οὐ ταῦτα θεσπίζει λέγων·"],["204","„τὸ μὲν τῆς χαρᾶς γένος καὶ τὸ χαίρειν ὅτι οὐκ ἔστιν ἑτέρου πλὴν ἐμοῦ τοῦ πατρὸς τῶν ὅλων κτῆμα, σαφῶς οἶδα, κεκτημένος δ’ ὅμως οὐ φθονῶ τοῖς ἀξίοις χρῆσθαι· ἄξιος δὲ τίς ἂν εἴη, πλὴν εἴ τις ἐμοὶ καὶ τοῖς ἐμοῖς βουλήμασιν ἕποιτο; τούτῳ γὰρ ἥκιστα μὲν ἀνιᾶσθαι ἥκιστα δὲ φοβεῖσθαι συμβήσεται πορευομένῳ ταύτην τὴν ὁδόν, ἣ πάθεσι μὲν καὶ κακίαις ἐστὶν ἄβατος, εὐπαθείαις δὲ καὶ ἀρεταῖς ἐμπεριπατεῖται. “"],["205","μηδεὶς δ’ ὑπολαβέτω τὴν ἄκρατον καὶ ἀμιγῆ λύπης χαρὰν ἀπ’ οὐρανοῦ καταβαίνειν ἐπὶ τὴν γῆν, ἀλλὰ κέκραται ἐξ ἀμφοῖν, περιττεύοντος τοῦ κρείττονος· ὅνπερ τρόπον καὶ τὸ φῶς ἐν οὐρανῷ μὲν ἄκρατον καὶ ἀμιγὲς σκότους ἐστίν, ἐν δὲ τοῖς ὑπὸ σελήνην ἀέρι ζοφερῷ κεκραμένον φαίνεται."],["206","ταύτης ἕνεκα τῆς αἰτίας δοκεῖ μοι καὶ πρότερον γελάσασα ἡ ἀρετῆς ἐπώνυμος Σάρρα πρὸς τὸν πυνθανόμενον ἀρνήσασθαι τὸν γέλωτα (Gen. 18, 15), καταδείσασα μή ποτε ἄρα τὸ χαίρειν οὐδενὸς ὂν γενητοῦ, μόνου δὲ τοῦ θεοῦ, σφετερίζηται· διόπερ θαρσύνων αὐτὴν ὁ ἱερὸς λόγος φησί·"],["207","μηδὲν εὐλαβηθῇς, ὄντως ἐγέλασας καὶ μέτεστί σοι χαρᾶς. οὐ γὰρ εἴασεν ὁ πατὴρ τῶν ἀνθρώπων τὸ γένος λύπαις καὶ ὀδύναις καὶ ἄχθεσιν ἀνιάτοις ἐμφέρεσθαι, παρέμιξε δὲ καὶ τῆς ἀμείνονος φύσεως, εὐδιάσαι καὶ γαληνιάσαι ποτὲ τὴν ψυχὴν δικαιώσας· τὴν δὲ τῶν σοφῶν καὶ τὸν πλείω χρόνον τοῦ βίου γήθειν καὶ εὐφραίνεσθαι τοῖς τοῦ κόσμου θεωρήμασιν ἐβουλήθη."],["208","Τοσαῦτα μὲν περὶ τῆς τοῦ ἀνδρὸς εὐσεβείας, εἰ καὶ πολλῶν ἄλλων ἐστὶν ἀφθονία, λελέχθω. διερευνητέον δὲ καὶ τὴν πρὸς ἀνθρώπους αὐτοῦ δεξιότητα· τῆς γὰρ αὐτῆς φύσεώς ἐστιν εὐσεβῆ τε εἶναι καὶ φιλάνθρωπον, καὶ περὶ τὸν αὐτὸν ἑκάτερον, ὁσιότης μὲν πρὸς θεόν, δικαιοσύνη δὲ πρὸς ἀνθρώπους, θεωρεῖται. πάντα μὲν οὖν τὰ πεπραγμένα μακρὸν ἂν εἴη διεξιέναι, δυεῖν δὲ ἢ τριῶν οὐκ ἄτοπον ἐπιμνησθῆναι."],["209","πολυάργυρος καὶ πολύχρυσος ἐν τοῖς μάλιστα ὢν καὶ θρεμμάτων πολυζῴους ἔχων ἀγέλας καὶ τῶν ἐγχωρίων καὶ αὐτοχθόνων τοῖς ἱκανὰ κεκτημένοις ἐν τῷ περιουσιάζειν ἁμιλλώμενος καὶ πλουσιώτερος γεγονὼς ἢ κατὰ μέτοικον ὑπ’ οὐδενὸς ἐμέμφθη τῶν ὑποδεξαμένων, ἀλλ’ ὑπὸ πάντων τῶν εἰς πεῖραν ἐλθόντων ἐπαινούμενος διετέλεσεν."],["210","εἰ δὲ καί τις, οἷα φιλεῖ πολλάκις, ἐκ θεραπόντων καὶ τῶν συνδιατριβόντων ἅμιλλα καὶ διαφορὰ πρὸς ἑτέρους ἐγένετο, ταύτην ἐπειρᾶτο διαλύειν ἡσυχῇ βαρυτέρῳ ἤθει τὰ φιλόνεικα καὶ ταραχώδη καὶ στασιαστικὰ πάντα προβεβλημένος καὶ τῆς ψυχῆς ἀπεληλακώς."],["211","καὶ θαυμαστὸν οὐδέν, εἰ πρὸς τοὺς ἀλλοτρίους τοιοῦτος ἦν, οἳ βαρυτέρᾳ καὶ δυνατωτέρᾳ χειρὶ συμφωνήσαντες ἠμύναντο ἂν ἄρχοντα χειρῶν ἀδίκων, ὁπότε καὶ πρὸς τοὺς γένει μὲν οἰκείους, γνώμῃ δ’ ἠλλοτριωμένους, ἐρήμους καὶ μόνους καὶ πολλῷ καταδεέστερα κεκτημένους ἐμετρίαζεν, ἐλαττούμενος ἑκὼν ἐν οἷς πλεονεκτεῖν ἐδύνατο."],["212","ἦν γὰρ ἀδελφιδοῦς αὐτῷ, τῆς πατρίδος ὅτε μετανίστατο, συνεξεληλυθώς, ἀβέβαιος, ὑπαμφίβολος, ἀντιρρέπων ὧδε κἀκεῖσε, τοτὲ μὲν προσσαίνων φιλικοῖς ἀσπάσμασι, τοτὲ δὲ ἀφηνιάζων καὶ ἀπαυχενίζων διὰ τὴν τῶν τρόπων ἀνωμαλίαν."],["213","ὅθεν καὶ τὸ οἰκετικὸν αὐτῷ δύσερι καὶ ταραχῶδες ἦν σωφρονιστὴν οὐκ ἔχον καὶ μάλιστα τὸ ποιμενικὸν μακρὰν τοῦ δεσπότου διεζευγμένον· ἀπελευθεριάζοντες γοῦν ὑπ’ αὐθαδείας ἀεὶ διεφέροντο τοῖς προεστηκόσι τῶν θρεμμάτων τοῦ σοφοῦ τὰ πολλὰ εἴκουσι διὰ τὴν τοῦ δεσπότου πραϋπάθειαν· ὑφ’ οὗ πρὸς ἀπόνοιαν ἐπιδόντες καὶ θράσος ἀναίσχυντον ὤργων, μηνιῶντες ἤδη καὶ τὸ ἀκατάλλακτον ἐν αὑτοῖς ζωπυροῦντες, ἕως ἀπηνάγκασαν τοὺς ἀδικουμένους εἰς ἄμυναν ὁρμῆσαι."],["214","μάχης δὲ ἐμβριθεστάτης γενομένης, ἀκούσας ὁ ἀστεῖος τὴν ἀντεφόρμησιν, εἰδὼς ἐπικυδεστέραν οὖσαν τὴν αὑτοῦ μερίδα πλήθει τε καὶ δυνάμει, τὴν διαφορὰν οὐκ εἴασεν ἄχρι νίκης ἐλθεῖν, ὑπὲρ τοῦ μὴ ἀνιᾶσαι τὸν ἀδελφιδοῦν ἐφ’ ἥττῃ τῶν ἰδίων, ἀλλ’ ἐν μεθορίῳ στὰς συμβατηρίοις λόγοις τοὺς διαφερομένους κατήλλαξεν, οὐ πρὸς τὸ παρὸν μόνον ἀλλὰ καὶ τὸν μέλλοντα χρόνον."],["215","εἰδὼς γὰρ ὅτι συνοικοῦντες μὲν καὶ ἐν ταὐτῷ διαιτώμενοι γνωσιμαχοῦντες φιλονεικήσουσι στάσεις ἀεὶ καὶ πολέμους κατ’ ἀλλήλων ἐγείροντες, ἵνα μὴ τοῦτο γένοιτο, συμφέρον ὑπέλαβεν εἶναι παραιτήσασθαι τὸ ὁμοδίαιτον καὶ τὴν οἴκησιν διαζεῦξαι· καὶ μεταπεμψάμενος τὸν ἀδελφιδοῦν αἵρεσιν αὐτῷ δίδωσι τῆς ἀμείνονος χώρας, ἄσμενος ὁμολογῶν ἣν ἂν ἐπιλέξηται μερίδα λήψεσθαι· κερδανεῖν γὰρ κέρδος μέγιστον, τὴν εἰρήνην."],["216","καίτοι τίς ἂν ἕτερος ἀσθενεστέρῳ παραχωρήσειεν οὑτινοσοῦν ἰσχυρότερος ὤν; τίς δὲ νικᾶν δυνάμενος βούλοιτ’ ἂν ἡττᾶσθαι, μὴ συγχρώμενος τῷ δύνασθαι; μόνος δὲ οὗτος τὸ ἄριστον οὐκ ἐν ῥώμῃ καὶ πλεονεξίᾳ τιθέμενος ἀλλ’ ἐν ἀστασιάστῳ βίῳ καὶ τό γε ἐπ’ αὐτὸν ἧκον μέρος ἡσυχάζοντι πάντων ἔδοξεν εἶναι θαυμασιώτατος."],["217","Ἐπειδὴ τοίνυν ὡς ἐπ’ ἀνθρώπου ἡ λέξις ἐγκωμιαστικὴ λέλεκται, μηνύονται δὲ καὶ τρόποι ψυχῆς κατὰ τοὺς ἀπὸ τῶν ῥητῶν ἐπὶ τὰ νοητὰ μετιόντας, ἁρμόττον ἂν εἴη καὶ τούτους ἀνερευνῆσαι."],["218","μυρίοι μὲν οὖν εἰσιν ἀπὸ μυρίων ἀφορμῶν κατὰ παντοδαπὰς ἰδέας πραγμάτων συνιστάμενοι, δύο δ’ οἱ νυνὶ μέλλοντες ἐπικρίνεσθαι τρόποι, ὧν ὁ μὲν πρεσβύτερος, ὁ δὲ νεώτερος, πρεσβύτερος μὲν ὁ τὰ πρῶτα καὶ ἡγεμονικὰ τῇ φύσει τιμῶν, νεώτερος δὲ ὁ τὰ ὑπήκοα καὶ ἐν ἐσχατιαῖς ἐξεταζόμενα."],["219","πρεσβύτερα μὲν οὖν καὶ ἡγεμονικὰ φρόνησις καὶ σωφροσύνη καὶ δικαιοσύνη καὶ ἀνδρεία καὶ πᾶν ὅ τι περὶ ἀρετὴν καὶ αἱ κατ’ ἀρετὴν πράξεις· νεώτερα δὲ πλοῦτος καὶ δόξα καὶ ἀρχὴ καὶ εὐγένεια, οὐχ ἡ ἀληθής, ἀλλ’ ἣν οἱ πολλοὶ νομίζουσι, καὶ ὅσα ἄλλα τὴν τρίτην μετὰ τὰ ψυχικὰ καὶ σωματικὰ τάξιν εἴληχεν, ἥτις εὐθύς ἐστι καὶ τελευταία."],["220","τούτων οὖν τῶν τρόπων ἑκάτερος ἔχει καθάπερ τινὰς ποίμνας καὶ ἀγέλας, ὁ μὲν τῶν ἐκτὸς ὀρεγόμενος ἄργυρον, χρυσόν, ἐσθῆτας, πάντα ὅσα τοῦ πλουτεῖν ὗλαι καὶ παρασκευαί, καὶ πάλιν ὅπλα, μηχανήματα, τριήρεις, ἱππικὴν καὶ πεζικὴν καὶ ναυτικὴν δύναμιν, τὰς πρὸς ἡγεμονίαν ἀφορμάς, ἐξ ὧν περιγίνεται τὸ βεβαίως κρατεῖν, ὁ δὲ καλοκἀγαθίας ἐραστὴς τὰ καθ’ ἑκάστην ἀρετὴν δόγματα καὶ τὰ σοφίας αὐτῆς θεωρήματα."],["221","προστάται δὲ καὶ ἐπιμεληταὶ τούτων ἑκατέρων εἰσί τινες οἷα θρεμμάτων ποιμένες, τῶν μὲν ἐκτὸς οἱ φιλοχρήματοι καὶ φιλόδοξοι καὶ στρατηγιῶντες καὶ ὅσοι τὴν ἐπὶ τοῖς πλήθεσι δυναστείαν ἀγαπῶσι, τῶν δὲ περὶ ψυχὴν ὅσοι φιλόκαλοι καὶ φιλάρετοι, μὴ τὰ νόθα πρὸ τῶν γνησίων ἀλλὰ τὰ γνήσια πρὸ τῶν νόθων ἀγαθὰ αἱρούμενοι."],["222","γίνεται οὖν φυσική τις αὐτοῖς ἡ διαμάχη μηδὲν ἐγνωκόσι τῶν αὐτῶν, ἀλλ’ ἀπᾴδουσι καὶ διαφερομένοις ἀεὶ περὶ πράγματος συνεκτικωτάτου τῶν ἐν βίῳ, τοῦτο δ’ ἐστὶν ἡ κρίσις τῶν πρὸς ἀλήθειαν ἀγαθῶν."],["223","ἄχρι μὲν οὖν τινος ἐπολεμεῖτο ἡ ψυχὴ καὶ τὴν στάσιν ταύτην ἐχώρει μήπω κεκαθαρμένη παντελῶς, ἀλλ’ ἔτι τῶν παθῶν καὶ νοσημάτων παρευημερούντων τοὺς ὑγιαίνοντας λόγους· ἀφ’ οὗ δὲ ἤρξατο δυνατωτέρα γίνεσθαι καὶ ῥώμῃ κραταιοτέρᾳ τὸν ἐπιτειχισμὸν τῶν ἐναντίων δοξῶν καθαιρεῖν, πτερυξαμένη καὶ φρονήματος ὑποπλησθεῖσα τὸν τὰς ἐκτὸς ὕλας τεθαυμακότα τρόπον ἐν αὑτῇ διατειχίζει καὶ διαζεύγνυσι καὶ ὡς ἀνθρώπῳ διαλεγομένη φησίν·"],["224","ἀμήχανον ὁμοδίαιτον εἶναί σε καὶ ὁμόσπονδον ἐραστῇ σοφίας καὶ ἀρετῆς, ἴθι δὴ καὶ μετοικισάμενος μακρὰν ἀποζεύχθητι, μηδεμίαν ἔχων κοινωνίαν, ἀλλὰ μηδὲ σχεῖν δυνάμενος· ὅσα γὰρ ὑπολαμβάνεις εἶναι δεξιά, ταῦτ’ οἴεται ἐκεῖνος εὐώνυμα, καὶ ὅσα τοὐναντίον σκαιά, ταῦτα παρ’ ἐκείνῳ νενόμισται δεξιά."],["225","Οὐ τοίνυν εἰρηνικὸς καὶ φιλοδίκαιος αὐτὸ μόνον ἦν ὁ ἀστεῖος, ἀλλὰ καὶ ἀνδρεῖος καὶ πολεμικός· οὐχ ἕνεκα τοῦ πολεμεῖν— οὐ γὰρ δύσερις ἦν καὶ φιλόνεικος—, ἀλλ’ ὑπὲρ βεβαίου τῆς πρὸς τὸ μέλλον εἰρήνης, ἣν οἱ ἀντίπαλοι καθῄρουν. σαφεστάτη δὲ πίστις τὰ πραχθέντα."],["226","τὴν πρὸς ἀνατολὰς μοῖραν τῆς οἰκουμένης τέτταρες μεγάλοι βασιλεῖς εἰλήχεσαν, οἷς ὑπήκουεν ἔθνη τὰ ἑῷα, τά τε ἐκτὸς καὶ ἐντὸς Εὐφράτου. τὰ μὲν οὖν ἄλλα διέμενεν ἀστασίαστα πειθαρχοῦντα τοῖς τῶν βασιλέων ἐπιτάγμασι καὶ τοὺς ἐτησίους δασμοὺς ἀπροφασίστως εἰσφέροντα· μόνη δὲ ἡ Σοδομιτῶν χώρα, πρὶν καταφλεχθῆναι, παραλύειν ἤρξατο τὴν εἰρήνην ἀπόστασιν ἐκ πολλοῦ διανοουμένη."],["227","πάνυ γὰρ οὔσης εὐδαίμονος πέντε βασιλεῖς ἐπεκράτουν τάς τε πόλεις καὶ τὴν γῆν δασάμενοι πολλὴν μὲν οὐκ οὖσαν, εὔσταχυν δὲ καὶ εὔδενδρον καὶ καρπῶν περίπλεων· ὃ γὰρ ταῖς ἄλλαις τὸ μέγεθος, τοῦθ’ ἡ ἀρετὴ Σοδόμοις παρέσχεν, ὅθεν καὶ πλείους ἐραστὰς ἔσχεν ἡγεμόνας τὸ κάλλος αὐτῆς καταπλαγέντας."],["228","οὗτοι τὸν ἄλλον χρόνον τοὺς ἐπιταχθέντας φόρους ἀπεδίδοσαν τοῖς ἐκλογεῦσι τῶν χρημάτων, τοὺς δυνατωτέρους ὧν ἦσαν ὕπαρχοι τιμῶντες ἅμα καὶ δεδιότες· ἐπεὶ δὲ ἐκορέσθησαν ἀγαθῶν καί, ὅπερ φιλεῖ, κόρος ὕβριν ἐγέννησε, πλέον τῆς δυνάμεως φρονήσαντες ἀπαυχενίζουσι τὸ πρῶτον, εἶθ’ οἷα κακοὶ δοῦλοι δεσπόταις τοῖς ἑαυτῶν ἐπιτίθενται στάσει πιστεύσαντες ἢ ῥώμῃ."],["229","οἱ δὲ τῆς ἑαυτῶν εὐγενείας ὑπομνησθέντες καὶ φραξάμενοι δυνατωτέρᾳ χειρὶ μάλα καταφρονητικῶς ᾔεσαν ὡς αὐτοβοεὶ περιεσόμενοι καὶ συμπλακέντες τοὺς μὲν εὐθὺς εἰς φυγὴν ἀνεσκέδασαν, τοὺς δὲ ἐπιστροφάδην κτείνοντες ἡβηδὸν διαφθείρουσιν, αἰχμαλώτων δὲ πολὺν ὄχλον ἀγαγόντες μετὰ τῆς ἄλλης λείας διενέμοντο· προσαπάγουσι μέντοι καὶ τοῦ σοφοῦ τὸν ἀδελφιδοῦν εἰς μίαν τῆς πενταπόλεως οὐκ ἐκ πολλοῦ μετῳκηκότα."],["230","τοῦτο μηνυθὲν ὑπό τινος τῶν ἐκ τῆς τροπῆς διασωθέντων χαλεπῶς αὐτὸν ἠνίασε καὶ οὐκέτ’ ἠρέμει διὰ τοῦτο συγκεχυμένος καὶ ζῶντα πενθῶν τὸ ἀργαλεώτερον ἢ εἰ τεθνεῶτα ἐπύθετο· τέλος μὲν γάρ, ὡς αὐτό που δηλοῖ τοὔνομα, τῶν κατὰ τὸν βίον ἁπάντων καὶ μάλιστα κακῶν ᾔδει τὴν τελευτήν, μυρία δὲ τῶν ἀβουλήτων ἐφεδρεύοντα τοῖς ζῶσι."],["231","διώκειν δ’ εὐτρεπιζόμενος ἐπὶ τῷ ῥύσασθαι τὸν ἀδελφιδοῦν ἠπόρει συμμάχων, ἅτε ξένος ὢν καὶ μέτοικος καὶ μηδενὸς τολμῶντος ἀμάχοις δυνάμεσι τοσούτων βασιλέων καὶ ἄρτι νενικηκότων ἐναντιοῦσθαι."],["232","καινοτάτην δ’ ἐξεῦρε συμμαχίαν— πόρος γὰρ ἐν ἀπόροις, ὅταν δικαίων καὶ φιλανθρώπων ἔργων ἐφιῆταί τις, εὑρίσκεται—· συναγαγὼν γὰρ τοὺς οἰκέτας καὶ τοῖς ἀργυρωνήτοις προστάξας οἴκοι καταμένειν— ἔδεισε γὰρ ἐξ αὐτῶν αὐτομολίαν— τοὺς οἰκότριβας καταλέγει καὶ διανείμας εἰς ἑκατονταρχίας τρισὶν ἐπῄει τάξεσιν, οὐ ταύταις πεποιθώς— πολλοστὴ γὰρ ἦν μοῖρα τῶν παρὰ τοῖς βασιλεῦσιν—, ἀλλὰ τῷ ὑπερμάχῳ καὶ προαγωνιστῇ τοῦ δικαίου θεῷ."],["233","συντείνων οὖν ἔσπευδε μηδὲν τάχους ἀνιείς, ἕως καιροφυλακήσας νυκτὸς ἐπιπίπτει τοῖς πολεμίοις δεδειπνοποιημένοις ἤδη καὶ πρὸς ὕπνον μέλλουσι τρέπεσθαι· καὶ τοὺς μὲν ἐν εὐναῖς ἱέρευε, τοὺς δ’ ἀντιταχθέντας ἄρδην ἀνῄρει, πάντων δ’ ἐρρωμένως ἐπεκράτει τῷ θαρραλέῳ τῆς ψυχῆς μᾶλλον ἢ ταῖς παρασκευαῖς."],["234","καὶ οὐ πρότερον ἀνῆκεν, ἕως τὴν μὲν ἀντίπαλον στρατιὰν βασιλεῦσιν αὐτοῖς ἡβηδὸν ἀνελὼν πρὸ τοῦ στρατοπέδου κατεστόρεσε, τὸν δὲ ἀδελφιδοῦν ἀνήγαγε μετὰ λαμπρᾶς καὶ ἐπιφανεστάτης νίκης ἅπασαν τὴν ἵππον καὶ τὴν τῶν ἄλλων πληθὺν ὑποζυγίων καὶ λείαν ἀφθονωτάτην προσπαραλαβών."],["235","ὃν θεασάμενος ὁ μέγας ἱερεὺς τοῦ μεγίστου θεοῦ ἐπανιόντα καὶ τροπαιοφοροῦντα σῷον μετὰ σῴου τῆς ἰδίας δυνάμεως— οὐδένα γὰρ τῶν συνόντων ἀπέβαλε—, καταπλαγεὶς τὸ μέγεθος τῆς πράξεως καὶ ὅπερ εἰκὸς ἐννοηθείς, ὡς οὐκ ἄνευ θείας ἐπιφροσύνης καὶ συμμαχίας κατωρθώθη, τὰς χεῖρας ἀνατείνας εἰς τὸν οὐρανὸν εὐχαῖς αὐτὸν γεραίρει καὶ ἐπινίκια ἔθυε καὶ πάντας τοὺς συναραμένους τῷ ἀγῶνι λαμπρῶς εἱστία, γεγηθὼς καὶ συνηδόμενος ὡς ἐπ’ οἰκείῳ κατορθώματι· καὶ ἦν τῷ ὄντι οἰκεῖον αὐτῷ· „κοινὰ “γὰρ κατὰ τὴν παροιμίαν „τὰ φίλων “, πολὺ δὲ πλέον τὰ τῶν ἀγαθῶν, οἷς ἓν τέλος εὐαρεστεῖν θεῷ."],["236","Ταῦτα μὲν οὖν αἱ ῥηταὶ γραφαὶ περιέχουσιν. ἀσώματα δὲ ὅσοι καὶ γυμνὰ θεωρεῖν τὰ πράγματα δύνανται, οἱ ψυχῇ μᾶλλον ἢ σώματι ζῶντες, φήσουσι τῶν ἐννέα βασιλέων τοὺς μὲν τέτταρας εἶναι τὰς ἐν ἡμῖν τῶν τεττάρων παθῶν δυνάμεις, ἡδονῆς, ἐπιθυμίας, φόβου, λύπης, τοὺς δὲ πέντε τὰς ἰσαρίθμους αἰσθήσεις, ὅρασιν, ἀκοήν, γεῦσιν, ὄσφρησιν, ἁφήν."],["237","τρόπον γάρ τινα βασιλεύουσι καὶ ἄρχουσιν ἡμῶν ἀνημμέναι τὸ κράτος, ἀλλ’ οὐχ ὁμοίως· ὑπήκοοι γὰρ αἱ πέντε τῶν τεττάρων εἰσὶ καὶ φόρους αὐταῖς καὶ δασμοὺς ἀναγκαίους φέρουσιν ὑπὸ φύσεως ὁρισθέντας."],["238","ἐξ ὧν γὰρ ἂν ἴδωμεν ἢ ἀκούσωμεν ἢ ὀσφρανθῶμεν ἢ γευσώμεθα ἢ ἁψώμεθα, λῦπαι καὶ ἡδοναὶ καὶ φόβοι καὶ ἐπιθυμίαι συνίστανται, μηδενὸς τῶν παθῶν καθ’ αὑτὸ σθένοντος, εἰ μὴ ἐχορηγεῖτο ταῖς διὰ τῶν αἰσθήσεων παρασκευαῖς."],["239","αὗται γὰρ ἐκείνων δυνάμεις εἰσίν, ἢ διὰ χρωμάτων καὶ σχημάτων ἢ διὰ φωνῆς τῆς ἐν τῷ λέγειν ἢ ἀκούειν ἢ διὰ χυλῶν ἢ δι’ ἀτμῶν ἢ τῶν ἐν ἁπτοῖς, ἃ μαλακὰ καὶ σκληρὰ ἢ τραχέα καὶ λεῖα ἢ θερμὰ καὶ ψυχρά· ταῦτα γὰρ πάντα διὰ τῶν αἰσθήσεων ἑκάστῳ τῶν παθῶν χορηγεῖται."],["240","καὶ μέχρι μὲν οἱ λεχθέντες ἀποδίδονται φόροι, μένει τοῖς βασιλεῦσιν ἡ ὁμαιχμία, ὅταν δὲ μηκέθ’ ὁμοίως συντελῶνται, στάσεις εὐθὺς καὶ πόλεμοι συνίστανται· τοῦτο δὲ συμβαίνειν ἔοικεν, ὅταν ἀφικνῆται τὸ ἐπώδυνον γῆρας, ἐν ᾧ τῶν μὲν παθῶν ἀσθενέστερον οὐδὲν γίνεται, τάχα δὲ καὶ τῆς παλαιᾶς δυνάμεως κραταιότερον, ἀμυδραὶ δὲ ὄψεις καὶ ὦτα δυσήκοα καὶ ἑκάστη τῶν ἄλλων αἰσθήσεων ἀμβλυτέρα, μηκέθ’ ὁμοίως ἕκαστα ἀκριβοῦν καὶ δικάζειν δυναμένη μηδ’ ἴσα τῷ πλήθει ὑποτελεῖν· εἰκότως οὖν ἐξασθενήσασαι πάντα τρόπον καὶ κλιθεῖσαι δι’ αὑτῶν ὑπὸ τῶν ἀντιπάλων παθῶν ῥᾳδίως ἀνατρέπονται."],["241","φυσικώτατα δὲ ἐκεῖνο εἴρηται, ὅτι τῶν πέντε βασιλέων δύο μὲν εἰς φρέατα ἐμπίπτουσι, τρεῖς δὲ πρὸς φυγὴν ὥρμησαν (Gen. 14, 10)· ἁφὴ μὲν γὰρ καὶ γεῦσις ἄχρι τῶν τοῦ σώματος βαθυτάτων ἀφικνοῦνται σπλάγχνοις παραπέμπουσαι τὰ οἰκεῖα πρὸς διοίκησιν, ὀφθαλμοὶ δὲ καὶ ὦτα καὶ ὄσφρησις ἔξω τὰ πολλὰ βαίνουσαι ἀποδιδράσκουσι τὴν δουλείαν τοῦ σώματος."],["242","οἷς ἅπασιν ἐφεδρεύων ὁ ἀστεῖος, ἐπειδὴ κατεῖδε τὰ σύμμαχα καὶ φίλα πρὸ μικροῦ νοσοῦντα καὶ πόλεμον ἀντ’ εἰρήνης ταῖς ἐννέα βασιλείαις γενόμενον, πρὸς τὰς πέντε τῶν τεττάρων περὶ κράτους ἀρχῆς ἁμιλλωμένων, ἐξαπιναίως καιροφυλακήσας ἐπιτίθεται, φιλοτιμούμενος δημοκρατίαν, τὴν ἀρίστην τῶν πολιτειῶν, ἀντὶ τυραννίδων καὶ δυναστειῶν ἐν τῇ ψυχῇ καταστήσασθαι καὶ τὸ ἔννομον καὶ τὸ δίκαιον ἀντὶ παρανομίας καὶ ἀδικίας, αἳ τέως ἐπεκράτουν."],["243","ἔστι δ’ οὐ πλάσμα μύθου τὸ λεχθέν, ἀλλὰ πρᾶγμα τῶν ἀψευδεστάτων ἐν ἡμῖν αὐτοῖς θεωρούμενον· πολλάκις μὲν γὰρ ὁμόνοιαν τὴν πρὸς τὰ πάθη διατηροῦσιν αἱ αἰσθήσεις χορηγοῦσαι τὰ αἰσθητὰ αὐτοῖς, πολλάκις δὲ καὶ στασιάζουσι μηκέτ’ ἀξιοῦσαι τὰ ἴσα τελεῖν ἢ μὴ δυνάμεναι διὰ τὸ παρεῖναι τὸν σωφρονιστὴν λόγον· ὃς ἐπειδὰν ἀναλάβῃ τὴν αὑτοῦ παντευχίαν, τὰς ἀρετὰς καὶ τὰ τούτων δόγματα καὶ θεωρήματα, δύναμιν ἀνανταγώνιστον, ἐρρωμενέστατα κρατεῖ· φθαρτὰ γὰρ ἀφθάρτῳ συνοικεῖν οὐ θέμις."],["244","αἱ μὲν οὖν ἐννέα δυναστεῖαι τεττάρων παθῶν καὶ πέντε αἰσθήσεων φθαρταί τε καὶ φθορᾶς αἴτιαι, ὁ δ’ ὁρμητηρίῳ χρώμενος ταῖς ἀρεταῖς λόγος ἱερὸς καὶ θεῖος ὄντως, ἐν ἀριθμῷ ταττόμενος δεκάδι τῇ παντελείᾳ, πρὸς ἅμιλλαν ἐλθών, ἐρρωμενεστέρᾳ δυνάμει τῇ κατὰ θεὸν χρώμενος ἀνὰ κράτος νικᾷ τὰς εἰρημένας δυναστείας."],["245","Χρόνῳ δ’ ὕστερον αὐτῷ τελευτᾷ ἡ γυνὴ θυμηρεστάτη καὶ τὰ πάντα ἀρίστη, μυρία δείγματα τῆς φιλανδρίας ἐνεγκαμένη, τὴν σὺν αὐτῷ τῶν συγγενῶν ἀπόλειψιν, τὴν ἐκ τῆς οἰκείας ἀνενδοίαστον μετάστασιν, τὰς ἐπὶ τῆς ἀλλοδαπῆς συνεχεῖς καὶ ἐπαλλήλους πλάνας, τὰς κατὰ λιμὸν ἐνδείας, τὰς ἐν πολέμοις συστρατείας."],["246","ἀεὶ γὰρ καὶ πανταχοῦ παρῆν οὐδένα τόπον ἢ καιρὸν ἀπολείπουσα, κοινωνὸς ὄντως βίου καὶ τῶν κατὰ τὸν βίον πραγμάτων, ἐξ ἴσου δικαιοῦσα μετέχειν ἀγαθῶν ὁμοῦ καὶ κακῶν· οὐ γὰρ ὥσπερ ἔνιαι τὰς μὲν κακοπραγίας ἀπεδίδρασκε, ταῖς δ’ εὐτυχίαις ἐφήδρευεν, ἀλλὰ τὸν ἐν ἀμφοτέραις κλῆρον ὡς ἐπιβάλλοντα καὶ ἁρμόττοντα γαμετῇ μετὰ προθυμίας πάσης ἀνεδέχετο."],["247","πολλὰ δὲ ἔχων ἐγκώμια τῆς ἀνθρώπου διεξιέναι, ἑνὸς ὑπομνησθήσομαι, ὃ γενήσεται καὶ τῶν ἄλλων σαφεστάτη πίστις. ἄγονος γὰρ οὖσα καὶ στεῖρα, δείσασα μὴ κατὰ τὸ παντελὲς ἔρημος γενεᾶς ὁ θεοφιλὴς οἶκος ἀπολειφθῇ, προσελθοῦσα τῷ ἀνδρί φησι τάδε·"],["248","„πολὺν μὲν ἤδη χρόνον συμβιοῦμεν ἀλλήλοις εὐαρεστοῦντες, οὗ δὲ χάριν καὶ αὐτοὶ συνεληλύθαμεν καὶ ἡ φύσις τὴν ἀνδρὸς καὶ γυναικὸς ἡρμόσατο κοινωνίαν, τέκνων γένεσις οὐκ ἔστιν, ἀλλ’ οὐδ’ εἰσαῦθις ἐξ ἐμοῦ γε ὑπερήλικος ἤδη γεγονυίας ἐλπίζεται."],["249","μὴ δὴ παραπόλαυε τῆς ἐμῆς ἀγονίας μηδ’ ἕνεκα τῆς πρὸς ἐμὲ εὐνοίας αὐτὸς δυνάμενος εἶναι πατὴρ κεκώλυσο· ζηλοτυπία γὰρ οὐκ ἂν γένοιτό μοι πρὸς ἑτέραν, ἣν οὐ δι’ ἐπιθυμίαν ἄλογον ἄξῃ, νόμον δὲ φύσεως ἐκπιμπλὰς ἀναγκαῖον."],["250","οὗ χάριν οὐχ ὑπερθήσομαι νυμφοστολεῖν ὡς τὸ ἐνδέον ἐμοὶ μέλλουσαν ἐκπληροῦν· καὶ εἴ γε ἀπαντήσειαν αἱ περὶ σπορᾶς τέκνων εὐχαί, σὰ μὲν ἔσται τὰ γεννώμενα γνήσια, θέσει δὲ πάντως ἐμά."],["251","πρὸς δὲ τὸ ἀνύποπτον τῆς ζηλοτυπίας ἐμήν, εἰ βούλει, θεράπαιναν ἀγαγοῦ, τὸ μὲν σῶμα δούλην, ἐλευθέραν δὲ καὶ εὐγενῆ τὴν διάνοιαν, ἧς ἐκ πολλῶν χρόνων πεῖραν ἔλαβον καὶ βάσανον, ἀφ’ ἧς ἡμέρας τὸ πρῶτον εἰς τὴν ἐμὴν οἰκίαν ἤχθη, γένος μὲν Αἰγυπτίαν, τὴν δὲ προαίρεσιν Ἑβραίαν."],["252","ἔστι μὲν ἡμῖν οὐσία πολλὴ καὶ ἄφθονος πλοῦτος, οὐχ ὡς μετοίκοις— ἤδη γὰρ τῶν αὐτοχθόνων τοὺς ἐν εὐτυχίαις λαμπραῖς ὑπερβάλλομεν—, κληρονόμος δ’ οὐδεὶς ἀποδέδεικται καὶ διάδοχος, καίτοι γε εἶναι δυνάμενος, ἂν ταῖς ἐμαῖς παραινέσεσι πεισθῇς. “"],["253","ὁ δὲ θαυμάσας τῆς γυναικὸς ἔτι μᾶλλον τὴν ἀεὶ καινουμένην φιλανδρίαν καὶ νεάζουσαν καὶ τὸ περὶ τοῦ μέλλοντος ἐξεταστικὸν καὶ προμηθὲς ἄγεται τὴν ὑπ’ αὐτῆς δοκιμασθεῖσαν ἄχρι τοῦ παιδοποιήσασθαι, ὡς δ’ οἱ σαφέστατα διηγούμενοί φασιν, ἄχρι τοῦ μόνον ἐγκύμονα γενέσθαι· γενομένης δ’ οὐκ εἰς μακράν, ἀποσχέσθαι διά τε φυσικὴν ἐγκράτειαν καὶ τὴν τιμήν, ἣν ἀπένεμε τῇ γαμετῇ."],["254","γίνεται μὲν οὖν υἱὸς ἐκ τῆς θεραπαινίδος εὐθὺς τότε, γίνεται δὲ καὶ μακροῖς χρόνοις ὕστερον γνήσιος ἀπεγνωκόσι τὴν ἐξ ἀλλήλων γένεσιν, ἆθλον καλοκἀγαθίας ἐλπίδος πάσης τελειότερον τοῦ φιλοδώρου θεοῦ παρασχόντος."],["255","Τοσαῦτα μὲν ἀπόχρη δείγματα περὶ τῆς γυναικὸς εἰρῆσθαι, πλείω δ’ ἐστὶν ἐγκώμια τοῦ σοφοῦ, ὧν ὀλίγῳ πρότερον ἔνια διεξῆλθον· λέξω δὲ καὶ τὸ περὶ τὴν τελευτὴν τῆς γυναικὸς οὐκ ἄξιον ἔργον ἡσυχασθῆναι."],["256","τοιαύτην γὰρ ἀποβαλὼν κοινωνὸν τοῦ σύμπαντος βίου, οἵαν ἔδειξεν ὁ λόγος καὶ μηνύουσιν οἱ χρησμοί, τῆς λύπης ἐπαποδυομένης ἤδη καὶ κατὰ τῆς ψυχῆς κονιομένης ὥσπερ ἀθλητὴς ἐπεκράτησε ῥώσας καὶ θαρσύνας εὖ μάλα τὸν ἀντίπαλον φύσει τῶν παθῶν λογισμόν, ᾧ συμβούλῳ παρὰ πάντα τὸν βίον χρώμενος τότε διαφερόντως ἠξίωσε πείθεσθαι τὰ βέλτιστα παραινοῦντι καὶ συμφέροντα."],["257","ἦν δὲ ταυτί· μήτε πλέον τοῦ μετρίου σφαδᾴζειν ὡς ἐπὶ καινοτάτῃ καὶ ἀγενήτῳ συμφορᾷ μήτε ἀπαθείᾳ καθάπερ μηδενὸς ὀδυνηροῦ συμβεβηκότος χρῆσθαι, τὸ δὲ μέσον πρὸ τῶν ἄκρων ἑλόμενον μετριοπαθεῖν πειρᾶσθαι, τῇ μὲν φύσει τὸ οἰκεῖον χρέος ἀπολαβούσῃ μὴ δυσχεραίνοντα, τὸ δὲ συμβεβηκὸς ἡσυχῇ"],["258","καὶ πρᾴως ἐπελαφρίζοντα. μαρτυρίαι δὲ τούτων ἐν ταῖς ἱεραῖς βίβλοις κατάκεινται, ἃς οὐ θέμις ψευδομαρτυριῶν ἁλῶναι, μηνύουσαι ὅτι βραχέα τῷ σώματι ἐπιδακρύσας θᾶττον ἀπανέστη τοῦ νεκροῦ, τὸ πενθεῖν ἐπὶ πλέον, ὡς ἔοικεν, ἀλλότριον ἡγησάμενος σοφίας, ὑφ’ ἧς ἀνεδιδάχθη τὸν θάνατον νομίζειν μὴ σβέσιν ψυχῆς, ἀλλὰ χωρισμὸν καὶ διάζευξιν ἀπὸ σώματος, ὅθεν ἦλθεν ἀπιούσης· ἦλθε δέ, ὡς ἐν τῇ κοσμοποιίᾳ δεδήλωται, παρὰ θεοῦ."],["259","καθάπερ δὲ οὐδεὶς ἂν ἄχθοιτο τῶν μετρίων χρέος ἢ παρακαταθήκην ἀποτίνων τῷ προεμένῳ, τὸν αὐτὸν τρόπον οὐδὲ τῆς φύσεως ἀπολαμβανούσης τὰ οἰκεῖα χαλεπαίνειν ᾤετο δεῖν, ἀλλὰ τοῖς ἀναγκαίοις ἀσμενίζειν."],["260","ὡς δ’ ἧκον οἱ ἐν τέλει τῶν κατὰ τὴν χώραν συναλγήσοντες, ἰδόντες οὐδὲν τῶν ἐν ἔθει παρ’ αὐτοῖς γινομένων ἐπὶ τοῖς πενθοῦσιν, οὐκ ὀλόφυρσιν, οὐ θρῆνον, οὐ κοπετόν, οὐκ ἀνδρῶν, οὐ γυναικῶν, ἀλλὰ τῆς συμπάσης οἰκίας εὐσταθῆ καὶ νηφάλιον κατήφειαν, ἐθαύμαζον οὐ μετρίως καὶ τὸν ἄλλον βίον προκαταπεπληγμένοι τοῦ ἀνδρός."],["261","εἶτ’ οὐ στέγοντες ἐν ἑαυτοῖς τὰ τῆς ἀρετῆς αὐτοῦ μεγέθη καὶ κάλλη— πάντα γὰρ ἦν ἐξαίρετα— προσελθόντες ἐξεφώνησαν „βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν “(Gen. 23, 6), ἀληθέστατα λέγοντες· αἱ μὲν γὰρ ἄλλαι βασιλεῖαι πρὸς ἀνθρώπων καθίστανται, πολέμοις καὶ στρατείαις καὶ κακοῖς ἀμυθήτοις, ἅπερ ἀντεπιφέρουσιν ἀλληλοκτονοῦντες οἱ δυναστειῶν ἐφιέμενοι, πεζὰς καὶ ἱππικὰς καὶ ναυτικὰς δυνάμεις ἐπιτειχίζοντες· τὴν δὲ τοῦ σοφοῦ βασιλείαν ὀρέγει θεός, ἣν παραλαβὼν ὁ σπουδαῖος οὐδενὶ μὲν αἴτιος γίνεται κακοῦ, πᾶσι δὲ τοῖς ὑπηκόοις ἀγαθῶν κτήσεως ὁμοῦ καὶ χρήσεως, εἰρήνην καὶ εὐνομίαν καταγγέλλων."],["262","Ἔστι δὲ καὶ ἀνάγραπτος ἔπαινος αὐτῷ χρησμοῖς μαρτυρηθείς, οὓς Μωυσῆς ἐθεσπίσθη, δι’ οὗ μηνύεται ὅτι „ἐπίστευσε τῷ θεῷ “(Gen. 15, 6), ὅπερ λεχθῆναι μὲν βραχύτατόν ἐστιν, ἔργῳ δὲ βεβαιωθῆναι μέγιστον. τίνι γὰρ ἄλλῳ πιστευτέον;"],["263","ἆρά γε ἡγεμονίαις ἢ δόξαις καὶ τιμαῖς ἢ περιουσίᾳ πλούτου καὶ εὐγενείᾳ ἢ ὑγείᾳ καὶ εὐαισθησίᾳ ἢ ῥώμῃ καὶ κάλλει σώματος; ἀλλὰ ἀρχὴ μὲν πᾶσα σφαλερὸν μυρίους ἔχουσα τοὺς λοχῶντας ἐφέδρους· εἰ δέ που καὶ βεβαιωθείη, μετὰ μυρίων ὅσων κακῶν, ἃ δρῶσι καὶ πάσχουσιν οἱ ἐν ταῖς ἡγεμονίαις, βεβαιοῦται."],["264","δόξαι δὲ καὶ τιμαὶ κτῆμα σφαλερώτατον, ἐν ἀκρίτοις ἤθεσι καὶ πτηνοῖς λόγοις ἀνεξετάστων ἀνθρώπων σαλεῦον· κἂν εἰ παραμένοι, γνήσιον ἀγαθὸν ἔχειν οὐ πέφυκε."],["265","πλοῦτοι δὲ καὶ εὐγένειαι προσορίζονται μὲν καὶ τοῖς φαυλοτάτοις· εἰ δὲ καὶ μόνοις σπουδαίοις, ἐγκώμια προγόνων καὶ τύχης ἀλλ’ οὐ τῶν ἐχόντων εἰσίν."],["266","ἀλλ’ οὐδ’ ἐπὶ τοῖς περὶ τὸ σῶμα μέγα φρονεῖν ἄξιον, ἐν οἷς τὰ ἄλογα ζῷα πλεονεκτεῖ· τίς γὰρ ἀνθρώπων ἰσχυρότερος ἢ ῥωμαλεώτερος ταύρου μὲν ἐν ἡμέροις, ἐν δ’ ἀγρίοις λέοντος; τίς δ’ ὀξυωπέστερος ἱέρακος ἢ ἀετοῦ; τίς δὲ περὶ ἀκοὴν εὐτυχὴς οὕτως, ὡς τῶν ζῴων τὸ νωθέστατον, ὄνος; τίς δὲ περὶ τὰς ὀσφρήσεις κυνὸς ἀκριβέστερος, ὅν φασιν οἱ κυνηγετικοὶ ῥινηλατοῦντα τοῖς μακρὰν πτώμασιν εὐσκόπως ἐπιτρέχειν οὐ προϊδόμενον; ὅπερ γὰρ ὄψις ἑτέροις, τοῦτο μυκτῆρες κυσὶ θηρευτικοῖς καὶ ἰχνευτικοῖς."],["267","ὑγιεινότατά γε μὴν καὶ ὡς ἔνι μάλιστα ἄνοσα πλεῖστα τῶν ἀλόγων ζῴων ἐστίν. ἐν δὲ τῷ περὶ κάλλους ἀγῶνι καὶ τῶν ἀψύχων ἔνιά μοι δοκεῖ νικᾶν δύνασθαι τὰς ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν εὐμορφίας καὶ ὑπερβάλλειν, ἀγάλματα καὶ ξόανα καὶ ζωγραφήματα καὶ συνόλως ὅσα γραφικῆς ἔργα καὶ πλαστικῆς ἐν ἑκατέρᾳ τέχνῃ κατορθούμενα, περὶ ἃ σπουδάζουσιν Ἕλληνες ὁμοῦ καὶ βάρβαροι πρὸς κόσμον τῶν πόλεων ἐν τοῖς ἐπιφανεστάτοις"],["268","χωρίοις ἀνατιθέντες. μόνον οὖν ἀψευδὲς καὶ βέβαιον ἀγαθὸν ἡ πρὸς θεὸν πίστις, παρηγόρημα βίου, πλήρωμα χρηστῶν ἐλπίδων, ἀφορία μὲν κακῶν, ἀγαθῶν δὲ φορά, κακοδαιμονίας ἀπόγνωσις, γνῶσις εὐσεβείας, κλῆρος εὐδαιμονίας, ψυχῆς ἐν ἅπασι βελτίωσις ἐπερηρεισμένης καὶ ἐφιδρυμένης τῷ πάντων αἰτίῳ καὶ δυναμένῳ μὲν πάντα, βουλομένῳ δὲ τὰ ἄριστα."],["269","καθάπερ γὰρ οἱ μὲν δι’ ὀλισθηρᾶς ὁδοῦ βαδίζοντες ὑποσκελίζονται καὶ πίπτουσιν, οἱ δὲ διὰ ξηρᾶς καὶ λεωφόρου ἀπταίστῳ χρῶνται πορείᾳ, οὕτως οἱ διὰ τῶν σωματικῶν μὲν καὶ τῶν ἐκτὸς τὴν ψυχὴν ἄγοντες οὐδὲν ἀλλ’ ἢ πίπτειν αὐτὴν ἐθίζουσιν— ὀλισθηρὰ γὰρ ταῦτά γε καὶ πάντων ἀβεβαιότατα—, οἱ δὲ διὰ τῶν κατὰ τὰς ἀρετὰς θεωρημάτων ἐπὶ θεὸν σπεύδοντες ἀσφαλῆ καὶ ἀκράδαντον ὁδὸν εὐθύνουσιν, ὡς ἀψευδέστατα φάναι, ὅτι ὁ μὲν ἐκείνοις πεπιστευκὼς ἀπιστεῖ θεῷ, ὁ δ’ ἀπιστῶν ἐκείνοις πεπίστευκε θεῷ."],["270","ἀλλ’ οὐ μόνον τὴν πρὸς τὸ ὂν πίστιν αὐτῷ μαρτυροῦσιν οἱ χρησμοί, τὴν βασιλίδα τῶν ἀρετῶν, ἀλλὰ καὶ πρῶτον αὐτὸν ἀπεφήναντο „πρεσβύτερον “(Gen. 24, 1), τῶν πρὸ αὐτοῦ τριπλάσια καὶ πολλαπλάσια ἔτη βιωσάντων, ὧν οὐδένα παρειλήφαμεν ἀξιωθέντα ταύτης τῆς προσρήσεως."],["271","καὶ μήποτ’ εἰκότως· ὁ γὰρ ἀληθείᾳ πρεσβύτερος οὐκ ἐν μήκει χρόνων ἀλλ’ ἐν ἐπαινετῷ καὶ τελείῳ βίῳ θεωρεῖται. τοὺς μὲν οὖν αἰῶνα πολὺν τρίψαντας ἐν τῇ μετὰ σώματος ζωῇ δίχα καλοκἀγαθίας πολυχρονίους παῖδας λεκτέον, μαθήματα πολιᾶς ἄξια μηδέποτε παιδευθέντας, τὸν δὲ φρονήσεως καὶ σοφίας καὶ τῆς πρὸς θεὸν πίστεως ἐρασθέντα λέγοι τις ἂν ἐνδίκως εἶναι πρεσβύτερον, παρωνυμοῦντα τῷ πρώτῳ."],["272","τῷ γὰρ ὄντι πρῶτος ὁ σοφὸς τοῦ ἀνθρώπων γένους, ὡς κυβερνήτης μὲν ἐν νηΐ, ἄρχων δ’ ἐν πόλει, στρατηγὸς δ’ ἐν πολέμῳ, καὶ ψυχὴ μὲν ἐν σώματι, νοῦς δ’ ἐν ψυχῇ, καὶ πάλιν οὐρανὸς μὲν ἐν κόσμῳ, θεὸς δ’ ἐν οὐρανῷ."],["273","ὃς τῆς πρὸς αὐτὸν πίστεως ἀγάμενος τὸν ἄνδρα πίστιν ἀντιδίδωσιν αὐτῷ, τὴν δι’ ὅρκου βεβαίωσιν ὧν ὑπέσχετο δωρεῶν, οὐκέτι μόνον ὡς ἀνθρώπῳ θεός, ἀλλὰ καὶ ὡς φίλος γνωρίμῳ διαλεγόμενος· φησὶ γὰρ \" κατ’ ἐμαυτοῦ ὤμοσα “(Gen. 22, 16), παρ’ ᾧ ὁ λόγος ὅρκος ἐστίν, ἕνεκα τοῦ τὴν διάνοιαν ἀκλινῶς καὶ παγίως ἔτι μᾶλλον ἢ πρότερον ἐρηρεῖσθαι."],["274","πρεσβύτερος μὲν οὖν καὶ πρῶτος ἔστι τε καὶ λεγέσθω ὁ ἀστεῖος, νεώτερος δὲ καὶ ἔσχατος πᾶς ἄφρων, τὰ νεωτεροποιὰ καὶ ἐν ἐσχατιαῖς ταττόμενα μετιών. ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον εἰρήσθω."],["275","τῷ δὲ πλήθει καὶ μεγέθει τῶν ἐπαίνων ἐπιτιθεὶς ὥσπερ τινὰ κεφαλὴν τοῦ σοφοῦ φησιν, ὅτι τὸν θεῖον νόμον καὶ τὰ θεῖα προστάγματα πάντα ἐποίησεν ὁ ἀνὴρ οὗτος (Gen. 26, 5), οὐ γράμμασιν ἀναδιδαχθείς, ἀλλ’ ἀγράφῳ τῇ φύσει σπουδάσας ὑγιαινούσαις καὶ ἀνόσοις ὁρμαῖς ἐπακολουθῆσαι· περὶ δὲ ὧν ὁ θεὸς ὁμολογεῖ, τί προσῆκεν ἀνθρώπους ἢ βεβαιότατα πιστεύειν;"],["276","τοιοῦτος ὁ βίος τοῦ πρώτου καὶ ἀρχηγέτου τοῦ ἔθνους ἐστίν, ὡς μὲν ἔνιοι φήσουσι, νόμιμος, ὡς δ’ ὁ παρ’ ἐμοῦ λόγος ἔδειξε, νόμος αὐτὸς ὢν καὶ θεσμὸς ἄγραφος."]]] \ No newline at end of file diff --git a/lines/on-the-meeting-for-the-sake-of-receiving.json b/lines/on-the-meeting-for-the-sake-of-receiving.json new file mode 100644 index 0000000000000000000000000000000000000000..400cb032a3af257440fa6adb8f8ef4371bf60115 --- /dev/null +++ b/lines/on-the-meeting-for-the-sake-of-receiving.json @@ -0,0 +1 @@ +[[["1","„Σάρα δὲ ἡ γυνὴ Ἀβραὰμ οὐκ ἔτικτεν αὐτῷ. ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ. εἶπε δὲ Σάρα πρὸς Ἀβραάμ· ἰδού, συνέκλεισέ με κύριος τοῦ μὴ τίκτειν, εἴσελθε πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς “(Gen. 16, 1. 2)."],["2","τὸ Σάρας ὄνομα μεταληφθέν ἐστιν „ἀρχή μου “· φρόνησις δὲ ἡ ἐν ἐμοὶ καὶ σωφροσύνη ἡ ἐν ἐμοὶ καὶ ἡ ἐπὶ μέρους δικαιοσύνη καὶ ἑκάστη τῶν ἄλλων ἀρετῶν, ἣν περὶ ἐμὲ μόνον εἶναι συμβέβηκεν, ἀρχή ἐστιν ἐμοῦ μόνου· ἐπιστατεῖ γάρ μου καὶ ἡγεμονεύει πειθαρχεῖν ἐγνωκότος, βασιλὶς ἐκ φύσεως ὑπάρχουσα."],["3","ταύτην Μωυσῆς, τὸ παραδοξότατον, καὶ στεῖραν ἀποφαίνει καὶ πολυγονωτάτην, εἴ γε τὸ πολυανθρωπότατον τῶν ἐθνῶν ἐξ αὐτῆς ὁμολογεῖ γενέσθαι. τῷ γὰρ ὄντι ἡ ἀρετὴ πρὸς μὲν τὰ φαῦλα πάντα ἐστείρωται, τῶν δὲ ἀγαθῶν εὐτοκίᾳ χρῆται τοιαύτῃ, ὡς μηδὲ μαιευτικῆς τέχνης— φθάνει γὰρ ἀποτίκτουσα— δεῖσθαι."],["4","τὰ μὲν οὖν ζῷα καὶ φυτὰ διαλείποντα τὸν πλείω χρόνον ἅπαξ ἢ δὶς τὸ πλεῖστον τοὺς οἰκείους δι’ ἐνιαυτοῦ φέρει καρπούς, καθ’ ὃν ἔταξεν ἀριθμὸν ἑκάστοις ἡ φύσις ἐναρμοζόμενον ταῖς ἐτησίοις ὥραις· ἀρετὴ δὲ οὐ διαλείπουσα ἀνελλιπῶς δὲ καὶ ἀδιαστάτως κατὰ τοὺς ἀμερεῖς χρόνους ἀεὶ γεννᾷ, βρέφη μὲν οὐδαμῶς, λόγους δὲ ἀστείους καὶ βουλὰς ἀνεπιλήπτους καὶ ἐπαινετὰς πράξεις."],["5","ἀλλ’ οὔτε πλοῦτος, ᾧ μὴ δυνατόν ἐστι χρῆσθαι, τοὺς κεκτημένους ὠφελεῖ οὔτε ἡ φρονήσεως εὐτοκία, ἐὰν μὴ καὶ ἡμῖν αὐτοῖς τὰ ὠφέλιμα τίκτῃ. τοὺς μὲν γὰρ εἰσάπαν ἀξίους ἔκρινε τῆς συμβιώσεως αὐτῆς, οἱ δ’ οὔπω τὴν ἡλικίαν ἔδοξαν ἔχειν, ὡς ἐπαινετῆς καὶ σώφρονος οἰκουρίας ἀνέχεσθαι· οἷς τὰ προτέλεια τῶν γάμων ἐφῆκε ποιεῖσθαι, ἐλπίδα καὶ τοῦ θύσειν τοὺς γάμους παρασχοῦσα."],["6","Σάρα οὖν, ἡ ἄρχουσά μου τῆς ψυχῆς ἀρετή, ἔτικτε μέν, ἐμοὶ δ’ οὐκ ἔτικτε· οὐ γὰρ ἠδυνάμην πω νέος ὢν τὰ γεννήματα αὐτῆς παραδέχεσθαι, τὸ φρονεῖν, τὸ δικαιοπραγεῖν, τὸ εὐσεβεῖν, διὰ τὸ πλῆθος τῶν νόθων παίδων, οὓς ἀπεκύησάν μοι αἱ κεναὶ δόξαι. τροφαὶ γὰρ αἱ τούτων καὶ συνεχεῖς ἐπιμέλειαι καὶ φροντίδες ἄληκτοι τῶν γνησίων καὶ ὡς ἀληθῶς ἀστῶν ὀλιγωρεῖν ἠνάγκασαν."],["7","καλὸν οὖν εὔχεσθαι τὴν ἀρετὴν μὴ μόνον τίκτειν, ἣ καὶ δίχα εὐχῆς εὐτοκεῖ, ἀλλὰ καὶ ἡμῖν αὐτοῖς τίκτειν, ἵνα τῶν σπερμάτων καὶ γεννημάτων αὐτῆς μεταλαγχάνοντες εὐδαιμονῶμεν. εἴωθε γὰρ θεῷ μόνῳ τίκτειν, τὰς ἀπαρχὰς ὧν ἔτυχεν ἀγαθῶν εὐχαρίστως ἀποδιδοῦσα τῷ τὴν ἀειπάρθενον μήτραν, ὥς φησι Μωυσῆς, ἀνοίξαντι (Gen. 29, 31)."],["8","καὶ γὰρ τὴν λυχνίαν, τὸ ἀρχέτυπον τοῦ μιμήματος παράδειγμα, ἐκ τοῦ ἑνὸς μέρους φησὶ φαίνειν, δηλονότι τοῦ πρὸς θεόν· ἑβδόμη γὰρ οὖσα καὶ μέση τῶν ἓξ καλαμίσκων δίχα διῃρημένων εἰς τριάδας, ἑκατέρωθεν δορυφορούντων, ἄνω τὰς αὐγὰς ἀποστέλλει πρὸς τὸ ὄν, λαμπρότερον ἡγουμένη τὸ φέγγος ἢ ὡς δύνασθαι"],["9","θνητὴν αὐτῷ προσβάλλειν ὄψιν (Exod. 25, 37. 31). διὰ τοῦτο οὔ φησι μὴ τίκτειν τὴν Σάραν, ἀλλ’ αὐτῷ τινι μὴ τίκτειν. οὐ γάρ ἐσμεν ἱκανοὶ δέξασθαί πω γονὰς ἀρετῆς, εἰ μὴ πρότερον ἐντύχοιμεν αὐτῆς τῇ θεραπαινίδι· θεραπαινὶς δὲ σοφίας ἡ διὰ τῶν προπαιδευμάτων ἐγκύκλιος μουσική."],["10","ὥσπερ γὰρ ἐν μὲν οἰκίαις αὔλειοι πρόκεινται κλισιάδων, ἐν δὲ πόλεσι τὰ προάστεια, δι’ ὧν εἴσω βαδίζειν ἔνεστιν, οὕτως καὶ ἀρετῆς πρόκειται τὰ ἐγκύκλια· ταῦτα γὰρ ὁδός ἐστιν ἐπ’ ἐκείνην φέρουσα."],["11","Χρὴ δ’ εἰδέναι, ὅτι τῶν μεγάλων ὑποθέσεων μεγάλα καὶ τὰ προοίμια εἶναι συμβέβηκε. μεγίστη δὲ ὑπόθεσις ἀρετή· καὶ γὰρ περὶ μεγίστην ὕλην καταγίνεται, τὸν σύμπαντα ἀνθρώπων βίον. εἰκότως οὖν οὐ βραχέσι χρήσεται προοιμίοις, ἀλλὰ γραμματικῇ, γεωμετρίᾳ, ἀστρονομία, ῥητορικῇ, μουσικῇ, τῇ ἄλλῃ λογικῇ θεωρίᾳ πάσῃ, ὧν ἐστι σύμβολον ἡ Σάρας θεραπαινὶς Ἄγαρ, ὡς ἐπιδείξομεν."],["12","„εἶπε “γάρ φησι „Σάρα πρὸς Ἀβραάμ· ἰδοὺ συνέκλεισέ με κύριος τοῦ μὴ τίκτειν· εἴσελθε πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς “(Gen. 16, 1). τὰς σωμάτων πρὸς σώματα μίξεις καὶ ὁμιλίας ἡδονὴν ἐχούσας τὸ τέλος ὑπεξαιρετέον τοῦ παρόντος λόγου· νοῦ γὰρ πρὸς ἀρετήν ἐστι σύνοδος ἐξ αὐτῆς ἐφιεμένου παιδοποιεῖσθαι, εἰ δὲ μὴ δύναιτο εὐθύς, ἀλλά τοι τὴν θεραπαινίθα αὐτῆς,"],["13","τὴν μέσην παιδείαν, ἐγγυᾶσθαι διδασκομένου. ἄξιον δὲ τῆς αἰδοῦς καταπλαγῆναι σοφίαν, ἥτις τὸ βραδὺ πρὸς γένεσιν ἢ τελέως ἄγονον οὐκ ἠξίωσεν ἡμῖν ὀνειδίσαι, καίτοι τοῦ χρησμοῦ τἀληθὲς εἰπόντος, ὅτι „οὐκ ἔτικτεν, “οὐ διὰ φθόνον, ἀλλὰ διὰ τὴν ἡμῶν αὐτῶν ἀνεπιτηδειότητα· „συνέκλεισε “γάρ φησι \" μὲ κύριος τοῦ μὴ τίκτειν “, καὶ οὐκέτι προστίθησιν „ὑμῖν “, ἵνα μὴ προφέρειν ἀτυχίαν καὶ ὀνειδίζειν ἑτέροις δοκῇ."],["14","„εἴσελθε “οὖν φησι „πρὸς τὴν παιδίσκην μου, “τὴν τῶν μέσων καὶ ἐγκυκλίων ἐπιστημῶν μέσην παιδείαν, \" ἵνα τεκνοποιήσῃ πρότερον ἐξ αὐτῆς “· αὖθις γὰρ δυνήσῃ καὶ τῶν πρὸς τὴν δέσποιναν ὁμιλιῶν ἐπὶ γενέσει παίδων γνησίων ἀπόνασθαι."],["15","γραμματικὴ μὲν γὰρ ἱστορίαν τὴν παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ἀναδιδάξασα νόησιν καὶ πολυμάθειαν ἐργάσεται καὶ καταφρονητικῶς ἔχειν ἀναδιδάξει τῶν ὅσα αἱ κεναὶ δόξαι τυφοπλαστοῦσι, διὰ τὰς κακοπραγίας, αἷς τοὺς ᾀδομένους παρ’ αὐτοῖς ἥρωάς τε καὶ ἡμιθέους λόγος ἔχει χρήσασθαι."],["16","μουσικὴ δὲ τὸ μὲν ἄρρυθμον [ἐν] ῥυθμοῖς, τὸ δ’ ἀνάρμοστον ἁρμονίᾳ, τὸ δ’ ἀπῳδὸν καὶ ἐκμελὲς μέλει κατεπᾴδουσα τὸ ἀσύμφωνον εἰς συμφωνίαν ἄξει. γεωμετρία δ’ ἰσότητος καὶ ἀναλογίας ἐμβαλλομένη τὰ σπέρματα εἰς ψυχὴν φιλομαθῆ γλαφυρότητι συνεχοῦς θεωρίας δικαιοσύνης ζῆλον ἐμποιήσει."],["17","ῥητορικὴ δὲ καὶ τὸν νοῦν πρὸς θεωρίαν ἀκονησαμένη καὶ πρὸς ἑρμηνείαν γυμνάσασα τὸν λόγον καὶ συγκροτήσασα λογικὸν ὄντως ἀποδείξει τὸν ἄνθρωπον ἐπιμεληθεῖσα τοῦ ἰδίου καὶ ἐξαιρέτου, ὃ μηδενὶ τῶν ἄλλων ζῴων ἡ φύσις δεδώρηται."],["18","διαλεκτικὴ δὲ ἡ ῥητορικῆς ἀδελφὴ καὶ δίδυμος, ὡς εἶπόν τινες, τοὺς ἀληθεῖς τῶν ψευδῶν λόγους διακρίνουσα καὶ τὰς τῶν σοφισμάτων πιθανότητας ἐλέγχουσα μεγάλην νόσον ψυχῆς, ἀπάτην, ἀκέσεται. τούτοις οὖν καὶ τοῖς παραπλησίοις ἐνομιλῆσαι καὶ ἐμπρομελετῆσαι λυσιτελές· ἴσως γάρ, ἴσως, ὃ πολλοῖς συνέβη, διὰ τῶν ὑπηκόων ταῖς βασιλίσιν ἀρεταῖς γνωρισθησόμεθα."],["19","οὐχ ὁρᾷς, ὅτι καὶ τὸ σῶμα ἡμῶν οὐ πρότερον πεπηγυίαις καὶ πολυτελέσι χρῆται τροφαῖς, πρὶν ἢ ταῖς ἀποικίλοις καὶ γαλακτώδεσιν ἐν ἡλικίᾳ τῇ βρεφώδει; τὸν αὐτὸν δὴ τρόπον καὶ τῇ ψυχῇ παιδικὰς μὲν νόμισον εὐτρεπίσθαι τροφὰς τὰ ἐγκύκλια καὶ τὰ καθ’ ἕκαστον αὐτῶν θεωρήματα, τελειοτέρας δὲ καὶ πρεπούσας ἀνδράσιν ὡς ἀληθῶς τὰς ἀρετάς."],["20","Οἱ δὲ πρῶτοι τῆς μέσης παιδείας χαρακτῆρες διὰ δυεῖν παρίστανται συμβόλων, τοῦ τε γένους καὶ τοῦ ὀνόματος. γένος μέν ἐστιν Αἰγυπτία, καλεῖται δὲ Ἄγαρ, τοῦτο δὲ ἑρμηνευθέν ἐστι παροίκησις· ἀνάγκη γὰρ τὸν ἐγχορεύοντα ταῖς ἐγκυκλίοις θεωρίαις καὶ πολυμαθείας ἑταῖρον ὄντα τῷ γεώδει καὶ Αἰγυπτίῳ προσκεκληρῶσθαι σώματι, χρῄζοντα καὶ ὀφθαλμῶν, ὡς ἰδεῖν καὶ ἀναγνῶναι, καὶ ὤτων, ὡς προσσχεῖν τε καὶ ἀκοῦσαι, καὶ τῶν ἄλλων αἰσθήσεων, ὡς ἕκαστον τῶν αἰσθητῶν ἀναπτύξαι."],["21","δίχα γὰρ τοῦ κρίνοντος τὸ κρινόμενον οὐ πέφυκε καταλαμβάνεσθαι· κρίνει δὲ τὸ αἰσθητὸν αἴσθησις, ὥστ’ ἀκριβωθῆναί τι τῶν κατὰ τὸν αἰσθητὸν κόσμον, ἐν οἷς ἡ πλείων μοῖρα τοῦ φιλοσοφεῖν, οὐκ ἐνῆν ἄνευ αἰσθήσεως. αἴσθησις δέ, τὸ σωματοειδέστερον ψυχῆς μέρος, τῷ τῆς ὅλης ψυχῆς ἀγγείῳ προσερρίζωται, τὸ δὲ τῆς ψυχῆς ἀγγεῖον Αἴγυπτος διὰ συμβόλου προσονομάζεται."],["22","χαρακτὴρ μὲν εἷς ὁ ἀπὸ τοῦ γένους οὗτος, ὃν ἡ θεραπαινὶς ἀρετῆς ἔλαχεν· ὁ δὲ ἀπὸ τοῦ ὀνόματος ποῖός ἐστιν, ἐπισκεψώμεθα. τὴν μέσην παιδείαν παροίκου λόγον ἔχειν συμβέβηκεν· ἐπιστήμη μὲν γὰρ καὶ σοφία καὶ ἀρετὴ πᾶσα αὐθιγενὴς καὶ αὐτόχθων καὶ πολῖτις ὡς ἀληθῶς ἐστι μόνη τοῦ παντός, αἱ δὲ ἄλλαι παιδεῖαι δευτέρων καὶ τρίτων καὶ ὑστάτων ἄθλων τυγχάνουσαι μεθόριοι ξένων καὶ ἀστῶν εἰσιν· οὐδετέρου τε γὰρ γένους ἀκράτου καὶ πάλιν ἀμφοῖν κατά τινα κοινωνίαν ἐφάπτονται."],["23","πάροικος γὰρ τῷ μὲν ἐνδιατρίβειν ἀστοῖς, τῷ δὲ μὴ κατοικεῖν ἀλλοδαποῖς ἰσοῦται· καθάπερ, οἶμαι, καὶ οἱ θετοὶ παῖδες, ᾗ μὲν κληρονομοῦσι τὰ τῶν θεμένων, τοῖς γνησίοις, ᾗ δ’ οὐ γεγέννηνται πρὸς αὐτῶν, τοῖς ὀθνείοις. ὃν δὴ λόγον ἔχει δέσποινα μὲν πρὸς θεραπαινίδα, γυνὴ δὲ ἀστὴ πρὸς παλλακήν, τοῦτον ἕξει τὸν λόγον ἀρετὴ Σάρρα πρὸς παιδείαν Ἄγαρ· ὥστ’ εἰκότως τοῦ θεωρίαν καὶ ἐπιστήμην ἐζηλωκότος, Ἀβραὰμ ὄνομα, γένοιτ’ ἂν ἡ μὲν ἀρετή, Σάρρα, γυνή, παλλακὴ δὲ Ἄγαρ, ἡ ἐγκύκλιος μουσικὴ πᾶσα."],["24","ᾧτινι μὲν οὖν φρόνησις ἐκ διδασκαλίας περιγίνεται, τὴν Ἄγαρ οὐκ ἂν ἀποδοκιμάζοι· πάνυ γὰρ ἀναγκαία ἡ τῶν προπαιδευμάτων κτῆσις. εἰ δέ τις τοὺς ὑπὲρ ἀρετῆς ἄθλους ἐγνωκὼς διαπονεῖν μελέταις χρῆται συνεχέσιν ἀνενδότως ἔχων πρὸς ἄσκησιν, δύο μὲν ἀστάς, παλλακὰς δὲ τὰς ἴσας, τῶν ἀστῶν θεραπαινίδας, ἄξεται."],["25","φύσιν δὲ καὶ ἰδέαν ἔλαχεν αὐτῶν ἑκάστη διάφορον. αὐτίκα τῶν ἀστῶν ἡ μέν ἐστιν ὑγιεινοτάτη καὶ εὐσταθεστάτη καὶ εἰρηνικωτάτη κίνησις, ἣν ἀπὸ τοῦ συμβεβηκότος ὠνόμασε Λείαν. ἡ δὲ ἔοικεν ἀκόνῃ, καλεῖται δὲ Ῥαχήλ, πρὸς ἣν ὁ φίλαθλος καὶ φιλογυμναστὴς νοῦς παραθηγόμενος ὀξύνεται· ἑρμηνεύεται δὲ ὅρασις βεβηλώσεως, οὐκ ἐπειδὴ βεβήλως ὁρᾷ, ἀλλὰ τοὐναντίον, ὅτι τὰ ὁρατὰ καὶ αἰσθητὰ παρὰ τὴν ἀκήρατον φύσιν τῶν ἀοράτων καὶ νοητῶν οὐκ εὐαγῆ βέβηλα δὲ εἶναι νομίζει."],["26","τῆς γὰρ ψυχῆς ἡμῶν διμεροῦς ὑπαρχούσης καὶ τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον ἐχούσης, ἀρετὴν ἑκατέρῳ ὑπάρχειν συμβέβηκε, Λείαν μὲν τῷ λογικῷ, τῷ δὲ ἀλόγῳ Ῥαχήλ."],["27","γυμνάζει γὰρ ἡμᾶς ἡ μὲν διὰ τῶν αἰσθήσεων καὶ τῶν τοῦ ἀλόγου μερῶν πάντων καταφρονητικῶς ἔχειν ὧν ἀλογεῖν ἄξιον, δόξης καὶ πλούτου καὶ ἡδονῆς, ἃ περίβλεπτα καὶ περιμάχητα ὁ πολὺς καὶ ἀγελαῖος ἀνθρώπων ὄχλος κρίνει δεδεκασμέναις μὲν ἀκοαῖς, δεδεκασμένῳ δὲ καὶ τῷ ἄλλῳ τῶν αἰσθήσεων δικαστηρίῳ·"],["28","ἡ δὲ ἀναδιδάσκει τὴν ἀνώμαλον καὶ τραχεῖαν ὁδὸν ἄβατον φιλαρέτοις ψυχαῖς ἐκτρέπεσθαι, λείως δὲ διὰ τῆς λεωφόρου βαίνειν ἄνευ πταισμάτων καὶ τῶν ἐν ποσὶν ὀλίσθων."],["29","ἀναγκαίως οὖν τῆς μὲν προτέρας ἔσται θεραπαινὶς ἡ διὰ τῶν φωνητηρίων ὀργάνων ἑρμηνευτικὴ δύναμις καὶ ἡ λογικὴ σοφισμάτων εὕρεσις εὐστόχῳ πιθανότητι καταγοητεύουσα, τῆς δὲ ἀναγκαῖαι τροφαί, πόσις τε καὶ βρῶσις."],["30","ὀνόματα δὲ ἡμῖν τῶν δυεῖν θεραπαινίδων ἀνέγραψε, Ζέλφαν τε καὶ Βάλλαν (Gen. 30, 3. 9). ἡ μὲν οὖν Ζέλφα μεταληφθεῖσα πορευόμενον καλεῖται στόμα, τῆς ἑρμηνευτικῆς καὶ διεξοδικῆς σύμβολον δυνάμεως, ἡ δὲ Βάλλα κατάποσις, τὸ πρῶτον καὶ ἀναγκαιότατον θνητῶν ζῴων ἔρεισμα· καταπόσει γὰρ τὰ σώματα ἡμῶν ἐνορμεῖ, καὶ τὰ τοῦ ζῆν πείσματα ἐκ ταύτης ὡς ἀπὸ κρηπῖδος ἐξῆπται."],["31","πάσαις οὖν ταῖς εἰρημέναις δυνάμεσιν ὁ ἀσκητὴς ἐνομιλεῖ, ταῖς μὲν ὡς ἐλευθέραις καὶ ἀσταῖς, ταῖς δὲ ὡς δούλαις καὶ παλλακίσιν. ἐφίεται μὲν γὰρ τῆς Λείας κινήσεως— λεία δὲ κίνησις ἐν μὲν σώματι γινομένη ὑγείαν, ἐν δὲ ψυχῇ καλοκἀγαθίαν καὶ δικαιοσύνην ἂν ἐργάσαιτο—, Ῥαχὴλ δὲ ἀγαπᾷ πρὸς τὰ πάθη παλαίων καὶ πρὸς ἐγκράτειαν ἀλειφόμενος καὶ τοῖς αἰσθητοῖς πᾶσιν ἀντιταττόμενος."],["32","διττοὶ μὲν γὰρ ὠφελείας τρόποι, ἢ κατὰ ἀπόλαυσιν ἀγαθῶν ὡς ἐν εἰρήνῃ ἢ κατὰ ἀντίταξιν καὶ ὑφαίρεσιν κακῶν ὡς ἐν πολέμῳ. Λεία μὲν οὖν ἐστι, καθ’ ἣν συμβαίνει τὰ πρεσβύτερα καὶ ἡγεμονεύοντα ἀγαθὰ καρποῦσθαι, Ῥαχὴλ δέ, καθ’ ἣν τὰ ὡς ἂν ἐκ πολέμου λάφυρα. τοιαύτη μὲν ἡ πρὸς τὰς ἀστὰς συμβίωσις."],["33","χρῄζει δὲ ὁ ἀσκητὴς Βάλλας μέν, καταπόσεως, ἀλλὰ ὡς δούλης καὶ παλλακίδος— ἄνευ γὰρ τροφῆς καὶ ζωῆς οὐδ’ ἂν τὸ εὖ ζῆν περιγένοιτο, ἐπειδὴ τὰ μέσα τῶν ἀμεινόνων ἀεὶ θεμέλιοι—, χρῄζει δὲ καὶ Ζέλφας, διεξοδικῆς ἑρμηνείας, ἵνα τὸ λογικὸν αὐτῷ διχόθεν συνερανίζηται πρὸς τελείωσιν, ἔκ τε τῆς κατὰ διάνοιαν πηγῆς καὶ ἐκ τῆς περὶ τὸ φωνητήριον ὄργανον ἀπορροῆς."],["34","ἀλλ’ οὗτοι μὲν καὶ πλειόνων γυναικῶν καὶ παλλακίδων, οὐκ ἀστῶν μόνον, ἄνδρες ἐγένοντο, ὡς αἱ ἱεραὶ μηνύουσι γραφαί· τῷ δὲ Ἰσαὰκ οὔτε πλείους γυναῖκες οὔτε συνόλως παλλακή, μόνη δ’ ἡ κουρίδιος ἄχρι παντὸς συνοικεῖ. διὰ τί;"],["35","ὅτι καὶ ἡ διδακτικὴ ἀρετή, ἣν Ἀβραὰμ μέτεισι, πλειόνων δεῖται, γνησίων μὲν τῶν κατὰ φρόνησιν, νόθων δὲ τῶν κατὰ τὰ ἐγκύκλια προπαιδεύματα θεωρημάτων, καὶ ἡ δι’ ἀσκήσεως τελειουμένη, περὶ ἣν Ἰακὼβ ἐσπουδακέναι φαίνεται· διὰ πλειόνων γὰρ καὶ διαφερόντων αἱ ἀσκήσεις δογμάτων, ἡγουμένων ἑπομένων, προαπαντώντων ὑστεριζόντων, πόνους τοτὲ μὲν ἐλάττους τοτὲ δὲ μείζους ἐχόντων."],["36","τὸ δὲ αὐτομαθὲς γένος, οὗ κεκοινώνηκεν Ἰσαάκ, ἡ εὐπαθειῶν ἀρίστη χαρά, φύσεως ἁπλῆς καὶ ἀμιγοῦς καὶ ἀκράτου μεμοίραται, μήτε ἀσκήσεως μήτε διδασκαλίας δεόμενον, ἐν οἷς παλλακίδων ἐπιστημῶν, οὐκ ἀστῶν μόνον, ἐστὶ χρεία. θεοῦ γὰρ τὸ αὐτομαθὲς καὶ αὐτοδίδακτον ἄνωθεν ἀπ’ οὐρανοῦ καλὸν ὀμβρήσαντος ἀμήχανον ἦν ἔτι δούλαις καὶ παλλακαῖς συμβιῶναι τέχναις, νόθων δογμάτων οἷα παίδων ὀρεχθέντα."],["37","δεσποίνης γὰρ καὶ βασιλίδος ἀρετῆς ὁ τούτου λαχὼν τοῦ γέρως ἀνὴρ ἀναγράφεται· καλεῖται δὲ παρὰ μὲν Ἕλλησιν ὑπομονή, παρὰ δὲ Ἑβραίοις Ῥεβέκκα. ζητεῖ γὰρ ὁ ἄπονον καὶ ἀταλαίπωρον εὑράμενος σοφίαν δι’ εὐμοιρίαν φύσεως καὶ εὐτοκίαν ψυχῆς οὐδὲν τῶν εἰς βελτίωσιν."],["38","ἔχει γὰρ ἐν ἑτοίμῳ τέλεια τὰ τοῦ θεοῦ δῶρα χάρισι ταῖς πρεσβυτέραις ἐπιπνευσθέντα, βούλεται δὲ καὶ εὔχεται ταῦτα ἐπιμεῖναι. παρό μοι δοκεῖ καὶ ὁ εὐεργέτης, ἵνα διαιωνίζωσιν αἱ χάριτες αὐτοῦ τῷ λαβόντι, γυναῖκα τὴν ἐπιμονὴν ἐγγυῆσαι."],["39","Ἀνάμνησίς γε μὴν μνήμης τὰ δευτερεῖα φέρεται καὶ ὁ ἀναμιμνῃσκόμενος τοῦ μεμνημένου· ὁ μὲν γὰρ ἔοικε τῷ συνεχῶς ὑγιαίνοντι, ὁ δὲ τῷ ἐκ νόσου ἀναλαμβάνοντι· λήθη γὰρ νόσος μνήμης."],["40","ἀνάγκη δὲ τὸν ὑπομνήσει χρώμενον ἐκλαθέσθαι πρότερον ὧν ἐμέμνητο. τὴν μὲν οὖν μνήμην Ἐφραΐμ, ἑρμηνευόμενον καρποφορίαν, ὁ ἱερὸς ὀνομάζει λόγος, τὴν δὲ ἀνάμνησιν ἐκ λήθης Μανασσῆν προσαγορεύουσιν Ἑβραῖοι."],["41","ὄντως γὰρ ἡ μὲν τοῦ μεμνημένου ψυχὴ καρποφορεῖ ἃ ἔμαθεν οὐδὲν ἀποβάλλουσα αὐτῶν, ἡ δὲ τοῦ ἀναμνήσει χρωμένου ἔξω λήθης γίνεται, ᾗ πρὶν ὑπομνησθῆναι κατέσχητο. μνημονικῷ μὲν οὖν ἀνδρὶ ἀστὴ συμβιοῖ γυνή, μνήμη, ἐπιλανθανομένῳ δὲ παλλακίς, ἀνάμνησις, Σύρα τὸ γένος, ἀλαζὼν καὶ ὑπέραυχος· Συρία γὰρ ἑρμηνεύεται μετέωρα."],["42","τῆς δὲ παλλακίδος ταύτης, ἀναμνήσεως, υἱός ἐστι Μαχείρ, ὡς Ἑβραῖοι καλοῦσιν, ὡς δὲ Ἕλληνες, πατρός· νομίζουσι γὰρ οἱ ἀναμιμνῃσκόμενοι τὸν πατέρα νοῦν αἴτιον εἶναι τοῦ ὑπομνησθῆναι, καὶ οὐ λογίζονται, ὅτι ὁ αὐτὸς οὗτος ἐχώρησέ ποτε καὶ λήθην, οὐκ ἂν δεξάμενος αὐτήν, εἰ παρ’ αὐτὸν ἦν τὸ μεμνῆσθαι."],["43","λέγεται γάρ· „ἐγένοντο υἱοὶ Μανασσῆ, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχείρ· Μαχεὶρ δὲ ἐγέννησε τὸν Γαλαάδ “(Gen. 46, 20)."],["44","καὶ Ναχὼρ μέντοι, ὁ ἀδελφὸς Ἀβραάμ, ἔχει δύο γυναῖκας, ἀστήν τε καὶ παλλακήν· ὄνομα δὲ τῆς μὲν ἀστῆς Μελχά, Ῥουμὰ δὲ τῆς παλλακίδος (Gen. 22, 23. 24). ἀλλ’ οὐχ ἱστορικὴ γενεαλογία ταῦτ’ ἐστὶν ἀναγραφεῖσα παρὰ τῷ σοφῷ νομοθέτῃ— μηδεὶς τοῦτ’ εὖ φρονῶν ὑπονοήσειεν—, ἀλλὰ πραγμάτων ψυχὴν ὠφελῆσαι δυναμένων διὰ συμβόλων ἀνάπτυξις. τὰ δ’ ὀνόματα μεταβαλόντες εἰς τὴν ἡμετέραν διάλεκτον εἰσόμεθα τὴν ὑπόσχεσιν ἀληθῆ. Φέρ’ οὖν ἕκαστον αὐτῶν ἐρευνήσωμεν."],["45","Ναχὼρ ἑρμηνεύεται φωτὸς ἀνάπαυσις, Μελχὰ δὲ βασίλισσα, Ῥουμὰ δὲ ὁρῶσά τι. τὸ μὲν οὖν φῶς ἔχειν κατὰ διάνοιαν ἀγαθόν, τὸ δὲ ἀναπαυόμενον καὶ ἠρεμοῦν καὶ ἀκίνητον οὐ τέλειον ἀγαθόν· ἡσυχίᾳ μὲν γὰρ τὰ κακὰ χρῆσθαι λυσιτελές, τὰ δὲ ἀγαθὰ κινήσει συμφέρον."],["46","τίς γὰρ ὄνησις εὐφώνου ἡσυχάζοντος ἢ μὴ αὐλοῦντος αὐλητοῦ ἢ κιθαριστοῦ μὴ κιθαρίζοντος ἢ συνόλως τεχνίτου τὰ κατὰ τὴν τέχνην μὴ ἐνεργοῦντος; ἡ γὰρ ἄνευ πράξεως θεωρία ψιλὴ πρὸς οὐδὲν ὄφελος τοῖς ἐπιστήμοσιν· οὐ γὰρ ὁ παγκρατιάζειν ἢ πυκτεύειν ἢ παλαίειν εἰδὼς ἐξαγκωνισθεὶς ἀπόναιτ’ ἂν ἀθλήσεως ἢ ὁ τὴν τοῦ τρέχειν ἐπιστήμην ἐκμαθών, εἰ ποδαγρικῷ χρήσαιτο πάθει ἤ τινα ἄλλην περὶ τὰς βάσεις κῆρα ἀναδέξαιτο."],["47","φῶς δὲ ψυχῆς ἡλιοειδέστατον ἐπιστήμη· καθάπερ γὰρ τὰ ὄμματα αὐγαῖς, καὶ ἡ διάνοια σοφίᾳ περιλάμπεται καὶ ὀξυδερκέστερα ἐμβλέπειν ἐγχριομένη καινοῖς ἀεὶ θεωρήμασιν ἐθίζεται."],["48","φωτὸς οὖν ἀνάπαυσις ἑρμηνεύεται Ναχὼρ εἰκότως· ᾗ μὲν γὰρ Ἀβραάμ ἐστι τοῦ σοφοῦ συγγενής, φωτὸς τοῦ κατὰ σοφίαν μετέσχηκεν· ᾗ δ’ οὐ συναποδεδήμηκεν αὐτῷ τὴν ἀπὸ τοῦ γενομένου πρὸς τὸ ἀγένητον καὶ τὴν ἀπὸ τοῦ κόσμου πρὸς τὸν κοσμοπλάστην ἀποδημίαν, χωλὴν καὶ ἀτελῆ τὴν ἐπιστήμην ἐκτήσατο, ἀναπαυομένην καὶ μένουσαν, μᾶλλον δ’ ἀνδριάντος ἀψύχου τρόπον πεπηγυῖαν."],["49","τῆς γὰρ Χαλδαϊκῆς οὐ μετανίσταται χώρας, τουτέστι τῆς περὶ ἀστρονομίαν θεωρίας οὐ διαζεύγνυται, τὸ γενόμενον πρὸ τοῦ πεποιηκότος καὶ κόσμον πρὸ θεοῦ τετιμηκώς, μᾶλλον δὲ τὸν κόσμον αὐτὸν θεὸν αὐτοκράτορα νομίζων, οὐκ αὐτοκράτορος ἔργον θεοῦ."],["50","Μελχὰν δὲ ἄγεται γυναῖκα, οὐκ ἀνθρώπων ἢ πόλεων ἀφηγουμένην, ἢν τύχῃ, βασιλίδα, ἀλλ’ ὁμώνυμον αὐτὸ μόνον ἐκείνῃ. καθάπερ γὰρ τὸν οὐρανόν, ἅτε κράτιστον ὄντα τῶν γεγονότων, βασιλέα τῶν αἰσθητῶν εἴποι τις ἂν οὐκ ἀπὸ σκοποῦ, οὕτως καὶ τὴν περὶ αὐτὸν ἐπιστήμην, ἣν μετίασιν οἱ ἀστρονομοῦντες καὶ Χαλδαῖοι διαφερόντως, βασιλίδα τῶν ἐπιστημῶν."],["51","γυνὴ μὲν οὖν ἥδε ἀστή, παλλακὴ δὲ ἡ ἕν τι τῶν ὄντων ὁρῶσα, κἂν εἰ πάντων εὐτελέστατον ὑπάρχοι. τῷ μὲν οὖν ἀρίστῳ γένει τὸ ἄριστον ὁρᾶν, τὸ ὄντως ὄν, συμβέβηκεν— Ἰσραὴλ γὰρ ὁρῶν θεὸν ἑρμηνεύεται—, τῷ δὲ δευτερείων ἐφιεμένῳ τὸ δεύτερον, τὸν αἰσθητὸν οὐρανὸν καὶ τὴν ἐν αὐτῷ τῶν ἀστέρων ἐναρμόνιον τάξιν καὶ πάμμουσον ὡς ἀληθῶς χορείαν."],["52","τρίτοι δέ εἰσιν οἱ σκεπτικοί, τῶν μὲν ἐν τῇ φύσει κρατίστων, αἰσθητῶν τε καὶ νοητῶν, οὐκ ἐφαπτόμενοι, περὶ μικρὰ μέντοι σοφίσματα τριβόμενοι καὶ γλισχρολογούμενοι. τούτοις ἡ ὁρῶσά τι κἂν τὸ σμικρότατον παλλακὶς Ῥουμὰ συνοικεῖ μὴ δυναμένοις πρὸς τὴν τῶν ἀμεινόνων ἐλθεῖν ἔρευναν, ἐξ ὧν τὸν ἑαυτῶν βίον ὀνήσουσιν."],["53","ὥσπερ γὰρ ἐν ἰατροῖς ἡ λεγομένη λογιατρεία πολὺ τῆς τῶν καμνόντων ὠφελείας ἀποστατεῖ— φαρμάκοις γὰρ καὶ χειρουργίαις καὶ διαίταις, ἀλλ’ οὐ λόγοις, αἱ νόσοι θεραπεύονται—, οὕτω καὶ ἐν φιλοσοφίᾳ λογοπῶλαι καὶ λογοθῆραί τινες αὐτὸ μόνον εἰσί, τὸν ἀρρωστημάτων γέμοντα βίον θεραπεύειν οὔτε ἐθέλοντες οὔτε ἐπιτηδεύοντες, ἐκ πρώτης δὲ ἡλικίας ἄχρι γήρως ἐσχάτου γνωσιμαχοῦντές τε καὶ συλλαβομαχοῦντες οὐκ ἐρυθριῶσιν, ὥσπερ τῆς εὐδαιμονίας ἐπ’ ὀνομάτων καὶ ῥημάτων [καὶ] ἀπεράντῳ καὶ ἀνηνύτῳ περιεργίᾳ κειμένης, ἀλλ’ οὐκ ἐν τῷ τὸ ἦθος, τὴν τοῦ ἀνθρωπείου βίου πηγήν, ἄμεινον καταστήσασθαι, τὰς μὲν κακίας ὑπερορίους φυγαδεύσαντα αὐτοῦ, τὰς δὲ ἀρετὰς εἰσοικίσαντα."],["54","παλλακὰς μέντοι [ἢ] δόξας καὶ δόγματα προσίενται καὶ οἱ φαῦλοι. φησὶ γοῦν ὅτι Θαμνά, ἡ παλλακὴ Ἐλιφὰς τοῦ υἱοῦ Ἠσαῦ, ἔτεκε τῷ Ἐλιφὰς τὸν Ἀμαλήκ (Gen. 36, 12). ὢ τῆς τοῦ ἀπογόνου λαμπρᾶς δυσγενείας· ὄψει δὲ αὐτοῦ τὴν δυσγένειαν, ἐὰν ἀποστὰς τοῦ περὶ ἀνθρώπων ταῦτα εἰρῆσθαι νομίζειν τὴν ψυχὴν ὥσπερ ἐξ ἀνατομῆς ἐπισκέπτῃ."],["55","τὴν μὲν τοίνυν ἄλογον καὶ ἄμετρον ὁρμὴν τοῦ πάθους Ἀμαλὴκ προσαγορεύει· μεταληφθεὶς γάρ ἐστι λαὸς ἐκλείχων· καθάπερ γὰρ ἡ τοῦ πυρὸς δύναμις τὴν παραβληθεῖσαν ὕλην ἀναλίσκει, τὸν αὐτὸν τρόπον καὶ τὸ πάθος ἀναζέον τὰ ἐν ποσὶ πάντα ἐπιλιχμᾶται καὶ διαφθείρει."],["56","τούτου τοῦ πάθους πατὴρ Ἐλιφὰς ἀναγράφεται δεόντως· ἑρμηνεύεται γάρ· θεός με διέσπειρεν. ἀλλ’ οὐχ ὅταν ἀνασκεδάσῃ ἢ διασπείρῃ καὶ σκορακίσῃ τὴν ψυχὴν ἀφ’ ἑαυτοῦ ὁ θεός, τὸ ἄλογον εὐθὺς γεννᾶται πάθος; τὴν μὲν γὰρ ὁρατικὴν αὐτοῦ φιλόθεον ὄντως διάνοιαν, κληματίδα εὐγενῆ, καταφυτεύει ῥίζας ἀποτείνων πρὸς ἀιδιότητα καὶ εὐφορίαν καρπῶν διδοὺς πρὸς κτῆσιν καὶ ἀπόλαυσιν ἀρετῶν."],["57","διὸ καὶ Μωυσῆς εὔχεται φάσκων· „εἰσαγαγὼν καταφύτευσον αὐτούς “(Exod. 15, 17), ἵνα μὴ ἐφήμερα ἀλλ’ ἀθάνατα καὶ μακραίωνα γένηται τὰ θεῖα βλαστήματα. τὴν δὲ ἄδικον καὶ ἄθεον ψυχὴν φυγαδεύων ἀφ’ ἑαυτοῦ πορρωτάτω διέσπειρεν εἰς τὸν ἡδονῶν καὶ ἐπιθυμιῶν καὶ ἀδικημάτων χῶρον. ὁ δὲ χῶρος οὗτος προσφυέστατα ἀσεβῶν καλεῖται, οὐχ ὁ μυθευόμενος ἐν Ἅιδου· καὶ γὰρ ὁ πρὸς ἀλήθειαν Ἅιδης ὁ τοῦ μοχθηροῦ βίος ἐστίν, ὁ ἀλάστωρ καὶ παλαμναῖος καὶ πάσαις ἀραῖς ἔνοχος."],["58","ἔστι δὲ καὶ ἑτέρωθι τὸ γράμμα τοῦτο ἐστηλιτευμένον· „ἡνίκα διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ “(Deut. 32, 8), τοὺς γηΐνους ἅπαντας τρόπους οὐράνιον οὐδὲν ἀγαθὸν ἐσπουδακότας ἰδεῖν ἤλασεν, ἀοίκους καὶ ἀπόλιδας καὶ σποράδας ὄντως ἐργασάμενος. οὐδενὶ γὰρ τῶν φαύλων οὐκ οἶκος, οὐ πόλις, οὐκ ἄλλο τῶν εἰς κοινωνίαν οὐδὲν διασῴζεται, ἀλλ’ ἀνίδρυτος ὢν σπείρεται, πάντῃ φορούμενος καὶ μετανιστάμενος ἀεὶ καὶ μηδαμόθι στηριχθῆναι δυνάμενος."],["59","γίνεται οὖν τῷ φαύλῳ ἐξ ἀστῆς μὲν κακία, τὸ δὲ πάθος ἐκ παλλακῆς. λογισμοῦ γὰρ ἡ μὲν ὅλη ψυχὴ καθάπερ ἀστὴ σύμβιος— ψυχὴ δὲ ἐπίληπτος τίκτει κακίας—, ἡ δὲ τοῦ σώματος φύσις παλλακή, δι’ ἧς ἡ γένεσις τοῦ πάθους θεωρεῖται· ἡδονῶν γὰρ καὶ ἐπιθυμιῶν χώρα τὸ σῶμα."],["60","καλεῖται δὲ Θαμνά, ἧς μεταληφθέν ἐστι τοὔνομα ἔκλειψις σαλευομένη· ἐκλείπει γὰρ καὶ ἀδυνατεῖ ἡ ψυχὴ τῷ πάθει, σάλον καὶ κλύδωνα πολὺν ἀπὸ σώματος ἐνδεξαμένη διὰ τὸν καταρραγέντα βαρὺν χειμῶνα ἐξ ἀμετρίας ὁρμῆς."],["61","κεφαλὴ δὲ ὡς ζῴου πάντων τῶν λεχθέντων μερῶν ὁ γενάρχης ἐστὶν Ἠσαῦ, ὃς τοτὲ μὲν ποίημα, τοτὲ δὲ δρῦς ἑρμηνεύεται, δρῦς μέν, παρόσον ἀκαμπὴς καὶ ἀνένδοτος ἀπειθής τε καὶ σκληραύχην φύσει, συμβούλῳ χρώμενος ἀνοίᾳ, δρύινος ὄντως, ποίημα δέ, παρόσον πλάσμα καὶ μῦθός ἐστιν ὁ μετὰ ἀφροσύνης βίος, τραγῳδίας καὶ κενοῦ κόμπου καὶ πάλιν γέλωτος καὶ κωμικῆς χλεύης ἀνάπλεως, ὑγιὲς ἔχων οὐδέν, κατεψευσμένος, ἐκτετοξευκὼς ἀλήθειαν, τὴν ἄποιον καὶ ἀνείδεον καὶ ἄπλαστον φύσιν ἐν οὐδενὶ λόγῳ τιθέμενος, ἧς ὁ ἀσκητὴς ἐρᾷ."],["62","μαρτυρεῖ δὲ Μωυσῆς φάσκων, ὅτι „ἦν Ἰακὼβ ἄπλαστος, οἰκῶν οἰκίαν “(Gen. 25, 27), ὥστε ὁ ἐναντίος τούτῳ ἄοικος ἂν εἴη, πλάσματος καὶ ποιήματος καὶ μυθικῶν λήρων ἑταῖρος, μᾶλλον δὲ σκηνὴ καὶ μῦθος αὐτός."],["63","Ἡ μὲν δὴ λογισμοῦ φιλοθεάμονος πρὸς ἀστὰς καὶ παλλακίδας δυνάμεις σύνοδος, ὡς οἷόν τε ἦν, εἴρηται· τὸν δ’ εἱρμὸν τοῦ λόγου συνυφαντέον τἀκόλουθα διερευνῶντας. „ὑπήκουσε “φησίν „Ἀβραὰμ τῆς φωνῆς Σάρρας “(Gen. 16, 2)· ἀναγκαῖον γὰρ τοῖς παραγγέλμασιν ἀρετῆς τὸν μανθάνοντα πειθαρχεῖν."],["64","οὐ πάντες δὲ πειθαρχοῦσιν, ἀλλ’ ὅσοις σφοδρὸς ἔρως ἐντέτηκεν ἐπιστήμης· ἐπεὶ καθ’ ἑκάστην σχεδὸν ἡμέραν τά τε ἀκροατήρια καὶ τὰ θέατρα πληροῦται, διεξέρχονται δὲ ἀπνευστὶ συνείροντες τοὺς περὶ ἀρετῆς λόγους οἱ φιλοσοφοῦντες."],["65","ἀλλὰ τί τῶν λεγομένων ὄφελος; ἀντὶ γὰρ τοῦ προσέχειν ἑτέρωσε τὸν νοῦν ἀποστείλαντες οἱ μὲν πλοῦ καὶ ἐμπορίας, οἱ δὲ προσόδων καὶ γεωργίας, οἱ δὲ τιμῶν καὶ πολιτείας, οἱ δὲ τῶν ἀφ’ ἑκάστης τέχνης καὶ ἐπιτηδεύσεως κερδῶν, ἄλλοι δὲ τιμωρίας ἐχθρῶν, οἱ δὲ τῶν ἐν ταῖς ἐρωτικαῖς ἐπιθυμίαις ἀπολαύσεων καὶ συνόλως ἑτέρων ἕτεροι διαμέμνηνται, ὡς ἕνεκα τῶν ἐπιδεικνυμένων κεκωφῆσθαι, τοῖς μὲν σώμασι παρεῖναι μόνον, ταῖς δὲ διανοίαις ἀπηλλάχθαι, εἰδώλων καὶ ἀνδριάντων διαφέρειν μηδέν."],["66","εἰ δέ τινες καὶ προσέχουσι, τοσοῦτον χρόνον καθέζονται μόνον ἀκούοντες, ἀπαλλαγέντες δ’ οὐδενὸς τῶν εἰρημένων διαμέμνηνται, καὶ ἧκον τερφθῆναι δι’ ἀκοῆς μᾶλλον ἢ ὠφεληθῆναι· ὥστε οὐδὲν αὐτῶν ἴσχυσεν ἡ ψυχὴ συλλαβεῖν καὶ κυοφορῆσαι, ἀλλ’ ἅμα τὸ κινοῦν τὴν ἡδονὴν αἴτιον ἡσύχασε καὶ ἡ προσοχὴ κατεσβέσθη."],["67","τρίτοι δέ εἰσιν οἷς ἔναυλα μὲν τὰ λεχθέντα ὑπηχεῖ, σοφισταὶ δὲ ἀντὶ φιλοσόφων ἀνευρίσκονται. τούτων ὁ μὲν λόγος ἐπαινετός, ὁ δὲ βίος ψεκτός ἐστι· δυνατοὶ μὲν γὰρ εἰπεῖν, ἀδύνατοι δέ εἰσι πράττειν τὰ βέλτιστα."],["68","μόλις οὖν ἔστιν εὑρεῖν προσεκτικὸν καὶ μνημονικόν, τὸ πράττειν τοῦ λέγειν προτιμῶντα, ἃ δὴ μαρτυρεῖται τῷ φιλομαθεῖ διὰ τοῦ \" ὑπήκουσε τῆς φωνῆς Σάρρας. \" οὐ γὰρ ἀκούων ἀλλ’ ὑπακούων εἰσάγεται· τὸ δέ ἐστι τοῦ συναινεῖν καὶ πειθαρχεῖν εὐθυβολώτατον ὄνομα."],["69","οὐκ ἀπὸ σκοποῦ δὲ πρόσκειται τὸ „τῆς φωνῆς “, ἀλλὰ μὴ τῆς φωνούσης Σάρρας ὑπακοῦσαι. ἴδιον γὰρ τοῦ μανθάνοντος φωνῆς καὶ λόγων ἀκροᾶσθαι, διδάσκεται γὰρ τούτοις μόνοις· ὁ δὲ ἀσκήσει τὸ καλὸν ἀλλὰ μὴ διδασκαλίᾳ κτώμενος οὐ τοῖς λεγομένοις ἀλλὰ τοῖς λέγουσι προσέχει, μιμούμενος τὸν ἐκείνων βίον ἐν ταῖς κατὰ μέρος ἀνεπιλήπτοις πράξεσι."],["70","λέγεται γὰρ ἐπὶ τοῦ Ἰακώβ, ἡνίκα εἰς τὸν συγγενικὸν γάμον πέμπεται· „εἰσήκουσεν Ἰακὼβ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ, καὶ ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν “(Gen. 28, 7), οὐ τῆς φωνῆς οὐδὲ τῶν λόγων— τοῦ γὰρ βίου μιμητὴν ἔδει τὸν ἀσκητήν, οὐκ ἀκροατὴν λόγων εἶναι· τοῦτο μὲν γὰρ ἴδιον τοῦ διδασκομένου, ἐκεῖνο δὲ τοῦ διαθλοῦντος—, ἵνα κἀνταῦθα διαφορὰν ἀσκητοῦ καὶ μανθάνοντος καταλάβωμεν, τοῦ μὲν κοσμουμένου κατὰ τὸν λέγοντα, τοῦ δὲ κατὰ τὸν ἐκείνου λόγον."],["71","„Λαβοῦσα “οὖν φησι „Σάρρα ἡ γυνὴ Ἀβραὰμ Ἄγαρ τὴν Αἰγυπτίαν, τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι Ἀβραὰμ ἐν γῇ Χαναάν, ἔδωκε τῷ Ἀβραὰμ τῷ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα “(Gen. 16, 3). βάσκανον μὲν καὶ πικρὸν καὶ κακόηθες φύσει κακία, ἥμερον δὲ καὶ κοινωνικὸν καὶ εὐμενὲς ἀρετή, πάντα τρόπον τοὺς εὐφυῶς ἔχοντας ὠφελεῖν ἢ δι’ αὐτῆς ἢ δι’ ἑτέρων ἐθέλουσα."],["72","νυνὶ γοῦν μήπω δυναμένοις ἡμῖν ἐκ φρονήσεως παιδοποιεῖσθαι τὴν ἑαυτῆς ἐγγυᾷ θεραπαινίδα, τὴν ἐγκύκλιον, ὡς ἔφην, παιδείαν, καὶ μονονοὺ προξενεῖν καὶ νυμφοστολεῖν ὑπομένει· αὐτὴ γὰρ λέγεται λαβοῦσα διδόναι τῷ ἀνδρὶ αὐτῆς γυναῖκα ταύτην."],["73","ἄξιον δὲ διαπορῆσαι, διὰ τί νυνὶ πάλιν γυναῖκα τοῦ Ἀβραὰμ εἶπε τὴν Σάρραν, πολλάκις ἤδη πρότερον μεμηνυκώς· οὐ γὰρ μακρολογίας τὸ φαυλότατον εἶδος, ταυτολογίαν, ἐπιτετήδευκε. τί οὖν λεκτέον; ἐπειδὴ μέλλει τὴν θεραπαινίδα φρονήσεως, τὴν ἐγκύκλιον παιδείαν, ἐγγυᾶσθαι, φησὶν ὅτι οὐκ ἐξελάθετο τῶν πρὸς τὴν δέσποιναν αὐτῆς ὁμολογιῶν, ἀλλ’ οἶδε μὲν ἐκείνην ἑαυτοῦ νόμῳ καὶ γνώμῃ γυναῖκα, ταύτην δὲ ἀνάγκῃ καὶ βίᾳ καιροῦ. τοῦτο δὲ παντὶ συμβαίνει φιλομαθεῖ·"],["74","μάρτυς δ’ ὁ πεπονθὼς γένοιτ’ ἂν ἀψευδέστατος. ἐγὼ γοῦν ἡνίκα πρῶτον κέντροις φιλοσοφίας πρὸς τὸν πόθον αὐτῆς ἀνηρεθίσθην, ὡμίλησα κομιδῇ νέος ὢν μιᾷ τῶν θεραπαινίδων αὐτῆς, γραμματικῇ, καὶ ὅσα ἐγέννησα ἐκ ταύτης, τὸ γράφειν, τὸ ἀναγινώσκειν, τὴν ἱστορίαν τῶν παρὰ ποιηταῖς, ἀνέθηκα τῇ δεσποίνῃ."],["75","καὶ πάλιν ἑτέρᾳ συνελθών, γεωμετρίᾳ, καὶ τοῦ κάλλους ἀγάμενος— εἶχε γὰρ συμμετρίαν καὶ ἀναλογίαν ἐν τοῖς μέρεσι πᾶσι— τῶν ἐγγόνων οὐδὲν ἐνοσφισάμην, ἀλλὰ τῇ"],["76","ἀστῇ φέρων ἐδωρησάμην. ἐσπούδασα καὶ τρίτῃ συνελθεῖν— ἦν δὲ εὔρυθμος, εὐάρμοστος, ἐμμελής, μουσικὴ δὲ ἐκαλεῖτο— καὶ ἐγέννησα ἐξ αὐτῆς διατονικὰ χρώματα καὶ ἐναρμόνια, συνημμένα, διεζευγμένα μέλη, τῆς διὰ τεττάρων, τῆς διὰ πέντε, τῆς διὰ πασῶν συμφωνίας ἐχόμενα, καὶ πάλιν οὐδὲν αὐτῶν ἀπεκρυψάμην, ἵνα πλουσία μοι γένηται ἡ ἀστὴ γυνή, μυρίων οἰκετῶν ὑπηρετουμένη πλήθει."],["77","τινὲς γὰρ τοῖς φίλτροις τῶν θεραπαινίδων δελεασθέντες ὠλιγώρησαν τῆς δεσποίνης, φιλοσοφίας, καὶ κατεγήρασαν οἱ μὲν ἐν ποιήμασιν, οἱ δὲ ἐν γραμμαῖς, οἱ δὲ ἐν χρωμάτων κράσεσιν, οἱ δὲ ἐν ἄλλοις μυρίοις, οὐ δυνηθέντες ἐπὶ τὴν ἀστὴν ἀναδραμεῖν."],["78","ἔχει γὰρ ἑκάστη τέχνη γλαφυρότητας, ὁλκούς τινας δυνάμεις, ὑφ’ ὧν ἔνιοι ψυχαγωγούμενοι καταμένουσιν, ἐκλελησμένοι τῶν πρὸς φιλοσοφίαν ὁμολογιῶν. ὁ δὲ ἐμμένων ταῖς συνθήκαις πορίζει πάντα πανταχόθεν πρὸς τὴν ἀρέσκειαν αὐτῆς. εἰκότως οὖν τῆς πίστεως αὐτὸν ἀγάμενος ὁ ἱερὸς λόγος φησίν, ὅτι καὶ νῦν ἦν αὐτῷ γυνὴ Σάρρα, ὅτε τὴν θεραπαινίδα πρὸς τὴν ἐκείνης ἀρέσκειαν ἠγάγετο."],["79","καὶ μὴν ὥσπερ τὰ ἐγκύκλια συμβάλλεται πρὸς φιλοσοφίας ἀνάληψιν, οὕτω καὶ φιλοσοφία πρὸς σοφίας κτῆσιν. ἔστι γὰρ φιλοσοφία ἐπιτήδευσις σοφίας, σοφία δὲ ἐπιστήμη θείων καὶ ἀνθρωπίνων καὶ τῶν τούτων αἰτίων. γένοιτ’ ἂν οὖν ὥσπερ ἡ ἐγκύκλιος μουσικὴ φιλοσοφίας, οὕτω καὶ φιλοσοφία δούλη σοφίας."],["80","φιλοσοφία δὲ ἐγκράτειαν μὲν γαστρός, ἐγκράτειαν δὲ τῶν μετὰ γαστέρα, ἐγκράτειαν δὲ καὶ γλώττης ἀναδιδάσκει. ταῦτα λέγεται μὲν εἶναι δι’ αὑτὰ αἱρετά, σεμνότερα δὲ φαίνοιτ’ ἄν, εἰ θεοῦ τιμῆς καὶ ἀρεσκείας ἕνεκα ἐπιτηδεύοιτο. μεμνῆσθαι οὖν δεῖ τῆς κυρίας, ὁπότε μέλλοιμεν αὐτῆς τὰς θεραπαινίδας μνᾶσθαι· καὶ λεγώμεθα μὲν ἄνδρες εἶναι τούτων, ὑπαρχέτω δ’ ἡμῖν ἐκείνη πρὸς ἀλήθειαν γυνή, μὴ λεγέσθω."],["81","Δίδωσι δ’ οὐκ εὐθὺς εἰς τὴν Χαναναίων γῆν ἀφικομένῳ, ἀλλὰ μετὰ δεκαετίαν τῆς ἐκεῖ διατριβῆς. τί δὲ τοῦτ’ ἐστίν, οὐκ ἀμελῶς ἐπισκεπτέον· ἐν ἀρχῇ μὲν τῆς γενέσεως ἡμῶν ἡ ψυχὴ συντρόφοις τοῖς πάθεσι μόνοις χρῆται, λύπαις, ἀλγηδόσι, πτόαις, ἐπιθυμίαις, ἡδοναῖς, ἃ διὰ τῶν αἰσθήσεων ἐπ’ αὐτὴν ἔρχεται, μήπω τοῦ λογισμοῦ βλέπειν δυναμένου τά τε ἀγαθὰ καὶ κακὰ καὶ ᾗ διαφέρει ταῦτα ἀλλήλων ἀκριβοῦν, ἀλλ’ ἔτι νυστάζοντος καὶ ὡς ἐν ὕπνῳ βαθεῖ καταμεμυκότος."],["82","χρόνου δὲ προϊόντος ὅταν ἐκβαίνοντες τῆς παιδικῆς ἡλικίας μειρακιοῦσθαι μέλλωμεν, τὸ δίδυμον στέλεχος εὐθὺς ἐκ μιᾶς, ἀρετὴ καὶ κακία, φύεται ῥίζης· καὶ ποιούμεθα μὲν τὴν κατάληψιν ἀμφοῖν, αἱρούμεθα δὲ πάντως τὴν ἑτέραν, οἱ μὲν εὐφυεῖς ἀρετήν, κακίαν δ’ οἱ ἐναντίοι."],["83","τούτων προϋποτυπωθέντων εἰδέναι χρή, ὅτι παθῶν μὲν Αἴγυπτος σύμβολόν ἐστι, κακιῶν δὲ ἡ Χαναναίων γῆ· ὥστ’ εἰκότως ἀναστήσας ἀπ’ Αἰγύπτου τὸν λεὼν εἰς τὴν Χαναναίων εἰσάγει χώραν."],["84","ἄνθρωπος γάρ, ὡς ἔφην, ἅμα μὲν τῇ γενέσει τὸ Αἰγύπτιον πάθος ἔλαχεν οἰκεῖν ἡδοναῖς καὶ ἀλγηδόσι προσερριζωμένος, αὖθις δ’ ἀποικίαν στέλλεται τὴν πρὸς κακίαν, ἤδη τοῦ λογισμοῦ πρὸς τὸ ὀξυωπέστερον ἐπιδεδωκότος καὶ καταλαμβάνοντος μὲν ἀμφότερα, ἀγαθόν τε αὖ καὶ κακόν, τὸ δὲ χεῖρον αἱρουμένου διὰ τὸ πολὺ μετέχειν τοῦ θνητοῦ, ᾧ τὸ κακὸν οἰκεῖον, ἐπεὶ καὶ τοὐναντίον τῷ θείῳ, τὸ ἀγαθόν."],["85","ἀλλ’ αἱ μὲν φύσει πατρίδες αὗται, παιδικῆς μὲν ἡλικίας τὸ πάθος, Αἴγυπτος, ἡβώσης δὲ κακία, ἡ Χανανῖτις. ὁ δὲ ἱερὸς λόγος, καίτοι σαφῶς ἐπιστάμενος τὰς τοῦ θνητοῦ γένους πατρίδας ἡμῶν, ὑποτίθεται τὰ πρακτέα καὶ συνοίσοντα παραγγέλλων μισεῖν τὰ ἔθη καὶ τὰ νόμιμα καὶ τὰ ἐπιτηδεύματα αὐτῶν ἐν οἷς φησι· „καὶ εἶπε κύριος πρὸς Μωυσῆν λέγων·"],["86","λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν· κατὰ τὰ ἐπιτηδεύματα γῆς Αἰγύπτου, ἐν ᾗ κατοικήσατε ἐπ’ αὐτῆς, οὐ ποιήσετε· καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναάν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε· καὶ τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε· τὰ κρίματά μου ποιήσετε, καὶ τὰ προστάγματά μου φυλάξεσθε, πορεύεσθε ἐν αὐτοῖς· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν. καὶ φυλάξεσθε πάντα τὰ προστάγματά μου καὶ τὰ κρίματά μου, καὶ ποιήσετε αὐτά. ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν “(Lev. 18, 1— 5)."],["87","οὐκοῦν ἡ πρὸς ἀλήθειαν ζωὴ περιπατοῦντός ἐστιν ἐν ταῖς τοῦ θεοῦ κρίσεσι καὶ προστάξεσιν, ὥστε θάνατος ἂν εἴη τὰ τῶν ἀθέων ἐπιτηδεύματα. τινὰ δὲ ἀθεώρητα πάθους καὶ κακιῶν ἐστιν, ἐξ ὧν τὰ ἀσεβῶν καὶ ἀνοσιουργῶν πλήθη φύεται."],["88","μετὰ δεκαετίαν οὖν τῆς πρὸς Χαναναίους μετοικίας ἀξόμεθα τὴν Ἄγαρ, ἐπειδήπερ εὐθὺς μὲν γενόμενοι λογικοὶ τῆς φύσει βλαβερᾶς ἀμαθίας καὶ ἀπαιδευσίας μεταποιούμεθα, χρόνῳ δ’ ὕστερον καὶ ἐν ἀριθμῷ τελείῳ, δεκάδι, νομίμου παιδείας τῆς ὠφελεῖν δυναμένης εἰς ἐπιθυμίαν ἐρχόμεθα."],["89","Τὸν δὲ περὶ δεκάδος λόγον ἐπιμελῶς μὲν ἠκρίβωσαν μουσικῶν παῖδες, ὕμνησε δὲ οὐ μετρίως ὁ ἱερώτατος Μωυσῆς, ἀναθεὶς αὐτῇ τὰ κάλλιστα, τὰς ἀρχάς, τὰς ἀπαρχάς, τὰ τῶν ἱερέων ἐνδελεχῆ δῶρα, τὴν τοῦ Πάσχα διατήρησιν, τὸν ἱλασμόν, τὴν διὰ πεντηκονταετίας ἄφεσίν τε καὶ εἰς τὰς ἀρχαίας λήξεις ἐπάνοδον, τὴν κατασκευὴν τῆς ἀδιαλύτου σκηνῆς, ἄλλα μυρία, ὧν μακρὸν ἂν εἴη μεμνῆσθαι."],["90","τὰ δὲ καίρια οὐ παρετέον. αὐτίκα τὸν Νῶε ἡμῖν— πρῶτος δ’ οὗτος δίκαιος ἐν ταῖς ἱεραῖς ἀνερρήθη γραφαῖς— ἀπὸ τοῦ διαπλασθέντος ἐκ γῆς εἰσάγει δέκατον, οὐκ ἐνιαυτῶν πλῆθος παραστῆσαι βουλόμενος, ἀλλὰ διδάξαι σαφῶς, ὅτι ὥσπερ δεκὰς ἀριθμῶν τῶν ἀπὸ μονάδος ἐστὶ πέρας τελειότατον, οὕτω τὸ δίκαιον ἐν ψυχῇ τέλειον καὶ πέρας ὄντως τῶν κατὰ τὸν βίον πράξεων."],["91","τὴν μὲν γὰρ πολλαπλασιαζομένην ἐφ’ ἑαυτὴν τριάδα πρὸς ἐνάτου γένεσιν ἀριθμοῦ πολεμιωτάτην ἐξεῖπον οἱ χρησμοί, τὴν δὲ ἐπιβεβηκυῖαν μονάδα πρὸς ἐκπλήρωσιν δεκάδος ὡς φίλην ἀπεδέξαντο."],["92","σημεῖον δέ· τὰς ἐννέα τῶν βασιλέων ἀρχάς, ἡνίκα ἡ ἐμφύλιος ἀνερριπίσθη στάσις, τῶν τεττάρων παθῶν πρὸς τὰς πέντε αἰσθήσεις κονισαμένων καὶ πόρθησιν καὶ κατασκαφὴν κινδυνευούσης τρόπον πόλεως τῆς ὅλης ἀναδέχεσθαι ψυχῆς, ἐκστρατεύσας ὁ σοφὸς Ἀβραὰμ κατέλυσε δέκατος ἐπιφανείς (Gen. 14)."],["93","οὗτος ἀντὶ χειμῶνος γαλήνην καὶ ὑγείαν ἀντὶ νόσου καὶ ζωήν, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἀντὶ θανάτου παρεσκεύασε, τοῦ νικηφόρου θεοῦ τροπαιοφόρον αὐτὸν ἀναδείξαντος, ᾧ καὶ τὰς δεκάτας χαριστήρια τῆς νίκης ἀνατίθησι (Gen. 14, 20)."],["94","καὶ παντὸς μέντοι τοῦ ἐλθόντος „ὑπὸ τὴν ῥάβδον, “λέγω δὲ τὴν παιδείαν, ἡμέρου καὶ τιθασοῦ θρέμματος τὸ δέκατον ἀποκρίνεται, νόμου προστάξει γινόμενον „ἅγιον” (Lev. 27, 32), ἵν’ ἐκ πολλῶν διδασκώμεθα τὴν δεκάδος πρὸς θεὸν οἰκειότητα καὶ τὴν τοῦ ἐννέα ἀριθμοῦ πρὸς τὸ θνητὸν ἡμῶν γένος."],["95","ἀλλὰ γὰρ οὐκ ἀπὸ ζῴων μόνον ἀπάρχεσθαι δεκάτας, ἀλλὰ καὶ ἀπὸ τῶν ὅσα ἐκ γῆς βλαστάνει διείρηται. „πᾶσα” γάρ φησι „δεκάτη τῆς γῆς ἀπὸ τοῦ σπέρματος καὶ τοῦ καρποῦ τοῦ ξυλίνου ἐστὶν ἅγιον τῷ κυρίῳ· καὶ πᾶσα δεκάτη βοῶν καὶ προβάτων, καὶ πᾶν ὃ ἂν διέλθῃ ἐν τῷ ἀριθμῷ ὑπὸ τὴν ῥάβδον, τὸ δέκατον ἔσται ἅγιον τῷ κυρίῳ “(Lev. 27, 30. 32)."],["96","ὁρᾷς ὅτι καὶ ἀπὸ τοῦ περὶ ἡμᾶς ὄγκου σωματικοῦ, ὃς γεώδης καὶ ξύλινος ὄντως ἐστίν, οἴεται δεῖν ἀπάρχεσθαι; ἡ γὰρ ζωὴ καὶ διαμονὴ καὶ αὔξησις καὶ ὑγίεια αὐτῷ θείᾳ γίνεται χάριτι. ὁρᾷς δ’ ὅτι καὶ ἀπὸ τῶν ἐν ἡμῖν αὐτοῖς ζῴων ἀλόγων— ταῦτα δ’ εἰσὶν αἰσθήσεις— πάλιν ἀπάρχεσθαι διείρηται; τὸ γὰρ ὁρᾶν καὶ ἀκούειν καὶ ὀσφραίνεσθαι καὶ γεύεσθαι, ἔτι δὲ ἅπτεσθαι δωρεαὶ θεῖαι, ὑπὲρ ὧν εὐχαριστητέον."],["97","ἀλλὰ γὰρ οὐ μόνον ἐπὶ τοῖς ξυλίνοις καὶ γηίνοις σώματος ὄγκοις οὐδ’ ἐπ’ ἀλόγοις ζῴοις, ταῖς αἰσθήσεσι, τὸν εὐεργέτην ἐπαινεῖν διδασκόμεθα, ἀλλὰ καὶ ἐπὶ τῷ νῷ, ὃς κυρίως εἰπεῖν ἄνθρωπός ἐστιν ἐν ἀνθρώπῳ, κρείττων ἐν χείρονι καὶ ἀθάνατος ἐν θνητῷ."],["98","διὰ τοῦτο οἶμαι τὰ πρωτότοκα καθιέρωσε πάντα, τὴν δεκάτην, λέγω Λευιτικὴν φυλήν, ἀντικαταλλαξάμενος πρὸς διατήρησιν καὶ φυλακὴν ὁσιότητος καὶ εὐσεβείας καὶ λειτουργιῶν, αἳ πρὸς τὴν τοῦ θεοῦ τιμὴν ἀναφέρονται. τὸ γὰρ πρῶτον καὶ ἄριστον ἐν ἡμῖν αὐτοῖς ὁ λογισμός ἐστι, καὶ ἄξιον τὰς συνέσεως καὶ ἀγχινοίας καταλήψεώς τε καὶ φρονήσεως καὶ τῶν ἄλλων δυνάμεων, ὅσαι περὶ αὐτόν εἰσιν, ἀπαρχὰς ἀνατιθέναι θεῷ τῷ τὴν εὐφορίαν τοῦ διανοεῖσθαι παρασχόντι."],["99","ἐνθένδε ὁ μὲν ἀσκητικὸς ὁρμηθεὶς εὐχόμενος εἶπε· „πάντων ὧν ἄν μοι δῷς, δεκάτην ἀποδεκατώσω σοί “(Gen. 28, 22), ὁ δὲ χρησμὸς ὁ μετὰ τὰς ἐπινικίους εὐχὰς ἀναγραφείς, ἃς ὁ τὴν αὐτομαθῆ καὶ αὐτοδίδακτον λαχὼν ἱερωσύνην ποιεῖται Μελχισεδέκ, \" ἔδωκε γὰρ αὐτῷ “φησίν „δεκάτην ἀπὸ πάντων “(Gen. 14, 20), ἀπὸ τῶν κατ’ αἴθησιν τὸ καλῶς αἰσθάνεσθαι, ἀπὸ τῶν κατὰ λόγον τὸ εὖ λέγειν, ἀπὸ τῶν κατὰ νοῦν τὸ εὖ διανοεῖσθαι."],["100","παγκάλως οὖν καὶ ἀναγκαίως ἅμα ἐν εἴδει παραδιηγήματος, ἡνίκα τῆς οὐρανίου καὶ θείας τροφῆς τὸ μνημεῖον ἐν στάμνῳ χρυσῷ καθιεροῦτο, φησὶν ὡς ἄρα „τὸ γομὸρ τὸ δέκατον τῶν τριῶν μέτρων ἦν “(Exod. 16, 36). ἐν ἡμῖν γὰρ αὐτοῖς τρία μέτρα εἶναι δοκεῖ, αἴσθησις, λόγος, νοῦς· αἰσθητῶν μὲν αἴσθησις, ὀνομάτων δὲ καὶ ῥημάτων καὶ τῶν λεγομένων ὁ λόγος, νοητῶν δὲ νοῦς."],["101","ἀφ’ ἑκάστου δὴ τῶν τριῶν μέτρων τούτων ἀπαρκτέον ὥσπερ τινὰ ἱερὰν δεκάτην, ἵνα καὶ τὸ λέγειν καὶ τὸ αἰσθάνεσθαι καὶ τὸ καταλαμβάνειν ἀνυπαιτίως καὶ ὑγιεινῶς κατὰ θεὸν ἐξετάζηται· τὸ γὰρ ἀληθινὸν καὶ δίκαιον μέτρον τοῦτ’ ἐστί, τὰ δὲ"],["102","καθ’ ἡμᾶς ψευδῆ τε καὶ ἄδικα. εἰκότως οὖν καὶ ἐπὶ τῶν θυσιῶν τὸ μὲν δέκατον τοῦ μέτρου τῆς σεμιδάλεως τοῖς ἱερείοις ἐπὶ τὸν βωμὸν συνανενεχθήσεται (Exod. 29, 40), ὁ δὲ ἔνατος ἀριθμός, τὸ λείψανον τοῦ δεκάτου, παρ’ ἡμῖν αὐτοῖς παραμενεῖ."],["103","τούτοις συνᾴδει καὶ ἡ τῶν ἱερέων ἐνδελεχὴς θυσία· τὸ γὰρ δέκατον τὸ τοῦ οἶφι σεμιδάλεως ἀεὶ διείρηται προσφέρειν αὐτοῖς (Lev. 6, 20). ἔμαθον γὰρ τὸν ἔνατον ὑπερβαίνοντες αἰσθητὸν δοκήσει θεὸν τὸν δέκατον καὶ μόνον ὄντα ἀψευδῶς προσκυνεῖν. ἐννέα γὰρ ὁ κόσμος ἔλαχε μοίρας,"],["104","ἐν οὐρανῷ μὲν ὀκτώ, τήν τε ἀπλανῆ καὶ ἑπτὰ τὰς πεπλανημένας ἐν τάξεσι φερομένας ταῖς αὐταῖς, ἐνάτην δὲ γῆν σὺν ὕδατι καὶ ἀέρι· τούτων γὰρ μία συγγένεια τροπὰς καὶ μεταβολὰς παντοίας δεχομένων."],["105","οἱ μὲν οὖν πολλοὶ τὰς ἐννέα ταύτας μοίρας καὶ τὸν παγέντα κόσμον ἐξ αὐτῶν ἐτίμησαν, ὁ δὲ τέλειος τὸν ὑπεράνω τῶν ἐννέα, δημιουργὸν αὐτῶν, δέκατον θεόν· ὅλον γὰρ ὑπερκύψας τὸ ἔργον ἐπόθει τὸν τεχνίτην, καὶ ἱκέτης καὶ θεραπευτὴς ἐσπούδαζεν αὐτοῦ γενέσθαι· διὰ τοῦτο δεκάτην ἐνδελεχῆ τῷ δεκάτῳ καὶ μόνῳ καὶ αἰωνίῳ ὁ ἱερεὺς ἀνατίθησι."],["106","τοῦτ’ ἐστὶ κυρίως εἰπεῖν τὸ ψυχικὸν Πάσχα, ἡ ἀπὸ παντὸς πάθους καὶ παντὸς αἰσθητοῦ διάβασις πρὸς τὸ δέκατον, ὃ δὴ νοητόν ἐστι καὶ θεῖον· λέγεται γάρ· „δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ’ οἰκίαν “(Exod. 12, 3), ἵνα ἀπὸ τῆς δεκάτης τῷ δεκάτῳ καθιερωθῇ τὰ θύματα διατηρηθέντα ἐν τῇ ψυχῇ κατὰ δύο μοίρας ἐκ τριῶν πεφωτισμένῃ, μέχρις ἂν ὅλη δι’ ὅλων γενομένη φέγγος οὐράνιον, οἷα πλησιφαὴς σελήνη κατὰ δευτέρας ἑβδομάδος παραύξησιν, μὴ μόνον φυλάττειν ἀλλὰ καὶ ἱερουργεῖν ἤδη δύνηται τὰς ἀσινεῖς καὶ ἀμώμους προκοπάς."],["107","τοῦτ’ ἐστὶν ἱλασμός— καὶ γὰρ οὗτος δεκάτῃ τοῦ μηνὸς βεβαιοῦται (Lev. 23, 27), τὸν δέκατον ἱκετευούσης θεὸν ψυχῆς καὶ τὴν ταπεινότητα καὶ οὐδένειαν τοῦ γενητοῦ περίνοιαν λογισμοῦ πεποιθυίας καὶ τὰς ἐν ἅπασι τοῖς καλοῖς ὑπερβολὰς καὶ ἀκρότητας τοῦ ἀγενήτου δεδιδαγμένης. ἵλεως οὖν καὶ ἄνευ ἱκετείας ἵλεως εὐθὺς γίνεται τοῖς ἑαυτοὺς κακοῦσι καὶ συστέλλουσι καὶ μὴ καυχήσει καὶ οἰήσει φυσωμένοις—, τοῦτ’ ἐστὶν ἄφεσις (Lev. 25, 9 sqq.),"],["108","τοῦτ’ ἐλευθερία παντελὴς ψυχῆς ὃν ἐπλανήθη τε πλάνον ἀποσειομένης καὶ πρὸς τὴν ἀπλανῆ φύσιν μεθορμιζομένης καὶ ἐπὶ τοὺς κλήρους ἐπανιούσης, οὓς ἔλαχεν, ἡνίκα λαμπρὸν| ἔπνει καὶ τοὺς περὶ τῶν καλῶν πόνους ἤθλει. τότε γὰρ αὐτὴν τῶν ἄθλων ἀγάμενος ὁ ἱερὸς λόγος ἐτίμησε, γέρας ἐξαίρετον δούς, κλῆρον ἀθάνατον, τὴν ἐν ἀφθάρτῳ γένει τάξιν."],["109","τοῦτο καὶ Ἀβραὰμ ὁ σοφὸς ἱκετεύει, μελλούσης ἐμπίπρασθαι λόγῳ μὲν τῆς Σοδομίτιδος γῆς, ἔργῳ δὲ τῆς ἐστειρωμένης τὰ καλὰ καὶ τυφλῆς τὸν λογισμὸν ψυχῆς, ἵν’, ἐὰν εὑρεθῇ τὸ δικαιοσύνης μνημεῖον, ἡ δεκάς, ἐν αὐτῇ, τύχῃ τινὸς ἀμνηστίας (Gen. 18, 32)· ἄρχεται μὲν οὖν τῆς ἱκεσίας ἀπὸ τοῦ τῆς ἀφέσεως ἀριθμοῦ, πεντηκοντάδος, λήγει δὲ εἰς δεκάδα, τὴν τελευταίαν"],["110","ἀπολύτρωσιν. ἀφ’ οὗ μοι δοκεῖ καὶ Μωυσῆς μετὰ τὴν χιλιάρχων καὶ ἑκατοντάρχων καὶ πεντηκοντάρχων αἵρεσιν ἐπὶ πᾶσι δεκαδάρχους χειροτονεῖν (Exod. 18, 25), ἵν’, εἰ μὴ δύναιτο διὰ τῶν πρεσβυτέρων τάξεων βελτιοῦσθαι ὁ νοῦς, ἀλλά τοι διὰ τῶν ὑστάτων καθαίρηται."],["111","πάγκαλον δὲ δόγμα καὶ ὁ τοῦ φιλομαθοῦς παῖς ἔμαθεν, ἡνίκα τὴν θαυμαστὴν ἐκείνην ἐπρέσβευε πρεσβείαν, αὐτομαθεῖ σοφῷ προξενῶν οἰκειοτάτην ἀρετήν, ἐπιμονήν. „δέκα γὰρ καμήλους λαμβάνει, “τὴν δεκάδος, λέγω δὲ παιδείας ὀρθῆς, ἀνάμνησιν, ἀπὸ πολλῶν ἀπείρων μὲν οὖν τοῦ κυρίου μνημῶν."],["112","„λαμβάνει δὲ καὶ τῶν ἀγαθῶν ἐκείνου„ (Gen. 24, 10) δῆλον ὡς οὐκ ἄργυρον οὐδὲ χρυσὸν ἤ τινα ἄλλα τῶν ἐν ὕλαις φθαρταῖς— τὴν γὰρ ἀγαθοῦ πρόσρησιν οὐδέποτε τούτοις ἐπεφήμισε Μωυσῆς—, ἀλλὰ τὰ γνήσια, ἃ δὴ ψυχῆς ἐστι μόνα, ἐφοδιάζεται καὶ ἐμπορεύεται, διδασκαλίαν, προκοπήν, σπουδήν, πόθον, ζῆλον, ἐνθουσιασμούς, προφητείας, τοῦ κατορθοῦν ἔρωτα·"],["113","οἷς ἐμμελετῶν καὶ ἐνασκούμενος, ὅταν ὥσπερ ἐκ πελάγους ἐνορμίζεσθαι λιμένι μέλλῃ, λήψεται δύο μὲν ἐνώτια, ἀνὰ δραχμὴν ὁλκήν, ψέλια δὲ δέκα χρυσῶν ἐπὶ τὰς χεῖρας τῆς προξενουμένης (Gen. 24, 22). ὢ θεοπρεποῦς κόσμου, δραχμὴν μίαν εἶναι τὸ ἄκουσμα καὶ μονάδα ἀρραγῆ καὶ ὁλκὸν φύσει— ἀκοὴν γὰρ οὐδενὶ σχολάζειν ἐμπρεπές, ὅτι μὴ λόγῳ ἑνί, ὃς ἂν τὰς τοῦ ἑνὸς ἀρετὰς καὶ μόνου θεοῦ καλῶς διεξέρχηται—, δέκα δὲ χρυσῶν τὰ ἐγχειρήματα· πράξεις γὰρ αἱ κατὰ σοφίαν τελείοις ἀριθμοῖς βεβαιοῦνται, καὶ ἔστιν ἑκάστη τιμιωτέρα χρυσοῦ."],["114","τοιαύτη τίς ἐστι καὶ ἡ ἀριστίνδην ἐπικριθεῖσα τῶν ἀρχόντων εἰσφορά, ἣν ἐποιήσαντο, ἡνίκα ἡ ψυχὴ κατασκευασθεῖσα ὑπὸ φιλοσοφίας ἱεροπρεπῶς τὰ ἐγκαίνια ἦγεν αὐτῆς εὐχαριστοῦσα τῷ διδασκάλῳ καὶ ὑφηγητῇ θεῷ. „θυΐσκην γὰρ δέκα χρυσῶν πλήρη θυμιάματος ἀνατίθησιν “(Num. 7, 14), ἵνα τὰς ὑπὸ φρονήσεως καὶ πάσης ἀρετῆς ἀναδιδομένας αὔρας ὁ μόνος ἐπικρίνῃ σοφός."],["115","ἐπειδὰν δὲ δόξωσιν εἶναι προσηνεῖς, τὸ ἐφύμνιον ᾄσεται Μωυσῆς λέγων· „ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας “(Gen. 8, 21), τὸ ὀσφρανθῆναι τιθεὶς ἐπὶ τοῦ συναινέσαι· οὐ γὰρ ἀνθρωπόμορφος οὐδὲ μυκτήρων ἤ τινων ἄλλων ὀργανικῶν μερῶν χρεῖος."],["116","προϊὼν δὲ καὶ τὸ θεῖον ἐνδιαίτημα, τὴν σκηνήν, „δέκα αὐλαίας “(Exod. 26, 1) ἐρεῖ· τὸ γὰρ τῆς ὅλης πῆγμα σοφίας ἀριθμὸν τέλειον εἴληχε, δεκάδα· σοφία δὲ αὐλὴ καὶ βασίλειόν ἐστι τοῦ πανηγεμόνος καὶ μόνου βασιλέως αὐτοκράτορος."],["117","ὁ μὲν δὴ νοητὸς οἶκος οὗτος, αἰσθητὸς δ’ ὁ κόσμος ἐστίν, ἐπεὶ καὶ τὰς αὐλαίας ἐκ τοιούτων συνύφηνεν, ἃ τῶν τεττάρων στοιχείων σύμβολά ἐστιν· ἐκ γὰρ βύσσου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου δημιουργοῦνται (ibid.), τεττάρων, ὡς ἔφην, ἀριθμῶν. σύμβολον δὲ γῆς μὲν ἡ βύσσος— φύεται γὰρ ἐκ ταύτης—, ἀέρος δὲ ὁ ὑάκινθος— μέλας γὰρ οὗτος φύσει—, ὕδατος δὲ ἡ πορφύρα— τὸ γὰρ τῆς βαφῆς αἴτιον ἐκ θαλάττης, ἡ ὁμωνυμοῦσα κόγχη—, πυρὸς δὲ τὸ κόκκινον· ἐμφερέστατον γὰρ φλογί."],["118","πάλιν γε μὴν Αἴγυπτον ἀφηνιάσασαν, ἡνίκα τὸν ἀντίθεον ἀπεσέμνυνε νοῦν τὰ παράσημα τῆς βασιλείας ἀναδοῦσα αὐτῷ, τὸν θρόνον, τὸ σκῆπτρον, τὸ διάδημα, δέκα πληγαῖς καὶ τιμωρίαις ὁ τῶν ὅλων ἐπίτροπος καὶ κηδεμὼν νουθετεῖ."],["119","τὸν αὐτὸν δὲ τρόπον καὶ Ἀβραὰμ ὑπισχνεῖται τῷ σοφῷ οὔτε πλειόνων οὔτε ἐλαττόνων, ἀλλὰ αὐτὸ μόνον δέκα ἐθνῶν ἀπώλειαν καὶ παντελῆ φθορὰν ἐργάσεσθαι καὶ τὴν τῶν ἀναιρεθέντων χώραν δώσειν τοῖς ἐγγόνοις αὐτοῦ (Gen. 15, 18— 20), πανταχοῦ δεκάδι καὶ πρὸς ἔπαινον καὶ πρὸς ψόγον καὶ πρὸς τιμὴν καὶ πρὸς κόλασιν καταχρῆσθαι δικαιῶν."],["120","καίτοι τί τούτων μεμνήμεθα; τὴν γὰρ ἱερὰν καὶ θείαν νομοθεσίαν δέκα τοῖς σύμπασι λόγοις Μωυσῆς ἀναγέγραφεν· οὗτοι δέ εἰσι θεσμοί, τῶν κατὰ μέρος ἀπείρων νόμων γενικὰ κεφάλαια, ῥίζαι καὶ ἀρχαὶ καὶ πηγαὶ ἀέναοι διαταγμάτων προστάξεις καὶ ἀπαγορεύσεις περιεχόντων ἐπ’ ὠφελείᾳ τῶν χρωμένων."],["121","Εἰκότως οὖν μετὰ δεκαετίαν τῆς εἰς Χαναναίων γῆν ἀφίξεως ἡ πρὸς τὴν Ἄγαρ κοινωνία γίνεται· οὐ γὰρ εὐθὺς λογικοὶ γενόμενοι πλαδώσης ἔτι τῆς διανοίας ὀρεχθῆναι παιδείας τῆς ἐγκυκλίου δυνάμεθα, ἀλλ’ ἐπειδὰν σύνεσιν καὶ ἀγχίνοιαν κραταιωσάμενοι μηκέτι κούφῃ καὶ ἐπιπολαίῳ, ἀλλὰ βεβαίᾳ καὶ παγίᾳ γνώμῃ περὶ ἁπάντων χρώμεθα."],["122","διὸ τἀκόλουθον προσυφαίνεται τὸ „εἰσῆλθε πρὸς Ἄγαρ “(Gen. 16, 4)· ἦν γὰρ ἁρμόττον τῷ μανθάνοντι πρὸς ἐπιστήμην διδάσκαλον φοιτᾶν, ἵνα ἀναδιδαχθῇ τὰ προσήκοντα ἀνθρώπου φύσει παιδεύματα. νυνὶ μὲν ὁ γνώριμος εἰς διδασκάλου βαδίζων εἰσάγεται· προεκτρέχει δὲ πολλάκις ἐξοικίσασα φθόνον ἀφ’ ἑαυτῆς καὶ τοὺς ἔχοντας εὐφυῶς ἐπισπᾶται."],["123","τὴν γοῦν ἀρετήν, Λείαν, ἔστιν ἰδεῖν προαπαντῶσαν καὶ λέγουσαν τῷ ἀσκητῇ· „πρὸς μὲ εἰσελεύσῃ σήμερον “(Gen. 30, 16), ἡνίκα ἐκεῖνος ἀγρόθεν ἐπανῄει. ποῦ γὰρ ὤφειλεν εἰςελθεῖν ὁ τῶν ἐπιστήμης σπερμάτων καὶ φυτῶν ἐπιμελητής, ὅτι μὴ πρὸς τὴν γεωργηθεῖσαν ἀρετήν;"],["124","ἔστι δ’ ὅτε καὶ ἀποπειρωμένη τῶν φοιτητῶν, ὡς ἔχουσι προθυμίας καὶ σπουδῆς, οὐχ ὑπαντᾷ μέν, ἐγκαλυψαμένη δὲ τὸ πρόσωπον ὥσπερ Θάμαρ ἐπὶ τριόδου καθέζεται, πόρνης δόξαν παρασχοῦσα τοῖς ὁδῷ βαδίζουσιν (Gen. 38, 14. 15), ἵνα οἱ περιέργως ἔχοντες ἀνακαλύψαντες ἀναφήνωσι καὶ καταθεάσωνται τὸ ἄψαυστον καὶ ἀμίαντον καὶ παρθένιον ὄντως αἰδοῦς καὶ σωφροσύνης ἐκπρεπέστατον κάλλος."],["125","τίς οὖν ὁ ἐξεταστικὸς καὶ φιλομαθὴς καὶ μηδὲν ἄσκεπτον καὶ ἀδιερεύνητον τῶν ἐγκεκαλυμμένων πραγμάτων παραλιπεῖν ἀξιῶν ἐστιν, ὅτι μὴ ὁ ἀρχιστράτηγος καὶ βασιλεὺς καὶ ταῖς πρὸς θεὸν ὁμολογίαις ἐμμένων τε καὶ χαίρων, ὄνομα Ἰούδας; „ἐξέκλινε “γάρ φησι „πρὸς αὐτὴν τὴν ὁδὸν καὶ εἶπεν· ἔασόν με εἰσελθεῖν πρὸς σέ “(ibid. 16)— ἀλλ’ οὐκ ἔμελλε παραβιάζεσθαι— καὶ σκοπεῖν, τίς τε ἡ ἐγκεκαλυμμένη δύναμίς ἐστι καὶ ἐπὶ τί παρεσκεύασται."],["126","μετὰ τοίνυν τὸ εἰσελθεῖν γέγραπται „καὶ συνέλαβε “(ibid. 18) καὶ τὸ „τίς “ῥητῶς οὐ μεμήνυται· συλλαμβάνει γὰρ καὶ συναρπάζει ἡ μὲν τέχνη τὸν μανθάνοντα ἐρωτικῶς ἔχειν ἀναπείθουσα ἑαυτῆς, ὁ δὲ μανθάνων τὴν διδάσκουσαν, ὁπότε φιλομαθὴς εἴη."],["127","πολλάκις δέ τις τῶν μέσας ἐπιστήμας ὑφηγουμένων γνωρίμου τυχὼν εὐφυοῦς ηὔχησεν ἐπὶ τῇ διδασκαλίᾳ μόνος ὑπολαβὼν τῷ φοιτητῇ γεγονέναι τῆς εὐμαθίας αἴτιος, καὶ μετεωρίσας καὶ φυσήσας ἑαυτὸν ὑψαυχενεῖ καὶ τὰς ὀφρῦς εὖ μάλα ἀνασπάσας τετύφωται καὶ παρὰ τῶν βουλομένων συνδιατρίβειν πάμπολλα αἰτεῖ· οὓς δ’ ἂν αἴσθηται πένητας μέν, διψῶντας δὲ παιδείας, ἀποστρέφεται, ὥσπερ θησαυρόν τινα σοφίας μόνος ἀνευρηκώς."],["128","τοῦτ’ ἐστὶ τὸ „ἐν γαστρὶ ἔχειν “, οἰδεῖν καὶ τετυφῶσθαι καὶ ὄγκον πλείονα τοῦ μετρίου περιβεβλῆσθαι, δι’ ὧν καὶ τὴν κυρίαν τῶν μέσων ἐπιστημῶν, ἀρετήν, ἔδοξάν τινες ἀτιμάζειν, ἐπίτιμον οὖσαν ἐξ ἑαυτῆς."],["129","ὅσαι μὲν οὖν ψυχαὶ μετὰ φρονήσεως κυοφοροῦσι πραγμάτων τίκτουσιν ὅμως, τὰ συγκεχυμένα διακρίνουσαι καὶ διαστέλλουσαι, καθάπερ ἡ Ῥεβέκκα— λαβοῦσα γὰρ ἐν γαστρὶ τῶν διττῶν διανοίας ἐθνῶν ἐπιστήμην, ἀρετῆς τε καὶ κακίας, εὐτοκίᾳ χρωμένη τὴν ἑκατέρου φύσιν διαστέλλει τε καὶ διακρίνει (Gen. 25, 23)—· ὅσαι δὲ ἄνευ φρονήσεως, ἢ ἀμβλίσκουσιν ἢ δύσεριν καὶ σοφιστὴν βάλλοντα καὶ τοξεύοντα (Gen. 21, 20) ἢ βαλλόμενον καὶ τοξευόμενον ἀποκύουσι."],["130","καὶ μήποτε εἰκότως· αἱ μὲν γὰρ λαμβάνειν, αἱ δὲ ἔχειν ἐν γαστρὶ οἴονται, παμμεγέθους οὔσης διαφορᾶς. αἱ μὲν γὰρ ἔχειν νομίζουσαι τὴν αἵρεσιν καὶ γένεσιν ἑαυταῖς ἐπιγράφουσαι σεμνομυθοῦσιν, αἱ δὲ λαμβάνειν ἀξιοῦσαι τὸ μὲν μηδὲν οἰκεῖον ἐξ ἑαυτῶν ἔχειν συνομολογοῦσι, τὰ δὲ σπέρματα καὶ τὰς γονὰς ἔξωθεν ἀρδομένας καταλαμβάνουσαι καὶ θαυμάζουσαι τὸν διδόντα κακὸν μέγιστον, φιλαυτίαν, ἀγαθῷ τελείῳ, θεοσεβείᾳ, διωθοῦνται."],["131","τοῦτον τὸν τρόπον καὶ τὰ νομοθετικῆς τῆς παρὰ ἀνθρώποις κατεβλήθη σπέρματα· „ἦν γάρ τις “φησίν „ἐκ τῆς φυλῆς Λευί, ὃς ἔλαβε τῶν θυγατέρων τῶν Λευί, καὶ ἔσχεν αὐτήν. καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν ἄρρεν· ἰδόντες δὲ αὐτὸ ἀστεῖον ὂν ἐσκέπασαν αὐτὸ μῆνας τρεῖς “(Exod. 2, 1. 2)."],["132","οὗτός ἐστι Μωυσῆς, ὁ καθαρώτατος νοῦς, ὁ ἀστεῖος ὄντως, ὁ νομοθετικὴν ὁμοῦ καὶ προφητείαν ἐνθουσιώσῃ καὶ θεοφορήτῳ σοφίᾳ λαβών, ὃς γένος ὢν τῆς Λευιτικῆς φυλῆς καὶ τὰ πρὸς πατρὸς καὶ τὰ πρὸς μητρὸς ἀμφιθαλὴς τῆς ἀληθείας ἔχεται."],["133","μέγιστον δὲ ἐπάγγελμα τοῦ γενάρχου τῆς φυλῆς ἐστι ταύτης· θαρρεῖ γὰρ λέγειν, ὅτι αὐτός μοι μόνος ἐστὶ θεὸς τιμητέος (Exod. 20, 3), ἄλλο δ’ οὐδὲν τῶν μετ’ αὐτόν, οὐ γῆ, οὐ θάλασσα, οὐ ποταμοί, οὐκ ἀέρος φύσις, οὐ πνευμάτων οὐχ ὡρῶν μεταβολαί, οὐ ζῴων οὐ φυτῶν ἰδέαι, οὐχ ἥλιος, οὐ σελήνη, οὐκ ἀστέρων πλῆθος ἐν τάξεσιν ἐναρμονίοις περιπολούντων, οὐχ ὁ σύμπας οὐρανός τε καὶ κόσμος."],["134","μεγάλης καὶ ὑπερφυοῦς ψυχῆς τὸ αὔχημα, γένεσιν ὑπερκύπτειν καὶ τοὺς ὅρους αὐτῆς ὑπερβάλλειν καὶ μόνου τοῦ ἀγενήτου περιέχεσθαι κατὰ τὰς ἱερὰς ὑφηγήσεις, ἐν αἷς διείρηται „ἔχεσθαι αὐτοῦ “(Deut. 30, 20). τοιγάρτοι τοῖς ἐχομένοις καὶ ἀδιαστάτως θεραπεύουσιν ἀντιδίδωσι κλῆρον αὑτόν. ἐγγυᾶται δέ μου τὴν ὑπόσχεσιν λόγιον, ἐν ᾧ λέγεται· \" κύριος αὐτὸς κλῆρος αὐτοῦ “(Deut. 10, 9)."],["135","οὕτως ἐν γαστρὶ λαμβάνουσαι μᾶλλον ἢ ἔχουσαι αἱ ψυχαὶ τίκτειν πεφύκασι. καθάπερ δ’ οἱ σώματος ὀφθαλμοὶ πολλάκις μὲν ἀμυδρῶς πολλάκις δὲ τηλαυγῶς ὁρῶσι, τὸν αὐτὸν τρόπον καὶ τὸ τῆς ψυχῆς ὄμμα τοτὲ μὲν ὑποσυγκεχυμένας καὶ ἀδήλους τοτὲ δὲ καθαρὰς καὶ τρανὰς δέχεται τὰς ἀπὸ τῶν πραγμάτων ἰδιότητας."],["136","ἡ μὲν οὖν ἀσαφὴς καὶ ἀδηλουμένη προσβολὴ ἔοικε τῷ μήπω κατὰ γαστρὸς ἐμβρύῳ διατυπωθέντι, ἡ δὲ ἐναργὴς καὶ τρανὴ μάλιστα τῷ διαπεπλασμένῳ καὶ καθ’ ἕκαστον τῶν ἐντός τε καὶ ἐκτὸς μερῶν τετεχνιτευμένῳ καὶ τὴν ἁρμόττουσαν ἰδέαν ἀπειληφότι."],["137","νόμος δὲ ἐπὶ τούτοις ἐγράφη πάνυ καλῶς καὶ συμφερόντως τεθεὶς οὗτος· „ἐὰν μαχομένων ἀνδρῶν δύο πατάξῃ τις γυναῖκα ἐν γαστρὶ ἔχουσαν καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον, ἐπιζήμιον ζημιωθήσεται· καθ’ ὅ τι ἂν ἐπιβάλῃ ὁ ἀνὴρ τῆς γυναικός, δώσει μετὰ ἀξιώματος· ἐὰν δὲ ἐξεικονισμένον ᾖ, δώσει ψυχὴν ἀντὶ ψυχῆς “(Exod. 21, 22. 23). οὐ γὰρ ἦν ὅμοιον, τέλειόν τε καὶ ἀτελὲς διανοίας ἔργον διαφθεῖραι, οὐδὲ εἰκαζόμενον καὶ καταλαμβανόμενον, οὐδὲ ἐλπιζόμενον καὶ ἤδη ὑπάρχον."],["138","διὰ τοῦτο ὅπου μὲν ἐπιτίμιον ἄδηλον ἐπ’ ἀδήλῳ πράγματι, ὅπου δὲ ὡρισμένον ἐπὶ τελείῳ νομοθετεῖται, τελείῳ δὲ οὐχὶ τῷ πρὸς ἀρετήν, ἀλλὰ τῷ κατά τινα τέχνην τῶν ἀνεπιλήπτων γενομένῳ· κυοφορεῖ γὰρ αὐτὸ οὐχ ἡ λαβοῦσα, ἀλλ’ ἡ ἐν γαστρὶ ἔχουσα, οἴησιν πρὸ ἀτυφίας ἐπαγγελλομένη. καὶ γὰρ ἀμήχανον ἀμβλίσκειν τὴν ἐν γαστρὶ λαβοῦσαν, ἐπεὶ τὸ φυτὸν ὑπὸ τοῦ σπείραντος ἐμπρεπὲς τελεσφορεῖσθαι· τὴν δὲ ἔχουσαν οὐκ ἀνοίκειον, ἅτε νόσῳ χωρὶς ἰατροῦ κατεσχημένην."],["139","Μὴ νομίσῃς δὲ τὴν Ἄγαρ λέγεσθαι ἑαυτὴν ὁρᾶν ἐν γαστρὶ ἔχουσαν διὰ τοῦ \" ἰδοῦσα ὅτι ἐν γαστρὶ ἔχει “(Gen. 16, 4), ἀλλὰ τὴν κυρίαν αὐτῆς Σάρραν. καὶ γὰρ ὕστερον αὕτη περὶ ἑαυτῆς φησιν· „ἰδοῦσα ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐνώπιον αὐτῆς “(ibid. 5)."],["140","διὰ τί; ὅτι αἱ μέσαι τέχναι, καὶ εἰ τὰ καθ’ αὑτάς, ὧν εἰσιν ἐγκύμονες, ὁρῶσιν, ἀλλά τοι πάντως ἀμυδρῶς ὁρῶσιν, ἀλλ’ ἐπιστῆμαι τηλαυγῶς καὶ σφόδρα ἐναργῶς καταλαμβάνουσιν· ἐπιστήμη γὰρ πλέον ἐστὶ τέχνης, τὸ βέβαιον καὶ ἀμετάπτωτον ὑπὸ λόγου προσειληφυῖα."],["141","τέχνης μὲν γὰρ ὅρος οὗτος· σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον, τοῦ εὐχρήστου διὰ τὰς κακοτεχνίας ὑγιῶς προστιθεμένου· ἐπιστήμης δέ· κατάληψις ἀσφαλὴς καὶ βέβαιος, ἀμετάπτωτος ὑπὸ λόγου."],["142","μουσικὴν μὲν οὖν καὶ γραμματικὴν καὶ τὰς συγγενεῖς καλοῦμεν τέχνας— καὶ γὰρ οἱ ἀποτελούμενοι δι’ αὐτῶν τεχνῖται λέγονται μουσικοί τε καὶ γραμματικοί—, φιλοσοφίαν δὲ καὶ τὰς ἄλλας ἀρετὰς ἐπιστήμας καὶ τοὺς ἔχοντας αὐτὰς ἐπιστήμονας· φρόνιμοι γάρ εἰσι καὶ σώφρονες καὶ φιλόσοφοι, ὧν οὐδὲ εἷς ἐν τοῖς τῆς διαπεπονημένης ἐπιστήμης σφάλλεται δόγμασι, καθάπερ οἱ προειρημένοι ἐν τοῖς τῶν μέσων τεχνῶν θεωρήμασιν."],["143","ὥσπερ γὰρ ὀφθαλμοὶ μὲν ὁρῶσιν, ὁ δὲ νοῦς δι’ ὀφθαλμῶν τηλαυγέστερον, καὶ ἀκούει μὲν ὦτα, ὁ δὲ νοῦς δι’ ὤτων ἄμεινον, καὶ ὀσφραίνονται μὲν οἱ μυκτῆρες, ἡ δὲ ψυχὴ διὰ ῥινῶν ἐναργέστερον, καὶ αἱ ἄλλαι αἰσθήσεις τῶν καθ’ αὑτὰς ἀντιλαμβάνονται, καθαρώτερον δὲ καὶ εἱλικρινέστερον ἡ διάνοια— κυρίως γὰρ εἰπεῖν ἥδ’ ἐστὶν ὀφθαλμὸς μὲν ὀφθαλμῶν, ἀκοὴ δὲ ἀκοῆς καὶ ἑκάστης τῶν αἰσθήσεων αἴσθησις εἱλικρινεστέρα, χρωμένη μὲν ἐκείναις ὡς ἐν δικαστηρίῳ ὑπηρέτισι, δικάζουσα δ’ αὐτὴ τὰς φύσεις τῶν ὑποκειμένων, ὡς τοῖς μὲν συναινεῖν, τὰ δὲ ἀποστρέφεσθαι—, οὕτως αἱ μὲν λεγόμεναι μέσαι τέχναι ταῖς κατὰ τὸ σῶμα δυνάμεσιν ἐοικυῖαι τοῖς θεωρήμασιν ἐντυγχάνουσι κατά τινας ἁπλᾶς ἐπιβολάς, ἀκριβέστερον δὲ ἐπιστῆμαι καὶ σὺν ἐξετάσει περιττῇ."],["144","ὃ γὰρ νοῦς πρὸς αἴσθησιν, τοῦτ’ ἐπιστήμη πρὸς τέχνην ἐστί· καθάπερ γὰρ αἴσθησίς τις αἰσθήσεων, ὡς ἐλέχθη πρότερον, ἐστὶν ἡ ψυχή*** ἐκείνων μὲν οὖν ἑκάστη μικρὰ ἄττα τῶν ἐν τῇ φύσει παρεσπάσατο, περὶ ἃ πονεῖται καὶ πραγματεύεται, γραμμὰς μὲν γεωμετρία, φθόγγους δὲ μουσική, φιλοσοφία δὲ πᾶσαν τὴν τῶν ὄντων φύσιν· ὕλη γάρ ἐστιν αὐτῆς ὅδε ὁ κόσμος καὶ πᾶσα ἡ τῶν ὄντων ὁρατή τε καὶ ἀόρατος οὐσία."],["145","τί οὖν θαυμαστόν, εἰ ἡ τὰ ὅλα καθορῶσα θεᾶται καὶ τὰ μέρη, καὶ ἄμεινον ἐκείνων, ἅτε ὀφθαλμοῖς μείζοσι καὶ ὀξυδερκεστέροις ἐνομματωθεῖσα; εἰκότως οὖν ἡ κυρία φιλοσοφία τὴν μέσην παιδείαν, τὴν θεραπαινίδα αὐτῆς, ἐγκύμονα θεάσεται μᾶλλον ἢ ἑαυτὴν ἐκείνη."],["146","καίτοι γ’ οὐδὲ τοῦτό τις ἀγνοεῖ, ὅτι πάσαις ταῖς κατὰ μέρος τὰς ἀρχὰς καὶ τὰ σπέρματα, ἐξ ὧν ἀναβλαστεῖν ἔδοξε τὰ θεωρήματα, φιλοσοφία δεδώρηται. ἰσόπλευρα γὰρ καὶ σκαληνὰ κύκλους τε καὶ πολυγώνια καὶ τὰ ἄλλα σχήματα γεωμετρία προσεξεῦρε, σημείου δὲ καὶ γραμμῆς καὶ ἐπιφανείας καὶ στερεοῦ φύσιν, ἃ δὴ ῥίζαι καὶ θεμέλιοι τῶν λεχθέντων εἰσίν, οὐκέτι γεωμετρία."],["147","πόθεν γὰρ αὐτῇ λέγειν ὁριζομένῃ, ὅτι σημεῖον μέν ἐστιν οὗ μέρος οὐδέν, γραμμὴ δὲ μῆκος ἀπλατές, ἐπιφάνεια δὲ ὃ μῆκος καὶ πλάτος μόνον ἔχει, στερεὸν δὲ ὃ τὰς τρεῖς ἔχει διαστάσεις, μῆκος, πλάτος, βάθος; ταῦτα γὰρ ἀνάκειται φιλοσοφίᾳ καὶ ἡ περὶ ὅρων πραγματεία πᾶσα τῷ φιλοσόφῳ."],["148","τό γε μὴν γράφειν καὶ ἀναγινώσκειν γραμματικῆς τῆς ἀτελεστέρας ἐπάγγελμα, ἣν παρατρέποντές τινες γραμματιστικὴν καλοῦσι, τῆς δὲ τελειοτέρας ἀνάπτυξις τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν. ἐπειδὰν οὖν περὶ τῶν τοῦ λόγου διεξέρχωνται μερῶν, τότε οὐ τὰ φιλοσοφίας εὑρήματα παρασπῶνταί τε καὶ παρεργολαβοῦσι;"],["149","ταύτης γὰρ ἴδιον ἐξετάζειν, τί σύνδεσμος, τί ὄνομα, τί ῥῆμα, τί κοινὸν ὄνομα, τί ἴδιον, τί ἐλλιπὲς ἐν λόγῳ, τί πλῆρες, τί ἀποφαντόν, τί ἐρώτημα, τί πύσμα, τί περιεκτικόν, τί εὐκτικόν, τί ἀρατικόν· τὰς γὰρ περὶ αὐτοτελῶν καὶ ἀξιωμάτων καὶ κατηγορημάτων πραγματείας ἥδ’ ἐστὶν ἡ συνθεῖσα."],["150","ἡμίφωνον δὲ ἢ φωνῆεν ἢ παντελῶς ἄφωνον στοιχεῖον ἰδεῖν, καὶ πῶς ἕκαστον τούτων εἴωθε λέγεσθαι, καὶ πᾶσα ἡ περὶ φωνῆς καὶ στοιχείων καὶ τῶν τοῦ λόγου μερῶν ἰδέα οὐ φιλοσοφίᾳ πεπόνηται καὶ κατήνυσται; βραχείας δ’ ὥσπερ ἀπὸ χειμάρρου σπάσαντες λιβάδας καὶ βραχυτέραις ταῖς ἑαυτῶν ψυχαῖς ἐναποθλίψαντες τὸ κλαπὲν οἱ φῶρες οὐκ ἐρυθριῶσι προφέροντες ὡς ἴδιον."],["151","Οὗ χάριν φρυαττόμενοι τῆς κυρίας, ᾗ τὸ κῦρος ὄντως καὶ ἡ τῶν θεωρουμένων ἀνάκειται βεβαίωσις, ἀλογοῦσι. συναισθομένη δὲ αὕτη τῆς ὀλιγωρίας τούτων ἐλέγξει καὶ μετὰ παρρησίας φήσει· ἀδικοῦμαι καὶ παρασπονδοῦμαι τό γε ἐφ’ ὑμῖν ὁμολογίας παραβαίνουσιν."],["152","ἀφ’ οὗ γὰρ ἐνεκολπίσασθε τὰ προπαιδεύματα, τῆς ἐμῆς θεραπαινίδος τὰ ἔγγονα, τὴν μὲν ὡς γαμετὴν ἐξετιμήσατε, ἐμὲ δὲ οὕτως ἀπεστράφητε, ὡς μηδὲ πώποτε ἐς ταὐτὸν ἐλθόντες. ἀλλ’ ἴσως ἐγὼ μὲν ταῦτα περὶ ὑμῶν ὑπείληφα, ἐκ τῆς φανερᾶς πρὸς τὴν οἰκέτιν ὁμιλίας τὴν ἄδηλον πρὸς ἐμὲ αὐτὴν ἀλλοτρίωσιν τεκμαιρομένη· εἰ δ’ ὑμεῖς ἐναντίως ἢ ὡς ὑπείληφα διάκεισθε, γνῶναι μὲν ἀμήχανον ἑτέρῳ, ῥᾴδιον δὲ μόνῳ θεῷ."],["153","διόπερ οἰκείως ἐρεῖ· „κρίναι ὁ θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ “(Gen. 16, 5), οὐ προκατεγνωκυῖα ὡς ἠδικηκότος, ἀλλ’ ἐνδοιάζουσα ὡς τάχ’ ἂν ἴσως καὶ κατορθοῦντος· ὅπερ ἀψευδῶς οὐκ εἰς μακρὰν ἀναφαίνεται δι’ ὧν ἀπολογούμενος καὶ τὸν ἐνδοιασμὸν αὐτῆς ἐξιώμενός φησιν· „ἰδοὺ ἡ παιδίσκη ἐν ταῖς χερσί σου, χρῶ αὐτῇ, ὡς ἄν σοι ἀρεστὸν ᾖ “(Gen. 16, 6)."],["154","καὶ γὰρ ὁ παιδίσκην εἰπὼν ἀμφότερα ὁμολογεῖ, τό τε δούλην καὶ τὸ νηπίαν εἶναι— τὸ γὰρ τῆς παιδίσκης ὄνομα ἑκατέρῳ τούτων ἐφαρμόζει—, συνομολογεῖ δὲ πάντως εὐθὺς καὶ τἀναντία, τῇ μὲν νηπίᾳ τὴν τελείαν, τῇ δὲ δούλῃ τὴν κυρίαν, μονονοὺ βοῶν ἄντικρυς, ὅτι τὴν μὲν ἐγκύκλιον παιδείαν καὶ ὡς νεωτέραν καὶ ὡς θεραπαινίδα ἀσπάζομαι, τὴν δὲ ἐπιστήμην καὶ φρόνησιν ὡς τελείαν καὶ δέσποιναν ἐκτετίμηκα."],["155","τὸ δὲ \" ἐν ταῖς χερσί σου “δηλοῖ μὲν τὸ ὑποχείριός ἐστί σοι. σημαίνει δὲ καὶ τοιοῦτον ἕτερον· τὰ μὲν τῆς δούλης εἰς χεῖρας ἀφικνεῖται σώματος— σωματικῶν γὰρ ὀργάνων καὶ δυνάμεων τὰ ἐγκύκλια χρεῖα—, τὰ δὲ τῆς κυρίας εἰς ψυχὴν ἔρχεται· λογισμοῖς γὰρ τὰ κατά τε φρόνησιν καὶ ἐπιστήμην ἀνατίθεται."],["156","ὥσθ’ ὅσῳ δυνατώτερον καὶ δραστικώτερον καὶ τοῖς ὅλοις κρεῖττον διάνοια χειρός ἐστι, τοσούτῳ τῆς ἐγκυκλίου μουσικῆς ἐπιστήμην καὶ φρόνησιν θαυμασιωτέραν εἶναι νενόμικα καὶ διαφερόντως ἐκτετίμηκα. λαβοῦσα οὖν, ὦ καὶ ὑπάρχουσα καὶ πρὸς ἐμοῦ νομιζομένη κυρία, τὴν ἐμὴν ἅπασαν παιδείαν ὡς θεραπαινίδι χρῶ, „ὡς εὐάρεστόν σοι. “"],["157","τὸ δὲ σοὶ εὐάρεστον οὐκ ἀγνοῶ ὅτι πάντως ἐστὶν ἀγαθόν, εἰ καὶ μὴ προσηνές, καὶ ὠφέλιμον, εἰ καὶ μακρὰν τοῦ ἡδέος ἀφέστηκεν. ἀγαθὸν δὲ καὶ ὠφέλιμον τοῖς ἐλέγχου δεομένοις νουθεσία, ὃ ἑτέρῳ ὀνόματι κάκωσιν ὁ ἱερὸς μηνύει λόγος."],["158","Διόπερ ἐπιφέρει· „καὶ ἐκάκωσεν αὐτὴν “(Gen. 16, 6), ἴσον τῷ ἐνουθέτησε καὶ ἐσωφρόνισε. λυσιτελὲς γὰρ σφόδρα τοῖς ἐν ἀδείᾳ καὶ ἐκεχειρίᾳ, καθάπερ ἵπποις ἀφηνιασταῖς, ὀξὺ κέντρον, ἐπεὶ μάστιγι μόλις καὶ ἀγωγῇ δαμασθῆναι καὶ τιθασευθῆναι δύνανται."],["159","ἢ τὰ προκείμενα ἆθλα οὐχ ὁρᾷς τοῖς ἀνεπιπλήκτοις; λιπῶσιν, εὐρύνονται, πιαίνονται, λαμπρὸν πνέουσιν· εἶτα αἴρονται τὰ ἀσεβείας, οἱ πανάθλιοι καὶ βαρυδαίμονες, οἰκτρὰ βραβεῖα, ἐπ’ ἀθεότητι κηρυττόμενοι καὶ στεφανούμενοι. διὰ γὰρ τὴν λείως ῥέουσαν εὐτυχίαν ὑπέλαβον ἑαυτοὺς εἶναι τοὺς ὑπαργύρους καὶ ὑποχρύσους θεούς, νομίσματος κεκιβδηλευμένου τὸν τρόπον, τοῦ ἀληθινοῦ καὶ ὄντως ὄντος ἐκλαθόμενοι."],["160","μαρτυρεῖ δὲ καὶ Μωυσῆς ἐν οἷς φησιν· „ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη καὶ ἐγκατέλιπε θεὸν τὸν ποιήσαντα αὐτόν “(Deut. 32, 15)· ὥστε εἰ ἡ ἐπὶ πλέον ἄνεσις τὸ μέγιστον κακόν, ἀσέβειαν, ὠδίνει, τοὐναντίον ἡ μετὰ νόμου κάκωσις ἀγαθὸν τέλειον ἀποτίκτει, τὴν ἀοίδιμον νουθεσίαν."],["161","ἐνθένδε ὁρμηθεὶς καὶ τῆς πρώτης ἑορτῆς τὸ σύμβολον „ἄρτον κακώσεως “εἶπε (Deut. 16, 3), τὰ ἄζυμα. καίτοι τίς οὐκ οἶδεν, ὅτι ἑορταὶ καὶ θαλίαι περιποιοῦσιν ἱλαρὰς εὐφροσύνας καὶ εὐθυμίας, οὐ κακώσεις;"],["162","ἀλλὰ δῆλον, ὡς ὀνόματι κατακέχρηται πόνου, τοῦ σωφρονιστοῦ. τὰ γὰρ πλεῖστα καὶ μέγιστα τῶν ἀγαθῶν ἀσκητικαῖς ἀθλήσεσι καὶ ἡβῶσι πόνοις εἴωθε περιγίνεσθαι· ψυχῆς δὲ ἑορτὴ ζῆλος ὁ τῶν ἀρίστων καὶ τελεσφορούμενος πόνος. οὗ χάριν διείρηται καὶ „ἐπὶ πικρίδων τὰ ἄζυμα ἐσθίειν “(Exod. 12, 8) οὐχ ὡς προσεψήματος, ἀλλ’ ἐπειδὴ τὸ μὴ οἰδεῖν καὶ ἀναζεῖν ταῖς ἐπιθυμίαις, ἐστάλθαι δὲ καὶ συνῆχθαι πρὸς ἀηδίας οἱ πολλοὶ τίθενται, πικρὸν ἡγούμενοι τὸ ἀπομαθεῖν τὸ πάθος, ὅπερ ἐστὶν"],["163","εὐφροσύνη καὶ ἑορτὴ διανοίᾳ φιλάθλῳ. ταύτης ἕνεκά μοι δοκεῖ τῆς αἰτίας ἐν χωρίῳ, ὃ κέκληται πικρία, τὰ νόμιμα ἀναδιδαχθῆναι· ἡδὺ μὲν γὰρ τὸ ἀδικεῖν, ἐπίπονον δὲ τὸ δικαιοπραγεῖν· τοῦτο δέ ἐστιν ὁ ἀψευδέστατος νόμος. ἐξελθόντες, γάρ φησιν, ἐκ τῶν Αἰγυπτιακῶν παθῶν „ἦλθον εἰς Μερρά, καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἐκ Μερρῶν· πικρὸν γὰρ ἦν. διὰ τοῦτο ἐπωνομάσθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου πικρία. καὶ διεγόγγυζεν ὁ λαὸς κατὰ Μωυσῆ λέγοντες· τί πιόμεθα; ἐβόησε δὲ Μωυσῆς πρὸς κύριον, καὶ ἔδειξεν αὐτῷ κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνθη τὸ ὕδωρ. ἐκεῖ ἔθετο αὐτῷ δικαιώματα καὶ κρίσεις, κἀκεῖ αὐτὸν ἐπείραζεν “(Exod. 15, 23— 25)."],["164","ἡ γὰρ ἄδηλος ἀπόπειρα καὶ δοκιμασία τῆς ψυχῆς ἐστιν ἐν τῷ πονεῖν καὶ πικραίνεσθαι· ὅπῃ γὰρ ταλαντεύσει, χαλεπὸν διαγνῶναι. οἱ μὲν γὰρ προκαμόντες ἀνέπεσον, βαρὺν ἀντίπαλον ἡγησάμενοι τὸν πόνον, καὶ τὰς χεῖρας ὑπ’ ἀσθενείας ὥσπερ ἀπειρηκότες ἀθληταὶ καθῆκαν, παλινδρομεῖν εἰς Αἴγυπτον ἐπὶ τὴν ἀπόλαυσιν τοῦ πάθους ἐγνωκότες."],["165","οἱ δὲ τὰ φοβερὰ καὶ δεινὰ τῆς ἐρήμης πάνυ τλητικῶς καὶ ἐρρωμένως ἀναδεχόμενοι τὸν ἀγῶνα τοῦ βίου διήθλησαν ἀδιάφθορον καὶ ἀήττητον φυλάξαντες καὶ τῶν τῆς φύσεως ἀναγκαίων κατεξαναστάντες, ὡς πεῖναν, δίψος [ῥῖγος], κρύος, θάλπος, ὅσα τοὺς ἄλλους εἴωθε δουλοῦσθαι, κατὰ πολλὴν ἰσχύος περιουσίαν ὑπάγεσθαι."],["166","αἴτιον δὲ ἐγένετο οὐ ψιλὸς ὁ πόνος, ἀλλὰ σὺν τῷ γλυκανθῆναι· λέγει γάρ· „ἐγλυκάνθη τὸ ὕδωρ, “γλυκὺς δὲ καὶ ἡδὺς πόνος ἑτέρῳ ὀνόματι φιλοπονία καλεῖται. τὸ γὰρ ἐν πόνῳ γλυκὺ ἔρως ἐστὶ καὶ πόθος καὶ ζῆλος καὶ φιλία τοῦ καλοῦ."],["167","μηδεὶς οὖν τὴν τοιαύτην κάκωσιν ἀποστρεφέσθω, μηδ’ „ἄρτον κακώσεως “νομισάτω ποτὲ λέγεσθαι τὴν ἑορτῆς καὶ εὐφροσύνης τράπεζαν ἐπὶ βλάβῃ μᾶλλον ἢ ὠφελείᾳ· τρέφεται γὰρ τοῖς παιδείας δόγμασιν ἡ νουθετουμένη ψυχή."],["168","τὸ ἄζυμον πέμμα τοῦτο οὕτως ἐστὶν ἱερόν, ὥστε χρησμοῖς προστέτακται δώδεκα ἄρτους ἀζύμους ταῖς φυλαῖς ἰσαρίθμους προτιθέναι ἐπὶ τῆς ἐν τοῖς ἀδύτοις χρυσῆς τραπέζης (Exod. 25, 29), καὶ καλοῦνται προθέσεως."],["169","καὶ νόμῳ δὲ ἀπείρηται πᾶσαν ζύμην καὶ πᾶν μέλι προσφέρειν τῷ βωμῷ (Lev. 2, 11)· χαλεπὸν γὰρ ἢ τὰς γλυκύτητας τῶν κατὰ τὸ σῶμα ἡδονῶν ἢ τὰς τῆς ψυχῆς ἀραιὰς καὶ χαύνους ἐπάρσεις καθιεροῦν ὡς ἅγια, τὰ φύσει βέβηλα καὶ ἀνίερα ἐξ αὑτῶν."],["170","ἆρ’ οὖν οὐκ εἰκότως ἐπισεμνυνόμενος ὁ προφήτης λόγος, ὄνομα Μωυσῆς, ἐρεῖ· „μνησθήσῃ πᾶσαν τὴν ὁδὸν ἣν ἤγαγέ σε κύριος ὁ θεὸς ἐν ἐρήμῳ, ὅπως ἂν κακώσῃ σε καὶ ἐκπειράσῃ σε καὶ διαγνωσθῇ τὰ ἐν καρδίᾳ σου, εἰ φυλάξεις ἐντολὰς αὐτοῦ ἢ οὔ· καὶ ἐκάκωσέ σε καὶ ἐλιμαγχόνησέ σε καὶ ἐψώμισέ σε τὸ μάννα, ὃ οὐκ ᾔδεισαν οἱ πατέρες σου, ἵνα ἀναγγείλῃ σοι, ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ’ ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ “(Deut. 8, 2. 3);"],["171","τίς οὖν οὕτως ἀνόσιός ἐστιν, ὡς ὑπολαβεῖν κακωτὴν τὸν θεὸν καὶ λιμόν, οἴκτιστον ὄλεθρον, ἐπάγοντα τοῖς ἄνευ τροφῆς ζῆν μὴ δυναμένοις; ἀγαθὸς γὰρ καὶ ἀγαθῶν αἴτιος, εὐεργέτης, σωτήρ, τροφεύς, πλουτοφόρος, μεγαλόδωρος, κακίαν ὅρων ἱερῶν ἀπεληλακώς· οὕτω γὰρ τὰ γῆς ἄχθη, τόν τε Ἀδὰμ καὶ Κάιν, ἐφυγάδευσεν ἐκ τοῦ παραδείσου. μὴ παραγώμεθα οὖν ταῖς φωναῖς,"],["172","ἀλλὰ τὰ δι’ ὑπονοιῶν σημαινόμενα σκοπῶμεν καὶ λέγωμεν, ὅτι τὸ μὲν „ἐκάκωσε “ἴσον ἐστὶ τῷ ἐπαίδευσε καὶ ἐνουθέτησε καὶ ἐσωφρόνισε, τὸ δὲ „λιμῷ παρέβαλεν “οὐ σιτίων καὶ ποτῶν εἰργάσατο ἔνδειαν, ἀλλ’ ἡδονῶν καὶ ἐπιθυμιῶν φόβων τε καὶ λύπης καὶ ἀδικημάτων καὶ συνόλως ἁπάντων ὅσα ἢ κακιῶν ἐστιν ἢ παθῶν ἔργα."],["173","μαρτυρεῖ δὲ τὸ ἐπιλεγόμενον ἑξῆς· „ἐψώμισέ σε τὸ μάννα. “ἆρά γε τὸν τὴν ἄπονον καὶ ἀταλαίπωρον τροφὴν δίχα σπουδῆς τῶν ἀνθρώπων οὐκ ἐκ γῆς, ὡς ἔθος, ἀναδοθεῖσαν, ἀπ’ οὐρανοῦ δέ, τεράστιον ἔργον, ἐπ’ εὐεργεσίᾳ τῶν χρησομένων παρασχόμενον ἄξιον λέγειν λιμοῦ καὶ κακώσεως ἢ τοὐναντίον εὐθηνίας καὶ εὐετηρίας ἀδείας τε καὶ εὐνομίας αἴτιον;"],["174","ἀλλ’ οἱ πολλοὶ καὶ ἀγελαῖοι νομίζουσι τοὺς λόγοις θείοις τρεφομένους ἀθλίως καὶ ταλαιπώρως ζῆν— ἄγευστοι γάρ εἰσι τοῦ παντρόφου γεύματος σοφίας—, οἱ δ’ ἐν ταῖς εὐπαθείαις καὶ εὐφροσύναις λελήθασι διάγοντες."],["175","οὕτω τοίνυν ἡ ποιὰ κάκωσις ὠφέλιμόν ἐστιν, ὥστε καὶ τὸ ταπεινότατον αὐτῆς, ἡ δουλεία, μέγα ἀγαθὸν νενόμισται. καὶ ταύτην ηὔξατό τις ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς πατὴρ υἱῷ, τῷ ἄφρονι Ἠσαῦ ὁ ἄριστος Ἰσαάκ."],["176","εἶπε γάρ που· „ἐπὶ μαχαίρᾳ σου ζήσεις, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις “(Gen. 27, 40), λυσιτελέστατον κρίνων τῷ πόλεμον ἀντ’ εἰρήνης αἱρουμένῳ καὶ ὥσπερ ἐν μάχαις ὁπλοφοροῦντι διὰ τὴν ἐν τῇ ψυχῇ στάσιν καὶ ταραχὴν ὑπηκόῳ γενέσθαι καὶ δουλεῦσαι καὶ ἐπιτάγμασιν, ἅττ’ ἂν ὁ σωφροσύνης ἐραστὴς ἐπικελεύσῃ, πᾶσι πειθαρχεῖν."],["177","ἐνθένδε μοι δοκεῖ τις τῶν φοιτητῶν Μωυσέως, ὄνομα εἰρηνικός, ὃς πατρίῳ γλώττῃ Σαλομὼν καλεῖται, φάναι· „παιδείας θεοῦ, υἱέ, μὴ ὀλιγώρει, καὶ μὴ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ κύριος ἐλέγχει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται “(Prov. 3, 11. 12). οὕτως ἄρα ἡ ἐπίπληξις καὶ νουθεσία καλὸν νενόμισται, ὥστε δι’ αὐτῆς ἡ πρὸς θεὸν ὁμολογία συγγένεια γίνεται. τί γὰρ οἰκειότερον υἱῷ πατρὸς ἢ υἱοῦ πατρί;"],["178","ἀλλ’ ἵνα μὴ λόγον ἐκ λόγου συνείροντες μηκύνειν δοκῶμεν, ἐναργεστάτην δίχα τῶν εἰρημένων πίστιν παρεξόμεθα τοῦ τὴν ποιὰν κάκωσιν ἀρετῆς ἔργον εἶναι· νόμος γάρ ἐστι τοιοῦτος· „πᾶσαν χήραν καὶ ὀρφανὸν οὐ κακώσετε· ἐὰν δὲ κακίᾳ κακώσητε αὐτούς “(Exod. 22, 22). τί λέγει; ἆρ’ ὑπό τινος ἔστιν ἄλλου κακοῦσθαι; εἰ γὰρ κακίας ἔργα μόνης αἱ κακώσεις, περιττὸν τὸ ὁμολογούμενον γράφειν, ὃ καὶ δίχα προσθήκης ἀνομολογηθήσεται."],["179","φήσει δὲ πάντως· οἶδα καὶ ὑπὸ ἀρετῆς ἐλεγχόμενον καὶ ὑπὸ φρονήσεως παιδευόμενον. διόπερ οὐ πᾶσαν κάκωσιν ἐν αἰτίᾳ τίθεμαι, ἀλλὰ τὴν μὲν δικαιοσύνης καὶ νομοθετικῆς ἔργον οὖσαν— ἐπιπλήξει γὰρ σωφρονίζει— μάλιστα θαυμάζω, τὴν δὲ ἀφροσύνης καὶ κακίας, βλαβερὰν ὑπάρχουσαν, ἀποστρέφομαι καὶ κακίζω δεόντως."],["180","ὅταν οὖν τὴν Ἄγαρ κακουμένην ὑπὸ Σάρρας ἀκούσῃς, μηδὲν τῶν ἐν ταῖς γυναικείαις ζηλοτυπίαις εἰωθότων γίνεσθαι ὑπονοήσῃς· οὐ γὰρ περὶ γυναικῶν ἐστιν ὁ λόγος, ἀλλὰ διανοιῶν, τῆς μὲν γυμναζομένης ἐν τοῖς προπαιδεύμασι, τῆς δὲ τοὺς ἀρετῆς ἄθλους διαθλούσης."]]] \ No newline at end of file diff --git a/lines/on-the-migration-of-abraham.json b/lines/on-the-migration-of-abraham.json new file mode 100644 index 0000000000000000000000000000000000000000..b9939e70cffff1ad9f8f24131896f68859586c00 --- /dev/null +++ b/lines/on-the-migration-of-abraham.json @@ -0,0 +1 @@ +[[["1","„Καὶ εἶπε κύριος τῷ Ἀβραάμ· ἄπελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου εἰς τὴν γῆν, ἥν σοι δείξω· καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογητός. καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς “(Gen. 12, 1— 3)."],["2","βουληθεὶς ὁ θεὸς τὴν ἀνθρώπου ψυχὴν καθῆραι πρῶτον αὐτῇ δίδωσιν ἀφορμὴν εἰς σωτηρίαν παντελῆ τὴν ἐκ τριῶν χωρίων μετανάστασιν, σώματος, αἰσθήσεως, λόγου τοῦ κατὰ προφοράν· τὴν μὲν γὰρ γῆν σώματος, τὴν δὲ συγγένειαν αἰσθήσεως, τὸν δὲ τοῦ πατρὸς οἶκον λόγου συμβέβηκεν εἶναι σύμβολον."],["3","διὰ τί; ὅτι τὸ μὲν σῶμα καὶ ἐκ γῆς ἔλαβε τὴν σύστασιν καὶ ἀναλύεται πάλιν εἰς γῆν— μάρτυς δὲ Μωυσῆς, ὅταν φῇ· „γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ “(Gen. 3, 19)· καὶ γὰρ παγῆναί φησιν αὐτὸ χοῦν εἰς ἀνθρωπείαν μορφὴν τοῦ θεοῦ διαπλάσαντος, ἀνάγκη δὲ τὸ λυόμενον εἰς τὰ δεθέντα λύεσθαι—, αἴσθησις δὲ συγγενὲς καὶ ἀδελφόν ἐστι διανοίας, ἄλογον λογικῆς, ἐπειδὴ μιᾶς ἄμφω μέρη ψυχῆς ταῦτα, πατρὸς δὲ οἶκος ὁ λόγος, ὅτι πατὴρ μὲν ἡμῶν ὁ νοῦς σπείρων εἰς ἕκαστον τῶν μερῶν τὰς ἀφ’ ἑαυτοῦ δυνάμεις καὶ διανέμων εἰς αὐτὰ τὰς ἐνεργείας ἐπιμέλειάν τε καὶ ἐπιτροπὴν ἀνημμένος ἁπάντων, οἶκος δέ, ἐν ᾧ διαιτᾶται, τῆς ἄλλης ὑπεξῃρημένος οἰκίας ὁ λόγος· καθάπερ γὰρ ἀνδρὸς ἑστία, καὶ νοῦ λόγος ἐνδιαίτημα."],["4","ἑαυτὸν γοῦν καὶ ὅσα ἂν ἐνθυμήματα τέκῃ, ὥσπερ ἐν οἴκῳ τῷ λόγῳ διαθεὶς καὶ διακοσμήσας ἐπιδείκνυται. μὴ θαυμάσῃς δέ, εἰ νοῦ τὸν λόγον ἐν ἀνθρώπῳ κέκληκεν οἶκον· καὶ γὰρ τὸν τῶν ὅλων νοῦν, τὸν θεόν, οἶκον ἔχειν φησὶ τὸν ἑαυτοῦ λόγον."],["5","οὗ τὴν φαντασίαν ὁ ἀσκητὴς λαβὼν ἄντικρυς ὁμολογεῖ ὅτι „οὐκ ἔστι τοῦτο ἀλλ’ ἢ οἶκος θεοῦ “(Gen. 28, 17), ἴσον τῷ ὁ τοῦ θεοῦ οἶκος οὐκ ἔστι τοῦτο τῶν εἰς δεῖξιν ἐρχομένων ἢ συνόλως πιπτόντων ὑπ’ αἴσθησιν, οὐκ ἔστιν, ἀλλ’ ἀόρατος, ἀειδής, ψυχῇ μόνον ὡς ψυχῇ καταλαμβανόμενος."],["6","τίς ἂν οὖν εἴη πλὴν ὁ λόγος ὁ πρεσβύτερος τῶν γένεσιν εἰληφότων, οὗ καθάπερ οἴακος ἐνειλημμένος ὁ τῶν ὅλων κυβερνήτης πηδαλιουχεῖ τὰ σύμπαντα, καὶ ὅτε ἐκοσμοπλάστει χρησάμενος ὀργάνῳ τούτῳ πρὸς τὴν ἀνυπαίτιον τῶν ἀποτελουμένων σύστασιν;"],["7","ὡς μὲν τοίνυν γῆν μὲν τὸ σῶμα, συγγένειαν δὲ τὴν αἴσθησιν, οἶκον δὲ πατρὸς τὸν λόγον αἰνίττεται, δεδηλώκαμεν. τὸ δὲ „ἄπελθε ἐκ τούτων “οὐκ ἔσθ’ ὅμοιον τῷ διαζεύχθητι κατὰ τὴν οὐσίαν, ἐπεὶ θάνατον ἦν διαγορεύοντος ἡ πρόσταξις, ἀλλ’ ἴσον τῷ τὴν γνώμην ἀλλοτριώθητι, πρὸς μηδενὸς περισχεθεὶς αὐτῶν ὑπεράνω στῆθι πάντων· ὑπήκοοί σού εἰσι, μηδέποτε ὡς ἡγεμόσι χρῶ·"],["8","βασιλεὺς ὢν ἄρχειν ἀλλὰ μὴ ἄρχεσθαι πεπαίδευσο, πάντα τὸν αἰῶνα γίνωσκε σεαυτόν, ὡς καὶ Μωυσῆς πολλαχοῦ διδάσκει λέγων „πρόσεχε σεαυτῷ “(Exod. 34, 12)· οὕτως γὰρ ὧν τε ὑπακούειν καὶ οἷς ἐπιτάττειν προσῆκεν αἰσθήσῃ."],["9","ἄπελθε οὖν ἐκ τοῦ περὶ σεαυτὸν γεώδους, τὸ παμμίαρον, ὦ οὗτος, ἐκφυγὼν δεσμωτήριον, τὸ σῶμα, καὶ τὰς ὥσπερ εἱρκτοφύλακας ἡδονὰς καὶ ἐπιθυμίας αὐτοῦ παντὶ σθένει καὶ πάσῃ δυνάμει, μηδὲν τῶν εἰς κάκωσιν παρείς, ἀλλὰ πάντα ἀθρόα συλλήβδην ἐπανατεινάμενος."],["10","ἄπελθε κἀκ τῆς συγγενοῦς αἰσθήσεως· νυνὶ μὲν γὰρ κέχρηκας ἑκάστῃ σεαυτὸν καὶ γέγονας ἀλλότριον τῶν δεδανεισμένων ἀγαθὸν ἀποβεβληκὼς τὸ ἴδιον. οἶδας δέ, κἂν πάντες ἡσυχάζωσιν, ὡς ὀφθαλμοί σε ἄγουσι καὶ ὦτα καὶ ἡ ἄλλη τῆς συγγενείας πληθὺς ἅπασα πρὸς τὰ φίλα ἑαυτοῖς."],["11","ἐὰν δὲ ἐθελήσῃς κομίσασθαι τὰ σαυτοῦ δάνεια καὶ τὴν ἰδίαν κτῆσιν περιβαλέσθαι μηδὲν αὐτῆς διαζεύξας ἢ ἀλλοτριώσας μέρος, εὐδαίμονος μεταποιήσῃ βίου, χρῆσιν καὶ ἀπόλαυσιν οὐκ ὀθνείων ἀλλ’ οἰκείων ἀγαθῶν εἰς ἀεὶ καρπούμενος."],["12","ἀλλὰ μετανάστηθι κἀκ τοῦ κατὰ προφορὰν λόγου, ὃν πατρὸς οἶκον ὠνόμασεν, ἵνα μὴ ῥημάτων καὶ ὀνομάτων ἀπατηθεὶς κάλλεσι τοῦ πρὸς ἀλήθειαν κάλλους, ὅπερ ἐστὶν ἐν τοῖς δηλουμένοις πράγμασι, διαζευχθῇς. ἄτοπον γὰρ ἢ σκιὰν σωμάτων ἢ μίμημα ἀρχετύπων φέρεσθαι πλέον· σκιᾷ μὲν δὴ καὶ μιμήματι ἔοικεν ἑρμηνεία, σώμασι δὲ καὶ ἀρχετύποις αἱ τῶν διερμηνευομένων φύσεις πραγμάτων, ὧν τὸν ἐφιέμενον τοῦ εἶναι μᾶλλον ἢ τοῦ δοκεῖν χρὴ περιέχεσθαι διοικιζόμενον ἀπ’ ἐκείνων."],["13","ἐπειδὰν γοῦν ὁ νοῦς ἄρξηται γνωρίζειν ἑαυτὸν καὶ τοῖς νοητοῖς ἐνομιλεῖν θεωρήμασιν, ἅπαν τὸ κλινόμενον τῆς ψυχῆς πρὸς τὸ αἰσθητὸν εἶδος ἀπώσεται, ὃ κέκληται παρ’ Ἑβραίοις Λώτ. οὗ χάριν ὁ σοφὸς εἰσάγεται λέγων ἄντικρυς· „διαχωρίσθητι ἀπ’ ἐμοῦ “(Gen. 13, 9)· συνοικεῖν γὰρ ἀμήχανον τὸν ἀσωμάτων καὶ ἀφθάρτων ἔρωτι κατεσχημένον τῷ πρὸς τὰ αἰσθητὰ καὶ θνητὰ ῥέποντι."],["14","παγκάλως οὖν ὁ ἱεροφάντης μίαν τῆς νομοθεσίας ὅλην ἱερὰν βίβλον Ἐξαγωγὴν ἀνέγραψεν οἰκεῖον ὄνομα εὑράμενος τοῖς περιεχομένοις χρησμοῖς· ἅτε γὰρ παιδευτικὸς ὢν καὶ πρὸς νουθεσίαν καὶ σωφρονισμὸν ἑτοιμότατος τῶν οἵων τε νουθετεῖσθαι καὶ σωφρονίζεσθαι πάντα τῆς ψυχῆς τὸν λεὼν ἀπὸ τῆς Αἰγυπτίας χώρας, τοῦ σώματος, καὶ τῶν οἰκητόρων αὐτῆς ἐξελεῖν διανοεῖται, χαλεπώτατον καὶ βαρύτατον ἄχθος ἡγούμενος ὁρατικὴν διάνοιαν πρὸς σαρκὸς ἡδονῶν πιεσθῆναι καὶ ἐπιτάγμασιν ὑπηρετεῖν, ἅττ’ ἂν αἱ ἀνηλεεῖς προστάττωσιν ἐπιθυμίαι."],["15","τούτους μὲν οὖν στενάξαντας καὶ πολλὰ ἐκδακρύσαντας τὴν σωματικὴν εὐθηνίαν καὶ τὰς τῶν ἐκτὸς ἀφθόνους περιουσίας— λέγεται γὰρ ὅτι „ἐστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων “(Exod. 2, 23)— ὑφηγησαμένου τοῦ ἵλεω θεοῦ τὰ περὶ τὴν ἔξοδον ὁ προφήτης αὐτοῦ ῥύεται."],["16","εἰσὶ δ’ οἳ μέχρι τῆς τελευτῆς τὰς πρὸς σῶμα σπονδὰς ἔθεντο καὶ ὥσπερ λάρνακι ἢ σορῷ ἢ ὅπως ὀνομάζειν ἑτέρως φίλον τῷδε ἐνετάφησαν. ὧν τὰ μὲν ὅσα φιλοσώματα καὶ φιλοπαθῆ μέρη λήθῃ παραδοθέντα κατορύττεται· εἰ δέ πού τι φιλάρετον παρανέβλαστε, μνήμαις ἀνασῴζεται, δι’ ὧν τὰ καλὰ ζωπυρεῖσθαι πέφυκε."],["17","τὰ γοῦν ὀστᾶ Ἰωσήφ, λέγω δὴ τὰ μόνα ὑπολειφθέντα τῆς τοσαύτης ψυχῆς ἀδιάφθορα καὶ ἀξιομνημόνευτα εἴδη, περιποιεῖται ὁ ἱερὸς λόγος (Gen. 50, 25), ἄτοπον ἡγούμενος καθαρὰ μὴ καθαροῖς συνεζεῦχθαι."],["18","τὰ δ’ ἀξιομνημόνευτα ταῦτα ἦν· τὸ πιστεῦσαι ὅτι „ἐπισκέψεται ὁ θεὸς “τὸ ὁρατικὸν γένος (Gen. 50, 24) καὶ οὐ παραδώσει μέχρι παντὸς αὐτὸ ἀμαθίᾳ, τυφλῇ δεσποίνῃ, τὸ διακρῖναι τά τε θνητὰ τῆς ψυχῆς καὶ τὰ ἄφθαρτα καὶ τὰ μὲν ὅσα περὶ τὰς σώματος ἡδονὰς καὶ τὰς ἄλλας παθῶν ἀμετρίας θνητὰ ὄντα Αἰγύπτῳ καταλιπεῖν, περὶ δὲ τῶν ἀφθάρτων σπονδὴν ποιήσασθαι, ὅπως μετὰ τῶν ἀναβαινόντων εἰς τὰς ἀρετῆς πόλεις διακομισθῇ, καὶ ὅρκῳ τὴν σπονδὴν ἐμπεδώσασθαι."],["19","τίνα οὖν τὰ ἄφθαρτα; ἡ πρὸς ἡδονὴν ἀλλοτρίωσις τὴν λέγουσαν· συνευνασθῶμεν (Gen. 39, 7) καὶ τῶν ἀνθρωπείων ἀπολαύσωμεν ἀγαθῶν, ἡ μετὰ καρτερίας ἀγχίνοια, δι’ ἧς τὰ τῶν κενῶν δοξῶν νομιζόμενα ἀγαθὰ ὡς ἂν ἐνύπνια ὄντα*** διακρίνει καὶ διαστέλλει, ὁμολογῶν τὰς μὲν ἀληθεῖς καὶ σαφεῖς τῶν πραγμάτων συγκρίσεις εἶναι κατὰ θεόν (Gen. 40, 8), τὰς δὲ ἀδήλους καὶ ἀσαφεῖς φαντασίας κατὰ τὸν πλάνητα καὶ τύφου μεστὸν μήπω κεκαθαρμένων ἀνθρώπων βίον ταῖς διὰ σιτοπόνων καὶ μαγείρων καὶ οἰνοχόων τέρψεσι χαίροντα, τὸ μὴ ὑπήκοον,"],["20","ἀλλ’ ἄρχοντα Αἰγύπτου πάσης, τῆς σωματικῆς χώρας, ἀναγραφῆναι (Gen. 41, 41), τὸ αὐχεῖν ἐπὶ τῷ γένος εἶναι Ἑβραίων (Gen. 40, 15), οἷς ἔθος ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ μετανίστασθαι— περάτης γὰρ ὁ Ἑβραῖος ἑρμηνεύεται—, τὸ σεμνύνεσθαι ὅτι „ὧδε οὐκ ἐποίησεν οὐδέν “(ibid.)— τὸ γὰρ μηδὲν τῶν ἐνταῦθα σπουδαζομένων παρὰ τοῖς φαύλοις ἐργάσασθαι, διαμισῆσαι δὲ καὶ ἀποστραφῆναι πάντα οὐ μετρίως ἐπαινετόν—,"],["21","τὸ ἐμπαίζειν ἐπιθυμιῶν καὶ πάντων παθῶν ἀμετρίαις, τὸ φοβεῖσθαι τὸν θεόν (Gen. 42, 18), εἰ καὶ μηδέπω γέγονεν ἀγαπᾶν ἱκανός, τὸ ζωῆς ἐν Αἰγύπτῳ μεταποιεῖσθαι τῆς ἀληθοῦς— ὃ δὴ θαυμάσας ὁ ὁρῶν, καὶ γὰρ ἄξιον ἦν καταπλαγῆναι, φησί· „μέγα μοί ἐστιν, εἰ ἔτι ὁ υἱός μου Ἰωσὴφ ζῇ “(Gen. 45, 28), ἀλλὰ μὴ κεναῖς δόξαις καὶ τῷ νεκροφορουμένῳ σώματι συντέθνηκε—,"],["22","τὸ ὁμολογεῖν ὅτι „τοῦ θεοῦ ἐστι “(Gen. 50, 19), τῶν δ’ εἰς γένεσιν ἐλθόντων οὐδενός, τὸ γνωριζόμενον τοῖς ἀδελφοῖς πάντας τοὺς φιλοσωμάτους κινῆσαι καὶ σαλεῦσαι τρόπους ἑστάναι παγίως ἐπὶ τῶν ἰδίων οἰομένους δογμάτων καὶ ἀνὰ κράτος ἀπώσασθαι (Gen. 45, 1. 2), τὸ φάναι μὴ πρὸς ἀνθρώπων ἀπεστάλθαι, ὑπὸ δὲ τοῦ θεοῦ κεχειροτονῆσθαι (Gen. 45, 7. 8) πρὸς τὴν τοῦ σώματος καὶ τῶν ἐκτὸς ἔννομον ἐπιστασίαν,"],["23","πολλὰ δὲ καὶ ἄλλα τούτοις ὁμοιότροπα τῆς ἀμείνονος καὶ ἱερωτέρας ὄντα τάξεως, Αἴγυπτον τὸν σωματικὸν οἶκον οἰκεῖν οὐκ ἀνέχεσθαι οὐδ’ ἐνθάπτεσθαι σορῷ τὸ παράπαν, ἔξω δὲ παντὸς τοῦ θνητοῦ κεχωρηκότα παρέπεσθαι θεσμοθέτῃ λόγῳ Μωυσῇ ποδηγετοῦντι·"],["24","τροφεὺς γὰρ καὶ τιθηνὸς οὗτος ἀστείων ἔργων, λόγων, βουλευμάτων, ἅ, κἂν τοῖς ἐναντίοις ἀνακραθῇ ποτε διὰ τὴν ὑποσύγχυτον τοῦ θνητοῦ πολυμιγίαν, οὐδὲν ἧττον διακρίνει παρελθών, ἵνα μὴ μέχρι παντὸς τὰ καλοκἀγαθίας σπέρματα καὶ φυτὰ ἀφανισθέντα οἴχηται."],["25","καὶ προτρέπεται μάλα ἐρρωμένως ἀπολιπεῖν τὴν παντὸς ἀτόπου χρηματίζουσαν μητέρα, μὴ μέλλοντας καὶ βραδύνοντας, ἀλλ’ ὑπερβάλλοντι τάχει χρωμένους· φησὶ γὰρ μετὰ σπουδῆς δεῖν θύειν τὸ Πάσχα (Exod. 12, 11), τὸ δέ ἐστιν ἑρμηνευθὲν διάβασις, ἵν’ ἀνενδοιάστῳ γνώμῃ καὶ προθυμίᾳ συντόνῳ χρώμενος ὁ νοῦς τήν τε ἀπὸ τῶν παθῶν ἀμεταστρεπτὶ ποιῆται διάβασιν καὶ τὴν πρὸς τὸν σωτῆρα θεὸν εὐχαριστίαν, ὃς εἰς ἐλευθερίαν οὐ προσδοκήσαντα αὐτὸν ἐξείλετο."],["26","καὶ τί θαυμάζομεν, εἰ τὸν ὑπηγμένον κράτει πάθους ἀλόγου προτρέπει μὴ ἐνδιδόναι μηδὲ τῇ ῥύμῃ τῆς ἐκείνου φορᾶς κατασυρῆναι, βιάσασθαι δὲ ἀντισχόντα κἄν, εἰ μὴ δύναιτο, ἀποδρᾶναι; δευτέρα γὰρ ἔφοδος εἰς σωτηρίαν τοῖς ἀμύνεσθαι μὴ δυναμένοις δρασμός ἐστιν· ὁπότε καὶ τὸν ἀγωνιστὴν φύσει καὶ μηδέποτε παθῶν δοῦλον γεγενημένον, ἀεὶ δὲ ἀθλοῦντα τοὺς πρὸς ἕκαστον αὐτῶν ἄθλους, οὐκ ἐᾷ μέχρι παντὸς τοῖς παλαίσμασι χρήσασθαι, μή ποτε τῷ συνεχεῖ τῆς εἰς ταὐτὸ συνόδου χαλεπὴν ἀπ’ ἐκείνων κῆρα ἀναμάξηται· πολλοὶ γὰρ ἤδη καὶ ἀντιπάλου κακίας ἐγένοντο μιμηταί, ὡς ἀρετῆς ἔμπαλιν ἕτεροι."],["27","διὸ λόγιον ἐχρήσθη τοιόνδε· „ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ “(Gen. 31, 3), ἴσον τῷ γέγονας μὲν ἀθλητὴς τέλειος καὶ βραβείων καὶ στεφάνων ἠξιώθης ἀγωνοθετούσης ἀρετῆς καὶ προτεινούσης ἆθλά σοι τὰ νικητήρια· κατάλυσον δὲ ἤδη τὸ φιλόνεικον, ἵνα μὴ πάντοτε πονῇς, ἀλλὰ καὶ τῶν πονηθέντων ἀπόνασθαι δυνηθῇς."],["28","τοῦτο δὲ ἐνταυθοῖ καταμένων οὐδέποτε εὑρήσεις τοῖς αἰσθητοῖς ἔτι συνοικῶν καὶ ταῖς σωματικαῖς ἐνδιατρίβων ποιότησιν, ὧν Λάβαν ἐστὶν ἔξαρχος— ὄνομα δὲ ποιότητος τοῦτ’ ἐστίν—, ἀλλὰ μετανάστην χρὴ γενέσθαι εἰς τὴν πατρῴαν γῆν τὴν ἱεροῦ λόγου καὶ τρόπον τινὰ τῶν ἀσκητῶν πατρός· ἡ δ’ ἐστὶ σοφία, τῶν φιλαρέτων ψυχῶν ἄριστον ἐνδιαίτημα."],["29","ἐν ταύτῃ τῇ χώρᾳ καὶ γένος ἐστί σοι τὸ αὐτομαθές, τὸ αὐτοδίδακτον, τὸ νηπίας καὶ γαλακτώδους τροφῆς ἀμέτοχον, τὸ χρησμῷ θείῳ καταβαίνειν εἰς Αἴγυπτον κεκωλυμένον (Gen. 26, 2) καὶ τῆς σαρκὸς ἐντυγχάνειν δελεαζούσαις ἡδοναῖς, ἐπίκλησιν Ἰσαάκ."],["30","οὗ τὸν κλῆρον παραλαβὼν ἐξ ἀνάγκης ἀποθήσῃ τὸν πόνον· αἱ γὰρ ἀφθονίαι τῶν ἑτοίμων καὶ κατὰ χειρὸς ἀγαθῶν ἀπονίας αἴτιαι. πηγὴ δέ, ἀφ’ ἧς ὀμβρεῖ τὰ ἀγαθά, ἡ τοῦ φιλοδώρου θεοῦ σύνοδός ἐστιν· οὗ χάριν ἐπισφραγιζόμενος τὰ τῶν εὐεργεσιῶν φησιν· „ἔσομαι μετὰ σοῦ “."],["31","Τί οὖν ἂν ἐπιλίποι καλὸν τοῦ τελεσφόρου [παντὸς] παρόντος θεοῦ μετὰ χαρίτων τῶν παρθένων αὐτοῦ θυγατέρων, ἃς ἀδιαφθόρους καὶ ἀμιάντους ὁ γεννήσας πατὴρ κουροτροφεῖ; τότε μελέται μὲν καὶ πόνοι καὶ ἀσκήσεις ἡσυχάζουσιν, ἀναδίδοται δὲ ἄνευ τέχνης φύσεως προμηθείᾳ πάντα ἀθρόα πᾶσιν ὠφέλιμα."],["32","καλεῖται δ’ ἡ φορὰ τῶν αὐτοματιζομένων ἀγαθῶν ἄφεσις, ἐπειδήπερ ὁ νοῦς ἀφεῖται τῶν κατὰ τὰς ἰδίας ἐπιβολὰς ἐνεργειῶν καὶ ὥσπερ τῶν ἑκουσίων ἠλευθέρωται διὰ τὴν πληθὺν τῶν ὑομένων καὶ ἀδιαστάτως ἐπομβρούντων."],["33","ἔστι δὲ ταῦτα θαυμασιώτατα φύσει καὶ περικαλλέστατα. ὧν μὲν γὰρ ἂν ὠδίνῃ δι’ ἑαυτῆς ἡ ψυχή, τὰ πολλὰ ἀμβλωθρίδια, ἠλιτόμηνα· ὅσα δὲ ἂν ἐπινίφων ὁ θεὸς ἄρδῃ, τέλεια καὶ ὁλόκληρα καὶ πάντων ἄριστα γεννᾶται."],["34","τὸ ἐμαυτοῦ πάθος, ὃ μυριάκις παθὼν οἶδα, διηγούμενος οὐκ αἰσχύνομαι· βουληθεὶς ἔστιν ὅτε κατὰ τὴν συνήθη τῶν κατὰ φιλοσοφίαν δογμάτων γραφὴν ἐλθεῖν καὶ ἃ χρὴ συνθεῖναι ἀκριβῶς εἰδώς, ἄγονον καὶ στεῖραν εὑρὼν τὴν διάνοιαν ἄπρακτος ἀπηλλάγην, τὴν μὲν κακίσας τῆς οἰήσεως, τὸ δὲ τοῦ ὄντος κράτος καταπλαγείς, παρ’ ὃν τὰς τῆς ψυχῆς ἀνοίγνυσθαί τε καὶ συγκλείεσθαι μήτρας συμβέβηκεν."],["35","ἔστι δὲ ὅτε κενὸς ἐλθὼν πλήρης ἐξαίφνης ἐγενόμην ἐπινιφομένων καὶ σπειρομένων ἄνωθεν ἀφανῶς τῶν ἐνθυμημάτων, ὡς ὑπὸ κατοχῆς ἐνθέου κορυβαντιᾶν καὶ πάντα ἀγνοεῖν, τὸν τόπον, τοὺς παρόντας, ἐμαυτόν, τὰ λεγόμενα, τὰ γραφόμενα. σχεδὸν γὰρ ἑρμηνεύει εὕρεσιν, φωτὸς ἀπόλαυσιν, ὀξυδερκεστάτην ὄψιν, ἐνάργειαν τῶν πραγμάτων ἀριδηλοτάτην, οἵα γένοιτ’ ἂν δι’ ὀφθαλμῶν ἐκ σαφεστάτης δείξεως."],["36","τὸ μὲν οὖν δεικνύμενον τὸ ἀξιόρατον καὶ ἀξιοθέατον καὶ ἀξιέραστόν ἐστι, τὸ τέλειον ἀγαθόν, ὃ καὶ τὰς τῆς ψυχῆς πικρίας πέφυκε μεταβάλλον γλυκαίνειν, ἡδυσμάτων συμπάντων παράρτυμα κάλλιστον, δι’ οὗ καὶ τὰ μὴ τρέφοντα τροφὴ γίνεται σωτήριος· λέγεται γὰρ ὅτι „ἔδειξεν αὐτῷ κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ “(Exod. 15, 25), τὸν κεχυμένον καὶ πλαδῶντα καὶ πικρίας γέμοντα νοῦν, ἵνα γλυκανθεὶς ἡμερωθῇ."],["37","τὸ δὲ ξύλον τοῦτο οὐ μόνον τροφήν, ἀλλὰ καὶ ἀθανασίαν ἐπαγγέλλεται· τὸ γὰρ ξύλον τῆς ζωῆς ἐν μέσῳ τῷ παραδείσῳ φησὶ πεφυτεῦσθαι (Gen. 2, 9), τὴν ἀγαθότητα δορυφορουμένην ὑπὸ τῶν κατὰ μέρος ἀρετῶν καὶ τῶν κατ’ αὐτὰς πράξεων· αὕτη γὰρ τὸν μεσαίτατον καὶ ἄριστον ἐν ψυχῇ κεκλήρωται τόπον."],["38","ὁ δὲ ὁρῶν ἐστιν ὁ σοφός· τυφλοὶ γὰρ ἢ ἀμυδροὶ τὰς ὄψεις οἵ γε ἄφρονες. διὰ τοῦτο καὶ τοὺς προφήτας ἐκάλουν πρότερον τοὺς βλέποντας (I Reg. 9, 9)· καὶ ὁ ἀσκητὴς ἐσπούδασεν ὦτα ὀφθαλμῶν ἀντιδοὺς ἰδεῖν ἃ πρότερον ἤκουε, καὶ τυγχάνει τοῦ καθ’ ὅρασιν κλήρου τὸν ἐξ ἀκοῆς ὑπερβάς."],["39","εἰς γὰρ τὸν ὁρῶντα Ἰσραὴλ μεταχαράττεται τὸ μαθήσεως καὶ διδασκαλίας νόμισμα, οὗπερ ἐπώνυμος ἦν Ἰακώβ, δι’ οὗ καὶ τὸ ὁρᾶν γίνεται φῶς τὸ θεῖον, ἀδιαφοροῦν ἐπιστήμης, ἣ τὸ τῆς ψυχῆς διοίγνυσιν ὄμμα καὶ πρὸς τὰς ὤτων τηλαυγεστέρας καὶ ἀριδηλοτέρας ἄγει καταλήψεις. ὥσπερ γὰρ διὰ μουσικῆς τὰ κατὰ μουσικὴν καὶ διὰ πάσης τέχνης τὰ ἐν ἑκάστῃ καταλαμβάνεται, οὕτω καὶ διὰ σοφίας τὸ σοφὸν θεωρεῖται."],["40","σοφία δὲ οὐ μόνον φωτὸς τρόπον ὄργανον τοῦ ὁρᾶν ἐστιν, ἀλλὰ καὶ αὑτὴν ὁρᾷ. αὕτη θεοῦ τὸ ἀρχέτυπον [ἡλίου] φέγγος, οὗ μίμημα καὶ εἰκὼν ἥλιος. ὁ δὲ δεικνὺς ἕκαστα ὁ μόνος ἐπιστήμων θεός· ἄνθρωποι μὲν γὰρ τῷ δοκεῖν ἐπίστασθαι λέγονται μόνον ἐπιστήμονες· ὁ δὲ θεὸς τῷ εἶναι ἧττον ἢ πέφυκε λέγεται· νικῶνται γὰρ ὑπὸ τῶν τοῦ ὄντος δυνάμεων οἱ περὶ αὐτὸν ἅπαντες ἅπαξ λόγοι."],["41","τὴν δὲ σοφίαν αὐτοῦ διασυνίστησιν οὐ μόνον ἐκ τοῦ τὸν κόσμον δεδημιουργηκέναι, ἀλλὰ καὶ ἐκ τοῦ τὴν ἐπιστήμην τῶν γεγονότων ἱδρυκέναι βεβαιότατα παρ’ ἑαυτῷ·"],["42","λέγεται γὰρ ὅτι „εἶδεν ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησεν “(Gen. 1, 31), οὐκ ἴσον τῷ ὄψιν ἑκάστοις προσέβαλεν, ἀλλ’ εἴδησιν καὶ γνῶσιν καὶ κατάληψιν ὧν ἐποίησεν εἶχεν. οὐ τοίνυν εὐπρεπὲς ὑφηγεῖσθαι καὶ διδάσκειν καὶ δεικνύναι τὰ καθ’ ἕκαστα τοῖς ἀγνοοῦσιν ὅτι μὴ τῷ ἐπιστήμονι, ὅστις οὐχ ὡς ἄνθρωπος ὑπὸ τέχνης ὠφέληται, ἀλλ’ αὐτὸς ἀρχὴ καὶ"],["43","πηγὴ τεχνῶν καὶ ἐπιστημῶν ἀνωμολόγηται. παρατετηρημένως δὲ οὐ τὸν ἐνεστῶτα, ἀλλὰ τὸν μέλλοντα τῇ ὑποσχέσει χρόνον προδιώρισται, εἰπὼν οὐχ ἣν δείκνυμι ἀλλ’ „ἥν σοι δείξω “(Gen. 12, 1), εἰς μαρτυρίαν πίστεως ἣν ἐπίστευσεν ἡ ψυχὴ θεῷ, οὐκ ἐκ τῶν ἀποτελεσμάτων ἐπιδεικνυμένη τὸ εὐχάριστον, ἀλλ’ ἐκ προσδοκίας τῶν μελλόντων·"],["44","ἀρτηθεῖσα γὰρ καὶ ἐκκρεμασθεῖσα ἐλπίδος χρηστῆς καὶ ἀνενδοίαστα νομίσασα ἤδη παρεῖναι τὰ μὴ παρόντα διὰ τὴν τοῦ ὑποσχομένου βεβαιότητα πίστιν, ἀγαθὸν τέλειον, ἆθλον εὕρηται· καὶ γὰρ αὖθις λέγεται, ὅτι „ἐπίστευσεν Ἀβραὰμ τῷ θεῷ “(Gen. 15, 6), καὶ Μωυσεῖ δὲ ὁμοίως πᾶσαν ἐπιδειξάμενος τὴν γῆν φησιν, ὅτι „ἔδειξα τοῖς ὀφθαλμοῖς σου, κἀκεῖ οὐκ εἰσελεύσῃ “(Deut. 34, 4)."],["45","μὴ μέντοι νομίσῃς ἐπὶ καθαιρέσει τοῦ πανσόφου, ὡς ὑπολαμβάνουσιν ἔνιοι τῶν ἀπερισκέπτων, τοῦτο εἰρῆσθαι· καὶ γὰρ εὔηθες τοὺς δούλους οἰηθῆναι πρὸ τῶν φίλων τοῦ θεοῦ τὴν ἀρετῆς χώραν διανέμεσθαι."],["46","ἀλλὰ πρῶτον ἐκεῖνό σοι βούλεται παραστῆσαι, ὅτι ἕτερος νηπίων καὶ ἕτερος τελείων χῶρός ἐστιν, ὁ μὲν ὀνομαζόμενος ἄσκησις, ὁ δὲ καλούμενος σοφία, ἔπειτα ὅτι τὰ κάλλιστα τῶν ἐν τῇ φύσει ὁρατὰ μᾶλλόν ἐστιν ἢ κτητά· κτήσασθαι μὲν γὰρ τὰ θειοτέρας μοίρας λαχόντα πῶς ἔνεστιν; ἰδεῖν δ’ οὐκ ἀδύνατον, ἀλλ’ οὐχ ἅπασιν, ἔστι δ’ αὐτὸ μόνον τῷ καθαρωτάτῳ καὶ ὀξυωπεστάτῳ γένει, ᾧ τὰ ἴδια ἐπιδεικνύμενος ὁ τῶν ὅλων πατὴρ ἔργα μεγίστην πασῶν χαρίζεται δωρεάν."],["47","θεωρητικοῦ γὰρ τίς ἀμείνων βίος ἢ μᾶλλον οἰκειούμενος λογικῷ; διὰ τοῦτο καὶ τῆς τῶν θνητῶν ζῴων φωνῆς κριτήριον ἐχούσης ἀκοὴν τοὺς τοῦ θεοῦ λόγους οἱ χρησμοὶ φωτὸς τρόπον ὁρωμένους μηνύουσι· λέγεται γὰρ ὅτι „πᾶς ὁ λαὸς ἑώρα τὴν φωνήν “(Exod. 20, 18), οὐκ ἤκουεν, ἐπειδήπερ οὐκ ἀέρος πλῆξις ἦν διὰ τῶν στόματος καὶ γλώττης ὀργάνων τὸ γινόμενον, ἀλλὰ φέγγος ἀρετῆς τὸ περιαυγέστατον, λογικῆς ἀδιαφοροῦν πηγῆς, ὃ καὶ ἑτέρωθι μηνύεται τὸν τρόπον τοῦτον· „ὑμεῖς ἑωράκατε, ὅτι ἐκ τοῦ οὐρανοῦ λελάληκα πρὸς ὑμᾶς “(Exod. 20, 22), οὐχὶ ἠκούσατε, διὰ τὴν αὐτὴν αἰτίαν."],["48","ἔστι δ’ ὅπου τὰ ἀκουστὰ τῶν ὁρατῶν καὶ ἀκοὴν ὁράσεως διακρίνει λέγων· „φωνὴν ῥημάτων ὑμεῖς ἠκούσατε, καὶ ὁμοίωμα οὐκ εἴδετε ἀλλ’ ἢ φωνήν “(Deut. 4, 12), ἄγαν περιττῶς· τὴν μὲν γὰρ εἰς ὄνομα καὶ ῥῆμα καὶ συνόλως τὰ τοῦ λόγου μέρη τεμνομένην ἀκουστὴν εἰκότως εἶπεν— ὑπὸ γὰρ ἀκοῆς δοκιμάζεται—, τὴν δὲ μὴ ῥημάτων μηδ’ ὀνομάτων ἀλλὰ θεοῦ φωνήν, ὁρωμένην τῷ τῆς ψυχῆς ὄμματι, ὁρατὴν δεόντως εἰσάγει."],["49","προειπὼν δὲ τὸ „ὁμοίωμα οὐκ εἴδετε “ἐπιφέρει „ἀλλ’ ἢ φωνήν„, ἣν πάντως εἴδετε— τὸ γὰρ προσυπακουόμενον τοῦτ’ ἂν εἴη—· ὥσθ’ οἱ μὲν τοῦ θεοῦ λόγοι ὅρασιν ἔχουσι τὴν ἐν ψυχῇ κριτήριον, ἀκοὴν δ’ οἱ εἰς ὀνομάτων καὶ ῥημάτων ἰδέας μεριζόμενοι."],["50","καινὸς δ’ ὢν ἐν ἅπασι τὴν ἐπιστήμην καὶ τοῦτ’ ἰδίως καὶ ξένως κεκαινούργηκεν εἰπὼν ὁρατὴν εἶναι τὴν φωνήν, τὴν μόνην σχεδὸν τῶν ἐν ἡμῖν οὐχ ὁρατὴν ὑπεξῃρημένης διανοίας· τὰ μὲν γὰρ κατὰ τὰς ἄλλας αἰσθήσεις πάνθ’ ὁρατά, τὰ χρώματα, οἱ χυλοί, οἱ ἀτμοί, τὰ θερμά, τὰ ψυχρά, τὰ λεῖα, τὰ τραχέα, τὰ μαλακὰ καὶ σκληρά, ᾗ σώματα."],["51","τί δέ ἐστι τοῦτο, σαφέστερον ἐρῶ· ὁ χυλὸς ὁρατός ἐστιν, οὐχ ᾗ χυλός, ἀλλ’ ᾗ μόνον σῶμα, τὸ γὰρ ᾗ χυλὸς εἴσεται ἡ γεῦσις· καὶ ὁ ἀτμός, ᾗ μὲν ἀτμός, ὑπὸ ῥινῶν ἐξετασθήσεται, ᾗ δὲ σῶμα, καὶ πρὸς ὀφθαλμῶν· καὶ τὰ ἄλλα ταύτῃ δοκιμασθήσεται. φωνὴ δὲ οὔθ’ ὡς ἀκουστὸν οὔθ’ ὡς σῶμα, εἰ δὴ καὶ σῶμά ἐστιν, ὁρατὸν εἶναι πέφυκεν, ἀλλὰ δύο ταῦτα τῶν ἐν ἡμῖν ἀόρατα, νοῦς καὶ λόγος."],["52","ἀλλὰ γὰρ οὐχ ὅμοιον τὸ ἡμέτερον ἠχεῖον τῷ θείῳ φωνῆς ὀργάνῳ· τὸ μὲν γὰρ ἡμέτερον ἀέρι κίρναται καὶ πρὸς τὸν συγγενῆ τόπον καταφεύγει, τὰ ὦτα, τὸ δὲ θεῖον ἀκρατοῦς καὶ ἀμιγοῦς ἐστι λόγου, φθάνοντος μὲν ἀκοὴν διὰ λεπτότητα, ὁρωμένου δὲ ὑπὸ ψυχῆς ἀκραιφνοῦς διὰ τὴν ἐν τῷ βλέπειν ὀξύτητα."],["53","Οὐκοῦν μετὰ τὴν ἀπόλειψιν τῶν θνητῶν πρώτην ὁ θεὸς χαρίζεται τῇ ψυχῇ δωρεάν, ὡς ἔφην, ἐπίδειξιν καὶ θεωρίαν τῶν ἀθανάτων, δευτέραν δὲ τὴν εἰς πλῆθος ὁμοῦ καὶ μέγεθος τῶν ἀρετῆς δογμάτων ἐπίδοσιν· λέγει γάρ· „καὶ ποιήσω σε εἰς ἔθνος μέγα “, διὰ μὲν τοῦ ἔθνους τὸ πλῆθος, διὰ δὲ τοῦ μεγάλου τὴν πρὸς τὸ ἄμεινον αὔξησιν παραλαμβάνων."],["54","τὴν δὲ τοῦ ποσοῦ καθ’ ἑκάτερον εἶδος, τό τε ἐν μεγέθει καὶ τὸ ἐν πλήθει, παραύξησιν διασυνίστησι καὶ ὁ τῆς Αἰγύπτου βασιλεύς· „ἰδοὺ “γάρ φησι „τὸ γένος τῶν υἱῶν Ἰσραὴλ μέγα πλῆθος “(Exod. 1, 9), ἐπειδή γε ἀμφότερα τῷ ὁρατικῷ τοῦ ὄντος γένει προσμαρτυρεῖ, ὡς πληθύν τε καὶ μέγεθος κτησαμένῳ, τὰ περὶ τὸν βίον καὶ λόγον κατορθώματα."],["55","οὐ γάρ, ὅπερ ἄν τις τὸν ἐν τοῖς ὀνόμασιν εἱρμὸν διαφυλάττων, πολὺ πλῆθος, ἀλλὰ μέγα εἶπεν, εἰδὼς τὸ πολὺ καθ’ αὑτὸ ἀτελὲς μέγεθος, εἰ μὴ προσλάβοι δύναμιν νοήσεως καὶ ἐπιστήμης. τί γὰρ ὄφελος πολλὰ μὲν θεωρήματα παραλαμβάνειν, ἕκαστον δὲ αὐτῶν εἰς τὸ ἁρμόττον μέγεθος μὴ συναυξῆσαι; οὐδὲ γὰρ ἀγρὸς τέλειος, ᾧ μυρία μὲν ὅσα ἐνυπάρχει φυτὰ χαμαίζηλα, τέλειον δὲ μηδὲν ἔρνος γεωργικῇ τέχνῃ συνανέβλαστεν ἤδη καρποτοκεῖν δυνάμενον."],["56","τοῦ δὲ μεγέθους καὶ πλήθους τῶν καλῶν ἀρχὴ καὶ τέλος ἡ ἀδιάστατος περὶ θεοῦ μνήμη καὶ ἡ κατάκλησις τῆς ἀπ’ αὐτοῦ συμμαχίας πρὸς τὸν ἐμφύλιον καὶ συγκεχυμένον καὶ συνεχῆ τοῦ βίου πόλεμον· λέγει γὰρ „ἰδοὺ λαὸς σοφὸς καὶ ἐπιστήμων τὸ ἔθνος τὸ μέγα τοῦτο· ὅτι ποῖον ἔθνος μέγα, ᾧ ἐστι θεὸς ἐγγίζων ὡς κύριος ὁ θεὸς ἡμῶν ἐν πᾶσιν οἷς ἂν αὐτὸν ἐπικαλεσώμεθα “(Deut. 4, 6. 7);"],["57","οὐκοῦν ὅτι καὶ πρὸς βοήθειαν δύναμις ἀρωγὸς εὐτρεπὴς ἐφεδρεύει παρὰ θεῷ καὶ αὐτὸς ὁ ἡγεμὼν ἐγγυτέρω πρόσεισιν ἐπ’ ὠφελείᾳ τῶν ἀξίων ὠφελεῖσθαι, δεδήλωται. τίνες δ’ οἱ τούτων ἐπάξιοι τυγχάνειν εἰσίν; ἢ δῆλον ὅτι οἱ σοφίας καὶ ἐπιστήμης ἐρασταὶ πάντες;"],["58","οὗτοι γάρ εἰσιν ὁ σοφὸς καὶ ἐπιστήμων, ὃν εἶπε, λεώς, ὧν ἕκαστος μέγας εἰκότως ἐστίν, ἐπειδὴ μεγάλων ὀρέγεται, ἑνὸς δὲ καὶ λίαν ὑπερβαλλόντως, τοῦ μὴ διαζευχθῆναι θεοῦ τοῦ μεγίστου, ἀλλὰ τὴν πρόσοδον αὐτοῦ συνεγγίζοντος σταθερῶς ἄνευ καταπλήξεως ὑπομεῖναι."],["59","οὗτος ὁ ὅρος ἐστὶ τοῦ μεγάλου λεώ, τὸ τῷ θεῷ συνεγγίζειν ἢ „ᾧ θεὸς συνεγγίζει “. ὁ μὲν δὴ κόσμος καὶ ὁ κοσμοπολίτης σοφὸς πολλῶν καὶ μεγάλων ἀγαθῶν ἀναπέπλησται, ὁ δὲ ἄλλος ἀνθρώπων ὅμιλος πλείοσι μὲν κέχρηται κακοῖς, ἀγαθοῖς δὲ ἐλάττοσι· σπάνιον γὰρ ἐν πεφυρμένῳ καὶ συγκεχυμένῳ βίῳ τὸ καλόν."],["60","διόπερ ἐν χρησμοῖς ᾄδεται· „οὐχ ὅτι πολυπληθεῖτε παρὰ πάντα τὰ ἔθνη, προείλετο κύριος ὑμᾶς καὶ ἐξελέξατο— ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη—, ἀλλὰ παρὰ τὸ ἀγαπᾶν κύριον ὑμᾶσ “(Deut. 7, 7. 8). εἰ γάρ τις βουληθείη τὸν ὄχλον μιᾶς ψυχῆς ὥσπερ κατὰ ἔθνη διανεῖμαι, πολλὰς μὲν ἂν εὕροι τάξεις ἀκοσμούσας, ὧν ἡδοναὶ ἢ ἐπιθυμίαι ἢ λῦπαι ἢ φόβοι ἢ πάλιν ἀφροσύναι καὶ ἀδικίαι καὶ αἱ τούτων συγγενεῖς καὶ ἀδελφαὶ ταξιαρχοῦσι, μίαν δὲ αὐτὸ μόνον εὖ διακεκοσμημένην, ἧς ὁ ὀρθὸς λόγος ἀφηγεῖται."],["61","παρὰ μὲν οὖν ἀνθρώποις τὸ ἄδικον πλῆθος πρὸ ἑνὸς τοῦ δικαίου προτετίμηται, παρὰ δὲ τῷ θεῷ τὸ σπάνιον ἀγαθὸν πρὸ μυρίων ἀδίκων· ᾧ καὶ παραγγέλλει μηδέποτε τοιούτῳ συναινέσαι πλήθει· „οὐκ ἔσῃ “γάρ φησι „μετὰ πολλῶν ἐπὶ κακίᾳ “(Exod. 23, 2). ἆρ’ οὖν μετ’ ὀλίγων χρή; μετ’ οὐδενὸς μὲν οὖν φαύλου— εἷς δ’ ὢν ὁ φαῦλος πολύς ἐστι κακίαις, ᾧ συντάσσεσθαι μεγίστη ζημία—· τοὐναντίον γὰρ ἀνθίστασθαι καὶ πολεμεῖν ἀκαταπλήκτῳ χρωμένους δυνάμει προσήκει."],["62","„ἐὰν “γάρ φησιν „ἐξέλθῃς εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἴδῃς ἵππον “, τὸ ὑπέραυχον καὶ σκιρτητικὸν πάθος ἀφηνιάζον, „καὶ ἀναβάτην “, τὸν ἐποχούμενον αὐτῷ φιλοπαθῆ νοῦν, „καὶ λαὸν πλείονά σου “, τοὺς ζηλωτὰς τῶν εἰρημένων φαλαγγηδὸν ἐπιόντας, „οὐ φοβηθήσῃ ἀπ’ αὐτῶν “· εἷς γὰρ ὢν ἑνὶ τῷ πάντων ἡγεμόνι χρήσῃ συμμάχῳ, „ὅτι κύριος ὁ θεός σου μετὰ σοῦ “(Deut. 20, 1)."],["63","τούτου γὰρ ἡ σύνοδος καθαιρεῖ πολέμους, εἰρήνην ἀνοικοδομεῖ, τὰ πολλὰ καὶ συνήθη κακὰ ἀνατρέπει, τὸ σπάνιον καὶ θεοφιλὲς γένος ἀνασῴζει, ᾧ πᾶς ὁ γενόμενος ὑπήκοος μισεῖ καὶ βδελύττεται τὰ τῶν γεωδεστέρων στίφη."],["64","„ἃ γὰρ πολυπληθεῖ “φησί \" ποσὶν ἐν πᾶσι τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς, οὐ φάγεσθε, ὅτι βδελύγματά ἐστιν “(Lev. 11, 42). ἀλλ’ οὐ μίσους ἐστὶν ἐπαξία ψυχὴ μὴ καθ’ ἓν μέρος ἀλλὰ κατὰ πάντα ἢ τὰ πλεῖστα βαίνουσα ἐπὶ τὴν γῆν καὶ τὰ σώματος περιλιχνεύουσα καὶ συνόλως εἰς τὰς οὐρανοῦ θείας περιόδους ἀνακῦψαι μὴ δυναμένη;"],["65","καὶ μὴν ὥσπερ τὸ πολύπουν, οὕτως καὶ τὸ ἄπουν ἐν ἑρπετοῖς ψεκτόν, τὸ μὲν διὰ τὴν λεχθεῖσαν αἰτίαν, τὸ δ’ ὅτι ὅλον δι’ ὅλων πέπτωκεν ἐπὶ γῆν, ὑπ’ οὐδενὸς ἀλλ’ οὐδ’ ἐπὶ τὸ βραχύτατον ἐξαιρόμενον· πάντα γὰρ τὸν πορευόμενον ἐπὶ κοιλίαν ἀκάθαρτον εἶναί φησι (ibid.), τὸν τὰς τῆς γαστρὸς ἡδονὰς μεταδιώκοντα αἰνιττόμενος."],["66","ἔνιοι δὲ προσυπερβάλλοντες οὐ μόνον τῷ τῆς ἐπιθυμίας ἐχρήσαντο γένει, ἀλλὰ καὶ τὸ ἀδελφὸν αὐτῇ πάθος, τὸν θυμόν, προσεκτήσαντο, βουληθέντες ὅλον τὸ τῆς ψυχῆς ἄλογον ἐκζωπυρῆσαι μέρος, τὸν δὲ νοῦν διαφθεῖραι· τὸ γὰρ εἰρημένον λόγῳ μὲν ἐπὶ ὄφεως, ἔργῳ δὲ ἐπὶ παντὸς ἀλόγου καὶ φιλοπαθοῦς ἀνθρώπου χρησμὸς ὡς ἀληθῶς ἐστι θεῖος· „ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ “(Gen. 3, 14)· περὶ μὲν γὰρ τὰ στέρνα ὁ θυμός, τὸ δὲ ἐπιθυμίας εἶδος ἐν κοιλίᾳ."],["67","πορεύεται δὲ ὁ ἄφρων δι’ ἀμφοτέρων, θυμοῦ τε καὶ ἐπιθυμίας, ἀεὶ μηδένα διαλείπων χρόνον, τὸν ἡνίοχον καὶ βραβευτὴν νοῦν ἀποβαλών· ὁ δ’ ἐναντίος τούτῳ θυμὸν μὲν καὶ ἐπιθυμίαν ἐκτέτμηται, κυβερνήτην δὲ ἐπιγέγραπται λόγον θεῖον, καθὰ καὶ Μωυσῆς ὁ θεοφιλέστατος, ὅς, ὅταν τὰς ὁλοκαύτους τῆς ψυχῆς ἱερουργῇ θυσίας, „τὴν μὲν κοιλίαν ἐκπλυνεῖ “(Lev. 8, 21), τουτέστιν ὅλον τὸ ἐπιθυμίας εἶδος ἐκνίψεται, τὸ δὲ „στηθύνιον ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως ἀφελεῖ “(Lev. 8, 29), σύμπαντα δήπου τὸν πολεμικὸν θυμόν, ἵνα τὸ λοιπὸν μέρος καὶ ἄμεινον τῆς ψυχῆς, τὸ λογικόν, μηδενὸς ἀντισπῶντος ἔτι καὶ μεθέλκοντος ἐλευθέροις καὶ εὐγενέσι τῷ ὄντι χρήσηται πρὸς τὰ καλὰ πάντα ὁρμαῖς."],["68","οὕτως γὰρ εἴς τε πλῆθος καὶ μέγεθος ἐπιδώσει· λέγεται γάρ· „ἕως τίνος παροξυνοῦσιν ὁ λαὸς οὗτος; καὶ ἕως τίνος οὐ πιστεύσουσί μοι ἐν πᾶσι τοῖς σημείοις οἷς ἐποίησα ἐν αὐτοῖς; πατάξω αὐτοὺς θανάτῳ καὶ ἀπολῶ αὐτούς, καὶ ποιήσω σὲ καὶ τὸν οἶκον τοῦ πατρός σου εἰς ἔθνος μέγα καὶ πολὺ ἢ τοῦτο “(Num. 14, 11. 12)· ἐπειδὰν γὰρ ὁ θυμῷ καὶ ἐπιθυμίᾳ χρώμενος πολὺς ὅμιλος καταλυθῇ τῆς ψυχῆς, πάντως εὐθὺς ὁ τῆς λογικῆς φύσεως διεξηρτημένος ἀνίσχει καὶ ἀνατέλλει."],["69","ὥσπερ δὲ τὸ πολύπουν καὶ ἄπουν, ἐναντία ὄντα ἐν τῷ γένει τῶν ἑρπετῶν, ἀκάθαρτα ἀναγράφεται, οὕτως καὶ ἡ ἄθεος καὶ πολύθεος ἀντίπαλοι ἐν ψυχῇ δόξαι βέβηλοι. σημεῖον δέ· ἀμφοτέρας ὁ νόμος ἐκκλησίας ἱερᾶς ἀπελήλακε, τὴν μὲν ἄθεον θλαδίαν καὶ ἀποκεκομμένον εἴρξας ἐκκλησιάζειν, τὴν δὲ πολύθεον τὸν ἐκ πόρνης ὁμοίως κωλύσας ἀκούειν ἢ λέγειν (Deut. 23, 1. 2)· ἄθεος μὲν γὰρ ὁ ἄγονος, πολύθεος δὲ ὁ ἐκ πόρνης τυφλώττων περὶ τὸν ἀληθῆ πατέρα καὶ διὰ τοῦτο πολλοὺς ἀνθ’ ἑνὸς γονεῖς ἐπιγραφόμενος."],["70","Δύο μὲν αὗται δωρεαὶ προείρηνται, θεωρητικοῦ τε ἐλπὶς βίου καὶ πρὸς πλῆθος καὶ μέγεθος τῶν καλῶν ἐπίδοσις. τρίτη δ’ ἐστὶν εὐλογία, ἧς ἄνευ βεβαιώσασθαι τὰς προτέρας χάριτας οὐκ ἔστι· λέγει γάρ· „καὶ εὐλογήσω σε “, τουτέστιν ἐπαινετὸν λόγον δωρήσομαι· τὸ γὰρ εὖ πάντως ἐπ’ ἀρετῆς· λόγος δὲ ὁ μὲν πηγῇ"],["71","ἔοικεν, ὁ δὲ ἀπορροῇ, πηγῇ μὲν ὁ ἐν διανοίᾳ, προφορὰ δὲ ἡ διὰ στόματος καὶ γλώττης ἀπορροῇ. ἑκάτερον δὲ εἶδος λόγου βελτιωθῆναι πολὺς πλοῦτος, διάνοιαν μὲν εὐλογιστίᾳ πρὸς πάντα μικρὰ καὶ μείζω χρωμένην, προφορὰν δὲ ὑπὸ παιδείας ὀρθῆς ἡνιοχουμένην."],["72","πολλοὶ γὰρ λογίζονται μὲν τὰ βέλτιστα, ὑπὸ δὲ ἑρμηνέως κακοῦ προὐδόθησαν, λόγου, μουσικὴν τὴν ἐγκύκλιον οὐκ ἐκπονήσαντες· οἱ δὲ ἔμπαλιν ἑρμηνεῦσαι μὲν ἐγένοντο δυνατώτατοι, βουλεύσασθαι δὲ φαυλότατοι, καθάπερ οἱ λεγόμενοι σοφισταί· τούτων γὰρ ἀχόρευτος μὲν καὶ ἄμουσος ἡ διάνοια, πάμμουσοι δὲ αἱ διὰ τῶν φωνητηρίων ὀργάνων διέξοδοι."],["73","χαρίζεται δὲ ὁ θεὸς τοῖς ὑπηκόοις ἀτελὲς οὐδέν, πλήρη δὲ καὶ τέλεια πάντα· διὸ καὶ νῦν τὴν εὐλογίαν οὐχ ἑνὶ λόγου τμήματι, τοῖς δὲ μέρεσιν ἀμφοτέροις ἐπιπέμπει δικαιῶν τὸν εὐεργετούμενον καὶ ἐνθυμεῖσθαι τὰ βέλτιστα καὶ ἐξαγγέλλειν τὰ νοηθέντα δυνατῶς· ἡ γὰρ τελειότης δι’ ἀμφοῖν, ὡς ἔοικε, τοῦ τε ὑποβάλλοντος τὰ ἐνθυμήματα καθαρῶς καὶ τοῦ διερμηνεύοντος αὐτὰ ἀπταίστως."],["74","ἢ οὐχ ὁρᾷς τὸν Ἄβελ— ὄνομα δέ ἐστι τὰ θνητὰ πενθοῦντος καὶ τὰ ἀθάνατα εὐδαιμονίζοντος—, ὡς ἀνεπιλήπτῳ μὲν κέχρηται διανοίᾳ, τῷ δὲ μὴ γεγυμνάσθαι περὶ λόγους ἥττηται πρὸς δεινοῦ παλαῖσαι Κάιν τέχνῃ μᾶλλον ἢ ῥώμῃ περιγενέσθαι δυναμένου;"],["75","διὸ καὶ θαυμάζων τῆς περὶ τὴν φύσιν εὐμοιρίας τὸν τρόπον αἰτιῶμαι τοσοῦτον, ὅτι προκληθεὶς εἰς ἅμιλλαν λόγων ἧκεν ἀγωνιούμενος, δέον ἐπὶ τῆς συνήθους ἠρεμίας στῆναι πολλὰ χαίρειν φράσαντα τῷ φιλονείκῳ, εἰ δ’ ἄρα ἐβούλετο πάντως διαγωνίσασθαι, μὴ πρότερον κονίσασθαι ἢ τοῖς τεχνικοῖς παλαίσμασιν ἐνασκηθῆναι· τῶν γὰρ ἀγροικοσόφων οἱ τὰ πολιτικὰ κεκομψευμένοι μάλιστά πως εἰώθασι περιεῖναι."],["76","διὸ καὶ Μωυσῆς ὁ πάνσοφος παραιτεῖται μὲν εἰς τὴν τῶν εὐλόγων καὶ πιθανῶν ἐπίσκεψιν ἐλθεῖν, ἀφ’ οὗ τὸ ἀληθείας φέγγος ἤρξατο ὁ θεὸς ἐναστράπτειν αὐτῷ διὰ τῶν ἐπιστήμης καὶ σοφίας αὐτῆς ἀθανάτων λόγων, ἄγεται δὲ οὐδὲν ἧττον πρὸς τὴν θέαν αὐτῶν οὐχ ἕνεκα τοῦ πλειόνων ἔμπειρος γενέσθαι πραγμάτων— ἀποχρῶσι γὰρ αἱ περὶ θεοῦ καὶ τῶν ἱερωτάτων αὐτοῦ δυνάμεων ζητήσεις τῷ φιλοθεάμονι—, ἀλλ’ ὑπὲρ τοῦ περιγενέσθαι τῶν ἐν Αἰγύπτῳ σοφιστῶν, οἷς αἱ μυθικαὶ πιθανότητες πρὸ τῆς τῶν ἀληθῶν ἐναργείας τετίμηνται."],["77","ὅταν μὲν οὖν τοῖς τοῦ πανηγεμόνος ἐμπεριπατῇ πράγμασιν ὁ νοῦς, οὐδενὸς ἑτέρου προσδεῖται πρὸς τὴν θεωρίαν, ἐπειδὴ τῶν νοητῶν μόνη διάνοια ὀφθαλμὸς ὀξυωπέστατος· ὅταν δὲ καὶ τοῖς κατὰ αἴσθησιν ἢ πάθος ἢ σῶμα, ὧν ἐστιν ἡ Αἰγύπτου χώρα σύμβολον, δεήσεται καὶ τῆς περὶ λόγους τέχνης ὁμοῦ καὶ δυνάμεως."],["78","οὗ χάριν ἐπάγεσθαι τὸν Ἀαρὼν αὐτῷ διείρηται, τὸν προφορικὸν λόγον· „οὐκ ἰδοὺ “φησίν „Ἀαρὼν ὁ ἀδελφός σου “; μιᾶς γὰρ ἀμφοῖν τῆς λογικῆς φύσεως μητρὸς οὔσης ἀδελφὰ δήπου τὰ γεννήματα. „ἐπίσταμαι, ὅτι λαλήσει “· διανοίας μὲν γὰρ τὸ καταλαμβάνειν, προφορᾶς δὲ τὸ λαλεῖν ἴδιον. „λαλήσει “φησίν „αὐτός σοι “· τὰ γὰρ ἐν αὐτῷ ταμιευόμενα μὴ δυνάμενος ὁ νοῦς ἀπαγγεῖλαι τῷ πλησίον ἑρμηνεῖ χρῆται λόγῳ πρὸς τὴν ὧν πέπονθε δήλωσιν."],["79","εἶτ’ ἐπιλέγει· „ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι “, ἐπειδὴ τῷ ὄντι ὁ λόγος τοῖς ἐνθυμήμασιν ὑπαντῶν, ῥήματα καὶ ὀνόματα προστιθεὶς χαράττει τὰ ἄσημα, ὡς ἐπίσημα ποιεῖν. καὶ „ἰδών σε “φησί „χαρήσεται ἐν αὐτῷ “(Exod. 4, 14)· γήθει γὰρ ὁ λόγος καὶ εὐφραίνεται, ὅταν μὴ ἀμυδρὸν ᾖ τὸ ἐνθύμημα, διότι τηλαυγοῦς ὄντος ἀπταίστῳ καὶ εὐτρόχῳ διερμηνεύσει χρῆται κυρίων καὶ εὐθυβόλων καὶ γεμόντων πολλῆς ἐμφάσεως εὐπορῶν ὀνομάτων·"],["80","ἐπειδὰν γοῦν ἀδηλότερά πως ᾖ τὰ νοήματα, κατὰ κενοῦ βαίνει καὶ ὀλισθὼν πολλάκις μέγα πτῶμα ἔπεσεν, ὡς μηκέτι ἀναστῆναι δύνασθαι. „καὶ ἐρεῖς πρὸς αὐτὸν καὶ δώσεις τὰ ῥήματά μου εἰς τὸ στόμα αὐτοῦ “, ἴσον τῷ ὑπηχήσεις αὐτῷ τὰ ἐνθυμήματα, ἃ ῥημάτων καὶ λόγων ἀδιαφορεῖ θείων· ἄνευ γὰρ τοῦ ὑποβολέως οὐ φθέγξεται ὁ λόγος, ὑποβολεὺς δὲ λόγου νοῦς, ὡς νοῦ θεός."],["81","„καὶ αὐτός σοι προσλαλήσει πρὸς τὸν λαόν, καὶ αὐτὸς ἔσται σου στόμα· σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν θεόν “(Exod. 4, 15. 16)· ἐμφαντικώτατα τό τε „προσλαλήσει σοι “φάναι, οἷον διερμηνεύσει τὰ σά, καὶ ὅτι „ἔσται σου στόμα “· διὰ γὰρ γλώττης καὶ στόματος φερόμενον τὸ τοῦ λόγου νᾶμα συνεκφέρει τὰ νοήματα. ἀλλ’ ὁ μὲν λόγος ἑρμηνεὺς διανοίας πρὸς ἀνθρώπους, ἡ δὲ διάνοια γίνεται τῷ λόγῳ τὰ πρὸς τὸν θεόν, ταῦτα δέ ἐστιν ἐνθυμήματα, ὧν μόνος ὁ θεὸς ἐπίσκοπος."],["82","ἀναγκαῖον οὖν ἐστι τῷ μέλλοντι πρὸς ἀγῶνα σοφιστικὸν ἀπαντᾶν ἐπιμεμελῆσθαι λόγων ἐρρωμένως οὕτως, ὡς μὴ μόνον ἐκφεύγειν τὰ παλαίσματα, ἀλλὰ καὶ ἀντεπιτιθέμενον ἀμφοτέροις, τέχνῃ τε καὶ δυνάμει, περιεῖναι."],["83","ἢ οὐχ ὁρᾷς τοὺς ἐπαοιδοὺς καὶ φαρμακευτὰς ἀντισοφιστεύοντας τῷ θείῳ λόγῳ καὶ τοῖς παραπλησίοις τολμῶντας ἐγχειρεῖν, οὐχ οὕτως ἐπὶ τῷ τὴν ἰδίαν ἐπιστήμην ἀποφῆναι περιβόητον, ὡς ἐπὶ τῷ διασῦραι καὶ χλευάσαι τὰ γινόμενα; καὶ γὰρ τὰς βακτηρίας εἰς δρακόντων μεταστοιχειοῦσι φύσεις, καὶ τὸ ὕδωρ εἰς αἵματος χρόαν μετατρέπουσι, καὶ τῶν βατράχων τὸ ὑπολειφθὲν ἐπῳδαῖς ἀνέλκουσιν ἐπὶ γῆν (Exod. 7, 12. 22. 8, 7), καὶ πάντα οἱ κακοδαίμονες τὰ πρὸς τὸν οἰκεῖον ὄλεθρον συναύξοντες ἀπατᾶν δοκοῦντες ἀπατῶνται."],["84","πρὸς οὓς πῶς ἐνῆν ἀπαντῆσαι μὴ τὸν ἑρμηνέα διανοίας λόγον, Ἀαρὼν ἐπίκλησιν, ἑτοιμασάμενον; ὃς νῦν μὲν εἴρηται στόμα, αὖθις δὲ καὶ προφήτης κεκλήσεται, ὅταν καὶ ὁ νοῦς ἐπιθειάσας προσρηθῇ θεός· „δίδωμι γάρ σε “φησί „θεὸν Φαραώ, καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται σου προφήτης “(Exod. 7, 1). ὢ ἀκολουθίας ἐναρμονίου· τὸ γὰρ ἑρμηνεῦον τὰ θεοῦ προφητικόν ἐστι γένος ἐνθέῳ κατοκωχῇ"],["85","τε καὶ μανίᾳ χρώμενον. τοιγαροῦν „ἡ ῥάβδος ἡ Ἀαρὼν κατέπιε τὰς ἐκείνων ῥάβδους “(Exod. 7, 12), ὡς δηλοῖ τὸ λόγιον· ἐγκαταπίνονται γὰρ καὶ ἀφανίζονται πάντες οἱ σοφιστικοὶ λόγοι τῇ τῆς φύσεως ἐντέχνῳ ποικιλίᾳ, ὡς ὁμολογεῖν ὅτι „δάκτυλος θεοῦ “(Exod. 8, 19) τὰ γινόμενά ἐστιν, ἴσον τῷ γράμμα θεῖον διαγορεῦον ἀεὶ σοφιστείαν ὑπὸ σοφίας ἡττᾶσθαι· δακτύλῳ γὰρ θεοῦ καὶ τὰς πλάκας, ἐν αἷς ἐστηλιτεύθησαν οἱ χρησμοί, φησὶν ὁ ἱερὸς λόγος γραφῆναι (Exod. 32, 16). διόπερ οὐκέτι δύνανται οἱ φαρμακευταὶ στῆναι ἐναντίον Μωυσεῖ, πίπτουσι δ’ ὡς ἐν ἀγῶνι ῥώμῃ τοῦ ἀντιπάλου νικηθέντες καρτερᾷ (Exod. 8, 18)."],["86","Τίς οὖν ἡ τετάρτη δωρεά; τὸ μεγαλώνυμον· φησὶ γάρ· „μεγαλυνῶ τὸ ὄνομά σου “(Gen. 12, 2). τὸ δέ ἐστιν, ὥς γ’ ἐμοὶ φαίνεται, τοιόνδε· ὥσπερ τὸ ἀγαθὸν εἶναι καὶ καλόν, οὕτω καὶ τὸ δοκεῖν εἶναι λυσιτελές. καὶ ἀμείνων μὲν δόξης ἀλήθεια, εὔδαιμον δὲ τὸ ἐξ ἀμφοῖν· μυρίοι γὰρ ἀνόθως καὶ ἀκολακεύτως προσελθόντες ἀρετῇ καὶ τὸ γνήσιον αὐτῆς ἐναυγασάμενοι κάλλος, τῆς παρὰ τοῖς πολλοῖς φήμης οὐ φροντίσαντες ἐπεβουλεύθησαν, κακοὶ νομισθέντες οἱ πρὸς ἀλήθειαν ἀγαθοί."],["87","καὶ μὴν οὐδὲ τοῦ δοκεῖν ὄφελος μὴ πολὺ πρότερον τοῦ εἶναι προσόντος, ὥσπερ ἐπὶ σωμάτων πέφυκεν ἔχειν· εἰ γὰρ πάντες ἄνθρωποι τὸν νοσοῦντα ὑγιαίνειν ἢ τὸν ὑγιαίνοντα νοσεῖν ὑπολάβοιεν, ἡ δόξα καθ’ αὑτὴν οὔτε νόσον οὔτε ὑγείαν ἐργάσεται."],["88","ᾧ δὲ ἀμφότερα δεδώρηται ὁ θεός, καὶ τὸ εἶναι καλῷ καὶ ἀγαθῷ καὶ τὸ δοκεῖν εἶναι, οὗτος πρὸς ἀλήθειαν εὐδαίμων καὶ τῷ ὄντι μεγαλώνυμος. προνοητέον δ’ ὡς μεγάλου πράγματος καὶ πολλὰ τὸν μετὰ σώματος βίον ὠφελοῦντος εὐφημίας. περιγίνεται δ’ αὕτη σχεδὸν ἅπασιν, ὅσοι χαίροντες σὺν ἀσμενισμῷ μηδὲν κινοῦσι τῶν καθεστηκότων νομίμων, ἀλλὰ τὴν πάτριον πολιτείαν οὐκ ἀμελῶς φυλάττουσιν."],["89","εἰσὶ γάρ τινες οἳ τοὺς ῥητοὺς νόμους σύμβολα νοητῶν πραγμάτων ὑπολαμβάνοντες τὰ μὲν ἄγαν ἠκρίβωσαν, τῶν δὲ ῥᾳθύμως ὠλιγώρησαν· οὓς μεμψαίμην ἂν ἔγωγε τῆς εὐχερείας· ἔδει γὰρ ἀμφοτέρων ἐπιμεληθῆναι, ζητήσεώς τε τῶν ἀφανῶν ἀκριβεστέρας καὶ ταμιείας τῶν φανερῶν ἀνεπιλήπτου."],["90","νυνὶ δ’ ὥσπερ ἐν ἐρημίᾳ καθ’ ἑαυτοὺς μόνοι ζῶντες ἢ ἀσώματοι ψυχαὶ γεγονότες καὶ μήτε πόλιν μήτε κώμην μήτ’ οἰκίαν μήτε συνόλως θίασον ἀνθρώπων εἰδότες, τὰ δοκοῦντα τοῖς πολλοῖς ὑπερκύψαντες τὴν ἀλήθειαν γυμνὴν αὐτὴν ἐφ’ ἑαυτῆς ἐρευνῶσιν· οὓς ὁ ἱερὸς λόγος διδάσκει χρηστῆς ὑπολήψεως πεφροντικέναι καὶ μηδὲν τῶν ἐν τοῖς ἔθεσι λύειν, ἃ θεσπέσιοι καὶ μείζους ἄνδρες ἢ καθ’ ἡμᾶς ὥρισαν."],["91","μὴ γὰρ ὅτι ἡ ἑβδόμη δυνάμεως μὲν τῆς περὶ τὸ ἀγένητον, ἀπραξίας δὲ τῆς περὶ τὸ γενητὸν δίδαγμά ἐστι, τὰ ἐπ’ αὐτῇ νομοθετηθέντα λύωμεν, ὡς πῦρ ἐναύειν ἢ γεωπονεῖν ἢ ἀχθοφορεῖν ἢ ἐγκαλεῖν ἢ δικάζειν ἢ παρακαταθήκας ἀπαιτεῖν ἢ δάνεια ἀναπράττειν ἢ τὰ ἄλλα ποιεῖν, ὅσα κἀν τοῖς μὴ ἑορτώδεσι καιροῖς ἐφεῖται·"],["92","μηδ’ ὅτι ἡ ἑορτὴ σύμβολον ψυχικῆς εὐφροσύνης ἐστὶ καὶ τῆς πρὸς θεὸν εὐχαριστίας, ἀποταξώμεθα ταῖς κατὰ τὰς ἐτησίους ὥρας πανηγύρεσι· μηδ’ ὅτι τὸ περιτέμνεσθαι ἡδονῆς καὶ παθῶν πάντων ἐκτομὴν καὶ δόξης ἀναίρεσιν ἀσεβοῦς ἐμφαίνει, καθ’ ἣν ὑπέλαβεν ὁ νοῦς ἱκανὸς εἶναι γεννᾶν δι’ ἑαυτοῦ, ἀνέλωμεν τὸν ἐπὶ τῇ περιτομῇ τεθέντα νόμον· ἐπεὶ καὶ τῆς περὶ τὸ ἱερὸν ἁγιστείας καὶ μυρίων ἄλλων ἀμελήσομεν, εἰ μόνοις προσέξομεν τοῖς δι’ ὑπονοιῶν δηλουμένοις."],["93","ἀλλὰ χρὴ ταῦτα μὲν σώματι ἐοικέναι νομίζειν, ψυχῇ δὲ ἐκεῖνα· ὥσπερ οὖν σώματος, ἐπειδὴ ψυχῆς ἐστιν οἶκος, προνοητέον, οὕτω καὶ τῶν ῥητῶν νόμων ἐπιμελητέον· φυλαττομένων γὰρ τούτων ἀριδηλότερον κἀκεῖνα γνωρισθήσεται, ὧν εἰσιν οὗτοι σύμβολα, πρὸς τῷ καὶ τὰς ἀπὸ τῶν πολλῶν μέμψεις καὶ κατηγορίας ἀποδιδράσκειν."],["94","οὐχ ὁρᾷς, ὅτι καὶ Ἀβραὰμ τῷ σοφῷ καὶ μεγάλα ἀγαθὰ καὶ μικρὰ προσεῖναί φησι, καὶ καλεῖ τὰ μὲν μεγάλα ὑπάρχοντα καὶ ὑπαρκτά, ἃ τῷ γνησίῳ κληρονομεῖν ἐφεῖται μόνῳ, τὰ δὲ μικρὰ δόματα, ὧν οἱ νόθοι καὶ ἐκ παλλακῶν ἀξιοῦνται (Gen. 25, 5. 6)· ἐκεῖνα"],["95","μὲν οὖν ἔοικε τοῖς φύσει, ταῦτα δὲ τοῖς θέσει νομίμοις. ἄγαμαι καὶ τῆς παναρέτου Λείας, ἥτις ἐπὶ τῆς Ἀσὴρ γενέσεως, ὅς ἐστι τοῦ αἰσθητοῦ καὶ νόθου σύμβολον πλούτου, φησί· „μακαρία ἐγώ, ὅτι μακαριοῦσί με αἱ γυναῖκες “(Gen. 30, 13)· στοχάζεται γὰρ ὑπολήψεως ἐπιεικοῦς, δικαιοῦσα μὴ μόνον ὑπὸ ἀρρένων καὶ ἀνδρείων ὡς ἀληθῶς λόγων ἐπαινεῖσθαι, παρ’ οἷς ἡ ἀλώβητος φύσις καὶ τὸ ἀληθὲς ἀδέκαστον τετίμηται, ἀλλὰ καὶ πρὸς τῶν θηλυτέρων, οἳ τῶν φαινομένων πάντα τρόπον ἥττηνται μηδὲν ἔξω τούτων θεωρητὸν νοῆσαι δυνάμενοι."],["96","τελείας δὲ ψυχῆς ἐστι καὶ τοῦ εἶναι καὶ τοῦ δοκεῖν εἶναι μεταποιεῖσθαι, καὶ σπουδάζειν μὴ μόνον παρὰ τῇ ἀνδρωνίτιδι εὐδοκιμεῖν, ἀλλὰ καὶ πρὸς τῆς γυναικωνίτιδος ἑστίας ἐπαινεῖσθαι."],["97","διὸ καὶ Μωυσῆς τὴν τῶν ἱερῶν ἔργων κατασκευὴν οὐ μόνον ἀνδράσιν ἀλλὰ καὶ γυναιξὶν ἐπέτρεψε ποιεῖσθαι· τά τε γὰρ νήματα πάντα τῆς ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου καὶ βύσσου καὶ τριχῶν αἰγείων ἐπιτελοῦσι (Exod. 35, 25. 26), καὶ τὸν ἑαυτῶν κόσμον ἀόκνως εἰσφέρουσι, „σφραγῖδας, ἐνώτια, δακτυλίους, περιδέξια, ἐμπλόκια “(Exod. 35, 22), πάνθ’ ὅσα χρυσὸν εἶχε τὴν ὕλην,"],["98","τὸν σώματος κόσμον ἀντικαταλλαττόμεναι τοῦ τῆς εὐσεβείας· προσφιλοτιμούμεναι μέντοι καὶ τὰ κάτοπτρα ἑαυτῶν συγκαθιεροῦσιν εἰς τὴν τοῦ λουτῆρος κατασκευήν (Exod. 38, 26), ἵν’ οἱ μέλλοντες ἱερουργεῖν ἀπονιπτόμενοι χεῖρας καὶ πόδας, τὰ ἐγχειρήματα οἷς ἐφορμεῖ καὶ ἐνίδρυται ὁ νοῦς, ἐνοπτρίζωνται ἑαυτοὺς κατὰ μνήμην τῶν ἐσόπτρων, ἐξ ὧν ὁ λουτὴρ δεδημιούργηται· οὕτω γὰρ οὐδὲν αἶσχος ἐν τῷ τῆς ψυχῆς εἴδει περιόψονται γινόμενον, ἤδη δὲ τὸ νηστείας καὶ καρτερίας ἀνάθημα ἀναθήσουσιν ἱεροπρεπέστατον καὶ τελεώτατον ἀναθημάτων."],["99","ἀλλ’ αὗται μὲν ἀσταί τε καὶ ἀστεῖαι γυναῖκες [αἰσθήσεις] ὡς ἀληθῶς, παρ’ αἷς ἡ ἀρετὴ Λεία τετιμῆσθαι βούλεται, αἱ δὲ προσαναφλέγουσαι τὸ πῦρ ἐπὶ τὸν ἄθλιον νοῦν ἀπόλιδες· λέγεται γὰρ ὅτι καὶ „γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωάβ “(Num. 21, 30)."],["100","ἀλλ’ οὐχ ἑκάστη τῶν τοῦ ἄφρονος αἰσθήσεων ἐξαπτομένη πρὸς τῶν αἰσθητῶν ἐμπίπρησι τὸν νοῦν, πολλὴν καὶ ἀπέρατον φλόγα ἐπεισχέουσα μετὰ ῥύμης ἀνηνύτου καὶ φορᾶς; ἄριστον οὖν ἐξευμενίζεσθαι τὸ γυναικῶν τάγμα ἐν ψυχῇ, τῶν αἰσθήσεων, καθάπερ καὶ τῶν ἀνδρῶν, τῶν κατὰ μέρος λογισμῶν· οὕτως γὰρ"],["101","ἀμείνονι βίου διεξόδῳ χρησόμεθα παγκάλως. διὰ τοῦτο καὶ ὁ αὐτομαθὴς Ἰσαὰκ εὔχεται τῷ σοφίας ἐραστῇ καὶ τὰ νοητὰ καὶ τὰ αἰσθητὰ λαβεῖν ἀγαθά· φησὶ γάρ· „δώῃ σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς “(Gen. 27, 28), ἴσον τῷ πρότερον μὲν συνεχῆ σοι τὸν νοητὸν καὶ οὐράνιον ὑετὸν ἄρδοι, μὴ λάβρως ὡς ἐπικλύσαι, ἀλλ’ ἠρέμα καὶ πρᾴως καθάπερ δρόσον ὡς ὀνῆσαι· δεύτερον δὲ τὸν αἰσθητὸν καὶ γήινον πλοῦτον χαρίσαιτο λιπαρὸν καὶ πίονα, τὴν ἐναντίαν πενίαν ψυχῆς τε καὶ τῶν αὐτῆς μερῶν ἀφαυάνας."],["102","ἐὰν μέντοι καὶ τὸν ἀρχιερέα λόγον ἐξετάζῃς, εὑρήσεις συνῳδὰ φρονοῦντα καὶ τὴν ἱερὰν ἐσθῆτα αὐτῷ πεποικιλμένην ἔκ τε νοητῶν καὶ αἰσθητῶν δυνάμεων· ἧς τὰ μὲν ἄλλα μακροτέρων ἢ κατὰ τὸν παρόντα καιρὸν δεῖται λόγων καὶ ὑπερθετέον, τὰ δὲ πρὸς τοῖς πέρασιν ἐξετάσωμεν, κεφαλῇ τε καὶ βάσεσιν."],["103","οὐκοῦν ἐπὶ μὲν τῆς κεφαλῆς ἐστι „πέταλον χρυσοῦν καθαρόν, ἔχον ἐκτύπωμα σφραγῖδος, ἁγίασμα κυρίῳ “(Exod. 28, 32), ἐπὶ δὲ τοῖς ποσὶν ἐπὶ τοῦ τέλους τοῦ ὑποδύτου κώδωνες καὶ ἄνθινα (Exod. 28, 29. 30). ἀλλ’ ἐκείνη μὲν ἡ σφραγὶς ἰδέα ἐστὶν ἰδεῶν, καθ’ ἣν ὁ θεὸς ἐτύπωσε τὸν κόσμον, ἀσώματος δήπου καὶ νοητή, τὰ δ’ ἄνθινα καὶ οἱ κώδωνες αἰσθητῶν ποιοτήτων σύμβολα, ὧν ὅρασις καὶ ἀκοὴ τὰ κριτήρια."],["104","ἄγαν δ’ ἐξητασμένως ἐπιφέρει ὅτι „ἔσται ἀκουστὴ φωνὴ αὐτοῦ εἰσόντος εἰς τὰ ἅγια “(Exod. 28, 31), ἵνα πρὸς τὰ νοητὰ καὶ θεῖα καὶ ὄντως ἅγια εἰσιούσης τῆς ψυχῆς καὶ αἱ αἰσθήσεις ὠφελούμεναι κατ’ ἀρετὴν συνηχῶσι καὶ ὅλον τὸ σύστημα ἡμῶν, ὥσπερ ἐμμελὴς καὶ πολυάνθρωπος χορός, ἐκ διαφερόντων φθόγγων ἀνακεκραμένων ἓν μέλος ἐναρμόνιον συνᾴδῃ, τὰ μὲν ἐνδόσιμα τῶν νοημάτων ἐμπνεόντων— ἡγεμόνες γὰρ τοῦ χοροῦ τούτου τὰ νοητά—, τὰ δ’ ἑπόμενα τῶν αἰσθητῶν συναναμελπόντων, ἃ τοῖς κατὰ μέρος χορευταῖς ἀπεικάζεται."],["105","συνόλως γάρ, ᾗ φησιν ὁ νόμος, „τὰ δέοντα καὶ τὸν ἱματισμὸν καὶ τὴν ὁμιλίαν “(Exod. 21, 10), τὰ τρία ταῦτα, ἀφαιρεῖσθαι τὴν ψυχὴν οὐκ ἔδει, ἀλλ’ ἕκαστον αὐτῶν βεβαίως προσνέμειν. τὰ μὲν οὖν δέοντα τὰ νοητά ἐστιν ἀγαθά, ἃ δεῖ καὶ ἃ χρὴ γενέσθαι λόγῳ φύσεως, ὁ δὲ ἱματισμὸς τὰ περὶ τὸν φαινόμενον τοῦ βίου κόσμον, ἡ δ’ ὁμιλία ἡ καθ’ ἑκάτερον τῶν εἰρημένων εἰδῶν συνέχεια καὶ μελέτη, ἵν’ οἷα τὰ ἀφανῆ νοητὰ τοιαῦτα καὶ τὰ αἰσθητὰ φαίνηται."],["106","Πέμπτη τοίνυν ἐστὶ δωρεὰ ἡ κατὰ ψιλὸν μόνον τὸ εἶναι συνισταμένη· λέλεκται δὲ ἐπὶ ταῖς προτέραις, οὐχ ὡς εὐτελεστέρα ἐκείνων, ἀλλ’ ὡς ὑπερκύπτουσα καὶ ὑπερβάλλουσα πάσας. τί γὰρ ἂν εἴη τοῦ πεφυκέναι καὶ ἀψευδῶς καὶ ἀπλάστως ἀγαθὸν εἶναι καὶ εὐλογίας ἐπάξιον τελεώτερον;"],["107","„ἔσῃ “γάρ φησιν „εὐλογητός “(Gen. 12, 2), οὐ μόνον εὐλογημένος· τὸ μὲν γὰρ ταῖς τῶν πολλῶν δόξαις τε καὶ φήμαις παραριθμεῖται, τὸ δὲ τῷ πρὸς ἀλήθειαν εὐλογητῷ."],["108","ὥσπερ γὰρ τὸ ἐπαινετὸν εἶναι τοῦ ἐπαινεῖσθαι διαφέρει κατὰ τὸ κρεῖττον καὶ τὸ ψεκτὸν εἶναι τοῦ ψέγεσθαι κατὰ τὸ χεῖρον— τὰ μὲν γὰρ τῷ πεφυκέναι, τὰ δὲ τῷ νομίζεσθαι λέγεται μόνον, φύσις δὲ ἡ ἀψευδὴς δοκήσεως ἐχυρώτερον—, οὕτως καὶ τοῦ εὐλογεῖσθαι πρὸς ἀνθρώπων, ὅπερ ἦν εἰς εὐλογίαν ἄγεσθαι δοξαζόμενον, τὸ πεφυκέναι εὐλογίας ἄξιον, κἂν πάντες ἡσυχάζωσι, κρεῖττον, ὅπερ εὐλογητὸν ἐν τοῖς χρησμοῖς ᾄδεται."],["109","Ταῦτα μὲν τὰ ἆθλα τῷ γενησομένῳ δωρεῖται σοφῷ· ἃ δὲ καὶ τοῖς ἄλλοις ἀπονέμει διὰ τὸν σοφόν, ἑξῆς ἴδωμεν· „εὐλογήσω “φησί „τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι “(Gen. 12, 3)."],["110","τὸ μὲν οὖν ἐπὶ τιμῇ τοῦ σπουδαίου καὶ ταῦτα γίνεσθαι παντί τῳ δῆλον, λέγεται δ’ οὐ δι’ ἐκεῖνο μόνον, ἀλλὰ καὶ διὰ τὴν ἐν τοῖς πράγμασιν εὐάρμοστον ἀκολουθίαν· τὸν γὰρ ἀγαθὸν καὶ ὁ ἐπαινῶν ἐγκωμιαστὸς καὶ ὁ ψέγων ἔμπαλιν ψεκτός. ἔπαινον δὲ καὶ ψόγον οὐχ οὕτως ἡ τῶν λεγόντων καὶ γραφόντων πιστοῦται δύναμις, ὡς ἡ τῶν γινομένων ἀλήθεια· ὥστ’ οὔτε ἐπαινεῖν οὔτε ψέγειν ἂν δοκοῖεν, ὅσοι τι ψεῦδος ἐν ἑκατέρῳ παραλαμβάνουσιν εἴδει."],["111","τοὺς κόλακας οὐχ ὁρᾷς, οἳ μεθ’ ἡμέραν καὶ νύκτωρ ἀποκναίουσι τῶν κολακευομένων τὰ ὦτα θρύπτοντες, οὐκ ἐπινεύοντες ἐφ’ ἑκάστῳ τῶν λεγομένων αὐτὸ μόνον ἀλλὰ καὶ ῥήσεις μακρὰς συνείροντες καὶ ῥαψῳδοῦντες καὶ εὐχόμενοι μὲν τῇ"],["112","φωνῇ πολλάκις, ἀεὶ δὲ τῇ διανοίᾳ καταρώμενοι; τί οὖν ἄν τις εὖ φρονῶν εἴποι; ἆρ’ οὐχ ὥσπερ ἐχθροὺς μᾶλλον ἢ φίλους τοὺς λέγοντας ὄντας καὶ ψέγειν μᾶλλον ἢ ἐπαινεῖν, κἂν δράματα ὅλα συντιθέντες ἐγκωμίων ἐπᾴδωσι;"],["113","τοιγαροῦν ὁ μάταιος Βαλαὰμ ὕμνους μὲν εἰς τὸν θεὸν ὑπερβάλλοντας ᾄδων, ἐν οἷς καὶ τὸ „οὐχ ὡς ἄνθρωπος ὁ θεός “(Num. 23, 19), ᾀσμάτων τὸ ἱεροπρεπέστατον, ἐγκώμια δ’ εἰς τὸν ὁρῶντα, Ἰσραήλ, μυρία διεξερχόμενος ἀσεβὴς μὲν καὶ ἐπάρατος καὶ παρὰ τῷ σοφῷ κέκριται νομοθέτῃ, καταρᾶσθαι δέ, οὐκ εὐλογεῖν, νενόμισται."],["114","τοῖς γὰρ πολεμίοις φησὶν αὐτὸν ἐπὶ μισθῷ συνταχθέντα μάντιν γενέσθαι κακὸν κακῶν, ἀρὰς μὲν ἐν ψυχῇ θέμενον χαλεπωτάτας γένει τῷ θεοφιλεῖ, εὐχὰς δὲ ἀναγκασθέντα διὰ στόματος καὶ γλώττης ὑπερφυεστάτας προφητεῦσαι· τὰ μὲν γὰρ λεγόμενα καλὰ ὄντα ὁ φιλάρετος ὑπήχει θεός, τὰ δ’ ἐννοούμενα— φαυλότερα γὰρ ἦν— ἔτικτεν ἡ μισάρετος διάνοια."],["115","μαρτυρεῖ δὲ ὁ περὶ τούτων χρησμός· „οὐ γὰρ ἔδωκε “φησίν „ὁ θεὸς τῷ Βαλαὰμ καταράσασθαί σοι, ἀλλ’ ἔστρεψε τὰς κατάρας εἰς εὐλογίαν “(Deut. 23, 5), καίτοι πάντων ὅσα εἶπε πολλῆς γεμόντων εὐφημίας. ἀλλ’ ὁ τῶν ἐν ψυχῇ ταμιευομένων ἐπίσκοπος ἰδών, ᾧ κατιδεῖν ἔξεστι μόνῳ, τὰ ἀθέατα γενέσει, τὴν καταδικάζουσαν ἀπὸ τούτων ψῆφον ἤνεγκε, μάρτυς ἀψευδέστατος ὁμοῦ καὶ κριτὴς ἀδέκαστος ὁ αὐτὸς ὤν· ἐπεὶ καὶ τοὐναντίον ἐπαινετὸν βλασφημεῖν καὶ κατηγορεῖν δοκοῦντα τῇ"],["116","φωνῇ κατὰ διάνοιαν εὐλογεῖν τε καὶ εὐφημεῖν. σωφρονιστῶν ὡς ἔοικε τοῦτό ἐστι τὸ ἔθος, παιδαγωγῶν, διδασκάλων, γονέων, πρεσβυτέρων, ἀρχόντων, νόμων· ὀνειδίζοντες γάρ, ἔστι δ’ ὅπου καὶ κολάζοντες ἕκαστοι τούτων ἀμείνους τὰς ψυχὰς ἀπεργάζονται τῶν παιδευομένων. καὶ ἐχθρὸς μὲν οὐδεὶς οὐδενί, φίλοι δὲ πᾶσι πάντες· φίλων δὲ ἀνόθῳ καὶ ἀκιβδήλῳ χρωμένων εὐνοίᾳ τοῦτ’ ἐστὶν ἔργον ἐλευθεροστομεῖν ἄνευ τοῦ κακονοεῖν."],["117","μηδὲν οὖν μήτε τῶν εἰς εὐλογίας καὶ εὐχὰς μήτε τῶν εἰς βλασφημίας καὶ κατάρας ἐπὶ τὰς ἐν προφορᾷ διεξόδους ἀναφερέσθω μᾶλλον ἢ διάνοιαν, ἀφ’ ἧς ὥσπερ ἀπὸ πηγῆς ἑκάτερον εἶδος τῶν λεχθέντων δοκιμάζεται."],["118","Ταῦτα μὲν δὴ πρῶτον διὰ τὸν ἀστεῖον ἑτέροις συντυγχάνειν φησίν, ὅταν ἢ ψόγον ἢ ἔπαινον ἢ εὐχὰς ἢ κατάρας ἐθελήσωσιν αὐτῷ τίθεσθαι· μέγιστον δ’ ἑξῆς, ὅταν ἡσυχάζωσιν ἐκεῖνοι, τὸ μηδὲν μέρος φύσεως λογικῆς ἀμέτοχον εὐεργεσίας ἀπολείπεσθαι· λέγει γὰρ ὅτι „ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς “(Gen. 12, 3)."],["119","ἔστι δὲ τοῦτο δογματικώτατον· ἐὰν γὰρ ὁ νοῦς ἄνοσος καὶ ἀπήμων διατελῇ, ταῖς περὶ αὐτὸν ἁπάσαις φυλαῖς τε καὶ δυνάμεσιν ὑγιαινούσαις χρῆται, ταῖς τε καθ’ ὅρασιν καὶ ἀκοὴν καὶ ὅσαι αἰσθητικαὶ καὶ πάλιν ταῖς κατὰ τὰς ἡδονάς τε καὶ ἐπιθυμίας καὶ ὅσαι ἀντὶ παθῶν εἰς εὐπάθειαν μεταχαράττονται."],["120","ἤδη μέντοι καὶ οἶκος καὶ πόλις καὶ χώρα καὶ ἔθνη καὶ κλίματα γῆς ἑνὸς ἀνδρὸς καλοκἀγαθίας προμηθουμένου μεγάλης ἀπήλαυσαν εὐδαιμονίας, καὶ μάλισθ’ ὅτῳ μετὰ γνώμης ἀγαθῆς ὁ θεὸς καὶ δύναμιν ἔδωκεν ἀνανταγώνιστον, ὡς μουσικῷ καὶ παντὶ τεχνίτῃ τὰ κατὰ μουσικὴν καὶ πᾶσαν τέχνην ὄργανα ἢ ξύλων ὕλην πυρί."],["121","τῷ γὰρ ὄντι ἔρεισμα τοῦ γένους τῶν ἀνθρώπων ἐστὶν ὁ δίκαιος, καὶ ὅσα μὲν αὐτὸς ἔχει, προφέρων εἰς μέσον ἐπ’ ὠφελείᾳ τῶν χρησομένων ἄφθονα δίδωσιν, ὅσα δ’ ἂν μὴ εὑρίσκῃ παρ’ ἑαυτῷ, τὸν μόνον πάμπλουτον αἰτεῖται θεόν· ὁ δὲ τὸν οὐράνιον ἀνοίξας θησαυρὸν ὀμβρεῖ καὶ ἐπινίφει τὰ ἀγαθὰ ἀθρόα, ὡς τῶν περιγείων ἁπάντων τὰς δεξαμενὰς πλημμυρούσας ἀναχυθῆναι."],["122","ταῦτα δὲ τὸν ἱκέτην ἑαυτοῦ λόγον οὐκ ἀποστραφεὶς εἴωθε δωρεῖσθαι· λέγεται γὰρ ἑτέρωθι Μωυσέως ἱκετεύσαντος· „ἵλεως αὐτοῖς εἰμι κατὰ τὸ ῥῆμά σου “(Num. 14, 20)· τοῦτο δέ, ὡς ἔοικεν, ἰσοδυναμεῖ τῷ „ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. “οὗ χάριν καὶ ὁ σοφὸς Ἀβραὰμ πεπειραμένος τῆς ἐν ἅπασι τοῦ θεοῦ χρηστότητος πεπίστευκεν ὅτι, κἂν πάντα τὰ ἄλλα ἀφανισθῇ, μικρὸν δέ τι λείψανον ἀρετῆς ὥσπερ ἐμπύρευμα διασῴζηται, διὰ τὸ βραχὺ τοῦτο κἀκεῖνα οἰκτείρει, ὡς πεπτωκότα ἐγείρειν καὶ τεθνηκότα ζωπυρεῖν (Gen. 18, 24 sqq.)."],["123","σπινθὴρ γὰρ καὶ ὁ βραχύτατος ἐντυφόμενος, ὅταν καταπνευσθεὶς ζωπυρηθῇ, μεγάλην πυράν· ἐξάπτει καὶ τὸ βραχύτατον οὖν ἀρετῆς, ὅταν ἐλπίσι χρησταῖς ὑποθαλπόμενον ἀναλάμψῃ, καὶ τὰ τέως μεμυκότα καὶ τυφλὰ ἐξωμμάτωσε καὶ τὰ ἀφαυανθέντα ἀναβλαστεῖν ἐποίησε καὶ ὅσα ὑπὸ ἀγονίας ἐστείρωτο εἰς εὐφορίαν εὐτοκίας περιήγαγεν. οὕτω τὸ σπάνιον ἀγαθὸν ἐπιφροσύνῃ θεοῦ πολὺ γίνεται"],["124","χεόμενον, ἐξομοιοῦν τὰ ἄλλα ἑαυτῷ. εὐχώμεθα οὖν τὸν ὡς ἐν οἰκίᾳ στῦλον νοῦν μὲν ἐν ψυχῇ, ἄνθρωπον δὲ ἐν τῷ γένει τῶν ἀνθρώπων τὸν δίκαιον διαμένειν εἰς τὴν τῶν νόσων ἄκεσιν· τούτου γὰρ ὑγιαίνοντος τὰς εἰς παντελῆ σωτηρίαν οὐκ ἀπογνωστέον ἐλπίδας, διότι οἶμαι ὁ σωτὴρ θεὸς τὸ πανακέστατον φάρμακον, τὴν ἵλεω δύναμιν, τῷ ἱκέτῃ καὶ θεραπευτῇ προτείνας ἑαυτοῦ χρῆσθαι πρὸς τὴν τῶν καμνόντων σωτηρίαν ἐπιτρέπει, καταπλάττοντι τῶν ψυχῆς τραυμάτων, ἅπερ ἀφροσύναι καὶ ἀδικίαι καὶ ὁ ἄλλος τῶν κακιῶν ὅμιλος ἀκονηθεὶς διεῖλεν."],["125","ἐναργέστατον δὲ παράδειγμα Νῶε ὁ δίκαιος, ὃς τῷ μεγάλῳ κατακλυσμῷ τῶν τοσούτων μερῶν τῆς ψυχῆς ἐγκαταποθέντων ἐρρωμένως ἐπικυματίζων καὶ ἐπινηχόμενος ὑπεράνω μὲν ἔστη τῶν δεινῶν ἁπάντων, διασωθεὶς δὲ μεγάλας καὶ καλὰς ἀφ’ αὑτοῦ ῥίζας ἐβάλετο, ἐξ ὧν οἷα φυτὸν τὸ σοφίας ἀνεβλάστησε γένος· ὅπερ ἡμεροτοκῆσαν τοὺς τοῦ ὁρῶντος, Ἰσραήλ, τριττοὺς ἤνεγκε καρπούς, αἰῶνος μέτρα, τὸν Ἀβραάμ, τὸν Ἰσαάκ, τὸν Ἰακώβ·"],["126","καὶ γὰρ ἔστι καὶ ἔσται καὶ γέγονεν ἐν τῷ παντὶ ἀρετή, ἣν ἀκαιρίαι μὲν ἴσως ἀνθρώπων ἐπισκιάζουσιν, ὁ δὲ ὀπαδὸς θεοῦ καιρὸς ἀποκαλύπτει πάλιν, ἐν ᾧ καὶ ἡ φρόνησις ἀρρενογονεῖ Σάρρα, οὐ κατὰ τὰς χρονικὰς τοῦ ἔτους ὥρας, ἀλλὰ κατὰ τὰς ἀχρόνους ἀκμὰς καὶ εὐκαιρίας ἐπανθοῦσα· λέγεται γάρ· „ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάρρα ἡ γυνή σου “(Gen. 18, 10)."],["127","Περὶ μὲν οὖν τῶν δωρεῶν, ἃς καὶ τοῖς γενησομένοις τελείοις καὶ δι’ αὐτοὺς ὁ θεὸς ἑτέροις εἴωθε χαρίζεσθαι, δεδήλωται. λέγεται δὲ ἑξῆς ὅτι „ἐπορεύθη Ἀβραὰμ καθάπερ ἐλάλησεν αὐτῷ κύριος “(Gen. 12, 4)."],["128","τοῦτο δέ ἐστι τὸ παρὰ τοῖς ἄριστα φιλοσοφήσασιν ᾀδόμενον τέλος, τὸ ἀκολούθως τῇ φύσει ζῆν· γίνεται δέ, ὅταν ὁ νοῦς εἰς τὴν ἀρετῆς ἀτραπὸν ἐλθὼν κατ’ ἴχνος ὀρθοῦ λόγου βαίνῃ καὶ ἕπηται θεῷ, τῶν προστάξεων αὐτοῦ διαμεμνημένος καὶ πάσας ἀεὶ καὶ πανταχοῦ ἔργοις τε καὶ λόγοις βεβαιούμενος."],["129","\" ἐπορεύθη γάρ, καθὰ ἐλάλησεν αὐτῷ κύριος “· τοῦτο δέ ἐστι τοιοῦτον· ὡς λαλεῖ ὁ θεὸς— λαλεῖ δὲ παγκάλως καὶ ἐπαινετῶς—, οὕτως ὁ σπουδαῖος ἕκαστα δρᾷ τὴν ἀτραπὸν εὐθύνων ἀμέμπτως τοῦ βίου, ὥστε τὰ ἔργα τοῦ σοφοῦ λόγων ἀδιαφορεῖν θείων."],["130","ἑτέρωθι γοῦν φησιν ὅτι ἐποίησεν Ἀβραὰμ „πάντα τὸν νόμον μου “(Gen. 26, 5)· νόμος δὲ οὐδὲν ἄρα ἢ λόγος θεῖος προστάττων ἃ δεῖ καὶ ἀπαγορεύων ἃ μὴ χρή, ὡς μαρτυρεῖ φάσκων ὅτι „ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ νόμον “(Deut. 33, 3. 4). εἰ τοίνυν λόγος μέν ἐστι θεῖος ὁ νόμος, ποιεῖ δ’ ὁ ἀστεῖος τὸν νόμον, ποιεῖ πάντως καὶ τὸν λόγον· ὥσθ’, ὅπερ ἔφην, τοὺς τοῦ θεοῦ λόγους πράξεις εἶναι τοῦ σοφοῦ."],["131","τέλος οὖν ἐστι κατὰ τὸν ἱερώτατον Μωυσῆν τὸ ἕπεσθαι θεῷ, ὡς καὶ ἐν ἑτέροις φησίν· „ὀπίσω κυρίου τοῦ θεοῦ σου πορεύσῃ “(Deut. 13, 4), οὐ κινήσει χρώμενον τῇ διὰ σκελῶν— ἀνθρώπου μὲν γὰρ ὄχημα γῆ, θεοῦ δὲ εἰ καὶ σύμπας ὁ κόσμος, οὐκ οἶδα—, ἀλλ’ ἔοικεν ἀλληγορεῖν τὴν τῆς ψυχῆς πρὸς τὰ θεῖα δόγματα παριστὰς ἀκολουθίαν, ὧν ἡ ἀναφορὰ πρὸς τὴν τοῦ πάντων αἰτίου γίνεται τιμήν."],["132","ἐπιτείνων δὲ τὸν ἀκάθεκτον πόθον τοῦ καλοῦ παραινεῖ καὶ κολλᾶσθαι αὐτῷ· „κύριον “γάρ φησι „τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ “(Deut. 10, 20). τίς οὖν ἡ κόλλα; τίς; εὐσέβεια δήπου καὶ πίστις· ἁρμόζουσι γὰρ καὶ ἑνοῦσιν αἱ ἀρεταὶ ἀφθάρτῳ φύσει διάνοιαν· καὶ γὰρ Ἀβραὰμ πιστεύσας „ἐγγίζειν θεῷ “(Gen. 18, 23) λέγεται."],["133","ἐὰν μέντοι πορευόμενος μήτε κάμῃ, ὡς ὑπενδοὺς ὀκλάσαι, μήτε ῥᾳθυμήσῃ, ὡς παρ’ ἑκάτερα ἐκτραπόμενος πλανᾶσθαι τῆς μέσης καὶ εὐθυτενοῦς διαμαρτὼν ὁδοῦ, μιμησάμενος δὲ τοὺς ἀγαθοὺς δρομεῖς τὸ στάδιον ἀπταίστως ἀνύσῃ τοῦ βίου, στεφάνων καὶ ἄθλων ἐπαξίων τεύξεται πρὸς τὸ τέλος ἐλθών."],["134","ἢ οὐ τοῦτ’ εἰσὶν οἱ στέφανοι καὶ τὰ ἆθλα, μὴ ἀτυχῆσαι τοῦ τέλους τῶν πονηθέντων, ἀλλ’ ἐφικέσθαι τῶν δυσεφίκτων φρονήσεως περάτων; τί οὖν τοῦ φρονεῖν ὀρθῶς ἐστι τέλος; ἀφροσύνην ἑαυτοῦ καὶ παντὸς τοῦ γενητοῦ καταψηφίσασθαι· τὸ γὰρ μηδὲν οἴεσθαι εἰδέναι πέρας ἐπιστήμης, ἑνὸς ὄντος μόνου σοφοῦ τοῦ καὶ μόνου θεοῦ."],["135","διὸ καὶ παγκάλως Μωυσῆς καὶ πατέρα τῶν ὅλων καὶ ἐπίσκοπον τῶν γενομένων αὐτὸν εἰσήγαγεν εἰπών· „εἶδεν ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν “(Gen. 1, 31)· οὐδενὶ γὰρ ἐξῆν τὰ συσταθέντα κατιδεῖν ἄκρως ὅτι μὴ τῷ πεποιηκότι."],["136","πάριτε νῦν οἱ τύφου καὶ ἀπαιδευσίας καὶ πολλῆς ἀλαζονείας γέμοντες, οἱ δοκησίσοφοι καὶ μὴ μόνον ὅ ἐστιν ἕκαστον εἰδέναι σαφῶς ἐπιφάσκοντες, ἀλλὰ καὶ τὰς αἰτίας προσαποδιδόναι διὰ θρασύτητα τολμῶντες, ὥσπερ ἢ τῇ τοῦ κόσμου γενέσει παρατυχόντες καὶ ὡς ἕκαστα καὶ ἐξ ὧν ἀπετελεῖτο κατιδόντες ἢ σύμβουλοι περὶ τῶν κατασκευαζομένων τῷ δημιουργῷ γενόμενοι."],["137","εἶτα τῶν ἄλλων ἅπαξ ἁπάντων μεθέμενοι γνωρίσατε ἑαυτοὺς καὶ οἵτινές ἐστε σαφῶς εἴπατε, κατὰ τὸ σῶμα, κατὰ τὴν ψυχήν, κατὰ τὴν αἴσθησιν, κατὰ τὸν λόγον, καθ’ ἕν τι κἂν τὸ βραχύτατον τῶν εἰδῶν. τί ἐστιν ὅρασις ἀποφήνασθε καὶ πῶς ὁρᾶτε, τί ἀκοὴ καὶ πῶς ἀκούετε, τί γεῦσις, τί ἁφή, τί ὄσφρησις καὶ πῶς καθ’ ἑκάστην ἐνεργεῖτε ἢ τίνες εἰσὶν αἱ τούτων πηγαί, ἀφ’ ὧν καὶ τὸ εἶναι ταῦτα συμβέβηκε."],["138","μὴ γάρ μοι περὶ σελήνης καὶ ἡλίου καὶ τῶν ἄλλων ὅσα κατ’ οὐρανὸν καὶ κόσμον οὕτως μακρὰν διῳκισμένων καὶ τὰς φύσεις διαφερόντων ἀερομυθεῖτε, ὦ κενοὶ φρενῶν, πρὶν ἑαυτοὺς ἐρευνῆσαι καὶ γνῶναι. τηνικαῦτα γὰρ ἴσως καὶ περὶ ἑτέρων διεξιοῦσι πιστευτέον· πρὶν δὲ οἵτινές ἐστε αὐτοὶ παραστῆσαι, μὴ νομίζετε κριταὶ τῶν ἄλλων ἢ μάρτυρες ἀψευδέστατοί ποτε γενήσεσθαι."],["139","τούτων δὴ τοῦτον ἐχόντων τὸν τρόπον τελειωθεὶς ὁ νοῦς ἀποδώσει τὸ τέλος τῷ τελεσφόρῳ θεῷ κατὰ τὸ ἱερώτατον γράμμα· νόμος γάρ ἐστι τὸ τέλος εἶναι κυρίου (Num. 31, 28 sqq.). πότε οὖν ἀποδίδωσιν; ὅταν „ἐπὶ τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ θεὸς τῇ ἡμέρᾳ τῇ τρίτῃ “παραγένηται (Gen. 22, 3), παρελθὼν τὰς πλείους μοίρας τῶν χρονικῶν διαστημάτων καὶ ἤδη πρὸς τὴν ἄχρονον μεταβαίνων φύσιν·"],["140","τότε γὰρ καὶ τὸν ἀγαπητὸν υἱὸν ἱερουργήσει, οὐχὶ ἄνθρωπον— οὐ γὰρ τεκνοκτόνος ὁ σοφός—, ἀλλὰ τὸ τῆς ἀρετώσης ψυχῆς γέννημα ἄρρεν, τὸν ἐπανθήσαντα καρπὸν αὐτῇ, ὃν πῶς ἤνεγκεν οὐκ ἔγνω, βλάστημα θεῖον, οὗ φανέντος ἡ δόξασα κυοφορῆσαι τὴν ἄγνοιαν τοῦ συμβάντος ἀγαθοῦ διηγεῖται φάσκουσα· „τίς ἀναγγελεῖ Ἀβραὰμ “ὡς ἀπιστοῦντι δήπου περὶ τὴν τοῦ αὐτομαθοῦς γένους ἀνατολήν, ὅτι „θηλάζει παιδίον Σάρρα “(Gen. 21, 7), οὐχὶ πρὸς Σάρρας θηλάζεται; τὸ γὰρ αὐτοδίδακτον τρέφεται μὲν ὑπ’ οὐδενός, τροφὴ δ’ ἐστὶν ἄλλων, ἅτε ἱκανὸν διδάσκειν καὶ μανθάνειν οὐ δεόμενον."],["141","„ἔτεκον γὰρ υἱόν “, οὐχ ὡς γυναῖκες Αἰγύπτιαι κατὰ τὴν τοῦ σώματος ἀκμήν (Exod. 1, 19), ἀλλ’ ὡς αἱ Ἑβραῖαι ψυχαί, „ἐν τῷ γήρᾳ μου “(Gen. 21, 7), ὅτε τὰ μὲν ὅσα αἰσθητὰ καὶ θνητὰ μεμάρανται, τὰ δὲ νοητὰ καὶ ἀθάνατα ἀνήβηκεν, ἃ γέρως καὶ τιμῆς ἐστιν ἐπάξια."],["142","καὶ ἔτεκον μαιευτικῆς τέχνης οὐ προσδεηθεῖσα· τίκτομεν γὰρ καὶ πρὶν εἰσελθεῖν τινας ἐπινοίας καὶ ἐπιστήμας ἀνθρώπων πρὸς ἡμᾶς ἄνευ τῶν ἐξ ἔθους συνεργούντων, σπείροντος καὶ γεννῶντος θεοῦ τὰ ἀστεῖα γεννήματα, ἃ τῷ δόντι προσηκόντως κατὰ τὸν ἐπ’ εὐχαριστίᾳ τεθέντα νόμον ἀποδίδοται· „τὰ γὰρ δῶρά μου, δόματά μου, καρπώματά μου “φησί"],["143","„διατηρήσατε προσφέρειν ἐμοί “(Num. 28, 2). τοῦτ’ ἐστὶ τὸ τέλος τῆς ὁδοῦ τῶν ἑπομένων λόγοις καὶ προστάξεσι νομίμοις καὶ ταύτῃ βαδιζόντων, ᾗ ἂν ὁ θεὸς ἀφηγῆται· ὁ δὲ ὑπενδοὺς ὑπὸ τοῦ πεινῶντος ἡδονῆς καὶ λίχνου παθῶν, ὄνομα Ἀμαλὴκ— ἑρμηνεύεται γὰρ λαὸς ἐκλείχων—, ἐκτετμήσεται."],["144","μηνύουσι δὲ οἱ χρησμοὶ ὅτι λοχῶν ὁ τρόπος οὗτος, ἐπειδὰν τὸ ἐρρωμενέστερον τῆς ψυχικῆς δυνάμεως κατίδῃ περαιωθέν, ὑπανιστάμενος τῆς ἐνέδρας τὸ κεκμηκὸς μέρος ὡς „οὐραγίαν κόπτει “(Deut. 25, 17. 18). κάματος δ’ ὁ μέν ἐστιν εὐένδοτος ἀσθένεια λογισμοῦ μὴ δυναμένου τοὺς ὑπὲρ ἀρετῆς ἀχθοφορῆσαι πόνους, ἐν ἐσχατιαῖς οὗτος εὑρισκόμενος εὐαλωτότατος, ὁ δέ ἐστιν ὑπομονὴ τῶν καλῶν, τὰ μὲν καλὰ ἀθρόα ἐρρωμένως ἀναδεχομένος, μηδὲν δὲ τῶν φαύλων, κἂν εἰ κουφότατον εἴη, βαστάσαι δικαιῶν, ἀλλ’ ὡς βαρύτατον ἄχθος ἀπορρίπτων."],["145","διὸ καὶ τὴν ἀρετὴν ὁ νόμος εὐθυβόλῳ προσεῖπεν ὀνόματι Λείαν, ἥτις ἑρμηνευθεῖσα λέγεται κοπιῶσα· τὸν γὰρ τῶν φαύλων βίον ἐπαχθῆ καὶ βαρὺν ὄντα φύσει κοπώδη προσηκόντως αὕτη νενόμικε καὶ οὐδὲ προσιδεῖν ἀξιοῖ, τὰς ὄψεις πρὸς μόνον τὸ καλὸν ἀποκλίνουσα."],["146","σπουδαζέτω δ’ ὁ νοῦς μὴ μόνον ἀνενδότως καὶ εὐτόνως ἕπεσθαι θεῷ, ἀλλὰ καὶ τὴν εὐθεῖαν ἀτραπὸν ἰέναι πρὸς μηδέτερα νεύων, μήτε τὰ δεξιὰ μήτε τὰ εὐώνυμα, οἷς ὁ γήινος Ἐδὼμ ἐμπεφώλευκε, τοτὲ μὲν ὑπερβολαῖς καὶ περιουσίαις, τοτὲ δὲ ἐλλείψεσι καὶ ἐνδείαις χρώμενος. ἄμεινον γὰρ ὁδῷ τῇ μέσῃ βαδίζειν ἐστὶ τῇ πρὸς ἀλήθειαν βασιλικῇ (Num. 20, 17), ἣν ὁ μέγας καὶ μόνος βασιλεὺς θεὸς ταῖς φιλαρέτοις ψυχαῖς ηὔρυνεν ἐνδιαίτημα κάλλιστον."],["147","διὸ καί τινες τῶν τὴν ἥμερον καὶ κοινωνικὴν μετιόντων φιλοσοφίαν μεσότητας τὰς ἀρετὰς εἶπον εἶναι, ἐν μεθορίῳ στήσαντες αὐτάς, ἐπειδὴ τό τε ὑπέραυχον ἀλαζονείας γέμον πολλῆς κακὸν καὶ τὸ ταπεινοῦ καὶ ἀφανοῦς μεταποιεῖσθαι σχήματος εὐεπίβατον, τὸ δὲ μεταξὺ ἀμφοῖν κεκραμένον ἐπιεικῶς ὠφέλιμον."],["148","Τὸ δὲ „ᾤχετο μετ’ αὐτοῦ Λὼτ “(Gen. 12, 4) τίνα ἔχει λόγον σκεπτέον. ἔστι μὲν οὖν Λὼτ ἑρμηνευθεὶς ἀπόκλισις· κλίνεται δὲ ὁ νοῦς τοτὲ μὲν τἀγαθόν, τοτὲ δ’ αὖ τὸ κακὸν ἀποστρεφόμενος. ἄμφω δὲ ταῦτα πολλάκις περὶ ἕνα καὶ τὸν αὐτὸν θεωρεῖται· εἰσὶ γάρ τινες ἐνδοιασταὶ καὶ ἐπαμφοτερισταί, πρὸς ἑκάτερον τοῖχον ὥσπερ σκάφος ὑπ’ ἐναντίων πνευμάτων διαφερόμενον ἀποκλίνοντες ἢ καθάπερ ἐπὶ πλάστιγγος ἀντιρρέποντες, ἐφ’ ἑνὸς στηριχθῆναι βεβαίως ἀδυνατοῦντες, ὧν οὐδὲ τὴν ἐπὶ τὰ ἀμείνω τροπὴν ἐπαινετέον· φορᾷ γάρ, ἀλλ’ οὐ γνώμῃ γίνεται."],["149","τούτων καὶ ὁ Λώτ ἐστι θιασώτης, ὅν φησιν οἴχεσθαι μετὰ τοῦ σοφίας ἐραστοῦ. καλὸν δ’ ἦν ἀρξάμενον ἐκείνῳ παρακολουθεῖν ἀπομαθεῖν ἀμαθίαν καὶ μηκέτι παλινδρομῆσαι πρὸς αὐτήν. ἀλλὰ γὰρ οὐχ ἕνεκα τοῦ μιμησάμενον τὸν ἀμείνω βελτιωθῆναι συνέρχεται, ἀλλ’ ὑπὲρ τοῦ κἀκείνῳ παρασχεῖν ἀντισπάσματα καὶ μεθολκὰς καὶ κατὰ τὴν ἔνθεν ὀλίσθους."],["150","τεκμήριον δέ· ὁ μὲν ἐπὶ τὴν ἀρχαίαν ὑποτροπιάσας νόσον οἰχήσεται ληφθεὶς αἰχμάλωτος ὑπὸ τῶν ἐν ψυχῇ πολεμίων, ὁ δὲ τὰς ἐξ ἐνέδρας ἐπιβουλὰς αὐτοῦ φυλαξάμενος πάσῃ μηχανῇ διοικισθήσεται. τὸν δὲ διοικισμὸν αὖθις μέν, οὔπω δὲ ποιήσεται. νῦν μὲν γὰρ τὰ θεωρήματα αὐτῷ ὡς ἂν ἄρτι ἀρχομένῳ τῆς θείας θεωρίας πλαδᾷ καὶ σαλεύει· ὅταν δ’ ἤδη παγέντα κραταιότερον ἱδρυθῇ, δυνήσεται τὸ δελεάζον καὶ κολακεῦον ὡς ἐχθρὸν ἀκατάλλακτον καὶ δυσθήρατον φύσει διαζεῦξαι."],["151","τοῦτο γὰρ ἔσθ’ ὃ δυσαπότριπτον ὂν παρέπεται ψυχῇ κωλῦον αὐτὴν πρὸς ἀρετὴν ὠκυδρομεῖν· τοῦθ’, ἡνίκα καὶ τὴν Αἴγυπτον ἀπελείπομεν, τὴν σωματικὴν χώραν ἅπασαν, ἀπομαθεῖν τὰ πάθη σπουδάσαντες κατὰ τὰς τοῦ προφήτου λόγου, Μωυσέως, ὑφηγήσεις, ἠκολούθησεν ἡμῖν, ἐλλαμβανόμενον τῆς περὶ τὴν ἔξοδον σπουδῆς καὶ τῷ τάχει τῆς ἀπολείψεως ὑπὸ φθόνου βραδυτῆτας ἐμποιοῦν·"],["152","λέγεται γὰρ ὅτι „καὶ ἐπίμικτος πολὺς συνανέβη αὐτοῖς, καὶ πρόβατα καὶ βόες καὶ κτήνη πολλὰ σφόδρα “(Exod. 12, 38), ὁ δὲ ἐπίμικτος οὗτος ἦν τὰ κτηνώδη καὶ ἄλογα τῆς ψυχῆς, εἰ δεῖ τἀληθὲς εἰπεῖν, δόγματα. παγκάλως δὲ καὶ εὐθυβόλως τὴν τοῦ φαύλου ψυχὴν ἐπίμικτον καλεῖ· συνῃρημένη γὰρ καὶ συμπεφορημένη καὶ μιγὰς ὄντως ἐκ πλειόνων καὶ μαχομένων δοξῶν, μία μὲν οὖσα ἀριθμῷ, μυριὰς δὲ τῷ πολυτρόπῳ."],["153","διὸ καὶ τῷ ἐπίμικτος πρόσκειται πολύς· ὁ μὲν γὰρ πρὸς ἓν μόνον ἀφορῶν ἁπλοῦς καὶ ἀμιγὴς καὶ λεῖος ὄντως, ὁ δὲ πολλὰ τέλη τοῦ βίου προτιθέμενος πολὺς καὶ μιγὰς καὶ δασὺς ἀληθείᾳ. οὗ χάριν οἱ χρησμοὶ τὸν μὲν ἀσκητὴν τῶν καλῶν Ἰακὼβ λεῖον, τὸν δὲ τῶν αἰσχίστων Ἠσαῦ δασὺν εἰσάγουσι (Gen. 27, 11)."],["154","διὰ τὸν ἐπίμικτον καὶ δασὺν τοῦτον ὄχλον ἐκ μιγάδων καὶ συγκλύδων συμπεφυρμένον δοξῶν ὠκυδρομῆσαι δυνάμενος ὁ νοῦς, ὅτε τὴν σωματικὴν χώραν ἀπεδίδρασκεν Αἴγυπτον, καὶ τρισὶν ἡμέραις (Gen. 22, 3) διαδέξασθαι τὸν ἀρετῆς κλῆρον φωτὶ τρισσῷ, μνήμῃ τῶν παρεληλυθότων καὶ ἐναργείᾳ τῶν παρόντων καὶ τῇ τῶν μελλόντων ἐλπίδι, τεσσαράκοντα ἐτῶν ἀριθμόν, μῆκος τοσούτου χρόνου, τρίβεται τὴν ἐν κύκλῳ περιάγων καὶ ἀλώμενος ἕνεκα τοῦ πολυτρόπου, τὴν ἐπ’ εὐθείας ἀνυσιμωτάτην οὖσαν δέον."],["155","οὗτός ἐστιν ὁ μὴ μόνον ὀλίγοις εἴδεσιν ἐπιθυμίας χαίρων, ἀλλὰ μηδὲν τὸ παράπαν ἀπολιπεῖν δικαιῶν, ἵνα ὅλον δι’ ὅλων τὸ γένος, ᾧ πᾶν εἶδος ἐμφέρεται, μετέρχηται· λέγεται γὰρ ὅτι „ὁ ἐπίμικτος ὁ ἐν αὐτοῖς ἐπεθύμησεν ἐπιθυμίαν “αὐτοῦ τοῦ γένους, οὐχ ἑνός τινος τῶν εἰδῶν, „καὶ καθίσαντες ἔκλαιον “(Num. 11, 4). συνίησι γὰρ ὀλιγοδρανοῦσα ἡ διάνοια καί, ὁπότε μὴ δύναται τυχεῖν ὧν ὀρέγεται, δακρύει καὶ στενάζει· καίτοι ὤφειλε χαίρειν παθῶν καὶ νοσημάτων ἀτυχοῦσα καὶ μεγάλην εὐπραγίαν νομίζειν τὴν ἔνδειαν καὶ ἀπουσίαν αὐτῶν."],["156","ἀλλὰ γὰρ καὶ τοῖς χορευταῖς ἀρετῆς σφαδᾴζειν καὶ δακρύειν ἔθος, ἢ τὰς τῶν ἀφρόνων ὀδυρομένοις συμφορὰς διὰ τὸ φύσει κοινωνικὸν καὶ φιλάνθρωπον ἢ διὰ περιχάρειαν. γίνεται δὲ αὕτη, ὅταν ἀθρόα ἀγαθὰ μηδὲ προσδοκηθέντα ποτὲ αἰφνίδιον ὀμβρήσαντα πλημμυρῇ· ἀφ’ οὗ καὶ τὸ ποιητικὸν εἰρῆσθαί μοι δοκεῖ „δακρυόεν γελάσασα “·"],["157","προσπεσοῦσα γὰρ ἐκ τοῦ ἀνελπίστου ἡ εὐπαθειῶν ἀρίστη χαρὰ ψυχῇ μείζονα αὐτὴν ἢ πρότερον ἦν ἐποίησεν, ὡς διὰ τὸν ὄγκον μηκέτι χωρεῖν τὸ σῶμα, θλιβόμενον δὲ καὶ πιεζόμενον ἀποστάζειν λιβάδας, ἃς καλεῖν ἔθος δάκρυα, περὶ ὧν ἐν ὕμνοις εἴρηται· „ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων “(Psalm. 79, 6) καὶ „ἐγένετο τὰ δάκρυά μοι ἄρτος ἡμέρας καὶ νυκτός “(Psalm. 41, 4). τροφὴ γάρ ἐστι διανοίας τὰ τοῦ ἐνδιαθέτου καὶ σπουδαίου γέλωτος ἐμφανῆ δάκρυα, ἐπειδὰν ὁ θεῖος ἐντακεὶς ἵμερος τὸν τοῦ γενητοῦ θρῆνον ἆσμα εἰς τὸν ἀγένητον ὕμνου ποιήσῃ."],["158","ἔνιοι μὲν οὖν τὸν μιγάδα καὶ δασὺν τοῦτον ἀπορρίπτουσι καὶ διατειχίζουσιν ἀφ’ ἑαυτῶν τῷ θεοφιλεῖ μόνῳ γένει χαίροντες· ἔνιοι δὲ καὶ πρὸς αὐτὸν ἑταιρίαν τίθενται, μεσιτεύειν τὸν ἑαυτῶν βίον ἀξιοῦντες καὶ μεθόριον ἀνθρωπίνων τε καὶ θείων ἀρετῶν τιθέντες, ἵν’ ἑκατέρων ἐφάπτωνται, καὶ τῶν ἀληθείᾳ καὶ τῶν δοκήσει."],["159","τούτου τοῦ δόγματος ὁ πολιτευόμενός ἐστι τρόπος, ὃν Ἰωσὴφ ὀνομάζειν ἔθος, ᾧ συναπέρχονται μέλλοντι τὸν πατέρα κηδεύειν „πάντες οἱ παῖδες Φαραὼ καὶ οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ καὶ πάντες οἱ πρεσβύτεροι τῆς Αἰγύπτου καὶ πᾶσα ἡ πανοικία αὐτοῦ Ἰωσὴφ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ οἰκία ἡ πατρικὴ αὐτοῦ “(Gen. 50, 7. 8)."],["160","ὁρᾷς ὅτι μέσος τῆς Φαραὼ καὶ τῆς πατρικῆς οἰκίας ὁ πολιτικὸς οὗτος τάττεται, ἵνα καὶ τῶν κατὰ σῶμα, τὴν Αἴγυπτον, καὶ τῶν κατὰ ψυχήν, ἅπερ ἐν τῷ πατρικῷ οἴκῳ θησαυροφυλακεῖται, κατ’ ἴσον ἐφάπτηται; ὅταν μὲν γὰρ λέγῃ „τοῦ θεοῦ εἰμι “(Gen. 50, 19) καὶ τὰ ἄλλα ὅσα συγγενῆ τούτῳ, τοῖς τῆς πατρῴας οἰκίας ἐμμένει νομίμοις· ὅταν δὲ ἐπὶ „τὸ δευτερεῖον ἅρμα “τοῦ βασιλεύειν νοῦ δοκοῦντος ἀνέρχηται, Φαραώ (Gen. 41, 43), τὸν Αἰγυπτιακὸν πάλιν ἱδρύεται τῦφον."],["161","ἀθλιώτερος δ’ ὁ νομιζόμενος ἐνδοξότερος εἶναι βασιλεύς, ὃς τῷ προηγουμένῳ τῶν ἁρμάτων ἐποχεῖται· τὸ γὰρ μὴ ἐν καλοῖς διαπρέπειν ἐπιφανέστατον αἶσχος, ὡς τὸ φέρεσθαι τὰ ἐν τούτοις δευτερεῖα κουφότερον κακόν."],["162","τὸ μέντοι γε ἐπαμφοτερίζον αὐτοῦ καταμάθοις ἂν κἀκ τῶν ὅρκων οὓς πεποίηται, τοτὲ μὲν ὀμνὺς „νὴ τὴν ὑγείαν Φαραώ “(Gen. 42, 16), τοτὲ δ’ ἔμπαλιν οὐ τὴν ὑγείαν Φαραώ (Gen. 42, 15). ἀλλ’ ὁ μὲν περιέχων τὴν ἀπόφασιν ὅρκος τῆς πατρικῆς ἂν εἴη διάταγμα οἰκίας ἀεὶ φονώσης κατὰ τοῦ πάθους καὶ βουλομένης αὐτὸ τεθνάναι, ὁ δ’ ἕτερος Αἰγύπτου, ᾗ φίλον ἐστὶ τοῦτο σῴζεσθαι."],["163","διόπερ καίτοι τοσαύτης πληθύος συνανιούσης ἐπίμικτον ὄχλον οὐκ εἶπεν, ἐπειδὴ τῷ μὲν ἄκρως ὁρατικῷ καὶ φιλαρέτῳ πᾶν ὃ μὴ ἀρετὴ ἢ ἀρετῆς ἔργον ἀναμεμῖχθαι καὶ συγκεχύσθαι δοκεῖ, τῷ δὲ ἔτι χαμαιζήλῳ καθ’"],["164","αὑτὰ τὰ γῆς ἆθλα ἀξιέραστα καὶ ἀξιοτίμητα νενόμισται. τὸν μὲν οὖν ὡς κηφῆνα τοὺς μὲν αὐτῶν ὠφελίμους πόνους λυμαίνεσθαι διεγνωκότα καὶ διὰ τοῦτο ἐπακολουθοῦντα διατειχιεῖ, καθάπερ ἔφην, ὁ φρονήσεως ἐραστής, τοὺς δὲ ἕνεκα μιμήσεως παρεπομένους κατὰ τὸν τῶν καλῶν ζῆλον ἀποδέξεται μοίρας αὐτοῖς τὰς ἁρμοττούσας δασάμενος· „τῶν “γάρ φησι „συμπορευθέντων ἀνδρῶν μετ’ ἐμοῦ Ἐσχώλ, Αὐνάν, Μαμβρῆ, οὗτοι λήψονται μερίδα “(Gen. 14, 24)· λέγει δὲ τοὺς εὐφυεῖς τρόπους καὶ φιλοθεάμονας."],["165","ὁ μὲν γὰρ Ἐσχὼλ εὐφυΐας σύμβολον πυρὸς ἔχων ὄνομα, ἐπειδὴ καὶ τὸ εὐφυὲς εὔτολμον καὶ ἔνθερμον καὶ ἐχόμενον ὧν ἂν προσάψηται, ὁ δὲ Αὐνὰν τοῦ φιλοθεάμονος· ὀφθαλμοὶ γὰρ ἑρμηνεύεται τῷ καὶ τὰ ψυχῆς ὑπ’ εὐθυμίας ὄμματα διοίγνυσθαι. τούτων δ’ ἀμφοτέρων ἐστὶν ὁ θεωρητικὸς βίος κλῆρος, προσαγορευόμενος Μαμβρῆ, ὃ μεταληφθὲν ἀπὸ ὁράσεως καλεῖται· τῷ δὲ θεωρητικῷ τὸ ὁρᾶν συνῳδόν τε καὶ οἰκειότατον."],["166","ἐπειδὰν δὲ τούτοις ἀλείπταις χρησάμενος ὁ νοῦς μηδὲν ἐλλείπῃ τῶν πρὸς ἄσκησιν, συνομαρτεῖ καὶ συντρέχει τελείᾳ φρονήσει, μήθ’ ὑπερέχων μήθ’ ὑπερεχόμενος, ἀλλὰ ἰσαίτατα καὶ ἰσοστάσια βαίνων. δηλοῖ δὲ τὸ λόγιον ἐν ᾧ σαφῶς εἴρηται, διότι πορευθέντες ἀμφότεροι ἀνῆλθον „ἐπὶ τὸν τόπον ὃν εἶπεν ὁ θεός “(Gen. 22, 3)."],["167","ὑπερβάλλουσά γε ἰσότης ἀρετῶν, ἁμιλλησαμένων πόνου μὲν πρὸς εὐεξίαν, τέχνης δὲ πρὸς τὴν αὐτοδίδακτον φύσιν, καὶ δυνηθέντων ἴσα τὰ ἆθλα τῆς ἀρετῆς ἐνέγκασθαι· ὥσπερ ἂν εἰ ζωγραφία καὶ πλαστικὴ μὴ μόνον ὡς νῦν ἀκίνητα καὶ ἄψυχα ἐδημιούργουν, ἴσχυον δὲ κινούμενά τε καὶ ἔμψυχα τὰ γραφόμενα καὶ πλαττόμενα ποιεῖν· ἐδόκουν γὰρ ἂν φύσεως ἔργων οὖσαι τὸ πάλαι μιμητικαὶ τέχναι φύσεις αὐταὶ γεγενῆσθαι τὰ νῦν."],["168","ὁ δὲ ἐπὶ τοσοῦτον ἄνω μετέωρος ἐξαρθεὶς οὐδὲν ἔτι τῶν τῆς ψυχῆς μερῶν κάτω τοῖς θνητοῖς ἐνδιατρίβειν ἐάσει, πάντα δ’ ὥσπερ ἐκ σειρᾶς ἐκκρεμασθέντα συνεπισπάσεται. διὸ καὶ λόγιον ἐχρήσθη τῷ σοφῷ τοιόνδε· „ἀνάβηθι πρὸς κύριόν σου, σὺ καὶ Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ καὶ ἑβδομήκοντα τῆς γερουσίας Ἰσραήλ “(Exod. 24, 1)."],["169","τοῦτο δέ ἐστι τοιοῦτον· ἀνάβηθι, ὦ ψυχή, πρὸς τὴν τοῦ ὄντος θέαν εὐαρμόστως, λογικῶς, ἑκουσίως, ἀφόβως, ἀγαπητικῶς, ἐν ἀριθμοῖς ἁγίοις καὶ τελείοις ἑβδομάδος δεκαπλασασθείσης. Ἀαρὼν μὲν γὰρ προφήτης λέγεται Μωυσέως ἐν τοῖς νόμοις, ὁ γεγωνὸς λόγος προφητεύων διανοίᾳ, Ναδὰβ δὲ ἑκούσιος ἑρμηνεύεται, ὁ μὴ ἀνάγκῃ τιμῶν τὸ θεῖον, καὶ Ἀβιοὺδ πατήρ μου· οὗτος ὁ μὴ δι’ ἀφροσύνην δεσπότου μᾶλλον ἢ πατρὸς διὰ φρόνησιν ἄρχοντος θεοῦ δεόμενος."],["170","αἵδ’ εἰσὶν αἱ τοῦ βασιλεύειν ἀξίου νοῦ δορυφόροι δυνάμεις, ἃς συνέρχεσθαι τῷ βασιλεῖ παραπεμπούσας αὐτὸν θέμις. ἀλλὰ γὰρ δέος ἐστὶν ἀναβαίνειν πρὸς τὴν τοῦ ὄντος θέαν ψυχῇ δι’ ἑαυτῆς ἀγνοούσῃ τὴν ὁδόν, ὑπὸ ἀμαθίας ἅμα καὶ τόλμης ἐπαρθείσῃ— μεγάλα δὲ τὰ ἐξ ἀνεπιστημοσύνης καὶ πολλοῦ θράσους παραπτώματα—·"],["171","διόπερ εὔχεται Μωυσῆς αὐτῷ τῷ θεῷ χρῆσθαι ἡγεμόνι πρὸς τὴν πρὸς αὐτὸν ἄγουσαν ὁδόν· λέγει γάρ· „εἰ μὴ αὐτὸς σὺ συμπορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν “(Exod. 33, 15)· διότι πᾶσα κίνησις ἡ ἄνευ θείας ἐπιφροσύνης ἐπιζήμιον, καὶ ἄμεινον ἐνταυθοῖ καταμένειν τὸν θνητὸν βίον ἀλητεύοντας, ὡς τὸ πλεῖστον ἀνθρώπων γένος, ἢ πρὸς τὸν οὐρανὸν ἐξάραντας ἑαυτοὺς ὑπὸ ἀλαζονείας ἀνατραπῆναι· καθάπερ μυρίοις συνέβη τῶν σοφιστῶν, οἵτινες ᾠήθησαν σοφίαν πιθανὴν εἶναι λόγων εὕρεσιν, ἀλλ’ οὐ πραγμάτων ἀληθεστάτην πίστιν."],["172","ἴσως δὲ καὶ τοιοῦτόν τι δηλοῦται· μή με ἄνω μετέωρον ἐξάρῃς, πλοῦτον ἢ δόξαν ἢ τιμὰς ἢ ἀρχὰς ἢ ὅσα ἄλλα τῶν ἐν ταῖς λεγομέναις εὐτυχίαις δωρησάμενος, εἰ μὴ μέλλοις αὐτὸς συνέρχεσθαι. ταῦτα γὰρ καὶ ζημίας καὶ ὠφελείας μεγίστας πολλάκις περιποιεῖται τοῖς ἔχουσιν, ὠφελείας μέν, ὅταν ἀφηγῆται τῆς γνώμης ὁ θεός, βλάβας δέ, ὅταν τοὐναντίον· μυρίοις γὰρ τὰ λεγόμενα ἀγαθὰ πρὸς ἀλήθειαν οὐκ ὄντα κακῶν ἀνηκέστων γέγονεν αἴτια."],["173","ὁ δὲ ἑπόμενος θεῷ κατὰ τἀναγκαῖον συνοδοιπόροις χρῆται τοῖς ἀκολούθοις αὐτοῦ λόγοις, οὓς ὀνομάζειν ἔθος ἀγγέλους· λέγεται γοῦν ὅτι „Ἀβραὰμ συνεπορεύετο συμπροπέμπων αὐτούς “(Gen. 18, 16). ὢ παγκάλης ἐπανισώσεως, καθ’ ἣν ὁ παραπέμπων παρεπέμπετο, διδοὺς ὃ ἐλάμβανεν, οὐκ ἀνθ’ ἑτέρου ἕτερον, ἀλλὰ ἓν αὐτὸ μόνον ἐκεῖνο τὸ πρὸς τὰς ἀντιδόσεις ἕτοιμον."],["174","ἕως μὲν γὰρ οὐ τετελείωται, ἡγεμόνι τῆς ὁδοῦ χρῆται λόγῳ θείῳ· χρησμὸς γάρ ἐστιν· „ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν ἣν ἡτοίμασά σοι. πρόσεχε αὐτῷ καὶ εἰσάκουε αὐτοῦ, μὴ ἀπείθει αὐτῷ· οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μού ἐστιν ἐπ’ αὐτῷ “(Exod. 23, 20. 21)."],["175","ἐπειδὰν δὲ πρὸς ἄκραν ἐπιστήμην ἀφίκηται, συντόνως ἐπιδραμὼν ἰσοταχήσει τῷ πρόσθεν ἡγουμένῳ τῆς ὁδοῦ· ἀμφότεροι γὰρ οὕτως ὀπαδοὶ γενήσονται τοῦ πανηγεμόνος θεοῦ μηδενὸς ἔτι τῶν ἑτεροδόξων παρακολουθοῦντος, ἀλλὰ καὶ τοῦ Λώτ, ὃς ἔκλινε τὴν ψυχὴν ὀρθὴν καὶ ἀκαμπῆ φύεσθαι δυναμένην, διοικισθέντος."],["176","„Ἀβραὰμ δὲ ἦν “φησίν „ἐτῶν ἑβδομήκοντα πέντε, ὅτε ἐξῆλθεν ἐκ Χαρράν “(Gen. 12, 4). περὶ μὲν οὖν τοῦ τῶν πέντε καὶ ἑβδομήκοντα ἐτῶν ἀριθμοῦ— λόγον γὰρ ἔχει συνῳδὸν τοῖς πρόσθεν εἰρημένοις— αὖθις ἀκριβώσομεν. τίς δέ ἐστι Χαρρὰν καὶ τίς ἡ ἐκ ταύτης ἀποικία τῆς χώρας, πρότερον ἐρευνήσωμεν."],["177","οὐδένα τοίνυν τῶν ἐντετυχηκότων τοῖς νόμοις ἀγνοεῖν εἰκός, ὅτι πρότερον μὲν ἐκ τῆς Χαλδαϊκῆς ἀναστὰς γῆς Ἀβραὰμ ᾤκησεν εἰς Χαρράν, τελευτήσαντος δὲ αὐτῷ τοῦ πατρὸς ἐκεῖθι κἀκ ταύτης μετανίσταται, ὡς δυεῖν ἤδη τόπων ἀπόλειψιν πεποιῆσθαι. τί οὖν λεκτέον;"],["178","Χαλδαῖοι τῶν ἄλλων ἀνθρώπων ἐκπεπονηκέναι καὶ διαφερόντως δοκοῦσιν ἀστρονομίαν καὶ γενεθλιαλογικήν, τὰ ἐπίγεια τοῖς μετεώροις καὶ τὰ οὐράνια τοῖς ἐπὶ γῆς ἁρμοζόμενοι καὶ ὥσπερ διὰ μουσικῆς λόγων τὴν ἐμμελεστάτην συμφωνίαν τοῦ παντὸς ἐπιδεικνύμενοι τῇ τῶν μερῶν πρὸς ἄλληλα κοινωνίᾳ καὶ συμπαθείᾳ, τόποις μὲν διεζευγμένων, συγγενείᾳ δὲ οὐ διῳκισμένων."],["179","οὗτοι τὸν φαινόμενον τοῦτον κόσμον ἐν τοῖς οὖσιν ὑπετόπησαν εἶναι μόνον, ἢ θεὸν ὄντα αὐτὸν ἢ ἐν αὑτῷ θεὸν περιέχοντα, τὴν τῶν ὅλων ψυχήν· εἱμαρμένην τε καὶ ἀνάγκην θεοπλαστήσαντες ἀσεβείας πολλῆς κατέπλησαν τὸν ἀνθρώπινον βίον, ἀναδιδάξαντες ὡς δίχα τῶν φαινομένων οὐδενός ἐστιν οὐδὲν αἴτιον τὸ παράπαν, ἀλλ’ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἀστέρων αἱ περίοδοι τά τε ἀγαθὰ καὶ τὰ ἐναντία ἑκάστῳ τῶν ὄντων ἀπονέμουσι."],["180","Μωυσῆς μέντοι τῇ μὲν ἐν τοῖς μέρεσι κοινωνίᾳ καὶ συμπαθείᾳ τοῦ παντὸς ἔοικε συνεπιγράφεσθαι, ἕνα καὶ γενητὸν ἀποφηνάμενος τὸν κόσμον εἶναι— γενομένου γὰρ καὶ ἑνὸς ὑπάρχοντος εὔλογον τάς γε στοιχειώδεις οὐσίας ὑποβεβλῆσθαι τοῖς ἀποτελουμένοις τὰς αὐτὰς ἅπασι κατὰ μέρη, καθάπερ ἐπὶ σωμάτων συμβέβηκε τῶν ἡνωμένων ἀλληλουχεῖν—,"],["181","τῇ δὲ περὶ θεοῦ δόξῃ διαφέρεσθαι· μήτε γὰρ τὸν κόσμον μήτε τὴν τοῦ κόσμου ψυχὴν τὸν πρῶτον εἶναι θεὸν μηδὲ τοὺς ἀστέρας ἢ τὰς χορείας αὐτῶν τὰ πρεσβύτατα τῶν συμβαινόντων ἀνθρώποις αἴτια, ἀλλὰ συνέχεσθαι μὲν τόδε τὸ πᾶν ἀοράτοις δυνάμεσιν, ἃς ἀπὸ γῆς ἐσχάτων ἄχρις οὐρανοῦ περάτων ὁ δημιουργὸς ἀπέτεινε, τοῦ μὴ ἀνεθῆναι τὰ δεθέντα καλῶς προμηθούμενος· δεσμοὶ γὰρ αἱ δυνάμεις τοῦ παντὸς ἄρρηκτοι."],["182","διό, κἄν που τῆς νομοθεσίας λέγηται „ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω “(Deut. 4, 39), μηδεὶς ὑποτοπησάτω τὸν κατὰ τὸ εἶναι λέγεσθαι— τὸ γὰρ ὂν περιέχειν ἀλλ’ οὐ περιέχεσθαι θέμις—, δύναμιν δ’ αὐτοῦ, καθ’ ἣν ἔθηκε καὶ διετάξατο καὶ διεκόσμησε τὰ ὅλα."],["183","αὕτη δὲ κυρίως ἐστὶν ἀγαθότης, φθόνον μὲν τὸν μισάρετον καὶ μισόκαλον ἀπεληλακυῖα ἀφ’ ἑαυτῆς, χάριτας δὲ γεννῶσα αἷς τὰ μὴ ὄντα εἰς γένεσιν ἄγουσα ἀνέφηνεν· ἐπεὶ τό γε ὂν φαντασιαζόμενον δόξῃ πανταχοῦ πρὸς ἀλήθειαν οὐδαμοῦ φαίνεται, ὡς ἀψευδέστατον ἐκεῖνον εἶναι τὸν χρησμόν, ἐν ᾧ λέλεκται· „ὧδε ἐγώ, “ἄδεικτος ὡς ἂν δεικνύμενος, ἀόρατος ὡς ἂν ὁρατὸς ὤν, „πρὸ τοῦ σέ “(Exod. 17, 6)· πρὸ γὰρ παντὸς τοῦ γενητοῦ, ἔξω βαίνων ἐκείνου καὶ μηδενὶ"],["184","τῶν μετ’ αὐτὸν ἐμφερόμενος. τούτων λεγομένων ἐπὶ τῇ τῆς Χαλδαϊκῆς δόξης ἀνατροπῇ τοὺς ἔτι τὴν γνώμην χαλδαΐζοντας μετακλίνειν καὶ μετακαλεῖν οἴεται δεῖν ἐπὶ τὴν ἀλήθειαν, τῆς διδασκαλίας ἀρχόμενος ὧδε· τί, φησίν, ὦ θαυμάσιοι, τοσοῦτον αἰφνίδιον ἀρθέντες ἀπὸ γῆς εἰς ὕψος ἐπινήχεσθε καὶ τὸν ἀέρα ὑπερκύψαντες αἰθεροβατεῖτε, ὡς ἡλίου κινήσεις καὶ σελήνης περιόδους καὶ τῶν ἄλλων ἀστέρων τὰς ἐμμελεῖς καὶ ἀοιδίμους ἀκριβοῦν χορείας; ταῦτα γὰρ μείζονα ἢ κατὰ τὰς ὑμετέρας ἐστὶν ἐπινοίας ἅτε εὐδαιμονεστέρας καὶ θειοτέρας μοίρας λαχόντα."],["185","κατάβητε οὖν ἀπ’ οὐρανοῦ καὶ καταβάντες μὴ πάλιν γῆν καὶ θάλατταν καὶ ποταμοὺς καὶ φυτῶν καὶ ζῴων ἰδέας ἐξετάζετε, μόνους δὲ ἑαυτοὺς καὶ τὴν ἑαυτῶν φύσιν ἐρευνᾶτε, μὴ ἑτέρωθι μᾶλλον οἰκήσαντες ἢ παρ’ ἑαυτοῖς· διαθεώμενοι γὰρ τὰ κατὰ τὸν ἴδιον οἶκον, τὸ δεσπόζον ἐν αὐτῷ, τὸ ὑπήκοον, τὸ ἔμψυχον, τὸ ἄψυχον, τὸ λογικόν, τὸ ἄλογον, τὸ ἀθάνατον, τὸ θνητόν, τὸ ἄμεινον, τὸ χεῖρον, εὐθὺς ἐπιστήμην θεοῦ καὶ τῶν ἔργων αὐτοῦ σαφῆ λήψεσθε."],["186","λογιεῖσθε γὰρ ὅτι, ὡς ἐν ὑμῖν ἐστι νοῦς, καὶ τῷ παντί ἐστι, καὶ ὡς ὁ ὑμέτερος ἀρχὴν καὶ δεσποτείαν τῶν περὶ ὑμᾶς ἀναψάμενος ἕκαστον τῶν μερῶν ὑπήκοον ἀπέφηνεν ἑαυτῷ, οὕτω καὶ ὁ τοῦ παντὸς τὴν ἡγεμονίαν περιβεβλημένος αὐτοκράτορι νόμῳ καὶ δίκῃ τὸν κόσμον ἡνιοχεῖ προμηθούμενος οὐ τῶν ἀξιονικοτέρων αὐτὸ μόνον ἀλλὰ καὶ τῶν ἀφανεστέρων"],["187","εἶναι δοκούντων. μεταναστάντες οὖν ἀπὸ τῆς κατ’ οὐρανὸν περιεργίας ἑαυτούς, ὅπερ εἶπον, οἰκήσατε, τὴν μὲν Χαλδαίων γῆν, δόξαν, καταλιπόντες, μετοικισάμενοι δὲ εἰς Χαρράν, τὸ τῆς αἰσθήσεως χωρίον, ὃ δὴ σωματικός ἐστιν οἶκος διανοίας."],["188","Χαρρὰν γὰρ ἑρμηνεύεται τρώγλη, τρῶγλαι δὲ σύμβολα αἰσθήσεως ὀπῶν εἰσίν· ὀπὰς γὰρ καὶ φωλεοὺς τρόπον τινὰ ὀφθαλμοὺς μὲν ὁράσεως, ἀκοῆς δὲ ὦτα, ῥῖνας δὲ ὀσμῶν καὶ γεύσεως φάρυγγα καὶ πᾶσαν τὴν σώματος κατασκευὴν ἁφῆς εἶναι συμβέβηκε."],["189","τούτοις οὖν ἔτι διατρίψαντες ἐνηρεμήσατε καὶ σχολάσατε καὶ τὴν ἑκάστου φύσιν ὡς ἔνι μάλιστα ἀκριβώσατε, καὶ τὸ ἐν ἑκάστοις εὖ τε καὶ χεῖρον καταμαθόντες τὸ μὲν φύγετε, τὸ δ’ ἔμπαλιν ἑλέσθε. ἐπειδὰν μέντοι σφόδρα ἀκριβῶς πάντα τὸν ἴδιον διασκέψησθε οἶκον καὶ ὃν ἔχει λόγον ἕκαστον αὐτοῦ τῶν μερῶν αὐγάσησθε, διακινήσαντες αὑτοὺς τὴν ἐνθένδε μετανάστασιν ζητεῖτε, οὐ θάνατον ἀλλ’ ἀθανασίαν καταγγέλλουσαν."],["190","ἧς δείγματα σαφῆ καὶ ἐν τοῖς σωματικοῖς καὶ ἐν τοῖς αἰσθητοῖς ἐγκατειλημμένοι φωλεοῖς κατόψεσθε, τοτὲ μὲν ἐν τοῖς βαθέσιν ὕπνοις— ἀναχωρήσας γὰρ ὁ νοῦς καὶ τῶν αἰσθήσεων καὶ τῶν ἄλλων ὅσα κατὰ τὸ σῶμα ὑπεξελθὼν ἑαυτῷ προσομιλεῖν ἄρχεται ὡς πρὸς κάτοπτρον ἀφορῶν ἀλήθειαν, καὶ ἀπορρυψάμενος πάνθ’ ὅσα ἐκ τῶν κατὰ τὰς αἰσθήσεις φαντασιῶν ἀπεμάξατο τὰς περὶ τῶν μελλόντων ἀψευδεστάτας διὰ τῶν ὀνείρων μαντείας ἐνθουσιᾷ—,"],["191","τοτὲ δὲ κἀν ταῖς ἐγρηγόρσεσιν· ὅταν γὰρ ἔκ τινος τῶν κατὰ φιλοσοφίαν κατασχεθεὶς θεωρημάτων ἀχθῇ πρὸς αὐτοῦ, τῷ μὲν ἕπεται, τῶν δ’ ἄλλων ὅσα κατὰ τὸν σωματικὸν ὄγκον ἀμνημονεῖ δήπου. κἂν ἐμποδίζωσιν αἱ αἰσθήσεις πρὸς τὴν ἀκριβῆ θέαν τοῦ νοητοῦ, μέλει τοῖς φιλοθεάμοσι καθαιρεῖν αὐτῶν τὴν ἐπίθεσιν· τάς τε γὰρ ὄψεις καταμύουσι καὶ τὰ ὦτα ἐπιφράττουσι καὶ τὰς τῶν ἄλλων αἰσθήσεων ἐπέχουσιν ὁρμὰς καὶ ἐν ἐρημίᾳ καὶ σκότῳ διατρίβειν ἀξιοῦσιν, ὡς μὴ πρός τινος αἰσθητοῦ τὸ ψυχῆς ὄμμα, ᾧ νοητὰ βλέπειν ἔδωκεν ὁ θεός, ἐπισκιασθῇ."],["192","τοῦτον μέντοι τὸν τρόπον μαθόντες ἀπόλειψιν τοῦ θνητοῦ χρηματίζειν καὶ τὰς περὶ τοῦ ἀγενήτου παιδευθήσεσθε δόξας· εἰ μὴ νομίζετε τὸν μὲν ὑμέτερον νοῦν ἀποδυσάμενον σῶμα, αἴσθησιν, λόγον, δίχα τούτων γυμνὰ δύνασθαι τὰ ὄντα ὁρᾶν, τὸν δὲ τῶν ὅλων νοῦν, τὸν θεόν, οὐκ ἔξω τῆς ὑλικῆς φύσεως πάσης ἑστάναι περιέχοντα, οὐ περιεχόμενον, καὶ οὐκ ἐπινοίᾳ μόνον ἐπεξεληλυθέναι ὥσπερ ἄνθρωπον, ἀλλὰ καὶ τῷ οὐσιώδει, οἷα ἁρμόττει θεόν."],["193","ὁ μὲν γὰρ ἡμέτερος νοῦς οὐ δεδημιούργηκε τὸ σῶμα, ἀλλ’ ἔστιν ἔργον ἑτέρου· διὸ καὶ περιέχεται ὡς ἐν ἀγγείῳ τῷ σώματι. ὁ δὲ τῶν ὅλων νοῦς τὸ πᾶν γεγέννηκε, τὸ πεποιηκὸς δὲ τοῦ γενομένου κρεῖττον· ὥστ’ οὐκ ἂν ἐμφέροιτο τῷ χείρονι, δίχα τοῦ μηδὲ ἁρμόττειν πατέρα ἐν υἱῷ περιέχεσθαι, υἱὸν δὲ ταῖς τοῦ πατρὸς ἐπιμελείαις συναύξεσθαι."],["194","οὕτω κατὰ βραχὺ μεταβαίνων ὁ νοῦς ἐπὶ τὸν εὐσεβείας καὶ ὁσιότητος ἀφίξεται πατέρα, γενεθλιαλογικῆς ἀποστὰς τὸ πρῶτον, ἥτις παρέπεισεν αὐτὸν ὑπολαβεῖν τὸν κόσμον θεὸν τὸν πρῶτον εἶναι, ἀλλὰ μὴ τοῦ πρώτου θεοῦ δημιούργημα, καὶ τὰς τῶν ἀστέρων φοράς τε καὶ κινήσεις αἰτίας ἀνθρώποις κακοπραγίας καὶ τοὐναντίον εὐδαιμονίας."],["195","ἔπειτ’ εἰς τὴν ἐπίσκεψιν ἐλθὼν τὴν αὐτὸς ἑαυτοῦ, φιλοσοφήσας τὰ κατὰ τὸν ἴδιον οἶκον, τὰ περὶ σώματος, τὰ περὶ αἰσθήσεως, τὰ περὶ λόγου, καὶ γνοὺς κατὰ τὸ ποιητικὸν γράμμα ὅττι τοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται, ἔπειτ’ ἀνατεμὼν ὁδὸν τὴν ἀφ’ αὑτοῦ καὶ διὰ ταύτης ἐλπίσας τὸν δυστόπαστον καὶ δυστέκμαρτον πατέρα τῶν ὅλων κατανοῆσαι, μαθὼν ἀκριβῶς ἑαυτὸν εἴσεται τάχα που καὶ θεόν, οὐκέτι μένων ἐν Χαρράν, τοῖς αἰσθήσεως ὀργάνοις, ἀλλ’ εἰς ἑαυτὸν ἐπιστραφείς· ἀμήχανον γὰρ ἔτι κινούμενον αἰσθητῶς μᾶλλον ἢ νοητῶς πρὸς τὴν τοῦ ὄντος ἐλθεῖν"],["196","ἐπίσκεψιν. οὗ χάριν καὶ ὁ ταχθεὶς τὴν ἀρίστην τάξιν παρὰ θεῷ τρόπος, ὄνομα Σαμουήλ, οὐχ ὑφηγεῖται τὰ τῆς βασιλείας δίκαια τῷ Σαοὺλ [[οὐδ’] ὐδ [οὐδ’]] ἔτι [οὐδ’] ιατρίβοντι ἐν τοῖς σκεύεσιν, ἀλλ [οὐδ’] ἐπειδὰν ἐκεῖθεν αὐτὸν ἐξελκύσῃ. πυνθάνεται μὲν γάρ, εἰ ἔτι ἔρχεται ἐνθάδε ὁ ἀνήρ, ἀποκρίνεται δὲ τὸ λόγιον· \" ἰδοὺ αὐτὸς κέκρυπται ἐν τοῖς σκεύεσι “."],["197","τί οὖν προσήκει τὸν ἀκούσαντα, φύσει παιδευτικὸν ὄντα, ποιῆσαι, ὅτι μὴ μετὰ σπουδῆς αὐτὸν ἐξελκύσαι; „ἐπιδραμὼν “γάρ φησι \" λαμβάνει αὐτὸν ἐκεῖθεν “(I Reg. 10, 22. 23), διότι τοῖς ἀγγείοις τῆς ψυχῆς, σώματι καὶ αἰσθήσει, ἐνδιατρίβων οὐκ ἦν ἀξιόχρεως ἀκοῦσαι τῶν τῆς βασιλείας δογμάτων καὶ νόμων— βασιλείαν δὲ σοφίαν εἶναι λέγομεν, ἐπεὶ καὶ τὸν σοφὸν βασιλέα—, μεταναστὰς δέ, ἡνίκα τῆς ἀχλύος σκεδασθείσης ὀξυδορκήσειν ἔμελλεν. εἰκότως οὖν καὶ τὴν αἰσθήσεως χώραν, ὄνομα Χαρράν, ἀπολιπεῖν οἴεται δεῖν ὁ ἐπιστήμης ἑταῖρος."],["198","Ἀπολείπει δὲ ἐτῶν γεγονὼς πέντε καὶ ἑβδομήκοντα· ὁ δὲ ἀριθμὸς οὗτος αἰσθητῆς καὶ νοητῆς, πρεσβυτέρας τε καὶ νεωτέρας, ἔτι δὲ φθαρτῆς καὶ ἀφθάρτου μεθόριος φύσεώς ἐστι."],["199","νοητὸς μὲν γὰρ καὶ πρεσβύτερος καὶ ἄφθαρτος λόγος ὁ τῶν ἑβδομήκοντα, αἰσθητὸς δὲ καὶ νεώτερος ὁ ταῖς πέντε ἰσάριθμος ὢν αἰσθήσεσι. τούτῳ καὶ ὁ ἔτι γυμναζόμενος ἀσκητὴς ἐξετάζεται, μηδέπω δεδυνημένος ἐνέγκασθαι τὰ τέλεια νικητήρια· λέγεται γὰρ ὅτι \" ἦσαν αἱ πᾶσαι ψυχαὶ ἐξ Ἰακὼβ πέντε καὶ ἑβδομήκοντα “(Exod. 1, 5)·"],["200","τοῦ γὰρ ἀθλοῦντος καὶ τὸν ὑπὲρ κτήσεως ἀρετῆς ἱερὸν ὄντως ἀγῶνα μὴ διαφθείροντος ψυχαὶ μὲν πρὸ σωμάτων γεννήματα, οὔπω δ’ ἐκτετμημέναι τὸ ἄλογον, ἀλλ’ ἔτι τὸν αἰσθήσεως ὄχλον ἐφελκόμεναι. παλαίοντος γὰρ καὶ κονιομένου καὶ πτερνίζοντος Ἰακώβ ἐστιν ὄνομα, οὐ νενικηκότος·"],["201","ὅταν δὲ τὸν θεὸν ὁρᾶν ἱκανὸς εἶναι δόξας Ἰσραὴλ μετονομασθῇ, μόνῳ χρήσεται τῷ ἑβδομηκοστῷ λόγῳ, τὴν πεντάδα τῶν αἰσθήσεων ἐκτεμών· λέγεται γὰρ ὅτι „ἐν ἑβδομήκοντα ψυχαῖς κατέβησαν οἱ πατέρες σου εἰς Αἴγυπτον “(Deut. 10, 22). οὗτός ἐστιν ὁ ἀριθμὸς Μωυσέως τοῦ σοφοῦ γνώριμος· τοὺς γὰρ ἀριστίνδην ἐκ παντὸς τοῦ πλήθους ἐπιλελεγμένους ἑβδομήκοντα εἶναι συμβέβηκε καὶ πρεσβυτέρους ἅπαντας, οὐχ ἡλικίαις ἀλλὰ φρονήσει καὶ βουλαῖς, γνώμαις τε καὶ ἀρχαιοτρόποις ζηλώσεσιν."],["202","οὗτος ὁ ἀριθμὸς ἱερουργεῖταί τε καὶ ἀποδίδοται θεῷ, ὅταν οἱ τέλειοι τῆς ψυχῆς συναχθῶσι καὶ συγκομισθῶσι καρποί· τῇ γὰρ τῶν σκηνῶν ἑορτῇ χωρὶς τῶν ἄλλων θυμάτων ἑβδομήκοντα μόσχους ἀνάγειν θυσίαν ὁλόκαυστον διείρηται (Num. 29, 13 sqq.). κατὰ τὸν ἑβδομηκοστὸν λόγον καὶ αἱ τῶν ἀρχόντων φιάλαι κατασκευάζονται— ἑκάστη γὰρ ἑβδομήκοντα σικλῶν ἐστιν ὁλκῆς (Num. 7, 13 sqq.)—, ἐπειδὴ τὰ ἔνσπονδα καὶ συμβατήρια καὶ φίλα τῆς ψυχῆς ὡς ἀληθῶς ὁλκὸν ἔχει δύναμιν, τὸν ἑβδομηκοστὸν καὶ ἅγιον λόγον, ὃν Αἴγυπτος, ἡ μισάρετος καὶ φιλοπαθὴς φύσις, πενθοῦσα εἰσάγεται· ἑβδομήκοντα γὰρ ἡμέραις καταριθμεῖται παρ’ αὐτοῖς τὸ πένθος"],["203","(Gen. 50, 3). οὗτος μὲν οὖν ὁ ἀριθμός, ὡς ἔφην, Μωυσέως γνώριμος, ὁ δὲ τῶν πέντε αἰσθήσεων τοῦ καὶ τὸ σῶμα καὶ τὰ ἐκτὸς ἀσπαζομένου, ὃν ἔθος καλεῖν Ἰωσήφ. τοσαύτην γὰρ αὐτῶν ἐπιμέλειαν πεποίηται, ὥστε τὸν μὲν ὁμογάστριον ἀδελφόν, τὸν αἰσθήσεως ἔκγονον ὄντα— ἥκιστα γὰρ ὁμοπατρίους οἶδε—, πέντε ἐξάλλοις δωρεῖται στολαῖς (Gen. 45, 22), διαπρεπεῖς ἡγούμενος τὰς αἰσθήσεις καὶ κόσμου καὶ τιμῆς ἀξίας."],["204","ὅλῃ δὲ Αἰγύπτῳ καὶ νόμους ἀναγράφει, ὅπως τιμῶσιν αὐτὰς καὶ φόρους καὶ δασμοὺς ὡς βασιλεῦσιν ἀνὰ πᾶν ἔτος κομίζωσι· τὸν γὰρ σῖτον ἀποπεμπτοῦν κελεύει (Gen. 47, 24), τὸ δέ ἐστιν ὕλας καὶ τροφὰς ἀφθόνους θησαυροφυλακεῖν ταῖς πέντε αἰσθήσεσιν, ὅπως ἑκάστη τῶν οἰκείων ἀνεπισχέτως ἐμπιπλαμένη τρυφᾷ καὶ τὸν νοῦν τοῖς ἐπεισφορουμένοις βαρύνουσα βαπτίζῃ· ταῖς γὰρ τῶν αἰσθήσεων εὐωχίαις λιμὸν ἄγει διάνοια, ὡς ἔμπαλιν ταῖς νηστείαις εὐφροσύνας."],["205","οὐχ ὁρᾷς ὅτι καὶ πέντε Σαλπαὰδ θυγατέρες, ἃς ἀλληγοροῦντες αἰσθήσεις εἶναί φαμεν, ἐκ τοῦ δήμου Μανασσῆ γεγόνασιν, ὃς υἱὸς Ἰωσήφ ἐστι, χρόνῳ μὲν πρεσβύτερος ὤν, δυνάμει δὲ νεώτερος; εἰκότως· καλεῖται γὰρ ἐκ λήθης, τὸ δὲ ἰσοδυναμοῦν ἐστι πρᾶγμα ἀναμνήσει. ἀνάμνησις δὲ τὰ δευτερεῖα φέρεται μνήμης, ἧς Ἐφραῒμ ἐπώνυμος γέγονεν, ὃς καρποφορία μεταληφθεὶς προσαγορεύεται· καρπὸς δὲ κάλλιστος καὶ τροφιμώτατος ψυχῆς τὸ ἄληστον ἐν μνήμαις."],["206","λέγουσι γοῦν τὰ ἐναρμόνια ἑαυταῖς αἱ παρθένοι· „ὁ πατὴρ ἡμῶν ἀπέθανεν “— ἀλλ’ ὁ θάνατος ἀναμνήσεώς ἐστι λήθη— „καὶ ἀπέθανεν οὐ δι’ ἁμαρτίαν ἑαυτοῦ “— παγκάλως· οὐ γὰρ ἑκούσιον ἡ λήθη πάθος, ἀλλ’ ἕν τι τῶν οὐ παρ’ ἡμῖν, ἐπιγινόμενον ἔξωθεν—, „υἱοὶ δὲ οὐκ ἐγένοντο αὐτῷ \" (Num. 27, 3), ἀλλὰ θυγατέρες, ἐπειδὴ τὸ μὲν μνημονικὸν ἅτε φύσει διανιστάμενον ἀρρενογονεῖ, τὸ δὲ ἐπιλανθανόμενον ὕπνῳ λογισμοῦ χρώμενον θηλυτοκεῖ· ἄλογον γάρ, ἀλόγου δὲ μέρους ψυχῆς αἰσθήσεις θυγατέρες."],["207","εἰ δέ τις τὸν μὲν τάχει παρέδραμε, Μωυσῇ δὲ ἠκουλούθησε, μήπω δυνηθεὶς ἰσόδρομος αὐτῷ γενέσθαι κεκραμένῳ καὶ μιγάδι ἀριθμῷ χρήσεται, τῷ πέμπτῳ καὶ ἑβδομηκοστῷ, ὅς ἐστι σύμβολον αἰσθητῆς καὶ νοητῆς φύσεως, συγκεκραμένων ἀμφοῖν εἰς εἴδους ἑνὸς ἀνεπιλήπτου γένεσιν."],["208","ἄγαμαι σφόδρα καὶ τὴν ὑπομονὴν Ῥεβέκκαν, ἐπειδὰν τῷ τελείῳ τὴν ψυχὴν καὶ τὰς τῶν παθῶν καὶ κακιῶν τραχύτητας καθῃρηκότι παραινῇ τότε εἰς Χαρρὰν ἀποδρᾶναι· λέγει γάρ· \" νῦν οὖν, τέκνον, ἄκουσον τῆς φωνῆς μου καὶ ἀναστὰς ἀπόδραθι πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαρρὰν καὶ οἴκησον μετ’ αὐτοῦ ἡμέρας τινάς, ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου ἀπὸ σοῦ, καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτῷ “(Gen. 27, 43— 45)."],["209","παγκάλως δὲ τὴν ἐπὶ τὰς αἰσθήσεις ὁδὸν δρασμὸν εἴρηκεν· ὄντως γὰρ δραπέτης ὁ νοῦς τότε γίνεται, ὅταν καταλιπὼν τὰ οἰκεῖα ἑαυτῷ νοητὰ τράπηται πρὸς τὸ ἐναντίον τάγμα τῶν αἰσθητῶν. ἔστι δὲ ὅπου καὶ τὸ δραπετεύειν χρήσιμον, ἐπειδάν τις αὐτὸ ποιῇ μὴ ἕνεκα ἔχθους τοῦ πρὸς τὸν κρείττονα, ἀλλὰ τοῦ μὴ ἐπιβουλευθῆναι χάριν πρὸς τοῦ χείρονος. τίς οὖν ἡ παραίνεσις τῆς ὑπομονῆς;"],["210","θαυμασιωτάτη καὶ περιμάχητος· ἐάν ποτε, φησίν, ὁρᾷς ἀνηρεθισμένον καὶ ἐξηγριωμένον τὸ θυμοῦ καὶ ὀργῆς πάθος ἐν σαυτῷ ἤ τινι ἑτέρῳ, ὃ ἡ ἄλογος καὶ ἀτίθασος ζῳοτροφεῖ φύσις, μὴ μᾶλλον αὐτὸ ἀκονήσας ἐκθηριώσῃς— δήξεται γὰρ ἴσως ἀνίατα—, καταψύχων δὲ τὸ ζέον αὐτοῦ καὶ πεπυρωμένον ἄγαν ἡμέρωσον· τιθασὸν γὰρ καὶ χειρόηθες εἰ γένοιτο, ἥκιστα ἂν βλάψαι. τίς οὖν ὁ τρόπος τῆς τιθασείας καὶ ἡμερώσεως αὐτοῦ;"],["211","μεθαρμοσάμενος καὶ μετασκευασάμενος, ὅσα τῷ δοκεῖν, ἀκολούθησον τὸ πρῶτον οἷς ἂν ἐθέλῃ καὶ πρὸς μηδὲν ἐναντιωθεὶς ὁμολόγησον τὰ αὐτὰ φιλεῖν τε καὶ μισεῖν· οὕτω γὰρ ἐξευμενισθήσεται. πραϋνθέντος δὲ ἀποθήσῃ τὴν ὑπόκρισιν, καὶ μηδὲν ἔτι προσδοκῶν ἐξ ἐκείνου κακὸν πείσεσθαι μετὰ ῥᾳστώνης ἐπανελεύσῃ πρὸς τὴν τῶν ἰδίων ἐπιμέλειαν."],["212","εἰσάγεται γὰρ διὰ τοῦτο Χαρρὰν θρεμμάτων μὲν ἀνάπλεως, οἰκήτορσι δὲ κεχρημένη κτηνοτρόφοις· τί γὰρ ἂν εἴη χωρίον ἀλόγῳ φύσει καὶ τοῖς τὴν ἐπιμέλειαν καὶ προστασίαν αὐτῆς ἀνειληφόσιν ἐπιτηδειότερον τῶν ἐν ἡμῖν αἰσθήσεων;"],["213","πυθομένου γοῦν τοῦ ἀσκητοῦ „πόθεν ἐστέ “ἀποκρίνονται τἀληθὲς οἱ ποιμένες ὅτι „ἐκ Χαρράν “(Gen. 29, 4)· ἐκ γὰρ αἰσθήσεως αἱ ἄλογοι ὡς ἐκ διανοίας αἱ λογικαὶ δυνάμεις εἰσί. προσπυθομένου δέ, εἰ γινώσκουσι Λάβαν, φασὶν εἰκότως εἰδέναι (Gen. 29, 5)· γνωρίζει γὰρ τὸ χρῶμα καὶ πᾶσαν ποιότητα αἴσθησις, ὡς οἴεται, χρωμάτων δὲ καὶ ποιοτήτων ὁ Λάβαν σύμβολον."],["214","καὶ αὐτὸς δὲ ἐπειδὰν ἤδη τελειωθῇ, τὸν μὲν τῶν αἰσθήσεων οἶκον ἀπολείψει, τὸν δὲ τῆς ψυχῆς ὡς ψυχῆς ἱδρύεται, ὃν ἔτι ὢν ἐν τοῖς πόνοις καὶ ταῖς ἀσκήσεσιν ἀναζωγραφεῖ· λέγει γάρ· „πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον; “(Gen. 30, 30). πότε τῶν αἰσθητῶν καὶ αἰσθήσεων ὑπεριδὼν νοῦν καὶ διάνοιαν οἰκήσω, λόγῳ θεωρητοῖς πράγμασι συντρεφόμενος καὶ συνδιαιτώμενος, καθάπερ αἱ ζητητικαὶ τῶν ἀφανῶν ψυχαί— μαίας αὐτὰς ἔθος ὀνομάζειν—;"],["215","καὶ γὰρ αὗται ποιοῦσι σκεπάσματα οἰκεῖα καὶ φυλακτήρια φιλαρέτοις ψυχαῖς· τὸ δὲ εὐερκέστατον οἰκοδόμημα ἦν ὁ θεοῦ φόβος τοῖς φρουρὰν καὶ τεῖχος αὐτὸν ἀκαθαίρετον πεποιημένοις. „ἐπειδὴ “γάρ φησιν „ἐφοβοῦντο αἱ μαῖαι τὸν θεόν, ἐποίησαν ἑαυταῖς οἰκίας “(Exod. 1, 21)."],["216","Ἐξελθὼν οὖν ἐκ τῶν κατὰ τὴν Χαρρὰν τόπων ὁ νοῦς λέγεται „διοδεῦσαι τὴν γῆν ἕως τοῦ τόπου Συχὲμ ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν “(Gen. 12, 6). τί δέ ἐστι τὸ διοδεῦσαι, σκεψώμεθα· τὸ φιλομαθὲς ζητητικὸν καὶ περίεργόν ἐστι φύσει, πανταχῇ βαδίζον ἀόκνως καὶ πανταχόσε διακῦπτον καὶ μηδὲν ἀδιερεύνητον τῶν ὄντων μήτε σωμάτων μήτε πραγμάτων ἀπολιπεῖν δικαιοῦν. λίχνον γὰρ ἐκτόπως θεαμάτων καὶ ἀκουσμάτων εἶναι πέφυκεν, ὡς μὴ μόνον τοῖς ἐπιχωρίοις ἀρκεῖσθαι, ἀλλὰ καὶ τῶν ξενικῶν καὶ πορρωτάτω διῳκισμένων ἐφίεσθαι."],["217","λέγουσι γοῦν, ὡς ἔστιν ἄτοπον ἐμπόρους μὲν καὶ καπήλους γλίσχρων ἕνεκα κερδῶν διαβαίνειν τὰ πελάγη καὶ τὴν οἰκουμένην ἐν κύκλῳ περιιέναι ἅπασαν, μὴ θέρος, μὴ χειμῶνα, μὴ πνεύματα βίαια, μὴ ἐναντία, μὴ νεότητα, μὴ γῆρας, μὴ νόσον σώματος, μὴ φίλων συνήθειαν, μὴ τὰς ἐπὶ γυναικὶ καὶ τέκνοις καὶ τοῖς ἄλλοις οἰκείοις ἀλέκτους ἡδονάς, μὴ πατρίδος καὶ πολιτικῶν φιλανθρωπιῶν ἀπόλαυσιν, μὴ χρημάτων καὶ κτημάτων καὶ τῆς ἄλλης περιουσίας ἀσφαλῆ χρῆσιν, μὴ τῶν ἄλλων ὁτιοῦν συνόλως μέγα ἢ μικρὸν ἐμποδὼν τιθεμένους,"],["218","τοῦ δὲ καλλίστου καὶ περιμαχήτου καὶ μόνῳ τῷ γένει τῶν ἀνθρώπων οἰκειοτάτου χάριν, σοφίας, μὴ οὐχὶ θάλατταν μὲν ἅπασαν περαιοῦσθαι, πάντα δὲ γῆς μυχὸν ἐπέρχεσθαι, φιλοπευστοῦντας εἴ πού τι καλὸν ἔστιν ἰδεῖν ἢ ἀκοῦσαι, καὶ μετὰ σπουδῆς καὶ προθυμίας τῆς πάσης ἰχνηλατεῖν, ἄχρις ἂν ἐγγένηται τῶν ζητουμένων καὶ ποθουμένων εἰς ἀπόλαυσιν ἐλθεῖν."],["219","διόδευσον μέντοι, ψυχή, καὶ τὸν ἄνθρωπον, εἰ θέλεις, ἕκαστον τῶν περὶ αὐτὸν ἀγαγοῦσα εἰς ἐπίκρισιν, οἷον εὐθέως τί τὸ σῶμα καὶ τί ποιοῦν ἢ πάσχον διανοίᾳ συνεργεῖ, τί ἡ αἴσθησις καὶ τίνα τρόπον τὸν ἡγεμόνα νοῦν ὠφελεῖ, τί λόγος καὶ τίνων γινόμενος ἑρμηνεὺς πρὸς καλοκἀγαθίαν συμβάλλεται, τί ἡδονὴ καὶ τί ἐπιθυμία, τί λύπη καὶ φόβος καὶ τίς ἡ πρὸς ταῦτα ἰατρική, δι’ ἧς ἢ ληφθείς τις εὐμαρῶς διεκδύσεται ἢ οὐχ ἁλώσεται πρὸς αὐτῶν τὸ παράπαν, τί τὸ ἀφραίνειν, τί τὸ ἀκολασταίνειν, τί τὸ ἀδικεῖν, τίς ἡ τῶν ἄλλων πληθὺς νοσημάτων, ὅσα ἡ φθοροποιὸς ἀποτίκτειν πέφυκε κακία, καὶ τίς ἡ τούτων ἀποστροφή, καὶ κατὰ τὰ ἐναντία τί τὸ δίκαιον ἢ τὸ φρόνιμον ἢ τὸ σῶφρον, τὸ ἀνδρεῖον, τὸ εὔβουλον, ἀρετὴ συνόλως ἅπασα καὶ εὐπάθεια, καὶ ὃν τρόπον ἕκαστον αὐτῶν εἴωθε περιγίνεσθαι."],["220","διόδευσον μέντοι καὶ τὸν μέγιστον καὶ τελεώτατον ἄνθρωπον, τόνδε τὸν κόσμον, καὶ διάσκεψαι τὰ μέρη, ὡς τόποις μὲν διέζευκται, δυνάμεσι δὲ ἥνωται, καὶ τίς ὁ ἀόρατος οὗτος τῆς ἁρμονίας καὶ ἑνώσεως πᾶσι δεσμός. ἐὰν μέντοι σκοπούμενος μὴ ῥᾳδίως καταλαμβάνῃς ἃ ζητεῖς, ἐπίμενε μὴ κάμνων· οὐ γὰρ τῇ ἐκεχειρίᾳ ληπτὰ ταῦτ’ ἐστίν, ἀλλὰ μόλις πολλοῖς καὶ μεγάλοις πόνοις ἀνευρισκόμενα."],["221","οὗ χάριν ὁ φιλομαθὴς τοῦ τόπου Συχὲμ ἐνείληπται, μεταληφθὲν δὲ τοὔνομα Συχὲμ ὠμίασις καλεῖται, πόνου σύμβολον, ἐπειδὴ τοῖς μέρεσι τούτοις ἀχθοφορεῖν ἔθος, ὡς καὶ αὐτὸς ἑτέρωθι μέμνηται λέγων ἐπί τινος ἀθλητοῦ τοῦτον τὸν τρόπον· „ὑπέθηκε τὸν ὦμον εἰς τὸ πονεῖν, καὶ ἐγένετο ἀνὴρ γεωργός \" (Gen. 49, 15)."],["222","ὥστε μηδέποτε, ὦ διάνοια, μαλακισθεῖσα ὀκλάσῃς, ἀλλά, κἄν τι δοκῇ δυσθεώρητον εἶναι, τὸ ἐν σαυτῇ βλέπον διανοίξασα διάκυψον εἴσω καὶ ἀκριβέστερον τὰ ὄντα ἐναύγασαι καὶ μήτε ἑκοῦσα μήτε ἄκουσά ποτε μύσῃς· τυφλὸν γὰρ ὕπνος, ὡς ὀξυωπὲς ἐγρήγορσις. ἀγαπητὸν δὲ τῷ συνεχεῖ τῆς προσβολῆς εἱλικρινῆ τῶν ζητουμένων λαβεῖν φαντασίαν."],["223","οὐχ ὁρᾷς ὅτι καὶ δρῦν ὑψηλὴν ἐν Συχὲμ πεφυτεῦσθαί φησιν αἰνιττόμενος τὸν ἀνένδοτον καὶ ἀκαμπῆ, στερρόν τε καὶ ἀρραγέστατον παιδείας πόνον; ᾧ τὸν μέλλοντα ἔσεσθαι τέλειον καὶ ἀναγκαῖον κεχρῆσθαι, ἵνα μὴ τὸ ψυχῆς δικαστήριον, ὄνομα Δεῖνα— κρίσις γὰρ ἑρμηνεύεται—, συλληφθῇ πρὸς τοῦ τὸν ἐναντίον μοχθοῦντος πόνον, τοῦ φρονήσεως ἐπιβούλου."],["224","ὁ γὰρ ἐπώνυμος τοῦ τόπου τούτου Συχέμ, Ἐμὼρ υἱὸς ὤν, ἀλόγου φύσεως— καλεῖται γὰρ Ἐμὼρ ὄνος—, ἀφροσύνην ἐπιτηδεύων καὶ συντραφεὶς ἀναισχυντίᾳ καὶ θράσει τὰ κριτήρια τῆς διανοίας μιαίνειν ὁ παμμίαρος καὶ φθείρειν ἐπεχείρησεν, εἰ μὴ θᾶττον οἱ φρονήσεως ἀκουσταὶ καὶ γνώριμοι, Συμεών τε καὶ Λευί, φραξάμενοι τὰ οἰκεῖα ἀσφαλῶς ἐπεξῆλθον, ἔτι ὄντας ἐν τῷ φιληδόνῳ καὶ φιλοπαθεῖ καὶ ἀπεριτμήτῳ πόνῳ καθελόντες· χρησμοῦ γὰρ ὄντος, ὡς \" οὐκ ἂν γένοιτό ποτε πόρνη τῶν τοῦ βλέποντος, Ἰσραήλ, θυγατέρων “(Deut. 23, 17), οὗτοι τὴν παρθένον ψυχὴν ἐξαρπάσαντες λαθεῖν ἤλπισαν (Gen. 34)."],["225","οὐ γὰρ ἐρημία γε τῶν βοηθησόντων τοῖς παρασπονδουμένοις ἐστίν, ἀλλὰ κἂν οἴωνταί τινες, οἰήσονται μόνον, ἀπελεγχθήσονται δὲ τῷ ἔργῳ ψευδοδοξοῦντες. ἔστι γάρ, ἔστιν ἡ μισοπόνηρος καὶ ἀμείλικτος καὶ ἀδικουμένων ἀρωγὸς ἀπαραίτητος δίκη, σφάλλουσα τὰ τέλη τῶν αἰσχυνόντων ἀρετήν, ὧν πεσόντων εἰς παρθένον πάλιν ἡ δόξασα αἰσχυνθῆναι μεταβάλλει ψυχή· δόξασα δ’ εἶπον, ὅτι οὐδέποτε ἐφθείρετο· τῶν γὰρ ἀκουσίων οὐδὲν τοῦ πάσχοντος πρὸς ἀλήθειαν πάθος, ὡς οὐδὲ τοῦ μὴ ἀπὸ γνώμης ἀδικοῦντος τὸ πραττόμενον ἔργον."]]] \ No newline at end of file diff --git a/lines/on-the-naming-of-rivers-mountains-and-th.json b/lines/on-the-naming-of-rivers-mountains-and-th.json new file mode 100644 index 0000000000000000000000000000000000000000..88d753b5f948d33355f377a69f9d2fc3f676b713 --- /dev/null +++ b/lines/on-the-naming-of-rivers-mountains-and-th.json @@ -0,0 +1 @@ +[[["1","1. Χρυσίππη διὰ μῆνιν Ἀφροδίτης εἰς ἐπιθυμίαν ἐμπεσοῦσα τοῦ γεννήσαντος Ὑδάσπου καὶ μὴ στέγουσα τοὺς παρὰ φύσιν ἔρωτας, νυκτὸς βαθείας τῷ προειρημένῳσυνῆλθε, τῆς τροφοῦ συνεργούσης. Κατηχηθεὶς δὲ περὶ τῶν συμβεβηκότων ὁ βασιλεὺς τὴν μὲν ἐνεδρεύσασαν αὐτὸν γραῦν ζῶσαν κατέχωσεν· τὴν δὲ θυγατέρα σταυρώσας διὰ λύπης ὑπερβολὴν ἔρριψεν ἑαυτὸν εἰς ποταμὸν Ἰνδὸν, ὃς ἀπʼ αὐτοῦ δάσπης μετωνομάσθη· ἔστι δὲ τῆς Ἰνδίας νεανικῶς καταφερόμενος εἰς τὴν Σαρωνικὴν Σύρτιν."],["2","2. Γεννᾶται δὲ ἐν αὐτῷ λίθος λύχνις καλούμενος. Ἐλαιώδης δέ ἐστιν τῇ χρόᾳ καὶ ζεστὸς πάνυ· σελήνης δὲ αὐξομένης εὑρίσκεται πρὸς μελῳδίαν αὐλῶν· χρῶνται δὲ αὐτῷ οἱ ἐν ἐξοχῇ τυγχάνοντες."],["3","3. Εὑρίσκεται δὲ αὐτοῦ παρὰ τὰς καλουμένας Πύλας βοτάνη παρόμοιος ἡλιοτροπίῳ· ταύτην λειοτριβοῦντες τῷ χυλῷ τοῖς καύμασιν ἀλείφονται καὶ φέρουσιν ἀκινδύνως τῆς περισσοτέρας θερμασίας τὴν ἀναθυμίασιν."],["4","4. Οἱ δὲ ἐγχώριοι τὰς ἀσεβῶς ἀναστρεφομένας παρθένους σταυροῖς προσηλώσαντες εἰς αὐτὸν βάλλουσιν, τῇ σφῶν διαλέκτῳ τὸν Ἀφροδίτης ὕμνον ᾄδοντες. Κατορύσσουσι δὲ κατʼ ἐνιαυτὸν γραῦν κατάκριτον παρὰ τὸν ὀνομαζόμενον λόφον Θηρογόνον· ἅμα γὰρ τὴν πρεσβῦτιν κατορυχθῆναι ἑρπετῶν πλῆθος ἐκ τῆς ἀκρωρείας ἐξέρχεται καὶ τὰ περιιπτάμενα τῶν ἀλόγων ζώων κατεσθίει, καθὼς ἱστορεῖ Χρύσερμος ἐν π´ Ἰνδικῶν. Μέμνηται δὲ τούτων ἀκριβέστερον Ἀρχέλαος ἐν ιγ´ περὶ Ποταμῶν."],["5","5. Παράκειται δὲ αὐτῷ ὄρος Ἐλέφας καλούμενον δι᾿ αἰτίαν τοιαύτην· Ἀλεξάνδρου τοῦ Μακεδόνος μετὰ στρατεύματος εἰς Ἰνδίαν ἐλθόντος καὶ τῶν ἐγχωρίων κρίσιν ἐχόντων ἀντιπολεμεῖν αὐτῷ, Πώρου τοῦ βασιλέως τῶν τόπων ἐλέφας αἰφνιδίως οἰστροπλὴξ γενόμενος ἐπὶ τὸν Ἡλίου λόφον ἀνέβη καὶ ἀνθρωπίνῃ φωνῇ χρησάμενος εἶπεν· Δέσποτα βασιλεῦ, τὸ γένος ἀπὸ Τηγασίου κατάγων, μηδὲν ἐξ ἐναντίας Ἀλεξάνδρου ποιήσῃς Διὸς γάρ ἐστιν Γηγάσιος. Καὶ τελέσας τὸν λόγον ἔθανεν. Ἀκούσας δὲ τούτων ὁ Πῶρος ψοφοδεὴς τοῖς Ἀλεξάνδρου γόνασιν προσέπεσεν εἰρήνην αἰτούμενος· τυχὼν δὲ ὧν ἤθελεν, τὸ ὄρος Ἐλέφαντα μετωνόμασεν, καθὼς ἱστορεῖ Δέρκυλλος ἐν γ´ περὶ Ὀρῶν."]],[["1","1. Ἰσμηνὸς ποταμός ἐστι τῆς Βοιωτίας κατὰ πόλιν Θήβας· ἐκαλεῖτο δὲ τὸ πρότερον Κάδμου ποῦς ἀπʼ αἰτίας τοιαύτης· Κάδμος τὸν κρηνοφύλακα δράκοντα τοξεύσας καὶ εὑρὼν ὥσπερ πεφαρμακευμένον φόνῳ τὸ ὕδωρ, περιήρχετο τὴν χώραν ζητῶν πηγήν· γενόμενος δὲ κατὰ τὸ Κωρύκιον ἄντρον κατὰ πρόνοιαν Ἀθηνᾶ, τὸν δεξιὸν πόδα βαθύτερον εἰς πηλὸν ἤρεισεν· ποταμοῦ δʼ ἀναδοθέντος ἐκ τοῦ τόπου, ὁ ἥρως βουθυτήσας Κάδμου πόδα προσηγόρευσεν αὐτόν. Μετὰ δέ τινα χρόνον Ἰσμηνὸς, Ἀμφίονος καὶ Νιόβης παῖς, ὑπὸ Ἀπόλλωνος τοξευθεὶς καὶ ἀλγηδόνι συνεχόμενος, ἑαυτὸν ἔβαλεν εἰς τὸν προειρημένον ποταμὸν, ὅς ἀπ᾿ αὐτοῦ Ἰσμηνὸς ὠνομάσθη, καθὼς ἱστορεῖ Σώστρατος ἐν β´ περὶ Ποταμῶν."],["2","2. Παράκειται δὲ αὐτῷ Κιθαιρὼν ὄρος, ὀνομαζόμενον δὲ πρότερον Ἀστέριον δι᾿ αἰτίαν τοιαύτην. Βοιωτοῦ τοῦ Ποσειδῶνος ἐκ δυεῖν γυναικῶν τῶν ἐπισήμων θέλοντος γῆμαι τὴν ὠφελιμωτέραν καὶ ἐν ταῖς ἀκρωρείαις λόφου τινὸς ἀνωνύμου νυκτὸς περιμένοντος ἀμφοτέρας, αἴφνίδιος ἐξ οὐρανοῦ κατενεχθεὶς ἀστὴρ ἐνέπεσεν τοῖς Εὐρυθεμίστης ὤμοις καὶ ἀφανὴς ἐγένετο. Βοιωτὸς δὲ τὸ σημαινόμενον νοήσας τὴν μὲν κόρην ἔγημεν, τὸ δὲ ὄρος ὠνόμασεν Ἀστέριον ἀπὸ τοῦ συγκυρήματος. Ὕστερον δὲ ἐκλήθη Κιθαιρών διʼ αἰτίαν τοιαύτην. Τισιφόνη μία τῶν Ἐρινύων εἰς ἐπιθυμίαν ἐμπεσοῦσα παιδὸς εὐπρεποῦς, Κιθαιρῶνος τοὔνομα, καὶ μὴ στέγουσα τὴν ἐπίτασιν τῶν ἐρώτων, λόγους αὐτῷ περὶ συνόδων ἀπέστειλεν· ὁ δὲ τὸ καταπληκτικὸν τῆς προειρημένης φοβηθεὶς οὐδὲ ἀποκρίσεως αὐτὴν ἠξίωσεν· ἡ δὲ ἀποτυχοῦσα τῆς προαιρέσεως ἐκ τῶν πλοκάμων ἕνα τῶν δρακόντων ἀπέσπασεν καὶ ἐπὶ τὸν ὑπερήφανον ἔβαλεν· ὁ δὲ ὄφις τοῖς κόλποις περισφίγξας αὐτὸν ἀνεῖλεν Ἀστερίου ποιμαίνοντα ἐν ταῖς ἀκρωρείαις. Κατὰ δὲ πρόνοιαν θεῶν τὸ ὄρος ἀπʼ αὐτοῦ μετωνομάσθη Κιθαιρὼν, καθὼς ἱστορεῖ Λέων ὁ Βυζάντιος ἐν τοῖς Βοιωτιακοῖς."],["3","3. Ἑρμησιάναξ δὲ ὁ Κύπριος ἱστορίας μέμνηται τοιαύτης. Ἑλικὼν καὶ Κιθαιρὼν ἀδελφοὶ τυγχάνοντες διαφόρους ἔσχον τῶν τρόπων τὰς διαθέσεις· ὁ μὲν γὰρ Ἑλικὼν πρᾳότερος ὑπάρχων καὶ προσηνὴς, συμπαθῶς ἐγηροβόσκει τοὺς γονεῖς· ὁ δὲ Κιθαιρὼν πλεονέκτης τυγχάνων καὶ θέλων εἰς ἑαυτὸν μεταστῆσαι τὴν οὐσίαν, πρῶτον μὲν ἐφόνευσεν τὸν γεννήσαντα, τὸν δὲ ἀδελφὸν ἐξ ἐνέδρας κατακρημνίζων, καὶ αὐτὸς συγκατηνέχθη· κατὰ δὲ θεῶν πρόνοιαν εἰς ὁμώνυμα ὄρη μεταμορφωθέντες ἐγένοντο Κιθαιρὼν μὲν διὰ τὴν ἀσέβειαν Ἐρινύων μυχός, Ἑλικὼν δὲ διὰ φιλοστοργίαν Μουσῶν ἐνδιαίτημα."]],[["1","1. Ἕβρος ποταμός ἐστι τῆς Θρᾴκης. Ἐκαλεῖτο δὲ πρότερον Ῥόμβος, τὴν προσηγορίαν εἰληφὼς ἀπὸ τῆς συστροφῆς τῆς καταφορᾶς τοῦ ὕδατος. Κάσανδρος δὲ, ὁ βασιλεὺς τῶν τόπων, γήμας Κροτονίκην ἐγέννησεν ἐξ αὐτῆς υἱὸν Ἕβρον· ἀποταξάμενος δὲ τῇ συμβιώσει τῆς προτέρας γυναικὸς ἐπέγημε τῷ τέκνῳ Δαμασίππην τὴν Ἄτρακος· ἥτις εἰς ἐπιθυμίαν ἐμπεσοῦσα τοῦ προγόνου λόγους αὐτῷ περὶ συνόδων ἐπέστειλεν. Ὁ δʼ ὡς Ἐρινὺν φυγὼν τὴν μητρυιὰν προσηυκαίρει κυνηγίαις. Ἀποτυχοῦσα δὲ τῆς προαιρέσεως ἡ ἀσελγὴς κατεψεύσατο τοῦ σώφρονος, ὡς βιάσασθαι αὐτὴν θελήσαντος. Κάσανδρος δὲ τῷ ζήλῳ συμπεριενεχθεὶς μεθʼ ὁρμῆς ἐπὶ τὴν ὕλην ἠνέχθη καὶ σπασάμενος τὸ ξίφος ἐδίωκε τὰν υἱὸν, ὡς ἐπίβουλον τῶν πατρῴων γάμων. Ὁ δὲ νἱὸς περικατάληπτος γενόμενος ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Ῥόμβον, ὃς ἀπ’ αὐτοῦ Ἕβρος μετωνομάσθη, καθὼς ἱστορεῖ Τιμόθεος ἐν ια΄ περὶ Ποταμῶν."],["2","2. Ὅρος δὲ αὐτῷ παράκειται Παγγαῖον τὴν προσηγορίαν ἔχον δυʼ αἰτίαν τοιαύτην. Ὁ Παγγαῖος, Ἄρεως καὶ Κριτοβούλης παῖς, τῆ θυγατρὶ κατʼ ἄγνοιαν συγγενόμενος ἀθυμίᾳ συσχεθεὶς ἔδραμεν εἰς Καρμάνιον ὄρος, καὶ διὰ λύπης ὑπερβολὴν σπασάμενος τὸ ξίφος ἑαυτὸν ἀνεῖλεν κατὰ δὲ πρόνοιαν θεῶν ὁ τόπος μετωνομάσθη Παγγαῖος."],["3","3. Τεννᾶται δὲ ἐν αὐτῷ τῷ προειρημένῳ ποταμῷ βοτάνη παρόμοιος ὀριγάνῳ, ἧς τὰ ἄκρα δρεψάμενοι Θρᾷκες, ἐπιτιθέασιν πυρὶ μετὰ τὸν κόρον τῆς δημητριακῆς τροφῆς, καὶ τὴν ἀναφερομένην ἀναθυμίασιν δεχόμενοι ταῖς ἀναπνοιαῖς καροῦνται καὶ εἰς βαθὺν ὕπνον καταφέρονται. 4. Γεννᾶται δὲ καὶ ἐν τῷ Παγγαίῳ ὄρει βοτάνη κιθάρα καλουμένη διὰ ταύτην τὴν αἰτίαν. Αἱ διασπαράξασαι τὸν Ὀρφέα τὰ μέλη τοῦ προειρημένου εἰς ποταμὸν ἔβαλον Ἕβρον· καὶ ἡ μὲν κεφαλὴ τοῦ θνητοῦ κατὰ πρόνοιαν θεῶν εἰς δράκοντα μετέβαλεν τὴν μορφὴν (τοῦ σώματος) ἡ δὲ λύρα κατηστερίσθη κατὰ προαίρεσιν Ἀπόλλωνος ἐκ δὲ τοῦ ῥεύσαντος αἵματος ἀνεφάνη βοτάνη κιθάρα καλουμένη. Τῶν δὲ Διονυσίων τελουμένων αὕτη κιθάρας ἀναδίδωσιν ἦχον· οἱ δʼ ἐγχώριοι ωεβρίδας περιβεβλημένοι καὶ θύρσους κρατοῦντες ὕμνον ᾄδουσιν· Μὴ τότε φρονήσῃς, ὅταν ἔσῃ μάτην φρονῶν· καθὼς ἱστορεῖ Κλειτώνυμος ἐν τῷ γ΄ τῶν Θρᾳκικῶν."]],[["1","1. Γάγγης ποταμός ἐστι τῆς Ἰνδίας, τὴν προσηγορίαν λαβὼν διʼ αἰτίαν τοιαύτην. Ἰνδῷ τις Καλαυρία νύμφη ἐγέννησεν υἱὸν κάλλει περίβλεπτον, τοὔνομα Γάγγην. Οὗτος καρηβαρήσας τῇ μητρὶ κατʼ ἄγνοιαν συνεγένετο. Τῇ δʼ ἐπιούσῃ τῶν ἡμερῶν παρὰ τῆς τροφοῦ μαθὼν τὴν ἀλήθειαν διὰ λύπης ὑπερβολὴν ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Χλιαρὸν καλούμενον, ὃς ἀπʼ αὐτοῦ Γάγγης μετωνομάσθη."],["2","2. Γεννᾶται δὲ ἐν αὐτῷ βοτάνη παραπλησία βουγλώσσῳ, ἣν λειοτριβοῦντες τὸν χυλὸν αὐτῆς τηροῦσιν, καὶ νυκτὸς βαθείας τοὺς φωλεοὺς τῶν τίγρεων περιρραίνουσιν· αἱ δὲ διὰ τὴν δύναμιν τῆς ἐκχυθείσης ὑγρασίας προχωρῆσαι μὴ δυνάμεναι θνήσκουσι, καθὼς ἱστορεῖ Καλλισθένης ἐν γ΄ τῶν Κυνηγετικῶν."],["3","3. Παράκειται δὲ αὐτῷ ὄρος Ἀνατολὴ καλούμενον διʼ αἰτίαν τοιαύτην. Ἀναξιβίαν νύμφην Ἥλιος θεαεάμενος χορείαις προσευκαιροῦσαν εἰς ἐπιθυμίαν αὐτῆς ἐνέπεσεν καὶ μὴ στέγων τῶν ἐρώτων, ἐπεδίωκε τὴν προειρημένην βιάσασθαι βουλόμενος· ἡ δὲ περικατάληπτος γενομένη κατέφυγεν ἐπὶ τὸ τῆς Ὀρθίας Ἀρτέμιδος τέμενος, ὅπερ ἦν ἐν ὄρει Κορύφη καλουμένῳ, καὶ ἀφανὴς ἐγένετο· κατόπιν δʼ ἀκολουθήσας ὁ θεὸς καὶ μηδαμοῦ τὴν ἀγαπωμένην εὑρὼν διὰ λύπης ὑπερβολὴν ἐκεῖθεν ἀνέτειλεν· οἱ δὲ ἐγχώριοι τὴν ἀκρώρειαν Ἀνατολὴν μετωνόμασαν ἀπὸ τοῦ συγκυρήματος, καθὼς ἱστορεῖ Καιμάρων ἐν δεκάτω Ἰνδικῶν."]],[["1","1. Φᾶσις ποταμός ἐστι τῆς Σκυθίας παραρρέων πόλιν· ἐκαλεῖτο δὲ τὸ πρότερον Ἀρκτοῦρος τὴν προσηγορίαν εἰληφὼς διὰ τὴν χωροθεσίαν τῶν κατεψυγμένων τόπων· μετωνομάσθη δὲ διʼ αἰτίαν τοιαύτην. Φᾶσις Ἡλίου καὶ Ὀκυρρόης τῆς Ὠκεανοῦ παῖς τὴν μητέρα μουχευομένην ἐπ’ αὐτοφώρῳ καταλαβὼν ἀνεῖλεν· κατὰ δὲ ἐπιφάνειαν Ἐρινύων οἰστροπλὴξ γενόμενος ἑαυτὸν ἔρριψεν εἰς τὸν Ἀρκτοῦρον, ἀπʼ αὐτοῦ δὲ Φᾶσιν μετωνομασμένον."],["2","2. Γεννᾶται δʼ ὲν τῶ ποταμῷ ῥάβδος ὀνομαζομένη λευκόφυλλλος εὗρίσκεται δὲ τοῖς μυστηρίοις τῆς Ἑκάτης περὶ τὸν ὄρθρον πρὸς παιανισμὸν ἔνθεον αὐτοῦ περὶ τὴν ἀρχὴν τοῦ ἔαρος ἣν οἱ ζηλότυποι τῶν ἀνδρῶν δρεπόμενοι ῥίπτουσι περὶ τὸν παρθένιον θάλαμον καὶ ἀνόθευτον τηροῦσι τὸν γάμον. Ἐάν γὰρ τις προπετέστερον ἀποστραφῇ τῶν ἀσεβεστέρων διὰ μέθην καὶ εἰς τὸν τόπον εἰσέλθῃ, τῶν σωφρονούντων ἀφαρπάζεται λογισμῶν καὶ εὐθὺς ὁμολογεῖ πᾶσιν, ὅσα παρανόμως ἢ ἔπραξεν ἢ μέλλει πράττειν. Οἱ δὲ παρατυγχάνοντες συλλαμβάνοντες ῥίπτουοιν ἐμβεβυρσωμένον εἰς τὸ καλούμενον Στόμιον τῶν ἀσεβῶν. Ἔστι δὲ στρογγυλοειδὲς, φρέατι παραπλήσιον. Ἐκδίδωσι δὲ τὸ βληθὲν μετὰ λ΄ ἡμέρας εἰς τὴν Μαιῶτιν λίμνην σκωλήκων γέμον. Γῦπες δʼ αἰφνιδίως ἐπιφανέντες ἀθρόοι τὸν ἐγκείμενον διαρπάζουσι, ὡς ἱστορεῖ Κτήσιππος ἐν β’ Σκυθικῶν."],["3","3. Παράκειται δὲ τὸ Καυκάσιον ὄρος ἐκαλεῖτο δὲ τὸ πρότερον Βορέου κοίτη διʼ αἰτίαν τοιαύτην. Βορέας διʼ ἐρωτικὴν ἐπιθυμίαν Χιόνην ἁρπάσας τὴν Ἀρκτούρου θυγατέρα κατήνεγκεν εἰς τινα λόφον Νιφάντην καλούκενον καὶ ἐγέννησεν ἐκ τῆς προειρημένης υἱὸν Ὕρπακα τὸν διαδεξάμενον Ἡνιόχου τὴν βασιλείαν. Μετωνομάσθη δὲ τὸ ὄρος Κοίτη Βορέου. Προσηγορεύθη δὲ Καύκασος διὰ περίστασιν τοιαύτην. Μετὰ τὴν γιγαντομαχίαν Κρόνος ἐκκλίνων τὰς Διὸς ἀπειλὰς ἔφυγεν εἰς τὴν ἀκρώρειαν Βορέου Κοίτης κοὶ εἰς κροκόδειλον μεταμορφωθεὶς ἔλαθεν· ὁ δὲ Προμηθεὺς ἕνα τῶν ἐγχωρίων ποιμένα Καύκασον ἀναταμὼν καὶ κατανοήσας αὐτοῦ τὴν διάθεσιν τῶν σπλάγχνων, εἶπεν οὐ μακρὰν εἶναι τοὺς πολεμίους. Ὁ δὲ Ζεὺς ἐπιφανεὶς τὸν μὲν πατέρα δήσας πλεκτῷ ἐρίῳ κατεταρτάρωσεν· τὸ δὲ ὄρος εἰς τιμὴν τοῦ ποιμένος Καύκασον μετονομάσας, προσέδησεν αὐτῷ τὸν Προμηθέα καὶ ἠνάγκασεν αὐτὸν ὑπὸ σπλαγχνοφάγου ἀετοῦ βασανίζεσθαι, ὅτι παρηνόμησεν εἰς τὰ σπλάγχνα, ὡς ἱστορεῖ Κλεάνθης ἐν Θεομαχίας γεγραφώς."],["4","4. Γεννᾶται δʼ ἐν αὐτῷ βοτάνη Προμήθειος καλουμένη, μένη, ἣν Μήδεια συλλέγουσα καὶ λειοτριβοῦσα πρὸς ἀντιπαθείας τοῦ πατρὸς ἐχρήσατο, καθὼς ἱστορεῖ ὁ αὐτός."]],[["1","1. Ἄραρ ποταμός ἐστι τῆς Κελτικῆς, τὴν προσηγορίαν εἰληφὼς παρὰ τὸ ἡρμόσθαι τῷ Ῥοδανῷ· καταφέρεται γὰρ εἰς τοῦτον κατὰ τὴν χώραν τῶν Ἀλλοβρόγων. Ἐκαλεῖτο δὲ πρότερον Βρίγουλος· μετωνομάσθη δὲ διʼ αἰτίαν τοιαύτην. Ἄραρ κυνηγεσίας χάριν εἰς ὕλην προχωρήσας καὶ εὑρὼν τὸν ἀδελφὸν Κελτίβηρον ὑπὸ θηρίων ἀνηλωμένον, διὰ λύπης ὑπερβολὴν ἑαυτὸν καιρίως πλήξας ἔβαλεν εἰς τὸν ποταμὸν Βρίγουλον, ὃς ἀπʼ αὐτοῦ μετωνομάσθη Ἄραρ."],["2","2. Γεννᾶται δὲ ἐν αὐτῷ μέγας ἰχθὺς, σκολοπίας προσαγορευόμενος ὑπὸ τῶν ἐγχωρίων· οὗτος αὐξανομένης τῆς σελήνης λευκός ἐστιν· μειουμένης δὲ μέλας γίνεται παντελῶς ὑπεραυξήσας δὲ ἀναιρεῖται ὑπὸ τῶν ἰδίων ἀκανθῶν."],["3","3. Εὑρίσκεται δʼ ἐν τῆ κεφαλῇ αὐτοῦ λίθος χόνδρῳ παρόμοιος ἁλὸς, ὃς κάλλιστα ποιεῖ πρὸς τεταρταίας νόσους, τοῖς ἀριστεροῖς μέρεσι τοῦ σώματος προσδεδεμένος τῆς σελήνης μειουμένης, καθὼς ἱστορεῖ Καλλισθένης ὁ Συβαρίτης ἐν ιγ΄ Γαλατικῶν, παρʼ οὗ τὴν ὑπόθεσιν εἴληφεν Τιμαγένης ὁ Σύρος."],["4","4. Παράκειται δὲ αὐτῷ ὄρος Λούγδουνος καλούμενον· μετωνομάσθη δὲ δʼ αἰτίαντοιαύτην. Μώμορος καὶ Ἀτεπόμαρος, ὑπὸ Σεσηρονέως τῆς ἀρχῆς ἐκβληθέντες, εἰς τοῦτον κατὰ προσταγὴν χρησμοῦ ἦλθον τὸν λόφον πόλιν κτίσαι θέλοντες. Τῶν δὲ θεμελίων ὀρυσσομένων αἰφνιδίως κόρακες ἐπιφανέντες καὶ διαπτερυξάμενοι, τὰ πέριξ ἐπλήρωσαν δένδρα. Μώμορος δὲ οἰωνοσκοπίας ἔμπειρος ὑπάρχων, τὴν πόλιν Λούγδουνον προσηγόρευσεν. Λοῦγον γὰρ τῇ σφῶν διαλέκτῳ τὸν κόρακα καλοῦσι, δοῦνον δὲ τόπον ἐξέχοντα, καθὼς ἱστορεῖ Κλειτοφῶν ἐν ιγ΄ Κτίσεων."]],[["1","1. Πακτωλὸς ποταμός ἐστι τῆς Λυδίας κατὰ πόλιν Σάρδεις. Ἐκαλεῖιο δὲ πρότερον Χρυσορρόας. Χίος ὁ Ἀπόλλωνος καὶ Ἀπαθίππης ʼπαῖς τήν μηχανικὴν τίχνην ἀσκήσας καὶ σπάνει βίου συνεχόμενος, νυκτὸς βαθείας τοὺς θησαυροὺς Κροίσου τοῦ βασιλέως ἀνέῳξεν καὶ τὸν χρυσὸν ἐκκομίζων διεδίδου τοῖς οἰκείοις καταδιωχθεὶς δὲ ὑπὸ τῶν φρουρῶν καὶ κατάληπτος γενόμενος, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν, ὃς ἀπʼ αὐτοῦ Χρυσορρόας μετωνομάσθη. Πακτωλὸς δὲ μετεκλήθη διὰ τήνδε τὴν περίστασιν. Πακτωλὸς, οειολιος καὶ Λευκοθέης παῖς, ἐν τοῖς Ἀφροδίτης μυστηρίοις Δημοδίκην τὴν ἀδελφὴν κατʼ ἄγνοιαν βιασάμενος καὶ περὶ τῶν συμβεβηκότων κατηχηθεὶς διὰ λύπης ὑπερβολὴν ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Χρυσορρόαν, ὃς ἀπʼ αὐτοῦ Πακτωλὸς προσηγορεύθη."],["2","2. Γεκνᾶται δʼ ἐν αὐτῷ ψῆγμα Δαρείου χρυσίου καταφερόμενον εἰς τὸν εὐδαίμονα κόλπον."],["3","3. Γεννᾶται δʼ ἐν αὐτῷ καὶ λίθος ἀρουραφύλαξ καλούμενος ἔστι δὲ ἀργύρῳ παρόμοιος· εὑρίσκεται δὲ δυσχερῶς τῷ καταφερομένῳ ψήγματι συναναμιγνύμενος· ἔχει δὲ δύναμιν τοιαύτην. Οἱ ἐν ἐξοχῇ τυγχάνοντες τῶν Λυδῶν συναγοράζουσιν αὐτὸν καὶ πρὸ τῆς εἰσόδου τῶν θησαυρῶν τιθέασι, καὶ διαφυλάττουσιν ἀκινδύνως τὸν διατιθέμενον χρυσόν. Ὁσάκις γὰρ ἂν φῶρες ἐπέλθωσι, σάλπιγγος ᾔχον ἀναδίδωσιν ὁ λίθος. Οἱ δὲ, ὡς ὑπὸ δορυφόρων διωκόμενοι, κατὰ κρημνῶν φέρονται. Καὶ καλεῖται ὁ τόπος τῶν βιαιοθανατησάντων Πακτωλοῦ φρουρά."],["4","4. Γεννᾶται δὲ ἐν αὐτῷ καὶ βοτάνη πορφυράνθεμος, καλουμένη χρυσοπόλη· πρὸς αὐτὴν γὰρ αἱ ἀστυγείτονες πόλεις τὸν ἀκέραιον χρυσὸν δοκιμάζουσιν. Ἅμα γὰρ αὐτὸν χωνευθῆναι βάπτουσι τὴν βοτάνην· καὶ ἐὰν μὲν ἀνόδευτον τὸ χρυσίον ᾖ, τὰ φύλλα χρυ σοῦται· ἐὰν δʼ ἐφθαρμένον ὑπάρχῃ, τὴν ἠλλαγμένην ὑγρασίαν ἀποπτύει, καὶ διατηρεῖ τῆς ὔλης τὴν οὐσίαν, καθὼς ἱστορεῖ Χρύσερμος ἐν γ περὶ Ποταμῶν."],["5","5. Παράκειται δὲ αὐτῷ ὄρος Τμῶλος, παντοδαπῶν θηρίων πλῆρες ἐκαλεῖτο δὲ πρότερον Καρμανόριον ἀπὸ Καρμάνορος τοῦ Διονύσου καὶ Ἀλεξιρροίας παιδὸς, ὅς κυνηγετῶν ἀπέθανεν ὑπὸ κάπρου πληγείς· ὕστερον δὲ μετωνομάσθη Τμῶλος διὰ τοιαύτην αἰτίαν. μῶλος Ἄρεως καὶ Θεογόνης υἱὸς, βασιλεὺς Λυδίας, ἐν Καρμανορίῳ κυνηγετῶν ὄρετ καὶ θεασάμενος Ἀρσίππην παρθένον τῇ Ἀρτέμιδι συναναστρεφομένην, εἰς ἐπιθυμίαν αὐτῆς ἐνέπεσεν καὶ πλεονεκτούμενος ὑπὸ τοῦ ἔρωτος ἐπεδίωκεν αὐτὴν βιάσασθαι βουλόμενος ἡ δὲ περικατάληπτος γενομένη ἀπέφυγεν εἰς τὸν ναὸν τῆς Ἀρτέμιδος. Καταφρονήσας δὲ τῆς δεισιδαιμονίας ὁ τύραννος ἐν τῷ τεμένει τὴν κόρην ἔφθειρεν· ἡ δὲ ἀθυμίᾳ συσχεθεῖσα βρόχῳ τὸν βίον περιέγραψεν. Ἀναξιοπαθήσασα παθήσασα δὲ ἐπὶ τοῖς πραχθεῖσιν ἡ θεὸς, οἰστροπλῆγα τῷ προειρημένῳ ταῦρον ἐπέσκηψεν, ὑφʼ οὗ ῤιφεὶς εἰς ὅψος καὶ εἰς σκόλοπας κατενεχθεὶς, μετὰ βασάνων I. ἔθανεν. Θεοκλύμενος δὲ, τοῦ προειρημένου παῖς, τὸν γεννήσαντα θάψας τὸ ὅρος ἀπʼ αὐτοῦ μετωνόμασεν."],["6","6. Γεννᾶται δὲ ἐν αὐτῷ λίθος κισήρει παρόμοιος καὶ σπανίως εὑρίσκεται· τετράκις γὰρ τῆς ἡμέρας ἀλλάσσει τὴν χρόαν· βλέπεται δὲ ὑπὸ παρθένων τῶν μήπω χρόνον φρονήσεως ἐχουσῶν αἱ δὲ ὥραν ἔχουσαι γάμου ἐὰν ὁρῶσιν αὐτὸν, οὐδὲν ἀδικοῦνται παρὰ τῶν ὑβρίζειν θελόντων· καθὼς ἱστορεῖ Κλειτοφῶν"]],[["1","1. Λυκόρμας ποταμός ἐστιν Αἰτωλίας· μετωνομάσθη δʼ Εὔηνος διʼ αἰτίαν τοιαύτην. Ἴδας, ὁ Ἀφαρέως παῖς, διʼ ἐρωτικὴν ἐπιθυμίαν Μάρπησσαν ἁρπάσας, ἀπήνεγκεν εἰς Πλεύρωνα. Κατηχηθεὶς δὲ περὶ τῶν συμβεβηκότων ὁ Εὔηνος, ἐπεδίωκεν τὸν ἐπίβουλον τῆς ἰδίας θυγατρός γενόμενος δὲ κατὰ Λυκόρμαν καὶ τῆς συλλήψεως ἀπελπίσας, ἑαυτὸν εἰς ποταμὸν ἔβαλεν, ὅς ἀπʼ αὐτοῦ Εὔηνες μετωνομάσθη."],["2","2. Γεννᾶται δʼ ἐν αὐτῷ βοτάνη σάρισα προσαγορευομένη, λόγχῃ παρόμοιος, ποιοῦσα πρὸς ἀμβλυωπίας ἄριστα, καθὼς ἱστορεῖ Ἀρχέλαος ἐν α΄ περὶ Ποταμῶν."],["3","3. Παράκειται δὲ αὐτῷ ὄρος Μύηνον καλούμενον ἀπὸ Μυήνου, τοῦ Τελέστορος καὶ Ἀλφεσιβοίας παιδός. Οὗτος γὰρ ὑπὸ τῆς μητρυιᾶς φιλούμενος καὶ μὴ θέλων μιαίνειν τὴν κοίτην τοῦ γεννήσαντος, εἰς Ἄλφιον ὄρος ἀνεχώρησεν. Τελέστωρ δὲ τῷ ζήλῳ τῆς γυναικὸς συσσχηματισθεὶς, εἰς τὴν ἐρημίαν μετὰ τῶν δορυφόρων κατὰ τοῦ τέκνου ληψόμενος ἐδίωκεν. Μύηνος δὲ φθάσας τοῦ πατρὸς τὰς ἀπειλὰς κατεκρήμνισεν ἑαυτόν. Τὸ δʼ ὄρος κατὰ πρόνοιαν θεῶν ἀπʼ αὐτοῦ Μύηνον μετωνομάσθη."],["4","4. Γεννᾶται δʼ ἐν αὐτῷ λευκόϊον ἄνθος, ὃ μητρυιᾶς ὀνομασθείσης μαραίνεται, καθὼς ἱστορεῖ Δέρκυλλος ἐν γ΄ περὶ Ὀρῶν."]],[["1","1. Μαίανδρος ποταμὸς τῆς Ἀσίας· ἐκαλεῖτο δὲ πρότερον Ἀναβαίνων· μόνος γὰρ ἐκ πάντων τῶν ποταμῶν ἀπὸ τῶν ἰδίων ἀρχόμενος πηγῶν εἰς ἑαυτὸν παλινδρομεῖ. Προσηγορεύθη δὲ Μαίανδρος ἀπὸ Μαιάνδρου, τοῦ Κερκάφου καὶ Ἀναξιβίας παιδὸς, ὅς πρὸς Πεσσινουντίους πόλεμον ἔχων ηὔξατο τῇ μητρὶ τῶν θεῶν, ἐὰν ἐγκρατὴς γένηται τῆς νίκης, θύσειν τὸν πρῶτον αὐτῷ συγχαρέντα ἐπὶ ταῖς ἀνδραγαθίαις τρόπαια φέροντι. Ὑποστρέψαντι δὲ τῷ προειρημένῳ πρῶτος συνεχάρη συναντήσας ὁ παῖς Ἀρχέλαος μετὰ τῆς μητρὸς καὶ τῆς ἀδελφῆς. Ὁ δὲ τῆς προειρημένης δεισιδαιμονίας ἀναμνησθεὶς, κατ᾿ ἀνάγκην τοῖς βωμοῖς προσήγαγεν τοὺς προσήκοντας. Ἀθυμήσας δʼ ἐπὶ τοῖς πραχθεῖσιν ἔρριψεν ἑαυτὸν εἰς ποταμὸν Ἀναβαίνοντα, ὃς ἀπʼ αὐτοῦ Μαίανδρος προσηγορεύθη, καθὼς ἱστορεῖ Τιμόλαος ἐν α´ Φρυγιακῶν. Μέμνηται δὲ τούτων καὶ Ἀγαθοκλῆς ὁ Σάμιος ἐν τῇ Πεσσινουντίων πολιτείᾳ."],["2","2. Δημόστρατος δὲ ὁ Ἀπαμεὺς ἱστορίας μέμνηται τοιαύτης. Μαίανδρος ἀκμὴν στρατηγὸς χειροτονηθεὶς ἐξ ἐναντίας Πεσσινουντίων καὶ παῤ ἐλπίδας τῆς νίκης ἐγκρατὴς γενόμενος, τὰ ἀναθήματα τῆς μητρὸς τῶν θεῶν διέδωκε τοῖς στρατιώταις· κατὰ δὲ πρόνοιαν τῆς θεᾶς τῶν σωφρονούντων λογισμῶν αἰφνιδίως ἀπαλλοτριωθεὶς, προσαπέκτεινεν τὴν γυναῖκα καὶ τὸν υἱόν ὀλίγον δὲ σωφρονήσας καὶ εἰς μετάνοιαν ἐπὶ τοῖς πραχθεῖσι χωρήσας, ἑαυτὸν ἔβαλεν εἰς ποταμὸν, ὃς ἀπ᾿ αὐτοῦ Μαίανδρος προσωνομάσθη."],["3","3. Γεννᾶται δ᾿ ἐν αὐτῷ λίθος κατ᾿ ἀντίφρασιν Σώφρων καλούμενος, ὃν ἐὰν βάλῃς τινὸς εἰς κόλπον, ἐμμανὴς γίνεται καὶ φονεύει τινὰ τῶν συγγενῶν· ἐξιλασάμενος δὲ τὴν μητέρα τῶν θεῶν, ἀπαλλάσσεται τοῦ πάθους, καθὼς ἱστορεῖ Δημάρατος ἐν γ´ περὶ Ποταμῶν. Μέμνηται δὲ τούτων καὶ Ἀρχέλαος ἐν α´ περὶ Λίθων."],["4","4. Παράκειται δ᾿ αὐτῷ ὄρος Σίπυλον τὴν προσηγορίαν ἔχον ἀπὸ Σιπύλου τοῦ Ἀγήνορος καὶ Διωξίππης παιδός. Οὗτος γὰρ μητροκτονήσας κατʼ ἄγνοιαν καὶ ὑπʼ Ἐρινύων οἰστρηλατηθεὶς, εἰς τὸ Κεραύνιον ὄρος ἦλθεν καὶ διὰ λύπης ὑπερβολὴν βρόχῳ τὸν βίον περιέγραψεν. Τὸ δὲ ὄρος κατὰ πρόνοιαν θεῶν ἀπ᾿ αὐτοῦ Σίπυλον ὠνομάσθη."],["5","5. Γεννᾶται δ᾿ ἐν αὐτῷ λίθος παρόμοιος κυλίνδρῳ, ὃν οἱ εὐσεβεῖς υἱοὶ ὅταν εὕρωσιν, ἐν τῷ τεμένει τῆς μητρὸς τῶν θεῶν τιθέασι καὶ οὐδέποτς χάριν ἀσεβείας ἁμαρτάνουσιν, ἀλλὰ φιλοπάτορες ὑπάρχουσι καὶ πρὸς τοὺς προσήκοντας συμπαθοῦσιν, ὡς ἱστορεῖ Ἀγαθαρχίδης ὁ Σάμιος ἐν δ΄ περὶ Λίθων. Μέμνηται δὲ τούτων ἀκριβέστερον Δημάρατος ἐν δʼ Φρυγίας."]],[["1","1. Μαρσύας ποταμός ἐστι τῆς Φρυγίας κατὰ πόλιν Κελαινὰς κείμενος· προσηγορεύετο δὲ πρότερον πηγὴ Μίδα διʼ αἰτίαν τοιαύτην. Μίδας βασιλεὺς Φρυγῶν περιερχόμενος τὰ ἐρημότερα τῆς χώρας καὶ ἀνυδρία συνεχόμενος, ἤψατο τῆς γῆς καὶ χρυσῆν ἀνέδωκε πηγὴν, τοῦ ὕδατος χρυσοῦ γενομένου· καὶ ὑπόδιψος ὢν καὶ τῶν ὑποτεταγμένων θλιβομένων, ἀνεκαλέσατο τὸν Διόνυσον. Γενόμενος δʼ ἐπήκοος ὁ θεὸς, δαψιλὲς ὕδωρ ἀνέτειλε. Κορεσθέντων δὲ τῶν Φρυγῶν, Μίδας τὸν ἐκ τῆς κρήνης καταρρέοντα ποταμὸν Μίδα πηγὴν ἐκάλεσε. Μετωνομάσθη δὲ Μαρσύας διὰ τοιαύτην αἰτίαν. Νικηθέντος ὑπʼ Ἀπόλλωνος Μαρσύου καὶ ἐκδαρέντος, ἐκ τοῦ ῥεύσαντος αἵματος ἐγεννήθησαν Σάτυροί τε καὶ ποταμὸς ὁμώνυμος, Μαρσύας καλούμενος, καθὼς ἱστορεῖ Ἀλέξανδρος Κορνήλιος ἐν γ΄ Φρυγιακῶν."],["2","2. Εὐημερίδας δὲ ὁ Κνίδιος ἱστορίας μέμνηται τοιαύτης. Ὁ ἀσκὸς Μαρσύου τῷ χρόνῳ δαπανηθεὶς καὶ κατενεχθεὶς ἔπεσεν ἀπὸ τῆς γῆς εἰς τὴν Μίδα κρήνην καὶ κατʼ ὀλίγον καταφερόμενος ἁλιεῖ τινι προσηνέχθη· κατὰ δὲ χρησμοῦ προσταγὴν Πεισίστρατος ὁ Λακεδαιμόνιος παρὰ τὰ λείψανα τοῦ Σατύρου πόλιν κτίσας, Νόρικον αὐτήν προσηγόρευσεν ἀπὸ τοῦ συγκυρήματος. Νόρικον δὲ οἱ Φρύγες τῆ σφῶν διαλέκτῳ τὸν ἀσκὸν καλοῦσιν."],["3","3. Γεννᾶται δὲ ἐν τῷ ποταμῷ τούτῳ βοτάνη αὐλὸς ὀνομαζομένη, ἣν ἐὰν πρὸς ἄνεμον σείσῃ τις, μουσι κὴν ἔχει μελῳδίαν, καθὼς ἱστορεῖ Δέρκυλλος ἐν α΄ Σατυρικῶν."],["4","4. Παράκειται δέ αὐτῷ ὄρος βερεκύνθιον καλούμενον, τὴν προσηγορίαν ἔχον ἀπὸ Βερεκύνθου τοῦ πρώτου ἱερέως γενομένου τῆς μητρὸς τῶν θεῶν."],["5","5. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος καλούμενος μάχαιρα· ἔστι γὰρ σιδήρῳ παραπλήσιος· ὃν ἐὰν εὕρῃ τις τῶν μυστηρίων ἐπιτελουμένων τῆς θεᾶς, ἐμμανὴς γίνεται, καθώς ἱστορεῖ Ἀγαθαρχίδης ἐν τοῖς Φρυγιακοῖς."]],[["1","1. Στρυμὼν ποταμός ἐστι τῆς Θρᾴκης κατὰ πόλιν Ἠδωνίδα· προσηγορεύετο δὲ πρότερον Παλαιστῖνος ᾀπὸ Παλαιστίνου τοῦ Ποσειδῶνος. Οὗτος γὰρ πρὸς τοὺς ἀστυγείτονας ἔχων πόλεμον καὶ εἰς ἀσθένειαν ἐμπεσὼν τὸν υἱὸν Ἁλιάκμονα στρατηγὸν ἔπεμψεν· ὁ δὲ προπετέστερον μαχόμενος ἀνῃρέθη. Περὶ δὲ τῶν συμβεβηκότων ἀκούσας Παλαιστῖνος καὶ λαθῶν τοὺς δορυφόρους, διὰ λύπης ὑπερβολὴν ἑαυτὸν ἴρριψεν εἰς ποταμὸν Κόνοζον, ὃς ἀπʼ αὐτοῦ Παλαιστῖνος ὠνομάσθη. Στρυμὼν δὲ, Ἄρεως παῖς καὶ Ἡλίκης, ἀκούσας περὶ τῆς Ῥήσου τελευτῆς καὶ ἀθυμίᾳ συσχεθεὶς ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Παλαιστῖνον, ὃς ἀπʼ αὐτοῦ Στρυμὼν μετωνομάσθη."],["2","2. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος παυσίλυπος καλούμενος· ὃν ἐὰν εὕρῃ τις πενθῶν, παύεται παραχρῆμα τῆς κατεχούσης αὐτὸν συμφορᾶς, καθὼς ἱστορεῖ Ἰάσων Βυζάντιος ἐν τοῖς Θρᾳκικοῖς."],["3","3. Παράκεινται δʼ αὐτῷ ὄρη Ῥοδόπη καὶ Αἷμος. Οὗτοι ἀδελφοὶ τυγχάνοντες καὶ εἰς ἐπιθυμίαν ἀλλήλων ἐμπεσόντες, ὁ μὲν αὐτὴν Ἥραν προσηγόρευσεν, ἡ δὲ τὸν ἀγαπώμενον Δία. Οἱ δʼ ἀτιμούμενοι θεοὶ τὴν πρᾶξιν μισοπονήρως ἐνεγκόντες, εἰς ὁμώνυμα ὄρη με τέβαλον ἀμροτέρους."],["4","4. Γεννῶνται δʼ ἐν αὐτοῖς λίθοι Φιλάδελφοι λεγόμενοι, κοραξοὶ τὴν χρόαν, ἀνθρωπόμιμοι. Οὗτοι τεθέντες χωρὶς ἀλλήλων καὶ ὀνομασθέντες, διαλύονται παραχρῆμα καὶ ιδιας, καθὼς ἱστορεῖ Θράσυλλος Μενδήσιος ἐν γ΄ περὶ Λίθων· μέμνηται δὲ τούτων ἀκριβέστερον ἐν τοῖς Θρᾳκικοῖς."]],[["1","1. Σάγαρις ποταμός ἐστι τῆς Φρυγίας· προσηγορεύετο δὲ πρότερον Ξηροβάτης ἀπὸ τοῦ συγκυρήματος· τῷ γὰρ θερινῷ καταστήματι ξηρὸς ὁρᾶται πολλάκις· ἐκλήθη δὲ Σάγαρις διʼ αἰτίαν τοιαύτην. Σάγαρις, Μύγδονος καὶ Ἀλεξιρρόης παῖς, τὰ μυστήρια τῆς μητρὸς τῶν θεῶν ἐξουθενίζων, τοὺς ἱερεῖς καὶ Γάλλους αὐτῆς ὕβρισεν. Ἡ δὲ μισοπονήρως ἐνεγκοῦσα τὴν πρᾶξιν τῷ προειρημένῳ μανίαν ἐνέσκηψεν. Ὁ δὲ τῶν φρονίμων λογισμῶν ἐκστὰς ἑαυτὸν ἔβαλεν εἰς ποταμὸν Ξηροβάτην, ὃς ἀπʼ αὐτοῦ Σάγαρις μετωνομάσθη."],["2","2. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος αὐτόγλυφος καλούμενος εὑρίσκεται γὰρ τετυπωμένην ἔχων τὴν μητέρα τῶν θεῶν. Τοῦτον τὸν λίθον σπανίως εὑρισκόμενον ἐὰν εὕρῃ τις τῶν ἀποτεμνομένων, οὐ ξενίζεται, ἀλλʼ εὐψύχως φέρει τῆς παρὰ φύσιν πράξεως τὴν ὄψιν, καθὼς ἱστορεῖ Ἀρετάδης ἐν τοῖς Φρυγιακοῖς."],["3","3. Παράκειται δέ αὐτῷ ὄρος Βαλληναῖον καλούμενον ὅπερ ἐστὶ μεθερμηνευόμενον βασιλικόν, τὴν προσηγορίαν ἔχον ἀπὸ Βαλληναίου τοῦ Γανυμήδους καὶ Μηδησιγίστης παιδός. Οὗτος γὰρ τὸν γεννήσαντα θεασάμενος ἀποτηκόμενον, τοῖς ἐγχωρίοις καὶ Βαλληναῖον ἑορτὴν κατέδειξε μέχρι νῦν καλούμενον."],["4","4. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος καλούμενος ἀστήρ. Οὗτος εἴωθεν νυκτὸς βαθείας πυρὸς δίκην λάμπειν τοῦ φθινοπώρου τὴν ἀρχήν λαμβάνοντος προσαγορεύεται δὲ τῇ διαλέκτῳ τῶν ἐγχωρίων βαλλὴν, ὅπερ μεθερμηνευόμενόν ἐστι βασιλεὺς, καθὼς ἱστορεῖ Ἑρμησιάναξ Κύπριος ἐν β΄ Φρυγιακῶν."]],[["1","1. Σκάμανδρος ποταμός ἐστι τῆς Τρωάδος. Ἐκαλεῖτο δὲ πρότερον Ξάνθος, μετωνομάσθη δὲ διʼ αἰτίαν τοιαύτην. Σκάμανδρος, Κορύβαντος καὶ Δημοδίκης παῖς, τῶν τῆς Ῥέας μυστηρίων τελουμένων αἰφνιδίως τὴν θεὰν θεασάμενος, ἐμμανὴς ἐγένετο καὶ μεθʼ ὁρμῆς ἐπὶ Ξάνθον τὸν ποταμὸν ἐνεχθεὶς, ἑαυτὸν εἰς τοῦτον ἔβαλεν, ὃς ἀπʼ αὐτοῦ Σκάμανδρος μετωνομάσθη."],["2","2. Γεννᾶται δʼ ἐν αὐτῷ βοτάνη σεῖστρος καλουμένη, παραπλήσιος ἐρεβίνθῳ, κόκκους δὲ ἔχει σειομένους, ὅθεν τὴν προσηγορίαν ἔλαβεν· ταύτην οἱ κατέχοντες οὔτε φαντασίαν οὔτε θεὸν ὀφθέντα φοβοῦνται, καθὼς ἱστορεῖ Δημόστρατος ἐν β΄ περὶ Πσταμῶν."],["3","3. Παράκειται δʼ αὐτῷ ὄρος Ἴδη, τὸ πρότερον δὲ ἐκαλεῖτο Γάργαρον, ὅπου Διὸς καὶ Μητρὸς θεῶν βωμοὶ τυγχάνουσιν. Ἴδη δὲ μετωνομάσθη διʼ αἰτίαν τοιαύτην. Αἰγέσθιος, ὁ γεννηθεὶς ἐκ τοῦ Διὸς φορου κόρης Ἴδης ἐρασθεὶς συνῆλθε τῇ προειρημένῃ καὶ ἐγέννησεν ἐξ αὐτῆς τοὺς εἰρημένους Ἰδαίους Δακτύλους. Γενομένης δʼ αὐτῆς ἄφρονος ἐν τῷ τῆς Ῥέας ἀδύτῳ Αἰγέσθιος εἰς τιμὴν τῆς προειρημένης τὸ ὄρος Ἴδην μετωνόμασεν."],["4","4. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος κρύφιος, ὃς μόνοις τοῖς μυστηρίοις τῶν θεῶν φαίνεται, καθὼς ἱστορε Ἡράκλειτος Σικυώνιος ἐν β΄ περὶ Λίθων."]],[["1","1. Τάναῖς ποταμός ἐστιν τῆς Σκυθίας· ἐκαλεῖτο δὲ πρότερον Ἀμαζόνιος διὰ τὸ τὰς Ἀμαζόνας λούεσθαι ἐν αὐτῷ· μετωνομάσθη δῈ διʼ αἰτίαν τοιαύτην. Τάναϊς, Βηρωσσοῦ καὶ Λυσίππης μιᾶς τῶν Ἀμαζόνων παῖς, σωφρονέστατος ὑπάρχων, τὸ γυναικεῖον γένος ἐμίσει, μόνον Ἄρη σεβόμενος, ἐν ἀτιμίᾳ δὲ εἶχεν καὶ τὸ γαμεῖν. Ἡ δʼ Ἀφροδίτη ἐπιθυμίαν αὐτῷ τῆς μητρὸς ἐνέσκηψεν. Ὁ δὲ κατʼ ἀρχὰς μὲν ἀντεμάχετο τῷ πάθει· νικώμενος δὲ ὑπὸ τῆς ἀνάγκης τῶν οἴκτρων καὶ εὐσεβὴς διαμεῖναι βουλόμενος, ἑαυτὸν ἔρριψεν εἰς τὸν Ἀμαζόνιον ποταμὸν, ὃς ἀπʼ αὐτοῦ Τάναϊς μετωνομάσθη."],["2","2. Γεννᾶται δὲ ἐν αὐτῷ φυτὸν ἁλίνδα καλούμενον· παρόμοια δὲ ἔχει τὰ φύλλα κράμβης. Τοῦτο λειοτριβοῦντες οἱ τὴν χώραν κατοικοῦντες ἀλείφονται τῷ χυλῷ καὶ θερμαινόμενοι τὸ ψῦχος εὐρώστως καρτεροῦσιν. Καλοῦσι δὲ τῇ σφῶν διαλέκτῳ Βηρωσσοῦ ἔλαιον."],["3","3. Γεννᾶται δʼ ἐν αὐτῷ καὶ λίθος κρυστάλλῳ παραπλήσιος, ὢν ἀνθρωπόμιμος, ἐστεμμένος. Ὅταν δὲ ἀποθάνῃ βασιλεὺς, ἀρχαιρεσίας παρὰ τὸν ποταμὸν τελοῦσι· καὶ ὃς ἂν εὑρεθῆ τὸν λίθον ἐκεῖνον ἔχων, παραχρῆμα βασιλεὺς γίνεται, καὶ τὰ σκῆπτρα παραλαμβάνει τοῦ τελευτήσαντος, καθὼς ἱστορεῖ Κτησιφῶν ἐν γ΄ περὶ Φυτῶν· μέμνηται δὲ τούτων καὶ Ἀριστόβουλος ἐν α΄ περὶ Λίθων."],["4","4. Παράκειται δ᾿ αὐτῷ ὄρος, τῇ διαλέκτῳ τῶν ἐνοικούντων προσαγορευόμενον Βριξάβα, ὅπερ μεθερμηνευόμενον Κριοῦ μέτωπον· ὠνομάσθη δὲ διὰ τοιαύτην αἰτίαν. Φρίξος ἀποβαλὼν παρὰ τὸν Εὔξεινον πόντον Ἕλλην, τὴν ἀδελφὴν, καὶ διὰ τὰ δίκαια τῆς φύσεως συγκεχυμένος, ἐν ταῖς ἀκρωρείαις λόφου τινὸς κατέλυσεν. Βαρβάρων δέ τινων θεασαμένων αὐτὸν καὶ μεθʼ ὅπλων ἀναβαινόντων, ὁ χρυσόμαλλος κριὸς προκύψας καὶ ἰδὼν τὸ πλῆθος τῶν ἐπερχομένων, ἀνθρωπίνη φωνῇ χρησάμενος διεγείρει τὸν Φρίξον ἀναπαυόμενον, καὶ ἀναλαβὼν τὸν προειρημένον μέχρι Κόλχων εἰσήνεγκεν. Ὁ δὲ λόφος ἀπὸ τοῦ συγκυρήματος Κριοῦ μέτωπον προσηγορεύθη."],["5","5. Γεννᾶται δʼ ἐν αὐτῷ βοτάνη, τῇ διαλέκτῳ τῶν βαρβάρων φρίξα καλουμένη, ὅπερ μεθερμηνευόμενόν ἐστιν μισοπόνηρος· πηγάνῳ δέ ἐστι παρόμοιος, ἣν οἱ πρόγονοι κρατοῦντες, οὐδὲν ὑπὸ μητρυιῶν ἀδικοῦνται μάλιστα δὲ φύεται παρὰ τὸ Βορέου προσαγορευόμενον ἄντρον. Συλλεγομένη δʼ ἐστὶ ψυχροτέρα χιόνος· ὅταν δέ τινι ἐκ μητρυιᾶς ἐπιβουλὴ γένηται, φλόγας ἀναδίδωσι· καὶ τοῦτο σύσσημον ἔχοντες οἱ φοβούμενοι τὰς ἐπιγεγαμημένας, ἐκκλίνουσι τῶν ἐπικειμένων φόβων τὰς ἀνάγκας, καθὼς ἱστορεῖ Ἀγάθων ὁ Σάμιος ἐν β΄ Σκυθικῶν."]],[["1","1. Θερμώδων ποταμός ἐστι τῆς Σκυθίας, τὴν προσηγορίαν εἰληφὼς ἀπὸ τοῦ συγκυρήματος ἐκαλεῖτο δὲ πρότερον Κρύσταλλος· ἐκεῖνος γὰρ καὶ θέρους πήσσεται, τῆς τοποθεσίας τὴν τοιαύτην ἰδέαν διεξαγούσης· μετωνομάσθη δὲ διʼ αἰτίαν τοιαύτην."]],[["1","1. Νεῖλος ποταμός ἐστι τῆς Αἰγύπτου κατὰ πόλιν Ἀλεξάνδρειαν. Ἐκαλεῖτο δὲ τὸ πρότερον Μέλας ἀπὸ Μέλανος τοῦ Ποσειδῶνος ὕστερον δὲ Αἴγυπτος ἐπεκλήθη διʼ σἰτίαν τοιαύτην. Αἴγυπτος, Ἡφαίστου καὶ Λευκίππης παῖς, βασιλεὺς ὑπῆρχεν τῶν τόπων· διʼ ἐμφύλιον. δὲ πόλεμον μὴ ἀναβαίνοντος τοῦ Νείλου καὶ λιμῷ συνεχομένων τῶν ἐγχωρίων, ἔχρησεν ὁ Πύθιος τὴν εὐφορίαν, ἐὰν ὁ βασιλεὺς ἀποτρόπαιον θεοῖς τὴν θυγατέρα θύσῃ. Θλιβόμενος δὲ ὑπὸ τῶν κακῶν ὁ τύραννος τοῖς βωμοῖς Ἀγανίππην προσήγαγε. Τῆς δὲ διασπασθείσης ὁ Αἴγυπτος διʼ ὑπερβολὴν τῆς λύπης ἑαυτὸν ἔροιψεν εἰς ποταμὸν Μέλανα· ὃς ἀπ᾿ αὐτοῦ Αἴγυπτος μετωνομάσθη. Προσηγορεύθη δὲ Νεῖλος διʼ αἰτίαν τοιαύτην. Γαρμαθώνη, τῶν κατʼ Αἴγυπτον βασίλισσα τόπων, ἀποβαλοῦσα τὸν υἱὸν αὐτῆς Χρυσοχόαν, ἐν ἀκμῇ ἔφηβον, μετὰ τῶν οἰκετῶν ἐθρήνει συμπαθῶς τὸν προειρημένον. Ἴσιδος δὲ αἰφνιδίως ἐπιφανείσης, τὴν λύπην πρὸς καιρὸν ὑπερέθετο, καὶ προσποιητήν χαρὰν σκηψαμένη τὴν θεὸν ὑπεδέξατο φιλανθρώπως. Ἡ δὲ τὴν διάθεσιν τούτων ἀμείψασθαι βουλομένη τῆς εὐσεβείας Ὀσίριδι παρεκέλευσεν, ὅπως ἀναγάγῃ τὸν υἱὸν αὐτῆς ἐκ τῶν καταχθονίων τόπων. Τούτου δὲ ταῖς δεήσεσι τῆς γυναικὸς συμπεριενεχθέντος, Κέρβερος, ὃν ἔνιοι καλοῦσιν Φοβερὸν, ὑλάκτησεν· Νεῖλος δʼ ὁ τῆς Γαρμαθώνης ἀνὴρ αἰφνιδίως ἔνθεος γενόμενος, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν καλούμενον Αἴγυπτον, ὃς ἀπʼ αὐτοῦ Νεῖλος μετωνομάσθη."],["2","2. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος κυάμῳ παρόμοιος, ἃν ἐὰν κύνες ἴδωσιν, οὐχ ὑλακτοῦσι ποιεῖ δὲ ἄριστα πρὸς τοὺς δαιμονιζομένους· ἅμα γὰρ αὐτὸν προστεθῆναι ταῖς ῥισὶν, ἀπέρχεται τὸ δαιμόνιον. Γεννῶνται δὲ καὶ ἄλλοι λίθοι, κόλλωτες καλούμενοι τούτους κατὰ τὴν ἀσέβειαν τοῦ Νείλου συλλέγουσαι χελιδόνες κατασκευάζουσι τὸ προσαγορευόμενον Χελιδόνιον τεῖχος, ὅπερ ἐπέχει τοῦ ὕδατος τὸν ῥοῖζον καὶ οὐκ ἐᾷ κατακλυσμῷ φθείρεσθαι τὴν χώραν, καθὼς ἱστορεῖ Θράσυλος ἐν τοῖς Αἰγυπτιακοῖς."],["3","3. Παράκειται δὲ αὐτῷ ὄρος, Ἄργιλλον καλούμενον ἀπ᾿ αἰτίας τοιαύτης. Ζεὺς δι᾿ ἐρωτικὴν ἐπιθυμίαν ἐκ Λύκτου πόλεως Κρητικῆς Ἄργην νύμφην ἁρπάσας ἀπήνεγκεν εἰς ὄρος τῆς Αἰγύπτου, Ἄργιλλον καλούμενον· καὶ ἐγέννησεν ἐξ αὐτῆς υἱὸν, καλούμενον Διόνυσον· ὃς ἀκμάσας εἰς τιμὴν τῆς μητρὸς τὸν λόφον Ἄργιλλον μετωνόμασεν· στρατολογήσας δὲ Πᾶνας καὶ Σατύρους τοῖς ἰδίοις σκήπτροις Ἰνδοὺς ὑπέταξεν νικήσας δὲ καὶ Ἰβηρίαν, Πᾶνα κατέλιπεν ἐπιμελητὴν τῶν τόπων, ὃς τὴν χώραν ἀπ᾿ αὐτοῦ Πανίαν μενωνόμασεν· ἣν οἱ μεταγενέστεροι παραγώγως Σπανίαν προσηγόρευσαν, καθὼς ἱστορεῖ Σωσθένης ἐν ιγ´ Ἰβηρικῶν."]],[["1","1. Εὐρώτας. ó Ἵμερος, Ταϋγέτης νύμφηι καὶ Λακεδαίμονος παῖς, διὰ μῆνιν Ἀφροδίτης κατʼ ἄγνοιαν ἐν παννυχίδι τὴν ἐδελφὴν Κλεοδίκην βιασάμενος ἔφθειρεν· τῇ δὲ ἐπιούσῃ τῶν ἡμερῶν κατηχηθεὶς περὶ τῶν συμβεβηκότων καὶ ἀθυμήσας, διὰ λύπης ὑπερβολὴν ἔρριψεν ἑαυτὸν εἰς ποταμὸν Μαραθῶνα, ὃς ἀπʼ αὐτοῦ Ἵμερος μετωνομάσθη. Ὕστερον δὲ Εὐρώτας ἐκλήθη δι᾿ αἰτίαν τοιαύτην. Λακεδαιμονίων πρὸς Ἀθηναίους πόλεμον ἐχόντων καὶ τὴν πανσέληνον περιμε νόντων, Εὐρώτας, ὁ τῶν προειρημένων στρατηγὸς, καταφρονήσας πάσης δεισιδαιμονίας συνέβαλε τὴν παράταξιν, καίπερ ὑπὸ ἀστραπῶν τε καὶ κεραυνῶν κωλυόμενος· ἀποβαλὼν δὲ τὸ στράτευμα, καὶ λύπῃ συσχεθεὶς, ἑαυτὸν ἔρριψεν εἰς τὸν ποταμὸν (τὸν Ἵμερον), ὃς ἀπ᾿ αὐτοῦ Εὐρώτας μετωνομάσθη."],["2","2. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος περικεφαλαίᾳ παρόμοιος, θρασύδειλος προσαγορευόμενος· ἅμα γὰρ σάλπιγγος ἀκούειν ἐπὶ τὴν ὄχθαν προχωρεῖ· τῶν δʼ Ἀθηναίων ὀνομασθέντων, (καὶ) εἰς τὸν βυθὸν ἅλλεται. Κεῖνται δὲ πολλοὶ καθιερωθέντες ἐν τῷ ναῷ τῆς Χαλκιοίκου Ἀθηνᾶς, καθὼς ἱστορεῖ Νικάνωρ ὁ Σάμιος ἐν β´ περὶ Ποταμῶν."],["3","3. Παράκειται δ᾿ αὐτῷ ὄρος Ταΰγετον προσονομαζόμενον, τὴν προσηγορίαν εἰληφὸς ἀπὸ Ταϋγέτης νύμφης, ἣν ὁ Ζεὺς βιασάμενος ἔφθειρεν· ἡ δὲ λύπῃ συσχεθεῖσα βρόχῳ τὸν βίον περιέγραψεν ἐν ἀκρωρείαις ὄροῦς Ἀμυκλαίου, ὅπερ ἀπʼ αὐτῆς Ταΰγετον προσωνομάσθη."],["4","4. Γεννᾶται δ᾿ ἐν αὐτῷ βοτάνη, καλουμένη χαρισία, ἢν αἱ γυναῖκες ἔαρος ἀρχομένου τοῖς τραχήλοις περιάπτουσι καὶ ὑπὸ τῶν ἀνδρῶν συμπαθέστερον ἀγαπῶνται, καθὼς ἱστορεῖ Κλεάνθης ἐν α΄ περὶ Ὀρῶν. Μέμνηται δὲ τούτων ἀκριβέστερον Σωσθένης ὁ Κνίδιος, παῤ οὗ τὴν ὑπόθεσιν εἶληφεν Ἑρμογένης."]],[["1","1. Ἴναχος ποταμός ἐστι τῆς Ἀργείας χώρας ἐκαλεῖτο δὲ τὸ πρότερον Καρμάνωρ. Ἁλιάκμων δὲ τῷ γένει Τιρύνθιος ἐν τῷ Κοκκυγίῳ ποιμαίνων ὄρει καὶ κατʼ ἄγνοιαν τῇ Ἥρᾳ συγγινόμενον τὸν Δία θεασάμενος ἐμμανὴς ἐγένετο καὶ μεθʼ ὁρμῆς ἐνεχθεὶς ἔβαλεν ἑαυτὸν εἰς ποταμὸν Καρμάνορα, ὃς ἀπʼ αὐτοῦ Ἁλιάκμων μετωνομάσθηγ· προσηγορεύθη δὲ Ἴναχος διʼ αἰτίαν τοιαύτην. Ἴναχος, Ὠκεανοῦ παῖς, φθαρείσης τῆς θυγατρὸς αὐτοῦ Ἰοῦς ὑπὸ Διὸς, τὸν θεὸν βλασφήμοις λοιδορίαις ἐπέπληττεν κατόπιν ἇκολουθῶν· ὁ δὲ ἀναξιοπαθήσας ἔπεμψεν αὐτῷ Τισιφόνην, μίαν τῶν Ἐρινύων· ὑφʼ ἧς ἐξοιστρηλατούμενος ἔβαλεν ἑαυτὸν εἰς ποταμὸν Ἁλιάκμονα, ὃς ἀπʼ αὐτοῦ Ἴναχος μετωνομάσθη."],["2","2. Γεννᾶται δʼ ἐν αὐτῷ βοτάνη κύνουρα καλουμένη, πηγάνῳ προσόμοιος· ἣν αἱ γυναῖκες, ὅταν ἀκινδύνως ἐκτρῶσαι θελήσωσιν, ἐν οἴνῳ βεβρεγμένην τοῖς ὀμφαλοῖς ἐπιτιθέασιν."],["3","3. Εὑρίσκεται δʼ ἐν αὐτῷ καὶ λίθος βηρύλλῳ παρόμοιος ὃν ἐὰν κρατήσωσιν οἱ ψευδομαρτυρεῖν ἐθέλοντες, μέλας γίνεται. Κεῖνται δὲ πολλοὶ ἐν τῷ τεμένει τῆς Προσυμναίας Ἥρας, καθὼς ἱστορεῖ Τιμόθεος ἐν Ἀργολικοῖς μέμνηται δὲ τούτων καὶ Ἀγάθων ὁ Σάμιος ἐν β΄ περὶ Ποταμῶν. Ἀγαθοκλῆς δʼ ὁ Μιλήσιος ἐν τοῖς περὶ Ποταμῶν φησὶ, τὸν Ἴναχον διὰ πανουργίαν ὑπὸ τοῦ Διὸς κεραυνωθέντα, ξηρὸν γενέσθαι."],["4","4. Παράκεινται δʼ αὐτῷ ὄρη Μυκῆναί τε καὶ Ἀκέσαντος καὶ Κοκκύγιον καὶ Ἀθηναῖον, τὰς προσηγορίας εἰληφότα διὰ τοιαύτην αἰτίαν. Τὸ μὲν Ἀπέσαντον ἐκαλεῖτο πρότερον Σεληναῖον. Ἥρα γὰρ παῤ Ἡρακλέους δίκας βουλομένη λαβεῖν συνεργὸν παρέλαβε τὴν Σελήνην· ἡ δὲ ἐπῳδαῖς χρησαμένη μάγοις ἀφροῦ κίστην ἐπλήρωσεν, ἐξ ἧς γεννηθέντα λέοντα μέγιστον Ἶρις ταῖς ἰδίαις ζώναις ἐπισφίγξασα κατήνεγκεν εἰς ὄρος Ὀφέλτιον· ὁ δὲ ποιμένα τινὰ τῶν ἐγχωρίων Ἀπέσαντον σπαράξας ἀνεῖλεν· κατὰ δὲ θεῶν πρόνοιαν ὁ τόπος Ἀπέσαντος ἀπʼ αὐτοῦ μετωνομάσθη, καθὼς ἱστορεῖ Δημόδοκος ἐν α΄ Ἡρακλείας."],["5","5. Γεννᾶται δʼ ἐν αὐτῷ βοτάνη Σελήνη καλουμένη· τὸν δὲ καταφερόμενον ἀπʼ αὐτῆς ἀφρὸν περὶ τὴν ἀρχὴν τοῦ θέρους οἱ ποιμένες αἴροντες ἀλείφουσι τοὺς πόδας, καὶ οὐδὲν ὑπὸ τῶν ἑρπετῶν ἀδικοῦνται."],["6","6. Μυκῆναι δὲ ἐκαλοῦντο τὸ πρότερον Ἄργιον ἀπὸ Ἄργου τοῦ πανόπτου· μετωνομάσθη δὲ Μυκῆναι διʼ αἰτίαν τοιαύτην. Περσέως Μέδουσαν ἀποκτείναντος, Σθενὼ καὶ Εὐρυάλη ὡς τῆς προειρημένης ἀδελφαὶ τῆς πεφονευμένης τὸν ἐπίβουλον ἐπεδίωκον· γενόμεναι δὲ κατὰ τοῦτον τὸν λόφον καὶ ἀπελπίσασαι τῆς συλλήψεως, διὰ τὴν συμπάθειαν μυκηθμὸν ἀνέδωκαν· οἱ δʼ ἐγχώριοι τὴν ἀκρώρειαν ἀπὸ τοῦ συγκυρήματος Μυκήνας μετωνόμασαν, καθὼς ἱστορεῖ Κτησίας Ἐφέσιος ἐν α΄ Περσηίδος."],["7","7. Χρύσερμος δὲ ὁ Κορίνθιος ἐν α΄ Πελοποννησιακῶν ἱστορίας μέμνηται τοιαύτης. Περσέως φερομένου μετεώρου καὶ κατὰ τὸν λόφον γενομένου τοῦτον ἐξέπεσεν αὐτοῦ τῆς λαβῆς τοῦ ξίφους ὁ μύκης. Γοργοφόνος δὲ, ὁ βασιλεὺς Ἐπιδαυρίων, ἐκπεσὼν τῆς ἀρχῆς ἔλαβε χρησμὸν, ἐμπεριελθεῖν τὰς Ἀργολικὰς πόλεις καὶ ὅπου ἂν εὕρῃ ξίφους μύκητα, ἐκεῖ κτίσαι πόλιν. Γενόμενος δὲ κατὰ τὸ Ἄργιον ὄρος καὶ εὑρὼν τὴν ἐλεφαντίνην λαβὴν πόλιν ἔκτισεν, ἢν ἀπὸ τοῦ συγκυρήματος προσηγόρευσε Μυκήνας."],["8","8. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος κορύβας καλούμενος, τῇ χρόᾳ κοραξός· ὃν ἐὰν εὕρῃς καὶ ἔχῃς ἐν τῷ σώματι περικείμενον, κατʼ οὐδὲν φοβῇ τὰς τετρατώδεις ὄψεις."],["9","9. Τὸ δ᾿ ὄρος Ἀπέσαντος τοῦ Ἀκρισίου. Κυνηγετῶν γὰρ κατʼ ἐκεῖνον τὸν τόπον καὶ πατήσας ἑρπετὸν δηλητήριον ἐτελεύτησεν· ὁ δὲ βασιλεὺς τὸν υἱὸν θάψας τὸν λόφον Ἀπέσαντον μετωνόμασεν, καλούμενον Σελινούντιον."],["10","10. Ὅρος δὲ Κοκκύγιον διωνομάσθη διʼ αἰτίαν τοιαύτην. Ζεὺς Ἥρας τῆς ἀδελφῆς ἐρασθεὶς καὶ δυσωπούμενος τὴν ἀγαπωμένην ἐγέννησιν ἐξ αὐτῆς Ἄρη· τὸ γʼ οὖν καλούμενον ὄρὸς Λυρκτήιον ἀπὸ τοῦ συγκυρήματος Κοκκύγιον ὠνομάσθη, καθὼς ἱστορεῖ Ἀγαθώνυμος ἐν Περσηίδι."],["11","11. Φύεται δὲ ἐν αὐτῷ δένδρον, παλίνουρος καλούμενον· ἐφʼ ᾧ ἄν τι καθίση τῶν ἀλόγων ζώων, ὡς ὑπὸ ἰξοῦ κατέχεται, πάρεξ κόκκυγος τούτου γὰρ φείδεται· καθὼς ἱστορεῖ Κτησιφῶν ἐν α΄ περὶ Δένδρων."],["12","12. Ἀθηναῖον δὲ ὄρος ἔλαβε τὴν προσηγορίαν ἀπὸ Ἀθηνᾶς μετὰ γὰρ τὴν τοῦ Ἰλίου πόρθησιν Διομήδης εἰς Ἄργος ὑποστρέψας, εἰς τὸν Κεραύνιον ἀνέβη λόφον καὶ τέμενος Ἀθηνᾶς κατασκευάσας τὸ ὄρος ἀπὸ τῆς θεᾶς Ἀθηναῖον μετωνόμασεν."],["13","13. Γεννᾶται δʼ ἐν τῇ ἀκρωρεία ῥίζα παρόμοιος πηγάνῳ ἣν ἐὰν γυνὴ φάγῃ τις κατʼ ἄγνοιαν, ἐμμανης γίνεται· καλεῖται δὲ Ἀδράστεια, καθὼς ἱστορεῖ Πλησίμαχος ἐν β΄ Νόστων."]],[["1","1. Ἀλφειὸς ποταμός ἐστι τῆς Ἀρκαδίας κατὰ Πίσαν τῆς Ὀλυμπίας ἐκαλεῖτο δὲ τὸ πρότερον Στύμφηλος ἀπὸ Στυμφήλου τοῦ Ἄρεως καὶ Δορμοθέας παιδός. Οὗτος γὰρ τὸν υἱὸν Ἀλκμαίωνα τὸν φίλιππον ἀποβαλὼν καὶ ἀθυμία συσχεθεὶς ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Νύκτιμον· ὃς (καὶ) ἀπʼ αὐτοῦ Στύμφηλος μετωνομάσθη. Ἀλφειὸς δὲ ἐκλήθη διʼ αἰτίαν τοιαύτην. Ἀλφειὸς εἷς τῶν τὸ γένος ἀφʼ Ἡλίου καταγαγόντων ἁμιλληθεὶς Κερκάφῳ τῷ ἀδελφῷ περὶ ἀρχῆς, ἀνεῖλε τὸν προειρημένον καὶ ὑπὸ Ποινῶν ἐλαυνόμενος ἔβαλεν ἑαυτὸν εἰς ποταμὸν Νύκτιμον, ὃς (καὶ) ἀπʼ αὐτοῦ Ἀλφειὸς μετωνομάσθη."],["2","2. Γεννᾶται δʼ ἐν τῷ ποταμῷ τούτῳ βοτάνη κεγχρῖτις προσαγορευρμένη, μελικήρῳ παρόμοιος· ἣν οἱ ἰατροὶ καθέψοντες πιεῖν διδόασι τοῖς ἀπηλλοτριωμένας ἔχουσι τὰς φρένας καὶ ἀπαλλάττουσιν αὐτοὺς τῆς μανίας, καθὼς ἱστορεῖ Κτησίας ἐν α΄ περὶ Ποταμῶν."],["3","3. Παράκειται δὲ ὄρος καλούμενον ἀπὸ αἰτία τοιαύτης. Μετὰ τὴν γιγαντομαχίαν Κρόνος τὰς Διὸς ἀπειλὰς ἐκκλίνων εἰς ὄρος παρεγένετο Κτοῦρον, ὃ ἀπʼ αὐτοῦ Κρόνιον μετωνόμασε· λαθὼν δὲ πρὸς ὀλίγον καιρὸν καὶ ἀφορμῆς δραξάμενος διῆρεν εἰς Καύκασον τῆς Σκυθίας."],["4","4. Γεννᾶται δʼ ἐν τῷ ὄρει τούτῳ κύλινδρος καλούμενος λίθος ἀπὸ τοῦ συγκυρήματος· ὁσάκις γὰρ ἂν ἀστράψῃ Ζεὺς ἢ βροντήσῃ, τοσαυτάκις ἀπὸ τῆς ἀκρωρείας διὰ φόβον κυλίεται, καθὼς ἱστορεῖ Δέρκυλλος ἐν α΄ περὶ Λίθων."]],[["1","1. Εὐφράτης ποταμός ἐστι τῆς Παρθίας κατὰ Βαβυλῶνα πόλιν· ἐκαλεῖτο δὲ τὸ πρότερον Μῆδος ἀπὸ Μήδου τοῦ Ἀρταξέρξου παιδός. Οὗτος γὰρ διʼ ἐπιθυμίαν τὴν Κορδύου θυγατέρα Ῥωξένην βιασάμενος διέφθειρεν· τῇ δʼ ἐπιούσῃ τῶν ἡμερῶν ζητούμενος ὑπὸ τοῦ βασιλέως πρὸς κόλασιν, φόβῳ συσχεθεὶς ἑαυτὸν ἔβαλεν εἰς ποταμὸν Ξαράνδαν, ὃς ἀπʼ αὐτοῦ Μῆδος ὠνομάσθη. Προσηγορεύθη δὲ Εὐφράτης διʼ αἰτίαν τοιαύτην. Εὐφράτης, Ἀρανδάκου παῖς, τὸν υἱὸν Ἀξούρταν εὑρὼν μετὰ τῆς μητρὸς ἀναπαυόμενον καὶ ὑπολαβὼν ὑπάρχειν τῶν πολιτῶν τινα, διὰ ζήλου μισοπονηρίαν σπασάμενος τὸ ξίφος ἐλαιμοτόμησεν αὐτόν. τῆς δʼ ἀνελπίστου πράξεως γενόμενος αὐτόπτης διὰ λύπης ὑπερβολὴν ἑαυτὸν ἔβαλεν εἰς ποταμὸν Μῆδον, ὃς ἀπʼ αὐτοῦ Εὐφράτης μετωνομάσθη."],["2","2. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος ἀετίτης καλούμενος· ὃν αἱ μαῖαι ταῖς δυστοκούσαις ἐπὶ τὰς φαστέρας ἐπιτιθέασι καὶ παραχρῆμα τίκτουσιν ἄτερ ἀλγηδόνος."],["3","3. Γλεννᾶται δʼ ἐν αὐτῷ καὶ βοτάνη ἄξαλλα καλουμένη, μεθερμηνευομένη θερμόν· ταύτην οἱ τεταρταΐζοντες, ὅταν ἐπὶ τοῦ στήθους θῶσιν, ἀπαλλάττονται παραχρῆμα τῆς ἐπισημασίας, καθὼς ἱστορεῖ Χρύσερμος Κορίνθιος ἐν ιγ΄ περὶ Ποταμῶν."],["4","4. Παράκειται δʼ αὐτῷ ὄρος Δριμύλον καλούμενον, ἐν ᾧ γεννᾶται λίθος σαρδόνυχι παρόμοιος, ᾧ οἱ βασιλεῖς ἐν ταῖς βασιλείαις χρῶνται· ποιεῖ δὲ ἄριστα πρὸς ἀμβλυωπίας εἰς ὕδωρ θερμὸν βαλλόμενος, καθὼς ἱστορεῖ Νικίας ὁ Μαλλώτης ἐν τοῖς περὶ Λίθων."]],[["1","1. Κάῖκος ποταμός ἐστι τῆς Μυσίας· ἐκαλεῖτο δὲ τὸ πρότερον Ἀστραῖος ἀπὸ Ἀστραίου τοῦ Ποσειδῶνος. Οὗτος γὰρ παννυχίδος Ἀθηνᾷ τελουμένης Ἀλκίππην τὴν ἀδελφήν κατὰ ἄγνοιαν βιασάμενος ἔφθειρεν καὶ ἀφείλετο τῆς προειρημένης τὸν δακτύλιον· τῇ δ᾿ ἐπιούσῃ τῶν ἡμερῶν ἐπιγνοὺς τὴν σφραγῖδα τῆς ὁμαίμου, διὰ λύπης ὑπερβολὴν ἔβαλεν ἑαυτὸν εἰς ποταμὸν Ἄδουρον, ὃς ἐπʼ αὐτοῦ Ἀστραῖος μετωνομάσθη· προσηγορεύθη δὲ Κάῖκος διʼ αἰτίαν τοιαύτην. Κάϊκος, Ἑρμοῦ καὶ Ὠκυρρόης παῖς νύμφης, Τίμανδρον ἕνα τῶν εὐγενῶν φονεύσας καὶ τοὺς προσήκοντας αὐτῷ φοβούμενος, ἑαυτὸν ἔρριψεν εἰς τὸν Ἀστραῖον, ὃς ἀπʼ αὐτοῦ Καϊκος μετωνομάσθη."],["2","2. Γεννᾶται δʼ ἐν τῷ ποταμῷ μήκων, ἔχων ἀντὶ καρποῦ πλῆθος λιθαρίων· ἐκ τούτων μέλανά τινα τυγχάνει παρόμοια πυροῖς, ἅπερ οἱ Μυσοὶ ῥίπτουσιν εἰς ἠροτριωμένην χώραν· κἂν μὲν ἀφορία μέλλῃ γίνεσθαι, ἐμμένει τῷ τόπῳ τὸ βληθέν· ἐὰν δʼ εὐκαρπίαν σημαίνῃ, τὰ λιθάρια δίκην ἀκρίδων ἅλλεται."],["3","3. Φύεται δὲ ἐν αὐτῷ καὶ βοτάνη ἡλιφάρμακος καλουμένη, ἢν οἱ ἰατροὶ τοῖς αἱμορραγοῦσιν ἐπιτιθέασι καὶ τῶν φλεβῶν μεσολαβοῦσιν τὴν ἔκρυσιν, καθὼς ἱστορεῖ Τιμαγόρας ἐν α΄ περὶ Ποταμῶν."],["4","4. Παράκειται δὲ αὐτῷ ὄρος Τεύθρας καλούμενον ἀπὸ Τεύθραντος, τοῦ Μυσῶν βασιλέως, ὃς κυνηγεσίας χάριν εἰς Θράσυλλον ὄρος ἀναβὰς καὶ θεασάμενος ὑπερμεγέθη κάπρον, ἐδίωκεν αὐτὸν μετὰ τῶν δορυφόρων· ὁ δὲ φθάσας κατέφυγεν ὡς ἱκέτης εἰς τὸ τῆς Ὀρθωσίας Ἀρτέμιδος ἱερόν· βιαζομένων δὲ πάντων εἰς τὸν ναὸν εἰσελθεῖν, ὁ σῦς ἀνθρωπίνῃ φωνῇ χρησάμενος ἐξάκουστον ἀνέκραγεν· Φεῖσαι, βασιλεῦ, τοῦ θρέμματος τῆς θεᾶς· μετεωρισθεὶς δὲ Τεύθρας ἀνεῖλεν τὸ ζῶον. Ἄρτεμις δὲ μισοπονήρως ἐνεγκοῦσα τὴν πρᾶξιν, τὸν μὲν κάπρον ἀνεζωπύρησεν· τῷ δὲ παραιτίῳ τοῦ συγκυρήματος ἀλφὸν μετὰ μανίας ἔπεμψε. Δυσωπούμενος δὲ τὸ πάθος ἐν ταῖς ἀκρωρείαις διέτριβεν. Λυσίππη δὲ, ἡ τοῦ προειρημένου μήτηρ, κατηχηθεῖσα περὶ τῶν συμβεβηκότων, εἰς τὴν ὕλην ἔδραμε, συνεπισπωμένη μάντιν τὸν Κοιράνου Πολύιδον· παῤ οὗ πᾶσαν πολυπραγμονήσασα τὴν ἀλήθειαν, βουθυσίαις τῆς θεᾶς ἐξιλάσατο τὴν μισοπονηρίαν· καὶ ἀπολαβοῦσα τὸν υἱὸν σωφρονοῦντα, βωμὸν ἱδρύσατο Ἀρτέμιδος Ὀρθωσίας· κατεσκεύασε δὲ καὶ κάπρον χρύσεον, εἰς προτομὴν ἀνθρώπου ἠσκημένον. Οὗτος μέχρι νῦν ὥσπερ διωκόμενος, κυνηγῶν εἰσελθόντων εἰς τὸν ναὸν, φωνὴν ἀναδίδωσι« φείδεσθε». Τεύθρας δὲ παῤ ἐλπίδα τὴν ἀρχέτυπον μορφὴν ἀναλαβὼν, τὸ ὄρος μετωνόμασε Τεύθραντα."],["5","5. Γεννᾶται δ᾿ ἐν αὐτῷ λίθος ἀντιπαθὴς καλούμενος, ὃς κάλλιστα ποιεῖ πρὸς ἀλφοὺς καὶ λέπρας διʼ οἴνου τριβόμενος καὶ τοῖς πάσχουσιν ἐπιτιθέμενος, καθὼς ἱστορεῖ Κτησίας Κνίδιος ἐν β´ περὶ Ὀρῶν."]],[["1","1. Ἀχελῷος ποταμός ἐστι τῆς Αἰτωλίας· ἐκαλεῖτο δὲ πρότερον Θέστιος διʼ αἰτίαν τοιαύτην. Θέστιος, Ἄρεως καὶ Πεισιδίκης παῖς, διά τινα περίστασιν οἰκιακὴν ἀποδημήσας εἰς Σικυῶνα καὶ ἱκανὸν χρόνον διατρίψας, ὑπέστρεψεν εἰς τὸ πατρῷον ἔδαφος· εὑρὼν δὲ τὸν υἱὸν Καλυδῶνα μετὰ τῆς μητρὸς ἀναπαυόμενον καὶ μοιχὸν εἶναι δόξας, κατʼ ἄγγνοιαν ἐγονοκτόνησε· τῆς δὲ ἀνελπίστου πράξεως αὐτόπτης γενόμενος, ἐαυτὸν ἔρριψεν εἰς ποταμὸν Ἄξενον, ὃς ἐπʼ αὐτοῦ Θέστιος μετωνομάσθη. Προσηγορεύθη δὲ Ἀχελῷος ἀπὸ τοιαύτης αἰτίας. Ἀχελῷος, Ὠκεανοῦ καὶ Ναΐδος νύμφης παῖς, τῇ θυγατρὶ Κλητορίᾳ κατ᾿ ἄγγνοιαν συνερχόμενος καὶ ἀθυμίᾳ συσχεθεὶς, ἑαυτὸν ἔβαλεν εἰς ποταμὸν Θέστιον, ὃς ἀπʼ αὐτοῦ Ἀχελῷος μετωνομάσθη."],["2","2. Γεννᾶται δʼ ἐν τῷ ποταμῷ τούτῳ βοτάτη ζάκλον καλουμένη, παρόμοιος ἐρίῳ. Ταύτην τρίψας ἂν εἰς οἶνον βάλῃς, ὕδωρ γίνεται καὶ τὴν μὲν ὀσμὴν ἔχει, τὴν δὲ δύναμιν οὐκ ἔχει."],["3","3. Εὑρίσκεται δὲ ἐν αὐτῷ καὶ λίθος πελιδνὸς τῷ χρώματι, λινουργὸς καλούμενος ἀπὸ τοῦ συγκυρήματος· ἐὰν γὰρ βάλῃς αὐτὸν εἰς ὀθόνιον, διʼ ἔρωτος ἕνωσιν τὸ σχῆμα λαμβάνει καὶ ἄργιον γίνεται, καθὼς ἱστορεῖ Ἀντισθένης ἐν γ΄ Μελεαγρίδος. Μέμνηται δὲ τούτων ἀκριβέστερον Διοκλῆς ὁ Ῥόδιος ἐν τοῖς Αἰτωλικοῖς."],["4","4. Παράκειται δὲ αὐτῷ ὄρος Καλυδὼν καλούμενον, τὴν προσηγορίαν εἰληφὸς ἀπὸ Καλυδῶνος, τοῦ Ἄρεως καὶ Ἀστυνόμης παιδός. Οὗτος γὰρ κατʼ ἄγνοιαν λουομένην ἰδὼν Ἄρτεμιν, τὴν μορφὴν τοῦ σώματος μετέβαλεν εἰς πέτραν· κατὰ δὲ πρόνοιαν θεῶν τὸ ὄρος καλούμενον Γυρὸν ἀπʼ αὐτοῦ Καλυδὼν μετωνομάσθη."],["5","5. Γεννᾶται δ᾿ ἐν αὐτῷ βοτάνη μύωψ προσαγορευομένη· ἣν ἑάν τις εἰς ὕδωρ βαλὼν νίψηται τὸ πρόσωπον, ἀποβάλλιι τὴν ὅρασιν, Ἄρτεμιν δὲ ἐξιλασάμενος ἀνακτᾶται τὸ φῶς, καθὼς ἱστορεῖ Δέρκυλλος ἐν γ΄ Αἰτωλικῶν."]],[["1","1. Ἀράξης ποταμός ἐστι τῆς Ἀρμενίας, τὴν προσηγορίαν εἰληφὼς ἀπὸ Ἀράξου τοῦ Πύλου. Οὗτος γὰρ πρὸς Ἄρβηλον τὸν πάππον ὑπὲρ σκήπτρων ἁμιλλώμενος, αὐτὸν κατετόξευσε· ποινηλατούμενος δὲ ὑπὸ Ἐρινύων, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Βάκτρον, ὃς ἀπʼ αὐτοῦ Ἀράξης μετωνομάσθη, καθὼς ἱστορεῖ Κτησιφῶν ἐν α΄ Περσικῶν. Ἀράξης, Ἀρμενίων βασιλεὺς, πρὸς τοὺς πλησιοχώρους Πέρσας πόλεμον ἔχων, καὶ τῆς παρατάξεως παρελκομένης, χρησμὸν ἔλαβεν, αὐτὸν ἔσεσθαι τῆς νίκης ἔγκρατῆ, ἐὰν θεοῖς ἀποτροπαίοις θύσῃ δύο τὰς εὐγενεστάτας παρθένους. Ὁ δὲ διὰ φιλότεκνον εὔνοιαν τῶν ἰδίων θυγατέρων φεισάμενος, ἑνὸς τῶν ὑποτεταγμένων κόρας περιβλέπτους τοῖς βωμοῖς προσαγαγὼν ἀνεῖλεν. Μνησάλκης δὲ, ὁ τῶν φονευθεισῶν πατὴρ, βαρέως ἤνεγκεν τὴν πρᾶξιν, πρὸς καιρὸν στέξας τὴν ὕβριν· ἀφορμῆς δὲ δραξάμενος ἐξ ἐνέδρας τὰς τοῦ τυράννου θυγατέρας ἀπέκτεινε, καὶ καταλιπὼν τὸ πατρῷον ἔδαφος εἰς Σκυθίαν ἔπλευσεν. Ἀράξης δὲ περὶ τῶν συμβεβηκότων κατηχηθεὶς καὶ ἀθυμίᾳ συσχεθεὶς, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Ἅλμον, ὃς ἀπʼ αὐτοῦ Ἀράξης μετωνομάσθη."],["2","2. Γεννᾶται δ᾿ ἐν αὐτῷ βοτένη ἀράξα καλουμένη τῇ διαλέκτῳ τῶν ἐγχωρίων, ἥτις μεθερμηνευομένη λέγεται μισοπάρθενος· ἅμα γὰρ εὑρεθῆναι τὴν προειρημένην ὑπὸ παρθένων, αἵματος ποιησαμένη καταφορὰν μαραίνεται."],["3","3. Καὶ λίθος δὲ ἐν αὐτῷ γεννᾶται σικύωνος καλούμενος μελάγχρους. Οὗτος ὅταν τις χρησμὸς ἀνθρωποκτόνος ἐκπέσῃ, τοῖς βωμοῖς τῶν ἀποτροπαίων θεῶν ὑπὸ δυεῖν ἐπιτίθεται παρθένων. Τοῦ δὲ ἱερέως αὐτοῦ τῇ μαχαίρα θιγόντος, αἵματος ἔκρυσις γίνεται δαψιλῆς. Καὶ τούτῳ τῷ τρόπῳ τὴν δεισιδαιμονίαν τελέσαντες μετʼ ὀλολυγμῶν ἀναχωροῦσι, τὸν λίθον πρὸς τὸν ναὸν προσενέγκαντες, καθὼς ἱστορεῖ Δωρόθεος ὁ Χαλδαῖος ἐν β΄ περὶ Λίθων."],["4","4. Παράκειται δὲ αὐτῷ ὄρος Δίορφον καλούμενον ἀπὸ Διόρφου τοῦ γηγενοῦς, περὶ οὗ φέρεται ἱστορία τοιαύτη. Μίθρας υἱὸν ἔχειν βουλόμενος καὶ τὸ τῶν γυναικῶν γένος μισῶν πέτρᾳ τινὶ προσεξέθορεν. Ἔγκυος δὲ ὁ λίθος γενόμενος μετὰ τοὺς ὡρισμένους χρόνους ἐνέδωκε νέον τοὔνομα Δίορφον· ὃς ἀκμάσας καὶ εἰς ἅμιλλαν ἀρετῆς τὸν Ἄρη προκαλεσάμενος ἀνῃρέθη· οὗτος κατὰ πρόνοιαν θεῶν εἰς ὁμώνυμον ὄρος μετεμορφώθη."],["5","5. Γεννᾶται δʼ ἐν αὐτῷ δένδρον ῥοιᾷ παραπλήσιον, καρπὸν δʼ ἄφθονον τρέφει μήλων τὴν γεῦσιν ἔχοντα, σταφυλῇ παρόμοιον. Ἐκ ταύτης τῆς ὀπώρας πέπειρον ἑάν τις καθελὼν ὀνομάσῃ τὸν Ἄρη, γίνεται κρατούμενος χλωρός, καθὼς ἱστορεῖ Κτησιφῶν ἐν ιγ΄ περὶ Δένδρων."]],[["25","1. Τίγρις ποταμός ἐστι τῆς Ἀρμενίας, τὸν ῥοῦν καταφέρων εἴς τε τὸν Ἀράξην καὶ τὴν Ἀρσακίδα λίμνην· ἐκαλεῖτο δὲ τὸ πρότερον Σόλλαξ, ὅπερ μεθερμηνευόμενόν ἐστι κατωφερής· ὠνομάσθη δὲ Τίγρις διʼ αἰτίαν τοιαύτην. Διόνυσος κατὰ πρόνοιαν Ἥρας ἐμμανὴς γενόμενος, περιήρχετο γῆν τε καὶ θάλατταν, ἀπαλλαγῆναι τοῦ πάθους θέλων· γενόμενος δὲ ἐν τοῖς κατ᾿ Ἀρμενίαν τόποις καὶ τὸν προειρημένον ποταμὸν διελθεῖν μὴ δυνάμενος, ἐπεκαλέσατο τὸν Δία· γενόμενος δὲ ἐπήκοος ὁ θεὸς, ἔπεμψεν αὐτῷ τίγριν, ἐφʼ ἧς ἀκινδύνως προσενεχθεὶς, εἰς τιμὴν τῶν συμβεβηκότων τὸν ποταμὸν Τίγριν μετωνόμασεν, καθὼς ἱστορεῖ Θεόφιλος ἐν α´ περὶ Λίθων. Ἑρμησιέναξ δὲ ὁ Κύπριος ἱστορίας μέμνηται τοιαύτης. Διόνυσος ἐρασθεὶς Ἀλφεσιβοίας νύμφης καὶ μήτε δώροις μήτε δεήσεσι πεῖσαι δυνάμενος, εἰς (τὴν προειρημένην) τίγριν μετέβαλε τὴν μορφὴν τοῦ σώματος· καὶ φόβῳ πείσας τὴν ἀγαπωμένην, ἀνέλαβεν αὐτήν· καὶ διὰ τοῦ ποταμοῦ κομίσας ἐγέννησεν υἱὸν Μῆδον· ὃς ἀκμ άσας εἰς τιμὴν τοῦ συγκυρήματος τὸν ποταμὸν Τίγριν μετωνόμασεν, καθὼς ἱστορεῖ Ἀριστώνυμος ἐν γ´."],["2","2. Γεννᾶται δ᾿ ἐν αὐτῷ λίθος μυνδὰν καλούμενος, πάνυ λευκός· ὃν ἐὰν κατέχῃ τις, οὐδὲν ὑπὸ θηρίων ἀδικεῖται, καθὼς ἱστορεῖ Λέων ὁ Βυζάντιος ἐν γ´ περὶ Ποταμῶν."],["3","3. Παράκειται δὲ αὐτῷ ὄρος Γαύρανον καλούμενον ἐπὸ Γαυράνου τοῦ Ῥωξένου σατράπου· ὃς εὐσεβὴς ὢν πρὸς τοὺς θεοὺς, τῆς ἀμοιβαίας ἔτυχε χάριτος. Μόνος γὰρ ἐκ πάντων τῶν Περσῶν τριακοσίοις ἔτεσι ζήσας καὶ ἄτερ νόσου τινὸς τελευτήσας, ἐν ταῖς ἀκρωρείαις τοῦ Μαυσωροῦ ταφῆς ἠξιώθη πολυτελοῦς· κατὰ δὲ πρόνοιαν θεῶν τὸ ὄρος ἀπ᾿ αὐτοῦ Γαύρανον μετωνομάσθη."],["4","4. Γεννᾶται δ᾿ ἐν αὐτῷ βοτάνη κριθῇ παρόμοιος ἀγρίᾳ· ταύτην οἱ ἐγχώριοι θερμαίνοντες ἐν ἐλαίῳ καὶ ἀλειφόμενοι οὐδέποτε νοσοῦσι μέχρι τῆς ἀνάγκης τοῦ θανάτου, καθὼς ἱστορεῖ Σώστρατος ἐν α´ Μυθκῶν ἱστοριῶν συναγωγῆς."]],[["1","1. Ἰνδὸς ποταμός ἐστι τῆς Ἰνδίας, ῥοίζῳ μεγάλῳ καταφερόμενος εἰς τὴν τῶν Ἰχθυοφάγων γῆν· ἐκαλεῖτο δὲ πρότερον Μαυσωλὸς ἀπὸ Μαυσωλοῦ τοῦ Ἡλίου μετωνομάσθη δὲ δι᾿ σἰτίαν τοιαύτην. Τῶν τοῦ Διονόσου μυστηρίων τελουμένων καὶ τῶν ἐγχωρίων τῇ δεισιδαιμονία προσευκαιρούντων, Ἰνδὸς, τῶν ἐπισήμων νέος, τὴν Ὀξυάλκου τοῦ βασιλέως θυγατέρα Δαμασαλκίδαν κανηφοροῦσαν βιασάμενος ἔφθειρεν· ζητούμενος δὲ ὑπὸ τοῦ τυράννου πρὸς κόλασιν, διὰ φόβον ἑαυτὸν ἔβαλεν εἰς ποταμὸν Μαυσωλὸν, ὃς ἀπʼ αὐτοῦ Ἰνδὸς μετωνομάσθη."],["2","2. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος προσαγορευόμενος, ὃν ὅταν φορῶσιν αἱ παρθένοι, κατʼ οὐδένα τρόπον τοὺς φθορέας φοβοῦνται."],["3","3. Φύεται δὲ ἐν αὐτῷ καὶ βοτάνη καρπύλη καλουμένη, βουγλώσσῳ παρόμοιος· ποιεῖ δʼ ἄριστα πρὸς ἰκτέρους διὰ ὕδατος χλιαροῦ διδομένη τοῖς πάσχουσιν, καθὼς ἱστορεῖ Κλειτοφῶν ὁ Ῥόδιος ἐν α΄ Ἰνδικῶν"],["4","4. Παράκειται δʼ αὐτῷ ὄρος, Λίλαιον προσαγορευομενον ἀπὸ Λιλαίου ποιμένος. Οὗτος γὰρ δεισιδαίμων ὑπάρχων καὶ μόνην σεβόμενος τὴν Σελήνην, νυκτὸς βαθείας ἐξετέλει τὰ μυστήρια τῆς προειρημένης. Βαρέως δὲ οἱ λοιποὶ θεοὶ τὴν ἀτιμίαν φέροντες, ἔπεμψαν αὐτῷ δύο λέοντας ὑπερμεγέθεις· ὑφʼ ὧν διασπαραχθεὶς τὸν βίον ἐξέλιπε. Σελήνη δὲ τὸν εὐεργέτην μετέβαλεν εἰς ὁμώνυμον ὄρος."],["5","5. Γεννᾶται δὲ ἐν αὐτῷ λίθος κλειτορὶς ὀνομαζόμενος· ἔστι δὲ λίαν μελάγχρους· ὃν κόσμου χάριν οἱ ἐγχώριοι φοροῦσιν ἐν τοῖς ὠταρίοις, καθὼς ἱστορεῖ Ἀριστοτέλης ἐν δ΄ περὶ Ποταμῶν."]]] \ No newline at end of file diff --git a/lines/on-the-posterity-of-cain.json b/lines/on-the-posterity-of-cain.json new file mode 100644 index 0000000000000000000000000000000000000000..cd11024ead2b2f1327dc17a34450b67d03171b0e --- /dev/null +++ b/lines/on-the-posterity-of-cain.json @@ -0,0 +1 @@ +[[["1","„Ἐξῆλθε δὲ Κάιν ἀπὸ προσώπου τοῦ θεοῦ, καὶ ᾤκησεν ἐν γῇ Ναὶδ κατέναντι Ἐδέμ “(Gen. 4, 16). νυνὶ διαπορῶμεν, εἰ χρὴ τῶν ἐν ταῖς διερμηνευθείσαις βίβλοις ὑπὸ Μωυσέως τροπικώτερον ἀκούειν, τῆς ἐν τοῖς ὀνόμασι προχείρου φαντασίας πολὺ τἀληθοῦς ἀπᾳδούσης."],["2","εἰ γὰρ πρόσωπον μὲν ἔχει τὸ ὄν, ὁ δὲ βουλόμενος αὐτὸ καταλιπεῖν ἑτέρωσε μετανίστασθαι ῥᾷστα δύναται, τί τὴν Ἐπικούρειον ἀσέβειαν ἢ τὴν τῶν Αἰγυπτίων ἀθεότητα ἢ τὰς μυθικὰς ὑποθέσεις, ὧν μεστὸς ὁ βίος ἐστί, παραιτούμεθα;"],["3","πρόσωπον μὲν γὰρ ζῴου τμῆμά ἐστιν, ὁ δὲ θεὸς ὅλον, οὐ μέρος· ὥστ’ ἀνάγκη καὶ τὰ ἄλλα προσαναπλάττειν, αὐχένα καὶ στέρνα καὶ χεῖρας καὶ βάσεις, ἔτι δ’ αὖ γαστέρα καὶ τὰ γεννητικὰ καὶ τὸ ἄλλο τῶν ἐντός τε καὶ ἐκτὸς ἀνάριθμον πλῆθος."],["4","ἀκολουθεῖ δ’ ἐξ ἀνάγκης τῷ ἀνθρωπομόρφῳ τὸ ἀνθρωποπαθές, ἐπεὶ καὶ ταῦτα οὐ περιττὰ καὶ παρέλκοντα, τῆς δὲ τῶν ἐχόντων ἐπίκουρα ἀσθενείας ἡ φύσις ἀπειργάζετο τὰ ὅσα πρὸς τὰς οἰκείας χρείας τε καὶ ὑπηρεσίας ἀκολούθως ἐφαρμόττουσα. τὸ δὲ ὂν οὐδενὸς χρεῖον, ὥστ’ εἰ μηδὲ τῆς ἀπὸ τῶν μερῶν ὠφελείας, οὐδ’ ἂν ἔχοι μέρη τὸ παράπαν."],["5","ἐξέρχεται δὲ πόθεν; ἢ ἐκ τῶν βασιλείων τοῦ πανηγεμόνος; θεοῦ δὲ οἶκος αἰσθητὸς τίς ἂν εἴη πλὴν ὅδε ὁ κόσμος, ὃν καταλείπειν ἀμήχανόν τε καὶ ἀδύνατον; πάντα γὰρ ὧν γένεσίς ἐστιν οὐρανοῦ κύκλος περισφίγξας ἐντὸς ἑαυτοῦ κατέχει. καὶ γὰρ αἱ τῶν τετελευτηκότων ἀναστοιχειούμεναι μοῖραι πάλιν εἰς τὰς τοῦ παντὸς δυνάμεις ἐξ ὧν συνέστησαν ἀποκρίνονται, τοῦ δανεισθέντος ἑκάστῳ δανείσματος κατὰ προθεσμίας ἀνίσους ἀποδιδομένου τῇ συμβαλούσῃ φύσει, ὁπότε βουληθείη τὰ ἑαυτῆς χρέα κομίζεσθαι."],["6","καὶ μὴν ὅ γε ἐξιὼν ἀπό τινος ἐν ἑτέρῳ χωρίῳ τὸ ἀπολειπόμενον ἑαυτοῦ· τῷ δὲ συμβέβηκεν ἀκολουθεῖν τὸ χηρεύειν τινὰ μέρη τῶν ἐν κόσμῳ θεοῦ μηδὲν κενὸν μηδὲ ἔρημον ἑαυτοῦ καταλελοιπότος, ἀλλὰ πάντα διὰ πάντων ἐκπεπληρωκότος."],["7","εἰ δὲ μήτε πρόσωπον ἔχει ὁ θεὸς ἅτε τὰς τῶν γεγονότων ἰδιότητας ἁπάντων ἐκβεβηκὼς μήτε ἐν μέρει καταγίνεται ἅτε περιέχων, οὐ περιεχόμενος, ἀδύνατον δ’ ἐστὶν ὥσπερ ἐκ πόλεως τοῦδε τοῦ κόσμου μεταναστῆναί τι μέρος αὐτοῦ μηδενὸς ἀπολειφθέντος ἔξω, λοιπὸν ἂν εἴη λογισαμένους ὅτι τῶν προταθέντων οὐδὲν κυριολογεῖται τὴν δι’ ἀλληγορίας ὁδὸν φυσικοῖς φίλην ἀνδράσι τρέπεσθαι τὴν ἀρχὴν ἐνθένδε τοῦ λόγου ποιησαμένους·"],["8","εἰ τὸ ἐκ προσώπου μεταναστῆναι βασιλέως θνητοῦ χαλεπόν ἐστι, πῶς οὐ παγχάλεπον τὴν θεοῦ φαντασίαν καταλιπόντα οἴχεσθαι, μηκέτι εἰς ὄψιν ἀφικνεῖσθαι τὴν αὐτοῦ διεγνωκότα, τοῦτο δ’ ἐστὶν ἀφάνταστον αὐτοῦ γενέσθαι τὸ ψυχῆς ὄμμα πηρωθέντα;"],["9","καὶ ὅσοι μὲν ἐξ ἀνάγκης τοῦτο ὑπέμειναν ἀπαραιτήτου δυνάμεως κράτει πιεσθέντες, ἐλέου μᾶλλον ἢ μίσους τυγχάνοιεν ἄν· ὅσοι δὲ ἑκουσίῳ γνώμῃ τὸ ὂν ἐξετράποντο, ὑπερβάλλοντες καὶ τὸν αὐτῆς ὅρον κακίας— τί γὰρ ἂν ἰσοστάσιον εὑρεθείη κακόν;— μὴ τὰς ἐξ ἔθους, ἀλλὰ καινὰς καὶ παρηλλαγμένας διδότωσαν δίκας. ἦ καινοτέραν καὶ μείζονα ἐπινοῶν οὐκ ἄν τις εὕροι τῆς ἀπὸ τοῦ πανηγεμόνος ἐξόδου καὶ φυγῆς."],["10","| τὸν μὲν οὖν Ἀδὰμ ὁ θεὸς ἐκβάλλει, ὁ δὲ Κάιν ἐθελοντὴς ἐξέρχεται, δηλοῦντος ἡμῖν Μωυσέως ἑκατέρου τρόπου εἶδος, ἑκούσιόν τε καὶ ἀκούσιον. ἀλλὰ τὸ μὲν ἀκούσιον ἅτε οὐχ ἡμετέρᾳ γνώμῃ συνιστάμενον λήψεται τὴν ἐνδεχομένην αὖθις ἴασιν· „ἐξαναστήσει γὰρ ὁ θεὸς σπέρμα ἕτερον ἀντ’ Ἄβελ, ὃν ἀπέκτεινε Κάιν “(Gen. 4, 25) ψυχῇ τῇ μὴ παρ’ ἑαυτῆς τραπείσῃ, γέννημα ἄρρεν, Σὴθ τὸν ποτισμόν."],["11","τὸ δὲ ἑκούσιον ἅτε βουλῇ καὶ προμηθείᾳ γενόμενον ἀνιάτους εἰς ἀεὶ κῆρας ἐνδέξεται. καθάπερ γὰρ τὰ ἐκ προνοίας ἀμείνω τῶν ἀκουσίων κατορθώματα, τὸν αὐτὸν τρόπον ἐν τοῖς ἁμαρτήμασι κουφότερα τῶν ἑκουσίων τὰ ἀκούσια."],["12","τὸν μὲν οὖν Κάιν ἐκ προσώπου τοῦ θεοῦ μεταστάντα ἡ τιμωρὸς ἀσεβῶν ἐκδέξεται δίκη. Μωυσῆς δὲ τοῖς γνωρίμοις αὑτοῦ παράγγελμα κάλλιστον ὑποθήσεται, „ἀγαπᾶν τὸν θεὸν καὶ εἰσακούειν καὶ ἔχεσθαι αὐτοῦ \" (Deut. 30, 20)· ταύτην γὰρ εἶναι ζωὴν τὴν πρὸς ἀλήθειαν εὐήμερόν τε καὶ μακραίωνα. πάνυ δ’ ἐμφαντικῶς ἐπὶ τὴν τοῦ τριποθήτου καὶ ἀξιεράστου καλεῖ τιμὴν εἰπὼν ἔχεσθαι αὐτοῦ, τὸ συνεχὲς καὶ ἐπάλληλον καὶ ἀδιάστατον τῆς κατ’ οἰκείωσιν ἁρμονίας καὶ ἑνώσεως παριστάς. ἃ μὲν δὴ τοῖς ἄλλοις παραινεῖ, ταῦτά ἐστι καὶ τοιαῦτα."],["13","αὐτὸς δ’ οὕτως ἀπαύστως ὀρέγεται τοῦ ὁρᾶν καὶ πρὸς αὐτοῦ ὁρᾶσθαι, ὥσθ’ ἱκετεύει δυστόπαστον οὖσαν τὴν ἑαυτοῦ φύσιν δηλῶσαι γνωρίμως (Exod. 33, 13), ἵν’ ἤδη ποτὲ ἀψευδοῦς δόξης μεταλαβὼν ἀβεβαίου ἐνδοιασμοῦ βεβαιοτάτην πίστιν ἀλλάξηται. καὶ ἐπιτείνων οὐκ ἀνήσει τὸν πόθον, ἀλλὰ καὶ γνοὺς ὅτι δυσθηράτου μᾶλλον δὲ ἀνεφίκτου πράγματος ἐρᾷ, ὅμως ἐπαγωνιεῖται μηδὲν συντόνου σπουδῆς ἀνιείς, ἀλλὰ πᾶσι τοῖς παρ’ ἑαυτοῦ εἰς τὸ τυχεῖν ἀπροφασίστως καὶ ἀόκνως συγχρώμενος."],["14","ἤδη γοῦν καὶ εἰς τὸν γνόφον ὅπου ἦν ὁ θεὸς εἰσελεύσεται (Exod. 20, 21), τουτέστιν εἰς τὰς ἀδύτους καὶ ἀειδεῖς περὶ τοῦ ὄντος ἐννοίας. οὐ γὰρ ἐν γνόφῳ τὸ αἴτιον οὐδὲ συνόλως ἐν τόπῳ, ἀλλ’ ὑπεράνω καὶ τόπου καὶ χρόνου· τὰ γὰρ γεγονότα πάντα ὑποζεύξας ἑαυτῷ περιέχεται μὲν ὑπ’ οὐδενός, ἐπιβέβηκε δὲ πᾶσιν. ἐπιβεβηκὼς δὲ καὶ ἔξω τοῦ δημιουργηθέντος ὢν οὐδὲν ἧττον πεπλήρωκε τὸν κόσμον ἑαυτοῦ· διὰ γὰρ*** δυνάμεως ἄχρι περάτων τείνας ἕκαστον ἑκάστῳ κατὰ τοὺς ἁρμονίας λόγους συνύφηνεν."],["15","ὅταν οὖν φιλόθεος ψυχὴ τὸ τί ἐστι τὸ ὂν κατὰ τὴν οὐσίαν ζητῇ, εἰς ἀειδῆ καὶ ἀόρατον ἔρχεται ζήτησιν, ἐξ ἧς αὐτῇ περιγίνεται μέγιστον ἀγαθόν, καταλαβεῖν ὅτι ἀκατάληπτος ὁ κατὰ τὸ εἶναι θεὸς παντὶ καὶ αὐτὸ τοῦτο ἰδεῖν ὅτι ἐστὶν ἀόρατος."],["16","δοκεῖ δέ μοι καὶ πρὶν ἄρξασθαι τῆσδε τῆς σκέψεως ὁ ἱεροφάντης τὸ μέγιστον αὐτῆς κατανοῆσαι, ἐξ ὧν αὐτὸν ἱκετεύει τὸν ὄντα μηνυτὴν καὶ ὑφηγητὴν τῆς ἑαυτοῦ φύσεως γενέσθαι. λέγει γάρ· \" ἐμφάνισόν μοι σεαυτόν “(Exod. 33, 13), ἐναργέστατα διὰ τούτου παριστὰς ὅτι τῶν γεγονότων ἱκανὸς οὐδὲ εἷς ἐξ"],["17","ἑαυτοῦ τὸν κατὰ τὸ εἶναι θεὸν ἀναδιδαχθῆναι. διὰ τοῦτο καὶ Ἀβραὰμ ἐλθὼν εἰς τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ θεός, τῇ τρίτῃ ἡμέρᾳ ἀναβλέψας ὁρᾷ τὸν τόπον μακρόθεν (Gen. 22, 3. 4). ποῖον τόπον; ἆρ’ εἰς ὃν ἦλθε; καὶ πῶς ἔστι μακράν, εἴπερ ἔφθη παραγενόμενος;"],["18","ἀλλὰ μήποτε ὅπερ αἰνίττεται τοιοῦτόν ἐστιν· ὁ σοφὸς αἰεὶ γλιχόμενος κατανοῆσαι τὸν ἡγεμόνα τοῦ παντός, ὅταν τὴν δι’ ἐπιστήμης καὶ σοφίας ἀτραπὸν βαδίζῃ, λόγοις μὲν προεντυγχάνει θείοις παρ’ οἷς προκαταλύει, τρέπεσθαι δὲ τὴν ἄλλην ἐγνωκὼς ἐπέχεται· διοιχθέντων γὰρ τῶν διανοίας ὀμμάτων ὀξυδερκέστερον εἶδεν ὅτι ἐπὶ τὴν δυσαλώτου πράγματος θήραν ἀναδέδυκεν ἐξαναχωροῦντος αἰεὶ καὶ μακρὰν ἀφισταμένου καὶ φθάνοντος ἀπείρῳ τῷ μεταξὺ διαστήματι τοὺς διώκοντας."],["19","εὖ γοῦν νομίζει, ὅτι πάνθ’ ὅσα τῶν ὑπ’ οὐρανὸν ὠκυδρομώτατα ἑστάναι ἂν δόξαι πρὸς τὴν ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων φορὰν ἀστέρων ἀντεξετασθέντα. καίτοι σύμπας οὐρανὸς ὑπὸ θεοῦ γέγονεν, αἰεὶ δὲ τὸ ποιοῦν τοῦ γινομένου προελήλυθεν· ὥστε ἐξ ἀνάγκης οὐ μόνον τὰ ἄλλα τῶν παρ’ ἡμῖν, ἀλλὰ καὶ τὸ πάντων ὀξυκινητότατον, ὁ νοῦς, ἀπεριγράφοις ἂν ἀπολειφθείη τῆς καταλήψεως τοῦ αἰτίου διαστήμασιν. ἀλλ’ οἱ μὲν ἀστέρες παραμείβονται τὰ κινούμενα καὶ αὐτοὶ κινούμενοι, ὁ δὲ θεός, τὸ παραδοξότατον, ἑστὼς ἔφθακε πάντα."],["20","λέγεται δ’ ὅτι καὶ ἐγγύτατα ὁ αὐτὸς ὢν καὶ μακράν ἐστιν, ἁπτόμενος μὲν ταῖς ποιητικαῖς καὶ κολαστηρίοις δυνάμεσι πλησίον ὑπαρχούσαις ἑκάστου, πορρωτάτω δὲ τῆς κατὰ τὸ εἶναι φύσεως αὑτοῦ τὸ γενητὸν ἀπεληλακώς, ὡς μηδὲ κατὰ τὰς ἀκραιφνεῖς καὶ ἀσωμάτους τῆς διανοίας ἐπιβολὰς ψαῦσαι δύνασθαι."],["21","τοῖς μὲν οὖν φιλοθέοις τὸ ὂν ἀναζητοῦσι, κἂν μηδέποτε εὕρωσι, συγχαίρομεν— ἱκανὴ γὰρ ἐξ ἑαυτῆς προευφραίνειν ἐστὶν ἡ τοῦ καλοῦ ζήτησις, κἂν ἀτυχῆται τὸ τέλος—, τῷ δὲ φιλαύτῳ Κάιν συναχθόμεθα, ὃς ἀφάνταστον τὴν ἑαυτοῦ ψυχὴν τοῦ ὄντος καταλέλοιπεν, τὸ ᾧ μόνῳ βλέπειν ἠδύνατο ἑκουσίως πηρώσας."],["22","Ἄξιον δὲ σκέψασθαι καὶ τὴν χώραν, εἰς ἣν ἐκ προσώπου γενόμενος θεοῦ στέλλεται· ἔστι δὲ ἣ καλεῖται σάλος, δηλοῦντος τοῦ νομοθέτου ὅτι ὁ ἄφρων ἀστάτοις καὶ ἀνιδρύτοις ὁρμαῖς κεχρημένος σάλον καὶ κλόνον, οἷα κυμαῖνον πέλαγος πρὸς ἐναντίων πνευμάτων χειμῶνος ὥρᾳ, ὑπομένει, γαλήνης δὲ ἢ νηνεμίας ἀλλ’ οὐδ’ ὄναρ ἐπῄσθηται. ὥσπερ δ’ ὅταν ναῦς σαλεύῃ θαλαττεύουσα, τότ’ οὔτε πλεῖν οὔτε ὁρμεῖν ἐστιν ἱκανή, διαφερομένη δὲ ὧδε κἀκεῖσε πρὸς ἑκάτερον τοῖχον ἀποκλίνει καὶ ταλαντεύουσα ἀντιρρέπει, οὕτως ὁ φαῦλος παραφόρῳ καὶ χειμαινούσῃ διανοίᾳ κεχρημένος εὐθύνειν τὸν ἑαυτοῦ πλοῦν ἀπταίστως ἀδυνατῶν αἰεὶ σαλεύει βίου μελετῶν ἀνατροπήν."],["23","ὁ δ’ εἱρμὸς τῆς ἀκολουθίας οὐ μετρίως με καταπλήττει· συμβαίνει γὰρ τὸ [μὲν] τῷ ἑστῶτι πλησιάζον ἠρεμίας διὰ πόθον ὁμοιότητος ἐφίεσθαι. τὸ μὲν οὖν ἀκλινῶς ἑστὼς ὁ θεός ἐστι, τὸ δὲ κινητὸν ἡ γένεσις· ὥστε ὁ μὲν προσιὼν θεῷ στάσεως ἐφίεται, ὁ δὲ ἀπαλλαττόμενος ἅτε γενέσει τῇ τρεπομένῃ προσιὼν κατὰ"],["24","τὸ εἰκὸς φορεῖται. διὰ τοῦτο ἐν ταῖς ἀραῖς γέγραπται ὅτι „οὐκ ἀναπαύσει σε, οὐδ’ οὐ μὴ γένηται στάσις τῷ ἴχνει τοῦ ποδός σου “καὶ μικρὸν ὕστερον ὅτι „ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου “(Deut. 28, 65. 66). πέφυκε γὰρ ὁ ἄφρων αἰεὶ παρὰ τὸν ὀρθὸν λόγον κινούμενος ἠρεμίᾳ καὶ ἀναπαύσει δυσμενὴς εἶναι καὶ ἐπὶ μηδενὸς ἑστάναι παγίως καὶ ἐρηρεῖσθαι δόγματος."],["25","ἄλλοτε γοῦν ἀλλοῖα δοξάζει καὶ περὶ τῶν αὐτῶν ἔστιν ὅτε μηδενὸς περὶ αὐτὰ συμβεβηκότος καινοτέρου τἀναντία, μέγας καὶ μικρὸς καὶ ἐχθρὸς καὶ φίλος καὶ πάνθ’, ὡς ἔπος εἰπεῖν, τὰ μαχόμενα ἐν ἀκαρεῖ χρόνου γινόμενος. καὶ ἔστιν αὐτῷ, ὅπερ ἔφη ὁ νομοθέτης, πᾶσα ἡ ζωὴ κρεμαμένη, βάσιν οὐκ ἔχουσα ἀκράδαντον, ἀλλὰ πρὸς τῶν ἀντισπώντων καὶ ἀντιμεθελκόντων ἀεὶ φορουμένη πραγμάτων."],["26","οὗ χάριν ἐν ἑτέροις „κεκατηραμένον ὑπὸ θεοῦ τὸν κρεμάμενον ἐπὶ ξύλου “φησίν (Deut. 21, 23), ὅτι, θεοῦ δέον ἐκκρέμασθαι, ὁ δὲ ἀπῃώρησεν ἑαυτὸν σώματος, ὅς ἐστιν ἐν ἡμῖν ξύλινος ὄγκος, ἐπιθυμίαν ἐλπίδος ἀντικαταλλαξάμενος, ἀγαθοῦ τελείου μέγιστον κακόν. ἐλπὶς μὲν γὰρ τῶν ἀγαθῶν οὖσα προσδοκία ἐκ τοῦ φιλοδώρου θεοῦ τὴν διάνοιαν ἀρτᾷ, ἐπιθυμία δὲ ἀλόγους ἐμποιοῦσα ὀρέξεις ἐκ τοῦ σώματος, ὃ δεξαμενὴν καὶ χώραν ἡδονῶν ἡ φύσις ἐδημιούργησεν."],["27","οὗτοι μὲν οὖν ὥσπερ ἀπ’ ἀγχόνης τῆς ἐπιθυμίας ἐκκρεμάσθωσαν. Ἀβραὰμ δὲ ὁ σοφὸς ἐπειδὴ ἕστηκε, συνεγγίζει τῷ ἑστῶτι θεῷ· λέγει γὰρ ὅτι „ἑστὼς ἦν ἔναντι κυρίου καὶ ἐγγίσας εἶπεν “(Gen. 18, 22. 23). ὄντως γὰρ ἀτρέπτῳ ψυχῇ πρὸς τὸν ἄτρεπτον θεὸν μόνῃ πρόσοδός ἐστι, καὶ ἡ τοῦτον διακειμένη τὸν τρόπον ἐγγὺς ὡς ἀληθῶς ἵσταται δυνάμεως θείας."],["28","τό γε μὴν χρησθὲν τῷ πανσόφῳ Μωυσῇ λόγιον ἐναργέστατα δηλοῖ τὴν περὶ τὸν σπουδαῖον βεβαιοτάτην εὐστάθειαν, ἔστι δὲ τὸ λόγιον τοιόνδε· „σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ “(Deut. 5, 31)· ἐξ οὗ δύο παρίσταται, ἓν μὲν ὅτι τὸ ὂν τὸ τὰ ἄλλα κινοῦν καὶ τρέπον ἀκίνητόν τε καὶ ἄτρεπτον, ἕτερον δ’ ὅτι τῆς ἑαυτοῦ φύσεως, ἠρεμίας, τῷ σπουδαίῳ μεταδίδωσιν. ὡς γὰρ οἶμαι κανόνι ὀρθῷ τὰ στρεβλὰ εὐθύνεται, οὕτως τὰ κινούμενα κράτει τοῦ ἑστῶτος ἐπέχεταί τε καὶ ἵσταται."],["29","νυνὶ μὲν οὖν ἑτέρῳ στῆναι μετ’ αὐτοῦ παραγγέλλει. ἀλλαχόθι δέ φησιν· „ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἀναβιβάσω σε εἰς τέλος “(Gen. 46, 4), οὐχὶ σὺ μετ’ ἐμοῦ. διὰ τί; ὅτι θεοῦ μὲν ἴδιον ἠρεμία καὶ στάσις, γενέσεως δὲ μετάβασίς τε καὶ μεταβατικὴ πᾶσα κίνησις."],["30","ὅταν μὲν οὖν πρὸς τὸ ἴδιον ἀγαθὸν καλῇ, „σὺ μετ’ ἐμοῦ στῆθι “φησίν, οὐκ „ἐγὼ μετὰ σοῦ \"· οὐ γὰρ στήσεται ὁ θεός, ἀλλ’ ἀεὶ ἕστηκεν. ὅταν δὲ πρὸς τὸ οἰκεῖον γενέσεως ἔρχηται, ὀρθότατα ἐρεῖ· „ἐγὼ μετὰ σοῦ καταβήσομαι “· σοὶ γὰρ ἡ τόπων ἐνάλλαξις ἁρμόζει· ὥστε μετ’ ἐμοῦ μὲν οὐδεὶς κάτεισιν— ἐγὼ γὰρ οὐ τρεπόμενος—, στήσεται δ’ ὅτιπερ ἠρεμία μοι φίλον· σὺν δὲ τοῖς κατιοῦσι μεταβατικῶς— ἀδελφὸν γὰρ καὶ συγγενὲς αὐτοῖς μετάβασις— ἐγὼ καταβήσομαι τοπικῶς οὐ χωρία ἐναλλάττων, ὃς τὸ πᾶν ἐμαυτοῦ πεπλήρωκα."],["31","καὶ τοῦτο μέντοι ποιῶ διὰ φύσεως οἶκτον λογικῆς, ἵνα ἐκ τοῦ τῶν παθῶν ᾅδου πρὸς τὸν ὀλύμπιον χῶρον ἀρετῆς ἀναβιβασθῇ ποδηγετοῦντος ἐμοῦ, ὃς τὴν εἰς οὐρανὸν ἄγουσαν ὁδὸν ἀνατεμὼν λεωφόρον ἱκέτισι ψυχαῖς, ὡς μὴ κάμνοιεν βαδίζουσαι, πάσαις ἀποδέδειχα."],["32","Δεδηλωκότες οὖν ἑκάτερον, ἠρεμίαν τε ἀστείου καὶ ἄφρονος σάλον, τὸ ἑπόμενον τῷ λόγῳ συνεπισκεψώμεθα. φησὶ γὰρ Ναίδ, τὸν κλόνον, εἰς ὃν ἡ ψυχὴ μετῳκίσατο, ἀπέναντι Ἐδέμ. συμβολικῶς δέ ἐστιν Ἐδὲμ ὀρθὸς καὶ θεῖος λόγος, παρὸ καὶ ἑρμηνείαν ἔχει „τρυφήν “, ὅτι ἐνευφραίνεται καὶ ἐντρυφᾷ πρὸ τῶν ἄλλων ἀμιγέσι καὶ ἀκράτοις, ἔτι δὲ ἀρτίοις καὶ πλήρεσι κεχρημένος ἀγαθοῖς ὕοντος τοῦ πλουτοδότου θεοῦ τὰς παρθένους καὶ ἀθανάτους χάριτας αὑτοῦ. φύσει δὲ μάχεται ἀγαθῷ κακόν, ἄδικον δικαίῳ, φρόνιμον ἄφρονι καὶ πάνθ’ ὅσα ἀρετῆς πρὸς τὰ κακίας εἴδη. τοιοῦτόν ἐστι τὸ Ναὶδ ἀντικρὺς [καὶ] εἶναι Ἐδέμ."],["33","Ταῦτ’ εἰπών φησιν ἑξῆς· \" καὶ ἔγνω Κάιν [φησί] τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν τὸν Ἐνώχ· καὶ ἦν οἰκοδομῶν πόλιν, καὶ ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ “(Gen. 4, 17). ἆρ’ οὐκ εἰκὸς διαπορῆσαι, τίνα ἔγνω γυναῖκα ὁ Κάιν; γένεσις γὰρ οὐδεμιᾶς ἄλλης μετὰ τὴν ἐκ τῆς πλευρᾶς διαπλασθεῖσαν Εὔαν ἄχρι νῦν μεμήνυται γυναικός."],["34","εἰ δὲ φήσει τις ἀδελφῇ τὸν Κάιν συνεληλυθέναι, χωρὶς τοῦ ἀνοσίου καὶ ψεύσεται· τὰς γὰρ θυγατέρας Ἀδὰμ ὀψὲ γεγενημένας εἰσάγει. τί οὖν χρὴ λέγειν; γυναῖκα ἀσεβοῦς λογισμοῦ, ὥς γε οἴομαι, καλεῖ δόξαν, ἣν περὶ τῶν πραγμάτων τίθεται καθάπερ μυρίοι τῶν φιλοσοφησάντων, οἱ μὲν τὰ αὐτά, οἱ δὲ καὶ διαφέροντα εἰσηγησάμενοι τῷ βίῳ δόγματα. τίς οὖν ἐστιν ἀσεβοῦς δόξα;"],["35","μέτρον εἶναι πάντων χρημάτων τὸν ἀνθρώπινον νοῦν· ᾗ καὶ τῶν παλαιῶν τινα σοφιστῶν ὄνομα Πρωταγόραν φασὶ χρήσασθαι, τῆς Κάιν ἀπονοίας ἔκγονον. τεκμαίρομαι δὲ ἐνθένδε ὅτι γνωρισθεῖσα αὐτῷ ἡ γυνὴ τὸν Ἐνὼχ ἀπέτεκεν· ἑρμηνεύεται δὲ Ἐνὼχ χάρις σου."],["36","εἰ γὰρ πάντων μέτρον ἐστὶν ἄνθρωπος, χάρις ἐστὶ καὶ δωρεὰ τοῦ νοῦ τὰ πάντα, ὥστε ὀφθαλμῷ μὲν κεχάρισται τὸ βλέπειν, ὠσὶ δὲ τὸ ἀκούειν, ἑκάστῃ δὲ τῶν ἄλλων αἰσθήσεων τὸ αἰσθάνεσθαι, καὶ τῷ κατὰ τὴν προφορὰν μέντοι λόγῳ τὸ λέγειν· εἰ δὲ καὶ ταῦτα, καὶ αὐτὸ δήπου τὸ νοεῖν, ἐν ᾧ μυρία ἐννοήματα, διανοήσεις, βουλαί, προμήθειαι, καταλήψεις, ἐπιστῆμαι, τέχναι, διαθέσεις, ἄλλων ἀριθμὸς δυνάμεων ἀδιεξίτητος."],["37","τί οὖν ἔτι σεμνομυθούμενοι περὶ ὁσιότητος καὶ θεοῦ τιμῆς λέγειν τε καὶ ἀκούειν ἐγνώκατε, εἴ γε ἔχετε παρ’ ἑαυτοῖς τὸν ἀντίθεον νοῦν, ὃς πάντα ἀνὰ κράτος τὰ κατ’ ἀνθρώπους ἀναψάμενος ἀγαθά τε καὶ κακὰ τοῖς μὲν ἀμφότερα κερασάμενος, τοῖς δὲ θάτερα ἄκρατα ἐπιπέμπει;"],["38","κἂν ἄρα τις γραφὴν ἀσεβείας ἐπενέγκῃ καθ’ ὑμῶν, ἀπολογούμενοι θαρρεῖτε φάσκοντες παρ’ ὑφηγητῇ καὶ διδασκάλῳ πάνυ καλῷ πεπαιδεῦσθαι Κάιν, ὃς τὸ πλησίον πρὸ τοῦ μακρὰν αἰτίου παρῄνει τιμᾶν· ᾧ διά τε ἄλλα προσεκτέον καὶ μάλισθ’ ὅτι σαφέσιν ἔργοις τὴν τοῦ δόγματος ἰσχὺν ἐπεδείξατο νικήσας τὸν τῆς ἐναντίας δόξης εἰσηγητὴν Ἄβελ καὶ ἅμ’ αὐτῷ καὶ τὴν δόξαν ἐκποδὼν ἀνελών."],["39","ἀλλὰ παρ’ ἔμοιγε καὶ φίλοις τοῖς ἐμοῖς τῆς μετὰ ἀσεβῶν ζωῆς ὁ μετὰ εὐσεβῶν αἱρετώτερος ἂν εἴη θάνατος· τοὺς μὲν γὰρ οὕτως ἀποθανόντας ἡ ἀθάνατος ἐκδέξεται ζωή, τοὺς δὲ ἐκείνως ζῶντας ὁ ἀίδιος θάνατος."],["40","ἐπεὶ δὲ ὁ Κάιν τὸν Ἐνὼχ γεγέννηκε καὶ αὖθις ἔκγονος τοῦ Σὴθ πάλιν Ἐνὼχ ὀνομάζεται (Gen. 4, 17. 5, 18), σκεπτέον ἂν εἴη πότερον ἑτέρους ἢ τοὺς αὐτοὺς εἶναι συμβέβηκεν. ἐρευνήσωμεν δ’ ἅμα τούτοις καὶ τὰς τῶν ἄλλων ὁμωνύμων διαφοράς. ὥσπερ γὰρ Ἐνώχ, οὕτω καὶ Μαθουσάλα καὶ Λάμεχ ἀπόγονοι μὲν Κάιν, ἀπόγονοι δ’ οὐδὲν ἧττον καὶ τοῦ Σήθ εἰσι (Gen. 4, 18. 5, 21. 25)."],["41","χρὴ τοίνυν εἰδέναι ὅτι τῶν λεχθέντων ἕκαστον ὀνομάτων ἑρμηνευθὲν διπλοῦν ἐστιν. ἑρμηνεύεται δ’ ὁ μὲν Ἐνώχ, καθάπερ εἶπον, χάρις σου, Μαθουσάλα δ’ ἐξαποστολὴ θανάτου, ὁ δ’ αὖ Λάμεχ ταπείνωσις. τὸ μὲν οὖν „χάρις σου “λέγεται μὲν πρὸς τὸν ἐν ἡμῖν νοῦν ὑπ’ ἐνίων, λέγεται δὲ καὶ πρὸς τὸν τῶν ὅλων ὑπὸ τῶν ἀμεινόνων."],["42","οἱ μὲν οὖν φάσκοντες δωρεὰν εἶναι τῆς ἑαυτῶν ψυχῆς πάνθ’ ὅσα ἐν τῷ νοεῖν ἢ αἰσθάνεσθαι ἢ λέγειν, ἀσεβῆ καὶ ἄθεον εἰσηγούμενοι δόξαν γένει τῷ Κάιν προσκεκληρώσθωσαν, ὃς μηδ’ αὑτοῦ κρατεῖν ἱκανὸς ὢν καὶ τῶν ἄλλων ἁπάντων ἀπετόλμησεν [ὡς] εἰπεῖν ὡς ἔχοι τὴν παντελῆ κτῆσιν· οἱ δ’ ὅσα ἐν γενέσει καλὰ μὴ σφετεριζόμενοι, χάρισι δὲ ταῖς θείαις ἐπιγράφοντες, εὐγενεῖς πρὸς ἀλήθειαν οὐκ ἐκ παλαιπλουσίων ἀλλ’ ἐκ φιλαρέτων φύντες, ὑπὸ ἀρχηγέτῃ τῷ Σὴθ τετάχθωσαν."],["43","δυσεύρετον σφόδρα τὸ τούτων ἐστὶ γένος ἀποδιδρασκόντων τὸν ἐπίβουλον καὶ ῥᾳδιουργὸν καὶ πανοῦργον καὶ κεχυμένον παθῶν τε καὶ κακιῶν πλήρη βίον. οὓς γὰρ ὁ θεὸς εὐαρεστήσαντας αὐτῷ μετεβίβασε καὶ μετέθηκεν ἐκ φθαρτῶν εἰς ἀθάνατα γένη, παρὰ τοῖς πολλοῖς οὐκέθ’ εὑρίσκονται."],["44","διεσταλκότες οὖν τὰ περὶ τὸν Ἐνὼχ σημαινόμενα μέτιμεν ἑξῆς ἐπὶ τὸν Μαθουσάλα, ὃς ἦν ἐξαποστολὴ θανάτου. δύο δ’ ἐκ ταύτης παρίσταται τῆς φωνῆς, ἓν μὲν καθ’ ὅ τινι ἐπιπέμπεται θάνατος, ἕτερον δὲ καθ’ ὃ ἀπό τινος ἀποστέλλεται. ὅτῳ μὲν οὖν ἐπιπέμπεται, θνῄσκει πάντως ἐκεῖνος, ἀφ’ οὗ δὲ ἀποστέλλεται, ζῇ τε καὶ περίεστι."],["45","τῷ μὲν δὴ Κάιν ὁ τὸν θάνατον δεχόμενός ἐστιν οἰκεῖος ἀεὶ τὸν πρὸς ἀρετὴν βίον θνῄσκοντι, τῷ δὲ Σὴθ συγγενέστατος ἀφ’ οὗπερ ἀποστέλλεται καὶ διατειχίζεται τὸ ἀποθνῄσκειν· τὴν γὰρ ἀληθῆ ζωὴν ὁ σπουδαῖος κεκάρπωται."],["46","καὶ μὴν ὅ γε Λάμεχ ταπείνωσις ὢν ἀμφίβολός ἐστιν· ἢ γὰρ ὑφιεμένων τῶν τῆς ψυχῆς τόνων κατὰ τὰ ἐξ ἀλόγων παθῶν ἐγγενόμενα νοσήματά τε καὶ ἀρρωστήματα ταπεινούμεθα ἢ κατ’ ἀρετῆς ζῆλον στέλλοντες ἑαυτοὺς ἀπὸ οἰδούσης οἰήσεως."],["47","ἡ μὲν οὖν προτέρα γίνεται κατ’ ἀσθένειαν, εἶδος τῆς πολυμόρφου καὶ πολυτρόπου λέπρας οὖσα· ὅταν γὰρ ἡ ὄψις ταπεινοτέρα φαίνηται τὴν ὁμαλὴν καὶ εὔτονον κλασθεῖσα φαντασίαν, τὴν χαλεπὴν νόσον λέπραν ὁ νομοθέτης φησὶ γενέσθαι (Lev. 13, 3)."],["48","ἡ δὲ ἑτέρα ἀπὸ ἰσχύος συνίσταται καρτερᾶς, ᾗ καὶ ἱλασμὸς ἕπεται κατὰ τὸν τῆς δεκάδος ἀριθμὸν τέλειον· προστέτακται γὰρ τὰς ψυχὰς ταπεινοῦν δεκάτῃ τοῦ μηνός (Lev. 23, 27), ὅπερ ἐστὶ μεγαλαυχίαν ἀποτίθεσθαι, ἧς ἡ ἀπόθεσις ἀδικημάτων ἑκουσίων καὶ ἀκουσίων ἐργάζεται παραίτησιν. ὁ μὲν οὖν οὕτως ταπεινὸς Λάμεχ ἔκγονος μέν ἐστι Σήθ, πατὴρ δὲ τοῦ δικαίου Νῶε, ὁ δὲ ἐκείνως ἐκβλάστημα Κάιν."],["49","Ἑπόμενον δ’ ἂν εἴη σκέψασθαι, τίνος ἕνεκα κτίζων καὶ οἰκοδομῶν πόλιν αὐτὸς οὗτος εἰσάγεται· πλήθει γὰρ ἀνθρώπων μεγέθους δεῖ πόλεως πρὸς οἴκησιν, τρισὶ δὲ τοῖς κατ’ ἐκεῖνον οὖσι τὸν χρόνον ὑπώρειά τις ἢ μικρὸν ἄντρον αὐταρκέστατον ἦν ἐνδιαίτημα. κἀγὼ μὲν εἶπον τρισί, τὸ δ’ εἰκὸς ἑνὶ μόνῳ ἑαυτῷ· οὐδὲ γὰρ οἱ γονεῖς τοῦ δολοφονηθέντος τὴν αὐτὴν τῷ κτείναντι πόλιν ὑπέμειναν ἂν οἰκεῖν, μεῖζον ἀνδροφονίας ἄγος ἀδελφοκτονίαν ἐργασαμένῳ."],["50","τὸ μὲν γὰρ οὐ παράδοξον μόνον ἀλλὰ καὶ παράλογον παντί τῳ δῆλον, ἕνα ἄνδρα πόλιν οἰκοδομεῖν. τίνα ἔστι τρόπον; ἀλλ’ οὐδ’ ἂν οἰκίας μέρος τὸ ἀφανέστατον, μὴ χρώμενον ὑπηρέταις ἑτέροις. ἢ ὁ αὐτὸς ἐν τῷ αὐτῷ λιθοτομεῖν ἂν δύναιτο, ὑλοτομεῖν, σίδηρον, χαλκὸν ἐργάζεσθαι, τειχῶν μέγαν κύκλον πόλει περιβάλλεσθαι, προπύλαια καὶ προτειχίσματα, ἱερὰ καὶ τεμένη καὶ στοὰς καὶ νεωσοίκους καὶ οἰκίας καὶ ὅσα ἄλλα δημόσια καὶ ἴδια ἔθος οἰκοδομεῖσθαι; καὶ ἔτι πρὸς τούτοις ὀχετοὺς κατὰ γῆν ἀναστέλλειν, στενωποὺς ἀνευρύνειν, κρήνας καὶ ὑδρορροὰς καὶ ὅσων ἄλλων πόλει δεῖ κατασκευάζεσθαι;"],["51","μήποτ’ οὖν, ἐπειδὴ ταῦτα τῆς ἀληθείας ἀπᾴδει, βέλτιον ἀλληγοροῦντας λέγειν ἐστὶν ὅτι καθάπερ πόλιν τὸ αὑτοῦ δόγμα κατασκευάζειν ὁ Κάιν ἔγνωκε."],["52","ἐπειδὴ τοίνυν πᾶσα πόλις ἐξ οἰκοδομημάτων καὶ οἰκητόρων καὶ νόμων συνέστηκε, τὰ μὲν οἰκοδομήματά ἐστιν αὐτῷ λόγοι οἱ ἀποδεικνύντες, οἷς καθάπερ ἀπὸ τείχους πρὸς τὰς τῶν ἐναντίων ἀπομάχεται προσβολὰς πιθανὰς εὑρέσεις κατὰ τῆς ἀληθείας μυθοπλαστῶν, οἰκήτορες δὲ οἱ ἀσεβείας, ἀθεότητος, φιλαυτίας, μεγαλαυχίας, ψευδοῦς δόξης ἑταῖροι δοκησίσοφοι, τὸ πρὸς ἀλήθειαν σοφὸν οὐκ εἰδότες, ἄγνοιαν καὶ ἀπαιδευσίαν καὶ ἀμαθίαν καὶ τὰς ἄλλας ἀδελφὰς καὶ συγγενεῖς κῆρας συγκεκροτηκότες, νόμοι δὲ ἀνομίαι, ἀδικίαι, τὸ ἄνισον, τὸ ἀκόλαστον, θρασύτης, ἀπόνοια, αὐθάδεια, ἡδονῶν ἀμετρίαι, τῶν παρὰ φύσιν ἄλεκτοι ἐπιθυμίαι."],["53","τοιαύτης πόλεως ἕκαστος τῶν ἀσεβῶν ἐν ἑαυτοῦ τῇ παναθλίᾳ ψυχῇ δημιουργὸς εὑρίσκεται, μέχρις ἂν ὁ θεὸς βουλευθεὶς (Gen. 11, 6) ταῖς σοφιστικαῖς αὐτῶν τέχναις ἀθρόαν καὶ μεγάλην ἐργάσηται σύγχυσιν. τοῦτο δ’ ἔσται, ὅταν μὴ μόνον πόλιν, ἀλλὰ καὶ πύργον οἰκοδομῶσιν, οὗ ἡ κεφαλὴ εἰς οὐρανὸν ἀφίξεται (Gen. 11, 4), τουτέστι λόγον ἑκάστου κατασκευαστικόν, ὅνπερ εἰσηγοῦνται κεφαλὴν ἔχοντα τὸ οἰκεῖον νόημα, ὃ προσαγορεύεται συμβολικῶς οὐρανός· ἀνάγκη γὰρ παντὸς λόγου κεφαλὴν καὶ τέλος εἶναι τὸν δηλούμενον νοῦν, οὗ χάριν αἱ μακραὶ διέξοδοί τε καὶ ῥήσεις ὑπὸ λογίων ἀνδρῶν εἰώθασι"],["54","γίνεσθαι. τοσοῦτον δ’ ἄρα τῆς ἀσεβείας ἐπιβεβήκασιν, ὥστ’ οὐ μόνον δι’ ἑαυτῶν ἐγείρειν τὰς τοιαύτας πόλεις ἀξιοῦσιν, ἀλλὰ καὶ τὴν φιλάρετον πληθὺν Ἰσραὴλ ἀναγκάζουσιν ἐπιστάτας καὶ διδασκάλους κακῶν ἔργων ἐπ’ αὐτοῖς χειροτονήσαντες. λέγεται γὰρ ὅτι κακωθέντες ὑπὸ τῶν ἐπιστατῶν τῷ βασιλεῖ τῆς χώρας| τρεῖς πόλεις οἰκοδομοῦσι, Πειθώ, Ῥαμεσσή, Ὤν, ἥ ἐστιν Ἡλίου πόλις (Exod. 1, 11)."],["55","αὗται δὲ τροπικώτερον νοῦν, αἴσθησιν, λόγον, τὰ περὶ ἡμᾶς ὄντα, δηλοῦσιν· ἡ μὲν γὰρ Πειθὼ ὁ λόγος ἐστίν, ὅτι περὶ τοῦτον τὸ πείθειν, ἔχει δὲ ἑρμηνείαν στόμα ἐκθλῖβον, ἐπειδήπερ καὶ ὁ τοῦ φαύλου λόγος ἐξωθεῖν καὶ ἀνατρέπειν τὰ σπουδαῖα μελετᾷ."],["56","Ῥαμεσσὴ δὲ ἡ αἴσθησις*** καθάπερ γὰρ ὑπὸ σητὸς ὑφ’ ἑκάστης τῶν αἰσθήσεων νοῦς ἐκβιβρώσκεται καὶ διεσθίεται, σειόμενος καὶ σπαραττόμενος· αἱ γὰρ ἐπεισιοῦσαι μὴ καθ’ ἡδονὴν φαντασίαι λυπηρὸν καὶ ἐπίπονον ἀποτίκτουσι τὸν βίον."],["57","ἡ δὲ Ὢν καλεῖται μὲν βουνός, ἔστι δὲ συμβολικῶς ὁ νοῦς· ἐπὶ γὰρ τοῦτον οἱ πάντων θησαυρίζονται λόγοι. μάρτυς δὲ καὶ ὁ νομοθέτης τὴν Ὢν Ἡλίου πόλιν προσαγορεύσας· ὥσπερ γὰρ ἀνατείλας ἥλιος τὰ κρυπτόμενα νυκτὶ ἐμφανῶς ἐπιδείκνυται, οὕτως ὁ νοῦς τὸ οἰκεῖον φῶς ἀποστέλλων πάντα καὶ τὰ σώματα καὶ τὰ πράγματα τηλαυγῶς παρασκευάζει καταλαμβάνεσθαι."],["58","διόπερ οὐκ ἄν τις εἰπὼν ἁμάρτοι τοῦ συγκρίματος εἶναι ἡμῶν τὸν νοῦν ἥλιον, ὃς ἐν ἀνθρώπῳ τῷ βραχεῖ κόσμῳ μὴ ἀνατείλας καὶ τὸ ἴδιον φέγγος ἐκλάμψας, πολὺ σκότος τῶν ὄντων καταχέας οὐδὲν ἐᾷ προφαίνεσθαι."],["59","τὸν βουνὸν τοῦτον ὁ ἀσκητὴς Ἰακὼβ ἐν τοῖς πρὸς Λάβαν δικαίοις μάρτυρα καλεῖ (Gen. 31, 46. 47) δογματικώτατα δηλῶν ὅτι ὁ νοῦς ἑκάστῳ μάρτυς ἐστὶν ὧν ἐν ἀφανεῖ βουλεύεται καὶ τὸ συνειδὸς ἔλεγχος ἀδέκαστος καὶ πάντων ἀψευδέστατος,*** πρὸ τούτων τῶν πόλεων οἰκοδομεῖται."],["60","φησὶ γὰρ τοὺς κατασκόπους ἐλθεῖν εἰς Χεβρών, ἐκεῖ δ’ εἶναι Ἀχειμὰν καὶ Σεσεὶν καὶ Θαλαμείν, γενεὰς Ἐνάχ· εἶτ’ ἐπιφέρει· „καὶ Χεβρὼν ἑπτὰ ἔτεσιν ᾠκοδομήθη πρὸ τοῦ Τάνιν Αἰγύπτου “(Num. 13, 23). φυσικώτατον τὸ τὰς ὁμωνυμίας εἴδεσι διαστέλλεσθαι. Χεβρὼν γὰρ ἑρμηνεύεται συζυγή· δισσὸν δὲ τοῦτο, ψυχῆς ἢ σώματι συνεζευγμένης ἢ πρὸς ἀρετὴν ἡρμοσμένης."],["61","ἡ μὲν οὖν σωματικαῖς συζυγίαις ὑποβάλλουσα αὑτὴν οἰκήτορας ἔχει τοὺς λεχθέντας· ἑρμηνεύεται δὲ ὁ μὲν Ἀχειμὰν ἀδελφός μου, ὁ δὲ Σεσεὶν ἐκτός μου, ὁ δὲ Θαλαμεὶν κρεμάμενός τις· ἀνάγκη γὰρ ψυχαῖς ταῖς φιλοσωμάτοις ἀδελφὸν μὲν νομίζεσθαι τὸ σῶμα, τὰ δὲ ἐκτὸς ἀγαθὰ διαφερόντως τετιμῆσθαι· ὅσαι δὲ τοῦτον διάκεινται τὸν τρόπον, ἀψύχων ἐκκρέμανται καὶ καθάπερ οἱ ἀνασκολοπισθέντες ἄχρι θανάτου φθαρταῖς ὕλαις προσήλωνται."],["62","ἡ δὲ τῷ καλῷ συνεζευγμένη διαφερόντων ταῖς ἀρεταῖς ἔλαχεν οἰκητόρων, οὓς τὸ διπλοῦν σπήλαιον (Gen. 23, 9) ζυγάδην κεχώρηκεν, Ἀβραὰμ Σάρραν, Ἰσαὰκ Ῥεβέκκαν, Λείαν Ἰακώβ, ἀρετὰς καὶ τοὺς ἔχοντας. ἡ Χεβρὼν αὕτη, μνήμας ἐπιστήμης καὶ σοφίας θησαυροφυλακοῦσα, προτέρα καὶ Τάνεως καὶ πάσης ἐστὶν Αἰγύπτου. πρεσβυτέραν γὰρ ἡ φύσις ψυχὴν μὲν σώματος, Αἰγύπτου, ἀρετὴν δὲ κακίας, Τάνεως— ἐντολὴ γὰρ ἀποκρίσεως ἑρμηνεύεται Τάνις— εἰργάζετο, τὸ πρεσβύτερον ἀξιώματι"],["63","μᾶλλον ἢ χρόνου μήκει δοκιμάσασα. παρὸ καὶ τὸν Ἰσραὴλ νεώτερον ὄντα χρόνῳ πρωτόγονον υἱὸν (Exod. 4, 22) ἀξιώματι καλεῖ, διασυνιστὰς ὅτι ὁ τὸν θεὸν ὁρῶν, ἀρχεγονώτατον ὄν, τετίμηται, τοῦ ἀγενήτου γέννημα πρώτιστον, ἐκ τῆς παρὰ τοῖς θνητοῖς μισουμένης ἀρετῆς ἀποκυηθέν, ᾧ [ὁ] νόμος ἐστὶν ὡς πρεσβυτάτῳ διπλᾶ δίδοσθαι τὰ πρεσβεῖα (Deut. 21, 17)."],["64","διὰ τοῦτο καὶ ἡ ἑβδόμη τάξει μὲν ἐπιγέννημά ἐστιν ἑξάδος, δυνάμει δὲ πρεσβυτάτη παντὸς ἀριθμοῦ, μηδὲν διαφέρουσα μονάδος. δηλώσει δὲ καὶ αὐτὸς ἐν τῷ τῆς κοσμοποιίας ἐπιλόγῳ φάσκων· „καὶ κατέπαυσεν ὁ θεὸς ἐν τῇ ἡμέρα τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησε· καὶ εὐλόγησεν ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ὁ θεὸς ποιῆσαι “(Gen. 2, 2. 3)."],["65","εἶτ’ ἐπιλέγει· „αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν “(Gen. 2, 4). τῇ δὲ πρώτῃ ταῦτα γέγονεν, ὥστε τὴν ἑβδόμην εἰς μονάδα τὴν πρώτην καὶ ἀρχὴν τῶν ὅλων ἀναφέρεσθαι. ταῦτ’ ἐμηκύναμεν ὑπὲρ τοῦ δεῖξαι τηλαυγέστερον τὴν δόξαν, ἣν ὁ Κάιν ὥσπερ τινὰ πόλιν οἴεται δεῖν κατασκευάζειν."],["66","Υἱὸς δὲ τοῦ Ἐνὼχ λέγεται Γαϊδάδ (Gen. 4, 18), ὃ ἑρμηνεύεται ποίμνιον, σφόδρα ἀκολούθως· τὸν γὰρ τῷ νῷ χαριζόμενον τὰ πάντα τῷ μηδὲ τὴν αὑτοῦ φύσιν ἥτις ἐστὶ καταλαβεῖν δυναμένῳ γεννᾶν ἀλόγους ἥρμοττε δυνάμεις, ἀγειρομένας εἰς ποίμνιον· οὐ γὰρ λογικῶν ἀνδρῶν τὸ δόγμα."],["67","ποίμνη δὲ πᾶσα τὸν ἐπιστάντα οὐκ ἔχουσα ποιμένα μεγάλαις ἐξ ἀνάγκης κακοπραγίαις χρῆται, ἅτ’ οὐ δυναμένη δι’ ἑαυτῆς ἀπωθεῖσθαι μὲν τὰ βλάπτοντα, αἱρεῖσθαι δὲ τὰ ὠφελήσοντα. παρὸ καὶ Μωυσῆς εὐχόμενός φησιν· „ἐπισκεψάσθω κύριος ὁ θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς συναγωγῆς ταύτης, ὅστις ἐξελεύσεται πρὸ προσώπου αὐτῶν καὶ ὅστις εἰσελεύσεται, καὶ ὅστις ἐξάξει αὐτοὺς καὶ ὅστις εἰσάξει, καὶ οὐκ ἔσται ἡ συναγωγὴ κυρίου ὡσεὶ πρόβατα οἷς οὐκ ἔστι ποιμήν “(Num. 27, 16. 17)."],["68","ὅταν γὰρ ὁ προστάτης ἢ [ὁ] ἐπίτροπος ἢ πατὴρ ἢ ὅ τι φίλον καλεῖν τοῦ συγκρίματος ἡμῶν, ὁ ὀρθὸς λόγος, οἴχηται καταλιπὼν τὸ ἐν ἡμῖν ποίμνιον, ἀτημέλητον ἐαθὲν διόλλυται μὲν αὐτό, μεγάλη δὲ τῷ δεσπότῃ ζημία γίνεται· τὸ δ’ ἄλογον καὶ ἀπροστασίαστον θρέμμα χηρεῦσαν ἀγελάρχου τοῦ νουθετήσοντός τε καὶ παιδεύσοντος μακρὰν λογικῆς καὶ ἀθανάτου ζωῆς ἀπῴκισται."],["69","διὸ τοῦ Γαϊδὰδ υἱὸς εἶναι λέγεται Μαιήλ (Gen. 4, 18), οὗ τὸ ὄνομα μεταληφθέν ἐστιν ἀπὸ ζωῆς θεοῦ. ἐπεὶ γὰρ τὸ ποίμνιον ἄλογον, ὁ δὲ θεὸς πηγὴ λόγου, ἀνάγκη τὸν ἀλόγως βιοῦντα τῆς θεοῦ ζωῆς ἀπεσχοινίσθαι. τὸ μὲν οὖν κατὰ θεὸν ζῆν ἐν τῷ ἀγαπᾶν αὐτὸν ὁρίζεται Μωυσῆς· λέγει γὰρ ὅτι ἡ ζωή σου τὸ ἀγαπᾶν τὸν ὄντα (Deut. 30, 19. 20)."],["70","τοῦ δ’ ἐναντίου βίου παράδειγμα τίθεται τὸν ἐπιτυχόντα τοῦ κλήρου τράγον· „στήσει γὰρ αὐτὸν “φησί „ζῶντα ἐναντίον κυρίου τοῦ ἐξιλάσασθαι ἐπ’ αὐτοῦ, ὥστε ἐξαποστεῖλαι αὐτὸν εἰς τὴν ἀποπομπήν “(Lev. 16, 10), ἄγαν ἐξητασμένως·"],["71","ὡς γὰρ ἡδονῶν ἀπεχομένους πρεσβύτας εὖ φρονῶν οὐκ ἄν τις ἀποδέξαιτο, ὅτι τὸ γῆρας, ἡ μακρὰ καὶ ἀνίατος νόσος, τοὺς τῶν ὀρέξεων ἐχάλασέ τε καὶ ἔλυσε τόνους, ἐπαίνου δ’ ἂν ἀξιώσειε τοὺς ἡβῶντας, ὅτι φλεγούσης τῆς ἐπιθυμίας ὑπὸ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς ὅμως σβεστηρίων ὀργάνων τῶν κατὰ παιδείαν λόγων εὐπορήσαντες τὸν πολὺν φλογμὸν ἅμα καὶ βρασμὸν τῶν παθῶν ἐπεκούφισαν, οὕτως οἷς μὲν οὐδὲν νόσημα, οἷα ἐκ πονηρᾶς φιλεῖ διαίτης ἐπανίστασθαι, ἐλάττων ἔπαινος ἕπεται, ὅτι κατὰ φύσεως εὐμοιρίαν ἀπροαιρέτως ἐχρήσαντο εὐτυχίᾳ, οἷς δ’ ἐξεγερθὲν ἀντιστατεῖ, μείζων, εἰ δὴ διερεισάμενοι καθελεῖν αὐτὸ βουληθεῖέν τε καὶ δυνηθεῖεν."],["72","τὰ γὰρ ἡδονῆς ὁλκοῦ δελέατα αὐστηρῷ τόνῳ καθελεῖν ἰσχῦσαι τὸν ἐφ’ ἑκουσίοις ἔχει κατορθώμασιν ἔπαινον. ἐὰν οὖν τούτων εὐδαίμονα κλῆρον ἀπολαχόντα μηδέν, ζῇ δὲ ἐν ἡμῖν τὰ ἀποπομπαῖα νοσήματα καὶ ἀρρωστήματα, σπουδάζωμεν αὐτὰ ἀνατρέπειν καὶ καταβάλλειν· τὸ γὰρ ἐξιλάσασθαι ἐπ’ αὐτῶν τοιοῦτόν ἐστιν, ὁμολογῆσαι ὅτι ἔχοντες αὐτὰ ἐν ψυχῇ ζῶντα καὶ περιόντα οὐκ ἐνδίδομεν, ἀλλ’ ἀντιβάντες ἅπασι καρτερῶς ἀπομαχόμεθα, μέχρις ἂν παντελῶς ἀποδιοπομπησώμεθα."],["73","τί δ’ ἕπεται τῷ μὴ κατὰ βούλημα τὸ τοῦ θεοῦ ζῶντι ἢ θάνατος ὁ ψυχῆς; οὗτος δὲ ὀνομάζεται Μαθουσάλα, ὃς ἑρμηνευθεὶς ἦν ἀποστολὴ θανάτου. διὸ τοῦ Μαιὴλ υἱός ἐστι (Gen. 4, 18), τοῦ τὸν ἴδιον βίον ἀπολελοιπότος, ᾧ τὸ ἀποθνῄσκειν ἐπιπέμπεται, ψυχῆς θάνατος, ἣ κατὰ πάθος ἄλογόν ἐστιν αὐτῆς μεταβολή."],["74","τοῦτο μέντοι τὸ πάθος ὅταν κυοφορήσῃ, μετὰ χαλεπῶν ὠδίνων νοσήματα καὶ ἀρρωστήματα ἔτεκεν ἀνίατα, ὑφ’ ὧν ἰλυσπωμένη ταπεινοῦται καὶ κάμπτεται· πιέζει γὰρ αὐτὴν ἕκαστον ἐπιφέρον ἄχθος ἀνήνυτον, ὡς μηδ’ ἀνακῦψαι δύνασθαι. τοῦθ’ ἅπαν ὠνόμασται Λάμεχ· ἑρμηνείαν γὰρ ἔχει ταπείνωσιν, ἵν’ εἰκότως τοῦ Μαθουσάλα γένηται ὁ Λάμεχ υἱός (Gen. 4, 18), πάθους τοῦ περὶ ψυχὴν θανάτου ταπεινὸν καὶ ὑπεῖκον, ἀλόγου ὁρμῆς ἔκγονον ἀρρώστημα."],["75","„Ἔλαβε δ’ ἑαυτῷ Λάμεχ δύο γυναῖκας· ὄνομα τῇ μιᾷ Ἀδά, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά “(Gen. 4, 19). πᾶν ὅ τι ἂν ἑαυτῷ λαμβάνῃ φαῦλος, πάντως ἐστὶν ἐπίληπτον, ἅτε γνώμῃ δυσκαθάρτῳ μιαινόμενον· καὶ γὰρ ἔμπαλιν αἱ τῶν σπουδαίων ἑκούσιοι πράξεις ἐπαινεταὶ πᾶσαι. διὸ νῦν μὲν ὁ Λάμεχ ἑαυτῷ γυναῖκας αἱρούμενος κακὰ μέγιστα αἱρεῖται, αὖθις δ’ Ἀβραάμ, Ἰακώβ, Ἀαρὼν ἑαυτοῖς λαμβάνοντες ἀγαθοῖς οἰκείοις συνέρχονται."],["76","λέγει γὰρ ἐπὶ μὲν τοῦ Ἀβραὰμ οὕτως· „καὶ ἔλαβον Ἀβραὰμ καὶ Ναχὼρ ἑαυτοῖς γυναῖκας· ὄνομα τῇ γυναικὶ Ἀβραὰμ Σάρρα “(Gen. 11, 29). ἐπὶ δὲ τοῦ Ἰακώβ· „ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν εἰς τὸν οἶκον Βαθουὴλ πατρὸς τῆς μητρός σου, καὶ λάβε σεαυτῷ ἐκεῖθεν γυναῖκα ἐκ τῶν θυγατέρων Λάβαν ἀδελφοῦ τῆς μητρός σου “(Gen. 28, 2), ἐπὶ δὲ τοῦ Ἀαρών· „ἔλαβε δὲ Ἀαρὼν τὴν Ἐλισάβετ, θυγατέρα Ἀμιναδάμ, ἀδελφὴν Ναασσών, ἑαυτῷ γυναῖκα “(Exod. 6, 23)."],["77","Ἰσαὰκ δὲ καὶ| Μωυσῆς λαμβάνουσι μέν, οὐ δι’ ἑαυτῶν δὲ λαμβάνουσιν, ἀλλ’ ὁ μὲν Ἰσαὰκ ὅτε εἰσῆλθεν εἰς τὸν οἶκον τῆς μητρὸς λαβεῖν λέγεται (Gen. 24, 67), Μωυσῇ δὲ ὁ ἄνθρωπος παρ’ ᾧ κατῴκησε τὴν θυγατέρα Σεπφώραν ἐκδίδοται (Exod. 2, 21)."],["78","τούτων δ’ οὐ παρέργως αἱ διαφοραὶ παρὰ τῷ νομοθέτῃ μεμήνυνται. τοῖς μὲν γὰρ ἀσκηταῖς προκόπτουσι καὶ βελτιουμένοις ἡ ἑκούσιος αἵρεσις τἀγαθοῦ μαρτυρεῖται, ἵνα μηδ’ ὁ πόνος ἀστεφάνωτος ἀφεθῇ· τοῖς δ’ αὐτοδιδάκτου καὶ αὐτομαθοῦς σοφίας ἀξιωθεῖσιν ἕπεται τὸ μὴ δι’ ἑαυτῶν παρὰ θεοῦ δ’ ἐγγυᾶσθαι λόγον καὶ λαμβάνειν τὴν σοφῶν σύμβιον ἐπιστήμην."],["79","ὁ δὲ τῶν ἀνθρωπίνων ἀπορριφείς, ὁ ταπεινὸς καὶ χαμαίζηλος Λάμεχ, προτέραν Ἀδὰ ἄγεται γυναῖκα, ἥτις ἑρμηνεύεται μαρτυρία, προξενήσας ἑαυτῷ αὐτὸς τὸν γάμον· οἴεται γὰρ τὴν κατὰ τὰς εὐθίκτους ἐπιβολὰς λείαν κίνησιν καὶ διέξοδον τοῦ νοῦ, μηδενὸς [τῶν] εἰς εὐμαρῆ κατάληψιν κωλυσιεργοῦντος, ἀγαθὸν εἶναι πρῶτον ἀνθρώπῳ."],["80","τί γὰρ ἂν εἴη, φησί, κρεῖττον τοῦ τὰς ἐννοίας, τὰς διανοήσεις, τὰς εἰκασίας, τοὺς στοχασμούς, συνόλως τὰς βουλάς, τὸ λεγόμενον ἀρτίοις ποσὶ βαίνειν, ὡς ἐπὶ τὸ τέλος ἀπταίστως προσέρχεσθαι, μαρτυρουμένης ἐν ἅπασι τοῖς λεχθεῖσι διανοίας; ἐγὼ δ’, εἰ μέν τις εὐθυβόλῳ καὶ εὐθίκτῳ γνώμῃ πρὸς μόνα χρῆται τὰ καλά, τοῦτον εὐδαίμονα γράφω διδασκάλῳ τῷ νόμῳ χρώμενος· καὶ γὰρ αὐτὸς ἄνδρα ἐπιτυγχάνοντα εἶπε τὸν Ἰωσήφ, οὐκ ἐν ἅπασιν, ἀλλ’ ἐν οἷς ὁ θεὸς τὸ εὐοδεῖν ἐχαρίζετο (Gen. 39, 2)· δωρεαὶ δ’ αἱ τοῦ θεοῦ καλαὶ πᾶσαι."],["81","εἰ δέ τις τῷ τῆς φύσεως εὐστόχῳ καὶ εὐτρόχῳ μὴ πρὸς τὰ ἀστεῖα μόνον, ἀλλὰ καὶ πρὸς τὰ ἐναντία κέχρηται τὰ διάφορα ἐξαδιαφορῶν, κακοδαιμονιζέσθω. ἐν γοῦν ἀρᾶς εἴδει λέγεται κατὰ τὸν τῆς συγχύσεως τόπον, ὅτι „οὐκ ἐκλείψει ἐξ αὐτῶν πάνθ’ ὅσα ἂν ἐπιθῶνται ποιεῖν “(Gen. 11, 6)· ὄντως γὰρ ἀνήκεστός ἐστι συμφορὰ ψυχῆς εὐοδεῖν οἷς ἂν ἐπιθῆται, καὶ τὰ αἴσχιστα."],["82","ἐγὼ δ’ ἂν εὐξαίμην, εἴ ποτε διανοηθείην ἀδικεῖν, ἐπιλιπεῖν τἀδικεῖν, καὶ εἴπερ ζῆν ἀνάνδρως, ἐπιλιπεῖν τὸ ἀκολασταίνειν, καὶ εἰ θρασέως μέντοι καὶ πανούργως, ἔνδειαν θρασύτητος καὶ πανουργίας γενέσθαι παντελῆ· εἰ μὴ καὶ τοῖς κλέπτειν ἢ μοιχεύειν ἢ ἀνδροφονεῖν ἐγνωκόσιν οὐκ ἔστιν ἄμεινον ἐπιδεῖν τούτων ἕκαστον ἐκλελοιπὸς καὶ διεφθαρμένον."],["83","τὴν οὖν Ἀδὰ παραίτησαι, διάνοια, τὴν μαρτυροῦσάν τε τοῖς φαύλοις καὶ μαρτυρουμένην ἐν ταῖς πρὸς ἕκαστα αὐτῶν ἐπιβολαῖς. εἰ δὲ κοινωνὸν αὐτὴν ἀξιώσεις ἔχειν, μέγιστον ἀποτέξεταί σοι κακόν, τὸν Ἰωβήλ (Gen. 4, 20), ὃς ἑρμηνεύεται μεταλλοιῶν· εἰ γὰρ τῇ μαρτυρίᾳ χαίρεις ὧν ἂν τύχῃ, στρέφειν καὶ ἀνακυκλεῖν ἕκαστα βουλήσῃ, τοὺς παγέντας ὑπὸ τῆς φύσεως τοῖς πράγμασιν ὅρους μετατιθείς."],["84","σφόδρα δὲ καὶ Μωυσῆς ἀχθόμενος τοῖς τοιούτοις καταρᾶται λέγων· „ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον “(Deut. 27, 17). καλεῖ δὲ πλησίον καὶ ἐγγὺς τἀγαθόν· οὐ γὰρ ἀναπτῆναι, φησίν, εἰς οὐρανὸν οὐδὲ πέραν θαλάσσης ἀφικέσθαι δεῖ κατὰ ζήτησιν τοῦ καλοῦ· ἐγγὺς γὰρ καὶ πλησίον ἵστασθαι ἑκάστῳ."],["85","καὶ τριχῇ γε αὐτὸ διαιρεῖ φυσικώτατα· „ἐν γὰρ τῷ στόματί σου “φησίν „ἐστὶ καὶ ἐν τῇ καρδίᾳ καὶ ἐν ταῖς χερσί “(Deut. 30, 11— 14), τοῦτο δὴ ἐν λόγοις, ἐν βουλαῖς, ἐν πράξεσι· μέρη γὰρ τοῦ ἀγαθοῦ ταῦτα, ἐξ ὧν πέφυκε πήγνυσθαι, ὡς ἥ γε ἑνὸς ἔνδεια οὐκ ἀτελὲς μόνον ἀπεργάζεται τὸ πᾶν, ἀλλὰ καὶ συνόλως ἀναιρεῖ."],["86","τί γὰρ ὄφελος λέγειν μὲν τὰ βέλτιστα, διανοεῖσθαι δὲ καὶ πράττειν τὰ αἴσχιστα; σοφιστῶν οὗτος ὁ τρόπος· τοὺς γὰρ περὶ φρονήσεως καὶ καρτερίας ἀπομηκύνοντες λόγους τὰ ὦτα καὶ τῶν σφόδρα διψώντων ἀκοῆς ἀποκναίουσιν, ἐν δὲ ταῖς βουλαῖς καὶ ταῖς κατὰ τὸν βίον πράξεσιν εὑρίσκονται διαμαρτάνοντες."],["87","τί δ’ ὄφελος ἃ μὲν χρὴ διανοεῖσθαι, ἔργοις δὲ ἀτόποις καὶ λόγοις χρῆσθαι, διὰ μὲν τῶν λόγων τοὺς ἀκούοντας, διὰ δὲ τῶν ἔργων τοὺς ὑπομένοντας ζημιοῦντας; πράττειν γε μὴν τἄριστα οὐ σὺν διανοίᾳ καὶ λόγῳ πάλιν ὑπαίτιον· τὸ γὰρ ἄνευ τούτων τῆς ἀκουσίου μερίδος ὂν οὐδαμῇ οὐδαμῶς ἐπαινετόν."],["88","εἰ δέ τινι ἐξεγένετο καθάπερ λύραν ἁρμόσασθαι τοὺς τοῦ ἀγαθοῦ πάντας ἤχους καὶ συνῳδὸν ἀποφῆναι λόγον μὲν διανοίᾳ, διάνοιαν δὲ ἔργῳ, τέλειος καὶ πρὸς ἀλήθειαν εὐάρμοστος ὁ τοιοῦτος ἂν νομίζοιτο· ὥσθ’ ὁ μετατιθεὶς ὅρους τοῦ καλοῦ δικαίως ἐπάρατος ἔστι τε καὶ λέγεται."],["89","τοὺς δ’ ὅρους τούτους οὐχ ἡ καθ’ ἡμᾶς γένεσις ἔστησεν, ἀλλ’ οἱ πρὸ ἡμῶν καὶ παντὸς τοῦ γεώδους πρεσβύτεροι λόγοι καὶ θεῖοι· καθὰ καὶ ὁ νόμος δεδήλωκεν ἐπισκήπτων ἡμῶν ἑκάστῳ μὴ κιβδηλεύειν τὸ ἀρετῆς νόμισμα ἐν τούτοις· „οὐ μετακινήσεις ὅρια τοῦ πλησίον, ἃ ἔστησαν οἱ πατέρες σου “(Deut. 19, 14), καὶ ἐν ἑτέροις· „ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι· ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ· καὶ ἐγένετο μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ “(Deut. 32, 7— 9)."],["90","ἆρ’ οὖν ἐὰν πύθωμαι τοῦ γεννήσαντος καὶ θρέψαντός με πατρὸς ἢ τῶν ἐκείνου μὲν ἡλικιωτῶν, ἐμοῦ δὲ πρεσβυτέρων, ἦ διένειμεν ἔθνη ὁ θεὸς ἢ ἔσπειρεν ἢ ᾤκισεν, ἀποκρινοῦνταί μοι παγίως, ὥσπερ τῷ μερισμῷ παρηκολουθηκότες ἐκείνῳ; οὐ μὲν οὖν, ἀλλὰ φήσουσιν ὅτι καὶ ἡμεῖς ἐφ’ ἡλικίας παρὰ τῶν γονέων καὶ ἔτι ἀρχαιοτέρων φιλοπευστήσαντες οὐδὲν σαφὲς ἀνεμάθομεν· οὐδὲν γὰρ εἶχον ὅ τι διδάξουσιν ἡμᾶς καὶ αὐτοὶ πάλιν ἄλλων ἀξιώσαντες γενέσθαι ἐπιστημόνων ἀνεπιστήμονες γνώριμοι."],["91","μήποτ’ οὖν πατέρα μὲν τῆς ψυχῆς ἡμῶν τὸν ὀρθὸν λόγον καλεῖ, πρεσβυτέρους δὲ τοὺς ἑταίρους αὐτοῦ καὶ φίλους. οὗτοι τῆς ἀρετῆς τοὺς ὅρους ἐπήξαντο πρῶτοι, πρὸς οὓς ἄξιον φοιτῆσαι μαθήσεως καὶ διδασκαλίας ἕνεκα τῶν ἀναγκαίων. τὰ δ’ ἀναγκαῖα ταῦτα· ὁπότε ὁ θεὸς διένεμε καὶ διετείχιζε τὰ τῆς ψυχῆς ἔθνη τὰ ὁμόφωνα τῶν ἀλλογλώττων διιστὰς καὶ διοικίζων, τούς τε γῆς παῖδας ἔσπειρε καὶ ἐξετόξευσεν ἀφ’ ἑαυτοῦ, οὓς Ἀδὰμ ὠνόμασεν υἱούς, τότε τῶν ἀρετῆς ἐκγόνων τοὺς ὅρους ἔστησεν ἰσαρίθμους ἀγγέλοις· ὅσοι γὰρ θεοῦ λόγοι, τοσαῦτα ἀρετῆς ἔθνη τε καὶ εἴδη."],["92","τίνες δ’ αἱ τῶν ἀγγέλων αὐτοῦ λήξεις καὶ τίς ἡ τοῦ παντάρχου καὶ ἡγεμόνος ἀποκεκληρωμένη μοῖρα; τῶν μὲν οὖν ὑπηρετῶν αἱ ἐν εἴδει ἀρεταί, τοῦ δὲ ἡγεμόνος τὸ ἐπίλεκτον γένος Ἰσραήλ· ὁ γὰρ ὁρῶν τὸν θεὸν ὑπὸ ἐκπρεπεστάτου κάλλους ἀγόμενος τῷ ὁρωμένῳ προσκεκλήρωταί τε καὶ μεμέρισται."],["93","πῶς οὖν οὐκ ἐπιπληκτέος Ἰωβήλ, ὃς ἑλλάδι γλώττῃ μεταλλοιῶν καλεῖται τὰς φύσεις τῶν πραγμάτων ἢ μεταποιῶν; τὰ γὰρ φρονήσεως καὶ καρτερίας καὶ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς κάλλη θεοειδέστατα τύποις ἐναντίοις ἀφροσύνης, [καὶ] ἀκρασίας, ἀδικίας, ἁπάσης κακίας μετεχάραττεν ἀφανίζων"],["94","τὰ ἐνσημανθέντα πρότερον. αἰεὶ γὰρ ἐπιτεθειμέναι δεύτεραι σφραγῖδες τοὺς τῶν προτέρων τύπους διαφθείρουσιν. ὁ δέ γε νόμος τοσοῦτον δεῖ κακὰ ἀγαθῶν ἐπιτρέπειν ἀντικαταλλάττεσθαι, ὥστ’ οὐδὲ καλὰ πονηρῶν ἐᾷ, πονηρὰ οὐ τὰ φαῦλα παραλαμβάνων— ἐπεὶ τοῦτό γε εὔηθες μὴ προΐεσθαι τὰ κακὰ ὑπὲρ κτήσεως τῶν ἀμεινόνων—, ἀλλὰ τὰ καματηρὰ καὶ ἐπίπονα, ἅπερ Ἀττικοὶ τὴν πρώτην ὀξυτονοῦντες συλλαβὴν καλοῦσι πόνηρα."],["95","ἔστι δὲ τὸ διάταγμα τοιοῦτο· „πᾶν ὃ ἐὰν ἔλθῃ ἐν τῷ ἀριθμῷ ὑπὸ τὴν ῥάβδον, τὸ δέκατον ἅγιον τῷ κυρίῳ. οὐκ ἀλλάξεις καλὸν πονηρῷ· ἐὰν δὲ ἀλλάξῃς, αὐτό τε καὶ τὸ ἄλλαγμα ἔσται ἅγια “(Lev. 27, 32— 33). καίτοι πῶς τό γε πονηρὸν γένοιτ’ ἂν ἅγιον; ἀλλ’, ὅπερ ἔφην, τὸ ἐπίπονον ἀλλ’ οὐ φαῦλον παρείληπται, ὥστε τοιοῦτον εἶναι τὸ δηλούμενον· τέλειον μὲν ἀγαθόν ἐστι τὸ καλόν, ἀτελὲς δὲ ὠφέλιμον πόνος. ἐὰν οὖν τὸ παντελὲς κτήσῃ, μηκέτι ζήτει τὸ ἐνδέον· εἰ δὲ προσυπερβάλλων ἐθελήσεις ἔτι πονεῖν, ἴσθ’ ὅτι δόξεις μὲν ἑνὸς ἓν ἀντικαταλλάττεσθαι, κτήσῃ δὲ πρὸς ἀλήθειαν ἀμφότερα·"],["96","ἑκάτερον γὰρ εἰ καὶ ἰσότιμον, ἀλλ’ οὐ τὸ πάντως ἅγιόν ἐστιν. ἅγιον δὲ πρᾶγμα δοκιμάζεται διὰ τριῶν μαρτύρων, ἀριθμοῦ μέσου, παιδείας, ἀριθμοῦ τελείου. διὸ λέγεται· \" πᾶν ὃ ἐὰν ἔλθῃ ἐν τῷ ἀριθμῷ ὑπὸ τὴν ῥάβδον, τὸ δέκατον ἅγιον “. τὸ μὲν γὰρ ἀπαξιωθὲν ἀριθμοῦ βέβηλον, οὐχ ἅγιον, τὸ δὲ καταριθμηθὲν ἅτε ἐγκεκριμένον ἤδη δόκιμον. τὸν γοῦν ὑπὸ Ἰωσὴφ ἐν Αἰγύπτῳ συναχθέντα σῖτόν φησιν ὁ νόμος μὴ δυνηθῆναι ἀριθμηθῆναι, καὶ ἐπιφέρει· „οὐ γὰρ ἦν ἀριθμός “(Gen. 41, 49), ἐπειδὴ τὰ τοῦ σώματος καὶ τῶν Αἰγυπτίων παθῶν θρεπτικὰ οὐκ ἄξια συνόλως ἀριθμεῖσθαι."],["97","ἡ δὲ ῥάβδος παιδείας σύμβολον· ἄνευ γὰρ τοῦ δυσωπηθῆναι καὶ περὶ ἐνίων ἐπιπληχθῆναι νουθεσίαν ἐνδέξασθαι καὶ σωφρονισμὸν ἀμήχανον. δεκὰς δὲ τῆς κατὰ προκοπὴν τελειώσεως πίστις, ἀφ’ ἧς ὅσιον ἀπάρχεσθαι τῷ τέξαντι, τῷ παιδεύσαντι, τῷ τὰ ἐλπισθέντα τελεσφορήσαντι."],["98","ταῦτα ἀποχρώντως λελέχθω περὶ τοῦ μεταλλοιοῦντος καὶ τὸ ἀρχαῖον νόμισμα κιβδηλεύοντος, ὃν καὶ πατέρα ὀνομάζει κατοικούντων ἐν σκηναῖς κτηνοτρόφων (Gen. 4, 20). κτήνη μὲν οὖν εἰσιν αἱ ἄλογοι αἰσθήσεις, κτηνοτρόφοι δ’ οἱ φιλήδονοι καὶ φιλοπαθεῖς τροφὰς παρέχοντες αὐταῖς τὰ ἐκτὸς αἰσθητά, μακρὰν διεστηκότες ποιμένων. οἱ μὲν γὰρ ἀρχόντων τρόπον τὰ πλημμελῶς ζῶντα τῶν θρεμμάτων κολάζουσιν, οἱ δ’ ἑστιατόρων τροφὰς ἀφθόνους παρασκευάζοντες ἄδειαν ἁμαρτημάτων παρέχουσιν· ἀνάγκη γὰρ εὐθὺς τὴν ἀπληστίας καὶ κόρου θυγατέρα γεννᾶσθαι ὕβριν."],["99","πατὴρ οὖν ἐστιν εἰκότως ὁ ἅπαντα μεταχαράττων καὶ μεταποιῶν τὰ καλὰ τῶν τὸ αἰσθητὸν καὶ ἄψυχον ἅπαν ἐζηλωκότων· εἰ γὰρ τὰς ἀσωμάτους καὶ νοητὰς φύσεις μετεδίωκε, τοὺς ὁρισθέντας ὑπὸ τῶν πρεσβυτέρων ὅρους ἐφύλαττεν ἄν, οὓς ὑπὲρ ἀρετῆς ὥρισαν ἕκαστον αὐτῆς εἶδος οἰκείῳ τύπῳ χαράξαντες."],["100","Τοῦ δ’ Ἰωβὴλ ἀδελφὸν εἶναί φησι τὸν Ἰουβάλ (Gen. 4, 21). ἑρμηνεύεται δὲ καὶ οὗτος μετακλίνων διὰ συμβόλου, ὁ κατὰ προφορὰν λόγος· φύσει γὰρ οὗτος διανοίας ἀδελφός ἐστι. τὸν δὲ τοῦ μεταποιοῦντος νοῦ τὰ πράγματα λόγον μετακλίνοντα σφόδρα δεόντως ὠνόμασε· συμβαίνει γὰρ τρόπον τινὰ καὶ ἐπαμφοτερίζειν καθάπερ ἐπὶ πλάστιγγος ἀντιρρέπον ἢ ὥσπερ θαλαττεῦον σκάφος ὑπὸ πολλοῦ κλύδωνος πρὸς ἑκάτερον τοῖχον ἀποκλῖνον· βέβαιον γὰρ ἢ σταθηρὸν οὐδὲν ὁ ἄφρων λέγειν ἔμαθε."],["101","Μωυσῆς δὲ οὔτ’ εἰς δεξιὰ οὔτ’ εἰς ἀριστερὰ οὐδ’ ὅλως εἰς μέρη τοῦ γηίνου Ἐδὼμ ἀποκλίνειν οἴεται δεῖν, τῇ δὲ μέσῃ ὁδῷ παρέρχεσθαι, ἣν κυριώτατα καλεῖ βασιλικήν (Num. 20, 17). ἐπειδὴ γὰρ πρῶτος καὶ μόνος τῶν ὅλων βασιλεὺς ὁ θεός ἐστι, καὶ ἡ πρὸς αὐτὸν ἄγουσα ὁδὸς ἅτε βασιλέως οὖσα εἰκότως ὠνόμασται βασιλική. ταύτην δ’ ἡγοῦ φιλοσοφίαν, οὐχ ἣν μέτεισιν ὁ νῦν ἀνθρώπων σοφιστικὸς ὅμιλος— λόγων γὰρ οὗτοι τέχνας μελετήσαντες κατὰ τῆς ἀληθείας τὴν πανουργίαν σοφίαν ἐκάλεσαν ἔργῳ μοχθηρῷ θεῖον ἐπιφημίσαντες ὄνομα—, ἀλλ’ ἣν ὁ ἀρχαῖος ἀσκητῶν θίασος διήθλει, τὰς τιθασοὺς τῆς ἡδονῆς γοητείας ἀποστρεφόμενος, ἀστείως καὶ αὐστηρῶς χρώμενος τῇ τοῦ καλοῦ μελέτῃ."],["102","τὴν βασιλικὴν γοῦν ταύτην ὁδόν, ἣν ἀληθῆ καὶ γνήσιον ἔφαμεν εἶναι φιλοσοφίαν, ὁ νόμος καλεῖ θεοῦ ῥῆμα καὶ λόγον. γέγραπται γάρ· „οὐκ ἐκκλινεῖς ἀπὸ τοῦ ῥήματος οὗ ἐγὼ ἐντέλλομαί σοι σήμερον δεξιὰ οὐδὲ ἀριστερά “(Deut. 28, 14)· ὥστε ἐμφανῶς ἐπιδεδεῖχθαι ὅτι ταὐτόν ἐστι τῇ βασιλικῇ ὁδῷ τὸ θεοῦ ῥῆμα, εἴγε προτρέπει μήτ’ ἀπὸ τῆς βασιλικῆς ὁδοῦ μήτ’ ἀπὸ τοῦ ῥήματος, ὡς συνωνύμων ὄντων, ἀποκλίνοντας ὀρθῇ διανοίᾳ τὴν ἐπ’ εὐθείας ἄγουσαν ἀτραπὸν μέσην τε καὶ λεωφόρον βαδίζειν."],["103","„Ὁ δὲ Ἰουβὰλ οὗτος “φησίν „ἐστὶ πατὴρ ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν “(Gen. 4, 21). πατέρα μουσικῆς καὶ τῶν κατὰ μουσικὴν πάντων ὀργάνων τὸν γεγωνὸν λόγον προσφυέστατα καλεῖ· τὸ γὰρ φωνητήριον ὄργανον ζῴοις ἡ φύσις πρῶτον καὶ τελειότατον ἐργασαμένη πάσας αὐτῷ τὰς ἁρμονίας καὶ τὰ γένη τῶν μελῳδιῶν εὐθὺς ἐχαρίζετο, ἵν’ ᾖ τοῖς ἐκ τέχνης μέλλουσι δημιουργεῖσθαι προειργασμένον παράδειγμα."],["104","[καὶ] καθάπερ γὰρ τὸ οὖς ἡμῶν κύκλους ἐν κύκλοις, ἐλάττους ἐν μείζοσι, γράφουσα σφαιρικὸν ἐτόρνευε τοῦ τὴν προσιοῦσαν φωνὴν μὴ χεομένην ἔξω σκεδάννυσθαι, εἴσω δ’ ὑπὸ τῶν κύκλων συναγομένην καὶ σφιγγομένην οἷα διαχεομένην τὴν ἀκοὴν εἰς τὰς τοῦ ἡγεμονικοῦ δεξαμενὰς ἐπαντλεῖσθαι— καὶ τοῦτ’ εὐθὺς ἦν παράδειγμα θεάτρων τῶν κατὰ πόλεις εὐδαίμονας· πρὸς γὰρ τὸ ὤτων σχῆμα ἄκρως ἡ θεάτρων κατασκευὴ μεμίμηται—, οὕτως καὶ τὴν τραχεῖαν ἀρτηρίαν ἡ τὰ ζῷα φύσις διαπλάσασα ὥσπερ μουσικὸν κανόνα τείνασα τὰ ἐναρμόνια καὶ χρωματικὰ καὶ διατονικὰ γένη συνυφαίνουσα κατὰ τὰς τῶν συνημμένων καὶ διεζευγμένων μελῳδιῶν παμπληθεῖς ποικιλίας παντὸς ὀργάνου μουσικοῦ παράδειγμα ἱδρύετο."],["105","ὅσα γοῦν αὐλοὶ καὶ λύραι καὶ τὰ παραπλήσια μελῳδοῦσι, τῆς ἀηδόνων ἢ κύκνων μουσικῆς τοσοῦτον ἀπολείπεται, ὅσον ἀπεικόνισμα καὶ μίμημα ἀρχετύπου παραδείγματος, φθαρτὸν εἶδος ἀφθάρτου γένους. τὴν μὲν γὰρ ἀνθρώπων μουσικὴν οὐδενὶ τῶν ἄλλων συγκρίνειν ἄξιον ἔχουσαν γέρας ἐξαίρετον, ᾧ τετίμηται, τὴν ἔναρθρον σαφήνειαν."],["106","τὰ μὲν γὰρ ἄλλα τῇ περὶ τὴν φωνὴν κλάσει χρώμενα καὶ ταῖς ἐπαλλήλοις τῶν τόνων μεταβολαῖς ἀκοὰς αὐτὸ μόνον ἡδύνει, ὁ δ’ ἄνθρωπος, ὥσπερ πρὸς τὸ λέγειν, οὕτως καὶ πρὸς τὸ ᾄδειν ἀρθρωθεὶς ὑπὸ φύσεως ἑκάτερον, ἀκοήν τε καὶ νοῦν, ἐπάγεται, τὴν μὲν τῷ μέλει κηλῶν, τὸν δὲ τοῖς νοήμασιν ἐπιστρέφων."],["107","καθάπερ γὰρ ὄργανον ἀμούσῳ μὲν παραδοθὲν ἀνάρμοστον, μουσικῷ δὲ κατὰ τὴν ἐν αὐτῷ τέχνην εὐάρμοστον γίνεται, τὸν αὐτὸν τρόπον καὶ ὁ λόγος ὑπὸ μὲν φαύλου νοῦ κινούμενος ἀνάρμοστος, ὑπὸ δὲ σπουδαίου πάνυ ἐμμελὴς εὑρίσκεται."],["108","λύρα γε μὴν ἢ εἴ τι τῶν ὁμοίων, εἰ μὴ πληχθείη πρός τινος, ἠρεμεῖ· λόγος τε αὖ| μὴ πληχθεὶς ὑφ’ ἡγεμονικοῦ κατὰ τἀναγκαῖον ἡσυχίαν ἄγει. καὶ μὴν ὥσπερ ὄργανα κατὰ τὰς τοῦ μέλους ἀπείρους ὅσας κράσεις μεθαρμόττεται, οὕτως καὶ ὁ λόγος συνῳδός τις ἑρμηνεὺς πραγμάτων γινόμενος ἀμυθήτους λαμβάνει μεταβολάς."],["109","τίς γὰρ ἂν ὁμοίως γονεῦσι καὶ τέκνοις διαλεχθείη, τῶν μὲν φύσει δοῦλος, τῶν δὲ γένει δεσπότης ὤν; τίς δ’ ἂν ἀδελφοῖς καὶ ἀνεψιοῖς ἢ συνόλως τοῖς ἐγγὺς γένους καὶ μακρὰν οὖσιν; τίς δ’ ἂν οἰκείοις καὶ ἀλλοτρίοις, ἢ πολίταις καὶ ξένοις, οὐ μικρὰς οὐδὲ*** τύχης ἢ φύσεως ἢ ἡλικίας ἔχουσι διαφοράς; πρεσβύτῃ γὰρ ἑτέρως ὁμιλητέον καὶ νέῳ, καὶ πάλιν ἐνδόξῳ καὶ ταπεινῷ, καὶ πλουσίῳ καὶ πένητι, καὶ ἄρχοντι καὶ ἰδιώτῃ, καὶ θεράποντι καὶ δεσπότῃ, γυναικί τε αὖ καὶ ἀνδρί, καὶ ἀτέχνῳ καὶ τεχνίτῃ."],["110","καὶ τί δεῖ τὰς τῶν προσώπων ἀμυθήτους ἰδέας καταλέγεσθαι, πρὸς ἃς ὁ λόγος τρεπόμενος ἄλλοτε ἀλλοῖα λαμβάνει σχήματα; καὶ γὰρ αἱ τῶν πραγμάτων ἰδιότητες τυποῦσιν αὐτὸν κατὰ τοὺς ἰδίους χαρακτῆρας· μεγάλα γὰρ καὶ μικρὰ ἢ πολλὰ καὶ ὀλίγα ἢ ἰδιωτικὰ καὶ δημόσια ἢ ἱερὰ καὶ βέβηλα ἢ ἀρχαῖα καὶ νέα οὐ τὸν αὐτὸν ἂν ἑρμηνεύσαι τρόπον, ἀλλὰ τὸν ἑκάστοις ἐφαρμόζοντα τῷ πλήθει καὶ ἀξιώματι καὶ μεγέθει, τοτὲ μὲν ὑψηλὸν αἴρων ἑαυτόν, τοτὲ δ’ ἔμπαλιν συνάγων τε καὶ συστέλλων."],["111","παρέχουσι δ’ ὥσπερ τὰ πράγματα καὶ τὰ πρόσωπα τῷ λόγῳ μεταβολάς, οὕτως καὶ αἱ τῶν γινομένων αἰτίαι καὶ οἱ τρόποι καθ’ οὓς γίνεται, προσέτι μέντοι καὶ τὰ ὧν οὐκ ἄνευ πάντα, χρόνοι καὶ τόποι. παγκάλως οὖν ὁ μετακλίνων λόγους Ἰουβὰλ πατὴρ εἴρηται ψαλτηρίου καὶ κιθάρας, ἀπὸ μέρους τῆς ὅλης μουσικῆς, ὡς ἐπιδέδεικται."],["112","Τὰ μὲν οὖν τῆς Ἀδᾶς ἔγγονα καὶ αὐτὴ τίς ἐστι δεδήλωται· τὴν δ’ ἑτέραν γυναῖκα τοῦ Λάμεχ Σελλὰν καὶ ὅσα ἀποκύει θεασώμεθα. Σελλὰ τοίνυν ἑρμηνεύεται σκιά, τῶν περὶ σῶμα καὶ ἐκτὸς ἀγαθῶν, ἃ τῷ ὄντι σκιᾶς οὐδὲν διαφέρει, σύμβολον. ἢ κάλλος οὐχὶ σκιά, ὃ πρὸς βραχὺν ἀνθῆσαν χρόνον ἀφαυαίνεται, ἰσχὺς δὲ καὶ εὐτονία σώματος, ἃς ἡ τυχοῦσα νόσος ἐξέλυσεν, αἰσθητήρια δὲ καὶ ἡ περὶ ταῦτα ἀκρίβεια, ἣν ῥεῦμα δυσῶδες ἐνέφραξεν ἢ γῆρας, ἡ ἀναγκαία καὶ κοινὴ πάντων νόσος, ἐπήρωσεν; ἔτι δ’ οὐχὶ πλοῦτοι καὶ δόξαι καὶ ἀρχαὶ καὶ τιμαὶ καὶ ὅσα τῶν ἐκτὸς ἀγαθὰ νενόμισται σκιὰ πάντα;"],["113","χρὴ δὲ τὴν διάνοιαν ὡς δι’ ἀναβαθμῶν ἐπὶ τὴν τοῦ παντὸς ἐπάγειν ἀρχήν. εἰς Δελφοὺς γεγόνασιν ἄνθρωποι τῶν λεγομένων ἐνδόξων, οἳ τοὺς εὐδαίμονας βίους ἐκεῖσε ἀνατεθείκασι. καθάπερ οὖν ἐξίτηλοι γραφαί, οὐ χρόνου μήκει μόνον [οὐ] διερρύησαν, ἀλλὰ καὶ καιρῶν ὀξείαις μεταβολαῖς ἐκπεπνεύκασιν, εἰσὶ δ’ οὓς οἷα χειμάρρου φορὰ πλημμύροντος ἐξαίφνης ἐπικλύσασα ἠφάνισεν."],["114","ἐκ ταύτης τῆς σκιᾶς καὶ τῶν ἀβεβαίων ὀνειράτων ἀποκυεῖται υἱωνός, ὃν ὠνόμασεν Θοβέλ (Gen. 4, 22)· ἑρμηνεύεται δὲ σύμπασα. τῷ γὰρ ὄντι οἱ τὸ παρὰ πολλοῖς ᾀδόμενον ἀγαθὸν σύνθετον πλουθυγείαν κτησάμενοι μικρὰ καὶ μεγάλα καὶ πάνθ’ ἁπλῶς ἀνῆφθαι δοκοῦσιν."],["115","εἰ δὲ καὶ παραγένοιτό τις αὐτεξούσιος ἡγεμονία, φυσηθέντες καὶ μετεωρισθέντες ὑπὸ κούφης ἐννοίας, ἐκλαθόμενοι ἑαυτῶν καὶ ὕλης φθαρτῆς ἐξ ἧς γεγόνασι, μείζονος ἢ κατ’ ἀνθρωπίνην σύστασιν οἰηθέντες φύσεως ἐπιλαχεῖν ταῖς τιμαῖς αὑτοὺς ὑπὸ μεγαλαυχίας ἀποσεμνύναντες ἐξεθείωσαν. ἤδη γοῦν τινες ἐπετόλμησαν τὸν ἀληθῆ θεὸν φάναι μὴ εἰδέναι (Exod. 5, 2), τῆς περὶ αὐτοὺς ἀνθρωπότητος ἐκλαθόμενοι, διὰ τὴν τῶν περὶ σῶμα καὶ ἐκτὸς ἀμετρίαν ἀφθόνως*** οὑς ἕκαστος χαρακτηρίζων."],["116","εἶτά φησιν ὅτι „οὗτος ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου “(Gen. 4, 22). τοῦ γὰρ σεσοβημένου περὶ τὰς ἢ σωματικὰς ἡδονὰς [ἢ τὰς ἡδονὰς] ἢ τὰς ἐκτὸς ὕλας ἡ ψυχὴ καθάπερ ἐπ’ ἄκμονος σφυρηλατεῖται κατὰ τὰς τῶν ἐπιθυμιῶν μακρὰς καὶ διωλυγίους ἐκτάσεις ἐλαυνομένη. τοὺς μέν γε φιλοσωμάτους ἴδοις ἂν ἀεὶ καὶ πανταχοῦ λίνα καὶ πάγας πρὸς τῶν ὧν ὀρέγονται θήραν τιθέντας, τοὺς δ’ αὖ φιλαργύρους καὶ φιλοδόξους τὸν περὶ ταῦτα οἶστρον καὶ ἵμερον ἐπὶ τὰ πέρατα γῆς καὶ θαλάττης ἀποστέλλοντας καὶ ὥσπερ δικτύοις ταῖς ἀορίστοις αὑτῶν ὀρέξεσιν ἐπισπωμένους τὰ πανταχόθεν, μέχρις ἂν ὑπὸ βίας ἡ σφοδρὰ τάσις ῥῆξιν λαβοῦσα καὶ τοὺς ἕλκοντας ἀντεπισπωμένη πρηνεῖς καταβάλλῃ."],["117","δημιουργοὶ δ’ εἰσὶ πάντες οὗτοι πολέμου, παρὸ σίδηρον καὶ χαλκὸν ἐργάζεσθαι λέγονται, δι’ ὧν οἱ πόλεμοι συνίστανται. τὰς μὲν γὰρ μεγίστας καὶ ἀνδρῶν ἰδίᾳ καὶ πόλεων κοινῇ διαφορὰς εὕροι τις ἂν σκοπῶν καὶ πάλαι γεγενημένας καὶ νῦν ὑπαρχούσας καὶ ἐσομένας αὖθις ἢ εὐμορφίας γυναικὸς εἵνεκα ἢ χρημάτων ἢ δόξης ἢ τιμῆς ἢ ἀρχῆς ἢ κτήσεως ἢ συνόλως ὅσα σώματος καὶ τῶν ἐκτός ἐστι πλεονεκτήματα·"],["118","παιδείας δὲ καὶ ἀρετῆς χάριν, ἃ τοῦ κρατίστου τῶν ἐν ἡμῖν ἀγαθὰ διανοίας ἐστίν, οὔτε ξενικὸς οὔτ’ ἐμφύλιος πώποτε κατέσχε πόλεμος· εἰρηναῖα γὰρ φύσει ταῦτα, ἐφ’ ὧν εὐνομία καὶ εὐστάθεια καὶ ὅσα περικαλλέστατα εἴδη τοῖς ψυχῆς ὀξυδερκεστάτοις ὄμμασιν, οὐχὶ τοῖς σώματος ἀμυδροῖς, θεωρεῖται· ταῦτα μὲν γὰρ τὰς ἐκτὸς ἐπιφανείας μόνον ὁρᾷ, ὁ δὲ τῆς διανοίας ὀφθαλμὸς εἴσω προελθὼν καὶ βαθύνας τὰ ἐν αὐτοῖς σπλάγχνοις ἐγκεκρυμμένα κατεῖδε."],["119","γίνονται δ’ αἱ ταραχαὶ ἢ αἱ στάσεις πᾶσαι τοῖς ἀνθρώποις ἀεὶ σχεδὸν περὶ μὲν οὐδενὸς ἄλλου, περὶ δὲ τῆς πρὸς ἀλήθειαν σκιᾶς. τὸν γὰρ δημιουργὸν τῶν πολεμιστηρίων ὅπλων, χαλκοῦ καὶ σιδήρου, Θοβὲλ υἱὸν Σελλᾶς τῆς σκιᾶς ὠνόμασεν, οὐ λόγων τέχναις, ἀλλὰ νοημάτων ὑπερβάλλοντι κάλλει φιλοσοφῶν. ἔγνω γὰρ ὅτι πᾶς ἢ ναυτικὸς ἢ πεζὸς στρατὸς τοὺς μεγίστους αἱρεῖται κινδύνους ἕνεκα σωματικῶν ἡδονῶν ἢ χάριν περιουσίας τῶν ἐκτός, ὧν οὐδὲν βέβαιον ἢ πάγιον ὑπὸ τοῦ πάντα ἐξελέγχοντος αἰῶνος μαρτυρεῖται·"],["120","σκιαγραφίαις γὰρ ἐπιπολαίοις ἐξ ἑαυτῶν διαρρεούσαις ἔοικε. τοῦ δὲ Θοβὲλ ἀδελφὴν εἶναί φησι Νοεμάν (Gen. 4, 22), ἧς ἑρμηνεία πιότης· ἀκολουθεῖ γὰρ τοῖς εὐπάθειαν σώματος καὶ ἃς εἶπον ὕλας μεταδιώκουσιν, ὅταν τινὸς ὧν ὀρέγονται λάχωσι, πιαίνεσθαι. τὴν δὲ τοιαύτην πιότητα οὐκ ἰσχύν, ἀλλ’ ἀσθένειαν ἔγωγε τίθεμαι· διδάσκει γὰρ ἀφίστασθαι θεοῦ τιμῆς, ἣ πρώτη καὶ ἀρίστη ψυχῆς ἐστι δύναμις."],["121","μάρτυς δ’ ὁ νόμος ἐν ᾠδῇ μείζονι λέγων οὕτως· „ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἐγκατέλιπε θεὸν τὸν ποιήσαντα αὐτόν, καὶ ἐπελάθετο θεοῦ σωτῆρος αὐτοῦ “(Deut. 32, 15). ὄντως γὰρ οὐκέτι μέμνηνται τοῦ αἰωνίου, οἷς πρὸς καιρὸν ὁ βίος ἤνθησε· νομίζουσι γοῦν τὸν καιρὸν θεόν."],["122","διὸ καὶ Μωυσῆς μαρτυρεῖ προτρέπων πολεμεῖν ταῖς ἐναντίαις δόξαις· λέγει γάρ· „ἀφέστηκεν ὁ καιρὸς ἀπ’ αὐτῶν, ὁ δὲ κύριος ἐν ἡμῖν “(Num. 14, 9)· ὥσθ’| οἷς μὲν ὁ ψυχῆς βίος τετίμηται, λόγος θεῖος ἐνοικεῖ καὶ ἐμπεριπατεῖ, οἷς δ’ ὁ τῶν ἡδονῶν, ἐφήμερον καὶ κατεψευσμένην ἔχουσιν εὐκαιρίαν. οὗτοι μὲν οὖν ὑπὸ διαρρεούσης πιότητός τε καὶ τέρψεως ἐπὶ πλέον οἰδήσαντες καὶ περιταθέντες ἐξερράγησαν· οἱ δὲ τῇ τρεφούσῃ τὰς φιλαρέτους ψυχὰς σοφίᾳ πιαινόμενοι βέβαιον καὶ ἀκράδαντον ἴσχουσι δύναμιν, ἧς ὑπόδειγμα τὸ ὁλοκαυτούμενον ἀπὸ παντὸς ἱερείου στέαρ."],["123","λέγει γὰρ Μωυσῆς· „πᾶν στέαρ τῷ κυρίῳ νόμιμον αἰώνιον “(Lev. 3, 16. 17), ὡς τῆς κατὰ μὲν διάνοιαν πιότητος ἀναφερομένης ἐπὶ θεὸν καὶ οἰκειουμένης αὐτῷ, διόπερ ἀπαθανατίζεται, τῆς δὲ κατὰ τὸ σῶμα καὶ τὰ ἐκτὸς ἀναφερομένης ἐπὶ τὸν ἀντίθεον καιρόν, διὸ καὶ τάχιστα παρήκμασεν."],["124","Περὶ μὲν οὖν τῶν Λάμεχ γυναικῶν τε καὶ ἐκγόνων ἱκανῶς οἶμαι δεδηλῶσθαι· τὴν δ’ ὥσπερ παλιγγενεσίαν Ἄβελ τοῦ δολοφονηθέντος σκεψώμεθα. „ἔγνω “φησίν „Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ Εὔαν, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ λέγουσα· ἐξανέστησε γάρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάιν “(Gen. 4, 25). Σὴθ ἑρμηνεύεται ποτισμός."],["125","ὥσπερ οὖν τὰ κατὰ γῆν σπέρματα καὶ φυτὰ ποτιζόμενα αὔξεται καὶ βλαστάνει καὶ πρὸς καρπῶν γενέσεις εὐτοκεῖ, στερόμενα δὲ ἐπιρροῆς ἀφαυαίνεται, οὕτως ἡ ψυχή, καθάπερ φαίνεται, ὅταν νάματι ποτίμῳ σοφίας ἄρδηται, βλαστάνει τε καὶ ἐπιδίδωσι πρὸς τὸ βέλτιον. ποτισμὸς δὲ ὁ μέν ἐστι ποτίζοντος, ὁ δ’ αὖ ποτιζομένου."],["126","ἢ οὐκ ἂν εἴποι τις τῶν αἰσθήσεων ἑκάστην ὥσπερ ἀπὸ πηγῆς τοῦ νοῦ ποτίζεσθαι τὰς δυνάμεις καθάπερ ὀχετοὺς ἀνευρύνοντός τε καὶ τείνοντος; οὐδεὶς γοῦν εὖ φρονῶν εἴποι ἂν ὀφθαλμοὺς ὁρᾶν, ἀλλὰ νοῦν δι’ ὀφθαλμῶν, οὐδ’ ὦτα ἀκούειν, ἀλλὰ δι’ ὤτων ἐκεῖνον, οὐδὲ μυκτῆρας ὀσφραίνεσθαι, ἀλλὰ διὰ μυκτήρων τὸ ἡγεμονικόν."],["127","διὸ καὶ ἐν Γενέσει λέγεται· „πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς “(Gen. 2, 6). ἐπεὶ γὰρ ὅλου τοῦ σώματος μέρος ἐξαίρετον ἔνειμεν ἡ φύσις τὸ πρόσωπον αἰσθήσεσιν, ἡ ἀνιοῦς’ ἀφ’ ἡγεμονικοῦ πηγὴ σχιζομένη πολλαχῇ καθάπερ τινὰς ὑδρορρόας ἀναστείλασα μέχρι προσώπου, δι’ αὐτῶν τὰς δυνάμεις ἐφ’ ἕκαστον ἄγει τῶν αἰσθητικῶν ὀργάνων. οὕτως μέντοι καὶ ὁ θεοῦ λόγος ποτίζει τὰς ἀρετάς· ἀρχὴ γὰρ καὶ πηγὴ καλῶν πράξεων οὗτος."],["128","δηλοῖ δ’ ὁ νομοθέτης φάσκων· „ποταμὸς δ’ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον. ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρος ἀρχάς “(Gen. 2, 10). γενικαὶ μὲν γάρ εἰσιν ἀρεταὶ τέσσαρες, φρόνησις, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη· τούτων δ’ ἡγεμονὶς ἑκάστη καὶ βασιλίς ἐστι, καὶ ὁ κτησάμενος αὐτὰς ἄρχων καὶ βασιλεὺς εὐθέως, κἂν μηδεμιᾶς ὕλης εὐπορῇ."],["129","τὸ γὰρ „ἀφορίζεται εἰς τέσσαρας ἀρχὰς “οὐ τούτων διάστασιν, ἀλλ’ ἀρετῶν ἡγεμονίαν ἐμφαίνει καὶ κράτος. αὗται δὲ καθάπερ ἐκ μιᾶς ῥίζης ἐκπεφύκασι τοῦ θείου λόγου, ὃν εἰκάζει ποταμῷ διὰ τὴν ἀένναον καὶ συνεχῆ φορὰν ποτίμων λόγων καὶ δογμάτων,"],["130","οἷς τὰς φιλοθέους τρέφει καὶ συναύξει ψυχάς. ποῖαι δ’ αὗται, κατ’ ὀλίγον ἐπάγων ἐκδιδάσκει, ποιούμενος ἀπὸ τῶν φύσει τὴν ὑφήγησιν τεχνῶν. εἰσάγει γὰρ τὴν Ἄγαρ πληροῦσαν ἀσκὸν ὕδατος καὶ τὸ παιδίον ποτίζουσαν— ἔστι δ’ ἡ Ἄγαρ θεραπαινὶς Σάρρας, τῆς τελείας ἀρετῆς [καὶ] μέση παιδεία— φυσικώτατα· ἐπειδὰν οὖν ἄχρι τοῦ βάθους ἐλθοῦσα τῆς ἐπιστήμης, ἣν ὀνομάζει φρέαρ, ἀρύσηται ὥσπερ εἰς ἄγγος τὴν ψυχὴν τά τε δόγματα καὶ θεωρήματα, ἃ μέτεισιν, οἷς τέθραπται, τούτοις τρέφειν τὸ παιδίον ἀξιοῖ."],["131","παιδίον δὲ καλεῖ τὴν ἄρτι διδασκαλίας ὀρεγομένην ψυχὴν καὶ πρὸς τῷ μαθεῖν νυνὶ τρόπον τινὰ γεγενημένην, παρὸ καὶ ἀνδρωθεὶς ὁ παῖς γίνεται σοφιστής, ὃν προσαγορεύει τοξότην· ἐφ’ ὃ γὰρ ἂν προθῆται κεφάλαιον ὥσπερ σκοπόν, εὐστόχως ἀποδείξεις"],["132","ὥσπερ ὀϊστοὺς ἀφίησι. Ῥεβέκκα δ’ οὐκέτι προκοπαῖς ἀλλὰ τελειότητι ποτίζουσα τὸν μαθητὴν εὑρίσκεται. πῶς δέ, αὐτὸς διδάξει ὁ νόμος. „ἡ γὰρ παρθένος “φησίν „ἦν καλὴ τῇ ὄψει σφόδρα, παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησε τὴν ὑδρίαν καὶ ἀνέβη. προσέδραμε δὲ ὁ παῖς εἰς συνάντησιν αὐτῇ καὶ εἶπε· πότισόν με δὴ μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου. ἡ δὲ εἶπε· πίε, κύριε. καὶ σπεύσασα καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν αὐτόν, ἕως ἐπαύσατο πίνων· καὶ εἶπε· καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, ἕως ἂν πᾶσαι πίωσι. καὶ σπεύσασα ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον, καὶ δραμοῦσα ἐπὶ τὸ φρέαρ ὑδρεύσατο ταῖς καμήλοις “(Gen. 24, 16— 20)."],["133","τίς οὐκ ἂν θαυμάσειε τὴν περὶ πάντα ἀκρίβειαν τοῦ νομοθέτου; παρθένον εἶπε τὴν Ῥεβέκκαν, καὶ πάνυ καλὴν παρθένον, ὅτι ἀμιγὴς καὶ ἄδολος καὶ ἀμίαντος ἡ ἀρετῆς φύσις καὶ μόνη τῶν ἐν γενέσει καλή τε καὶ ἀγαθή· ἀφ’ ἧς καὶ τὸ στωικὸν ἐβλάστησε δόγμα τὸ μόνον εἶναι τὸ καλὸν ἀγαθόν."],["134","τῶν δ’ ἀρετῶν αἱ μέν εἰσιν αἰεὶ παρθένοι, αἱ δὲ ἐκ γυναικῶν εἰς παρθένους μετέβαλον, ὥσπερ ἡ Σάρρα· „ἐξέλιπε γὰρ γίνεσθαι τὰ γυναικεῖα “(Gen. 18, 11), ὁπότε ἄρχεται τὸ εὔδαιμον γένος κυοφορεῖν, Ἰσαάκ. ἡ δ’ ἀεὶ παρθένος ὑπὸ ἀνδρός, ᾗ φησι, συνόλως οὐ γινώσκεται. θνητῶν γὰρ πρὸς ἀλήθειαν οὐδενὶ τὴν ἀδιάφθορον φύσιν μιαίνειν ἐφεῖται, ἀλλ’ οὐδ’ ἥτις ἐστὶν εἰλικρινῶς εἰδέναι· ἐὰν μέντοι καὶ γνῶναι δυνηθῇ, μισῶν καὶ προβεβλημένος οὐ παύεται."],["135","διὸ καὶ Λείαν φυσικῶς εἰσάγει μισουμένην (Gen. 29, 31)· οὓς γὰρ τὰ φίλτρα τῶν κατὰ Ῥαχήλ, τὴν αἴσθησιν, ἡδονῶν ἐπάγεται, τούτους οὐκ ἀνέχεται ἡ ἐκτὸς τῶν παθῶν Λεία, διόπερ σκορακιζόμενοι μισοῦσιν αὐτήν· τῇ δὲ ἡ πρὸς τὸ γενητὸν ἀλλοτρίωσις πρὸς θεὸν οἰκείωσιν εἰργάσατο, παρ’ οὗ τὰ φρονήσεως παραδεξαμένη σπέρματα ὠδίνει καὶ ἀποτίκτει καλὰς καὶ ἀξίας ἐννοίας τοῦ γεννήσαντος πατρός. ἐὰν οὖν καὶ σὺ μιμησαμένη Λείαν, ὦ ψυχή, τὰ θνητὰ ἀποστραφῇς, ἐξ ἀνάγκης ἐπιστρέψει πρὸς τὸν ἄφθαρτον, ὃς ὅλας ἐπομβρήσει σοι τὰς τοῦ καλοῦ πηγάς."],["136","ἡ δὲ Ῥεβέκκα κατέβη, φησίν, ἐπὶ τὴν πηγὴν πλῆσαι τὴν ὑδρίαν, καὶ ἀνέβη. πόθεν γὰρ τὴν φρονήσεως διψῶσαν διάνοιαν εἰκός ἐστι πληροῦσθαι πλὴν ἀπὸ σοφίας θεοῦ, τῆς ἀνελλιποῦς πηγῆς, εἰς ἣν κατιοῦσα ἀναβαίνει κατά τι συγγενὲς σπουδαίου μαθητοῦ; τοὺς γὰρ ἀπ’ οἰήσεως χαύνου κατελθόντας ὁ ἀρετῆς ἐκδεξάμενος καὶ ὑπολαβὼν δι’ εὐκλείας εἰς ὕψος αἴρει λόγος. οὗ ἕνεκά μοι δοκεῖ καὶ Μωυσῇ διαλέγεσθαι· „βάδιζε, κατάβηθι, καὶ ἀνάβηθι “(Exod. 19, 24), ὡς παντὸς τοῦ τὴν ἴδιον ταπεινότητα μετροῦντος ἐπικυδεστέρου παρὰ τοῖς ἀληθείας κριταῖς γινομένου."],["137","παρατετηρημένως δὲ σφόδρα ἡ μὲν [γὰρ] Ἄγαρ ἀσκὸν πρὸς τὴν ὑδρείαν, Ῥεβέκκα δὲ ὑδρίαν ἐπιφέρεται, ὅτι τῇ μὲν τοῖς παιδεύμασι τοῖς ἐγκυκλίοις ἐγχορευούσῃ δεῖ καθάπερ τινῶν σωματικῶν τῆς αἰσθήσεως ἀγγείων, ὀφθαλμῶν, ὤτων, πρὸς τὴν τῶν θεωρημάτων ἀνάληψιν— ἐκ γὰρ τοῦ πολλὰ μὲν ἰδεῖν, πολλῶν δὲ ἐπακοῦσαι περιγίνεται τοῖς φιλομαθέσιν ἡ ἐξ ἐπιστήμης ὠφέλεια—, τῇ δὲ ἀκράτου σοφίας πεπληρωμένῃ δερματίνου μὲν ὄγκου τὸ παράπαν οὐδενός— ἔμαθε γὰρ ἡ ἀσωμάτων ἐρῶσα ὅλον ἀποδύεσθαι λογισμῷ τὸν ἀσκόν, τὸ σῶμα— ὑδρίας δὲ αὐτὸ μόνον, ἣ σύμβολόν ἐστιν ἀγγείου τὸ πολύχουν ὕδατος τρόπον ἡγεμονικὸν κεχωρηκότος· ὅπερ εἴτε μήνιγγα εἴτε καρδίαν εἶναι συντέτευχεν, οἱ περὶ ταῦτα δεινοὶ φιλοσοφείτωσαν."],["138","ὑδρευσαμένην οὖν ἀπὸ σοφίας, τῆς θείας πηγῆς, τὰς ἐπιστήμας ὁ φιλομαθὴς ἰδὼν ἐπιτρέχει καὶ ὑπαντιάσας ἱκέτης γίνεται, ὅπως τὴν τοῦ μαθεῖν δίψαν ἀκέσηται. ἡ δὲ τὸ πρεσβύτατον τῶν παιδευμάτων διδαχθεῖσα, τὸ ἀβάσκανον καὶ φιλόδωρον, εὐθὺς ὀρέγει τὸ σοφίας νᾶμα καὶ ἐμπιεῖν ἀθρόου παρακαλεῖ μετὰ τοῦ καὶ κύριον ὀνομάζειν τὸν οἰκέτην. τοῦτο δ’ ἐστὶ τὸ δογματικώτατον, ὅτι ὁ σοφὸς μόνος ἐλεύθερός τε καὶ ἄρχων,"],["139","κἂν μυρίους τοῦ σώματος ἔχῃ δεσπότας. ὀρθότατα μέντοι φαμένου „πότισόν με μικρὸν ὕδωρ “, οὐκ ἀποκρίνεται τὸν ἀκόλουθον τρόπον· ποτιῶ, ἀλλά φησι· „πίε “· τοῦτο μὲν γὰρ ἐπιδεικνυμένης τὸν θεῖον ἦν πλοῦτον, ὃς ἅπασι τοῖς ἀξίοις καὶ δυναμένοις χρῆσθαι προκέχυται, ἐκεῖνο δὲ ἐπαγγελλομένης διδάξειν· οὐδὲν δὲ τῶν ἐξ ἐπαγγέλματος οἰκεῖον ἀρετῇ."],["140","τεχνικώτατα μέντοι χαρακτηρίζει τὴν τῆς διδασκούσης καὶ ὠφελούσης ὑφήγησιν· „σπεύσασα “γάρ φησι „καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς “, διὰ μὲν τοῦ σπουδάσαι τῆς πρὸς τὸ εὐεργετεῖν ἐμφαινομένης ὀξύτητος, ἣ ἀπὸ γνώμης συνίσταται, ἧς ὑπερόριος ἐκτετόξευται φθόνος, διὰ δὲ τοῦ καθελεῖν ἐπὶ τὸν βραχίονα αὐτῆς τῆς πρὸς τὸν μανθάνοντα τοῦ διδάσκοντος ἐπικλινοῦς καὶ προσεχοῦς οἰκειώσεως."],["141","εὐήθεις γὰρ ὅσοι τῶν διδασκάλων μὴ πρὸς τὴν τῶν γνωρίμων δύναμιν, ἀλλὰ πρὸς τὴν ἑαυτῶν ὑπερβάλλουσαν ἕξιν ἐπιχειροῦσι ποιεῖσθαι τὰς ὑφηγήσεις, οὐκ εἰδότες ὡς διδασκαλίας ἐπίδειξις μακρῷ διενήνοχεν. ὁ μὲν γὰρ ἐπιδεικνύμενος τῇ τῆς παρούσης ἕξεως εὐφορίᾳ καταχρώμενος ἀνεμποδίστως τὰ ἐν μακρῷ χρόνῳ πονηθέντα οἴκοι καθάπερ γραφέων ἔργα ἢ πλαστῶν εἰς τοὐμφανὲς προφέρει τὸν παρὰ τῶν πολλῶν θηρώμενος ἔπαινον, ὁ δ’ αὖ διδάσκειν ἐπιχειρῶν οἷά τις ἰατρὸς ἀγαθὸς οὐ πρὸς τὸ τῆς τέχνης μέγεθος ἀλλὰ πρὸς τὴν τοῦ θεραπευομένου δύναμιν ἀφορῶν οὐχ ὅσα ἐκ τῆς ἐπιστήμης πεπόρικε— ἀμύθητα γὰρ ταῦτά γε—, ἀλλ’ ὅσων τῷ κάμνοντι δεῖ στοχαζόμενος τοῦ μετρίου προφέρων ἐπιδίδωσιν."],["142","διὸ καὶ Μωυσῆς ἐν ἑτέροις φησί· „δάνειον δανειεῖς τῷ χρῄζοντι ὅσον δεῖται, καθ’ ὃ δεῖται “(Deut. 15, 8), διὰ μὲν τοῦ δευτέρου διδάσκων ὅτι οὐ πάντα πᾶσι χαριστέον, ἀλλὰ τὰ οἰκεῖα τῇ τῶν δεομένων χρείᾳ· τὸ γὰρ ἄγκυραν ἢ πλάτην ἢ πηδάλιον γεωπόνῳ ἢ ἄροτρα καὶ σκαπάνην κυβερνήτῃ ἢ λύραν μὲν ἰατρῷ, μουσικῷ δὲ τὰ κατὰ τὴν χειρουργίαν δωρεῖσθαι ὄργανα καταγέλαστον, εἰ μὴ καὶ διψῶσι μὲν πολυτελῆ σιτία, πεινῶσι δὲ πολὺν ἄκρατον ἐπιφέρειν δεῖ πρὸς ἐπίδειξιν εὐπορίας τε ἅμα καὶ μισανθρωπίας, χλεύην τὰς ἑτέρων τύχας τιθεμένους. τὸ δὲ ποσὸν ἐν ταῖς χάρισιν αὐτῷ παρείληπται διὰ συμμετρίαν, πρᾶγμα ὠφελιμώτατον· μὴ γὰρ ὅσα δύνασαι χαρίζου, φησὶν ὁ ὀρθὸς λόγος, ἀλλ’ ὅσα ἱκανὸς ὁ δεόμενός ἐστι δέξασθαι. ἢ οὐχ ὁρᾷς ὅτι καὶ ὁ θεὸς οὐκ ἀναλογοῦντας τῷ μεγέθει τῆς αὑτοῦ"],["143","τελειότητος χρησμοὺς ἀναφθέγγεται, πρὸς δὲ τὴν τῶν ὠφεληθησομένων ἀεὶ δύναμιν; ἐπεὶ καὶ τίς ἂν ἐχώρησε θεοῦ λόγων ἰσχὺν τῶν ἁπάσης κρειττόνων ἀκοῆς; ὃ ἀψευδέστατα δοκοῦσιν οἱ Μωυσῇ λέγοντες· „λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, μὴ ἀποθάνωμεν “(Exod. 20, 19)· ἔγνωσαν γὰρ ὅτι οὐδὲν ἔχουσι παρ’ ἑαυτοῖς ἀξιόχρεων ὄργανον θεοῦ νομοθετοῦντος ἐκκλησίαν."],["144","οὐδὲ γὰρ εἰ τὸν πλοῦτον ἐπιδείκνυσθαι βουληθείη τὸν ἑαυτοῦ, χωρήσαι ἂν ἠπειρωθείσης καὶ θαλάττης ἡ σύμπασα γῆ· εἰ μὴ νομίζομεν ὑετῶν καὶ τῶν ἄλλων ἐν κόσμῳ φορὰν κατὰ τεταγμένας καιρῶν περιόδους, ἀλλὰ μὴ συνεχῶς γίνεσθαι διὰ σπάνιν καὶ ἔνδειαν αὐτῶν, ἀλλ’ οὐχ ἕνεκα προμηθείας τῶν χρῃζόντων, οὓς ἡ συνεχὴς τῶν ὁμοίων δωρεῶν ἀπόλαυσις βλάψειν μᾶλλον ἔμελλεν ἢ ὠφελήσειν."],["145","διὸ τὰς πρώτας αἰεὶ χάριτας, πρὶν κορεσθέντας ἐξυβρίσαι τοὺς λαχόντας, ἐπισχὼν καὶ ταμιευσάμενος εἰσαῦθις ἑτέρας ἀντ’ ἐκείνων καὶ τρίτας ἀντὶ τῶν δευτέρων καὶ αἰεὶ νέας ἀντὶ παλαιοτέρων, τοτὲ μὲν διαφερούσας, τοτὲ δ’ αὖ καὶ τὰς αὐτὰς ἐπιδίδωσι. τὸ γὰρ γενητὸν οὐδέποτε μὲν ἀμοιρεῖ τῶν τοῦ θεοῦ χαρίτων— ἐπεὶ πάντως ἂν διέφθαρτο—, φέρειν δὲ τὴν πολλὴν καὶ ἄφθονον αὐτῶν ῥύμην ἀδυνατεῖ. διὸ βουλόμενος ὄνησιν ἡμᾶς ἔχειν ὧν ἐπιδίδωσι πρὸς τὴν τῶν λαμβανόντων"],["146","ἰσχὺν τὰ διδόμενα σταθμᾶται. ἐπαινετέον οὖν καὶ Ῥεβέκκαν, ἣ τοῖς τοῦ πατρὸς ἑπομένη διατάγμασιν ἀφ’ ὑψηλοτέρου χωρίου καθελοῦσα τὸ σοφίας ἀγγεῖον ἐπὶ τὸν βραχίονα, τὴν ὑδρίαν [δὲ], ὀρέγει τῷ μαθητῇ ἃς ἱκανὸς ἐκεῖνός ἐστι δέξασθαι διδασκαλίας."],["147","μετὰ δὲ τῶν ἄλλων καὶ τὸ ἄφθονον αὐτῆς καταπέπληγμαι. μικρὸν γὰρ αἰτηθεῖσα πόμα πολὺ δίδωσιν, ἕως ὅλην τὴν ψυχὴν τοῦ μανθάνοντος ποτίμων θεωρημάτων ἐπλήρωσεν. λέγει γάρ· „ἐπότισεν αὐτὸν ἕως ἐπαύσατο πίνων “, πρὸς φιλανθρωπίαν δίδαγμα θαυμασιώτατον· ἐὰν γάρ τις πλειόνων μὲν τυγχάνῃ χρεῖος ὤν, ὀλίγα δὲ ὑπ’ αἰδοῦς προσιὼν αἰτῇ, μὴ ταῦθ’ ἅ φησι μόνα παρέχωμεν, ἀλλὰ καὶ τὰ ἡσυχαζόμενα ἐκεῖνα, ὧν πρὸς ἀλήθειαν ἐνδεής ἐστιν."],["148","ἀλλ’ οὐκ ἀπόχρη μόνον πρὸς τελείαν ἀπόλαυσιν τῷ γνωρίμῳ καταλαμβάνειν ὅσα ἂν ὁ διδάσκων ὑφηγῆται, εἰ μὴ προσγένοιτο καὶ μνήμη διόπερ ἐπιδεικνυμένη τὸ φιλόδωρον, ὅτε αὐτὸν πληροῖ ποτίσασα, ὑπισχνεῖται καὶ ταῖς καμήλοις ὑδρεύσεσθαι, ἃς συμβολικῶς μνήμας εἶναί φαμεν· μηρυκᾶται γὰρ τὸ ζῷον τὴν τροφὴν ἐπιλεαῖνον, καὶ ὅταν ὀκλάσαν δέξηται βαρύτατον φόρτον, μετὰ πολλῆς ἄγαν εὐτονίας ἐγείρεται κούφως."],["149","οὕτως δὲ καὶ ἡ ψυχὴ τοῦ φιλομαθοῦς, ὅταν ἐπιφορηθῇ τὸ τῶν θεωρημάτων ἄχθος, ταπεινοτέρα μὲν οὐ γίνεται, διαναστᾶσα δὲ γέγηθεν· ἐκ δὲ τῆς ἐπαναπολήσεως καὶ ὥσπερ ἐπιλεάνσεως τῆς πρῶτον καταβληθείσης τροφῆς περιγίνεται μνήμη τῶν θεωρημάτων."],["150","ἰδοῦσα δὲ εὐπαράδεκτον ἀρετῆς τὴν τοῦ παιδὸς φύσιν ὅλην ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον, τουτέστι τὴν τοῦ διδάσκοντος ἅπασαν ἐπιστήμην εἰς τὴν ψυχὴν τοῦ μανθάνοντος. σοφισταὶ μὲν γὰρ ὑπὸ μισθαρνίας ἅμα καὶ φθόνου τὰς τῶν γνωρίμων κολούοντες φύσεις πολλὰ τῶν ἃ χρὴ λέγειν ἡσυχάζουσι ταμιευόμενοι τὸν ἀργυρισμὸν εἰσαῦθις ἑαυτοῖς·"],["151","ἄφθονον δὲ καὶ δωρητικὸν ἀρετὴ πρᾶγμα, ὡς, τὸ λεγόμενον, χειρὶ καὶ ποδὶ καὶ πάσῃ δυνάμει μὴ ὀκνεῖν ὠφελεῖν. ὅσα οὖν ἠπίστατο, καθάπερ εἰς δεξαμενὴν τὴν τοῦ γνωρίμου προχέασα διάνοιαν ἔρχεται πάλιν ἐπὶ τὸ φρέαρ ἀντλῆσαι, ἐπὶ τὴν ἀένναον τοῦ θεοῦ σοφίαν, ἵνα καὶ τὰ παλαιὰ παγίως ὀχυρώσηται διὰ μνήμης καὶ ἄλλων καινοτέρων ἐπιστήμαις ποτισθῇ· ἀπερίγραφος γὰρ ὁ σοφίας θεοῦ πλοῦτος καὶ νέα ἐπὶ παλαιοῖς ἐκφέρων βλαστήματα, ὡς ἀνηβῶν τε καὶ ἐπακμάζων μηδέποτε λήγειν."],["152","διὸ καὶ πάνυ εὐήθεις ὅσοι πρὸς τὸ πέρας ἡστινοσοῦν ἐπιστήμης ἀφικέσθαι διενοήθησαν· τὸ γὰρ ἐγγὺς εἶναι δόξαν μακρὰν ἄγαν τοῦ τέλους ἀφέστηκεν, ἐπεὶ τέλειος τῶν γεγονότων οὐδεὶς πρὸς οὐδὲν μάθημα, ἀλλὰ τοσοῦτον ἐνδεῖ, ὅσον κομιδῇ νήπιος παῖς ἄρτι τοῦ μανθάνειν ἀρχόμενος πρὸς πολιὸν ἤδη"],["153","διὰ τὴν ἡλικίαν ἅμα καὶ τὴν τέχνην ὑφηγητήν. ἐρευνητέον δὲ τὴν αἰτίαν, δι’ ἣν τὸν μὲν παῖδα ἀπὸ τῆς πηγῆς, τὰς δὲ καμήλους ἀπὸ τοῦ φρέατος ποτίζει. μήποτ’ οὖν τὸ μὲν νᾶμα ταὐτόν,*** ὁ τὰς ἐπιστήμας ἄρδων [ὁ] ἱερὸς λόγος, τὸ δὲ φρέαρ συγγενὲς μνήμης· ἃ γὰρ βύθια ἀπέφηνεν ἤδη, ταῦθ’ ὥσπερ ἐκ φρέατος δι’ ὑπομνήσεως ἄγεται."],["154","τοὺς μὲν οὖν τοιούτους τῆς περὶ τὴν φύσιν εὐμοιρίας ἀποδεκτέον· εἰσὶ δέ τινες τῶν ἀσκητῶν, οἷς τὴν ἐπ’ ἀρετὴν ἄγουσαν ὁδὸν τραχεῖαν καὶ δυσάντη καὶ χαλεπὴν νομισθεῖσαν τὸ πρῶτον λεωφόρον αὖθις ὁ τὰ πάντα εὐεργέτης ἀπέδειξε θεὸς εἰς γλυκύτητα τὸ πικρὸν τοῦ πόνου μεταβαλών."],["155","ὃν δὲ τρόπον μετέβαλε, σημανοῦμεν· ὅτε ἡμᾶς ἐκ τῆς Αἰγύπτου, τῶν κατὰ τὸ σῶμα παθῶν, ἐξήγαγε, τὴν ἔρημον ἡδονῆς ἀτραπὸν ὁδεύοντες ἐν Μέρροις ἐστρατοπεδευόμεθα, χωρίῳ πότιμον μὲν οὐκ ἔχοντι νᾶμα, πικρὸν δὲ σύμπαν (Exod. 15, 23)· ἔτι γὰρ αἱ δι’ ὀφθαλμῶν καὶ ὤτων γαστρός τε αὖ καὶ τῶν μετὰ γαστέρα τέρψεις ἔναυλοί τε ἦσαν καὶ σφόδρα ἐκήλουν ὑπηχοῦσαι."],["156","ὁπότ’ οὖν διαποζεύγνυσθαι κατὰ τὸ παντελὲς ἐθέλοιμεν, ἀνθεῖλκον ἐπαγόμεναι καὶ περιπλεκόμεναι καὶ λιπαρῶς καταγοητεύουσαι, ὥστε πρὸς τὰς συνεχεῖς τιθασείας αὐτῶν ἐνδόντες πόνῳ μὲν ἠλλοτριούμεθα ὡς πικρῷ πάνυ καὶ δυσκόλῳ, παλινδρομεῖν δὲ εἰς Αἴγυπτον ἐβουλευόμεθα, τὸν ἀσελγοῦς καὶ ἀκολάστου βίου ὑπόδρομον, εἰ μὴ θᾶττον ὁ σωτὴρ οἶκτον λαβὼν καθάπερ ἥδυσμα ξύλον γλυκαῖνον (cf. Exod. 15, 25) εἰς τὴν ψυχὴν ἐνέβαλε φιλοπονίαν ἀντὶ μισοπονίας ἐργασάμενος·"],["157","ᾔδει γάρ, ἅτε δημιουργὸς ὤν, ὅτι τῶν ὄντων οὐδενός, εἰ μὴ προσγένοιτο σφοδρὸς ἔρως, ἔνεστι περιγενέσθαι. ὅσα οὖν ἐπιτηδεύουσιν ἄνθρωποι, δίχα μὲν οἰκειώσεως τῆς πρὸς αὐτὰ τὸ ἁρμόττον τέλος οὐ λαμβάνει, προσγενομένης δὲ φιλίας καὶ τῆς πρὸς τὸ ποθούμενον συντήξεως ἄκρως κατορθοῦται."],["158","αὕτη τροφὴ ψυχῆς ἀσκητικῆς, ἥδιστον ἀντὶ πικροῦ τὸ πονεῖν ὑπολαβεῖν, ἧς οὐχ ἅπασι κοινωνῆσαι θέμις, ἀλλ’ οἷς ὁ χρυσοῦς μόσχος, τὸ Αἰγυπτίων ἀφίδρυμα, τὸ σῶμα, πυρωθὲν καὶ λεανθὲν σπείρεται καθ’ ὕδατος. λέγεται γὰρ ἐν ἱεραῖς βίβλοις, ὅτι „λαβὼν Μωυσῆς τὸν μόσχον κατέκαυσε πυρὶ καὶ κατήλεσε λεπτὸν καὶ ἔσπειρεν ἐπὶ τὸ ὕδωρ, καὶ ἐπότισε τοὺς υἱοὺς Ἰσραήλ “(Exod. 32, 20)."],["159","ὁ γὰρ φιλάρετος ὑπὸ τῆς αὐγοειδοῦς τοῦ καλοῦ φαντασίας πυρωθεὶς καταφλέγει τὰς σωματικὰς ἡδονάς, εἶτα κατακόπτει καὶ ἐπιλεαίνει τῷ ἀπὸ διαιρέσεως λόγῳ χρώμενος, καὶ διδάσκει τὸν τρόπον τοῦτον ὅτι τῶν σωματικῶν ἀγαθῶν ἐστιν ὑγίεια ἢ κάλλος ἢ ἡ τῶν αἰσθήσεων ἀκρίβεια ἢ τὸ ὁλόκληρον μετὰ ἰσχύος καὶ ῥώμης κρατερᾶς, ἅ γε πάντα καὶ τῶν ἐπαράτων καὶ ἐξαγίστων ἐστὶ κοινά, ὧν, εἴπερ ἦν ἀγαθά, φαῦλος οὐδενὸς οὐδεὶς ἂν μετεῖχε."],["160","ἀλλ’ οὗτοι μέν, εἰ καὶ παντάπασι μοχθηροί, ἀλλ’ ἄνθρωποί γε ὄντες καὶ τῆς αὐτῆς φύσεως τοῖς ἀστείοις κεκοινωνηκότες μετέχουσιν αὐτῶν. νυνὶ δὲ καὶ τῶν θηρίων τὰ ἀτιθασώτατα μᾶλλον τοῖς ἀγαθοῖς τούτοις, εἰ δὴ ἀγαθὰ πρὸς ἀλήθειάν ἐστιν, ἢ οἱ λογικοὶ κέχρηνται."],["161","τίς γὰρ ἂν ἀθλητὴς πρὸς ταύρου δύναμιν ἢ ἐλέφαντος ἀλκὴν ἐξισωθείη; τίς δ’ ἂν δρομεὺς πρὸς σκύλακος ἢ λαγωδαρίου ποδώκειαν; ὁ μὲν γὰρ ἀνθρώπων ὀξυδερκέστατος πρὸς ἱεράκων ἢ ἀετῶν ὄψιν ἀμβλυωπέστατος. ἀκοαῖς γε μὴν ἢ ὀσμαῖς πολλῷ τῷ περιόντι τὰ ἄλογα κεκράτηκεν, ὡς καὶ ὄνος μέν, τὸ δοκοῦν ἐν ζῴοις εἶναι νωθέστατον, κωφὴν ἂν ἀποδείξαι τὴν ἡμετέραν ἀκοὴν ἐλθὼν εἰς ἐπίκρισιν, κύων δὲ περιττὸν ἐν ἀνθρώπῳ μυκτῆρας μέρος δι’ ὑπερβολὴν τοῦ περὶ τὰς ὀσμὰς τάχους· ἐξικνοῦνται γὰρ ἐπὶ μήκιστον, ὡς ὀφθαλμῶν ἁμιλλᾶσθαι φορᾷ."],["162","καὶ τί δεῖ περὶ ἑκάστου διεξιόντα μακρηγορεῖν; ἤδη γὰρ τοῦτο παρὰ τοῖς δοκιμωτάτοις τῶν πάλαι λογίων ὡμολόγηται, οἳ τῶν μὲν ἀλόγων μητέρα τὴν φύσιν, ἀνθρώπων δὲ μητρυιὰν ἔφασαν εἶναι, τὴν κατὰ σῶμα τῶν μὲν ἀσθένειαν, τῶν δὲ ὑπερβάλλουσαν ἐν ἅπασιν ἰσχὺν κατανοήσαντες. εἰκότως οὖν κατήλεσε τὸν μόσχον ὁ τεχνίτης, τουτέστιν εἰς μέρη διελὼν τὰ οἷς σῶμα πλεονεκτεῖ πάντα τοῦ πρὸς ἀλήθειαν ἐπέδειξεν ἀγαθοῦ μακρὰν διεστῶτα καὶ μηδὲν τῶν ἐφ’ ὕδατος σπειρομένων διαφέροντα."],["163","διὸ καὶ τὸν καταλεσθέντα μόσχον ἐπὶ τὸ ὕδωρ λόγος κατέχει σπαρῆναι, τοῦ μηδὲν γνήσιον ἀγαθοῦ φυτὸν ἐν ὕλῃ φθαρτῇ ποτε δύνασθαι βλαστάνειν σύμβολον. ὡς γὰρ εἰς ποταμοῦ ῥεῦμα ἢ θαλάττης καταβληθὲν σπέρμα τὰς ἰδίους οὐκ ἂν ἐπιδείξαιτο δυνάμεις— ἀμήχανον γάρ, εἰ μὴ ῥίζαις ὥσπερ ἀγκύραις ἐχυροῦ τινος γῆς μέρους ἅπαξ λαβόμενον ἱδρυθείη, ἢ ἔρνος ἀναβλαστῆσαι, καὶ εἰ μὴ περιμηκέστατον, ἀλλά τοι χαμαίζηλον, ἢ καρποὺς καθ’ ὥρας τὰς ἐτησίους ἐνεγκεῖν· φθάνει γὰρ τοὺς σπερματικοὺς ἅπαντας τόνους ἡ τοῦ ὕδατος πολλὴ καὶ βίαιος ἀποκλύσασα φορά—, τὸν αὐτὸν τρόπον ὅσα τοῦ τῆς ψυχῆς ἀγγείου λέγεταί τε καὶ ᾄδεται πλεονεκτήματα πρὶν ὑποστῆναι φθείρεται τῆς σωματικῆς οὐσίας αἰεὶ ῥεούσης."],["164","πῶς γὰρ νόσοι καὶ γῆρας καὶ παντελεῖς ἐπεγίνοντο φθοραί, εἰ μὴ συνεχὴς ἦν λόγῳ θεωρητῶν ῥευμάτων ἀπάντλησις; τούτοις οὖν ποτίζειν ἀπαξιοῖ ὁ ἱεροφάντης τὴν διάνοιαν ἡμῶν τῷ καταφλέξαι τὰς ἡδονάς, τῷ τὸ σύστημα τῶν σωματικῶν ἀγαθῶν εἰς λεπτὸν καὶ ἀνωφελῆ χοῦν καταλέσαντας ἀναλῦσαι, τῷ ὑπολαβεῖν ὅτι ἐξ οὐδενὸς αὐτῶν ἐβλάστησέ ποτε καὶ ἤνθησε τὸ πρὸς ἀλήθειαν καλόν, ὥσπερ οὐδ’ ἐκ σπερμάτων ἃ σπείρεται καθ’ ὕδατος."],["165","ταῦροι δὲ καὶ κριοὶ καὶ τράγοι, οὓς Αἴγυπτος διὰ τιμῆς ἔχει, καὶ ὅσα ἄλλα φθαρτῆς ὕλης ἀφιδρύματα, ἀκοῇ μόνον νομίζονται θεοί, πρὸς ἀλήθειαν οὐκ ὄντες, ψευδώνυμοι πάντες. ἁπαλαῖς γὰρ ἔτι ταῖς τῶν νέων ψυχαῖς οἱ τραγῳδίαν τὸν βίον τύφων ἐρώντων νομίζοντες κεκιβδηλευμένους χαρακτῆρας ἐναπομάττονται, διακόνοις ἀκοαῖς χρώμενοι, ὧν μυθικὸν λῆρον καταχέαντες καὶ μέχρι διανοίας αὐτῶν ἐντήξαντες θεοπλαστεῖν τοὺς τὰ φρονήματα ἄνδρας μὲν μηδέποτε γινομένους ἀεὶ δὲ θηλυδρίας ὄντας ἠνάγκασαν."],["166","ὁ γοῦν μόσχος οὐκ ἐξ ἅπαντος τοῦ γυναικείου κόσμου κατασκευάζεται, ἀλλ’ ἐκ τῶν ἐνωτίων αὐτὸ μόνον (Exod. 32, 2), διδάσκοντος ἡμᾶς τοῦ νομοθέτου ὅτι χειρόκμητος οὐδείς ἐστιν ὄψει καὶ πρὸς ἀλήθειαν θεός, ἀλλ’ ἀκοῇ καὶ τῷ νομίζεσθαι, καὶ ἀκοῇ μέντοι γυναικός, οὐκ ἀνδρός· ἐκνενευρισμένης γὰρ ἔργον καὶ ἐκτεθηλυμμένης τῷ ὄντι ψυχῆς τοὺς τοιούτους ὕθλους παραδέχεσθαι."],["167","τὸ δὲ πρὸς ἀλήθειαν ὂν οὐ δι’ ὤτων μόνον, ἀλλὰ τοῖς διανοίας ὄμμασιν ἐκ τῶν κατὰ τὸν κόσμον δυνάμεων καὶ ἐκ τῆς συνεχοῦς καὶ ἀπαύστου τῶν ἀμυθήτων ἔργων φορᾶς κατανοεῖσθαί τε καὶ γνωρίζεσθαι συμβέβηκε. διόπερ ἐν ᾠδῇ μείζονι λέγεται ἐκ προσώπου τοῦ θεοῦ· „ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι “(Deut. 33, 39), τοῦ ὄντως ὄντος ἐναργείᾳ μᾶλλον [ἀντι] καταλαμβανομένου ἢ λόγων ἀποδείξει συνισταμένου."],["168","τὸ δ’ ὁρατὸν εἶναι τὸ ὂν οὐ κυριολογεῖται, κατάχρησις δ’ ἐστὶν ἐφ’ ἑκάστην αὐτοῦ τῶν δυνάμεων ἀναφερομένου. καὶ γὰρ νῦν οὔ φησιν· ἴδετε ἐμέ— ἀμήχανον γὰρ τὸν κατὰ τὸ εἶναι θεὸν ὑπὸ γενέσεως τὸ παράπαν κατανοηθῆναι—, ἀλλ’ ὅτι ἐγώ εἰμι ἴδετε, τουτέστι τὴν ἐμὴν ὕπαρξιν θεάσασθε. ἀνθρώπου γὰρ ἐξαρκεῖ λογισμῷ μέχρι τοῦ καταμαθεῖν ὅτι ἔστι τε καὶ ὑπάρχει τὸ τῶν ὅλων αἴτιον προελθεῖν· περαιτέρω δὲ σπουδάζειν τρέπεσθαι, ὡς περὶ οὐσίας ἢ ποιότητος ζητεῖν, ὠγύγιός τις ἠλιθιότης."],["169","οὐδὲ γὰρ Μωυσῇ τῷ πανσόφῳ κατένευσεν ὁ θεὸς τοῦτό γε, καίτοι γε μυρίας ποιησαμένῳ δεήσεις, ἀλλὰ χρησμὸς ἐξέπεσεν αὐτῷ, ὅτι „τὰ μὲν ὀπίσω θεάσῃ, τὸ δὲ πρόσωπον οὐκ ὄψει “(Exod. 33, 23)· τοῦτο δ’ ἦν· πάνθ’ ὅσα μετὰ τὸν θεὸν τῷ σπουδαίῳ καταληπτά, αὐτὸς δὲ μόνος ἀκατάληπτος· ἀκατάληπτός γε ἐκ τῆς ἀντικρὺς καὶ κατ’ εὐθυωρίαν προσβολῆς— διὰ γὰρ ταύτης οἷος ἦν ἐμηνύετ’ ἄν—, ἐκ δὲ τῶν ἑπομένων καὶ ἀκολούθων δυνάμεων καταληπτόσ· αὗται γὰρ οὐ τὴν οὐσίαν, τὴν δ’ ὕπαρξιν ἐκ τῶν ἀποτελουμένων αὐτῷ παριστᾶσι."],["170","Γεννήσας τοίνυν ὁ νοῦς ἀρχὴν σπουδαίας διαθέσεως καὶ ἀρετῆς τινα πρῶτον τρόπον τὸν Σήθ, τὸν ποτισμόν, ἐπινεανιεύεται καλὴν καὶ ὁσίαν νεανιείαν. φησὶ γάρ· „ἐξανέστησέ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάιν “(Gen. 4, 25). ἐξητασμένως γὰρ καὶ περιττῶς εἴρηται τὸ μηδὲν τῶν θείων σπερμάτων χαμαὶ πίπτειν, ἅπαντα δὲ εἰς τὸ ἄνω χωρεῖν ἀπὸ τῶν περιγείων ἐξανιστάμενα."],["171","τὰ μὲν γὰρ ὑπὸ τῶν θνητῶν καταβαλλόμενα σπέρματα πρὸς ζῴων ἢ φυτῶν γένεσιν οὐ πάντα τελεσιουργεῖται, ἀγαπητὸν δ’ εἰ μὴ τὰ φθειρόμενα πλείω τῶν διαμενόντων ἐστί· σπείρει δ’ ὁ θεὸς ἐν ψυχαῖς ἀτελὲς οὐδέν, ἀλλ’ οὕτως καίρια καὶ τέλεια, ὡς εὐθὺς ἐπιφέρεσθαι τὴν τῶν ἰδίων καρπῶν"],["172","πληθὺν ἕκαστον. τὸν δὲ Σὴθ σπέρμα ἕτερον εἰπὼν ἀναβλαστῆσαι, ὁποτέρου ἕτερον οὐ δεδήλωκε. ἆρά γε τοῦ δολοφονηθέντος Ἄβελ ἢ τοῦ κτείναντος Κάιν; ἀλλὰ μήποτε ἑκατέρου διαφέρει τὸ γέννημα, τοῦ μὲν Κάιν ὡς ἐχθρόν— δίψα γὰρ ἀρετῆς αὐτομολούσῃ κακίᾳ πολεμιώτατον—, τοῦ δὲ Ἄβελ ὡς φίλον καὶ συγγενές· ἕτερον γάρ, οὐ μὴν ἀλλότριον, τὸ ἄρτι ἀρχόμενον τοῦ τελείου καὶ τὸ πρὸς γένεσιν τοῦ πρὸς τὸ ἀγένητον."],["173","διὰ τοῦθ’ ὁ μὲν Ἄβελ τὸ θνητὸν ἀπολιπὼν πρὸς τὴν ἀμείνω φύσιν μεταναστὰς οἴχεται, ὁ δὲ Σὴθ ἅτε σπέρμα ὢν ἀνθρωπίνης ἀρετῆς οὐδέποτε τὸ ἀνθρώπων ἀπολείψει γένος, ἀλλὰ πρώτην μὲν παραύξησιν ἄχρι δεκάδος ἀριθμοῦ τελείου λήψεται, καθ’ ἣν ὁ δίκαιος Νῶε συνίσταται, δευτέραν δὲ καὶ ἀμείνω τὴν ἀπὸ τοῦ παιδὸς αὐτοῦ Σὴμ εἰς ἑτέραν δεκάδα τελευτῶσαν, ἧς Ἀβραὰμ ὁ πιστὸς ἐπώνυμος, τρίτην δὲ καὶ τελεωτέραν δεκάδος ἑβδομάδα ἀπὸ τούτου μέχρι Μωυσῆ τοῦ πάντα σοφοῦ παρήκουσαν· ἕβδομος γὰρ ἀπὸ Ἀβραὰμ οὗτός ἐστιν, οὐκέτι κατὰ τὸν ἔξω τῶν ἁγίων κύκλον οἷα μύστης εἰλούμενος, ἀλλ’"],["174","ὥσπερ ἱεροφάντης ἐν τοῖς ἀδύτοις ποιούμενος τὰς διατριβάς. σκόπει δὲ τάς τε πρὸς βελτίωσιν ἐπιδόσεις τῆς ἀπλήστου καὶ ἀκορέστου τῶν καλῶν ψυχῆς καὶ τὸν ἀπερίγραφον τοῦ θεοῦ πλοῦτον, ὃς ἄλλοις ἀρχὰς τὰ ἑτέρων δεδώρηται τέλη. τὸ μὲν γὰρ πέρας τῆς κατὰ Σὴθ ἐπιστήμης ἀρχὴ τοῦ δικαίου γέγονε Νῶε, τὴν δὲ τούτου τελείωσιν Ἀβραὰμ ἄρχεται παιδεύεσθαι, ἡ δὲ ἀκροτάτη τοῦδε σοφία Μωυσέως ἐστὶν ἄσκησις ἡ πρώτη."],["175","τοῦ δὲ ἀνωσμένου καὶ κλιθέντος ὑπὸ ψυχῆς ἀσθενείας Λὼτ αἱ δύο θυγατέρες, βουλὴ καὶ συγκατάθεσις, ἐκ τοῦ νοῦ τοῦ πατρὸς αὑτῶν ἐθέλουσι παιδοποιεῖσθαι (Gen. 19, 32), μαχόμεναι τῷ λέγοντι· „ἐξανέστησέ μοι ὁ θεός “. ὃ γὰρ ἐκείνῳ τὸ ὄν, τοῦθ’ αὑταῖς φασι τὸν νοῦν περιποιεῖσθαι δύνασθαι, μεθυούσης καὶ παραφόρου ψυχῆς δόγμα εἰσηγούμεναι· νήφοντος μὲν γὰρ ἔργον λογισμοῦ καὶ σώφρονος τὸν θεὸν ὁμολογεῖν ποιητὴν καὶ πατέρα τοῦ παντός, πίπτοντος δ’ ὑπὸ μέθης καὶ παροινίας ἑαυτὸν ἑκάστου τῶν ἀνθρωπείων πραγμάτων εἶναι δημιουργόν."],["176","πρότερον οὖν αἱ κακαὶ γνῶμαι εἰς ὁμιλίαν οὐκ ἀφίξονται τῷ πατρί, πρὶν ἐπιφορῆσαι τὸν ἀφροσύνης πολὺν ἄκρατον καὶ εἴ τι συνετὸν ἦν ἐν αὐτῷ κατακλύσαι. γέγραπται γὰρ ὅτι „ἐπότισαν τὸν πατέρα οἶνον “(Gen. 19, 33)· ὥσθ’ ὁπότε μὴ ποτίζουσιν, ὑπὸ νήφοντος οὐδέποτε δέξονται σπορὰν ἔννομον, ὅταν δ’ ὑποβεβρεγμένος κραιπαλᾷ, κυοφορήσουσι καὶ ἐπιμέμπτοις μὲν ὠδῖσιν, ἐπαράτοις δὲ ταῖς γοναῖς χρήσονται."],["177","διὸ καὶ Μωυσῆς τὴν ἀσεβῆ καὶ ἄναγνον αὐτῶν σπορὰν συλλόγου θείου παντὸς ἀπεσχοίνισε· λέγει γάρ· „Ἀμμανῖται καὶ Μωαβῖται οὐκ εἰσελεύσονται εἰς ἐκκλησίαν κυρίου “(Deut. 23, 2). οὗτοι δ’ εἰσὶν ἔγγονοι τῶν Λὼτ θυγατέρων, ὑπολαβόντες ἐξ αἰσθήσεως καὶ νοῦ, ἄρρενός τε καὶ θήλεος, ὥσπερ ὑπὸ πατρὸς καὶ μητρὸς πάντα γεννᾶσθαι, τοῦτο πρὸς ἀλήθειαν γενέσεως αἴτιον ὑπειληφότες."],["178","ἡμεῖς μέντοι καὶ ἐὰν δεξώμεθά ποτε τὴν τροπὴν ταύτην, [καὶ] ὥσπερ ἐκ κλύδωνος ἀνανηξάμενοι λαβώμεθα μετανοίας, ἐχυροῦ καὶ σωτηρίου πράγματος, καὶ μὴ πρότερον μεθώμεθα ἢ κατὰ τὸ παντελὲς τὸ κυμαῖνον πέλαγος, τὴν φορὰν τῆς τροπῆς, διεκδῦναι."],["179","καθὰ καὶ Ῥαχὴλ πρότερον αἰτησαμένη τὸν νοῦν ὡς αἴτιον τοῦ ποιεῖν ἔκγονα καὶ ἀκούσασα· „μὴ ἀντὶ θεοῦ ἐγώ εἰμι “; (Gen. 30, 2) προσέσχε τε τῷ λεχθέντι καὶ μαθοῦσα παλινῳδίαν ἱερωτάτην ἐποίησε· γέγραπται γὰρ Ῥαχὴλ παλινῳδία, θεοφιλὴς εὐχή· „προσθέτω μοι ὁ θεὸς υἱὸν ἕτερον “(Gen. 30, 24), ἣν οὐδενὶ τῶν ἀφρόνων ἔξεστι ποιήσασθαι τὴν ἴδιον ἡδονὴν αὐτὸ μόνον θηρωμένων, τὰ δ’ ἄλλα πλατὺν γέλωτα καὶ χλεύην νομιζόντων."],["180","χορηγὸς δ’ ἐστὶ τούτου τοῦ δόγματος ὁ τοῦ δερματίνου Ἢρ συγγενὴς Αὐνάν. „γνοὺς “γάρ φησιν „οὗτος ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα, ὅταν εἰσῆλθε πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ, ἐξέχει τοῦτο ἐπὶ τὴν γῆν “(Gen. 38, 9) φιλαυτίας καὶ φιληδονίας ὑπερβεβηκὼς τοὺς ὅρους."],["181","οὐκοῦν εἴποιμ’ ἂν αὐτῷ· εἰ τὸ ἴδιον πορίζεις λυσιτελές, πάνθ’ ὅσα ἄριστα καταλύσεις, ἐὰν μηδὲν ἐξ αὐτῶν ὠφεληθῇς, τιμὰς γονέων, ἐπιμέλειαν γυναικός, παίδων ἀγωγάς, χρήσεις ἀμέμπτους οἰκετῶν, ἐπιτροπὴν οἰκίας, πόλεως προστασίαν, βεβαίωσιν νόμων, φυλακὴν ἐθῶν, τὴν πρὸς πρεσβυτέρους αἰδῶ, τὴν πρὸς τοὺς τετελευτηκότας εὐφημίαν, τὴν πρὸς τοὺς ζῶντας κοινωνίαν, τὴν πρὸς τὸ θεῖον ἐν λόγοις καὶ ἔργοις εὐσέβειαν; ἀνατρέπεις γὰρ καὶ ἐκχεῖς πάντα ταῦτα, σπείρων σεαυτῷ καὶ τιθηνούμενος τὴν γάστριν καὶ ἀκόλαστον καὶ ἀρχὴν κακῶν"],["182","ἁπάντων ἡδονήν. ἀφ’ ἧς ἐξαναστὰς ὁ ἱερεὺς καὶ θεραπευτὴς τοῦ μόνου καλοῦ Φινεές, ὁ τῶν σωματικῶν στομίων καὶ τρημάτων δίοπος, ὡς μηδὲν αὐτῶν διαμαρτάνον ἐξυβρίζειν— ἑρμηνεύεται γὰρ στόματος φιμός—, λαβὼν τὸν σειρομάστην, τουτέστι μαστεύσας καὶ ἀναζητήσας τὴν τῶν ὄντων φύσιν καὶ μηδὲν σεμνότερον ἀρετῆς ἀνευρὼν κατεκέντει καὶ ἀνῄρει τῷ λόγῳ τὴν μισάρετον καὶ φιλήδονον γένεσιν καὶ τοὺς τόπους, ἐξ ὧν ἐβλάστησαν αἱ παράσημοι καὶ παράκοποι χλιδαί τε καὶ θρύψεις."],["183","ὁ γὰρ νόμος φησὶν ὅτι διὰ τῆς μήτρας ἐξεκέντησε τὴν γυναῖκα (Num. 25, 7. 8). οὕτως οὖν καταπαύσας μὲν τὴν ἐν αὑτῷ στάσιν καὶ τὴν ἴδιον ἀποστραφεὶς ἡδονήν, ζηλώσας τὸν θεοῦ τοῦ πρώτου καὶ μόνου ζῆλον, ἄθλων τοῖς μεγίστοις δυσὶ τετίμηται καὶ κατέστεπται, εἰρήνῃ καὶ ἱερωσύνῃ· τῇ μέν,*** ὅτι ἀδελφόν ἐστιν εἰρήνῃ καὶ ὄνομα καὶ ἔργον."],["184","τὴν γὰρ ἱερωμένην διάνοιαν λειτουργὸν καὶ θεραπευτρίδα οὖσαν αὐτοῦ πάνθ’ οἷς ὁ δεσπότης χαίρει πράττειν ἀνάγκη· χαίρει δὲ εὐνομίας καὶ εὐσταθείας βεβαιώσει, πολέμων δὲ καὶ στάσεων ἀνατροπῇ, οὐχὶ τῶνδε μόνων οὓς αἱ πόλεις ποιοῦνται πρὸς ἀλλήλας, ἀλλὰ καὶ τῶν κατὰ ψυχήν· μείζονες δ’ εἰσὶν οὗτοι καὶ χαλεπώτεροι, ἅτε καὶ τὸ θειότερον τῶν ἐν ἡμῖν λογισμὸν αἰκιζόμενοι, τῶν ὅπλων ἄχρι τῆς σωμάτων καὶ χρημάτων ζημίας προερχομένων, ψυχὴν δὲ ὑγιαίνουσαν μηδέποτε βλάψαι δυναμένων."],["185","διόπερ ὀρθῶς ἂν αἱ πόλεις ἐποίησαν, πρὶν ὅπλα καὶ μηχανήματα ἀντεπιφέρειν ἀλλήλαις ἐπ’ ἀνδραποδισμῷ καὶ ἀναστάσει παντελεῖ, τῶν πολιτῶν ἕκαστον ἀναπείσασαι τὴν ἐν αὐτῷ μεγάλην καὶ πολλὴν καὶ συνεχῆ στάσιν καταλῦσαι· αὕτη μὲν γὰρ πολέμων, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἁπάντων ἀρχέτυπόν ἐστιν, ἧς ἀναιρεθείσης οὐδ’ οἱ κατὰ μίμησιν ἔτι συνιστάμενοι γενήσονται, βαθείας δὲ εἰρήνης χρῆσιν καὶ ἀπόλαυσιν σχήσει τὸ ἀνθρώπων γένος ὑπὸ νόμου φύσεως διδασκόμενον, ἀρετῆς, θεὸν τιμᾶν καὶ τῆς λειτουργίας αὐτοῦ περιέχεσθαι· πηγὴ γὰρ εὐδαιμονίας καὶ βίου μακραίωνος ἥδε."]]] \ No newline at end of file diff --git a/lines/on-the-principle-that-the-worse-is-accus.json b/lines/on-the-principle-that-the-worse-is-accus.json new file mode 100644 index 0000000000000000000000000000000000000000..20e570730eb43914da8f11ea56e32bf72f21a51d --- /dev/null +++ b/lines/on-the-principle-that-the-worse-is-accus.json @@ -0,0 +1 @@ +[[["1","„Καὶ εἶπε Κάιν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ Διέλθωμεν ἐπὶ τὸ πεδίον. καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάιν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν “(Gen. 4, 8). ὃ βούλεται ὁ Κάιν τοιοῦτόν ἐστιν, ἐκ προκλήσεως τὸν Ἄβελ εἰς συζήτησιν ἀγαγὼν εἰκόσι καὶ πιθανοῖς σοφίσμασιν ἑλεῖν ἀνὰ κράτος· τὸ γὰρ πεδίον, εἰς ὃ προτρέπεται παραγενέσθαι, σημεῖον ἁμίλλης καὶ διαμάχης εἶναί φαμεν ἀπὸ τῶν προφανῶν τεκμαιρόμενοι περὶ τῶν ἀδήλων."],["2","ὁρῶμεν γὰρ τοὺς πλείστους τῶν ἀγώνων κατά τε πόλεμον καὶ κατ’ εἰρήνην ἐν πεδίοις συνισταμένους· ἐν εἰρήνῃ μὲν οὖν ὅσοι τοὺς γυμνικοὺς ἄθλους διαθλοῦσι, στάδια καὶ λεωφόρα πεδία μεταδιώκουσι, κατὰ δὲ τὸν πόλεμον τὰς πεζομαχίας καὶ ἱππομαχίας οὐκ ἐν γεωλόφοις ἔθος ἐστὶ ποιεῖσθαι· πλείους γὰρ ἐκ τῆς ἀνεπιτηδειότητος τῶν χώρων αἱ βλάβαι, ὧν ἀντεπιφέρουσιν"],["3","ἀλλήλοις οἱ ἐχθροί, γένοιντ’ ἄν. σημεῖον δὲ μέγιστον, ὁ ἀσκητὴς ἐπιστήμης τὴν ἐναντίαν διάθεσιν πολεμῶν ἀμαθίαν, ὅταν τὰς ἐν ψυχῇ δυνάμεις ἀλόγους τρόπον τινὰ ποιμαίνῃ νουθετῶν καὶ σωφρονίζων, ἐν πεδίῳ θεωρεῖται· „ἀποστείλας γὰρ Ἰακὼβ ἐκάλεσε Λείαν καὶ Ῥαχὴλ εἰς τὸ πεδίον, οὗ τὰ ποίμνια “(Gen. 31, 4), παριστὰς ἐναργῶς ὅτι φιλονεικίας σημεῖον τὸ πεδίον ἐστί. καλεῖ δὲ αὐτὰς διὰ τί;"],["4","„ὁρῶ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν “ἔφη „ὅτι οὐκ ἔστι πρὸς ἐμὲ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· ὁ δὲ θεὸς τοῦ πατρός μου ἦν μετ’ ἐμοῦ “(Gen. 31, 5). διὰ τοῦτο γάρ, εἴποιμ’ ἄν, ὁ Λάβαν οὐκ ἔστι πρὸς σοῦ, ὅτι μετὰ σοῦ ὁ θεός· ἐν ᾗ μὲν γὰρ ψυχῇ τὸ ἐκτὸς αἰσθητὸν ὡς μέγιστον ἀγαθὸν τετίμηται, ἐν ταύτῃ λόγος ἀστεῖος οὐχ εὑρίσκεται· ᾗ δ’ ἐμπεριπατεῖ ὁ θεός, τὸ ἐκτὸς αἰσθητὸν ἀγαθὸν οὐχ ὑπείληπται, καθ’ ὃ νενόηται καὶ προσηγόρευται Λάβαν."],["5","καὶ ὅσοι δὲ ἐν μέρει λόγου τοῦ προκόπτοντος κατὰ τὸν πατέρα κοσμοῦνται, τὰς ψυχῆς ἀλόγους φορὰς μεταδιδάσκουσιν ἐκλεξάμενοι ἐπιτήδειον τόπον τὸ πεδίον. λέγεται γὰρ τῷ Ἰωσήφ· „οὐχ οἱ ἀδελφοί σου ποιμαίνουσιν ἐν Συχέμ; δεῦρο ἀποστείλω σε πρὸς αὐτούς. ὁ δὲ εἶπεν Ἰδοὺ ἐγώ. εἶπε δὲ αὐτῷ Πορευθεὶς ἴδε, εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου καὶ τὰ πρόβατα, καὶ ἀνάγγειλόν μοι. καὶ ἀπέστειλεν αὐτὸν ἐκ τῆς κοιλάδος τῆς Χεβρών, καὶ ἦλθεν εἰς Συχέμ. καὶ εὗρεν αὐτὸν ἄνθρωπος πλανωμένων ἐν τῷ πεδίῳ· ἠρώτησε δὲ αὐτὸν ὁ ἄνθρωπος Τί ζητεῖς; ὁ δὲ εἶπε Τοὺς ἀδελφούς μου ζητῶ, ἀνάγγειλόν μοι ποῦ βόσκουσιν. εἶπε δὲ αὐτῷ ὁ ἄνθρωπος Ἀπήρκασιν ἐντεῦθεν· ἤκουσα γὰρ αὐτῶν λεγόντων Πορευθῶμεν εἰς Δωθαείμ “(Gen. 37, 13— 17)."],["6","ὅτι μὲν οὖν ἐν πεδίῳ τῶν ἐν αὐτοῖς ἀλόγων δυνάμεων ποιοῦνται τὴν ἐπιστασίαν, δῆλόν ἐστιν ἐκ τῶν εἰρημένων. ὁ δὲ Ἰωσὴφ πέμπεται πρὸς αὐτούς, ἐπεὶ τὴν τοῦ πατρὸς ἐπιστήμην αὐστηροτέραν οὖσαν ἀδυνατεῖ φέρειν, ἵνα μάθῃ παρὰ τιθασωτέροις ὑφηγηταῖς τὰ πρακτέα καὶ συνοίσοντα· κέχρηται γὰρ δόγματι ἐκ διαφερόντων συνυφασμένῳ, πάνυ ποικίλῳ καὶ πολυπλόκῳ, παρὸ καὶ χιτῶνα κατεσκευάσθαι ποικίλον φησὶν ὁ νομοθέτης αὐτῷ (Gen. 37, 3), δηλῶν ὅτι λαβυρινθώδους καὶ δυσεκλύτου δόξης ἐστὶν εἰσηγητής·"],["7","πρὸς γὰρ πολιτείαν μᾶλλον ἢ πρὸς ἀλήθειαν φιλοσοφῶν τὰ τρία γένη τῶν ἀγαθῶν, τά τε ἐκτὸς καὶ περὶ σῶμα καὶ ψυχήν, ὅλαις φύσεσιν ἀλλήλων διηρτημένα εἰς τὸ αὐτὸ ἄγει καὶ συνείρει, χρεῖον ἕκαστον ἑκάστου καὶ πάντα πάντων ἀποφαίνειν ἀξιῶν καὶ τὸ ἐξ ἀθρόων συντεθὲν ἄρτιον καὶ πλῆρες ὄντως ἀγαθόν, τὰ δ’ ἐξ ὧν τοῦτο ἐπάγη μέρη μὲν ἢ στοιχεῖα ἀγαθῶν, ἀγαθὰ δ’ οὐκ εἶναι τέλεια·"],["8","καθάπερ γὰρ μήτε πῦρ μήτε γῆν μήτε τι τῶν τεττάρων, ἐξ ὧν ἐδημιουργήθη τὸ πᾶν, κόσμον εἶναι, τὴν δὲ τῶν στοιχείων εἰς ταὐτὸ σύνοδόν τε καὶ κρᾶσιν, τὸν αὐτὸν τρόπον καὶ τὸ εὔδαιμον μήτε ἐν τοῖς ἐκτὸς ἰδίᾳ μήτε ἐν τοῖς περὶ σῶμα μήτε ἐν τοῖς περὶ ψυχὴν καθ’ αὑτὰ ἐξετάζεσθαι— τῶν γὰρ εἰρημένων ἕκαστον μερῶν τινα καὶ στοιχείων"],["9","λόγον ἔχειν—, ἀλλὰ κατὰ τὸ ἐκ πάντων ἄθροισμα. ταύτην οὖν τὴν δόξαν πέμπεται μεταδιδαχθησόμενος πρὸς ἄνδρας μόνον τὸ καλὸν ἀγαθὸν νομίζοντας, ὃ ψυχῆς ὡς ψυχῆς ἐστιν ἴδιον, τὰ δ’ ἐκτὸς καὶ περὶ σῶμα πλεονεκτήματα λεγόμενα μόνον, οὐ πρὸς ἀλήθειαν ὄντα, ἀγαθὰ πεπιστευκότας. „ἰδοὺ “γάρ φησιν „οἱ ἀδελφοί σου ποιμαίνουσι “καὶ ἄρχουσι παντὸς ἀλόγου μέρους τῶν ἐν αὐτοῖς „ἐν Συχέμ “(Gen. 37, 13)· ὦμος δὲ ἑρμηνεύεται, τλητικοῦ σημεῖον πόνου· βαστάζουσι γὰρ ἄχθος μέγιστον οἱ φιλάρετοι, τὴν πρὸς σῶμα καὶ τὴν σώματος ἡδονὴν καὶ πάλιν αὖ τὴν πρὸς τὰ ἐκτὸς καὶ τὰς ἀπ’ αὐτῶν ἐγγινομένας τέρψεις ἀντίταξιν."],["10","„δεῦρο οὖν ἀποστείλω σε πρὸς αὐτούς “(ibid.), τουτέστι μετακλήθητι καὶ πρόσελθε τῇ διανοίᾳ λαβὼν ὁρμὴν ἑκούσιον εἰς τὸ τὰ ἀμείνω μαθεῖν. ἀλλ’ ἄχρι γε τοῦ παρόντος ἐπιμορφάζεις ὡς παιδείαν δεξάμενος τὴν ἀληθῆ· μήπω γὰρ παρὰ σαυτῷ τοῦτο ὡμολογηκὼς ἕτοιμος εἶναι λέγεις ἀναδιδάσκεσθαι, ὅταν φῇς „ἰδοὺ ἐγώ, “ἐξ οὗ μοι δοκεῖς εἰκαιότητα καὶ εὐχέρειαν ἀπελέγχειν σεαυτοῦ μᾶλλον ἢ πρὸς τὸ μαθεῖν ἑτοιμότητα μηνύειν. τεκμήριον δέ, εὑρήσει σε μικρὸν ὕστερον ὁ ἀληθινὸς ἄνθρωπος πλανώμενον ἐν τῇ ὁδῷ (Gen. 37, 15), οὐκ ἂν πλανηθέντα, εἰ ἀπὸ γνώμης ὑγιοῦς ἐπὶ τὴν ἄσκησιν ἦλθες."],["11","καὶ μὴν ὅ γε προτρεπτικὸς λόγος τοῦ πατρὸς ἀνάγκην ἐπιτίθησιν οὐδεμίαν, ἵνα ἐθελουργὸς καὶ αὐτοκέλευστος ἐπιτηδεύῃς τὰ βελτίω, φησὶ γάρ· „πορευθεὶς ἴδε, “θέασαι καὶ κατανόησον καὶ πάνυ ἀκριβῶς περίσκεψαι τὸ πρᾶγμα· εἰδέναι γάρ σε δεῖ περὶ ὃ μέλλεις πονεῖσθαι πρότερον, εἶτ’ αὖθις ἐπὶ τὴν ἐπιμέλειαν αὐτοῦ χωρεῖν."],["12","ὅταν μέντοι διακύψῃς καὶ περιαγαγὼν ὄμμα ὅλον δι’ ὅλων καταθεάσῃ, προσεξέτασον καὶ τοὺς ἐπιθεμένους ἤδη καὶ ἀσκητὰς αὐτοῦ γεγονότας, εἰ τοῦτο δρῶντες „ὑγιαίνουσιν “ἀλλὰ μὴ μεμήνασι, καθάπερ οἱ φιλήδονοι διασύροντες καὶ ἐπιχλευάζοντες νομίζουσι. μήτε δὲ τὴν θέαν τοῦ πράγματος μήτε τὴν περὶ τοῦ ὑγιαίνειν τοὺς ἀσκητὰς διάγνωσιν βεβαιώσῃ παρὰ σεαυτῷ, πρὶν „ἀναγγεῖλαι “καὶ ἀνενεγκεῖν τῷ πατρί· γνῶμαι γὰρ αἱ μὲν τῶν ἄρτι μανθάνειν ἀρχομένων ἄστατοι καὶ ἀνίδρυτοι, πάγιοι δ’ αἱ τῶν προκεκοφότων, ἀφ’ ὧν τὸ ἀκλινὲς κἀκείνους λαμβάνειν ἀναγκαῖον."],["13","Τοῦτον, ὦ διάνοια, τὸν τρόπον ἐὰν ἐρευνᾷς τοὺς ἱεροφαντηθέντας λόγους μὲν θεοῦ, νόμους δὲ ἀνθρώπων θεοφιλῶν, οὐδὲν ταπεινὸν οὐδ’ ἀνάξιον τοῦ μεγέθους αὐτῶν ἀναγκασθήσῃ παραδέχεσθαι. αὐτὸ γὰρ τοῦτο, περὶ οὗ νῦν ὁ λόγος ἐστί, πῶς ἄν τις τῶν εὖ φρονούντων παραδέξαιτο; ἆρα τοσαύτην σπάνιν οἰκετῶν ἢ ὑπηρετῶν εἰκὸς εἶναι τῷ βασιλέως ἔχοντι περιουσίαν Ἰακώβ, ὡς υἱὸν ἐπὶ τὴν ξένην ἐκπέμπειν διαγγελοῦντα περὶ τῶν ἄλλων παίδων, εἰ ὑγιαίνουσι, καὶ προσέτι τῶν θρεμμάτων;"],["14","ὁ πάππος αὐτοῦ χωρὶς τοῦ πλήθους τῶν αἰχμαλώτων, οὓς ἐννέα βασιλεῖς καθελὼν ἀπήγαγεν, ὑπὲρ τριακοσίους ἔσχεν οἰκότριβας· μεμείωται δὲ τῆς οἰκίας οὐδέν, ἀλλὰ χρόνου προϊόντος πάντα διὰ πάντων ἔλαβεν αὔξησιν. οὐκ ἂν οὖν ἀφθόνου θεραπείας ὑπαρχούσης υἱὸν ἠξίου πέμπειν, οὗ μάλιστα ἐκήδετο, ἐπὶ πρᾶξιν, ἣν καὶ τῶν εὐτελεστάτων ἄν τις ῥᾳδίως κατώρθωσεν."],["15","ἀλλ’ ὁρᾷς ὅτι καὶ τὸ χωρίον, ὅθεν αὐτὸν ἐκπέμπει, περιττῶς ἀναγράφει μόνον οὐκ ἐναργῶς προτρέπων ἀφίστασθαι τοῦ ῥητοῦ· „ἐκ γὰρ τῆς κοιλάδος τῆς Χεβρών “(Gen. 37, 14)· συζυγὴ δὲ καὶ συνεταιρὶς Χεβρὼν καλεῖται συμβολικῶς ἡμῶν τὸ σῶμα, ὅτι συνέζευκται καὶ ὥσπερ ἑταιρίαν καὶ φιλίαν πρὸς ψυχὴν τέθειται· κοιλάδας δὲ ἔχει τὰ αἰσθητήρια, μεγάλας δεξαμενὰς ἁπάντων ὅσα ἐκτὸς αἰσθητά, ἃ τὰς παμπληθεῖς ποιότητας ἐπαντλοῦντα καὶ διὰ τῶν δεξαμενῶν ἐπεισχέοντα τῇ διανοίᾳ κατακλύζει καὶ βύθιον αὐτὴν ἀπεργάζεται."],["16","διὰ τοῦτο ἐν τῷ νόμῳ τῆς λέπρας, ὅταν ἐν οἰκίᾳ κοιλάδες χλωρίζουσαι ἢ πυρρίζουσαι φανῶσι, διείρηται τοὺς λίθους, ἐν οἷς γεγόνασιν, ἐξελόντας ἑτέρους ἀντιτιθέναι (Lev. 14, 37 ss.), τουτέστιν, ὅταν διαφέρουσαι ποιότητες, ἃς ἐδημιούργησαν ἡδοναὶ καὶ ἐπιθυμίαι καὶ τὰ ἀδελφὰ τούτων πάθη, βαρύνασαι καὶ πιέσασαι τὴν ὅλην ψυχὴν κοιλοτέραν καὶ ταπεινοτέραν αὐτὴν ἑαυτῆς ἐργάσωνται, τοὺς τῆς ἀσθενείας αἰτίους λόγους ἀνελεῖν, ὑγιεινοὺς δὲ δι’ ἀγωγῆς νομίμου ἢ καὶ παιδεύσεως ὀρθῆς ἀντεισαγαγεῖν."],["17","τὸν Ἰωσὴφ οὖν ὅλον εἰς τὰς τοῦ σώματος καὶ τῶν αἰσθήσεων κοιλότητας εἰσδεδυκότα ὁρῶν προκαλεῖται τῶν φωλεῶν ἔξω προελθόντα ἐλευθέρου σπάσαι τοῦ καρτερίας πνεύματος φοιτήσαντα πρὸς τοὺς πάλαι μὲν ἀσκητὰς νυνὶ δὲ διδασκάλους αὐτῆς. ὁ δὲ προεληλυθέναι δόξας πλανώμενος εὑρίσκεται· „εὗρε “γάρ φησιν „αὐτὸν ἄνθρωπος πλανώμενον ἐν τῷ πεδίῳ “(Gen. 37, 15), δηλῶν ὅτι οὐχ ὁ πόνος καθ’ αὑτὸν ἀλλ’ ὁ μετὰ τέχνης ἀγαθόν."],["18","ὥσπερ γὰρ οὔτε μουσικὴν ἀμούσως οὔτε γραμματικὴν ἀγραμμάτως οὐδὲ συνόλως φράσαι τέχνην ἀτέχνως ἢ κακοτέχνως ἀλλὰ τεχνικῶς ἑκάστην ἐπιτηδεύειν προσῆκεν, οὕτως οὐδὲ φρόνησιν πανούργως οὐδὲ σωφροσύνην φειδωλῶς καὶ ἀνελευθέρως οὐδὲ θρασέως ἀνδρείαν οὐδὲ δεισιδαιμόνως εὐσέβειαν οὐδ’ ἄλλην τινὰ τῶν κατ’ ἀρετὴν ἐπιστήμην ἀνεπιστημόνως· ἀνοδία γὰρ ὁμολογουμένως ταῦτα πάντα. παρὸ καὶ νόμος κεῖται „δικαίως τὸ δίκαιον διώκειν “(Deut. 16, 20), ἵνα δικαιοσύνην καὶ πᾶσαν ἀρετὴν τοῖς συγγενέσιν ἔργοις αὐτῆς ἀλλὰ μὴ τοῖς ἐναντίοις μετερχώμεθα."],["19","ἐὰν οὖν τινα θεάσῃ σῖτα καὶ ποτὰ μὴ ἐν καιρῷ προσιέμενον ἢ λουτρὰ καὶ ἀλείμματα παραιτούμενον ἢ τῶν περὶ σῶμα σκεπασμάτων ἀμελοῦντα ἢ χαμευνίαις καὶ δυσαυλίαις χρώμενον, εἶτ’ ἐκ τούτων ἐπιμορφάζοντα ἐγκράτειαν, οἶκτον λαβὼν τῆς περὶ αὐτὸν πλάνης τὴν ἀληθῆ τῆς ἐγκρατείας ὁδὸν δεῖξον· ἃ γὰρ ἐπετήδευσεν, ἀνήνυτοι καὶ ἄτρυτοι πόνοι λιμῷ καὶ ταῖς ἄλλαις κακώσεσι ψυχὴν καὶ σῶμα ἐκτραχηλίζοντες."],["20","μηδ’ εἴ τις περιρραντηρίοις ἢ καθαρσίοις χρώμενος διάνοιαν μὲν ῥυπαίνει τὴν ἑαυτοῦ, τὸ δὲ σῶμα φαιδρύνει, μηδ’ εἰ πάλιν ὑπὸ περιουσίας νεὼν ἱδρύεται λαμπροτάταις χορηγίαις καὶ δαπάναις χρώμενος ἢ ἑκατόμβας ἀνάγει καὶ βουθυτῶν οὐ παύεται ἢ πολυτελέσιν ἀναθήμασι κοσμεῖ τὸ ἱερὸν ἀφθόνους μὲν ὕλας τέχνας δὲ παντὸς ἀργύρου καὶ χρυσοῦ τιμιωτέρας εἰσάγων, μετ’ εὐσεβῶν ἀναγεγράφθω·"],["21","πεπλάνηται γὰρ καὶ οὗτος τῆς πρὸς εὐσέβειαν ὁδοῦ, θρησκείαν ἀντὶ ὁσιότητος ἡγούμενος καὶ δῶρα τῷ ἀδεκάστῳ διδοὺς οὐδέποτε ληψομένῳ τὰ τοιαῦτα καὶ κολακεύων τὸν ἀκολάκευτον, ὃς γνησίους μὲν θεραπείας ἀσπάζεται— γνήσιοι δ’ εἰσὶν αἱ ψυχῆς ψιλὴν καὶ μόνην θυσίαν φερούσης ἀλήθειαν—, τὰς δὲ νόθους ἀποστρέφεται· νόθοι δ’ ὅσαι διὰ τῶν ἐκτὸς ἀφθονιῶν ἐπιδείξεις."],["22","τοῦ δὲ εὑρόντος ἐν τῷ πεδίῳ πλανώμενον αὐτὸν ἀνθρώπου (Gen. 37, 15) τὸ κύριον ὄνομα οὔ φασί τινες δεδηλῶσθαι, καὶ αὐτοὶ τρόπον τινὰ πεπλανημένοι διὰ τὸ μὴ δύνασθαι τὴν ὀρθὴν ὁδὸν τῶν πραγμάτων ἐναργῶς ὁρᾶν· εἰ γὰρ μὴ τὸ ψυχῆς ὄμμα ἐπεπήρωντο, ἔγνωσαν ἂν ὅτι τοῦ πρὸς ἀλήθειαν ἀνθρώπου τὸ ἰδιαίτατον καὶ εὐθυβολώτατον ὄνομά ἐστιν αὐτὸ τοῦτο ἄνθρωπος, ἠρθρωμένης καὶ λογικῆς διανοίας οἰκειοτάτη πρόσρησις."],["23","οὗτος ὁ ἄνθρωπος ἐν ἑκάστου τῇ ψυχῇ κατοικῶν τοτὲ μὲν ἄρχων καὶ βασιλεὺς εὑρίσκεται τοτὲ δὲ δικαστὴς καὶ βραβευτὴς τῶν κατὰ τὸν βίον ἀγώνων, ἔστι δ’ ὅτε μάρτυρος ἢ κατηγόρου λαβὼν τάξιν ἀφανῶς ἡμᾶς ἔνδοθεν ἐλέγχει μηδὲ διᾶραι τὸ στόμα ἐῶν, ἐλλαμβανόμενος δὲ καὶ ἐπιστομίζων ταῖς τοῦ συνειδότος ἡνίαις τὸν αὐθάδη μετὰ ἀφηνιασμοῦ δρόμον γλώττης ἐπέσχεν."],["24","οὗτος ὁ ἔλεγχος ἐπύθετο τῆς ψυχῆς, ἡνίκα τὴν πλάνην εἶδεν αὐτῆς· „τί ζητεῖς “(Gen. 37, 15); ἆρά γε φρόνησιν; τί οὖν ἐπὶ πανουργίας βαίνεις; ἀλλὰ σωφροσύνην; ἀλλ’ ἐπὶ φειδωλίαν ἡ τρίβος ἄγει· ἀλλὰ ἀνδρείαν; θρασύτης προσέρχεται ταύτῃ· ἀλλ’ εὐσέβειαν μετέρχῃ;"],["25","δεισιδαιμονίας ἡ ὁδός. ἐὰν δὲ φάσκῃ ζητεῖν τοὺς ἐπιστήμης λόγους καὶ ποθεῖν ὡς τοὺς ἐγγυτάτω γένους ἀδελφούς, μὴ πάνυ πιστεύωμεν αὐτῇ· οὐ γὰρ ἂν ἐπυνθάνετο „ποῦ βόσκουσιν “(ib. v. 16), ἀλλὰ „ποῦ ποιμαίνουσιν “· οἱ μὲν γὰρ βόσκοντες τροφὰς τὰ αἰσθητὰ πάντα παρέχουσι τῷ τῶν αἰσθήσεων ἀλόγῳ καὶ ἀπλήστῳ θρέμματι, δι’ ἃς ἀκράτορες ἑαυτῶν γινόμενοι καὶ κακοδαιμονοῦμεν, οἱ δὲ ποιμαίνοντες ἀρχόντων καὶ ἡγεμόνων ἔχοντες δύναμιν τὰ ἐξηγριωμένα ἡμεροῦσι στέλλοντες τὸ τῶν ἐπιθυμιῶν μέγεθος."],["26","εἴπερ οὖν ἐζήτει τοὺς ἀρετῆς πρὸς ἀλήθειαν ἀσκητάς, ἐσκέπτετ’ ἂν αὐτοὺς ἐν βασιλεῦσιν, οὐκ ἐν οἰνοχόοις ἢ σιτοποιοῖς ἢ μαγείροις· οὗτοι μὲν γὰρ τὰ πρὸς ἡδονὰς εὐτρεπίζουσιν, ἐκεῖνοι δὲ ἡδονῶν ἄρχουσι."],["27","διὸ καὶ ἀποκρίνεται ὀρθῶς ὁ τὴν ἀπάτην ἰδὼν ἄνθρωπος· „ἀπήρκασιν ἐντεῦθεν “(Gen. 37, 17). δείκνυσι δὲ τὸν σωματικὸν ὄγκον δηλῶν ὅτι πάντες, οἷς ὑπὲρ κτήσεως ἀρετῆς πόνος διαθλεῖται, τὸν περίγειον καταλελοιπότες χῶρον μετεωροπολεῖν ἐγνώκασιν οὐδεμίαν τῶν σωματικῶν ἐφελκόμενοι κηρῶν· καὶ γὰρ λεγόντων ἀκηκοέναι φησὶν αὐτῶν·"],["28","„εἰς Δωθαεὶμ πορευθῶμεν “(ibid.)— ἑρμηνεύεται δὲ ἔκλειψις ἱκανή—, παριστάντων ὅτι οὐ μέσως ἀλλ’ ἄκρως ἀπόλειψιν καὶ ἔκλειψιν τῶν ἃ μὴ πρὸς ἀρετὴν συνεργεῖ μεμελετήκασι, καθὰ καὶ „Σάρρᾳ ἔτι γίνεσθαι τὰ γυναικεῖα ἐξέλιπε “(Gen. 18, 11)· θήλεα δὲ φύσει τὰ πάθη, ὧν ἔκλειψιν ἐπιτηδευτέον παρὰ τοὺς ἄρρενας τῶν εὐπαθειῶν χαρακτῆρας. οὐκοῦν „ἐν πεδίῳ “τουτέστιν ἐν ἁμίλλῃ λόγων εὑρίσκεται καὶ ὁ ποικίλου δόγματος εἰσηγητὴς πρὸς πολιτείας μᾶλλον ἢ πρὸς ἀληθείας τύπον χρησίμου πλανώμενος Ἰωσήφ."],["29","εἰσὶ δέ τινες τῶν ἀγωνιστῶν οἳ διὰ σώματος εὐεξίαν, ἀπειπόντων τῶν ἀντιπάλων, ἐστεφανώθησαν ἀμαχὶ μηδ’ αὐτὸ μόνον κονισάμενοι ἀσυγκρίτου ῥώμης εὑράμενοι τὰ πρωτεῖα. τοιαύτῃ δυνάμει χρησάμενος περὶ τὸ θειότατον τῶν ἐν ἡμῖν τὴν διάνοιαν Ἰσαὰκ „ἐξέρχεται μὲν εἰς τὸ πεδίον “(Gen. 24, 63), ἁμιλλησόμενος δ’ οὐδενί, πάντων κατεπτηχότων τῶν ἀνταγωνιστῶν τὸ μεγαλεῖον καὶ ὑπερβάλλον ἐν ἅπασι τῆς φύσεως αὐτοῦ, μόνον δὲ ἰδιάσαι βουλόμενος καὶ ἰδιολογήσασθαι τῷ συνοδοιπόρῳ καὶ ἡγεμόνι τῆς τε ὁδοῦ καὶ τῆς ψυχῆς θεῷ."],["30","τεκμήριον δὲ ἐναργέστατον τοῦ μηδένα προσομιλοῦντα τῷ Ἰσαὰκ θνητὸν εἶναι· Ῥεβέκκα γὰρ ἡ ὑπομονὴ πεύσεται τοῦ παιδὸς ἕνα ὁρῶσα καὶ ἑνὸς μόνου λαμβάνουσα φαντασίαν· „τίς ὁ ἄνθρωπος οὗτος ὁ πορευόμενος εἰς συνάντησιν ἡμῖν “(ib. v. 65); ἡ γὰρ ἐπιμένουσα τοῖς καλοῖς ψυχὴ ἱκανὴ μέν ἐστι τὴν αὐτομαθῆ σοφίαν καταλαμβάνειν, ἐπίκλησιν Ἰσαάκ, οὔπω δὲ δυνατὴ τὸν τῆς σοφίας ἡγεμόνα θεὸν ἰδεῖν."],["31","παρὸ καὶ ὁ παῖς ἐπισφραγιζόμενος τὸ μὴ δύνασθαι καταλαβεῖν τὸν ἀειδῆ καὶ προσομιλοῦντα ἀοράτως φησίν· „οὗτος ὁ κύριός μου “(ibid.), τὴν δεῖξιν φέρων ἐπὶ τὸν Ἰσαὰκ μόνον· οὐ γὰρ εἰκὸς προφανέντων δυεῖν ἕνα δεικνύναι, ἀλλὰ τὸν ἄδεικτον οὐκ εἶδε πᾶσι τοῖς μέσοις ἀόρατον ὄντα."],["32","Ὡς μὲν τοίνυν τὸ πεδίον, εἰς ὃ προκαλεῖται τὸν Ἄβελ ὁ Κάιν ἐλθεῖν, σύμβολον ἁμίλλης καὶ διαμάχης ἐστίν, ἱκανῶς δεδηλῶσθαι νομίζω. διαπορητέον δὲ ἑξῆς, περὶ τίνων ποιοῦνται τὰς ζητήσεις προελθόντες. ἦ δῆλον ὅτι περὶ ἐναντίων καὶ μαχομένων δοξῶν· ὁ μὲν γὰρ Ἄβελ ἀναφέρων ἐπὶ θεὸν πάντα φιλόθεον δόγμα, ὁ δὲ Κάιν ἐφ’ ἑαυτὸν— κτῆσις γὰρ ἑρμηνεύεται— φίλαυτον· φίλαυτοι δέ, ὅταν τοῖς ἀρετὴν τιμῶσιν ἐπαποδυσάμενοι κονίσωνται, [καὶ] παγκρατιάζοντες οὐ παύονται πρὶν ἢ ἀπειπεῖν βιάσασθαι ἢ παντελῶς διαφθεῖραι."],["33","πάντα γάρ, τὸ τοῦ λόγου δὴ τοῦτο, κινοῦσι λίθον φάσκοντες· οὐκ οἰκία ψυχῆς τὸ σῶμα; διὰ τί οὖν οἰκίας, ὡς μὴ γένοιτο ἐρείπιος, οὐκ ἐπιμελησόμεθα; οὐκ ὀφθαλμοὶ καὶ ὦτα καὶ ὁ τῶν ἄλλων χορὸς αἰσθήσεων ψυχῆς ὥσπερ τινὲς δορυφόροι καὶ φίλοι; συμμάχους οὖν καὶ φίλους οὐκ ἐν ἴσῳ τιμητέον ἑαυτοῖς; ἡδονὰς δὲ καὶ ἀπολαύσεις καὶ τὰς παρὰ πάντα τὸν βίον τέρψεις τοῖς τεθνεῶσιν ἢ τοῖς μηδὲ γενομένοις τὸ παράπαν ἀλλ’ οὐχὶ τοῖς ζῶσιν ἡ φύσις ἐδημιούργει; πλοῦτον δὲ καὶ δόξαν καὶ τιμὰς καὶ ἀρχὰς καὶ τὰ ἄλλα ὅσα τοιαῦτα τί παθόντες οὐ ποριούμεθα, ἐξ ὧν οὐ μόνον τὸ ἀσφαλῶς ἀλλὰ καὶ εὐδαιμόνως ζῆν περιγίνεται;"],["34","μάρτυς δὲ ὁ βίος τούτων· οἱ μὲν γὰρ λεγόμενοι φιλάρετοι ἄδοξοι σχεδὸν ἅπαντες, εὐκαταφρόνητοι, ταπεινοί, τῶν ἀναγκαίων ἐνδεεῖς, ὑπηκόων μᾶλλον δὲ καὶ δούλων ἀτιμότεροι, ῥυπῶντες, ὠχροί, κατεσκελετευμένοι, λιμὸν ὑπ’ ἀσιτίας ἐμβλέποντες, νοσερώτατοι, μελετῶντες ἀποθνῄσκειν· οἱ δ’ αὑτῶν ἐπιμελούμενοι ἔνδοξοι, πλούσιοι, ἡγεμόνες, ἐπαινούμενοι, τιμώμενοι, [πάλιν] ὑγιεινοί, πίονες, ἐρρωμένοι, ἁβροδίαιτοι, θρυπτόμενοι, πόνον οὐκ εἰδότες, ἡδοναῖς συζῶντες διὰ πασῶν τῶν αἰσθήσεων ἐπὶ τὴν πανδεχῆ ψυχὴν"],["35","τὰ ἡδέα φερούσαις. τοιουτονί τινα δόλιχον ἀπομηκύναντες λόγῳ νικᾶν τοὺς οὐκ εἰωθότας σοφιστεύειν ἔδοξαν. αἰτία δὲ τῆς νίκης οὐχ ἡ τῶν περιγεγενημένων ἰσχύς, ἀλλ’ ἡ περὶ ταῦτα τῶν ἀντιπάλων ἀσθένεια. τῶν γὰρ ἐπιτηδευόντων ἀρετὴν οἱ μὲν ἐν ψυχῇ μόνῃ τὸ καλὸν ἐθησαυρίσαντο πράξεων ἐπαινετῶν ἀσκηταὶ γενόμενοι, τερθρείας λόγων ἀλλ’ οὐδ’ ὄναρ ἐπῃσθημένοι, τοῖς δὲ ἀμφότερα ἐξεγένετο, τὴν μὲν διάνοιαν εὐβουλίᾳ καὶ ἀγαθοῖς ἔργοις, τοὺς δὲ λόγους ταῖς περὶ αὐτοὺς τέχναις μάλιστα ὀχυρώσασθαι·"],["36","τούτοις μὲν οὖν πρὸς τὰς ἐριστικὰς ἐνίων ἁμίλλας ἀπαντᾶν ἐμπρεπές, οἷς τοὺς ἐναντίους ἀμύνονται πεπορισμένοις ἐξ ἑτοίμου, τοῖς δὲ προτέροις οὐδεμία ἀσφάλεια· γυμνοὶ γὰρ πρὸς ὡπλισμένους τίνες ἂν ἰσοκρατῶς ἀπομάχεσθαι δυνηθεῖεν, ὁπότε καὶ παρεσκευασμένοις ἀγὼν ἄνισος;"],["37","ὁ τοίνυν Ἄβελ τέχνας μὲν λόγων οὐκ ἔμαθε, διανοίᾳ δὲ μόνῃ τὸ καλὸν οἶδεν· οὗ χάριν τὴν εἰς τὸ πεδίον ἄφιξιν ἐχρῆν παραιτήσασθαι καὶ τῆς τοῦ δυσμενοῦς προκλήσεως ἀλογῆσαι· ἥττης γὰρ πᾶς ὄκνος ἀμείνων· τὸν δὲ ὄκνον τοῦτον οἱ μὲν ἐχθροὶ δειλίαν, ἀσφάλειαν δ’ οἱ φίλοι προσαγορεύουσι· φίλοις δὲ πρὸ δυσμενῶν ἅτε ἀψευδοῦσι πιστευτέον."],["38","οὐχ ὁρᾷς ὅτι Μωυσῆς τοὺς ἐν Αἰγύπτῳ τῷ σώματι σοφιστάς, οὓς φαρμακέας ὀνομάζει, παραιτεῖται— σοφισμάτων γὰρ τέχναις καὶ ἀπάταις ἤθη χρηστὰ τρόπον τινὰ φαρμακεύεται καὶ διαφθείρεται— φάσκων μὴ εἶναι „εὔλογος “(Exod. 4, 10), ἴσον τῷ μὴ πεφυκέναι πρὸς τὴν τῶν εὐλόγων καὶ πιθανῶν εἰκαστικὴν ῥητορείαν, ἔπειθ’ ἑξῆς διαβεβαιούμενος, ὅτι οὐ μόνον οὐκ εὔλογος ἀλλὰ καὶ παντελῶς „ἄλογός “ἐστιν (Exod. 6, 12); ἄλογος δέ, οὐχ ὥς φαμεν τὰ μὴ λογικὰ τῶν ζῴων, ἀλλ’ ὁ μὴ δικαιῶν τῷ διὰ τοῦ φωνητηρίου ὀργάνου γεγωνῷ λόγῳ χρῆσθαι, μόνῃ δὲ σημειούμενος καὶ ἐνσφραγιζόμενος διανοίᾳ τὰ τῆς ἀληθοῦς σοφίας, ἥτις ἀντίθετός ἐστι ψευδεῖ σοφιστείᾳ, θεωρήματα."],["39","καὶ οὐ βαδιεῖται πρότερον εἰς Αἴγυπτον οὐδ’ εἰς ἅμιλλαν ἀφίξεται τοῖς αὐτῆς σοφισταῖς, πρὶν ἢ τὸν προφορικὸν ἄκρως ἀσκηθῆναι λόγον, τὰς πρὸς ἑρμηνείαν ἁπάσας ἰδέας ἀναδείξαντος καὶ τελειώσαντος θεοῦ διὰ τῆς Ἀαρὼν χειροτονίας, ὃν ἀδελφὸν Μωυσέως ὄντα „στόμα “καὶ ἑρμηνέα καὶ „προφήτην “(Exod. 4, 16. 7, 1) εἴωθε καλεῖν· πάντα γὰρ ταῦτα τῷ λόγῳ συμβέβηκεν, ὃς"],["40","ἀδελφός ἐστι διανοίας· πηγὴ γὰρ λόγων διάνοια καὶ στόμιον αὐτῆς λόγος, ὅτι τὰ ἐνθυμήματα πάντα διὰ τούτου καθάπερ νάματα ἀπὸ πηγῆς εἰς τοὐμφανὲς ἐπιρρέοντα ἀναχεῖται· καὶ ἑρμηνεύς ἐστιν ὧν ἐν τῷ ἑαυτῆς βουλευτηρίῳ βεβούλευκεν· ἔτι μέντοι καὶ προφήτης καὶ θεοπρόπος ὧν ἐξ ἀδύτων καὶ ἀοράτων χρησμῳδοῦσα οὐ παύεται."],["41","Τοῦτον μὲν οὖν τὸν τρόπον ἐναντιοῦσθαι τοῖς περὶ τὰ δόγματα ἐριστικοῖς χρήσιμον· γεγυμνασμένοι γὰρ περὶ τὰς τῶν λόγων ἰδέας οὐκέτ’ ἀπειρίᾳ σοφιστικῶν παλαισμάτων ὀκλάσομεν, ἐξαναστάντες δὲ καὶ διερεισάμενοι τὰς ἐντέχνους αὐτῶν περιπλοκὰς εὐμαρῶς ἐκδυσόμεθα. οἱ δ’ ἅπαξ εὑρεθέντες σκιαμάχων ἀλλ’ οὐκ ἀγωνιστῶν ἐπιδείκνυσθαι δόξουσι δύναμιν· καὶ γὰρ ἐκεῖνοι καθ’ ἑαυτοὺς μὲν χειρονομοῦντες εὐδοκιμοῦσι, πρὸς δ’ ἅμιλλαν ἐλθόντες οὐ μετρίως ἀδοξοῦσιν."],["42","εἰ δέ τις τὴν μὲν ψυχὴν ἀρεταῖς ἁπάσαις κεκόσμηται, τέχνας δὲ λόγων οὐκ ἐμελέτησεν, ἡσυχίᾳ χρώμενος ἀσφάλειαν γέρας ἀκίνδυνον εὑρήσεται, παρελθὼν δ’ ὡς Ἄβελ εἰς σοφιστικὸν ἀγῶνα πρὶν διερηρεῖσθαι πεσεῖται."],["43","καθάπερ γὰρ ἐν ἰατρικῇ τινες μὲν θεραπεύειν εἰδότες πάντα σχεδὸν πάθη καὶ νοσήματα καὶ ἀρρωστήματα λόγον οὐδενὸς αὐτῶν οὔτε ἀληθῆ οὔτ’ εἰκότα ἀποδοῦναι δύνανται, οἱ δ’ ἔμπαλιν τὰ μὲν περὶ λόγους εἰσὶ δεινοί, σημείων καὶ αἰτιῶν καὶ θεραπείας, ἐξ ὧν ἡ τέχνη συνέστηκεν, ἑρμηνεῖς ἄριστοι, τὰ δὲ πρὸς καμνόντων ἐπιμέλειαν σωμάτων φαυλότατοι, τῶν εἰς ἴασιν ἀλλ’ οὐδὲ τὸ μικρότατον παρασχεῖν ἱκανοί, τὸν αὐτὸν τρόπον οἱ μὲν τῆς δι’ ἔργων ἀσκηταὶ σοφίας πολλάκις λόγων ἠμέλησαν, οἱ δὲ τὰς ἐν λόγῳ τέχνας ἀναδιδαχθέντες οὐδὲν ἐν ψυχῇ παίδευμα καλὸν ἐθησαυρίσαντο."],["44","τούτους μὲν οὖν ἀχαλίνῳ κεχρημένους γλώττῃ μετ’ αὐθαδείας θρασύνεσθαι παράδοξον οὐδέν, ἀπόνοιαν γὰρ ἣν ἐξ ἀρχῆς ἐμελέτησαν ἐπιδείκνυνται· ἐκείνοις δ’ ὥσπερ ἰατροῖς τὸ ὑγιάζον τὰς ψυχῆς νόσους τε καὶ κῆρας ἀναδιδαχθεῖσι μέρος ἐπέχειν ἀναγκαῖον, μέχρις ἂν ὁ θεὸς καὶ τὸν ἄριστον ἑρμηνέα κατασκευάσῃ τὰς τοῦ λέγειν πηγὰς ἀνομβρήσας καὶ ἀναδείξας αὐτῷ."],["45","Σύμφορον οὖν ἦν εὐλαβείᾳ σωτηρίῳ ἀρετῇ χρησάμενον τὸν Ἄβελ οἴκοι καταμεῖναι τῆς εἰς τὸν ἐριστικὸν καὶ φιλόνεικον ἀγῶνα προκλήσεως ἀλογήσαντα, μιμησάμενον Ῥεβέκκαν τὴν ὑπομονήν, ἥτις ἀπειλοῦντος Ἠσαῦ τοῦ κακίας θιασώτου τὸν ἀρετῆς ἀσκητὴν Ἰακὼβ ἀποκτενεῖν ἀναχωρῆσαι τῷ μέλλοντι ἐπιβουλεύεσθαι παραγγέλλει, μέχρις ἂν ἐκεῖνος τῆς ἐπ’ αὐτῷ σχετλίου λύττης ἀνῇ."],["46","καὶ γὰρ ἀφόρητόν τινα ἀπειλὴν ἐπανατείνεται φάσκων· „ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου “(Gen. 27, 41)· εὔχεται γὰρ τὸ μόνον ἀπαθὲς εἶδος ἐν γενέσει τὸν Ἰσαάκ, ᾧ χρησμός ἐστι „μὴ καταβῆναι εἰς Αἴγυπτον “(Gen. 26, 2), ἀλόγῳ πάθει χρῆσθαι, ἵνα, δοκῶ, ἡδονῆς ἢ λύπης ἤ τινος ἄλλου πάθους κέντροις τρωθῇ, δηλῶν ὡς ὁ ἀτελέστερος καὶ ἐπιπόνῳ προκοπῇ χρώμενος οὐ τραῦμα μόνον ἀλλὰ καὶ παντελῆ φθορὰν δέξεται· ὁ μέντοι χρηστὸς θεὸς οὔτε ἁλωτὸν πάθει τὸ ἀτρώτου γένους εἶδος ἐργάσεται οὔτε τὴν ἀρετῆς ἄσκησιν ἐπ’ ὀλέθρῳ φονῶντι καὶ δαιμονῶντι ἐκδώσει."],["47","διὸ καὶ τὸ ἐπιφερόμενον „ἀνέστη Κάιν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτὸν “(Gen. 4, 8) κατὰ μὲν τὴν πρόχειρον φαντασίαν ὑποβάλλει, ὅτι Ἄβελ ἀνῄρηται, κατὰ δὲ τὴν ἀκριβεστέραν ἐξέτασιν, ὅτι αὐτὸς ὁ Κάιν ὑφ’ ἑαυτοῦ· ὥσθ’ οὕτως ἀναγνωστέον· „ἀνέστη Κάιν καὶ ἀπέκτεινεν ἑαυτόν, “ἀλλ’ οὐχ ἕτερον."],["48","εἰκότως δὲ τοῦτο ἔπαθεν· ἡ γὰρ ἐξ αὑτῆς ἀνελοῦσα ψυχὴ τὸ φιλάρετον καὶ φιλόθεον δόγμα τὸν ἀρετῆς τέθνηκε βίον· ὥσθ’ ὁ Ἄβελ, τὸ παραδοξότατον, ἀνῄρηταί τε καὶ ζῇ· ἀνῄρηται μὲν ἐκ τῆς τοῦ ἄφρονος διανοίας, ζῇ δὲ τὴν ἐν θεῷ ζωὴν εὐδαίμονα. μαρτυρήσει δὲ τὸ χρησθὲν λόγιον, ἐν ᾧ „φωνῇ “χρώμενος καὶ „βοῶν “(Gen. 4, 10) ἃ πέπονθεν ὑπὸ κακοῦ συνδέτου τηλαυγῶς εὑρίσκεται· πῶς γὰρ ὁ μηκέτ’ ὢν διαλέγεσθαι δυνατός;"],["49","Ὁ μὲν δὴ σοφὸς τεθνηκέναι δοκῶν τὸν φθαρτὸν βίον ζῇ τὸν ἄφθαρτον, ὁ δὲ φαῦλος ζῶν τὸν ἐν κακίᾳ τέθνηκε τὸν εὐδαίμονα. ἐπὶ μὲν γὰρ τῶν διεστηκότων ζῴων τε καὶ κοινῶς σωμάτων ἕτερα μὲν τὰ ποιοῦντα, ἕτερα δ’ εἶναι τὰ πάσχοντα δυνατὸν καὶ ῥᾴδιον· ὁπότε γὰρ πατὴρ υἱὸν τύπτει σωφρονίζων ἢ διδάσκαλος γνώριμον, ἕτερος ὁ τύπτων καὶ ἕτερος ὁ τυπτόμενός ἐστιν· ἐπὶ δὲ τῶν ἡνωμένων περὶ ὃ τὸ ποιεῖν καὶ τὸ πάσχειν εὑρίσκεται, καὶ οὔτε ἐν ἑτέρῳ χρόνῳ οὔτε ἕτερον, ἀλλὰ κατὰ τὸν αὐτὸν καὶ τὸ αὐτό· ἐπειδὰν γοῦν ἀθλητὴς ἑαυτὸν τοῦ γυμνάσασθαι χάριν ἀνατρίβῃ, πάντως τρίβεται, καὶ εἴ τις μέντοι παίει ἑαυτὸν ἢ τιτρώσκει, παίεταί τε καὶ τιτρώσκεται, καὶ γὰρ ὁ πηρῶν ἢ κτείνων ἑαυτὸν πηροῦται καὶ κτείνεται. πρὸς τί δὴ ταῦτ’ εἶπον;"],["50","ὅτι τὴν ψυχὴν οὐχὶ τῶν διεστηκότων ἀλλὰ τῶν ἡνωμένων οὖσαν ἀνάγκη πάσχειν ὃ ποιεῖν δοκεῖ, καθάπερ ἀμέλει καὶ νῦν· δόξασα γὰρ ἀνελεῖν τὸ θεοφιλέστατον δόγμα ἑαυτὴν ἀνῄρηκε. μάρτυς δὲ Λάμεχ ὁ τῆς Κάιν ἀσεβείας ἔκγονος, ὅς φησι γυναιξὶ ταῖς ἑαυτοῦ, δυσὶ γνώμαις ἀγνώμοσιν· „ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί “(Gen. 4, 23)."],["51","δῆλον γὰρ ὅτι, εἴ τις τὸν ἀνδρείας λόγον κτείνει, ἑαυτὸν ἐναντίᾳ νόσῳ τιτρώσκει δειλίας, καὶ εἴ τις τὴν ἀνηβῶσαν ἰσχὺν ἐν ἀσκήσει τῶν καλῶν ἀναιρεῖ, πληγὰς καὶ μεγάλας αἰκίας μετ’ οὐ μετρίας αἰσχύνης ἐπιφέρει ἑαυτῷ. λέγει μέντοι καὶ ἡ ὑπομονὴ ὅτι, ἐὰν ἄσκησις ἀναιρεθῇ καὶ προκοπή, οὐχ ἓν μόνον ἔκγονον ἀλλὰ καὶ τὰ ἄλλα"],["52","ἀποβάλλει, ἀτεκνίαν ἐνδεξαμένη παντελῆ (Gen. 27, 45). ὥσπερ δ’ ὁ βλάπτων τὸν ἀστεῖον ἐπιδέδεικται ζημιῶν ἑαυτόν, οὕτως καὶ ὁ προνομίας τοὺς ἀμείνους ἀξιῶν λόγῳ μὲν ἐκείνοις, ἔργῳ δὲ αὑτῷ περιποιεῖται ἀγαθόν. μαρτυρεῖ δέ μου τῷ λόγῳ ἡ φύσις καὶ τὰ ἀκολούθως αὐτῇ νομοθετηθέντα, διείρηται γὰρ ἄντικρυς καὶ σαφῶς οὕτως· „τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται “(Exod. 20, 12)· οὐχὶ τοῖς τιμωμένοις, φησίν, ἀλλὰ „σοί “· ἐάν τε γὰρ τὸν νοῦν ὡς πατέρα τοῦ συγκρίματος ἐάν τε τὴν αἴσθησιν ὡς μητέρα διὰ τιμῆς ἔχωμεν, εὖ πρὸς ἐκείνων αὐτοὶ πεισόμεθα."],["53","τιμὴ δὲ τοῦ μὲν νοῦ τὸ διὰ τῶν συμφερόντων ἀλλὰ μὴ διὰ τῶν ἡδέων θεραπεύεσθαι— πάντα δὲ τὰ ἀπ’ ἀρετῆς συμφέροντα—, τῆς δὲ αἰσθήσεως τὸ μὴ ἀφεθῆναι ῥύμῃ μιᾷ φέρεσθαι πρὸς τὰ ἐκτὸς αἰσθητά, ἐγχαλινωθῆναι δὲ ὑπὸ νοῦ κυβερνᾶν καὶ ἡνιοχεῖν τὰς ἀλόγους ἐν ἡμῖν δυνάμεις ἐπισταμένου."],["54","ἐὰν μὲν οὖν ἧς εἶπον ἑκάτερον λάχῃ τιμῆς αἴσθησίς τε καὶ νοῦς, ἀνάγκη τὸν κεχρημένον ἀμφοτέροις ἐμὲ εὐεργετεῖσθαι· ἐὰν δὲ πόρρω τὸν λόγον ἀπὸ νοῦ καὶ αἰσθήσεως ἀπαγαγὼν πατέρα μὲν τὸν γεννήσαντα τὸν κόσμον, μητέρα δὲ τὴν σοφίαν, δι’ ἧς ἀπετελέσθη τὸ πᾶν, τιμῆς ἀξιώσῃς, αὐτὸς εὖ πείσῃ· δεῖται γὰρ οὐδενὸς οὔτε ὁ πλήρης θεὸς οὔτε ἡ ἄκρα καὶ παντελὴς ἐπιστήμη, ὥστε τὸν θεραπευτικὸν τούτων μὴ τοὺς θεραπευομένους ἀνενδεεῖς ὄντας ἀλλ’ ἑαυτὸν μάλιστα ὠφελεῖν."],["55","ἱππικὴ μὲν γὰρ καὶ σκυλακευτική, ἐπιστήμη θεραπείας ἡ μὲν ἵππων ἡ δὲ σκυλάκων οὖσα, πορίζει τοῖς ζῴοις τὰ ὠφέλιμα, ὧν ἐκεῖνα δεῖται· μὴ πορίζουσα δὲ ἀμελεῖν ἂν δοκοίη. τὴν δὲ εὐσέβειαν θεοῦ θεραπείαν ὑπάρχουσαν οὐ θέμις ποριστικὴν εἰπεῖν τῶν ὠφελησόντων τὸ θεῖον· ὠφελεῖται γὰρ ὑπ’ οὐδενός, ἅτε μήτε ἐνδεὲς ὂν μήτε τινὸς τὸ ἐν ἅπασιν αὐτοῦ κρεῖττον πεφυκότος ὀνῆσαι, τοὐναντίον δὲ τὰ σύμπαντα συνεχῶς καὶ ἀπαύστως ὠφελεῖ."],["56","ὥστε ὅταν τὴν εὐσέβειαν λέγωμεν εἶναι θεοῦ θεραπείαν, ὑπηρεσίαν τινὰ τοιαύτην φαμέν, ὁποίαν δοῦλοι δεσπόταις τὸ κελευόμενον ἀόκνως ποιεῖν ἐγνωκότες ὑπηρετοῦσι. διοίσει δὲ πάλιν, ὅτι οἱ μὲν δεσπόται ὑπηρεσίας ἐνδεεῖς, ὁ δὲ θεὸς οὐ χρεῖος· ὥστε ἐκείνοις μὲν τὰ ὠφελήσοντα αὐτοὺς ὑπηρετοῦσι, τῷ δ’ οὐδὲν ἔξω φιλοδεσπότου γνώμης παρέξουσι· βελτιῶσαι μὲν γὰρ οὐδὲν εὑρήσουσι, τῶν δεσποτικῶν πάντων ἐξ ἀρχῆς ὄντων ἀρίστων, μεγάλα δ’ αὑτοὺς ὀνήσουσι γνωρισθῆναι θεῷ προμηθούμενοι."],["57","Ταῦτα μὲν οὖν ἱκανῶς εἰρῆσθαι νομίζω πρὸς τοὺς εὖ ἢ κακῶς ἑτέρους ποιεῖν δοκοῦντας· εὑρέθησαν γὰρ ἑαυτοὺς ἑκάτερον δρῶντες. τὰ δ’ ἑξῆς ἐρευνήσωμεν. ἔστι δὲ πεῦσις τοιαύτη· „ποῦ Ἄβελ ὁ ἀδελφός σου “(Gen. 4, 9); πρὸς ἣν ἀποκρίνεται· „οὐ γινώσκω, μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ “(ibid.); οὐκοῦν ἄξιον διαπορῆσαι, εἰ κυρίως ἐνδέχεται πυνθάνεσθαι θεόν· ὁ γὰρ ἐρωτῶν ἢ πυνθανόμενος περὶ ὧν ἀγνοεῖ ἐρωτᾷ τε καὶ πυνθάνεται ζητῶν ἀπόκρισιν, ἐξ ἧς ὃ μὴ οἶδεν εἴσεται· πάντα δὲ θεᾷ γνώριμα, οὐ τὰ παρόντα μόνον καὶ παρεληλυθότα ἀλλὰ καὶ τὰ μέλλοντα."],["58","τί οὖν καὶ ἀποκρίσεως ὄφελος μὴ μελλούσης τινὰ περιποιεῖν τῷ πυνθανομένῳ κατάληψιν; ἀλλὰ ῥητέον, ὅτι τοιαῦτα οὐ πέφυκεν ἐπὶ τοῦ αἰτίου κυριολογεῖσθαι, ἀλλ’ ὥσπερ ψεῦδος λέγειν ἔστι μὴ ψευδόμενον, οὕτως καὶ ἐρώτημα καὶ πύσμα προφέρεσθαι μήτε ἐρωτῶντα μήτε πυνθανόμενον. τίνος οὖν ἕνεκα, φήσει τις ἴσως, λέγεται τοιαῦτα; ἵν’ ἡ μέλλουσα τὰς ἀποκρίσεις ποιεῖσθαι ψυχὴ δι’ ἑαυτῆς ἐλέγχηται περὶ ὧν εὖ ἢ κακῶς ἀποφαίνεται, μήτε κατηγόρῳ μήτε συναγωνιστῇ χρωμένη ἑτέρῳ."],["59","ἐπεὶ καὶ τὸν σοφὸν ὁπότε ἀνερωτᾷ „ποῦ ἐστί σοι ἡ ἀρετή “; (Gen. 18, 9)— τὸν Ἀβραὰμ λέγω περὶ Σάρρας—, οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ δεῖν οἰόμενος αὐτὸν ἀποκρίνεσθαι ἕνεκα τοῦ τὸν ἔπαινον τὸν ἐξ αὐτοῦ τοῦ λέγοντος παραστῆσαι· φησὶ γοῦν ὅτι εἶπεν· „ἰδοὺ ἐν τῇ σκηνῇ “τουτέστι τῇ ψυχῇ. τί οὖν τὸ ἐκ τῆς ἀποκρίσεως ἐπαινετόν; ἰδοὺ τὴν ἀρετήν, φησίν, ἔχω παρ’ ἐμαυτῷ καθάπερ τι κειμήλιον, καὶ διὰ τοῦτ’ εὐθὺς εὐδαιμονῶ."],["60","χρῆσις γὰρ καὶ ἀπόλαυσις ἀρετῆς τὸ εὔδαιμον, οὐ ψιλὴ μόνον κτῆσις· χρῆσθαι δ’ οὐκ ἂν δυναίμην, εἰ μὴ σὺ καθεὶς ἐξ οὐρανοῦ τὰ σπέρματα ἀπεργάσαιο αὐτὴν ἐγκύμονα, ἡ δὲ εὐδαιμονίας γένος ἀποτέκοι τὸν Ἰσαάκ— εὐδαιμονίαν δὲ χρῆσιν ἀρετῆς τελείας ἐν βίῳ τελείῳ νενόηκα—. παρὸ καὶ τῆς προαιρέσεως ἀγάμενος αὐτὸν ὁμολογεῖ τελεσφορήσειν καιρίως ἃ"],["61","ᾐτήσατο. τούτῳ μὲν οὖν ἡ ἀπόκρισις ἔπαινον ἤνεγκεν ὁμολογοῦντι μηδὲ τὴν ἀρετὴν ἄνευ θείας ἐπιφροσύνης ἱκανὴν ἐξ ἑαυτῆς ὠφελεῖν εἶναι, τῷ δὲ Κάιν ἀκολούθως ψόγον φάσκοντι μὴ εἰδέναι, ποῦ ὁ δολοφονηθείς ἐστι παρ’ αὐτοῦ· δόξει γὰρ τὸν ἀκούοντα ἀπατήσειν ὡς οὐ πάντα διορῶντα καὶ τὴν ἀπάτην ᾗ μέλλει χρῆσθαι προκατειληφότα· ἔκθεσμος δὲ καὶ ἔκφυλος πᾶς ὁ τὸν τοῦ θεοῦ ὀφθαλμὸν οἰόμενός τι παρορᾶν."],["62","ὁ δέ γε καὶ ἐπινεανιεύεται φάσκων· „μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ “(Gen. 4, 9); πάνυ γάρ, εἴποιμ’ ἂν, ἀθλίως ἔμελλε βιώσεσθαι, εἰ σὲ φρουρὸν καὶ φύλακα ἡ φύσις ἀγαθοῦ τοσούτου κατέστησεν. ἢ οὐχ ὁρᾷς ὅτι τὴν τῶν ἁγίων διατήρησίν τε καὶ φυλακὴν οὐ τοῖς ἐπιτυχοῦσιν ὁ νομοθέτης ἀλλὰ τοῖς τὰς γνώμας ἱερωτάτοις Λευίταις ἐπιτρέπει; ὧν ἀνάξιος κλῆρος γῆ καὶ ὕδωρ καὶ ἀὴρ ἔτι δὲ οὐρανὸς καὶ πᾶς ὁ κόσμος ἐνομίσθη, μόνος δ’ ἀξιόχρεως ὁ δημιουργός, ᾧ προσπεφεύγασιν ἱκέται γνήσιοι καὶ θεράποντες αὐτοῦ γινόμενοι, τὸ φιλοδέσποτον διὰ τῆς συνεχοῦς ὑπηρεσίας καὶ τῆς τῶν ἐπιτραπέντων ἀοκνοτάτης"],["63","ἐπιδεικνύμενοι φυλακῆς. καὶ οὐδ’ ἅπασιν ἐξεγένετο τοῖς ἱκέταις γενέσθαι φύλαξιν ἱερῶν, ἀλλ’ εἴ τινες ἀριθμὸν πεντηκοστὸν ἔλαχον ἄφεσιν καὶ ἐλευθερίαν παντελῆ καὶ ἐπάνοδον εἰς τὰς ἀρχαίας λήξεις προκηρύττοντα. „τοῦτο “γάρ φησιν „ἐστὶ τὸ περὶ τῶν Λευιτῶν· ἀπὸ πέντε καὶ εἴκοσιν ἐτῶν εἰσελεύσεται ἐνεργεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ ἀπὸ πεντήκοντα ἐτῶν ἀποστήσεται τῆς λειτουργίας, καὶ οὐκ ἐργάσεται ἔτι, λειτουργήσει δὲ ὁ ἀδελφὸς αὐτοῦ· ὁ δὲ φυλάξει φυλακάς, ἔργα δὲ οὐκ ἐργάσεται “(Num. 8, 24— 26)."],["64","οὐκοῦν τῷ μὲν ἡμίσει τὴν τελειότητα— τέλειος γὰρ ὁ πεντηκοστὸς λόγος, ὁ δὲ τῶν πέντε καὶ εἴκοσιν ἥμισυ μέρος— ἐνεργεῖν ἐπιτρέπει καὶ δρᾶν τὰ ἅγια τὴν δι’ ἔργων ἀρέσκειαν ἐπιδεικνυμένῳ— ἀρχὴ δέ, ὡς ἔφη τις τῶν πάλαι, τοῦ παντὸς ἥμισυ μέρος—, τῷ δὲ τελείῳ μηκέτι πονεῖν, τὰ δ’ ὅσα ἐκ μελέτης καὶ πόνου περιεποιήσατο φυλάττειν· μὴ γὰρ γενοίμην ἀσκητὴς ὧν μὴ φύλαξ αὖθις."],["65","ἡ μὲν οὖν ἄσκησις μέσον, οὐ τέλειον, γίνεται γὰρ ἐν οὐ τελείαις μὲν ἀκρότητος δὲ ἐφιεμέναις ψυχαῖς· ἡ δὲ φυλακὴ παντελές, μνήμῃ τὰ ἀσκητὰ παραδοῦναι θεωρήματα τῶν ἁγίων, ἐπιστήμης καλὴν παρακαταθήκην φύλακι πιστῇ, ἣ μόνη τῶν λήθης πολυμηχάνων δικτύων ἀλογεῖ· ὥστε τὸν μνήμονα ὧν ἔμαθεν ὑγιῶς καὶ εὐθυβόλως καλεῖ φύλακα."],["66","οὗτος δὲ πρότερον ὅτε ἐγυμνάζετο μαθητὴς ἦν διδάσκοντος ἑτέρου· ὁπότε δὲ ἱκανὸς φυλάττειν ἐγένετο, διδασκάλου δύναμιν καὶ τάξιν ἔλαχε, τὸν ἀδελφὸν εἰς τὰς ὑπηρεσίας τῆς διδασκαλίας χειροτονήσας τὸν ἑαυτοῦ προφορικὸν λόγον· λέγεται γὰρ ὅτι „λειτουργήσει ὁ ἀδελφὸς αὐτοῦ “(Num. 8, 26)· ὥστε ὁ μὲν τοῦ ἀστείου νοῦς φύλαξ καὶ ταμίας τῶν ἀρετῆς ἔσται δογμάτων, ὁ δ’ ἀδελφὸς αὐτοῦ λόγος λειτουργήσει τοῖς παιδείαν μετιοῦσι διεξιὼν τὰ σοφίας δόγματά τε καὶ θεωρήματα."],["67","διὸ καὶ ὁ Μωυσῆς ἐν ταῖς εὐλογίαις Λευὶ πολλὰ καὶ θαυμάσια προειπὼν ἐπιφέρει· „ἐφύλαξε τὰ λόγιά σου, καὶ τὴν διαθήκην σου διετήρησεν “· εἶθ’ ἑξῆς· „δηλώσουσι τὰ δικαιώματά σου Ἰακὼβ καὶ τὸν νόμον σου Ἰσραήλ “(Deut. 33, 9. 10)."],["68","οὐκοῦν ὅτι καὶ λόγων καὶ διαθήκης θεοῦ φύλαξ ὁ ἀστεῖός ἐστιν, ἐναργῶς παρίστησι· καὶ μὴν ὅτι δικαιωμάτων καὶ νόμων ἑρμηνεὺς καὶ ὑφηγητὴς ἄριστος, πάλιν δεδήλωκε, τῆς μὲν ἑρμηνείας διὰ συγγενικοῦ ὀργάνου, τοῦ φωνητηρίου δήπου, συνισταμένης, τῆς δὲ φυλακῆς περὶ τὸν νοῦν ἐξεταζομένης, ὃς μέγα ταμεῖον ὑπὸ φύσεως δημιουργηθεὶς τὰς ἁπάντων καὶ σωμάτων καὶ πραγμάτων ἐννοίας εὐμαρῶς κεχώρηκεν. ἐλυσιτέλει δὴ καὶ τῷ φιλαύτῳ Κάιν φυλάξαι τὸν Ἄβελ· εἰ γὰρ διετήρησεν αὐτόν, κεκριμένου καὶ μέσου βίου μετεποιήσατ’ ἄν, ἀλλ’ οὐκ ἀμιγοῦς καὶ ἀκράτου κακίας ἐνεφορήθη."],["69","„Καὶ εἶπεν ὁ θεός Τί ἐποίησας; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς “(Gen. 4, 10). τὸ „τί ἐποίησας„ καὶ ἀγανάκτησιν ἐμφαίνει ἐπὶ οὐκ εὐαγεῖ πράξει καὶ χλευασμὸν ἐπὶ τῷ δολοφονῆσαι δοκοῦντι. ἡ μὲν οὖν ἀγανάκτησις ἐπὶ τῇ τοῦ δεδρακότος γνώμῃ γίνεται, ὅτι τὸ καλὸν ἀνελεῖν ἐβούλευσεν· ἡ δὲ χλεύη διὰ τὸ οἴεσθαι μὲν ἐπιβεβουλευκέναι τῷ κρείττονι, ἐπιβεβουλευκέναι δ’ οὐκ ἐκείνῳ μᾶλλον ἢ ἑαυτῷ· ζῇ"],["70","μὲν γάρ, ὡς καὶ πρότερον ἔφην, ὁ τεθνάναι δοκῶν, εἴ γε καὶ ἱκέτης ὢν θεοῦ καὶ φωνῇ χρώμενος εὑρίσκεται, τέθνηκε δὲ ὁ περιεῖναι νομιζόμενος τὸν ψυχικὸν θάνατον, ἀρετῆς καθ’ ἣν ἄξιον μόνην ἐστὶ ζῆν ἀποσχοινισθείς· ὥστε καὶ τὸ „τί ἐποίησας “ἴσον εἶναι τῷ „οὐδὲν ἐποίησας “, οὐδὲν ἤνυσας."],["71","οὐδὲ γὰρ ὁ σοφιστὴς Βαλαάμ, μάταιος ὢν ὄχλος ἐναντίων καὶ μαχομένων δοξῶν, βουληθεὶς ἀρὰς τίθεσθαι καὶ βλάπτειν τὸν ἀστεῖον ἴσχυσε, τοῦ θεοῦ τὰς κατάρας εἰς εὐλογίαν τρέποντος (Num. 23, 8), ἵνα καὶ τῆς πανουργίας ἀπελέγξῃ τὸν"],["72","ἄδικον καὶ ἑαυτοῦ τὸ φιλάρετον παραστήσῃ. πεφύκασι δὲ οἱ σοφισταὶ πολεμίοις χρῆσθαι ταῖς ἐν αὑτοῖς δυνάμεσι, λόγων ἐνθυμήμασι καὶ βουλημάτων λόγοις ἀντιστατούντων καὶ μηδαμῇ μηδαμῶς συνᾳδόντων· ἀποκναίουσι γοῦν ἡμῶν τὰ ὦτα, τὴν δικαιοσύνην κοινωνικόν, τὴν σωφροσύνην συμφέρον, τὴν ἐγκράτειαν ἀστεῖον, τὴν εὐσέβειαν ὠφελιμώτατον, τὴν ἄλλην ἀρετὴν ὑγιεινότατόν τε καὶ σωτήριον ἀποφαίνοντες, καὶ πάλιν τὴν ἀδικίαν ἄσπονδον, τὴν ἀκολασίαν νοσερόν, τὴν ἀσέβειαν ἔκθεσμον, τὴν ἄλλην κακίαν βλαβερώτατον διεξιόντες·"],["73","καὶ ὅμως τὰ ἐναντία τοῖς λεγομένοις φρονοῦντες οὐ παύονται, ἀλλ’ ὅταν φρόνησιν καὶ σωφροσύνην καὶ δικαιοσύνην καὶ εὐσέβειαν ὑμνῶσι, τότε δὴ μάλιστα ἀφραίνοντες ἀκολασταίνοντες ἀδικοῦντες ἀσεβοῦντες πάνθ’ ὡς ἔπος εἰπεῖν ἀνθρώπεια καὶ θεῖα συγχέοντές τε καὶ ἀνατρέποντες εὑρίσκονται."],["74","πρὸς οὓς εἴποι τις ἂν ὀρθῶς, ὅπερ καὶ ὁ χρησμὸς ἔφη τῷ Κάιν· τί ἐποιήσατε; τί εἰργάσασθε αὑτοὺς ἀγαθόν; τί οἱ τοσοῦτοι περὶ ἀρετῆς λόγοι τὴν ὑμετέραν ψυχὴν ὠφέλησαν; τί τοῦ βίου μικρὸν ἢ μέγα μέρος ἐπηνωρθώσασθε; τί δ’; οὐχὶ τἀναντία διαβολὰς καθ’ αὑτῶν ἀληθεῖς ἠρανίσατε, ὅτι συνιέντες τὰ καλὰ καὶ τῷ λόγῳ φιλοσοφοῦντες ἑρμηνεῖς μὲν ἄριστοι γεγόνατε, τὰ δ’ αἴσχιστα καὶ φρονοῦντες καὶ ἐπιτηδεύοντες ἀεὶ ἁλίσκεσθε; οὐ μὴν ἔτι γε ἐν ταῖς ὑμετέραις ψυχαῖς τέθνηκε τὰ καλά, ζωπυρηθέντων κακῶν;"],["75","διὰ τοῦτο ἕκαστος ὑμῶν οὐ περίεστιν. ὥσπερ γὰρ μουσικοῦ τινος ἢ γραμματικοῦ τελευτήσαντος ἡ μὲν ἐν τοῖς ἀνδράσι μουσικὴ καὶ γραμματικὴ συνέφθαρται, αἱ δὲ τούτων ἰδέαι μένουσι καὶ τρόπον τινὰ βιοῦσιν ἰσοχρόνιοι τῷ κόσμῳ, καθ’ ἃς οἵ τε ὄντες καὶ οἱ μέλλοντες διαδοχαῖς ταῖς εἰσαεὶ μουσικοί τε καὶ γραμματικοὶ γενήσονται, οὕτως καὶ τὸ ἔν τινι φρόνιμον ἢ σῶφρον ἢ ἀνδρεῖον ἢ δίκαιον ἢ συνόλως σοφὸν ἂν ἀναιρεθῇ, οὐδὲν ἧττον ἐν τῇ τοῦ παντὸς ἀθανάτῳ φύσει φρόνησις ἀθάνατος καὶ ἀρετὴ σύμπασα ἄφθαρτος ἐστηλίτευται, καθ’ ἣν καὶ νῦν εἰσιν ἀστεῖοί τινες καὶ αὖθις γενήσονται·"],["76","εἰ μὴ καὶ ἀνθρώπου τινὸς τῶν ἐν μέρει θάνατον φθορὰν ἐργάσασθαι φήσομεν ἀνθρωπότητι, ἣν εἴτε γένος εἴτε ἰδέαν εἴτε ἐννόημα εἴθ’ ὅ τί ποτε χρὴ καλεῖν οἱ ζητητικοὶ τῶν κυρίων ὀνομάτων εἴσονται. μία σφραγὶς πολλάκις μυρίας ὅσας ἀπείρους οὐσίας τυπώσασα πάντων ἔστιν ὅτε τῶν τύπων ἐξιτήλων αὐταῖς οὐσίαις γενομένων ἐν τῇ ἑαυτῆς φύσει μηδὲν βλαβεῖσα κατὰ χώραν ἔμεινεν."],["77","εἶτ’ οὐκ οἰόμεθα τὰς ἀρετάς, κἂν πάντες οἱ χαρακτῆρες, οὓς ἐνεσημήναντο ταῖς τῶν προσεληλυθότων ψυχαῖς, ὑπὸ μοχθηρᾶς διαίτης ἤ τινος ἑτέρας ἐξ αἰτίας ἐξίτηλοι γένωνται, τὴν ἀκήρατον ἑαυτῶν καὶ ἄφθαρτον φύσιν εἰσαεὶ σχήσειν; οὐκ εἰδότες οὖν οἱ παιδείας ἀμύητοι διαφορὰς οὔθ’ ὅλων πρὸς μέρη οὔτε γενῶν πρὸς εἴδη οὔτε τὰς ἐν τούτοις ὁμωνυμίας πάντα διὰ πάντων συγχέουσι καὶ φύρουσι."],["78","διὸ πᾶς φίλαυτος, ἐπίκλησιν Κάιν, διδαχθήτω ὅτι τὸ ὁμώνυμον τοῦ Ἄβελ ἀνῄρηκε, τὸ εἶδος, τὸ μέρος, τὸν ἀπεικονισθέντα τύπον, οὐ τὸ ἀρχέτυπον, οὐ τὸ γένος, οὐ τὴν ἰδέαν, ἅπερ οἴεται μετὰ ζῴων ἄφθαρτα ὄντα συνεφθαρκέναι. λεγέτω δή τις κατακερτομῶν αὐτὸν κἀπιχλευάζων· τί πεποίηκας, ὦ κακόδαιμον; οὐχ ἣν μὲν δοκεῖς ἀνῃρηκέναι φιλόθεον δόξαν, ζῇ παρὰ θεῷ; σαυτοῦ δὲ γέγονας αὐθέντης, ᾧ μόνῳ βιοῦν ἀνυπαιτίως ἠδύνασο ἐξ ἐνέδρας ἀνελών."],["79","Πάνυ δὲ πεφώνηται καὶ πρὸς κάλλος ἑρμηνείας καὶ πρὸς νοημάτων εὕρεσιν τὰ ἐπιλεγόμενα ταῦτα· „φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς “(Gen. 4, 10). ἡ μὲν οὖν κατὰ τὴν φράσιν ὑψηγορία πᾶσι τοῖς μὴ λόγων ἀμυήτοις γνώριμος· τὰ δ’ ἐμφαινόμενα νοήματα, ὡς ἂν οἷοί τε ὦμεν, ἐπισκεψώμεθα, καὶ πρότερόν γε περὶ τοῦ αἵματος."],["80","πολλαχοῦ μὲν γὰρ τῆς νομοθεσίας οὐσίαν τῆς ψυχῆς ἀποφαίνεται τὸ αἷμα λέγων ἄντικρυς· „ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμά ἐστιν “(Lev. 17, 11 al.)· ὁπότε δὲ πρῶτον μετὰ τὴν οὐρανοῦ καὶ γῆς καὶ τῶν μεταξὺ γένεσιν ἐδημιούργει τὸν ἄνθρωπον ὁ ζῳοπλάστης, φησὶν ὅτι „ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνεῦμα ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν “(Gen. 2, 7), πάλιν διὰ τούτου παριστάς, ὅτι πνεῦμά ἐστιν ἡ ψυχῆς οὐσία."],["81","καὶ μὴν τῶν ἐξ ἀρχῆς ὑποθέσεων ἄκρως εἴωθε διαμεμνῆσθαι, τὰ ἀκόλουθα καὶ ὁμολογούμενα τοῖς προτέροις δικαιῶν ἐφαρμόττειν· οὐκ ἂν οὖν πνεῦμα ψυχῆς οὐσίαν προειπὼν αἷμα διαφέρον σῶμά τι αὖθις ἔλεγεν, εἰ μὴ πρός τι τῶν ἀναγκαιοτάτων καὶ συνεκτικωτάτων τὴν ἀναφορὰν ἐποιεῖτο. τί οὖν λεκτέον;"],["82","ἕκαστον ἡμῶν κατὰ τὰς προσεχεῖς τομὰς ἀριθμῷ δύο εἶναι συμβέβηκε, ζῷόν τε καὶ ἄνθρωπον· ἑκατέρῳ δὲ τούτων συγγενὴς δύναμις τῶν κατὰ ψυχὴν ἀποκεκλήρωται, τῷ μὲν ἡ ζωτική, καθ’ ἣν ζῶμεν, τῷ δ’ ἡ λογική, καθ’ ἣν λογικοὶ γεγόναμεν· τῆς μὲν οὖν ζωτικῆς μετέχει καὶ τὰ ἄλογα, τῆς δὲ λογικῆς οὐ μετέχει μέν, ἄρχει δὲ ὁ θεός, ἡ τοῦ πρεσβυτάτου λόγου πηγή."],["83","ἡ μὲν οὖν κοινὴ πρὸς τὰ ἄλογα δύναμις οὐσίαν ἔλαχεν αἷμα, ἡ δὲ ἐκ τῆς λογικῆς ἀπορρυεῖσα πηγῆς τὸ πνεῦμα, οὐκ ἀέρα κινούμενον, ἀλλὰ τύπον τινὰ καὶ χαρακτῆρα θείας δυνάμεως, ἣν ὀνόματι κυρίῳ Μωυσῆς εἰκόνα καλεῖ, δηλῶν ὅτι ἀρχέτυπον μὲν φύσεως λογικῆς ὁ θεός ἐστι, μίμημα δὲ καὶ ἀπεικόνισμα ἄνθρωπος, οὐ τὸ διφυὲς ζῷον, ἀλλὰ τὸ τῆς ψυχῆς ἄριστον εἶδος, ὃ νοῦς καὶ λόγος κέκληται."],["84","διὰ τοῦτο σαρκὸς μὲν ψυχήν φησι τὸ αἷμα, εἰδὼς ὅτι ἡ σαρκῶν φύσις νοῦ μὲν οὐ μεμοίραται, ζωῆς δὲ καθάπερ καὶ ὅλον ἡμῶν τὸ σῶμα μετέχει, ἀνθρώπου δὲ ψυχὴν πνεῦμα ὀνομάζει, ἄνθρωπον οὐ τὸ σύγκριμα καλῶν, ὡς ἔφην, ἀλλὰ τὸ θεοειδὲς ἐκεῖνο δημιούργημα, ᾧ λογιζόμεθα, οὗ τὰς ῥίζας εἰς οὐρανὸν ἔτεινε καὶ τῆς ὑστάτης τῶν λεγομένων ἀπλανῶν ἁψῖδος ἐξῆψε."],["85","μόνον γὰρ δὴ τῶν ἐπὶ γῆς φυτὸν οὐράνιον ὁ θεὸς ἄνθρωπον εἰργάσατο, τῶν μὲν ἄλλων τὰς κεφαλὰς πηξάμενος ἐν χέρσῳ— κατωκάρα γὰρ πάντα—, ἀνθρώπου δὲ εἰς τὸ ἄνω προαγαγών, ἵνα τὰς τροφὰς ὀλυμπίους καὶ ἀφθάρτους ἀλλὰ μὴ γεώδεις καὶ φθαρτὰς ἔχοι· παρὸ καὶ τοῦ σώματος ἡμῶν τὸ μὲν ὅσον ἀναισθητότατον πλεῖστον ἀποστήσας λογισμοῦ τὰς βάσεις γῇ προσερρίζου, τὰς δὲ νοῦ δορυφόρους αἰσθήσεις καὶ αὐτὸν ἐκεῖνον πορρωτάτω μὲν τῶν περὶ γῆν ἐξῴκισε, ταῖς δὲ ἀέρος καὶ οὐρανοῦ περιόδοις ἀφθάρτοις οὔσαις ἐνεδήσατο."],["86","μηκέτ’ οὖν ἀπορῶμεν, πῶς ἔννοιαν ἔλαβεν ἄνθρωπος θεοῦ τοῦ ἀειδοῦς, οἱ Μωυσέως γνώριμοι· τὴν γὰρ αἰτίαν χρησμῷ μαθὼν αὐτὸς ἡμῖν ὑφηγήσατο. ἔλεγε δὲ ὧδε· ψυχὴν οὐδεμίαν τῷ σώματι ὁ ποιῶν εἰργάζετο ἱκανὴν ἐξ ἑαυτῆς τὸν ποιητὴν ἰδεῖν, λογισάμενος δὲ μεγάλα ὀνήσειν τὸ δημιούργημα, εἰ λάβοι τοῦ δημιουργήσαντος ἔννοιαν— εὐδαιμονίας γὰρ καὶ μακαριότητος ὅρος οὗτος—, ἄνωθεν ἐνέπνει τῆς ἰδίου θειότητος· ἡ δ’ ἀόρατος ἀοράτῳ ψυχῇ τοὺς ἑαυτῆς τύπους ἐνεσφαγίζετο, ἵνα μηδ’ ὁ περίγειος χῶρος εἰκόνος ἀμοιρήσῃ θεοῦ."],["87","τὸ δ’ ἀρχέτυπον οὕτως ἦν ἄρα ἀειδές, ὥστε καὶ ἡ εἰκὼν οὐχ ὁρατή, τυπωθεῖσα μέντοι κατὰ τὸ παράδειγμα οὐκέτι θνητὰς ἀλλ’ ἀθανάτους ἐννοίας ἐδέχετο· πῶς γὰρ ἂν θνητὴ φύσις μένειν ἅμα καὶ ἀποδημεῖν ἠδύνατο ἢ τὰ ἐνταῦθα καὶ τὰ ἑτέρωθι καθορᾶν ἢ θάλατταν μὲν περιπλεῖν ἅπασαν, γῆν δὲ ἄχρι περάτων ἐπέρχεσθαι, ἢ νόμων καὶ ἐθῶν ἢ συνόλως πραγμάτων καὶ σωμάτων ἐφάπτεσθαι; ἢ δίχα τῶν ἐπιγείων καὶ τὰ μετάρσια καταλαμβάνειν, ἀέρα καὶ τροπὰς αὐτοῦ καὶ καιρῶν ἰδιότητας καὶ ὅσα ταῖς ἐτησίοις ὥραις καινουργούμενά τε κἀξ ἔθους ἀποτελεῖται;"],["88","ἢ πάλιν δι’ ἀέρος εἰς οὐρανὸν ἀπὸ γῆς ἀνίπτασθαι καὶ τὰς ἐν οὐρανῷ φύσεις ἐξετάζειν, ὡς ἔχουσιν, ὡς κινοῦνται, τίνες ὅροι τῆς κινήσεως ἀρχῆς καὶ τέλους αὐταῖς, πῶς ἀλλήλαις τε καὶ τῷ παντὶ κατά τι συγγενείας δίκαιον ἁρμόζονται; τέχνας τε καὶ ἐπιστήμας ἐπινοῆσαι, ὅσαι τά τε ἐκτὸς δημιουργοῦσι καὶ τὰ περὶ σῶμα καὶ ψυχήν, ὡς ἑκάτερον βελτιωθήσεται, πραγματεύονται, καὶ μυρία ἄλλα, ὧν οὔτε ἀριθμὸν οὔτε φύσιν λόγῳ περιλαβεῖν εὔπορον;"],["89","μόνον γὰρ αὐτὸ τῶν παρ’ ἡμῖν ὁ νοῦς ἅτε πάντων ὠκυδρομώτατος καὶ τὸν χρόνον, ἐν ᾧ γίνεσθαι δοκεῖ, φθάνει καὶ παραμείβεται, κατὰ ἀοράτους δυνάμεις ἀχρόνως τοῦ τε παντὸς καὶ μερῶν καὶ τῶν τούτων αἰτίων ἐπιψαύων. ἤδη δὲ οὐ μόνον ἄχρι τῶν γῆς καὶ θαλάττης ἀλλὰ καὶ ἀέρος καὶ οὐρανοῦ περάτων ἐλθὼν οὐδ’ ἐνταῦθα ἔστη, βραχὺν ὅρον τοῦ συνεχοῦς καὶ ἀπαύστου δρόμου νομίσας τὸν κόσμον εἶναι, προσωτέρω δὲ χωρῆσαι γλιχόμενος καὶ τὴν ἀκατάληπτον θεοῦ φύσιν, ὅτι μὴ πρὸς τὸ εἶναι μόνον, καταλαβεῖν, ἢν δύνηται."],["90","πῶς οὖν εἰκὸς βραχὺν οὕτως ὄντα τὸν ἀνθρώπινον νοῦν μήνιγγι ἢ καρδίᾳ, βραχέσιν ὄγκοις, ἐγκατειλημμένον μέγεθος οὐρανοῦ καὶ κόσμου χωρῆσαι τοσοῦτον, εἰ μὴ τῆς θείας καὶ εὐδαίμονος ψυχῆς ἐκείνης ἀπόσπασμα ἦν οὐ διαιρετόν; τέμνεται γὰρ οὐδὲν τοῦ θείου κατ’ ἀπάρτησιν, ἀλλὰ μόνον ἐκτείνεται. διὸ μεμοιραμένος τῆς ἐν τῷ παντὶ τελειότητος, ὅταν ἐννοῇ κόσμον, τοῖς πέρασι τοῦ παντὸς συνευρύνεται ῥῆξιν οὐ λαμβάνων· ὁλκὸς γὰρ ἡ δύναμις αὐτοῦ."],["91","Ταῦτα μὲν οὖν ὡς ἐν βραχέσιν εἰρήσθω περὶ οὐσίας ψυχῆς. τὸ δὲ „φωνὴν αἵματος βοᾶν “(Gen. 4, 10) κατ’ ἀκόλουθον οὕτως ἀποδώσομεν. τῆς ἡμετέρας ψυχῆς τὸ μὲν ἄφωνόν ἐστι, τὸ δὲ φωνῆεν· τὸ μὲν ἄλογον ἄφωνον, φωνῆεν δ’ ὅσον λογικόν, ὃ δὴ μόνον ἔννοιαν εἴληφε θεοῦ· τοῖς γὰρ ἄλλοις μέρεσιν οὔτε θεὸν οὔτε τι νοητὸν καταλαβεῖν δυνάμεθα."],["92","τῆς οὖν ζωτικῆς δυνάμεως, ἧς τὸ οὐσιῶδες αἷμα, μοῖρά τις ἐξαίρετον ἔσχε γέρας φωνὴν καὶ λόγον, οὐ τὸ διὰ στόματος καὶ γλώττης ῥέον νᾶμα, ἀλλὰ τὴν πηγήν, ἀφ’ ἧς αἱ τοῦ προφορικοῦ δεξαμεναὶ πληροῦσθαι πεφύκασιν· ἡ δὲ πηγὴ νοῦς ἐστι, δι’ οὗ τὰς πρὸς τὸν ὄντα ἐντεύξεις καὶ ἐκβοήσεις τῇ μὲν ἑκόντες τῇ δὲ καὶ ἄκοντες ἀναφθεγγόμεθα."],["93","ὁ δὲ ἅτε ἀγαθὸς ὢν καὶ ἵλεως τοὺς ἱκέτας οὐκ ἀποστρέφεται, καὶ μάλισθ’ ὅταν ἐπὶ τοῖς Αἰγυπτίοις ἔργοις καὶ πάθεσι στενάζοντες ἀψευδῶς καὶ ἀπλάστως ἐκβοῶσι· τότε γὰρ ἀναβαίνειν φησὶ Μωυσῆς τοὺς λόγους αὐτῶν πρὸς τὸν θεόν (Exod. 2, 23), τὸν δὲ ἐπακούσαντα ῥύεσθαι τῶν παρεστώτων κακῶν·"],["94","ταῦτα δὲ πάντα γίνεσθαι, ὅταν ὁ βασιλεὺς Αἰγύπτου τελευτήσῃ· τὸ παραδοξότατον· εἰκὸς γὰρ ἦν ἀποθανόντος τυράννου χαίρειν καὶ γεγηθέναι τοὺς τυραννουμένους· ἀλλὰ τότε λέγονται στενάζειν· „μετὰ γὰρ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου, καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραήλ “(ibid.)."],["95","πρὸς μὲν οὖν τὸ ῥητὸν ἡ λέξις τὸ εὔλογον οὐ περιέχει, πρὸς δὲ τὰς ἐν ψυχῇ δυνάμεις τὸ κατ’ αὐτὴν ἀκόλουθον εὑρίσκεται. ὁ γὰρ ἀνασκιδνὰς καὶ ἀπορρίπτων τὰς περὶ τῶν καλῶν δόξας ὅταν ἐν ἡμῖν ζωπυρῆται Φαραὼ καὶ ὑγιαίνειν δοκῇ, εἰ δή τινα τῶν φαύλων ὑγιαίνειν λεκτέον, τὴν ἡδονὴν ἀποδεχόμεθα ἐγκράτειαν πέραν ὅρων ἐλαύνοντες· ὅταν δὲ ἀπόκρατος γένηται καὶ τρόπον τινὰ τελευτήσῃ ὁ τοῦ βδελυρῶς καὶ ἀσελγῶς ζῆν αἴτιος, τὸν σώφρονα ἐναυγασθέντες βίον μετακλαίομεν καὶ μεταστένομεν τῆς παλαιᾶς διαίτης ἑαυτούς, ὅτι ἡδονὴν ἀρετῆς προτιμήσαντες θνητὸν βίον ἀθανάτῳ ἐπεζεύξαμεν· λαβὼν δ’ οἶκτον τῆς συνεχοῦς ἡμῶν ὀλοφύρσεως ὁ μόνος εὐμενὴς προσίεται ψυχὰς ἱκέτιδας, τὸν δὲ ἐπισεισθέντα τῶν παθῶν Αἰγύπτιον σκηπτὸν ῥᾳδίως ἀπωθεῖται."],["96","Τῷ δὲ μὴ δεχομένῳ μετάνοιαν Κάιν δι’ ὑπερβολὴν ἄγους ἀδελφοκτονίας οἰκειοτάτας ἀρὰς τίθεται· πρῶτον μὲν γάρ φησιν αὐτῷ· „καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς “(Gen. 4, 11), δηλῶν πρῶτον ὅτι οὐχὶ νῦν ὅτε ἐδολοφόνησεν ἐναγὴς καὶ ἐπάρατός ἐστιν, ἀλλὰ καὶ πρότερον ὅτε ἐβούλευσε τὸν φόνον, τῆς γνώμης ἴσον τῷ τελείῳ δυναμένης."],["97","ἕως μὲν γὰρ τὰ αἰσχρὰ μόνον ἐννοοῦμεν κατὰ ψιλὴν τοῦ νοῦ φαντασίαν, τότε τῆς διανοίας οὔκ ἐσμεν ὕποχοι, δύναται γὰρ καὶ ἀκουσίως ἡ ψυχὴ τρέπεσθαι· ὅταν δὲ προσγένηται τοῖς βουλευθεῖσιν ἡ πρᾶξις, ὑπαίτιον γίνεται καὶ τὸ βουλεύσασθαι, τὸ γὰρ ἑκουσίως διαμαρτάνειν ταύτῃ μάλιστα διαγνωρίζεται."],["98","κατάρατον δέ φησι τὸν νοῦν οὐκ ἀπ’ ἄλλου τινὸς ἢ ἀπὸ τῆς γῆς ἔσεσθαι· τῶν γὰρ χαλεπωτάτων αὐτοῦ συμφορῶν τὸ περὶ ἕκαστον ἡμῶν γεῶδες αἴτιον εὑρίσκεται· τὸ γοῦν σῶμα ἢ νόσῳ χρησάμενον τὰς ἀφ’ ἑαυτοῦ προσβαλὸν κῆρας ἄσης καὶ ἀδημονίας αὐτὸν ἐνέπλησεν ἢ πιανθὲν ἀμέτρως ἀπολαύσει ἡδονῶν ἀμβλυτέρας τὰς εἰς τὸ καταλαμβάνειν ἀκμὰς ἀπειργάσατο."],["99","καὶ μὲν δὴ ἑκάστη τῶν αἰσθήσεων δεκτικὴ βλάβης ἐστίν· ἢ γὰρ κάλλος ἰδὼν ἔρωτος ἐτρώθη δεινοῦ πάθους βέλεσιν ἢ θάνατον ἀκούσας γένει προσήκοντός τινος ὑπὸ λύπης ἐκάμφθη· πολλάκις δὲ καὶ γεῦσις αὐτὸν κατέβαλεν ἀηδέσι χυλοῖς αἰκισαμένη ἢ πλήθει ἡδέων βαρύνασα· τῶν μὲν γὰρ πρὸς συνουσίαν οἴστρων τί δεῖ μεμνῆσθαι; πόλεις ὅλας καὶ χώρας καὶ κλίματα μεγάλα γῆς οὗτοι διέφθειραν, ὧν μάρτυς ἡ ποιητῶν καὶ συγγραφέων"],["100","πληθὺς σχεδὸν ἅπασα. τὸν δὲ τρόπον, καθ’ ὃν ἀπὸ τῆς γῆς κατάρατος ὁ νοῦς γίνεται, προσυπογράφει λέγων· „ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου “(Gen. 4, 11). χαλεπὸν γὰρ διοιχθῆναί τε καὶ ἀνευρυνθῆναι τὰ τῶν αἰσθήσεων στόμια, ὡς ἀχανέσιν αὐτοῖς τὴν τῶν αἰσθητῶν φορὰν ποταμοῦ πλημμυροῦντος δίκην ἐπιχεῖσθαι, μηδενὸς τὴν βίαιον ὁρμὴν ἀνωθοῦντος· τότε γὰρ ἐγκαταποθεὶς ὁ νοῦς τοσούτῳ κλύδωνι βύθιος εὑρίσκεται, μηδ’ ὅσον ἀνανήξασθαι καὶ ὑπερκῦψαι δυνάμενος."],["101","ἀλλὰ χρὴ τούτων ἑκάστῳ καταχρῆσθαι μὴ πρὸς ἃ δύναται μᾶλλον ἢ πρὸς τὰ βέλτιστα· δύναται μὲν γὰρ πάνθ’ ὁρᾶν χρώματα καὶ σχήματα ἡ ὄψις, ἀλλ’ ὁράτω τὰ φωτός, μὴ σκότους, ἄξια· δύναται δὲ καὶ τὸ οὖς πασῶν ἀντιλαμβάνεσθαι φωνῶν, ἀλλ’ ἐνίων παρακουέτω, μυρία γὰρ τῶν λεγομένων αἰσχρά· μηδ’ ὅτι γεύσεώς σοι μεταδέδωκεν ἡ φύσις, ὦ τετυφωμένε, τρόπον αἰθυίης πάντων ἀπλήστως ἐμφοροῦ· πολλὰ γὰρ τῶν οὐ τροφίμων μόνον ἀλλὰ καὶ περιττῶν νόσους μετὰ χαλεπῆς ὠδῖνος ἔτεκε·"],["102","μηδ’ ὅτι μερῶν τῶν πρὸς γονὰς ἠξιώθης ἕνεκα τῆς διαμονῆς τοῦ παντός, φθορὰς καὶ μοιχείας καὶ τὰς ἄλλας οὐκ εὐαγεῖς μίξεις μετέρχου, ἀλλ’ ὅσαι μετὰ νόμου τὸ ἀνθρώπων σπείρουσί τε καὶ φυτεύουσι γένος· μηδ’ ὅτι γλώττης καὶ στόματος καὶ φωνητηρίων ὀργάνων μεμοίρασαι, πάντ’ ἐκλάλει, καὶ τὰ ἄρρητα· τὸ γὰρ ἐχεμυθεῖν ἔστιν ὅπου χρήσιμον, καί μοι δοκοῦσιν οἱ μαθόντες λέγειν μεμαθηκέναι καὶ ἡσυχάζειν, τῆς αὐτῆς δυνάμεως περιποιούσης ἑκάτερον, οἱ δ’ ὅσα μὴ προσῆκε διεξιόντες οὐ δύναμιν λόγων ἀλλ’ ἡσυχίας ἀσθένειαν ἐπιδείκνυσθαι."],["103","διὸ σπουδάζωμεν ἕκαστον τῶν εἰρημένων στομίων καταδεῖν τοῖς ἀρρήκτοις ἐγκρατείας δεσμοῖς· „ὅσα γὰρ οὐχὶ δεσμῷ καταδεῖται “φησὶ Μωυσῆς ἐν ἑτέροις (Num. 19, 15) „ἀκάθαρτα εἶναι, “ὡς ἂν τοῦ κεχαλάσθαι καὶ κεχηνέναι καὶ λελύσθαι τὰ ψυχῆς μέρη κακοδαιμονίας αἰτίου, τοῦ δὲ συνῆχθαι καὶ συνεσφίγχθαι ὀρθὸν καὶ βίον καὶ λόγον ἐργαζομένου. τὸν ἄθεον οὖν καὶ ἀσεβῆ Κάιν δεόντως καταρᾶται, ὅτι τοὺς φωλεοὺς τοῦ συγκρίματος διοίξας ἐπικέχηνε πᾶσι τοῖς ἐκτός, εὐχόμενος δι’ ἀπληστίαν δέξασθαί τε αὐτὰ καὶ χωρῆσαι ἐπ’ ὀλέθρῳ τοῦ φιλοθέου δόγματος Ἄβελ."],["104","Ἐργάσεται διὰ τοῦτο τὴν γῆν (Gen. 4, 12), οὐ γεωργήσει· γεωργὸς μὲν γὰρ πᾶς τεχνίτης, ὅτι τέχνη καὶ ἡ γεωργία, πολλοὶ δὲ τῶν ἰδιωτῶν γεωπόνοι τὴν ἄνευ ἐμπειρίας ἕνεκα τῶν ἀναγκαίων μετιόντες ὑπηρεσίαν· οὗτοι μὲν οὖν ἐν οἷς δρῶσι πολλὰ βλάπτουσιν ἐπιστάτου μὴ τυχόντες· ἃ δ’ ἂν καὶ εὖ ἐργάσωνται, κατὰ τύχην, οὐ σὺν λόγῳ, κατορθοῦσι· τὰ δὲ τῶν γεωργῶν τὰ μετ’ ἐπιστήμης ἐνεργούμενα πάντ’ ἐστὶν ἐξ ἀνάγκης ὠφέλιμα."],["105","τούτου χάριν ὁ νομοθέτης τῷ δικαίῳ Νῶε τὴν γεωργικὴν ἀνῆψε τέχνην (Gen. 9, 20), ἐκδιδάσκων ὅτι καθάπερ γεωργὸς ἀγαθὸς ὁ σπουδαῖος τῆς τε ἀγρίας ὕλης τὰ μὲν ὅσα βλαβερὰ ἔρνη πρὸς παθῶν ἢ κακιῶν φυτευθέντα ἐκκόπτει, τὰ δ’ ὅσα μὴ καρποτόκα μὲν δύναται δὲ ἀντὶ τείχους φραγμὸς εἶναι ψυχῆς ὀχυρώτατος ἐᾷ, καὶ πάλιν αὖ τῆς ἡμέρου πάσης κατὰ διαφέροντας καὶ οὐχὶ τοὺς αὐτοὺς τρόπους ἐπιμελεῖται, τῶν μὲν ἀφαιρῶν, τοῖς δὲ προστιθείς, καὶ τὰ μὲν εἰς μέγεθος αὔξων, τὰ δὲ εἰς βραχύτητα συντέμνων·"],["106","ἤδη δὲ καὶ ἄμπελον ἰδὼν εὐθηνοῦσαν τὰς κληματίδας ἔτεινε κατὰ γῆς, τάφρους ὀρυξάμενος καὶ τὸν χοῦν αὖθις ἐπενεγκών· αἱ δ’ ἀντὶ μερῶν ὅλαι καὶ ἀντὶ θυγατέρων μητέρες οὐκ εἰς μακρὰν ἐγίνοντο, ἔτι καὶ τῆς φύσει μητρὸς ἀποδύσασαι τὸ γῆρας· παυσαμένη γὰρ τοῦ διανέμειν καὶ κατακερματίζειν τὴν τροφὴν πολλοῖς ἐκγόνοις ἅτε ἱκανοῖς γεγονόσιν ἐξ ἑαυτῶν τρέφεσθαι, παρ’ ἣν αἰτίαν λιμώττουσα ἠσθένει, μόλις διακορὴς ἐγένετο, ὡς πιανθεῖσαν πάλιν ἀνηβῆσαι."],["107","ἕτερον δὲ ἐθεασάμην, ὃς τῶν ἡμέρων δένδρων οὐκ εὐγενὲς ὃ μὲν ὑπερεῖχε τῆς γῆς ἔρνος ἔτεμε, μικρὸν δ’ ὅσον πρὸς αὐταῖς ῥίζαις ἀνέχον εἴασε, λαβὼν δ’ ἀπ’ εὐγενοῦς ἑτέρου κλάδον εὐφυᾶ τὸν μὲν ἄχρι τῆς ἐντεριώνης καθ’ ἓν μέρος ἀπέξεσε, τὸ δὲ πρὸς ταῖς ῥίζαις οὐ κατὰ πολλοῦ βάθους ἐντεμών, ἀλλ’ ὥστε διαστῆσαι μόνον τὴν ἕνωσιν, τὸ ἀπεξεσμένον ὑπενεγκὼν ἐνηρμόσατο τῷ διαστήματι·"],["108","ἐξ ὧν ἀμφοτέρων μία δένδρου φύσις ἡνωμένη γίνεται, ἑκατέρου μέρους ἀντίδοσιν τῆς ὠφελείας θατέρῳ ποιουμένου· αἱ μὲν γὰρ ῥίζαι τὸν ἐφαρμοσθέντα τρέφουσι καὶ κωλύουσιν ἀφαυαίνεσθαι κλάδον, ὁ δ’ εὐκαρπίαν ἀμοιβὴν τροφῆς ἀντιχαρίζεται ταύταις. ἔστι δὲ καὶ ἄλλα μυρία τῶν κατὰ γεωργίαν τεχνικὰ ἔργα, ὧν περιττὸν ἐν τῷ παρόντι μεμνῆσθαι· τοῦ γὰρ διαφορὰν ἐνδείξασθαι μόνον ἐργάτου γῆς καὶ γεωργοῦ χάριν ταῦτ’ ἐμηκύναμεν."],["109","ὁ μὲν δὴ φαῦλος τὸ γεῶδες σῶμα καὶ τὰς συγγενεῖς αἰσθήσεις αὐτῷ καὶ ὅσα ἐκτὸς αἰσθητὰ ἐργαζόμενος ἀτέχνως οὐ παύεται, καὶ βλάπτει μὲν τὴν παναθλίαν ψυχὴν ἑαυτοῦ, βλάπτει δὲ καὶ ὃ δοκεῖ μάλιστα ὠφελεῖν τὸ ἴδιον σῶμα· τῷ δὲ σπουδαίῳ— τέχνης γὰρ ἔμπειρος γεωργικῆς ἐστιν— ἡ ὕλη πᾶσα τεχνικῶς καὶ σὺν λόγῳ μεθοδεύεται."],["110","ὅταν μέν γε αἱ αἰσθήσεις ἐξυβρίζωσι πρὸς τὰ ἐκτὸς αἰσθητὰ μετὰ ἀκατασχέτου ῥύμης ἐκφερόμεναι, μηχανῇ τινι ὧν ἡ τέχνη κατεσκευάσατο ῥᾳδίως στέλλονται· ὅταν δὲ παλμῶδες ἐν ψυχῇ πάθος ὠμὸν γένηται κνησμοὺς καὶ γαργαλισμοὺς ἐξ ἡδονῆς καὶ ἐπιθυμίας ἢ πάλιν δηγμούς τε καὶ πτοίας ἐκ φόβου καὶ λύπης ἐμποιοῦν, προευτρεπισθέντι σωτηρίῳ πεπαίνεται φαρμάκῳ· καὶ μὴν εἴ τις ἐπινεμομένη κακία μηκύνεται, τῆς ἐν σώματι ἑρπηνώδους ἀδελφὴ νόσου, λόγῳ τομεῖ τῷ κατ’ ἐπιστήμην τέμνεται."],["111","τὸν μὲν δὴ τρόπον τοῦτον τὰ τῆς ἀγρίας ὕλης τιθασεύεται, τῶν δ’ ἡμέρων καὶ καρποτόκων ἀρετῶν τὰ φυτὰ πάντα βλαστὰ μὲν ἔχει τὰ ἐπιτηδεύματα, καρπὸν δὲ τὰς καλὰς πράξεις· ὧν ἕκαστον ἡ γεωργικὴ ψυχῆς τέχνη συναύξει καὶ τό γε ἐφ’ ἑαυτὴν ἧκον μέρος ἀπαθανατίζει ταῖς ἐπιμελείαις."],["112","Ἐναργῶς οὖν ἐπιδέδεικται γεωργὸς μὲν ὁ ἀστεῖος, γεωπόνος δὲ ὁ φαῦλος. καὶ εἴθε μέντοι γεωπονοῦντι αὐτῷ προσετίθει τὴν ἰσχὺν τὸ περὶ αὐτὸν γεῶδες, ἀλλὰ μὴ καὶ τῆς οὔσης ὑφῄρει δυνάμεως· λέγεται γὰρ ὅτι „οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι “(Gen. 4, 12)· ὁποῖός τις ἂν γένοιτο ἄνθρωπος ἐσθίων μὲν ἢ πίνων ἀεί,"],["113","ἐμπιπλάμενος δὲ μηδέποτε, ἢ ταῖς μετὰ γαστέρα χρώμενος ἡδοναῖς ἐπαλλήλοις καὶ ἔτι ταῖς πρὸς συνουσίαν ὀρέξεσιν ἀκμάζων· ἡ μὲν γὰρ ἔνδεια ἀσθένειαν, ἰσχὺν δ’ ἡ πλήρωσις ἀπεργάζεται· τὸ δ’ ἀκόρεστον ὁ μετ’ ἀφθονίας τῶν ἐπιτηδείων σὺν ἀκρασίᾳ δεινῇ λιμός ἐστιν· ἄθλιοι δ’ ὧν μεστοὶ μὲν οἱ ὄγκοι, κεναὶ δ’ αἱ ἐπιθυμίαι καὶ ἔτι διψῶσαι."],["114","ἀλλὰ τοὺς ἐραστὰς ἐπιστήμης ἐν ᾠδῇ μεγάλῃ φησὶν ὅτι „ἀνεβίβασεν ἐπὶ τὴν ἰσχὺν τῆς γῆς, καὶ ἐψώμισε γεννήματα ἀγρῶν„ (Deut. 32, 13), δηλῶν ὅτι ὁ μὲν ἄθεος ἀτυχεῖ τοῦ τέλους, ἵνα μᾶλλον ὀδυνᾶται, μὴ προστιθεμένης ἰσχύος οἷς ἐνεργεῖ, τοὐναντίον δ’ ὑφαιρουμένης, οἱ δὲ μετιόντες ἀρετὴν ὑπεράνω τῶν ὅσα γεώδη καὶ θνητὰ ἱστάμενοι τοῦ κράτους αὐτῶν κατὰ πολλὴν περιουσίαν ἀλογοῦσιν, ἅτε ἡγεμόνι χρησάμενοι τῆς ἀνόδου θεῷ, ὃς καὶ τὰ γεννήματα τῶν ἀγρῶν εἰς ἀπόλαυσιν καὶ χρῆσιν ὠφελιμωτάτην αὐτοῖς ὀρέγει, τὰς μὲν ἀρετὰς ἀγροῖς, ἃ δ’ ἀποκύουσι γεννήμασι παρὰ τὴν γένεσιν ἀπεικάζων· γίνεται μὲν γὰρ ἐκ φρονήσεως τὸ φρονεῖν, ἐκ δὲ σωφροσύνης τὸ σωφρονεῖν, ἐκ δὲ εὐσεβείας τὸ εὐσεβεῖν, καὶ ἀφ’"],["115","ἑκάστης τῶν ἄλλων τὸ κατ’ αὐτὴν ἐνέργημα. ταῦτα δὲ ψυχῆς τροφαὶ κυρίως εἰσὶ τῆς θηλάζειν ἱκανῆς, ὡς ὁ νομοθέτης φησί, „μέλι ἐκ πέτρας καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας “(ibid.), πέτραν τὴν στερεὰν καὶ ἀδιάκοπον ἐμφαίνων σοφίαν θεοῦ, τὴν τροφὸν καὶ τιθηνοκόμον καὶ κουροτρόφον τῶν ἀφθάρτου διαίτης ἐφιεμένων."],["116","αὕτη γὰρ οἷα μήτηρ τῶν ἐν κόσμῳ γενομένη τὰς τροφὰς ἐξ ἑαυτῆς εὐθὺς ἤνεγκε τοῖς ἀποκυηθεῖσιν· ἀλλ’ οὐχ ἅπαντα τροφῆς θείας ἠξιώθη, τὰ δ’ ὅσα τῶν ἐκγόνων ἐπάξια τῶν γεννησάντων εὑρίσκετο· πολλὰ γὰρ ἔσθ’ ἃ λιμὸς ἀρετῆς, ὁ τοῦ περὶ τὰ σιτία καὶ ποτὰ σχετλιώτερος, διέφθειρε."],["117","φέρεται δ’ ἡ τῆς θείας σοφίας πηγὴ τοτὲ μὲν ἠρεμαιοτέρῳ καὶ πρᾳοτέρῳ ῥεύματι, τοτὲ δὲ αὖ μετ’ ὀξυτέρου τοῦ τάχους καὶ πλείονος φορᾶς τε καὶ ῥύμης· ὅταν μὲν οὖν ἠρέμα κατέρχηται, μέλιτος γλυκαίνει τὸν τρόπον, ὅταν δὲ μετ’ ὠκύτητος, ἀθρόα ὕλη καθάπερ ἔλαιον ψυχικοῦ γίνεται φωτός."],["118","τὴν πέτραν ταύτην ἑτέρωθι συνωνυμίᾳ χρώμενος καλεῖ μάννα, τὸν πρεσβύτατον τῶν ὄντων λόγον θεῖον, ὃς ὀνομάζεται τὸ γενικώτατον τί, ἀφ’ οὗ δύο ἐγκρίδες, ἡ μὲν ἐκ μέλιτος, ἡ δὲ ἐξ ἐλαίου, γίνονται, τουτέστιν ἀγωγαὶ δύο σφόδρα ἀδιάκριτοι καὶ σπουδῆς ἄξιαι, κατ’ ἀρχὰς μὲν γλυκύτητα ἐμποιοῦσαι τῶν ἐπιστήμης θεωρημάτων, αὖθις δὲ καὶ φῶς τηλαυγέστατον ἀπαστράπτουσαι τοῖς μὴ ἁψικόρως κραταιῶς δὲ καὶ παγίως ἐξ ἀδιαστάτου καὶ συνεχοῦς ἐπιμονῆς ἐλλαμβανομένοις ὧν ἐρῶσιν. οὗτοι μὲν οὖν, ὡς ἔφην, „ἐπὶ τὴν ἰσχὺν τῆς γῆς ἀναβιβάζονται “(Deut. 32, 13)."],["119","Τῷ δὲ ἀθέῳ Κάιν οὐδὲν ἡ γῆ τῶν εἰς εὐτονίαν προστίθησι, καίτοι μηδὲν ἔξω τῶν περὶ αὐτὴν πραγματευομένῳ. διὸ καὶ κατ’ ἀκόλουθον „στένων καὶ τρέμων ἐπὶ τῆς γῆς “εὑρίσκεται (Gen. 4, 12), τουτέστι λύπῃ καὶ φόβῳ χρώμενος. τοιοῦτος δ’ ὁ φαῦλος κακοδαίμονος βίος, τῶν τεττάρων παθῶν τὰ ὀδυνηρότερα ἀποκεκληρωμένος φόβον τε καὶ λύπην, τὴν μὲν τοῦ στένειν, τὸν δὲ τοῦ τρέμειν συνώνυμον· ἀνάγκη γὰρ ἢ παρεῖναί τι κακὸν ἢ μέλλειν γε τῷ τοιούτῳ· τοῦ μὲν οὖν μέλλοντος ἡ προσδοκία φόβον, τοῦ δὲ παρόντος ἡ χρῆσις λύπην ἐγέννησεν."],["120","ἀλλ’ ὅ γε μετιὼν ἀρετὴν ἐν εὐπαθείαις ἀναλογούσαις ἐξετάζεται· ἢ γὰρ περιπεποίηται τἀγαθὸν ἢ περιποιήσεται· τὸ μὲν οὖν ἔχειν ἀποτελεῖ χαράν, κτημάτων τὸ κάλλιστον, τὸ δὲ σχήσειν προσδοκᾶν τὴν τροφὴν φιλαρέτων ψυχῶν ἐλπίδα, δι’ ἣν ὄκνον μεθιέμενοι σὺν αὐτοκελεύστῳ ἑτοιμότητι πρὸς τὰ καλὰ τῶν ἔργων ἀπαντῶμεν."],["121","ᾗ μὲν οὖν ἀποκεκύηκε δικαιοσύνη ψυχῇ γενεὰν ἄρρενα, τὸν δίκαιον λογισμόν, ταύτης τὰ λυπηρὰ πάντα ἐξῴκισται. μαρτυρήσει δ’ ἡ Νῶε γένεσις— ὃ ἑρμηνεύεται δίκαιος—, ἐφ’ οὗ λέγεται· „οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς ἧς κατηράσατο κύριος ὁ θεός “(Gen. 5, 29)."],["122","πέφυκε γὰρ ἡ δικαιοσύνη πρῶτον μὲν ἀνάπαυλαν ποιεῖν ἀντὶ καμάτου τὰ μεθόρια κακίας καὶ ἀρετῆς ἐξαδιαφοροῦσα, πλοῦτον καὶ δόξαν καὶ ἀρχὰς καὶ τιμὰς καὶ ὅσα τούτων ἀδελφά, περὶ ἃ πραγματεύεται τὸ πλεῖστον ἀνθρώπων γένος, ἔπειτα λύπας ἀναιρεῖν, αἳ συνίστανται κατὰ τὰς ἐξ ἡμῶν αὐτῶν ἐνεργείας— οὐ γάρ, ὡς ἔνιοι τῶν ἀσεβῶν, τὸν θεὸν αἴτιον κακῶν φησι Μωυσῆς, ἀλλὰ τὰς ἡμετέρας χεῖρας, συμβολικῶς τὰ ἡμέτερα παριστὰς ἐγχειρήματα καὶ τὰς ἑκουσίους τῆς διανοίας πρὸς τὸ χεῖρον τροπάς—, ἐπὶ πᾶσι μέντοι „ἀπὸ τῆς γῆς ἧς κατηράσατο κύριος ὁ θεὸς “διαναπαύειν·"],["123","αὕτη δέ ἐστι κακία, ἣ ταῖς τῶν ἀφρόνων ἐνίδρυται ψυχαῖς, ἧς καθάπερ νόσου βαρείας ἀποτροπὴ ὁ δίκαιος εὑρίσκεται πανακείας τυχὼν δικαιοσύνης. ὅταν μέντοι διώσηται τὰ κακά, χαρᾶς ἀναπίμπλαται, ὥσπερ ἡ Σάρρα· φησὶ γάρ· „γέλωτά μοι ἐποίησε κύριος “καὶ προστίθησιν· „ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι “(Gen. 21, 6)."],["124","δημιουργὸς γὰρ ὁ θεὸς σπουδαίου γέλωτος καὶ χαρᾶς ἐστιν, ὥστε οὐ γενέσεως πλάσμα τὸν Ἰσαάκ, ἔργον δὲ τοῦ ἀγενήτου νομιστέον· εἰ γὰρ γέλως μὲν Ἰσαὰκ ἑρμηνεύεται, γέλωτος δὲ ποιητὴς ὁ θεὸς κατὰ τὴν Σάρρας ἀψευδῆ μαρτυρίαν, καὶ τοῦ Ἰσαὰκ ὀρθότατα λέγοιτ’ ἂν εἶναι πατήρ. μεταδίδωσι δὲ καὶ τῷ σοφῷ τῆς ἰδίου κλήσεως Ἀβραάμ, ᾧ καὶ τὸ χαίρειν, ἐπιγέννημα σοφίας, ἐκτεμὼν λύπην δεδώρηται. εἴ τις οὖν ἱκανός ἐστιν ἀκοῦσαι τῆς θεοῦ ποιητικῆς, γέγηθε μὲν ἐξ ἀνάγκης αὐτός, συγχαίρει δὲ καὶ τοῖς ἀκροατικῶς πρότερον ἐσχηκόσιν."],["125","ἐν δὲ τῇ τοῦ θεοῦ ποιητικῇ μύθου μὲν πλάσμα οὐδὲν εὑρήσεις, τοὺς δὲ ἀληθείας ἀσινεῖς κανόνας ἅπαντας ἐστηλιτευμένους, οὐδ’ αὖ τὰ φωνῆς μέτρα καὶ ῥυθμοὺς καὶ μέλη ἀκοὰς διὰ μουσικῆς ψυχαγωγοῦντα, τὰ δὲ φύσεως αὐτῆς τελειότατα ἔργα τὴν ἴδιον εὐαρμοστίαν κεκληρωμένα. καθάπερ δὲ ὁ νοῦς ἀκροατικῶς ἔχων τῶν θεοῦ ποιημάτων χαίρει, οὕτως καὶ ὁ λόγος συνῳδὸς ὢν τοῖς διανοίας ἐνθυμήμασι καὶ τρόπον τινὰ προσέχων"],["126","αὐτοῖς ἐξ ἀνάγκης γέγηθε. δηλώσει δ’ ὁ τῷ πανσόφῳ Μωυσεῖ δοθεὶς χρησμός, ἐν ᾧ περιέχεται ταῦτα· „οὐκ ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου, ὁ Λευίτης; ἐπίσταμαι ὅτι λαλήσει αὐτός σοι· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι, καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ “(Exod. 4, 14). τὸν γὰρ προφορικὸν λόγον διανοίας ἀδελφὸν ὄντα ἐπίστασθαί φησιν ὁ δημιουργὸς ὅτι λαλεῖ· πεποίηκε γὰρ αὐτὸν ὥσπερ ὄργανον τοῦ συγκρίματος ἡμῶν παντὸς ἔναρθρον ἠχήν."],["127","οὗτος ὁ λόγος ἐμοί τε καὶ σοὶ καὶ πᾶσιν ἀνθρώποις φωνεῖ καὶ λαλεῖ καὶ ἑρμηνεύει τὰ ἐνθυμήματα καὶ προσεξέρχεταί γε ὑπαντησόμενος οἷς ἡ διάνοια λελόγισται. ἐπειδὰν γὰρ ὁ νοῦς ἐξαναστὰς πρός τι τῶν οἰκείων ὁρμὴν λάβῃ ἢ κινηθεὶς ἔνδοθεν ἐξ ἑαυτοῦ ἢ δεξάμενος ἀπὸ τῶν ἐκτὸς τύπους διαφέροντας, κυοφορεῖ τε καὶ ὠδίνει τὰ νοήματα· καὶ βουλόμενος ἀποτεκεῖν ἀδυνατεῖ, μέχρις ἂν ἡ διὰ γλώττης καὶ τῶν ἄλλων φωνητηρίων ὀργάνων ἠχὴ δεξαμένη μαίας τρόπον εἰς φῶς προαγάγῃ τὰ νοήματα."],["128","φωνὴ δὲ τηλαυγεστάτη νοημάτων ἐστὶν αὕτη· καθάπερ γὰρ τὰ ἀποκείμενα ἐν σκότῳ κέκρυπται, ἕως ἂν ἐπιλάμψαν φῶς αὐτὰ δείξῃ, τὸν αὐτὸν τρόπον τὰ ἐνθυμήματα ἐν ἀοράτῳ χωρίῳ, διανοίᾳ, ταμιεύεται, μέχρις ἂν οἷα φῶς ἐναυγάσασα ἡ φωνὴ πάντ’ ἐκκαλύψῃ."],["129","παγκάλως οὖν εἴρηται, ὅτι ἐξέρχεται ὁ λόγος τοῖς νοήμασιν ὑπαντησόμενος, καὶ ἐπιτρέχει γε σπουδάζων καταλαβεῖν αὐτά, διὰ τὸν τοῦ μηνῦσαι πόθον. ἑκάστῳ γὰρ τὸ ἴδιον ἔργον ποθεινότατον· ἴδιον δὲ λόγου τὸ λέγειν, πρὸς ὃ οἰκειώσει φυσικῇ τινι σπεύδει. γέγηθε δὲ καὶ χαίρει, ὅταν ὥσπερ ἐναυγασθεὶς ἴδῃ καὶ καταλάβῃ τὸν νοῦν τοῦ δηλουμένου πράγματος ἄκρως· τότε γὰρ περιδραξάμενος ἄριστος ἑρμηνεὺς γίνεται."],["130","τοὺς γοῦν μὴ πάνυ τῶν νοημάτων ἐν ταῖς τοῦ λέγειν διεξόδοις περικρατοῦντας ἀδολέσχους καὶ ἀπεραντολόγους ὄντας παραιτούμεθα, κενὰς καὶ μακρὰς ἔτι δὲ ἀψύχους κυρίως εἰπεῖν ῥήσεις συνείροντας. ἀσχημονῶν οὖν ὁ τῶν τοιούτων λόγος δικαίως ἂν στένοι, ὥστε ἔμπαλιν χαίρειν ἀναγκαῖον τὸν ἐκ περισκέψεως τῶν ἐνθυμημάτων ἱκανῶς ἐπὶ τὴν ὧν εἶδε καὶ ὧν δυνατῶς κατέλαβε μήνυσιν ἐλθόντα."],["131","γνωρίζεται δὲ τοῦτο σχεδὸν ἅπασιν ἐκ τῆς καθ’ ἑκάστην ἡμέραν πείρας· ὅταν μὲν γὰρ ἄκρως εἰδῶμεν ὃ λέγομεν, χαίρων καὶ γεγηθὼς ὁ λόγος ἐμφαντικωτάτων καὶ κυρίων ὀνομάτων πλουτεῖ, οἷς κατὰ πολλὴν περιουσίαν εὐτρόχως καὶ ἀπταίστως ἔτι δὲ ἐναργῶς καὶ ἀνυσίμως τὸ δηλούμενον παρίστησιν· ὅταν δὲ τοῦ νοήματος ἐπαμφοτερίζῃ κατάληψις, ὑπὸ δεινῆς ἀπορίας προσεχῶν καὶ εὐθυβόλων ὀνομάτων παραπαίων ἀκυρολογεῖ· διόπερ αὐτός τε ἐν ἀηδίᾳ καὶ ἄσῃ περιρρέων καὶ πλανώμενος γίνεται τούς τε ἀκούοντας ἀντὶ τοῦ πείθειν τὰ ὦτα"],["132","ἀλγεῖν ἀναγκάζει. μήτε δ’ ὁ πᾶς λόγος ὑπαντάτω μήτε πᾶσι τοῖς ἐνθυμήμασιν, ἀλλ’ ὁ τέλειος Ἀαρὼν τοῖς τοῦ τελειοτάτου Μωυσέως· ἐπεὶ τίνος ἕνεκα τῷ „ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου “προσέθηκεν „ὁ Λευίτης “, εἰ μὴ τοῦ διδάξαι χάριν, ὅτι μόνῳ τῷ Λευίτῃ καὶ ἱερεῖ καὶ σπουδαίῳ λόγῳ προσήκει μηνύειν τὰ ἐνθυμήματα ψυχῆς τελείας ὄντα βλαστήματα;"],["133","μὴ γάρ ποτε φαύλου λόγος ἑρμηνεὺς γένοιτο δογμάτων θείων— τὸ γὰρ κάλλος αὐτῶν οἰκείοις μιάσμασιν αἰσχύνει—, μηδ’ ἔμπαλιν σπουδαίου προφορᾷ τὰ ἀκόλαστα καὶ αἰσχρὰ μηνύοιτο, ἀλλ’ ἀεὶ τὴν τῶν ἁγίων διήγησιν ἱεροὶ καὶ ἅγιοι ποιείσθωσαν λόγοι."],["134","ἔν τινι τῶν εὐνομωτάτων πόλεων ἔθος εἶναί φασι τοιοῦτον· ἐπειδάν τις ἢ βουλῇ ἢ δήμῳ τῶν μὴ βεβιωκότων ὀρθῶς ἐπιχειρῇ γνώμην εἰσηγεῖσθαι, κωλύεται μὲν αὐτὸς δι’ ἑαυτοῦ τοῦτο πράττειν, ἀναγκάζεται δὲ πρὸς τῶν ἀρχόντων ἀνενεγκεῖν τὴν γνώμην ἑνὶ τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν· εἶτ’ ἐκεῖνος ἀναστὰς ἃ ἤκουσε διηγεῖται, ἀπερραμμένου τὸ στόμα τοῦ διδάξαντος ὁ ἐξ ὑπογυίου μαθητὴς ἀναφανείς, καὶ ἀλλοτρίας εὑρέσεις ἐπιδείκνυται, οὐδ’ ἀκροατοῦ τάξιν ἢ θεατοῦ τὸν ἐπινενοηκότα λαχεῖν ἀξιώσας. οὕτως οὐδὲ ὠφεληθῆναί τινες πρὸς ἀδίκων ἀξιοῦσιν, ἀλλὰ τῆς γενησομένης ὠφελείας μεῖζον τὸ ἐκ τῆς παρακολουθούσης βλαβερὸν"],["135","αἰσχύνης νομίζουσι. τοῦτο τὸ δίδαγμα Μωυσῆς ὁ ἱερώτατός πως ἔοικεν ἀναδιδάξαι· τοιοῦτον γάρ ἐστι τὸ Ἀαρὼν τὸν Λευίτην ὑπαντᾶν τῷ ἀδελφῷ Μωυσεῖ καὶ ἰδόντα χαίρειν ἐν ἑαυτῷ (Exod. 4, 14). τὸ δὲ ἐν ἑαυτῷ χαίρειν ἐμφαίνει δίχα τοῦ λεχθέντος ἤδη καὶ πολιτικώτερον δόγμα, δηλοῦντος τοῦ νομοθέτου τὴν γνήσιον καὶ οἰκειοτάτην ἀνθρώπῳ χαράν."],["136","κυρίως γὰρ οὔτε ἐπὶ χρημάτων ἢ κτημάτων περιουσίᾳ οὔτε ἐπὶ δόξης λαμπρότητι οὐδὲ συνόλως ἐπί τινι τῶν ἐκτὸς ἀψύχων τε ὄντων καὶ ἀβεβαίων καὶ ἐξ ἑαυτῶν τὰς φθορὰς δεχομένων χαίρειν ἔνεστι, καὶ μὴν οὐδὲ ἐπὶ ῥώμῃ καὶ εὐτονίᾳ καὶ τοῖς ἄλλοις σώματος πλεονεκτήμασιν, ἃ καὶ τῶν φαυλοτάτων ἐστὶ κοινὰ καὶ τοῖς ἔχουσι πολλάκις ὄλεθρον ἀπαραίτητον ἤνεγκεν."],["137","ἐπεὶ οὖν ἐν τοῖς τῆς ψυχῆς μόνοις ἀγαθοῖς ἡ ἀνόθευτος χαρὰ καὶ ἀκιβδήλευτος εὑρίσκεται, ἐν ἑαυτῷ δὴ πᾶς σοφὸς χαίρει, οὐκ ἐν τοῖς περὶ αὐτόν· τὰ μὲν γὰρ ἐν ἑαυτῷ διανοίας εἰσὶν ἀρεταί, ἐφ’ αἷς ἄξιον σεμνύνεσθαι, τὰ δὲ περὶ αὐτὸν ἢ ἡ εὐπάθεια σώματος ἢ ἡ τῶν ἐκτὸς ἀφθονία, ἐφ’ οἷς οὐ μεγαλαυχητέον."],["138","Ἐπιδεδειχότες οὖν, ὡς ἐνῆν, διὰ μάρτυρος ἀψευδεστάτου Μωυσέως ὅτι σοφοῦ τὸ χαίρειν ἴδιον, αὖθις ἐπιδείξωμεν ὅτι καὶ τὸ ἐλπίζειν, οὐχ ἑτέρῳ χρώμενοι μάρτυρι. τὸν γὰρ τοῦ Σὴθ υἱὸν ὄνομα Ἐνὼς— ἑρμηνεύεται δὲ ἄνθρωπος—*** ἐλπίς· „οὗτος ἤλπισε πρῶτον “φησίν „ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ “(Gen. 4, 26), λέγων ὑγιῶς· ἀνθρώπῳ γὰρ τῷ γε πρὸς ἀλήθειαν τί ἂν γένοιτο οἰκειότερον ἐλπίδος καὶ προσδοκίας κτήσεως ἀγαθῶν παρὰ τοῦ μόνου φιλοδώρου θεοῦ; τοῦτ’ ἐστίν, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἡ μόνη κυρίως γένεσις ἀνθρώπων, ὡς τῶν μὴ ἐλπιζόντων ἐπὶ θεὸν λογικῆς φύσεως οὐ μεμοιραμένων."],["139","διὸ καὶ προειπὼν ἐπὶ τοῦ Ἐνὼς ὅτι „οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ “, ῥητῶς ἐπιφέρει· „αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων “(Gen. 5, 1), σπουδαιολογῶν· ἐγγράφεται γὰρ τῇ θεοῦ βίβλῳ, ὅτι μόνος εὔελπις ἄνθρωπος, ὥστε κατὰ τὰ ἐναντία ὁ δύσελπις οὐκ ἄνθρωπος. ὅρος οὖν τοῦ μὲν συγκρίματος ἡμῶν ζῷον λογικὸν θνητόν ἐστι, τοῦ δὲ κατὰ Μωυσῆν ἀνθρώπου διάθεσις ψυχῆς ἐπὶ τὸν ὄντως ὄντα θεὸν ἐλπιζούσης."],["140","ἀστεῖοι μὲν οὖν χαρὰν καὶ ἐλπίδα κλῆρον λαχόντες εὐδαίμονα ἢ ἐχέτωσαν ἢ προσδοκάτωσαν πάντως ἀγαθά· φαῦλοι δ’, ὧν Κάιν ἐστὶ θιασώτης, ἐν λύπαις καὶ φόβοις ὄντες ἢ μετουσίαν ἢ προσδοκίαν κακῶν ἀργαλεωτάτην μερίδα καρπούσθωσαν, ἐπὶ μὲν τοῖς ἐν χερσὶν ὀδυνηροῖς στένοντες, ἐπὶ δὲ τοῖς προσδοκωμένοις φοβεροῖς τρέμοντές τε καὶ φρίττοντες (cf. Gen. 4, 12)."],["141","Ἀλλὰ ταῦτα μὲν ἀρκούντως λελέχθω· τὰ δ’ ἑξῆς ἐρευνήσωμεν. „καὶ εἶπε “φησί „Κάιν πρὸς κύριον Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναι “(Gen. 4, 13). τοῦθ’ οἷόν ἐστιν, ἀπὸ τῶν ὁμοίων φανεῖται. εἰ θαλαττεύουσαν ναῦν ἀπολείποι κυβερνήτης, ἆρ’ οὐκ ἀνάγκη τὰ περὶ πλοῦν τῇ νηὶ διαμαρτάνεσθαι; τί δ’, εἰ τέθριππον ἡνίοχος ἐν ἱπποδρομίας ἀγῶνι, οὐκ ἀναγκαῖον ἄτακτον καὶ πλημμελῆ τὸν δρόμον γίνεσθαι τῷ τεθρίππῳ; τί δ’, ὅταν ἀπολειφθῇ πόλις πρὸς ἀρχόντων ἢ νόμων— ἐν ἄρχουσι δὲ γράφονται δήπου καὶ νόμοι—, οὐκ ἀναρχίᾳ καὶ ἀνομίᾳ, κακοῖς μεγίστοις, ἡ πόλις ἐκείνη διαφθείρεται; καὶ μὴν σῶμα μὲν ἀπουσίᾳ ψυχῆς, ψυχὴ δὲ ἀπουσίᾳ λογισμοῦ, λογισμὸς δὲ ἐνδείᾳ ἀρετῆς πέφυκε παραπόλλυσθαι."],["142","εἰ δ’ ἕκαστον ὧν εἶπον ζημία τοῖς ἀπολειφθεῖσι γίνεται πρὸς αὐτῶν, πόσῃ τινὶ χρήσεσθαι κακοπραγίᾳ τοὺς ὑπὸ θεοῦ καταλειφθέντας γνωρίζομεν, οὓς ἀποστραφεὶς καθάπερ λιποτάκτας ἱερωτάτων θεσμῶν ἐξώρισεν ἀναξίους ἐπιστασίας καὶ ἀρχῆς τῆς ἑαυτοῦ δοκιμάσας; συνόλως γὰρ εἰδέναι χρή, ὅτι ὁ πρὸς τοῦ κρείττονος καὶ ὠφελοῦντος ἀφεθεὶς ἐν αἰτίαις καὶ ἐγκλήμασι μεγίστοις γίνεται."],["143","πότε γὰρ εἴποις ἂν τὸν ἄτεχνον μάλιστα βλάπτεσθαι; ἆρ’ οὐχ ὅταν πρὸς ἐπιστήμης κατὰ τὸ παντελὲς ἐαθῇ; πότε δὲ τὸν ἀμαθῆ καὶ λίαν ἀπαίδευτον; οὐχ ὅταν ἀπόλειψιν τὴν ἐπ’ αὐτῷ χρηματίσῃ διδασκαλία καὶ μάθησις; πότε δὲ τοὺς ἄφρονας κακοδαιμονίζομεν μᾶλλον; οὐχ ὅταν φρόνησις αὐτοὺς εἰσάπαν ἀπώσηται; πότε δὲ τοὺς ἀκολάστους ἢ ἀδίκους; οὐκ ἐπειδὰν σωφροσύνη καὶ δικαιοσύνη φυγὴν ἀίδιον κατ’ αὐτῶν ψηφίσωνται; πότε δὲ τοὺς ἀσεβεῖς; οὐχ ὅταν εὐσέβεια τῶν ἰδίων ὀργίων ἀποσχοινίσῃ;"],["144","διό μοι δοκοῦσιν οἱ μὴ τελείως δυσκάθαρτοι εὔξασθαι ἂν κολασθῆναι μᾶλλον ἢ ἀφεθῆναι· ἡ μὲν γὰρ ἄφεσις αὐτοὺς ὥσπερ ἀνερμάτιστα καὶ ἀκυβέρνητα πλοῖα ῥᾷστα ἀνατρέψει, ἡ δὲ κόλασις ἐπανορθώσεται."],["145","ἢ οὐκ ἀμείνους μὲν τῶν ἀπαιδαγωγήτων οἱ ὑπὸ παιδαγωγῶν ἐν οἷς ἁμαρτάνουσιν ἐπιπληττόμενοι, ἀμείνους δὲ τῶν ἀνεπιτιμήτων οἱ ὑπὸ διδασκάλων ἐν οἷς περὶ τὰς τέχνας οὐ κατορθοῦσιν ὀνειδιζόμενοι, εὐτυχέστεροι δὲ καὶ κρείττους τῶν ἀνεπιτροπεύτων νέων οἱ μάλιστα μὲν ἐπιστασίας καὶ ἀρχῆς ἀξιωθέντες φυσικῆς, ἣν οἱ γεννήσαντες ἐπὶ τέκνοις κεκλήρωνται, εἰ δὲ μή, δευτέρων γοῦν ἡγεμόνων ἐπιλαχόντες, οὓς ὀρφανίας ἔλεος ἐπιτρόπους εἴωθε χειροτονεῖν τὴν γονέων ἐν ἅπασι τοῖς συμφέρουσι τάξιν ἐκπλήσοντας;"],["146","ἱκετεύωμεν οὖν τὸν θεὸν οἱ συνειδήσει τῶν οἰκείων ἀδικημάτων ἐλεγχόμενοι, κολάσαι μᾶλλον ἡμᾶς ἢ παρεῖναι· παρεὶς μὲν γὰρ οὐκέτι τοῦ ἵλεω δούλους ἑαυτοῦ, γενέσεως δὲ τῆς ἀνηλεοῦς ἀπεργάσεται, κολάζων δὲ ἐπιεικῶς τε καὶ πρᾴως ἅτε χρηστὸς ὢν ἐπανορθώσεται τὰ ἁμαρτήματα, τὸν σωφρονιστὴν ἔλεγχον, τὸν ἑαυτοῦ λόγον, εἰς τὴν διάνοιαν ἐκπέμψας, δι’ οὗ δυσωπήσας καὶ ὀνειδίσας περὶ ὧν ἐπλημμέλησεν αὐτὴν ἰάσεται."],["147","διὰ τοῦτο „πάνθ’ ὅσα ἂν εὔξηται χήρα καὶ ἐκβεβλημένη κατὰ τῆς ψυχῆς αὐτῆς “φησὶν ὁ νομοθέτης μενεῖν αὐτῇ (Num. 30, 10)· τὸν μὲν γὰρ θεὸν ἄνδρα καὶ πατέρα τῶν ὅλων σπορὰν καὶ γένεσιν ἁπάντων παρεχόμενον ἐνδίκως φήσομεν, διάνοιαν δὲ ἐκβεβλῆσθαι καὶ χήραν θεοῦ, ἥτις ἢ γονὰς θείας οὐ παρεδέξατο ἢ παραδεξαμένη ἑκουσίως αὖθις ἐξήμβλωσε."],["148","τοιγαροῦν ὅσα ἂν ὁρίσηται, καθ’ ἑαυτῆς ὁριεῖται, καὶ ταῦτα μενεῖ πάντως ἀνίατα· πῶς γὰρ οὐ κακὸν ἀπευκτόν, ὁρίζεσθαί τι καὶ παγίως ἀποφαίνεσθαι περὶ αὑτῆς γένεσιν τὴν ἄστατον πάντῃ καὶ φορητήν, ἐπιγράφουσαν αὑτῇ τὰς τοῦ ποιοῦντος ἀρετάς, ὧν μία ἐστί, καθ’ ἣν ἀνενδοιάστως καὶ ἀκλινῶς ἕκαστα ὁρίζεται."],["149","τοιγαροῦν οὐ χηρεύσει μόνον ἐπιστήμης, ἀλλὰ καὶ ἐκβεβλήσεται· τοῦτο δ’ ἐστὶ τοιοῦτον· ἡ χηρεύουσα μὲν μήπω δὲ ἐκβεβλημένη τοῦ καλοῦ ψυχὴ δύναταί πως ἐγκαρτερήσασα τὰς πρὸς τὸν ὀρθὸν λόγον τὸν νόμιμον ἄνδρα συμβάσεις καὶ καταλλαγὰς εὑρεῖν· ἡ δ’ ἅπαξ διαζευχθεῖσα καὶ διοικισθεῖσα ὡς ἄσπονδος μέχρι τοῦ παντὸς αἰῶνος ἐκτετόξευται, εἰς τὸν ἀρχαῖον οἶκον ἐπανελθεῖν ἀδυνατοῦσα."],["150","Περὶ μὲν οὖν τοῦ „μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναι “τοσαῦτα εἰρήσθω· τὰ δ’ ἀκόλουθα σκεψώμεθα. „εἰ ἐκβάλλεις με “φησί „σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι “(Gen. 4, 14). τί λέγεις, ὦ γενναῖε; ἐὰν ἐκβληθῇς ἐξ ἁπάσης τῆς γῆς, ἔτι κρυβήσῃ; τίνα τρόπον; ζῆν γὰρ δύναιο ἄν;"],["151","ἢ τοῦτ’ ἠγνόησας, ὅτι τοῖς ζῴοις ἡ φύσις διαφέροντας καὶ οὐχὶ τοὺς αὐτοὺς τόπους πρὸς διαμονὴν ἐδωρήσατο, θάλατταν μὲν ἰχθύσι καὶ παντὶ τῷ ἐνύδρῳ γένει, γῆν δὲ ἅπασι τοῖς χερσαίοις; χερσαῖον δὲ κατὰ γοῦν τὰς σώματος συγκρίσεις ζῷον καὶ ἄνθρωπός ἐστι· διὰ τοῦτο ἀμείψαντα τὰς οἰκείους χώρας ἕκαστα καὶ ὥσπερ εἰς ἀλλοδαπὴν ἐλθόντα ῥᾳδίως τελευτᾷ, τὰ μὲν χερσαῖα καθ’ ὕδατος δύντα, τὰ δ’ ἔνυδρα ἐπὶ χέρσον ἀναπλεύσαντα."],["152","εἴπερ οὖν ἐκβληθείης ἀπὸ γῆς ἄνθρωπος ὤν, ποῖ τετράψῃ; νήξῃ καθ’ ὕδατος τὴν τῶν ἐνύδρων ἀπομιμούμενος φύσιν; ἀλλ’ ὑποβρύχιος αὐτίκα τεθνήξῃ. ἀλλὰ πτερώσας καὶ μετεωρίσας σαυτὸν ἀεροβατεῖν ἐθελήσεις τὸ χερσαῖον εἰς πτηνοῦ γένος μεταβαλών; ἀλλ’ εἰ δύνασαι, μετάπλαττε καὶ μεταχάραττε τὸ θεῖον νόμισμα· ἀλλ’ οὐ δυνήσῃ· ὅσῳ γὰρ ἂν μετεωρότερον σεαυτὸν ἐξάρῃς, τοσούτῳ θᾶττον ἀφ’ ὑψηλοτέρου μετὰ πλείονος φορᾶς ἐπὶ γῆν τὸ οἰκεῖον χωρίον ἐνεχθήσῃ."],["153","ἄνθρωπος δ’ ἂν ἤ τι τῶν γενομένων κρύπτεσθαι δυνηθείη θεόν; ποῦ; τὸν ἐφθακότα πάντῃ, τὸν ἄχρι περάτων ἀποβλέποντα, τὸν πεπληρωκότα τὸ πᾶν, οὗ τῶν ὄντων οὐδὲ τὸ βραχύτατον ἔρημον; καὶ τί παράδοξον, εἰ μηδενὶ τῶν γενομένων ἐφικτὸν κρύπτεσθαι τὸ ὄν, ὁπότε οὐδὲ τὰς ὑλικὰς ἀρχὰς ἔνεστι διεκδῦναι, ἀλλ’ ἀνάγκη τῷ μίαν διαφυγόντι εἰς ἑτέραν μεταβῆναι;"],["154","εἰ τὸ ὄν, καθ’ ἣν τέχνην ἐποίει τὰ ἀμφίβια, κατὰ ταύτην καὶ ζῷον πανταχοῦ βιωσόμενον ἐβουλήθη καινουργῆσαι, τοῦτο τὸ ζῷον, εἰ μὲν τὰ βάρος ἔχοντα ἀπεδίδρασκε γῆν καὶ ὕδωρ, πρὸς τὰ τῇ φύσει κοῦφα ἀέρα καὶ πῦρ ἧκεν ἄν, ἔμπαλιν δ’ ἐνομιλῆσαν τοῖς μεταρσίοις, εἰ μετανάστασιν ἐζήτει τὴν ἀπ’ αὐτῶν, τὸν ἐναντίον ἤμειψεν ἂν χῶρον· ἔδει γὰρ αὐτὸ πάντως καθ’ ἓν τοῦ κόσμου μέρος προφαίνεσθαι, ἐπειδὴ τοῦ παντὸς ἔξω δραμεῖν ἦν ἀδύνατον, πρὸς τῷ μηδὲ ἐκτὸς ὑπολελεῖφθαί τι τὸν δημιουργὸν ὅλας δι’ ὅλων τὰς τέτταρας ἀρχὰς εἰς τὴν τοῦ κόσμου σύστασιν ἀναλώσαντα, ἵνα ἐκ μερῶν τελείων τελειότατον ἀπεργάσηται τὸ πᾶν."],["155","ὁπότ’ οὖν ὅλον ἐκφυγεῖν τὸ τοῦ θεοῦ ἔργον ἀμήχανον, πῶς οὐκ ἀδύνατον μᾶλλον ἀποδρᾶναι τὸν ποιητὴν καὶ ἡγεμόνα τούτου; μηδεὶς οὖν τὴν πρόχειρον ἐκδοχὴν τοῦ λόγου παραδεχόμενος ἀνεξετάστως τῷ νόμῳ τὴν ἰδίαν εὐήθειαν προσαρτάτω, περισκεψάμενος δ’ ὅπερ αἰνίττεται δι’ ὑπονοιῶν τὸ σαφὲς διαγνώτω."],["156","μήποτ’ οὖν ὅπερ ἐμφαίνεται διὰ τοῦ „εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι “τοῦτ’ ἐστίν· εἰ μὴ παρέχεις μοι τὰ γῆς ἀγαθά, οὐδὲ τὰ οὐρανοῦ δέχομαι· καὶ εἰ μή τίς ἐστι χρῆσις καὶ ἀπόλαυσις ἡδονῆς, καὶ ἀρετὴν παραιτοῦμαι· καὶ εἰ τῶν ἀνθρωπείων μὴ μεταδίδως ἀγαθῶν, ἔχε καὶ τὰ θεῖα."],["157","τὰ γὰρ παρ’ ἡμῖν ἀναγκαῖα καὶ τίμια καὶ γνήσια ὡς ἀληθῶς ἀγαθὰ ταῦτα· φαγεῖν, πιεῖν, [περιβαλέσθαι,] ποικιλίαις χρωμάτων δι’ ὄψεως ἡσθῆναι, μελῳδίαις παντοδαπῶν ἤχων δι’ ἀκοῆς τερφθῆναι, ἀτμῶν ἀποφοραῖς εὐώδεσι διὰ μυκτήρων γανωθῆναι, ταῖς γαστρὸς καὶ μετὰ γαστέρα ἡδοναῖς ἁπάσαις εἰς κόρον χρήσασθαι, τῆς ἀργύρου καὶ χρυσοῦ κτήσεως μὴ ἀμελῆσαι, τιμὰς καὶ ἀρχὰς καὶ ὅσα ἄλλα συντείνοντα πρὸς δόξαν περιβαλέσθαι· φρόνησιν δ’ ἢ καρτερίαν ἢ δικαιοσύνης αὐστηρὰς διαθέσεις ἐπίπονον παρασκευαζούσας βίον ἐῶμεν· εἰ δ’ ἄρα καὶ χρηστέον αὐταῖς, οὐχ ὡς ἀγαθοῖς τελείοις χρηστέον, ἀλλὰ ὡς ποιητικοῖς ἀγαθοῦ."],["158","σὺ μὲν οὖν, ὦ καταγέλαστε, φῂς ὅτι τῶν σωματικῶν καὶ τῶν ἐκτὸς ἀφαιρεθεὶς πλεονεκτημάτων εἰς ὄψιν οὐκ ἀφίξῃ θεοῦ; ἐγὼ δέ σοι λέγω ὅτι, ἐὰν ἀφαιρεθῇς, πάντως ἀφίξῃ· λυθεὶς γὰρ τῶν ἀρρήκτων σώματος καὶ περὶ"],["159","σῶμα δεσμῶν φαντασιώσῃ τὸν ἀγένητον. τὸν Ἀβραὰμ οὐχ ὁρᾷς ὅτι „γῆν καὶ συγγένειαν καὶ πατρὸς οἶκον “, τὸ σῶμα, τὴν αἴσθησιν, τὸν λόγον, „καταλιπὼν “(Gen. 12, 1) ἄρχεται ταῖς τοῦ ὄντος ἐντυγχάνειν δυνάμεσιν; ὅταν γὰρ ὑπεξέλθῃ πᾶσαν τὴν οἰκίαν, λέγει ὁ νόμος ὅτι „ὤφθη ὁ θεὸς αὐτῷ “(Gen. 12, 7), δηλῶν ὅτι ἐναργῶς φαίνεται τῷ τὰ θνητὰ ὑπεκδύντι καὶ εἰς ἀσώματον τοῦδε τοῦ σώματος ψυχὴν ἀναδραμόντι."],["160","διὸ καὶ Μωυσῆς „λαβὼν τὴν αὐτοῦ σκηνὴν ἔξω πήττει τῆς παρεμβολῆς “(Exod. 33, 7) καὶ μακρὰν διοικίζει τοῦ σωματικοῦ στρατοπέδου, μόνως ἂν οὕτως ἐλπίσας ἱκέτης καὶ θεραπευτὴς ἔσεσθαι τέλειος θεοῦ. τὴν δὲ σκηνὴν ταύτην κεκλῆσθαί φησι μαρτυρίου, σφόδρα παρατετηρημένως, ἵν’ ἡ τοῦ ὄντος ὑπάρχῃ, μὴ καλῆται μόνον· τῶν γὰρ ἀρετῶν ἡ μὲν θεοῦ πρὸς ἀλήθειάν ἐστι κατὰ τὸ εἶναι συνεστῶσα, ἐπεὶ καὶ ὁ θεὸς μόνος ἐν τῷ εἶναι ὑφέστηκεν· οὗ χάριν ἀναγκαίως ἐρεῖ περὶ αὐτοῦ· „ἐγώ εἰμι ὁ ὤν “(Exod. 3, 14), ὡς τῶν μετ’ αὐτὸν οὐκ ὄντων κατὰ τὸ εἶναι, δόξῃ δὲ μόνον ὑφεστάναι νομιζομένων· ἡ δὲ Μωυσέως σκηνὴ συμβολικῶς οὖσα ἀνθρώπου ἀρετὴ κλήσεως, οὐχ ὑπάρξεως, ἀξιωθήσεται, μίμημα καὶ ἀπεικόνισμα τῆς θείας ἐκείνης ὑπάρχουσα."],["161","τούτοις ἕπεται καὶ τὸ Μωυσῆν, ὁπότε χειροτονεῖται „θεὸς τοῦ Φαραώ “, μὴ πρὸς ἀλήθειαν γεγενῆσθαι, δόξῃ δὲ μόνον ὑπολαμβάνεσθαι· θεὸν γὰρ διδόντα μὲν οἶδα καὶ χαριζόμενον, διδόμενον δὲ οὐ δύναμαι νοῆσαι, λέγεται δὲ ἐν ἱεραῖς βίβλοις· „δίδωμί σε θεὸν Φαραώ “(Exod. 7, 1), τοῦ διδομένου πάσχοντος, οὐ δρῶντος· δραστήριον δὲ τὸ ὄντως ὄν, οὐ πάσχον, ἀναγκαῖον εἶναι. τί οὖν διὰ τούτων συνάγεται;"],["162","ὅτι ὁ σοφὸς λέγεται μὲν θεὸς τοῦ ἄφρονος, πρὸς ἀλήθειαν δὲ οὐκ ἔστι θεός, ὥσπερ οὐδὲ τὸ ἀδόκιμον τετράδραχμόν ἐστι τετράδραχμον· ἀλλ’ ὅταν μὲν τῷ ὄντι παραβάλληται, ἄνθρωπος εὑρεθήσεται θεοῦ, ὅταν δὲ ἄφρονι ἀνθρώπῳ, θεὸς πρὸς φαντασίαν καὶ δόκησιν, οὐ πρὸς ἀλήθειαν καὶ τὸ εἶναι, νοούμενος."],["163","τί οὖν ματαιάζεις λέγων „εἴ με ἐκβάλλεις ἀπὸ τῆς γῆς, καὶ σὲ κρυβήσομαι “(Gen. 4, 14); τοὐναντίον γὰρ εἴ σε τοῦ γεώδους ἀπελάσαι, τὴν εἰκόνα ἐμφανῶς δείξει τὴν ἑαυτοῦ. τεκμήριον δέ· σὺ μὲν ἐκ προσώπου τοῦ θεοῦ μεταστήσῃ, μεταναστὰς δὲ τὸ γήινον σῶμα οὐδὲν ἧττον οἰκήσεις· λέγει γὰρ αὖθις· „ἐξῆλθε δὲ Κάιν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ᾤκησεν ἐν τῇ γῇ “(Gen. 4, 16)· ὥστε οὐκ ἐκβληθεὶς ἀπὸ γῆς ἀποκέκρυψαι τὸν ὄντα, ἀλλ’ ἐκτραπεὶς αὐτὸν εἰς γῆν καταπέφευγας, τὸ θνητὸν χωρίον."],["164","καὶ μὴν οὐδὲ πᾶς „ὁ εὑρίσκων σε ἀποκτενεῖ “, καθάπερ σοφιζόμενος διεξῄεις (Gen. 4, 14)· τὸ γὰρ εὑρισκόμενον ὑπὸ δυοῖν, ἢ ὁμοίου ἢ ἀνομοίου, πάντως εὑρίσκεται, ὑπὸ μὲν [οὖν] τοῦ ὁμοίου καὶ συγγενοῦς διὰ τὴν ἐν ἅπασιν οἰκειότητα καὶ κοινωνίαν, ὑπὸ δὲ τοῦ ἀνομοίου διὰ τὴν ἀντίπαλον ἀλλοτριότητα· τὸ μὲν οὖν ὅμοιόν ἐστι καὶ φυλακτικὸν τοῦ παραπλησίου, τὸ δ’ ἀνόμοιον καὶ φθαρτικὸν τοῦ διαλλάττοντος."],["165","ἴστωσαν δὴ καὶ ὁ Κάιν καὶ εἴ τις ἕτερος πανοῦργος, ὅτι οὐχ ὑπὸ παντὸς τοῦ ἐντυγχάνοντος ἀναιρεθήσεται, ἀλλὰ ῥᾳδιουργοὶ μὲν ἀδελφὰς καὶ συγγενεῖς κακίας ἐζηλωκότες φρουροὶ καὶ φύλακες αὐτοῦ γενήσονται, φρόνησιν δ’ ὅσοι καὶ ἄλλην ἀρετὴν ἐξεπόνησαν ὡς ἄσπονδον ἐχθρόν, ἢν δύνωνται, καθελοῦσι· πάντα γάρ, ὡς ἔπος εἰπεῖν, καὶ σώματα καὶ πράγματα πρὸς μὲν οἰκείων καὶ φίλων σῴζεται, πρὸς ἀλλοτρίων δὲ καὶ δυσμενῶν διαφθείρεται."],["166","διὰ τοῦτο καὶ ὁ χρησμὸς ἀντιμαρτυρῶν τῇ προσποιήτῳ εὐηθείᾳ τοῦ Κάιν φησίν· „οὐχ οὕτως “φρονεῖς ὡς λέγεις (Gen. 4, 15)· λέγεις μὲν γὰρ ὅτι πᾶς ὁ τὰ παλαίσματά σου τῆς τέχνης εὑρὼν ἀνελεῖ, οἶδας δὲ ὅτι οὐχὶ πᾶς, μυρίων ἐν τῇ σῇ τεταγμένων συμμαχίᾳ, ἀλλὰ μόνος ὁ ἀρετῇ μὲν φίλος σοὶ δὲ ἐχθρὸς ἀσύμβατος."],["167","„Ὁ δ’ ἀποκτείνας “φησί „Κάιν ἑπτὰ ἐκδικούμενα παραλύσει “(Gen. 4, 15). καὶ τοῦτο τίνα ἔχει λόγον πρὸς τὰς ῥητὰς διερμηνεύσεις, οὐκ οἶδα· οὔτε γὰρ τίνα ἐστὶ τὰ ἑπτὰ οὔτε πῶς ἐκδικούμενα οὔτε ὃν τρόπον παρίεται καὶ ἐκλύεται, δεδήλωκεν· ὥστε τροπικώτερον καὶ δι’ ὑπονοιῶν ἀνάγκη πάντα τὰ τοιαῦτα λέγεσθαι νομίζειν."],["168","μήποτ’ οὖν ὃ βούλεται παριστάνειν ἐστὶ τοιόνδε· τὸ ἄλογον τῆς ψυχῆς εἰς ἑπτὰ διανέμεται μοίρας, ὅρασιν ἀκοὴν ὄσφρησιν γεῦσιν ἁφὴν λόγον γόνιμον· εἰ δή τις τὸν ὄγδοον ἀνέλοι, νοῦν τὸν ἡγεμόνα τούτων Κάιν, παραλύσει καὶ τὰ ἑπτά· ῥώμῃ μὲν γὰρ τῆς διανοίας καρτερᾷ πάντα συρρώννυται, ἀσθενείᾳ δὲ συγκάμνει, φθορᾷ δὲ ἣν ἐπάγει κακία παντελεῖ πάρεσίν τε καὶ ἔκλυσιν λαμβάνει."],["169","τὰ δὲ ἑπτὰ ταῦτα ἐν μὲν σοφοῦ ψυχῇ ἀμίαντα. καὶ καθαρά, ταύτῃ καὶ τιμῆς ἐπάξια εὑρίσκεται, ἐν δὲ ἄφρονος ἀκάθαρτα καὶ μεμιασμένα καὶ ὅπερ εἶπεν ἐκδικούμενα, ἴσον τῷ δίκης ἐπάξια καὶ τιμωρίας."],["170","ὁπότε γοῦν τὴν γῆν ὕδατι καθαίρειν ὁ δημιουργὸς διενοήθη καὶ τὴν ψυχὴν τῶν ἀμυθήτων ἀδικημάτων κάθαρσιν λαβεῖν ἐκνιψαμένην καὶ ἀπολουσαμένην τὰ μιάσματα τρόπον ἁγνείας ἱερᾶς, παραινεῖ τῷ φανέντι δικαίῳ, ὃς οὐ παρεσύρη τῇ τοῦ κατακλυσμοῦ φορᾷ, εἰσάγειν εἰς τὴν κιβωτόν, ὅπερ ἦν τὸ ψυχῆς ἀγγεῖον τὸ σῶμα, „ἀπὸ τῶν κτηνῶν τῶν καθαρῶν ἑπτά, ἄρρεν καὶ θῆλυ “(Gen. 7, 2), δικαιώσας τὸν ἀστεῖον λογισμὸν χρῆσθαι μέρεσι τοῖς τοῦ ἀλόγου πᾶσι καθαροῖς."],["171","καὶ τοῦθ’ ὅπερ ὥρισεν ὁ νομοθέτης ἐξ ἀνάγκης παρακολουθεῖ πᾶσι τοῖς σοφοῖς· ἔχουσι γὰρ κεκαθαρμένην ὅρασιν καὶ ἐξητασμένην ἀκοὴν καὶ πᾶσαν αἴσθησιν, ἔχουσι μέντοι καὶ λόγον ἀκηλίδωτον καὶ τὰς πρὸς συνουσίας οὐκ ἐκνόμους ὁρμάς."],["172","ἕκαστον δὲ τῶν ἑπτὰ τῇ μὲν ἄρρεν γίνεται, τῇ δὲ καὶ θῆλυ· ἐπειδὴ γὰρ ἢ ἴσχεται ἢ κινεῖται, ἴσχεται μὲν κατὰ τοὺς ὕπνους ἠρεμοῦντα, κινεῖται δὲ ἐν ταῖς ἐγρηγόρσεσιν ἤδη ἐνεργοῦντα, τὸ μὲν καθ’ ἕξιν καὶ ἠρεμίαν ἅτε πρὸς τὸ παθεῖν ὑποβεβλημένον καλεῖται θῆλυ, τὸ δὲ κατὰ κίνησίν τε καὶ ἐνέργειαν ἅτε ἐν τῷ δρᾶν ἐπινοούμενον ἄρρεν ὀνομάζεται."],["173","οὕτως μὲν ἐν τῷ σοφῷ τὰ ἑπτὰ φαίνεται καθαρά, κατὰ δὲ τὰ ἐναντία ἐν τῷ φαύλῳ πάντα ἐκδικούμενα· πόσην γὰρ ὑπολαμβάνομεν πληθὺν καθ’ ἑκάστην ἡμέραν ὑπ’ ὀφθαλμῶν προδίδοσθαι πρὸς τὰ χρώματα καὶ σχήματα καὶ ἃ μὴ θέμις ὁρᾶν αὐτομολούντων; πόσην δὲ ὑπὸ ὤτων ἁπάσαις φωναῖς ἐπακολουθούντων; πόσην δὲ πρὸς τῶν ὀσφρήσεως καὶ γεύσεως ὀργάνων ὑπό τε ἀτμῶν καὶ τῶν ἄλλων ἀπλέτοις ποικιλίαις ἀγομένων;"],["174","ἔτι τοίνυν σοι λέγω τὸ πλῆθος ὧν ἀχαλίνου γλώττης ῥεῦμα ἀνεπίσχετον διέφθειρεν ἢ ὁ περὶ τὰς μίξεις μετ’ ἐπιθυμίας ἀκρατοῦς ἀνίατος οἶστρος; μεσταὶ μὲν αἱ πόλεις, μεστὴ δὲ ἀπὸ περάτων ἐπὶ πέρατα πᾶσα ἡ γῆ τῶν κακῶν τούτων, ἐξ ὧν ὁ συνεχὴς καὶ ἄπαυστος καὶ μέγιστος πολέμων ὁ κατ’ εἰρήνην ἀνθρώπων γένει καὶ ἰδίᾳ καὶ κοινῇ φύεται."],["175","διόπερ ἑλέσθαι ἄν μοι δοκοῦσιν οἱ μὴ τελείως ἀπαίδευτοι πεπηρῶσθαι μᾶλλον ἢ τὰ μὴ προσήκονθ’ ὁρᾶν καὶ κεκωφῶσθαι μᾶλλον ἢ βλαβερῶν ἀκούειν λόγων καὶ ἐκτετμῆσθαι γλῶτταν ὑπὲρ τοῦ μηδὲν τῶν ἀρρήτων ἐκλαλῆσαι."],["176","φασὶ γοῦν ἤδη τινὰς τῶν σοφῶν τροχιζομένους ὑπὲρ τοῦ τὰ ἄρρητα μηνῦσαι γλῶτταν ἀποτραγόντας τὴν ἑαυτῶν ἀργαλεωτέραν κατὰ τῶν βασανιστῶν ἀντιτεχνήσασθαι βάσανον οὐ δυνηθέντων ἃ ἐπόθουν ἐπιγνῶναι. ἐξευνουχισθῆναί γε μὴν ἄμεινον ἢ πρὸς συνουσίας ἐκνόμους λυττᾶν. ἅπαντα δὴ ταῦτα συμφοραῖς ἀνηκέστοις βαπτίζοντα τὴν ψυχὴν δίκης καὶ τιμωρίας εἰκότως ἂν τῆς ἀνωτάτω τυγχάνοι."],["177","λέγει δ’ ἑξῆς ὅτι „ἔθετο κύριος ὁ θεὸς σημεῖον τῷ Κάιν, τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα “(Gen. 4, 15)· καὶ τί τὸ σημεῖόν ἐστιν, οὐ δεδήλωκε, καίτοι γε εἰωθὼς τὴν ἑκάστου φύσιν διὰ σημείου δεικνύναι, ὥσπερ ἐπὶ τῶν ἐν Αἰγύπτῳ τὴν ῥάβδον μεταβαλὼν εἰς ὄφιν καὶ τὴν χεῖρα Μωυσέως εἰς χιόνος ἰδέαν καὶ τὸν ποταμὸν εἰς αἷμα."],["178","μήποτ’ οὖν αὐτὸ τοῦτο σημεῖόν ἐστι τῷ Κάιν τοῦ μὴ φονευθῆναι τὸ μηδέποτε ἀναιρεθῆναι· οὐ γὰρ θάνατον αὐτοῦ διὰ πάσης τῆς νομοθεσίας δεδήλωκεν αἰνιττόμενος ὅτι, ὥσπερ ἡ μεμυθευμένη Σκύλλα, κακὸν ἀθάνατόν ἐστιν ἀφροσύνη, τὴν μὲν κατὰ τὸ τεθνάναι τελευτὴν οὐχ ὑπομένουσα, τὴν δὲ κατὰ τὸ ἀποθνῄσκειν πάντα ἐνδεχομένη τὸν αἰῶνα. εἴθε μέντοι συμβαίνοι τἀναντία, ὡς ἐκποδὼν τὰ φαῦλα ἀναιρεῖσθαι παντελῆ φθορὰν ὑπομένοντα· νῦν δ’ ἀεὶ ζωπυρούμενα τὴν ἀθάνατον ἐγκατασκήπτει νόσον τοῖς ἅπαξ πρὸς αὐτῶν ἁλοῦσιν."]]] \ No newline at end of file diff --git a/lines/on-the-question-who-is-the-heir-of-divin.json b/lines/on-the-question-who-is-the-heir-of-divin.json new file mode 100644 index 0000000000000000000000000000000000000000..915b1621fd4286f803efd6477cbaf4840f4823d7 --- /dev/null +++ b/lines/on-the-question-who-is-the-heir-of-divin.json @@ -0,0 +1 @@ +[[["1","Ἐν μὲν τῇ πρὸ ταύτης συντάξει τὰ περὶ μισθῶν ὡς ἐνῆν ἐπ’ ἀκριβείας διεξήλθομεν· νυνὶ δὲ πρόκειται ζητεῖν, τίς ὁ τῶν θείων πραγμάτων κληρονόμος ἐστίν."],["2","ἐπειδὴ γὰρ θεσπισθέντος ὁ σοφὸς ἤκουσε λογίου τοιούτου· „ὁ μισθός σου πολὺς ἔσται σφόδρα”, πυνθάνεται φάσκων· „δέσποτα, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος. ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου οὗτος Δαμασκὸς Ἐλιέζερ “, καὶ πάλιν „ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με” (Gen. 15, 1— 3)."],["3","καίτοι τίς οὐκ ἂν τὸ τοῦ χρησμῳδοῦντος ἀξίωμα καὶ μέγεθος καταπλαγεὶς ἄφωνος καὶ ἀχανὴς ἐγένετο, καὶ εἰ μὴ διὰ δέος, ἀλλά τοι τῷ περιχαρεῖ; ἐπιστομίζουσι γὰρ ὡς αἱ σφοδραὶ λῦπαι, καὶ αἱ ὑπερβάλλουσαι χαραί."],["4","διὸ καὶ Μωυσῆς ἰσχνόφωνος ὁμολογεῖ καὶ βραδύγλωσσος γενέσθαι, ἀφ’ οὗ ἤρξατο ὁ θεὸς αὐτῷ διαλέγεσθαι (Exod. 4, 10). καὶ ἀψευδής ἐστιν ἡ τοῦ προφήτου μαρτυρία· τότε γὰρ εἰκὸς τὸ μὲν φωνητήριον ὄργανον ἐπέχεσθαι, τὸν δὲ κατὰ διάνοιαν λόγον ἀρθρούμενον ἀνυποτάκτῳ φορᾷ χρῆσθαι, νοημάτων οὐ ῥημάτων ἐπάλληλα κάλλη μετ’ εὐτρόχου καὶ ὑψηγόρου δυνάμεως φιλοσοφοῦντα."],["5","θαυμάσιοι δὲ ἀρεταὶ ἥ τε εὐτολμία καὶ ἡ ἐν τῷ δέοντι παρρησία πρὸς τοὺς ἀμείνους, ὡς καὶ τὸ κωμικὸν ἀψευδῶς μᾶλλον ἢ κωμικῶς εἰρῆσθαι δοκεῖν ἂν πάνθ’ ὁ δοῦλος ἡσυχάζειν μανθάνῃ, πονηρὸς ἔσται· μεταδίδου παρρησίας. πότε οὖν ἄγει παρρησίαν οἰκέτης πρὸς δεσπότην;"],["6","ἆρ’ οὐχ ὅταν ἠδικηκότι μὲν ἑαυτῷ μηδὲν συνειδῇ, πάντα δ’ ὑπὲρ τοῦ κεκτημένου καὶ λέγοντι καὶ πράττοντι;"],["7","πότε οὖν ἄξιον καὶ τὸν τοῦ θεοῦ δοῦλον ἐλευθεροστομεῖν πρὸς τὸν ἑαυτοῦ τε καὶ τοῦ παντὸς ἡγεμόνα καὶ δεσπότην ἢ ὅταν ἁμαρτημάτων καθαρεύῃ καὶ τὸ φιλοδέσποτον ἐκ τοῦ συνειδότος κρίνῃ, πλείονι χαρᾷ χρώμενος ἐπὶ τῷ θεράπων θεοῦ γενέσθαι, ἢ εἰ τοῦ παντὸς ἀνθρώπων γένους ἐβασίλευσε τὸ γῆς ὁμοῦ καὶ θαλάττης ἀναψάμενος ἀκονιτὶ κράτος;"],["8","τὰς δὲ φιλοδεσπότους θεραπείας καὶ λειτουργίας τοῦ Ἀβραὰμ διασυνίστησιν ἀκροτελεύτιον λογίου τοῦ χρησθέντος αὐτοῦ τῷ υἱεῖ· „δώσω σοι καὶ τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ’ ὧν ὑπήκουσεν Ἀβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου “(Gen. 26, 3— 5)."],["9","μέγιστον δ’ ἐγκώμιον οἰκέτου μηδενὸς ὧν ἂν προστάξῃ ὁ δεσπότης ὀλιγωρεῖν, ἀόκνως δὲ καὶ φιλοπόνως ὑπὲρ δύναμιν πάντα σπουδάζειν αἰσίῳ γνώμῃ κατορθοῦν."],["10","εἰσὶ μὲν οὖν, οἷς ἀκούειν ἀλλ’ οὐ λέγειν ἐμπρεπές, ἐφ’ ὧν λέγεται „σιώπα καὶ ἄκουε “(Deut. 27, 9), πάγκαλον παράγγελμα. θρασύτατον γὰρ καὶ λαλίστατον ἀμαθία, ἧς πρῶτον μέν ἐστιν ἄκος ἡσυχία, δεύτερον δὲ προσοχὴ τῶν ἄξιόν τι προφερομένων ἀκοῆς."],["11","μηδεὶς μέντοι νομισάτω τοῦτ’ αὐτὸ μόνον ἐμφαίνεσθαι διὰ τοῦ „σιώπα καὶ ἄκουε “, ἀλλὰ καὶ προτρέψασθαι δυνατώτερον ἕτερον· οὐ γὰρ παραινεῖ μόνον γλώττῃ σιωπᾶν καὶ ὠσὶν ἀκούειν, ἀλλὰ καὶ ψυχῇ ταῦτα παθεῖν ἀμφότερα."],["12","πολλοὶ γὰρ ἐπ’ ἀκρόασιν ἥκοντές τινος οὐκ ἐληλύθασι ταῖς διανοίαις, ἀλλ’ ἔξω πλανῶνται καὶ μυρία περὶ μυρίων ἑαυτοῖς διεξέρχονται, τὰ συγγενικά, τὰ ὀθνεῖα, τὰ ἴδια, τὰ δημόσια, ὧν εἰκὸς ἦν ἐν τῷ παρόντι μὴ μεμνῆσθαι, πάνθ’ ὡς ἔπος εἰπεῖν ἑξῆς συναριθμούμενοι, καὶ διὰ τὸν ἐν ἑαυτοῖς πολὺν θροῦν ἀδυνατοῦσι τοῦ λέγοντος ἀκροᾶσθαι· λέγει γὰρ ἐκεῖνος ὥσπερ οὐκ ἐν ἀνθρώποις, ἀλλ’ ἐν ἀψύχοις ἀνδριᾶσιν, οἷς ὦτα μέν ἐστιν, ἀκοαὶ δ’ οὐκ ἔνεισιν."],["13","ἐὰν οὖν μηδενὶ τῶν ἔξωθεν ἐπιφοιτώντων ἢ ἔνδον ταμιευομένων πραγμάτων ὁ νοῦς ἀξιώσῃ προσομιλεῖν, ἀλλ’ ἠρεμίαν ἀγαγὼν καὶ ἡσυχάσας πρὸς τὸν λέγοντα ἑαυτὸν ἀποτείνῃ, σιωπήσας κατὰ τὸ Μωυσέως παράγγελμα δυνήσεται μετὰ τῆς πάσης προσοχῆς ἀκροάσασθαι, ἑτέρως δ’ οὐκ ἂν ἰσχύσαι."],["14","τοῖς μὲν οὖν ἀμαθέσι συμφέρον ἡσυχία, τοῖς δὲ ἐπιστήμης ἐφιεμένοις καὶ ἅμα φιλοδεσπότοις ἀναγκαιότατον ἡ παρρησία κτῆμα. λέγεται γοῦν ἐν Ἐξαγωγῇ· „κύριος πολεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσετε “, καὶ χρησμὸς εὐθὺς ὑπόκειται τοιόσδε· „καὶ εἶπε κύριος πρὸς Μωυσῆν· τί βοᾷς πρὸς μέ “(Exod. 14, 14. 15); ὡς δέον καὶ σιωπᾶν τοὺς μηδὲν ἄξιον ἀκοῆς ἐροῦντας καὶ λέγειν τοὺς ἔρωτι σοφίας θείῳ πεπιστευκότας καὶ μὴ μόνον λέγειν σὺν ἠρεμίᾳ, ἀλλὰ καὶ μετὰ κραυγῆς μείζονος ἐκβοᾶν, οὐ στόματι καὶ γλώττῃ, δι’ ὧν ἀέρα λόγος ἔχει σφαιρούμενον αἰσθητὸν ἀκοῇ γίνεσθαι, ἀλλὰ τῷ παμμούσῳ καὶ μεγαλοφωνοτάτῳ ψυχῆς ὀργάνῳ, οὗ θνητὸς μὲν ἀκροατὴς οὐδὲ εἷς, ὁ δὲ ἀγένητος καὶ ἄφθαρτος μόνος."],["15","τὸ γὰρ νοητῆς ἁρμονίας εὐάρμοστον καὶ σύμφωνον μέλος ὁ νοητὸς μουσικὸς μόνος καταλαβεῖν ἱκανός, τῶν δὲ ἐν αἰσθήσει φυρομένων οὐδὲ εἷς. ὅλου δὴ τοῦ διανοίας ὀργάνου κατὰ τὴν διὰ πασῶν ἢ δὶς διὰ πασῶν συμφωνίαν ἐξηχοῦντος ὁ ἀκροατὴς ὡσανεὶ πυνθάνεται πρὸς ἀλήθειαν οὐ πυνθανόμενος— πάντα γὰρ γνώριμα θεῷ— „τί βοᾷς πρὸς μέ “; καθ’ ἱκεσίαν κακῶν ἀποτροπῆς ἢ κατ’ εὐχαριστίαν μετουσίας ἀγαθῶν ἢ κατὰ ἀμφότερα;"],["16","λάλος δὲ οὕτως ὁ ἰσχνόφωνος καὶ βραδύγλωσσος καὶ ἄλογος εἶναι δοκῶν ἀνευρίσκεται, ὥστε πῇ μὲν οὐ μόνον λέγων ἀλλὰ καὶ βοῶν εἰσάγεται, ἑτέρωθι δὲ ἀπαύστῳ καὶ ἀδιαστάτῳ χρώμενος λόγων ῥύμῃ."],["17","„Μωυσῆς “γάρ φησιν „ἐλάλει, καὶ ὁ θεὸς ἀπεκρίνετο αὐτῷ φωνῇ “(Exod. 19, 19), οὐ κατὰ συντέλειαν ἐλάλησεν, ἀλλὰ κατὰ μηκυνομένην παράτασιν ἐλάλει, καὶ ὁ θεὸς οὐ κατὰ συντέλειαν ἐδίδαξεν, ἀλλ’ αἰεὶ καὶ συνεχῶς ἀπεκρίνετο. ὅπου δὲ ἀπόκρισις, ἐκεῖ πάντως ἐρώτησις."],["18","ἐρωτᾷ δὲ ἕκαστος ὃ μὴ ἐπίσταται, μαθεῖν ἀξιῶν γνούς τε τῶν εἰς ἐπιστήμην ὠφελιμώτατον ἔργον εἶναι ζητεῖν, ἐρωτᾶν, πυνθάνεσθαι, μηδὲν δοκεῖν εἰδέναι μηδέ τι οἴεσθαι παγίως κατειληφέναι."],["19","σοφοὶ μὲν οὖν ὑφηγητῇ καὶ διδασκάλῳ χρῶνται θεῷ, οἱ δ’ ἀτελέστεροι τῷ σοφῷ. διὸ καὶ λέγουσι· „λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, μή ποτε ἀποθάνωμεν “(Exod. 20, 19). τοσαύτῃ δ’ ἄρα χρῆται παρρησίᾳ ὁ ἀστεῖος, ὥστε οὐ μόνον λέγειν καὶ βοᾶν, ἀλλ’ ἤδη καὶ καταβοᾶν ἐξ ἀληθοῦς πίστεως καὶ ἀπὸ γνησίου τοῦ πάθους θαρρεῖ."],["20","τὸ γὰρ „εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, ἐξάλειψόν με ἐκ τῆς βίβλου σου ἧς ἔγραψας “(Exod. 32, 32) καὶ τὸ „μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν τοῦτον, ἢ ἐγὼ ἔτεκον αὐτόν, ὅτι λέγεις μοι· λάβε αὐτὸν εἰς τὸν κόλπον σου, ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα;” (Num. 11, 12) καὶ τὸ „πόθεν μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ, ὅτι κλαίουσιν ἐπ’ ἐμοί; μὴ πρόβατα καὶ βόες σφαγήσονται ἢ πᾶν τὸ ὄψος τῆς θαλάσσης συναχθήσεται καὶ ἀρκέσει;” (Num. 11, 13. 22) καὶ τὸ „κύριε, διὰ τί ἐκάκωσας τὸν λαὸν τοῦτον; καὶ ἵνα τί ἀπέσταλκάς με; καὶ ἀφ’ οὗ πεπόρευμαι πρὸς Φαραὼ λαλῆσαι ἐπὶ τῷ σῷ ὀνόματι, ἐκάκωσε τὸν λαόν, καὶ οὐκ ἐρρύσω τὸν λαόν σου” (Exod. 5, 22. 23), ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἔδεισεν ἄν τις καὶ πρὸς ἕνα τῶν ἐν μέρει βασιλέων εἰπεῖν· ὁ δ’ ἀποφαίνεσθαι καὶ πρὸς θεὸν ἐθάρρησεν."],["21","τοῦτο δ’ ἄρα πέρας ἦν οὐ τόλμης ἁπλῶς, ἀλλ’ εὐτολμίας αὐτῷ, διότι οἱ σοφοὶ πάντες φίλοι θεοῦ, καὶ μάλιστα κατὰ τὸν ἱερώτατον νομοθέτην. παρρησία δὲ φιλίας συγγενές· ἐπεὶ πρὸς τίνα ἄν τις ἢ πρὸς τὸν ἑαυτοῦ φίλον παρρησιάσαιτο; παγκάλως οὖν ἐν τοῖς χρησμοῖς φίλος ᾄδεται Μωυσῆς (Exod. 33, 11), ἵν’ ὅσα ἐπὶ θάρσει παρακεκινδυνευμένα διεξέρχεται, φιλίᾳ μᾶλλον ἢ αὐθαδείᾳ προφέρεσθαι δοκῇ. θρασύτης μὲν γὰρ αὐθάδους, φίλου δὲ θαρραλεότης οἰκεῖον."],["22","Ἀλλὰ σκόπει πάλιν, ὅτι εὐλαβείᾳ τὸ θαρρεῖν ἀνακέκραται. τὸ μὲν γὰρ „τί μοι δώσεις;” (Gen. 15, 2) θάρσος ἐμφαίνει, τὸ δὲ „δέσποτα” εὐλάβειαν. εἰωθὼς δὲ χρῆσθαι μάλιστα διτταῖς ἐπὶ τοῦ αἰτίου προσρήσεσι, τῇ θεὸς καὶ τῇ κύριος, οὐδετέραν νῦν παρείληφεν, ἀλλὰ τὴν δεσπότου, λίαν εὐλαβῶς καὶ σφόδρα κυρίως· καίτοι συνώνυμα ταῦτ’ εἶναι λέγεται, κύριος καὶ δεσπότης."],["23","ἀλλ’ εἰ καὶ τὸ ὑποκείμενον ἓν καὶ ταὐτόν ἐστιν, ἐπινοίαις αἱ κλήσεις διαφέρουσι· κύριος μὲν γὰρ παρὰ τὸ κῦρος, ὃ δὴ βέβαιόν ἐστιν, εἴρηται, κατ’ ἐναντιότητα ἀβεβαίου καὶ ἀκύρου, δεσπότης δὲ παρὰ τὸν δεσμόν, ἀφ’ οὗ τὸ δέος οἶμαι— ὥστε τὸν δεσπότην κύριον εἶναι καὶ ἔτι ὡσανεὶ φοβερὸν κύριον, οὐ μόνον τὸ κῦρος καὶ τὸ κράτος ἀνημμένον ἁπάντων, ἀλλὰ καὶ δέος καὶ φόβον ἱκανὸν ἐμποιῆσαι—, τάχα μέντοι καὶ ἐπειδὴ τῶν ὅλων δεσμός ἐστι συνέχων αὐτὰ ἄλυτα καὶ σφίγγων διαλυτὰ ὄντα ἐξ ἑαυτῶν."],["24","ὁ δὴ φάσκων „δέσποτα, τί μοι δώσεις “δυνάμει ταῦτα διεξέρχεται· οὐκ ἀγνοῶ σου τὸ ὑπερβάλλον κράτος, ἐπίσταμαι τὸ φοβερὸν τῆς δυναστείας, δεδιὼς καὶ τρέμων ἐντυγχάνω καὶ πάλιν θαρρῶ·"],["25","σὺ γὰρ ἐθέσπισάς μοι μὴ φοβεῖσθαι, σύ μοι γλῶσσαν παιδείας ἔδωκας τοῦ γνῶναι ἡνίκα δεῖ φθέγξασθαι, σὺ τὸ στόμα ἀπερραμμένον ἐξέλυσας, σὺ διοίξας ἐπὶ πλέον ἤρθρωσας, σὺ τὰ λεκτέα συνεβίβασας εἰπεῖν τὸν χρησμὸν βεβαιούμενος ἐκεῖνον· „ἐγὼ ἀνοίξω τὸ στόμα σου, καὶ συμβιβάσω σε ἃ μέλλεις λαλήσειν “(Exod. 4, 12)."],["26","τίς γὰρ ἐγενόμην, ἵνα σύ μοι λόγου μεταδῷς, ἵνα μισθὸν ὁμολογῇς, χάριτος καὶ δωρεᾶς ἀγαθὸν τελεώτερον; οὐ τῆς πατρίδος εἰμὶ μετανάστης; οὐ τῆς συγγενείας ἀπελήλαμαι; οὐ τῆς πατρῴας οἰκίας ἠλλοτρίωμαι; οὐκ ἀποκήρυκτον καὶ φυγάδα πάντες ἔρημον καὶ ἄτιμον ὀνομάζουσιν;"],["27","ἀλλὰ σύ μοι, δέσποτα, ἡ πατρίς, σὺ ἡ συγγένεια, σὺ ἡ πατρῴα ἑστία, σὺ ἡ ἐπιτιμία, ἡ παρρησία, ὁ μέγας καὶ ἀοίδιμος καὶ ἀναφαίρετος πλοῦτος."],["28","διὰ τί οὖν οὐχὶ θαρρήσω λέγειν ἃ φρονῶ; διὰ τί δ’ οὐ πεύσομαι μαθεῖν τι πλέον ἀξιῶν; ἀλλ’ ὁ λέγων ἐγὼ θαρρεῖν πάλιν ὁμολογῶ δεδιέναι καὶ καταπεπλῆχθαι, καὶ οὐκ ἔχει τὴν ἄμικτον ἐν ἐμοὶ μάχην φόβος τε καὶ θάρσος, ὡς ἴσως ὑπολήψεταί τις, ἀλλὰ τὴν ἀνακεκραμένην συμφωνίαν. ἀπλήστως οὖν εὐωχοῦμαι τοῦ κράματος, ὅ με ἀναπέπεικε μήτε ἄνευ εὐλαβείας παρρησιάζεσθαι μήτε ἀπαρρησιάστως εὐλαβεῖσθαι."],["29","τὴν γὰρ οὐδένειαν τὴν ἐμαυτοῦ μετρεῖν ἔμαθον καὶ τὰς ἐν ὑπερβολαῖς ἀκρότητας τῶν σῶν εὐεργεσιῶν περιβλέπεσθαι· καὶ ἐπειδὰν \" γῆν καὶ τέφραν \" καὶ εἴ τι ἐκβλητότερον ἐμαυτὸν αἴσθωμαι, τηνικαῦτα ἐντυγχάνειν σοι θαρρῶ, ταπεινὸς γεγονώς, καταβεβλημένος εἰς χοῦν, ὅσα εἴς γε τὸ μηδ’ ὑφεστάναι δοκεῖν ἀνεστοιχειωμένος. καὶ τοῦτό μου τὸ πάθος τῆς ψυχῆς ἐστηλογράφησεν ἐν τῷ ἐμῷ μνημείῳ ὁ ἐπίσκοπος Μωυσῆς."],["30","\" ἐγγίσας \" γάρ φησιν \" Ἀβραὰμ εἶπε· νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν κύριον, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός \" (Gen. 18, 27), ἐπειδὴ τότε καιρὸς ἐντυγχάνειν γένεσιν τῷ πεποιηκότι, ὅτε τὴν ἑαυτῆς οὐδένειαν ἔγνωκεν. τὸ δὲ \" τί μοι δώσεις; \" οὐκ ἀποροῦντός ἐστι φωνὴ μᾶλλον ἢ ἐπὶ τῷ πλήθει καὶ μεγέθει ὧν ἀπήλαυκεν ἀγαθῶν εὐχαριστοῦντος."],["31","\" τί μοι δώσεις; \" ἔτι γὰρ ἀπολείπεταί τι πλέον προσδοκῆσαι; ἄφθονοι μέν, ὦ φιλόδωρε, αἱ σαὶ χάριτες καὶ ἀπερίγραφοι καὶ ὅρον ἢ τελευτὴν οὐκ ἔχουσαι, πηγῶν τρόπον πλείω τῶν ἀπαντλουμένων ἀνομβροῦσαι."],["32","σκοπεῖν δὲ ἄξιον οὐ μόνον τὸν αἰεὶ πλημμυροῦντα χειμάρρουν τῶν σῶν εὐεργεσιῶν, ἀλλὰ καὶ τὰς ἀρδομένας ἡμῶν ἀρούρας· εἰ γὰρ περιττὸν ἀναχυθείη τὸ ῥεῦμα, λιμνῶδες καὶ τελματῶδες ἀντὶ καρποφόρου γῆς ἔσται τὸ πεδίον. πρὸς εὐφορίαν οὖν μεμετρημένης, ἀλλ’ οὐκ ἀμέτρου δεῖ τῆς ἐπιρροῆς ἐμοί."],["33","διὸ πεύσομαι „τί μοι δώσεις “ἀμύθητα δοὺς καὶ σχεδὸν πάντα ὅσα θνητὴν φύσιν χωρῆσαι δυνατὸν ἦν; ὃ γὰρ λοιπὸν ἐπιζητῶ μαθεῖν τε καὶ κτήσασθαι, τοῦτ’ ἐστίν, τίς ἂν γένοιτο ἄξιος τῶν σῶν εὐεργεσιῶν [καὶ] κληρονόμος."],["34","ἢ „ἐγὼ ἀπολυθήσομαι ἄτεκνος “(Gen. 15, 2), ὀλιγοχρόνιον καὶ ἐφήμερον καὶ ὠκύμορον λαβὼν ἀγαθόν, εὐχόμενος τοὐναντίον, πολυήμερον καὶ μακροχρόνιον καὶ ἀκήρατον καὶ ἀθάνατον, ὡς δυνηθῆναι καὶ σπέρματα βαλέσθαι καὶ ῥίζας ἐχυρότητος ἕνεκα ἀποτεῖναι καὶ ἄνω πρὸς οὐρανὸν τὸ στέλεχος ἀνεγεῖρον μετεωρίσαι;"],["35","τὴν γὰρ ἀνθρωπίνην ἀρετὴν βαίνειν μὲν ἐπὶ γῆς, φθάνειν δὲ πρὸς οὐρανὸν ἀναγκαῖον, ἵν’ ἐκεῖ τῆς ἀφθαρσίας ἑστιαθεῖσα τὸν ἀεὶ χρόνον ἀπήμων διαμένῃ."],["36","ἄτεκνον γὰρ καὶ στεῖραν οἶδ’ ὅτι ψυχὴν ὁ τὰ μὴ ὄντα φέρων καὶ τὰ πάντα γεννῶν μεμίσηκας, ἐπεὶ καὶ χάριν ἔδωκας ἐξαίρετον τῷ διορατικῷ γένει τὸ μηδέποτε στειρωθῆναι καὶ ἀτοκῆσαι, ᾧ καὶ αὐτὸς προσνεμηθεὶς ἐφίεμαι κληρονόμου δικαίως. ἄσβεστον γὰρ αὐτὸ καταθεώμενος αἴσχιστον εἶναι νομίζω τὴν ἐμαυτοῦ φύσιν τοῦ καλοῦ περιιδεῖν καταλυθεῖσαν."],["37","ἱκέτης οὖν γίνομαι καὶ ποτνιῶμαι, ἵνα σπερμάτων καὶ ἐμπυρευμάτων ὑποτυφομένων τὸ ἀρετῆς ἀνακαίηται καὶ ἀναφλέγηται σωτήριον φέγγος, ὃ λαμπαδευόμενον ἐπαλλήλοις διαδοχαῖς ἰσοχρόνιον γενήσεται κόσμῳ."],["38","ζῆλον καὶ τοῖς ἀσκητικοῖς ἔδωκας τέκνων τῶν ψυχῆς σπορᾶς καὶ γενέσεως, καὶ μοιραθέντες ὑφ’ ἡδονῆς ἐξελάλησαν εἰπόντες· „τὰ παιδία οἷς ἠλέησεν ὁ θεὸς τὸν παῖδά σου “(Gen. 33, 5), ὧν ἀκακία καὶ τροφὸς καὶ τιθήνη, ὧν ἄβατοι καὶ ἁπαλαὶ καὶ εὐφυεῖς ψυχαί, τῶν ἀρετῆς παγκάλων καὶ θεοειδεστάτων εὐπαράδεκτοι χαρακτήρων."],["39","δίδαξον δέ με κἀκεῖνο, εἰ „ὁ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου “τῶν σῶν χαρίτων ἱκανὸς γενέσθαι κληρονόμος ἐστίν. ἐγὼ γὰρ ἄχρι νῦν τὸν μὲν ἐλπιζόμενον οὐκ ἔλαβον, ὃν δ’ ἔλαβον, οὐκ ἐλπίζω."],["40","Τίς δὲ ἡ Μασὲκ καὶ τίς αὐτῆς ὁ υἱός, οὐ παρέργως ἐπισκεπτέον. ἑρμηνεύεται τοίνυν Μασὲκ ἐκ φιλήματος. φίλημα δὲ διαφέρει τοῦ φιλεῖν· τὸ μὲν γὰρ ψυχῶν ἕνωσιν ἁρμοζομένων εὐνοίᾳ, τὸ δὲ ἐπιπόλαιον καὶ ψιλὴν δεξίωσιν χρείας τινὸς εἰς ταὐτὸ συναγαγούσης ἔοικεν ἐμφαίνειν."],["41","ὥσπερ γὰρ ἐν τῷ ἀνακύπτειν οὐκ ἔστι τὸ κύπτειν οὐδ’ ἐν τῷ καταπίνειν ἦν πάντως τὸ πίνειν οὐδ’ ἐν μαρσίππῳ ὁ ἵππος, οὕτως οὐδ’ ἐν τῷ καταφιλεῖν τὸ φιλεῖν, ἐπεὶ καὶ τῶν ἐχθρῶν μυρίους εἴκοντές τινες ταῖς τοῦ βίου χαλεπαῖς ἀνάγκαις δεξιοῦνται."],["42","τίς οὖν ἐστιν ἡ ἐκ φιλήματος ἀλλὰ μὴ ἐξ ἀψευδοῦς φιλίας ἡμῖν συσταθεῖσα, φράσω μηδὲν ὑποστειλάμενος· ἡ ζωὴ ἡ σὺν αἰσθήσει, ἡ πᾶσιν ὠχυρωμένη, ἧς ἀνέραστος οὐδείς, ἣν δέσποιναν μὲν οἱ πολλοί, θεράπαιναν δὲ οἱ ἀστεῖοι νομίζουσιν, οὐκ ἀλλόφυλον ἢ ἀργυρώνητον, ἀλλ’ οἰκογενῆ καὶ τρόπον τινὰ ὁμόφυλον. οὗτοι καὶ πεπαίδευνται καταφιλεῖν αὐτήν, οὐ φιλεῖν, ἐκεῖνοι δὲ ὑπερφυῶς ἀγαπᾶν καὶ τριπόθητον ἡγεῖσθαι."],["43","Λάβαν δ’ ὁ μισάρετος οὐδὲ καταφιλῆσαι δυνήσεται τὰς προσκεκληρωμένας τῷ ἀσκητικῷ δυνάμεις, ἀλλ’ ὑποκρίσεως καὶ ψευδῶν πλασμάτων ἀνηρτηκὼς τὸν ἑαυτοῦ βίον, ὡσανεὶ δυσχεραίνων, οὐ πρὸς ἀλήθειαν ἀλγῶν, φησίν· „οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου καὶ τὰς θυγατέρας “(Gen. 31, 28)· εἰκότως γε καὶ προσηκόντως· εἰρωνείαν γὰρ μισεῖν ἀκαταλλάκτως ἐπαιδεύθημεν."],["44","ἀγάπησον οὖν ἀρετὰς καὶ ἄσπασαι ψυχῇ τῇ σεαυτοῦ καὶ φίλησον ὄντως, καὶ ἥκιστα βουλήσῃ τὸ φιλίας παράκομμα ποιεῖν, καταφιλεῖν. „μὴ γάρ ἐστιν αὐταῖς ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ σῷ οἴκῳ; οὐχ ὡς αἱ ἀλλότριαι ἐλογίσθησαν παρὰ σοί; ἢ οὐ πέπρακας αὐτάς, καὶ κατέφαγες τὸ ἀργύριον “(Gen. 31, 14. 15), ἵνα μηδὲ εἰσαῦθις ἀνακομίσασθαι δυνηθῇς τὰ σῶστρα καὶ τὰ λύτρα κατεδηδοκώς; προσποιοῦ νῦν βούλεσθαι καταφιλεῖν ὁ πᾶσι τοῖς κριταῖς ἄσπονδος. ἀλλ’ οὐ γαμβρὸν καταφιλήσει Μωυσῆς, ἀλλ’ ἀπὸ γνησίου τοῦ ψυχῆς πάθους φιλήσει· „ἐφίλησε “γάρ φησιν „αὐτόν, καὶ ἠσπάσαντο ἀλλήλους “(Exod. 18, 7)."],["45","ζωῆς δὲ τριττὸν γένος, τὸ μὲν πρὸς θεόν, τὸ δὲ πρὸς γένεσιν, τὸ δὲ μεθόριον, μικτὸν ἀμφοῖν. τὸ μὲν οὖν πρὸς θεὸν οὐ κατέβη πρὸς ἡμᾶς οὐδὲ ἦλθεν εἰς τὰς σώματος ἀνάγκας. τὸ δὲ πρὸς γένεσιν οὐδ’ ὅλως ἀνέβη οὐδ’ ἐζήτησεν ἀναβῆναι, φωλεῦον δὲ ἐν μυχοῖς Ἅιδου τῷ ἀβιώτῳ βίῳ χαίρει."],["46","τὸ δὲ μικτόν ἐστιν, ὃ πολλάκις μὲν ὑπὸ τῆς ἀμείνονος ἀγόμενον τάξεως θειάζει καὶ θεοφορεῖται, πολλάκις δ’ ὑπὸ τῆς χείρονος ἀντισπώμενον ἐπιστρέφει. τοῦθ’, ὅταν ὥσπερ ἐπὶ πλάστιγγος ἡ τῆς κρείττονος ζωῆς μοῖρα τοῖς ὅλοις βρίσῃ, συνεπισπασθὲν τὸ τῆς ἐναντίας ζωῆς βάρος κουφότατον ἄχθος ἀπέφηνε."],["47","Μωυσῆς δὲ τὸ τῆς πρὸς θεὸν ζωῆς γένος ἀκονιτὶ στεφανώσας εἰς ἐπίκρισιν τὰ λοιπὰ ἄγει δυσὶν ἀπεικάζων γυναιξίν, ὧν τὴν μὲν ἀγαπωμένην, τὴν δὲ μισουμένην καλεῖ προσφυέστατα θεὶς ὀνόματα."],["48","τίς γὰρ οὐ τὰς δι’ ὀφθαλμῶν, τίς δ’ οὐ τὰς δι’ ὤτων, τίς δ’ οὐ τὰς διὰ γεύσεως ὀσφρήσεώς τε καὶ ἁφῆς ἡδονὰς καὶ τέρψεις ἀποδέχεται; τίς δ’ οὐ τὰ ἐναντία μεμίσηκεν, ὀλιγοδεΐαν, ἐγκράτειαν, αὐστηρὸν καὶ ἐπιστημονικὸν βίον, γέλωτος καὶ παιδιᾶς ἀμέτοχον, συννοίας καὶ φροντίδων καὶ πόνων μεστόν, φίλον τοῦ θεωρεῖν, ἀμαθίας ἐχθρόν, χρημάτων μὲν καὶ δόξης καὶ ἡδονῶν κρείττω, ἥττω δὲ σωφροσύνης καὶ εὐκλείας καὶ βλέποντος οὐ τυφλοῦ πλούτου;"],["49","πρεσβύτερα μὲν οὖν ἀεὶ τὰ γεννήματα τῆς μισουμένης ἀρετῆς. ὁ δὲ Μωυσῆς, εἰ καὶ νεώτερα χρόνῳ, καὶ ταῦτα φύσει πρεσβείων ἀξιοῖ τὰ διπλᾶ διδούς, τῶν δὲ ἀφαιρῶν τὴν ἡμίσειαν. ἐὰν γὰρ γένωνται, φησίν, ἀνθρώπῳ δύο γυναῖκες, ἠγαπημένη καὶ μισουμένη, καὶ τέκωσιν ἀμφότεραι, μέλλων τὰ ἑαυτοῦ διανέμειν οὐ δυνήσεται πρεσβείων ἀξιῶσαι τὸν υἱὸν τῆς ἠγαπημένης, ἡδονῆς,— νέος γὰρ οὗτος, εἰ καὶ χρόνῳ πολιὸς γένοιτο—, ἀλλὰ τὸν τῆς μισουμένης φρονήσεως πρεσβύτερον ἐκ παίδων εὐθὺς ὄντα, ὡς διμοιρίαν ἀπονεῖμαι (Deut. 21, 15— 17)."],["50","τὴν δὲ τροπικωτέραν τούτων ἀπόδοσιν ἐν ἑτέροις εἰρηκότες ἐπὶ τὰ ἀκόλουθα τῶν ἐν χερσὶ τρεψώμεθα ἐκεῖνο προϋποδείξαντες, ὅτι τῆς μισουμένης ὁ θεὸς λέγεται τὴν μήτραν διοίξας γένεσιν ἀστείων ἐπιτηδευμάτων καὶ καλῶν ἔργων ἀνατεῖλαι, τῆς φιλεῖσθαι νομιζομένης αὐτίκα στειρουμένης. „ἰδὼν “γάρ φησι „κύριος ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς·"],["51","Ῥαχὴλ δὲ ἦν στεῖρα “(Gen. 29, 31). ἆρ’ οὐχ ὅταν ἡ ψυχὴ κυοφορῇ καὶ τίκτειν ἄρχηται τὰ ψυχῇ πρέποντα, τηνικαῦτα ὅσα αἰσθητὰ στειρούμενα ἀτοκεῖ, οἷς πρόσεστιν ἡ ἐκ φιλήματος ἀλλ’ οὐχ ἡ διὰ γνησίου φιλίας ἀποδοχή;"],["52","ταύτης οὖν τῆς κατ’ αἴσθησιν ζωῆς, ἣν καλεῖ Μασέκ, υἱὸς ἕκαστος ἡμῶν ἐστι τιμῶν καὶ θαυμάζων τὴν τροφὸν καὶ τιθήνην τοῦ θνητοῦ γένους, αἴσθησιν, ἣν καὶ ὁ γήινος νοῦς, ὄνομα Ἀδάμ, ἰδὼν διαπλασθεῖσαν τὸν ἑαυτοῦ θάνατον ζωὴν ἐκείνης ὠνόμασεν. „ἐκάλεσε “γάρ φησιν „Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ ζωή,"],["53","ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων “(Gen. 3, 20), τῶν πρὸς ἀλήθειαν τὸν ψυχῆς τεθνηκότων δήπου βίον. οἱ δὲ ζῶντες ὄντως μητέρα μὲν ἔχουσι σοφίαν, αἴσθησιν δὲ δούλην πρὸς ὑπηρεσίαν ἐπιστήμης ὑπὸ φύσεως δημιουργηθεῖσαν."],["54","ὄνομα δὲ τοῦ γεννηθέντος ἐκ ζωῆς, ἣν ἐκ φιλήματος ἐγνωρίσαμεν, διασυνίστησι Δαμασκός— τὸ δὲ μεταληφθέν ἐστιν αἷμα σάκκου—, σφόδρα δυνατῶς καὶ εὐθυβόλως σάκκον μὲν τὸ σῶμα αἰνιξάμενος, αἷμα δὲ ζωὴν τὴν ἔναιμον."],["55","ἐπειδὴ γὰρ ψυχὴ διχῶς λέγεται, ἥ τε ὅλη καὶ τὸ ἡγεμονικὸν αὐτῆς μέρος, ὃ κυρίως εἰπεῖν ψυχὴ ψυχῆς ἐστι, καθάπερ ὀφθαλμὸς ὅ τε κύκλος σύμπας καὶ τὸ κυριώτατον μέρος τὸ ᾧ βλέπομεν, ἔδοξε τῷ νομοθέτῃ διττὴν καὶ τὴν οὐσίαν εἶναι ψυχῆς, αἷμα μὲν τῆς ὅλης, τοῦ δ’ ἡγεμονικωτάτου πνεῦμα θεῖον."],["56","φησὶ γοῦν ἄντικρυς· „ψυχὴ πάσης σαρκὸς αἷμά ἐστιν “(Lev. 17, 11). εὖ γε τὸ προσνεῖμαι τῷ σαρκῶν ὄχλῳ τὴν αἵματος ἐπιρροήν, οἰκεῖον οἰκείῳ· τοῦ δὲ νοῦ τὴν οὐσίαν ἐξ οὐδενὸς ἤρτησε γενητοῦ, ἀλλ’ ὑπὸ θεοῦ καταπνευσθεῖσαν εἰσήγαγεν· „ἐνεφύσησε “γάρ φησιν „ὁ ποιητὴς τῶν ὅλων εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν “(Gen. 2, 7), ᾗ καὶ κατὰ τὴν εἰκόνα τοῦ ποιητοῦ λόγος ἔχει τυπωθῆναι."],["57","ὥστε διττὸν εἶδος ἀνθρώπων, τὸ μὲν θείῳ πνεύματι λογισμῷ βιούντων, τὸ δὲ αἵματι καὶ σαρκὸς ἡδονῇ ζώντων. τοῦτο τὸ εἶδός ἐστι πλάσμα γῆς, ἐκεῖνο δὲ θείας εἰκόνος ἐμφερὲς ἐκμαγεῖον."],["58","χρεῖος δ’ ἐστὶν οὐ μετρίως ὁ πεπλασμένος ἡμῶν χοῦς καὶ ἀναδεδευμένος αἵματι βοηθείας τῆς ἐκ θεοῦ· διὸ λέγεται \" οὗτος Δαμασκὸς Ἐλιέζερ “— ἑρμηνευθεὶς δέ ἐστιν Ἐλιέζερ θεός μου βοηθός—, ἐπειδὴ ὁ ἔναιμος ὄγκος ἐξ ἑαυτοῦ διαλυτὸς ὢν καὶ νεκρὸς συνέστηκε καὶ ζωπυρεῖται προνοίᾳ θεοῦ τοῦ τὴν χεῖρα ὑπερέχοντος καὶ ὑπερασπίζοντος, μηδεμίαν ἡμέραν ἱδρυθῆναι παγίως δυνηθέντος ἐξ ἑαυτοῦ τοῦ γένους ἡμῶν."],["59","οὐχ ὁρᾷς ὅτι καὶ Μωυσέως ὁ δεύτερος τῶν υἱῶν ὁμωνυμεῖ τούτῳ; „τὸ γὰρ ὄνομα “φησί „τοῦ δευτέρου Ἐλιέζερ “, καὶ τὴν αἰτίαν ἐπιφέρει· „ὁ γὰρ θεὸς τοῦ πατρός μου βοηθός μου, καὶ ἐξείλατό με ἐκ χειρὸς Φαραώ “(Exod. 18, 4)."],["60","τοῖς δ’ ἔτι τῆς ἐναίμου καὶ αἰσθητῆς ζωῆς ἑταίροις ἐπιτίθεται ὁ σκεδάσαι τὰς θεοσεβείας δεινὸς τρόπος, ὄνομα Φαραώ, οὗ τὴν παρανομίας καὶ ὠμότητος μεστὴν δυναστείαν ἀμήχανον ἐκφυγεῖν ἄνευ τοῦ γεννηθῆναι τὸν Ἐλιέζερ ἐν ψυχῇ"],["61","καὶ ἐπελπίσαι τὴν παρὰ τοῦ μόνου σωτῆρος θεοῦ βοήθειαν. παγκάλως δὲ τὸν Δαμασκὸν οὐκ ἀπὸ πατρός, ἀλλ’ ἀπὸ μητρὸς τῆς Μασὲκ διασυνέστησεν, ἵνα διδάξῃ ὅτι ἡ ἔναιμος ψυχή, καθ’ ἣν ζῇ καὶ τὰ ἄλογα, τοῦ πρὸς γυναικῶν μητρῴου γένους οἰκεῖόν ἐστιν, ἄρρενος γενεᾶς ἀμέτοχον."],["62","ἀλλ’ οὐχ ἡ ἀρετὴ Σάρρα· μόνου γὰρ τοῦ πρὸς ἀνδρῶν μεταποιεῖται, ἐκ πατρὸς τοῦ πάντων θεοῦ μόνου γεννηθεῖσα ἡ ἀμήτωρ ἀρχή· „ἀληθῶς \" γάρ φησιν „ἀδελφή μού ἐστιν ἐκ πατρός, ἀλλ’ οὐκ ἐκ μητρός \" (Gen. 20, 12)."],["63","Ἃ μὲν οὖν ἦν ἀναγκαῖον προακοῦσαι, διεπτύξαμεν· καὶ γὰρ εἶχεν ἀσάφειαν ἡ πρότασις αἰνιγματώδη. τί δὲ ὁ φιλομαθὴς ζητεῖ, διερμηνευτέον ἀκριβέστερον· μήποτ’ οὖν ἐστι τοιοῦτον, εἰ δύναταί τις ἐφιέμενος τῆς ἐναίμου ζωῆς καὶ μεταποιούμενος ἔτι τῶν κατ’ αἴσθησιν γενέσθαι τῶν ἀσωμάτων καὶ θείων πραγμάτων κληρονόμος."],["64","τούτων μόνος ἀξιοῦται ὁ καταπνευσθεὶς ἄνωθεν, οὐρανίου τε καὶ θείας μοίρας ἐπιλαχών, ὁ καθαρώτατος νοῦς, ἀλογῶν οὐ μόνον σώματος ἀλλὰ καὶ τοῦ ἑτέρου ψυχῆς τμήματος, ὅπερ ἄλογον ὑπάρχον αἵματι πέφυρται, θυμοὺς ζέοντας καὶ πεπυρωμένας ἐπιθυμίας ἀναφλέγον."],["65","πυνθάνεται γοῦν τὸν τρόπον τοῦτον· ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα τὸ νοητὸν ἐκεῖνο, τὸ αὐτοδίδακτον, τὸ θεοειδές, ἆρά γε „ὁ οἰκογενής μου κληρονομήσει με “(Gen. 15, 3), ὁ τῆς ἐναίμου ζωῆς ἔγγονος; τότε καὶ ἐπισπεύσας ὁ θεὸς ἔφθασε τὸν λαλοῦντα, τῆς ῥήσεως προαποστείλας ὡς ἔπος εἰπεῖν διδασκαλίαν."],["66","„εὐθὺς “γάρ φησι „φωνὴ θεοῦ ἐγένετο πρὸς αὐτὸν τῷ λέγειν· οὐ κληρονομήσει σε οὗτος “(Gen. 15, 4), τῶν εἰς τὴν δι’ αἰσθήσεως δεῖξιν ἐρχομένων οὐδὲ εἷς· ἀσώματοι γὰρ φύσεις νοητῶν πραγμάτων εἰσὶ κληρονόμοι."],["67","παρατετήρηται δὲ ἄκρως τὸ μὴ „εἶπεν “ἢ „ἐλάλησεν “φάναι, ἀλλὰ τὸ „φωνὴ θεοῦ ἐγένετο πρὸς αὐτὸν \" ὥσπερ εὐτόνως ἐμβοήσαντος καὶ ἀρρήκτως ἐνηχήσαντος, ἵν’ εἰς πᾶσαν τὴν ψυχὴν διαδοθεῖσα ἡ φωνὴ μηδὲν ἔρημον ἐάσῃ καὶ κενὸν ὑφηγήσεως ὀρθῆς μέρος, ἀλλὰ πάντα διὰ πάντων ὑγιαινούσης μαθήσεως ἀναπλησθῇ."],["68","τίς οὖν γενήσεται κληρονόμος; οὐχ ὁ μένων ἐν τῇ τοῦ σώματος εἱρκτῇ λογισμὸς καθ’ ἑκούσιον γνώμην, ἀλλ’ ὁ λυθεὶς τῶν δεσμῶν καὶ ἐλευθερωθεὶς καὶ ἔξω τειχῶν προεληλυθὼς καὶ καταλελοιπώς, εἰ οἷόν τε τοῦτο εἰπεῖν, αὐτὸς ἑαυτόν. „ὃς γὰρ ἐξελεύσεται ἐκ σοῦ “φησίν, „οὗτος κληρονομήσει σε (Gen. 15, 4) “."],["69","πόθος οὖν εἴ τις εἰσέρχεταί σε, ψυχή, τῶν θείων ἀγαθῶν κληρονομῆσαι, μὴ μόνον „γῆν, “τὸ σῶμα, καὶ „συγγένειαν “, τὴν αἴσθησιν, καὶ \" οἶκον πατρός \" (Gen. 12, 1), τὸν λόγον, καταλίπῃς, ἀλλὰ καὶ σαυτὴν ἀπόδραθι καὶ ἔκστηθι σεαυτῆς, ὥσπερ οἱ κατεχόμενοι καὶ κορυβαντιῶντες βακχευθεῖσα καὶ θεοφορηθεῖσα κατά τινα προφητικὸν ἐπιθειασμόν·"],["70","ἐνθουσιώσης γὰρ καὶ οὐκέτ’ οὔσης ἐν ἑαυτῇ διανοίας, ἀλλ’ ἔρωτι οὐρανίῳ σεσοβημένης κἀκμεμηνυίας καὶ ὑπὸ τοῦ ὄντως ὄντος ἠγμένης καὶ ἄνω πρὸς αὐτὸ εἱλκυσμένης, προϊούσης ἀληθείας καὶ τἀν ποσὶν ἀναστελλούσης, ἵνα κατὰ λεωφόρου βαίνοι τῆς ὁδοῦ, κλῆρος οὗτος. πῶς οὖν μετανίστασο τῶν προτέρων ἐκείνων,"],["71","λέγε θαρροῦσα ἡμῖν, ὦ διάνοια, ἣ τοῖς ἀκούειν τὰ νοητὰ δεδιδαγμένοις ἐνηχεῖς, ἀεὶ φάσκουσα ὅτι μετῳκισάμην τοῦ σώματος, ἡνίκα τῆς σαρκὸς ἠλόγουν ἤδη, καὶ τῆς αἰσθήσεως, ὁπότε τὰ αἰσθητὰ πάντα ὡς μὴ πρὸς ἀλήθειαν ὄντα ἐφαντασιώθην καταγνοῦσα μὲν αὐτῆς τῶν κριτηρίων ὡς νενοθευμένων καὶ δεδεκασμένων καὶ ψευδοῦς ὑποπεπλησμένων δόξης, καταγνοῦσα δὲ καὶ τῶν κρινομένων, ὡς δελεάσαι καὶ ἀπατῆσαι καὶ ἐκ μέσης τῆς φύσεως ἁρπάσαι τὴν ἀλήθειαν εὐτρεπισμένων· μετανέστην καὶ τοῦ λόγου, ἡνίκα πολλὴν ἀλογίαν αὐτοῦ κατέγνων καίτοι μετεωρίζοντος καὶ φυσῶντος ἑαυτόν."],["72","ἐτόλμα γὰρ τόλμημα οὐ μικρόν, διὰ σκιῶν μοι σώματα, διὰ ῥημάτων πράγματα, ἅπερ ἀμήχανον ἦν, δεικνύναι· καίτοι σφαλλόμενος περιελάλει καὶ περιέρρει κοινότητι τῶν ὀνομάτων τὰς ἰδιότητας τῶν ὑποκειμένων ἀδυνατῶν ἐμφάσει τρανῇ παραστῆσαι."],["73","παθοῦσα δ’ ὡς ἄφρων καὶ νήπιος παῖς ἔμαθον, ὡς ἄμεινον ἦν ἄρα πάντων μὲν τούτων ὑπεξελθεῖν, ἑκάστου δὲ τὰς δυνάμεις ἀναθεῖναι θεῷ τῷ καὶ τὸ σῶμα σωματοῦντι καὶ πηγνύντι καὶ τὴν αἴσθησιν αἰσθάνεσθαι παρασκευάζοντι καὶ τῷ λόγῳ τὸ λέγειν ὀρέγοντι."],["74","τὸν αὐτὸν δὴ τρόπον ὅνπερ τῶν ἄλλων ὑπεξελήλυθας, ὑπέξελθε καὶ μετανάστηθι σεαυτῆς. τί δὲ τοῦτό ἐστιν; μὴ ταμιεύσῃ τὸ νοεῖν καὶ διανοεῖσθαι καὶ καταλαμβάνειν σεαυτῇ, φέρουσα δὲ καὶ ταῦτα ἀνάθες τῷ τοῦ νοεῖν ἀκριβῶς καὶ καταλαμβάνειν ἀνεξαπατήτως αἰτίῳ."],["75","Τὴν δὲ ἀνάθεσιν δέξεται τῶν πανιέρων τεμενῶν τὸ ἁγιώτερον· δύο γὰρ ἔοικε συστῆναι, τὸ μὲν νοητόν, τὸ δ’ αἰσθητόν. αἰσθητῶν μὲν οὖν φύσεων ὁ κόσμος οὗτος, ἀοράτων δ’ ὡς ἀληθῶς ὁ νοητὸς τὸ πάνθειόν ἐστιν."],["76","ὅτι δ’ ὁ ὑπεξελθὼν ἐξ ἡμῶν νοητῶν καὶ γλιχόμενος ὀπαδὸς εἶναι θεοῦ τοῦ φύσεως ἀοιδίμου πλούτου κληρονόμος ἐστί, μαρτυρεῖ λέγων· „ἐξήγαγεν δὲ αὐτὸν ἔξω καὶ εἶπεν· ἀνάβλεψον εἰς τὸν οὐρανόν “(Gen. 15, 5), ἐπειδήπερ οὗτος ὁ τῶν θείων θησαυρὸς ἀγαθῶν— „ἀνοίξαι γάρ σοι “φησί „κύριος τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν, τὸν οὐρανόν “, (Deut. 28, 12), ἐξ οὗ δὴ τὰς τελεωτάτας εὐφροσύνας ὁ χορηγὸς ἀδιαστάτως ὕει—· „ἀνάβλεψον “δὲ εἰς ἔλεγχον τοῦ τυφλοῦ τῶν ἀγελαίων ἀνθρώπων γένους, ὃ βλέπειν δοκοῦν πεπήρωται."],["77","πῶς γὰρ οὐ πεπήρωται, ὅτε κακὰ μὲν ἀντ’ ἀγαθῶν, αἰσχρὰ ἀντὶ καλῶν, ἄδικα ἀντὶ δικαίων καὶ πάθη μὲν ἀντ’ εὐπαθειῶν, θνητὰ δὲ ἀντ’ ἀθανάτων ᾕρηται καὶ νουθετητὰς μὲν καὶ σωφρονιστάς, ἔτι δὲ ἔλεγχον καὶ παιδείαν ἀποδιδράσκει, κόλακας δὲ καὶ τοὺς πρὸς ἡδονὴν λόγους ἀργίας καὶ ἀμαθίας καὶ θρύψεως δημιουργοὺς ἀποδέχεται;"],["78","μόνος οὖν βλέπει ὁ ἀστεῖος, οὗ χάριν καὶ τοὺς προφήτας ὠνόμασαν οἱ παλαιοὶ ὁρῶντας (I Reg. 9, 9). ὁ δὲ ἔξω προεληλυθὼς οὐ μόνον ὁρῶν, ἀλλὰ καὶ θεὸν ὁρῶν προσερρήθη, Ἰσραήλ [ὅς ἐστι θεὸν ὁρῶν]. οἱ δέ, κἄν ποτε τοὺς ὀφθαλμοὺς διοίξωσι, πρὸς γῆν ἀπονενεύκασι τὰ γήινα μετιόντες καὶ τοῖς ἐν Ἅιδῃ συντρεφόμενοι. ὁ μὲν γὰρ ἀνατείνει τὰς ὄψεις πρὸς αἰθέρα καὶ τὰς οὐρανοῦ περιόδους,"],["79","πεπαίδευται δὲ καὶ εἰς τὸ μάννα ἀφορᾶν, τὸν θεῖον λόγον, τὴν οὐράνιον ψυχῆς φιλοθεάμονος ἄφθαρτον τροφήν, οἱ δὲ πρὸς τὰ κρόμμυα καὶ τὰ σκόρδα, τὰ περιοδυνῶντα τὰς κόρας καὶ κακοῦντα καὶ καταμύειν ποιοῦντα, καὶ τὰς ἄλλας πράσων καὶ νεκρῶν ἰχθύων δυσοδμίας, οἰκείας Αἰγύπτου τροφάς."],["80","„ἐμνήσθημεν “γάρ φασι „τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεάν, καὶ σικύας, πέπονας, πράσα, κρόμμυα, σκόρδα· νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος, οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν “(Num. 11, 5. 6)."],["81","συντείνει δὲ πρὸς ἠθοποιίαν καὶ τὸ „ἐξήγαγεν αὐτὸν ἔξω “, ὅ τινες εἰώθασιν ὑπ’ ἀμουσίας ἤθους γελᾶν φάσκοντες· εἴσω γάρ τις ἐξάγεται, ἢ ἔμπαλιν εἰσέρχεται ἔξω; ναί, φαίην ἄν, ὦ καταγέλαστοι καὶ λίαν εὐχερεῖς· ψυχῆς γὰρ τρόπους ἰχνηλατεῖν οὐκ ἐμάθετε, ἀλλὰ σωμάτων τὰς ἐν τούτοις μεταβατικὰς κινήσεις μόνας ἐρευνᾶτε. διὸ καὶ παράδοξον ὑμῖν φαίνεται εἴ τις ἐξέρχεται εἴσω ἢ εἰσέρχεται ἔξω· τοῖς δὲ Μωυσέως γνωρίμοις ἡμῖν οὐδὲν τῶν τοιούτων ἀπῳδόν ἐστιν."],["82","ἢ οὐκ ἂν εἴποιτε, τὸν μὴ τέλειον ἀρχιερέα, ὁπότε ἐν τοῖς ἀδύτοις τὰς πατρῴους ἁγιστείας ἐπιτελεῖ, ἔνδον εἶναί τε καὶ ἔξω, ἔνδον μὲν τῷ φανερῷ σώματι, ἔξω δὲ ψυχῇ τῇ περιφοίτῳ καὶ πεπλανημένῃ, καὶ ἔμπαλίν τινα μηδὲ γένους ὄντα τοῦ ἱερωμένου θεοφιλῆ καὶ φιλόθεον ἔξω τῶν περιρραντηρίων ἑστῶτα ἐσωτάτω διατρίβειν, ἀποδημίαν ἡγούμενον ὅλον τὸν μετὰ σώματος βίον, ὁπότε δὲ δύναιτο τῇ ψυχῇ μόνῃ ζῆν, ἐν πατρίδι καταμένειν ὑπολαμβάνοντα;"],["83","καὶ γὰρ φλιᾶς μέν ἐστιν ἔξω πᾶς ἄφρων, κἂν συνημερεύων μηδ’ ἀκαρὲς ἀπολείπηται, εἴσω δὲ πᾶς σοφός, κἂν μὴ μόνον χώραις ἀλλὰ καὶ μεγάλοις κλίμασι γῆς διῳκισμένος τυγχάνῃ· κατὰ δὲ Μωυσῆν οὕτως ὁ φίλος ἐγγύς ἐστιν, ὥστε ἀδιαφορεῖ ψυχῆς· λέγει γάρ·"],["84","„ὁ φίλος, ὁ ἴσος τῇ ψυχῇ σου “(Deut. 13, 6). καὶ ὁ ἱερεὺς μέντοι „ἄνθρωπος οὐκ ἔσται κατ’ αὐτὸν ὅταν εἰσίῃ εἰς τὰ ἅγια τῶν ἁγίων, ἕως ἂν ἐξέλθῃ “(Lev. 16, 17), οὐ σωματικῶς, ἀλλὰ ταῖς κατὰ ψυχὴν κινήσεσιν. ὁ γὰρ νοῦς, ὅτε μὲν καθαρῶς λειτουργεῖ θεῷ, οὐκ ἔστιν ἀνθρώπινος, ἀλλὰ θεῖος· ὅτε δὲ ἀνθρωπίνῳ τινί, τέτραπται καταβὰς ἀπ’ οὐρανοῦ, μᾶλλον δὲ πεσὼν ἐπὶ γῆν ἐξέρχεται, κἂν ἔτι μένῃ τὸ σῶμα ἔνδον αὐτῷ."],["85","ὀρθότατα οὖν εἴρηται· „ἐξήγαγεν αὐτὸν ἔξω “τῶν κατὰ τὸ σῶμα δεσμωτηρίων, τῶν κατὰ τὰς αἰσθήσεις φωλεῶν, τῶν κατὰ τὸν ἀπατεῶνα λόγον σοφιστειῶν, ἐπὶ πᾶσιν αὐτὸν ἐξ ἑαυτοῦ καὶ τοῦ δοκεῖν αὐτεξουσίῳ καὶ αὐτοκράτορι γνώμῃ νοεῖν τε καὶ καταλαμβάνειν."],["86","Προαγαγὼν δὲ αὐτὸν ἔξω φησίν· „ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, ἐὰν δυνηθῇς ἐξαριθμῆσαι αὐτούς. οὕτως ἔσται τὸ σπέρμα σου “(Gen. 15, 5). παγκάλως εἶπεν „οὕτως ἔσται “, ἀλλ’ οὐ τοσοῦτον, τοῖς ἄστροις ἰσάριθμον. οὐ γὰρ τὸ πλῆθος αὐτὸ μόνον, ἀλλὰ καὶ μυρία ἄλλα τῶν εἰς εὐδαιμονίαν ὁλόκληρον καὶ παντελῆ βούλεται παρεμφῆναι."],["87","οὕτως οὖν ἔσται, φησίν, ὡς ἔχει τὸ ὁρώμενον αἰθέριον, οὕτως οὐράνιον, οὕτως αὐγῆς γέμον ἀσκίου καὶ καθαρᾶς— οὐρανοῦ γὰρ ἀπελήλαται νὺξ καὶ αἰθέρος τὸ σκότος—, ἀστεροειδέστατον, εὖ διακεκοσμημένον, τάξει χρώμενον ἀκλινεῖ τῇ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἐχούσῃ."],["88","βούλεται γὰρ ἀντίμιμον οὐρανοῦ, εἰ δὲ χρὴ καὶ προσυπερβάλλοντα εἰπεῖν, οὐρανὸν ἐπίγειον ἀποφῆναι τὴν τοῦ σοφοῦ ψυχὴν ἔχουσαν ἐν ἑαυτῇ καθάπερ ἐν αἰθέρι καθαρὰς φύσεις, τεταγμένας κινήσεις, χορείας ἐμμελεῖς, θείας περιόδους, ἀρετῶν ἀστεροειδεστάτας καὶ περιλαμπεστάτας αὐγάς. εἰ δ’ ἀμήχανον αἰσθητῶν ἀστέρων ἀριθμὸν εὑρεῖν, πῶς οὐχὶ μᾶλλον νοητῶν;"],["89","ἐφ’ ὅσον γὰρ οἶμαι τὸ κρῖνον τοῦ κρίνοντος ἄμεινον ἢ χεῖρον— νοῦς μὲν γὰρ ἄμεινον αἰσθήσεως, διανοίας δὲ ἀμβλύτερον αἴσθησις—, ἐπὶ τοσοῦτον καὶ τὰ κρινόμενα διενήνοχεν· ὥστε μυρίῳ πλήθει τὰ νοητὰ τῶν αἰσθητῶν ὑπερβάλλειν. τοῦ γὰρ ψυχῆς ὄμματος βραχυτάτη μοῖρα οἱ κατὰ τὸ σῶμα ὀφθαλμοί· τὸ μὲν γὰρ ἔοικεν ἡλίῳ, λυχνούχοις δὲ οὗτοι μελετῶσιν ἐξάπτεσθαι τε καὶ σβέννυσθαι."],["90","Ἀναγκαίως οὖν ἐπιλέγεται „ἐπίστευσεν Ἀβραὰμ τῷ θεῷ “(Gen. 15, 6) πρὸς ἔπαινον τοῦ πεπιστευκότος. καίτοι, τάχα ἄν τις εἴποι, τοῦτ’ ἄξιον ἐπαίνου κρίνετε; τίς δὲ οὐκ ἄν τι λέγοντι καὶ ὑπισχνουμένῳ θεῷ προσέχοι τὸν νοῦν, κἂν εἰ πάντων ἀδικώτατος καὶ ἀσεβέστατος ὢν τυγχάνοι;"],["91","πρὸς ὃν ἐροῦμεν· ὦ γενναῖε, μὴ ἀνεξετάστως ἢ τὸν σοφὸν ἀφέλῃ τὰ πρέποντα ἐγκώμια ἢ τοῖς ἀναξίοις τὴν τελειοτάτην ἀρετῶν, πίστιν, μαρτυρήσῃς ἢ τὴν ἡμετέραν περὶ τούτων γνῶσιν αἰτιάσῃ."],["92","βαθυτέραν γὰρ εἰ βουληθείης ἔρευναν καὶ μὴ σφόδρ’ ἐπιπόλαιον ποιήσασθαι, σαφῶς γνώσῃ, ὅτι μόνῳ θεῷ χωρὶς ἑτέρου προσπαραλήψεως οὐ ῥᾴδιον πιστεῦσαι διὰ τὴν πρὸς τὸ θνητὸν ᾧ συνεζεύγμεθα συγγένειαν· ὅπερ ἡμᾶς καὶ χρήμασι καὶ δόξῃ καὶ ἀρχῇ καὶ φίλοις ὑγείᾳ τε καὶ ῥώμῃ σώματος καὶ ἄλλοις πολλοῖς ἀναπείθει πεπιστευκέναι. τὸ δὲ"],["93","ἐκνίψασθαι τούτων ἕκαστον καὶ ἀπιστῆσαι γενέσει τῇ πάντα ἐξ ἑαυτῆς ἀπίστῳ, μόνῳ δὲ πιστεῦσαι θεῷ τῷ καὶ πρὸς ἀλήθειαν μόνῳ πιστῷ μεγάλης καὶ ὀλυμπίου ἔργον διανοίας ἐστί, οὐκέτι πρὸς οὐδενὸς δελεαζομένης"],["94","τῶν παρ’ ἡμῖν. εὖ δὲ τὸ φάναι \" λογισθῆναι τὴν πίστιν εἰς δικαιοσύνην αὐτῷ “(Gen. 15, 6)· δίκαιον γὰρ οὐδὲν οὕτως, ὡς ἀκράτῳ καὶ ἀμιγεῖ τῇ πρὸς θεὸν μόνον πίστει κεχρῆσθαι."],["95","τὸ δὲ δίκαιον καὶ ἀκόλουθον τοῦτο τῇ φύσει παράδοξον ἐνομίσθη διὰ τὴν τῶν πολλῶν ἀπιστίαν ἡμῶν, οὓς ἐλέγχων ὁ ἱερὸς λόγος φησίν, ὅτι τὸ ἐπὶ μόνῳ τῷ ὄντι βεβαίως καὶ ἀκλινῶς ὁρμεῖν θαυμαστὸν μὲν παρ’ ἀνθρώποις, οἷς ἀγαθῶν ἀδόλων κτῆσις οὐκ ἔστιν, οὐ θαυμαστὸν δὲ παρ’ ἀληθείᾳ βραβευούσῃ, δικαιοσύνης δ’ αὐτὸ μόνον ἔργον."],["96","„Εἶπε δὲ “φησί „πρὸς αὐτόν· ἐγὼ ὁ θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι \" (Gen. 15, 7). τοῦτ’ οὐχ ὑπόσχεσιν μόνον, ἀλλὰ καὶ παλαιᾶς ὑποσχέσεως βεβαίωσιν ἐμφαίνει."],["97","τὸ μὲν οὖν πάλαι δωρηθὲν ἀγαθὸν ἔξοδος ἦν ἀπὸ τῆς Χαλδαϊκῆς μετεωρολογίας, ἥτις ἀνεδίδασκεν οὐ θεοῦ ἔργον, ἀλλὰ θεὸν ὑπολαμβάνειν τὸν κόσμον εἶναι καὶ τό τε εὖ καὶ τὸ χεῖρον ἅπασι τοῖς οὖσι φοραῖς καὶ τεταγμέναις περιόδοις ἀστέρων ἀριθμεῖσθαι καὶ ἐνθένδε τὴν ἀγαθοῦ καὶ κακοῦ γένεσιν ἠρτῆσθαι— ταῦτα δ’ ἡ τῶν κατ’ οὐρανὸν ὁμαλὴ καὶ τεταγμένη κίνησις τοὺς εὐχερεστέρους ἀνέπεισε τερατεύεσθαι· καὶ γὰρ τὸ Χαλδαίων ὄνομα μεταληφθὲν ὁμαλότητι παρωνυμεῖ—,"],["98","τὸ δὲ νέον ἀγαθὸν κληρονομῆσαι σοφίαν τὴν ἄδεκτον μὲν αἰσθήσει, νῷ δ’ εἱλικρινεστάτῳ καταλαμβανομένην, δι’ ἧς ἀποικιῶν ἡ ἀρίστη βεβαιοῦται μετανισταμένης τῆς ψυχῆς ἀπὸ ἀστρονομίας ἐπὶ φυσιολογίαν καὶ ἀπὸ ἀβεβαίου εἰκασίας ἐπὶ πάγιον κατάληψιν καὶ κυρίως εἰπεῖν ἀπὸ τοῦ γεγονότος πρὸς τὸ ἀγένητον, ἀπὸ τοῦ κόσμου πρὸς τὸν ποιητὴν καὶ πατέρα αὐτοῦ."],["99","τοὺς μὲν γὰρ τὰς γνώμας χαλδαΐζοντας οὐρανῷ πεπιστευκέναι, τὸν δ’ ἐνθένδε μεταναστάντα τῷ ἐπόχῳ τοῦ οὐρανοῦ καὶ ἡνιόχῳ τοῦ παντὸς κόσμου, θεῷ, φασὶν οἱ χρησμοί. καλός γε ὁ κλῆρος, μείζων ἴσως τῆς δυνάμεως τοῦ λαμβάνοντος, ἐπάξιος δὲ τοῦ μεγέθους τοῦ διδόντος."],["100","Ἀλλ’ οὐκ ἐξαρκεῖ χρηστὰ ἐλπίσαι καὶ θαυμάσια ἡλίκα προσδοκῆσαι τῷ σοφίας ἐραστῇ διὰ τῶν θεσπισθέντων· ἀλλ’ εἰ μὴ καὶ τρόπον γνώσεται καθ’ ὃν ἐφίξεται τῆς τοῦ κλήρου διαδοχῆς, παγχάλεπον ἡγεῖται, ἅτε διψῶν ἐπιστήμης καὶ ἀπλήστως ἔχων αὐτῆς· διὸ πυνθάνεται φάσκων· „δέσποτα, κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω αὐτήν \" (Gen. 15, 8);"],["101","ἴσως ἄν τις εἴποι μάχεσθαι τοῦτο τῷ πεπιστευκέναι· τὸ μὲν γὰρ ἀπορεῖν ἐνδοιάζοντος, τὸ δὲ μηκέτι ζητεῖν ἔργον εἶναι πεπιστευκότος. λεκτέον οὖν, ὅτι καὶ ἀπορεῖ καὶ πεπίστευκεν, οὐ μὴν περὶ τοῦ αὐτοῦ, πολλοῦ γε καὶ δεῖ. πεπίστευκε μὲν γὰρ ὅτι κληρονόμος ἔσται σοφίας, τὸν δὲ τρόπον αὐτὸ μόνον ζητεῖ καθ’ ὃν ἂν γένοιτο· τὸ δ’ ὅτι γενήσεται, πάντως κατὰ τὰς θείας ὑποσχέσεις βεβαίως κατείληφεν."],["102","τὸν πόθον οὖν, ᾧ κέχρηται πρὸς τὸ μαθεῖν, ἐπαινέσας ὁ διδάσκαλος ἄρχεται τῆς ὑφηγήσεως ἀπὸ στοιχειώδους εἰσαγωγῆς, ἐν ᾗ πρῶτον καὶ ἀναγκαιότατον γέγραπται „λάβε μοι “(Gen. 15, 9)· βραχεῖα μὲν ἡ λέξις, πολλὴ δὲ ἡ δύναμις· ἐμφαίνει γὰρ οὐκ ὀλίγα."],["103","πρῶτον μέν, ἴδιον, φησίν, οὐδὲν ἔχεις ἀγαθόν, ἀλλ’ ὅ τι ἂν νομίσῃς ἔχειν, ἕτερος παρέσχηκεν. ἐξ οὗ συνάγεται ὅτι θεοῦ τοῦ διδόντος κτήματα πάντα, ἀλλ’ οὐ τῆς μεταίτου καὶ τὰς χεῖρας εἰς τὸ λαβεῖν προτεινούσης γενέσεως."],["104","δεύτερον δέ, κἂν λάβῃς, λάβε μὴ σεαυτῷ, δάνειον δὲ ἢ παρακαταθήκην νομίσας τὸ δοθὲν τῷ παρακαταθεμένῳ καὶ συμβαλόντι ἀπόδος, πρεσβυτέραν χάριν χάριτι νεωτέρᾳ, προκατάρχουσαν"],["105","ἀντεκτινούσῃ δικαίως καὶ προσηκόντως ἀμειψάμενος. μυρίοι γὰρ ἔξαρνοι παρακαταθηκῶν ἐγένοντο ἱερῶν, τοῖς ἀλλοτρίοις ὡς ἰδίοις ὑπ’ ἀμέτρου τῆς πλεονεξίας καταχρησάμενοι. σὺ δέ, ὦ γενναῖε, παντὶ σθένει πειρῶ μὴ μόνον ἀσινῆ καὶ ἀκιβδήλευτα φυλάττειν ἃ ἔλαβες, ἀλλὰ καὶ πάσης ἐπιμελείας ἀξιοῦν, ἵν’ ὁ παρακαταθέμενος μηδὲν ἔχῃ τῆς παρὰ σοῦ φυλακῆς αἰτιάσασθαι."],["106","παρακατέθετο δέ σοι αὐτῷ ψυχήν, λόγον, αἴσθησιν ὁ ζῳοπλάστης, ἃ συμβολικῶς δάμαλις, κριός, αἲξ ἐν ἱεραῖς γραφαῖς ὠνομάσθησαν (Gen. 15, 9). ταῦτα δ’ οἱ μὲν εὐθὺς ὑπὸ φιλαυτίας ἐνοσφίσαντο, οἱ δὲ ἐταμιεύσαντο πρὸς καιριωτάτην ἀπόδοσιν."],["107","τῶν μὲν οὖν νοσφιζομένων οὐκ ἔστιν ἀριθμὸν εὑρεῖν· τίς γὰρ ἡμῶν ψυχὴν καὶ αἴσθησιν καὶ λόγον, πάνθ’ ὁμοῦ ταῦτ’ οὔ φησιν ἑαυτοῦ κτήματ’ εἶναι, τὸ αἰσθάνεσθαι, τὸ λέγειν, τὸ καταλαμβάνειν οἰόμενος ἐφ’ ἑαυτῷ μόνῳ κεῖσθαι;"],["108","τῶν δὲ τὴν πίστιν ἱερὰν καὶ ἄσυλον ὄντως διαφυλαττόντων ὀλίγος ἐστὶν ἀριθμός. οὗτοι ταῦτα τὰ τρία ἀνατεθείκασι θεῷ, ψυχήν, αἴσθησιν, λόγον· ἔλαβον γὰρ οὐχ ἑαυτοῖς, ἀλλ’ ἐκείνῳ πάντα ταῦτα, ὥστε εἰκότως ὡμολόγησαν κατ’ αὐτὸν εἶναι τὰς ἑκάστων ἐνεργείας, τοῦ νοῦ τὰς διανοήσεις, τοῦ λόγου τὰς ἑρμηνείας, τῆς αἰσθήσεως τὰς φαντασίας."],["109","οἱ μὲν οὖν ἑαυτοῖς ταῦτα ἐπιγράφοντες ἄξια τῆς ἑαυτῶν βαρυδαιμονίας ἐκληρώσαντο, ψυχὴν μὲν ἐπίβουλον, ἀλόγοις πάθεσι πεφυρμένην καὶ πλήθει κακιῶν κατειλημμένην, τοτὲ μὲν ὑπὸ λαιμαργίας καὶ λαγνείας ὥσπερ ἐν χαμαιτυπείῳ περιυβριζομένην, τοτὲ δὲ ὑπὸ πλήθους ἀδικημάτων ὥσπερ ἐν δεσμωτηρίῳ καθειργμένην μετὰ κακούργων, οὐκ ἀνθρώπων, ἀλλ’ ἐπιτηδευμάτων, ἃ πᾶσι τοῖς κριταῖς [ἢ τιμωρηταῖς] ἀγώγιμα γέγονε, λόγον δὲ στόμαργον, ἠκονημένον κατὰ τῆς ἀληθείας, βλαβερὸν μὲν τοῖς ἐντυγχάνουσιν, αἰσχύνην δὲ τοῖς κεκτημένοις ἐπιφέροντα, αἴσθησιν δὲ ἀκόρεστον, ἐμφορουμένην μὲν αἰεὶ τῶν αἰσθητῶν, ὑπὸ δὲ ἀκράτορος τῆς ἐπιθυμίας μηδέποτε ἐμπλησθῆναι δυναμένην, ἀλογοῦσαν τῶν σωφρονιστῶν, ὡς παρορᾶν καὶ παρακούειν καὶ ὅσα ἂν ἐπ’ ὠφελείᾳ διεξέρχωνται παραπτύειν."],["110","οἱ δὲ λαβόντες μὴ ἑαυτοῖς, ἀλλὰ θεῷ τούτων ἕκαστον αὐτῷ ἀνέθεσαν, ἱεροπρεπὲς καὶ ἅγιον ὄντως φυλάξαντες τῷ κτησαμένῳ, τὴν μὲν διάνοιαν, ἵνα μηδὲν ἄλλο ἢ περὶ θεοῦ καὶ τῶν ἀρετῶν αὐτοῦ διανοῆται, τὸν δὲ λόγον, ἵν’ ἀχαλίνῳ στόματι ἐγκωμίοις καὶ ὕμνοις καὶ εὐδαιμονισμοῖς γεραίρῃ τὸν τῶν ὅλων πατέρα, τὰς πρὸς ἑρμηνείαν ἁπάσας ἀρετὰς εἰς ἓν τοῦτο μόνον ἔργον συγκροτῶν καὶ ἐπιδεικνύμενος, τὴν δὲ αἴσθησιν, ἵνα φαντασιουμένη τὸν αἰσθητὸν ἅπαντα κόσμον οὐρανὸν καὶ γῆν καὶ τὰς μεταξὺ φύσεις, ζῷά τε καὶ φυτά, ἐνεργείας τε καὶ δυνάμεις αὐτῶν καὶ ὅσαι κινήσεις καὶ σχέσεις, ἀδόλως καὶ καθαρῶς ψυχῇ διαγγέλλῃ."],["111","νῷ γὰρ ὁ θεὸς καταλαμβάνειν τὸν μὲν νοητὸν κόσμον δι’ ἑαυτοῦ, τὸν δὲ ὁρατὸν δι’ αἰσθήσεως ἐφῆκεν. εἰ δὴ δύναιτό τις πᾶσι τοῖς μέρεσι ζῆσαι θεῷ μᾶλλον ἢ ἑαυτῷ, διὰ μὲν τῶν αἰσθήσεων εἰς τὰ αἰσθητὰ διακύψας ἕνεκα τοῦ τἀληθὲς εὑρεῖν, διὰ δὲ τῆς ψυχῆς τὰ νοητὰ καὶ ὄντα ὄντως φιλοσοφήσας, διὰ δὲ τοῦ κατὰ τὴν φωνὴν ὀργάνου καὶ τὸν κόσμον καὶ τὸν δημιουργὸν"],["112","ὑμνήσας, εὐδαίμονι καὶ μακαρίῳ βίῳ χρήσεται. ταῦτα ἐκ τοῦ „λάβε μοι “παρεμφαίνεσθαι νομίζω. βουληθεὶς μέντοι καὶ τῆς θείας ἀρετῆς ἀπ’ οὐρανοῦ τὴν εἰκόνα ἐπὶ γῆν καταπέμψαι δι’ ἔλεον τοῦ γένους ἡμῶν, ἵνα μὴ ἀτυχήσῃ τῆς ἀμείνονος μοίρας, συμβολικῶς τὴν ἱερὰν σκηνὴν καὶ τὰ ἐν αὐτῇ κατασκευάζει, σοφίας ἀπεικόνισμα καὶ μίμημα."],["113","τῆς γὰρ ἀκαθαρσίας ἡμῶν ἐν μέσῳ φησὶ τὴν σκηνὴν ἱδρῦσθαι τὸ λόγιον, ἵν’ ἔχωμεν ᾧ καθαρθησόμεθα ἐκνιψάμενοι καὶ ἀπολουσάμενοι τὰ καταρρυπαίνοντα ἡμῶν τὸν ἄθλιον καὶ δυσκλείας γέμοντα βίον. τὰ συντείνοντα οὖν πρὸς τὴν κατασκευὴν ἴδωμεν ὃν τρόπον εἰσφέρειν προσέταξεν."],["114","„ἐλάλησε “φησί „κύριος πρὸς Μωυσῆν λέγων· εἰπὸν τοῖς υἱοῖς Ἰσραήλ, καὶ λάβετέ μοι ἀπαρχάς, παρὰ πάντων οἷς ἂν δόξῃ τῇ καρδίᾳ, λήψεσθε τὰς ἀπαρχάς μου “(Exod. 25, 1. 2.). οὐκοῦν κἀνταῦθα παραίνεσις μὴ ἑαυτοῖς ἀλλὰ θεῷ λαβεῖν, τίς τε ὁ διδούς ἐστιν ἐξετάζοντας καὶ τὰ δοθέντα μὴ σινομένους, ἀσινῆ δὲ καὶ ἄμωμα τέλειά τε αὖ καὶ ὁλόκληρα διαφυλάττοντας. τὰς δ’ ἀρχὰς δογματικώτατα ἀνέθηκεν αὐτῷ· τῷ γὰρ ὄντι καὶ σωμάτων καὶ πραγμάτων αἱ ἀρχαὶ κατὰ"],["115","θεὸν ἐξετάζονται μόνον. ἐρεύνησον δέ, εἰ θέλεις γνῶναι, ἕκαστα, φυτά, ζῷα, τέχνας, ἐπιστήμας. ἆρ’ οὖν αἱ πρῶται τῶν φυτῶν σπερματικαὶ καταβολαὶ γεωργίας ἢ τῆς ἀοράτου φύσεώς εἰσιν ἀόρατα ἔργα; τί δ’ αἱ ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων γενέσεις; οὐχ ὡσανεὶ μὲν συναιτίους ἔχουσι τοὺς τοκέας, τὴν δ’ ἀνωτάτω καὶ πρεσβυτάτην καὶ ὡς ἀληθῶς αἰτίαν τὴν φύσιν;"],["116","τέχναις δὲ καὶ ἐπιστήμαις οὐ πηγὴ καὶ ῥίζα καὶ θεμέλιοι καὶ εἴ τι ἄλλο πρεσβυτέρας ὄνομα ἀρχῆς ὑπόκειται ἡ φύσις, ᾗ πάντ’ ἐποικοδομεῖται τὰ καθ’ ἑκάστην θεωρήματα; φύσεως δὲ μὴ προϋποκειμένης ἀτελῆ τὰ πάντα. ἐνθένδε μοι δοκεῖ τις ὁρμηθεὶς εὐστόχως εἰπεῖν ἀρχὴ δέ τοι ἥμισυ παντός, ἀρχὴν αἰνιξάμενος τὴν φύσιν, ἥτις ὡσανεὶ ῥίζα καταβέβληται πρὸς τὴν ἑκάστου συναύξησιν, ᾗ καὶ τὸ ἥμισυ τοῦ παντὸς ἀπένειμεν."],["117","εἰκότως οὖν τὸ λόγιον ἀνέθηκε τὰς ἀρχὰς τῷ ἡγεμόνι θεῷ. καὶ ἐν ἑτέροις „εἶπεν “φησίν „κύριος πρὸς Μωυσῆν λέγων· ἁγίασόν μοι πᾶν πρωτότοκον, πρωτογενές, διανοῖγον πᾶσαν μήτραν ἐν υἱοῖς Ἰσραὴλ ἀπὸ ἀνθρώπου ἕως κτήνους· ἐμοί ἐστιν “(Exod. 13, 1. 2)·"],["118","ὥστε ἀνωμολογῆσθαι καὶ διὰ τούτων, ὅτι τὰ πρῶτα καὶ χρόνῳ καὶ δυνάμει κτήματα θεοῦ, καὶ διαφερόντως τὰ πρωτογενῆ. ἐπειδὴ γὰρ πᾶν γένος ἄφθαρτον, δικαίως τῷ ἀφθάρτῳ προσνεμηθήσεται, καὶ εἴ τις καὶ συνόλως μήτραν διοιγνύειν ἀπὸ ἀνθρώπου, τοῦ λογισμοῦ καὶ λόγου, ἕως κτήνους, αἰσθήσεώς τε καὶ σώματος."],["119","ὁ γὰρ διοιγνὺς τὴν μήτραν ἑκάστων, τοῦ μὲν νοῦ πρὸς τὰς νοητὰς καταλήψεις, τοῦ δὲ λόγου πρὸς τὰς διὰ φωνῆς ἐνεργείας, τῶν δὲ αἰσθήσεων πρὸς τὰς ἀπὸ τῶν ὑποκειμένων ἐγγινομένας φαντασίας, τοῦ δὲ σώματος πρὸς τὰς οἰκείους αὐτῷ σχέσεις τε καὶ κινήσεις ἀόρατος καὶ σπερματικὸς καὶ τεχνικὸς θεῖός ἐστι λόγος, ὃς προσηκόντως ἀνακείσεται τῷ πατρί."],["120","καὶ μὴν ὥσπερ αἱ ἀρχαὶ θεοῦ, οὕτως καὶ τὰ τέλη θεοῦ. μάρτυς δὲ Μωυσῆς προστάττων ἀφαιρεῖν καὶ ὁμολογεῖν τὸ τέλος τῷ κυρίῳ (Num. 31, 28 ss.). μαρτυρεῖ δὲ καὶ τὰ ἐν κόσμῳ."],["121","πῶς; φυτοῦ μὲν ἀρχὴ σπέρμα, τέλος δ’ ὁ καρπός, ἑκάτερον οὐ γεωργίας, ἀλλὰ φύσεως ἔργον. πάλιν ἐπιστήμης ἀρχὴ μὲν ἡ φύσις, ὡς ἐδείχθη, πέρας δ’ οὐδ’ ἦλθεν εἰς ἀνθρώπους. τέλειος γὰρ οὐδεὶς ἐν οὐδενὶ τῶν ἐπιτηδευμάτων, ἀλλ’ ἀψευδῶς αἱ τελειότητες καὶ ἀκρότητες ἑνός εἰσι μόνου. φορούμεθ’ οὖν λοιπὸν ἡμεῖς ἐν τῷ τέλους καὶ ἀρχῆς μεθορίῳ, μανθάνοντες, διδάσκοντες, γεωπονοῦντες, ἐργαζόμενοι τῶν ἄλλων ἕκαστον ὡς ἂν ἱδρῶντες, ἵνα τι καὶ γένεσις πράττειν δοκῇ."],["122","γνωριμώτερον μέντοι τὰς ἀρχὰς καὶ τὰ τέλη κατὰ θεὸν ὡμολόγησεν ἐπὶ τῆς τοῦ κόσμου γενέσεως εἰπών· „ἐν ἀρχῇ ἐποίησε “(Gen. 1, 1) καὶ πάλιν „συνετέλεσεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν “(cf. Gen. 2, 1. 2. 4)."],["123","νυνὶ μὲν οὖν „λάβετέ μοι “(Exod. 25, 2) φησὶ διδοὺς τὰ πρέπονθ’ ἑαυτῷ καὶ προτρέπων τὰ δοθέντα μὴ κιβδηλεύειν, ἀλλ’ ἀξίως τοῦ δόντος φυλάττειν, αὖθις δ’ ἐν ἑτέροις ὁ μηδενὸς χρεῖος ὢν καὶ διὰ τοῦτο λαμβάνων μηδὲν ὁμολογήσει λαμβάνειν, ἕνεκα τοῦ πρὸς εὐσέβειαν ἀλεῖψαι καὶ προθυμίαν ὁσιότητος ἐμποιῆσαι καὶ πρὸς θεραπείαν ἀκονῆσαι τὴν ἑαυτοῦ, ὡς ἀποδεχομένου καὶ δεχομένου τὰς ψυχῆς ἑκουσίους ἀρεσκείας καὶ γνησίους θεραπείας."],["124","„ἰδοὺ “γάρ φησιν „εἴληφα τοὺς Λευίτας ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Ἰσραήλ· λύτρα αὐτῶν ἔσονται “(Num. 3, 12). οὐκοῦν λαμβάνομεν καὶ δίδομεν, ἀλλὰ κυρίως μὲν λαμβάνομεν, καταχρηστικῶς δὲ διδόναι λεγόμεθα δι’ ἃς αἰτίας εἶπον. εὐθυβόλως δὲ λύτρα ὠνόμασε τοὺς Λευίτας· εἰς ἐλευθερίαν γὰρ οὐδὲν οὕτως ἐξαιρεῖται τὴν διάνοιαν ὡς τὸ πρόσφυγα καὶ ἱκέτην γενέσθαι θεοῦ. τοῦτο δ’ ἡ ἱερωμένη φυλὴ Λευιτῶν ἐπαγγέλλεται."],["125","Λελαληκότες οὖν τὰ πρέποντα περὶ τούτων ἀναδράμωμεν ἐπὶ τὰ ἐξ ἀρχῆς· ὑπερεθέμεθα γὰρ πολλὰ τῶν ὀφειλόντων ἀκριβωθῆναι. „λάβε μοι “φησί „δάμαλιν “ἄζυγα καὶ ἀκάκωτον, ἁπαλὴν ἔτι καὶ νέαν καὶ σφριγῶσαν, ἡνιόχησιν καὶ παιδείαν καὶ ἐπιστασίαν εὐμαρῶς δέξασθαι δυναμένην ψυχήν· „λάβε μοι κριόν, “λόγον ἀγωνιστὴν καὶ τέλειον, ἱκανὸν μὲν τὰ σοφίσματα τῶν ἀντιδοξούντων ἀνατεμεῖν τε καὶ λῦσαι, ἱκανὸν δὲ καὶ ἀσφάλειαν ὁμοῦ καὶ εὐκοσμίαν τῷ χρωμένῳ περιποιῆσαι·"],["126","„λάβε μοι “καὶ τὴν ᾄττουσαν αἴσθησιν ἐπὶ τὸν αἰσθητὸν κόσμον, „αἶγα, “πάντα „τριετίζοντα “, κατ’ ἀριθμὸν τέλειον παγέντα, ἀρχὴν μεσότητα τελευτὴν ἔχοντα· πρὸς δὲ τούτοις „τρυγόνα καὶ περιστεράν “(Gen. 15, 9), τήν τε θείαν καὶ τὴν ἀνθρωπίνην σοφίαν, πτηνὰς μὲν ἀμφοτέρας καὶ ἄνω πηδᾶν μεμελετηκυίας, διαφερούσας δ’ ἀλλήλων, ᾗ διαφέρει γένος εἴδους ἢ μίμημα ἀρχετύπου."],["127","φιλέρημος μὲν γὰρ ἡ θεία σοφία, διὰ τὸν μόνον θεόν, οὗ κτῆμά ἐστι, τὴν μόνωσιν ἀγαπῶσα— συμβολικῶς αὕτη τρυγὼν καλεῖται—, ἥμερος δὲ καὶ τιθασὸς καὶ ἀγελαῖος ἡ ἑτέρα, τὰ ἀνθρώπων ἄστη περιπολοῦσα καὶ διαίτῃ τῇ μετὰ θνητῶν"],["128","ἀσμενίζουσα· περιστερᾷ ταύτην ἀπεικάζουσιν. ταύτας μοι δοκεῖ τὰς ἀρετὰς Μωυσῆς αἰνιξάμενος μαίας Ἑβραίων ὀνομάσαι Σεπφώραν τε καὶ Φουάν (Exod. 1, 15)· ἡ μὲν γὰρ ὀρνίθιον, Φουὰ δὲ ἐρυθρὸν ἑρμηνεύεται. τῆς μὲν οὖν θείας ἐπιστήμης ὄρνιθος τρόπον τὸ αἰεὶ μετεωροπολεῖν ἴδιον, τῆς δὲ ἀνθρωπίνης αἰδῶ καὶ σωφροσύνην ἐμποιεῖν, ὧν τὸ ἐρυθριᾶν ἐφ’ οἷς ἄξιον."],["129","δεῖγμα ἐναργέστατον· „ἔλαβεν δὲ “φησίν „αὐτῷ πάντα ταῦτα “(Gen. 15, 10). τοῦτ’ ἔπαινός ἐστι τοῦ σπουδαίου, τὴν ἱερὰν ὧν ἔλαβε παρακαταθήκην, ψυχῆς, αἰσθήσεως, λόγου, θείας σοφίας, ἀνθρωπίνης ἐπιστήμης, καθαρῶς καὶ ἀδόλως μὴ ἑαυτῷ, μόνῳ δὲ τῷ πεπιστευκότι φυλάξαντος."],["130","εἶτ’ ἐπιλέγει· „διεῖλεν αὐτὰ μέσα, “τὸ τίς μὴ προστιθείς, ἵνα τὸν ἄδεικτον ἐννοῇς θεὸν τέμνοντα τὰς τῶν σωμάτων καὶ τὰς τῶν πραγμάτων ἑξῆς ἁπάσας ἡρμόσθαι καὶ ἡνῶσθαι δοκούσας φύσεις τῷ τομεῖ τῶν συμπάντων ἑαυτοῦ λόγῳ, ὃς εἰς τὴν ὀξυτάτην ἀκονηθεὶς ἀκμὴν διαιρῶν οὐδέποτε λήγει."],["131","τὰ γὰρ αἰσθητὰ πάντα ἐπειδὰν μέχρι τῶν ἀτόμων καὶ λεγομένων ἀμερῶν διεξέλθῃ, πάλιν ἀπὸ τούτων τὰ λόγῳ θεωρητὰ εἰς ἀμυθήτους καὶ ἀπεριγράφους μοίρας ἄρχεται διαιρεῖν οὗτος ὁ τομεύς, καὶ „τὰ πέταλα τοῦ χρυσίου τέμνει τρίχας “(Exod. 36, 10), ὥς φησι Μωυσῆς, εἰς μῆκος ἀπλατὲς ἀσωμάτοις γραμμαῖς ἐμφερές."],["132","ἕκαστον οὖν τῶν τριῶν διεῖλε μέσον, τὴν μὲν ψυχὴν εἰς λογικὸν καὶ ἄλογον, τὸν δὲ λόγον εἰς ἀληθές τε καὶ ψεῦδος, τὴν δὲ αἴσθησιν εἰς καταληπτικὴν φαντασίαν καὶ ἀκατάληπτον· ἅπερ εὐθὺς τμήματα „ἀντιπρόσωπα τίθησιν ἀλλήλοις “, λογικὸν ἄλογον, ἀληθὲς ψεῦδος, καταληπτὸν ἀκατάληπτον, ἀπολιπὼν τὰ πτηνὰ ἀδιαίρετα (Gen. 15, 10)· τὰς γὰρ ἀσωμάτους καὶ θείας ἐπιστήμας εἰς μαχομένας ἐναντιότητας ἀδύνατον τέμνεσθαι."],["133","Πολὺν δὲ καὶ ἀναγκαῖον ὄντα λόγον τὸν περὶ τῆς εἰς ἴσα τομῆς καὶ περὶ ἐναντιοτήτων οὔτε παρήσομεν οὔτε μηκυνοῦμεν, ἀλλ’ ὡς ἔστιν ἐπιτέμνοντες ἀρκεσθησόμεθα μόνοις τοῖς καιρίοις. καθάπερ γὰρ ἡμῶν τὴν ψυχὴν καὶ τὰ μέλη μέσα διεῖλεν ὁ τεχνίτης, οὕτως καὶ τὴν τοῦ παντὸς οὐσίαν, ἡνίκα τὸν κόσμον ἐδημιούργει."],["134","λαβὼν γὰρ αὐτὴν ἤρξατο διαιρεῖν ὧδε· δύο τὸ πρῶτον ἐποίει τμήματα, τό τε βαρὺ καὶ κοῦφον, τὸ παχυμερὲς ἀπὸ τοῦ λεπτομεροῦς διακρίνων· εἶθ’ ἑκάτερον πάλιν διαιρεῖ, τὸ μὲν λεπτομερὲς εἰς ἀέρα καὶ πῦρ, τὸ δὲ παχυμερὲς εἰς ὕδωρ καὶ γῆν, ἃ καὶ στοιχεῖα αἰσθητὰ αἰσθητοῦ κόσμου, ὡσανεὶ θεμελίους, προκατεβάλετο."],["135","πάλιν δὲ τὸ βαρὺ καὶ κοῦφον καθ’ ἑτέρας ἔτεμνεν ἰδέας, τὸ μὲν κοῦφον εἰς ψυχρόν τε καὶ θερμόν— ἐπεφήμισε δὲ τὸ μὲν ψυχρὸν ἀέρα, τὸ δὲ θερμὸν φύσει πῦρ—, τὸ δὲ βαρὺ εἰς ὑγρόν τε αὖ καὶ ξηρόν· ἐκάλεσε δὲ τὸ μὲν ξηρὸν γῆν, τὸ δὲ ὑγρὸν ὕδωρ."],["136","ἕκαστον δὲ τούτων ἄλλας τομὰς ἐδέχετο· γῆ μὲν γὰρ εἰς ἠπείρους καὶ νήσους διῃρεῖτο, ὕδωρ δὲ εἰς θάλασσαν καὶ ποταμοὺς καὶ ὅσον πότιμον, ἀὴρ δὲ εἰς τὰς θέρους καὶ χειμῶνος τροπάς, πῦρ δὲ εἰς τὸ χρειῶδες— ἄπληστον δ’ ἐστὶ καὶ φθαρτικὸν τοῦτο— καὶ κατὰ τοὐναντίον εἰς τὸ σωτήριον, ὅπερ εἰς τὴν οὐρανοῦ σύστασιν ἀπεκληροῦτο."],["137","ὥσπερ δὲ τὰ ὁλοσχερῆ, οὕτω καὶ τὰ κατὰ μέρος ἔτεμνεν, ὧν τὰ μὲν ἄψυχα, τὰ δ’ ἔμψυχα ἦν· καὶ τῶν ἀψύχων τὰ μὲν ἐν ταὐτῷ μένοντα, ὧν δεσμὸς ἕξις, τὰ δ’ οὐ μεταβατικῶς, ἀλλ’ αὐξητικῶς κινούμενα, ἃ φύσις ἡ ἀφάνταστος ἐζῴου· καὶ τούτων τὰ μὲν τῆς ἀγρίας ὕλης οἰστικὰ ἀγρίων καρπῶν, οἳ τροφὴ θηρίοις εἰσίν, τὰ δὲ τῆς ἡμέρου, ὧν γεωργία τὴν προστασίαν καὶ ἐπιμέλειαν ἔλαχε· τίκτει δὲ καρποὺς τῷ πάντων ἡμερωτάτῳ ζῴων πρὸς ἀπόλαυσιν, ἀνθρώπῳ."],["138","καὶ μὴν ὃν τρόπον τὰ ἄψυχα, καὶ τὰ ψυχῆς μεμοιραμένα διῄρει— τούτων γὰρ ἓν μὲν ἀλόγων, ἓν δὲ λογικῶν ἀπέκρινεν εἶδος— καὶ λαβὼν ἑκάτερον πάλιν ἔτεμνεν τὸ μὲν ἄλογον εἰς ἀτίθασόν τε καὶ χειρόηθες εἶδος, τὸ δὲ λογικὸν εἰς ἄφθαρτόν τε καὶ θνητόν."],["139","καὶ τοῦ θνητοῦ δύο μοίρας εἰργάζετο, ὧν τὴν μὲν ἀνδρῶν, τὴν δὲ γυναικῶν ἐπεφήμισε. καὶ κατ’ ἄλλον μέντοι τρόπον τὸ ζῷον εἰς ἄρρεν ἔτεμνε καὶ θῆλυ· ἐδέχετο δὲ καὶ ἄλλας ἀναγκαίας τομάς, αἳ διέστελλον πτηνὰ μὲν χερσαίων, χερσαῖα δὲ ἐνύδρων, ἔνυδρα δὲ ἀμφοῖν τῶν ἄκρων."],["140","οὕτως ὁ θεὸς ἀκονησάμενος τὸν τομέα τῶν συμπάντων αὑτοῦ λόγον διῄρει τήν τε ἄμορφον καὶ ἄποιον τῶν ὅλων οὐσίαν καὶ τὰ ἐξ αὐτῆς ἀποκριθέντα τέτταρα τοῦ κόσμου στοιχεῖα καὶ τὰ διὰ τούτων παγέντα ζῷά τε αὖ καὶ φυτά."],["141","Ἐπεὶ δ’ οὐ μόνον φησὶ „διεῖλεν,„ ἀλλὰ καὶ „μέσα διεῖλεν,„ ἀναγκαῖον κἂν ὀλίγα περὶ τῶν ἴσων τμημάτων ὑπομνῆσαι. τὸ μὲν γὰρ ἄκρως κατὰ μέσον διαιρεθὲν ἴσα ἀποτελεῖ τμήματα."],["142","ἄνθρωπος μὲν οὖν οὐδεὶς δύναιτ’ ἀκριβῶς ἄν ποτε εἰς ἴσα διελεῖν οὐδέν, ἀλλ’ ἀνάγκη τῶν τμημάτων τὸ ἕτερον ἐνδεῖν ἢ περιττεύειν, καὶ εἰ μὴ μείζονι, ἀλλά τοι βραχεῖ μέρει πάντως, ὃ τάχα τὴν αἴσθησιν ἐκφεύγει τοῖς ἁδρομερεστέροις ἐκ φύσεως καὶ ἔθους προσβάλλουσαν ὄγκοις, τοὺς δὲ ἀτόμους καὶ ἀμερεῖς καταλαβεῖν ἀδυνατοῦσαν."],["143","ἰσότητος δὲ οὐδὲν γενητὸν αἴτιον ἀδεκάστῳ λόγῳ τῆς ἀληθείας εὑρίσκεται. ἔοικεν οὖν ὁ θεὸς μόνος ἀκριβοδίκαιος εἶναι καὶ μέσα μόνος δύνασθαι διαιρεῖν τά τε σώματα καὶ πράγματα, ὡς μηδὲν τῶν τμημάτων μηδ’ ἀκαρεῖ καὶ ἀμερεῖ τινι πλέον ἢ ἔλαττον γενέσθαι, τῆς δ’ ἀνωτάτω καὶ ἄκρας ἰσότητος μεταλαχεῖν ἰσχῦσαι."],["144","εἰ μὲν οὖν τὸ ἴσον μίαν εἶχεν ἰδέαν, ἱκανῶς ἂν τὰ λεχθέντα εἴρητο, πλειόνων δ’ οὐσῶν οὐκ ἀποκνητέον τὰ ἁρμόττοντα προσθεῖναι. λέγεται γὰρ ἴσον καθ’ ἕνα μὲν τρόπον ἐν ἀριθμοῖς, ὡς δύο δυσὶ καὶ τρία τρισὶ καὶ τὰ ἄλλα ταύτῃ, καθ’ ἕτερον δὲ ἐν μεγέθεσιν, ὧν μήκη, πλάτη, βάθη, διαστάσεις εἰσίν· παλαιστὴς γὰρ παλαιστῇ καὶ πήχει πῆχυς ἴσα μεγέθει, δυνάμει δέ ἐστιν ἄλλα, ὡς τὰ ἐν σταθμοῖς καὶ μέτροις."],["145","ἀναγκαία δέ ἐστιν ἰσότητος ἰδέα καὶ ἡ διὰ ἀναλογίας, καθ’ ἣν καὶ τὰ ὀλίγα τοῖς πολλοῖς καὶ τὰ βραχέα τοῖς μείζοσιν ἴσα νενόμισται· ᾗ καὶ πόλεις ἐπὶ καιρῶν εἰώθασι χρῆσθαι κελεύουσαι τὸ ἴσον ἕκαστον τῶν πολιτῶν ἀπὸ τῆς οὐσίας εἰσφέρειν, οὐ δήπου ἐν ἀριθμῷ, ἀλλ’ ἀναλογίᾳ τοῦ περὶ τὸν κλῆρον τιμήματος, ὥσθ’ ὁ δραχμὰς ἑκατὸν εἰσενεγκὼν τῷ τὸ"],["146","τάλαντον εἰσενεγκόντι δόξαι ἂν ἐπιδεδωκέναι τὸ ἴσον. τούτων προϋποτυπωθέντων ἴδε πῶς μέσα διελὼν ἴσα διεῖλε κατὰ πάσας τὰς ἰσότητος ἰδέας ἐν τῇ τοῦ παντὸς οὐρανοῦ γενέσει. ἀριθμῷ μὲν οὖν ἴσα τὰ βαρέα τοῖς κούφοις ἔτεμνε, δύο δυσί, γῆν καὶ ὕδωρ, τὰ βάρος ἔχοντα, τοῖς φύσει κούφοις, ἀέρι καὶ πυρί, καὶ πάλιν ἓν ἑνί, τὸ μὲν ξηρότατον τῷ ὑγροτάτῳ, γῆν ὕδατι, τὸ δὲ ψυχρότατον τῷ θερμοτάτῳ, πυρὶ ἀέρα, τὸν αὐτὸν δὲ τρόπον καὶ σκότος φωτὶ καὶ ἡμέραν νυκτὶ καὶ χειμῶνι θέρος καὶ ἔαρι μετόπωρον καὶ ὅσα τούτων συγγενῆ·"],["147","μεγέθει δ’ ἴσα ἐν οὐρανῷ μὲν τοὺς παραλλήλους κύκλους, τούς τε ἰσημερινούς, ἐαρινὸν καὶ μετοπωρινόν, καὶ τοὺς τροπικούς, θερινόν τε καὶ χειμερινόν, ἐπὶ γῆς δὲ ζώνας, δύο μὲν ἴσας ἀλλήλαις, αἳ πρὸς τοῖς πόλοις εἰσὶ κατεψυγμέναι καὶ διὰ τοῦτ’ ἀοίκητοι, δύο δὲ τὰς μεθορίους τούτων τε καὶ τῆς διακεκαυμένης, ἃς δι’ εὐκρασίαν φασὶν οἰκεῖσθαι, τὴν μὲν πρὸς τοῖς νοτίοις, τὴν δὲ πρὸς τοῖς βορείοις κειμένην."],["148","μήκει δ’ ἴσα ἐστὶ καὶ τὰ χρόνου διαστήματα, ἡ μεγίστη ἡμέρα τῇ μεγίστῃ νυκτὶ καὶ πάλιν ἡ βραχυτάτη τῇ βραχυτάτῃ καὶ ἡ μέση τῇ μέσῃ. τὰ δὲ τῶν ἄλλων ἡμερῶν τε καὶ νυκτῶν ἴσα μεγέθη μάλιστα μηνύειν αἱ ἰσημερίαι δοκοῦσιν."],["149","ἀπὸ μὲν γὰρ τῆς ἐαρινῆς ἄχρι θερινῶν τροπῶν ἡ μὲν ἡμέρα πρόσθεσιν, ἡ δὲ νὺξ ἀφαίρεσιν δέχεται, ἕως ἂν ἥ τε μεγίστη ἡμέρα καὶ βραχυτάτη νὺξ ἀποτελεσθῶσιν· ἀπὸ δὲ θερινῶν τροπῶν ἀνακάμπτων ὁ ἥλιος τὴν αὐτὴν ὁδὸν οὔτε θᾶττον οὔτε βραδύτερον, ἀλλὰ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα διαστήματα, τάχεσιν ἴσοις χρώμενος μέχρι τῆς μετοπωρινῆς ἰσημερίας ἔρχεται, καὶ ἴσην ἀποτελέσας ἡμέραν νυκτὶ παραύξειν ἄρχεται τὴν νύκτα μειῶν τὴν ἡμέραν ἄχρι χειμερινῆς τροπῆς·"],["150","καὶ ὅταν ἀποτελέσῃ νύκτα μὲν μεγίστην, ἡμέραν δὲ βραχυτάτην, κατὰ τὰ αὐτὰ πάλιν διαστήματα ἀνακάμπτων ἐπὶ τὴν ἐαρινὴν ἰσημερίαν ἀφικνεῖται. οὕτως τὰ χρόνων διαστήματα ἄνισα εἶναι δοκοῦντα ἰσότητος τῆς κατὰ τὸ μέγεθος ἐν οὐχὶ ταῖς αὐταῖς ἀλλ’ ἐν διαφερούσαις τοῦ ἔτους ὥραις μεταποιεῖται."],["151","τὸ παραπλήσιον μέντοι καὶ ἐν τοῖς μέρεσι τῶν ζῴων καὶ μάλιστα ἀνθρώπων θεωρεῖται. ποὺς γὰρ ποδὶ καὶ χεὶρ χειρὶ καὶ τὰ ἄλλα σχεδὸν ἅπαντα ἴσα μεγέθει, τὰ ἐπὶ δεξιὰ τοῖς κατ’ εὐώνυμα. τὰ δ’ ἴσα δυνάμει πάμπολλά ἐστιν ἔν τε ξηροῖς καὶ ὑγροῖς, ὧν ἡ ἐπίκρισις ἐν μέτροις καὶ πλάστιγξι καὶ τοῖς παραπλησίοις θεωρεῖται."],["152","ἀναλογίᾳ δὲ σχεδὸν τὰ πάντα ἐστὶν ἴσα, μικρά τε αὖ καὶ μεγάλα ὅσα ἐν τῷ παντὶ κόσμῳ. λέγουσι γὰρ οἱ ἀκριβέστατα περὶ τῶν τῆς φύσεως ἐξητακότες, ὅτι ἀναλογίᾳ μὲν ἴσα τὰ τέτταρα στοιχεῖά ἐστιν, ἀναλογίᾳ δὲ καὶ ὁ κόσμος ἅπας κραθεὶς τὸ ἴσον ἑκάστῳ τῶν μερῶν ἀπονεμούσῃ συνέστη τε καὶ συσταθεὶς εἰς ἅπαν διαμένει·"],["153","καὶ τὰ περὶ ἡμᾶς μέντοι τέτταρα, ξηρόν, ὑγρόν, ψυχρόν τε αὖ καὶ θερμόν, τὴν δι’ ἀναλογίας ἰσότητα κερασαμένην ἁρμόσασθαι, καὶ μηδὲν ἄλλο ἡμᾶς ἢ κρᾶσιν εἶναι τῶν τεσσάρων δυνάμεων ἀναλογίας ἰσότητι κραθεισῶν."],["154","ἐπιὼν δέ τις ἕκαστα μῆκος ἂν ἄπειρον τῷ λόγῳ δύναιτ’ ἂν περιθεῖναι. τὰ γὰρ βραχύτατα ζῷα τοῖς μεγίστοις ἀναλογίᾳ σκοπῶν ἴσα ἂν εὕροι, ὡς χελιδόνα ἀετῷ καὶ τρίγλαν κήτει καὶ μύρμηκα ἐλέφαντι. καὶ γὰρ σῶμα καὶ ψυχὴ καὶ πάθη, ἀλγηδόνες τε καὶ ἡδοναί, πρὸς δὲ καὶ οἰκειώσεις καὶ ἀλλοτριώσεις καὶ ὅσα ζῴων φύσις χωρεῖ, πάντα σχεδόν ἐστιν ὁμοιότροπα τῷ τῆς ἀναλογίας ἰσούμενα κανόνι."],["155","οὕτως ἐθάρρησαν ἔνιοι καὶ τῷ παντὶ κόσμῳ τὸ βραχύτατον ζῷον, ἄνθρωπον, ἴσον ἀποφῆναι κατιδόντες ὅτι ἑκάτερον ἐκ σώματος καὶ ψυχῆς καθέστηκε λογικῆς, ὥστε καὶ ἐναλλάττοντες βραχὺν μὲν κόσμον τὸν ἄνθρωπον, μέγαν δὲ ἄνθρωπον ἔφασαν τὸν κόσμον εἶναι."],["156","ταῦτα δ’ οὐκ ἀπὸ σκοποῦ διδάσκουσιν, ἀλλ’ ἔγνωσαν ὅτι ἡ τοῦ θεοῦ τέχνη, καθ’ ἣν ἐδημιούργει τὰ σύμπαντα, οὔτε ἐπίτασιν οὔτε ἄνεσιν δεχομένη, μένουσα δὲ ἡ αὐτὴ κατὰ τὴν ἐν ὑπερβολαῖς ἀκρότητα τελείως ἕκαστον τῶν ὄντων δεδημιούργηκε, πᾶσιν ἀριθμοῖς καὶ πάσαις ταῖς πρὸς τελειότητα"],["157","ἰδέαις καταχρησαμένου τοῦ πεποιηκότος. „κατὰ γὰρ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν, “ὥς φησι Μωυσῆς, ἔκρινε (Deut. 1, 17) γεννῶν καὶ σχηματίζων ἕκαστα, μήτε δι’ ἀφάνειαν ὕλης ὑφελών τι τοῦ τεχνικοῦ μήτε διὰ λαμπρότητα προσθείς·"],["158","ἐπεὶ καὶ ὅσοι τῶν τεχνιτῶν εἰσι δόκιμοι, ἃς ἂν παραλάβωσιν ὕλας, εἴτε πολυτελεῖς εἶεν εἴτε καὶ εὐτελέσταται, δημιουργεῖν ἐθέλουσιν ἐπαινετῶς. ἤδη δέ τινες καὶ προσφιλοκαλοῦντες τὰ ἐν ταῖς εὐτελεστέραις οὐσίαις τεχνικώτερα τῶν ἐν ταῖς πολυτελέσιν εἰργάσαντο βουληθέντες προσθήκῃ τοῦ ἐπιστημονικοῦ τὸ κατὰ τὴν ὕλην ἐνδέον ἐπανισῶσαι."],["159","τίμιον δ’ οὐδὲν τῶν ἐν ὕλαις παρὰ θεῷ· διὸ τῆς αὐτῆς μετέδωκε πᾶσι τέχνης ἐξ ἴσου. παρὸ καὶ ἐν ἱεραῖς γραφαῖς λέγεται· „εἶδεν ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησεν, καὶ ἰδοὺ καλὰ λίαν “(Gen. 1, 31), τὰ δὲ τοῦ αὐτοῦ τυγχάνοντα ἐπαίνου παρὰ τῷ ἐπαινοῦντι πάντως ἐστὶν ἰσότιμα."],["160","ἐπῄνεσε δὲ ὁ θεὸς οὐ τὴν δημιουργηθεῖσαν ὕλην, τὴν ἄψυχον καὶ πλημμελῆ καὶ διαλυτήν, ἔτι δὲ φθαρτὴν ἐξ ἑαυτῆς ἀνώμαλόν τε καὶ ἄνισον, ἀλλὰ τὰ ἑαυτοῦ τεχνικὰ ἔργα κατὰ μίαν ἴσην καὶ ὁμαλὴν δύναμιν καὶ ἐπιστήμην ὁμοίαν καὶ τὴν αὐτὴν ἀποτελεσθέντα. παρὸ καὶ τοῖς τῆς ἀναλογίας κανόσιν ἴσα καὶ ὅμοια πάντα πᾶσιν ἐνομίσθη κατὰ τὸν τῆς τέχνης καὶ ἐπιστήμης λόγον."],["161","ἰσότητος δὲ εἰ καί τις ἄλλος ἐπαινέτης γέγονε Μωυσῆς, πρῶτον μὲν ὑμνῶν ἀεὶ καὶ πανταχοῦ καὶ δικαιοσύνην, ἧς ἴδιον, ὡς καὶ αὐτό που δηλοῖ τοὔνομα, τὸ δίχα τέμνειν εἰς μοίρας τά τε σώματα καὶ τὰ πράγματα ἴσας, εἶτα ψέγων ἀδικίαν, τὴν ἀνισότητος τῆς ἐχθίστης δημιουργόν."],["162","ἀνισότης δὲ τοὺς διδύμους πολέμους ἔτεκε, τόν τε ξενικὸν καὶ τὸν ἐμφύλιον, ὡς ἔμπαλιν εἰρήνην ἰσότης. τὰ δ’ ἐγκώμια δικαιοσύνης καὶ τοὺς ψόγους ἀδικίας ἐναργέστατα διασυνίστησιν, ὅταν λέγῃ· „οὐ ποιήσετε ἄδικον ἐν κρίσει, ἐν μέτροις, ἐν σταθμοῖς, ἐν ζυγοῖς· ζυγὰ δίκαια καὶ στάθμια δίκαια καὶ μέτρα δίκαια καὶ χοῦς δίκαιος ἔσται ὑμῖν “(Lev. 19, 35. 36), καὶ ἐν Ἐπινομίδι „οὐκ ἔσται ἐν μαρσίππῳ σου στάθμιον καὶ στάθμιον, μέγα ἢ μικρόν· οὐκ ἔσται ἐν τῇ οἰκίᾳ σου μέτρον καὶ μέτρον, μέγα ἢ μικρόν· στάθμιον ἀληθινὸν καὶ δίκαιον ἔσται σοι, ἵνα πολυήμερος γένῃ ἐπὶ τῆς γῆς, ἧς κύριος ὁ θεός σου δίδωσί σοι ἐν κλήρῳ, ὅτι βδέλυγμα κυρίῳ πᾶς ποιῶν ταῦτα, πᾶς ποιῶν ἄδικα “(Deut. 25, 13— 16)."],["163","οὐκοῦν ὁ φιλοδίκαιος θεὸς ἀδικίαν βδελύττεται καὶ μεμίσηκε, στάσεως καὶ κακῶν ἀρχήν. ποῦ δ’ ἰσότητα τὴν δικαιοσύνης τροφὸν ὁ νομοθέτης οὐκ ἀποδέχεται ἀρξάμενος ἀπὸ τῆς τοῦ παντὸς οὐρανοῦ γενέσεως; „διεχώρισε “γάρ φησιν „ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους· καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος νύκτα “(Gen. 1, 4. 5)· ἡμέραν γὰρ καὶ νύκτα καὶ φῶς καὶ σκότος ἰσότης ἔταξε τοῖς οὖσι."],["164","διεῖλεν ἰσότης καὶ τὸν ἄνθρωπον εἰς ἄνδρα καὶ γυναῖκα, δύο τμήματα, ἄνισα μὲν ταῖς ῥώμαις, πρὸς ὃ δὲ ἔσπευσεν ἡ φύσις, τρίτου τινὸς ὁμοίου γένεσιν, ἰσαίτατα. „ἐποίησε “γάρ φησιν „ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν “οὐκέτ’ αὐτόν, ἀλλ’ „αὐτοὺς “ἐπιφέρει πληθυντικῶς (Gen. 1, 27), ἐφαρμόττων τὰ εἴδη τῷ γένει διαιρεθέντα,"],["165","ὡς εἶπον, ἰσότητι. ψῦχός γε μὴν καὶ καῦμα καὶ θέρος καὶ ἔαρ ἀνέγραψε (Gen. 8, 22), τὰς ἐτησίους ὥρας πάλιν τῷ αὐτῷ τομεῖ διαιρουμένας. αἵ γε μὴν πρὸ ἡλίου τρεῖς ἡμέραι ταῖς μεθ’ ἥλιον ἰσάριθμοι γεγόνασιν (Gen. 1, 5 ss.), ἑξάδος τμηθείσης ἰσότητι πρὸς αἰῶνος καὶ χρόνου δήλωσιν· αἰῶνι μὲν γὰρ τὰς πρὸ ἡλίου τρεῖς ἀνατέθεικε, χρόνῳ δὲ τὰς μεθ’ ἥλιον, ὅς ἐστι μίμημα αἰῶνος."],["166","τὰς δὲ τοῦ ὄντος πρώτας δυνάμεις, τήν τε χαριστικήν, καθ’ ἣν ἐκοσμοπλάστει, ἣ προσαγορεύεται θεός, καὶ τὴν κολαστικήν, καθ’ ἣν ἄρχει καὶ ἐπιστατεῖ τοῦ γενομένου, ἣ προσονομάζεται κύριος, ὑπ’ αὐτοῦ φησιν ἑστῶτος ἐπάνω μέσου διαστέλλεσθαι· \" λαλήσω γάρ σοι “φησίν „ἄνωθεν τοῦ ἱλαστηρίου ἀνὰ μέσον τῶν δυεῖν Χερουβίμ “(Exod. 25, 21), ἵν’ ἐπιδείξῃ ὅτι αἱ πρεσβύταται τοῦ ὄντος δυνάμεις ἰσάζουσιν, ἥ τε δωρητικὴ καὶ κολαστήριος, αὐτῷ τομεῖ χρώμεναι."],["167","τί δ’; αἱ στῆλαι τῶν γενικῶν δέκα νόμων, ἃς ὀνομάζει πλάκας, οὐ δύο εἰσὶν ἰσάριθμοι τοῖς τῆς ψυχῆς μέρεσι, λογικῷ καὶ ἀλόγῳ, ἃ παιδευθῆναί τε καὶ σωφρονισθῆναι χρή, τεμνόμεναι πάλιν ὑπὸ τοῦ θεσμοθέτου μόνου; „αἱ γὰρ πλάκες ἔργον θεοῦ ἦσαν, καὶ ἡ γραφὴ γραφὴ θεοῦ κεκολαμμένη ἐν ταῖς πλαξί„ (Exod. 32, 16)."],["168","καὶ μὴν τῶν ἐν αὐταῖς δέκα λόγων, οἳ κυρίως εἰσὶ θεσμοί, διαίρεσις ἴση γέγονεν εἰς πεντάδας, ὧν ἡ μὲν προτέρα τὰ πρὸς θεὸν δίκαια, ἡ δὲ ἑτέρα τὰ πρὸς ἀνθρώπους περιέχει."],["169","τῶν μὲν οὖν πρὸς θεὸν δικαίων πρῶτός ἐστι θεσμὸς ὁ ἐναντιούμενος τῇ πολυθέῳ δόξῃ, διδάσκων ὅτι μοναρχεῖται ὁ κόσμος· δεύτερος δὲ ὁ περὶ τοῦ μὴ θεοπλαστεῖν τὰ μὴ αἴτια γραφέων καὶ πλαστῶν ἐπιβούλοις τέχναις, αἷς Μωυσῆς ἐξήλασε τῆς καθ’ αὑτὸν πολιτείας ἀίδιον φυγὴν ἐπ’ αὐταῖς ψηφισάμενος, ἵν’ ὁ μόνος καὶ πρὸς ἀλήθειαν τιμᾶται θεός·"],["170","τρίτος δὲ ὁ περὶ ὀνόματος κυρίου, οὐ τοῦ ὃ οὐδ’ ἦλθεν εἰς γένεσιν— ἄρρητον γὰρ τὸ ὄν—, ἀλλὰ τοῦ ταῖς δυνάμεσιν ἐπιφημισθέντος, διείρηται γὰρ αὐτὸ μὴ λαμβάνειν ἐπὶ ματαίῳ· τέταρτος δὲ ὁ περὶ τῆς ἀειπαρθένου καὶ ἀμήτορος ἑβδομάδος, ἵνα τὴν ἀπραξίαν αὐτῆς μελετῶσα γένεσις εἰς μνήμην τοῦ ἀοράτως πάντα δρῶντος ἔρχηται· πέμπτος δὲ ὁ περὶ γονέων τιμῆς·"],["171","καὶ γὰρ οὗτος ἱερὸς ἔχων τὴν ἀναφορὰν οὐκ ἐπ’ ἀνθρώπους, ἀλλ’ ἐπὶ τὸν σπορᾶς καὶ γενέσεως τοῖς ὅλοις αἴτιον, παρ’ ὃν μήτηρ τε καὶ πατὴρ γεννᾶν ἔδοξαν, οὐ γεννῶντες, ἀλλ’ ὄργανα γενέσεως ὄντες."],["172","μεθόριος δ’ ὁ θεσμὸς οὗτος ἐγράφη τῆς τε πρὸς εὐσέβειαν τεινούσης πεντάδος καὶ τῆς ἀποτροπὰς τῶν πρὸς τοὺς ὁμοίους ἀδικημάτων περιεχούσης, ἐπειδήπερ οἱ θνητοὶ γονεῖς τέλος εἰσὶν ἀθανάτων δυνάμεων, αἳ πάντα γεννῶσαι κατὰ φύσιν ἐπέτρεψαν ὑστάτῳ καὶ τῷ θνητῷ γένει μιμησαμένῳ τὴν περὶ τὸ γεννᾶν τέχνην σπείρειν· ἀρχὴ μὲν γὰρ γενέσεως ὁ θεός, τὸ δ’ ἔσχατον καὶ ἀτιμότατον, τὸ θνητὸν εἶδος, τέλος."],["173","ἡ δ’ ἑτέρα πεντάς ἐστιν ἀπαγόρευσις μοιχείας, ἀνδροφονίας, κλοπῆς, ψευδομαρτυρίας, ἐπιθυμίας. οὗτοι γενικοὶ σχεδὸν πάντων ἁμαρτημάτων εἰσὶ κανόνες, ἐφ’"],["174","οὓς ἕκαστον ἀναφέρεσθαι τῶν ἐν εἴδει συμβέβηκεν. ἀλλὰ καὶ τὰς ἐνδελεχεῖς θυσίας ὁρᾷς εἰς ἴσα διῃρημένας, ἥν τε ὑπὲρ ἑαυτῶν οἱ ἱερεῖς προσφέρουσι τῆς σεμιδάλεως καὶ τὴν ὑπὲρ τοῦ ἔθνους τῶν δυεῖν ἀμνῶν, οὓς ἀναφέρειν διείρηται. πρωὶ γὰρ τὰ ἡμίση τῶν λεχθέντων καὶ τὰ ἕτερα δειλινῆς ἐκέλευσεν ἱερουργεῖν ὁ νόμος (Lev. 6, 20. Exod. 29, 38. 39), ἵνα καὶ ὑπὲρ τῶν μεθ’ ἡμέραν καὶ ὑπὲρ τῶν νύκτωρ ἀρδομένων ἅπασιν ἀγαθῶν ὁ θεὸς εὐχαριστῆται."],["175","ὁρᾷς καὶ τοὺς προτιθεμένους ἄρτους ἐπὶ τῆς ἱερᾶς τραπέζης, ὡς εἰς ἴσα μέρη διανεμηθέντες οἱ δώδεκα ἀριθμῷ καθ’ ἑξάδα τίθενται (Lev. 24, 6) μνημεῖα τῶν ἰσαρίθμων φυλῶν, ὧν τὴν ἡμίσειαν ἡ ἀρετὴ Λεία κεκλήρωται ἓξ τεκοῦσα φυλάρχας, τὴν δ’ ἑτέραν ἡμίσειαν οἵ τε Ῥαχὴλ καὶ οἱ τῶν παλλακῶν νόθοι."],["176","ὁρᾷς καὶ τοὺς ἐπὶ τοῦ ποδήρους δύο λίθους τῆς σμαράγδου πρός τε τοῖς δεξιοῖς καὶ πρὸς τοῖς εὐωνύμοις ἰσότητι διῃρημένους, οἷς καθ’ ἑξάδα ἐγγέγλυπται τὰ τῶν δώδεκα φυλαρχῶν ὀνόματα, θεῖα γράμματα ἐστηλιτευμένα, θείων φύσεων ὑπομνήματα (Exod. 28, 9— 12). τί δ’;"],["177","οὐχὶ δύο ὄρη συμβολικῶς δύο γένη λαβὼν καὶ πάλιν ἰσότητι διακρίνας ἀναλογούσῃ τὸ μὲν ἀπένειμε τοῖς εὐλογοῦσι, τὸ δ’ αὖ τοῖς καταρωμένοις ἓξ ἐφ’ ἑκατέρου στήσας φυλάρχας (Deut. 27, 11— 13), ἵνα τοῖς χρείοις νουθεσίας οὖσιν ἐπιδείξῃ, ὅτι καὶ ἰσάριθμοι ταῖς εὐλογίαις αἱ ἀραὶ καὶ σχεδόν, εἰ θέμις εἰπεῖν, ἰσότιμοι;"],["178","ὁμοίως γὰρ οἵ τε ἔπαινοι τῶν ἀγαθῶν καὶ οἱ ψόγοι τῶν μοχθηρῶν ὠφελοῦσιν, ἐπεὶ καὶ τὸ φυγεῖν τὸ κακὸν τῷ τἀγαθὸν ἑλέσθαι παρὰ τοῖς εὖ φρονοῦσιν ὅμοιον καὶ ταὐτὸν ἐνομίσθη."],["179","καταπλήττει με καὶ ἡ τῶν προσαγομένων τῷ ἱλασμῷ δυεῖν τράγων ἐπίκρισις ὁμοῦ καὶ διανομὴ τεμνομένων ἀδήλῳ καὶ ἀτεκμάρτῳ τομεῖ, κλήρῳ· λόγων γὰρ δυεῖν ὁ μὲν τὰ τῆς θείας ἀρετῆς πραγματευόμενος ἀνιεροῦται καὶ ἀνατίθεται θεῷ, ὁ δὲ τὰ τῆς ἀνθρωπίνης κακοδαιμονίας ἐζηλωκὼς γενέσει τῇ φυγάδι· καὶ γὰρ ὃν ἔλαχεν αὕτη κλῆρον, ἀποπομπαῖον καλοῦσιν οἱ χρησμοί (Lev. 16, 8), ἐπειδὴ μετανίσταται καὶ διῴκισται καὶ μακρὰν ἀπελήλαται σοφίας."],["180","ἐπισήμων γε μὴν καὶ ἀσήμων ὥσπερ νομισμάτων, οὕτως καὶ πραγμάτων ὄντων ἐν τῇ φύσει πολλῶν ὁ ἀόρατος τομεὺς οὐ δοκεῖ σοι διελεῖν πάντ’ εἰς μοίρας ἴσας καὶ τὰ μὲν ἐπίσημα καὶ δόκιμα τῷ παιδείας ἐραστῇ, τῷ δὲ ἀμαθαίνοντι τὰ ἀτύπωτα καὶ ἄσημα προσνεῖμαι; „ἐγένετο “γάρ φησι „τὰ μὲν ἄσημα τοῦ Λάβαν, τὰ δὲ ἐπίσημα τοῦ Ἰακώβ “(Gen. 30, 42)."],["181","καὶ γὰρ ἡ ψυχή, τὸ κήρινον, ὡς εἶπέ τις τῶν ἀρχαίων, ἐκμαγεῖον, σκληρὰ μὲν οὖσα καὶ ἀντίτυπος ἀπωθεῖ καὶ ἀποσείεται τοὺς ἐπιφερομένους χαρακτῆρας καὶ ἀσχημάτιστος ἐξ ἀνάγκης διαμένει, πειθήνιος δ’ ὑπάρχουσα καὶ μετρίως ὑπείκουσα βαθεῖς τοὺς τύπους δέχεται καὶ ἀναμαξαμένη τὰς σφραγῖδας ἄκρως διαφυλάττει τὰ ἐνσημανθέντα"],["182","ἀνεξάλειπτα εἴδη. θαυμαστὴ μέντοι καὶ ἡ τοῦ τῶν θυσιῶν αἵματος ἴση διανομή, ἣν ὁ ἀρχιερεὺς Μωυσῆς φύσει διδασκάλῳ χρησάμενος διένειμε. „λαβὼν “γάρ φησι „τὸ ἥμισυ τοῦ αἵματος ἐνέχεεν εἰς κρατῆρας· τὸ δὲ ἥμισυ προσέχεε πρὸς τὸ θυσιαστήριον “(Exod. 24, 6), ὅπως ἀναδιδάξῃ, ὅτι τὸ σοφίας ἱερὸν γένος διττόν ἐστι, τὸ μὲν θεῖον, τὸ δὲ ἀνθρώπινον·"],["183","καὶ τὸ μὲν θεῖον ἀμιγὲς καὶ ἄκρατον, οὗ ἕνεκα τῷ ἀμιγεῖ καὶ ἀκράτῳ καὶ κατὰ τὴν μόνωσιν μονάδι ὄντι σπένδεται θεῷ, τὸ δὲ ἀνθρώπινον μικτὸν καὶ κεκραμένον, ὃ τοῦ μικτοῦ καὶ συνθέτου καὶ κεκραμένου γένους κατασκεδάννυται ἡμῶν, ὁμόνοιαν καὶ κοινωνίαν καὶ τί γὰρ ἄλλο ἢ κρᾶσιν μερῶν τε καὶ ἠθῶν ἐργασόμενον."],["184","ἀλλὰ γὰρ καὶ τῆς ψυχῆς τὸ μὲν ἀμιγὲς καὶ ἄκρατον μέρος ὁ ἀκραιφνέστατος νοῦς ἐστιν, ὃς ἀπ’ οὐρανοῦ καταπνευσθεὶς ἄνωθεν ὅταν ἄνοσος καὶ ἀπήμων διαφυλαχθῇ, τῷ καταπνεύσαντι καὶ ἀπαθῆ παντὸς κακοῦ διαφυλάξαντι προσηκόντως ὅλος εἰς ἱερὰν σπονδὴν ἀναστοιχειωθεὶς ἀνταποδίδοται· τὸ δ’ αὖ μικτὸν γένος τὸ αἰσθήσεών ἐστιν, ᾧ κρατῆρας οἰκείους ἡ φύσις ἐδημιούργησε."],["185","κρατῆρες δὲ ὁράσεως μὲν ὀφθαλμοί, ἀκοῆς δὲ ὦτα καὶ μυκτῆρες ὀσφρήσεως καὶ τῶν ἄλλων αἱ ἁρμόττουσαι δεξαμεναί. τούτοις ἐπιχεῖ τοῖς κρατῆρσιν ὁ ἱερὸς λόγος τοῦ αἵματος ἀξιῶν τὸ ἄλογον ἡμῶν μέρος ψυχωθῆναι καὶ τρόπον τινὰ λογικὸν γενέσθαι, ταῖς μὲν νουθεσίαις περιόδοις ἀκολουθῆσαν, ἁγνεῦσαν δὲ τῶν ὁλκὸν ἀπατεῶνα προτεινόντων δύναμιν αἰσθητῶν."],["186","ἆρά γε οὐχὶ τοῦτον τὸν τρόπον καὶ τὸ δίδραχμον διενεμήθη τὸ ἅγιον, ἵνα τὸ μὲν ἥμισυ αὐτοῦ, τὴν δραχμήν, καθιερῶμεν λύτρα τῆς ἑαυτῶν ψυχῆς κατατιθέντες (Exod. 30, 12. 13), ἣν ὁ μόνος ἀψευδῶς ἐλεύθερος καὶ ἐλευθεροποιὸς θεὸς ὠμῆς καὶ πικρᾶς παθῶν καὶ ἀδικημάτων δεσποτείας ἱκετευθείς, ἔστι δ’ ὅτε καὶ χωρὶς ἱκεσίας, ἀνὰ κράτος ἐκλύει, τὸ δ’ ἕτερον μέρος τῷ ἀνελευθέρῳ καὶ δουλοπρεπεῖ γένει καταλίπωμεν, οὗ κεκοινώνηκεν ὁ λέγων· „ἠγάπηκα τὸν κύριόν μου, “τὸν ἡγεμόνα ἐν ἐμοὶ νοῦν, „καὶ τὴν γυναῖκά μου, “τὴν φίλην καὶ οἰκουρὸν παθῶν αἴσθησιν, „καὶ τὰ παιδία, “τὰ κακὰ τούτων ἔγγονα, „οὐκ ἄπειμι ἐλεύθερος \" (Exod. 21, 5)."],["187","ἀνάγκη γὰρ καὶ τῷ τοιούτῳ γένει κλῆρον ἄκληρον καὶ ἀποπομπαῖον ἐκ τοῦ διδράχμου δοθῆναι, ἐναντίον τῇ ἀνατεθειμένῃ δραχμῇ τε καὶ μονάδι· μονὰς δὲ οὔτε προσθήκην οὔτε ἀφαίρεσιν δέχεσθαι πέφυκεν, εἰκὼν οὖσα τοῦ μόνου πλήρους θεοῦ."],["188","χαῦνα γὰρ τά τε ἄλλα ἐξ ἑαυτῶν, εἰ δέ που καὶ πυκνωθείη, λόγῳ σφίγγεται θείῳ. κόλλα γὰρ καὶ δεσμὸς οὗτος πάντα τῆς οὐσίας ἐκπεπληρωκώς· ὁ δ’ εἴρας καὶ συνυφήνας ἕκαστα πλήρης αὐτὸς ἑαυτοῦ κυρίως ἐστίν, οὐ δεηθεὶς ἑτέρου τὸ παράπαν."],["189","εἰκότως οὖν ἐρεῖ Μωυσῆς· „ὁ πλουτῶν οὐ προσθήσει, καὶ ὁ πενόμενος οὐκ ἐλαττώσει ἀπὸ τοῦ ἡμίσους τοῦ διδράχμου “(Exod. 30, 15), ὅπερ ἐστίν, ὡς ἔφην, δραχμή τε καὶ μονάς· ᾗ πᾶς ἂν ἀριθμὸς εἴποι τὸ ποιητικὸν ἐκεῖνο ἐν σοὶ μὲν λήξω, σέο δ’ ἄρξομαι."],["190","λήγει τε γὰρ ἀναλυόμενος ὁ κατὰ σύνθεσιν ἀπειράκις ἄπειρος ἀριθμὸς εἰς μονάδα, ἄρχεταί τε αὖ πάλιν ἀπὸ μονάδος εἰς ἀπερίγραφον συντιθέμενος πλῆθος. διόπερ οὐδ’ ἀριθμόν, ἀλλὰ στοιχεῖον καὶ ἀρχὴν ἀριθμοῦ ταύτην ἔφασαν, οἷς ζητεῖν ἐπιμελές."],["191","ἔτι τοίνυν τὴν οὐράνιον τροφὴν— σοφία δέ ἐστιν— τῆς ψυχῆς, ἣν καλεῖ μάννα, διανέμει πᾶσι τοῖς χρησομένοις θεῖος λόγος ἐξ ἴσου, πεφροντικὼς διαφερόντως ἰσότητος. μαρτυρεῖ δὲ Μωυσῆς λέγων· „οὐκ ἐπλεόνασεν ὁ τὸ πολὺ, καὶ ὁ τὸ ἔλαττον οὐκ ἠλαττόνησεν “(Exod. 16, 18), ἡνίκα τῷ τῆς ἀναλογίας ἐχρήσαντο θαυμαστῷ καὶ περιμαχήτῳ μέτρῳ· δι’ οὗ συνέβη μαθεῖν, ὅτι ἕκαστος „εἰς τοὺς καθήκοντας “(Exod. 16, 16) παρ’ ἑαυτῷ συνέλεξεν οὐκ ἀνθρώπους μᾶλλον ἢ λογισμοὺς καὶ τρόπους· ὃ γὰρ ἐπέβαλεν ἑκάστῳ, τοῦτ’ ἀπεκληρώθη προνοητικῶς, ὡς μήθ’ ὑστερῆσαι μήτ’"],["192","αὖ περιττεῦσαι. τὸ δὲ παραπλήσιον τῆς κατ’ ἀναλογίαν ἰσότητος ἔστιν εὑρεῖν καὶ ἐπὶ τοῦ λεγομένου Πάσχα. Πάσχα δέ ἐστιν, ὅταν ἡ ψυχὴ τὸ μὲν ἄλογον πάθος ἀπομαθεῖν μελετᾷ, τὴν δ’ εὔλογον εὐπάθειαν ἑκουσίως πάσχῃ· διείρηται γάρ, „ἐὰν ὀλίγοι ὦσιν οἱ ἐν τῇ"],["193","οἰκίᾳ, ὥστε μὴ ἱκανοὺς εἶναι εἰς τὸ πρόβατον, τὸν πλησίον γείτονα προσλαβεῖν, κατ’ ἀριθμὸν ψυχῶν, ἵν’ ἕκαστος τὸ ἀρκοῦν αὐτῷ συναριθμῆται “(Exod. 12, 4), μοῖραν, ἧς ἐστιν ἐπάξιός τε καὶ χρεῖος, εὑρισκόμενος."],["194","ἐπειδὰν δὲ καὶ τρόπον χώρας τὴν ἀρετὴν εἰς τοὺς οἰκήτορας αὐτῆς ἐθελήσῃ διανέμειν, τοῖς πλείοσι πλεονάζειν καὶ τοῖς ἐλάττοσιν ἐλαττοῦν τὴν κατάσχεσιν προστάττει (Num. 35, 8), δικαιῶν μήτε τοὺς μείζους ἐλαττόνων ἀξιοῦν— κενοὶ γὰρ ἐπιστήμης ἔσονται— μήτε τοὺς ἐλάττους μειζόνων· χωρῆσαι γὰρ τὸ μέγεθος αὐτῶν οὐ δυνήσονται."],["195","τῆς δὲ κατ’ ἀριθμὸν ἰσότητος ἐναργέστατον δεῖγμά ἐστι τά τε τῶν δώδεκα ἀρχόντων ἱερὰ δῶρα (Num. 7, 10 sqq.) καὶ ἔτι τὰ ἀπὸ τῶν δώρων διανεμόμενα τοῖς ἱερεῦσιν· „ἑκάστῳ “γάρ φησι „τῶν υἱῶν Ἀαρὼν ἔσται τὸ ἴσον “(Lev. 6, 40)."],["196","παγκάλη δὲ καὶ ἡ περὶ τὴν σύνθεσιν τῶν ἐκθυμιωμένων ἐστὶν ἰσότης· λέγεται γάρ· „λάβε σεαυτῷ ἡδύσματα, στακτήν, ὄνυχα καὶ χαλβάνην ἡδυσμοῦ καὶ λίβανον διαφανῆ, ἴσον ἴσῳ, καὶ ποιήσουσιν αὐτὸ θυμίαμα μύρον, μυρεψοῦ ἔργον συνθέσεως καθαρᾶς, ἔργον ἅγιον “(Exod. 30, 34. 35). ἕκαστον γὰρ τῶν μερῶν ἑκάστῳ φησὶ δεῖν ἴσον συνέρχεσθαι πρὸς τὴν τοῦ ὅλου κρᾶσιν."],["197","ἔστι δ’ οἶμαι τὰ τέτταρα ταῦτα, ἐξ ὧν τὸ θυμίαμα συντίθεται, σύμβολα τῶν στοιχείων, ἐξ ὧν ἀπετελέσθη σύμπας ὁ κόσμος. στακτὴν μὲν γὰρ ὕδατι, γῇ δὲ ὄνυχα, χαλβάνην δὲ ἀέρι, τὸν δὲ διαφανῆ λιβανωτὸν πυρὶ ἀπεικάζει· στακτὴ μὲν γὰρ παρὰ τὰς σταγόνας ὑδατῶδες, ξηρὸν δὲ ὄνυξ καὶ γεῶδες, τῇ δὲ χαλβάνῃ τὸ ἡδυσμοῦ πρὸς τὴν ἀέρος ἔμφασιν προσετέθη— τὸ γὰρ εὐῶδες ἐν ἀέρι—, τῷ δὲ λιβανωτῷ τὸ διαφανὲς πρὸς φωτὸς ἔνδειξιν."],["198","διὸ καὶ τὰ βάρος ἔχοντα τῶν κούφων διεχώρισε, τὰ μὲν τῷ συμπλεκτικῷ συνδέσμῳ ἑνώσας, τὰ δὲ διαλελυμένως ἐξενεγκών· ἔφη γάρ· „λάβε σεαυτῷ ἡδύσματα, στακτήν, ὄνυχα “, ταῦτα ἀσύνδετα, τῶν βάρος ἐχόντων, ὕδατός τε καὶ γῆς, σύμβολα, εἶτα ἀφ’ ἑτέρας ἀρχῆς μετὰ συμπλοκῆς „καὶ χαλβάνην ἡδυσμοῦ καὶ λίβανον διαφανῆ “, ταῦτα πάλιν καθ’ ἑαυτά, τῶν κούφων, ἀέρος καὶ πυρός, [τὰ] σημεῖα."],["199","τὴν δὲ τούτων ἐμμελῆ σύνθεσίν τε καὶ κρᾶσιν τὸ πρεσβύτατον καὶ τελειότατον ἔργον ἅγιον ὡς ἀληθῶς εἶναι συμβέβηκε, τὸν κόσμον, ὃν διὰ συμβόλου τοῦ θυμιάματος οἴεται δεῖν εὐχαριστεῖν τῷ πεποιηκότι, ἵνα λόγῳ μὲν ἡ μυρεψικῇ τέχνῃ κατασκευασθεῖσα σύνθεσις ἐκθυμιᾶται, ἔργῳ δὲ ὁ θείᾳ σοφίᾳ δημιουργηθεὶς κόσμος ἅπας ἀναφέρηται πρωὶ καὶ δειλινῆς ὁλοκαυτούμενος."],["200","βίος γὰρ ἐμπρεπὴς κόσμῳ τῷ πατρὶ καὶ ποιητῇ συνεχῶς καὶ ἀδιαστάτως εὐχαριστεῖν, μονονοὺκ ἐκθυμιῶντι καὶ ἀναστοιχειοῦντι ἑαυτὸν πρὸς ἔνδειξιν τοῦ μηδὲν θησαυρίζεσθαι, ἀλλ’"],["201","ὅλον ἑαυτὸν ἀνάθημα ἀνατιθέναι τῷ γεγεννηκότι θεῷ. θαυμάζω καὶ τὸν μετὰ σπουδῆς ἀπνευστὶ δραμόντα συντόνως ἱερὸν λόγον, „ἵνα στῇ μέσος τῶν τεθνηκότων καὶ τῶν ζώντων· εὐθὺς “γάρ φησι Μωυσῆς „ἐκόπασεν ἡ θραῦσις “(Num. 16, 47. 48). ἀλλ’ οὐκ ἔμελλε κοπάσαι καὶ ἐπικουφίσαι τὰ περιθρύπτοντα καὶ καταγνύντα καὶ συντρίβοντα τὴν ἡμετέραν ψυχήν, διακρίναντος καὶ διατειχίσαντος τοῦ θεοφιλοῦς τοὺς ὁσίους, οἳ ζῶσιν ἀψευδῶς, ἀπὸ τῶν ἀνοσίων, οἳ τεθνήκασι πρὸς ἀλήθειαν, λογισμῶν;"],["202","τῷ γὰρ ἐγγὺς εἶναι πολλάκις νοσούντων καὶ οἱ σφόδρα ὑγιαίνοντες ἐνδεξάμενοι τὴν ἐκείνων νόσον ἐμέλλησαν τελευτῆσαι. τοῦτο δ’ ἀμήχανον ἔτι παθεῖν ἦν διαζευχθέντας ὅρῳ μέσῳ παγέντι δυνατωτάτῳ, ὃς τὰς ἐφόδους καὶ ἐπιδρομὰς τοῦ χείρονος μέρους ἀπὸ τοῦ βελτίονος ἀπώσει."],["203","τεθαύμακα δὲ ἔτι μᾶλλον, ἐπειδὰν κατακούων τῶν λογίων ἀναδιδάσκωμαι, ὃν τρόπον εἰσῆλθεν ἡ νεφέλη μέση τῆς τε Αἰγυπτιακῆς καὶ τῆς Ἰσραηλιτικῆς στρατιᾶς (Exod. 14, 20)· ὑπὸ γὰρ τοῦ φιλοπαθοῦς καὶ ἀθέου τὸ ἐγκρατὲς καὶ θεοφιλὲς γένος οὐκέτ’ εἴασε διώκεσθαι τὸ σκεπαστήριον καὶ σωτήριον τῶν φίλων, ἀμυντήριον δὲ καὶ κολαστήριον τῶν ἐχθρῶν ὅπλον, ἡ νεφέλη."],["204","διανοίαις μὲν γὰρ ἀρετώσαις ἠρέμα σοφίαν ἐπιψεκάζει, τὴν ἀπαθῆ φύσει παντὸς κακοῦ, λυπραῖς δὲ καὶ ἀγόνοις ἐπιστήμης ἀθρόας κατανίφει τιμωρίας, κατακλυσμὸν φθορὰν οἰκτίστην ἐπιφέρουσα."],["205","τῷ δὲ ἀρχαγγέλῳ καὶ πρεσβυτάτῳ λόγῳ δωρεὰν ἔδωκεν ἐξαίρετον ὁ τὰ ὅλα γεννήσας πατήρ, ἵνα μεθόριος στὰς τὸ γενόμενον διακρίνῃ τοῦ πεποιηκότος. ὁ δ’ αὐτὸς ἱκέτης μέν ἐστι τοῦ θνητοῦ κηραίνοντος αἰεὶ πρὸς τὸ ἄφθαρτον, πρεσβευτὴς δὲ τοῦ ἡγεμόνος πρὸς τὸ ὑπήκοον."],["206","ἀγάλλεται δὲ ἐπὶ τῇ δωρεᾷ καὶ σεμνυνόμενος αὐτὴν ἐκδιηγεῖται φάσκων· „κἀγὼ εἱστήκειν ἀνὰ μέσον κυρίου καὶ ὑμῶν “(Deut. 5, 5), οὔτε ἀγένητος ὡς ὁ θεὸς ὢν οὔτε γενητὸς ὡς ὑμεῖς, ἀλλὰ μέσος τῶν ἄκρων, ἀμφοτέροις ὁμηρεύων, παρὰ μὲν τῷ φυτεύσαντι πρὸς πίστιν τοῦ μὴ σύμπαν ἀφηνιάσαι ποτὲ καὶ ἀποστῆναι τὸ γεγονὸς ἀκοσμίαν ἀντὶ κόσμου ἑλόμενον, παρὰ δὲ τῷ φύντι πρὸς εὐελπιστίαν τοῦ μήποτε τὸν ἵλεω θεὸν περιιδεῖν τὸ ἴδιον ἔργον. ἐγὼ γὰρ ἐπικηρυκεύομαι τὰ εἰρηναῖα γενέσει παρὰ τοῦ καθαιρεῖν πολέμους ἐγνωκότος εἰρηνοφύλακος αἰεὶ θεοῦ."],["207","Διδάξας οὖν ἡμᾶς περὶ τῆς εἰς ἴσα τομῆς ὁ ἱερὸς λόγος καὶ πρὸς τὴν τῶν ἐναντίων ἐπιστήμην ἄγει φάσκων ὅτι τὰ τμήματα „ἔθηκεν ἀντιπρόσωπα ἀλλήλοις “(Gen. 15, 10). τῷ γὰρ ὄντι πάνθ’ ὅσα ἐν κόσμῳ σχεδὸν ἐναντία εἶναι πέφυκεν, ἀρκτέον δὲ ἀπὸ τῶν πρώτων·"],["208","θερμὸν ἐναντίον ψυχρῷ καὶ ξηρὸν ὑγρῷ καὶ κοῦφον βαρεῖ καὶ σκότος φωτὶ καὶ νὺξ ἡμέρᾳ, καὶ ἐν οὐρανῷ μὲν ἡ ἀπλανὴς τῇ πεπλανημένῃ φορᾷ, κατὰ δὲ τὸν ἀέρα αἰθρία νεφώσει, νηνεμία πνεύμασι, θέρει χειμών, ἔαρι μετόπωρον— τῷ μὲν γὰρ ἀνθεῖ, τῷ δὲ φθίνει τὰ [δ’] ἔγγεια—, πάλιν ὕδατος τὸ γλυκὺ τῷ πικρῷ καὶ γῆς ἡ στεῖρα τῇ γονίμῳ."],["209","καὶ τἄλλα δὲ ἐναντία προῦπτα, σώματα ἀσώματα, ἔμψυχα ἄψυχα, λογικὰ ἄλογα, θνητὰ ἀθάνατα, αἰσθητὰ νοητά, καταληπτὰ ἀκατάληπτα, στοιχεῖα ἀποτελέσματα, ἀρχὴ τελευτή, γένεσις φθορά, ζωὴ θάνατος, νόσος ὑγεία, λευκὸν μέλαν, δεξιὰ εὐώνυμα, δικαιοσύνη ἀδικία, φρόνησις ἀφροσύνη, ἀνδρεία δειλία, σωφροσύνη ἀκολασία, ἀρετὴ κακία, καὶ τὰ τῆς ἑτέρας πάντα εἴδη τοῖς τῆς ἑτέρας εἴδεσι πᾶσι·"],["210","πάλιν γραμματικὴ ἀγραμματία, μουσικὴ ἀμουσία, παιδεία ἀπαιδευσία, συνόλως τέχνη ἀτεχνία, καὶ τὰ ἐν ταῖς τέχναις, φωνήεντα στοιχεῖα καὶ ἄφωνα, ὀξεῖς καὶ βαρεῖς φθόγγοι, εὐθεῖαι καὶ περιφερεῖς γραμμαί·"],["211","καὶ ἐν ζῴοις καὶ φυτοῖς ἄγονα γόνιμα, πολυτόκα ὀλιγοτόκα, ᾠοτόκα ζῳοτόκα, μαλάκεια ὀστρακόδερμα, ἄγρια ἥμερα, μονωτικὰ ἀγελαῖα·"],["212","καὶ πάλιν πενία πλοῦτος, δόξα ἀδοξία, δυσγένεια εὐγένεια, ἔνδεια περιουσία, πόλεμος εἰρήνη, νόμος ἀνομία, εὐφυΐα ἀφυΐα, ἀπονία πόνος, νεότης γῆρας, ἀδυναμία δύναμις, ἀσθένεια ῥώμη. καὶ τί δεῖ τὰ καθ’ ἕκαστον ἀναλέγεσθαι ἀπερίγραφα καὶ ἀπέρατ’ ὄντα τῷ πλήθει;"],["213","παγκάλως οὖν ὁ τῶν τῆς φύσεως ἑρμηνεὺς πραγμάτων, τῆς ἀργίας καὶ ἀμελετησίας ἡμῶν λαμβάνων οἶκτον ἑκάστοτ’ ἀφθόνως ἀναδιδάσκει, καθὰ καὶ| νῦν, τὴν ἀντιπρόσωπον ἑκάστων θέσιν οὐχ ὁλοκλήρων, ἀλλὰ τμημάτων ὑπαρχόντων· ἓν γὰρ τὸ ἐξ ἀμφοῖν τῶν ἐναντίων, οὗ τμηθέντος γνώριμα τὰ ἐναντία."],["214","οὐ τοῦτ’ ἐστίν, ὅ φασιν Ἕλληνες τὸν μέγαν καὶ ἀοίδιμον παρ’ αὐτοῖς Ἡράκλειτον κεφάλαιον τῆς αὑτοῦ προστησάμενον φιλοσοφίας αὐχεῖν ὡς ἐφ’ εὑρέσει καινῇ; παλαιὸν γὰρ εὕρεμα Μωυσέως ἐστὶ τὸ ἐκ τοῦ αὐτοῦ τὰ ἐναντία τμημάτων λόγον ἔχοντα ἀποτελεῖσθαι, καθάπερ ἐναργῶς ἐδείχθη."],["215","Ταῦτα μὲν οὖν καὶ ἐν ἑτέροις ἀκριβώσομεν. ἄξιον δὲ καὶ ἐκεῖνο μὴ παρησυχασθῆναι· τὰ γὰρ λεγόμενα διχοτομήματα τριῶν ζῴων δίχα διαιρεθέντων ἓξ ἐγένετο, ὡς ἕβδομον τὸν τομέα εἶναι λόγον, διαστέλλοντα τὰς τριάδας, μέσον αὐτὸν ἱδρυμένον."],["216","τὸ παραπλήσιόν μοι δοκεῖ σαφέστατα μεμηνῦσθαι καὶ ἐπὶ τῆς ἱερᾶς λυχνίας· δεδημιούργηται γὰρ ἓξ καλαμίσκους ἔχουσα, τρεῖς ἑκατέρωθεν, ἑβδόμη δὲ αὐτὴ μέση, διαιροῦσα καὶ διακρίνουσα τὰς τριάδας. τορευτὴ γάρ ἐστι, τεχνικὸν καὶ δόκιμον θεῖον ἔργον, ἐξ ἑνὸς χρυσίου καθαροῦ (Exod. 25, 30. 38, 13. 14)· τὸ γὰρ ἓν καὶ μόνον καὶ καθαρὸν ὄντως ἑβδομάδα τὴν ἀμήτορα γεγέννηκεν ἐξ ἑαυτοῦ μόνου, μὴ προσχρησάμενον ὕλῃ τὸ παράπαν."],["217","χρυσὸν δ’ οἱ ἐγκωμιάζοντες πολλὰ μὲν καὶ ἄλλα λέγουσι τῶν εἰς ἔπαινον, δύο δὲ τὰ ἀνωτάτω, ἓν μέν, ὅτι ἰὸν οὐ παραδέχεται, ἕτερον δέ, ὅτι εἰς ὑμένας λεπτοτάτους ἀρραγὴς διαμένων ἐλαύνεταί τε καὶ χεῖται. σύμβολον οὖν εἰκότως μείζονος φύσεως γέγονε, ἣ ταθεῖσα καὶ κεχυμένη καὶ φθάσασα πάντῃ πλήρης ὅλη δι’ ὅλων ἐστίν, εὐαρμόστως καὶ τὰ ἄλλα συνυφήνασα."],["218","περὶ τῆς προειρημένης λυχνίας ὁ τεχνίτης διαλεγόμενος πάλιν φησίν, ὅτι „ἐκ τῶν καλαμίσκων εἰσὶν οἱ βλαστοὶ ἐξέχοντες, τρεῖς ἑκατέρωθεν, ἐξισούμενοι ἀλλήλοις· καὶ τὰ λαμπάδια αὐτῶν, ἅ ἐστιν ἐπὶ τῶν ἄκρων, καρυωτὰ ἐξ αὐτῶν· καὶ τὰ ἀνθέμια ἐν αὐτοῖς, ἵν’ ὦσιν ἐπ’ αὐτῶν οἱ λύχνοι καὶ τὸ ἀνθέμιον τὸ ἕβδομον ἐπ’ ἄκρου τοῦ λαμπαδίου ἐπὶ τῆς κορυφῆς ἄνωθεν, στερεὸν ὅλον χρυσοῦν· καὶ ἑπτὰ λύχνους ἐπ’ αὐτῆς χρυσοῦς “(Exod. 38, 15— 17)·"],["219","ὥστε διὰ πολλῶν ἤδη κατασκευάζεσθαι, ὅτι ἑξὰς εἰς δύο τριάδας ὑπὸ μέσου τοῦ ἑβδόμου λόγου διῄρηται, καθάπερ ἔχει νυνί· πᾶσα γὰρ ἡ λυχνία σὺν τοῖς ὁλοσχερεστάτοις μέρεσιν αὐτῆς, ἃ ἕξ ἐστιν, ἐπάγη, λαμπαδίων ἑπτά, ἀνθεμίων ἑπτά, λύχνων ἑπτά."],["220","διαιροῦνται δὲ οἱ μὲν ἓξ λύχνοι τῷ ἑβδόμῳ, τὰ δὲ ἀνθέμια ὁμοίως τῷ μέσῳ καὶ τὰ λαμπάδια τὸν αὐτὸν τρόπον ὑπὸ τοῦ ἑβδόμου καὶ μέσου, οἱ δὲ ἓξ καλαμίσκοι καὶ οἱ ἐκπεφυκότες ἴσοι βλαστοὶ"],["221","ὑπ’ αὐτοῦ τοῦ στελέχους τῆς ἑβδόμης. πολὺν δ’ ὄντα τὸν περὶ ἑκάστου λόγον ὑπερθετέον εἰσαῦθις. τοσοῦτο δὲ αὐτὸ μόνον ὑπομνηστέον, ὅτι τῆς κατ’ οὐρανὸν τῶν ἑπτὰ πλανήτων χορείας μίμημά ἐστιν ἡ ἱερὰ λυχνία καὶ οἱ ἐπ’ αὐτῆς ἑπτὰ λύχνοι. πῶς;"],["222","ἐρήσεταί τις ἴσως· ὅτι, φήσομεν, ὅνπερ τρόπον οἱ λύχνοι, οὕτως καὶ τῶν πλανήτων ἕκαστος φωσφορεῖ· λαμπρότατοι γὰρ ὄντες αὐγοειδεστάτας ἄχρι γῆς ἀποστέλλουσιν ἀκτῖνας, διαφερόντως δ’ ὁ μέσος τῶν ἑπτά, ἥλιος."],["223","μέσον δ’ αὐτὸν οὐ μόνον ἐπεὶ μέσην ἐπέχει χώραν, ὡς ἠξίωσάν τινες, καλῶ, ἀλλ’ ὅτι καὶ θεραπεύεσθαι καὶ δορυφορεῖσθαι πρὸς ὑπασπιζόντων ἑκατέρωθεν ἀξιώματος ἕνεκα καὶ μεγέθους καὶ ὠφελειῶν, ἃς τοῖς ἐπιγείοις ἅπασι παρέχει, δίκαιος ἄλλως ἐστί."],["224","τὴν δὲ τῶν πλανήτων τάξιν ἄνθρωποι παγίως μὴ κατειληφότες— τί δ’ ἄλλο τῶν κατ’ οὐρανὸν ἴσχυσαν κατανοῆσαι βεβαίως;— εἰκοτολογοῦσιν, ἄριστα δ’ ἐμοὶ στοχάζεσθαι δοκοῦσιν οἱ τὴν μέσην ἀπονενεμηκότες ἡλίῳ τάξιν, τρεῖς μὲν ὑπὲρ αὐτὸν καὶ μετ’ αὐτὸν τοὺς ἴσους εἶναι λέγοντες, ὑπὲρ αὐτὸν μὲν φαίνοντα, φαέθοντα, πυρόεντα, εἶθ’ ἥλιον, μετ’ αὐτὸν δὲ στίλβοντα, φωσφόρον, τὴν ἀέρος γείτονα σελήνην."],["225","ἐπίγειον οὖν βουληθεὶς ἀρχετύπου τῆς κατ’ οὐρανὸν σφαίρας ἑπταφεγγοῦς μίμημα παρ’ ἡμῖν ὁ τεχνίτης γενέσθαι πάγκαλον ἔργον προσέταξε, τὴν λυχνίαν, δημιουργηθῆναι. δέδεικται δὲ καὶ ἡ πρὸς ψυχὴν ἐμφέρεια αὐτῆς· ψυχὴ γὰρ τριμερὴς μέν ἐστι, δίχα δὲ ἕκαστον τῶν μερῶν, ὡς ἐδείχθη, τέμνεται, μοιρῶν δὲ γενομένων ἓξ ἕβδομος εἰκότως τομεὺς ἦν ἁπάντων ὁ ἱερὸς καὶ θεῖος λόγος."],["226","ἄξιον δὲ μηδ’ ἐκεῖνο παρησυχασθῆναι· τριῶν ὄντων ἐν τοῖς ἁγίοις σκευῶν, λυχνίας, τραπέζης, θυμιατηρίου, τὸ μὲν θυμιατήριον εἰς τὴν ὑπὲρ τῶν στοιχείων εὐχαριστίαν ἀνάγεται, ὡς ἐδείχθη πρότερον, ἐπεὶ καὶ αὐτὸ μοίρας ἔχει τῶν τεττάρων, γῆς μὲν τὰ ξύλα, ὕδατος δὲ τὰ ἐπιθυμιώμενα— πρότερον γὰρ τηκόμενα εἰς λιβάδας αὖθις ἀναλύεται—, τὸν δὲ ἀτμὸν ἀέρος, πυρὸς δὲ τὸ ἐξαπτόμενον— καὶ ἡ σύνθεσις δὲ λιβανωτοῦ καὶ χαλβάνης ὄνυχός τε καὶ στακτῆς (Exod. 30, 34) τῶν στοιχείων σύμβολον—, ἡ δὲ τράπεζα εἰς τὴν ὑπὲρ τῶν θνητῶν ἀποτελεσμάτων εὐχαριστίαν— ἄρτοι γὰρ καὶ σπονδεῖα ἐπιτίθενται αὐτῇ (Num. 4, 7), οἷς ἀνάγκη χρῆσθαι τὰ τῆς τροφῆς δεόμενα—, ἡ δὲ λυχνία εἰς τὴν ὑπὲρ τῶν κατ’ οὐρανὸν ἁπάντων, ἵνα μηδὲν μέρος τοῦ κόσμου δίκην ἀχαριστίας ὄφλῃ, ἀλλ’ εἰδῶμεν ὅτι πάντα τὰ μέρη τὰ κατ’ αὐτὸν εὐχαριστεῖ, τὰ στοιχεῖα, τὰ ἀποτελέσματα, οὐ τὰ ἐπὶ γῆς μόνον, ἀλλὰ καὶ τὰ ἐν οὐρανῷ."],["227","ἄξιον δὲ σκέψασθαι, διὰ τί τῆς τραπέζης καὶ τοῦ θυμιατηρίου τὰ μέτρα δηλώσας τῆς λυχνίας οὐδὲν ἀνέγραψε· μήποτε δι’ ἐκεῖνο, ὅτι τὰ μὲν στοιχεῖα καὶ τὰ θνητὰ ἀποτελέσματα, ὧν ἡ τράπεζα καὶ τὸ θυμιατήριον σύμβολα, μεμέτρηται περατωθέντα ὑπ’ οὐρανοῦ— ἀεὶ γὰρ τὸ περιέχον τοῦ περιεχομένου μέτρον—, ὁ δ’ οὐρανός, οὗ σύμβολόν ἐστιν ἡ λυχνία, ἀπειρομεγέθης ἐστί."],["228","περιέχεται γὰρ ὑπ’ οὐδενὸς σώματος, οὔτε ἰσομεγέθους αὐτῷ οὔτε ἀπείρου, ἀλλ’ οὐδ’ ὑπὸ κενοῦ κατὰ Μωυσῆν διὰ τὴν ἐν τῇ ἐκπυρώσει μυθευομένην τερατολογίαν· ἔστι δὲ ὅρος αὐτοῦ ὁ θεός, ἡνίοχος καὶ κυβερνήτης αὐτοῦ."],["229","ὥσπερ οὖν ἀπερίληπτον τὸ ὄν, οὕτως καὶ τὸ ὁριζόμενον ὑπ’ αὐτοῦ μέτροις τοῖς εἰς τὴν ἡμετέραν ἐπίνοιαν ἥκουσιν οὐ μεμέτρηται, καὶ τάχα ἐπεὶ κυκλοτερὴς ὢν καὶ ἄκρως εἰς σφαῖραν ἀποτετορνευμένος μήκους καὶ πλάτους οὐ μετέχει."],["230","Εἰπὼν οὖν τὰ πρέποντα περὶ τούτων ἐπιλέγει· „τὰ δὲ ὄρνεα οὐ διεῖλεν “(Gen. 15, 10), ὄρνεα καλῶν τοὺς πτηνοὺς καὶ πεφυκότας μετεωροπολεῖν δύο λόγους, ἕνα μὲν ἀρχέτυπον τὸν ὑπὲρ ἡμᾶς, ἕτερον δὲ μίμημα τὸν καθ’ ἡμᾶς ὑπάρχοντα."],["231","καλεῖ δὲ Μωυσῆς τὸν μὲν ὑπὲρ ἡμᾶς εἰκόνα θεοῦ, τὸν δὲ καθ’ ἡμᾶς τῆς εἰκόνος ἐκμαγεῖον. „ἐποίησε “γάρ φησιν „ὁ θεὸς τὸν ἄνθρωπον “οὐχὶ εἰκόνα θεοῦ, ἀλλὰ „κατ’ εἰκόνα “(Gen. 1, 27)· ὥστε τὸν καθ’ ἕκαστον ἡμῶν νοῦν, ὃς δὴ κυρίως καὶ πρὸς ἀλήθειαν ἄνθρωπός ἐστι, τρίτον εἶναι τύπον ἀπὸ τοῦ πεποιηκότος, τὸν δὲ μέσον παράδειγμα μὲν τούτου, ἀπεικόνισμα δὲ ἐκείνου. φύσει δὲ ἄτμητος ὁ ἡμέτερος γέγονε νοῦς."],["232","τὸ μὲν γὰρ ἄλογον ψυχῆς μέρος ἑξαχῆ διελὼν ὁ δημιουργὸς ἑπτὰ μοίρας εἰργάζετο, ὅρασιν, ἀκοήν, γεῦσιν, ὄσφρησιν, ἁφήν, φωνήν, γόνιμον, τὸ δὲ λογικόν, ὃ δὴ νοῦς ὠνομάσθη, ἄσχιστον εἴασε κατὰ τὴν τοῦ παντὸς ὁμοιότητα οὐρανοῦ."],["233","καὶ γὰρ ἐν τούτῳ λόγος ἔχει τὴν μὲν ἐξωτάτω καὶ ἀπλανῆ σφαῖραν ἄτμητον φυλαχθῆναι, τὴν δ’ ἐντὸς ἑξαχῆ τμηθεῖσαν ἑπτὰ κύκλους τῶν λεγομένων πλανήτων ἀποτελέσαι· ὃ γάρ, οἶμαι, ἐν ἀνθρώπῳ ψυχή, τοῦτο οὐρανὸς ἐν κόσμῳ. τὰς οὖν νοερὰς καὶ λογικὰς δύο φύσεις, τήν τε ἐν ἀνθρώπῳ καὶ τὴν ἐν τῷ παντί, συμβέβηκεν ὁλοκλήρους καὶ ἀδιαιρέτους εἶναι. διὸ λέγεται· „τὰ δὲ ὄρνεα οὐ διεῖλε. “"],["234","περιστερᾷ μὲν οὖν ὁ ἡμέτερος νοῦς, ἐπειδὴ τιθασὸν καὶ σύντροφον ἡμῖν ἐστι τὸ ζῷον, εἰκάζεται, τῷ δὲ τούτου παραδείγματι ἡ τρυγών· ὁ γὰρ θεοῦ λόγος φιλέρημος καὶ μονωτικός, ἐν ὄχλῳ τῷ τῶν γεγονότων καὶ φθαρησομένων οὐχὶ φυρόμενος. ἀλλ’ ἄνω φοιτᾶν εἰθισμένος ἀεὶ καὶ ἑνὶ ὀπαδὸς εἶναι μόνῳ μεμελετηκώς. ἄτμητοι μὲν οὖν αἱ δύο φύσεις, ἥ τε ἐν ἡμῖν τοῦ λογισμοῦ καὶ ἡ ὑπὲρ ἡμᾶς τοῦ θείου λόγου, ἄτμητοι δὲ οὖσαι μυρία ἄλλα τέμνουσιν."],["235","ὅ τε γὰρ θεῖος λόγος τὰ ἐν τῇ φύσει διεῖλε καὶ διένειμε πάντα, ὅ τε ἡμέτερος νοῦς, ἅττ’ ἂν παραλάβῃ νοητῶς πράγματά τε καὶ σώματα, εἰς ἀπειράκις ἄπειρα διαιρεῖ μέρη καὶ τέμνων οὐδέποτε λήγει."],["236","τοῦτο δὲ συμβαίνει διὰ τὴν πρὸς τὸν ποιητὴν καὶ πατέρα τῶν ὅλων ἐμφέρειαν. τὸ γὰρ θεῖον ἀμιγές, ἄκρατον, ἀμερέστατον ὑπάρχον ἅπαντι τῷ κόσμῳ γέγονεν αἴτιον μίξεως, κράσεως, διαιρέσεως, πολυμερείας· ὥστε εἰκότως καὶ τὰ ὁμοιωθέντα, νοῦς τε ὁ ἐν ἡμῖν καὶ ὁ ὑπὲρ ἡμᾶς, ἀμερεῖς καὶ ἄτμητοι ὑπάρχοντες διαιρεῖν καὶ διακρίνειν ἕκαστα τῶν ὄντων ἐρρωμένως δυνήσονται."],["237","Λαλήσας οὖν περὶ τῶν ἀτμήτων καὶ ἀδιαιρέτων ὀρνέων φησὶν ἑξῆς· „κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα, τὰ διχοτομήματα “(Gen. 15, 11), ὁμωνυμίᾳ μὲν χρησάμενος, τὴν δὲ πραγματικὴν διαμάχην ἐναργέστατα τοῖς ὁρᾶν δυναμένοις διασυνιστάς· παρὰ φύσιν γάρ ἐστι τὸ καταβαίνειν ὄρνεα, τοῦ μετεωροπολεῖν ἕνεκα πτερωθέντα."],["238","καθάπερ γὰρ τοῖς χερσαίοις οἰκειότατον χωρίον γῆ καὶ μάλιστα τοῖς ἑρπετοῖς, ἃ μηδ’ ὑπὲρ αὐτῆς ἰλυσπώμενα ἀνέχεται, φωλεοὺς δὲ καὶ καταδύσεις ζητεῖ τὸν ἄνω χῶρον ἀποδιδράσκοντα διὰ τὴν πρὸς τὰ κάτω συγγένειαν, τὸν αὐτὸν τρόπον καὶ τοῖς πτηνοῖς ὁ ἀὴρ ἐνδιαίτημα οἰκεῖον, κούφοις διὰ τὴν πτέρωσιν ὁ φύσει κοῦφος. ὅταν οὖν τὰ ἀεροπόρα αἰθεροβατεῖν ὀφείλοντα καταβαίνῃ, πρὸς χέρσον ἀφικνούμενα τῷ κατὰ φύσιν ἀδυνατεῖ χρῆσθαι βίῳ."],["239","τοὐναντίον δὲ Μωυσῆς καὶ ὅσα τῶν ἑρπετῶν ἄνω δύναται πηδᾶν οὐ μετρίως ἀποδέχεται· φησὶ γοῦν· „ταῦτα φάγεσθε ἀπὸ τῶν ἑρπετῶν τῶν πετεινῶν, ἃ πορεύεται ἐπὶ τεσσάρων, ἃ ἔχει σκέλη ἀνωτέρω τῶν ποδῶν, ὥστε πηδᾶν ἐν αὐτοῖς ἀπὸ τῆς γῆς “(Lev. 11, 21). ταῦτα δ’ ἐστὶ σύμβολα ψυχῶν, ὅσαι τρόπον ἑρπετῶν προσερριζωμέναι τῷ γηίνῳ σώματι καθαρθεῖσαι μετεωροπολεῖν ἰσχύουσιν, οὐρανὸν ἀντικαταλλαξάμεναι γῆς καὶ φθορᾶς ἀθανασίαν."],["240","πάσης οὖν βαρυδαιμονίας ἀναπεπλῆσθαι νομιστέον ἐκείνας, αἵτινες ἐν ἀέρι καὶ αἰθέρι τῷ καθαρωτάτῳ τραφεῖσαι μετανέστησαν τὸν θείων ἀγαθῶν κόρον οὐ δυνηθεῖσαι φέρειν ἐπὶ τὸ θνητῶν καὶ κακῶν χωρίον γῆν. ἐπιφοιτῶσι δ’ ἔννοιαι μυρίαι περὶ μυρίων πραγμάτων ὅσων, αἱ μὲν ἑκούσιοι, αἱ δὲ κατ’ ἄγνοιαν, οὐδὲν διαφέρουσαι πτηνῶν, αἷς τὰ κατιόντα ἐξωμοίωσεν ὄρνεα."],["241","τῶν δὲ ἐννοιῶν ἡ μὲν ἄνω φορὰ τὴν ἀμείνω τάξιν ἔλαχε συνοδοιπορούσης ἀρετῆς τῆς πρὸς τὸν θεῖον καὶ οὐράνιον χορὸν ἀγούσης, τὴν χείρω δὲ ἡ κάτω κακίας ἀφηγουμένης καὶ ἀντισπώσης βίᾳ. δηλοῖ δὲ καὶ τὰ ὀνόματα οὐχ ἥκιστα τὴν τῶν τόπων ἐναντιότητα· ἀρετὴ μὲν γὰρ οὐ μόνον παρὰ τὴν αἵρεσιν ὠνομάσθη, ἀλλὰ καὶ παρὰ τὴν ἄρσιν— αἴρεται γὰρ καὶ μετεωρίζεται διὰ τὸ αἰεὶ τῶν ὀλυμπίων ἐρᾶν—, κακία δὲ ἀπὸ τοῦ κάτω κεχωρηκέναι καὶ καταπίπτειν τοὺς χρωμένους αὐτῇ βιάζεσθαι."],["242","τὰ γοῦν πολέμια τῆς ψυχῆς ἐννοήματα ἐπιποτώμενα καὶ ἐπιφοιτῶντα κάτεισι μὲν αὐτά, καταβάλλει δὲ καὶ τὴν διάνοιαν αἰσχρῶς ἐπιφερόμενα σώμασι καὶ πράγμασιν αἰσθητοῖς οὐ νοητοῖς, ἀτελέσιν οὐχ ὁλοκλήροις, ἐφθαρμένοις οὐχὶ τοῖς ζῶσιν. οὐ γὰρ μόνον σώμασιν, ἀλλὰ καὶ σωμάτων δίχα διαιρεθέντων τμήμασιν ἐπιφοιτᾷ· τὰ δ’ οὕτως διαιρεθέντα ἀμήχανον ἁρμονίαν δέξασθαι καὶ ἕνωσιν, τῶν πνευματικῶν"],["243","τόνων, οἳ συμφυέστατος δεσμὸς ἦσαν, διακοπέντων. εἰσηγεῖται δὲ γνώμην ἀληθεστάτην διδάσκων, ὅτι δικαιοσύνη μὲν καὶ πᾶσα ἀρετὴ ψυχῆς, ἀδικία δὲ καὶ πᾶσα κακία σώματος ἐρῶσι, καὶ ὅτι τὰ τῷ ἑτέρῳ φίλα τῷ ἑτέρῳ πάντως ἐχθρά ἐστι, καθὰ καὶ νῦν· αἰνιττόμενος γὰρ τοὺς ψυχῆς πολεμίους ὄρνεα εἰσήγαγε γλιχόμενα ἐμπλέκεσθαι καὶ ἐμφύεσθαι σώμασι καὶ σαρκῶν ἐμφορεῖσθαι, ὧν τὰς ἐφόδους καὶ ἐπιδρομὰς ἐπισχεῖν βουληθεὶς ὁ ἀστεῖος λέγεται αὐτοῖς συγκαθίσαι (Gen. 15, 11), οἷα πρόεδρός τις ἢ πρόβουλος ὤν."],["244","ἐπειδὴ γὰρ καὶ τὰ οἰκεῖα ὑπὸ ἐμφυλίου στάσεως διειστήκει καὶ τὰ ἐχθρὰ στίφη διεφέρετο, βουλὴν ἁπάντων συναγαγὼν ἐσκόπει περὶ τῶν διαφόρων, ἵν’, εἰ δύναιτο, πειθοῖ χρώμενος καὶ τὸν ξενικὸν πόλεμον καταλύσαι καὶ τὴν ἐμφύλιον ταραχὴν ἀνέλοι. τοὺς μὲν γὰρ ὥσπερ νέφος ἐπιρράξαντας ἀκαταλλάκτως ἔχοντας λυσιτελὲς ἦν ἀποσκεδάσαι, τοῖς δὲ τὴν παλαιὰν συγγένειαν οἰκειώσασθαι."],["245","δυσμενεῖς μὲν οὖν ἄσπονδοι καὶ ἀκατάλλακτοι γράφονται ψυχῆς ἀφροσύναι καὶ ἀκολασίαι δειλίαι τε καὶ ἀδικίαι καὶ ὅσαι ἄλλαι ἐκ πλεοναζούσης ὁρμῆς εἰώθασι φύεσθαι ἄλογοι ἐπιθυμίαι, σκιρτῶσαι καὶ ἀπαυχενίζουσαι καὶ τὸν εὐθὺν δρόμον τῆς διανοίας ἐπέχουσαι, πολλάκις δὲ καὶ τὸ σύμπαν αὐτῆς σχῆμα σπαράττουσαί τε καὶ καταβάλλουσαι."],["246","τὰ δὲ τῶν ἐνσπόνδων εἶναι δυναμένων προσκρούσματα τοιαῦτά ἐστιν, ὁποίας εἶναι συμβέβηκε τὰς σοφιστῶν δογματικὰς ἔριδας· ᾗ μὲν γὰρ πρὸς ἓν ἀπονεύουσι τέλος, θεωρίαν τῶν τῆς φύσεως πραγμάτων, λέγοιντ’ ἂν εἶναι φίλοι, ᾗ δ’ οὐχ ὁμογνωμονοῦσιν ἐν ταῖς κατὰ μέρος ζητήσεσιν, ἐμφυλίῳ στάσει χρῆσθαι, ὥσπερ οἱ ἀγένητον εἶναι λέγοντες τὸ πᾶν τοῖς γένεσιν εἰσηγουμένοις αὐτοῦ, καὶ πάλιν οἱ φθαρήσεσθαι τοῖς φθαρτὸν μὲν εἶναι φύσει, μηδέποτε δὲ φθαρησόμενον διὰ τὸ κραταιοτέρῳ δεσμῷ, τῇ τοῦ πεποιηκότος βουλήσει, συνέχεσθαι, καὶ οἱ μηδὲν εἶναι ὁμολογοῦντες ἀλλὰ πάντα γίνεσθαι τοῖς ὑπολαμβάνουσι τἀναντία, καὶ οἱ πάντων χρημάτων ἄνθρωπον μέτρον εἶναι διεξιόντες τοῖς τὰ αἰσθήσεως καὶ τὰ διανοίας κριτήρια συγχέουσι, καὶ συνόλως οἱ πάντα ἀκατάληπτα εἰσηγούμενοι τοῖς γνωρίζεσθαι πάμπολλα φάσκουσιν."],["247","καὶ ἥλιος μέντοι καὶ σελήνη καὶ ὁ σύμπας οὐρανός, γῆ τε καὶ ἀὴρ καὶ ὕδωρ, τά τε ἐξ αὐτῶν σχεδὸν πάντα τοῖς σκεπτικοῖς ἔριδας καὶ φιλονεικίας παρεσχήκασιν, οὐσίας καὶ ποιότητας, μεταβολάς τε αὖ καὶ τροπὰς καὶ γενέσεις, ἔτι δὲ φθορὰς αὐτῶν ἀναζητοῦσιν· μεγέθους τε πέρι καὶ κινήσεως τῶν κατ’ οὐρανὸν οὐ πάρεργον ποιούμενοι τὴν ἔρευναν ἑτεροδοξοῦσιν οὐ συμφερόμενοι, μέχρις ἂν ὁ μαιευτικὸς ὁμοῦ καὶ δικαστικὸς ἀνὴρ συγκαθίσας θεάσηται τὰ τῆς ἑκάστου γεννήματα ψυχῆς καὶ τὰ μὲν οὐκ ἄξια τροφῆς ἀπορρίψῃ, τὰ δ’ ἐπιτήδεια διασώσῃ καὶ προνοίας τῆς ἁρμοττούσης ἀξιώσῃ."],["248","τὰ δὲ κατὰ τὴν φιλοσοφίαν μεστὰ διαφωνίας γέγονε τὸν πιθανὸν καὶ στοχαστικὸν νοῦν τῆς ἀληθείας ἀποδιδρασκούσης· τὸ γὰρ δυσεύρετον καὶ δυσθήρατον αὐτῆς τὰς λογικάς, ὡς οἶμαι, στάσεις ἐγέννησε."],["249","„Περὶ δὲ ἡλίου “φησί „δυσμὰς ἔκστασις ἐπέπεσεν τῷ Ἀβραάμ, καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ “(Gen. 15, 12). ἔκστασις ἡ μέν ἐστι λύττα μανιώδης παράνοιαν ἐμποιοῦσα κατὰ γῆρας ἢ μελαγχολίαν ἤ τινα ὁμοιότροπον ἄλλην αἰτίαν, ἡ δὲ σφοδρὰ κατάπληξις ἐπὶ τοῖς ἐξαπιναίως καὶ ἀπροσδοκήτως συμβαίνειν εἰωθόσιν, ἡ δὲ ἠρεμία διανοίας, εἰ δὴ πέφυκέ ποτε ἡσυχάζειν, ἡ δὲ πασῶν ἀρίστη ἔνθεος κατοκωχή τε καὶ μανία,"],["250","ᾗ τὸ προφητικὸν γένος χρῆται. τῆς μὲν οὖν πρώτης ἐν ταῖς ἐν Ἐπινομίδι γραφείσαις ἀραῖς διαμέμνηται— παραπληξίαν γάρ φησι καὶ ἀορασίαν καὶ ἔκστασιν διανοίας καταλήψεσθαι τοὺς ἀσεβοῦντας, ὡς μηδὲν διοίσειν τυφλῶν ἐν μεσημβρίᾳ καθάπερ ἐν βαθεῖ σκότῳ ψηλαφώντων (Deut. 28, 28. 29)—,"],["251","τῆς δὲ δευτέρας πολλαχοῦ— „ἐξέστη “γάρ φησιν „Ἰσαὰκ ἔκστασιν μεγάλην, καὶ εἶπε· τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ ἐνεγκών μοι, καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ σὲ ἐλθεῖν, καὶ εὐλόγησα αὐτόν; καὶ εὐλογημένος ἔστω “(Gen. 27, 33), καὶ ἐπὶ τοῦ Ἰακὼβ ἀπιστοῦντος τοῖς λέγουσιν, ὅτι „ζῇ Ἰωσὴφ καὶ ἄρχει πάσης γῆς Αἰγύπτου “· „ἐξέστη “γάρ φησι „τῇ διανοίᾳ, οὐ γὰρ ἐπίστευσεν αὐτοῖς “(Gen. 45, 26), καὶ ἐν Ἐξαγωγῇ κατὰ τὴν ἐκκλησίαν· „τὸ γὰρ ὄρος “φησί „τὸ Σινὰ ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι τὸν θεὸν ἐπ’ αὐτὸ ἐν πυρί, καὶ ἀνέβαινεν ὁ καπνὸς ὡσεὶ ἀτμὶς καμίνου· καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα “(Exod. 19, 18), καὶ ἐν τῷ Λευιτικῷ κατὰ τὴν τῶν ἱερῶν τελείωσιν ἡμέρᾳ τῇ ὀγδόῃ, ὁπότε „ἐξῆλθε πῦρ ἀπ’ οὐρανοῦ καὶ κατέφαγε τὰ ἐπὶ τοῦ θυσιαστηρίου, τά τε ὁλοκαυτώματα καὶ τὰ στέατα “· λέγεται γὰρ εὐθύς· „καὶ εἶδε πᾶς ὁ λαὸς καὶ ἐξέστη, καὶ ἔπεσαν ἐπὶ πρόσωπον “(Lev. 9, 24)· ἡ γὰρ τοιαύτη ἔκστασις πτόησιν καὶ δεινὴν κατάπληξιν ἐμποιεῖ— (ἀλλ’ οὐκ ἄξιον θαυμάσαι καὶ ἐπὶ τοῦ Ἠσαῦ,"],["252","ὅτι εἰδὼς κυνηγεῖν ἀεὶ θηρεύεται καὶ πτερνίζεται τὴν τέχνην ἐπὶ βλάβῃ κτησάμενος, οὐκ ὠφελείᾳ, θηρεύειν δὲ οὐδέποτε ἐσπούδασε, καὶ ἐπὶ τοῦ Ἰακώβ, ὅτι θηρεύει μὴ μαθών, ἀλλὰ φύσει κινούμενος τὸ πάθος, καὶ φέρει τῷ δοκιμαστῇ, ὃς εἰ δοκιμόν ἐστι διαγνώσεται, διὸ ἀπὸ πάντων φάγεται (Gen. 27, 33)·"],["253","πάντα γὰρ τὰ τῆς ἀσκήσεως ἐδώδιμα καθέστηκεν, ἡ ζήτησις, ἡ σκέψις, ἡ ἀνάγνωσις, ἡ ἀκρόασις, ἡ προσοχή, ἡ ἐγκράτεια, ἡ ἐξαδιαφόρησις τῶν ἀδιαφόρων. ἀπὸ πάντων δὲ τὰς ἀπαρχὰς δήπουθεν ἔφαγεν, ἀλλ’ οὐ πάντα· ἔδει γὰρ ὑπολείπεσθαι καὶ τῷ ἀσκητῇ τροφὰς οἰκείας ὡς ἆθλα."],["254","„πρὸ τοῦ σὲ ἐλθεῖν “φυσικῶς· ἐὰν γὰρ ἔλθῃ τὸ πάθος εἰς τὴν ψυχήν, οὐκ ἀπολαύσομεν ἐγκρατείας· ἐλέγχει δὲ καὶ τὸν φαῦλον ὡς βραδὺν καὶ ὀκνηρὸν καὶ μελλητὴν πρὸς τὰ παιδείας ἔργα, ἀλλ’ οὐ πρὸς τὰ ἀκολασίας."],["255","ἐργοδιώκτας οὖν Αἴγυπτος ἔχει πρὸς τὴν τῶν παθῶν ἐπισπεύδοντας ἀπόλαυσιν, Μωυσῆς δ’ ἔμπαλιν μετὰ σπουδῆς παραγγέλλει τὸ Πάσχα ἐσθίειν, τὴν ἀπὸ τούτων διάβασιν εὐωχεῖθαι. καὶ ὁ Ἰούδας φησίν· „εἰ μὴ γὰρ ἐβραδύναμεν, ἤδη ἂν ὑπεστρέψαμεν δίς “(Gen. 43, 10), οὔ φησι κατέβημεν εἰς Αἴγυπτον, ἀλλ’ ἐκεῖθεν ἐπανεσώθημεν."],["256","εἰκότως καὶ Ἰακὼβ τεθαύμακεν, εἰ ἔτι ὁ ἐν σώματι νοῦς, Ἰωσήφ, ζῇ πρὸς ἀρετὴν καὶ ἄρχει (Gen. 45, 26) τοῦ σώματος, ἀλλ’ οὐκ ἄρχεται πρὸς αὐτοῦ. καὶ τἄλλα ἐπιὼν ἄν τις ὑποδείγματα τἀληθὲς ἰχνεύειν δυνηθείη. πρόκειται δ’ οὐ περὶ τούτων νῦν ἀκριβολογεῖσθαι, διὸ ἐπὶ τὰ ἑξῆς τρεπτέον), τῆς δὲ τρίτης ἐν οἷς τὰ περὶ τὴν τῆς γυναικὸς γένεσιν φιλοσοφεῖ—"],["257","„ἐπέβαλε γὰρ ὁ θεὸς “φησίν „ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσεν “(Gen. 2, 21), ἔκστασιν τὴν ἡσυχίαν καὶ ἠρεμίαν τοῦ νοῦ παραλαμβάνων· ὕπνος γὰρ νοῦ ἐγρήγορσίς ἐστιν αἰσθήσεως, καὶ γὰρ ἐγρήγορσις διανοίας αἰσθήσεως ἀπραξία—,"],["258","τῆς δὲ τετάρτης ὃ νῦν σκοποῦμεν· „περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν τῷ Ἀβραάμ “· ἐνθουσιῶντος καὶ θεοφορήτου τὸ πάθος. ἀλλ’ οὐχὶ τοῦτο μόνον διασυνίστησιν αὐτὸν προφήτην, ἀλλὰ καὶ γράμμα ῥητὸν ἐστηλιτευμένον ἐν ἱεραῖς βίβλοις, ἡνίκα τις ἐπεχείρησε τὴν ἐκ φύσεως ἄρχουσαν ἀρετήν, Σάρραν, αὐτοῦ διοικίζειν, ὡς οὐκ ἴδιον σοφοῦ καὶ μόνου κτῆμα, ἀλλὰ παντὸς τοῦ φρόνησιν ἐπιμορφάζοντος. „ἀπόδος “γάρ φησι „τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ, καὶ ζήσεις “(Gen. 20, 7)."],["259","παντὶ δὲ ἀστείῳ προφητείαν ὁ ἱερὸς λόγος μαρτυρεῖ· προφήτης γὰρ ἴδιον μὲν οὐδὲν ἀποφθέγγεται, ἀλλότρια δὲ πάντα ὑπηχοῦντος ἑτέρου· φαύλῳ δ’ οὐ θέμις ἑρμηνεῖ γενέσθαι θεοῦ, ὥστε κυρίως μοχθηρὸς οὐδεὶς ἐνθουσιᾷ, μόνῳ δὲ σοφῷ ταῦτ’ ἐφαρμόττει, ἐπεὶ καὶ μόνος ὄργανον θεοῦ ἐστιν ἠχεῖον, κρουόμενον καὶ πληττόμενον ἀοράτως ὑπ’ αὐτοῦ."],["260","πάντας γοῦν ὁπόσους ἀνέγραψε δικαίους κατεχομένους καὶ προφητεύοντας εἰσήγαγεν. ὁ Νῶε δίκαιος· ἆρ’ οὐ καὶ εὐθὺς προφήτης; ἢ τὰς εὐχὰς καὶ κατάρας ἃς ἐπὶ ταῖς αὖθις γενεαῖς ἐποιήσατο (Gen. 9, 25 ss.) ἔργων ἀληθείᾳ βεβαιωθείσας οὐ κατεχόμενος ἐθέσπισε;"],["261","τί δὲ Ἰσαάκ; τί δὲ Ἰακώβ; καὶ γὰρ οὗτοι διά τε ἄλλων πολλῶν καὶ μάλιστα διὰ τῶν εἰς τοὺς ἐκγόνους προσρήσεων ὁμολογοῦνται προφητεῦσαι. τὸ γὰρ „συνάχθητε, ἵνα ἀπαγγείλω τί ἀπαντήσεται ὑμῖν ἐπ’ ἐσχάτῳ τῶν ἡμερῶν “(Gen. 49, 1) ἐνθουσιῶντος ἦν· ἡ γὰρ τῶν μελλόντων κατάληψις ἀνοίκειος ἀνθρώπῳ. τί δὲ Μωυσῆς; οὐ προφήτης ᾄδεται πανταχοῦ;"],["262","λέγει γάρ· „ἐὰν γένηται ὑμῶν προφήτης κυρίου, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι, Μωυσῇ δὲ ἐν εἴδει, καὶ οὐ δι’ αἰνιγμάτων “(Num. 12, 6. 8), καὶ πάλιν „οὐκ ἀνέστη ἔτι προφήτης ὡς Μωυσῆς, ὃν ἔγνω κύριος αὐτὸν πρόσωπον πρὸς πρόσωπον “(Deut. 34, 10)."],["263","παγκάλως οὖν τὸν ἐνθουσιῶντα μηνύει φάσκων „περὶ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν “(Gen. 15, 12), ἥλιον διὰ συμβόλου τὸν ἡμέτερον καλῶν νοῦν· ὅπερ γὰρ ἐν ἡμῖν λογισμός, τοῦτο ἐν κόσμῳ ἥλιος, ἐπειδὴ φωσφορεῖ ἑκάτερος, ὁ μὲν τῷ παντὶ φέγγος αἰσθητὸν ἐκπέμπων, ὁ δὲ ἡμῖν αὐτοῖς τὰς νοητὰς διὰ τῶν καταλήψεων αὐγάς."],["264","ἕως μὲν οὖν ἔτι περιλάμπει καὶ περιπολεῖ ἡμῶν ὁ νοῦς μεσημβρινὸν οἷα φέγγος εἰς πᾶσαν τὴν ψυχὴν ἀναχέων, ἐν ἑαυτοῖς ὄντες οὐ κατεχόμεθα· ἐπειδὰν δὲ πρὸς δυσμὰς γένηται, κατὰ τὸ εἰκὸς ἔκστασις καὶ ἡ ἔνθεος ἐπιπίπτει κατοκωχή τε καὶ μανία. ὅταν μὲν γὰρ φῶς τὸ θεῖον ἐπιλάμψῃ, δύεται τὸ ἀνθρώπινον, ὅταν δ’ ἐκεῖνο δύηται, τοῦτ’ ἀνίσχει καὶ ἀνατέλλει."],["265","τῷ δὲ προφητικῷ γένει φιλεῖ τοῦτο συμβαίνειν· ἐξοικίζεται μὲν γὰρ ἐν ἡμῖν ὁ νοῦς κατὰ τὴν τοῦ θείου πνεύματος ἄφιξιν, κατὰ δὲ τὴν μετανάστασιν αὐτοῦ πάλιν εἰσοικίζεται· θέμις γὰρ οὐκ ἔστι θνητὸν ἀθανάτῳ συνοικῆσαι. διὰ τοῦτο ἡ δύσις τοῦ λογισμοῦ καὶ τὸ περὶ αὐτὸν σκότος ἔκστασιν καὶ θεοφόρητον μανίαν ἐγέννησε."],["266","τὸ δὲ ἀκόλουθον προσυφαίνει τῇ γραφῇ φάσκων „ἐρρέθη πρὸς Ἀβραάμ “(Gen. 15, 13)· ὄντως γὰρ ὁ προφήτης, καὶ ὁπότε λέγειν δοκεῖ, πρὸς ἀλήθειαν ἡσυχάζει, καταχρῆται δὲ ἕτερος αὐτοῦ τοῖς φωνητηρίοις ὀργάνοις, στόματι καὶ γλώττῃ, πρὸς μήνυσιν ὧν ἂν θέλῃ· τέχνῃ δὲ ἀοράτῳ καὶ παμμούσῳ ταῦτα κρούων εὔηχα καὶ παναρμόνια καὶ γέμοντα συμφωνίας τῆς πάσης ἀποτελεῖ."],["267","Τίνα δ’ ἐστὶν ἃ ἐρρέθη προθεσπισθέντα, καλὸν ἀκοῦσαι· πρῶτον μέν, ὅτι τῷ φιλαρέτῳ κατοικεῖν οὐ δίδωσιν ὁ θεὸς ὡς ἐν οἰκείᾳ γῇ τῷ σώματι, ἀλλὰ παροικεῖν ὡς ἐν ἀλλοδαπῇ μόνον ἐπιτρέπει χώρᾳ. „γινώσκων “γάρ φησι „γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ “(Gen. 15, 13). παντὸς δὲ φαύλου συγγενὲς τὸ σώματος χωρίον, ἐν ᾧ μελετᾷ κατοικεῖν, οὐ παροικεῖν."],["268","ἓν μὲν δὴ παίδευμα τοῦτο· ἕτερον δέ, ὅτι τὰ δουλείαν καὶ κάκωσιν καὶ δεινήν, ὡς αὐτὸς ἔφη, ταπείνωσιν ἐπάγοντα τῇ ψυχῇ τὰ κατὰ γῆν ἐστιν οἰκίδια· νόθα γὰρ καὶ ξένα διανοίας τὰ σώματος ὡς ἀληθῶς πάθη, σαρκὸς ἐκπεφυκότα, ᾗ προσερρίζωται."],["269","τετρακόσια δὲ ἔτη γίνεται ἡ δουλεία (Gen. 15, 13) κατὰ τὰς τῶν τεττάρων παθῶν δυνάμεις. ἀρχούσης μὲν γὰρ ἡδονῆς μετεωρίζεται καὶ φυσᾶται τὸ φρόνημα, χαύνῳ κουφότητι ἐξαιρόμενον· ὅταν δὲ ἐπιθυμία κρατήσῃ, ἔρως ἐγγίνεται τῶν ἀπόντων καὶ τὴν ψυχὴν ὥσπερ ἀπ’ ἀγχόνης ἐλπίδος ἀτελοῦς ἐκρέμασε· διψῇ μὲν γὰρ ἀεί, πιεῖν δὲ ἀδυνατεῖ ταντάλειον τιμωρίαν ὑπομένουσα."],["270","κατὰ δὲ τὴν τῆς λύπης δυναστείαν συνάγεται καὶ συστέλλεται φυλλορροούντων καὶ ἀφαυαινομένων τρόπον δένδρων· τὸ γὰρ εὐθαλὲς αὐτῆς καὶ πῖον ἰσχναίνεται. φόβου γε μὴν τυραννήσαντος οὐδεὶς ἔτι μένειν ἀξιοῖ, δρασμῷ δὲ καὶ φυγῇ χρῆται, μόνως ἂν οὕτως σωθήσεσθαι προσδοκῶν· ἐπιθυμία μὲν γὰρ ὁλκὸν ἔχουσα δύναμιν, κἂν φεύγῃ τὸ ποθούμενον, διώκειν ἀναγκάζει, φόβος δ’ ἔμπαλιν ἀλλοτριότητα ἐμποιῶν διοικίζει καὶ μακρὰν τοῦ"],["271","φαινομένου διίστησιν. αἱ δὲ τῶν λεχθέντων ἡγεμονίαι παθῶν βαρεῖαν τοῖς ἀρχομένοις ἐπάγουσι δουλείαν, ἄχρις ἂν ὁ βραβευτὴς καὶ δικαστὴς θεὸς διακρίνῃ τὸ κακούμενον ἀπὸ τοῦ κακοῦντος καὶ τὸ μὲν εἰς ἐλευθερίαν ἐξέληται παντελῆ, τῷ δὲ τἀπίχειρα ὧν ἐξήμαρτεν ἀποδῷ."],["272","λέγεται γάρ· „τὸ δὲ ἔθνος ᾧ ἂν δουλεύσωσι κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς “(Gen. 15, 14). ἀνάγκη γὰρ θνητὸν ὄντα τῷ τῶν παθῶν ἔθνει πιεσθῆναι καὶ τὰς οἰκείους τῷ γενομένῳ κῆρας ἀναδέξασθαι, βούλημα δὲ θεοῦ τὰ σύμφυτα κακὰ τοῦ γένους ἡμῶν ἐπικουφίζειν· ὥστε καὶ ἡμεῖς ἐν ἀρχῇ"],["273","τὰ οἰκεῖα πεισόμεθα ὠμῶν γενόμενοι δεσποτῶν δοῦλοι, καὶ ὁ θεὸς τὸ οἰκεῖον ἐργάσεται ἑαυτῷ, ἄφεσιν καὶ ἐλευθερίαν ταῖς ἱκέτισιν αὐτοῦ ψυχαῖς προκηρύξας, οὐ μόνον λύσιν δεσμῶν καὶ ἔξοδον ἐκ τῆς περιπεφρουρημένης εἱρκτῆς παρασχόμενος, ἀλλὰ καὶ ἐφόδια δούς, ἅπερ ἀποσκευὴν ἐκάλεσε."],["274","τί δὲ τοῦτ’ ἐστίν; ἐπειδὰν ἄνωθεν ἀπ’ οὐρανοῦ καταβὰς ὁ νοῦς ἐνδεθῇ ταῖς σώματος ἀνάγκαις, εἶτα ὑπὸ μηδεμιᾶς δελεασθεὶς οἷα ἀνδρόγυνος ἢ γύνανδρος τὰ ἡδέα ἀσπάσηται κακά, μείνας δὲ ἐπὶ τῆς ἑαυτοῦ φύσεως ἀνὴρ ὄντως τραχηλίζειν μᾶλλον ἢ τραχηλίζεσθαι δύνηται, τοῖς τῆς ἐγκυκλίου μουσικῆς ἐντραφεὶς ἅπασιν, ἐξ ὧν θεωρίας λαβὼν ἵμερον ἐγκράτειαν καὶ καρτερίαν, ἐρρωμένας ἀρετάς, ἐκτήσατο, μετανιστάμενος καὶ κάθοδον τὴν εἰς τὴν πατρίδα εὑρισκόμενος πάντ’ ἐπάγεται τὰ παιδείας, ἅπερ ἀποσκευὴ καλεῖται."],["275","Τοσαῦτα καὶ περὶ τούτων εἰπὼν ἐπιλέγει· „σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης τραφεὶς ἐν γήρᾳ καλῷ “(Gen. 15, 15). οὐκοῦν οἱ μὲν ἀτελεῖς καὶ πολεμούμεθα καὶ δουλεύομεν καὶ μόλις ἀπαλλαγὴν τῶν ἐπικρεμασθέντων φοβερῶν εὑρισκόμεθα, τὸ δὲ τέλειον γένος ἀδούλωτον, ἀπολέμητον, εἰρήνῃ καὶ ἐλευθερίᾳ βεβαιοτάτῃ ἐντρεφόμενον."],["276","δογματικῶς δὲ τὸν ἀστεῖον οὐκ ἀποθνῄσκοντα, ἀλλ’ ἀπερχόμενον εἰσήγαγεν, ἵν’ ἄσβεστον καὶ ἀθάνατον τὸ τῆς κεκαθαρμένης ἄκρως ψυχῆς ἀποφανῇ γένος, ἀποδημίᾳ τῇ ἐνθένδε πρὸς οὐρανὸν χρησόμενον, οὐ διαλύσει καὶ φθορᾷ, ἣν ἐπάγειν θάνατος δοκεῖ."],["277","μετὰ δὲ τὸ „ἀπελεύσῃ “γέγραπται τὸ „πρὸς τοὺς πατέρας σου “· ποίους πατέρας, ἄξιον σκέψασθαι. τοὺς μὲν γὰρ ἐν τῇ Χαλδαίων χώρᾳ βεβιωκότας, οἷς μόνοις ἐχρήσατο συγγενέσιν, οὐκ ἂν λέγοι, διὰ τὸ χρησμῷ τῶν ἀφ’ αἵματος ἁπάντων διῳκίσθαι. „εἶπε “γάρ φησι „κύριος τῷ Ἀβραάμ· ἄπελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου εἰς τὴν γῆν ἥν σοι δείξω· καὶ ποιήσω σε εἰς ἔθνος μέγα “(Gen. 12, 1. 2)."],["278","τὸν γὰρ ἀλλοτριωθέντα ἐπιφροσύνῃ θείᾳ πῶς ἦν τοῖς αὐτοῖς εὔλογον οἰκειοῦσθαι πάλιν; πῶς δὲ τὸν ἔθνους καὶ γένους ἑτέρου μέλλοντα ἡγεμόνα ἔσεσθαι προσκληροῦσθαι τῷ παλαιῷ; οὐ γὰρ ἂν ἐχαρίζετο καινὸν τρόπον τινὰ καὶ νέον ἔθνος καὶ γένος αὐτῷ ὁ θεός, εἰ μὴ τοῦ ἀρχαίου κατὰ τὸ παντελὲς ἀπεσχοίνιζεν."],["279","ἐθνάρχης γὰρ καὶ γενάρχης ὡς ἀληθῶς ἐστιν οὗτος, ἀφ’ οὗ καθάπερ ἀπὸ ῥίζης τὸ σκεπτικὸν καὶ θεωρητικὸν τῶν τῆς φύσεως πραγμάτων ἀνέβλαστεν ἔρνος, ὄνομα Ἰσραήλ· ἐπεὶ καὶ „τὰ παλαιὰ ἐκ προσώπου νέων ἐκφέρειν “διείρηται (Lev. 26, 10). ποῦ γὰρ ἀρχαιολογίας ἔτι καὶ παλαιῶν καὶ κατημαξευμένων ἐθῶν ὄφελος, οἷς ἐξαπιναίως οὐ προσδοκήσασιν"],["280","ἀθρόα καὶ νέα ὤμβρησεν ἀγαθά; πατέρας οὖν οὐχ ὧν μετανάστατος ἐγένετο ἡ ψυχὴ καλεῖ τοὺς ἐν τοῖς Χαλδαϊκοῖς κατορωρυγμένους μνήμασιν, ἀλλ’ ὡς μὲν ἔνιοί φασιν, ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας— τὴν γὰρ τῶν κατὰ γῆν ἁπάντων γένεσιν διὰ τούτων λόγος ἔχει συνίστασθαι—, ὡς δέ τινες νομίζουσι, τὰς ἀρχετύπους ἰδέας, τὰ νοητὰ καὶ ἀόρατα ἐκεῖνα τῶν αἰσθητῶν καὶ ὁρωμένων τούτων παραδείγματα, πρὸς ἃ τὴν τοῦ σοφοῦ διάνοιαν μετοικίζεσθαι."],["281","τινὲς δὲ πατέρας ὑπετόπασαν εἰρῆσθαι τὰς τέτταρας ἀρχάς τε καὶ δυνάμεις, ἐξ ὧν συνέστηκεν ὁ κόσμος, γῆν ὕδωρ ἀέρα καὶ πῦρ· εἰς γὰρ ταύτας ἕκαστον τῶν γενομένων φασὶν ἀναλύεσθαι δεόντως."],["282","καθάπερ γὰρ ὀνόματα καὶ ῥήματα καὶ τὰ λόγου μέρη πάντα συνέστηκε μὲν ἐκ τῶν τῆς γραμματικῆς στοιχείων, ἀναλύεται δὲ πάλιν εἰς ἔσχατα ἐκεῖνα, τὸν αὐτὸν τρόπον ἕκαστος ἡμῶν συγκριθεὶς ἐκ τῶν τεττάρων καὶ δανεισάμενος ἀφ’ ἑκάστης οὐσίας μικρὰ μόρια, καθ’ ὡρισμένας περιόδους καιρῶν ἐκτίνει τὸ δάνειον, εἰ μέν τι ξηρὸν εἴη, ἀποδιδοὺς γῇ, εἰ δέ τι ὑγρόν, ὕδατι, εἰ δὲ ψυχρόν, ἀέρι, εἰ δ’ ἔνθερμον, πυρί."],["283","τὰ μὲν σωματικὰ ταῦτα, τὸ δὲ νοερὸν καὶ οὐράνιον τῆς ψυχῆς γένος πρὸς αἰθέρα τὸν καθαρώτατον ὡς πατέρα ἀφίξεται. πέμπτη γάρ, ὡς ὁ τῶν ἀρχαίων λόγος, ἔστω τις οὐσία κυκλοφορητική, τῶν τεττάρων κατὰ τὸ κρεῖττον διαφέρουσα, ἐξ ἧς οἵ τε ἀστέρες καὶ ὁ σύμπας οὐρανὸς ἔδοξε γεγενῆσθαι, ἧς κατ’ ἀκόλουθον θετέον καὶ τὴν ἀνθρωπίνην ψυχὴν ἀπόσπασμα."],["284","τὸ δὲ „μετ’ εἰρήνης τραφεὶς “οὐκ ἀπὸ σκοποῦ προσδιώρισται, ἀλλ’ ὅτι σχεδὸν τὸ πλεῖστον ἀνθρώπων γένος ἐπὶ πολέμῳ καὶ τοῖς ἐκ πολέμου κακοῖς πᾶσι τρέφεται. πόλεμος δ’ ὁ μὲν ἀπὸ τῶν ἐκτός ἐστιν, ὃν ἀδοξία καὶ πενία καὶ δυσγένεια καὶ τὰ ὁμοιότροπα ἐπάγουσιν, ὁ δ’ ἀπὸ τῶν ἐμφυλίων, κατὰ μὲν τὸ σῶμα ἀσθένειαι, λῶβαι, πηρώσεις παντελεῖς καὶ κηρῶν σωρὸς ἄλλων ἀμυθήτων, κατὰ δὲ τὴν ψυχὴν πάθη, νοσήματα, ἀρρωστήματα, δι’ ἀφροσύνης καὶ ἀδικίας καὶ τῶν ὁμοτυράννων χαλεπαὶ καὶ βαρύταται ἐπαναστάσεις καὶ ἀκαθαίρετοι δυναστεῖαι."],["285","„μετ’ εἰρήνης οὖν τραφεὶς “γαληνὸν καὶ εὔδιον κτησάμενος βίον, εὐδαίμον’ ὡς ἀληθῶς καὶ μακάριον. πότε οὖν τοῦτο συμβήσεται; ὅταν εὐοδῇ μὲν τὰ ἐκτὸς πρὸς εὐπορίαν καὶ εὐδοξίαν, εὐοδῇ δὲ τὰ σώματος πρὸς ὑγίειάν τε καὶ ἰσχύν, εὐοδῇ δὲ τὰ ψυχῆς πρὸς ἀπόλαυσιν ἀρετῶν."],["286","χρῄζει γὰρ ἕκαστον οἰκείων δορυφόρων· δορυφορεῖται δὲ σῶμα μὲν εὐδοξίᾳ καὶ περιουσίᾳ καὶ ἀφθονίᾳ πλούτου, ψυχὴ δὲ τῷ τοῦ σώματος ὁλοκλήρῳ καὶ κατὰ πάντα ὑγιεινῷ, ὁ δὲ νοῦς ὑπὸ τῶν ἐν ταῖς ἐπιστήμαις θεωρημάτων· ἐπεὶ ὅτι γε εἰρήνης οὐχ ἣν αἱ πόλεις ἄγουσι μέμνηται, σαφές ἐστι τοῖς ἐντυγχάνουσι ταῖς ἱεραῖς γραφαῖς· μεγάλους γὰρ καὶ βαρεῖς πολέμους Ἀβραὰμ ἀνεδέξατο, οὓς καθῃρηκὼς φαίνεται."],["287","καὶ ἡ τῆς πατρῴας μέντοι γῆς ἀπόλειψις μετανισταμένῳ καὶ πάλιν οἰκῆσαι μὴ δυναμένῳ, φορουμένῳ δὲ ὧδε κἀκεῖσε καὶ ἐρήμους καὶ ἀτριβεῖς ὁδοὺς ἀλωμένῳ τῷ μὴ θεοπροπίοις καί τισι θεσφάτοις πεπιστευκότι βαρὺς ἦν πόλεμος. ἀλλ’ ἔδει γὰρ καὶ τρίτον τι τῶν φοβερῶν προσεπιδαψιλεύσασθαι, λιμόν, μεταναστάσεως καὶ πολέμου κακὸν χεῖρον. ποίαν οὖν εἰρήνην ἤγαγεν;"],["288","τὸ γάρ, οἶμαι, μετανίστασθαι καὶ ἀνίδρυτον εἶναι καὶ βασιλέων ἀμάχοις ἐναντιοῦσθαι δυνάμεσι καὶ λιμῷ πιέζεσθαι πόλεμον οὐχ ἕνα, πολλοὺς δὲ καὶ πολυτρόπους ἔοικε μηνύειν."],["289","ἀλλ’ ἔν γε ταῖς δι’ ὑπονοιῶν ἀποδόσεσιν εἰρήνης ἀκράτου δεῖγμα ἕκαστον αὐτῶν εἶναι συμβέβηκε· παθῶν γὰρ ἔνδεια καὶ λιμὸς καὶ καθαίρεσις ἐχθρῶν ἀδικημάτων καὶ μετανάστασις ἀπὸ Χαλδαϊκῆς δόξης πρὸς τὴν φιλόθεον, τουτέστιν ἀπὸ τοῦ γεγονότος αἰσθητοῦ πρὸς τὸ νοητὸν καὶ πεποιηκὸς αἴτιον, εὐνομίαν καὶ εὐστάθειαν κατασκευάζουσιν."],["290","ὑπισχνεῖται δὲ τῷ τοιαύτην ἄγοντι εἰρήνην καλὸν γῆρας, οὐ δήπου τὴν πολυχρόνιον ἀλλὰ τὴν μετὰ φρονήσεως ζωήν· τὸ γὰρ εὐήμερον πολυετίας κρεῖττον, ὅσῳ καὶ βραχύτερον φῶς σκότους αἰωνίου. μίαν γὰρ ἡμέραν ὑγιῶς εἶπέ τις προφητικὸς ἀνὴρ βούλεσθαι βιῶναι μετ’ ἀρετῆς ἢ μυρία ἔτη ἐν σκιᾷ θανάτου (Psalm. 83, 11), θάνατον μέντοι τῶν φαύλων αἰνιττόμενος βίον."],["291","τὸ δὲ αὐτὸ καὶ νῦν ἔργοις μᾶλλον ἢ ῥήμασι διασυνίστησι Μωυσῆς· ὃν γὰρ ἀναγράφει γήρᾳ χρησόμενον καλῷ, τῶν πρὸ αὐτοῦ σχεδὸν ἁπάντων ὀλιγοχρονιώτατον εἰσήγαγε, φιλοσοφῶν καὶ διδάσκων ἡμᾶς, τίς ὁ πρὸς ἀλήθειαν εὐγήρως ἐστίν, ἵνα μὴ πολὺν τῦφον ἐπὶ τοῦ φανεροῦ σώματός ποτε ἀποδεξώμεθα γέμοντα αἰσχύνης καὶ πολλῶν ὀνειδῶν, ἀλλ’ εὐβουλίαν καὶ σταθερότητα ψυχῆς ἰδόντες τὸ γέρως ἀδελφὸν καὶ παρώνυμον καλὸν γῆρας ἐπιφημίσωμέν τε καὶ μαρτυρήσωμεν."],["292","δογματικῶς οὖν ἄκουε κατὰ τὸν νομοθέτην μόνον τὸν ἀστεῖον εὐγήρων καὶ μακροβιώτατον, ὀλιγοχρονιώτατον δὲ τὸν φαῦλον, ἀποθνῄσκειν ἀεὶ μανθάνοντα, μᾶλλον δὲ τὴν ἀρετῆς ζωὴν ἤδη τετελευτηκότα."],["293","Λέγεται δ’ ἑξῆς· „τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε “(Gen. 15, 16), οὐχ ἵνα αὐτὸ μόνον μηνυθῇ χρόνος, ἐν ᾧ τὴν ἱερὰν οἰκήσουσι γῆν, ἀλλὰ καὶ ὑπὲρ τοῦ τελείαν ἀποκατάστασιν ψυχῆς παραστῆσαι. γίνεται δὲ ὡσανεὶ τετάρτῃ γενεᾷ· ὃν δὲ τρόπον, ἄξιον συνδιασκέψασθαι."],["294","ἀποκυηθὲν τὸ βρέφος ἄχρι τῆς πρώτης ἑπταετίας ἐν ἡλικίᾳ τῇ παιδικῇ ψυχῆς ἀκραιφνοῦς μεμοίραται, λείῳ μάλιστα ἐμφεροῦς κηρῷ, τοῖς ἀγαθῶν καὶ κακῶν χαρακτῆρσι μήπω τετυπωμένης·"],["295","καὶ γὰρ ὅσα γράφεσθαι δοκεῖ, ὑγρότητι ἐπαλειφόμενα συγχεῖται. πρώτη μὲν ἥδε ὡσανεὶ γενεὰ ψυχῆς· δευτέρα δέ, ἥτις μετὰ τὴν παιδικὴν ἡλικίαν κακοῖς ἄρχεται συζῆν, ἅ τε ἐξ ἑαυτῆς εἴωθε γεννᾶν ψυχὴ καὶ ὅσα παρὰ τῶν ἄλλων ἀσμένη δέχεται. διδάσκαλοί τε γὰρ ἁμαρτημάτων μυρίοι, τίτθαι καὶ παιδαγωγοὶ καὶ γονεῖς καὶ οἱ κατὰ πόλεις γεγραμμένοι καὶ ἄγραφοι νόμοι θαυμάζοντες ἃ χρὴ γελᾶσθαι, καὶ ἄνευ τῶν διδαξόντων αὐτομαθής ἐστιν αὐτὴ πρὸς τὰ ὑπαίτια, ὡς ὑπ’ εὐφορίας ἀεὶ κακῶν βρίθειν."],["296","„ἔγκειται “γάρ φησι Μωυσῆς „ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος “(Gen. 8, 21). ἥδ’ ἐστὶν ἡ ἐπαρατοτάτη γενεὰ μὲν συμβολικῶς, κυρίως δὲ ἡλικία, καθ’ ἣν τό τε σῶμα ἡβᾷ καὶ ἡ ψυχὴ πεφύσηται, τῶν ἐντυφομένων ἀναρριπιζομένων παθῶν, ἅλως τε καὶ ἀστάχυς καὶ πεδία (Exod. 22, 6) καὶ ὅσα ἂν τύχῃ καταπιμπράντων."],["297","ταύτην τὴν ἐπίνοσον γενεὰν ἢ ἡλικίαν ὑπό τινος τρίτης οἷα ὑπὸ ἰατρικῆς φιλοσοφίας νοσηλευθῆναι χρή, κατεπᾳσθεῖσαν λόγοις ὑγιεινοῖς καὶ σωτηρίοις, δι’ ὧν κένωσιν μὲν ἐνδέξεται τῆς ἀμέτρου τῶν ἁμαρτημάτων πλησμονῆς, πλήρωσιν δὲ λιμηρᾶς κενώσεως τῶν κατορθωμάτων καὶ ἐρημίας δεινῆς."],["298","μετὰ τὴν θεραπείαν οὖν ταύτην γενεᾷ τετάρτῃ φύεται ψυχῇ δύναμίς τε καὶ ῥώμη κατὰ τὴν τῆς φρονήσεως βεβαιοτάτην ἀνάληψιν καὶ τὸ ἐν ἁπάσαις ἀρεταῖς ἀκλινές τε καὶ πάγιον. τοῦτ’ ἐστὶ τὸ λεγόμενον· „τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε. “κατὰ γὰρ τὸν δειχθέντα τέταρτον ἀριθμὸν ἀποστραφεῖσα τοῦ διαμαρτάνειν ἡ ψυχὴ κληρονόμος ἀποδείκνυται σοφίας."],["299","πρῶτος μὲν γὰρ ἀριθμός, καθ’ ὃν οὔτε ἀγαθῶν οὔτε κακῶν λαβεῖν ἔννοιαν ἔστιν, ἀτυπώτου τῆς ψυχῆς ὑπαρχούσης· δεύτερος δέ, καθ’ ὃν φορᾷ τῶν ἁμαρτημάτων χρώμεθα· τρίτος δέ, ἐν ᾧ θεραπευόμεθα, τὰ νοσερὰ διωθούμενοι καὶ τὴν ἀκμὴν τῶν παθῶν ἀφηβῶντες· τέταρτος δέ, ἐν ᾧ παντελοῦς ὑγιείας καὶ ῥώσεως μεταποιούμεθα, ὁπότε ἀποστρεφόμενοι τὰ φαῦλα τοῖς καλοῖς ἐγχειρεῖν δοκοῦμεν, πρότερον δὲ οὐκ"],["300","ἔξεστι. τὸ δὲ ἄχρι τίνος, αὐτὸς μηνύσει λέγων· „οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἀνομίαι τῶν Ἀμορραίων “(Gen. 15, 16). δίδωσι δὲ ἀφορμὴν τοῖς ἀσθενεστέροις τὰ τοιαῦτα, ὡς ὑπολαμβάνειν, ὅτι Μωυσῆς εἱμαρμένην καὶ ἀνάγκην ὡς αἰτίας τῶν γινομένων ἁπάντων εἰσάγει."],["301","χρὴ δὲ μὴ ἀγνοεῖν, ὅτι ἀκολουθίαν μὲν καὶ εἱρμὸν καὶ ἐπιπλοκὰς αἰτιῶν ἅτε φιλόσοφος καὶ θεοφράδμων ἀνὴρ οἶδεν, τούτοις δ’ οὐκ ἀνάπτει τὰς τῶν γινομένων αἰτίας. ἐφαντασιώθη γὰρ πρεσβύτερον ἄλλο ἐποχούμενον τοῖς ὅλοις ἡνιόχου τρόπον ἢ κυβερνήτου· πηδαλιουχεῖ γὰρ τὸ κοινὸν τοῦ κόσμου σκάφος, ᾧ τὰ πάντα ἐμπλεῖ, καὶ τὸ πτηνὸν ἅρμα, τὸν σύμπαντα οὐρανόν, ἡνιοχεῖ χρώμενον αὐτεξουσίῳ καὶ αὐτοκράτορι βασιλείᾳ. τί οὖν καὶ περὶ τούτων λεκτέον;"],["302","ἑρμηνεύονται Ἀμορραῖοι λαλοῦντες, τὸ δὲ μέγιστον ἀγαθὸν ἀνθρώπῳ δωρηθὲν ὑπὸ φύσεως, τὸν λόγον, μυρίοι τῶν λαβόντων διέφθειραν ἀχαρίστως καὶ ἀπίστως τῇ δούσῃ προσενεχθέντες. οὗτοι δέ εἰσιν οἱ γόητες, οἱ κόλακες, οἱ πιθανῶν σοφισμάτων εὑρεταί, φενακίσαι καὶ παρακρούσασθαι μόνον εὖ εἰδότες, τοῦ ἀψευδεῖν οὐ πεφροντικότες. ἐπιτηδεύουσι μέντοι καὶ ἀσάφειαν, ἀσάφεια δὲ βαθὺ σκότος ἐν λόγῳ, κλέπταις δὲ συνεργὸν τὸ σκότος."],["303","οὗ χάριν Μωυσῆς τὸν ἀρχιερέα δηλώσει καὶ ἀληθείᾳ διακεκόσμηκεν (Exod. 28, 26), ἀρίδηλον ἀξιῶν εἶναι καὶ ἀληθῆ τὸν τοῦ σπουδαίου λόγον. οἱ δὲ πολλοὶ τὸν ἄδηλον καὶ ψευδῆ μεταδιώκουσιν, ᾧ συνεπιγράφεται πᾶς ὁ τῶν ἀγελαίων καὶ ἠμελημένων ἀνθρώπων ἀπατώμενος ὄχλος."],["304","ἕως μὲν οὖν „οὐκ ἀναπεπλήρωται τὰ ἁμαρτήματα τῶν Ἀμορραίων “, τουτέστι τῶν σοφιστικῶν λόγων διὰ τὸ ἀνεξέλεγκτον, ἀλλ’ ἔτι ὁλκὸν ἔχοντα δύναμιν ταῖς πιθανότησιν ἡμᾶς ἐπάγεται, [καὶ] ἀποστραφῆναι καὶ καταλιπεῖν αὐτὰ οὐ δυνάμενοι τῷ δελεάζεσθαι καταμένομεν."],["305","ἐὰν δὲ πᾶσαι αἱ ψευδεῖς πιθανότητες διελεγχθῶσιν ὑπὸ τῶν ἀληθῶν πίστεων καὶ πλήρεις αὐτῶν καὶ ἐπιχειλεῖς αἱ ἁμαρτίαι περιφανῶσιν, ἀποδρασόμεθα ἀμεταστρεπτὶ καὶ μονονοὺ τὰ ἀπόγαια ἀράμενοι τῆς τῶν ψευσμάτων καὶ σοφισμάτων χώρας ἐξαναχθησόμεθα, τοῖς ἀληθείας ναυλοχωτάτοις ὑποδρόμοις καὶ λιμέσιν ἐνορμίσασθαι ἐπειγόμενοι."],["306","τοιοῦτον δὴ τὸ δηλούμενον ὑπὸ τῆς προτάσεως· ἀμήχανον γὰρ ἀποστραφῆναι καὶ μισῆσαι καὶ καταλιπεῖν τὸ πιθανὸν ψεῦδος, εἰ μὴ τὸ περὶ αὐτὸ ἁμάρτημα πλῆρες ἀναφανείη καὶ τέλειον· ἀναφανεῖται δὲ ἐκ τοῦ μὴ περιέργως διελεγχθῆναι κατὰ τὴν τοῦ ἀληθοῦς ἀντίταξιν καὶ βεβαίωσιν."],["307","Λέγει δὲ ἑξῆς· „ἐπεὶ δὲ ἐγίνετο ὁ ἥλιος πρὸς δυσμαῖς, φλὸξ ἐγένετο “(Gen. 15, 17), δηλῶν ὅτι ἀρετὴ πρᾶγμά ἐστιν ὀψίγονον καὶ μήν, ὡς ἔφασάν τινες, πρὸς αὐταῖς τοῦ βίου δυσμαῖς βεβαιούμενον. ἀρετὴν δὲ ἀπεικάζει φλογί· καθάπερ γὰρ ἡ φλὸξ καίει μὲν τὴν παραβληθεῖσαν ὕλην, φωτίζει δὲ τὸν γείτονα ἀέρα, τὸν αὐτὸν τρόπον ἐμπίπρησι μὲν τὰ ἁμαρτήματα ἡ ἀρετή, φέγγους δὲ τὴν ὅλην ἀναπίμπλησι διάνοιαν."],["308","ἀλλὰ γὰρ ἔτι τῶν ἀδιαιρέτων καὶ ἀμερίστων λόγων ἐπικρατούντων ταῖς πιθανότησιν, οὓς Ἀμορραίους ἀνακαλεῖ, περιφανεστάτην καὶ ἄσκιον αὐγὴν ἰδεῖν οὐ δυνάμεθα· κλιβάνου δ’ εἱλικρινὲς πῦρ οὐκ ἔχοντος, ἀλλ’ ὡς αὐτὸς ἔφη (Gen. 15, 17) καπνιζομένου τρόπον διακείμεθα, σπινθῆρσι μὲν τῆς ἐπιστήμης ὑποτυφόμενοι, μήπω δὲ καθαρῷ πυρὶ δοκιμασθῆναι καὶ κραταιωθῆναι δυνάμενοι."],["309","πολλὴ δὲ τῷ σπείραντι τοὺς σπινθῆρας χάρις, ἵνα μὴ νεκρῶν τρόπον σωμάτων ὁ νοῦς ὑπὸ παθῶν καταψυχθῇ, ἀλλ’ ἔνθερμος ὢν καὶ χλιαινόμενος ὑπεκκαύμασιν ἀρετῆς ζωπυρῆται μέχρι τοῦ τὴν εἰς πῦρ ἱερόν, ὡς ὁ Ναδὰβ καὶ Ἀβιούδ (Lev. 10, 2), δέξασθαι μεταβολήν."],["310","καπνὸς δὲ γίνεται μὲν πρὸ πυρός, δακρύειν δὲ βιάζεται τοὺς πλησιάζοντας. ἀμφότερα δὲ φιλεῖ συμβαίνειν· ταῖς τε γὰρ ἀρετῆς αὐγαῖς προσχωροῦντες τελειότητα ἐλπίζομεν, καὶ εἰ μήπω δυναίμεθα τυχεῖν αὐτῆς, οὐκ ἀδακρυτὶ διάγομεν ἀνιώμενοι. πολὺς γὰρ ὅταν ἵμερος ἐντακῇ, πρὸς τὴν τοῦ ποθουμένου θήραν ἐπισπεύδει καὶ ἄχρι τοῦ συλλαβεῖν κατηφεῖν ἀναγκάζει."],["311","κλιβάνῳ δὲ νῦν ἐξωμοίωσε τὴν ψυχὴν τοῦ φιλομαθοῦς καὶ ἐλπίδα τελειώσεως ἔχοντος, ἐπειδὴ τροφῆς πεττομένης συγκραταιοῦν ἑκάτερον ἀγγεῖόν ἐστιν, ὁ μὲν τῆς διὰ σιτίων φθαρτῶν, ἡ δὲ τῆς δι’ ἀφθάρτων ἀρετῶν. αἱ δὲ λαμπάδες τοῦ πυρὸς αἱ δᾳδουχούμεναι τοῦ δᾳδούχου θεοῦ κρίσις εἰσίν, αἱ λαμπραὶ καὶ διαυγεῖς, αἷς ἔθος μέσον τῶν διχοτομημάτων, λέγω δὲ τῶν ἐναντιοτήτων, ἐξ ὧν ἅπας ὁ κόσμος συνέστηκε, διάγειν."],["312","λέγεται γάρ· „λαμπάδες πυρός, αἳ διῆλθον μέσον τῶν διχοτομημάτων “(Gen. 15, 17), ἵνα γνῷς, ὅτι αἱ θεῖαι δυνάμεις διὰ μέσων καὶ πραγμάτων καὶ σωμάτων ἰοῦσαι φθείρουσι μὲν οὐδὲν— μένει γὰρ ἀπαθῆ τὰ διχοτομήματα—, διαιροῦσι δὲ καὶ διαστέλλουσι σφόδρα καλῶς τὰς ἑκάστων φύσεις."],["313","Τῆς οὖν τῶν εἰρημένων ἐπιστήμης κληρονόμος δεόντως ἀποδείκνυται ὁ σοφός· „ἐν γὰρ τῇ ἡμέρᾳ “φησίν „ἐκείνῃ διέθετο κύριος τῷ Ἀβραὰμ διαθήκην λέγων· τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην “(Gen. 15, 18)."],["314","ποίαν γῆν δηλοῖ, εἰ μὴ τὴν προειρημένην, ἐφ’ ἣν ποιεῖται τὴν ἀναφοράν; ἧς ἐστιν ὁ καρπὸς κατάληψις ἀσφαλὴς καὶ βεβαία τῆς τοῦ θεοῦ σοφίας, καθ’ ἣν τὰ σύμπαντα τοῖς τομεῦσιν ἑαυτοῦ διαφυλάττει ἀπαθῆ τὰ ἀγαθὰ κακοῦ κατὰ τὰ ἐπὶ τοῖς τὴν γένεσιν ἀφθάρτοις."],["315","εἶτ’ ἐπιλέγει· „ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου [ποταμοῦ] Εὐφράτου “(Gen. 15, 18), δηλῶν ὅτι οἱ τέλειοι τὰς μὲν ἀρχὰς ἔχουσιν ἀπὸ σώματος καὶ αἰσθήσεως καὶ τῶν ὀργανικῶν μερῶν, ὧν ἄνευ ζῆν οὐκ ἔνεστι— χρήσιμα γὰρ πρὸς τὴν ἐν τῷ μετὰ σώματος βίῳ παιδείαν—, τὰ δὲ τέλη ἐπὶ τὴν τοῦ θεοῦ σοφίαν, τὸν μέγαν ὡς ἀληθῶς ποταμόν, χαρᾶς καὶ εὐφροσύνης καὶ τῶν ἄλλων πλημμυροῦντα ἀγαθῶν."],["316","οὐ γὰρ ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου ἕως τοῦ Αἰγύπτου ποταμοῦ τὴν χώραν περιέγραψεν— οὐ γὰρ ἂν ἀρετὴν εἰς τὰ σωματικὰ πάθη κατεβίβασεν—, ἀλλ’ ἔμπαλιν „ἀπὸ τοῦ Αἰγύπτου ἕως τοῦ μεγάλου Εὐφράτου. “ἀπὸ γὰρ τῶν θνητῶν αἱ βελτιώσεις γίνονται πρὸς τὰ ἄφθαρτα."]]] \ No newline at end of file diff --git a/lines/on-the-question-why-certain-names-in-the.json b/lines/on-the-question-why-certain-names-in-the.json new file mode 100644 index 0000000000000000000000000000000000000000..6af71231c5572c7577660473e878ba9c9626e338 --- /dev/null +++ b/lines/on-the-question-why-certain-names-in-the.json @@ -0,0 +1 @@ +[[["1","„Ἐγένετο Ἀβραὰμ ἐτῶν ἐνενήκοντα ἐννέα, καὶ ὤφθη κύριος τῷ Ἀβραὰμ καὶ εἶπεν αὐτῷ· ἐγώ εἰμι ὁ θεός σου “(Gen. 17, 1). ὁ ἐννέα πρὸς τοῖς ἐνενήκοντα ἀριθμὸς ἑκατοντάδος γείτων ἐστίν, ᾗ τὸ αὐτομαθὲς ἐπέλαμψε γένος, Ἰσαάκ, εὐπαθειῶν ἀρίστη, χαρά· τῷ γὰρ ἑκατονταετεῖ γίνεται."],["2","ἔστι δὲ καὶ Λευιτικῆς φυλῆς ἱερεῦσιν ἀπαρχὴ διδομένη· δεκάτας γὰρ λαβόντες, ἀπὸ τούτων ὡς ἂν ἀπ’ οἰκείων καρπῶν ἑτέρας ἀπάρχονται ἑκατοστὸν λόγον περιεχούσας (Num. 18, 26). προκοπῆς μὲν γὰρ δεκάς, ἑκατοντὰς δὲ τελειότητος σύμβολον. σπεύδει δὲ ὁ μέσος ἀεὶ πρὸς ἀκρότητα, φύσεως εὐμοιρίᾳ χρώμενος· ᾧ φησιν ὀφθῆναι τὸν τῶν ὅλων κύριον."],["3","ἀλλὰ μὴ νομίσῃς τοῖς σώματος ὀφθαλμοῖς γίνεσθαι τὴν προσβολήν— οἱ μὲν γὰρ τὰ αἰσθητὰ μόνα ὁρῶσι, τὰ δ’ αἰσθητὰ σύγκριτα, φθορᾶς ἀνάμεστα, τὸ δὲ θεῖον ἀσύγκριτον, ἄφθαρτον—, ἀλλὰ τὸ δεχόμενον τὴν θείαν φαντασίαν τὸ τῆς ψυχῆς ἐστιν ὄμμα."],["4","καὶ γὰρ ἄλλως ὅσα μὲν οἱ σώματος ὀφθαλμοὶ θεωροῦσι, συνεργῷ φωτὶ χρώμενοι καταλαμβάνουσιν, ὃ διαφέρει τοῦ θ’ ὁρωμένου καὶ τοῦ ὁρῶντος· ὅσα δὲ ἡ ψυχή, αὐτὴ δι’ ἑαυτῆς ἄνευ τινὸς ἄλλου συμπράξεως· αὐτὰ γὰρ ἑαυτοῖς ἐστι φέγγος τὰ νοούμενα."],["5","τὸν αὐτὸν τρόπον καὶ τὰς ἐπιστήμας διδασκόμεθα· ὁ γὰρ νοῦς τὸ ἄκλειστον καὶ ἀκοίμητον προσβαλὼν ὄμμα τοῖς δόγμασι καὶ τοῖς θεωρήμασιν εἶδεν αὐτὰ οὐ νόθῳ φωτί, γνησίῳ δὲ ὅπερ ἀφ’ ἑαυτοῦ ἐξέλαμψεν."],["6","ὅταν οὖν ἀκούσῃς ὀφθέντα θεὸν ἀνθρώπῳ, τοῦτο γίνεσθαι νόει χωρὶς φωτὸς αἰσθητοῦ· νοήσει γὰρ τὸ νοητὸν εἰκὸς μόνον καταλαμβάνεσθαι. πηγὴ δὲ τῆς καθαρωτάτης αὐγῆς θεός ἐστιν· ὥσθ’ ὅταν ἐπιφαίνηται ψυχῇ, τὰς ἀσκίους καὶ περιφανεστάτας ἀκτῖνας ἀνίσχει."],["7","μὴ μέντοι νομίσῃς τὸ ὄν, ὅ ἐστι πρὸς ἀλήθειαν ὄν, ὑπ’ ἀνθρώπου τινὸς καταλαμβάνεσθαι. ὄργανον γὰρ οὐδὲν ἐν ἑαυτοῖς ἔχομεν, ᾧ δυνησόμεθα ἐκεῖνο φαντασιωθῆναι, οὔτ’ αἴσθησιν— αἰσθητὸν γὰρ οὐκ ἔστιν— οὔτε νοῦν. Μωυσῆς οὖν ὁ τῆς ἀειδοῦς φύσεως θεατὴς [καὶ θεόπτης]— εἰς γὰρ τὸν γνόφον φασὶν αὐτὸν οἱ θεῖοι χρησμοὶ εἰσελθεῖν (Exod. 20, 21), τὴν ἀόρατον καὶ ἀσώματον οὐσίαν αἰνιττόμενοι— πάντα διὰ πάντων ἐρευνήσας ἐζήτει τὸν τριπόθητον καὶ μόνον ἀγαθὸν τηλαυγῶς ἰδεῖν."],["8","ἐπεὶ δ’ οὐδὲν εὕρισκεν, ἀλλ’ οὐδὲ ἐμφερῆ τινα ἰδέαν τῷ ἐλπιζομένῳ, τὴν ἀπὸ τῶν ἄλλων διδασκαλίαν ἀπογνοὺς ἐπ’ αὐτὸ καταφεύγει τὸ ζητούμενον καὶ δεῖται λέγων· „ἐμφάνισόν μοι σεαυτόν, γνωστῶς ἴδω σε “(Exod. 33, 13)· καὶ ὅμως ἀμοιρεῖ τῆς προθέσεως, αὐταρκεστάτης δωρεᾶς τῷ θνητῶν ἀρίστῳ γένει νομισθείσης τῆς τῶν μετὰ τὸ ὂν σωμάτων τε ὁμοῦ καὶ πραγμάτων ἐπιστήμης. λέγεται γάρ·"],["9","„ὄψει τὰ ὀπίσω μου, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι “(ibid. 23), ὡς τῶν ὅσα μετὰ τὸ ὂν σωμάτων τε ὁμοῦ καὶ πραγμάτων εἰς κατάληψιν ἐρχομένων, εἰ καὶ μὴ πάντα ἤδη καταλαμβάνεται, μόνου δ’ ἐκείνου μὴ πεφυκότος ὁρᾶσθαι."],["10","καὶ τί θαυμαστόν, εἰ τὸ ὂν ἀνθρώποις ἀκατάληπτον, ὁπότε καὶ ὁ ἐν ἑκάστῳ νοῦς ἄγνωστος ἡμῖν; τίς γὰρ ψυχῆς οὐσίαν εἶδεν; ἧς ἡ ἀδηλότης μυρίας ἔριδας σοφισταῖς ἐγέννησεν ἐναντίας εἰσηγουμένοις γνώμας ἢ καὶ ὅλοις γένεσιν ἀντιστατούσας."],["11","ἦν οὖν ἀκόλουθον τὸ μηδ’ ὄνομα κύριον ἐπιφημισθῆναι δύνασθαι τῷ ὄντι πρὸς ἀλήθειαν. οὐχ ὁρᾷς ὅτι φιλοπευστοῦντι τῷ προφήτῃ, τί τοῖς περὶ τοῦ ὀνόματος αὐτοῦ ζητοῦσιν ἀποκριτέον, φησὶν ὅτι „ἐγώ εἰμι ὁ ὤν “(Exod. 3, 14), ἴσον τῷ εἶναι πέφυκα, οὐ λέγεσθαι;"],["12","τοῦ δὲ μὴ παντάπασιν ἀμοιρῆσαι τὸ τῶν ἀνθρώπων γένος προσρήσεως τοῦ ἀρίστου, δίδωσι καταχρῆσθαι ὡς ἂν ὁ ὢν ὀνόματι τοιούτῳ· „κύριος ὁ θεὸς “τῶν τριῶν φύσεων, διδασκαλίας, τελειότητος, ἀσκήσεως, ὧν σύμβολα Ἀβραάμ, Ἰσαάκ, Ἰακὼβ ἀναγράφεται. „τοῦτο γάρ μου \" φησίν „ὄνομα αἰώνιον “ὡς ἂν ἐν τῷ καθ’ ἡμᾶς αἰῶνι ἐξεταζόμενον, οὐκ ἐν τῷ πρὸ αἰῶνος, „καὶ μνημόσυνον “, οὐ τὸ πέρα μνήμης καὶ νοήσεως ἱστάμενον, καὶ πάλιν „γενεαῖς “(ibid. 15), οὐ φύσεσιν ἀγενήτοις."],["13","καταχρήσεως γὰρ ὀνόματος θείου δεῖ τοῖς εἰς τὴν θνητὴν γένεσιν ἐλθοῦσιν, ἵν’, εἰ καὶ μὴ πράγματι, ὀνόματι γοῦν προσερχόμενοι ἀρίστῳ κατ’ αὐτὸ κοσμῶνται. δηλοῖ δὲ καὶ λόγιον ἐκ προσώπου θεσπισθὲν τοῦ τῶν ὅλων ἡγεμόνος περὶ τοῦ μηδενὶ δεδηλῶσθαι τὸ ὄνομα αὐτοῦ κύριον. „ὤφθην “φησί „πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου κύριον οὐκ ἐδήλωσα αὐτοῖς “(Exod. 6, 3). τοῦ γὰρ ὑπερβατοῦ μετατεθέντος ἑξῆς ἂν τοιοῦτος εἴη λόγος· „ὄνομά μου τὸ κύριον οὐκ ἐδήλωσα αὐτοῖς “, ἀλλὰ τὸ ἐν καταχρήσει διὰ τὰς εἰρημένας αἰτίας."],["14","οὕτω μέντοι τὸ ὂν ἄρρητόν ἐστιν, ὥστ’ οὐδὲ αἱ ὑπηρετούμεναι δυνάμεις κύριον ὄνομα ἡμῖν λέγουσι· μετὰ γοῦν τὴν πάλην, ἣν ὑπὲρ κτήσεως ἀρετῆς ὁ ἀσκητὴς ἐπάλαισε, φησὶ τῷ ἀοράτῳ ἐπιστάτῃ· „ἀνάγγειλόν μοι τὸ ὄνομά σου “, ὁ δὲ εἶπεν· „ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; “(Gen. 32, 29), καὶ οὐ μηνύει τὸ ἴδιον καὶ κύριον. ἀπόχρη γάρ σοι, φησίν, ὠφελεῖσθαι κατὰ τὰς ἐμὰς εὐφημίας, τὰ δὲ γενητῶν σύμβολα, ὀνόματα, μὴ ζήτει παρὰ φύσεσιν ἀφθάρτοις·"],["15","μήτ’ οὖν διαπόρει, εἰ τὸ τῶν ὄντων πρεσβύτατον ἄρρητον, ὁπότε καὶ ὁ λόγος αὐτοῦ κυρίῳ ὀνόματι οὐ ῥητὸς ἡμῖν· καὶ μὴν εἰ ἄρρητον, καὶ ἀπερινόητον καὶ ἀκατάληπτον· ὥστε τὸ „ὤφθη κύριος τῷ Ἀβραὰμ “(Gen. 17, 1) λέγεσθαι ὑπονοητέον οὐχ ὡς ἐπιλάμποντος καὶ ἐπιφαινομένου τοῦ παντὸς αἰτίου— τίς γὰρ ἀνθρώπειος νοῦς τὸ μέγεθος τῆς φαντασίας ἱκανός ἐστι χωρῆσαι;—, ἀλλ’ ὡς μιᾶς τῶν περὶ αὐτὸ δυνάμεων, τῆς βασιλικῆς, προφαινομένης· ἡ γὰρ κύριος πρόσρησις ἀρχῆς καὶ βασιλείας ἐστί."],["16","νοῦς δὲ ἡμῶν ἡνίκα ἐχαλδάιζε μετεωρολεσχῶν, τῷ κόσμῳ τὰς δραστηρίους ἦν περιέπων δυνάμεις ὡς αἰτίας· γενόμενος δὲ μετανάστης ἀπὸ τοῦ Χαλδαϊκοῦ δόγματος ἔγνω ἡνιοχούμενον καὶ κυβερνώμενον αὐτὸν ὑπὸ ἡγεμόνος, οὗ τῆς ἀρχῆς φαντασίαν ἔλαβε."],["17","διὸ λέγεται „ὤφθη “οὐ τὸ ὄν, ἀλλὰ κύριος· οἷον ἐφάνη ὁ βασιλεύς, ἐξ ἀρχῆς μὲν ὤν, οὔπω δὲ τῇ ψυχῇ γνωριζόμενος, ἣ καὶ ὀψιμαθὴς μέν, οὐ μὴν εἰσάπαν ἀμαθὴς διετέλεσεν, ἀλλ’ ἐφαντασιώθη τὴν ἐν τοῖς οὖσιν ἀρχὴν καὶ ἡγεμονίαν."],["18","φανεὶς δ’ ὁ ἄρχων ἔτι μᾶλλον εὐεργετεῖ τὸν ἀκροατὴν καὶ θεατὴν φάσκων· „ἐγώ εἰμι θεὸς σός “(Gen. 17, 1). τίνος γάρ, εἴποιμ’ ἄν, οὐ θεὸς ὑπάρχεις τῶνδε ὅσα εἰς γένεσιν ἦλθεν; ἀλλὰ διδάξει με ὁ ὑποφήτης αὐτοῦ λόγος, ὅτι οὐ περὶ τοῦ κόσμου νῦν λέγει, οὗ δημιουργὸς πάντως ἐστὶ καὶ θεός, ἀλλὰ περὶ ἀνθρωπίνων ψυχῶν, ἃς οὐ τῆς αὐτῆς ἐπιμελείας ἠξίωκε."],["19","δικαιοῖ γὰρ τῶν μὲν φαύλων λέγεσθαι κύριος καὶ δεσπότης, τῶν δ’ ἐν προκοπαῖς καὶ βελτιώσεσι θεός, τῶν δ’ ἀρίστων καὶ τελειοτάτων ἀμφότερον, κύριος ὁμοῦ καὶ θεός. αὐτίκα γέ τοι ἔσχατον ὅρον ἀσεβείας ἱδρυσάμενος τὸν Φαραὼ [κύριον καὶ] θεὸν τούτου οὐδέποτε προσεῖπεν ἑαυτόν, ἀλλὰ τὸν σοφὸν Μωυσῆν— λέγει γάρ· „ἰδοὺ δίδωμί σε θεὸν Φαραώ “(Exod. 7, 1)—, κύριον δὲ ὠνόμασε πολλαχοῦ τῶν ὑπ’ αὐτοῦ χρησθέντων· ᾄδεται δὲ τὰ τοιαῦτα·"],["20","„τάδε λέγει κύριος “(Exod. 7, 17), καὶ ἐν ἀρχῇ· „ἐλάλησε κύριος πρὸς Μωυσῆν λέγων· ἐγὼ κύριος, λάλησον Φαραὼ βασιλεῖ Αἰγύπτου, ὅσα ἐγὼ λαλῶ πρὸς σέ “(Exod. 6, 29), καὶ Μωυσῆς πρὸς αὐτόν·"],["21","„ὅταν ἐξέλθω τὴν πόλιν, ἐκπετάσω τὰς χεῖρας πρὸς κύριον, καὶ αἱ φωναὶ παύσονται, καὶ ἡ χάλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσται· ἵνα γνῷς, ὅτι κυρίου ἡ γῆ, “οἱονεὶ πᾶσα ἡ σωματικὴ καὶ γεώδης σύστασις, „καὶ σύ “, ὁ ἀγαλματοφορούμενος νοῦς, „καὶ οἱ θεράποντές σου, “οἱ κατὰ μέρος δορυφοροῦντες λογισμοί. „ἐπίσταμαι γάρ, ὅτι οὐδέπω πεφόβησθε τὸν κύριον “(Exod. 9, 29. 30), ἴσον τῷ οὐ τὸν λεγόμενον ἄλλως, ἀλλὰ τὸν ὄντως ὄντα δεσπότην."],["22","κύριος γὰρ γενητὸς πρὸς ἀλήθειαν οὐδείς, κἂν ἀπὸ περάτων ἐπὶ πέρατα εὐρύνας τὴν ἡγεμονίαν ἀνάψηται· μόνος δ’ ὁ ἀγένητος ἀψευδῶς ἡγεμών, οὗ τὴν ἀρχὴν ὁ δεδιὼς καὶ καταπεπληγμένος ἆθλον ὠφελιμώτατον αἴρεται νουθεσίας, τὸν δὲ ὀλίγωρον ἐκδέχεται πάντως οἰκτρὸς ὄλεθρος."],["23","οὐκοῦν κύριος ἀφρόνων ἐπιδέδεικται τὸν ἄρχοντος ἐπανατεινάμενος οἰκεῖον φόβον, θεὸς δὲ βελτιουμένων γράφεται, καθὼς καὶ νῦν· „ἐγώ εἰμι θεὸς σός “(Gen. 17, 1), „ἐγὼ ὁ θεός σου, αὐξάνου καὶ πληθύνου \" (Gen. 35, 11), τελείων δὲ ἀμφότερον, κύριος ὁμοῦ καὶ θεός, ὡς ἐν δέκα λόγοις· „ἐγὼ κύριος ὁ θεός σου “(Exod. 20, 2) καὶ ἑτέρωθι·"],["24","„κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν “(Deut. 4, 1). δικαιοῖ γὰρ τὸν μὲν φαῦλον ὡς ὑπὸ κυρίου δεσπόζεσθαι, ἵν’ εὐλαβούμενος καὶ στένων ἐπικρεμάμενον ἔχῃ τὸν δεσποτικὸν φόβον, τὸν δὲ προκόπτοντα ὡς ὑπὸ θεοῦ εὐεργετεῖσθαι, ὅπως ταῖς εὐποιίαις τελειότητος ἐφίκηται, τὸν δὲ τέλειον καὶ ἡγεμονεύεσθαι ὡς ὑπὸ κυρίου καὶ εὐεργετεῖσθαι ὡς ὑπὸ θεοῦ· διαμένει γὰρ οὗτος εἰσάπαν ἄτρεπτος, ἐκεῖνος δὲ πάντως ἐστὶν ἄνθρωπος θεοῦ."],["25","δηλοῦται δὲ τοῦτο μάλισθ’ ὡς ἐπὶ Μωυσέως· „αὕτη “γάρ φησιν „ἡ εὐλογία ἣν εὐλόγησε Μωυσῆς, ἄνθρωπος θεοῦ “(Deut. 33, 1). ὢ παγκάλης καὶ ἱεροπρεποῦς ἀντιδόσεως ἀξιωθείς, θείας προνοίας ἀντιδοῦναι ἑαυτόν."],["26","ἀλλὰ μὴ νομίσῃς τὸν αὐτὸν τρόπον ἄνθρωπόν τε γίνεσθαι καὶ ἄνθρωπον θεοῦ· ἄνθρωπον μὲν γάρ, θεοῦ ὡς κτῆμα· ἄνθρωπον δὲ θεοῦ, ὡς αὔχημα καὶ ὠφέλημα. εἰ δὴ βούλει διανοίας κλῆρον τὸν θεὸν ἔχειν, αὐτὸς πρότερον γενοῦ κλῆρος ἀξιόχρεως αὐτοῦ· γενήσῃ δέ, ἂν τοὺς χειροποιήτους καὶ ἑκουσίους ἅπαντας νόμους ἐκφύγῃς."],["27","ἀλλὰ γὰρ οὐδ’ ἐκεῖνο προσῆκεν ἀγνοεῖν, ὅτι τὸ „ἐγώ εἰμι θεὸς σὸς “(Gen. 17, 1) λέγεται καταχρηστικῶς, οὐ κυρίως. τὸ γὰρ ὄν, ᾗ ὄν ἐστιν, οὐχὶ τῶν πρός τι· αὐτὸ γὰρ ἑαυτοῦ πλῆρες καὶ αὐτὸ ἑαυτῷ ἱκανόν, καὶ πρὸ τῆς τοῦ κόσμου γενέσεως καὶ μετὰ τὴν γένεσιν τοῦ παντὸς ἐν ὁμοίῳ."],["28","ἄτρεπτον γὰρ καὶ ἀμετάβλητον, χρῇζον ἑτέρου τὸ παράπαν οὐδενός, ὥστε αὐτοῦ μὲν εἶναι τὰ πάντα, μηδενὸς δὲ κυρίως αὐτό. τῶν δὲ δυνάμεων, ἃς ἔτεινεν εἰς γένεσιν ἐπ’ εὐεργεσίᾳ τοῦ συσταθέντος, ἐνίας συμβέβηκε λέγεσθαι ὡσανεὶ πρός τι, τὴν βασιλικήν, τὴν εὐεργετικήν· βασιλεὺς γάρ τινος καὶ εὐεργέτης τινὸς ἑτέρου πάντως βασιλευομένου καὶ εὐεργετουμένου."],["29","τούτων συγγενής ἐστι καὶ ἡ ποιητικὴ δύναμις, ἡ καλουμένη θεός· διὰ γὰρ ταύτης τῆς δυνάμεως ἔθηκε τὰ πάντα ὁ γεννήσας καὶ τεχνιτεύσας πατήρ, ὥστε τὸ „ἐγώ εἰμι θεὸς σὸς “ἴσον ἐστὶ τῷ ἐγώ εἰμι ποιητὴς καὶ δημιουργός."],["30","μεγίστη δὲ δωρεὰ τὸ αὐτοῦ λαχεῖν ἀρχιτέκτονος, οὗ καὶ σύμπας ὁ κόσμος ἔλαχε. φαύλου μὲν γὰρ ψυχὴν οὐ διέπλασεν— ἐχθρὸν γὰρ θεῷ κακία—, τὴν δὲ μέσην οὐ δι’ ἑαυτοῦ μόνου κατὰ τὸν ἱερώτατον Μωυσῆν, ἐπειδὴ κηροῦ τρόπον ἔμελλεν αὕτη δέξασθαι καλοῦ τε καὶ αἰσχροῦ διαφοράν."],["31","διόπερ λέγεται· „ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν “(Gen. 1, 26), ἵν’, εἰ μὲν δέξεται φαῦλον τύπον, ἑτέρων φαίνηται δημιούργημα, εἰ δὲ καλόν, τοῦ τῶν καλῶν καὶ ἀγαθῶν μόνων τεχνίτου. πάντως οὖν σπουδαῖος ἐκεῖνός ἐστιν, ᾧ φησιν· „ἐγώ εἰμι θεὸς σός, “ποιητοῦ μόνου λαχὼν ἄνευ συμπράξεως ἑτέρων."],["32","ἅμα μέντοι καὶ τὸ πολλαχοῦ κατασκευαζόμενον αὐτῷ δόγμα συνάγει διδάσκων, ὅτι μόνων ἀγαθῶν καὶ σοφῶν δημιουργός ἐστιν. οὗτος δὲ πᾶς ὁ θίασος τὴν τῶν ἐκτὸς ἄφθονον κτῆσιν ἑαυτὸν ἑκὼν ἀφῄρηται, ἀλλὰ καὶ τῶν σαρκὶ φίλων ὠλιγώρηκεν."],["33","εὐέκται μὲν γὰρ καὶ σφριγῶντες ἀθληταὶ τὸ δοῦλον ἐπιτετειχικότες ψυχῇ τὸ σῶμα, ὠχροὶ δὲ καὶ διερρυηκότες καὶ κατεσκελετευμένοι τρόπον τινὰ οἱ ἀπὸ παιδείας, ταῖς ψυχικαῖς δυνάμεσι καὶ τοὺς σωματικοὺς τόνους προσκεκληρωκότες καί, εἰ δεῖ τἀληθὲς εἰπεῖν, εἰς ἓν εἶδος τὸ τῆς ψυχῆς ἀναλυθέντες καὶ ἀσώματοι διάνοιαι γεγονότες."],["34","φθείρεται οὖν εἰκότως τὸ γεῶδες καὶ καταλύεται, ὅταν ὅλος δι’ ὅλων ὁ νοῦς εὐαρεστεῖν προέληται θεῷ· σπάνιον δὲ καὶ τὸ γένος καὶ μόλις εὑρισκόμενον, πλὴν οὐκ ἀδύνατον γενέσθαι. δηλοῖ δὲ τὸ χρησθὲν ἐπὶ τοῦ Ἐνὼχ λόγιον τόδε· „εὐηρέστησε δὲ Ἐνὼχ τῷ θεῷ, καὶ οὐχ εὑρίσκετο “(Gen. 5, 24)."],["35","ποῦ γὰρ ἂν σκεψάμενός τις εὕροι τἀγαθὸν τοῦτο; ποῖα πελάγη διαβαλών; πρὸς τίνας νήσους, τίνας ἠπείρους ἐλθών; παρὰ βαρβάροις ἢ παρ’ Ἕλλησιν;"],["36","ἢ οὐχὶ καὶ μέχρι νῦν τῶν φιλοσοφίᾳ τετελεσμένων εἰσί τινες, οἳ λέγουσιν ἀνύπαρκτον εἶναι σοφίαν, ἐπειδὴ καὶ τὸν σοφόν; μηδένα γὰρ ἀπ’ ἀρχῆς ἀνθρώπων γενέσεως ἄχρι τοῦ παρόντος βίου κατὰ τὸ παντελὲς ἀνυπαίτιον νομισθῆναι· καὶ γὰρ ἀδύνατον εἶναι θνητῷ σώματι ἐνδεδεμένον εἰσάπαν εὐδαιμονῆσαι."],["37","ταῦτα δ’ εἰ μὲν ὀρθῶς λέγεται, σκεψόμεθα ἐν καιρῷ· νυνὶ δ’ ἀκολουθήσαντες τῷ λογίῳ φήσομεν, ὅτι ἔστι μὲν ὑπαρκτὸν πρᾶγμα σοφία, ἔστι δὲ καὶ ὁ ἐραστὴς αὐτῆς, σοφός, ὑπάρχων δὲ ὅμως ἡμᾶς τοὺς φαύλους διαλέληθεν· ἀγαθὸν γὰρ οὐκ ἐθέλει κακῷ συνέρχεσθαι."],["38","διὰ τοῦτο λέγεται· „οὐχ εὑρίσκετο “ὁ εὐαρεστήσας τρόπος τῷ θεῷ, ὡς ἂν δήπου ὑπαρκτὸς μὲν ὤν, ἀποκρυπτόμενος δὲ καὶ τὴν εἰς ταὐτὸ σύνοδον ἡμῶν ἀποδιδράσκων, ἐπειδὴ καὶ μετατεθῆναι λέγεται, τὸ δ’ ἐστὶ μεταναστῆναι καὶ μετοικίαν στείλασθαι τὴν ἀπὸ θνητοῦ βίου πρὸς τὸν ἀθάνατον."],["39","Οὗτοι μὲν δὴ τὴν ἔνθεον μανίαν μανέντες ἐξηγριώθησαν, ἕτεροι δ’ εἰσὶν οἱ τῆς τιθασοῦ καὶ ἡμέρου σοφίας ἑταῖροι. τούτοις καὶ εὐσέβεια διαφερόντως ἀσκεῖται καὶ τὰ ἀνθρώπεια οὐχ ὑπερορᾶται. μάρτυρες δ’ οἱ χρησμοί, ἐν οἷς λέγεται τῷ Ἀβραὰμ ἐκ προσώπου τοῦ θεοῦ· „εὐαρέστει ἐνώπιον ἐμοῦ “(Gen. 17, 1), τοῦτο δ’ ἐστὶ μὴ ἐμοὶ μόνῳ, ἀλλὰ καὶ τοῖς ἐμοῖς ἔργοις παρ’ ἐμοὶ κριτῇ, ὡς ἐφόρῳ καὶ ἐπισκόπῳ."],["40","τιμῶν γὰρ γονεῖς ἢ πένητας ἐλεῶν ἢ φίλους εὐεργετῶν ἢ πατρίδος ὑπερασπίζων ἢ τῶν κοινῶν πρὸς ἅπαντας ἀνθρώπους δικαίων ἐπιμελούμενος εὐαρεστήσεις μὲν πάντως τοῖς χρωμένοις, θεοῦ δ’ ἐνώπιον εὐαρεστήσεις· ἀκοιμήτῳ γὰρ ὀφθαλμῷ βλέπει πάντα καὶ τὰ σπουδαῖα χάριτι ἐξαιρέτῳ πρὸς ἑαυτὸν καλεῖ καὶ ἀποδέχεται."],["41","τοιγάρτοι καὶ ὁ ἀσκητὴς εὐχόμενος ταὐτὸν ἀποδηλώσει φάσκων· „ὁ θεός, ᾧ εὐηρέστησαν οἱ πατέρες μου “καὶ προστίθησιν „ἐνώπιον αὐτοῦ “(Gen. 48, 15), χάριν τοῦ γνῶναι τὴν πραγματικὴν διαφορὰν τοῦ „θεῷ “εὐαρεστεῖν πρὸς τὸ „ἐνώπιον αὐτοῦ “· τὸ μὲν γὰρ ἀμφότερα περιέχει, τὸ δὲ θάτερον μόνον."],["42","οὕτω καὶ Μωυσῆς ἐν τοῖς προτρεπτικοῖς παραινεῖ λέγων· „τὸ εὐάρεστον ποιήσεις ἐνώπιον κυρίου τοῦ θεοῦ σου “(Deut. 12, 28), οἷον τοιαῦτα πρᾶττε, ἃ γενήσεται ἐπάξια τοῦ φανῆναι θεῷ καὶ ἅπερ ἰδὼν ἀποδέξεται· ταῦτα δὲ καὶ εἰς τοὺς ὁμοίους εἴωθε χωρεῖν."],["43","ἐντεῦθεν ὁρμηθεὶς τήν τε σκηνὴν δυσὶ περιβόλων ὁρίοις συνύφαινε, μέσον ἀμφοῖν κάλυμμα θείς, ὅπως διακρίνηται τῶν εἴσω τὰ ἔξω (Exod. 26, 33), καὶ τὴν νομοφυλακίδα ἱερὰν κιβωτὸν ἔνδοθεν καὶ ἔξωθεν ἐχρύσωσε (Exod. 25, 10), καὶ τῷ μεγάλῳ ἱερεῖ διττὰς ἀνέδωκε στολάς, τὴν μὲν λινῆν ἔνδον, τὴν δὲ ποικίλην ἔξω μετὰ τοῦ ποδήρους (Exod. 28, 4. Lev. 6, 10)."],["44","ταῦτα γὰρ καὶ τὰ τοιαῦτα σύμβολα ψυχῆς ἐστι καὶ τοῖς εἴσω πρὸς θεὸν ἁγνευούσης καὶ [ἐν] τοῖς ἔξω πρὸς τὸν αἰσθητὸν κόσμον καὶ βίον καθαρευούσης. εὐστόχως οὖν ἐκεῖνο πρὸς τὸν παλαιστὴν νικηφόρον ἐλέχθη μέλλοντα τοῖς νικητηρίοις ἀναδεῖσθαι στεφάνοις. τὸ γὰρ ἐπ’ αὐτῷ κήρυγμα τοιοῦτόν ἐστι· „ἴσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός “(Gen. 32, 28)."],["45","τὸ γὰρ καθ’ ἑκατέραν τάξιν εὐδοκιμῆσαι, καὶ τὴν πρὸς τὸ ἀγένητον καὶ τὴν πρὸς τὸ γενόμενον, οὐ μικρᾶς ἐστι διανοίας, ἀλλ’, εἰ δεῖ τἀληθὲς εἰπεῖν, κόσμου καὶ θεοῦ μεθορίου· συνόλως τε προσήκει τὸν ἀστεῖον ὀπαδὸν εἶναι θεοῦ· μέλει γὰρ τῷ πάντων ἡγεμόνι καὶ πατρὶ τοῦ γενομένου."],["46","τίς γὰρ οὐκ οἶδεν, ὅτι καὶ πρὸ τῆς τοῦ κόσμου γενέσεως ἱκανὸς ἦν αὐτὸς ἑαυτῷ ὁ θεὸς καὶ μετὰ τὴν τοῦ κόσμου γένεσιν ὁ αὐτὸς ἔμενεν, οὐ μεταβαλών; διὰ τί οὖν ἐποίει τὰ μὴ ὄντα; ἢ ὅτι ἀγαθὸς καὶ φιλόδωρος ἦν; εἶτ’ οὐχ ἑψόμεθα οἱ δοῦλοι τῷ δεσπότῃ, θαυμάζοντες μὲν τὸν αἴτιον ὑπερφυῶς, τῆς δὲ καθ’ αὑτοὺς φύσεως μὴ ὑπερορῶντες;"],["47","Εἰπὼν δὲ „εὐαρέστει ἐνώπιον ἐμοῦ “προσεπιλέγει· „καὶ γίνου ἄμεμπτος “(Gen. 17, 1), ἀκολουθίᾳ καὶ εἱρμῷ χρώμενος. μᾶλλον μὲν οὖν ἐγχείρει τοῖς καλοῖς, ἵνα εὐαρεστῇς· εἰ δὲ μή, τῶν γε ἁμαρτημάτων ἀπέχου, ἵνα μὴ τυγχάνῃς μέμψεως. ὁ μὲν γὰρ κατορθῶν ἐπαινετός, ὁ δὲ μὴ ἀδικῶν οὐ ψεκτός."],["48","καὶ τὸ μὲν πρεσβυτικὸν ἆθλον κατορθοῦσι πρόκειται, τὸ εὐάρεστον, τὸ δεύτερον δὲ μὴ ἁμαρτάνουσι, τὸ ἄμεμπτον. τάχα δὲ καὶ γενέσει τῇ θνητῇ τὸ μὴ διαμαρτάνειν ἴσον καὶ τὸ αὐτὸ γράφεται τῷ κατορθοῦντι. „τίς γάρ, “ὡς ὁ Ἰώβ φησι, „καθαρὸς ἀπὸ ῥύπου, κἂν μία ἡμέρα ἐστὶν ἡ ζωή “(Iob 14, 4);"],["49","ἄπειρα μέν ἐστι τὰ καταρρυπαίνοντα τὴν ψυχήν, ἅπερ ἐκνίψασθαι καὶ ἀπολούσασθαι παντελῶς οὐκ ἔνεστιν. ἀπολείπονται γὰρ ἐξ ἀνάγκης παντὶ θνητῷ συγγενεῖς κῆρες, ἃς λωφῆσαι μὲν εἰκός, ἀναιρεθῆναι δ’ εἰσάπαν ἀδύνατον."],["50","δίκαιον οὖν ἢ φρόνιμον ἢ σώφρονα ἢ συνόλως ἀγαθὸν τέλειον ἐν πεφυρμένῳ βίῳ ζητεῖ τις; στέργε, κἂν μὴ ἄδικον ἢ μὴ ἄφρονα ἢ μὴ ἀκόλαστον ἢ μὴ δειλὸν ἢ μὴ παντελῶς φαῦλον εὕρῃς. ἀγαπητὸν γὰρ αἱ τῶν κακιῶν ἀνατροπαί, τῶν δ’ ἀρετῶν ἡ ἐντελὴς κτῆσις ἀδύνατος ἀνθρώπῳ τῷ καθ’ ἡμᾶς."],["51","εὐλόγως οὖν ἔφη· „γίνου ἄμεμπτος “(Gen. 17, 1), μέγα πλεονέκτημα πρὸς εὐδαίμονα βίον ὑπολαβὼν εἶναι τὸ ἀναμάρτητον καὶ ἀνυπαίτιον. τῷ δὲ ᾑρημένῳ ζῆν τὸν τρόπον τοῦτον καὶ κλῆρον κατὰ διαθήκας ἀπολείψειν ὁμολογεῖ τὸν ἁρμόζοντα δοῦναι μὲν θεῷ, λαβεῖν δὲ σοφῷ."],["52","φησὶ γάρ· „θήσω τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ “(Gen. 17, 2). διαθῆκαι δὲ ἐπ’ ὠφελείᾳ γράφονται τῶν δωρεᾶς ἀξίων, ὥστε σύμβολον εἶναι διαθήκην χάριτος, ἣν μέσην ἔθηκεν ὁ θεὸς ἑαυτοῦ τε ὀρέγοντος καὶ ἀνθρώπου λαμβάνοντος."],["53","ὑπερβολὴ δὲ εὐεργεσίας τοῦτό ἐστι, μὴ εἶναι θεοῦ καὶ ψυχῆς μέσον, ὅτι μὴ τὴν παρθένον χάριτα. τὸν δὲ περὶ διαθηκῶν σύμπαντα λόγον ἐν δυσὶν ἀναγέγραφα συντάξεσι καὶ ὑπὲρ τοῦ μὴ παλινῳδεῖν ἑκὼν ὑπερβαίνω καὶ ἅμα μὴ βουλόμενος ἀπαρτᾶν τὸ συμφυὲς τῆς πραγματείας."],["54","Λέγεται δ’ ἑξῆς· „ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον “(ibid. 3). ἆρ’ οὐκ ἔμελλεν ὑποσχέσεσι θείαις γνῶναί τε ἑαυτὸν καὶ τὴν τοῦ θνητοῦ γένους οὐδένειαν καὶ πεσεῖν παρὰ τὸν ἑστῶτα εἰς ἔνδειξιν τῆς ὑπολήψεως, ἣν περὶ ἑαυτοῦ τε ἔσχε καὶ θεοῦ, ὅτι ὁ μὲν κατὰ τὰ αὐτὰ ἑστὼς κινεῖ τὴν σύμπασαν στάσιν, οὐ διὰ τῶν σκελῶν— οὐ γὰρ ἀνθρωπόμορφος—,"],["55","ἀλλὰ τὴν ἄτρεπτον καὶ ἀμετάβλητον ἐμφαίνουσαν, ὁ δ’ οὐδέποτε ἐν ταὐτῷ βεβαίως ἱδρυμένος ἄλλοτε ἀλλοίας δέχεται μεταβολὰς καὶ ὑποσκελιζόμενος, ὁ δυστυχής,— ὄλισθος γὰρ σύμπας ὁ βίος ἐστὶν αὐτῷ— μέγα πτῶμα πίπτει;"],["56","ἀλλ’ ὁ μὲν ἄκων ἀμαθής, ὁ δ’ ἑκὼν εὐάγωγος· οὗ χάριν καὶ ἐπὶ πρόσωπον πεσεῖν λέγεται, ἐπὶ τὰς αἰσθήσεις, ἐπὶ τὸν λόγον, ἐπὶ τὸν νοῦν, μονονοὺ βοῶν καὶ κεκραγώς, ὅτι πέπτωκε μὲν αἴσθησις ἐξ αὑτῆς ἀδυνατοῦσα αἰσθάνεσθαι, εἰ μὴ προμηθείᾳ τοῦ σωτῆρος ἀνεγερθείη πρὸς τὴν τῶν ὑποκειμένων σωμάτων ἀντίληψιν, πέπτωκε δὲ καὶ ὁ λόγος ἑρμηνεῦσαί τι τῶν ὄντων ἀδυνατῶν, εἰ μὴ διανοίξας τὸ στόμα καὶ τὴν γλῶτταν ἀρθρώσας ὁ τὸ φωνητήριον ὄργανον κατεσκευακὼς καὶ ἁρμοσάμενος πλήξειε τοὺς φθόγγους μουσικῶς, πέπτωκε δὲ καὶ ὁ βασιλεὺς νοῦς τὰς καταλήψεις ἀφῃρημένος, εἰ μὴ πάλιν αὐτὸν ἐγείρας ὁ ζῳοπλάστης ἱδρύσαιτο καὶ ἐνομματώσας ὀξυδερκέσι κόραις ἀγάγοι πρὸς τὴν τῶν ἀσωμάτων θέαν πραγμάτων."],["57","Ἀγάμενος οὖν τὸν αὑτὸν ἀποδιδράσκοντα τρόπον καὶ ἑκούσιον πτῶμα πίπτοντα διὰ τὴν ὁμολογίαν ἣν ὡμολόγησε περὶ τοῦ ὄντος, ὅτι πρὸς ἀλήθειαν ἑστὼς ἓν ἦν ἄρα, τῶν μετ’ αὐτὸ τροπὰς καὶ μεταβολὰς παντοίας ἐνδεχομένων, ἐνηχεῖ τε καὶ λόγου μεταδίδωσι φάσκων· „κἀγώ, ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ “(Gen. 17, 4)."],["58","τοῦτο δὲ τοιοῦτον ὑποβάλλει νοῦν· εἴδη μὲν διαθήκης ἐστὶ πάμπολλα χάριτας καὶ δωρεὰς τοῖς ἀξίοις ἀπονέμοντα, τὸ δ’ ἀνώτατον γένος διαθηκῶν αὐτὸς ἐγώ εἰμι. δείξας γὰρ ἑαυτόν, ὡς ἐνῆν δειχθῆναι τὸν ἄδεικτον, διὰ τοῦ φάναι „κἀγὼ “ἐπιλέγει· „ἰδοὺ ἡ διαθήκη μου “· ἡ πασῶν χαρίτων ἀρχή τε καὶ πηγὴ αὐτός εἰμι ἐγώ."],["59","τοῖς μὲν γὰρ δι’ ἑτέρων τὰς εὐεργεσίας εἴωθε προτείνειν ὁ θεός, γῆς, ὕδατος, ἀέρος, ἡλίου, σελήνης, οὐρανοῦ, δυνάμεων ἄλλων ἀσωμάτων, τοῖς δὲ δι’ ἑαυτοῦ μόνου, κλῆρον ἀποφήνας τῶν λαμβανόντων ἑαυτόν, οὓς εὐθέως καὶ προσρήσεως ἑτέρας ἠξίωσε."],["60","λέγεται γὰρ ὅτι „οὐ κληθήσεται τὸ ὄνομά σου Ἀβράμ, ἀλλ’ ἔσται τὸ ὄνομά σου Ἀβραάμ “(Gen. 17, 5). ἔνιοι μὲν οὖν τῶν φιλαπεχθημόνων καὶ μώμους ἀεὶ τοῖς ἀμώμοις προσάπτειν ἐθελόντων οὐ σώμασι μᾶλλον ἢ πράγμασι καὶ πόλεμον ἀκήρυκτον πολεμούντων τοῖς ἱεροῖς πάνθ’ ὅσα μὴ τὸ εὐπρεπὲς ἐν λόγῳ διασῴζειν δοκεῖ σύμβολα φύσεως τῆς ἀεὶ κρύπτεσθαι φιλούσης ὑπάρχοντα μετὰ ἀκριβοῦς ἐρεύνης φαυλίσαντες ἐπὶ διαβολῇ προφέρουσι, διαφερόντως δὲ τὰς τῶν ὀνομάτων μεταθέσεις."],["61","καὶ πρῴην ἤκουσα χλευάζοντος καὶ κατακερτομοῦντος ἀνδρὸς ἀθέου καὶ ἀσεβοῦς, ὃς ἐτόλμα λέγειν· μεγάλαι δὴ καὶ ὑπερβάλλουσαι δωρεαί, ἅς φησι Μωυσῆς τὸν ἡγεμόνα τῶν ὅλων ὀρέγειν· στοιχείου γὰρ τοῦ ἑνὸς ἄλφα, [στοιχείῳ περιττεύει] καὶ πάλιν ἑτέρᾳ προσθέσει τοῦ ῥῶ θαυμαστὴν ἡλίκην ἔδοξεν εὐεργεσίαν παρεσχῆσθαι*** τὴν Ἀβρὰμ γυναῖκα Σάραν Σάρραν ὠνόμασε δὶς τὸ ῥῶ παραλαβών· καὶ ὅσα ὁμοιότροπα συνείρων ἀπνευστὶ καὶ ἐπισαρκάζων ἅμα διεξῄει."],["62","τῆς μὲν οὖν φρενοβλαβείας οὐκ εἰς μακρὰν ἔδωκε τὴν ἁρμόζουσαν δίκην· ἀπὸ γὰρ μικρᾶς καὶ τῆς τυχούσης προφάσεως ἐπ’ ἀγχόνην ᾖξεν, ἵν’ ὁ μιαρὸς καὶ δυσκάθαρτος μηδὲ καθαρῷ θανάτῳ τελευτήσῃ. δικαίως δ’ ἂν ἡμεῖς ὑπὲρ τοῦ μὴ καὶ ἕτερον τοῖς αὐτοῖς ἁλῶναι τὰς ὑπονοίας ἐκκόψαιμεν, φυσιολογοῦντες καὶ ἀποδεικνύντες τὰ λεγόμενα ταῦτα πάσης ἐπάξια σπουδῆς."],["63","οὐ γὰρ γράμματα ἄφωνα ἢ φωνήεντα ἢ συνόλως ῥήματα καὶ ὀνόματα χαρίζεται ὁ θεός, ὁπότε καὶ γεννήσας φυτά τε αὖ καὶ ζῷα ἐκάλεσεν ὡς πρὸς ἡγεμόνα τὸν ἄνθρωπον, ὃν ἐκ πάντων δι’ ἐπιστήμην ἐχώρισεν, ἵν’ ἑκάστοις τὰ οἰκεῖα ὀνόματα θῆται· „πᾶν “γάρ φησιν „ὃ ἂν ἐκάλεσεν ὁ Ἀδάμ, τοῦτο ὄνομα τοῦ κληθέντος ἦν “(Gen. 2, 19)."],["64","εἶθ’ ὅπου οὐδὲ τὰς ὁλοκλήρους θέσεις τῶν ὀνομάτων ὁ θεὸς ἠξίωσεν ἐπιφημίζειν, ἐπιτρέψας ἀνδρὶ σοφῷ, τῷ γένους ἀνθρώπων ἀρχηγέτῃ, τὸ ἔργον, ὑπονοεῖν ἄξιον, ὅτι μέρη τῶν ὀνομάτων ἢ συλλαβὰς ἢ γράμματα, οὐ φωνήεντα μόνον, ἀλλὰ καὶ ἄφωνα, αὐτὸς προσετίθει καὶ μεθήρμοζε, καὶ ταῦτ’ ἐπὶ προφάσει δωρεᾶς καὶ ὑπερβαλλούσης εὐεργεσίας; οὐκ ἔστιν εἰπεῖν."],["65","ἀλλὰ τὰ τοιαῦτα χαρακτῆρες δυνάμεών εἰσι, βραχεῖς μεγάλων, αἰσθητοὶ νοητῶν, φανεροὶ ἀδήλων· αἱ δὲ δυνάμεις ἐν δόγμασιν ἀρίστοις, ἐν ἀψευδέσι καὶ καθαραῖς ὑπολήψεσιν, ἐν ψυχῆς βελτιώσεσιν ἐξετάζονται. τὸν δὲ ἔλεγχον λαμβάνειν εὐμαρὲς τὴν ἀρχὴν ποιησαμένοις ἀπὸ τοῦ νυνὶ μετονομασθέντος."],["66","Ἀβρὰμ γὰρ ἑρμηνεύεται μετέωρος πατήρ, Ἀβραὰμ δὲ πατὴρ ἐκλεκτὸς ἠχοῦς. ᾗ δὲ διαφέρει ταῦτ’ ἀλλήλων, εἰσόμεθα σαφέστερον, ἐπειδὰν τὸ δηλούμενον ὑφ’ ἑκατέρου πρότερον ἀναγνῶμεν."],["67","μετέωρον τοίνυν ἀλληγοροῦντές φαμεν τὸν ἀπὸ γῆς ἑαυτὸν εἰς ὕψος αἴροντα καὶ ἐπισκοποῦντα τὰ μετάρσια, μετεωροπόλον τε καὶ μετεωρολογικόν, ἐρευνῶντα τί ἡλίου μέγεθος, τίνες αὐτοῦ φοραί, πῶς τὰς ἐτησίους ὥρας διανέμει προσιὼν καὶ ἐξαναχωρῶν πάλιν ἰσοταχέσι ταῖς ἀνακυκλήσεσι, καὶ σελήνης περὶ φωτισμῶν, σχηματισμῶν, μειώσεως, αὐξήσεως, καὶ τῶν ἄλλων ἀστέρων κινήσεως, ἀπλανοῦς τε καὶ πεπλανημένης."],["68","ἡ γὰρ τούτων ἐξέτασις οὐκ ἀφυοῦς καὶ ἀγόνου ψυχῆς ἐστιν, ἀλλ’ ἐν τοῖς μάλιστα εὐφυοῦς καὶ δυναμένης ὁλόκληρα καὶ τέλεια γεννᾶν ἔγγονα. διὸ καὶ τὸν μετεωρολογικὸν „πατέρα “εἶπεν, ὅτι οὐκ ἄγονος σοφίας."],["69","τὰ μὲν οὖν τοῦ Ἀβρὰμ σύμβολα οὕτως ἀκριβοῦται, τὰ δὲ τοῦ Ἀβραάμ, ὡς ὑποδείξομεν· ἦν δὲ τρία, πατὴρ καὶ ἐκλεκτὸς καὶ ἠχοῦς. φαμὲν δὴ τὴν μὲν ἠχὼ τὸν προφορικὸν εἶναι λόγον— τοῦ γὰρ ζῴου ἠχεῖον ὄργανόν ἐστι τὸ φωνητήριον—, τούτου δὲ πατέρα τὸν νοῦν— ἀπὸ γὰρ διανοίας ὥσπερ ἀπὸ πηγῆς φέρεται τὸ τοῦ λόγου νᾶμα—, ἐκλεκτὸν δὲ τὸν τοῦ σοφοῦ· ὅ τι γὰρ ἄριστον, ἐν τούτῳ."],["70","κατὰ μὲν οὖν τοὺς προτέρους χαρακτῆρας ὁ φιλομαθὴς καὶ μετεωρολέσχης ἐσκιαγραφεῖτο, κατὰ δὲ τοὺς ἀρτίως ὑποτυπωθέντας ὁ φιλόσοφος, μᾶλλον δ’ ὁ σοφὸς ἐδηλοῦτο. μηκέτ’ οὖν ὀνομάτων ἀλλαγὴν ὑπολάβῃς χαρίζεσθαι τὸ θεῖον, ἀλλὰ διὰ συμβόλων ἠθῶν ἐπανόρθωσιν."],["71","τὸν γὰρ πραγματευόμενον τὰ περὶ φύσεως οὐρανοῦ πρότερον, ὃν μαθηματικὸν ἔνιοι προσαγορεύουσιν, ἐπὶ τὴν μετουσίαν καλέσας ἀρετῆς σοφὸν καὶ ἀπέδειξε καὶ ὠνόμασεν, ἐπιφημίσας τὸν μεταχαραχθέντα τρόπον, ὡς μὲν Ἑβραῖοι εἴποιεν ἄν, Ἀβραάμ, ὡς δ’ ἂν Ἕλληνες, πατέρα ἐκλεκτὸν ἠχοῦς."],["72","τίνος γάρ, φησίν, ἕνεκα χορείας καὶ περιόδους ἀστέρων ἐρευνᾷς καὶ τοσοῦτον ἀπὸ γῆς ἄνω πρὸς αἰθέρα πεπήδηκας; ἆρ’ ἵνα αὐτὸ μόνον τὰ ἐκεῖ περιεργάσῃ; καὶ τίς ἐκ τῆς τοσαύτης περιεργίας γένοιτ’ ἂν ὠφέλεια; τίς καθαίρεσις ἡδονῆς; τίς ἐπιθυμίας ἀνατροπή; τίς λύπης ἢ φόβου κατάλυσις; ποία παθῶν, ἃ κλονεῖ καὶ συγχεῖ τὴν ψυχήν, ἐκτομή;"],["73","καθάπερ γὰρ δένδρων οὐδὲν ὄφελος, εἰ μὴ καρπῶν οἰστικὰ γένοιτο, τὸν αὐτὸν δὴ τρόπον οὐδὲ φυσιολογίας, εἰ μὴ μέλλοι κτῆσιν ἀρετῆς ἐνεγκεῖν· ὁ γὰρ καρπὸς αὐτῆς οὗτός ἐστι."],["74","διὸ καὶ τῶν πάλαι τινὲς ἀγρῷ τὸν κατὰ φιλοσοφίαν ἀπεικάσαντες λόγον φυτοῖς μὲν ἐξωμοίωσαν τὸ φυσικὸν μέρος, αἱμασιαῖς δὲ καὶ περιβόλοις τὸ λογικόν, καρπῷ δὲ τὸ ἠθικόν, ὑπολαβόντες καὶ τὰ ἐν κύκλῳ τείχη φυλακῆς ἕνεκα τοῦ καρποῦ κατεσκευάσθαι πρὸς τῶν ἐχόντων καὶ τὰ φυτὰ δεδημιουργῆσθαι γενέσεως καρποῦ χάριν."],["75","οὕτως οὖν ἔφασαν καὶ ἐν φιλοσοφίᾳ δεῖν τήν τε φυσικὴν καὶ λογικὴν πραγματείαν ἐπὶ τὴν ἠθικὴν ἀναφέρεσθαι, ᾗ βελτιοῦται τὸ ἦθος κτήσεως ὁμοῦ καὶ χρήσεως ἀρετῆς ἐφιέμενον."],["76","τοιαῦτα ἐδιδάχθημεν περὶ τοῦ λόγῳ μὲν μετονομασθέντος, ἔργῳ δὲ μεταβαλόντος ἀπὸ φυσιολογίας πρὸς τὴν ἠθικὴν φιλοσοφίαν καὶ μεταναστάντος ἀπὸ τῆς περὶ τὸν κόσμον θεωρίας πρὸς τὴν τοῦ πεποιηκότος ἐπιστήμην, ἐξ ἧς εὐσέβειαν, κτημάτων τὸ κάλλιστον, ἐκτήσατο."],["77","τὰ δὲ περὶ τῆς γυναικὸς αὐτοῦ Σάρας νῦν ἐροῦμεν· καὶ γὰρ αὕτη μετονομάζεται εἰς Σάρραν κατὰ τὴν τοῦ ἑνὸς στοιχείου πρόσθεσιν τοῦ ῥῶ. τὰ μὲν οὖν ὀνόματα ταῦτα, τὰ δὲ τυγχάνοντα μηνυτέον· ἑρμηνεύεται Σάρα μὲν ἀρχή μου, Σάρρα δὲ ἄρχουσα."],["78","τὸ μὲν οὖν πρότερον εἰδικῆς σύμβολον ἀρετῆς ἐστι, τὸ δ’ ὕστερον γενικῆς. ὅσῳ δὲ γένος εἴδους διαφέρει κατὰ τὸ ἔλαττον, τοσούτῳ τὸ δεύτερον ὄνομα τοῦ προτέρου· τὸ μὲν γὰρ εἶδος καὶ βραχὺ καὶ φθαρτόν, τὸ δὲ γένος πολύ τε αὖ καὶ ἄφθαρτον."],["79","βούλεται δὲ ὁ θεὸς ἀντὶ μικρῶν καὶ φθαρτῶν μεγάλα καὶ ἀθάνατα χαρίζεσθαι, καὶ ἐμπρεπὲς αὐτῷ τὸ ἔργον. ἡ μὲν γὰρ ἐν τῷ σπουδαίῳ φρόνησις αὐτοῦ μόνου ἐστὶν ἀρχή, καὶ οὐκ ἂν ἁμάρτοι ὁ ἔχων, εἰ λέγοι· ἀρχή μού ἐστιν ἡ ἐν ἐμοὶ φρόνησις· ἡ δὲ ταύτην τυπώσασα, ἡ γενικὴ φρόνησις, οὐκέτι τοῦ δεῖνός ἐστιν ἀρχή, ἀλλ’ αὐτὸ τοῦτο ἀρχή."],["80","τοιγαροῦν ἐκείνη μὲν ἡ ἐν εἴδει τῷ ἔχοντι συμφθαρήσεται, ἡ δὲ σφραγῖδος τρόπον αὐτὴν τυπώσασα παντὸς ἀπηλλαγμένη θνητοῦ διατελέσει πρὸς αἰῶνα ἄφθαρτος. οὕτω καὶ τῶν τεχνῶν αἱ μὲν ἐν εἴδει συναπόλλυνται τοῖς κτησαμένοις, γεωμέτραις, γραμματικοῖς, μουσικοῖς· αἱ δὲ γενικαὶ μένουσιν ἀνώλεθροι. προσυπογράφει δὲ ἀναδιδάσκων ἐν ταὐτῷ, ὅτι καὶ πᾶσα ἀρετὴ βασιλίς ἐστι καὶ ἄρχουσα καὶ ἡγεμονεύουσα τῶν κατὰ τὸν βίον πραγμάτων."],["81","Ἀλλὰ καὶ τὸν Ἰακὼβ μετονομάζεσθαι συμβέβηκεν εἰς τὸν Ἰσραήλ, οὐκ ἀπὸ σκοποῦ. διὰ τί; ὅτι ὁ μὲν Ἰακὼβ πτερνιστής, ὁ δὲ Ἰσραὴλ ὁρῶν τὸν θεὸν καλεῖται. πτερνιστοῦ μὲν οὖν ἔργον ἀσκοῦντος ἀρετὴν τὰς βάσεις τοῦ πάθους, αἷς ἐφίδρυται, καὶ εἴ τι ὀχυρὸν καὶ ἱδρυμένον ἐν αὐταῖς κινεῖν καὶ σαλεύειν καὶ ἀνατρέπειν— ταῦτα δὲ οὐ δίχα ἀγωνίας ἀκονιτὶ φιλεῖ γίνεσθαι, ἀλλ’ ἐπειδάν τις τοὺς φρονήσεως ἄθλους διαθλῶν γυμνάζηταί τε τὰ τῆς ψυχῆς γυμνάσματα καὶ πρὸς τοὺς ἀντιπάλους καὶ τραχηλίζοντας αὐτὴν λογισμοὺς παλαίῃ—, τοῦ δὲ τὸν θεὸν ὁρῶντος τὸ μὴ ἐκ τοῦ ἱεροῦ ἀγῶνος ἀστεφάνωτον ἐξελθεῖν, ἀλλὰ τὰ ἐπὶ τῇ νίκῃ βραβεῖα ἄρασθαι."],["82","τίς δ’ ἂν εὐανθέστερος καὶ ἐπιτηδειότερος πλέκοιτο νικηφόρῳ ψυχῇ στέφανος ἢ δι’ οὗ τὸν ὄντα δυνήσεται θεωρεῖν ὀξυδερκῶς; καλόν γε ἀσκητικῇ ψυχῇ πρόκειται τὸ ἆθλον, ἐνομματωθῆναι πρὸς τὴν τοῦ μόνου θέας ἀξίου τηλαυγῆ κατανόησιν."],["83","ἄξιον δὲ ἀπορῆσαι, διὰ τί ὁ μὲν Ἀβραάμ, ἀφ’ οὗ μετωνομάσθη, τῆς αὐτῆς προσρήσεως ἀξιοῦται μηκέτι καλούμενος ὀνόματι τῷ προτέρῳ, ὁ δὲ Ἰακὼβ προσρηθεὶς Ἰσραὴλ οὐδὲν ἧττον αὖθις πάλιν Ἰακὼβ ἐπὶ πλέον ὀνομάζεται. λεκτέον οὖν ὅτι καὶ ταῦτα χαρακτῆρές εἰσιν, οἷς ἡ διδακτικὴ τῆς ἀσκητικῆς ἀρετῆς διαφέρει."],["84","ὁ μὲν γὰρ διδασκαλίᾳ βελτιωθείς, εὐμοίρου λαχὼν φύσεως, ἣ περιποιεῖ τὸ ἄληστον αὐτῷ διὰ συνεργοῦ μνήμης, μονῇ χρῆται, ὧν ἔμαθεν ἀπρὶξ ἐπειλημμένος καὶ βεβαίως περιεχόμενος· ὁ δ’ ἀσκητὴς ἐπειδὰν γυμνάσηται συντόνως, διαπνεῖ πάλιν καὶ ὑπανίεται, συλλεγόμενος καὶ ἀνακτώμενος τὴν ἐκ τοῦ πονεῖν τεθρυμμένην δύναμιν, καθάπερ καὶ οἱ τὰ σώματα ἀλειφόμενοι· καὶ γὰρ οὗτοι περὶ τὴν ἄσκησιν καμόντες, ὡς μὴ κατὰ τὸ παντελὲς αὐτοῖς ἀπορραγεῖεν αἱ δυνάμεις διὰ τὸ σφοδρὸν καὶ σύντονον τῆς ἀθλήσεως, ἔλαιον ἐπιχέουσιν."],["85","εἶθ’ ὁ μὲν διδαχθεὶς ἀθανάτῳ χρώμενος ὑποβολεῖ τὴν ὠφέλειαν ἔναυλον καὶ ἀθάνατον ἴσχει, μὴ τρεπόμενος· ὁ δ’ ἀσκητὴς καὶ τὸ ἑκούσιον ἔχων αὐτὸ μόνον καὶ τοῦτο γυμνάζων καὶ συγκροτῶν, ἵνα τὸ οἰκεῖον πάθος τῷ γενητῷ καταβάλῃ, κἂν τελειωθῇ, καμὼν πρὸς τὸ ἀρχαῖον ἐπάνεισι γένος."],["86","τλητικώτερος μὲν γὰρ οὗτος, εὐτυχέστερος δ’ ἐκεῖνος· ὁ μὲν γὰρ χρῆται διδασκάλῳ ἑτέρῳ, ὁ δ’ ἐξ ἑαυτοῦ ζητεῖ τε καὶ σκέπτεται καὶ πολυπραγμονεῖ, μετὰ σπουδῆς ἐρευνῶν τὰ φύσεως, ἀδιαστάτῳ χρώμενος καὶ συνεχεῖ πόνῳ."],["87","διὰ τοῦτο τὸν μὲν Ἀβραάμ, ἐπειδὴ μένειν ἔμελλεν ἐν ὁμοίῳ, μετωνόμασεν ὁ ἄτρεπτος θεός, ἵν’ ὑπὸ τοῦ ἑστῶτος καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος τὸ μέλλον στήσεσθαι παγίως ἱδρυθῇ, τὸν δὲ Ἰακὼβ ἄγγελος ὑπηρέτης τοῦ θεοῦ, λόγος, ἵν’ ὁμολογηθῇ μηδὲν εἶναι τῶν μετὰ τὸ ὂν ἀκλινοῦς καὶ ἀρρεποῦς αἴτιον βεβαιότητος, ἀλλ’ ἁρμονίας τῆς ὡς ἐν ὀργάνῳ μουσικῷ περιεχούσης ἐπιτάσεις καὶ ἀνέσεις φθόγγων πρὸς τὴν τοῦ μέλους ἔντεχνον κρᾶσιν."],["88","Ἀλλὰ τριῶν ὄντων τοῦ γένους ἀρχηγετῶν, οἱ μὲν ἄκροι μετωνομάσθησαν, Ἀβραάμ τε καὶ Ἰακώβ, ὁ δὲ μέσος Ἰσαὰκ τῆς αὐτῆς ἔλαχεν εἰς ἀεὶ προσρήσεως. διὰ τί; ὅτι ἡ μὲν διδακτικὴ ἀρετὴ καὶ ἀσκητικὴ δέχονται τὰ πρὸς βελτίωσιν— ἐφίεται γὰρ δὴ ὁ μὲν διδασκόμενος ἐπιστήμης ὧν ἀγνοεῖ, ὁ δὲ ἀσκήσει χρώμενος στεφάνων καὶ τῶν προκειμένων ἄθλων φιλοπόνῳ καὶ φιλοθεάμονι ψυχῇ—, τὸ δ’ αὐτοδίδακτον καὶ αὐτομαθὲς γένος, ἅτε φύσει μᾶλλον ἢ ἐπιτηδεύσει συνιστάμενον, ἐξ ἀρχῆς ἴσον καὶ τέλειον καὶ ἄρτιον ἠνέχθη, μηδενὸς ἐνδέοντος τῶν εἰς πλήρωσιν ἀριθμοῦ."],["89","ἀλλ’ οὐχ ὁ τῶν τοῦ σώματος ἐπιτηδείων προστάτης Ἰωσήφ· ἀλλάττει γὰρ τοὔνομα, Ψονθομφανὴχ ὑπὸ τοῦ τῆς χώρας βασιλέως ἐπικληθείς (Gen. 41, 45). ὃν δὲ λόγον ἔχει καὶ ταῦτα, μηνυτέον. Ἰωσὴφ ἑρμηνεύεται πρόσθεμα· προσθήκη δ’ ἐστὶ τῶν φύσει τὰ θέσει, χρυσός, ἄργυρος, κτήματα, πρόσοδοι, οἰκετῶν θεραπεῖαι, κειμηλίων καὶ ἐπίπλων καὶ τῆς ἄλλης περιουσίας ἄφθονοι ὗλαι, τῶν ἡδονῆς ποιητικῶν ἀμήχανοι τὸ πλῆθος παρασκευαί."],["90","ὧν τὸν ποριστὴν καὶ ἐπιμελητὴν Ἰωσὴφ ὀνόματι εὐθυβόλῳ καλεῖσθαι συμβέβηκε πρόσθεμα, ἐπεὶ τῶν ἔξωθεν ἐπεισοδιαζομένων καὶ προστιθεμένων τοῖς κατὰ φύσιν προστασίαν ἀνῆπται. μαρτυροῦσι δ’ οἱ χρησμοὶ δηλοῦντες ὅτι τὰς τροφὰς τῆς σωματικῆς χώρας ἁπάσης, Αἰγύπτου, θησαυρισάμενος ἐσιτάρχει (Gen. 41,"],["91","48). τοιοῦτος μέν τις ὁ Ἰωσὴφ ἐκ τῶν γνωρισμάτων γνωρίζεται· ὁ δὲ Ψονθομφανὴχ ποῖός ἐστι, θεασώμεθα. ἑρμηνεύεται οὖν ἐν ἀποκρίσει στόμα κρῖνον. οἴεται γὰρ πᾶς ἄφρων τὸν πολυχρήματον καὶ περιρρεόμενον ταῖς ἐκτὸς οὐσίαις εὐθὺς εἶναι καὶ εὐλόγιστον, ἱκανὸν μὲν πρὸς ἃ ἂν πύθηταί τις ἀποκρίνασθαι, ἱκανὸν δὲ καὶ δι’ ἑαυτοῦ γνώμας εἰσηγήσασθαι συμφερούσας, καὶ συνόλως τὸ φρόνιμον ἐν τῷ τυχηρῷ τίθεται, δέον ἔμπαλιν τὸ τυχηρὸν ἐν τῷ φρονίμῳ· ἄξιον γὰρ τὸ ἄστατον ὑπὸ τοῦ ἑστῶτος ἡνιοχεῖσθαι."],["92","καὶ μὴν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμογάστριον ὁ μὲν πατὴρ Βενιαμίν, ἡ δὲ μήτηρ υἱὸν ὀδύνης προςαγορεύει (Gen. 35, 18), φυσικώτατα· μεταληφθεὶς γὰρ ὁ Βενιαμίν ἐστιν υἱὸς ἡμερῶν, ἡμέρα δὲ τῷ ἀφ’ ἡλίου αἰσθητῷ φωτὶ καταλάμπεται, τούτῳ δὲ τὴν κενὴν δόξαν ἐξομοιοῦμεν."],["93","ἔχει γάρ τινα λαμπρότητα αἰσθητὴν ἐν τοῖς παρὰ τῶν πολλῶν καὶ ἀγελαίων ἐπαίνοις, ἐν τοῖς γραφομένοις ψηφίσμασιν, ἐν ταῖς ἀνδριάντων καὶ εἰκόνων ἀναθέσεσιν, ἐν πορφύραις καὶ στεφάνοις χρυσοῖς, ἐν ἅρμασι καὶ τεθρίπποις καὶ παραπομπαῖς ὄχλων. ὁ τούτων οὖν ζηλωτὴς εἰκότως υἱὸς ἡμερῶν, αἰσθητοῦ φέγγους καὶ τῆς περὶ τὴν κενὴν δόξαν λαμπρότητος, ὠνομάσθη."],["94","τοῦτο ὁ πρεσβύτερος λόγος καὶ πατὴρ ὄντως εὐθυβόλον καὶ κύριον ὄνομα αὐτῷ τίθεται, ἡ δὲ παθοῦσα ψυχὴ τὸ ᾧ πέπονθεν ἁρμόττον· ὀδύνης γὰρ υἱὸν καλεῖ. διὰ τί; ὅτι οἱ ἐν ταῖς κεναῖς φερόμενοι δόξαις ὑπολαμβάνονται μὲν εὐδαιμονεῖν, πρὸς ἀλήθειαν δὲ κακοδαιμονοῦσι."],["95","τὰ γὰρ ἀντιπνέοντα πολλά, βασκανία, φθόνοι, συνεχεῖς ἔριδες, φιλονεικίαι ἀκατάλλακτοι μέχρι θανάτου, δυσμένειαι παισὶ παίδων κατὰ διαδοχὰς παραδιδόμεναι, κλῆρος οὐ κτητός. ἀναγκαίως οὖν ὁ θεοφράδμων ἐν αὐταῖς ὠδῖσιν ἀποθνῄσκουσαν,"],["96","ἣ τίκτει κενοδοξίαν, παρέστησεν· „ἀπέθανε “γάρ φησι „Ῥαχὴλ δυστοκήσασα “(Gen. 35, 16. 19), ἐπειδὴ τῷ ὄντι ψυχῆς ἐστι θάνατος δόξης αἰσθητῆς καὶ κενῆς σπορά τε καὶ γέννησις."],["97","Τί δ’; οἱ τοῦ Ἰωσὴφ παῖδες, Ἐφραΐμ τε καὶ Μανασσῆς, οὐ πάνυ φυσικῶς ἐξωμοιοῦντο δυσὶ τοῖς πρεσβυτάτοις υἱοῖς τοῦ Ἰακώβ, Ῥουβήν τε καὶ Συμεών; λέγει γάρ· „οἱ δύο υἱοί σου, οἱ γενόμενοι ἐν Αἰγύπτῳ πρὸ τοῦ με ἐλθεῖν εἰς Αἴγυπτον, ἐμοί εἰσιν· Ἐφραῒμ καὶ Μανασσῆς ὡς Ῥουβὴν καὶ Συμεὼν ἔσονταί μοι “(Gen. 48, 5). τίνα οὖν τρόπον οἱ δύο τοῖς δυσὶν ἐφαρμόζονται, θεασώμεθα."],["98","Ῥουβὴν μὲν σύμβολον εὐφυΐας ἐστίν— ἑρμηνεύεται γὰρ ὁρῶν υἱός, ἐπειδὴ πᾶς ὁ εὐθιξίᾳ καὶ εὐφυΐᾳ χρώμενος ὁρατικός—, Ἐφραῒμ δέ, ὡς πολλάκις εἴπομεν ἐν ἑτέροις, μνήμης— μεταληφθεὶς γάρ ἐστι καρποφορία, καρπὸς δὲ ψυχῆς ἄριστος ἡ μνήμη—· συγγενὲς δὲ οὐδὲν ἕτερον οὕτως [τῷ] ἑτέρῳ, ὡς εὐφυεῖ τὸ μεμνῆσθαι."],["99","πάλιν ὁ Συμεὼν ὄνομα μαθήσεως καὶ διδασκαλίας ἐστίν— εἰσακοὴ γὰρ ἑρμηνεύεται—, μανθάνοντος δ’ ἴδιον ἀκούειν τε καὶ προσέχειν τοῖς λεγομένοις, ὁ δὲ Μανασσῆς ἀναμνήσεως σύμβολον· καλεῖται γὰρ ἐκ λήθης."],["100","τῷ δ’ ἐκ λήθης ἔξω προϊόντι συμβαίνει κατὰ τὸ ἀναγκαῖον ἀναμιμνῄσκεσθαι· μαθήσεως δὲ ἀνάμνησις οἰκεῖον. πολλάκις γὰρ τοῦ μανθάνοντος ἀπορρεῖ τὰ θεωρήματα μὴ δυναμένου δι’ ἀσθένειαν κρατεῖν καὶ πάλιν ἐξ ἀρχῆς ὑπαναπλεῖ. τὸ μὲν οὖν τῆς ἀπορροῆς πάθος ὀνομάζεται λήθη, τὸ δὲ τῆς παλιρροίας ἀνάμνησις."],["101","ἆρ’ οὐ προσφυῶς εὐφυΐᾳ μὲν [ἡ] μνήμη, μαθήσει δὲ ἀνάμνησις ἐφαρμόζεται; καὶ μὴν ὃν λόγον ἔχει Συμεὼν πρὸς Ῥουβήν, τὸ δ’ ἐστὶ μάθησις πρὸς φύσιν, τοῦτον ἔχει λόγον Μανασσῆς πρὸς Ἐφραΐμ, τὸ δ’ ἐστὶ πρὸς μνήμην ἀνάμνησις."],["102","ὡς γὰρ τὸ εὐφυὲς ἄμεινον τοῦ μανθάνοντος— τὸ μὲν γὰρ ἔοικεν ὁράσει, τὸ δὲ ἀκοῇ· ἀκοὴ δὲ ὁράσεως τὰ δεύτερα φέρεται—, οὕτω τὸ μνημονικὸν τοῦ ἀναμιμνῃσκομένου πανταχοῦ κρεῖττον, ὅτι τὸ μὲν λήθῃ κέκραται, τὸ δὲ ἀμιγὲς καὶ ἄκρατον ἐξ ἀρχῆς ἄχρι τέλους διαμένει."],["103","Καὶ μὴν τόν γε τοῦ ἀρχιπροφήτου πενθερὸν τοτὲ μὲν Ἰοθὸρ τοτὲ δὲ Ῥαγουὴλ οἱ χρησμοὶ καλοῦσιν· Ἰοθὸρ μέν, ὅταν τῦφος εὐημερῇ· μεταληφθεὶς γάρ ἐστι περισσός, περιττὸν δὲ ἀψευδεῖ βίῳ τῦφος, γέλωτα μὲν τὰ ἴσα καὶ ἀναγκαῖα τῷ βίῳ τιθέμενος, τὰ δὲ πλεονεξίας ἄνισα σεμνύνων."],["104","οὗτος καὶ ἀνθρώπεια θείων καὶ ἔθη νόμων καὶ βέβηλα ἱερῶν καὶ θνητὰ ἀθανάτων καὶ συνόλως τὸ δοκεῖν τοῦ εἶναι προτιμᾷ. καὶ ἐπιτολμήσας αὐτοκέλευστος εἰς τὴν τοῦ συμβούλου παρέρχεται τάξιν, ὑφηγούμενος τῷ σοφῷ [μὴ] ἀναδιδάσκειν ἃ μόνα μανθάνειν ἄξιον, „τὰ προστάγματα τοῦ θεοῦ καὶ τὸν νόμον “(Exod. 18, 20), ἀλλὰ μὴ τὰ πρὸς ἀλλήλους ἀνθρώπων συμβόλαια, τῆς ἀκοινωνήτου σχεδὸν αἴτια κοινωνίας. καὶ ὁ μέγας πάντα πειθαρχεῖ, νομίσας ἁρμόττον εἶναι μικροῖς μὲν τὰ μικρά, μεγάλοις δὲ τὰ μεγάλα δίκαια τίθεσθαι (ibid. 22. 24)."],["105","μεταβαλὼν δὲ πολλάκις ὁ δοκησίσοφος οὗτος καὶ μεταβὰς ἀπὸ τῶν θρεμμάτων, ἃ δὴ τυφλὸς ἔλαχεν ἡνιοχεῖν, ἀναζητήσας τὴν θείαν ἀγέλην μέρος οὐ μεμπτὸν αὐτῆς γίνεται, θαυμάσας τῆς φύσεως τὸν ἀγελάρχην καὶ τῆς ἐπιστασίας ἀγάμενος, ᾗ χρῆται πρὸς τὴν τῶν ἑαυτοῦ θρεμμάτων ἐπιμέλειαν· ἑρμηνεύεται γὰρ Ῥαγουὴλ (Exod. 2, 18) ποιμασία θεοῦ."],["106","τὸ μὲν κεφάλαιον εἴρηται, τὰς δὲ πίστεις ὑφηγήσεται. πρῶτον μὲν θεραπευτὴν αὐτὸν κρίσεως καὶ δίκης εἰσηγεῖται· ἡ γὰρ προσηγορία τῆς Μαδιὰμ μεταληφθεῖσα ἐκ κρίσεως ὀνομάζεται. διττὸν δὲ τοῦτο. δηλοῖ γὰρ τὸ μὲν ἔκκρισιν καὶ ἀπόκρισιν, ἣ καὶ τοῖς ἀγωνισταῖς κατὰ τοὺς ἱεροὺς ἀγῶνας λεγομένους εἴωθε συμβαίνειν· μυρίοι γὰρ ἀνεπιτήδειοι φανέντες ἤδη πρὸς τῶν ἀθλοθετῶν ἐξεκρίθησαν."],["107","οὗτοι [τε] τελεταῖς ἀνιέροις ταῖς Βεελφεγὼρ τελεσθέντες (Num. 25, 3) καὶ τὰ τοῦ σώματος στόμια πάντα εὐρύναντες πρὸς τὴν τῶν ἔξωθεν ἐπιχεομένων ῥευμάτων ὑποδοχὴν— ἑρμηνεύεται γὰρ Βεελφεγὼρ ἀνωτέρω στόμα δέρματος— κατέκλυσαν τὸν ἡγεμόνα νοῦν καὶ ἀφεῖσαν εἰς βυθὸν ἔσχατον, ὡς μηδ’ ἀνανήξασθαι μηδὲ μικρὸν ὅσον δυνηθῆναι ἀνασχεῖν·"],["108","καὶ τοῦτο ἔπαθεν, ἕως ὁ εἰρηνικὸς καὶ ἱερεὺς τοῦ θεοῦ (ibid. 12. 13) τρανός, Φινεές, ὑπέρμαχος αὐτοκέλευστος ἦλθε, φύσει μισοπόνηρος ὢν καὶ ζήλῳ τῶν καλῶν κατεσχημένος· ᾧ σειρομάστην λαβόντι, τὸ δ’ ἐστὶν ἠκονημένον καὶ ὀξὺν λόγον, μαστεύειν καὶ ἀναζητεῖν ἕκαστα ἱκανόν, ἐξεγένετο μὴ φενακισθῆναι, ῥώμῃ δὲ καρτερᾷ χρησαμένῳ κατακεντῆσαι διὰ τῆς μήτρας τὸ πάθος (ibid. 7. 8), ἵνα μηδὲν ἔτι κακὸν θεήλατον τίκτῃ."],["109","πρὸς τούτους καὶ ὁ μέγιστος ἐνίσταται τῷ ὁρατικῷ γένει πόλεμος, ἐν ᾧ τῶν διαγωνισαμένων „διεφώνησεν οὐδείς “(Num. 31, 49), ἀλλ’ ἄτρωτος καὶ σῷος ἐπανῆλθε, τοῖς νικητηρίοις ἀναδούμενος στεφάνοις."],["110","ἓν μὲν δὴ τοῦτο ἐκ τῆς Μαδιὰμ ἐδηλοῦτο· ἕτερον δὲ τὸ κριτικὸν καὶ δικαστικὸν εἶδος, ὃ καὶ κατ’ ἐπιγαμίαν οἰκειοῦται γένει τῷ προφητικῷ. „τῷ ἱερεῖ “, φησὶν οὖν, τῆς κρίσεως καὶ τῆς δίκης „εἰσὶν ἑπτὰ θυγατέρες “(Exod. 2, 16), συμβολικῶς αἱ τοῦ ἀλόγου δυνάμεις, γονή τε καὶ φωνὴ καὶ πέντε αἰσθήσεις, ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρός."],["111","διὰ γὰρ τῶν ἑπτὰ δυνάμεων τούτων αἱ προβάσεις καὶ παραυξήσεις τοῦ πατρὸς νοῦ ταῖς ἐγγινομέναις καταλήψεσι συνίστανται. παραγενόμεναι δ’ ἐπὶ τὰ οἰκεῖα ἑκάστη, χρώματα μὲν καὶ σχήματα ὅρασις, φωνὰς δὲ ἀκοή, ἀτμοὺς δὲ ὄσφρησις, χυλοὺς δὲ γεῦσις καὶ αἱ ἄλλαι πρὸς τὰ ἁρμόττοντα ἑαυταῖς, „ἀντλοῦσι “τρόπον τινὰ τὰ ἐκτὸς αἰσθητά, „ἕως ἂν πληρώσωσι τὰς τῆς ψυχῆς δεξαμενάς, ἐξ ὧν ποτίζουσι τὰ πρόβατα τοῦ πατρός “(ibid.), τὴν καθαρωτάτην λέγω τοῦ λογισμοῦ ποίμνην, ἀσφάλειαν καὶ κόσμον περιφέρουσαν ἐν ταὐτῷ."],["112","παραγενόμενοι δ’ οἱ φθόνου καὶ βασκανίας ἑταῖροι, πονηρᾶς ἀγέλης ἡγεμόνες, ἐλαύνουσιν αὐτὰς τῆς κατὰ φύσιν χρήσεως (ibid. 17). αἱ μὲν γὰρ τὰ ἐκτὸς ἄγουσιν εἴσω πρὸς οἷα δικαστὴν καὶ βασιλέα τὸν νοῦν, ἵν’ ἄρχοντι χρώμεναι τῷ βελτίστῳ κατορθῶσιν·"],["113","οἱ δ’ ἀντικάθηνται διώκοντες καὶ τἀναντία παραγγέλλοντες, ἔξω τὸν νοῦν ἐπισπᾶσθαι καὶ ἀγώγιμα παραδιδόναι τὰ φαινόμενα, μέχρις „ἀναστὰς “ὁ τέως ἠρεμεῖν τρόπος δοκῶν φιλάρετος καὶ ἐπιθειάσας, ὄνομα Μωυσῆς, ὑπερασπίσει καὶ „ῥύσεται αὐτὰς “τῶν κατεχόντων, ποτίμοις λόγοις θρέψας τὴν τοῦ πατρὸς ποίμνην (ibid.)."],["114","ἐκφυγοῦσαι δὲ τὴν ἐπίθεσιν τῶν διανοίας μὲν ἐχθρῶν, τὰ δὲ περίαπτα ὥσπερ ἐν τραγῳδίᾳ μόνα ἐζηλωκότων οὐκέτι πρὸς Ἰοθόρ, ἀλλὰ πρὸς Ῥαγουὴλ ἀφικνοῦνται (ibid. 17. 18). καταλελοίπασι μὲν γὰρ τὴν πρὸς τῦφον συγγένειαν, ᾠκείωνται δὲ ἀγωγῇ νομίμῳ, μοῖρα τῆς ἱερᾶς ἀγέλης ἀξιώσασαι γενέσθαι, ἧς ὁ θεῖος ἀφηγεῖται λόγος, ὡς δηλοῖ τοὔνομα· ποιμασία γάρ ἐστι θεοῦ."],["115","ποίμνης δ’ ἐπιμελουμένου τῆς ἰδίας, ἐξ ἑτοίμου ἀγαθὰ πάρεστιν ἀθρόα τοῖς πειθαρχοῦσι καὶ μὴ ἀφηνιάζουσι τῶν θρεμμάτων. ᾄδεται δὲ καὶ ἐν ὕμνοις ᾆσμα τοιοῦτον· „κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει “(Psalm. 22, 1)."],["116","πεύσεται οὖν εἰκότως ὁ ποιμένι καὶ βασιλεῖ χρώμενος τῷ θείῳ λόγῳ νοῦς τῶν ἑπτὰ θυγατέρων αὐτοῦ· διὰ τί συντείνασαι μετὰ πολλοῦ τάχους τήμερον ἀφῖχθε (Exod. 2, 18); πρότερον γὰρ ὅτ’ ἐνετυγχάνετε τοῖς αἰσθητοῖς, μακρὸν χρόνον ἔξω διατρίβουσαι μόλις ἐπανῄειτε δελεαζόμεναι πρὸς αὐτῶν· νυνὶ δ’ οὐκ οἶδ’ ὅ τι παθοῦσαι συντόνως παρὰ τὸ εἰωθὸς ἐπανήκετε."],["117","φήσουσιν οὖν, ὅτι οὐκ αὐταὶ γεγόνασιν αἴτιαι τοῦ τὸν δίαυλον ἐπὶ τὰ αἰσθητὰ καὶ ἀπὸ τῶν αἰσθητῶν ἀπνευστὶ καὶ μετὰ πολλῆς ῥύμης δραμεῖν, ἀλλ’ ὁ ῥυσάμενος αὐτὰς ἄνθρωπος ἀπὸ τῶν τῆς ἀγρίας ἀγέλης ποιμένων. Αἰγύπτιον δὲ καλοῦσι Μωυσῆν (ibid. 19), τὸν οὐ μόνον Ἑβραῖον, ἀλλὰ καὶ τοῦ καθαρωτάτου γένους ὄντα Ἑβραίων, ὃ ἱερᾶται μόνον, οὐ δυνάμεναι τὴν ἑαυτῶν φύσιν ὑπερβῆναι."],["118","μεθόριοι γὰρ αἱ αἰσθήσεις οὖσαι [τῶν] νοητῶν τε καὶ αἰσθητῶν ἀγαπητὸν ἐὰν ἑκατέρων ἐφιῶνται, ἀλλὰ μὴ ὑπὸ μόνων τῶν αἰσθητῶν ἄγωνται· τὸ δ’ οἴεσθαι ὅτι μόνοις ποτὲ τοῖς κατὰ διάνοιαν ἐπανέξουσιν εὐήθεια πολλή. οὗ χάριν ἀμφότερα τιθέασι, διὰ μὲν τοῦ „ἄνθρωπος “τὰ μόνῳ λόγῳ θεωρητὰ μηνύουσαι, διὰ δὲ τοῦ „Αἰγύπτιος “παριστᾶσαι τὰ αἰσθητά."],["119","ταῦτ’ ἀκούσας καὶ πάλιν πεύσεται· „ποῦ ἐστιν “ὁ ἄνθρωπος (ibid. 20); ἐν τίνι μέρει τῶν καθ’ ὑμᾶς οἰκεῖ τὸ λογικὸν εἶδος; „ἵνα τί αὐτὸν “ῥᾳδίως οὕτω „καταλελοίπατε “(ibid.), ἀλλ’ οὐχ ἅπαξ ἐντυχοῦσαι περιέσχετε κτῆμα κάλλιστον καὶ λυσιτελέστατον ἑαυταῖς;"],["120","ἀλλ’ εἰ μὴ πρότερον, νῦν „αὐτὸν καλέσατε, ὅπως ἂν φάγῃ “(ibid.) καὶ τραφῇ ταῖς ὑμετέραις βελτιώσεσι καὶ πρὸς αὐτὸν οἰκειώσεσι. τάχα γὰρ καὶ οἰκήσει παρ’ ἡμῖν καὶ τὸ πτηνὸν καὶ [τὸ] θεοφόρητον καὶ προφητικὸν γένος, ὄνομα Σεπφώραν, ἄξεται (ibid. 21)."],["121","Ταῦτα καὶ περὶ τούτων. ἀλλὰ καὶ τὸν Ὠσηὲ μετονομάζει Μωυσῆς εἰς τὸν Ἰησοῦν (Num. 13, 17), τὸν ποιὸν εἰς ἕξιν μεταχαράττων. Ὠσηὲ μὲν γὰρ ἑρμηνεύεται ποιὸς οὗτος, Ἰησοῦς δὲ σωτηρία κυρίου, ἕξεως ὄνομα τῆς ἀρίστης."],["122","ἕξεις γὰρ τῶν κατ’ αὐτὰς ποιῶν ἀμείνους, ὡς μουσικὴ μουσικοῦ καὶ ἰατρικὴ ἰατροῦ καὶ παντὸς τεχνίτου τέχνη ποιά, καὶ ἀιδιότητι καὶ δυνάμει καὶ τῇ περὶ τὰ θεωρήματα ἀπταίστῳ ἀκρότητι. ἡ μὲν γὰρ ἕξις ἀίδιον, ἐνεργοῦν, τέλειον, ὁ δὲ ποιὸς θνητόν, πάσχον, ἀτελές· κρεῖττον δὲ θνητοῦ μὲν τὸ ἄφθαρτον, πάσχοντος δὲ τὸ δρῶν αἴτιον, τὸ δὲ τέλειον ἀτελοῦς."],["123","οὕτω μετεχαράχθη καὶ τὸ τοῦ λεχθέντος νόμισμα πρὸς ἰδέαν βελτίονα. ὁ δὲ Χάλεβ καὶ αὐτὸς ὅλος ἀλλάττεται· „ἐγένετο “γάρ φησι „πνεῦμα ἕτερον ἐν αὐτῷ “(Num. 14, 24), ὡσανεὶ τοῦ ἡγεμονικοῦ μεταβαλόντος πρὸς ἄκραν τελειότητα."],["124","καὶ γὰρ ἑρμηνευθείς ἐστι Χάλεβ πᾶσα καρδία· τοῦτο δὲ σύμβολον τοῦ μὴ ἐκ μέρους ἐπαμφοτερίζουσαν καὶ ἀντιρρέπουσαν, ἀλλ’ ὅλην δι’ ὅλου τὴν ψυχὴν μεταβεβλῆσθαι πρὸς τὸ δόκιμον, κἂν εἴ τι μὴ πάνυ ἐπαινετὸν εἴη, λόγοις τοῖς περὶ μετανοίας ἐξοικίσασαν· οὕτω γὰρ ἐκνιψαμένη τὰ καταρρυπαίνοντα καὶ τοῖς φρονήσεως λουτροῖς χρησαμένη καὶ καθαρσίοις ἔμελλε φαιδρύνεσθαι."],["125","Τὸν δὲ ἀρχιπροφήτην συμβέβηκεν εἶναι πολυώνυμον. ὁπότε μὲν γὰρ τοὺς χρησμῳδουμένους χρησμοὺς ἑρμηνεύων ὑφηγεῖται, προσαγορεύεται Μωυσῆς· ὁπότε δ’ εὐχόμενος εὐλογεῖ τὸν λεών, ἄνθρωπος θεοῦ (Deut. 33, 1)· ἡνίκα δὲ Αἴγυπτος τὰς ὑπὲρ τῶν ἀσεβηθέντων δίκας ἐκτίνει, τοῦ βασιλεύοντος τῆς χώρας Φαραὼ θεός (Exod. 7, 1)."],["126","διὰ τί δέ; ὅτι τὸ μὲν νόμους μεταγράφειν ἐπ’ ὠφελείᾳ τῶν ἐντευξομένων ψηλαφῶντός ἐστι καὶ διὰ χειρὸς ἔχοντος ἀεὶ τὰ θεῖα καὶ ἀνακεκλημένου (Exod. 24, 1) ὑπὸ τοῦ θεσπιῳδοῦ νομοθέτου καὶ εἰληφότος παρ’ αὐτοῦ μεγάλην δωρεάν, ἑρμηνείαν καὶ προφητείαν νόμων ἱερῶν· μεταληφθεὶς γὰρ Μωυσῆς καλεῖται λῆμμα, δύναται δὲ καὶ ψηλάφημα διὰ τὰς εἰρημένας αἰτίας."],["127","τὸ δέ γε εὔχεσθαι καὶ εὐλογεῖν οὐκ ἔστι τοῦ τυχόντος, ἀλλ’ ἀνθρώπου τὴν πρὸς γένεσιν μὴ ἑωρακότος συγγένειαν, προσκεκληρωκότος δὲ ἑαυτὸν τῷ πάντων ἡγεμόνι καὶ πατρί·"],["128","ἀγαπητὸν γάρ, εἴ τῳ ἐξεγένετο εὐλογιστίᾳ χρῆσθαι, τὸ δέ γε καὶ ἑτέροις περιποιεῖν τὸ ἀγαθόν, τοῦτο μείζονος καὶ τελειοτέρας ψυχῆς καὶ ὡς ἀληθῶς θειαζούσης ἦν ἐπάγγελμα, ἧς ὁ τυχὼν εἰκότως θεὸς κεκλήσεται. θεὸς δὲ ὁ αὐτὸς οὗτος ἅτε σοφὸς ὢν καὶ διὰ τοῦτ’ ἄρχων παντὸς ἄφρονος, κἂν εἰ τοῖς βασιλείοις σκήπτροις ἐκεῖνος ἐφιδρύοιτο μεγαλαυχῶν καὶ διὰ τοῦτο οὐχ ἥκιστα."],["129","βούλεται γὰρ ὁ τῶν ὅλων ἡγεμών, κἂν ἀφόρητα ἀδικοῦντές τινες μέλλωσι κολάζεσθαι, παραιτητὰς ἔχειν τοὺς ἐντευξομένους ὑπὲρ αὐτῶν, οἳ τὴν τοῦ πατρὸς ἵλεω δύναμιν ἀπομιμούμενοι μετριώτερον καὶ φιλανθρωπότερον χρήσονται ταῖς τιμωρίαις· θεοῦ δὲ τὸ εὐεργετεῖν ἴδιον."],["130","Ἀποχρώντως οὖν περὶ τῆς τῶν ὀνομάτων ἀλλαγῆς τε καὶ μεταθέσεως εἰρηκότες ἐπὶ τὰ ἑξῆς τῆς ἐφόδου τρεψόμεθα κεφάλαια. εἵπετο δ’ εὐθὺς ἡ γένεσις Ἰσαάκ· καλέσας γὰρ τὴν μητέρα αὐτοῦ Σάρραν ἀντὶ Σάρας φησὶ τῷ Ἀβραάμ· „δώσω σοι ἐξ αὐτῆς τέκνον “(Gen. 17, 16). ἐν μέρει δ’ ἕκαστον ἀκριβωτέον."],["131","ὁ τοίνυν κυρίως διδοὺς ὁτιοῦν ἴδιόν τι πάντως ἑαυτοῦ δίδωσιν· εἰ δὲ τοῦτ’ ἀψευδές ἐστι, γένοιτ’ ἂν Ἰσαὰκ οὐχ ὁ ἄνθρωπος, ἀλλ’ ὁ συνώνυμος τῆς ἀρίστης τῶν εὐπαθειῶν, χαρᾶς, γέλως, ὁ ἐνδιάθετος υἱὸς θεοῦ τοῦ διδόντος αὐτὸν μείλιγμα καὶ εὐθυμίαν εἰρηνικωτάταις ψυχαῖς."],["132","ἄτοπον μὲν γὰρ ἕτερον ἄνδρα εἶναι, ἐξ ἑτέρου δὲ νόθα καὶ μοιχίδια παιδοποιεῖσθαι· καὶ μὴν τόν γε θεὸν ἄνδρα τῆς φιλαρέτου διανοίας Μωυσῆς ἀναγράφει δι’ ὧν φησιν· „ἰδὼν κύριος, ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς “(Gen. 29, 31)."],["133","ἔλεον γὰρ καὶ οἶκτον λαβὼν τῆς ὑπὸ τοῦ θνητοῦ γένους μισουμένης ἀρετῆς καὶ ψυχῆς τῆς φιλαρέτου στειροῖ μὲν*** τὴν φιλόκαλον φύσιν, ἀνοίγνυσι δὲ τῆς εὐπαιδίας πηγὴν εὐτοκίαν αὐτῇ χαριζόμενος."],["134","ἡ δὲ Θάμαρ ἐγκύμων τε γενομένη θείων σπερμάτων καὶ τὸν μὲν σπείραντα οὐκ ἰδοῦσα— λέγεται γὰρ τότε „ἐγκαλύψασθαι τὸ πρόσωπον “(Gen. 38, 15), ὡς Μωυσῆς, ἡνίκα ἀπεστράφη εὐλαβούμενος τὸν θεὸν ἰδεῖν (Exod. 3, 6)—, τὰ δὲ σύμβολα καὶ τὰ μαρτύρια διαθρήσασα καὶ παρ’ αὑτῇ δικάσασα, ὅτι θνητὸς ταῦτ’ οὐ δίδωσιν, ἀνέκραγεν· „οὗτινος ταῦτ’ ἐστίν, ἐξ ἐκείνου ἐν γαστρὶ ἔχω “(Gen. 38, 25)."],["135","τίνος ὁ δακτύλιος, ἡ πίστις, ἡ τῶν ὅλων σφραγίς, ἡ ἀρχέτυπος ἰδέα, ᾗ τὰ πάντ’ ἀνείδεα ὄντα καὶ ἄποια σημειωθέντα ἐτυπώθη; τίνος δὲ καὶ ὁ ὁρμίσκος, ἡ [ὁ κόσμος] εἱμαρμένη, ἀκολουθία καὶ ἀναλογία τῶν συμπάντων εἱρμὸν ἔχουσα ἀδιάλυτον; τίνος δὲ καὶ ἡ ῥάβδος (ibid.), τὸ ἐρηρεισμένον, τὸ ἀκράδαντον, τὸ ἄτρεπτον, ἡ νουθεσία, ὁ σωφρονισμός, ἡ παιδεία; τὸ σκῆπτρον, ἡ βασιλεία, τίνος; ἆρ’ οὐχὶ μόνου θεοῦ;"],["136","τοιγαροῦν ὁ ἐξομολογητικὸς τρόπος, Ἰούδας, ἡσθεὶς αὐτῆς τῷ κατεχομένῳ καὶ θεοφορήτῳ παρρησιάζεται λέγων· „δεδικαίωται, ἧς ἕνεκα αἰτίας ἐγὼ οὐδενὶ θνητῷ αὐτὴν ἔδωκα„ (ibid. 26), ἀσεβὲς ἡγούμενος μιαίνειν"],["137","βεβήλοις τὰ θεῖα. μηνύει δὲ καὶ ἡ τρόπον μητρὸς ἀποκυήσασα φρόνησις τὸ αὐτομαθὲς γένος, ὅτι θεὸς αὐτὸ ἔσπειρε· τεχθέντος γὰρ ἐπισεμνύνεται φάσκουσα· „γέλωτά μοι ἐποίησεν ὁ κύριος “(Gen. 21, ὁ), ἴσον τῷ τὸν Ἰσαὰκ διέπλασεν, ἐδημιούργησεν, ἐγέννησεν, ἐπειδὴ γέλωτι ὁ αὐτὸς ἦν."],["138","ἀλλ’ οὐ παντός ἐστιν ἀκοῦσαι τὸ ἄκουσμα τοῦτο, πολλοῦ τοῦ δεισιδαιμονίας ῥυέντος παρ’ ἡμῖν κακοῦ καὶ τὰς ἀνάνδρους καὶ ἀγεννεῖς ψυχὰς ἐπικλύσαντος. διὸ προστίθησιν· „ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι “(ibid.), ὡς ὀλίγων ὄντων, οἷς τὰ ὦτα ἀναπέπταται καὶ ἀνωρθίασται πρὸς τὴν τῶν ἱερῶν τούτων λόγων ὑποδοχήν, οἳ διδάσκουσιν, ὡς ἄρα μόνου θεοῦ σπείρειν καὶ γεννᾶν τὰ καλὰ ἔργον ἴδιον·"],["139","πρὸς οὓς οἱ ἄλλοι πάντες κεκώφηνται. στόματι δ’ οἶδά ποτε προφητικῷ θεσπισθέντα διάπυρον τοιόνδε χρησμόν· „ἐξ ἐμοῦ ὁ καρπός σου εὕρηται. τίς σοφὸς καὶ συνήσει ταῦτα; συνετὸς καὶ γνώσεται αὐτά “(Hos. 14, 9. 10); τὸν δ’ ὑπηχοῦντα καὶ κρούοντα ἀόρατον ἀοράτως τὸ φωνῆς ὄργανον ἐνενόουν καὶ ἐθαύμαζον ἅμα καταπληττόμενος καὶ τὸ εἰρημένον."],["140","εἰ γάρ τι ἀγαθὸν ἐν τοῖς οὖσι*** μᾶλλον δὲ καὶ ὁ σύμπας οὐρανός τε καὶ κόσμος, εἰ δεῖ τἀληθὲς εἰπεῖν, θεοῦ καρπός ἐστιν, ὑφ’ οἷα δένδρου συνεχόμενος τῆς ἀιδίου καὶ ἀειθαλοῦς φύσεως. συνετῶν δ’ ἐστὶ καὶ σοφῶν ἀνδρῶν τὰ τοιαῦτα γινώσκειν καὶ ὁμολογεῖν, οὐκ ἀσήμων."],["141","Τί μὲν οὖν ἐστι τὸ „δώσω σοι “λέλεκται, τὸ δ’ „ἐξ αὐτῆς “(Gen. 17, 16) μηνυτέον. οἱ μὲν οὖν τὸ ἔξω γινόμενον αὐτῆς ἐδέξαντο νομίζοντες ἄριστον κεκρίσθαι παρὰ ὀρθῷ λόγῳ τὸ μηδὲν ἀποφαίνειν τὴν ψυχὴν ἴδιον αὑτῆς καλόν, ἀλλὰ προσγινόμενον ἔξωθεν κατὰ τὴν μεγαλόνοιαν τοῦ χάριτας ὀμβροῦντος θεοῦ· οἱ δὲ τὸ παραυτίκα τάχος·"],["142","ἴσον γὰρ εἶναι τὸ ἐξ αὐτῆς τῷ παραχρῆμα, εὐθύς, ἀνυπερθέτως, ἄνευ μελλήσεως. τοῦτον δὲ τὸν τρόπον αἱ θεῖαι φιλοῦσι συμβαίνειν δωρεαὶ φθάνουσαι καὶ τὰ χρόνων διαστήματα. τρίτοι δέ εἰσιν οἱ τὴν ἀρετὴν μητέρα τοῦ γενητοῦ εἶναι λέγοντες ἀγαθοῦ, λαμβάνουσαν τὰς γονὰς παρὰ μηδενὸς θνητοῦ."],["143","πρὸς δὲ τοὺς ζητοῦντας, εἰ στεῖρα τίκτει— Σάρραν γὰρ εἰσάγοντες πάλαι στεῖραν οἱ χρησμοὶ νῦν ὅτι γενήσεται μήτηρ ὁμολογοῦσι—, λεκτέον ἐκεῖνο, ὅτι γυνὴ μὲν στεῖρα τίκτειν οὐ πέφυκεν, ὥσπερ οὐδὲ τυφλὸς βλέπειν οὐδὲ κωφὸς ἀκούειν, ψυχὴ δ’ ἡ πρὸς τὰ φαῦλα ἐστειρωμένη καὶ παθῶν ἀμετρίας καὶ κακιῶν ἄγονος μόνη σχεδὸν εὐτοκίᾳ χρῆται, τὰ ἀξιέραστα τίκτουσα, τὸν ἀριθμὸν ἑπτὰ κατὰ τὸ ᾀδόμενον ᾆσμα ὑπὸ τῆς χάριτος, Ἄννης, ἥ φησιν· „στεῖρα ἔτεκεν ἑπτά, ἡ δὲ πολλὴ ἐν τέκνοις ἠσθένησε “(I Reg. 2, 5)."],["144","καλεῖ δὲ πολλὴν μὲν τὴν ἐκ μιγάδων καὶ συγκλύδων λογισμῶν συμπεφορημένην διάνοιαν, ἣ διὰ τὸ πλῆθος τῶν περὶ αὐτὴν ὄχλων καὶ θορύβων ἀνήκεστα κακὰ τίκτει, στεῖραν δὲ τὴν μὴ παραδεχομένην θνητὸν ὡς γόνιμον σπόρον, ἀλλὰ τὰς τῶν φαύλων ὁμιλίας καὶ συνουσίας ἀναλίσκουσάν τε καὶ διαφθείρουσαν, περιεχομένην δὲ τῆς ἑβδόμης καὶ τοῦ κατ’ αὐτὴν εἰρηνικωτάτου· τούτου γὰρ ἐγκύμων τε εἶναι βούλεται καὶ μήτηρ λέγεσθαι."],["145","Τοιοῦτον ἦν καὶ τὸ „ἐξ αὐτῆς “· τὸ δὲ τρίτον, ὃ δὴ „τέκνον “ἐλέγετο, νῦν διασκεψώμεθα. πρῶτον μὲν τοίνυν ἄξιον θαυμάσαι τὸ μὴ πολλὰ τέκνα φάναι δώσειν, ἓν δὲ χαριεῖσθαι μόνον. διὰ τί δέ; ὅτι τὸ καλὸν οὐκ ἐν πλήθει μᾶλλον ἢ δυνάμει πέφυκεν ἐξετάζεσθαι."],["146","μουσικὰ μὲν γάρ, εἰ τύχοι, καὶ γραμματικὰ καὶ γεωμετρικὰ καὶ δίκαια καὶ φρόνιμα καὶ ἀνδρεῖα καὶ σώφρονα πάμπολλά ἐστιν· αὐτὸ δὲ τοῦτο τὸ μουσικὸν καὶ γραμματικὸν καὶ γεωμετρικόν, ἔτι δὲ δίκαιον καὶ σῶφρον φρόνιμόν τε καὶ ἀνδρεῖον ἓν αὐτὸ μόνον τὸ ἀνωτάτω, μηδὲν ἰδέας ἀρχετύπου διαφέρον, ἀφ’ οὗ τὰ πολλὰ καὶ ἀμύθητα ἐκεῖνα διεπλάσθη."],["147","ταῦτα μὲν περὶ τοῦ ἓν φάναι δώσειν· νυνὶ δὲ τέκνον εἴρηκεν οὐκ ἀμελῶς οὐδ’ ἀπερισκέπτως, ἀλλ’ ἕνεκα τοῦ παραστῆσαι, ὅτι οὐκ ὀθνεῖον οὐδ’ ὑποβολιμαῖον οὐδ’ αὖ θετὸν ἢ νόθον, ἀλλὰ γνήσιον καὶ ἀστεῖον [ὅτι οὐκ ὀθνεῖον] ὄντως ἀστῆς ψυχῆς ἔγγονον. παρὰ γὰρ τὸν τόκον τὸ τέκνον εἴρηται πρὸς ἔμφασιν οἰκειότητος, ᾗ φυσικῶς ἁρμόζεται τέκνα γονεῦσιν."],["148","„Εὐλογήσω “δέ φησιν „αὐτήν, καὶ ἔσται εἰς ἔθνη “(Gen. 17, 16), δηλῶν ὅτι οὐ μόνον ἡ γενικὴ ἀρετὴ ὡς ἂν εἰς ἔθνη τὰ προσεχέστατα εἴδη τέμνεται καὶ τὰ ὑπὸ τοῖς εἴδεσιν, ἀλλὰ καὶ ὅτι συμβέβηκεν ὡς ζῴων οὕτω καὶ πραγμάτων εἶναι τρόπον τινὰ ἔθνη, οἷς μέγα ὄφελος ἀρετὴν προσεῖναι."],["149","τὰ γὰρ ἔρημα καὶ χῆρα φρονήσεως πάντα ἐπιζήμια, καθάπερ οἷς οὐκ ἐπιλάμπει ἥλιος ἐξ ἀνάγκης ζοφερά. ἀρετῇ μὲν γὰρ γεωπόνος ἄμεινον φυτῶν ἐπιμελεῖται, ἀρετῇ δὲ καὶ ἡνίοχος ἅρμα ἐν ἱπποδρομίαις ἄπταιστον ἐλαύνει, ἀρετῇ δὲ καὶ κυβερνήτης [οἰακονόμος] οἰακονομεῖ κατὰ πλοῦν τὸ σκάφος. ἀρετὴ καὶ οἰκίας καὶ πόλιν καὶ χώραν βέλτιον οἰκεῖσθαι παρεσκεύασεν, οἰκονομικούς, πολιτικούς, κοινωνικοὺς ἄνδρας δημιουργοῦσα."],["150","ἀρετὴ καὶ νόμους ἀρίστους εἰσηγήσατο καὶ τὰ εἰρήνης κατεβάλετο πανταχοῦ σπέρματα· ἐπεὶ καὶ ὑπὸ τῆς ἐναντίας ἕξεως πέφυκε γίνεσθαι τἀναντία, πόλεμος, ἀνομία, κακοπολιτεῖαι, συγχύσεις, δύσπλοιαι, περιτροπαί, ἡ ἐν ταῖς ἐπιστήμαις ἀργαλεωτάτη νόσος, πανουργία, ἀφ’ ἧς ἀντὶ τεχνῶν κακοτεχνίαι προσερρήθησαν. ἀναγκαίως οὖν εἰς ἔθνη χωρήσει ἡ ἀρετή, ζῴων ὁμοῦ καὶ πραγμάτων μεγάλα καὶ ἀθρόα συστήματα, ἐπὶ τῇ τῶν δεχομένων ὠφελείᾳ."],["151","Λέγεται δὲ ἑξῆς, ὅτι „καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτῆς ἔσονται “(ibid.). οὓς γὰρ κυοφορεῖ καὶ ἀποτίκτει, πάντες εἰσὶν ἡγεμόνες, οὐ κλήρῳ, πράγματι ἀβεβαίῳ, καὶ χειροτονίᾳ ἐμμίσθων τὰ πολλὰ ἀνθρώπων πρὸς ὀλίγον χρόνον αἱρεθέντες, ἀλλ’ ὑπὸ φύσεως εἰς ἀεὶ κατασταθέντες αὐτῆς."],["152","οὗτος δ’ οὐκ ἐμὸς μῦθος, ἀλλὰ χρησμῶν τῶν ἱερωτάτων ἐστίν, ἐν οἷς εἰσάγονταί τινες λέγοντες τῷ Ἀβραάμ· „βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν “(Gen. 23, 6), οὐ τὰς ὕλας ἐξετάσαντες,— τίνες γὰρ ἦσαν ἀνδρὶ μετανάστῃ καὶ μηδὲ πόλιν οἰκοῦντι, πολλὴν δὲ καὶ ἐρήμην καὶ ἄβατον ἀλωμένῳ γῆν;— ἀλλὰ τὴν ἐν τῇ διανοίᾳ βασιλικὴν ἕξιν κατανοήσαντες, ὥστ’ ἀνομολογῆσαι κατὰ Μωυσῆν μόνον τὸν σοφὸν βασιλέα."],["153","καὶ γὰρ ὄντως ὁ μὲν φρόνιμος ἡγεμὼν ἀφρόνων ἐστὶν εἰδὼς ἃ χρὴ ποιεῖν τε καὶ ἃ μή, ὁ δὲ σώφρων ἀκολάστων τὰ περὶ τὰς αἱρέσεις καὶ φυγὰς ἠκριβωκὼς οὐκ ἀμελῶς, δειλῶν δὲ ὁ ἀνδρεῖος ἃ δεῖ ὑπομένειν καὶ ἃ μὴ σαφῶς ἐκμαθών, ἀδίκων δὲ ὁ δίκαιος ἰσότητος ἐν τοῖς ἀπονεμητέοις ἀρρεποῦς στοχαζόμενος, ὁ δ’ ὅσιος ἀνοσίων [ἐν] ἀρίσταις ὑπολήψεσι ταῖς περὶ θεοῦ κατεσχημένος."],["154","Ταύταις εἰκὸς ἦν ταῖς ὑποσχέσεσι τὸν νοῦν ἐκφυσηθέντα μετέωρον ἀρθῆναι. ὁ δὲ πρὸς ἔλεγχον ἡμῶν, οἳ καὶ ἐπὶ τοῖς μικροτάτοις εἰώθαμεν ὑψαυχενεῖν, πίπτει καὶ εὐθὺς γελᾷ (Gen. 17, 17) τὸν ψυχῆς γέλωτα, σκυθρωπάζων μὲν τῷ προσώπῳ, μειδιῶν δὲ τῇ διανοίᾳ, πολλῆς καὶ ἀκράτου χαρᾶς εἰσοικισαμένης."],["155","ἀμφότερα δὲ κατὰ τὸν αὐτὸν χρόνον συμβαίνει τῷ μείζονα ἐλπίδος ἀγαθὰ κληρονομοῦντι σοφῷ, γελᾶν τε καὶ πίπτειν· τὸ μὲν εἰς πίστιν τοῦ μὴ μεγαλαυχεῖν διὰ κατάγνωσιν τῆς θνητῆς οὐδενείας, τὸ δ’ εἰς εὐσεβείας βεβαίωσιν διὰ τὸ μόνον χαρίτων καὶ ἀγαθῶν νομίζειν τὸν θεὸν αἴτιον."],["156","πιπτέτω μὲν δὴ καὶ σκυθρωπαζέτω γένεσις, φυσικῶς— ἀνίδρυτός τε γὰρ καὶ ἐπίλυπος ἐξ ἑαυτῆς ἐστιν—, ἀνιστάσθω δὲ ὑπὸ θεοῦ καὶ γελάτω· τὸ γὰρ ἔρεισμα αὐτῆς καὶ ἡ χαρὰ μόνος οὗτός ἐστιν."],["157","εἰκότως δ’ ἂν ἀπορήσειέ τις, πῶς ἐνδέχεται γελᾶν τινα, μήπω γέλωτος εἰς τὴν καθ’ ἡμᾶς γένεσιν ἐλθόντος· ὁ γὰρ Ἰσαάκ ἐστι γέλως, ὃς κατὰ τὴν παροῦσαν σκέψιν οὔπω γεγένηται. ὥσπερ γὰρ οὔτε βλέπειν χωρὶς ὀφθαλμῶν οὔτ’ ἀκούειν χωρὶς ὤτων οὔτε δίχα μυκτήρων ὀσφραίνεσθαι οὐδ’ αὖ ταῖς ἄλλαις αἰσθήσεσιν ἄνευ τῶν κατ’ αὐτὰς ὀργάνων χρῆσθαι οὔτε καταλαμβάνειν δίχα λογισμοῦ, οὕτως οὐδὲ γελᾶν εἰκὸς ἦν, εἰ μὴ γέλως ἐδεδημιούργητο. τί οὖν χρὴ λέγειν;"],["158","πολλὰ ἡ φύσις τῶν μελλόντων γίνεσθαι διά τινων συμβόλων προμηνύει. ἢ τὸν νεοττὸν οὐχ ὁρᾷς, ὅς, πρὶν ἀέρι ἐπινήχεσθαι, πτερύσσεσθαι καὶ τοὺς ταρσοὺς διασείειν φιλεῖ, τὴν ἐλπίδα τοῦ πέτεσθαι δυνήσεσθαι προευαγγελιζόμενος;"],["159","ἀμνὸν δ’ ἢ χίμαρον ἢ βοῦν ἔτι νεογνὸν οὐκ εἶδες, μήπω τῶν κεράτων ἐκπεφυκότων, ὁπότε διερεθίζει τις, ἀντιβεβηκότα καὶ τοῖς μέρεσιν ἐκείνοις ὁρμῶντα πρὸς ἄμυναν, ἐξ ὧν ἡ φύσις τὰ ἀμυντήρια ὅπλα ἀναδίδωσιν;"],["160","ἔν γε μὴν ταῖς θηριομαχίαις οὐκ εὐθὺς οἱ ταῦροι τοὺς ἀντιτεταγμένους ἀναπείρουσιν, ἀλλ’ εὖ μάλα διαβάντες καὶ μετρίως τὸν αὐχένα χαλάσαντες καὶ θάτερον ἐκκλίναντες καὶ ταυρωπὸν ὄντως ἀποβλεψάμενοι τηνικαῦτα ἐπίασιν, ἔργου ἑξόμενοι. τὸ δὲ γινόμενον ὄρουσιν ἐκάλεσαν, οἷς ὀνοματοποιεῖν ἔθος, ὁρμήν τινα πρὸ ὁρμῆς ὑπάρχουσαν."],["161","ὅμοιον δή τι καὶ ἡ ψυχὴ τὰ πολλὰ πάσχει· ἐλπιζομένου γὰρ τἀγαθοῦ προγήθει, ὡς τρόπον τινα χαίρειν πρὸ χαρᾶς καὶ εὐφραίνεσθαι πρὸ εὐφροσύνης. εἰκάσαι δ’ ἄν τις αὐτὸ καὶ τῷ περὶ τὰ φυτὰ συμβαίνοντι· καὶ γὰρ ταῦτα, ὁπότε μέλλοι καρποφορεῖν, προβλαστάνει καὶ προανθεῖ καὶ χλοηφορεῖ."],["162","τὴν ἡμερίδα ἄμπελον ἴδε, ὡς ὑπὸ φύσεως τεθαυματούργηται, κληματίσιν, ἕλιξι, μοσχεύμασι, πετάλοις, οἰνάροις, ἃ φωνὴν μονονοὐκ ἀφιέντα μηνύει τὴν ἐπὶ τῷ μέλλοντι καρπῷ τοῦ δένδρου χαράν. καὶ ἡ ἡμέρα μέντοι προγελᾷ πρὸς βαθὺν ὄρθρον μέλλοντος ἀνίσχειν ἡλίου· αὐγὴ γὰρ αὐγῆς ἄγγελος καὶ φῶς φωτὸς ἀμυδρότερον τηλαυγεστέρου προεξέρχεται."],["163","ἥκοντι μὲν οὖν ἤδη τῷ ἀγαθῷ συνομαρτεῖ χαρά, προσδοκωμένῳ δὲ ἐλπίς· ἀφικομένῳ μὲν γὰρ χαίρομεν, μέλλοντος δὲ ἐλπίζομεν, καθάπερ καὶ ἐπὶ τῶν ἐναντίων ἔχειν συμβέβηκεν· ἡ μὲν γὰρ παρουσία τοῦ κακοῦ λύπην, ἡ δὲ προσδοκία φόβον ἐγέννησεν. φόβος δὲ ἄρα ἦν οὐδὲν ἢ λύπη πρὸ λύπης, ὥσπερ ἐλπὶς χαρὰ πρὸ χαρᾶς· ὃ γάρ, οἶμαι, πρὸς λύπην φόβος, τοῦτο πρὸς χαρὰν ἐλπίς."],["164","σημεῖα δὲ τοῦ λεγομένου καὶ αἰσθήσεις ἐναργῆ περιφέρουσι· γεύσεως γὰρ ὄσφρησις προκαθημένη τὰ πρὸς ἐδωδὴν καὶ πόσιν σχεδὸν ἅπαντα προδικάζει· ἀφ’ οὗ καὶ προγευστρίδα αὐτὴν ἐκάλεσαν εἰς τὴν ἐνάργειαν ἀπιδόντες εὐθυβόλως ἔνιοι. πέφυκε δὲ καὶ ἡ ἐλπὶς ὡσανεὶ τοῦ μέλλοντος ἀγαθοῦ προγεύεσθαι καὶ διασυνιστάνειν αὐτὸ ψυχῇ τῇ βεβαίως κτησομένῃ."],["165","κἀν ταῖς ὁδοιπορίαις μέντοι πεινήσας τις καὶ διψήσας, πηγὰς ἐξαίφνης ἰδὼν ἢ δένδρα παντοῖα ἡμέροις βρίθοντα καρποῖς, μήπω φαγὼν ἢ πιών, ἀλλὰ μηδ’ ἀρυσάμενος ἢ δρεψάμενος ἐλπίδι τῆς ἀπολαύσεως προπληροῦται. εἶτ’ οἰόμεθα ταῖς μὲν τοῦ σώματος τροφαῖς καὶ πρὸ τῆς χρήσεως ἑστιᾶσθαι δύνασθαι, τὰς δὲ τῆς διανοίας οὐχ ἱκανὰς εἶναι καὶ ὁπότε μέλλοιεν ἑστιᾶν προευφραίνειν;"],["166","Ἐγέλασεν οὖν εἰκότως μήπω δοκοῦντος ἐν τῷ θνητῷ γένει σπαρῆναι τοῦ γέλωτος· καὶ οὐ μόνον αὐτός, ἀλλὰ καὶ ἡ γυνὴ γελᾷ. λέγεται γὰρ αὖθις· \" ἐγέλασε δὲ Σάρρα ἐν ἑαυτῇ λέγουσα· οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν “(Gen. 18, 12) ἄνευ μελέτης ἀπαυτοματίζον ἀγαθόν· ὁ δ’ ὑποσχόμενος „κύριός μου καὶ πρεσβύτερος “(ibid.) πάσης γενέσεώς ἐστιν, ᾧ πιστεύειν ἀναγκαῖον."],["167","ἅμα μέντοι καὶ ἀναδιδάσκει, ὅτι ἥ τ’ ἀρετὴ χαρτόν ἐστι φύσει καὶ ὁ ἔχων αὐτὴν αἰεὶ γέγηθε, καὶ τοὐναντίον ὅτι ἥ τε κακία λυπηρὸν καὶ ὁ ἔχων ὀδυνηρότατος. ἔτι νῦν θαυμάζομεν τῶν φιλοσόφων τοὺς λέγοντας τὴν ἀρετὴν εὐπάθειαν εἶναι;"],["168","ἰδοὺ γὰρ Μωυσῆς χορηγὸς ἀνεύρηται τοῦ σοφοῦ τούτου δόγματος, χαίροντα καὶ γελῶντα παραγαγὼν τὸν ἀστεῖον· ἀλλαχόθι δὲ οὐκ αὐτὸν μόνον, ἀλλὰ καὶ τοὺς εἰς ταὐτὸν ἀφικνουμένους αὐτῷ. \" ἰδὼν γάρ σε “φησί „χαρήσεται ἐν αὐτῷ “(Exod. 4, 14), ὡς τῆς τοῦ σπουδαίου προσόψεως αὐτὸ μόνον ἱκανῆς οὔσης ἀναπληρῶσαι τὴν διάνοιαν εὐφροσύνης, ἀποφορτισαμένην τὸ ἀπεχθέστατον ψυχῆς κακῶν, λύπην."],["169","φαύλῳ δ’ οὐδενὶ χαίρειν ἐφεῖται, καθάπερ καὶ ἐν προφητικαῖς ᾄδεται ῥήσεσι· „χαίρειν οὐκ ἔστι τοῖς ἀσεβέσιν, εἶπεν ὁ θεός “(Ies. 48, 22). λόγος γὰρ ὄντως καὶ χρησμός ἐστι θεῖος, σκυθρωπὸν καὶ ἐπίλυπον καὶ μεστὸν βαρυδαιμονίας εἶναι τὸν παντὸς μοχθηροῦ βίον, κἂν προσποιῆται τῷ προσώπῳ μειδιᾶν."],["170","οὐ γὰρ τοὺς Αἰγυπτίους χαίρειν ἂν εἴποιμι πρὸς ἀλήθειαν, ἡνίκα τοὺς ἀδελφοὺς Ἰωσὴφ ἥκοντας ἤκουσαν, ἀλλ’ ἐπιμορφάζειν καθυποκρινομένους τὸ δοκεῖν. οὐδενὶ γὰρ ἐπιστὰς ἔλεγχος ἀφρόνων δι’ ἡδονῆς ἐστιν, ὥσπερ οὐδ’ ἰατρὸς ἀκρατεῖ νοσοῦντι. πόνος μὲν γὰρ τοῖς συμφέρουσι, ῥᾳστώνη δὲ τοῖς βλαβεροῖς ἕπεται· πόνου δὲ ῥᾳστώνην προκρίναντες εἰκότως τοῖς τὰ συμφέροντα εἰσηγουμένοις ἀπεχθάνονται."],["171","ἐπειδὰν οὖν ἀκούσῃς ὅτι „ἐχάρη Φαραὼ καὶ ἡ θεραπεία αὐτοῦ “(Gen. 45, 16) διὰ τὴν τῶν ἀδελφῶν Ἰωσὴφ ἄφιξιν, μὴ νόμιζε πρὸς ἀλήθειαν ἥδεσθαι, εἰ μὴ κατ’ ἐκεῖνο ἴσως, ὅτι προσδοκῶσιν αὐτὸν μεταβαλεῖν ἀπὸ τῶν ψυχῆς ἀγαθῶν, οἷς συνετράφη, πρὸς τὰς τοῦ σώματος ἀνηνύτους ἐπιθυμίας, τὸ ἀρχαῖον καὶ προγονικὸν ἀρετῆς συγγενοῦς νόμισμα παρακόψαντα."],["172","τοιαῦτα δ’ ἐλπίσας ὁ φιλήδονος νοῦς αὔταρκες οὐχ ὑπολαμβάνει τοὺς νεωτέρους καὶ ἄρτι πρὸς τὰ σωφροσύνης γυμνάσια φοιτῶντας ἐπιθυμιῶν δελέασιν ἀγκιστρεύσασθαι, ἀλλὰ δεινὸν ἐνόμισεν εἶναι, εἰ μὴ καὶ τὸν πρεσβύτερον ὑπάξεται λόγον, οὗ τὰ λυττῶντα πάθη παρήβηκε."],["173","λέγει γὰρ αὖ τὰς ζημίας ὡς ὠφελείας προτείνων· „παραλαβόντες τὸν πατέρα καὶ τὰ ὑπάρχοντα ὑμῶν ἥκετε πρὸς μέ “(ibid. 18) ἐπ’ Αἰγύπτου καὶ τοῦ φοβεροῦ τούτου βασιλέως, ὃς καὶ τὰ πατρῷα ἡμῶν καὶ τὰ ὄντως ὑπάρχοντα ἀγαθὰ ἔξω προεληλυθότα τοῦ σώματος— φύσει γάρ ἐστιν ἐλεύθερα— ἀντισπᾷ βιαζόμενος δεσμωτηρίῳ πάνυ πικρῷ παραδοῦναι, καταστήσας εἱρκτοφύλακα, ὥς φησι τὸ λόγιον, Πεντεφρῆ τὸν σπάδοντα καὶ ἀρχιμάγειρον (Gen. 39, 1) σπάνει κεχρημένον τῶν καλῶν καὶ τὰ γεννητικὰ τῆς ψυχῆς ἐκτετμημένον, ἔτι δὲ σπείρειν καὶ φυτεύειν τι τῶν κατὰ παιδείαν ἀδυνατοῦντα, μαγείρου τρόπον κτείνοντα τὰ ζῶντα καὶ κατὰ μέρη καὶ κατὰ μέλη κόπτοντα καὶ διαιροῦντα καὶ ἐν ἀψύχοις καὶ νεκροῖς καλινδούμενον οὐ σώμασι μᾶλλον ἢ πράγμασι καὶ ταῖς περιέργοις παραρτύσεσιν ἀνεγείροντα καὶ ἀνερεθίζοντα τὰς τῶν ἀνηνύτων παθῶν ὁρμάς, ἃς εἰκὸς ἦν τιθασεύοντα πραΰναι."],["174","ὁ δὲ καὶ „δώσω “φησίν „ὑμῖν πάντων τῶν ἀγαθῶν Αἰγύπτου, καὶ φάγεσθε τὸν μυελὸν τῆς γῆς “(Gen. 45, 18). ἀλλ’ ἐροῦμεν αὐτῷ· σώματος ἀγαθὸν οὐ προσιέμεθα οἱ τὰ ψυχῆς ἰδόντες· ἱκανὸς γὰρ ὁ τριπόθητος ἐκείνων ἵμερος ἐντακεὶς πάντων ὅσα τῇ σαρκὶ φίλα λήθην ἐργάσασθαι."],["175","Τοιαύτη μέν τις ἡ ψευδώνυμος χαρὰ τῶν ἀφρόνων, ἡ δὲ ἀληθὴς πρότερον εἴρηται, μόνοις ἀστείοις ἐφαρμόζουσα. „πεσὼν οὖν ἐγέλασεν “(Gen. 17, 17), οὐκ ἀπὸ θεοῦ πεσών, ἀλλ’ ἀφ’ ἑαυτοῦ· ἔστη μὲν γὰρ περὶ τὸν ἄτρεπτον, ἔπεσε δὲ ἀπὸ τῆς ἰδίας οἰήσεως."],["176","διὸ καὶ τοῦ μὲν δοκησισόφου καταβληθέντος φρονήματος, ἀνεγερθέντος δὲ τοῦ φιλοθέου καὶ περὶ τὸν ἀκλινῆ μόνον ἱδρυθέντος, γελάσας εὐθὺς „εἶπε τῇ διανοίᾳ· εἰ τῷ ἑκατονταετεῖ γενήσεται, καὶ ἡ Σάρρα ἐνενήκοντα ἐτῶν οὖσα τέξεται “(ibid.);"],["177","μὴ μέντοι νομίσῃς, ὦ γενναῖε, τὸ „εἰπεῖν “οὐχὶ τῷ στόματι, ἀλλὰ „τῇ διανοίᾳ “προσκεῖσθαι παρέργως, ἀλλὰ καὶ πάνυ ἐξητασμένως. διὰ τί; ὅτι ἔοικε διὰ τοῦ φάσκειν „εἰ τῷ ἑκατονταετεῖ γενήσεται “περὶ τῆς Ἰσαὰκ ἐνδοιάσαι γενέσεως, ἐφ’ ᾗ πρότερον ἐλέγετο πιστεῦσαι, ὡς ἐδήλου τὸ χρησθὲν πρὸ μικροῦ τόδε· „οὐ κληρονομήσει σε οὗτος, ἀλλ’ ὃς ἐξελεύσεται ἐκ σοῦ “· εἶτ’ εὐθὺς εἶπεν· „ἐπίστευσε δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην “(Gen. 15, 4. 6)."],["178","ἐπειδὴ τοίνυν ἀκόλουθον οὐκ ἦν ἐνδοιάσαι τῷ πεπιστευκότι, πεποίηκε τὸν ἐνδοιασμὸν οὐ πολυχρόνιον, μηκυνόμενον μέχρι γλώττης καὶ στόματος, ἀλλ’ αὐτοῦ περὶ τὴν ὀξυκίνητον διάνοιαν ἱστάμενον. „τῇ γὰρ διανοίᾳ “φησίν „εἶπεν, “ἣν τῶν εἰς ποδώκειαν ἐπαινουμένων οὐδὲν ἂν ἰσχύσαι παραδραμεῖν, ἐπεὶ καὶ τὰς πτηνὰς φύσεις ἁπάσας ἔφθακεν."],["179","ἀφ’ οὗ μοι δοκεῖ καὶ τῶν παρ’ Ἕλλησι ποιητῶν ὁ δοκιμώτατος „ὡς εἰ πτερὸν ἠὲ νόημα “φάναι, δηλῶν τὸ τῆς ὀξύτητος τάχος, κατ’ ἐπίτασιν ὕστερον τοῦ πτεροῦ τὸ νόημα θείς. ἐπὶ πολλὰ γὰρ ἡ διάνοια ἐν ταὐτῷ πράγματα ὁμοῦ καὶ σώματα στείχει μετὰ ἀλέκτου φορᾶς, καὶ ἐπὶ τὰ γῆς καὶ θαλάττης αὐτίκα πέρατα φθάνει συναιροῦσα καὶ τέμνουσα τὰ ἀπειρομεγέθη διαστήματα· κατὰ δὲ τὸν αὐτὸν χρόνον τοσοῦτον ἀπὸ γῆς ἀναπηδᾷ, ὡς δι’ ἀέρος εἰς αἰθέρα ἀνέρχεσθαι καὶ μόλις περὶ τὴν ἐσχάτην τῶν ἀπλανῶν ἁψῖδα ἵστασθαι."],["180","τὸ γὰρ ἔνθερμον καὶ διάπυρον ἠρεμεῖν αὐτὴν οὐκ ἐᾷ· διὸ πολλὰ ὑπερβάλλουσα καὶ τοῦ παντὸς αἰσθητοῦ τούτου ὅρου ἔξω φέρεται πρὸς τὸν ἐκ τῶν ἰδεῶν παγέντα συγγενικῶς. γέγονεν οὖν περὶ τὸν ἀστεῖον ἡ τροπὴ βραχεῖα, ἄτομος, ἀμερής, οὐκ αἰσθητή, νοητὴ δὲ μόνον, τρόπον τινὰ ἄχρονος."],["181","ἀλλ’ ἴσως ἄν τις εἴποι· τί οὖν γε, ὅτι πεπιστευκὼς ἴχνος ἢ σκιὰν ἢ αὔραν ἀπιστίας δέχεται τὸ παράπαν; οὗτος δὲ οὐδὲν ἕτερόν μοι βούλεσθαι δοκεῖ ἢ τὸν γενόμενον ἀποφαίνειν ἀγένητον καὶ τὸν θνητὸν ἀθάνατον καὶ τὸν φθαρτὸν ἄφθαρτον καὶ τὸν ἄνθρωπον, εἰ θέμις εἰπεῖν, θεόν. τὴν γὰρ πίστιν, ἧς ἔλαχεν ἄνθρωπος,"],["182","οὕτω βέβαιόν φησι δεῖν εἶναι, ὡς μηδὲν διαφέρειν τῆς περὶ τὸ ὄν, τῆς ἀρτίου καὶ περὶ πάντα πλήρους. λέγει γὰρ Μωυσῆς ἐν ᾠδῇ τῇ μείζονι· „θεὸς πιστός, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ “(Deut. 32, 8)."],["183","πολλὴ δὲ ἄγνοια νομίζειν, τὰς θεοῦ ἀρετὰς τὰς ἀρρεπεῖς καὶ παγιωτάτας χωρῆσαι ψυχὴν ἀνθρώπου δύνασθαι· ἀγαπητὸν γὰρ εἰκόνας αὐτῶν κτήσασθαι δυνηθῆναι, πολλοῖς καὶ μεγάλοις ἀριθμοῖς τῶν ἀρχετύπων ἐλαττουμένας· καὶ μήποτ’ εἰκότως·"],["184","ἀκράτους μὲν γὰρ ἀναγκαῖον εἶναι τὰς θεοῦ ἀρετάς, ἐπειδὴ καὶ ὁ θεὸς οὐ σύγκριμα, φύσις ὢν ἁπλῆ, κεκραμένας δὲ τὰς τῶν ἀνθρώπων, ἐπειδὴ καὶ ἡμεῖς γεγόναμεν κράματα, θείου καὶ θνητοῦ συγκερασθέντων καὶ κατὰ τοὺς τῆς τελείας μουσικῆς λόγους ἁρμοσθέντων· τὸ δ’ ἐκ πλειόνων συνεστὼς φυσικὰς πρὸς ἕκαστον τῶν μερῶν ἀνθολκὰς ἔχει."],["185","εὐδαίμων δ’ ὅτῳ ἐξεγένετο τὸν πλείω τοῦ βίου χρόνον πρὸς τὴν ἀμείνω καὶ θειοτέραν μοῖραν ταλαντεύειν· ἅπαντα γὰρ τὸν αἰῶνα ἀμήχανον, ἐπεὶ καὶ τὸ ἀντίπαλον θνητὸν ἄχθος ἔστιν ὅτε ἀντέρρεψε καὶ ἐφεδρεῦσαν ἐκαιροφυλάκησε τὰς ἀκαιρίας τοῦ λογισμοῦ, ὡς ἀντιβιάσασθαι."],["186","„πεπίστευκεν οὖν Ἀβραὰμ τῷ θεῷ “(Gen. 15, 6), ἀλλ’ ὡς ἄνθρωπος πεπίστευκεν, ἵνα τὸ ἴδιον τοῦ θνητοῦ γνῷς καὶ μάθῃς οὐκ ἄλλως αὐτῷ γενέσθαι, εἰ μὴ ἐκ φύσεως, τὴν τροπήν. ἀλλ’ εἰ βραχεῖα καὶ ἀκαρὴς γέγονεν, ἄξιον εὐχαριστεῖν· πολλοὶ γὰρ ἕτεροι τῇ ῥύμῃ καὶ φορᾷ κατακλυσθέντες καὶ τῇ βίᾳ εἰσάπαν ἠφανίσθησαν."],["187","οὐκ ἔστι γάρ, ὦ γενναῖε, κατὰ τὸν ἱερώτατον Μωυσῆν ἀρτίπους ἡ ἐν θνητῷ σώματι ἀρετή, ἀλλὰ παραπλήσιόν τι πάσχουσα νάρκῃ, μικρὸν ὅσον ὑποχωλαίνουσα. „ἐνάρκησε “γάρ φησι „τὸ πλάτος τοῦ μηροῦ, ᾧ καὶ ἐπέσκαζεν “(Gen. 32, 25. 31)."],["188","ἴσως δ’ ἂν τῶν εὐθαρσεστέρων εἴποι τις παρελθών, ὅτι οὐδὲ ἀπιστοῦντός ἐστιν ἡ προφορά, ἀλλ’ εὐχομένου, ἵν’, εἰ μέλλοι τῶν εὐπαθειῶν ἡ ἀρίστη γεννᾶσθαι, χαρά, μὴ ἑτέροις ἀριθμοῖς μᾶλλον ἢ τοῖς ἐνενήκοντα καὶ ἑκατὸν τεχθῇ (Gen. 17, 17), ἵνα τὸ τέλειον ἀγαθὸν τελείοις ἀριθμοῖς εἰς γένεσιν ἔλθῃ."],["189","τέλειοι δ’ οἱ λεχθέντες ἀριθμοί, καὶ μάλιστα κατὰ τὰς ἱερωτάτας ἀναγραφάς. ἴδωμεν δ’ αὐτῶν ἑκάτερον· Σὴμ εὐθέως μέν, ὁ υἱὸς τοῦ δικαίου Νῶε, πρόγονος δὲ τοῦ ὁρατικοῦ γένους, „ἑκατὸν ἐτῶν εἶναι λέγεται, ἡνίκα ἐγέννησε τὸν Ἀρφαξάτ “(Gen. 11, 10), ὃς ἑρμηνεύεται συνετάραξε ταλαιπωρίαν· καλόν γε ἔγγονον ψυχῆς κλονεῖν καὶ συγχεῖν καὶ διαφθείρειν τὴν ταλαίπωρον καὶ γέμουσαν κακῶν ἀδικίαν."],["190","ἀλλὰ καὶ „Ἀβραὰμ ἄρουραν φυτεύει “(Gen. 21, 33) χρώμενος ἑκατοστῷ λόγῳ πρὸς ἀναμέτρησιν τοῦ χωρίου, καὶ Ἰσαὰκ „ἑκατοστεύουσαν εὑρίσκει κριθήν “(Gen. 26, 12). καὶ τὴν αὐλὴν τῆς ἱερᾶς σκηνῆς Μωυσῆς κατασκευάζει πήχεσιν ἑκατόν (Exod. 27, 9), τὸ πρὸς ἀνατολὰς καὶ δύσεις ἐκμετρούμενος διάστημα."],["191","ἔστι δὲ καὶ ἀπαρχῆς ἀπαρχὴ ὁ ἑκατοστὸς λόγος, ὃν Λευῖται τοῖς ἱερωμένοις ἀπάρχονται (Num. 18, 28)· λαβοῦσι γὰρ αὐτοῖς τὰς δεκάτας παρὰ τοῦ ἔθνους διείρηται καθάπερ ἀπὸ κτημάτων οἰκείων τοῖς ἱερεῦσι διδόναι ὡς δεκάτην λόγων ἱεράν."],["192","πολλὰ δ’ ἄν τις καὶ ἄλλα σκοπῶν εὕροι πρὸς ἔπαινον τοῦ λεχθέντος ἀριθμοῦ τοῖς νόμοις ἐμφερόμενα, πρὸς δὲ τὸ παρὸν διεξαρκεῖ τὰ εἰρημένα. ἀλλ’ ἐὰν τῶν ἑκατὸν ἀφέλῃς δεκάτην ἱερὰν ἀπαρχὴν τῷ τῆς ψυχῆς φέροντι καὶ αὔξοντι καὶ πληροῦντι καρποὺς θεῷ, ἕτερον ἀριθμὸν τέλειον τὸν ἐνενήκοντα ἀπολείψεις. πῶς γὰρ οὐ τέλειος, μεθόριος ὢν πρώτης καὶ δεκάτης, καθ’ ὃν διακρίνεται τὰ ἅγια τῶν ἁγίων τρόπον καταπετάσματος τοῦ μέσου (Exod. 26, 33), ᾧ τὰ ὁμογενῆ διαστέλλεται κατὰ τὰς ἐν τοῖς εἴδεσι τομάς."],["193","ὁ μὲν οὖν ἀστεῖος ἐλάλει τῇ διανοίᾳ τὰ ἀστεῖα ὄντως, ὁ δὲ φαῦλος ἑρμηνεύει ἔστιν ὅτε παγκάλως τὰ καλά, πράττει δὲ αἰσχρῶς τὰ αἴσχιστα, καθάπερ καὶ Συχὲμ ὁ ἔγγονος ἀνοίας. Ἐμὼρ γάρ ἐστι πατρός, ὃς μεταληφθεὶς ὄνος καλεῖται, αὐτὸς δὲ ἑρμηνευθείς ἐστιν ὦμος, πόνου σύμβολον. ἄθλιος δὲ καὶ ταλαιπωρίας μεστὸς πόνος, ὃν ἄνοια γεννᾷ, ὥσπερ ὠφέλιμος, ᾧ συγγενὴς ἀγχίνοια."],["194","φασὶ γοῦν οἱ χρησμοὶ ὅτι \" ἐλάλησε κατὰ τὴν διάνοιαν τῆς παρθένου “ταπεινώσας αὐτὴν πρότερον ὁ Συχέμ (Gen. 34, 2. 3). ἆρ’ οὐκ ἐξητασμένως ἐλέχθη τὸ \" ἐλάλησε κατὰ τὴν διάνοιαν τῆς παρθένου “, μονονοὺκ εἰς δήλωσιν τοῦ τἀναντία οἷς εἶπεν εἰργασμένου; Δεῖνα γάρ ἐστιν ἡ ἀδέκαστος κρίσις, ἡ πάρεδρος θεοῦ δίκη, ἡ ἀειπάρθενος· ἑρμηνεύεται γὰρ ἑκάτερον Δεῖνα, κρίσις ἢ δίκη."],["195","ταύτην οἱ ἐπιχειροῦντες ἄφρονες διαφθείρειν διὰ τῶν καθ’ ἑκάστην ἡμέραν βουλευμάτων καὶ ἐπιτηδευμάτων εὐπρεπείᾳ λόγου διαδιδράσκουσι τὸν ἔλεγχον. χρὴ γοῦν αὐτοὺς ἢ ἀκόλουθα τοῖς λεγομένοις πράττειν ἢ ἀδικοῦντας ἡσυχάζειν· ἥμισυ γάρ, φασί, κακοῦ ἡσυχία· καθὰ καὶ Μωυσῆς ἐπιτιμῶν τῷ πρεσβείων μὲν ἀξιώσαντι γένεσιν, δευτερείων δὲ τὸν ἄφθαρτον θεόν φησιν· „ἥμαρτες, ἡσύχασον “(Gen. 4, 7)."],["196","τὸ γὰρ ἐκτραγῳδεῖν καὶ ἐπικομπάζειν τὰ κακὰ διπλοῦν ἁμάρτημα. σχεδὸν δ’ οἱ πολλοὶ πεπόνθασι τοῦτο· λέγουσι μὲν γὰρ ἀεὶ τῇ παρθένῳ ἀρετῇ τὰ φίλα καὶ δίκαια, καιρὸν δ’ οὐδένα παριᾶσιν, ἐν ᾧ δυνηθέντες αὐτὴν οὐχ ὑβριοῦσι καὶ κακώσουσι. ποία γὰρ πόλις οὔκ ἐστι μεστὴ τῶν τὴν ἀειπάρθενον ὑμνούντων ἀρετήν;"],["197","οἳ τὰ ὦτα τῶν παρατυγχανόντων ἀποκναίουσι διεξιόντες τὰ τοιαῦτα· ἡ φρόνησις ἀναγκαῖον, ἡ ἀφροσύνη βλαβερόν· αἱρετὸν ἡ σωφροσύνη, ἐχθρὸν ἡ ἀκολασία· ὑπομονῆς ἄξιον ἡ ἀνδρεία, φυγῆς ἡ δειλία· συμφέρον ἡ δικαιοσύνη, ἀσύμφορον ἡ ἀδικία· τὸ ὅσιον καλόν, τὸ ἀνόσιον αἰσχρόν· τὸ θεοσεβὲς ἐπαινετόν, τὸ ἀσεβὲς ψεκτόν· [τὸ] οἰκειότατον ἀνθρώπου φύσει τὸ εὖ καὶ βουλεύεσθαι καὶ πράττειν καὶ λέγειν, ἀλλοτριώτατον τὸ κακῶς τούτων ἕκαστον."],["198","ταῦτα καὶ τὰ τοιαῦτα ἀεὶ συνείροντες τὰ δικαστήρια καὶ βουλευτήρια καὶ τὰ θέατρα καὶ πάντα σύλλογον καὶ θίασον ἀνθρώπων ἀπατῶσιν, ὥσπερ οἱ προσωπεῖα καλὰ αἰσχίσταις ὄψεσι περιτιθέντες προνοίᾳ τοῦ μὴ ὑπὸ τῶν ὁρώντων ἐλέγχεσθαι."],["199","ἀλλ’ οὐδὲν ὄφελος· ἀφίξονται γάρ τινες εὖ μάλα ἐρρωμένοι καὶ τῷ περὶ ἀρετὴν ζήλῳ κατεσχημένοι καὶ τὰ περικαλύμματα καὶ περίαπτα ταῦτα, ὅσα λόγῳ κακοτεχνοῦντες συνύφηναν, ἀπαμφιάσαντες καὶ γυμνὴν αὐτὴν ἐφ’ αὑτῆς τὴν ψυχὴν αὐγάσαντες εἴσονται καὶ τὰ ἐν μυχοῖς ἀποκείμενα τῆς φύσεως ἀπόρρητα— εἶτ’ ἔξω προαγαγόντες τὰ αἴσχη καὶ τὰ ὀνείδη πάντα αὐτῆς ἐν ἡλίῳ καθαρῷ πᾶσιν ἐπιδείξονται, οἵα τις οὖσα, ὡς αἰσχρὰ καὶ καταγέλαστος οἵαν ἐκ τῶν περιάπτων, ὡς νόθην ἐπεμόρφαζεν εὐμορφίαν."],["200","οἱ δὲ πρὸς ἄμυναν εὐτρεπεῖς τῶν οὕτως βεβήλων καὶ ἀκαθάρτων τρόπων δύο μέν εἰσιν ἀριθμῷ, Συμεὼν καὶ Λευί, γνώμῃ δὲ εἷς. διὸ καὶ ἐν ταῖς εὐλογίαις ὁ μὲν πατὴρ αὐτοὺς ἐν τάξει ἑνὸς κατηρίθμει (Gen. 49, 5), διὰ τὸ σύμφωνον τῆς ὁμονοίας καὶ τῆς πρὸς ἓν καὶ τὸ αὐτὸ μέρος ὁρμῆς. ὁ δὲ Μωυσῆς οὐδὲ δυάδος ἔτι μέμνηται, ἀλλ’ ὅλον τὸν Συμεὼν εἰς τὸν Λευὶ ἐνεχάραξε (Deut. 33, 8) δύο οὐσίας κερασάμενος, ἀφ’ ὧν ἕνα εἰργάσατο οἷον ἰδέᾳ μιᾷ τυπωθέντα, τὸ ἀκούειν τῷ πράττειν ἑνώσας."],["201","Ἐπειδὴ τοίνυν ἔγνω τὴν ἐπαγγελίαν λαλοῦσαν τὰ αἰδοῦς καὶ εὐλαβείας μεστὰ κατὰ τὴν αὑτοῦ διάνοιαν ὁ σπουδαῖος, ἔπαθεν ἀμφότερα, καὶ τὴν πρὸς τὸν θεὸν πίστιν καὶ τὴν πρὸς τὸ γενητὸν ἀπιστίαν. εἰκότως οὖν φησι δεόμενος· „Ἰσμαὴλ οὗτος ζήτω ἐνώπιόν σου “(Gen. 17, 18), οὐκ ἀπὸ σκοποῦ τῶν ἐμφερομένων ἕκαστον τῶν ὀνομάτων τιθείς, τὸ „οὗτος “, τὸ „ζήτω “, τὸ „ἐνώπιόν σου “· ταῖς γὰρ ἐν τοῖς πράγμασιν ὁμωνυμίαις ἠπατήθησαν οὐκ ὀλίγοι."],["202","τί δ’ ἐστὶν ὃ λέγω, σκεπτέον· ἑρμηνευθεὶς Ἰσμαήλ ἐστιν ἀκοὴ θεοῦ, τῶν δὲ θείων δογμάτων οἱ μὲν ἀκούουσιν ἐπ’ ὠφελείᾳ, οἱ δ’ ἐπὶ βλάβῃ αὑτῶν τε καὶ ἑτέρων. ἢ τὸν οἰωνοσκόπον Βαλαὰμ οὐχ ὁρᾷς; οὗτος εἰσάγεται „ἀκούων λόγια θεοῦ ἐπιστάμενός τε ἐπιστήμην παρὰ ὑψίστου “(Num. 24, 16)."],["203","ἀλλὰ τί ἐκ τῆς τοιαύτης ἀκροάσεως, τί δ’ ἐκ τῆς τοιαύτης ἐπιστήμης ὤνατο, γνώμῃ μὲν ἐπιχειρήσας τὸ ψυχῆς ἄριστον ὄμμα λυμήνασθαι, ὃ δὴ μόνον τὸν θεὸν ὁρᾶν πεπαίδευται, μὴ δυνηθεὶς δὲ διὰ τὸ σωτῆρος κράτος ἀήττητον; τοιγαροῦν ὁ μὲν κατακεντούμενος ὑπὸ φρενοβλαβείας τῆς ἑαυτοῦ καὶ τραύματα πολλὰ δεξάμενος ἐν μέσοις τραυματίαις ἀπώλετο (Num. 31, 8), διότι σοφιστείᾳ μαντικῇ τὴν θεοφόρητον προφητείαν παρεχάραξε."],["204","δεόντως οὖν εὔχεται ὁ ἀστεῖος, ἵν’ οὗτος μόνος Ἰσμαὴλ ὑγιαίνῃ, διὰ τοὺς μὴ γνησίως ἀκούοντας τῶν ἱερῶν ὑφηγήσεων· οἷς ἀπεῖπε Μωυσῆς ἄντικρυς εἰς ἐκκλησίαν φοιτᾶν τοῦ πανηγεμόνος."],["205","τεθλασμένοι γὰρ τὰ γεννητικὰ τῆς διανοίας ἢ καὶ τελείως ἀποκοπέντες οἱ τὸν ἴδιον νοῦν καὶ τὴν αἴσθησιν ἀποσεμνύνοντες ὡς μόνα τῶν κατ’ ἀνθρώπους αἴτια πραγμάτων ἢ οἱ πολυθεΐας ἐρασταὶ καὶ τὸν πολύθεον ἐκτετιμηκότες θίασον, οἱ ἐκ πόρνης γεγονότες, τὸν ἕνα ἄνδρα καὶ πατέρα φιλαρέτου ψυχῆς θεὸν οὐκ εἰδότες, ἆρ’ οὐκ εἰκότως ἐλαύνονταί τε καὶ φυγαδεύονται (Deut. 23, 1. 2);"],["206","παραπλήσιόν μοι δοκοῦσι ποιεῖν καὶ οἱ κατηγοροῦντες τοῦ υἱοῦ γονεῖς ἐπ’ οἰνοφλυγίᾳ· λέγουσι γάρ· „ὁ υἱὸς ἡμῶν οὗτος ἀπειθεῖ “(Deut. 21, 20), διὰ τῆς προσθήκης τῆς „οὗτος “μηνύοντες, ὅτι εἰσὶν ἕτεροι παῖδες καρτερικοὶ καὶ σώφρονες, τοῖς ἐπιτάγμασι τοῦ ὀρθοῦ λόγου καὶ παιδείας πειθαρχοῦντες· οὗτοι γὰρ ψυχῆς ἀψευδέστατοι γονεῖς, ὑφ’ ὧν κατηγορηθῆναι μὲν αἴσχιστον, ἐπαινεθῆναι δ’ εὐκλεέστατον."],["207","τὸ δὲ „οὗτός ἐστιν Ἀαρὼν καὶ Μωυσῆς, οἷς εἶπεν ὁ θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου “(Exod. 6, 26) καὶ τὸ „οὗτοί εἰσιν οἱ διαλεγόμενοι Φαραὼ βασιλεῖ “(ibid. 27), ταῦτα μὴ νομίζωμεν εἰρῆσθαι παρέργως ἢ τὰς δείξεις μὴ πλέον τι τῶν ὀνομάτων παρεμφαίνειν."],["208","ἐπειδὴ γὰρ Μωυσῆς μέν ἐστι νοῦς ὁ καθαρώτατος, Ἀαρὼν δὲ λόγος αὐτοῦ, πεπαίδευται δὲ καὶ ὁ νοῦς θεοπρεπῶς ἐφάπτεσθαι καὶ ὁ λόγος ὁσίως ἑρμηνεύειν τὰ ὅσια, μιμηλάζοντες δὴ οἱ σοφισταὶ καὶ παρακόπτοντες τὸ δόκιμον νόμισμα τοῦτό φασι καὶ νοεῖν ὀρθῶς περὶ τοῦ ἀρίστου καὶ λέγειν ἐπαινετῶς (Exod. 7, 11). ὅπως οὖν μὴ ἀπατώμεθα παραθέσει τῶν κεκιβδηλευμένων πρὸς τὰ δόκιμα δι’ ὁμοιότητος τοῦ χαρακτῆρος, βάσανον ἔδωκεν, ᾗ διακριθήσεται."],["209","τίς οὖν ἡ βάσανος; τὸ ἐξαγαγεῖν ἐκ τῆς σωματικῆς χώρας τὸν ὁρατικὸν καὶ φιλοθεάμονα νοῦν καὶ φιλόσοφον. ὁ μὲν γὰρ τοῦτο δυνηθεὶς Μωυσῆς ἐστιν οὗτος, ὁ δὲ ἀδυνατήσας, ὁ λεγόμενος μόνον, μυρίας δὲ σεμνότητας ὀνομάτων ἐπαμπισχόμενος, γελᾶται. ζῆν δὲ εὔχεται τῷ Ἰσμαήλ, οὐ τῆς μετὰ σώματος ζωῆς ἐπιστρεφόμενος, ἀλλ’ ἵνα τὸ θεῖον ἄκουσμα ἐπὶ ψυχῇ διαιωνίζον ἐγείρῃ τε αὐτὸν καὶ ζωπυρῇ."],["210","καὶ ὁ μὲν ἀκρόασιν λόγων καὶ μάθησιν δογμάτων ἱερῶν εὔχεται ζῆν, ὡς ἐλέχθη, ὁ δ’ ἀσκητὴς Ἰακὼβ εὐφυΐαν· λέγει γάρ· „ζήτω Ῥουβὴν καὶ μὴ ἀποθανέτω “(Deut. 33, 6)· ἆρά γε ἀθανασίαν καὶ ἀφθαρσίαν εὐχόμενος, ἀνθρώπῳ πρᾶγμα ἀδύνατον; οὐ δήπου. τί οὖν ἔσθ’ ὃ βούλεται παραστῆσαι, λεκτέον."],["211","πάντα τὰ ἀκούσματα καὶ μαθήματα ἐποικοδομεῖται καθάπερ θεμελίῳ προκαταβεβλημένῳ φύσει παιδείας δεκτικῇ, φύσεως δὲ μὴ προϋπαρχούσης ἀνωφελῆ πάντα. δρυὸς γὰρ ἢ λίθου κωφῆς οὐδὲν ἂν δόξαιεν οἱ ἀφυεῖς διαφέρειν· ἔγκολλον γὰρ ἂν οὐδὲν αὐτοῖς ἁρμόζοιτο, πάντα δ’ ὡς ἀπὸ στερροῦ τινος ἀποπάλλεται καὶ ἀποπηδᾷ."],["212","τὰς δὲ τῶν εὐφυῶν ψυχὰς ἔστιν ἰδεῖν κηροῦ τρόπον λελειασμένου μήτε ἄγαν στερεοῦ μήτε ἄγαν ἁπαλοῦ κεκερασμένας μετρίως, παραδεχομένας τὰ ἀκούσματα καὶ θεάματα ῥᾳδίως πάντα καὶ ἐναποματτομένας ἄκρως αὐτὰς τὰ εἴδη, μνήμης ἐναργεῖς τινας εἰκόνας."],["213","ἦν γοῦν ἀναγκαῖον εὔξασθαι τῷ λογικῷ γένει τὸ εὐφυὲς ἄνοσον καὶ ἀθάνατον παρεῖναι. τοῦ μὲν γὰρ κατ’ ἀρετὴν βίου, ὅς ἐστιν ἀψευδεστάτη ζωή, μετέχουσιν ὀλίγοι, οὐχὶ τῶν ἀγελαίων φημί— τούτων γὰρ οὐδεὶς τῆς ἀληθοῦς ζωῆς κεκοινώνηκεν—, ἀλλ’ εἴ τισιν ἐξεγένετο τὰς τῶν ἀνθρώπων φυγεῖν σπουδὰς καὶ θεῷ μόνῳ ζῆσαι."],["214","παρὸ καὶ λίαν τεθαύμακεν ὁ ἀσκητικὸς καὶ ἀνδρεῖος, εἴ τις ἐν μέσῳ τοῦ βίου ποταμῷ φορούμενος ὑπ’ οὐδεμιᾶς ῥύμης κατασύρεται, δύναιτο δὲ καὶ πλούτῳ πολλῷ ῥέοντι ἀντισχεῖν καὶ ἡδονῆς ἀμέτρου φορὰν ἀνῶσαι καὶ λαίλαπι κενῆς δόξης μὴ ἀναρπασθῆναι."],["215","λέγει γοῦν οὐχ ὁ Ἰακὼβ τῷ Ἰωσὴφ μᾶλλον ἢ ὁ ἱερὸς λόγος παντὶ τῷ τὸ μὲν σῶμα εὐεκτοῦντι, ἐν ἀφθόνοις δὲ ταῖς εἰς περιουσίαν ὕλαις ἐξεταζομένῳ καὶ πρὸς μηδεμιᾶς ἁλισκομένῳ· „ἔτι γὰρ σὺ ζῇς “(Gen. 46, 30); θαυμαστὸν ἐκφωνήσας λόγον καὶ τὸν ἡμέτερον βίον ὑπερδεδραμηκότα, οἳ μικρᾶς πρὸς εὐτυχίαν αὔρας λαβόμενοι, πάντα κάλων ἀνασείσαντες, λαμπρὰ φυσῶμεν καὶ πνεύσαντες μέγα καὶ σύντονον πλησίστιοι πρὸς τὰς ἀπολαύσεις τῶν παθῶν φερόμεθα καὶ οὐ πρότερον στέλλομεν τὰς ἀνειμένας καὶ κεχαλασμένας ἀκρατῶς ἐπιθυμίας, ἕως"],["216","ἂν ἐξοκείλαντες ὅλῳ τῷ ψυχῆς ναυαγήσωμεν σκάφει. παγκάλως οὖν τοῦτον τὸν Ἰσμαὴλ εὔχεται ζῆν. προστίθησιν οὖν „ἐνώπιον τοῦ θεοῦ ζήτω “(Gen. 17, 18), τέλος τῆς εὐδαιμονίας τιθέμενος ἐπισκόπου καὶ ἐφόρου τοῦ τῶν ὄντων ἀρίστου τὴν διάνοιαν ἀξιωθῆναι."],["217","εἰ γὰρ παιδαγωγοῦ μὲν παρόντος οὐκ ἂν ἁμάρτοι ὁ ἀγόμενος, ὑφηγητὴς δὲ ἐγγὺς ὢν ὠφελεῖ τὸν μανθάνοντα, πρεσβυτέρου δὲ παρατυγχάνοντος αἰδοῖ καὶ σωφροσύνῃ κοσμεῖται νέος, πατὴρ δὲ ἢ μήτηρ υἱὸν μέλλοντα ἀδικεῖν ἐκώλυσαν ἐφ’ ἡσυχίας αὐτὸ μόνον ὀφθέντες, ἡλίκαις τισὶν ὑπερβολαῖς ἀγαθῶν χρήσεσθαι νομίζομεν τὸν ὑπολαμβάνοντ’ ἀεὶ ὑπὸ θεοῦ θεωρεῖσθαι; τὸ γὰρ τοῦ παρόντος καὶ περιβλέπεται ἀξίωμα δεδιὼς καὶ τρέμων ἀνὰ κράτος τὸ ἀδικεῖν ἀποδράσεται."],["218","τὸν δὲ Ἰσμαὴλ ὅταν εὔχηται ζῆν, οὐκ ἀπέγνωκε τὴν γένεσιν Ἰσαάκ, ὡς καὶ πρότερον εἶπον, ἀλλὰ πεπίστευκε μὲν τῷ θεῷ*** οὐδὲ γὰρ ἃ δοῦναι θεῷ, ταῦτα καὶ ἀνθρώπῳ λαβεῖν δυνατόν, ἐπειδὴ τῷ μὲν πλεῖστα καὶ μέγιστα χαρίσασθαι ῥᾴδιον, ἡμῖν δ’ οὐκ εὐμαρὲς τὰς προτεινομένας δέξασθαι δωρεάς."],["219","ἀγαπητὸν γάρ, εἰ τῶν ἐκ πόνου καὶ μελέτης συντρόφων καὶ συνηθεστέρων ἀγαθῶν ἐπιλάχοιμεν, τῶν δ’ ἄνευ τέχνης ἢ συνόλως ἀνθρωπίνης ἐπινοίας ἀπαυτοματιζόντων καὶ ἐξ ἑτοίμου γινομένων οὐδ’ ἐλπὶς ἐφικέσθαι· ταῦτα γὰρ ἅτε θεῖα ὄντα θειοτέραις καὶ ἀκηράτοις φύσεσιν ἀπηλλαγμέναις θνητοῦ σώματος εὑρίσκειν ἀναγκαῖον."],["220","ἐδίδαξε δὲ Μωυσῆς κατὰ δύναμιν τῶν χειρῶν τὰς εὐχαρίστους ὁμολογίας ποιεῖσθαι (Num. 6, 21), τὸν ἀγχίνουν ἀνάθημα ἀνατιθέντα τὸ συνετὸν καὶ τὸ φρόνιμον, τὸν λόγιον τὰς ἐν λόγῳ πάσας ἀρετὰς ἀνιεροῦντα διά τε ᾠδῆς καὶ τῶν καταλογάδην τοῦ ὄντος ἐγκωμίων, καὶ κατ’ εἶδος τὸν φυσικὸν φυσιολογίαν, τὸν ἠθικὸν πᾶσαν τὴν ἠθικὴν φιλοσοφίαν, τὸν τεχνικὸν καὶ ἐπιστήμονα τὰ θεωρήματα τῶν τεχνῶν καὶ ἐπιστημῶν."],["221","οὕτως εὔπλοιαν μὲν ναύτης καὶ κυβερνήτης, εὐφορίαν δὲ καρπῶν γεωπόνος, εὐτοκίαν δὲ ζῴων ἀγελάρχης, ὑγείαν δὲ καμνόντων ἰατρός, ὁ δ’ αὖ στρατείας ἡγεμὼν τοῦ πολέμου κράτος καὶ ὁ πολιτικὸς ἢ βασιλικὸς τὴν νόμιμον προστασίαν καὶ ἡγεμονίαν ἀναθήσει, καὶ συνελόντα φράσαι πάντων ὅσα ἢ ψυχῆς ἢ σώματος ἢ τῶν ἐκτὸς ἀγαθά ἐστιν ὁ μὴ φίλαυτος αἴτιον ἀποφανεῖ τὸν ἀψευδῶς μόνον αἴτιον θεόν."],["222","μηδεὶς οὖν τῶν ἀφανεστέρων καὶ ταπεινοτέρων εἶναι δοκούντων ἐλπίδος ἀπογνώσει τῆς ἀμείνονος ἀποκνησάτω ἱκέτης εὐχάριστος γενέσθαι θεοῦ, ἀλλ’ εἰ καὶ μηδὲν ἔτι προσδοκᾷ τῶν μειζόνων, ὑπὲρ τούτων ὧν ἔλαχεν ἤδη κατὰ τὴν ἑαυτοῦ δύναμιν εὐχαριστείτω."],["223","μυρίων δ’ ἔλαχε, γενέσεως, ζωῆς, τροφῆς, ψυχῆς, αἰσθήσεως, φαντασίας, ὁρμῆς, λογισμοῦ. λογισμὸς δὲ βραχὺ μὲν ὄνομα, τελειότατον δὲ καὶ θειότατον ἔργον, τῆς τοῦ παντὸς ψυχῆς ἀπόσπασμα ἤ, ὅπερ ὁσιώτερον εἰπεῖν τοῖς κατὰ Μωυσῆν φιλοσοφοῦσιν, εἰκόνος θείας ἐκμαγεῖον ἐμφερές."],["224","ἐπαινεῖν ἄξιον καὶ τῶν κατασκόπων τοὺς ἐπιχειρήσαντας μὲν αὐτόπρεμνον τὸ ἀρετῆς ὅλον ἀνασπάσαι καὶ βαστάσαι στέλεχος, ἐπεὶ δ’ οὐκ ἠδυνήθησαν, κληματίδα γοῦν καὶ ἕνα βότρυν λαβόντας, δεῖγμα καὶ μέρος τῆς συμπάσης, ὃ φέρειν αὐτὸ μόνον ἴσχυον (Num. 13, 24)."],["225","εὐκτὸν μὲν ἀθρόῳ τῷ πλήθει τῶν ἀρετῶν ἐγχορεύειν· εἰ δὲ τοῦτο μεῖζον ἢ κατὰ ἀνθρωπίνην φύσιν, ἀγαπῶμεν, εἴ τῳ ἐξεγένετο μιᾷ τινι τῶν κατὰ μέρος ἐντυχεῖν, σωφροσύνῃ ἢ ἀνδρείᾳ ἢ δικαιοσύνῃ ἢ φιλανθρωπίᾳ. φερέτω γὰρ ἕν τι ἀγαθὸν ἡ ψυχὴ καὶ τικτέτω, μὴ πάντων ἄφορος καὶ στεῖρα γινέσθω."],["226","σὺ δὲ τοιαῦτα ἐπιτάγματα ἐπιτάξεις υἱεῖ τῷ σεαυτοῦ; εἰ μὴ τοῖς οἰκέταις ἡμέρως χρῇ, μηδὲ τοῖς ὁμοτίμοις κοινωνικῶς· εἰ μὴ κοσμίως γυναικί, μηδὲ γονεῦσι τιμητικῶς· εἰ μητρὸς ὀλιγωρεῖς καὶ πατρός, ἀσέβει καὶ εἰς τὸ θεῖον. εἰ χαίρεις ἡδονῇ, μηδὲ φιλαργυρίας ἀποστῇς. ἐφίεσαι πολυχρηματίας; καὶ κενοδόξει. τί γάρ;"],["227","οὐ μετριάζειν ἐν ἐνίοις ἀξιοῖς, εἰ μὴ ἐν πᾶσι δύνασαι; οὐκ ἂν οὖν εἴποι ὁ υἱός· τί λέγεις, ὦ πάτερ; ἢ τέλειον ἀγαθὸν ἢ τέλειον κακὸν βούλει σοι τὸν υἱὸν γενέσθαι καὶ οὐκ ἀγαπήσεις, εἰ πρὸ τῶν ἄκρων τὰ μέσα ἕλοιτο;"],["228","οὐ διὰ τοῦτο καὶ ὁ Ἀβραὰμ ἐπὶ τῆς Σοδομιτῶν ἀπωλείας ἀρξάμενος ἀπὸ πεντηκοντάδος εἰς δεκάδα τελευτᾷ (Gen. 18, 24. 32), ποτνιώμενος καὶ ἱκετεύων, ἵν’, εἰ μὴ εὑρίσκοιτο ἐν γενέσει ἡ παντελὴς εἰς ἐλευθερίαν ἄφεσις (Lev. 25, 10), ἧς σύμβολον ὁ πεντηκοστὸς λόγος ἱερός, ἡ μέση παιδεία παραληφθῇ δεκάδι παραριθμουμένη πρὸς τὴν τῆς καταδικάζεσθαι ψυχῆς μελλούσης ἀπόλυσιν;"],["229","τῶν ἀναγώγων οἱ πεπαιδευμένοι καὶ τῶν ἀλύρων καὶ ἀμούσων οἱ ἐγκεχορευκότες τῇ ἐγκυκλίῳ μουσικῇ πλείους ἀφορμὰς ἔχουσι πρὸς τὸ αὔξεσθαι, σχεδὸν ἐκ παίδων τοῖς περὶ καρτερίας καὶ ἐγκρατείας καὶ ἀρετῆς πάσης λόγοις ἐπαντληθέντες. διὸ εἰ καὶ μὴ παντελῶς ἐξερρύψαντο καὶ ἀπελούσαντο τὸ ἀδικεῖν φαιδρυνόμενοι δέ, ἀλλὰ μετρίως γοῦν καὶ μέσως ἐρρύψαντο."],["230","τὸ παραπλήσιον ὁ Ἠσαῦ λέγειν ἔοικε τῷ πατρί· „μὴ εὐλογία σοι μία ἐστί, πάτερ; εὐλόγησον κἀμέ, πάτερ “(Gen. 27, 38). ἄλλαι γὰρ ἄλλοις ἀποκεκρίσθωσαν, τελείοις μὲν τέλειαι, μέσαι δὲ ἀτελέσιν, ὡς ἔχει καὶ ἐπὶ τῶν σωμάτων· ὑγιαινόντων γὰρ καὶ νοσούντων ἕτερα μὲν γυμνάσματα, ἕτεραι δὲ τροφαί, καὶ ὅσα ἄλλα περὶ δίαιταν, οὐ τὰ αὐτά, ἀλλὰ τοῖς μὲν τὰ πρόσφορα, ἵνα μηδ’ ὅλως νοσήσωσι, τοῖς δὲ τὰ οἰκεῖα, ὅπως πρὸς τὸ ὑγιεινότερον μεταβάλωσι."],["231","πολλῶν οὖν ἀγαθῶν ὑπαρχόντων ἐν τῇ φύσει τὸ δοκοῦν ἐφαρμόττειν μοι τοῦτο χάρισαι, κἂν μικρότατον ᾖ, στοχασάμενος ἐκείνου μόνου, εἰ δυνήσομαι τὸ δοθὲν φέρειν εὐμαρῶς, ἀλλὰ καὶ μὴ πρὸς τοῦτο ἀπειπὼν ὁ δυστυχὴς ὀκλάσω."],["232","τί δ’ οἰόμεθα ἐμφαίνεσθαι διὰ τοῦ· „μὴ χεὶρ κυρίου οὐκ ἐξαρκέσει “(Num. 11, 23); ἆρ’ οὐχὶ τὸ πάντῃ τὰς τοῦ ὄντος φθάνειν δυνάμεις ἐπ’ εὐεργεσίᾳ μὴ μόνον τῶν ἐνδόξων ἀλλὰ καὶ τῶν ἀφανεστέρων εἶναι δοκούντων; οἷς τὰ ἁρμόττοντα χαρίζεται πρὸς τὰ τῆς ἑκάστου ψυχῆς σταθμήματα καὶ μέτρα σταθμώμενος καὶ διαμετρῶν ἰσότητι παρ’ ἑαυτῷ τὸ ἀνάλογον ἑκάστοις."],["233","καταπλήττει με οὐχ ἥκιστα καὶ ὁ τεθεὶς νόμος ἐπὶ τοῖς ἐκδυομένοις τὰ ἁμαρτήματα καὶ μεταγινώσκειν δοκοῦσι. κελεύει γὰρ τὸ μὲν πρῶτον ἱερεῖον προσάγειν θῆλυ πρόβατον ἄμωμον. „ἐὰν δὲ “φησί „μὴ ἰσχύῃ ἡ χεὶρ αὐτοῦ τὸ ἱκανὸν εἰς πρόβατον, οἴσει περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτε δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν, ἕνα περὶ ἁμαρτίας καὶ ἕνα εἰς ὁλοκαύτωμα."],["234","ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτοῦ ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν, οἴσει τὸ δῶρον τὸ δέκατον οἶφι σεμίδαλιν. οὐκ ἐπιχεεῖ ἐπ’ αὐτὸ ἔλαιον οὐδ’ ἐπιθήσει ἐπ’ αὐτὸ λίβανον, ὅτι περὶ ἁμαρτίας ἐστί. καὶ οἴσει αὐτὸ πρὸς τὸν ἱερέα, καὶ δραξάμενος ὁ ἱερεὺς ἀπ’ αὐτοῦ πλήρη τὴν δράκα τὸ μνημόσυνον ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον “(Lev. 5, 7. 11. 12)."],["235","οὐκοῦν τρισὶ μετανοίας τρόποις ἱλάσκεται τοῖς εἰρημένοις, κτήνεσιν ἢ πτηνοῖς ἢ λευκοπύροις, πρὸς τὴν τοῦ καθαιρομένου καὶ μετανοοῦντος δήπου δύναμιν· οὔτε γὰρ μικρὰ μεγάλων οὔτε μεγάλα μικρῶν δεῖται καθαρσίων, τῶν δὲ πρὸς τὸ ἀνάλογον ἴσων καὶ ὁμοίων. τί δήποτ’ οὖν διὰ τριῶν ἡ κάθαρσις, ἄξιον ἐρευνῆσαι."],["236","σχεδὸν τοίνυν καὶ τὰ ἁμαρτήματα καὶ τὰ κατορθώματα συμβέβηκεν ἐν τρισὶν ἐξετάζεσθαι, διανοίᾳ, λόγοις, πράξεσιν. οὗ χάριν κἀν τοῖς προτρεπτικοῖς Μωυσῆς διδάσκων, ὅτι ἡ ἀγαθοῦ κτῆσις οὔτ’ ἀδύνατός ἐστιν οὔτε δυσθήρατος, φησίν·"],["237","οὐκ εἰς οὐρανὸν ἀναπτῆναι δεῖ οὐδ’ ἄχρι περάτων γῆς καὶ θαλάττης ἐλθεῖν ἐπὶ τὴν σύλληψιν αὐτοῦ· ἀλλ’ ἐστὶν ἐγγύς, καὶ σφόδρα ἐγγύς. εἶτα μόνον οὐκ ὀφθαλμοφανῶς δείκνυσι· „πᾶν ἔργον “φησί „τῷ στόματί σου καὶ τῇ καρδίᾳ καὶ ταῖς χερσί “(Deut. 30, 12— 14), συμβολικῶς ἐν λόγοις, ἐν βουλαῖς, ἐν ἔργοις· ἐκ γὰρ εὐβουλίας καὶ εὐλογίας καὶ εὐπραξίας τὴν ἀνθρωπίνην εὐδαιμονίαν συνίστασθαι, ὥσπερ καὶ τὴν κακοδαιμονίαν ἐκ τῶν ἐναντίων."],["238","ἐν γὰρ τοῖς αὐτοῖς τό τε κατορθοῦν καὶ ἁμαρτάνειν χωρίοις ἐστί, καρδίᾳ, στόματι, χειρί· καὶ γὰρ βουλεύονταί τινες εὐγνωμονέστατα καὶ λέγουσιν ἄριστα καὶ πράττουσι τὰ πρακτέα. τριῶν δὲ ὄντων κουφότατόν ἐστι τὸ βουλεύεσθαι ἃ μὴ χρή, βαρύτατον δὲ τὸ χειρουργεῖν τὰ ἄδικα, μέσον δὲ τὸ λέγειν ἃ μὴ δεῖ."],["239","συμβαίνει δὲ τὸ κουφότατον δυσαποτριπτότατον εἶναι· χαλεπὸν γὰρ ψυχῆς τροπὴν εἰς ἠρεμίαν ἀγαγεῖν, καὶ θᾶττον ἄν τις χειμάρρου φορὰν ἐπίσχοι ἢ ψυχῆς τροπὴν ῥέουσαν ἀκατασχέτως· ἀμύθητα γὰρ ἐνθύμια ἄλλα ἐπ’ ἄλλοις τρικυμίας τρόπον ἐπιτρέχει, φοροῦντα καὶ κυκῶντα καὶ πᾶσαν αὐτὴν βιαίως ἀνατρέποντα."],["240","τὸ μὲν οὖν ἄριστον τῆς καθάρσεως καὶ τελεώτατον τοῦτ’ ἐστί, μηδ’ ἐνθυμεῖσθαι τι τῶν ἀτόπων, ἀλλ’ εἰρήνῃ καὶ εὐνομίᾳ, ὧν ἡγεμών ἐστι δικαιοσύνη, πολιτεύσασθαι· τὸ δὲ δεύτερον, λόγοις μὴ διαμαρτάνειν ψευδόμενον ἢ ψευδορκοῦντα ἢ ἀπατῶντα ἢ σοφιζόμενον ἢ συκοφαντοῦντα ἢ συνόλως στόμα καὶ γλῶτταν ἐπ’ ὀλέθρῳ τινῶν ἀνιέντα, οἷς χαλινὸν ἦν ἄμεινον περιθεῖναι καὶ δεσμὸν"],["241","ἄρρηκτον. διὰ τί δὲ τὸ λέγειν τοῦ νοεῖν τὰ μὴ προσήκοντα βαρύτερον ἁμάρτημα, ῥᾷον ἰδεῖν. ἐνθυμεῖται μέν τις οὐ παρ’ ἑαυτὸν ἔστιν ὅτε, ἀλλ’ ἀβουλῶν· ὧν γὰρ οὐ θέλει λαμβάνειν ἐννοίας ἀναγκάζεται, τῶν δ’ ἀκουσίων οὐδὲν ὑπαίτιον."],["242","λέγει δέ τις ἑκών, ὥστε, εἰ μὴ εὔφημον προΐεται φωνήν, ἀδικεῖ κακοδαιμονῶν, ὁ μηδ’ ἐκ τύχης ἐθέλων τι τῶν ἐπιεικεστέρων φθέγξασθαι· ᾧ λυσιτελὲς τὴν ἀσφαλεστάτην ἡσυχίαν δεξιοῦσθαι· κἄπειτα μὴ ἡσυχάζων τις δύναται δήπου βουληθεὶς σιωπᾶν."],["243","τὸ δὲ καὶ τοῦ λέγειν βαρύτερον ἁμάρτημα ἡ ἄδικος πρᾶξίς ἐστι· „λόγος γὰρ ἔργου “φασί „σκιά, “σκιᾶς δὲ βλαπτούσης πῶς οὐ τὸ ἔργον βλαβερώτερον; διὰ τοῦτο καὶ Μωυσῆς τὴν μὲν γνώμην ἐγκλημάτων καὶ ἐπιτιμίων ἀπήλλαξεν, ἀκουσίοις τὰ πολλὰ μεταβολαῖς χρωμένην καὶ τροπαῖς καὶ πάσχουσαν μᾶλλον ὑπὸ τῶν ἐπεισφοιτώντων νοημάτων ἔξωθεν ἢ δρῶσαν· τὰ δ’ ὅσα ἂν ἐξέλθῃ διὰ τοῦ στόματος, ταῦτ’ εἰς ἀπόλογον καὶ εὐθύνας ἄγει, ὡς ἂν δὴ τοῦ λέγειν ἐφ’ ἡμῖν ὑπάρχοντος."],["244","ἀλλ’ αἱ μὲν λόγων εὔθυναι μετριώτεραι, αἱ δ’ ὑπαιτίων ἔργων ἀργαλεώτεραι. μεγάλας γὰρ τάττει τιμωρίας ἐπὶ τοῖς μεγάλα ἀδικοῦσι καὶ ἔργῳ ἐπεξιοῦσιν ἃ γνώμῃ μὲν ἀγνώμονι ἐβουλεύσαντο, προπετείᾳ δὲ γλώττης ἐξελάλησαν."],["245","τὰ δὲ καθάρσια τῶν τριῶν, διανοίας, λόγου, πράξεως, εἴρηκεν [οὖν] πρόβατον καὶ ζεῦγος τρυγόνων ἢ περιστερῶν καὶ σεμιδάλεως ἱεροῦ μέτρου δέκατον, ἀξιῶν προβάτῳ μὲν διάνοιαν καθαίρεσθαι, λόγον δὲ τοῖς πτηνοῖς, σεμιδάλει δὲ πρᾶξιν. διὰ τί;"],["246","ὅτι, καθάπερ ἐν ἡμῖν ἄριστον ὁ νοῦς, καὶ ἐν ζῴων ἀλόγων γένει τὸ πρόβατον ἅτε ἡμερώτατον ὑπάρχον καὶ καρπὸν ἐτήσιον ἀνατέλλον ἐξ ἑαυτοῦ πρὸς ὠφέλειαν ὁμοῦ καὶ κόσμον ἀνθρώπων· ἐσθὴς γὰρ τὰς ἀπὸ κρυμοῦ καὶ θάλπους ἀνείργει βλάβας καὶ τὰ ἀπόρρητα τῆς φύσεως ἐπισκιάζουσα πρὸς εὐκοσμίας τοῖς χρωμένοις ἐστί."],["247","σύμβολον οὖν ἔστω τῆς τοῦ ἀρίστου καθάρσεως, διανοίας, τὸ ζῴων ἄριστον, τὸ πρόβατον, λόγου δὲ τὰ πτηνά· κοῦφόν τε γὰρ ὁ λόγος καὶ πτηνὸν φύσει, βέλους θᾶττον φερόμενος καὶ πάντῃ διᾴττων. τὸ γὰρ ἅπαξ λεχθὲν ἀναδραμεῖν μὲν οὐκ ἔστιν, ἔξω δὲ φερόμενον, τάχει πολλῷ τρέχον, πλήττει τὰ ὦτα καὶ διὰ πάσης ἀκοῆς ἐρχόμενον εὐθὺς ἠχεῖ."],["248","δίδυμος δὲ ὁ λόγος, ὁ μὲν ἀληθής, ὁ δὲ ψευδής· οὗ μοι δοκεῖ χάριν ζεύγει τρυγόνων ἢ περιστερῶν ἐξομοιωθῆναι. τῶν δὲ πτηνῶν τὸ μὲν περὶ ἁμαρτίας φησὶ δεῖν εἶναι, τὸ δὲ ὁλοκαύτωμα θύειν, ἐπειδὴ τὸν μὲν ἀληθῆ λόγον ὅλον δι’ ὅλου συμβέβηκεν εἶναι ἱερόν τε καὶ τέλειον, τὸν δὲ ψευδῆ διημαρτῆσθαί τε καὶ ἐπανορθώσεως δεῖσθαι."],["249","πράξεως δέ, ὡς ἔφην, σύμβολον ἡ σεμίδαλις· καὶ γὰρ ταύτην συμβέβηκεν οὐκ ἄνευ τέχνης καὶ ἐπινοίας καθαίρεσθαι, ἀλλὰ χερσὶ σιτοπόνων, ἐπιτήδευμα τὸ πρᾶγμα πεποιηκότων, διακρίνεται. διὸ καί φησι· „δραξάμενος ὁ ἱερεὺς πλήρη τὴν δράκα τὸ μνημόσυνον αὐτῆς ἀνοίσει “(Lev. 5, 12), διὰ τῆς δρακὸς τὸ ἐγχείρημα καὶ τὴν πρᾶξιν ἐμφαίνων."],["250","ἄγαν δ’ ἐξητασμένως ἐπὶ μὲν τοῦ κτήνους εἶπεν· „ἐὰν δὲ μὴ ἰσχύῃ ἡ χεὶρ τὸ ἱκανὸν εἰς πρόβατον “(ibid. 5, 7), ἐπὶ δὲ τῶν πτηνῶν· „ἐὰν δὲ μὴ εὑρίσκῃ “(ibid. 5, 11). διὰ τί; ὅτι μεγάλης μὲν ἰσχύος καὶ ὑπερβαλλούσης δυνάμεώς ἐστι καταλῦσαι τὰς τῆς διανοίας τροπάς, οὐ μεγάλης δὲ ῥώμης τὰ λόγων ἐπισχεῖν ἁμαρτήματα."],["251","πάντων γὰρ ἀλεξίκακον τῶν διὰ φωνῆς ἁμαρτανομένων, ὡς καὶ πρότερον εἶπον, ἡσυχία, ᾗ παντί τῳ ῥᾴδιον χρῆσθαι· πολλοὶ δὲ διὰ τὸ λάλον καὶ ἀμετροεπὲς οὐχ εὑρίσκουσι πέρας ἐπιθεῖναι τῷ λόγῳ."],["252","ταύταις καὶ ταῖς παραπλησίαις τομαῖς καὶ διαστολαῖς τῶν πραγμάτων ἐντραφεὶς καὶ ἐνασκηθεὶς ὁ ἀστεῖος ἆρ’ οὐκ εἰκότως εὔχεσθαι ἂν δόξαι τὸν Ἰσμαὴλ ζῆν, εἰ μὴ δύναται κυοφορῆσαί πω τὸν Ἰσαάκ;"],["253","τί οὖν ὁ χρηστὸς θεός; ἓν αἰτησαμένῳ δύο δίδωσι καὶ τὸ ἔλαττον εὐξαμένῳ χαρίζεται τὸ μεῖζον. „εἶπε “γάρ φησι „τῷ Ἀβραάμ· ναί, ἰδοὺ Σάρρα ἡ γυνή σου τέξεταί σοι υἱόν “(Gen. 17, 19)· εὐθυβόλος γε ἡ συμβολικὴ ἀπόκρισις ἡ ναί. τί γὰρ ἐμπρεπέστερον ἢ τἀγαθὰ ἐπινεύειν θεῷ καὶ ταχέως ὁμολογεῖν;"],["254","ἀλλ’ οἷς ἐπινεύει τὸ θεῖον, ἅπας ἄφρων ἀνανένευκε. τὴν γοῦν Λείαν μισουμένην εἰσάγουσιν οἱ χρησμοί· διὸ καὶ τοιαύτης ἔτυχε προσρήσεως· ἑρμηνευθεῖσα γάρ ἐστιν ἀνανευομένη καὶ κοπιῶσα διὰ τὸ πάντας ἡμᾶς ἀρετὴν ἀποστρέφεσθαι καὶ κοπώδη νομίζειν ἐπιτάγματα οὐχ ἡδέα πολλάκις ἐπιτάττουσαν."],["255","ἀλλὰ τοσαύτης ἀποδοχῆς ἠξίωται παρὰ τοῦ πανηγεμόνος, ὥστε τὴν μήτραν ὑπ’ αὐτοῦ διοιχθεῖσαν (Gen. 29, 31) σπορὰν θείας γονῆς παραδέξασθαι πρὸς τὴν τῶν καλῶν ἐπιτηδευμάτων καὶ πράξεων γένεσιν. μάθε οὖν, ὦ ψυχή, ὅτι καὶ „Σάρρα “, ἡ ἀρετή, „τέξεταί σοι υἱόν “, οὐ μόνον Ἄγαρ, ἡ μέση παιδεία· ἐκείνης μὲν γὰρ τὸ ἔγγονον διδακτόν, ταύτης δὲ πάντως αὐτομαθές ἐστι."],["256","μὴ θαυμάσῃς δ’, εἰ πάντα φέρων σπουδαῖα ὁ θεὸς ἤνεγκε καὶ τοῦτο τὸ γένος, σπάνιον μὲν ἐπὶ γῆς, πάμπολυ δ’ ἐν οὐρανῷ. μάθοις δ’ ἂν ἀπὸ τῶν ἄλλων, ἐξ ὧν συνέστηκεν ἄνθρωπος. ἆρά γε οἱ ὀφθαλμοὶ διδαχθέντες ὁρῶσι; τί δ’; οἱ μυκτῆρες ὀσφραίνονται μαθήσει; ἅπτονται δ’ αἱ χεῖρες ἢ οἱ πόδες προΐασι κατ’ ἐπιτάγματα ἢ παραινέσεις ὑφηγητῶν;"],["257","αἱ δ’ ὁρμαὶ καὶ φαντασίαι— πρῶται δ’ εἰσὶν αὗται κινήσεις καὶ σχέσεις ψυχῆς— διδασκαλίᾳ συνέστησαν; παρὰ δὲ σοφιστὴν φοιτήσας ὁ νοῦς ἡμῶν νοεῖν καὶ καταλαμβάνειν ἔμαθε; πάντα ταῦτ’ ἀφειμένα διδασκαλίας ἀπαυτοματιζούσῃ φύσει χρῆται πρὸς τὰς οἰκείας ἐνεργείας."],["258","τί οὖν ἔτι θαυμάζεις, εἰ καὶ ἀρετὴν ἄπονον καὶ ἀταλαίπωρον ὁ θεὸς ὀμβρήσει μηδεμιᾶς δεομένην ἐπιστασίας, ἀλλ’ ἐξ ἀρχῆς ὁλόκληρον καὶ παντελῆ; εἰ δὲ καὶ μαρτυρίαν βούλει λαβεῖν, Μωυσέως ἀξιοπιστοτέραν εὑρήσεις; ὅς φησι τοῖς μὲν ἄλλοις ἀνθρώποις ἀπὸ γῆς εἶναι τὰς τροφάς, μόνῳ δὲ ἀπ’ οὐρανοῦ τῷ ὁρατικῷ."],["259","ταῖς μὲν οὖν ἀπὸ γῆς καὶ ἄνθρωποι γεωπόνοι συνεργοῦσι, τὰς δ’ ἀπ’ οὐρανοῦ νίφει χωρὶς συμπράξεως ἑτέρων ὁ μόνος αὐτουργὸς θεός. καὶ μὴν λέγεται· „ἰδοὺ ὕω ὑμῖν ἄρτους ἀπ’ οὐρανοῦ “(Exod. 16, 4). τίνα οὖν ἀπ’ οὐρανοῦ τροφὴν ἐνδίκως ὕεσθαι λέγει, ὅτι μὴ τὴν οὐράνιον σοφίαν;"],["260","ἣν ἄνωθεν ἐπιπέμπει ταῖς ἵμερον ἀρετῆς ἐχούσαις ψυχαῖς ὁ φρονήσεως εὐθηνίαν καὶ εὐετηρίαν ἔχων καὶ τὰ ὅλα ἄρδων καὶ μάλιστα ἐν ἱερᾷ ἑβδόμῃ, ἣν σάββατον καλεῖ (Exod. 16, 23 ss.). τότε γὰρ τὴν τῶν αὐτομάτων ἀγαθῶν φορὰν ἔσεσθαί φησιν, οὐκ ἐξ ὅλης τέχνης ἀνατελλόντων, ἀλλ’ αὐτογενεῖ καὶ αὐτοτελεῖ φύσει βλαστανόντων καὶ τοὺς οἰκείους φερόντων καρπούς."],["261","Τέξεται οὖν σοι ἡ ἀρετὴ υἱὸν γενναῖον ἄρρενα (Gen. 17, 19), παντὸς ἀπηλλαγμένον θήλεος πάθους, καὶ καλέσεις τὸ ὄνομα τοῦ υἱοῦ τὸ πάθος, ὅπερ ἂν ἐπ’ αὐτῷ πάθῃς, πείσῃ δὲ πάντως χαράν· ὥστε καὶ τὸ σύμβολον αὐτῆς ὄνομα θήσεις, γέλωτα."],["262","καθάπερ λύπη καὶ φόβος ἰδίας ἀναφθέγξεις ἔχουσιν, ἃς ἂν τὸ βιασάμενον καὶ κρατῆσαν ὀνοματοποιήσῃ πάθος, οὕτως εὐβουλίαι καὶ εὐφροσύναι φυσικαῖς ἐκφωνήσεσιν ἀναγκάζουσι χρῆσθαι, ὧν οὐκ ἂν εὕροι τις κυριωτέρας καὶ εὐθυβολωτέρας κλήσεις, κἂν τυγχάνῃ περὶ τὰς κλήσεις σοφός."],["263","διό φησιν· „εὐλόγηκα αὐτόν, αὐξήσω αὐτόν, πληθυνῶ, δώδεκα ἔθνη γεννήσει “(ibid. 20), τὸν κύκλον καὶ τὸν χορὸν ἅπαντα τῶν σοφιστικῶν προπαιδευμάτων. „τὴν δὲ διαθήκην μου στήσω πρὸς Ἰσαάκ “(ibid. 21), ἵν’ ἑκατέρας ἀρετῆς τὸ ἀνθρώπων μεταποιῆται γένος, διδακτῆς τε καὶ αὐτομαθοῦς, τὸ μὲν ἀσθενέστερον διδασκομένης, ἑτοίμης δὲ τὸ ἐρρωμένον."],["264","„Εἰς δὲ τὸν καιρὸν τοῦτον τέξεταί σοι “, φησίν, ἡ σοφία χαράν (ibid.). ποῖον, ὦ θαυμασιώτατε, δεικνύεις καιρόν; ἢ τὸν ὑπὸ γενέσεως ἄδεικτον μόνον; ὁ γὰρ ἀληθὴς αὐτὸς ἂν εἴη καιρός, ἀνατολὴ τῶν ὅλων, ἡ εὐπραξία καὶ εὐκαιρία γῆς, οὐρανοῦ, τῶν μεταξὺ φύσεων, ζῴων ὁμοῦ καὶ φυτῶν ἁπάντων."],["265","ὅθεν καὶ Μωυσῆς ἐθάρρησεν εἰπεῖν τοῖς ἀποδεδρακόσι καὶ μὴ θέλουσι τὸν ὑπὲρ ἀρετῆς ἄρασθαι πόλεμον πρὸς τοὺς ἀντιτεταγμένους· „ἀφέστηκεν ὁ καιρὸς ἀπ’ αὐτῶν, ὁ δὲ κύριος ἐν ἡμῖν “(Num. 14, 9). μόνον γὰρ οὐκ ἄντικρυς ὁμολογεῖ τὸν θεὸν καιρόν, ὃς παντὸς μὲν ἀσεβοῦς μακρὰν ἀφέστηκεν, ἀρετώσαις δ’ ἐμπεριπατεῖ ψυχαῖς."],["266","„περιπατήσω “γάρ φησιν „ἐν ὑμῖν, καὶ ἔσομαι ὑμῶν θεός “(Lev. 26, 12). οἱ δὲ τὰς ὥρας τοῦ ἔτους καιροὺς εἶναι λέγοντες οὐ κυρίως καταχρῶνται τοῖς ὀνόμασιν, ἅτε μὴ πάνυ τὰς φύσεις τῶν πραγμάτων ἠκριβωκότες, ἀλλὰ πολλοῦ τοῦ εἰκῇ μετέχοντες."],["267","Ἐπιτείνων δὲ τὸ κάλλος τοῦ γεννωμένου φησὶν αὐτὸ „ἐν τῷ ἐνιαυτῷ τῷ ἑτέρῳ “(Gen. 17, 21) γεννηθήσεσθαι, ἐνιαυτὸν ἕτερον οὐ τὸ τοῦ χρόνου μηνύων διάστημα, ὃ ταῖς σεληνιακαῖς ἢ ἡλιακαῖς ἀναμετρεῖται περιόδοις, ἀλλὰ τὸ ἔκτοπον καὶ ξένον καὶ καινὸν ὄντως, ἕτερον τῶν ὁρωμένων καὶ αἰσθητῶν, ἐν ἀσωμάτοις καὶ νοητοῖς ἐξεταζόμενον, ὅπερ τὸ χρόνου παράδειγμα καὶ ἀρχέτυπον εἴληχεν, αἰῶνα. αἰὼν δὲ ἀναγράφεται τοῦ νοητοῦ βίος κόσμου, ὡς αἰσθητοῦ χρόνος."],["268","ἐν ᾧ ἐνιαυτῷ καὶ „τὴν ἑκατοστεύουσαν εὑρίσκει κριθὴν “(Gen. 26, 12) ὁ τὰς θεοῦ χάριτας ἐπὶ γενέσει πλειόνων σπείρας ἀγαθῶν, ἵν’ ὡς πλεῖστοι τῶν ἐπαξίων τυχεῖν μεταλάβωσιν."],["269","ἀλλὰ γὰρ τῷ σπείραντι καὶ θερίζειν ἔθος· ὁ δ’ ἔσπειρε μὲν ἐπιδεικνύμενος τὴν ἐχθρὰν φθόνου καὶ κακίας ἀρετήν, εὑρεῖν δέ, ἀλλ’ οὐ θερίσαι λέγεται· ὁ γὰρ στάχυν ἁδρότερον τῶν εὐεργεσιῶν καὶ πλήρη πεποιηκὼς ἕτερος ἦν, ὃς εὐτρεπισάμενος καὶ ἑτοιμασάμενος ἐλπίδας μείζους καὶ πλείους δωρεὰς προὔθηκε τοῖς ζητοῦσιν εἰς εὕρεσιν."],["270","Τὸ δὲ „συνετέλεσε λαλῶν πρὸς αὐτὸν “(Gen. 17, 22) ἴσον ἐστὶ τῷ τὸν ἀκροατὴν αὐτὸν ἐτελείωσε κενὸν ὄντα σοφίας πρότερον καὶ ἀθανάτων λόγων ἐπλήρωσεν. ἐπεὶ δὲ τέλειος ὁ μαθητὴς ἐγένετο, „ἀνέβη κύριος ἀπὸ Ἀβραάμ “(ibid.) δηλῶν, οὐχ ὅτι διεζεύχθη— φύσει γὰρ θεοῦ ὀπαδὸς ὁ σοφός—, ἀλλὰ τὸ ἑκούσιον τοῦ μαθητοῦ βουλόμενος παραστῆσαι, ἵν’, ὅπερ ἔμαθε, μηκέτι ἐφεστῶτος τοῦ διδάσκοντος χωρὶς ἀνάγκης αὐτὸς ἐπιδεικνύμενος, ἐθελουργῷ καὶ αὐτοκελεύστῳ προθυμίᾳ χρώμενος, ἐνεργῇ δι’ ἑαυτοῦ. δίδωσι γὰρ ὁ διδάσκαλος τῷ μαθόντι τόπον πρὸς τὴν ἄνευ ὑποβολῆς ἑκούσιον μελέτην, ἀλήστου μνήμης ἐγχαράττων βεβαιότατον εἶδος."]]] \ No newline at end of file diff --git a/lines/on-the-sacrifice-of-abel-and-cain.json b/lines/on-the-sacrifice-of-abel-and-cain.json new file mode 100644 index 0000000000000000000000000000000000000000..74f3e98282292c950fe7be711321b14ee9c1de08 --- /dev/null +++ b/lines/on-the-sacrifice-of-abel-and-cain.json @@ -0,0 +1 @@ +[[["1","„Καὶ προσέθηκε τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ “(Gen. 4, 2). ἡ τινὸς πρόσθεσις ἀφαίρεσίς ἐστιν ἑτέρου, ὡς ἀριθμητικῆς μορίων, καὶ ψυχῆς λογισμῶν. εἰ δὴ τὸν Ἄβελ προστίθεσθαι φατέον, τὸν Κάιν ἀφαιρεῖσθαι νομιστέον. ἵνα δὲ μὴ τὸ Τῶν ὀνομάτων ἀσύνηθες ἐπισκοτῇ πολλοῖς, τὴν ἐμφαινομένην φιλοσοφίαν ἀκριβοῦν ὡς ἂν οἷόν τε ᾖ πειρασόμεθα."],["2","δύο τοίνυν δόξας εἶναι συμβέβηκεν ἐναντίας καὶ μαχομένας ἀλλήλαις, τὴν μὲν τῷ νῷ πάντα ἐπιγράφουσαν ὡς ἡγεμόνι τῶν ἐν τῷ λογίζεσθαι ἢ αἰσθάνεσθαι ἢ κινεῖσθαι ἢ ἴσχεσθαι, τὴν δὲ τῷ θεῷ ἑπομένην ὡς αὐτοῦ δημιουργίαν οὖσαν· τῆς μὲν προτέρας ἐκτύπωσίς ἐστιν ὁ Κάιν καλούμενος κτῆσις παρὰ τὸ πάντα κεκτῆσθαι δοκεῖν, τῆς δὲ ἑτέρας ὁ Ἄβελ,"],["3","ἑρμηνεύεται γὰρ ἀναφέρων ἐπὶ θεόν. ἀμφοτέρας μὲν οὖν τὰς δόξας ὠδίνει μία ψυχή· ἀνάγκη δὲ αὐτάς, ὅταν ἀποκυηθῶσι, διακριθῆναι· συνοικεῖν γὰρ πολεμίους ἄχρι παντὸς ἀμήχανον. ἕως μὲν οὖν οὐκ ἔτεκεν ἡ ψυχὴ τὸ φιλόθεον δόγμα τὸν Ἄβελ, διῃτᾶτο τὸ φίλαυτον ὁ Κάιν ἐν αὐτῇ· ὁπότε δὲ τὴν πρὸς τὸ αἴτιον ὁμολογίαν ἐγέννησε, τὴν πρὸς τὸν δοκησίσοφον νοῦν ἐξέλιπε."],["4","δηλώσει δὲ ἐναργέστερον ταῦτα καὶ τὸ τῇ ὑπομονῇ χρησμῳδηθὲν Ῥεβέκκᾳ (Gen. 25, 21 ss.). τὰς γὰρ μαχομένας δύο φύσεις ἀγαθοῦ καὶ κακοῦ συλλαβοῦσα καὶ ἑκατέραν ἄκρως φαντασιωθεῖσα κατὰ τὴν τῆς φρονήσεως ἐπικέλευσιν, ἀνασκιρτώσας αὐτὰς ἰδοῦσα καί τινα τοῦ μέλλοντος πολέμου δι’ ἀκροβολισμῶν προάγωνα ποιουμένας, ἱκετεύει τὸν θεόν, τί τέ ἐστι τὸ πάθος αὐτῇ παραστῆσαι καὶ τίς ἂν ἴασις αὐτοῦ γένοιτο· ὁ δὲ πυνθανομένῃ φησί· „δύο ἔθνη ἐν τῇ γαστρί σού ἐστι “— τὸ μὲν πάθος τοῦτο, ἀγαθοῦ καὶ κακοῦ γένεσις—, ἀλλὰ „καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται “— ἡ ἴασις ἥδε, διασταλῆναι καὶ χωρισθῆναι ταῦτα ἀπ’ ἀλλήλων καὶ μηκέτι τὸν αὐτὸν χῶρον οἰκῆσαι."],["5","προσθεὶς οὖν ὁ θεὸς τῇ ψυχῇ καλὸν δόγμα τὸν Ἄβελ ἀφεῖλεν αὐτῆς δόξαν ἄτοπον τὸν Κάιν. καὶ γὰρ Ἀβραὰμ ἐκλιπὼν τὰ θνητὰ „προστίθεται τῷ θεοῦ λαῷ “(Gen. 25, 8), καρπούμενος ἀφθαρσίαν, ἴσος ἀγγέλοις γεγονώς· ἄγγελοι γὰρ στρατός εἰσι θεοῦ, ἀσώματοι καὶ εὐδαίμονες ψυχαί· ὅ τε ἀσκητὴς τὸν αὐτὸν τρόπον Ἰακὼβ λέγεται προστίθεσθαι τῷ βελτίονι (Gen. 49, 33), ὅτε ἐξέλιπε τὸ χεῖρον."],["6","ὁ δὲ αὐτομαθοῦς ἐπιστήμης ἀξιωθεὶς Ἰσαὰκ ἐκλείπει μὲν καὶ αὐτὸς ὅσον σωματοειδὲς αὐτοῦ τῇ ψυχῇ συνύφαντο, προστίθεται δὲ καὶ προσκληροῦται οὐκέθ’ ὡς οἱ πρότεροι λαῷ, „γένει “δέ, καθάπερ φησὶ Μωυσῆς (Gen. 35, 29)· γένος μὲν γὰρ ἓν τὸ ἀνωτάτω, λαὸς δὲ ὄνομα πλειόνων·"],["7","ὅσοι μὲν οὖν μαθήσει καὶ διδασκαλίᾳ προκόψαντες ἐτελειώθησαν, προσκληροῦνται πλείοσιν· οὐ γὰρ ὀλίγος ἐστὶν ἀριθμὸς τῶν ἐξ ἀκοῆς καὶ ὑφηγήσεως μανθανόντων, οὓς λαὸν ὠνόμασεν· οἱ δὲ ἀνθρώπων μὲν ὑφηγήσεις ἀπολελοιπότες, μαθηταὶ δὲ εὐφυεῖς θεοῦ γεγονότες, τὴν ἄπονον ἐπιστήμην ἀνειληφότες, εἰς τὸ ἄφθαρτον καὶ τελεώτατον γένος μετανίστανται κλῆρον ἀμείνω τῶν προτέρων ἐνδεδεγμένοι, ὧν ὁ Ἰσαὰκ θιασώτης ἀνωμολόγηται."],["8","δηλοῖ δὲ καὶ ἕτερον τοιοῦτον*** νοῦν ἀθάνατον. εἰσὶ δὲ οὓς ἀνωτέρω προαγαγὼν εἴδη μὲν καὶ γένη πάντα ὑπερπτῆναι παρεσκεύασεν, ἵδρυσε δὲ πλησίον ἑαυτοῦ, καθὰ καὶ Μωυσῆς ᾧ φησι· „σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ “(Deut. 5, 31). ἡνίκα γοῦν τελευτᾶν ἔμελλεν οὗτος, οὐκ ἐκλιπὼν προστίθεται ὥσπερ οἱ πρότεροι μήτε πρόσθεσιν μήτε ἀφαίρεσιν κεχωρηκώς, ἀλλὰ „διὰ ῥήματος “τοῦ αἰτίου μετανίσταται (Deut. 34, 5), δι’ οὗ καὶ ὁ σύμπας κόσμος ἐδημιουργεῖτο· ἵνα μάθῃς, ὅτι τὸν σοφὸν ἰσότιμον κόσμῳ ὁ θεὸς ἡγεῖται τῷ αὐτῷ λόγῳ καὶ τὸ πᾶν ἐργαζόμενος καὶ τὸν τέλειον ἀπὸ τῶν περιγείων ἀνάγων ὡς ἑαυτόν."],["9","οὐ μὴν οὐδέ, ὅτε τοῖς περιγείοις χρήσας αὐτὸν εἴασεν ἐνομιλεῖν, ἄρχοντος ἢ βασιλέως κοινήν τινα ἀρετὴν ἀνῆπτεν αὐτῷ, καθ’ ἣν ἀνὰ κράτος ἡγεμονεύσει τῶν τῆς ψυχῆς παθῶν, ἀλλ’ εἰς θεὸν αὐτὸν ἐχειροτόνει πᾶσαν τὴν περὶ τὸ σῶμα χώραν καὶ τὸν ἡγεμόνα αὐτῆς νοῦν ὑπήκοα καὶ δοῦλα ἀποφήνας· „δίδωμι γάρ σε “φησί „θεὸν Φαραώ “(Exod. 7, 1)· θεὸς δὲ ἔλλειψιν ἢ πρόσθεσιν οὐκ ἀνέχεται πλήρης καὶ ἰσαίτατος ὢν ἑαυτῷ."],["10","παρὸ καὶ τὴν ταφὴν λέγεται μηδὲ εἷς εἰδέναι τούτου (Deut. 34, 6)· τίς γὰρ ἂν γένοιτο ἱκανὸς τὴν πρὸς τὸν ὄντα μετανάστασιν ψυχῆς τελείας κατανοῆσαι; οὐδὲ αὐτὴν οἶμαι τὴν τοῦθ’ ὑπομένουσαν εἰδέναι τὴν βελτίωσιν αὑτῆς, ἅτε κατ’ ἐκεῖνον τὸν χρόνον ἐπιθειάζουσαν· τῷ γὰρ εὖ πάσχοντι συμβούλῳ ὁ θεὸς περὶ ὧν μέλλει χαρίζεσθαι οὐ χρῆται, μὴ προλαβόντι δὲ τὰς εὐεργεσίας ἀφθόνους εἴωθεν ὀρέγειν. τοιοῦτόν ἐστι τὸ προσθεῖναι θεὸν γένεσιν ἀγαθοῦ τελείου διανοίᾳ· τὸ δὲ ἀγαθὸν ὁσιότης ἐστίν, ἧς ὄνομα Ἄβελ."],["11","„Καὶ ἐγένετο Ἄβελ ποιμὴν προβάτων, Κάιν δὲ ἦν ἐργαζόμενος τὴν γῆν “(Gen. 4, 2). τί δήποτε πρεσβύτερον εἰσαγαγὼν τοῦ Ἄβελ τὸν Κάιν νυνὶ τὴν τάξιν μετατέθεικεν, ὡς τοῦ νεωτέρου μεμνῆσθαι πρότερον κατὰ τὴν τῶν βίων προαίρεσιν; εἰκὸς γὰρ ἦν τὸν μὲν πρεσβύτατον πρότερον ἐπὶ γεωργίαν ἐλθεῖν, τὸν δὲ νεώτερον αὖθις ἐπὶ τὴν τῶν θρεμμάτων ἐπιμέλειαν."],["12","ἀλλὰ γὰρ οὐ τὰ εἰκότα καὶ πιθανὰ Μωυσῆς ἀσπάζεται, τὴν δὲ ἀλήθειαν ἀκραιφνῆ μεταδιώκει· καὶ ὅταν γε μόνος ἰδίᾳ τῷ θεῷ προσέρχηται, μετὰ παρρησίας φησὶ μὴ εἶναι εὔλογος— ἴσον τῷ μὴ τῶν εὐλόγων καὶ πιθανῶν ἐφίεσθαι—, πεπονθέναι δὲ τοῦτο πρὸ τῆς ἐχθὲς καὶ τρίτης, ἀφ’ οὗ τὸν θεὸν ἄρξασθαι διαλέγεσθαι ὡς θεράποντι αὐτῷ (Exod. 4, 10)."],["13","τοῖς μὲν γὰρ εἰς τὸν τοῦ βίου σάλον καὶ κλύδωνα παρεληλυθόσιν ἐπινηχομένοις ἀνάγκη φορεῖσθαι, μηδενὸς ἐχυροῦ τῶν ἐπιστήμης ἐνειλημμένοις, εἰκότων δὲ καὶ πιθανῶν ἠρτημένοις· τῷ δὲ θεοῦ θεραπευτῇ πρεπῶδες ἀληθείας περιέχεσθαι, τὴν τῶν εὐλόγων εἰκαστικὴν καὶ ἀβέβαιον μυθοποιίαν χαίρειν ἐῶντι."],["14","τί οὖν καὶ τὸ ἐν τούτοις ἀληθές; κακίαν ἀρετῆς χρόνῳ μὲν εἶναι πρεσβυτέραν, δυνάμει δὲ καὶ ἀξιώματι νεωτέραν. ὅταν μὲν οὖν ἡ γένεσις ἀμφοῖν εἰσάγηται, προεκτρεχέτω ὁ Κάιν· ὅταν δὲ ἐπιτηδεύσεων σύγκρισις ἐξετάζηται, φθανέτω ὁ Ἄβελ."],["15","γενομένῳ γὰρ τῷ ζῴῳ συμβέβηκεν εὐθὺς ἔτ’ ἐκ σπαργάνων, ἄχρις ἂν ἡ νεωτεροποιὸς ἀκμῆς ἡλικία τὸν ζέοντα φλογμὸν τῶν παθῶν σβέσῃ, συντρόφους ἔχειν ἀφροσύνην ἀκολασίαν ἀδικίαν φόβον δειλίαν, τὰς ἄλλας συγγενεῖς κῆρας, ὧν ἑκάστην ἀνατρέφουσι καὶ συναύξουσι τιτθαὶ καὶ παιδαγωγοὶ καὶ ἐθῶν καὶ νομίμων εὐσέβειαν μὲν ἐλαυνόντων δεισιδαιμονίαν δὲ πρᾶγμα ἀδελφὸν ἀσεβείᾳ κατασκευαζόντων εἰσηγήσεις καὶ θέσεις."],["16","ὅταν δὲ ἤδη παρηβήσῃ καὶ ἡ τῶν παθῶν παλμώδης νόσος χαλάσῃ, καθάπερ νηνεμίας ἐπιγενομένης, ἄρχεταί τις γαλήνην ἄγειν ὀψὲ καὶ μόλις βεβαιότητι ἀρετῆς ἱδρυθείς, ἣ τὸν ἐπάλληλον καὶ συνεχῆ σεισμόν, βαρύτατον κακὸν ψυχῆς, ἐπράυνεν. οὕτως μὲν δὴ τὰ χρόνου πρεσβεῖα οἴσεται κακία, τὰ δὲ ἀξιώματος καὶ τιμῆς καὶ εὐκλείας ἡ ἀρετή."],["17","πιστὸς δὲ τούτου μάρτυς ὁ νομοθέτης αὐτός· τὸν γὰρ ἀφροσύνης ἐπώνυμον Ἠσαῦ εἰσαγαγὼν χρόνῳ πρεσβύτερον τῷ γενέσει μὲν νεωτέρῳ ἐπωνύμῳ δὲ ἀσκήσεως τῶν καλῶν Ἰακὼβ χαρίζεται τὰ πρεσβεῖα· ὁ δὲ οὐ πρότερον αὐτὰ φέρεσθαι διαγνώσεται, ἢ καθάπερ ἐν ἀγῶνι τὸν ἀντίπαλον ἀπειπεῖν χεῖρας ὑπ’ ἀσθενείας καθέντα καὶ τὰ βραβεῖα καὶ τὸν στέφανον παραχωρῆσαι τῷ πόλεμον ἄσπονδον καὶ ἀκήρυκτον πρὸς τὰ πάθη πεποιημένῳ· „ἀπέδοτο “"],["18","γάρ φησι „τὰ πρωτοτόκια τῷ Ἰακώβ„ (Gen. 25, 33), ὁμολογήσας ἄντικρυς, ὅτι τὰ δυνάμει πρῶτα καὶ κατ’ ἀρετὴν τίμια φαύλου μέν ἐστιν οὐδενός, μόνου δὲ τοῦ σοφίας ἐραστοῦ, καθάπερ καὶ αὐλὸς καὶ λύρα καὶ τὰ ἄλλα"],["19","μουσικῆς ὄργανα μόνου τοῦ μουσικοῦ. περὶ δὲ τοῦ δόγματος τούτου καὶ νόμον ἀναγράφει πάνυ καλῶς καὶ συμφερόντως τιθείς. ἔχει δὲ ὧδε· „ἐὰν γένωνται ἀνθρώπῳ δύο γυναῖκες, μία αὐτῶν ἠγαπημένη καὶ μία μισουμένη, καὶ τέκωσιν αὐτῷ ἡ ἠγαπημένη καὶ ἡ μισουμένη καὶ γένηται ὁ υἱὸς τῆς μισουμένης πρωτότοκος, καὶ ἔσται ἐν τῇ ἡμέρᾳ, ᾗ ἂν κληροδοτῇ τοῖς υἱοῖς αὐτοῦ τὰ ὑπάρχοντα αὐτοῦ, οὐ δυνήσεται πρωτοτοκεῦσαι τῷ υἱῷ τῆς ἠγαπημένης ὑπεριδὼν τὸν υἱὸν τῆς μισουμένης τὸν πρωτότοκον, ἀλλὰ τὸν πρωτότοκον υἱὸν τῆς μισουμένης ἐπιγνώσεται δοῦναι αὐτῷ διπλᾶ ἀπὸ πάντων ὧν ἂν εὑρεθῇ αὐτῷ, ὅτι οὗτός ἐστιν ἀρχὴ τέκνων αὐτοῦ καὶ τούτῳ καθήκει τὰ πρωτοτόκια “(Deut. 21, 15— 17)."],["20","ἐπίγνωθι, ὦ ψυχή, καὶ γνώρισον, τίς ἐστιν ἡ μισουμένη καὶ τίς ὁ τῆς μισουμένης υἱός, καὶ εὐθὺς αἰσθήσῃ, ὅτι ἄλλῳ μὲν οὐδενί, μόνῳ δὲ τούτῳ καθήκει τὰ πρεσβεῖα. δύο γὰρ ἡμῶν ἑκάστῳ συνοικοῦσι γυναῖκες ἐχθραὶ καὶ δυσμενεῖς ἀλλήλαις, τῶν ζηλοτυπίας τὸν ψυχικὸν οἶκον ἀναπιμπλᾶσαι φιλονεικιῶν· τούτων τὴν μὲν ἑτέραν ἀγαπῶμεν χειροήθη καὶ τιθασὸν καὶ φιλτάτην καὶ οἰκειοτάτην αὑτοῖς νομίζοντες, καλεῖται δὲ ἡδονή· τὴν δὲ ἑτέραν ἐχθαίρομεν ἀτίθασον ἀνήμερον ἐξηγριωμένην πολεμιωτάτην ἡγούμενοι, ὄνομα δὲ [καὶ] ταύτης ἐστὶν ἀρετή. ἡ μὲν οὖν προσέρχεται πόρνης καὶ χαμαιτύπης τὸν τρόπον τεθρυμμένη,"],["21","κεκλασμένῳ τῷ βαδίσματι ὑπὸ τρυφῆς τῆς ἄγαν καὶ χλιδῆς, σαλεύουσα τὼ ὀφθαλμώ, οἷς τὰς τῶν νέων ἀγκιστρεύεται ψυχάς, θράσος μετ’ ἀναισχυντίας ἐμβλέπουσα, τὸν αὐχένα ἐπαίρουσα, πλέον τῆς φύσεως ἑαυτὴν ἐνορθιάζουσα, σεσαρυῖα καὶ κιχλίζουσα, περιέργῳ ποικιλίᾳ τὰς τῆς κεφαλῆς τρίχας ἀναπεπλεγμένη, ὑπογεγραμμένη τὴν ὄψιν, ἐγκεκαλυμμένη τὰς ὀφρῦς, θερμολουσίαις ἐπαλλήλοις χρωμένη, ἔρευθος εἰργασμένη, πολυτελεῖς ἐσθῆτας ἐπηνθισμένας ἄκρως ἀμπεχομένη, περιβραχιόνια καὶ περιαυχένια καὶ ὅσα ἄλλα χρυσοῦ καὶ λίθων πολυτελῶν δημιουργηθέντα κόσμος ἐστὶ γυναικεῖος περικαθειμένη, μύρων εὐωδεστάτων ἀποπνέουσα, τὴν ἀγορὰν οἰκίαν νομίζουσα, τριοδῖτις σοβάς, χήτει γνησίου κάλλους τὸ νόθον μεταδιώκουσα."],["22","συνομαρτοῦσι δὲ αὐτῇ τῶν συνηθεστάτων πανουργία προπέτεια ἀπιστία κολακεία φενακισμὸς ἀπάτη ψευδολογία ψευδορκία ἀσέβεια ἀδικία ἀκολασία, ὧν ἐν μέσῳ καθάπερ ἡγεμὼν χοροῦ στᾶσά φησι πρὸς τὸν νοῦν τάδε· „εἰσίν, ὦ οὗτος, θησαυροὶ πάντων ἀγαθῶν ὅσα ἀνθρώπεια παρ’ ἐμοί— τὰ γὰρ θεῖα ἐν οὐρανῷ—, ὧν ἐκτὸς οὐδὲν εὑρήσεις· τούτους, ἢν ἐθέλῃς μοι συνοικεῖν, τοὺς θησαυροὺς ἀναπετάσασα χρῆσιν καὶ ἀπόλαυσιν τῶν ἐνόντων ἀφθονωτάτην εἰσαεὶ παρέξω."],["23","βούλομαι δέ σοι προειπεῖν τὸ πλῆθος τῶν ταμιευομένων ἀγαθῶν, ἵνα κἂν συναινῇς ἑκὼν ἀσμενίζῃς, κἂν ἀποστρέφῃ μὴ ἀγνοῶν ἀρνῇ· ἄνεσίς ἐστι παρ’ ἐμοὶ καὶ ἄδεια καὶ ἐκεχειρία καὶ πόνων ἀμελετησία καὶ χρωμάτων ποικιλία καὶ κλάσεις ἐμμελέσταται φωνῆς, σιτία πολυτελῆ καὶ ποτά, ὀσμῶν ἡδίστων παμπληθεῖς διαφοραί, συνεχεῖς ἔρωτες, ἀπαιδαγώγητοι παιδιαί, μίξεις ἀνεξέταστοι, ἀνουθέτητοι λόγοι, ἔργα ἀνυπεύθυνα, ἀφρόντιστος βίος, μαλακώτατος ὕπνος, κόρος ἀπλήρωτος."],["24","ἐὰν οὖν ἐθελήσῃς σὺν ἐμοὶ ποιεῖσθαι τὰς διατριβάς, ἐκ πάντων εὐτρεπίσασά σοι τὰ ἁρμόζοντα δωρήσομαι, συνεπισκοποῦσα τί ἂν φαγὼν ἢ πιὼν γανωθείης ἢ τί τοῖς ὀφθαλμοῖς ἰδὼν ἢ τοῖς ὠσὶν ἀκούσας ἢ μυκτῆρσιν ὀσφρόμενος ἡσθείης· ἐλλείψει δὲ οὐδὲν ὧν ἂν ἐπιθυμήσῃς, πλείω γὰρ τῶν ἀναλισκομένων εὑρήσεις τὰ γεννώμενα."],["25","φυτὰ γάρ ἐστιν ἐν τοῖς λεχθεῖσι θησαυροῖς ἀειθαλῆ, βλαστάνοντα καὶ τίκτοντα καρποὺς ἐπαλλήλους, ὡς τὴν τῶν ὡραίων καὶ νέων ἀκμὴν ἐπιτρέχειν καὶ καταλαμβάνειν τοὺς ἤδη πεπανθέντας· πόλεμος οὐδὲ εἷς ἐμφύλιος ἢ ξενικὸς τὰ φυτὰ ταῦτα πώποτε ἔτεμεν, ἀλλ’ ἀφ’ οὗ τὸ πρῶτον αὐτὰ γῆ παρέλαβεν, ὥσπερ ἀγαθὴ τροφὸς τιθηνεῖται, ῥίζας μὲν οἱονεὶ θεμελίους εἰς τὸ κάτω βαλλομένη κραταιοτάτας, τὸ δὲ ὑπὲρ γῆς ἔρνος οὐρανόμηκες ἀνατείνασα, κλάδους δὲ ἐκφύσασα τῶν ἐν ζῴοις χειρῶν καὶ ποδῶν ἀναλογοῦντα μιμήματα, πέταλα δὲ οἷον κόμας σκέπην ἐν ταὐτῷ καὶ κόσμον ἐπανθῆσαι παρασκευάσασα, καρποὺς δὲ ἐπὶ τούτοις, ὧν ἕνεκα κἀκεῖνα “."],["26","τούτων ἀκούσασα ἢ ἑτέρα— καὶ γὰρ ἐν ἀποκρύφῳ μὲν ἐν ἐπηκόῳ δὲ εἱστήκει—, δείσασα μή ποτε λαθὼν ὁ νοῦς αἰχμάλωτος ἀνδραποδισθεὶς ἀπαχθῇ τοσαύταις δωρεαῖς καὶ ὑποσχέσεσιν, ἔτι καὶ πρὸς τὴν ὄψιν ἐνδοὺς εὖ καὶ ποικίλως ἐπὶ ἀπάτῃ τετεχνιτευμένην— διὰ γὰρ τῶν περιάπτων καὶ μαγγανειῶν ἔνυττεν, ἐκήλει, γαργαλισμοὺς ἐνειργάζετο—, παρελθοῦσα ἐξαίφνης ἐπιφαίνεται ἐλευθέρας καὶ ἀστῆς προσφερομένη πάντα, σταθερὸν βάδισμα, ἠρεμαιοτάτην ὄψιν, χρῶμα καὶ τὸ αἰδοῦς καὶ τὸ σώματος ἀκιβδήλευτον, ἀψευδὲς ἦθος, ἀνόθευτον βίον, ἀποίκιλον γνώμην, λόγον οὐ φένακα, διανοίας ὑγιοῦς ἀληθέστατον μίμημα, σχέσιν ἄπλαστον, οὐ σεσοβημένην κίνησιν, μετρίαν ἐσθῆτα, τὸν χρυσοῦ τιμιώτερον φρονήσεως καὶ ἀρετῆς κόσμον."],["27","συνείποντο δὲ αὐτῇ εὐσέβεια ὁσιότης ἀλήθεια θέμις ἁγιστεία εὐορκία δικαιοσύνη ἰσότης εὐσυνθεσία κοινωνία ἐχεθυμία σωφροσύνη κοσμιότης ἐγκράτεια πρᾳότης ὀλιγοδεΐα εὐκολία αἰδὼς ἀπραγμοσύνη ἀνδρεία γενναιότης εὐβουλία προμήθεια φρόνησις προσοχὴ διόρθωσις εὐθυμία χρηστότης ἡμερότης ἠπιότης φιλανθρωπία μεγαλοφροσύνη μακαριότης ἀγαθότης· ἐπιλείψει με ἡ ἡμέρα λέγοντα τὰ τῶν κατ’ εἶδος ἀρετῶν ὀνόματα."],["28","αὗται παρ’ ἑκάτερα στᾶσαι μέσην αὐτὴν ἐδορυφόρουν· ἡ δὲ σχῆμα τὸ σύνηθες ἑαυτῇ λαβοῦσα λόγων ἤρξατο τοιῶνδε· „τὴν τερατουργὸν καὶ μάχλον καὶ μυθολόγον εἶδον ἡδονὴν τραγικώτερον ἐνεσκευασμένην καὶ λιπαρῶς θαμινά σοι προσομιλοῦσαν, ὥστε— εἰμὶ γὰρ μισοπόνηρος φύσει—, δείσασα μὴ λάθῃς ἀπατηθεὶς καὶ συναινέσας κακοῖς μεγίστοις ὡς ὑπερβάλλουσιν ἀγαθοῖς, ἠξίωσα τὰ προσόντα τῇ γυναικὶ μετὰ πάσης ἀληθείας προειπεῖν, ἵνα μηδὲν ἀγνοίᾳ τῶν συμφερόντων ἀπωσάμενος ἀβούλητον ἐμπορεύσῃ κακοπραγίαν."],["29","τὴν μὲν οὖν σκευὴν ᾗ κέχρηται πᾶσαν ἀλλοτρίαν ἴσθι· τῶν γὰρ εἰς γνήσιον κάλλος οὐδὲν οἰκεῖον ἐξ ἑαυτῆς ἐπιφέρεται, περιῆπται δὲ δίκτυα καὶ πάγας ἐπὶ τῇ σῇ θήρᾳ, νόθην καὶ κίβδηλον εὐμορφίαν, ἃ προϊδόμενος, ἢν εὖ φρονήσῃς, ἀτελῆ τὴν ἄγραν αὐτῇ παρασκευάσεις· ὀφθαλμοὺς μὲν γὰρ φανεῖσα ἡδύνει, ὦτα δὲ φθεγξαμένη λιγαίνει, ψυχὴν δὲ τὸ πλείστων ἄξιον κτῆμα καὶ διὰ τούτων καὶ τῶν ἄλλων ἁπάντων μερῶν πέφυκε λυμαίνεσθαι. τῶν δὲ περὶ αὑτὴν ἃ μὲν ἔμελλεν ἀκούσαντί σοι προσηνῆ γενήσεσθαι διεξῆλθε, τὰ δὲ ἄλλα ὅσα μὴ ῥᾳστώνην εἶχεν ἀμύθητα ὄντα ἐθελοκακοῦσα ἐπεκρύψατο, οἷς οὐκ ἄν τινα συναινέσειν εὐχερῶς προσεδόκησεν."],["30","ἐγὼ δὲ καὶ ταῦτα ἀπαμφιάσασα ἀναδείξω καὶ οὐ μιμήσομαι τρόπους ἡδονῆς, ὡς ὅσα μὲν ἐπαγωγά ἐστιν ἐν ἐμοὶ μόνα ἐπιδείξασθαι, τὰ δὲ ἔχοντα δυσκολίαν συσκιάσαι καὶ περιστεῖλαι, ἀλλὰ τοὐναντίον τὰ μὲν τέρψιν ἐξ ἑαυτῶν καὶ χαρὰν ἐνδιδόντα ἡσυχάσω, εἰδυῖα ὅτι φωνὴν ῥήξει τὴν δι’ ἔργων, τὰ δ’ ἐπαχθῆ καὶ δυσυπομόνητα κυρίως ἑρμηνεύσω τοῖς ὀνόμασι γυμνοῖς κἀν μέσῳ τιθεῖσα αὐτά, ὡς ἔκδηλον τὴν ἑκάστου φύσιν καὶ τοῖς ἀμυδρῶς ὁρῶσι προφαίνεσθαι· τῶν γὰρ ἡδονῆς μεγίστων ἀγαθῶν τὰ παρ’ ἐμοὶ μέγιστα δοκοῦντα εἶναι κακὰ καλλίω καὶ τιμιώτερα τοῖς χρωμένοις ἐξελεγχθήσεται."],["31","πρὶν δὲ περὶ τῶν ἰδίων ἄρξασθαι, ὅσα ἂν ἐνδέχηται τῶν ὑπ’ ἐκείνης ἡσυχασθέντων ὑπομνήσω· εἰποῦσα γὰρ περὶ ὧν ἐθησαυρίσατο χρωμάτων φωνῶν ἀτμῶν χυλῶν ποιοτήτων δυνάμεων τῶν κατὰ ἁφὴν καὶ πᾶσαν αἴσθησιν καὶ τῷ τῆς ἀκροάσεως ἐφηδύνασα προσαγωγῷ τὰς ἄλλας νόσους καὶ κῆρας ἑαυτῆς οὐκ ἐμήνυσεν, αἷς ἐξ ἀνάγκης ἐκεῖνα αἱρούμενος χρήσῃ, ἵνα αὔρᾳ τινὸς ὠφελείας ἐπαρθεὶς ἐντὸς ἀρκύων ληφθῇς."],["32","ἴσθι οὖν, ὦ οὗτος, ὅτι γενόμενος φιλήδονος πάντ’ ἔσει ταῦτα· πανοῦργος θρασὺς ἀνάρμοστος ἄμικτος δύσχρηστος ἔκθεσμος ἀργαλέος ἀκρόχολος ἀνεπίσχετος φορτικὸς ἀνουθέτητος εὐχερὴς κακότεχνος ἀδιάγωγος ἄδικος ἄνισος ἀκοινώνητος ἀσύμβατος ἄσπονδος πλεονέκτης κακονομώτατος ἄφιλος ἄοικος ἄπολις στασιώδης ἄτακτος ἀσεβὴς ἀνίερος ἀνίδρυτος ἄστατος ἀνοργίαστος βέβηλος ἐναγὴς βωμολόχος ἀλάστωρ παλαμναῖος ἀνελεύθερος ἀπότομος θηριώδης ἀνδραποδώδης δειλὸς ἀκόλαστος ἄκοσμος αἰσχρουργὸς αἰσχροπαθὴς ἀχρώματος ἄμετρος ἄπληστος ἀλαζὼν δοκησίσοφος αὐθάδης βάναυσος βάσκανος φιλεγκλήμων δύσερις διάβολος χαῦνος ἀπατεὼν ἀγύρτης εἰκαῖος ἀμαθὴς ἀναίσθητος ἀσύμφωνος [ἄπιστος] ἀπειθὴς ἀφηνιαστὴς γόης εἴρων κέρκωψ δυσυπονόητος δυσώνυμος δυσεύρετος δυσέφικτος ἐξώλης κακόνους ἀσύμμετρος ἀκαιρολόγος μακρήγορος ἀδολέσχης ἀερόμυθος κόλαξ νωθὴς ἀπερίσκεπτος ἀπροόρατος ἀπρονόητος ὀλίγωρος ἀπαράσκευος ἀπειρόκαλος πλημμελὴς σφαλλόμενος διαπίπτων ἀδιοίκητος ἀπροστασίαστος λίχνος ἀγόμενος διαρρέων εὐένδοτος δολιώτατος διχόνους δίγλωσσος ἐπίβουλος ἐνεδρευτικὸς ῥᾳδιουργὸς ἀδιόρθωτος ἐνδεὴς ἀεὶ ἀβέβαιος ἀλήτης ἐπτοημένος φορᾷ χρώμενος εὐεπιχείρητος ἐπιμανὴς ἁψίκορος φιλόζωος δοξοκόπος βαρύμηνις βαρύσπλαγχνος βαρύθυμος βαρυπενθὴς δυσόργητος ψοφοδεὴς ὑπερθετικὸς μελλητὴς ὕποπτος ἄπιστος δύσλυτος καχυπόνους δύσελπις ἀρίδακρυς ἐπιχαιρέκακος λελυττηκὼς παρακεκομμένος ἀδιατύπωτος κακομήχανος αἰσχροκερδὴς φίλαυτος ἐθελόδουλος ἐθέλεχθρος δημοκόπος κακοικονόμος σκληραύχην θηλυδρίας ἐξίτηλος ἐκκεχυμένος σκωπτικὸς τρώκτης ἠλίθιος βαρυδαιμονίας ἐμπεφορημένος ἀκράτου."],["33","τοιαῦτα τῆς περικαλλοῦς καὶ περιμαχήτου ἡδονῆς ἐστι τὰ μεγάλα μυστήρια· ἅπερ ἑκοῦσα ἀπεκρύψατο δέει τοῦ μὴ γνόντα σε ἀποστραφῆναι τὴν εἰς τὸ αὐτὸ σύνοδον αὐτῆς. τῶν δὲ παρ’ ἐμοὶ θησαυριζομένων ἀγαθῶν τὸ πλῆθος ἢ μέγεθος τίς ἂν ἀξίως εἰπεῖν δυνηθείη; ἴσασιν οἱ κεκοινωνηκότες ἤδη καὶ οἷς ἵλεως ἡ φύσις πάλιν γνώσονται κληθέντες εἰς μετουσίαν θοίνης, οὐκ ἐξ ἧς αἱ γαστρὸς ἡδοναὶ πιμπλαμένης τὸ σῶμα πιαίνουσιν, ἀλλ’ ἀφ’ ἧς διάνοια ἐντρεφομένη καὶ ἐγχορεύουσα ἀρεταῖς"],["34","γήθει τε καὶ εὐφραίνεται. διὰ μὲν δὴ ταῦτα καὶ τὸ πάλαι λεχθέν, ὅτι πέφυκεν ἐξ ἑαυτῶν φωνὴν ἀφιέναι, κἂν ἡσυχάζηται, τὰ ὅσια ἅτε ὄντως ἀγαθά, τὸν περὶ αὐτῶν λόγον ἐῶ· οὐδὲ γὰρ ἥλιος ἢ σελήνη χρῄζουσιν ἑρμηνέως, ὅτι τὸν σύμπαντα κόσμον, ὁ μὲν ἡμέρας, ἡ δὲ νυκτὸς ἀνασχόντες, φωτὸς ἐμπιπλᾶσιν· ἀλλ’ ἔστιν αὐτοῖς ἡ ἐπίλαμψις ἀμάρτυρος πίστις ὀφθαλμοῖς ὤτων ἐναργεστέρῳ κριτηρίῳ βεβαιουμένη."],["35","τὸ δὲ δοκοῦν τῶν παρ’ ἐμοὶ μάλιστα δυσκολίαν ἔχειν καὶ χαλεπότητα οὐδὲν ὑποστειλαμένη μετὰ παρρησίας λέξω· καὶ γὰρ τοῦτό που φαντασίᾳ μὲν κατὰ τὴν πρόχειρον ἔντευξιν ἀργαλέον εἶναι δοκεῖ, μελέτῃ δὲ ἥδιστον καὶ ἐξ ἐπιλογισμοῦ συμφέρον. ἔστι δὲ ὁ ῥᾳστώνης ἐχθρὸς πόνος, πρῶτον καὶ μέγιστον ἀγαθόν, προσφερόμενος τὸν ἀκήρυκτον πρὸς ἡδονὴν πόλεμον· ἀρχὴν γάρ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, παντὸς ἀγαθοῦ καὶ ἀρετῆς ἁπάσης ὁ θεὸς ἀνέδειξεν ἀνθρώποις πόνον, οὗ χωρὶς τῶν καλῶν παρὰ τῷ θνητῷ γένει συνιστάμενον οὐδὲν εὑρήσεις."],["36","καθάπερ γὰρ ἄνευ φωτὸς ἀμήχανον ἰδεῖν, μήτε χρωμάτων μήτε ὀμμάτων ἱκανῶν ὄντων πρὸς τὴν δι’ ὄψεως ἀντίληψιν— δεσμὸν γὰρ ἀμφοῖν προϋπειργάσατο τὸ φῶς ἡ φύσις, ᾧ συνάγεται καὶ ἁρμόζεται πρὸς χρῶμα ὀφθαλμός, ἐπὶ σκότους δὲ ἡ δύναμις ἀνωφελὴς ἑκατέρου—, τὸν αὐτὸν τρόπον καὶ τὸ τῆς ψυχῆς ὄμμα τῶν κατ’ ἀρετὴν πράξεων ἀντιλαμβάνεσθαι ἀδυνατεῖ μὴ προσχρησάμενον ὥσπερ φωτὶ συνεργῷ τῷ πόνῳ· μέσος γὰρ διανοίας ἱδρυθεὶς καὶ οὗ διάνοια ὀρέγεται καλοῦ, τὸ μὲν ἔνθεν τὴν δὲ ἔνθεν ἐπισπασάμενος ἑκατέρᾳ χειρὶ φιλίαν καὶ συμφωνίαν αὐτὸς ἀγαθὰ τέλεια ἐργάζεται."],["37","ὁποῖον γὰρ ἂν ἐθέλῃς ἑλοῦ τῶν ἀγαθῶν, καὶ τοῦθ’ εὑρήσεις πόνῳ περιγινόμενόν τε καὶ βεβαιούμενον· εὐσέβεια καὶ ὁσιότης ἀγαθά, ἀλλ’ οὐκ ἄνευ θεραπείας θεοῦ τυχεῖν αὐτῶν δυνάμεθα, θεραπεία δὲ ταῖς ἐν πόνοις φιλοτιμίαις συνέζευκται· φρόνησις καὶ ἀνδρεία καὶ δικαιοσύνη καλαὶ πᾶσαι καὶ τέλεια ἀγαθά, ἀλλ’ οὐ τῇ ῥᾳστώνῃ ταῦτα ληπτά, ἀγαπητὸν δέ, εἰ συνεχέσι ταῖς ἐπιμελείαις ἐξευμενισθήσονται· τὴν πρὸς θεὸν καὶ ἀρετὴν ἀρέσκειαν ὥσπερ τινὰ ἔντονον καὶ σφοδρὰν ἁρμονίαν οὐ δυνηθὲν τὸ πάσης ψυχῆς ὄργανον ἐνεγκεῖν ἀνείθη καὶ ἐχαλάσθη πολλάκις, ὡς ἀπὸ τῶν ἄκρων ἐπὶ τὰς μέσας καταβῆναι τέχνας· ἀλλ’ ὅμως κἂν ταῖς μέσαις πολὺς ὁ κάματος·"],["38","ἴδε τοὺς τῶν ἐγκυκλίων καὶ τῶν λεγομένων προπαιδευμάτων ἀσκητὰς ἅπαντας· ἴδε τοὺς γεωπόνους καὶ ὅσοι τὸν βίον ἔκ τινων ἐπιτηδεύσεων πορίζουσιν· οὗτοι τῶν φροντίδων οὐ μεθ’ ἡμέραν οὐ νύκτωρ ἀφίστανται, ἀλλ’ ἀεὶ καὶ πανταχοῦ τὸ λεγόμενον δὴ τοῦτο χειρὶ καὶ ποδὶ καὶ πάσῃ δυνάμει κακοπαθοῦντες οὐ παύονται, ὡς καὶ θάνατον ἀντικαταλλάττεσθαι"],["39","πολλάκις. ἀλλ’ ὥσπερ τοῖς ψυχὴν τὴν ἑαυτῶν ἵλεων σπουδάζουσι λαβεῖν θεραπευτέον ἐξ ἀνάγκης τὰς ψυχῆς ἀρετάς, οὕτως καὶ τοῖς ἵλεων τὸ σῶμα ἔχειν προαιρουμένοις θεραπευτέον ὑγίειαν καὶ τὰς συγγενεῖς αὐτῇ δυνάμεις, καὶ δῆτα θεραπεύουσι μετ’ ἀνηνύτων καὶ ἀπαύστων πόνων οἷς φροντὶς εἰσέρχεται τῶν ἐν αὐτοῖς δυνάμεων, ἐξ ὧν συνεκρίθησαν."],["40","πάντ’ οὖν ὁρᾷς τὰ ἀγαθὰ ἐκ πόνου καθάπερ ἐκ ῥίζης μιᾶς ἐκπεφυκότα καὶ βλαστάνοντα· ὃν μήποτε ὑπομείνῃς μεθέσθαι, λήσῃ γὰρ ἅμ’ αὐτῷ καὶ σωρὸν ἀθρόον ἀγαθῶν μεθέμενος. ὁ μὲν γὰρ τοῦ σύμπαντος ἡγεμὼν οὐρανοῦ τε καὶ κόσμου καὶ ἔχει καὶ παρέχει οἷς ἂν ἐθέλῃ τὰ ἀγαθὰ μετὰ πάσης εὐμαρείας, ἐπεὶ καὶ τὸν τοσοῦτον κόσμον ἄνευ πόνων πάλαι μὲν εἰργάζετο, νυνὶ δὲ καὶ εἰσαεὶ συνέχων οὐδέποτε λήγει— θεῷ γὰρ τὸ ἀκάματον ἁρμοδιώτατον—, θνητῷ δὲ οὐδενὶ κτῆσιν ἀγαθοῦ δίχα πόνων ἡ φύσις δεδώρηται, ἵνα καὶ ταύτῃ"],["41","τὸ μακάριον ἐν τοῖς οὖσι μόνον ὁ θεὸς εὐδαιμονίζηται. δοκεῖ γάρ μοι πόνος τὴν αὐτὴν προσφέρεσθαι δύναμιν τροφῇ· καθάπερ γοῦν αὕτη τὸ ζῆν ἐξήρτηκεν ἑαυτῆς συναρτήσασα καὶ τὰ ἐν τῷ ζῆν ἅπαντα ἔργα τε καὶ πάθη, οὕτως καὶ πόνος ἐκκεκρέμακεν ἑαυτοῦ τὰ ἀγαθά. ὥσπερ οὖν τοῦ ζῆν τοῖς γλιχομένοις τροφῆς οὐκ ἀμελητέον, οὕτως τοῖς τῶν ἀγαθῶν κτήσεως ἐφιεμένοις πόνου προνοητέον· ὃ γὰρ πρὸς τὸ ζῆν τροφή, τοῦτο πρὸς τὸ καλὸν πόνος· ἑνὸς οὖν ὄντος αὐτοῦ μηδέποτε ὀλιγωρήσῃς, ἵνα τὰ πάντα ἀγαθὰ ἀθρόα καρπώσῃ."],["42","οὕτως καὶ γενέσει νεώτερος ὢν πρεσβύτερος νομισθήσῃ καὶ τῶν πρεσβείων ἀξιωθήσῃ· ἐὰν δὲ βελτιούμενος ἀεὶ πρὸς τέλος ἀφίκῃ, οὐ μόνον σοι τὰ πρεσβεῖα ὁ πατὴρ ἀλλὰ καὶ τὰ πατρῷα χαριεῖται πάντα, καθάπερ καὶ τῷ τὰς ἕδρας τοῦ πάθους καὶ βάσεις πτερνίζοντι Ἰακώβ, ὃς ὡμολόγησεν ὃ ἔπαθεν εἰπὼν „ὅτι ἠλέησέ με ὁ θεός, καὶ ἔστι μοι πάντα “(Gen. 33, 11), δογματικῶς ἅμα καὶ παιδευτικῶς· ἐν γὰρ τῷ τοῦ θεοῦ ἐλέῳ τὰ πάντα ὁρμεῖ."],["43","μεμάθηκε δὲ ταῦτα παρὰ τῷ πάππῳ τῆς ἑαυτοῦ παιδείας Ἀβραάμ, ὃς τῷ πανσόφῳ Ἰσαὰκ δίδωσι τὰ ὑπάρχοντα πάντα (Gen. 25, 5), οὐδὲν ὑπολειπόμενος τῶν ὑπαρκτῶν τοῖς νόθοις καὶ πλαγίοις τῶν παλλακῶν λογισμοῖς, ἀλλὰ μικρὰ χαρίζεται καὶ μικροῖς ἐκείνοις· τὰ μὲν γὰρ ὑπαρκτά, αἱ τέλειοι ἀρεταί, μόνου τοῦ τελείου καὶ γνησίου κτήματα, τὰ δὲ μέσα τῶν καθηκόντων ἐφαρμόττει καὶ τοῖς ἀτελέσι μέχρι τῶν ἐγκυκλίων προπαιδευμάτων ἐλθοῦσιν, ὧν Ἄγαρ καὶ Χεττοῦρα κατάρχουσιν, ἡ μὲν Ἄγαρ παροίκησις, ἡ δὲ Χεττοῦρα θυμιῶσα·"],["44","ὁ γὰρ τοῖς ἐγκυκλίοις μόνοις ἐπανέχων παροικεῖ σοφίᾳ, οὐ κατοικεῖ, καθάπερ τινὰ ὀδμὴν ἡδεῖαν ἐκ τῆς περὶ τὴν θεωρίαν γλαφυρότητος ἐπιπέμπων τῇ ψυχῇ· τροφῶν δὲ οὗτος, οὐκ ὀσμῶν, δεῖται πρὸς τὸ ὑγιαίνειν· ὄσφρησιν δὲ ὑπηρέτιν γεύσεως καθάπερ βασιλίδος προγευστρίδα ὑπήκοον λέγεται ἡ φύσις εὐμηχάνως δημιουργῆσαι· τὰς δὲ ἡγεμονίδας πρὸ τῶν ἀρχομένων ἀεὶ θεραπευτέον καὶ τὰς αὐτόχθονας πρὸ τῶν παροίκων ἐπιστήμας. “"],["45","ταῦτα ἀκούσας ὁ νοῦς ἀποστρέφεται μὲν ἡδονήν, ἁρμόζεται δὲ ἀρετῇ, τὸ κάλλος ἄπλαστον καὶ γνήσιον καὶ ἱεροπρεπέστατον αὐτῆς κατανοήσας. τότε καὶ γίνεται ποιμὴν προβάτων, τῶν κατὰ ψυχὴν ἀλόγων δυνάμεων ἡνίοχός τε καὶ κυβερνήτης, οὐκ ἐῶν αὐτὰς ἀτάκτως φέρεσθαι καὶ πλημμελῶς δίχα ἐπιστάτου καὶ ἡγεμόνος, ἵνα μὴ καθάπερ τινὰ ἀπροστασίαστον καὶ ἀνεπιτρόπευτον ὀρφανίαν ὑποστάντες ἐρημίᾳ συμμάχων οἱ ἀφηνιασταὶ τρόποι παραπόλωνται."],["46","οἰκειότατον γοῦν ὁ ἀσκητὴς ὑπολαβὼν ἀρετῇ τὸ ἔργον ὑπομένει „ποιμαίνειν τὰ πρόβατα Λάβαν “(Gen. 30, 36), τοῦ χρώμασι καὶ σχήμασι καὶ συνόλως ἀψύχοις σώμασιν ἐγκειμένου, καὶ οὐχ ἅπαντα ἀλλὰ „τὰ ὑπολειφθέντα “. τί δὲ τοῦτ’ ἐστί; διττὸν εἶναι πέφυκε τὸ ἄλογον, τὸ μὲν παρὰ τὸν αἱροῦντα λόγον, ὡς ἄλογον τὸν ἄφρονά φασί τινες, τὸ δὲ κατ’ ἐκτομὴν λόγου, ὡς τῶν ζῴων τὰ μὴ λογικά."],["47","τὰς μὲν οὖν ἀλόγους αὐτοῦ φοράς, λέγω δὲ τὰς παρὰ τὸν αἱροῦντα λόγον δυνάμεις, οἱ υἱοὶ Λάβαν „τριῶν ἡμερῶν ἀποστάντες ὁδὸν” (ibid.) τημελοῦσι, συμβολικῶς ἅπαντα χωρισθέντες τὸν αἰῶνα τοῦ σπουδαίου· τριμερὴς γὰρ ὁ χρόνος, ἐκ παρεληλυθότος καὶ ἐνεστῶτος καὶ μέλλοντος συνεστώς· τὰς δὲ καθ’ ἑτέραν ἐκδοχὴν ἀλόγους, οὐχ αἳ παρὰ τὸν ὀρθὸν λόγον εἰσὶν ἀλλ’ ὅσαι μὴ λογικαί, ὧν καὶ τὰ ἄλογα ζῷα κοινωνεῖ, ὁ ἀσκητὴς ἐπιμελείας ἀξιώσει, τὰ σφάλματα αὐταῖς οὐκ ἀπὸ κακίας πανούργου μᾶλλον ἢ ἀπὸ ἀμαθίας ἀναγώγου προσγεγενῆσθαι νομίζων."],["48","ἀμαθία μὲν οὖν, ἀκούσιον καὶ κοῦφον πάθος, θεραπείαν οὐ δύσεργον ἔχει διδασκαλίαν· πανουργία δέ, ἑκούσιον ψυχῆς ἀρρώστημα, χαλεπὴν εἰ καὶ μὴ πάντως ἀνίατον ἐργάζεται τὴν ἀποτροπήν. ἅτε οὖν παρὰ πανσόφῳ πατρὶ παιδευθέντες οἱ τοῦδε υἱεῖς, κἂν εἰς τὸ Αἰγύπτιον φιλοπαθὲς σῶμα καταβῶσι καὶ τῷ σκεδαστῇ τῶν καλῶν ἐντύχωσι Φαραώ, ὃς βασιλεὺς εἶναι δοκεῖ τοῦ συγκρίτου ζῴου, μηδὲν καταπλαγέντες τῆς ἀφθόνου παρασκευῆς ὁμολογήσουσιν, ὅτι „ποιμένες προβάτων εἰσίν, οὐ μόνον αὐτοί, ἀλλὰ καὶ οἱ πατέρες αὐτῶν “(Gen. 47, 3)."],["49","καίτοι γε οὐκ ἄν τις ἐπ’ ἀρχῇ καὶ δυναστείᾳ τοσοῦτον αὔχημά ποτε αὐχήσαι, ὅσον ἐπὶ τῷ ποιμένες εἶναι οἱ ἄνδρες οὗτοι. τοῖς μέντοι δυναμένοις λογίζεσθαι σεμνότερον βασιλείας ἐστὶ τὸ ἔργον, ἰσχῦσαι, καθάπερ πόλεως ἢ χώρας, σώματός τε καὶ αἰσθήσεων καὶ γαστρὸς καὶ τῶν μετὰ γαστέρα ἡδονῶν καὶ παθῶν τῶν ἄλλων καὶ γλώττης καὶ συνόλως ἅπαντος τοῦ συγκρίματος εὐτόνως καὶ σφόδρα ἐρρωμένως καὶ πάλιν ἐπιεικῶς ἀφηγήσασθαι· πῇ μὲν γὰρ ἐπανιέναι δεῖ καθάπερ ἡνίοχον τοῖς ὑπεζευγμένοις τὰς ἡνίας, πῇ δὲ ἀντισπᾶν καὶ ἀναχαιτίζειν, ὁπότε πλείων ἡ πρὸς τὰ ἐκτὸς ῥύμη καὶ φορὰ σὺν ἀφηνιασμῷ γίνοιτο."],["50","ἄγαμαι καὶ τοῦ θεσμοφύλακος Μωυσέως, ὃς μέγα καὶ λαμπρὸν ἡγούμενος τὸ ποιμαίνειν περιῆψεν ἑαυτῷ τὸ ἔργον· τῶν γὰρ τοῦ περιττοῦ Ἰοθὸρ ἐπιστατεῖ καὶ ἀφηγεῖται δογμάτων, ἄγων αὐτὰ ἀπὸ τῶν ὀχλικῶν τῆς πολιτείας σπουδασμάτων εἰς ἐρημίαν τοῦ μὴ ἀδικεῖν· „ἦγε γὰρ τὰ πρόβατα ὑπὸ τὴν ἔρημον “(Exod. 3, 1)."],["51","παρὸ καὶ ἀκολουθεῖ „βδέλυγμα Αἰγυπτίων εἶναι πάντα προβάτων ποιμένα “(Gen. 46, 34)· τὸν γὰρ κυβερνήτην καὶ ὑφηγητὴν τῶν καλῶν ὀρθὸν λόγον βδελύττεται πᾶς φιλοπαθής, καθάπερ οἱ τῶν παίδων ἀφρονέστατοι τοὺς διδασκάλους καὶ παιδαγωγοὺς καὶ πάντα νουθετητὴν καὶ σωφρονιστὴν λόγον. Μωυσῆς δὲ „τὰ βδελύγματα Αἰγύπτου θύσειν τῷ θεῷ “(Exod. 8, 26) φησί, τὰς ἀρετάς, ἄμωμα καὶ πρεπωδέστατα ἱερεῖα, ἃ βδελύττεται πᾶς ἄφρων. ὥστ’ εἰκότως ὁ τὰ ἄριστα ἐπὶ θεὸν ἀναφέρων Ἄβελ ποιμὴν κέκληται, ὁ δὲ ἐφ’ ἑαυτὸν καὶ τὸν ἴδιον νοῦν γῆς ἐργάτης ὁ Κάιν. τί δέ ἐστι τὸ γῆν ἐργάζεσθαι (Gen. 4, 2), διὰ τῶν προτέρων βιβλίων ἐδηλώσαμεν."],["52","„Καὶ ἐγένετο μεθ’ ἡμέρας, ἤνεγκε Κάιν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ κυρίῳ “(Gen. 4, 3). δύο ἐγκλήματα τοῦ φιλαύτου· ἓν μὲν τὸ „μεθ’ ἡμέρας “ἀλλ’ οὐκ εὐθὺς εὐχαριστῆσαι θεῷ, ἕτερον δὲ τὸ „ἀπὸ τῶν καρπῶν “ἀλλὰ μὴ ἀπὸ τῶν πρώτων καρπῶν, ὧν σύνθετον ὄνομα πρωτογεννήματα. ἑκατέραν δὲ τῶν αἰτιῶν ἐρευνήσωμεν, καὶ προτέραν γε τὴν προτέραν τῇ τάξει."],["53","φθάνοντας καὶ προεκτρέχοντας δεῖ πράττειν τὰ καλὰ τῶν ἔργων βραδυτῆτα καὶ μέλλησιν ἐκποδὼν ποιουμένους· ἔργον δὲ ἄριστον ἡ πρὸς τὸ πρῶτον καλὸν ἀνυπέρθετος ἀρέσκεια. διὸ καὶ προστέτακται· „ἐὰν εὔξῃ εὐχήν, μὴ χρονίσῃς ἀποδοῦναι αὐτήν “(Deut. 23, 21). εὐχὴ μὲν οὖν ἐστιν αἴτησις ἀγαθῶν παρὰ θεοῦ, ἡ δὲ πρόσταξις τυχόντα τῶν ἐλπισθέντων στεφανῶσαι θεόν, μὴ ἑαυτόν, καὶ εἰ οἷόν τε ἀχρόνως καὶ ἀμελλητὶ στεφανῶσαι."],["54","τῶν δὲ μὴ κατορθούντων ἐν τούτῳ οἱ μὲν διὰ λήθην ὧν εὖ πεπόνθασι μεγάλου κτήματος εὐχαριστίας ἐσφάλησαν, οἱ δὲ ὑπὸ σφοδρᾶς οἰήσεως ἑαυτοὺς τῶν συμβεβηκότων ἀγαθῶν αἰτίους ἐνόμισαν, ἀλλ’ οὐ τὸ ὄντως αἴτιον, τρίτοι δ’ εἰσὶν οἳ τούτων μὲν κουφότερον ἁμάρτημα τῶν δὲ προτέρων βαρύτερον δρῶσιν· ἀναγράφοντες γὰρ αἴτιον τῶν καλῶν τὸν ἡγεμόνα νοῦν φασιν εἰκότως τυχεῖν αὐτῶν, εἶναι γὰρ φρόνιμοι καὶ ἀνδρεῖοι καὶ σώφρονες καὶ δίκαιοι, ὥστε ἄξιοι διὰ ταῦτα καὶ παρὰ θεῷ χαρίτων"],["55","νομισθῆναι. πρὸς ἕκαστον οὖν ὁ ἱερὸς λόγος ἀντιταχθείς φησι πρώτῳ τῷ μνήμην μὲν ἀνῃρηκότι λήθην δὲ ζωπυροῦντι· „μὴ φαγών, ὦ οὗτος, καὶ ἐμπλησθεὶς καὶ οἰκίας καλὰς οἰκοδομήσας καὶ κατοικήσας καὶ τῶν προβάτων σου καὶ βοῶν αὐξηθέντων καὶ ἀργυρίου καὶ χρυσίου καὶ πάντων ὅσα σοί ἐστι πληθυνθέντων ὑψωθῇς τῇ καρδίᾳ καὶ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου “(Deut. 8, 12— 14). πότε οὖν οὐκ ἐπιλήσῃ θεοῦ; ὅταν μὴ ἐπιλάθῃ σεαυτοῦ· μεμνημένος γὰρ τῆς ἰδίου περὶ πάντα οὐδενείας μεμνήσῃ καὶ τῆς τοῦ θεοῦ περὶ πάντα ὑπερβολῆς."],["56","τὸν δὲ ἑαυτὸν νομίζοντα τῶν συμβαινόντων ἀγαθῶν αἴτιον σωφρονίζει τὸν τρόπον τοῦτον· „μὴ εἴπῃς, “φησίν „ἡ ἰσχύς μου ἢ τὸ κράτος τῆς χειρός μου ἐποίησέ μοι πᾶσαν τὴν δύναμιν ταύτην· ἀλλὰ μνείᾳ μνησθήσῃ κυρίου τοῦ θεοῦ σου τοῦ διδόντος σοι ἰσχὺν ποιῆσαι δύναμιν “(Deut. 8, 17. 18)."],["57","ὁ δὲ ἀξιόχρεων ἑαυτὸν ὑπολαμβάνων κτήσεως καὶ ἀπολαύσεως ἀγαθῶν χρησμῷ μεταδιδαχθήτω λέγοντι· „οὐχὶ διὰ τὴν δικαιοσύνην σου οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου εἰσπορεύῃ τὴν γῆν κληρονομῆσαι αὐτήν, ἀλλὰ “πρῶτον μὲν „διὰ τὴν ἀνομίαν τῶν ἐθνῶν τούτων “, ὄλεθρον κακίαις ἐπάγοντος θεοῦ, ἔπειθ’ „ἵνα στήσῃ τὴν διαθήκην, ἣν ὤμοσε τοῖς πατράσιν ἡμῶν “(Deut. 9, 5). διαθήκη δ’ ἐστὶ θεοῦ συμβολικῶς αἱ χάριτες αὐτοῦ, θέμις δὲ οὐδὲν ἀτελὲς αὐτῷ χαρίζεσθαι, ὥσθ’ ὁλόκληροι καὶ παντελεῖς αἱ τοῦ ἀγενήτου δωρεαὶ πᾶσαι· ὁλόκληρον δὲ ἐν τοῖς οὖσιν ἀρετὴ καὶ αἱ κατ’ ἀρετὴν πράξεις."],["58","ἐὰν οὖν λήθην καὶ ἀχαριστίαν καὶ φιλαυτίαν καὶ τὴν γεννητικὴν τούτων κακίαν ἀνέλωμεν οἴησιν, οὐκέτι διαμέλλοντες ὑστεριοῦμεν γνησίου θεραπείας, ἀλλ’ ὑπερτροχάζοντες καὶ ὑπερπηδῶντες τὰ ἐν γενέσει, πρὶν ἀσπάσασθαί τι τῶν θνητῶν, ἐντευξόμεθα τῷ δεσπότῃ παρεσκευακότες ἑτοίμους τὰ κελευόμενα ποιεῖν ἑαυτούς."],["59","καὶ γὰρ Ἀβραὰμ μετὰ σπουδῆς καὶ τάχους καὶ προθυμίας πάσης ἐλθὼν παρακελεύεται τῇ ἀρετῇ Σάρρᾳ σπεῦσαι καὶ φυρᾶσαι τρία μέτρα σεμιδάλεως καὶ ποιῆσαι ἐγκρυφίας (Gen. 18, 6), ἡνίκα ὁ θεὸς δορυφορούμενος ὑπὸ δυεῖν τῶν ἀνωτάτω δυνάμεων ἀρχῆς τε αὖ καὶ ἀγαθότητος εἷς ὢν ὁ μέσος τριττὰς φαντασίας ἐνειργάζετο τῇ ὁρατικῇ ψυχῇ, ὧν ἑκάστη μεμέτρηται μὲν οὐδαμῶς— ἀπερίγραφος γὰρ ὁ θεός, ἀπερίγραφοι δὲ καὶ αἱ δυνάμεις αὐτοῦ—, μεμέτρηκε δὲ τὰ ὅλα· ἡ μὲν οὖν ἀγαθότης αὐτοῦ μέτρον ἀγαθῶν ἐστιν, ἡ δὲ ἐξουσία μέτρον ὑπηκόων, ὁ δὲ ἡγεμὼν αὐτὸς ἁπάντων καὶ σωμάτων καὶ ἀσωμάτων, δι’ ὃν καὶ αἱ δυνάμεις κανόνων καὶ παραπηγμάτων λαβοῦσαι λόγον τὰ μεθ’ αὑτὰς ἐσταθμήσαντο."],["60","τὰ δὴ τρία μέτρα ταῦτα καλὸν ἐν ψυχῇ ὥσπερ φυραθῆναί τε καὶ συνενεχθῆναι, ἵνα πεισθεῖσα τὸν ἀνωτάτω εἶναι θεόν, ὃς ὑπερκέκυφε τὰς δυνάμεις ἑαυτοῦ καὶ χωρὶς αὐτῶν ὁρώμενος καὶ ἐν αὐταῖς ἐμφαινόμενος, δέξηται χαρακτῆρας ἐξουσίας τε καὶ εὐεργεσίας αὐτοῦ καὶ τῶν τελείων μύστις γενομένη τελετῶν μηδενὶ προχείρως ἐκλαλῇ τὰ μυστήρια, ταμιευομένη δὲ αὐτὰ καὶ ἐχεμυθοῦσα ἐν ἀπορρήτῳ φυλάττῃ· γέγραπται γὰρ „ἐγκρυφίας ποιεῖν “, ὅτι κεκρύφθαι δεῖ τὸν ἱερὸν περὶ τοῦ ἀγενήτου καὶ τῶν δυνάμεων αὐτοῦ μύστην λόγον, ἐπεὶ θείων παρακαταθήκην ὀργίων οὐ παντός ἐστι φυλάξαι."],["61","τὸ γὰρ τῆς ἀκράτορος ψυχῆς νᾶμα ἔξω ῥέον διὰ στόματός τε καὶ γλώττης πάσαις ἀκοαῖς ἐπαντλεῖται, ὧν αἱ μὲν εὐρυχώρους δεξαμενὰς ἔχουσαι τὸ ἐπεισχεόμενον φυλάττουσιν, αἱ δὲ διὰ στενότητα πόρων ἀδυνατοῦσιν ἄρδεσθαι· τὸ δ’ ὑπερβλύζον ἀκατασχέτως ἐκχεόμενον σκίδναται πάντῃ, ὡς ὑπαναπλεῖν καὶ ἐπινήχεσθαι τὰ κεκρυμμένα καὶ φορυτοῦ τρόπον εἰκαίου τὰ πάσης ἄξια σπουδῆς μετὰ συρμοῦ καταφέρεσθαι."],["62","παρό μοι δοκοῦσιν ὀρθῶς βεβουλεῦσθαι οἱ πρὸ τῶν μεγάλων τούτων τὰ μικρὰ μυστήρια μυηθέντες· „ἔπεψαν γὰρ τὸ σταῖς αὐτῶν, ὃ ἐξήνεγκαν ἐξ Αἰγύπτου, ἐγκρυφίας ἀζύμους “(Exod. 12, 39), τουτέστι τὸ ἀτίθασον καὶ ὠμὸν πάθος κατειργάσαντο ὥσπερ τροφὴν λόγῳ πεπαίνοντι, καὶ τὸν τρόπον τῆς πεπάνσεως καὶ βελτιώσεως ἔκ τινος θείας κατοκωχῆς γεγενημένον οὐκ ἐξελάλησαν, ἀλλὰ ἐν ἀποκρύφοις αὐτὸν ἐθησαυρίσαντο, οὐκ ἐπαρθέντες τῇ τελετῇ, ὑπενδόντες δὲ καὶ ταπεινωθέντες τὸ αὔχημα."],["63","πρὸς οὖν εὐχαριστίαν καὶ τιμὴν τοῦ παντοκράτορος εὔζωνοι καὶ εὐτρεπεῖς ἀεὶ γινώμεθα μέλλησιν παραιτούμενοι. καὶ γὰρ τὸ Πάσχα, τὴν ἐκ παθῶν εἰς ἄσκησιν ἀρετῆς διάβασιν, προστέτακται ποιεῖσθαι „τὰς ὀσφῦς περιεζωσμένους “ἑτοίμως πρὸς ὑπηρεσίαν ἔχοντας, καὶ τὸν σάρκινον ὄγκον, „τὰ ὑποδήματα “λέγω, περιειληφότας ἀκλινῶς καὶ παγίως ἑστῶσι „τοῖς ποσί “, καὶ τὴν παιδείαν „διὰ χειρὸς “ἔχοντας „ῥάβδον “πρὸς τὴν τῶν ἐν τῷ βίῳ πραγμάτων πάντων ἄπταιστον κατόρθωσιν, καὶ τὸ τελευταῖον „μετὰ σπουδῆς” ἐντραφῆναι (Exod. 12, 11)· διάβασις γάρ ἐστιν οὐ θνητή, ἐπεὶ τοῦ ἀγενήτου καὶ ἀφθάρτου τὸ Πάσχα εἴρηται· καὶ σφόδρα προσηκόντως· οὐδὲν γάρ ἐστι τῶν καλῶν, ὃ μὴ θεοῦ τε καὶ θεῖον."],["64","ταχέως οὖν αὐτὸ ἀναζήτησον, ὦ ψυχή, καθάπερ ὁ ἀσκητὴς Ἰακώβ, ὃς πυνθανομένου τοῦ πατρὸς „τί τοῦτο ὃ ταχὺ εὗρες, ὦ τέκνον; “δογματικῶς ἀποκρίνεται „ὃ παρέδωκε κύριος ὁ θεὸς ἐναντίον ἐμοῦ “(Gen. 27, 20)· πολλῶν γὰρ ἔμπειρος πραγμάτων γεγονὼς ἠπίστατο, ὅτι ἃ μὲν ἂν διδῷ γένεσις ψυχῇ χρόνῳ μακρῷ βεβαιοῦται, ὥσπερ οἱ τὰς τέχνας καὶ τὰ τῶν τεχνῶν παραγγέλματα τοῖς μανθάνουσι παραδιδόντες· οὐ γὰρ εὐθὺς ὥσπερ οἱ προχέοντες εἰς ἄγγος ἰσχύουσιν ἀποπληρῶσαι τὴν τῶν εἰσαγομένων διάνοιαν· ἐπειδὰν δὲ ἡ πηγὴ τῆς σοφίας, ὁ θεός, παραδιδῷ τὰς ἐπιστήμας τῷ θνητῷ γένει, παραδίδωσιν ἀχρόνως· οἱ δ’ ἅτε τοῦ μόνου σοφοῦ μαθηταὶ γεγονότες εὐφυεῖς ταχέως τὰς εὑρέσεις"],["65","ὧν ἐζήτησαν ἔλαβον. πρώτη δὲ τῶν εἰσαγομένων ἀρετὴ τὸ διδάσκαλον ὡς ἔνεστι τέλειον ἀτελεῖς μιμεῖσθαι γλίχεσθαι. ὁ δὲ διδάσκαλος φθάνει καὶ τὸν χρόνον οὐδ’ ὅτε τὸ πᾶν ἐγέννα συνεργήσαντα, ἐπειδὴ καὶ αὐτὸς γινομένῳ τῷ κόσμῳ συνυφίστατο· ὁ γὰρ θεὸς λέγων ἅμα ἐποίει, μηδὲν μεταξὺ ἀμφοῖν τιθείς· εἰ δὲ χρὴ δόγμα κινεῖν ἀληθέστερον, ὁ λόγος ἔργον ἦν αὐτοῦ. λόγου δὲ ὀξυκινητότερον οὐδὲν καὶ παρὰ τῷ θνητῷ γένει, παραμείβεται γὰρ ἡ ῥύμη τῶν ὀνομάτων καὶ ῥημάτων τὴν ἐπ’ αὐτοῖς φθάνουσα κατάληψιν."],["66","ὥσπερ οὖν τὰ διὰ κρουνῶν ἐκχεόμενα ἀέναα ῥεῖθρα ἄληκτον ἔχει τὴν φοράν, ἐπικαταλαμβάνοντος ἀεὶ τὴν λῆξιν τοῦ ἐπιόντος ῥεύματος, οὕτως ἡ τοῦ λόγου πλήμμυρα, ὅταν ἄρξηται φέρεσθαι, τῶν ἐν ἡμῖν τῷ ὀξυκινητοτάτῳ διανοίᾳ, ὃ καὶ τὰς πτηνὰς παραμείβεται φύσεις, συντρέχει. καθάπερ οὖν ὁ ἀγένητος φθάνει πᾶσαν γένεσιν, οὕτως καὶ ὁ τοῦ ἀγενήτου λόγος παραθεῖ τὸν γενέσεως, κἂν ὀξύτατα ἐπὶ νεφῶν καταφέρηται· διὸ καὶ παρρησιάζεται φάσκων· „ἤδη ὄψει, εἰ ἐπικαταλήψεταί σε ὁ λόγος μου ἢ οὔ “(Num. 11, 23), ὡς πάντα ἐφθακότος καὶ κατειληφότος τοῦ θείου λόγου."],["67","εἰ δὲ ὁ λόγος ἔφθακε, πολὺ μᾶλλον ὁ λέγων αὐτός, καθάπερ ἐν ἑτέροις μαρτυρεῖ φάσκων· „ὧδε ἐγὼ ἕστηκα ἐκεῖ πρὸ τοῦ σέ “(Exod. 17, 6)· δηλοῖ γὰρ ὅτι πρὸ παντὸς ὑφέστηκε τοῦ γενομένου καὶ ὁ ἐνταῦθα ὢν κἀκεῖ καὶ ἀλλαχόθι καὶ πανταχοῦ πεπληρωκὼς πάντα διὰ πάντων καὶ οὐδὲν ἔρημον ἑαυτοῦ καταλελοιπὼς ὑπάρχει·"],["68","οὐ γάρ φησιν „ὧδε ἐγὼ στήσομαι καὶ ἐκεῖ “, ἀλλὰ καὶ νῦν ὅτε πάρειμι ἕστηκα κατὰ τὸν αὐτὸν χρόνον κἀκεῖθι, ἄλλ’ οὐ μεταβατικῶς κινούμενος, ὡς τὸν μὲν ἐπιλαμβάνειν τὸν δὲ ἀπολείπειν τόπον, ἀλλὰ τονικῇ χρώμενος τῇ κινήσει. δεόντως οὖν μιμούμενοι τὴν τοῦ πατρὸς φύσιν οἱ ὑπήκοοι παῖδες ἀμελλητὶ μετὰ σπουδῆς πάσης τὰ καλὰ δρῶσιν, ὧν ἔργον ἐστὶ κάλλιστον ἡ ἀνυπέρθετος"],["69","θεοῦ τιμή. Φαραὼ δὲ ὁ σκεδαστὴς τῶν καλῶν ἀχρόνων δυνάμεων φαντασίαν οὐχ οἷός τε ὢν δέξασθαι, τὰ ψυχῆς ὄμματα πεπηρωμένος, οἷς μόνοις αἱ ἀσώματοι καταλαμβάνονται φύσεις, οὐδὲ ὠφεληθῆναι δι’ ἀχρόνων ὑπομένει, ἀλλὰ ταῖς ἀψύχοις δόξαις, λέγω δὲ „βατράχοις “, πιεσθεὶς ἦχον καὶ ψόφον ἔρημον καὶ κενὸν πραγμάτων ἀποτελούσαις, εἰπόντος Μωυσέως „τάξαι πρὸς μέ, πότε εὔξομαι περὶ σοῦ καὶ τῶν θεραπόντων σου, ἀφανίσαι τοὺς βατράχους “(Exod. 8, 9), δέον ἐν ἀνάγκαις σφοδραῖς ὄντα εἰπεῖν „εὐθὺς εὔχου “, ὑπερτίθεται λέγων „εἰς αὔριον “, ἵνα διὰ πάντων τὴν ὁμαλότητα τῆς ἀθεότητος διαφυλάξῃ. τοῦτο σχεδὸν ἅπασι παρακολουθεῖ τοῖς ἐπαμφοτερισταῖς,"],["70","κἂν μὴ διὰ τῶν ὀνομάτων καὶ ῥημάτων ὁμολογῶσιν· ἐπειδὰν γὰρ συμβῇ τι τῶν ἀβουλήτων, ἅτε μὴ πεπιστευκότες παγίως τῷ σωτῆρι θεῷ πρότερον καταφεύγουσιν ἐπὶ τὰς ἐν γενέσει βοηθείας, ἰατρούς, βοτάνας, φαρμάκων συνθέσεις, δίαιταν ἠκριβωμένην, τἆλλα πάνθ’ ὅσα παρὰ τῷ θνητῷ γένει βοηθήματα· κἂν ἄρα εἴπῃ τις „καταφεύγετε, ὦ μάταιοι, ἐπὶ τὸν μόνον ἰατρὸν ψυχῆς ἀρρωστημάτων μεθέμενοι τὴν ἀπὸ γενέσεως τῆς παθητῆς ψευδώνυμον ὠφέλειαν “, γελῶσι καὶ χλευάζουσιν ἐπιφωνοῦντες „ταῦτα εἰς αὔριον “, ὡς οὐδ’ ἂν εἴ τι γένοιτο περὶ τῆς τῶν παρόντων κακῶν ἀποτροπῆς ἱκετεύσοντες τὸ θεῖον·"],["71","ἀλλ’ ὅταν γε τῶν ἀνθρωπείων μηδὲν ἀρκῇ, πάντα δὲ εὑρίσκηται καὶ τὰ παιώνια βλαβερά, τηνικαῦτα ἐξ ἀμηχανίας πολλῆς, τὴν ἀπὸ τῶν ἄλλων ὠφέλειαν ἀπογνόντες, ἄκοντες οἱ δείλαιοι καταφεύγουσιν ὀψὲ καὶ μόλις ἐπὶ τὸν μόνον σωτῆρα θεόν· ὁ δ’ ἅτε εἰδὼς τὰ ἐν ἀνάγκαις ἄκυρα οὐκ ἐπὶ πάντων χρῆται τῷ νόμῳ, ἀλλ’ ἐφ’ ὧν καλὸν καὶ συμφέρον χρῆσθαι. πᾶς οὖν λογισμὸς κτήματα ἑαυτοῦ τὰ πάντα ἡγούμενος καὶ ἑαυτὸν προτιμῶν θεοῦ— τὸ γὰρ „μεθ’ ἡμέρας θύειν “τοιοῦτον ὑποβάλλει νοῦν— ἔνοχος ὢν ἀσεβείας ἴστω γραφῇ."],["72","Καὶ τὸ μὲν πρότερον ἔγκλημα τοῦ Κάιν ἀποχρώντως ἐπεξήλθομεν. τὸ δ’ ἕτερον τοιοῦτον ἦν· τί δήποτε ἀπὸ τῶν καρπῶν, ἀλλ’ οὐκ ἀπὸ τῶν πρώτων καρπῶν φέρει τὴν ἀπαρχήν; μήποτε διὰ τὴν αὐτὴν αἰτίαν, ἵνα τὰ μὲν πρεσβεῖα γενέσει δῷ, τοῖς δὲ δευτερείοις ἀμείψηται τὸ θεῖον· ὥσπερ γὰρ εἰσί τινες οἳ ψυχῆς προκρίνουσι σῶμα, τῆς δεσποίνης τὸ δοῦλον, οὕτως εἰσὶν οἳ γένεσιν μᾶλλον θεοῦ τετιμήκασι, πρόσταγμα τεθεικότος τοῦ νομοθέτου, ἵνα „τὰς ἀπαρχὰς τῶν πρωτογεννημάτων τῆς γῆς εἰσφέρωμεν εἰς τὸν οἶκον κυρίου τοῦ θεοῦ “(Exod. 23, 19), ἀλλὰ μὴ ἑαυτοῖς ἐπιγράφωμεν· καὶ γὰρ δίκαιον τῶν τῆς ψυχῆς κινημάτων ὅσα πρῶτα ἢ τάξει ἢ δυνάμει θεῷ ὁμολογεῖν."],["73","τὰ μὲν οὖν τῇ τάξει πρῶτα τοιαῦτά ἐστιν, οἷς κατὰ τὴν πρώτην γένεσιν εὐθὺς ἐκοινωνήσαμεν, τροφὴ αὔξησις ὅρασις ἀκοὴ γεῦσις ὄσφρησις ἁφὴ λόγος νοῦς, μέρη ψυχῆς, μέρη σώματος, αἱ τούτων ἐνέργειαι, συνόλως κινήσεις αὐτῶν καὶ σχέσεις αἱ κατὰ φύσιν· τὰ δὲ ἀξιώματι καὶ δυνάμει τὰ κατορθώματα, αἱ ἀρεταί, αἱ κατ’ ἀρετὰς πράξεις. δίκαιον οὖν ἀπὸ τούτων ἀπάρχεσθαι."],["74","αἱ δὲ ἀπαρχαὶ λόγος ἐστὶν ἐκ διανοίας ἀληθοῦς ἀναπεμπόμενος εὐχαριστητικός· τέμνε δὲ αὐτὸν κατὰ τὰς οἰκείας τομάς, ὅνπερ τρόπον ἡ λύρα καὶ τὰ ἄλλα μουσικῆς ὄργανα τέτμηται· τῶν γὰρ ἐν τούτοις φθόγγων καὶ καθ’ αὑτὸν ἕκαστος ἥρμοσται καὶ πρὸς τὴν ἑτέρου συμφωνίαν μάλιστα ᾠκείωται καθάπερ καὶ τῶν ἐν γραμματικῇ στοιχείων τὰ λεγόμενα φωνήεντα, ἃ καὶ καθ’ αὑτὰ φωνεῖται καὶ σὺν ἑτέροις ὁλόκληρον ἀποτελεῖ φωνήν."],["75","πολλὰς γὰρ δυνάμεις αἰσθητικάς τε καὶ λογικὰς καὶ νοητὰς ἐν ἡμῖν αὐτοῖς ἡ φύσις δημιουργήσασα καὶ πρός τι τῶν οἰκείων ἑκάστην τείνασα ἔργων καὶ πάλιν πάσας ἁρμοσαμένη δι’ ἀναλογίας κοινωνίᾳ καὶ συμφωνίᾳ τῇ πρὸς ἀλλήλας ὀρθότατα ἂν καὶ ἐφ’ ἑκάστῃ καὶ ἐφ’ ἁπάσαις εὐδαιμονίζοιτο."],["76","διόπερ „ἐὰν προσφέρῃς θυσίαν πρωτογεννημάτων “, οὕτως διαίρει, ὡς ὑφηγεῖται ὁ ἱερὸς λόγος (Lev. 2, 14)· „νέα “τὸ πρῶτον, εἶτα „πεφρυγμένα “, ἔπειτα „χίδρα “, καὶ ἐπὶ πᾶσιν „ἐρικτά “. „νέα “μὲν διὰ τόδε· τοὺς τὸν παλαιὸν καὶ γέροντα καὶ μυθώδη χρόνον ἀσπαζομένους, ταχεῖαν δὲ καὶ ἄχρονον θεοῦ δύναμιν μὴ συνεωρακότας ἐκδιδάσκει νέα καὶ ἐπακμάζοντα καὶ ἀνηβῶντα προτρέπων ἐνθύμια λαμβάνειν, ἵνα μὴ παλαιαῖς ἐντρεφόμενοι μυθοποιίαις, ἃς ὁ μακρὸς αἰὼν ἐπὶ ἀπάτῃ τοῦ θνητοῦ παραδέδωκε, ψευδοδοξῶσιν, ἀλλὰ παρὰ τοῦ ἀεὶ ἀγήρω [νέου] θεοῦ τὰ νέα καὶ καινὰ ἀγαθὰ μετὰ πάσης ἀφθονίας λαμβάνοντες ἐκδιδάσκωνται μηδὲν ἡγεῖσθαι παρ’ αὐτῷ παλαιὸν ἢ συνόλως παρεληλυθός, ἀλλὰ γινόμενόν τε ἀχρόνως καὶ ὑφεστηκός."],["77","οὗ χάριν καὶ δι’ ἑτέρων φησίν· „ἀπὸ προσώπου πολιοῦ ἐξαναστήσῃ, καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου “(Lev. 19, 32), ὡς παμμεγέθους διαφορᾶς οὔσης· πολιὸς μὲν γὰρ ὁ μηδὲν ἐνεργῶν ἐστι χρόνος, ἀφ’ οὗ μετανίστασθαι καὶ ἀποδιδράσκειν δεῖ τὴν μυρίους ἀπατῶσαν ἐκκλίνοντας ὑπόληψιν, ὡς ἄρα τι ποιεῖν οὗτος πέφυκε· πρεσβύτερος δὲ ὁ τιμῆς καὶ γέρως καὶ πρεσβείων ἐπάξιος ὤν, ὃν Μωυσῇ τῷ θεοφιλεῖ δοκιμάζειν ἐπιτέτραπται· „οὓς γὰρ σὺ οἶδας, “φησίν „οὗτοί εἰσι πρεσβύτεροι “(Num. 11, 16), ὡς ἂν μηδεμίαν ἀποδεχομένου νεωτεροποιίαν, ἀλλὰ πρεσβυτέρων καὶ τῆς ἀνωτάτω τιμῆς ἀξίων δογμάτων εἰωθότος ἐρᾶν."],["78","ὠφέλιμον μὲν οὖν, εἰ καὶ μὴ πρὸς ἀρετῆς κτῆσιν τελείας, ἀλλά τοι πρὸς πολιτείαν, καὶ τὸ παλαιαῖς καὶ ὠγυγίοις ἐντρέφεσθαι δόξαις καὶ ἀρχαίαν ἀκοὴν ἔργων καλῶν μεταδιώκειν, ἅπερ ἱστορικοὶ καὶ σύμπαν τὸ ποιητικὸν γένος τοῖς τε καθ’ αὑτοὺς καὶ τοῖς ἔπειτα μνήμῃ παραδεδώκασιν. ἀλλ’ ὅταν γε μὴ προϊδομένοις μηδὲ ἐλπίσασι φέγγος αἰφνίδιον ἐπιλάμψῃ τὸ αὐτομαθοῦς σοφίας, ἡ δὲ τὸ μεμυκὸς ὄμμα ψυχῆς διοίξασα ἀντὶ ἀκροατῶν θεατὰς ἐπιστήμης ἐργάσηται τὴν ὠκυδρομωτάτην αἰσθήσεων ὄψιν πρὸ τῆς βραδυτέρας ἀκοῆς"],["79","ἐν διανοίᾳ θεῖσα, μάταιον ἔτι διὰ λόγων ὦτα γυμνάζειν. διὸ καὶ λέγεται· „φάγεσθε παλαιὰ καὶ παλαιὰ παλαιῶν, ἀλλὰ καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε “(Lev. 26, 10), ὡς δέον πολιὸν μὲν μάθημα χρόνῳ μηδὲν ἀρνεῖσθαι πειρωμένους καὶ γράμμασι σοφῶν ἀνδρῶν ἐντυγχάνειν καὶ γνώμαις καὶ διηγήσεσιν ἀρχαιολογούντων παρεῖναι καὶ φιλοπευστεῖν ἀεὶ περὶ τῶν προτέρων καὶ ἀνθρώπων καὶ πραγμάτων, τοῦ μηδὲν ἀγνοεῖν ὄντος ἡδίστου, νέας δὲ ὅταν ἀνατείλῃ βλάστας αὐτοδιδάκτου σοφίας ὁ θεὸς ἐν ψυχῇ, τὰ ἐκ διδασκαλίας εὐθὺς περιγράφειν καὶ περισύρειν ὑπονοστοῦντα καὶ ὑπορρέοντα ἐξ ἑαυτῶν· τὸν γὰρ θεοῦ φοιτητὴν ἢ γνώριμον ἢ μαθητὴν ἢ ὅ τί ποτε χρὴ θεμένους ὄνομα καλεῖν αὐτὸν ἀμήχανον ἔτι θνητῶν ὑφηγήσεως ἀνέχεσθαι."],["80","ἔστω δὲ ἡ νέα ψυχῆς ἀκμὴ „πεφρυγμένη “, τουτέστιν, ὡς πυρὶ χρυσός, λόγῳ δυνατῷ βεβασανισμένη· τοῦ δὲ βεβασανίσθαι καὶ δεδοκιμάσθαι σημεῖον τὸ πεπηγέναι· καθάπερ γὰρ ὁ τῶν τεθηλότων ἀσταχύων καρπός, ἵνα μηκέτι πλαδᾷ, φρύγεται, τοῦτο δ’ οὐκ ἄνευ πυρὸς πέφυκε συμβαίνειν, οὕτως καὶ τὴν νέαν πρὸς ἀρετῆς ἀκμὴν ἀνάληψιν δυνατῷ καὶ ἀνικήτῳ λόγῳ χρὴ πάγιον καὶ σταθερωτάτην ἀπεργάζεσθαι· πέφυκε δὲ ὁ λόγος οὐ μόνον πήττειν ἐν ψυχῇ τὰ θεωρήματα διαρρεῖν αὐτὰ κωλύων, ἀλλὰ καὶ τὴν τοῦ ἀλόγου πάθους ὁρμὴν εὐτόνως ἐκλύειν."],["81","ἴδε γέ τοι τὸν ἀσκητὴν Ἰακὼβ ἕψοντα αὐτήν, ὅτε καὶ „Ἠσαῦ ἐκλείπων “(Gen. 25, 29) εὐθὺς εὑρίσκεται· θεμέλιος γὰρ τῷ φαύλῳ κακία καὶ πάθος, οἷς ἐπερηρεισμένος, ὅταν ἐξηττημένα καὶ παρειμένα ὑπὸ τοῦ αἱροῦντος αὐτὰ λόγου θεάσηται, κατὰ τὸ εἰκὸς ἐκλύεται τοὺς ἰσχύος δεσμούς."],["82","ἔστω δὲ ὁ λόγος μὴ συγκεχυμένος, ἀλλ’ εἰς οἰκείους τετμήσθω τομάς· τὸ „χίδρα ποιῆσαι “τοιοῦτόν ἐστιν· ἐν ἅπαντι μὲν γὰρ ἀταξίας ἄμεινον ἡ τάξις, μάλιστα δ’ ἐν ὀξύτατα ῥεούσῃ φύσει, τῷ λόγῳ. διαιρετέον οὖν αὐτὸν εἰς κεφάλαια προηγούμενα, τὰ λεγόμενα ἐμπίπτοντα, καὶ ἐφαρμοστέον ἑκάστῳ τὰς οἰκείους κατασκευάς, μιμουμένους τοὺς ἀγαθοὺς τῶν τοξοτῶν, οἳ σκοπόν τινα προθέμενοι τὰ βέλη πάντα ἐπ’ αὐτὸν ἀφιέναι πειρῶνται· σκοπῷ μὲν γὰρ τὸ κεφάλαιον, βέλεσι δὲ ἔοικεν ἡ κατασκευή."],["83","οὕτως τὸ πάντων ἄριστον ἐσθημάτων ὁ λόγος ἁρμονίως συνυφαίνεται· καὶ γὰρ τὰ πέταλα τοῦ χρυσίου κατατέμνει ὁ νομοθέτης εἰς τρίχας, ὥστε συνυφῆναι τὰ οἰκεῖα ἐπιμόνως (Exod. 36, 10)· οὕτως ὁ τιμιώτερος χρυσοῦ λόγος ποίκιλμα ὢν ἐκ μυρίων ἰδεῶν ἐπαινετῶς τελεσιουργεῖται, ὅταν ἄχρι τῶν λεπτοτάτων κεφαλαίων τμηθεὶς τρόπον τινὰ νήματος δέξηται καθάπερ κρόκην ἀποδείξεις ἐναρμονίους."],["84","προστέτακται μέντοι καὶ „τὸ ὁλοκαύτωμα δείραντας εἰς μέλη διανεῖμαι “(Lev. 1, 6), ὑπὲρ τοῦ πρῶτον μὲν γυμνὴν ἄνευ σκεπασμάτων, ὅσα περιποιοῦσιν αἱ κεναὶ καὶ ψευδεῖς ὑπολήψεις, τὴν ψυχὴν φανῆναι, εἶτα δέξασθαι διαιρέσεις ἐμμελεῖς· τὸ γὰρ ὅλον καὶ ἐν γένει ἡ ἀρετή, ἣ κατὰ εἴδη τὰ προσεχῆ τέμνεται, φρόνησιν καὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ δικαιοσύνην, ἵνα τὰς καθ’ ἕκαστον εἰδότες διαφορὰς ἑκούσιον ὑπομένωμεν λατρείαν καὶ καθ’ ὅλα καὶ κατὰ μέρη."],["85","σκοπῶμεν δὲ ὅπως τήν τε ψυχὴν γυμνάσομεν, μὴ ὁλοσχερέσι καὶ ἀτυπώτοις φαντασίαις ὑποσυγχύτως ἀπατᾶσθαι, τομὰς δὲ καὶ διαιρέσεις ποιουμένην τῶν πραγμάτων διακύπτειν εἰς ἕκαστον ἔρευναν μετὰ πάσης ἀκριβείας ληψομένην, τόν τε λόγον, ὃς [οὐκ] ἀτάκτῳ ῥύμῃ φερόμενος ἀσάφειαν ἐργάσεται, τμηθεὶς δὲ εἰς τὰ οἰκεῖα κεφάλαια καὶ τὰς εἰς ἕκαστον ἀποδείξεις ὥσπερ ζῷον ἐκ τελείων μερῶν συμπαγεὶς ἁρμοσθήσεται. χρὴ δέ, εἰ μέλλει ταῦτα παρ’ ἡμῖν αὐτοῖς βεβαιοῦσθαι, μελέτην καὶ ἄσκησιν αὐτῶν ποιεῖσθαι συνεχῆ· ὡς τό γε ἁψαμένους ἐπιστήμης μὴ ἐπιμεῖναι ὅμοιόν ἐστι τῷ γευσαμένους σιτίων ἢ ποτῶν εἰς κόρον κωλυθῆναι τραφῆναι."],["86","μετὰ τὸ „χίδρα “οὖν ἁρμόττει ποιεῖν „ἐρικτά “, τουτέστι μετὰ τὴν διαίρεσιν ἐνδιατρίβειν καὶ ἐνσχολάζειν τοῖς ἐπινοηθεῖσι· συνεχὴς γὰρ ἄσκησις ἐπιστήμην πάγιον ἐργάζεται, ὡς ἀμαθίαν ἀμελετησία· μυρίοι γοῦν ἀθλήσεως ὄκνῳ καὶ τὴν ἐκ φύσεως ἰσχὺν ἐξέλυσαν, οὓς οὐκ ἐμιμήσαντο οἱ τροφῇ θείᾳ τὴν ψυχὴν τραφέντες τῷ λεγομένῳ μάννα· οὗτοι γὰρ ἤλουν καὶ ἔτριβον αὐτὸ ποιοῦντες ἐγκρυφίας (Num. 11, 8), τὸν οὐράνιον ἀρετῆς λόγον ἀνατρίβειν καὶ ἐπιλεαίνειν ἕνεκα τοῦ τυπῶσαι βεβαιότερον τὴν διάνοιαν ἐγνωκότες."],["87","ὅταν οὖν „νέα \" τὴν ἀκμὴν καὶ „πεφρυγμένα„ τὸν πεπυρωμένον καὶ ἀνίκητον λόγον καὶ „χίδρα„ τὴν τομὴν καὶ διαίρεσιν τῶν πραγμάτων καὶ „ἐρικτὰ„ τὴν τριβὴν καὶ μελέτην τῶν ἐπινοηθέντων ὁμολογῇς κατὰ θεόν, πρωτογεννημάτων οἴσεις θυσίαν, ὧν πρώτων καὶ ἀρίστων ἐγέννησεν ἡ ψυχή. κἂν ἡμεῖς μέντοι βραδύνωμεν, αὐτὸς οὐ βραδύνει τοὺς ἐπιτηδείους πρὸς θεραπείαν λαβεῖν ἑαυτῷ· „λήψομαι„ γάρ φησιν „ὑμᾶς ἐμαυτῷ λαὸν ἐμοὶ καὶ ἔσομαι ὑμῶν θεὸς„ (Exod. 6, 7) „καὶ ὑμεῖς ἔσεσθέ μοι λαός· ἐγώ εἰμι κύριος„ (Lev. 26, 12)."],["88","Τὰ μὲν δὴ τοῦ Κάιν μεθ’ ἡμέρας φέροντος θυσίαν ἐγκλήματα τοιαῦτα ἦν. Ἄβελ δὲ ἤνεγκεν οὐ τὰ αὐτὰ οὐδὲ τὸν αὐτὸν τρόπον, ἀλλ’ ἀντὶ μὲν ἀψύχων ἔμψυχα, ἀντὶ δὲ νεωτέρων καὶ δευτερείων πρεσβύτερα καὶ πρῶτα, ἀντὶ δὲ ἠσθενηκότων ἐρρωμένα καὶ πιότερα· „ἀπὸ γὰρ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ καὶ ἀπὸ τῶν στεάτων αὐτῶν “φησι τὴν θυσίαν ποιήσασθαι (Gen. 4, 4), κατὰ τὸ ἱερώτατον διάταγμα· ἔστι δὲ τοιόνδε· „καὶ ἔσται “"],["89","φησίν „ὡς ἂν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ δῷ σοι αὐτήν, καὶ ἀφελεῖς πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά, τῷ κυρίῳ, πᾶν διανοῖγον μήτραν ἐκ τῶν βουκολίων ἐν τοῖς κτήνεσιν ὅσα ἂν γένηταί σοι, τὰ ἀρσενικά, τῷ κυρίῳ. πᾶν διανοῖγον μήτραν ὄνου ἀλλάξεις προβάτῳ· ἐὰν δὲ μὴ ἀλλάξῃς, λυτρώσῃ αὐτό “(Exod. 13, 11— 13). τὸ γὰρ διανοῖγον μήτραν τὸ Ἄβελ δῶρόν ἐστι πρωτότοκον, ὃ πότε καὶ πῶς δεῖ φέρειν ἐρεύνησον."],["90","καιρὸς μὲν δὴ ἐπιτηδειότατος, ὅταν εἰσαγάγῃ σε ὁ θεὸς εἰς τὸν σαλεύοντα λόγον, τὴν τῶν Χαναναίων γῆν, οὐχ ὃν τύχοι τρόπον, ἀλλ’ ὃν ὤμοσεν αὐτός· οὐχ ἵνα σάλον καὶ τροπὴν καὶ κλύδωνα ὧδε κἀκεῖσε φορούμενος ἀστάτως ὑπομένῃς, ἀλλ’ ἵνα τοῦ σάλου παυσάμενος αἰθρίαν καὶ γαλήνην ἀγάγῃς καὶ ὥσπερ εἰς ὑπόδρομον ἢ ὕφορμον ἢ ναυλοχώτατον λιμένα"],["91","τὴν ἀρετὴν ἀφικόμενος βεβαίως ἱδρυθῇς. ὅταν δὲ λέγῃ τὸν θεὸν ὀμνύναι, σκεπτέον εἰ πρὸς ἀλήθειαν ὡς ἐπιβάλλον αὐτῷ τοῦτο ἀποφαίνεται, ἐπεὶ μυρίοις ἔδοξεν ἀνοίκειον εἶναι· ὅρκου γὰρ ἔννοιά ἐστι μαρτυρία θεοῦ περὶ πράγματος ἀμφισβητουμένου· θεῷ δὲ οὐδὲν ἄδηλον οὐδὲ ἀμφισβητούμενον, ὃς καὶ τοῖς ἄλλοις τὰ γνωρίσματα τῆς ἀληθείας ἐναργῶς ἐπιδέδειχε· μάρτυρός γε μὴν οὐδενὸς δεῖται, οὐδὲ γάρ ἐστιν ἄλλος θεὸς ἰσότιμος αὐτῷ."],["92","ἐῶ λέγειν ὅτι ὁ μαρτυρῶν, παρόσον μαρτυρεῖ, κρείττων ἐστὶ τοῦ ἐκμαρτυρουμένου· ὁ μὲν γὰρ δεῖται, ὁ δὲ ὠφελεῖ, τὸ δὲ ὠφελοῦν ἀξιονικότερον ἀεὶ τοῦ δεομένου. ἄμεινον δὲ οὐδὲ ἐπινοῆσαι θέμις τοῦ αἰτίου, ὁπότε οὐδὲ ἴσον αὐτοῦ ἀλλ’ οὐδὲ ὀλίγῳ καταδεέστερον, ἀλλ’ ὅλῳ γένει καταβεβηκὸς ἅπαν τὸ μετὰ θεὸν εὑρίσκεται."],["93","τοῦ γε μὴν πιστευθῆναι χάριν ἀπιστούμενοι καταφεύγουσιν ἐφ’ ὅρκον ἄνθρωποι· ὁ δὲ θεὸς καὶ λέγων πιστός ἐστιν, ὥστε καὶ τοὺς λόγους αὐτοῦ βεβαιότητος ἕνεκα μηδὲν ὅρκων διαφέρειν. καὶ συμβέβηκε τὴν μὲν ἡμετέραν γνώμην ὅρκῳ, τὸν δὲ ὅρκον αὐτὸν θεῷ πεπιστῶσθαι· οὐ γὰρ δι’ ὅρκον πιστὸς ὁ θεός, ἀλλὰ δι’ αὐτὸν καὶ ὁ ὅρκος βέβαιος."],["94","τί οὖν ἔδοξε τῷ ἱεροφάντῃ παρεισαγαγεῖν αὐτὸν ὀμνύντα; ἵνα τὴν ἀσθένειαν διελέγξῃ τοῦ γενητοῦ καὶ διελέγξας ἅμα παρηγορήσῃ· οὐ γὰρ δυνάμεθα διηνεκῶς τὸ ἄξιον τοῦ αἰτίου κεφάλαιον ἐν ψυχῇ ταμιεύεσθαι τῇ ἑαυτῶν, τὸ „οὐχ ὡς ἄνθρωπος ὁ θεός “(Num. 23, 19), ἵνα πάντα τὰ ἀνθρωπολογούμενα ὑπερκύψωμεν·"],["95","ἀλλὰ πλεῖστον μετέχοντες τοῦ θνητοῦ καὶ χωρὶς ἑαυτῶν ἐπινοῆσαι μηδὲν δυνάμενοι μηδὲ ἐκβῆναι τὰς ἰδίους κῆρας ἰσχύοντες, ἀλλ’ εἰς τὸ θνητὸν εἰσδυόμενοι καθάπερ οἱ κοχλίαι καὶ περὶ ἑαυτοὺς ὥσπερ οἱ ἐχῖνοι σφαιρηδὸν εἱλούμενοι, καὶ περὶ τοῦ μακαρίου καὶ ἀφθάρτου τὰ αὐτὰ ἃ καὶ περὶ ἑαυτῶν δοξάζομεν τὴν μὲν ἀτοπίαν τοῦ λόγου, ὅτι ἀνθρωπόμορφον τὸ θεῖον, ἀποδιδράσκοντες, τὴν δὲ ἐν τοῖς ἔργος ἀσέβειαν, ὅτι ἀνθρωποπαθές, ἐπαναιρούμενοι."],["96","διὰ τοῦτο χεῖρας πόδας εἰσόδους ἐξόδους ἔχθρας ἀποστροφὰς ἀλλοτριώσεις ὀργὰς προσαναπλάττομεν, ἀνοίκεια καὶ μέρη καὶ πάθη τοῦ αἰτίου· ὧν ἐστι καὶ ὁ ὅρκος τῆς ἡμετέρας ἐπίκουρος ἀσθενείας."],["97","„ἐὰν οὖν δῷ σοι ὁ θεός, ἀφελεῖς “(Exod. 13, 11) λέγει Μωυσῆς ὁριζόμενος· μὴ δόντος γὰρ οὐχ ἕξεις, ἐπεὶ πάντα αὐτοῦ κτήματα, καὶ τὰ ἐκτὸς καὶ τὸ σῶμα καὶ ἡ αἴσθησις καὶ ὁ λόγος καὶ ὁ νοῦς καὶ αἱ πάντων ἐνέργειαι καὶ οὐ σὺ μόνος ἀλλὰ καὶ ὅδε ὁ κόσμος· ὅ τι ἂν ἀποτέμνῃ καὶ διαιρῇ, τοῦτ’ ἀλλότριον εὑρήσεις· καὶ γὰρ γῆν καὶ ὕδωρ καὶ πνεῦμα καὶ οὐρανὸν καὶ ἀστέρας καὶ ζῴων καὶ φυτῶν ἀφθάρτων τε καὶ φθαρτῶν ἰδέας ἁπάσας οὐκ ἴδια κέκτησαι, ὥσθ’ ὅ τι ἂν αὐτῶν ἱερείου τρόπον προσάγῃς, τὸ θεοῦ προσάξεις κτῆμα, οὐ"],["98","τὸ σαυτοῦ. παρατήρει δὲ ὡς πάνυ εὐαγῶς ἀπὸ τῶν δοθέντων ἀφελεῖν διείρηται, οὐχ ὅλα προσάγειν τὰ δοθέντα. μυρία γὰρ ἡμῖν ἡ φύσις ἐπιβάλλοντα ἀνθρώπων γένει δεδώρηται, ὧν ἀμέτοχος ἁπάντων ἐστὶν αὐτή, γένεσιν ἀγένητος οὖσα, τροφὴν τροφῆς οὐ δεομένη, αὔξησιν ἐν ὁμοίῳ μένουσα, τὰς κατὰ χρόνον ἡλικίας ἀφαίρεσιν ἢ πρόσθεσιν οὐκ ἐπιδεχομένη, σῶμα ὀργανικὸν ᾧ λαβεῖν, ᾧ δοῦναι, προελθεῖν, ἰδεῖν, ἀκοῦσαι, προσενέγκασθαι τροφήν, τὴν ἐξικμασθεῖσαν ἀποπέμψασθαι πάλιν, ἀτμῶν ἐπικρῖναι διαφοράς, λόγῳ χρήσασθαι γεγωνῷ, πολλὰ καὶ ἄλλα τῶν εἰς τὰς ἀναγκαίας ἅμα καὶ ὠφελίμους ὑπηρεσίας ἔνεστιν."],["99","ἀλλὰ ταῦτα μὲν ἀδιάφορα ἄν τις εἴποι, τὰ δὲ ὁμολογούμενα ἀγαθὰ δεῖν ἀνῆφθαι τὴν φύσιν. φέρ’ οὖν ἐξετάσωμεν καὶ τῶν πρὸς ἀλήθειαν ἀγαθῶν τὰ μάλιστα παρ’ ἡμῖν θαυμαζόμενα, ὧν ἁπάντων μὲν τυχεῖν κατὰ καιροὺς τοὺς ἁρμόζοντας εὐχόμεθα, τυχόντες δὲ εὐδαιμονέστατοι νομιζόμεθα."],["100","τίς οὖν ἀγνοεῖ ὅτι εὐγηρία καὶ εὐθανασία μέγιστα τῶν ἀνθρωπείων ἀγαθῶν ἐστιν, ὧν οὐδετέρου κοινωνὸς ἡ φύσις ἀγήρως τε καὶ ἀθάνατος οὖσα; καὶ τί παράδοξον, εἰ τὸ ἀγένητον γενητῶν ἀγαθοῖς οὐκ ἀξιοῖ προσχρῆσθαι, ὁπότε καὶ τὸ γενόμενον αὐτὸ κατὰ τὰς τῶν εἰδῶν εἰς ἃ τέμνεται διαφορὰς ἀνομοίων μεταποιεῖται ἀρετῶν; ἄνδρες γοῦν οὐ γυναιξὶν οὐδὲ γυναῖκες ἀνδράσιν ἁμιλλήσαιντο ἂν περὶ ὧν μόνοις τοῖς ἑτέροις ἁρμόττει προσεῖναι· ἀλλ’ αἱ μὲν γυνάνδρων, εἰ ζηλώσαιεν τὰ ἀνδρῶν, οἱ δὲ ἀνδρογύνων, εἰ τοῖς γυναικῶν ἐπίθοιντο ἐπιτηδεύμασι, δύσκλειαν οἴσονται."],["101","ἐνίας δὲ ἀρετὰς ἡ φύσις οὕτως διακέκρικεν, ὡς μηδὲ ἐξ ἐπιτηδεύσεως εἰς κοινωνίαν ἀχθῆναι δύνασθαι· τὸ γοῦν σπείρειν καὶ γεννᾶν κατ’ ἀρετὴν ἀνδρῶν ἴδιον, οὐκ ἂν εὕροι τοῦτό γε γυνή· καὶ μὴν ἀγαθὸν οὖσαν γυναικῶν εὐτοκίαν ἀνδρὸς οὐ δέχεται φύσις. ὥστε οὐδὲ τὸ „ὡς ἄνθρωπος “(Deut. 1, 31) ἐπὶ θεοῦ κυριολογεῖται, κατάχρησις δὲ ὀνομάτων ἐστὶ παρηγοροῦσα τὴν ἡμετέραν ἀσθένειαν. ἀφελεῖς οὖν, ὦ ψυχή, πᾶν γενητὸν θνητὸν μεταβλητὸν βέβηλον ἀπὸ ἐννοίας τῆς περὶ θεοῦ τοῦ ἀγενήτου καὶ ἀφθάρτου καὶ ἀτρέπτου καὶ ἁγίου καὶ μόνου μακαρίου."],["102","τὸ δὲ „παντὸς διανοίγοντος μήτραν τὰ ἀρσενικὰ τῷ κυρίῳ “(Exod. 13, 12) φυσικώτατα ἔχει. ὥσπερ γὰρ ταῖς γυναιξὶ πρὸς ζῴων γένεσιν οἰκειότατον μέρος ἡ φύσις ἔδωκε μήτραν, οὕτως πρὸς γένεσιν πραγμάτων ὥρισεν ἐν ψυχῇ δύναμιν, δι’ ἧς κυοφορεῖ καὶ ὠδίνει καὶ ἀποτίκτει πολλὰ διάνοια."],["103","τῶν δὲ ἀποκυουμένων ἐννοημάτων τὰ μὲν ἄρρενα, τὰ δὲ θήλεα, καθάπερ ἐπὶ ζῴων εἶναι συμβέβηκε· θῆλυ μὲν οὖν ἔγγονον ψυχῆς ἐστι κακία καὶ πάθος, οἷς καθ’ ἕκαστον τῶν ἐπιτηδευμάτων ἐκθηλυνόμεθα, ἄρρεν δὲ εὐπάθεια καὶ ἀρετή, ὑφ’ ὧν ἐγειρόμεθα καὶ ῥωννύμεθα. τούτων δὲ τὴν μὲν ἀνδρωνῖτιν ἑστίαν πᾶσαν ἀνιερωτέον θεῷ, τὴν δὲ γυναικωνῖτιν ἀπονεμητέον ἑαυτοῖς· διὸ καὶ προστέτακται· „πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά, τῷ κυρίῳ. “"],["104","ἀλλὰ καὶ „παντὸς “φησί „διανοίγοντος μήτραν ἐκ τῶν βουκολίων ἐν τοῖς κτήνεσιν ὅσα ἂν γένηταί σοι τὰ ἀρσενικὰ τῷ κυρίῳ “(Exod. 13, 12). εἰπὼν περὶ τῶν τοῦ ἡγεμονικοῦ γεννημάτων ἄρχεται διδάσκειν καὶ περὶ τῶν τοῦ ἀλόγου, ὅπερ αἱ αἰσθήσεις κεκλήρωνται, ἃς κτήνεσιν ἀπεικάζει."],["105","θρεμμάτων δὲ ὅσα ἐν βουκολίοις ἀνατρέφεται τιθασὰ καὶ χειροήθη, ἅτε ὑπὸ ἐπιστάτου φροντίδος ἀγόμενα βουκόλου· τὰ μὲν γὰρ ἄφετα καὶ ἀπελευθεριάζοντα ἐρημίᾳ τοῦ πραΰνοντος ἐξαγριαίνεται, ὧν δὲ ἡγεμόνες αἰπόλοι βουκόλοι νομεῖς, τῶν καθ’ ἕκαστον εἶδος ἐπιστάται ζῴων, ταῦτ’ ἐξ ἀνάγκης ἡμεροῦται. πέφυκεν οὖν καὶ τὸ αἰσθήσεων γένος τῇ μὲν ἀτίθασον τῇ δ’ εἶναι χειρόηθες· ἀτίθασον μὲν ὅταν ἀφηνιάσαν ὥσπερ βουκόλου τοῦ νοῦ φέρηται πρὸς τὰ ἐκτὸς ἀλόγως αἰσθητά, ἥμερον δὲ ὅταν ὑπεῖξαν πειθηνίως τῷ τοῦ συγκρίματος ἡγεμόνι λογισμῷ κυβερνᾶταί τε καὶ ἡνιοχῆται πρὸς αὐτοῦ."],["106","ὅσα μὲν οὖν ἂν ἴδῃ ἢ ἀκούσῃ ἢ συνόλως αἴσθηται κατὰ τὴν ἐπικέλευσιν τοῦ νοῦ, πάντα ἐστὶν ἄρρενα καὶ τέλεια, προσγίνεται γὰρ ἑκάστῳ τὸ εὖ· ὅσα δ’ ἂν χωρὶς ἡγεμόνος, ὑπὸ ἀναρχίας ὥσπερ πόλιν τὸ σῶμα ἡμῶν διόλλυσι. πάλιν οὖν καὶ τῶν αἰσθήσεων τὰς μὲν ἑπομένας τῷ νῷ κινήσεις, αἵπερ ἐξ ἀνάγκης ἀμείνους εἰσίν, ὁμολογητέον κατὰ θεὸν συμβαίνειν, τὰς δὲ ἀφηνιαζούσας ἀναθετέον ἑαυτοῖς ἀλόγως ὑπὸ τῆς τῶν ἐκτὸς αἰσθητῶν φορᾶς ἀγομένοις."],["107","ἀλλ’ οὐ μόνον ἀπὸ τούτων, ἀλλὰ καὶ ἀπὸ τοῦ φυράματος ὅλου προστέταχεν ἀφαιρεῖν. ἡ δὲ πρόσταξίς ἐστι τοιάδε· „καὶ ἔσται, ὅταν ἐσθίητε ἀπὸ τῶν ἄρτων τῆς γῆς, ἀφελεῖτε ἀφαίρεμα ἀφόρισμα τῷ κυρίῳ· ἀπαρχὴν φυράματος ὑμῶν ἄρτον, ἀφαίρεμα ἀφελεῖτε αὐτόν· ὡς ἀφαίρεμα ἀπὸ ἅλωνος, οὕτως ἀφελεῖτε “(Num. 15, 19. 20)."],["108","τὸ τοίνυν φύραμα κυρίως, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἡμεῖς ἐσμεν αὐτοί, συμπεφορημένων καὶ συγκεκριμένων πλείστων οὐσιῶν, ἵνα ἀποτελεσθῶμεν· ψυχρὸν γὰρ θερμῷ καὶ ξηρὸν ὑγρῷ, δυνάμεις ἐναντίας, ἀναμίξας καὶ ἀνακερασάμενος ὁ ζῳοπλάστης ἓν ἐκ πασῶν ἕκαστον ἡμῶν ἀπειργάζετο συμφόρημα, ἀφ’ οὗ καὶ φύραμα εἴρηται. τούτου τοῦ συμφορήματος, ὃ ψυχὴ καὶ σῶμα δύο τὰ ἀνωτάτω τμήματα κεκλήρωται, τὰς ἀπαρχὰς ἀνιερωτέον."],["109","ἀπαρχαὶ δέ εἰσιν ἅγιαι κινήσεις αἱ κατ’ ἀρετὴν ἑκατέρου, διὸ καὶ ἅλῳ παραβέβληται· καθάπερ οὖν ἐν ταῖς ἅλωσι πυροὶ καὶ κριθαὶ καὶ ὅσα τοιαῦτα καθ’ ἑαυτὰ χωρίζεται, ἀθέρες δὲ καὶ ἄχυρα καὶ εἴ τις ἄλλος φορυτὸς ἑτέρωσε σκίδναται, οὕτως καὶ παρ’ ἡμῖν τὰ μέν ἐστιν ἄριστα καὶ ὠφέλιμα καὶ τὰς ἀληθεῖς τροφὰς παρέχοντα, δι’ ὧν ὁ ὀρθὸς ἀποτελεῖται βίος, ἅπερ ἀναθετέον θεῷ, τὰ δὲ ἄλλα ὅσα μὴ θεῖα ὑπολειπτέον ὥσπερ σκύβαλα γένει τῷ θνητῷ. ἀπὸ μὲν οὖν τούτων ἀφαιρετέον."],["110","εἰσὶ δὲ δυνάμεις ἀμιγεῖς κακίας ὅλαι δι’ ὅλων, ἃς οὐ θέμις ἀκρωτηριάζειν διαιροῦντας, αἱ ἐοικυῖαι ταῖς ἀμερίστοις θυσίαις, ὁλοκαυτώμασιν, ὧν ἐναργὲς παράδειγμα ὁ Ἰσαάκ, ὃν ἱερείου τρόπον ἀνάγειν προστέτακται μηδενὸς πάθους φθοροποιοῦ μεμοιραμένον."],["111","λέγεται δὲ καὶ δι’ ἑτέρων· „τὰ δῶρά μου, δόματά μου, καρπώματά μου διατηρήσετε προσφέρειν ἐμοὶ ἐν ταῖς ἑορταῖς μου “(Num. 28, 2), οὐκ ἀφαιροῦντες οὐδὲ διανέμοντες, ἀλλ’ ἔμπλεα καὶ ὁλόκληρα καὶ τέλεια προσάγοντες· ἑορτὴ γὰρ ψυχῆς ἡ ἐν ἀρεταῖς εὐφροσύνη τελείαις, τέλειαι δὲ αἱ κηρῶν ἀμέτοχοι, ὅσας τὸ ἀνθρώπειον γένος χωρεῖ. μόνος δὲ ἑορτάζει τὴν τοιαύτην ἑορτὴν ὁ σοφός, τῶν δὲ ἄλλων οὐδὲ εἷς· ἄγευστον γὰρ παθῶν ἢ κακιῶν"],["112","ψυχὴν εὑρεῖν σπανιώτατον. ἀποδοὺς οὖν τὸν περὶ τῶν μερῶν τῆς ψυχῆς λόγον ἡγεμονικοῦ τε καὶ ὑπηκόου καὶ τί ἐστιν ἐν ἑκατέρῳ τὸ ἄρρεν ἢ θῆλυ, μετὰ ταῦτα περὶ τῶν ἀκολούθων ἐκδιδάσκει. σαφῶς γὰρ εἰδὼς ὅτι δίχα πόνου καὶ ἐπιμελείας οὐχ οἷόν τε γενεᾶς τῆς ἄρρενος ἐπιλαχεῖν, φησὶν ἑξῆς· „πᾶν διανοῖγον μήτραν ὄνου ἀλλάξεις προβάτῳ “(Exod. 13, 13), ἴσον τῷ πάντα πόνον ἀντικαταλλάττου προκοπῆς· πόνου μὲν γὰρ ὄνος— τλητικὸν γὰρ τὸ ζῷον—, προκοπῆς δὲ πρόβατον, ὡς καὶ αὐτὸ δηλοῖ τοὔνομα, σύμβολον."],["113","ἴθι οὖν ἐπὶ τὴν τῶν τεχνῶν καὶ ἐπιτηδευμάτων καὶ τῶν ἄλλων ὅσα διδακτὰ μελέτην, μὴ ὀλιγώρως μηδὲ ῥᾳθύμως ἀλλὰ μετὰ φροντίδος τῆς πάσης παρεσκευακὼς τὴν σαυτοῦ διάνοιαν ὑποστῆναι καρτερῶς πάντα κάματον, καὶ σπούδαζε μὴ ὑπὸ ἀτελοῦς κατασχεθῆναι πόνου, προκοπὴν δὲ καὶ βελτίωσιν ἐπὶ τὸ εὐκλεέστατον ἄγοντα τέλος εὑρέσθαι· προκοπῆς γὰρ χάριν οἰστὸς ὁ πόνος."],["114","ἐὰν δὲ ἄρα σὺ μὲν ἀναδέχῃ τὸν ἐκ τοῦ πονεῖν κάματον, ἡ δὲ φύσις μηδὲν ἐπιδιδῷ πρὸς τὸ ἄμεινον ἐναντιουμένη ταῖς ἐκ προκοπῆς βελτιώσεσι, μετατραπόμενος ἠρέμει· χαλεπὸν γάρ ἐναντιοῦσθαι φύσει. διὸ καὶ προστίθησιν· „ἐὰν δὲ” φησί „μὴ ἀλλάξῃς, λυτρώσῃ αὐτό “(Exod. 13, 13), ὅπερ ἐστίν, ἐὰν μὴ δυνηθῇς προκοπὴν ἀλλάξασθαι τοῦ πονεῖν, μέθες καὶ τὸν πόνον· τὸ γάρ λυτρώσασθαι τοιοῦτον ὑποβάλλει νοῦν, ἐλευθερῶσαι τὴν ψυχὴν ἀνηνύτου καὶ ἀτελοῦς φροντίδος."],["115","λέγω δὲ ταῦτα οὐ περὶ τῶν ἀρετῶν ἀλλὰ περὶ τῶν μέσων τεχνῶν καὶ ὧν ἄλλων ἀναγκαίων περί τε σώματος ἐπιμέλειαν καὶ τὴν τῶν ἐκτὸς περιουσίαν πραγματεύονται, ἐπεὶ ὅ γε περὶ ἀγαθῶν καὶ καλῶν τελείων πόνος, κἂν ὑστερίζῃ τοῦ τέλους, ἱκανὸς ἐξ ἑαυτοῦ προωφελῆσαι τοὺς χρωμένους, τὰ δὲ ὅσα ἐκτὸς ἀρετῆς, ἐὰν μὴ προσγένηται τὸ πέρας, ἀνωφελῆ πάντα· ὥσπερ ἐπὶ ζῴων, ἐὰν ἀφέλῃς κεφαλήν, οἴχεται τἆλλα· κεφαλὴ δὲ πραγμάτων ἐστὶ τὸ τέλος αὐτῶν, ἃ ζῇ μὲν τρόπον τινὰ ἐφαρμοζομένου, θνῄσκει δέ, ἐὰν ἐκτεμεῖν καὶ ἀκρωτηριάζειν ἐθέλῃς."],["116","ὥστε καὶ ἀθληταὶ μὴ δυνάμενοι νικηφορεῖν, ἀεὶ δὲ ἡττώμενοι, καταλυέτωσαν· καὶ εἴ τις ἔμπορος ἢ ναύκληρος θαλαττεύων ἐπαλλήλοις κακοπραγίαις χρῆται, μετατραπόμενος ἠρεμείτω· ὅσοι τε τὰς μέσας ἐπιτηδεύσαντες τέχνας μηδὲν ἠδυνήθησαν διὰ σκληρότητα φύσεως μάθημα παραδέξασθαι, ἐπαινετοὶ καταλύοντες· οὐ γὰρ ἕνεκα ἀσκήσεως ἀσκεῖται τὰ τοιαῦτα, ἀλλὰ τοῦ πρὸς ὃν ἀναφέρεται σκοποῦ."],["117","ἐὰν οὖν ἐμποδοστατῇ πρὸς τὰς ἀμείνους ἐπιδόσεις ἡ φύσις, μὴ ἀνόνητα ἀντιτείνωμεν, συμπραττούσης δὲ ἀπαρχαῖς καὶ τιμαῖς γεραίρωμεν τὸ θεῖον, αἳ λύτρα τῆς ἡμετέρας ψυχῆς εἰσι, δεσποτῶν ἀνημέρων αὐτὴν ἀπαλλάττουσαι καὶ εἰς ἐλευθερίαν ἐξαιρούμεναι."],["118","καὶ γὰρ τοὺς Λευίτας ὁμολογεῖ Μωυσῆς τοὺς ἀντὶ τῶν πρωτοτόκων γενομένους θεραπευτὰς τοῦ μόνου ἀξίου θεραπεύεσθαι λύτρα τῶν ἄλλων ἁπάντων εἶναι· „κἀγὼ “γάρ φησιν „ἰδοὺ εἴληφα τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Ἰσραήλ· λύτρα αὐτῶν ἔσονται, καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται. ἐμοὶ γὰρ πᾶν πρωτότοκον· ἐν ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἡγίασα ἐμοὶ πᾶν πρωτότοκον ἐν Ἰσραήλ “(Num. 3, 12. 13)."],["119","ὁ καταπεφευγὼς ἐπὶ θεὸν καὶ ἱκέτης αὐτοῦ γεγονὼς λόγος ὀνομάζεται Λευίτης· τοῦτον ἐκ τοῦ μεσαιτάτου καὶ ἡγεμονικωτάτου τῆς ψυχῆς λαβών, τουτέστι προσλαβόμενος καὶ προσκληρώσας ἑαυτῷ, τῆς τῶν πρεσβείων ἠξίωσε μερίδος· ὥστε ἐνθένδε δῆλον εἶναι, ὅτι ὁ μὲν Ῥουβὴν τοῦ Ἰακώβ, ὁ δὲ Λευὶ τοῦ Ἰσραὴλ πρωτότοκός ἐστιν, ὁ μὲν τὰ χρόνου, ὁ δὲ τὰ ἀξιώματος καὶ δυνάμεως φερόμενος πρεσβεῖα·"],["120","πόνου μὲν γὰρ καὶ προκοπῆς, ὧν Ἰακὼβ σύμβολον, τὸ εὐφυὲς ἀρχή, καθ’ ὃ Ῥουβὴν καλεῖται, θεωρίας δὲ τῆς τοῦ μόνου σοφοῦ, καθ’ ἣν Ἰσραὴλ τέτακται, πηγὴ τὸ θεραπευτικῶς ἔχειν αὐτοῦ, θεραπείας δὲ ὁ Λευί ἐστι σημεῖον. καθάπερ οὖν τῶν Ἠσαῦ προτοτοκίων κληρονόμος Ἰακὼβ ἀνευρίσκεται, τῆς περὶ κακίαν σπουδῆς ἡττωμένης τοῦ πρὸς τὸ καλὸν πόνου, οὕτως καὶ τὰ Ῥουβὴν πρεσβεῖα τοῦ εὐφυοῦς ὁ κεχρημένος ἀρετῇ τελείᾳ Λευὶ οἴσεται· τῆς δὲ τελειότητος δεῖγμα ἐναργέστατον πρόσφυγα γενέσθαι θεοῦ καταλιπόντα τὴν τῶν ἐν γενέσει πραγματείαν."],["121","ταῦτ’ ἐστὶ κυρίως εἰπεῖν τὰ ψυχῆς ἐλευθερίας ἐφιεμένης σῶστρά τε καὶ λύτρα. μήποτε δὲ καὶ δόγμα εἰσηγεῖται σφόδρα ἀναγκαῖον, ὅτι πᾶς σοφὸς λύτρον ἐστὶ τοῦ φαύλου, μηδ’ ἂν πρὸς ὀλίγον χρόνον ἐξαρκέσαντος, εἰ μὴ ἐλέῳ καὶ προμηθείᾳ χρώμενος ἐκεῖνος προὐνόει τῆς διαμονῆς αὐτοῦ, καθάπερ ἰατρὸς τοῦ νοσοῦντος ἀντιτεταγμένος τοῖς ἀρρωστήμασι καὶ πρᾳότερα κατασκευάζων αὐτὰ ἢ συνόλως ἀναιρῶν, εἰ μή που μετὰ φορᾶς ἀνεπισχέτου βιασάμενα καὶ τὴν τῆς θεραπείας ὑπερβάλλοι φροντίδα."],["122","οὕτως γὰρ καὶ Σόδομα φθείρεται, μηδενὸς οἷα ἐπὶ πλάστιγγος ἀμυθήτῳ πλήθει κακῶν ἀντιρρέψαι δυνηθέντος ἀγαθοῦ· ὡς εἴ γε ὁ πεντηκοστὸς λόγος εὑρέθη, καθ’ ὃν ἄφεσις ψυχῇ δουλείας καὶ παντελὴς ἐλευθερία προκηρύττεται (Lev. 25, 10), ἤ τις τῶν μετ’ αὐτὸν ἀριθμῶν, οὓς ὁ σοφὸς Ἀβραὰμ καταλέγεται μέχρι τῆς κατὰ παιδείαν ὁρίζων δεκάδος τὴν ὕφεσιν, οὐκ ἂν οὕτως ἀκλεῶς ὁ νοῦς ἐφθάρη (Gen. 18, 24 sqq.)."],["123","πειρᾶσθαι μέντοι δεῖ καὶ τοὺς πάντως ὑπὸ τῆς ἐν αὐτοῖς διαφθαρησομένους κακίας ὡς οἷόν τε διασῴζειν μιμουμένους τοὺς ἀγαθοὺς τῶν ἰατρῶν, οἵ, κἂν ὁρῶσιν ἀδύνατον τοῖς κάμνουσι τὸ σῴζεσθαι, προσφέρουσι τὴν θεραπείαν ὅμως ἄσμενοι, τοῦ μὴ τῇ παρ’ αὐτοὺς ὀλιγωρίᾳ δοκεῖν συμβῆναί τι τῶν παρὰ γνώμην· εἰ δέ τι καὶ μικρὸν ὅσον ὑγείας σπέρμα ἐμφαίνοιτο, τοῦτο ὥσπερ ἐμπύρευμα πάσαις ἐπιμελείαις ζωπυρητέον· ἐλπὶς γὰρ μηκυνθέντος καὶ συναυξηθέντος ἀμείνονι καὶ ἀπταιστοτέρῳ χρήσασθαι τῷ βίῳ."],["124","ἔγωγ’ οὖν ὅταν τινὰ τῶν σπουδαίων διαιτώμενον κατ’ οἰκίαν ἢ κατὰ πόλιν θεάσωμαι, τὴν οἰκίαν ἢ τὴν πόλιν ἐκείνην εὐδαιμονίζω καὶ οἴομαι τήν τε τῶν παρόντων ἀγαθῶν ἀπόλαυσιν βέβαιον καὶ τὴν τῶν ἀπόντων προσδοκίαν τελεσφορουμένην σχήσειν, τοῦ θεοῦ τὸν ἀπεριόριστον καὶ ἀπερίγραφον πλοῦτον αὑτοῦ διὰ τοὺς ἀξίους καὶ τοῖς ἀναξίοις δωρουμένου· καὶ εὔχομαι ὡς πολυχρονιωτάτους αὐτούς, ἐπειδὴ ἀγήρως οὐκ ἔνεστι, γενέσθαι, νομίζων ἐπὶ τοσοῦτον παραμένειν ἀνθρώποις τὰ ἀγαθά, ἐφ’ ὅσον ἂν οὗτοι χρόνον ζῆν δυνηθῶσιν."],["125","ὅταν οὖν ἢ ἴδω ἢ ἀκούσω τινὰ αὐτῶν τεθνεῶτα, σφόδρα κατηφῶ καὶ ἄχθομαι καὶ οὐ μᾶλλον αὐτοὺς ἢ τοὺς ζῶντας ὀλοφύρομαι· τοῖς μὲν γὰρ ἀκολουθίᾳ φύσεως τὸ ἀναγκαῖον ἀποβῆναι τέλος, βίον μὲν εὐδαίμονα εὐκλεᾶ δὲ θάνατον ἐνδεξαμένοις, τοὺς δὲ ἐρήμους μεγάλης καὶ δυνατῆς χειρός, δι’ ἣν ἐσῴζοντο, ἀπολειφθέντας ταχὺ δὴ μάλα τῶν ἰδίων αἰσθήσεσθαι κακῶν, εἰ μὴ πάλιν ἀντὶ τῶν προτέρων ἡ φύσις ὥσπερ δένδρῳ τοὺς ἤδη πεπανθέντας καρποὺς ἀποβάλλοντι νέους ἑτέρους ἀναβλαστῆσαι παρασκευάσει πρὸς τροφὴν καὶ ἀπόλαυσιν τῶν χρῆσθαι δυναμένων."],["126","ὥσπερ οὖν τῶν πόλεων τὸ ἐχυρώτατον εἰς διαμονὴν ἄνδρες εἰσὶν ἀγαθοί, οὕτως καὶ τῆς περὶ ἕκαστον ἡμῶν πόλεως, ἣ συνέστηκεν ἐκ ψυχῆς καὶ σώματος, τὸ βεβαιότατον εἰς ἵδρυσιν ἔλαχον οἱ φρονήσεως καὶ ἐπιστήμης ἐρασταὶ λόγοι, οὓς ὁ νομοθέτης μεταφορᾷ χρώμενος λύτρα καὶ πρωτοτόκους καλεῖ δι’ ἃς εἶπον αἰτίας ἤδη."],["127","ταύτῃ καὶ τὰς πόλεις τῶν Λευιτῶν „λυτρωτὰς διὰ παντὸς “εἶναί φησιν (Lev. 25, 32), ὅτι ὁ θεοῦ θεραπευτὴς αἰώνιον ἐλευθερίαν κεκάρπωται κατὰ τὰς συνεχεῖς τροπὰς τῆς ἀεικινήτου ψυχῆς ἰάσεις δεχόμενος ἐπαλλήλους· τὸ γὰρ λυτρωτὰς μὴ ἅπαξ ἀλλὰ διὰ παντός, ὥς φησι, γίνεσθαι τοιοῦτον ὑποβάλλει νοῦν, ἀεὶ μὲν τρέπεσθαι, ἀεὶ δὲ ἐλευθεροῦσθαι, τῆς μὲν τροπῆς διὰ τὸ φύσει θνητὸν ἐγγινομένης, τῆς δὲ ἐλευθερίας χάριτι τοῦ εὐεργέτου, ὃν κλῆρον ἔλαχεν, βεβαιουμένης."],["128","ἄξιον δὲ μὴ παρέργως σκέψασθαι, τί δή ποτε τὰς πόλεις τῶν Λευιτῶν ἀνῆκε τοῖς φυγάσι, τοῖς ἱερωτάτοις τοὺς ἀνιέρους εἶναι δοκοῦντας συνοικεῖν ἀξιώσας· οὗτοι δ’ εἰσὶν οἱ τὸν ἀκούσιον φόνον δράσαντες. λεκτέον οὖν πρῶτον μὲν τἀκόλουθον τῷ πάλαι λεχθέντι, ὅτι ὁ σπουδαῖος τοῦ φαύλου λύτρον, ὥστ’ εἰκότως πρὸς τοὺς ἱερωμένους οἱ διαμαρτάνοντες ἀφίξονται τοῦ καθαρθῆναι χάριν· ἔπειθ’ ὅτι φυγάδας οἱ Λευῖται προσίενται καὶ αὐτοὶ δυνάμει φυγάδες ὄντες·"],["129","ὡς γὰρ ἐκεῖνοι τῶν πατρίδων ἐλαύνονται, οὕτως καὶ οὗτοι καταλελοίπασι τέκνα, γονεῖς, ἀδελφούς, τὰ οἰκειότατα καὶ φίλτατα, ἵνα ἀντὶ θνητοῦ τὸν ἀθάνατον κλῆρον εὕρωνται· διαφέρουσι δὲ ὅτι ἐκείνοις μὲν ἀβούλητος ἡ φυγὴ δι’ ἔργον ἀκούσιον, τούτοις δὲ ὁ δρασμὸς ἑκούσιος δι’ ἔρωτα τῶν ἀρίστων, καὶ ὅτι τοῖς μὲν οἱ Λευῖται καταφυγή, τοῖς δὲ Λευίταις ὁ πάντων ἡγεμών ἐστιν, ἵν’ οἱ μὲν ἀτελεῖς νόμον ἔχωσι τὸν ἱερὸν λόγον, οὗτοι δὲ τὸν ᾧ ἱερῶνται θεόν."],["130","ἔτι γε μὴν οἱ τὸν ἀκούσιον φόνον δράσαντες τὰς αὐτὰς τοῖς Λευίταις πόλεις ἔλαχον οἰκεῖν, ὅτι καὶ οὗτοι διὰ φόνον ὅσιον προνομίας ἠξιώθησαν· ὅτε γοῦν ἡ ψυχὴ τραπεῖσα τὸν Αἰγύπτιον θεόν, τὸ σῶμα, ὡς χρυσὸν ἐξετίμησε, τόθ’ οἱ ἱεροὶ λόγοι πάντες αὐτοκέλευστοι μεθ’ ὅπλων ὁρμήσαντες ἀμυντηρίων, τῶν κατ’ ἐπιστήμην ἀποδείξεων, ἡγεμόνα προστησάμενοι καὶ στρατηγὸν τὸν ἀρχιερέα καὶ προφήτην καὶ φίλον τοῦ θεοῦ Μωυσῆν πόλεμον ἀκήρυκτον ὑπὲρ εὐσεβείας ἐπολέμουν καὶ οὐ πρότερον ἀπηλλάγησαν, ἢ πάντα τὰ τῶν ἐναντιουμένων δόγματα καταλῦσαι· ὥστ’ εἰκότως σύνοικοι γεγόνασιν οἱ τὰς ὁμοίας εἰ καὶ μὴ"],["131","τὰς αὐτὰς πράξεις ἐργασάμενοι. ᾄδεται δέ τις καὶ τοιοῦτος ἐν ἀπορρήτοις λόγος, ὃν ἀκοαῖς πρεσβυτέρων παρακατατίθεσθαι χρὴ νεωτέρων ὦτα ἐπιφράξαντας. τῶν γὰρ περὶ τὸν θεὸν δυνάμεων ἀρίστων πασῶν μία οὖσα ταῖς ἄλλαις ἰσότιμος ἡ νομοθετικὴ— νομοθέτης γὰρ καὶ \" πηγὴ νόμων αὐτός, ἀφ’ οὗ πάντες οἱ κατὰ μέρος νομοθέται— διχῆ πέφυκε τέμνεσθαι, τῇ μὲν εἰς εὐεργεσίαν κατορθούντων, τῇ δὲ εἰς κόλασιν ἁμαρτανόντων."],["132","τοῦ μὲν οὖν προτέρου τμήματος ὑπηρέτης ὁ Λευίτης ἐστί· τὰς γὰρ λειτουργίας ἁπάσας ἀναδέχεται, ὅσαι πρὸς ἱερωσύνην ἀναφέρονται τελείαν, καθ’ ἣν διασυνίσταται καὶ γνωρίζεται τὸ θνητὸν θεῷ, ἢ δι’ ὁλοκαυτωμάτων ἢ διὰ σωτηρίων ἢ διὰ μετανοίας ἁμαρτημάτων· τοῦ δὲ δευτέρου καὶ κολαστηρίου τμήματος οἱ τὸν ἀκούσιον φόνον δρῶντες ὑπηρέται γεγόνασι."],["133","καὶ μαρτυρεῖ Μωυσῆς φάσκων· „ὁ δὲ οὐχ ἑκών, ἀλλ’ ὁ θεὸς παρέδωκεν αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ “(Exod. 21, 13), ὥστε τὰς μὲν τούτου χεῖρας ὀργάνων τρόπον παραλαμβάνεσθαι, τὸν δὲ διὰ τούτων ἀοράτως ἐνεργοῦντα ἕτερον εἶναι, τὸν ἀόρατον. συνοικείτωσαν οὖν δύο θεράποντες τῶν νομοθετικῆς ὑπηρέται δυεῖν εἰδῶν, τοῦ μὲν πρὸς εὐεργεσίαν ὁ Λευίτης, τοῦ δὲ πρὸς κόλασιν ὁ ἀκουσίως ἀνελών."],["134","„ἐν ᾗ “δέ φησιν „ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἡγίασα ἐμοὶ πᾶν πρωτότοκον ἐν Ἰσραήλ “(Num. 3, 13), οὐχ ἵνα τοῦθ’ ὑποτοπήσωμεν, ὅτι κατ’ ἐκεῖνον μόνον τὸν χρόνον, καθ’ ὃν ἐπλήγη τὴν μεγάλην πληγὴν φθορᾷ τῶν πρωτοτόκων Αἴγυπτος, οἱ Ἰσραὴλ πρωτότοκοι ἐγένοντο ἅγιοι, ἀλλ’ ὅτι καὶ πάλαι καὶ νῦν καὶ αὖθις καὶ ἀεὶ τοῦτο συμβαίνειν ἐπὶ ψυχῆς πέφυκεν· ὅταν τὰ τοῦ τυφλοῦ πάθους ἡγεμονικώτατα διαφθαρῇ, τηνικαῦτα τὰ τοῦ θεὸν ὀξυδερκῶς ὁρῶντος πρεσβύτερα καὶ τίμια ἔκγονα γίνεται ἅγια."],["135","κακίας γὰρ ἔξοδος ἀρετῆς εἴσοδον ἐργάζεται, ὡς καὶ τοὐναντίον ὑπεκστάντος ἀγαθοῦ τὸ ἐφεδρεῦον κακὸν ἐπεισέρχεται· ὅσον οὐδέπω γοῦν ἐξῆλθεν Ἰακώβ (Gen. 27, 30), καὶ πάρεστιν ἐπὶ τὴν πανδεχῆ διάνοιαν Ἠσαῦ ἀντὶ τῶν ἀρετῆς τύπων ἐνσφραγιούμενος κακίας, ἢν δύνηται, χαρακτῆρας· ἀλλ’ οὐκ ἂν ἰσχύσαι τοῦτ’ ἐργάσασθαι, πτερνισθεὶς γὰρ καὶ κληρονομηθεὶς ὑπὸ τοῦ σοφοῦ λήσεται φθάσαντος πρὶν ἢ παθεῖν ἀμύνασθαι."],["136","Προσάγει δ’ οὐ μόνον ἀπὸ τῶν πρωτοτόκων τὰς ἀπαρχὰς ἀλλὰ καὶ ἀπὸ τῶν στεάτων, ἐμφαίνων ὅτι τὰ τῆς ψυχῆς γεγηθότα καὶ πίονα καὶ φυλακτικὰ καὶ χαρτὰ πάντα θεῷ παραχωρητέον. ὁρῶ δ’ ἔγωγε καὶ ἐν ταῖς τῶν θυσιῶν διατάξεσι τρία προστεταγμένον ἀναφέρειν ἀπὸ τῶν ἱερείων τὰ πρῶτα, στέαρ καὶ νεφροὺς καὶ λοβὸν ἥπατος (Lev. 3, 3 ss.), περὶ ὧν κατ’ ἰδίαν λέξομεν, οὐδαμοῦ δὲ ἐγκέφαλον ἢ καρδίαν, ἅπερ εἰκὸς ἦν πρὸ τῶν ἄλλων καθαγίζεσθαι, εἴ γε καὶ κατὰ τὸν νομοθέτην ἐν τῷ ἑτέρῳ τούτων τὸ ἡγεμονικὸν ἀνωμολόγηται."],["137","ἀλλὰ μήποτε ὁσίως πάνυ κἀκ περισκέψεως ἀκριβοῦς αὐτὰ εἰς τὸν τοῦ θεοῦ βωμὸν οὐκ ἀνῆκεν, ὅτι τὸ ἡγεμονικὸν κατὰ ἀμερῆ χρόνων διαστήματα πολλὰς πρὸς ἑκάτερον τό τε εὖ καὶ χεῖρον τροπὰς λαμβάνον καὶ διαλλάττοντας ἀεὶ τύπους δέχεται τοτὲ μὲν καθαροῦ καὶ δοκίμου τοτὲ δὲ παρακεκομμένου καὶ κιβδήλου νομίσματος."],["138","τὴν δεδεγμένην οὖν χώραν ἄμφω τὰ μαχόμενα καλόν τε καὶ αἰσχρὸν καὶ πρὸς ἑκάτερον ᾠκειωμένην καὶ τὴν ἴσην τιμὴν ἀμφοτέροις ἀπονέμουσαν οὐχ ἧττον ἄναγνον ἢ εὐαγῆ κρίνας ὁ νομοθέτης ἀπὸ τοῦ θείου βωμοῦ κατεβίβασε· τὸ γὰρ αἰσχρὸν βέβηλον, τὸ δὲ βέβηλον πάντως ἀνίερον."],["139","τοῦτο δὲ τὸ ἡγεμονικὸν διακεχώρικεν· εἰ δ’ ἐπίκρισιν πάσχοι, τηνικαῦτα πάντων τῶν μερῶν κεκαθαρμένων ἀκηλίδωτον ἄχραντον ὁλοκαυτωθήσεται· νόμος γὰρ ὁλοκαυτωμάτων οὗτος, μηδὲν ἔξω τροφῆς σκυβάλων καὶ δέρματος, ἃ σωματικῆς ἀσθενείας δείγματα, οὐχὶ κακίας, ἐστίν, ὑπολείπεσθαι τῷ γενητῷ, τὰ δ’ ἄλλα ὅσα ψυχὴν ὁλόκληρον κατὰ πάντα τὰ μέρη παρέχεται ὁλοκαυτοῦν θεῷ."]]] \ No newline at end of file diff --git a/lines/on-the-tilling-of-the-earth-by-noah.json b/lines/on-the-tilling-of-the-earth-by-noah.json new file mode 100644 index 0000000000000000000000000000000000000000..19420b83751b2645a7fe88377767f201ba21b61a --- /dev/null +++ b/lines/on-the-tilling-of-the-earth-by-noah.json @@ -0,0 +1 @@ +[[["1","„Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς εἶναι, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιε τοῦ οἴνου, καὶ ἐμεθύσθη ἐν τῷ οἴκῳ αὐτοῦ “(Gen. 9, 20. 21). οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων τὰς φύσεις τῶν πραγμάτων οὐκ εἰδότες καὶ περὶ τὴν τῶν ὀνομάτων θέσιν ἐξ ἀνάγκης ἁμαρτάνουσι· τοῖς μὲν γὰρ ὥσπερ ἐξ ἀνατομῆς περινοηθεῖσι κύριαι προσρήσεις ἕπονται, τοῖς δ’ ὑποσυγκεχυμένοις οὐ σφόδρα ἠκριβωμέναι."],["2","Μωυσῆς δὲ κατὰ πολλὴν περιουσίαν τῆς ἐν τοῖς πράγμασιν ἐπιστήμης ὀνόμασιν εὐθυβολωτάτοις καὶ ἐμφαντικωτάτοις εἴωθε χρῆσθαι. πολλαχοῦ μὲν οὖν τῆς νομοθεσίας τὴν ὑπόσχεσιν ἐπαληθεύουσαν εὑρήσομεν, οὐχ ἥκιστα δὲ κἀν τῷ προτεθέντι κεφαλαίῳ, καθ’ ὃ γεωργὸς ὁ δίκαιος Νῶε εἰσάγεται."],["3","τίνι γὰρ τῶν προχειροτέρων οὐκ ἂν δόξειε τὰ αὐτὰ εἶναι γεωργία τε καὶ γῆς ἐργασία, καίτοι πρὸς ἀλήθειαν οὐ μόνον οὐκ ὄντα τὰ αὐτά, ἀλλὰ καὶ λίαν ἀπηρτημένα, ὡς ἀντιστατεῖν καὶ διαμάχεσθαι;"],["4","δύναται μὲν γάρ τις καὶ ἄνευ ἐπιστήμης περὶ τὴν γῆς ἐπιμέλειαν πονεῖσθαι, γεωργὸς δὲ τὸ μὴ ἰδιώτης ἀλλ’ ἔμπειρος εἶναι καὶ τῷ ὀνόματι πεπίστωται, ὅπερ ἐκ τῆς γεωργικῆς τέχνης, ἧς φερώνυμός ἐστιν, εὕρηται."],["5","πρὸς δὲ τούτῳ κἀκεῖνο λογιστέον, ὅτι ὁ μὲν γῆς ἐργάτης πρὸς ἓν τέλος, τὸν μισθόν, ἀφορῶν— ἔμμισθος γὰρ ὡς ἐπίπαν οὗτος— οὐδεμίαν ἔχει φροντίδα τοῦ καλῶς ἐργάσασθαι, ὁ μέντοι γεωργὸς πολλὰ ἂν ἐθελήσαι καὶ τῶν ἰδίων εἰσφέρειν καὶ προσαναλίσκειν οἴκοθέν τι ὑπὲρ τοῦ καὶ τὸ χωρίον ὀνῆσαι καὶ πρὸς μηδενὸς τῶν ἰδόντων μεμφθῆναι· βούλεται γὰρ οὐχ ἑτέρωθέν ποθεν, ἀλλ’ ἐκ τῶν γεωργηθέντων εὐτοκίᾳ χρωμένων ἀνὰ πᾶν ἔτος τοὺς καρποὺς ἀναλαμβάνειν."],["6","οὗτος τὰ μὲν ἄγρια τῶν δένδρων ἡμεροῦν, τὰ δ’ ἥμερα ἐπιμελείαις συναύξειν, τὰ δ’ ὑπὸ πλεοναζούσης τροφῆς κεχυμένα τομαῖς στέλλειν, τὰ δ’ ἐσταλμένα καὶ πεπιλημένα ἐπιφύσεων ἐκτάσεσι μηκύνειν, καὶ ὅσα μὲν εὐγενῆ πολυκληματοῦντα κατὰ γῆς τείνειν ἐν οὐ πάνυ βαθείαις τάφροις, ὅσα δὲ μὴ εὔκαρπα ἑτέρων εἰς τὸν πρὸς ταῖς ῥίζαις κορμὸν ἐνθέσει καὶ συμφυεστάτῃ ἑνώσει βελτιοῦν ἐθελήσει— καὶ γὰρ ἐπ’ ἀνθρώπων τυγχάνει ταὐτὸν, ὡς τοὺς θετοὺς παῖδας γένεσιν ἀλλοτρίοις διὰ τὰς σφετέρας οἰκειουμένους ἀρετὰς παγίως ἐναρμόζεσθαι—·"],["7","μυρία τοίνυν καὶ αὐτόπρεμνα ῥίζαις αὐταῖς ἀνασπάσας κατέβαλε τὰς εἰς εὐκαρπίαν ἐκ φύσεις ἐστειρωμένα καὶ τοῖς φέρουσι μεγάλην ζημίαν ἐκ τοῦ παραπεφυτεῦσθαι πλησίον ἐνεγκόντα. τοιαύτη μέν τίς ἐστιν ἡ περὶ τὰ βλαστάνοντα ἐκ γῆς φυτὰ τέχνη, τὴν δὲ ψυχῆς γεωργικὴν ἐν μέρει πάλιν ἐπισκεψώμεθα."],["8","Πρῶτον μὲν τοίνυν σπείρειν ἢ φυτεύειν ἄγονον οὐδὲν ἐπιτηδεύει, πάντα δ’ ἥμερα καὶ καρποτόκα φόρους ἐτησίους οἴσοντα τῷ ἡγεμόνι ἀνθρώπῳ· τοῦτον γὰρ ἄρχοντα ἡ φύσις δένδρων τε καὶ ζῴων τῶν ἄλλων ὅσα θνητὰ ἅπαξ ἁπάντων ἀνέδειξεν."],["9","ἄνθρωπος δὲ ὁ ἐν ἑκάστῳ ἡμῶν τίς ἂν εἴη πλὴν ὁ νοῦς, ὃς τὰς ἀπὸ τῶν σπαρέντων καὶ φυτευθέντων ὠφελείας εἴωθε καρποῦσθαι; ἐπεὶ δὲ νηπίοις μέν ἐστι γάλα τροφή, τελείοις δὲ τὰ ἐκ πυρῶν πέμματα, καὶ ψυχῆς γαλακτώδεις μὲν ἂν εἶεν τροφαὶ κατὰ τὴν παιδικὴν ἡλικίαν τὰ τῆς ἐγκυκλίου μουσικῆς προπαιδεύματα, τέλειαι δὲ καὶ ἀνδράσιν ἐμπρεπεῖς αἱ διὰ φρονήσεως καὶ σωφροσύνης καὶ ἁπάσης ἀρετῆς ὑφηγήσεις· ταῦτα γὰρ σπαρέντα καὶ φυτευθέντα ἐν διανοίᾳ καρποὺς ὠφελιμωτάτους οἴσει, καλὰς καὶ ἐπαινετὰς πράξεις."],["10","διὰ ταύτης τῆς γεωργικῆς καὶ ὅσα παθῶν ἢ κακιῶν δένδρα ἀναβλαστόντα εἰς ὕψος ἐξήρθη φθοροποιοὺς φέροντα καρπούς, ὑποτεμνόμενα καθαίρεται, ὡς μηδὲ βραχύ τι λείψανον ἐαθῆναι, ἀφ’ οὗ νέαι βλάσται πάλιν ἁμαρτημάτων ἀναδραμοῦνται."],["11","κἂν εἴ τινα μέντοι δένδρα εἴη μήτ’ ὠφελίμων μήτ’ αὖ βλαβερῶν καρπῶν οἰστικά, ταῦτα ἐκκόψει μέν, οὐ μὴν ἐάσει γε ἀφανισθῆναι, κατατάξει δ’ αὐτὰ εἰς ἐναρμόνιον χρῆσιν ἢ βαλλομένη χάρακας καὶ σταυροὺς ἐν κύκλῳ στρατοπέδου ἢ φραγμὸν πόλεως, ἵνα ἀντὶ τείχους ᾖ."],["12","λέγει γάρ· „πᾶν ὃ οὐ καρπόβρωτόν ἐστιν, ἐκκόψεις καὶ ποιήσεις χαράκωσιν ἐπὶ τὴν πόλιν, ἥτις ποιήσει πρὸς σὲ τὸν πόλεμον “(Deut. 20, 20). ταῦτα δ’ εἰκάζεται τὰ δένδρα ταῖς περὶ λόγους δυνάμεσι θεωρίαν ψιλὴν ἐχούσαις·"],["13","ἐν αἷς θετέον ἰατρολογίαν ἀπεζευγμένην ἔργων, δι’ ὧν τοὺς κάμνοντας εἰκός ἐστι σῴζεσθαι, καὶ ῥητορικῆς τὸ συνηγορικὸν καὶ ἔμμισθον εἶδος οὐ περὶ τὴν εὕρεσιν τοῦ δικαίου πραγματευόμενον, ἀλλὰ περὶ τὴν δι’ ἀπάτης πειθὼ τῶν ἀκουόντων, ἔτι μέντοι καὶ διαλεκτικῆς καὶ γεωμετρίας ὅσα εἰς μὲν ἐπανόρθωσιν ἤθους οὐδὲν συνεργεῖ, παραθήγει δὲ τὸν νοῦν οὐκ ἐῶντα ἀμβλείᾳ χρῆσθαι τῇ πρὸς ἕκαστα τῶν ἀπορουμένων προσβολῇ, τομαῖς δὲ ἀεὶ καὶ διαστολαῖς χρῆσθαι, ὡς τὴν ἑκάστου πράγματος ἰδιότητα κοινῶν διαζευγνύναι ποιοτήτων."],["14","τὸν γοῦν κατὰ φιλοσοφίαν λόγον τρίδυμον ὄντα τοὺς παλαιοὺς ἀγρῷ φασιν ἀπεικάσαι, τὸ μὲν φυσικὸν αὐτοῦ δένδροις καὶ φυτοῖς παραβάλλοντας, τὸ δ’ ἠθικὸν καρποῖς, ὧν ἕνεκα καὶ τὰ φυτά, τὸ δ’ αὖ λογικὸν φραγμῷ καὶ περιβόλῳ·"],["15","καθάπερ γὰρ τὸ περικείμενον τεῖχος ὀπώρας καὶ φυτῶν τῶν κατὰ τὸν ἀγρόν ἐστι φυλακτήριον τοὺς ἐπὶ τῷ σίνεσθαι παρεισφθείρεσθαι βουλομένους ἀνεῖργον, τὸν αὐτὸν τρόπον τὸ λογικὸν μέρος φιλοσοφίας φρουρά τίς ἐστιν ὀχυρωτάτη τῶν δυεῖν ἐκείνων, ἠθικοῦ τε καὶ φυσικοῦ·"],["16","τὰς γὰρ διπλᾶς καὶ ἀμφιβόλους ὅταν ἐξαπλοῖ λέξεις καὶ τὰς διὰ τῶν σοφισμάτων πιθανότητας ἐπιλύῃ καὶ τὴν εὐπαράγωγον ἀπάτην, μέγιστον ψυχῆς δέλεαρ καὶ ἐπιζήμιον, ἀναιρῇ διὰ λόγων ἐμφαντικωτάτων καὶ ἀποδείξεων ἀνενδοιάστων, ὥσπερ κηρὸν λελειασμένον τὸν νοῦν ἀπεργάζεται ἕτοιμον δέχεσθαι τούς τε φυσιολογίας καὶ τοὺς ἠθοποιίας ἀσινεῖς καὶ πάνυ"],["17","δοκίμους χαρακτῆρας. ταῦτ’ οὖν ἡ ψυχῆς ἐπαγγελλομένη γεωργικὴ προκηρύττει· τὰ ἀφροσύνης δένδρα καὶ ἀκολασίας ἀδικίας τε καὶ δειλίας πάντ’ ἐκκόψω, ἐκτεμῶ καὶ τὰ ἡδονῆς καὶ ἐπιθυμίας ὀργῆς τε καὶ θυμοῦ καὶ τῶν παραπλησίων παθῶν, κἂν ἄχρις οὐρανοῦ μηκύνηται, τὰ φυτά, ἐπικαύσω καὶ τὰς ῥίζας αὐτῶν ἐφιεῖς’ ἄχρι τῶν ὑστάτων τῆς γῆς φλογὸς ῥιπήν, ὡς μηδὲν μέρος ἀλλὰ μηδ’ ἴχνος ἢ σκιὰν ὑπολειφθῆναι τὸ παράπαν."],["18","ἀνελῶ μὲν δὴ ταῦτα, φυτεύσω δὲ ταῖς μὲν ἐν ἡλικίᾳ παιδικῇ ψυχαῖς μοσχεύματα, ὧν ὁ καρπὸς αὐτὰς τιθηνήσεται— ἔστι δὲ ταῦτα ἡ τοῦ γράφειν καὶ ἀναγινώσκειν εὐτρόχως ἐπιτήδευσις, ἡ τῶν παρὰ σοφοῖς ποιηταῖς ἀκριβὴς ἔρευνα, γεωμετρία καὶ ἡ περὶ τοὺς ῥητορικοὺς λόγους μελέτη καὶ ἡ σύμπασα τῆς ἐγκυκλίου παιδείας μουσική—, ταῖς δὲ νεανιευομέναις καὶ ἀνδρουμέναις ἤδη τὰ ἀμείνω καὶ τελεώτερα, τὸ φρονήσεως φυτόν, τὸ ἀνδρείας, τὸ σωφροσύνης, τὸ δικαιοσύνης, τὸ ἀρετῆς ἁπάσης."],["19","ἂν μέντοι τι καὶ τῶν τῆς ἀγρίας λεγομένης ὕλης ἐδώδιμον μὲν μὴ φέρῃ καρπόν, δύνηται δὲ ἐδωδίμου φραγμὸς εἶναι καὶ φυλακτήριον, καὶ τοῦτο ταμιεύσομαι, οὐ δι’ ἑαυτό, ἀλλ’ ὅτι ὑπηρετεῖν ἀναγκαίῳ καὶ χρησίμῳ σφόδρα πέφυκε."],["20","διὰ τοῦτο ὁ πάνσοφος Μωυσῆς τῷ μὲν δικαίῳ τὴν τῆς ψυχῆς γεωργικὴν ὡς ἐναρμόνιον καὶ ἐπιβάλλουσαν τέχνην ἀνατίθησι λέγων „ἤρξατο Νῶε ἄνθρωπος εἶναι γεωργός “, τῷ δὲ ἀδίκῳ τὴν ἄνευ ἐπιστήμης φέρουσαν ἄχθη βαρύτατα γῆς ἐργασίαν· „Κάιν “"],["21","γάρ φησιν „ἦν ἐργαζόμενος τὴν γῆν “(Gen. 4, 2), καὶ μικρὸν ὕστερον, ἡνίκα τὸ ἐπὶ τῇ ἀδελφοκτονίᾳ ἄγος ἐργασάμενος καταφωρᾶται, λέγεται· „ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου, ᾗ ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι “(Gen. 4, 11. 12)."],["22","πῶς οὖν ἄν τις περιφανέστερον ἐπιδεῖξαι δύναιτο, ὅτι γῆς ἐργάτην ἀλλ’ οὐ γεωργὸν ὁ νομοθέτης νομίζει τὸν φαῦλον, ἢ τὸν τρόπον τοῦτον; οὐ μὴν ὑποληπτέον ἢ περὶ ἀνθρώπου χερσὶ καὶ ποσὶ καὶ τῇ ἄλλῃ δυνάμει τοῦ σώματος ἐνεργεῖν ἱκανοῦ ἢ περὶ γῆς ὀρεινῆς καὶ πεδιάδος εἶναι τὸν λόγον, ἀλλὰ περὶ τῶν καθ’ ἕκαστον ἡμῶν δυνάμεων· τὴν γὰρ τοῦ φαύλου ψυχὴν περὶ οὐδὲν ἄλλο πραγματεύεσθαι συμβέβηκεν ἢ τὸ γήινον σῶμα καὶ τὰς τοῦ σώματος ἁπάσας ἡδονάς."],["23","ὁ γοῦν πολὺς ὅμιλος ἀνθρώπων τὰ γῆς ἐπιὼν κλίματα καὶ ἄχρι τῶν περάτων φθάνων αὐτῆς καὶ τὰ πελάγη περαιούμενος καὶ τὰ ἐν μυχοῖς θαλάττης ἀναζητῶν καὶ μηδὲν μέρος ἐῶν τοῦ παντὸς ἀδιερεύνητον ἀεὶ καὶ πανταχοῦ πορίζει ταῦτα, δι’ ὧν ἡδονὴν συναυξήσει·"],["24","καθάπερ γὰρ οἱ ἁλιευόμενοι δίκτυα καθιᾶσιν ἔστιν ὅτε μήκιστα πολλὴν ἐν κύκλῳ περιβαλλόμενοι θάλατταν, ἵν’ ὡς πλείστους ἐντὸς ληφθέντας ἀρκύων οἷα τειχήρεις γεγονότας ἰχθύας συλλάβωσι, τὸν αὐτὸν τρόπον ἡ πλείστη μοῖρα ἀνθρώπων οὐκ ἐπὶ μέρος θαλάττης μόνον, ἀλλ’ ἐφ’ ἅπασαν τὴν ὕδατος καὶ γῆς καὶ ἀέρος φύσιν τὰ πάναγρα, ὡς οἱ ποιηταί πού φασι, λίνα τείνας’ ἅπαντα πανταχόθεν δι’ ἡδονῆς ἀπόλαυσίν τε καὶ χρῆσιν ἀγκιστρεύεται·"],["25","καὶ γὰρ γῆν μεταλλεύουσι καὶ τὰ πελάγη διαβαίνουσι καὶ τἄλλα πάντα ὅσα εἰρήνης καὶ πολέμου ἔργα δρῶσιν, ὕλας ἀφθόνους ὡς βασιλίδι ἡδονῇ πορίζοντες, οἱ γεωργίας μὲν ἀμύητοι ψυχικῆς, ἣ σπείρουσα καὶ φυτεύουσα τὰς ἀρετὰς καρπὸν δρέπεται τὸν εὐδαίμονα βίον ἀπ’ αὐτῶν, ἐργασάμενοι δὲ καὶ μεθοδεύοντες τὰ φίλα τῇ σαρκὶ καὶ τὸν σύνθετον χοῦν, τὸν πεπλασμένον ἀνδριάντα, τὸν ψυχῆς ἔγγιστα οἶκον, ὃν ἀπὸ γενέσεως ἄχρι τελευτῆς, ἄχθος τοσοῦτον, οὐκ ἀποτίθεται νεκροφοροῦσα, μετὰ σπουδῆς τῆς πάσης οἰκειούμενοι."],["26","Ὡς μὲν οὖν γεωργίας ἐργασία γῆς καὶ γεωργοῦ γῆς ἐργάτης διαφέρουσιν, εἴρηται. σκεπτέον δέ, μὴ καὶ ἄλλαι τινές εἰσιν ἰδέαι συγγενεῖς τῶν εἰρημένων, διὰ τὴν ἐν τοῖς ὀνόμασι κοινωνίαν ἐπικρύπτουσαι τὰς ἐν τοῖς πράγμασι διαφοράς· εἰσὶ δέ γε ἃς ἀναζητοῦντες εὕρομεν διτταί, περὶ ὧν τὰ προσήκοντα, ἐὰν οἷόν τε ᾖ, λέξομεν."],["27","αὐτίκα τοίνυν ὡς γεωργὸν καὶ γῆς ἐργάτην δόξαντας ἀδιαφορεῖν ἀλλήλων εὕρομεν ἐν τοῖς κατὰ διάνοιαν ἀλληγοροῦντες μακρῷ διεστηκότας, οὕτως ποιμένα καὶ κτηνοτρόφον· μέμνηται γὰρ ποτὲ μὲν κτηνοτροφίας ποτὲ δ’ αὖ ποιμενικῆς ὁ νομοθέτης."],["28","καὶ οἵ γε μὴ λίαν ἠκριβωμένοι τάχα που τῆς αὐτῆς ἐπιτηδεύσεως συνωνυμούσας ὑπολήψονται προσρήσεις εἶναι, εἰσὶ δέ γε πραγμάτων διαφερόντων ἐν ταῖς δι’ ὑπονοιῶν ἀποδόσεσι·"],["29","καὶ γὰρ εἰ τοῖς θρεμμάτων προεστηκόσιν ἀμφότερα ἐπιφημίζειν ἔθος κτηνοτρόφων καὶ ποιμένων ὀνόματα, ἀλλ’ οὔ γε τῷ τὴν ψυχῆς ἀγέλην ἐπιτετραμμένῳ λογισμῷ· φαῦλος μὲν γὰρ ὢν ὁ ἀγελάρχης οὗτος καλεῖται κτηνοτρόφος, ἀγαθὸς δὲ καὶ σπουδαῖος ὀνομάζεται ποιμήν. ὃν δὲ τρόπον, ἐπιδείξομεν αὐτίκα·"],["30","ἡ φύσις ἡμῶν ἑκάστῳ κτήνη συγγεγέννηκε, τῆς ψυχῆς ὥσπερ ἀπὸ μιᾶς ῥίζης ἔρνη διττὰ ἀναβλαστούσης, ὧν τὸ μὲν ἄτμητον ὅλον δι’ ὅλων ἐαθὲν ἐπεφημίσθη νοῦς, τὸ δ’ ἑξαχῇ σχισθὲν εἰς ἑπτὰ φύσεις πέντε τῶν αἰσθήσεων καὶ δυεῖν ἄλλων ὀργάνων, φωνητηρίου τε καὶ γονίμου."],["31","αὕτη δὲ πᾶσα ἡ πληθὺς ἄλογος οὖσα κτήνεσιν ἀπεικάζεται, πληθύι δὲ νόμῳ φύσεως ἡγεμόνος ἐξ ἀνάγκης δεῖ. ἐπειδὰν μὲν οὖν ἄπειρος ἀρχῆς ἅμα καὶ πλούσιος ἐξαναστὰς ἄρχοντα ἑαυτὸν ἀποφήνῃ, μυρίων αἴτιος κακῶν γίνεται τοῖς θρέμμασιν·"],["32","αὐτὸς μὲν γὰρ ἄφθονα παρέχει τὰ ἐπιτήδεια, τὰ δὲ ἀμέτρως ἐμφορούμενα ὑπὸ πλεοναζούσης τροφῆς ἐξυβρίζει— κόρου γὰρ ὕβρις ἔγγονον γνήσιον—, ἐξυβρίζοντα μέντοι σκιρτᾷ καὶ ἀφηνιάζει καὶ κατὰ μέρος σκιδνάμενα διαλύει τὸ τῆς ἀγέλης συντεταγμένον στῖφος."],["33","ὁ δὲ τέως ἡγεμὼν καταλειφθεὶς ὑπὸ τῶν ἀρχομένων ἰδιώτης ἀνεφάνη, καὶ ἐπιτρέχει μὲν σπουδάζων, εἴ τι δύναιτο συλλαβεῖν ἐξ ὑπαρχῆς καὶ ὑπαγαγέσθαι· ὅταν δὲ ἀδυνατῇ, στένει καὶ κλαίει τὴν ἰδίαν κακίζων εὐχέρειαν καὶ ἑαυτὸν τῶν συμβεβηκότων αἰτιώμενος."],["34","τοῦτον δὴ τὸν τρόπον καὶ τὰ τῶν αἰσθήσεων θρέμματα, ἐπειδὰν ὁ νοῦς ὑπτίως καὶ ῥᾳθύμως ἔχῃ, τῆς τῶν αἰσθητῶν ἀπλήστως ἐμφορούμενα ἀφθονίας ἀπαυχενίζει τε καὶ σκιρτᾷ καὶ πλημμελῶς ὅπῃ τύχοι φέρεται, καὶ ὀφθαλμοὶ πρὸς πάντα ἀναπεπταμένοι τὰ ὁρατά, καὶ ἃ μὴ θέμις ὁρᾶν, ἐξώκειλαν, καὶ ἀκοαὶ πάσας φωνὰς παραδεχόμεναι καὶ μηδέποτε πληρούμεναι, διψῶσαι δὲ ἀεὶ περιεργίας καὶ φιλοπραγμοσύνης, ἔστι δὲ ὅπου καὶ ἀνελευθέρου χλεύης ἐκπεφοιτήκασιν."],["35","ἐπεὶ πόθεν ἄλλοθεν τὰ πανταχοῦ τῆς οἰκουμένης θέατρα νομίζομεν ἀμυθήτων μυριάδων ἀνὰ πᾶσαν ἡμέραν πληροῦσθαι; οἱ γὰρ ἀκουσμάτων καὶ θεαμάτων ἥττους καὶ ὦτα καὶ ὀφθαλμοὺς χωρὶς ἡνιῶν ἐάσαντες φέρεσθαι καὶ κιθαριστὰς καὶ κιθαρῳδοὺς καὶ πᾶσαν τὴν κεκλασμένην καὶ ἄνανδρον μουσικὴν περιέποντες, ἔτι δὲ ὀρχηστὰς καὶ τοὺς ἄλλους μίμους ἀποδεχόμενοι, ὅτι σχέσεις καὶ κινήσεις ἐκτεθηλυμμένας ἴσχονται καὶ κινοῦνται, τὸν ἐπὶ σκηνῆς ἀεὶ πόλεμον συγκροτοῦσι μήτε τῆς τῶν ἰδίων μήτε τῆς τῶν κοινῶν ἐπανορθώσεως πεφροντικότες, ἀλλὰ τὸν ἑαυτῶν οἱ δυστυχεῖς διά τε ὀφθαλμῶν καὶ ὤτων ἀνατρέποντες βίον."],["36","ἄλλοι δέ εἰσιν οἱ τούτων ἀθλιώτεροι καὶ κακοδαιμονέστεροι, οἳ τὴν γεῦσιν ὥσπερ ἐκ δεσμῶν ἔλυσαν· ἡ δὲ πρὸς πᾶσαν σιτίων τε καὶ ποτῶν ἀπόλαυσιν ἄφετος εὐθὺς ὁρμήσασα τά τε ἤδη εὐτρεπισθέντα ἐπιλέγεται καὶ πεῖναν ἄληκτον καὶ ἄπληστον ἴσχει τῶν ἀπόντων, ὡς, κἂν αἱ τῆς γαστρὸς ἀποπληρωθῶσι δεξαμεναί, σπαργῶσαν ἔτι καὶ μαιμῶσαν τὴν ἀεὶ κενὴν ἐπιθυμίαν περιβλέπεσθαι καὶ περιφοιτᾶν, μή τί που παροραθὲν λείψανον ἀφεῖται, ἵνα καὶ τοῦτο παμφάγου πυρὸς δίκην ἐπιλιχμήσηται."],["37","γαστριμαργίᾳ τοίνυν ἡ ὀπαδὸς ἐκ φύσεως ἀκολουθεῖ συνουσίας ἡδονὴ μανίαν ἔκτοπον καὶ οἶστρον ἀνεπίσχετον καὶ λύτταν ἀργαλεωτάτην ἐπιφέρουσα· ὅταν γὰρ ὑπὸ ὀψοφαγίας καὶ ἀκράτου καὶ πολλῆς μέθης ἄνθρωποι πιεσθῶσιν, οὐκέτι κρατεῖν ἑαυτῶν δύνανται, πρὸς δὲ τὰς ἐρωτικὰς μίξεις ἐπειγόμενοι κωμάζουσι καὶ θυραυλοῦσι, μέχρις ἂν τὸν πολὺν τοῦ πάθους ἀποχετευσάμενοι βρασμὸν ἠρεμῆσαι δυνηθῶσιν."],["38","οὗ χάριν καὶ ἡ φύσις ὡς ἔοικεν ὑπογάστρια τὰ συνουσίας ὄργανα ἐδημιούργησε, προλαβοῦσα ὅτι λιμῷ μὲν οὐ χαίρει, πλησμονῇ δὲ"],["39","ἕπεται καὶ πρὸς τὰς ἰδίας ἐνεργείας ὑπανίσταται. τοὺς οὖν τοῖς θρέμμασι τούτοις ἐπιτρέποντας ἀθρόων ὧν ὀρέγονται πάντων ἐμφορεῖσθαι κτηνοτρόφους λεκτέον, ποιμένας δ’ ἔμπαλιν ὅσοι τά τε ἀναγκαῖα καὶ αὐτὰ μόνα τὰ ἐπιτήδεια παρέχουσι περιτεμνόμενοι καὶ ἀποκόπτοντες τὴν περιττὴν καὶ ἀλυσιτελῆ πᾶσαν ἀφθονίαν, ἥτις ἀπορίας καὶ ἐνδείας οὐχ ἥκιστα βλάπτει, πρόνοιάν τε πολλὴν ἔχουσι τοῦ μὴ ἐξ ἀμελείας καὶ ῥᾳθυμίας νοσῆσαι τὴν ἀγέλην εὐχόμενοι μηδὲ τὰς ἔξωθεν εἰωθυίας κατασκήπτειν νόσους ἐπιγενέσθαι."],["40","στοχάζονται δὲ οὐδὲν ἧττον καὶ τοῦ μὴ διασπασθεῖσαν αὐτὴν σποράδην διασκεδασθῆναι, φόβον ἐπανατεινόμενοι τὸν σωφρονιστὴν τῶν λόγῳ μηδέποτε πειθομένων καὶ κολάσει χρώμενοι συνεχεῖ, μετρίᾳ μὲν κατὰ τῶν ἰάσιμα νεωτεριζόντων, ἀφορήτῳ δὲ κατὰ τῶν ἀνίατα· τὸ γὰρ εἶναι δοκοῦν ἀπευκτὸν μέγιστον ἀγαθὸν ἀφραίνουσιν, ἡ κόλασις, ὥσπερ τοῖς τὰ σώματα κάμνουσιν αἱ ἰατρικαὶ ὗλαι."],["41","ταῦτα τὰ ἐπιτηδεύματα ποιμένων ἐστίν, οἳ τῶν σὺν ἡδονῇ βλαβερῶν τὰ μετὰ ἀηδίας προτιμῶσιν ὠφέλιμα. οὕτως γοῦν σεμνὸν καὶ λυσιτελὲς νενόμισται τὸ ποιμαίνειν, ὥστε τὸ μὲν ποιητικὸν γένος τοὺς βασιλέας ποιμένας λαῶν εἴωθε καλεῖν, ὁ δὲ νομοθέτης τοὺς σοφούς, οἳ μόνοι πρὸς ἀλήθειαν βασιλεῖς εἰσιν· ἄρχοντας γὰρ αὐτοὺς ὡς ἂν ποίμνης εἰσάγει τῆς ἀνθρώπων ἁπάντων ἀλόγου φορᾶς."],["42","διὰ τοῦτο καὶ τῷ τελειωθέντι ἐξ ἀσκήσεως Ἰακὼβ τὴν ποιμενικὴν ἐπιστήμην περιῆψε· ποιμαίνει γὰρ οὗτος τὰ πρόβατα Λάβαν (Gen. 30, 36), τῆς τοῦ ἄφρονος ψυχῆς τὰ αἰσθητὰ μόνα καὶ φαινόμενα νομιζούσης ἀγαθά, χρώμασι καὶ σκιαῖς ἠπατημένης καὶ δεδουλωμένης· λευκασμὸς γὰρ ἑρμηνεύεται Λάβαν."],["43","καὶ Μωυσεῖ τῷ πανσόφῳ τὴν αὐτὴν τέχνην ἀνατίθησι· καὶ γὰρ οὗτος ποιμὴν ἀποδείκνυται διανοίας τῦφον πρὸ ἀληθείας ἀσπαζομένης καὶ πρὸ τοῦ εἶναι τὸ δοκεῖν ἀποδεχομένης· περισσὸς γὰρ Ἰοθὸρ ἑρμηνεύεται, περιττὸν δὲ καὶ ἐπεισηγμένον ἀπλανεῖ βίῳ πρὸς ἀπάτην τῦφος, ᾧ καὶ τὰ κατὰ πόλεις ἕτερα παρ’ ἑτέροις, οὐ τὰ αὐτὰ δίκαια παρὰ πᾶσιν, ἔθος εἰσηγεῖσθαι τὰ κοινὰ τῆς φύσεως καὶ ἀκίνητα νόμιμα οὐδ’ ὄναρ ἰδόντι· λέγεται γὰρ ὅτι „Μωυσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ ἱερέως Μαδιάμ \" (Exod. 3, 1)."],["44","ὁ δ’ αὐτὸς οὗτος εὔχεται, μὴ ὡς ἀνεπιτρόπευτον ποίμνην τὸν ὄχλον καὶ λεὼν ἅπαντα τῆς ψυχῆς ἀφεθῆναι, τυχεῖν δὲ ἀγαθοῦ ποιμένος ἐξάγοντος μὲν ἀπὸ τῶν ἀφροσύνης καὶ ἀδικίας καὶ πάσης κακίας δικτύων, εἰσάγοντος δὲ εἰς τὰ παιδείας καὶ τῆς ἄλλης ἀρετῆς δόγματα· „ἐπισκεψάσθω “γάρ φησι „κύριος ὁ θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς συναγωγῆς ταύτης “· εἶτα ὀλίγα προσειπὼν ἐπιφέρει· „καὶ οὐκ ἔσται ἡ συναγωγὴ κυρίου ὡσεὶ πρόβατα, οἷς οὐκ ἔστι ποιμήν “(Num. 27, 16. 17)."],["45","ἀλλ’ οὐκ ἄξιον εὔχεσθαι μὴ χωρὶς ἐπιστάτου καὶ ἡγεμόνος ἐαθῆναι τὸ συγγενὲς καὶ συμφυὲς ἡμῶν ἑκάστῳ ποίμνιον, ὡς μὴ τῆς φαυλοτάτης τῶν κακοπολιτειῶν ὀχλοκρατίας, ἣ παράκομμα τῆς ἀρίστης δημοκρατίας ἐστίν, ἀναπλησθέντες θορύβοις καὶ ταραχαῖς καὶ ἐμφυλίοις στάσεσιν ἀεὶ χρώμενοι διατελῶμεν;"],["46","οὐ μὴν ἀναρχία μόνον ὀχλοκρατίαν τίκτουσα δεινόν, ἀλλ’ ἡ καὶ παρανόμου καὶ βιαίου τινὸς ἐφ’ ἡγεμονίαν ἐπανάστασις· τύραννος γὰρ ἐκ φύσεως ἐχθρός, πόλεων μὲν ἄνθρωπος, σώματος δὲ καὶ ψυχῆς καὶ τῶν καθ’ ἑκάτερον πραγμάτων ὁ τὴν ἀκρόπολιν ἐπιτετειχικὼς ἑκάστῳ θηριωδέστατος νοῦς."],["47","ἀλυσιτελεῖς δὲ οὐχ αὗται μόνον αἱ δεσποτεῖαι, ἀλλὰ καὶ τῶν λίαν ἐπιεικῶν ἀρχαί τε καὶ προστασίαι· χρηστότης γὰρ πρᾶγμα εὐκαταφρόνητον καὶ ἑκατέροις, ἄρχουσί τε καὶ ὑπηκόοις, βλαβερόν, τοῖς μὲν ἐκ τῆς τῶν ὑποτεταγμένων εἰς αὐτοὺς ὀλιγωρίας μηδὲν μήτε ἴδιον μήτε κοινὸν ἐπανορθώσασθαι δυναμένοις, ἔστι δ’ ὅτε καὶ τὰς ἡγεμονίας ἀναγκαζομένοις ἀποτίθεσθαι, τοῖς δὲ ἐκ συνεχοῦς τῆς πρὸς τοὺς ἄρχοντας ὀλιγωρίας πειθοῦς ἠμεληκόσι καὶ ἀδεῶς ἐπὶ μεγάλου κακοῦ κτήσει περιποιησαμένοις αὐθάδειαν."],["48","τούτους μὲν οὖν θρεμμάτων, ἐκείνους δὲ κτηνοτρόφων οὐδὲν νομιστέον διαφέρειν· οἱ μὲν γὰρ τρυφᾶν ἐν ἀφθόνοις ὕλαις ἀναπείθουσιν, οἱ δὲ τὸν κόρον ἀδυνατοῦντες φέρειν ἐξυβρίζουσι. χρὴ δὲ ὥσπερ αἰπόλον ἢ βουκόλον ἢ ποιμένα ἢ κοινῶς νομέα τὸν ἡμέτερον ἄρχειν νοῦν τὸ συμφέρον πρὸ τοῦ ἡδέος ἑαυτῷ τε καὶ τοῖς θρέμμασιν αἱρούμενον."],["49","ἡ δὲ τοῦ θεοῦ ἐπίσκεψις πρῶτον σχεδὸν καὶ μόνον αἴτιον τοῦ τὰ μέρη τῆς ψυχῆς μὴ ἀνεπιτρόπευτα ἀφεθῆναι, τυχεῖν δὲ ἀνυπαιτίου καὶ πάντα ἀγαθοῦ ποιμένος· οὗ κατασταθέντος ἀμήχανον τὴν σύνοδον τῆς διανοίας γενέσθαι σποράδα. ὑπὸ γὰρ μίαν καὶ τὴν αὐτὴν σύνταξιν ἐξ ἀνάγκης φανεῖται πρὸς τὴν ἑνὸς ἐπιστασίαν ἀφορῶσα, ἐπεὶ τό γε πολλαῖς ὑπακούειν ἀρχαῖς ἀναγκάζεσθαι βαρύτατον ἄχθος."],["50","οὕτως μέντοι τὸ ποιμαίνειν ἐστὶν ἀγαθόν, ὥστε οὐ βασιλεῦσι μόνον καὶ σοφοῖς ἀνδράσι καὶ ψυχαῖς τέλεια κεκαθαρμέναις ἀλλὰ καὶ θεῷ τῷ πανηγεμόνι δικαίως ἀνατίθεται. τούτου δὲ ἐγγυητὴς οὐχ ὁ τυχὼν ἀλλὰ προφήτης ἐστίν, ᾧ καλὸν πιστεύειν, ὁ τὰς ὑμνῳδίας ἀναγράψας· λέγει γὰρ ὧδε· „κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει “(Psalm. 22, 1)."],["51","τοῦτο μέντοι τὸ ᾆσμα παντὶ φιλοθέῳ μελετᾶν ἐμπρεπές, τῷ δὲ δὴ κόσμῳ καὶ διαφερόντως· καθάπερ γάρ τινα ποίμνην γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ καὶ ὅσα ἐν τούτοις φυτά τε αὖ καὶ ζῷα, τὰ μὲν θνητὰ τὰ δὲ θεῖα, ἔτι δὲ οὐρανοῦ φύσιν καὶ ἡλίου καὶ σελήνης περιόδους καὶ τῶν ἄλλων ἀστέρων τροπάς τε αὖ καὶ χορείας ἐναρμονίους ὁ ποιμὴν καὶ βασιλεὺς θεὸς ἄγει κατὰ δίκην καὶ νόμον, προστησάμενος τὸν ὀρθὸν αὑτοῦ λόγον καὶ πρωτόγονον υἱόν, ὃς τὴν ἐπιμέλειαν τῆς ἱερᾶς ταύτης ἀγέλης οἷά τις μεγάλου βασιλέως ὕπαρχος διαδέξεται· καὶ γὰρ εἴρηταί που· „Ἰδοὺ ἐγώ εἰμι, ἀποστέλλω ἄγγελόν μου εἰς πρόσωπόν σου τοῦ φυλάξαι σε ἐν τῇ ὁδῷ “(Exod. 23, 20)."],["52","λεγέτω τοίνυν καὶ ὁ κόσμος ἅπας, ἡ μεγίστη καὶ τελεωτάτη τοῦ ὄντος θεοῦ ποίμνη· „κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει “."],["53","λεγέτω καὶ ἕκαστος τῶν ἐν μέρει τὸ αὐτὸ τοῦτο μὴ τῇ διὰ γλώττης καὶ στόματος ῥεούσῃ φωνῇ πρὸς βραχεῖαν ἀέρος ἐξικνουμένῃ μοῖραν, ἀλλὰ τῇ τῆς διανοίας εὐρυνομένῃ καὶ τῶν τοῦ παντὸς ἁπτομένῃ περάτων· ἀμήχανον γὰρ τῶν ἐπιβαλλόντων ἔνδειαν εἶναί τινος ἐπιστατοῦντος θεοῦ πλήρη καὶ τέλεια τἀγαθὰ τοῖς οὖσιν ἅπασιν εἰωθότος"],["54","χαρίζεσθαι. παγκάλη δὲ εἰς ὁσιότητα παραίνεσις ἡ διὰ τοῦ λεχθέντος ᾄσματος· τῷ γὰρ ὄντι ὁ μὲν πάντα τὰ ἄλλα δοκῶν ἔχειν, τῇ δὲ ἑνὸς προστασίᾳ δυσχεραίνων, ἀτελὴς καὶ πένης· ἥτις δὲ ὑπὸ θεοῦ ποιμαίνεται ψυχὴ τὸ ἓν καὶ μόνον ἔχουσα, οὗ τὰ πάντα ἐκκρέμαται, ἀπροσδεὴς εἰκότως ἐστὶν ἄλλων, οὐ τυφλὸν πλοῦτον, βλέποντα δὲ καὶ σφόδρα ὀξυδορκοῦντα θαυμάζουσα."],["55","τούτου πάντες οἱ μαθηταὶ εἰς σύντονον καὶ δυσαπάλλακτον ἔρωτα ἦλθον, διὸ κτηνοτροφίαν γελάσαντες ἐξεπόνησαν ποιμενικὴν ἐπιστήμην."],["56","τεκμήριον δέ· ὁ τὴν περὶ σῶμα καὶ τὰς κενὰς δόξας ὑπόθεσιν ἀεὶ μελετῶν Ἰωσήφ, ἄρχειν μὲν καὶ ἐπιστατεῖν ἀλόγου φύσεως οὐκ ἐπιστάμενος— πρεσβύταις γὰρ ἔθος ἐπὶ τὰς ἀνυπευθύνους ἀρχὰς καλεῖσθαι, νέος δέ ἐστιν οὗτος ἀεί, κἂν τὸ χρόνου μήκει γῆρας ἐπιγινόμενον ἐνέγκηται—, τρέφειν δὲ εἰωθὼς καὶ συναύξειν ὑπολαμβάνει καὶ τοὺς φιλαρέτους πεῖσαι δυνήσεσθαι μεταβάλλειν ὡς αὐτόν, ἵνα τῶν ἀλόγων καὶ ἀψύχων περιεχόμενοι μηκέτ’ ἐνευκαιρεῖν δύνωνται τοῖς λογικῆς ψυχῆς ἐπιτηδεύμασι· φησὶ γάρ·"],["57","ἂν ὁ βασιλεὺς νοῦς τῆς σωματικῆς χώρας πυνθάνηται, τί τὸ ἔργον ὑμῶν, ἀποκρίνεσθε· ἄνδρες κτηνοτρόφοι ἐσμέν (Gen. 46, 33. 34). τοῦτο ἀκούσαντες κατὰ τὸ εἰκὸς δυσχεραίνουσιν, εἰ ἡγεμόνες ὄντες ὑπηκόων τάξιν ἔχειν ὁμολογήσουσιν·"],["58","οἱ μὲν γὰρ τροφὰς ταῖς αἰσθήσεσι διὰ τῆς τῶν αἰσθητῶν ἀφθονίας εὐτρεπιζόμενοι δοῦλοι γίνονται τῶν τρεφομένων καθάπερ δεσποίναις οἰκέται φόρον τελοῦντες καθ’ ἑκάστην ἡμέραν ἀναγκαῖον, ἄρχοντες δὲ οἱ τούτων ἐπιστατοῦντες καὶ τὰ περιττὰ τῆς εἰς ἀπληστίαν ὁρμῆς αὐτῶν ἐπιστομίζοντες."],["59","τὸ μὲν οὖν πρῶτον καίτοι τοῦ λεχθέντος οὐ καθ’ ἡδονὴν ἀκούσαντες ἐχεμυθήσουσι περιττὸν ἡγούμενοι τὸ μὴ μαθησομένοις διαφορὰν κτηνοτροφίας καὶ ποιμενικῆς ὑφηγεῖσθαι, αὖθις δὲ ὅταν ὁ περὶ τούτων ἀγὼν ἐνστῇ, διαγωνιοῦνται πάσῃ δυνάμει καί, πρὶν ἀνὰ κράτος ἑλεῖν, οὐκ ἀνήσουσι τὸ τῆς φύσεως ἐλεύθερόν τε καὶ εὐγενὲς καὶ ἡγεμονικὸν τῷ ὄντι ἐπιδειξάμενοι· πυνθανομένου γοῦν τοῦ βασιλέως „τί τὸ ἔργον ὑμῶν; “ἀποκρίνονται· „ποιμένες ἐσμέν, καὶ οἱ πατέρες ἡμῶν “(Gen. 47, 3)."],["60","εἶτ’ οὐκ ἂν δόξαιεν ἐπὶ ποιμενικῇ τοσοῦτον αὐχεῖν, ὅσον οὐδὲ ἐπὶ τῷ τοσούτῳ κράτει τῆς ἀρχῆς ὁ προσομιλῶν αὐτοῖς βασιλεύς; οἵ γε οὐχ αὑτοῖς μόνοις τὴν προαίρεσιν τοῦ βίου τούτου μαρτυροῦσιν, ἀλλὰ καὶ τοῖς πατράσιν αὐτῶν, ὡς σπουδῆς καὶ ἐπιμελείας ἁπάσης ἀξίου·"],["61","καίτοι γε, εἰ μὲν ἦν περὶ αἰγῶν ἢ προβάτων ἐπιμελείας ὁ λόγος, κἂν ἴσως ᾐδέσθησαν ὁμολογεῖν ἀτιμίαν φυγόντες· ἄδοξα γὰρ καὶ ταπεινὰ τὰ τοιαῦτα παρὰ τοῖς ὄγκον μὲν εὐτυχίας τὸν ἄνευ φρονήσεως περιβεβλημένοις καὶ μάλιστα βασιλεῦσι νενόμισται·"],["62","τὸ δὲ Αἰγυπτιακὸν ἐκ φύσεως καὶ διαφερόντως ἐστὶν ὑπέραυχον, ὁπότε μικρά τις αὐτὸ μόνον αὔρα καταπνεύσειεν εὐπραγίας, ὡς χλεύην καὶ πλατὺν γέλωτα ἡγεῖσθαι τὰς τῶν δημοτικωτέρων ἀνθρώπων περὶ βίον σπουδάς τε καὶ φιλοτιμίας."],["63","ἐπειδὴ δὲ περὶ τῶν ἐν ψυχῇ δυνάμεων λογικῶν τε αὖ καὶ ἀλόγων πρόκειται σκοπεῖν, εἰκότως αὐχήσουσιν οἱ πεπεισμένοι ὅτι δύνανται κρατεῖν τῶν ἀλόγων συμμάχοις χρώμενοι ταῖς λογικαῖς."],["64","ἐὰν μέντοι τις βάσκανος καὶ φιλεγκλήμων αἰτιώμενος φάσκῃ· πῶς οὖν ποιμενικὴν τέχνην διαπονοῦντες καὶ τῆς συμφυοῦς ποίμνης ἐπιμέλειαν ἔχειν καὶ προστασίαν ἐπαγγελλόμενοι προσορμίσασθαι τῇ σώματος καὶ παθῶν χώρᾳ διενοήθητε, Αἰγύπτῳ, ἀλλ’ οὐχ ἑτέρωσε τὸν πλοῦν ἐποιήσασθε; μετὰ παρρησίας αὐτῷ λεκτέον, ὅτι „παροικεῖν, οὐ κατοικεῖν ἤλθομεν “"],["65","(Gen. 47, 4)· τῷ γὰρ ὄντι πᾶσα ψυχὴ σοφοῦ πατρίδα μὲν οὐρανόν, ξένην δὲ γῆν ἔλαχε, καὶ νομίζει τὸν μὲν σοφίας οἶκον ἴδιον, τὸν δὲ σώματος ὀθνεῖον, ᾧ καὶ παρεπιδημεῖν οἴεται."],["66","οὐκοῦν ἐπειδὰν ὁ ἀγελάρχης νοῦς παραλαβὼν τὴν ψυχῆς ἀγέλην νόμῳ φύσεως διδασκάλῳ χρώμενος εὐτόνως ἀφηγῆται, δόκιμον αὐτὴν καὶ σφόδρα ἐπαινετὴν ἀπεργάζεται, ὅταν δὲ παρανομίᾳ ῥᾳθύμως καὶ ἀνειμένως προσφερόμενος, ψεκτήν. εἰκότως τοίνυν ὁ μὲν βασιλέως ὄνομα ὑποδύσεται ποιμὴν προσαγορευθείς, ὁ δ’ ὀψαρτυτοῦ τινος ἢ σιτοπόνου κτηνοτρόφος ἐπιφημισθείς, εὐωχίαν καὶ θοίνην ἀδηφαγεῖν θρέμμασιν εἰωθόσιν εὐτρεπιζόμενος."],["67","Ὃν δὴ τρόπον γεωργὸς μὲν ἐργάτου γῆς, ποιμὴν δὲ κτηνοτρόφου διενήνοχεν, οὐκ ἀμελῶς ἐπιδέδειχα. καὶ τρίτον δ’ ἐστὶ συγγένειάν τινα ἔχον πρὸς τὰ λεχθέντα, περὶ οὗ νῦν ἐροῦμεν· ἱππέα τε γὰρ καὶ ἀναβάτην οὐ μόνον, ἄνθρωπον ἐποχούμενον ἐποχουμένου χρεμετιστικῷ ζῴῳ μακρῷ διαφέρειν ἡγεῖται, ἀλλὰ καὶ λογισμὸν λογισμοῦ."],["68","ὁ μὲν τοίνυν ἄνευ τέχνης ἱππικῆς ἐπιβεβηκὼς λέγεται μὲν εἰκότως ἀναβάτης, ἐκδέδωκε δὲ ἑαυτὸν ἀλόγῳ καὶ σκιρτητικῷ θρέμματι, ὥσθ’ ὅπῃ ἂν ἐκεῖνο χωρῇ| ’κεῖσε πάντως ἀναγκαῖον φέρεσθαι καὶ μὴ προϊδόμενον χάσμα γῆς ἢ βαθύν τινα βόθρον ὑπὸ τῆς ἐν τῷ δρόμῳ ῥύμης κατακρημνισθῆναι [συνηνέχθη] καὶ συγκαταποθῆναι τὸν φερόμενον."],["69","ὁ δ’ ἱππεὺς πάλιν, ὅταν ἀνέρχεσθαι μέλλῃ, χαλινὸν ἐντίθησι κἄπειτ’ ἐφαλλόμενος τῆς περιαυχενίου χαίτης ἐνείληπται καὶ φέρεσθαι δοκῶν αὐτός, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἄγει τὸ κομίζον τρόπον κυβερνήτου· καὶ γὰρ ἐκεῖνος ἄγεσθαι δοκῶν ὑπὸ νεὼς τῆς κυβερνωμένης ἄγει πρὸς ἀλήθειαν αὐτὴν καὶ ἐφ’ οὓς ἐπείγεται παραπέμπει λιμένας."],["70","ὅταν μὲν οὖν εὐηνίως προέρχηται, καταψήχει ὁ ἱππεὺς ὡς ἂν ἐπαινῶν τὸν ἵππον, ὅταν δὲ σὺν πλείονι ὁρμῇ πέραν ἐκφέρηται τοῦ μετρίου, μετὰ βίας εὐτόνως ἀναχαιτίζει, ὡς ὑπανεῖναι τοῦ τάχους· ἐὰν δὲ ἀπειθῶν ἐπιμένῃ, λαβὼν τοῦ χαλινοῦ ὅλον ἀντέσπασε καὶ ἀντιπεριήγαγεν αὐτοῦ τὸν αὐχένα, ὡς ἐξ ἀνάγκης στῆναι·"],["71","καὶ πρὸς σκιρτήσεις μὲν καὶ τοὺς συνεχεῖς ἀφηνιασμούς εἰσι μάστιγες καὶ μύωπες εὐτρεπεῖς καὶ τἄλλ’ ὅσα πωλοδάμναις ἵππων κατεσκεύασται κολαστήρια. καὶ θαυμαστὸν οὐδέν· ἀνιόντος γὰρ τοῦ ἱππέως καὶ ἱππικὴ τέχνη συνανέρχεται, ὥστε δύο ὄντες καὶ ἐποχούμενοι καὶ ἐπιστήμονες εἰκότως ἑνὸς καὶ ὑποβεβλημένου καὶ ἀπαραδέκτου τέχνης ζῴου περιέσονται."],["72","μεταβὰς τοίνυν ἀπὸ τῶν χρεμετιζόντων καὶ τῶν ἐποχουμένων αὐτοῖς τὴν σαυτοῦ ψυχὴν εἰ θέλεις ἐρεύνησον· εὑρήσεις γὰρ ἐν τοῖς μέρεσιν αὐτῆς καὶ ἵππους καὶ ἡνίοχον καὶ ἀναβάτην, ὅσαπερ καὶ ἐν τοῖς ἐκτός."],["73","ἵπποι μὲν οὖν ἐπιθυμία καὶ θυμός εἰσιν, ὁ μὲν ἄρρην, ἡ δὲ θήλεια. διὰ τοῦθ’ ὁ μὲν γαυριῶν ἄφετος εἶναι βούλεται καὶ ἐλεύθερος καὶ ἔστιν ὑψαύχην ὡς ἂν ἄρρην, ἡ δ’ ἀνελεύθερος καὶ δουλοπρεπὴς καὶ πανουργίᾳ χαίρουσα οἰκόσιτος, οἰκοφθόρος· θήλεια γάρ. ἀναβάτης δὲ καὶ ἡνίοχος εἷς ὁ νοῦς· ἀλλ’ ἡνίκα μὲν μετὰ φρονήσεως ἄνεισιν, ἡνίοχος, ὁπότε δὲ μετ’ ἀφροσύνης, ἀναβάτης."],["74","ἄφρων μὲν οὖν ὑπὸ ἀμαθίας κρατεῖν ἀδυνατεῖ τῶν ἡνιῶν, αἱ δὲ τῶν χειρῶν ἀπορρυεῖσαι χαμαὶ πίπτουσι, τὰ δὲ ζῷα εὐθὺς ἀφηνιάσαντα πλημμελῆ καὶ ἄτακτον ποιεῖται τὸν δρόμον."],["75","ὁ δ’ ἐπιβεβηκὼς οὐδενὸς ἐνειλημμένος, ὑφ’ οὗ στηριχθήσεται, πίπτει, περιδρυπτόμενος δὲ γόνυ καὶ χεῖρας καὶ πρόσωπα μεγάλα κλαίει τὴν ἰδίαν κακοπραγίαν ὁ δείλαιος, πολλάκις δὲ καὶ τὰς βάσεις πρὸς τὸν δίφρον ἐξημμένος ἀνατραπεὶς ὕπτιος ἐπὶ νῶτα ἀπῃώρηται καὶ ἐν ἁρματροχιαῖς αὐταῖς κεφαλήν τε καὶ αὐχένα καὶ ὤμους ἀμφοτέρους περιθραύεται κατασυρόμενος, εἶθ’ ὧδε κἀκεῖσε φορούμενος καὶ πᾶσι τοῖς ἐν ποσὶ προσαραττόμενος οἰκτρότατον ὑπομένει θάνατον."],["76","τῷ μὲν δὴ τοιοῦτον ἀποβαίνει τὸ τέλος, τὸ δὲ ὄχημα ἀνακουφιζόμενον καὶ ἐξαλλόμενον μετὰ βίας, ὅταν ἐπὶ γῆν παλίσσυτον ἐνεχθῇ, ῥᾷστα κατάγνυται, ὡς μηκέτ’ αὖθις ἁρμοσθῆναι καὶ παγῆναι δύνασθαι· τὰ δὲ ζῷα πάντων τῶν συνεχόντων ἀφειμένα παρακινεῖται καὶ οἰστρᾷ καὶ οὐ παύεται φερόμενα, πρὶν ὑποσκελισθέντα πεσεῖν ἢ κατά τινος ἐνεχθέντα κρημνοῦ βαθέος παραπολέσθαι."],["77","τοῦτον οὖν ἔοικε τὸν τρόπον αὐτοῖς ἐπιβάταις τὸ τῆς ψυχῆς ὄχημα σύμπαν διαφθείρεσθαι πλημμελῆσαν τὴν ἡνιόχησιν. τοὺς δὴ τοιούτους ἵππους καὶ τοὺς ἐποχουμένους ἄνευ τέχνης αὐτοῖς λυσιτελὲς καθαιρεῖσθαι, ἵνα τὰ ἀρετῆς ἐγείρηται· πιπτούσης γὰρ ἀφροσύνης ἀνάγκη φρόνησιν ὑπανίστασθαι."],["78","διὰ τοῦτ’ ἐν προτρεπτικοῖς Μωυσῆς φησιν· „ἐὰν ἐξέλθῃς εἰς πόλεμον ἐπ’ ἐχθρούς σου καὶ ἴδῃς ἵππον καὶ ἀναβάτην καὶ λαὸν πλείονα, οὐ φοβηθήσῃ, ὅτι κύριος ὁ θεὸς μετὰ σοῦ “(Deut. 20, 1)· θυμοῦ γὰρ καὶ ἐπιθυμίας καὶ συνόλως ἁπάντων παθῶν, πασῶν δὲ καὶ τῶν ἄλλων κακιῶν ἐποχουμένων ὥσπερ ἵπποις ἑκάστοις λογισμῶν, κἂν ἀμάχῳ ῥώμῃ κεχρῆσθαι νομίζωσιν, ἀλογητέον τοὺς ἔχοντας τὴν τοῦ μεγάλου βασιλέως θεοῦ δύναμιν ὑπερασπίζουσαν καὶ προαγωνιζομένην αἰεὶ καὶ πανταχοῦ."],["79","στρατὸς δὲ θεῖος αἱ ἀρεταὶ φιλοθέων ὑπέρμαχοι ψυχῶν, αἷς, ἐπειδὰν ἴδωσι τὸν ἀντίπαλον ἡττημένον, ἁρμόττει πάγκαλον καὶ πρεπωδέστατον ὕμνον ᾄδειν τῷ νικηφόρῳ καὶ καλλινίκῳ θεῷ. δύο δὲ χοροί, ὁ μὲν τῆς ἀνδρωνίτιδος, ὁ δὲ τῆς γυναικωνίτιδος ἑστίας, στάντες ἄντηχον καὶ ἀντίφωνον ἀναμέλψουσιν ἁρμονίαν."],["80","χρήσεται δ’ ὁ μὲν τῶν ἀνδρῶν χορὸς ἡγεμόνι Μωυσεῖ, νῷ τελείῳ, ὁ δὲ τῶν γυναικῶν Μαριάμ, αἰσθήσει κεκαθαρμένῃ (Exod. 15, 1. 20)· δίκαιον γὰρ καὶ νοητῶς καὶ αἰσθητῶς τοὺς εἰς τὸ θεῖον ὕμνους καὶ εὐδαιμονισμοὺς ἀνυπερθέτως ποιεῖσθαι καὶ τῶν ὀργάνων ἐμμελῶς κρούειν ἑκάτερον, τό τε νοῦ καὶ αἰσθήσεως, ἐπὶ τῇ τοῦ μόνου σωτῆρος εὐχαριστίᾳ καὶ τιμῇ."],["81","τὴν γοῦν παράλιον ᾠδὴν ᾄδουσι μὲν πάντες ἄνδρες, οὐ μὴν τυφλῇ διανοίᾳ, ἀλλ’ ὀξὺ καθορῶντες Μωυσέως ἐξάρχοντος, ᾄδουσι δὲ καὶ γυναῖκες αἱ πρὸς ἀλήθειαν ἄρισται, τῷ τῆς ἀρετῆς ἐγγεγραμμέναι πολιτεύματι, Μαριὰμ ἀφηγουμένης αὐταῖς."],["82","ὕμνος δὲ ὁ αὐτὸς ἀμφοτέροις ᾄδεται τοῖς χοροῖς ἐπῳδὸν ἔχων θαυμασιώτατον, ὃν ἐφυμνεῖσθαι καλόν· ἔστι δὲ τοιόσδε· „ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν “(Exod. 15, 1. 21)·"],["83","ἀμείνονα γὰρ καὶ τελειοτέραν οὐκ ἄν τις εὕροι σκοπῶν νίκην ἢ καθ’ ἣν τὸ τετράπουν καὶ σκιρτητικὸν καὶ ὑπέραυχον ἥττηται παθῶν τε καὶ κακιῶν ἀλκιμώτατον στῖφος— καὶ γὰρ κακίαι τῷ γένει τέτταρες καὶ πάθη ταύταις ἰσάριθμα—, πρὸς δὲ καὶ ὁ ἐπιβάτης αὐτῶν μισάρετος καὶ φιλοπαθὴς νοῦς καταπεσὼν οἴχεται, ὃς ἡδοναῖς καὶ ἐπιθυμίαις, ἀδικίαις τε καὶ πανουργίαις, ἔτι δὲ ἁρπαγαῖς καὶ πλεονεξίαις καὶ τοῖς παραπλησίοις θρέμμασιν ἐγεγήθει."],["84","παγκάλως οὖν ὁ νομοθέτης ἐν ταῖς παραινέσεσιν ἐκδιδάσκει μηδ’ ἄρχοντα χειροτονεῖν ἱπποτρόφον, ἀνεπιτήδειον οἰόμενος εἶναι πρὸς ἡγεμονίαν πάνθ’ ὃς ἂν περὶ ἡδονὰς καὶ ἐπιθυμίας καὶ ἔρωτας ἀκαθέκτους μεμηνὼς οἷα ἀχαλίνωτος καὶ ἀφηνιαστὴς ἵππος οἰστρᾷ· λέγει γὰρ ὧδε· „οὐ δυνήσῃ καταστῆσαι ἐπὶ σεαυτὸν ἄνθρωπον ἀλλότριον, ὅτι οὐκ ἀδελφός σού ἐστι· διότι οὐ πληθυνεῖ ἑαυτῷ ἵππον, οὐδὲ μὴ ἀποστρέψῃ τὸν λαὸν εἰς Αἴγυπτον “(Deut. 17, 15. 16)."],["85","οὐκοῦν τῶν ἱπποτρόφων πρὸς ἀρχὴν πέφυκεν οὐδεὶς κατὰ τὸν ἱερώτατον Μωυσῆν· καίτοι φαίη τις ἂν ἴσως, ὅτι μεγάλη χείρ ἐστι βασιλέως ἱππικὴ δύναμις οὔτε πεζῆς οὔτε ναυτικῆς ἀποδέουσα, πολλαχοῦ δὲ καὶ λυσιτελεστέρα καὶ μάλιστα ἐν οἷς ἀνυπερθέτου καὶ συντόνου τάχους τῆς ἐπεξόδου δεῖ τῶν καιρῶν μέλλειν οὐκ ἐπιτρεπόντων, ἀλλ’ ἐπ’ αὐτῆς ἱσταμένων ἀκμῆς, ὡς μὴ ἀναβάλλεσθαι τοὺς ὑστερηκότας μᾶλλον ἢ ἀποτυχεῖν ἂν εἰκότως εἰσάπαν νομισθῆναι, φθάντων παρελθεῖν ὥσπερ"],["86","νέφους ἐκείνων. εἴποιμεν δ’ ἂν αὐτοῖς· οὐδεμίαν, ὦ γενναῖοι, φρουρὰν ἄρχοντος ὁ νομοθέτης ὑποτέμνεται οὐδὲ τὸ συλλεχθὲν αὐτῷ στράτευμα ἀκρωτηριάζει τῆς δυνάμεως τὸ ἀνυσιμώτερον, τὴν ἱππικὴν δύναμιν, ἀποκόπτων, ἀλλ’ ὡς οἷόν τε πειρᾶται συναύξειν, ἵν’ εἴς τε ἰσχὺν καὶ πλῆθος ἐπιδόντες οἱ σύμμαχοι ῥᾷστα τοὺς ἐναντίους καθαιρῶσι."],["87","τίνι γὰρ οὕτω λοχίσαι στράτευμα καὶ τάξαι καὶ κατὰ φάλαγγας διανεῖμαι καὶ λοχαγοὺς καὶ ταξιάρχους καὶ τοὺς ἄλλους πλειόνων ἢ ἐλαττόνων ἡγεμόνας καταστῆσαι ἢ ὅσα τακτικὰ καὶ στρατηγικὰ εὕρηται [καὶ] τοῖς ὀρθῶς χρησομένοις ὑφηγήσασθαι κατὰ πολλὴν τῆς ἐν τούτοις ἐπιστήμης περιουσίαν ἐξεγένετο;"],["88","ἀλλὰ γὰρ οὐκ ἔστι νῦν ὁ λόγος αὐτῷ περὶ δυνάμεως ἱππικῆς, ἣν συγκροτεῖσθαι πρὸς ἄρχοντος ἐπ’ ἀναιρέσει δυσμενῶν καὶ σωτηρίᾳ φίλων ἀναγκαῖον, ἀλλὰ περὶ τῆς κατὰ ψυχὴν ἀλόγου καὶ ἀμέτρου καὶ ἀπειθοῦς φορᾶς, ἣν ἐπιστομίζειν λυσιτελές, μή ποτε τὸν λαὸν αὐτῆς ἅπαντα εἰς Αἴγυπτον, τὴν τοῦ σώματος χώραν, ἀποστρέψῃ καὶ φιλήδονον καὶ φιλοπαθῆ μᾶλλον ἢ φιλάρετον καὶ φιλόθεον ἀνὰ κράτος ἐργάσηται, ἐπειδὴ τὸν πλῆθος ἵππων παρ’ ἑαυτῷ κτώμενον ἀνάγκη τὴν εἰς Αἴγυπτον, ὡς αὐτὸς ἔφη, βαδίζειν ὁδόν."],["89","ὅταν γὰρ καθ’ ἑκάτερον τοῖχον τῆς ψυχῆς νεὼς τρόπον, τόν τε νοῦ καὶ αἰσθήσεως, ὑπὸ βίας τῶν καταπνεόντων εἰς αὐτὴν παθῶν τε καὶ ἀδικημάτων ἀντιρρεπούσης καὶ κλινομένης ἐξαιρόμενον ἐπιβαίνῃ τὸ κῦμα, τόθ’ ὡς εἰκὸς ὑπέραντλος ὁ νοῦς γινόμενος καταποντοῦται· βυθὸς δέ ἐστιν, εἰς ὃν καταποντοῦται καὶ καταδύεται, σῶμα αὐτὸ τὸ ἀπεικασθὲν Αἰγύπτῳ."],["90","μή ποτ’ οὖν περὶ τοῦτο σπουδάσῃς τῆς ἱπποτροφίας τὸ εἶδος. οἱ μὲν γὰρ θάτερον μετιόντες ψεκτοὶ μὲν καὶ αὐτοί· πῶς γὰρ οὔ; παρ’ οἷς ἄλογα ζῷα μᾶλλον τετίμηται, ὧν ἐκ τῆς οἰκίας ἵππων μὲν ἀγέλαι κατευωχημένων ἀεὶ προέρχονται, ἀνθρώπων δὲ ἑπομένων οὐδὲ εἷς ἔρανον εἰς ἐπανόρθωσιν ἐνδείας, οὐ δωρεὰν εἰς περιουσίαν εὑρισκόμενος."],["91","ἀλλ’ ὅμως κουφότερα ἀδικοῦσιν· ἀθλητὰς γὰρ ἵππους ἀνατρέφοντες τούς τε ἱεροὺς ἀγῶνας καὶ τὰς πανταχῇ πανηγύρεις ἀγομένας φασὶ κοσμεῖν καὶ οὐχ ἡδονῆς μόνον [ἀλλὰ] καὶ τῆς περὶ τὴν θέαν τέρψεως αἴτιοι γίνεσθαι τοῖς ὁρῶσιν, ἀλλὰ καὶ τῆς τῶν καλῶν ἀσκήσεώς τε καὶ μελέτης· οἱ γὰρ τὸν τοῦ νικηφορῆσαι πόθον ἐνιδόντες θηρίοις, διὰ τιμῆς ἔρωτα καὶ ζῆλον ἀρετῆς ἀλέκτῳ τινὶ προτροπῇ καὶ προθυμίᾳ χρησάμενοι, πόνους ἡδεῖς ὑποστάντες τῶν οἰκείων καὶ ἐπιβαλλόντων οὐκ ἀφέξονται, πρὶν ἢ ἐπὶ τέλος ἐλθεῖν αὐτῶν."],["92","ἀλλ’ οὗτοι μὲν εὑρεσιλογοῦσιν ἀδικοῦντες, οἱ δ’ ἄνευ ἀπολογίας διαμαρτάνοντές εἰσιν οἱ τὸν ἀναβάτην νοῦν ἔποχον ἀποφαίνοντες ἄπειρον ἱππικῆς ἐπιστήμης κακίᾳ καὶ πάθει τετράποδι."],["93","ἐὰν μέντοι τέχνην τὴν ἡνιοχικὴν ἀναδιδαχθεὶς ἐπὶ πλέον ἐνομιλήσῃς καὶ ἐνδιατρίψῃς αὐτῇ καὶ ἤδη νομίσῃς ἱκανὸς εἶναι δύνασθαι κρατεῖν ἵππων, ἀναβὰς ἔχου τῶν ἡνιῶν· οὕτως γὰρ οὔτε ἀνασκιρτώντων αὐτὸς ἀποπίπτων μετὰ τραυμάτων δυσιάτων γέλωτα παρ’ ἐπιχαιρεκακοῦσιν ὀφλήσεις θεαταῖς οὔτ’ ἐξ ἐναντίας ἢ κατόπιν ἐπιτρεχόντων ἐχθρῶν ἁλώσῃ, τοὺς μὲν τάχει φθάνων τῷ προεκδραμεῖν διώκοντας, τῶν δὲ προσιόντων ἀλογῶν διὰ τὴν τοῦ δύνασθαι ἐξαναχωρεῖν"],["94","ἀσφαλῶς ἐπιστήμην. οὐκ εἰκότως οὖν Μωυσῆς ἐπὶ τῇ τῶν ἀναβατῶν ᾄδων ἀπωλείᾳ τοῖς ἱππεῦσιν εὔχεται σωτηρίαν παντελῆ; δύνανται γὰρ οὗτοι χαλινὸν ταῖς ἀλόγοις δυνάμεσιν ἐμβαλόντες αὐτῶν ἐπιστομίζειν τῆς πλεοναζούσης τὴν φορὰν ὁρμῆς. τίς οὖν ἡ εὐχή, λεκτέον· „γενέσθω “φησί „Δὰν ὄφις ἐφ’ ὁδοῦ, ἐγκαθήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου, καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω, τὴν σωτηρίαν περιμένων κυρίου “(Gen. 49, 17. 18)."],["95","ὃ δ’ αἰνίττεται διὰ τῆς εὐχῆς, μηνυτέον· ἑρμηνεύεται Δὰν κρίσις· τὴν οὖν ἐξετάζουσαν καὶ ἀκριβοῦσαν καὶ διακρίνουσαν καὶ τρόπον τινὰ δικάζουσαν ἕκαστα τῆς ψυχῆς δύναμιν ὡμοίωσε δράκοντι— ζῷον δ’ ἐστὶ καὶ τὴν κίνησιν ποικίλον καὶ συνετὸν ἐν τοῖς μάλιστα καὶ πρὸς ἀλκὴν ἕτοιμον καὶ τοὺς χειρῶν ἄρχοντας ἀδίκων ἀμύνασθαι δυνατώτατον—, οὐ μὴν τῷ φίλῳ καὶ συμβούλῳ ζωῆς— Εὔαν πατρίῳ γλώττῃ καλεῖν αὐτὴν ἔθος—, ἀλλὰ τῷ πρὸς Μωυσέως ἐξ ὕλης χαλκοῦ δημιουργηθέντι, ὃν οἱ δηχθέντες ὑπὸ τῶν ἰοβόλων ὄφεων καίτοι μέλλοντες τελευτήσειν ὁπότε κατίδοιεν ἐπιβιοῦν"],["96","καὶ μηδέποτε ἀποθνῄσκειν λέγονται (Num. 21, 8). ταῦτα δ’ οὕτως μὲν λεγόμενα φάσμασιν ἔοικε καὶ τέρασι, δράκων ἀνθρώπου προϊέμενος φωνὴν καὶ ἐνσοφιστεύων ἀκακωτάτοις ἤθεσι καὶ πιθανότησιν εὐπαραγώγοις γυναῖκα ἀπατῶν, καὶ ἕτερος αἴτιος σωτηρίας γενόμενος παντελοῦς τοῖς θεασαμένοις."],["97","ἐν δὲ ταῖς δι’ ὑπονοιῶν ἀποδόσεσι τὸ μὲν μυθῶδες ἐκποδὼν οἴχεται, τὸ δ’ ἀληθὲς ἀρίδηλον εὑρίσκεται· τὸν μὲν οὖν τῆς γυναικὸς ὄφιν, αἰσθήσεως καὶ σαρκῶν ἐκκρεμαμένης ζωῆς, ἡδονὴν εἶναί φαμεν, ἰλυσπωμένην καὶ πολυπλοκωτάτην, ἀνεγερθῆναι μὴ δυναμένην, αἰεὶ καταβεβλημένην, ἐπὶ μόνα τὰ γῆς ἕρπουσαν ἀγαθά, καταδύσεις τὰς ἐν τῷ σώματι ζητοῦσαν, ὥσπερ ὀρύγμασιν ἢ χάσμασιν ἑκάστῃ τῶν αἰσθήσεων ἐμφωλεύουσαν, σύμβουλον ἀνθρώπου, φονῶσαν κατὰ τοῦ κρείττονος, ἰοβόλοις καὶ ἀνωδύνοις γλιχομένην δήγμασιν ἀποκτεῖναι· τὸν δὲ Μωυσέως ὄφιν τὴν ἡδονῆς ἐναντίαν διάθεσιν, καρτερίαν, παρὸ καὶ τῆς χαλκοῦ κραταιοτάτης ὕλης κατεσκευασμένος εἰσάγεται."],["98","τὸν οὖν ἄκρως καταθεασάμενον τὸ καρτερίας εἶδος, κἂν εἰ δεδηγμένος πρότερον ὑπὸ τῶν φίλτρων ἡδονῆς τυγχάνοι, ζῆν ἀναγκαῖον· ἡ μὲν γὰρ ἐπανατείνεται ψυχῇ θάνατον ἀπαραίτητον, ἐγκράτεια δ’ ὑγείαν καὶ σωτηρίαν προτείνει βίου. ἀντιπαθὲς δ’ ἀκολασίας φάρμακον ἡ ἀλεξίκακος σωφροσύνη."],["99","παντὶ δὲ σοφῷ τὸ καλὸν φίλον, ὃ καὶ πάντως ἐστὶ σωτήριον. ὥσθ’ ὅταν εὔχηται Μωυσῆς γενέσθαι τῷ Δὰν ἢ αὐτὸν ἐκεῖνον ὄφιν— ἑκατέρως γὰρ ἔστιν ἐκδέξασθαι—, παραπλήσιον τῷ ὑπ’ αὐτοῦ κατασκευασθέντι, ἀλλ’ οὐχ ὅμοιον τῷ τῆς Εὔας εὔχεται·"],["100","τὴν γὰρ εὐχὴν ἀγαθῶν αἴτησιν εἶναι συμβέβηκε. τὸ μὲν οὖν τῆς καρτερίας γένος ἀγαθὸν καὶ οἰστικὸν ἀφθαρσίας, ἀγαθοῦ τελείου, τὸ δὲ τῆς ἡδονῆς κακὸν τὴν μεγίστην τιμωρίαν ἐπιφέρον, θάνατον. διὸ λέγει·"],["101","„γενέσθω Δὰν ὄφις “οὐχ ἑτέρωθι μᾶλλον ἢ „ἐφ’ ὁδοῦ “· τὰ μὲν γὰρ τῆς ἀκρασίας καὶ λαιμαργίας καὶ ὅσα ἄλλα αἱ ἀμέτρητοι καὶ ἄπληστοι, πληρούμεναι πρὸς τῆς τῶν ἐκτὸς ἀφθονίας, ὠδίνουσι καὶ τίκτουσιν ἡδοναί, κατὰ λεωφόρου καὶ εὐθυτενοῦς βαίνειν οὐκ ἐπιτρέπει ψυχήν, φάραγξι δὲ καὶ βαράθροις ἐμπίπτειν ἄχρι τοῦ καὶ διαφθεῖραι παντελῶς αὐτὴν ἀναγκάζει· τὰ δὲ καρτερίας καὶ σωφροσύνης καὶ τῆς ἄλλης ἀρετῆς*** ἐχόμενα μόνα, μηδενὸς ὄντος ἐν ποσὶν ὀλισθηροῦ, ᾧ προσπταίσασα κλιθήσεται. προσφυέστατα οὖν ἔχεσθαι τῆς ὀρθῆς ὁδοῦ σωφροσύνην εἶπε, διότι καὶ τὴν ἐναντίαν ἕξιν ἀκολασίαν ἀνοδίᾳ χρῆσθαι"],["102","συμβέβηκε. τὸ δὲ „καθήμενος ἐπὶ τρίβου “τοιοῦτον ὑποβάλλει νοῦν, ὥς γε ἐμαυτὸν πείθω· τρίβος ἐστὶν ἡ τετριμμένη πρός τε ἀνθρώπων καὶ ὑποζυγίων ἱππήλατος καὶ ἁμαξήλατος ὁδός."],["103","ταύτῃ φασὶν ἡδονὴν ἐμφερεστάτην εἶναι· σχεδὸν γὰρ ἀπὸ γενέσεως ἄχρι τοῦ μακροῦ γήρως ἐπιβαίνουσι καὶ ἐμπεριπατοῦσι καὶ μετὰ σχολῆς καὶ ῥᾳστώνης ἐνδιατρίβουσι τῇ ὁδῷ ταύτῃ, οὐκ ἄνθρωποι μόνον, ἀλλὰ καὶ ὅσαι ἄλλαι ἰδέαι τῶν ζῴων εἰσίν· ἓν γὰρ οὐδέν ἐστιν ὃ μὴ πρὸς ἡδονῆς δελεασθὲν εἵλκυσται καὶ ἐμφέρεται τοῖς πολυπλοκωτάτοις δικτύοις αὐτῆς, ἃ πολὺς διεκδῦναι πόνος."],["104","αἱ δὲ φρονήσεως καὶ σωφροσύνης καὶ τῶν ἄλλων ἀρετῶν ὁδοί, καὶ εἰ μὴ ἄβατοι, ἀλλά τοι πάντως ἄτριπτοι· ὀλίγος γὰρ ἀριθμός ἐστι τῶν αὐτὰς βαδιζόντων, οἳ πεφιλοσοφήκασιν ἀνόθως καὶ πρὸς μόνον τὸ καλὸν ἑταιρίαν ἔθεντο, τῶν ἄλλων ἁπάντων ἅπαξ ἀλογήσαντες."],["105","„ἐγκάθηται “οὖν, καὶ οὐχ ἅπαξ, ὅτῳ ζῆλος καὶ φροντὶς εἰσέρχεται καρτερίας, ἵν’ ἐξ ἐνέδρας ἐπιθέμενος τὴν ἐθάδα ἡδονήν, πηγὴν ἀεννάων κακῶν, ἐπιφράξῃ καὶ ἐκ τοῦ τῆς ψυχῆς ἀνέλῃ χωρίου."],["106","τότε, ὥς φησιν ἀκολουθίᾳ χρώμενος, ἀναγκαίως „δήξεται πτέρναν ἵππου “· καρτερίας γὰρ καὶ σωφροσύνης ἴδιον τὰς τῆς ὑψαυχενούσης κακίας καὶ τοῦ παρατεθηγμένου καὶ ὀξυκινήτου καὶ σκιρτητικοῦ"],["107","πάθους ἐπιβάθρας διασεῖσαι καὶ ἀνατρέψαι. τὸν μὲν οὖν τῆς Εὔας ὄφιν εἰσάγει κατ’ ἀνθρώπου φονῶντα— λέγει γὰρ ἐν ταῖς ἀραῖς· „αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν “(Gen. 3, 15)—, τὸν δὲ τοῦ Δάν, περὶ οὗ νῦν ἐστιν ὁ λόγος, ἵππου πτέρναν, ἀλλ’ οὐκ ἀνθρώπου δάκνοντα·"],["108","ὁ μὲν γὰρ τῆς Εὔας ἡδονῆς ὢν σύμβολον, ὡς ἐδείχθη πρότερον, ἀνθρώπῳ τῷ καθ’ ἕκαστον ἡμῶν ἐπιτίθεται λογισμῷ— φθορὰ γὰρ διανοίας πλεοναζούσης ἡδονῆς ἀπόλαυσίς τε καὶ χρῆσις—·"],["109","ὁ δὲ τοῦ Δάν, εἰκών τις ὢν ἐρρωμενεστάτης ἀρετῆς καρτερίας, ἵππον, τὸ πάθους καὶ κακίας σύμβολον, δήξεται, διότι σωφροσύνη τὴν τούτων καθαίρεσίν τε καὶ φθορὰν μελετᾷ. δηχθέντων μέντοι καὶ ὀκλασάντων „ὁ ἱππεὺς “φησί „πεσεῖται “."],["110","ὃ δ’ αἰνίττεται, τοιοῦτόν ἐστι· καλὸν καὶ περιμάχητον εἶναι νομίζει μηδενὶ τῶν ἐκ πάθους ἢ κακίας τὸν ἡμέτερον ἐποχεῖσθαι νοῦν, ἀλλ’ ὁπότ’ ἐπιβῆναί τινι αὐτῶν βιασθείη, σπουδάζειν καθάλλεσθαι καὶ ἀποπίπτειν· τὰ γὰρ τοιαῦτα πτώματα φέρει τὰς εὐκλεεστάτας νίκας. διὸ καὶ τῶν πάλαι τις προκληθεὶς ἐπὶ λοιδορίας ἅμιλλαν οὐκ ἂν εἰς τοιοῦτον ἀγῶνα ἔφη ποτὲ παρελθεῖν, ἐν ᾧ χείρων ὁ νικῶν ἐστι τοῦ ἡττωμένου."],["111","καὶ σὺ τοίνυν, ὦ οὗτος, μηδέποτ’ εἰς κακῶν παρέλθῃς ἅμιλλαν μηδὲ περὶ πρωτείων τῶν ἐν τούτοις διαγωνίσῃ, ἀλλὰ μάλιστα μέν, ἐὰν οἷόν τε ᾖ, σπούδασον ἀποδρᾶναι· ἐὰν δέ που πρὸς ἐρρωμενεστέρας δυνάμεως βιασθεὶς ἀναγκασθῇς διαγωνίσασθαι, μὴ μελλήσῃς ἡττᾶσθαι·"],["112","τότε γὰρ εὖ μὲν ἔσῃ νενικηκὼς ὁ ἡττώμενος, ἡττώμενοι δ’ οἱ νενικηκότες. καὶ μὴ ἐπιτρέψῃς μηδὲ κήρυκι κηρῦξαι μηδὲ βραβευτῇ στεφανῶσαι τὸν ἐχθρόν, ἀλλ’ αὐτὸς παρελθὼν τὰ βραβεῖα καὶ τὸν φοίνικα ἀνάδος καὶ στεφάνωσον, εἰ θέλει, καὶ ταῖς ταινίαις ἀνάδησον καὶ κήρυξον αὐτὸς μεγάλῃ καὶ ἀρρήκτῳ φωνῇ κήρυγμα τοιοῦτον· τὸν ἐπιθυμίας καὶ θυμοῦ καὶ ἀκολασίας ἀφροσύνης τε αὖ καὶ ἀδικίας προτεθέντα ἀγῶνα, ὦ θεαταὶ καὶ ἀθλοθέται, ἥττημαι μὲν ἐγώ, νενίκηκε δ’ οὑτοσί, καὶ οὕτως ἐκ πολλοῦ τοῦ περιόντος νενίκηκεν, ὥστε καὶ παρὰ τοῖς ἀνταγωνισταῖς ἡμῖν, οὓς εἰκὸς ἦν βασκαίνειν, μὴ φθονεῖσθαι."],["113","τὰ μὲν οὖν τῶν ἀνιέρων τούτων ἀγώνων ἆθλα παραχώρησον ἄλλοις, τὰ δὲ τῶν ἱερῶν ὄντως αὐτὸς ἀνάδησαι· ἱεροὺς δὲ μὴ νομίσῃς ἀγῶνας, οὓς αἱ πόλεις ἐν ταῖς τριετηρίσιν ἄγουσι θέατρα ἀναδειμάμεναι πολλὰς ἀνθρώπων δεξόμενα μυριάδας· ἐν γὰρ τούτοις ἢ ὁ καταπαλαίσας τινὰ καὶ ὕπτιον ἢ πρηνῆ τείνας ἐπὶ γῆν ἢ ὁ πυκτεύειν καὶ παγκρατιάζειν δυνάμενος καὶ μηδεμιᾶς μήτε ὕβρεως μήτε ἀδικίας ἀπεχόμενος φέρεται"],["114","τὰ πρωτεῖα· εἰσὶ δ’ οἳ σφόδρα καὶ κραταιότατα σιδήρου τρόπον ἀκονησάμενοι καὶ στομώσαντες ἑκατέραν τῶν χειρῶν περιάψαντες κεφαλὰς καὶ πρόσωπα τῶν ἀντιπάλων ἀποσκάπτουσι καὶ τἄλλα, ἐπὰν τύχωσι τὰς πληγὰς ἐνεγκόντες, ἀποθραύουσιν, εἶτα βραβείων καὶ στεφάνων τῆς ἀνηλεοῦς ὠμότητος ἕνεκα μεταποιοῦνται."],["115","τὰ μὲν γὰρ ἄλλα ἀγωνίσματα δρομέων ἢ πεντάθλων τίς οὐκ ἂν γελάσαι τῶν εὖ φρονούντων, ἐπιτετηδευκότων μήκιστα ἐξάλλεσθαι καὶ μετρουμένων τὰ διαστήματα καὶ περὶ ποδῶν ὠκύτητος ἁμιλλωμένων; οὓς οὐ μόνον τῶν ἁδροτέρων ζῴων δορκὰς ἢ ἔλαφος ἀλλὰ καὶ τῶν βραχυτάτων σκυλάκιον ἢ λαγωδάριον μὴ σφόδρα ἐπειγόμενον ῥύμῃ καὶ ἀπνευστὶ θέοντας παραδραμεῖται."],["116","τούτων μὲν δὴ τῶν ἀγώνων πρὸς ἀλήθειαν ἱερὸς οὐδείς, κἂν πάντες ἄνθρωποι μαρτυρῶσιν, οὓς ἀνάγκη πρὸς ἑαυτῶν ψευδομαρτυριῶν ἁλίσκεσθαι· οἱ γὰρ ταῦτα θαυμάζοντες τοὺς νόμους τοὺς καθ’ ὑβριστῶν καὶ τιμωρίας τὰς ἐπὶ ταῖς αἰκίαις ἔθεσαν καὶ δικαστὰς τοὺς περὶ ἑκάστων διαγνωσομένους ἀπεκλήρωσαν."],["117","πῶς οὖν εἰκός ἐστι τοὺς αὐτοὺς ἐπὶ μὲν τοῖς ἰδίᾳ τινὰς αἰκισαμένοις ἀγανακτεῖν καὶ δίκας κατ’ αὐτῶν ἀπαραιτήτους ὡρικέναι, ἐπὶ δὲ τοῖς δημοσίᾳ καὶ ἐν πανηγύρεσι καὶ θεάτροις στεφάνους καὶ κηρύγματα καὶ ἄλλα τινὰ νομοθετῆσαι;"],["118","δυεῖν γὰρ ἐναντίων καθ’ ἑνὸς εἴτε σώματος εἴτε πράγματος ὁρισθέντων ἢ εὖ ἢ κακῶς ἐξ ἀνάγκης ἂν ἔχοι θάτερον· ἄμφω γὰρ ἀμήχανον. πότερον οὖν ἐπαινοῖτ’ ἂν δεόντως; ἆρ’ οὐ τὸ τοὺς χειρῶν ἄρχοντας ἀδίκων κολάζεσθαι; ψέγοιτ’ ἂν οὖν εἰκότως τὸ ἐναντίον, τὸ τιμᾶσθαι· ψεκτὸν δ’ οὐδὲν τῶν ἱερῶν, ἀλλὰ πάντως εὐκλεές."],["119","ὁ τοίνυν Ὀλυμπιακὸς ἀγὼν μόνος ἂν λέγοιτο ἐνδίκως ἱερός, οὐχ ὃν τιθέασιν οἱ τὴν Ἦλιν οἰκοῦντες, ἀλλ’ ὁ περὶ κτήσεως τῶν θείων καὶ ὀλυμπίων ὡς ἀληθῶς ἀρετῶν. εἰς τοῦτον τὸν ἀγῶνα οἱ ἀσθενέστατοι τὰ σώματα ἐρρωμενέστατοι δὲ τὰς ψυχὰς ἐγγράφονται πάντες, εἶτα ἀποδυσάμενοι καὶ κονισάμενοι πάνθ’ ὅσα καὶ τέχνης καὶ δυνάμεως ἔργα δρῶσι, παραλιπόντες οὐδὲν ὑπὲρ τοῦ νικηφορῆσαι."],["120","τῶν μὲν οὖν ἀντιπάλων οἱ ἀθληταὶ περίεισιν οὗτοι, πρὸς ἀλλήλους δὲ πάλιν περὶ πρωτείων διαφέρονται· οὐ γὰρ ὁ αὐτὸς τῆς νίκης τρόπος ἅπασιν, ἀλλὰ πάντες ἄξιοι τιμῆς ἀργαλεωτάτους καὶ βαρεῖς ἀνατρέψαντες καὶ καταβαλόντες ἐχθρούς."],["121","θαυμασιώτατος δὲ καὶ τούτων ὁ διενεγκών, ᾧ καὶ τὰ πρῶτα τῶν ἄθλων οὐ φθονητέον λαμβάνοντι. οἳ δὲ κἂν δευτερείων ἢ τρίτων ἀξιωθῶσι, μὴ κατηφείτωσαν· καὶ γὰρ ταῦτα ἐπ’ ἀρετῆς κτήσει προτίθεται, τοῖς δὲ μὴ τῶν ἄκρων ἐφικέσθαι δυναμένοις ἡ τῶν μέσων κτῆσις ὠφέλιμος, λέγεται δὲ ὅτι καὶ βεβαιοτέρα τὸν ἐμφυόμενον ἀεὶ τοῖς ὑπερέχουσιν ἐκφεύγουσα φθόνον."],["122","παιδευτικώτατα οὖν εἴρηται τὸ „πεσεῖται ὁ ἱππεύς “, ἵν’ εἴ τις ἀποπίπτοι [μὲν] κακῶν, ἐγείρηται [δὲ] ἀγαθοῖς ἐπερειδόμενος καὶ συνορθιάζηται. διδασκαλικώτατον δὲ κἀκεῖνο, μὴ πρόσω φάναι, κατόπιν δὲ πίπτειν, ἐπειδὴ κακίας καὶ πάθους ὑστερίζειν ἀεὶ λυσιτελέστατον·"],["123","φθάνειν μὲν γὰρ τὰ καλὰ δρῶντα δεῖ, τὰ δὲ αἰσχρὰ μέλλειν [καὶ] ἔμπαλιν, κἀκείνοις μὲν προσέρχεσθαι, τούτων δὲ ὑστερίζειν καὶ μακρὸν ὅσον ἀπολείπεσθαι· ᾧ γὰρ τῶν ἁμαρτημάτων ἐγγίνεται καὶ παθῶν ὑστερίζειν, ἄνοσος διατελεῖ. τὴν γοῦν „παρὰ τοῦ θεοῦ σωτηρίαν περιμένειν “φησὶν αὐτόν, ἵνα ἐφ’ ὅσον ἀπελείφθη τοῦ ἀδικεῖν, ἐπὶ τοσοῦτον τῷ δικαιοπραγεῖν ἐπιδράμῃ."],["124","Περὶ μὲν οὖν ἱππέως καὶ ἀναβάτου, κτηνοτρόφου τε καὶ ποιμένος, ἔτι δὲ γῆν ἐργαζομένου καὶ γεωργοῦ τὰ προσήκοντα εἴρηται, καὶ αἱ καθ’ ἑκάστην συζυγίαν ὡς οἷόν τε ἦν ἠκρίβωνται διαφοραί."],["125","πρὸς δὲ τὰ ἀκόλουθα καιρὸς ἤδη τρέπεσθαι. τὸν οὖν ἐφιέμενον ἀρετῆς οὐ παντελῆ κεκτημένον τὴν γεωργικῆς ψυχῆς ἐπιστήμην εἰσάγει, ἀλλ’ αὐτὸ μόνον περὶ τὰς ἀρχὰς αὐτῆς πεπονημένον· λέγει γάρ· „ἤρξατο Νῶε ἄνθρωπος εἶναι γεωργός “. ἀρχὴ δ’, ὁ τῶν παλαιῶν λόγος, ἥμισυ τοῦ παντός, ὡς ἂν ἡμίσει πρὸς τὸ τέλος ἀφεστηκυῖα, οὗ μὴ προσγενομένου καὶ τὸ ἄρξασθαι πολλάκις μεγάλα πολλοὺς ἔβλαψεν."],["126","ἤδη γοῦν τινες καὶ τῶν οὐκ εὐαγῶν τῆς διανοίας κατὰ τὰς συνεχεῖς μεταβολὰς στροβουμένης ἔννοιαν χρηστοῦ τινος ἔλαβον, ἀλλ’ οὐδὲν ὤνηντο· ἔστι γὰρ μὴ πρὸς τὸ τέλος ἡξάντων φορὰν ἀθρόον τῶν ἐναντίων καταρραγεῖσαν ἐπικλύσαι καὶ τὸ χρηστὸν ἐκεῖνο διαφθαρῆναι νόημα."],["127","οὐ διὰ τοῦτο μέντοι δόξαντι θυσίας ἀμέμπτους ἀναγαγεῖν τῷ Κάιν λόγιον ἐξέπεσε μὴ θαρρεῖν ὡς κεκαλλιερηκότι; μὴ γὰρ ἐφ’ ἱεροῖς καὶ τελείοις βουθυτῆσαι· τὸ δὲ λόγιόν ἐστι τοιόνδε· „οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς “(Gen. 4, 7)."],["128","ὀρθὸν μὲν οὖν ἡ τοῦ θεοῦ τιμή, τὸ δὲ ἀδιαίρετον οὐκ ὀρθόν. ὃν δ’ ἔχει καὶ τοῦτο λόγον, ἴδωμεν· εἰσί τινες οἱ τὸ εὐσεβὲς ἐν τῷ πάντα φάσκειν ὑπὸ θεοῦ γενέσθαι, τά τε καλὰ καὶ τὰ ἐναντία, περιγράφοντες·"],["129","πρὸς οὓς ἂν λέγοιμεν, ὅτι τὸ μὲν ὑμῶν ἐπαινετόν ἐστι τῆς δόξης, τὸ δ’ ἔμπαλιν ψεκτόν, ἐπαινετὸν μέν, ὅτι τὸ μόνον θαυμάζετε τίμιον, ψεκτὸν δὲ αὖ, παρόσον ἄνευ τομῆς καὶ διαιρέσεως· ἔδει γὰρ μὴ φῦραι καὶ συγχέαι πάντων ἀθρόως ἀποφήναντας αἴτιον, ἀλλὰ μετὰ διαστολῆς μόνων ὁμολογῆσαι τῶν ἀγαθῶν."],["130","ἄτοπον γὰρ ἱερέων μὲν πρόνοιαν ἔχειν, ὡς ὁλόκληροι τὰ σώματα καὶ παντελεῖς ἔσονται, τῶν τε καταθυομένων ζῴων, ὡς οὐδὲν οὐδεμιᾷ τὸ παράπαν ἀλλ’ οὐδὲ τῇ βραχυτάτῃ χρήσεται λώβῃ, καί τινας δεῖ ὅσους ἐπ’ αὐτὸ τοῦτο χειροτονεῖν τὸ ἔργον, οὓς ἔνιοι μωμοσκόπους ὀνομάζουσιν, ἵνα ἄμωμα καὶ ἀσινῆ προσάγηται τῷ βωμῷ τὰ ἱερεῖα, τὰς δὲ περὶ θεοῦ δόξας ἐν ταῖς ἑκάστων ψυχαῖς ὑποσυγκεχύσθαι καὶ μὴ κανόνι ὀρθοῦ λόγου διακεκρίσθαι."],["131","τὸν κάμηλον οὐχ ὁρᾷς ὅτι ἀκάθαρτον εἶναί φησι ζῷον ὁ νόμος, ἐπειδὴ μηρυκᾶται μέν, οὐ διχηλεῖ δέ (Lev. 11, 4); καίτοι γε πρὸς τὴν ῥητὴν ἐπίσκεψιν οὐκ οἶδ’ ὃν ἔχει λόγον ἡ προσαποδοθεῖσα αἰτία, πρὸς δὲ τὴν δι’ ὑπονοιῶν ἀναγκαιότατον·"],["132","ὥσπερ γὰρ τὸ μηρυκώμενον τὴν προκαταβληθεῖσαν ὑπαναπλέουσαν αὖθις ἐπιλεαίνει τροφήν, οὕτως ἡ ψυχὴ τοῦ φιλομαθοῦς, ἐπειδάν τινα δι’ ἀκοῆς δέξηται θεωρήματα, λήθῃ μὲν αὐτὰ οὐ παραδίδωσιν, ἠρεμήσασα δὲ καθ’ ἑαυτὴν ἕκαστα μεθ’ ἡσυχίας τῆς πάσης ἀναπολεῖ καὶ εἰς ἀνάμνησιν τῶν πάντων ἔρχεται."],["133","μνήμη δ’ οὐ πᾶσα ἀγαθόν, ἀλλ’ ἡ ἐπὶ μόνοις τοῖς ἀγαθοῖς, ἐπεὶ τό γε ἄληστα εἶναι τὰ κακὰ βλαβερώτατον· οὗ ἕνεκα πρὸς τελειότητα χρεία τοῦ διχηλεῖν, ἵνα τοῦ μνημονικοῦ δίχα τμηθέντος ὁ λόγος διττὰιὰ στόματος, οὗπερ διττὰίττα ἡ φύσις [διττὰιτὰ] εἰργάσατο χείλη, ῥέων διαστείλῃ τό τε ὠφέλιμον καὶ τὸ ἐπιζήμιον μνήμης γένους εἶδος."],["134","ἀλλ’ οὐδὲ τὸ διχηλεῖν ἄνευ τοῦ μηρυκᾶσθαι καθ’ ἑαυτὸ φαίνεταί τινα ἔχειν ὄνησιν ἐξ αὑτοῦ. τί γὰρ ὄφελος τὰς φύσεις τῶν πραγμάτων τέμνειν ἄνωθεν ἀρξάμενον μέχρι τῶν λεπτοτάτων, εἰς τοὔσχατον δὲ αὐτὸ μηκέτι γίνεσθαι μηδὲ ἔχειν διαιρετὰ τὰ μέρη, ἅπερ ἄτομα καὶ ἀμερῆ πρὸς ἐνίων εὐθυβόλως ὀνομάζεται;"],["135","ταῦτα γὰρ συνέσεως μὲν καὶ περιττῆς ἀκριβείας ἠκονημένης εἰς ὀξυτάτην ἀγχίνοιαν ἐναργῆ δείγματ’ ἐστίν, ὄνησιν δὲ οὐδεμίαν πρὸς καλοκἀγαθίαν καὶ ἀνεπιλήπτου βίου"],["136","διέξοδον ἔχει. καθ’ ἑκάστην γοῦν ἡμέραν ὁ πανταχοῦ τῶν σοφιστῶν ὅμιλος ἀποκναίει τὰ ὦτα τῶν παρατυγχανόντων ἀκριβολογούμενος καὶ τὰς διπλᾶς καὶ ἀμφιβόλους λέξεις ἀναπτύσσων καὶ τῶν πραγμάτων ὅσα δοκεῖ μεμνῆσθαι— πέπηγε δὲ καὶ πλειόνων— διακρίνων. ἢ οὐχ οἱ μὲν τὰ στοιχεῖα τῆς ἐγγραμμάτου φωνῆς εἴς τε ἄφωνα καὶ φωνήεντα τέμνουσιν; ἔνιοι δὲ τὸν λόγον εἰς τὰ ἀνωτάτω τρία, ὄνομα; ῥῆμα, σύνδεσμον;"],["137","μουσικοὶ δὲ τὴν ἰδίαν ἐπιστήμην εἰς ῥυθμόν, εἰς μέτρον, εἰς μέλος, καὶ τὸ μέλος εἴς τε τὸ χρωματικὸν καὶ ἐναρμόνιον καὶ διατονικὸν εἶδος καὶ διὰ τεσσάρων καὶ διὰ πέντε καὶ διὰ πασῶν, συνημμένων τε καὶ διεζευγμένων μελῳδίας;"],["138","γεωμέτραι δὲ εἰς τὰς γενικωτάτας δύο γραμμὰς εὐθεῖάν τε καὶ περιφέρειαν; καὶ οἱ ἄλλοι τεχνῖται εἰς τὰς καθ’ ἑκάστην ἐπιστήμην ἰδέας τὰς ἀπὸ τῶν πρώτων ἄχρι τῶν ὑστάτων;"],["139","ᾧ συνεπηχείτω μέντοι καὶ τῶν φιλοσοφούντων χορὸς ἅπας τὰ εἰωθότα διεξιών, ὅτι τῶν ὄντων τὰ μέν ἐστι σώματα, τὰ δ’ ἀσώματα· καὶ τὰ μὲν ἄψυχα, τὰ δὲ ψυχὴν ἔχοντα· καὶ τὰ μὲν λογικά, τὰ δ’ ἄλογα· καὶ τὰ μὲν θνητά, τὰ δὲ θεῖα· καὶ τῶν θνητῶν τὸ μὲν ἄρρεν, τὸ δὲ θῆλυ, τὰ ἀνθρώπου τμήματα·"],["140","καὶ πάλιν τῶν ἀσωμάτων τὰ μὲν τέλεια, τὰ δὲ ἀτελῆ· καὶ τῶν τελείων τὰ μὲν ἐρωτήματα καὶ πύσματα ἀρατικά τε αὖ καὶ ὁρκικὰ καὶ ὅσαι ἄλλαι τῶν κατ’ εἶδος ἐν ταῖς περὶ τούτων στοιχειώσεσιν ἀναγράφονται διαφοραί, τὰ δὲ πάλιν ἃ διαλεκτικοῖς ἔθος ὀνομάζειν ἀξιώματα· καὶ τούτων τὰ μὲν ἁπλᾶ, τὰ δ’ οὐχ ἁπλᾶ· καὶ τῶν οὐχ"],["141","ἁπλῶν τὰ μὲν συνημμένα, τὰ δὲ παρασυνημμένα τὸ μᾶλλον ἢ ἧττον, καὶ προσέτι δὲ διεζευγμένα καὶ ἄλλα τοιουτότροπα, ἔτι δ’ ἀληθῆ τε καὶ ψευδῆ καὶ ἄδηλα, δυνατά τε καὶ ἀδύνατα [καὶ τὰ μὲν φθαρτὰ καὶ ἄφθαρτα] καὶ ἀναγκαῖα καὶ οὐκ ἀναγκαῖα, καὶ εὔπορά τε καὶ ἄπορα καὶ ὅσα συγγενῆ τούτοις· πάλιν δὲ τῶν ἀτελῶν αἱ εἰς τὰ λεγόμενα κατηγορήματα καὶ συμβεβηκότα καὶ ὅσα τούτων ἐλάττω διαιρέσεις προσεχεῖς."],["142","κἂν ἔτι παραθήξας ὁ νοῦς εἰς τὸ λεπτότερον ἑαυτόν, καθάπερ ἰατρὸς τὰ σώματα, τὰς τῶν πραγμάτων φύσεις ἀνατέμνῃ, πλέον οὐδὲν πρὸς ἀρετῆς κτῆσιν ἐργάσεται, ἀλλὰ διχηλήσει μὲν διαστέλλειν καὶ διακρίνειν ἕκαστα δυνάμενος, οὐ μηρυκηθήσεται δέ, ὡς ὠφελίμῳ χρῆσθαι τροφῇ κατὰ τὰς ὑπομνήσεις τὴν ἐξ ἁμαρτημάτων ἐπιγεγενημένην τραχύτητα ψυχῇ λεαινούσῃ καὶ προσηνῆ καὶ λείαν τῷ ὄντι κίνησιν ἀπεργαζομένῃ."],["143","μυρίοι οὖν τῶν λεγομένων σοφιστῶν θαυμασθέντες κατὰ πόλεις καὶ τὴν οἰκουμένην σχεδὸν ἅπασαν ἐπὶ τιμὴν ἐπιστρέψαντες ἕνεκα ἀκριβολογίας καὶ τῆς περὶ τὰς εὑρέσεις δεινότητος ἀνὰ κράτος τοῖς πάθεσι ἐγκατεγήρασαν καὶ ἐγκατέτριψαν τὸν βίον οὐδὲν ἰδιωτῶν ἠμελημένων καὶ φαυλοτάτων διενεγκόντες ἀνθρώπων·"],["144","διὸ καὶ παγκάλως τοὺς οὕτω βιοῦντας τῶν σοφιστῶν ὁ νομοθέτης τῷ συῶν παραβάλλει γένει διαυγεῖ μὲν οὐδενὶ καὶ καθαρῷ θολερῷ δὲ καὶ βορβορώδει βίῳ καὶ τοῖς αἰσχίστοις ἐμφερομένους."],["145","τὸν γὰρ σῦν ἀκάθαρτον εἶναί φησιν, ὅτι διχηλεῖ μέν, οὐ μηρυκᾶται δέ (Lev. 11, 7), ὡς τὸν κάμηλον διὰ τὴν ἐναντίαν πρόφασιν, ὅτι μηρυκώμενος οὐ διχηλεῖ. ὅσα μέντοι τῶν ζῴων ἀμφοτέρων μετέχει, καθαρὰ εἰκότως ἀναγράφεται, ὅτι τὴν περὶ ἑκάτερον τῶν λεχθέντων ἀτοπίαν ἐκπέφευγε. καὶ γὰρ διαίρεσις ἄνευ μνήμης καὶ μελέτης καὶ διεξόδου τῶν ἀρίστων*** ἀγαθὸν ἀτελές, ἡ δ’ ἀμφοῖν"],["146","εἰς ταὐτὸ σύνοδός τε καὶ κοινωνία τελειότατον. τελειότητα δὲ καὶ οἱ δυσμενεῖς τῆς ψυχῆς καταπτήσσουσιν, ὧν μηκέτι ἐπανίστασθαι δυναμένων ἡ ἀψευδὴς εἰρήνη κρατεῖ. ἡμιέργου δ’ ὅσοι σοφίας ἢ πάλιν ἡμιπαγοῦς ἔλαχον, ἀσθενέστεροι ἢ ὥστε ἁμαρτημάτων ἐκ πολλοῦ συγκεκροτημένων καὶ πρὸς ἀλκὴν ἐπιδεδωκότων ἐναντιοῦσθαι στίφεσι."],["147","διὰ τοῦθ’ ὅταν ἐν τῷ τοῦ πολέμου καιρῷ ποιῆται τῆς στρατιᾶς κατάλογον, οὐχ ἅπασαν καλεῖ τὴν νεότητα, κἂν μετὰ προθυμίας τῆς πάσης αὐτοκελεύστῳ χρῆται πρὸς ἐχθρῶν ἄμυναν ἑτοιμότητι, προστάττει δὲ ἀπιόντας οἴκοι καταμεῖναι, ὡς ἂν ἐκ συνεχοῦς μελέτης τὴν τοῦ ποτε δύνασθαι νικᾶν ἀνὰ κράτος ἰσχύν τε καὶ ἐμπειρίαν εὕρωνται κραταιοτάτην."],["148","ἡ δὲ πρόσταξις διὰ τῶν τῆς στρατιᾶς γραμματέων γίνεται, ὅταν ὁ πόλεμος ἐγγὺς καὶ ἐπὶ θύραις ὢν ἤδη τυγχάνῃ· ταυτὶ δὲ φήσουσι· „τίς ὁ ἄνθρωπος ὁ οἰκοδομήσας οἰκίαν καινὴν καὶ οὐκ ἐνεκαίνισεν αὐτήν; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος ἐγκαινιεῖ αὐτήν. καὶ τίς ὃς ἐφύτευσεν ἀμπελῶνα καὶ οὐκ εὐφράνθη ἐξ αὐτοῦ; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος εὐφρανθήσεται ἐξ αὐτοῦ. καὶ τίς ἐμνηστεύσατο γυναῖκα καὶ οὐκ ἔλαβεν αὐτήν; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος λήψεται αὐτήν “"],["149","(Deut. 20, 5— 7). διὰ τί γάρ, εἴποιμ’ ἂν, ὦ θαυμασιώτατε, οὐχὶ τούτους μᾶλλον ἑτέρων εἰς τὸν ἀγῶνα τοῦ πολέμου κατατάττειν ἀξιοῖς, οἳ γύναια καὶ οἰκίας καὶ ἀμπελῶνας καὶ τὴν ἄλλην κτῆσιν ἀφθονωτάτην περιπεποίηνται; τοὺς γὰρ περὶ τῆς τούτων ἀσφαλείας κινδύνους, καὶ εἰ πάντως εἶεν βαρύτατοι, κουφότατα οἴσουσιν· ἐπεὶ οἷς γε τῶν λεχθέντων οὐδὲν πρόσεστιν, ἅτε μηδὲν ἔχοντες ἀναγκαῖον ἐνέχυρον ὄκνῳ καὶ ῥᾳθυμίᾳ τὰ πολλὰ χρήσονται."],["150","ἢ παρόσον οὐδενὸς τῶν κτηθέντων ἀπολελαύκασιν, εἶτα μηδ’ ὕστερον δυνηθῶσιν ἀπολαῦσαι; τοῖς γὰρ κρατηθεῖσι τῷ πολέμῳ τίς ἀπολείπεται τῶν κτηθέντων ὄνησις; ἀλλ’ οὐχ ἁλώσονται; εὐθὺς μὲν οὖν τό γε ἐπὶ τοῖς ἀστρατεύτοις πείσονται· οἴκοι γὰρ καθεζομένων καὶ τρυφώντων ἀνάγκη τοὺς τὰ τοῦ πολέμου συντόνως δρῶντας ἐχθροὺς οὐκ ἀναιμωτὶ μόνον ἀλλὰ καὶ ἀκονιτὶ κρατεῖν."],["151","ἀλλὰ τὸ τῶν ἄλλων συμμάχων πλῆθος καὶ τὸν ὑπὲρ τούτων ἀγῶνα προθύμως ἀναδέξεται; πρῶτον μὲν ἄτοπον ἐπὶ ταῖς ἑτέρων σπουδαῖς ἢ τύχαις ὁρμεῖν, καὶ μάλιστα ὅτε περὶ ἀναστάσεως καὶ ἀνδραποδισμοῦ καὶ πορθήσεως ἴδιός τε καὶ κοινὸς ἐπικρέμαται κίνδυνος, δυναμένους συνδιαφέρεσθαι τὰ τοῦ πολέμου καὶ μήθ’ ὑπὸ νόσου μήθ’ ὑπὸ γήρως μήθ’ ὑπ’ ἄλλης κακοπραγίας μηδεμιᾶς κωλυομένους. ἁρπάσαντας γὰρ δεῖ τὰ ὅπλα ἐν ταῖς πρώταις φάλαγξι τούτους καὶ ὑπερέχειν τῶν συμμάχων τὰς ἀσπίδας ἐκθύμως καὶ φιλοκινδύνως μαχομένους."],["152","ἔπειτ’ οὐ προδοσίας μόνον, ἀλλὰ καὶ πολλῆς ἀναλγησίας ἐξενηνοχότες ἂν εἶεν δείγματα, εἰ οἱ μὲν ἄλλοι προπολεμήσουσιν, αὐτοὶ δὲ πρὸς τοῖς οἰκείοις πράγμασιν ἔσονται, καὶ οἱ μὲν τοὺς ὑπὲρ τῆς ἐκείνων σωτηρίας ἀγῶνας ἀναρρίπτειν θελήσουσιν, οἱ δὲ οὐδὲ τοὺς ὑπὲρ ἑαυτῶν ἀναδέξονται, καὶ οἱ μὲν ἀσιτίας καὶ χαμευνίας καὶ τὰς ἄλλας σώματός τε καὶ ψυχῆς κακώσεις ἄσμενοι διὰ τὸν τοῦ νικῆσαι πόθον καρτερήσουσιν, οἱ δὲ κονιάματα καὶ λήρους, κόσμον ἄψυχον, οἰκίαις περιτιθέντες ἢ τὴν κατ’ ἀγροὺς ὀπώραν δρεπόμενοι καὶ τἀπιλήνῐ ἄγοντες ἢ ταῖς ὁμολογηθείσαις ἔκπαλαι παρθένοις νῦν πρῶτον εἰς ὁμιλίαν ἐρχόμενοι καὶ συνευναζόμενοι ὡς ἐν ἐπιτηδειοτάτῳ τοῦ γαμεῖν καιρῷ διατελοῦσι;"],["153","καλόν γε τοίχων ἐπιμελεῖσθαι, προσόδους ἐκλέγειν, ἑστιᾶσθαι, μεθύειν, θαλαμεύεσθαι, νυμφοστολεῖσθαι τὰς γεγηρακυίας καὶ σαπράς, τὸ λεγόμενον, ἀλλ’ εἰρήνης ἔργα, ἐν δ’ ἔτι ἡβῶντός τε καὶ ἀνθοῦντος ἀκμῇ πολέμου πάντα δρᾶν."],["154","ἢ τούτων οὐχ ὁ πατήρ, οὐκ ἀδελφός, οὐ τῶν ἀφ’ αἵματος οὐδείς, οὐ γένους ἐστράτευται, ἀλλὰ πανοίκιος αὐτοῖς ἐμπεφώλευκεν ἡ δειλία; ἀλλὰ πάντως εἰσὶ μυρίοι τῶν συγγενῶν ἀγωνιζόμενοι. τούτων οὖν τὸν ὑπὲρ τῆς ψυχῆς κίνδυνον αἰρομένων οἱ χλιδῶντες καὶ ἁβροδιαίτως ζῶντες τίνας οὐκ ἂν ἀτιθάσους θῆρας δι’ ὑπερβολὴν ὠμότητος παραδράμοιεν;"],["155","ἀλλὰ χαλεπὸν τὸ ἑτέρους ἀπονητὶ τῶν ἡμετέρων ἀπολαῦσαι πόνων. καὶ πότερον χαλεπώτερον ἐχθροὺς ἔτι ζώντων ἢ φίλους καὶ συγγενεῖς τετελευτηκότων ἐπὶ τὸν κλῆρον ἐλθεῖν; ἢ καὶ τὸ συγκρίνειν τὰ οὕτως μακρὰν ἀφεστῶτα εὔηθες;"],["156","καὶ μὴν εὔλογον μὴ μόνον ὅσα τοῖς ἀστρατεύτοις πρόσεστιν, ἀλλὰ καὶ αὐτοὺς ἐκείνους ἐχθρῶν κεκρατηκότων γενέσθαι κτήματα· τοῖς δέ γε ἀποθνῄσκουσιν ὑπὲρ τῆς κοινῆς σωτηρίας, καὶ εἰ μηδενὸς ἀπώναντο πρότερον τῶν κατὰ τὴν οὐσίαν, ἡδίστη τελευτὴ γίνεται λογιζομένοις ὅτι πρὸς οὓς ηὔξαντο διαδόχους τὴν οὐσίαν"],["157","ἐλθεῖν ἔρχεται. τὸ μὲν οὖν τοῦ νόμου ῥητὸν τοσαύτας καὶ ἔτι πλείους ἐπισκέψεις ἴσως ἔχει. ὡς δὲ μηδεὶς εὑρεσιλογῶν θρασύνηται τῶν κακοτεχνούντων, ἀλληγοροῦντες φήσομεν ὅτι πρῶτον μὲν οὐ μόνον οἴεται δεῖν ὁ νόμος περὶ τὴν τῶν ἀγαθῶν πονεῖσθαί τινα κτῆσιν, ἀλλὰ καὶ περὶ τὴν τῶν κτηθέντων ἀπόλαυσιν, καὶ τό γε εὐδαιμονεῖν ἀρετῆς χρήσει τελείας περιγενέσθαι νομίζει σῷον καὶ παντελῆ περιποιούσης βίον· ἔπειθ’ ὅτι οὐ περὶ οἰκίας ἢ ἀμπελῶνος ἢ τῆς καθ’ ὁμολογίας ἐγγυηθείσης γυναικός ἐστιν ὁ λόγος αὐτῷ, ὅπως τὴν μὲν ὡς μνηστὴρ ἀγάγηται, τοῦ δ’ ἀμπελῶνος τὸν καρπὸν ὁ φυτουργὸς ἀποδρεψάμενος καὶ ἀποθλίψας, εἶτ’ ἐμπιὼν μεθύσματος ἀκράτου γανωθῇ, τὴν δ’ οἰκίαν ὁ ἀναδειμάμενος οἰκήσῃ, ἀλλὰ περὶ τῶν κατὰ ψυχὴν δυνάμεων, δι’ ὧν συμβέβηκεν ἀρχάς τε λαμβάνειν καὶ προκοπὰς καὶ τελειότητας ἐν πράξεσιν ἐπαινεταῖς·"],["158","αἱ μὲν τοίνυν ἀρχαὶ περὶ μνηστῆρα φιλοῦσι γίνεσθαι— καθάπερ γὰρ ὁ μνώμενος γυναῖκα μέλλων ἐπὰν ἀνὴρ οὐ γεγονὼς ἤδη, τὸν αὐτὸν τρόπον ὁ εὐφυὴς εὐγενῆ μὲν καὶ καθαρὰν ἄξεσθαι παρθένον, παιδείαν, ἐλπίζει, μνᾶται δ’ αὐτίκα—, αἱ δὲ προκοπαὶ περὶ γεωργόν— ὡς γὰρ ἐπιμελὲς τῷ φυτουργῷ τὰ δένδρα αὔξεσθαι, καὶ τῷ φιλομαθεῖ τὰ φρονήσεως θεωρήματα ποιῆσαι μηκίστην λαβεῖν ἐπίδοσιν—, αἱ δὲ τελειότητες περὶ δημιουργίαν οἰκίας τελειουμένης μέν, οὔπω δὲ πῆξιν λαβούσης."],["159","ἁρμόττει δὴ πᾶσι τούτοις, ἀρχομένοις, προκόπτουσι, τετελειωμένοις, βιοῦν ἀφιλονείκως καὶ μὴ τῷ τῶν σοφιστῶν ἐπαποδύεσθαι πολέμῳ δύσεριν ταραχὴν ἐπὶ νοθείᾳ τἀληθοῦς ἀεὶ μελετώντων· ἐπειδὴ τἀληθὲς εἰρήνῃ φίλον, ἣ δυσμενὴς αὐτοῖς."],["160","εἰ γὰρ εἰς τοῦτον ἀφίξονται τὸν ἀγῶνα πρὸς ἐμπειροπολέμους ἰδιῶται, παντελῶς ἁλώσονται· ὁ μὲν ἀρχόμενος, ὅτι ἄπειρος, ὁ δὲ προκόπτων, ὅτι ἀτελής, ὁ δὲ τέλειος, ὅτι οὔπω ἄτριβος ἀρετῆς· δεῖ δ’ ὥσπερ τὰ κονιάματα στηριχθῆναι βεβαίως καὶ λαβεῖν πῆξιν, οὕτως τὰς τῶν τελειωθέντων ψυχὰς κραταιωθείσας παγιώτερον ἱδρυθῆναι μελέτῃ συνεχεῖ καὶ γυμνάσμασιν ἐπαλλήλοις."],["161","οἱ δὲ μὴ τούτων τυγχάνοντες παρὰ τοῖς φιλοσόφοις διαλεληθότες εἶναι λέγονται σοφοί· τοὺς γὰρ ἄχρι σοφίας ἄκρας ἐληλακότας καὶ τῶν ὅρων αὐτῆς ἄρτι πρῶτον ἁψαμένους ἀμήχανον εἰδέναι φασὶ τὴν ἑαυτῶν τελείωσιν· μὴ γὰρ κατὰ τὸν αὐτὸν χρόνον ἄμφω συνίστασθαι, τήν τε πρὸς τὸ πέρας ἄφιξιν καὶ τὴν τῆς ἀφίξεως κατάληψιν, ἀλλ’ εἶναι μεθόριον ἄγνοιαν, οὐ τὴν μακρὰν ἀπεληλαμένην ἐπιστήμης, ἀλλὰ τὴν ἐγγὺς καὶ ἀγχίθυρον αὐτῇ."],["162","τοῦ μὲν οὖν καταλαμβάνοντος καὶ συνιέντος καὶ τὰς ἑαυτοῦ δυνάμεις ἐπισταμένου ἄκρως γένοιτ’ ἂν ἔργον πολεμῆσαι τῷ φιλέριδι καὶ σοφιστικῷ στίφει· νικήσειν γὰρ τὸν τοιοῦτον ἐλπίς. ᾧ δὲ ἔτι τὸ ἀγνοίας ἐπιπροσθεῖ σκότος, μήπω τοῦ τῆς ἐπιστήμης ἀναλάμψαι φέγγους ἰσχυκότος, ἀσφαλὲς οἴκοι καταμεῖναι, τουτέστιν εἰς τὴν περὶ ὧν ἄκρως οὐ κατείληφε μὴ παρελθεῖν ἅμιλλαν, ἀλλ’ ἠρεμῆσαί τε καὶ ἡσυχάσαι."],["163","ὁ δ’ ὑπ’ αὐθαδείας ἐξενεχθείς, τὰ παλαίσματα τῶν ἀντιπάλων οὐκ εἰδώς, πρὶν δρᾶσαι, παθεῖν φθήσεται καὶ τὸν ἐπιστήμης θάνατον ἐνδέξεται, ὅς ἐστιν ἀργαλεώτερος τοῦ ψυχὴν καὶ σῶμα διακρίνοντος."],["164","ὀφείλει δὲ τοῦτο συμβαίνειν τοῖς πρὸς τῶν σοφισμάτων ἀπατωμένοις· ὅταν γὰρ τὰς λύσεις αὐτῶν εὑρεῖν μὴ δυνηθῶσιν, ὡς ἀληθέσι τοῖς κατεψευσμένοις πεπιστευκότες ἀποθνῄσκουσι βίον τὸν τῆς ἐπιστήμης ταὐτὸν πεπονθότες τοῖς ὑπὸ κολάκων φενακιζομένοις· καὶ γὰρ τούτων ἡ τῆς ψυχῆς ὑγιαίνουσα καὶ ἀληθὴς ὑπὸ τῆς"],["165","φύσει νοσερᾶς ἐξωθεῖται καὶ ἀνατρέπεται φιλίας. συμβουλευτέον οὖν εἰς τοὺς τοιούτους ἀγῶνας μὴ παρέρχεσθαι τοῖς τε ἀρχομένοις τοῦ μανθάνειν— ἀνεπιστήμονες γὰρ— καὶ τοῖς προκόπτουσι, διότι οὐ τέλειοι, καὶ τοῖς πρῶτον τελειωθεῖσι, διότι λέληθεν αὐτοὺς ἄχρι πῇ τελειότης."],["166","τῶν δὲ ἀπειθησάντων ἄλλος, φησίν, ἄνθρωπος τὴν μὲν οἰκίαν οἰκήσει, τὸν δ’ ἀμπελῶνα κτήσεται, τὴν δὲ γυναῖκα ἄξεται· τὸ δ’ ἐστὶν ἴσον τῷ αἱ λεχθεῖσαι δυνάμεις σπουδῆς, βελτιώσεως, τελειώσεως ἐπιλείψουσι μὲν οὐδέποτε, ἄλλοτε δὲ ἄλλοις ἐνομιλήσουσιν ἀνθρώποις ἐπιφοιτῶσαι καὶ τὰς ψυχὰς οὐ τὰς αὐτὰς*** ἀμείβουσαι, σφραγῖσιν ὁμοιούμεναι. καὶ γὰρ αὗται τὸν κηρὸν ἐπειδὰν τυπώσωσι,"],["167","παθοῦσαι μηδὲν ἀπ’ αὐτῶν εἶδος ἐγχαράξασαι μένουσιν ἐν ὁμοίῳ· κἂν ὁ τυπωθεὶς συγχυθῇ κηρὸς καὶ ἀφανισθῇ, πάλιν ἕτερος ὑποβληθήσεται. ὥστε, ὦ γενναῖοι, μὴ νομίσητε φθειρομένοις συμφθείρεσθαι τὰς δυνάμεις ὑμῖν· ἀθάνατοι γὰρ οὖσαι μυρίους ἄλλους πρὸ ὑμῶν ἀσπάζονται τῆς ἀπ’ αὐτῶν εὐκλείας, οὓς ἂν αἴσθωνται μὴ ὥσπερ ὑμᾶς διὰ τὸ ῥιψοκίνδυνον ἀποδεδρακότας τὴν ὁμιλίαν αὐτῶν, ἀλλὰ προσιόντας καὶ θεραπευτικῶς ἀσφαλείας ἔχοντας."],["168","εἰ δέ τις ἀρετῆς φίλος, εὐχέσθω τὰ καλὰ πάντα ἐμφυτευθῆναί τε αὑτῷ καὶ ἐπὶ τῆς ἑαυτοῦ ψυχῆς φανῆναι καθάπερ ἐν ἀνδριάντι καὶ γραφῇ τελείᾳ τὰς εἰς εὐμορφίαν συμμετρίας, λογιζόμενος ὅτι εἰσὶν ἔφεδροι μυρίοι, οἷς ἡ φύσις ἀντ’ αὐτοῦ δωρήσεται ταῦτα πάντα, εὐμαθείας, προκοπάς, τελειότητας. ἄμεινον δὲ πρὸ ἐκείνων αὐτὸν ἐκλάμψαι ταμιευόμενον τὰς ὑπὸ τοῦ θεοῦ δοθείσας ἀσφαλῶς χάριτας καὶ μὴ προενεγκόντα πόρθησιν ἐχθροῖς ἀφειδοῦσιν ἑτοιμοτάτην λείαν παρασχεῖν."],["169","οὐκοῦν βραχὺ ὄφελος ἀρχῆς, ἣν τέλος αἴσιον οὐκ ἐσφράγισται. πολλάκις μέντοι καὶ τελειωθέντες τινὲς ἀτελεῖς ἐνομίσθησαν τῷ παρὰ τὴν ἰδίαν προθυμίαν, ἀλλὰ μὴ κατ’ ἐπιφροσύνην θεοῦ βελτιωθῆναι δόξαι, καὶ διὰ τοῦτο μέντοι τὸ δόξαι μετεωρισθέντες καὶ ἐξαρθέντες ἐπὶ μήκιστον ἀφ’ ὑψηλοτέρων χωρίων εἰς ἔσχατον κατενεχθέντες βυθὸν ἠφανίσθησαν· „ἐὰν “"],["170","γάρ φησιν „οἰκοδομήσῃς οἰκίαν καινήν, καὶ ποιήσεις στεφάνην τῷ δώματί σου, καὶ οὐ ποιήσεις φόνον ἐν τῇ οἰκίᾳ σου, ἐὰν πέσῃ ὁ πεσὼν ἀπ’ αὐτοῦ “(Deut. 22, 8)."],["171","πτωμάτων γὰρ ἀργαλεώτατον θεοῦ τιμῆς ἀποπεσεῖν ὀλισθόντα, στεφανώσαντα πρὸ ἐκείνου ἑαυτὸν καὶ φόνον ἐμφύλιον ἐργασάμενον· κτείνει γὰρ τὴν ἑαυτοῦ ψυχὴν ὁ μὴ τὸ ὂν τιμῶν, ὡς ἀνόνητον αὐτῷ γενέσθαι παιδείας τὸ οἰκοδόμημα. παιδεία δὲ φύσιν ἔλαχε τὴν ἀγήρω, διόπερ καινὴν εἶπε τὴν οἰκίαν αὐτῆς· τὰ μὲν γὰρ ἄλλα χρόνῳ φθείρεται, ἡ δ’ ἐφ’ ὅσον πρόεισιν, ἐπὶ μήκιστον ἡβᾷ καὶ ἐπακμάζει τὸ ἀειθαλὲς εἶδος φαιδρυνομένη καὶ ταῖς συνεχέσιν ἐπιμελείαις καινουμένη."],["172","κἀν τοῖς προτρεπτικοῖς μέντοι παραινεῖ τοὺς κτῆσιν ἀγαθῶν λαχόντας πλείστην μὴ ἑαυτοὺς ἀναγράψαι τῆς κτήσεως αἰτίους, ἀλλὰ „μνησθῆναι θεοῦ τοῦ διδόντος ἰσχὺν ποιῆσαι δύναμιν “(Deut. 8, 18)."],["173","τοῦτο μὲν οὖν τὸ εὐπραγίας ἦν πέρας, ἀρχαὶ δ’ ἐκεῖναι· ὥστε τοὺς ἐκλανθανομένους τοῦ τέλους μηδὲ τῆς τῶν κτηθέντων ἀρχῆς εὖ ἂν ἔτ’ ἀπόνασθαι. τούτοις μὲν οὖν ἑκούσια γίνεται διὰ φιλαυτίαν τὰ σφάλματα οὐχ ὑπομένουσι τὸν φιλόδωρον καὶ τελεσφόρον θεὸν αἴτιον ἀποφῆναι τῶν ἀγαθῶν."],["174","εἰσὶ δ’ οἳ πάντα κάλων εὐσεβείας ἀνασείσαντες ἐνορμίσασθαι τοῖς λιμέσιν αὐτῆς ταχυναυτοῦντες ἐσπούδασαν, κἄπειτ’ οὐ μακρὰν ἀφεστηκότων, ἀλλ’ ἤδη μελλόντων προσέχειν, αἰφνίδιον ἐξ ἐναντίας καταρραγὲν πνεῦμα πλησίστιον εὐθυδρομοῦν τὸ σκάφος ἀνέωσεν, ὡς ὑποκεῖραι πολλὰ τῶν πρὸς εὔπλοιαν συνεργούντων."],["175","τούτους οὐκ ἄν τις ἔτι θαλαττεύοντας αἰτιάσαιτο· ἀκούσιος γὰρ αὐτοῖς ἐπειγομένοις γέγονεν ἡ βραδυτής. τίς οὖν ἀπεικάζεται τούτοις ἢ ὁ τὴν μεγάλην λεγομένην εὐξάμενος εὐχήν; „ἐὰν γάρ τις “φησίν „ἀποθάνῃ ἐπ’ αὐτῷ αἰφνίδιον, παραχρῆμα μιανθήσεται ἡ κεφαλὴ εὐχῆς αὐτοῦ, καὶ ξυρήσεται “· εἶτα ὀλίγα προσειπὼν ἐπιφέρει· „αἱ δ’ ἡμέραι αἱ πρότεραι ἄλογοι ἔσονται, ὅτι ἐμιάνθη κεφαλὴ εὐχῆς αὐτοῦ “(Num. 6, 9. 12)·"],["176","δι’ ἀμφοτέρων τοίνυν, τοῦ τε „αἰφνίδιον “καὶ τοῦ „παραχρῆμα “εἰπεῖν, ἡ ἀκούσιος παρίσταται τῆς ψυχῆς τροπή· πρὸς μὲν γὰρ τὰ ἑκούσια τῶν ἁμαρτημάτων εἰς τὸ βουλεύσασθαι ποῦ καὶ πότε καὶ πῶς πρακτέον χρόνου δεῖ, τὰ δὲ ἀκούσια ἐξαίφνης, ἀπερισκέπτως καί, εἰ οἷόν τε τοῦτ’ εἰπεῖν, ἀχρόνως κατασκήπτει."],["177","χαλεπὸν γὰρ ὥσπερ τοὺς δρομεῖς ἀρξαμένους ὁδοῦ τῆς πρὸς εὐσέβειαν ἀπταίστως καὶ ἀπνευστὶ διευθῦναι τὸν δρόμον, ἐπειδὴ μυρία ἐμποδὼν παντὶ τῷ γενομένῳ."],["178","πρότερον μὲν οὖν, ὃ ἓν καὶ μόνον εὐεργεσία, μηδενὸς τῶν κατὰ γνώμην ἀδικημάτων ἐφάψασθαι πᾶσάν τε τὴν ἀμήχανον τῶν ἀκουσίων πληθὺν ἰσχῦσαι διώσασθαι· δεύτερον δὲ τὸ μήτε πολλοῖς τῶν ἀκουσίων μήτ’ ἐπὶ μήκιστον χρόνον ἐνδιατρῖψαι."],["179","παγκάλως δὲ τὰς τῆς ἀκουσίου τροπῆς ἡμέρας εἶπεν ἀλόγους, οὐ μόνον ἐπειδὴ τὸ ἁμαρτάνειν ἄλογον, ἀλλ’ ὅτι καὶ τῶν ἀκουσίων λόγον οὐκ ἔστιν ἀποδοῦναι. παρὸ καὶ πυνθανομένων πολλάκις τὰς τῶν πραγμάτων αἰτίας φαμὲν μήτ’ εἰδέναι μήτ’ εἰπεῖν δύνασθαι· μήτε γὰρ γιγνομένων συμπαραληφθῆναι, ἀλλὰ καὶ τὴν ἄφιξιν αὐτῶν ἀγνοῆσαι."],["180","σπάνιον οὖν εἴ τῳ δωρήσεται ὁ θεὸς ἀπ’ ἀρχῆς ἄχρι τέλους σταδιεῦσαι τὸν βίον μήτ’ ὀκλάσαντι μήτ’ ὀλισθόντι, ἀλλ’ ἑκατέραν φύσιν ἀδικημάτων, ἑκουσίων τε καὶ ἀκουσίων, ῥύμῃ καὶ φορᾷ τάχους ὠκυδρομωτάτου ὑπερπτῆναι."],["181","ταῦτα μὲν οὖν ἀρχῆς τε πέρι καὶ τέλους εἴρηται διὰ Νῶε τὸν δίκαιον, ὃς τὰ πρῶτα καὶ στοιχειώδη τῆς γεωργικῆς κτησάμενος τέχνης ἄχρι τῶν περάτων αὐτῆς ἐλθεῖν ἠσθένησε· λέγεται γὰρ ὅτι „ἤρξατο γῆς εἶναι γεωργός “, οὐ τῶν ὅρων τῶν ἄκρας ἐπιστήμης ἐλάβετο. τὰ δὲ περὶ τῆς φυτουργίας εἰρημένα αὐτοῦ λέγωμεν αὖθις."]]] \ No newline at end of file diff --git a/lines/on-the-unchangeableness-of-god.json b/lines/on-the-unchangeableness-of-god.json new file mode 100644 index 0000000000000000000000000000000000000000..cece82aecdcf7fabc91560c32130ed19a7d74680 --- /dev/null +++ b/lines/on-the-unchangeableness-of-god.json @@ -0,0 +1 @@ +[[["1","„Καὶ μετ’ ἐκεῖνο„ φησίν „ὡς ἂν εἰσεπορεύοντο οἱ ἄγγελοι τοῦ θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγέννων αὑτοῖς„ (Gen. 6, 4). οὐκοῦν ἄξιον σκέψασθαι, τίνα ἔχει λόγον τὸ „μετ’ ἐκεῖνο„. ἔστι τοίνυν ἀναφορὰ δεικνύουσά τι τῶν προειρημένων ἐναργέστερον."],["2","προείρηται δὲ περὶ θείου πνεύματος, ὃ καταμεῖναι μέχρι τοῦ παντὸς αἰῶνος ἐν πολυσχιδεῖ καὶ πολυμόρφῳ ψυχῇ σαρκῶν ὄχλον βαρύτατον ἄχθος ἀνημμένῃ δυσεργότατον εἶπεν εἶναι. μετ’ ἐκεῖνο δὴ τὸ πνεῦμα οἱ ἄγγελοι πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων εἰσίασιν."],["3","ἕως μὲν γὰρ ἐλλάμπουσι τῇ ψυχῇ καθαραὶ φρονήσεως αὐγαί, δι’ ὧν τὸν θεὸν καὶ τὰς αὐτοῦ δυνάμεις ὁρᾷ ὁ σοφός, οὐδεὶς τῶν ψευδαγγελούντων ἐπεισέρχεται τῷ λογισμῷ, ἀλλ’ ἔξω περιρραντηρίων ἅπαντες εἴργονται· ὅταν δὲ ἀμυδρωθὲν ἐπισκιασθῇ τὸ διανοίας φῶς, οἱ τοῦ σκότους ἑταῖροι παρευημερήσαντες πάθεσι τοῖς κατεαγόσι καὶ τεθηλυμμένοις, ἃς θυγατέρας εἴρηκεν ἀνθρώπων, συνέρχονται καὶ γεννῶσιν ἑαυτοῖς, οὐ τῷ θεῷ."],["4","τὰ μὲν γὰρ οἰκεῖα τοῦ θεοῦ γεννήματα αἱ ὁλόκληροι ἀρεταί, τὰ δὲ συγγενῆ φαύλων αἱ ἀνάρμοστοι κακίαι. μάθε δ’, εἰ θέλεις, ὦ διάνοια, τὸ μὴ ἑαυτῇ γεννᾶν οἷόν ἐστι παρὰ Ἀβραὰμ τοῦ τελείου, ὃς τὸ ἀγαπητὸν καὶ μόνον τῆς ψυχῆς ἔγγονον γνήσιον, τῆς αὐτομαθοῦς σοφίας εἰκόνα ἐναργεστάτην, ἐπίκλησιν Ἰσαάκ, ἀνάγει θεῷ καὶ ἀποδίδωσι μετὰ πάσης εὐθυμίας ἀναγκαῖον καὶ ἁρμόττον χαριστήριον συμποδίσας, ὥς φησιν ὁ νόμος (Gen. 22, 2. 9), τὸ καινουργηθὲν ἱερεῖον, ἤτοι παρ’ ὅσον ἐπ’ οὐδενὸς θνητοῦ βαίνειν ἅπαξ ἐπιθειάσας ἠξίου, ἢ παρ’ ὅσον ἀνίδρυτον καὶ ἄστατον κατεῖδε τὴν γένεσιν, ὅτε τὴν περὶ τὸ ὂν ἀνενδοίαστον ἔγνω βεβαιότητα, ᾗ λέγεται πεπιστευκέναι (Gen. 15, 6)."],["5","τούτου γίνεται μαθητρὶς καὶ διάδοχος Ἄννα, τῆς τοῦ θεοῦ δώρημα σοφίας· ἑρμηνεύεται γὰρ χάρις αὐτῆς. ἐπειδὴ γὰρ ἐγκύμων ἐγένετο παραδεξαμένη θείας γονὰς καὶ τελεσφόροις ἐχρήσατο ὠδῖσι, τὸν τεταγμένον ἐν τῇ τοῦ θεοῦ τάξει τρόπον ἀποκυήσασα, ὃν ἐπεφήμισε Σαμουήλ— καλεῖται δ’ ἑρμηνευθεὶς τεταγμένος θεῷ—, λαβοῦσα ἀνταποδίδωσι τῷ δόντι μηδὲν ἴδιον ἑαυτῆς κρίνουσα ἀγαθόν, ὃ μὴ χάρις ἐστὶ θεία."],["6","λέγει γὰρ ἐν τῇ πρώτῃ τῶν βασιλειῶν αὕτη τὸν τρόπον τοῦτον· „δίδωμί σοι αὐτὸν δοτόν “(I Reg. 1, 28), ἐν ἴσῳ τῷ δοτὸν ὄντα, ὥστ’ εἶναι „τὸν δεδομένον δίδωμι “, κατὰ τὸ ἱερώτατον Μωυσέως γράμμα τοῦτο· „τὰ δῶρά μου, δόματά μου, καρπώματά μου διατηρήσετε προσφέρειν ἐμοί “"],["7","(Num. 28, 2.) τίνι γὰρ εὐχαριστητέον ἄλλῳ πλὴν θεῷ; διὰ τίνων δὲ ὅτι μὴ διὰ τῶν ὑπ’ αὐτοῦ δοθέντων; οὐδὲ γὰρ ἄλλων εὐπορῆσαι δυνατόν. χρεῖος δ’ οὐδενὸς ὢν κελεύει προσφέρειν αὑτῷ τὰ ἑαυτοῦ δι’ ὑπερβολὴν τῆς πρὸς τὸ γένος ἡμῶν εὐεργεσίας· μελετήσαντες γὰρ εὐχαριστητικῶς ἔχειν καὶ τιμητικῶς αὐτοῦ καθαρεύσομεν ἀδικημάτων ἐκνιψάμενοι τὰ καταρρυπαίνοντα τὸν βίον ἔν τε λόγοις καὶ ἐννοίαις καὶ ἔργοις."],["8","καὶ γὰρ εὔηθες εἰς μὲν τὰ ἱερὰ μὴ ἐξεῖναι βαδίζειν, ὃς ἂν μὴ πρότερον λουσάμενος φαιδρύνηται τὸ σῶμα, εὔχεσθαι δὲ καὶ θύειν ἐπιχειρεῖν ἔτι κεκηλιδωμένῃ καὶ πεφυρμένῃ διανοίᾳ. καίτοι τὰ μὲν ἱερὰ λίθων καὶ ξύλων ἀψύχου τῆς ὕλης πεποίηται, καθ’ αὑτὸ δὲ καὶ τὸ σῶμα ἄψυχον· ἀλλ’ ὅμως ὂν ἄψυχον ἀψύχων οὐ προσάψεται μὴ περιρραντηρίοις καὶ καθαρσίοις ἁγνευτικοῖς χρησάμενον, ὑπομενεῖ δέ τις τῷ θεῷ προσελθεῖν ἀκάθαρτος ὢν ψυχὴν τὴν ἑαυτοῦ τῷ καθαρωτάτῳ, καὶ ταῦτα μὴ μέλλων μετανοήσειν;"],["9","ὁ μὲν γὰρ πρὸς τῷ μηδὲν ἐπεξεργάσασθαι κακὸν καὶ τὰ παλαιὰ ἐκνίψασθαι δικαιώσας γεγηθὼς προσίτω, ὁ δ’ ἄνευ τούτων δυσκάθαρτος ὢν ἀφιστάσθω· λήσεται γὰρ οὐδέποτε τὸν τὰ ἐν μυχοῖς τῆς διανοίας"],["10","ὁρῶντα καὶ τοῖς ἀδύτοις αὐτῆς ἐμπεριπατοῦντα. τῆς μέντοι θεοφιλοῦς ψυχῆς δεῖγμα ἐναργέστατόν ἐστι καὶ τὸ ᾆσμα, ἐν ᾧ περιέχεται τὸ „στεῖρα ἔτεκεν ἑπτά, ἡ δὲ πολλὴ ἐν τέκνοις ἠσθένησε “(I Reg. 2, 5)· καίτοι γε ἑνός ἐστι μήτηρ τοῦ Σαμουὴλ ἡ λέγουσα."],["11","πῶς οὖν ἑπτὰ τετοκέναι φησίν, εἰ μή τι μονάδα ἑβδομάδι τὴν αὐτὴν φυσικώτατα νομίζει, οὐ μόνον ἐν ἀριθμοῖς, ἀλλὰ καὶ ἐν τῇ τοῦ παντὸς ἁρμονίᾳ καὶ ἐν τοῖς τῆς ἐναρέτου λόγοις ψυχῆς; ὁ γὰρ τεταγμένος μόνῳ θεῷ Σαμουήλ, ἄλλῳ δὲ τὸ παράπαν συνιὼν μηδενί, κατὰ τὸ ἓν καὶ τὴν μονάδα, τὸ ὄντως ὄν, κεκόσμηται."],["12","αὕτη δ’ ἡ κατάστασίς ἐστιν ἑβδομάδος, ἀναπαυομένης ἐν θεῷ ψυχῆς καὶ περὶ μηδὲν τῶν θνητῶν ἔργων ἔτι πονουμένης, κατὰ ἀπόλειψιν ἑξάδος, ἣν ἀπένειμε τοῖς τὰ πρωτεῖα λαβεῖν μὴ δυνηθεῖσι, δευτερείων δ’ ἐξ ἀνάγκης μεταποιουμένοις."],["13","τὴν μὲν οὖν στεῖραν, οὐ τὴν ἄγονον, ἀλλὰ τὴν στερρὰν καὶ ἔτι σφριγῶσαν, τοὺς διὰ καρτερίας καὶ ἀνδρείας καὶ ὑπομονῆς ἐπὶ κτήσει τοῦ ἀρίστου διαθλοῦσαν ἄθλους, ἑβδομάδι τὴν ἰσότιμον μονάδα τίκτειν εἰκὸς ἦν· εὔτοκος γὰρ καὶ εὔπαις ἡ φύσις."],["14","τὴν δὲ πολλὴν ἀσθενεῖν ἐν τέκνοις εἶπεν ἀψευδῶς καὶ σφόδρα ἐναργῶς· ὅταν γὰρ μία οὖσα ψυχὴ πολλὰ ὠδίνῃ τοῦ ἑνὸς ἀποστᾶσα, μυρία κατὰ τὸ εἰκὸς γίνεται, κἄπειτα πλήθει τέκνων ἐξηρτημένων βαρυνομένη καὶ πιεζομένη— ἔστι δὲ ἠλιτόμηνα καὶ ἀμβλωθρίδια τὰ πλεῖστα αὐτῶν— ἐξασθενεῖ."],["15","τίκτει μὲν γὰρ τὰς πρὸς σχήματα καὶ χρώματα δι’ ὀφθαλμῶν ἐπιθυμίας, τίκτει δὲ τὰς πρὸς φωνὰς δι’ ὤτων, ἐγκύμων δ’ ἐστὶ καὶ τῶν γαστρὸς καὶ τῶν ὑπ’ αὐτήν, ὥστε πολλῶν ἐκκρεμαμένων ἐγγόνων βαρύτατον ἄχθος φέρουσα παρίεται καὶ χεῖρας ὑπ’ ἀσθενείας καθεῖσα ἀπολέγεται. τοῦτον μὲν δὴ τὸν τρόπον ἡττῆσθαι συμβαίνει πᾶσιν, ὅσοι φθαρτοῖς ἑαυτοῖς φθαρτὰ γεννῶσιν."],["16","ἔνιοι δ’ οὐχ ἧτταν μόνον ἀλλὰ καὶ θάνατον ὑπὸ φιλαυτίας ἀνεδέξαντο. ὁ γοῦν Αὐνάν, „αἰσθόμενος ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα “(Gen. 38, 9), οὐ πρότερον ἐπαύσατο τὸ λογικόν, ὅπερ ἄριστον τῶν ὄντων γένος ἐστί, διαφθείρων ἢ καὶ αὐτὸς ἀνεδέξατο φθορὰν παντελῆ, σφόδρα ὀρθῶς καὶ προσηκόντως·"],["17","εἰ γὰρ ἅπαντα πράξουσί τινες αὑτῶν ἕνεκα, μὴ γονέων τιμῆς, μὴ παίδων εὐκοσμίας, μὴ σωτηρίας πατρίδος, μὴ νόμων φυλακῆς, μὴ ἐθῶν βεβαιότητος, μὴ ἰδίων μὴ κοινῶν ἐπανορθώσεως, μὴ ἱερῶν ἁγιστείας, μὴ τῆς πρὸς θεὸν εὐσεβείας ἐπιστρεφόμενοι, κακοδαιμονήσουσιν."],["18","ἑνὸς γὰρ ὧν εἶπον χάριν ἀντικαταλλάξασθαι καὶ αὐτὸ τὸ ζῆν εὐκλεές, οἱ δ’ ἄρα καὶ ἀθρόων τῶν οὕτω περιμαχήτων φασίν, εἰ μή τινα ἡδονὴν μέλλοι περιποιεῖν, κατολιγωρήσειν. τοιγάρτοι πονηρὰν εἰσήγησιν ὁ ἀδέκαστος θεὸς ἐκφύλου δόγματος, ἐπίκλησιν Αὐνάν, ἐκποδὼν ἀνελεῖ."],["19","παραιτητέοι δὴ πάντες οἱ γεννῶντες αὑτοῖς, τὸ δ’ ἐστὶν ὅσοι τὸ ἴδιον λυσιτελὲς μόνον θηρώμενοι τῶν ἄλλων ὑπερορῶσιν, ὥσπερ αὑτοῖς μόνοις φύντες, οὐχὶ δὲ μυρίοις ἄλλοις, πατρί, μητρί, γυναικί, τέκνοις, πατρίδι, ἀνθρώπων γένει, εἰ δὲ δεῖ προελθόντας τι περαιτέρω φάναι, οὐρανῷ, γῇ, τῷ παντὶ κόσμῳ, ἐπιστήμαις, ἀρεταῖς, τῷ πατρὶ καὶ ἡγεμόνι τῶν συμπάντων· ὧν ἑκάστῳ κατὰ δύναμιν ἀπονεμητέον τὸ ἁρμόττον μὴ τὰ πάντα προσθήκην ἑαυτοῦ, ἑαυτὸν δὲ τῶν πάντων νομίζοντα."],["20","Τούτων μὲν δὴ ἅλις, τὰ δ’ ἀκόλουθα τῷ λόγῳ συνυφήνωμεν. „ἰδὼν “οὖν φησι \" κύριος ὁ θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ ἐπιμελῶς τὰ πονηρὰ πάσας τὰς ἡμέρας, ἐνεθυμήθη ὁ θεός, ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ διενοήθη. καὶ εἶπεν ὁ θεός· ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς “(Gen. 6, 5— 7)."],["21","ἴσως τινὲς τῶν ἀνεξετάστων ὑποτοπήσουσι τὸν νομοθέτην αἰνίττεσθαι, ὅτι ἐπὶ τῇ γενέσει τῶν ἀνθρώπων ὁ δημιουργὸς μετέγνω κατιδὼν τὴν ἀσέβειαν αὐτῶν, ἧς χάριν αἰτίας ἐβουλήθη σύμπαν διαφθεῖραι τὸ γένος. ἀλλ’ ἴστωσαν ὅτι ταῦτα δοξάζοντες ἐπελαφρίζουσι καὶ ἐπικουφίζουσι τὰ τῶν παλαιῶν ἐκείνων ἁμαρτήματα δι’ ὑπερβολὴν τῆς περὶ αὐτοὺς ἀθεότητος."],["22","τί γὰρ ἂν ἀσέβημα μεῖζον γένοιτο τοῦ ὑπολαμβάνειν τὸν ἄτρεπτον τρέπεσθαι; καίτοι τινῶν ἀξιούντων μηδὲ πάντας ἀνθρώπους ταῖς γνώμαις ἐπαμφοτερίζειν· τοὺς γὰρ ἀδόλως καὶ καθαρῶς φιλοσοφήσαντας μέγιστον ἐκ τῆς ἐπιστήμης ἀγαθὸν εὕρασθαι τὸ μὴ τοῖς πράγμασι συμμεταβάλλειν, ἀλλὰ μετὰ στερρότητος ἀκλινοῦς καὶ παγίου βεβαιότητος ἅπασι τοῖς ἁρμόττουσιν ἐγχειρεῖν."],["23","ἀρέσκει δὲ καὶ τῷ νομοθέτῃ τὸν τέλειον ἠρεμίας ἐφίεσθαι· τὸ γὰρ εἰρημένον τῷ σοφῷ ἐκ προσώπου τοῦ θεοῦ „σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ “(Deut. 5, 31) τὸ ἀκλινὲς καὶ ἀρρεπὲς τῆς γνώμης καὶ ἱδρυμένον πάντῃ σαφέστατα παρίστησι."],["24","τῷ γὰρ ὄντι θαυμάσιον, ὥσπερ τινὰ λύραν τὴν ψυχὴν μουσικῶς ἁρμοσάμενον οὐκ ὀξέσι καὶ βαρέσι τοῖς φθόγγοις, ἀλλ’ ἐπιστήμῃ μὲν τῶν ἐναντίων, χρήσει δὲ τῶν ἀμεινόνων, μήτε ἐπιτεῖναι προσυπερβάλλοντα μήτε ἀνεῖναι μαλθάξαντα τὴν ἀρετῶν καὶ τῶν φύσει καλῶν ἁρμονίαν, δι’ ἴσου δ’ αὐτὴν φυλάξαντα κροτεῖν καὶ ἐπιψάλλειν ἐμμελῶς."],["25","ὄργανον γὰρ τελεώτατον ὑπὸ φύσεως δημιουργηθὲν ἀρχέτυπον τῶν χειροκμήτων τοῦτό γε· ὅπερ εἰ καλῶς ἁρμοσθείη, τὴν πασῶν ἀρίστην συμφωνίαν ἀπεργάσεται, ἥτις οὐκ ἐν κλάσει καὶ τόνοις ἐμμελοῦς φωνῆς, ἀλλ’ ἐν ὁμολογίᾳ τῶν κατὰ τὸν βίον πράξεων ἔχει τὸ τέλος."],["26","ὅπου γοῦν ἀνθρώπων ψυχὴ τὸν πολὺν κλύδωνα καὶ σάλον, ὃν καταρραγὲν σφοδρὸν πνεῦμα τὸ κακίας αἰφνίδιον ἤγειρεν, ἐπιστήμης καὶ σοφίας αὔραις ἀποτίθεται καὶ τὸ κυμαῖνον καὶ παρῳδηκὸς ὑφεῖσα νηνέμῳ εὐδίᾳ χρωμένη γαληνιάζει, εἶτ’ ἐνδοιάζεις, ὅτι ὁ ἄφθαρτος καὶ μακάριος καὶ τῶν ἀρετῶν καὶ αὐτῆς τελειότητος καὶ εὐδαιμονίας ἀνημμένος τὸ κράτος οὐ χρῆται γνώμης μεταβολῇ, μένει δὲ ἐφ’ ὧν ἐξ ἀρχῆς ἐβουλεύσατο οὐδὲν αὐτῶν μετατιθείς;"],["27","ἀνθρώποις μὲν οὖν τὸ εὐμετάβολον ἢ διὰ τὴν ἐν αὐτοῖς ἢ διὰ τὴν ἐκτὸς ἀβεβαιότητα συμβαίνειν ἀνάγκη· οἷον οὕτως φίλους ἑλόμενοι πολλάκις καὶ βραχύν τινα αὐτοῖς συνδιατρίψαντες χρόνον, οὐδὲν ἐγκαλεῖν ἔχοντες ἀπεστράφημεν, ὡς εἰς ἐχθρῶν ἢ ἀγνουμένων γοῦν τάξιν ἐμβιβάσαι."],["28","τοῦτο τὸ ἔργον κούφην εὐχέρειαν ἡμῶν αὐτῶν ἐλέγχει τὰς ἐξ ἀρχῆς ὑποθέσεις ἀδυνατούντων κραταιῶς διαφυλάττειν· ὁ δὲ θεὸς οὐχ ἁψίκορος. καὶ μὴν ἔστιν ὅτε διανοούμεθα μὲν ἐπιμένειν κριτηρίοις τοῖς αὐτοῖς, οἱ δὲ προσελθόντες οὐκ ἔμειναν ἐν ὁμοίῳ, ὥστ’ ἐξ ἀνάγκης καὶ αἱ ἡμέτεραι γνῶμαι συμμετέβαλον."],["29","προϊδέσθαι γὰρ ἢ μελλόντων πραγμάτων συντυχίας ἢ γνώμας ἑτέρων ἄνθρωπον ὄντα ἀμήχανον, τῷ δὲ θεῷ ὡς ἐν αὐγῇ καθαρᾷ πάντα ἀρίδηλα. καὶ γὰρ ἄχρι τῶν ψυχῆς μυχῶν φθάσας, ἃ τοῖς ἄλλοις ἐστὶν ἀόρατα τηλαυγῶς πέφυκε καθορᾶν, καὶ προμηθείᾳ καὶ προνοίᾳ χρώμενος, οἰκείαις ἀρεταῖς, οὐδὲν ἀπελευθεριάζειν καὶ ἔξω τῆς ἑαυτοῦ καταλήψεως βαίνειν ἐᾷ· ἐπειδήπερ οὐδ’ ἡ τῶν μελλόντων ἀδηλότης αὐτῷ συμβατή· οὔτε γὰρ ἄδηλον οὔτε μέλλον οὐδὲν θεῷ."],["30","δῆλον μὲν οὖν, ὅτι καὶ τῶν γεννηθέντων τὸν φυτεύσαντα καὶ τῶν δημιουργηθέντων τὸν τεχνίτην καὶ τὸν ἐπίτροπον τῶν ἐπιτροπευομένων ἐπιστήμονα [ἀναγκαῖον] εἶναι δεῖ. ὁ δὲ θεὸς πατὴρ καὶ τεχνίτης καὶ ἐπίτροπος τῶν ἐν οὐρανῷ τε καὶ κόσμῳ πρὸς ἀλήθειάν ἐστι. καὶ μὴν τά γε μέλλοντα συσκιάζεται ὑπὸ τοῦ αὖθις χρόνου, τοτὲ μὲν βραχεῖ, τοτὲ δὲ μακρῷ διαστήματι."],["31","δημιουργὸς δὲ καὶ χρόνου θεός· καὶ γὰρ τοῦ πατρὸς αὐτοῦ πατὴρ— πατὴρ δὲ χρόνου κόσμος— τὴν κίνησιν αὐτοῦ γένεσιν ἀποφήνας ἐκείνου· ὥστε υἱωνοῦ τάξιν ἔχειν πρὸς θεὸν τὸν χρόνον. ὁ μὲν γὰρ κόσμος οὗτος νεώτερος υἱὸς θεοῦ, ἅτε αἰσθητὸς ὤν· τὸν γὰρ πρεσβύτερον [οὐδένα εἶπε]— νοητὸς δ’ ἐκεῖνος— πρεσβείων ἀξιώσας παρ’ ἑαυτῷ καταμένειν διενοήθη."],["32","οὗτος οὖν ὁ νεώτερος υἱὸς ὁ αἰσθητὸς κινηθεὶς τὴν χρόνου φύσιν ἀναλάμψαι καὶ ἀνασχεῖν ἐποίησεν· ὥστε οὐδὲν παρὰ θεῷ μέλλον τῷ καὶ τὰ τῶν χρόνων ὑπηγμένῳ πέρατα. καὶ γὰρ οὐ χρόνος, ἀλλὰ τὸ ἀρχέτυπον τοῦ χρόνου καὶ παράδειγμα αἰὼν ὁ βίος ἐστὶν αὐτοῦ· ἐν αἰῶνι δὲ οὔτε παρελήλυθεν οὐδὲν οὔτε μέλλει, ἀλλὰ μόνον ὑφέστηκεν."],["33","Ἱκανῶς οὖν διειλεγμένοι περὶ τοῦ μὴ χρῆσθαι μετανοίᾳ τὸ ὂν ἀκολούθως ἀποδώσομεν, τί ἐστι τὸ „ἐνεθυμήθη ὁ θεὸς ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς καὶ διενοήθη “(Gen. 6, 6)."],["34","ἔννοιαν καὶ διανόησιν, τὴν μὲν ἐναποκειμένην οὖσαν νόησιν, τὴν δὲ νοήσεως διέξοδον, βεβαιοτάτας δυνάμεις ὁ ποιητὴς τῶν ὅλων κληρωσάμενος καὶ χρώμενος ἀεὶ ταύταις τὰ ἔργα ἑαυτοῦ καταθεᾶται. τὰ μὲν δὴ μὴ λείποντα τὴν τάξιν τῆς πειθαρχίας ἕνεκα ἐπαινεῖ, τὰ δὲ μεθιστάμενα τῇ κατὰ λιποτακτῶν ὡρισμένῃ μετέρχεται δίκῃ."],["35","τῶν γὰρ σωμάτων τὰ μὲν ἐνεδήσατο ἕξει, τὰ δὲ φύσει, τὰ δὲ ψυχῇ, τὰ δὲ λογικῇ ψυχῇ. λίθων μὲν οὖν καὶ ξύλων, ἃ δὴ τῆς συμφυΐας ἀπέσπασται, δεσμὸν κραταιότατον ἕξιν εἰργάζετο· ἡ δέ ἐστι πνεῦμα ἀναστρέφον ἐφ’ ἑαυτό· ἄρχεται μὲν γὰρ ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα τείνεσθαι, ψαῦσαν δὲ ἄκρας ἐπιφανείας ἀνακάμπτει πάλιν, ἄχρις ἂν ἐπὶ τὸν αὐτὸν ἀφίκηται τόπον, ἀφ’ οὗ τὸ πρῶτον ὡρμήθη·"],["36","ἕξεως ὁ συνεχὴς οὗτος δίαυλος ἄφθαρτος, ὃν οἱ δρομεῖς ἀπομιμούμενοι ταῖς τριετηρίσιν ἐν τοῖς ἀνθρώπων ἁπάντων κοινοῖς θεάτροις ὡς μέγα δὴ καὶ λαμπρὸν καὶ περιμάχητον ἔργον ἐπιδείκνυνται."],["37","τὴν δὲ φύσιν ἀπένειμε τοῖς φυτοῖς κερασάμενος αὐτὴν ἐκ πλείστων δυνάμεων, θρεπτικῆς τε καὶ μεταβλητικῆς καὶ αὐξητικῆς. καὶ γὰρ τρέφεται τροφῆς ὄντα χρεῖα, τεκμήριον δέ· τὰ μὴ ἀρδόμενα φθίνει καὶ ἀφαυαίνεται, ὥσπερ αὖ τὰ ποτιζόμενα ἐμφανῶς αὔξεται· τὰ γὰρ τέως διὰ βραχύτητα χαμαίζηλα ἐξαίφνης ἀναδραμόντα ἔρνη γίνεται περιμηκέστατα. τί χρὴ λέγειν περὶ μεταβολῆς αὐτῶν;"],["38","ταῖς μὲν γὰρ χειμεριναῖς τροπαῖς τὰ πέταλα μαρανθέντα εἰς τοὔδαφος χεῖται, οἵ τε ἐν ταῖς κληματίσι λεγόμενοι πρὸς τῶν γεωπόνων ὀφθαλμοὶ καθάπερ ἐν τοῖς ζῴοις καταμύουσι, τά τε πρὸς τὰς ἐκφύσεις στόμια πάντα ἔσφιγκται τῆς φύσεως εἴσω τότε συνειλημμένης καὶ ἡσυχαζούσης, ἵνα διαπνεύσασα οἷά τις ἀθλητὴς προηγωνισμένος καὶ συλλεξαμένη τὴν ἰδίαν ἰσχὺν πρὸς τοὺς ἐθάδας ἄθλους ἐξ ὑπαρχῆς ἀπαντᾷ."],["39","γίνεται δὲ τοῦτο ταῖς ἐαριναῖς καὶ κατὰ θέρος ὥραις· ὥσπερ γὰρ ἐκ βαθέος ὕπνου περιαναστᾶσα τούς τε ὀφθαλμοὺς διοίγνυσι τά τε μεμυκότα τῶν στομίων ἀναστείλασα εὐρύνει, ὧν δ’ ἐστὶν ἐγκύμων πάντα ἀποτίκτει, πέταλα καὶ κληματίδας, ἕλικας, οἴναρα, καρπὸν ἐπὶ πᾶσιν· εἶθ’ ὅταν τελεσθῇ, παρέχεται τὰς τροφὰς οἷα μήτηρ τῷ γενομένῳ διά τινων ἀφανῶν πόρων, οἳ τοῖς ἐν γυναιξὶ μαστοῖς ἀναλογοῦσι, καὶ οὐ πρότερον παύεται τρέφουσα ἢ τὸν καρπὸν τελεσφορηθῆναι·"],["40","τελεσφορεῖται δὲ ὁ πεπανθεὶς ἄκρως, ἡνίκα, κἂν μηδεὶς δρέπηται, τῆς συμφυΐας αὐτὸς ἐπείγεται διαζεύγνυσθαι ἅτε μηκέτι τροφῶν τῶν ἀπὸ τῆς τεκούσης δεόμενος, ἱκανὸς δ’ ὤν, εἰ χώρας ἀγαθῆς ἐπιλάχοι, σπείρειν καὶ γεννᾶν ὅμοια τοῖς φυτεύσασι."],["41","ψυχὴν δὲ φύσεως τρισὶ διαλλάττουσαν ὁ ποιῶν ἐποίει, αἰσθήσει, φαντασίᾳ, ὁρμῇ· τὰ μὲν γὰρ φυτὰ ἀόρμητα, ἀφάνταστα, αἰσθήσεως ἀμέτοχα, τῶν δὲ ζῴων ἕκαστον ἀθρόων μετέχει τῶν εἰρημένων."],["42","αἴσθησις μὲν οὖν, ὡς αὐτό που δηλοῖ τοὔνομα, εἴσθεσίς τις οὖσα τὰ φανέντα ἐπεισφέρει τῷ νῷ· τούτῳ γάρ, ἐπειδὴ μέγιστόν ἐστι ταμεῖον καὶ πανδεχές, πάνθ’ ὅσα δι’ ὁράσεως καὶ ἀκοῆς καὶ τῶν ἄλλων αἰσθητικῶν ὀργάνων ἐντίθεται καὶ ἐναποθησαυρίζεται."],["43","φαντασία δέ ἐστι τύπωσις ἐν ψυχῇ· ὧν γὰρ εἰσήγαγεν ἑκάστη τῶν αἰσθήσεων, ὥσπερ δακτύλιός τις ἢ σφραγὶς ἐναπεμάξατο τὸν οἰκεῖον χαρακτῆρα· κηρῷ δὲ ἐοικὼς ὁ νοῦς τὸ ἐκμαγεῖον δεξάμενος ἄκρως παρ’ ἑαυτῷ φυλάττει, μέχρις ἂν ἡ ἀντίπαλος μνήμης τὸν τύπον λεάνασα λήθη ἀμυδρὸν ἐργάσηται ἢ παντελῶς ἀφανίσῃ."],["44","τὸ δὲ φανὲν καὶ τυπῶσαν τοτὲ μὲν οἰκείως τοτὲ δὲ ὡς ἑτέρως διέθηκε τὴν ψυχήν. τοῦτο δὲ αὐτῆς τὸ πάθος ὁρμὴ καλεῖται, ἣν ὁριζόμενοι πρώτην ἔφασαν εἶναι ψυχῆς κίνησιν. τοσούτοις μὲν δὴ ζῷα προὔχει φυτῶν· ἴδωμεν δὲ"],["45","τίνι τῶν ἄλλων ζῴων ὑπερβέβληκεν ἄνθρωπος. ἐξαίρετον οὗτος τοίνυν γέρας ἔλαχε διάνοιαν, ἣ τὰς ἁπάντων φύσεις σωμάτων τε ὁμοῦ καὶ πραγμάτων εἴωθε καταλαμβάνειν. καθάπερ γὰρ ἐν μὲν τῷ σώματι τὸ ἡγεμονικὸν ὄψις ἐστίν, ἐν δὲ τῷ παντὶ ἡ τοῦ φωτὸς φύσις, τὸν αὐτὸν τρόπον καὶ τῶν ἐν ἡμῖν τὸ κρατιστεῦον ὁ νοῦς·"],["46","ψυχῆς γὰρ ὄψις οὗτος οἰκείαις περιλαμπόμενος αὐγαῖς, δι’ ὧν ὁ πολὺς καὶ βαθὺς ζόφος, ὃν κατέχεεν ἄγνοια τῶν πραγμάτων, ἀνασκίδναται. τοῦτο τῆς ψυχῆς τὸ εἶδος οὐκ ἐκ τῶν αὐτῶν στοιχείων, ἐξ ὧν τὰ ἄλλα ἀπετελεῖτο, διεπλάσθη, καθαρωτέρας δὲ καὶ ἀμείνονος ἔλαχε τῆς οὐσίας, ἐξ ἧς αἱ θεῖαι φύσεις ἐδημιουργοῦντο· παρὸ καὶ μόνον τῶν ἐν ἡμῖν εἰκότως ἄφθαρτον ἔδοξεν εἶναι διάνοια."],["47","μόνην γὰρ αὐτὴν ὁ γεννήσας πατὴρ ἐλευθερίας ἠξίωσε, καὶ τὰ τῆς ἀνάγκης ἀνεὶς δεσμὰ ἄφετον εἴασε, δωρησάμενος αὐτῇ τοῦ πρεπωδεστάτου καὶ οἰκείου κτήματος αὐτῷ, τοῦ ἑκουσίου, μοῖραν, ἣν ἠδύνατο δέξασθαι· τὰ μὲν γὰρ ἄλλα ζῷα, ὧν ἐν ταῖς ψυχαῖς τὸ ἐξαιρούμενον εἰς ἐλευθερίαν νοῦς οὐκ ἔστι, καταζευχθέντα καὶ ἐγχαλινωθέντα πρὸς ὑπηρεσίαν ἀνθρώποις παραδέδοται ὥσπερ οἰκέται δεσπόταις, ὁ δὲ ἄνθρωπος ἐθελουργοῦ καὶ αὐτοκελεύστου γνώμης λαχὼν καὶ προαιρετικαῖς χρώμενος τὰ πολλὰ ταῖς ἐνεργείαις εἰκότως ψόγον μὲν ἔσχεν ἐφ’ οἷς ἐκ προνοίας ἀδικεῖ, ἔπαινον δὲ ἐφ’ οἷς ἑκὼν κατορθοῖ."],["48","τῶν μὲν γὰρ ἄλλων φυτῶν τε καὶ ζῴων οὔτε αἱ εὐφορίαι ἐπαινεταὶ οὔθ’ αἱ κακοπραγίαι ψεκταί— τὰς γὰρ ἐφ’ ἑκάτερα κινήσεις καὶ μεταβολὰς ἀπροαιρέτους καὶ ἀκουσίους ἔλαβον—, μόνη δὲ ἡ ἀνθρώπου ψυχὴ δεξαμένη παρὰ θεοῦ τὴν ἑκούσιον κίνησιν καὶ κατὰ τοῦτο μάλιστα ὁμοιωθεῖσα αὐτῷ, χαλεπῆς καὶ ἀργαλεωτάτης δεσποίνης, τῆς ἀνάγκης, ὡς οἷόν τε ἦν ἐλευθερωθεῖσα κατηγορίας ἂν δεόντως τυγχάνοι, ὅτι τὸν ἐλευθερώσαντα οὐ περιέπει· τοιγάρτοι τὴν κατ’ ἀπελευθέρων ἀχαρίστων ἀπαραίτητον δίκην ὀρθότατα τίσει."],["49","ὥστε „ἐνεθυμήθη καὶ διενοήθη ὁ θεὸς “οὐχὶ νῦν πρῶτον, ἀλλ’ ἐξέτι πάλαι παγίως καὶ βεβαίως, „ὅτι ἐποίησε τὸν ἄνθρωπον “, τουτέστιν ὁποῖον αὐτὸν εἰργάσατο· εἰργάσατο γὰρ αὐτὸν ἄφετον καὶ ἐλεύθερον, ἑκουσίοις καὶ προαιρετικαῖς χρησόμενον ταῖς ἐνεργείαις πρὸς τήνδε τὴν χρείαν, ἵνα ἐπιστάμενος ἀγαθά τε αὖ καὶ κακὰ καὶ καλῶν καὶ αἰσχρῶν λαμβάνων ἔννοιαν καὶ δικαίοις καὶ ἀδίκοις καὶ ὅλως τοῖς ἀπ’ ἀρετῆς καὶ κακίας καθαρῶς ἐπιβάλλων αἱρέσει μὲν τῶν ἀμεινόνων, φυγῇ δὲ τῶν ἐναντίων χρῆται."],["50","παρὸ καὶ λόγιόν ἐστι τοιοῦτον ἀναγεγραμμένον ἐν Δευτερονομίῳ· „ἰδοὺ δέδωκα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν, ἔκλεξαι τὴν ζωήν “(Deut. 30, 15. 19). οὐκοῦν ἀμφότερα διὰ τούτου παρίσταται, ὅτι καὶ ἐπιστήμονες τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων γεγόνασιν ἄνθρωποι καὶ ὀφείλουσι πρὸ τῶν χειρόνων αἱρεῖσθαι τὰ κρείττω λογισμὸν ἔχοντες ἐν ἑαυτοῖς ὥσπερ τινὰ δικαστὴν ἀδωροδόκητον, οἷς ἂν ὁ ὀρθὸς ὑποβάλλῃ λόγος πεισθησόμενον, οἷς δ’ ἂν ὁ ἐναντίος ἀπειθήσοντα."],["51","Δεδηλωκότες οὖν ἀποχρώντως περὶ τούτων τὰ ἑξῆς ἴδωμεν. ἔστι δὲ ταῦτα· „ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους, ἀπὸ ἑρπετῶν ἕως πετεινῶν τοῦ οὐρανοῦ, ὅτι ἐθυμώθην, ὅτι ἐποίησα αὐτόν “(Gen. 6, 7)."],["52","πάλιν τινὲς τῶν εἰρημένων ἀκούσαντες ὑπολαμβάνουσι θυμοῖς καὶ ὀργαῖς χρῆσθαι τὸ ὄν. ἔστι δ’ οὐδενὶ ληπτὸν πάθει τὸ παράπαν· ἀσθενείας γὰρ ἀνθρωπίνης τὸ κηραίνειν ἴδιον, θεῷ δὲ οὔτε τὰ ψυχῆς ἄλογα πάθη οὔτε τὰ σώματος μέρη καὶ μέλη συνόλως ἐστὶν οἰκεῖα. λέγεται δὲ οὐδὲν ἧττον παρὰ τῷ νομοθέτῃ μέχρι τινὸς εἰσαγωγῆς τὰ τοιαῦτα, τοῦ νουθετῆσαι χάριν τοὺς ἑτέρως μὴ δυναμένους σωφρονίζεσθαι."],["53","τῶν γὰρ ἐν ταῖς προστάξεσι καὶ ἀπαγορεύσεσι νόμων, οἳ δὴ κυρίως εἰσὶ νόμοι, δύο τὰ ἀνωτάτω πρόκειται κεφάλαια περὶ τοῦ αἰτίου, ἓν μὲν ὅτι „οὐχ ὡς ἄνθρωπος ὁ θεός “(Num. 23, 19), ἕτερον δὲ ὅτι ὡς ἄνθρωπος."],["54","ἀλλὰ τὸ μὲν πρότερον ἀληθείᾳ βεβαιοτάτῃ πεπίστωται, τὸ δ’ ὕστερον πρὸς τὴν τῶν πολλῶν διδασκαλίαν εἰσάγεται· παρὸ καὶ λέγεται ἐπ’ αὐτοῦ· „ὡς ἄνθρωπος παιδεύσει τὸν υἱὸν αὐτοῦ “(Deut. 1, 31)· ὥστε παιδείας ἕνεκα καὶ νουθεσίας, ἀλλ’ οὐχὶ τῷ πεφυκέναι τοιοῦτον εἶναι λέλεκται."],["55","τῶν γὰρ ἀνθρώπων οἱ μὲν ψυχῆς, οἱ δὲ σώματος γεγόνασι φίλοι· οἱ μὲν οὖν ψυχῆς ἑταῖροι νοηταῖς καὶ ἀσωμάτοις φύσεσιν ἐνομιλεῖν δυνάμενοι οὐδεμιᾷ τῶν γεγονότων ἰδέᾳ παραβάλλουσι τὸ ὄν, ἀλλ’ ἐκβιβάσαντες αὐτὸ πάσης ποιότητος— ἓν γάρ τι τῶν εἰς τὴν μακαριότητα αὐτοῦ καὶ τὴν ἄκραν εὐδαιμονίαν ἦν τὸ ψιλὴν ἄνευ χαρακτῆρος τὴν ὕπαρξιν καταλαμβάνεσθαι— τὴν κατὰ τὸ εἶναι φαντασίαν μόνην ἐνεδέξαντο μὴ μορφώσαντες αὐτό."],["56","οἱ δὲ συμβάσεις καὶ σπονδὰς πρὸς σῶμα θέμενοι, ἀδυνατοῦντες ἀπαμφιάσασθαι τὸ σαρκῶν περίβλημα καὶ μόνην καὶ καθ’ ἑαυτὴν ἀπροσδεᾶ καὶ ἁπλῆν φύσιν ἰδεῖν ἀμιγῆ καὶ ἀσύγκριτον, οἷα περὶ ἑαυτῶν τοιαῦτα καὶ περὶ τοῦ πάντων αἰτίου διενοήθησαν, οὐ λογισάμενοι ὅτι τῷ μὲν ἐκ πλειόνων συνόδου δυνάμεων γενομένῳ πλειόνων ἔδει μερῶν πρὸς τὴν τῶν καθ’ ἕκαστον χρειῶν ὑπηρεσίαν, ὁ δὲ θεὸς ἅτε ἀγένητος ὢν καὶ τὰ ἄλλα ἀγαγὼν εἰς γένεσιν οὐδενὸς ἐδεήθη τῶν τοῖς γεννήμασι προσόντων· ἐπεὶ καὶ τί φῶμεν;"],["57","εἰ κέχρηται τοῖς ὀργανικοῖς μέρεσι, βάσεις μὲν ἔχει τοῦ προέρχεσθαι χάριν— βαδιεῖται δὲ ποῖ πεπληρωκὼς τὰ πάντα; καὶ πρὸς τίνα μηδενὸς ὄντος ἰσοτίμου; καὶ ἕνεκα τοῦ; οὐ γὰρ ὑγείας φροντίζων ὥσπερ καὶ ἡμεῖς— καὶ χεῖρας μέντοι πρὸς τὸ λαβεῖν τε καὶ δοῦναι· λαμβάνει μὲν δὴ παρ’ οὐδενὸς οὐδέν— πρὸς γὰρ τῷ ἀνεπιδεεῖ καὶ τὰ σύμπαντα ἔχει κτήματα—, δίδωσι δὲ λόγῳ χρώμενος ὑπηρέτῃ δωρεῶν, ᾧ καὶ τὸν κόσμον εἰργάζετο."],["58","ὀφθαλμῶν γε μὴν οὐκ ἐδεῖτο, οἷς ἄνευ φωτὸς αἰσθητοῦ κατάληψις οὐ γίνεται· τὸ δὲ αἰσθητὸν φῶς γενητόν, ἑώρα δὲ ὁ θεὸς καὶ πρὸ γενέσεως φωτὶ χρώμενος ἑαυτῷ. τί δὲ δεῖ λέγειν περὶ τῶν τῆς τροφῆς ὀργάνων;"],["59","εἰ γὰρ ταῦτ’ ἔχει, καὶ τρέφεται καὶ πληρωθεὶς μὲν ἀποπατεῖ, παυσάμενος δὲ δεῖται πάλιν, καὶ τἄλλα ὅσα τούτοις ἀκόλουθα οὐκ ἂν εἴποιμι· ἀσεβῶν αὗται μυθοποιίαι λόγῳ μὲν ἀνθρωπόμορφον ἔργῳ δὲ ἀνθρωποπαθὲς"],["60","εἰσαγόντων τὸ θεῖον. τίνος οὖν ἕνεκα Μωυσῆς βάσεις, χεῖρας, εἰσόδους, ἐξόδους φησὶν εἶναι μερὶ τὸ ἀγένητον, τίνος δὲ χάριν ὅπλισιν τὴν πρὸς ἐχθρῶν ἄμυναν; ξιφηφοροῦντα γὰρ εἰσάγει καὶ βέλεσι χρώμενον καὶ πνεύμασι καὶ φθοροποιῷ πυρί— καταιγίδα καὶ κεραυνὸν ἑτέροις ὀνόμασι ταῦτα ποιηταὶ προσαγορεύοντες ὅπλα τοῦ αἰτίου φασὶν εἶναι—, πρὸς δὲ ἔτι ζῆλον, θυμόν, ὀργάς, ὅσα τούτοις ὅμοια ἀνθρωπολογῶν διεξέρχεται;"],["61","ἀλλὰ τοῖς πυνθανομένοις ἀποκρίνεται· ὦ οὗτοι, τῷ ἄριστα νομοθετήσοντι τέλος ἓν δεῖ προκεῖσθαι, πάντας ὠφελῆσαι τοὺς ἐντυγχάνοντας. οἱ μὲν οὖν εὐμοίρου φύσεως λαχόντες καὶ ἀγωγῆς ἐν πᾶσιν ἀνυπαιτίου, τὴν μετὰ ταῦθ’ ὁδὸν τοῦ βίου λεωφόρον καὶ εὐθεῖαν εὑρίσκοντες, ἀληθείᾳ συνοδοιπόρῳ χρῶνται, παρ’ ἧς μυηθέντες τὰ περὶ τοῦ ὄντος ἀψευδῆ μυστήρια τῶν γενέσεως οὐδὲν προσαναπλάττουσιν αὐτῷ."],["62","τούτοις οἰκειότατον πρόκειται κεφάλαιον ἐν τοῖς ἱεροφαντηθεῖσι χρησμοῖς, ὅτι „οὐχ ὡς ἄνθρωπος ὁ θεός “, ἀλλ’ οὐδ’ ὡς οὐρανὸς οὐδ’ ὡς κόσμος· ποιὰ γὰρ εἴδη ταῦτά γε καὶ εἰς αἴσθησιν ἐρχόμενα, ὁ δ’ ἄρα οὐδὲ τῷ νῷ καταληπτὸς ὅτι μὴ κατὰ τὸ εἶναι μόνον· ὕπαρξις γὰρ ἔσθ’ ἣν καταλαμβάνομεν αὐτοῦ, τῶν δέ γε χωρὶς ὑπάρξεως οὐδέν."],["63","οἱ δέ γε νωθεστέρᾳ μὲν καὶ ἀμβλείᾳ κεχρημένοι τῇ φύσει, περὶ δὲ τὰς ἐν παισὶ τροφὰς πλημμεληθέντες, ὀξὺ καθορᾶν ἀδυνατοῦντες ἰατρῶν δέονται νουθετητῶν, οἳ πρὸς τὸ παρὸν πάθος τὴν οἰκείαν ἐπινοήσουσι θεραπείαν·"],["64","ἐπεὶ καὶ ἀναγώγοις καὶ ἄφροσιν οἰκέταις φοβερὸς δεσπότης ὠφέλιμος, τὰς γὰρ ἐπανατάσεις καὶ ἀπειλὰς αὐτοῦ δεδιότες ἄκοντες φόβῳ νουθετοῦνται. μανθανέτωσαν οὖν πάντες οἱ τοιοῦτοι τὰ ψευδῆ, δι’ ὧν ὠφεληθήσονται, εἰ μὴ δύνανται δι’ ἀληθείας σωφρονίζεσθαι."],["65","καὶ γὰρ τοῖς τὰ σώματα κάμνουσιν ἐπισφαλῶς οἱ δοκιμώτατοι τῶν ἰατρῶν τἀληθῆ λαλεῖν οὐχ ὑπομένουσιν εἰδότες ἀθυμοτέρους μὲν ἐκ τούτου γενησομένους καὶ οὐ ῥωσθησομένην τὴν νόσον, ἐκ δὲ τῆς τῶν ἐναντίων παρηγορίας πραότερον τὰ ἐν χερσὶν οἴσοντας καὶ τὸ ἀρρώστημα λωφῆσον."],["66","τίς γὰρ ἂν τῶν εὖ φρονούντων εἴποι τῷ θεραπευομένῳ· ὦ οὗτος, τετμήσῃ, κεκαύσῃ, ἀκρωτηριασθήσῃ, κἂν εἰ μέλλοι ταῦτ’ ἐξ ἀνάγκης ὑπομένειν; οὐδεὶς ἐρεῖ. προαναπεσὼν γὰρ τὴν γνώμην ἐκεῖνος καὶ νόσον ἑτέραν τῆς ψυχῆς ἀργαλεωτέραν τῆς προϋπούσης τοῦ σώματος προσλαβὼν ἀπερεῖ πρὸς τὴν θεραπείαν ἄσμενος, ἐκ δὲ τοῦ τὰ ἐναντία ἀπάτῃ τοῦ θεραπεύοντος προσδοκῆσαι τλητικῶς πάνθ’ ὑποστήσεται, κἂν ἀλγεινότατα ᾖ τὰ σῴζοντα."],["67","γενόμενος οὖν τῶν τῆς ψυχῆς παθῶν καὶ νοσημάτων ἄριστος ἰατρὸς ὁ νομοθέτης ἓν ἔργον καὶ τέλος προὔθετο, αὐταῖς ῥίζαις τὰς τῆς διανοίας νόσους ἐκτεμεῖν, ἵνα μή τις ὑπολειφθεῖσα βλάστην ἀρρωστήματος ἐνέγκῃ δυσιάτου."],["68","τοῦτον δὴ τὸν τρόπον ἤλπισεν ἐκκόψαι δυνήσεσθαι, εἰ χρώμενον ἀπειλαῖς καὶ ἀγανακτήσεσι καὶ ἀπαραιτήτοις ὀργαῖς, ἔτι δὲ ἀμυντηρίοις ὅπλοις πρὸς τὰς κατὰ τῶν ἀδικούντων ἐπεξόδους εἰσαγάγοι τὸ αἴτιον· μόνως γὰρ οὕτως ὁ ἄφρων νουθετεῖται."],["69","παρό μοι δοκεῖ τοῖς προειρημένοις δυσὶ κεφαλαίοις, τῷ τε „ὡς ἄνθρωπος “καὶ τῷ „οὐχ ὡς ἄνθρωπος ὁ θεὸς “ἕτερα δύο συνυφῆναι ἀκόλουθα καὶ συγγενῆ, φόβον τε καὶ ἀγάπην· τὰς γὰρ διὰ τῶν νόμων εἰς εὐσέβειαν ὁρῶ παρακελεύσεις ἁπάσας ἀναφερομένας ἢ πρὸς τὸ ἀγαπᾶν ἢ πρὸς τὸ φοβεῖσθαι τὸν ὄντα. τοῖς μὲν οὖν μήτε μέρος μήτε πάθος ἀνθρώπου περὶ τὸ ὂν νομίζουσιν, ἀλλὰ θεοπρεπῶς αὐτὸ δι’ αὐτὸ μόνον τιμῶσι τὸ ἀγαπᾶν οἰκειότατον, φοβεῖσθαι δὲ τοῖς ἑτέροις."],["70","Ἃ μὲν οὖν προκαταστήσασθαι τῆς ζητήσεως ἁρμόττον ἦν, τοιαῦτά ἐστιν. ἐπανιτέον δὲ ἐπὶ τὴν ἐξ ἀρχῆς σκέψιν, καθ’ ἣν ἠποροῦμεν, τίνα ὑπογράφει νοῦν τὸ „ἐθυμώθην ὅτι ἐποίησα αὐτούς “. ἴσως οὖν τοιοῦτόν τι βούλεται παραστῆσαι, ὅτι οἱ μὲν φαῦλοι θυμῷ γεγόνασι θεοῦ, οἱ δ’ ἀγαθοὶ χάριτι. καὶ γὰρ ἑξῆς φησι· „Νῶε δὲ εὗρε χάριν “(Gen. 6, 8)."],["71","τὸ δὲ κυριολογούμενον ἐπ’ ἀνθρώπων πάθος ὁ θυμὸς εὐθυβόλως εἴρηται τροπικώτερον ἐπὶ τοῦ ὄντος εἰς τὴν ἀναγκαιοτάτου πράγματος δήλωσιν, ὅτι πάνθ’ ὅσα δι’ ὀργὴν ἢ φόβον ἢ λύπην ἢ ἡδονὴν ἤ τι τῶν ἄλλων παθῶν πράττομεν, ὑπαίτια καὶ ἐπίληπτα ὁμολογουμένως ἐστίν, ὅσα δὲ μετ’ ὀρθότητος λόγου καὶ ἐπιστήμης, ἐπαινετά."],["72","ὁρᾷς ὅσῃ καὶ περὶ τὴν προφορὰν κέχρηται προφυλακῇ, „ὅτι ἐθυμώθην, ὅτι ἐποίησα αὐτοὺς “εἰπών, ἀλλ’ οὐ κατ’ ἀναστροφήν· διότι ἐποίησα αὐτούς, ἐθυμώθην. τοῦτο μὲν γὰρ μετανοοῦντος ἦν, ὅπερ ἡ τὰ πάντα προμηθουμένη θεοῦ φύσις οὐκ ἀνέχεται, ἐκεῖνο δὲ δόγμα συνεκτικώτατον εἰσηγουμένου, ὅτι πηγὴ μὲν ἁμαρτημάτων θυμός, λογισμὸς δὲ κατορθωμάτων."],["73","μεμνημένος δὲ τῆς περὶ πάντα τελείας ἀγαθότητος ἑαυτοῦ ὁ θεός, κἂν τὸ σύμπαν ἀνθρώπων πλῆθος ἐξ ἑαυτοῦ δι’ ὑπερβολὰς ἁμαρτημάτων περιπίπτῃ, τὴν δεξιὰν καὶ σωτήριον χεῖρα ὀρέγων ὑπολαμβάνει καὶ ἐξανίστησιν οὐκ ἐῶν εἰσάπαν φθαρῆναι καὶ ἀφανισθῆναι τὸ γένος."],["74","διὸ νῦν φησι τὸν Νῶε χάριν εὑρεῖν παρ’ αὐτῷ, ὅτε οἱ ἄλλοι φανέντες ἀχάριστοι τίνειν μέλλουσι δίκας, ἵνα τὸν σωτήριον ἔλεον ἀνακεράσηται τῇ κατὰ ἁμαρτανόντων κρίσει· καθάπερ καὶ ὁ ὑμνῳδὸς εἶπέ που· „ἔλεον καὶ κρίσιν ᾄσομαί σοι “(Psalm. 100, 1)·"],["75","εἰ γὰρ βουληθείη ὁ θεὸς δικάσαι τῷ θνητῷ γένει χωρὶς ἐλέου, τὴν καταδικάζουσαν ψῆφον οἴσει μηδενὸς ἀνθρώπων τὸν ἀπὸ γενέσεως ἄχρι τελευτῆς βίον ἄπταιστον ἐξ ἑαυτοῦ δραμόντος, ἀλλὰ τὸ μὲν ἑκουσίοις, τὸ δὲ ἀκουσίοις χρησαμένου τοῖς ἐν ποσὶν ὀλισθήμασιν."],["76","ἵν’ οὖν ὑπάρχῃ τὸ γένος, κἂν πολλὰ τῶν εἰδικῶν βύθια χωρῇ, τὸν ἔλεον ἀνακίρνησιν, ᾧ πρὸς εὐεργεσίας καὶ τῶν ἀναξίων χρῆται, καὶ οὐ μόνον δικάσας ἐλεεῖ, ἀλλὰ καὶ ἐλεήσας δικάζει· πρεσβύτερος γὰρ δίκης ὁ ἔλεος παρ’ αὐτῷ ἐστιν ἅτε τὸν κολάσεως ἄξιον οὐ μετὰ τὴν δίκην, ἀλλὰ πρὸ δίκης εἰδότι."],["77","διὰ τοῦτο ἐν ἑτέροις εἴρηται· „ποτήριον ἐν χειρὶ κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος “(Psalm. 74, 9)· καίτοι τό γε κεκραμένον οὐκ ἄκρατον. ἀλλ’ ἔχει λόγον ταῦτα φυσικώτατον καὶ τοῖς προειρημένοις ἀκόλουθον· ὁ γὰρ θεὸς ταῖς δυνάμεσι πρὸς μὲν ἑαυτὸν ἀκράτοις χρῆται, κεκραμέναις δὲ πρὸς γένεσιν· τὰς γὰρ ἀμιγεῖς θνητὴν ἀμήχανον φύσιν χωρῆσαι."],["78","ἢ νομίζεις ἄκρατον μὲν τὴν ἡλίου φλόγα μὴ δύνασθαι θεαθῆναι— σβεσθήσεται γὰρ πρότερον ἡ ὄψις μαρμαρυγαῖς τῶν ἀκτίνων ἀμυδρωθεῖσα ἢ προσβάλλουσα καταλήψεται· καίτοι καὶ ἥλιος ἓν ἦν ἔργον θεοῦ, μοῖρα οὐρανοῦ, πίλημα αἰθέριον—, τὰς δὲ ἀγενήτους ἄρα δυνάμεις ἐκείνας, αἳ περὶ αὐτὸν οὖσαι λαμπρότατον φῶς ἀπαστράπτουσιν, ἀκράτους περινοῆσαι δύνασθαι;"],["79","ὥσπερ οὖν τὰς ἡλιακὰς ἀκτῖνας ἔτεινε μὲν ἀπ’ οὐρανοῦ μέχρι τερμάτων γῆς τὸ σφοδρὸν τῆς ἐν αὐταῖς θερμότητος ἀνεὶς καὶ χαλάσας ἀέρι ψυχρῷ— τοῦτο γὰρ αὐταῖς ἀνεκεράσατο, ὅπως τὸ αὐγοειδὲς ἀπὸ τοῦ φλογώδους πυρὸς ἀνασταλέν, τὴν μὲν τοῦ καίειν μεθειμένον δύναμιν, τὴν δὲ τοῦ φωτίζειν περιέχον τῷ ταμιευομένῳ ἐν ταῖς ὄψεσι συγγενεῖ αὐτοῦ καὶ φίλῳ ὑπαντιάσαν ἀσπάσηται· ἡ γὰρ τούτων ἐξ ἐναντίας εἰς ταὐτὸ σύνοδός τε καὶ δεξίωσις τὴν δι’ ὁράσεως ἀντίληψιν ἐργάζεται—, οὕτως ἐπιστήμην θεοῦ καὶ σοφίαν καὶ φρόνησιν καὶ δικαιοσύνην καὶ τῶν ἄλλων ἑκάστην ἀρετῶν τίς ἂν ἀκραιφνῆ δέξασθαι δύναιτο θνητὸς ὤν; ἀλλ’ οὐδ’ ὁ σύμπας οὐρανός τε καὶ κόσμος."],["80","εἰδὼς τοίνυν ὁ δημιουργὸς τὰς περὶ αὑτὸν ἐν ἅπασι τοῖς ἀρίστοις ὑπερβολὰς καὶ τὴν τῶν γεγονότων, εἰ καὶ σφόδρα μεγαλαυχοῖεν, φυσικὴν ἀσθένειαν οὔτε εὐεργετεῖν οὔτε κολάζειν ὡς δύναται βούλεται, ἀλλ’ ὡς ἔχοντας ὁρᾷ δυνάμεως τοὺς ἑκατέρου μεθέξοντας."],["81","εἰ δὴ τοῦ ἀνειμένου καὶ μεσότητας ἔχοντος τῶν δυνάμεων αὐτοῦ κράματος ἐμπιεῖν καὶ ἀπολαῦσαι δυνηθείημεν, ἀποχρῶσαν ἂν εὐφροσύνην καρπωσαίμεθα, ἧς τελειοτέραν μὴ ζητείτω λαβεῖν τὸ ἀνθρώπων γένος· ἐδείχθησαν γὰρ αἱ ἀμιγεῖς καὶ ἄκρατοι καὶ τῷ ὄντι ἀκρότητες περὶ τὸ ὂν μόνον ὑπάρχουσαι."],["82","τοῖς δ’ εἰρημένοις ὅμοιόν ἐστι καὶ τὸ ἑτέρωθι λεχθὲν „ἅπαξ κύριος ἐλάλησε, δύο ταῦτα ἤκουσα “(Psalm. 61, 12). τὸ μὲν γὰρ ἅπαξ ἔοικε τῷ ἀκράτῳ— καὶ γὰρ τὸ ἄκρατον μονὰς καὶ ἡ μονὰς ἄκρατον—, τὸ δὲ δὶς τῷ κεκραμένῳ· τὸ γὰρ κεκραμένον οὐχ ἁπλοῦν ἅτε καὶ σύγκρισιν καὶ διάκρισιν ἐπιδεχόμενον."],["83","μονάδας μὲν οὖν ἀκράτους ὁ θεὸς λαλεῖ· οὐ γάρ ἐστιν ὁ λόγος αὐτῷ γεγωνὸς ἀέρος πλῆξις ἀναμιγνύμενος ἄλλῳ τὸ παράπαν οὐδενί, ἀλλὰ ἀσώματός τε καὶ γυμνός, ἀδιαφορῶν μονάδος."],["84","ἀκούομεν δ’ ἡμεῖς δυάδι· τὸ γὰρ ἀφ’ ἡγεμονικοῦ πνεῦμα διὰ τραχείας ἀναπεμπόμενον ἀρτηρίας τυποῦται μὲν ἐν στόματι ὥσπερ ὑπὸ δημιουργοῦ τινος γλώττης, φερόμενον δ’ ἔξω καὶ ἀναμιχθὲν ἀέρι συγγενεῖ καὶ πλῆξαν αὐτὸν τὴν δυάδος κρᾶσιν ἁρμονίως ἀποτελεῖ· τὸ γὰρ συνηχοῦν ἐκ φθόγγων διαφερόντων δυάδι μεριστῇ τὸ πρῶτον ἁρμόζεται ὀξὺν καὶ βαρὺν τόνον ἐχούσῃ."],["85","παγκάλως οὖν τῷ πλήθει τῶν ἀδίκων λογισμῶν ἀντέθηκεν ἕνα τὸν δίκαιον, ἀριθμῷ μὲν ἐλάττονα δυνάμει δὲ πλείονα, ἵνα μὴ ταλαντεῦσαν ὥσπερ ἐπὶ πλάστιγγος βρίσῃ τὸ χεῖρον, ἀλλὰ κράτει τῆς ἐναντίας πρὸς τὸ βέλτιον ῥοπῆς ἀνακουφισθὲν ἀσθενήσῃ."],["86","Τί δέ ἐστι τὸ „Νῶε εὗρε χάριν ἐναντίον κυρίου τοῦ θεοῦ “(Gen. 6, 8), συνεπισκεψώμεθα· τῶν εὑρισκόντων οἱ μὲν ἃ πρότερον ἔχοντες ἀπέβαλον αὖθις εὑρίσκουσιν, οἱ δὲ ἃ μὴ πάλαι νῦν δὲ πρῶτον περιεποιήσαντο. τουτὶ μὲν οὖν τὸ ἔργον εὕρεσιν, ἐκεῖνο δὲ ἀνεύρεσιν οἱ ζητητικοὶ τῶν κυρίων ὀνομάτων καλεῖν εἰώθασι."],["87","τοῦ μὲν οὖν προτέρου παράδειγμα ἐναργέστατον τὰ περὶ τῆς μεγάλης εὐχῆς (Num. 6, 2.) διατεταγμένα. ἔστι δὲ εὐχὴ μὲν αἴτησις ἀγαθῶν παρὰ θεοῦ, μεγάλη δὲ εὐχὴ τὸν θεὸν αἴτιον ἀγαθῶν αὐτὸν ἀφ’ ἑαυτοῦ νομίζειν μηδενὸς ἑτέρου τῶν εἰς τὸ δοκεῖν ὠφελεῖν συνεργοῦντος, μὴ γῆς ὡς καρποτόκου, μὴ ὑετῶν ὡς σπέρματα καὶ φυτὰ συναυξόντων, μὴ ἀέρος ὡς τρέφειν ἱκανοῦ, μὴ γεωργίας ὡς φορᾶς αἰτίας, μὴ ἰατρικῆς ὡς ὑγείας, μὴ γάμου ὡς γενέσεως παίδων."],["88","πάντα γὰρ ταῦτα δυνάμει θεοῦ μεταβολὰς δέχεται καὶ τροπάς, ὡς τἀναντία πολλάκις τοῖς ἐξ ἔθους ἀποτελεῖν. τοῦτον οὖν φησι Μωυσῆς „ἅγιον “εἶναι, „τρέφοντα κόμην τρίχα κεφαλῆς “(ibid. 5), ὅπερ ἦν τὰς ἐν τῷ ἡγεμονικῷ τῶν ἀρετῆς δογμάτων κεφαλαιώδεις ἀνατολὰς συναύξοντα καὶ τρόπον τινὰ κομῶντα καὶ σεμνυνόμενον ἐπ’ αὐταῖς."],["89","ἀλλ’ ἔστιν ὅτε ἀπέβαλεν αὐτὰς αἰφνίδιον κατασκήψαντος οἷά τινος τυφῶνος εἰς τὴν ψυχὴν καὶ τὰ καλὰ πάντα αὐτῆς ἐξαρπάσαντος· ὁ δὲ τυφὼν οὗτος τροπή τίς ἐστιν ἀκούσιος παραχρῆμα τὸν νοῦν μιαίνουσα, ἣν καλεῖ θάνατον (ibid. 9)."],["90","ἀλλ’ ὅμως ἀποβαλὼν αὖθις καὶ καθαρθεὶς ἀναλαμβάνει καὶ ἀναμιμνῄσκεται ὧν τέως ἐπελέληστο, καὶ ἅπερ ἀπέβαλεν εὑρίσκει, ὡς τὰς προτέρας τῆς τροπῆς ἡμέρας ἀλόγους ἐξετάζεσθαι (ibid. 12), ἢ διότι παράλογον ἡ τροπὴ πρᾶγμα, ἀπᾷδον ὀρθοῦ λόγου καὶ φρονήσεως ἀμέτοχον, ἢ παρόσον οὐκ ἔστιν ἀξία καταριθμεῖσθαι· „τῶν γὰρ τοιούτων “ἔφη τις „οὐ λόγος οὐδ’ ἀριθμός “."],["91","πολλάκις δὲ ἐνετύχομεν τούτοις, ἃ μηδ’ ὄναρ πρότερον εἴδομεν· ὥσπερ γεωπόνον φασί τινες ὑπὲρ τοῦ τι τῶν ἡμέρων δένδρων φυτεῦσαι σκάπτοντα χωρίον θησαυρῷ περιτυχεῖν ἀνελπίστῳ χρησάμενον εὐτυχίᾳ."],["92","ὁ γοῦν ἀσκητὴς πυθομένου τοῦ πατρὸς αὐτοῦ τῆς ἐπιστήμης τὸν τρόπον τοῦτον· \" τί τοῦτο ὃ ταχὺ εὗρες, τέκνον “; ἀποκρίνεται καί φησιν· „ὃ παρέδωκε κύριος ὁ θεὸς ἐναντίον μου “(Gen. 27, 20)· ὅταν γὰρ ὁ θεὸς παραδιδῷ τὰ τῆς ἀιδίου σοφίας θεωρήματα καμάτου χωρὶς καὶ πόνου, ταῦτα ἐξαίφνης οὐ προσδοκήσαντες θησαυρὸν εὐδαιμονίας τελείας εὑρίσκομεν."],["93","συμβαίνει δὲ πολλάκις τοῖς μὲν ἐπιπόνως ζητοῦσιν ἀποτυγχάνειν τοῦ ζητουμένου, τοῖς δ’ ἄνευ φροντίδος ῥᾷστα καὶ ἃ μὴ διενοήθησαν εὑρίσκειν· οἱ μὲν γὰρ νωθέστεροι καὶ βραδεῖς τὰς ψυχὰς ὥσπερ οἱ τὰ ὄμματα πεπηρωμένοι τὸν εἰς τὸ θεωρῆσαί τι τῶν κατ’ ἐπιστήμην πόνον ἴσχουσιν ἀτελῆ, οἱ δὲ φύσεως εὐμοιρίᾳ δίχα ζητήσεως μυρίοις ἐνέτυχον εὐθυβόλῳ καὶ εὐθίκτῳ χρησάμενοι προσβολῇ, ὡς δοκεῖν αὐτοὺς μὲν μὴ σπουδάσαι τοῖς πράγμασιν ἐντυχεῖν, ἐκεῖνα δὲ μεθ’ ὁρμῆς προαπαντήσαντα εἰς ὄψιν ἐλθεῖν ἐπειχθῆναι καὶ τὴν ἀπ’ αὐτῶν ἀκριβεστάτην ἐμποιῆσαι κατάληψιν."],["94","τούτοις ὁ νομοθέτης φησὶ δίδοσθαι „πόλεις μεγάλας καὶ καλάς, ἃς οὐκ ᾠκοδόμησαν, οἰκίας πλήρεις τῶν ἀγαθῶν, ἃς οὐκ ἐνέπλησαν, λάκκους λελατομημένους, οὓς οὐκ ἐξελατόμησαν, ἀμπελῶνας καὶ ἐλαιῶνας, οὓς οὐκ ἐφύτευσαν„ (Deut. 6, 10. 11)."],["95","πόλεις μὲν οὖν καὶ οἰκίας συμβολικῶς τάς τε γενικὰς καὶ τὰς εἰδικὰς ἀρετὰς ὑπογράφει· πόλει μὲν γὰρ ἔοικε τὸ γένος, ὅτι κἀν μείζοσιν ἐξετάζεται περιγραφαῖς καὶ πλειόνων κοινόν ἐστιν, εἶδος δὲ οἰκίᾳ τῷ συνῆχθαί τε μᾶλλον καὶ πεφευγέναι τὴν κοινότητα."],["96","προητοιμασμένοι δὲ λάκκοι τὰ χωρὶς τῶν πόνων τούτοις πρόχειρα ἆθλα, οὐρανίων καὶ ποτίμων δεξαμεναὶ ναμάτων, πρὸς φυλακὴν τῶν προειρημένων ἀρετῶν εὐτρεπεῖς θησαυροί, ἐξ ὧν εὐφροσύνη περιγίνεται ψυχῇ τελεία φῶς τὸ ἀληθείας ἀπαστράπτουσα. τοὺς μὲν οὖν ἀμπελῶνας εὐφροσύνης, τοὺς δ’ ἐλαιῶνας φωτὸς πεποίηται σύμβολον."],["97","εὐδαίμονες μὲν οὖν οὗτοι, παραπλήσιόν τι πάσχοντες τοῖς ἐκ βαθέος ὕπνου διανισταμένοις καὶ τὸν κόσμον ἐξαίφνης ἀπόνως καὶ χωρὶς πραγματείας ὁρῶσιν, ἄθλιοι δὲ οἷς πρὸς ἃ μὴ πεφύκασιν ἀντιφιλονεικεῖν συμβαίνει ἔριδι, ἀργαλεωτάτῃ νόσῳ, ἐπαιρόμενοι."],["98","πρὸς γὰρ τῷ τοῦ τέλους ἀποτυγχάνειν ἔτι μετ’ οὐ μικρᾶς βλάβης μεγάλην αἰσχύνην ὑπομένουσιν, ὥσπερ αἱ πρὸς ἐναντία πνεύματα νῆες ἐνθαλαττεύουσαι· πρὸς γὰρ τῷ μὴ τυγχάνειν ὑποδρόμων ἐφ’ οὓς ἐπείγονται, πολλάκις αὐτοῖς πλωτῆρσι καὶ φορτίοις ἀνατραπεῖσαι λύπην μὲν φίλοις, ἡδονὴν δὲ ἐχθροῖς ἐμπαρέσχον."],["99","λέγει οὖν ὁ νόμος, ὅτι „παραβιασάμενοί τινες ἀνέβησαν ἐπὶ τὸ ὄρος, καὶ ἐξῆλθεν ὁ Ἀμορραῖος ὁ κατοικῶν ἐν τῷ ὄρει ἐκείνῳ, καὶ ἐτίτρωσκεν αὐτούς, ὡς ἂν ποιήσειαν αἱ μέλισσαι, καὶ ἐδίωξεν αὐτοὺς ἀπὸ Σηεὶρ ἕως Ἑρμᾶ “(Deut. 1, 43. 44)·"],["100","ἀνάγκη γὰρ καὶ τοὺς ἀφυῶς ἔχοντας πρὸς τὰς τῶν τεχνῶν ἀναλήψεις, εἴ τι βιαζόμενοι πονοῖντο περὶ αὐτάς, μὴ μόνον σφάλλεσθαι τοῦ τέλους, ἀλλὰ καὶ αἰσχύνην ὀφλεῖν, καὶ τοὺς ἄλλο τι τῶν δεόντων ἀσυγκαταθέτῳ γνώμῃ πράττοντας μὴ ἐθελουσίως βιαζομένους δὲ τὸ παρ’ αὑτοῖς ἑκούσιον μὴ κατορθοῦν, ἀλλὰ πρὸς τοῦ συνειδότος τιτρώσκεσθαί τε καὶ διώκεσθαι."],["101","καὶ τοὺς τὰς ὀλιγοχρημάτους παρακαταθήκας ἀποδιδόντας ἐπὶ θήρᾳ στερήσεως μειζόνων εἴποις ἂν πίστει διαφέρειν, οἳ καὶ ὅτε ἀπέδοσαν πολλὰ τὴν ἔμφυτον ἀπιστίαν ἐβιάσαντο, ὑφ’ ἧς μήποτε παύσαιντο κατακεντούμενοι;"],["102","θεραπείαν δὲ ὅσοι τοῦ μόνου σοφοῦ νόθον ἐπετήδευσαν, ὥσπερ ἐπὶ σκηνῆς ἱεροπρεπεστάτης ἄχρι τοῦ μόνον ἐπιδείξασθαι τοῖς συνεληλυθόσι θεαταῖς προαίρεσιν ἐνδύντες βίου, βωμολοχίαν πρὸ εὐσεβείας ἐν τῇ ψυχῇ φέροντες, οὐχ αὑτοὺς ὥσπερ ἐπὶ τροχοῦ κατατείνουσι καὶ βασανίζουσιν ἀναγκάζοντες ἐπιμορφάζειν ψευδῶς, ἃ πρὸς ἀλήθειαν μὴ πεπόνθασι;"],["103","τοιγάρτοι βραχὺν χρόνον ἐπισκιασθέντες διὰ τῶν δεισιδαιμονίας συμβόλων, ἣ κώλυσις μέν ἐστιν ὁσιότητος, μεγάλη δὲ καὶ τοῖς ἔχουσι καὶ τοῖς συνιοῦσι ζημία, εἶτ’ αὖθις ἀπαμφιασάμενοι τὰ περίαπτα γυμνὴν ἐπιδείκνυνται τὴν ὑπόκρισιν καὶ τότε ὥσπερ οἱ ξενίας ἁλόντες νοθεύονται τῇ μεγίστῃ πόλεων ἀρετῇ μηδὲν προσήκοντας ἑαυτοὺς παρεγγράψαντες. τὸ γὰρ βίαιον ὀλιγοχρόνιον, ὡς καὶ αὐτό που δηλοῖ τοὔνομα παρὰ τὸ βαιὸν εἰρημένον· βαιὸν δὲ τὸ ὀλιγοχρόνιον ἐκάλουν οἱ"],["104","παλαιοί. τί δέ ἐστι τὸ „Νῶε εὗρε χάριν παρὰ κυρίῳ τῷ θεῷ “, διαπορητέον. ἆρ’ οὖν τοιοῦτόν ἐστι τὸ δηλούμενον, ὅτι χάριτος ἔτυχεν, ἢ ὅτι χάριτος ἄξιος ἐνομίσθη; ἀλλὰ τὸ μὲν πρότερον οὐκ εἰκὸς ὑπονοεῖν· τί γὰρ αὐτῷ πλέον δεδώρηται πάντων, ὡς ἔπος εἰπεῖν, ὅσα οὐ συγκέκριται μόνον, ἀλλὰ καὶ στοιχειώδεις ἁπλαῖ φύσεις εἰσί, χάριτος ἠξιωμένων θείας;"],["105","τὸ δ’ ὕστερον ἔχει μέν τινα οὐκ ἀνάρμοστον λόγον, κρίνοντος τοῦ αἰτίου δωρεῶν ἀξίους τοὺς τὸ θεῖον ἐν ἑαυτοῖς νόμισμα, τὸν ἱερώτατον νοῦν, αἰσχροῖς ἐπιτηδεύμασι μὴ διαφθείροντας, ἴσως δὲ οὐκ ἀληθῆ."],["106","πηλίκον γάρ τινα εἰκὸς γενέσθαι τὸν ἄξιον χάριτος κριθησόμενον παρὰ θεῷ; ἐγὼ μὲν γὰρ ἡγοῦμαι μόλις ἂν καὶ σύμπαντα τὸν κόσμον τούτου λαχεῖν· καίτοι τό γε πρῶτον καὶ μέγιστον καὶ τελεώτατον τῶν θείων ἔργων ἐστὶν οὗτος."],["107","μήποτ’ οὖν ἄμεινον ἂν εἴη ἐκδέχεσθαι τοῦτο, ὅτι ζητητικὸς καὶ πολυμαθὴς γενόμενος ὁ ἀστεῖος ἐν οἷς ἅπασιν ἐζήτησε τοῦθ’ εὗρεν ἀληθέστατον, χάριν ὄντα θεοῦ τὰ πάντα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, ἥλιον, ἀστέρας, οὐρανόν, ζῷα καὶ φυτὰ σύμπαντα. κεχάρισται δὲ ὁ θεὸς αὑτῷ μὲν οὐδέν— οὐδὲ γὰρ δεῖται—, κόσμον δὲ κόσμῳ καὶ τὰ μέρη ἑαυτοῖς τε καὶ ἀλλήλοις, ἔτι δὲ τῷ παντί."],["108","οὐδὲν δὲ κρίνας ἄξιον χάριτος ἄφθονα καὶ τῷ ὅλῳ καὶ τοῖς μέρεσι δεδώρηται τὰ ἀγαθά, ἀλλ’ ἀπιδὼν εἰς τὴν ἀίδιον ἀγαθότητα καὶ νομίσας ἐπιβάλλον τῇ μακαρίᾳ καὶ εὐδαίμονι φύσει ἑαυτοῦ τὸ εὐεργετεῖν. ὥστε εἴ τίς μ’ ἔροιτο, τίς αἰτία γενέσεως κόσμου, μαθὼν παρὰ Μωυσέως ἀποκρινοῦμαι, ὅτι ἡ τοῦ ὄντος ἀγαθότης, ἥτις ἐστὶ πρεσβυτάτη τῶν*** χαρίτων οὖσα ἑαυτῇ."],["109","παρατηρητέον δ’ ὅτι τὸν μὲν Νῶέ φησιν εὐαρεστῆσαι ταῖς τοῦ ὄντος δυνάμεσι, κυρίῳ τε καὶ θεῷ (Gen. 6, 8), Μωυσῆν δὲ τῷ δορυφορουμένῳ πρὸς τῶν δυνάμεων καὶ δίχα αὐτῶν κατὰ τὸ εἶναι μόνον νοουμένῳ· λέγεται γὰρ ἐκ προσώπου τοῦ θεοῦ ὅτι „εὕρηκας χάριν παρ’ ἐμοὶ “(Exod. 33, 17) δεικνὺς ἑαυτὸν τὸν ἄνευ παντὸς ἑτέρου."],["110","οὕτως ἄρα τὴν μὲν κατὰ Μωυσῆν ἄκραν σοφίαν ἀξιοῖ χάριτος ὁ ὢν αὐτὸς δι’ ἑαυτοῦ μόνου, τὴν δὲ ἀπεικονισθεῖσαν ἐκ ταύτης δευτέραν καὶ εἰδικωτέραν οὖσαν διὰ τῶν ὑπηκόων δυνάμεων, καθ’ ἃς καὶ κύριος καὶ θεός, ἄρχων τε καὶ εὐεργέτης ἐστίν."],["111","ἕτερος δέ τις φιλοσώματος καὶ φιλοπαθὴς νοῦς πραθεὶς τῇ ἀρχιμαγείρῳ (Gen. 39, 1) τοῦ συγκρίματος ἡμῶν ἡδονῇ καὶ ἐξευνουχισθεὶς τὰ ἄρρενα καὶ γεννητικὰ τῆς ψυχῆς μέρη πάντα, σπάνει κεχρημένος καλῶν ἐπιτηδευμάτων, ἀκοὴν παραδέξασθαι θείαν ἀδυνατῶν, ἐκκλησίας τῆς ἱερᾶς ἀπεσχοινισμένος (Deut. 23, 1), ἐν ᾗ [σύλλογοι καὶ] λόγοι περὶ ἀρετῆς ἀεὶ μελετῶνται, εἰς μὲν τὸ δεσμωτήριον τῶν παθῶν εἰσάγεται, χάριν δὲ εὑρίσκει τὴν ἀτιμίας ἀδοξοτέραν παρὰ τῷ ἀρχιδεσμοφύλακι (Gen. 39, 20. 21)."],["112","δεσμῶται μὲν γὰρ κυρίως εἰσὶν οὐχ οὓς ἐν δικαστηρίῳ καταδικασθέντας ὑπὸ κλήρῳ ἀρχόντων ἢ καὶ χειροτονηθέντων δικαστῶν ἀπάγουσί τινες εἰς ἀποδεδειγμένον χῶρον κακούργων, ἀλλ’ ὧν ἡ φύσις κατεδίκασε ψυχῆς τρόπων, οἵτινες ἀφροσύνης καὶ ἀκολασίας καὶ δειλίας καὶ ἀδικίας καὶ ἀσεβείας καὶ ἄλλων ἀμυθήτων κηρῶν γέμουσιν."],["113","ὁ δὲ ἐπίτροπος καὶ φύλαξ καὶ ταμίας τούτων, ὁ ἡγεμὼν τοῦ δεσμωτηρίου, σύστημα καὶ συμφόρημα κακιῶν ἀθρόων καὶ ποικίλων εἰς ἓν εἶδος συνυφασμένων ἐστίν, ᾧ τὸ εὐαρεστῆσαι μεγίστη ζημία· ἣν οὐχ ὁρῶντες ἔνιοι, ἀπατώμενοι δὲ περὶ τὸ βλάπτον ὡς ὠφελοῦν, προσίασί τε αὐτῷ μάλα γεγηθότες καὶ δορυφοροῦσιν, ἵν’ ὕπαρχοι καὶ διάδοχοι φυλακῆς ἁμαρτημάτων ἀκουσίων τε καὶ ἑκουσίων πιστοὶ κριθέντες γένωνται."],["114","ἀλλὰ σύ γε, ὦ ψυχή, τὴν δεσποτείαν καὶ ἡγεμονίαν ταύτην ἀργαλεωτέραν τῆς ἐπαχθοῦς δουλείας νομίσασα, μάλιστα μὲν ἀδέσμῳ καὶ λελυμένῃ καὶ ἐλευθέρᾳ χρῆσαι προαιρέσει τοῦ βίου·"],["115","ἂν δ’ ἄρα ἀγκιστρευθῇς ὑπὸ πάθους, δεσμῶτις μᾶλλον ἢ εἱρκτοφύλαξ ὑπόμεινον γενέσθαι· κακωθεῖσα μὲν γὰρ καὶ στενάξασα ἔλεον εὑρήσεις, σπουδαρχίαις δὲ καὶ λιμοδοξίαις ὑποβαλοῦσα σαυτὴν ἡδὺ κακὸν τὸ εἱρκτοφυλακεῖν καὶ μέγιστον ἀναδέξῃ, ὑφ’ οὗ γενήσῃ πάντα ἀγώγιμος τὸν αἰῶνα."],["116","τὰς μὲν οὖν παρὰ τοῖς ἀρχιδεσμοφύλαξιν εὐαρεστήσεις ἀνὰ κράτος ἀπόθου, τῶν δὲ παρὰ τῷ αἰτίῳ διαφερόντως μετὰ σπουδῆς τῆς ἁπάσης ἐφίεσο. ἐὰν δ’ ἄρα ἀδυνατῇς— ὑπερβάλλον γὰρ τὸ τοῦ ἀξιώματος μέγεθος—, ἴθι ἀμεταστρεπτὶ πρὸς τὰς δυνάμεις αὐτοῦ καὶ τούτων ἱκέτις γενοῦ, μέχρις ἂν ἀποδεξάμεναι τὸ συνεχὲς καὶ γνήσιον τῆς θεραπείας ἐν τῇ τῶν εὐαρεστησάντων αὐταῖς κατατάξωσι χώρᾳ, καθάπερ καὶ τὸν Νῶε, οὗ τῶν ἐγγόνων θαυμαστότατον καὶ καινότατον πεποίηται τὸν κατάλογον·"],["117","φησὶ γάρ· „αὗται αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ θεῷ εὐηρέστησε Νῶε “(Gen. 6, 9). τὰ μὲν γὰρ τοῦ συγκρίματος γεννήματα πέφυκεν εἶναι καὶ αὐτὰ συγκρίματα· ἵπποι γὰρ ἵππους καὶ λέοντες λέοντας καὶ βόες ταύρους, ὁμοίως δὲ καὶ ἄνθρωποι ἀνθρώπους ἐξ ἀνάγκης γεννῶσι·"],["118","διανοίας δὲ ἀγαθῆς οὐ τὰ τοιαῦτα οἰκεῖα ἔγγονα, ἀλλ’ αἱ προειρημέναι ἀρεταί, τὸ ἄνθρωπον εἶναι, τὸ δίκαιον εἶναι, τὸ τέλειον εἶναι, τὸ θεῷ εὐαρεστῆσαι· ὅπερ ἐπειδὴ καὶ τελεώτατον ἦν καὶ ὅρος τῆς ἄκρας εὐδαιμονίας, ἐφ’ ἅπασιν εἴρηται."],["119","γένεσις δὲ ἡ μὲν ἀγωγὴ καὶ ὁδός τίς ἐστιν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι— ταύτῃ φυτά τε καὶ ζῷα ἐξ ἀνάγκης ἀεὶ χρῆσθαι πέφυκεν—, ἑτέρα δ’ ἐστὶν ἡ ἐκ βελτίονος γένους εἰς ἔλαττον εἶδος μεταβολή, ἧς μέμνηται ὅταν φῇ· „αὗται δὲ αἱ γενέσεις Ἰακώβ· Ἰωσὴφ δέκα ἑπτὰ ἐτῶν ἦν ποιμαίνων μετὰ τῶν ἀδελφῶν τὰ πρόβατα, ὢν νέος, μετὰ τῶν υἱῶν Βαλλᾶς καὶ μετὰ τῶν υἱῶν Ζελφᾶς τῶν γυναικῶν πατρὸς αὐτοῦ “(Gen. 37, 2)·"],["120","ὅταν γὰρ ὁ ἀσκητικὸς καὶ φιλομαθὴς οὗτος λόγος ἀπὸ τῶν θειοτέρων ἐννοημάτων εἰς ἀνθρωπίνας καὶ θνητὰς δόξας καταβιβασθῇ, ὁ τοῦ σώματος καὶ τῶν περὶ αὐτὸ χορευτὴς Ἰωσὴφ εὐθὺς ἀπογεννᾶται, νέος ὢν ἔτι, κἂν μήκει χρόνου πολιὸς γένηται, πρεσβυτέρας οὔτε γνώμης οὔτε ἀκοῆς εἰσάπαν ἐπῃσθημένος, ἣν οἱ Μωυσέως θιασῶται κατασταθέντες κτῆμα καὶ ἀπόλαυσμα ὠφελιμώτατον ἑαυτοῖς τε καὶ τοῖς ἐντυγχάνουσιν εὕραντο."],["121","διὰ τοῦτό μοι δοκεῖ τὸν τύπον αὐτοῦ καὶ τὴν ἀκριβεστάτην τοῦ χαρακτῆρος ἰδέαν βουλόμενος ἐκδηλοτέραν ἐγγράψαι ποιμαίνοντα εἰσάγειν μετὰ γνησίου μὲν οὐδενός, μετὰ δὲ τῶν νόθων ἀδελφῶν, οἳ παλλακίδων ὄντες ἀπὸ τοῦ χείρονος γένους, τοῦ πρὸς γυναικῶν, ἀλλ’ οὐκ ἀπὸ τοῦ κρείττονος, τοῦ πρὸς ἀνδρῶν, χρηματίζουσιν· υἱοὶ γὰρ τῶν γυναικῶν Βαλλᾶς καὶ Ζελφᾶς, ἀλλ’ οὐκ Ἰσραὴλ τοῦ πατρὸς νυνὶ καλοῦνται."],["122","Ζητήσαι δ’ ἄν τις προσηκόντως, τίνος ἕνεκα μετὰ τὴν ἐν ταῖς ἀρεταῖς τοῦ Νῶε τελείωσιν εὐθὺς εἴρηται, ὅτι „ἐφθάρη ἡ γῆ ἐναντίον τοῦ θεοῦ καὶ ἐπλήσθη ἀδικίας “(Gen. 6, 11). ἀλλ’ ἴσως οὐ χαλεπὸν λύσεως εὐπορῆσαι τῷ μὴ σφόδρα παιδείας ἀπείρῳ."],["123","λεκτέον οὖν ὅτι, ἐπειδὰν ἐν ψυχῇ τὸ ἄφθαρτον εἶδος ἀνατείλῃ, τὸ θνητὸν εὐθέως φθείρεται· γένεσις γὰρ τῶν καλῶν θάνατος αἰσχρῶν ἐπιτηδευμάτων ἐστίν, ἐπεὶ καὶ φωτὸς ἐπιλάμψαντος ἀφανίζεται τὸ σκότος. διὰ τοῦτο ἐν τῷ νόμῳ τῆς λέπρας ἀκριβέστατα διείρηται, ὅτι „ἐὰν ἀνατείλῃ χρὼς ζῶν ἐν τῷ λεπρῷ, μιανθήσεται “(Lev. 13, 14. 15)."],["124","καὶ προσεπισφίγγων αὐτὸ τοῦτο καὶ ὥσπερ ἐναποσημαινόμενος ἐπιφέρει „καὶ μιανεῖ ὁ χρὼς ὁ ὑγιής “, ἀντιταττόμενος τῷ εἰκότι καὶ συνήθει· πάντες γὰρ οἱ ἄνθρωποι τὰ νοσοῦντα φθορὰς τῶν ὑγιαινόντων καὶ τὰ νεκρὰ τῶν ζώντων, οὐκ ἔμπαλιν τὰ ὑγιαίνοντα καὶ ζῶντα τῶν ἐναντίων, ἀλλὰ σωτήρια νομίζουσι."],["125","καινότατος δ’ ἐν ἅπασι τὴν σοφίαν ὁ νομοθέτης ὢν καὶ τοῦτο ἴδιον εἰσηγήσατο, διδάσκων ὅτι τὰ ὑγιαίνοντα καὶ ζῶντα τοῦ μὴ καθαρεύειν μιασμάτων αἴτια γίνεται· τὸ γὰρ ὑγιαῖνον καὶ ζῶν ἐν ψυχῇ χρῶμα ὡς ἀληθῶς φαινόμενον ἐπ’ αὐτῆς ἔλεγχός ἐστιν."],["126","οὗτος ὅταν ἀνάσχῃ, κατάλογον ποιεῖται τῶν ἁμαρτημάτων αὐτῆς ἁπάντων, καὶ ὀνειδίζων καὶ δυσωπῶν καὶ ἐπιπλήττων μόλις παύεται· ἡ δ’ ἐλεγχομένη γνωρίζει τὰ καθ’ ἕκαστα, ὧν παρὰ τὸν ὀρθὸν λόγον ἐπετήδευε, καὶ τότε ἄφρονα καὶ ἀκόλαστον καὶ ἄδικον καὶ πλήρη μιασμάτων ἑαυτὴν καταλαμβάνει."],["127","διὸ καὶ παραδοξότατον νόμον ἀναγράφει, ἐν ᾧ τὸν μὲν ἐκ μέρους ὄντα λεπρὸν ἀκάθαρτον, τὸν δὲ ὅλον δι’ ὅλων ἀπὸ ἄκρων ποδῶν ἄχρι κεφαλῆς ἐσχάτης κατεσχημένον τῇ λέπρᾳ καθαρόν φησιν εἶναι (Lev. 13, 11-13), τάχα ἄν τινος τὸ ἐναντίον, ὅπερ εὔλογον ἦν ὑπολαβεῖν, εἰκάσαντος, τὴν μὲν ἐσταλμένην καὶ περί τι βραχὺ τοῦ σώματος λέπραν ἧττον ἀκάθαρτον, τὴν δὲ κεχυμένην, ὡς ἅπαν περιλαβεῖν αὐτό, μᾶλλον."],["128","δηλοῖ δ’, ὡς ἔμοιγε φαίνεται, διὰ συμβόλων τούτων ἀληθέστατον ἐκεῖνο, ὅτι τὰ μὲν ἀκούσια τῶν ἀδικημάτων κἂν ἐπιμήκιστα ὄντα ἀνυπαίτια καὶ καθαρά, τὸ συνειδὸς βαρὺν κατήγορον οὐκ ἔχοντα, τὰ δὲ ἑκούσια, κἂν μὴ ἐπὶ πλεῖστον ἀναχέηται πρὸς τοῦ κατὰ ψυχὴν ἐλεγχόμενα δικαστοῦ, ἀνίερα καὶ μιαρὰ καὶ ἀκάθαρτα δοκιμάζεται."],["129","ἡ μὲν οὖν διφυὴς καὶ δύο ἐξανθοῦσα χρώματα λέπρα τὴν ἑκούσιον ἐμφαίνει κακίαν· ἔχουσα γὰρ ἡ ψυχὴ τὸν ὑγιαίνοντα καὶ ζωτικὸν καὶ ὀρθὸν ἐν ἑαυτῇ λόγον τῷ μὲν οὐ χρῆται ὡς κυβερνήτῃ πρὸς τὴν τῶν καλῶν σωτηρίαν, ἐκδοῦσα δ’ αὑτὴν τοῖς ναυτιλίας ἀπείροις ὅλον τὸ τοῦ βίου δὴ σκάφος ἐν εὐδίᾳ καὶ γαλήνῃ δυνάμενον σῴζεσθαι περιέτρεψεν."],["130","ἡ δ’ εἰς ἓν εἶδος λευκὸν μεταβαλοῦσα τὴν ἀκούσιον διασυνίστησι τροπήν, ἐπειδὰν τὸ λογίζεσθαι ὁ νοῦς ἐκτμηθεὶς ὅλον δι’ ὅλων, μηδενὸς τῶν εἰς τὸ συνιέναι σπέρματος ὑπολειφθέντος, ὥσπερ οἱ ἐν ἀχλύι καὶ σκότῳ βαθεῖ μηδὲν ὁρᾷ τῶν πρακτέων, ἀλλ’ οἷα τυφλὸς ἀπροοράτως πᾶσιν ἐμπίπτων συνεχεῖς ὀλίσθους καὶ πτώματα ἐπάλληλα καὶ ἀκούσια"],["131","ὑπομένῃ. τούτῳ δ’ ὅμοιόν ἐστι καὶ τὸ περὶ τῆς οἰκίας διάταγμα, ἐν ᾗ γίνεσθαι συμβαίνει λέπραν πολλάκις· φησὶ γὰρ ὅτι „ἐὰν γένηται ἁφὴ λέπρας ἐν οἰκίᾳ, ἀφίξεται ὁ κεκτημένος καὶ ἀναγγελεῖ τῷ ἱερεῖ λέγων· ὥσπερ ἁφὴ λέπρας ἑώραταί μοι ἐν τῇ οἰκίᾳ “· εἶτα ἐπιφέρει· „καὶ προστάξει ὁ ἱερεὺς ἀποσκευάσαι τὴν οἰκίαν πρὸ τοῦ εἰσελθόντα τὸν ἱερέα εἰς τὴν οἰκίαν ἰδεῖν, καὶ οὐ γενήσεται ἀκάθαρτα ὅσα ἐν τῇ οἰκίᾳ. καὶ μετὰ ταῦτα εἰσελεύσεται ὁ ἱερεὺς καταμαθεῖν “(Lev. 14, 34— 36)."],["132","οὐκοῦν πρὶν μὲν εἰσελθεῖν τὸν ἱερέα, καθαρὰ τὰ ἐν τῇ οἰκίᾳ, ἀφ’ οὗ δ’ ἂν εἰσέλθῃ, πάντα ἀκάθαρτα· καίτοι τοὐναντίον εἰκὸς ἦν, ἀνδρὸς κεκαθαρμένου καὶ τελείου, ὃς τὰς ὑπὲρ ἁπάντων εὐχὰς ἁγιστείας ἱερουργίας εἴωθε ποιεῖσθαι, παρελθόντος εἴσω βελτιοῦσθαι τὰ ἔνδον καὶ ἐξ ἀκαθάρτων καθαρὰ γίνεσθαι· νυνὶ δὲ οὐδὲ ἐπὶ τῆς αὐτῆς μένει χώρας, τρέπεται δὲ πρὸς μερίδα τὴν χείρω κατὰ τὴν εἴσοδον τὴν τοῦ ἱερέως."],["133","ἀλλὰ ταῦτα μὲν εἰ συνᾴδει τῇ ῥητῇ καὶ προχείρῳ διατάξει, σκέψονται οἷς ἔθος καὶ φίλον· ἡμῖν δὲ ἄντικρυς λεκτέον, ὅτι συνῳδὸν οὕτως οὐδὲν ἄλλο ἄλλῳ, ὡς τὸ εἰσελθόντος τοῦ ἱερέως τὰ κατὰ τὴν οἰκίαν μιαίνεσθαι."],["134","ἕως μὲν γὰρ ὁ θεῖος λόγος εἰς τὴν ψυχὴν ἡμῶν καθάπερ τινὰ ἑστίαν οὐκ ἀφῖκται, πάντα αὐτῆς τὰ ἔργα ἀνυπαίτια· ὁ γὰρ ἐπίτροπος ἢ πατὴρ ἢ διδάσκαλος ἢ ὅ τι ποτὲ χρὴ καλεῖν τὸν ἱερέα, ὑφ’ οὗ νουθετηθῆναι καὶ σωφρονισθῆναι μόνου δυνατόν, μακρὰν ἀφέστηκε. Συγγνώμη δὲ τοῖς δι’ ἀμαθίαν ἀπειρίᾳ τῶν πρακτέων ἁμαρτάνουσιν· οὐδὲ γὰρ ὡς ἁμαρτημάτων αὐτῶν ποιοῦνται κατάληψιν, ἔστι δ’ ὅτε κατορθοῦν ἐν οἷς πταίουσι μεγάλα νομίζουσιν."],["135","ὅταν δὲ εἰσέλθῃ ὁ ἱερεὺς ὄντως ἔλεγχος εἰς ἡμᾶς ὥσπερ φωτός τις αὐγὴ καθαρωτάτη, τηνικαῦτα γνωρίζομεν τὰ ἐναποκείμενα ἡμῶν οὐκ εὐαγῆ τῇ ψυχῇ βουλεύματα καὶ τὰς ἐπιλήπτους καὶ ὑπαιτίους πράξεις, αἷς ἀγνοίᾳ τῶν συμφερόντων ἐνεχειροῦμεν. ταῦτ’ οὖν ἅπαντα ὁ ἱερώμενος ἔλεγχος μιάνας, ἀποσκευασθῆναι καὶ ἀποσυληθῆναι κελεύει, ὅπως αὐτὴν καθαρὰν ἴδῃ τὴν τῆς ψυχῆς οἰκίαν καί, εἴ τινες ἐν αὐτῇ νόσοι γεγόνασιν, ἰάσηται."],["136","μεμίμηται δὲ τοῦτο καὶ ἡ ἐν ταῖς βασιλείαις ἐντυγχάνουσα τῷ προφήτῃ γυνὴ χήρα (III Reg. 17, 10)· χήρα δ’ ἐστίν, οὐχ ἥν φαμεν ἡμεῖς, ὅταν ἀνδρὸς ἐρήμη γένηται, ἀλλὰ τῷ χηρεύειν τῶν φθειρόντων καὶ λυμαινομένων παθῶν τὴν διάνοιαν, ὥσπερ καὶ ἡ παρὰ Μωυσῇ Θάμαρ·"],["137","καὶ γὰρ ταύτῃ προστέτακται χηρευούσῃ καθέζεσθαι ἐν τῷ τοῦ μόνου καὶ σωτῆρος οἴκῳ πατρός (Gen. 38, 11), δι’ ὃν ἀεὶ καταλιποῦσα τὰς τῶν θνητῶν συνουσίας καὶ ὁμιλίας ἠρήμωται μὲν καὶ κεχήρευκεν ἀνθρωπίνων ἡδονῶν, παραδέχεται δὲ θείαν γονὴν καὶ πληρουμένη τῶν ἀρετῆς σπερμάτων κυοφορεῖ καὶ ὠδίνει καλὰς πράξεις· ἃς ὅταν ἀποτέκῃ, τὰ κατὰ τῶν ἀντιπάλων αἴρεται βραβεῖα καὶ νικηφόρος ἀναγράφεται σύμβολον ἐπιφερομένη φοίνικα τῆς νίκης· Θάμαρ γὰρ ἑρμηνεύεται φοῖνιξ."],["138","λέγει δὲ πρὸς τὸν προφήτην πᾶσα διάνοια χήρα καὶ ἐρήμη κακῶν μέλλουσα γίνεσθαι· „ἄνθρωπε τοῦ θεοῦ, εἰσῆλθες πρὸς μὲ ἀναμνῆσαι τὸ ἀδίκημά μου καὶ τὸ ἁμάρτημά μου “(III Reg. 17, 18)· εἰσελθὼν γὰρ εἰς τὴν ψυχὴν ὁ ἔνθους οὗτος καὶ κατεσχημένος ἐξ ἔρωτος ὀλυμπίου καὶ διηρεθισμένος τοῖς τῆς θεοφορήτου μανίας ἀκατασχέτοις οἴστροις μνήμην ἀδικημάτων καὶ ἁμαρτημάτων ἀρχαίων ἐργάζεται, οὐχ ἵνα πάλιν αὐτοῖς χρήσηται, ἀλλ’ ἵνα μέγα στενάξασα καὶ μέγα κλαύσασα τὴν παλαιὰν τροπὴν τὰ μὲν ἐκείνης ἔγγονα μισήσασα ἀποστραφῇ, οἷς δ’ ὑφηγεῖται ὁ ἑρμηνεὺς τοῦ θεοῦ λόγος καὶ προφήτης ἕπηται·"],["139","τοὺς γὰρ προφήτας ἐκάλουν οἱ πρότερον τοτὲ μὲν ἀνθρώπους θεοῦ, τοτὲ δὲ ὁρῶντας (I Reg. 9, 9), κύρια ὀνόματα καὶ ἐμπρεπῆ τῷ ἐπιθειασμῷ καὶ τῇ περιαθρήσει τῶν πραγμάτων ᾗ ἐκέχρηντο τιθέμενοι."],["140","Προσηκόντως οὖν ὁ ἱερώτατος Μωυσῆς τότε φθείρεσθαι τὴν γῆν εἶπεν, ὅτε αἱ τοῦ δικαίου Νῶε ἀρεταὶ διεφάνησαν· „ἦν δὲ “φησί „κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς “(Gen. 6, 12)."],["141","δόξει μέν τισιν ἡ λέξις ἡμαρτῆσθαι καὶ τὸ ἀκόλουθον τοῦ λόγου καὶ τὸ ἄπταιστον οὕτως ἔχειν· ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὑτῆς· ἀνοίκειον γάρ ἐστι θηλυκῷ ὀνόματι, τῇ σαρκί, ἀρρενικὴν ἐπιφέρεσθαι πτῶσιν, τὴν αὐτοῦ."],["142","μήποτε δὲ οὐ περὶ μόνης σαρκός ἐστιν ὁ λόγος τὴν αὑτῆς φθειρούσης ὁδόν, ἵνα εἰκότως ἡμαρτῆσθαι τὰ περὶ τὴν λέξιν δοκῇ, ἀλλὰ περὶ δυεῖν, σαρκός τε τῆς φθειρομένης καὶ ἑτέρου, οὗ τὴν ὁδὸν λυμαίνεσθαί τε καὶ φθείρειν ἐπιχειρεῖ. ὥσθ’ οὕτως ἀποδοτέον· κατέφθειρε πᾶσα σὰρξ τὴν τοῦ αἰωνίου καὶ ἀφθάρτου τελείαν ὁδὸν τὴν πρὸς θεὸν ἄγουσαν."],["143","ταύτην ἴσθι σοφίαν· διὰ γὰρ ταύτης ὁ νοῦς ποδηγετούμενος εὐθείας καὶ λεωφόρου ὑπαρχούσης ἄχρι τῶν τερμάτων ἀφικνεῖται· τὸ δὲ τέρμα τῆς ὁδοῦ γνῶσίς ἐστι καὶ ἐπιστήμη θεοῦ. ταύτην τὴν ἀτραπὸν μισεῖ καὶ προβέβληται καὶ φθείρειν ἐπιχειρεῖ πᾶς ὁ σαρκῶν ἑταῖρος· οὐδενὶ γὰρ οὕτως οὐδὲν ἀντίπαλον ὡς ἐπιστήμη σαρκὸς ἡδονῇ."],["144","βουλομένοις γοῦν ταύτην πορεύεσθαι τὴν ὁδὸν βασιλικὴν οὖσαν τοῖς τοῦ ὁρατικοῦ γένους μετέχουσιν, ὅπερ Ἰσραὴλ κέκληται, διαμάχεται ὁ γήινος Ἐδὼμ— τοῦτο γὰρ διερμηνευθεὶς ὀνομάζεται— μετὰ σπουδῆς καὶ παρασκευῆς τῆς πάσης εἴρξειν ἀπειλῶν τῆς ὁδοῦ καὶ ἀτριβῆ καὶ ἀπόρευτον αὐτὴν κατασκευάσειν εἰσάπαν."],["145","οἱ μὲν οὖν πεμφθέντες πρέσβεις λέγουσι ταῦτα· „παρελευσόμεθα διὰ τῆς γῆς σου· οὐ διελευσόμεθα δι’ ἀγρῶν, οὐ δι’ ἀμπελώνων, οὐ πιόμεθα ὕδωρ λάκκου σου. ὁδῷ βασιλικῇ πορευσόμεθα· οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν παρέλθωμέν σου τὰ ὅρια. ὁ δὲ Ἐδὼμ ἀποκρίνεται φάσκων· οὐ διελεύσῃ δι’ ἐμοῦ· εἰ δὲ μή, ἐν πολέμῳ ἐξελεύσομαί σοι εἰς συνάντησιν. καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ἰσραήλ· παρὰ τὸ ὄρος παρελευσόμεθα. ἐὰν δὲ τοῦ ὕδατός σου πίω ἐγώ τε καὶ τὰ κτήνη, δώσω σοι τιμήν· ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστι, παρὰ τὸ ὄρος παρελευσόμεθα. ὁ δὲ εἶπεν· οὐ διελεύσῃ δι’ ἐμοῦ “(Num. 20, 17— 20)."],["146","τῶν παλαιῶν τινα λόγος ἔχει θεασάμενον ἐσταλμένην πολυτελῆ πομπὴν πρός τινας τῶν γνωρίμων ἀπιδόντα εἰπεῖν· „ὦ ἑταῖροι, ἴδετε ὅσων χρείαν οὐκ ἔχω “, διὰ βραχείας φωνῆς μέγιστον καὶ οὐράνιον ὡς ἀληθῶς ἐπάγγελμα αὐχήσαντα. τί λέγεις;"],["147","τὸν Ὀλυμπιακὸν ἀγῶνα κατὰ τοῦ πλούτου παντὸς ἐστεφάνωσαι καὶ τῶν ἐν αὐτῷ κεκράτηκας οὕτως, ὡς μηδὲν εἰς ἀπόλαυσίν τε καὶ χρῆσιν τῶν ἀπ’ αὐτοῦ παραδέχεσθαι; θαυμάσιος μὲν ὁ λόγος, πολὺ δ’ ἡ γνώμη θαυμασιωτέρα τοσοῦτον πρὸς ἰσχὺν ἐπιδεδωκυῖα, ὡς ἤδη καὶ ἀκονιτὶ δύνασθαι νικᾶν ἀνὰ κράτος."],["148","ἀλλ’ οὐχ ἑνὶ ἀνδρὶ ἔξεστι μόνον αὐχῆσαι παρὰ Μωυσῇ τὰ προτέλεια τῆς σοφίας ἀναδιδαχθέντι, ἀλλὰ καὶ ὅλῳ ἔθνει πολυανθρωποτάτῳ. τεκμήριον δέ· τεθάρρηκε καὶ ἐπιτετόλμηκεν ἡ ἑκάστου ψυχὴ τῶν γνωρίμων αὐτοῦ πρὸς τὸν βασιλέα τῶν φαινομένων ἁπάντων ἀγαθῶν τὸν γήινον Ἐδὼμ— ὄντως γὰρ τὰ τῷ δοκεῖν ἀγαθὰ πάντα γήινα— λέγειν· „ἤδη παρελεύσομαι διὰ τῆς γῆς σου. “"],["149","ὢ ὑπερφυεστάτης καὶ μεγαλοπρεποῦς ὑποσχέσεως. πάντα, εἴπατέ μοι, ὑπερβῆναι παρελθεῖν παραδραμεῖν τὰ φαινόμενα καὶ νομιζόμενα γῆς [ὄντα] ἀγαθὰ δυνήσεσθε; καὶ οὐδὲν ἄρα τὴν εἰς τὸ πρόσω ὑμῶν ὁρμὴν ἀντιβιασάμενον ἐφέξει καὶ στήσει;"],["150","ἀλλὰ τοὺς μὲν τοῦ πλούτου θησαυροὺς ἅπαντας ἑξῆς πλήρεις ἰδόντες ἀποστραφήσεσθε καὶ ἀποκλινεῖτε τὰς ὄψεις, τὰ δὲ τῶν προγόνων ἀξιώματα τῶν πρὸς πατρὸς καὶ μητρὸς καὶ τὰς ᾀδομένας παρὰ τοῖς πολλοῖς εὐγενείας ὑπερκύψετε; δόξαν δὲ, ἧς ἀντικαταλλάττονται πάντα ἄνθρωποι, κατόπιν ὥσπερ τι τῶν ἀτιμοτάτων ἀπολείψετε; τί δέ; ὑγείαν σώματος καὶ αἰσθήσεων ἀκρίβειαν καὶ κάλλος περιμάχητον καὶ ῥώμην ἀνανταγώνιστον καὶ τἄλλα ὅσοις ὁ τῆς ψυχῆς οἶκος ἢ τύμβος ἢ ὁτιοῦν χρὴ καλεῖν κεκόσμηται παραδραμεῖσθε, ὡς μηδὲν αὐτῶν κατατάξαι ἐν τῇ τῶν ἀγαθῶν μερίδι;"],["151","ὀλυμπίου καὶ οὐρανίου ταῦτα ψυχῆς τὰ μεγάλα τολμήματα τὸν μὲν περίγειον χῶρον ἀπολελοιπυίας, ἀνειλκυσμένης δὲ καὶ μετὰ τῶν θείων φύσεων διαιτωμένης· θέας γὰρ ἐμπιπλαμένη τῶν γνησίων καὶ ἀφθάρτων ἀγαθῶν"],["152","εἰκότως τοῖς ἐφημέροις καὶ νόθοις ἀποτάττεται. τί οὖν ὄφελος παρελθεῖν πάντα τὰ θνητῶν θνητὰ ἀγαθά, παρελθεῖν δὲ μὴ σὺν ὀρθῷ λόγῳ, ἀλλ’ ὡς ἔνιοι δι’ ὄκνον ἢ ῥᾳθυμίαν ἢ ἀπειρίαν ἐκείνων; οὐ γὰρ πανταχοῦ πάντα, ἄλλα δὲ παρ’ ἄλλοις τετίμηται."],["153","τούτου χάριν βουλόμενος τὸ μετ’ ὀρθότητος λόγου καταφρονητικοὺς τῶν εἰρημένων γενέσθαι παραστῆσαι τῷ „παρελεύσομαι “προστίθησι τὸ „διὰ τῆς γῆς σου “· τοῦτο γὰρ τὸ ἀναγκαιότατον ἦν, γενομένους ἐν ἀφθόνοις τῶν φαινομένων ἀγαθῶν ὕλαις ἁπάσαις ὑπὸ μηδενὸς τῶν προβληθέντων ὑφ’ ἑκάστης δικτύων ἁλῶναι, πυρὸς μέντοι τὸν τρόπον ἰσχῦσαι ῥύμῃ μιᾷ τὰς ἐπαλλήλους καὶ συνεχεῖς φορὰς διακλάσαι."],["154","διὰ μὲν δὴ τούτων φασὶ „παρελεύσεσθαι “, διὰ δὲ „ἀγρῶν καὶ ἀμπελώνων “οὐκέτι· τὰ γὰρ ἥμερα ἐν ψυχῇ φυτὰ ἡμέρους ἀποτίκτοντα καρπούς, ἀστείους μὲν λόγους, ἐπαινετὰς δὲ πράξεις, ὠγύγιος εὐήθεια παρέρχεσθαι· μένειν γὰρ ἔδει καὶ δρέπεσθαι καὶ ἀπλήστως ἐμφορεῖσθαι· κάλλιστον γὰρ ἡ ἐν ἀρεταῖς τελείαις ἀκόρεστος εὐφροσύνη, ἧς οἱ λεχθέντες ἀμπελῶνες σύμβολα."],["155","οἷς δ’ ὁ θεὸς ἐπινίφει καὶ ἐπομβρεῖ τὰς ἀγαθῶν πηγὰς ἄνωθεν, ἐκ λάκκου πίνομεν καὶ βραχείας [καὶ] κατὰ γῆς λιβάδας ἀναζητοῦμεν, ὕοντος ἡμῖν ἀνεπισχέτως οὐρανοῦ τὴν νέκταρος καὶ ἀμβροσίας τῶν μεμυθευμένων ἀμείνω τροφήν;"],["156","ἔτι δὲ ποτὸν τεθησαυρισμένον ἐξ ἐπιτεχνήσεως ἀνθρώπων ἐξανιμῶντες ὑπόδρομον καὶ καταφυγὴν δυσελπιστίας ἔργον προσιέμεθα, οἷς τὸν ὀλύμπιον θησαυρὸν εἰς χρῆσιν καὶ ἀπόλαυσιν ὁ σωτὴρ τοῦ παντὸς ἤνοιξεν; εὔχεται γὰρ Μωυσῆς ὁ ἱεροφάντης, ἵνα „ἀνοίξῃ κύριος ἡμῖν τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν, τὸν οὐρανόν, δοῦναι ὑετόν “(Deut. 28, 12)· ἐπήκοοι δὲ αἱ τοῦ θεοφιλοῦς εὐχαί."],["157","τί δ’; ὁ μηδ’ οὐρανὸν ἢ ὑετὸν ἢ λάκκον ἢ συνόλως τι τῶν ἐν γενέσει νομίσας ἱκανὸν εἶναι τρέφειν ἑαυτόν, ὑπερβὰς δὲ ταῦτα πάντα καὶ ὃ ἔπαθεν εἰπὼν „ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητος “(Gen. 48, 15) ἆρα οὐ δοκεῖ σοι πάντα ὅσα κατὰ γῆς ὕδατος συστήματα μηδ’ ἂν ἀξιῶσαι προσιδεῖν;"],["158","οὐκ ἂν οὖν ἐκ λάκκου πίοι, ᾧ δίδωσιν ὁ θεὸς τὰς ἀκράτους μεθύσματος πόσεις, τοτὲ μὲν διά τινος ὑπηρετοῦντος τῶν ἀγγέλων, ὃν οἰνοχοεῖν ἠξίωσε, τοτὲ δὲ καὶ δι’ ἑαυτοῦ, μηδένα τοῦ διδόντος καὶ τοῦ λαμβάνοντος μεταξὺ τιθείς."],["159","ἀνυπερθέτως οὖν τῇ βασιλικῇ πειρώμεθα βαδίζειν ὁδῷ, οἱ τὰ γήινα παρέρχεσθαι δικαιοῦντες· βασιλικὴ δ’ ἐστὶν ὁδός, ἧς δεσπότης ἰδιώτης μὲν οὐδὲ εἷς, μόνος δὲ ὁ καὶ μόνος βασιλεὺς ἀληθείᾳ."],["160","αὕτη δ’ ἐστί, καθὰ καὶ μικρῷ πρότερον εἶπον, σοφία, δι’ ἧς μόνης ἱκέτισι ψυχαῖς ἡ ἐπὶ τὸν ἀγένητον καταφυγὴ γίνεται· εἰκὸς γὰρ τὸν δι’ ὁδοῦ τῆς βασιλικῆς ἀκωλύτως ἰόντα μὴ πρότερον καμεῖν ἢ ἐντυχεῖν τῷ βασιλεῖ."],["161","τότε δὲ τήν τε ἐκείνου μακαριότητα καὶ τὴν ἰδίαν εὐτέλειαν γνωρίζουσιν οἱ προσελθόντες· καὶ γὰρ Ἀβραὰμ ἐγγίσας τῷ θεῷ ἑαυτὸν εὐθὺς ἔγνω γῆν καὶ τέφραν ὄντα (Gen. 18, 27)."],["162","μήτε δὲ ἐπὶ δεξιὰ μήτε ἐπὶ θάτερα τῆς βασιλικῆς ἀποκλινέτωσαν ὁδοῦ, ἀλλ’ αὐτῇ τῇ μέσῃ προΐτωσαν. αἱ γὰρ ἐφ’ ἑκάτερα ἐκτροπαὶ τῇ μὲν ὑπερβολὰς εἰς ἐπίτασιν τῇ δὲ ἐλλείψεις πρὸς ἄνεσιν ἔχουσαι ὑπαίτιοι· οὐ γὰρ ἧττον τοῦ εὐωνύμου τὸ δεξιὸν ψεκτὸν ἐνταῦθα·"],["163","παρὰ μέν γε τοῖς προπετῶς ζῶσι τὸ μὲν θράσος δεξιόν, ἀριστερὸν δὲ ἡ δειλία, παρὰ δὲ τοῖς ἀνελευθέροις περὶ χρημάτων διοίκησιν δεξιὸν μὲν ἡ φειδωλία, εὐώνυμον δὲ αἱ ἀνειμέναι δαπάναι· καὶ ὅσοι μέντοι ἐν τῷ λογίζεσθαι περιττοί, κρίνουσι τὸ μὲν πανοῦργον αἱρετόν, τὸ δὲ εὐηθικὸν φευκτόν· καὶ δεισιδαιμονίαν μὲν ὡς δεξιὸν ἄλλοι μεταδιώκουσιν, ἀποδιδράσκουσι"],["164","δ’ ὡς φευκτὸν ἀσέβειαν. ἵνα οὖν μὴ ταῖς μαχομέναις κακίαις ἀναγκασθῶμεν ἐκτρεπόμενοι χρῆσθαι, τὴν μέσην ὁδὸν εὐθύνειν βουλώμεθά τε καὶ εὐχώμεθα· μέση δὲ θράσους μὲν καὶ δειλίας ἀνδρεία, ῥᾳθυμίας δὲ ἐκκεχυμένης καὶ φειδωλίας ἀνελευθέρου σωφροσύνη, πανουργίας τε αὖ καὶ μωρίας φρόνησις, καὶ μὴν δεισιδαιμονίας καὶ ἀσεβείας εὐσέβεια."],["165","αὗται μέσαι τῶν παρ’ ἑκάτερα ἐκτροπῶν εἰσι, βάσιμοι καὶ λεωφόροι ὁδοὶ πᾶσαι, αἷς οὐ θέμις ὀργάνοις σωματικοῖς ἀλλὰ ψυχῆς κινήσεσιν ἐφιεμένης τοῦ ἀρίστου συνεχῶς ἐμπεριπατεῖν."],["166","ἐπὶ τούτῳ μάλιστα δυσχεράνας ὁ γήινος Ἐδὼμ— δέδιε γὰρ περὶ τῆς τῶν ἑαυτοῦ δογμάτων ἀνατροπῆς τε καὶ συγχύσεως— ἀπειλήσει πόλεμον ἀκήρυκτον, εἰ βιαζοίμεθα διέρχεσθαι τέμνοντες καὶ κείροντες ἀεὶ τὸν τῆς ψυχῆς αὐτοῦ καρπόν, ὃν ἐπ’ ὀλέθρῳ φρονήσεως σπείρας οὐκ ἐθέρισε· φησὶ γάρ· „οὐ διελεύσῃ δι’ ἐμοῦ· εἰ δὲ μή γε, ἐν πολέμῳ ἐξελεύσομαί σοι εἰς ἀπάντησιν. “"],["167","ἀλλὰ μηδὲν αὐτοῦ τῶν ἐπανατάσεων φροντίσαντες ἀποκρινώμεθα, ὅτι „παρὰ τὸ ὄρος πορευσόμεθα “, τουτέστιν ὑψηλαῖς καὶ μετεώροις ἔθος ἔχοντες ἐνομιλεῖν δυνάμεσι καὶ ὁρικῶς ἕκαστα σκοπεῖν, τὸν παντὸς οὑτινοσοῦν λόγον ἐρευνῶντες, δι’ οὗ τὸ τί ἦν εἶναι γνωρίζεται, καταφρονητικῶς ἔχομεν πάντων ὅσα ἐκτός τε καὶ περὶ σῶμα· ταπεινὰ γὰρ ταῦτά γε καὶ λίαν χαμαίζηλα, σοὶ μὲν φίλα, ἐχθρὰ δὲ ἡμῖν αὐτοῖς, οὗ χάριν οὐδενὸς αὐτῶν προσαψόμεθα."],["168","εἰ γὰρ ἄκρῳ δακτύλῳ τὸ τοῦ λόγου δὴ τοῦτο μόνον ψαύσομεν, γέρας καὶ τιμήν σοι παρέξομεν· φρυαττόμενος γὰρ αὐχήσεις, ὡς καὶ ἡμῶν τῶν φιλαρέτων δελέασιν ἡδονῆς ὑπαχθέντων."],["169","„ἐὰν γὰρ τοῦ ὕδατός σου “φησί „πίω ἐγώ τε καὶ τὰ κτήνη μου, δώσω τιμήν σοι “, οὐ τὸν λεγόμενον ὦνον παρὰ ποιηταῖς, ἀργύριον ἢ χρυσίον ἢ ἄλλα ὅσα πρὸς τοὺς πιπράσκοντας ἔθος τοῖς ὠνουμένοις ἀντικαταλλάττεσθαι, ἀλλὰ τιμὴν τὸ γέρας νυνὶ παραλαμβάνει."],["170","τῷ γὰρ ὄντι πᾶς ἀκόλαστος ἢ ἄδικος ἢ δειλός, ὅταν ἴδῃ τινὰ τῶν αὐστηροτέρων ἢ πόνον φεύγοντα ἢ λήμματος ἡττώμενον ἢ πρός τι τῶν ἡδονῆς φίλτρων ἐκνενευκότα, χαίρει καὶ γέγηθε καὶ τετιμῆσθαι δοκεῖ, καὶ πρὸς τοὺς πολλοὺς ἐπινεανιευόμενος καὶ ἐπιχειρονομῶν ἄρχεται περὶ τῶν ἰδίων κακῶν ὡς σφόδρα ἀναγκαίων καὶ χρησίμων φιλοσοφεῖν, οὐκ ἄν, εἰ μὴ τοιαῦτα ἦν, φάσκων ὑπομεῖναι ἂν τὸν δεῖνα εὐδόκιμον ἄνδρα χρῆσθαι."],["171","λέγωμεν οὖν παντὶ μοχθηρῷ· ἐὰν τοῦ ὕδατός σου πίωμεν, ἐάν τινός σου τῶν κατὰ τὴν ἄκριτον φορὰν ψαύσωμεν, τιμὴν καὶ ἀποδοχὴν ἀντὶ δυσκλείας καὶ ἀτιμίας— τούτων γὰρ ἄξιος ὢν τυγχάνεις— παρεξόμεθα· καὶ γὰρ ἀμέλει τὸ πρᾶγμα περὶ ὃ ἐσπούδακας συνόλως οὐδέν ἐστιν."],["172","ἢ νομίζεις τι τῶν θνητῶν πραγμάτων ὄντως πρὸς ἀλήθειαν εἶναι καὶ ὑφεστάναι, ἀλλ’ οὐχ ὥσπερ ἐπ’ αἰώρας τινὸς ψευδοῦς καὶ ἀβεβαίου δόξης φορεῖσθαι κατὰ κενοῦ βαίνοντα, μηδὲν ψευδῶν ὀνειράτων διαφέροντα;"],["173","εἰ δὲ μὴ θέλεις τὰς τῶν κατὰ μέρος ἀνθρώπων ἐξετάζειν τύχας, τὰς χωρῶν ὅλων καὶ ἐθνῶν πρός τε τὸ εὖ καὶ τὸ χεῖρον μεταβολάς· ἤκμασέ ποτε ἡ Ἑλλάς, ἀλλὰ Μακεδόνες αὐτῆς τὴν ἰσχὺν ἀφείλοντο. Μακεδονία πάλιν ἤνθησεν, ἀλλὰ διαιρεθεῖσα κατὰ μοίρας ἠσθένησεν, ἕως εἰς τὸ παντελὲς ἀπεσβέσθη."],["174","πρὸ Μακεδόνων τὰ Περσῶν ἐν εὐτυχίᾳ ἦν, ἀλλὰ μία ἡμέρα τὴν πολλὴν καὶ μεγάλην βασιλείαν αὐτῶν καθεῖλε, καὶ νῦν Παρθυηνοὶ Περσῶν τῶν πρὸ μικροῦ ἡγεμόνων ἐπικρατοῦσιν οἱ τότε ὑπήκοοι. ἔπνευσέ ποτε λαμπρὸν καὶ ἐπὶ μήκιστον Αἴγυπτος, ἀλλ’ ὡς νέφος αὐτῆς ἡ μεγάλη παρῆλθεν εὐπραγία. τί δὲ Αἰθίοπες, τί δὲ καὶ Καρχηδὼν καὶ τὰ πρὸς Λιβύην; τί δ’ οἱ Πόντου βασιλεῖς;"],["175","τί δ’ Εὐρώπη καὶ Ἀσία καὶ συνελόντι φράσαι πᾶσα ἡ οἰκουμένη; οὐκ ἄνω καὶ κάτω κλονουμένη καὶ τινασσομένη ὥσπερ ναῦς θαλαττεύουσα τοτὲ μὲν δεξιοῖς τοτὲ δὲ καὶ ἐναντίοις πνεύμασι χρῆται;"],["176","χορεύει γὰρ ἐν κύκλῳ λόγος ὁ θεῖος, ὃν οἱ πολλοὶ τῶν ἀνθρώπων ὀνομάζουσι τύχην· εἶτα ἀεὶ ῥέων κατὰ πόλεις καὶ ἔθνη καὶ χώρας τὰ ἄλλων ἄλλοις καὶ πᾶσι τὰ πάντων ἐπινέμει, χρόνοις αὐτὸ μόνον ἀλλάττων τὰ παρ’ ἑκάστοις, ἵνα ὡς μία πόλις ἡ οἰκουμένη πᾶσα τὴν"],["177","ἀρίστην πολιτειῶν ἄγῃ δημοκρατίαν. οὐδὲν οὖν ἔστι τῶν ἀνθρωπίνων σπουδασμάτων ἔργον καὶ πρᾶγμα οὐδέν, ἀλλὰ σκιά τις ἢ αὔρα πρὶν ὑποστῆναι παρατρέχουσα. ἔρχεται γὰρ καὶ πάλιν ἄπεισιν ὥσπερ ἐν ταῖς παλιρροίαις· τὰ γὰρ ἀμπωτίζοντα πελάγη ποτὲ μὲν μετὰ συρμοῦ καὶ πατάγου βίᾳ φέρεται καὶ ἀναχεόμενα λιμνάζει τὴν τέως χέρσον, ποτὲ δὲ ἐξαναχωροῦντα πολλὴν τῆς θαλάττης μοῖραν ἠπειροῖ·"],["178","οὕτως οὖν ἔστιν ὅτε μέγα καὶ πολυάνθρωπον ἔθνος ἐπικλύσασα εὐπραγία ἑτέρωσε τὴν φορὰν τοῦ ῥεύματος παρατρέψασα οὐδὲ βραχεῖαν εἴασε λιβάδα, ἵνα μηδ’ ἴχνος ὑπολειφθῇ πιότητος ἀρχαίας."],["179","τούτων δ’ οὐχ ἅπαντες ἀρτίους καὶ πλήρεις λαμβάνουσι λογισμούς, ἀλλ’ οἷς ἔθος συνομαρτεῖν ὀρθῷ καὶ πεπηγότι ὅρῳ καὶ λόγῳ. οἱ γὰρ αὐτοὶ ἄμφω ταῦτα λέγουσι, καὶ τὸ γενέσεως πρᾶγμα ὅλον οὐδέν ἐστι, καὶ παρὰ τὸ ὄρος πορευσόμεθα·"],["180","ἀδύνατον γὰρ τὸν μὴ ταῖς ὑψηλαῖς καὶ ὁρικαῖς χρώμενον ὁδοῖς ἀπογνῶναι μὲν τὰ θνητά, μετακλῖναι δὲ καὶ μεταναστῆναι πρὸς τὰ ἄφθαρτα. ὁ μὲν οὖν γήινος Ἐδὼμ τὴν οὐράνιον καὶ βασιλικὴν ἀρετῆς ὁδὸν ἐπιφράττειν ἀξιοῖ, ὁ δὲ θεῖος λόγος ἔμπαλιν τὴν ἐκείνου καὶ τῶν ὁμοζήλων· ὧν ἕνα καὶ τὸν Βαλαὰμ ἀναγραπτέον· γῆς γὰρ θρέμμα καὶ οὗτος, οὐκ οὐρανοῦ βλάστημα."],["181","τεκμήριον δέ· οἰωνοῖς καὶ ψευδέσι μαντείαις ἑπόμενος οὐδ’ ὅτε τὸ τῆς ψυχῆς μεμυκὸς ὄμμα ἀναβλέψας „εἶδε τὸν ἄγγελον τοῦ θεοῦ ἀνθεστῶτα “(Num. 22, 31), μετατραπόμενος ἐπέσχε τὸ ἀδικεῖν, ἀλλὰ πολλῷ τῷ τῆς ἀφροσύνης χρησάμενος ῥεύματι ἐπικλυσθεὶς κατεπόθη."],["182","τότε γὰρ ὡς ἀληθῶς οὐ δυσθεράπευτα μόνον ἀλλὰ καὶ παντελῶς ἀνίατα γίνεται τὰ τῆς ψυχῆς ἀρρωστήματα, ὅταν ἐπιστάντος ἐλέγχου— λόγος δ’ ἐστὶ θεῖος, ἄγγελος ποδηγετῶν καὶ τὰ ἐν ποσὶν ἀναστέλλων, ἵνα ἄπταιστοι διὰ λεωφόρου βαίνωμεν τῆς ὁδοῦ (Psalm. 90, 11. 12)— τὰς ἀκρίτους ἑαυτῶν γνώμας πρὸ τῶν ὑφηγήσεων τάττωμεν τῶν ἐκείνου, ἃς ἐπὶ νουθεσίᾳ καὶ σωφρονισμῷ καὶ τῇ τοῦ παντὸς ἐπανορθώσει βίου συνεχῶς εἴωθε ποιεῖσθαι."],["183","διὰ τοῦθ’ ὁ μὴ πεισθείς, μὴ μετατρεπόμενος τῷ ἀντιβαίνοντι ἐλέγχῳ „φθορὰν τὴν μετὰ τῶν τραυματιῶν “(Num. 31, 8) αὖθις ἐνδέξεται, οὓς κατεκέντησε καὶ κατέτρωσε τὰ πάθη. γενήσεται δ’ ἡ τούτου συμφορὰ τοῖς μὴ τελέως δυσκαθάρτοις δίδαγμα αὐταρκέστατον τοῦ πειρᾶσθαι τὸν ἔνδον δικαστὴν ἔχειν εὐμενῆ· σχήσουσι δέ, εἰ μηδὲν τῶν ὀρθῶς ὑπ’ αὐτοῦ γνωσθέντων ἀναδικάζοιεν."]]] \ No newline at end of file diff --git a/lines/on-the-virtues-and-on-the-office-of-amba.json b/lines/on-the-virtues-and-on-the-office-of-amba.json new file mode 100644 index 0000000000000000000000000000000000000000..5cc5927f5ace8cedd991d1b323c508f1f47e3e79 --- /dev/null +++ b/lines/on-the-virtues-and-on-the-office-of-amba.json @@ -0,0 +1 @@ +[[["1","Ἄχρι τίνος ἡμεῖς οἱ γέροντες ἔτι παῖδές ἐσμεν, τὰ μὲν σώματα χρόνου μήκει πολιοί, τὰς δὲ ψυχὰς ὑπ’ ἀναισθησίας κομιδῇ νήπιοι, νομίζοντες τὸ μὲν ἀσταθμητότατον, τὴν τύχην, ἀκλινέστατον, τὸ δὲ παγιώτατον, τὴν φύσιν, ἀβεβαιότατον; ὑπαλλαττόμεθα γὰρ καθάπερ ἐν ταῖς πεττείαις τὰς πράξεις μετατιθέντες, οἰόμενοι τὰ μὲν τυχηρὰ μονιμώτερα εἶναι τῶν φύσει, τὰ δὲ κατὰ φύσιν ἀβεβαιότερα τῶν τυχηρῶν."],["2","αἴτιον δὲ τὸ τὰ παρόντα βραβεύειν ἀπροοράτως τῶν μελλόντων ἔχοντας, αἰσθήσει πεπλανημένῃ χρωμένους πρὸ διανοίας ἀπλανοῦς· ὀφθαλμοῖς μὲν γὰρ τὰ ἐν φανερῷ καὶ ἐν χερσὶ καταλαμβάνεται, λογισμὸς δὲ φθάνει καὶ πρὸς τὰ ἀόρατα καὶ μέλλοντα, οὗ τὴν ὄψιν ὀξυωπεστέραν οὖσαν τῆς δι’ ὀμμάτων σώματος ἀμαυροῦμεν, οἱ μὲν ἀκράτῳ καὶ πλησμοναῖς ὑποσυγχέοντες, οἱ δὲ τῷ μεγίστῳ τῶν κακῶν, ἀμαθίᾳ."],["3","πλὴν ὁ παρὼν καιρὸς καὶ αἱ κατ’ αὐτὸν κριθεῖσαι πολλαὶ καὶ μεγάλαι ὑποθέσεις, κἂν εἰ ἄπιστοι γεγόνασί τινες τοῦ προνοεῖν τὸ θεῖον ἀνθρώπων, καὶ μάλιστα τοῦ ἱκετικοῦ γένους, ὃ τῷ πατρὶ καὶ βασιλεῖ τῶν ὅλων καὶ πάντων αἰτίῳ προσκεκλήρωται, ἱκαναὶ [τοῦ] πεῖσαι αὐτούς."],["4","τοῦτο δὲ τὸ γένος Χαλδαϊστὶ μὲν Ἰσραὴλ καλεῖται, Ἑλληνιστὶ δὲ ἑρμηνευθέντος τοῦ ὀνόματος „ὁρῶν θεόν \", ὅ μοι δοκεῖ πάντων χρημάτων ἰδίων τε καὶ κοινῶν εἶναι τιμιώτατον."],["5","εἰ γὰρ πρεσβυτέρων ἢ ὑφηγητῶν ἢ ἀρχόντων ἢ γονέων ὄψις κινεῖ τοὺς βλέποντας πρὸς αἰδῶ καὶ εὐκοσμίαν καὶ σώφρονος βίου ζῆλον, πόσον τι νομίζομεν ἀρετῆς ἕρμα καὶ καλοκαγαθίας ἀνευρήσειν ἐν ψυχαῖς, αἳ τὸ γενητὸν πᾶν ὑπερκύψασαι τὸ ἀγένητον καὶ θεῖον ὁρᾶν πεπαίδευνται, τὸ πρῶτον ἀγαθὸν καὶ καλὸν καὶ εὔδαιμον καὶ μακάριον, εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, τὸ κρεῖττον μὲν ἀγαθοῦ, κάλλιον δὲ καλοῦ, καὶ μακαριότητος μὲν μακαριώτερον, εὐδαιμονίας δὲ αὐτῆς εὐδαιμονέστερον, καὶ εἰ δή τι τῶν εἰρημένων τελειότερον."],["6","οὐ γὰρ φθάνει προσαναβαίνειν ὁ λόγος ἐπὶ τὸν ἄψαυστον καὶ ἀναφῆ πάντῃ θεόν, ἀλλ’ ὑπονοστεῖ καὶ ὑπορρεῖ κυρίοις ὀνόμασιν ἀδυνατῶν ἐπιβάθρᾳ χρῆσθαι πρὸς δήλωσιν, οὐ λέγω τοῦ ὄντος— οὐδὲ γὰρ ὁ σύμπας οὐρανὸς ἔναρθρος φωνὴ γενόμενος εὐθυβόλων καὶ εὐσκόπων εἰς τοῦτο ἂν εὐποροίη ῥημάτων— ἀλλὰ τῶν δορυφόρων αὐτοῦ δυνάμεων, κοσμοποιητικῆς τε καὶ βασιλικῆς καὶ προνοητικῆς καὶ τῶν ἄλλων ὅσαι εὐεργέτιδές τε καὶ κολαστήριοι,"],["7","εἰ καὶ τὰς κολαστηρίους ἐν εὐεργέτισι τακτέον, οὐ μόνον ἐπειδὴ νόμων καὶ θεσμῶν εἰσι μοῖραι— νόμος γὰρ ἐκ δυοῖν συμπληροῦσθαι πέφυκε, τιμῆς ἀγαθῶν καὶ πονηρῶν κολάσεως—, ἀλλ’ ὅτι καὶ ἡ κόλασις νουθετεῖ καὶ σωφρονίζει πολλάκις μὲν καὶ τοὺς ἁμαρτάνοντας, εἰ δὲ μή, πάντως γοῦν τοὺς πλησιάζοντας· αἱ γὰρ ἑτέρων τιμωρίαι βελτιοῦσι τοὺς πολλοὺς φόβῳ τοῦ μὴ παραπλήσια παθεῖν."],["8","Τίς γὰρ ἰδὼν Γάιον μετὰ τὴν Τιβερίου Καίσαρος τελευτὴν παρειληφότα τὴν ἡγεμονίαν πάσης γῆς καὶ θαλάσσης ἀστασίαστον καὶ εὔνομον καὶ πᾶσι τοῖς μέρεσιν ἡρμοσμένην εἰς τὸ σύμφωνον, ἑῴοις, ἑσπερίοις, μεσημβρινοῖς, ἀρκτικοῖς— τοῦ μὲν βαρβαρικοῦ γένους τῷ Ἑλληνικῷ, τοῦ δ’ Ἑλληνικοῦ τῷ βαρβαρικῷ, καὶ τοῦ μὲν στρατιωτικοῦ τῷ κατὰ πόλεις, τοῦ δὲ πολιτικοῦ τῷ στρατευομένῳ συμφρονήσαντος εἰς μετουσίαν καὶ ἀπόλαυσιν εἰρήνης— οὐκ ἐθαύμασε καὶ κατεπλάγη τῆς ὑπερφυοῦς καὶ παντὸς λόγου κρείττονος εὐπραγίας,"],["9","ἐξ ἑτοίμου τἀγαθὰ ἀθρόα σωρηδὸν κεκληρονομηκότα, παμπληθεῖς θησαυροὺς χρημάτων, ἄργυρον καὶ χρυσόν, τὸν μὲν ὡς ὕλην, τὸν δὲ ὡς νόμισμα, τὸν δὲ ὡς προκόσμημα δι’ ἐκπωμάτων καί τινων ἑτέρων ἃ πρὸς ἐπίδειξιν τεχνιτεύεται, παμπληθεῖς δυνάμεις, πεζάς, ἱππικάς, ναυτικάς, προσόδους ὥσπερ ἐκ πηγῶν ἀενάῳ τινὶ φορᾷ χορηγουμένας,"],["10","ἀρχὴν οὐχὶ τῶν πλείστων καὶ ἀναγκαιοτάτων μερῶν τῆς οἰκουμένης, ἃ δὴ καὶ κυρίως ἄν τις οἰκουμένην εἴποι, δυσὶ ποταμοῖς ὁριζομένην, Εὐφράτῃ τε καὶ Ῥήνῳ, τῷ μὲν ἀποτεμνομένῳ Γερμανίαν καὶ ὅσα θηριωδέστερα ἔθνη, Εὐφράτῃ δὲ Παρθυηνὴν καὶ τὰ Σαρματῶν γένη καὶ Σκυθῶν, ἅπερ οὐχ ἧττον ἐξηγρίωται τῶν Γερμανικῶν, ἀλλ’, ὡς εἶπον ἤδη, τὴν ἀφ’ ἡλίου ἀνιόντος ἄχρι δυομένου τήν τε ἐντὸς ὠκεανοῦ καὶ ὑπερωκεάνιον; ἐφ’ οἷς ὅ τε Ῥωμαίων δῆμος ἐγεγήθει καὶ πᾶσα Ἰταλία τά τε Ἀσιανὰ καὶ Εὐρωπαῖα ἔθνη."],["11","ὡς γὰρ ἐπ’ οὐδενὶ τῶν πώποτε γενομένων αὐτοκρατόρων ἅπαντες ἠγάσθησαν, κτῆσιν καὶ χρῆσιν ἰδίων τε καὶ κοινῶν ἀγαθῶν οὐκ ἐλπίζοντες ἕξειν, ἀλλ’ ἔχειν ἤδη νομίζοντες πλήρωμά τινος εὐτυχίας, ἐφεδρευούσης εὐδαιμονίας."],["12","οὐδὲν γοῦν ἦν ἰδεῖν ἕτερον κατὰ πόλεις ἢ βωμούς, ἱερεῖα, θυσίας, λευχειμονοῦντας, ἐστεφανωμένους, φαιδρούς, εὐμένειαν ἐξ ἱλαρᾶς τῆς ὄψεως προφαίνοντας, ἑορτάς, πανηγύρεις, μουσικοὺς ἀγῶνας, ἱπποδρομίας, κώμους, παννυχίδας μετ’ αὐλῶν καὶ κιθάρας, τέρψεις, ἀνέσεις, ἐκεχειρίας, παντοίας ἡδονὰς διὰ πάσης αἰσθήσεως."],["13","τότε οὐ πλούσιοι πενήτων προύφερον, οὐκ ἔνδοξοι ἀδόξων, οὐ δανεισταὶ χρεωστῶν, οὐ δεσπόται δούλων περιῆσαν, ἰσονομίαν τοῦ καιροῦ διδόντος, ὡς τὸν παρὰ ποιηταῖς ἀναγραφέντα Κρονικὸν βίον μηκέτι νομίζεσθαι πλάσμα μύθου διά τε τὴν εὐθηνίαν καὶ εὐετηρίαν τό τε ἄλυπον καὶ ἄφοβον καὶ τὰς πανοικίας ὁμοῦ καὶ πανδήμους μεθ’ ἡμέραν τε καὶ νύκτωρ εὐφροσύνας, αἳ μέχρι μηνῶν ἑπτὰ τῶν πρώτων ἄπαυστοι καὶ συνεχεῖς ἐγένοντο."],["14","τῷ δὲ ὀγδόῳ κατασκήπτει βαρεῖα νόσος τῷ Γαΐῳ τὴν πρὸ μικροῦ δίαιταν, ὅτε ἔζη Τιβέριος, εὐκολωτέραν καὶ διὰ τοῦτο ὑγιεινοτέραν οὖσαν εἰς πολυτέλειαν μεθαρμοσαμένῳ. πολὺς γὰρ ἄκρατος καὶ ὀψοφαγίαι καὶ ἐπὶ πλήρεσι τοῖς ὄγκοις ἀπλήρωτοι ἐπιθυμίαι θερμολουσίαι τε ἄκαιροι καὶ ἔμετοι καὶ εὐθὺς πάλιν οἰνοφλυγίαι καὶ ἔφεδροι γαστριμαργίαι, λαγνεῖαι διὰ παίδων καὶ γυναικῶν, καὶ ὅσα ἄλλα καθαιρετικὰ ψυχῆς καὶ σώματος καὶ τῶν ἐν ἑκατέρῳ δεσμῶν συνεπέθετο. τὰ δὲ ἐπίχειρα ἐγκρατείας μὲν ὑγεία καὶ ἰσχύς, ἀκρασίας δὲ ἀσθένεια καὶ νόσος γειτνιῶσα θανάτῳ."],["15","Διαγγελείσης οὖν τῆς ὅτι νοσεῖ φήμης, ἔτι πλοΐμων ὄντων— ἀρχὴ γὰρ ἦν μετοπώρου, τελευταῖος πλοῦς τοῖς θαλαττεύουσιν, ἀπὸ τῶν πανταχόθεν ἐμπορίων εἰς τοὺς οἰκείους λιμένας καὶ ὑποδρόμους ἐπανιοῦσι, καὶ μάλιστα οἷς πρόνοια τοῦ μὴ διαχειμάζειν ἐπὶ ξένης ἐστί— μεθέμενοι τὸν ἁβροδίαιτον βίον ἐσκυθρώπαζον, συννοίας τε καὶ κατηφείας πᾶσα οἰκία καὶ πόλις γεγένητο μεστή, ἰσορρόπῳ λύπῃ τῆς πρὸ μικροῦ χαρᾶς ἀμφικλινοῦς γενομένης."],["16","τὰ γὰρ μέρη πάντα τῆς οἰκουμένης αὐτῷ συνενόσησε, βαρυτέρᾳ νόσῳ χρησάμενα τῆς κατασχούσης Γάιον· ἐκείνη μὲν γὰρ σώματος ἦν αὐτὸ μόνον, ἡ δὲ τῶν πανταχοῦ πάντων, ψυχικῆς εὐσθενείας, εἰρήνης, ἐλπίδων, μετουσίας καὶ ἀπολαύσεως ἀγαθῶν."],["17","ἀνεπόλουν γὰρ ὅσα καὶ ἡλίκα κακὰ ἐξ ἀναρχίας φύεται· λιμόν, πόλεμον, δενδροτομίας, δῃώσεις χωρίων, στερήσεις χρημάτων, ἀπαγωγάς, τοὺς περὶ δουλείας καὶ θανάτου φόβους ἀνηκέστους, ὧν ἰατρὸς ἦν οὐδείς, μίαν ἐχόντων θεραπείαν τὸ ῥωσθῆναι Γάιον."],["18","ὅτε γοῦν ἤρξατο λωφᾶν ἡ νόσος, ἐν βραχεῖ καὶ οἱ μέχρι περάτων συνῄσθοντο— φήμης γὰρ οὐδὲν ὠκύτερον—, καὶ μετέωρος πᾶσα πόλις ἦν ἀκοῆς ἀεὶ διψῶσα βελτίονος, ἕως διὰ τῶν ἐπιφοιτώντων παντελὴς ῥῶσις εὐηγγελίσθη, δι’ ἣν πάλιν ἐξ ὑπαρχῆς ἐπὶ τὰς αὐτὰς ἐτρέποντο θυμηδίας, ἰδίαν ἑαυτῶν νομίζουσαι σωτηρίαν πᾶσαι μὲν ἤπειροι πᾶσαι δὲ νῆσοι."],["19","μέμνηται γὰρ οὐδεὶς τοσαύτην μιᾶς χώρας ἢ ἑνὸς ἔθνους γενέσθαι χαρὰν ἐπὶ σωτηρίᾳ καὶ καταστάσει ἡγεμόνος, ὅσην ἐπὶ Γαΐῳ συμπάσης τῆς οἰκουμένης καὶ παραλαβόντι τὴν ἀρχὴν καὶ ῥωσθέντι ἐκ τῆς ἀσθενείας."],["20","ὥσπερ γὰρ ἐκ νομάδος βίου καὶ θηριώδους νῦν πρῶτον ἀρχόμενοι μεταβάλλειν πρὸς τὸ σύννομον καὶ ὁμοδίαιτον καὶ ἐξ ἐρημίας καὶ σηκῶν καὶ ὑπωρειῶν εἰσοικίζεσθαι πόλεσι τειχήρεσι καὶ ἐξ ἀνεπιτροπεύτου ζωῆς ὑπὸ ἐπιτρόπῳ τάττεσθαι νομεῖ τινι καὶ ἀγελάρχῃ τῆς ἡμερωτέρας ἀγέλης ἐγεγήθεσαν ἀγνοίᾳ τῆς ἀληθείας·"],["21","τυφλώττει γὰρ ὁ ἀνθρώπινος νοῦς πρὸς τὴν τοῦ συμφέροντος ὄντως αἴσθησιν εἰκασίᾳ καὶ στοχασμῷ μᾶλλον ἢ ἐπιστήμῃ χρῆσθαι δυνάμενος."],["22","Εὐθὺς γοῦν οὐκ εἰς μακρὰν ὁ σωτὴρ καὶ εὐεργέτης εἶναι νομισθεὶς καί τινας ἀγαθῶν πηγὰς νέας ἐπομβρήσειν Ἀσίᾳ τε καὶ Εὐρώπῃ πρὸς εὐδαιμονίαν ἀκαθαίρετον, ἰδίᾳ τε ἑκάστῳ καὶ πᾶσι κοινῇ, τὸ λεγόμενον δὴ τοῦτο \" ἀφ’ ἱερᾶς “ἤρξατο μεταβαλὼν πρὸς τὸ ἀτίθασον, μᾶλλον δὲ ἣν συνεσκίαζεν ἀγριότητα τῷ πλάσματι τῆς ὑποκρίσεως ἀναφήνας."],["23","τὸν γὰρ ἀνεψιὸν καὶ κοινωνὸν ἀπολειφθέντα τῆς ἀρχῆς καὶ οἰκειότερον αὐτοῦ διάδοχον— ὁ μὲν γὰρ θέσει υἱωνὸς ἦν, ὁ δὲ φύσει Τιβερίου— κτείνει προφασισάμενος ἐπιβουλήν, μηδὲ τῆς ἡλικίας χωρούσης ἔγκλημα τοιοῦτον· ἄρτι γὰρ ἐκ παίδων εἰς μειράκιον ὁ δύστηνος μετῄει."],["24","καὶ ὥς γέ φασί τινες, εἰ βραχὺν ἐπεβίω χρόνον Τιβέριος, ὁ μὲν ἂν ἐκποδὼν ἐγεγένητο Γάιος, δι’ ὑποψιῶν κεχωρηκὼς ἀνηκέστων, ὁ δὲ γνήσιος υἱωνὸς μόνος ἀπεδέδεικτο ἡγεμὼν καὶ κληρονόμος τῆς παππῴας ἀρχῆς."],["25","ἀλλ’ ὁ μὲν ὑπὸ τῆς εἱμαρμένης ἔφθη συναρπασθείς, πρὶν ἐπὶ τέλος ἀγαγεῖν τὰ βουλεύματα· Γάιος δὲ τὴν ἐκ τοῦ παραβαίνειν τὰ πρὸς τὸν κοινωνὸν δίκαια διαβολὴν ἐνόμιζεν ἀποδράσεσθαι καταστρατηγῶν."],["26","τὸ δὲ σόφισμα τοιοῦτον ἦν· συναγαγὼν τοὺς ἐν τέλει „βούλομαι μὲν “ἔφη „τὸν γένει μὲν ἀνεψιὸν εὐνοίᾳ δὲ ἀδελφόν, ἑπόμενος καὶ τῇ τοῦ τετελευτηκότος Τιβερίου γνώμῃ, κοινοπραγεῖν τῆς αὐτοκρατοῦς ἐξουσίας· ὁρᾶτε δὲ καὶ αὐτοὶ νήπιον ἔτι ὄντα κομιδῇ καὶ χρῄζοντα ἐπιτρόπων καὶ διδασκάλων καὶ παιδαγωγῶν."],["27","ἐπεὶ τί ἂν ἦν μεῖζον ἀγαθὸν ἢ τὰ τοσαῦτα βάρη τῆς ἡγεμονίας μὴ μίαν ψυχὴν ἢ σῶμα ἓν ἐπηχθίσθαι, ἀλλ’ ἔχειν τὸν δυνησόμενον ἐπελαφρίζειν καὶ συνεπικουφίζειν; ἐγὼ δὲ “ἔφη \" παιδαγωγοὺς καὶ διδασκάλους καὶ ἐπιτρόπους ὑπερβαλὼν ἐμαυτὸν μὲν ἤδη"],["28","γράφω πατέρα, υἱὸν δὲ ἐκεῖνον. “τούτοις καὶ τοὺς παρόντας ἀπατήσας καὶ τὸ μειράκιον— δέλεαρ γὰρ ἦν ἡ θέσις οὐκ ἐλπιζομένης ἡγεμονίας, ἀλλ’ ἀφαιρέσεως ἧς εἶχεν ἤδη— τῷ συγκληρονόμῳ καὶ κοινωνῷ δικαίῳ μετὰ πολλῆς ἀδείας οὐδενὸς ἔτι πεφροντικὼς ἐπεβούλευεν. ἡ γὰρ υἱοῦ παντελὴς ἐξουσία κατὰ τοὺς τῶν Ῥωμαίων νόμους ἀνάκειται πατρί, δίχα τοῦ καὶ ἀνυπεύθυνον ἀρχὴν εἶναι τὴν αὐτοκράτορα, μηδενὸς ἐπὶ τοῖς ὁπωσοῦν πεπραγμένοις λόγον ἀπαιτεῖν τολμῶντος ἢ δυναμένου."],["29","τοῦτον μὲν δὴ καθάπερ ἐν τοῖς ἀγῶσιν ἔφεδρον ὑπολαβὼν εἶναι καταπαλαίει, μήτε συντροφίας μήτε οἰκειότητος μήτε ἡλικίας οἶκτον λαβών, δύστηνον, ὠκύμορον, συνάρχοντα, συγκληρονόμον, τὸν ἐλπισθέντα ποτὲ καὶ μόνον αὐτοκράτορα διὰ τὴν πρὸς Τιβέριον ἐγγυτάτω συγγένειαν· υἱωνοὶ γὰρ πατέρων ἀποθανόντων ἐν υἱῶν τάξει παρὰ πάπποις καταριθμοῦνται."],["30","λέγεται δὲ ὅτι καὶ κελευσθεὶς αὐτοχειρίᾳ κτείνειν ἑαυτόν, ἐφεστώτων ἑκατοντάρχου καὶ χιλιάρχου, οἷς εἴρητο μὴ συνεφάψασθαι τοῦ ἄγους, ὡς οὐκ ἐξὸν αὐτοκρατόρων ἀπογόνους πρὸς ἑτέρων ἀναιρεῖσθαι— νόμων γὰρ ἐν ἀνομίαις καὶ ὁσιότητος ἐν ἀνοσιουργίαις ἐμέμνητο κατειρωνευόμενος τὴν φύσιν τῆς ἀληθείας—, ἀπείρως ἔχων— οὐδὲ γὰρ ἕτερόν τινα κτεινόμενον εἶδεν οὐδὲ ἤσκητό πω ταῖς ὁπλομαχίαις, αἳ μελέται καὶ προγυμνάσματα παίδων ἐφ’ ἡγεμονίᾳ τρεφομένων εἰσὶ διὰ τοὺς ἐνισταμένους πολέμους— τὸ μὲν πρῶτον τοὺς ἥκοντας παρεκάλει τὸν αὐχένα προτείνας ἀνελεῖν."],["31","ὡς δ’ οὐχ ὑπέμενον, αὐτὸς λαβὼν τὸ ξίφος ἐπυνθάνετο τὸν καιριώτατον τόπον ὑπ’ ἀγνοίας καὶ ἀηθείας, ἵνα εὐσκόπῳ πληγῇ τὴν ἀθλίαν ζωὴν ἀπορρήξῃ. καὶ οἱ μὲν οἷα διδάσκαλοι κακοδαιμονίας ὑφηγοῦντό τε καὶ ἐδείκνυσαν τὸ μέρος, ᾧ χρὴ τὸ ξίφος ἐπενεγκεῖν· ὁ δὲ πρώτην καὶ ὑστάτην μάθησιν ἀναδιδαχθεὶς ἀνδροφόνος αὐτὸς αὑτοῦ γίνεται βιασθείς, ὁ δύστηνος."],["32","Ἐπεὶ δὲ ὁ πρῶτος καὶ μέγιστος ἆθλος οὗτος Γαΐῳ κατείργαστο, μηδενὸς ἔτι λειπομένου κοινωνοῦ τῆς ἡγεμονίας πρὸς ὃν ἀποκλινοῦσί τινες τῶν ἐθελοκακούντων καὶ ἐν ὑποψίαις ὄντων, ἐπὶ δεύτερον εὐθὺς ἐκονίετο τὸν Μάκρωνος, ἀνδρὸς εἰς πάντα αὐτῷ συναγωνισαμένου τὰ τῆς ἀρχῆς, οὐ μόνον ἀποδειχθέντι ἡγεμόνι— κολακείας γὰρ ἴδιον τὰς εὐπραγίας θεραπεύειν— ἀλλὰ καὶ πρότερον εἰς τὸ τυχεῖν τῆς ἡγεμονίας."],["33","ὁ γὰρ Τιβέριος φρονήσει βαθείᾳ χρώμενος καὶ τῶν κατ’ αὐτὸν ἁπάντων δεινότατος ὢν ἀφανὲς ἀνθρώπου βούλημα συνιδεῖν καὶ ἐπὶ τοσοῦτον συνέσει διενεγκών, ἐφ’ ὅσον καὶ εὐτυχίᾳ, πολλάκις ὑπεβλέπετο τὸν Γάιον ὡς κακόνουν μὲν ἅπαντι τῷ Κλαυδίων οἴκῳ, προσκείμενον δὲ μόνῳ τῷ μητρῴῳ γένει— καὶ ἐδεδίει περὶ τοῦ υἱωνοῦ, μὴ νέος ἀπολειφθεὶς παραπόληται—,"],["34","πρὸς δὲ ἀρχὴν καὶ τοσαύτην ἀνεπιτηδείως ἔχοντα διά τε τὸ τῆς φύσεως ἄμικτον καὶ ἀκοινώνητον καὶ τὴν τῶν ἠθῶν ἀνωμαλίαν· ἀλλόκοτα γὰρ αὐτῷ καὶ ἐπιμανῆ κατεφαίνετο, μηδεμιᾶς σῳζομένης ἀκολουθίας, μήτε ἐν λόγοις μήτε ἐν ἔργοις."],["35","ἃ παντὶ σθένει κατὰ τὸ παρεῖκον ὁ Μάκρων ἐθεράπευε, τὰς μὲν ὑπονοίας τοῦ Τιβερίου καὶ ἐν οἷς μάλιστ’ ἐδόκει τὴν διάνοιαν ἑλκοῦσθαι διὰ τὸν ἄληκτον ἐπὶ τῷ υἱωνῷ φόβον ἐξιώμενος."],["36","εὔνουν γὰρ καὶ πειθαρχικὸν ἀπέφαινε τὸν Γάιον καὶ σφόδρα ἡττημένον τοῦ ἀνεψιοῦ, ὡς ἕνεκα φιλοστοργίας καὶ μόνῳ ἂν ἐθελῆσαι τῆς ἀρχῆς ὑπεκστῆναι· τὴν δὲ αἰδῶ μὴ λυσιτελῆσαι πολλοῖς, ὑφ’ ἧς καὶ Γάιον ἁπλοῦν ὄντα ποικίλον νομίζεσθαι."],["37","καὶ ὁπότε μὴ πείθοι τὰ εἰκότα διεξιών, τὴν ἀπὸ συνθηκῶν πίστιν ἐπέφερεν, „ἐγγυῶμαι “λέγων, „ἀξιόχρεώς εἰμι πρὸς πίστιν· ἱκανὰς ἀποδείξεις δέδωκα τοῦ φιλόκαισαρ ἰδίως καὶ φιλοτιβέριος εἶναι, τὴν ἐπίθεσιν καὶ καθαίρεσιν ἐγχειρισθεὶς Σηιανοῦ. “"],["38","καὶ συνόλως δὲ ἱκανὸς ἦν ἐν τοῖς εἰς Γάιον ἐπαίνοις, εἰ δεῖ καλεῖν ἀξίως ἐπαίνους τὰς ἀπολογίας, αἳ πρὸς τὰς ἐξ ὑπονοιῶν αἰτίας καὶ κατηγορίας ἀδήλους καὶ ἀσαφεῖς ἐγίνοντο· συνόλως γὰρ ὅσα περὶ ἀδελφῶν εἴποι τις ἂν ἢ υἱῶν γνησίων ἐγκώμια, τοσαῦτα καὶ ἔτι πλείω Μάκρων ὑπὲρ Γαΐου διεξῄει πρὸς Τιβέριον."],["39","αἴτιον δέ, ὡς ὁ τῶν πολλῶν λόγος, οὐ μόνον τὸ ἀντιθεραπεύεσθαι πρὸς αὐτοῦ τὸν Μάκρωνα, πλεῖστον ἢ καὶ σύμπαν ἐν τῇ ἡγεμονίᾳ δυνάμενον, ἀλλὰ καὶ ἡ Μάκρωνος γυνὴ διὰ σιωπωμένην αἰτίαν, ἣ καθ’ ἑκάστην ἡμέραν ἤλειφε καὶ συνεκρότει τὸν ἄνδρα μηδὲν ἀνιέναι σπουδῆς καὶ βοηθείας τῆς ὑπὲρ τοῦ νεανίσκου. δεινὸν δὲ γυνὴ γνώμην ἀνδρὸς παραλῦσαι καὶ παραγαγεῖν, καὶ μάλιστα μαχλάς· ἕνεκα γὰρ τοῦ συνειδότος κολακικωτέρα γίνεται."],["40","ὁ δὲ τὴν διαφθορὰν μὲν τοῦ γάμου καὶ τῆς οἰκίας ἀγνοῶν, τὴν δὲ κολακείαν εὔνοιαν ἀκραιφνεστάτην εἶναι νομίζων, ἀπατᾶται καὶ λανθάνει τοῖς στρατηγήμασι τοὺς ἐχθίστους ὡς φιλτάτους προσιέμενος."],["41","Εἰδὼς οὖν, ὅτι παρὰ μικρὸν ἐλθόντα μυριάκις αὐτὸν ἀπολέσθαι διέσωσεν, ἀνυπούλοις καὶ πεπαρρησιασμέναις ἐχρῆτο ταῖς νουθεσίαις· ἐβούλετο γάρ, ὡς ἀγαθὸς δημιουργός, ἀκαθαίρετον διαμεῖναι τὸ οἰκεῖον ἔργον, μήτε ὑπ’ αὐτοῦ διαλυθὲν μήτε ὑφ’ ἑτέρου."],["42","ὁπότε οὖν ἢ καταδαρθόντα ἐν συμποσίῳ θεάσαιτο, περιανίστη στοχαζόμενος ἅμα μὲν τοῦ πρέποντος ἅμα δὲ καὶ τῆς ἀσφαλείας— εὐεπιβούλευτον γὰρ ὁ κοιμώμενος—, ἤ τινας ἐκμανῶς ὀρχηστὰς ὁρῶντα ἢ ἔστιν ὅτε συνορχούμενον ἢ ἐπὶ μίμοις αἰσχρῶν καὶ σκωμμάτων μὴ ὑπομειδιῶντα σεμνότερον ἀλλὰ μειρακιωδέστερον καγχάζοντα ἢ κιθαρῳδῶν ἢ χορῶν τῆς ἐμμελείας ἡττώμενον, ἔστιν ὅπου καὶ συνᾴδοντα, ἔνυττε πλησίον καθεζόμενος ἢ κατακεκλιμένος καὶ ἐπέχειν ἐπειρᾶτο."],["43","πολλάκις δὲ καὶ ἐπικλίνας πρὸς οὖς, ἵνα μὴ κατακούοι τις ἕτερος, ἡσυχῇ καὶ πρᾴως ἐνουθέτει φάσκων· \" οὐδενὶ τῶν παρόντων ἀλλ’ οὐδὲ τῶν ἄλλων ἀνθρώπων ὅμοιον εἶναί σε δεῖ, οὔτε ἐν θεάμασιν οὔτε ἐν ἀκούσμασιν οὔτε ἐν τοῖς ἄλλοις ἅπασιν ὅσα κατὰ τὰς αἰσθήσεις, ἀλλὰ προφέρειν ἐπὶ τοσοῦτον ἐν ἑκάστῳ τῶν περὶ τὸν βίον, ἐφ’ ὅσον καὶ ταῖς εὐτυχίαις διενήνοχας."],["44","ἄτοπον γὰρ τὸν ἡγεμόνα γῆς καὶ θαλάττης νικᾶσθαι πρὸς ᾠδῆς ἢ ὀρχήσεως ἢ χλευαστικοῦ σκώμματος ἤ τινος τῶν ὁμοιοτρόπων, ἀλλὰ μὴ ἀεὶ καὶ πανταχοῦ μεμνῆσθαι τῆς ἡγεμονίας, καθάπερ ποιμένα τινὰ καὶ ἐπιστάτην ἀγέλης, τὰ πρὸς βελτίωσιν ἀπὸ παντὸς οὑτινοσοῦν ἐφ’ ἑαυτὸν ἕλκοντα καὶ λόγου καὶ πράγματος. \""],["45","εἶτα ἔφασκεν· \" ὅταν παρατυγχάνῃς σκηνικοῖς ἀγῶσιν ἢ γυμνικοῖς ἢ τοῖς κατὰ τὰς ἱπποδρομίας, μὴ σκόπει τὰ ἐπιτηδεύματα, ἀλλὰ τὴν ἐν τοῖς ἐπιτηδεύμασι κατόρθωσιν, καὶ λάμβανε τὸν τοιοῦτον λογισμόν·"],["46","εἰ τὰ μηδὲν ὠφελοῦντα τὸν ἀνθρώπινον βίον, τέρψιν δὲ καὶ ἡδονὴν αὐτὸ μόνον παρέχοντα θεαταῖς, ἐκπονοῦσιν οὕτω τινές, ὡς ἐπαινεῖσθαί τε καὶ θαυμάζεσθαι καὶ γέρα καὶ τιμὰς καὶ στεφάνους μετὰ κηρυγμάτων λαμβάνειν, τί χρὴ πράττειν τὸν τῆς ἀνωτάτω καὶ μεγίστης τέχνης ἐπιστήμονα;"],["47","μεγίστη δὲ καὶ ἀρίστη τέχνη πασῶν ἐστιν ἡ ἡγεμονία, δι’ ἧς πᾶσα μὲν ἡ ἀγαθὴ καὶ βαθεῖα πεδιάς τε καὶ ὀρεινὴ γεωργεῖται, πᾶσα δὲ θάλαττα φορτηγοῖς ὁλκάσιν ἀκινδύνως διαπλεῖται κατὰ τὰς ἀντιδόσεις ὧν ἀλλήλαις ἀγαθῶν ἀντεκτίνουσιν αἱ χῶραι κοινωνίας ἱμέρῳ, τὰ μὲν ἐνδέοντα λαμβάνουσαι, ὧν δ’ ἄγουσι περιουσίαν ἀντιπέμπουσαι."],["48","φθόνος γὰρ οὐδέποτε πᾶσαν τὴν οἰκουμένην ἐκράτησεν, ἀλλ’ οὐδὲ τὰς μεγάλας αὐτῆς ἀποτομάς, ὅλην Εὐρώπην ἢ ὅλην Ἀσίαν· ἀλλ’ ἰοβόλου τρόπον ἑρπετοῦ φωλεύει βραχέσιν εἰσερπύσας χωρίοις ἀνδρὶ ἑνὶ ἢ οἴκῳ ἑνὶ ἤ, εἴ ποτε πολὺς ἄγαν πνέοι, πόλει μιᾷ· πρὸς δὲ μείζονα κύκλον ἔθνους ἢ χώρας οὐ πρόσεισι, καὶ μάλιστα ἀφ’ οὗ τὸ ὑμέτερον γένος τὸ Σεβαστὸν ὄντως ἤρξατο πρυτανεύειν τῶν πανταχοῦ πάντων."],["49","ὅσα μὲν γὰρ εὐημέρει τῶν βλαβερῶν καὶ ἐν μέσοις ἐξητάζετο, πρὸς ἐσχατιὰς ὑπερόρια καὶ Ταρτάρου μυχοὺς ἤλασε, τὰ δὲ τρόπον τινὰ φυγαδευθέντα τῶν λυσιτελῶν καὶ ὠφελίμων κατήγαγεν ἀπὸ περάτων γῆς καὶ θαλάττης εἰς τὴν καθ’ ἡμᾶς οἰκουμένην· ἃ πάντα μιᾷ χειρὶ σῇ κυβερνᾶν ἐπιτέτραπται."],["50","παραπεμφθεὶς γοῦν ὑπὸ τῆς φύσεως ἐπὶ πρύμναν ἀνωτάτω καὶ τοὺς οἴακας ἐγχειρισθεὶς πηδαλιούχει τὸ κοινὸν ἀνθρώπων σκάφος σωτηρίως, ἐπὶ μηδενὶ μᾶλλον χαίρων καὶ τερπόμενος ἢ τῷ τοὺς ὑπηκόους εὐεργετεῖν."],["51","ἄλλοι μὲν γὰρ ἄλλων ἔρανοι, οὓς ἀναγκαίως εἰσφέρουσιν ἰδιῶται κατὰ πόλεις· ἄρχοντι δὲ οἰκειότατος ἔρανος, βουλὰς ἀγαθὰς εἰσηγεῖσθαι περὶ τῶν ὑποτεταγμένων καὶ πράττειν τὰ βουλευθέντα ὀρθῶς καὶ ἀταμίευτα προφέρειν τὰ ἀγαθὰ πλουσίᾳ χειρὶ καὶ γνώμῃ, πλὴν ὅσα κατὰ πρόνοιαν τῆς εἰς τὸ μέλλον ἀδηλότητος ἄξιον παραφυλάττειν. \""],["52","Τοιούτοις κατεπῇδεν ὁ δυστυχής, ὥστε βελτιῶσαι τὸν Γάιον. ὁ δὲ φίλερις καὶ φιλόνεικος ὢν ἐπὶ τἀναντία τὴν διάνοιαν ἔτρεπεν, ὥσπερ εἰς ἐκεῖνα παρακληθείς, καὶ τὸν σωφρονιστὴν ἄντικρυς ἀπεθάρρει δυσωπεῖν, ἔστι δὲ ὅτε καὶ πόρρωθεν ἀφικνούμενον ὁρῶν πρὸς τοὺς πλησίον ταυτὶ διελάλει·"],["53","„πάρεστιν ὁ διδάσκαλος τοῦ μηκέτι μανθάνειν ὀφείλοντος, ὁ παιδαγωγὸς τοῦ μηκέτι παιδὸς ὄντος, ὁ νουθετητὴς τοῦ φρονιμωτέρου, ὁ τὸν αὐτοκράτορα τῷ ὑπηκόῳ πειθαρχεῖν ἀξιῶν, ἐθάδα τῆς ἡγεμονικῆς ἐπιστήμης καὶ παιδευτὴν ἑαυτὸν γράφει, παρὰ τίνι μαθὼν τὰ ἀρχικὰ ἔγωγε οὐκ οἶδα."],["54","ἐμοὶ μὲν γὰρ ἐξ ἔτι σπαργάνων μυρίοι διδάσκαλοι γεγόνασι, πατέρες, ἀδελφοί, θεῖοι, ἀνεψιοί, πάπποι, πρόγονοι μέχρι τῶν ἀρχηγετῶν, οἱ ἀφ’ αἵματος πάντες καθ’ ἑκάτερον γένος τό τε πατρῷον καὶ μητρῷον, αὐτοκρατεῖς ἐξουσίας περιποιησάμενοι, χωρὶς τοῦ κἀν ταῖς πρώταις τῶν σπερμάτων καταβολαῖς εἶναί τινας δυνάμεις βασιλικὰς τῶν ἡγεμονικῶν."],["55","ὡς γὰρ αἱ τοῦ σώματος καὶ τῆς ψυχῆς ὁμοιότητες κατά τε τὴν μορφὴν καὶ σχέσεις καὶ κινήσεις βουλάς τε καὶ πράξεις ἐν τοῖς σπερματικοῖς σῴζονται λόγοις, οὕτως εἰκὸς ἐν τοῖς αὐτοῖς ὑπογράφεσθαι τυπωδέστερον καὶ τὴν πρὸς ἡγεμονίαν ἐμφέρειαν."],["56","εἶτα ἐμὲ τὸν καὶ πρὸ τῆς γενέσεως ἔτι κατὰ γαστρὸς ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ διαπλασθέντα αὐτοκράτορα τολμᾷ τις διδάσκειν, ἀνεπιστήμων ἐπιστήμονα; ποῦ γὰρ τοῖς ἰδιώταις πρὸ μικροῦ θέμις εἰς ἡγεμονικῆς ψυχῆς παρακύψαι βουλεύματα; τολμῶσι δὲ ὑπ’ ἀναισχύντου θράσους ἱεροφαντεῖν καὶ τελεῖν τὰ ἡγεμονικὰ μόλις ἂν ἐν μύσταις ἀναγραφέντες. “"],["57","ἐκ δὲ τοῦ κατ’ ὀλίγον μελετῶν ἀλλοτριοῦσθαι τοῦ Μάκρωνος ἤρχετο καὶ ψευδεῖς μὲν πιθανὰς δὲ καὶ εὐπαραγώγους κατ’ αὐτοῦ πλάττειν αἰτίας· δειναὶ γὰρ αἱ εὔθικτοι καὶ μεγάλαι φύσεις εἰκοτολογῆσαι."],["58","τοιαῦται δὲ ἦσαν αἱ προφάσεις· „ἐμόν ἐστι τοῦ Μάκρωνος ἔργον Γάιος· μᾶλλον αὐτὸν ἢ οὐχ ἧττον τῶν γονέων γεγέννηκα· τρίς, οὐχ ἅπαξ, ἀνήρπαστο ἂν ἐπ’ αὐτῷ Τιβερίου φονῶντος, εἰ μὴ δι’ ἐμὲ καὶ τὰς ἐμὰς παρηγορίας· ἀλλὰ καὶ τελευτήσαντος ἔχων ὑπηκόους τὰς στρατιωτικὰς δυνάμεις εὐθὺς εἰς τὴν ἐκείνου παρέπεμψα τάξιν, ἀναδιδάσκων ὅτι ἀνδρὸς ἑνὸς γέγονεν ἔνδεια· μένει δὲ ἄρτιος καὶ πλήρης ἡ ἡγεμονία. “"],["59","τούτοις συνεπείθοντό τινες ὡς ἀψευδέσιν ἀγνοοῦντες τὸν φένακα τρόπον τοῦ λέγοντος· οὔπω γὰρ ἦν τὸ πεπλασμένον αὐτοῦ καὶ ποικίλον τῶν ἠθῶν ἐμφανές. ἀλλὰ γὰρ οὐ πολλαῖς ὕστερον ἡμέραις ἐκποδὼν ὁ κακοδαίμων γίνεται σὺν τῇ γυναικί, τῆς περιττῆς εὐνοίας ἀμοιβὰς τὰς ἀνωτάτω τιμωρίας ἀντιλαβών."],["60","τοιοῦτόν ἐστιν ἡ εἰς τοὺς ἀχαρίστους χάρις· ἀντὶ γὰρ ὧν ὠφελήθησαν, παρέχουσι τὰς μεγίστας ζημίας τοῖς εὐεργετήσασιν. ὁ γοῦν Μάκρων πάντα ἐπ’ ἀληθείας πραγματευσάμενος μετ’ ἐκτενεστάτης σπουδῆς καὶ φιλοτιμίας, τὸ μὲν πρῶτον ὑπὲρ τοῦ σῶσαι Γάιον, ἔπειτα δὲ ὑπὲρ τοῦ μόνον τὴν ἡγεμονίαν διαδέξασθαι, τοιαῦτα εὕρατο τὰ ἐπίχειρα."],["61","λέγεται γάρ, ὅτι ἠναγκάσθη ὁ δείλαιος αὐτοχειρίᾳ κτεῖναι ἑαυτὸν καὶ τὴν αὐτὴν ἀνεδέξατο συμφορὰν ἡ γυνή, καίτοι ποτὲ νομισθεῖσα διὰ συνηθείας αὐτῷ γενέσθαι· βέβαιον δὲ οὐδέν φασι τῶν ἐν ἔρωτι φίλτρων εἶναι διὰ τὸ τοῦ πάθους ἁψίκορον."],["62","Ἐπειδὴ δὲ καὶ ὁ Μάκρων πανοίκιος ἱέρευτο, τρίτῳ ἐπαπεδύετο δόλῳ βαρυτέρῳ. πενθερὸς ἐγεγένητο αὐτῷ Μάρκος Σιλανός, μεστὸς φρονήματος ἀνὴρ καὶ γένει λαμπρός. οὗτος ὠκυμόρου τῆς θυγατρὸς ἀποθανούσης ἔτι περιεῖπε τὸν Γάιον, εὔνοιαν προσφερόμενος οὐ πενθεροῦ μᾶλλον ἢ γνησίου πατρός, ἧς ἐνόμιζεν ἀντιλήψεσθαι κατὰ νόμον ἰσότητος μεθαρμοσάμενος τὸν γαμβρὸν εἰς υἱόν. ἐλελήθει δὲ ἄρα ψευδοδοξῶν καὶ ἀπατώμενος."],["63","ὁ μὲν γὰρ τοὺς τοῦ κηδεμόνος λόγους ἀεὶ διεξῄει μηδὲν ἐπικρυπτόμενος τῶν εἰς βελτίωσιν καὶ ὠφέλειαν ἠθῶν καὶ βίου καὶ ἡγεμονίας, ἔχων εἰς παρρησίαν καὶ μεγάλας ἀφορμὰς ὑπερβάλλουσάν τε εὐγένειαν καὶ τὴν κατ’ ἐπιγαμίαν οἰκειότητα· καὶ γὰρ ἡ θυγάτηρ οὐ πρὸ πολλῶν ἐτεθνήκει χρόνων, ὡς ἀμαυρωθῆναι τὰ δίκαια τῶν κηδεστῶν, ἀλλὰ μόνον οὐκ ἤσπαιρεν, ἔτι λειψάνων τινῶν ὑστάτων τοῦ ψυχικοῦ πνεύματος ἐνυπαρχόντων καὶ ἐγκατειλημμένων τῷ σώματι."],["64","ὁ δὲ πρὸς ὕβρεως τὰς νουθεσίας λαμβάνων τῷ πάντων οἴεσθαι φρονιμώτατος καὶ σωφρονέστατος ἔτι δὲ ἀνδρειότατος εἶναι καὶ δικαιότατος ἤχθαιρε μᾶλλον τῶν ὁμολογουμένων πολεμίων τοὺς διδάσκοντας."],["65","ὑπολαβὼν οὖν καὶ τοῦτον εἶναι παρενόχλημα, τὴν πολλὴν αὐτοῦ ῥύμην τῶν ἐπιθυμιῶν ἐφέξοντα, πολλὰ χαίρειν φράσας τοῖς δαίμοσι τῆς ἀποθανούσης γυναικός, εἰ πατέρα μὲν ἐκείνης ἑαυτοῦ δὲ γενόμενον πενθερὸν μεταστήσεται, δολοφονεῖ."],["66","Καὶ τὸ πρᾶγμα ἤδη περιβόητον τοῖς ἐπαλλήλοις τῶν πρώτων ἀνδρῶν φόνοις ἐγεγένητο, ὡς διὰ παντὸς στόματος δυσκάθαρτα ἄγη συνηχεῖσθαι, φανερῶς μὲν οὐ διὰ δέος, ἠρεμαιοτέρᾳ δὲ τῇ φωνῇ."],["67","κἄπειτα ἐκ μεταβολῆς— ὄχλος γὰρ ἀνίδρυτον ἐν ἅπασι, καὶ βουλαῖς καὶ λόγοις καὶ πράγμασιν— ἀπιστοῦντες, εἰ οὕτως ἀθρόαν ἐνδέδεκται τροπὴν ὁ πρὸ μικροῦ χρηστὸς καὶ φιλάνθρωπος ἴσος τε καὶ κοινωνικὸς εἶναι νομισθεὶς Γάιος, ἀπολογίας ἐσκόπουν καὶ διερευνῶντες εὕρισκον, ἐπὶ μὲν τῷ ἀνεψιῷ καὶ συγκληρονόμῳ τοιαῦτα φάσκοντες·"],["68","„ἀκοινώνητον ἀρχή, θεσμὸς φύσεως ἀκίνητος. οὗτος ἃ παθεῖν ἐμέλλησεν ἂν ὑπ’ ἀδυνατωτέρου προδιέθηκεν ἰσχυρότερος ὤν· ἄμυνα τοῦτ’ ἔστιν, οὐκ ἀνδροφονία. τάχα δὲ καὶ προνοητικῶς ἐπ’ ὠφελείᾳ τοῦ σύμπαντος ἀνθρώπων γένους τὸ μειράκιον ἐκποδὼν γεγένηται, τῶν μὲν τούτῳ τῶν δὲ ἐκείνῳ προσκληρουμένων, ἐξ ὧν ταραχαὶ ἐμφύλιοί τε καὶ ξενικοὶ πόλεμοι συνίστανται. τί δὲ ἄμεινον εἰρήνης; εἰρήνη δὲ ἐξ ἡγεμονίας ὀρθῆς φύεται· ἡγεμονία δὲ ἀφιλόνεικος καὶ ἀνερίθευτος ὀρθὴ μόνη, δι’ ἧς καὶ τἄλλα πάντα κατορθοῦται. “"],["69","ἐπὶ δὲ Μάκρωνι· \" πλέον ἐφυσήθη τοῦ μετρίου· τὸ Δελφικὸν γράμμα οὐ διανέγνω, τὸ ’γνῶθι σαυτόν’· φασὶ δὲ τὴν μὲν ἐπιστήμην εὐδαιμονίας τὴν δὲ ἄγνοιαν κακοδαιμονίας αἰτίαν εἶναι. τί παθὼν ὑπηλλάττετο καὶ μετετίθει τὸν μὲν ὑπήκοον αὑτὸν εἰς τάξιν ἄρχοντος, τὸν δὲ αὐτοκράτορα Γάιον εἰς ὑπηκόου χώραν; οἰκειότατον ἡγεμόνι μὲν τὸ προστάττειν, ὅπερ ἐποίει Μάκρων, ὑπηκόῳ δὲ τὸ πειθαρχεῖν, ὅπερ ὑπομένειν ἠξίου Γάιον. “"],["70","ἐκάλουν γὰρ οἱ ἀνεξέταστοι τὴν παραίνεσιν πρόσταξιν καὶ τὸν σύμβουλον ἄρχοντα, ἤτοι μὴ συνιέντες ὑπ’ ἀναισθησίας ἢ διὰ κολακείαν τὰς φύσεις τῶν ὀνομάτων ὁμοῦ καὶ πραγμάτων μεταχαράττοντες."],["71","ἐπὶ δὲ Σιλανῷ· „χλεύης ἄξιον ὁ Σιλανὸς ἔπαθεν, οἰηθεὶς πενθερὸν τοσοῦτον παρὰ γαμβρῷ δύνασθαι, ὅσον πατέρα γνήσιον παρ’ υἱῷ. καίτοι πατέρες ἰδιῶται γενομένων ἐν ἀρχαῖς μεγάλαις καὶ ἐξουσίαις υἱῶν ὑποστέλλουσιν, ἀγαπητῶς φερόμενοι δευτερεῖα. ὁ δὲ ἠλίθιος, οὐδὲ πενθερὸς ὢν ἔτι, τὰ μὴ καθ’ ἑαυτὸν προσπεριειργάζετο μὴ συνιείς, ὅτι θανάτῳ τῆς θυγατρὸς συνετεθνήκει καὶ ἡ κατ’ ἐπιγαμίαν οἰκειότης·"],["72","δεσμὸς γὰρ οἴκων ὀθνείων αἱ ἐπιγαμίαι τὴν ἀλλοτριότητα εἰς οἰκειότητα συνάγων, οὗ λυθέντος λέλυται καὶ τὰ τῆς κοινωνίας, καὶ μάλιστα ὅταν ἀνεπανορθώτῳ πράγματι λυθῇ, τελευτῇ τῆς εἰς ἀλλότριον οἶκον δεδομένης ἐπὶ γάμῳ. “"],["73","τοιαῦτα ἐν ἅπασι τοῖς συλλόγοις ἐθρύλουν πλεῖστον διδόντες μέρος τῷ μὴ βούλεσθαι δοκεῖν ὠμὸν εἶναι τὸν αὐτοκράτορα· χρηστότητα γὰρ καὶ φιλανθρωπίαν ἐλπίσαντες ὅσην παρ’ οὐδενὶ τῶν προτέρων ἐνιδρύσθαι τῇ Γαΐου ψυχῇ σφόδρα ἄπιστον ἐνόμιζον, εἰ τοσαύτην καὶ οὕτως ἀθρόαν ἐνδέδεκται μεταβολὴν πρὸς τἀναντία."],["74","Κατεργασάμενος οὖν τρεῖς τοὺς εἰρημένους ἄθλους ἐκ τριῶν τῶν ἀναγκαιοτάτων μερῶν, δυοῖν μὲν ἐκ τῆς πατρίδος τοῦ τε βουλευτικοῦ καὶ τοῦ τῆς ἱππικῆς τάξεως, τρίτου δὲ τοῦ συγγενικοῦ, καὶ ὑπολαβὼν τῶν ἰσχυροτάτων καὶ δυνατωτάτων περιγεγενημένος καταπληκτικώτατον δέος ἐνειργάσθαι τοῖς ἄλλοις ἅπασι,"],["75","διὰ μὲν τῆς Σιλανοῦ σφαγῆς τοῖς βουλευταῖς— ἦν γὰρ οὐδενὸς τῶν ἐν συγκλήτῳ δεύτερος—, διὰ δὲ τῆς Μάκρωνος τοῖς ἱππικοῖς— οἷα γὰρ χοροῦ τινος ἡγεμὼν ἐγεγένητο φερόμενος τὰ πρωτεῖα τιμῆς καὶ εὐδοξίας—, διὰ δὲ τῆς τοῦ ἀνεψιοῦ καὶ συγκληρονόμου τοῖς ἀφ’ αἵματος ἅπασιν, οὐκέτι ἠξίου μένειν ἐν τοῖς τῆς ἀνθρωπίνης φύσεως ὅροις, ἀλλ’ ὑπερέκυπτε σπουδάζων θεὸς νομίζεσθαι."],["76","καὶ ἐν ἀρχῇ ταύτης τῆς παραπληξίας φασὶν αὐτὸν χρήσασθαι τοιούτῳ λογισμῷ· καθάπερ γὰρ οἱ τῶν ἄλλων ζῴων ἀγελάρχαι, βουκόλοι καὶ αἰπόλοι καὶ νομεῖς, οὔτε βόες εἰσὶν οὔτε αἶγες οὔτε ἄρνες, ἀλλ’ ἄνθρωποι κρείττονος μοίρας καὶ κατασκευῆς ἐπιλαχόντες, τὸν αὐτὸν τρόπον ἀγελαρχοῦντα κἀμὲ τῆς ἀρίστης ἀνθρώπων γένους ἀγέλης νομιστέον διαφέρειν καὶ μὴ κατ’ ἄνθρωπον εἶναι, μείζονος δὲ καὶ θειοτέρας μοίρας τετυχηκέναι."],["77","ταύτην τὴν ὑπόληψιν ἐνσφραγισάμενος τῇ διανοίᾳ περιέφερεν ὁ ἠλίθιος ἐν ἑαυτῷ μυθικὸν πλάσμα ὡς ἀψευδεστάτην ἀλήθειαν. καὶ ἐπειδὴ ἅπαξ ἐθρασύνατο καὶ ἀπετόλμησεν εἰς τοὺς πολλοὺς ἐξενεγκεῖν τὴν ἀθεωτάτην ἐκθέωσιν αὑτοῦ, τὰ ἀκόλουθα καὶ συνῳδὰ πράττειν ἐπεχείρει καὶ οἷα δι’ ἀναβαθμῶν ἐκ τοῦ κατ’ ὀλίγον εἰς τὸ ἄνω προῄει."],["78","ἤρχετο γὰρ ἐξομοιοῦν τὸ πρῶτον τοῖς λεγομένοις ἡμιθέοις ἑαυτόν, Διονύσῳ καὶ Ἡρακλεῖ καὶ Διοσκούροις, Τροφώνιον καὶ Ἀμφιάραον καὶ Ἀμφίλοχον καὶ τοὺς ὁμοίους χρηστηρίοις αὐτοῖς καὶ ὀργίοις χλεύην τιθέμενος κατὰ σύγκρισιν τῆς ἰδίας δυνάμεως."],["79","εἶθ’ ὥσπερ ἐν θεάτρῳ σκευὴν ἄλλοτε ἀλλοίαν ἀνελάμβανε, τοτὲ μὲν λεοντῆν καὶ ῥόπαλον, ἀμφότερα ἐπίχρυσα, διακοσμούμενος εἰς Ἡρακλέα, τοτὲ δὲ πίλους ἐπὶ τῆς κεφαλῆς, ὁπότε ἀσκοῖτο εἰς Διοσκούρους· ἔστι δὲ ὅτε κιττῷ καὶ θύρσῳ καὶ νεβρίσιν εἰς Διόνυσον ἠσκεῖτο·"],["80","καὶ ταύτῃ διαφέρειν ἀξιῶν, ὅτι ἐκείνων μὲν ἕκαστος ἰδίας ἔχων τιμὰς οὐ μετεποιεῖτο ὧν ἐκοινώνουν ἕτεροι, ὁ δὲ τὰς πάντων ἀθρόων ἐσφετερίζετο φθόνῳ καὶ πλεονεξίᾳ, μᾶλλον δὲ καὶ αὐτοὺς ἐκείνους, οὐκ εἰς Γηρυόνην τὸν τρισώματον μεταβαλών, ἵνα τῷ πλήθει παραγάγῃ τοὺς ὁρῶντας, ἀλλ’, ὃ δὴ παραδοξότατον ἦν, ἑνὸς σώματος οὐσίαν μετασχηματίζων καὶ μεταχαράττων εἰς πολυτρόπους μορφάς, Αἰγυπτίου τρόπον Πρωτέως, ὃν εἰσήγαγεν Ὅμηρος μεταβολὰς παντοίας ἐνδεχόμενον εἴς τε τὰ στοιχεῖα καὶ τὰ ἐκ τούτων ζῷα καὶ φυτά."],["81","καίτοι τί παρασήμων ἔδει σοι, Γάιε, οἷς ἔθος ἀσκεῖσθαι τὰ τῶν εἰρημένων ἀφιδρύματα; ἐχρῆν γὰρ ζηλοῦν τὰς ἐκείνων ἀρετάς. Ἡρακλῆς ἐκάθηρε γῆν καὶ θάλατταν ἄθλους ἀναγκαιοτάτους καὶ ὠφελιμωτάτους ἅπασιν ἀνθρώποις ὑποστὰς ἕνεκα τοῦ τὰ βλαβερὰ καὶ κακωτικὰ φύσεως ἑκατέρας ἀνελεῖν."],["82","Διόνυσος ἡμερώσας ἄμπελον καὶ ποτὸν ἐξ αὐτῆς ἀναχέας ἥδιστον ὁμοῦ καὶ ὠφελιμώτατον ψυχαῖς τε καὶ σώμασι τὰς μὲν ἄγει πρὸς εὐθυμίαν, κακῶν λήθην καὶ ἀγαθῶν ἐλπίδας ἐνεργαζόμενος, τὰ δὲ σώματα ὑγιεινότερα καὶ κραταιότερα καὶ εὐκινητότερα παρασκευάζει·"],["83","καὶ ἰδίᾳ τε ἕκαστον ἀνθρώπων βελτίονα ποιεῖ καὶ πολυανθρώπους οἰκίας καὶ συγγενείας ἐξ αὐχμηροῦ καὶ ἐπιπόνου βίου μεθαρμόζεται πρὸς ἀνειμένης σχῆμα καὶ ἱλαρᾶς διαίτης καὶ πάσαις πόλεσιν Ἑλληνικαῖς τε καὶ βαρβαρικαῖς εὐωχίας, εὐφροσύνας, θαλίας, ἑορτὰς ἐπαλλήλους παρέχει· πάντων γὰρ τῶν λεχθέντων αἴτιος ἄκρατος. πάλιν Διοσκούρους λόγος ἔχει κοινώσασθαι τὴν ἀθανασίαν."],["84","ἐπειδὴ γὰρ ὁ μὲν θνητὸς ὁ δὲ ἀθάνατος ἦν, οὐκ ἐδικαίωσεν ὁ τῆς κρείττονος μοίρας ἀξιωθεὶς φιλαυτῆσαι μᾶλλον ἢ πρὸς τὸν ἀδελφὸν εὔνοιαν ἐπιδείξασθαι."],["85","φαντασιωθεὶς γὰρ τὸν ἄπειρον αἰῶνα καὶ λογισάμενος, ὅτι αὐτὸς μὲν ἀεὶ βιώσεται, ὁ δὲ ἀδελφὸς ἀεὶ τεθνήξεται, καὶ μετὰ τῆς ἀθανασίας ἀθάνατον τὸ ἐπ’ ἐκείνῳ πένθος ἀναδέξεται, θαυμαστὴν ἐμεγαλούργησεν ἀντίδοσιν ἀνακερασάμενος αὑτῷ μὲν τὸ θνητόν, τῷ δὲ ἀδελφῷ τὸ ἄφθαρτον, καὶ ἀνισότητα, τὴν ἀδικίας ἀρχήν, ἐνηφάνισεν ἰσότητι, ἥτις ἐστὶ πηγὴ δικαιοσύνης."],["86","οὗτοι πάντες, ὦ Γάιε, διὰ τὰς ὑπηργμένας εὐεργεσίας ἐθαυμάσθησαν καὶ ἔτι νῦν θαυμάζονται καὶ σεβασμοῦ τε καὶ τῶν ἀνωτάτω τιμῶν ἠξιώθησαν. εἰπὲ δὴ καὶ αὐτὸς ἡμῖν, ἐπὶ τίνι γαυριᾷς καὶ πεφύσησαι τῶν παραπλησίων;"],["87","ἐμιμήσω τοὺς Διοσκούρους εἰς φιλαδελφίαν; ἵνα ἐντεῦθεν ἄρξωμαι. τὸν μὲν ἀδελφὸν καὶ συγκληρονόμον ἐν ἀκμῇ τῆς πρώτης ἡλικίας, ὦ σιδήρειε καὶ ἀνηλεέστατε, ὠμῶς ἀπέσφαξας, τὰς δ’ ἀδελφὰς ὕστερον ἐφυγάδευσας· μὴ καὶ αὗται τὸν περὶ ἀφαιρέσεως ἀρχῆς φόβον εἰργάζοντό σοι; ἐμιμήσω Διόνυσον;"],["88","εὑρετὴς καινῶν γέγονας χαρίτων ὡς ἐκεῖνος; εὐφροσύνης κατέπλησας τὴν οἰκουμένην; Ἀσία καὶ Εὐρώπη τὰς ἐκ σοῦ γεγενημένας δωρεὰς οὐ χωρεῖ;"],["89","καινὰς μὲν οὖν τέχνας καὶ ἐπιστήμας ἀνεῦρες ὡς κοινὸς λυμεὼν καὶ παλαμναῖος, αἷς μεταβάλλεις τὰ ἡδέα καὶ χαρτὰ πρὸς ἀηδίας καὶ λύπας καὶ ἀβίωτον βίον τοῖς πανταχοῦ πᾶσι, τὰ μὲν παρ’ ἑτέροις ἀγαθὰ καὶ καλὰ πάντα σφετεριζόμενος ἀπλήστοις καὶ ἀκορέστοις ταῖς ἐπιθυμίαις, τὰ ἀπὸ τῶν ἑῴων, τὰ ἀπὸ τῶν ἑσπερίων, τὰ ἀπὸ τῶν ἄλλων τοῦ παντὸς κλιμάτων, εἴ τινα ἢ κατὰ μεσημβρίαν ἦν ἢ πρὸς ἄρκτον, τὰ δὲ ἀπὸ τῆς σαυτοῦ πικρίας καὶ ὅσα ταῖς ἐπαράτοις καὶ ἰοβόλοις ψυχαῖς γεννᾶν ἔθος βλαβερὰ καὶ ἐπιζήμια ἀντιδιδοὺς καὶ ἀντιπέμπων· διὰ ταῦτα ὁ νέος Διόνυσος ἡμῖν ἀνεφάνης;"],["90","ἀλλὰ καὶ Ἡρακλέα ἐζήλωσας τοῖς ἀκαμάτοις σαυτοῦ πόνοις καὶ ταῖς ἀτρύτοις ἀνδραγαθίαις, εὐνομίας καὶ εὐδικίας εὐθηνίας τε καὶ εὐετηρίας καὶ τῆς τῶν ἄλλων ἀγαθῶν ἀφθονίας, ὧν ἡ βαθεῖα εἰρήνη δημιουργός, ἀναπλήσας ἠπείρους τε καὶ νήσους, ὁ ἀγεννέστατος, ὁ δειλίας μεστός, ὁ τῶν μὲν εἰς εὐστάθειαν καὶ εὐδαιμονίαν ἁπάντων κενώσας τὰς πόλεις, μεστὰς δὲ τῶν εἰς ταραχὰς καὶ θορύβους καὶ τὴν ἀνωτάτω βαρυδαιμονίαν ἀναφήνας;"],["91","ἐπὶ δὲ ταῖς τοσαύταις φοραῖς, ἃς ἤνεγκας ἐπ’ ὀλέθρῳ, εἰπέ μοι, Γάιε, ζητεῖς ἀθανασίας μεταλαχεῖν, ἵνα μὴ ὀλιγοχρονίους καὶ ἐφημέρους ἀλλὰ ἀθανάτους ἀπεργάσῃ συμφοράς; ἐγὼ δὲ νομίζω τοὐναντίον, εἰ καί τις ἔδοξας γεγενῆσθαι θεός, πάντως ἄν σε μεταβαλεῖν ἕνεκα τῶν πονηρῶν ἐπιτηδευμάτων εἰς θνητὴν φύσιν· εἰ γὰρ ἀθανατίζουσιν ἀρεταί, πάντως φθείρουσι κακίαι."],["92","μήτε οὖν ἐν Διοσκούροις γράφου τοῖς φιλαδελφοτάτοις, ὁ σφαγεὺς καὶ λυμεὼν τῶν ἀδελφῶν γεγονώς, μήτε Ἡρακλέους ἢ Διονύσου τιμῆς κοινοπράγει τῶν τὸν βίον ὀνησάντων, ὁ κακωτὴς καὶ διαφθορεὺς ὧν ἔδρασαν ἐκεῖνοι."],["93","Τοσαύτη δέ τις περὶ αὐτὸν ἦν λύττα καὶ παράφορος καὶ παράκοπος μανία, ὥστε καὶ τοὺς ἡμιθέους ὑπερβὰς ἐπανῄει καὶ ἐπαπεδύετο τοῖς τῶν μειζόνων καὶ ἀμφιθαλῶν εἶναι δοκούντων σεβασμοῖς Ἑρμοῦ καὶ Ἀπόλλωνος καὶ Ἄρεως."],["94","Ἑρμοῦ τὸ πρῶτον, κηρυκείοις καὶ πεδίλοις καὶ χλαμύσιν ἐνσκευαζόμενος τάξιν τε ἐν ἀταξίᾳ καὶ τὸ ἀκόλουθον ἐν συγχύσει καὶ λογισμὸν ἐν φρενοβλαβείᾳ παρεπιδεικνύμενος·"],["95","εἶτα, ὁπότε δόξειεν αὐτῷ, τὰ μὲν ἀπετίθετο, εἰς δὲ Ἀπόλλωνα μετεμορφοῦτο καὶ μετεσκευάζετο, στεφάνοις μὲν ἀκτινοειδέσι τὴν κεφαλὴν ἀναδούμενος, τόξον δὲ τῇ εὐωνύμῳ καὶ βέλη κρατῶν χειρί, Χάριτας δὲ τῇ δεξιᾷ προτείνων, ὡς δέον τὰ μὲν ἀγαθὰ ὀρέγειν ἐξ ἑτοίμου καὶ τετάχθαι τὴν βελτίονα τάξιν τὴν ἐπὶ δεξιά, τὰς δὲ κολάσεις ὑποστέλλειν καὶ τὴν καταδεεστέραν χώραν κεκληρῶσθαι τὴν ἐπ’ εὐώνυμα."],["96","χοροί τε εὐθὺς εἱστήκεσαν συγκεκροτημένοι, παιᾶνας εἰς αὐτὸν ᾄδοντες, οἱ πρὸ μικροῦ Βάκχον καὶ Εὐήιον καὶ Λυαῖον ὀνομάζοντες καὶ ὕμνοις γεραίροντες, ἡνίκα τὴν Διονυσιακὴν ἀνελάμβανε σκευήν."],["97","πολλάκις δὲ καὶ θώρακα ἐνδυόμενος ξιφήρης προῄει μετὰ κράνους καὶ ἀσπίδος, Ἄρης ἀνακαλούμενος· καὶ παρ’ ἑκάτερα οἱ Ἄρεως τοῦ καινοῦ [καὶ νέου] θεραπευταὶ συμπροῄεσαν, ἀνδροφόνων καὶ δημοκοίνων θίασος, ὑπηρετήσοντες κακὰς ὑπηρεσίας φονῶντι καὶ διψῶντι ἀνθρωπείου αἵματος."],["98","εἶτα τοῖς ταῦτα ὁρῶσι κατάπληξις ἦν ἐπὶ τῷ παραλόγῳ, καὶ ἐθαύμαζον, πῶς ὁ τἀναντία δρῶν οἷς ἰσότιμος εἶναι προαιρεῖται τὰς μὲν ἀρετὰς αὐτῶν ἐπιτηδεύειν οὐκ ἀξιοῖ, τοῖς δὲ παρασήμοις εἰς ἕκαστον σκευάζεται. καίτοι τὰ περίαπτα ταῦτα καὶ προκοσμήματα ξοάνοις καὶ ἀγάλμασι προσκαθίδρυται, διὰ συμβόλων μηνύοντα τὰς ὠφελείας, ἃς παρέχονται τῷ γένει τῶν ἀνθρώπων οἱ τιμώμενοι. πέδιλα Ἑρμῆς ὑποδεῖται πτερῶν ταρσοὺς ἔχοντα· διὰ τί;"],["99","ἆρα οὐχ ὅτι προσήκει τὸν ἑρμηνέα καὶ προφήτην τῶν θείων, ἀφ’ οὗ καὶ Ἑρμῆς ὠνόμασται, τὰ ἀγαθὰ διαγγέλλοντα— κακοῦ γὰρ οὐχ ὅτι θεὸς ἀλλ’ οὐδὲ σοφὸς ἀνὴρ γίνεται μηνυτής— ποδωκέστατόν τε εἶναι καὶ μόνον οὐ πτηνὸν φέρεσθαι διὰ σπουδὴν ἀνυπέρθετον; ἐπειδὴ τὰ λυσιτελῆ φθάνοντας εὐαγγελίζεσθαι προσήκει, καθάπερ τὰ παλίμφημα μέλλοντας, εἰ μὴ ἐπιτρέποι τις αὐτὰ ἡσυχάζεσθαι."],["100","πάλιν κηρύκειον ἀναλαμβάνει δεῖγμα συμβατηρίων σπονδῶν· πόλεμοι γὰρ ἀνοχὰς καὶ διαλύσεις λαμβάνουσι διὰ κηρύκων εἰρήνην καθισταμένων· οἱ δὲ ἀκήρυκτοι συμφορὰς ἀτελευτήτους ἀπεργάζονται καὶ τοῖς ἐπιφέρουσι καὶ τοῖς ἀμυνομένοις."],["101","Γάιος δὲ πρὸς τίνα χρείαν πέδιλα ἀνελάμβανεν; ἢ ἵνα τὰ δύσφημα καὶ δυσώνυμα, δέον ἡσυχάζεσθαι, βοηδρομῆται τάχει συντόνῳ πάντῃ συνηχοῦντα; καίτοι τί κινήσεως ἐπεσπευσμένης ἔδει; μένων γὰρ κακὰ ἐπὶ κακοῖς ἀμύθητα ὥσπερ ἐξ ἀενάων πηγῶν εἰς ἅπαντα τὰ μέρη τῆς οἰκουμένης ὤμβρει."],["102","τί δὲ δεῖ κηρυκείου τῷ μηδὲν εἰρηναῖόν ποτε μήτε εἰπόντι μήτε δράσαντι, πᾶσαν δὲ οἰκίαν καὶ πόλιν ἐμφυλίων ἀναπλήσαντι πολέμων κατά τε τὴν Ἑλλάδα καὶ βάρβαρον; ἀποθέσθω δὴ τὸν Ἑρμῆν, ἀφοσιωσάμενος τὴν ἀνοίκειον κλῆσιν, ὁ ψευδώνυμος."],["103","τί δὲ τῶν Ἀπολλωνιακῶν ἐμφερές ἐστι παρ’ αὐτῷ; στέφανον ἀκτινωτὸν φορεῖ, εὖ πως ἀπομαξαμένου τὰς ἡλιακὰς ἀκτῖνας τοῦ τεχνίτου. ἐκείνῳ δὲ ἥλιος ἢ φῶς συνόλως ἀσπαστόν ἐστιν, ἀλλ’ οὐχὶ νὺξ καὶ σκότος καὶ εἴ τι σκότους ἀφεγγέστερον εἰς τὴν τῶν ἐκνόμων ἔργων διάθεσιν; ἐπειδὴ τὰ μὲν καλὰ περιαυγείας μεσημβρινῆς δεῖται πρὸς ἐπίδειξεν, τὰ δὲ αἰσχρά φασιν ἐσχατιᾶς Ταρτάρου, εἰς ὃν ἄξιον συνωθεῖσθαι δεόντως ἐπικρυφθησόμενα."],["104","μεταθέτω καὶ τὰ ἐν ἑκατέρᾳ χειρὶ καὶ μὴ κιβδηλευέτω τὴν τάξιν. τὰ μὲν βέλη καὶ τόξα τῇ δεξιᾷ προφερέτω· βάλλειν γὰρ καὶ τοξεύειν εὐσκόπως οἶδεν ἄνδρας, γυναῖκας, συγγενείας ὅλας, εὐανδρούσας πόλεις, ἐπ’ ὀλέθρῳ παντελεῖ."],["105","τὰς δὲ Χάριτας ἢ ῥιψάτω θᾶττον ἢ τῇ εὐωνύμῳ συσκιαζέτω· τὸ γὰρ κάλλος ᾔσχυνεν αὐτῶν, προσοφθαλμιῶν καὶ προσκεχηνὼς ταῖς μεγάλαις οὐσίαις εἰς ἁρπαγὰς ἀδίκους, αἷς ἐπικατεσφάττοντο οἱ δεσπόται τῆς εὐτυχίας ἕνεκα κακοδαιμονοῦντες."],["106","ἀλλὰ καὶ τὴν ἰατρικὴν Ἀπόλλωνος εὖ πως μετεχάραξεν. ὁ μὲν γὰρ σωτηρίων φαρμάκων εὑρετὴς ἐγένετο πρὸς ὑγείαν ἀνθρώπων, ἀξιῶν καὶ τὰς ὑφ’ ἑτέρων ἐγγινομένας νόσους αὐτὸς ἰᾶσθαι διὰ τὴν ἐκ φύσεως καὶ ἐπιτηδεύσεως ὑπερβάλλουσαν ἡμερότητα."],["107","ὁ δὲ ἔμπαλιν νόσους μὲν τοῖς ὑγιαίνουσι, πηρώσεις δὲ τοῖς ὁλοκλήροις, καὶ συνόλως θανάτους τοῖς ζῶσι χειροποιήτους πρὸ τοῦ μοιριδίου χαλεποὺς ἐπέφερε, πάντα τὰ φθοροποιὰ χορηγίαις ἀφθόνοις παρεσκευασμένος, οἷς, εἰ μὴ ἔφθασε προαναιρεθεὶς ὑπὸ τῆς δίκης [χρήσασθαι], κἂν τὸ ἐν ἑκάστῃ πόλει δοκιμώτατον ἤδη διέφθαρτο."],["108","πρὸς τοὺς γὰρ ἐν τέλει καὶ πλουσίους εὐτρεπεῖς ἦσαν αἱ παρασκευαί, καὶ μάλιστα τοὺς ἐν Ῥώμῃ καὶ τῇ ἄλλῃ Ἰταλίᾳ, παρ’ οἷς ἄργυρος καὶ χρυσὸς τεθησαύρισται τοσοῦτος, ὥστε, εἰ σύμπας ὁ ἐξ ἁπάσης τῆς ἄλλης οἰκουμένης ἀπὸ περάτων αὐτῶν συνενεχθείη, πολλῷ καταδεέστερος ἂν εὑρεθῆναι. διὰ τοῦτο ἀπὸ τῆς πατρίδος ὥσπερ ἀφ’ ἱερᾶς ἤρχετο τὰ σπέρματα τῆς εἰρήνης ἀπορρίπτειν, ὁ μισόπολις, ὁ δημοβόρος, ἡ λύμη, τὸ φθοροποιὸν κακόν."],["109","λέγεται μὴ μόνον ἰατρὸς ἀλλὰ καὶ μάντις ἀγαθὸς Ἀπόλλων εἶναι, χρησμοῖς προλέγων τὰ μέλλοντα πρὸς ὠφέλειαν ἀνθρώπων, ἵνα μή τις ἐπισκιασθεὶς αὐτῶν περὶ τὸ ἄδηλον ἀπροοράτως καθάπερ τυφλὸς τοῖς ἀβουλήτοις ὡς λυσιτελεστάτοις ἐπιτρέχων ἐπεμπίπτῃ, προμαθὼν δὲ τὸ μέλλον ὡς ἤδη παρὸν καὶ βλέπων αὐτὸ τῇ διανοίᾳ οὐχ ἧττον ἢ τὰ ἐν χερσὶν ὀφθαλμοῖς σώματος φυλάττηται, προνοούμενος τοῦ μηδὲν ἀνήκεστον παθεῖν."],["110","ἆρα ἄξιον τούτοις ἀντιθεῖναι τὰ παλίμφημα Γαΐου λόγια, δι’ ὧν πενίαι καὶ ἀτιμίαι καὶ φυγαὶ καὶ θάνατοι προεμηνύοντο τοῖς πανταχοῦ τῶν ἐν τέλει καὶ δυνατῶν; τίς οὖν κοινωνία πρὸς Ἀπόλλωνα τῷ μηδὲν οἰκεῖον ἢ συγγενὲς ἐπιτετηδευκότι; πεπαύσθω καὶ ὁ ψευδώνυμος Παιὰν τὸν ἀληθῆ Παιᾶνα μιμούμενος· οὐ γὰρ ὥσπερ τὸ νόμισμα παράκομμα καὶ θεοῦ μορφὴ γίνεται."],["111","πάντα γε μὴν ἐλπίσειεν ἄν τις μᾶλλον ἢ τοιοῦτον σῶμα καὶ ψυχήν, ἄμφω μαλακὰ καὶ κατεαγότα, τῇ περὶ ἑκάτερον Ἄρεως ἀλκῇ δυνηθῆναί ποτε ἐξομοιωθῆναι· ὁ δὲ ὥσπερ ἐπὶ σκηνῆς ἐναλλάττων πολυειδῆ προσωπεῖα φαντασίαις ψευδέσιν ἠπάτα τοὺς ὁρῶντας."],["112","φέρε δ’ οὖν, μηδὲν τῶν περὶ σῶμα καὶ ψυχὴν ἐξεταζέσθω διὰ τὴν ἐν πάσαις σχέσεσι καὶ κινήσεσιν ἀλλοτριότητα πρὸς τὸν εἰρημένον δαίμονα· τὴν Ἄρεως οὖν, οὐχὶ τοῦ μεμυθευμένου, τοῦ δὲ ἐν τῇ φύσει λόγου, ὃν ἀνδρεία κεκλήρωται, δύναμιν οὐκ ἴσμεν ἀλεξίκακον οὖσαν καὶ βοηθὸν καὶ παραστάτιν ἀδικουμένων, ὡς καὶ αὐτό που δηλοῖ τοὔνομα;"],["113","παρὰ γὰρ τὸ ἀρήγειν, ὅπερ βοηθεῖν ἐστι, κατὰ γλῶτταν Ἄρης ὠνομάσθαι μοι δοκεῖ, καθαιρετικὸς πολέμων, δημιουργὸς εἰρήνης, ἧς ἐχθρὸς μὲν ἦν ἕτερος, ἑταῖρος δὲ πολέμων, τὴν εὐστάθειαν εἰς ταραχὰς καὶ στάσεις μεθαρμοζόμενος."],["114","Ἆρά γε ἤδη μεμαθήκαμεν ἐκ τούτων, ὅτι οὐδενὶ θεῶν ἀλλ’ οὐδὲ ἡμιθέων ἐξομοιοῦσθαι δεῖ Γάιον, μήτε φύσεως μήτε οὐσίας ἀλλὰ μηδὲ προαιρέσεως τετυχηκότα τῆς αὐτῆς; τυφλὸν δέ, ὡς ἔοικεν, ἡ ἐπιθυμία, καὶ μάλισθ’ ὅταν προσλάβῃ κενοδοξίαν ὁμοῦ καὶ φιλονεικίαν μετὰ τῆς μεγίστης ἐξουσίας, ὑφ’ ἧς ἡμεῖς οἱ πρότερον εὐτυχεῖς ἐπορθούμεθα."],["115","μόνους γὰρ Ἰουδαίους ὑπεβλέπετο, ὡς δὴ μόνους τἀναντία προῃρημένους καὶ δεδιδαγμένους ἐξ αὐτῶν τρόπον τινὰ σπαργάνων ὑπὸ γονέων καὶ παιδαγωγῶν καὶ ὑφηγητῶν καὶ πολὺ πρότερον τῶν ἱερῶν νόμων καὶ ἔτι τῶν ἀγράφων ἐθῶν ἕνα νομίζειν τὸν πατέρα καὶ ποιητὴν τοῦ κόσμου θεόν."],["116","οἱ μὲν γὰρ ἄλλοι πάντες, ἄνδρες, γυναῖκες, πόλεις, ἔθνη, χῶραι, κλίματα γῆς, ὀλίγου δέω φάναι πᾶσα ἡ οἰκουμένη, καίτοι στένοντες ἐπὶ τοῖς γινομένοις, οὐδὲν ἧττον ἐκολάκευον αὐτὸν ἀποσεμνύνοντες πλέον τοῦ μετρίου καὶ τὸν τῦφον συναύξοντες. ἔνιοι δὲ καὶ τὸ βαρβαρικὸν ἔθος εἰς Ἰταλίαν ἤγαγον, τὴν προσκύνησιν, τὸ εὐγενὲς τῆς Ῥωμαϊκῆς ἐλευθερίας παραχαράττοντες."],["117","ἓν δὲ μόνον ἔθνος ἐξαίρετον τῶν Ἰουδαίων ὕποπτον ἦν ἀντιπράξειν, εἰωθὸς ἑκουσίους ἀναδέχεσθαι θανάτους ὥσπερ ἀθανασίαν, ὑπὲρ τοῦ μηδὲν τῶν πατρίων περιιδεῖν ἀναιρούμενον, εἰ καὶ βραχύτατον εἴη, διὰ τὸ καθάπερ ἐπὶ τῶν οἰκοδομημάτων ὑφαιρέσει ἑνὸς καὶ τὰ ἔτι παγίως ἑστάναι δοκοῦντα συμπίπτειν πρὸς τὸ κενωθὲν χαλώμενα καὶ καταρρέοντα."],["118","μικρὸν δὲ οὐκ ἦν τὸ κινούμενον, ἀλλὰ τὸ μέγιστον τῶν ὄντων, ἀνθρώπου γενητὴν καὶ φθαρτὴν φύσιν εἰς ἀγένητον καὶ ἄφθαρτον ὅσα τῷ δοκεῖν θεοπλαστῆσαι, ὅπερ ἀσεβημάτων ἔκρινεν εἶναι χαλεπώτατον— θᾶττον γὰρ ἂν εἰς ἄνθρωπον θεὸν ἢ εἰς θεὸν ἄνθρωπον μεταβαλεῖν—, δίχα τοῦ καὶ τὰς ἄλλας τὰς ἀνωτάτω κακίας ἀναδέξασθαι, ἀπιστίαν ὁμοῦ καὶ ἀχαριστίαν πρὸς τὸν τοῦ κόσμου παντὸς εὐεργέτην, ὃς τῇ αὑτοῦ δυνάμει τοῖς μέρεσι πᾶσι τοῦ παντὸς ἀφθόνους περιουσίας ἀγαθῶν ἐκδίδωσιν."],["119","Μέγιστος οὖν καὶ ἀκήρυκτος πόλεμος ἐπὶ τῷ ἔθνει συνεκροτεῖτο. τί γὰρ ἂν εἴη δούλῳ βαρύτερον κακὸν ἢ δεσπότης ἐχθρός; δοῦλοι δὲ αὐτοκράτορος οἱ ὑπήκοοι, καὶ εἰ μηδενὸς ἑτέρου τῶν προτέρων διὰ τὸ σὺν ἐπιεικείᾳ καὶ μετὰ νόμων ἄρχειν, ἀλλά τοι Γαΐου πᾶσαν ἐκτετμημένου τῆς ψυχῆς ἡμερότητα καὶ παρανομίαν ἐζηλωκότος— νόμον γὰρ ἡγούμενος ἑαυτὸν τοὺς τῶν ἑκασταχοῦ νομοθετῶν ὡς κενὰς ῥήσεις ἔλυεν—· ἡμεῖς δὲ οὐ μόνον ἐν δούλοις ἀλλὰ καὶ δούλων τοῖς ἀτιμοτάτοις ἐγραφόμεθα τοῦ ἄρχοντος τρέποντος εἰς δεσπότην."],["120","ὅπερ συναισθόμενος ὁ Ἀλεξανδρέων μιγὰς καὶ πεφορημένος ὄχλος ἐπέθετο ἡμῖν, καιρὸν ἐπιτηδειότατον παραπεπτωκέναι ὑπολαβών, καὶ τὸ τυφόμενον ἐκ μακρῶν χρόνων μῖσος ἀνέφηνε πάντα κυκῶν καὶ συνταράττων."],["121","ὡς γὰρ ἐκδοθέντας εἰς ὁμολογουμένας καὶ τὰς ἀνωτάτω συμφορὰς ὑπὸ τοῦ αὐτοκράτορος ἢ πολέμῳ κατακρατηθέντας ἐκμανέσι καὶ θηριωδεστάταις ὀργαῖς κατειργάζοντο, ταῖς οἰκίαις ἐπιτρέχοντες, τοὺς δεσπότας αὐταῖς γυναιξὶ καὶ τέκνοις ἐλαύνοντες, ὡς κενὰς οἰκητόρων ἀποφῆναι."],["122","ἔπιπλα καὶ κειμήλια οὐκέτι ὡς λῃσταὶ νύκτα καὶ σκότος ἐπιτηροῦντες διὰ φόβον ἁλώσεως ἔκλεπτον, ἀλλὰ φανερῶς μεθ’ ἡμέραν ἐξεφόρουν ἐπιδεικνύμενοι τοῖς ἀπαντῶσιν, ὥσπερ οἱ κεκληρονομηκότες ἢ πριάμενοι παρὰ τῶν κυρίων. εἰ δὲ καὶ πλείους συνέθεντο κοινοπραγῆσαι τῶν ἁρπαγῶν, τὴν λείαν ἐν ἀγορᾷ μέσῃ διενέμοντο, πολλάκις ἐν ὄψεσι τῶν δεσποτῶν, κατακερτομοῦντες καὶ ἐπιχλευάζοντες."],["123","δεινὰ μὲν οὖν καθ’ ἑαυτὰ καὶ ταῦτα· πῶς γὰρ οὔ; πένητας ἐκ πλουσίων καὶ ἀπόρους ἐξ εὐπόρων γεγενῆσθαι μηδὲν ἀδικοῦντας ἐξαίφνης καὶ ἀνοίκους καὶ ἀνεστίους, ἐξεωσμένους καὶ πεφυγαδευμένους τῶν ἰδίων οἰκιῶν, ἵνα μεθ’ ἡμέραν καὶ νύκτωρ ὕπαιθροι διατελοῦντες ἢ ταῖς ἀφ’ ἡλίου φλογώσεσιν ἢ νυκτεριναῖς περιψύξεσι διαφθαρῶσι."],["124","κουφότερα δὲ τῶν μελλόντων λέγεσθαι ταῦτα· συνελάσαντες γὰρ τοσαύτας μυριάδας ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν καὶ τέκνων καθάπερ βοσκήματα καὶ θρέμματα ἐξ ἁπάσης τῆς πόλεως εἰς μοῖραν ἐλαχίστην οἷά τινα σηκόν, ᾠήθησαν ὀλίγαις ἡμέραις σωροὺς ἀθρόων νεκρῶν ἐφευρήσειν ἢ λιμῷ διαφθαρέντων διὰ σπάνιν τῶν ἀναγκαίων, οὐ προευτρεπισμένων τὰ ἐπιτήδεια κατὰ μαντείαν τῶν ἐξαπιναίων κακοπραγιῶν,"],["125","ἢ δι’ ὠθισμὸν καὶ πνῖγος, μηδεμιᾶς εὐρυχωρίας προσφερομένης, ἀλλὰ καὶ τοῦ πέριξ ἀέρος κακωθέντος καὶ ὅσον ἦν ἐν αὐτῷ ζωτικὸν ταῖς ἀναπνοαῖς, εἰ δὲ δεῖ τὸ ἀληθὲς εἰπεῖν, τοῖς ἐκπνεόντων ἄσθμασιν ὑποβαλόντος, ὑφ’ ὧν φλεγόμενος καὶ τρόπον τινὰ καταβολῇ πυρετοῦ πιεσθεὶς θερμὸν καὶ ἄτοπον πνεῦμα διὰ μυκτήρων καὶ στόματος εἰσέπεμπε, τὸ λεγόμενον κατὰ τὴν παροιμίαν πῦρ ἐπιφέρων πυρί."],["126","τῶν γὰρ ἐντὸς σπλάγχνων ἡ δύναμις ἐκ φύσεως φλογωδεστάτη καθέστηκεν, ἣν ὅταν μὲν αἱ θύραθεν αὖραι μετρίως ψυχραὶ καταπνέωσιν, εὐοδεῖ τὰ τῆς ἀναπνοῆς ὄργανα ταῖς εὐκρασίαις, ὅταν δὲ μεταβάλωσι πρὸς τὸ θερμότερον, ἀνάγκη δυσοδεῖν"],["127","πυρὸς ἐπεισρέοντος πυρί. μηκέτι οὖν ὑπομένειν τὴν δυσχωρίαν| οἷοί τε ὄντες ἐξεχέοντο εἰς ἐρημίας καὶ αἰγιαλοὺς καὶ μνήματα, γλιχόμενοι σπάσαι καθαροῦ καὶ ἀβλαβοῦς ἀέρος. εἰ δέ τινες ἢ προκατελήφθησαν ἐν τοῖς ἄλλοις μέρεσι τῆς πόλεως ἢ ἀγνοίᾳ τῶν κατασκηψάντων κακῶν ἀγρόθεν παρεγένοντο, πολυτρόπων ἀπέλαυον συμφορῶν, ἢ καταλευόμενοι ἢ κεράμῳ τιτρωσκόμενοι ἢ πρίνου κλάδοις καὶ δρυὸς τὰ καιριώτατα μέρη τοῦ σώματος καὶ μάλιστα κεφαλὴν ἄχρι θανάτου καταγνύμενοι."],["128","περικαθήμενοι δὲ ἐν κύκλῳ τινὲς τῶν ἀργεῖν καὶ σχολάζειν εἰωθότων τοὺς συνεληλαμένους καὶ συνεωσμένους εἰς ἐσχατιᾶς βραχύ τι μέρος, ὡς ἔφην, καθάπερ τοὺς τειχήρεις γεγονότας ἐπετήρουν, μή τις ὑπεξέλθῃ λαθών. ἔμελλον δὲ ἄρα οὐκ ὀλίγοι διὰ σπάνιν τῶν ἀναγκαίων ἀλογήσαντες τῆς ἰδίας ἀσφαλείας ἐξιέναι, δέει τοῦ μὴ λιμῷ πανοίκιοι παραπολέσθαι. τούτων τὰς διαλύσεις καραδοκοῦντες ἐπετήρουν καὶ τοὺς συλληφθέντας εὐθὺς διέφθειρον αἰκιζόμενοι πάσαις αἰκίαις."],["129","ἕτερος δὲ λόχος ἦν ἐφεδρεύων τοῖς τοῦ ποταμοῦ λιμέσι πρὸς ἁρπαγὴν τῶν καταγομένων Ἰουδαίων καὶ ὧν κατ’ ἐμπορίαν ἐκόμιζον· ἐπεισβαίνοντες γὰρ ταῖς ναυσὶ τὸν φόρτον ἐν ὄψεσι τῶν κυρίων ἐξεφόρουν καὶ αὐτοὺς ἐξαγκωνίζοντες ἐνεπίμπρασαν, ὕλῃ χρώμενοι πηδαλίοις, οἴαξι, κοντοῖς καὶ ταῖς ἐπὶ τῶν καταστρωμάτων σανίσι."],["130","τοῖς δὲ ἐν μέσῃ τῇ πόλει κατακαιομένοις οἰκτρότατος ἦν ὄλεθρος· σπάνει γὰρ ἔστιν ὅτε ξύλων φρύγανα συνεφόρουν καὶ ταῦτα ἀνάψαντες ἐπερρίπτουν τοῖς ἀθλίοις· οἱ δὲ ἡμίφλεκτοι καπνῷ τὸ πλέον ἢ πυρὶ διεφθείροντο, τῆς φρυγανώδους ὕλης πῦρ μὲν ἀμενηνὸν καὶ καπνῶδες ἐξαπτούσης καὶ αὐτίκα σβεννυμένης, ἀνθρακοῦσθαι δὲ διὰ κουφότητα μὴ δυναμένης."],["131","πολλοὺς δὲ ἔτι ζῶντας ἱμάσι καὶ βρόχοις περιβαλόντες καὶ ἐπισφίγξαντες τὰ σφυρὰ διὰ μέσης κατέσυρον ἀγορᾶς ἐναλλόμενοι καὶ μηδὲ νεκρῶν ἀπεχόμενοι τῶν σωμάτων· διαρτῶντες γὰρ αὐτὰ κατὰ μέλη καὶ μέρη καὶ πατοῦντες οἱ καὶ τῶν ἀτιθάσων θηρίων ὠμότεροι καὶ ἀγριώτεροι πᾶσαν ἰδέαν ἐξανήλισκον, ὡς μηδὲ λείψανον γοῦν ὃ δυνήσεται ταφῆς ἐπιλαχεῖν ὑπολιπέσθαι."],["132","Τοῦ δὲ ἐπιτρόπου τῆς χώρας, ὃς μόνος ἐδύνατο βουληθεὶς ὥρᾳ μιᾷ τὴν ὀχλοκρατίαν καθελεῖν, προσποιουμένου ἅ τε ἑώρα μὴ ὁρᾶν καὶ ὧν ἤκουε μὴ ἐπακούειν, ἀλλ’ ἀνέδην ἐφιέντος πολεμοποιεῖν καὶ τὴν εἰρήνην συγχέοντος, ἔτι μᾶλλον ἐξοτρυνόμενοι πρὸς ἀναισχύντους καὶ θρασυτέρας ὥρμησαν ἐπιβουλὰς καὶ συνταξάμενοι στίφη πολυανθρωπότατα τὰς προσευχάς— πολλαὶ δέ εἰσι καθ’ ἕκαστον τμῆμα τῆς πόλεως— τὰς μὲν ἐδενδροτόμησαν τὰς δὲ αὐτοῖς θεμελίοις κατέσκαψαν, εἰς ἃς δὲ καὶ πῦρ ἐμβαλόντες ἐνέπρησαν, ὑπὸ λύττης καὶ μανίας ἔκφρονος ἀλογήσαντες καὶ τῶν πλησίον οἰκιῶν· πυρὸς γάρ, ὁπότε λάβοιτο ὕλης, οὐδὲν ὠκύτερον."],["133","καὶ σιωπῶ τὰς συγκαθαιρεθείσας καὶ συμπρησθείσας τῶν αὐτοκρατόρων τιμὰς ἀσπίδων καὶ στεφάνων ἐπιχρύσων καὶ στηλῶν καὶ ἐπιγραφῶν, δι’ ἃ καὶ τῶν ἄλλων ὤφειλον ἀνέχειν· ἀλλ’ ἐθάρρουν ἅτε τὴν ἐκ Γαΐου τίσιν οὐ δεδιότες, ὃν εὖ ἠπίσταντο μῖσος ἄλεκτον ἔχοντα πρὸς Ἰουδαίους, ὡς ὑπονοεῖν, ὅτι οὐδεὶς οὐδὲν αὐτῷ χαρίζοιτο μεῖζον ἢ πάσας κακῶν ἰδέας ἐπιφέρων τῷ ἔθνει."],["134","βουλόμενοι δὲ καινοτέραις κολακείαις ὑπελθόντες αὐτὸν ἀνυπευθύνοις χρῆσθαι κατὰ τὸ παντελὲς ταῖς εἰς ἡμᾶς ἐπηρείαις τί ποιοῦσι; προσευχὰς ὅσας μὴ ἐδυνήθησαν ἐμπρήσεσι καὶ κατασκαφαῖς ἀφανίσαι διὰ τὸ πολλοὺς καὶ ἀθρόους πλησίον οἰκεῖν Ἰουδαίους ἕτερον τρόπον ἐλυμήναντο μετὰ τῆς τῶν νόμων καὶ ἐθῶν ἀνατροπῆς· εἰκόνας γὰρ ἐν ἁπάσαις μὲν ἱδρύοντο Γαΐου, ἐν δὲ τῇ μεγίστῃ καὶ περισημοτάτῃ καὶ ἀνδριάντα χαλκοῦν ἐποχούμενον τεθρίππῳ."],["135","καὶ τοσοῦτον ἦν τὸ τάχος καὶ τὸ σύντονον τῆς σπουδῆς, ὥστε οὐκ ἔχοντες ἐν ἑτοίμῳ καινὸν τέθριππον ἐκ τοῦ γυμνασίου παλαιότατον ἐκόμιζον ἰοῦ γέμον, ἠκρωτηριασμένον ὦτα καὶ οὐρὰς καὶ βάσεις καὶ ἕτερα οὐκ ὀλίγα, ὡς δέ φασί τινες καὶ ὑπὲρ γυναικὸς ἀνατεθὲν τῆς ἀρχαίας Κλεοπάτρας, ἥτις ἦν προμάμμη τῆς τελευταίας."],["136","ἡλίκην μὲν οὖν καθ’ αὑτὸ τοῦτο τοῖς ἀναθεῖσιν ἐπέφερε κατηγορίαν, παντί τῳ δῆλον. τί γάρ, εἰ καὶ καινὸν γυναικός; τί δέ, εἰ παλαιὸν ἀνδρός; τί δέ, εἰ συνόλως ἐπιφημισθὲν ἑτέρῳ; τοὺς τοιοῦτον ἀνατιθέντας ὑπὲρ αὐτοκράτορος οὐκ εἰκὸς ἦν εὐλαβηθῆναι, μή τις γένηται μήνυσις τῷ πάντα σεμνοποιοῦντι τὰ καθ’ αὑτὸν διαφερόντως;"],["137","οἱ δέ γε ἐκ πολλοῦ τοῦ περιόντος ἤλπιζον ἐπαινεθήσεσθαι καὶ μειζόνων καὶ λαμπροτέρων ἀπολαύσειν ἀγαθῶν ἕνεκα τοῦ καινὰ τεμένη προσαναθεῖναι Γαΐῳ τὰς προσευχάς, οὐχ ἕνεκα τιμῆς τῆς εἰς ἐκεῖνον, ἀλλ’ ὑπὲρ τοῦ πάντα τρόπον ἐμφορεῖσθαι τῶν ἐπὶ τῷ ἔθνει κακοπραγιῶν."],["138","ἐναργεῖς δὲ πίστεις λαβεῖν ἔστι· πρῶτον μὲν ἀπὸ τῶν βασιλέων· δέκα που σχεδὸν ἢ καὶ πλειόνων ἐν τριακοσίοις ἔτεσιν ἑξῆς γενομένων, ἀνάθεσιν εἰκόνων ἢ ἀνδριάντων ἐν προσευχαῖς οὐδεμίαν ἐποιήσαντο, καίτοι γε οἰκείων ὄντων καὶ συγγενῶν, οὓς θεοὺς καὶ ἐνόμιζον καὶ ἔγραφον καὶ ἐκάλουν."],["139","τί δὲ οὐκ ἔμελλον ἀνθρώπους γε ὄντας οἱ κύνας καὶ λύκους καὶ λέοντας καὶ κροκοδείλους καὶ ἄλλα πλείονα θηρία καὶ ἔνυδρα καὶ χερσαῖα καὶ πτηνὰ θεοπλαστοῦντες, ὑπὲρ ὧν βωμοὶ καὶ ἱερὰ καὶ ναοὶ καὶ τεμένη κατὰ πᾶσαν Αἴγυπτον ἵδρυνται;"],["140","τάχα που νῦν φήσουσι τότε οὐκ ἂν εἰπόντες— τὰς γὰρ τῶν ἀρχόντων εὐπραγίας μᾶλλον ἢ τοὺς ἄρχοντας αὐτοὺς εἰώθασι θεραπεύειν—, ὅτι μείζους μὲν οἱ αὐτοκράτορες τὰ ἀξιώματα καὶ τὰς τύχας τῶν Πτολεμαίων εἰσί, μειζόνων δὲ καὶ τιμῶν τυγχάνειν ὀφείλουσιν."],["141","εἶτα, ὦ πάντων ἀνθρώπων, ἵνα μηδὲν ἀναγκασθῶ βλάσφημον εἰπεῖν, εὐηθέστατοι, διὰ τί τὸν πρὸ Γαΐου Τιβέριον, ὃς κἀκείνῳ τῆς ἡγεμονίας αἴτιος γέγονε, τρία πρὸς τοῖς εἴκοσιν ἔτη γῆς καὶ θαλάσσης ἀναψάμενον τὸ κράτος καὶ μηδὲ σπέρμα πολέμου μήτε κατὰ τὴν Ἑλλάδα μήτε κατὰ τὴν βάρβαρον ὑποτυφόμενον ἐάσαντα, τὴν δὲ εἰρήνην καὶ τὰ τῆς εἰρήνης ἀγαθὰ παρασχόμενον ἄχρι τῆς τοῦ βίου τελευτῆς ἀφθόνῳ καὶ πλουσίᾳ χειρὶ καὶ γνώμῃ, τῆς ὁμοίας τιμῆς οὐκ ἠξιώσατε; τὸ γένος ἦν ἐλάττων;"],["142","ἀλλ’ εὐγενέστατος κατ’ ἀμφοτέρους τοὺς γονεῖς. ἀλλὰ τὴν παιδείαν; καὶ τίς ἦν φρονιμώτερος ἢ λογιώτερος ἐκείνου τῶν κατ’ αὐτὸν ἀκμασάντων; ἀλλὰ τὴν ἡλικίαν; καὶ ποῖος μᾶλλον ἢ βασιλέων ἢ αὐτοκρατόρων εὐγήρως; οὐ μὴν ἀλλὰ καὶ ἔτι νέος ὢν ὁ πρεσβύτης ἐλέγετο δι’ αἰδῶ τὴν περὶ τὴν ἀγχίνοιαν. οὗτος οὖν ὁ τοιοῦτος καὶ τοσοῦτος ὑμῖν παρώφθη καὶ παρεσύρη. τί δέ;"],["143","ὁ τὴν ἀνθρωπίνην φύσιν ὑπερβαλὼν ἐν ἁπάσαις ταῖς ἀρεταῖς, ὁ διὰ μέγεθος ἡγεμονίας αὐτοκρατοῦς ὁμοῦ καὶ καλοκαγαθίας πρῶτος ὀνομασθεὶς Σεβαστός, οὐ διαδοχῇ γένους ὥσπερ τι κλήρου μέρος τὴν ἐπωνυμίαν λαβών, ἀλλ’ αὐτὸς γενόμενος ἀρχὴ σεβασμοῦ καὶ τοῖς ἔπειτα; ὁ τοῖς μὲν πράγμασι τεταραγμένοις καὶ συγκεχυμένοις ἐπιστάς, ὅτε εὐθὺς παρῆλθεν ἐπὶ τὴν τῶν κοινῶν ἐπιμέλειαν;"],["144","νῆσοι γὰρ πρὸς ἠπείρους καὶ ἤπειροι πρὸς νήσους περὶ πρωτείων ἀντεφιλονείκουν ἡγεμόνας ἔχουσαι καὶ προαγωνιστὰς Ῥωμαίων τοὺς ἐν τέλει δοκιμωτάτους· καὶ αὖθις τὰ μεγάλα τμήματα τῆς οἰκουμένης, Ἀσία πρὸς Εὐρώπην καὶ Εὐρώπη πρὸς Ἀσίαν, ἡμιλλῶντο περὶ κράτους ἀρχῆς, τῶν Εὐρωπαίων καὶ Ἀσιανῶν ἐθνῶν ἀπὸ ἐσχάτων γῆς ἀναστάντων καὶ βαρεῖς πολέμους ἀντεπιφερόντων διὰ πάσης γῆς καὶ θαλάττης πεζομαχίαις καὶ ναυμαχίαις, ὡς μικροῦ σύμπαν τὸ ἀνθρώπων γένος ἀναλωθὲν ταῖς ἀλληλοκτονίαις εἰς τὸ παντελὲς ἀφανισθῆναι, εἰ μὴ δι’ ἕνα ἄνδρα καὶ ἡγεμόνα, τὸν Σεβαστόν [οἶκον], ὃν ἄξιον καλεῖν ἀλεξίκακον."],["145","οὗτός ἐστιν ὁ Καῖσαρ, ὁ τοὺς καταρράξαντας πανταχόθι χειμῶνας εὐδιάσας, ὁ τὰς κοινὰς νόσους Ἑλλήνων καὶ βαρβάρων ἰασάμενος, αἳ κατέβησαν μὲν ἀπὸ τῶν μεσημβρινῶν καὶ ἑῴων, ἔδραμον δὲ καὶ μέχρι δύσεως καὶ πρὸς ἄρκτον, τὰ μεθόρια χωρία καὶ πελάγη κατασπείρασαι τῶν ἀβουλήτων·"],["146","οὗτός ἐστιν ὁ τὰ δεσμά, οἷς κατέζευκτο καὶ ἐπεπίεστο ἡ οἰκουμένη, παραλύσας, οὐ μόνον ἀνείς· οὗτος ὁ καὶ τοὺς φανεροὺς καὶ ἀφανεῖς πολέμους διὰ τὰς ἐκ λῃστῶν ἐπιθέσεις ἀνελών· οὗτος ὁ τὴν θάλατταν πειρατικῶν μὲν σκαφῶν κενὴν ἐργασάμενος, φορτίδων δὲ πληρώσας·"],["147","οὗτος ὁ τὰς πόλεις ἁπάσας εἰς ἐλευθερίαν ἐξελόμενος, ὁ τὴν ἀταξίαν εἰς τάξιν ἀγαγών, ὁ τὰ ἄμικτα ἔθνη καὶ θηριώδη πάντα ἡμερώσας καὶ ἁρμοσάμενος, ὁ τὴν μὲν Ἑλλάδα Ἑλλάσι πολλαῖς παραυξήσας, τὴν δὲ βάρβαρον ἐν τοῖς ἀναγκαιοτάτοις τμήμασιν ἀφελληνίσας, ὁ εἰρηνοφύλαξ, ὁ διανομεὺς τῶν ἐπιβαλλόντων ἑκάστοις, ὁ τὰς χάριτας ἀταμιεύτους εἰς μέσον προθείς, ὁ μηδὲν ἀποκρυψάμενος ἀγαθὸν ἢ καλὸν ἐν ἅπαντι τῷ ἑαυτοῦ βίῳ."],["148","τοῦτον οὖν τὸν τοσοῦτον εὐεργέτην ἐν τρισὶ καὶ τεσσαράκοντα ἐνιαυτοῖς, οὓς ἐπεκράτησεν Αἰγύπτου, παρεκαλύψαντο, μηδὲν ἐν προσευχαῖς ὑπὲρ αὐτοῦ, μὴ ἄγαλμα, μὴ ξόανον, μὴ γραφὴν ἱδρυσάμενοι."],["149","καὶ μὴν εἴ τινι καινὰς καὶ ἐξαιρέτους ἔδει ψηφίζεσθαι τιμάς, ἐκείνῳ προσῆκον ἦν, οὐ μόνον ὅτι τοῦ Σεβαστοῦ γένους ἀρχή τις ἐγένετο καὶ πηγή, οὐδὲ ὅτι πρῶτος καὶ μέγιστος καὶ κοινὸς εὐεργέτης, ἀντὶ πολυαρχίας ἑνὶ κυβερνήτῃ παραδοὺς τὸ κοινὸν σκάφος οἰακονομεῖν ἑαυτῷ, θαυμασίῳ τὴν ἡγεμονικὴν ἐπιστήμην— τὸ γὰρ \" οὐκ ἀγαθὸν πολυκοιρανίη “λέλεκται δεόντως, ἐπειδὴ πολυτρόπων αἴτιαι κακῶν αἱ πολυψηφίαι—, ἀλλ’ ὅτι καὶ πᾶσα ἡ οἰκουμένη τὰς ἰσολυμπίους αὐτῷ τιμὰς ἐψηφίσαντο."],["150","καὶ μαρτυροῦσι ναοί, προπύλαια, προτεμενίσματα, στοαί, ὡς ὅσαι τῶν πόλεων, ἢ νέα ἢ παλαιά, ἔργα φέρουσι μεγαλοπρεπῆ, τῷ κάλλει καὶ μεγέθει τῶν Καισαρείων παρευημερεῖσθαι, καὶ μάλιστα κατὰ τὴν ἡμετέραν Ἀλεξάνδρειαν."],["151","οὐδὲν γὰρ τοιοῦτόν ἐστι τέμενος, οἷον τὸ λεγόμενον Σεβαστεῖον, ἐπιβατηρίου Καίσαρος νεώς, ὃς ἀντικρὺ τῶν εὐορμοτάτων λιμένων μετέωρος ἵδρυται μέγιστος καὶ ἐπιφανέστατος καὶ οἷος οὐχ ἑτέρωθι κατάπλεως ἀναθημάτων, [ἐν] γραφαῖς καὶ ἀνδριάσι καὶ ἀργύρῳ καὶ χρυσῷ περιβεβλημένος ἐν κύκλῳ, τέμενος εὐρύτατον στοαῖς, βιβλιοθήκαις, ἀνδρῶσιν, ἄλσεσι, προπυλαίοις, εὐρυχωρίαις, ὑπαίθροις, ἅπασι τοῖς εἰς πολυτελέστατον κόσμον ἠσκημένον, ἐλπὶς καὶ ἀναγομένοις καὶ καταπλέουσι σωτήριος."],["152","ἔχοντες οὖν τοιαύτας ἀφορμὰς καὶ τοὺς πανταχοῦ πάντας ὁμογνώμονας οὔτε περὶ τὰς προσευχὰς ἐνεωτέρισαν καὶ καθ’ ἕκαστον τὸ νόμιμον ἐφύλαξαν· ἤ τινα σεβασμὸν παρέλιπον τῶν ὀφειλομένων Καίσαρι; καὶ τίς ἂν εὖ φρονῶν εἴποι; διὰ τί οὖν ἐστέρησαν; ἐγὼ φράσω μηδὲν ὑποστειλάμενος."],["153","ᾔδεσαν αὐτοῦ τὴν ἐπιμέλειαν καὶ ὅτι τοσαύτην ποιεῖται τῆς βεβαιώσεως τῶν παρ’ ἑκάστοις πατρίων, ὅσην καὶ τῶν Ῥωμαϊκῶν, καὶ ὅτι δέχεται τὰς τιμὰς οὐκ ἐπὶ καθαιρέσει τῶν παρ’ ἐνίοις νομίμων τυφοπλαστῶν ἑαυτόν, ἀλλὰ τῷ μεγέθει τῆς τοσαύτης ἡγεμονίας ἑπόμενος, ἣ διὰ τῶν τοιούτων πέφυκε σεμνοποιεῖσθαι."],["154","τοῦ δὲ μὴ ταῖς ὑπερόγκοις τιμαῖς δεθῆναι καὶ φυσηθῆναί ποτε πίστις ἐναργεστάτη τὸ μηδέποτε θεὸν ἑαυτὸν ἐθελῆσαι προσειπεῖν, ἀλλὰ κἂν εἰ λέγοι τις δυσχεραίνειν, καὶ τὸ τοὺς Ἰουδαίους ἀποδέχεσθαι, οὓς ἀκριβῶς ᾔδει πάντα ἀφοσιουμένους τὰ τοιαῦτα."],["155","πῶς οὖν ἀπεδέχετο τὴν πέραν τοῦ Τιβέρεως ποταμοῦ μεγάλην τῆς Ῥώμης ἀποτομήν, ἣν οὐκ ἠγνόει κατεχομένην καὶ οἰκουμένην πρὸς Ἰουδαίων; Ῥωμαῖοι δὲ ἦσαν οἱ πλείους ἀπελευθερωθέντες· αἰχμάλωτοι γὰρ ἀχθέντες εἰς Ἰταλίαν ὑπὸ τῶν κτησαμένων ἠλευθερώθησαν, οὐδὲν τῶν πατρίων παραχαράξαι βιασθέντες."],["156","ἠπίστατο οὖν καὶ προσευχὰς ἔχοντας καὶ συνιόντας εἰς αὐτάς, καὶ μάλιστα ταῖς ἱεραῖς ἑβδόμαις, ὅτε δημοσίᾳ τὴν πάτριον παιδεύονται φιλοσοφίαν. ἠπίστατο καὶ χρήματα συνάγοντας ἀπὸ τῶν ἀπαρχῶν ἱερὰ καὶ πέμποντας εἰς Ἱεροσόλυμα διὰ τῶν τὰς θυσίας ἀναξόντων."],["157","ἀλλ’ ὅμως οὔτε ἐξῴκισε τῆς Ῥώμης ἐκείνους οὔτε τὴν Ῥωμαϊκὴν αὐτῶν ἀφείλετο πολιτείαν, ὅτι καὶ τῆς Ἰουδαϊκῆς ἐφρόντιζον, οὔτε ἐνεωτέρισεν εἰς τὰς προσευχὰς οὔτε ἐκώλυσε συνάγεσθαι πρὸς τὰς τῶν νόμων ὑφηγήσεις οὔτε ἠναντιώθη τοῖς ἀπαρχομένοις, ἀλλ’ οὕτως ὡσίωτο περὶ τὰ ἡμέτερα, ὥστε μόνον οὐ πανοίκιος ἀναθημάτων πολυτελείαις τὸ ἱερὸν ἡμῶν ἐκόσμησε, προστάξας καὶ διαιωνίους ἀνάγεσθαι θυσίας ἐντελεχεῖς ὁλοκαύτους καθ’ ἑκάστην ἡμέραν ἐκ τῶν ἰδίων προσόδων ἀπαρχὴν τῷ ὑψίστῳ θεῷ, αἳ καὶ μέχρι νῦν ἐπιτελοῦνται καὶ εἰς ἅπαν ἐπιτελεσθήσονται, μήνυμα τρόπων ὄντως αὐτοκρατορικῶν."],["158","οὐ μὴν ἀλλὰ κἀν ταῖς μηνιαίοις τῆς πατρίδος διανομαῖς, ἀργύριον ἢ σῖτον ἐν μέρει παντὸς τοῦ δήμου λαμβάνοντος, οὐδέποτε τοὺς Ἰουδαίους ἠλάττωσε τῆς χάριτος, ἀλλ’ εἰ καὶ συνέβη τῆς ἱερᾶς ἑβδόμης ἐνεστώσης γενέσθαι τὴν διανομήν, ὅτε οὔτε λαμβάνειν οὔτε διδόναι ἢ συνόλως τι πράττειν τῶν κατὰ βίον καὶ μάλιστα τὸν ποριστὴν ἐφεῖται, προσετέτακτο τοῖς διανέμουσι ταμιεύειν τοῖς Ἰουδαίοις εἰς τὴν ὑστεραίαν τὴν κοινὴν φιλανθρωπίαν."],["159","Τοιγαροῦν οἱ πανταχοῦ πάντες, εἰ καὶ φύσει διέκειντο πρὸς Ἰουδαίους οὐκ εὐμενῶς, εὐλαβῶς εἶχον ἐπὶ καθαιρέσει τινὸς τῶν Ἰουδαϊκῶν νομίμων προσάψασθαι· καὶ ἐπὶ Τιβερίου μέντοι τὸν αὐτὸν τρόπον, καίτοι τῶν ἐν Ἰταλίᾳ παρακινηθέντων, ἡνίκα Σηιανὸς ἐσκευώρει τὴν ἐπίθεσιν."],["160","ἔγνω γάρ, εὐθέως ἔγνω μετὰ τὴν ἐκείνου τελευτήν, ὅτι τὰ κατηγορηθέντα τῶν ᾠκηκότων τὴν Ῥώμην Ἰουδαίων ψευδεῖς ἦσαν διαβολαί, πλάσματα Σηιανοῦ τὸ ἔθνος ἀναρπάσαι θέλοντος, ὅπερ ἢ μόνον ἢ μάλιστα ᾔδει βουλαῖς ἀνοσίοις καὶ πράξεσιν ἀντιβησόμενον ὑπὲρ τοῦ παρασπονδηθῆναι κινδυνεύσαντος αὐτοκράτορος."],["161","καὶ τοῖς πανταχόσε χειροτονουμένοις ὑπάρχοις ἐπέσκηψε παρηγορῆσαι μὲν τοὺς κατὰ πόλεις τῶν ἀπὸ τοῦ ἔθνους, ὡς οὐκ εἰς πάντας προβάσης τῆς ἐπεξελεύσεως, ἀλλ’ ἐπὶ μόνους τοὺς αἰτίους— ὀλίγοι δὲ ἦσαν—, κινῆσαι δὲ μηδὲν τῶν ἐξ ἔθους, ἀλλὰ καὶ παρακαταθήκην ἔχειν τούς τε ἄνδρας ὡς εἰρηνικοὺς τὰς φύσεις καὶ τὰ νόμιμα ὡς ἀλείφοντα πρὸς εὐστάθειαν."],["162","Ὁ δὲ Γάιος ἑαυτὸν ἐξετύφωσεν, οὐ λέγων μόνον ἀλλὰ καὶ οἰόμενος εἶναι θεός. εἶτα οὐδένας εὗρεν οὔτε Ἑλλήνων οὔτε βαρβάρων ἐπιτηδειοτέρους Ἀλεξανδρέων εἰς τὴν τῆς ἀμέτρου καὶ ὑπὲρ φύσιν ἀνθρωπίνην ἐπιθυμίας βεβαίωσιν· δεινοὶ γάρ εἰσι τὰς κολακείας καὶ γοητείας καὶ ὑποκρίσεις, παρεσκευασμένοι μὲν θῶπας λόγους, ἀνειμένοις δὲ στόμασι καὶ ἀχαλίνοις πάντα φύροντες."],["163","θεοῦ κλῆσις οὕτως ἐστὶ σεμνὸν παρ’ αὐτοῖς, ὥστε καὶ ἴβεσι καὶ ἰοβόλοις ἀσπίσι ταῖς ἐγχωρίοις καὶ πολλοῖς ἑτέροις τῶν ἐξηγριωμένων αὐτῆς θηρίων μεταδεδώκασιν· ὥστε εἰκότως ἀταμιεύτοις χρώμενοι ταῖς εἰς θεὸν τεινούσαις προσηγορίαις ἀπατῶσι μὲν τοὺς ὀλιγόφρονας καὶ ἀπείρους τῆς Αἰγυπτιακῆς ἀθεότητος, ἁλίσκονται δὲ ὑπὸ τῶν ἐπισταμένων τὴν πολλὴν αὐτῶν ἠλιθιότητα, μᾶλλον δὲ ἀσέβειαν."],["164","ἧς ἄπειρος ὢν Γάιος ὑπελάμβανε τῷ ὄντι νομίζεσθαι παρ’ Ἀλεξανδρεῦσι θεός, ἐπειδήπερ οὐ πλαγίως ἀλλ’ ἄντικρυς ἅπασιν ἐχρῶντο κατακόρως τοῖς ὀνόμασιν, ὅσα τοῖς ἄλλοις ἔθος ἐπιφημίζεσθαι θεοῖς."],["165","εἶτα καὶ τὴν περὶ τὰς προσευχὰς νεωτεροποιίαν ἀπὸ καθαροῦ τοῦ συνειδότος καὶ τῆς εἰς αὑτὸν ἀκραιφνοῦς τιμῆς ᾤετο γεγενῆσθαι, τῇ μὲν ταῖς ὑπομνηματικαῖς ἐφημερίσιν, ἃς ἀπὸ τῆς Ἀλεξανδρείας διεπέμποντό τινες, προσέχων— ἥδιστον γὰρ ἦν ἀνάγνωσμα τοῦτο αὐτῷ, ὡς καὶ τὰ τῶν ἄλλων συγγραφέων καὶ ποιητῶν ἀηδέστατα συγκρίσει τῆς ἐν τούτοις χάριτος νομίζεσθαι—, τῇ δὲ καὶ δι’ ἐνίους οἰκέτας τοὺς τωθάζοντας ἀεὶ καὶ χλευάζοντας σὺν αὐτῷ."],["166","Τούτων ἦσαν οἱ πλείους Αἰγύπτιοι, πονηρὰ σπέρματα, κροκοδείλων καὶ ἀσπίδων τῶν ἐγχωρίων ἀναμεμαγμένοι τὸν ἰὸν ὁμοῦ καὶ θυμὸν ἐν ταῖς ψυχαῖς. ἡγεμὼν δὲ οἷά τις ἦν χοροῦ τοῦ Αἰγυπτιακοῦ θιάσου παντὸς Ἑλικών, ἐπάρατον καὶ ἐξάγιστον ἀνδράποδον παρεισφθαρὲν εἰς τὴν αὐτοκρατορικὴν οἰκίαν· ἀπεγεύσατο γὰρ τῶν ἐγκυκλίων κατὰ φιλοτιμίαν τοῦ προτέρου δεσπότου, ὃς αὐτὸν ἐδωρήσατο Τιβερίῳ Καίσαρι."],["167","τότε μὲν οὖν οὐδεμιᾶς ἐτύγχανε προνομίας, ὅσα μειρακιώδη χαριεντίσματα Τιβερίου διαμεμισηκότος, ἐπειδὴ πρὸς τὸ σεμνότερόν τε καὶ αὐστηρότερον σχεδὸν ἐκ πρώτης ἡλικίας ἐπικλινῶς εἶχεν."],["168","ἐπεὶ δὲ ὁ μὲν ἐτελεύτησε, Γάιος δὲ τὴν ἡγεμονίαν διεδέξατο, νέῳ δεσπότῃ παρεπόμενος εἰς ἀνέσεις καὶ τρυφὴν τὴν διὰ πάσης αἰσθήσεως ἐπιχαλῶντι „σός “εἶπε „νῦν ὁ καιρός ἐστιν, Ἑλικών, ἐπέγειρε σαυτόν· ἔχεις πρὸς ἐπίδειξιν ἀκροατὴν καὶ θεατὴν τὸν πάντων ἄριστον· εὔθικτος εἶ τὴν φύσιν· σκώπτειν καὶ χαριεντίζεσθαι δύνασαι μᾶλλον ἑτέρων· ἀθύρματα καὶ παιδιὰς ληρώδεις καὶ παρασεσυρμένας οἶδας· τῶν ἐγκυκλίων οὐχ ἧττον πεπαίδευσαι τὰ ἀχόρευτα· πρόσεστί σοι καὶ τὸ στωμύλον οὐκ ἀτερπές."],["169","ἐὰν ἔτι κέντρον ἐγκαταμίξῃς τοῖς τωθασμοῖς ὑποκακόηθες, ὡς μὴ γέλωτα κινεῖν μόνον ἀλλὰ καὶ πικρίαν ἐκ τοῦ καχυπόνου, τὸν δεσπότην ὅλον ἥρπακας εὐφυῶς διακείμενον πρὸς ἀκρόασιν τῶν μετὰ χλεύης ἐγκλημάτων· ἀναπέπταται γὰρ αὐτοῦ, ὡς οἶδας, τὰ ὦτα καὶ ἀνωρθίασται πρὸς τοὺς ἐπιτετηδευκότας συνυφαίνειν τὸ βλασφημεῖν τῷ συκοφαντεῖν."],["170","ὕλας δὲ μὴ ζήτει περιττοτέρας· ἔχεις τὰς κατὰ Ἰουδαίων καὶ τῶν Ἰουδαϊκῶν ἐθῶν διαβολάς, αἷς ἐνετράφης· ἐξ ἔτι σπαργάνων ἀνεδιδάχθης αὐτάς, οὐ παρ’ ἑνὸς ἀνδρὸς ἀλλὰ τοῦ γλωσσαργοτάτου μέρους τῆς Ἀλεξανδρέων πόλεως· ἐπίδειξαι τὰ μαθήματα. “"],["171","τούτοις τοῖς παραλόγοις καὶ ἐπαράτοις λογισμοῖς ἐπάρας καὶ συγκροτήσας ἑαυτὸν συνεῖχε καὶ περιεῖπε τὸν Γάιον, οὐ νύκτωρ, οὐ μεθ’ ἡμέραν ἀφιστάμενος, ἀλλὰ πανταχοῦ συμπαρών, ἵνα ταῖς ἐρημίαις καὶ ἀναπαύλαις αὐτοῦ καταχρῆται πρὸς τὰς κατὰ τοῦ ἔθνους αἰτίας, ἡδονὰς κινῶν τὰς διὰ σκωμμάτων ὁ πανουργότατος, ἵνα τιτρώσκωσιν αἱ διαβολαί· τὸν γὰρ ἐπ’ εὐθείας κατήγορον οὔτε ὡμολόγει οὔτε ὁμολογεῖν ἐδύνατο, πλαγιάζων δὲ καὶ τεχνιτεύων χαλεπώτερος καὶ βαρύτερος ἦν ἐχθρὸς τῶν ἐπιγεγραμμένων ἄντικρυς τὴν δυσμένειαν."],["172","φασὶ δὲ ὅτι καὶ τῶν Ἀλεξανδρέων οἱ πρέσβεις εὖ τοῦτο εἰδότες ἀφανῶς ἐμεμίσθωντο αὐτὸν μεγάλοις μισθοῖς, οὐ διὰ χρημάτων μόνον ἀλλὰ καὶ τῶν ἐπὶ τιμαῖς ἐλπίδων, ἃς ὑπέσπειραν αὐτῷ παρέξειν οὐκ εἰς μακράν, ἐπειδὰν ἀφίκηται Γάιος εἰς Ἀλεξάνδρειαν."],["173","ὁ δὲ τὸν καιρὸν ἐκεῖνον ὀνειροπολῶν, ἐν ᾧ παρόντος τοῦ δεσπότου καὶ σὺν αὐτῷ σχεδόν τι τῆς οἰκουμένης— οὐ γὰρ ἦν ἄδηλον, ὅτι κατὰ θεραπείαν Γαΐῳ συνεισβαλεῖ τὸ δοκιμώτατον καὶ ὅσον τῶν πόλεων ὄψις ἐστὶν ἀναστὰν ἀπὸ περάτων αὐτῶν— ὑπὸ τῆς μεγίστης καὶ ἐνδοξοτάτης πόλεως τιμηθήσεται, πάντα ὑπισχνεῖτο."],["174","μέχρι μὲν οὖν τινος τὸν ἐμφωλεύοντα ἔνδον πολέμιον ἀγνοοῦντες ἐφυλαττόμεθα τοὺς ἔξω μόνους· ἐπεὶ δὲ ᾐσθόμεθα, διηρευνῶμεν περιβλεπόμενοι πάσας ὁδούς, εἴ πως δυνησόμεθα μαλθάξαι καὶ τιθασεῦσαι τὸν ἄνθρωπον ἐξ ἅπαντος τρόπου καὶ τόπου βάλλοντα καὶ τοξεύοντα ἡμᾶς εὐσκόπως."],["175","καὶ συνεσφαίριζε γὰρ καὶ συνεγυμνάζετο καὶ συνελούετο καὶ συνηρίστα καὶ μέλλοντι κοιμᾶσθαι παρῆν Γαΐῳ, τὴν τοῦ κατακοιμιστοῦ καὶ κατ’ οἰκίαν ἀρχισωματοφύλακος τεταγμένος τάξιν, ὅση μηδενὶ προσῆν ἄλλῳ, ὡς μόνος ἔχειν εὐκαιρούσας καὶ σχολαζούσας ἀκοὰς αὐτοκράτορος τῶν ἔξω διαφειμένας θορύβων εἰς ἀκρόασιν ὧν μάλιστα ἐπόθει."],["176","διασυρμοὶ δὲ ἦσαν ἀνακεκραμένοι κατηγορίαις, ἵνα τοῖς μὲν ἡδονὰς κινῇ, ἡμᾶς δὲ τὰ μέγιστα βλάπτῃ· τὸ μὲν γὰρ προηγούμενον ἔργον εἶναι δοκοῦν, ὁ διασυρμός, πάρεργον ἦν αὐτῷ, τὸ δὲ φαινόμενον πάρεργον, αἱ κατηγορίαι, μόνον καὶ πρῶτον ἔργον."],["177","πάντα δὴ κάλων ἀνασείων, ὡς οἱ πνεῦμα δεξιὸν κατ’ οἰάκων ἔχοντες, ἐφέρετο πλησίστιος οὐριοδρομῶν, ἄλλας ἐπ’ ἄλλαις συντιθεὶς καὶ συνείρων αἰτίας. τοῦ δὲ ἐνετυποῦτο ἡ διάνοια παγιώτερον, ὡς ἄληστον εἶναι τὴν τῶν ἐγκλημάτων μνήμην."],["178","Ἐν ἀπόροις δὲ καὶ ἐν ἀμηχάνοις ὄντες, ἐπειδὴ πάντα λίθον κινοῦντες ὑπὲρ τοῦ τὸν Ἑλικῶνα ἐξευμενίσασθαι πάροδον οὐδεμίαν ἀνευρίσκομεν, μηδενὸς μήτε εἰπεῖν μήτε προσελθεῖν τολμῶντος ἕνεκα τῆς ἀλαζονείας καὶ βαρύτητος, ᾗ πρὸς πάντας ἐκέχρητο, καὶ ἅμα διὰ τὸ ἀγνοεῖν, εἴ τίς ἐστιν αὐτῷ πρὸς τὸ Ἰουδαίων γένος ἀλλοτρίωσις ἀλείφοντι τὸν δεσπότην ἀεὶ καὶ συγκροτοῦντι κατὰ τοῦ ἔθνους, τὸ μὲν ἔτι πονεῖσθαι περὶ τοῦτο τὸ μέρος εἰάσαμεν, τοῦ δὲ ἀναγκαιοτέρου περιειχόμεθα· γραμματεῖον γὰρ ἔδοξεν ἀναδοῦναι Γαΐῳ κεφαλαιώδη τύπον περιέχον ὧν τε ἐπάθομεν καὶ ὧν τυχεῖν ἠξιοῦμεν."],["179","ἦν δὲ σχεδὸν τοῦτο ἐπιτομή τις ἱκετείας μακροτέρας, ἣν ἐπεπόμφειμεν πρὸ ὀλίγου δι’ Ἀγρίππα τοῦ βασιλέως· ἐκ τύχης γὰρ ἐπεδήμησε τῇ πόλει μέλλων εἰς Συρίαν κατὰ τὴν δοθεῖσαν αὐτῷ βασιλείαν ἀπαίρειν."],["180","*** ἐλελήθειμεν δὲ ἄρα ἔτι ἀπατῶντες ἑαυτούς· καὶ γὰρ πρότερον, ὅτε εὐθὺς ἠρξάμεθα πλεῖν οἰόμενοι πρὸς κριτὴν ἀφίξεσθαι τευξόμενοι τῶν δικαίων. ὁ δὲ ἦν ἐχθρὸς ἄσπονδος, δελεάζων ὅσα τῷ δοκεῖν φαιδρῷ τῷ βλέμματι καὶ ἱλαρωτέραις ταῖς προσρήσεσι."],["181","δεξιωσάμενος γὰρ ἡμᾶς ἐν τῷ πρὸς Τιβέρει πεδίῳ τὸ πρῶτον— ἔτυχε δὲ ἐκ τῶν μητρῴων ἐξιὼν κήπων— ἀντιπροσηγόρευσε καὶ τὴν δεξιὰν χεῖρα κατέσεισεν αἰνιττόμενος εὐμένειαν καὶ τὸν ἐπὶ τῶν πρεσβειῶν, Ὅμιλον ὄνομα, προσπέμψας „αὐτὸς “ἔφη „τῆς ὑμετέρας ὑποθέσεως ἀκούσομαι προσευκαιρήσας “, ὥστε τοὺς ἐν κύκλῳ πάντας συνήδεσθαι καθάπερ ἤδη νενικηκόσι καὶ τῶν ἡμετέρων ὅσοι ταῖς ἐπιπολαίοις παράγονται φαντασίαις."],["182","ἐγὼ δὲ φρονεῖν τι δοκῶν περιττότερον καὶ δι’ ἡλικίαν καὶ τὴν ἄλλην παιδείαν εὐλαβέστερος ἤμην ἐφ’ οἷς ἔχαιρον οἱ ἄλλοι. „διὰ τί γάρ “ἔφασκον ἀνακινῶν τὸν ἐμαυτοῦ λογισμόν, „τοσούτων ὄντων πρεσβευτῶν σχεδὸν ἀπὸ πάσης γῆς ἀφιγμένων, ἡμῶν εἶπε τότε μόνων ἀκούσεσθαι; τί βουλόμενος; οὐ γὰρ ἠγνόει γε ὄντας Ἰουδαίους, οἷς ἀγαπητὸν τὸ μὴ ἐλαττοῦσθαι."],["183","τὸ δὲ δὴ καὶ προνομίας οἴεσθαι τυγχάνειν παρ’ ἀλλοεθνεῖ καὶ νέῳ καὶ αὐτεξουσίῳ δεσπότῃ μὴ καὶ μανίας ἐγγύς ἐστιν; ἀλλ’ ἔοικε τῇ τῶν ἄλλων Ἀλεξανδρέων μερίδι προσκεῖσθαι, ᾗ διδοὺς προνομίαν θᾶττον ὑπέσχετο δικάσειν, ἐὰν ἄρα μὴ τὸν ἴσον καὶ κοινὸν ἀκροατὴν ὑπερβὰς ἀντὶ δικαστοῦ γένηται τῶν μὲν συναγωνιστής, ἡμῶν δὲ ἀντίπαλος. “"],["184","Ταῦτα λογιζόμενος ἐσφάδᾳζον καὶ οὔτε μεθ’ ἡμέραν οὔτε νύκτωρ ἠρέμουν. ἀθυμοῦντος δέ μου καὶ τὴν ἀνίαν στέγοντος— οὐδὲ γὰρ ἀνενεγκεῖν ἀσφαλὲς ἦν—, ἕτερον κατασκήπτει βαρύτατον ἐξαπιναίως ἀπροσδόκητον κακόν, οὐχ ἑνὶ μέρει τοῦ Ἰουδαϊκοῦ τὸν κίνδυνον ἐπάγον, ἀλλὰ συλλήβδην ἅπαντι τῷ ἔθνει."],["185","ἀφίγμεθα μὲν γὰρ ἀπὸ Ῥώμης εἰς Δικαιάρχειαν ἐπακολουθοῦντες Γαΐῳ· κατεληλύθει δὲ ἐπὶ θάλατταν καὶ διέτριβε περὶ τὸν κόλπον, ἀμείβων τὰς ἰδίας ἐπαύλεις πολλὰς καὶ πολυτελῶς ἠσκημένας."],["186","φροντίζουσι δὲ ἡμῖν τῆς ὑποθέσεως— ἀεὶ γὰρ κληθήσεσθαι προσεδοκῶμεν— προσέρχεταί τις ὕφαιμόν τι καὶ ταραχῶδες ὑποβλεπόμενος, ἄσθματος μεστός, καὶ μικρὸν ἀπὸ τῶν ἄλλων ἀπαγαγών— πλησίον γὰρ ἦσάν τινες— „ἠκούσατε “ἔφη „τὰ καινά; “καὶ μέλλων ἀπαγγέλλειν ἐπεσχέθη, δακρύων ἀθρόας φορᾶς ἐνεχθείσης."],["187","καὶ πάλιν ἀρξάμενος δεύτερον ἐπεσχέθη καὶ τρίτον. ἅπερ ὁρῶντες ἡμεῖς ἐπτοήμεθα καὶ παρεκαλοῦμεν μηνῦσαι τὸ πρᾶγμα, οὗ χάριν ἐλθεῖν ἔφασκεν· „οὐ γὰρ ἕνεκα τοῦ διὰ μαρτύρων κλαίειν· εἰ δὲ ἄξια δακρύων ἐστί, μὴ μόνος ἀπόλαυε τῆς λύπης· ἐθάδες γεγόναμεν ἤδη κακοπραγιῶν. “"],["188","ὁ δὲ μόλις μὲν ἀναλύζων δὲ ὅμως κεκομμένῳ τῷ πνεύματί φησιν· „οἴχεται ἡμῶν τὸ ἱερόν· ἀνδριάντα κολοσσιαῖον ἐσωτάτω τῶν ἀδύτων ἀνατεθῆναι Γάιος προσέταξε Διὸς ἐπίκλησιν αὐτοῦ. “"],["189","θαυμασάντων δὲ τὸ λεχθὲν καὶ πεπηγότων ὑπ’ ἐκπλήξεως καὶ μηδὲ προελθεῖν ἔτι δυναμένων— ἀχανεῖς γὰρ εἱστήκειμεν ὀλιγοδρανοῦντες καὶ καταρρέοντες περὶ αὑτοῖς, τῶν σωματικῶν τόνων ἐκνενευρισμένων—, ἕτεροι παρῆσαν τὰς αὐτὰς φέροντες ὠδῖνας."],["190","ἔπειτα συγκλεισάμενοι πάντες ἀθρόοι ἰδίας ὁμοῦ καὶ κοινὰς τύχας ἐθρηνοῦμεν καὶ οἷα ὑπέβαλλεν ὁ νοῦς διεξῇμεν— λαλίστατον γὰρ ἄνθρωπος ἀτυχῶν—· ἀγωνιάσωμεν ὑπὲρ τοῦ μὴ εἰς ἅπαν ταῖς ἀνιάτοις παρανομίαις ἀφεθῆναι. χειμῶνος μέσου διεπλεύσαμεν ἀγνοοῦντες, ὅσος χειμὼν ἔφεδρός ἐστιν ὁ κατὰ γῆν ἀργαλεώτερος πολλῷ τοῦ κατὰ θάλατταν· τοῦ μὲν γὰρ ἡ φύσις αἰτία διακρίνουσα τοὺς ἐτησίους καιρούς, φύσις δὲ σωτήριον· ἐκείνου δὲ ἄνθρωπος οὐδὲν φρονῶν ἀνθρώπινον, νέος καὶ νεωτεροποιὸς ἀνημμένος τὴν ἐφ’ ἅπασιν ἀνυπεύθυνον ἀρχήν· νεότης δὲ μετ’ ἐξουσίας αὐτοκρατοῦς ὁρμαῖς ἀκαθέκτοις χρωμένη κακὸν δύσμαχον."],["191","ἐξέσται δὲ προσελθεῖν ἢ διᾶραι τὸ στόμα περὶ προσευχῶν τῷ λυμεῶνι τοῦ πανιέρου; δῆλον γὰρ ὡς οὐ φροντιεῖ τῶν ἀφανεστέρων καὶ τιμῆς ἐλάττονος ἠξιωμένων ὁ τὸν περισημότατον καὶ ἐπιφανέστατον νεών, εἰς ὃν ἀνατολαὶ καὶ δύσεις ἀποβλέπουσιν ἡλίου τρόπον πανταχόσε λάμποντα, καθυβρίζων."],["192","εἰ δὲ καὶ γένοιτό τις ἄδεια προσόδου, τί χρὴ προσδοκᾶν ἢ θάνατον ἀπαραίτητον; ἀλλ’ ἔστω, τεθνηξόμεθα· ζωὴ γάρ τίς ἐστιν ὁ ὑπὲρ φυλακῆς νόμων εὐκλεέστατος θάνατος. εἰ δὲ ἐκ τῆς ἡμετέρας τελευτῆς γενήσεται μηδὲν ὄφελος, οὐ μανία παραπολέσθαι, καὶ ταῦτα πρεσβεύειν δοκοῦντας, ὡς τῶν πεμψάντων μᾶλλον ἢ τῶν ὑπομενόντων εἶναι τὴν συμφοράν;"],["193","οὐ μὴν ἀλλὰ καὶ ὅσοι τὰς φύσεις μισοπονηρότατοι τῶν ὁμοφύλων ἀσέβειαν ἡμῶν κατηγορήσουσιν ὡς, ἐν ἐσχάτῳ κινδύνῳ τῶν ὅλων σαλευόντων, ἐπιμνησθέντων ὑπὸ φιλαυτίας ἰδίου τινός· τοῖς γὰρ μεγάλοις τὰ βραχέα καὶ τοῖς κοινοῖς τὰ ἴδια ὑποστέλλειν ἀναγκαῖον, ὧν οἰχομένων ἔρρει καὶ ἡ πολιτεία."],["194","ποῦ γὰρ ὅσιον ἢ θεμιτὸν ἄλλως ἀγωνίζεσθαι, δεικνύντας ὡς ἐσμὲν Ἀλεξανδρεῖς, οἷς ὁ περὶ τῆς καθολικωτέρας πολιτείας ἐπικρέμαται κίνδυνος τῆς Ἰουδαίων; ἅμα γὰρ τῇ τοῦ ἱεροῦ καταλύσει δέος, μὴ καὶ τὸ κοινὸν τοῦ ἔθνους ὄνομα συναφανισθῆναι κελεύσῃ ὁ νεωτεροποιὸς καὶ μεγαλουργὸς ἄνθρωπος."],["195","ἀμφοτέρων οὖν τῶν ὑποθέσεων δι’ ἃς ἐστάλημεν οἰχομένων, ἴσως φήσει τις· τι οὖν, οὐκ ᾔδεσαν πραγματεύεσθαι τὴν μετὰ ἀσφαλείας ἐπάνοδον; πρὸς ὃν εἴποιμι ἄν· ἢ οὐκ ἔχεις ἀνδρὸς εὐγενοῦς πάθος γνήσιον ἢ οὐκ ἐνετράφης οὐδὲ ἐνησκήθης τοῖς ἱεροῖς γράμμασιν. ἐλπίδων εἰσὶ πλήρεις οἱ ὄντως εὐγενεῖς, καὶ οἱ νόμοι τοῖς ἐντυγχάνουσι μὴ χείλεσιν ἄκροις ἐλπίδας ἀγαθὰς δημιουργοῦσιν."],["196","ἴσως ἀπόπειρα ταῦτα τῆς καθεστώσης γενεᾶς ἐστι, πῶς ἔχει πρὸς ἀρετὴν καὶ εἰ πεπαίδευται φέρειν τὰ δεινὰ λογισμοῖς ἰσχυρογνώμοσιν οὐ προκαταπίπτουσα. τὰ μὲν οὖν ἐξ ἀνθρώπων ἅπαντα καὶ ἔρρει καὶ ἐρρέτω· μενέτω δὲ ἐν ταῖς ψυχαῖς ἀκαθαίρετος ἡ ἐπὶ τὸν σωτῆρα θεὸν ἐλπίς, ὃς πολλάκις ἐξ ἀμηχάνων καὶ ἀπόρων περιέσωσε τὸ ἔθνος."],["197","Ταῦτα ἅμα μὲν ὀλοφυρόμενοι τὰς ἀπροσδοκήτους ἀτυχίας ἅμα δὲ καὶ παρηγοροῦντες ἑαυτοὺς ἐλπίδι μεταβολῆς γαληνοτέρας διεξῇμεν. μικρὸν δὲ ἐπισχόντες πρὸς τοὺς ἀπαγγείλαντας „τί καθ’ ἡσυχίαν “εἴπομεν „κάθησθε, σπινθῆρας αὐτὸ μόνον τοῖς ὠσὶν ἡμῶν ἐνιέντες, ὑφ’ ὧν καιόμεθα καὶ πυρπολούμεθα, δέον προσεξηγεῖσθαι καὶ τὰ κεκινηκότα τὸν Γάιον; “"],["198","οἱ δέ· „τὴν μὲν ἀνωτάτω καὶ πρώτην αἰτίαν ἴστε, ἣν καὶ πάντες ἴσασιν ἄνθρωποι· θεὸς βούλεται νομίζεσθαι, ὑπείληφε δὲ μόνους Ἰουδαίους μὴ πείσεσθαι, οἷς μεῖζον οὐδὲν ἂν προστρίψαιτο κακὸν ἢ λυμηνάμενος τὴν τοῦ ἱεροῦ σεμνότητα. κατήχηται δέ, ὅτι καὶ πάντων ἱερῶν τῶν πανταχοῦ κάλλιστόν ἐστιν ἐξ ἀπείρων χρόνων ἀπαύστοις καὶ ἀφειδέσι δαπάναις ἀεὶ προσκοσμούμενον· δύσερις δὲ καὶ φιλόνεικος ὢν σφετερίσασθαι τοῦτο εἰς ἑαυτὸν διανοεῖται."],["199","παρατέθηκται δὲ νῦν μᾶλλον ἢ πρότερον ἐξ ἐπιστολῆς, ἣν ἔπεμψε Καπίτων. φόρων ἐκλογεὺς ὁ Καπίτων ἐστὶ τῶν τῆς Ἰουδαίας, ἔχει δέ πως πρὸς τοὺς ἐγχωρίους ἐγκότως· πένης γὰρ ἀφιγμένος καὶ ἐξ ὧν νοσφίζεται καὶ παρεκλέγει ποικίλον τινὰ καὶ πολὺν πλοῦτον ἠθροικώς, εἶτα εὐλαβηθείς, μή τις αὐτοῦ γένηται κατηγορία, τέχνην ἐπενόησεν, ᾗ διαβολαῖς τῶν ἀδικηθέντων διακρούσεται τὰς αἰτίας."],["200","ἀφορμὴν δὲ αὐτῷ δίδωσιν εἰς ὅπερ ἐβούλετο συντυχία τις τοιαύτη. τὴν Ἰάμνειαν— πόλις δέ ἐστι τῆς Ἰουδαίας ἐν τοῖς μάλιστα πολυάνθρωπος— [ταύτην] μιγάδες οἰκοῦσιν, οἱ πλείους μὲν Ἰουδαῖοι, ἕτεροι δέ τινες ἀλλόφυλοι παρεισφθαρέντες ἀπὸ τῶν πλησιοχώρων, οἳ τοῖς τρόπον τινὰ αὐθιγενέσιν ὄντες μέτοικοι κακὰ καὶ πράγματα παρέχουσιν, ἀεί τι παραλύοντες τῶν πατρίων Ἰουδαίοις."],["201","οὗτοι παρὰ τῶν ἐπιφοιτώντων ἀκούοντες, ὅσῃ σπουδῇ κέχρηται Γάιος περὶ τὴν ἰδίαν ἐκθέωσιν καὶ ὡς ἀλλοτριώτατα διάκειται πρὸς ἅπαν τὸ Ἰουδαϊκὸν γένος, καιρὸν ἐπιτήδειον εἰς ἐπίθεσιν παραπεπτωκέναι νομίζοντες αὐτοσχέδιον ἀνιστᾶσι βωμὸν εἰκαιοτάτης ὕλης, πηλὸν σχηματίσαντες εἰς πλίνθους, ὑπὲρ τοῦ μόνον ἐπιβουλεύειν τοῖς συνοικοῦσιν· ᾔδεσαν γὰρ οὐκ ἀνεξομένους καταλυομένων τῶν ἐθῶν, ὅπερ καὶ ἐγένετο."],["202","θεασάμενοι γὰρ καὶ δυσανασχετήσαντες ἐπὶ τῷ τῆς ἱερᾶς χώρας τὸ ἱεροπρεπὲς ὄντως ἀφανίζεσθαι καθαιροῦσι συνελθόντες· οἱ δὲ εὐθὺς ἐπὶ τὸν Καπίτωνα ἧκον, ὃς ἦν τοῦ δράματος ὅλου δημιουργός. ἕρμαιον δὲ εὑρηκέναι νομίσας, ὅπερ ἐκ πολλῶν χρόνων ἀνεζήτει, γράφει Γαΐῳ διαίρων τὰ πράγματα καὶ μετεωρίζων."],["203","ὁ δὲ διαναγνοὺς πλουσιώτερον καὶ μεγαλοφρονέστερόν τι ἀντὶ τοῦ πλινθίνου βωμοῦ τοῦ κατ’ ἐπήρειαν ἀνασταθέντος ἐν Ἰαμνείᾳ κελεύει κολοσσιαῖον ἀνδριάντα ἐπίχρυσον ἐν τῷ τῆς μητροπόλεως ἱερῷ καθιδρυθῆναι, συμβούλοις χρησάμενος τοῖς ἀρίστοις καὶ σοφωτάτοις, Ἑλικῶνι τῷ εὐπατρίδῃ δούλῳ, σπερμολόγῳ, περιτρίμματι, καὶ Ἀπελλῇ τινι τραγῳδῷ, ὃς ἀκμῇ μὲν τῆς πρώτης ἡλικίας, ὥς φασιν, ἐκαπήλευσε τὴν ὥραν, ἔξωρος δὲ γενόμενος ἐπὶ τὴν σκηνὴν παρῆλθεν."],["204","ὅσοι δὲ σκηνοβατοῦσιν ἐμπορευόμενοι θεαταῖς καὶ θεάτροις, αἰδοῦς εἰσι καὶ σωφροσύνης ἀλλ’ οὐκ ἀναισχυντίας καὶ ἀκοσμίας ἐρασταὶ τῆς ἀνωτάτω; διὰ ταῦτα εἰς τὴν τοῦ συμβούλου τάξιν ὁ Ἀπελλῆς παρῆλθεν, ἵνα βουλεύσηται Γάιος μεθ’ οὗ μὲν ὡς σκωπτέον, μεθ’ οὗ δὲ ὡς ᾀστέον, ὑπερβὰς τὰς περὶ τῶν ὅλων σκέψεις, ὡς εἰρηνεύεσθαι καὶ ἠρεμεῖσθαι τὰ πανταχοῦ πάντα."],["205","ὁ μὲν οὖν Ἑλικών, σκορπιῶδες ἀνδράποδον, τὸν Αἰγυπτιακὸν ἰὸν εἰς Ἰουδαίους ἤφιεν, ὁ δὲ Ἀπελλῆς τὸν ἀπὸ Ἀσκάλωνος· ἦν γὰρ ἐκεῖθεν· Ἀσκαλωνίταις δὲ ἀσύμβατός τις καὶ ἀκατάλλακτος δυσμένεια πρὸς τοὺς τῆς ἱερᾶς χώρας οἰκήτορας Ἰουδαίους ἐστὶν οὖσιν ὁμόροις. “ταῦτα ἀκούοντες ἐφ’ ἑκάστου ῥήματος καὶ ὀνόματος ἐτιτρωσκόμεθα τὰς ψυχάς."],["206","ἀλλ’ οἱ μὲν καλῶν πράξεων καλοὶ σύμβουλοι μικρὸν ὕστερον τὰ ἐπίχειρα εὗρον τῆς ἀσεβείας, ὁ μὲν ὑπὸ Γαΐου σιδήρῳ δεθεὶς ἐφ’ ἑτέραις αἰτίαις καὶ στρεβλούμενος καὶ τροχιζόμενος ἐκ περιτροπῆς, ὥσπερ ἐν ταῖς περιοδιζούσαις νόσοις, ὁ δὲ Ἑλικὼν ὑπὸ Κλαυδίου Γερμανικοῦ Καίσαρος ἀναιρεθείς, ἐφ’ οἷς ἄλλοις ὁ φρενοβλαβὴς ἠδίκησεν. ἀλλὰ ταῦτα μὲν ὕστερον ἐγένετο."],["207","Ἡ δὲ περὶ τῆς ἀναθέσεως τοῦ ἀνδριάντος ἐπιστολὴ γράφεται, καὶ οὐχ ἁπλῶς ἀλλ’ ὡς οἷόν τε ἦν περιεσκεμμένως εἰς ἀσφάλειαν. κελεύει γὰρ Πετρωνίῳ τῷ τῆς Συρίας ἁπάσης ὑπάρχῳ, πρὸς ὃν καὶ τὴν ἐπιστολὴν ἐγεγράφει, τῆς παρ’ Εὐφράτῃ στρατιᾶς, ἣ τὴν διάβασιν τῶν ἑῴων βασιλέων καὶ ἐθνῶν παρεφύλαττε, τὴν ἡμίσειαν ἄγειν ἐπὶ τῆς Ἰουδαίας τὸν ἀνδριάντα παραπέμψουσαν, οὐχ ἵνα σεμνοποιήσῃ τὴν ἀνάθεσιν, ἀλλ’ ἵνα, εἰ διακωλύοι τις, εὐθὺς ἀπόληται."],["208","τί λέγεις, ὦ δέσποτα; προειληφὼς οὐκ ἀνεξομένους, ἀλλ’ ὑπερασπιοῦντας τοῦ νόμου καὶ προαποθανουμένους τῶν πατρίων πολεμοποιεῖς; οὐ γὰρ ἔοικας δι’ ἄγνοιαν ὧν εἰκὸς ἦν ἀποβήσεσθαι τοῦ περὶ τὸ ἱερὸν ἅψασθαι νεωτερισμοῦ, προμαθὼν δὲ ἀκριβῶς τὰ μέλλοντα ὡς ἤδη παρόντα καὶ τὰ γενησόμενα ὡς χειριζόμενα τὴν στρατιὰν εἰσάγειν προσέταξας, ἵνα θυσίαις ἐναγέσι πρώταις καθιερωθῇ τὸ ἀφίδρυμα, σφαγαῖς ἀθλίων ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν."],["209","ὁ μὲν οὖν Πετρώνιος τὰ ἐπισταλέντα διαναγνοὺς ἐν ἀμηχάνοις ἦν, οὔτε ἐναντιοῦσθαι δυνάμενος διὰ φόβον— ᾔδει γὰρ ἀφόρητον οὐ μόνον κατὰ τῶν τὰ κελευσθέντα μὴ πραξάντων, ἀλλὰ καὶ κατὰ τῶν μὴ εὐθύς— οὔτε ἐγχειρεῖν εὐμαρῶς· ᾔδει γὰρ ἀνθ’ ἑνὸς θανάτου μυρίους ἄν, εἴπερ δυνατὸν ἦν, ἐθελήσοντας ὑπομεῖναι μᾶλλον ἢ περιιδεῖν τι τῶν ἀπειρημένων δρώμενον."],["210","ἅπαντες γὰρ ἄνθρωποι φυλακτικοὶ τῶν ἰδίων ἐθῶν εἰσι, διαφερόντως δὲ τὸ Ἰουδαίων ἔθνος· θεόχρηστα γὰρ λόγια τοὺς νόμους εἶναι ὑπολαμβάνοντες καὶ τοῦτο ἐκ πρώτης ἡλικίας τὸ μάθημα παιδευθέντες ἐν ταῖς ψυχαῖς ἀγαλματοφοροῦσι τὰς τῶν διατεταγμένων εἰκόνας·"],["211","εἶτα ἐναργεῖς τύπους καὶ μορφὰς αὐτῶν καθορῶντες ἀεὶ τοῖς λογισμοῖς αὑτῶν τεθήπασι· καὶ τοὺς μὲν τιμητικῶς ἔχοντας ἀλλοφύλους αὐτῶν οὐχ ἧττον τῶν ἰδίων ἀποδέχονται πολιτῶν, τοῖς δὲ ἢ καθαιροῦσιν ἢ χλευάζουσιν ὡς πολεμιωτάτοις ἀπέχθονται· καὶ πεφρίκασι μὲν ἕκαστον τῶν διηγορευμένων οὕτως, ὡς ἅπασαν τὴν παρ’ ἀνθρώποις εἴτε εὐτυχίαν εἴτε εὐδαιμονίαν χρὴ καλεῖν μηδέποτ’ ἂν ὑπὲρ παραβάσεως καὶ τοῦ τυχόντος ἂν ὑπαλλάξασθαι."],["212","περιττοτέρα δὲ καὶ ἐξαίρετός ἐστιν αὐτοῖς ἅπασιν ἡ περὶ τὸ ἱερὸν σπουδή. τεκμήριον δὲ μέγιστον· θάνατος ἀπαραίτητος ὥρισται κατὰ τῶν εἰς τοὺς ἐντὸς περιβόλους παρελθόντων— δέχονται γὰρ εἰς τοὺς ἐξωτέρω τοὺς πανταχόθεν πάντας— τῶν οὐχ ὁμοεθνῶν."],["213","εἰς δὴ ταῦτα ἀφορῶν ὁ Πετρώνιος βραδὺς ἦν ἐγχειρητής, ὅσον τόλμημα μεγαλουργεῖται σκεπτόμενος, καὶ συγκαλέσας ὡς ἐν συνεδρίῳ τοὺς τῆς ψυχῆς ἅπαντας λογισμοὺς τὴν ἑκάστου γνώμην διηρεύνα καὶ πάντας εὕρισκεν ὁμογνωμονοῦντας περὶ τοῦ μηδὲν κινεῖν τῶν ἐξ ἀρχῆς καθωσιωμένων, πρῶτον διὰ τὸ φύσει δίκαιον καὶ εὐσεβές, ἔπειτα διὰ τὸν ἐπικρεμάμενον κίνδυνον, οὐκ ἐκ θεοῦ μόνον ἀλλὰ καὶ τῶν ἐπηρεαζομένων."],["214","ἔννοιά τε αὐτὸν εἰσῄει τοῦ ἔθνους, ὅσον ἐστὶν ἐν πολυανθρωπίᾳ, ὅπερ οὐκ ἐδέξατο καθάπερ τῶν ἄλλων ἕκαστον μιᾶς χώρας τῆς ἀποκεκληρωμένης αὐτῷ μόνῳ περίβολος, ἀλλ’ ὀλίγου δέω φάναι πᾶσα ἡ οἰκουμένη· κέχυται γὰρ ἀνά τε τὰς ἠπείρους καὶ νήσους ἁπάσας, ὡς τῶν αὐθιγενῶν μὴ πολλῷ τινι δοκεῖν ἐλαττοῦσθαι."],["215","τοσαύτας μυριάδας ἐφέλκεσθαι πολεμίων ἆρ’ οὐ σφαλερώτατον; ἀλλὰ μήποτε γένοιτο συμφρονήσαντας τοὺς ἑκασταχοῦ πρὸς ἄμυναν ἐλθεῖν· ἄμαχόν τι συμβήσεται χρῆμα· δίχα τοῦ καὶ τοὺς τὴν Ἰουδαίαν κατοικοῦντας ἀπείρους τε εἶναι τὸ πλῆθος καὶ τὰ σώματα γενναιοτάτους καὶ τὰς ψυχὰς εὐτολμοτάτους καὶ προαποθνῄσκειν αἱρουμένους τῶν πατρίων ὑπὸ φρονήματος, ὡς μὲν ἔνιοι τῶν διαβαλλόντων εἴποιεν ἄν, βαρβαρικοῦ, ὡς δὲ ἔχει τἀληθές, ἐλευθερίου καὶ εὐγενοῦς."],["216","ἐφόβουν δὲ αὐτὸν καὶ αἱ πέραν Εὐφράτου δυνάμεις· ᾔδει γὰρ Βαβυλῶνα καὶ πολλὰς ἄλλας τῶν σατραπειῶν ὑπὸ Ἰουδαίων κατεχομένας, οὐκ ἀκοῇ μόνον ἀλλὰ καὶ πείρᾳ· καθ’ ἕκαστον γὰρ ἐνιαυτὸν ἱεροπομποὶ στέλλονται χρυσὸν καὶ ἄργυρον πλεῖστον κομίζοντες εἰς τὸ ἱερὸν τὸν ἀθροισθέντα ἐκ τῶν ἀπαρχῶν, δυσβάτους καὶ ἀτριβεῖς καὶ ἀνηνύτους ὁδοὺς περαιούμενοι, ἃς λεωφόρους εἶναι νομίζουσιν, ὅτι πρὸς εὐσέβειαν ἄγειν δοκοῦσι."],["217","περιδεὴς οὖν ὡς εἰκὸς ἦν, μὴ πυθόμενοι τὴν καινουργουμένην ἀνάθεσιν ἐπιφοιτήσωσιν ἐξαίφνης καὶ περίσχωσιν, οἱ μὲν ἔνθεν οἱ δὲ ἔνθεν, κύκλος γενόμενοι, καὶ συνάψαντες ἀλλήλοις τοὺς ἐναποληφθέντας μέσους δεινὰ ἐργάσωνται. τοιούτοις μὲν λογισμοῖς χρώμενος ἀπώκνει."],["218","πάλιν δὲ ὑπὸ τῶν ἐναντίων ἀνθείλκετο, „δεσπότου “λέγων „ἡ πρόσταξίς ἐστι καὶ νέου καὶ ὅ τι ἂν βουληθῇ τοῦτο συμφέρον κρίνοντος καὶ τὸ γνωσθὲν ἅπαξ ἐπιτελεσθῆναι, κἂν ἀλυσιτελέστατον ᾖ καὶ φιλονεικίας καὶ ἀλαζονείας γέμον, ὅς γε καὶ ὑπερπηδήσας τὸν ἄνθρωπον ἐν θεοῖς ἤδη γράφει ἑαυτόν. ἐπικρέμαται δή μοι κίνδυνος ὁ περὶ ψυχῆς καὶ ἐναντιωθέντι καὶ εἴξαντι, ἀλλ’ εἴξαντι μὲν μετὰ πολέμου καὶ τάχα ἀμφίβολος καὶ οὐ πάντως ἀποβησόμενος, ἐναντιωθέντι δὲ ἀπαραίτητος καὶ ὁμολογούμενος ἐκ Γαΐου. “"],["219","συνελάμβανον δὲ τῇ γνώμῃ ταύτῃ πολλοὶ τῶν συνδιεπόντων τὰ κατὰ Συρίαν αὐτῷ Ῥωμαίων, εἰδότες ὅτι καὶ ἐπ’ αὐτοὺς πρώτους αἱ ἀπὸ Γαΐου χωρήσουσιν ὀργαὶ καὶ τιμωρίαι ὡς συναιτίους τοῦ τὸ κελευσθὲν μὴ γενέσθαι."],["220","παρέσχε δὲ εἰς ἀκριβεστέραν σκέψιν ἀναχώρησιν ἡ κατασκευὴ τοῦ ἀνδριάντος· οὔτε γὰρ ἀπὸ τῆς Ῥώμης διεπέμψατο— θεοῦ μοι προνοίᾳ δοκῶ τὴν χεῖρα τῶν ἀδικουμένων ἀφανῶς ὑπερέχοντος— οὔτε τῶν κατὰ Συρίαν ὅστις ἂν ἄριστος εἶναι δοκιμασθῇ μετακομίζειν προσέταξεν, ἐπεὶ κἂν τῷ τάχει τῆς παρανομίας ταχὺς ἐξήφθη ὁ πόλεμος."],["221","καιρὸν οὖν σχὼν εἰς τὴν τοῦ συμφέροντος διάσκεψιν— τὰ γὰρ αἰφνίδια καὶ μεγάλα, ὅταν ἀθρόα προσπέσῃ, κατακλᾷ τὸν λογισμόν— προστάττει τὴν κατασκευὴν ἔν τινι τῶν ὁμόρων ποιεῖσθαι."],["222","μεταπεμψάμενος οὖν ὁ Πετρώνιος δημιουργοὺς τῶν ἐν Φοινίκῃ τοὺς φρονιμωτάτους δίδωσι τὴν ὕλην· οἱ δὲ ἐν Σιδῶνι εἰργάζοντο. μεταπέμπεται δὲ καὶ τοὺς ἐν τέλει τῶν Ἰουδαίων ἱερεῖς τε καὶ ἄρχοντας, ἅμα μὲν δηλώσων τὰ ἀπὸ Γαΐου, ἅμα δὲ καὶ συμβουλεύσων ἀνέχεσθαι τῶν ὑπὸ τοῦ δεσπότου προσταττομένων καὶ τὰ δεινὰ πρὸ ὀφθαλμῶν λαμβάνειν· εὐτρεπεῖς γὰρ εἶναι τῶν κατὰ Συρίαν στρατιωτικῶν δυνάμεων τὰς μαχιμωτέρας, αἳ πᾶσαν τὴν χώραν καταστορέσουσι νεκρῶν."],["223","ᾤετο γάρ, εἰ προμαλάξειε τούτους, δυνήσεσθαι δι’ αὐτῶν καὶ τὴν ἄλλην πληθὺν ἅπασαν ἀναδιδάξαι μὴ ἐναντιοῦσθαι· γνώμης δέ, ὡς εἰκός, διημάρτανε. πληχθέντας γάρ φασιν ὑπὸ τῶν πρώτων ῥημάτων εὐθὺς αὐτοὺς ἀήθους κακοῦ διηγήσει καταπαγῆναι καὶ ἀχανεῖς γενομένους φοράν τινα δακρύων ὥσπερ ἀπὸ πηγῶν ἀθρόαν ἐκχεῖν, τὰ γένεια καὶ τὰς τρίχας τῆς κεφαλῆς τίλλοντας καὶ τοιαῦτα ἐπιλέγοντας·"],["224","„πολλὰ εἰσηνέγκαμεν εἰς εὐγήρω βίον οἱ λίαν εὐτυχεῖς, ἵνα ὃ μηδεὶς πώποτε εἶδε τῶν προγόνων ἡμεῖς θεασώμεθα· τίσιν ὀφθαλμοῖς; ἐκκοπήσονται πρότερον μετὰ τῆς ἀθλίας ψυχῆς καὶ τῆς ἐπωδύνου ζωῆς ἢ τοιοῦτον ὄψονται κακόν, ἀθέατον θέαν, ἣν οὔτε ἀκοῦσαι θέμις οὔτε νοῆσαι. “"],["225","Καὶ οἱ μὲν τοιαῦτα ὠλοφύροντο. πυθόμενοι δὲ οἱ κατὰ τὴν ἱερόπολιν καὶ τὴν ἄλλην χώραν τὸ κινούμενον, ὥσπερ ἀφ’ ἑνὸς συνθήματος συνταξάμενοι, τοῦ κοινοῦ πάθους τὸ σύνθημα δόντος, ἐξεληλύθεσαν ἀθρόοι καὶ κενὰς τὰς πόλεις καὶ κώμας καὶ οἰκίας ἀπολιπόντες μιᾷ ῥύμῃ συνέτεινον εἰς Φοινίκην· ἐκεῖ γὰρ ὢν ἐτύγχανεν ὁ Πετρώνιος."],["226","ἰδόντες δὲ τῶν Πετρωνίου τινὲς ὄχλον ἀμύθητον φερόμενον ἐβοηδρόμουν ἀπαγγέλλοντες, ἵνα φυλάττηται, πόλεμον προσδοκήσαντες. ἔτι δὲ διηγουμένων, ὁ μὲν ἀφρούρητος ἦν, ἡ δὲ τῶν Ἰουδαίων πληθὺς ἐξαπιναίως ὥσπερ νέφος ἐπιστᾶσα πᾶσαν Φοινίκην ἐπέσχε, κατάπληξιν τοῖς οὐκ εἰδόσι τὴν τοῦ ἔθνους πολυανθρωπίαν ἐργασαμένη."],["227","καὶ βοὴ μὲν τοσαύτη τὸ πρῶτον ἤρθη μετὰ κλαυθμῶν καὶ στερνοτυπιῶν, ὡς ἂν μηδὲ τὰς ἀκοὰς τῶν παρόντων χωρεῖν τὸ μέγεθος· οὐδὲ γὰρ ἐπαύσατο παυσαμένων, ἀλλ’ ἡσυχασάντων ἔτι συνήχει. ἔπειτα πρόσοδοι καὶ δεήσεις, οἵας ὁ καιρὸς ὑπέβαλλε· διδάσκαλοι γὰρ τοῦ παρόντος αὐταὶ αἱ συμφοραί. εἰς τάξεις δὲ ἓξ διενεμήθησαν, πρεσβυτῶν, νέων, παίδων, πάλιν ἐν μέρει πρεσβυτίδων, γυναικῶν τῶν ἐν ἡλικίᾳ, παρθένων."],["228","ἐπεὶ δὲ ὁ Πετρώνιος ἐξ ἀπόπτου κατεφάνη, πᾶσαι αἱ τάξεις καθάπερ κελευσθεῖσαι προσπίπτουσιν εἰς ἔδαφος ὀλολυγὴν θρηνώδη τινὰ μεθ’ ἱκετηριῶν ἀφιεῖσαι. παραινέσαντος δὲ ἀνίστασθαι καὶ προσελθεῖν ἐγγυτέρω, μόλις ἀνίσταντο καὶ καταχεάμενοι πολλὴν κόνιν καὶ ῥεόμενοι δακρύοις, τὰς χεῖρας ἀμφοτέρας εἰς τοὐπίσω περιαγαγόντες τρόπον ἐξηγκωνισμένων, προσῄεσαν."],["229","εἶτα ἡ γερουσία καταστᾶσα τοιάδε ἔλεξεν· „ἄοπλοι μέν ἐσμεν, ὡς ὁρᾷς, παραγενομένους δὲ αἰτιῶνταί τινες ὡς πολεμίους. ἃ δὲ ἡ φύσις ἑκάστῳ προσένειμεν ἀμυντήρια μέρη, χεῖρας, ἀπεστρόφαμεν, ἔνθα μηδὲν ἐργάσασθαι δύνανται, παρέχοντες αὑτῶν τὰ σώματα πρὸς εὐσκόπους τοῖς θέλουσιν ἀποκτεῖναι βολάς."],["230","γυναῖκας καὶ τέκνα καὶ γενεὰς ἐπηγαγόμεθά σοι καὶ διὰ σοῦ προσεπέσομεν Γαΐῳ μηδένα οἴκοι καταλιπόντες, ἵνα ἢ περισώσητε πάντας ἢ πάντας πανωλεθρίᾳ διαφθείρητε. Πετρώνιε, καὶ τὰς φύσεις ἐσμὲν εἰρηνικοὶ καὶ τὴν προαίρεσιν, καὶ αἱ διὰ παιδοτροφίαν φιλεργίαι τοῦτο ἡμᾶς ἐξ ἀρχῆς ἐπαίδευσαν τὸ ἐπιτήδευμα."],["231","Γαΐῳ παραλαβόντι τὴν ἡγεμονίαν πρῶτοι τῶν κατὰ Συρίαν ἁπάντων ἡμεῖς συνήσθημεν, Οὐιτελλίου τότε, παρ’ οὗ διεδέξω τὴν ἐπιτροπήν, ἐν τῇ πόλει διατρίβοντος, ᾧ τὰ περὶ τούτων ἐκομίσθη γράμματα, καὶ ἀπὸ τῆς ἡμετέρας πόλεως εὐαγγελιουμένη πρὸς τὰς ἄλλας ἔδραμεν ἡ φήμη."],["232","πρῶτον τὸ ἡμέτερον ἱερὸν ἐδέξατο τὰς ὑπὲρ τῆς ἀρχῆς Γαΐου θυσίας, ἵνα πρῶτον ἢ καὶ μόνον ἀφαιρεθῇ τῆς θρησκείας τὸ πάτριον; ἐξιστάμεθα τῶν πόλεων, παραχωροῦμεν τῶν οἰκιῶν καὶ κτημάτων, ἔπιπλα καὶ χρήματα καὶ κειμήλια καὶ τὴν ἄλλην ἅπασαν λείαν εἰσοίσομεν ἑκόντες· λαμβάνειν, οὐ διδόναι, ταῦτα νομιοῦμεν."],["233","ἓν ἀντὶ πάντων αἰτούμεθα, μηδὲν ἐν τῷ ἱερῷ γενέσθαι νεώτερον, ἀλλὰ φυλαχθῆναι τοιοῦτον, οἷον παρὰ τῶν πάππων καὶ προγόνων παρελάβομεν. εἰ δὲ μὴ πείθομεν, παραδίδομεν ἑαυτοὺς εἰς ἀπώλειαν, ἵνα μὴ ζῶντες ἐπίδωμεν θανάτου χεῖρον κακόν. πυνθανόμεθα πεζὰς καὶ ἱππικὰς δυνάμεις εὐτρεπίσθαι καθ’ ἡμῶν, εἰ πρὸς τὴν ἀνάθεσιν ἀντιβαίημεν. οὐδεὶς οὕτως μέμηνεν, ὡς δοῦλος ὢν ἐναντιοῦσθαι δεσπότῃ· παρέχομεν ἐν ἑτοίμῳ τὰς σφαγὰς ἄσμενοι, κτεινέτωσαν, ἱερευέτωσαν, κρεανομείτωσαν ἀμαχεὶ καὶ ἀναιμωτί, πάντα ὅσα κεκρατηκότων ἔργα δράτωσαν. τίς δὲ χρεία στρατιᾶς;"],["234","αὐτοὶ κατάρξομεν τῶν θυμάτων οἱ καλοὶ ἱερεῖς, παραστησόμενοι τῷ ἱερῷ γυναῖκας οἱ γυναικοκτόνοι, ἀδελφοὺς καὶ ἀδελφὰς οἱ ἀδελφοκτόνοι, κούρους καὶ κόρας, τὴν ἄκακον ἡλικίαν, οἱ παιδοφόνται· τραγικῶν γὰρ ὀνομάτων δεῖ τοῖς τὰς τραγικὰς συμφορὰς ὑπομένουσιν."],["235","εἶτ’ ἐν μέσοις στάντες καὶ λουσάμενοι τῷ συγγενικῷ αἵματι— τοιαῦτα γὰρ τὰ λουτρὰ τοῖς εἰς ᾅδου φαιδρυνομένοις— ἀνακερασόμεθα τὸ ἴδιον ἐπικατασφάξαντες αὑτούς."],["236","ἀποθανόντων τὸ ἐπίταγμα γενέσθω· μέμψαιτ’ ἂν οὐδὲ θεὸς ἡμᾶς ἀμφοτέρων στοχαζομένους, καὶ τῆς πρὸς τὸν αὐτοκράτορα εὐλαβείας καὶ τῆς πρὸς τοὺς καθωσιωμένους νόμους ἀποδοχῆς· γενήσεται δὲ τοῦτο, ἐὰν ὑπεκστῶμεν ἀβιώτου βίου καταφρονήσαντες."],["237","ἀκοὴν ἐδεξάμεθα παλαιτάτην ὑπὸ τῶν κατὰ τὴν Ἑλλάδα λογίων παραδοθεῖσαν, οἳ τὴν τῆς Γοργόνος κεφαλὴν τοσαύτην ἔχειν δύναμιν ὡμολόγουν, ὥστε τοὺς προσιδόντας εὐθὺς λίθους καὶ πέτρους γίνεσθαι. τοῦτο μύθου μὲν πλάσμα ἔοικεν εἶναι, τὸ δ’ ἀληθὲς αἱ μεγάλαι καὶ ἀβούλητοι καὶ ἀνήκεστοι συντυχίαι ἐπιφέρουσιν. ὀργαὶ δεσπότου θάνατον ἀπεργάζονται ἢ παραπλήσιόν τι θανάτῳ."],["238","νομίζεις, ὃ μήποτε γένοιτο, παραπεμπόμενον εἰ θεάσαιντό τινες τῶν ἡμετέρων εἰς τὸ ἱερὸν τὸν ἀνδριάντα, οὐκ ἂν εἰς πέτρους μεταβαλεῖν, παγέντων μὲν αὐτοῖς τῶν ἄρθρων, παγέντων δὲ τῶν ὀφθαλμῶν, ὡς μηδὲ κινηθῆναι δύνασθαι, ὅλου δὲ τοῦ σώματος τὰς φυσικὰς κινήσεις μεταβαλόντος καθ’ ἕκαστον τῶν ἐν τῇ κοινωνίᾳ μερῶν αὐτοῦ;"],["239","τελευταίαν δέησιν, ὦ Πετρώνιε, ποιησόμεθα δικαιοτάτην· οὔ φαμεν μὴ δεῖν τὰ κελευσθέντα δρᾶν, ἀλλ’ ἀναχώρησιν αἰτούμεθα προσικετεύοντες, ἵνα πρεσβείαν ἑλόμενοι πέμψωμεν τὴν ἐντευξομένην τῷ δεσπότῃ."],["240","τάχα που πρεσβευσάμενοι πείσομεν, ἢ περὶ θεοῦ τιμῆς πως διεξελθόντες ἢ περὶ νομίμων ἀκαθαιρέτων φυλακῆς ἢ περὶ τοῦ μὴ πάντων καὶ τῶν ἐν ἐσχατιαῖς ἐθνῶν, οἷς τετήρηται τὰ πάτρια, ἔλαττον ἐνέγκασθαι ἢ περὶ ὧν ὁ πάππος αὐτοῦ καὶ πρόπαππος ἔγνωσαν ἐπισφραγιζόμενοι τὰ ἡμέτερα ἔθη μετὰ πάσης ἐπιμελείας."],["241","ἴσως ταῦτα ἀκούων ἔσται μαλακώτερος· οὐκ ἐν ὁμοίῳ μένουσιν αἱ γνῶμαι τῶν μεγάλων, αἱ δὲ σὺν ὀργῇ καὶ τάχιστα κάμνουσι. διαβεβλήμεθα, τὰς διαβολὰς ἐπίτρεψον ἰάσασθαι· ἀκρίτους καταγνωσθῆναι χαλεπόν."],["242","ἐὰν δὲ μὴ πείσωμεν, τί λοιπὸν ἐμποδών ἐστιν [ἢ] ταῦτα ἃ καὶ νῦν διανοῇ πράττειν; ἕως οὐ πεπρεσβεύμεθα, μὴ ἀποκόψῃς τὰς ἀμείνους ἐλπίδας μυριάδων τοσούτων, αἷς οὐχ ὑπὲρ κέρδους ἀλλ’ ὑπὲρ εὐσεβείας ἐστὶν ἡ σπουδή. καίτοι γε ἡμάρτομεν τοῦτο εἰπόντες· τί γὰρ ἂν εἴη κέρδος λυσιτελέστερον ὁσιότητος ἀνθρώποις; “"],["243","Ταῦτα δὲ διεξῄεσαν ὑπ’ ἀγωνίας καὶ περιπαθήσεως ἄσθματι πολλῷ, κεκομμένῳ τῷ πνεύματι, ῥεόμενοι κατὰ τῶν μελῶν ἁπάντων ἱδρῶτι, μετὰ φορᾶς ἀπαύστων δακρύων, ὡς ἤδη συναλγεῖν τοὺς ἀκούοντας καὶ τὸν Πετρώνιον— ἦν γὰρ καὶ τὴν φύσιν εὐμενὴς καὶ ἥμερος— ὑπὸ τῶν λεχθέντων καὶ ὁρωμένων συνηρπάσθαι· ἐδόκει γὰρ αὐτῷ καὶ τὰ λεγόμενα εἶναι δικαιότατα καὶ οἰκτρά τις ἡ τῶν ὁρωμένων περιπάθησις."],["244","ἐπεξαναστὰς δὲ μετὰ τῶν συνέδρων ἐβουλεύετο τὰ πρακτέα καὶ ἑώρα τοὺς μὲν πρὸ μικροῦ παντάπασιν ἐναντιουμένους ἐπαμφοτερίζοντας, τοὺς δὲ ἐνδοιαστὰς ἐπιρρέποντας ἤδη τῷ πλείονι μέρει πρὸς ἔλεον· ἐφ’ οἷς ἥδετο, καίτοι τὴν φύσιν εἰδὼς τοῦ προεστῶτος καὶ ὡς ἔστιν ἀπαραίτητος ὀργήν."],["245","ἀλλ’ εἶχέ τινα καὶ αὐτός, ὡς ἔοικεν, ἐναύσματα τῆς Ἰουδαϊκῆς φιλοσοφίας ἅμα καὶ εὐσεβείας, εἴτε καὶ πάλαι προμαθὼν ἕνεκα τῆς περὶ παιδείαν σπουδῆς εἴτε καὶ ἀφ’ οὗ τῶν χώρων ἐπετρόπευσεν, ἐν οἷς Ἰουδαῖοι καθ’ ἑκάστην πόλιν εἰσὶ παμπληθεῖς, Ἀσίας τε καὶ Συρίας, εἴτε καὶ τὴν ψυχὴν οὕτω διατεθεὶς αὐτηκόῳ καὶ αὐτοκελεύστῳ καὶ αὐτομαθεῖ τινι πρὸς τὰ σπουδῆς ἄξια φύσει. τοῖς δὲ ἀγαθοῖς ἀγαθὰς ὑπηχεῖν ἔοικε γνώμας ὁ θεός, δι’ ὧν ὠφελοῦντες ὠφεληθήσονται· ὅπερ κἀκείνῳ συνέβη. τίνες οὖν ἦσαν αἱ γνῶμαι;"],["246","μὴ κατεπείγειν τοὺς δημιουργούς, ἀλλ’ ἀναπείθειν εὖ τετεχνιτευμένον ἀπεργάσασθαι τὸν ἀνδριάντα, στοχαζομένους καθ’ ὅσον ἂν οἷόν τε ᾖ μὴ ἀπολειφθῆναι τῶν διωνομασμένων ἀρχετύπων εἰς πλείονος χρόνου μῆκος, ἐπειδὴ τὰ μὲν αὐτοσχέδια φιλεῖ πως ἐπιτέμνεσθαι, τὰ δὲ σὺν πόνῳ καὶ ἐπιστήμῃ μῆκος χρόνων ἐπιζητεῖν."],["247","ἣν ᾐτήσαντο πρεσβείαν, οὐκ ἐπιτρέπειν· ἀσφαλὲς γὰρ οὐκ εἶναι. τοῖς βουλομένοις ἐπὶ τὸν πάντων ἡγεμόνα καὶ δεσπότην ἐκκαλεῖσθαι τὰ πράγματα μὴ ἐναντιοῦσθαι. τῷ πλήθει μήτε ὁμολογεῖν μήτε ἀρνεῖσθαι·"],["248","ἑκάτερον γὰρ φέρειν κίνδυνον. ἐπιστέλλειν Γαΐῳ μηδὲν μὲν τῶν Ἰουδαίων κατηγοροῦντα, μὴ δηλοῦντα δὲ ἐπ’ ἀληθείας τὰς ἱκετείας καὶ ἀντιβολίας αὐτῶν, καὶ τῆς περὶ τὴν ἀνάθεσιν βραδυτῆτος αἰτιᾶσθαι τὸ μέν τι τὴν κατασκευὴν χρόνου μεμετρημένου δεομένην, τὸ δέ τι καὶ τὸν καιρὸν διδόντα μεγάλας ἀφορμὰς εἰς ἀναβολὴν εὐλόγους, αἷς συναινέσειν οὐκ ἴσως ἀλλ’ ἀναγκαίως καὶ αὐτὸν Γάιον."],["249","ἐν ἀκμῇ μὲν γὰρ τὸν τοῦ σίτου καρπὸν εἶναι καὶ τῶν ἄλλων ὅσα σπαρτά, δεδιέναι δὲ μὴ κατ’ ἀπόγνωσιν τῶν πατρίων ἄνθρωποι καὶ τοῦ ζῆν καταφρονοῦντες ἢ δῃώσωσι τὰς ἀρούρας ἢ ἐμπρήσωσι τὴν σταχυηφόρον ὀρεινὴν καὶ πεδιάδα, φυλακῆς δὲ χρῄζειν εἰς ἐπιμελεστέραν τῶν καρπῶν συγκομιδήν, οὐ μόνον τῶν σπειρομένων ἀλλὰ καὶ ὧν ἡ δενδροφόρος παρέχει."],["250","διεγνώκει μὲν γάρ, ὡς λόγος, πλεῖν εἰς Ἀλεξάνδρειαν τὴν πρὸς Αἰγύπτῳ, πελάγει δὲ οὐκ ἀξιώσει τοσοῦτος ἡγεμὼν διά τε τοὺς κινδύνους καὶ διὰ τὸ πλῆθος τοῦ παραπέμποντος στόλου καὶ ἅμα διὰ τὴν ἐπιμέλειαν τοῦ σώματος, ἃ δὴ πάντα γίνεται ῥᾳδίως τὸν δι’ Ἀσίας καὶ Συρίας κύκλον περαιουμένῳ·"],["251","δυνήσεται γὰρ καθ’ ἑκάστην ἡμέραν καὶ πλεῖν καὶ ἀποβαίνειν, καὶ μάλιστα τὰς πλείστας ναῦς ἐπαγόμενος μακράς, ἀλλ’ οὐχ ὁλκάδας, αἷς ὁ παρὰ γῆν πλοῦς ἀνυσιμώτερος, ὡς ταῖς φορτίσι διὰ πελάγους ἐστίν."],["252","ἀναγκαῖον οὖν καὶ χιλὸν κτήνεσι καὶ τροφὰς ἀφθόνους ἐν ἁπάσαις ταῖς Συριακαῖς πόλεσιν εὐτρεπίσθαι, καὶ μάλιστα ταῖς παράλοις."],["253","ἀφίξεται γὰρ παμπληθὴς ὄχλος καὶ διὰ γῆς καὶ διὰ θαλάττης, οὐ μόνον ἀπ’ αὐτῆς Ῥώμης καὶ Ἰταλίας ἀναστάς, ἀλλὰ καὶ ἀπὸ τῶν ἑξῆς ἄχρι Συρίας ἐπικρατειῶν ἐπηκολουθηκώς, ὁ μὲν τῶν ἐν τέλει, ὁ δὲ στρατιωτικός, ἱππέων, πεζῶν, τῶν ἐν ταῖς ναυσίν, ὁ δὲ οἰκετικὸς οὐκ ἀποδέων τοῦ στρατιωτικοῦ. δεῖ δὲ χορηγιῶν οὐ πρὸς τὰ ἀναγκαῖα συμμεμετρημένων αὐτὸ μόνον, ἀλλὰ καὶ πρὸς περιττὴν δαψίλειαν, ἣν ἐπιζητεῖ Γάιος. τούτοις ἐὰν ἐντύχῃ τοῖς γράμμασιν, ἴσως πρὸς τῷ μὴ δυσχερᾶναι καὶ τῆς προνοίας ἡμᾶς ἀποδέξεται ὡς ποιησαμένους τὴν ὑπέρθεσιν, οὐ χάριτι τῇ τῶν Ἰουδαίων, ἀλλ’ ἕνεκα τῆς τῶν καρπῶν συγκομιδῆς."],["254","Ἀποδεξαμένων δὲ τὴν ἐπίνοιαν τῶν συνέδρων, κελεύει γράφεσθαι τὰς ἐπιστολὰς καὶ ἐχειροτόνει τοὺς διακομιοῦντας ἄνδρας εὐζώνους, ἐθάδας δὲ καὶ τῶν κατὰ τὰς ὁδοιπορίας ἐπιτομῶν."],["255","καὶ οἱ μὲν ἥκοντες ἀνέδοσαν τὰς ἐπιστολάς, ὁ δ’ ἔτι μὲν ἀναγινώσκων διῴδει καὶ μεστὸς ἦν ὀργῆς ἐφ’ ἑκάστῳ σημειούμενος· ὡς δὲ ἐπαύσατο, συνεκρότει τὰς χεῖρας \" εὖ, Πετρώνιε “, φάσκων „οὐκ ἔμαθες ἀκούειν αὐτοκράτορος· αἱ ἐπάλληλοί σε ἀρχαὶ πεφυσήκασιν· ἄχρι τοῦ παρόντος οὐδὲ ἀκοῇ γνωρίζειν μοι δοκεῖς Γάιον, οὐκ εἰς μακρὰν αὐτοῦ πεῖραν ἕξεις."],["256","μέλει μὲν γάρ σοι τῶν Ἰουδαϊκῶν νομίμων, ἐχθίστου μοι ἔθνους, ἀλογεῖς δὲ τῶν ἄρχοντος ἡγεμονικῶν προστάξεων."],["257","ἐφοβήθης τὸ πλῆθος· εἶτα οὐ παρῆσαν αἱ στρατιωτικαὶ δυνάμεις, ἃς δέδιεν ἔθνη τὰ ἑῷα καὶ ἡγεμόνες αὐτῶν Παρθυαῖοι; ἀλλ’ ἠλέησας· εἶτα οἴκτῳ μᾶλλον ἐνέδωκας ἢ Γαΐῳ; προφασίζου νῦν ἄμητον, τὸν ἀπροφάσιστον οὐκ εἰς μακρὰν ἐνδεξόμενος αὐτὸς τῇ κεφαλῇ· συγκομιδὴν αἰτιῶ καρπῶν καὶ τὰς εἰς τὴν ἡμετέραν ἄφιξιν παρασκευάς· εἰ γὰρ ἀφορία παντελὴς ἐπέσχε τὴν Ἰουδαίαν, οὐκ ἦσαν αἱ πλησιόχωροι τοσαῦται καὶ οὕτως εὐδαίμονες ἱκαναὶ χορηγεῖν τὰ ἐπιτήδεια καὶ τὴν μιᾶς ἔνδειαν ἀναπληρῶσαι;"],["258","ἀλλὰ τί προανίσταμαι τῶν χειρῶν; τί δέ μου τῆς γνώμης προαισθάνονταί τινες; ὁ μέλλων τὰ ἐπίχειρα καρποῦσθαι γινωσκέτω πρῶτος ἐξ ὧν ἂν πάθῃ. παύομαι λέγων, φρονῶν δὲ οὐ παύσομαι. “"],["259","καὶ μικρὸν ὅσον ἐπισχών τινι τῶν πρὸς ταῖς ἐπιστολαῖς ὑπέβαλε τὰς πρὸς Πετρώνιον ἀποκρίσεις, ἐπαινῶν αὐτὸν ὅσα τῷ δοκεῖν εἰς τὸ προμηθὲς καὶ τὴν τοῦ μέλλοντος ἀκριβῆ περίσκεψιν· σφόδρα γὰρ τοὺς ἐν ἡγεμονίαις εὐλαβεῖτο τὰς πρὸς νεωτεροποιίαν ἀφορμὰς ὁρῶν ἔχοντας ἐν ἑτοίμῳ, καὶ μάλιστα τοὺς ἐν ταῖς μεγάλαις καὶ μεγάλοις ἐπιτάττοντας στρατοπέδοις, ἡλίκα τὰ πρὸς Εὐφράτῃ κατὰ Συρίαν ἐστίν."],["260","θεραπεύων οὖν τοῖς ὀνόμασι καὶ γράμμασιν ἄχρι καιροῦ τὸ ἔγκοτον ἐπεσκίαζε βαρύμηνις ὤν. εἶτα ἐπὶ πᾶσι γράφει κελεύων μηδενὸς οὕτω φροντίζειν ἢ τοῦ θᾶττον ἀνατεθῆναι τὸν ἀνδριάντα· καὶ γὰρ ἤδη τὰ θέρη, τὴν εἴτε πιθανὴν εἴτε ἀληθῆ πρόφασιν, συγκεκομίσθαι δύνασθαι."],["261","Μετ’ οὐ πολὺ μέντοι παρῆν Ἀγρίππας ὁ βασιλεὺς κατὰ τὸ εἰωθὸς ἀσπασόμενος Γάιον. ᾔδει δὲ ἁπλῶς οὐδὲν οὔτε ὧν ἐπεστάλκει ὁ Πετρώνιος οὔτε ὧν ὁ Γάιος ἢ πρότερον ἢ ὕστερον· ἐτεκμαίρετο μέντοι διὰ τῆς οὐκ ἐν τάξει κινήσεως καὶ τῆς τῶν ὀμμάτων ταραχῆς ὑποτυφομένην ὀργὴν καὶ ἀνεσκόπει καὶ διηρεύνα ἑαυτὸν πάντῃ καὶ πρὸς πάντα μικρά τε αὖ καὶ μεγάλα τὸν λογισμὸν ἀποτείνων, μή τι δέδρακεν ἢ εἶπεν ὧν οὐ χρή."],["262","ὡς δὲ συνόλως οὐδὲν εὕρισκεν, ἐτόπασεν, ὅπερ ἦν εἰκός, ἑτέροις τισὶ πικραίνεσθαι. πάλιν δὲ ὅτε ὑποβλεπόμενον εἶδε καὶ τετακότα τὰς ὄψεις πρὸς μηδένα τῶν παρόντων ἢ μόνον ἐπ’ αὐτόν, ἐδεδίει καὶ πολλάκις ἐρέσθαι διανοηθεὶς ἐπέσχε, τοιοῦτον λαμβάνων λογισμόν· \" ἴσως τὴν ἀπειλὴν πρὸς ἑτέρους οὖσαν αὐτὸς ἕλξω περιεργίας ὁμοῦ καὶ προπετείας καὶ θράσους ὑπόληψιν ἐξενεγκάμενος. “"],["263","ἐπτοημένον δ’ οὖν καὶ ἀποροῦντα θεασάμενος αὐτὸν Γάιος— ἦν γὰρ δεινὸς ἐκ τῆς φανερᾶς ὄψεως ἀφανὲς ἀνθρώπου βούλημα καὶ πάθος συνιδεῖν— „ἀπορεῖς “, εἶπεν \" Ἀγρίππα; παύσω σε τῆς ἀπορίας."],["264","ἐπὶ τοσοῦτόν μοι χρόνον συνδιατρίψας ἠγνόησας, ὅτι οὐ τῇ φωνῇ μόνον ἀλλὰ καὶ τοῖς ὄμμασι φθέγγομαι μᾶλλον ἢ οὐχ ἧττον ἕκαστα διασημαίνων;"],["265","οἱ καλοί σου καὶ ἀγαθοὶ πολῖται, παρ’ οἷς μόνοις ἐξ ἅπαντος ἀνθρώπων γένους θεὸς οὐ νομίζεται Γάιος, ἤδη μοι δοκοῦσι καὶ θανατᾶν ἀφηνιάζοντες· ἐμοῦ κελεύσαντος ἐν τῷ ἱερῷ Διὸς ἀνδριάντα ἀνατεθῆναι, πανδημεὶ συνταξάμενοι τῆς πόλεως καὶ τῆς χώρας ὑπεξῆλθον, πρόφασιν ἱκετεύσοντες, τὸ δ’ ἀληθὲς ἐναντία τοῖς προστεταγμένοις ἐργασόμενοι. “"],["266","μέλλοντος δὲ προσεπιφέρειν ἕτερα, ὑπ’ ἀγωνίας παντοδαπὰς χρόας ἐνήλλαττεν ἐν ταὐτῷ γινόμενος αἱμωπός, ὠχρός, πελιδνός."],["267","ἤδη δὲ καὶ ἀπὸ κεφαλῆς ἄκρας ἄχρι ποδῶν φρίκῃ κατέσχητο, τρόμος τε καὶ σεισμὸς πάντα αὐτοῦ τὰ μέρη καὶ τὰ μέλη συνεκύκα, χαλωμένων τε καὶ ἀνιεμένων τῶν σωματικῶν τόνων περὶ ἑαυτῷ κατέρρει καὶ τὰ τελευταῖα παρεθεὶς μικροῦ κατέπεσεν, εἰ μὴ τῶν παρεστώτων τινὲς ὑπέλαβον αὐτόν· καὶ κελευσθέντες φοράδην οἴκαδε κομίζουσιν οὐδενὸς συναισθανόμενον ὑπὸ κάρου τῶν ἀθρόων κατασκηψάντων κακῶν."],["268","ὁ μὲν οὖν Γάιος ἔτι μᾶλλον ἐξετραχύνθη τὸ κατὰ τοῦ ἔθνους μῖσος ἐπιτείνων· „εἰ γὰρ Ἀγρίππας “ἔφασκεν „ὁ συνηθέστατος καὶ φίλτατος καὶ τοσαύταις ἐνδεδεμένος εὐεργεσίαις ἥττηται τῶν ἐθῶν, ὡς μηδὲ ἀκοὴν ἀνέχεσθαι τὴν κατ’ αὐτῶν, ἀλλ’ ὑπ’ ἐκλύσεως μικροῦ καὶ τελευτῆσαι, τί χρὴ περὶ τῶν ἄλλων προσδοκᾶν, οἷς μηδεμία πρόσεστιν ὁλκὸς δύναμις εἰς τοὐναντίον; “"],["269","ὁ δὲ Ἀγρίππας τὴν μὲν πρώτην ἡμέραν καὶ τὸ πλεῖστον μέρος τῆς ὑστεραίας ὑπὸ κάρου πιεσθεὶς βαθέος οὐδὲν ἐγνώριζε τῶν ὄντων, περὶ δὲ δείλην ἑσπέραν μικρὸν ὅσον τὴν κεφαλὴν ἐπάρας καὶ βεβαρημένους τοὺς ὀφθαλμοὺς ἐπὶ βραχὺ μόλις διοίξας ἀμαυραῖς καὶ ἀχλυώδεσι ταῖς ὄψεσι τοὺς ἐν κύκλῳ παρεθεᾶτο, μήπω γνωρίζειν δυνάμενος ἐπ’ ἀκριβὲς τὰς ἑκάστων ἰδέας."],["270","πάλιν δὲ ὑπενεχθεὶς εἰς ὕπνον ἠρέμει τῆς προτέρας ὑγιεινοτέρᾳ καταστάσει χρώμενος, ὡς ἐνῆν ἔκ τε τῆς ἀναπνοῆς καὶ ἐκ τῆς περὶ τὸ σῶμα σχέσεως τεκμήρασθαι. περιαναστὰς δὲ ὕστερον ἐπυνθάνετο· „ποῦ τὰ νῦν εἰμι;"],["271","μήτι παρὰ Γαΐῳ; μὴ καὶ αὐτὸς πάρεστιν ὁ δεσπότης; “ἀποκριναμένων δέ· „θάρρει, παρὰ σαυτῷ διατρίβεις, Γάιος οὐ πάρεστιν·"],["272","ἱκανῶς ἠρέμησας ὑπενεχθεὶς εἰς ὕπνον· ἀλλ’ ἐπιστραφεὶς καὶ μετεωρίσας σαυτὸν τὸν ἀγκῶνα πῆξον, γνώρισον τοὺς παρόντας· ἴδιοι πάντες εἰσί, φίλων καὶ ἀπελευθέρων καὶ οἰκετῶν οἱ μάλιστα τιμῶντες καὶ ἀντιτιμώμενοι “—"],["273","ὁ δὲ— νήφειν γὰρ ἤρχετο— καθεώρα τὸ παρ’ ἑκάστῳ συμπαθές· καὶ κελευσάντων τοὺς πολλοὺς μεταστῆναι τῶν ἰατρῶν, ἵνα δι’ ἀλειμμάτων καὶ τροφῆς καιρίου τὸ σωμάτιον ἀνακτήσωνται, „πάνυ γὰρ “εἶπε „φροντιστέον ὑμῖν ἐπιμελεστέρας τῆς εἰς ἐμὲ διαίτης;"],["274","οὐ γὰρ ἐξαρκεῖ μοι τῷ βαρυδαίμονι λιμὸν ἀκέσασθαι διὰ ψιλῆς καὶ εἰς εὐτέλειαν ἀπηκριβωμένης τῆς τῶν ἀναγκαίων χρήσεως; οὐδ’ αὐτὰ δὴ ταῦτα προσηκάμην ἄν, εἰ μὴ ἕνεκα τελευταίας βοηθείας, ἣν ὀνειροπολεῖ μου ἡ διάνοια τῷ ταλαιπώρῳ ἔθνει παρασχεῖν. “"],["275","καὶ ὁ μὲν δεδακρυμένος καὶ ἀναγκοφαγῶν δίχα προσοψήματος οὐδὲ κράματος προσενεχθέντος ἠνέσχετο, ἀλλ’ ὕδατος ἀπογευσάμενος „ἐπέχει μὲν “εἶπεν „ἡ τάλαινα γαστὴρ ὃ ἀπῄτει δάνειον· ἐμοὶ δὲ τί προσήκει ποιεῖν ἢ δεῖσθαι Γαΐου περὶ τῶν"],["276","ἐνεστώτων; “καὶ δέλτον λαβὼν ταῦτα ἐπιστέλλει· \" τὴν μὲν κατ’ ὄψιν ἔντευξιν, ὦ δέσποτα, φόβος με καὶ αἰδὼς ἀφείλαντο, ὁ μὲν ἀπειλὴν ἐκτρεπόμενος, ἡ δὲ τῷ μεγέθει τοῦ περὶ σὲ ἀξιώματος καταπλήττουσα·"],["277","γραφὴ δὲ μηνύσει μου τὴν δέησιν, ἣν ἀνθ’ ἱκετηρίας προτείνω. πᾶσιν ἀνθρώποις, αὐτοκράτορ, ἐμπέφυκεν ἔρως μὲν τῆς πατρίδος, τῶν δὲ οἰκείων νόμων ἀποδοχή· καὶ περὶ τούτων οὐδεμιᾶς ἐστί σοι χρεία διδασκαλίας, ἐκθύμως μὲν στέργοντι τὴν πατρίδα, ἐκθύμως δὲ τὰ πάτρια τιμῶντι."],["278","καλὰ δὲ ἑκάστοις, εἰ καὶ μὴ πρὸς ἀλήθειάν ἐστι, διαφαίνεται τὰ οἰκεῖα· κρίνουσι γὰρ αὐτὰ οὐ λογισμῷ μᾶλλον ἢ τῷ τῆς εὐνοίας πάθει. γεγέννημαι μέν, ὡς οἶδας, Ἰουδαῖος· ἔστι δέ μοι Ἱεροσόλυμα πατρίς, ἐν ᾗ ὁ τοῦ ὑψίστου θεοῦ νεὼς ἅγιος ἵδρυται· πάππων δὲ καὶ προγόνων βασιλέων ἔλαχον, ὧν οἱ πλείους ἐλέγοντο ἀρχιερεῖς, τὴν βασιλείαν τῆς ἱερωσύνης ἐν δευτέρᾳ τάξει τιθέμενοι καὶ νομίζοντες, ὅσῳ θεὸς ἀνθρώπων διαφέρει κατὰ τὸ κρεῖττον, τοσούτῳ καὶ βασιλείας ἀρχιερωσύνην· τὴν μὲν γὰρ εἶναι θεοῦ θεραπείαν, τὴν δὲ ἐπιμέλειαν ἀνθρώπων."],["279","ἔθνει δὴ τοιούτῳ προσκεκληρωμένος καὶ πατρίδι καὶ ἱερῷ δέομαι ὑπὲρ ἁπάντων· τοῦ μὲν ἔθνους, ἵνα μὴ τὴν ἐναντίαν δόξαν ἐνέγκηται τῆς ἀληθείας, εὐσεβέστατα καὶ ὁσιώτατα διακείμενον ἐξ ἀρχῆς πρὸς ἅπαντα τὸν ὑμέτερον οἶκον·"],["280","ἐν οἷς γὰρ ἐφεῖται καὶ ἔξεστι μετὰ νόμων εὐσεβεῖν, οὐδενὸς οὔτε τῶν Ἀσιανῶν οὔτε τῶν ἐν Εὐρώπῃ λείπεται τὸ παράπαν, εὐχαῖς, ἀναθημάτων κατασκευαῖς, πλήθει θυσιῶν, οὐ μόνον ἐν ταῖς κατὰ τὰς δημοτελεῖς ἑορτὰς ἀναγομέναις, ἀλλὰ καὶ ἐν ταῖς καθ’ ἑκάστην ἡμέραν ἐντελεχέσιν· ἐξ ὧν οὐ στόματι καὶ γλώσσῃ μηνύουσι τὸ εὐσεβὲς μᾶλλον ἢ ψυχῆς ἀφανοῦς βουλεύμασιν οἱ μὴ λέγοντες, ὅτι φιλοκαίσαρές εἰσιν, ἀλλ’ ὄντες ὄντως."],["281","περὶ δὲ τῆς ἱεροπόλεως τὰ προσήκοντά μοι λεκτέον· αὕτη, καθάπερ ἔφην, ἐμὴ μέν ἐστι πατρίς, μητρόπολις δὲ οὐ μιᾶς χώρας Ἰουδαίας ἀλλὰ καὶ τῶν πλείστων, διὰ τὰς ἀποικίας ἃς ἐξέπεμψεν ἐπὶ καιρῶν εἰς μὲν τὰς ὁμόρους, Αἴγυπτον, Φοινίκην, Συρίαν τήν τε ἄλλην καὶ τὴν Κοίλην προσαγορευομένην, εἰς δὲ τὰς πόρρω διῳκισμένας, Παμφυλίαν, Κιλικίαν, τὰ πολλὰ τῆς Ἀσίας ἄχρι Βιθυνίας καὶ τῶν τοῦ Πόντου μυχῶν, τὸν αὐτὸν τρόπον καὶ εἰς Εὐρώπην, Θετταλίαν, Βοιωτίαν, Μακεδονίαν, Αἰτωλίαν, τὴν Ἀττικήν, Ἄργος, Κόρινθον, τὰ πλεῖστα καὶ ἄριστα Πελοποννήσου."],["282","καὶ οὐ μόνον αἱ ἤπειροι μεσταὶ τῶν Ἰουδαϊκῶν ἀποικιῶν εἰσιν, ἀλλὰ καὶ νήσων αἱ δοκιμώταται, Εὔβοια, Κύπρος, Κρήτη. καὶ σιωπῶ τὰς πέραν Εὐφράτου· πᾶσαι γὰρ ἔξω μέρους βραχέος, Βαβυλὼν καὶ τῶν ἄλλων σατραπειῶν αἱ ἀρετῶσαν ἔχουσαι τὴν ἐκ κύκλῳ γῆν Ἰουδαίους ἔχουσιν οἰκήτορας."],["283","ὥστ’ ἐὰν μεταλάβῃ σου τῆς εὐμενείας ἡ ἐμὴ πατρίς, οὐ μία πόλις ἀλλὰ καὶ μυρίαι τῶν ἄλλων εὐεργετοῦνται καθ’ ἕκαστον κλίμα τῆς οἰκουμένης ἱδρυθεῖσαι, τὸ Εὐρωπαῖον, τὸ Ἀσιανόν, τὸ Λιβυκόν, τὸ ἐν ἠπείροις, τὸ ἐν νήσοις, πάραλόν τε καὶ μεσόγειον."],["284","ἁρμόττει δέ σου τῷ μεγέθει τῆς τοσαύτης τύχης διὰ τῶν εἰς μίαν πόλιν εὐεργεσιῶν μυρίας ἄλλας συνευεργετεῖν, ὅπως διὰ πάντων τῶν τῆς οἰκουμένης μερῶν ᾄδηταί σου τὸ κλέος καὶ οἱ μετ’ εὐχαριστίας ἔπαινοι συνηχῶνται."],["285","φίλων ἐνίων πατρίδας ὅλας τῆς Ῥωμαϊκῆς ἠξίωσας πολιτείας, καὶ γεγόνασιν οἱ πρὸ μικροῦ δοῦλοι δεσπόται ἑτέρων· καὶ τῶν ἀπολελαυκότων τῆς χάριτος μᾶλλον ἢ οὐχ ἧττον οἱ δι’ οὓς γέγονεν ἥδονται."],["286","κἀγώ τίς εἰμι τῶν εἰδότων μὲν ὅτι δεσπότην ἔχω καὶ κύριον, κεκριμένων δὲ ἐν τῇ τάξει τῶν ἑταίρων, ἀξιώματος μὲν ἕνεκα οὐ πολλῶν ὕστερος, εὐνοίας δὲ οὐδενὸς δεύτερος, ἵνα μὴ λέγω πρῶτος."],["287","διά τε οὖν τὸ πεφυκέναι καὶ διὰ τὸ πλῆθος τῶν εὐεργεσιῶν, αἷς με κατεπλούτισας, θαρρήσας ἂν ἴσως αἰτήσασθαι τῇ πατρίδι καὶ αὐτός, εἰ καὶ μὴ τὴν Ῥωμαϊκὴν πολιτείαν, ἐλευθερίαν γοῦν ἢ φόρων ἄφεσιν, οὐδὲν ἀπετόλμησα τοιοῦτον αἰτήσασθαι, τὸ δὲ φορητότατον, χάριν σοὶ μὲν ἀζήμιον δοῦναι, τῇ δὲ πατρίδι λαβεῖν ὠφελιμωτάτην· τί γὰρ ἂν γένοιτο εὐμενείας ἡγεμόνος ὑπηκόοις ἄμεινον ἀγαθόν;"],["288","ἐν Ἱεροσολύμοις πρῶτον, αὐτοκράτορ, ἠγγέλη σου ἡ εὐκταία διαδοχή, καὶ ἀπὸ τῆς ἱεροπόλεως ἐπὶ τὰς παρ’ ἑκάτερα ἠπείρους ἐχώρησεν ἡ φήμη· προνομίας καὶ διὰ τοῦτο τυγχάνειν ἐστὶν ἀξία παρὰ σοί."],["289","καθάπερ γὰρ ἐν ταῖς συγγενείαις οἱ πρεσβύτατοι παῖδες τυγχάνουσι πρεσβείων, ὅτι πρῶτοι τὸ πατρὸς καὶ τὸ μητρὸς ὄνομα τοῖς γονεῦσιν ἐφήμισαν, τὸν αὐτὸν τρόπον, ἐπειδὴ τῶν ἀνατολικῶν πρώτη πόλις αὕτη σε προσεῖπεν αὐτοκράτορα, δικαία τυγχάνειν πλειόνων ἐστὶν ἀγαθῶν, εἰ δὲ μή, τῶν γοῦν ἴσων."],["290","τοσαῦτα δικαιολογηθεὶς καὶ δεηθεὶς ἅμα περὶ τῆς πατρίδος εἶμι τὸ τελευταῖον ἐπὶ τὴν περὶ τοῦ ἱεροῦ δέησιν. τοῦτο, Γάιε δέσποτα, τὸ ἱερὸν χειρόκμητον οὐδεμίαν ἐξ ἀρχῆς μορφὴν παρεδέξατο διὰ τὸ ἕδος τοῦ ἀληθοῦς εἶναι θεοῦ· γραφέων μὲν γὰρ καὶ πλαστῶν ἔργα μιμήματα τῶν αἰσθητῶν θεῶν εἰσιν· τὸν δὲ ἀόρατον εἰκονογραφεῖν ἢ διαπλάττειν οὐχ"],["291","ὅσιον ἐνομίσθη τοῖς ἡμετέροις προγόνοις. Ἀγρίππας ἐτίμησε τὸ ἱερὸν ἐλθών, ὁ πάππος σου, καὶ ὁ Σεβαστὸς διὰ τοῦ κελεῦσαι τὰς πανταχόθεν ἀπαρχὰς ἐπιστολαῖς πέμπειν ἐκεῖσε καὶ διὰ τῆς ἐντελεχοῦς θυσίας·"],["292","καὶ ἡ προμάμμη σου*** ὅθεν οὐδείς, οὐχ Ἕλλην, οὐ βάρβαρος, οὐ σατράπης, οὐ βασιλεύς, οὐκ ἐχθρὸς ἄσπονδος, οὐ στάσις, οὐ πόλεμος, οὐχ ἅλωσις, οὐ πόρθησις, οὐκ ἄλλο τι τῶν ὄντων οὐδὲν ἐνεωτέρισέ ποτε οὕτως εἰς τὸν νεών, ὡς ἄγαλμα ἢ ξόανον ἤ τι τῶν χειροκμήτων ἱδρύσασθαι."],["293","καὶ γὰρ εἰ τοῖς οἰκήτορσι τῆς χώρας ἀπήχθοντο δυσμενεῖς ὄντες, ἀλλ’ αἰδώς γέ τις ἢ φόβος εἰσῄει παραλῦσαί τι τῶν ἐξ ἀρχῆς νενομισμένων ἐπὶ τιμῇ τοῦ ποιητοῦ τῶν ὅλων καὶ πατρός· ᾔδεσαν γὰρ ἐκ τούτων καὶ τῶν ὁμοιοτρόπων τὰς τῶν θεηλάτων κακῶν φυομένας ἀνηκέστους συμφοράς. ἧς χάριν αἰτίας ἀσεβὲς σπέρμα σπείρειν εὐλαβοῦντο δεδιότες, μὴ θερίζειν ἀναγκασθῶσι τοὺς ἐπ’ ὀλέθρῳ παντελεῖ καρπούς."],["294","ἀλλὰ τί μοι ξένους καλεῖν μάρτυρας ἔχοντι πολλοὺς τῶν οἰκειοτάτων σοι παραστῆσαι; Μάρκος Ἀγρίππας εὐθέως, ὁ πρὸς μητρός σου πάππος, ἐν Ἰουδαίᾳ γενόμενος, ἡνίκα Ἡρῴδης ὁ ἐμὸς πάππος ἐβασίλευε τῆς χώρας, ἀναβῆναι μὲν ἀπὸ θαλάττης εἰς τὴν μητρόπολιν ἐν μεσογείῳ κειμένην ἠξίωσε·"],["295","θεασάμενος δὲ τὸ ἱερὸν καὶ τὸν τῶν ἱερέων κόσμον καὶ τὴν τῶν ἐγχωρίων ἁγιστείαν, ἠγάσθη χρῆμα νομίσας ὑπέρσεμνόν τι καὶ παντὸς λόγου μεῖζον ἑωρακέναι, καὶ διήγημα οὐδὲν ἦν ἕτερον αὐτῷ πρὸς τοὺς συνόντας τότε τῶν ἑταίρων ἢ ὁ τοῦ νεὼ καὶ τῶν κατ’ αὐτὸν ἁπάντων ἔπαινος."],["296","ὅσας γοῦν ἡμέρας διέτριψεν ἐν τῇ πόλει κατὰ χάριν τὴν πρὸς Ἡρῴδην, ἐφοίτησεν εἰς τὸ τέμενος τερπόμενος τῇ θέᾳ καὶ τῆς κατασκευῆς καὶ τῶν θυσιῶν καὶ τῆς περὶ τὰ ἱερουργούμενα λειτουργίας καὶ τάξεως καὶ τῆς περὶ τὸν ἀρχιερέα σεμνότητος, ὁπότε ἀσκηθείη τῇ ἱερᾷ στολῇ καὶ κατάρχοι τῶν ἱερῶν."],["297","ἀναθήμασι δὲ κοσμήσας ὅσοις ἐξῆν τὸ ἱερὸν καὶ τοὺς οἰκήτορας εὐεργετήσας ὅσα μὴ βλάψει χαριζόμενος, Ἡρῴδην εὐφημήσας πολλὰ καὶ εὐφημηθεὶς μυρία, παρεπέμφθη μέχρι λιμένων, οὐχ ὑπὸ μιᾶς πόλεως, ἀλλ’ ὑπὸ τῆς χώρας ἁπάσης, φυλλοβολούμενός τε καὶ θαυμαζόμενος ἐπ’ εὐσεβείᾳ. τί δὲ ὁ ἕτερός σου πάππος Τιβέριος Καῖσαρ;"],["298","οὐχὶ ταὐτὰ φαίνεται προῃρημένος; ἐν γοῦν τρισὶ καὶ εἴκοσιν ἔτεσιν οἷς αὐτοκράτωρ ἐγένετο τὴν κατὰ τὸ ἱερὸν ἐκ μηκίστων χρόνων παραδεδομένην θρησκείαν ἐτήρησεν, οὐδὲν αὐτῆς παραλύσας ἢ παρακινήσας μέρος."],["299","ἔχω δέ τι καὶ φιλοτίμημα αὐτοῦ προσδιηγήσασθαι, καίτοι μυρίων ἀπολελαυκὼς ὅτε ἔζη κακῶν· ἀλλὰ τἀληθὲς φίλον καὶ σοὶ τίμιον. Πιλᾶτος ἦν τῶν ὑπάρχων ἐπίτροπος ἀποδεδειγμένος τῆς Ἰουδαίας· οὗτος οὐκ ἐπὶ τιμῇ Τιβερίου μᾶλλον ἢ ἕνεκα τοῦ λυπῆσαι τὸ πλῆθος ἀνατίθησιν ἐν τοῖς κατὰ τὴν ἱερόπολιν Ἡρῴδου βασιλείοις ἐπιχρύσους ἀσπίδας μήτε μορφὴν ἐχούσας μήτε ἄλλο τι τῶν ἀπηγορευμένων, ἔξω τινὸς ἐπιγραφῆς ἀναγκαίας, ἣ δύο ταῦτα ἐμήνυε, τόν τε ἀναθέντα καὶ ὑπὲρ οὗ ἡ ἀνάθεσις."],["300","ἐπεὶ δὲ ᾔσθοντο οἱ πολλοί— καὶ περιβόητον ἦν ἤδη τὸ πρᾶγμα—, προστησάμενοι τούς τε βασιλέως υἱεῖς τέτταρας οὐκ ἀποδέοντας τό τε ἀξίωμα καὶ τὰς τύχας βασιλέων καὶ τοὺς ἄλλους ἀπογόνους καὶ τῶν παρ’ αὐτοῖς τοὺς ἐν τέλει παρεκάλουν τὸ νεωτερισθὲν περὶ τὰς ἀσπίδας εἰς ἐπανόρθωσιν ἀγαγεῖν καὶ μὴ κινεῖν ἔθη πάτρια τὸν πρὸ τοῦ πάντα αἰῶνα διαφυλαχθέντα καὶ πρὸς βασιλέων καὶ πρὸς αὐτοκρατόρων ἀκίνητα."],["301","στερρῶς δὲ ἀντιλέγοντος— ἦν γὰρ τὴν φύσιν ἀκαμπὴς καὶ μετὰ τοῦ αὐθάδους ἀμείλικτος—, ἀνεβόησαν· „μὴ στασίαζε, μὴ πολεμοποίει, μὴ κατάλυε τὴν εἰρήνην· οὐκ ἔστιν ἀτιμία νόμων ἀρχαίων αὐτοκράτορος τιμή. μὴ πρόφασις τῆς εἰς τὸ ἔθνος ἐπηρείας ἔστω σοι Τιβέριος· οὐδὲν ἐθέλει τῶν ἡμετέρων καταλύεσθαι. εἰ δὲ φῄς, αὐτὸς ἐπίδειξον ἢ διάταγμα ἢ ἐπιστολὴν ἤ τι ὁμοιότροπον, ἵνα παυσάμενοι τοῦ σοὶ διενοχλεῖν πρέσβεις ἑλόμενοι δεώμεθα τοῦ δεσπότου. \""],["302","τὸ τελευταῖον τοῦτο μάλιστα αὐτὸν ἐξετράχυνε καταδείσαντα, μὴ τῷ ὄντι πρεσβευσάμενοι καὶ τῆς ἄλλης αὐτὸν ἐπιτροπῆς ἐξελέγξωσι τὰς δωροδοκίας, τὰς ὕβρεις, τὰς ἁρπαγάς, τὰς αἰκίας, τὰς ἐπηρείας, τοὺς ἀκρίτους καὶ ἐπαλλήλους φόνους, τὴν ἀνήνυτον καὶ ἀργαλεωτάτην ὠμότητα διεξελθόντες."],["303","οἷα οὖν ἐγκότως ἔχων καὶ βαρύμηνις ὢν ἄνθρωπος ἐν ἀμηχάνοις ἦν, μήτε καθελεῖν τὰ ἅπαξ ἀνατεθέντα θαρρῶν μήτε βουλόμενός τι τῶν πρὸς ἡδονὴν τοῖς ὑπηκόοις ἐργάσασθαι, ἅμα δὲ καὶ τὴν ἐν τούτοις σταθερότητα Τιβερίου μὴ ἀγνοῶν· ἅπερ ὁρῶντες οἱ ἐν τέλει καὶ συνιέντες, ὅτι μετανοεῖ μὲν ἐπὶ τοῖς πεπραγμένοις, δοκεῖν δὲ οὐ βούλεται,"],["304","γράφουσι Τιβερίῳ δεητικωτάτας ἐπιστολάς. ὁ δὲ διαναγνοὺς οἷα μὲν εἶπε Πιλᾶτον, οἷα δὲ ἠπείλησεν· ὡς δὲ ὠργίσθη, καίτοι οὐκ εὔληπτος ὢν ὀργῇ, περιττόν ἐστι διηγεῖσθαι, τοῦ πράγματος ἐξ αὑτοῦ φωνὴν ἀφιέντος."],["305","εὐθέως γὰρ οὐδὲ εἰς τὴν ὑστεραίαν ὑπερθέμενος ἐπιστέλλει, μυρία μὲν τοῦ καινουργηθέντος τολμήματος ὀνειδίζων καὶ ἐπιπλήττων, κελεύων δὲ αὐτίκα καθελεῖν τὰς ἀσπίδας καὶ μετακομισθῆναι ἐκ τῆς μητροπόλεως εἰς τὴν ἐπὶ θαλάττῃ Καισάρειαν, ἐπώνυμον τοῦ προπάππου Σεβαστήν, ἵνα ἀνατεθεῖεν ἐν τῷ Σεβαστείῳ· καὶ ἀνετέθησαν. οὕτως ἀμφότερα ἐφυλάχθη, καὶ ἡ τιμὴ τοῦ αὐτοκράτορος, καὶ ἡ περὶ τὴν πόλιν ἀρχαία συνήθεια."],["306","τότε μὲν οὖν ἀσπίδες ἦσαν, αἷς οὐδὲν ἀνεζωγράφητο μίμημα· νυνὶ δὲ κολοσσιαῖος ἀνδριάς. καὶ τότε μὲν ἡ ἀνάθεσις ἐν οἰκίᾳ τῶν ἐπιτρόπων ἦν· τὴν δὲ μέλλουσάν φασιν ἐσωτάτω τοῦ ἱεροῦ κατ’ αὐτὰ τὰ ἄδυτα γίνεσθαι, εἰς ἃ ἅπαξ τοῦ ἐνιαυτοῦ ὁ μέγας ἱερεὺς εἰσέρχεται τῇ νηστείᾳ λεγομένῃ μόνον ἐπιθυμιάσων καὶ κατὰ τὰ πάτρια εὐξόμενος φορὰν ἀγαθῶν εὐετηρίαν τε καὶ εἰρήνην ἅπασιν ἀνθρώποις."],["307","κἂν ἄρα τίς που, οὐ λέγω τῶν ἄλλων Ἰουδαίων, ἀλλὰ καὶ τῶν ἱερέων, οὐχὶ τῶν ὑστάτων, ἀλλὰ τῶν τὴν εὐθὺς μετὰ τὸν πρῶτον τάξιν εἰληχότων, ἢ καθ’ αὑτὸν ἢ καὶ μετ’ ἐκείνου συνεισέλθῃ, μᾶλλον δὲ κἂν αὐτὸς ὁ ἀρχιερεὺς δυσὶν ἡμέραις τοῦ ἔτους ἢ καὶ τῇ αὐτῇ τρὶς ἢ καὶ τετράκις εἰσφοιτήσῃ,"],["308","θάνατον ἀπαραίτητον ὑπομένει. τοσαύτη τίς ἐστιν ἡ περὶ τὰ ἄδυτα φυλακὴ τοῦ νομοθέτου μόνα ἐκ πάντων ἄβατα καὶ ἄψαυστα βουληθέντος αὐτὰ διατηρεῖσθαι. πόσους ἂν οὖν οἴει θανάτους ἑκουσίως ὑπομένειν τοὺς περὶ ταῦτα ὡσιωμένους, εἰ θεάσαιντο τὸν ἀνδριάντα εἰσκομιζόμενον; ἐμοὶ μὲν δοκοῦσι γενεὰς ὅλας αὐταῖς γυναιξὶ καὶ τέκνοις ἀποσφάξαντες ἐπὶ τοῖς τῶν οἰκείων πτώμασιν ἑαυτοὺς τελευταῖον καθιερεύσειν. ταῦτα μὲν Τιβέριος ἔγνω."],["309","τί δὲ ὁ σὸς πρόπαππος, ὁ τῶν πώποτε γενομένων αὐτοκρατόρων ἄριστος, ὁ πρῶτος ἀρετῆς ἕνεκα καὶ τύχης Σεβαστὸς ὀνομασθείς, ὁ τὴν εἰρήνην διαχέας πάντῃ διὰ γῆς καὶ θαλάττης ἄχρι τῶν τοῦ κόσμου περάτων;"],["310","οὐκ ἀκοῇ πυνθανόμενος τὰ περὶ τὸ ἱερὸν καὶ ὅτι οὐδέν ἐστιν ἀφίδρυμα ἐν αὐτῷ χειρόκμητον, ὁρατὸν ἀοράτου μίμημα φύσεως, ἐθαύμαζε καὶ προσεκύνει, φιλοσοφίας οὐκ ἄκροις χείλεσι γευσάμενος ἀλλ’ ἐπὶ πλέον ἑστιαθεὶς καὶ σχεδόν τι καθ’ ἑκάστην ἡμέραν ἑστιώμενος, τὰ μὲν μνήμαις ὧν ἡ διάνοια προμαθοῦσα τὰ φιλοσοφίας ἀνεπόλει, τὰ δὲ καὶ ταῖς τῶν συνόντων ἀεὶ λογίων συνδιαιτήσεσι; κατὰ γὰρ τὰς ἐν δείπνῳ συνουσίας ὁ πλεῖστος χρόνος ἀπενέμετο τοῖς ἀπὸ παιδείας, ἵνα μὴ τὸ σῶμα μόνον ἀλλὰ καὶ"],["311","ἡ ψυχὴ τοῖς οἰκείοις ἀνατρέφοιτο. τεκμηρίοις δὲ ἀφθόνοις πιστώσασθαι δυνάμενος τὸ βούλημα τοῦ Σεβαστοῦ προπάππου σου δυσὶν ἀρκεσθήσομαι. τὸ μὲν γὰρ πρῶτον ἐπέστειλε τοῖς ἐπιτρόποις τῶν κατὰ τὴν Ἀσίαν ἐπικρατειῶν, πυθόμενος ὀλιγωρεῖσθαι τὰς ἱερὰς ἀπαρχάς, ἵνα ἐπιτρέπωσι τοῖς Ἰουδαίοις μόνοις εἰς τὰ συναγώγια συνέρχεσθαι·"],["312","μὴ γὰρ εἶναι ταῦτα συνόδους ἐκ μέθης καὶ παροινίας ἐπισυστάσας, ὡς λυμαίνεσθαι τὰ τῆς εἰρήνης, ἀλλὰ διδασκαλεῖα σωφροσύνης καὶ δικαιοσύνης ἀνδρῶν ἐπιτηδευόντων μὲν ἀρετήν, ἀπαρχὰς δὲ ἐτησίους συμφερόντων, ἐξ ὧν ἀνάγουσι θυσίας στέλλοντες ἱεροπομποὺς εἰς τὸ ἐν Ἱεροσολύμοις ἱερόν."],["313","εἶτα κελεύει μηδένα ἐμποδὼν ἵστασθαι τοῖς Ἰουδαίοις μήτε συνιοῦσι μήτε συνεισφέρουσι μήτε διαπεμπομένοις κατὰ τὰ πάτρια εἰς Ἱεροσόλυμα· ταῦτα γὰρ εἰ καὶ μὴ τοῖς ῥήμασι, τοῖς γοῦν πράγμασιν ἐπέσταλται."],["314","μίαν δὲ ἐπιστολὴν ὑποτέταχα πρὸς τὴν σὴν τοῦ δεσπότου πειθώ, ἣν Γάιος Νορβανὸς Φλάκκος ἐπιστέλλει δηλῶν τὰ ὑπὸ Καίσαρος αὐτῷ γραφέντα."],["315","ἔστι δὲ τῆς ἐπιστολῆς τὸ ἀντίγραφον τόδε· ’Γάιος Νορβανὸς Φλάκκος ἀνθύπατος Ἐφεσίων ἄρχουσι χαίρειν. Καῖσάρ μοι ἔγραψεν, Ἰουδαίους, οὗ ἂν ὦσιν, ἰδίῳ ἀρχαίῳ ἐθισμῷ νομίζειν συναγομένους χρήματα φέρειν, ἃ πέμπουσιν εἰς Ἱεροσόλυμα· τούτους οὐκ ἠθέλησε κωλύεσθαι τοῦτο ποιεῖν. ἔγραψα οὖν ὑμῖν, ἵν’ εἰδῆτε, ὡς ταῦτα οὕτως γίνεσθαι κελεύει.’"],["316","ἆρ’ οὐκ ἐναργὴς πίστις ἐστίν, αὐτοκράτορ, τῆς Καίσαρος προαιρέσεως, ᾗ περὶ τὴν τοῦ ἡμετέρου ἱεροῦ τιμὴν ἐκέχρητο, μὴ βουληθεὶς τῷ κοινῷ τύπῳ τῶν συνόδων ἀναιρεθῆναι τὰς τῶν Ἰουδαίων εἰς ταὐτὸ συμφοιτήσεις, ἃς ἀπαρχῶν ἕνεκα ποιοῦνται καὶ τῆς ἄλλης εὐσεβείας;"],["317","ἕτερον δέ ἐστιν οὐκ ἀποδέον τούτου δεῖγμα σαφέστατον τῆς βουλήσεως τοῦ Σεβαστοῦ· διετάξατο γὰρ ἐκ τῶν ἰδίων προσόδων ἀνάγεσθαι θυσίας ἐντελεχεῖς ὁλοκαύτους τῷ ὑψίστῳ θεῷ καθ’ ἑκάστην ἡμέραν, αἳ καὶ μέχρι νῦν ἐπιτελοῦνται· ἄρνες εἰσὶ δύο καὶ ταῦρος τὰ ἱερεῖα, οἷς Καῖσαρ ἐφαίδρυνε τὸν βωμὸν ἐπιστάμενος σαφῶς, ὅτι οὐδέν ἐστιν ἀφίδρυμα οὔτε φανερὸν οὔτε ἀφανές·"],["318","ἀλλὰ γὰρ ὁ τοσοῦτος ἡγεμὼν καὶ φιλόσοφος οὐδενὸς δεύτερος ἐλογίσατο παρ’ ἑαυτῷ, ὅτι ἀναγκαῖόν ἐστιν ἐν τοῖς περιγείοις ἐξαίρετον ἀπονενεμῆσθαι τόπον ἱερὸν τῷ ἀοράτῳ θεῷ μηδὲν ὁρατὸν ἀπεικόνισμα περιέξοντα πρὸς μετουσίαν ἐλπίδων χρηστῶν καὶ ἀπόλαυσιν ἀγαθῶν τελείων."],["319","ὑφηγητῇ τοιούτῳ τῆς εὐσεβείας χρησαμένη καὶ ἡ προμάμμη σου Ἰουλία Σεβαστὴ κατεκόσμησε τὸν νεὼν χρυσαῖς φιάλαις καὶ σπονδείοις καὶ ἄλλων ἀναθημάτων πολυτελεστάτων πλήθει· τί παθοῦσα καὶ αὕτη, μηδενὸς ἔνδον ὄντος ἀφιδρύματος; ἀσθενέστεραι γάρ πώς εἰσιν αἱ γνῶμαι τῶν γυναικῶν ἔξω τῶν αἰσθητῶν μηδὲν ἰσχύουσαι νοητὸν καταλαβεῖν."],["320","ἡ δέ γε καθάπερ ἐν τοῖς ἄλλοις ὅλον τὸ γένος κἀν τούτῳ διήνεγκεν, ὑπὸ παιδείας ἀκράτου φύσει καὶ μελέτῃ περιγεγενημένη, ἀρρενωθεῖσα τὸν λογισμόν, ὃς οὕτως ὀξυδερκὴς ἐγεγένητο, ὡς μᾶλλον τὰ νοητὰ καταλαμβάνειν τῶν αἰσθητῶν"],["321","καὶ ταῦτα νομίζειν ἐκείνων εἶναι σκιάς. ἔχων οὖν, δέσποτα, τῆς ἡμερωτέρας προαιρέσεως τοιαῦτα παραδείγματα, πάντα οἰκειότατα καὶ συγγενέστατα ἀφ’ ὧν ἐσπάρης καὶ ἀνέβλαστες καὶ τοσοῦτον ηὐξήθης, διατήρησον ἃ κἀκείνων ἕκαστος."],["322","παρακλητεύουσι τοῖς νόμοις αὐτοκράτορες πρὸς αὐτοκράτορα, Σεβαστοὶ πρὸς Σεβαστόν, πάπποι καὶ πρόγονοι πρὸς ἔκγονον, πλείους πρὸς ἕνα, μονονουχὶ φάσκοντες· ἐν ταῖς ἡμετέραις βουλήσεσιν ἃ μέχρι καὶ τήμερον ἐφυλάχθη νόμιμα μὴ καθέλῃς· καὶ γὰρ εἰ μηδὲν ἐκ τῆς καταλύσεως αὐτῶν ἀπαντηθείη παλίμφημον, ἀλλ’ ἥ γε τοῦ μέλλοντος ἀδηλότης καὶ τοῖς θαρραλεωτάτοις, εἰ μὴ καταφρονηταὶ τῶν θείων εἰσίν, οὐ παντελῶς ἐστιν ἄφοβος."],["323","ἐὰν καταλέγωμαι τὰς εἰς ἐμαυτὸν ἐκ σοῦ γενομένας εὐεργεσίας, ἐπιλείψει με ἡ ἡμέρα, πρὸς τῷ μηδὲ ἁρμόττον εἶναι προηγούμενον ἔργον πάρεργον ἑτέρου ποιεῖσθαι λόγου· κἂν ἡσυχάζω μέντοι, τὰ πράγματα αὐτὰ βοᾷ καὶ φωνὴν ἀφίησιν. ἔλυσάς με σιδήρῳ δεδεμένον· τίς οὐκ οἶδεν;"],["324","ἀλλὰ μὴ χαλεπωτέροις δεσμοῖς, αὐτοκράτορ, ἐπισφίγξῃς· οἱ μὲν γὰρ λυθέντες μέρει περιβέβληντο τοῦ σώματος, οἱ δὲ νῦν προσδοκώμενοι ψυχῆς εἰσιν, ὅλην αὐτὴν δι’ ὅλων μέλλοντες πιέζειν."],["325","τὸν ἐπικρεμάμενον ἀεὶ τοῦ θανάτου φόβον ἀπώσω καὶ τεθνεῶτα τῷ δέει ζωπυρήσας καθάπερ ἐκ παλιγγενεσίας ἀνήγειρας· διατήρησον τὴν χάριν, αὐτοκράτορ, ἵνα μὴ ὁ σὸς Ἀγρίππας ἀποτάξηται τῷ βίῳ· δόξω γὰρ οὐ τοῦ σωθῆναι χάριν ἀφεῖσθαι μᾶλλον ἢ τοῦ βαρυτέρας ἐνδεξάμενος συμφορὰς ἐπισημότερον τελευτῆσαι."],["326","τὸν μέγιστον καὶ εὐτυχέστατον ἐν ἀνθρώποις κλῆρον ἐχαρίσω μοι, βασιλείαν, πάλαι μὲν μιᾶς χώρας, αὖθις δὲ καὶ ἑτέρας μείζονος, τὴν Τραχωνῖτιν λεγομένην καὶ τὴν Γαλιλαίαν συνάψας· μὴ τὰ πρὸς περιουσίαν μοι χαρισάμενος, ὦ δέσποτα, τὰ ἀναγκαῖα ἀφέλῃς μηδὲ εἰς φῶς ἀναγαγὼν τηλαυγέστατον ἐξ ὑπαρχῆς εἰς βαθύτατον σκότος ῥίψῃς."],["327","ἐξίσταμαι τῶν λαμπρῶν ἐκείνων, τὴν πρὸ μικροῦ τύχην οὐ παραιτοῦμαι, πάντα ὑπαλλάττομαι ἑνός, τοῦ μὴ κινηθῆναι τὰ πάτρια. τίς γὰρ ἄν μου γένοιτο λόγος ἢ παρὰ τοῖς ὁμοφύλοις ἢ παρὰ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις; ἀνάγκη γὰρ δυοῖν θάτερον ἢ προδότην τῶν ἰδίων ἢ σοὶ μηκέτι ὁμοίως φίλον νομισθῆναι· ὧν τί ἂν εἴη μεῖζον κακόν;"],["328","εἰ μὲν γὰρ ἐν τῇ τάξει τῶν ἑταίρων ἔτι καταριθμοῦμαι, προδοσίας ἐξοίσομαι δόξαν, ἐὰν μήτε ἡ πατρὶς ἀπαθὴς παντὸς κακοῦ διαφυλαχθῇ μήτε τὸ ἱερὸν ἄψαυστον· τὰ γὰρ τῶν ἑταίρων καὶ προσπεφευγότων ταῖς αὐτοκρατορικαῖς ἐπιφανείαις ὑμεῖς οἱ μεγάλοι διασῴζετε."],["329","εἰ δὲ ὑποικουρεῖ τί σου τὴν διάνοιαν ἔχθος, μὴ δήσῃς ὡς Τιβέριος, ἀλλὰ καὶ τὴν τοῦ δεθῆναί ποτε αὖθις ἐλπίδα συνανελὼν κέλευσον ἐκποδὼν αὐτίκα γενέσθαι· τί γὰρ ἐμοὶ ζῆν καλόν, ᾧ μία σωτηρίας ἐλπὶς ἦν τὸ σὸν εὐμενές; “"],["330","Ταῦτα γράψας καὶ σφραγισάμενος πέμπει Γαΐῳ καὶ συγκλεισάμενος οἴκοι κατέμενεν, ἀγωνιῶν καὶ συγκεχυμένος καὶ πῶς ἐντύχοι μάλιστα φροντίζων· οὐ γὰρ βραχὺς ἐπέρριπτο κίνδυνος, ἀλλ’ ὁ περὶ ἀναστάσεως καὶ ἀνδραποδισμοῦ καὶ παντελοῦς πορθήσεως, οὐ μόνον τοῖς τὴν ἱερὰν χώραν κατοικοῦσιν ἀλλὰ καὶ τοῖς πανταχοῦ τῆς οἰκουμένης Ἰουδαίοις."],["331","λαβὼν δὲ καὶ διαναγινώσκων ἐφ’ ἑκάστῳ τῶν νοημάτων ἅμα μὲν ᾤδει, μὴ κατορθουμένου τοῦ βουλήματος, ἅμα δὲ καὶ ἐπεκλᾶτο ταῖς δικαιολογίαις ὁμοῦ καὶ δεήσεσι, καὶ τὸν Ἀγρίππαν τῇ μὲν ἐπῄνει, τῇ"],["332","δὲ ἐμέμφετο· ᾐτιᾶτο μὲν τῆς εἰς τοὺς ὁμοφύλους ἄγαν ἀρεσκείας μόνους ἀνθρώπων ἀφηνιάζοντας καὶ ἐκτρεπομένους αὐτοῦ τὴν ἐκθέωσιν, ἐπῄνει δὲ τὸ μηδὲν ἐν ἑαυτῷ συσκιάζειν καὶ ἐπικρύπτειν, ἅπερ ἔλεγεν εἶναι δείγματα ἐλευθεριωτάτων καὶ εὐγενεστάτων ἠθῶν."],["333","ἡμερωθεὶς οὖν ὅσα τῷ δοκεῖν ἀποκρίσεων χρηστοτέρων Ἀγρίππαν ἠξίωσε, τὸ ἀνωτάτω καὶ μέγιστον δωρούμενος, τὸ μηκέτι γενέσθαι τὴν ἀνάθεσιν· καὶ Ποπλίῳ Πετρωνίῳ, τῷ τῆς Συρίας ἐπιτρόπῳ, κελεύει γραφῆναι μηδὲν ἐπὶ τῷ ἱερῷ τῶν Ἰουδαίων ἔτι νεώτερον κινεῖν."],["334","ὅμως μέντοι καὶ τὴν χάριν διδοὺς ἔδωκεν οὐκ ἀκέραιον, ἀλλ’ ἀναμίξας αὐτῇ δέος ἀργαλεώτατον· προσγράφει γάρ· „ἐὰν δέ τινες ἐν ταῖς ὁμόροις ἔξω μιᾶς τῆς μητροπόλεως ἐθέλοντες βωμοὺς ἢ ἱερὰ ἤ τινας εἰκόνας ἢ ἀνδριάντας ὑπὲρ ἐμοῦ καὶ τῶν ἐμῶν ἱδρύεσθαι κωλύωνται, τοὺς εἴργοντας ἢ παραχρῆμα κολάζειν ἢ εἰς αὐτὸν ἀνάγειν. “"],["335","τοῦτο δὲ οὐδὲν ἦν ἕτερον ἢ στάσεων καὶ ἐμφυλίων πολέμων ἀρχὴ καὶ τῆς δωρεᾶς, ἣν ἐπ’ εὐθείας ἐδόκει παρασχεῖν, πλάγιός τις ἀναίρεσις· ἔμελλον γὰρ οἱ μὲν κατὰ τὴν πρὸς Ἰουδαίους φιλονεικίαν μᾶλλον ἢ τὸ πρὸς Γάιον εὐσεβὲς καταπλήσειν τὴν χώραν ἅπασαν ἀναθημάτων, οἱ δὲ ἐν ὄψεσι ταῖς αὑτῶν τὴν τῶν πατρίων ὁρῶντες κατάλυσιν, εἰ καὶ πάντων ἦσαν πρᾳοπαθέστατοι, μὴ ἀνέχεσθαι, Γάιος δὲ τοὺς παρακινηθέντας τιμωρίᾳ κρίνων μεγίστῃ ἀνατεθῆναι πάλιν κελεύειν τὸν ἀνδριάντα ἐν τῷ ἱερῷ."],["336","προνοίᾳ δέ τινι καὶ ἐπιμελείᾳ τοῦ πάντα ἐφορῶντος καὶ σὺν δίκῃ πρυτανεύοντος θεοῦ τῶν ὁμόρων παρεκίνησεν οὐδὲν οὐδὲ εἷς, ὡς μὴ χρείαν τινὰ γενέσθαι, ᾗ πρὸ μετριωτέρας μέμψεως ἀπαραίτητος ἔμελλεν ἀπαντᾶσθαι συμφορά."],["337","τί δὲ ὄφελος; εἴποι τις ἄν· οὐδὲ γὰρ ἠρεμούντων ὁ Γάιος ἠρέμει, μετανοῶν ἐπὶ τῇ χάριτι ἤδη καὶ τὴν πρὸ μικροῦ ζωπυρῶν ἐπιθυμίαν· προστάττει γὰρ ἕτερον ἀνδριάντα δημιουργεῖσθαι κολοσσιαῖον χαλκοῦν ἐπίχρυσον ἐν Ῥώμῃ, μηκέτι τὸν ἐν Σιδῶνι κινῶν, ἵνα μὴ τῇ κινήσει διαταράξῃ τὸ πλῆθος, ἀλλ’ ἠρεμοῦντος καὶ τῆς ὑπονοίας ἀπηλλαγμένου κατὰ πολλὴν ἡσυχίαν ἀφανῶς ἐν ταῖς ναυσὶ κομισθέντα λαθὼν τοὺς πολλοὺς ἐξαίφνης ἱδρύσηται."],["338","Τοῦτο δὲ πράξειν ἔμελλεν ἐν παράπλῳ κατὰ τὴν εἰς Αἴγυπτον ἀποδημίαν. ἄλεκτος γάρ τις αὐτὸν ἔρως κατεῖχε τῆς Ἀλεξανδρείας, εἰς ἣν ἐπόθει σπουδῇ πάσῃ παραγενέσθαι καὶ ἀφικόμενος πλεῖστον χρόνον ἐνδιαιτηθῆναι, νομίζων τὴν ἐκθέωσιν, ἣν ὠνειροπόλει, μίαν ταύτην πόλιν καὶ γεγεννηκέναι καὶ συναυξήσειν καὶ ταῖς ἄλλαις παράδειγμα γεγενῆσθαι τοῦ σεβασμοῦ, μεγίστην τε οὖσαν καὶ ἐν καλῷ τῆς οἰκουμένης· τὰ γὰρ τῶν μεγάλων εἴτε ἀνδρῶν εἴτε πόλεων τοὺς καταδεεστέρους ἄνδρας τε καὶ δήμους ζηλοῦν ἐπιχειρεῖν."],["339","ἦν μέντοι καὶ πρὸς τἄλλα πάντα τὴν φύσιν ἄπιστος, ὡς, εἰ καί τι χρηστὸν ἐργάσαιτο, μετανοεῖν εὐθὺς καὶ τρόπον τινὰ δι’ οὗ καὶ ταυτὶ λυθήσεται ζητεῖν μετὰ μείζονος ἀνίας καὶ βλάβης."],["340","οἷον δή τι λέγω· δεσμώτας ἔλυσεν ἐνίους ἐπ’ οὐδεμιᾷ προφάσει, πάλιν ἔδησε βαρυτέραν τῆς προτέρας ἐπαγαγὼν συμφοράν, τὴν ἐκ δυσελπιστίας."],["341","πάλιν κατέγνω φυγὴν ἑτέρων θάνατον προσδοκησάντων, οὐκ ἐπειδὴ συνῄδεσαν αὑτοῖς ἄξια θανάτου πεπραχόσιν ἢ συνόλως βραχυτέρας ἡστινοσοῦν τιμωρίας, ἀλλὰ διὰ τὴν ὑπερβάλλουσαν ὠμότητα τοῦ δικαστοῦ μὴ προσδοκῶντες ἀποφεύξεσθαι. τούτοις ἕρμαιον ἦν ἡ φυγὴ καὶ ἰσότιμος καθόδῳ τὸν περὶ ψυχῆς ἀνωτάτω κίνδυνον ἀποδεδρακέναι νομίζουσιν."],["342","ἀλλ’ οὐ μακρὸς διῆλθε χρόνος, καὶ τῶν στρατευομένων ἐπιπέμψας τινάς, μηδενὸς καινοτέρου προσπεσόντος, τοὺς ἀρίστους καὶ εὐγενεστάτους ἤδη ζῶντας ὡς ἐν πατρίσι ταῖς νήσοις καὶ τὴν ἀτυχίαν εὐτυχέστατα φέροντας ἀθρόους ἀνῄρει, πένθος οἰκτρότατον καὶ ἀπροσδόκητον οἴκοις τῶν ἐν Ῥώμῃ μεγάλων προσβαλών."],["343","εἰ δέ τισι καὶ δωρεὰν ἔδωκεν ἀργύριον, οὐχ ὡς δάνειον ἀνέπραττε τόκους προσεκλέγων καὶ ἐπιτοκίας, ἀλλ’ ὡς φώριον μετὰ μεγίστης τῶν λαβόντων ζημίας· οὐ γὰρ ἐξήρκει τὰ δοθέντα τοῖς ἀθλίοις ἀποτιννύειν, ἀλλὰ καὶ τὰς οὐσίας ὅλας προσεισέφερον, ἃς ἢ παρὰ γονέων ἢ παρ’ οἰκείων ἢ φίλων ἐκληρονόμουν ἢ ποριστὴν ἑλόμενοι βίον ἐκτήσαντο αὐτοὶ δι’ ἑαυτῶν."],["344","οἱ δ’ εὐπάρυφοι καὶ σφόδρ’ εὐδοκιμεῖν οἰόμενοι τρόπον ἕτερον τὸν σὺν ἡδονῇ μετὰ προσποιήσεως φιλικῆς ἐβλάπτοντο, πάμπολλα μὲν εἰς τὰς ἀκρίτους καὶ ἀτάκτους καὶ ἐξαπιναίους ἀποδημίας ἀναλίσκοντες, πάμπολλα δὲ εἰς τὰς ἑστιάσεις· ὅλας γὰρ οὐσίας ἐξανάλουν εἰς ἑνὸς δείπνου παρασκευήν, ὡς καὶ δανείζεσθαι· τοσαύτη τις ἦν ἡ πολυτέλεια."],["345","τοιγαροῦν ἀπηύχοντό τινες ἤδη τὰς δεδομένας ὑπ’ αὐτοῦ χάριτας, ὑπολαμβάνοντες οὐκ ὠφέλειαν ἀλλὰ δέλεαρ εἶναι καὶ ἐνέδραν ἀφορήτου ζημίας."],["346","τοσαύτη μὲν οὖν τις ἡ περὶ τὸ ἦθος ἦν ἀνωμαλία πρὸς ἅπαντας, διαφερόντως δὲ πρὸς τὸ Ἰουδαίων γένος, ᾧ χαλεπῶς ἀπεχθανόμενος τὰς μὲν ἐν ταῖς ἄλλαις πόλεσι προσευχὰς ἀπὸ τῶν κατ’ Ἀλεξάνδρειαν ἀρξάμενος σφετερίζεται, καταπλήσας εἰκόνων καὶ ἀνδριάντων τῆς ἰδίας μορφῆς— ὁ γὰρ ἑτέρων ἀνατιθέντων ἐφεὶς αὐτὸς ἱδρύετο δυνάμει—, τὸν δὲ ἐν τῇ ἱεροπόλει νεών, ὃς λοιπὸς ἦν ἄψαυστος ἀσυλίας ἠξιωμένος τῆς πάσης, μεθηρμόζετο καὶ μετεσχημάτιζεν εἰς οἰκεῖον ἱερόν, ἵνα Διὸς Ἐπιφανοῦς Νέου χρηματίζῃ Γαΐου. τί φῄς;"],["347","σὺ μὲν ἄνθρωπος ὢν αἰθέρα καὶ οὐρανὸν ζητεῖς προσλαβεῖν, οὐκ ἀρκεσθεὶς τῷ πλήθει τῶν τοσούτων ἠπείρων, νήσων, ἐθνῶν, κλιμάτων, ὧν ἀνήψω τὴν ἀρχήν; τὸν δὲ θεὸν οὐδενὸς τῶν ἐνταῦθα καὶ παρ’ ἡμῖν ἀξιοῖς, οὐ χώρας, οὐ πόλεως, ἀλλὰ καὶ τὸν βραχὺν οὕτως περίβολον αὐτῷ καθιερωθέντα καὶ καθοσιωθέντα χρησμοῖς καὶ λογίοις θεσφάτοις ἀφελέσθαι διανοῇ, ἵν’ ἐν τῷ τῆς τοσαύτης γῆς περιβόλῳ μηδὲν ἴχνος μηδὲ ὑπόμνημα καταλειφθῇ τιμῆς καὶ εὐσεβείας τῆς εἰς τὸν ὄντως ὄντα ἀληθῆ θεόν;"],["348","καλὰς ὑπογράφεις τῷ γένει τῶν ἀνθρώπων ἐλπίδας· ἀγνοεῖς ὅτι πηγὰς ἀνατέμνεις ἀθρόων κακῶν, καινουργῶν καὶ μεγαλουργῶν ἃ μήτε δρᾶν μήτε λογίζεσθαι θέμις;***"],["349","Ἄξιον δὲ ἐπιμνησθῆναι καὶ ὧν εἴδομέν τε καὶ ἠκούσαμεν μεταπεμφθέντες ἀγωνίσασθαι τὸν περὶ τῆς πολιτείας ἀγῶνα. εἰσελθόντες γὰρ εὐθὺς ἔγνωμεν ἀπὸ τοῦ βλέμματος καὶ τῆς κινήσεως, ὅτι οὐ πρὸς δικαστὴν ἀλλὰ κατήγορον ἀφίγμεθα, τῶν ἀντιτεταγμένων μᾶλλον ἐχθρόν."],["350","δικαστοῦ μὲν γὰρ ἔργα ταῦτα ἦν· καθίσαι μετὰ συνέδρων ἀριστίνδην ἐπιλελεγμένων, ἐξεταζομένης ὑποθέσεως μεγίστης ἐν τετρακοσίοις ἔτεσιν ἡσυχασθείσης καὶ νῦν πρῶτον εἰσαγομένης ἐπὶ μυριάσι πολλαῖς τῶν Ἀλεξανδρέων Ἰουδαίων, ἑκατέρωθεν στῆναι τοὺς ἀντιδίκους μετὰ τῶν συναγορευσόντων, ἐν μέρει μὲν ἀκοῦσαι τῆς κατηγορίας, ἐν μέρει δὲ τῆς ἀπολογίας πρὸς μεμετρημένον ὕδωρ, ἀναστάντα βουλεύσασθαι μετὰ τῶν συνέδρων, τί χρὴ φανερῶς ἀποφήνασθαι γνώμῃ τῇ δικαιοτάτῃ· τυράννου δὲ ἀμειλίκτου δεσποτικὴν ὀφρὺν ἐπανατειναμένου τὰ πραχθέντα."],["351","χωρὶς γὰρ τοῦ μηδὲν ὧν ἀρτίως εἶπον ἐργάσασθαι, μεταπεμψάμενος τοὺς δυεῖν κήπων ἐπιτρόπους τοῦ τε Μαικήνα καὶ Λαμία— πλησίον δέ εἰσιν ἀλλήλων τε καὶ τῆς πόλεως, ἐν οἷς ἐκ τριῶν ἢ τεττάρων ἡμερῶν διέτριβε· κεῖθι γὰρ ἐπὶ παροῦσιν ἡμῖν ἡ κατὰ παντὸς τοῦ ἔθνους ἔμελλε σκηνοβατεῖσθαι δραματοποιία— κελεύει τὰς ἐπαύλεις αὑτῷ πάσας περιανοιχθῆναι·"],["352","βούλεσθαι γὰρ μετὰ ἀκριβείας ἑκάστην ἰδεῖν. ἡμεῖς δὲ ὡς αὐτὸν εἰσαχθέντες ἅμα τῷ θεάσασθαι μετ’ αἰδοῦς καὶ εὐλαβείας τῆς ἁπάσης νεύοντες εἰς τοὔδαφος ἐδεξιούμεθα, Σεβαστὸν Αὐτοκράτορα προσειπόντες· ὁ δὲ οὕτως ἐπιεικῶς καὶ φιλανθρώπως ἀντιπροσηγόρευσεν, ὡς μὴ μόνον τὴν ὑπόθεσιν ἀλλὰ καὶ τὸ ζῆν ἀπογνῶναι."],["353","σαρκάζων γὰρ ἅμα καὶ σεσηρὼς „ὑμεῖς “εἶπεν „ἐστὲ οἱ θεομισεῖς, οἱ θεὸν μὴ νομίζοντες εἶναί με, τὸν ἤδη παρὰ πᾶσι τοῖς ἄλλοις ἀνωμολογημένον, ἀλλὰ τὸν ἀκατονόμαστον ὑμῖν; “καὶ ἀνατείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεφήμιζε πρόσρησιν, ἣν οὐδὲ ἀκούειν θεμιτόν, οὐχ ὅτι διερμηνεύειν αὐτολεξεί."],["354","πόσης εὐθὺς ἀνεπλήσθησαν ἡδονῆς οἱ τῆς ἐναντίας μερίδος πρέσβεις, ἤδη κατωρθωκέναι διὰ τῆς πρώτης ἀναφθέγξεως Γαΐου τὴν πρεσβείαν νομίζοντες· ἐπεχειρονόμουν, ἀνωρχοῦντο, τὰς θεῶν ἁπάντων ἐπωνυμίας"],["355","ἐπεφήμιζον αὐτῷ. γανύμενον δὲ ταῖς ὑπὲρ ἀνθρωπίνην φύσιν προσρήσεσι θεασάμενος ὁ πικρὸς συκοφάντης Ἰσίδωρος „ἔτι μᾶλλον “ἔφη, „δέσποτα, μισήσεις τοὺς παρόντας καὶ τοὺς ὧν εἰσιν ὁμόφυλοι, ἐὰν γνῷς τὴν εἰς σὲ κακόνοιαν αὐτῶν καὶ ἀσέβειαν· ἁπάντων γὰρ ἀνθρώπων ὑπὲρ σωτηρίας τῆς σῆς θυσίας ἀναγόντων εὐχαριστηρίους, οὐχ ὑπέμειναν οὗτοι μόνοι θύειν· ὅταν δὲ οὗτοι λέγω, καὶ τοὺς ἄλλους Ἰουδαίους συμπαραλαμβάνω. “"],["356","ἀναβοησάντων δὲ ἡμῶν ὁμοθυμαδὸν „κύριε Γάιε, συκοφαντούμεθα· καὶ γὰρ ἐθύσαμεν καὶ ἑκατόμβας ἐθύσαμεν, οὐ τὸ μὲν αἷμα τῷ βωμῷ περισπείσαντες τὰ δὲ κρέα εἰς θοίνην καὶ εὐωχίαν οἴκαδε κομίσαντες, ὡς ἔθος ἐνίοις ποιεῖν, ἀλλ’ ὁλόκαυτα τὰ ἱερεῖα παραδόντες τῇ ἱερᾷ φλογί, καὶ τρίς, οὐχ ἅπαξ, ἤδη· πρῶτον μὲν ὅτε διεδέξω τὴν ἡγεμονίαν, δεύτερον δὲ ὅτε τὴν βαρεῖαν νόσον ἐκείνην ἣν πᾶσα ἡ οἰκουμένη συνενόσησεν ἐξέφυγες, τρίτον δὲ κατὰ τὴν ἐλπίδα τῆς Γερμανικῆς νίκης, “„ἔστω “"],["357","φησί „ταῦτα ἀληθῆ, τεθύκατε, ἀλλ’ ἑτέρῳ, κἂν ὑπὲρ ἐμοῦ· τί οὖν ὄφελος; οὐ γὰρ ἐμοὶ τεθύκατε. “φρίκη βύθιος εὐθὺς κατέσχεν ἡμᾶς ἐπὶ τῷ προτέρῳ καὶ τοῦτο ἀκούσαντας, ἣ καὶ μέχρι τῆς ἐπιφανείας ἀνεχύθη."],["358","καὶ ταῦθ’ ἅμα λέγων ἐπῄει τὰς ἐπαύλεις, ἀνδρῶνας κατανοῶν, γυναικωνίτιδας, τὰ ἐν ἐπιπέδῳ, τὰ ὑπερῷα, ἅπαντα, αἰτιώμενος ἐνίας ὡς ἐλλιπεῖς κατασκευάς, ἑτέρας ἐπινοῶν καὶ προσδιατάττων πολυτελεστέρας αὐτός."],["359","εἶτα ἡμεῖς ἐλαυνόμενοι παρηκολουθοῦμεν ἄνω κάτω, χλευαζόμενοι καὶ κατακερτομούμενοι πρὸς τῶν ἀντιπάλων ὡς ἐν θεατρικοῖς μίμοις· καὶ γὰρ τὸ πρᾶγμα μιμεία τις ἦν· ὁ μὲν δικαστὴς ἀνειλήφει σχῆμα κατηγόρου, οἱ δὲ κατήγοροι φαύλου δικαστοῦ πρὸς ἔχθραν ἀποβλέποντος, ἀλλ’ οὐ τὴν φύσιν τῆς ἀληθείας."],["360","ὅταν δὲ αἰτιᾶται κρινόμενον δικαστὴς καὶ τοσοῦτος, ἀνάγκη σιωπᾶν· ἔστι γάρ πως καὶ δι’ ἡσυχίας ἀπολογεῖσθαι, καὶ μάλιστα πρὸς οὐδὲν ὧν ἐπεζήτει καὶ ἐπεπόθει δυναμένους ἀποκρίνασθαι, τῶν ἐθῶν καὶ νομίμων τὴν γλῶτταν ἐπεχόντων καὶ τὸ στόμα κλειόντων καὶ ἀπορραπτόντων."],["361","ἐπεὶ δὲ ἔνια τῶν περὶ τὰς οἰκοδομὰς διετάξατο, μέγιστον καὶ σεμνὸν ἐρώτημα ἠρώτα· „διὰ τί χοιρείων κρεῶν ἀπέχεσθε; “πάλιν πρὸς τὴν πεῦσιν γέλως ἐκ τῶν ἀντιδίκων κατερράγη τοσοῦτος, τῇ μὲν ἡδομένων τῇ δὲ καὶ ἐπιτηδευόντων ἕνεκα κολακείας ὑπὲρ τοῦ τὸ λεχθὲν δοκεῖν σὺν εὐτραπελίᾳ καὶ χάριτι εἰρῆσθαι, ὥς τινα τῶν ἑπομένων αὐτῷ θεραπόντων ἀγανακτεῖν ἐπὶ τῷ καταφρονητικῶς ἔχειν αὐτοκράτορος, ἐφ’ οὗ καὶ τὸ μετρίως μειδιάσαι τοῖς μὴ πάνυ συνήθεσιν οὐκ ἀσφαλές."],["362","ἀποκριναμένων δὲ ἡμῶν, ὅτι „νόμιμα παρ’ ἑτέροις ἕτερα καὶ χρῆσις ἐνίων ὡς ἡμῖν καὶ τοῖς ἀντιδίκοις ἀπείρηται “, καὶ φαμένου τινὸς „ὡς πολλοί γε καὶ τὰ προχειρότατα ἀρνία οὐ προσφέρονται “, γελάσας „εὖ γε “εἶπεν, „ἔστι γὰρ οὐχ ἡδέα. “"],["363","τοιαῦτα φλυαρηθέντες καὶ κατακερτομηθέντες ἐν ἀμηχάνοις ἦμεν. εἶτα ὀψέ ποτε παρασεσυρμένως \" βουλόμεθα μαθεῖν “ἔφη, „τίσι χρῆσθε περὶ τῆς πολιτείας δικαίοις. “"],["364","ἀρξαμένων δὲ λέγειν καὶ διδάσκειν, ἀπογευσάμενος τῆς δικαιολογίας καὶ συνεὶς ὡς οὐκ ἔστιν εὐκαταφρόνητος, πρὶν ἐπενεγκεῖν τὰ ἐχυρώτερα, συγκόψας καὶ τὰ πρότερα δρομαῖος εἰς τὸν μέγαν οἶκον εἰσεπήδησε καὶ περιελθὼν προστάττει τὰς ἐν κύκλῳ θυρίδας ἀναληφθῆναι τοῖς ὑάλῳ λευκῇ παραπλησίως διαφανέσι λίθοις, οἳ τὸ μὲν φῶς οὐκ ἐμποδίζουσιν, ἄνεμον δὲ εἴργουσι καὶ τὸν ἀφ’ ἡλίου φλογμόν."],["365","εἶτα προελθὼν ἄνευ σπουδῆς μετριώτερον ἀνηρώτα· „τί λέγετε; “συνείρειν δὲ ἀρξαμένων τὰ ἀκόλουθα, εἰστρέχει πάλιν εἰς ἕτερον οἶκον, ἐν ᾧ γραφὰς ἀρχετύπους ἀνατεθῆναι προσέταττεν."],["366","οὕτω τῶν ἡμετέρων σπαραττομένων καὶ διαρτωμένων καὶ μόνον οὐ συγκοπτομένων καὶ συντριβομένων δικαίων, ἀπειρηκότες καὶ μηδὲν ἔτι σθένοντες, ἀεὶ δὲ οὐδὲν ἕτερον ἢ θάνατον προσδοκῶντες, οὐκέτι τὰς ψυχὰς ἐν αὑτοῖς εἴχομεν, ἀλλ’ ὑπ’ ἀγωνίας ἔξω προεληλύθεσαν ἱκετεύειν τὸν ἀληθινὸν θεόν, ἵνα τοῦ ψευδωνύμου τὰς ὀργὰς ἐπίσχῃ."],["367","ὁ δὲ λαβὼν οἶκτον ἡμῶν τρέπει τὸν θυμὸν αὐτοῦ πρὸς ἔλεον· καὶ ἀνεθεὶς πρὸς τὸ μαλακώτερον, τοσοῦτον εἰπὼν \" οὐ πονηροὶ μᾶλλον ἢ δυστυχεῖς εἶναί μοι δοκοῦσιν ἄνθρωποι καὶ ἀνόητοι μὴ πιστεύοντες, ὅτι θεοῦ κεκλήρωμαι φύσιν “, ἀπαλλάττεται προστάξας καὶ ἡμῖν ἀπέρχεσθαι."],["368","Τοιοῦτον ἀντὶ δικαστηρίου θέατρον ὁμοῦ καὶ δεσμωτήριον ἐκφυγόντες— ὡς μὲν γὰρ ἐν θεάτρῳ κλωσμὸς συριττόντων, καταμωκωμένων, ἄμετρα χλευαζόντων, ὡς δὲ ἐν εἱρκτῇ πληγαὶ κατὰ τῶν σπλάγχνων φερόμεναι, βάσανοι, κατατάσεις τῆς ὅλης ψυχῆς διά τε τῶν εἰς τὸ θεῖον βλασφημιῶν καὶ διὰ τῶν ἐπανατάσεων, ἃς τοσοῦτος αὐτοκράτωρ ἐπανετείνετο, μνησικακῶν οὐ περὶ ἑτέρου, ῥᾳδίως γὰρ ἂν μετέβαλεν, ἀλλὰ περὶ ἑαυτοῦ καὶ τῆς εἰς τὴν ἐκθέωσιν ἐπιθυμίας, ᾗ μόνους ὑπελάμβανε μήτε συναινεῖν Ἰουδαίους μήτε δύνασθαι συνυπογράψασθαι— μόλις ἀνεπνεύσαμεν, οὐκ ἐπειδὴ φιλοζωοῦντες θάνατον κατεπτήχειμεν,"],["369","ὃν ἄσμενοι καθάπερ ἀθανασίαν εἱλόμεθα ἄν, εἰ δή τι τῶν νομίμων ἔμελλεν ἐπανόρθωσιν ἕξειν, ἀλλ’ εἰδότες ἐπ’ οὐδενὶ λυσιτελεῖ παρανάλωμα γενησόμενοι μετὰ πολλῆς δυσκλείας· ἃ γὰρ ἂν πρέσβεις ὑπομένωσιν, ἐπὶ τοὺς πέμψαντας λαμβάνει τὴν ἀναφοράν."],["370","τούτων μὲν δὴ χάριν ἐπὶ ποσὸν ἐδυνήθημεν ἀνακύψαι, τὰ δὲ ἄλλα ἡμᾶς ἐφόβει διεπτοημένους καὶ ἀποροῦντας, τί γνώσεται, τί ἀποφανεῖται, ποταπὴ γένοιτ’ ἂν ἡ κρίσις· ἤκουσε γὰρ τῆς ὑποθέσεως, ὃς πραγμάτων ἐνίων παρήκουσεν; ἐν ἡμῖν δὲ πέντε πρεσβευταῖς σαλεύειν τὰ τῶν πανταχοῦ πάντων Ἰουδαίων οὐ χαλεπόν;"],["371","εἰ γὰρ χαρίσαιτο τοῖς ἡμετέροις ἐχθροῖς, τίς ἑτέρα πόλις ἠρεμήσει; τίς οὐκ ἐπιθήσεται τοῖς συνοικοῦσι; τίς ἀπαθὴς καταλειφθήσεται προσευχή; ποῖον πολιτικὸν οὐκ ἀνατραπήσεται δίκαιον τοῖς κοσμουμένοις κατὰ τὰ πάτρια τῶν Ἰουδαίων; ἀνατετράψεται, ναυαγήσει, κατὰ βυθοῦ χωρήσει καὶ τὰ ἐξαίρετα νόμιμα καὶ τὰ κοινὰ πρὸς ἑκάστας τῶν πόλεων αὐτοῖς δίκαια."],["372","τοιούτοις ὑπέραντλοι γενόμενοι λογισμοῖς ὑπεσυρόμεθα καταποντούμενοι· καὶ γὰρ οἱ τέως συμπράττειν ἡμῖν δοκοῦντες ἀπειρήκεσαν· καλουμένων γοῦν, ἔνδον ὄντες οὐχ ὑπέμειναν, ἀλλ’ ὑπεξῆλθον διὰ φόβον ἀκριβῶς ἐπιστάμενοι τὸν ἵμερον, ᾧ κέχρητο πρὸς τὸ νομίζεσθαι θεός."],["373","εἴρηται μὲν οὖν κεφαλαιωδέστερον ἡ αἰτία τῆς πρὸς ἅπαν τὸ Ἰουδαίων ἔθνος ἀπεχθείας Γαΐου· λεκτέον δὲ καὶ τὴν παλινῳδίαν."]]] \ No newline at end of file diff --git a/lines/on-three-virtues-that-is-to-say-on-coura.json b/lines/on-three-virtues-that-is-to-say-on-coura.json new file mode 100644 index 0000000000000000000000000000000000000000..056362dbaa02e69734ac05038ff80fa706194c2e --- /dev/null +++ b/lines/on-three-virtues-that-is-to-say-on-coura.json @@ -0,0 +1 @@ +[[["1","Περὶ δικαιοσύνης καὶ τῶν κατ’ αὐτὴν ὅσα καίρια πρότερον εἰπὼν μέτειμι τῶν ἑξῆς ἐπ’ ἀνδρείαν, οὐχ ἣν οἱ πολλοὶ νομίζουσι τὴν ἀρειμάνιον λύτταν ὀργῇ συμβούλῳ χρωμένην, ἀλλὰ τὴν ἐπιστήμην."],["2","θράσει μὲν γὰρ ἐπαιρόμενοί τινες, συμπραττούσης σωματικῆς ἰσχύος, ταχθέντες κατὰ πόλεμον ἐν ταῖς παντευχίαις ἡβηδὸν μυρίους ὅσους τῶν ἀντιπάλων κατέβαλον, ἀνοίκειον μὲν εὔφημον δ’ ἀριστείας ὄνομα καρπωσάμενοι, διαφερόντως ὑπὸ τῶν τὰ τοιαῦτα κρινόντων εὐκλεεῖς νίκῃ νομισθέντες, ἄγριοι καὶ θηριώδεις ἐκ φύσεως καὶ μελέτης γεγονότες, αἵματος ἀνθρωπείου δεδιψηκότες."],["3","εἰσὶ δ’ οἳ καὶ ἐν οἰκίᾳ διατρίβοντες, τῶν σωμάτων αὐτοῖς ἢ μακραῖς νόσοις ἢ ἐπιπόνῳ γήρᾳ κατεσκελετευμένων, ὑγιαίνοντες καὶ νεάζοντες τῷ κρείττονι μέρει τῆς ψυχῆς μεστοί τε φρονήματος καὶ θαρραλεωτάτης γέμοντες εὐτολμίας, ἀμυντηρίων ὅπλων μηδ’ ὄναρ ψαύοντες, βουλευμάτων ἀγαθῶν κοινωφελεστάταις εἰσηγήσεσι τά τε ἴδια ἑκάστων καὶ τὰ κοινὰ τῶν πατρίδων πεσόντα πολλάκις ἀνώρθωσαν, ἀνενδότοις καὶ ἀκαμπέσι χρησάμενοι τοῖς περὶ τοῦ συμφέροντος λογισμοῖς."],["4","οὗτοι μὲν οὖν τὴν ἀληθῆ διαπονοῦσιν ἀνδρείαν ἀσκηταὶ σοφίας ὄντες, ἐκεῖνοι δὲ τὴν ψευδώνυμον ἀμαθίᾳ, νόσῳ δυσθεραπεύτῳ, βιοῦντες, ἣν θρασύτητα κυρίως ἄν τις προσαγορεύσειεν, ὥσπερ φασὶν ἐν τοῖς νομίσμασι τὸ παράσημον ἐμφέρειαν τῆς ἀληθοῦς εἰκόνος."],["5","Οὐκ ὀλίγα μέντοι καὶ ἄλλα δυσυπομόνητα τῶν κατὰ τὸν ἀνθρώπινον βίον ὡμολόγηται, πενία καὶ ἀδοξία καὶ πήρωσις καὶ νόσων ἰδέαι πολύτροποι, πρὸς ἃς οἱ μὲν ὀλιγόφρονες μαλακίζονται, μηδ’ ὅσον ὑπ’ ἀτολμίας ἐγερθῆναι δυνάμενοι, ὅσοι δὲ φρονήσεως ὑπόπλεῳ καὶ γενναιότητος ἐπαποδύονται καρτερῶς καὶ σφόδρα ἐρρωμένως ἀντιφιλονεικοῦντες, τὰς ἀπειλὰς καὶ ἐπανατάσεις αὐτῶν πολὺν γέλωτα καὶ χλεύην τιθέμενοι, πενίᾳ μὲν πλοῦτον ἀντιτάττοντες, οὐ τὸν τυφλὸν ἀλλὰ τὸν ὀξὺ καθορῶντα, οὗ τὰ ἀγάλματα καὶ κειμήλια ψυχὴ πέφυκε ταμιεύειν."],["6","μυρίους γὰρ πενία κατεπάλαισεν, οἳ τρόπον ἀθλητῶν ἀπειρηκότων ὑπ’ ἀνανδρίας κατέπεσον μαλακισθέντες· ἐνδεὴς δὲ παρ’ ἀληθείᾳ δικαζούσῃ τὸ παράπαν οὐδὲ εἷς ἐστι χορηγὸν ἔχων τὸν τῆς φύσεως ἀκαθαίρετον πλοῦτον· ἀέρα μέν, τὴν πρώτην καὶ ἀναγκαιοτάτην καὶ συνεχῆ τροφήν, ἀδιαστάτως μεθ’ ἡμέραν τε καὶ νύκτωρ ἀναπνεόμενον, ἔπειτα δὲ πηγὰς ἀφθόνους καὶ ποταμῶν οὐ χειμάρρων μόνον ἀλλὰ καὶ αὐθιγενῶν ῥεῖθρα ἀέναα πρὸς ποτοῦ χρῆσιν, ἔπειτα εἰς ἐδωδὴν φορὰς παντοίων καρπῶν καὶ δένδρων ἰδέας, αἳ τὰς ἐτησίους ὀπώρας ἀεὶ φέρουσι· τούτων γὰρ ἄπορος οὐδείς, ἀλλὰ πάντες οἱ πανταχοῦ πολλὴν ἄγουσι περιουσίαν."],["7","εἰ δέ τινες τὸν τῆς φύσεως πλοῦτον παρ’ οὐδὲν θέμενοι τὸν τῶν κενῶν δοξῶν διώκουσι, τυφλῷ πρὸ βλέποντος σκηριπτόμενοι καὶ ἡγεμόνι τῆς"],["8","ὁδοῦ χρώμενοι πεπηρωμένῳ, πίπτειν ἐξ ἀνάγκης ὀφείλουσιν. ὁ μὲν δὴ σώματος δορυφόρος πλοῦτος φύσεως εὕρημα καὶ δῶρον ὢν ἤδη λέλεκται. τὸν δὲ σεμνότερον, ὃς οὐ πᾶσιν ἀλλὰ τοῖς ἀληθῶς σεμνοῖς καὶ θεσπεσίοις ἀνδράσι πρόσεστι, μηνυτέον. τοῦτον τὸν πλοῦτον σοφία χορηγεῖ διὰ λογικῶν καὶ ἠθικῶν καὶ φυσικῶν δογμάτων καὶ θεωρημάτων, ἐξ ὧν φύεσθαι τὰς ἀρετὰς συμβέβηκεν, αἳ τῆς ψυχῆς ὑποτέμνονται τὴν πολυτέλειαν εὐκολίας καὶ ὀλιγοδεΐας ἔρωτας ἐντίκτουσαι κατὰ τὴν πρὸς θεὸν ἐξομοίωσιν."],["9","ἔστι γὰρ ὁ μὲν θεὸς ἀνεπιδεής, οὐδενὸς χρεῖος ὤν, ἀλλ’ αὐτὸς αὐταρκέστατος ἑαυτῷ· ὁ δὲ φαῦλος πολυδεής, ἀεὶ διψῶν τῶν ἀπόντων ἀπλήστου καὶ ἀκορέστου χάριν ἐπιθυμίας, ἣν πυρὸς τρόπον ἀναρριπίζων καὶ ἀναφλέγων ἐπὶ πάντα μικρά τε αὖ καὶ μεγάλα τείνει· ὁ δὲ σπουδαῖος ὀλιγοδεής, ἀθανάτου καὶ θνητῆς φύσεως μεθόριος, τὸ μὲν ἐπιδεὲς ἔχων διὰ σῶμα θνητόν, τὸ δὲ μὴ πολυδεὲς διὰ ψυχὴν ἐφιεμένην ἀθανασίας."],["10","οὕτως μὲν πενίᾳ πλοῦτον ἀντιτάττουσιν· ἀδοξίᾳ δὲ εὔκλειαν· ὁ γὰρ ἔπαινος ὁρμητήριον ἔχων καλοκἀγαθίαν καὶ ὥσπερ ἀπὸ ἀενάου πηγῆς ἐκεῖθεν ῥέων ἀνεξετάστων ἀνθρώπων οὐκ ἐνομιλεῖ πλήθεσι τὰς τῆς ψυχῆς ἀνωμαλίας ἀβεβαίοις φωναῖς ἀπογυμνοῦν εἰωθότων, ἃς ἔστιν ὅτε λημμάτων αἰσχρῶν ἐπευωνίζοντες οὐκ ἐρυθριῶσιν κατὰ τῶν ἀριστίνδην ἐπιλεγομένων. ὀλίγος δὲ τούτων ἀριθμός ἐστιν· ἀρετὴ γὰρ οὐ πολύχουν ἐν θνητῷ γένει."],["11","πηρώσει γε μὴν αἰσθήσεων, ᾗ συζῶντες ἔτι μυρίοι προαπέθανον τῷ μηδὲν ἀλεξίκακον εὑρεῖν δύνασθαι φάρμακον, ἀντικάθηται φρόνησις, τὸ κρατιστεῦον τῶν ἐν ἡμῖν, ἐνομματοῦσα διάνοιαν, ἣ πρὸς ὀξυωπίαν τῶν σώματος ὀφθαλμῶν ὅλῳ, φασί, καὶ τῷ παντὶ διενήνοχεν."],["12","οἱ μὲν γὰρ τὰς ἐπιφανείας τῶν ὁρατῶν καταθεῶνται, ἅμα δεόμενοι φωτὸς ἔξωθεν, ἡ δὲ καὶ διὰ βάθους χωρεῖ τῶν σωμάτων, ὅλα δι’ ὅλων καθ’ ἕκαστα τῶν μερῶν ἀκριβοῦσα καὶ περιαθροῦσα καὶ τὰς τῶν ἀσωμάτων φύσεις, ἃς ἐπισκοπεῖν αἴσθησις ἀδυνατεῖ· σχεδὸν γὰρ πᾶσαν ὀξυωπίαν ὀφθαλμοῦ καταλαμβάνει, μὴ προσδεομένη νόθου φωτός, ἀστὴρ οὖσα αὐτὴ καὶ σχεδόν τι τῶν ἐπουρανίων ἀπεικόνισμα καὶ μίμημα."],["13","νόσοι γε μὴν σωμάτων ὑγιαινούσης ψυχῆς ἥκιστα βλάπτουσιν· ὑγεία δὲ ψυχῆς εὐκρασία δυνάμεών ἐστι τῆς τε κατὰ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν καὶ τὸν λόγον, ἐπικρατούσης τῆς λογικῆς καὶ ὥσπερ ἀφηνιαστὰς ἵππους ἡνιοχούσης ἑκατέρας."],["14","ὄνομα ταύτης ἴδιον τῆς ὑγείας ἐστὶ σωφροσύνη, σωτηρίαν τῷ φρονοῦντι τῶν ἐν ἡμῖν ἀπεργαζομένη· \\κινδυνεῦον γὰρ αὐτὸ πολλάκις ὑπὸ τῆς τῶν παθῶν φορᾶς κατακλύζεσθαι ὑποβρύχιον οὐκ ἐᾷ χωρεῖν, ἀλλὰ ἀνέλκει καὶ μετέωρον ἐξαίρει ψυχοῦσα καὶ ζῳογονοῦσα καὶ τρόπον τινὰ ἀπαθανατίζουσα."],["15","πάντα δὲ τὰ εἰρημένα ὑφηγήσεις εἰσὶ καὶ διδασκαλίαι πολλαχοῦ τῆς νομοθεσίας ἐστηλιτευμέναι, τοὺς μὲν εὐπειθεῖς μαλακώτερον ἀναπείθουσαι τοὺς δὲ ἀπειθεστέρους ἐμβριθέστερον καταφρονεῖν τῶν περὶ σῶμα καὶ ἐκτός, ἓν μὲν τέλος ἡγουμένους τὸ κατ’ ἀρετὴν βιοῦν, ζηλοῦντας δὲ καὶ τἄλλα ὅσα ἀγωγὰ πρὸς τοῦτο."],["16","καὶ εἴ γε μὴ διὰ τῶν προτέρων ἐτύγχανον ἕκαστα διεξεληλυθὼς τῶν εἰς ἀτυφίαν, ἐπειρώμην ἂν ἀπομηκύνειν ἐν τῷ παρόντι συνυφαίνων καὶ συνείρων τὰ δοκοῦντα σποράδην κεῖσθαι ἐν τόποις διαφέρουσιν·"],["17","εἰρηκὼς δ’ ὅσα καιρὸς παλιλλογεῖν οὐ δικαιῶ. τοὺς μέντοι μὴ ἀποκνοῦντας ἀλλὰ διὰ σπουδῆς τιθεμένους ἐντυγχάνειν ταῖς πρὸ τούτων βίβλοις δεῖ νοῆσαι, ὅτι πάντα τὰ περὶ ἀτυφίας λεχθέντα σχεδόν ἐστι περὶ ἀνδρείας, ἐπειδήπερ εὐτόνου καὶ γενναίας καὶ σφόδρα νενευρωμένης ψυχῆς ἐστι καταφρονῆσαι πάντων ὅσα τῦφος εἴωθε σεμνοποιεῖν ἐπὶ διαφθορᾷ τοῦ πρὸς ἀλήθειαν βίου."],["18","Τοσαύτη δέ τίς ἐστι τῷ νόμῳ σπουδὴ καὶ φιλοτιμία περὶ τοῦ γυμνάσαι καὶ συγκροτῆσαι ψυχὴν πρὸς ἀνδρείαν, ὥστε καὶ περὶ ἐσθημάτων ὁποῖα ἐχρῆν ἀμπέχεσθαι διετάξατο ἀπειπὼν ἀνὰ κράτος ἀνδρὶ γυναικὸς ἀμπεχόνην ἀναλαμβάνειν, ἕνεκα τοῦ μηδὲν ἴχνος ἢ σκιὰν αὐτὸ μόνον τοῦ θήλεος ἐπὶ λύμῃ τῆς ἄρσενος γενεᾶς προσάψασθαι· βούλεται γὰρ ἑπόμενος ἀεὶ τῇ φύσει τὰ οἰκεῖα καὶ συνῳδὰ ἀλλήλοις ἄχρι τῶν ἐσχάτων καὶ δι’ εὐτέλειαν ἀφανεστέρων εἶναι δοκούντων νομοθετεῖν."],["19","ἐπειδὴ γὰρ τύπους σωμάτων ἑώρα καθάπερ ἐπὶ πλάτους χαραχθέντας ἀνομοίους ἀνδρός τε αὖ καὶ γυναικὸς καὶ βίον ἑκατέρῳ τῶν εἰδῶν οὐ τὸν αὐτὸν ἀπονεμηθέντα— τῷ μὲν γὰρ ὁ κατοικίδιος, τῷ δ’ ὁ πολιτικὸς προσκεκλήρωται—, κἀν τοῖς ἄλλοις ὅσα μὴ φύσεως μὲν ἔργα ἦν, φύσει δὲ ἀκόλουθα γνώμης ἀγαθῆς εὑρήματα, συμφέρον ἔκρινε διατάξασθαι· ταῦτα δ’ ἦν τὰ περὶ δίαιταν καὶ ἀμπεχόνην καὶ εἴ τι ὁμοιότροπον."],["20","ἠρρενῶσθαι γὰρ τόν γε πρὸς ἀλήθειαν ἄνδρα κἀν τούτοις ἠξίωσε καὶ μάλιστα ἐν ἐσθήμασιν, ἃ ἐπιφερόμενος ἀεὶ μεθ’ ἡμέραν τε καὶ νύκτωρ ὀφείλει μηδὲν ἔχειν ἀνανδρίας ὑπόμνημα."],["21","κατὰ τὰ αὐτὰ μέντοι καὶ τὴν γυναῖκα ἀσκήσας τοῖς ἁρμόττουσι κόσμοις ἐκώλυσεν ἀναλαμβάνειν ἀνδρὸς ἐσθῆτα, πόρρωθεν ὡς ἀνδρογύνους οὕτως καὶ γυνάνδρους φυλαξάμενος· ἑνὸς γάρ, καθάπερ ἐν ταῖς οἰκοδομίαις, ὑφαιρεθέντος ᾔδει καὶ τἄλλα μενοῦντα οὐκ ἐν ὁμοίῳ."],["22","Ἔτι τοίνυν τῶν ἀνθρωπείων πραγμάτων δυσὶ καιροῖς ἐμφερομένων, εἰρήνῃ τε καὶ πολέμῳ, τὰς ἀρετὰς ἔστιν ἰδεῖν ἐν ἀμφοτέροις ἐξεταζομένας. περὶ μὲν οὖν τῶν ἄλλων λέλεκται πρότερον καὶ αὖθις, εἰ γένοιτό τις χρεία, λεχθήσεται· τὰ δὲ νῦν ἀνδρείαν οὐ παρέργως ἐξεταστέον, ἧς τὰ μὲν κατ’ εἰρήνην ἔργα πολλαχοῦ τῆς νομοθεσίας ὕμνησεν ἀεὶ τῶν καιρῶν στοχαζόμενος, περὶ ὧν ἐν τοῖς οἰκείοις τόποις ὑπεμνήσαμεν, τῶν δὲ κατὰ πόλεμον ἐνθένδε ποιησόμεθα τὴν ἀρχήν, ἐκεῖνο προειπόντες."],["23","ὅταν ποιῆται τὸν στρατιωτικὸν κατάλογον, οὐχ ἅπασαν τὴν νεότητα καλεῖν οἴεται δεῖν, ἀλλ’ ἔστιν οὓς παραιτεῖται προστιθεὶς αἰτίας εὐλόγους τῆς ἀστρατείας· αὐτίκα τοὺς κατεπτηχότας καὶ δειλούς, μελλήσοντας ὑπὸ τῆς ἐμφύτου μαλακίας ἁλίσκεσθαι καὶ δέος τοῖς ἄλλοις συμμάχοις ἐμποιεῖν."],["24","τὸ γὰρ ἑτέρου κακὸν εὖ πως ὁ πλησίον ἀναμάττεσθαι φιλεῖ, καὶ μάλιστ’ ἐν πολέμῳ, τοῦ λογισμοῦ διὰ τὴν ἀγωνίαν συγκεχυμένου καὶ τὰς τῶν πραγμάτων ἀντιλήψεις ἀκριβοῦν ἀδυνατοῦντος· τότε γὰρ εὐλάβειαν μὲν τὴν δειλίαν, τὸ δὲ φοβεῖσθαι προμηθές, ἀσφάλειαν δὲ τὴν ἀνανδρίαν εἰώθασι καλεῖν, αἴσχιστα ἔργα εὐπρεπέσι καὶ σεμναῖς κλήσεσιν ἐπαμπίσχοντες."],["25","ὅπως οὖν μὴ τὰ μὲν οἰκεῖα βλάπτηται διὰ τῆς τῶν εἰς τὸν πόλεμον ἰόντων ἀνανδρίας, ἐπικυδέστερα δὲ γίνηται τὰ τῶν ἐχθρῶν αἱρούντων καταφρονητικῶς τοὺς ἀγεννεῖς, ὄχλον ἀργὸν εἰδὼς οὐκ ὠφέλιμον ἀλλ’ ἐμπόδιον εἰς κατόρθωμα, ἀνεῖρξε τοὺς ἀτόλμους καὶ ἀναπίπτοντας δειλίᾳ, καθάπερ, οἶμαι, καὶ τοῖς τὰ σώματα νοσοῦσι στρατηγὸς οὐδεὶς ἀνάγκην ἐπιτίθησι πολεμεῖν, ὑποπαραιτουμένης ἀσθενείας."],["26","νόσος δέ τις καὶ ἡ δειλία, βαρυτέρα τῶν κατὰ τὸ σῶμα, τὰς ψυχῆς δυνάμεις καθαιροῦσα· τῶν μὲν γὰρ βραχὺν εἶναι συμβαίνει τὸν χρόνον τῆς ἀκμῆς, ἡ δ’ ἐστὶ κακὸν σύντροφον, μᾶλλον ἢ οὐχ ἧττον τῶν ἡνωμένων μερῶν προσπεφυκὸς ἐκ πρώτης ἡλικίας ἄχρι πανυστάτου γήρως, εἰ μὴ τύχοι θεὸς ἰώμενος· πάντα γὰρ θεῷ δυνατά."],["27","καὶ μὴν οὐδ’ ἅπαντας τοὺς εὐτολμοτάτους καλεῖ, κἂν σφόδρα ἐρρωμένοι καθ’ ἑκάτερον σῶμα καὶ ψυχὴν προαγωνίζεσθαι καὶ προκινδυνεύειν ἐθέλωσιν· ἀλλὰ τῆς γνώμης αὐτοὺς ἐπαινέσας, ὅτι κοινωνικὸν καὶ πρόθυμον καὶ ἀκατάπληκτον ἦθος ἐπιδείκνυνται, διερευνᾷ μή τισιν ἀναγκαίαις αἰτίαις ἐνδέδενται, ὧν ὁλκὸς ἡ δύναμις."],["28","εἰ γάρ τις, φησί, νεωστὶ δειμάμενος οἰκίαν οὐκ ἔφθη εἰσοικίσασθαι ἢ ἀμπελῶνα φυτεύσας νεόφυτον, αὐτὸς εἰς γῆν τὰ κλήματα καθείς, μήπω τῆς ἐπικαρπίας καιρὸν ἔσχεν ἢ παρθένον ἐγγυησάμενος οὐκ ἔγημεν, ἀφείσθω πάσης στρατείας, φιλανθρώπως ὁμοῦ καὶ στρατηγικῶς"],["29","τὴν ἄδειαν εὑρισκόμενος, ἕνεκα δυοῖν· ἑνὸς μὲν ἵνα, ἐπειδὴ τὰ κατὰ πολέμους ἄδηλα, μὴ τὰ τῶν πονησάντων ἀταλαιπώρως ἄλλοι λαμβάνωσι· χαλεπὸν γὰρ ἔδοξεν εἶναι, τῶν ἰδίων τινὰ μὴ ἀπόνασθαι δυνηθῆναι, ἀλλ’ οἰκοδομεῖν μὲν ἕτερον, ἐνοικεῖν δὲ ἄλλον, καὶ φυτεύειν μέν τινα, τὸν δὲ μὴ φυτεύσαντα καρποῦσθαι, καὶ μνᾶσθαι μὲν ἄλλον, γαμεῖν δὲ τὸν μὴ μνώμενον, ὡς οὐ δεῖν ἀτελεῖς τὰς ἐλπίδας κατασκευάζειν τοῖς χρηστὰ τὰ κατὰ τὸν βίον προσδοκήσασιν·"],["30","ἑτέρου δὲ ἵνα μὴ σώματι στρατευόμενοι ταῖς ψυχαῖς ὑστερίζωσιν· ἀνάγκη γὰρ αὐτῶν τὴν διάνοιαν ἐκεῖ τετάσθαι πόθῳ τῆς ἀπολαύσεως ὧν ἀφειλκύσθησαν· ὡς γὰρ οἱ πεινῶντες ἢ διψῶντες, ὅταν σιτίον ἢ ποτόν που παραφανῇ, διώκουσι καὶ ἐπιτρέχουσιν ἀμεταστρεπτὶ γλιχόμενοι μεταλαβεῖν, οὕτως οἱ περὶ νομίμου γυναικὸς ἢ οἰκίας ἢ χωρίου κτήσεως πονηθέντες καὶ ὅσον οὔπω τῇ ἐλπίδι νομίζοντες εἰς τὸν ἑκάστου τῆς χρήσεως ἀφῖχθαι καιρόν, ὅταν ἀφαιρεθῶσι τὴν ἀπόλαυσιν, σφαδᾴζουσιν, ὡς παρόντας μὴ παρεῖναι τῷ κρείττονι μέρει, ψυχῇ,"],["31","δι’ οὗ συμβαίνει κατορθοῦν ἢ τοὐναντίον. τούτους οὖν καὶ τοὺς ὁμοίους οὐκ οἴεται δεῖν εἰς τὸν στρατιωτικὸν ἄγειν κατάλογον, ἀλλ’ οἷς οὐδὲν προενεληλυθὸς ὑποικουρεῖ πάθος, ὅπως ἐλευθέροις καὶ ἀφέτοις ὁρμαῖς ἀπροφασίστως τοῖς δεινοῖς ἐπαποδύωνται. καθάπερ γὰρ παντευχίας οὐδὲν ὄφελος ἀσθενεῖ σώματι ἢ λελωβημένῳ, ἣν ἀδυνατοῦν ἀπορρίψει, τὸν αὐτὸν τρόπον ἐρρωμένον σῶμα φθερεῖ τι κηραινούσης πάθος ψυχῆς μὴ συνᾷδον τοῖς παροῦσιν."],["32","εἰς ἅπερ ἀπιδὼν οὐ μόνον λοχαγοὺς καὶ στρατηγοὺς καὶ τοὺς ἄλλους τῆς στρατιᾶς ἡγεμόνας ἀλλὰ καὶ τῶν στρατιωτῶν ἕκαστον ἐπικρίνει, δοκιμάζων πῶς ἔχει πρός τε σώματος εὐεξίαν καὶ πρὸς εὐστάθειαν λογισμοῦ, σῶμα μὲν ἐξετάζων, εἰ ὁλόκληρον, εἰ ὑγιαῖνον ὅλον δι’ ὅλων, εἰ τοῖς μέρεσι καὶ μέλεσι πᾶσιν εὖ ἡρμοσμένον πρὸς τὰς ἐπιβαλλούσας ἑκάστῳ σχέσεις τε καὶ κινήσεις, ψυχὴν δέ, εἰ θαρραλεότητος καὶ εὐτολμίας ἀνάπλεως, εἰ ἀκατάπληκτος καὶ μεστὴ φρονήσεως| εὐγενοῦς, εἰ φιλότιμος καὶ ζωῆς ἀδόξου τὸν σὺν εὐκλείᾳ θάνατον προκρίνουσα."],["33","τούτων γὰρ ἕκαστον ἰδίᾳ καθ’ αὑτό, εἰ δεῖ τἀληθὲς εἰπεῖν, δύναμίς ἐστιν· ἀθρόα δ’ εἰ συνέλθοιεν, ῥώμην ἄμαχόν τινα καὶ ἀνανταγώνιστον ἐκ πολλοῦ τοῦ περιόντος ἐπιδείξονται, κρατοῦντες ἀναιμωτὶ τῶν πολεμίων."],["34","Τῶν δὲ λεχθέντων σαφεστάτην πίστιν αἱ ἱεραὶ βίβλοι περιέχουσιν. ἔθνος πολυανθρωπότατόν ἐστιν Ἄραβες, οἷς ὄνομα παλαιὸν ἦν Μαδιηναῖοι. οὗτοι πρὸς Ἑβραίους φιλαπεχθημόνως ἔχοντες, οὐδενὸς ἕνεκα ἑτέρου μᾶλλον ἢ ὅτι τὸ ἀνωτάτω καὶ πρεσβύτατον αἴτιον σέβουσι καὶ τιμῶσι τῷ ποιητῇ καὶ πατρὶ τῶν ὅλων προσκεκληρωμένοι, καὶ πάσας μὲν μηχανὰς τεχνάζοντες, πάσας δὲ πείρας καθιέντες, ἵνα ἀπὸ τῆς τοῦ ἑνὸς καὶ ὄντως ὄντος τιμῆς αὐτοὺς ἀποστήσωσι καὶ μεθαρμόσωνται πρὸς ἀσέβειαν ἐξ ὁσιότητος— οὕτως γὰρ περιέσεσθαι ῥᾳδίως ὑπελάμβανον—, ἐπειδὴ μυρία καὶ λέγοντες καὶ δρῶντες ἀπειρήκεσαν, ὥσπερ οἱ θανατῶντες ἐφ’ ὧν ἀπογνῶσι σωτηρίας, καί τι τοιοῦτον ἐπινοοῦσι στρατήγημα."],["35","γυναικῶν τὰς περικαλλεστάτας μεταπεμψάμενοί φασιν αὐταῖς· „ὁρᾶτε, ὡς ἀπερίληπτός ἐστιν ἡ τῶν Ἑβραίων πληθύς. τῆς δὲ πληθύος ἐστὶν ἀργαλεώτερον ἐπιτείχισμα ἡ ὁμόνοια καὶ συμφωνία τούτων· αἴτιον δὲ τῆς ὁμονοίας τὸ ἀνωτάτω καὶ μέγιστον ἡ περὶ τοῦ ἑνὸς θεοῦ δόξα, ἀφ’ ἧς οἷα πηγῆς ἑνωτικῇ καὶ ἀδιαλύτῳ φιλίᾳ κέχρηνται πρὸς ἀλλήλους."],["36","ἡδονῇ δ’ ἁλωτὸν ἄνθρωπος, καὶ μάλιστα συνουσίᾳ τῇ πρὸς γυναῖκα. διαπρεπέσταται δ’ ἐστέ· καὶ φύσει μὲν ἀγωγὸν τὸ κάλλος, ἡ δὲ νεότης εἰς ἀκρασίαν εὐόλισθον."],["37","ἑταιρήσεως ἢ μοιχείας ὀνόματα μὴ δείσητε ὡς αἰσχύνην ἐποίσοντα, τὰς ἐκ τοῦ πράγματος ὠφελείας ἀντιτιθεῖσαι, δι’ ἃς τὰς ἐφ’ ἡμέραν ἀδοξίας μεθαρμόσεσθε εἰς ἀγήρω καὶ ἀτελεύτητον εὔκλειαν, τὰ μὲν σώματα ὅσα τῷ δοκεῖν προέμεναι, σόφισμα κατ’ ἐχθρῶν καὶ στρατήγημα, παρθένους δὲ τὰς ψυχὰς διαφυλάττουσαι, αἷς καὶ τὴν πρὸς τὸ μέλλον ἁγνείαν ἐπισφραγιεῖσθε."],["38","καὶ καινότατον ὁ πόλεμος οὗτος ἕξει κλέος διὰ γυναικῶν ἀλλ’ οὐ δι’ ἀνδρῶν κατορθωθείς· τὸ μὲν γὰρ ἡμέτερον, ὁμολογοῦμεν, γένος οὗ γενήσεται ἧττα, διὰ τὸ πᾶσι τοῖς εἰς μάχην τοὺς ἀντιπάλους ἐπικυδεστέρους εἶναι, τὸ δ’ ὑμέτερον παντελῶς τὴν νίκην οἴσει καί, τὸ μέγιστον ἀγαθόν, τὰς δίχα κινδύνων ἀριστείας· ἀναιμωτὶ γάρ, μᾶλλον δὲ καὶ ἀκονιτί, κατὰ τὴν πρώτην φαντασίαν αὐτὸ μόνον ὀφθεῖσαι περιέσεσθε. “"],["39","ταῦτ’ ἀκούσασαι, καθαροῦ βίου μηδ’ ὄναρ ᾐσθημέναι, παιδείας ὀρθῆς ἄγευστοι, συναινοῦσιν, ἅτε πεπλασμένον ἦθος σωφροσύνης τὸν ἄλλον χρόνον καθυποκρινάμεναι, καὶ πολυτελέσιν ἐσθῆσι καὶ ὅρμοις καὶ οἷς ἄλλοις εἴωθε διακοσμεῖσθαι γυνὴ πᾶσιν ἀσκηθεῖσαι καὶ τὸ ἐκ φύσεως κάλλος εὐμορφότερον ταῖς ἐπιμελείαις ἀπεργασάμεναι— τὸ γὰρ ἀγώνισμα οὐ μικρὸν ἦν, θήρα νέων ἀθηράτων— εἰς τοὐμφανὲς προέρχονται."],["40","καὶ πλησίον γενόμεναι βλέμμασιν ἑταιρικοῖς καὶ στωμυλίᾳ λόγων καὶ σχέσεσι καὶ κινήσεσιν ἀκολάστοις δελεάζουσι τῆς νεότητος τὴν ὀλιγόφρονα μοῖραν, ἀνερμάτιστα καὶ ἀνίδρυτα ἤθη· καὶ διὰ τῆς τῶν σωμάτων αἰσχύνης ἀγκιστρευσάμεναι τὰς ψυχὰς τῶν συνελθόντων, ἐπὶ θυσίας ἀθύτους καὶ σπονδὰς ἀσυμβάτους καλέσασαι τῶν χειροκμήτων, ἀλλοτριοῦσι τῆς τοῦ ἑνὸς καὶ ὄντως ὄντος θεραπείας θεοῦ."],["41","τοῦτο διαπραξάμεναι τοῖς ἀνδράσιν εὐαγγελίζονται· καὶ ἔμελλον ἂν καὶ ἄλλους ἐπισπᾶσθαι τῶν μὴ σφόδρα βεβαίων, εἰ μὴ τοῦ πάθους λαβὼν οἶκτον ὁ εὐεργέτης καὶ ἵλεως θεὸς ἀνυπερθέτῳ κολάσει τῶν ἀπονοηθέντων— ἦσαν δὲ τέσσαρες πρὸς ταῖς εἴκοσι χιλιάδες— ὥσπερ ὑπὸ χειμάρρου κατακλυσθῆναι κινδυνεύσαντας ἀνεχαίτισε φόβῳ νουθετήσας."],["42","ὁ δὲ τοῦ ἔθνους ἡγεμὼν ἐπαντλῶν τοῖς ὠσὶ τὰ ὑπὲρ εὐσεβείας δόγματα καὶ τὰς ψυχὰς τῶν ὑπηκόων τούτοις ἐπάγων ἐκ φυλῆς ἑκάστης χιλίους ἄνδρας ἀριστίνδην ἐπιλέξας καταλέγει, δίκας ἀναπράξων τῆς ἐνέδρας, ἣν ἐμηχανήσαντο διὰ τῶν γυναικῶν, ἐλπίσαντες μὲν ἅπασαν τὴν πληθὺν ἄνωθεν ἐξ ἄκρας ὁσιότητος καταβαλόντες διαφθεῖραι, μόνους"],["43","δὲ τοὺς λεχθέντας δυνηθέντες. οἱ δὲ πρὸς πολλὰς μυριάδας ὀλίγος ἀριθμὸς ἀντιταχθέντες, ἐμπειρίαις ἅμα καὶ εὐτολμίαις χρώμενοι, καθάπερ αὐτός τις ἕκαστος ὅμιλος ὤν, καταφρονητικῶς πυκναῖς ἐπιτρέχοντες ταῖς φάλαγξι καὶ τοὺς ἐν ποσὶν ἀναιροῦντες ἠρήμουν τὰ βύζην συνεστηκότα στίφη καὶ ὅσα ἐφήδρευε πρὸς ἀναπλήρωσιν τῶν κενουμένων τάξεων, ὡς αὐτοβοεὶ πολλὰς μυριάδας καταστορέσαι καὶ μηδένα τῆς ἀντιταχθείσης νεότητος ἀπολιπέσθαι· κτείνουσι δὲ καὶ γυναῖκας τὰς συνεπιγραψαμένας ἀνδρῶν γνώμαις ἀνοσίοις, ζωγρήσαντες παρθένους, ἄκακον ἡλικίαν οἰκτισάμενοι."],["44","καὶ τοσοῦτον πόλεμον κατορθώσαντες οὐδένα τῶν ἰδίων ἀπέβαλον, ἀλλ’ ὁπόσοι καὶ ὁποῖοι προῆλθον εἰς τὴν μάχην ἐπανῄεσαν ἄτρωτοι καὶ ὁλόκληροι, μᾶλλον δέ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, μετὰ διπλασίονος ῥώμης· ἡ γὰρ ἐκ τοῦ νικῆσαι χαρὰ τῆς προτέρας οὐκ ἐλάττονα τὴν ἰσχὺν ἀπειργάσατο."],["45","αἴτιον δὲ οὐδὲν ἦν τούτων ἕτερον ἢ τὸ σπουδάσαι φιλοκινδύνως τὸν ὑπὲρ εὐσεβείας ἀγῶνα ἄρασθαι, ἐν ᾧ καὶ προαγωνίζεται θεός, ἀήττητος ἐπικουρία, βουλὰς μὲν ἀγαθὰς ταῖς διανοίαις ὑφηγούμενος, ἀλκὴν δὲ τοῖς σώμασι κραταιοτάτην ἐντιθείς."],["46","πίστις δὲ τῆς ἐκ θεοῦ συμμαχίας τό τε ὑπ’ ὀλίγων πολλὰς μυριάδας ἁλῶναι καὶ τὸ μηδένα μὲν τῶν ἐχθρῶν διαφυγεῖν, μηδένα δὲ τῶν φίλων ἀναιρεθῆναι μήτε ἀριθμὸν μήτε σώματος δύναμιν ἐλαττωθέντων."],["47","ὅθεν ἐν τοῖς προτρεπτικοῖς φησιν· ἐὰν δικαιοσύνην καὶ ὁσιότητα καὶ τὰς ἄλλας ἀρετὰς ἐπιτηδεύῃς, βίον ἀπόλεμον βιώσῃ καὶ εἰς ἅπαν εἰρηνικόν, ἢ ἐνστάντος πολέμου ῥᾳδίως τῶν ἐχθρῶν περικρατήσεις, θεοῦ στραταρχοῦντος ἀοράτως, ᾧ δι’ ἐπιμελείας ἐστὶ τοὺς ἀγαθοὺς σῴζειν ἀνὰ κράτος."],["48","μήτ’ οὖν ἐὰν πολλαῖς μυριάσιν ἐπιτρέχωσιν ὁ πεζὸς ὁμοῦ καὶ ἱππότης στρατὸς εὐοπλοῦντες μήτε ἐὰν ἐρυμνὰ καὶ ἐπίμαχα προκαταλαβόμενοι χωρία τοποκρατῶσι μήτε ἐὰν ἀφθόνοις παρασκευαῖς χορηγῶνται, καταπλαγεὶς δείσῃς, κἂν ἁπάντων ἀπορῇς ὧν ἄγουσι περιουσίαν ἐκεῖνοι, συμμάχων, ὅπλων, τόπων εὐκαιρίας, παρασκευῶν·"],["49","ἐκεῖνα γὰρ ὥσπερ ὁλκάδα πεπληρωμένην παντοίων ἀγαθῶν πολλάκις ἐπιπεσὼν ἄνεμος ἐξαίφνης ἀνέτρεψε καὶ κατέλυσε, τοῖς δ’ εὐτελέσι καὶ λυπροῖς ὥσπερ ἀστάχυσιν ἤδη μεμυκόσιν ἐξ αὐχμοῦ καὶ ἀνομβρίας ἐπιψεκάζων καὶ ἐπινίφων ὁ θεὸς τὰς σωτηρίους δυνάμεις ἐμπαρέσχεν ἀνεγερθῆναί τε καὶ τελειογονῆσαι."],["50","ἐξ οὗ δῆλον, ὅτι δεῖ τοῦ δικαίου καὶ ὁσίου περιέχεσθαι· οἷς μὲν γὰρ τὸ θεῖον ἔνσπονδον, ἄκρως εὐδαίμονες, οἷς δὲ ἐχθρόν, ἐσχάτως κακοδαίμονες. τοσαῦτα καὶ περὶ ἀνδρείας εἰς τὸ παρὸν ἀποχρώντως λελέχθω."],["51","Τὴν δ’ εὐσεβείας συγγενεστάτην καὶ ἀδελφὴν καὶ δίδυμον ὄντως ἑξῆς ἐπισκεπτέον φιλανθρωπίαν, ἧς ἐρασθεὶς ὡς οὐκ οἶδ’ εἴ τις ἕτερος ὁ προφήτης τῶν νόμων— ὁδὸν γὰρ οἷα λεωφόρον ἄγουσαν ἐφ’ ὁσιότητα ταύτην ἠπίστατο— τοὺς ὑπ’ αὐτὸν ἅπαντας ἤλειφε καὶ συνεκρότει πρὸς κοινωνίαν, παράδειγμα καλὸν ὥσπερ γραφὴν ἀρχέτυπον στηλιτεύσας τὸν ἴδιον βίον."],["52","τὰ μὲν οὖν ἐκ πρώτης ἡλικίας ἄχρι γήρως εἰς ἐπιμέλειαν καὶ κηδεμονίαν ἑνὸς ἑκάστου καὶ πάντων ἀνθρώπων πεπραγμένα αὐτῷ δεδήλωται πρότερον ἐν δυσὶ συντάξεσιν, ἃς ἀνέγραψα περὶ τοῦ βίου Μωυσέως. ἑνὸς δὲ ἢ δυοῖν ὧν ἐπὶ τελευτῇ κατώρθωσεν ἄξιόν ἐστιν ἐπιμνησθῆναι· δείγματα γάρ ἐστι τῆς συνεχοῦς καὶ ἀδιαστάτου καλοκἀγαθίας, ἣν ἀσύγχυτον ἐνεσφραγίσατο τῇ ψυχῇ χαρακτῆρι θείῳ τυπωθείσῃ."],["53","ἐπειδὴ γὰρ ἡ προθεσμία τῆς θνητῆς ζωῆς ἔμελλεν αὐτῷ περατοῦσθαι καὶ λογίοις ἀριδήλοις ἔγνω τὴν ἐνθένδε μετανάστασιν, οὐδένα τῶν ἄλλων ἢ βασιλέων ἢ ἰδιωτῶν ἐμιμήσατο, οἷς μία σπουδή τε καὶ εὐχὴ κληρονόμους παῖδας καταλιπεῖν, ἀλλὰ καίτοι πατὴρ γεγονὼς δυοῖν υἱοῖν οὐδετέρῳ τὴν ἀρχὴν ἀπέλιπεν ἡττηθεὶς εὐνοίας συγγενικῆς καὶ πάθους φιλοικείου· καίτοι, εἰ καὶ τὰ τῶν τέκνων δι’ ὑποψιῶν ἦν, ἀλλ’ ἀδελφιδῶν γοῦν οὐκ ἠπόρει καλῶν κἀγαθῶν, οἳ γέρας ἀρετῆς ἔσχον τὴν ἀνωτάτω ἱερωσύνην."],["54","ἀλλ’ ἴσως ἢ μεθέλκειν αὐτοὺς ἀπὸ τῆς θείας λειτουργίας οὐκ ἐδοκίμασεν ἢ καὶ ὅπερ εἰκὸς ἐνενόησεν, ὅτι ἀμήχανον τοὺς αὐτοὺς δύνασθαι καλῶς ἀμφοῖν ἐπιτροπεύειν, ἱερωσύνης τε καὶ βασιλείας, ὧν ἡ μὲν ἐπαγγέλλεται θεοῦ θεραπείαν, ἡ δ’ ἀνθρώπων ἐπιμέλειαν. ἴσως δὲ καὶ κριτὴν αὑτὸν οὐκ ἠξίωσε γενέσθαι πράγματος μεγάλου· μέγιστον δ’ ἐστὶ τὸν εὖ πεφυκότα πρὸς ἀρχὴν δοκιμάσαι καὶ σχεδὸν θείας δυνάμεως, ᾗ μόνῃ καθορᾶν ἦθος ἀνθρώπου ῥᾴδιον."],["55","πίστις δὲ σαφεστάτη τοῦ δηλουμένου γένοιτ’ ἂν ἥδε. φίλος ἦν αὐτῷ καὶ γνώριμος σχεδὸν ἐκ πρώτης ἡλικίας γενόμενος, Ἰησοῦς ὄνομα, οὗ τὴν φιλίαν προὐξένησεν οὐδὲν τῶν παρὰ τοῖς ἄλλοις εἰωθότων, ἀλλ’ ἔρως ὁ οὐράνιος καὶ ἀκήρατος καὶ θεῖος ὄντως, ἐξ οὗ πᾶσαν ἀρετὴν φύεσθαι συμβέβηκεν· οὗτος ὁμωρόφιος καὶ ὁμοδίαιτος ἦν αὐτῷ, πλὴν ὁπότε ἐπιθειάσαντι καὶ χρησμῳδουμένῳ προσταχθείη μόνωσις· ὑπηρέτει μέντοι καὶ τὰς ἄλλας ὑπηρεσίας ἀεὶ διαφερόντως τῷ πλήθει, μόνον οὐχ"],["56","ὕπαρχος ὢν καὶ τὰ τῆς ἡγεμονίας συνδιοικῶν. ἀλλὰ καίτοι βάσανον ἀκριβῆ λαβὼν ἐκ μακρῶν χρόνων τῆς ἔν τε λόγοις καὶ ἔργοις καλοκἀγαθίας αὐτοῦ καὶ— τὸ ἀναγκαιότατον.— εὐνοίας τῆς πρὸς τὸ ἔθνος, οὐδὲ τοῦτον ᾠήθη χρῆναι καταλιπεῖν διάδοχον, δεδιὼς μή ποτε ψευδοδοξῇ νομίζων ἀγαθὸν τὸν οὐκ ὄντα πρὸς ἀλήθειαν, ἐπειδὴ τὰ κριτήρια τῆς ἀνθρωπίνης γνώμης ἀμυδρὰ καὶ ἀβέβαιά πως εἶναι πέφυκεν."],["57","ὅθεν οὐ προπιστεύων ἑαυτῷ ποτνιᾶται καὶ καθικετεύει τὸν ἀοράτου ψυχῆς ἔφορον θεόν, ᾧ μόνῳ διάνοιαν ἔξεστιν ἀκριβῶς θεωρεῖν, ἀριστίνδην ἑλέσθαι τὸν ἐπιτηδειότατον εἰς ἡγεμονίαν, ὃς οἷα πατὴρ ἐπιμελήσεται τῶν ὑπηκόων· καὶ τὰς καθαρὰς καὶ ὡς ἂν εἴποι τις τροπικώτερον παρθένους χεῖρας ἀνατείνας εἰς οὐρανόν φησιν·"],["58","„ἐπισκεψάσθω κύριος ὁ θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς πληθύος, εἰς ἐπιμέλειαν καὶ προστασίαν ποιμένα ὃς ἀνυπαιτίως ἀφηγήσεται, ἵνα μὴ γένηται σαθρὸν τὸ ἔθνος οἷα ποίμνη σπορὰς ἀγελάρχην οὐκ ἔχουσα. “"],["59","καίτοι τίς οὐκ ἂν κατεπλάγη τῶν τότε τῆς εὐχῆς ἀκούσας, „τί φῄς “εἰπών „ὦ δέσποτα; οὐκ εἰσὶ μέν σοι γνήσιοι παῖδες, οὐκ εἰσὶ δ’ ἀδελφιδοῖ; μάλιστα μὲν τοῖς υἱοῖς— κληρονόμοι γὰρ οὗτοι φύσει πρῶτοι— κατάλιπε τὴν ἀρχήν, εἰ δ’ ἀποδοκιμάζεις, τοῖς γοῦν ἀδελφιδοῖς."],["60","εἰ δὲ καὶ τούτους ἀνεπιτηδείους ὑπείληφας τὸ ἔθνος προκρίνων τῶν συγγενεστάτων καὶ οἰκειοτάτων, ἀλλ’ ἔστι γέ σοι φίλος ἄμεμπτος βάσανον ἀρετῆς τελείας δεδωκώς σοι τῷ πανσόφῳ· τί δὴ τοῦτον, εἰ μὴ γένους ἀλλὰ καλοκἀγαθίας ἡ αἵρεσίς ἐστιν, οὐκ ἀξιοῖς δοκιμάζειν; “"],["61","ἀλλ’ ἀποφανεῖται ὅτι „πάντων μὲν κριτὴν ποιεῖσθαι θέμις θεόν, διαφερόντως δὲ τῶν μεγάλων, ἐν οἷς τὸ εὖ γε ἢ χεῖρον μυρίους ὅσους εἰς εὐδαιμονίαν ἤγαγεν ἢ τοὐναντίον εἰς κακοδαιμονίαν. μεῖζον δ’ οὐδὲν ἀρχῆς, ᾗ τὰ πόλεων καὶ χωρῶν ὅσα κατὰ πόλεμον ἢ κατ’ εἰρήνην ἐπιτέτραπται· ὡς γὰρ πρὸς εὔπλοιαν ἀγαθοῦ καὶ τὴν γνώμην καὶ τὴν ἐπιστήμην δεῖ κυβερνήτου, τὸν αὐτὸν τρόπον καὶ πρὸς εὐνομίαν ὑπηκόων τῶν ἑκασταχοῦ χρεία πανσόφου τινὸς ἡγεμόνος."],["62","σοφίαν δὲ πρεσβυτέραν οὐ μόνον τῆς ἐμῆς γενέσεως ἀλλὰ καὶ τῆς τοῦ κόσμου παντὸς οὖσαν οὔτε θέμις οὔτε δυνατὸν ἄλλῳ τῳ κρίνειν ἀλλ’ ἢ τῷ θεῷ καὶ τοῖς ἀδόλως καὶ καθαρῶς καὶ γνησίως αὐτῆς ἐρῶσιν."],["63","ἐδιδάχθην δ’ ἀπ’ ἐμαυτοῦ μηδ’ ἄλλον τινὰ τῶν ἐπιτηδείων εἶναι δοκούντων εἰς ἀρχὴν δοκιμάσαι. τὴν γοῦν ἐπιμέλειαν καὶ προστασίαν τῶν κοινῶν οὔτ’ αὐτὸς ἐθελοντὴς εἱλόμην οὔθ’ ὑπ’ ἄλλου τινὸς ἀνθρώπων χειροτονηθεὶς ἔλαβον, ἀλλὰ καὶ τοῦ θεοῦ χρησμοῖς ἐναργέσι καὶ λογίοις ἀριδήλοις ἐμφανῶς θεσπίζοντος καὶ προστάττοντος ἄρχειν ἀνεδυόμην ἱκετεύων καὶ ποτνιώμενος, εἰς τὸ μέγεθος ἀφορῶν τοῦ πράγματος, ἕως, ἐπειδὴ πολλάκις ἐκέλευε, δείσας ἐπειθάρχησα."],["64","πῶς οὖν οὐκ ἄτοπόν ἐστι μὴ τοῖς αὐτοῖς ἴχνεσιν ἐπακολουθῆσαι καὶ χρησάμενον ὅτ’ ἔμελλον ἄρχειν δοκιμαστῇ θεῷ πάλιν ἐπ’ αὐτῷ μόνῳ θέσθαι τὴν χειροτονίαν τοῦ διαδόχου, μὴ συνεφαψαμένης ἀνθρωπίνης γνώμης, ᾗ τὸ εἰκὸς συγγενέστερόν ἐστι τοῦ ἀληθοῦς, ἄλλως τε καὶ τῆς προστασίας οὐκ ἐπὶ τῷ τυχόντι ἔθνει γενησομένης, ἀλλὰ πολυανθρωποτάτῳ μὲν τῶν ἁπανταχοῦ πάντων, ἐπάγγελμα δὲ ἐπαγγελλομένῳ μέγιστον, ἱκεσίαν τοῦ ὄντως ὄντος, ὅς ἐστι ποιητὴς τῶν ὅλων καὶ πατήρ;"],["65","ὅπερ γὰρ ἐκ φιλοσοφίας τῆς δοκιμωτάτης περιγίνεται τοῖς ὁμιληταῖς αὐτῆς, τοῦτο διὰ νόμων καὶ ἐθῶν Ἰουδαίοις, ἐπιστήμη τοῦ ἀνωτάτω καὶ πρεσβυτάτου πάντων αἰτίου, τὸν ἐπὶ τοῖς γενητοῖς θεοῖς πλάνον ἀπωσαμένοις· γενητὸς γὰρ οὐδεὶς ἀληθείᾳ θεός, ἀλλὰ δόξῃ μόνον, τὸ ἀναγκαιότατον ἀφῃρημένος, ἀιδιότητα. “"],["66","Τοῦτο μὲν δὴ πρῶτον ἐναργέστατον δεῖγμα τῆς πρὸς ἅπαν τὸ ὁμόφυλον αὐτοῦ φιλανθρωπίας καὶ πίστεως· ἕτερον δὲ τοῦ λεχθέντος οὐκ ἀποδέον. ἐπειδὴ γὰρ ἀριστίνδην ὁ φοιτητὴς αὐτοῦ καὶ μιμητὴς τῶν ἀξιεράστων ἠθῶν Ἰησοῦς ἄρχων ἐδοκιμάσθη κριτηρίοις θείοις, οὐχ ὥσπερ ἂν ἕτερος ἐπὶ τῷ μὴ τοὺς υἱοὺς ἢ τοὺς ἀδελφιδοῦς αἱρεθῆναι κατήφησεν, ἀλλὰ ὑποπλησθεὶς ἀλέκτου χαρᾶς,"],["67","ὅτι μελλήσοι τὸ ἔθνος ἐπιτρόπῳ χρῆσθαι τὰ πάντα ἀρίστῳ— καλὸν γὰρ κἀγαθὸν ἐξ ἀνάγκης ᾔδει τὸν εὐάρεστον θεῷ—, λαβόμενος τῆς τούτου δεξιᾶς καὶ παραγαγὼν αὐτὸν εἰς ἠθροισμένον τὸ πλῆθος, μηδὲν περὶ τῆς αὑτοῦ τελευτῆς εὐλαβηθείς, ἀλλὰ ταῖς ἀρχαίαις εὐφροσύναις νέας ἑτέρας προσειληφὼς οὐ μόνον διὰ μνήμην τῶν πρότερον εὐπαθειῶν, αἷς κατακόρως διὰ παντὸς εἴδους ἀρετῆς ἐνετρύφησεν, ἀλλὰ καὶ διὰ τὴν ἐλπίδα τοῦ μέλλειν ἀθανατίζεσθαι μεταβαλὼν ἐκ φθαρτοῦ βίου εἰς ἄφθαρτον, ἱλαραῖς ὄψεσιν ἐκ τῆς κατὰ ψυχὴν εὐθυμίας φαιδρὸς καὶ γεγηθώς φησιν·"],["68","„ἐμοὶ μὲν ἀπαλλάττεσθαι καιρὸς ἤδη τῆς ἐν σώματι ζωῆς· ὁ δὲ τῆς ὑμετέρας ἐπιτροπῆς διάδοχος οὗτός ἐστιν αἱρεθεὶς ὑπὸ θεοῦ “· καὶ τὰ χρησθέντα λόγια τῆς δοκιμασίας εὐθὺς ἐπεῖπεν, οἷς ἐπίστευσαν."],["69","καὶ πρὸς τὸν Ἰησοῦν ἀποβλέψας ἀνδραγαθίζεσθαι παραινεῖ καὶ σφόδρα ἰσχύειν ἐν ταῖς εὐβουλίαις, ἀγαθὰς μὲν γνώμας εἰσηγούμενον, ἀνενδότοις δὲ καὶ ἐρρωμένοις λογισμοῖς τὰ γνωσθέντα καλῶς τελειοῦντα. καὶ ταῦτ’ ἔλεγεν ἴσως οὐ δεομένῳ παραινέσεως, ἀλλὰ τὸ φιλάλληλον καὶ φιλοεθνὲς πάθος οὐ στέγων, ὑφ’ οὗ τρόπον τινὰ κεντριζόμενος ἃ συνοίσειν ἐνόμιζεν ἀπεγύμνου."],["70","ἦν δὲ καὶ χρησμὸς αὐτῷ παρακαλέσαι τὸν διάδοχον καὶ εὐθαρσέστατον ἀπεργάσασθαι πρὸς τὴν τοῦ ἔθνους ἐπιμέλειαν, τὸ βάρος μὴ καταδείσαντα τῆς ἀρχῆς, ἵνα τοῖς ἔπειτα γένηται κανὼν καὶ νόμος ἅπασιν ἡγεμόσι πρὸς ἀρχέτυπον παράδειγμα Μωυσῆν ἀποβλέπουσι καὶ μηδεὶς φθονῇ βουλευμάτων ἀγαθῶν τοῖς διαδόχοις, ἀλλ’ ὑποθήκαις καὶ παραινέσεσι τὰς ψυχὰς αὐτῶν ἀλείφωσι καὶ συγκροτῶσι."],["71","δύναται γὰρ ἀνδρὸς ἀγαθοῦ παραίνεσις ἀναπεπτωκότας ταῖς γνώμαις ἐγεῖραι καὶ διάρασα εἰς ὕψος ἐπάνω τῶν καιρῶν καὶ τῶν πραγμάτων ἱδρύσασθαι φρόνημα γενναῖον καὶ ἀκατάπληκτον ἐνθεῖσα."],["72","τὰ δὲ ἁρμόττοντα τοῖς τε ὑπηκόοις καὶ τῷ κληρονόμῳ τῆς ἡγεμονίας διαλεχθεὶς ἄρχεται τὸν θεὸν ὑμνεῖν μετ’ ᾠδῆς, τελευταίαν αὐτῷ βίου τοῦ μετὰ σώματος εὐχαριστίαν ἀποδιδούς, ἀνθ’ ὧν ἀπὸ γενέσεως ἄχρι γήρως καιναῖς καὶ οὐ ταῖς ἐν ἔθει χάρισιν εὐηργετεῖτο·"],["73","καὶ συναγαγὼν ἄθροισμα θεῖον, τὰ στοιχεῖα τοῦ παντὸς καὶ τὰ συνεκτικώτατα μέρη τοῦ κόσμου, γῆν τε καὶ οὐρανόν, τὴν μὲν θνητῶν ἑστίαν, τὸν δὲ ἀθανάτων οἶκον, ἐν μέσοις τὰς ὑμνῳδίας ἐποιεῖτο διὰ παντὸς ἁρμονίας καὶ συμφωνίας εἴδους,"],["74","ἵνα κατακούσωσιν ἄνθρωποί τε καὶ ἄγγελοι λειτουργοί, οἱ μὲν ὡς γνώριμοι, πρὸς τὴν τῆς ὁμοίας εὐχαρίστου διαθέσεως διδασκαλίαν, οἱ δ’ ὡς ἔφοροι θεασάμενοι κατὰ τὴν σφῶν ἐμπειρίαν, μή τι τῆς ᾠδῆς ἐκμελές, καὶ ἅμα διαπιστοῦντες, εἴ τις ἄνθρωπος ὢν ἐνδεδεμένος σώματι φθαρτῷ δύναται τὸν αὐτὸν τρόπον ἡλίῳ καὶ σελήνῃ καὶ τῷ τῶν ἄλλων ἀστέρων πανιέρῳ χορῷ μεμουσῶσθαι τὴν ψυχὴν πρὸς τὸ θεῖον ὄργανον, τὸν οὐρανὸν καὶ τὸν σύμπαντα κόσμον, ἁρμοσάμενος."],["75","ταχθεὶς δ’ ἐν τοῖς κατὰ τὸν αἰθέρα χορευταῖς ὁ ἱεροφάντης ἀνεκεράσατο ταῖς πρὸς θεὸν εὐχαρίστοις ὑμνῳδίαις τὰ γνήσια πάθη τῆς πρὸς τὸ ἔθνος εὐνοίας, ἐν οἷς ἦσαν ἔλεγχοι παλαιῶν ἁμαρτημάτων, αἱ πρὸς τὸν παρόντα καιρὸν νουθεσίαι καὶ σωφρονισμοί, παραινέσεις αἱ πρὸς τὰ μέλλοντα διὰ χρηστῶν ἐλπίδων, αἷς ἐπακολουθεῖν ἀναγκαῖον αἴσια τέλη."],["76","Ὡς δ’ ἐτέλεσε τὰς χορείας ὁσιότητι καὶ φιλανθρωπίᾳ τρόπον τινὰ συνυφασμένας, ἤρξατο μεταβάλλειν ἐκ θνητῆς ζωῆς εἰς ἀθάνατον βίον κἀκ τοῦ κατ’ ὀλίγον συνῃσθάνετο τῆς τῶν ἐξ ὧν συνεκέκρατο διαζεύξεως, τοῦ μὲν σώματος ὀστρέου δίκην περιπεφυκότος περιαιρουμένου, τῆς δὲ ψυχῆς ἀπογυμνουμένης καὶ τὴν κατὰ φύσιν ἐνθένδε ποθούσης μετανάστασιν."],["77","εἶθ’ ἑτοιμασάμενος τὰ πρὸς ἔξοδον οὐ πρότερον ἐστείλατο τὴν ἀποικίαν ἢ τὰς τοῦ ἔθνους φυλὰς ἁπάσας εὐχαῖς ἐναρμονίοις [ἀριθμῷ δώδεκα] γερᾶραι διὰ τῆς τῶν φυλαρχῶν κατακλήσεως· ἃς ὅτι τελεσφορηθήσονται πιστευτέον· ὅ τε γὰρ εὐξάμενος θεοφιλὴς ὅ τε θεὸς φιλάνθρωπος ὑπὲρ ὧν τε αἱ αἰτήσεις εὐπατρίδαι καὶ εὐγενεῖς τὴν ἀνωτάτω τεταγμένοι τάξιν, ὑπὸ στρατάρχῃ τῷ ποιητῇ πάντων καὶ πατρί."],["78","[αἰτήσεις δ’ ἦσαν αἱ τῶν ἀληθινῶν ἀγαθῶν, οὐ μόνον ἐν τῷ θνητῷ ὅπως ὑπάρχωσιν αὐτοῖς βίῳ, ἀλλὰ πολὺ μᾶλλον ἐπὰν ἄνετος τοῦ τῆς σαρκὸς δεσμοῦ γένηται ἡ ψυχή.] μόνος γὰρ Μωυσῆς τὴν πρὸς τὰ θεῖα,"],["79","ὡς ἔοικεν, ἐξ ἀρχῆς τὸ σύμπαν ἔθνος ὑπολαβὼν ἔχειν ἀναγκαιοτάτην συγγένειαν, πολὺ γνησιωτέραν τῆς ἀφ’ αἵματος, πάντων ἀγαθῶν ὧν δὴ ἀνθρωπίνη φύσις χωρεῖ κληρονόμον ἀπέφηνεν, ἃ μὲν αὐτὸς εἶχεν, ἐξ ἑτοίμου διδούς, ἃ δὲ μὴ κέκτητο, τὸν θεὸν ἱκετεύων παρασχεῖν, εἰδὼς τὰς τῶν χαρίτων αὐτοῦ πηγὰς ἀενάους μὲν οὔσας, οὐ πᾶσι δ’ ἀνειμένας, ἀλλὰ μόνοις ἱκέταις· ἱκέται δ’ εἰσὶν οἱ καλοκἀγαθίας ἐρῶντες, οἷς ἀρύτεσθαι θέμις ἀπὸ τῶν ἱερωτάτων πηγῶν διψῶσι σοφίας."],["80","Τὰ μὲν οὖν δείγματα τῆς τοῦ νομοθέτου φιλανθρωπίας καὶ κοινωνίας, ᾗ ἐχρήσατο καὶ δι’ εὐμοιρίαν φύσεως ἀγαθῆς κἀκ τῆς τῶν ἱερῶν λογίων ὑφηγήσεως, μεμήνυται. λεκτέον δὲ ἃ καὶ τοῖς ἔπειτα διετάξατο, εἰ καὶ μὴ πάντα— οὐ γὰρ ῥᾴδιον—, τὰ γοῦν ἀγχίσπορα καὶ ἐγγυτάτω τῶν ἐκείνου βουλευμάτων."],["81","τὸ γὰρ ἐπιεικὲς καὶ ἥμερον οὐκ ἐν ταῖς πρὸς ἀνθρώπους αὐτὸ μόνον ἱδρύεται κοινωνίαις, ἀλλ’ ἐπιδαψιλευόμενος ἀναχεῖ πλουσίως αὐτὸ καὶ τείνει πρός τε τὰς τῶν ἀλόγων ζῴων φύσεις καὶ πρὸς τὰς τῶν ἡμέρων δένδρων ἰδέας. ἃ δὲ περὶ ἑκάστων ἐνομοθέτησε, λεκτέον ἐν μέρει τὴν ἀρχὴν ποιησάμενον ἀπ’ ἀνθρώπων."],["82","Ἀπαγορεύει τοίνυν ἀδελφῷ δανείζειν, ἀδελφὸν ὀνομάζων οὐ μόνον τὸν ἐκ τῶν αὐτῶν φύντα γονέων, ἀλλὰ καὶ ὃς ἂν ἀστὸς καὶ ὁμόφυλος ᾖ, τόκους ἐπὶ χρήμασιν οὐ δικαιῶν ἐκλέγειν ὡς ἀπὸ θρεμμάτων ἔγγονα."],["83","καὶ προτρέπει μὴ διὰ τοῦτ’ ἀναδύεσθαι καὶ συμβάλλειν ὀκνηρότερον, ἀλλ’ ἀνειμέναις χερσὶ καὶ γνώμαις μάλιστα μὲν χαρίζεσθαι τοῖς δεομένοις, λογιζομένους ὅτι καὶ ἡ χάρις τρόπον τινὰ δάνειόν ἐστιν, ἀποδοθησόμενον ἐν καιρῷ βελτίονι ἄνευ ἀνάγκης ἑκουσίῳ διαθέσει τοῦ λαβόντος, εἰ δὲ μὴ βούλοιντο δωρεῖσθαι, κιχράναι γοῦν ἑτοιμότατα καὶ προθυμότατα, μηδὲν ἔξω τῶν ἀρχαίων ἀποληψομένους."],["84","οὕτως γὰρ οὔθ’ οἱ πένητες ἔμελλον ἀπορώτεροι γίνεσθαι, πλείονα ὧν ἔλαβον εἰσφέρειν ἀναγκαζόμενοι, οὔθ’ οἱ συμβάλλοντες ἀδικεῖσθαι, ἃ προήκαντο μόνα κομιζόμενοι· καίτοι γε οὐ μόνα· σὺν γὰρ τοῖς ἀρχαίοις ἀντὶ τόκων οὓς λαβεῖν οὐκ ἠξίωσαν ἐπεισφέρονται τὰ κάλλιστα καὶ τιμιώτατα τῶν ἐν ἀνθρώποις, ἡμερότητα, κοινωνίαν, χρηστότητα, μεγαλόνοιαν, εὐφημίαν, εὔκλειαν· οἷς τίς κτῆσις ἐφάμιλλος;"],["85","ἀπορώτατος μὲν οὖν καὶ ὁ μέγας βασιλεὺς ἀναφανεῖται κατὰ σύγκρισιν μιᾶς ἀρετῆς· τοῦ μὲν γὰρ ὁ πλοῦτος ἄψυχος ἐν ταμείοις καὶ μυχοῖς γῆς κατορωρυγμένος, ἀρετῆς δ’ ἐν ψυχῆς τῷ ἡγεμονικῷ· μεταποιεῖται δὲ αὐτοῦ καὶ τὸ καθαρώτατον τῆς οὐσίας, οὐρανός, καὶ ὁ γεννητὴς τῶν συμπάντων θεός. ἔτι τοίνυν τὴν ὀβολοστατῶν καὶ τοκογλύφων εὔπορον ἀπορίαν ἐν λόγῳ θετέον τῶν πολυχρύσων δοκούντων εἶναι βασιλέων οὐδ’ ὄναρ ἑωρακότων τὸν βλέποντα πλοῦτον;"],["86","εἰσὶ δ’ οἳ τοσαύτῃ κέχρηνται μοχθηρίας ὑπερβολῇ, ὥστε οὐκ ἔχοντες ἀργύριον τροφὰς δανείζουσιν ὡς πλείους ὧν ἔδοσαν αὖθις κομιζόμενοι. ταχύ γ’ ἂν οὗτοι μεταιτοῦσιν ἔρανον παράσχοιεν λιμὸν ἐν εὐθηνίᾳ καὶ εὐετηρίᾳ κατασκευάζοντες καὶ τὴν ἀθλίων ἀνθρώπων γαστρὸς ἔνδειαν προσοδευόμενοι καὶ μόνον οὐκ ἐπὶ τρυτάνης ἱστάντες σιτία καὶ ποτά, μὴ καθέλκῃ ῥοπή."],["87","τοῖς οὖν μεθέξουσι τῆς καθ’ αὑτὸν ἱερᾶς πολιτείας ἀναγκαίως παραγγέλλει τὰς ἰδέας τῶν τοιούτων πόρων ἐκτρέπεσθαι· δουλοπρεποῦς γὰρ καὶ σφόδρα ἀνελευθέρου ψυχῆς τὰ ἐπιτηδεύματα μεταβεβληκυίας εἰς ἀγριότητα καὶ θηρίων φύσιν."],["88","Ἕν τι τῶν εἰς φιλανθρωπίαν τεινόντων παράγγελμα κἀκεῖνο διατάττεται, μισθὸν πένητος αὐθημερὸν ἀποδιδόναι, οὐ μόνον ὅτι τὴν χρείαν ἐφ’ ἣν παρελήφθη παρασχόντα δίκαιον ἦν τὸν ἐπὶ τῇ ὑπηρεσίᾳ μισθὸν ἀνυπερθέτως ἀπολαβεῖν, ἀλλ’ ὅτι καί, ὡς εἶπόν τινες, ἐφημερόβιος ὢν ὁ χειροτέχνης ἢ ἀχθοφόρος, ὅλῳ τῷ σώματι κακοπαθῶν ὑποζυγίου τρόπον, ἐπὶ τῷ μισθῷ τέθειται τὴν ἐλπίδα· ὃν εἰ μὲν εὐθὺς κομίσαιτο, γήθει καὶ ῥώννυται πρὸς τὴν ἐπιοῦσαν προθυμίᾳ διπλασίονι ἐργασόμενος, εἰ δὲ μὴ κομίσαιτο, πρὸς τῷ σφόδρα ἄχθεσθαι καὶ τοὺς τόνους ὑπὸ λύπης ἐκλυθεὶς ἀναπέπτωκεν, ὡς ἀδυνατεῖν πρὸς τὰ ἐν ἔθει τῶν ἔργων ἀπαντᾶν."],["89","Ἔτι φησί· δανειστὴς μὴ ἐπεισίτω χρεωστῶν οἰκίαις ἐνέχυρόν τι καὶ ῥύσιον ἐπὶ τῷ δανείῳ μετὰ βίας ληψόμενος, ἀλλ’ ἐν προθύροις ἔξω παρεστὼς ἀναμενέτω κελεύων ἡσυχῇ προφέρειν. οἱ δέ, ἂν ἔχωσι, μὴ ἀναδυέσθωσαν, εἴ γε ἁρμόττει τὸν μὲν μὴ τῷ δύνασθαι καταχρῆσθαι πρὸς τὸ αὐθαδέστερον ἐφ’ ὕβρει τῶν δανεισαμένων, τοὺς δὲ πρὸς ὑπόμνησιν τῆς τῶν ἀλλοτρίων ἀποδόσεως ἄξια παρέχειν ἐνέχυρα."],["90","Τίς γε μὴν οὐκ ἂν ἀγάσαιτο τοῦ περὶ τοὺς θεριστὰς ἢ τρυγητὰς διατάγματος; κελεύει γὰρ ἐν μὲν τῷ ἀμήτῳ μήτε τὰ ἀποπίπτοντα τῶν δραγμάτων ἀναιρεῖσθαι μήτε πάντα τὸν σπόρον κείρειν, ἀλλ’ ὑπολείπεσθαί τι τοῦ κλήρου μέρος ἄτμητον, ἅμα μὲν τοὺς εὐπόρους μεγαλόφρονας καὶ κοινωνικοὺς κατασκευάζων ἐκ τοῦ τι προϊέναι τῶν ἰδίων καὶ μὴ πᾶσι προσκεχηνέναι καὶ πάντα συμφορεῖν καὶ συγκομίζειν οἴκαδε θησαυροφυλακήσοντας, ἅμα δὲ τοὺς πένητας εὐθυμοτέρους ἀπεργαζόμενος· ἐπειδὴ γὰρ κτημάτων ἰδίων ἀποροῦσιν, ἐφίησιν αὐτοῖς εἰς τὰ τῶν ὁμοφύλων εἰσιέναι κἀκ τῶν ὑπολειφθέντων ὡς οἰκείων ἀμᾶν."],["91","ἐν δὲ καιρῷ τῆς ὀπώρας πάλιν δρεπομένοις κληρούχοις προστάττει μήτε ῥῶγας ἀποπιπτούσας συλλέγειν μήτε ἐπανατρυγᾶν ἀμπελῶνας. τὰ δ’ αὐτὰ καὶ τοῖς ἐλαιαλογοῦσι διατάττεται, καθάπερ φιλοστοργότατος καὶ δικαιότατος πατὴρ οὐχὶ ταῖς αὐταῖς εὐπραγίαις κεχρημένων παίδων, ἀλλὰ τῶν μὲν ἐν περιουσίᾳ ζώντων, τῶν δ’ εἰς ἀπορίαν ἐσχάτην περιηκόντων, οὓς ἐλεῶν καὶ οἰκτείρων ἐπὶ τὰ κτήματα τῶν ἀδελφῶν καλεῖ μεθέξοντας ὡς ἰδίων τῶν ἀλλοτρίων, οὐκ ἀναισχύντως ἀλλ’ εἰς ἐπανόρθωσιν ἐνδείας, καὶ οὐ μόνον καρποῦ μετουσίας ἀλλὰ καὶ κτημάτων ὅσα τῷ δοκεῖν."],["92","εἰσὶ δ’ οἳ οὕτως ῥυπῶσι τὰς διανοίας προστετηκότες ἀργυρισμῷ καὶ δυσθανατῶντες περὶ πᾶσαν ἰδέαν κέρδους, τὸ πόθεν ἂν γένοιτο μὴ σκεπτόμενοι, ὥστε ἐπανατρυγῶσι μὲν τοὺς ἀμπελῶνας καὶ ἐλαιῶνας, τὴν δὲ κριθοφόρον καὶ σιτοφόρον γῆν ἀναθερίζουσι, τὴν δουλοπρεπῆ καὶ ἀνελεύθερον μικροψυχίαν αὑτῶν ἐλέγχοντες καὶ ἅμα ἀσεβοῦντες."],["93","ὀλίγα μὲν γὰρ αὐτοὶ τῶν εἰς γεωργίαν παρέσχον, τὰ δὲ πλεῖστα καὶ ἀναγκαιότατα τῶν εἰς καρποφορίαν καὶ εὐγονίαν ἡ φύσις, καιρίους ὑετούς, ἀέρος εὐκρασίας, τὰς τιθηνοὺς τῶν φυομένων συνεχεῖς καὶ μαλακὰς δρόσους, ζωτικωτάτας αὔρας, ὡρῶν τῶν ἐτησίων ἀζημίους γενέσεις, ὡς μήτε θέρος περιφλέγοι μήτε κρυμὸς περιψύχοι μήτ’ ἔαρος καὶ μετοπώρου τροπαὶ βλάπτοιεν τὰ γεννώμενα."],["94","καὶ ταῦτ’ εἰδότες καὶ ὁρῶντες ἀεὶ τὴν φύσιν τελεσιουργοῦσαν καὶ πλουσίαις χάρισι δωρουμένην ὅμως τὰς ἐκείνης εὐεργεσίας σφετερίζεσθαι τολμῶσι καὶ ὡς αὐτοὶ πάντων αἴτιοι μεταδιδόασιν οὐδενὸς οὐδενί, μισανθρωπίαν ὁμοῦ καὶ ἀσέβειαν ἀσκοῦντες. οὕς, ἐπειδὴ γνώμαις ἑκουσίοις ἀρετὴν οὐ διεπόνησαν, ἄκοντας νουθετεῖ καὶ σωφρονίζει νόμοις ἱεροῖς, οἷς ὁ μὲν σπουδαῖος ἐθελοντής, ὁ δὲ μοχθηρὸς ἄκων πειθαρχεῖ."],["95","Κελεύουσιν οἱ νόμοι δεκάτας μὲν ἀπό τε σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ θρεμμάτων ἡμέρων καὶ ἐρίων ἀπάρχεσθαι τοῖς ἱερωμένοις, ἀπὸ δὲ τῆς κατ’ ἀγροὺς ὀπώρας καὶ τῶν ἄλλων ἀκροδρύων κατὰ τὸ ἀνάλογον τῆς κτήσεως ἐν ταλάροις πλήρεσι κομίζειν σὺν ᾠδαῖς εἰς τὸν θεὸν πεποιημέναις, ἃς ἀναγράπτους στηλιτεύουσιν αἱ ἱερώταται βίβλοι, καὶ προσέτι βοῶν καὶ προβάτων καὶ αἰγῶν τὰ πρωτότοκα μὴ ὥσπερ ἴδια κατατάττειν ἐν ταῖς ἀγέλαις, ἀλλὰ καὶ ταῦτα νομίζειν ἀπαρχάς, ὅπως ἐξεθιζόμενοι τῇ μὲν τιμᾶν τὸ θεῖον τῇ δὲ μὴ πάντα κερδαίνειν εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ ταῖς ἀρετῶν ἡγεμονίσιν ἐπικοσμῶνται."],["96","Πάλιν ἐὰν ἴδῃς, φησί, τινὸς τῶν οἰκείων ἢ φίλων ἢ συνόλως ὧν οἶδας ἀνθρώπων ὑποζύγιον ἐν ἐρημίᾳ πλανώμενον, ἀπαγαγὼν ἀπόδος· κἂν ἄρα τύχῃ μακρὰν ἀφεστὼς ὁ δεσπότης, μετὰ τῶν σαυτοῦ διαφύλαξον, ἄχρις ἂν ἐπανελθὼν κομίσηται παρακαταθήκην ἣν οὐκ ἔδωκεν, ἀλλ’ ἣν αὐτὸς ἐξευρὼν ἕνεκα φυσικῆς κοινωνίας ἀποδίδως."],["97","Τὰ δὲ περὶ τοῦ ἑβδόμου ἔτους νομοθετηθέντα, καθ’ ὃ δεῖ τὴν μὲν χώραν ἀνίεσθαι πᾶσαν ἀργὴν ἀφιεμένην, τοὺς δὲ πένητας ἀδεῶς τοῖς τῶν πλουσίων χωρίοις ἐπιβατεύειν δρεψομένους τὸν ἀπαυτοματισθέντα καρπόν, δώρημα φύσεως, ἆρ’ οὐ χρηστὰ καὶ φιλάνθρωπα;"],["98","ἑξαετίαν, φησίν, ἀπολαυέτωσαν οἱ κτήτορες ἀνθ’ ὧν ἐκτήσαντο καὶ ἐγεωπόνησαν, ἕνα δὲ ἐνιαυτὸν ἕβδομον οἱ ἀκτήμονες καὶ ἀχρήματοι, μηδενὸς τῶν κατὰ γεωργίαν ἐπιτελεσθέντος· ἄδικον γὰρ ἦν, ἑτέρους μὲν πονεῖν, ἑτέρους δὲ καρποῦσθαι· ἀλλ’ ἵνα τρόπον τινὰ τῶν χωρίων ἀδεσπότων ἐαθέντων, μὴ συνεφαψαμένης γεωργίας, ἄρτιαι καὶ πλήρεις αἱ χάριτες ἐκ θεοῦ μόνου γίνωνται προαπαντῶσαι τοῖς δεομένοις."],["99","τί δ’ ὅσα περὶ τοῦ πεντηκοστοῦ ἐνιαυτοῦ διατέτακται, οὐχὶ πᾶσαν ὑπερβάλλει φιλανθρωπίαν; καὶ τίς οὐκ ἂν εἴποι τῶν μὴ χείλεσιν ἄκροις ἀπογευσαμένων τῆς νομοθεσίας, ἀλλ’ ἐπὶ πλέον ἑστιαθέντων καὶ ἐντρυφησάντων ἡδίστοις ἅμα καὶ καλλίστοις δόγμασιν;"],["100","ἐπιτελεῖται μὲν γὰρ ἃ καὶ τῷ ἑβδόμῳ, προσείληφε δὲ ἔτι μείζονα, ἀνάληψιν τῶν ἰδίων κτημάτων, ἃ διὰ καιροὺς ἀβουλήτους παρεχώρησαν ἑτέροις· οὔτε γὰρ παγκτησίαν ἔχειν τῶν ἀλλοτρίων ἐφίησι, τὰς εἰς πλεονεξίαν ἐπιφράττων ὁδοὺς ἕνεκα τοῦ στεῖλαι τὴν ἐπίβουλον καὶ πάντων κακῶν αἰτίαν ἐπιθυμίαν, οὔτε τοὺς κληρούχους εἰς ἅπαν ᾠήθη χρῆναι τῶν οἰκείων ἀποστερεῖσθαι, πενίᾳ διδόντας δίκας, ἣν κολάζεσθαι μὲν οὐ θέμις, ἐλεεῖσθαι δὲ ἀναγκαῖον."],["101","ἔστι δὲ καὶ ἄλλα μυρία τῶν ἐν μέρει διατεταγμένων πρὸς τοὺς ὁμοεθνεῖς χρηστὰ καὶ φιλάνθρωπα, ὧν ἀποχρώντως ἐν ταῖς προτέραις συντάξεσιν ἐπιμνησθεὶς ἀρκεσθήσομαι τοῖς ἀρτίως εἰρημένοις, ἃ δείγματος ἕνεκα καιρίως προσπαρέλαβον."],["102","Νομοθετήσας δὲ περὶ τῶν ὁμοεθνῶν καὶ τοὺς ἐπηλύτας οἴεται δεῖν προνομίας τῆς πάσης ἀξιοῦσθαι, γενεὰν μὲν τὴν ἀφ’ αἵματος καὶ πατρίδα καὶ ἔθη καὶ ἱερὰ καὶ ἀφιδρύματα θεῶν γέρα τε καὶ τιμὰς ἀπολελοιπότας, καλὴν δ’ ἀποικίαν στειλαμένους τὴν ἀπὸ τῶν μυθικῶν πλασμάτων πρὸς τὴν ἀληθείας ἐνάργειαν καὶ τὸν σεβασμὸν τοῦ ἑνὸς καὶ ὄντως ὄντος θεοῦ."],["103","κελεύει δὴ τοῖς ἀπὸ τοῦ ἔθνους ἀγαπᾶν τοὺς ἐπηλύτας, μὴ μόνον ὡς φίλους καὶ συγγενεῖς ἀλλὰ καὶ ὡς ἑαυτούς, κατά τε σῶμα καὶ ψυχήν, κατὰ μὲν σῶμα ὡς οἷόν τε κοινοπραγοῦντας, κατὰ δὲ τὴν διάνοιαν τὰ αὐτὰ λυπουμένους τε καὶ χαίροντας, ὡς ἐν διαιρετοῖς μέρεσιν ἓν εἶναι ζῷον δοκεῖν, ἁρμοζομένης καὶ συμφυὲς ἀπεργαζομένης τῆς κατ’ αὐτὸ κοινωνίας."],["104","οὐκέτ’ ἂν εἴποιμι περὶ σιτίων καὶ ποτῶν καὶ ἐσθῆτος καὶ τῶν ἄλλων ὅσα περὶ δίαιταν καὶ τὰς ἀναγκαίας χρείας, ἃ τοῖς ἐπηλύτοις δίδωσιν ὁ νόμος παρὰ τῶν αὐτοχθόνων· ἕπεται γὰρ ταῦτα πάντα θεσμοῖς τοῖς τῆς εὐνοίας τοῦ στέργοντος ὁμοίως [ἀγαπῶντος] τὸν ἐπήλυτον ὡς ἑαυτόν."],["105","Ἔτι τοίνυν ἐπιτείνων καὶ ἐπελαύνων ὁλκὸν φύσει πρᾶγμα, φιλανθρωπίαν, διατάττεται καὶ περὶ μετοίκων, ἀξιῶν τοὺς μετανάστας ἐν καιροῖς γενομένους ἀπονέμειν τινὰ τοῖς ὑποδεξαμένοις τιμήν, εὖ μὲν πεποιηκόσι καὶ φιλοξένως προσενεχθεῖσι πᾶσαν, εἰ δὲ μηδὲν ἔξω τῆς ὑποδοχῆς παράσχοιεν, μετριωτέραν· τὸ γὰρ ἐνορμίσασθαι πόλει μηδὲν προσηκούσῃ, μᾶλλον δὲ καὶ τὸ ἐπιβῆναι ἐδάφους αὐτὸ μόνον ἀλλοτρίου καθ’ αὑτὸ δωρεά τίς ἐστιν ἀποχρῶσα τοῖς μὴ δυναμένοις τὴν ἰδίαν οἰκεῖν."],["106","ὁ δέ γε προσυπερβάλλων τοὺς ἐπιεικείας ὅρους αὐτῆς οἴεται δεῖν καὶ τοῖς κακῶς πεποιηκόσι τῶν ξενοδόχων μὴ μνησικακεῖν, εἰ καὶ μὴ τὰς πράξεις, ὄνομα γοῦν ἔχουσι φιλάνθρωπον. ἄντικρυς γοῦν φησιν· „οὐ βδελύξῃ Αἰγύπτιον, ὅτι πάροικος ἐγένου κατ’ Αἴγυπτον„ (Deut. 23, 7)."],["107","καίτοι τί κακὸν παρέλιπον οἱ Αἰγύπτιοι, ὃ μὴ τῷ ἔθνει προσετρίψαντο, νέα παλαιοῖς συνυφαίνοντες ἀεὶ κεκαινουργημέναις ἐπινοίαις εἰς ὠμότητα; ἀλλ’ ὅμως ἐπειδὴ τὴν ἀρχὴν ἐδέξαντο τὰς πόλεις οὐκ ἀποκλείσαντες οὐδὲ τὴν χώραν ἄβατον τοῖς ἥκουσι παρασκευάσαντες, ἐχέτωσαν προνομίαν, φησί, τῆς ὑποδοχῆς τὸ ἔνσπονδον·"],["108","κἂν εἴ τινες ἐθελήσειαν αὐτῶν μεταλλάξασθαι πρὸς τὴν Ἰουδαίων πολιτείαν, οὐχ ὡς ἐχθρῶν παῖδας ἀσυμβάτως σκορακιστέον, ἀλλ’ οὕτως προσεκτέον, ὡς τρίτην γενεὰν καλεῖν τε εἰς ἐκκλησίαν (ibid. v. 8) καὶ μεταδιδόναι λόγων θείων, οἷς θέμις καὶ τοὺς αὐτόχθονας καὶ εὐπατρίδας ἱεροφαντεῖσθαι."],["109","Ταῦτα μὲν ὑπὲρ τῶν ὑποδεξαμένων [πρὸς] τοὺς μετοίκους νομοθετεῖ· χρηστὰ δ’ ἕτερα καὶ μεστὰ ἡμερότητος ὑπὲρ πολεμίων. ἀξιοῖ γὰρ αὐτούς, κἂν ἐπὶ θύραις ὦσιν ἤδη τοῖς τείχεσιν ἐφεστῶτες ἐν ταῖς πανοπλίαις καὶ τὰς ἑλεπόλεις ἐφιστάντες, μήπω νομίζεσθαι πολεμίους, ἄχρις ἂν αὐτοὺς ἐπικηρυκευσάμενοι προκαλέσωνται πρὸς εἰρήνην, ἵν’ εἰ μὲν ἐνδοῖεν, τὸ μέγιστον ἀγαθὸν εὕροιεν, φιλίαν, εἰ δὲ ἀπειθέστερον ἐναντιοῖντο, συμμαχίαν τὴν τοῦ δικαίου προσειληφότες ἐλπίδι νίκης ἐπίωσι πρὸς ἄμυναν."],["110","ἢν μέντοι καὶ ἐκ προνομῆς εὐμόρφου γυναικὸς εἰς ἐπιθυμίαν ἔλθῃς, μὴ ὡς αἰχμαλώτῳ, φησίν, ἐναπερύγῃς τὸ πάθος, ἀλλ’ ἡμερώτερον οἰκτισάμενος τῆς μεταβολῆς ἐπικούφισον τὴν συμφοράν, μεθαρμοσάμενος πάντα πρὸς τὸ βέλτιον."],["111","ἐπικουφιεῖς δὲ τὰς μὲν τῆς κεφαλῆς τρίχας ἀποκείρας, περιελὼν δὲ ὄνυχας, ἀπαμφιάσας δὲ τὴν ἐσθῆτα ἣν ἔχουσα ἐζωγρήθη, τριάκοντα δὲ ἡμέρας ἀνεὶς καὶ ἐπιτρέψας αὐτῇ πενθῆσαι καὶ ἀποδακρῦσαι μετὰ ἀδείας πατέρα καὶ μητέρα καὶ τοὺς ἄλλους οἰκείους, ὧν ἀπεζεύχθη τεθνεώτων ἢ θανάτου χείρους ὑπομενόντων τὰς ἐν δουλείᾳ συμφοράς· μετὰ δὲ ταῦτα ὡς γαμετῇ νόμῳ συνέρχου."],["112","τὴν γὰρ μέλλουσαν εὐνῆς ἀνδρὸς ἐπιβήσεσθαι, μὴ κατὰ μισθαρνίαν ὡς ἑταίραν τὸ τῆς ὥρας ἄνθος καπηλεύουσαν ἀλλ’ ἢ δι’ ἔρωτα τοῦ συνιόντος ἢ διὰ τέκνων γένεσιν, ὅσιον θεσμῶν τῶν ἐπὶ τελείοις γάμοις ἀξιοῦσθαι."],["113","πάνυ καλῶς διαταξάμενος ἕκαστα· πρῶτον μὲν γὰρ οὐκ εἴασεν ἀχάλινον φέρεσθαι τὴν ἐπιθυμίαν ἀπαυχενίζουσαν, ἀλλ’ ἐστείλατο τὸ σφοδρὸν αὐτῆς ἡμέρας τριάκοντα χαλάσας. δεύτερον δὲ τὸν ἔρωτα βασανίζει, πότερον ἐπιμανὴς καὶ ἁψίκορος καὶ ὅλος τοῦ πάθους ἐστὶν ἢ μετέχει τῆς καθαρωτέρας ἰδέας, ἀνακεκραμένου λογισμοῦ· λογισμὸς γὰρ πεδήσει τὴν ἐπιθυμίαν οὐδὲν ὑβριστικὸν ἐάσας αὐτὴν ἐξεργάσασθαι, ἀλλὰ τὴν μηνιαίαν προθεσμίαν ἐπισχεῖν."],["114","τρίτον δὲ ἐλεεῖ τὴν αἰχμάλωτον, εἰ μὲν παρθένος ἐστίν, ὅτι γονεῖς οὐκ ἐγγυῶσι τὴν εὐκταιοτάτην ἁρμοζόμενοι σύνοδον, εἰ δὲ χήρα, διότι τοῦ κουριδίου στερομένη πεῖραν ἑτέρου μελλήσει λαβεῖν, καὶ ταῦτ’ ἐπανατειναμένου τὸν δεσποτικὸν φόβον, κἂν ἰσότητα ἐπιτηδεύῃ· τὸ γὰρ ὑπακοῦον ἀεὶ τὴν τοῦ κρατοῦντος, κἂν ἡμερώτερον ᾖ, δέδιεν ἰσχύν."],["115","ἐὰν δέ τις τῆς ἐπιθυμίας ἀποπληρωθεὶς καὶ διακορὴς γενόμενος μηκέτι κοινωνεῖν ὁμιλίας ἀξιοῖ τῆς πρὸς τὴν αἰχμάλωτον, οὐ ζημιοῖ μᾶλλον αὐτὸν ἢ νουθετεῖ καὶ σωφρονίζει πρὸς βελτίωσιν ἠθῶν· κελεύει γὰρ μήτε πιπράσκειν μήτ’ ἔτι δούλην ἔχειν, ἀλλὰ χαρίζεσθαι μὲν ἐλευθερίαν αὐτῇ, χαρίζεσθαι δὲ καὶ τὴν ἐκ τῆς οἰκίας ἀπαλλαγὴν ἀδεᾶ, ὡς μὴ γυναικὸς ἑτέρας ἐπεισελθούσης ἐξ ἔριδος, οἷα φιλεῖ, κατὰ ζηλοτυπίαν πάθῃ τι τῶν ἀνηκέστων, ἅμα καὶ τοῦ δεσπότου καινοτέροις φίλτροις ὑπηγμένου καὶ τῶν παλαιοτέρων ἀλογοῦντος."],["116","Ἕτερα δ’ ἐφ’ ἑτέροις ἐπαντλῶν ὠσὶ φιληκόοις εἰς ἡμερότητα προστάττει, κἂν ἐχθρῶν ὑποζύγια ἀχθοφοροῦντα τῷ βάρει πιεσθέντα προπέσῃ, μὴ παρελθεῖν, ἀλλὰ συνεπικουφίσαι καὶ συνεγεῖραι, πόρρωθεν ἀναδιδάσκων τὸ μὴ τοῖς ἀβουλήτοις τῶν ἐχθρανάντων ἐφήδεσθαι, βαρύμηνι πάθος ἐπιχαιρεκακίαν εἰδώς, ἀδελφὸν ὁμοῦ καὶ ἀντίπαλον φθόνου, συγγενὲς μὲν ὅτι ἐκ πάθους ἑκάτερον καὶ γένοιτ’ ἂν ἄμφω περὶ τῶν αὐτῶν προσερχόμενα καὶ μόνον οὐ κατακολουθοῦντα ἀλλήλοις, ἀντίπαλον δὲ ὅτι ὁ μὲν ἐπὶ τοῖς τοῦ πέλας ἀγαθοῖς λύπην, ἡ δὲ ἐπὶ τοῖς τοῦ πλησίον κακοῖς ἡδονὴν ἀπεργάζεται."],["117","κἂν πλανώμενον μέντοι, φησίν, ἐχθροῦ τινος ἴδῃς ὑποζύγιον, τὰ τῆς διαφορᾶς παραλιπὼν ὑπεκκαύματα βαρυτέροις ἤθεσιν ἀπαγαγὼν ἀπόδος. οὐ γὰρ ἐκεῖνον μᾶλλον ὀνήσεις ἢ σεαυτόν, ἐπειδὴ τῷ μὲν ἄλογον ζῷον καὶ οὐδενὸς ἴσως ἄξιον περιγίνεται, σοὶ δὲ τὸ μέγιστον καὶ τιμιώτατον τῶν ἐν τῇ φύσει, καλοκἀγαθία."],["118","ἕπεται δὲ κατὰ τὸ ἀναγκαῖον ὥσπερ σκιὰ σώματι καὶ ταύτῃ τῆς ἔχθρας διάλυσις· ὅ τε γὰρ εὖ πεπονθὼς ἄκων ἄγεται πρὸς τὸ ἔνσπονδον χάριτι δουλωθείς, ὅ τε ὠφεληκὼς συμβούλῳ χρώμενος καλῇ πράξει σχεδὸν ἤδη πρὸς καταλλαγὰς τὴν διάνοιαν τέτραπται."],["119","τοῦτο δὲ μάλιστα βούλεται διὰ πάσης τῆς νομοθεσίας ὁ ἱερώτατος προφήτης κατασκευάζειν, ὁμόνοιαν, κοινωνίαν, ὁμοφροσύνην, κρᾶσιν ἠθῶν, ἐξ ὧν οἰκίαι καὶ πόλεις ἔθνη τε καὶ χῶραι καὶ τὸ σύμπαν ἀνθρώπων γένος εἰς τὴν ἀνωτάτω προέλθοιεν εὐδαιμονίαν."],["120","ἀλλ’ ἄχρι μὲν τοῦ παρόντος ταῦτ’ εἰσὶν εὐχαί· γενήσεται δέ, ὥς γε ἐμαυτὸν πείθω, καὶ ἔργα ἀψευδέστατα, τοῦ θεοῦ παρασχόντος ὥσπερ ἐτησίους καρποὺς εὐφορίαν ἀρεταῖς, ὧν μὴ ἀμοιρήσαιμεν οἱ τὸν πόθον αὐτῶν σχεδὸν ἀπὸ πρώτης ἡλικίας περιφέροντες."],["121","Ἃ μὲν οὖν ἐπ’ ἐλευθέροις ἔγνω, ταῦτα καὶ τὰ τούτοις ἐστὶ παραπλήσια. συνῳδὰ δ’ ὡς ἔοικε καὶ περὶ δούλων νομοθετεῖ, πάλιν τῶν συντεινόντων εἰς ἡμερότητα καὶ φιλανθρωπίαν καὶ τούτοις μεταδιδούς."],["122","θῆτας μὲν οὖν ἕνεκα χρείας τῶν ἀναγκαίων ὑποβεβληκότας ἑαυτοὺς ἄλλων ὑπηρεσίαις οἴεται δεῖν ἀνάξιον μηδὲν ὑπομένειν τῆς ἐκ γένους ἐλευθερίας, παραινῶν τοῖς τυγχάνουσι τῆς διακονίας εἰς τὸ τῆς τύχης ἀτέκμαρτον ἀφορᾶν καὶ λαμβάνειν αἰδῶ τῆς μεταβολῆς· τοὺς δ’ ἐξ ἐφημερινῶν δανείων χρεώστας τὸ τῆς προσβολῆς ὄνομα καὶ πάθος ὑποδύντας ἢ καὶ τοὺς ἀνάγκῃ βιαστικωτέρᾳ γενομένους ἐξ ἐλευθέρων δούλους οὐκ εἰς ἅπαν κακοπραγεῖν ἐᾷ διδοὺς ἐκεχειρίαν τούτοις τὴν εἰς ἅπαν ἐνιαυτῷ ἑβδόμῳ."],["123","τοῖς μὲν γὰρ δανεισταῖς οὐ κομισαμένοις τὸ χρέος ἢ τρόπον ἕτερον κτησαμένοις τοὺς πρότερον ἐλευθέρους ἐξαρκεῖ, φησί, χρόνος εἰς ὑπηρεσίαν ἑξαετία· οἱ δὲ μὴ γένει δοῦλοι χρηστῆς ἐλπίδος μὴ εἰς ἅπαν ἀμοιρείτωσαν, ἀλλ’ ἴτωσαν ἐπὶ τὴν παλαιὰν ἄδειαν, ἧς διὰ καιροὺς ἀβουλήτους ἐστέρηντο."],["124","κἂν ἐκ τριγονίας μέν, φησί, δοῦλος ἑτέρου φόβῳ δεσποτικῶν ἀπειλῶν ἢ συνειδήσει τινῶν ἁμαρτημάτων ἢ μηδὲν ἠδικηκώς, ἀμειλίκτῳ καὶ ὠμοθύμῳ χρώμενος ἄλλως δεσπότῃ, πρὸς σὲ καταφύγῃ τευξόμενος ἐπικουρίας, μὴ περιίδῃς· ἐκδιδόναι γὰρ ἱκέτας οὐχ ὅσιον, ἱκέτης δὲ καὶ ὁ δοῦλος ὥσπερ εἰς ἱερὸν τὴν σὴν ἑστίαν καταπεφευγώς, ἐν ᾗ δίκαιόν ἐστιν ἀσυλίας τυγχάνειν, μάλιστα μὲν εἰς ἀδόλους ἐλθὼν καταλλαγὰς τὰς χωρὶς ἐνέδρας, εἰ δὲ μή, τὸ γοῦν πανύστατον πραθείς· ἀλλαγαὶ γὰρ αἱ τῶν δεσποτῶν ἄδηλον ὅπου τὴν ῥοπὴν ἕξουσι, τοῦ δ’ ὁμολογουμένου κουφότερον τὸ ἄδηλον κακόν."],["125","Ταῦτα μὲν οὖν περὶ οἰκείων καὶ ἀλλοτρίων καὶ φίλων καὶ ἐχθρῶν καὶ δούλων καὶ ἐλευθέρων καὶ συνόλως ἀνθρώπων νομοθετεῖ. τὸ δὲ ἐπιεικὲς καὶ ἥμερον καὶ ἐπὶ τὴν τῶν ἀλόγων ζῴων φύσιν ἄγει μεταδιδοὺς καὶ τούτοις, ὥσπερ ἀπὸ πηγῆς εὐμενοῦς ἀρύσασθαί τινος χρηστοῦ."],["126","κελεύει γὰρ ἐν ταῖς ἡμέροις ἀγέλαις, κατά τε ποίμνας καὶ αἰπόλια καὶ βουκόλια, τῆς παραχρῆμα τῶν γεννωμένων ἀπολαύσεως ἀπέχεσθαι, μήτε πρὸς ἐδωδὴν μήτε ἐπὶ προφάσει θυσιῶν λαμβάνοντας. ὠμῆς γὰρ ὑπέλαβεν εἶναι ψυχῆς, ἐφεδρεύειν ἀποκυϊσκομένοις εἰς ἀνυπέρθετον διάζευξιν ἐγγόνων τε αὖ καὶ μητέρων ἕνεκα γαστρὸς ἡδονῆς, μᾶλλον δὲ ἀηδίας ἐκτόπου τινὸς [ψυχῆς] καὶ παρηλλαγμένης."],["127","φησὶν οὖν τῷ βιωσομένῳ κατὰ τὴν ἱερωτάτην αὐτοῦ πολιτείαν· „ὦ γενναῖε, πολλή τίς ἐστιν ἀφθονία σοι τῶν πρὸς ἀπόλαυσιν, οἷς μέμψις οὐ παρέπεται· συγγνωστὸν γὰρ ἂν ἦν ἴσως, ἐπειδὴ πολλὰ τῶν ἀβουλήτων ἡ ἀπορία καὶ σπάνις δρᾶν ἀναγκάζει. σὺ δὲ καὶ διαφέρειν εἰς ἐγκράτειαν καὶ τὰς ἄλλας ἀρετὰς ὀφείλεις τὴν καλλίστην τεταγμένος τάξιν, ὑπὸ ταξιάρχῃ τῷ τῆς φύσεως ὀρθῷ λόγῳ, δι’ ὃν ἡμερῶσθαί σε δεῖ μηδὲν σκαιὸν τῇ διανοίᾳ παραδεχόμενον."],["128","τί δ’ ἂν εἴη σκαιότερον ἢ ταῖς περὶ τὴν ἀποκύησιν ὠδῖσιν ἐπιφέρειν ἔξωθεν ἑτέρας ἐκ τῆς παραχρῆμα τῶν γεννωμένων διαζεύξεως; ἀνάγκη γὰρ σφαδᾴζειν ἀποσπωμένων, διά τινα φυσικὴν μητέρων πρὸς ἔγγονα φιλοστοργίαν, καὶ μάλιστα ὑπὸ τὸν τῆς κυήσεως καιρόν, ἐπειδὴ πηγάζοντες οἱ μαστοὶ σπάνει τοῦ θηλάζοντος, ἀνακοπὴν τῆς ἐπιρροίας λαμβανούσης, σκιρροῦνταί τε καὶ κατατεινόμενοι τῷ βάρει παγέντος εἴσω τοῦ γάλακτος ἀλγηδόσι πιέζονται."],["129","χάρισαι δή, φησί, τῇ μητρὶ τὸ ἔγγονον, εἰ καὶ μὴ τὸν σύμπαντα χρόνον, ἑπτὰ γοῦν τὰς πρώτας ἡμέρας γαλακτοτροφῆσαι, καὶ μὴ ἀνωφελεῖς ἃς ἡ φύσις ὤμβρησε πηγὰς ἐν μαστοῖς ἐργάσῃ, τὰς δευτέρας αὐτῆς χάριτας ἀνελών, ἃς ἐκ πολλοῦ τοῦ προμηθοῦς ἡτοιμάσατο τἀκόλουθον μακρόθεν αἰωνίῳ καὶ τελείᾳ φρονήσει κατιδοῦσα—"],["130","προτέρα μὲν γὰρ δωρεὰ γένεσις, δι’ ἧς τὸ μὴ ὂν ἄγεται πρὸς τὸ εἶναι, δευτέρα δὲ γάλακτος ἐπίρροια, τροφὴ καιρίως μαλακωτάτη, πᾶν ἁπαλόνυχον ἄρδουσα, ὃ ποτόν ἐστιν ὁμοῦ καὶ σιτίον· ὅσον μὲν γὰρ ὑδατῶδες τοῦ γάλακτος, ποτόν, ὅσον δ’ ὑποπαχύνεται, σιτίον— προνοίᾳ τοῦ μὴ κακοπαθεῖν τὸ ἀρτίγονον, ἐφεδρευούσης ἀεὶ χρόνοις διαφέρουσιν ἐνδείας, ἀλλ’ ὑπὸ μίαν καὶ τὴν αὐτὴν προσφορὰν ἑκατέρας τροφῆς ἤδη τὰς πικρὰς δεσποίνας, δίψαν τε καὶ πεῖναν, ἐκφεύγειν. “"],["131","τοῦτον ἀναγνόντες τὸν νόμον, οἱ χρηστοὶ καὶ περιμάχητοι γονεῖς, ἐγκαλύψασθε, οἱ ἐπὶ τοῖς βρέφεσιν ἀεὶ φονῶντες, οἱ κακὴν ἐφεδρεύοντες ἐφεδρείαν τοῖς ἀποκυομένοις εἰς ἔκθεσιν, οἱ τοῦ σύμπαντος ἀνθρώπων γένους ἄσπονδοι πολέμιοι."],["132","τίνι γὰρ δι’ εὐνοίας ἀφίξεσθε, γενόμενοι τῶν ἰδίων τέκνων αὐτόχειρες; οἱ τὰς πόλεις τό γ’ ἐφ’ ὑμῖν ἧκον μέρος ἐρημοῦντες, ἀπὸ τῶν ἐγγυτάτω γένους ἀρξάμενοι τῆς ἀπωλείας, οἱ τοὺς τῆς φύσεως θεσμοὺς ἀνατρέποντες καὶ ὅσα ἂν οἰκοδομῇ καθαιροῦντες, δι’ ἀνημέρου καὶ ἀτιθάσου ψυχῆς ὠμότητα γενέσει φθορὰν καὶ ζωῇ θάνατον ἐπιτειχίζοντες."],["133","ἢ οὐχ ὁρᾶτε, ὅτι τῷ πάντα ἀρίστῳ νομοθέτῃ δι’ ἐπιμελείας ἐγένετο μηδὲ τῶν ἀλόγων τὰ ἔγγονα διαζευχθῆναι τῆς τεκούσης, ἄχρις ἂν γαλακτοτροφηθῇ; τὸ πλέον, ὦ γενναῖοι, δι’ ὑμᾶς, ἵν’, εἰ καὶ μὴ τῇ φύσει, μαθήσει γοῦν ἀναδιδάσκησθε τὸ φιλοίκειον, εἰς ἄρνας καὶ ἐρίφους ἀποβλέποντες, οἳ ἐν ἀφθόνοις χορηγίαις τῶν ἀναγκαίων τρυφᾶν οὐ κεκώλυνται, τῆς φύσεως μὲν τοιαῦτα παρασκευασαμένης ἐν ἐπιτηδειοτάτοις χωρίοις, ἐξ ὧν εὐμαρεῖς τοῖς δεησομένοις αἱ ἀπολαύσεις γενήσονται, νομοθέτου δὲ μετὰ πολλῆς προμηθείας ἐφορῶντος, ἵνα μηδεὶς ἐμποδίζῃ τὰς εὐεργέτιδας καὶ σωτηρίους τοῦ θεοῦ δωρεάς."],["134","Βουλόμενος δὲ πολυτρόποις ἰδέαις τὰ ἡμερότητος καὶ ἐπιεικείας σπέρματα ταῖς διανοίαις ἐγκατασπείρειν ἄλλο τίθησι διάταγμα συγγενὲς τοῖς προτέροις, ἀπαγορεύων ἡμέρᾳ τῇ αὐτῇ συγκαταθύειν μητέρα καὶ ἔγγονον· καὶ γὰρ εἰ θυτέον, ἀλλ’ οὖν ἐν χρόνοις γε διαφέρουσιν· ὑπερβολὴ γὰρ ἀγριότητος τὴν αἰτίαν τῆς γενέσεως μετὰ τοῦ ζῳογονηθέντος ἡμέρᾳ μιᾷ κτείνειν. καὶ τοῦτο τοῦ χάριν;"],["135","ἢ γὰρ ἐπὶ προφάσει θυσιῶν ἢ διὰ γαστρὸς ἀπόλαυσιν· εἰ μὲν οὖν ἕνεκα θυσιῶν, ἐπέψευσται καὶ τοὔνομα· τὰ γὰρ τοιαῦτα σφάγια, οὐ θυσία. τίς δὲ δὴ καὶ θεοῦ βωμὸς οὕτως ἀνίερα ἱερεῖα προσδέξεται; ποῖον δὲ πῦρ οὐκ ἂν δίχα τμηθὲν ἐξ ἑαυτοῦ διασταίη φεῦγον τὴν ἐξ ἀμίκτου πράγματος ἕνωσιν; οἶμαι ἂν αὐτὸ μηδὲ πρὸς βραχύτατον ὑπομεῖναι χρόνον, ἀλλ’ αὐτίκα σβεσθῆναι προνοίᾳ τινὶ τοῦ μὴ τὸν ἀέρα καὶ τὴν ἱερωτάτην πνεύματος φύσιν ὑπὸ τῆς αἰρομένης φλογὸς μιαίνεσθαι."],["136","εἰ δὲ μὴ θυσιῶν χάριν ἀλλὰ θοίνης, τίς οὐκ ἂν τῆς ὑπερφυοῦς γαστριμαργίας ὀρέξεις προβάλλοιτο καινὰς καὶ παρηλλαγμένας; ἐκτόπους μὲν γὰρ ἡδονὰς οἱ τοιοῦτοι μεταδιώκουσι. τίς δὲ ἡδονὴ κρεωφαγοῦσι, γεύσασθαι σαρκῶν ἐν ταὐτῷ μητέρων καὶ ἐγγόνων; ὧν εἰ τὰ μέλη τις ἀναμῖξαι θελήσειεν ἀναπείρων ὀβελοῖς, ἵν’ ὀπτῶν ἐμφορήσαιτο, οὐκ ἄν μοι δοκεῖ διατελεῖν ἥσυχα, ῥήξειν δὲ φωνὴν σχετλιάσαντα δι’ ὑπερβολὴν τοῦ καινουργηθέντος πάθους καὶ μυρία λοιδορήσεσθαι τῆς λαιμαργίας τοῖς εὐτρεπίζουσιν ἄσιτον εὐωχίαν."],["137","ἀλλ’ ὅ γε νόμος ἔξω τῶν περιρραντηρίων ἐλαύνει καὶ ὅσα τῶν ζῴων κυοφορεῖ, μὴ ἐπιτρέπων ἄχρις ἂν ἀποτέκῃ σφαγιάζεσθαι, τὰ κατὰ γαστρὸς ἐν ἴσῳ τοῖς ἀποκυηθεῖσιν ἤδη λογισάμενος, οὐκ ἐπειδὴ τὴν ἴσην ἔλαχε τάξιν ἃ μηδ’ εἰς φῶς πω προῆλθεν, ἀλλ’ ὑπὲρ τοῦ μακρόθεν ἐπισχεῖν τὴν εὐχέρειαν τῶν εἰωθότων πάντα φύρειν."],["138","εἰ γὰρ τὰ φυτῶν τρόπον ἔτι παραυξανόμενα καὶ μέρη νομιζόμενα τῶν κυόντων, νυνὶ μὲν ἡνωμένα, μηνῶν δὲ περιόδοις αὖθις ἀποσπασθησόμενα τῆς συμφυΐας, διὰ τὴν ἐλπίδα τοῦ γενήσεσθαι ζῷα φυλάττεται τῷ περὶ τὰς μητέρας ἀνεπιβουλεύτῳ, χάριν τοῦ μὴ τὸ λεχθὲν μίασμα συμβῆναι, πῶς οὐχὶ μᾶλλον τὰ ἀποτεχθέντα καὶ καθ’ αὑτὰ ψυχῆς καὶ σώματος μεμοιραμένα; πάντων γὰρ ἀνοσιώτατον ἑνὶ καιρῷ καὶ ἡμέρᾳ μιᾷ ἔγγονον ὁμοῦ καὶ μητέρα κτείνειν."],["139","ἐνθένδε μοι δοκοῦσιν ὁρμηθέντες ἔνιοι τῶν νομοθετῶν τὸν ἐπὶ ταῖς κατακρίτοις γυναιξὶν εἰσηγήσασθαι νόμον, ὃς κελεύει τὰς ἐγκύους, ἐὰν ἄξια θανάτου δράσωσιν, φυλάττεσθαι μέχρις ἂν ἀποτέκωσιν, ἵνα μὴ ἀναιρουμένων συναπόληται τὰ κατὰ γαστρός."],["140","ἀλλ’ οὗτοι μὲν ἐπ’ ἀνθρώπων ταῦτα ἔγνωσαν· ὁ δὲ καὶ προσυπερβάλλων ἔτι ἄχρι καὶ τῶν ἀλόγων ζῴων τὸ ἐπιεικὲς ἀπέτεινεν, ἵν’ ἐν τοῖς ἀνομοιογενέσιν ἀσκήσαντες πολλῇ τινι περιουσίᾳ χρώμεθα φιλανθρωπίας ἐν τοῖς ὁμογενέσι, τοῦ μὲν λυπεῖν καὶ ἀντιλυπεῖν ἀλλήλους ἀπεχόμενοι, τὰ δ’ οἰκεῖα ἀγαθὰ μὴ θησαυροφυλακοῦντες, ἀλλ’ εἰς μέσον προφέροντες καθάπερ συγγενέσι καὶ ἐκ φύσεως ἀδελφοῖς τοῖς πανταχοῦ πᾶσιν."],["141","ἔτι τοίνυν τὸ μὲν ἔθνος ἐπὶ μισανθρωπίᾳ διαβαλλέτωσαν, τοὺς δὲ νόμους ὡς ἄμικτα καὶ ἀκοινώνητα παραγγέλλοντας αἰτιάσθωσαν οἱ δεινοὶ συκοφάνται, φανερῶς οὕτως τῶν μὲν νόμων ἐλέου μεταδιδόντων καὶ ταῖς τῶν θρεμμάτων ἀγέλαις, τοῦ δὲ ἔθνους ταῖς ἐκ πρώτης ἡλικίας νομίμοις ὑφηγήσεσιν ὅσον ἐν ταῖς ψυχαῖς ἀπειθὲς μεθαρμοζομένου πρὸς τὸ τιθασόν."],["142","ἐπαποδύεται δὲ αὐτὸς ἑαυτῷ καὶ ἐπαγωνίζεται πολύγονος ὢν ἀρετῆς καί τινι εὐτροπίᾳ χρώμενος πρὸς τὰς καλὰς ὑφηγήσεις· κελεύσας γάρ, πρὶν ἀπότιτθον γενέσθαι, μὴ ἀποσπᾶν τῆς τεκούσης μήτε ἄρνα μήτε ἔριφον μήτε ἄλλο τι τῶν ἐν ταῖς ἀγέλαις, καὶ προσδιαταξάμενος μηδὲ τῇ αὐτῇ ἡμέρᾳ κτείνειν μητέρα καὶ ἔγγονον, ἐπιδαψιλεύεται φάσκων· „οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρός “(Exod. 23, 19. 34, 26. δευτ. 14, 20)."],["143","πάνυ γὰρ ἄτοπον ὑπέλαβεν εἶναι τὴν τροφὴν ζῶντος ἥδυσμα γενέσθαι καὶ παράρτυσιν ἀναιρεθέντος καὶ τὴν μὲν φύσιν ἐπιμεληθεῖσαν αὐτοῦ τῆς διαμονῆς ὀμβρῆσαι γάλα, ὃ διὰ μαστῶν τῆς τεκούσης οἷα δεξαμενῶν φέρεσθαι διετάξατο, τὴν δὲ τῶν ἀνθρώπων ἀκρασίαν τοσοῦτον ἐπιβῆναι, ὡς τῷ τῆς ζωῆς αἰτίῳ καταχρήσασθαι καὶ πρὸς τὴν τοῦ ὑπολοίπου σώματος ἀνάλωσιν."],["144","εἰ δή τις ἐν γάλακτι κρέα συνέψειν ἀξιοῖ, μὴ σὺν ὠμότητι, χωρὶς δὲ ἀσεβείας ἑψέτω· μυρίαι θρεμμάτων εἰσὶν ἀγέλαι πανταχοῦ καὶ καθ’ ἑκάστην ἡμέραν ἀμελγόμεναι διὰ βουκόλων αἰπόλων ποιμένων, οἷς κτηνοτροφοῦσιν ἡ μεγίστη πρόσοδός ἐστι γάλα, τῇ μὲν κεχυμένον, τῇ δὲ συνεσταλμένον τε καὶ πηγνύμενον εἰς τυρόν· ὥστε ἀφθονίας ὑπαρχούσης τὸν ἀρνῶν ἢ ἐρίφων ἤ τινος ἑτέρου γάλακτι μητρῴῳ κρέα συνέψοντα χαλεπὴν ἐπιδείκνυσθαι τρόπων σκαιότητα, τὸ ἀναγκαιότατον καὶ συγγενέστατον λογικῇ ψυχῇ πάθος ἐκτετμημένον, τὸν ἔλεον."],["145","Ἄγαμαι δὲ κἀκεῖνον τὸν νόμον, ὃς καθάπερ ἐν χορῷ παναρμονίῳ συνᾴδων τοῖς προτέροις διαγορεύει, βοῦν ἀλοῶντα μὴ φιμοῦν. οὗτος γάρ ἐστιν ὁ πρὸ μὲν τῆς σπορᾶς [οὔσης] τῆς βαθυγείου πεδιάδος ἀνατέμνων τὰς αὔλακας καὶ προετοιμασάμενος οὐρανῷ καὶ γεωπόνῳ τὰς ἀρούρας, τῷ μὲν ἵνα καιρίως κατασπείρῃ, τῷ δ’ ἵνα κόλποι βαθεῖς ὑποδεξάμενοι τὰς διὰ τῶν ὑετῶν χάριτας ταμιεύωσι καὶ χορηγῶσιν ἐκ τοῦ κατ’ ὀλίγον τῷ σπόρῳ τροφὰς πίονας, ἄχρις ἂν σταχυηφορήσας τελειογονήσῃ τὸν ἐτήσιον καρπόν· μετὰ δὲ τὴν τελείωσιν πάλιν βοῦς ἐστι πρὸς ἑτέραν ὑπηρεσίαν ἀναγκαῖος, κάθαρσιν δραγμάτων καὶ διάκρισιν σκυβάλων ἀπὸ τοῦ γνησίου καὶ χρησίμου."],["146","ἀλλ’ ἐπειδὴ τὴν ἐπὶ τοῖς [γῆν] ἀλοῶσι βουσὶν ἥμερον καὶ χρηστὴν πρόσταξιν εἶπον, καὶ τὸν ἐπὶ τοῖς γῆν ἀροῦσι θρέμμασι τεθέντα νόμον ἑξῆς δίειμι τῆς αὐτῆς ὄντα συγγενείας. ἀπαγορεύει γὰρ ἐν ταὐτῷ καταζευγνύναι πρὸς ἄροτον γῆς βοῦν καὶ ὄνον, οὐ μόνον τοῦ περὶ τὰ ζῷα ἀνοικείου στοχασάμενος, διότι τὸ μέν ἐστι καθαρόν, ὄνος δὲ τῶν οὐ καθαρῶν, τὰ δὲ οὕτως ἠλλοτριωμένα συνάγειν οὐ πρέπει, ἀλλ’ ἐπειδὴ καὶ τὴν ἰσχύν ἐστιν ἄνισα, προμηθεῖται δὲ τῶν ἀσθενεστέρων, ὡς μὴ πρὸς δυνατωτέρας βίας θλίβηται καὶ προσπιέζηται· καίτοι τὸ μὲν ἀσθενέστερον, ὄνος, ἔξω περιρραντηρίων ἐλαύνεται, τὸ δὲ ἐρρωμενέστερον, βοῦν, ἐν ταῖς τελειοτάταις θυσίαις νόμος ἱερουργεῖν."],["147","ἀλλ’ ὅμως οὔτε τῆς τῶν ἀκαθάρτων ἀσθενείας ὠλιγώρησεν οὔτε τοῖς καθαροῖς ἐφῆκεν ἰσχύϊ πρὸ δίκης χρῆσθαι, μόνον οὐκ ἄντικρυς βοῶν καὶ κεκραγὼς τοῖς ὦτα ἔχουσιν ἐν ψυχῇ, μηδένα τῶν ἑτεροεθνῶν ἀδικεῖν, οὐδὲν ἔχοντας αἰτιάσασθαι ὅτι μὴ τὸ ἀλλογενές, ὅπερ ἐστὶν ἀναίτιον· ὅσα γὰρ μήτε κακία μήτε ἀπὸ κακιῶν ἔξω παντὸς ἐγκλήματος ἵσταται."],["148","Ἐπιδαψιλευόμενος δὲ τὸ ἐπιεικὲς πάλιν πλουσίως αὐτῷ καὶ κατακόρως χρῆται, μετιὼν ἀπὸ μὲν τῶν λογικῶν ἐπὶ τὰ ἄλογα, ἀπὸ δὲ τῶν ἀλόγων ἐπὶ τὰ φυτά, περὶ ὧν αὐτίκα λεκτέον, ἐπειδὴ περὶ τῶν προτέρων, ἀνθρώπων τε καὶ τῶν ὅσα ψυχῆς μεμοίραται,"],["149","λέλεκται. διείρηκε τοίνυν ἄντικρυς μήτε δενδροτομεῖν ὅσα τῆς ἡμέρου ὕλης μήτε κείρειν ἐπὶ λύμῃ πρὸ καιροῦ σταχυηφοροῦσαν πεδιάδα μήτε συνόλως καρπὸν διαφθείρειν, ἵνα περιουσίᾳ μὲν τροφῶν ἀφθόνων χορηγῆται τὸ ἀνθρώπων γένος, περιουσίᾳ ζῇ δὲ μὴ μόνον τῶν ἀναγκαίων ἀλλὰ καὶ τῶν πρὸς τὸν ἁβροδίαιτον βίον. ἀναγκαῖον μὲν γὰρ ὁ τοῦ σίτου καρπὸς εἰς τροφὴν ἀνθρώπων ἀποκριθείς, πρὸς δὲ τὸν ἁβροδίαιτον βίον αἱ τῶν ἀκροδρύων ἀμύθητοι ποικιλίαι· γίνονται δὲ ἐν ἐνδείαις αὗται πολλάκις καὶ τροφαὶ δεύτεραι."],["150","καὶ προσυπερβάλλων οὐδὲ τὴν τῶν πολεμίων χώραν τέμνειν ἐᾷ, παραγγέλλει δ’ ἀνέχειν δενδροτομιῶν καὶ δῃώσεων, ἄτοπον ὑπολαβὼν εἶναι τὴν πρὸς ἀνθρώπους ὀργὴν ἀποσκήπτειν εἰς τὰ μηδενὸς αἴτια κακοῦ."],["151","ἔπειτα δὲ ἀξιοῖ μὴ μόνον τὸ παρὸν βλέπειν, ἀλλὰ καὶ τὸ μέλλον ὥσπερ ἀπὸ σκοπῆς μακρόθεν ὀξυωπίᾳ λογισμοῦ καθορᾶσθαι, μηδενὸς ἐν ὁμοίῳ μένοντος ἀλλὰ πάντων τροπαῖς καὶ μεταβολαῖς χρωμένων, ὡς εἰκὸς εἶναι τοὺς τέως δυσμενεῖς ἐπικηρυκευσαμένους καὶ συμβατηρίων ἄρξαντας ἐνσπόνδους αὐτίκα γενέσθαι."],["152","φίλους δὲ τροφῶν ἀναγκαίων ἀποστερεῖν χαλεπόν, μηδὲν ταμιευσαμένους τῶν ἐπ’ ὠφελείᾳ διὰ τὴν τοῦ μέλλοντος ἀδηλότητα. πάνυ γὰρ ἐκεῖνο καλῶς εἴρηται τοῖς παλαιοῖς, ὅτι καὶ φιλίας κοινωνητέον μὴ ἀπογινώσκοντας ἔχθραν καὶ προσκρουστέον ὡς φιλίας ἐσομένης, ἵνα ἕκαστος ἐν τῇ ἑαυτοῦ φύσει ταμιεύηταί τι τῶν εἰς ἀσφάλειαν καὶ μὴ ἀπογυμνωθεὶς ἐν ἔργοις καὶ λόγοις μετανοῇ, τῆς ἄγαν εὐχερείας, ὅτ’ οὐδὲν ὄφελος, αἰτιώμενος ἑαυτόν."],["153","τὸ λόγιον τοῦτο χρὴ φυλάττειν καὶ τὰς πόλεις, ἐν μὲν εἰρήνῃ προνοουμένας τῶν κατὰ πόλεμον, ἐν δὲ πολέμῳ τῶν κατ’ εἰρήνην, καὶ μήτε τοῖς συμμάχοις ἀνέδην προπιστεύειν ὡς οὐ χρησομένοις μεταβολῇ πρὸς τὸ ἀντίπαλον μήτε τοῖς πολεμίοις εἰς ἅπαν ἀπιστεῖν ὡς οὐ δυνησομένοις ποτὲ μεθορμίσασθαι πρὸς τὸ ἔνσπονδον."],["154","εἰ μέντοι καὶ μηδὲν ὑπὲρ ἐχθροῦ πρακτέον δι’ ἐλπίδα καταλλαγῶν, οὐδὲν ἐχθρὸν φυτόν, ἀλλ’ ἔνσπονδα πάντα καὶ ὠφέλιμα, τὰ δ’ ἥμερα καὶ διαφερόντως ἀναγκαῖα, ὧν ὁ καρπὸς ἢ τροφή ἐστιν ἢ ἰσότιμον τροφῇ κτῆμα. τί δὴ δεῖ πεπολεμῶσθαι πρὸς τὰ μὴ πολέμια τέμνοντας ἢ καίοντας ἢ ῥίζαις αὐταῖς ἀνασπῶντας, ἅπερ αὐτὴ ἡ φύσις ὑδάτων ἐπιρροίαις καὶ εὐκρασίαις ἀέρων ἐτελειογόνησε, δασμοὺς ἐτησίους οἴσοντα ἀνθρώποις οἷα βασιλεῦσιν;"],["155","Ἐμέλησε δ’ αὐτῷ καθάπερ ἀγαθῷ προστάτῃ τὴν ἀλειπτικὴν μὴ μόνον ζῴοις ἀλλὰ καὶ φυτοῖς ἰσχύν τε καὶ ῥώμην ἀπεργάσασθαι, καὶ μάλιστα τοῖς ἡμέροις, ἐπειδὴ καὶ πλείονος ἄξια φροντίδος ἐστὶ καὶ οὐχ ὁμοίως τοῖς ἀγρίοις εὔτονα, γεωργικῆς ἐπιστήμης δεόμενα πρὸς κραταιοτέραν δύναμιν."],["156","κελεύει γὰρ τὰ νεόφυτα τῶν δένδρων ἐπὶ τριετίαν ἑξῆς τιθηνεῖσθαι τάς τε περιττὰς ἐπιφύσεις ἀποτέμνοντας, ὑπὲρ τοῦ μὴ βαρυνόμενα πιέζεσθαι καὶ ὑπὲρ τοῦ μὴ κατακερματιζομένης τῆς τροφῆς δι’ ἔνδειαν ἐξασθενεῖν, γυροῦν τε καὶ περισκάπτειν, ἵνα μηδὲν τῶν ἐπὶ ζημίᾳ παραναβλαστάνῃ τὴν αὔξησιν κωλῦον· τόν τε καρπὸν οὐκ ἐᾷ δρέπεσθαι κατὰ μετουσίαν ἀπολαύσεως, οὐ μόνον ἐπειδὴ ἀτελὴς ἐξ ἀτελῶν ἔμελλεν ἔσεσθαι— καὶ γὰρ τῶν ζῴων ὅσα μὴ τέλεια οὐ τελειογονεῖ—, ἀλλὰ καὶ διότι βλάπτεσθαι τὰ νεόφυτα καὶ τρόπον τινὰ χαμαίζηλα ἔμελλε κωλυόμενα ἐρνοῦσθαι."],["157","πολλοὶ γοῦν τῶν γεωπόνων ἔαρος ὥρας ἐπιτηροῦσι τὰ νέα τῶν δένδρων, ἵνα ὃν ἂν τέκῃ καρπὸν εὐθὺς ἀποθλίβωσι, πρὶν ἐπίδοσιν καὶ συναύξησιν λαβεῖν, φόβῳ τῆς τῶν τεκόντων ἀσθενείας. συμβαίνει γάρ, εἰ μὴ προφυλάξαιτό τις, ὅτε χρὴ τελειωθέντα καρπὸν φέρειν, ἀγονεῖν ἢ ἀμβλίσκειν ἐξασθενήσαντα τῷ πρὸ καιροῦ πονηθῆναι φοραῖς, ἃς αἱ πάλαι κληματίδες ἐπηχθισμέναι ῥίζαις αὐταῖς ἐκτρύχουσι τὰ στελέχη."],["158","μετὰ δὲ τριετίαν, ὅταν αἱ μὲν ῥίζαι βαθύνωσι προσεχόμεναι τῷ ἐδάφει κραταιότερον, τὸ δὲ στέλεχος ὥσπερ ἀκλινέσι θεμελίοις ἐπερηρεισμένον αὐξήσῃ σὺν εὐτονίᾳ, δυνήσεται τελειογονεῖν ἔτει τετάρτῳ κατὰ τέλειον ἀριθμὸν τετράδα."],["159","τετράδι δὲ κελεύει μὴ δρέπεσθαι τὸν καρπὸν πρὸς ἀπόλαυσιν, ἀλλ’ ὅλον αὐτὸν καθιεροῦν ἀπαρχὴν τῷ θεῷ, τῇ μὲν τῶν προγεγονότων χαριστήριον, τῇ δὲ ἐλπίδα τῆς εἰς τὸ μέλλον εὐκαρπίας καὶ τοῦ μετὰ τοῦτο προσοδεύεσθαι."],["160","ὁρᾷς ὅσον τὸ ἵλεων καὶ χρηστὸν ἐπιδείκνυται καὶ ὡς ἀνακέχυκεν αὐτὸ πρὸς πᾶσαν ἰδέαν ἀνθρώπων τὸ πρῶτον, κἂν ἀλλόφυλός τις ἢ ἐχθρὸς ᾖ, εἶτα ζῴων ἀλόγων, κἂν μὴ τυγχάνῃ καθαρά, ἐπὶ δὲ πᾶσι σπαρτῶν ὁμοῦ καὶ δένδρων. ὅ τε γὰρ ἐν ταῖς ἀφαντάστοις φύσεσι προμαθὼν ἐπιείκειαν εἰς οὐδὲν ἂν τῶν ψυχῆς μεμοιραμένων ἐξαμάρτοι, ὅ τε μὴ ἐπιχειρῶν νεωτερίζειν περὶ τὰ ἔμψυχα πόρρωθεν ἀναδιδάσκεται τῶν λογικῶν ἐπιμελεῖσθαι."],["161","Τοιαύταις ὑφηγήσεσι τὰς διανοίας τῶν κατ’ αὐτὸν πολιτευομένων ἐξημερώσας ὑπεροψίας καὶ ἀλαζονείας, ἀργαλεωτάτων καὶ ἐπαχθεστάτων κακῶν, διέζευξεν, ὧν ὡς μεγίστων ἀγαθῶν οἱ πολλοὶ περιέχονται, καὶ μάλιστα ὅταν πλοῦτοι καὶ δόξαι καὶ ἡγεμονίαι περιουσίας ἀφθόνους χορηγῶσιν."],["162","ἀλαζονεία γὰρ φύεται καὶ ἐν ἠμελημένοις καὶ ἀφανέσιν ἀνθρώποις, ὡς καὶ τῶν ἄλλων ἕκαστον ψυχῆς παθῶν τε καὶ νοσημάτων καὶ ἀρρωστημάτων, τὴν δ’ ἐπὶ πλέον παραύξησιν οὐ λαμβάνει, ἀλλ’ οἷα πυρὸς οὐσία διὰ σπάνιν ὕλης ἀμαυροῦται· περιφαίνεται δ’ ἐν τοῖς μεγάλοις χορηγοὺς ὡς ἔφην ἔχουσι τούτου τοῦ κακοῦ πλούτους καὶ δόξας καὶ ἡγεμονίας, ὧν ὑποπλησθέντες καθάπερ οἱ πολὺν ἄκρατον ἐμφορησάμενοι μεθύουσι καὶ ἐμπαροινοῦσι δούλοις ὁμοῦ καὶ ἐλευθέροις, ἔστι δ’ ὅτε καὶ ὅλαις πόλεσι· „τίκτει γὰρ κόρος ὕβριν”, ὡς ὁ τῶν παλαιῶν λόγος."],["163","διὸ παγκάλως Μωυσῆς ἱεροφαντῶν παραινεῖ πάντων μὲν ἁμαρτημάτων ἀπέχεσθαι, διαφερόντως δὲ ὑπεροψίας. εἶθ’ ὑπόμνησιν ποιεῖται τῶν μὲν ἀναφλέγειν τὸ πάθος εἰωθότων, πλησμονῆς γαστρὸς ἀμέτρου καὶ οἰκιῶν καὶ κτημάτων καὶ θρεμμάτων ἀφθόνου περιουσίας· γίνονται γὰρ εὐθὺς αὑτῶν ἀκράτορες, διαιρόμενοι καὶ φυσώμενοι, οἷς μία θεραπείας ἐλπὶς τὸ μηδέποτε ἐκλανθάνεσθαι τοῦ θεοῦ."],["164","καθάπερ γὰρ ἀνατείλαντος ἡλίου τὸ μὲν σκότος ἀφανίζεται, φωτὸς δὲ πληροῦται τὰ πάντα, τὸν αὐτὸν τρόπον ὅταν θεός, ὁ νοητὸς ἥλιος, ἀνάσχῃ καὶ ἐπιλάμψῃ ψυχῇ, ὁ μὲν τῶν παθῶν καὶ κακιῶν ζόφος ἀνασκίδναται, τῆς δ’ αὐγοειδεστάτης ἀρετῆς τὸ καθαρώτατον καὶ ἀξιέραστον"],["165","εἶδος ἐπιφαίνεται. στέλλειν δ’ ἔτι μᾶλλον καὶ καθαιρεῖν ὑπεροψίαν ἀξιῶν τὰς αἰτίας ἐπιλέγει, δι’ ἃς ἄληστον ἐχρῆν τὴν τοῦ θεοῦ μνήμην ἀγαλματοφορεῖν. „οὗτος γάρ σοι„ φησί „δίδωσιν ἰσχὺν ποιῆσαι δύναμιν„ (Deut. 8, 18)· ἄγαν παιδευτικῶς· ὁ γὰρ ἀκριβῶς ἀναδιδαχθείς, ὅτι δῶρον εἴληφε παρὰ θεοῦ τὸ εὔτονον καὶ ῥωμαλέον, τὴν ἰδίαν ἀσθένειαν ἐκλογιζόμενος, ἣν πρὶν ἀπολαῦσαι τῆς δωρεᾶς εἶχε, τὸ ὑψηλὸν καὶ ὑπέραυχον φρόνημα διώσεται καὶ εὐχαριστήσει τῷ τῆς κρείττονος αἰτίῳ μεταβολῆς. ψυχὴ δὲ εὐχάριστος ἀλαζονείᾳ πολέμιος, ἐπεὶ καὶ τοὐναντίον ἀχαριστία συγγενὲς ὑπεροψίᾳ."],["166","ἐὰν δέ, φησίν, εὐρωστῇ σοι τὰ πράγματα, λαβὼν καὶ κτησάμενος ἰσχύν, ἣν ἴσως οὐ προσεδόκησας, ποίει δύναμιν. τί δὲ τοῦτ’ ἐστίν, ἀκριβωτέον τοῖς μὴ πάνυ συνορῶσι τὸ δηλούμενον. πολλοὶ τὰ ἐναντία ὧν εὖ πεπόνθασι δρᾶν ἐπιχειροῦσιν· ἢ γὰρ πλουτήσαντες πενίαν ἄλλοις κατασκευάζουσιν ἢ δόξης καὶ τιμῆς ἐπὶ μέγα μετασχόντες ἀδοξίας καὶ ἀτιμίας ἑτέροις αἴτιοι γίνονται."],["167","χρὴ δὲ καὶ τὸν φρόνιμον ἀγχίνους, ὡς ἔνι μάλιστα, τοὺς πλησιάζοντας κατασκευάζειν καὶ τὸν σώφρονα ἐγκρατεῖς καὶ γενναίους τὸν ἀνδρεῖον καὶ τὸν δίκαιον δικαίους καὶ συνόλως ἀγαθοὺς τὸν ἀγαθόν. ταῦτα γὰρ ὡς ἔοικε δυνάμεις, ὧν ὅ γε ἀστεῖος ὡς οἰκειοτάτων περιέξεται· ἀδυναμία δὲ καὶ ἀσθένεια, τὰ ἐναντία, σπουδαίων ἀλλότρια ἠθῶν."],["168","ἄλλως τε καὶ μάθημα ἀναδιδάσκει τῇ λογικῇ φύσει πρεπωδέστατον, μιμεῖσθαι θεὸν καθ’ ὅσον οἷόν τε, μηδὲν παραλιπόντα τῶν εἰς τὴν ἐνδεχομένην ἐξομοίωσιν. ἐπειδὴ τοίνυν, φησίν, ἔλαβες ἰσχὺν παρὰ τοῦ δυνατωτάτου, μετάδος ἄλλοις ἰσχύος διαθεὶς ὃ ἔπαθες, ἵνα μιμήσῃ θεὸν τῷ παραπλήσια χαρίζεσθαι."],["169","κοινωφελεῖς γὰρ αἱ τοῦ πρώτου ἡγεμόνος δωρεαί, ἃς δίδωσιν ἐνίοις, οὐχ ἵν’ ἐκεῖνοι λαβόντες ἀποκρύψωσιν ἢ καταχρήσωνται πρὸς ζημίαν ἑτέρων, ἀλλ’ ἵν’ εἰς μέσον προενεγκόντες ὥσπερ ἐν δημοθοινίᾳ πάντας ὅσους οἷόν τε καλέσωσιν ἐπὶ τὴν χρῆσιν καὶ ἀπόλαυσιν αὐτῶν."],["170","λέγομεν οὖν καὶ τῷ πολυχρημάτῳ καὶ ἐνδόξῳ καὶ εὐέκτῃ καὶ ἐπιστήμονι, πλουσίους καὶ ἐνδόξους εὐέκτας τε καὶ ἐπιστήμονας καὶ συνόλως ἀγαθοὺς ἀπεργάζεσθαι τοὺς ἐντυγχάνοντας, ἀλλὰ μὴ φθόνον καὶ βασκανίαν ἀρετῆς προτιμήσαντα τοῖς εὖ πράττειν δυναμένοις ἀντιβαίνειν."],["171","τοὺς δὲ μέγα πνέοντας ἐπιτάσει τῆς ἀλαζονείας ὡς ἀθεραπεύτως εἰς ἅπαν ἔχοντας ὁ νόμος παγκάλως οὐκ ἤγαγεν εἰς κρίσιν ἀνθρωπίνην, ἀλλὰ μόνῳ τῷ θείῳ παρέδωκε δικαστηρίῳ. φησὶ γάρ· ὃς ἂν ἐγχειρῇ τι πράττειν μεθ’ ὑπερηφανίας, „τὸν θεὸν παροξύνει “(Num. 15, 30). διὰ τί;"],["172","ὅτι πρῶτον μὲν ἀλαζονεία ψυχῆς ἐστι κακία, ψυχὴ δὲ ἀόρατος ὅτι μὴ θεῷ, κολαστὴς δὲ ὁ μὲν τυφλὸς ἐπίμεμπτος, ἄγνοιαν κατήγορον ἔχων, ὁ δὲ βλέπων ἐπαινετός, ἐπιστήμῃ πάντα δρῶν· ἔπειτα δὲ ὅτι φρονήματος ὑπόπλεως ἀλόγου γενόμενος πᾶς ἀλαζὼν „οὔτε ἄνδρα οὔτε ἡμίθεον ἀλλ’ ὅλον δαίμονα “κατὰ τὸν Πίνδαρον ὑπολαμβάνει ἑαυτόν, ὑπὲρ τοὺς ὅρους τῆς ἀνθρωπίνης φύσεως βαίνειν ἀξιῶν."],["173","ἔστι δ’ αὐτῷ καθάπερ ἡ ψυχὴ καὶ τὸ σῶμα ἐπίληπτον κατά τε τὰς σχέσεις καὶ κινήσεις ἁπάσας· ἀκροβατεῖ γὰρ καὶ τὸν αὐχένα μετέωρον ἐξαίρει φρυαττόμενος καὶ πλέον τῆς φύσεως ἐπῆρται καὶ πεφύσηται καὶ ὁρῶν παραβλέπει πλαγίαις ὄψεσι καὶ ἀκούων παρακούει, κέχρηται δὲ τοῖς μὲν οἰκέταις ὡς θρέμμασι, τοῖς δὲ ἐλευθέροις ὡς οἰκέταις, καὶ τοῖς μὲν συγγενέσιν ὡς ἀλλοτρίοις, τοῖς δὲ φίλοις ὡς κόλαξι, τοῖς δ’ ἀστοῖς ὡς ξένοις·"],["174","πάντων τε οἴεται εἶναι πλουσιώτατος, ἐντιμότατος, κάλλιστος, ἰσχυρότατος, φρονιμώτατος, σωφρονέστατος, δικαιότατος, λογιώτατος, ἐπιστημονικώτατος· εἶτα τοὺς ἄλλους ὑπολαμβάνει πένητας, ἀδόξους, ἀτίμους, ἄφρονας, ἀδίκους, ἀνεπιστήμονας, καθάρματα, τὸ μηδέν. εἰκότως οὖν ὁ τοιοῦτος ἀντιδίκῳ καὶ κολαστῇ χρήσαιτ’ ἄν, ὥς φησιν ὁ ἱεροφάντης, θεῷ."],["175","Φιλάρετος καὶ φιλόκαλος καὶ διαφερόντως φιλάνθρωπος ὢν ὁ ἱερώτατος Μωυσῆς προτρέπει τοὺς πανταχοῦ πάντας εὐσεβείας καὶ δικαιοσύνης εἶναι ζηλωτάς, ἆθλα προτιθεὶς ὡς νικηφόροις μεγάλα τοῖς μετανοοῦσι πολιτείας κοινωνίαν τῆς ἀρίστης καὶ τῶν κατ’ αὐτὴν ἀπόλαυσιν μικρῶν τε καὶ μεγάλων."],["176","ἀγαθὰ γὰρ προηγούμενα ἐν μὲν σώμασιν ἡ ἄνοσος ὑγεία, ἐν δὲ ναυσὶν ἡ ἀκίνδυνος εὔπλοια, ἐν δὲ ψυχαῖς ἡ ἄληστος μνήμη τῶν ἀξίων μνημονεύεσθαι· δεύτερα δὲ τὰ κατ’ ἐπανόρθωσιν συνιστάμενα, ἥ τε ἐκ νόσων ἀνάληψις καὶ ἡ ἐκ τῶν κατὰ πλοῦν κινδύνων εὐκταιοτάτη σωτηρία καὶ ἡ λήθης ἐκγινομένη ἀνάμνησις, ἧς ἀδελφὸν καὶ συγγενέστατον τὸ μετανοεῖν ἐστιν, οὐκ ἐν τῇ πρώτῃ καὶ ἀνωτάτω τεταγμένον τάξει τῶν ἀγαθῶν, ἀλλ’ ἐν τῇ μετὰ ταύτην φερόμενον δευτερεῖα."],["177","τὸ μὲν γὰρ μηδὲν συνόλως ἁμαρτεῖν ἴδιον θεοῦ, τάχα δὲ καὶ θείου ἀνδρός, τὸ δὲ ἁμαρτόντα μεταβαλεῖν πρὸς ἀνυπαίτιον ζωὴν φρονίμου καὶ τὸ συμφέρον εἰς ἅπαν οὐκ ἀγνοήσαντος."],["178","ὅθεν τοὺς τοιούτους συνάγων καὶ μυσταγωγῶν προσκαλεῖται τὰς συμβατηρίους καὶ φιλικὰς προτείνων ὑφηγήσεις, αἳ παραινοῦσιν ἀψεύδειαν ἀσκεῖν καὶ τῦφον προβεβλῆσθαι καὶ ἀληθείας καὶ ἀτυφίας ὡς ἀναγκαιοτάτων καὶ εὐδαιμονίας αἰτίων περιέχεσθαι μυθικῶν πλασμάτων κατεξαναστάντας, ἅπερ ἐκ πρώτης ἡλικίας ἁπαλαῖς ἔτι ψυχαῖς γονεῖς καὶ τίτθαι καὶ παιδαγωγοὶ καὶ μυρίοι ἄλλοι τῶν συνήθων ἐνεχάραξαν πλάνον ἀνήνυτον περὶ τῆς τοῦ ἀρίστου γνώσεως ἀπεργασάμενοι."],["179","τί δ’ ἂν εἴη τῶν ὄντων ἄριστον ἢ θεός; οὗ τὰς τιμὰς προσένειμαν τοῖς οὐ θεοῖς, ἐκείνους μὲν ἀποσεμνύνοντες πλέον τοῦ μετρίου, τοῦ δὲ εἰς ἅπαν οἱ κενοὶ φρενῶν ἐκλαθόμενοι. πάντας οὖν, ὅσοι τὸν κτίστην καὶ πατέρα τοῦ παντὸς εἰ καὶ μὴ ἐξ ἀρχῆς σέβειν ἠξίωσαν ἀλλ’ ὕστερον μοναρχίαν ἀντὶ πολυαρχίας ἀσπασάμενοι, φιλτάτους καὶ συγγενεστάτους ὑποληπτέον, τὸ μέγιστον εἰς φιλίαν καὶ οἰκειότητα παρασχομένους θεοφιλὲς ἦθος, οἷς χρὴ καὶ συνήδεσθαι, καθάπερ ἂν εἰ καὶ τυφλοὶ πρότερον ὄντες ἀνέβλεψαν ἐκ βαθυτάτου σκότους αὐγοειδέστατον φῶς ἰδόντες."],["180","Τὸ μὲν οὖν πρῶτον καὶ ἀναγκαιότατον τῶν εἰς μετάνοιαν εἴρηται. μετανοείτω δέ τις μὴ μόνον ἐφ’ οἷς ἠπατήθη πολὺν χρόνον τὰ γενητὰ πρὸ τοῦ ἀγενήτου καὶ ποιητοῦ θαυμάσας, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ὅσα περὶ βίον ἀναγκαῖα, μετιὼν ὥσπερ ἐκ τῆς φαυλοτάτης τῶν κακοπολιτειῶν, ὀχλοκρατίας, εἰς τὴν εὐνομωτάτην πολιτείαν, δημοκρατίαν, τοῦτο δ’ ἐστὶν ἐξ ἀμαθίας εἰς ἐπιστήμην ὧν ἡ ἄγνοια αἰσχρόν, ἐξ ἀφροσύνης εἰς φρόνησιν, ἐξ ἀκρατείας εἰς ἐγκράτειαν, ἐξ ἀδικίας εἰς δικαιοσύνην, ἐξ ἀτολμίας εἰς θαρραλεότητα."],["181","πάγκαλον γὰρ καὶ συμφέρον αὐτομολεῖν ἀμεταστρεπτὶ πρὸς ἀρετὴν κακίαν, ἐπίβουλον δέσποιναν, ἀπολιπόντας· ἅμα δ’ ἀναγκαῖον ἕπεσθαι, ὡς ἐν ἡλίῳ σκιὰν σώματι, καὶ τῇ"],["182","τοῦ ὄντος θεοῦ τιμῇ πᾶσαν τὴν τῶν ἄλλων ἀρετῶν κοινωνίαν. γίνονται γὰρ εὐθὺς οἱ ἐπηλύται σώφρονες, ἐγκρατεῖς, αἰδήμονες, ἥμεροι, χρηστοί, φιλάνθρωποι, σεμνοί, δίκαιοι, μεγαλόφρονες, ἀληθείας ἐρασταί, κρείττους χρημάτων καὶ ἡδονῆς· ἐπεὶ καὶ τοὐναντίον τοὺς τῶν ἱερῶν νόμων ἀποστάντας ἰδεῖν ἔστιν ἀκολάστους, ἀναισχύντους, ἀδίκους, ἀσέμνους, ὀλιγόφρονας, φιλαπεχθήμονας, ψευδολογίας ἑταίρους καὶ ψευδορκίας, τὴν ἐλευθερίαν πεπρακότας ὄψου καὶ ἀκράτου καὶ πεμμάτων καὶ εὐμορφίας εἴς τε τὰς γαστρὸς ἀπολαύσεις καὶ τῶν μετὰ γαστέρα, ὧν τὰ τέλη βαρύταται ζημίαι σώματός τε καὶ ψυχῆς εἰσι."],["183","παγκάλους μέντοι καὶ τὰς εἰς μετάνοιαν ὑφηγήσεις ποιεῖται, αἷς διδασκόμεθα μεθαρμόζεσθαι τὸν βίον ἐξ ἀναρμοστίας εἰς τὴν ἀμείνω μεταβολήν· φησὶ γάρ, ὅτι τουτὶ τὸ πρᾶγμα οὐχ ὑπέρογκόν ἐστιν οὐδὲ μακρὰν ἀφεστός, οὔτε κατὰ τὸν αἰθέρα ἀνωτάτω κἀν ἐσχατιαῖς γῆς οὔτε πέραν τῆς μεγάλης θαλάττης, ὡς ἀδυνατῆσαι λαβεῖν, ἀλλ’ ἔστιν ἐγγυτάτω, τρισὶ μέρεσι τῶν καθ’ ἡμᾶς ἐνδιαιτώμενον, στόματι καὶ καρδίᾳ καὶ χερσί, διὰ συμβόλων λόγοις καὶ βουλαῖς καὶ πράξεσι· λόγου μὲν γὰρ στόμα σύμβολον, καρδία δὲ βουλευμάτων, πράξεων δὲ χεῖρες, ἐν οἷς τὸ εὐδαιμονεῖν ἐστιν."],["184","ὅταν μὲν γὰρ οἷος ὁ λόγος τοιάδε ἡ γνώμη καὶ οἷον τὸ βούλευμα τοιάδε ἡ πρᾶξις, ἐπαινετὸς καὶ τέλειος ὁ βίος, ὅταν δὲ στασιάζῃ ταῦτα ἐν ἀλλήλοις, ἀτελής τε καὶ ψεκτός. εἰ μή τις τῆς ἁρμονίας ταύτης ἐπιλάθοιτο, εὐαρεστήσει θεῷ γενόμενος ὁμοῦ θεοφιλὴς καὶ φιλόθεος. ὅθεν εὖ καὶ συμφώνως τοῖς εἰρημένοις ἐχρήσθη τὸ λόγιον ἐκεῖνο· „τὸν θεὸν εἵλου σήμερον εἶναί σοι θεόν, καὶ κύριος εἵλατό σε σήμερον γενέσθαι λαὸν αὐτῷ “(Deut. 26, 17. 18)."],["185","παγκάλη γε τῆς αἱρέσεως ἡ ἀντίδοσις, σπεύδοντος ἀνθρώπου μὲν θεραπεύειν τὸ ὄν, θεοῦ δὲ ἀνυπερθέτως ἐξοικειοῦσθαι τὸν ἱκέτην καὶ προαπαντᾶν τῷ βουλήματι τοῦ γνησίως καὶ ἀνόθως ἰόντος ἐπὶ τὴν θεραπείαν αὐτοῦ. ὁ δ’ ἀληθὴς θεραπευτής τε καὶ ἱκέτης, κἂν εἷς ὢν ἀνὴρ ἀριθμῷ τυγχάνῃ, δυνάμει, καθάπερ αὐτὸς αἱρεῖται, σύμπας ἐστὶν ὁ λεώς, ἰσότιμος ὅλῳ ἔθνει γεγονώς."],["186","καὶ πέφυκεν οὕτως ἔχειν· ὡς γὰρ ἐν νηῒ μὲν κυβερνήτης πᾶσι τοῖς ναύταις ἀντίρροπος, ἐν δὲ στρατοπέδῳ στρατηγὸς ἅπασι τοῖς στρατιώταις— διαφθαρέντος γοῦν ἡττᾶσθαι συμβαίνει, καθάπερ ἂν εἰ καὶ πᾶσα δύναμις ἡβηδὸν ἑάλω—, τὸν αὐτὸν τρόπον καὶ ὁ σοφὸς ὅλου ἔθνους ἀξιώματι ἁμιλλᾶται τείχει πεφραγμένος ἀκαθαιρέτῳ, θεοσεβείᾳ."],["187","Διὸ καὶ τοῖς ὑμνοῦσι τὴν εὐγένειαν ὡς μέγιστον ἀγαθὸν καὶ μεγάλων ἀγαθῶν αἴτιον οὐ μετρίως ἐπιτιμητέον, εἰ πρῶτον μὲν οἴονται τοὺς ἐκ παλαιοπλούτων καὶ παλαιενδόξων εὐγενεῖς, μηδὲ τῶν προγόνων, ἀφ’ ὧν αὐχοῦσι γενέσθαι, διὰ τὰς ἀφθόνους περιουσίας εὐδαιμονησάντων, ἐπειδὴ τὸ πρὸς ἀλήθειαν ἀγαθὸν οὐδενὶ τῶν ἐκτός, ἀλλ’ οὐδὲ τῶν περὶ σῶμα, μᾶλλον δὲ οὐδὲ παντὶ μέρει ψυχῆς, ἀλλὰ μόνῳ τῷ ἡγεμονικῷ πέφυκεν ἐνδιαιτᾶσθαι."],["188","βουληθεὶς γὰρ ὁ θεὸς δι’ ἡμερότητα καὶ φιλανθρωπίαν καὶ παρ’ ἡμῖν τοῦθ’ ἱδρύσασθαι, νεὼν ἀξιοπρεπέστερον οὐχ εὗρεν ἐπὶ γῆς λογισμοῦ· κρείττων γὰρ ὢν μόνος ἀγαλματοφορεῖ τἀγαθόν, κἂν ἀπιστῶσί τινες τῶν ἢ μὴ γευσαμένων σοφίας ἢ χείλεσιν ἄκροις— ἄργυρος γὰρ καὶ χρυσὸς τιμαί τε καὶ ἀρχαὶ καὶ σώματος εὐεξία μετ’ εὐμορφίας ἐξαρκεῖν ἐοίκασι τοῖς ἐν ταῖς ἡγεμονίαις ἐπὶ χρειῶν τεταγμένοις πρὸς τὴν οἷα βασιλίδος ἀρετῆς ὑπηρεσίαν—*** αὐγοειδέστατον φῶς μὴ ἰδόντες."],["189","ἐπειδὴ τοίνυν ἡ εὐγένεια κεκαθαρμένης διανοίας καθαρσίοις τελείοις κλῆρος οἰκεῖος, χρὴ μόνους λέγειν εὐγενεῖς τοὺς σώφρονας καὶ δικαίους, κἂν τύχωσιν ἐξ οἰκοτρίβων ἢ ἀργυρωνήτων γεγονότες· τοῖς δὲ ἐξ ἀγαθῶν πονηροῖς γεγονόσιν ἄβατον ἔστω τὸ εὐγενείας χωρίον."],["190","ἄοικος γὰρ καὶ ἄπολις ὁ φαῦλος, ἐκ πατρίδος ἀρετῆς ἐληλαμένος, ἣ καὶ τῷ ὄντι σοφῶν ἀνδρῶν ἐστι πατρίς· τούτῳ κατὰ τὸ ἀναγκαῖον ἕπεται δυσγένεια, κἂν εἰ πάππων ἢ προγόνων γένοιτο τοὺς βίους ἀνεπιλήπτων, ἀλλοτρίωσιν ἐπιτηδεύοντι καὶ πορρωτάτω τῆς εὐγενείας διαζευγνύντι ἑαυτὸν ἔν τε λόγοις καὶ ἔργοις."],["191","ἀλλὰ γὰρ πρὸς τῷ μὴ πεφυκέναι τοὺς πονηροὺς εὐγενεῖς ἔτι καὶ πάντας αὐτοὺς ὁρῶ πολεμίους ἀσυμβάτους εὐγενείᾳ καθαιροῦντας τὸ προγονικὸν ἀξίωμα καὶ"],["192","ὅσον ἐν τῷ γένει λαμπρὸν ἐξαμαυροῦντάς τε καὶ σβεννύντας. διό μοι δοκοῦσι φιλοστοργότατοι πατέρες ἀπορρήσεις χρηματίζειν καθ’ υἱῶν ἀποσχοινίζοντες αὐτοὺς τῆς οἰκίας καὶ συγγενείας, ὅταν τὴν ἐκ φύσεως ἐν τοῖς γεννήσασι περιττὴν καὶ ὑπερβάλλουσαν εὔνοιαν ἡ ἐν ἐκείνοις μοχθηρία κατακρατήσῃ."],["193","τὸ δ’ ἀληθὲς τοῦ λόγου ῥᾴδιον καὶ ἀφ’ ἑτέρων διαγνῶναι. τί τῷ τὰς ὄψεις πεπηρωμένῳ γένοιτ’ ἂν εἰς τὸ βλέπειν ὄφελος ὀξυωπία προγονική; ἢ πρὸς ἑρμηνείαν τῷ παρειμένῳ γλῶτταν τὸ γονεῖς ἢ πάππους γενέσθαι μεγαλοφώνους; τί δ’ ὀνίνησι πρὸς εὐτονίαν τὸν ἐκ μακρᾶς καὶ φθινάδος νόσου κατεσκελετευμένον, ἐὰν οἱ τοῦ γένους ἀρχηγέται δι’ ἀθλητικὴν ῥώμην ἐν Ὀλυμπιονίκαις ἢ περιοδονίκαις γράφωνται; μένουσι γὰρ οὐδὲν ἧττον αἱ τοῦ σώματος κῆρες ἐν ὁμοίῳ βελτίωσιν οὐκ ἐνδεχόμεναι διὰ τὰς τῶν οἰκείων εὐπραγίας."],["194","τὸν αὐτὸν δὴ τρόπον οὔτε τοῖς ἀδίκοις δίκαιοι γονεῖς οὔτε ἀκολάστοις σώφρονες οὔτε συνόλως ἀγαθοὶ πονηροῖς ὄφελος· οὐδὲ γὰρ οἱ νόμοι τοῖς παρανομοῦσιν, ὧν εἰσιν αὐτοὶ κολασταί· νόμοι δέ τινες ἄγραφοι καὶ οἱ βίοι τῶν ζηλωσάντων τὴν ἀρετήν."],["195","ὅθεν οἶμαι τὴν εὐγένειαν, εἰ θεὸς αὐτὴν εἰς ἀνθρωπόμορφον ἰδέαν ἐτύπωσε, στᾶσαν πρὸς τοὺς ἀφηνιαστὰς ἀπογόνους ταῦτα ἂν εἰπεῖν· „τὸ συγγενὲς οὐχ αἵματι μετρεῖται μόνον, πρυτανευούσης ἀληθείας, ἀλλὰ πράξεων ὁμοιότητι καὶ θήρᾳ τῶν αὐτῶν. ὑμεῖς δὲ τἀναντία ἐπετηδεύσατε, τὰ μὲν ἐμοὶ φίλα νομίσαντες ἐχθρά, τὰ δὲ δυσμενῆ φίλα· παρ’ ἐμοὶ μὲν γὰρ αἰδὼς καὶ ἀλήθεια μετριοπάθειά τε καὶ ἀτυφία καὶ ἀκακία τίμια, παρ’ ὑμῖν δὲ ἄτιμα· κἀμοὶ μὲν ἐχθρὰ τὸ ἀναίσχυντον, τὸ ψεῦδος, ἡ ἀμετρία τῶν παθῶν, ὁ τῦφος, αἱ κακίαι, ὑμῖν δὲ οἰκειότατα."],["196","τί δὴ μελετήσαντες ἀλλοτρίωσιν τὴν δι’ ἔργων τὴν ἐν λόγῳ συγγένειαν εὐπρεπὲς ὄνομα ὑποδυόμενοι καθυποκρίνεσθε; παραγωγὰς γὰρ καὶ κεκομψευμένας ἀπάτας οὐκ ἀνέχομαι, διότι ῥᾴδιον μὲν καὶ τῷ τυχόντι εὐπροσώπους λόγους εὑρεῖν, ἤθη δ’ ὑπαλλάξασθαι πονηρὰ χρηστοῖς οὐ ῥᾴδιον."],["197","εἰς ἅπερ ἀφορῶσα καὶ νῦν ἐχθροὺς νομίζω καὶ αὖθις ἡγήσομαι τοὺς τὰ τῆς ἔχθρας ὑπεκκαύματα ζωπυρήσαντας καὶ μᾶλλον τῶν εἰς δυσγένειαν ὀνειδιζομένων ὑποβλέψομαι· τούτοις μὲν γὰρ ἀπολογία τὸ μηδὲν οἰκεῖον ἔχειν παράδειγμα καλοκἀγαθίας, ὑπόδικοι δ’ ὑμεῖς οἱ ἐκ μεγάλων φύντες οἴκων, οἷς αὔχημα καὶ κλέος τὰ λαμπρὰ γένη· παριδρυμένων γὰρ καὶ τρόπον τινὰ συμπεφυκότων ἀρχετύπων ἀγαθῶν οὐδὲν ἀπομάξασθαι καλὸν διενοήθητε. “"],["198","Ὅτι δὲ ἐν ἀρετῆς κτήσει τίθεται τὸ εὐγενὲς καὶ τὸν ἔχοντα ταύτην εὐγενῆ μόνον ὑπείληφεν, ἀλλ’ οὐχ ὅστις ἂν καλῶν καὶ ἀγαθῶν γένηται γονέων, δῆλον ἐκ πολλῶν."],["199","αὐτίκα τοὺς ἐκ τοῦ γηγενοῦς φύντας τίς οὐκ ἂν εὐπατρίδας εἴποι καὶ εὐπατριδῶν ἀρχηγέτας; οἳ γένος ἐξαίρετον ἔλαχον παρὰ τοὺς ἔπειτα, βλαστήσαντες ἐκ τῶν πρώτων νυμφίων ἀνδρός τε καὶ γυναικὸς τότε πρῶτον εἰς ὁμιλίαν κοινὴν ἐπὶ σπορᾷ τοῦ ὁμοίου συνελθόντων. ἀλλ’ ὅμως δυοῖν γενομένων ὁ πρεσβύτερος ὑπέμεινε τὸν νεώτερον δολοφονῆσαι καὶ τὸ μέγιστον ἄγος, ἀδελφοκτονίαν, ἐργασάμενος πρῶτος αἵματι ἀνθρωπίνῳ τὴν γῆν ἐμίανε."],["200","τί δὴ τοῦτον ὤνησεν ἡ εὐγένεια τὴν ἐν τῇ ψυχῇ δυσγένειαν ἐπιδειξάμενον; ἣν καὶ ὁ τῶν ἀνθρωπίνων πραγμάτων ἔφορος θεὸς ἰδὼν ἐστύγησε καὶ προβαλλόμενος ὥρισε τιμωρίας, οὐκ εὐθὺς ἀνελών, ὅπως ἀναισθήτως ἔχῃ συμφορῶν, ἀλλὰ μυρίους ἐπικρεμάσας τοὺς ἐν αἰσθήσει θανάτους λύπαις καὶ φόβοις ἐπαλλήλοις εἰς κακῶν ὀδυνηροτάτων ἀντίληψιν."],["201","Ἐγένετο δέ τις τῶν μετὰ ταῦτα σφόδρα δοκίμων ἀνὴρ ὁσιώτατος, οὗ τὴν εὐσέβειαν ἀνάγραπτον ἠξίωσεν εἶναι ἐν ἱεραῖς βίβλοις ὁ τοὺς νόμους διαταξάμενος· ὃς ἐν τῷ μεγάλῳ κατακλυσμῷ, τῶν πόλεων ἀφανιζομένων πανωλεθρίᾳ— καὶ γὰρ τῶν ὀρῶν τὰ ὑψηλότατα τῇ συναυξήσει καὶ ἐπιτάσει τῆς περὶ τὴν φορὰν πλημμύρας κατεπίνετο—, μόνος μετὰ τῶν οἰκείων διασῴζεται τῆς καλοκἀγαθίας ἆθλον ἀράμενος, οὗ μεῖζον οὐκ ἔστιν εὑρεῖν."],["202","ἀλλὰ καὶ τούτῳ τριῶν γενομένων παίδων καὶ συναπολελαυκότων τῆς πατρῴας δωρεᾶς εἷς ἐτόλμησε τὸν αἴτιον τῆς σωτηρίας πατέρα κατακερτομεῖν γέλωτα καὶ χλεύην, εἴ τι παρεσφάλη μὴ καθ’ ἑκούσιον γνώμην, τιθέμενος καὶ τοῖς μὴ εἰδόσιν ἀπογυμνῶν ἃ κρύπτειν θέμις ἐπὶ τῇ τοῦ γεννήσαντος αἰσχύνῃ. τοιγαροῦν οὐκ ὤνατο τῆς λαμπρᾶς εὐγενείας ἐπάρατος γενόμενος καὶ τοῖς μετ’ αὐτὸν ἀρχὴ κακοδαιμονίας· ὧν ἄξιον ἦν τυγχάνειν τὸν ἠμεληκότα γονέων τιμῆς."],["203","Ἀλλὰ τί τούτων μεμνῆσθαι προσῆκεν ἀφέμενον τοῦ πρώτου καὶ γηγενοῦς; ὃς ἕνεκα εὐγενείας οὐδενὶ θνητῷ σύγκριτος, χερσὶ μὲν θείαις εἰς ἀνδριάντα τὸν σωματοειδῆ τυπωθεὶς ἀκρότητι τέχνης πλαστικῆς, ψυχῆς δὲ ἀξιωθεὶς ἀπ’ οὐδενὸς ἔτι τῶν εἰς γένεσιν ἡκόντων, ἐμπνεύσαντος θεοῦ τῆς ἰδίας δυνάμεως ὅσον ἐδύνατο δέξασθαι θνητὴ φύσις, ἆρ’ οὐχ ὑπερβολή τις εὐγενείας μηδεμιᾷ τῶν ἄλλων ὅσαι διωνομάσθησαν εἰς σύγκρισιν ἐλθεῖν δυναμένη;"],["204","τῶν μὲν γὰρ τὸ κλέος ἐκ προγόνων εὐτυχίας— ἄνθρωποι δὲ οἱ πρόγονοι, ζῷα ἐπίκηρα καὶ φθαρτά, καὶ αἱ τούτων ἀβέβαιοι καὶ ἐφήμεροι τὰ πολλὰ εὐπραγίαι—, τοῦ δὲ πατὴρ [μὲν] θνητὸς οὐδείς, ὁ δὲ ἀίδιος θεός·"],["205","οὗ τρόπον τινὰ γενόμενος εἰκὼν κατὰ τὸν ἡγεμόνα νοῦν ἐν ψυχῇ, δέον ἀκηλίδωτον τὴν εἰκόνα φυλάξαι καθ’ ὅσον οἷόν τε ἦν ἐπακολουθήσαντα ταῖς τοῦ γεννήσαντος ἀρεταῖς, προτεθέντων εἰς αἱρέσεις καὶ φυγὰς τῶν ἐναντίων, ἀγαθοῦ καὶ κακοῦ καὶ καλοῦ καὶ αἰσχροῦ καὶ ἀληθοῦς καὶ ψευδοῦς, τὰ μὲν ψευδῆ καὶ αἰσχρὰ καὶ κακὰ προθύμως εἵλετο, τῶν δὲ ἀγαθῶν καὶ καλῶν καὶ ἀληθῶν ἠλόγησεν· ἐφ’ οἷς εἰκότως θνητὸν ἀθανάτου βίον ἀνθυπηλλάξατο μακαριότητος καὶ εὐδαιμονίας σφαλεὶς καὶ ῥᾷστα μετέβαλεν εἰς ἐπίπονον καὶ κακοδαίμονα ζωήν."],["206","Ἀλλ’ οὗτοι μὲν ἔστωσαν κοινοὶ πᾶσιν ἀνθρώποις ὅροι τοῦ μὴ ἐπὶ μεγάλοις γένεσι σεμνύνεσθαι τοὺς καλοκἀγαθίας ἀμοιροῦντας· Ἰουδαίοις δὲ καὶ ἕτεροι δίχα τῶν κοινῶν ἐξαίρετοι. τῶν γὰρ τοῦ γένους ἀρχηγετῶν εἰσιν οὓς αἱ τῶν προγόνων ἀρεταὶ συνόλως οὐδὲν ὤνησαν ἐπ’ ἐπιλήπτοις καὶ ὑπαιτίοις πράξεσιν ἁλόντας, εἰ καὶ πρὸς ἑτέρου μηδενὸς ἐλεγχθέντας, ἀλλ’ οὖν ὑπὸ τοῦ συνειδότος, ὃ μόνον ἐξ ἁπάντων δικαστήριον τέχναις λόγων οὐ παράγεται."],["207","πολύπαις ἦν ὁ πρῶτος ἐκ τριῶν παιδοποιησάμενος γυναικῶν, οὐ δι’ ἡδονῆς ἀπόλαυσιν, ἀλλὰ δι’ ἐλπίδα τοῦ πληθῦναι τὸ γένος· ἀλλ’ ἐκ πολλῶν εἷς μόνος ἀπεδείχθη κληρονόμος τῶν πατρῴων ἀγαθῶν, οἱ δ’ ἄλλοι πάντες γνώμης ὑγιοῦς σφαλέντες καὶ μηδὲν τῶν τοῦ γεννήσαντος ἀπομαξάμενοι διῳκίσθησαν ἀλλοτριωθέντες τῆς ἀοιδίμου εὐγενείας."],["208","πάλιν ἐκ τοῦ δοκιμασθέντος κληρονόμου δύο δίδυμοι γεννῶνται μηδὲν [ὅτι μὴ χεῖρας καὶ ταύτας ἕνεκά τινος οἰκονομίας] ὅμοιον ἐπιφερόμενοι, μήτε τοῖς σώμασι μήτε ταῖς γνώμαις· ὁ μὲν γὰρ νεώτερος καταπειθὴς ἀμφοτέροις τοῖς γονεῦσιν ἦν καὶ οὕτως εὐάρεστος, ὡς καὶ θεοῦ τυχεῖν ἐπαινέτου, ὁ δὲ μείζων ἀπειθής, [ἐκ] τῶν γαστρὸς καὶ τῶν μετὰ γαστέρα ἡδονῶν ἀκρατῶς ἔχων, ὑφ’ ὧν ἀνεπείσθη καὶ πρεσβείων ἐξίστασθαι τῷ μετ’ αὐτὸν καὶ μετανοεῖν εὐθὺς ἐφ’ οἷς ἐξέστη καὶ φονᾶν κατὰ τοῦ ἀδελφοῦ καὶ μηδὲν ἕτερον ἢ δι’ ὧν λυπήσει τοὺς γονεῖς πραγματεύεσθαι."],["209","τοιγαροῦν τῷ μὲν εὐχὰς τίθενται τὰς ἀνωτάτω, βεβαιοῦντος ἁπάσας θεοῦ καὶ μηδεμίαν ἀξιώσαντος ἀτελῆ καταλιπεῖν, τῷ δὲ κατ’ ἔλεον χαρίζονται τὴν ὑπήκοον τάξιν, ἵνα δουλεύῃ τῷ ἀδελφῷ, νομίζοντες, ὅπερ ἐστίν, ἀγαθὸν εἶναι τῷ φαύλῳ τὸ μὴ αὐτεξούσιον."],["210","καὶ εἴ γε ὑπέμεινε τὴν δουλείαν ἄσμενος, δευτερείων ἂν ἠξιοῦτο ὡς ἐν ἄθλοις ἀρετῆς· νυνὶ δὲ ἀπαυθαδισάμενος καὶ δραπετεύσας τῆς καλῆς ἐπιστασίας αὑτῷ τε καὶ τοῖς ἀπογόνοις μεγάλων αἴτιος ὀνειδῶν ἐγένετο, ὡς τὸν ἀβίωτον αὐτοῦ βίον ἐστηλιτεῦσθαι πρὸς σαφέστατον ἔλεγχον τοῦ μηδὲν τὴν εὐγένειαν ὠφελεῖν τοὺς ἀναξίους εὐγενείας."],["211","Οὗτοι μὲν οὖν εἰσι τῆς ἐπιλήπτου τάξεως, οὓς ἐξ ἀγαθῶν πονηροὺς γενομένους ὤνησαν μὲν οὐδὲν αἱ πατέρων ἀρεταί, αἱ δ’ ἐν τῇ ψυχῇ κακίαι μυρία ἔβλαψαν. ἔχω δ’ εἰπεῖν ἑτέρους τὴν ἐξ ἐναντίας ἀμείνω τεταγμένους τάξιν, οἷς πρόγονοι μὲν ὑπαίτιοι, ζηλωτὸς δὲ καὶ ἀνάπλεως εὐφημίας ὁ βίος."],["212","τοῦ τῶν Ἰουδαίων ἔθνους ὁ πρεσβύτατος γένος μὲν ἦν Χαλδαῖος, πατρὸς δὲ ἀστρονομικοῦ τῶν περὶ τὰ μαθήματα διατριβόντων, οἳ τοὺς ἀστέρας θεοὺς νομίζουσι καὶ τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον, παρ’ οὓς τό τε εὖ καὶ τὸ χεῖρον ἑκάστοις φασὶν ἀποβαίνειν, οὐδὲν ἔξω τῶν αἰσθητῶν αἴτιον ὑπολαμβάνοντες εἶναι."],["213","τούτου δὲ τί ἂν εἴη χαλεπώτερον ἢ μᾶλλον ἀπελέγξαι τὴν ἐν τῇ ψυχῇ δυσγένειαν δυνάμενον δι’ ἐπιστήμης τῶν πολλῶν καὶ δευτέρων καὶ γενητῶν εἰς ἀνεπιστημοσύνην ἰούσῃ τοῦ ἑνὸς καὶ πρεσβυτάτου καὶ ἀγενήτου καὶ ποιητοῦ τῶν ὅλων καὶ διά τε ταῦτα ἀρίστου καὶ διὰ μυρία ἄλλα, ἃ διὰ μέγεθος ἀνθρώπινος λογισμὸς οὐ χωρεῖ;"],["214","ὧν ἔννοιαν λαβὼν καὶ ἐπιθειάσας καταλείπει μὲν πατρίδα καὶ γενεὰν καὶ πατρῷον οἶκον, εἰδὼς ὅτι μένοντος μὲν αἱ τῆς πολυθέου δόξης ἐγκαταμενοῦσιν ἀπάται ἀνήνυτον κατασκευάζουσαι τὴν τοῦ ἑνὸς εὕρεσιν, ὅς ἐστιν ἀίδιος μόνος καὶ ὅλων πατὴρ νοητῶν τε αὖ καὶ αἰσθητῶν, εἰ δὲ μετανασταίη, μεταναστήσεται καὶ τῆς διανοίας ἡ ἀπάτη μεθαρμοσαμένης τὴν ψευδῆ δόξαν εἰς ἀλήθειαν."],["215","ἅμα δὲ καὶ τὸν πόθον ὃν ἐπόθει γνῶναι τὸ ὂν προσανερρίπισε λόγια χρησθέντα, οἷς ποδηγετούμενος ἐπὶ τὴν τοῦ ἑνὸς ἀοκνοτάτῃ σπουδῇ ζήτησιν ᾔει· καὶ οὐ πρότερον ἀνῆκεν ἢ τρανοτέρας λαβεῖν φαντασίας, οὐχὶ τῆς οὐσίας— τοῦτο γὰρ ἀμήχανον—, ἀλλὰ τῆς ὑπάρξεως αὐτοῦ καὶ προνοίας."],["216","διὸ καὶ πιστεῦσαι λέγεται τῷ θεῷ πρῶτος, ἐπειδὴ καὶ πρῶτος ἀκλινῆ καὶ βεβαίαν ἔσχεν ὑπόληψιν, ὡς ἔστιν ἓν αἴτιον τὸ ἀνωτάτω καὶ προνοεῖ τοῦ τε κόσμου καὶ τῶν ἐν αὐτῷ. κτησάμενος δὲ πίστιν, τὴν τῶν ἀρετῶν βεβαιοτάτην, συνεκτᾶτο καὶ τὰς ἄλλας ἁπάσας, ὡς παρὰ τοῖς ὑποδεξαμένοις νομίζεσθαι βασιλεύς, οὐχὶ ταῖς παρασκευαῖς— ἰδιώτης γὰρ ἦν—, ἀλλὰ τῷ περὶ τὴν ψυχὴν μεγέθει, φρονήματος ὢν βασιλικοῦ."],["217","καὶ δῆτα θεραπεύοντες αὐτὸν διετέλουν ὡς ἄρχοντα ὑπήκοοι τὸ περὶ πάντα μεγαλεῖον τῆς φύσεως αὐτοῦ καταπληττόμενοι τελειοτέρας οὔσης ἢ κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ὁμιλίαις ἐχρῆτο ταῖς αὐταῖς, ἀλλ’ ἐπιθειάζων τὰ πολλὰ σεμνοτέραις· ὁπότε γοῦν κατασχεθείη, μετέβαλλε πάντα πρὸς τὸ βέλτιον, τὰς ὄψεις, τὴν χρόαν, τὸ μέγεθος, τὰς σχέσεις, τὰς κινήσεις, τὴν φωνήν, τοῦ θείου πνεύματος, ὅπερ ἄνωθεν καταπνευσθὲν εἰσῳκίσατο τῇ ψυχῇ, περιτιθέντος τῷ μὲν σώματι κάλλος ἐξαίρετον, τοῖς δὲ λόγοις πειθώ, τοῖς δ’ ἀκούουσι σύνεσιν."],["218","ἆρ’ οὐκ ἂν εἴποις τὸν μετανάστην τουτονί, τὸν πάντων ἔρημον οἰκείων καὶ φίλων, εὐγενέστατον εἶναι, τῆς πρὸς θεὸν συγγενείας ὀρεχθέντα καὶ σπουδάσαντα μηχανῇ πάσῃ γνώριμον αὐτῷ γενέσθαι καὶ ταχθέντα μὲν τάξιν ἀρίστην τὴν ἐν προφήταις, πιστεύσαντα δὲ μηδενὶ τῶν ἐν γενέσει πρὸ τοῦ ἀγενήτου καὶ πάντων πατρός, καὶ βασιλέα δέ, ὡς ἔφην, παρὰ τοῖς ὑποδεξαμένοις νομισθέντα, μήθ’ ὅπλοις μήτε στρατιωτικαῖς δυνάμεσιν, ὡς ἐνίοις ἔθος, λαβόντα τὴν ἀρχήν, ἀλλὰ χειροτονίᾳ θεοῦ τοῦ φιλαρέτου τοὺς εὐσεβείας ἐραστὰς αὐτοκρατέσιν ἐξουσίαις γεραίροντος ἐπ’ ὠφελείᾳ τῶν συντυγχανόντων;"],["219","οὗτος ἅπασιν ἐπηλύταις εὐγενείας ἐστὶ κανών, δυσγένειαν μὲν τὴν ἐξ ἀλλοκότων νόμων καὶ ἐκθέσμων ἐθῶν, ἃ λίθοις καὶ ξύλοις καὶ συνόλως ἀψύχοις ἰσοθέους ἀπένειμε τιμάς, καταλιποῦσι, καλὴν δ’ ἀποικίαν στειλαμένοις πρὸς ἔμψυχον τῷ ὄντι καὶ ζῶσαν πολιτείαν, ἧς ἔφορος καὶ ἐπίσκοπος ἀλήθεια."],["220","Ταύτην τὴν εὐγένειαν οὐ μόνον θεοφιλεῖς ἄνδρες ἀλλὰ καὶ γυναῖκες ἐζήλωσαν, ἀπομαθοῦσαι μὲν ἀμαθίαν τὴν σύντροφον περὶ τιμῆς τῶν χειροκμήτων, παιδευθεῖσαι δὲ τὴν περὶ μοναρχίας ἐπιστήμην, ᾗ μοναρχεῖται ὁ κόσμος."],["221","Θάμαρ ἦν τῶν ἀπὸ τῆς Παλαιστίνης Συρίας γύναιον, ἐν οἰκίᾳ καὶ πόλει τραφὲν πολυθέῳ γεμούσῃ ξοάνων καὶ ἀγαλμάτων καὶ συνόλως ἀφιδρυμάτων. ἀλλ’ ἐπειδὴ καθάπερ ἐκ σκότους βαθέος ἐδυνήθη βραχεῖαν αὐγὴν ἀληθείας ἰδεῖν, θανάτου κινδύνῳ πρὸς εὐσέβειαν ηὐτομόλησεν ὀλίγα φροντίσασα τοῦ ζῆν, εἰ μὴ μέλλοι καλῶς ζῆν· τὸ δὲ καλῶς ἀνέφερεν ἐπ’ οὐδὲν ἕτερον ἢ τὴν θεραπείαν καὶ ἱκεσίαν τοῦ ἑνὸς αἰτίου."],["222","καίτοι δυσὶν ἀδελφοῖς ἀμφοτέροις πονηροῖς ἐν μέρει γημαμένη, κουριδίῳ μὲν τῷ προτέρῳ, τῷ δ’ ὑστέρῳ κατ’ ἐπιδικασίας νόμον, γενεὰν τοῦ προτέρου μὴ καταλιπόντος, ἀλλ’ ὅμως ἀκηλίδωτον διαφυλάξασα τὸν ἑαυτῆς βίον ἴσχυσε καὶ τῆς προσηκούσης τοῖς ἀγαθοῖς εὐφημίας ἐπιλαχεῖν καὶ τοῖς μετ’ αὐτὴν ἅπασιν εὐγενείας ἀφορμὴ γενέσθαι. ἀλλ’ αὕτη μέν, εἰ καὶ ἀλλόφυλος, ἀλλ’ οὖν γε ἐλευθέρα καὶ ἐξ ἐλευθέρων καὶ οὐκ ἀσήμων ἴσως."],["223","θεράπαιναι δὲ τῶν ὑπὲρ Εὐφράτην ἐν ἐσχατιαῖς τῆς Βαβυλῶνος γεννηθεῖσαι προικίδιαι μὲν ἐδόθησαν γαμουμέναις ταῖς τροφίμαις, ἄξιαι δὲ κριθεῖσαι παρελθεῖν εἰς εὐνὴν ἀνδρὸς σοφοῦ τὸ μὲν πρῶτον ἐκ παλλακίδων εἰς γαμετῶν ὄνομα καὶ σχῆμα παρῆλθον καὶ ἀντὶ θεραπαινίδων ἰσότιμοι ταῖς δεσποίναις ὀλίγου δέω φάναι κατέστησαν ὑπ’ ἐκείνων, ὅπερ ἦν ἀπιστότατον, πρὸς τὸ αὐτὸ ἀξίωμα παραπεμφθεῖσαι· φθόνος γὰρ οὐκ εἰσοικίζεται σοφῶν ψυχαῖς, οὗ μὴ παρόντος κοινοπραγοῦσι τῶν ἀγαθῶν."],["224","οἱ δ’ ἐκ τούτων νόθοι παῖδες γνησίων οὐδὲν διήνεγκαν, οὐ μόνον παρὰ τῷ γεννήσαντι— θαυμαστὸν γὰρ οὐδέν, εἰ τοῖς μὴ ὁμογαστρίοις ὁ πάντων κοινὸς πατὴρ τὴν αὐτὴν εὔνοιαν παρεῖχεν—, ἀλλὰ καὶ παρὰ ταῖς μητρυιαῖς· αἱ μὲν γὰρ τὸ πρὸς προγονοὺς μῖσος ἀναιρούμεναι εἰς ἄλεκτον μεθηρμόσαντο κηδεμονίαν· οἱ δὲ προγονοὶ τῇ"],["225","κατ’ ἀντίδοσιν εὐνοίᾳ τὰς μητρυιὰς ὡς φύσει μητέρας ἐξετίμησαν· ἀδελφοί τε μέρει ἡμίσει τοῦ γένους νομισθέντες οὐκ ἐφ’ ἡμισείᾳ στέργειν ἀλλήλους ἠξίωσαν, ἀλλ’ εἰς τὸ διπλάσιον τὸ τοῦ φιλεῖν καὶ ἀντιφιλεῖσθαι πάθος συναυξήσαντες καὶ τὸ δοκοῦν ὑστερίζειν προσανεπλήρωσαν τοῖς ἐξ ἀμφοῖν γεγονόσιν εἰς ἁρμονίαν καὶ κρᾶσιν ἠθῶν συνδραμεῖν σπουδάσαντες."],["226","Τί τοίνυν μεταδοτέον τοῖς ὡς ἴδιον ἀγαθὸν τὸ ἀλλότριον, εὐγένειαν, ὑποδυομένοις; οἳ δίχα τῶν εἰρημένων ἐχθροὶ δικαίως ἂν νομισθεῖεν καὶ τοῦ τῶν Ἰουδαίων ἔθνους καὶ τῶν πανταχοῦ πάντων, τοῦ μὲν ὅτι διδόασι τοῖς ὁμοφύλοις ἐκεχειρίαν ὀλιγωρεῖν ὑγιαίνοντος βίου καὶ βεβαίου πεποιθήσει προγονικῆς ἀρετῆς, τῶν δ’ ὅτι, κἂν ἐπ’ αὐτὴν φθάσωσιν ἀκρότητα καλοκἀγαθίας, οὐδὲν ὠφεληθήσονται διὰ τὸ μὴ τυχεῖν γονέων καὶ πάππων ἀνεπιλήπτων."],["227","ἧς οὐκ οἶδ’ εἴ τις βλαβερωτέρα γένοιτ’ ἂν εἰσήγησις, εἰ μήτε τοῖς ἐξ ἀγαθῶν πονηρευομένοις ἐπακολουθήσει τιμωρὸς δίκη μήτε τοῖς ἐκ πονηρῶν ἀγαθοῖς ἕψεται τιμή, τοῦ νόμου δοκιμάζοντος ἕκαστον αὐτὸν ἐφ’ ἑαυτοῦ καὶ μὴ συγγενῶν ἀρεταῖς ἢ κακίαις ἐπαινοῦντος ἢ κολάζοντος."]]] \ No newline at end of file diff --git a/lines/on-unbelievable-stories.json b/lines/on-unbelievable-stories.json new file mode 100644 index 0000000000000000000000000000000000000000..ba40087ba40aa4591416b9f6402ad1c173d61f23 --- /dev/null +++ b/lines/on-unbelievable-stories.json @@ -0,0 +1 @@ +[[["prologue","Τάδε περὶ τῶν ἀπίστων συγγέγραφα. ἀνθρώπων γὰρ οἱ μὲν εὐπειθέστεροι πείθονται πᾶσι τοῖς λεγομένοις, ὡς ἀνομίλητοι σοφίας καὶ ἐπιστήμης, οἱ δὲ πυκνότεροι τὴν φύσιν καὶ πολυπράγματοι ἀπιστοῦσι τὸ παράπαν μηδὲ γενέσθαι τι τούτων. ἐμοὶ δὲ δοκεῖ γενέσθαι πάντα τὰ λεγόμενα (οὐ γὰρ ὀνόματα μόνον ἐγένοντο, λόγος δὲ περὶ αὐτῶν οὐδεὶς ὑπῆρξεν· ἀλλὰ πρότερον ἐγένετο τὸ ἔργον, εἶθ’ οὕτως ὁ λόγος ὁ περὶ αὐτῶν)· ὅσα δὲ εἴδη καὶ μορφαί εἰσι λεγόμεναι καὶ γενόμεναι τότε, αἳ νῦν οὐκ εἰσί, τὰ τοιαῦτα οὐκ ἐγένοντο. εἰ γάρ ‹τί› ποτε καὶ ἄλλοτε ἐγένετο, καὶ νῦν τε γίνεται καὶ αὖθις ἔσται. ἀεὶ δὲ ἔγωγε ἐπαινῶ τοὺς συγγραφέας Μέλισσον καὶ Λαμίσκον τὸν Σάμιον ἐν ἀρχῇ λέγοντας ἔστιν ἃ ἐγένετο, καὶ νῦν ἔσται. γενομένων δέ τινα οἱ ποιηταὶ καὶ λογογράφοι παρέτρεψαν εἰς τὸ ἀπιστότερον καὶ θαυμασιώτερον, τοῦ θαυμάζειν ἕνεκα τοὺς ἀνθρώπους. ἐγὼ δὲ γινώσκω ὅτι οὐ δύναται τὰ τοιαῦτα εἶναι οἷα καὶ λέγεται· τοῦτο δὲ καὶ διείληφα, ὅτι, εἰ μὴ ἐγένετο, οὐκ ἂν ἐλέγετο. ἐπελθὼν δὲ καὶ πλείστας χώρας ἐπυνθανόμην τῶν πρεσβυτέρων ὡς ἀκούοιεν περὶ ἑκάστου αὐτῶν, συγγράφω δὲ ἃ ἐπυθόμην παρ’ αὐτῶν. καὶ τὰ χωρία αὐτὸς εἶδον ὡς ἔστιν ἕκαστον ἔχον, καὶ γέγραφα ταῦτα οὐχ οἷα ἦν λεγόμενα, ἀλλ’ αὐτὸς ἐπελθὼν καὶ ἱστορήσας."],["1","Περὶ Κενταύρων φασὶν ὡς θηρία ἐγένοντο καὶ ἵππου μὲν εἶχον τὴν ὅλην ἰδέαν πλὴν τῆς κεφαλῆς, ταύτην δὲ ἀνδρός. εἴ τις οὖν πείθεται τοιοῦτον γενέσθαι θηρίον, ἀδύνατον· οὔτε γὰρ ἄλλως αἱ φύσεις σύμφωνοι ἵππου καὶ ἀνδρός, οὔτε ἡ τροφὴ ὁμοία, οὔτε διὰ στόματος καὶ φάρυγγος ἀνθρωπείου δυνατὸν ἵππου τροφὴν διελθεῖν. εἰ δὲ τοιαύτη ἰδέα τότε ἦν, καὶ νῦν ἂν ὑπῆρχε. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Ἰξίονος βασιλέως ὄντος Θεσσαλίας ἐν τῷ Πηλίῳ ὄρει ἀπηγριώθη ταύρων ἀγέλη, ἥτις καὶ τὰ λοιπὰ τῶν ὀρῶν ἄβατα ἐποίει· εἰς γὰρ τὰ οἰκούμενα κατιόντες οἱ ταῦροι ἐσίνοντο τὰ δένδρα καὶ τὸν καρπόν, καὶ ὑποζύγια συνέφθειραν. ἐκήρυξεν οὖν ὁ Ἰξίων, εἴ τις ἀνέλοι τοὺς ταύρους, τούτῳ δώσειν χρήματα πολλά. νεανίσκοι δέ τινες ἐκ τῆς ὑπωρείας, ἐκ κώμης τινὸς καλουμένης Νεφέλης, ἐπινοοῦσιν ἵππους κέλητας διδάξαι (πρότερον γὰρ οὐκ ἠπίσταντο ἐφ’ ἵππων ὀχεῖσθαι, ἀλλὰ μόνον ἅρμασιν ἐχρῶντο). οὕτω δὲ ἀναβάντες τοὺς κέλητας ἤλαυνον ἐφ’ οὗ οἱ ταῦροι ἦσαν, καὶ ἐπεισβαλόντες τῇ ἀγέλῃ, ἠκόντιζον· καὶ ὅτε μὲν διώκοιντο ὑπὸ τῶν ταύρων, ὑπέφευγον οἱ νεανίαι (ποδωκέστεροι γὰρ ἦσαν οἱ ἵπποι), ὅτε δὲ σταίησαν οἱ ταῦροι, ὑποστρέφοντες ἠκόντιζον· καὶ τοῦτον τὸν τρόπον ἀνεῖλον αὐτούς. καὶ τὸ μὲν ὄνομα ἐντεῦθεν ἔλαβον οἱ Κένταυροι, ὅτι τοὺς ταύρους κατεκεντάννυσαν (οὐ γὰρ ἀπὸ τῆς ἰδέας τῶν ταύρων, οὐδὲν γὰρ πρόσεστι ταύρου τοῖς Κενταύροις, ἀλλ’ ἵππου καὶ ἀνδρὸς ἰδέα ἐστίν· ἀπὸ τοῦ ἔργου οὖν τὸ ὄνομα ἔλαβον). λαβόντες οὖν οἱ Κένταυροι παρὰ τοῦ Ἰξίονος τὰ χρήματα καὶ γαυριῶντες ἐπὶ τῇ πράξει καὶ τῷ πλούτῳ, βρισταὶ ὑπῆρχον καὶ πολλὰ κακὰ εἰργάζοντο, καὶ δὴ καὶ κατ’ αὐτοῦ τοῦ Ἰξίονος, ὃς ᾤκει τὴν νῦν καλουμένην Λάρισσαν πόλιν (τότε δὲ ἐκαλοῦντο οἱ τοῦτο τὸ χωρίον οἰκοῦντες Λαπίθαι). καλεσάντων οὖν αὐτοὺς ἐπὶ θοίνην μεθυσθέντες ἁρπάζουσιν αὐτῶν τὰς γυναῖκας, καὶ ἀναβιβάσαντες αὐτὰς ἐπὶ τοὺς ἵππους ᾤχοντο φεύγοντες εἰς τὴν οἰκείαν. ἐντεῦθεν ὁρμώμενοι ἐπολέμουν αὐτοῖς, καὶ καταβαίνοντες μὲν διὰ τῆς νυκτὸς εἰς τὰ πεδία ἐνέδρας ἐποιοῦντο, ἡμέρας δὲ γενομένης ἁρπάσαντες καὶ ἐμπρήσαντες ἀπέτρεχον ἐπὶ τὰ ὄρη. οὕτως ἀπιόντων αὐτῶν κατόπιν τὰ νῶτα τοῖς πόρρωθεν ὁρῶσι μόνον ἐφαίνοντο τοῦ ἵππου πλὴν τῆς κεφαλῆς, τῶν δὲ ἀνδρῶν τὰ λοιπὰ πλὴν τῶν σκελῶν. ξένην οὖν ὄψιν ὁρῶντες ἔλεγον οἱ Κένταυροι ἡμᾶς οἱ ἐκ Νεφέλης κατατρέχουσιν. ἀπὸ δὴ ταύτης τῆς ἰδέας καὶ τοῦ λόγου ὁ μῦθος ἀπίστως ἐπλάσθη, ὡς ἐκ τῆς νεφέλης ἵππος τε καὶ ἀνὴρ ἐν τῷ ὄρει ἐγεννήθη."],["2","Περὶ Πασιφάης μυθεύεται ὡς ἠράσθη ταύρου νεμομένου, Δαίδαλον δὲ ποιῆσαι βοῦν ξυλίνην καὶ ἐγκλεῖσαι τὴν Πασιφάην εἰς αὐτήν, οὕτω δὲ τὸν ταῦρον ἐπιβάντα μιγῆναι τῇ γυναικί, τὴν δὲ κυῆσαι καὶ τεκεῖν παῖδα σῶμα μὲν ἔχοντα ἀνδρός, κεφαλὴν δὲ βοός. ἐγὼ δὲ τοῦτο οὔ φημι γενέσθαι. πρῶτον μὲν γὰρ ἀδύνατον ἐρασθῆναι ζῷον ἕτερον ἑτέρου μὴ ὁμοίως ἔχον τὴν μήτραν τοῖς αἰδοίοις· οὐ γὰρ δυνατὸν κύνα καὶ πίθηκον καὶ λύκον τε καὶ ὕαιναν ἀλλήλοις μίγνυσθαι οὐδὲ βούβαλον ἐλάφῳ (ἑτερογενῆ γὰρ ὑπάρχει), οὐδὲ ἀλλήλοις μιγνύμενα γεννᾶν. ταῦρος δὲ οὐ δοκεῖ μοι πρῶτον μὲν ἀναμιχθῆναι ξυλίνῃ βοΐ· πάντα γὰρ τὰ τετράποδα [ζῷα] ὀσφραίνεται τῶν αἰδοίων τοῦ ζῴου πρὸ τῆς μίξεως, καὶ οὕτως ἀναβαίνει ἐπ’ αὐτό· οὐδ’ ἂν ἠνέσχετο ταύρου ἐπιβαίνοντος ἡ γυνή, οὐδὲ φέρειν δύναται γυνὴ ἔμβρυον κέρατα ἔχον. τὸ δ’ ἀληθὲς ἔχει ὧδε. Μίνωά φασιν ἀλγοῦντα τὰ αἰδοῖα τεθεραπεῦσθαι ὑπὸ Πρόκριδος τῆς Πανδίονος ἐπὶ τῷ κυνιδίῳ καὶ τῷ ἀκοντίῳ*** Κέφαλον. κατὰ δὲ τὸν χρόνον τοῦτον Μίνῳ ἠκολούθει νεανίας κάλλει διαφέρων, ᾧ ὄνομα ἦν Ταῦρος. τούτου Πασιφάη ἔρωτι ἁλοῦσα καὶ πείσασα μίγνυται, καὶ ἐγέννησεν ἐξ αὐτοῦ παῖδα. Μίνως δ’ ἐπιλογισάμενος τὸν χρόνον τῆς ἀλγηδόνος τῶν αἰδοίων, καὶ ἐπιγνοὺς ὡς οὐκ ἔστιν ἐξ αὐτοῦ ὁ παῖς διὰ τὸ μὴ συγκοιμᾶσθαι, ἐξετάζων τὸ ἀκριβὲς ἐπέγνω ὅτι ἐκ τοῦ Ταύρου ἐστὶ τὸ γεννηθέν. ἀποκτεῖναι μὲν οὖν οὐκ ἔδοξεν αὐτῷ διὰ τὸ δοκεῖν ἀδελφὸν εἶναι τῶν παίδων· ἀποπέμπει δὲ αὐτὸν εἰς τὸ ὄρος ὅπως αὐξηθεὶς ὑπάρχῃ ἐν θεράποντος μοίρᾳ τοῖς ποιμέσιν. ἀνδρωθεὶς δὲ οὗτος οὐχ ὑπήκουε τῶν βουκόλων. πυθόμενος δὲ ὁ Μίνως καταντᾶν αὐτὸν ἐκέλευσεν εἰς τὴν πόλιν, κρατεῖν δὲ αὐτόν· καὶ εἰ μὲν ἑκὼν ἕποιτο, λελυμένον ἐλθεῖν, εἰ δὲ μή, δέσμιον. αἰσθόμενος δ’ ὁ νεανίας ἀφίσταται εἰς τὰ ὄρη, καὶ ἁρπάζων βοσκήματα οὕτω διέζη. πέμψαντος δὲ τοῦ Μίνωος πλείονα ὄχλον εἰς τὸ συλλαβεῖν αὐτόν, ὁ νεανίας ὄρυγμα βαθὺ ποιήσας καθεῖρξεν ἑαυτὸν εἰς ἐκεῖνο. ἔνθα ὄντι αὐτῷ τὸν μὲν ἄλλον χρόνον εἰσεβάλλοντο πρόβατα καὶ αἶγας, καὶ ἔζη σιτούμενος· ὁπότε δὲ Μίνως ἄνθρωπον ἠβούλετο τιμωρήσασθαι, τούτῳ καθειργμένῳ ἐν τῷ οἰκήματι εἰσέπεμπε, καὶ οὕτως ἀνῃρεῖτο. καὶ τὸν Θησέα ἄνδρα πολέμιον λαβὼν ὁ Μίνως ἤγαγε ἐπὶ τὸν τόπον ὡς ἀποθανούμενον· ἡ δὲ Ἀριάδνη προεισπέμπει ξίφος εἰς τὴν εἱρκτήν, ἐν ᾧ ὁ Θησεὺς ἀνεῖλε τὸν Μινώταυρον*** τοιούτου δὲ τοῦ συμβάματος γενομένου, ἐπὶ τὸ μυθῶδες οἱ ποιηταὶ τὸν λόγον ἐξέτρεψαν."],["3","Λόγος τις ἀρχαῖος λέγει ὡς ὁ Κάδμος ὄφιν ἀποκτείνας καὶ ἐκλέξας τοὺς ὀδόντας ἔσπειρεν ἐν τῇ ἰδίᾳ γῇ· ἔπειτα ἐξέφυσαν ἄνδρες τε καὶ ὅπλα. εἰ δὲ τοῦτο ἦν ἀληθές, οὐδεὶς ἀνθρώπων ἄλλο τι ἂν ἔσπειρεν ἢ ὀδόντας ὄφεων· καὶ εἰ μὴ ἐν ἄλλῃ γῇ ἐφύετο, ἀλλ’ οὖν τέως ἐν ἐκείνῃ τῇ γῇ ἐσπείρετο ἐν ᾗ καὶ πρώην ἐφύετο. τὸ ἀληθὲς οὖν ἐστι τοῦτο. Κάδμος ἀνὴρ τὸ γένος Φοῖνιξ ἀφίκετο εἰς Θήβας, πρὸς τὸν ἀδελφὸν Φοίνικα ἁμιλλησόμενος περὶ τῆς βασιλείας. ἦν δὲ βασιλεὺς τότε Θηβῶν Δράκων Ἄρεως παῖς, ἔχων ἄλλα τε πολλὰ ὅσα βασιλεύς, καὶ δὴ καὶ ὀδόντας ἐλεφάντων. τοῦτον ὁ Κάδμος ἀποκτείνας αὐτὸς ἐβασίλευσεν· οἱ δὲ φίλοι τοῦ Δράκοντος ἐπολέμουν αὐτῷ, καὶ οἱ παῖδες αὐτοῦ συνέστησαν τῷ Κάδμῳ. οἱ οὖν φίλοι τοῦ Δράκοντος, ἐπεὶ ἥττονες ἐγένοντο τῇ μάχῃ, ἁρπάσαντες τὰ χρήματα τοῦ Κάδμου καὶ τοὺς ἐλεφαντίνους ὀδόντας κειμένους ἐν τῷ ἱερῷ, ᾤχοντο φεύγοντες εἰς τὴν οἰκείαν· ἄλλοι δὲ ἀλλαχῆ διεσπάρησαν, οἱ μὲν εἰς τὴν Ἀττικήν, οἱ δὲ εἰς τὴν Πελοπόννησον καὶ Φωκίδα καὶ Λοκρίδα. ἐντεῦθεν ὁρμώμενοι ἐπολέμουν τοῖς Θηβαίοις, καὶ ἦσαν ἀργαλέοι πολεμισταί, ὁμόγλωσσοι ὄντες καὶ ἐπιστάμενοι τὰ χωρία. ἐπεὶ οὖν τοὺς ὀδόντας διαρπάσαντες ἔφυγον, ταῦτα ἔλεγον οἱ πολῖται τοιαῦτα κακὰ ἡμᾶς ὁ Κάδμος εἰργάσατο Δράκοντα ἀποκτείνας· ἐκ γὰρ τῶν ἐκείνου ὀδόντων πολλοὶ καὶ ἀγαθοὶ ἄνδρες γενόμενοι σπαρτοὶ καταγωνίζονται ἡμᾶς. τούτου τοῦ πράγματος ἀληθινοῦ γενομένου ὁ μῦθος προσανεπλάσθη."],["4","Περὶ τῆς Καδμείας Σφιγγὸς λέγεται ὡς θηρίον ἐγένετο σῶμα μὲν κυνὸς ἔχον, τὴν δὲ κεφαλὴν καὶ τὸ πρόσωπον κόρης, πτέρυγας δὲ ὄρνιθος, φωνὴν δὲ ἀνθρώπου. καθίζουσα δὲ ἐπὶ Φικίου ὄρους αἴνιγμά τι ἑκάστῳ τῶν πολιτῶν ᾖδεν· ὃν δ’ ἂν εὗρε διαλύσασθαι μὴ δυνάμενον, τοῦτον ἀνῄρει. διαλυσαμένου δὲ τὸ αἴνιγμα Οἰδίποδος, ῥίψασα ἑαυτὴν ἀνεῖλεν. ἔστι δὲ ἄπιστος καὶ ἀδύνατος ὁ λόγος. οὔτε γὰρ ἰδέα τοιαύτη δύναται γενέσθαι, τό τε τοὺς μὴ δυναμένους τοιαύτη δύναται γενέσθαι, τό τε τοὺς μὴ δυναμένους διαλύεσθαι [τὰ] αἰνίγματα κατεσθίεσθαι ὑπ’ αὐτῆς, παιδαριῶδες, τό τε τοὺς Καδμείους μὴ κατατοξεῦσαι τὸ θηρίον, ἀλλὰ περιορᾶν τοὺς πολίτας ὡς πολεμίους κατεσθιομένους, μάταιον. ἔχει οὖν ἡ ἀλήθεια ὧδε. Κάδμος ἔχων γυναῖκα Ἀμαζονίδα, ᾗ ὄνομα Σφίγξ, ἦλθεν εἰς Θήβας, καὶ ἀποκτείνας Δράκοντα τήν τε οὐσίαν καὶ βασιλείαν παρέλαβε, μετὰ δὲ καὶ τὴν ἀδελφὴν Δράκοντος, ᾗ ὄνομα Ἁρμονία. αἰσθομένη δὲ ἡ Σφὶγξ ὅτι ἄλλην ἐπέγημε, πείσασα πολλοὺς τῶν πολιτῶν συναπᾶραι αὐτῇ, καὶ τῶν χρημάτων τὰ πλεῖστα ἁρπάσασα, καὶ τὸν ποδώκη κύνα, ὃν ἧκεν ὁ Κάδμος ἄγων, λαβοῦσα, μετὰ τούτων ἀπῆρεν εἰς τὸ καλούμενον ὄρος Φίκιον, καὶ ἐντεῦθεν ἐπολέμει τῷ Κάδμῳ· ἐνέδρας δὲ ποιουμένη κατὰ τὴν ὥραν ἀνῄρει οὓς διαρπάζουσα ᾤχετο. καλοῦσι δὲ οἱ Καδμεῖοι τὴν ἐνέδραν αἴνιγμα. ἐθρύλλουν οὖν οἱ πολῖται λέγοντες Σφὶγξ ἡμᾶς ἡ ἀγρία αἰνίγματι ὑφισταμένη διαρπάζει, καὶ καθίζει ἐπὶ τοῦ ὄρους. ἐξευρεῖν δὲ τὸ αἴνιγμα οὐδεὶς δύναται, ἔκ τε τοῦ προφανοῦς μάχεσθαι ἀδύνατον· οὐ γὰρ τρέχει, ἀλλὰ πέτεται καὶ κύων καὶ γυνή [, οὕτω ποδώκης ἐστί]. κηρύττει δὲ ὁ Κάδμος τῷ ἀποκτενοῦντι τὴν Σφίγγα χρήματα δώσειν πολλά. ἐλθὼν οὖν ὁ Οἰδίπους, ἀνὴρ Κορίνθιος τά τε πολεμικὰ ἀγαθός, ἵππον ἔχων ποδώκη, καὶ λόχους τῶν Καδμείων ποιήσας καὶ διὰ νυκτὸς ἐξιὼν καὶ ἐνεδρεύσας αὐτήν, εὗρε τὸ αἴνιγμα [τουτέστι τὴν ἐνέδραν] καὶ ἀπέκτεινεν τὴν Σφίγγα. τούτων γενομένων τὰ λοιπὰ ἐμυθεύθη."],["5","Φασὶ περὶ τῆς Τευμησίας Ἀλώπεκος ὡς ἁρπάζουσα τοὺς Καδμείους κατήσθιεν. ἔστι δὲ εὔηθες. οὐδὲ γὰρ ἄλλο τί ἐστι χερσαῖον θηρίον ὃ δύναται ἁρπάσαν ἄνθρωπον φέρειν, ἀλώπηξ δὲ μικρόν ἐστι καὶ ἀσθενές. ἐγένετο δέ τι τοιοῦτον. ἀνὴρ Θηβαῖος καλὸς κἀγαθὸς ἐκαλεῖτο Ἀλώπηξ, ὃ ἦν πανοῦργος· οὗτος γὰρ συνέσει πάντων τῶν ἀνθρώπων ὑπερέφερε. δεδιὼς δὲ ὁ βασιλεὺς μὴ ἐπιβουλεύσῃ αὐτῷ, ἐξελαύνει αὐτὸν ἐκ τῆς πόλεως. συναγαγὼν δὲ ἐκεῖνος πολὺν στρατὸν καὶ ἄλλους μισθοφόρους, κατέλαβε τὸν καλούμενον λόφον Τευμήσιον. ἐντεῦθεν ὁρμώμενος ἦγε καὶ ἔφερε τοὺς Θηβαίους. ἔλεγον δὲ οἱ ἄνθρωποι Ἀλώπηξ ἡμᾶς κατατρέχων ὑποχωρεῖ. ἀφικνεῖται δὲ ἀνὴρ Κέφαλος ὀνόματι, γένος Ἀθηναῖος, στρατὸν πολὺν ἔχων, ἐπίκουρος τοῖς Θηβαίοις. οὗτος τόν τε Ἀλώπεκα ἀπέκτεινε καὶ τὸν στρατὸν αὐτοῦ ἐξήλασεν ἐκ τοῦ Τευμησίου. ὧν γενομένων ἐμυθολογήθη ἐκεῖνα."],["6","Φασὶν Ἀκταίωνα ὑπὸ τῶν ἰδίων κυνῶν καταβρωθῆναι. τοῦτο δὲ ψευδές· κύων γὰρ δεσπότην καὶ τροφέα μάλιστα φιλεῖ, ἄλλως τε καὶ αἱ θηρευτικαὶ πάντας ἀνθρώπους σαίνουσιν. ἔνιοι δέ φασιν ὡς Ἄρτεμις μὲν ‹εἰς ἔλαφον μετέβαλεν› αὐτόν, ἔλαφον δὲ ἀνεῖλον αἱ κύνες. ἐμοὶ δὲ δοκεῖ Ἄρτεμιν μὲν δύνασθαι ὅ τι θέλοι ποιῆσαι· οὐ μέντοι ἐστὶν ἀληθὲς ἔλαφον ἐξ ἀνδρὸς ἢ ἐξ ἐλάφου ἄνδρα γενέσθαι· τοὺς δὲ μύθους τούτους συνέθεσαν οἱ ποιηταί, ἵνα οἱ ἀκροώμενοι μὴ ὑβρίζοιεν εἰς τὸ θεῖον. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Ἀκταίων ἦν ἀνὴρ τὸ γένος Ἀρκάς, φιλοκύνηγος. οὗτος ἔτρεφεν ἀεὶ κύνας πολλὰς καὶ ἐθήρευεν ἐν τοῖς ὄρεσιν, τῶν δὲ αὑτοῦ πραγμάτων ἠμέλει. οἱ δὲ τότε ἄνθρωποι αὐτουργοὶ πάντες ἦσαν οἰκέτας τεοὐκ εἶχον [, ἀλλ’ ἑαυτοῖς ἐγεώργουν], καὶ οὗτος ἦν πλουσιώτατος ὃς [αὐτὸς ἐγεώργει καὶ] ἐργατικώτατος ὑπῆρχε. τῷ οὖν Ἀκταίωνι ἀμελοῦντι τῶν οἰκείων, μᾶλλον δὲ κυνηγετοῦντι, διεφθάρη ὁ βίος. ὅτε δὲ οὐκέτι εἶχεν οὐδέν, ἔλεγον οἱ ἄνθρωποι δείλαιος Ἀκταίων, ὃς ὑπὸ τῶν ἰδίων κυνῶν κατεβρώθη, ὥσπερ καὶ νῦν ἐάν τις πορνοβοσκῶν ἀτυχήσῃ, λέγειν εἰώθαμεν ὑπὸ τῶν πορνῶν κατεβρώθη. τοιοῦτον δή τι καὶ τὸ περὶ τὸν Ἀκταίωνα γέγονεν."],["7","Περὶ τῶν Διομήδους ἵππων φασὶν ὅτι ἀνδροφάγοι ἦσαν, γελοίως· τὸ γὰρ ζῷον τοῦτο μᾶλλον χόρτῳ καὶ κριθῇ ἥδεται ἢ κρέασιν ἀνθρωπίνοις. τὸ δ’ ἀληθὲς ὧδε ἔχει. τῶν παλαιῶν ἀνθρώπων ὄντων αὐτουργῶν, καὶ τὴν τροφὴν καὶ τὴν περιουσίαν οὕτως κτωμένων, ἅτε τὴν γῆν ἐργαζομένων, ἱπποτροφεῖν τις ἐπελάβετο, καὶ μέχρι τούτου ἵπποις ἥδετο, ἕως οὗ τὰ αὑτοῦ ἀπώλεσε καὶ πάντα πωλῶν κατανάλωσεν εἰς τὴν τῶν ἵππων τροφήν. οἱ οὖν φίλοι ἀνδροφάγους τοὺς ἵππους ὠνόμασαν. ὧν γενομένων προήχθη ὁ μῦθος."],["8","Φασὶν ὡς Νιόβη γυνὴ ζῶσα λίθος ἐγένετο ἐπὶ τῷ τύμβῳ τῶν παίδων· ὅστις δὲ πείθεται ἐξ ἀνθρώπου λίθον γενέσθαι ἢ ἐκ λίθου ἄνθρωπον, εὐήθης ἐστί. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Νιόβης ἀποθανόντων τῶν παίδων, ποιήσας τις εἰκόνα λιθίνην ἔστησεν ἐπὶ τῷ τύμβῳ [τῶν παίδων]. ἔλεγον οὖν οἱ παριόντες Νιόβη λιθίνη ἕστηκεν ἐπὶ τῷ τύμβῳ· ἐθεασάμεθα ἡμεῖς αὐτήν, ὥσπερ καὶ νῦν λέγεται παρὰ τὸν χαλκοῦν Ἡρακλέα ἐκαθήμην καὶ παρὰ τὸν Πάριον Ἑρμῆν ὤν. τοιοῦτον ἦν κἀκεῖνο, ἀλλ’ οὐχὶ Νιόβη αὐτὴ λιθίνη ἐγένετο."],["9","Λέγεται ὡς Λυγκεὺς καὶ τὰ ὑπὸ γῆν ἑώρα. τοῦτο δὲ ψευδές. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Λυγκεὺς πρῶτος ἤρξατο μεταλλεύειν χαλκὸν καὶ ἄργυρον καὶ τὰ λοιπά· ἐν δὲ τῇ μεταλλείᾳ λύχνους καταφέρων ὑπὸ τὴν γῆν, τοὺς μὲν κατελίμπανεν ἐπὶ τοῦ τόπου, αὐτὸς δὲ θυλάκους ἀνέφερε τοῦ χαλκοῦ καὶ τοῦ σιδήρου. ἔλεγον οὖν οἱ ἄνθρωποι Λυγκεὺς καὶ τὰ ὑπὸ γῆν ὁρᾷ καὶ καταδύνων ἀργύριον ἀναφέρει."],["10","Καινέα φασὶν ὅτι ἄτρωτος ἦν. ὅστις δὲ ὑπολαμβάνει ἄτρωτον εἶναί τινα ἀπὸ σιδήρου ἄνθρωπον ὄντα, ματαιάζει. ἡ δὲ ἀλήθεια ἔχει ὧδε. Καινεὺς ἦν ἀνὴρ Θετταλὸς τὸ γένος, ἀγαθὸς τὰ πολεμικὰ καὶ ἐπιστήμων τοῦ μάχεσθαι· γενόμενος δὲ ἐν πολλαῖς μάχαις οὐδέποτε ἐτρώθη, οὐδὲ ὅτε Λαπίθαις συμμαχῶν πρὸς Κενταύρους ἀπέθανεν· ἀλλὰ συλλαβόντες αὐτόν, μόνον κατέχωσαν, καὶ οὕτως ἐτελεύτησεν. ἔλεγον οὖν οἱ Λαπίθαι, ἀνελόμενοι τὸν νεκρὸν αὐτοῦ καὶ εὑρόντες μὴ τετρωμένον τὸ σῶμα, Καινεὺς τόν τε ἄλλον βίον ἄτρωτος ἦν καὶ ἀπέθανεν ἄτρωτος."],["11","Ὁ αὐτὸς λόγος καὶ περὶ Κύκνου τοῦ ἐν Κολωναῖς· καὶ γὰρ κἀκεῖνόν φασιν ὅτι ἄτρωτος ἦν. καὶ αὐτὸς ἦν αἰχμητὴς καὶ ἐπιστήμων μάχης· ἀπέθανε δὲ ἐν Τροίᾳ ὑπὸ Ἀχιλλέως λίθῳ βληθείς, καὶ οὐδὲ τότε ἐτρώθη. ἔλεγον οὖν οἱ ἄνθρωποι, ὁρῶντες τὸν νεκρὸν αὐτοῦ, ὅτι ἄτρωτος ἦν, ὥσπερ καὶ νῦν λέγουσιν τοὺς ἀγωνιστάς, ἐάν τις ἄτρωτος ᾖ. οὕτως κἀκεῖνοι ἐκλήθησαν ἄτρωτοι. κατηγορεῖ δὲ τούτων τῶν λόγων καὶ ἐμοὶ μαρτυρεῖ Αἴας ὁ Τελαμώνιος· καὶ γὰρ κἀκεῖνος ἐλέγετο ἄτρωτος, καὶ ἀπέθανε ξίφει τρωθεὶς ὑφ’ ἑαυτοῦ."],["12","Φασὶν ὅτι Μίνως Δαίδαλον καὶ Ἴκαρον τὸν υἱὸν αὐτοῦ καθεῖρξε διά τινα αἰτίαν, Δαίδαλος δὲ ποιήσας πτέρυγας ἀμφοτέροις προσθετάς, ἐξέπτη μετὰ τοῦ Ἰκάρου. νοῆσαι δὲ ἄνθρωπον πετόμενον, ἀμήχανον, καὶ ταῦτα πτέρυγας ἔχοντα προσθετάς. τὸ οὖν λεγόμενον ἦν τοιοῦτον. Δαίδαλος ὢν ἐν τῇ εἱρκτῇ, καθεὶς ἑαυτὸν διὰ θυρίδος καὶ τὸν υἱὸν κατασπάσας, σκαφίδι ἐμβάς, ἀπῄει. αἰσθόμενος δὲ ὁ Μίνως πέμπει πλοῖα διώξοντα. οἱ δὲ ὡς ᾔσθοντο διωκόμενοι, ἀνέμου λάβρου καὶ φοροῦ ὄντος, πετόμενοι ἐφαίνοντο. εἶτα πλέοντες οὐρίῳ Κρητικῷ νότῳ ἐν τῷ πελάγει περιτρέπονται· καὶ ὁ μὲν Δαίδαλος περισῴζεται εἰς τὴν γῆν, ὁ δὲ Ἴκαρος διαφθείρεται (ὅθεν ἀπ’ ἐκείνου Ἰκάριον πέλαγος ἐκλήθη), ἐκβληθέντα δὲ ὑπὸ τῶν κυμάτων ὁ πατὴρ ἔθαψεν."],["13","Λέγεται περὶ Ἀταλάντης καὶ Μειλανίωνος ὡς ὁ μὲν ἐγένετο λέων, ἡ δὲ λέαινα. ἦν δὲ τὸ ἀληθὲς τοιοῦτον. Ἀταλάντη καὶ Μειλανίων ἐκυνηγέτουν. ἀναπείθει δὲ τὴν κόρην ὁ Μειλανίων μιγῆναι αὐτῷ. εἰσέρχονται δὲ εἴς τι σπήλαιον μιχθησόμενοι. ἦν δὲ ἐν τῷ ἄντρῳ εὐνὴ λέοντος καὶ λεαίνης, οἳ δή, ἀκούσαντες φωνῆς, ἐξελθόντες ἐμπίπτουσι τοῖς περὶ Ἀταλάντην καὶ ἀναιροῦσιν αὐτούς. μετὰ δὲ χρόνον τοῦ λέοντος καὶ τῆς λεαίνης ἐξελθόντων, ἰδόντες τούτους οἱ συγκυνηγετοῦντες τῷ Μειλανίωνι, ἔδοξαν αὐτοὺς εἰς ταῦτα τὰ ζῷα μεταβληθῆναι. εἰσβάλλοντες οὖν εἰς τὴν πόλιν διεφήμιζον ὡς οἱ περὶ Ἀταλάντην [καὶ Μειλανίωνα] εἰς λέοντας μετεβλήθησαν."],["14","Καὶ ὁ περὶ Καλλιστοῦς λόγος τοιοῦτος, ὡς κυνηγετοῦσα ἄρκτος ἐγένετο. ἐγὼ δέ φημι καὶ ταύτην εἰς γετοῦσα ἄρκτος ἐγένετο. ἐγὼ δέ φημι καὶ ταύτην εἰς ξύλοχόν που καταντήσασαν, ὅπου ἐτύγχανεν ἄρκτος, θηρεύουσαν καταβρωθῆναι· τοὺς δὲ ‹συγ›κυνηγετοῦντας, ἰδόντας εἰσελθοῦσαν μέν, μηκέτι δὲ ἐξερχομένην, εἰπεῖν ὡς ἡ κόρη ἄρκτος ἐγένετο."],["15","Φασὶν Εὐρώπην τὴν Φοίνικος ἐπὶ ταύρου ὀχουμένην διὰ τῆς θαλάσσης ἐκ Τύρου εἰς Κρήτην ἀφικέσθαι. ἐμοὶ δὲ οὔτ’ ἂν ταῦρος οὔθ’ ἵππος δοκεῖ τοσοῦτον πέλαγος διανύσαι [δύνασθαι], οὔτε κόρη ἐπὶ ταῦρον ἄγριον ἀναβῆναι· ὅ τε Ζεύς, εἰ ἐβούλετο Εὐρώπην εἰς Κρήτην ἐλθεῖν, εὑρεῖν ἂν αὐτῇ ἑτέραν πορείαν καλλίονα. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. ἀνὴρ Κνώσιος ὀνόματι Ταῦρος ἐπολέμει τὴν Τυρίαν χώραν. τελευτῶν οὖν ἐκ Τύρου ἥρπασεν ἄλλας τε πολλὰς κόρας καὶ δὴ καὶ τὴν τοῦ βασιλέως θυγατέρα Εὐρώπην. ἔλεγον οὖν οἱ ἄνθρωποι Εὐρώπην τὴν τοῦ βασιλέως Ταῦρος ἔχων ᾤχετο. τούτων γενομένων προσανεπλάσθη ὁ μῦθος."],["16","Φασὶν ὡς Ἀχαιοὶ οἱ ἐν ξυλίνῳ κοίλῳ ἵππῳ ἀριστεῖς κατέβαλον τὴν Ἴλιον. ἔστι δὲ μυθώδης ἄγαν ὁ λόγος. ἡ δὲ ἀλήθεια αὕτη. ἵππον κατεσκεύασαν ξύλινον πρὸς μέτρον τῶν πυλῶν, ὅπως μὴ ἑλκόμενος εἰσέλθῃ, ἀλλ’ ὑπερέχῃ τῷ μεγέθει. οἱ δὲ λοχαγοὶ ἐκάθηντο ἐν κοίλῳ χωρίῳ παρὰ τὴν πόλιν, ὃς Ἀργείων λόχος ἐκαλεῖτο μέχρι τοῦ νῦν. αὐτόμολος δὲ ἐλθὼν παρὰ τῶν Ἀργείων Σίνων φράζει αὐτοῖς κατὰ μαντείαν ὡς, εἰ μὴ εἰσαγάγοιεν τὸν ἵππον εἰς τὴν πόλιν, ὑποστρεψόντων Ἀχαιῶν, ἂν δὲ εἰσαγάγωσι, μηκέθ’ ἡξόντων. οὑ ἐπακούσαντες οἱ Τρῶες καὶ καθελόντες τὸ τεῖχος, εἰσάγουσι τὸν ἵππον. εὐωχουμένοις δὲ αὐτοῖς ἐπιπίπτουσιν οἱ Ἕλληνες δι’ ἧς καθῄρητο τὸ τεῖχος, καὶ οὕτως ἑάλω ἡ Ἴλιος."],["17","Λέγεται ὅτι Αἴολος ἄνθρωπος ἦν κυριεύων πνευμάτων, ὅστις ἔδωκεν Ὀδυσσεῖ τοὺς ἀνέμους ἐν ἀσκῷ· περὶ δὲ τούτου, ὡς οὐχ οἷόν τε γίνεσθαι, δῆλον εἶναι πᾶσιν οἶμαι. εἰκὸς δὲ ἀστρολόγον γενόμενον Αἴολον φράσαι Ὀδυσσεῖ τοὺς χρόνους καὶ καθ’ ἃς ἐπιτολὰς ἄνεμοί τινες πνευσοῦνται. φασὶ δὲ ὅτι καὶ χαλκοῦν τεῖχος τῇ πόλει αὐτοῦ περιεβέβλητο, ὅπερ ἐστὶ ψεῦδος· ὁπλίτας γὰρ εἶχε τὴν πόλιν αὐτοῦ φυλάττοντας."],["18","Λέγεται ὡς γυναῖκές τινες ἦσαν αἱ Ἑσπερίδες, ταύταις δὲ ἦν μῆλα χρυσᾶ ἐπὶ μηλέας, ἣν ἐφύλασσε δράκων, ἐφ’ ἃ μῆλα καὶ Ἡρακλῆς ἐστρατεύσατο. ἔχει δὲ ἡ ἀλήθεια ὧδε. Ἕσπερος ἦν ἀνὴρ Μιλήσιος, ὃς ᾤκει ἐν τῇ Καρίᾳ καὶ εἶχε θυγατέρας δύο αἳ ἐκαλοῦντο Ἑσπερίδες. τούτῳ δὲ ἦσαν ὄις καλαὶ καὶ εὔκαρποι, τοῦτο τὸ γένος ὃ νῦν ἐστιν ἐν Μιλήτῳ. ἐπὶ τούτῳ δὴ ὠνομάζοντο χρυσαῖ· κάλλιστον γὰρ ὁ χρυσός, ἦσαν δὲ κἀκεῖναι κάλλισται. μῆλα δὲ ἐκαλεῖτο τὰ πρόβατα. ἅπερ ἰδὼν Ἡρακλῆς βοσκόμενα παρὰ τῇ θαλάσσῃ, περιελάσας ἐνέθετο εἰς τὴν ναῦν, καὶ τὸν ποιμένα αὐτῶν ὀνόματι Δράκοντα*** ἤγαγεν εἰς οἶκον, οὐκέτι ζῶντος τοῦ Ἑσπέρου, ἀλλὰ τῶν παίδων αὐτοῦ. ἔλεγον δὴ οἱ ἄνθρωποι ἐθεασάμεθα χρυσᾶ μῆλα, ἃ ἤγαγεν ἐξ Ἑσπερίδων Ἡρακλῆς τὸν φύλακα ἀποκτείνας Δράκοντα. ἔνθεν ὁ μῦθος."],["19","Περὶ Κόττου καὶ Βριάρεω, ὡς ἑκατὸν ἔσχον χεῖρας ἄνδρες ὄντες, πῶς οὐκ εὔηθες; τὸ δὲ ἀληθὲς οὕτως. τούτων τῇ πόλει ὄνομα ἦν Ἑκατογχειρία, ἐν ᾗ ᾤκουν, ἦν δὲ τῆς Χαονίας τῆς νῦν Ὀρεστιάδος καλουμένης. τεκμαίρομαι δὲ ὅτι μετὰ τῶν Ὀλυμπίων ἐμαχέσαντο τὴν πρὸς Τιτᾶνας μάχην· ταῦτα δὲ τὰ χωρία ὅμορά ἐστι τῷ Ὀλύμπῳ. ἔλεγον οὖν οἱ ἄνθρωποι Κόττος καὶ Βριάρεως [καὶ Γύγης] οἱ Ἑκατόγχειρες βοηθήσαντες τοῖς Ὀλυμπίοις αὐτοὶ ἐξήλασαν τοὺς Τιτᾶνας ἐκ τοῦ Ὀλύμπου."],["20","Λέγεται περὶ Σκύλλης ὡς ἦν ἐν Τυρρηνίᾳ θηρίον τι γυνὴ μὲν μέχρι τοῦ ὀμφαλοῦ, κυνῶν δὲ ἐντεῦθεν προσπεφύκεσαν κεφαλαί, τὸ δ’ ἄλλο σῶμα ὄφεως. τοιαύτην δὲ φύσιν ἐννοεῖν πολλὴ εὐήθεια. ἡ δὲ ἀλήθεια αὕτη. Τυρρηνῶν νῆες ἦσαν, αἳ ἐληίζοντο τὰ περίχωρα τῆς Σικελίας καὶ τὸν Ἰόνιον κόλπον. ἦν δὲ καὶ ναῦς τριήρης ταχεῖα τότε, ᾗ ὄνομα Σκύλλα, καὶ κατεπεγέγραπτο ἐπὶ τῆς πρῴρας. αὕτη δ’ ἡ τριήρης τὰ λοιπὰ τῶν πλοίων συλλαμβάνουσα πολλάκις εἰργάζετο βρῶμα, καὶ λόγος ἦν περὶ αὐτῆς πολύς. ταύτην τὴν ναῦν Ὀδυσσεὺς φορῷ καὶ λάβρῳ πνεύματι χρησάμενος διέφυγε· διηγήσατο δὲ ἐν Κερκύρᾳ τῷ Ἀλκινόῳ ὡς ἐδιώχθη καὶ ὡς ἐξέφυγε καὶ τὴν ἰδέαν τοῦ πλοιαρίου. προσανεπλάσθη δὲ ὁ μῦθος."],["21","Λέγεται περὶ Δαιδάλου ὡς ἀγάλματα κατεσκεύαζε δι’ ἑαυτῶν πορευόμενα· ὅπερ ἔμοιγε ἀδύνατον εἶναι δοκεῖ, ἀνδριάντα δι’ ἑαυτοῦ βαδίζειν. τὸ δὲ ἀληθὲς τοιοῦτον. οἱ τότε ἀνδριαντοποιοὶ καὶ ἀγαλματοποιοὶ συμπεφυκότας ὁμοῦ τοὺς πόδας καὶ τὰς χεῖρας παρατεταμένας ἐποίουν. Δαίδαλος δὲ πρῶτος ἐποίησε διαβεβηκότα τὸν ἕνα πόδα. διὰ τοῦτο δὴ οἱ ἄνθρωποι ἔλεγον ὁδοιποροῦν τὸ ἄγαλμα τοῦτο εἰργάσατο Δαίδαλος, ἀλλ’ οὐχὶ ἑστηκός, ὡς καὶ νῦν λέγομεν μαχόμενοί γε ἄνδρες γεγραμμένοι εἰσί καὶ τρέχοντες ἵπποι καὶ χειμαζομένη ναῦς. οὕτω κἀκεῖνον ἔλεγον ὁδοιποροῦντα ποιεῖν ἀγάλματα."],["22","Ἱστορεῖται περὶ Φινέως ὡς διεφόρουν Ἅρπυιαι τὸν βίον αὐτοῦ, δοκοῦσι δὲ ἔνιοι θηρία πετεινὰ εἶναι ταῦτα ἁρπάζοντα ἀπὸ τῆς τραπέζης τοῦ Φινέως τὸ δεῖπνον. ἡ δὲ ἀλήθεια αὕτη. Φινεὺς ἦν Παιονίας βασιλεύς. γέροντα δὲ αὐτὸν ὄντα ἡ ὄψις ἐπέλιπεν οἵ τε ἄρρενες παῖδες ἀπέθανον. θυγατέρες δὲ ἦσαν αὐτῷ Ἐράσεια καὶ Ἁρπύρεια***, αἵτινες τὸν βίον αὐτοῦ διέφθειρον. ἔλεγον οὖν οἱ πολῖται δύστηνος ὁ Φινεύς· αἱ ρπυιαι αὐτοῦ διαφθείρουσι τὸν βίον. οἰκτείραντες δὲ αὐτὸν Ζήτης καὶ Κάλαϊς, ἀστυγείτονες αὐτῷ ὄντες, Βορέου δὲ παῖδες (ἀνδρός, οὐκ ἀνέμου), βοηθήσαντες αὐτῷ, τάς τε θυγατέρας ἐξεδίωξαν ἐκ τῆς πόλεως καὶ τὰ χρήματα συναθροίσαντες, ἐπίτροπον αὐτῶν κατέστησαν τῶν Θρᾳκῶν τινα."],["23","Περὶ Μήστρας τῆς Ἐρυσίχθονος φασὶν ὡς, ὁπότε βούλοιτο, ἀλλάσσειν τὴν ἰδέαν. ὃ μύθου ὁπότε βούλοιτο, ἀλλάσσειν τὴν ἰδέαν. ὃ μύθου καταγελάστου. πῶς γὰρ εἰκὸς ἐκ κόρης γενέσθαι βοῦν καὶ αὖθις κύνα ἢ ὄρνεον; τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Ἐρυσίχθων ἦν ἀνὴρ Θετταλός, διαφθείρας δὲ τὰ χρήματα πένης ἐγένετο. ἦν δὲ θυγάτηρ αὐτῷ καλὴ καὶ ὡραία Μήστρα ὀνόματι· ὅστις δὲ εἶδεν αὐτήν, ἐπιθυμητικῶς διέκειτο. ἀργυρίῳ μὲν οὖν οἱ τότε ἄνθρωποι οὐκ ἐμνηστεύοντο, ἐδίδοσαν δὲ οἱ μὲν ἵππους, οἱ δὲ βοῦς, τινὲς δὲ πρόβατα ἢ ὅ τι ἂν ἐθέλῃ ἡ Μήστρα. ἔλεγον δὲ οἱ Θετταλοί, ὁρῶντες ἀθροιζόμενον τῷ Ἐρυσίχθονι τὸν βίον, ἐγένετο ἐκ Μήστρας αὐτῷ καὶ ἵππος καὶ βοῦς καὶ τἄλλα. ὅθεν ὁ μῦθος προσανεπλάσθη."],["24","Γηρυόνην δέ φασιν ὅτι τρικάρηνος ἐγένετο. ἀδύνατον δὲ σῶμα ‹ἓν› τρεῖς ἔχειν κεφαλάς. ἦν δὲ τοιοῦτον. πόλις ἐστὶν ἐν τῷ Εὐξείνῳ πόντῳ Τρικαρηνία καλουμένη. ἦν δὲ ὁ Γηρυόνης ἐν τοῖς τότε ἀνθρώποις ὀνομαστός, πλούτῳ τε καὶ τοῖς ἄλλοις διαφέρων· εἶχε δὲ καὶ βοῶν ἀγέλην θαυμαστήν, ἐφ’ ἣν ἐλθὼν Ἡρακλῆς ἀντιποιούμενον Γηρυόνην ἀπέκτεινεν. οἱ δὲ θεώμενοι περιελαυνομένας τὰς βοῦς ἐθαύμαζον· ἦσαν γὰρ τὸ μὲν μέγεθος μικραί, ἀπὸ δὲ κεφαλῆς ἐπὶ τὴν ὀσφὺν μακραὶ καὶ σιμαί, κέρατα οὐκ ἔχουσαι, ὀστέα δὲ μεγάλα καὶ πλατέα. πρὸς τοὺς πυνθανομένους οὖν ἔλεγόν τινες Ἡρακλῆς ταύτας περιήλασεν οὔσας Γηρυόνου τοῦ Τρικαρήνου. τινὲς δὲ ἐκ τοῦ λεγομένου ὑπέλαβον αὐτὸν τρεῖς ἔχειν κεφαλάς."],["25","Φασὶ δὲ ὅτι καὶ οὗτος κατεβρώθη ὑπὸ τῶν ἵππων, ἀγνοοῦντες ὅτι ἱπποτροφῶν καὶ μεγάλας δαπάνας ποιούμενος καὶ τῶν οἰκείων οὐδὲν ἐπιμελούμενος ἐπετρίβη, καὶ ἐπέλιπεν αὐτὸν ὁ βίος."],["26","Καὶ οὗτος ὁ μῦθος παγγέλοιος, ὡς δὴ τοῦ Γλαύκου ἐν πίθῳ μέλιτος ἀποθανόντος ὁ Μίνως ἐν τῷ τύμβῳ κατώρυξε τὸν Κοιράνου Πολύιδον (ὃς ἦν ἐκ τοῦ Ἄργους), ὃς ἰδὼν δράκοντα ἑτέρῳ δράκοντι τεθνεῶτι πόαν ἐπιθέντα καὶ ἀναστήσαντα αὐτόν, καὶ αὐτὸς ταὐτὸ ποιήσας τῷ Γλαύκῳ, ἀνέστησεν αὐτόν. ὅπερ ἐστὶν ἀδύνατον, ἀποθανόντα ἄνδρα ἀναστῆσαι ἢ ὄφιν, ἀλλ’ οὐδὲ ἄλλο ζῷον. ἐγένετο δέ τι τοιόνδε. Γλαῦκος πιὼν μέλι ἐταράχθη τὴν κοιλίαν, χολῆς δὲ αὐτῷ πλείονος κινηθείσης καὶ λειποθυμήσαντος, ἀφίκοντο οἵ τε δὴ ἄλλοι ἰατροί, ἅτε χρήματα ληψόμενοι, καὶ δὴ καὶ Πολύιδος, ἤδη δὲ ἐκλείποντος αὐτοῦ, εἰδώς τινα πόαν ὠφελοῦσαν, ἣν ἔμαθε παρά τινος ἰατροῦ, ᾧ ὄνομα ἦν Δράκων, καὶ ταύτῃ τῇ βοτάνῃ χρησάμενος, ὑγιᾶ ἐποίησε τὸν Γλαῦκον. ἔλεγον οὖν οἱ ἄνθρωποι Πολύιδος Γλαῦκον ὑπὸ μέλιτος ἀποθανόντα βοτάνῃ ἀνέστησεν, ἣν παρὰ Δράκοντος ἔμαθεν. ἀφ’ οὗ οἱ μυθογράφοι τὸν μῦθον ἔπλασαν."],["27","Λέγεται ὅτι καὶ οὗτος ὁ Γλαῦκος πόαν ποτὲ φαγὼν ἀθάνατος ἐγένετο καὶ νῦν ἐν τῇ θαλάσσῃ οἰκεῖ. τὸ δὲ τῇ πόᾳ ταύτῃ Γλαῦκον μόνον ἐντυχεῖν λίαν ἐστὶν εὔηθες, τό τε ἄνθρωπον ἐν θαλάσσῃ ἢ ἄλλο τι τῶν χερσαίων ζῆν, ὁπότε οὔτε ποτάμιόν τι ἐν τῇ θαλάσσῃ, οὔτε τὸ ἀνάπαλιν ἐν τῷ ποταμῷ τὰ θαλάσσια ζῆν δύναται. μάταιος οὖν ὁ λόγος. ἔχει δὲ τὸ ἀληθὲς οὕτως. Γλαῦκος ἦν ἀνὴρ ἁλιεὺς Ἀνθηδόνιος τὸ γένος· ἦν δὲ κολυμβητής, ἐν τούτῳ διαφέρων τῶν ἄλλων. κολυμβῶν δὲ ἐν τῷ λιμένι, ὁρώντων αὐτὸν τῶν ἀπὸ τῆς πόλεως, καὶ διακολυμβήσας εἴς τινα τόπον καὶ μὴ ὀφθεὶς τοῖς οἰκείοις ἡμέρας ἱκανάς, διακολυμβήσας πάλιν, ὤφθη αὐτοῖς· πυνθανομένων δὲ ποῦ διέτριψας τὰς τοσαύτας ἡμέρας; ἔφη ἐν τῇ θαλάσσῃ. καὶ συγκλείων εἰς ἔλυτρον ἰχθῦς, ὁπότε χειμὼν γένοιτο καὶ μηδεὶς τῶν ἄλλων ἁλιέων ἰχθῦς δύναιτο λαβεῖν, ἐπυνθάνετο τῶν πολιτῶν τίνας δὴ βούλοιντο τῶν ἰχθύων ἀποκομισθῆναι αὐτοῖς, καὶ κομίζων οὓς ἂν ἤθελον, Γλαῦκος θαλάσσιος ἐκλήθη, ὥσπερ νῦν εἴ τις ἐν ὄρει οἰκῶν καὶ ὢν ἀγαθὸς θηρευτὴς ὄρειος ἄνθρωπος καλοῖτο. οὕτω καὶ ὁ Γλαῦκος τὰ πλεῖστα ἐν θαλάσσῃ διατρίβων Γλαῦκος θαλάσσιος ἐκλήθη. καὶ περιτυχὼν θηρίῳ θαλασσίῳ ἀπώλετο· μὴ ἐξελθόντα δὲ ἐκ τῆς θαλάσσης ἐμύθευσαν οἱ ἄνθρωποι ὡς ἐν θαλάσσῃ οἰκοῦντα κἀκεῖ τοῦ λοιποῦ διάγοντα."],["28","Φασὶν ὅτι Βελλεροφόντην ὑπόπτερος ἵππος Πήγασος ἔφερεν. ἐμοὶ δὲ τοῦτο ἵππος οὐδέποτε δοκεῖ δύνασθαι, οὐδ’ εἰ πάντα τὰ τῶν πτηνῶν πτερὰ λάβοι· εἰ γὰρ ἦν ποτε τοιοῦτον ζῷον, καὶ νῦν ἂν ἦν. τοῦτον δέ φασι καὶ τὴν Ἀμισωδάρου Χίμαιραν ἀνελεῖν· ἦν δὲ ἡ Χίμαιρα πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα. ἔνιοι δὲ δοκοῦσι τοιοῦτον γενέσθαι θηρίον τρεῖς ἔχον κεφαλάς, σῶμα δὲ ἕν. ἀδύνατον δὲ ὄφιν καὶ λέοντα καὶ αἶγα ὁμοίᾳ τροφῇ χρῆσθαι· καὶ τὸ θνητὴν ἔχον φύσιν πῦρ ἀποπνεῖν, εὔηθες. ποίᾳ δὲ τῶν κεφαλῶν τὸ σῶμα ἐπηκολούθει; τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Βελλεροφόντης ἦν φυγὰς ἀνήρ, τὸ γένος Κορίνθιος, καλὸς κἀγαθός. κατασκευάσας δὲ πλοῖον μακρὸν ἐληίζετο τὰ παραθαλάσσια χωρία πλέων καὶ ἐπόρθει. ὄνομα δὲ ἦν τῷ πλοίῳ Πήγασος (ὡς καὶ νῦν ἕκαστον τῶν πλοίων ὄνομα ἔχει· ἐμοὶ δὲ δοκεῖ πλοίῳ μᾶλλον ἢ ἵππῳ ὄνομα κεῖσθαι Πήγασος). βασιλεὺς δὲ Ἀμισώδαρος ᾤκει ἐπὶ τῷ Ξάνθῳ ποταμῷ ὄρος τι ὑψηλόν, ἐξ οὗ ἡ Τελμισσὶς ὕλη προσκέχωσται, πρὸς ὃ δὴ ὄρος προσβάσεις εἰσὶ δύο, ‹ἡ› μὲν ἔμπροσθεν ἐκ πόλεως τῆς Ξανθίων, ἡ δὲ ὄπισθεν ‹ἐκ› τῆς Καρίας· τὰ δὲ ἄλλα κρημνοὶ ὑψηλοί, ἐν δὲ μέσῳ αὐτῶν χάσμα ἐστὶ τῆς γῆς μέγα, ἐξ οὗ δὴ καὶ πῦρ ἀναφέρεται. τούτῳ τῷ ὄρει ὄνομά ἐστι Χίμαιρα. τότε δὲ ἦν, ὡς λέγουσιν οἱ προσχώριοι, κατὰ μὲν τὴν πρόσθεν πρόσβασιν λέων οἰκῶν, κατὰ δὲ τὴν ὄπισθεν δράκων, οἳ δὴ καὶ ἐσίνοντο τοὺς ὑλοτόμους καὶ νομέας. τότε δὲ δὴ Βελλεροφόντης ἐλθὼν τὸ ὄρος ἐνέπρησε, καὶ ἡ Τελμισσὶς κατεκάη καὶ τὰ θηρία ἀπώλετο. ἔλεγον οὖν οἱ προσχώριοι Βελλεροφόντης ἀφικόμενος μετὰ τοῦ Πηγάσου τὴν Ἀμισωδάρου Χίμαιραν ἀπώλεσε. τούτου γενομένου προσανεπλάσθη ὁ μῦθος."],["29","Φασὶν ὅτι Πέλοψ ἦλθεν ἔχων ἵππους ὑποπτέρους εἰς Πῖσαν μνηστευσόμενος Ἱπποδάμειαν τὴν Οἰνομάου θυγατέρα. ἐγὼ δὲ τὰ αὐτὰ λέγω ἅπερ καὶ περὶ τοῦ Πηγάσου. ἐπεὶ Οἰνόμαος, εἰ ᾔδει ὑποπτέρους ὄντας τοὺς ἵππους τοῦ Πέλοπος, οὐκ ἂν δὴ τὴν θυγατέρα αὑτοῦ ἔδωκεν ἐπὶ τὸ ἅρμα αὐτοῦ ἀναβιβάσαι. ῥητέον οὖν ὅτι Πέλοψ ἦλθεν ἔχων πλοῖον, ἐπεγέγραπτο δὲ ἐπὶ τῆς σκηνῆς Ἵπποι ὑπόπτεροι, ἁρπάσας δὲ τὴν κόρην ᾤχετο φεύγων. ἔλεγον δὲ οἱ ἄνθρωποι ὡς ἁρπάσας τὴν Οἰνομάου θυγατέρα ἐπὶ τῶν Ἵππων ὑποπτέρων ᾤχετο φεύγων. καὶ ὁ μῦθος προσανεπλάσθη."],["30","‹Περὶ Φρίξου› ἱστοροῦσιν ὡς ὁ κριὸς αὐτῷ προὔλεγεν ὅτι ὁ πατὴρ αὐτοὺς μέλλοι θύειν· καὶ λαβὼν τὴν ἀδελφὴν αὐτοῦ ἀναβάς τε ἐπ’ αὐτὸν σὺν αὐτῇ, διὰ τῆς θαλάσσης ἀφίκοντο εἰς τὸν Εὔξεινον πόντον, διὰ τριῶν ἢ τεσσάρων ἡμερῶν τὸ πᾶν διανύσαντες. ὅπερ ἐστὶ δύσπιστον, κριὸν θᾶττον νηὸς διανήχεσθαι, καὶ ταῦτα βαστάζοντα δύο ἀνθρώπους καί που σιτία καὶ ποτὰ καὶ ἑαυτῷ καὶ ἐκείνοις (οὐ γὰρ δήπου ἄσιτοι τοσοῦτον χρόνον διέμενον). εἶτα Φρίξος τὸν τὴν σωτηρίαν αὐτῷ φράσαντα κριὸν καὶ διασώσαντα σφάξας καὶ τὸ δέρμα ἀποδείρας ἔδωκεν ἕδνον Αἰήτῃ τῆς θυγατρὸς αὐτοῦ (ὁ δὲ Αἰήτης τῶν τόπων ἐκείνων τότε ἐβασίλευεν). ὅρα δὲ πῶς καὶ τὰ δέρματα τότε σπάνια ἦν, ὥστε βασιλέα ἕδνον τῆς ἰδίας θυγατρὸς τὸ κώδιον λαβεῖν. ‹ἢ› οὕτω τοῦ μηδενὸς ἀξίαν τὴν ἑαυτοῦ θυγατέρα ἐνόμιζεν; ἤδη δέ τινες, ἵνα τὸν γέλωτα τοῦτον ἐκφύγωσι, χρυσοῦν φασιν ἦν τὸ δέρμα τοῦτο. καὶ εἰ χρυσοῦν τὸ δέρμα ἦν, οὐκ ἐχρῆν τὸν βασιλέα λαβεῖν παρ’ ἀνδρὸς ξένου. λέλεκται δὲ ὅτι καὶ Ἰάσων ἐπὶ τὸ κώδιον τοῦτο τὴν Ἀργὼ ἔστειλε καὶ τοὺς ἀρίστους τῶν Ἑλλήνων. ἀλλ’ οὐκ ἂν οὔθ’ ὁ Φρίξος οὕτως ἀχάριστος ἦν ὥστε τὸν εὐεργέτην ἀνελεῖν, οὔτ’, εἰ ‹καὶ› σμαράγδιον ἦν τὸ κώδιον, ἔπλευσεν ἂν ἡ Ἀργὼ ἐπ’ αὐτό. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Ἀθάμας ὁ Αἰόλου τοῦ Ἕλληνος ἐβασίλευσε τῆς Φθίας. ἦν δὲ αὐτῷ ἀνὴρ ἐπίτροπος τῶν χρημάτων καὶ τῆς ἀρχῆς, ὃν μάλιστα πιστὸν ἡγεῖτο καὶ πλείστου ἄξιον, ὄνομα δὲ ἦν αὐτῷ Κριός. ἐπεὶ δὲ ἀπέθανεν ἡ μήτηρ, Φρίξῳ, ὅτι πρεσβύτερος ἦν, τὴν ἀρχὴν ἔδωκεν******* αἰσθόμενος δὲ ταῦτα ὁ Κριὸς πρὸς μὲν τὸν Ἀθάμαντα οὐδὲν λέγει, πρὸς δὲ τὸν Φρίξον φησί, κελεύων ἀπαλλάττεσθαι αὐτὸν ἐκ τῆς γῆς, καὶ αὐτὸς ναῦν στείλας καὶ ἐνθέμενος ὅ τι ἦν πολλοῦ ἄξιον Ἀθάμαντι καὶ γεμίσας τὴν ναῦν ἁπάντων ἀγαθῶν καὶ χρημάτων, ἐν οἷς καὶ εἰκὼν ἦν, ἣν ἡ μήτηρ Μέροπος, θυγάτηρ Ἡλίου (ὄνομα δ’ ἦν αὐτῇ Κῶς), αὐτὴ ἐκ τῶν ἰδίων χρημάτων ἑαυτῆς [εἰκόνα] ἰσόμετρον χρυσῆν ἐποιήσατο (ἦν δὲ ὁ χρυσὸς πολὺς καὶ λόγος περὶ αὐτοῦ μέγας ἐγίνετο). ἐνέθετο οὖν εἰς τὴν ναῦν ταῦτα καὶ Φρίξον καὶ Ἕλλην, καὶ ᾤχετο ἀπιών. ἡ μὲν οὖν Ἕλλη κατὰ τὸν πλοῦν ἀσθενήσασα ἀπέθανεν (ἐξ ἧς καὶ Ἑλλήσποντος ἐκλήθη)· αὐτοὶ δ’ ἀφικόμενοι εἰς τὸν Φᾶσιν κατοικοῦσιν ἐκεῖ, καὶ γαμεῖ Φρίξος τὴν τοῦ Κόλχων βασιλέως θυγατέρα Αἰήτου, δοὺς ἕδνον τὴν χρυσῆν εἰκόνα τῆς Κῶ. ὕστερον δὲ Ἀθάμαντος τελευτήσαντος Ἰάσων πλεῖ τῇ Ἀργοῖ ἐπὶ τοῦτον τὸν χρυσὸν τῆς Κῶ, ἀλλ’ οὐχὶ δέρμα κριοῦ. οὕτως ἔχει ἡ ἀλήθεια."],["31","Καὶ περὶ τούτων πολὺ γελοιότερος φέρεται λόγος, ὡς ὁ Φόρκυς εἶχε θυγατέρας τρεῖς, αἵτινες ἕνα ὀφθαλμὸν ἔχουσαι ἀνὰ μέρος ἐχρῶντο· τούτων δὲ ἡ χρωμένη ἐνετίθει αὐτὸν εἰς τὴν κεφαλὴν καὶ οὕτως ἔβλεπε· καὶ οὕτως, μιᾶς αὐτῶν ἀποδιδούσης τῇ ἑτέρᾳ τὸν ὀφθαλμόν, ἔβλεπον πᾶσαι. ἐλθὼν δὲ ὁ Περσεὺς ὀπίσω αὐτῶν ἐν ἠρεμαίῳ βαδίσματι καὶ λαβὼν τὸν ὀφθαλμὸν αὐτῶν, ἔφησεν οὐκ ἀποδώσειν, ἐὰν μὴ φράσωσιν ὅπη ἐστὶν ἡ Γοργώ. φράζουσι δ’ οὖν οὕτως· ὁ δὲ ἀποτεμὼν τὴν κεφαλὴν αὐτῆς, εἰς Σέριφον ἦλθε καὶ δείξας ταύτην τῷ Πολυδέκτῃ, λίθινον αὐτὸν ἐποίησεν. καὶ τοῦτο δὲ γελοιότερον, ἄνδρα ζῶντα ἰδόντα νεκροῦ κεφαλὴν ἀπολιθωθῆναι. τίς γὰρ ἡ δύναμις τοῦ νεκροῦ; ἐγένετο οὖν τοιοῦτόν τι. Φόρκυς ἦν ἀνὴρ Κερναῖος· οἱ δὲ Κερναῖοι γένος μέν εἰσιν Αἰθίοπες, οἰκοῦσι δὲ νῆσον τὴν Κέρνην ἔξω τῶν Ἡρακλείων Στηλῶν, ἀροῦσι δὲ Λιβύην παρὰ τὸν† Ἄννονα ποταμὸν κατ’ εὐθὺ Καρχηδόνος, εἰσὶ δὲ σφόδρα χρυσοῖ. οὗτος ὁ Φόρκυς ἐβασίλευε τῶν νήσων τῶν ἔξω ‹τῶν› Ἡρακλείων Στηλῶν (εἰσὶ δὲ τρεῖς), καὶ ποιεῖ τετράπηχυ ἄγαλμα Ἀθηνᾶς χρυσοῦν. καλοῦσι δὲ Κερναῖοι τὴν Ἀθηνᾶν Γοργώ, ὥσπερ τὴν Ἄρτεμιν Θρᾷκες μὲν Βένδιν, Κρῆτες δὲ Δίκτυναν, Λακεδαιμόνιοι δὲ Οὖπιν. ὁ μὲν οὖν Φόρκυς ἀποθνῄσκει πρὶν εἰς τὸ ἱερὸν ἀναθεῖναι τὸ ἄγαλμα· κατέλιπε δὲ κόρας τρεῖς, Σθενώ, Εὐρυάλην, Μέδουσαν. αὗται γήμασθαι μὲν οὐδενὶ ἠβουλήθησαν, διελόμεναι δὲ τὴν οὐσίαν ἑκάστη νήσου μιᾶς ἦρχε· τὴν δὲ Γοργὼ οὔτε πω ἀναθεῖναί γ’ αὐταῖς ἐδόκει, οὔτε διελεῖν, ἀλλ’ ἐν μέρει κατετίθεντο [ἐναλλὰξ] θησαυρὸν ἑαυταῖς. ἦν δὲ τῷ Φόρκυνι ἑταῖρος, καλός τε καὶ ἀγαθὸς ἀνήρ, καὶ αὐτῷ ἐν παντὶ πράγματι ἐχρῶντο ὥσπερ ὀφθαλμῷ. Περσεὺς δ’ ἀνὴρ φυγὰς ἐξ Ἄργους ἐληίζετο τὰ κατὰ θάλασσαν ἔχων πλοῖα καὶ ἰσχύν τινα περὶ αὑτόν· πυθόμενος δὲ ταύτῃ βασιλείαν εἶναι γυναικῶν καὶ πολύχρυσον μέν, ὀλίγανδρον δέ, ἀφικνεῖται· καὶ πρῶτον μὲν ναυλοχῶν ἐν τῷ πορθμῷ μεταξὺ τῆς Κέρνης καὶ τῆς Σαρπηδονίας, διαπλέοντα παρὰ τῆς ἑτέρας πρὸς τὴν ἑτέραν τὸν Ὀφθαλμὸν λαμβάνει. οὗτος δὲ αὐτῷ φράζει ὅτι ἄλλο μὲν οὐδὲν ἔχει λαβεῖν παρ’ αὐτῶν ἄξιον λόγου ὅ τι μὴ τὴν Γοργώ, μηνύει τε αὐτῆς τὸ πλῆθος τοῦ χρυσοῦ. αὐταὶ δὲ αἱ κόραι, ἐπεὶ οὐχ ἧκεν ὁ Ὀφθαλμὸς ἐν τῷ μέρει κατὰ τὸ εἰρημένον, συνῄεσαν ὁμόσε καὶ ᾐτιᾶτο ἡ ἑτέρα τὴν ἑτέραν. ὁπότε δὲ ἀπηρνοῦντο μὴ ἔχειν, ἐθαύμαζον τί ἂν εἴη τὸ γεγονός. ἐν τούτῳ προσπλεῖ αὐταῖς ὁ Περσεὺς ὁμοῦ οὔσαις, καὶ φράζει ὡς αὐτὸς ἔχει τὸν Ὀφθαλμόν, καί φησι μὴ ἀποδώσειν αὐταῖς, ἐὰν μὴ φράσωσιν ὅπη ἐστὶν ἡ Γοργώ· ἐπηπείλει δὲ καὶ προσαποκτενεῖν μὴ εἰπούσας. ἡ μὲν οὖν Μέδουσα οὔ φησι δείξειν, ἡ δὲ Σθενὼ καὶ ἡ Εὐρυάλη ἔδειξαν. τὴν μὲν οὖν Μέδουσαν ἀποκτείνει, ταῖς δὲ ἄλλαις τὸν Ὀφθαλμὸν ἀποδίδωσι. λαβὼν δὲ τὴν Γοργὼ κατέκοψεν· ἀπαρτισάμενος δὲ τριήρη, ἐπέθηκεν ἐπ’ αὐτῆς τὴν τῆς Γοργοῦς κεφαλὴν καὶ τῇ νηὶ ὄνομα ἔθετο Γοργώ. ἐν ταύτῃ δὲ περιπλέων χρήματα παρὰ τῶν νησιωτῶν εἰσεπράττετο καὶ τοὺς μὴ διδόντας ἀνῄρει. οὕτω δὴ καὶ τοὺς Σεριφίους ᾔτει χρήματα προσπλεύσας· οἱ δὲ ἡμέρας αὐτὸν ᾐτήσαντο, ἐν αἷς συλλέξουσι τὰ χρήματα. συναγαγόντες οὖν λίθους ἀνδρομήκεις ἔθηκαν εἰς τὴν ἀγορὰν καὶ ἐκλιπόντες τὴν Σέριφον ᾤχοντο. προσπλεύσας οὖν πάλιν ὁ Περσεὺς ἐπὶ τὴν ἀπαίτησιν τῶν χρημάτων καὶ ἐλθὼν εἰς τὴν ἀγοράν, ἀνθρώπων μὲν οὐδένα εὗρε, λίθους δὲ ἀνδρομήκεις. τοῖς οὖν λοιποῖς τῶν νησιωτῶν ἔλεγεν ὁ Περσεύς, ἐπειδὴ μὴ παρεῖχον τὰ χρήματα, ὁρᾶτε μή, ὡς Σερίφιοι θεασάμενοι τῆς Γοργοῦς τὴν κεφαλὴν ἀπελιθώθησαν, καὶ ὑμεῖς τοῦτο πάθητε."],["32","Τάδε λέγω καὶ περὶ Ἀμαζόνων, ὅτι οὐ γυναῖκες ἦσαν αἱ στρατεύσασαι, ἀλλ’ ἄνδρες βάρβαροι, ἐφόρουν δὲ χιτῶνας ποδήρεις ὥσπερ αἱ Θρᾷσσαι καὶ τὴν κόμην ἀνεδοῦντο μίτραις, τοὺς δὲ πώγωνας ἐξυρῶντο ὡς καὶ νῦν οἱ† πατηριᾶται παραξίθοοι, καὶ διὰ τοῦτο ἐκαλοῦντο πρὸς τῶν πολεμίων γυναῖκες. Ἀμαζόνες δὲ τὸ γένος μάχεσθαι ἀγαθοὶ ἦσαν· στρατείαν δὲ γυναικὸς οὐδέποτε εἰκὸς γενέσθαι, οὐδὲ γὰρ νῦν οὐδαμοῦ."],["33","Ψευδὴς καὶ ὁ περὶ τοῦ Ὀρφέως μῦθος, ὅτι κιθαρίζοντι αὐτῷ ἐφείπετο τετράποδα καὶ ἑρπετὰ καὶ ὄρνεα καὶ δένδρα. δοκεῖ δέ μοι ταῦτα εἶναι. Βάκχαι μανεῖσαι πρόβατα διέσπασαν ἐν τῇ Πιερίᾳ, πολλὰ δὲ καὶ ἄλλα βιαίως εἰργάζοντο τρεπόμεναί τε εἰς τὸ ὄρος διέτριβον ἐκεῖ τὰς ἡμέρας. ὡς δὲ ἔμειναν, οἱ πολῖται, δεδιότες περὶ τῶν γυναικῶν καὶ θυγατέρων, μεταπεμψάμενοι τὸν Ὀρφέα μηχανήσασθαι ἐδέοντο, ὃν τρόπον καταγάγοι ἀπὸ τοῦ ὄρους αὐτάς. ὁ δὲ θυσάμενος τῷ Διονύσῳ ὄργια κατάγει αὐτὰς βακχευούσας κιθαρίζων. αἱ δὲ νάρθηκας τότε πρῶτον ἔχουσαι κατέβαινον ἐκ τοῦ ὄρους καὶ κλῶνας δένδρων παντοδαπῶν· τοῖς δὲ ἀνθρώποις τότε θεασαμένοις τὰ ξύλα θαυμαστὰ ἐφαίνετο, καὶ ἔφασαν Ὀρφεὺς κιθαρίζων ἄγει ἐκ τοῦ ὄρους καὶ τὴν ὕλην. καὶ ἐκ τούτου ὁ μῦθος ἐπλάσθη."],["34","Ὁ περὶ Πανδώρας οὐκ ἀνεκτὸς λόγος, ὡς ἐκ γῆς ἀναπλασθεῖσαν ἀναδοῦναι αὐτὴν καὶ ἄλλοις τὸ πλάσμα. ἐμοὶ δὲ οὐ δοκεῖ τοῦτο· ἀλλὰ Πανδώρα γυνὴ ἐγένετο Ἕλλην μάλιστα πλουσία, καὶ ὅτε ἐξίοι, ἐκοσμεῖτο καὶ ἐχρίετο πολλῇ τῇ γῇ. πρώτη γὰρ αὕτη ἐξεῦρε χρίεσθαι πολλῇ τῇ γῇ τὸ χρῶμα (ὡς καὶ νῦν πολλαί· ὀνομάζεται δὲ οὐδεμία διὰ τὸ πλεῖστον). καὶ τὸ μὲν ἔργον οὕτως ἔχει· ὁ δὲ λόγος ἐπὶ τὸ ἀμήχανον ἐτράπη."],["35","Καὶ τἄλλα φαύλως εἶπον καὶ τὸ πρῶτον γένος ἀνθρώπων ἐκ μελιῶν γενέσθαι [φασίν]. ἐμοὶ δὲ δοκεῖ ἀμήχανον ἐκ ξύλων ἀνθρώπους γενέσθαι. ἀλλὰ Μέλιός τις ἐγένετο καὶ Μελίαι ἐκλήθησαν ἀπὸ τούτου, ὥσπερ Ἕλληνες ἀπὸ Ἕλληνος καὶ Ἴωνες ἀπὸ Ἴωνος. ἀλλ’ ἐκεῖνο μὲν ἐφθάρη τὸ γένος ὅλον, καὶ δὴ καὶ τὸ ὄνομα ἀπέσβη. σιδηρᾶ δὲ καὶ χαλκῆ γενεὰ οὐδέποτε ἐγένετο, ἀλλ’ ἐφλυαρήθη ταῦτα."],["36","Τοῦτο δὲ καὶ περὶ Ἡρακλέους ἐγένετο. λέγεται ὡς ἐφ’ ἑαυτῷ ἔσχε φύλλα****** ὁ οὖν Φιλοίτης****** εἴτε καὶ ἰδιώτης ὑπάρχων ἐπινοήσας ἔκαυσεν καὶ ὑγιᾶ ἐποίησεν. ὁ δὲ λόγος ἐλέχθη οὕτως ἐντεῦθεν."],["37","Περὶ τοῦ Κήτους τάδε λέγεται, ὡς τοῖς Τρωσὶν ἐκ τῆς θαλάσσης ἐπεφοίτα καί, εἰ μὲν αὐτῷ δοῖεν κόρας εἰς βοράν, ἀπῄει, εἰ δὲ μή, ἐλυμαίνετο τὴν χώραν αὐτῶν. ὡς δὲ μάταιόν ἐστιν ἄνδρας ἰχθύσι συνθήκας τίθεσθαι, τίς οὐκ οἶδεν; ἀλλ’ ἦν τοῦτο. ἀνὴρ βασιλεὺς μέγας καὶ πολλὴν ἔχων δύναμιν εἶχε ναυτικὸν πολύ, ὃς κατεστρέψατο ἅπαν τῆς Ἀσίας τὸ παραθαλάσσιον, οἵτινες καὶ φόρον, ὃν καὶ δασμὸν καλοῦσιν, ἐτέλουν. ἀργυρίῳ μὲν οὖν οἱ τότε ἄνθρωποι οὐκ ἐχρῶντο, ἀλλὰ σκεύεσι· προσετέτακτο δὲ τῶν πόλεων αἷς μὲν ἵππους διδόναι, αἷς δὲ βόας, αἷς δὲ κόρας. τούτῳ τῷ βασιλεῖ ὄνομα ἦν Κήτων, οἱ δὲ βάρβαροι αὐτὸν ἐκάλουν Κῆτος. περιέπλει οὖν κατὰ τὸν δέοντα χρόνον ἀπαιτῶν τὸν δασμόν· ὅσοι δὲ μὴ ἀπεδίδοσαν ἐκακοῦντο τὰς χώρας. ἔρχεται δὲ εἰς Τροίαν καθ’ ὃν χρόνον ἧκε καὶ Ἡρακλῆς ἔχων στρατιὰν Ἑλλήνων. μισθοῦται δὲ αὐτὸν Λαομέδων ὁ βασιλεὺς ἀρῆξαι τοῖς Τρωσίν. ἀποβιβάσας δὲ τὴν στρατιὰν ὁ Κήτων ὡδοιπόρει· ὑπαντήσαντες δὲ αὐτῷ Ἡρακλῆς τε καὶ Λαομέδων ἑκάτεροι ἔχοντες τὴν ἑαυτῶν στρατιάν, ἀναιροῦσιν αὐτόν. οὗ γενομένου προσανεπλάσθη ὁ μῦθος."],["38","Λέγεται καὶ περὶ τῆς ὕδρας τῆς Λερναίας ὅτι ὄφις ἦν ἔχων πεντήκοντα κεφαλάς, σῶμα δὲ ἕν, καὶ ἐπειδὴ αὐτῆς ἀφέλοιτο μίαν Ἡρακλῆς κεφαλήν, δύο ἀνεφύοντο. καὶ ὁ καρκίνος δὲ ἦλθε βοηθῶν τῇ ὕδρᾳ· καὶ τότε δὴ ὁ Ἰόλαος ἀμύνει τῷ Ἡρακλεῖ, ἐπειδὴ καὶ τῇ ὕδρᾳ ἤμυνεν ὁ καρκίνος. τούτων δὲ εἴ τις πείθεταί τι γενέσθαι, μάταιός ἐστιν· γελοία γὰρ καὶ ἡ ὄψις· καὶ πῶς, ὁπότε ἀφέλοιτο μίαν κεφαλήν, ὑπὸ τῶν λοιπῶν οὐ κατησθίετο καὶ ἤλγει; ἦν οὖν τοιοῦτον. Λέρνος ἦν βασιλεύς του χωρίου, ἔσχε δὲ ἀπ’ ἐκείνου τὸ ὄνομα καὶ τὸ χωρίον (ᾤκουν δὲ πάντες οἱ ἄνθρωποι τότε κατὰ κώμας, καὶ τοῦτο τὸ χωρίον Ἀργεῖοι νῦν ἔχουσιν). ἦσαν δὲ πόλεις τότε Ἄργος, Μυκήνη, Τυρήνη, Λέρνη, καὶ βασιλεὺς ἐφ’ ἐκάστῳ ἐτέτακτο τῶν χωρίων τούτων. οἱ μὲν οὖν ἄλλοι βασιλεῖς Εὐρυσθεῖ τοῦ Σθενέλου τοῦ Περσέως ὑπετάττοντο· εἶχε γὰρ τὸ μέγιστον καὶ πολυανδρότατον, τὰς Μυκήνας· ὁ δὲ Λέρνος οὐκ ἤθελεν αὐτῷ ὑποτετάχθαι. ἐπολέμουν οὖν αὐτῷ διὰ τοῦτο. ἦν δὲ τῷ Λέρνῳ ἐν τῇ εἰσβολῇ τῆς χώρας πολίχνιόν τι καρτερόν, καὶ ἐφρούρουν αὐτὸ πεντήκοντα τοξόται ἀνδρεῖοι, οἳ ἐπῄεσαν ἐπὶ τῷ πύργῳ ἀδιαλείπτως νύκτα καὶ ἡμέραν. ὄνομα δὲ ἦν τῷ πολιχνίῳ Ὕδρα. πέμπει οὖν Εὐρυσθεὺς Ἡρακλέα ἐκπορθήσοντα τὸ πολίχνιον. οἱ δὲ περὶ Ἡρακλέα ἐπυρπόλουν τοὺς ἐπὶ τῷ πύργῳ τοξότας· ὁπότε δέ τις πληγεὶς πέσοι, δύο ἀνέβαινον τοξόται ἀνθ’ ἑνός, ἐπεὶ ἀνδρεῖος ἦν ὁ προανῃρημένος. ἐπεὶ δὲ συνείχετο ὁ Λέρνος ὑπὸ τοῦ Ἡρακλέους τῷ πολέμῳ, μισθοῦται ἐπικούρους Κᾶρας. ἦλθε δὲ αὐτῷ ἄγων τὴν στρατιὰν Καρκίνος ὀνόματι ἀνὴρ μέγας καὶ πολεμικός. καὶ σὺν τούτῳ ἀντεῖχον πρὸς τὸν Ἡρακλέα. εἶτα βοηθεῖ Ἰόλαος ὁ Ἰφικλέους ἀδελφιδοῦς ὢν τῷ Ἡρακλεῖ ἔχων στρατιὰν ἀπὸ Θηβῶν καὶ τὸν πεφυκότα πύργον πρὸς τῇ Ὕδρᾳ προσελθὼν ἐνέπρησε, καὶ σὺν ταύτῃ τῇ δυνάμει ‹ἐκ›πορθεῖ αὐτοὺς ὁ Ἡρακλῆς, καὶ τὴν Ὕδραν ἀναιρεῖ καὶ τὴν στρατιὰν ἀπόλλυσιν. οὗ γενομένου γράφουσι τὴν ὕδραν ὄφιν καὶ τὸν μῦθον προσαναπλάττουσιν."],["39","Εἴρηται περὶ Κερβέρου ὡς κύων ὢν τρεῖς εἶχε κεφαλάς. δῆλον δὲ ὅτι καὶ οὗτος ἀπὸ τῆς πόλεως ἐκλήθη Τρικάρηνος, ὥσπερ ὁ Γηρυόνης· ἔλεγον δὲ οἱ ἄνθρωποι καλός τε καὶ μέγας ὁ Τρικάρηνος κύων. εἴρηται δὲ περὶ αὐτοῦ ὡς Ἡρακλῆς αὐτὸν ἐξ ιδου ἀνήγαγε, μυθικῶς. ἐγένετο δὲ τοιόνδε τι. Γηρυόνῃ ἐπὶ ταῖς βουσὶν ἦσαν κύνες μεγάλοι καὶ νεανίαι, ὀνόματα δὲ ἦν αὐτοῖς τῷ μὲν Κέρβερος, τῷ δὲ Ὄρθος. τὸν μὲν οὖν Ὄρθον Ἡρακλῆς ἐν Τρικαρηνίᾳ πρὶν περιελάσαι τὰς βοῦς ἀναιρεῖ· ὁ δὲ Κέρβερος συνηκολούθει ταῖς βουσίν. ἐπιθυμήσας δὲ τοῦ κυνὸς ἀνὴρ Μυκηναῖος ὄνομα Μολοττός, τὸ μὲν πρῶτον ᾔτει τὸν Εὐρυσθέα ἀποδόσθαι αὐτῷ τὸν κύνα· οὐ βουλομένου δὲ τοῦ Εὐρυσθέως, ἀναπείθει τοὺς βουκόλους καὶ κατείργνυσι τὸν κύνα ἐν τῇ Λακωνικῇ ἐπὶ Ταινάρῳ ἐν σπηλαίῳ τινὶ τεκνοποιίας ἕνεκα, καὶ ὑφίησιν αὐτῷ κύνας θηλείας ἐμβατεύειν. Εὐρυσθεὺς δὲ πέμπει Ἡρακλέα κατὰ ζήτησιν τοῦ κυνός. ὁ δὲ πᾶσαν Πελοπόννησον περιιὼν ἦλθεν ὅπου αὐτῷ ἐμηνύθη ὁ κύων ὑπάρχειν, καὶ καταβὰς ἀνάγει ἐκ τοῦ ἄντρου τὸν κύνα. ἔλεγον οὖν οἱ ἄνθρωποι διὰ τοῦ ἄντρου καταβὰς εἰς ιδου Ἡρακλῆς ἀνήγαγε τὸν κύνα."],["40","Περὶ Ἀλκήστιδος εἴρηται μῦθος τραγικώδης, ὡς δή, μέλλοντός ποτε Ἀδμήτου ἀποθανεῖσθαι, αὕτη εἵλετο ὑπὲρ αὐτοῦ θανεῖν, καὶ ὡς Ἡρακλῆς αὐτὴν διὰ τὴν εὐσέβειαν ἀφελόμενος τὸν Θάνατον [καὶ ἀναγαγὼν ἐκ τοῦ ιδου] ἀπέδωκεν Ἀδμήτῳ. ἐμοὶ δὲ δοκεῖ μηδένα ἀποθανόντα δύνασθαί τινα ἀναβιῶναι ποιῆσαι. ἀλλ’ ἐγένετο τοιόνδε τι. ἐπειδὴ Πελίαν ἀπέκτειναν αἱ θυγατέρες, Ἄκαστος ὁ Πελίου ἐδίωκεν αὐτὰς ἀνταποκτεῖναι θέλων ἀντὶ τοῦ πατρός. καὶ τὰς μὲν ἄλλας λαμβάνει· Ἄλκηστις δὲ φεύγει εἰς Φερὰς πρὸς Ἄδμητον ἀνεψιὸν αὐτῆς, καὶ καθεζομένην ἐπὶ τῆς ἑστίας οὐκ ἠδύνατο Ἄδμητος Ἀκάστῳ ἔκδοτον ἐξαιτουμένῳ δοῦναι. ὁ δὲ παρακαθίσας στρατιὰν πολλὴν περὶ τὴν πόλιν ἐπυρπόλει αὐτούς. ἐπεξιὼν δὲ ὁ Ἄδμητος νύκτωρ, ἐντυχὼν λοχαγοῖς συνελήφθη ζῶν. ἠπείλει δὲ Ἄκαστος ἀποκτεῖναι αὐτόν, εἰ μὴ παραδώσει τὴν ‹Ἄλκηστιν› ἱκέτιν οὖσαν. πυθομένη οὖν Ἄλκηστις ὅτι μέλλει ἀναιρεῖσθαι Ἄδμητος δι’ αὐτήν, ἐξελθοῦσα ἑαυτὴν παρέδωκε. τὸν μὲν οὖν Ἄδμητον ἀφίησιν Ἄκαστος, ἐκείνην δὲ συλλαμβάνει. ἔλεγον οὖν οἱ ἄνθρωποι ἀνδρεία γε ἡ Ἄλκηστις· ἑκοῦσα ὑπεραπέθανεν Ἀδμήτου. τοῦτο μέντοι οὐκ ἐγένετο, ὡς ὁ μῦθός φησι. κατὰ γὰρ τοῦτον τὸν καιρὸν Ἡρακλῆς ἧκεν ἔκ τινος τόπου ἄγων τὰς Διομήδους ἵππους. τοῦτον ἐκεῖσε πορευόμενον ἐξένισεν Ἄδμητος. ὀδυρομένου δὲ τοῦ Ἀδμήτου τὴν συμφορὰν τῆς Ἀλκήστιδος, ἀνακτησάμενος Ἡρακλῆς ἐπιτίθεται τῷ Ἀκάστῳ καὶ τὴν στρατιὰν αὐτοῦ διαφθείρει· καὶ τὰ μὲν λάφυρα τῇ ἑαυτοῦ στρατιᾷ διανέμει, τὴν δὲ Ἄλκηστιν τῷ Ἀδμήτῳ παραδίδωσιν. ἔλεγον οὖν οἱ ἄνθρωποι ὡς ἐντυχὼν Ἡρακλῆς ἐκ τοῦ θανάτου ἐρρύσατο τὴν Ἄλκηστιν. τούτων γενομένων ὁ μῦθος ἀνεπλάσθη."],["41","Περὶ Ζήθου καὶ Ἀμφίονος ἱστοροῦσιν ἄλλοι τε καὶ Ἡσίοδος ὅτι κιθάρᾳ τὸ τεῖχος τῆς Θήβης ἐτείχισαν. δοκοῦσι δὲ ἔνιοι κιθαρίζειν ‹μὲν› αὐτούς, τοὺς δὲ λίθους αὐτομάτως ἀναβαίνειν ἐπὶ τὸ τεῖχος. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. κιθαρῳδοὶ οὗτοι ἄριστοι ἐγένοντο καὶ ἐπεδείκνυντο μισθῷ. ἀργύριον δὲ οὐκ εἶχον οἱ τότε ἄνθρωποι. ἐκέλευον οὖν οἱ περὶ τὸν Ἀμφίονα, εἴ τις βούλοιτο ἀκούειν αὐτῶν, ἐρχόμενος ἐργάζεσθαι ἐπὶ τὸ τεῖχος· οὐ μέντοι οἱ λίθοι εἵποντο ἀκροώμενοι. εὐλόγως οὖν ἔλεγον οἱ ἄνθρωποι ὅτι λύρᾳ τὸ τεῖχος ἐτειχίσθη."],["42","Φασὶ τὴν Ἰὼ ὡς ἐκ γυναικὸς βοῦς γενομένη καὶ οἰστρήσασα, διὰ τῆς θαλάσσης εἰς Αἴγυπτον ἐξ Ἄργους ἀφίκετο. ὅπερ ἐστὶν ἀπίθανον, τὸ*** καὶ τοσαύτας ἡμέρας ἄσιτον μένειν. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Ἰὼ βασιλέως τῶν Ἀργείων ἦν θυγάτηρ. ταύτῃ οἱ ἀπὸ τῆς πόλεως τιμὴν ἔδωκαν ἱέρειαν εἶναι τῆς Ἥρας τῆς Ἀργείας. αὕτη ἔγκυος γενομένη καὶ δείσασα τὸν πατέρα καὶ τοὺς πολίτας ἔφυγεν ἐκ τῆς πόλεως. οἱ δὲ Ἀργεῖοι κατὰ ζήτησιν ἐξιόντες, ὅπου δἂν εὗρον συλλαμβάνοντες ἐν δεσμοῖς εἶχον. ἔλεγον οὖν ὥσπερ βοῦς οἰστρήσασα διαφεύγει**** καὶ τελευταῖον ἐμπόροις τισὶ ξένοις δίδωσιν ἑαυτὴν καὶ ἱκετεύει ἐξάγειν εἰς Αἴγυπτον, ἔνθα ἀφικομένη τίκτει. καὶ ὁ μῦθος προσανεπλάσθη."],["43","Ἡ Μήδεια φασὶ ‹μὲ›ν ὡς ἀφέψουσα τοὺς πρεσβυτέρους νέους ἐποίει, οὐδένα δὲ δείκνυται νέον ποιήσασα· ὃν δὲ ἥψησε πάντως ἀπέκτεινεν. ἐγένετο δέ τι τοιοῦτον. Μήδεια πρώτη ἐφεῦρεν ἄνθος τὸ πυρρὸν καὶ τὸ μέλαν. τοὺς οὖν γέροντας ἐκ πολιῶν μέλανας ‹καὶ πυρροὺς› ἐποίει φαίνεσθαι· βάπτουσα γὰρ αὐτοὺς τὰς λευκὰς τρίχας εἰς μελαίνας καὶ πυρρὰς μετέβαλεν.*** πυρίαν πρώτη Μήδεια ἐφεῦρεν ἀνθρώποις ὄφελος. ἐπυρία οὖν τοὺς βουλομένους, οὐκ ἐν τῷ προφανεῖ, ἵνα μή τις μάθῃ τῶν ἰατρῶν, πυριῶσα δὲ ὥρκου μηδενὶ μηνύειν. ὄνομα δὲ ἦν τῷ πυριάματι παρέψησις. ὥσπερ οὖν καὶ κουφότεροι καὶ ὑγιεινότεροι ἐγίνοντο οἱ ἄνθρωποι πυριώμενοι. ἐκ δὴ τούτου, ὁρῶντες παρ’ αὐτῇ λέβητας καὶ πῦρ, ἐπείσθησαν ὡς ἕψει τοὺς ἀνθρώπους. ὁ δὲ Πελίας, ἄνθρωπος γέρων καὶ ἀσθενής, πυριώμενος ἀπέθανεν. ἐντεῦθεν ὁ μῦθος."],["44","Εἴρηται περὶ Ὀμφάλης ὡς Ἡρακλῆς λατρεύει παρ’ αὐτῇ. μάταιος δὲ ὁ λόγος. ἐξὸν γὰρ κἀκείνης καὶ τῶν ὑπαρχόντων αὐτῇ δεσπόζειν*****. ἐγένετο οὖν τοιόνδε τι. Ὀμφάλη ἦν Ἰαρδάνου θυγάτηρ Λυδῶν βασιλέως. αὕτη ἀκούσασα τὴν ἰσχὺν Ἡρακλέους, προσεποιήθη ἐρᾶν αὐτοῦ. πλησιάσας δὲ Ἡρακλῆς ἔρωτι ἑάλω αὐτῆς, γεννᾷ δὲ ἐξ αὐτῆς υἱόν· ἡδόμενος δὲ αὐτῇ ἐποίει ὅ τι προστάττοι Ὀμφάλη. οἱ δὲ εὐήθεις ὑπέλαβον λατρεύειν αὐτὸν αὐτῇ."],["45","Φασὶν ὡς Ἡρακλῆς τὸ Ἀμαλθείας κέρας καλούμενον πανταχοῦ περιέφερεν, ἐξ οὗ ἐγίνετο αὐτῷ ὅσα ἐβούλετο εὐξαμένῳ. ἡ δὲ ἀλήθεια ἥδε. Ἡρακλῆς ἀποδημῶν κατὰ Βοιωτίαν μετὰ Ἰολάου τοῦ ἀδελφιδοῦ καταλύει ἐν Θεσπιαῖς ἔν τινι πανδοκείῳ, ἐν ᾧ ἐτύγχανε γυνὴ καλουμένη Ἀμάλθεια πανδοκεύουσα, ὡραία καὶ καλὴ σφόδρα. Ἡρακλῆς δὲ ἡδόμενος αὐτῇ πλείονα χρόνον ἐπεξενοῦτο. Ἰόλαος δὲ βαρέως φέρων ἐπινοεῖ τὴν ἐμπολὴν τῆς Ἀμαλθείας ἐν κέρατι κειμένην ἀφελέσθαι, ἐξ ἧς ἐμπολῆς ὅ τι ἤθελεν ὠνεῖτο ἑαυτῷ τε καὶ Ἡρακλεῖ. ἔλεγον οὖν οἱ συνέκδημοι Ἡρακλῆς τὸ Ἀμαλθείας κέρας ἔσχεν, ἐξ οὗ ὠνεῖτο ὅσα βούλοιτο ἑαυτῷ. ἐκ τούτων οὖν ὁ μῦθος προσανεπλάσθη, καὶ οἱ γραφεῖς γράφοντες ‹τὸν Ἡρακλέα› προσγράφουσι τὸ Ἀμαλθείας κέρας.———"],["46","Ὑάκινθος Ἀμυκλαῖον ἦν μειράκιον καὶ καλόν· εἰς τοῦτον εἶδε μὲν ὁ Ἀπόλλων, εἶδε δὲ καὶ ὁ Ζέφυρος· καὶ ἄμφω κατείχοντο τῇ μορφῇ, καὶ φιλότιμος ἦν ἀφ’ ὧν εἶχεν ἑκάτερος. ἐτόξευε μὲν ὁ Ἀπόλλων, ἔπνει δὲ ὁ Ζέφυρος· μέλη μὲν ἦν τὰ παρ’ ἐκείνου καὶ ἡδονή, φόβος δὲ τὰ παρὰ τούτου καὶ ταραχή. ῥέπει πρὸς τὸν δαίμονα τὸ μειράκιον, καὶ Ζέφυρον ὑπὸ ζηλοτυπίας ὁπλίζει πρὸς πόλεμον. μετὰ ταῦτα ἦν γυμνασία τῷ μειρακίῳ καὶ τιμωρία παρὰ Ζεφύρου. δίσκος ἦν ὁ πρὸς τὴν ἀναίρεσιν ἐκείνου διακονήσας, ὑπὸ τούτου μὲν ἀφεθείς, ὑπ’ ἐκείνου δὲ ἐνεχθείς. καὶ ὁ μὲν ἐτεθνήκει, τὴν Γῆν δὲ οὐκ ἦν ἔρημον ὑπομνήματος ἀφεῖναι τὴν συμφοράν, ἀλλὰ τὸ ἄνθος ἀντὶ τοῦ μειρακίου γίνεται καὶ τοὔνομα δέχεται. λέγουσι δ’ ὅτι καὶ τῆς προσηγορίας ἐν φύλλοις ἐπιγέγραπται τὸ προοίμιον."],["47","Ὁ Μαρσύας ἀγροῖκος ἦν, γίνεται δ’ οὕτω μουσικός. ἐμίσησεν Ἀθηνᾶ τοὺς αὐλούς· οὐκ ὀλίγον γὰρ ἀφῃροῦντο τοῦ κάλλους. ἡ πηγὴ τὴν εἰκόνα δεξαμένη τὸ συμβὰν ἐδίδαξεν. οὕτω δὲ ἐρριμμένων τῶν αὐλῶν ὁ Μαρσύας ὑφίσταται. προσάπτει οὖν τοῖς χείλεσιν ἀνελὼν αὐτοὺς ὁ ποιμήν· οἱ δὲ ᾖδον θείᾳ δυνάμει καὶ ἄκοντος τοῦ χρωμένου. τέχνην ὁ Μαρσύας ἐνόμισεν εἶναι τὴν δύναμιν, καὶ χωρεῖ μὲν κατὰ Μουσῶν, χωρεῖ δὲ κατὰ Ἀπόλλωνος λέγων οὐδὲ θέλειν εἶναι λοιπόν, ἂν μὴ πλεονεκτήσῃ τοῦ δαίμονος. ἐν ἐκείνῃ τῇ φιλονεικίᾳ νικᾶται, καὶ τὸ δέρμα μετὰ τὴν ἧτταν ἐκδύεται. εἶδον ἐγὼ ποταμὸν ἐν Φρυγίᾳ· Μαρσύας ὄνομα τῷ ποταμῷ· καὶ ἔλεγον οἱ Φρύγες ὅτι τὸ ῥεῦμα τοῦτο ἐξ αἵματός ἐστι τοῦ Μαρσύου."],["48","Τῷ Φάωνι βίος ἦν περὶ πλοῖον εἶναι καὶ θάλασσαν. Τῷ Φάωνι βίος ἦν περὶ πλοῖον εἶναι καὶ θάλασσαν. πορθμὸς ἦν ἡ θάλασσα· ἔγκλημα δὲ οὐδὲν παρ’ οὐδενὸς ἐκομίζετο, ἐπεὶ καὶ μέτριος ἦν καὶ παρὰ τῶν ἐχόντων μόνον ἐδέχετο. θαῦμα ἦν τοῦ τρόπου παρὰ τοῖς Λεσβίοις. ἐπαινεῖ τὸν ἄνθρωπον ἡ θεός· Ἀφροδίτην λέγουσι τὴν θεόν· καὶ ὑποδῦσα θέαν ἀνθρώπου, γυναικὸς ἤδη γεγηρακυίας, τῷ Φάωνι διαλέγεται περὶ πλοῦ. ταχὺς ἦν ἐκεῖνος καὶ διακομίσαι καὶ μηδὲν ἀπαιτῆσαι. τί οὖν ἐπὶ τούτοις ἡ θεός; ἀμεῖψαί φασι τὸν ἄνθρωπον, καὶ ἀμείβεται νεότητι καὶ κάλλει τὸν γέροντα. οὗτος ὁ Φάων ἐστίν, ἐφ’ ᾧ τὸν ἔρωτα αὑτῆς ἡ Σαπφὼ πολλάκις ἐμελοποίησεν."],["49","Ἔδοξε τῇ Γῇ Λάδωνι τῷ ποταμῷ πρὸς συνουσίαν ἐλθεῖν· καὶ ἐπεὶ συνῆλθον ἀλλήλοις, κύει μὲν ἡ Γῆ, τίκτεται δὲ ἡ Δάφνη. φιλεῖ δὲ ἐκείνην ὁ Πύθιος, καὶ ῥήματα ἦν ἐραστοῦ πρὸς τὴν κόρην. ἀλλ’ ἡ Δάφνη τὴν σωφροσύνην ἐφίλει. διώκειν οὖν ἔδει, καὶ ἐδιώκετο. πρὶν δὲ ἀπειπεῖν ἐν τῇ φυγῇ, παρακαλεῖ τὴν μητέρα αὑτῆς πάλιν αὐτὴν εἴσω ποιῆσαι καὶ τηρῆσαι οἵα γεγένηται. ἡ μὲν οὖν ὧδε ἐποίει καὶ τὴν Δάφνην εἶχεν ἐν ἑαυτῇ· κατὰ δὲ τὸ μέρος ἐκεῖνο εὐθὺς ἀνεπήδα φυτόν. καὶ παραπεσὼν αὐτῷ κατὰ τὴν ἀκμὴν τοῦ ἔρωτος ὁ θεὸς οὐκ εἶχεν ὅπως ἀποστῇ τοῦ φυτοῦ· ἀλλ’ αἵ τε χεῖρες ἀνελαμβάνοντο καὶ ἡ κεφαλὴ τὸ λοιπὸν ἐκοσμεῖτο. λέγεται δὲ καὶ ὁ τρίπους οὐκ ἄνευ τῆς δάφνης ἱδρῦσθαι κατὰ Βοιωτίαν ἐπὶ τοῦ χάσματος."],["50","Ἀργεῖοι πολιοῦχον αὑτοῖς τὴν Ἥραν ἡγοῦντο καὶ διὰ τοῦτο καὶ πανήγυριν αὐτῇ τεταγμένην ἄγουσιν. ὁ δὲ τρόπος τῆς ἑορτῆς· ἅμαξα βοῶν τὸ χρῶμα λευκῶν, ἐπὶ δὲ τῆς ἁμάξης εἶναι δεῖ τὴν ἱέρειαν, οὕτω δὲ ἔχειν ἄχρι τοῦ νεώ· τὸ δὲ ἱερὸν ἔξω τοῦ ἄστεος. ἧκεν οὖν ποτε ὁ χρόνος φέρων τὴν ἑορτήν, ὁ δὲ νόμος ἀπὸ τῶν βοῶν οὐκ ὄντων ἐχώλευεν. ἀλλ’ ἐσοφίσατο τὴν ἀπορίαν ἡ ἱέρεια, μήτηρ οὖσα νεανίσκων ἀντὶ βοῶν τῷ ὀχήματι γενομένων. ἐπεὶ τοίνυν τὸ παρὰ τῶν βοῶν παρὰ τῶν παίδων ἐγένετο, στᾶσα κατὰ τὸ ἄγαλμα, μισθὸν ἀπῄτει τοῦ πόνου. καὶ ἔδωκε, φασίν, ἡ θεός· ὕπνος ἦν ὁ αὐτὸς καὶ τοῦ βίου πέρας γενόμενος."],["51","Διὸς Ποσειδῶνος καὶ Ἑρμοῦ παῖς. Ὑριεὺς ὁ Ποσειδῶνος καὶ Ἀλκυόνης, μιᾶς τῶν Ἄτλαντος θυγατέρων, ᾤκει μὲν ἐν Τανάγρᾳ τῆς Βοιωτίας, φιλοξενώτατος δὲ ὢν ὑπεδέξατό ποτε τοὺς θεούς. Ζεὺς δὲ καὶ Ποσειδῶν καὶ Ἑρμῆς ἐπιξενωθέντες αὐτῷ καὶ τὴν φιλοφροσύνην ἀποδεξάμενοι παρῄνεσαν αἰτεῖν ὅ τι ἂν βούλοιτο· ὁ δὲ ἄτεκνος ὢν ᾐτήσατο παῖδα. λαβόντες οὖν οἱ θεοὶ τὴν τοῦ ἱερουργηθέντος αὐτοῖς βοὸς βύρσαν ἀπεσπέρμηναν εἰς αὐτὴν καὶ ἐκέλευσαν κρύψαι κατὰ γῆν καὶ μετὰ δέκα μῆνας ἀνελέσθαι· ὧν διελθόντων ἐγένετο ὁ Οὐρίων, οὕτως ὀνομασθεὶς διὰ τὸ οὐρῆσαι [ὥσπερ] τοὺς θεούς, ἔπειτα κατ’ εὐφημισμὸν Ὠρίων. συγκυνηγῶν δὲ οὗτος Ἀρτέμιδι, ἐπεχείρησεν αὐτὴν βιάσασθαι· ὀργισθεῖσα δὲ ἡ θεὸς ἀνέδωκεν ἐκ τῆς γῆς σκορπίον, ὃς αὐτὸν πλήξας κατὰ τὸν ἀστράγαλον ἀπέκτεινε. Ζεὺς δὲ συμπαθήσας κατηστέρισεν αὐτόν."],["52","Φαέθων ὁ τοῦ Ἡλίου παῖς, πόθον ἐσχηκὼς παράλογον ἐπιβῆναι τοῦ πατρικοῦ ἅρματος, πολλαῖς ἱκεσίαις καὶ δάκρυσι πείθει τοῦτον. ἐπεὶ δ’ ἐπέβη τοῦ ἅρματος καὶ τοὺς ἵππους ἤρξατο μυωπίζειν, ἡνιοχεῖν εὖ οὐκ εἰδώς, μήτε μὴν οἷός τε ὢν ἑδραῖος ἐφιππάζεσθαι καὶ ἀκλόνητος, τοῖς ἵπποις παρασυρεὶς πολλῷ θράσει καὶ ἀγερωχίᾳ κεκινημένοις, καὶ προσγειότερος γενόμενος, ἐκτινάσσεται παρὰ τὸν Ἠριδανὸν ποταμὸν καὶ ἀποπνίγεται, πλειόνων τῆς περιοικίδος καταπυρποληθέντων μερῶν."]]] \ No newline at end of file diff --git a/lines/osee.json b/lines/osee.json new file mode 100644 index 0000000000000000000000000000000000000000..8c3d72abe866d3d8ec54bb8c1b10d453aa1e1622 --- /dev/null +++ b/lines/osee.json @@ -0,0 +1 @@ +[[["1","ΛΟΓΟΣ Κυρίου, ὃς ἐγενήθη πρὸς Ὠσηὲ τὸν τοῦ Βεηρεὶ, ἐν ἡμέραις Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου βασιλέων Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰωὰς βασιλέως Ἰσραήλ."],["2","Ἀρχὴ λόγου Κυρίου ἐν Ὠσῆέ· καὶ εἶπε Κύριος πρὸς Ὠσηὲ, βάδιζε, λάβε σεαυτῷ γυναῖκα πορνείας, καὶ τέκνα πορνείας, διότι ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ Κυρίου."],["3","Καὶ ἐπορεύθη, καὶ ἔλαβε τὴν Γόμερ, θυγατέρα Δεβηλαΐμ· καὶ συνέλαβε καὶ ἔτεκεν αὐτῷ υἱόν."],["4","Καὶ εἶπε Κύριος πρὸς αὐτὸν, κάλεσον τὸ ὄνομα αὐτοῦ Ἰεζραὲλ, διότι ἔτι μικρὸν, καὶ ἐκδικήσω τὸ αἷμα τοῦ Ἰεζραὲλ ἐπὶ τὸν οἶκον Ἰούδα, καὶ καταπαύσω βασιλείαν οἴκου Ἰσραήλ."],["5","Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, συντρίψω τὸ τόξον τοῦ Ἰσραὴλ ἐν κοιλάδι τοῦ Ἰεζραέλ."],["6","Καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκε θυγατέρα· καὶ εἶπεν αὐτῷ, κάλεσον τὸ ὄνομα αὐτῆς, οὐκ ἠλεημένη· διότι οὐ μὴ προσθήσω ἔτι ἐλεῆσαι τὸν οἶκον Ἰσραὴλ, ἀλλʼ ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς."],["7","Τοὺς δὲ υἱοὺς Ἰούδα ἐλεήσω, καὶ σώσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ οὐ σώσω αὐτοὺς ἐν τόξῳ, οὐδὲ ἐν ῥομφαίᾳ, οὐδὲ ἐν πολέμῳ, οὐδὲ ἐν ἵπποις, οὐδὲ ἐν ἱππεῦσι."],["8","Καὶ ἀπεγαλάκτισε τὴν οὐκ ἠλεημένην· καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκεν υἱόν."],["9","Καὶ εἶπε, κάλεσον τὸ ὄνομα αὐτοῦ, οὐ λαός μου· διότι ὑμεῖς οὐ λαός μου, καὶ ἐγὼ οὐκ εἰμὶ ὑμῶν."]],[["1","Καὶ ἦν ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἣ οὐκ ἐκμετρηθήσεται, οὐδὲ ἐξαριθμηθήσεται· καὶ ἔσται, ἐν τῷ τόπῳ, οὗ ἐῤῥέθη αὐτοῖς, οὐ λαός μου ὑμεῖς, κληθήσονται καὶ αὐτοὶ υἱοὶ Θεοῦ ζῶντος."],["2","Καὶ συναχθήσονται υἱοὶ Ἰούδα, καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπιτοαυτὸ, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν, καὶ ἀναβήσονται ἐκ τῆς γῆς, ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ἰεζραέλ."],["3","Εἴπατε τῷ ἀδελφῷ ὑμῶν, λαός μου, καὶ τῇ ἀδελφῇ ὑμῶν, ἠλεημένη."],["4","Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν, κρίθητε, ὅτι αὕτη οὐ γυνή μου, καὶ ἐγὼ οὐκ ἀνὴρ αὐτῆς· καὶ ἐξαρῶ τὴν πορνείαν αὐτῆς ἐκ προσώπου μου, καὶ τὴν μοιχείαν αὐτῆς ἐκ μέσου μαστῶν αὐτῆς,"],["5","ὅπως ἂν ἐκδύσω αὐτὴν γυμνὴν, καὶ ἀποκαταστήσω αὐτὴν καθὼς ἡμέρα γενέσεως αὐτῆς· καὶ θήσω αὐτὴν ἔρημον, καὶ τάξω αὐτὴν ὡς γῆν ἄνυδρον, καὶ ἀποκτενῶ αὐτὴν ἐν δίψει."],["6","Καὶ τὰ τέκνα αὐτῆς οὐ μὴ ἐλεήσω, ὅτι τέκνα πορνείας ἐστίν."],["7","Ὅτι ἐξεπόρνευσεν ἡ μήτηρ αὐτῶν, κατῄσχυνεν ἡ τεκοῦσα αὐτά· ὅτι εἶπε, πορεύσομαι ὀπίσω τῶν ἐραστῶν μου, τῶν διδόντων μοι τοὺς ἄρτους μου, καὶ τὸ ὕδωρ μου, καὶ τὰ ἱμάτιά μου, καὶ τὰ ὀθόνιά μου, τὸ ἔλαιόν μου, καὶ πάντα ὅσα μοι καθήκει."],["8","Διὰ τοῦτο ἰδοὺ ἐγὼ φράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψι, καὶ ἀνοικοδομήσω τὰς ὁδοὺς, καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ·"],["9","Καὶ καταδιώξεται τοὺς ἐραστὰς αὐτῆς, καὶ οὐ μὴ καταλάβῃ αὐτούς· καὶ ζητήσει αὐτοὺς, καὶ οὐ μὴ εὕρῃ αὐτούς· καὶ ἐρεῖ, πορεύσομαι, καὶ ἐπιστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε, ἢ νῦν."],["10","Καὶ αὕτη οὐκ ἔγνω ὅτι ἐγὼ ἔδωκα αὐτῇ τὸν σῖτον, καὶ τὸν οἶνον, καὶ τὸ ἔλαιον, καὶ ἀργύριον ἐπλήθυνα αὐτῇ· αὕτη δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησεν τῇ Βάαλ."],["11","Διὰ τοῦτο ἐπιστρέψω, καὶ κομιοῦμαι τὸν σῖτόν μου καθʼ ὥραν αὐτοῦ, καὶ τὸν οἶνόν μου ἐν καιρῷ αὐτοῦ· καὶ ἀφελοῦμαι τὰ ἱμάτιά μου, καὶ τὰ ὀθόνιά μου, τοῦ μὴ καλύπτειν τὴν ἀσχημοσύνην αὐτῆς·"],["12","Καὶ νῦν ἀποκαλύψω τὴν ἀκαθαρσίαν αὐτῆς ἐνώπιον τῶν ἐραστῶν αὐτῆς, καὶ οὐθεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός μου."],["13","Καὶ ἀποστρέψω πάσας τὰς εὐφροσύνας αὐτῆς, ἑορτὰς αὐτῆς, καὶ τὰς νουμηνίας αὐτῆς, καὶ τὰ σάββατα αὐτῆς, καὶ πάσας τὰς πανηγύρεις αὐτῆς."],["14","Καὶ ἀφανιῶ ἄμπελον αὐτῆς, καὶ τὰς συκᾶς αὐτῆς, ὅσα εἶπε, μισθώματά μου ταῦτά ἐστιν ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου· καὶ θήσομαι αὐτὰ εἰς μαρτύριον, καὶ καταφάγεται αὐτὰ τὰ θηρία τοῦ ἀγροῦ, καὶ τὰ πετεινὰ τοῦ οὐρανου, καὶ τὰ ἑρπετὰ τῆς γῆς."],["15","Καὶ ἐκδικήσω ἐπʼ αὐτὴν τὰς ἡμέρας τῶν Βααλεὶμ, ἐν αἷς ἐπέθυεν αὐτοῖς· καὶ περιετίθετο τὰ ἐνώτια αὐτῆς, καὶ τὰ καθόρμια αὐτῆς, καὶ ἐπορεύετο ὀπίσω τῶν ἐραστῶν αὐτῆς, ἐμοῦ δὲ ἐπελάθετο, λέγει Κύριος."],["16","Διὰ τοῦτο ἰδοὺ ἐγὼ πλανῶ αὐτὴν, καὶ τάξω αὐτὴν ὡς ἔρημον, καὶ λαλήσω ἐπὶ τὴν καρδίαν αὐτῆς,"],["17","καὶ δώσω αὐτῇ τὰ κτήματα αὐτῆς ἐκεῖθεν, καὶ τὴν κοιλάδα Ἀχὼρ διανοῖξαι σύνεσιν αὐτῆς· καὶ ταπεινωθήσεται ἐκεῖ κατὰ τὰς ἡμέρας νηπιότητος αὐτῆς, καὶ κατὰ τὰς ἡμέρας ἀναβάσεως αὐτῆς ἐκ γῆς Αἰγύπτου."],["18","Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκεῖνῃ, λέγει Κύριος, καλέσει με ὁ ἀνήρ μου, καὶ οὐ καλέσει με ἔτι Βααλείμ."],["19","Καὶ ἐξαρῶ τὰ ὀνόματα τῶν Βααλεὶμ ἐκ στόματος αὐτῆς, καὶ οὐ μὴ μνησθῶσιν οὐκέτι τὰ ὀνόματα αὐτῶν."],["20","Καὶ διαθήσομαι αὐτοῖς διαθήκην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μετὰ τῶν θηρίων τοῦ ἀγροῦ, καὶ μετὰ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν ἑρπετῶν τῆς γῆς· καὶ τόξον, καὶ ῥομφαίαν, καὶ πόλεμον συντρίψω ἀπὸ τῆς γῆς, καὶ κατοικιῶ σε ἐπʼ ἐλπίδι."],["21","Καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα· καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι, καὶ ἐν ἐλέει, καὶ ἐν οἰκτιρμοῖς,"],["22","καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν Κύριον."],["23","Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἐπακούσομαι τῷ οὐρανῷ, καὶ αὐτὸς ἐπακούσεται τῇ γῇ,"],["24","καὶ ἡ γῆ ἐπακούσεται τὸν σῖτον, καὶ τὸν οἶνον, καὶ τὸ ἔλαιον, καὶ αὐτὰ ἐπακούσεται τῷ Ἰεζραέλ."],["25","Καὶ σπερῶ αὐτὴν ἐμαυτῷ ἐπὶ τῆς γῆς, καὶ ἀγαπήσω τὴν οὐκ ἠγαπημένην, καὶ ἐρῶ τῷ οὐ λαῷ μου, λαός μου εἶ σύ· καὶ αὐτος ἐρεὶ, Κύριος ὁ Θεός μου εἶ σύ."]],[["1","Καὶ εἶπε, Κύριος πρὸς μὲ, ἔτι πορεύθητι, καὶ ἀγάπησον γυναῖκα ἀγαπῶσαν πονηρὰ, καὶ μοιχαλὶν, καθὼς ἀγαπᾷ ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ αὐτοὶ ἐπιβλέπουσιν ἐπὶ θεοὺς αλλοτρίους, καὶ φιλοῦσι πέμματα μετὰ σταφίδος."],["2","Καὶ ἐμισθωσάμην ἐμαυτῷ πεντεκαίδεκα ἀργυρίου, καὶ γομὸρ κριθῶν, καὶ νέβελ οἴνου."],["3","Καὶ εἶπα πρὸς αὐτὴν, ἡμέρας πολλὰς καθήσῃ ἐπʼ ἐμοὶ, καὶ οὐ μὴ πορνεύσῃς, οὐδὲ μὴ γένῃ ἀνδρὶ, καὶ ἐγὼ ἐπὶ σοί."],["4","Διότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὐδὲ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρ ίου, οὐδὲ ἱερατείας, οὐδὲ δήλων."],["5","Καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαυὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπʼ ἐσχάτων τῶν ἡμερῶν."]],[["1","Ἀκούσατε λόγον Κυρίου υἱοὶ Ἰσραὴλ, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλήθεια, οὐδὲ ἔλεος, οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς."],["2","Ἀρὰ, καὶ ψεῦδος, καὶ φόνος καὶ κλοπὴ, καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφʼ αἵμασι μίσγουσι."],["3","Διὰ τοῦτο πενθήσει ἡ γῆ, καὶ σμικρυνθήσεται σὺν πᾶσι τοῖς κατοικοῦσιν αὐτὴν, σὺν τοῖς θηρίοις τοῦ ἀγροῦ, καὶ σὺν τοῖς ἑρπετοῖς τῆς γῆς, καὶ σὺν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ οἱ ἰχθύες τῆς θαλάσσης ἐκλείψουσιν,"],["4","ὅπως μηδεὶς μήτε δικάζηται, μήτε ἐλέγχῃ μηδείς· ὁ δὲ λαός μου ὡς ἀντιλεγόμενος ἱερεύς."],["5","Καὶ ἀσθενήσει ἡμέρας, καὶ ἀσθενήσει ὁ προφήτης μετὰ σοῦ· νυκτὶ ὡμοίωσα τὴν μητέρα σου."],["6","Ὡμοιώθη ὁ λαός μου, ὡς οὐκ ἔχων γνῶσιν· ὅτι σὺ ἐπίγνωσιν ἀπώσω, κᾀγὼ ἀπώσομαί σε, τοῦμὴ ἱερατεύειν μοι· καὶ ἐπελάθου νόμον Θεοῦ σου, κᾀγὼ ἐπιλήσομαι τέκνων σου."],["7","Κατὰ τὸ πλῆθος αὐτῶν, οὕτως ἥμαρτόν μοι· τὴν δόξαν αὐτῶν εἰς ἀτιμίαν θήσομαι."],["8","Ἁμαρτίας λαοῦ μου φάγονται· καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήψονται τὰς ψυχὰς αὐτῶν."],["9","Καὶ ἔσται καθὼς ὁ λαὸς, οὕτως καὶ ὁ ἱερεύς· καὶ ἐκδικήσω ἐπʼ αὐτὸν τὰς ὁδοὺς αὐτοῦ, καὶ τὰ διαβούλια αὐτοῦ ἀνταποδώσω αὐτῷ."],["10","Καὶ φάγονται, καὶ οὐ μὴ ἐμπλησθῶσιν· ἐπόρνευσαν, καὶ οὐ μὴ κατευθύνωσι· διότι τὸν Κύριον ἐγκατέλιπον τοῦ φυλάξαι."],["11","Πορνείαν καὶ οἶνον καὶ μέθυσμα ἐδέξατο καρδία λαοῦ μου·"],["12","ἐν συμβόλοις ἐπηρώτων, καὶ ἐν ῥάβδοις αὐτοῦ ἀπήγγελλον αὐτῷ· πνεύματι πορνείας ἐπλανήθησαν, καὶ ἐξεπόρνευσαν ἀπὸ τοῦ Θεοῦ αὐτῶν."],["13","Ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐθυσίαζον, καὶ ἐπὶ τοὺς βουνοὺς ἔθυον ὑποκάτω δρυὸς, καὶ λεύκης, καὶ δένδρου συσκιάζοντος, ὅτι καλὸν σκέπη. διὰ τοῦτο ἐκπορνεύσουσιν αἱ θυγατέρες ὑμῶν, καὶ αἱ νύμφαι ὑμῶν μοιχεύσουσι."],["14","Καὶ οὐ μὴ ἐπισκέψωμαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορνεύσωσι, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχεύωσιν· ὅτι αὐτοὶ μετὰ τῶν πορνῶν συνεφύροντο, καὶ μετὰ τῶν τετελεσμένων ἔθυον, καὶ ὁ λαὸς ὁ μὴ συνιὼν συνεπλέκετο μετὰ πόρνης."],["15","Σὺ δὲ Ἰσραὴλ μὴ ἀγνόει, καὶ Ἰούδα μὴ εἰσπορεύεσθε εἰς Γάλγαλα, καὶ μὴ ἀναβαίνετε εἰς τὸν οἶκον Ὦν, καὶ μὴ ὀμνύετε ζῶντα Κύριον."],["16","Διότι ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ἰσραήλ· νῦν νεμήσει αὐτοὺς Κύριος ὡς ἀμνὸν ἐν εὐρυχώρῳ."],["17","Μέτοχος εἰδώλων Ἐφραὶμ ἔθηκεν ἑαυτῷ σκάνδαλα,"],["18","ἠρέτισε Χαναναίους· πορνεύοντες ἐξεπόρνευσαν, ἠγάπησαν ἀτιμίαν ἐκ φρυάγματος αὐτῆς."],["19","Συστροφὴ πνεύματος σὺ εἶ ἐν ταῖς πτέρυξιν αὐτῆς, καὶ καταισχυνθήσονται ἐκ τῶν θυσιαστηρίων αὐτῶν."]],[["1","Ἀκούσατε ταῦτα οἱ ἱερεῖς, καὶ προσέχετε οἶκος Ἰσραήλ, καὶ ὁ οἶκος τοῦ βασιλέως ἐνωτίζεσθε, διότι πρὸς ὑμᾶς ἐστι τὸ κρίμα, ὅτι παγὶς ἐγενήθητε τῇ Σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον,"],["2","ὃ οἱ ἀγρεύοντες τὴν θήραν κατέπηξαν· ἐγὼ δὲ παιδευτὴς ὑμῶν,"],["3","ἐγὼ ἔγνων τὸν Ἐφραὶμ, καὶ Ἰσραὴλ οὐκ ἀπέστη ἀπʼ ἐμοῦ· διότι νῦν ἐξεπόρνευσεν Ἐφραὶμ, ἐμιάνθη Ἰσραήλ."],["4","Οὐκ ἔδωκαν τὰ διαβούλια αὐτῶν τοῦ ἐπιστρέψαι πρὸς τὸν Θεὸν αὐτῶν, ὅτι πνεῦμα πορνίας ἐν αὐτοῖς ἐστίν· τὸν δὲ Κύριον οὐκ ἐπέγνωσαν."],["5","Καὶ ταπεινωθήσεται ἡ ὕβρις τοῦ Ἰσραὴλ εἰς πρόσωπον αὐτοῦ· καὶ Ἰσραὴλ καὶ Ἐφραὶμ ἀσθενήσουσιν ἐν ταῖς ἀδικίαις αὐτῶν· καὶ ἀσθενήσει καὶ Ἰούδας μετʼ αὐτῶν."],["6","Μετὰ προβάτων καὶ μόσχων πορεύσονται τοῦ ἐκζητῆσαι τὸν Κύριον, καὶ οὐ μὴ εὕρωσιν αὐτόν· ὅτι ἐκκέκλικεν ἀπʼ αὐτῶν,"],["7","ὅτι τὸν Κύριον ἐγκατέλιπον, ὅτι τέκνα ἀλλότρια ἐγεννήθησαν αὐτοῖς· νῦν καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη, καὶ τοὺς κλήρους αὐτῶν."],["8","Σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνοὺς, ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν, κηρύξατε ἐν τῷ οἴκῳ Ὦν, ἐξέστη Βενιαμὶν,"],["9","Ἐφραὶμ εἰς ἀφανισμὸν ἐγένετο ἐν ἡμέραις ἐλέγχου· ἐν ταῖς φυλαῖς τοῦ Ἰσραὴλ ἔδειξα πιστά."],["10","Ἐγένοντο οἱ ἄρχοντες Ἰούδα ὡς μετατιθέντες ὅρια, ἐπʼ αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου."],["11","Κατεδυνάστευσεν Ἐφραὶμ τὸν ἀντίδικον αὐτοῦ, κατεπάτησε τὸ κρίμα, ὅτι ἤρξατο πορεύεσθαι ὀπίσω τῶν ματαίων."],["12","Καὶ ἐγὼ ὡς ταραχὴ τῷ Ἐφραὶμ, καὶ ὡς κέντρον τῷ οἴκῳ Ἰούδα."],["13","Καὶ εἶδεν Ἐφραὶμ τὴν νόσον αὐτοῦ, καὶ Ἰούδας τὴν ὀδύνην αὐτοῦ· καὶ ἐπορεύθη Ἐφραὶμ πρὸς Ἀσσυρίους, καὶ ἀπέστειλε πρέσβεις πρὸς βασιλέα Ἰαρείμ· καὶ οὗτος οὐκ ἠδυνάσθη ἰάσασθαι ὑμᾶς, καὶ οὐ μὴ διαπαύσῃ ἐξ ὑμῶν ὀδύνη."],["14","Διότι ἐγώ εἰμι ὡς πανθὴρ τῷ Ἐφραὶμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα· καὶ ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι, καὶ λήψομαι, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος."],["15","Πορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου, ἕως οὗ ἀφανισθῶσι, καὶ ζητήσουσι τὸ πρόσωπόν μου. Ἐν θλίψει αὐτῶν ὀρθριοῦσι πρὸς μὲ, λέγοντες,"]],[["1","πορευθῶμεν, καὶ ἐπιστρέψωμεν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακε, καὶ ἰάσεται ἡμᾶς· πατάξει,"],["2","καὶ μοτώσει ἡμᾶς, ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας· ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἐξαναστησόμεθα,"],["3","καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ, καὶ γνωσόμεθα· διώξωμεν τοῦ γνῶναι τὸν Κύριον· ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτὸν, καὶ ἥξει ὡς ὑετὸς ἡμῖν πρώϊμος καὶ ὄψιμος γῇ."],["4","Τί σοι ποιήσω Ἐφραίμ; τί σοι ποιήσω Ἰούδα; τὸ δὲ ἔλεος ὑμῶν ὡς νεφέλη πρωϊνὴ, καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη."],["5","Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν· ἀπέκτεινα αὐτοὺς ἐν ῥήματι στόματός μου· καὶ τὸ κρίμα μου ὡς φῶς ἐξελεύσεται."],["6","Διότι ἔλεος θέλω ἢ θυσίαν, καὶ ἐπίγνωσιν Θεοῦ ἢ ὁλοκαυτώματα."],["7","Αὐτοὶ δέ εἰσιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην· ἐκεῖ κατεφρόνησέ μου Γαλαὰδ πόλις,"],["8","ἐργαζομένη μάταια, ταράσσουσα ὕδωρ,"],["9","καὶ ἡ ἰσχύς σου ἀνδρὸς πειρατοῦ· ἔκρυψαν ἱερεῖς ὁδόν, ἐφόνευσαν Σίκιμα, ὅτι ἀνομίαν ἐποίησαν ἐν τῷ οἴκῳ τοῦ Ἰσραήλ· εἶδον φρικώδη ἐκεῖ,"],["10","πορνείαν τοῦ Ἐφραίμ· ἐμιάνθη Ἰσραὴλ καὶ Ἰούδα· ἄρχου τρυγᾷν σεαυτῷ,"],["11","ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου."]],[["1","Ἐν τῷ ἰάσασθαί με τὸν Ἰσραὴλ, καὶ ἀποκαλυφθήσεται ἡ ἀδικία Ἐφραὶμ, καὶ ἡ κακία Σαμαρείας, ὅτι εἰργάσαντο ψευδῆ· καὶ κλέπτης πρὸς αὐτὸν εἰσελεύσεται, ἐκδιδύσκων λῃστὴς ἐν τῇ ὁδῷ αὐτοῦ,"],["2","ὅπως συνᾴδωσιν ὡς ᾄοντες τῇ καρδίᾳ αὐτῶν· πάσας τὰς κακίας αὐτῶν ἐμνήσθην· νῦν ἐκύκλωσαν αὐτοὺς τὰ διαβούλια αὐτῶν, ἀπέναντι τοῦ προσώπου μου ἐγένοντο."],["3","Ἐν ταῖς κακίαις αὐτῶν εὔφραναν βασιλεῖς, καὶ ἐν τοῖς ψεύδεσιν αὐτῶν ἄρχοντας."],["4","Πάντες μοιχεύοντες ὡς κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τῆς φλογὸς, ἀπὸ φυράσεως στέατος, ἕως τοῦ ζυμωθῆναι αὐτό."],["5","Ἡμέραι τῶν βασιλέων ὑμῶν, ἤρξαντο οἱ ἄρχοντες θυμοῦσθαι ἐξ οἴνου, ἐξέτεινε τὴν χεῖρα αὐτοῦ μετὰ λοιμῶν."],["6","Διότι ἀνεκαύθησαν ὡς κλίβανος αἱ καρδίαι αὐτῶν, ἐν τῷ καταράσσειν αὐτοὺς ὅλην τὴν νύκτα· ὕπνου Ἐφραὶμ ἐνεπλήσθη, πρωῒ ἐνεγενήθη, ἀνεκαύθη ὡς πυρὸς φέγγος."],["7","Πάντες ἐθερμάνθησαν ὡς κλίβανος, καὶ κατέφαγον τοὺς κριτὰς αὐτῶν· πάντες οἱ βασιλεῖς αὐτῶν ἔπεσαν, οὐκ ἦν ἐν αὐτοῖς ὁ ἐπικαλούμενος πρὸς μέ."],["8","Ἐφραὶμ ἐν τοῖς λαοῖς αὐτοῦ συνεμίγνυτο, Ἐφραὶμ ἐγένετο ἐγκρυφίας, οὐ μεταστρεφόμενος."],["9","Κατέφαγον ἀλλότριοι τὴν ἰσχὺν αὐτοῦ, αὐτὸς δὲ οὐκ ἔγνω· καὶ πολιαὶ ἐξήνθησαν αὐτῷ, καὶ αὐτὸς οὐκ ἔγνω."],["10","Καὶ ταπεινωθήσεται ἡ ὕβρις Ἰσραὴλ εἰς πρόσωπον αὐτοῦ· καὶ οὐκ ἐπέστρεψαν πρὸς Κύριον τὸν Θεὸν αὐτῶν, καὶ οὐκ ἐξεζήτησαν αὐτὸν ἐν πᾶσι τούτοις."],["11","Καὶ ἦν Ἐφραὶμ ὡς περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν· Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν·"],["12","Καθὼς ἂν πορεύωνται, ἐπιβαλῶ ἐπʼ αὐτοὺς τὸ δίκτυόν μου, καθὼς τὰ πετεινὰ τοῦ οὐρανοῦ κατάξω αὐτοὺς, παιδεύσω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς θλίψεως αὐτῶν."],["13","Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπʼ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατʼ ἐμοῦ ψευδῆ."],["14","Καὶ οὐκ ἐβόησαν πρὸς μὲ αἱ καρδίαι αὐτῶν, ἀλλʼ ἢ ὠλόλυζον ἐν ταῖς κοίταις αὐτῶν· ἐπὶ σίτῳ καὶ οἴνῳ κατετέμνοντο."],["15","Ἐπαιδεύθησαν ἐν ἐμοὶ, κᾀγὼ κατίσχυσα τοὺς βραχίονας αὐτῶν, καὶ εἰς ἐμὲ ἐλογίσαντο πονηρά."],["16","Ἀπεστράφησαν εἰς οὐδὲν, ἐγένοντο ὡς τόξον ἐντεταμένον· πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν διʼ ἀπαιδευσίαν γλώσσης αὐτῶν· οὗτος ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ."]],[["1","Εἰς κόλπον αὐτῶν, ὡς γῆ, ὡς ἀετὸς ἐπʼ οἶκον Κυρίου, ἀνθʼ ὧν παρέβησαν τὴν διαθήκην μου, καὶ κατὰ τοῦ νόμου μου ἠσέβησαν."],["2","Ἐμὲ κεκράξονται, ὁ Θεὸς, ἐγνώκαμέν σε·"],["3","Ὅτι Ἰσραὴλ ἀπεστρέψατο ἀγαθὰ, ἐχθρὸν κατεδίωξαν."],["4","Ἑαυτοῖς ἐβασίλευσαν, καὶ οὐ διʼ ἐμοῦ, ἦρξαν, καὶ οὐκ ἐγνώρισάν μοι· τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα, ὅπως ἐξολοθρευθῶσιν."],["5","Ἀπότριψαι τὸν μόσχον σου Σαμάρεια, παρωξύνθη ὁ θυμός μου ἐπʼ αὐτούς· ἕως τίνος οὐ μὴ δύνωνται καθαρισθῆναι"],["6","ἐν τῷ Ἰσραήλ; καὶ αὐτὸ τέκτων ἐποίησε, καὶ οὐ Θεός ἐστι· διότι πλανῶν ἦν ὁ μόσχος σου, Σαμάρεια."],["7","Ὅτι ἀνεμόφθορα ἔσπειραν, καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά· δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον· ἐὰν δὲ καὶ ποιήσῃ, ἀλλότριοι καταφάγονται αὐτό."],["8","Κατεπόθη Ἰσραὴλ, νῦν ἐγένετο ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστον,"],["9","ὅτι αὐτοὶ ἀνέβησαν εἰς Ἀσσυρίους· ἀνέθαλε καθʼ ἑαυτὸν Ἐφραίμ· δῶρα ἠγάπησαν,"],["10","διὰ τοῦτο παραδοθήσονται ἐν τοῖς ἔθνεσι· νῦν εἰσδέξομαι αὐτοὺς, καὶ κοπάσουσι μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντας."],["11","Ὅτι ἐπλήθυνεν Ἐφραὶμ θυσιαστήρια, εἰς ἁμαρτίας ἐγένοντο αὐτῷ θυσιαστήρια ἠγαπημένα."],["12","Καταγράψω αὐτῷ πλῆθος, καὶ τὰ νόμιμα αὐτοῦ εἰς ἀλλότρια ἐλογίσθησαν, θυσιαστήρια τὰ ἠγαπημένα."],["13","Διότι ἐὰν θύσωσι θυσίαν, καὶ φάγωσι κρέα, Κύριος οὐ προσδέξεται αὐτά· νῦν μνησθήσεται τὰς ἀδικίας αὐτῶν, καὶ ἐκδικήσει τὰς ἁμαρτίας αὐτῶν· αὐτοὶ εἰς Αἴγυπτον ἀπέστρεψαν, καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάγονται."],["14","Καὶ ἐπελάθετο Ἰσραὴλ τοῦ ποιήσαντος αὐτόν, καὶ ᾠκοδόμησαν τεμένη· καὶ Ἰούδας ἐπλήθυνε πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις αὐτοῦ, καὶ καταφάγεται τὰ θεμέλια αὐτῶν."]],[["1","Μὴ χαῖρε Ἰσραήλ, μηδὲ εὐφραίνου καθὼς οἱ λαοὶ, διότι ἐπόρνευσας ἀπὸ τοῦ Θεοῦ σου· ἠγάπησας δόματα ἐπὶ πάντα ἅλωνα σίτου."],["2","Ἅλων καὶ ληνὸς οὐκ ἔγνω αὐτούς, καὶ ὁ οἶνος ἐψεύσατο αὐτούς."],["3","Οὐ κατῴκησαν ἐν τῇ γῇ τοῦ Κυρίου· κατῴκησεν Ἐφραὶμ Αἴγυπτον, καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάγονται."],["4","Οὐκ ἔσπεισαν τῷ Κυρίῳ οἶνον, καὶ οὐχ ἥδυναν αὐτῷ αἱ θυσίαι αὐτῶν, ὡς ἄρτος πένθους αὐτοῖς· πάντες οἱ ἐσθίοντες αὐτὰ μιανθήσονται, διότι οἱ ἄρτοι αὐτῶν ταῖς ψυχαῖς αὐτῶν οὐκ εἰσελεύσονται εἰς τὸν οἶκον Κυρίου."],["5","Τί ποιήσετε ἐν ἡμέραις πανηγύρεως, καὶ ἐν ἡμέρᾳ ἑορτῆς τοῦ Κυρίου;"],["6","Διὰ τοῦτο ἰδοὺ πορεύονται ἐκ ταλαιπωρίας Αἰγύπτου, καὶ ἐκδέξεται αὐτοὺς Μέμφις, καὶ θάψει αὐτοὺς Μαχμάς· τὸ ἀργύριον αὐτῶν ὄλεθρος κληρονομήσει αὐτὸ, ἄκανθαι ἐν τοῖς σκηνώμασιν αὐτῶν."],["7","Ἥκασιν αἱ ἡμέραι τῆς ἐκδικήσεως, ἥκασιν αἱ ἡμέραι τῆς ἀνταποδόσεώς σου, καὶ κακωθήσεται Ἰσραὴλ ὥσπερ ὁ προφήτης ὁ παρεξεστηκώς, ἄνθρωπος ὁ πνευματοφόρος· ὑπὸ τοῦ πλήθους τῶν ἀδικιῶν σου ἐπληθύνθη μανία σου."],["8","Σκοπὸς Ἐφραὶμ μετὰ Θεοῦ· προφήτης παγὶς σκολιὰ ἐπὶ πάσας τὰς ὁδοὺς αὐτοῦ, μανίαν ἐν οἴκῳ Θεοῦ κατέπηξαν."],["9","Ἐφθάρησαν κατὰ τὰς ἡμέρας τοῦ βουνοῦ, μνησθήσεται ἀδικίας αὐτῶν, ἐκδικήσει ἁμαρτίας αὐτῶν."],["10","Ὡς σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραὴλ, καὶ ὡς σκοπὸν ἐν συκῇ πρώϊμον πατέρας αὐτῶν εἶδον· αὐτοὶ εἰσῆλθον πρὸς τὸν Βεελφεγὼρ, καὶ ἀπηλλοτριώθησαν εἰς αἰσχύνην, καὶ ἐγένοντο οἱ ἐβδελυγμένοι ὡς οἱ ἠγαπημένοι."],["11","Ἐφραὶμ ὡς ὄρνεον ἐξεπετάσθη, αἱ δόξαι αὐτῶν ἐκ τόκων καὶ ὠδίνων καὶ συλλήψεων·"],["12","Διότι καὶ ἐὰν ἐκθρέψωσι τὰ τέκνα αὐτῶν, ἀτεκνωθήσονται ἐξ ἀνθρώπων· διότι καὶ οὐαὶ αὐτοῖς ἐστι· σάρξ μου ἐξ αὐτῶν."],["13","Ἐφραὶμ, ὃν τρόπον εἶδον, εἰς θήραν παρέστησαν τὰ τέκνα αὐτῶν, καὶ Ἐφραὶμ, τοῦ ἐξαγαγεῖν εἰς ἀποκέντησιν τὰ τέκνα αὐτοῦ."],["14","Δὸς αὐτοῖς Κύριε, τί δώσεις αὐτοῖς; μήτραν ἀτεκνοῦσαν, καὶ μαστοὺς ξηρούς."],["15","Πᾶσαι αἱ κακίαι αὐτῶν ἐν Γαλγάλ, ὅτι ἐκεῖ ἐμίσησα αὐτούς· διὰ τὰς κακίας τῶν ἐπιτηδευμάτων αὐτῶν, ἐκ τοῦ οἴκου μου ἐκβαλῶ αὐτοὺς, οὐ μὴ προσθήσω τοῦ ἀγαπῆσαι αὐτούς· πάντες οἱ ἄρχοντες αὐτῶν ἀπειθοῦντες."],["16","Ἐπόνεσεν Ἐφραίμ· τὰς ῥίζας αὐτοῦ ἐξηράνθη, καρπὸν οὐκ ἔτι μὴ ἐνέγκῃ· διότι καὶ ἐὰν γεννήσωσιν, ἀποκτενῶ τὰ ἐπιθυμήματα κοιλίας αὐτῶν."],["17","Ἀπώσεται αὐτοὺς ὁ Θεός, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν."]],[["1","Ἄμπελος εὐκηματοῦσα Ἰσραὴλ, ὁ καρπὸς εὐθηνῶν αὐτῆς· κατὰ τὸ πλῆθος τῶν καρπῶν αὐτῆς, ἐπλήθυνε τὰ θυσιαστήρια· κατὰ τὰ ἀγαθὰ τῆς γῆς αὐτοῦ, ᾠκοδόμησε στήλας."],["2","Ἐμέρισαν καρδίας αὐτῶν, νῦν ἀφανισθήσονται· αὐτὸς κατασκάψει τὰ θυσιαστήρια αὐτῶν, ταλαιπωρήσουσιν αἱ στῆλαι αὐτῶν."],["3","Διότι νῦν ἐροῦσιν, οὐκ ἔστι βασιλεὺς ἡμῖν, ὅτι οὐκ ἐφοβήθημεν τὸν Κύριον· ὁ δὲ βασιλεὺς τί ποιήσει ἡμῖν,"],["4","λαλῶν ῥήματα προφάσεις ψευδεῖς; διαθήσεται διαθήκην, ἀνατελεῖ ὡς ἄγρωστις κρίμα ἐπὶ χέρσον ἀγροῦ."],["5","Τῷ μόσχῳ τοῦ οἴκου Ὦν παροικήσουσιν οἱ κατοικοῦντες Σαμάρειαν, ὅτι ἐπένθησε λαὸς αὐτοῦ ἐπʼ αὐτόν· καὶ καθὼς παρεπίκραναν αὐτὸν, ἐπιχαροῦνται ἐπὶ τὴν δόξαν αὐτοῦ, ὅτι μετῳκίσθη ἀπʼ αὐτοῦ."],["6","Καὶ αὐτὸν εἰς Ἀσσυρίους δήσαντες, ἀπήνεγκαν ξένια τῷ βασιλεῖ Ἰαρείμ· ἐν δόματι Ἐφραὶμ δέξεται, καὶ αἰσχυνθήσεται Ἰσραὴλ ἐν τῇ βουλῇ αὐτοῦ."],["7","Ἀπέῤῥιψεν Σαμάρεια βασιλέα αὐτῆς ὡς φρύγανον ἐπὶ προσώπου ὕδατος·"],["8","Καὶ ἐξαρθήσονται βωμοὶ Ὦν ἁμαρτήματα τοῦ Ἰσραὴλ, ἄκανθαι καὶ τρίβολοι ἀναβήσονται ἐπὶ τὰ θυσιαστήρια αὐτῶν· καὶ ἐροῦσι τοῖς ὄρεσι, καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς, πέσατε ἐφʼ ἡμᾶς."],["9","Ἀφʼ οὗ οἱ βουνοὶ, ἥμαρτεν Ἰσραήλ, ἐκεῖ ἔστησαν· οὐ μὴ καταλάβῃ αὐτοὺς ἐν τῷ βουνῷ πόλεμος ἐπὶ τὰ τὲκνα ἀδικίας"],["10","παιδεῦσαι αὐτούς· καὶ συναχθήσονται ἐπʼ αὐτοὺς λαοὶ, ἐν τῷ παιδεύεσθαι αὐτοὺς ἐν ταῖς δυσὶν ἀδικίαις αὐτῶν."],["11","Ἐφραὶμ δάμαλις δεδιδαγμένη ἀγαπᾷν νῖκος, ἐγὼ δὲ ἐπελεύσομαι ἐπὶ τὸ κάλλιστον τοῦ τραχήλου αὐτῆς· ἐπιβιβῶ Ἐφραὶμ, παρασιωπήσομαι Ἰούδαν, ἐνισχύσει αὐτῷ Ἰακώβ."],["12","Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς γνώσεως, ἐκζητήσατε τὸν Κύριον ἕως τοῦ ἐλθεῖν γεννήματα δικαιοσύνης ὑμῖν."],["13","Ἱνατί παρεσιωπήσατε ἀσέβειαν, καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυγήσατε; ἐφάγετε καρπὸν ψευδῆ, ὅτι ἤλπισας ἐν τοῖς ἁμαρτήμασί σου, ἐν πλήθει δυνάμεώς σου."],["14","Καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται· ὡς ἄρχεν Σαλαμὰν ἐκ τοῦ οἴκου τοῦ Ἱεροβοὰμ, ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν,"],["15","οὕτως ποιήσω ὑμῖν οἶκος τοῦ Ἰσραὴλ ἀπὸ προσώπου ἀδικίας κακιῶν ὑμῶν."]],[["1","Ὄρθρου ἀπεῤῥίφησαν, ἀπεῤῥίφη βασιλεὺς Ἰσραήλ· ὅτι νήπιος Ἰσραὴλ, καὶ ἐγὼ ἠγάπησα αὐτόν, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ."],["2","Καθὼς μετεκάλεσα αὐτούς, οὕτως ἀπῴχοντο ἐκ προσώπου μου· αὐτοὶ τοῖς Βααλεὶμ ἔθυον, καὶ τοῖς γλυπτοῖς ἐθυμίων."],["3","Καὶ ἐγὼ συνεπόδισα τὸν Ἐφραὶμ, ἀνέλαβον αὐτὸν ἐπὶ τὸν βραχίονά μου, καὶ οὐκ ἔγνωσαν ὅτι ἴαμαι αὐτούς."],["4","Ἐν διαφθορᾷ ἀνθρώπων ἐξέτεινα αὐτοὺς ἐν δεσμοῖς ἀγαπήσεώς μου, καὶ ἔσομαι αὐτοῖς ὡς ῥαπίζων ἄνθρωπος ἐπὶ τὰς σιαγόνας αὐτοῦ· καὶ ἐπιβλέψομαι πρὸς αὐτόν, δυνήσομαι αὐτῷ."],["5","Κατῴκησεν Ἐφραὶμ ἐν Αἰγύπτῳ, καὶ Ἀσσοὺρ αὐτὸς βασιλεὺς αὐτοῦ· ὅτι οὐκ ἠθέλησεν ἐπιστρέψαι,"],["6","καὶ ἠσθένησεν ἐν ῥομφαίᾳ ἐν ταῖς πόλεσιν αὐτοῦ· καὶ κατέπαυσεν ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ φάγονται ἐκ τῶν διαβουλίων αὐτῶν,"],["7","καὶ ὁ λαὸς αὐτοῦ ἐπικρεμάμενος ἐκ τῆς κατοικίας αὐτοῦ· καὶ ὁ Θεὸς ἐπὶ τὰ τίμια αὐτοῦ θυμωθήσεται, καὶ οὐ μὴ ὑψώσῃ αὐτόν."],["8","Τί σε διαθῶμαι Ἐφραίμ; ὑπερασπιῶ σου Ἰσραήλ; τί σε διαθῶ; ὡς Ἀδάμα θήσομαί σε, καὶ ὡς Σεβοείμ· μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ, συνεταράχθη ἡ μεταμέλειά μου·"],["9","Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου· οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραὶμ· διότι Θεὸς ἐγώ εἰμι, καὶ οὐκ ἄνθρωπος, ἐν σοὶ ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν."],["10","Ὀπίσω Κυρίου πορεύσομαι· ὡς λέων ἐρεύξεται, ὅτι αὐτὸς ὠρύσεται, καὶ ἐκστήσονται τέκνα ὑδάτων."],["11","Ἐκστήσονται ὡς ὄρνεον ἐξ Αἰγύπτου, καὶ ὡς περιστερὰ ἐκ γῆς Ἀσσυρίων· καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν, λέγει Κύριος."]],[["1","Ἐκύκλωσέ με ἐν ψεύδει Ἐφραὶμ, καὶ ἐν ἀσεβείαις οἶκος Ἰσραὴλ, καὶ Ἰούδα· νῦν ἔγνω αὐτοὺς ὁ Θεὸς, καὶ ὁ λαὸς ἅγιος κεκλήσεται Θεοῦ."],["2","Ὁ δὲ Ἐφραὶμ πονηρὸν πνεῦμα, ἐδίωξε καύσωνα ὅλην τὴν ἡμέραν· κενὰ καὶ μάταια ἐπλήθυνε, καὶ διαθήκην μετὰ Ἀσσυρίων διέθετο, καὶ ἔλαιον εἰς Αἴγυπτον ἐνεπορεύετο."],["3","Καὶ κρίσις τῷ Κυρίῳ πρὸς Ἰούδαν, τοῦ ἐκδικῆσαι τὸν Ἰακώβ· κατὰ τὰς ὁδοὺς αὐτοῦ καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ ἀποδώσει αὐτῷ."],["4","Ἐν τῇ κοιλίᾳ ἐπτέρνισε τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἐν κόποις αὐτοῦ ἐνίσχυσε πρὸς Θεόν."],["5","Καὶ ἐνίσχυσε μετὰ ἀγγέλου, καὶ ἠδυνάσθη· ἔκλαυσαν, καὶ ἐδεήθησάν μου· ἐν τῷ οἴκῳ Ὦν εὕροσάν με, καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτούς."],["6","Ὁ δὲ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ἔσται μνημόσυνον αὐτοῦ."],["7","Καὶ σὺ ἐν Θεῷ σου ἐπιστρέψεις, ἔλεον καὶ κρίμα φυλάσσου, καὶ ἔγγιζε πρὸς τὸν Θεόν σου διαπαντός."],["8","Χαναὰν, ἐν χειρὶ αὐτοῦ ζυγὸς ἀδικίας, καταδυναστεύειν ἠγάπησε."],["9","Καὶ εἶπεν Ἐφραὶμ, πλὴν πεπλούτηκα, εὕρηκα ἀναψυχὴν ἐμαυτῷ· πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρεθήσονται αὐτῷ, διʼ ἀδικίας ἃς ἥμαρτεν."],["10","Ἐγὼ δὲ Κύριος ὁ Θεός σου ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἔτι κατοικιῶ σε ἐν σκηναῖς, καθὼς ἡμέραι ἑορτῆς."],["11","Καὶ λαλήσω πρὸς προφήτας, καὶ ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην."],["12","Εἰ μὴ Γαλαάδ ἐστιν, ἄρα ψευδεῖς ἦσαν ἐν Γαλαὰδ ἄρχοντες θυσιάζοντες, καὶ τὰ θυσιαστήρια αὐτῶν, ὡς χελῶναι ἐπὶ χέρσον ἀγροῦ."],["13","Καὶ ἀνεχώρησεν Ἰακὼβ εἰς πεδίον Συρίας, καὶ ἐδούλευσεν Ἰσραὴλ ἐν γυναικὶ, καὶ γυναικὶ ἐφυλάξατο."],["14","Καὶ ἐν προφήτῃ ἀνήγαγεν Κύριος τὸν Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου, καὶ ἐν προφήτῃ διεφυλάχθη."],["15","Ἐθύμωσεν Ἐφραὶμ, καὶ παρώργισε, καὶ τὸ αἷμα αὐτοῦ ἐπʼ αὐτὸν ἐκχυθήσεται, καὶ τὸν ὀνειδισμὸν αὐτοῦ ἀνταποδώσει Κύριος αὐτῷ."]],[["1","Κατὰ τὸν λόγον Ἐφραὶμ δικαιώματα ἔλαβεν αὐτὸς ἐν τῷ Ἰσραήλ, καὶ ἔθετο αὐτὰ τῇ Βάαλ καὶ ἀπέθανε."],["2","Καὶ νῦν προσέθεντο τοῦ ἁμαρτάνειν, καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα ἐκ τοῦ ἀργυρίου αὐτῶν, κατʼ εἰκόνα εἰδώλων, ἔργα τεκτόνων συντετελεσμένα αὐτοῖς· αὐτοὶ λέγουσι, θύσατε ἀνθρώπους, μόσχοι γὰρ ἐκλελοίπασι."],["3","Διὰ τοῦτο ἔσονται ὡς νεφέλη πρωϊνὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη, ὡς χνοῦς ἀποφυσώμενος ἀφʼ ἅλωνος, καὶ ὡς ἀτμὶς ἀπὸ δακρύων."],["4","Ἐγὼ δὲ Κύριος ὁ Θεός σου ὁ στερεῶν τὸν οὐρανὸν, καὶ κτίζων γῆν, οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, καὶ οὐ παρέδειξά σοι αὐτὰ τοῦ πορεύεσθαι ὀπίσω αὐτῶν· καὶ ἐγὼ ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σώζων οὐκ ἔστι πάρεξ ἐμοῦ."],["5","Ἐγὼ ἐποίμαινόν σε ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀοικήτῳ"],["6","κατὰ τὰς νομὰς αὐτῶν, καὶ ἐνεπλήσθησαν εἰς πλησμονήν, καὶ ὑψώθησαν αἱ καρδίαι αὐτῶν· ἕνεκα τούτου ἐπελάθοντό μου."],["7","Καὶ ἔσομαι αὐτοῖς ὡς πανθὴρ, καὶ ὡς πάρδαλις· κατὰ τὴν ὁδὸν Ἀσσυρίων"],["8","ἀπαντήσομαι αὐτοῖς ὡς ἄρκτος ἡ ἀπορουμένη, καὶ διαῤῥήξω συγκλεισμὸν καρδίας αὐτῶν, καὶ καταφάγονται αὐτοὺς ἐκεῖ σκύμνοι δρυμοῦ, θηρία ἀγροῦ διασπάσει αὐτούς."],["9","Τῇ διαφθορᾷ σου Ἰσραήλ τίς βοηθήσει;"],["10","Ποῦ ὁ βασιλεύς σου οὗτος; καὶ διασωσάτω σε ἐν πάσαις ταῖς πόλεσί σου· κρινάτω σε ὃν εἶπας, δός μοι βασιλέα καὶ ἄρχοντα."],["11","Καὶ ἔδωκά σοι βασιλέα ἐν ὀργῇ μου, καὶ ἔσχον ἐν τῷ θυμῷ μου."],["12","Συστροφὴν ἀδικίας Ἐφραὶμ, ἐγκεκρυμμένη ἡ ἁμαρτία αὐτοῦ,"],["13","ὠδῖνες ὡς τικτούσης ἥξουσιν αὐτῷ· οὗτος ὁ υἱός σου ὁ φρόνιμος, διότι οὐ μὴ ὑποστῇ ἐν συντριβῇ τέκνων."],["14","Ἐκ χειρὸς ᾅδου ῥύσομαι, καὶ ἐκ θανάτου λυτρώσομαι αὐτούς· ποῦ ἡ δίκη σου θάνατε; ποῦ τὸ κέντρον σου ᾅδη; παράκλησις κέκρυπται ἀπὸ ὀφθαλμῶν μου."],["15","Διότι οὗτος ἀναμέσον ἀδελφῶν διαστελεῖ, ἐπάξει καύσωνα ἄνεμον Κύριος ἐκ τῆς ἐρήμου ἐπʼ αὐτόν, καὶ ἀναξηρανεῖ τὰς φλέβας αὐτοῦ, ἐξερημώσει τὰς πηγὰς αὐτοῦ· αὐτὸς καταξηρανεῖ τὴν γῆν αὐτοῦ, καὶ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ."]],[["1","Ἀφανισθήσεται Σαμάρεια, ὅτι ἀντέστη πρὸς τὸν Θεὸν αὐτῆς· ἐν ῥομφαίᾳ πεσοῦνται αὐτοὶ, καὶ τὰ ὑποτίτθια αὐτῶν ἐδαφισθήσονται, καὶ αἱ ἐν γαστρὶ ἔχουσαι αὐτῶν διαῤῥαγήσονται."],["2","Ἐπιστράφηθι Ἰσραὴλ πρὸς Κύριον τὸν Θεόν σου, διότι ἠσθένησαν ἐν ταῖς ἀδικίαις σου."],["3","Λάβετε μεθʼ ἑαυτῶν λόγους, καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν· εἴπατε αὐτῷ, ὅπως μὴ λάβητε ἀδικίαν, καὶ λάβητε ἀγαθὰ, καὶ ἀνταποδώσομεν καρπὸν χειλέων ἡμῶν."],["4","Ἀσσοὺρ οὐ μὴ σώσῃ ἡμᾶς, ἐφʼ ἵππον οὐκ ἀναβησόμεθα· οὐκέτι μὴ εἴπωμεν, θεοὶ ἡμῶν, τοῖς ἔργοις τῶν χειρῶν ἡμῶν· ὁ ἐν σοὶ ἐλεήσει ὀρφανόν."],["5","Ἰάσομαι τὰς κατοικίας αὐτῶν, ἀγαπήσω αὐτοὺς ὁμολόγως, ὅτι ἀπέστρεψε τὴν ὀργήν μου ἀπʼ αὐτοῦ."],["6","Ἔσομαι ὡς δρόσος τῷ Ἰσραὴλ, ἀνθήσει ὡς κρίνον, καὶ βαλεῖ τὰς ῥίζας αὐτοῦ ὡς ὁ Λίβανος·"],["7","Πορεύσονται οἱ κλάδοι αὐτοῦ, καὶ ἔσται ὡς ἐλαία κατάκαρπος, καὶ ἡ ὀσφρασία αὐτοῦ ὡς Λιβάνου."],["8","ἐπιστρέψουσι καὶ καθιοῦνται ὑπὸ τὴν σκέπην αὐτοῦ, ζήσονται καὶ μεθυσθήσονται σίτῳ· καὶ ἐξανθήσει ὡς ἄμπελος· μνημόσυνον αὐτοῦ, ὡς οἶνος Λιβάνου"],["9","τῷ Ἐφραίμ· τί αὐτῷ ἔτι καὶ εἰδώλοις; ἐγὼ ἐταπείνωσα αὐτὸν, καὶ κατισχύσω αὐτόν· ἐγὼ ὡς ἄρκευθος πυκάζουσα, ἐξ ἐμοῦ ὁ καρπός σου εὕρηται."],["10","Τίς σοφὸς καὶ συνήσει ταῦτα; ἢ συνετὸς καὶ ἐπιγνώσεται αὐτά; ὅτι εὐθεῖαι αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς."]]] \ No newline at end of file diff --git a/lines/outlines-of-pyrrhonism.json b/lines/outlines-of-pyrrhonism.json new file mode 100644 index 0000000000000000000000000000000000000000..710910864c81f842cdd4018be5fe4b67128de144 --- /dev/null +++ b/lines/outlines-of-pyrrhonism.json @@ -0,0 +1 @@ +[[["toc.toc","Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ τῶν Πυρρωνείων ὑποτυπώσεων· α′ περὶ τῆς ἀνωτάτω διαφορᾶς τῶν φιλοσοφιῶν β′ περὶ τῶν λόγων τῆς σκέψεως γ′ περὶ τῶν ὀνομασιῶν αὐτῆς δ′ τίς ἔννοια σκέψεως ε′ περὶ τοῦ σκεπτικοῦ ς′ περὶ τῶν ἀρχῶν αὐτῆς ζ′ εἰ δογματίζει ὁ σκεπτικός η′ εἰ αἵρεσιν ἔχει θ′ εἰ φυσιολογεῖ ι′ εἰ ἀναιρεῖ τὰ φαινόμενα ια′ περὶ τοῦ κριτηρίου τῆς σκέψεως ιβ′ περὶ τοῦ τέλους αὐτῆς ιγ′ περὶ τῶν ὁλοσχερῶν τρόπων τῆς σκέψεως ιδ′ περὶ τῶν δέκα τρόπων ιε′ περὶ τῶν πέντε τρόπων ις′ περὶ τῶν δύο τρόπων ιζ′ τίνες τρόποι τῆς τῶν αἰτιολογικῶν ιη′ περὶ τῶν σκεπτικῶν φωνῶν ιθ′ περὶ τῆς ‘οὐ μᾶλλον᾿ φωνῆς κ′ περὶ ἀφασίας κα′ περὶ τοῦ ‘τάχα’ καὶ τοῦ ‘ἒξεστι’· καὶ τοῦ ‘ἐνδέχεται’ κβ′ περὶ τοῦ ‘ἐπέχω’ κγ′ περὶ τοῦ ῾οὐδὲν ὁρίζω᾿ κδ′ περὶ τοῦ ῾πάντα ἐστὶν ἀόριστα’ κε′ περὶ τοῦ ῾πάντα ἐστὶν ἀκατάληπτα᾿ κζ′ περὶ τοῦ ῾ἀκαταληπτῶ᾿ καἲ ῾οὐ καταλαμβάνω᾿ κζ′ περὶ τοῦ ῾παντὶ λόγῳ λόγον ἲσον ἀντικεῖσθαι᾿ κη′ παραπήγματα περὶ τῶν σκεπτικῶν φωνῶν κθ′ εἰ ἡ σκεπτικὴ ὁδός ἐστιν ἐπὶ τὴν Ἡρακλείτειον φιλοσοφίαν λ′ εἰ διαφέρειἡ Δημοκρέτειος αἵρεσις τῆς σκέψεως λα′ εἰ διαφέρει ἡ Κυρηναϊκὴ τῆς σκέψεως λβ′ εἰ διαφέρει ἡ Πρωταγόρειος τῆς σκέψεως λγ′ εἰ διαφέρει τῶν Ἀκαδημιῶν ἡ σκέψις λδ′ εἰ ἡ κατὰ τὴν ἰατρικὴν ἐμπειρία ἡ αὐτή ἐστι τῇ σκέψει"],["1.1","Τοῖς ζητοῦσί τι πρᾶγμα ἢ εὕρεσιν ἐπακολουθεῖν εἰκὸς ἢ ἄρνησιν εὑρέσεως καὶ ἀκαταληψίας ὁμολογίαν ἢ ἐπιμονὴν ζητήσεως."],["1.2","διόπερ ἴσως καὶ ἐπὶ τῶν κατὰ φιλοσοφίαν ζητουμένων οἱ μὲν εὑρηκέναι τὸ ἀληθὲς ἔφασαν, οἱ δ᾿ ἀπεφήναντο μὴ δυνατὸν εἶναι τοῦτο καταληφθῆναι, οἱ δὲ ἔτι ζητοῦσιν."],["1.3","καὶ εὑρηκέναι μὲν δοκοῦσιν οἱ ἰδίως καλούμενοι δογματικοί, οἶον οἱ περὶ Ἀριστοτέλην καὶ Ἐπίκουρον καὶ τοὺς Στωικοὺς καὶ ἄλλοι τινές, ὡς δὲ περὶ ἀκαταλήπτων ἀπεφήναντο οἱ περὶ Κλειτόμαχον καὶ Καρνεάδην καὶ ἂλλοι Ἀκαδημαïκοί, ζητοῦσι δὲ οἱ σκεπτικοί."],["1.4","ὅθεν εὐλόγως δοκοῦσιν αἱ ἀνωτάτω φιλοσοφίαι τρεῖς εἶναι, δογματικὴ Ἀκαδημαïκὴ σκεπτική. περὶ μὲν οὖν τῶν ἄλλων ἑτέροις ἁρμόσει λέγειν, περὶ δὲ τῆς σκεπτικῆς ἀγωγῆς ὑποτυπωτικῶς ἐπὶ τοῦ παρόντος ἡμεῖς ἐροῦμεν, ἐκεῖνο προειπόντες, ὅτι περὶ οὐδενὸς τῶν λεχθησομένων διαβεβαιούμεθα ὡς οὕτως ἔχοντος πάντως καθάπερ λέγομεν, ἀλλὰ κατὰ τὸ νῦν φαινόμενον ἡμῖν ἱστορικῶς ἀπαγγέλλομεν περὶ ἑκάστου."],["2.5","Τῆς σκεπτικῆς οὖν φιλοσοφίας ὁ μὲν λέγεται καθόλου λόγος ὁ δὲ εἰδικός, καὶ καθόλου μὲν ἐν ᾧ τὸν χαρακτῆρα τῆς σκέψεως ἐκτιθέμεθα, λέγοντες τίς ἔννοια αὐτῆς καὶ τίνες ἀρχαὶ καὶ τίνες λόγοι, τί τε κριτήριον καὶ τί τέλος, καὶ τίνες οἱ τρόποι τῆς ἐποχῆς, καὶ πῶς παραλαμβάνομεν τἀς σκεπτικὰς ἀποφάσεις, καὶ τὴν διάκρισιν τῆς σκέψεως ἀπὸ τῶν παρακειμένων αὐτῇ φιλοσοφιῶν·"],["2.6","εἰδικὸς δὲ ἐν ᾡ πρὸς ἕκαστον μέρος τῆς καλουμένης φιλοσοφίας ἀντιλέγομεν. περὶ τοῦ καθόλου δὴ πρῶτον διαλάβωμεν λόγου, ἀρξάμενοι τῆς ὑφηγήσεως ἀπὸ τῶν τῆς σκεπτικῆς ἀγωγῆς ὀνομάτων."],["3.7","Ἡ σκεπτικὴ τοίνυν ἀγωγὴ καλεῖται μὲν καὶ ζητητικὴ ἀπὸ ἐνεργείας τῆς κατὰ τὸ ζητεῖν καὶ σκέπτεσθαι, καὶ ἐφεκτικὴ ἀπὸ τοῦ μετὰ τὴν ζήτησιν περὶ τὸν σκεπτόμενον γινομένου πάθους, καὶ ἀπορητικὴ ἤτοι ἀπὸ τοῦ περὶ παντὸς ἀπορεῖν καὶ ζητεῖν, ὡς ἔνιοί φασιν, ἢ ἀπὸ τοῦ ἀμηχανεῖν πρὸς συγκατάθεσιν ἢ ἄρνησιν, καὶ Πυρρώνειος ἀπὸ τοῦ φαίνεσθαι ἡμῖν τὸν Πύρρωνα σωματικώτερον καὶ ἐπιφανέστερον τῶν πρὸ αὐτοῦ προσεληλυθέναι τῇ σκέψει."],["4.8","Ἒστι δὲ ἡ σκεπτικὴ δύναμις ἀντιθετικὴ φαινομένων τε καὶ νοουμένων καθ’ οἱονδήποτε τρόπον, ἀφ’ ἧς ἐρχόμεθα διὰ τὴν ἐν τοῖς ἀντικειμένοις πράγμασι καὶ λόγοις ἰσοσθένειαν τὸ μὲν πρῶατον εἰς ἐποχήν, τὸ δὲ μετὰ τοῦτο εἰς ἀταραξίαν."],["4.9","‘δύναμιν’ μὲν οὖν αὐτὴν καλοῦμεν οὐ κατὰ τὸ πε- ρίεργον ἀλλ’ ἀπλῶς κατὰ τὸ δύνασθαι· ‘φαινόμενα’ δὲ λαμβάνομεν νῦν τὰ αἰσθητά, διόπερ ἀντ’ ἀντιδιαστέλλομεν αὐτοῖς τὰ νοητά. τὸ δὲ ‘καθ’ οἱονδήποτε τρόπον’ δύναται προσαρμόζεσθαι καὶ τῇ δυνάμει, ἴνα ἁπλῶς τὸ τῆς δυνάμεως ὄνομα, ὧς εἰρήκαμεν, παραλαμβάνωμεν, καὶ τῷ ‘ἀντιθετικὴ φαινομένων τε καὶ νοουμένων’· ἐπεὶ γὰρ ποικίλως ἀντιτίθεμεν ταῦτα, ἢ φαινόμενα φαινομένοις ἢ νοούμενα νοουμένοις ἢ ἐναλλὰξ ἀντιτιθέντες, ἴνα πᾶσαι αἱ ἀντιθέσεις ἐμπεριέχωνται, λέγομεν ‘καθ’ οἱονδήποτε τρόπον’. ἢ ‘καθ’ οἱονδήποτε τρόπον φαινομένων τε καὶ νοουμένων’, ἴνα μὴ ζητῶμεν πῶς φαίνεται τὰ φαινόμενα ἢ πῶς νοεῖται τὰ νοούμενα, ἀλλ’ ἁπλῶς ταῦτα λαμβάνωμεν."],["4.10","‘ἀντικειμένους’ δὲ λόγους παραλαμβάνομεν οὐχὶ πάντως ἀπόφασιν καὶ κατάφασιν, ἀλλ’ ἀπλῶς ἀντὶ τοῦ μαχινένους. ‘ἰσοσθενειαν’ δὲ λέγομεν τὴν κατὰ πίστιν καὶ ἀπιστίαν ἰσότητα, ὡς μηδένα μηδενὸς προκεῖσθαι τῶν μαχομένων λόγων ὡς πιστότερον. ‘ἐποχὴ δέ ἐστι στάσις διανοίας δι’ ἣν οὔτε αἴρομέν τι οὔτε τίθεμεν. ‘ἀταρακία’ δέ ἐστι ψυχῆς ἀοχλησία καὶ γαληνότης. πῶς δὲ τῇ ἐποχῇ συνεισέρχεται ἡ ἀταραξία, ἐν τοῖς περὶ τέλους (§ 25— 30) ὑπομνήσομεν."],["5.11","Καὶ ὁ Πυρρώνειος δὲ φιλόσοφος δυνάμει τῇ τῆς σκεπτικῆς ἀγωγῆς ἐννοίᾳ συναποδέδοται· ἔστι γὰρ ὁ μετέχων ταύτης τῆς δυνάμεως."],["6.12","Ἀρχῆν δὲ τῆς σκεπτικῆς αἰτιώδη μέν φαμεν εἶναι τὴν ἐλπίδα τοῦ ἀταρακτήσειν· οἱ γὰρ μεγαλοφυεῖς τῶν ἀνθρώπων ταρασσόμενοι διὰ τὴν ἐν τοῖς πράγμασιν ἀνωμαλίαν, καὶ ἀποροῦντες τίσιν αὐτῶν χρὴ μᾶλλον συγκατατίθεσθαι, ἦλθον ἐπὶ τὸ ζητεῖν, τί τε ἀληθές ἐστιν ἐν τοῖς πράγμασι καὶ τί ψεῦδος, ὧς ἐκ τῆς ἐπικρίσεως τούτων ἀταρακτήσοντες. συστάσεως δὲ τῆς σκεπτικῆς ἐστιν ἀρχὴ μάλιστα τὸ λόγῳ λόγον ἴσον ἀντικεῖσθαι· ἀπὸ γὰρ τούτου καταπαντὶ λήγειν δοκοῦμεν εἰς τὸ μὴ δογματίζειν."],["7.13","Λέγομεν δὲ μὴ δογματίζειν τὸν σκεπτικὸν οὐ κατ’ ἐκεῖνο τὸ σημαινόμενον τοῦ δόγματος καθ’ ὃ δόγμα εἶναί φασί τινες κοινότερον τὸ εὐδοκεῖν τινι πράγματι (τοῖς γὰρ κατὰ φαντασίαν κατηναγκασμένοις πάθεσι συγκατατίθεται ὁ σκεπτικός, οἷον οὐκ ἂν εἴποι θερμαινόμενος ἡ ψυχόμενος ὅτι δοκῶ μὴ θερμαίνεσθαι ἢ ψύχεσθαι), ἀλλὰ μὴ δογματίζειν λέγομεν καθ’ ὃ δόγμα εἷναί φασί τινες τήν τινι πράγ- ματι τῶν κατὰ τἀς ἐπιστήμας ζητουμένων ἀδήλων συγκατάθεσιν (οὐδενὶ γὰρ τῶν ἀδήλων συγκατατίθεται ὁ Πυρρώνειος)."],["7.14","ἀλλ’ οὐδὲ ἐν τῷ προφέρεσθαι περὶ τῶν ἀδήλων τἀς σκεπτικὰς φωνάς, οἷον τὴν ‘οὐδὲν μᾶλλον’ ἢ τὴν ‘οὐδὲν ὁρίζω’ ἤ τινα τῶν ἄλλων περὶ ὧν ὕστερον λέξομεν (§ sqq.) δογματίζει. ὁ μὲν γὰρ δογματίζων ὧς ὑπάρχον τίθεται τὸ πρᾶγμα ἐκεῖνο ὃ λέγεται δογματίζειν, ὁ δὲ σκεπτικὸς τἀς φωνὰς τίθησι ταύτας οὐχ ὧς πάντως ὑπαρχούσας· ὐπολαμβάνει γὰρ ὅτι, ὥσπερ ἡ ‘πάντα ἐστὶ ψευδῆ’ φωνὴ μετὰ τῶν ἄλλων καὶ ἑαυτὴν ψευδῆ εἶναι λέγει, καὶ ἡ ‘οὐδέν ἐστιν ἀληθές ὁμοίως, οὕτως καὶ ἡ ‘οὐδὲν μᾶλλον’ μετὰ τῶν ἄλλων καὶ ἑαυτήν φησι μὴ μᾶλλον εἶναι καὶ διὰ τοῦτο τοῖς ἄλλοις ἑαυτὴν συμπεριγράφει. τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων σκεπτικῶν φωνῶν λέγομεν."],["7.15","πλὴν ἀλλ’ εἰ ὁ δογματίζων τίθησιν ὧς ὑπάρχον τοῦτο ὃ δογματίζει, ὁ δὲ σκεπτικὸς τἀς φωνὰς αὑτοῦ προφέρεται ὧς δυνάμει ὑφ’ ἑαυτῶν περιγράφεσθαι, οὐκ ἂν ἐν τῇ προφορᾷ τούτων δογματίζειν λεχθείη. τὸ δὲ μέγιστον, ἐν τῇ προφορᾷ τῶν φωνῶν τούἀταρακτήσαντες τῶν τὸ ἑαυτῷ φαινόμενον λέγει καὶ τὸ πάθος ἀπαγγέλλει τὸ ἑαυτοῦ ἀδοξάστως, μηδὲν περὶ τῶν ἔξωθεν ὑποκειμένων διαβεβαιούμενος."],["8.16","Ὁμοίως δὲ φερόμεθα καὶ ἐν τῷ ἐρωτᾶσθαι εἰ αἵρεσιν ἔχει ὁ σκεπτικός. εἰ μὲν γάρ τις αἵρεσιν εἷναι πρόσκλισιν δόγμασι πολλοῖς ἀκολουθίαν ἔχουσι πρὸς ἄλληλά τε καὶ τὰ φαινόμενα, καὶ λέγει δόγμα πράγματι ἀδήλῳ συγκατάθεσιν, φήσομεν μὴ ἒχειν αἳρεσιν."],["8.17","εἰ δέ τις αἵρεσιν εἷναι φάσκει τὴν λόγῳ τινὶ κατὰ τὸ φαινόμενον ἀκολουθοῦσαν ἀγωγήν, ἐκείνου τοῦ λόγου ὡς ἔστιν ὀρθῶς δοκεῖν ζῆν ὑποδειχνύοντος (τοῦ ὀρθῶς μὴ μόνον κατ’ ἀρετὴν ἀλλ’ ἀφελέστερον) καὶ ἐπὶ τὸ ἐπέχειν δύνασθαι διατείνοντος, αἵρεσίν φαμεν ἔχειν· ἀκολουθοῦμεν γάρ τινι λόγῳ κατὰ τὸ φαινόμενον ὑποδεικνύντι ἡμῖν τὸ ζῆν πρὸς τὰ πάτρια ἔθη καὶ τοὺς νόμους καὶ τἀς ἀγωγὰς καὶ τὰ οἰκεῖα πάθη."],["9.18","Παραπλήσια δὲ λέγομεν καὶ ἐν τῷ ζητεῖν εἰ φυσιολογητέον τῷ σκεπτικῷ· ἕνεκα μὲν γὰρ τοῦ μετὰ βεβαίου πείσματος ὃς ἀποφαίνεσθαι περί τινος τῶν κατὰ τὴν φυσιολογίαν δογματιζομένων οὐ φυσιολογοῦμεν, ἕνεκα δὲ τοῦ παντὶ λόγῳ λόγον ἴσον ἔχειν ἀντιτιθέναι καὶ τῆς ἀταραξίας ἁπτόμεθα τῆς φυσιολογίας. οὕτω δὲ καὶ τὸ λογικὸν μέρος καὶ τὸ ἠθικὸν τῆς λεγομένης φιλοσοφίας ἐπερχόμεθα."],["10.19","Οἱ δὲ λέγοντες ὅτι ἀναιροῦσι τὰ φαινόμενα οἱ σκεπτικοὶ ἀνήκοοι μοι δοκοῦσιν εἶναι τῶν παρ’ ἡμῖν λεγομένων· τὰ γὰρ κατὰ φαντασίαν παθητικὴν ἀβουλήτως ἡμᾶς ἄγοντα εἰς συγκατάθεσιν οὐκ ἀνατρέπομεν, ὧς καὶ ἒμπροσθεν (§ 17) ἐλέγομεν· ταῦτα δέ ἐστι τὰ φαινόμενα. ὅταν δὲ ζητῶμεν, εἰ τοιοῦτον ἔστι τὸ ὑποκείμενον ὁποῖον φαίνεται, τὸ μὲν ὅτι φαίνεται δίδομεν, ζητοῦμεν δ’ οὐ περὶ τοῦ φαινομένου ἀλλὰ περὶ ἐκείνου ὃ λέγεται περὶ τοῦ φαινομένου· τοῦτο δὲ διαφέρει τοῦ ζητεῖν περὶ αὐτοῦ τοῦ φαινομένου."],["10.20","οἶον φαίνεται μὲν ἡμῖν γλυκάζειν τὸ μέλι (τοῦτο συγχωροῦμεν· γλυκαζόμεθα γὰρ αἰσθητικῶς), εἰ δὲ καὶ γλυκὺ ἔστιν ὅσον ἐπὶ τῷ λόγῳ, ζητοῦμεν· ὃ οὐκ ἔστι τὸ φαινόμενον ἀλλὰ τὸ περὶ τοῦ φαινομένου λεγόμενον. ἐὰν δὲ καὶ κατὰ τῶν φαινομένων ἐρωτῶμεν λόγους, οὐκ ἀναιρεῖν βουλόμενοι τὰ φαινόμενα τούτους ἐκτιθέμεθα, ἀλλ’ ἐπιδεικνύντες τὴν τῶν δογματικῶν προπέτειαν· εἰ γὰρ τοιοῦτος άπατεών ἐστιν ὁ λόγος ὥστε καὶ τὰ φαινόμενα μόνον οὐχὶ τῶν ὀφθαλμῶν ἡμῶν ὑφαρπάζειν, πῶς οὐ χρὴ ὑφορᾶσθαι αὐτὸν ἐν τοῖς ἀδήλοις, ὥστε μὴ κατακολουθοῦντας αὐτῷ προπετεύεσθαι;"],["11.21","ὅτι δὲ τοῖς φαινομένοις προσέχομεν, δῆλον ἀπὸ τῶν λεγομένων ἡμῖν περὶ τοῦ κριτηρίου τῆς σκεπτικῆς ἀγωγῆς. κριτήριον δὲ λέγεται διχῶς, τό τε εἰς πίστιν ὑπάρξεως ἢ ἀνυπαρξέας λαμβανόμενον, περὶ οὗ ἐν τῷ ἀντιρρητικῷ λέξομεν λόγῳ (= ΙΙ 14 sqq.), τό τε τοῦ πράσσειν, ᾧ προσέχοντες κατὰ τὸν βίον τὰ μὲν πράσσομεν τὰ δ’ οὔ, περὶ οὖ νῦν λέγομεν."],["11.22","κριτήριον τοίνυν φαμὲν εἶναι τῆς σκεπτικῆς ἀγωγῆς τὸ φαινόμενον, δυνάμει τὴν φαντασίαν οὕτω καλοῦντες· ἐν πείσει γὰρ καὶ ἀβουλήτῳ πάθει κειμένη ἀζήτητός ἐστιν. διὸ περὶ μὲν τοῦ φαίνεσθαι τοῖον ἢ τοῖον τὸ ὑποκείμενον οὐδεὶς ἴσως ἀμφισβητήσει, περὶ δὲ τοῦ εἰ τοιοῦτον ἔστιν ὁποῖον φαίνεται ζητεῖται."],["11.23","τοῖς φαινομένοις οὖν προσέχοντες κατὰ τὴν βιωτικὴν τήρησιν ἀδοξάστως βιοῦμεν, ἐπεὶ μὴ δυνάμεθα ἀνενέργητοι παντάπασιν εἶναι. ἔοικε δὲ αὕτη ἡ βιωτικὴ τήρησις τετραμερὴς εἶναι καὶ τὸ μέν τι ἔχειν ἐν ὑφηγήσει φύσεως, τὸ δὲ ἐν ἀνάγκῃ παθῶν, τὸ δὲ ἐν παραδόσει νόμων τε καὶ ἐθῶν, τὸ δὲ ἐν διδασκαλίᾳ τεχνῶν, ὑφηγήσει μὲν φυσικῇ"],["11.24","καθ᾿ ἣν φυσικῶς αἰσθητικοὶ καὶ νοητικοί ἐσμεν, παθῶν δὲ ἀνάγκῃ καθ᾿ ἣν λιμὸς μὲν ἐπὶ τροφὴν ἡμᾶς ὁδηγεῖ, δίψος δ᾿ ἐπὶ πόμα, ἐθῶν δὲ καὶ νόμων παραδόσει καθ’ ἣν τὸ μὲν εὐσεβεῖν παραλαμβάνομεν βιωτικῶς ὡς ἀγαθὸν τὸ δὲ ἀσεβεῖν ὡς φαῦλον, τεχνῶν δὲ διδασκαλίᾳ καθ᾿ ἣν οὐκ ἀνενέργητοί ἐσμεν ἐν αἷς παραλαμβάνομεν τέχναις. ταῦτα δὲ πάντα φαμὲν ἀδοξάστως."],["12.25","Τούτοις ἀκόλουθον ἂν εἴη καὶ περὶ τοῦ τέλους τῆς σκεπτικῆς ἀγωγῆς διεξελθεῖν. ἔστι μὲν οὖν τέλος τὸ οὗ χάριν πάντα πράττεται ἢ θεωρεῖται, αὐτὸ δὲ οὐδενὸς ἓνεκα, ἢ τὸ ἔσχατον τῶν ὀρεκτῶν. φαμὲν δὲ ἄχρι νῦν τέλος εἶναι τοῦ σκεπτικοῦ τὴν ἐν τοῖς κατὰ δόξαν ἀταραξίαν καὶ ἐν τοῖς κατηναγκασμένοις μετριοπάθειαν."],["12.26","ἀρξάμενος γὰρ φιλοσοφεῖν ὑπὲρ τοῦ τἀς φαντασίας ἐπικρῖναι καὶ καταλαβεῖν, τίνες μέν εἰσιν ἀληθεῖς τίνες δὲ ψευδεῖς, ὥστε ἀταρακτῆσαι, ἐνέπεσεν εἰς τὴν ἰσοσθενῆ διαφωνίαν, ἣν ἐπικρῖναι μὴ δυνάμενος ἐπέσχεν· ἐπισχόντι δὲ αὐτῷ τυχικῶς παρηκολούθησεν ἡ ἐν τοῖς δοξαστοῖς ἀταραξία."],["12.27","ὁ μὲν γὰρ δοξάζων τι καλὸν τῇ φύσει ἢ κακὸν εἶναι ταράσσεται διὰ παντός· καὶ ὅτε μὴ πάρεστιν αὐτῷ τὰ καλὰ εἶναι δοκοῦντα, ὑπό τε τῶν φύσει κακῶν νομίζει ποινηλατεῖσθαι καὶ διώκει τὰ ἀγαθά, ὧς οἴεται· ἅπερ κτησάμενος πλείοσι ταραχαῖς περιπίπτει, διά τε τὸ παρὰ λόγον καὶ ἀμέτρως ἐπαίρεσθαι καὶ φοβούμενος τὴν μεταβολὴν πάντα πράσσει, ἴνα μὴ ἀποβάλῃ τὰ ἀγαθὰ αὐτῷ δοκοῦντα εἶναι."],["12.28","ὁ δὲ ἀοριστῶν περὶ τῶν πρὸς τὴν φύσιν καλῶν ἢ κακῶν οὔτε φεύγει τι οὔτε διώκει συντόνως· διόπερ ἀταρακτεῖ. ὅπερ οὖν περὶ Ἀπελλοῦ τοῦ ζωγράφου λέγεται, τοῦτο ὑπῆρξε τῷ σκεπτικῷ. φασὶ γὰρ ὅτι ἐκεῖνος ἵππον γράφων καὶ τὸν ἀφρὸν τοῦ ἵππου μιμήσασθαι τῇ γραφῇ βουληθεὶς οὕτως ἀπετύγχανεν ὧς ἀπειπεῖν καὶ τὴν σπογγιὰν εἰς ἣν ἀπέμασσε τὰ ἀπὸ τοῦ γραφείου χρώματα προσρῖψαι τῇ εἰκόνι· τὴν δὲ προσαψαμένην ἵππου ἀφροῦ ποιῆσαι μίμημα."],["12.29","καὶ οἱ σκεπτικοὶ οὖν ἤλπιζον μὲν τὴν ἀταραξίαν ἀναλήψεσθαι διὰ τοῦ τὴν ἀνωμαλίαν τῶν φαινομένων τε καὶ νοουμένων ἐπικρῖναι, μὴ δυνηθέντες δὲ ποιῆσαι τοῦτο ἐπέσχον· ἐπισχοῦσι δὲ αὐτοῖς οἷον τυχικῶς ἡ ἀταραξία παρηκολούθησεν ὧς σκιὰ σώματι. οὐ μὴν ἀόχλητον πάντῃ τὸν σκεπτικὸν εἶναι νομίζομεν, ἀλλ’ ὀχλεῖσθαί φαμεν ὑπὸ τῶν κατηναγκασμένων· καὶ γὰρ ῥιγοῦν ποτε ὁμολογοῦμεν καὶ διψῆν καὶ τοιουτότροπά τινα πάσχειν."],["12.30","ἀλλὰ καὶ ἐν τούτοις οἱ μὲν ἰδιῶται δισσαῖς συνέχονται περιστάσεσιν, ὑπό τε τῶν παθῶν αὐτῶν καὶ οὐχ ἧττον ὑπὸ τοῦ τἀς περιστάσεις ταύτας κακὰς εἷναι φύσει δοκεῖν· ὁ δὲ σκεπτικὸς τὸ προσδοξάζειν ὅτι ἔστι κακὸν τούτων ἕκαστον ὡς πρὸς τὴν φύσιν περιαιρῶν μετριώτερον καὶ ἐν τούτοις ἀπαλλάσσει. διὰ τοῦτο οὖν ἐν μὲν τοῖς δοξαστοῖς ἀταραξίαν τέλος εἶναί φαμεν τοῦ σκεπτικοῦ, ἐν δὲ τοῖς κατηναγκασμένοις μετριοπάθειαν. τινὲς δὲ τῶν δοκίμων σκεπτικῶν προσέθηκαν τούτοις καὶ τὴν ἐν ταῖς ζητήσεσιν ἐποχήν."],["13.31","Επεὶ δὲ τὴν ἀταραξίαν ἀκολουθεῖν ἐφάσκομεν τῇ περὶ πάντων ἐποχῇ, ἀκόλουθον ἂν εἴη λέγειν ὅπως ἡμῖν ἡ ἐποχὴ περιγίνεται. γίνεται τοίνυν αὕτη, ὧς ἂν ὁλοσχερέστερον εἴποι τις, διὰ τῆς ἀντιθέσεως τῶν πραγμάτων. ἀντιτίθεμεν δὲ ἢ φαινόμενα φαινομένοις ἢ νοούμενα νοουμένοις ἢ ἐναλλάξ, οἷον φαινόμενα μὲν φαινομένοις,"],["13.32","ὅταν λέγωμεν ‘ὁ αὐτὸς πύργος πόρρωθεν μὲν φαίνεται στρογγύλος, ἐγγύθεν δὲ τειράγωνος’, νοούμενα δὲ νοουμένοις, ὅταν πρὸς τὸν κατασκευάζοντα ὅτι ἔστι πρόνοια ἐκ τῆς τάξεως τῶν οὐρανίων, ἀντιτιθῶμεν τὸ τοὺς μὲν ἀγαθοὺς δυσ- πραγεῖν πολλάκις τοὺς δὲ κακοὺς εὐπραγεῖν, καὶ διὰ τούτου συνάγωμεν τὸ μὴ εἶναι πρόνοιαν·"],["13.33","νοούμενα δὲ φαινομένοις, ὡς ὁ Ἀναξαγόρας (A 97 Diels) τῷ κατασκευάζοντι λευκὴν εἶναι τὴν χιόνα ὅτι ἡ χιὼν ὕδωρ ἐστὶ πεπηγός, τὸ δὲ ὕδωρ ἐστὶ μέλαν, καὶ ἡ χιὼν ἄρα μέλαινά ἐστιν. καθ’ ἑτέραν δὲ ἐπίνοιαν ἀντιτίθεμεν ὁτὲ μὲν παρόντα παροῦσιν, ὧς τὰ προειρημένα· ὁτὲ δὲ παρόντα παρεληλυθόσιν ἢ μέλλουσιν, οἷον ὅταν τις ἡμᾶς ἐρωτήσῃ λόγον ὃν λῦσαι οὐ δυνάμεθα, φαμὲν πρὸς αὐτὸν ὅτι,"],["13.34","ὥσπερ πρὸ τοῦ γεμέσιαο τὸν εἰσηγησάμενον τὴν αἳρεσιν ἣν μετέρχῃ, οὐδέπω ὁ κατ’ αὐτὴν λόγος ὑγιὴς ὢν ἐφαίνετο, ὑπέκειτο μέντοι ὧς πρὸς τὴν φύσιν, οὕτως ἐνδέχεται καὶ τὸν ἀντικείμενον τῷ ὑπὸ σοῦ ἐρωτηθέντι νῦν λόγῳ ὑποκεῖσθαι μὲν ὧς πρὸς τὴν φύσιν, μηδέπω δ’ ἡμῖν φαίνεσθαι, ὥστε οὐδέπω χρὴ συγκατατίθεσθαι ἡμᾶς τῷ δοκοῦντι νῦν ἰσχυρῷ εἶναι λόγῳ."],["13.35","ὑπὲρ δὲ τοῦ τὰς ἀντιθέσεις ταύτας ἀκριβέστερον ἡμῖν ὑποπεσεῖν, καὶ τοὺς τρόπους ὑποθήσομαι δι’ ὧν ἡ ἐποχὴ συνάγεται, οὔτε περὶ τοῦ πλήθους οὔτε περὶ τῆς δυνάμεως αὐτῶν διαβεβαιούμενος· ἐνδέχεται γὰρ αὐτοὺς καὶ σαθροὺς εἶναι καὶ πλείους τῶν λεχθησομένων."],["14.36","Παραδίδονται τοίνυν συνήθως παρὰ τοῖς ἀρχαιοτέροις σκεπτικοῖς τρόποι, δι’ ὧν ἡ ἐποχὴ συνάγεσθαι δοκεῖ, δέκα τὸν ἀριθμόν, καὶ λόγους καὶ τύπους συνωνύμως καλοῦσιν. εἰσὶ δὲ οὗτοι, πρῶτος ὁ παρὰ τὴν τῶν ζῴων ἀξαλλαγήν, δεύτερος ὁ παρὰ τὴν τῶν ἀνθρώπων διαφοράν, τρίτος ὁ παρὰ τἀς διαφόρους τῶν αἰσθητηρίων κατασκευάς, τέταρτος ὁ παρὰ τἀς περιστάσεις, πέμπτος ὁ παρὰ τἀς θέσεις καὶ τὰ διαστήματα καὶ τούς τόπους, ἕκτος ὁ παρὰ τἀς ἐπιμιξίας,"],["14.37","ἕβδομος ὁ παρὰ τὰς ποσότητας καὶ σκευασίας τῶν ὑποκειμένων, ὄγδοος ὁ ἀπὸ τοῦ πρός τι, ἔννατος ὁ παρὰ τὰς συνεχεῖς ἢ σπανίους ἐγκυρήσεις, δέκατος ὁ παρὰ τἀς ἀγωγὰς καὶ τὰ ἔθη καὶ τοὺς νόμους καὶ τἀς μυθικὰς πίστεις καὶ τἀς δογματικὰς ὑπολήψεις."],["14.38","χρώμεθα δὲ τῇ τάξει ταύτῃ θετικῶς. τούτων δὲ ἐπαναβεβηκότες εἰσὶ τρόποι τρεῖς, ὁ ἀπὸ τοῦ κρίνοντος, ὁ ἀπὸ τοῦ κρινομένου, ὁ ἐξ ἀμφοῖν· τῷ μὲν γὰρ ἀπὸ τοῦ κρίνοντος ὑποτάσσονται οἱ πρῶτοι τέσσαρες τὸ γὰρ κρῖνον ἢ ζῷόν ἐστιν ἢ ἄνθρωπος ἢ αἴσθησις ἢ ἔν τινι περιστάσει), εἰς δὲ τὸν ἀπὸ τοῦ κρινομένου ἀνάγονται ὁ ἕβδομος καὶ ὁ δέκατος, εἰς δὲ τὸν ἐξ ἀμφοῖν σύνθετον ὁ πέμπτος καὶ ὁ ἕκτος καὶ ὁ ὄγδοος καἰ ὁ ἔννατος."],["14.39","πάλιν δὲ οἱ τρεῖς οὗτοι ἀνάγονται εἰς τὸν πρός τι, ὡς εἶναι γενικώτατον μὲν τὸν πρός τι, εἰδικοὺς δὲ τούς τρεῖς, ὑποβεβηκότας δὲ τούς δέκα. ταῦτα μὲν περὶ τῆς ποσότητος αὐτῶν κατὰ τὸ πιθανὸν λέγομεν· περὶ δὲ τῆς δυνάμεως τάδε."],["14.40","Πρῶτον ἐλέγομεν εἶναι λόγον καθ’ ὃν παρὰ τὴν δια- φορὰν τῶν ζῴων οὐχ αἱ αὐταὶ ἀπὸ τῶν αὐτῶν ὑποπίπτουσι φαντασίαι. τοῦτο δὲ ἐπιλογιζόμεθα ἔκ τε τῆς περὶ τὰς γενέσεις αὐτῶν διαφορᾶς καὶ ἐκ τῆς περὶ τὰς συστάσεις τῶν σωμάτων παραλλαγῆς."],["14.41","περὶ μὲν οὖν τὰς γενέσεις, ὅτι τῶν ζῴων τὰ μὲν χωρὶς μίξεως γίνεται τὰ δ’ ἐκ συμπλοκῆς. καὶ τῶν μὲν χωρὶς μίξεως γινομένων τὰ μὲν ἐκ πυρὸς γίνεται ὡς τὰ ἐν ταῖς καμίνοις φαινόμενα χωΰωια, τὰ δ’ ἐξ ὕδατος φθειρομένου ὡς κώνωπες, τὰ δ’ ἐξ οἴνου τρεπομένου ὡς σκνῖπες, τὰ δ’ ἐκ γῆς ὡς...., τὰ δ’ ἐξ ἰλύος ὡς βάτραχοι, τὰ δ’ ἐκ βορβόρου ὡς σκώληκες, τὰ δ’ ἐξ ὄνων ὡς κάνθαροι τὰ δ’ ἐκ λαχάνων ὡς κάμπαι, τὰ δ’ ἐκ καρπῶν ὡς οἱ ἐκ τῶν ἐρινεῶν ψῆνες, τὰ δ’ ἐκ ζῴων νῶν ὡς μέλισσαι ταύρων καὶ σφῆκες ἱππὼν·"],["14.42","τῶν δ’ ἐκ συμπλοκῆς τὰ μὲν ἐξ ὁμοιογενῶν ὡς τὰ πλεῖστα, τὰ δ’ ἐξ ἀνομοιογενῶν ὡς ἡμίονοι. πάλιν κοινῇ τῶν ζῴων τὰ μὲν χωοτοκεὶται ὡς ἄνθρωποι, τὰ δ’ ᾠοτοκεῖται ὡς ὄρνιθες, τὰ δὲ σαρκοτοκεῖται ὡς ἄρκτοι."],["14.43","εἰκὸς οὖν τὰς περὶ τὰς γενέσεις ἀνομοιότητας ἀνομοιότητας καὶ διαφορὰς μεγάλας ποιεῖν ἀντιπαθείας, τὸ ἀσύγκρατον καὶ ἀσυνάρμοστον καὶ μαχόμενον ἐκεῖθεν φερομένας."],["14.44","ἀλλὰ καὶ ἡ διαφορὰ τῶν κυριωτάτων μερῶν τοῦ σώματος, καὶ μάλιστα τῶν πρὸς τὸ ἐπικρίνειν καὶ πρὸς τὸ αἰσθάνεσθαι πεφυκότων, μεγίστην δύναται ποιεῖν μάχην τῶν φαντασιῶν παρὰ τὴν τῶν ζῴων παραλλαγήν]. οἱ γοῦν ἰκτεριῶντες ὠχρά φασιν εἶναι τὰ ἡμῖν φαινόμενα λευκὰ, καὶ οἱ ὑπόσφαγμα ἔχοντες αἱμωπά. ἐπεὶ οὖν καὶ τῶν ζῴων τὰ μὲν ὠχρούς ἔχει τοὺς ὀφθαλμοὺς τὰ δ’ ὑφαίμους τὰ δὲ λευκανθίζοντας τὰ δ’ ἄλλην χροιὰν ἔχοντας, εἰκός, οἶμαι, διάφορον αὐτοῖς τὴν τῶν χρωμάτων ἀντίληψιν γίγνεσθαι."],["14.45","ἀλλὰ καὶ ἐνατενίσαντες ἐπὶ πολύν χρόνον τῷ ἡλίῳ, εἶτα ἐγκύψαντες βιβλίῳ τὰ γράμματα χρυσοειδῆ δοκοῦμεν εἶναι καὶ περιφερόμενα. ἐπεὶ οὖν καὶ τῶν ζῴων τινὰ φύσει λαμπηδόνα ἐν τοῖς ὀφθαλμοῖς ἔχει καὶ φῶς λεπτομερές τε καὶ εὐκίνητον ἀπ’ αὐτῶν ἀποστέλλει, ὡς καὶ νυκτὸς ὁρᾶν, δεόντως ἂν νομίζοιμεν ὅτι μὴ ὅμοια ἡμῖν τε κἀκείνοις τὰ ἐκτὸς ὑποπίπτει."],["14.46","καί γε οἱ γόητες χρίοντες τὰς θρυαλλίδας ἰῷ χαλκοῦ καὶ θολῷ σηπίας ποιοῦσιν ὁτὲ μὲν χαλκοῦς ὁτὲ δὲ μέλανας φαίνεσθαι τοὺς παρόντας διὰ τὴν βραχεῖαν τοῦ μιχθέντος παρασποπάν. πολὺ δήπου εὐλογώτερόν ἐστι, χυμῶν διαφόρων ἀνακεκραμένων τῇ ὁράσει τῶν καὶ;"],["14.47","φαντασίας αὐτοῖς γίνεσθαι. ὅταν τε παραθλίψωμεν τὸν ὀφθαλμόν, ἐπιμήκη καὶ στενὰ φαίνεται τὰ εἴδη καὶ τὰ σχήματα καὶ τὰ μεγέθη τῶν ὁρατῶν. εἰκὸς οὖν ὅτι ὅσα τῶν ζῴων λοξὴν ἔχει τὴν κόρην καὶ προμήκη, καθάπερ αἶγες αἴλουροι καὶ τὰ ἐοικότα, διάφορα φαντάζεται τὰ ὑποκείμενα εἶναι, καὶ οὐχ οἵα τὰ περιφερῆ τὴν κόρην ἔχοντα ζῷα εἶναι αὐτὰ ὑπολαμβάνει."],["14.48","τά τε κάτοπτρα παρὰ τὴν διάφορον κατασκευὴν ὁτὲ μὲν μικρότατα δείκνυσι τὰ ἐκτὸς ὑποκείμενα ὧς τὰ κοῖλα, ὁτὲ δ’ ἐπιμήκη καὶ στενά ὡς τὰ κυρτά· τινὰ δὲ τὴν μὲν κεφαλὴν κάτω δείκνυσι τοῦ κατοπτριζομένου, τοὺς δὲ πόδας ἄνω."],["14.49","ἐπεὶ οὖν καὶ τῶν περὶ τὴν ὄψιν ἀγγείων τὰ μὲν ἐξόφθαλμα κομιδῇ προπέπτωκεν ὑπὸ κυρτότητος, τὰ δὲ κοιλότερά ἐστι, τὰ δ’ ἐν ὑπτίῳ πλάτει βέβηκεν, εἰκὸς καὶ διὰ τοῦτο ἀλλοιοῦσθαι τὰς φαντασίας, τασίας, καὶ μήτε ἴσα τοῖς μεγέθεσι μήτε ὅμοια ταῖς μορφαῖς ὁρᾶν τὰ αὐτὰ κύνας ἰχθύας λέοντας ἀνθρώπους ἀλλ’ οἵαν ἑκάστου ποιεῖ τύπωσιν ἡ δεχομένη τὸ φαινόμενον ὄψις."],["14.50","ὁ δὲ αὐτὸς καὶ περὶ τῶν ἄλλων αἰσθή- σέων λόγος· πῶς γὰρ ἂν λεχθείη ὁμοίως κινεῖσθαι κατὰ τὴν ἁφὴν τά τε ὀστρακόδερμα καὶ τὰ σαρκοφανῆ καὶ τὰ ἠκανθωμένα καὶ τὰ ἐπτερωμένα ἢ λελεπιδωμένα; πῶς δὲ ὁμοίως ἀντιλαμβάνεσθαι κατὰ τὴν ἀκοὴν τά τε στενώτατον ἔχοντα τὸν πόρον τὸν ἀκουστικὸν καὶ τὰ εὐρυτάτῳ τούτῳ κεχρημένα, ἢ τὰ τετριχωμένα τὰ ὦτα καὶ τὰ ψιλὰ ταῦτα ἔχοντα; ὅπου γε καὶ ἡμεῖς ἄλλως μὲν κινούμεθα κατὰ τὴν ἀκοὴν παραβύσαντες τὰ ὧτα, ἄλλως δὲ ἢν ἀπλῶς αὐτοῖς χρώμεθα."],["14.51","καὶ ἡ ὄσφρησις δὲ διαφέροι ἂν παρὰ τὴν τῶν ζῴων ἐξαλλαγήν· εἰ γὰρ καὶ ἡμεῖς ἄλλως μὲν κινούμεθα ἐμψυγέντες καὶ τοῦ φλέγματος πλεονάσαντος ἐν ἡμῖν, ἄλλως δὲ ἢν τὰ περὶ τὴν κεφαλὴν ἡμῶν μέρη πλεονασμὸν αἵματος ὑποδέξηται, ἀποστρεφόμενοι τὰ εὐώδη τοῖς ἄλλοις δοκοῦντα εἶναι καὶ ὥσπερ πλήττεσθαι ὑπ’ αὐτῶν νομίζοντες, ἐπεὶ καὶ τῶν ζῴων τὰ μὲν πλαδαρά τέ ἐστι φύσει καὶ φλεγματώδη, τὰ δὲ πολύαιμα σφόδρα, τὰ δ’ ἐπικρατοῦσαν καὶ πλεονάζουσαν ἔχοντα τὴν ξανθὴν χολὴν ἢ τὴν μέλαιναν, εὔλογον καὶ διὰ τοῦτο διάφορα ἑκάστοις αὐτῶν φαίνεσθαι τὰ ὀσφρητά."],["14.52","καὶ τὰ γευστὰ ὁμοίως τῶν μὲν τραχεῖαν καὶ ἄνικμον ἐχόντων τὴν γλῶσσαν τῶν δὲ ἔνυγρον σφόδρα, εἴγε καὶ ἡμεῖς ξηροτέραν ἐν πυρετοῖς τὴν γλῶτταν σχόντες γεώδη καὶ κακόχυμα ἢ πικρὰ τὰ προσφερόμενα εἶναι νομίζομεν, τοῦτο δὲ πάσχομεν καὶ παρὰ τὴν διάφορον ἐπικράτειαν τῶν ἐν ἡμῖν χυμῶν εἶναι λεγομέων· μένων· ἐπεὶ οὖν καὶ τὰ ζῷα διάφορον τὸ γευστικὸν αἰσθητήριον ἔχει καὶ διαφόροις χυμοῖς πλεονάζον, διαφόρους ἂν καὶ κατὰ τὴν γεῦσιν φαντασίας τῶν ὑποκειμένων λαμβάνοι."],["14.53","ὥσπερ γὰρ ἡ αὐτὴ τροφὴ ἀναδιδομένη ὅπου μὲν γίνεται φλὲψ ὅπου δὲ ἀρτηρία ὅπου δὲ ὀστέον ὅπου δὲ νεῦρον καὶ τῶν ἄλλων ἕκαστον, παρὰ τὴν διαφορὰν τῶν ὑποδεχομένων αὐτὴν μερῶν διάφορον ἐπιδεικνυμένη δύναμιν, καὶ ὥσπερ τὸ ὕδωρ ‘ὲν καὶ μονοειδὲς ἀναδιδόμενον εἰς τὰ δένδρα ὅπου μὲν γίνεται φλοιὸς ὅπου δὲ κλάδος ὅπου δὲ καρπὸς καὶ ἤδη σῦκον καὶ ῥοιὰ καὶ τῶν ἄλλων ἕκαστον,"],["14.54","καὶ καθάπερ τὸ τοῦ μουσουργοῦ πνεῦμα ‘ὲν καὶ τὸ αὐτὸ ἐμπνεόμενον τῷ αὐλῷ ὅπου μὲν γίνεται ὀξὺ ὅπου δὲ βαρύ, καὶ ἡ αὐτὴ ἐπέρεισις τῆς χειρὸς ἐπὶ τῆς λύρας ὅπου μὲν βαρὺν φθόγγον ποιεῖ ὅπουδὲὀξύν, οὕτωςεἰκὸςκαὶ τὰ ἐκτὸς ὑποκείμενα φόρα θεωρεῖσθαι παρὰ τὴν διάφορον κατασκευὴν τῶν τὰς φαντασίας ὑπομενόντων ζῴων."],["14.55","ἐναργέστερον δὲ τὸ τοιοῦτον ἔστι μαθεῖν ἀπὸ τῶν αἱρετῶν τε καὶ φευκτῶν τοῖς ζῴοις. μύρον γοῦν ἀνθρώποις μὲν ἥδιστον φαίνεται, κανθάροις δὲ καὶ μελίσσαις δυσανάσχετον· καὶ τὸ ἔλαιον τοὺς μὲν ἀνθρώπους ὠφελεῖ, σφῆκας δὲ καὶ μελίσσας ἀναιρεῖ καταρραινόμενον· καὶ τὸ θαλάττιον ὕδωρ ἀνθρώποις μὲν ἀηδές ἐστι πινόμενον καὶ φαρμακῶδες, ἰχθύσι δὲ ἥδιστον καὶ πότιμον."],["14.56","σύες τε ἥδιον βορβόρῳ λούονται δυσωδεστάτῳ ἢ ὕδατι διειδεῖ καὶ καθαρῷ. τῶν τε ζέων τὰ μέν ἐστι ποηφάγα τὰ δὲ θαμνοφάγα τὰ δὲ ὑληνόμα τὰ δὲ σπερμοφάγα τὰ δὲ σαρκοφάγα τὰ γαλακτοφάγα, καὶ τὰ μὲν σεσηπυίᾳ χαίρει τροφῇ τὰ δὲ νεαρᾷ, καὶ τὰ μὲν ὠμῇ τὰ δὲ μαγειρικῶς ἐσκευασμένῃ. καὶ κοινῶς τὰ ἄλλοις ἡδέα ἄλλοις ἐστὶν ἀηδῆ καὶ φευκτά καὶ θανάσιμα."],["14.57","τὸ γοῦν κώνειον νεῖον πιαίνει τοὺς ὄρτυγας καὶ ὁ ὑοσκύαμος τὰς ὗς, αἵ δὴ χαίρουσι καὶ σαλαμάνδρας ἐσθίουσαι, ὡσπεροῦν ἔλαφοι τὰ ἰοβόλα ζῷα καὶ αἱ χελιδόνες κανθαρίδας. οἴ τε μύρμηκες καὶ οἱ σκνῖπες ἀνθρώποις μὲν ἀηδίας καὶ στρόφους ἐμποιοῦσι καταπινόμενοι· ἡ δὲ ἄρκτος ἢν ἀρρωστίᾳ τινὶ περιπέσῃ, τούτους καταλιχμωμένη ῥώννυται."],["14.58","ἔχιδνα δὲ θιγόντος αὐτῆς μόνον φηγοῦ κλάδου καροῦται, καὶ νυκτερὶς πλατάνου φύλλου. φεύγει δὲ κριὸν μὲν ἐλέφας, λέων δὲ ἀλεκτρυόνα, καὶ θραγμὸν κυάμων ἐρεικομένων τὰ θαλάττια κήτη, καὶ τίγρις ψόφον τυμπάνου. καὶ ἄλλα δὲ πλείω τούτων ἔνεστι λέγειν· ἀλλ’ ἴνα μὴ μᾶλλον τοῦ δέοντος ἐνδιατρίβειν δοκῶμεν, εἰ τὰ αὐτὰ τοῖς μέν ἐστιν ἀηδῆ τοῖς δὲ ἡδέα, τὸ δὲ ἡδὺ καὶ ἀηδὲς ἐν φαντασίᾳ κεῖται, διάφοροι γίνονται τοῖς ζῴοις ἀπὸ τῶν ὑποκειμένων φαντασίαι."],["14.59","εἰ δὲ τὰ αὐτὰ πράγματα ἀνόμοια φαίνεται παρὰ τὴν τῶν ζῴων ἐξαλλαγήν, ὁποῖον μὲν ἡμῖν θεωρεῖται τὸ ὑποκείμενον ἕξομεν λέγειν, ὁποῖον δὲ ἔστι πρὸς τὴν σιν ἐφέξομεν. οὐδὲ γὰρ ἐπικρίνειν αὐτοὶ δυνησόμεθα τὰς φαντασίας τάς τε ἡμετέρας καὶ τἀς τῶν ἄλλων ζῴων, μέρος ρος καὶ αὐτοὶ τῆς διαφωνίας ὄντες καὶ διὰ τοῦτο τοῦ ἐπικρινοῦντος κρινοῦντος δεησόμενοι μᾶλλον ἢ αὐτοὶ κρίνειν δυνάμενοι."],["14.60","καὶ ἄλλως οὔτε ἀναποδείκτως δυνάμεθα προκρίνειν τὰς ἡμετέρας φαντασίας τῶν παρὰ τοῖς ἀλόγοις ζῴοις γινομένων οὔτε μετ’ ἀποδείξεως. πρὸς γὰρ τῷ μὴ εἷναι ἀπόδειξιν ἴσως, ὡς ὑπομνήσομεν, αὐτὴ ἡ λεγομένη ἀπόδειξις ἤτοι φαινομένη ἡμῖν ἔσται ἢ οὐ φαινομένη. καὶ εἰ μὲν μὴ φαινομένη, οὐδὲ μετὰ πεποιθήσεως αὐτὴν προοισόμεθα· εἰ δὲ φαινομένη ἡμῖν, ἐπειδὴ περὶ τῶν φαινομένων τοῖς ζώοις ζητεῖται καὶ ἡ ἀπόδειξις ἡμῖν φαίνεται ζῴοις οὖσι, καὶ αὐτὴ ζητηθήσεται εἰ ἔστιν ἀληθὴς καθό ἐστι φαινομένη."],["14.61","ἄτοπον δὲ τὸ ζητούμενον διὰ τοῦ ζητουμένου κατασκευάζειν ἐπιχειρεῖν, ἐπεὶ ἔσται τὸ αὐτὸ πιστὸν καὶ ἄπιστον, ὅπερ ἀμήχανον, πιστὸν μὲν ἡ βούλεται ἀποδεικνύειν, ἄπιστον δὲ ᾗ ἀποδείκνυται. οὐχ ἕξομεν ἄρα ἀπόδειξιν δι’ ἧς προκρινοῦμεν τὰς ἑαυτῶν φαντασίας τῶν παρὰ τοῖς ἀλόγοις καλουμένοις ζῴοις γινομένων. εἰ οὖν διάφοροι γίνονται αἱ φαντασίαι παρὰ τὴν τῶν ζῴων ἐξαλλαγήν, ἃς ἐπικρῖναι ἀμήχανόν ἐστιν, ἐπέχειν ἀνάγκη περὶ τῶν ἐκτὸς ὑποκειμένων."],["14.62","’Εκ περιουσίας δὲ καὶ συγκρίνομεν τὰ ἄλογα καλούμενα ζῷα τοῖς ἀνθρώποις κατὰ φαντασίαν· καὶ γὰρ καταπαίζειν τῶν δογματικῶν τετυφωμένων καὶ περιαυτολογούντων οὐκ ἀποδοκιμάζομεν μετὰ τοὺς πρακτικοὺς τῶν λόγων. οἱ μὲν οὖν ἡμέτεροι τὸ πλῆθος τῶν ἀλόγων ζῴων ἀπλῶς εἰώθασι συγκρίνειν τῷ ἀνθρώπῳ·"],["14.63","ἐπεὶ δὲ εὑρεριλογοῦντες οἱ δογματικοὶ ἄνισον εἶναί φασι τὴν σύγκρισιν, ἡμεῖς ἐκ πολλοῦ τοῦ περιόντος ἐπὶ πλέον παίζοντες ἐπὶ ἑνὸς ζῴου στήσομεν τὸν λόγον, οἶον ἐπὶ κυνός, εἰ δοκεῖ, τοῦ εὐτελεστάτου δοκοῦντος εἶναι. εὑρήσομεν γὰρ καὶ οὕτω μὴ λειπόμενα ἡμῶν τὰ ζῷα, περὶ ὧν ὁ λόγος, ὡς πρὸς τὴν πίστιν τῶν φαινομένων."],["14.64","ὅτι τοίνυν αἰσθήσει διαφέρει τοῦτο τὸ ζῷον ἡμῶν, οἱ δογματικοὶ συνομολογοῦσιν· καὶ γὰρ τῇ ὀσφρήσει μᾶλλον ἡμῶν ἀντιλαμβάνεται, τὰ μὴ ὁρώμενα αὐτῷ θηρία διὰ ταύτης ἀνιχνεύων καὶ τοῖς ὀφθαλμοῖς θᾶττον ἡμῶν ταῦτα ὁρῶν καὶ τῇ ἀκοῇ αἰσθανόμενος ὀξέως."],["14.65","οὐκοῦν ἐπὶ τὸν λόγον ἔλθωμεν. τούτου δὲ ὁ μέν ἐστιν ἐνδιάθετος ὁ δὲ προφορικός. ἴδωμεν οὗν πρότερον περὶ τοῦ ἐνδιαθέτου. οὗτος τοίνυν κατὰ τοὺς μάλιστα ἡμῖν ἀντιδοξοῦντας νῦν δογματικούς, τοὺς ἀπὸ τῆς Στοᾶς, ἐν τούτοις ἔοικε σαλεύειν, τῇ αἱρέσει τῶν οἰκείων καὶ φυγῇ τῶν ἀλλοτρίων, τῇ γνώσει τῶν εἰς τοῦτο συντεινουσῶν τεχνῶν, τῇ ἀντιλήψει τῶν κατὰ τὴν οἰκείαν φύσιν ἀρετῶν καὶ τῶν περὶ τὰ πάθη."],["14.66","ὁ τοίνυν κύων, ἐφ’ οὗ τὸν λόγον ἔδοξε στῆσαι παραδείγματος ἕ αἴρεσιν ποιεῖται ποιεῖται τῶν οἰκείων καὶ φυγὴν τῶν βλαβερῶν, τὰ μὲν τρόφιμα διώκων, μάστιγος δὲ ἀναταθείσης ὑποχωρῶν. ἀλλὰ καὶ τέχνην ἔχει ποριστικὴν τῶν οἰκείων, τὴν θηρευτικήν."],["14.67","ἔστι δὲ οὐδ’ ἀρετῆς ἐκτός· τῆς γέ τοι δικαιοσύνης οὔσης τοῦ κατ’ ἀξίαν ἀποδοτικῆς ἑκάστῳ, ὁ κύων τοὺς μὲν οἰκείους γε καὶ εὖ ποιοῦντας σαίνων καὶ φρουρῶν τούς δὲ ἀνοικείους καὶ ἀδικοῦντας ἀμυνόμενος οὐκ ἔξω ἂν εἴη τῆς δικαιοσύνης."],["14.68","εἰ δὲ ταύτην ἔχει, τῶν ἀρετῶν ἀντακολουθουσῶν καὶ τὰς ἄλλας ἀρετὰς ἔχει, ἃς οὔ φασιν ἔχειν τοὺς πολλούς ἀνθρώπους οἱ σοφοί. καὶ ἄλειμον δὲ ὄντα ὁρῶμεν ἐν ταῖς ἀμύναις καὶ συνετόν, ὧς λαὶ Ὅμηρος ἐμαρτύρησεν, ποιήσας τὸν Ὀδυσσέα πᾶσι μὲν τοῖς οἰκείοις ἀνθρώποις ἀγνῶτα ὄντα ὑπὸ μόνου δὲ τοῦ Ἀργοῦ σθέντα, μήτε ὑπὸ τῆς ἀλλοιώσεως τῆς κατὰ τὸ σῶμα τἀνδρὸς ἀπατηθέντος τοῦ κυνός, μήτε ἐκστάντος τῆς καταληπτικῆς φαντασίας, ἣν μᾶλλον τῶν ἀνθρώπων ἔχων ἐφάνη."],["14.69","κατὰ δὲ τὸν Χρύσιππον τὸν μάλιστα συμπολεμοῦντα τοῖς ἀλόγοις ζῴοις καὶ τῆς ἀοιδίμου διαλεκτικῆς μετέχει. φησὶ γοῦν αὐτὸν ὁ προειρημένος ἀνὴρ ἐπιβάλλειν τῷ πέμπτῳ διὰ πλειόνων ἀναποδείκτῳ, ὅταν ἐπὶ τρίοδον ἐλθὼν καὶ τἀς δύο ὁδούς ἰχνεύσας δι’ ὧν οὐ διῆλθε τὸ θηρίον, τὴν τρίτην μηδ’ ἰχνεύσας εὐθέως ὁρμήσῃ δι’ αὐτῆς. δυνάμει γὰρ τοῦτο αὐτὸν λογίζεσθαί φησιν ὁ ἀρχαῖος ‘τῇδε ἢ τῇδε ἢ τῇδε διῆλθε τὸ θηρίον· οὔτε δὲ τῇδε οὔτε τῇδε·"],["14.70","τῇδε ἄρα.’ ἀλλὰ καὶ τῶν ἑαυτοῦ παθῶν ἀντιληπτικός τέ ἐστι καὶ παραμυθητικός· σκόλοπος γὰρ αὐτῷ καταπαγέντος ἐπὶ τὴν ἄρσιν τούτου ὁρμᾷ τῇ τοῦ ποδὸς πρὸς τὴν γῆν παρατρίψει καὶ διὰ τῶν ὀδόντων. ἕλκος τε εἰ ἔχει που, ἐπεὶ τὰ μὲν ῥυπαρὰ ἕλκη δυσαλθῆ ἐστιν, τὰ δὲ καθαρὰ ῥᾳδίως θεραπεύεται, πρᾴως ἀποψᾷ τὸν γινόμενον ἰχῶρα."],["14.71","ἀλλὰ καὶ τὸ ‘Ιπποκράτειον φυλάσσει μάλα καλῶς· ἐπεὶ γὰρ ποδὸς ἄκος ἀκινησία, εἴ ποτε τραῦμα ἐν ποδὶ σχοίη, μετεωρίζει τοῦτον καὶ ὧς οἶόν τε ἄσκυλτον τηρεῖ. ὀχλούμενός τε ὑπὸ χυμῶν ἀνοικείων πόαν ἐσθίει, μεθ’ ἧς ἀποβλύζων βλύζων τὸ ἀνοίκειον ὑγιάζεται."],["14.72","εἰ τοίνυν ἐφάνη τὸ ζῷον, ἐφ’ οὗ τὸν λόγον ἐστήσαμεν παραδείγματος ἕνεκα, καὶ αἱρούμενον τὰ οἰκεῖα καὶ τὰ ὀχληρὰ φεῦγον, τέχνην τε ἔχον ποριστικὴν τῶν οἰκείων, καὶ τῶν ἑαυτοῦ παθῶν ἀντιληπτικὸν καὶ παραμυθητικόν, καὶ οὐκ ἔξω ἀρετῆς, ἐν οἷς κεῖται ἡ τελειότης τοῦ ἐνδιαθέτου λόγου, τέλειος ἂν εἴη κατὰ τοῦτο ὁ κύων· ὅθεν μοι δοκοῦσί τινες τῶν κατὰ φιλοσοφίαν ἑαυτοὺς σεμνῦναι τῇ τοῦ ζῴου τούτου προσηγορίᾳ."],["14.73","περὶ δὲ τοῦ προφορικοῦ λόγου τέως μὲν οὐκ ἔστιν ἀναγκαῖον ζητεῖν· τοῦτον γὰρ καὶ τῶν δογματικῶν ἔνιοι παρῃτήσαντο ὧς ἀντιπράττοντα τῇ τῆς ἀρετῆς ἀναλήψει, διὸ καὶ παρὰ τὸν τῆς μαθήσεως χρόνον ἤσκησαν σιωπήν· καὶ ἄλλως, εἰ καθ’ ὑπόθεσιν εἴη ἄνθρωπος ἐνεός, οὐδεὶς φήσει αὐτὸν εἶναι ἄλο- γον. ἵνα δὲ καὶ ταῦτα παραλίπωμεν, μάλιστα μὲν ὁρῶμεν τὰ ζῷα, περὶ ὧν ὁ λόγος, καὶ ἀνθρωπίνας προφερόμενα φωνάς, ὧς κίττας καὶ ἄλλα τινά."],["14.74","ἴνα δὲ καὶ τοῦτο ἐάσωμεν, εἰ καὶ μὴ συνίεμεν τὰς φωνὰς τῶν ἀλόγων καλουμένων ζῴων, ὅλως οὐκ ἔστιν ἀπεικὸς διαλέγεσθαι μὲν ταῦτα, ἡμᾶς δὲ μὴ συνιέναι· καὶ γὰρ τῆς τῶν βαρβάρων φωνῆς ἀκούοντες οὐ συνίεμεν ἀλλὰ μονοειδῆ ταύτην εἶναι δοκοῦμεν."],["14.75","καὶ ἀκούομεν δὲ τῶν κυνῶν ἄλλην μὲν φωνὴν προϊεμένων ὅταν ἀμύνωνταί τινας, ἄλλην δὲ ὅταν ὠρύωνται, καὶ ἄλλην ὅταν τύπτωνται, καὶ διάφορον ἐπὰν σαίνωσιν. καὶ ὅλως εἰ τις εἰς τοῦτο ἀτενίσειεν, εὖροι ἂν πολλὴν παραλλαγὴν τῆς φωνῆς παρὰ τούτῳ τε καὶ τοῖς ἄλλοις ζῴοις ἐν ταῖς διαφόροις περιστάσεσιν, ὥστε διὰ ταῦτα εἰκότως λέγοιτ’ ἂν καὶ τοῦ προφορικοῦ μετέχειν γου τὰ καλούμενα ἄλογα ζῷα."],["14.76","εἰ δὲ μήτε ἀκριβείᾳ τῶν αἰσθήσεων λείπεται τῶν ἀνθρώπων ταῦτα μήτε τῷ ἐνδιαθέτῳ λόγῳ, ἐκ περιουσίας δὲ εἰπεῖν μηδὲ τῷ προφορικῷ, οὐκ ἂν ἀπιστότερα ἡμῶν εἴη κατὰ τὰς φαντασίας."],["14.77","καὶ ἐφ’ ἑκάστου δὲ τῶν ἀλόγων ζῴων ἴσως ἱστάντας τὸν λόγον ταῦτα ἀποδεικνύειν δυνατόν ἐστιν. οἶον γοῦν τίς οὐκ ἂν εἴποι τοὺς ὄρνιθας ἀγχινοίᾳ τε διαφέρειν καὶ τῷ προφορικῷ κεχρῆσθαι λόγῳ; οἴ γε οὐ μόνον τὰ παρόντα ἀλλὰ καὶ τὰ ἐσόμενα ἐπίστανται καὶ ταῦτα τοῖς συνιέναι δυναμένοις προδηλοῦσιν, ἄλλως τε σημαίνοντες καὶ τῇ φωνῇ προαγορεύοντες."],["14.78","Τὴν δὲ σύγκρισιν ἐποιησάμην, ὡς καὶ ἔμπροσθεν ἐπεσημηνάμην, ἐκ περιόντος, ἱκανῶς, ὧς οἶμαι, δείξας ἔμπροσθεν] ὅτι μὴ δυνάμεθα προκρίνειν τὰς ἡμετέρας φαντασίας τῶν παρὰ τοῖς ἀλόγοις ζῴοις γινομένων. ἀλλ’ εἰ μή ἐστιν ἀπιστότερα τά ἄλογα ζῷα ἡμῶν πρὸς τὴν κρίσιν τῶν φαντασιῶν, καὶ διάφοροι γίνονται φαντασίαι παρὰ τὴν τῶν ζῴων παραλλαγήν, ὁποῖον μὲν ἕκαστον τῶν ὑποκειμένων ἐμοὶ φαίνεται δυνήσομαι λέγειν, ὁποῖον δὲ ἔστι τῇ φύσει διὰ τὰ προειρημένα ἐπέχειν ἀναγκασθήσομαι."],["14.79","Καὶ ὁ μὲν πρῶτος τῆς ἐποχῆς τρόπος τοιοῦτός ἐστι, δεύτερον δὲ ἐλέγομεν εἶναι τὸν ἀπὸ τῆς διαφορᾶς τῶν ἀνθρώπων· ἴνα γὰρ καθ’ ὑπόθεσιν καὶ συγχωρήσῃ τις πιστοτέρους εἶναι τῶν ἀλόγων ζῴων τοὺς ἀνθρώπους, εὑρήσομεν καὶ ὅσον ἐπὶ τῇ ἡμετέρᾳ διαφορᾷ τὴν ἐποχὴν εἰσαγομένην. δύο τοίνυν εἶναι λεγομένων ἐξ ὧν σύγκειται ὁ ἄνθρωπος, ψυχῆς καὶ σώματος, κατ’ ἄμφω ταῦτα διαφέρομεν ἀλλήλων, οἷον κατὰ σῶμα ταῖς τε μορφαῖς καὶ ταῖς ἰδιοσυγκρισίαις."],["14.80","διαφέρει μὲν γὰρ κατὰ μορφὴν σῶμα Σκύθου Ἰνδοῦ σώματος, τὴν δὲ παραλλαγὴν ποιεῖ, καθάπερ φασίν, ἡ διάφορος τῶν χυμῶν ἐπικράτεια. παρὰ δὲ τὴν διάφορον τῶν χυμῶν ἐπικράτειαν διάφοροι γίνονται καὶ αἱ φαντασίαι, καθάπερ καὶ ἐν τῷ πρώτῳ λόγῳ (ξ 52) παρεστήσαμεν. ταῦτά τοι καὶ ἐν τῇ αἱρέσει καὶ φυγῇ τῶν ἐκτὸς διαφορὰ πολλὴ κατ’ αὐτούς ἐστιν· ἄλλοις γὰρ χαίρουσιν Ἰνδοὶ καὶ ἄλλοις οἱ καθ’ ἡμᾶς, τὸ δὲ διαφόροις χαίρειν τοῦ παρηλλαγμένας ἀπὸ τῶν ὑποκειμένων φαντασίας, λαμβάνειν ἐστὶ μηνυτικόν."],["14.81","κατὰ δὲ ἰδιοσυγκρισίας διαφέρομεν ὡς ἐνίους κρέα βόεια πετραίων ἰχθυδίων ῥᾷον πέττειν καὶ ὑπὸ Λεσβίου οἰναρίου εἰς χολέραν περιτρέπεσθαι. ἦν δέ, φασίν, γραῦς Ἀττικὴ τριάκοντα ὁλκὰς κωνείου ἀκινδύνως προσφερομένη, Λῦσις δὲ καὶ μηκωνείου τέσσαρας ὁλκὰς ἀλύπως ἐλάμβανεν."],["14.82","καὶ Δημοφῶν μὲν ὁ Ἀλεξάνδρου τραπεζοποιὸς ἐν ἡλίῳ γινόμενος ἢ ἐν βαλανείῳ ἐρρίγου, ἐν σκιᾷ δὲ ἐθάλπετο, Ἀθηναγόρας δὲ ὁ Ἀργεῖος ὑπό σκορπίων καὶ φαλαγγίων ἀλύπως ἐπλήσσετο, οἱ δὲ καλούμενοι Ψθλλαεῖς οὐδ’ ὑπὸ ὄφεων ἤ ἀσπίδων δακνόμενοι βλάπτονται,"],["14.83","οἱ δὲ Τεντυρῖται τῶν Αἰγυπτίων οὐ βλάπτονται πρὸς ἄνω κάτω] τῶν κροκοδείλων. ἀλλά καὶ Αἰθιόπων οἱ ἀντι- πέραν τῆς Μερόης παρὰ τὸν ’Αστάπουν ποταμὸν οἰκοῦντες σκορπίους καὶ ὄφεις καὶ τὰ παραπλήσια ἀκινδύνως ἐσθίουσιν. καὶ Ῥουφῖνος δὲ ὁ ἐν Χαλκίδι πίνων ἑλλέβορον οὔτε ἤμει οὔτε ὅλως ἐκαθαίρετο, ἀλλ’ ὥς τι τῶν συνήθων προσεφέρετο καὶ ἔπεσσεν."],["14.84","Χρύσερμος δὲ ὁ Ἡροφίλειος εἴ ποτε πέπερι προσηνέγκατο, καρδιακῶς ἐκινδύνευεν. καὶ Σωτήριχος δὲ ὁ χειρουργὸς εἴ ποτε σιλούρων ᾔσθετο κνίσσης, χολέρᾳ ἡλίσκετο. Ἄνδρων δὲ ὁ Ἀργεῖος οὕτως ἄδιψος ἦν ὡς καὶ διὰ τῆς ἀνύδρου Λιβύης ὁδεύειν αὐτὸν μὴ ἐπιζητοῦντα ποτόν. Τιβέριος δὲ ὁ Καῖσαρ ἐν σκότῳ ἑώρα. Ἀριστοτέλης δὲ ἱστορεῖ (Meteor. p. 373b4) Θάσιόν τινα ᾧ ἐδόκει ἀνθρώπου εἴδωλον προηγεῖσθαι αὐτοῦ διὰ παντός."],["14.85","τοσαύτης οὖν par- ἀλλαγῆς οὔσης ἐν τοῖς ἀνθρώποις κατὰ τὰ σώματα, ἵνα ὀλίγα ἀπὸ πολλῶν τῶν παρὰ τοῖς δογματικοῖς κειμένων ἀρκεσθῶμεν εἰπόντες, εἰκός ἐστι καὶ κατ’ αὐτὴν τὴν ψυχὴν διαφέρειν ἀλλήλων τοὺς ἀνθρώπους· τύπος γάρ τίς ἐστι τὸ σῶμα τῆς ψυχῆς, ὧς καὶ ἡ φυσιογνωμονικὴ σοφία δείκνυσιν. τὸ δὲ μέγιστον δεῖγμα τῆς κατὰ τὴν διάνοιαν τῶν ἀνθρώπων πολλῆς καὶ ἀπείρου διαφορᾶς ἡ διαφωνία τῶν παρὰ τοῖς δογματικοῖς λεγομένων περί τε τῶν ἄλλων καὶ περὶ τοῦ τίνα μὲν αἱρεῖσθαι προσήκει τίνα δὲ ἐκκλίνειν."],["14.86","δεόντως οὖν καὶ οἱ ποιηταὶ περὶ τούτων ἀπεφήναντο· ὁ μὲν γὰρ Πίνδαρός φησιν (fr. 242 Boeckh, 221 Schroed.) ἀελλοπόδων μέν τιν’ εὐφραίνουσιν ἱππὼν τιμαί τε καὶ στέφανοι, τοὺς δ’ ἐν πολυχρύσοις θαλάμοις βιοτά· τέρπεται δὲ καί τις ἐπ’ οἶδμ’ ἅλιον ναὶ· θοᾷ διαμείβων. ὁ δὲ ποιητὴς λέγει (ξ 228) ἄλλος γάρ τ’ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις. ἀλλὰ καὶ ἡ τραγῳδία μεστὴ τῶν τοιούτων ἐστί· λέγει γοῦν (Eurip. Phoen. 499) εἰ πᾶσι ταὐτὸν καλὸν ἔφυ σοφόν θ’ ἅμα, οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις, καὶ πάλιν (Fragm. Trag. adesp. 462 Nauck) δεινόν γε ταὐτὸν τοῖς μὲν ἁνδάνειν βροτῶν τοῖς δ’ ἔχθος εἶναι. ἐπεὶ οὖν ἡ αἵρεσις καὶ ἡ φυγὴ ἐν ἡδονῇ"],["14.87","καὶ ἀηδισμῷ ἐστιν, ἡ δὲ ἡδονὴ καὶ ὁ ἀηδισμὸς ἐν αἰσθήσει κεῖται καὶ φαντασίᾳ, ὅταν τὰ αὐτὰ οἱ μὲν αἱρῶνται οἱ δὲ φεύγωσιν, ἀκόλουθον ἡμᾶς ἐπιλογίζεσθαι ὅτι οὐδὲ ὁμοίως ὑπὸ τῶν αὐλουθον κινοῦνται, ἐπεὶ ὁμοίως ἂν τὰ αὐτὰ ᾑροῦντο ἢ ἐξέκλινον. εἰ δὲ τὰ αὐτὰ διαφόρως κινεῖ παρὰ τὴν διαφορὰν τῶν ἀνθρώπων, θρώπων, εἰσάγοιτ’ ἂν εἰκότως καὶ κατὰ τοῦτο ἡ ἐποχή, ὅ τι μὲν ἕκαστον φαίνεται τῶν ὑποκειμένων ὧς πρὸς ἑκάστην διαφορὰν ’ίσως λέγειν ἡμῶν δυναμένων, τί δὲ ἔστι κατὰ δύναμιν] ὡς πρὸς τὴν φύσιν οὐχ οἰῶν τε ὄντων ἀπο- φήνασθαι."],["14.88","ἤτοι γὰρ πᾶσι τοῖς ἀνθρώποις πιστεύσομεν ἢ τισίν. ἀλλ’ εἰ μὲν πᾶσιν, καὶ ἀδυνάτοις ἐπιχειρήσομεν καὶ τὰ ἀντικείμενα παραδεξόμεθα· εἰ δὲ τισίν, εἰπάτωσαν ἡμῖν τίσι χρὴ συγκατατίθεσθαι· ὁ μὲν γὰρ Πλατωνικὸς λέξει ὅτι Πλάτωνι, ὁ Ἐπικούρειος δὲ Ἐπικούρῳ, καὶ οἱ ἄλλοι ἀναλόγως, καὶ οὕτως ἀνεπικρίτως στασιάζοντες αὖθις ἡμᾶς εἰς τὴν ἐποχὴν περιστήσουσιν."],["14.89","ὁ δὲ λέγων ὅτι τοῖς πλείστοις δεῖ συγκατατίθεσθαι παιδαριῶδές τι προοίσεται, οὐδενὸς δυναμένου πάντας τοὺς ἀνθρώπους ἐπελθεῖν καὶ διαλογίσασθαι τί τοῖς πλείστοις ἀρέσκει, ἐνδεχομένου τοῦ ἔν τισιν ἔθνεσιν, ἃ ἡμεῖς οὐκ ἴσμεν, τὰ μὲν παρ’ ἡμῖν σπάνια τοῖς πλείοσι προσεῖναι τὰ δὲ ἡμῶν τοῖς πολλοῖς συμβαί- νοντα σπάνια ὑπάρχειν, ὧς τοὺς πολλούς μὲν ὑπὸ φαλαγ- γίων δακνομένους μὴ ἀλγεῖν, τινὰς δὲ σπανίως ἀλγεῖν, καὶ ἐπὶ τῶν ἄλλων τῶν ἔμπροσθεν (ξ 81 sqq.) εἰρημένων ἰδιοσυγκρισιῶν τὸ ἀνάλογον. ἀναγκαῖον οὖν καὶ διὰ τὴν τῶν ἀνθρώπων διαφορὰν εἰσάγεσθαι τὴν ἐποχήν."],["14.90","Ἐπεὶ δὲ φίλαυτοί τινες ὄντες οἱ δογματικοί φασι δεῖν τῶν ἄλλων ἀνθρώπων ἑαυτούς προκρίνειν ἐν τῇ κρίσει τῶν πραγμάτων, ἐπιστάμεθα μὲν ὅτι ἄτοπός ἐστιν ἡ ἀξίωσις αὐτῶν μέρος γάρ εἰσι καὶ αὐτοὶ τῆς διαφωνίας· καὶ ἐὰν αὐτοὺς προκρίνοντες οὕτω κρίνωσι τὰ φαινόμενα, πρὶν ἄρξασθαι τῆς κρίσεως τὸ ζητούμενον συναρπάζουσιν, ἑαυτοῖς τὴν κρίσιν ἐπιτρέποντες),"],["14.91","ὁμῶ ’ς δ’ οὖν ἔνα καὶ ἐπὶ ἑνὸς ἀνθρώπου τὸν λόγον ἱστάντες, οἷον τοῦ παρ’ αὐτοῖς ὀνειροπολουμένου σοφοῦ, ἐπὶ τὴν ἐποχὴν καταντῶμεν, τὸν τρίτον τῇ τάξει τρόπον προχειριζόμεθα. τοῦτονδ᾿ ἐλέγομεν τὸν ἀπὸ τῆς διαφορᾶς τῶν αἰσθήσεων. ὅτι δὲ διαφέρονται αἱ αἰσθήσεις πρὸς ἀλλήλας, πρόδηλον."],["14.92","αἱ γοῦν γραφαὶ τῇ μὲν ὄψει δοκοῦσιν εἰσοχὰς καὶ ἐξοχὰς ἔχειν, οὐ μὴν καὶ τῇ ἁφῇ. καὶ τὸ μέλι τῇ μὲν γλώττῃ ἡδύ φαίνεται ἐπί τινων, τοῖς δ’ ὀφθαλμοῖς ἀηδές· ἀδύνατον οὖν ἐστιν εἰπεῖν πότερον ἡδύ ἐστιν εἰλικρινῶς ἢ ἀηδές. καὶ ἐπὶ τοῦ μύρου ὁμοίως· τὴν μὲν γὰρ ὄσφρησιν εὐφραίνει, τὴν δὲ γεῦσιν ἀηδίζει."],["14.93","τό τε εὐφόρβιον ἐπεὶ τοῖς μὲν ὀφθαλμοῖς λυπη- ρόν ἐστι τῷ δὲ ἄλλῳ σώματι παντὶ ἄλυπον, οὐχ ἕξομεν εἰπεῖν, πότερον ἄλυπόν ἐστιν εἰλικρινῶς τοῖς σώμασιν ὅσον ἐπὶ τῇ ἑαυτοῦ φύσει ἢ λυπηρόν. τό τε ὄμβριον ὕδωρ ὀφθαλμοῖς μέν ἐστιν ὠφέλιμον, ἀρτηρίαν δὲ καὶ πνεύμονα τραχύνει, καθάπερ καὶ τὸ ἔλαιον, καίτοι τὴν ἐπιφάνειαν παρηγοροῦν. καὶ ἡ θαλαττία νάρκη τοῖς μὲν ἄκροις τεθεῖσα ναρκᾶν ποιεῖ, τῷ δ’ ἄλλῳ σώματι ἀλύπως παραξξ τίθεται. διόπερ ὁποῖον μὲν ἔστι πρὸς τὴν φύσιν ἕκαστον τούτων οὐχ ἕξομεν λέγειν, ὁποῖον δὲ φαίνεται ἑκάστοτε δυνατὸν εἰπεῖν."],["14.94","καὶ ἄλλα δὲ πλείω τούτων ἔνεστι λέγειν· ἀλλ’ ἴνα μὴ διατρίβωμεν, διὰ τὴν πρόθεσιν τοῦ τρόπου] τῆς συγγραφῆς ἐκεῖνο λεκτέον. ἕκαστον τῶν φαινομένων ἡμῖν αἰσθητῶν ποικίλον ὑποπίπτειν δοκεῖ, οἷον τὸ μῆλον λεῖον εὐῶδες γλυκὺ ξανθόν. ἄδηλον οὖν πότερόν ποτε ταύτας μόνας ὄντως ἔχει τἀς ποιότητας, ἢ μονόποιον μέν ἐστιν, παρὰ δὲ τὴν διάφορον κατασκευὴν τῶν αἰσθητηρίων διάφορον φαίνεται, ἢ καὶ πλείονας μὲν τῶν φαινομένων ἔχει ποιότητας, ἡμῖν δ’ οὐχ ὑποπίπτουσί τινες αὐτῶν."],["14.95","μονόποιον μὲν γὰρ εἷναι τοῦτο ἐνδέχεται λογίζεσθαι ἐκ τῶν ἔμπροσθεν ἡμῖν εἰρημένων (j53) τῆς εἰς τὰ σώ- μάτα ἀναδιδομένης τροφῆς καὶ τοῦ ὕδατος τοῦ εἰς τὰ δένδρα ἀναδιδομένου καὶ τοῦ πνεύματος τοῦ ἐν] αὐλοῖς καὶ σύριγξι καὶ τοῖς παραπλησίοις ὀργάνοις ἐμπνεομένον· δύναται γὰρ καὶ τὸ μῆλον μονοειδὲς μὲν εἶναι, διάφορον δὲ θεωρεῖσθαι παρὰ τὴν διαφορὰν τῶν αἰσθητηρίων περὶ ἃ γίνεται αὐτοῦ ἡ ἀντίληψις."],["14.96","πλείονας δὲ τῶν φαινομένων ἡμῖν ποιοτήτων ἔχειν τὸ μῆλον ποιότητας δύνασθαι οὕτως ἐπιλογιζόμεθα. ἐννοήσωμέν τινα ἐκ γενετῆς ἁφὴν μὲν ἔχοντα καὶ ὄσφρησιν καὶ γεῦσιν, μήτε δὲ ἀκούοντα μήτε ὁρῶντα. οὗτος τοίνυν ὑπολήψεται μήτε ὁρατόν τι εἶναι τὴν ἀρχὴν μήτε ἀκουστόν, ἀλλὰ μόνα ἐκείνα τὰ τρία γένη τῶν ποιοτήτων ὑπάρχειν ὧν ἀντιλαμβάνεσθαι δύναται."],["14.97","καὶ ἡμᾶς οὖν ἐνδέχεται τἀς πέντε μόνας αἰσθήσεις ἔχοντας μόνον ἀντιλαμβάνεσθαι, ἐκ τῶν περὶ τὸ μῆλον ποιοτήτων, ὧν ἐσμεν ἀντιληπτικοί· ὑποκεῖσθαι δὲ ἄλλας οἶόν τέ ἐστι ποιότητας, ὑποπιπτούσας ἑτέροις αἰσθητηρίοις, ὧν ἡμεῖς οὐ μετεσχήκαμεν, διὸ οὐδὲ ἀντιλαμβανόμεθα τῶν κατ’ αὐτὰς αἰσθητῶν."],["14.98","ἀλλ’ ἡ φύσις συνεμετρήσατο, φήσει τις, τἀς αἰσθήσεις πρὸς τὰ αἰσθητὰ. ποία φύσις, διαφωνίας τοσαύτης επικρίτου παρὰ τοῖς δογματικοῖς οὔσης περὶ τῆς ὑπάρξεως τῆς κατ’ αὐτήν; ὁ γὰρ ἐπικρίνων αὐτὸ τοῦτο εἰ ἔστι φύσις, εἰ μὲν ἰδιώτης εἴη, ἄπιστος ἔσται κατ’ αὐτούς, φιλόσοφος δὲ ὢν μέρος ἔσται τῆς διαφωνίας καὶ κρινόμενος αὐτὸς ἀλλ’ οὐ κριτής."],["14.99","πλὴν ἀλλ’ εἰ ἐνεχώρει καὶ ταύτας μόνας ὑποκεῖσθαι παρὰ τῷ μήλῳ τὰς ποιότητας ὣν ἀντιλαμβάνεσθαι δοκοῦμεν, καὶ πλείους τούτων, ἢ πάλιν μηδὲ τἀς ἡμῖν ὑποπιπτούσας, ἄδηλον ἡμῖν ἔσται ὁποῖόν ἐστι τὸ μῆλον. ὁ δὲ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων αἰσθητῶν λόγος. τῶν τῶν αἰσθήσεων μέντοι μὴ καταλαμβανουσῶν τὰ ἐκτός, οὐδὲ ἡ διάνοια ταῦτα δύναται κατ’ καταλαμβάνειν, σφαλλουσῶν αὐτὴν τῶν ὁδηγῶν ὥστε καὶ διὰ τοῦτον τὸν λόγον ἡ περὶ τῶν ἐκτὸς ὑποκειμένων ἐποχὴ συνάγεσθαι δόξει."],["14.100","Ἵνα δὲ καὶ ἐπὶ μιᾶς ἑκάστης αἰσθήσεως ἱστάντες τὸν λόγον, ἢ καὶ ἀφιστάμενοι τῶν αἰσθήσεων, ἔχωμεν καταλήγειν εἰς τὴν ἐποχήν, παραλαμβάνομεν καὶ τὸν τέταρτον τρόπον αὐτῆς. ἔστι δ’ οὗτος ὁ παρὰ τὰς περιστάσεις καλούμενος, λούμενος, περιστάσεις λεγόντων ἡμῶν τὰς διαθέσεις. θεωρεῖσθαι δ’ αὐτόν φαμεν ἐν τῷ κατὰ φύσιν ἢ παρὰ φύσιν ἔχειν ἐν τῷ ἐγρηγορέναι ἢ καθεύδειν, παρὰ τὰς ἡλικίας, παρὰ τὸ κινεῖσθαι ἢ ἠρεμεῖν, παρὰ τὸ μισεῖν ἤ φιλεῖν, παρὰ τὸ ἐνδεεῖς εἶναι ἢ κεκορεσμένους, παρὰ τὸ μεθύειν ἢ νήφειν, παρὰ τἀς προδιαθέσεις, παρὰ τὸ θαρρεῖν ἢ δεδιέναι, ἢ] παρὰ τὸ λυπεῖσθαι ἢ χαίρειν."],["14.101","οἶον παρὰ μὲν τὸ κατὰ φύσιν ἢ παρά φύσιν ἔχειν ἀνόμοια ὑποπίπτει τὰ πράγματα, ἐπεὶ οἱ μὲν φρενιτίζοντες καὶ οἱ θεοφορούμενοι δαιμόνων ἀκούειν δοκοῦσιν, ἡμεῖς δὲ οὔ. ὁμοίως δὲ ἀποφορᾶς στύ- ρακος ἢ λιβανωτοῦ ἤ τινος τοιούτου καὶ ἄλλων πλειόνων ἀντιλαμβάνεσθαι πολλάκις λέγουσιν, ἡμῶν μὴ αἰσθανομένων. καὶ τὸ αὐτὸ ὕδωρ φλεγμαίνουσι μὲν τόποις ἐπιχυθὲν ζεστὸν εἶναι δοκεῖ, ἡμῖν δὲ χλιαρόν. καὶ τὸ αὐτὸ ἱμάτιον τοῖς μὲν ὑπόσφαγμα ἔχουσι φαίνεται κιρρόν, ἐμοὶ δὲ οὔ. καὶ τὸ αὐτὸ μέλι ἐμοὶ μὲν φαίνεται γλυκύ, τοῖς δὲ ἰκτερικοῖς πικρόν."],["14.102","εἰ δέ τις λέγει ὅτι χυμῶν τινων παραπλοκὴ ἀνοικείους φαντασίας ἐκ τῶν ὑποκειμένων ποιεῖ τοῖς παρὰ φύσιν ἔχουσιν, λεκτέον ὅτι ἐπεὶ καὶ οἱ ὑγιαίνοντες χυμοὺς ἔχουσιν ἀνακεκραμένους, δύνανται οὗτοι τὰ ἐκτὸς ὑποκείμενα, τοιαῦτα ὄντα τῇ φύσει ὁποῖα φαίνεται τοῖς παρὰ φύσιν ἔχειν λεγομένοις, ἑτεροῖα φαίνεσθαι ποιεῖν τοῖς ὑγιαίνουσιν."],["14.103","τὸ γὰρ ἐκείνοις μὲν τοῖς χυμοῖς μεταβλητικὴν τῶν ὑποκειμένων διδόναι δύναμιν, τούτοις δὲ μή, πλασματικόν ἐστιν, ἐπεὶ καὶ ὥσπερ οἱ ὑγιαίνοντες κατὰ φύσιν μὲν τὴν τῶν ὑγιαινόντων ἔχουσι, παρὰ φύσιν δὲ τὴν τῶν νοσούντων, οὕτω καὶ οἱ νοσοῦντες παρὰ φύσιν μὲν ἔχουσι τὴν τῶν ὑγιαινόντων, κατὰ φύσιν δὲ τὴν τῶν νοσούντων, ὥστε κἀκείνοις πρός τι κατὰ φύσιν ἔχουσι πιστευτέον."],["14.104","παρὰ δὲ τὸ ὑπνοῦν ἢ ἐγρηγορέναι διάφοροι γί- νονται φαντασίαι, ἐπεὶ ὧς καθ’ ὕπνους φανταζόμεθα, οὐ φανταζόμεθα ἐγρηγορότες, οὐδὲ ὡς φανταζόμεθα ἐγρηγορότες, καὶ κατὰ τοὺς ὕπνους φανταζόμεθα, ὥστε εἶναι αὐταῖς ἢ μὴ εἶναι γίνεται οὐχ ἁπλῶς ἀλλὰ πρός τι· πρὸς γὰρ τὸ καθ’ ὕπνους ἢ πρὸς ἐγρήγορσιν. εἰκότως οὖν καθ’ ὕπνους ὁρῶμεν ταῦτα ἅ ἐστιν ἀνύπαρκτα ἐν τῷ ἐγρη- γορέναι, οὐ [κ ἐν τῷ] καθάπαξ ἀνύπαρκτα ὄντα· ἔστι γὰρ καθ’ ὕπνους, ὥσπερ τὰ ὕπαρ ἔστιν κἂν μὴ ᾖ καθ’ ὕπνους."],["14.105","παρὰ δὲ τὰς ἡλικίας, ὅτι ὁ αὐτὸς ἀὴρ τοῖς μὲν γέρουσι ψυχρὸς εἶναι δοκεῖ τοῖς δὲ ἀκμάζουσιν εὔκρατος, καὶ τὸ αὐτὸ χρῶμα τοῖς μὲν πρεσβυτέροις ἀμαυρὸν φαί- νεται τοῖς δὲ ἀκμάζουσι κατακορές, καὶ φωνὴ ὁμοίως ἡ αὐτὴ τοῖς μὲν ἀμαυρὰ δοκεῖ τυγχάνειν τοῖς δ’ ἐξάκουστος."],["14.106","καὶ παρὰ τἀς αἱρέσεις δὲ καὶ φυγὰς ἀνομοίως κινοῦνται οἱ ταῖς ἡλικίαις διαφέροντες· παισὶ μὲν γάρ, εἰ τύχοι, σφαῖραι καὶ τροχοὶ διὰ σπουδῆς εἰσιν, οἱ ἀκμάζοντες δὲ ἄλλα αἱροῦνται, καὶ ἄλλα οἱ γέροντες. ἐξ ὧν συνάγεται ὅτι διάφοροι γίνονται φαντασίαι ὑπὸ τῶν αὐτῶν ὑποκειμένων καὶ παρὰ τὰς διαφόρους ἡλικίας."],["14.107","παρὰ δὲ τὸ κινεῖσθαι ἢ ἠρεμεῖν ἀνόμοια φαίνεται τὰ πράγματα, ἐπεὶ ἅπερ ἑστῶτες ὁρῶμεν ἀτρεμοῦντα, ταῦτα παραπλέοντες κινεῖσθαι δοκοῦμεν."],["14.108","παρὰ δὲ τὸ φιλεῖν ἤ μισεῖν, ὅτι κρέα ὕεια τινὲς μὲν ἀποστρέφονται καθ’ ὑπερβολήν, τινὲς δὲ ἥδιστα προσφέρονται. ὅθεν καὶ ὁ Μένανδρος (fr. 518 Kock cf. Nauck Mel. gr. VI 120 Cobet N. L. p. 85.) ἔφη οἶος δὲ καὶ τὴν ὄψιν εἶναι φαίνεται; ἀφ’ οὗ τοιοῦτος γέγονεν; οἶον θηρίον. τὸ μηδὲν ἀδικεῖν καὶ καλοὺς ἡμᾶς ποιεῖ. πολλοὶ δὲ καὶ ἐρωμένας αἰσχρὰς ἔχοντες ὡραιοτάτας αὐτὰς εἷναι δοκοῦσιν."],["14.109","παρὰ δὲ τὸ πεινῆν ἢ κεκορέσθαι, ὅτι τὸ αὐτὸ ἔδεσμα τοῖς μὲν πεινῶσιν ἥδιστον εἶναι δοκεῖ, τοῖς δὲ κεκορεσμένοις ἀηδές. παρὰ δὲ τὸ μεθύειν ἢ νήφειν, ὅτι ἅπερ νήφοντες αἰσχρὰ εἶναι δοκοῦμεν, ταῦτα ἡμῖν μεθύουσιν οὐκ αἰσχρὰ φαίνεται."],["14.110","παρὰ δὲ τὰς προδιαθέσεις, ὅτι ὁ αὐτὸς οἶνος τοῖς μὲν φοίνικας ἢ ἰσχάδας προφαγοῦσιν ὀξώδης φαίνεται, τοῖς δὲ κάρυα ἢ ἐρεβίνθους προσενεγκαμένοις ἡδὺς εἶναι δοκεῖ, καὶ ἡ τοῦ βαλανείου παραστὰς τοὺς μὲν ἔξωθεν εἰσιόντας θερμαίνει, ψύχει δὲ τοὺς ἐξιόντας, εἰ ἐν αὐτῇ διατρίβοιεν."],["14.111","παρὰ δὲ τὸ φοβεῖσθαι ἢ θαρρεῖν, ὅτι τὸ αὐτὸ πρᾶγμα τῷ μὲν δειλῷ φοβερὸν καὶ δεινὸν εἶναι δοκεῖ, τῷ θαρραλεωτέρῳ δὲ οὐσαμῶς. παρὰ δὲ τὸ λυπεῖσθαι ἢ χαίρειν, ὅτι τὰ αὐτὰ πράγματα τοῖς μὲν λυπουμένοις ἐστὶν ἐπαχθῆ τοῖς δὲ xaqiroysin ἡδέα."],["14.112","Τοσαύτης οὖν οὔσης ἀνωμαλίας καὶ παρὰ τὰς διαθέσεις, καὶ ἄλλοτε ἄλλως ἐν ταῖς διαθέσεσι τῶν ἀνθρώπων γινομένων, ὁποῖον μὲν ἕκαστον τῶν ὑποκειμένων ἑκάστῳ φαίνεται ῥᾴδιον ἴσως εἰπεῖν, ὁποῖον δὲ ἔστιν οὐκέτι, ἐπεὶ καὶ ἀνεπίκριτός ἐστιν ἡ ἄνωμαλία. ὁ γὰρ ἐπικρίνων ταύτην ἤτοι ἔν τισι τῶν προειρημένων διαθέσεων ἐστιν ἢ ἐν οὐδεμιᾷ τὸ παράπαν ἐστὶ διαθέσει. τὸ μὲν οὖν λέγειν ὅτι ἐν οὐδεμιᾷ διαθέσει τὸ σύνολόν ἐστιν, οἷον οὔτε ὑγιαίνει οὔτε νοσεῖ, οὔτε κινεῖται οὔτε ἠρεμεῖ, οὔτε ἔν τινι ἡλικίᾳ ἐστίν, ἀπήλλακται δὲ καὶ τῶν ἄλλων διαθέσεων, τελέως ἀπεμφαίνει. εἰ δὲ ἔν τινι διαθέσει ὢν κρινεῖ τὰς φαντασίας, μέρος ἔσται τῆς διαφωνίας,"],["14.113","καὶ ἄλλως οὐκ εἰλικρινὴς τῶν ἐκτὸς ὑποκειμένων ἔσται κριτὴς διὰ τὸ τεθολῶσθαι ταῖς διαθέσεσιν ἐν αἷς ἔστιν· οὔτε οὖν ὁ ἐγρηγορὼς δύναται συγκρίνειν τἀς τῶν καθευδόντων φαντασιάς ταῖς τῶν ἐγρηγορότων, οὔτε ὁ ὑγιαίνων τὰς τῶν ωοσούντων ταῖς τῶν ὑγιαινόντων· τοῖς γὰρ παροῦσι καὶ κινοῦσιν ἡμᾶς κατὰ τὸ παρὸν συγκατατιθέμεθα μᾶλλον ἢ τοῖς μὴ παροῦσιν."],["14.114","καὶ ἄλλως δὲ ἀνεπίκριτός ἐστιν ἡ τῶν τοιούτων φαντασιῶν ἀνωμαλία. ὁ γὰρ προκρίνων φαντασίαν φαντασίας καὶ περίστασιν περιστάσεως ἤτοι ἀκρίτως καὶ ἄνευ ἀποδείξεως τοῦτο ποιεῖ ἢ κρίνων καὶ ἀποδεικνύς. ἀλλ’ οὔτε ἄνευ τούτων (ἄπιστος γὰρ ἔσται), οὔτε σύν τούτοις. εἰ γὰρ κρινεῖ τὰς φαντασίας, πάντως κριτηρίῳ κρινεῖ."],["14.115","τοῦτο οὖν τὸ κριτήριον ἤτοι ἀληθὲς εἶναι λέξει ἢ ψευδές. ἀλλ’ εἰ μὲν ψευδές, ἄπιστος ἔσται. εἰ δὲ ἀληθὲς εἶναι τοῦτο φήσει, ἤτοι ἄνευ ἀποδείξεως λέξει ὅτι ἀληθές ἐστι τὸ κριτήριον, ἢ μετὰ ἀποδείξεως. καὶ εἰ μὲν ἄνευ ἀποδείξεως, ἄπιστος ἔσται· εἰ δὲ μετὰ ἀποδείξεως, πάντως δεήσει καὶ τὴν ἀπόδειξιν ἀληθῆ εἶναι, ἐπεὶ ἄπιστος ἔσται. ἀληθῆ οὖν λέξει τὴν ἀπόδειξιν τὴν εἰς πίστωσιν τοῦ κριτηρίου λαμβανομένην πότερον κεκρικὼς αὐτὴν ἢ μὴ κεκρικώς;"],["14.116","κώς; εἰ μὲν γὰρ μὴ κρίνας, ἄπιστος ἔσται, εἰ δὲ κρίνας, δῆλον ὅτι κριτηρίῳ φήσει κεκρικέναι, οὗ κριτηρίου ζητήσομεν ἀπόδειξιν, κἀκείνης κριτήριον. χρῄζει γὰρ ἀεὶ καὶ ἡ ἀπόδειξις κριτηρίου, ἴνα βεβαιωθῇ, καὶ τὸ κριτήριον ἀποδείξεως, ἵν́α ἀληθὲς εἶναι δειχθῇ· καὶ οὔτε ἀπόδειξις ὑγιὴς εἶναι δύναται μὴ προϋπάρχοντος κριτηρίου ἀληθοῦς, οὔτε κριτήριον ἀληθὲς μὴ προπεπιστωμένης τῆς ἀποδείξεως."],["14.117","καὶ οὕτως ἐμπίπτουσιν εἰς τὸν διάλληλον τρόπον τό τε κριτήριον καὶ ἡ ἀπόδειξις, ἐν ᾧ ἀμφότερα εὑρίσκεται ἄπιστα· ἑκάτερον γὰρ τὴν θατέρου πίστιν περιμένον ὁμοίως τῷ λοιπῷ ἐστιν ἄπιστον. εἰ οὖν μήτε ἄνευ ἀποδείξεως καὶ κριτηρίου μήτε σὺν τούτοις δύναταί τις προκρῖναι φαντασίαν φαντασίας, ἀνεπίκριτοι ἔσονται αἱ παρὰ τὰς διαφόρους διαθέσεις διάφοροι γινόμεναι φαντασίαι, ὥστε εἰσάγεται ἡ περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων ἐποχὴ καὶ ὅσον ἐπὶ τούτῳ τῷ τρόπῳ."],["14.118","Πέμπτος ἐστὶ λόγος ὁ παρά τὰς θέσεις καὶ τὰ διαστήματα καὶ τούς τόπους· καὶ γὰρ παρὰ τούτων ἕκαστον τὰ αὐτὰ πράγματα διάφορα φαίνεται, οἷον ἡ αὐτὴ στοὰ ἀπὸ μὲν τῆς ἑτέρας ἀρχῆς ὁρωμένη μείουρος φαίνεται, ἀπὸ δὲ τοῦ μέσου σύμμετρος πάντοθεν, καὶ τὸ αὐτὸ πλοῖον πόρρωθεν μὲν μικρὸν φαίνεται καὶ ἑστὼς, ἐγγύθεν δὲ μέγα καὶ κινούμενον, καὶ ὁ αὐτὸς πόργος πόρρωθεν μὲν φαίνεται στρογγύλος ἐγγύθεν δὲ τετράγωνος."],["14.119","ταῦτα μὲν παρὰ τὰ διαστήματα, παρὰ δὲ τούς τόπους ὅτι τὸ λυχνιαῖον φῶς ἐν ἡλίῳ μὲν ἀμαυρὸν φαίνεται ἐν σκότῳ δὲ λαμπρόν, καὶ ἡ αὐτὴ κώπη ἔναλος μὲν κεκλασμένη ἔξαλος δὲ εὐθεῖα, καὶ τὸ ᾠὸν ἐν μὲν τῇ ὄρνιθι ἁπαλὸν ἐν ἀέρι δὲ σκληρόν, καὶ τὸ λυγγούριον ἐν μὲν λυγγὶ ὑγρὸν ἐν ἀέρι δὲ σκληρόν, καὶ τὸ κοράλον ἐν θαλάττῃ μὲν ἁπαλὸν ἐν ἀέρι δὲ σκληρόν, καὶ φωνὴ ἀλλοία μὲν φαίνεται ἐν σύριγγι γινομένη, ἀλλοία δὲ ἐν αὐλῷ, ἀλλοία δὲ ἐν ἀέρι ἁπλῶς."],["14.120","παρὰ δὲ τὰς θέσεις ὅτι ἡ αὐτὴ εἰκὼν ἐξυπτιαζομένη μὲν λεία φαίνεται, ποσῶς δὲ ἐπινευομένη εἰσοχὰς καὶ ἐξοχὰς ἔχειν δοκεῖ. καὶ οἱ τράχηλοι δὲ τῶν περιστερῶν παρὰ τὰς διαφόρους ἐπικλίσεις διάφοροι φαίνονται κατὰ χρῶμα."],["14.121","ἐπεὶ οὖν πάντα τὰ φαινόμενα ἔν τινι θεωρεῖται καὶ ἀπό τινος διαστήματος καὶ κατά τινα θέσιν, ὧν ἕκαστον πολλὴν ποιεῖ παραλλαγὴν περὶ τἀς φαντασίας, σίας, ὧς ὑπεμνήσαμεν (ξ 118spp.), ἀναγκασθησόμεθα καὶ διὰ τούτου τοῦ τρόπου καταντᾶν εἰς ἐποχήν. καὶ γὰρ ὁ βουλόμενος τούτων τῶν φαντασιῶν προκρίνειν τινὰς ἀδυνάτοις ἐπιχειρήσει."],["14.122","εἰ μὲν γὰρ ἀπλῶς καὶ ἄνευ ἀποδείξεως ποιήσεται τὴν ἀπόφασιν, ἄπιστος ἔσται· εἰ δὲ ἀποδείξει βουλήσεται χρήσασθαι, εἰ μὲν ψευδῆ λέξει τὴν ἀπόδειξιν εἷναι, ἑαυτὸν περιτρέψει, ἀληθῆ δὲ λέγων εἶναι τὴν ἀπόδεξιν αἰτηθήσεται ἀπόδειξιν τοῦ ἀληθῆ αὐτὴν εἶναι, κἀκείνης ἄλλην, ἐπεὶ καὶ αὐτὴν ἀληθῆ εἶναι δεῖ, καὶ μέχρις ἀπείρου. ἀδύνατον δέ ἐστιν ἀπείρους ἀποδείξεις παραστῆσαι·"],["14.123","οὐκοῦν οὐδὲ μετὰ ἀποδείξεως δυνήσεται προκρίνειν φαντασίαν φαντασίας. εἰ δὲ μήτε ἄνευ ἀποδείξεως μήτε μετὰ ἀποδείξεως δυνατὸς ἔσται τις ἐπικρίνειν τἀς προειρημένας φαντασίας, συνάγεται ἡ ἐποχή, ὁποῖον μὲν φαίνεται ἕκαστον κατὰ τήνδε τὴν θέσιν ἢ κατὰ τόδε τὸ διάστημα ἤ ἐν τῷδε εἰπεῖν ἴσως δυναμένων ἡμῶν, ὁποῖον δέ ἐστιν ὡς πρὸς τὴν φύσιν ἀδυνατούντων ἀποφαίνεσθαι διὰ τὰ προειρημένα."],["14.124","Ἕκτος ἐστὶ τρόπος ὁ παρὰ τὰς ἐπιμιγάς, καθ’ ὃν συνάγομεν ὅτι, ἐπεὶ μηδὲν τῶν ὑποκειμένων καθ’ ἑαυτὸ ἡμῖν ὑποπίπτει ἀλλὰ σύν τινι, ὁποῖον μέν ἐστι τὸ μῖγμα ἔκ τε τοῦ ἐκτὸς καὶ τοῦ ᾧ συνθεωρεῖται τάχα δυνατὸν εἰπεῖν, ὁποῖον δέ ἐστι τὸ ἐκτὸς ὑποκείμενον εἰλικρινῶς οὐκ ἂν ἔχοιμεν λέγειν. ὅτι δὲ οὐδὲν τῶν ἐκτὸς καθ’ αὑτὸ ὑποπίπτει ἀλλὰ πάντως σύν τινι, καὶ ὅτι παρὰ τοῦτο ἀλλοῖον θεωρεῖται, πρόδηλον, οἶμαι."],["14.125","τὸ γοῦν ἡμέτερον χρῶμα ἀλλοῖον μὲν ὁρᾶται ἐν ἀλεεινῷ ἀέρι, ἀλλοῖον δὲ ἐν τῷ] ψυχρῷ, καὶ οὐκ ἂν ἔχοιμεν εἰπεῖν ὁποιον ἔστι τῇ φύσει τὸ χρῶμα ἡμῶν, ἀλλ’ ὁποῖον σὺν ἑκάστῳ τούτων θεωρεῖται. καὶ ἡ αὐτὴ φωνὴ ἀλλοία μὲν φαίνεται σὺν λεπτῷ ἀέρι, ἀλλοία δὲ σὺν παχυμερεῖ, καὶ τὰ ἀρώματα ἐν βαλανείῳ καὶ ἡλίῳ πληκτικώτερα μᾶλλόν ἐστιν ἢ ἐν ἀέρι καταψύχρῳ, καὶ τὸ σῶμα ὑπὸ ὕδατος μὲν περιεχόμενον κοῦφόν ἐστιν, ὑπὸ δὲ ἀέρος βαρύ."],["14.126","ἔνα δὲ καὶ τῆς ἔξωθεν ἐπιμιξίας ἀποστῶμεν, οἱ ὀφθαλμοὶ ἡμῶν ἔχουσιν ἐν ἑαυτοῖς καὶ χιτῶνας καὶ ὑγρά. τὰ οὖν ὁρατὰ ἐπεὶ μὴ ἄνευ τούτων θεωρεῖται, οὐ καταληφθήσεται πρὸς ἀκρίβειαν· τοῦ γὰρ μίγματος ἀντιλαμβανόμεθα, καὶ διὰ τοῦτο οἱ μὲν ἰκτερικοὶ πάντα ὠχρὰ ὁρῶσιν, οἱ δ’ ὑπόσφαγμα ἔχοντες ὕφαιμα. καὶ ἐπεὶ ἡ φωνὴ ἡ αὐτὴ ἀλλοία μὲν φαίνεται ἐν ἀναπεπταμένοις τόποις, ἀλλοία δὲ ἐν στενοῖς καὶ ἑλικοειδέσι, καὶ ἀλλοία μὲν ἐν καθαρῷ ἀέρι, ἀλλοία δὲ ἐν τεθολωμένῳ, εἰκός ἐστι μὴ ἀντιλαμβάνεσθαι ἡμᾶς εἰλικρινῶς τῆς φωνῆς· τὰ γὰρ ὦτα σκολιόπορά ἐστι καὶ στενόπορα καὶ ἀτμώδεσιν ἀποφορήσεσιν, αἳ δὴ ἀπὸ τῶν περὶ τὴν κεφαλὴν φέρεσεαι λέγονται τόπων, τεθολωμένα."],["14.127","ἀλλὰ καὶ ἐν τοῖς μυξωτῆρσι καὶ ἐν τοῖς τῆς γεύσεως τόποις ὑλῶν ὑποκειμένων, μετ’ ἐκείνων ἀντιλαμβανόμεθα τῶν γευστῶν καὶ τῶν ὀσφρητῶν, ἀλλ’ οὐκ εἰλικρινῶς. ὥστε διὰ τὰς ἐπιμιξίας αἱ αἰσθήσεις οὐκ ἀντιλαμβάνονται ὁποῖα πρὸς ἀκρίβειαν τὰ ἐκτὸς ὑποκείμενά ἐστιν."],["14.128","ἀλλ’ οὐδὲ ἡ διάνοια, μάλιστα μὲν ἐπεὶ αἱ ὁδηγοὶ αὐτῆς αἰσθήσεις σφάλλονται· ἴσως δὲ καὶ αὕτη ἐπιμιξίαν τινὰ ἰδίαν ποιεῖται πρὸς τὰ ὑπὸ τῶν ἀισθήαὐτὸ σέων ἀναγγελλόμενα· περὶ γὰρ ἕκαστον τῶν τόπων ἐν οἷς τὸ ἡγεμονικὸν εἷναι δοκοῦσιν οἱ δογματικοί, χυμούς τινας ὑποκειμένους θεωροῦμεν, εἴτε περὶ ἐγκέφαλον εἴτε περὶ καρδίαν εἴτε περὶ ὁτιδήποτε οὖν μέρος τοῦ ζῴου τοῦτο τίθεσθαι βούλοιτό τις. καὶ κατὰ τοῦτον οὖν τὸν τρόπον ὁρῶμεν, ὅτι περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων οὐδὲν εἰπεῖν ἔχοντες ἐπέχειν ἀναγκαζόμεθα."],["14.129","Ἕβδομον τρόπον ἐλέγομεν εἶναι τὸν παρὰ τὰς ποσότητας καὶ σκευασίας τῶν ὑποκειμένων, σκευασίας λέγοντες κοινῶς τἀς συνθέσεις. ὅτι δὲ καὶ κατὰ τοῦτον τὸν τρόπον ἐπέχειν ἀναγκαζόμεθα περὶ τῆς φύσεως τῶν πραγμάτῶν, δῆλον. οἷον γοῦν τὰ ξέσματα τοῦ κέρατος τῆς αἰγὸς φαίνεται μὲν λευκὰ ἁπλῶς καὶ ἄνευ συνθέσεως θεωρούμενα, συντιθέμενα δὲ ἐν τῇ τοῦ κέρατος ὑπάρξει μέλανα θεωρεῖται. καὶ τοῦ ἀργύρου τὰ μέρη] τὰ ῥινήματα κατ’ ἰδίαν μὲν ὄντα μέλανα φαίνεται, σύν δὲ τῷ ὅλῳ ὡς λευκὰ ὑποπίπτει."],["14.130","καὶ τῆς Ταιναρείας λίθου τὰ μὲν μέρη λευκὰ ὁρᾶται ὅταν λεανθῇ, σὺν δὲ τῇ ὁλοσχερεῖ ξανθὰ φαίνεται. καὶ αἱ ἀπ’ ἀλλήλων ἐσκεδασμέναι ψάμμοι τραχεῖαι φαίνονται, ὧς σωρὸς δὲ συντεθεῖσαι ἁπαλῶς κινοῦσι τὴν αἴσθη- σιν. καὶ ὁ ἐλλέβορος λεπτὸς μὲν καὶ χνοώδης προδφερόμενος πνιγμὸν ἐπιφέρει, κριμνώδης δὲ ὢν οὐκέτι."],["14.131","καὶ ὁ οἶνος σύμμετρος μὲν πινόμενος ῥώννυσιν ἡμᾶς, πλείων δὲ λαμβανόμενος παραλύει τὸ σῶμα. καὶ ἡ τροφὴ παραπλη- σίως παρὰ τὴν ποσότητα διάφορον ἐπιδείκνυται δύναμιν· πολλάκις γοῦν διὰ τὸ πολλὴ προσενεχθῆναι καθαίρει τὸ σῶμα διά τε ἀπεψιῶν καὶ χολερικῶν παθῶν."],["14.132","ἕξομεν οὖν κἀνταῦθα λέγειν ὁποῖόν ἐστι τοῦ κέρατος τὸ λεπτὸν καὶ ὁποῖον τὸ ἐκ πολλῶν λεπτομερῶν συγκείμενον, καὶ ὁποῖος μέν ἐστιν ὁ μικρομερὴς ἄργυρος ὁποῖος δὲ ὁ ἐκ πολλῶν συγκείμενος, καὶ ὁποία μὲν ἡ ἀκαριαία Ταιμεκρομερῶν ναρεία λίθος ὁποία δὲ ἡ ἐκ πολλῶν μικρῶν συγκειμένη, καὶ ἐπὶ τῶν ψάμμων καὶ τοῦ ἐλλεβόρου καὶ τοῦ οἴνου καὶ τῆς τροφῆς τὸ πρός τι, τὴν μέντοι φύσιν τῶν πραγμάτων καθ’ ἑαυτὴν οὐκέτι διὰ τὴν παρὰ τὰς συνθέσεις τῶν φαντασιῶν ἀνωμαλίαν."],["14.133","καθόλου γὰρ δοκεῖ καὶ τὰ ὠφέλιμα λυπηρὰ γίνεσθαι παρὰ τὴν κατὰ ποσότητα ἄμετρον αὐτῶν χρῆσιν, καὶ τὰ βλαβερὰ εἶναι δοκοῦντα ἐν τῷ καθ’ ὑπερωβολὴν παραλαμβάνεσθαι ἀκαριαῖα μὴ λυπεῖν. μαρτυρεῖ δὲ τῷ λόγῳ μάλιστα τὸ κατὰ τὰς ἰατρικὰς δυνάμεις θεωρούμενον, ἐν αἷς ἡ μὲν πρὸς ἀκρίβειαν μῖξις τῶν ἁπλῶν φαρμάκων ὠφέλιμον ποιεῖ τὸ συντεθέν, ῥοπῆς δὲ βραχυ- τάτης ἐνίοτε παροραθείσης οὐ μόνον οὐκ ὠφέλιμον ἀλλὰ καὶ βλαβερώτατον καὶ δηλητήριον πολλάκις."],["14.134","οὕτως ὁ κατὰ τὰς ποσότητας καὶ σκευασίας λόγος συγχεῖ τὴν τῶν ἐκτὸς ὑποκειμένων ὕπαρξιν. διόπερ εἰκότως ἂν καὶ οὗτος ὁ τρό- πος εἰς ἐποχὴν ἡμᾶς περιάγοι μὴ δυναμένους εἰλικρινῶς ἀποφήνασθαι περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων."],["14.135","ὄγδοος ἐστι τρόπος ὁ ἀπὸ τοῦ πρός τι, καθ’ ὃν ὅν δθνάγομεν ὅτι, ἐπεὶ πάντα ἐστὶ πρός τι, περὶ τοῦ τίνα ἐστὶν ἀπολύτως καὶ ὧς πρὸς τὴν φύσιν ἐφέξομεν. ἐκεῖνο δὲ χρὴ γινώσκειν ὅτι ἐνταῦθα, ὥσπερ καὶ ἐν ἄλλοις, τῷ ‘ἔστι’ καταχρώμεθα χρώμεθα ἀντὶ τοῦ ‘φαίνεται’, δυνάμει τοῦτο λέγοντες ‘πρός τι πάντα φαίνεται.’ τοῦτο δὲ διχῶς λέγεται, ἅπαξ μὲν ὡς πρὸς τὸ κρῖνον τὸ γὰρ ἐκτὸς ὑποκείμενον καὶ κρινόμενον πρὸς τὸ κρῖνον φαίνεται), καθ’ ἕτερον δὲ τρόπον πρὸς τὰ συνθεωρούμενα, ὧς τὸ δεξιὸν πρὸς τὸ ἀριστερόν."],["14.136","ὅτι δὲ πάντα ἐστὶ πρός τι, ἐπελογισάμεθα μὲν καὶ ἔμπροσθεν, οἷον κατὰ τὸ κρῖνον, ὅτι πρὸς τόδε τὸ ζῷον καὶ τόνδε τὸν ἄνθρωπον καὶ τήνδε τὴν αἴσθησιν ἕκαστον φαίνεται καὶ πρὸς τοιάνδε περίστασιν, κατὰ δὲ τὰ συνθεωρούμενα, ὅτι πρὸς τήνδε τὴν ἐπιμιξίαν καὶ τόνδε τὸν τρόπον καὶ τὴν σύνθεσιν τήνδε καὶ τὴν ποσότητα καὶ τὴν θέσιν ἕκαστον φαίνεται."],["14.137","καὶ ἰδίᾳ δὲ ἐνδέχεται συνάγειν ὅτι πάντα ἐστὶ πρός τι, τόνδε τὸν τρόπον· πότερον διαφέρει τῶν πρός τι τὰ κατὰ διαφορὰν ἢ οὔ; εἰ μὲν οὐ διαφέρει, καὶ αὐτὰ πρός τι ἐστίν· εἰ δὲ διαφέρει, ἐπεὶ πᾶν τὸ διαφέρον πρός τι ἐστίν λέγεται γὰρ πρὸς ἐκεῖνο οὗ διαφέρει), πρός τι ἐστὶ τὰ κατὰ διαφοράν."],["14.138","τῶν τε ὄντων τὰ μέν ἐστιν ἀνω- τάτω γένη κατὰ τοὺς δογματικούς, τὰ δ’ ἔσχατα εἴδη, τὰ δὲ γένη καὶ εἴδη· πάντα δὲ ταῦτά ἐστι πρός τι· πάντα ἄρα ἐστὶ πρός τι. ἔτι τῶν ὄντων τὰ μέν ἐστι πρόδηλα, τὰ δὲ ἄδηλα, ὧς αὐτοί φασιν, καὶ σημαίνοντα μὲν τὰ φαινόμενα, σημαινόμενα δὲ ὑπὸ τῶν φαινομένων τὰ ἄδηλα· ὄψις γὰρ κατ᾿ αὐτοὺς (Anaxag. B21 (??) Diels) τῶν ἀδήλων τὰ φαινόμενα. τὸ δὲ σημαῖνον καὶ τὸ σημαινόμενόν ἐστι πρός τι· πρός τι ἄρα ἐστὶ πάντα."],["14.139","πρὸς τούτοις τῶν ὄντων τὰ μέν ἐστιν ὅμοια τὰ δὲ ἀνόμοια καὶ τὰ μὲν ἴσα τὰ δὲ ἄνισα· ταῦτα δέ ἐστι πρός τι· πάντα ἄρα ἐστὶ πρός τι. καὶ ὁ λέγων δὲ μὴ πάντα εἶναι πρός τι βεβαιοῖ τὸ πάντα εἶναι πρός τι· καὶ αὐτὸ γὰρ τὸ πάντα εἶναι πρός τι πρὸς ἡμᾶς εἶναι δείκνυσι, καὶ οὐ καθόλου, δι’ ὧν ἡμῖν ἐναντιοῦται."],["14.140","πλὴν ἀλλ’ οὕτω παριστάντων ἡμῶν ὅτι πάντα ἐστὶ πρός τι, δῆλόν ἐστι λοίπόν, ὅτι ὁποῖον ἔστιν ἕκαστον τῶν ὑποκειμένων κατὰ τὴν ἑαυτοῦ φύσιν καὶ εἰλικρινῶς λέγειν οὐ δυνησόμεθα, ἀλλ’ ὁποῖον φαίνεται ἐν τῷ πρός τι. ᾡ ἀκολουθεῖ τὸ περὶ τῆς φύσεως τῶν πραγμάτων δεῖν ἡμᾶς ἐπέχειν."],["14.141","Περὶ δὲ τοῦ κατὰ τὰς συνεχεῖς ἢ σπανίους συγκυρήσεις τρόπου, ὃν ἔννατον ἐλέγομεν εἶναι τῇ τάξει, τοιαῦτά τινα διέξιμεν. ὁ ἥλιος πολλῷ δήπου ἐκπληκτικώτερός ἐστιν ἀστέρος κομήτου· ἀλλ’ ἐπεὶ τὸν μὲν ἥλιον συνεχῶς ὁρῶμεν, τὸν δὲ κομήτην ἀστέρα σπανίως, ἐπὶ μὲν τῷ ἀστέρι ἐκπλησσόμεθα ὥστε καὶ διοσημείαν αὐτὸν εἶναι δοκεῖν, ἐπὶ δὲ τῷ ἡλίῳ οὐδαμῶς. ἐὰν μέντοι γε ἐννοήσωμεν τὸν ἥλιον σπανίως μὲν φαινόμενον, σπανίως δὲ δυόμενον, καὶ πάντα μὲν ἀθρόως φωτίζοντα, πάντα δὲ ἐξαίφνης ἐπισκιά- ζεσθαι ποιοῦντα, πολλὴν ἔκπληξιν ἐν τῷ πράγματι θεωρήσομεν."],["14.142","καὶ ὁ σεισμὸς δὲ οὐχ ὁμοίως θορυβεῖ τούς τε πρῶτον αὐτοῦ πειρωμένους καὶ τοὺς ἐν ἔθει τούτου γεγενημένους. πόσην δὲ ἔκπληξιν ἀνθρώπῳ φέρει θάλασσα πρῶτον ὀφθεῖσα. ἀλλὰ καὶ κάλλος σώματος ἀνθρωπίνου πρῶτον καὶ ἐξαίφνης θεωρούμενον συγκινεῖ μᾶλλον ἡμᾶς ἢ εἰ ἐν ἔθει τοῦ ὁρᾶσθαι γένοιτο. καὶ τὰ μὲν σπάνια τίμια εἶναι δοκεῖ, τὰ δὲ σύντροφα ἡμῖν καὶ εὔπορα οὐσαμῶς."],["14.143","ἐὰν γοῦν ἐννοήσωμεν τὸ ὕδωρ σπανίζον, πόσῳ ἂν τῶν τιμίων εἶναι δοκούντων ἁπάντων τιμιώτερον ἡμῖν φανείη. ἢ ἐὰν ἐνθυμηθῶμεν τὸν χρυσὸν ἁπλῶς ἐπὶ τῆς γῆς ἐρριμμένον πολὺν παραπλησίως τοῖς λίθοις, τίνι δόξομεν ἔσεσθαι τοῦτον τίμιον ἢ κατάκλειστον οὕτως;"],["14.144","ἐπεὶ οὖν τὰ αὐτὰ πράγματα παρὰ τὰς συνεχεῖς ἢ σπανίους περιπτώσεις ὁτὲ μὲν ἐκπληκτικὰ ἢ τίμια, ὁτὲ δὲ οὐ τοιαῦτα εἶναι δοκεῖ, ἐπιλογιζόμεθα ὅτι ὁποῖον μὲν φαίνεται τούτων ἕκαστον μετὰ συνεχοῦς περιπτώσεως ἢ σπανίας ἴσως δυνησόμεθα λέγειν, ψιλῶς δὲ ὁποῖον ἔστιν ἕκαστον τῶν ἐκτὸς ὑποκειμένων οὐκ ἐσμὲν δυνατοὶ φάσκειν. καὶ διὰ τοῦτον οὖν τὸν τρόπον περὶ αὐτῶν ἐπέχομεν."],["14.145","Δέκατός ἐστι τρόπος, ὃς καὶ μάλιστα συνέχει πρὸς. τὰ ἠθικά, ὁ παρὰ τἀς ἀγωγὰς καὶ τὰ ἔθη καὶ τοὺς νόμους καὶ τἀς μυθικὰς πίστεις καὶ τὰς δογματικὰς ὑπολήψεις. ἀγωγὴ μὲν οὖν ἐστιν αἵρεσις βίου ἤ τινος πράγματος περὶ ἴνα ἢ πολλοὺς γινομένη, οἷον περὶ Διογένην ἢ τοὺς Λάκωνας·"],["14.146","νόμος δέ ἐστιν ἔγγραφος συνθήκη παρὰ τοῖς πολιτευομένοις, ἣν ὁ παραβαίνων κολάζεται, ἔθος δὲ ἢ συνήθεια οὐ διαφέρει γάρ) πολλῶν ἀνθρώπων κοινὴ πράγματός τινος παραδοχή, ἣν ὁ παραβὰς οὐ πάντως κολάζεται, οἷον νόμος ἐστὶ τὸ μὴ μοιχεύειν, ἔθος δὲ ἡμῖν τὸ μὴ δημοσίᾳ γυναικὶ μίγνυσθαι."],["14.147","μυθικὴ δὲ πίστις ἐστὶ πραγμάτων ἀγενήτων τε καὶ πεπλασμένων μένων παραδοχή, οἷά ἐστιν ἄλλα τε καὶ τὰ περὶ τοῦ Κρόνου μυθευόμενα· ταῦτα γὰρ πολλοὺς εἰς πίστιν ἄγει. δογματικὴ δέ ἐστιν ὑπόληψις παραδοχὴ πράγματος δι’ ἀναλογισμοῦ ἤ τινος ἀποδείξεως κρατύνεσθαι δοκοῦσα, οἷον ὅτι ἄτομα ἔστι τῶν ὄντων στοιχεῖα ἢ ὁμοιομερῆ ἢ ἐλάχιστα ἤ τινα ἄλλα."],["14.148","ἀντιτίθεμεν δὲ τούτων ἕκαστον ὁτὲ μὲν ἑαυτῷ, ὁτὲ δὲ τῶν ἄλλων ἑκάστῳ. οἷον ἔθος μὲν ἔθει οὕτως· τινὲς τῶν Αἰθιόπων στίζουσι τὰ βρέφη, ἡμεῖς δ’ οὔ· καὶ Πέρσαι μὲν ἀνθοβαφεῖ ἐσθῆτι καὶ ποδήρει χρῆσθαι νομίζουσιν εὐπρεπὲς εἶναι, ἡμεῖς δὲ ἀπρεπές· καὶ οἱ μὲν Ἰνδοὶ ταῖς γυναιξὶ δημοσίᾳ μίγνυνται, οἱ δὲ πλεῖστοι τῶν ἄλλων αἰσχρὸν τοῦτο εἶναι ἡγοῦνται."],["14.149","νόμον δὲ νόμῳ οὕτως ἀντιτίθεμεν· παρὰ μὲν τοῖς Ῥωμαίος ὁ τῆς πατρῴας ἀποστὰς οὐσίας οὐκ ἀποδίδωσι τὰ τοῦ πατρὸς χρέα, παρὰ δὲ τοῖς Ῥοδίος πάντως ἀποδίδωσιν· καὶ ἐν μὲν Ταύροις τῆς Σκυθίας νόμος ἦν τοὺς ξένους τῇ Ἀρμὲμιδι καλλιερεῖσθαι, παρὰ δὲ ἡμῖν ἄνθρωπον ἀπείρηται πρὸς ἱερῷ φονεύεσθαι."],["14.150","ἀγωγὴν δὲ ἀγωγῇ, ὅταν τὴν Διογενοῦς ἀγωγὴν ἀντιτιθῶμεν τῇ τοῦ Ἀριστίππου ἢ τὴν τῶν Λακώνων τῇ τῶν Ἰταλῶν. μυθικὴν δὲ πίστιν πίστει μυθικῇ, ὅταν ὅπου μὲν λέγωμεν τὸν Δία μυθεύεσθαι πατέρα ἀνδρῶν τε θεῶν τε, ὅπου δὲ τὸν Ὠκεανόν, λέγοντες (Ξ 201) Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν. δογματικὰς δὲ ὑπολήψεις ἀλλήλαις ἀντιτίθεμεν,"],["14.151","ὅταν λέγωμεν τοὺς μὲν ‘ὲν εἷναι στοιχεῖον ἀποφαίνεσθαι, τοὺς δὲ ἄπειρα, καὶ τοὺς μὲν θνητὴν τὴν ψυχὴν, τοὺς δὲ ἀθάνατον, καὶ τοὺς μὲν προνοίᾳ θεῶν διοικεῖσθαι τὰ καθ’ ἡμᾶς, τοὺς δὲ ἀπρονοήτως."],["14.152","τὸ ἔθος δὲ τοῖς ἄλλοις ἀντιτίθεμεν, οἷον νόμῳ μέν, ὅταν λέγωμεν παρὰ μὲν Πέρσαις ἔθος εἷναι ἀρρενομιξίαις χρῆσθαι, παρὰ δὲ Ῥωμαίοις ἀπαγορεύεσθαι νόμῳ τοῦτο πράττειν, καὶ παρ’ ἡμῖν μὲν τὸ μοιχεύειν ἀπειρῆσθαι, παρὰ δὲ Μασσαγέταις ἐν ἀδιαφορίας ἔθει παραδεδόσθαι, ὡς Εὔδοξος ὁ Κνίδιος ἱστορεῖ ἐν τῷ πρώτῳ τῆς περιόδου (fr. 15 Brandes), καὶ παρ’ ἡμῖν μὲν ἀπηγορεῦσθαι μητράσι μίγνυσθαι, παρὰ δὲ τοῖς Πέρσαις ἔθος εἶναι μάλιστα οὕτω γαμεῖν. καὶ παρ’ Αἰγυπτίοις δὲ τὰς ἀδελφὰς γαμοῦσιν, ὃ παρ’ ἡμῖν ἀπείρηται νόμῳ."],["14.153","ἀγωγῇ δὲ ἔθος ἀντιτίθεται, ὅταν οἱ μὲν πολλοὶ ἄνθρωποι ἀναχωροῦντες μιγνύωνται ταῖς ἑαυτῶν γυναιξίν, ὁ δὲ Κράτης τῇ Ἱπ- παρχίᾳ δημοσίᾳ· καὶ ὁ μὲν Διογενὴς ἀπὸ ἐξωμίδος περιῄει, ἡμεῖς δὲ ὡς εἰώθαμεν."],["14.154","μυθικῇ δὲ πίστει, [ὡς] ὅταν λέγωσιν οἱ μῦθοι ὅτι ὁ Κρόνος κατήσθιεν αὑτοῦ τὰ τέκνα, ἔθους ὄντος ἡμῖν προνοεῖσθαι παίδων· καὶ παρ’ ἡμῖν μὲν συνήθεια ὧς ἀγαθοὺς καὶ ἀπαθεῖς κακῶν σέβειν τοὺς θεούς, τιτρωσκόμενοι δὲ καὶ φθονοῦντες ἀλλήλοις ὑπὸ τῶν ποιητῶν εἰσάγονται."],["14.155","δογματικῇ δὲ ὑπολήψει, ὅταν ἡμῖν μὲν ἔθος ᾖ παρὰ θεῶν αἰτεῖν τὰ ἀγαθά, ὁ δὲ Ἐπίκουρος λέγῃ μὴ ἐπιστρέφεσθαι ἡμῶν τὸ θεῖον, καὶ ὅταν ὁ μὲν Ἀρ ίστ ιππο ς ἀδ ιάφ ορον ἡγῆται τὸ γυναικείαν ἀμφιέννυσθαι σ τ ολήν, ἡμεῖς δὲ αἰσχρὸν τοῦτο ἡγώμεθα εἶναι."],["14.156","ἀγωγὴν δὲ ἀντιδὲ τίθεμεν νόμῳ μέν, ὅταν νόμου ὄντος μὴ ἐξεῖναι τύπτειν ἄνδρα ἐλεύθερον καὶ εὐγενῆ οἱ παγκρατιασταὶ τύπτωσιν ἀλλήλους διὰ τὴν ἀγωγὴν τοῦ κατ’ αὐτοὺς βίου, καὶ ὅταν ἀπειρημένου τοῦ ἀνδροφονεῖν οἱ μονομάχαι ἀναιρῶσιν ἀλλήλους διὰ τὴν αὐτὴν αἰτίαν."],["14.157","μυθικὴν δὲ πίστιν ἀγωγῇ ἀντιτίθεμεν, ἐπειδὰν λέγωμεν ὅτι οἱ μὲν μῦθοι παρὰ τῇ Ὀμφάλῃ τὸν Ἡρακλέα λέγουσιν (ξ 423) εἴριά τε ξαίνειν καὶ δουλοσύνης ἀνέχεσθαι καὶ ταῦτα ποιῆσαι ἅπερ οὐδ’ ἂν μετρίως προῃρημένος ἐποίησεν ἄν τις, ἡ δὲ ἀγωγὴ τοῦ βίου τοῦ Ἡρακλέους ἦν γενναία."],["14.158","δογματικῇ δὲ ὑπολήψει, ὅταν οἱ μὲν ἀθληταὶ ὧς ἀγαθοῦ τινος τῆς δόξης ἀντιποιούμενοι ἐπίπονον ἀγωγὴν βίου δι’ αὐτὴν ἐπαναιρῶνται, πολλοὶ δὲ τῶν φιλοσόφων θαῦλον λον εἶναι τὴν δόξαν δογματίζωσιν."],["14.159","τὸν δὲ νόμον ἀντιτίθεμεν μυθικῇ μὲν πίστει, ὅταν οἱ μὲν ποιηταὶ εἰσάγωσι τοὺς θεοὺς καὶ μοιχεύοντας καὶ ἀρρενομιξίαις χρωμένους, νόμος δὲ παρ’ ἡμῖν κωλύῃ ταῦτα πράττειν, δογματικῇ"],["14.160","δὲ ὑπολήψει, ὅταν οἱ μὲν περὶ Χρύσιππον (III 745 Arn.) ἀδιάφορον εἶναι λέγωσι τὸ μητράσιν ἢ ἀδελφαῖς μίγνυσθαι, ὁ δὲ νόμος ταῦτα κωλύῃ."],["14.161","μυθικὴν δὲ πίστιν δογματικῇ ὑπολήψει ἀντιτίθεμεν, ὅταν οἱ μὲν ποιηταὶ λέγωσι τὸν Δία κατελθόντα θνηταῖς γυναιξὶ μίγνυσθαι, παρὰ δὲ τοῖς δογματικοῖς ἀδύνατον τοῦτο εἶναι νομίζηται, καὶ ὁ μὲν ποιητὴς λέγῃ,"],["14.162","ὅτι Ζεὺς διὰ τὸ πένθος τὸ ἐπὶ Σαρπηδόνι αἱματοέσσας ωεκάδας κατέχευεν ἔραζε (Π 459), δόγμα μέντοι φιλοσόφων ᾖ ἀπαθὲς εἶναι τὸ θεῖον, καὶ ὅταν..... τὸν τῶν ἱπποκενταύρων μῦθον ἀναιρῶσιν, ἀνυπαρξίας παράδειγμα τὸν ἱπποκένταυρον ἡμῖν φέροντες."],["14.163","πολλὰ μὲν οὖν καὶ ἄλλα ἐνῆν καθ’ ἑκάστην τῶν προειρημένων ἀντιθέσεων λαμβάνειν παρα εἶναι δείγματα· ὡς ἐν συντόμῳ δὲ λόγῳ ταῦτα ἀρκέσει. πλὴν τοσαύτης ἀνωμαλίας πραγμάτων καὶ διὰ τούτου τοῦ τρόπου δεικνυμένης, ὁποῖον μὲν ἔστι τὸ ὑποκείμενον κατὰ τὴν φύσιν οὐκ ἕξομεν λέγειν, ὁποῖον δὲ φαίνεται πρὸς τήνδε τὴν ἀγωγὴν ἢ πρὸς τόνδε τὸν νόμον ἢ πρὸς τόδε τὸ ἔθος καὶ τῶν ἄλλων ἕκαστον. καὶ διὰ τοῦτον οὖν περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων πραγμάτων ἐπέχειν ἡμᾶς ἀνάγκη. οὕτω μὲν οὖν διὰ τῶν δέκα τρόπων κατ’ παταλήγομεν εἰς τὴν ἐποχήν."],["15.164","οἱ δὲ νεώτεροι σκεπτικοὶ παραδιδόασι τρόπους τῆς ἐποχῆς πέντε τούσδε, πρῶτον τὸν ἀπὸ τῆς διαφωνίας, δεύτερον τὸν εἰς ἄπειρον ἐκβάλλοντα, τρίτον τὸν ἀπὸ τοῦ πρός τι, τέταρτον τὸν ὑποθετικόν, πέμπτον τὸν διάλληλον."],["15.165","καὶ ὁ μὲν ἀπὸ τῆς διαφωνίας ἐστὶ καθ’ ὃν περὶ τοῦ προτεθέντος πράγματος ἀνεπίκριτον στάσιν παρά τε τῷ βίῳ καὶ παρὰ τοῖς φιλοσόφοις εὑρίσκομεν γεγενημένην, δι’ ἣν οὐ δυνάμενοι αἱρεῖσθαί τι ἢ ἀποδοκιμάζειν καταλήγομεν εἰς ἐποχήν."],["15.166","ὁ δὲ ἀπὸ τῆς εἰς ἄπειρον ἐκπτώσεως ἐστὶν ἐν ᾧ τὸ φερόμενον εἰς πίστιν τοῦ προτεθέντος πράγματος πίστεως ἑτέρας χρῄζειν λέγομεν, κἀκεῖνο ἄλλης, καὶ μέχρις ἀπείρου, ὡς μὴ ἐχόντων ἡμῶν πόθεν ἀρξόμεθα τῆς κατασκευῆς τὴν ἐποχὴν ἀκολουθεῖν."],["15.167","ὁ δὲ ἀπὸ τοῦ πρός τι, καθὼς προειρήκαμεν, ἐν ᾧ πρὸς μὲν τὸ κρῖνον καὶ τὰ συνθεωρούμενα τοῖον ἢ τοῖον φαίνεται τὸ ὑποκείμνον, ὁποῖον δὲ ἔστι πρὸς τὴν φύσιν ἐπέχομεν."],["15.168","ὁ δὲ ἐξ ὑποθέσεως ἔστιν ὅταν εἰς ἄπειρον ἐκβαλλόμενοι οἱ δογματικοὶ ἀπό τινος ἄρξωνται ὃ οὐ κατασκευάζουσιν ἀλλ’ ἁπλῶς καὶ ἀναποδείκτως κατὰ συγχώρησιν λαμβάνειν ἀξιοῦσιν."],["15.169","ὁ δὲ διάλληλος τρόπος συνίσταται, ὅταν τὸ ὀφεῖλον τοῦ ζητουμένου πράγματος εἶναι βεβαιωτικὸν χρείαν ἔχῃ τῆς ἐκ τοῦ ζητουμένου πίστεως· ἔνθα μηδέτερον δθνάμενοι λαβεῖν πρὸς κατασκευὴν θατέρου, περὶ ἀμφοτέρων ἐπέχομεν. ὅτι δὲ πᾶν τὸ ζητούμενον εἰς τούτους ἀνάγειν τοὺς τρόπους ἐνδέχεται, διὰ βραχέων ὑποδείξομεν οὕτως."],["15.170","τὸ προτεθὲν ἤτοι αἰσθητόν ἐστιν ἢ νοητόν, ὁποῖον δ’ ἂν ᾐ, διαπεφώνηται· οἱ μὲν γὰρ τὰ αἰσθητὰ μόνα φασὶν εἶναι ἀληθῆ, οἱ δὲ μόνα τὰ νοητά, οἱ δέ τινα μὲν αἰσθητὰ, τινὰ δὲ νοητά. πότερον οὖν ἐπικριτὴν εἶναι φήσουσι τὴν διαφωνίαν ἢ ἀνεπίκριτον; εἰ μὲν ἀνεπίκριτον, λέγομεν ὅτι δεῖ ἐπέχειν· περὶ γὰρ τῶν ἀνεπικρίτως διαφω- νουμένων οὐχ οἶόν τέ ἐστιν ἀποφαίνεσθαι. εἰ δὲ ἐπικριτήν, πόθεν ἐπικριθήσεται πυνθανόμεθα."],["15.171","οἷον τὸ αἰσθητόν (ἐπὶ τούτου γὰρ προτέρου στήσομεν τὸν λόγον) πότερον ὑπὸ αἰσθητοῦ ἢ ὑπὸ νοητοῦ; εἰ μὲν γὰρ ὑπὸ αἰσθητοῦ, ἐπεὶ περὶ τῶν αἰσθητῶν ζητοῦμεν, καὶ ἐκεῖνο ἄλλου δεήσεται πρὸς πίστιν. εἰ δὲ κἀκεῖνο αἰσθητὸν ἔσται, πάλιν καὶ αὐτὸ ἄλλου δεήσεται τοῦ πιστώσοντος, καὶ τοῦτο μέχρις ἀπείρου."],["15.172","εἰ δὲ ὑπὸ νοητοῦ ἐπικρίνεσθαι δεήσει τὸ αἰσθητόν, ἐπεὶ καὶ τὰ νοητὰ διαπεφώνηται, δεήσεται καὶ τοῦτο νοητὸν ὂν κρίσεως τε καὶ πίστεως. πόθεν οὖν πι στωθήσεται; εἰ μὲν ὑπὸ νοητοῦ, εἰς ἄπειρον ἐκπεσεῖται ὁμοίως· εἰ δ’ ὑπὸ αἰσθητοῦ, ἐπεὶ πρὸς μὲν τὴν πίστιν τοῦ αἰσθητοῦ παρελήφθη νοητόν, πρὸς δὲ τὴν τοῦ νοητοῦ πίστιν αἰσθητόν, ὁ διάλληλος εἰσάγεται τρόπος."],["15.173","εἰ δὲ ταῦτα φεύγων ὁ προσδιαλεγόμενος ἡμῖν κατὰ συγχώρησιν καὶ ἀναποδείκτως ἀξιώσειε λαμβάνειν τι πρὸς ἀπόδειξιν τῶν ἑξῆς, ὁ ὑποθετικὸς εἰσαχθήσεται τρόπος, ἄπορος ὑπάρχων. εἰ μὲν γὰρ ὁ ὑποτιθέμενος πιστός ἐστιν, ἡμεῖς ἀεὶ τὸ ἀντικείμενον ὑποτιθέμενοι οὐκ ἐσόμεθα ἀπιστότεροι. καὶ εἰ μὲν ἀληθές τι ὑποτίθεται ὁ ὑποτιθέμενος, ὕποπτον αὐτὸ ποιεῖ, καθ’ ὑπόθεσιν αὐτὸ λαμβάνων ἀλλὰ μὴ μετὰ κατασκευῆς· εἰ δὲ ψεῦδος, σαθρὰ ἔσται ἡ ὑποβάθρα τῶν κατασκευαζομένων."],["15.174","καὶ εἰ μὲν ἀνύει τι τὸ ὑποτίθεσθαι πρὸς πίστιν, αὐτὸ τὸ ζητούμενον ὑποτιθέσθω, καὶ μὴ ἕτερόν τι δι’ οὗ δὴ κατασκευάσει τὸ πρᾶγμα περὶ οὗ ὁ λόγος· εἰ δὲ ἄτοπόν ἐστι τὸ ὑποτίθεσθαι τὸ ζητούμενον, ἄτοπον ἔσται καὶ τὸ ὑποτίθεσθαι τὸ ἐπαναβεβηκός."],["15.175","ὅτι δὲ καὶ πρός τι ἐστὶ πάντα τὰ αἰσθητά, δῆλον· ἔστι γὰρ πρὸς τοὺς αἰσθανομένους. φανερὸν οὖν ὅτι ὅπερ ἂν ἡμῖν προτεθῇ πρᾶγμα αἰσθητόν, εἰς τοὺς πέντε τρόπους ἀ- νάγειν τοῦτο εὐμαρές ἐστιν. ὁμοίως δὲ καὶ περὶ τοῦ νοητοῦ ἐπιλογιζόμεθα. εἰ μὲν γὰρ ἀνεπικρίτως διαπεφωνῆσθαι λέγοιτο, δοθήσεται ἡμῖν τὸ δεῖν ἐπέχειν περὶ αὐτοῦ."],["15.176","εἰ δὲ ἐπικριθήσεται ἡ διαφωνία, εἰ μὲν διὰ νοητοῦ, εἰς ἄπειρον ἐκβαλοῦμεν, εἰ δὲ ὑπὸ αἰσθητοῦ, εἰς τὸν διάλληλον· τὸ γὰρ αἰσθητὸν πάλιν διαφωνούμενον, καὶ μὴ δυνάμενον δι’ αὑτοῦ ἐπικρίνεσθαι διὰ τὴν εἰς ἄπειρον ἔκπτωσιν, τοῦ νοητοῦ δεήσεται ὥσπερ καὶ τὸ νοητὸν τοῦ αἰσθητοῦ."],["15.177","διὰ ταῦτα δὲ ὁ ἐξ ὑποθέσεως λαμβάνων τι πάλιν ἄτοπος ἔσται. ἀλλὰ καὶ πρός τί ἐστι τὰ νοητά· πρὸς γὰρ τὸν νοῦν νοητὰ λέγεται, καὶ εἰ ἦν τῇ φύσει τοιοῦτον ὁποῖον λέγεται, οὐκ ἂν διεφωνήθη. ἀνήχθη οὗν καὶ τὸ νοητὸν εἰς τοὺς πέντε τρόπους, διόπερ ἀνάγκη περὶ τοῦ προτεθέντος πράγματος πάντως ἡμᾶς ἐπέχειν. Τοιοῦτοι μὲν καὶ οἱ παρὰ τοῖς νεωτέροις παραδιδόμενοι πέντε τρόποι· οὓς ἐκτίθενται οὐκ ἐκβάλλοντες τοὺς δέκα τρόπους, ἀλλ’ ὑπὲρ τοῦ ποικιλώτερον καὶ διὰ τούτων σὺν ἐκείνοις ἐλέγχειν τὴν τῶν δογματικῶν προπέτειαν."],["16.178","Παραδιδόασι δὲ καὶ δύο τρόπους ἐποχῆς ἑτέρους· ἐπεὶ γὰρ πᾶν τὸ καταλαμβανόμενον ἤτοι ἐξ ἑαυτοῦ καταλαμκατασκευασμένων βάνεσθαι δοκεῖ ἢ ἐξ ἑτέρου, ὑπομιμνῄσκοντες ὅτι οὔτε ἐξ ἑαυτοῦ τι οὔτε ἐξ ἑτέρου καταλαμβάνεται, τὴν περὶ πάντων 20 a ἀπορίαν εἰσάγειν δοκοῦσιν. καὶ ὅτι μὲν οὐδὲν ἐξ ἑαυτοῦ καταλαμβάνεται, φασί, δῆλον ἐκ τῆς γεγενημένης παρὰ τοῖς φυσικοῖς περί τε τῶν αἰσθητῶν καὶ τῶν νοητῶν ἀπάντων οἶμαι διαφωνίας, ἣ δὴ ἀνεπίκριτός ἐστι μὴ δυναμένων ἡμῶν μήτε αἰσθητῷ μήτε νοητῷ κριτηρίῳ χρῆσθαι διὰ τὸ πᾶν, ὅπερ ἂν λάβωμεν διαπεφωνημένον, εἶναι ἄπιστον,"],["16.179","διὰ δὲ τοῦτο οὐδ’ ἐξ ἑτέρου τι καταλαμ- βάνεσθαι συγχωροῦσιν. εἰ μὲν γὰρ τὸ ἐξ οὗ τι καταλαμβάνεται ἀεὶ ἐξ ἑτέρου καταλαμβάνεσθαι δεήσει, εἰς τὸν διάλληλον ἢ τὸν ἄπειρον ἐμβάλλουσι τρόπον. εἰ δὲ βούλοιτό τις λαβεῖν ὧς ἐξ ἑαυτοῦ καταλαμβανόμενόν τι ἐξ οὗ καταλαμβάνεται ἕτερον, ἀντιπίπτει τὸ μηδὲν ἐξ ἑαυτοῦ καταλαμβάνεσθαι διὰ τὰ προειρημένα. τὸ δὲ μαχόμενον πῶς ἂν δύναιτο καταληφθῆναι ἢ ἀφ’ ἑαυτοῦ ἢ ἀφ’ ἑτέρου, ἀπο- ροῦμεν, τοῦ κριτηρίου τῆς ἀληθείας ἢ τῆς καταλήψεως μὴ φαινομένου, σημείων δὲ καὶ δίχα ἀποδείξεως διατρεπομένων, καθάπερ ἐν τοῖς ἑξῆς εἰσόμεθα. τοσαῦτα μὲν οὖν καὶ περὶ τῶν τρόπων τῆς ἐποχῆς ἐπὶ τοῦ παρόντος ἀρκέσει λελέχθαι."],["17.180","Ὥσπερ δὲ τούς τρόπους τῆς ἐποχῆς παραδίδομεν, οὕτω καὶ τρόπους ἐκτίθενταί τινες, καθ’ οὓς ἐν ταῖς κατὰ μέρος αἰτιολογίαις διαποροῦντες ἐφιστῶμεν τοὺς δογματικοὺς διὰ τὸ μάλιστα ἐπὶ ταύταις αὐτοὺς μέγα φρονεῖν. καὶ δὴ Αἰνησίδημος ὀκτὼ τρόπους παραδίδωσι καθ’ οὓς οἴεται πᾶσαν δογματικὴν αἰτιολογίαν ὡς μοχθηρὰν ἐλέγχων ἀποφήνασθαι,"],["17.181","ὧν πρῶτον μὲν εἶναί φησι καθ’ ὃν [τρόπον] τὸ τῆς αἰτιολογίας γένος ἐν ἀφανέσιν ἀναστρεφόμενον οὐχ ὁμολογουμένην ἔχει τὴν ἐκ τῶν φαινομένων ἐπιμαρτύρησιν· δεύτερον δὲ καθ’ ὃν πολλάκις εὐεπιφορίας οὔσης δαψιλοῦς ὥστε πολυτρόπως αἰτιολογῆσαι τὸ ζητούμενον, καθ’ ἔνα μόνον τρόπον τοῦτό τινες αἰτιολογοῦσιν·"],["17.182","τρίτον καθ’ ὃν τῶν τεταγμένως γινομένων αἰτίας ἀποδιδόασιν οὐδεμίαν τάξιν ἐπιφαινούσας· τέταρτον καθ’ ὃν τὰ φαινόμενα λαβόντες ὡς γίνεται, καὶ τὰ μὴ φαινόμενα νομίζουσιν ὡς γίνεται κατειληφέναι, τάχα μὲν ὁμοίως τοῖς φαινομένοις τῶν ἀφανῶν ἐπιτελουμένων, τάχα δ’ οὐχ ὁμοίως ἀλλ’ ἰδιαζόντως·"],["17.183","πέμπτον καθ’ ὃν πάντες ὧς ἔπος εἰπεῖν κατὰ τὰς ἰδίας τῶν στοιχείων ὑποθέσεις ἀλλ’ οὐ κατά τινας κοινὰς καὶ ὁμολογουμένας ἐφόδους αἰτιολογοῦσιν· ἕκτον καθ’ ὃν πολλάκις τὰ μὲν φωρατὰ ταῖς ἰδίαις ὑποθέσεσι παραλαμβάνουσιν, τὰ δὲ ἀντιπίπτοντα καὶ τὴν ἴσην ἔχοντα πιθανότητα παραπέμπουσιν·"],["17.184","ἕβδομον καθ’ ὃν πολλάκις ἀποδιδόασιν αἰτίας οὐ μόνον τοῖς φαινομένοις ἀλλὰ καὶ ταῖς ἰδίαις ὑποθέσεσι μαχομένας· ὄγδοον καθ’ ὃν πολλάκις ὄντων ἀπόρων ὁμοίως τῶν τε φαίνεσθαι δοκούντων καὶ τῶν ἐπιζητουμένων, ἐκ τῶν ὁμοίως ἀπόρων περὶ τῶν ὁμοίως ἀπόρων ποιοῦνται τὰς διδασκαλίας."],["17.185","οὐκ ἀδύνατον δέ φησι καὶ κατά τινας ἐπιμίτους τρόπους, ἠρτημένους ἐκ τῶν προειρημένων, διαπίπτειν ἐνίους ἐν ταῖς αἰτιολογίαις. τάχα δ’ ἂν καὶ οἱ πέντε τρόποι τῆς ἐποχῆς ἀπαρκοῖεν πρὸς τὰς αἰτιολογίας. ἤτοι γὰρ σύμφωνον πάσαις ταῖς κατὰ φιλοσοφίαν αἱρέσεσι καὶ τῇ σκέψει καὶ τοῖς φαινομένοις αἰτίαν ἐρεῖ τις ἢ οὔ. καὶ σύμφωνον μὲν ἴσως οὐκ ἐνδέχεται· τά τε γὰρ φαινόμενα καὶ τὰ ἄδηλα πάντα διαπεφώνηται."],["17.186","εἶ δὲ διάφωνον, ἀπαιτηθήσεται καὶ ταύτης τὴν αἰτίαν, καὶ φαινομένην μὲν φαινομένης ἢ ἄδηλον ἀδήλου λαμβάνων εἰς ἄπειρον ἐκπεσεῖται, ἐναλλὰξ δὲ αἰτιολογῶν εἰς τὸν διάλληλον. ἱστάμενος δέ που, ἢ ὅσον ἐπὶ τοῖς εἰρημένοις λέξει τὴν αἰτίαν συνεστάναι, καὶ εἰσάγει τὸ πρός τι, ἀναιρῶν τὸ πρὸς τὴν φύσιν, ἢ ἐξ ὑποθέσεως τι λαμβάνων ἐπισχεθήσεται. ἔστιν οὖν καὶ διὰ τούτων ἐλέγχειν ἴσως τὴν τῶν δογματικῶν ἐν ταῖς αἰτιολογίαις προπέτειαν."],["18.187","Ἐπεὶ δὲ ἑκάστῳ χρώμενοι τούτων τε καὶ τῶν τῆς ἐποχῆς τρόπων ἐπιφθεγγόμεθα φωνάς τινας τῆς σκεπτικῆς διαθέσεως καὶ τοῦ περὶ ἡμᾶς πάθους μηνυτικάς, οἷον λέγοντες ῾οὐ μᾶλλον᾿ ῾οὐδὲν ὁριστέον᾿ καὶ ἄλλας τινάς, ἀκόλουθον ἂν εἴη καὶ περὶ τούτων ἑξῆς διαλαβεῖν. ἀρξώμεθα δὲ ἀπὸ τῆς ῾οὐ μᾶλλον.᾿"],["19.188","Ταύτην τοίνυν ὁτὲ μὲν ὡς ἔφην προφερόμεθα, ὁτὲ δὲ οὕτως ῾οὐδὲν μᾶλλον᾿· οὐ γὰρ ὥς τινες ὐπολαμβάνουσι, τὴν μὲν ῾οὐ μᾶλλον᾿ ἐν ταῖς εἰδικαῖς ζητήσεσι παραλαμβάνομεν, τὴν δὲ ῾οὐδὲν μᾶλλον᾿ ἐν ταῖς γενικαῖς, ἀλλ᾿ ἀδιαφόρως τήν τε ῾οὐ μᾶλλον᾿ καὶ τὴν ῾οὐδὲν μᾶλλον᾿ προφερόμεθα, καὶ νῦν ὡς περὶ μιᾶς διαλεξόμεθα. μέθᾳ. ἔστι μὲν οὖν αὕτη ἡ φωνὴ ἐλλιπής. ὡς γὰρ ὅταν λέγωμεν ῾διπλῆ᾿, δυνάμει φαμὲν ῾διπλῆ᾿, καὶ ὅταν λέγέγωμεν ῾πλατεἱα᾿, δυνάμει λέγομεν ῾πλατεῖα ὁδός᾿, οὕτως ὅταν εἰπ́ωμεν ῾οὐ μᾶλλον,᾿ δυνάμει φαμὲν ‘οὐ μᾶλλον τόδε ἢ τόδε,"],["19.189","ἄνω κάτω.’ τινὲς μέντοι τῶν σκεπτικῶν παραλαμβάνουσιν ἀντὶ πὐσματοςτὸ ῾οὐ᾿ (ἀντὶ τοῦ τί μᾶλλον τόδε ἢ τόδε, τὸ τί παραλαμβάνοντες νῦν ἀντὶ αἰτίας), ἴν’ ᾖ τὸ λεγόμενον ‘διὰ τί μᾶλλον τόδε ἢ τόδε;’ σύνηθες δέ ἐστι καὶ πύσμασιν ἀντὶ ἀξιωμάτων χρῆσθαι, οἷον (Eur. Herc. fr. 1) τίς τὸν Δῖός σύλλεκτρον οὐκ οἶδε βροτῶν; καὶ ἀξιώμασιν ἀντὶ πυσμάτων, οἷον ‘ζητῶ ποῦ οἰκεῖ Δίων’ καὶ ‘πυνθάνομαι τίνος ἕνεκα χρὴ θαυμάζειν ἄνδρα ποιητήν.᾿ ἀλλὰ καὶ τὸ τί ἀντὶ τοῦ διὰ τί παραλαμβάνεται παρὰ Μενάνδρῳ· (fr. 900 Kock.) τί γὰρ ἐγὼ κατελειπόμην; δηλοῖ δὲ τὸ ‘οὐ μᾶλλον τόδε ἢ τόδε᾿ καὶ πάθος ἡμέτερον,"],["19.190","καθ’ ὃ διὰ τὴν ἰσοσθένειαν τῶν ἀντικειμένων πραγμάτων εἰς ἀρρεψίαν καταλήγομεν, ἰσοσθένειαν μὲν λεγόντων ἡμῶν τὴν ἰσότητα τὴν κατὰ τὸ φαινόμενον ἡμῖν πιθανόν, ἀντικείμενα δὲ κοινῶς τὰ μαχόμενα, ἀρρεψίαν δὲ τὴν πρὸς μηδέτερον συγκατάθεσιν."],["19.191","ἡ γοῦν ‘οὐδὲν μᾶλλον᾿ φωνὴ κἂν ἐμφαίνῃ χαρακτῆρα συγκαταθέσεως ἢ ἀρνήσεως, ἡμεῖς οὐχ οὕτως αὐτῇ χρώμεθα, ἀλλ’ ἀδιαφόρως αὐτὴν παραλαμβάνομεν καὶ καταχρηστικῶς, ἤτοι ἀντὶ πύσματος ἢ ἀντὶ τοῦ λέγειν ‘ἀγνοῶ τίνι μὲν τούτων χρὴ συγκατατίθεσθαι, τίνι δὲ μὴ᾿ [συγκατατίθεσθαι]. πρόκειται γὰρ ἡμῖν δηλῶσαι τὸ φαινόμενον ἡμῖν· κατὰ δὲ τὴν φωνὴν δι’ ἧς αὐτὸ δηλοῦμεν ἀδιαφο- ροῦμεν. κἀκεῖνο δὲ χρὴ γινώσκειν, ὅτι προφερόμεθα τὴν ‘οὐδὲν μᾶλλον᾿ φωνὴν οὐ διαβεβαιούμενοι περὶ τοῦ πάντως ὑπάρχειν αὐτὴν ἀληθῆ καὶ βεβαίαν, ἀλλὰ κατὰ τὸ φαινόμενον ἡμῖν καὶ περὶ αὐτῆς λέγοντες."],["20.192","Περὶ δὲ τῆς ἀφασίας λέγομεν τάδε. φάσις καλεῖται διῶς, κοινῶς καὶ ἰδίως, κοινῶς μὲν ἡ δηλοῦσα θέσιν ἢ ἄρσιν φωνή, οἷον ‘ἡμέρα ἔστιν, οὐχ ἡμέρα ἔστιν,’ ἰδίως δὲ ἡ δηλοῦσα θέσιν μόνον, καθ’ ὃ σημαινόμενον τὰ ἀποφατικὰ οὐ καλοῦσι φάσεις. ἡ οὖν ἀφασία ἀπόστασίς ἐστι τῆς κοινῶς λεγομένης φάσεως, ἡ ὑποτάσσεσθαι λέγομεν τήν τε κατάφασιν καὶ τὴν ἀπόφασιν, ὡς εἶναι ἀφασίαν πάθος ἡμέτερον δι’ ὃ οὔτε τιθέναι τι οὔτε ἀναιρεῖν φαμεν."],["20.193","ὅθεν δῆλόν ἐστιν, ὅτι καὶ τὴν ἀφασίαν παραλαμβάνομεν οὐχ ὡς πρὸς τὴν φύσιν τοιούτων ὄντων τῶν πραγμάτων ὥστε πάντως ἀφασίαν κινεῖν, ἀλλὰ δηλοῦντες ὅτι ἡμεῖς νύν, ὅτε προφερόμεθα αὐτήν, ἐπὶ τῶνδε τῶν ζητουμένων τοῦτο πεπόνθαμεν. κἀκεῖνο χρὴ μνημονεύειν, ὅτι μηδὲν τιθέναι μηδὲ ἀναιρεῖν φαμεν τῶν κατὰ τὸ ἄδηλον δογματικῶς λεγομένων· τοῖς γὰρ κινοῦσιν ἡμᾶς παθητικῶς καὶ ἀναγκαστικῶς ἄγουσιν εἰς συγκατάθεσιν εἴκομεν."],["21.194","Τὸ δὲ ‘τάχα’ καὶ ‘οὐ τάχα καὶ ‘ἔξεστι’ καὶ ‘οὐκ ἔξεστι᾿ καὶ ‘ἐνδέχεται’ καὶ ‘οὐκ ἐνδέχεται’ παραλαμβάνομεν ἀντὶ τοῦ ‘τάχα μὲν ἔστιν τάχα δ’ οὐκ ἔστιν’ καὶ, ἔξεστι μὲν εἶναι ἔξεστι δὲ μὴ εἶναι’ καὶ ‘ἐνδέχεται μὲν εἶναι ἐνδέχεται δὲ μὴ εἶναι’ ὡς παραλαμβάνειν ἡμᾶς συντομίας χάριν τὸ ‘μὴ ἐξεῖναι’ ἀντὶ τοῦ ‘ἐξεῖναι μὴ εἶναι᾿ καὶ τὸ ‘μὴ ἐνδέχεσθαι᾿ ἀντὶ τοῦ ‘ἐνδέχεσθαι μὴ εἶναι’ καὶ τὸ ‘οὐ τάχα ἀντὶ ‘τοῦ τάχα μὴ εἶναι’."],["21.195","πάλιν δὲ ἐνταῦθα οὐ φωνομαχοῦμεν, οὐδὲ εἰ φύσει ταῦτα δηλοῦσιν αἱ φωναί, ζητοῦμεν, ἀλλ’ ἀδιαφόρως αὐτάς, ὡς εἶπον, παραλαμβάνομεν. ὅτι μέντοι αὗται αἱ φωναὶ ἀφασίας εἰσὶ δηλωτικαί, πρόδηλον, οἶμαι. ὁ γοῦν λέγων ‘τάχα ἔστιν’ δυνάμει τίθησι καὶ τὸ μάχεσθαι δοκοῦν αὐτῷ, τὸ ‘τάχα μὴ εἶναι’. τῷ μὴ διαβεβαιοῦσθαι περὶ τοῦ εἶναι αὐτό. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἔχει."],["22.196","Τὸ δὲ ‘ἐπέχω’ παραλαμβάνομεν ἀντὶ τοῦ ‘οὐκ ἔχω εἰπεῖν τίνι χρὴ τῶν προκειμένων πιστεῦσαι ἢ τίνι ἀπιστῆσατ’, δηλοῦντες ὅτι ἴσα ἡμῖν φαίνεται τὰ πράγματα πρὸς πίστιν καὶ ἀπιστίαν. καὶ εἰ μὲν ἴσα ἐστίν, οὐ διαβεβαιούμεθα· φαινόμενον τὸ δὲ φαινόμενον ἡμῖν περὶ αὐτῶν, ὅτε ἡμῖν ὑποπίπτει, πίπτει, λέγομεν. καὶ ἡ ἐποχὴ δὲ εἴρηται ἀπὸ τοῦ ἐπέχεσθαι τὴν διάνοιαν ὧς μήτε τιθέναι τι μήτε ἀναιρεῖν διὰ τὴν ἰσοσθένειαν τῶν ζητουμένων."],["23.197","Περὶ δὲ τοῦ ‘οὐδὲν ὁρίζω᾿ ταῦτα φαμέν. ὁρίζειν εἶναι νομίζομεν οὐχὶ τὸ ἀπλῶς λέγειν τι, ἀλλὰ τὸ πρᾶγμα ἄδηλον προφέρεσθαι μετὰ συγκαταθέσεως. οὕτω γὰρ οὐδὲν ὁρίζων ὁ σκεπτικὸς τάχα εὑρεθήσεται, οὐδὲ αὐτὸ τὸ ‘οὐδὲν ὁρίζω·’ οὐ γάρ ἐστι δογματικὴ ὑπόληψις, τουτέστιν ἀδήλῳ συγκατάθεσις, ἀλλὰ φωνὴ πάθους ἡμετέρου δηλωτική. ὅταν οὖν εἴπῃ ὁ σκεπτικὸς ‘οὐδὲν ‘ορίζω’, τοῦτό φησιν ‘ἐγὼ οὕτω πέπονθα νῦν ὧς μηδὲν τῶν ὑπὸ τὴν ζήτησιν τήνδε πεπτωκότων τιθέναι δογματικῶς ἢ ἀναιρεῖν’. τοῦτο δέ φησι λέγων τὸ ἑαυτῷ φαινόμενον περὶ τῶν προκειμένων ἀπαγγελτικῶς, οὐ δογματικῶς μετὰ πεποιθήσεως ἀποφαινόμενος, ἀλλ’ ὃ πάσχει διηγούμενος."],["24.198","Καὶ ἡ ἀοριστία δὲ πάθος διανοίας ἐστί, καθ’ ὃ οὔτε αἴρομέν τι οὔτε τίθεμεν τῶν δογματικῶς ζητουμένων, τουτέστι τῶν ἀδήλων. ὅταν οὖν λέγῃ ὁ σκεπτικὸς ‘πάντα ἐστὶν ἀόριστα᾿ τὸ μὲν ‘ἔστι’ λαμβάνει ἀντὶ τοῦ ‘φαίνεσθαι αὐτῷ, πάντα δὲ λέγει οὐ τὰ ὄντα ἀλλ’ ἅπερ διεξῆλθε τῶν παρὰ τοῖς δογματικοῖς ζητουμένων ἀδήλων, ἀόριστα δὲ μὴ προύχοντα τῶν ἀντικειμένων ἢ κοινῶς μαχομένων κατὰ πίστιν ἢ ἀπιστίαν."],["24.199","καὶ ὥσπερ ὁ λέγων ‘περιπατῶ’ δυνά— μει φησὶν ‘ἐγὼ περιπατῶ᾿, οὕτως ὁ λέγων ‘πάντα ἐστὶν ἀόριστα᾿ συσσημαίνει ‘καθ’ ἡμᾶς, ἢ ‘ὡς πρὸς ἐμὲ, ἢ ‘ὡς ἐμοὶ φαίνεται᾿, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον ‘ὅσα ἐπῆλ- θον τῶν παρὰ τοῖς δογματικοῖς ζητουμένων, τοιαῦτά μοι φαίνεται ὡς μηδὲν αὐτῶν τοῦ μαχομένου προύχειν μοι δοκεῖν κατὰ πίστιν ἢ ἀπιστίαν."],["25.200","Οὕτω δὲ φερόμεθα καὶ ὅταν λέγωμεν ‘πάντα ἐστὶν ἀκατάληπτα·’ καὶ γὰρ τὸ ‘πάντα’ ὁμοίως ἐξηγούμεθα καὶ τὸ ἐμοὶ’ συνεκδεχόμεθα, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον ‘πάντα ὅσα ἐφώδευσα τῶν δογματικῶς ζητουμένων ἀδήλων φαίνεταί μοι ἀκατάληπτα. τοῦτο δέ ἐστιν οὐ διαβεβαιουμένου περὶ τοῦ τὰ παρὰ τοῖς δογματικοῖς ζητούμενα φύσεως εἶναι τοιαύτης ὧς εἶναι ἀκατάληπτα, ἀλλὰ τὸ ἑαυτοῦ πάθος ἀπαγγέλλοντος, καθ’ ὅ, φησίν, ὑπολαμβάνω ὅτι ἄχρι νῦν οὐδὲν κατέλαβον ἐκείνων ἐγὼ διὰ τὴν τῶν ἀντικειμένων ἰσοσθένειαν· ὅθεν καὶ τὰ εἰς περιτροπὴν φερόμενα πάντα ἀπᾴδοντα εἶναι δοκεῖ μοι τῶν ὑφ’ ἡμῶν ἀπαγγελλομένων."],["26.201","Καὶ ἡ ‘ἀκαταληπτῶ’ δὲ καὶ ἡ ‘οὐ καταλαμβάνω’ φωνὴ πάθους οἰκείου ἐστὶ δηλωτική, καθ’ ὃ ἀφίσταται ὁ σκεπτικὸς ὡς πρὸς τὸ παρὸν τοῦ τιθέναι τι τῶν ζητουμένων ἀδήλων ἢ ἀναιρεῖν, ὡς ἔστι δῆλον ἐκ τῶν προειρημένων ἡμῖν περὶ τῶν ἄλλων φωνῶν."],["27.202","Ὅταν δὲ λέγωμεν ‘παντὶ λόγῳ λόγος ἴσος ἀντίκειται’, παντὶ μὲν λέγομεν τῷ ὑφ’ ἡμῶν διεξωδευμένῳ, λόγον δέ φαμεν οὐχ ἁπλῶς ἀλλὰ τὸν κατασκευάζοντά τι δογματιet dicit κῶς, τουτέστι περὶ ἀδήλου, καὶ οὐ πάντως τὸν ἐκ γημμάτων καὶ ἐπιφορᾶς ἀλλὰ τὸν ὁπωσοῦν κατασκευάζοντα. ‘ἴσον δέ φαμεν κατὰ πίστιν ἢ ἀπιστίαν, τό τε ‘ἀντίκειται λαμβάνομεν ἀντὶ τοῦ ‘μάχεται’ κοινῶς, καὶ τὸ ‘ὡς ἐμοὶ φαίνεται’ συνεκδεχόμεθα."],["27.203","ὅταν οὖν εἴπω ‘παντὶ λόγῳ λόγος ἴσος ἀντίκειται’ δυνάμει τοῦτό φημι ‘παντὶ τῷ ὑπ’ ἐμοῦ ζητουμένῳ λόγῳ, ὃς κατασκευάζει τι δογματικῶς, ἕτερος λόγος κατασκευάζων τι δογματικῶς, ἴσος αὐτῷ κατὰ πίστιν καὶ ἀπιστίαν, ἀντικεῖσθαι φαίνεταί μοι,, ὡς εἶναι τὴν τοῦ λόγου προφορὰν οὐ δογματικὴν ἀλλ’ ἀνθρωπείου πάθους ἀπαγγελίαν, ὅ ἐστι φαινόμενον τῷ πάσχοντι."],["27.204","προφέρονται δέ τινες καὶ οὕτω τὴν φωνήν ‘παντὶ λόγῳ λόγον ἴσον ἀντικεὶσθαι’, ἀξιοῦντες παραγγελματικῶς τοῦτο ‘παντὶ λόγῳ δογματικῶς τι κατασκευάζοντι λόγον δογματικῶς ζητοῦντα, ἴσον ἴσον κατὰ πίστιν καὶ ἀπιστίαν, μαχόμενον αὐτῷ ἀντιτιθῶμεν᾿, ἴνα ὁ μὲν λόγος αὐτοῖς ᾖ πρὸς τὸν σκεπτικόν, χρῶνται δὲ ἀπαρεμφάτῳ ἀντὶ προστακτικοῦ, τῷ ‘ἀντικεὶσθαι’ ἀντὶ τοῦ ‘ἀντιτιθῶμεν’."],["27.205","παραγγέλλουσι δὲ τοῦτο τᾷ σκεπτικῷ, μή πως ὑπὸ τοῦ δογματικοῦ παρακρουσθεὶς ἀπείπῃ τὴν περὶ αὐτοῦ ζήτησιν, καὶ τῆς φαινομένης αὐτοῖς ἀταραξίας, ἣν νομίζουσι παρυφίστασθαι τῇ περὶ πάντων ἐποχῇ, καθὼς ἔμπροσθεν ὑπεμνήσαμεν (ξ 29), σφαλῇ προπετευσάμενος."],["28.206","Περὶ τοσούτων ἀρκέσει τῶν φωνῶν ὧς ἐν ὑποτυπώσει διεξελθεῖν, ἄλλως τε καὶ ἐπεὶ ἐκ τῶν νῦν ἡμῖν εἰρημένων δυνατόν ἐστι λέγειν καὶ περὶ τῶν παραλελειμμένων. περὶ πασῶν γὰρ τῶν σκεπτικῶν φωνῶν ἐκεῖνο χρὴ προειληφέναι, ὅτι περὶ τοῦ ἀληθεῖς αὐτὰς εἶναι πάντως οὐ διαβεβαιούμεθα, ὅπου γε καὶ ὑφ’ ἑαυτῶν αὐτὰς ἀναιρεῖσθαι λέγομεν δύνασθαι, συμπεριγραφομένας ἐκείνοις περὶ ὧν λέγονται, καθάπερ τὰ καθαρτικὰ τῶν φαρμάκων οὐ μόνον τοὺς χυμοὺς ὑπεξαιρεῖ τοῦ σώματος, ἀλλὰ καὶ ἑαυτὰ τοῖς χυμοῖς συνεξάγει."],["28.207","φαμὲν δὲ καὶ ὡς οὐ κυρίως δηλοῦντες τὰ πράγματα, ἐφ’ ὧν παραλαμβάνονται, τίθεμεν αὐτάς, ἀλλ’ ἀδιαφόρως καὶ εἰ βούλονται καταχρηστικῶς· οὔτε γὰρ πρέπει τῷ σκεπτικῷ φωνομαχεῖν, ἄλλως τε ἡμῖν συνεργεῖ τὸ μηδὲ ταύτας τἀς φωνὰς εἰλικρινῶς σημαίνειν λέγεσθαι, ἀλλὰ πρός τι καὶ ὧς πρὸς τοὺς σκεπτικούς."],["28.208","πρὸς τούτοις κἀκείνου δεῖ μεμνῆσθαι, ὅτι οὐ περὶ πάντων τῶν πραγμάτων καθόλου φαμὲν αὐτάς, ἀλλὰ περὶ τῶν ἀδήλων καὶ τῶν δογματικῶς ζητουμένων, καὶ ὅτι τὸ φαινόμενον ἡμῖν φαμεν καὶ οὐχὶ διαβεβαιωτικῶς περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων ἀποφαινόμεθα· ἐκ γὰρ τούτων πᾶν σόφισμα πρὸς φωνὴν ἐνεχθὲν σκεπτικὴν οἴομαι δύνασθαι διατρέπεσθαι."],["28.209","ἐπεὶ δὲ τὴν ἔννοιαν καὶ τὰ μέρη καὶ τὸ κριτήριον καὶ τὸ τέλος, ἔτι δὲ τοὺς τρόπους τῆς ἐποχῆς ἐφοδεύσαντες, καὶ περὶ τῶν σκεπτικῶν φωνῶν εἰπόντες, τὸν χαρακτῆρα τῆς σκέψεως ἐμπεφανίκαμεν, ἀκόλουθον ἡγούμεθα εἶναι καὶ τῶν παρακειμένων αὐτῇ φιλοσοφιῶν τὴν πρὸς αὐτὴν διάκρισιν συντόμως ἐπελθεῖν, ἴνα σαφέστερον τὴν ἐφεκτικὴν ἀγωγὴν κατανοήσωμεν. ἀρξώμεθα δὲ ἀπὸ τῆς Ἡρακλειτείου φιλοσοφίας."],["29.210","Ὅτι μὲν οὖν αὕτη διαφέρει τῆς ἡμετέρας ἀγωγῆς, πρόδηλον· ὁ μὲν γὰρ Ἡράκλειτος περὶ πολλῶν ἀδήλων ἀποφαίνεται δογματικῶς, ἡμεῖς δ’ οὐχί, καθάπερ εἴρηται. ἐπεὶ δὲ οἱ περὶ τὸν Αἰνησίδημον ἔλεγον ὁδὸν εἶναι τὴν σκεπτικὴν ἀγωγὴν ἐπὶ τὴν Ἡρακλείτειον φιλοσοφίαν, διότι προηγεῖται τοῦ τἀναντία περὶ τὸ αὐτὸ ὑπάρχειν τὸ τἀναντία περὶ τὸ αὐτὸ φαίνεσθαι, καὶ οἱ μὲν σκεπτικοὶ φαίνεσθαι λέγουσι τὰ ἐναντία περὶ τὸ αὐτό, οἱ δὲ Ἡρακλείτειοι ἀπὸ τούτου καὶ ἐπὶ τὸ ὑπάρχειν αὐτὰ μετέρχονται, φαμὲν πρὸς τούτους, ὅτι τὸ τὰ ἐναντία περὶ τὸ αὐτὸ φαίνε- σθαι οὐ δόγμα ἐστὶ τῶν σκεπτικῶν ἀλλὰ πρᾶγμα οὐ μό- νον τοῖς σκεπτικοῖς ἀλλὰ καὶ τοῖς ἄλλοις φιλοσόφοις καὶ πᾶσιν ἀνθρώποις ὑποπῖπτον·"],["29.211","οὐδεὶς γοῦν τολμήσαι ἂν εἰπεῖν ὅτι τὸ μέλι οὐ γλυκάζει τοὺς ὑγιαίνοντας ἢ ὅτι τοὺς ἰκτερικοὺς οὐ πικράζει, ὥστε ἀπὸ κοινῆς τῶν ἀνθρώπων προλήψεως ἄρχονται οἱ Ἡρακλείτειοι, καθάπερ καὶ ἡμεῖς, ’ίσως δὲ καὶ αἱ ἄλλαι φιλοσοφίαι. διόπερ εἰ μὲν ἀπό τινος τῶν σκεπτικῶς λεγομένων ἐλάμβανον τὸ τἀναντία περὶ τὸ αὐτὸ ὑποκεῖσθαι, οἷον τοῦ ‘πάντα ἐστὶν ἀκατάληπτα’ ἢ τοῦ ‘οὐδὲν ὁρίζω᾿ ἤ τινος τῶν παραπλησίων, ἴσως ἂν συνῆγον ὃ λέγουσιν· ἐπεὶ δὲ ἀρχὰς ἔχουσιν οὐ μόνον ἡμῖν ἀλλὰ καὶ τοῖς ἄλλοις φιλοσόφοις καὶ τῷ βίῳ ὑποπιπτούσας, τί μᾶλλον τὴν ἡμετέραν ἀγωγὴν ἢ ἑκάστην τῶν ἄλλων φιλοσοφιῶν ἢ καὶ τὸν βίον ὁδὸν ἐπὶ τὴν Ἡρακλείτειον φιλοσοφίαν εἶναι λέγοι τις ἄν, ἐπειδὴ πάντες κοιναῖς ὕλαις κεχρήμεθα;"],["29.212","μήποτε δὲ οὐ μόνον οὐ συνεργεῖ πρὸς τὴν γνῶσιν τῆς Ἡρακλειτείου φιλοσοφίας ἡ σκεπτικὴ ἀγωγή, ἀλλὰ καὶ ἀποσυνεργεῖ, εἴγε ὁ σκεπτικὸς πάντα τὰ ὑπὸ τοῦ Ἡρακλείτου δογματιζόμενα ὡς προπετῶς λεγόμενα διαβάλλει, ἐναντιούμενος μὲν τῇ ἐκπυρώσει, ἐναντιούμενος δὲ τῷ τὰ ἐναντία περὶ τὸ αὐτὸ ὑπάρχειν, καὶ ἐπὶ παντὸς δόγματος τοῦ Ἡρακλείτου τὴν μὲν δογματικὴν προπέτειαν διασύρων, τὸ δὲ ‘οὐ καταλαμβάνω᾿ καὶ τὸ ‘οὐδὲν ὁρίζω᾿ ἐπιφθεγγόμενος, ὧς ἔφην ἔμπροσθεν· ὅπερ μάχεται τοῖς Ἡρακλειτείοις. ἄτοπον δέ ἐστι τὸ τὴν μαχομένην ἀγωγὴν ὁδὸν εἶναι λέγειν τῆς αἱρέσεως ἐκείνης ᾗ μάχεται· ἄτοπον ἄρα τὸ τὴν σκεπτικὴν ἀγωγὴν ἐπὶ τὴν Ἡρακλείτειον φιλοσοφίαν ὁδὸν εἷναι λέγειν."],["30.213","Αλλὰ καὶ ἡ Δημοκρίτειος φιλοσοφία λέγεται κοινωνίαν ἔχειν πρὸς τὴν σκέψιν, ἐπεὶ δοκεῖ τῇ αὐτῇ ὕλῃ ἡμῖν κεχρῆσθαι· ἀπὸ γὰρ τοῦ τοῖς μὲν γλυκὺ φαίνεσθαι τὸ μέλι τοῖς δὲ πικρὸν τὸν Δημόκριτον (A 134 Diels) ἐπιλογίζεσθαί φασι τὸ μήτε γλυκὺ αὐτὸ εἷναι μήτε πικρόν, καὶ διὰ τοῦτο ἐπιφθέγγεσθαι τὴν ‘οὐ μᾶλλον’ φωνὴν σκεπτικὴν οὖσαν. διαφόρως μέντοι χρῶνται τῇ ‘οὐ μᾶλλον’ φωνῇ οἴ τε σκεπτικοὶ καὶ οἱ ἀπὸ τοῦ Δημοκρίτου· ἐκεῖνοι μὲν γὰρ ἐπὶ τοῦ μηδέτερον εἶναι τάττουσι τὴν φωνήν, ἡμεῖς δὲ ἐπὶ τοῦ ἀγνοεῖν, πότερον ἀμφότερα ἢ οὐθέτερόν τι ἔστι τῶν φαινομένων."],["30.214","ὥστε καὶ κατὰ τοῦτο μὲν διαφέρομεν, προδηλοτάτη δὲ γίνεται ἡ διάκρισις ὅταν ὁ Δημόκριτος (B 9 Diels) λέγῃ ‘ἐτεῇ δὲ ἄτομα καὶ κενόν᾿. ‘ἐτεῇ’ μὲν γὰρ λέγει ἀντὶ τοῦ ‘ἀληθείᾳ’· κατ’ ἀλήθειαν δὲ ὑφεστάναι λέγων τάς τε ἀτόμους καὶ τὸ κενὸν ὅτι διενήνοχεν ἡμῶν, εἰ καὶ ἀπὸ τῆς ἀνωμαλίας τῶν φαινομένων ἄρχεται, περιττόν οἶμαι λέγειν."],["31.215","Φασὶ δέ τινες ὅτι ἡ Κυρηναικὴ ἀγωγὴ ἡ αὐτή ἐστι τῇ σκέψει, κάκείνη τὰ πάθη μόνα φησὶ καταλαμβάνεσθαι. διαφέρει δὲ αὐτῆς, ἐπειδὴ ἐκείνη μὲν τὴν ἡδονὴν καὶ τὴν λείαν τῆς σαρκὸς κίνησιν τέλος εἶναι λέγει, ἡμεῖς δὲ τὴν ἀταραξίαν, ἡ ἐναντιοῦται τὸ κατ’ ἐκείνους τέλος· καὶ γὰρ παρούσης τῆς ἡδονῆς καὶ μὴ παρούσης ταραχὰς ὑπομένει ὁ διαβεβαιούμενος τέλος εἶναι τὴν ἡδονήν, ὡς ἐν τῷ περὶ τοῦ τέλους (Ξ 25— 30 ἐπελογισάμην. εἶτα ἡμεῖς μὲν ἐπέχομεν ὅσον ἐπὶ τῷ λόγῳ περὶ τῶν ἐκτὸς ὑποκειμένων, οἱ δὲ Κυρηναϊκοὶ ἀποφαίνονται φύσιν αὐτὰ ἔχειν ἀκατάληπτον."],["32.216","Καὶ ὁ Πρωταγόρας (A 14 Diels) δὲ βούλεται πάντων χρημάτων εἶναι μέτρον τὸν ἄνθρωπον, τῶν μὲν ὄντων ὧς ἔστιν, τῶν δὲ οὐκ ὄντων ὧς οὐκ ἔστιν, ‘μέτρον’ μὲν λέγων τὸ κριτήριον, ‘χρημάτων’ δὲ τῶν πραγμάτων, ὧς δυνάμει φάσκειν πάντων πραγμάτων κριτήριον εἶναι τὸν ἄνθρωπον, τῶν μὲν ὄντων ὡς ἔστιν, τῶν δὲ οὐκ ὄντων ὡς οὐκ ἔστιν. καὶ διὰ τοῦτο τίθησι τὰ φαινόμενα ἑκάστῳ μόνα, καὶ οὕτως εἰσάγει τὸ πρός τι."],["32.217","διὸ καὶ δοκεῖ κοινωνίαν ἔχειν πρὸς τοὺς Πυρρωνείους. διαφέρει δὲ αὐτῶν, καὶ εἰσόμεθα τὴν διαφοράν, ἐξαπλώσαντες συμμέτρως τὸ δοκοῦν τῷ Πρωταγόρᾳ. φησὶν οὖν ὁ ἀνὴρ τὴν ὕλην ῥευστὴν εἶναι, ῥεούσης δὲ αὐτῆς συνεχῶς προσθέσεις ἀντὶ τῶν ἀποφορήσεων γίγνεσθαι καὶ τὰς αἰσθήσεις μετακοσμεῖσθαί τε καὶ ἀλλοιοῦσθαι παρά τε τὰς ἡλικίας καὶ παρὰ τὰς ἄλλας κατασκεὰς τῶν σωμάτων."],["32.218","λέγει δὲ καὶ τοὺς λόγους πάντων τῶν φαινομένων ὑποκεῖσθαι ἐν τῇ ὕλῃ, ὧς δύνασθαι τὴν ὕλην ὅσον ἐφ’ ἑαυτῇ πάντα εἶναι ὅσα πᾶσι φαίνεται. τοὺς δὲ ἀνθρώπους ἄλλοτε ἄλλων ἀντιλαμβάνεσθαι παρὰ τἀς δ’ διαφόρους αὐτῶν διαθέσεις· τὸν μὲν γὰρ κατὰ φύσιν ἔχοντα ἐκεῖνα τῶν ἐν τῇ ὕλῃ καταλαμβάνειν ἃ τοῖς κατὰ φύσιν ἔχουσι φαίνεσθαι δύναται, τὸν δὲ παρὰ φύσιν ἃ τοῖς παρὰ φύσιν."],["32.219","καὶ ἤδη παρὰ τἀς ἡλικίας καὶ κατὰ τὸ ὑπνοῦν ἢ ἐγρηγορέναι καὶ καθ’ ἕκαστον εἶδος τῶν διαθέσεων ὁ αὐτὸς λόγος. γίνεται τοίνυν κατ’ αὐτὸν τῶν ὄντων κριτήριον ὁ ἄνθρωπος· πάντα γὰρ τὰ φαινόμενα τοῖς ἀνθρώ- ποις καὶ ἔστιν, τὰ δὲ μηδενὶ τῶν ἀνθρώπων φαινόμενα οὐδὲ ἔστιν. ὁρῶμεν οὖν ὅτι καὶ περὶ τοῦ τὴν ὕλην ῥευστὴν εἶναι καὶ περὶ τοῦ τοὺς λόγους τῶν φαινομένων πάντων ἐν αὐτῇ ὑποκεῖσθαι δογματίζει, ἀδήλων ὄντων καὶ ἡμῖν ἐφεκτῶν."],["33.220","Φᾶσί μέντοι τινὲς ὅτι ἡ Ἀκαδημαϊκὴ φιλοσοφία ἡ αὐτή ἐστι τῇ σκέψει· διόπερ ἀκόλουθον ἂν εἴη καὶ περὶ τούτου διεξελθεῖν. Ἀκαδημίαι δὲ γεγόνασιν, ὡς ὡς φασὶ ν οἱ πλείους ἢ], τρεῖς, μία μὲν καὶ ἀρχαιοτάτη ἡ τῶν περὶ Πλάτωνα, δευτέρα δὲ καὶ μέση ἡ τῶν περὶ Ἀρκεσίλαον τὸν ἀκουστὴν Πολέμωνος, τρίτη δὲ καὶ νέα ἡ τῶν περὶ Καρνεάδην καὶ Κλειτόμαχον· ἔνιοι δὲ καὶ τετάρτην προστιθέασι τὴν περὶ Φίλωνα καὶ Χαρμίδαν, τινὲς δὲ καὶ πέμπτην καταλέγουσι τὴν περὶ τὸν] Ἀντίοχον."],["33.221","ἀρξάμενοι τοίνυν ἀπὸ τῆς ἀρχαίας ἴδωμεν τὴν πρὸς ἡμᾶς διαφορὰν διαφορὰν τῶν εἰρημένων φιλοσοφιῶν. τὸν Πλάτωνα οὖν οἱ μὲν δογματικὸν ἔφασαν εἶναι, οἱ δὲ ἀπορητικόν, οἱ δὲ κατὰ μέν τι ἀπορη- τικόν, κατὰ δέ τι δογματικόν· ἐν μὲν γὰρ τοῖς γυμναστικοῖς [φασι] λόγοις, ἔνθα ὁ Σωκράτης εἰσάγεται ἤτοι παίζων πρός τινας ἢ ἀγωνιζόμενος πρὸς σοφιστάς, γυμναστικόν τε καὶ ἀπορητικόν φασιν ἔχειν αὐτὸν χαρακτῆρα, δογματικὸν δέ, ἔνθα σπουδάζων ἀποφαίνεται ἤτοι διὰ Σωκράτους ἢ Τιμαίου ἤ τινος τῶν τοιούτων."],["33.222","περὶ μὲν οὖν τῶν δογματικὸν αὐτὸν εἶναι λεγόντων, ἢ κατὰ μέν τι δογματικόν, κατὰ δέ τι ἀπορητικόν, περισσὸν ἂν εἴη λέγειν νῦν· αὐτοὶ γὰρ ὁμολογοῦσι τὴν πρὸς ἡμᾶς διαφοράν. περὶ δὲ τοῦ εἰ ἔστιν εἰλικρινῶς σκεπτικὸς πλατύτερον μὲν ἐν τοῖς ὑπομνήμασι διαλαμβάνομεν, νῦν δὲ ὧς ἐν ὑποτυπώσει λέγομεν κατὰ τοὺς περὶ Μη νόδοτονκα καὶ Αἰνησίδημον (οὗτοι γὰρ μάλιστα ταύτης προέστησαν τῆς στάσεως), ὅτι ὅταν ὁ Πλάτων’ ἀποφαίνηται περὶ ἰδεῶν ἢ περὶ τοῦ πρόνοιαν εἷναι ἢ περὶ τοῦ τὸν ἐνάρετον βίον αἱρετώτερον εἷναι τοῦ μετὰ κακιῶν, εἴτε ὡς ὑπάρχουσι τούτοις συγκατατίθεται, δογματίζει, εἴτε ὧς πιθανωτέροις προστίθεται, ἐπεὶ προκρίνει τι κατὰ πίστιν ἢ ἀπιστίαν, ἐκπέφευγε τὸν σκεπτικὸν χαρακτῆρα· ὡς γὰρ καὶ τοῦτο ἡμῖν ἐστιν ἀλλότριον, ἐκ τῶν ἔμπροσθεν εἰρημένων πρόδηλον."],["33.223","εἰ δέ τινα καὶ σκεπτικῶς προφέρεται, ὅταν, ὡς φασί, γυμνάζηται, οὐ παρὰ τοῦτο ἔσται σκεπτικός· ὁ γὰρ περὶ ἑνὸς δογματίζων, ἢ προκρίνων φαντασίαν φαντασίας ὅλως κατὰ πίστιν ἢ ἀπιστίαν ἤ ἀποφαινόμενος περί τινος τῶν ἀδήλω, τοῦ δογματικοῦ γίνεται χαρακτῆρος, ὡς δηλοῖ καὶ ὁ Τίμων (Fr. poet. phil. p. 200 Diels= Vorsokr. 2 11 A 35) διὰ τῶν περὶ Ξενοφάνους αὐτῷ λεγομένων."],["33.224","ἐν πολλοῖς γὰρ αὐτὸν ἐπαινέας [τὸν Ξενοφάνην], ὧς καὶ τοὺς σίλλους αὐτῷ ἀναθεῖναι, ἐποίησεν αὐτὸν ὀδυρόμενον καὶ λέγοντα ὡς καὶ ἐγὼν ὄφελον πυκινοῦ νόου ἀντιβολῆσαι ἀμφοτερόβλεπτος· δολίῃ δ’ ὁδῷ ἐξαπατήθην πρεσβυγενὴς ἔτ’ ἐὼν καὶ ἀμενθήριατος ἀπάσης σκεπτοσύνης. ὅππῃ γὰρ ἐμὸν νόον εἰρύσαιμι, εἰς ‘ὲν ταὐτό τε πᾶν ἀνελύετο· πᾶν δ’ ἐὸν αἰεί πάντῃ ἀνελκόμενον μίαν εἰς φύσιν ἵσταθ’ ὁμοίην. διὰ τοῦτο γοῦν καὶ ὑπάτυφον αὐτὸν λέγει, καὶ οὐ τέλειον ἄτυφον, δι’ ὧν φησι (Diels Vorsokr. 2 11 A 35) Ξεινοφάνης ὑπάτυφος, ὁμηραπάτης ἐπισκώπτης, εἰ τὸν ἀπ’ ἀνθρώπων θεὸν ἐπλάσατ’ ἶσον ἀπάντῃ, ἀτρεμῆ ἀσκηθῆ νοερώτερον ἠὲ νόημα. ὑπάτυφον μὲν γὰρ εἶπε τὸν κατά τι ἄτυφον, ὁμηραπάτης δὲ ἐπισκώπτην, ἐπεὶ τὴν παρ’ Ὁμήρῳ ἀπάτην διέσυρεν."],["33.225","ἐδογμάτιζε δὲ ὁ Ξενοφάνης παρὰ τἀς τῶν ἄλλων ἀνθρώπων προλήψεις ‘ὲν εἶναι τὸ πᾶν, καὶ τὸν θεὸν συμφυῆ τοῖς πᾶσιν, εἶναι δὲ σφαιροειδῆ καὶ ἀπαθῆ καὶ ἀμετάβλητον καὶ λογικόν· ὅθεν καὶ ῥᾴδιον τὴν Ξενοφάνους πρὸς ἡμᾶς διαφορὰν ἐπιδεικνύναι. πλὴν ἀλλ’ ἐκ τῶν εἰρημένων πρόδηλον, ὅτι κἂν περί τινων ἐπαπορῇ ὁ Πλάτων’, ἀλλ’ ἐπεὶ ἔν τισι φαίνεται ἢ περὶ ὑπάρξεως ἀποφαινόμενος πραγμάτων ἀδήλων ἢ προκρίνων ἄδηλα κατὰ πίστιν, οὐκ ἂν εἴη σκεπτικός."],["33.226","Οἱ δὲ ἀπὸ τῆς νέας Ἀκαδημίας, εἰ καὶ ἀκατάληπτα εἶναι πάντα φασί, διαφέρουσι τῶν σκεπτικῶν ἴσως μὲν καὶ κατ’ αὐτὸ τὸ λέγειν πάντα εἶναι ἀκατάληπτα (διαβεβαιοῦνται γὰρ περὶ τούτου, ὁ δὲ σκεπτικὸς ἐνδέχεσθαι καὶ καταληφθῆναί τινα προσδοκᾷ), διαφέρουσι δὲ ἡμῶν προδήλως ἐν τῇ τῶν ἀγαθῶν καὶ τῶν κακῶν κρίσει. ἀγαθὸν γὰρ τί φασιν εἶναι οἱ Ἀκαδημαϊκοὶ καὶ κακὸν οὐχ ὧς ἡμεῖς, ἀλλά μετὰ τοῦ πεπεῖσθαι ὅτι πιθανόν ἐστι μᾶλλον ὃ λέγουσιν εἶναι ἀγαθὸν ὑπάρχειν ἢ τὸ ἐναντίον, καὶ ἐπὶ τοῦ κακοῦ ὁμοίως, ἡμῶν ἀγαθόν τι ἢ κακὸν εἶναι λεγόντων οὐδὲν μετὰ τοῦ πιθανὸν εἶναι νομίζειν ὅ φαμεν, ἀλλ’ ἀδοξάστως ἑπομένων τῷ βίῳ, ἴνα μὴ ἀνενέργητοι ὦμεν."],["33.227","τάς τε φαντασίας ἡμεῖς μὲν ἴσας λέγομεν εἶναι κατὰ πίστιν ἢ ἀπιστίαν ὅσον ἐπὶ τῷ λόγῳ, ἐκεῖνοι δὲ τἀς μὲν πιθανὰς εἶναί φασι τὰς δὲ ἀπιθάνους. καὶ τῶν πιθανῶν δὲ λέγουσι διαφοράς· τὰς μὲν γὰρ αὐτὸ μόνον πιθανὰς ὑπάρχειν ἡγοῦνται, τὰς δὲ πιθανὰς καὶ διεξωδευμένας, δὲ πιθανὰς καὶ περιωδευμένας καὶ ἀπερισπάστους. οἷον ἐν οἴκῳ σκοτεινῷ ποσῶς κειμένου σχοινίου ἐσπ. ειραμένου πιθανὴ ἁπλῶς φαντασία γίνεται ἀπὸ τούτου ὡς ἀπὸ ὄφεως τῷ ἀθρόως ἐπεισελθόντι·"],["33.228","τῷ μέντοι περισκοπήσαντι ἀκριβῶς καὶ δ ιεξοδ εύσ αντι τὰ περὶ αὐτό, οἷον ὅτι οὐ κινεῖται, ὅτι τὸ χρῶμα τοῖόν ἐστι, καὶ τῶν ἄλλων ἕκαστον, φαίνεται σχοινίον κατὰ τὴν φαντασίαν τὴν πιθανὴν καὶ περιωδευμένην. ἡ δὲ καὶ ἀπερίσπαστος φαντασία τοιάδε ἐστίν. λέγεται ὁ Ἡρακλῆς ἀποθανοῦσαν τὴν Ἄλκηστιν αὖθις ἐξ Ἅιδου ἀναγαγεῖν καὶ δεῖξαι τῷ Ἀδμήτῳ, ὃς πιθανὴν μὲν ἐλάμβανε φαντασίαν τῆς Ἀλκήστιδος καὶ περιωδευμένην· ἐπεὶ μέντοι ᾔδει ὅτι τέθνηκεν, περιεσπᾶτο αὐτοῦ ἡ διάνοια ἀπὸ τῆς συγκαταθέσεως καὶ πρὸς ἀπιστίαν ἔκλινεν....."],["33.229","προκρίνουσιν οὖν οἱ ἐκ τῆς νέας Ἀκαδημίας τῆς μὲν πιθανῆς ἀπλῶς τὴν πιθανὴν καὶ περιωδευμένην φαντασίαν, ἀμφοτέρων δὲ τούτων τὴν πιθανὴν καὶ περιωσευμένην καὶ ἀπερίσπαστον. εἰ δὲ καὶ πείθεσθαί τισιν οἱ τε ἀπὸ τῆς Ἀκαδημίας καὶ οἱ ἀπὸ τῆς σκέψεως λέγουσι, πρόδηλος καὶ ἡ κατὰ τοῦτο διαφορὰ τῶν φιλοσοφιῶν."],["33.230","τὸ ψὰρ πείθεσθαι λέγεται διαφόρως, τό τε μὴ ἀντιτείνειν ἀλλ’ ἁπλῶς ἕπεσθαι ἄνευ σφοδρᾶς προσκλίσεως καὶ προσπαθείας, ὧς ὁ παῖς πείθεσθαι λέγεται τῷ παιδαγωγῷ· ἅπαξ δὲ τὸ μετὰ αἱρέσεως καὶ οἱονεὶ συμπαθείας κατὰ τὸ σφόδρα βούλεσθαι συγκατατίθεσθαί τινι, ὧς ὁ ἄσωτος πείθεται τῷ δαπανητικῶς βιοῦν ἀξιοῦντι. διόπερ ἐπειδὴ οἱ μὲν περὶ Καρνεάδην καὶ Κλειτόμαχον μετὰ προσκλίσεως σφοδρᾶς πείθεσθαί τε καὶ πιθανὸν εἶναί τί φασιν, ἡμεῖς δὲ κατὰ τὸ ἀπλῶς εἴκειν ἄνευ προσπαθείας, καὶ κατὰ τοῦτο ἂν αὐτῶν διαφέροιμεν."],["33.231","ἀλλὰ καὶ ἐν τοῖς πρὸς τὸ τέλος διαφέρομεν τῆς νέας Ἀκαδημίας· οἱ μὲν γὰρ κατ᾿ αὐτὴν κοσμεῖσθαι λέγοντες ἄνδρες τῷ πιθανῷ προσχρῶνται κατὰ τὸν βίον, ἡμεῖς δὲ τοῖς νόμοις καὶ τοῖς ἔθεσι καὶ τοῖς φυσικοῖς πάθεσιν ἑπόμενοι βιοῦμεν ἀδοξάστως. καὶ πλείω δ᾿ ἂν εἴπομεν πρὸς τὴν διάκρισιν, εἰ μὴ τῆς συντομίας ἐστοχαζόμεθα."],["33.232","Ὁ μέντοι Ἀρκεσίλαος, ὃν τῆς μέσης Ἀκαδημίας ἐλέγομεν εἶναι προστάτην καὶ ἀρχηγόν, πάνυ μοι δοκεῖ τοῖς Πυρρωνείοις κοινωνεῖν λόγοις, ὡς μίαν εἶναι σχεδὸν τὴν κατ᾿ αὐτὸν ἀγωγὴν καὶ τὴν ἡμετέραν· οὔτε γὰρ περὶ ὑπάρξεως ἢ ἀνυπαρξίας τινὸς ἀποφαινόμενος εὑρίσκεται, οὔτε κατὰ πίστιν ἢ ἀπιστίαν προκρίνει τι ἕτερον ἑτέρου, ἀλλὰ περὶ πάντων ἐπέχει. καὶ τέλος μὲν εἶναι τὴν ἐποχήν, ᾗ συνεισέρχεσθαι τὴν ἀταραξίαν ἡμεῖς ἐφάσκομεν."],["33.233","λέγει δὲ καὶ ἀγαθὰ μὲν εἶναι τὰς κατὰ μέρος ἐποχάς, κακὰ δὲ τἀς κατὰ μέρος συγκαταθέσεις. ἐκτὸς εἰ μὴ λέγοι τις, ὅτι ἡμεῖς μὲν κατὰ τὸ φαινόμενον ἡμῖν ταῦτα λέγομεν καὶ οὐ διαβεβαιωτικῶς, ἐκεῖνος δὲ ὡς πρὸς τὴν φύσιν, ὥστε καὶ ἀγαθὸν μὲν εἶναι αὐτὸν λέγειν τὴν ἐποχήν, κακὸν δὲ τὴν συγκατάθεσιν."],["33.234","εἰ δὲ δεῖ καὶ τοῖς περὶ αὐτοῦ λεγομένοις πιστεύειν, φασὶν ὅτι κατὰ μὲν τὸ πρόχειρον Πυρρώνειος ἐφαίνετο εἶναι, κατὰ δὲ τὴν ἀλήθειαν δογματικὸς ἦν· καὶ ἐπεὶ τῶν ἑταίρων ἀπόπειραν ἐλάμβανε διὰ τῆς ἀπορητικῆς, εἰ εὐφυῶς ἔχουσι πρὸς τὴν ἀνάληψιν τῶν Πλατωνικῶν δογμάτων, δόξαι αὐτὸν ἀπορητικὸν εἶναι, τοῖς μέντοι γε εὐφυέσι τῶν ἑταίρων τὰ Πλάτωνος παρεγχειρεῖν. ἔνθεν καὶ τὸν Ἀρίστωνα (Stoic. fr. I 344 Arn. cf. Ζ 181) εἰπεῖν περὶ αὐτοῦ πρόσθε Πλάτων, ὄπιθεν Πύρρων, μέσσος Διόδωρος, διὰ τὸ προσχρῆσθαι τῇ διαλεκτικῇ τῇ κατὰ τὸν Διόδωρον, εἶναι δὲ ἄντικρυς Πλατωνικόν."],["33.235","Οἱ δὲ περὶ Φίλωνά φασιν ὅσον μὲν ἐπὶ τῷΣτωικῷ κριτηρίῳ, τουτέστι τῇ καταληπτικῇ φαντασίᾳ, ἀκατάληπτα εἶναι τὰ πράγματα, ὅσον δὲ ἐπὶ τῇ φύσει τῶν πραγμάτων αὐτῶν, καταληπτά. ἀλλὰ καὶ ὁ Ἀντίοχος τὴν Στοὰν μετήγαγεν εἰς τὴν Ἀκαδημίαν, ὡς καὶ εἰρῆσθαι ἐπ’ αὐτῷ ὅτι Ἀκαδημίᾳ φ ιλοσοφεῖ τὰ Στωικά· ἐπεδείκνυε γὰρ ὅτι παρὰ Πλάτωνι κεῖται τὰ τῶν Στωικὼν δόγματα. ὡς πρόδηλον εἶναι τὴν τῆς σκεπτικῆς ἀγωγῆς διαφορὰν πρός τε τὴν τετάρτην καὶ τὴν πέμπτην καλουμένην Ἀκαδημίαν."],["34.236","Ἐπεὶ δὲ καὶ τῇ ἐμπειρίᾳ τῇ κατὰ τὴν ἰατρικὴν αἱρέσει τὴν αὐτὴν εἶναι λέγουσί τινες τὴν σκεπτικὴν φιλοσοφίαν, γνωστέον ὅτι, εἴπερ ἡ ἐμπειρία ἐκείνη περὶ τῆς ἀκαταληψίας τῶν ἀδήλων διαβεβαιοῦται, οὔτε ἡ αὐτή ἐστι τῇ σκέψει οὔτε ἁρμόζοι ἂν τῷ σκεπτικῷ τὴν αἵρεσιν ἐκείνην ἀναλαμβάνειν. μᾶλλον δὲ τὴν καλουμένην μέθοδον, ὧς ἐμοὶ δοκεῖ, δύναιτο ἂν μετιέναι·"],["34.237","αὕτη γὰρ μόνη τῶν κατὰ ἰατρικὴν αἱρέσεων περὶ μὲν τῶν ἀδήλων δοκεῖ μὴ προπετεύεσθαι, πότερον καταληπτά ἐστιν ἢ ἀκατάληπτα λέγειν αὐθαδειαζομένη, τοῖς δὲ φαινομένοις ἑπομένη ἀπὸ τούτων λαμβάνει τὸ συμφέρειν δοκοῦν κατὰ τὴν τῶν σκεπτικῶν ἀκολουθίαν. ἐλέγομεν γὰρ ἐν τοῖς ἔμπροσθεν (§ 23), ὅτι ὁ βίος ὁ κοινός, ᾧ καὶ ὁ σκεπτικὸς χρῆται, τετραμερής ἐστιν, τὸ μέν τι ἔχων ἐν ὑφηγήσει φύσεως, τὸ δ’ ἐν ἀνάγκῃ παθῶν, τὸ δ’ ἐν παραδόσει νόμων τε καὶ ἐθῶν, τὸ δ’ ἐν διδασκαλίᾳ τεχνῶν."],["34.238","ὥσπερ οὖν κατὰ τὴν ἀνάγκην τῶν παθῶν ὁ δκεπτικὸς ὑπὸ μὲν δίψους ἐπὶ ποτὸν ὁδηγεῖται, ὑπὸ δὲ λιμοῦ ἐπὶ τροφήν, καὶ ἐπί τι τῶν ἄλλων ὁμοίως, οὕτω καὶ ὁ μεθοδικὸς ἰατρὸς ὑπὸ τῶν παθῶν ἐπὶ τὰ κατάλληλα ὁδηγεῖται, ὑπὸ μὲν στεγνώσεως ἐπὶ τὴν χαύνωσιν, ὧς καταφεύγει τις ἀπὸ τῆς διὰ ψῦχος ἐπιτεταμένον πυκνώσεως ἐπὶ ἀλέαν, ὑπὸ δὲ ῥύσεως ἐπὶ τὴν ἐποχὴν αὐτῆς, ὡς καὶ οἱ ἐν βαλανείῳ ἱδρῶτι πολλῷ περιρρεόμενοι καὶ ἐκλυόμενοι ἐπὶ τὴν ἐποχὴν αὐτοῦ παραγίνονται καὶ διὰ τοῦτο ἐπὶ τὸν ψυχρὸν ἀέρα καταφεύγουσιν. ὅτι δὲ καὶ τὰ φύσει ἀλλότρια ἐπὶ τὴν ἄρσιν αὐτῶν ἰέναι καταναγκάζει, πρόδηλον, ὅπου γε καὶ ὁ κύων σκόλοπος αὐτῷ καταπαγέντος ἐπὶ τὴν ἄρσιν αὐτοῦ παραγίνεται."],["34.239","τᾶι. καὶ ἴνα μὴ καθ’ ἕκαστον λέγων ἐκβαίνω τὸν ὑποτυπωτικὸν τρόπον τῆς συγγραφῆς, πάντα οἶμαι τὰ ὑπὸ τῶν μεθο- δικῶν οὕτω λεγόμενα ὑποτάσσεσθαι δύνασθαι τῇ ἐκ τῶν παθῶν ἀνάγκῃ, τῶν τε κατὰ φύσιν καὶ τῶν παρὰ φύσιν πρὸς τῷ καὶ τὸ ἀδόξαστόν τε καὶ ἀδιάφορον τῆς χρήσεως τῶν ὀνομάτων κοινὸν εἶναι τῶν ἀγωγῶν."],["34.240","ὡς γὰρ ὁ σκεπτικὸς ἀδοξάστως χρῆται τῇ ‘οὐδὲν ὁρίζω᾿ φωνῇ καὶ τῇ ‘οὐδὲν καταλαμβάνω,’ καθάπερ εἰρήκαμεν, οὕτω καὶ ὁ μεθοδικὸς ‘κοινότητα’ λέγει καὶ ‘διήκειν’ καὶ τὰ παραπλήσια ἀπεριέργως. οὕτω δὲ καὶ τὸ τῆς ἐνδείξεως ὄνομα ἀδοξάστως παραλαμβάνει ἀντὶ τῆς ἀπὸ τῶν φαινομένων παθῶν τῶν τε κατὰ φύσιν καὶ τῶν παρὰ φύσιν ὁδηγήσεως ἐπὶ τὰ κατάλληλα εἶναι δοκοῦντα, ὡς καὶ ἐπὶ δίψους καὶ ἐπὶ λιμοῦ καὶ τῶν ἄλλων ὑπεμίμνῃσκον."],["34.241","ὅθεν οἰκειότητά τινα ἔχειν τὴν ἀγωγὴν τὴν κατὰ ἰατρικὴν τῶν μεθοδικῶν πρὸς τὴν δκέψιν, μᾶλλον τῶν ἄλλων κατὰ ἰατρικὴν αἱρέσεων (καὶ ὧς πρὸς σύγκρισιν ἐκείνων, οὐχ ἀπλῶς), ῥητέον ἐκ τούτων καὶ τῶν παραπλησίων τούτοις τεκμαιρομένους. Τοσαῦτα κοὶ περὶ τῶν παρακεῖσθαι δοκούντων τῇ κατὰ τοὺς σκεπτικοὺς ἀγωγῇ διεξελθόντες, ἐν τούτοις ἀπαρτίζομεν τόν τε καθόλου τῆς σκέψεως λόγον καὶ τὸ πρῶτον τῶν ὑποτυπώσεων σύνταγμα."]],[["toc.toc","Τάδε ἔνεστιν ἐν τῷ δευτέρῳ τῶν Πυρρωνείων ὑποτυπώσεων. α′ εἰ δύναται ζητεῖν ὁ σκεπτικός περὶ τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς β′ πόθεν ἀρκτέον τῆς πρὸς τοὺς δογματικούς ζητήσεως γ′ περὶ κριτηρίου δ′ εἰ ἔστι κριτήριον ἀληθείας ε′ περὶ τοῦ ὑφ’ οὖ ς′ περὶ τοῦ δι’ οὖ ζ′ περὶ τοῦ καθ’ η′ περὶ ἀληθοῦς καὶ ἀληθείας θ′ εἰ ἔστι τι φύσει ἀληθές ι′ περὶ σημείου ια′ εἰ ἔστι τι σημεῖον ἐνδεικτικόν ιβ′ περὶ ιγ′ εἰ ἔστιν ιδ′ περὶ συλλογισμῶν ιε′ περὶ ἐπαγωγῆς ις′ περὶ ὅρων ιζ′ περὶ ιη′ περὶ τῆς ὀνόματος εἰς σημαινόμενα διαιρέσεως ιθ′ εἰ διαιρεῖται ὅλον εἰς μέρη κ′ περὶ γενῶν καὶ εἰδῶν κα′ περὶ κοινῶν συμβεβηκότων κβ′ περὶ"],["1.1","Ἐπεὶ δὲ τὴν ζήτησιν τὴν πρὸς τοὺς δογματικοὺς μετήλθομεν, ἕκαστον τῶν μερῶν τῆς καλουμένης φιλοσοφίας συντι τόμως καὶ ὑποτυπωτικῶς ἐφοδεύσωμεν, πρότερον ἀποκρινάμενοι πρὸς τούς ἀεὶ θρυλοῦντας ὧς μήτε ζητεῖν μήτε νοεῖν ὅλως οἶός τέ ἐστιν ὁ σκεπτικὸς περὶ τῶν δογματιζομένων παρ’ αὐτοῖς."],["1.2","φασὶ γὰρ ὡς ἤτοι καταλαμβάνει ὁ σκεπτικὸς τὰ ὑπὸ τῶν δογματικῶν λεγόμενα ἢ οὐ καταλαμβάνει· καὶ εἰ μὲν καταλαμβάνει, πῶς ἂν ἀποροίη περὶ ὧν κατειληφέναι λέγει; εἰ δ᾿ οὐ καταλαμβάνει, ἄρα περὶ ὧν οὐ κατείληφεν οὐδὲ οἶδε λέγειν."],["1.3","ὥσπερ γὰρ ὁ μὴ εἰδώς, εἰ τύχοι, τί ἐστι τὸ* καθ’ ὃ περιαιρουμένου ἢ τὸ διὰ δύο τροπικῶν* θεώρημα, οὐδὲ εἰπεῖν τι δύναται περὶ αὐτῶν, οὕτως ὁ μὴ γινώσκων ἕκαστον τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς οὐ δύναται ζητεῖν πρὸς αὐτοὺς περὶ ὧν οὐκ οἶδεν. οὐδαμῶς ἄρα δύναται ζητεῖν ὁ ὒ σκεπτικὸς περὶ τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς."],["1.4","κοῖς. ἴς. οἱ δὴ ταῦτα λέγοντες ἀποκρινάσθωσαν ἡμῖν, πῶς λέγουσι νῦν τὸ καταλαμβάνειν, πότερον τὸ νοεῖν ἀπλῶς ἄνευ τοῦ καὶ ὑπὲρ τῆς ὑπάρξεως ἐκείνων περὶ ὧν ποιούμεθα τούς λόγους διαβεβαιοῦσθαι, ἢ μετὰ τοῦ νοεῖν καὶ τὸ τὴν ὕπαρξιν ἐκείνων τιθέναι περὶ ὧν διαλεγόμεθα. εἰ μὲν γὰρ καταλαμβάνειν εἶναι λέγουσιν ἐν τῷ λόγῳ τὸ καταληπτικῇ φαντασίᾳ συγκατατίθεσθαι, τῆς καταληπτικῆς φαντασίας οὔσης ἀπὸ ὑπάρχοντος, κατ' αὐτὸ τὸ ὑπάρχον ἐναπομεμαγμένης καὶ ἐναπεσφραγισμένης, οἴα οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος, οὐδὲ αὐτοὶ βουλήσονται τάχα μὴ δύνασθαι ζητεῖν περὶ ἐκείνων ἃ μὴ κατειλήφασιν οὕτως."],["1.5","οἷον γοῦν ὅταν ὁ Στωικὸς πρὸς τὸν Ἐπικούρειον ζητῇ λέγοντα ὅτι διῄρηται ἡ οὐσία ἢ ὧς ὁ θεὸς οὐ προνοεῖ τῶν ἐν κόσμῳ ἢ ὅτι ἡ ἡδονὴ ἀγαθόν, πότερον κατείληφεν ἢ οὐ κατείφησὶ ληφεν; καὶ εἰ μὲν κατείληφεν, ὑπάρχειν αὐτὰ λέγων ἄρδην ἀναιρεῖ τὴν Στοάν· εἰ δ’ οὐ κατείληφεν, οὐ δύναταί τι πρὸς αὐτὰ λέγειν."],["1.6","τὰ δὲ παραπλήσια καὶ πρὸς τοὺς ἀπὸ τῶν ἄλλων αἱρέσεων ἀναγομένους λεκτέον, ὅταν τι ζητεῖν περὶ τῶν δοκούντων τοῖς ἑτεροδόξοις αὐτῶν ἐθέλωσιν. ὥστε οὐ δύνανται περί τινος ζητεῖν πρὸς ἀλλήλους. μᾶλλον δέ, εἰ χρὴ μὴ ληρεῖν, συγχυθήσεται μὲν αὐτῶν ἅπασα ὡς ἔπος εἰπεῖν ἡ δογματική, συντόνως δὲ προσαχθήσεται ἡ σκεπτικὴ φιλοσοφία, διδομένου τοῦ μὴ δύνασθαι ζητεῖν περὶ τοῦ μὴ οὕτως κατ’ εἰλημμένου."],["1.7","ὁ γὰρ περί τινος ἀδήλου πράγματος ἀποφαίνεσθαι τε καὶ δογματίζων ἤτοι κατειληφὼς αὐτὸ ἀποφαίνεσθαι περὶ αὐτοῦ λέξει ἢ μὴ κατειληφώς. ἀλλ’ εἰ μὲν μὴ κατειληφώς, ἄπιστος ἔσται· εἰ δὲ κατειληφώς, ἤτοι αὐτόθεν καὶ ἐξ ἑαυτοῦ καὶ κατ’ ἐνάργειαν ὑποπεσὸν αὐτῷ τοῦτο λέξει κατειληφέναι ἢ διά τινος ἐρεύνης καὶ ζητήσεως."],["1.8","ἀλλ’ εἶ μὲν ἐξ ἑαυτοῦ περιπτωτικῶς κατ’ ἐνάργειαν λέγοι ὑποπεσεῖν αὐτῷ καὶ κατειλῆφθαι τὸ ἄδηλον, οὕτως ἂν οὐδὲ ἄδηλον εἵη ἀλλὰ πᾶσιν ἐπ’ ἴσης φαινόμενον καὶ ὁμολογούμενον καὶ μὴ διαπεφωνημένον. περὶ ἑκάστου δὲ τῶν ἀδήλων ἀνήνυτος γέγονε παρ’ αὐτοῖς διαφωνία· οὐκ ἄρα ἐξ ἑαυτοῦ καὶ κατ’ ἐνάργειαν ὑποπεσὸν αὐτῷ κατειληφὼς ἂν εἴη τὸ ἄδηλον ὁ περὶ τῆς ὑπάρξεως αὐτοῦ διαβεβαιούμενός τε καὶ ἀποφαινόμενος δογματικός."],["1.9","εἰ δὲ διά τινος ἐρεύνης, πῶς οἷός τε ἦν ζητεῖν πρὸ τοῦ καταλαβεῖν ἀκριβῶς αὐτὸ κατὰ τὴν προκειμένην ὑπόθεσιν; τῆς μὲν γὰρ ζητήσεως χρῃζούσης τοῦ πρότερον ἀκριβῶς κατειλῆφθαι τὸ μέλλον ζητεῖσθαι καὶ οὕτω ζητεῖσθαι, τῆς δὲ καταλήψεως τοῦ ζητουμένου πράγματος δεομένης πάλιν αὐτῆς τοῦ προεζητῆσθαι πάντως αὐτό, κατὰ τὸν διάλληλον τρόπον τῆς ἀπορίας ἀδύνατον αὐτοῖς γίγνεται καὶ τὸ ζητεῖν περὶ τῶν ἀδήλων καὶ τὸ δογματίζειν, ἤν τε ἀπὸ τῆς καταλήψεως ἄρχεσθαι βούλωνταί τινες, μεταγόντων ἡμῶν αὐτοὺς ἐπὶ τὸ δεῖν αὐτὸ προεζητηκέναι πρὸ τοῦ κατειληφέναι, ἤν τε ἀπὸ τῆς ζητήσεως, ἐπὶ τὸ δεῖν πρὸ τοῦ ζητεῖν κατειληφέναι τὸ μέλλον ζητεῖσθαι, ὥστε διὰ ταῦτα μήτε καταλαμβάνειν αὐτοὺς δύνασθαί τι τῶν ἀδήλων μήτε ἀποφαίνεσθαι διαβεβαιωτικῶς ὑπὲρ αὐτῶν. ἐξ ὧν ἀναιρεῖσθαι μὲν τὴν δογματικὴν εὑρεσιλογίαν αὐτόθεν, οἶμαι, συμβήσεται, τὴν ἐφεκτικὴν δὲ εἰσάγεσθαι φιλοσοφίαν."],["1.10","εἰ δὲ φήσουσι μὴ τοιαύτην [λέγειν] κατ’ κατάλμψιν ἡγεῖσθαι ζητήσεως προσήκειν, νόησιν δὲ ἀπλῶς, οὐκ ἔστιν ἀδύνατον [ἐν] τοῖς ἐπέχουσι περὶ τῆς ὑπάρξεως τῶν ἀδήλων ζητεῖν. νοήσεως γὰρ οὐκ ἀπείργεται ὁ σκεπτικός, οἶμαι, ἀπό τε τῶν παθητικῶς ὑποπιπτόντων καὶ κατ’ φαινομένων αὐτῷ λόγων γινομένης καὶ μὴ πάντως εἰσαγούσης τὴν ὕπαρξιν τῶν νοουμένων· οὐ γὰρ μόνον τὰ ὑπάρχοντα νοοῦμεν, ὥς φασιν, ἀλλ’ ἤδη καὶ τὰ ἀνύπαρκτα. ὅθεν καὶ ζητῶν καὶ νοῶν ἐν τῇ σκεπτικῇ διαθέσει μένει ὁ ἐφεκτικός· ὅτι γὰρ τοῖς κατὰ φαντασίαν παθητικὴν ὑποπίπτουσιν αὐτῷ, καθὸ φαίνεται αὐτῷ, συγκατατίθεται, δεδήλωται."],["1.11","ὅρα δὲ μὴ καὶ νῦν οἱ δογματικοὶ ζητήσεως ἀπείργωνται. οὐ γὰρ τοῖς ἀγνοεῖν τὰ πράγματα ὧς ἔχει πρὸς τὴν φύσιν ὁμολογοῦσι τὸ ζητεῖν ἔτι περὶ αὐτῶν ἀνακόλυθον, τοῖς δ’ ἐπ’ ἀκριβὲς οἰομένοις ταῦτα γινώσκειν· οἶς μὲν γὰρ ἐπὶ πέρας ἤδη πάρεστιν ἡ ζήτησις, ὧς ὑπειλήφασιν, οἶς δὲ τὸ δι’ ὃ πᾶσα συνίσταται ζήτησις ἀκμὴν ὑπάρχει, τὸ νομίζειν ὡς οὐχ εὑρήκασιν."],["1.12","Οὐκοῦν ζητητέον ἡμῖν ἐστι περὶ ἑκάστου μέρους τῆς καλουμένης φιλοσοφίας συντόμως ἐπὶ τοῦ παρόντος. καὶ ἐπεὶ πολλὴ γέγονε παρὰ τοῖς δογματικοῖς διαφωνία περὶ τῶν μερῶν τῆς φιλοσοφίας, τῶν μὲν ἕν, τῶν δὲ δύο, τῶν δὲ τρία εἶναι λεγόντων, περὶ ἧς οὐκ ἂν εἴη προσῆκον πλείω διεξιέναι, τὴν δόξαν τῶν δοκούντων τελειότερον ἀνενῦν στράφθαι κατὰ τὸ ἴσον ἐκθέμενοι κατ’ αὐτὴν προσάξομεν τὸν λόγον."],["2.13","Οἱ Στωικοὶ τοίνυν καὶ ἄλλοι τινὲς τρία μέρη τῆς φίλος εἰναι εἶναι λέγουσι, λογικὸν φυσικὸν ἠθικόν· καὶ ἄρχονταί γε τῆς διδασκαλίας ἀπὸ τοῦ λογικοῦ, καίτοι πολλῆς καὶ περὶ τοῦ πόθεν ἄρχεσθαι δεῖ στάσεως γεγενημένης. οἷς ἀκολουθήσαντες ἀδοξάστως, ἐπεὶ τὰ ἐν τοῖς τρισὶ μέρεσι λεγόμενα κρίσεως χρῄζει καὶ κριτηρίου, ὁ δὲ περὶ κριτηρίου λόγος ἐμπεριέχεσθαι δοκεῖ τῷ λογικῷ μέρει, ἀρξώμεθα ἀπὸ τοῦ περὶ κριτηρίου λόγου καὶ τοῦ λογικοῦ μέρους,"],["3.14","ἐκεῖνο προειπόντες, ὅτι κριτήριον μὲν λέγεται τό τε ᾧ κρίνεσθαί φασιν ὕπαρξιν καὶ ἀνυπαρξίαν καὶ τὸ ᾧ προσέχοντες βιοῦμεν, πρόκειται δὲ ἡμῖν νῦν περὶ τοῦ κριτηρίου τῆς ἀληθείας εἶναι λεγομένου διαλαβεῖν· περὶ γὰρ τοῦ κατὰ τὸ ἕτερον σημαινόμενον ἐν τῷ περὶ τῆς σκέψεως λόγῳ (I 21— 24) διεξήλθομεν."],["3.15","Τὸ κριτήριον τοίνυν περὶ οὗ ὁ λόγος ἐστὶν λέγεται τριχῶς, κοινῶς ἰδίως ἰδιαίτατα, κοινῶς μὲν πᾶν μέτρον καταλήψεως, καθ’ ὃ σημαινόμενον καὶ τὰ φυσικὰ οὕτω προσαγορεύεται κριτήρια, ὧς ὅρασις· ἰδίως δὲ πᾶν μέτρον καταλήψεως τεχνικὸν ὧς κανὼν καὶ διαβήτης· ἰδιαίτατα δὲ πᾶν μέτρον καταλήψεως ἀδήλου πράγματος, καθ’ ὃ τὰ μὲν βιωτικὰ οὐ λέγεται κριτήρια, μόνα δὲ τὰ λογικὰ καὶ ἅπερ οἱ δογματικοὶ φέρουσι πρὸς τὴν τῆς ἀληθείας κρίσιν."],["3.16","φαμὲν οὖν προηγουμένως περὶ τοῦ λογικοῦ κριτηρίου διεξιέναι. ἀλλὰ καὶ τὸ λογικὸν κριτήριον λέγοιτ’ ἂν τριχῶς, τὸ ὑφ’ οὗ καὶ τὸ δι’ οὗ καὶ τὸ καθ’ ὅ, οἷον ὑφ’ οὗ μὲν ἄνθρωπος, δι’ οὗ δὲ ἤτοι αἴσθησις ἢ διάνοια, καθ’ ὃ δὲ ἡ προσβολὴ τῆς φαντασίας, καθ’ ἣν ὁ ἄνθρωπος ἐπιβάλλει κρίνειν διά τινος τῶν προειρημένων."],["3.17","Ταῦτα μὲν οὖν ἁρμόζον ἦν ’ίσως προειπεῖν, ἴνα ἐννοήσωμεν, περὶ οὗ ἡμῖν ἐστιν ὁ λόγος· λοιπὸν δὲ ἐπὶ τὴν ἀντίρρησιν χωρῶμεν τὴν πρὸς τοὺς λέγοντας προπετῶς κατειληφέναι τὸ κριτήριον τῆς ἀληθείας, ἀπὸ τῆς διαφωνίας ἀρξάμενοι."],["4.18","Τῶν διαλαβόντων τοίνυν περὶ κριτηρίου οἱ μὲν εἶναι τοῦτο ἀπεφήναντο, ὡς οἱ Στωικοὶ καὶ ἄλλοι τινές, οἱ δὲ μὴ εἶναι, ὡς ἄλλοι τε καὶ ὁ Κορίνθιος Ξενιάδης καὶ Ξενοφάνης ὁ Κολοφώνιος (B 34, 4 Diels), λέγων δόκος δ’ ἐπὶ πᾶσι τέτυκται· ἡμεῖς δ’ ἐπέσχομεν, πότερον ἔστιν ἢ οὐκ ἔστιν."],["4.19","ταύτην οὖν τὴν διαφωνίαν ἤτοι ἐπικριτὴν εἷναι φήσουσιν ἢ ἀνεπίκριτον· καὶ εἰ μὲν ἀνεπίκριτον, αὐτόθεν εἶναι] δώσουσι τὸ δεῖν ἐπέχειν, εἰ δὲ ἐπικριτήν, τίνι κριθήσεται λεγέτωσαν, μήτε κριτήριον ὁμολογούμενον ἡμῶν ἐχόντων, μήθ’ ὅλως εἰ ἔστιν εἰδότων ἀλλὰ ζητούντων."],["4.20","καὶ ἄλλως, ἴνα ἡ γενομένη περὶ τοῦ κριτηρίου διαφωνία ἐπικριθῇ, δεῖ κριτήριον ἡμᾶς ἔχειν ὡμολογημένον, δι’ οὗ δυνησόμεθα κρίνειν αὐτήν· καὶ ἴνα κριτήριον ὁμολογούμενον ἔχωμεν, δεῖ πρότερον ἐπικριθῆναι τὴν περὶ τοῦ κριτηρίου διαφωνίαν. οὕτω δὲ εἰς τὸν διάλληλον ἐμπίπτοντος τρόπον τοῦ λόγου, ἄπορος ἡ εὕρεσις τοῦ κριτηρίου γίνεται, μήτε ἐξ ὑποθέσεως ἡμῶν ἐώντων αὐτούς κριτήριον λαμβάνειν, ἐάν τε κριτη- ῥίῳ τὸ κριτήριον κρίνειν ἐθέλωσιν, εἰς ἀπειρίαν αὐτοὺς ἐκβαλλόντων. ἀλλὰ καί, ἐπεὶ ἡ μὲν ἀπόδειξις δεῖται κρι- τηρίου ἀποδεδειγμένου, τὸ δὲ κριτήριον ἀποδείξεως κεκριμένης, εἰς τὸν διάλληλον ἐκβάλλονται τρόπον."],["4.21","Οἰόμενοι οὖν ἱκανὰ καὶ ταῦτα εἶναι δεικνύναι τὴν τῶν δογματικῶν προπέτειαν κατὰ τὸν περὶ τοῦ κριτηρίου λόγον, ἴνα καὶ ποικίλως αὐτούς ἐλέγχειν ἔχωμεν, οὐκ ἄτοπον προσκαρτερῆσαι τῷ τόπῳ. οὐ μὴν ἑκάστῃ τῶν περὶ κριτηρίου δοξῶν ἁμιλληθῆναι προαιρούμεθα εἰδικῶς (ἀμύθητος γὰρ ἡ διαφωνία γέγονεν, καὶ οὕτως εἰς ἀμέθοδον καὶ ἡμᾶς λόγον ἐμπεσεῖν ἀναγκαῖον ἔσται), ἀλλ’ ἐπεὶ τὸ κριτήριον περὶ οὗ ζητοῦμεν τρισσὸν εἶναι δοκεῖ, τό τε ὑφ’ οὐ καὶ τὸ δι’ οὗ καὶ τὸ καθ’ ὅ, ἕκαστον τούτων ἐπελθόντες ἐν μέρει τὴν ἀκαταληψίαν αὐτοῦ παραστήσομεν· οὕτω γὰρ ἐμμέθοδος ἄμα καὶ τέλειος ἡμῖν ὁ λόγος ἔσται. ἀρξώμεθα δὲ ἀπὸ τοῦ ὑφ’ οὗ· δοκεῖ γάρ πως συναπορεῖσθαι τούτω καὶ τὰ λοιπά."],["5.22","Ὁ ἄνθρωπος τοίνυν δοκεῖ μοι, ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν, οὐ μόνον ἀκατάληπτος, ἀλλὰ καὶ ἀνεπινόητος εἶναι. ἀκούομεν γοῦν τοῦ παρὰ Πλάτωνι Σωκράτους (Phaedr. p. 230 a) διαρρήδην ὁμολογοῦντος μὴ εἰδέναι, πότερον ἄνθρωπός ἐστιν ἢ ἕτερόν τι. παριστάναι τε βουλόμενοι τὴν ἔννοιαν αὐτοῦ πρῶτον μὲν διαφωνοῦσιν, εἶτα καὶ ἀσύνετα λέγουσιν."],["5.23","ὁ μὲν γὰρ Δημόκριτός (B 165 Diels) φησιν ὅτι ἄνθρωπός ἐστιν ὃ πάντες ἴσμεν. ὅσον δ’ ἐπὶ τούτῳ οὐ γνωσόμεθα τὸν ἄνθρωπον, ἐπεὶ καὶ κύνα ἴσμεν, καὶ παρὰ τοῦτο ἔσται καὶ ὁ κύων ἄνθρωπος. τινάς τε ἀνθρώπους οὐκ ἴσμεν· διὸ οὐκ ἔσονται ἄνθρωποι. μᾶλλον δέ, ὅσον ἐπὶ τῇ ἐννοίᾳ ταύτῃ, οὐδεὶς ἔσται ἄνθρωπος· εἰ γὰρ ἐκεῖνος μέν φησι δεῖν ὑπὸ πάντων γινώσκεσθαι τὸν ἄνθρωπον, οὐδένα δὲ ἄνθρωπον ἴσασι πάντες ἄνθρωποι, ἔσται κατ’ αὐτὸν ἄνθρωπος."],["5.24","καὶ ὅτι ταῦτα οὐ σοφιζόμενοι λέγομεν, ἐκ τῆς πρὸς αὐτὸν ἀκολουθίας φαίνεται. μόνα γὰρ κατ’ ἀλήθειαν ὑπάρχειν φησὶν ὁ ἀνὴρ (B 125 Diels) τὰ ἄτομα καὶ τὸ κενόν, ἅπερ φησὶν οὐ μόνον τοῖς ζῴοις ἀλλὰ καὶ πᾶσι τοῖς συγκρίμασιν ὑπάρχειν, ὥστε ὅσον μὲν ἐπὶ τούτοις οὐκ ἐπινοήσομεν τὴν τοῦ ἀνθρώπου ἰδιότητα, ἐπειδὴ κοινὰ πάντων ἐστίν. ἀλλ’ οὐδὲ ἄλλο τι ὑπόκειται παρὰ ταῦτα· οὐκ ἄρα ἕξομεν δι’ οὗ τὸν ἄνθρωπον διακρῖναί τε ἀπὸ τῶν ἄλλων ζῴων καὶ εἰλικρινῶς νοῆσαι δυνησόμεθα."],["5.25","ὁ δ’ Ἐπίκουρός (fr. 310 Us.) φησιν ἄνθρωπον εἶναι τὸ τοιουτονὶ μόρφωμα μετὰ ἐμψυχίας. καὶ κατὰ τοῦτον δέ, ἐπεὶ ὁ ἄνθρωπος δείξει ἐμφανίζεται, ὁ μὴ δεικνύμενος οὐκ ἔστιν ἄνθρωπος, καὶ εἰ μὲν γυναῖκα δείκνυσί τις, ὁ ἀνὴρ οὐκ ἔσται ἄνθρωπος, εἰ δὲ ἄνδρα, ἡ γυνὴ ἄνθρωπος οὐκ ἔσται. τὰ δὲ αὐτὰ ἐπιχειρήσομεν καὶ ἀπὸ τῆς διαφορᾶς τῶν περιστάσεων ἃς ἴσμεν ἐκ τοῦ τετάρτου τρόπου τῆς ἐποχῆς (1100— 117)."],["5.26","ἄλλοι δὲ (cf. Aristot. Top. 133b2) ἔφασκον εἶναι ζῷον λογικὸν θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. ἐπεὶ οὖν δείκνυται ἐν τῷ πρώτῳ τῆς ἐποχῆς τρόπῳ (I 40— 78), ὅτι οὐδέν ἐστι ζῷον ἄλογον, ἀλλὰ καὶ νοῦ ἐπιστήμης δεκτικά ἐστι πάντα ὅσον ἐπὶ τοῖς ὐπ’ αὐτῶν λεγομένοις, οὐ γνωσόμεθα, τί ποτε λέγουσιν."],["5.27","τά τε κείμενα ἐν τῷ ὅρῳ συμβεβηκότα ἤτοι κατ’ ἐνέργειαν λέγουσιν ἢ δυνάμει. εἰ μὲν οὖν κατ’ ἐνέργειαν, οὐκ ἔστιν ἄνθρωπος ὁ μὴ ἐπιστήμην ἤδη τελείαν ἀνειληφὼς καὶ ἐν τῷ λόγῳ τέλειος ὢν καὶ ἐν αὐτῷ τῷ ἀποθνῄσκειν καθεστώς· τοῦτο γὰρ τὸ ἐνεργείᾳ θνητόν ἐστιν. εἰ δὲ δυνάμει, οὐκ ἔσται ἄνθρωπος οὔτε ὁ τὸν λόγον ἔχων τέλειον οὔτε ὁ νοῦν καὶ ἐπιστήμην ἀνειληφώς· καὶ] τοῦτο δὲ τοῦ προτέρου ἐστὶν ἀτοπώτερον. καὶ’ ravrrj ccqcc ἀσύστατος Ttecprjvev tj iTtlvoia rov ἀνθρώπου."],["5.28","ὁ γὰρ Πλάτων ([Pkati] Def. p. 415 a), ἄπτερον orav aTtocpaivrjraL τὸν ἄνθρωπον εἶναι ζῷον ἄπτερον δίπουν πλατυώνυχον, ἐπιστήμης πολιτικῆς δεκτικόν, οὐδὲ ἀξιοῖ διαβεβαιωτικῶς τοῦτο ἐκτίθεσθαι· εἰ γὰρ καὶ ὁ ἄνθρωπος ἕν τί ἐστι τῶν κατ' αὐτὸν γινομένων μέν, ὄντως δὲ οὐδέποιε ὄντων, ἀδύνατον δὲ περὶ τῶν μηδέποτε ὄντων διαβεβαιωτικῶς ἀποφαίνεσθαι κατ’ αὐτόν, οὐδὲ ὁ Πλάτων’ ἀξιώσει τὸν ὅρον ἐκτίθεσθαι δοκεῖν ὡς διαβεβαιούμενος, ἀλλ' ὥσπερ εἴωθεν κατὰ τὸ πιθανὸν λέγων."],["5.29","Εἰ μέντοι καὶ δοίημεν κατὰ συγχώρησιν, ὅτι ἐπινοεῖσθαι δύναται ὁ ἄνθρωπος, ἀκατάληπτος εὑρεθήσεται. συνέστηκε μὲν γὰρ ἐκ ψυχῆς καὶ σώματος, οὔτε δὲ τὸ σῶμα καταλαμβάνεται τάχα οὔτε ἡ ψυχή· οὐδὲ ὁ ἄνθρωπος ἄρα."],["5.30","καὶ ὅτι μὲν τὸ σῶμα οὐ καταλαμβάνεται, δῆλον ἐντεῦθεν· τὰ συμβεβηκότα τινὶ ἕτερά ἐστιν ἐκείνου ᾧ συμβέβηκεν. ὅταν οὖν χρῶμα ἤ τι παραπλήσιον ἡμῖν ὑποπίπτῃ τὰ συμβεβηκότα τῷ σώματι εἰκὸς ἡμῖν ὑποπίπτειν, ἀλλ’ οὐκ αὐτὸ τὸ σῶμα. τό γέ τοι σῶμα τριχῇ διαστατὸν εἷναι λέγουσιν· ὀφείλομεν οὖν τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ βάθος καταλαμβάνειν, ἴνα τὸ σῶμα καταλάβωμεν. εἰ γὰρ τοῦτο ἡμῖν ὑπέπιπτεν, ἐγινώσκομεν ἂν καὶ τὰ ὑπάργυρα χρυσία. οὐδὲ τὸ σῶμα ἄρα."],["5.31","ἴνα δὲ καὶ τὴν περὶ τοῦ σώματος ἀμφισβήτησιν παρῶμεν, πάλιν ὁ ἄνθρωπος εὑρίσκεται ἀκατάληπτος διὰ τὸ ἀκατάληπτον εἷναι τὴν ψυχήν. ὅτι δὲ ἀκατάληπτός ἐστιν αὕτη, δῆλον ἐντεῦθεν· τῶν περὶ ψυχῆς διαλαβόντων, ἴνα τὴν πολλὴν καὶ ἀνήνυτον μάχην παραλίπωμεν, οἱ μὲν μὴ εἶναι τὴν ψυχὴν ἔφασαν, ὡς οἱ περὶ τὸν Μεσσήνιον Δικαίαρχον (fr. 63 Müller), οἱ δὲ εἷναι, οἱ δὲ ἐπέσχον."],["5.32","ταύτην οὖν τὴν διαφωνίαν εἰ μὲν ἀνεπίκριτον εἶναι λέξουσιν οἱ δογματικοί, δώσουσιν αὐτόθεν τὴν τῆς ψυχῆς ἀκαταληψίαν, εἰ δὲ έπικριτήν, τίνι ἐπικρινοῦσιν αὐτὴν εἰπάτωσαν. αἰσθήσει μὲν γὰρ οὐ δύνανται διὰ τὸ νοητὴν ὐπ’ αὐτῶν εἶναι λέγεσθαι· εἰ δὲ λέξουσιν ὅτι διανοίᾳ, ἐροῦμεν ὅτι, ἐπεὶ τῆς ψυχῆς τὸ ἀδηλότατόν ἐστιν ἡ διάνοια, ὧς δεικνύουσιν οἱ περὶ μὲν τῆς ὑπάρξεως τῆς ψυχῆς ὁμοφωνοῦντες, περὶ δὲ τῆς διανοίας διαφερόμενοι, εἰ τῇ"],["5.33","διανοίᾳ τὴν ψυχὴν ἐθέλουσι καταλαμβάνειν καὶ τὴν περὶ αὐτῆς διαφωνίαν ἐπικρίνειν, τῷ μᾶλλον ζητουμένῳ τὸ ἧττον ζητούμενον ἐπικρίνειν τε καὶ βεβαιοῦν ἐθελήσουσιν, ὅπερ ἄτοπον. οὐδὲ τῇ διανοίᾳ τοίνυν ἐπικριθήσεται ἡ περὶ τῆς ψυχῆς διαφωνία. οὐδενὶ ἄρα. εἰ δὲ τοῦτο, καὶ ἀκατάληπτός ἐστιν. ὅθεν οὐδὲ ὁ ἄνθρωπος καταλαμρανοιτ ἀν’."],["5.34","Ἵνα δὲ καὶ δῶμεν, ὅτι καταλαμβάνεται ὁ ἄνθρωπος, μήποτε οὐκ ἂν ἐνδέχοιτο δεῖξαι, ὅτι ὐπ’ αὐτοῦ δεῖ τὰ πράγματα. ὁ γὰρ λέγων, ὅτι ὐπ’ ἀνθρώπου δεῖ κρίνεσθαι τὰ πράγματα, ἤτοι ἄνευ ἀποδείξεως τοῦτο λέξει ἢ μετὰ ἀποδείξεως. οὔτε δὲ μετὰ ἀποδείξεως· δεῖ γὰρ τὴν ἀπόδειξιν ἀληθῆ εἶναι καὶ κεκριμένην, διὰ δὲ τοῦτο καὶ ὑπό τινος κεκριμένην. ἐπεὶ οὖν οὐκ ἔχομεν εἰπεῖν ὁμολογουμένως, ὑφ’ οὗ κριθῆναι δυνήσεται αὐτὴ ἡ ἀπόδειξις (ζητοῦμεν γὰρ τὸ κριτήριον τὸ ὑφ’ οὗ), οὐ δυνησόμεθα τὴν ἀπόδειξιν ἐπικρίνειν, διὰ δὲ τοῦτο οὐδὲ τὸ κριτήριον, περὶ οὗ ὁ λόγος, ἀποδεικνύναι."],["5.35","εἰ δὲ ἀναποδείκτως λεχθήσεται, ὅτι ὑπὸ τοῦ ἀνθρώπου δεῖ κρίνεσθαι τὰ πράγματα, ἄπιστον ἔσται, ὥστε οὐχ ἕξομεν διαβεβαιοῦσθαι, ὅτι τὸ ὑφ’ οὖ κριτήριόν ἐστιν ὁ ἄνθρωπος. ὑπὸ τίνος δὲ καὶ κριθήσεται, ὅτι τὸ ὑφ’ οὗ κριτήριον ὁ ἄνθρωπός ἐστιν; οὐ γὰρ δὴ ἀκρίτως τοῦτο λέγοντες πιστευθήσονται. ἀλλ’ εἰ μὲν ὐπ’ ἀνθρώπου, τὸ ζητούμενον συναρπασθήσεται."],["5.36","εἰ δ’ ὑπὸ ἑτέρου ζῴου, πῶς ἐκεῖνο πρὸς τὴν κρίσιν τοῦ ἄνθρωπον εἶναι τὸ κριτήριον παραλαμβάνεται; εἰ μὲν γὰρ ἀκρίτως, οὐ πιστευθήσεται, εἰ δὲ μετὰ κρίσεως, πάλιν ἐκεῖνο ὑπό τινος ὀφείλει κριθῆναι. ἀλλ’ εἰ μὲν ὑφ’ ἑαυτοῦ, μένει ἡ αὐτὴ ἀτοπία τὸ ζητούμενον γὰρ διὰ τοῦ ζητουμένου κριθήεται)· εἰ δὲ ὑπὸ ἀνθρώπου, ὁ διάλληλος εἰσάγεται τρόπος· εἰ δὲ ὑπό τινος παρὰ ταῦτα ἄλλου, πάλιν ἐκείνου τὸ κριτήριον ἀπαιτήσομεν τὸ ὑφ' οὗ, καὶ μέχρις ἀπείρου. καὶ διὰ τοῦτο ἄρα οὐχ ἕξομεν λέγειν, ὧς ὑπὸ ἀνθρώπου δεῖ κρίνεσθαι τὰ πράγματα."],["5.37","Ἔστω δὲ καὶ πεπιστώσθω τὸ δεῖν ὑπὸ τοῦ ἀνθρώπου κρίνεσθαι τὰ πράγματα. οὐκοῦν, ἐπεὶ πολλὴ τῶν ἀνθρώπων πων ἐστὶ διαφορά, πρότερον οἱ δογματικοὶ συμφωνησάτωσαν, ὅτι τῷδε τῷ ἀνθρώπῳ δεῖ προσέχειν, εἶθ’ οὕτω καὶ ἡμᾶς αὐτῷ συγκατατίθεσθαι κελευέτωσαν. εἰ δ’ (Plat. Phaedr. p. 264 d. Herodot. vit. Homeri 11) ἔστ’ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ— τοῦτο δὴ τὸ τοῦ λόγου— περὶ αὐτοῦ διαφωνήσουσιν, πῶς ἡμᾶς ἐπείγουσι προπετῶς τινι συγκατατίθεσθαι;"],["5.38","ἢν γὰρ καὶ λέγωσιν ὅτι τῷ σοφῷ πιστευτέον, ἐρωτήσομεν αὐτούς, ποίῳ σοφῷ. πότερον τῷ κατὰ Ἐπίκουρον ἢ τῷ κατὰ τούς Στωικοὺς ἢ τῷ Κυρηναικῷ ἢ τῷ Κυνικῷ; οὐχ ἕξουσι εἰπεῖν."],["5.39","εἰ δὲ ἀξιώσει τις ἡμᾶς τῆς περὶ τοῦ σοφοῦ ζητήσεως ἀποστάντας ἁπλῶς τῷ συνετωτέρῳ τῶν ὄντων ἁπάντων πιστεύειν, πρῶτον μὲν καὶ περὶ τοῦ τίς συνετώτερός ἐστι τῶν ἄλλων διαφωνήσουσιν, εἶτα κἂν δοθῇ συμφώνως δύ- νᾶσθαι ληφθῆναι, τίς ἐστι τῶν τε ὄντων καὶ τῶν γεγονότων συνετώτερος, οὐδ’ οὕτως ἔσται πίστεως οὗτος ἄξιος."],["5.40","ἐπεὶ γὰρ πολλὴ καὶ σχεδὸν ἄπειρός ἐστιν ἐπίτασίς τε καὶ ἄνεσις κατὰ σύνεσιν, φαμὲν ὅτι τούτου τοῦ ἀνθρώπου ὃν λέγομεν εἶναι τῶν γεγονότων τε καὶ ὄντων συνετώτερον, ἕτερον συνετώτερον ἐνδέχεται γενέσθαι. ὥσπερ οὖν τῷ νῦν εἶναι λεγομένῳ φρονιμωτέρῳ τῶν τε ὄντων καὶ τῶν γεγονότων διὰ τὴν σύνεσιν αὐτοῦ πιστεύειν ἀξιούμεθα, οὕτω καὶ τῷ μετ’ αὐτὸν ἐσομένῳ συνετωτέρῳ τούτου μᾶλλον λον [τούτου] χρὴ πιστεύειν. καὶ ἐκείνου γενομένου πάλιν ἄλλον ἐλπίζειν χρὴ συνετώτερον αὐτοῦ γενήσεσθαι, κἀκείνου ἄλλον, καὶ μέχρις ἀπείρου."],["5.41","καὶ ἄδηλον, πότερόν ποτε συμφωνήσουσιν ἀλλήλοις οὗτοι ἢ διάφωνα λέξουσιν. διόπερ, κἂν τῶν γεγονότων τε καὶ ὄντων συνετώτερος εἶναι ὁμολογηθῇ τις, ἐπεὶ οὐκ ἔχομεν εἰπεῖν διαβεβαιωτικῶς, ὅτι οὐδεὶς ἔσται τούτου ἀγχινούστερος (ἄδηλον γάρ), ἀεὶ τὴν τοῦ μετὰ ταῦτα ἐσομένου συνετωτέρου κρίσιν περιμένειν καὶ μηδέποτε συγκατατίθεσθαι τῷ κρείττονι."],["5.42","ἵνα δὲ καὶ κατὰ συγχώρησιν δῶμεν, ὅτι οὐδεὶς τοῦ ὑποτιθεμένου συνετοῦ συνετώτερος οὔτε ἔστιν οὔτε ἐγένετο οὔτε ἔσται, οὐδὲ ὣς πιστεύειν αὐτῷ προσήκει. ἐπεὶ γὰρ μάλιστα οἱ συνετοὶ φιλοῦσιν ἐν τῇ τῶν πραγμάτων κατασκευῇ τοῖς σαθροῖς παριστάμενοι πράγμασιν ὑγιῆ καἲ ἀληθῆ ταῦτα δοκεῖν εἶναι ποιεῖν, ὅταν τι λέγῃ οὗτος ὁ ἀγχίνους, οὐκ εἰσόμεθα πότερόν ποτε, ὡς ἔχει τὸ πρᾶγμα φύσει, οὕτω λέγει, ἢ ψεῦδος αὐτὸ ὑπάρχον ὧς ἀληθὲς παρίστησι καὶ ἡμᾶς πείθει φρονεῖν ὡς περὶ ἀληθοῦς, ἅτε δὴ συνετώτερος τῶν ἀνθρώπων ἀπάντων ὑπάρχων καὶ διὰ τοῦτο ὑφ’ ἡμῶν ἐλέγχεσθαι μὴ δυνάμενος. οὐδὲ τούτῳ τοίνυν συγκαταθησόμεθα ὧς ἀληθῶς τὰ πράγματα κρίνοντι, διὰ τὸ οἷόν τε μὲν εἶναι αὐτὸν ἀληθῆ λέγειν, οἴεσθαι δ’ ὅτι δι’ ὑπερβολὴν ἀγχινοίας τὰ ψευδῆ τῶν πραγμάτων ὡς ἀληθῆ βουσυνετωτέρῳ λόμενος παριστᾶν ἅ φησι λέγει. διὰ ταῦτα μὲν οὖν οὐδὲ τῷ τῶν ἁπάντων ἀγχινουστάτῳ δοκοῦντι ὑπάρχειν ἐν τῇ κρίσει τῶν πραγμάτων χρὴ πιστεύειν."],["5.43","Εἰ δὲ φήσει τις, ὅτι τῇ τῶν πολλῶν συμφωνίᾳ χρὴ προσέχειν, λέξομεν ὅτι τοῦτ’ ἔστι μάταιον. πρῶτον μὲν γὰρ σπάνιον ’ίσως ἐστὶ τὸ ἀληθές, καὶ διὰ τοῦτο ἐνδέχεται ἕνα τῶν πολλῶν φρονιμώτερον εἶναι. εἶτα καὶ παντὶ κριτηρίῳ πλείους ἀντιδοξοῦσι τῶν κατ’ αὐτὸ συμφωνούντων· οἱ γὰρ ὁποιονοῦν ἀπολιπόντες κριτήριον ἕτερον τοῦ συμφωνεῖσθαι δοκοῦντος παρά τισιν ἀντιδοξοῦσί τε αὐτῷ καὶ κατὰ πολὺ πλείους εἰσὶ τῶν περὶ αὐτοῦ συμφωνούντων."],["5.44","χωρὶς δὲ τούτων, οἱ συμφωνοῦντες ἤτοι ἐν διαφόροις εἰσὶ διαθέσεσιν ἢ ἐν μιᾷ. ἐν διαφόροις μὲν οὖν οὐδαμῶς ὅσον ἐπὶ τῷ λεγομένῳ. πῶς γὰρ ἂν τὰ αὐτὰ ἔλεγον περὶ αὐτοῦ; εἰ δὲ ἐν μιᾷ, ἐπεὶ καὶ ὁ εἶς ὁ λέγων ἕτερόν τι μίαν ἔχει διάθεσιν καὶ οὗτοι πάντες οἱ συμφωνοῦντες μίαν, ὅσον ἐπὶ ταῖς διαθέσεσιν αἷς προσέχομεν οὐδὲ κατὰ πλῆθος εὑρίσκεται διαφορά τις."],["5.45","διόπερ οὐ χρὴ τοῖς πολλοῖς προσέχειν μᾶλλον ἢ τῷ ἑνί, πρὸς τῷ καὶ ἀκατάληπτον εἶναι, καθάπερ ἐν τῷ τετάρτῳ τρόπῳ τῆς σκέψεως (I 100— 117) ὑπεμνήσαμεν, τὴν κατὰ πλῆθος τῶν κρίσεων, ἀπείρων τῶν κατὰ μέρος ἀνθρώπων ὑπαρχόντων καὶ ἡμῶν μὴ δυναμένων ἁπάντων αὐτῶν τἀς κρίσεις ἐπελθεῖν καὶ ἀποφήνασθαι, τί μὲν οἱ πλείους τῶν ἀνθρώπων ἁπάντων ἀποφαίνονται, τί δὲ οἱ ἐλάττους. καὶ κατὰ τοῦτο οὖν ἄτοπος ἡ κατὰ τὸ πλῆθος πρόκρισις τῶν κρινόντων."],["5.46","Εἰ δ’ οὐδὲ τῷ πλήθει προσέξομεν, οὐχ εὑρήσομεν οὐδένα ὑφ’ οὗ κριθήσεται τὰ πράγματα, καίτοι τοσαῦτα κατὰ συγχώρησιν δόντες. διόπερ ἐξ ἁπάντων τούτων ἀκατάληπτον εὑρίσκεται τὸ κριτήριον ὑφ' οὗ κριθήσεται τὰ πράγματα."],["5.47","Συμπεριγραφομένων δὲ τούτῳ καὶ τῶν ἄλλων κριτηρίων, ἐπεὶ ἕκαστον αὐτῶν ἤτοι μέρος ἢ πάθος ἢ ἐνέργημά ἐστι τοῦ ἀνθρώπου, ἀκόλουθον μὲν ἦν ἴσως ἐπί τι τῶν ἑξῆς προϊέναι τῷ λόγῳ, ὡς καὶ περὶ ἐκείνων ἱκανῶς εἰρημένων ἐν τούτοις· ἵνα δὲ μηδὲ τὴν εἰδικὴν ὡς πρὸς ἕκαστον ἀντίρρησιν φεύγειν δοκῶμεν, ὀλίγα καὶ περὶ αὐτῶν ἐξ ἐπιμέτρου λέξομεν. πρότερον δὲ περὶ τοῦ κριτηρίου τοῦ δι’ οὗ καλουμένου διαλεξόμεθα."],["6.48","Πολλὴ μὲν οὖν καὶ ἄπειρος σχεδὸν ἡ περὶ αὐτὸ γέγονε διαφωνία παρὰ τοῖς δογματικοῖς· ἡμεῖς δὲ πάλιν τοῦ ἐμμεθόδου προνοούμενοι φαμὲν ὅτι, ἐπεὶ κατ᾿ αὐτοὺς ἄνθρωπός ἐστι τὸ ὑφ' οὗ κρίνεται τὰ πράγματα, οὐδὲν δὲ οὗτος ἔχοι ἂν δι᾿ οὗ κρίνειν δυνήσεται (καθάπερ καὶ αὐτοὶ συνομολογοῦσιν) ἢ αἴσθησιν καὶ διάνοιαν, ἐὰν δείξωμεν, ὅτι οὔτε δι᾿ αἰσθήσεως μόνης δύναται κρίνειν οὔτε διὰ μόνης τῆς διανοίας οὔτε δι᾿ ἀμφοτέρων αὐτῶν, συντόμως πρὸς ἁπάσας τὰς κατὰ μέρος δόξας εἰρήκαμεν· πᾶσαι γὰρ δοκοῦσιν εἰς τὰς τρεῖς ταύτας ἀναφέρεσθαι στάσεις."],["6.49","ἀρξώμεθα δὲ ἀπὸ τῶν αἰσθήσεων. Οὐκοῦν ἐπεὶ τινὲς μὲν κενοπαθεῖν τὰς αἰσθήσεις φασίν (οὐδὲν γὰρ ὑποκεῖσθαι ὧν ἀντιλαμβάνεσθαι δοκοῦσιν), οἱ δὲ πάντα ὑποκεῖσθαι ὑφ᾿ ὧν οἴονται κινεῖσθαι λέγουσιν, οἱ δὲ τὰ μὲν ὑποκεῖσθαι, τὰ δὲ μὴ ὑποκεῖσθαι, τίνι συγκαταθησόμεθα οὐχ ἕξομεν· οὔτε γὰρ τῇ αἰσθήσει τὴν διαφωνίαν ἐπικρινοῦμεν, ἐπεὶ περὶ αὐτῆς ζητοῦμεν, πότερον κενοπαθεῖ ἢ ἀληθῶς καταλαμβάνει, οὔτε ἑτέρῳ τινί, ἐπεὶ μηδὲ ἔστιν ἄλλο τι κριτήριον δι᾿ οὗ χρὴ κρίνειν κατὰ τὴν προκειμένην ὑπόθεσιν."],["6.50","ἀνεπίκριτον ἄρα καὶ ἀκατάληπτον ἔσται, πότερον κενοπαθεῖ ἡ αἴσθησις ἢ καταλαμβάνει τι· ᾧ συνεισέρχεται τὸ μὴ δεῖν ἡμᾶς τῇ αἰσθήσει μόνῃ προσέχειν ἐν τῇ κρίσει τῶν πραγμάτων, περὶ ἧς οὐκ ἔχομεν εἰπεῖν, εἰ καὶ τὴν ἀρχὴν καταλαμβάνει τι."],["6.51","ἀλλ’ ἔστω κατ’ ἁ συγχώρησιν τὰς αἰσθήσεις ἀντιληπτικὰς εἷναι· οὐδὲν γὰρ ἧττον καὶ οὕτως ἄπιστοι εὑρεθήσονται πρὸς τὴν κρίσιν τῶν ἐκτὸς ὑποκειμένων πραγμάτων. αἱ γοῦν αἰσυθήσεις ὑπεναντίως κινοῦνται ὑπὸ τῶν ἐκτό· ς, οἷον ἡ γεῦσις ὑπὸ τοῦ αὐτοῦ μέλιτος ὁτὲ μὲν πικράζεται, ὁτὲ δὲ γλυκάζεται, καὶ ἡ ὅρασις τὸ αὐτὸ χρῶμα ὁτὲ μὲν αἱμωπὸν, ὁτὲ δὲ λευκὸν εἶναι δοκεῖ ἀλλ’ οὐδὲ ἡ ὄσφρησις ἑαυτῇ συμφωνεῖ·"],["6.52","τὸ γοῦν μύρον ὁ μὲν κεφαλαλγικὸς ἀηδὲς εἶναί φησιν, ὁ δὲ μὴ οὕτως ἔχων ἡδύ. καὶ οἱ θεόληπτοι δὲ καὶ οἱ φρενιτίζοντες νιτίζοντες ἀκούειν δοκοῦσί τινων διαλεγομένων αὐτοῖς, ὧν ἡμεῖς οὐκ ἐπακούομεν. καὶ τὸ αὐτὸ ὕδωρ τοῖς μὲν φλεγμαίνουσιν ἀηδὲς εἶναι δοκεῖ δι’ ὑπερβολὴν θερμότητος, τοῖς δ’ ἄλλοις χλιαρόν."],["6.53","πότερον οὖν πάσας τἀς φαντασίας ἀληθεῖς εἶναι φήσει τις, ἢ τάσδε μὲν ἀληθεῖς, τάσδε δὲ ψευδεῖς, ἢ καὶ ψευδεῖς ἁπάσας, εἰπεῖν ἀμήχανον, μηδὲν ἡμῶν ἐχόντων κριτήριον ὡμολογημένον δι’ οὗ κρινοῦμεν ὃ προκρίνειν μέλλομεν, ἀλλὰ μηδὲ ἀποδείξεως εὐπορούντων ἀληθοῦς τε καὶ κεκριμένης, διὰ τὸ μέχρι νῦν ζητεῖσθαι τὸ τῆς ἀληθείας κριτήριον, δι’ οὗ καὶ τὴν ἀληθῆ ἀπόδειξιν ἐπικρίνεσθαι προσήκει."],["6.54","διὰ ταῦτα καὶ ὁ ἀξιῶν τοῖς μὲν κατὰ φύσιν ἔχουσιν [ἐν τούτοις] πιστεύειν, τοῖς δὲ παρὰ φύσιν διακειμένοις μηδαμῶς, ἄτοπος ἔσται· οὔτε γὰρ ἀναποδείκτως τοῦτο λέγων πιστευθήσεται, οὔτε ἀπόδειξιν ἀληθῆ καὶ κεκριμένην ἔξει διὰ τὰ προειρημένα."],["6.55","εἰ μέντοι καὶ συγχωρήσειέ τις τὰς μὲν τῶν κατὰ φύσιν ἐχόντων φαντασίας εἶναι πιστάς, τἀς δὲ τῶν παρὰ φύσιν διακειμένων ἀπίστους, καὶ οὕτως ἀδύνατος εὑρεθήσεται ἡ διὰ τῶν αἰσθήσεων μόνων κρίσις τῶν ἐκτὸς ὑποκειμένων. ἡ ὅρα- σις γοῦν καὶ ἡ κατὰ φύσιν ἔχουσα τὸν αὐτὸν πύργον μὲν στρογγύλον, ὁτὲ δὲ τετράγωνον εἶναι λέγει, καὶ ἡ γεῦσις τὰ αὐτὰ σιτία ἐπὶ μὲν τῶν κεκορεσμένων ἀηδῆ, ἐπὶ δὲ τῶν πεινώντων ἡδέα φησὶν εἶναι, καὶ ἡ ἀκοὴ παραπλησίως τῆς αὐτῆς φωνῆς νυκτὸς μὲν ὧς εὐμεγέθους ἀντιλαμβάνεται, ἡμέρας δὲ ὡς ἀμαυρᾶς,"],["6.56","καὶ ἡ ὄσφρησις ἐπὶ μὲν πολλῶν δυσώδη ἐπὶ δὲ τῶν βυρσοδεψῶν οὐδαμῶς τὰ αὐτὰ εἶναι δοκεῖ, καὶ ἡ αὐτὴ ἁφὴ εἰσιόντων μὲν ἡμῶν εἰς τὸ βαλανεῖον θερμαίνεται ὑπὸ τῆς παραστάδος, ἐξιόντων δὲ ψύχεται. διόπερ ἐπεὶ καὶ κατὰ φύσιν ἔχουσαι αἱ αἰσθήσεις ἑαυταῖς μάχονται, καὶ ἡ διαφωνία ἐστὶν ἀνεπίκριτος, ἐπεὶ μὴ ἔχομεν ὡμολογημένον κριτήριον δι’ οὗ κρίνεσθαι δύνανται, τὰς αὐτὰς ἀπορίας ἀκολουθεῖν ἀνάγκη. καὶ ἄλλα δὲ πλείω μεταφέρειν πρὸς τὴν τούτου κατασκευὴν ἐνδέχεται ἐκ τῶν προειρημένων ἡμῖν περὶ τῶν τῆς ἐποχῆς τρόπων. διόπερ οὐκ ἂν εἴη ἀληθὲς ἴσως τὸ τὴν αἴσθησιν μόνην δύνασθαι κρίνειν τὰ ἐκτὸς ὑποκείμενα."],["6.57","Οὐκοῦν ἐπὶ τὴν διάνοιαν μετέλθωμεν τῷ λόγῳ. οἱ τοίνυν ἀξιοῦντες τῇ διανοίᾳ μόνῃ προσέχειν ἐν τῇ κρίσει τῶν πραγμάτων πρῶτον μὲν ἐκεῖνο οὐκ ἕξουσιν δεικνύναι, ὅτι καταληπτόν ἐστι τὸ εἶναι διάνοιαν. ἐπεὶ γὰρ ὁ μὲν Γοργίας οὐδὲν εἶναι φάσκων οὐδὲ διάνοιαν εἶναί φησι, τινὲς δὲ ταύτην ἀποφαίνονται ὑπάρχειν, πῶς οὖν ἐπικρινοῦσι τὴν διαφωνίαν; οὔτε γὰρ διανοίᾳ, ἐπεὶ τὸ ζητούμενον συναρπάσουσιν, οὔτε ἄλλῳ τινί· οὐδὲν γὰρ ἄλλο εἶναί φασι κατὰ τὴν ὑπόθεσιν τὴν νῦν ὑποκειμένην, δι’ οὗ κρίνεται τὰ πράγματα. ἀνεπίκριτον ἄρα καὶ ἀκατάληπτον ἔσται, πότερον ἔστι διάνοια ἢ οὐκ ἔστιν· ᾠ συνεισέρχεται τὸ δεῖν μόνῃ τῇ διανοίᾳ προσέχειν ἐν τῇ τῶν πραγμάτων κρίσει, τῇ μηδέπω κατειλημμένῃ."],["6.58","ἀλλὰ κατειλήφθω ἡ διάνοια, καὶ ὡμολογήσθω τὸ εἶναι ταύτην καθ’ ὑπόθεσιν· λέγω ὅτι οὐ δύναται κρίνειν τὰ πράγματα. εἰ γὰρ μηδ’ ἑαυτὴν ἀκριβῶς ὁρᾷ, ἀλλὰ διαφωνεῖ περί τε τῆς οὐσίας αὑτῆς καὶ τοῦ τρόπου τῆς γενέσεως καὶ τοῦ τόπου ἐν ᾧ ἔστιν, πῶς ἂν δυνηθείη τῶν ἄλλων τι ἀκριβῶς καταλαμβάνειν;"],["6.59","διδομένου δὲ καὶ τοῦ τὴν διάνοιαν κριτικὴν εἶναι τῶν πραγμάτων, οὐχ οὐχ εὑρήσομεν πῶς κατ’ αὐτὴν πολλῆς γὰρ οὔσης τῆς κατὰ διάνοιαν διαφορᾶς, ἐπειδὴ ἑτέρα μέν ἐστιν ἡ Γοργίου διάνοια, καθ’ ἥν φησι μηδὲν εἶναι, ἑτέρα δὲ ἡ Ἡρακλείτου, καθ’ ἣν λέγει πάντα εἶναι, ἑτέρα δὲ ἡ τῶν λεγόντων τάδε μὲν εἶναι τάδε δὲ μὴ εἶναι, πῶς ἐπικρίνωμεν τὴν τῶν διανοιῶν διαφορὰν οὐχ ἕξομεν, οὐδὲ δυνησόμεθα εἰπεῖν, ὅτι τῇ μὲν τοῦδε διανοίᾳ κατακολουθεῖν προσήκει, τῇ τοῦδε δὲ οὐδαμῶς."],["6.60","ἤν τε γὰρ διανοίᾳ τινὶ κρίνειν τολμῶμεν, τῆς διαφωνίας μέρει συγκατατιθέμενοι τὸ ζητούμενον συναρπάσομεν· ἤν τε ἑτέρῳ τινί, ψευσόμεθα ὅτι μόνῃ τῇ διανοίᾳ δεῖ κρίνειν τὰ πράγματα."],["6.61","λοιπὸν ἐκ τῶν περὶ τοῦ κριτηρίου τοῦ ὑφ’ οὗ [λεγομένων] ῥηθέντων§§ 22— 47) δεικνύναι δυνησόμεθα, ὅτι μήτε τὴν ἀγχινουστέραν τῶν ἄλλων διάνοιαν εὑρεῖν δυνάμεθα, ὅτι τε ἂν εὕρωμεν τῶν τε γεγενημένων καὶ οὐσῶν διανοιῶν ἀγχινουστέραν διάνοιαν, ἐπεὶ ἄδηλόν ἐστιν, εἰ πάλιν ταύτης ἑτέρα ἔσται ἀγχινουστέρα, οὐ δεῖ προσέχειν αὐτῇ,"],["6.62","ὅτι τε κἂν ὑποθώμεθα διάνοιαν ἧς ἐντρεχεστέρα οὐκ ἂν γένοιτο, οὐ συγκαταθησόμεθα τῷ δι’ αὐτῆς κρίνοντι, εὐλαβούμενοι μὴ ψευδῆ τινα λόγον προφερόμενος διὰ τὸ ὀξυτάτης διανοίας μετεσχηκέναι δύναται ἡμᾶς πείθειν ὅτι ἔστιν ἀληθής. οὐκοῦν οὐδὲ τῇ διανοίᾳ μόνῃ δεῖ κρίνειν τὰ πράγματα."],["6.63","Λείπεται λέγειν ὅτι δι’ ἀμφοτέρων. ὃ πάλιν ἐστὶν ἀδύνατον· οὐ μόνον γὰρ οὐχ ὁδηγοῦσιν αἱ αἰσθήσεις τὴν διάνοιαν πρὸς κατάληψιν, ἀλλὰ καὶ ἐναντιοῦνται αὐτῇ. ἀμέλει γοῦν ἐκ τοῦ τὸ μέλι τοῖσδε μὲν πικρὸν τοῖσδε δὲ γλυκύ φαίνεσθαι ὁ μὲν Δημόκριτος (A 134 Diels) ἔφη μήτε γλυκὺ αὐτὸ εἶναι μήτε πικρόν, ὁ δὲ Ἡράκλειτος ἀμφότερα. καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεών τε καὶ αἰσθητῶν ὁ αὐτὸς λόγος. οὕτως ἀπὸ τῶν αἰσθήσεων ὁρμωμένη ἡ διάνοια διάφορά τε καὶ μαχόμενα ἀποφαίνεσθαι ἀναγκάζεται. τοῦτο δὲ ἀλλότριόν ἐστι κριτηρίου καταληπτικοῦ. εἶτα κἀκεῖνο λεκτέον·"],["6.64","ἤτοι πάσαις ταῖς αἰσθήσεσι καὶ ταῖς πάντων διανοίαις κρινοῦσι τὰ πράγματα ἢ τισίν. ἀλλ᾿ εἰ μὲν πάσαις λέξει τις, ἀδύνατα ἀξιώσει τοσαύτης μάχης ἐν ταῖς αἰσθήσεσι καὶ ταῖς διανοίαις ἐμφαινομένης, ἄλλως τε καὶ ἐπεὶ τῆς Γοργίου διανοίας ἀπόφασίς ἐστι τὸ μὴ δεῖν μήτε αἰσθήσει μήτε διανοίᾳ προσέχειν, περιτραπήσεται ὁ λόγος. εἰ δὲ τισίν, πῶς κρινοῦσιν ὅτι ταῖσδε μὲν ταῖς αἰσθήσεσι καὶ τῇδε τῇ διανοίᾳ προσέχειν δεῖ, ταῖσδε δὲ οὔ, μὴ ἔχοντες κριτήριον ὡμολογημένον, δι᾿ οὗ τὰς διαφόρους αἰσθήσεις τε καὶ διανοίας ἐπικρινοῦσιν;"],["6.65","ἢν δὲ λέγωσιν, ὅτι τὰς αἰσθήσεις καὶ τἀς διανοίας τῇ διανοίᾳ καὶ ταῖς αἰσθήσεσι κρινοῦμεν,.......... τισὶ δὲ μή, τὸ ζητούμενον συναρπάζουσιν· περὶ γὰρ τοῦ εἰ δύναταί τις διὰ τούτων κρίνειν ζητοῦμεν."],["6.66","εἶτα κἀκεῖνο ῥητέον, ὅτι ἤτοι ταῖς αἰσθήσεσι τάς τε αἰσθήσεις καὶ τὰς διανοίας κρινοῦσιν, ἢ ταῖς διανοίαις τάς τε αἰσθήσεις καὶ τὰς διανοίας, ἢ ταῖς τε αἰσθήσεσι τὰς αἰσθήσεις καὶ ταῖς διανοίαις τὰς διανοίας, ἢ ταῖς μὲν αἰσθήσεσι τὰς διανοίας, τῇ δὲ διανοίᾳ τὰς αἰσθήσεις. εἰ μὲν οὖν ταῖς αἰσθήσεσιν ἢ τῇ διανοίᾳ ἀμφότερα κρίνειν ἐθελήσουσιν, οὐκέτι δἰ αἰσθήσεως καὶ διανοίας κρινοῦσιν, ἀλλὰ δἰ ἑνὸς τούτων, ὅπερ ἂν ἕλωνται· καὶ παρακολουθήσουσιν αὐτοῖς αἱ ἔμπροσθεν εἰρημέναι ἀπορίαι."],["6.67","εἰ δὲ ταῖς αἰσθήσεσι τἀς αἰσθήσεις καὶ τῇ διανοίᾳ τὰς διανοίας ἐπικρινοῦσιν, ἐπειδὴ μάχονται καὶ αἰσθήσεις αἰσθήσεσι καὶ διάνοιαι διανοίαις, ἥντινα ἂν λάβωσιν ἀπὸ τῶν μαχομένων αἰσθήσεων πρὸς τὴν κρίσιν τῶν ἄλλων αἰσθήσεων, τὸ ζητούμενον συναρπάσουσιν· μέρος γὰρ τῆς διαφωνίας ὧς πιστὸν ἤδη λήψονται πρὸς τὴν τῶν ἐπ’ ἴσης αὐτῷ ζητουμένων ἐπίκρισιν."],["6.68","ὁ δὲ αὐτὸς καὶ ἐπὶ τῶν διανοιῶν λόγος. εἰ δὲ ταῖς μὲν αἰσθήσεσι τὰς διανοίας ἐπικρινοῦσι, τῇ διανοίᾳ δὲ τἀς αἰσθήσεις, ὁ διάλληλος εὑρίσκεται τρόπος, καθ’ ὅν, ἴνα μὲν αἱ αἰσθήσεις ἐπικριθῶσι, δεῖ προκεκρίσθαι τἀς διανοίας, ἴνα δὲ αἱ διάνοιαι δοκιμασθῶσι, χρὴ προδιευκρινεῖσθαι τἀς αἰσθήσεις."],["6.69","ἐπεὶ οὖν μήτε ὑπὸ τῶν ὁμογενῶν τὰ ὁμογενῆ κριτήρια δύναται ἐπικρίνεσθαι μήτε ὑπὸ ἑνὸς γένους ἀμφότερα τὰ γένη μήτε ὑπὸ τῶν ἑτερογενῶν ἐναλλάξ, οὐ δυνησόμεθα προκρίνειν διάνοιαν διανοίας ἢ αἴσθησιν αἰσθήσεως. διὰ δὲ τοῦτο οὐδὲ ἕξομεν διὰ τίνος κρινοῦμεν· εἰ γὰρ μήτε πάσαις ταῖς αἰσθήσεσι καὶ ταῖς διανοίαις κρίνειν δυνησόμεθα, μήτε εἰσόμεθα ποίαις μὲν δεῖ κρίνειν, ποίαις δὲ μή, οὐχ ἕξομεν δι’ οὗ κρινοῦμεν τὰ πράγματα ὥστε καὶ διὰ ταῦτα ἀνύπαρκτον ἂν εἴη τὸ κριτήριον τὸ δι’ οὗ."],["7.70","Ἴδωμεν οὖν ἑξῆς περὶ τοῦ κριτηρίου καθ’ ὃ κρίνεσθαι λέγουσι τὰ πράγματα. πρῶτον τοίνυν ἐκεῖνο ἔστιν εἰπεῖν περὶ αὐτοῦ, ὅτι...... ἀνεπινόητός ἐστιν ἡ λέγουσι γὰρ (Stoic. fr. I 484 Arn.) φαντασίαν εἶναι τύπωσιν ἐν ἡγεμονικῷ. ἐπεὶ οὖν ἡ ψυχὴ καὶ τὸ ἡγε- μονικὸν πνεῦμά ἐστιν ἢ λεπτομερέστερόν τι πνεύματος, ὡς φασίν, οὐ δυνήσεταί τις τύπωσιν ἐπινοεῖν ἐν αὐτῷ οὔτε κατ’ εἰσοχὴν καὶ ἐξοχήν, ὧς ἐπὶ τῶν σφραγίδων ὁρῶμεν, οὔτε κατὰ τὴν τερατολογουμένην ἑτεροιωτικήν· οὐ γὰρ ἂν μνήμην τοσούτων ἀναδέξαιτο θεωρημάτων ὅσα συνίστησι τέχνην, ἐν ταῖς ἐπιγινομέναις ἑτεροιώσεσι τῶν προυποκειμένων ἀπαλειφομένων."],["7.71","εἰ μέντοι καὶ ἐπινοηθῆναι δύναιτο ἡ φαντασία, ἀκατάληπτος ἔσται· ἐπεὶ γὰρ πάθος ἐστὶν ἡγεμονικοῦ τὸ δὲ ἡγεμονικὸν οὐ καταλαμβάνεται, ὧς ἐδείξαμεν, οὐδὲ τὸ πάθος αὐτοῦ καταληψόμεθα."],["7.72","εἶτα εἰ καὶ δοίημεν, ὅτι καταλαμβάνεται ἡ φαντασία, οὐ δύναται κρίνεσθαι καὶ] κατ’ αὐτὴν τὰ πράγματα· οὐ γὰρ δι’ ἑαυτῆς ἐπιβάλλει τοῖς ἐκτὸς καὶ δι᾿ αὐτῆς ἡ διάνοια, ὧς φασίν, ἀλλὰ διὰ τῶν αἰσθήσεων, αἱ δὲ αἰσθήσεις τὰ μὲν ἐκτὸς ὑποκείμενα οὐ καταλαμβάνουσιν, μόνα δέ, εἰ ἄρα, τὰ ἑαυτῶν πάθη. καὶ ἡ φαντασία οὗν τοῦ πάθους τῆς αἰσθήσεως ἔσται, ὅπερ διαφέρει τοῦ ἐκτὸς ὑποκειμένου· οὐ γὰρ τὸ αὐτό ἐστι τὸ μέλι τῷ γλυκάζεσθαί με καὶ τὸ ἀψίνθιον τῷ πικράζεσθαι, ἀλλὰ διαφέρει."],["7.73","εἰ δὲ διαφέρει τοῦτο τὸ πάθος τοῦ ἐκτὸς ὑποκειμένου, ἡ φαντασία ἔσται οὐχὶ τοῦ ἐκτὸς ὑποκειμένου, ἀλλ’ ἑτέρου τινὸς διαφέροντος αὐτοῦ. εἰ οὖν κατὰ ταύτην κρίνει ἡ διάνοια, φαύλως κρίνει καὶ οὐ κατὰ τὸ ὑποκείμενον. διόπερ ἄτοπόν ἐστι τὸ κατὰ τὴν φαντασίαν τὰ ἐκτὸς κρίνεσθαι λέγειν."],["7.74","ἀλλ’ οὐδὲ τοῦτο ἔστιν εἰπεῖν, ὅτι ἡ ψυχὴ καταλαμβάνει διὰ τῶν αἰσθητικῶν παθῶν τὰ ἐκτὸς ὑποκείμενα, (??) διὰ τὸ ὅμοια τὰ πάθη τῶν αἰσθήσεων εἶναι τοῖς ἐκτὸς ὑποκειμένοις. πόθεν γὰρ εἴσεται ἡ διάνοια, εἰ ὅμοιά ἐστι τὰ πάθη τῶν αἰσθήσεων τοῖς αἰσθητοῖς, μήτε αὐτὴ τοῖς ἐκτὸς ἐντυγχάνουσα, μήτε τῶν αἰσθήσεων αὐτῇ τὴν φύσιν αὐτῶν δηλουσῶν ἀλλὰ τὰ ἑαυτῶν πάθη, καθάπερ ἐκ τῶν τρόπων τῆς ἐποχῆς ἐπελογισάμην."],["7.75","ὥσπερ γὰρ ὁ ἀγνοῶν μὲν Σωκράτην, εἰκόνα δὲ τούτου θεασάμενος οὐκ οἶδεν, εἰ ὁμοία ἐστὶν ἡ εἰκὼν τῷ Σωκράτει, οὕτω καὶ ἡ διάνοια τὰ μὲν πάθη τῶν αἰσθήσεων ἐποπτεύουσα, τὰ δὲ ἐκτὸς μὴ θεωροῦσα, οὐδὲ εἰ ὅμοιά ἐστι τὰ τῶν αἰσθήσεων πάθη τοῖς ἐκτὸς ὑποκειμένοις εἴσεται. οὐδὲ καθ’ ὁμοίωσιν ἄρα δυνήσεται ταῦτα κρίνειν κατὰ τὴν φαντασίαν."],["7.76","ἀλλὰ δῶμεν κατὰ συγχώρησιν, πρὸς τῷ ἐπινοεῖσθαι τὴν φαντασίαν καὶ καταλαμβάνεσθαι, ἔτι καὶ ἐπιδεκτικὴν εἶναι τοῦ κρίνεσθαι κατ’ αὐτὴν τὰ πράγματα, καίτοι τοῦ λόγου πᾶν τὸ ἐναντίον ὑπομνήσαντος. οὐκοῦν ἤτοι πάσῃ φαντασίᾳ πιστεύσομεν καὶ κατ’ αὐτὴν ἤ τινι. ἀλλ’ εἰ μὲν πάσῃ, δῆλον ὅτι καὶ τῇ Ξενιάδου φαντασίᾳ πιστεύσομεν, καθ’ ἣν ἔλεγε πάσας τὰς ἀπίστους εἶναι, καὶ περιτραπήσεται ὁ λόγος εἰς τὸ μὴ εἶναι πάσας τὰς φαντασίας ὥστε καὶ κατ’ αὐτὰς κρίνεσθαι δύνασθαι τὰ πράγματα."],["7.77","εἰ δέ τισιν, πῶς ἐπικρινοῦμεν ὅτι ταῖσδε μὲν ταῖς φαντασίαις πιστεύειν προσήκει, ταῖσδε δὲ ἀπιστεῖν; εἰ μὲν γὰρ ἄνευ φαντασίας, δώσουσιν ὅτι παρέλκει ἡ φαντασία πρὸς τὸ κρίνειν, εἴγε χωρὶς αὐτῆς κρίνεσθαι δύνασθαι τὰ] πράγματά τινα λέξουσιν· εἰ δὲ μετὰ φαντασίας, πῶς λήψονται τὴν φαντασίαν, ἣν παραλαμβάνουσι πρὸς τὴν τῶν ἄλλων φαντασιῶν κρίσιν;"],["7.78","ἢ πάλιν αὐτοῖς ἄλλης φαντασίας δεήσει πρὸς τὴν κρίσιν τῆς ἑτέρας φαντασίας, καὶ εἰς τὴν ἐκείνης κρίσιν ἄλλης, καὶ εἰς ἄπειρον. ἀδύνατον δὲ ἄπειρα ἐπικρῖναι· ἀδύνατον ἄρα εὑρεῖν, ποίαις μὲν φαντασίαις ὡς κριτηρίοις δεῖ χρῆσθαι, ποίαις δὲ οὐδαμῶς. ἐπεὶ οὖν, κἂν δῶμεν ὅτι κατὰ τὰς φαντασίας δεῖ κρίνειν τὰ πράγματα, ἑκατέρωθεν περιτρέπεται ὁ λόγος, καὶ ἐκ τοῦ πᾶσι πιστεύειν καὶ ἐκ τοῦ τισὶ μὲν πιστεύειν ὧς κριτηρίοις, τισὶ δὲ ἀπιστεῖν, συνάγεται τὸ μὴ δεῖν τὰς φαντασίας πρὸς τὴν κρίσιν τῶν πραγμάτων ὡς κριτήρια παραλαμβάνειν."],["7.79","Ταῦτα μὲν ἀρκεῖ νῦν εἰπεῖν ὡς ἐν ὑποτυπώσει καὶ πρὸς τὸ κριτήριον καθ᾿ ὃ κρίνεσθαι τὰ πράγματα ἐλέγετο. εἰδέναι δὲ χρή, ὅτι οὐ πρόκειται ἡμῖν ἀποφήνασθαι, ὅτι ἀνύπαρκτόν ἐστι τὸ κριτήριον [τὸ] τῆς ἀληθείας (τοῦτο γὰρ δογματικόν)· ἀλλ᾿ ἐπεὶ οἱ δογματικοὶ πιθανῶς δοκοῦσι κατεσκευακέναι, ὅτι ἔστι τι κριτήριον ἀληθείας, ἡμεῖς αὐτοῖς πιθανοὺς δοκοῦντας εἶναι λόγους ἀντεθήκαμεν, οὔτε ὅτι ἀληθεῖς εἰσι διαβεβαιούμενοι οὔτε ὅτι πιθανώτεροι τῶν ἐναντίων, ἀλλὰ διὰ τὴν φαινομένην ἴσην πιθανότητα τούτων τε τῶν λόγων καὶ τῶν παρὰ τοῖς δογματικοῖς κειμένων τὴν ἐποχὴν συνάγοντες."],["8.80","Εἰ μέντοι καὶ δοίημεν καθ᾿ ὑπόθεσιν εἶναίτι τῆς ἀληθείας κριτήριον, ἄχρηστον εὑρίσκεται καὶ μάταιον, ἐὰν ὐπομνήσωμεν ὅτι, ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν, ἀνύπαρκτος μέν ἐστιν ἡ ἀλήθεια, ἀνυπόστατον δὲ τὸἀληθές."],["8.81","ὑπομιμνῄσκομεν δὲ οὕτως (Stoic. fr. ΙΙ l32 A.). λέγεται διαφέρειν τῆς ἀληθείας τὸ ἀληθὲς τριχῶς, οὐσίᾳ συστάσει δυνάμει· οὐσίᾳ μέν, ἐπεὶ τὸ μὲν ἀληθὲς ἀσώματόν ἐστιν (ἀξίωμα γάρ ἐστι καὶ λεκτόν), ἡ δὲ ἀλήθεια σῶμα (ἔστι γὰρ ἐπιστήμη πάντων ἀληθῶν ἀποφαντική, ἡ δὲ ἐπιστήμη πὼς ἔχον ἡγεμονικὸν ὥσπερ καὶ ἡ πὼς ἔχουσα χεὶρ πυγμή, τὸ δὲ ἡγεμονικὸν σῶμα· ἔστι γὰρ κατ᾿ αὐτούς πνεῦμα)·"],["8.82","συ- στάσει δέ, ἐπεὶ τὸ μὲν ἀληθὲς ἀπλοῦν τί ἐστιν, οἷον ‘ἐγὼ διαλέγομαι', ἡ δὲ ἀλήθεια ἀπὸ πολλῶν ἀληθῶν γνώσεων συνίσταται·"],["8.83","δυνάμει δέ, ἐπεὶ ἡ μὲν ἀλήθεια ἐπιστήμης ἔχεται, τὸ δὲ ἀληθὲς οὐ πάντως. διόπερ τὴν μὲν ἀλήθειαν ἐν μόνῳ σπουδαίῳ φασὶν εἶναι, τὸ δὲ ἀληθὲς καὶ ἐν φαύλῳ· ἐνδέχεται γὰρ τὸν φαῦλον ἀληθές τι εἰπεῖν. ταῦτα μὲν οἱ δογματικοί."],["8.84","ἡμεῖς δὲ πάλιν τῆς κατὰ τὴν συγγραφὴν προαιρέσεως στοχαζόμενοι πρὸς μόνον τὸ ἀληθὲς νῦν τούς λόγους ποιησόμεθα, ἐπεὶ συμπεριγράφεται τούτῳ καὶ ἡ ἀλήθεια, σύστημα τῆς τῶν ἀληθῶν γνώσεως εἶναι λεγομένη. πάλιν δέ, ἐπεὶ τῶν λόγων οἱ μέν εἰσι καθολικώτεροι, δι’ ὧν αὐτὴν τὴν ὑπόστασιν τοῦ ἀληθοῦς κινοῦμεν, οἱ δὲ εἰδικοί (quae exponumtur adv. dogm. II 69— 139), δι’ ὧν δείκνυμεν, ὅτι οὐκ ἐν φωνῇ τὸ ἀληθὲς ἢ ἐν λεκτῷ ἢ ἐν τῇ κινήσει τῆς διανοίας, τοὺς καθολικωτέρους ἐκθέσθαι μόνους ὧς πρὸς τὸ παρὸν ἀρκεῖν ἡγούμεθα. ὥσπερ γὰρ τείχους θεμελίῳ κατενεχθέντι καὶ τὰ ὑπερκείμενα πάντα συγκαταφέρεται, οὕτω τῇ τοῦ ἀληθοῦς ὑποστάσει διατρεπομένῃ καὶ αἱ κατὰ μέρος τῶν δογματικῶν εὑρεσιλογίαι συμπεριγράφονται."],["9.85","Διαφωνίας τοίνυν οὔσης περὶ τοῦ ἀληθοῦς παρὰ τοῖς δογματικοῖς, ἐπεί τινες μέν φασιν εἶναί τι ἀληθές, τινὲς δὲ μηδὲν εἶναι ἀληθές, οὐκ ἐνδέχεται τὴν διαφωνίαν ἐπικρῖναι, ἐπειδὴ ὁ λέγων εἶναί τι ἀληθὲς οὔτε ἄνευ ἀποδείξεως τοῦτο λέγων πιστευθήσεται διὰ τὴν διαφωνίαν· ἤν τε καὶ ἀπόδειξιν βούληται φέρειν, ἢν μὲν ψευδῆ ταύτην εἶναι συνομολογήσῃ, ἄπιστος ἔσται, ἀληθῆ δὲ τὴν ἀπόδειξιν εἶναι λέγων εἰς τὸν διάλληλόν τε ἐμπίπτει λόγον καὶ ἀπόδειξιν αἰτηθήσεται τοῦ ἀληθῆ αὐτὴν ὑπάρχειν, ἐκείνης ἄλλην, καὶ μέχρις ἀπείρου. ἀδύνατον δὲ ἄπειρα ἀποδείξαι· ἀδύνατον ἄρα γνῶναι καὶ ὅτι ἔστι τι ἀληθές."],["9.86","καὶ μὴν τό ‘το’, ὅπερ φασὶν εἶναι πάντων γενικώτατον, ἤτοι ἀληθὲς ἢ ψεῦδός ἐστιν ἢ οὔτε ψεῦδος οὔτε ἀληθές, ἢ καὶ ψεῦδος καὶ ἀληθές. εἰ μὲν οὖν ψεῦδος αὐτὸ εἷναι φήσουσιν, ὁμολογήσουσιν, ὅτι πάντα ἐστὶ ψευδῆ. ὥσπερ γάρ, ἐπεὶ τὸ ζῷον ἔμψυχόν ἐστι, καὶ πάντα τὰ ζῷα τὰ κατὰ μέρος ἔμψυχά ἐστιν, οὕτως, εἰ τὸ γενικώτατον πάντων (τό ‘τι’) ψεῦδός ἐστι, καὶ πάντα τὰ κατὰ μέρος ἔσται ψευδῆ καὶ οὐδὲν ἀληθές. ᾧ συνεισάγεται τὸ μηδὲν εἶναι ψεῦδος· καὶ γὰρ αὐτὸ τὸ ‘πάντα ἐστὶ ψευδῆ’ καὶ τὸ ‘ἔστι τι ψεῦδος’ τῶν πάντων καθεστὼς ψεῦδος ἔσται. εἰ δὲ ἀληθές ἐστι τό ‘τι’, πάντα ἔσται ἀληθῆ· ᾧ συνεισάγεται πάλιν τὸ μηδὲν εἶναι ἀληθές, εἴγε καὶ αὐτὸ τοῦτο τὶ ὑπάρχον (λέγω δὲ τὸ μηδὲν εἶναι ἀληθές) ἀληθές ἐστιν."],["9.87","εἰ δὲ καὶ ψεῦδός ἐστι καὶ ἀληθὲς τό ‘τι’, ἕκαστον τῶν κατὰ μέρος καὶ ψεῦδος ἔσται καὶ ἀληθές. ἐξ οὗ συνάγεται τὸ μηδὲν φύσει εἶναι ἀληθές· τὸ γὰρ φύσιν ἔχον τοιαύτην ὥστε ἀληθὲς εἶναι, πάντως οὐκ ἂν εἴη ψεῦδος. εἰ δ’ οὔτε ψεῦδός ἐστιν οὔτε ἀληθές τό ‘τι’, ὁμολογεῖται ὅτι καὶ πάντα τὰ ἐπὶ μέρους μήτε ψευδῆ μήτε ἀληθῆ εἶναι λεγόμενα οὐκ ἔσται ἀληθῆ. καὶ διὰ ταῦτα μὲν οὖν ἄδηλον ἡμῖν ἔσται, εἰ ἔστιν ἀληθές."],["9.88","πρὸς τούτοις ἤτοι φαινόμενά ἐστι μόνον τὰ ἀληθῆ, ἢ ἄδηλα μόνον, ἤ τῶν ἀληθῶν τὰ μὲν ἄδηλά ἐστι, τὰ δὲ φαινόμενα· οὐδὲν δὲ τούτων ἐστὶν ἀληξθές, ὧς δείξομεν· οὐδὲν ἄρα ἐστὶν ἀληθές. εἰ μὲν οὖν φαινόμενα μόνον ἐστὶ τὰ ἀληθῆ, ἤτοι πάντα τὰ φαινόμενα λέξουσιν εἶναι ἀληθῆ ἢ τινά. καὶ εἰ μὲν πάντα, περιτρέπεται ὁ λόγος· φαίνεται γάρ τισι τὸ μηδὲν εἶναι ἀληθές. εἰ δέ τινα, ἀνεπικρίτως μὲν οὐ δύναταί τις λέ- γειν, ὅτι τάδε μέν ἐστιν ἀληθῆ, τάδε δὲ ψευδῆ, κριτηρίῳ δὲ χρώμενος ἤτοι φαινόμενον εἶναι λέξει τοῦτο τὸ κριτήριον ἢ ἄδηλον. καὶ ἄδηλον μὲν οὐδαμῶς· μόνα γὰρ ὑπόκειται νῦν ἀληθῆ τὰ φαινόμενα."],["9.89","εἰ δὲ φαινόμενον, ἐπεὶ ζητεῖται, τίνα μὲν φαινόμενά ἐστιν ἀληθῆ, τίνα δὲ ψευδῆ, καὶ τὸ λαμβανόμενον φαινόμενον πρὸς τὴν κρίσιν τῶν φαινομένων πάλιν ἑτέρου δεήσεται κριτηρίου φαινομένου, κἀκεῖνο ἄλλου, καὶ μέχρις ἀπείρου. ἀδύνατον δὲ ἄπειρα ἐπικρίνειν· ἀδύνατον ἄρα καταλαβεῖν, εἰ φαινόμενά ἐστι μόνον τὰ ἀληθῆ."],["9.90","ὁμοίως δὲ καὶ ὁ λέγων τὰ ἄδηλα μόνον εἷναι ἀληθῆ πάντα μὲν οὐ λέξει εἶναι ἀληθῆ οὐ γὰρ καὶ τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας ἀληθὲς εἶναι λέξει ἢ τὸ περιττοὺς τούτους ὑπάρχειν)· εἰ δέ τινα, τίνι κρινοῦμεν, ὅτι τάδε μὲν τὰ ἄδηλά ἐστιν ἀληθῆ, τάδε δὲ ψευδῆ; φαινομένῳ μὲν γὰρ οὐδαμῶς· εἰ δὲ ἀδήλῳ, ἐπεὶ ζητοῦμεν, τίνα τῶν ἀδήλων ἐστὶν ἀληθῆ καὶ τίνα ψευδῆ, δεήσεται καὶ τοῦτο τὸ ἄδηλον ἀδήλου ἑτέρου τοῦ ἐπικρινοῦντος αὐτό, κἀκεῖνο ἄλλου, καὶ μέχρις ἀπείρου. διόπερ οὐδὲ ἄδηλα μόνον ἐστὶ τἀληθῆ."],["9.91","λείπεται λέγειν, ὅτι τῶν ἀληθῶν τὰ μέν ἐστι φαινόμενα, τὰ δὲ ἄδηλα· ἔστι δὲ καὶ τοῦτο ἄτοπον. ἤτοι γὰρ πάντα τά τε φαινόμενα καὶ τὰ ἄδηλά ἐστιν ἀληθῆ, ἤ τινα φαινόμενα καί τινα ἄδηλα. εἰ μὲν οὖν πάντα, πάλιν περιτραπήσεται ὁ λόγος, ἀληθοῦς εἶναι διδομένου καὶ τοῦ μηδὲν εἶναι ἀληθές, λεχθήσεταί τε ἀλη- θὲς καὶ τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας καὶ τὸ περιττοὺς τούτους ὑπάρχειν."],["9.92","εἰ δέ τινα τῶν φαινομένων καί τινα τῶν ἀδήλων ἐστὶν ἀληθῆ, πῶς ἐπικρινοῦμεν, ὅτι τῶν φαινομένων τάδε μέν ἐστιν ἀληθῆ, τάδε δὲ ψευδῆ; εἰ μὲν γὰρ διὰ φαινομένου, εἰς ἄπειρον ἐκβάλλεται ὁ λόγος· εἰ δὲ δι’ ἀδήλου, ἐπεὶ καὶ τὰ ἄδηλα δεῖται κρίσεως, πάλιν τοῦτο τὸ ἄδηλον διὰ τίνος κριθήσεται; εἰ μὲν γὰρ διὰ ὁ διάλληλος εὑρίσκεται τρόπος, εἰ δὲ δι’ ἀδήλου, ὁ εἰς ἄπειρον ἐκβάλλων."],["9.93","ὁμοίως δὲ καὶ περὶ τῶν ἀδήλων λεκτέον· ὁ μὲν γὰρ ἀδήλῳ τινὶ κρίνειν αὐτὰ ἐπιχειρῶν εἰς ἄπειρον ἐκβάλλεται, ὁ δὲ φαινομένῳ ἢ ἀεὶ φαινόμενον προσλαμβάνων εἰς ἄπειρον, ἢ ἐπὶ ἄδηλον μεταβαίνων εἰς τὸν διάλληλον. ψεῦδος ἄρα ἐστὶ τὸ λέγειν τῶν ἀληθῶν τὰ μὲν εἷναι φαινόμενα τὰ δὲ ἄδηλα."],["9.94","εἰ οὖν μήτε τὰ φαινόμενά ἐστιν ἀληθῆ μήτε τὰ ἄδηλα μόνα, μήτε τινὰ μὲν φαινόμενα, τινὰ δὲ ἄδηλα, οὐδέν ἐστιν ἀληθές. εἰ δὲ μηδέν ἐστιν ἀληθές, τὸ δὲ κριτήριον δοκεῖ πρὸς τὴν κρίσιν τοῦ ἀληθοῦς χρησιμεύειν, ἄχρηστον καὶ μάταιόν ἐστι τὸ κριτήριον, κἂν δῶμεν αὐτῷ κατὰ συγχώρησιν ἔχειν τινὰ ὑπόστασιν. καὶ εἴγε ἐφεκτέον περὶ τοῦ εἰ ἔστι τι ἀληθές, ἀκόλουθόν ἐστι τοὺς λέγοντας ὡς διαλεκτική ἐστιν ἐπιστήμη ψευδῶν καὶ ἀληθῶν καὶ οὐδετέρων προπετεύεσθαι."],["9.95","Ἀπόρου δὲ τοῦ κριτηρίου τῆς ἀληθείας φανέντος, οὔτε περὶ τῶν ἐναργῶν εἶναι δοκούντων, ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν, ἔτι οἷόν τέ ἐστι διισχυρίζεσθαι, οὔτε περὶ τῶν ἀδήλων· ἐπεὶ γὰρ ἀπὸ τῶν ἐναργῶν καταλαμβάνειν οἱ δογματικοὶ νομίζουσιν, ἐὰν ἐπέχειν περὶ τῶν ἐναργῶν καλουμένων ἀναγκαζώμεθα, πῶς ἂν περὶ τῶν ἀδήλων ἀποφαίνεσθαι τολμήσαιμεν;"],["9.96","ἐκ πολλοῦ δὲ τοῦ περιόντος καὶ πρὸς τὰ ἄδηλα τῶν πραγμάτων ἰδίως ἐνστησόμεθα. καὶ ἐπειδὴ ταῦτα διὰ σημείου τε καὶ ἀποδείξεως καταλαμβάνεσθαι καὶ κρατύνεσθαι δοκεῖ, διὰ βραχέων ὑπομνήσομεν, ὅτι καὶ περὶ τοῦ σημείου καὶ περὶ τῆς ἀποδείξεως ἐπέχειν προσήκει. ἀρξώμεθα δὲ ἀπὸ σημείου· καὶ γὰρ ἡ ἀπόδειξις τῷ γένει σημεῖον εἶναι δοκεῖ."],["10.97","Τῶν πραγμάτων τοίνυν κατὰ τούς δογματικοὺς τὰ μέν ἐστι πρόδηλα, τὰ δὲ ἄδηλα, καὶ τῶν ἀδήλων τὰ μὲν καθάπαξ ἄδηλα, τὰ δὲ πρὸς καιρὸν ἄδηλα, τὰ δὲ φύσει ἄδηλα. καὶ πρόδηλα μὲν εἷναί φασι τὰ ἐξ ἑαυτῶν εἰς γνῶσιν ἡμῖν ἐρχόμενα, οἷόν ἐστι τὸ ἡμέραν εἶναι, καθάπαξ δὲ ἄδηλα, ἃ μὴ πέφυκεν εἰς τὴν ἡμετέραν πίπτειν κατάληψιν, ὧς τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας,"],["10.98","πρὸς καιρὸν δὲ ἄδηλα ἅπερ τὴν φύσιν ἔχοντα ἐναργῆ παρὰ τινας ἔξωθεν περιστάσεις κατὰ καιρὸν ἡμῖν ἀδηλεῖται, ὧς ἐμοὶ νῦν ἡ τῶν Ἀθηναίων πόλις, φύσει δὲ ἄδηλα τὰ μὴ φύσιν ὑπὸ τὴν ἡμετέραν πίπτειν ἐνάργειαν, ὧς οἱ νοητοὶ πόροι· οὗτοι γὰρ οὐδέποτε ἐξ ἑαυτῶν φαίνονται, ἀλλ’ εἰ ἄρα, ἐξ ἑτέρων καταλαμβάνεσθαι ἂν νομισθεῖεν, οἶον τῶν ἱδρώτων ἤ τινος παραπλησίου."],["10.99","τὰ μὲν οὖν πρόδηλα μὴ δεῖσθαι σημείου φασίν· ἐξ ἑαυτῶν γὰρ αὐτὰ καταλαμβάνεσθαι. ἀλλ’ οὐδὲ τὰ καθάπαξ ἄδηλα ἅτε δὴ μηδὲ τὴν ἀρχὴν καταλαμβανόμενα. τὰ δὲ πρὸς καιρὸν ἄδηλα καὶ τὰ φύσει ἄδηλα διὰ σημείων μὲν καταλαμβάνεσθαι, οὐ μὴν διὰ τῶν αὐτῶν, ἀλλὰ τὰ μὲν πρὸς καιρὸν ἄδηλα διὰ τῶν ὑπομνηστικῶν, τὰ δὲ φύσει ἄδηλα διὰ τῶν ἐνδεικτικῶν."],["10.100","τῶν οὖν σημείων τὰ μέν ἐστιν ὑπομνηστικὰ κατ’ αὐτοὺς, τὰ δ’ ἐνδεικτικά. καὶ ὑπομνηστικὸν μὲν σημεῖον καλοῦσιν ὃ συμπαρατηρηθὲν τῷ σημειωτῷ δι’ ἐναργείας ἅμα τῷ ὑποπεσεῖν, ἐκείνου ἀδηλουμένου, ἄγει ἡμᾶς εἰς ὑπόμνησιν τοῦ συμπαρατηρηθέντος αὐτῷ καὶ νῦν ἐναργῶς μὴ ὑποπίπτοντος, ὡς ἔχει ἐπὶ τοῦ καπνοῦ καὶ τοῦ πυρός."],["10.101","ἐνδεικτικὸν δέ ἐστι σημεῖον, ὥς φασιν, ὃ μὴ συμπαρατηρηθὲν τῷ σημειωτῷ δι’ ἐναργείας, ἀλλ’ ἐκ τῆς ἰδίας φύσεως καὶ κατασκευῆς σημαίνει τὸ οὗ ἐστι σημεῖον, ὡσπεροῦν αἱ περὶ τὸ σῶμα κινήσεις σημεῖά εἰσι τῆς ψυχῆς. ὅθεν καὶ ὁρίζονται αἰτίους EAB 9 παρά Gen. dubitanter: περί GT (circa) 9a καιρούς Τ (per tempora) cf. p. 319, 3 Ih καταλαμβάνεται Τ (apprehenduntur) 23 σημειωτῷ Bekk.: σημείω rw MLT (in signo quod est): σημαινομένω tw EAB 25/20 ἐναργῶς LT (manifeste): ἐναργοῦς MEAB 28 σημειωτῷ Τ (significato): σημείω τῶ G 29 καὶ om L τοῦτο τὸ σημεῖον οὕτως ῾σημεῖόν ἐστιν ἐνδεικτικὸν ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ προκαθηγούμενον, ἐκκαλυπτικὸν τοῦ λήγοντος.᾿"],["10.102","διττῆς οὖν οὔσης τῶν σημείων διαφορᾶς, ὡς ἔφαμεν, οὐ πρὸς πᾶν σημεῖον ἀντιλέγομεν, ἀλλὰ πρὸς μόνον τὸ ἐνδεικτικὸν ὡς ὑπὸ τῶν δογματικῶν πεπλάσθαι δοκοῦν. τὸ γὰρ ὑπομνηστικὸν πεπίστευται ὑπὸ τοῦ βίου, ἐπεὶ καπνὸν ἰδών τις σημειοῦται πῦρ καὶ οὐλὴν θεασάμενος τραῦμα γεγενῆσθαι λέγει. ὅθεν οὐ μόνον οὐ μαχόμεθα τῷ βίῳ ἀλλὰ καὶ συναγωνιζόμεθα, τῷ μὲν ὐπ᾿ αὐτοῦ πεπιστευμένῳ ἀδοξάστως συγκατατιθέμενοι, τοῖς δ᾿ ὑπὸ τῶν δογματικῶν ἰδίως ἀναπλαττομένοις ἀνθιστάμενοι."],["10.103","Ταῦτα μὲν οὖν ἥρμοζεν ἴσως προειπεῖν ὑπὲρ τῆς σαφηνείας τοῦ ζητουμένου· λοιπὸν δὲ ἐπὶ τὴν ἀντίρρησιν χωρῶμεν, οὐκ ἀνύπαρκτον δεῖξαι τὸ ἐνδεικτικὸν σημεῖον πάντως ἐσπουδακότες, ἀλλὰ τὴν φαινομένην ἰσοσθένειαν τῶν φερομένων λόγων πρός τε τὴν ὕπαρξιν αὐτοῦ καὶ τὴν ἀνυπαρξίαν ὑπομιμνῄσκοντες."],["11.104","Τὸ σημεῖον τοίνυν, ὅσον ἐπὶ τοῖς λεγομένοις περὶ αὐτοῦ παρὰ τοῖς δογματικοῖς, ἀνεπινόητόν ἐστιν. αὐτίκα γοῦν οἱ ἀκριβῶς περὶ αὐτοῦ διειληφέναι δοκοῦντες, οἱ Στωικοί (fr. II 221 Arn.), βουλόμενοι παραστῆσαι τὴν ἔννοιαν τοῦ σημείου, φασὶ σημεῖον εἶναι ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ προκαθηγούμενον, ἐκκαλυπτικὸν τοῦ λήγοντος. καὶ τὸ μὲν ἀξίωμά φασιν (fr. II 193 A.) εἶναι λεκτὸν αὐτοτελὲς ἀπόφαντόν ὅσον ἐφ᾿ ἑαυτῷ, ὑγιὲς δὲ συνημμένον τὸ μὴ ἀρχόμενον ἀπὸ ἀληθοῦς καὶ λῆγον ἐπὶ ψεῦδος."],["11.105","τὸ γὰρ συνημμένον ἤτοι ἄρχεται ἀπὸ ἀληθοῦς καὶ λήγει ἐπὶ ἀληθές, οἷον ῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν᾿, ἢ ἄρχεται ἀπὸ ψεύδους καὶ λήγει ἐπὶ ψεῦδος, οἷον ῾εἰ πέταται ἡ γῆ, πτερωτή ἐστιν ἡ γῆ,᾿ ἢ ἄρχεται ἀπὸ ἀληθοῦς καὶ λήγει ἐπὶ ψεῦδος, οἷον ‘εἰ ἔστιν ἡ γῆ, πέταται ἡ γῆ', ἢ ἢ ἄρχεται ἀπὸ ψεύδους καὶ λήγει ἐπὶ ἀληθές, οἷον ‘εἰ πέταται ἡ γῆ, ἔστιν ἡ γῆ'. τούτων δὲ μόνον τὸ ἀπὸ ἀληθοῦς ἀρχόμενον καὶ λῆγον ἐπὶ ψεῦδος μοχθηρὸν εἷναί φασιν, τὰ δ’ ἄλλα ὑγιῆ."],["11.106","προκαθηγούμενον δὲ λέγουσι τὸ ἐν συνημμένῳ ἀρχομένῳ ἀπὸ ἀληθοῦς καὶ λήγοντι ἐπὶ ἀληθὲς ἡγούμενον. ἐκκαλυπτικὸν δέ ἐστι τοῦ λήγοντος, ἐπεὶ τὸ ‘γάλα ἔχει αὕτη τοῦ ‘κεκύηκεν αὕτη δηλωτικὸν εἷναι δοκεῖ ἐν τούτῳ τῷ συνημμένῳ ‘εἰ γάλα ἔχει αὕτη, κεκύηκεν αὕτη'."],["11.107","ταῦτα μὲν οὗτοι· ἡμεῖς δὲ λέγομεν πρῶτον, ὅτι ἄδηλόν ἐστιν, εἰ ἔστι τι λεκτόν. ἐπεὶ γὰρ τῶν δογματικῶν οἱ μὲν Ἐπικούρειοί (fr. 259 Us.) φασι μὴ εἶναί τι λεκτὸν, δὲ Στωικοὶ εἶναι, ὅταν λέγωσιν οἱ Στωικι εἶναί τι λεκτόν, ἤτοι μόνῃ φάσει χρῶνται ἢ καὶ ἀποδείξει. ἀλλ’ εἰ μὲν φάσει, ἀντιθήσουσιν αὐτοῖς οἱ Ἐπικούρειοι φάσιν τὴν λέγουσαν, ὅτι οὐκ ἔστι τι λεκτόν· εἰ δὲ ἀπόδειξιν παραλήψονται ἐπεὶ ἐξ ἀξιωμάτων συνέστηκε λεκτῶν ἡ ἀπόδειξις, ἐκ τῶν λεκτῶν δὲ συνεστῶσα οὐ δυνήσεται πρὸς πίστιν τοῦ λεκτὸν εἶναι παραλαμβάνεσθαι ὁ γὰρ μὴ διδοὺς εἶναι λεκτὸν πῶς συγχωρήσει σύστημα λεκτῶν ὑπάρχειν;)"],["11.108","— διὰ τοῦ ζητουμένου τοίνυν τὸ ζητούμενον πιστοῦσθαι βούλεται ὁ ἐκ τῆς ὑπάρξεως τοῦ συστήματος τῶν λεκτῶν εἶναί τι λεκτὸν πειρώμενος κατασκευάζειν. εἰ οὖν μήτε ἁπλῶς μήτε δι’ ἀποδείξεως ἐνδέχεται παριστᾶν ὅτι ἔστι τι λεκτόν, ἄδηλόν ἐστιν ὅτι ἔστι τι λεκτόν. ὁμοίως δὲ καὶ εἰ ἔστιν ἀξίωμα·"],["11.109","λεκτὸν γάρ ἐστι τὸ ἀξίωμα. μήποτε δὲ καὶ εἰ καθ’ ὑπόθεσιν εἶναί τι λεκτὸν δοθείη, τὸ ἀξίωμα ἀνύπαρκτον εὑρίσκεται, συνεστηκὸς ἐκ λεκτῶν μὴ συνυπαρχόντων ἀλλήλοις. οἷον γοῦν ἐπὶ τοῦ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν', ὅτε λέγω τὸ ‘ἡμέρα ἔστιν', οὐδέπω ἔστι τὸ ‘φῶς ἔστιν', καὶ ὅτε λέγω τὸ ‘φῶς ἔστιν’, οὐκέτι ἔστι τὸ ‘ἡμέρα ἔστιν’. εἰ οὖν τὰ μὲν συγκείμενα ἔκ τινων ἀδύνατον ὑπάρχειν μὴ συνυπαρχόντων ἀλλήλοις τῶν μερῶν αὐτῶν, τὰ δὲ ἐξ ὧν σύγκειται τὸ ἀξίωμα οὐ συνυπάρχει ἀλλήλοις, οὐχ ὑπάρξει τὸ ἀξίωμα."],["11.110","ἴνα δὲ καὶ ταῦτα παρλίπωμεν, τὸ ὑγιὲς συνημμένον ἀκατάληπτον εὑρεθήσεται. ὁ μὲν γὰρ Φίλων φησὶν ὑγιὲς εἶναι συνημμένον τὸ μὴ ἀρχόμενον ἀπὸ ἀληθοῦς καὶ λῆγον ἐπὶ ψεῦδος, οἷον ἡμέρας οὔσης καὶ ἐμοῦ διαλεγομένου τὸ ‘εἰ ἡμέρα ἐστιν, ἐγὼ διαλέγομαι', ὁ δὲ Διόδωρος, ὃ μήτε ἐνεδέχετο μήτε ἐνδέχεται ἀρχόμενον ἀπὸ ἀληθοῦς λήγειν ἐπὶ ψεῦδος· καθ’ ὃν τὸ μὲν εἰρημένον συνημμένον ψεῦδος εἶναι δοκεῖ, ἐπεὶ ἡμέρας μὲν οὔσης ἐμοῦ δὲ σιωπήσαντος ἀπὸ ἀληθοῦς ἀρξάμενον ἐπὶ ψεῦδος καταλήξει,"],["11.111","ἐκεῖνο δὲ ἀληθές ‘εἰ οὐκ ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα, ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα’· ἀεὶ γὰρ ἀπὸ ψεύδους ἀρχόμενον τοῦ ‘οὐκ ἀμερῆ τῶν ὄντων στοιχεῖα’ εἰς ἀληθὲς καταλήξει αὐτὸν τὸ ‘ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα’. οἱ δὲ τὴν εἰσάγοντες ὑγιὲς εἶναί φασι συνημμένον, ὅταν τὸ ἀντικείμενον τῷ ἐν αὐτῷ λήγοντι μάχηται τῷ ἐν αὐτῷ ἡγουμένῳ· καθ’ οὓς τὰ μὲν εἰρημένα συνημμένα ἔσται μοχθηρά, ἐκεῖνο δὲ ἀληθές ‘εἰ ἡμέρα ἔστιν, ἡμέρα ἔστιν’."],["11.112","οἱ δὲ τῇ ἐμφάσει κρίνοντές φασιν ὅτι ἀληθές συνημμένον οὗ τὸ λῆγον ἐν τῷ ἡγουμένῳ περιέχεται δυνάμει· καθ’ οὓς τὸ ‘εἰ ἡμέρα ἔστιν, ἡμέρα ἔστι καὶ πᾶν τὸ διαφορούμενον ἀξίωμα] συνημμένον ἴσως ψεῦδος ἔσται·"],["11.113","αὐτὸ γάρ τι ἐν ἑαυτῷ περιέχεσθαι ἀμήχανον. ταύτην τοίνυν τὴν διαφωνίαν ἐπικριθῆναι ἀμήχανον ἴσως εἶναι δόξει. οὔτε γὰρ ἀναποδείκτως προκρίνοντές τινα τῶν στάσεων τῶν προειρημένων πιστοὶ ἐσόμεθα οὔτε μετὰ ἀποδείξεως. καὶ γὰρ ἡ ἀπόδειξις ὑγιὴς εἶναι δοκεῖ, ὅταν ἀκολουθῇ τῇ διὰ τῶν λημμάτων αὐτῆς συμπλοκῇ τὸ συμπέρασμα αὐτῆς ὡς λῆγον ἡγουμένῳ, οἷον οὕτως ‘εἰ ἡμέρα ἔστιν, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν. εἴπερ ἡμέρα ἔστι, φῶς ἔστιν· καὶ ἡμέρα ἔστι καὶ φῶς ἔστιν’."],["11.114","ζητουμένου δὲ περὶ τοῦ πῶς κρινοῦμεν τὴν ἀκολουθίαν τοῦ λήγοντος πρὸς τὸ ἡγούμενον, ὁ διάλληλος εὑρίσκεται τρόπος. ἴνα μὲν γὰρ ἡ κρίσις τοῦ συνημμένου ἀποδειχθῇ τὸ συμπέρασμα τοῖς λήμμασι τῆς ἀποδείξεως ἀκολουθεῖ, ὧς προειρήκαμεν· ἔνα δὲ πάλιν τοῦτο πιστευθῇ, δεῖ τὸ συνημμένον καὶ τὴν ἀκολουθίαν ἐπικεκρίσθαι· ὅπερ ἄτοπον."],["11.115","ἀκατάληπτον ἄρα τὸ ὑγιὲς συνημμένον. ἀλλὰ καὶ τὸ προκαθηγούμενον ἄπορόν ἐστιν. τὸ μὲν γὰρ προκαθηγούμενον, ὥς φασιν, ἐστὶ τὸ ἡγούμενον ἐν τοιούτῳ συνημμένῳ, ὅ ἄρχεται ἀπὸ ἀληθοῦς καὶ λήγει ἐπὶ ἀληθές."],["11.116","εἰ δὲ ἐκκαλυπτικόν ἐστι τοῦ λήγοντος τὸ σημεῖον, ἤτοι πρόδηλόν ἐστι τὸ λῆγον ἢ ἄδηλον. εἰ μὲν οὖν πρόδηλον, οὐδὲ τοῦ ἐκκαλύψοντος δεήσεται, ἀλλὰ συγκαταληφθήσεται αὐτῷ, καὶ οὐκ ἔσται αὐτοῦ σημειωτόν, διόπερ οὐδὲ ἐκεῖνο τούτου σημεῖον. εἰ δὲ ἄδηλον, ἐπεὶ περὶ τῶν ἀδήλων διαπεφώνηται ἀνεπικρίτως, ποία μέν ἐστιν αὐτῶν ἀληθῆ ποῖα δὲ ψευδῆ, καὶ ὅλως εἰ ἔστι τι αὐτῶν ἀληθές, ἄδηλον ἔσται, εἰ εἰς ἀληθὲς λήγει τὸ συνημμένον. ᾧ συνεισέρχεται καὶ τὸ ἄδηλον εἶναι εἰ προκαθηγεῖται τὸ ἐν αὐτῷ ἡγούμενον."],["11.117","ἵνα δὲ καὶ ταῦτα παραλίπωμεν, οὐ δύναται ἐκκαλυπτικὸν εἶναι τοῦ λήγοντος, εἴγε πρὸς τὸ σημεῖόν ἐστι τὸ σημειωτὸν καὶ διὰ τοῦτο συγκαταλαμβάνεται αὐτῷ. τὰ γὰρ πρός τι ἀλλήλοις συγκαταλαμβάνεται· καὶ ὥσπερ τὸ δεξιὸν πρὸ τοῦ ἀριστεροῦ ὧς δεξιὸν ἀριστεροῦ καταληφθῆναι οὐ δύναται, οὐδὲ ἀνάπαλιν, καὶ ἐπὶ τῶν ἄλλων τῶν πρός τι πα- ραπλησίως, οὕτως οὐδὲ τὸ σημεῖον πρὸ τοῦ σημειωτοῦ ὡς σημειωτοῦ καταληφθῆναι δυνατὸν ἔσται."],["11.118","εἰ δ’ οὐ προκαταλαμβάνεται τὸ σημεῖον τοῦ σημειωτοῦ, οὐδὲ ἐκκαλυπτικὸν αὐτοῦ δύναται ὑπάρχειν τοῦ ἅμα αὐτῷ καὶ μὴ μετ’ αὐτὸ καταλαμβανομένου. οὐκοῦν καὶ ὅσον ἐπὶ τοῖς κοινότερον λεγομένοις ὑπὸ τῶν ἑτεροδόξων ἀνεπινόητόν ἐστι τὸ σημεῖον. καὶ γὰρ πρός τι καὶ ἐκκαλυπτικὸν τοῦ σημειωτοῦ, πρὸς ᾧ φασιν αὐτὸ εἶναι, τοῦτο εἷναι λέγουσιν."],["11.119","ὅθεν εἰ μὲν πρός τι ἐστὶ καὶ πρὸς τῷ σημειωτῷ, συγκαταλαμβάνεσθαι πάντως ὀφείλει τῷ σημειωτῷ, καθάπερ τὸ ἀριστερὸν τῷ δεξιῷ καὶ τὸ ἄνω τῷ κάτω καὶ τὰ ἄλλα τὰ πρός τι. εἰ δὲ ἐστι τοῦ σημειωτοῦ, προκαταλαμβάνεσθαι αὐτοῦ πάντως ὀφείλει, ἵνα προεπιγνωσθὲν εἰς ἔννοιαν ἡμᾶς ἀγάγῃ τοῦ ἐξ αὐτοῦ γινωσκομένου πράγματος."],["11.120","ἀδύνατον δὲ ἐννοῆσαι πρᾶγμα μὴ δυνάμενον πρὸ ἐκείνου γνωσθῆναι, οὗ προκαταλαμβάνεσθαι ἀνάγκην ἔχει· ἀδύνατον ἄρα ἐπινοεῖν τι καὶ πρός τι ὂν καὶ ἐκκαλυπτικὸν ἐκείνου ὑπάρχον πρὸς ᾧ νοεῖται. τὸ δὲ σημεῖον καὶ πρός τι φασὶν εἶναι καὶ ἐκκαλυπτικὸν τοῦ σημειωτοῦ· ἀδύνατον ἄρα ἐστὶν ἐπινοῆσαι τὸ σημεῖον."],["11.121","Πρὸς τούτοις κἀκεῖνο λεκτέον. διαφωνία γέγονε παρὰ τοῖς πρὸ ἡμῶν, τῶν μὲν λεγόντων εἷναί τι σημεῖον ἐνδεικτικόν, τῶν δὲ μηδὲν εἶναι σημεῖον ἐνδεικτικὸν φασκόντων. ὁ λέγων οὖν εἶναί τι σημεῖον ἐνδεικτικὸν ἤτοι ἀπλῶς ἐρεῖ καὶ ἀναποδείκτως, ψιλῇ φάσει χρώμενος, ἢ μετὰ ἀποδείξεως. ἀλλ’ εἰ μὲν φάσει μόνῃ χρήσεται, ἄπιστος ἔσται, εἰ δὲ ἀποδεῖξαι βουλήσεται, τὸ ζητούμενον συναρπάσει."],["11.122","ἐπεὶ γὰρ ἡ ἀπόδειξις τῷ γένει σημεῖον εἶναι λέγεται, ἀμφισβητουμένου τοῦ πότερον ἔστι τι σημεῖον ἢ οὐκ ἔστιν, ἀμφισβήτησις ἔσται καὶ περὶ τοῦ πότερον ἔστιν ἀπόδειξις ἢ οὐδαμῶς, ὥσπερ καθ’ ὑπόθεσιν ζητουμένου εἰ ἔστι ζῷον, ζητεῖται καὶ περὶ τοῦ εἰ ἔστιν ἄνθρωπος· ζῷον γὰρ ὁ ἄνθρωπος. ἄτοπον δὲ τὸ ζητούμενον διὰ τοῦ ἐπ’ ἴσης ζητουμένου ἢ δι’ ἑαυτοῦ ἀποδεικνύναι· οὐδὲ δι’ ἀποδείξεως ἄρα δυνήσεταί τις διαβεβαιοῦσθαι, ὅτι ἔστι σημεῖον."],["11.123","εἰ δὲ μήτε ἁπλῶς μήτε μετὰ ἀποδείξεως οἷόν τέ ἐστι περὶ τοῦ σημείου διαβεβαιωτικῶς ἀποφαίνεσθαι, ἀδύνατόν ἐστι περὶ αὐτοῦ καταληπτικὴν ἀπόφασιν ποιήσασθαι· εἰ δὲ μὴ καταλαμβάνεται μετὰ ἀκριβείας τὸ σημεῖον, οὐδὲ σημαντικὸν εἶναι λεχθήσεταί τινος ἅτε δὴ μηδὲ αὐτὸ ὁμολογούμενον· διὰ δὲ τοῦτο οὐδὲ σημεῖον ἔσται. ὅθεν καὶ κατὰ τοῦτον τὸν ἐπιλογισμὸν ἀνύπαρκτον ἔσται τὸ σημεῖον καὶ ἀνεπινόητον."],["11.124","Ἔτι μέντοι κακὲ ῥητέον. ῥητέον. ἤτοι φαινόμενα μόνον ἐστὶ τὰ σημεῖα ἢ ἄδηλα μόνον, ἢ τῶν σημείων τὰ μέν ἐστι φαινόμενα, τὰ δὲ ἄδηλα. οὐδὲν δὲ τούτων ἐστὶν ὑγιές· οὐκ ἄρα ἔστι σημεῖον. ὅτι μὲν οὖν ἄδηλα οὐκ ἔστι πάντα τὰ σημεῖα, ἐντεῦθεν δείκνυται. τὸ ἄδηλον οὐκ ἐξ ἑαυτοῦ φαίνεται, ὧς οἱ δογματικοί φασιν, ἀλλὰ δι’ ἑτέρου ὑποπίπτει. καὶ τὸ σημεῖον οὖν, εἰ ἄδηλον εἴη, ἑτέρου δεήσεται σημείου ἀδήλου, ἐπεὶ μηδὲν φαινόμενόν ἐστι σημεῖον κατὰ τὴν προκειμένην ὑπόθεσιν, κἀκεῖνο ἄλλου, καὶ μέχρις ἀπείρου. ἀδύνατον δὲ ἄπειρα σημεῖα λαμβάνειν· ἀδύνατον ἄρα τὸ σημεῖον καταληφθῆναι ἄδηλον ὄν. διὰ δὲ τοῦτο καὶ ἀνύπαρκτον ἔσται, μὴ δυνάμενον σημαίνειν τι καὶ σημεῖον εἶναι διὰ τὸ μὴ καταλαμβάνεσθαι."],["11.125","εἰ δὲ πάντα τὰ σημεῖα φαινόμενά ἐστιν, ἐπεὶ καὶ πρός τι ἐστὶ τὸ σημεῖον καὶ πρὸς τῷ σημειωτῷ, τὰ δὲ πρός τι συγκαταλαμβάνεται ἀλλήλοις, τὰ σημειωτὰ εἶναι λεγόμενα σὺν τοῖς φαινομένοις καταλαμβανόμενα φαινόμενα ἔσται· ὥσπερ γὰρ ἅμα ὑποπιπτόντων τοῦ τε δεξιοῦ καὶ τοῦ ἀριστεροῦ οὐ μᾶλλον τὸ δεξιὸν τοῦ ἀριστεροῦ ἢ τὸ ἀριστερὸν τοῦ δεξιοῦ φαίνεσθαι λέγεται, οὕτω συγκαταλαμβανομένων τοῦ τε σημείου καὶ τοῦ σημειωτοῦ οὐ μᾶλλον τὸ σημεῖον ἢ τὸ σημειωτὸν φαίνεσθαι ῥητέον."],["11.126","εἰ δὲ φαινόμενόν ἐστι τὸ σημειωτόν, οὐδὲ σημειωτὸν ἔσται μὴ δεόμενον τοῦ σημανοῦντος αὐτὸ καὶ ἐκκαλύψοντος. ὅθεν ὥσπερ ἀναιρουμένου δεξιοῦ οὐδὲ ἀριστερὸν ἔστιν, οὕτως ἀναιρουμένου τοῦ σημειωτοῦ οὐδὲ σημεῖον εἶναι δύναται, ὥστε ἀνύπαρκτον εὑρίσκεται τὸ σημεῖον, εἴπερ φαινόμενα μόνα εἶναι λέγοι τις τὰ σημεῖα."],["11.127","λείπεται λέγειν, ὅτι τῶν σημείων τὰ μέν ἐστι φαινόμενα, τὰ δὲ ἄδηλα· καὶ οὕτως δὲ αἱ ἀπορίαι μένουσιν. τῶν τε γὰρ φαινομένων σημείων τὰ σημειωτὰ εἶναι λεγόμενα φαινόμενα ἔσται, καθὰ προειρήκαμεν, καὶ μὴ δεόμενα τοῦ σημανοῦντος οὐδὲ σημειωτὰ ὅλως ὑπάρξει, ὅθεν οὐδὲ ἐκεῖνα σημεῖα ἔσται, μηδὲν σημαίνοντα·"],["11.128","τά τε ἄδηλα σημεῖα χρῄζοντα τῶν ἐκκαλυψόντων αὐτά, ἐὰν μὲν ὑπὸ ἀδήλων σημαίνεσθαι λέγηται, εἰς ἄπειρον ἐκπίπτοντος τοῦ λόγου ἀκατάληπτα εὑρίσκεται καὶ διὰ τοῦτο ἀνύπαρκτα, ὡς προειρήκαμεν· ἐὰν δὲ ὑπὸ φαινομένων, φαινόμενα ἔσται σύν τοῖς φαινομένοις αὐτῶν σημείοις καταλαμβανόμενα, διὰ δὲ τοῦτο καὶ ἀνύπαρκτα. ἀδύνατον γὰρ εἶναί τι πρᾶγμα, ὃ καὶ ἄδηλόν ἐστι φύσει καὶ φαινόμενον, τὰ δὲ σημεῖα περὶ ὧν ἐστιν ὁ λόγος, ἄδηλα ὑποτεθέντα, φαινόμενα εὑρέθη κατὰ τὴν περιτροπὴν τοῦ λόγου."],["11.129","εἰ οὖν μήτε πάντα τὰ σημεία φαινόμενά ἐστι μήτε πάντα ἄδηλα, μήτε τῶν σημείων τινὰ μέν ἐστι φαινόμενα, τινὰ δὲ ἄδηλα, καὶ παρὰ ταῦτα οὐδὲν ἔστιν, ὡς καὶ αὐτοί φασιν, ἀνύπαρκτα ἔσται τὰ λεγόμενα σημεῖα."],["11.130","Ταῦτα μὲν οὖν ὀλίγα ἀπὸ πολλῶν ἀρκέσει νῦν εἰρῆσθαι πρὸς ὑπόμνησιν τοῦ μὴ εἶναι σημεῖον ἐνδεικτικόν· ἐξῆς δὲ καὶ τὰς ὑπομνήσεις τοῦ εἶναί τι σημεῖον ἐκθησόμεθα, ἵνα τὴν ἰσοσθένειαν τῶν ἀντικειμένων λόγων παραστήσωμεν. ἤτοι οὖν σημαίνουσί τι αἱ κατὰ τοῦ σημείου φωναὶ φερόμεναι ἢ οὐδὲν σημαίνουσιν. καὶ εἰ μὲν ἄσημοί εἰσιν, πῶς ἂν κινήσειαν τὴν ὕπαρξιν τοῦ σημείου;"],["11.131","εἰ δὲ σημαίνουσί τι, ἔστι σημεῖον. ἔτι ἤτοι ἀποδεικτικοί εἰσιν οἱ λόγοι οἱ κατὰ τοῦ σημείου ἢ οὐκ ἀποδεικτικοί. ἀλλ’ εἰ μὲν οὐκ ἀποδεικτικοί, οὐκ ἀποδεικνύουσι τὸ μὴ εἶναι σημεῖον· εἰ δὲ ἀποδεικτικοί, ἐπεὶ ἡ ἀπόδειξις τῷ γένει σημεῖόν ἐστιν, ἐκκαλυπτικὴ οὖσα τοῦ συμπεράσματος, ἔσται σημεῖον. ὅθεν καὶ συνερωτᾶται λόγος τοιοῦτος· εἰ ἐστι τι σημεῖον, ἔστι σημεῖον, καὶ εἰ μὴ ἔστι σημεῖον, ἔστι σημεῖον· τὸ γὰρ μὴ εἶναι σημεῖον δι’ ἀποδείξεως, ἣ δή ἐστι σημεῖον, δείκνυται. ἤτοι δὲ ἔστι σημεῖον ἢ οὐκ ἔστι σημεῖον· ἔστιν ἄρα σημεῖον."],["11.132","τούτῳ δὲ τῷ λόγῳ παράκειται τοιοῦτος λόγος. εἰ οὐκ ἔστι τι σημεῖον, οὐκ ἔστι σημεῖον· καὶ εἰ ἔστι σημεῖον ὅ φασιν οἱ δογματικοὶ εἶναι, οὐκ ἔστι σημεῖον. τὸ γὰρ σημεῖον περὶ οὗ ὁ λόγος, κατὰ τὴν ἐπίνοιαν αὐτοῦ καὶ πρός τι εἶναι λεγόμενον καὶ ἐκκαλυπτικὸν τοῦ σημειωτοῦ, ἀνύπαρκτον εὑρίσκεται, ὡς παρεστήσαμεν."],["11.133","ἤτοι δὲ ἔστι σημεῖον ἢ οὐκ ἔστι σημεῖον· οὐκ ἄρα ἔστι σημεῖον. καὶ περὶ τῶν φωνῶν δὲ τῶν ὑπὲρ τοῦ σημείου αὐτοὶ ἀποκρινάσθωσαν οἱ δογματικοί, πότερον σημαίνουσί τι ἢ οὐδὲν σημαίνουσιν. εἰ μὲν γὰρ οὐδὲν σημαίνουσιν, οὐ πιστοῦται τὸ εἶναι σημεῖον· εἰ δὲ σημαίνουσιν, ἀκολουθήσει αὐταῖς τὸ σημειωτόν. τοῦτο δὲ ἦν τὸ εἶναί τι σημεῖον· ᾧ ἕπεται τὸ μὴ εἷναι ὡς ὑπεμνήσαμεν, κατὰ τὴν τοῦ λόγου περιτροπήν. Πλὴν ἀλλ’ οὕτω πιθανῶν καὶ πρὸς τὸ εἶναι σημεῖον καὶ πρὸς τὸ μὴ εἶναι λόγων φερομένων, οὐ μᾶλλον εἶναι σημεῖον ἢ μὴ εἶναι ῥητέον."],["12.134","Φανερὸν μὲν οὖν ἐκ τούτων, ὅτι οὐδὲ ἡ ἀπόδειξις ὁμολογούμενόν τι πρᾶγμά ἐστιν· εἰ γὰρ περὶ τοῦ σημείου ἐπέχομεν, καὶ ἡ ἀπόδειξις δὲ σημεῖόν τί ἐστι, καὶ περὶ τῆς ἀποδείξεως ἐπέχειν ἀνάγκη. καὶ γὰρ εὑρήσομεν τοὺς περὶ τοῦ σημείου λόγους ἠρωτημένους ἐφαρμόζεσθαι δυναμένους καὶ κατὰ τῆς ἀποδείξεως, ἐπεὶ καὶ πρός τι εἶναι δοκεῖ καὶ ἐκκαλυπτικὴ τοῦ συμπεράσματος, οἶς ἠκολούθει τὰ πρὸς τὸ σημεῖον ἡμῖν εἰρημένα σχεδὸν ἅπαντα."],["12.135","εἰ δὲ δεῖ καὶ ἰδίως περὶ ἀποδείξεως εἰπεῖν, συντόμως ἐπελεύ- σομαι τὸν περὶ αὐτῆς λόγον, πρότερον σαφηνίσαι πειραθεὶς διὰ βραχέων, τί φασιν εἶναι τὴν ἀπόδειξιν. Ἔστιν οὖν, ὡς φασίν, ἡ ἀπόδειξις λόγος δι’ ὁμολογουμένων λημμάτων κατὰ συναγωγὴν ἐπιφορὰν ἐκκαλύπτων ἄδηλον. σαφέστερον δὲ ὃ λέγου- σιν ἔσται διὰ τούτων. λόγος ἐστὶ σύστημα ἐκ λημμάτων καὶ ἐπιφορᾶς·"],["12.136","τούτου δὲ λήμματα μὲν εἷναι λέγεται τὰ πρὸς κατασκευὴν τοῦ συμπεράσματος συμφώνως λαμβανόμενα ἀξιώματα, ἐπιφορὰ δὲ συμπέρασμα] τὸ ἐκ τῶν λημμάτων κατασκευαζόμενον ἀξίωμα. οἶον ἐν τούτῳ τῷ λόγῳ ‘εἰ ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν τὸ μὲν ‘φῶς ἄρα ἔστιν’ συμπέρασμά ἐστι, τὰ δὲ λοιπὰ λήμματα."],["12.137","τῶν δὲ λόγων οἱ μέν εἰσι συνακτικοὶ οἱ δὲ ἀσύνακτοι, συνακτικοὶ μέν, ὅταν τὸ συνημμένον τὸ ἀρχόμενον μὲν ἀπὸ τοῦ διὰ τῶν τοῦ λόγου λημμάτων συμπεπλεγμένου, λῆγον δὲ εἰς τὴν ἐπιφορὰν αὐτοῦ, ὑγιὲς ᾖ, οἷον ὁ προειρημένος λόγος συνακτικός ἐστιν, ἐπεὶ τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμπλοκῇ ταύτῃ ‘ἡμέρα ἔστι’, καὶ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν’ ἀκολουθεῖ τὸ ‘φῶς ἔστιν’ ἐν τούτῳ τῷ ‘[εἰ] ἡμέρα ἔστι, καὶ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν.’ ἀσύνακτοι δὲ οἱ μὴ οὕτως ἔχοντες."],["12.138","τῶν δὲ συνακτικῶν οἱ μέν εἰσιν ἀληθεῖς οἱ δὲ οὐκ ἀληθεῖς, ἀληθεῖς μέν, ὅταν μὴ μόνον τὸ συνημμένον ἐκ τῆς τῶν λημμάτων συμπλοκῆς καὶ τῆς ἐπιφορᾶς, ὧς προειρήκαμεν, ὑγιὲς ᾖ, ἀλλὰ καὶ τὸ συμπέρασμα καὶ τὸ διὰ τῶν λημμάτων αὐτοῦ συμπεπλεγμένον ἀληθὲς ὑπάρχῃ, ὅ ἐστιν ἡγούμενον ἐν τῷ συνημμένῳ. ἀληθὲς δὲ συμπεπλεγμένον ἐστὶ τὸ πάντα ἔχον ἀληθῆ, ὧς τὸ ‘ἡμέρα ἔστι, καὶ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν.’"],["12.139","οὐκ ἀληθεὶς δὲ οἱ μὴ οὕτως ἔχοντες. ὁ γὰρ τοιοῦτος λόγος ‘εἰ νὺξ ἔστι, σκότος ἔστιν· ἀλλὰ μὴν νὺξ ἔστιν· σκότος ἄρα ἔστιν’ συνακτικὸς μέν ἐστιν, ἐπεὶ τὸ συνημμένον τοῦτο ὑγιές ἐστιν ‘[εἰ] νὺξ ἔστι, καὶ εἰ νὺξ ἔστι, σκότος ἔστιν· σκότος ἄρα ἔστιν’, οὐ μέντοι ἀληθής. τὸ συμπεπλεγμένον ψεῦδός ἐστι, τὸ νὺξ ἔστι, καὶ εἰ νὺξ ἔστι, σκότος ἔστι,’ ψεῦδος ἔχον ἐν ἑαυτῷ τὸ ‘νὺξ ἔστιν·' ψεῦδος γάρ ἐστι συμπεπλεγμένον τὸ ἔχον ἐν ἑαυτῷ ψεῦδος. ἔνθεν καὶ ἀληθῆ λόγον εἶναί φασι τὸν δι’ ἀληθῶν λημμάτων ἀληθὲς συνάγοντα συμπέρασμα."],["12.140","πάλιν δὲ τῶν ἀληθῶν λόγων οἱ μέν εἰσιν ἀποδεικτικοὶ, οἱ δ’ οὐκ ἀποδεικτικοί, καὶ ἀποδεικτικοὶ μὲν οἱ διὰ προδήλων ἄδηλόν τι συνάγοντες, οὐκ ἀποδεικτικοὶ δὲ οἱ μὴ οἷον ὁ μὲν τοιοῦτος λόγος ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν' οὐκ ἔστιν ἀποδεικτικός· τὸ γὰρ φῶς εἶναι, ὅπερ ἐστὶν αὐτοῦ συμπέρασμα, πρόδηλόν ἐστιν. ὁ δὲ τοιοῦτος ‘εἰ ἱδρῶτες ῥέουσι διὰ τῆς ἐπιφανείας, εἰσὶ νοητοὶ πόροι· ἀλλὰ μὴν ἱδρῶτες ῥέουσι διὰ τῆς ἐπιφανείας· εἰσὶν ἄρα νοητοὶ πόροι' ἀποδεικτικός ἐστι, τὸ συμπέρασμα ἔχων ἄδηλον, τὸ ‘εἰσὶν ἄρα νοητοὶ πόροι'."],["12.141","τῶν δὲ ἄδηλόν τι συναγόντων οἱ μὲν ἐφοδευτικῶς μόνον ἄγουσίν ἡμᾶς διὰ τῶν λημμάτων ἐπὶ τὸ συμπέρασμα, οἱ δὲ ἐφοδευτικῶς ἅμα καὶ ἐκκαλυπτικῶς. οἶον ἐφοδευτικῶς μὲν οἱ ἐκ πίστεως καὶ μνήμης ἠρτῆσθαι δοκοῦντες, οἶός ἐστιν ὁ τοιοῦτος ‘εἰ τίς σοι εἶπεν ὅτι πλουτήσει οὗτος, πλουτήσει οὗτος· οὑτοσὶ δὲ ὁ θεός δείκνυμι δὲ καθ’ ὑλόθεσιν τὸν Δία) εἶπέ σοι ὅτι πλουτήσει οὗτος· πλουτήσει ἄρα οὗτος'· συγκατατιθέμεθα γὰρ τῷ συμπεράσματι οὐχ οὕτως διὰ τὴν τῶν λημμάτων ἀνάγκην ὡς πιστεύοντες τῇ τοῦ θεοῦ ἀποφάσει."],["12.142","οἱ δὲ οὐ μόνον ἐφοδευτικῶς ἀλλὰ καὶ ἐκκαλυπτικῶς ἄγουσιν ἡμᾶς ἐπὶ τὸ συμπέρασμα, ὧς ὁ τοιοῦτος ‘εἰ ῥέουσι διὰ τῆς ἐπιφανείας ἱδρῶτες, εἰσὶ νοητοὶ πόροι. ἀλλὰ μὴν τὸ πρῶτον· τὸ δεύτερον ἄρα·' τὸ γὰρ ῥεῖν τούς ἱδρῶτας ἐκκα- λυπτικόν ἐστι τοῦ πόρους εἶναι, διὰ τὸ προειλῆφθαι ὅτι διὰ ναστοῦ σώματος ὑγρὸν οὐ δύναται φέρεσθαι."],["12.143","ἡ οὖν ἀπόδειξις καὶ λόγος εἶναι ὀφείλει καὶ συνακτικὸς καὶ ἄλη θὴς καὶ ἄδηλον ἔχων συμπέρασμα καὶ] ἐκκαλυπτόμενον ὑπὸ τῆς δυνάμεως τῶν λημμάτων, καὶ διὰ τοῦτο εἶναι λέγεται ἀπόδειξις λόγος δι’ ὁμολογουμένων λημμάτων κατὰ συναγωγὴν ἐπιφορὰν ἐκκαλύπτων ἄδηλον. διὰ τούτων μὲν οὖν σαφηνίζειν εἰώθασι τὴν ἔννοιαν τῆς ἀποδείξεως."],["13.144","ὅτι δὲ ἀνύπαρκτός ἐστιν ἡ ἀπόδειξις, ἀπ’ αὐτῶν ὧν λέγουσιν ἐπιλογίζεσθαι δυνατόν, ἕκαστον τῶν περιεχομένων ἐν τῇ ἐννοίᾳ διατρέποντα. οἷον γοῦν ὁ λόγος σύγκειται ἐξ ἀξιωμάτων, τὰ δὲ σύνθετα πράγματα οὐ δύναται ὑπάρχειν, ἐὰν μὴ τὰ ἐξ ὧν συνέστηκεν ἀλλήλοις συνυπάρχῃ, ὡς πρόδηλον ἀπὸ κλίνης καὶ τῶν παραπλησίων, τὰ δὲ μέρη τοῦ λόγου ἀλλήλοις οὐ συνυπάρχει. ὅτε γὰρ λέγομεν τὸ πρῶτον λῆμμα, οὐδέπω ὑπάρχει οὔτε τὸ ἕτερον λῆμμα οὔτε ἡ ἐπιφορά· ὅτε δὲ τὸ δεύτερόν φαμεν, τὸ μὲν πρότερον λῆμμα οὐκέτι ὑπάρχει, ἡ δὲ ἐπιφορὰ οὐδέπω ἔστιν· ὅτε δὲ τὴν ἐπιφορὰν προφερόμεθα, τὰ λήμματα αὐτῆς οὐκέτι ὑφέστηκεν. οὐ συνυπάρχει ἄρα ἀλλή- λοις τὰ μέρη τοῦ λόγου· ὅθεν οὐδὲ ὁ λόγος ὑπάρχειν δόξει."],["13.145","χωρὶς δὲ τούτων ὁ συνακτικὸς λόγος ἀκατάληπτός ἐστιν· εἰ γὰρ οὗτος κρίνεται ἀπὸ τῆς τοῦ συνημμένου ἀκολουθίας, ἡ δὲ κατὰ τὸ συνημμένον ἀκολουθία ἀνεπικρίτως διαπεφώνηται καὶ ἔστιν ἴσως ἀκατάληπτος, ὡς ἐν τῷ περἲ σημείου λόγῳ§§ 110— 114) ὑπεμνήσαμεν, καὶ ὁ συνακτικὸς λόγος ἀκατάληπτος ἔσται."],["13.146","οἴ γε μὴν διαλεκτικοί φασιν ἀσύνακτον λόγον γίγνεσθαι ἤτοι παρὰ διάρτησιν ἢ παρὰ ἔλλειψιν ἢ παρὰ τὸ κατὰ μοχθηρὸν ἠρωτῆσθαι σχῆμα ἢ κατὰ παρολκήν. οἷον κατὰ διάρτησιν μὲν, ὅταν μὴ ἔχῃ τὰ λήμματα ἀκολουθίαν πρὸς ἄλληλά τε καὶ τὴν ἐπιφοράν, ὡς ὁ τοιοῦτος ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν πυροὶ ἐν ἀγορᾷ πωλοῦνται·"],["13.147","Δίων ἄρα περιπατεὶ'. παρὰ δὲ παρολκήν, ὅταν εὑρίσκηται λῆμμα παρέλκον πρὸς τὴν τοῦ λόγου συναγωγήν, οἷον ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν, ἀλλὰ καὶ Δίων περιπατεῖ· φῶς ἄρα ἔστιν'. παρὰ δὲ τὸ ἐν μοχθηρῷ ἠρωτῆσθαι σχήματι, ὅταν μὴ ᾖ σχῆμα τοῦ λόγου συνακτικόν, οἶον ὄντων συλλογιστικῶν, ὡς φασί, τούτων ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν', ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· δὲ φῶς ἔστιν· οὐκ ἄρα ἡμέρα ἔστιν', ὁ λόγος ἀσύνακτός ἐστιν οὗτος ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν φῶς ἔστιν· ἡμέρα ἄρα ἔστιν'."],["13.148","ἐπεὶ γὰρ ἐπαγγέλλεται τὸ συνημμένον ἐντὸς τοῦ ἐν αὐτῷ ἡγουμένου εἶναι καὶ τὸ λῆγον, εἰκότως τοῦ ἡγουμένου προσλαμβανομένου ἐπάγεται καὶ τὸ λῆγον, καὶ τοῦ λήγοντος ἀνῃρημένου ἀναιρεῖται καὶ τὸ ἡγούμενον· εἰ γὰρ ἦν τὸ ἡγούμενον, ἦν ἂν καὶ τὸ λῆγον. τοῦ δὲ λήγοντος προσλαμβανομένου οὐ πάντως τίθεται καὶ τὸ ἡγούμενον· οὐδὲ γὰρ ὑπισχνεῖτο τὸ συνημμένον τῷ λήγοντι ἀκολουθεῖν τὸ ἡγούμενον, ἀλλὰ τῷ ἡγουμένῳ τὸ λῆγον μόνον."],["13.149","διὰ τοῦτο οὖν ὁ μὲν ἐκ συνημμένου καὶ τοῦ ἡγουμένου τὸ λῆγον συνάγων συλλογιστικὸς εἶναι λέγεται, καὶ ὁ ἐκ συνημμένου καὶ τοῦ ἀντικειμένου τοῦ λήγοντος τὸ ἀντικείμενον τῷ ἡγουμένῳ συνάγων· ὁ δὲ ἐκ συνημμένου καὶ τοῦ λήγοντος τὸ ἡγούμενον συνάγων ἀσύνακτος, ὡς ὁ προειρημένος, παρὸ καὶ ἀληθῶν ὄντων τῶν λημμάτων αὐτοῦ ψεῦδος συνάγει, ὅταν λυχνιαίου φωτὸς ὄντος νυκτὸς λέγηται. τὸ μὲν γὰρ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστι' συνημμένον ἀληθές ἐστιν, καὶ ἡ ‘ἀλλὰ μὴν φῶς ἔστι πρόσληψις, ἡ δὲ ‘ἡμέρα ἄρα ἔστιν᾿ ἐπιφορὰ ψευδής."],["13.150","κατὰ παράλειψιν δέ ἐστι μοχθηρὸς λό- γος, ἐν ᾧ παραλείπεταί τι τῶν πρὸς τὴν συναγωγὴν τοῦ συμπεράσματος χρησιμευόντων· οἷον ὑγιοῦς ὄντος, ὧς οἴονται, τοῦ λόγου τούτου ῾ἤτοι ἀγαθός ἐστιν ὁ πλοῦτος ἢ κακὸς ἢ ἀδιάφορος· οὔτε δὲ κακός ἐστιν οὔτε ἀδιάφορος· ἀγαθὸς ἄρα ἐστίν᾿, φαῦλός ἐστι παρὰ ἔλλειψιν οὕτος ὁ λόγος ῾ἤτοι ἀγαθός ἐστιν ὁ πλοῦτος ἢ κακός· οὐκ ἔστι δὲ κακός· ἀγαθὸς ἄρα ἐστίν᾿."],["13.151","ἐὰν οὖν δείξω ὅτι οὐδεμία διαφορὰ τῶν ἀσυνάκτων διακρίνεσθαι δύναται κατ’ αὐτοὺς ἀπὸ τῶν συνακτικῶν, ἔδειξα ὅτι ἀκατάληπτός ἐστιν ὁ συνακτικὸς λόγος, ὡς περιττὰς εἶναι τὰς κατὰ διαλεκτικὴν παρ᾿ αὐτοῖς φερομένας ἀπειρολογίας. δείκνυμι δὲ οὕτως."],["13.152","Ὁ κατὰ διάρτησιν ἀσύνακτος λόγος ἐλέγετο ἐγνωρίσθαι ἐκ τοῦ μὴ ἔχειν ἀκολουθίαν τὰ λήμματα αὐτοῦ πρὸς ἄλληλά τε καὶ τὴν ἐπιφοράν. ἐπεὶ οὖν τῆς γνώσεως τῆς ἀκολουθίας ταύτης δεῖ προηγεῖσθαι τὴν κρίσιν τοῦ συνημμένου, ἀνεπίκριτον δέ ἐστι τὸ συνημμένον, ὡς ἐπελογισάμην, ἀδιάκριτος ἔσται καὶ ὁ κατὰ διάρτησιν ἀσύνακτος λόγος."],["13.153","καὶ γὰρ ὁ λέγων κατὰ διάρτησιν ἀσύνακτον εἶναί τινα λόγον, φάσιν μὲν προφερόμενος μόνην ἀντιτιθεμένην αὑτῷ φάσιν ἕξει τὴν ἀντικειμένην τῇ προειρημένῃ· ἀποδεικνύς δὲ διὰ λόγου ἀκούσεται, ὅτι δεῖ τὸν λόγον τοῦτον πρότερον συνακτικὸν εἶναι, εἶθ᾿ οὕτως ἀποδεικνύειν, ὅτι ἀσυνάρτητα τὰ λήμματα τοῦ διηρτῆσθαι λεγομένου λόγου. οὐ γνωσόμεθα δὲ εἰ ἔστιν ἀποδεικτικός, μὴ ἔχοντες συνημμένου σύμφωνον κρίσιν, ἡ κρινοῦμεν εἰ ἀκολουθεῖ τῇ διὰ τῶν λημμάτων τοῦ λόγου συμπλοκῇ τὸ συμπέρασμα. καὶ κατὰ τοῦτο οὖν οὐχ ἕξομεν διακρίνειν τῶν συνακτικῶν τὸν κατὰ διάρτησιν μοχθηρὸν εἶναι λεγόμενον."],["13.154","τὰ δὲ αὐτὰ ἐροῦμεν πρὸς τὸν λέγοντα μοχθηρὸν εἷναι λόγον τινὰ παρὰ τὸ ἐν φαύλῳ σχήματι ἠρωτῆσθαι· ὁ γὰρ κατασκευάζων ὅτι μοχθηρόν τι σχῆμά ἐστιν, οὐχ ἕξει ὁμολογούμενον συνακτικὸν λόγον δι’ οὗ δυνήσεται συνάγειν ὃ φησιν."],["13.155","δυνάμει δὲ ἀντειρήκαμεν διὰ τούτων καὶ πρὸς τοὺς πειρωμένους πα ἔλλειψιν ἀσυνάκτους λόγους εἶναι δεικνύναι. εἰ γὰρ ὁ ἐντελὴς καὶ ἀπηρτισμένος ἐστι, καὶ ὁ ἐλλιπὴς ἄδηλος ἔσται. καὶ ἔτι ὁ διὰ λόγου δεικνύναι τινὰ ἐλλιπῆ βουλόμενος λόγον, μὴ ἔχων συνημμένου κρίσιν ὡμολογημένην, δι’ ἧς κρίνειν δυνήσεται τὴν ἀκολουθίαν τοῦ ὐπ’ αὐτοῦ λεγομένου λόγου, οὐ δυνήσεται κεκριμένως καὶ ὀρθῶς λέγειν ὅτι ἐλλιπής ἐστιν."],["13.156","ἀλλὰ καὶ ὁ κατὰ παρολκὴν λεγόμενος εἶναι μοχθηρὸς ἀδιάκριτός ἐστιν ἀπὸ τῶν ἀποδεικτικῶν. ὅσον γὰρ ἐπὶ τῇ παρολκῇ καὶ οἱ θρυλούμενοι παρὰ τοῖς Στωικοῖς ἀναπόδεικτοι ἀσύνακτοι εὑρεθήσονται, ὧν ἀναιρουμένων ἡ πᾶσα διαλεκτικὴ ἀνατρέπεται· οὗτοι γάρ εἰσιν οὕς φασιν ἀποδείξεως μὲν μὴ δεῖσθαι πρὸς τὴν ἑαυτῶν σύστασιν, ἀποδεικτικοὺς δὲ ὑπάρχειν διὰ τοῦ καὶ τοὺς ἄλλους λόγους. ὅτι δὲ παρέλκουσιν, ἔσται σαφὲς ἐκθεμένων ἡμῶν τοὺς ἀναποδείκτους καὶ οὕτως ὅ φαμεν ἐπιλογιζομένων."],["13.157","Πολλοὺς μὲν οὖν ἀναποδείκτους ὀνειροπολοῦσιν (Stoic. fr. II 232 A), πέντε δὲ τούτους μάλιστα ἐκτίθενται, εἰς οὓς οἱ λοιποὶ πάντες ἀναφέρεσθαι δοκοῦσιν, πρῶτον τὸν ἐκ συνημμένου καὶ τοῦ τὸ λῆγον συνάγοντα, οἶον εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν'. δεύτε- ρον τὸν ἐκ συνημμένου καὶ τοῦ ἀντικειμένου τὸ λήγοντος τὸ ἀντικείμενον τοῦ ἡγουμένου συνάγοντα, οἷον ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· οὐκ ἔστι δὲ φῶς·"],["13.158","οὐκ ἄρα ἡμέρα ἔστιν'. τρίτον τὸν ἐξ ἀποφατικοῦ συμπλοκῆς καὶ ἑνὸς τῶν ἐκ τῆς σὺ συμπλοκῆς τὸ ἀντικείμενον τοῦ λοιποῦ συνάγοντα, οἷον ‘οὐχὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν· ἡμέρα δὲ ἔστιν· οὐκἄρα νύξ ἔστιν'. τέταρτον τὸν ἐκ διεζευγμένου καὶ ἑνὸς τῶν ἐπεζευγμένων τὸ ἀντικείμενον τοῦ λοιποῦ συνάγοντα, οἷον ‘ἤτοι ἡμέρα ἔστιν ἢ νύξ ἔστιν· ἡμέρα δὲ ἔστιν· οὐκ ἄρα νὺξ ἔστιν'. πέμπτον τὸν ἐκ διεζευγμένου καὶ τοῦ ἀντικειμένου ἑνὸς τῶν ἐπεζευγμένων τὸ λοιπὸν συνάγοντα, οἶον ‘ἤτοι ἡμέρα ἔστιν ἢ νὺξ ἔστιν οὐχὶ δὲ νὺξ ἔστιν ἡμέρα ἄρα ἔστιν."],["13.159","Oὗτοι μὲν οὖν εἰσιν οἱ θρυλούμενοι ἀναπόδεικτοι, πάντες δέ μοι δοκοῦσιν ἀσύνακτοι εἶναι κατὰ παρολκήν. αὐτίκα γοῦν, ἴνα ἀπὸ τοῦ πρώτου ἀρξώμεθα, ἤτοι ὁμο- λογεῖται ὅτι ἀκολουθεῖ τὸ ‘φῶς ἔστιν' τῷ ‘ἡμέρα ἔστιν' ἡγουμένῳ αὐτῷ ἐν τῷ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν' συνημμένῳ, ἢ ἄδηλόν ἐστιν. ἀλλ’ εἰ μὲν ἄδηλόν ἐστιν, οὐ δώσομεν τὸ συνημμένον ὡς ὁμολογούμενον· εἰ δὲ πρόδηλόν ἐστιν ὅτι ὄντος τοῦ ‘ἡμέρα ἔστιν' ἐξ ἀνάγκης ἔσται καὶ τὸ ‘φῶς ἔστιν,' εἰπόντων ἡμῶν ὅτι ἡμέρα ἔστιν, συνάγεται καὶ τὸ φῶς ἔστιν, ὧς ἀρκεῖν τὸν τοιοῦτον λόγον ‘ἡμέρα ἔστι, φῶς ἄρα ἔστιν', καὶ παρέλκειν τὸ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν' συνημμένον."],["13.160","ὁμοίως δὲ φερόμεθα καὶ ἐπὶ τοῦ δευτέρου ἀναποδείκτου. ἤτοι γὰρ ἐνδέχεται τοῦ λήγοντος μὴ ὄντος εἶναι τὸ ἡγούμενον, ἢ οὐκ ἐνδέχεται. ἀλλ’ εἰ μὲν ἐνδέχεται, οὐκ ἔσται ὑγιὲς τὸ συνημμένον· εἰ δὲ οὐκ ἐνδέχεται, ἅμα τῷ τεθῆναι τὸ ‘οὐχὶ τὸ λῆγον' τίθεται καὶ τὸ ‘οὐχὶ τὸ ἡγούμενον', καὶ παρέλκει πάλιν τὸ συνημμένον, τῆς συνερωτήσεως τοιαύτης γινομένης ‘οὐχὶ φῶς ἔστιν, οὐκ ἄρα ὅτι] ἡμέρα ἔστιν'."],["13.161","ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ τρίτου ἀναποδείκτου. ἤτοι γὰρ πρόδηλόν ἐστιν, ὅτι οὐκ ἐνδέχεται τὰ ἐν τῇ συμπλοκῇ συνυπάρξαι ἀλλήλοις, ἢ ἄδηλον. καὶ εἰ μὲν ἄδηλον, οὐ δώσομεν τὸ ἀποφατικὸν τῆς συμπλοκῆς· εἰ δὲ πρόδηλον, ἅμα τῷ τεθῆναι τὸ ἕτερον ἀναιρεῖται τὸ λοιπόν, καὶ παρέλκει τὸ ἀποφατικὸν τῆς συμπλοκῆς, οὕτως ἡμῶν ἐρωτώντων ‘ἡμέρα ἔστιν, οὐκ ἄρα νὺξ ἔστιν'."],["13.162","τὰ δὲ παραπλήσια λέγομεν καὶ ἐπὶ τοῦ τετάρτου καὶ ἐπὶ τοῦ πέμπτου ἀναποδείκτου. ἤτοι γὰρ πρόδηλόν ἐστιν, ὅτι ἐν τῷ διεζευγμένῳ τὸ μὲν ἀληθές ἐστι τὸ δὲ ψεῦδος μετὰ μάχης τελείας, ὅπερ ἐπαγγέλλεται τὸ διεζευγμένον, ἢ ἄδηλον. καὶ εἰ μὲν ἄδηλον, οὐ δώσομεν τὸ διεζευγμένον· εἰ δὲ πρόδηλον, τεθέντος ἑνὸς ἀπ’ αὐτῶν φανερόν ἐστιν ὅτι τὸ λοιπὸν οὐκ ἔστιν, καὶ ἀναιρεθέντος ἑνὸς πρόδηλον ὅτι τὸ λοιπὸν ἔστιν, ὡς ἀρκεῖν συνερωτᾶν οὕτως ‘ἡμέρα ἔστιν, οὐκ ἄρα νὺξ ἔστιν', ‘οὐχὶ ἡμέρα ἔστιν, νὺξ ἄρα ἔστιν, καὶ παρέλκειν τὸ διεζευγμένον."],["13.163","Παραπλήσια δὲ λέγειν ἔνεστι καὶ περὶ τῶν κατηγορικῶν καλουμένων συλλογισμῶν, οἷς μάλιστα χρῶνται οἱ ἀπὸ τοῦ Περιπάτου. οἶον γοῦν ἐν τούτῳ τῷ λόγῳ ‘τὸ δίκαιον καλόν, τό καλὸν δὲ ἀγαθόν, τὸ δίκαιον ἄρα ἀγαθόν' ὁμολογεῖται καὶ πρόδηλόν ἐστιν ὅτι τὸ καλὸν ἀγαθόν ἐστιν, ἢ ἀμφισβητεῖται καὶ ἔστιν ἄδηλον. ἀλλ’ εἰ μὲν ἄδηλόν ἐστιν, οὐ δοθήσεται κατὰ τὴν τοῦ λόγου συνερώτησιν, καὶ διὰ τοῦτο οὐ συνάξει ὁ συλλογισμός· εἰ δὲ πρόδηλόν ἐστιν ὅτι πᾶν ὅπερ ἂν ᾖ καλόν, τοῦτο πάντως καὶ ἀγαθόν ἐστιν, ἅμα τῷ λεχθῆναι ὅτι τόδε τι καλόν ἐστι συνεισάγεται καὶ τὸ ἀγαθὸν αὐτὸ εἶναι, ὧς ἀρκεῖν τὴν τοιαύτην συνερώτησιν ‘τὸ δίκαιον καλόν, τὸ δίκαιον ἄρα ἀγαθόν᾿, καὶ παρέλκειν τὸ ἕτερον λῆμμα ἐν ᾧ τὸ καλὸν ἀγαθὸν εἶναι ἐλέγετο."],["13.164","ὁμοίως δὲ καὶ ἐν τῷ τοιούτῳ λόγῳ ‘Σωκράτης ἄνθρωπος, πᾶς ἄνθρωπος ζῷον, Σωκράτης ἄρα ζῷον,’ εἰ μὲν οὔκ ἐστι πρόδηλον αὐτόθεν, ὅτι πᾶν ὅ τι περ ἂν ᾐ ἄνθρωπος, τοῦτο καὶ ζῷόν ἐστιν, οὐχ ὁμολογεῖται ἡ καθόλου πρότασις, οὐδὲ δώσομεν αὐτὴν ἐν τῇ"],["13.165","συνερωτήσει. εἰ δὲ ἕπεται τῷ ἄνθρωπον εἷναι τὸ καὶ ζῷον αὐτὸν ὑπάρχειν, καὶ διὰ τοῦτο ἀληθής ἐστιν ὁμολογουμένως ἡ ‘πᾶς ἄνθρωπος ζῷον' πρότασις, ἅμα τῷ λεχθῆναι ὅτι Σωκράτης ἄνθρωπος συνεισάγεται καὶ τὸ ζῷον αὐτὸν εἷναι, ὧς ἀρκεῖν τὴν τοιαύτην συνερώτησιν ‘Σωκράτης ἄνθρωπος, Σωκράτης ἄρα ζῷον,’ καὶ παρέλκειν τὴν ‘πᾶς ἄνθρωπος ζῷον' πρότασιν."],["13.166","παραπλησίαις δὲ μεθόδοις καὶ ἐπὶ τῶν ἄλλων πρώτων κατηγορικῶν λόγων χρῆσθαι δυνατόν ἐστιν, ἵνα μὴ νῦν ἐνδιατρίβωμεν. Πλὴν ἐπεὶ παρέλκουσιν οὗτοι οἱ λόγοι ἐν οἷς τὴν ὑποβάθραν τῶν συλλογισμῶν οἱ διαλεκτικοὶ τίθενται, ὅσον ἐπὶ τῇ παρολκῇ διατρέπεται πᾶσα ἡ διαλεκτική, μὴ δυναμένων ἡμῶν διακρῖναι τοὺς παρέλκοντας καὶ διὰ τοῦτο ἀσυνάκτους λόγους ἀπὸ τῶν συνακτικῶν καλουμένων συλλογισμῶν."],["13.167","εἰ δὲ οὐκ ἀρέσκει τισὶ λόγους μονολημμάτους εἷναι, οὐκ εἰσὶν ἀξιοπιστότεροι Ἀντιπάτρου (fr. Stoic. III 1 67 A.), ὃς οὐδὲ τοὺς τοιούτους λόγους ἀποδοκιμάζει. Διὰ ταῦτα μὲν οὖν ἀνεπίκριτός ἐστιν ὁ παρὰ τοῖς διαλεκτικοῖς συνακτικὸς καλούμενος λόγος. ἀλλὰ καὶ ὁ ἀληθὴς λόγος ἀνεύρετός ἐστι διά τε τὰ προειρημένα καὶ ἐπεὶ πάντως ὀφείλει εἰς ἀληθὲς λήγειν. τὸ γὰρ συμπέρασμα τὸ ἀληθὲς εἶναι λεγόμενον ἤτοι φαινόμενόν ἐστιν ἢ ἄδηλον."],["13.168","168 καὶ φαινόμενον μὲν οὐδαμῶς· οὐ γὰρ ἂν διὰ τῶν λημμάτων ἐκκαλύπτεσθαι δι’ ἑαυτοῦ προσπῖπτον καὶ οὐχ ἧττον τῶν λημμάτων αὐτοῦ φαινόμενον. εἰ δὲ ἄδηλον, ἐπεὶ περὶ τῶν ἀδήλων ἀνεπικρίτως διαπεφώνηται, καθάπερ ἔμπροσθεν ὑπεμνήσαμεν, διόπερ καὶ ἀκατάληπτά ἐστιν, ἀκατάληπτον ἔσται καὶ τὸ συμπέρασμα τοῦ ἀληθοῦς εἷναι λεγομένου λόγου. εἰ δὲ καὶ τοῦτο ἀκατάληπτόν ἐστιν, οὐ γνωσόμεθα, πότερον ἀληθές ἐστι τὸ συναγόμενον ἢ ψεῦδος. ἀγνοήσομεν οὖν, πότερον ἀληθής ἐστιν ὁ λόγος ἢ ψευδής, καὶ ἀνεύρετος ἔσται ὁ ἀληθὴς λόγος."],["13.169","ἴνα δὲ καὶ ταῦτα παρῶμεν, ὁ διὰ προδήλων ἄδηλον συνάγων ἀνεύρετός ἐστιν. εἰ γὰρ ἕπεται τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμπλοκῇ ἡ ἐπιφορά, τὸ δ’ ἑπόμενον καὶ τὸ λῆγον πρός τι ἐστὶ καὶ πρὸς τὸ ἡγούμενον, τὰ δὲ πρός τι συγκαταλαμβάνεται ἀλλήλοις, ὡς παρεστήσαμεν, μὲν ἄδηλόν ἐστι τὸ συμπέρασμα, ἄδηλα ἔσται καὶ τὰ λήμματα, εἰ δὲ πρόδηλά ἐστι τὰ λήμματα, πρόδηλον ἔσται ἴ’ καὶ τὸ συμπέρασμα ἅτε συγκαταλαμβανόμενον αὐτοῖς προδήλοις οὖσιν, ὡς μηκέτι ἐκ προδήλων ἄδηλον συνάγεσθαι."],["13.170","διὰ δὲ ταῦτα οὐδὲ ἐκκαλύπτεται ὑπὸ τῶν λημμάτων ἡ ἐπιφορά, ἤτοι ἄδηλος οὖσα καὶ μὴ καταλαμβανομένη, ἢ πρόδηλος καὶ μὴ δεομένη τοῦ ἐκκαλύψοντος. εἰ τοίνυν ἡ ἀπόδειξις λόγος εἶναι λέγεται κατὰ συναγωγήν, τουτέστι συνακτικός, διά τινων ὁμολογουμένως ἀληθῶν ἐπιφορὰν ἐκκαλύπτων ἄδηλον, ὑπεμνήσαμεν δὲ ἡμεῖς, ὅτι οὔτε λόγος τις ἔστιν οὔτε συνακτικὸς οὔτε ἀληθὴς οὔτε διά τινων προδήλων ἄδηλον συνάγων οὔτε ἐκκαλυπτικὸς τοῦ συμπεράσματος, φανερόν ἐστιν ὅτι ἀνυπόστατός ἐστιν ἡ ἀπόδειξις."],["13.171","Καὶ κατ’ ἐκείνην δὲ τὴν ἐπιβολὴν ἀνύπαρκτον ἢ καὶ ἀνεπινόητον εὑρήσομεν τὴν ἀπόδειξιν. ὁ γὰρ λέγων εἶναι ἀπόδειξιν ἤτοι γενικὴν τίθησιν ἀπόδειξιν ἢ εἰδικήν τινα· ἀλλ’ οὔτε τὴν γενικὴν οὔτε εἰδικὴν ἀπόδειξιν τιθέναι δυνατόν, ὧς ὑπομνήσομεν· παρὰ δὲ ταύτας ἄλλο τι νοεῖν ἐνδέχεται· οὐκ ἄρα δύναταί τις ὧς ὑπάρχουσαν τιθέναι τὴν ἀπόδειξιν."],["13.172","ἡ μὲν οὖν γενικὴ ἀπόδειξις ἀνυπόστατός ἐστι διὰ τάδε. ἤτοι ἔχει λήμματά τινα καί τινα ἐπιφορὰν ἢ οὐκ ἔχει. καὶ εἰ μὲν οὐκ ἔχει, οὐδὲ ἀπόδειξίς ἐστιν· εἰ δὲ λήμματά τινα ἔχει καὶ ἐπιφοράν τινα, ἐπεὶ πᾶν τὸ ἀποδεικνύμενον οὕτω καὶ ἀποδεικνύον ἐπὶ μέρους ἐστίν, εἰδικὴ ἔσται ἀπόδειξις· οὐκ ἄρα ἔστι τις γενικὴ ἀπόδειξις. ἀλλ’ οὐδὲ εἰδική."],["13.173","ἤτοι γὰρ τὸ ἐκ τῶν λημμάτων καὶ τῆς ἐπιφορᾶς σύστημα ἀπόδειξιν ἐροῦσιν, ἢ τὸ σύστημα τῶν λημμάτων μόνον· οὐθέτερον δὲ τούτων ἐστὶν ἀπόδειξις, ὧς παραστήσω· οὐκ ἄρα ἔστιν εἰδικὴ ἀπόδειξις."],["13.174","τὸ μὲν οὖν σύστημα τὸ ἐκ τῶν λημμάτων καὶ τῆς ἐπι- φορὰς οὔκ ἐστιν ἀπόδειξις, πρῶτον μὲν ὅτι μέρος τι ἔχουσα ἄδηλον, τουτέστι τὴν ἐπιφοράν, ἄδηλος ἔσται, ὅπερ ἄτοπον· εἰ γὰρ ἄδηλός ἐστιν ἡ ἀπόδειξις, αὐτὴ δεήσεται τοῦ ἀποδείξοντος αὐτὴν μᾶλλον ἢ ἑτέρων ἔσται ἀποδεικτική."],["13.175","εἶτα καὶ ἐπεὶ πρός τι φασὶν εἶναι τὴν ἀπόδειξιν καὶ πρὸς τὴν ἐπιφοράν, τὰ δὲ πρός τι πρὸς ἑτέροις νοεῖται, ὡς αὐτοί φασιν, ἕτερον εἶναι δεῖ τὸ ἀποδεικνύμενον τῆς ἀποδείξεως· εἰ οὖν τὸ συμπέρασμά ἐστι τὸ ἀποδεικνύμενον, οὐ νοηθήσεται ἡ ἀπόδειξις σὺν τῷ συμπεράσματι. καὶ γὰρ ἤτοι συμβάλλεταί τι πρὸς τὴν ἀπόδειξιν ἑαυτοῦ τὸ συμπέρασμα ἢ οὐδαμῶς· ἀλλ’ εἰ μὲν συμβάλλεται, ἑαυτοῦ ἔσται ἐκκαλυπτικόν, εἰ δὲ οὐ συμβάλλεται ἀλλὰ παρέλκει, οὐδὲ μέρος τῆς ἀποδείξεως ἔσται ἐπεὶ κἀκείνην κατὰ παρολκὴν ἐροῦμεν εἶναι μοχθηράν."],["13.176","ἀλλ’ οὐδὲ τὸ σύστημα τῶν λημμάτων μόνον ἀπόδειξις ἂν εἴη· τὶς γὰρ ἂν εἴποι τὸ οὕτω λεγόμενον ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν' φῶς ἔστιν] ἢ λόγον εἶναι ἢ διάνοιαν ὅλως ἀπαρτίζειν; οὐκ ἄρα οὐδὲ τὸ σύστημα τῶν λημμάτων μόνον ἀπόδειξίς ἐστιν. οὐδὲ ἡ εἰδικὴ ἄρα ἀπόδειξις ὑπόστασιν ἔχει. εἰ δὲ μήτε ἡ εἰδικὴ ἀπόδειξις ὑφέστηκε μήτε ἡ γενική, παρὰ δὲ ταύτας οὐκ ἔστιν ἐννοεῖν ἀπόδειξιν, ἀνυπόστατός ἐστιν ἡ ἀπόδειξις."],["13.177","Ἔτι ἐκ τούτων τὸ ἀνυπόστατον τῆς ἀποδείξεως ἔνεστιν ὑπομιμνῄσκειν. εἰ γὰρ ἔστιν ἀπόδειξις, ἤτοι φαινομένη φαινομένου ἐστὶν ἐκκαλυπτικὴ ἢ ἄδηλος ἀδήλου ἢ ἄδηλος φαινομένου ἢ φαινομένη ἀδήλου· οὐδενὸς δὲ τούτων δύναται ἐπινοεῖσθαι· ἀνεπινόητος ἄρα ἐστίν."],["13.178","εἰ μὲν γὰρ φαινομένη φαινομένου ἐκκαλυπτική ἐστιν, ἔσται τὸ ἐκκαλυπτόμενον ἄμα φαινόμενόν τε καὶ ἄδηλον, φαινόμενον μέν, ἐπεὶ τοιοῦτον εἶναι ὑπετέθη, ἄδηλον δέ, ἐπεὶ δεῖται τοῦ ἐκκαλύψοντος καὶ οὐκ ἐξ ἑαυτοῦ ὑποπίπτει ἡμῖν σαφῶς. εἰ δὲ ἄδηλος ἀδήλου, αὐτὴ δεήσεται τοῦ ἐκκαλύψοντος αὐτὴν καὶ οὐκ ἔσται ἐκκαλυπτικὴ ἑτέρων, ὅπερ ἀφέστηκε τῆς ἐννοίας τῆς ἀποδείξεως."],["13.179","διὰ δὲ ταῦτα οὐδὲ ἄδηλος προδήλου δύναται εἶναι ἀπόδειξις· ἀλλ’ οὐδὲ πρόδηλος ἀδήλου· ἐπεὶ γὰρ πρός τι ἐστίν, τὰ δὲ πρός τι ἀλλήλοις συγκαταλαμβάνεται, συγκαταλαμβανόμενον τῇ προδήλῳ ἀποδείξει τὸ ἀποδείκνυσθαι λεγόμενον πρόδηλον ἔσται, ὡς περιτρέπεσθαι τὸν λόγον καὶ μὴ εὑρίσκεσθαι πρόδηλον αὐτὴν ἀδήλου ἀποδεικτικήν. εἰ οὖν μήτε φαινομένη φαινομένου ἐστὶν ἡ ἀπόδειξις μήτε ἄδηλος ἀδήλου μήτε ἄδηλος προδήλου μήτε πρόδηλος ἀδήλου, παρὰ δὲ ταῦτα οὐδὲν εἶναι λέγουσιν, λεκτέον μηδὲν εἶναι τὴν ἀπόδειξιν."],["13.180","Πρὸς τούτοις κἀκεῖνο λεκτέον. διαπεφώνηται περὶ τῆς ἀποδείξεως· οἱ μὲν γὰρ μηδὲ εἶναι λέγουσιν αὐτήν, ὧς οἱ μηδὲν ὅλως εἶναι φάσκοντες, οἱ δὲ εἶναι, ὧς οἱ πολλοὶ τῶν δογματικῶν· ἡμεῖς δὲ μὴ μᾶλλον εἶναι αὐτὴν ἢ μὴ εἷναι φαμέν."],["13.181","καὶ ἄλλως ἡ ἀπόδειξις δόγμα πάντως περιέχει, περὶ παντὸς δὲ δόγματος διαπεφωνήκασιν, ὥστε περὶ πάσης ἀποδείξεως ἀνάγκη εἶναι διαφωνίαν. εἰ γὰρ τῆς ἀποδείξεως τοῦ εἶναι κενὸν λόγου ἕνεκεν ὁμολογουμένης καὶ τὸ εἶναι κενὸν συνομολογεῖται, δῆλον ὅτι οἱ ἀμφισβητοῦντες περὶ τοῦ εἶναι κενὸν καὶ περὶ τῆς ἀποδείξεως αὐτοῦ ἀμφισβητοῦσιν· καὶ περὶ τῶν ἄλλων δογμάτων, ὧν εἰσιν αἱ ἀποδείξεις, ὁ αὐτὸς λόγος. πᾶσα τοίνυν ἀπόδειξις ἀμφισβητεῖται καὶ ἐν διαφωνίᾳ ἐστίν."],["13.182","ἐπεὶ οὖν ἄδηλός ἐστιν ἡ ἀπόδειξις διὰ τὴν διαφωνίαν τὴν περὶ αὐτῆς τὰ γὰρ διάφωνα, καθὸ διαπεφώνηται, ἄδηλά ἐστιν), οὐκ ἔστιν ἐξ ἑαυτῆς προῦπτος ἀλλ’ ἐξ ἀποδείξεως ὀφείλει ἡμῖν συνίστασθαι. ἡ οὖν ἀπόδειξις δι’ ἧς κατασκευάζεται ἡ ἀπόδειξις, ὁμολογουμένη μὲν καὶ προῦπτος οὐκ ἔσται ζητοῦμεν γὰρ νῦν εἰ ἔστιν ἀπόδειξις ὅλως), διαφωνουμένη δὲ καὶ ἄδηλος οὖσα δεήσεται ἀποδείξεως ἄλλης, κἀκείνη ἄλλης, καὶ μέχρις ἀπείρου. ἀδύνατον δὲ ἄπειρα ἀποδεῖξαι· ἀδύνατον ἄρα παραστῆσαι ὅτι ἔστιν ἀπόδειξις."],["13.183","ἀλλ’ οὐδὲ διὰ σημείου δύναται ἐκκαλύπτεσθαι ζητουμένου γὰρ τοῦ εἰ ἔστι σημεῖον, καὶ ἀποδείξεως τοῦ σημείου δεομένου πρὸς τὴν ἑαυτοῦ ὕπαρξιν, ὁ δι’ ἀλλήλων εὑρίσκεται τρόπος, τῆς μὲν ἀποδείξεως σημείου δεομένης, τοῦ δὲ σημείου πάλιν ἀποδείξεως· ὅπερ ἄτοπον. διὰ δὲ ταῦτα οὐδὲ ἐπικρῖναι δυνατόν ἐστι τὴν περὶ τῆς ἀποδείξεως διαφωνίαν, ἐπεὶ μὲν κριτηρίου ἡ ἐπίκρισις, ζητήσεως δὲ οὔσης περὶ τοῦ εἰ ἔστι κριτήριον, ὧς παρεστήσαμεν, καὶ διὰ τοῦτο ἀποδείξεως τοῦ κριτηρίου δεομένου τῆς δεικνυούσης ὅτι ἔστι τι κριτήριον, ὁ διάλληλος τρόπος τῆς ἀπορίας εὑρίσκεται πάλιν."],["13.184","εἰ οὖν μήτε δι’ ἀποδείξεως μήτε διὰ σημείου μήτε διὰ κριτηρίου ἔστιν ὑπομνῆσαι ὅτι ἔστιν ἀπόδειξις, ἀλλ’ οὐδ’ ἐξ ἑαυτῆς πρόδηλός ἐστιν, ὡς παρεστήσαμεν, ἀκατάληπτον ἔσται εἰ ἐστιν ἀπόδειξις. διὰ δὲ τοῦτο καὶ ἀνύπαρκτος ἔσται ἡ ἀπόδειξις· νενόηται μὲν γὰρ σὺν τῷ ἀποδεικνύναι, ἀποδεικνύναι δὲ οὐκ ἂν δύναιτο μὴ καταλαμβανομένη. διόπερ οὐδὲ ἀπόδειξις ἔσται."],["13.185","Ταῦτα μὲν ὧς ἐν ὑποτυπώσει καὶ πρὸς τὴν ἀπόδειξιν ἀρκέσει λελέχθαι. οἱ δὲ δογματικοὶ τοὐναντίον κατασκευά- ζοντές φασιν, ὅτι ἤτοι ἀποδεικτικοί εἰσιν οἱ κατὰ τῆς ἀπο- δείξεως ἠρωτημένοι λόγοι ἢ οὐκ ἀποδεικτικοί· καὶ εἰ μὲν οὐκ ἀποδεικτικοί, οὐ δύνανται δεικνύναι ὅτι οὐκ ἔστιν ἡ ἀπόδειξις· εἰ δὲ ἀποδεικτικοί εἰσιν, αὐτοὶ οὗτοι τὴν ὑπόστασιν τῆς ἀποδείξεως ἐκ περιτροπῆς εἰσάγουσιν."],["13.186","ὅθεν καὶ τοιοῦτον συνερωτῶσι λόγον· ‘εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις· εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις· ἤτοι δὲ ἔστιν ἀπόδειξις ἢ οὐκ ἔστιν ἀπόδειξις· ἔστιν ἄρα ἀπόδειξις' ἀπὸ δὲ τῆς αὐτῆς δυνάμεως καὶ τοῦτον ἐρωτῶσι τὸν λό’ γον· ‘τὸ τοῖς ἀντικειμένοις ἑπόμενον οὐ μόνον ἀληθές ἐστιν, ἀλλὰ καὶ ἀναγκαῖον· ἀντίκειται δὲ ταῦτα ἀλλήλοις “ἔστιν ἀπόδειξις— οὐκ ἔστιν ἀπόδειξις'', ὧν ἑκατέρῳ ἀκολουθεῖ τὸ εἶναι ἀπόδειξιν· ἔστιν ἄρα ἀπόδειξις’."],["13.187","ἔνεστι μὲν οὖν πρὸς ταῦτα ἀντιλέγειν, οἶον γοῦν, ἐπεὶ μὴ νομίζομέν τινα λόγον εἶναι ἀποδεικτικόν, καὶ τούς κατὰ τῆς ἀποδείξεως λόγους οὐ πάντως φαμὲν ἀποδεικτικοὺς εἷναι ἀλλὰ φαίνεσθαι ἡμῖν πιθανούς· οἱ δὲ πιθανοὶ οὐκ ἐξ ἀνάγκης εἰσὶν ἀποδεικτικοί. εἰ δὲ ἄρα καὶ ἀποδεικτικοί εἰσιν ὅπερ οὐ διαβεβαιούμεθα) πάντως καὶ ἀληθεῖς. ἀλη- θεῖς δέ εἰσι λόγοι δι’ ἀληθῶν ἀληθὲς συνάγοντες· οὐκοῦν ἀληθής ἐστιν αὐτῶν ἡ ἐπιφορά. ἦν δέ γε αὕτη ‘οὐκ ἔστιν ἄρα ἀπόδειξες'· ἀληθὲς ἄρα ἔστι τὸ ‘οὐκ ἔστιν ἐκ περιτροπῆς."],["13.188","δύνανται δὲ οἱ λόγοι, καθάπερ καὶ τὰ καθαρτικὰ φάρμακα ταῖς ἐν τῷ σώματι ὑποκειμέναις ὕλαις ἑαυτὰ συνεξάγει, οὕτω καὶ αὐτοὶ τοῖς ἄλλοις λόγοις τοῖς ἀποδεικτικοῖς εἶναι λεγομένοις καὶ ἑαυτούς συμπεριγράφειν. τοῦτο γὰρ οὐκ ἔστιν ἀπεμφαῖνον, ἐπεὶ καὶ ἡ φωνὴ αὕτη ἡ ‘οὐδέν ἐστιν ἀληθές’ οὐ μόνον τῶν ἄλλων ἕκαστον ἀλλὰ καὶ ἑαυτὴν ἐκείνοις συμπεριτρέπει. ὅ τε λύγος οὗτος δύναται δείκνυσθαι ἀσύνακτος ‘εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις· εἰ οὐκ ἔστιν ἀπόδειξις, ἐστιν ἀπόδειξις· ἤτοι δὲ ἔστιν ἢ οὐκ ἔστιν· ἔστιν ἄρα', καὶ διά πλειόνων μέν, ὧς δὲ πρὸς τὸ παρὸν ἀρκούντως διὰ τοῦδε τοῦ ἐπι- χειρήματος."],["13.189","εἰ ὑγιές ἐστι τὸ συνημμένον τοῦτο ῾εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις᾿, δεῖ τὸ ἀντικείμενον τοῦ ἐν αὐτῷ λήγοντος, τουτέστι τὸ ῾οὐκ ἔστιν ἀπόδειξις᾿, μάχεσθαι τῷ ῾ἔστιν ἀπόδειξις᾿· τοῦτο γάρ ἐστι τοῦ συνημμένου τὸ ἡγούμενον. ἀδύνατον δέ ἐστι κατ᾿ αὐτοὺς συνγμμένον ὑγιὲς εἶναι ἐκ μαχομένων ἀξιωμάτων συνεστώς. τὸ μὲν γὰρ συνημμένον ἐπαγγέλλεται ὄντος τοῦ ἐν αὐτῷ ἡγουμένου εἶναι καὶ τὸ λῆγον, τὰ δὲ μαχόμενα τοὐναντίον, ὄντος τοῦ ἑτέρου αὐτῶν ὁποιουδήποτε ἀδύνατον εἶναι τὸ λοιπὸν ὑπάρχειν. ὄντος ἄρα ὑγιοῦς τοῦδε τοῦ συνημμένου ῾εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις᾿ οὐ δύναται ὑγιὲς εἶναι τοῦτο τὸ συνημμένον ῾εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις.᾿"],["13.190","πάλιν δ᾿ αὖ συγχωρούντων ἡμῶν καθ᾿ ὑπόθεσιν ὑγιὲς εἶναι τόδε τὸ συνημμένον ῾εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις', δύναται συνυπάρχειν τὸ ‘εἰ ἔστιν ἀπόδειξις᾿ τῷ ῾οὐκ ἔστιν ἀπόδειξις᾿. εἰ δὲ δύναται αὐτῷ συνυπάρχειν, οὐ μάχεται αὐτῷ. ἐν ἄρα τῷ ῾εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις᾿ συνημμένῳ οὐ μάχεται τὸ ἀντικείμενον τοῦ ἐν αὐτῷ λήγοντος τῷ ἐν αὐτῷ ἡγουμένῳ, ὥστε οὐκ ἔσται ὑγιὲς πάλιν τοῦτο τὸ συνημμένον,"],["13.191","ἐκείνου κατὰ συγχώρησιν ὡς ὑγιοῦς τιθεμένου, μὴ μαχομένου δὲ τοῦ ῾οὐκ ἔστιν ἀπόδειξις᾿ τῷ ῾ἔστιν ἀπόδειξις᾿. οὐδὲ τὸ διεζευγμένον ὑγιὲς ἔσται τὸ ἔστιν ἀπόδειξις ἢ οὐκ ἔστιν ἀπόδειξις᾿· τὸ γὰρ ὑγιὲς διεζευγμένον ἐπαγγέλλεται ἓν τῶν ἐν αὐτῷ ὑγιὲς εἶναι, τὸ δὲ λοιπὸν ἢ τὰ λοιπὰ ψεῦδος ἢ ψευδῆ μετὰ μάχης. ἢ εἴπερ ὑγιές ἐστι τὸ διεζευγμένον, πάλιν φαῦλον εὑρίσκεται τὸ ‘εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις᾿ συνημμένον, ἐκ μαχομένων συνεστώς. οὐκοῦν ἀσύμφωνά τέ ἐστι καὶ ἀλλήλων ἀναιρετικὰ τὰ ἐν τῷ λόγῳ τῷ προειρημένῳ λήμματα· διόπερ οὐκ ἔστιν ὑγιὴς ὁ λόγος."],["13.192","ἀλλ᾿ οὐδὲ ὅτι ἀκολουθεῖ τι τοῖς ἀντικειμένοις δύνανται δεικνύναι, μὴ ἔχοντες κριτήριον ἀκολουθίας, ὧς ἐπελογισάεθα. Ταῦτα δὲ ἐκ περιουσίας λέγομεν. εἰ γὰρ πιθανοὶ μέν εἰσιν οἱ ὑπὲρ τῆς ἀποδείξεως λόγοι (ἔστωσαν γάρ), πιθαναὶ δὲ καὶ αἱ πρὸς τὴν ἀπόδειξιν λεγόμεναι ἐπιχειρήσεις, ἐπέχειν ἀνάγκη καὶ περὶ τῆς ἀποδείξεως, μὴ μᾶλλον εἶναι ἀπόδειξιν ἢ μὴ εἶναι λέγοντας."],["14.193","Διὸ καὶ περὶ τῶν θρυλουμένων συλλογισμῶν ἴσως περιττόν ἐστιν διεξιέναι, τοῦτο μὲν συμπεριτρεπομένων αὐτῶν τῇ ὑπάρξει τῆς ἀποδείξεως (δῆλον γὰρ ὅτι ἐκείνης μὴ οὔσης οὐδὲ ἀποδεικτικὸς λόγος χώραν ἔχει), τοῦτο δὲ καὶ δυνά- μει διὰ τῶν ἔμπροσθεν ἡμῖν λελεγμένων ἀντειρηκότων ἡμῶν (146 sqq.) πρὸς αὐτούς, ὅτε περὶ τῆς παρολκῆς διαλεγόμενοι μέθοδόν τινα ἐλέγομεν δι’ ἧς ἐνδέχεται δεικνύναι, ὅτι πάντες οἱ ἀποδεικτικοὶ λόγοι τῶν τε Στωικῶν καὶ τῶν Περιπατητικῶν ἀσύνακτοι τυγχάνουσιν ὄντες."],["14.194","ἐξ ἐπιμέτρου δὲ οὐ χεῖρον ἴσως καὶ ἰδίᾳ περὶ αὐτῶν διαλαβεῖν, ἐπεὶ μάλιστα ἐπ’ αὐτοῖς μέγα φρονοῦσιν. πολλὰ μὲν οὖν λέγειν τὸ ἀνυπόστατον αὐτῶν ὑπομιμνῄσκοντας· ὡς ἐν ὑποτυπώσει δὲ ἀρκεῖ τῇδε τῇ μεθόδῳ χρῆσθαι κατὰ αὐτῶν. λέξω δὲ καὶ νῦν περὶ τῶν ἀναποδείκτων· τούτων γὰρ ἀναιρουμένων καὶ οἱ λοιποὶ σύμπαντες λόγοι διατρέπονται, τὴν ἀπόδειξιν τοῦ συνάγειν ἀπ’ αὐτῶν ἔχοντες."],["14.195","‘Η πρότασις τοίνυν αὕτη ‘πᾶς ἄνθρωπος ξῷον’ ἐκ τῶν κατά μέρος ἐπαγωγικῶς βεβαιοῦται· ἐκ γὰρ τοῦ Σωκράτην ἄνθρωπον ὄντα καὶ ζῷον εἶναι, καὶ Πλάτωνα ὁμοίως καὶ Δίωνα καὶ ἕκαστον τῶν κατὰ μέρος, δυνατὸν εἶναι δοκεῖ διαβεβαιοῦσθαι καὶ ὅτι πᾶς ἄνθρωπος ζῷόν ἐστιν, ὡς εἰ κἂν ἕν τι τῶν κατὰ μέρος ἐναντιούμενον φαίνοιτο τοῖς ἄλλοις, οὐκ ἔστιν ὑγιὴς ἡ καθόλου πρότασις, οἶον γοῦν, ἐπεὶ τὰ μὲν πλεῖστα τῶν ζῴων τὴν κάτω γένυν κινεῖ. μόνος δὲ ὁ κροκόδειλος τὴν ἄνω, οὔκ ἐστιν ἀληθὴς ἡ ‘πᾶν ζῷον τὴν κάτω γένυν κινεῖ’ πρότασις."],["14.196","ὅταν οὖν ἀπόδειξιν G: αὐτὴν Τ (non magis ipsam esse quam) 32 λεγομένων MA 33 ἡμῶν MEABT (contradicentibus nohis): ἡμῖν L 5 licet Τ (ἔνεστ?) 8 λέγω T (dico) 10 ἔχοντες M sed spat. 8 lit. rel. 12/13 σωκράτην EAB: σωκράτη ML λέγωσι ‘πᾶς ἄνθρωπος ζῷον, Σωκράτης δ’ ἄνθρωπος, Σωκράτης ἄρα ζῷον’, ἐκ τῆς καθόλου προτάσεως τῆς ‘πᾶς ἄνθρωπος ζῷον’ τὴν κατὰ μέρος πρότασιν συνάγειν βουλόμενοιμ, τὴν ‘Σωκράτης ἄρα ζῷον’, ἣ δὴ βεβαιωτικὴ τῆς καθολικῆς προτάσεως ἐστι κατὰ τὸν ἐπαγωγικὸν τρόπον, ὡς ὑπεμνήσαμεν, εἰς τὸν διάλληλον ἐμπίπτουσι λόγον, τὴν μὲν καθολικὴν πρότασιν δι’ ἑκάστης τῶν κατὰ μέρος......"],["14.197","ἐκ τῆς καθολικῆς συλλογιστικῶς. παραπλησίως δὲ καὶ ἐπὶ τοῦ τοιούτου λόγου ‘Σωκράτης ἄνθρωπος, οὐδεὶς δὲ ἂνθρωπος τετράπους, Σωκράτης ἄρα οὔκ ἐστι τετράπους’ τὴν μὲν ‘οὐδεὶς ἄνθρωπος τετράπους’ πρότασιν ἐκ τῶν κατὰ μέρος ἐπαγωγικῶς βουλόμενοι βεβαιοῦν, ἑκάστην δὲ τῶν κατὰ μέρος ἐκ τῆς ‘οὐδεὶς ἄνθρωπος τετράπους’ συλ- λογίζεσθαι θέλοντες, τῇ κατὰ τὸν διάλληλον ἀπορίᾳ περιπίπτουσι."],["14.198","ὁμοίως δὲ ἐφοδευτέον καὶ τοὺς λοιποὺς τῶν παρὰ τοῖς Περιπατητικοῖς λεγομένων ἀναποδείκτων. ἀλλὰ καὶ τούς τοιούτους ‘εἰ ἡμέρα ἔστι, φῶς ἒστον’. τό τε γὰρ ‘εἰ ἡμέρα ἔστι, φῶς ἒστι’ συνακτικόν ἐστιν, ὡς φασί, τοῦ ‘φῶς ἒστι’, τό τε ‘φῶς ἐστι’ μετὰ τοῦ ‘ἡμέρα ἔστι βεαιωτικόν ἐστι τοῦ ‘εἰ ἡμέρα ἔστι, φῶς ἒστιν’. οὐ γὰρ ἂν ὑγιὲς ἐνομίσθη τὸ προειρημένον συνημμένον εἶναι, εἰ μὴ πρότερον τεθεώρητο συνυπάρχον ἀεὶ τὸ ‘φῶς ἒστι’ τῷ ‘ἡμέρα ἒστιν’."],["14.199","εἰ οὖν δεῖ προκατειληφέναι, ὅτι ἡμέρας οὔσης πάντως ἔστι καὶ φῶς, εἰς τὸ συνθεῖναι τὸ ‘εἰ ἡμέρα ἔστι, φῶς ἒστι’ συνημμένον, διὰ δὲ τοῦ συνημμένου τούτου συνάγεται τὸ ὅτι ἡμέρας οὔσης φῶς ἔστιν, τὴν μὲν συνύπαρξιν τοῦ ἡμέραν εἶναι καὶ τοῦ φῶς εἶναι συνάγοντος τοῦ ‘εἰ ἡμέρα ἐστι, φῶς ἔστι συνημμένου ὅσον ἐπὶ τῷ προκειμένῳ ἀναπδείκτῳ, τὸ δὲ συνημμένον τῆς συνυπάρξεως τῶν ’π’ ἀναποδείκτῳ βεβαιούσης, κἀνταῦθα ὁ διάλτρόπον τρόπος τρόπος τῆς ἀπορίας ἀνατρέπει τὴν ὑπόστασιν τοῦ λόγου."],["14.200","ὁμοίως δὲ καὶ ἐπὶ τοῦ τοιούτου λόγου ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· οὐχὶ δὲ φῶς ἔστιν· οὐκ ἄρα ἡμέρα ἒστιν’. ἐκ μὲν γὰρ τοῦ μὴ ἄνευ φωτὸς ἡμέραν θεωρεῖσθαι ὑγιὲς ἂν εἶναι νομισθείη τὸ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστι συνημμένον, ὡς εἲγε καθ’ ὑπόθεσιν ἡμέρα μὲν φανείη ποτέ, φῶς δὲ μή, ψεῦδος ἂν λεχθείη τὸ συνημμένον εἶναι· ὅσον δὲ ἐπὶ τῷ προειρημένῳ ἀναποδείκτῳ τὸ μὴ εἶναι ἡμέραν φωτὸς μὴ ὄντος διὰ τοῦ ‘εἰ ἡμέρα ἔστι, φῶς ἒστι’ συνάγεται, ὥστε ἑκάτερον αὐτῶν πρὸς τὴν ἑαυτοῦ βεβαίωσιν χρῄζει τοῦ τὸ ἕτερον βεβαίως εἰλῆφθαι, ἴνα δι’ αὐτοῦ πιστὸν γένηται κατὰ τὸν διάλληλον τρόπον."],["14.201","ἀλλὰ καὶ ἐκ τοῦ μὴ δύνασθαι ἀλλήλοις συνυπάρχειν τινά, οἷον ἡμέραν, εἰ τύχοι, καὶ νύκτα, τό τε ἀποφατικὸν τῆς συμπλοκῆς, τὸ ‘οὐχ ἡμέρα ἔστι καὶ νὺξ ἒστι’, καὶ τὸ διεζευγμένον, τὸ ‘ἢτοι ἡμέρα ἔστιν ἢ νὺξ ἒστιν’, ὑγιῆ νομίζοιτο ἂν εἶναι. ἀλλὰ τὸ μὴ συνυπάρχειν αὐτὰ βεβαιοῦσθαι νομίζουσι τε τοῦ ἀποφατικοῦ τῆς συμπλοκῆς καὶ τοῦ διεζευγμένου, λέγοντες ‘οὐχὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν· ἀλλὰ μὴν νύξ ἔστιν· οὐκ ἄρα ἡμέρα ἒστιν’· ‘ἤτοι ἡμέρα ἐστιν ἢ νύξ ἔστιν· ἀλλὰ μὴν νὺξ ἔστιν· οὐκ ἄρα ἡμέρα ἒστιν’, ἢ ‘οὐχὶ δὲ νύξ ἔστιν· ἡμέρα ἄρα ἒστιν’."],["14.202","ὅθεν ἡμεῖς πάλιν ἐπιλογιζόμεθα, ὅτι εἰ μὲν πρὸς τὴν βεβαίωσιν τοῦ διεζευγμένου καὶ τοῦ τῆς συμπλοκῆς ἀποφατικοῦ χρῄζομεν τοῦ προκατειληφέναι, ὅτι τὰ ἐν αὐτ’ οἷς περιεχόμενα ἀξιώματά ἐστιν ἀσυνύπαρκτα, τὸ δὲ ἀσυνύπαρκτα ταῦτα εἶναι συνάγειν δοκοῦσι διά τε τοῦ διεζευγμένου καὶ τοῦ τῆς συμπλοκῆς ἀποφατικοῦ, ὁ δι’ ἀλλήλων εἰσάγεται τρόπος, μὴ δυναμένων ἡμῶν μήτε τοῖς προειρημένοις τροπικοῖς πιστεύειν ἄνευ τοῦ τὸ ἀσυνύπαρκτον τῶν ἐν αὐτοῖς περιεχομένων ἀξιωμάτων καταλαβεῖν, μήτε τὸ ἀσυνύπαρκτον αὐτῶν διαβεβαιοῦσθαι πρὸ τῆς τῶν συλλογισμῶν διὰ τῶν τροπικῶν συνερωτήσεως."],["14.203","διόπερ οὐκ ἔχοντες, πόθεν ἀρξόμεθα τῆς πίστεως διὰ τὸ παλίνδρομον, λέξομεν μήτε τὸν τρίτον μήτε τὸν τέταρτον μήτε τὸν πέμπτον τῶν ἀναποδείκτων ὅσον ἐπὶ τούτοις ὑπόστασιν ἔχειν. Τοσαῦτα μὲν καὶ περὶ συλλογισμῶν ἐπὶ τοῦ παρόντος ἀρκέσει λελέχθαι."],["15.204","Εὑπαραίτητον δὲ εἶναι νομίζω καὶ τὸν περὶ ἐπαγωγῆς τρόπον. ἐπεὶ γὰρ ἀπὸ τῶν κατὰ μέρος πιστοῦσθαι βούλονται δι’ αὐτῆς τὸ καθόλου, ἤτοι πάντα ἐπιόντες τὰ κατὰ μέρος τοῦτο ποιήσουσιν ἢ τινά. ἀλλ’ εἰ μὲν τινά, ἀβέβαιος ἔσται ἡ ἐπαγωγή, ἐνδεχομένου τοῦ ἐναντιοῦσθαι τῷ καθόλου τινὰ τῶν παραλειπομένων κατὰ μέρος ἐν τῇ ἐπαγωγῇ· εἰ δὲ πάντα, ἀδύνατα μοχθήσουσιν, ἀπείρων ὄντων τῶν κατὰ μέρος καὶ ἀπεριορίστων. ὥσθ’ οὕτως ἑκατέρωθεν, οἶμαι, συμβαίνει σαλεύεσθαι τὴν ἐπαγωγήν."],["16.205","‘Αλλὰ καὶ ἐπὶ τῇ περὶ ὅρων δὴ τεχνολογίᾳ μέγα φρονοῦσιν οἱ δογματικοί, ἣν τῷ λογικῷ μέρει τῆς καλουμένης φιλοσοφίας ἐγκαταλέγουσιν. φέρε οὖν καὶ περὶ ὅρων ὀλίγα ἐπὶ τοῦ παρόντος εἲπωμεν. Πρὸς πολλὰ τοίνυν χρησιμεύειν τοὺς ὅρους τῶν δογμα- τικῶν δοκούντων, δύο τὰ ἀνωτάτω κεφάλαια ἃ"],["16.206","πάσης λέγουσιν ἀναγκαιότητος αὐτῶν ἴσως εὑρήσεις· ἢ γὰρ ὧς πρὸς κατάληψιν ἢ ὧς πρὸς διδασκαλίαν ἐν πᾶσι παραδεικνύουσι τοὺς ὅρους ἀναγκαίους. ἐὰν οὖν ὑπομνήσωμεν, ὅτι πρὸς οὐδέτερον τούτων χρησιμεύουσι, περιτρέψομεν, οἶμαι, πᾶσαν τὴν γεγενημένην περὶ αὐτῶν παρὰ τοῖς δογματικοῖς ματαιοπονίαν."],["16.207","εὐθέως οὖν, εἰ ὁ μὲν ἀγνοῶν τὸ ὁριστὸν οὐχ οἷός τέ ἐστι τὸ μὴ γινωσκόμενον αὐτῷ ὁρίσασθαι, ὁ δὲ γινύσκων, εἶθ’ ὁριζόμενος οὐκ ἐκ ὅρου τὸ ὁριστὸν κατείληφεν ἀλλ’ ἐπὶ προκατειλημτοῦ μένω τούτῳ τὸν ὅρον ἐπισυντέθεικεν, πρὸς κατάληψιν τῶν πραγμάτων ὁ ὅρος οὐκ ἔστιν ἀναγκαῖος. καὶ γὰρ ἐπεὶ πάντα μὲν ὁρίζεσθαι θέλοντες καθάπαξ οὐδὲν ὁρισόμεθα διὰ τὴν εἰς ἄπειρον ἔκπτωσιν, τινὰ δὲ καὶ δίχα τῶν ὅρων ὁμολογοῦντες οὐκ ἀναγκαίους πρὸς κατάληψιν τοὺς ὅρους ἀποφαίνομεν, καθ’ ὅν τρόπον τὰ μὴ ὁρισθέντα κατελήφθη, δυναμένων ἡμῶν πάντα χωρὶς τῶν ὄρων καταλαμβάνειν, ἢ καθάπαξ"],["16.208","οὐδὲν ὁρισόμεθα διὰ τὴν εἰς ἄπειρον ἔκπτωσιν] ἢ οὐκ ἀναγκαίους τοὺς ὄρους ἀποφανοῦμεν. διὰ δὲ ταῦτα οὐδὲ πρὸς διδασκαλίαν αὐτοὺς εὕροιμεν ἂν ἀναγκαίους· ὧς γὰρ ὁ πρῶτος τὸ πρᾶγμα γνούς ἔγνω τοῦτο χωρὶς ὅρου, κατὰ τὸ παραπλἠσιον καὶ ὁ διδασκόμενος αὐτὸ δύναται χωρὶς ὅρου διδαχθῆναι."],["16.209","ἔτι ἀπὸ τῶν ὁριστῶν ἐπικρίνουσι τούς ὅρους, καί φασι μοχθηροὺς ὅρους εἶναι τοὺς περιέχοντάς τι τῶν μὴ προσόντων τοῖς ὁριστοῖς, ἤτοι πᾶσιν ἢ τισίν. διόπερ ὅταν εἴπῃ τις τὸν ἂμιρωπον εἶναι ζῷον λογικὸν ἀθάνατον ἤ ζῷον λογικὸν θνητὸν γραμματικόν, ὅπου μὲν μηδενὸς ὄντος ἀνθρώπου ἀθανάτου, ὅπου δὲ τινῶν μὴ γραμματικῶν ὄντων, φασὶ μοχθηρὸν εἶναι τὸν ὅρον."],["16.210","τάχα δὲ καὶ ἀνεπίκριτοί εἰσιν οἱ ὅροι διὰ τὴν ἀπειρίαν τῶν κατὰ μέρος, ἐξ ὧν ἐπικρίνεσθαι ὀφείλουσιν· εἶτα οὐκ ἂν καταληπτικοί τε καὶ διδακτικοὶ τούτων εἶεν ἐξ ὧν ἐπικρίνονται δηλονότι προεπεγνωσμένων, εἴγε ἄρα, καὶ προκατειλημμένων πῶς δὲ οὐκ ἂν εἴη γελοῖον τὸ λέγειν ὧς οἱ ὅροι χρησιμεύουσι πρὸς λατάξψομ ἢ διδασκαλίαν ἢ σαφήνειαν ὅλως, ἀσάφειαν ἡμῖν ἐπεισκυκλοῦντες τοσαύτην;"],["16.211","οἶον γοῦν, ἴνα τι καὶ παίξωμεν, εἰ τις παρά του βουλόμενος πυθέσθαι εἰ ἀπήντηται αὐτῷ ἄνθρωπος ἐπὶ ἲππου ὀχούμενος καὶ κύνα ἐφελκόμενος, τὴν ἐρώτησιν οὕτω ποιήσαιτο ‘ὦ ζῷον λογικὸν θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, ἀπήντητό σοι ζῷον γελαστικὸν πλατυώνυχον, ἐπιστήμης πολιτικῆς δεκτικόν, ζῴῳ θνητῷ χρεμετιστικῷ τὰ σφαιρώματα ἐφηδρακός ἐφελκόμενον ζῷον τετράπουν ὑλαπτικόην;’ πῶς οὐκ ἂν εἴη καταγέλαστος, εἰς ἀφασίαν οὕτω γνωρίμου πράγμαἀν τος ἐμβαλὼν τὸν ἄνθρωπον διὰ τοὺς ὅρους; οὐκοῦν ἂχρηστον εἶναι τὸν ὅρον ὅσον ἐπὶ τούτοις λεκτέον,"],["16.212","εἲτ’ οὖν λόγος εἷναι λέγοιτο διὰ βραχείας ὑπομνήσεως εἰς ἔννοιαν ἡμᾶς ἄγων τῶν ὑποτεταγμένων ταῖς φωναῖς πραγμάτων, ὡς δῆλόν γε (οὐ γάρ;) ἐκ τῶν μικρῷ πρόσθεν ἡμῖν εἰρημένων, εἴτε λόγος ὁ τὸ τί ἦν εἷναι δηλῶν, εἴτε ὃ βούλεταί τις. καὶ γὰρ τί ἐστιν ὁ ὅρος βουλόμενοι παριστᾶν εἰς ἀνήνυτον ἐμπίπτουσι διαφωνίαν, ἣν διὰ τὴν προαίρεσιν τῆς γραφῆς παρίημι νῦν, εἴγε καὶ δοκεῖ διατρέπειν τούς ὅρους ὅσα ἐν τούτοις περὶ τοῦ ἄχρηστον εἶναι τὸν ὅρον ἐλέγομεν. Τοσαῦτα μὲν καὶ περὶ ὅρων ἀπόχρη μοι νῦν λελέχθαι."],["17.213","‘Επεὶ δέ τινες τῶν δογματικῶν τὴν διαλεκτικὴν εἶναί φασιν ἐπιστήμην συλλογιστικὴν ἐπαγωγικὴν ὁριστικὴν διαιρετικήν, διελέχθημεν δὲ ἡμεῖς ἤδη, τοὺς περὶ τοῦ κριτηρίου καὶ τοῦ σημείου καὶ τῆς ἀποδείξεως λόγους, περί τε συλλογισμῶν καὶ ἐπαγωγῆς καὶ περὶ ὅρων, οὐκ ἄτοπον ἡγούμεθα εἶναι καὶ περὶ διαιρέσεως βραχέα διαλαβεῖν. γίνεσθαι τοίνυν τὴν διαίρεσίν φασι τετραχῶς· ἢ γὰρ ὄνομα εἰς σημαινόμενα διαιρεῖσθαι ἢ ὅλον εἰς μέρη ἢ γένος εἰς εἴδη ἢ εἶδος εἰς τὰ καθ’ ἓκαστον. ὅτι δὲ οὐδενὸς τούτων ἔστιν ἐπιστήμη διαιρετική, ῥᾴδιον ἴσως ἐπελθεῖν."],["18.214","Εὐθέως οὖν τἀς ἐπιστήμας τῶν φύσει φασὶν εἶναι, τῶν θέσει δὲ οὐδαμῶς, καὶ εἰκότως. ἡ μὲν γὰρ ἐπιστήμη βέβαιόν τι καὶ ἀμετάπτωτον πρᾶγμα εἶναι θέλει, τὰ ῥᾳδίαν θέσεων, εὐμετάπτωτον τὴν μεταβολήν, ταῖς ἐναλλαγαῖς τῶν θέσεων, αἳ εἰσιν ἐφ’ ἡμῖν, ἑτεροιούμενα. ἐπεὶ οὖν τὰ ὀνόματα θέσει σημαίνει καὶ οὐ φύσει πάντες γὰρ ἂν συνίεσαν πάντα τὰ ὑπὸ τῶν φωνῶν σημαινόμενα, ὁμοίς τε καὶ βάρβαροι, πρὸς τῷ καὶ ἐφ’ ἡμῖν εἶναι τὰ σημαινόμενα οἶς ἂν βουλώμεθα ὁνόμασιν καὶ ἀεὶ δηλοῦν τε καὶ σημαίνειν), πῶς ἂν δυνατὸν εἴη διαιρετικὴν ὀνόματος εἰς σημαινόμενα ἐπιστήμην εἶναι; ἢ πῶς ἐπιστήμη σημαινόντων τε καὶ σημαινομένων, ὡς οἴονταί τινες, ἡ διαλεκτικὴ δύναιτ’ ἂν ὑπάρχειν;"],["19.215","Περὶ δὲ ὅλου καὶ μέρους διαλεξόμεθα μὲν καὶ ἐν τοῖς φυσικοῖς δὴ λεγομένοις ΙΙΙ 98 sqq.), ἐπὶ δὲ τοῦ παρόντος περὶ τῆς λεγομένης διαιρέσεως τοῦ ὅλου εἰς τὰ μέρη αὐτοῦ τάδε λεκτέον. ὅταν λέγῃ τις διαιρεῖσθαι τὴν δεκάδα εἰς μονάδα καὶ δύο καὶ τρία καὶ τέσσαρα, οὐ διαιρεῖται εἰς ταῦτα ἡ δεκάς. ἅμα γὰρ τῷ τὸ πρῶτον αὐτῆς ἀρθῆναι μέρος, ἴνα κατὰ συγχώρησιν νῦν τοῦτο δῶμεν, οἷον τὴν μονάδα, οὐκέτι ὑπόκειται ἡ δεκάς, ἀλλ’ ἐννέα καὶ ὅλως ἕτερόν τι παρὰ τὴν δεκάδα."],["19.216","ἡ οὖν τῶν λοιπῶν ἀφαίρεσίς τε καὶ διαίρεσις οὐκ ἀπὸ τῆς δεκάδος γίνεται ἀλλ’ ἀπό τινων αλλων, καθ’ ἑκάστην ἀφαίρεσιν ἑτεροιουμένων. τάχα οὖν οὐκ ἐνδέχεται τὸ ὅλον διαιρεῖν εἰς τὰ λεγόμενα εἶναι αὐτοῦ μέρη. καὶ γὰρ εἰ διαιρεῖται τὸ ὅλον εἰς μέρη, φιλεῖ τὰ μέρη ἐμπεριέχεσθαι τῷ ὅλῳ πρὸ τῆς διαιρέσεως, οὐ περιέχεται δὲ ἴσως. οἶον γοῦν, ἴνα ἐπὶ τῆς δεκάδος στἠσωμεν πάλιν τὸν λόγον, τῆς δεκάδος μέρος φασὶ πάντως εἷναι τὰ ἐννέα· διαιρεῖται γὰρ εἰς ‘ὲν καὶ ἐννέα. ἀλλὰ καὶ τὰ ὀκτὼ ὁμοίως· διαιρεῖται γὰρ εἰς ὀκτὼ καὶ δύο. καὶ τὰ ἑπτὰ ὁμοίως καὶ ἓξ καὶ πέντε καὶ τέσσαρα καὶ τρία καὶ δύο καὶ ἔν."],["19.217","εἰ οὖν ταῦτα πάντα ἐν τῇ δεκάδι περιέχεται καὶ συντιθέμενα μετ’ αὐτῆς πεντεκαιπεντήκοντα γίνεται, ἐν τοῖς δέκα περιέχεται πεντεκαιπεντήκοντα· ὅπερ ἄτοπον. οὐκοῦν οὔτε περιέχεται ἐν τῇ δεκάδι τὰ λεγόμενα αὐτῆς εἶναι μέρη, οὔτε ἡ δεκὰς εἰς ἐκεῖνα διαιρεῖσθαι δύναται ὡς ὅλον εἰς μέρη, ἃ μηδὲ ὅλως ἐν αὐτῇ θεωρεῖται."],["19.218","τὰ δὲ αὐτὰ ἀπαντήσεται καὶ ἐπὶ τῶν μεγεθῶν, ὅταν τὸ δεκάπηχυ μέγεθος, εἰ τύχοι, διαιρεῖν ἐθέλοι τις. οὐκ ἐνδέχεται οὖν ’ίσως διαιρεῖν οὐδὲ ὅλον εἰς μέρη."],["20.219","Οὐκοῦν ὁ περὶ τῶν γενῶν καὶ τῶν εἰδῶν ὑπολείπεται λόγος, περὶ οὗ πλατύτερον μὲν ἐν ἄλλοις διαλεξόμεθα (cf. p. XXVII), ὧς ἐν συντόμῳ δὲ νῦν ταῦτα λέξομεν. εἰ μὲν ἐννοήματα εἶναι τὰ γένη καὶ τὰ εἴδη λέγουσιν, αἱ κατὰ τοῦ ἡγεμονικοῦ καὶ τῆς φαντασίας ἐπιχειρήσεις αὐτούς διατρέπουσιν· εἰ δὲ ἰδίαν ὑπόστασιν αὐτοῖς ἀπολείπουσιν, τί πρὸς τοῦτο ἐροῦσιν;"],["20.220","εἰ ἔστι τὰ γένη, ἤτοι τοσαῦτά ἐστιν ὅσα τὰ εἴδη, ἢ ἔν ἐστι κοινὸν πάντων τῶν εἰδῶν αὐτοῦ λεγομένων εἶναι [εἶδος ἤγουν] γένος. εἰ μὲν οὖν τοσαῦτά ἐστι τὰ γένη ὅσα τὰ εἴδη αὐτῶν, οὐκέτ’ ἂν εἴη κοινὸν γένος, ὃ εἰς αὐτά διαιρεθήσεται. εἰ δὲ ὲν εἶναι λέγοιτο ἐν πᾶσι τοῖς εἴδεσιν αὐτοῦ γένος, ἢτοι ὅλου αὐτοῦ ἕκαστον εἶδος αὐτοῦ μετέχει ἢ μέρους αὐτοῦ. ἀλλ’ ὅλου μὲν οὐδαμῶς· ἀμήχανον γάρ ἐστιν ἔν τι ὑπάρχον ἐν ἄλλῳ καὶ ἄλλῳ κατὰ ταὐτὸ περιέχεσθαι ὡς ὅλον ἐν ἑκάστῳ θεωρεῖσθαι τῶν ἐν οἶς εἶναι λέγεται. εἰ δὲ μέρους, πρῶτον μὲν οὐκ ἀκολουθήσει τῷ εἴδει τὸ γένος πᾶν, ὡς ὑπολαμβάνουσιν, οὐδὲ ὁ ἄνθρωπος ἔσται ζῷον ἀλλὰ μέρος ζῴου, οἷον οὐσία, οὔτε δὲ ἔμψυχος οὔτε αἰσθητική."],["20.221","εἶτα μέντοι καὶ ἤτοι ταὐτοῦ λέγοιτο ἂν μετεσχηκέναι πάντα τὰ εἴδη μέρους τοῦ γένους αὐτῶν, ἢ ἑτέρου idem): κατ’ αὐτὸ L 1 καὶ om. T καὶ ἑτέρου. ἀλλὰ ταὐτοῦ μὲν οὐκ ἐνδέχεται διὰ τὰ προειρημένα. εἰ δὲ ἄλλου καὶ ἄλλου, οὔτε ὅμοια ἀλλήλοις ἔσται τὰ εἴδη κατὰ γένος, ὅπερ οὐ προσδέξονται, ἄπειρόν τε ἔσται γένος ἕκαστον εἰς ἄπειρα τεμνόμενον (οὐ μόνον τὰ εἴδη ἀλλὰ καὶ τὰ καθ’ ἕκαστον, ἐν οἶς καὶ αὐτοῖς μετὰ τῶν εἰδῶν αὐτοῦ θεωρεῖται· οὐ γὰρ μόνον ἄνθρωπος ἀλλὰ καὶ ζῷον ὁ Δίων εἶναι λέγεται). εἰ δὲ ταῦτα ἄτοπα, οὐδὲ κατὰ μέρος μετέσχηκε τὰ εἴδη τοὐ γένους αὐτῶν ἑνὸς ὄντος."],["20.222","εἰ δὲ μήτε ὅλου μετέσχηκεν ἕκαστον εἶδος τοῦ γένους μήτε μέρους αὐτοῦ, πῶς ἂν λέγοιτο ‘ὲν εἶναι γένος ἐν πᾶσι τοῖς εἴδεσιν αὐτοῦ, ὥστε καὶ εἰς αὐτὰ διαιρεῖσθαι; τάχα οὐκ ἂν ἔχοι τις λέγειν μὴ οὐχὶ ἀναπλάσσων τινὰς εἰδωλοποιήσεις, ἇί ταῖς ἐκείνων αὐτῶν ἀνεπικρίτοις διαφωνίαις κατὰ τὰς σκεπτικὰς ἐφόδους περιτραπήσονται."],["20.223","Πρὸς δὲ τούτοις κἀκεῖνο λεκτέον. τὰ εἴδη τοῖα ἢ τοῖά ἐστιν· τούτων τὰ γένη ἤτοι καὶ τοῖα καὶ τοῖα, ἢ τοῖα μὲν τοῖα δὲ οὐ, ἢ οὔτε τοῖα οὔτε τοῖα. οἷον ἐπεὶ τῶν τινῶν τὰ μέν ἐστι σώματα τὰ δὲ ἀσώματα, καὶ τὰ μὲν ἀληθῆ τὰ δὲ ψευδῆ, καὶ ἔνια μὲν λευκά, εἰ τύχοι, ἔνια δὲ μέλανα, καὶ ἔνια μὲν μέγιστα ἔνια δὲ σμικρότατα, καὶ τὰ ἄλλα ὁμοίως, τὸ τὶ λόγου ἕνεκεν, ὅ φασιν εἶναί τινες γενικώτατον, ἢ πάντα ἔσται ἢ τὰ ἕτερα ἢ οὐδέν."],["20.224","ἀλλ’ εἰ μὲν οὐδέν ἐστιν ὅλως τὸ τὶ, οὐδὲ τὸ γένος, πέρας ἔχει ἡ ζήτησις. εἰ δὲ πάντα εἶναι ῥηθείη, πρὸς τῷ ἀδύνατον εἶναι τὸ λεγόμενον, καὶ τῶν εἰδῶν καὶ τῶν καθ’ ἕκαστον ἐν οἶς ἐστι δεήσει πάντα εἶναι. ὡς γάρ, ἐπεὶ τὸ ζῷον, ὡς φασίν, οὐσία ἐστὶν ἔμψυχος αἰσθητική, ἕκαστον τῶν εἰδῶν αὐτοῦ καὶ οὐσία εἶναι λέγεται καὶ ἔμψυχος καὶ αἰσθητική, οὕτως εἰ τὸ γένος καὶ σῶμά ἐστι καὶ ἀσώματον καὶ ψευδὲς καὶ ἀληθὲς καὶ μέλαν, εἰ τύχοι, καὶ λευκὸν καὶ σμικρότατον καὶ μέγιστον καὶ τἆλλα πάντα, ἕκαστον τῶν εἰδῶν καὶ τῶν ἓκαστον ἕκαστον πάντα ἔσται· ὅπερ οὐ θεωρεῖται. ψεῦδος οὖν καὶ τοῦτο."],["20.225","εἰ δὲ τὰ ἕτερα μόνα ἐστί, τούτων τὸ γέαὐτὰ νος τῶν λοιπῶν οὐκ ἔσται γένος, οἷον εἰ σῶμα τὸ τὶ, τῶν ἀσωμάτων, καὶ εἰ λογικὸν τὸ ζῷον, τῶν ἀλόγων, ὡς μήτε ἀσώματόν τι εἶναι ζῷον μήτε ἂλογον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ὅπερ ἄτοπον. οὐκοῦν οὔτε καὶ τοῖον καὶ τοῖον τὸ γένος, οὔτε τοῖον μὲν τοῖον δὲ οὔ, οὔτε μὴν οὔτε τοῖον οὔτε τοῖον δύναται εἶναι [γένος]· εἰ δὲ τοῦτο, οὐδὲ ἔστιν ὅλως τὸ γένος. εἰ δὲ λέγοι τις ὅτι δυνάμει πάντα ἐστὶ τὸ γένος, λέξομεν, ὧς τὸ δυνάμει τι ὂν δεῖ τι καὶ ἐνεργείᾳ εἰναι, οἷον οὐ δύναταί τις γραμματικὸς εἶναι εἰ μὴ καὶ ἐνεργείᾳ. καὶ τὸ γένος οὖν εἰ δυνάμει πάντα ἐστίν, ἐρωτῶμεν αὐτοὺς τί ἐστιν ἐνεργείᾳ, καὶ οὕτω μένουσιν αἱ αὐταὶ ἀπορίαι. τἀναντία μὲν γὰρ πάντα ἐνεργείᾳ εἶναι οὐ δύναται."],["20.226","ἀλλ’ οὐδὲ τὰ μὲν καὶ ἐνεργείᾳ τὰ δὲ δυνάμει μόνον, οἷον σῶμα μὲν ἐνεργείᾳ, δυνάμει δὲ ἀσώματον. δυνάμει γάρ ἐστιν ὃ οἷόν τέ ἐστιν ἐνεργείᾳ ὑποστῆναι, τὸ δὲ σῶμα ἐνεργείᾳ ὂν ἀδύνατόν ἐστιν ἀσώματον κατ’ ἐνέργειαν, ὥστε εἰ λόγου χάριν σῶμά τι ἔστιν οὔκ ἐστιν ἀσώματον δυνάμει, καὶ τὸ ἀνάπαλιν. οὐκοῦν οὐκ ἐνδέχεται τὸ γένος τὰ μὲν ἐνεργείᾳ εἶναι τὰ δὲ δυνάμει μόνον. εἰ δὲ οὐδὲν ὅλως ἐστὶν ἐνεργείᾳ, οὐδὲ ὑφέστηκεν. οὐκοῦν οὐδέν ἐστι τὸ γένος, ὃ διαιρεῖν εἰς τὰ εἴδη λέγουσιν."],["20.227","ἔτι καὶ τοῦτο θεάσασθαι ἄξιον. ὥσπερ γὰρ, ἐπεὶ ὁ αὐτός ἐστιν Ἀλέξανδρος καὶ Πάρις, οὐκ ἐνδέχεται τὸ μὲν ‘’Αλέξανδος περιπατεῖ’ ἀληθὲς εἶναι, τὸ δὲ ‘πάρις περιπατεῖ’ ψεῦδος, οὕτως εἰ τὸ αὐτό ἐστι τὸ ἄνθρωπον εἶναι Θέωνι καὶ Δίωνι, εἰς σύνταξιν ἀξιώματος ἀγομένη ἡ ‘ἂνθρωπος’ προσηγορία ἢ ἀληθὲς ἢ ψεῦδος ἐπ’ ἀμφοτέρων ποιήσει τὸ ἀξίωμα. οὐ θεωρεῖται δὲ τοῦτο· τοῦ μὲν γὰρ Δίωνος καθημένου Θέωνος δὲ περιπατοῦντος τὸ ‘ἂνθρωπος περιπατεῖ’ ἐφ’ οὗ μὲν λεγόμενον ἀληθές ἐστιν, ἐφ’ οὗ δὲ ψεῦδος. οὐκ ἄρα κοινή ἐστιν ἀμφοτέρων ἡ ‘ἂνθρωπος’ προσηγορία, οὐδὲ ἡ αὐτὴ ἀμφοῖν, ἀλλ’ εἰ ἄρα, ἰδία ἑκατέρου."],["21.228","Παραπλήσια δὲ λέγεται καὶ περὶ τῶν κοινῶν συμβεβηκότων. εἰ γὰρ ‘ὲν καὶ τὸ αὐτὸ συμβέβηκε Δίωνί τε καὶ Θέωνι τὸ ὁρᾶν, ἐὰν καθ’ ὑπόθεσιν φθαρῇ μὲν Δίων, Θέων δὲ περιῇ καὶ ὁρᾷ, ἤτοι τὴν ὅρασιν τοῦ ἐφθαρμένου Δίωνος ἄφθαρτον μένειν ἐροῦσιν, ὅπερ ἀπεμφαίνει, ἢ αὐτὴν ὅρασιν ἐφθάρθαι τε καὶ μὴ ἐφθάρθαι λέξουσιν, ὅπερ ἄτοπον· οὐκ ἄρα ἡ Θλεωνος ὅρασις ἡ αὐτή ἐστι τῇ Δίωνος, ἀλλ’ εἰ ἄρα, ἰδία ἑκατέρου. καὶ γὰρ εἰ ταὐτὸν συμβέβηκε Δίωνί τε καὶ Θέωνι τὸ ἀναπνεῖν, οὐκ ένδέχεται τὴν ἐν Θέωνι ἀναπνοὴν εἶναι, τὴν ἐν Δίωνι δὲ μὴ εἷναι· ἐνδέχεται δὲ τοῦ μὲν φθαρέντος τοῦ δὲ περιόντος· οὐκ ἄρα ἡ αὐτή ἐστιν. Περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον νῦν ἀρκέσει συν- τόμως λελέχθαι."],["22.229","Οὐκ ἄτοπον δὲ ἴσως καὶ τῷ περὶ τῶν σοφισμάτων ἐπιστῆσαι λόγῳ διὰ βραχέων, ἐπεὶ καὶ εἰς τὴν τούτων διάλυσιν ἀναγκαίαν εἶναι λέγουσι τὴν διαλεκτικὴν οἱ σεμνύνοντες αὐτήν. εἰ γὰρ τῶν τε ἀληθῶν καὶ ψευδῶν λόγων, φασίν, ἐστὶν αὕτη διαγνωστική, ψευδεῖς δὲ λόγοι καὶ τὰ σοφίσματα, καὶ τούτων ἂν εἴη διακριτικὴ λυμαινομένων τὴν ἀλήθειαν φαινομέναις πιθανότησιν. ὅθεν ὧς βοηθοῦντες οἱ διαλεκτικοὶ σαλεύοντι τῷ βίῳ καὶ τὴν ἔννοιαν καὶ τὰς διαφορὰς καὶ τὰς ἐπιλύσεις δὴ τῶν σοφισμάτων μετὰ σπουδῆς ἡμᾶς πειρῶνται διδάσκειν, λέγοντες σόφισμα εἶναι λόγον πιθανὸν καὶ δεδολιευμένον ὥστε προσδέξασθαι τὴν ἐπιφορὰν ἤτοι ψευδῆ ἢ ὡμοιωμένην ψευδεῖ ἢ ἄδηλον ἢ ἄλλως ἀπρόσοὐδὲ δεκτὸν,"],["22.230","οἷον ψευδῆ μὲν ὡς ἐπὶ τούτου τοῦ ἔχει ‘οὐδεὶς δίδωσι κατηγόρημα πιεῖν· καιηγόρημα δέ ἐστι τὸ ἀψίνθιον πιεῖν· οὐδεὶς ἄρα δίδωσιν ἀψίνθιον πιεῖν’, ἔτι δὲ ὅμοιον ψευδεῖ ὡς ἐπὶ τούτου ‘ὃ μήτε ἐνεδέχετο μήτε ἐνδέχεται, τοῦτο οὐκ ἔστιν ἄτοπον· οὔτε δὲ ἐνεδέχετο οὔτε ἐνδέχεται τὸ ὁ ἰατρός, καθὸ ἰατρός ἐστι, φονεύει· οὐκ ἄτοπόν ἐστι τὸ ὁ ἰατρός, καθὸ ἰατρός ἐστι, φονεύει’."],["22.231","ἔτι δὲ ἄδηλον οὕτως ‘οὐχὶ καὶ ἠρώτηκά τί σε πρῶτον, καὶ οὐχὶ οἱ ἀστέρες ἄρτιοί εἰσιν· ἠρώτηκα δέ τί σε πρῶτον· οἱ ἄρα ἀστέρες ἄρτιοί εἰσιν’. ἔτι δὲ ἀπρόσδεκτον ἄλλως, ὡς οἱ λεγόμενοι σολοικίζοντες λὀγοι, οἷον ‘ὃ βλέπεις, ἔστιν· βλέπεις δὲ φρενιτικόν· ἔστιν ἂρα φρενιτικόν’. ‘ὃ ὁρᾷς, ἒστιν· ὁρᾷς δὲ φλεγμαίνοντα τόπον· ἔστιν ἄρα φλεγμαίνοντα τόπον’."],["22.232","εἶτα μέντοι καὶ τὰς ἐπιλύσεις αὐτῶν [ὁρᾶν ἤτοι] πριστᾶν ἐπιχειροῦσι, λέγοντες ἐπὶ μὲν τοῦ πρώτου σοφίσματος, ὅτι ἄλλο διὰ τῶν λημμάτων συγκεχώρηται καὶ ἄλλο ἐπενήνεκται. συγκεχώρηται γὰρ τὸ μὴ πίνεσθαι κατηγόρημα, καὶ εἶναι κατηγόρημα τὸ ἀψίνθιον πίνειν, οὐκ αὐτὸ τὸ ἀψίνθιον. διὸ δέον ἐπιφέρειν ‘οὐδεὶς ἄρα πίνει τὸ ἀψίνθιον πίνειν’, ὅπερ ἐστὶν ἀληθές, ἐπενήνεκται ‘οὐδεὶς ἄρα ἀψίνθιον πίνει’ ὅπερ ἐστὶ ψεῦδος, οὐ συναγόμενον ἐκ τῶν συγκεχωρημένων λημμάτων."],["22.233","ἐπὶ δὲ τοῦ δευτέρου, ὅτι δοκεῖ μὲν ἐπὶ ψεῦδος ἀπάγειν ὧς ποιεῖν τοὺς ἀνεπιστάτους ὀκνεῖν αὐτῷ συγκατατίθεσθαι, συνάγει δὲ ἀληθές, τὸ ‘οὐκ ἄρα ἄτοπόν ἐστι τὸ ὁ ἰατρός, καθὸ ἰατρός ἐστι, φονεύει’. οὐδὲν γὰρ ἀξίωμα ἄτοπόν ἐστιν, ἀξίωμα δέ ἐστι τὸ ‘ὁ ἰατρός, καθὸ ἰατρός ἐστι, φοωεύει’. διὸ οὐδὲ τοῦτο ἄτοπον. ἡ δὲ ἐπὶ τὸ ἄδηλον ἀπαγωγή, φασίν,"],["22.234","ὅτι ἐκ τοῦ γἐνους τῶν μεταπιπτόντων ἐστίν. μηδενὸς γὰρ προηρωτημένου κατὰ τὴν ὑπόθεσιν τὸ ἀποφατικὸν τῆς συμπλοκῆς ἀληθὲς γίνεται, ψευδοῦς τῆς συμπλοκῆς οὔσης παρὰ τὸ ἐμπεπλέχθαι ψεῦδος τὸ ῾ἡρώτηκά τί σε πρῶτον’ ἐν αὐτῇ. μετὰ δὲ τὸ ἐρωτηθῆναι τὸ ἀποφατικὸν τῆς συμπλοκῆς, τῆς προσλήψεως ἀληθοῦς γενομένης ῾ἠρώτηκα δέ τί σε πρῶτον᾿, διὰ τὸ ἠρωτῆσθαι πρὸ τῆς προσλήψεως τὸ ἀποφατικὸν τῆς συμπλοκῆς ἡ τοῦ ἀποφατικοῦ τῆς συμπλοκῆς πρότασις γίνεται ψευδὴς τοῦ ἐν τῷ συμπεπλεγμένῳ ψεύδους γενομένου ἀληθοῦς· ὡς μηδέποτε δύνασθαι συναχθῆναι τὸ συμπέρασμα μὴ συνυπάρχοντος τοῦ ἀποφατικοῦ τῆς συμπλοκῆς τῇ προσλήψει."],["22.235","τοὺς δὲ τελευταίους, φασὶν ἔνιοι, τούς σολοικίζοωτας λόγους, ἀτόπως ἐπάγεσθαι παρὰ τὴν συνήθειαν. Τοιαῦτα μὲν οὖν τινες διαλεκτικοί φασι περὶ σοφισμάτων (καὶ γὰρ ἄλλοι ἄλλα λέγουσιν)· ταῦτα δὲ τὰς μὲν τῶν εἰκαιοτέρων ἀκοὰς ἴσως δύναται γαργαλίζειν, περιττὰ δέ ἐστι καὶ μάτην αὐτοῖς πεπονημένα. καὶ τοῦτο δυνατὸν μὲν ἴσως καὶ ἀπὸ τῶν ἤδη λελεγμένων ἡμῖν ὁρᾶν· ὑπεμνήσαμεν γάρ, ὅτι μὴ δύναται τὸ ἀληθὲς καὶ τὸ ψεῦδος κατὰ τοὺς διαλεκτικοὺς καταλαμβάνεσθαι, ποικίλως τε ἄλλως καὶ τῷ τὰ μαρτύρια τῆς συλλογιστικῆς δυνάμεως αὐτῶν, τὴν ἀπόδειξιν καὶ τοὺς ἀναποδείκτους διατρέπεσθαι λόγους."],["22.236","εἰς δὲ τὸν προκείμενον τόπον ἰδίως καὶ ἄλλα μὲν πολλὰ λέγειν ἔνεστιν, ὧς δὲ ἐν συντόμῳ νῦν τόδε λεκτέον. ὅσα μὲν σοφίσματα ἰδίως ἡ διαλεκτικὴ δύνασθαι δοκεῖ διελέγχειν, τούτων ἡ διάλυσις ἄχρηστός ἐστιν· ὅσων δὲ ἡ διάλυσις χρησιμεύει, ταῦτα ὁ μὲν διαλεκτικὸς οὐκ ἂν δοαύἐπαγωγὴ σειεν, οἱ δὲ ἐν ἑκάστῃ τέχνῃ τὴν ἐπὶ τῶν πραγμάτων παρακολούθησιν ἐσχηκότες."],["22.237","εὐθέως γοῦν, ἔνα ἑνὸς ἢ δευτέρου μνησθῶμεν παραδείγματος, ἐρωτηθέντος [ἰατρῷ] τοιούτου σοφίσματος ‘κατὰ τὰς νόσους ἐν ταῖς παρακμαῖς τήν τε ποικίλην δίαιταν καὶ τὸν οἶνον δοκιμαστέον· ἐπὶ πάσης δὲ τυπώσεως νόσου πρὸ τῆς πρώτης διατρίτου πάντως γίνεται παρακμή· ἀναγκαῖον ἄρα πρὸ τῆς πρώτης διατρίτου τήν τε ποικίλην δίαιταν καὶ τὸν οἶνον ὡς τὸ πολὺ παραλαμβάνειν’ ὁ μὲν διαλεκτικὸς οὐδὲν ἂν εἰπεῖν ἔχοι πρὸς διάλυσιν τοῦ λόγου, καίτοι χρησίμην οὖσαν,"],["22.238","ὁ δὲ ἰατρὸς διαλύσεται τὸ σόφισμα, εἰδὼς ὅτι παρακμὴ λέγεται διχῶς, ἥ τε τοῦ ὅλου νοσήματος καὶ ἡ ἑκάστης ἐπιτάσεως μερικῆς ἀπὸ τῆς ἀκμῆς ῥοπὴ πρὸς τὸ κρείσσον’, καὶ πρὸ μὲν τῆς πρώτης διατρίτου ὧς τὸ πολὺ γίνεται παρακμὴ ἡ τῆς ἐπιτάσεως τῆς μερικῆς, τὴν δὲ ποικίλην δίαιταν οὐκ ἐν ταύτῃ δοκιμάζομεν ἀλλ’ ἐν τῇ παρακμῇ τοῦ ὅλου νοσήματος. ὅθεν καὶ διηρτῆσθαι λέξει τὰ λήμματα τοῦ λόγου, ἑτέρας μὲν παρακμῆς ἐν τῷ προτέρῳ λήμματι λαμβανομνης, τουτέστι τῆς τοῦ ὅλου πάθους, ἑτέρας δὲ ἐν τῷ δευτέρῳ, τουτέστι τῆς μερικῆς."],["22.239","πάλιν τε ἐπί τινος πυρέσσοντος κατὰ πύκνωσιν ἐπιτεταμένην ἐρωτηθέντος τοῦ τοιούτου λόγου ‘τὰ ἐναντία τῶν ἐναντίων ἰάματά ἐστιν· ἐναντίον δὲ τῇ ὑποκειμένῃ πυρώσει τὸ ψυχρόν· κατάλληλον ἄρα τῇ ὑποκειμένῃ πυρώσει τὸ ψυχρόν’ ὁ μὲν διαλεκτικὸς ἡσυχάσει, ὁ δὲ ἰατρός,"],["22.240","εἰδὼς τίνα μέν ἐστιν προηγουμένως προσεχῆ πάθη, τίνα δὲ συμπτώματα τούτων, ἐρεῖ μὴ ἐπὶ τῶν συμπτωμάτων προκόπτειν τὸν λόγον (ἀμέλει γοῦν πρὸς τὴν ἐπίχυσιν τοῦ ψυχροῦ πλείονα γίνεσθαι συμβαίνειν τὴν πύρωσιν) ἀλλ’ ἐπὶ τῶν προσεχῶν παθῶν, καὶ τὴν μὲν στέγνωσιν εἶναι προσεχῆ, ἥτις οὐ τὴν πύκνωσιν ἀλλά τὸν χαλαστικὸν τρόπον τῆς ἐπιμελείας ἀπαιτεῖ, τὸ δὲ τῆς ἐπακολουθούσης θερμασίας οὐ προηγουμένως προσεχές, ὅθεν μηδὲ τὸ κατάλληλον εἶναι δοκοῦν αὐτῇ."],["22.241","καὶ οὕτως μὲν ἐπὶ τοῖς σοφίσμασι τοῖς χρησίμως ἀπαιτοῦσι τὴν διάλυσιν οὐδὲν ἕξει λέγειν ὁ διαλεκτικός, ἐρωτήσας δὲ ἡμᾶς τοιούτους λόγους ‘εἰ οὐχὶ καὶ καλὰ κέρατα ἔχεις καὶ κέρατα ἔχεις, κέρατα ἔχεις· οὐχὶ δὲ καλὰ κέρατα ἔχεις καὶ κέρατα ἔχεις·"],["22.242","κέρατα ἄρα ἔχεις.’ ‘εἰ κινεῖταί τι, ἤτοι ἐν ὧί ἐστι τόπῳ κινεῖται, ἢ ἐν ᾧ ὐκ ἒστι· οὔτε δὲ ἐν ᾧ ἔστιν (μένει γάρ), οὔτε [δὲ] ἐν ᾧ μὴ ἔστιν (πῶς γὰρ ἂν ἐνεργοίη τι ἐν ἐκείνῳ, ἐν ᾧ μηδὲ τὴν ἀρχὴν ἒστιν;)"],["22.243","οὐκ ἄρα κινεῖταί τι.’ ‘ἢτοι τὸ ὂν γίνεται ἢ τὸ μὴ ὄν. τὸ μὲν οὖν ὂν οὐ γίνεται (ἔστι γάρ)· ἀλλ’ οὐδὲ τὸ μὴ ὄν· (τὸ μὲν γὰρ γινόμενον πάσχει τι, τὸ δὲ μὴ ὂν οὐ πάσχει) οὐδὲν ἄρα γίνεται."],["22.244","ἡ χιὼν ὕδωρ ἐστὶ πεπηγός· μέλαν δὲ τὸ ὕδωρ ἐστίν. μέλαινα ἄρα ἐστὶν ἡ χιών.’ καὶ τοιούτους ἀθροίσας ὕθλους συνάγει τὰς ὀφρῦς, καὶ προχειρίζεται τὴν διαλεκτικήν, καὶ πάνυ σεμνῶς ἐπιχειρεῖ κατ’ κατασκευάζειν ἡμῖν δι’ ἀποδείξεων συλλογιστικῶν, ὅτι γίνεταί τι, καὶ ὅτι κινεῖταί τι, καὶ ὅτι ἡ χιών ἐστι λευκή, καὶ ὅτι κέρατα οὐκ ἔχομεν, καίτοι γε ἀρκοῦντος ἴσως τοῦ τὴν ἐνάργειαν αὐτοῖς ἀντιτιθέναι τιθέναι πρὸς τὸ θραύεσθαι τὴν διαβεβαιωτικὴν θέσιν διὰ τῆς ἐκ τῶν φαινομένων ἰσοσθενοῦς αὐτῶν ἀντιμαρτυρήσεως. ταῦτά τοι καὶ ἐρωτηθεὶς φιλόσοφος τις κατὰ τῆς κινήσεως λόγον σιωπῶν περιπάτησεν, καὶ οἱ κατὰ τὸν βίον ἄνθρωποι πεζάς τε καὶ διαποντίους στέλλονται πορείας κατασκευάζουσί τε ναῦς καὶ οἰκίας καὶ παισοποιοῦνται τῶν κατὰ τῆς κινήσεως καὶ γενέσεως ἀμελοῦντες λόγων."],["22.245","φέρεται δὲ καὶ Ἡροφίλου τοῦ ἰατροῦ χαρίεν τι ἀπομνημόνευμα· συνεχρόνισε γὰρ οὗτος Διοδώρῳ, ἐναπειροκαλῶν τῇ διαλεκτικῇ λόγους διεξῄει σοφιστικοὺς κατά τε ἄλλων πολλῶν καὶ τῆς κινήσεως. ὡς οὖν ἐκβαλών ποτε ὦμον ὁ Διόδωρος ἧκε θεραπευθησόμενος ὧς τὸν Ἡρόφιλον, ἐχαριεντίσατο ἐκεῖνος πρὸς αὐτὸν λέγων ‘ἤτοι ἐν ᾧ ἦν τόπω ὁ ὦμος ὢν ἐκπέκτωκεν, ἢ ἐν ᾧ οὐκ ἦν· οὔτε δὲ ἐν ᾧ ἦν οὔτε ἐν ᾧ οὐκ ἦν· οὐκ ἄρα ἐκπέπτωκεν’, ὧς τὸν σοφιστὴν λιπαρεῖν ἐᾶν μὲν τοὺς τοιούτους λόγους, τὴν δὲ ἐξ ἰατρικῆς ἁρμόζουσαν αὐτῷ προσάγειν θεραπείαν."],["22.246","ἀρκεῖ γάρ, οἶμαι, τὸ ἐμπείρως τε καὶ ἀδοξάστως κατὰ τὰς κοινὰς τηρήσεις τε καὶ προλήψεις βιοῦν, περὶ τῶν ἐκ δογματικῆς περιεργίας καὶ μάλιστα ἔξω τῆς βιωτικῆς χρείας λεγομένων ἐπέχοντας. εἰ οὖν ὅσα μὲν εὐχρήστως ἂν ἐπιλυθείη, ταῦτα οὐκ ἂν διαλύσαιτο ἡ διαλεκτική, ὅσα δὲ ἐπιλύεσθαι δοίη τις ἂν ἴσως ὐπ’ αὐτῆς σοφίσματα,. τούτων ἡ διάλυσις ἄχρηστός ἐστιν, ἄχρηστός ἐστι κατὰ τὴν ἐπίλυσιν τῶν σοφισμάτων ἡ διαλεκτική."],["22.247","Καὶ ἀπ’ αὐτῶν δὲ τῶν παρὰ τοῖς διαλεκτικοῖς λεγομένων ὁρμώμενός τις οὕτως ἂν συντόμως ὑπομνήσειε περιττὰ εἶναι τὰ περὶ τῶν σοφισμάτων παρ’ αὐτοῖς δὴ τεχνολογούμενα. ἐπὶ τὴν τέχνην τὴν διαλεκτικήν φασιν ὡρμηκέναι οἱ διαλεκτικοὶ οὐχ ἀπλῶς ὑπὲρ τοῦ γνῶναι τί ἐκ τίνος συνάγεται, ἀλλὰ προηγουμένως ὑπὲρ τοῦ δι’ ἀποδεικτικῶν λόγων τὰ ἀληθῆ καὶ τὰ ψευδῆ κρίνειν ἐπίστασθαι· λέγουσι γοῦν εἷναι τὴν διαλεκτικὴν ἐπιστήμην ἀληθῶν καὶ ψευδῶν καὶ ούδετέρων."],["22.248","ἐπεὶ τοίνυν αὐτοί φασιν ἀληθῆ λόγον εἶναι τὸν δι’ ἀληθῶν λημμάτων ἀληθὲς συνάγοντα δυμπέρασμα, ἅμα τῷ ἐρωτηθῆναι λόγον ψεῦδος ἔχοντα τὸ συμπέρασμα εἰσόμεθα ὅτι ψευδής ἐστιν καὶ οὐ συγκαταθησόμεθα αὐτῷ. ἀνάγκη γὰρ καὶ αὐτὸν τὸν λόγον ἤτοι μὴ εἷναι συνακτικὸν ἢ μηδὲ τὰ λήμματα ἔχειν ἀληθῆ."],["22.249","καὶ τοῦτο δῆλον ἐκ τῶνδε. ἤτοι ἀκολουθεῖ τὸ ἐν τῷ λόγῳ ψευδὲς συμπέρασμα τῇ διὰ· τῶν λημμάτων αὐτοῦ συμπλοκῇ ἢ οὐκ ἀκολουθεῖ. ἀλλ’ μὲν οὐκ ἀκολουθεῖ, οὐδὲ συνακτικὸς λόγος ἔσται· λέγουσι γὰρ (Stoic. fr. II 239 A.) συνακτικὸν γίνεσθαι λόγον, ὅταν ἀκολουθῇ τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμπλοκῇ τὸ ἐν αὐτῷ συμπέρασμα. εἰ δὲ ἀκολουθεῖ, ἀνάγκη καὶ τὴν διὰ τῶν λημμάτων συμπλοκὴν εἶναί ψευδῆ κατὰ τἀς αὐτῶν ἐκείνων τεχνολογίας· φασὶ γὰρ ὅτι τὸ ψεῦδος ψεὐδει μὲν ἀκολουθεῖ, ἀληθεῖ δὲ οὐδαμῶς."],["22.250","ὅτι δὲ ὁ μὴ συνακτικὸς ἢ μὴ ἀληθὴς λόγος κατὰ αὐτοὺς οὐδὲ ἀποδεικτικός έστιν, δῆλον ἐκ τῶν ἔμπροσθεν εἰρημένων. εἰ τοίνυν ἐρωτηθέντος λόγου, ἐν ᾧ ψεῦδός ἐστι τὸ συμπέρασμα, αὐτόθεν γινώσκομεν, ὅτι οὐκ ἔστιν ἀληθὴς οὐδὲ συνακτικὸς ὁ λόγος, ἐκ τοῦ συμπέρασμα ἔχειν ψευδές, οὐ συγκαταθησόμεθα αὐτῷ, κἂν μὴ γινώσκωμεν παρὰ τί τὸ ἀπατηλὸν ἔχει. ὥσπερ γὰρ οὐδ’ ὅτι ἀληθῆ ἐστι τὰ ὑπὸ τῶν ψηφοπαικτῶν γινόμενα συγκατατιθέμεθα, ἀλλ’ ἴσμεν ὅτι ἀπατῶσιν, κἂν μὴ γινώσκωμεν ὅπως ἀπατῶσιν, οὕτως οὐδὲ τοῖς ψευδέσι μέν, πιθανοῖς δὲ εἶναι δοκοῦσι λόγοις πειθόμεθα, κἂν μὴ γινώσκωμεν ὅπως παραλογίζονται."],["22.251","ἢ ἐπεὶ ἴ’ οὐ μόνον ἐπὶ ψεῦδος ἀπάγειν τὸ σόφισμά φασιν, ἀλλὰ καὶ ἐπὶ ἄλλας ἀτοπίας, κοινότερον οὕτω συνερωτητέον. ὁ ἐρωτώμενος λόγος ἤτοι ἐπί τι ἀπρόσδεκτον ἡμᾶς ἄγει ἢ ἐπί τι τοιοῦτον ὧς χρῆναι αὐτὸ προσδέχεσθαι. ἀλλ’ εἰ μὲν τὸ δεύτερον, οὐκ ἀτόπως αὐτῷ συγκαταθησόμεθα· εἰ δὲ ἐπί τι ἀπρόσδεκτον, οὐχ ἡμᾶς τῇ ἀτοπίᾳ δεήσει συγκατατίθεσθαι προπετῶς διὰ τὴν πιθανότητα, ἀλλ’ ἐκείνους ἀφίστασθαι τοῦ λόγου τοῦ τοῖς ἀτόποις ἀναγκάζοντος συγκατατίθεσθαι, εἲγε μὴ ληρεῖν παιδαριωδῶς, ἀλλὰ τἀληθῆ ζητεῖν, ὡς ὑπισχνοῦνται, προῄρηνται."],["22.252","ὥσπερ γὰρ εἰ ὁδὸς εἴη ἐπί τινα κρημνὸν φέρουσα, οὐκ ὠθοῦμεν αὑτοὺς εἰς τὸν κρημνὸν διὰ τὸ ὁδόν τινα εἷναι φέρουσαν ἐπ’ αὐτόν, ἀλλ’ ἀφιστάμεθα τῆς ὁδοῦ διὰ τὸν κρημνόν, οὕτω καὶ εἰ λόγος εἴη ἐπί τι ὁμολογουμένως ἄτοπον ἡμᾶς ἀπάγων, οὐχὶ τῷ ἀτόπῳ συγκαταθησόμεθα διὰ τὸν λόγον, ἀλλ’ ἀποστησόμεθα τοῦ λόγου διὰ τὴν ἀτοπίαν."],["22.253","ὅταν οὖν οὕτως ἡμῖν συνερωτᾶται λόγος, καθ’ ἑκάστην πρότασιν ἐφέξομεν, εἶτα τοῦ ὅλου συνερωτηθέντος λόγου τὰ ἡμῖν δοκοῦντα ἐπάξομεν. καὶ εἴγε οἱ περὶ τὸν Χρύσιππον δογματικοὶ (fr. II 275 A.) ἐν τῇ συνερωτήσει τοῦ σμρίτου προἰόντος τοῦ λόγου φασὶ δεῖν ἴστ’ ἳστασθαι καὶ ἐπέχειν, ἴνα μὴ ἐκπέσωσιν εἰς ἀτοπίαν, πολὺ δήπου μᾶλλον ἂν ἡμῖν ἁρμόζον εἴη σκεπτικοῖς οὖσιν, ὑποπτεύουσιν ἀτοπίαν, μὴ προπίπτειν κατὰ τὰς συνερωτήσεις τῶν λημμάτων, ἀλλ’ ἐπέχειν καθ’ ἕκαστον ἕως τῆς ὃλης συνερωτήσεως τοῦ λόγου."],["22.254","καὶ ἡμεῖς μὲν ἀδοξάστως ἀπὸ τῆς βιωτικῆς τηρήσεως ὁρμώμενοι τοὺς ἀπατηλοὺς οὕτος ἐκκλίνομεν λόγους, οἱ δογματικοὶ δὲ ἀδυνάτως ἕξουσι διακρῖναι τὸ σόφισμα ἀπὸ τοῦ δεόντως δοκοῦντος ἐρωτᾶσθαι λόγου, εἲγε χρὴ δογματικῶς αὐτούς ἐπικρῖναι, καὶ ὅτι συνακτικόν ἐστι τὸ σχῆμα τοῦ λόγου καὶ ὅτι τὰ λήμματά ἐστιν ἀληθῆ ἤ οὐχ οὕτως ἔχει·"],["22.255","ὑπεμνήσαμεν γὰρ ἒμπροσθεν, ὅτι οὔτε τοὺς συνακτικούς λόγους δύνανται καταλαμβάνειν οὔτε ἀληθὲς εἶναί τι κρίνειν οἶοί τέ εἰσι, μήτε κριτήριον μήτε ἀπόδειξιν ὁμολογουμένως ἔχοντες, ὧς ἐκ τῶν λεγομένων ὐπ’ αὐτῶν ἐκείνων ὑπεμνήσαμεν. παρέλκει οὖν ὅσον ἐπὶ τούτοις ἡ θρυλουμένη παρὰ τοῖς διαλεκτικοῖς περὶ τῶν σοφισμάτων τεχνολογία."],["22.256","Παραπλήσια δὲ καὶ ἐπὶ τῆς διαστολῆς τῶν ἀμφιβολιῶν λέγομεν. εἰ γὰρ ἡ ἀμφιβολία λέξις ἐστὶ δύο ἢ πλείω σημαίνουσα καὶ αἱ λέξεις σημαίνουσι θέσει, ὅσας μὲν χρήσιμόν ἐστιν ἀμφιβολίας διαλύεσθαι, τουτέστι τὰς ἔν τινι τῶν ἐμπειριῶν, ταύτας οἱ καθ’ ἑκάστην τέχνην ἐγγεγυμνασμένοι διαλύσονται, τὴν ἐμπειρίαν ἔχοντες αὐτοὶ τῆς ὐπ’ αὐτῶν πεποιημένης θετικῆς χρήσεως τῶν ὀνομάτων κατὰ τῶν σημαινομένων, ὁ δὲ διαλεκτικὸς οὐδαμῶς,"],["22.257","οἷον ὧς ἐπὶ ταύτης τῆς ἀμφιβολίας ‘ἐν ταῖς παρακμαῖς τὴν ποικίλην δίαιταν καὶ τὸν οἶνον δοκιμαστέον’. ἤδη δὲ καὶ κατὰ τὸν βίον ἄχρι καὶ τούς παῖδας ὁρῶμεν διαστελλομένους ἀμφιβολίας, ὧν ἡ διαστολὴ χρησιμεύειν αὐτοῖς δοκεῖ. εἰ γοῦν τις ὁμωνύμους οἰκέτας ἔχων κελεύοι παιδίον κληθῆναι αὐτῷ τὸν Μάνην, εἰ τύχοι (τοῦτο γὰρ τοὔνομα τοῖς οἰκέταις ἔστω κοινόν), πεύσεται ὁ παῖς ποῖον. καὶ εἰ πλείονας καὶ διαφόρους τις οἴνους ἔχων λέγοι τῷ παιδίῳ ‘ἒγχεόν μοι τοῦ οἴνου πιεῖν’, ὁμοίως ὁ παῖς πεύσεται ποίου."],["22.258","οὕτως ἡ ἐν ἑκάστοις ἐμπειρία τοῦ χρησίμου τὴν διαστολὴν εἰσάγει. ὅσαι μέντοι μὴ ἔν τινι τῶν βιωτικῶν ἐμπειριῶν εἰσιν ἀμφιβολίαι, ἀλλ’ ἐν δογματικαῖς οἰήσεσι κεῖνται καὶ εἰσὶν ἴσως ἄχρηστοι πρὸς τὸ ἀδοξάστως βιοῦν, περὶ ταὐτ’ ἃς ἰδίως ὁ διαλεκτικὸς ἔχων ἀναγκασθήσεται καὶ ἐν αὐταῖς ὁμοίως ἐπέχειν κατὰ τὰς σκεπτικὰς ἐφόδους, καθὸ πράγμασιν ἀδήλοις καὶ ἀκαταλήπτοις ἢ καὶ ἀνυποστάτοις ἴσως εἰσὶ συνεζευγμέναι."],["22.259","ἀλλὰ περὶ μὲν τούτων καὶ εἰσαῦθις διαλεξόμεθα (cf. p.’ εἰ δέ τις δογματικὸς πρός τι τούτων ἀντιλέγειν ἐπιχειροίη, κρατυνεῖ τὸν σκεπτικὸν λόγον, ἐκ τῆς ἑκατέρωθεν ἐπιχειρήσεως καὶ τῆς ἀνεπικρίτου διαφωνίας τὴν περὶ τῶν ζητουμένων ἐποχὴν καὶ αὐτὸς βεβαιῶν. Τοσαῦτα καὶ περὶ ἀμφιβολιῶν εἰπόντες αὐτοῦ που περιγράφομεν καὶ τὸ δεύτερον τῶν ὑποτυπώσεων σύνταγμα."]],[["toc.toc","Τάδε ἔνεστιν ἐν τῷ τρίτῳ τῶν Πυρρωνείων ὑποτυπώσεων. α′ περὶ τοῦ φυσικοῦ μέρους β′ περὶ ἀρχῶν δραστικῶν γ′ περὶ θεοῦ δ′ περὶ αἰτίου ε′ εἴ ἐστι τὶ τινὸς αἴτιον ς′ περὶ ἀρχῶν ὑλικῶν ζ′ εἰ καταληπτὰ τὰ σώματα η′ περὶ κράσεως θ′ περὶ κινήσεως ι′ περὶ τῆς μεταβατικῆς κινήσεως ια′ περὶ αὐξήσεως καὶ μειώσεως ιβ′ περὶ ἀφαιρέσεως καὶ προσθέσεως ιγ′ περὶ μεταθέσεως ιδ′ περὶ ὅλου καὶ μέρους ιε′ περὶ φυσικῆς μεταβολῆς ις′ περὶ γενέσεως καὶ φθορᾶς ιζ′ περὶ μονῆς ιη′ περὶ τόπου ιθ′ περὶ χρόνου κ′ περὶ ἀριθμοῦ κα′ περὶ τοῦ ἠθικοῦ μέρους κβ′ τί ἐστι φύσει ἀγαθὸν καὶ κακὸν καὶ ἀδιάφορον κγ′ εἰ ἔστι τι τούτων φύσει κδ′ τί ἐστιν ἡ λεγομένη τέχνη περὶ βίον κε′ εἰ ἔστι τέχνη περὶ βίον κς′ εἰ γίνεται ἐν ἀνθρώποις ἡ περὶ τὸν βίον τέχνη κζ′ εἰ διδακτή ἐστιν ἡ περὶ τὸν βίον τέχνη κη′ εἰ ἔστι τι διδασκόμενον κθ′ εἰ ἔστιν ὁ διδάσκων καὶ ὁ μανθάνων λ′ εἰ ἔστι τις μαθήσεως τρόπος λα′ εἰ ὠφελεῖ ἡ περὶ τὸν βιὸν τέχνη τὸν ἔχοντα αὐτήν λβ′ διὰ τὶ ὁ σκεπτικὸς ἐνίοτε ἀμυδρούς ταῖς πιθανότησιν ἐρωτᾶν ἐπιτηδεύει λόγους."],["0.1","Περὶ μὲν οὖν τοῦ λογικοῦ μέρους τῆς λεγομένης φιλοσοφίας ὧς ἐν ὑποτυπώσει τοιαῦτα ἀρκούντως λέγοιτο ἂν·"],["1.1","Κατὰ δὲ τὸν αὐτὸν τρόπον τῆς συγγραφῆς καὶ τὸ φυσικὸν μέρος αὐτῆς ἐπιόντες οὐ πρὸς ἕκαστον τῶν λεγομένων αὐτοῖς κατὰ τόπον ἀντεροῦμεν, ἀλλὰ τὰ καθολικώτερα κινεῖν ἐπιχειρήσομεν, οἶς συμπεριγράφεται καὶ τὰ λοιπά. ἀρξώμεθα δὲ ἀπὸ τοῦ περὶ ἀρχῶν λόγου."],["2.1","Καὶ ἐπειδὴ παρὰ τοῖς πλείστοις συμπεφώνηται τῶν ἀρχῶν τὰς μὲν ὑλικὰς εἶναι, τὰς δὲ δραστικὰς, ἀπὸ τῶν δραστικῶν τὴν ἀρχὴν τοῦ λόγου ποιησόμεθα· ταύτας γὰρ καὶ κυριωτέρας τῶν ὑλικῶν φασιν εἶναι."],["3.2","Οὐκοῦν ἐπεὶ θεὸν εἶναι δραστικώτατον αἴτιον οἱ πλείους ἀπεφήναντο, πρότερον περὶ θεοῦ σκοπήσωεν, ἐκεῖνο προει- πόντες, ὅτι τῷ μὲν βίῳ κατακολουθοῦντες ἀδοξάστως φαμὲν εἷναι θεοὺς καὶ σέβομεν θεοὺς καὶ προνοεῖν αὐτούς φαμεν, πρὸς δὲ τὴν προπέτειαν τῶν δογματικῶν τάδε λέγομεν. Τῶν ἐννοουμένων ἡμῖν πραγμάτων τἀς οὐσίας ἐπινοεῖν ὀφείλομεν, οἷον εἰ σώματά ἐστιν ἢ ἀσώματα. ἀλλὰ καὶ τὰ εἴδη· οὐ γὰρ ἄν τις ἵππον ἐννοῆσαι δύναιτο μὴ οὐχὶ πρότερον τὸ εἶδος τοῦ ἵππου μαθών. τό τε ἐννοούμενον ἐννοεῖσθαί που ὀφείλει."],["3.3","ἐπεὶ οὖν τῶν δογματικῶν οἱ μὲν σῶμά φασιν εἶναι τὸν θεόν, οἱ δὲ ἀσώματον, καὶ οἱ μὲν ἀνθρωποειδῆ, οἱ δὲ οὔ, καὶ οἱ μὲν ἐν τόπῳ, οἱ δὲ οὔ, καὶ τῶν ἐν τόπῳ οἱ μὲν ἐντὸς κόσμου, οἱ δὲ ἐκτός, πῶς δυνησόμεθα ἔννοιαν θεοῦ λαμβάνειν μήτε οὐσίαν ἔχοντες αὐτοῦ ὁμολογουμένην μήτε εἶδος μήτε τόπον ἐν ᾧ εἴη; πρότερον γὰρ ἐκεῖνοι ὁμολογησάτωσάν τε καὶ συμφωνησάτωσαν, ὅτι τοιόσδε ἐστὶν ὁ θεός, εἶτα ἡμῖν αὐτὸν ὑποτυπωσάμενοι οὓτως ἂκοπ'θτωσαν ἡμᾶς ἔννοιαν θεοῦ λαμβάνειν. ἐς ὅσον δὲ ἀνεπικρίτως διαφωνοῦσιν, τί νοήσομεν ἡμεῖς ὁμολογουμένως παρ’ αὐτῶν οὐκ ἔχομεν."],["3.4","ἀλλ’ ἄφθαρτόν τι, φασί, καὶ μακάριον ἐννοήσας, τὸν θεὸν εἶναι τοῦτο νόμιζε. τοῦτο δέ ἐστιν εὔηθες· ὥσπερ γὰρ ὁ μὴ εἰδὼς τὸν οὐδὲ τὰ συμβεβηκότα αὐτῷ ὧς Δίωνι δύναται νοεῖν, οὕτως ἐπεὶ οὐκ ἴσμεν τὴν οὐσίαν τοῦ θεοῦ, οὐδὲ τὰ συμβεβηκότα αὐτῷ μαθεῖν τε καὶ ἐννοῆσαι δυνησόμεθα."],["3.5","χωρὶς δὲ τούτων εἰπάτωσαν ἡμῖν, τί ἐστι τὸ μακάριον, πότερον τὸ ἐνεργοῦν κατὰ ἀρετὴν καὶ προνοούμενον τῶν ὑφ’ ἑαυτὸ τεταγμένων, ἢ τὸ ἀνενέργητον καὶ μήτε αὐτὸ πράγματα ἔχον μήτε ἑτέρῳ παρέχον· καὶ γὰρ καὶ περὶ τούτου διαφωνήσαντες ἀνεπικρίτως ἀνεννόητον ἡμῖν πεποιήκασι τὸ μακάριον, διὰ δὲ τοῦτο καὶ τὸν θεόν."],["3.6","Ἳνα δὲ καὶ ἐπινοῆται ὁ θεός, ἐπέχειν ἀνάγκη περὶ τοῦ πότερον ἔστιν ἢ οὐκ ἔστιν, ὅσον ἐπὶ τοῖς δογματικοῖς. τὸ γὰρ εἷναι τὸν θεὸν πρόδηλον μὲν οὔκ ἐστιν. εἰ γὰρ ἐξ ἑαυτοῦ προσέπιπτεν, συνεφώνησαν ἂν οἱ δογματικοί, τίς ἐστι καὶ ποδαπὸς καὶ ποῦ· ἡ ἀνεπίκριτος δὲ διαφωνία πεποίηκεν αὐτὸν ἄδηλον ἡμῖν εἶναι δοκεῖν καὶ ἀποδείξεως δεόμενον."],["3.7","ὁ μὲν οὖν ἀποδεικνύων ὅτι ἔστι θεός, ἤτοι διὰ προδήλου τοῦτο ἀποδείκνυσιν ἢ δι’ ἀδήλου. διὰ προ- δήλου μὲν οὖν οὐδαμῶς· εἰ γὰρ ἦν πρόδηλον τὸ ἀποδεικνύον ὅτι ἔστι θεός, ἐπεὶ τὸ ἀποδεικνυόμενον πρὸς τῷ ἀποδεικνύντι νοεῖται, διὸ καὶ συγκαταλαμβάνεται αὐτῷ, καθὼς καὶ παρεστήσαμεν, πρόδηλον ἔσται καὶ τὸ εἶναι θεόν, συγκαταλαμβανόμενον τῷ ἀποδεικνύντι αὐτὸ προδήλῳ ὄντι. οὔκ ἐστι δὲ πρόδηλον, ὧς ὑπεμνήσαμεν· οὐδὲ ἀποδείκνυται ἄρα διὰ προδήλου. ἀλλ’ οὐδὲ δι’ ἀδήλου."],["3.8","τὸ γὰρ ἄδηλον τὸ ἀποδεικτικὸν τοῦ εἶναι θεόν, ἀποδείξεως χρῇζον, εἰ μὲν διὰ προδήλου λέγοιτο ἀποδείκνυσθαι, οὐκέτι ἄδηλον ἔσται ἀλλὰ πρόδηλον [τὸ εἶναι θεόν]. οὐκ ἄρα ἀποδεικτικὸν αὐτοῦ ἄδηλον διὰ προδήλου ἀποδείκνυται. ἀλλ’ οὐδὲ δι’ ἀδήλου· εἰς ἂπειρον γὰρ ἐκπεσεῖται ὁ τοῦτο λέγων, αἰτούντων ἡμῶν ἀεὶ ἀπόδειξιν τοῦ φερομένου ἀδήλου πρὸς ἀπόδειξιν τοῦ προεκκειμένου. οὐκ ἄρα ἐξ ἑτέρου δύναται ἀποδείκνυσθαι τὸ εἶναι θεόν."],["3.9","εἰ δὲ μήτε ἐξ ἑαυτοῦ ἐστι πρόδηλον μήτε ἐξ ἑτέρου ἀποδείκνυται, ἀκατάληπτον ἔσται εἰ ἔστι θεός. Ἒτι καὶ τοῦτο λεκτέον. ὁ λέγων εἶναι θεὸν ἤτοι προνοεῖν αὐτὸν τῶν ἐν κόσμω φησὶν ἤ οὐ προνοεῖν, καὶ εἰ μὲν προνοεῖν, ἤτοι πάντων ἤ τινων. (Epic. fr. 374 Us.) ἀλλ’ εἰ μὲν πάντων προυνόει, οὐκ ἦν ἂν οὔτε κακόν τι οὔτε κακία ἐν τῷ κόσμῳ· κακίας δὲ πάντα μεστὰ εἶναι λέγουσιν· οὐκ ἄρα πάντων προνοεῖν λεχθήπροσέπιπτεν σεται ὁ θεός."],["3.10","εἰ δέ τινων προνοεῖ, διὰ τί τῶνδε μὲν προνοεῖ, τῶνδε δὲ οὔ; ἤτοι γὰρ καὶ βούλεται καὶ δύναται πάντων προνοεῖν, ἢ βούλεται μέν, οὐ δύναται δέ, ἢ δύναται μέν, οὐ βούλεται δέ, ἢ οὔτε βούλεται οὔτε δύναται. ἀλλ’ εἰ μὲν καὶ ἠβούλετο καὶ ἠδύνατο, πάντων ἂν προυνόει· οὐ προνοεῖ δὲ πάντων διὰ τὰ προειρημένα· οὐκ ἄρα καὶ βούλεται καὶ δύναται πάντων προνοεῖν. εἰ δὲ βούλεται μέν, οὐ δύναται δέ, ἀσθενέστερός ἐστι τῆς αἰτίας δι’ ἣν οὐ δύναται προνοεῖν ὧν οὐ προνοεῖ·"],["3.11","ἔστι δὲ παρὰ τὴν θεοῦ ἐπίνοιαν τὸ ἀσθενέστερον εἷναί τινος αὐτόν. εἰ δὲ δύναται μὲν πάντων προνοεῖν, οὐ βούλεται δέ, βάσκανος ἂν εἶναι νομισθείη. εἰ δὲ οὔτε βούλεται οὔτε δύναται, καὶ βάσκανός ἐστι καὶ ἀσθενής, ὅπερ λέγειν περὶ θεοῦ ἀσεβούντων ἐστίν. ἄρα προνοεῖ τῶν ἐν κόσμῳ ὁ θεός. εἰ δὲ οὐδενὸς πρόνοιαν ποιεῖται οὐδὲ ἔστιν αὐτοῦ ἔργον οὐδὲ ἀποτέλεσμα, οὐχ ἕξει τις εἰπεῖν, πόθεν καταλαμβάνεται ὅτι ἔστι θεός, εἴγε μήτε ἐξ ἑαυτοῦ φαίνεται μήτε δι’ ἀποτελεσμάτων τινῶν καταλαμβάνεται. καὶ διὰ ταῦτα ἄρα ἀκατάληπτόν ἐστιν εἰ ἔστι θεός."],["3.12","ἐκ δὲ τούτων ἐπιλογιζόμεθα, ὅτι ἴσως ἀσεβεῖν ἀναγκάζονται οἱ διαβεβαιωτικῶς λέγοντες εἶναι θεόν· πάντων μὲν γὰρ αὐτὸν προνοεῖν λέγοντες κακῶν αἴτιον τὸν θεὸν εἷναι φήσουσιν, τινῶν δὲ ἢ καὶ μηδενὸς προνοεῖν αὐτὸν λέγοντες ἤτοι βάσκανον τὸν θεὸν ἢ ἀσθενῆ λέγειν ἀναγκασθήσονται, ταῦτα δέ ἐστιν ἀσεβούντων προδήλως."],["4.13","Ἲνα δὲ μὴ καὶ ἡμᾶς βλασφημεῖν ἐπιχειρήσωσιν οἱ δογματικοὶ δι’ ἀπορίαν τοῦ πραγματικῶς ἡμῖν ἀντιλέγειν, κοινότερον περὶ τοῦ ἐνεργητικοῦ αἰτίου διαπορήσομεν, πρότερον ἐπιστῆσαι πειραθέντες τῇ τοῦ αἰτίου ἐπινοίᾳ. ὅσον μὲν οὖν ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν οὐδ’ ἂν ἐννοῆσαί τις τὸ αἴτιον δύναιτο, εἴγε πρὸς τῷ διαφώνους καὶ ἀλλοκότους ἐννοίας τοῦ αἰτίου ἀποδίδοσθαι ἔτι καὶ ὑπόστασιν αὐτοῦ πεποιήκασιν ἀνεύρετον διὰ τὴν περὶ αὐτὸ διαφωνίαν."],["4.14","οἱ μὲν γὰρ σῶμα, οἱ δὲ ἀσώματον τὸ αἴτιον εἶναί φασιν. δόξαι δ’ ἂν αἴτιον εἶναι κοινότερον κατ’ αὐτοὺς δι’ ὃ ἐνεργοῦν γίνεται τὸ ἀποτέλεσμα, οἷον ὧς ὁ ἥλιος ἢ ἡ τοῦ ἡλίου θερμότης τοῦ χεῖσθαι τὸν κηρὸν ἢ τῆς χύσεως τοῦ κηροῦ. καὶ γὰρ ἐν τούτῳ διαπεφωνήκασιν, οἱ μὲν προσηγοριῶν αἴτιον εἶναι τὸ αἴτιον φάσκοντες, οἶον τῆς χύσεως, οἱ δὲ κατηγορημάτων, οἶον τοῦ χεῖσθαι. διό, καθάπερ εἶπον, κοινότερον ἂν εἴη τὸ αἴτιον τοῦτο δι’ ὃ ἐνεργοῦν γίνεται τὸ ἀποτέλεσμα."],["4.15","τούτων δὲ τῶν αἰτίων οἱ μὲν πλείους ἡγοῦνται τὰ μὲν συνεκτικὰ εἶναι, τὰ δὲ συναίτια, τὰ δὲ συνεργά, καὶ συνεκτικὰ μὲν ὑπάρχειν ὡν παρόντων πάρεστι τὸ ἀποτέλεσμα καὶ αἰρομένων αἴρεται καὶ μειουμένων μειοῦται (οὕτω γὰρ τὴν περίθεσιν τῆς στραγγάλης αἴτιον εἶναί φασι τοῦ πνιγμοῦ), συναίτιον δὲ ὃ τὴν ἲσην εἰσφέρεται δύναμιν ἑτέρῳ συναιτίῳ πρὸς τὸ εἶναι τὸ ἀποτέλεσμα οὓτω γὰρ ἕκαστον ἑλκόντων τὸ ἄροτρον βοῶν αἴτιον εἶναί φασι τῆς ὁλκῆς τοῦ ἀρότρου), συνεργὸν δὲ ὃ βραχεῖαν εἰσφέρεται δύναμιν καὶ πρὸς τὸ μετὰ ῥᾳστώνης ὑπάρχειν τὸ ἀποτέλεσμα, οἶον ὅταν δυοῖν βάρος τι βασταζόντων μόλις τρίτος τις προσελθὼν συγκουφίσῃ τοῦτο."],["4.16","ἔνιοι μέντοι καὶ παρόντα μελλόντων τῶν αἴτια ἔφασαν εἶναι, ὧς τὰ προκαταρκτικά, οἶον τὴν ἐπιτεταμένην ἡλίωσιν πυρετοῦ. τινὲς δὲ ταῦτα παρῃτήσαντο, ἐπειδὴ τὸ αἴτιον πρός τι ὑπάρχον καὶ πρὸς τὸ ἀποτέλεσμα ὂν οὐ δύναται προηγεῖσθαι αὐτοῦ ὧς αἴτιον. ἐν δὲ τῇ περὶ αὐτῶν διαπορήσει τοιάδε λέγομεν."],["5.17","Πιθανόν ἐστιν εἶναι τὸ αἴτιον· πῶς γὰρ ἂν αὔξησις γένοιτο, μείωσις, γένεσις, φθορά, καθόλου κίνησις, τῶν φυσικῶν τε καὶ ψυχικῶν ἀποτελεσμάτων ἕκαστον, ἡ τοῦ παντὸς κόσμου διοίκησις, τὰ ἄλλα πάντα, εἰ μὴ κατά τινα αἰτίαν; καὶ γὰρ εἰ μηδὲν τούτων ὡς πρὸς τὴν φύσιν ὑπάρχει, λέξομεν ὅτι διά τινα αἰτίαν πάντως φαίνεται ἡμῖν τοιαῦτα, ὁποῖα οὔκ ἐστιν."],["5.18","ἀλλὰ καὶ πάντα ἐκ πάντων καὶ ὡς ἔτυχεν ἂν ἦν μὴ οὔσης αἰτίας. οἷον ἵπποι μὲν ἐκ μυῶν, εἰ τύχοι, γεννηθήσονται, ἐλέφαντες δὲ ἐκ μυρμήκων· καὶ ἐν μὲν ταῖς Αἰγυπτίαις Θήβαις ὄμβροι ποτὲ ἐξαίσιοι καὶ χιόνες ἂν ἐγίνοντο, τὰ δὲ νότια ὄμβρων οὐ μετεῖχεν, εἰ μὴ αἰτία τις ἦν, δι’ ἣν τὰ μὲν νότιά ἐστι δυσχείμερα, αὐχμηρὰ δὲ τὰ πρὸς τὴν ἔω."],["5.19","καὶ περιτρέπεται δὲ ὁ λέγων μηδὲν αἴτιον εἶναι· εἰ μὲν γὰρ ἁπλῶς καὶ ἄνευ τινὸς αἰτίας τοῦτό φησι λέγειν, ἄπιστος ἔσται· εἰ δὲ διά τινα αἰτίαν, βουλόμενος ἀναιρεῖν τὸ αἴτιον τίθησιν, ἀποδιδόσθω αἰτίαν δι’ ἣν οὐκ ἔστιν αἴτιον. Διὰ ταῦτα μὲν οὖν πιθανόν ἐστιν εἶναι τὸ αἴτιον·"],["5.20","ὅτι δὲ καὶ τὸ λέγειν μὴ εἶναί τινός τι αἴτιον πιθανόν ἐστι, φανερὸν ἔσται λόγους ἡμῶν ἐκθεμένων ὀλίγους ἀπὸ πολλῶν ἐπὶ τοῦ παρόντος πρὸς τὴν τούτου ὑπόμνησιν. οἷον γοῦν ἀδύνατόν ἐστι τὸ αἴτιον ἐννοῆσαι πρὶν τὸ ἀπο- τούτου τούτου καταλαβεῖν ὧς ἀποτέλεσμα αὐτοῦ· τότε γὰρ γνωρίζομεν, ὅτι αἴτιόν ἐστι τοῦ ἀποτελέσματος, ὅταν ἐκεῖνο ὧς ἀποτέλεσμα καταλαμβάνωμεν."],["5.21","ἀλλ’ οὐδὲ τὸ ἀποτέλεσμα τοῦ αἰτίου ὧς ἀποτέλεσμα αὐτοῦ καταλαβεῖν δυνάμεθα, ἐὰν μὴ καταλάβωμεν τὸ αἴτιον τοῦ ἀποτελέσματος ὡς αἴτιον αὒτοῦ· τότε γὰρ καὶ ὅτι ἀποτέλεσμά ἐστιν αὐτοῦ γινώσκειν δοκοῦμεν, ὅταν τὸ αἴτιον αὐτοῦ ὧς αἴτιον αὐτοῦ καταλάβωμεν."],["5.22","εἰ οὖν, ἴνα μὲν ἐννοήσωμεν τὸ αἴτιον, δεῖ προεπιγνῶναι τὸ ἀποτέλεσμα, ἴνα δὲ τὸ ἀποτέλεσμα γνῶμεν, x003E; ἔφην, δεῖ προεπίστασθαι τὸ αἴτιον, ὁ διάλληλος τῆς ἀπορίας τρόπος ἄμφω δείκνυσιν ἀνεπινόητα, μήτε τοῦ αἰτίου ὧς αἰτίου μήτε τοῦ ἀποτελέσματος ὡς ἀποτελέσματος ἐπινοεῖσθαι δυναμένου· ἑκατέρου γὰρ αὐτῶν δεομένου τῆς παρὰ θατέρου πίστεως, οὐχ ἕξομεν ἀπὸ τίνος αὐτῶν ἀρξόμεθα τῆς ἐννοίας. διόπερ οὐδὲ ἀποφαίνεσθαι δυνησόμεθα, ὅτι ἔστι τὶ τινὸς αἴτιον."],["5.23","ἵνα δὲ καὶ ἐννοεῖσθαι δύνασθαι τὸ αἴτιον συγχωρήσῃ τις, ἀκατάληπτον ἂν εἶναι νομισθείη διὰ τὴν διαφωνίαν. οἱ μὲν γάρ φασιν εἶναι τὶ τινὸς αἴτιον, οἱ δὲ μὴ εἶναι, οἱ δ’ ὃς γάρ φησιν εἶναι τὶ τινὸς αἴτιον, ἤτοι ἀπλῶς μηδεμιᾶς ὁρμώμενος αἰτίας εὐλόγου τοῦτό φησι λέγειν, ἢ διά τινας αἰτίας ἐπὶ τὴν συγκατάθεσιν ταύτην ἰέναι λέξει. καὶ εἰ μὲν ἁπλῶς, οὐκ ἔσται πιστότερος τοῦ λέγοντος ἁπλῶς μηδὲν εἶναι μηδενὸς αἴτιον· εἰ δὲ αἰτίας λέξει δι’ ἃς εἶναι τὶ τινὸς αἴτιον νομίζει, τὸ ζητούμενον διὰ τοῦ παριστᾶν ἐπιχειρήσει· ζητούντων γὰρ ἡμῶν, εἰ ἐστι τὶ τινὸς αἴτιον, αὐτὸς ὡς αἰτίας οὔσης τοῦ εἶναι αἴτιον αἴτιον εἶναι φησίν."],["5.24","καὶ ἄλλως, ἐπεὶ περὶ τῆς ὑπάρξεως τοῦ αἰτίου ζητοῦμεν, δεήσει πάντως αὐτὸν καὶ τῆς αἰτίας τοῦ εἶναί τι αἴτιον αἰτίαν παρασχεῖν, κἀκείνης ἄλλην, καὶ μέχρις ἀπείρου. ἀδύνατον δὲ ἀπείρους αἰτίας παρασχεῖν· ἀδύνατον ἄρα διαβεβαιωτικῶς ἀποφῆναι, ὅτι ἐστὶ τὶ τινὸς αἴτιον."],["5.25","πρὸς τούτοις ἤτοι ὂν καὶ ὑφεστὼς ἤδη αἴτιον τὸ αἲτιον ποιεῖ τὸ ἀποτέλεσμα, ἢ μὴ ὂν αἴτιον. καὶ μὴ ὂν μὲν οὐδαμῶς· εἰ δὲ ὄν, δεῖ αὐτὸ πρότερον ὑποστῆναι καὶ προγενέσθαι αἴτιον, εἶθ’ οὕτως ἐπάγειν τὸ ἀποτέλεσμα, ὅπερ ὐπ’ αὐτοῦ ἀποτελεῖσθαι λέγεται ὄντος ἤδη αἰτίου. ἀλλ’ ἐπεὶ πρός τι ἐστὶ τὸ αἴτιον καὶ πρὸς τὸ ἀποτέλεσμα, σαφὲς ὅτι μὴ δύναται τούτου ὧς αἴτιον προυποστῆναι· οὐδὲ ὂν ἄρα αἴτιον τὸ αἴτιον ἀποτελεῖν δύναται τὸ οὗ ἐστιν αἴτιον."],["5.26","εἰ δὲ μήτε μὴ ὂν αἴτιον ἀποτελεῖ τι μήτε ὄν, οὐδὲ ἀποτελεῖ τι· διὸ οὐδὲ αἴτιον ἔσται· ἄνευ γὰρ τοῦ ἀποτελεῖν τι τὸ αἴτιον οὐ δύναται ὧς αἴτιον νοεῖσθαι. ὅθεν κἀκεῖνο λέγουσί τινες· τὸ αἴτιον ἤτοι συνυφίστασθαι δεῖ τῷ ἀποτελέσματι ἢ πρου· φίστασθαι τούτου ἢ εἶναι μετὰ τὸ γίνεσθαι ἀποτέλεσμα τὸ μὲν οὖν λέγειν, ὅτι τὸ αἴτιον εἰς ὐπόστασιν ἄγεται μετὰ τὴν γένεσιν τοῦ ἀποτελέσματος αὐτοῦ μὴ καὶ γελοῖον ἠ’. ἀλλ’ οὐδὲ προυφίστασθαι δύναται τούτου· πρὸς αὐτὸ γὰρ νοεῖσθαι λέγεται, τὰ δὲ πρός τι φασὶν αὐτοί,"],["5.27","καθὸ πρός τι ἐστίν, συνυπάρχειν καὶ συννοεῖσθαι ἀλλήλοις. ἀλλ’ οὐδὲ συνυφίστασθαι· εἰ γὰρ ἀποτελεστικὸν αὐτοῦ ἐστιν, τὸ δὲ γινόμενον ὑπὸ ὄντος ἤδη γίνεσθαι χρή, πρότερον δεῖ τὸ αἴτιον γενέσθαι αἴτιον, εἶθ’ οὕτως ποιεῖν τὸ ἀποτέλεσμα. εἰ οὖν τὸ αἴτιον μήτε προὑφίσταται τοῦ ἀποτελέσματος αὐτοῦ μήτε συνυφίσταται τούτῳ, ἀλλ’ οὐδὲ τὸ τὸ ἀποτέλεσμα πρὸ αὐτοῦ γίνεται, μήποτε οὐδὲ ὑποστάσεως ὅλως μετέχει."],["5.28","σαφὲς δὲ ἴσως ὅτι καὶ διὰ τούτων ἡ ἐπίνοια τοῦ αἰτίου πάλιν περιτρέπεται. εἰ γὰρ τὸ αἴτιον ὡς μὲν πρός τι οὐ δύναται τοῦ ἀποτελέσματος αὐτοῦ προεπινοηθῆναι, ἴνα δὲ ὧς αἴτιον τοῦ ἀποτελέσματος αὐτοῦ νοηθῇ, δεῖ αὐτὸ προ- επινοεῖσθαι τοῦ ἀποτελέσματος αὐτοῦ, ἀδύνατον δὲ προ- επινοηθῆναί τι ἐκείνου οὗ προεπινοηθῆναι [τι] οὐ δύναται, ἀδύνατόν ἐστιν ἐπινοηθῆναι τὸ αἴτιον."],["5.29","‘Εκ τούτων οὖν λοιπὸν ἐπιλογιζόμεθα, ὅτι εἰ πιθανοὶ μέν εἰσιν οἱ λόγοι καθ’ οὓς ὑπεμνήσαμεν ὡς χρὴ λέγειν αἴτιον εἷναι, πιθανοὶ δὲ καὶ οἱ παριστάντες, ὅτι μὴ προσήκει αἴτιον εἶναί τι ἀποφαίνεσθαι, καὶ τούτων προκρίνειν τινὰς οὐκ ἐνδέχεται, μήτε σημεῖον μήτε κριτήριον μήτε ἀπόδειξιν ὁμολογουμένως ἡμῶν ἐχόντων, ὧς ἔμπροσθεν παρεστήσαμεν, ἐπέχειν ἀνάγκη καὶ περὶ τῆς ὑποστάσεως τοῦ αἰτίου, μὴ μᾶλλον εἶναι ἢ μὴ εἶναί τι αἴτιον λέγοντας ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν."],["6.30","Περὶ μὲν οὖν τῆς δραστικῆς τοσαῦτα νῦν ἀρκέσει λελέχθαι· συντόμως δὲ καὶ περὶ τῶν ὑλικῶν καλουμένων ἀρχῶν λεκτέον. ὅτι τοίνυν αὗταί εἶσιν ἀκατάληπτοι, ἄληπτοι, ῥᾴδιον συνιδεῖν ἐκ τῆς περὶ αὐτῶν γεγενημένης διαφωνίας παρὰ τοῖς δογματικοῖς. Φερεκύδης μὲν γὰρ ὁ Σύριος γῆν εἷπε τὴν πάντων εἶναι ἀρχήν, Θαλῆς δὲ ὁ Μιλήσιος ὓδωρ, ‘Αναξίμανδρος δὲ ὁ ἀκουστὴς τούτου τὸ ἄπειρον, Ἀναξιμένης δὲ καὶ Διογενὴς ὁ ‘Απολλωνιάτης ἀέρα, Ἳππασος δὲ ὁ Μεταποντῖνος πῦρ, Ξενοφάνης δὲ ὁ Κολοφώνιος γῆν καὶ ὕδωρ, Οἰνοπίδης δὲ ὁ Χῖος πῦρ καὶ ἀέρα, Ἵππων δὲ ὁ ’Ιππων πῦρ καὶ ὓδωρ, Ὀνομάκριτος δὲ ἐν τοῖς Ὀρφικοῖς πῦρ καὶ ὕδωρ καὶ γῆν,."],["6.31","οἱ δὲ περὶ τόν ‘Εμπεδοκλέα καὶ τοὺς Στωικοὺς πῦρ ἀέρα ὕδωρ γῆν— περὶ γὰρ τῆς τερατολογουμένης ἀποίου παρά τισιν ὕλης, ἣν οὐδὲ αὐτοὶ καταλαμβάνειν διαβεβαιοῦνται, τί δεῖ καὶ λέγειν; οἱ δὲ περὶ Ἀριστοτέλην τὸν Περιπατητικὸν πῦρ ἀέρα ὕδωρ γῆν τὸ κυκλοφορητικὸν σῶμα,"],["6.32","Δημόκριτος δὲ καὶ Ἐπίκουρος ἀτόμους, Ἀναξαγόρας δὲ ὁ Κλαζομένιος ὁμοιομερείας, Διόδωρος δὲ ὁ ἐπικληθεὶς Κρόνος ἐλάχιστα καὶ ἀμερῆ σώματα, Ἡρακλείδης δὲ ὁ Ποντικὸς καὶ Ἀσκληπιάδης ὁ Βιθυνὸς ἀνάρμους ὄγκους, οἱ δὲ περὶ Πυθαγόραν τούς ἀριθμούς, οἱ. δὲ μαθηματικοὶ τά πέρατα τῶν σωμάτων, Στράτων δὲ ὁ φυσικὸς τὰς ποιότητας."],["6.33","τοσαύτης τοίνυν καὶ ἔτι πλείονος διαφωνίας γεγενημένης περὶ τῶν ὑλικῶν ἀρχῶν παρ’ αὐτοῖς, ἤτοι πάσαις συγκαταθησόμεθα ταῖς κειμέναις στάσεσι καὶ ταῖς ἄλλαις ἢ τισίν. ἀλλὰ πάσαις μὲν οὐ δυνατόν· οὐ γὰρ δήπου δυνησόμεθα καὶ τοῖς περὶ Ἀσκληπιάδην συγκατατίθεσθαι, θραυστὰ στᾶ εἶναι τὰ στοιχεῖα λέγουσι καὶ ποιά, καὶ τοῖς περὶ Δημόκριτον, ἄτομα ταῦτα εἶναι φάσκουσι καὶ ἄποια, καὶ τοῖς περὶ Ἀναξαγόραν, πᾶσαν αἰσθητὴν ποιότητα περὶ ταῖς ὁμοιομερείαις ἀπολείπουσιν."],["6.34","εἰ δέ τινα στάσιν τῶν ἄλλων προκρινοῦμεν, ἤτοι ἁπλῶς καὶ ἄνευ ἀποδείξεως προκρινοῦμεν ἢ μετὰ ἀποδείξεως. ἄνευ μὲν οὖν ἀποδείξεως οὐ συνθησόμεθα· εἰ δὲ μετὰ ἀποδείξεως, ἀληθῆ δεῖ τὴν ἀπόδειξιν εἶναι. ἀληθὴς δὲ οὐκ ἄν δοθείη μὴ οὐχὶ κεκριμένη κριτηρίῳ ἀληθεῖ, ἀληθὲς δὲ κριτήριον εἶναι δείκνυται δι’ ἀποδείξεως κεκριμένης."],["6.35","εἰ τοίνυν, ἴνα μὲν ἡ ἀπόδειξις ἡ προκρίνουσά τινα στάσιν ἀληθὴς εἶναι δειχθῇ, δεῖ τὸ κριτήριον τήριον αὐτῆς ἀποδεδεῖχθαι, ἵνα δὲ τὸ κριτήριον ἀποδειχθῇ, δεῖ τὴν ἀπόδειξιν αὐτοῦ προκεκρίσθαι, ὁ διάλληλος εὑρίσκεται τρόπος, ὃς οὐκ ἐάσει προβαίνειν τὸν λόγον, τῆς μὲν ἀποδείξεως ἀεὶ κριτηρίου δεομένης ἀποδεδειγμένου, τοῦ κριτηρίου δὲ ἀποδείξεως κεκριμένης."],["6.36","εἰ δὲ ἀεὶ τὸ κριτήριον κριτηρίῳ κρίνειν καὶ τὴν ἀπόδειξιν ἀποδείξει ἀποδεικνύναι βούλοιτό τις, εἰς ἄπειρον ἐκβληθήσεται. εἰ τοίνυν μήτε πάσαις ταῖς περὶ στοιχείων στάσεσι δυνάμεθα συγκατατίθεσθαι μήτε τινὶ τούτων, ἐπέχειν προσήκει περὶ αὐτῶν."],["6.37","Δυνατὸν μὲν οὖν ἴσως ἐστὶ καὶ διὰ τούτων μόνων ὑπομιμνῄσκειν τὴν τῶν στοιχείων καὶ τῶν ὑλικῶν ἀρχῶν ἀκαταληψίαν· ἴνα δὲ καὶ ἀμφιλαφέστερον τοὺς δογματικοὺς ἐλέγχειν ἔχωμεν, ἐνδιατρίψωμεν συμμέτρως τῷ τόπῳ. καὶ ἐπεὶ πολλαὶ καὶ σχεδὸν ἄπειροί τινές εἰσιν αἱ περὶ στοιχείων δόξαι, καθὼς ὑπεμνήσαμεν, τὸ μὲν πρὸς ἐκάστοιχείων λέγειν εἰδικῶς νῦν παραιτησόμεθα διὰ τὸν χαρακτῆρα τῆς συγγραφῆς, δυνάμει δὲ πρὸς πάσας ἀντεροῦμεν. ἐπεὶ γὰρ ἣν ἂν τις εἴπῃ περὶ στοιχείων στάσιν, ἤτοι ἐπὶ σώματα κατενεχθήσεται ἢ ἐπὶ ἀσώματα, ἀρκεῖν ἡγούμεθα ὐπομνῆσαι, ὅτι ἀκατάληπτα μέν ἐστι τὰ σώματα, ἀκατάληπτα δὲ τὰ ἀσώματα· διὰ γὰρ τούτου σαφὲς ἔσται, ὅτι καὶ τὰ στοιχεῖά ἐστιν ἀκατάληπτα."],["7.38","Σῶμα τοίνυν λέγουσιν εἶναί τινες ὃ οἷόν τε ποιεῖν ἢ πάσχειν. ὅσον δὲ ἐπὶ ταύτῃ τῇ ἐπινοίᾳ ἀκατάληπτόν ἐστι τοῦτο. τὸ μὲν γὰρ αἴτιον ἀκατάληπτόν ἐστι, καθὼς ὑπεμνήσαμεν· μὴ ἔχοντες δὲ εἰπεῖν εἰ ἔστι τι αἴτιον, οὐδὲ εἰ ἔστι τι πάσχον εἰπεῖν δυνάμεθα· τὸ γὰρ πάσχον πάντως ὑπὸ αἰτίου πάσχει. ἀκαταλήπτου δὲ ὄντος καὶ τοῦ αἰτίου καὶ τοῦ πάσχοντος, διὰ ταῦτα ἀκατάληπτον ἔσται καὶ τὸ σῶμα."],["7.39","τινὲς δὲ σῶμα εἶναι λέγουσι τὸ τριχῇ διαστατὸν μετὰ ἀντιτυπίας. σημεῖον μὲν γάρ φασιν οὗ μέρος οὐθέν, γραμμὴν δὲ μῆκος ἀπλατές, ἐπιφάνειαν δὲ μῆκος μετὰ πλάτους· ὅταν δὲ αὕτη καὶ βάθος προσλάβῃ καὶ ἀντιτυπίαν, σῶμα εἷναι, περὶ οὗ νῦν ἐστιν ἡμῖν ὁ λόγος, συνεστὼς ἔκ τε μήκους καὶ πλάτους καὶ βάθους καὶ ἀντιτυπίας."],["7.40","εὐμαρὴς μέντοι καὶ ὁ πρὸς τούτους λόγος. τὸ γὰρ σῶμα ἤτοι οὐδὲν παρὰ ταῦτα εἶναι λέξουσιν ἢ ἕτερόν τι παρὰ τὴν συνέλευσιν τῶν προειρημένων. καὶ ἔξωθεν μὲν τοῦ μήκους τε καὶ τοῦ πλάτους καὶ τοῦ βάθους καὶ τῆς ἀντιτυπίας οὐδὲν ἂν εἴη τὸ σῶμα· εἰ δὲ ταῦτά ἐστι τὸ σῶμα, ἐὰν δείξῃ τις, ὅτι ἀνύπαρκτά ἐστιν, ἀναιροίη ἂν καὶ τὸ σῶμα· τὰ γὰρ ὅλα συναναιρεῖται τοῖς ἑαυτῶν πᾶσι μέρεσιν. ποικίλως μὲν οὖν ἔστι ταῦτα ἐλέγχειν· τὸ δὲ νῦν ἀρκέσει λέγειν, ὅτι εἰ ἔστι τὰ πέρατα, ἤτοι γραμμαί εἰσιν ἢ ἐπιφάνειαι ἢ σώματα."],["7.41","εἰ μὲν οὖν ἐπιφάνειάν τινα ἢ γραμμὴν εἶναι λέγοι τις, καὶ τῶν προειρημένων ἕκαστον ἤτοι κατὰ ἰδίαν ὑφεστάναι δύνασθαι λεχθήσεται ἢ μόνον περὶ τοῖς λεγομένοις σώμασι θεωρεῖσθαι. ἄλλα καθ’ ἑαυτὴν μὲν ὑπάρχουσαν ἤτοι γραμμὴν ἢ ἐπιφάνειαν ὀνειροπολεῖν ἴσως εὔηθες. εἰ δὲ περὶ τοῖς σώμασι μασι θεωρεῖσθαι λέγοιτο μόνον καὶ μὴ καθ’ ἑαυτὸ ὑπεστάναι τούτων ἕκαστον, πρῶτον μὲν αὐτόθεν δοθήσεται τὸ μὴ ἐξ αὐτῶν γεγονέναι τὰ σώματα (ἐχρῆν γάρ, οἶμαι, ταῦτα πρότερον ὑπόστασιν καθ’ ἑαυτὰ ἐσχηκέναι, καὶ οὕτω συνελθόντα πεποιηκέναι τὰ σώματα),"],["7.42","εἶτα οὐδὲ ἐν τοῖς καλουμένοις σώμασιν ὑφέστηκεν. καὶ τοῦτο διὰ πλειόνων μέν ἐστιν ὑπομιμνῄσκειν, ἀρκέσει δὲ νῦν τὰ ἐκ τῆς ἁφῆς ἀπορούμενα λέγειν. εἰ γὰρ ἅπτεται ἀλλήλων τὰ παρατιθέμενα σώματα, τοῖς πέρασιν αὐτῶν, οἷον ταῖς ἐπιφανείαις, ψαύει ἀλλήλων. αἱ οὖν ἐπιφάνειαι ὅλαι μὲν δι’ ὅλων ἀλλήλαις οὐχ ἑνωθήσονται κατὰ τὴν ἁφήν, ἐπεὶ σύγχυσις ἔσται ἡ ἁφὴ καὶ ὁ χωρισμὸς τῶν ἁπτομένων διασπασμός· ὅπερ οὐ θεωρεῖται."],["7.43","εἰ δὲ ἄλλοις μὲν μέρεσιν ἡ ἐπιφάνεια ἂπτεται τῆς τοῦ παρατιθεμένου αὐτῇ σώματος ἐπιφανείας, ἄλλοις δὲ συνήνωται τῷ σώματι οὗ ἐστι πέρας, οὐκ ἀβαθής, διαφόρων τῶν αὐτῆς μερῶν νοουμένων κατὰ βάθοε, τοῦ μὲν τοῦ παρατιθεμένου ἁπτομένου, τοῦ δὲ καθ’ ὃ συνήνωται τῷ σώματι οὗ ἐστι πέρας. οὐκ ἄρα περὶ σώματι θεωρῆσαι δύναταί τις μῆκος καὶ πλάτος ἀβαθές, ὅθεν οὐδὲ ἐπιφάνειαν. ὁμοίως δὲ καὶ δύο ἐπιφανειῶν καθ’ ὑπόθεσιν παρατιθεμένων ἀλλήλαις κατὰ τὰ πέρατα αὐτῶν εἰς ἃ λήγουσι, κατὰ τὸ λεγόμενον αὐτῶν μῆκος εἶναι, τουτέστι κατὰ γραμμάς, αἱ γραμμαὶ αὗται, δι’ ὧν ἅπτεσθαι λέγονται ἀλλήλων αἱ ἐπιφάνειαι, οὐχ ἑνωθήσονται μὲν ἀλλήλαις (συγχυθεῖεν γὰρ ἄν)· εἰ δὲ ἑκάστη αὐτῶν ἄλλοις μὲν μέρεσι τοῖς κατὰ πλάτος ἅπτεται τῆς παρατιθεμένης αὐτῇ γραμμῆς, ἄλλοις δὲ συνήνωται τῇ ἐπιφανείᾳ ἧς ἐστι πέρας, οὐκ ἔσται ἀπλατής, ὅθεν οὐδὲ γραμμή. εἰ δὲ μήτε γραμμὴ ἔστιν ἐν σώματι μήτε ἐπιφάνεια, οὐδὲ μῆκος ἢ πλάτος ἢ βάθος ἔσται ἐν σώματι."],["7.44","εἰ δέ τις σώματα εἶναι λέγοι τὰ πέρατα, σύντομος ἔσται ἡ πρὸς αὐτὸν ἀπόκρισις. εἰ γὰρ τὸ μῆκος σῶμα ἐστίν, δεήσει τοῦτο εἰς τὰς τρεῖς αὐτοῦ μερίζεσθαι διαστάσεις, ὧν ἑκάστη σῶμα οὖσα πάλιν αὐτὴ διαιρεθήσεται εἰς διαστάσεις ἄλλας τρεῖς, ἇί ἔσονται σώματα, καὶ ἐκεῖναι εἰς ἄλλας ὁμοίως, καὶ τοῦτο μέχρις ἀπείρου, ὡς ἀπειρομέγεθες γίνεσθαι τὸ σῶμα εἰς ἄπειρα μεριζόμενον· ὃπερ ἄτοπον· οὐδὲ σώματα ἄρα εἰσὶν αἱ προειρημέναι διαστάσεις. εἰ δὲ μήτε σώματά εἰσι μήτε γραμμαὶ ἢ ἐπιφάνειαι, οὐδὲ εἷναι νομισθήσονται."],["7.45","‘Ακατάληπτος δέ ἐστι καὶ ἡ ἀντιτυπία. αὕτη γὰρ εἴπερ καταλαμβάνεται, ἀφῇ καταλαμβάνοιτο ἄν. ἐὰν οὖν δείξωμεν, ὅτι ἀκατάληπτός ἐστιν ἡ ἁφή, σαφὲς ἔσται ὅτι οὐχ οἷόν τέ ἐστι καταλαμβάνεσθαι τὴν ἀντιτυπίαν. ὅτι δὲ ἀκατάληπτός ἐστιν ἡ ἁφή, διὰ τούτων ἐπιλογιζόμεθα. τὰ ἁπτόμενα ἀλλήλων ἤτοι μέρεσιν ἀλλήλων ἅπτεται ἢ ὅλα ὅλων. ὅλα μὲν οὖν ὅλων οὐδαμῶς· ἑνωθήσεται γὰρ οὕτω καὶ οὐχ ἅψεται ἀλλήλων. ἀλλ’ οὐδὲ μέρεσι μερῶν· τὰ γὰρ μέρη αὐτῶν ὡς μὲν πρὸς τὰ ὅλα μέρη ἐστίν, ὡς δὲ πρὸς τὰ μέρη ἑαυτῶν ὅλα. ταῦτα οὖν τὰ ὅλα, ἅ ἐστιν μέρη, ὅλα μὲν ὅλων οὐχ"],["7.46","ἅψεται διὰ τὰ προειρημένα, ἀλλ’ οὐδὲ μέρεσι μερῶν· καὶ γὰρ τὰ τούτων μέρη ὡς πρὸς τὰ ἑαυτῶν μέρη ὅλα ὄντα οὔτε ὅλα ὅλων ἅψεται οὔτε μέρεσι μερῶν. εἰ δὲ μήτε κατὰ ὁλότητα μήτε κατὰ μέρη γινο- μένην ἁφὴν καταλαμβάνομεν, ἀκατάληπτος ἔσται ἡ ἁφή. διὰ δὲ τοῦτο καὶ ἡ ἀντιτυπία. ὅθεν καὶ τὸ σῶμα· εἰ γὰρ οὐδέν ἐστι τοῦτο παρὰ τἀς τρεῖς διαστάσεις καὶ τὴν ἀντιτυπίαν, ἐδείξαμεν δὲ ἀκατάληπτον τούτων ἕκαστον, καὶ τὸ σῶμα ἔσται ἀκατάληπτον. Οὕτω μὲν οὖν, ὅσον ἐπὶ τῇ ἐννοίᾳ τοῦ σώματος, ἀκατάληπτόν ἐστιν, εἰ ἔστι τι σῶμα·"],["7.47","λεκτέον δὲ καὶ τοῦτο εἰς τὸ προκείμενον. τῶν ὄντων τὰ μέν φασιν εἶναι αἰσθητά, τὰ δὲ νοητά, καὶ τὰ μὲν τῇ διανοίᾳ καταλαμβάνεσθαι, τὰ δὲ ταῖς αἰσθήσεσιν, καὶ τὰς μὲν αἰσθήσεις ἁπλοπαθεῖς εἶναι, τὴν δὲ διάνοιαν ἀπὸ τῆς τῶν αἰσθητῶν καταλήψεως ἐπὶ τὴν κατάληψιν τῶν νοητῶν ἰέναι. εἰ οὖν ἔστι τι σῶμα, ἤτοι αἰσθητόν ἐστιν ἤ νοητόν. καὶ αἰσθητὸν μὲν οὔκ ἐστιν· κατὰ γὰρ συναθροισμὸν μήκους καὶ βάθους καὶ πλάτους καὶ ἀντιτυπίας καὶ χρώματος καὶ ἄλλων τινῶν καταλαμβάνεσθαι δοκεῖ, σὺν οἶς θεωρεῖται· αἱ δὲ αἰσθήσεις ἁπλοπαθεῖς εἶναι λέγονται παρ’ αὐτοῖς."],["7.48",".... εἰ δὲ εἷναι λέγεται τὸ σῶμα, δεῖ τι πάντως ὑπάρχειν ἐν τῇ φύσει τῶν πραγμάτων αἰσθητόν, ἀφ’ οὗ ἡ τῶν σωμάτων νοητῶν ὄντων ἔσται νόησις. οὐδὲν δὲ ἔστι παρὰ τὸ σῶμα καὶ τὸ ἀσώματον, ὧν τὸ μὲν ἀσώματον αὐτόθεν νοητόν ἐστι, τὸ δὲ σῶμα οὐκ αἰσθητόν, ὡς ὑπεμνήσαμεν. μὴ ὄντος οὖν ἐν τῇ φύσει τῶν πραγμάτων αἰσθητοῦ τινος ἀφ’ οὗ ἡ νόησις ἔσται τοῦ σώματος, οὐδὲ νοητὸν ἔσται τὸ σῶμα. εἰ δὲ μήτε αἰσθητόν ἐστι μήτε νοητόν, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι, λεκτέον ὅσον ἐπὶ τῷ λόγῳ μηδὲν εἷναι τὸ σῶμα."],["7.49","διὰ ταῦτα οὖν ἡμεῖς ἀντιτιθέντες τοὺς κατὰ τοῦ σώματος λόγους τῷ φαίνεσθαι δοκεῖν] ὑπάρχον τὸ σῶμα, συνάγομεν τὴν περὶ τοῦ σώματος ἐποχήν. Τῇ’ δὲ τοῦ σώματος ἀκαταληψίᾳ συνεισάγεται καὶ τὸ ἀκατάληπτον εἶναι τὸ ἀσώματον. αἱ γὰρ στερήσεις τῶν ἕξεων νοοῦνται στερήσεις, οἶον ὁράσεως τυφλότης καὶ ἀκοῆς κωφότης καὶ ἐπὶ τῶν ἄλλων παραπλησίως. διόπερ ἴνα στέρησιν καταλάβωμεν, δεῖ τὴν ἕξιν ἡμᾶς προκατειληφέναι, ἧς λέγεται στέρησις εἶναι ἡ στέρησις· ἀνεννόητος γάρ τις ὢν τῆς ὁράσεως οὐκ ἂν δύναιτο λέγειν, ὅτι ὅρασιν ὅδε οὐκ ἔχει, ὅπερ ἐστὶ τὸ τυφλὸν εἶναι."],["7.50","εἰ οὖν στέρησις σώματός ἐστι τὸ ἀσώματον, τῶν δὲ ἕξεων μὴ καταλαμβανομένων ἀδύνατον τὰς στερήσεις αὐτῶν καταλαμβάνεσθαι, καὶ δέδεικται ὅτι τὸ σῶμα ἀκατάληπτόν ἐστιν, ἀκατάληπτον ἔσται καὶ τὸ ἀσώματον. καὶ γὰρ ἤτοι αἰσθητόν ἐστιν ἢ νοητόν. εἴτε δὲ αἰσθητόν ἐστιν, ἀκατάληπτόν ἐστι διὰ τὴν διαφορὰν τῶν ζῴων καὶ τῶν ἀνθρώπων καὶ τῶν αἰσθήσεων καὶ τῶν περιστάσεων καὶ παρὰ τἀς ἐπιμιξίας καὶ τὰ λοιπὰ τῶν προειρημένων ἡμῖν ἐν τοῖς περὶ τῶν δέκα τρόπων Ι36–163)· εἴτε νοητόν, μὴ διδομένης αὐτόθεν τῆς τῶν αἰσθητῶν καταλήψεως, ἀφ’ ἧς ὁρμώμενοι τοῖς νοητοῖς έπιβάλλειν δοκοῦμεν, οὐδὲ ἡ τῶν νοητῶν αὐτόθεν κατάληψις δοθήσεται, διόπερ οὐδὲ ἡ τοῦ ἀσωμάτου."],["7.51","ὅ τε φάσκων καταλαμβάνειν τὸ ἀσώματον ἤτοι αἰσθήσει τοῦτο παραστήσει καταλαμβάνειν ἢ διὰ λόγου. καὶ αἰσθήσει μὲν οὐδαμῶς, ἐπειδὴ αἱ μὲν αἰσθήσεις κατὰ ἐπέρεισιν καὶ νύξιν ἀντιλαμβάνεσθαι δοκοῦσι τῶν αἰσθητῶν, οἷον ἡ ὅρασις, ἐάν τε κατὰ ἔντασιν γίνηται κώνου, ἐάν τε κατὰ εἰδώλων ἀποκρίσεις τε καὶ ἐπικρίσεις, ἐάν τε κατ᾿ ἀκτίνων ἢ χρωμάτων ἀποχύσεις, καὶ ἡ ἀκοὴ δέ, ἤν τε ὁ πεπληγμένος ἀήρ, ἤν τε τὰ μόρια τῆς φωνῆς φέρηται περὶ τὰ ὦτα καὶ πλήττῃ τὸ ἀκουστικὸν πνεῦμα ὥστε τὴν ἀντίληψιν τῆς φωνῆς ἀπεργάζεσθαι. ἀλλὰ καὶ αἱ ὀδμαὶ τῇ ῥινὶ καὶ οἱ χυμοὶ αὖ τῇ γλώττῃ προσπίπτουσιν, καὶ τὰ τὴν ἁφὴν κινοῦντα ὁμοίως τῇ ἁφῇ."],["7.52","τὰ δὲ ἀσώματα ἐπέρεισιν τοιαύτην ὑπομένειν οὐχ οἷά τέ ἐστιν, ὥστε οὐκ ἂν δύναιτο τῇ αἰσθήσει ταῦτα καταλαμβάνεσθαι. ἀλλ᾿ οὐδὲ διὰ λόγου. εἰ μὲν γὰρ λεκτόν ἐστιν ὁ λόγος καὶ ἀσώματος, ὡς οἱ Στωικοί φασιν (fr. ΙΙ 166 Α.), ὁ λέγων διὰ λόγου καταλαμβάνεσθαι τὰ ἀσώματα τὸ ζητούμενον συναρπάζει. ζητούντων γὰρ ἡμῶν, εἰ δύναταί τι ἀσώματον καταλαμβάνεσθαι, αὐτ’ ὃς ἀσώματόν τι λαβὼν ἁπλῶς διὰ τούτου τὴν κατάληψιν τῶν ἀσωμάτων ποιεῖσθαι θέλει. καίτοι αὐτὸς ὁ λόγος, εἴπερ ἀσώματός ἐστι, τῆς τῶν ζητουμένων ἐστὶ μοίρας."],["7.53","πῶς οὖν ἀποδείξει τις, ὅτι πρότερον τοῦτο τὸ ἀσώματον καταλαμβάνεται (φημὶ δὲ τὸν λόγον); εἰ μὲν γὰρ δι’ ἄλλου ἀσωμάτου, κἀκείνου ζητήσομεν τὴν ἀπόδειξιν τῆς καταλήψεως, καὶ μέχρις ἀπείρου· εἰ δὲ διὰ σώματος, ζητεῖται καὶ περὶ τῆς καταλήψεως τῶν σωμάτων· διὰ τίνος οὖν δείξομεν, ὅτι καταλαμβάνεται τὸ σῶμα τὸ εἰς ἀπόδειξιν τῆς καταλήψεως τοῦ ἀσωμάτου λόγου λαμβανόμενον; εἰ μὲν διὰ σώματος, εἰς ἄπειρον ἐκβαλλόμεθα· εἰ δὲ δι᾿ ἀσωμάτου, εἰς τὸν διάλἒντασιν ληλον τρόπον ἐκπίπτομεν. μένοντος οὖν οὕτως ἀκαταλήπτου τοῦ λόγου, εἴπερ ἀσώματός ἐστιν, οὐκ ἂν δύναιτό τις λέγειν δι’ αὐτοῦ καταλαμβάνεσθαι τὸ ἀσώματον."],["7.54","εἰ δὲ σῶμά ἐστιν ὁ λόγος, ἐπεὶ καὶ περὶ τῶν σωμάτων διαπεφώνηται, πότερον καταλαμβάνεται ἢ οὔ, διὰ τὴν λεγομένην συνεχῆ ῥύσιν αὐτῶν, ὧς μηδὲ τὴν ‘τόδε’ δεῖξιν ἐπιδέχεσθαι, μηδὲ εἶναι νομίζεσθαι, παρὸ καὶ ὁ Πλάτων’ (Theaet. p. 152 E) γινόμενα μέν, ὄντα δὲ οὐδέποτε καλεῖ τὰ σώματα, ἀπορῶ πῶς ἐπικριθήσεται ἡ περὶ τοῦ ἀσωμάτου διαφωνία, μήτε σώματι μήτε ἀσωμάτῳ ταύτην ὁρῶν ἐπικρίνεσθαι δυναμένην διὰ τἀς μικρῷ πρόσθεν εἰρημένας ἀτοπίας. οὐκοῦν οὐδὲ λόγῳ δυνατόν ἐστι καταλαμβάνειν τὰ ἀσώματα."],["7.55","εἰ δὲ μήτε αἰσθήσει ὑποπίπτει μήτε διὰ λόγου καταλαμβάνεται, οὐδ’ ἂν ὅλως καταλαμβάνοιτο. Εἰ τοίνυν μήτε περὶ τῆς ὑπάρξεως τοῦ σώματος μήτε περὶ τῶν ἀσωμάτων οἷόν τέ ἐστι διαβεβαιώσασθαι, καὶ περὶ τῶν στοιχείων ἐστὶν ἐφεκτέον, τάχα δὲ καὶ περὶ τῶν μετὰ τὰ στοιχεῖα, εἴγε τούτων τὰ μὲν σώματα, τὰ δὲ ἀσώματα, καὶ περὶ ἀμφοτέρων ἠπόρηται. πλὴν ἀλλὰ τῶν τε δραστικῶν ἀρχῶν καὶ τῶν ὑλικῶν διὰ ταῦτα ἐφεκτῶν οὐσῶν ἄπορός ἐστιν ὁ περὶ ἀρχῶν λόγος."],["8.56","Ἱνα δὲ καὶ ταῦτα παραλίπῃ τις, πῶς ἄρα καὶ γίνεσθαί φασι τὰ συγκρίματα ἐκ τῶν πρώτων στοιχείων, μήτε θίξεως καὶ ἁφῆς ὑπαρχούσης μήτε κράσεως ἢ μίξεως ὅλως; ὅτι μὲν γὰρ οὐδέν ἐστιν ἡ ἁφή, μικρῷ πρόσθεν ὑπέμνησα (§ 45–46), ὅτε περὶ τῆς ὑποστάσεως τοῦ σώματος διελεγόμην· ὅτι δὲ οὐδὲ ὁ τρόπος τῆς κράσεως ὅσον ἐπὶ τοῖς λεγομένοις ὐπ’ αὐτῶν δυνατός ἐστι, διὰ βραχέων ἐπιστήσω. πολλὰ μὲν γὰρ λέγεται περὶ κράσεως, καὶ σχεδὸν ἀνήνυτοι περὶ τοῦ προκειμένου σκέμματός εἰσι παρὰ τοῖς δογματιτόδε κοῖς στάσεις· ὅθεν εὐθέως ἅμα τῇ ἀνεπικρίτῳ διαφωνίᾳ καὶ τὸ ἀκατάληπτον τοῦ σκέμματος συνάγοιτ᾿ ἄν. ἡμεῖς δὲ νῦν τὴν πρὸς ἕκαστον αὐτῶν ἀντίρρησιν παραιτησάμενοι διὰ τὴν πρόθεσιν τῆς συγγραφῆς, τάδε λέξειν ἐπὶ τοῦ παρόντος ἀποχρώντως ὑπολαμβάνομεν."],["8.57","Τὰ κιρνάμενα ἐξ οὐσίας καὶ ποιοτήτων συγκεῖσθαι φασίν. ἤτοι οὖν τἀς μὲν οὐσίας αὐτῶν μίγνυσθαι φήσει τις, τὰς δὲ ποιότητας μηδαμῶς, ἢ τὰς μὲν ποιότητας ἀναμίγνυσθαι, μηκέτι δὲ τὰς οὐσίας, ἢ μηθέτερον ἀναμίγνυσθαι θατέρῳ, ἢ ἀμφότερα ἑνοῦσθαι ἀλλήλοις. ἀλλ᾿ εἰ μὲν οὔτε αἱ ποιότητες οὔτε αἱ οὐσίαι ἀναμίγνυνται ἀλλήλοις, ἀνεπινόητος ἔσται ἡ κρᾶσις· πῶς γὰρ μία αἴσθησις ἀπὸ τῶν κιρναμένων γίνεσθαι συμβήσεται, εἴγε κατὰ μηδὲν τῶν προειρημένων μίγνυται ἀλλήλοις τὰ κιρνάμενα;"],["8.58","εἰ δὲ αἱ μὲν ποιότητες ἁπλῶς παρακεῖσθαι λεχθεῖεν ἀλλήλαις, αἱ δὲ οὐσίαι μίγνυσθαι, καὶ οὕτως ἄτοπον ἂν εἴη τὸ λεγόμενον· οὐ γὰρ κεχωρισμένων τῶν ποιοτήτων τῶν ἐν ταῖς κράσεσιν ἀντιλαμβανόμεθα, ἀλλ᾿ ὡς μιᾶς ἀπὸ τῶν κιρναμένων ἀποτελουμένης αἰσθανόμεθα. εἰ δὲ τὰς μὲν ποιότητας μίγνυσθαι λέγοι τις, τὰς δὲ οὐσίας μηδαμῶς, ἀδύνατα λέξει· ἡ γὰρ τῶν ποιοτήτων ὑπόστασις ἐν ταῖς οὐσίαις ἐστίν, διόπερ γελοῖον ἂν εἴη λέγειν, ὧς αἱ μὲν ποιότητες χωρισθεῖσαι τῶν οὐσιῶν [καὶ] ἰδίᾳ μίγνυνταί που ἀλλήλαις, ἄποιοι δὲ αἱ οὐσίαι χωρὶς ὑπολείπονται."],["8.59","λείπεται λέγειν, ὅτι καὶ αἱ ποιότητες τῶν κιρναμένων καὶ αἱ οὐσίαι χωροῦσι δι’ ἀλλήλων καὶ μιγνύμεναι τὴν κρᾶσιν ἀποτελοῦσιν. ὃ τῶν προειρημένων ἐστὶν ἀτοπώτερον’ ἀδύνατος γάρ ἐστιν ἡ τοιαύτη κρᾶσις. οἶον γοῦν ἐὰν δέκα κοτύλαις ὕδατος κωνείου χυλοῦ κοτύλη μιχθῇ, παντὶ τῷ ὕδατι συνανακίρνασθαι ἂν λέγοιτο τὸ κώνειον· εἰ γοῦν καί τι βραχύτατον μέρος τοῦ μίγματος λάβοι τις, εὑρήσει πεπληρωμένον αὐτὸ τῆς τοῦ κωνείου δυνάμεως."],["8.60","εἰ δὲ ἐπιμίγνυται τὸ κώνειον παντὶ μέρει τοῦ ὕδατος καὶ παρεκτείνεται αὐτῷ ὅλον ὅλῳ κατά τε τὴν τῶν οὐσιῶν καὶ τῶν ποιοτήτων ωὐτῶν δι’ ἀλλήλων δίοδον, ἴν’ οὕτως ἡ κρᾶσις γένηται, τὰ δὲ παρεκτεινόμενα ἀλλήλοις καθ’ ἅπαν μέρος τὸν ἴσον ἐπέχει τόπον, διὸ καὶ ἴσα ἀλλήλοις ἐστίν, ἴση ἔσται ἡ κοτύλη τοῦ κωνείου ταῖς δέκα κοτύλαις τοῦ ὕδατος, ὡς εἴκοσι κοτύλας ὀφείλειν εἶναι τὸ μῖγμα ἢ δύο μόνας, ὅσον ἐπὶ τῇδε τῇ ὑποθέσει τοῦ τρόπου τῆς κράσεως· καὶ κοτύλης πάλιν ὕδατος ταῖς εἴκοσι κοτύλαις ὅσον ἐπὶ τῷ λόγῳ τῆς ὑποθέσεως ἐπεμβληθείσης τεσσαράκοντα κοτυλῶν ὀφείλει τὸ μέτρον εἶναι ἢ πάλιν δύο μόνων, ἐπειδὴ καὶ τὴν κοτύλην εἴκοσι κοτύλας ἐνδέχεται νοεῖν, ὅσαις παρεκτείνεται, καὶ τὰς εἲκοσι κοτύλας μίαν, ἡ συνεξισοῦνται."],["8.61","δυνατὸν δὲ οὕτω κατὰ μίαν κοτύλην ἐπεμβάλλοντα καὶ ὁμοίως συλλογιζόμενον συνάγειν, ὅτι αἱ εἴκοσιν ὁρώμεναι τοῦ μίγματος κοτύλαι δισμύριαί που καὶ πρὸς ὀφείλουσιν εἶναι ὅσον ἐπὶ τῇ ὑποθέσει τοῦ τρόπου τῆς κράσεως, αἱ δὲ αὐταὶ καὶ δύο μόναι· ὅπερ ἀπεμφάσεως ὑπερβολὴν οὐκ ἀπολέλοιπεν. οὐκοῦν ἄτοπός ἐστι καὶ αὕτη ἡ ὑπόθεσις τῆς κράσεως."],["8.62","εἰ δὲ οὔτε τῶν οὐσιῶν μόνων μιγνυμένων ἀλλήλαις οὔτε τῶν ποιοτήτων μόνων οὔτε ἀμφοτέρων οὔτε οὐθετέρου δύναται γίνεσθαι κρᾶσις, παρὰ δὲ ταῦτα οὐδὲν οἷόν τέ ἐστιν ἐπινοεῖν, ἀνεπινόητος ὁ τρόπος τῆς τε κράσεως καὶ ὅλως τῆς μίξεως ἐστίν. διόπερ εἰ μήτε κατὰ θίξιν παρατιθέμενα ἀλλήλοις τὰ καλούμενα στοιχεῖα μήτε ἀνακιρνώμενα ἢ μιγνύμενα ποιητικὰ τῶν συγκριμάτων εἷναι δύναται, ἀνεπινόητός ἐστιν ἡ κατὰ τούς δογματικούς φυσιολογία καὶ ὅσον ἐπὶ τούτῳ τῷ λόγῳ."],["9.63","Πρὸς δὲ τοῖς προειρημένοις ἦν ἐπιστῆσαι τῷ περὶ τῶν κινήσεων λόγῳ, καὶ ὧς ἀδύνατος ἂν εἶναι νομισθείη ἡ κατὰ τοὺς δογματικοὺς φυσιολογία. πάντως γὰρ κατά τινα κίνησιν τῶν τε στοιχείων καὶ τῆς δραστικῆς ἀρχῆς ὀφείλει γίνεσθαι τὰ συγκρίματα. ἐὰν οὖν ὐπομνήσωμεν, ὅτι μηδὲν εἶδος κινήσεως ὁμολογεῖται, σαφὲς ἔσται ὅτι καὶ διδομένων καθ’ ὑπόθεσιν τῶν προειρημένων ἀπάντων μάτην ὁ καλούμενος φυσικὸς λόγος τοῖς δογματικοῖς διεξώδευται."],["10.64","Φᾶσί τοίνυν οἱ δοκοῦντες ἐντελέστερον περὶ κινήσεως διειληφέναι (Aristot. Cat. p. 15 a 13) ἐξ εἴδη ταύτης ὑπάρχειν, τοπικὴν μετάβασιν, φυσικὴν μεταβολήν, αὔξησιν, μείωσιν, γένεσιν, φθοράν. ἡμεῖς οὖν ἑκάστῳ τῶν προειρημένων εἰδῶν τῆς κινήσεως κατ’ ἰδίαν ἐπιστήσομεν, ἀπὸ τῆς τοπικῆς μεταβάσεως ἀρξάμενοι. ἔστιν οὖν αὕτη κατὰ τοὺς δογματικοὺς καθ’ ἣν τόπον ἐκ τόπου μετέρχεται τὸ κινούμενον ητοι καθ’ ὁλότητα ἢ κατὰ μέρος, καθ’ ὅλον μὲν ἐπὶ τῶν περιπατούντων, κατὰ μέρος δὲ ὧς ἐπὶ τῆς περὶ κέντρῳ κινουμένης σφαίρας· ὅλης γὰρ αὐτῆς μενούσης ἐν τῷ αὐτῷ τόπῳ τὰ μέρη τούς τόπους ἀμείβει."],["10.65","τρεῖς δέ, οἶμαι, γεγόνασιν αἱ ἀνωτάτω περὶ κινήσεως στάσεις. ὁ μὲν γὰρ βίος καί τινες τῶν φιλοσόφων εἶναι κίνησιν ὑπολαμβάνουσιν, μὴ εἶναι δὲ Παρμενίδης τε καὶ Μέλισσος καὶ ἄλλοι τινές, μὴ μᾶλλον δὲ εἷναι ἢ μὴ εἶναι ἔφασαν οἱ σκεπτικοί· ὅσον μὲν γὰρ ἐπὶ τοῖς φαινομένοις δοκεῖν εἶναι κίνησιν, ὅσον δὲ ἐπὶ τῷ φιλοσόφῳ λόγῳ μὴ ὑπάρχειν. ἡμεῖς οὖν ἐκθέμενοι τὴν ἀντίρρησιν τῶν τε εἶναι κίνησιν ὑπολαμβανόντων καὶ τῶν μηδὲν εἷναι κίνησιν ἀποφαινομένων, ἐὰν τὴν διαφωνίαν εὑρίσκωμεν ἰσοσθενῆ, μὴ μᾶλλον εἶναι ἢ μὴ εἶναι κίνησιν λέγειν ἀναγκασθησόμεθα ὅσον ἐπὶ τοῖς λεγομένοις."],["10.66","ἀρξώμεθα δὲ ἀπὸ τῶν ὑπάρχειν αὐτὴν λεγόντων. Οὗτοι δὴ τῇ ἐναργείᾳ μάλιστα ἐπερείδονται· εἰ γὰρ μὴ ἔστι, φασί, κίνησις, πῶς μὲν ἀπὸ ἀνατολῶν ἐπὶ δυσμὰς ὁ ἥλιος φέρεται, πῶς δὲ τἀς τοῦ ἔτους ὥρας ποιεῖ, παρὰ τοὺς πρὸς ἡμᾶς συνεγγισμοὺς αὐτοῦ καὶ τὰς ἀφ᾿ ἡμῶν ἀποστάσεις γιγνομένας; ἢ πῶς νῆες ἀπὸ λιμένων ἀναχθεῖσαι καταίρουσιν ἐπὶ λιμένας ἄλλους πάμπολυ τῶν προτέρων ἀφεστῶτας; τίνα δὲ τρόπον ὁ τὴν κίνησιν ἀναιρῶν πρόεισι τῆς οἰκίας καὶ αὖθις ἀναστρέφει; ταῦτα δὴ τελέως ἀναντίρρητα εἶναι. διὸ καὶ τῶν κυνικῶν τις ἐρωτηθεὶς τὸν κατὰ τῆς κινήσεως λόγον οὐδὲν ἀπεκρίνατο, ἀνέστη δὲ καὶ ἐβάδισεν, ἔργῳ καὶ διὰ τῆς ἐναργείας παριστάς, ὅτι ὑπαρκτή ἐστιν ἡ κίνησις. Οὗτοι μὲν οὖν οὕτω δυσωπεῖν ἐπιχειροῦσι τούς τῆς ἐναντίας αὐτοῖς στάσεως ὄντας·"],["10.67","οἱ δὲ τὴν ὕπαρξιν τῆς κινήσεως ἀναιροῦντες λόγοις ἐπιχειροῦσι τοιούτοις. εἰ κινεῖταί τι, ἤτοι ὑφ’ ἑαυτοῦ κινεῖται ἢ ὑφ’ ἑτέρου. ἀλλ᾿ εἰ μὲν ὑφ’ ἑτέρου,.......... τὸ γὰρ λεγόμενον ὑφ’ ἑτέρου κινεῖσθαι ἤτοι ἀναιτίως κινηθήσεται ἢ κατά τινα αἰτίαν. ἀναιτίως μὲν οὐδέν φασι γίνεσθαι· εἰ δὲ κατά τινα αἰτίαν κινεῖται, ἡ αἰτία, καθ᾿ ἣν κινεῖται, κινητικὴ αὐτοῦ γενήσεται, ὅθεν εἰς ἄπειρον ἐκπίπτει κατὰ τὴν μικρῷ πρόσθεν εἰρημένην ἐπιβολήν."],["10.68","ἄλλως τε καὶ εἰ τὸ κινοῦν ἐνεργεῖ, τὸ δὲ ἐνεργοῦν κινεῖται, κἀκεῖνο δεήσεται κινοῦντος ἑτέρου, καὶ τὸ δεύτερον τρίτου, καὶ μέχρις ἀπείρου, ὡς ἄναρχον γίνεσθαι τὴν κίνησιν· ὅπερ ἄτοπον. οὐκ ἄρα πᾶν τὸ κινούμενον ὑφ᾿ ἑτέρου κινεῖται. ἀλλ᾿ οὐδὲ ὑφ᾿ ἑαυτοῦ. ἐπεὶ γὰρ πᾶν τὸ κινοῦν ἤτοι προωθοῦν κινεῖ ἢ ἐπισπώμενον ἢ ἀνωθοῦν ἢ ἐνθλῖβον, δεήσει τὸ ἑαυτὸ κινοῦν κατά τινα τῶν προειρημένων τρόπων ἑαυτὸ κινεῖν."],["10.69","ἀλλ᾿ εἰ μὶν προωστικῶς ἑαυτὸ κινεῖ, ἔσται ἐξόπισθεν ἑαυτοῦ, εἰ δὲ ἐπισπαστικῶς, ἒμπροσθεν, εἰ δὲ ἀνωστικῶς, ὑποκάτω, εἰ δὲ ἐνθλιπτικῶς, ἐπάνω. ἀδύνατον δὲ αὐτό τι ἑαυτοῦ ἐπάνω εἶναι ἢ ἔμπροσθεν ἢ ὑποκάτω ἢ ὀπίσω· ἀδύνατον ἄρα ὑφ᾿ ἑαυτοῦ τι κινεῖσθαι. εἰ δὲ μήτε ὑφ᾿ ἑαυτοῦ τι κινεῖται μήτε ὑφ᾿ ἑτέρου, οὐδὲ κινεῖταί τι."],["10.70","εἰ δέ τις ἐπὶ τὴν ὁρμὴν καὶ τὴν προαίρεσιν καταφεύγοι, ὑπομνηστέον αὐτὸν τῆς περὶ τοῦ ἐφ’ ἡμῖν διαφωνίας, καὶ ὅτι ἀνεπίκριτος αὕτη καθέστηκεν, κριτήριον ἡμῶν τῆς ἀληθείας ἄχρι νυν οὐχ εὑρηκότων."],["10.71","Ἒτι κἀκεῖνο λεκτέον. εἰ κινεῖταί τι, ἤτοι ἐν ᾧ ἔστι τόπῳ κινεῖται ἢ ἑν ᾧ οὐκ ἔστιν. οὔτε δὲ ἐν ᾧ ἔστιν· μένει γὰρ ἐν αὐτῷ, εἴπερ ἐν αὐτῷ ἔστιν· οὔτε ἐν ᾧ μὴ ἔστιν· ὅπου γάρ τι μὴ ἔστιν, ἐκεῖ οὐδὲ δρᾶσαί τι οὐδὲ παθεῖν δύναται. οὐκ ἄρα κινεῖταί τι. οὗτος δὲ ὁ λόγος ἔστι μὴν Διοδώρου τοῦ Κρόνου, πολλῶν δὲ ἀντιρρήσεων τετύχηκεν, ὧν τὰς πληκτικωτέρας πληκτικωτέρας διὰ τὸν τρόπον τῆς συγγραφῆς ἐκθησόμεθα μετὰ τῆς φαινομένης ἡμῖν ἐπικρίσεως."],["10.72","φασὶν οὖν τινες, ὅτι δύναταί τι ἐν ᾡ ἔστι τόπω κινεῖσθαι· τἀς γοῦν περὶ τοῖς κέντροις περιδινουμένας σφαίρας ἐν τῷ αὐτῶ μενούσας τόπω κινεῖσθαι. πρὸς οὓς μεταφέρειν χρὴ τὸν λόγον ἐφ’ ἕκαστον τῶν μερῶν τῆς σφαίρας, καὶ ὑπομιμνῄσκοντας, ὅτι ὅσον ἐπὶ τῷ λόγῳ μηδὲ κατὰ μέρη κινεῖται, συνάγειν ὅτι μηδὲ ἐν ᾧ ἔστι τόπῳ κινεῖταί τι."],["10.73","τὸ δὲ αὐτὸ ποιήσομεν καὶ πρὸς τούς λέγοντας, ὅτι τὸ κινούμενον δυεῖν ἔχεται τόπων, τοῦ τε ἐν ᾧ ἔστι καὶ τοῦ εἰς ὃν φέρεται. πευσόμεθα γάρ αὐτῶν, πότε φέρεται τὸ κινού- μένον ἀπὸ τοῦ ἐν ᾧ ἔστι τόπου εἰς τὸν ἕτερον, ἆρα ὅτε ἐν τῷ πρώτῳ τόπῳ ἔστιν ἢ ὅτε ἐν τῷ δευτέρῳ. ἀλλ’ ὅτε μὲν ἐν τῷ πρώτῳ τόπῳ ἒστιν, οὐ μετέρχεται εἰς τὸν δεύτερον· ἔτι γὰρ ἐν τῷ πρώτῳ ἐστιν· ὅτε δὲ οὐκ ἔστιν ἐν τούτῳ, οὐ μετέρχεται ἀπ’ αὐτοῦ."],["10.74","πρὸς τῷ καὶ συναρπάζεσθαι τὸ ζητούμενον· ἐν ᾦ γὰρ μὴ ἔστιν, οὐδὲ ἐνεργεῖν ἐν αὐτῷ δύναται· οὐ γὰρ δήπου φέρεσθαι εἴς τινα τόπον συγχωρήσει τις ἐκεῖνο ἁπλῶς ὃ μὴ δίδωσι κινεῖσθαι."],["10.75","τινὲς μέντοι κἀκεῖνο φασίν· τόπος λέγεται διχῶς, ὁ μὲν ἐν πλάτει, οἷον ὡς ἐμοῦ ἡ οἰκία, ὁ δὲ πρὸς ἀκρίβειαν, ὧς λόγου χάριν ὁ περιτετυπωκώς μου τὴν ἐπιφάνειαν τοῦ σώματος ἀήρ. λέγεται οὖν ἐν τόπῳ κινεῖσθαι τὸ κινούμενον οὐκ ἐν τῷ πρὸς ἀκρίβειαν ἀλλ’ ἐν τῷ κατὰ πλάτος. πρὸς οὓς ἔνεστιν ὑποδιαιροῦντας τὸν ἐν πλάτει τόπον λέγειν, ὅτι τούτου ἐν ᾧ μὲν ἔστι κυρίως τὸ κινεῖσθαι λεγόμενον σῶμα, ὧς ἐν τῷ πρὸς ἀκρίβειαν αὐτοῦ τόπῳ, ἐν ᾧ δὲ οὐκ ἒστιν, ὧς ἐν τοῖς λοιποῖς μέρεσι τοῦ κατὰ πλάτος τόπου· εἶτα συνάγοντας, ὅτι μήτε ἐν ᾧ ἔστι τόπῳ κινεῖσθαί τι δύναται μήτε ἐν ᾧ μὴ ἔστιν, ἐπιλογίζεσθαι, ὅτι μηδὲ ἐν τῷ κατὰ πλάτος καταχρηστικῶς λεγομένῳ τόπῳ κινεῖσθαί τι δύναται· συστατικὰ γάρ ἐστιν αὐτοῦ τό τε ἐν ᾧ ἔστι πρὸς ἀκρίβειαν καὶ ἐν ᾧ πρὸς ἀκρίβειαν οὐκ ἔστιν, ὧν ἐν οὐθετέρῳ κινεῖσθαί τι δύνασθαι δέδεικται."],["10.76","Ερωτητέον δὲ κἀκεῖνον τὸν λόγον. εἰ κινεῖταί τι, ἤτοι κατὰ τὸ πρότερον πρότερον κινεῖται ἢ κατὰ μεριστὸν διάστημα· οὔτε δὲ κατὰ τὸ πρότερον πρότερον δύναταί τι κινεῖσθαι, οὔτε κατὰ τὸ ἄθρουν μεριστὸν διάστημα, ὡς δείξομεν· οὐδὲ κινεῖταί τι ἄρα. ὅτι μὲν οὖν κατὰ τὸ πρότερον πρότερον οὐκ ἐνδέχεταί τι κινεῖσθαι, αὐτόθεν δῆλον. εἰ μὲν γὰρ εἰς ἄπειρον τέμνονται τά σώματα καὶ οἱ τόποι καὶ οἱ χρόνοι οἷς κινεῖσθαι λέγεται τὰ σώματα, οὐ γενήσεται κίνησις, ἀδυνάτου ὄντος τοῦ πρῶτόν τι ἐν ἀπείροις εὑρεθῆναι, ἀφ’ οὗ πρώτου κινήσεται τὸ κινεῖσθαι λεγόμενον."],["10.77","εἰ δὲ εἰς ἀμερὲς καταλήγει τὰ προειρημένα, καὶ ἕκαστον τῶν κινουμένων ὁμοίως τὸ πρῶτον ἀμερὲς τοῦ τόπου τῷ πρώτῳ ἑαυτοῦ ἀμερεῖ μετέρχεται χρόνῳ, πάντα τὰ κινούμενα ἔστιν ἰσοταχῆ, οἷον ὁ ταχύτατος ἵππος καὶ ἡ χελώνη· ὅπερ τοῦ προτέρου ἐστὶν ἀτοπώτερον. οὐκ ἄρα κατὰ τὸ πρότερον πρότερον γίνεται ἡ κίνησις. ἀλλ’ οὐδὲ κατὰ τὸ ἄθρουν μεριστὸν διάστημα."],["10.78","εἰ γὰρ ἀπὸ τῶν φαινομένων, ὥς φασιν, μαρτυρεῖσθαι τὰ ἄδηλα χρή, ἐπεί, ἴνα τις ἀνύσῃ σταδιαῖον διάστημα, δεῖ πρότερον αὐτὸν ἀνύσαι τὸ πρῶτον τοῦ σταδίου μέρος καὶ τὸ δεύτερον δεύτερον καὶ τὰ ἄλλα ὁμοίως, οὕτω καὶ πᾶν τὸ κινούμενον κατὰ τὸ πρότερον πρότερον κινεῖσθαι προσήκει, ἐπεί τοί γε εἰ ἀθρόως διιέναι τὸ κινούμενον λέγοιτο πάντα τὰ μέρη τοῦ τόπου ἐν ᾧ κινεῖσθαι λέγεται, ἐν πᾶσιν ἅμα ἔσται τοῖς μέρεσιν αὐτοῦ, καὶ εἰ τὸ μὲν ψυχρὸν εἴη μέρος, τὸ δὲ θερμὸν τοῦ δι’ οὗ ποιεῖται τὴν κίνησιν, ἢ τὸ μέν, εἰ τύχοι, μέλαν, τὸ δὲ λευκὸν ὥστε καὶ χρώζειν τὰ ἐντυγχάνοντα δύνασθαι, τὸ κινούμενον ἔσται θερμόν τε ἅμα καὶ ψυχρὸν καὶ μέλαν καὶ λευκόν· ὅπερ ἄτοπον."],["10.79","εἶτα καὶ πόσον ἀθρόως διέξεισι τόπον τὸ κινούμενον, εἰπάτωσαν. εἰ μὲν γὰρ ἀόριστον τοῦτον εἶναι φήσουσιν, προσδέξονταί τι κινεῖσθαι διά πάσης τῆς γῆς ἀθρόως· εἰ δὲ τοῦτο φεύγουσιν, ὁρισάτωσαν ἡμῖν τὸ μέγεθος τοῦ τόπου. τὸ μὲν γὰρ πρὸς ἀκρίβειαν ἐπιχειρεῖν ὁρίζειν τὸν τόπον, οὗ πλέον διάστημα οὐδὲ κατὰ τὸ ἀκαριαῖον δυνήσεται διελθεῖν τὸ κινούμενον ἀθρόως, πρὸς τῷ ἀποκληρωτικὸν καὶ προπετὲς ἢ καὶ γελοῖον ἴσως εἶναι, εἰς τὴν ἀρχῆθεν ἀπορίαν ἐμπίπτει· πάντα γὰρ ἔσται ἰσοταχῆ, εἴγε ἕκαστον αὐτῶν ὁμοίως κατὰ περιωρισμένοηυς τόπους τὰς μεταβάσεις τῶν κινήσεων ποιεῖται."],["10.80","εἰ δὲ φήσουσιν, ὅτι μικρὸν μέν, οὐ πρὸς ἀκρίβειαν δὲ περιωρισμένον τόπον ἀθρόως κινεῖται τὸ κινούμενον, ἐνέσται ἡμῖν κατὰ τὴν σωριτικὴν ἀπορίαν ἀεὶ τῷ ὑποτεθέντι μεγέθει ἀκαριαῖον προστιθέναι μέγεθος τόπου. εἰ μὲν γὰρ στήσονταί που τοιαύτην ποιουμένων ἡμῶν συνερώτησιν, πάλιν εἰς τὸν ἀκριβῆ περιορισμὸν καὶ τὴν τερατείαν ἐκείνην ἐμπεσοῦνται· ἐμπεσοῦνται· εἰ δὲ προσήσονται τὴν παραύξησιν, ἀναγκάσομεν αὐτοὺς συγχωρεῖν ἀθρόως τι δύνασθαι κινη- θῆναι διὰ τοῦ μεγέθους τῆς γῆς ἀπάσης. ὥστε οὐδὲ κατὰ ἄθρουν μεριστὸν διάστημα κινεῖται τὰ κινεῖσθαι λεγόμενα."],["10.81","εἰ δὲ μήτε κατὰ ἄθρουν μεριστὸν τόπον μήτε κατὰ τὸ πρότερον πρότερον κινεῖταί τι, οὐδὲ κινεῖταί τι. Ταῦτα μὲν οὖν καὶ ἔτι πλείω τούτων φασὶν οἱ τὴν μεταβατικὴν κίνησιν ἀναιροῦντες. ἡμεῖς δὲ μήτε τοὺς λόγους τούτους μήτε τὸ φαινόμενον, ᾧ κατακολουθοῦντες εἰσάγουσι τὴν ὑπόστασιν τῆς κινήσεως, δυνάμενοι διατρέπειν, πειν, ὅσον ἐπὶ τῇ ἀντιθέσει τῶν τε φαινομένων καὶ τῶν λόγων, ἐπέχομεν περὶ τοῦ πότερον ἔστι κίνησις ἢ οὐκ ἔστιν."],["11.82","Τῷ δὲ αὐτῷ χρώμενοι λογισμῷ καὶ περὶ αὐξήσεως τε καὶ περὶ μειώσεως ἐπέχομεν· ἡ γὰρ ἐνάργεια δοκεῖ τὴν ὑπόστασιν αὐτῶν εἰσάγειν, ἣν οἱ λόγοι διατρέπειν δοκοῦσιν. ἢ θέασαι γοῦν· τὸ αὐξόμενον ὂν καὶ ὑφεστὼς εἰς μέγεθος ἐπιδιδόναι προσήκει, ὡς εἲγε ἑτέρῳ προσθέσεως γενομένης ἕτερον ηὐξηκέναι τις λέγοι, ψεύσεται. ἐπεὶ τοίωυν ἡ οὐσία οὐδέποτε ἕστηκεν, ἀλλ’ ἀεὶ ῥεῖ τε καὶ ἑτέρα ἀνθ’ ἑτέρας ἐπεισκρίνεται, τὸ ηὐξηκέναι λεγόμενον οὐκ ἔχει τὴν προτέραν οὐσίαν καὶ μετὰ ταύτης ἄλλην τὴν προστεθεῖσαν ἀλλ’ ὅλην ἑτέραν."],["11.83","ὥσπερ οὖν εἰ, λόγου χάριν, ξύλου τριπήχεος ὄντος δεκάπηχυ ἕτερον ἀγαγών τις ηὐξηκέναι τὸ τρίπηχυ λέγοι, ψεύσεται διὰ τὸ ὅλον ἕτερον εἶναι τοῦτο ἐκείνου, οὕτω καὶ ἐπὶ παντὸς τοῦ αὔξεσθαι λεγομένου, τῆς προτέρας ὕλης ἀπορρεούσης καὶ ἑτέρας ἐπεισιούσης, εἰ προστίθεται τὸ προστίθεσθαι λεγόμενον, οὐκ ἂν αὔξησίν τις εἴποι τὸ τοιοῦτον εἶναι, ἀλλ’ ἐξ ὅλου ἑτεροίωσιν."],["11.84","ὁ δὲ αὐτὸς καὶ περὶ τῆς μειώσεως λόγος· τὸ γὰρ μὴ ὑφεστὼς ὅλως πῶς ἄν μεμειῶσθαι λέγοιτο; πρὸς δὲ τούτοις, εἰ ἡ μὲν μείωσις γίνεται κατὰ ἀφαίρεσιν, ἡ δὲ αὔξησις κατὰ πρόσθεσιν, οὐδὲν δέ ἐστιν οὔτε ἀφαίρεσις οὔτε πρόσθεσις, οὐκοῦν οὐδὲ ἡ μείωσις οὐδὲ ἡ αὔξησις ἔστι τι."],["12.85","Ὅτι δὲ οὐδέν ἐστιν ἀφαίρεσις, ἐντεῦθεν ἐπιλογίζονται. εἰ ἀφαιρεῖταί τι ἀπό τινος, ἤτοι τὸ ἴσον ἀπὸ τοῦ ἴσου ἀφαιρεῖται ἢ τὸ μεῖζον ἀπὸ τοῦ ἐλάσσονος ἢ τὸ ἔλασσον ἀπὸ τοῦ μείζονος. κατὰ οὐδένα δὲ τῶν τρόπων τούτων ἀφαίρεσις γίνεται, ὡς παραστήσομεν· ἀδύνατος ἄρα ἐστὶν ἡ ἀφαίρεσις. ὅτι δὲ κατ’ οὐδένα τῶν προειρημένων τρόπων ἡ ἀφαίρεσις γίνεται 5 δῆλον ἐντεῦθεν. τὸ ἀφαιρούμενον ἀπό τινος ἐμπεριέχεσθαι χρὴ πρὸ τῆς ἀφαιρέσεως τοι ἀφ’ οὗ ἀφαιρεῖται."],["12.86","οὔτε δὲ τὸ ἴσον ἐν τῷ ἴσῳ περιέχεται, οἶον τά ‘ἐν τοῖς ἕξ· μεῖζον γὰρ εἶναι δεῖ τὸ περιέχον τοῦ περιεχομένου καὶ τὸ ἀφ’ οὗ ἀφαιρεῖταί τι τοῦ ἀφαιρουμένου, ἴνα μετὰ τὴν ἀφαίρεσιν ὑπολείπηταί τι· τούτῳ γὰρ διαφέρειν δοκεῖ τῆς παντελοῦς ἄρσεως ἡ ἀφαίρεσις· οὔτε τὸ μεῖζον ἐν τῷ μικροτέρῳ, οἷον τὰ ἓξ ἐν τοῖς πέντε· ἀπεμφαίνει γάρ."],["12.87","διὰ δὲ τοῦτο οὐδὲ ἔλασσον ἐν τῷ μείζονι. εἰ γὰρ ἐν τοῖς ἓξ περιέχεται τὰ πέντε ὧς ἐν πλείοσιν ἐλάσσονα, καὶ ἐν τοῖς πέντε περισχεθήσεται τὰ τέσσαρα καὶ ἐν τοῖς τέτταρσι τὰ τρία καὶ ἐν τοῖς τρισὶ τὰ δύο καὶ ἐν τούτοις τὸ ἔν. ἔξει οὖν τὰ ἓξ πέντε τέσσαρα τρία δύο ἔν, ὧν συντεθέντων γίνεται ὁ πεντεκαίδεκα ἀριθμός, ὃς ἐν τῷ ἓξ περιέχεσθαι συνάγεται διδομένου τοῦ τὸ ἔλασσον ἐν τῷ μείζονι περιέχεσθαι. Ὁμοίως δὲ καὶ ἐν τῷ πεντεκαίδεκα τῷ ἐν τῷ ἐξ ἐμπεριεχομένῳ ὁ τριακοωτακαιπέντε ἀριθμὸς περιέχεται καὶ κατὰ ὑπόβασιν ἄπειροι. ἄτοπον δὲ τὸ λέγειν ἀπείρους ἀριθμοὺς ἐμπεριέχεσθαι τῷ ἓξ ἀριθμῷ· ἄτοπον ἄρα καὶ τὸ λέγειν, ὅτι ἐν τῷ μείζονι περιέχεται τὸ ἔλασσον."],["12.88","εἰ οὖν χρὴ τὸ ἀφαιρούμενον ἀπό τινος περιέχεσθαι ἐν ἐκείνῳ ἀφ’ οὗ ἀφαιρεῖσθαι μέλλει, οὔτε δὲ τὸ ἴσον ἐν τῷ ἴσῳ περιέχεται οὔτε τὸ μεῖζον ἐν τῷ μικροτέρῳ οὔτε τὸ μικρότερον ἐν τῷ μείζονι, οὐδὲ ἀφαιρεῖταί τι ἀπό τινος. Καὶ μὴν εἰ ἀφαιρεῖταί τι ἀπό τινος, ἢ ὅλον ἀπὸ ὅλου ἀφαιρεῖται ἢ μέρος ἀπὸ μέρους ἢ ὅλον ἀπὸ μέρους ἤ μέρος ἀπὸ ὅλου."],["12.89","ὅλον μὲν οὖν ἀφαιρεῖσθαι λέγειν ἤτοι ἀπὸ ὅλου ἢ ἀπὸ μέρους ἀπεμφαίνει προδήλως. λείπεται δὴ λέγειν τὸ μέρος ἀφαιρεῖσθαι ἤτοι ἀπὸ ὅλου ἢ ἀπὸ μέρους· ὅπερ ἐστὶν ἄτοπον. οἷον γοῦν, ἳνα ἐπὶ ἀριθμῶν στήσωμεν τὸν λόγον τοῦ σαφοῦς ἕνεκα, ἔστω δεκάς, καὶ ἀπὸ ταύτης ἀφαιρεῖσθαι λεγέσθω μονάς. αὕτη οὖν ἡ μονὰς οὔτε ἀπὸ ὅλης τῆς δεκάδος ἀφαιρεῖσθαι δύναται οὔτε ἀπὸ τοῦ λειπομένου μέρους τῆς δεκάδος, τουτέστι τῆς ἐννεάδος, ὧς παραστήσω· οὐκοῦν οὐδὲ ἀφαιρεῖται."],["12.90","εἰ γὰρ ἡ μονὰς ἀπὸ ὅλης ἀφαιρεῖται τῆς δεκάδος, ἐπεὶ ἡ δεκὰς οὔτε ἕτερόν τί ἐστι παρὰ τὰς δέκα μονάδας οὔτε τις τῶν μονάδων ἀλλ’ ἡ συνέλευσις πασῶν τῶν μονάδων, ἀπὸ ἑκάστης μονάδος ἀφαιρεῖσθαι ὀφείλει ἡ μονάς, ἴνα ἀπὸ ὅλης ἀφαιρῆται τῆς δεκάδος. μάλιστα μὲν οὖν ἀπὸ μονάδος οὐδὲν δύναται ἀφαιρεῖσθαι· ἀδιαίρετοι γάρ εἰσιν αἱ μονάδες, καὶ διὰ τοῦτο οὐκ ἀφαιρεθήσεται ἡ μονὰς ἀπὸ τῆς δεκάδος οὕτως."],["12.91","εἰ δὲ καὶ δοίη τις ἀπὸ ἑκάστης τῶν μονάδων ἀφαιρεῖσθαι τὴν μονάδα, δέκα ἕξει μέρη ἡ μο- νᾶς, δέκα δὲ ἔχουσα μέρη δεκὰς ἔσται. ἀλλὰ καὶ ἐπεὶ δέκα ἕτερα μέρη ἀπολέλειπται, ἀφ’ ὧν ἀφῄρηται τὰ τῆς μονάδος λεγομένης δέκα μέρη, ἔσται τὰ δέκα εἴκοσι. ἂτοπον δὲ λέγειν τὸ ‘ὲν δέκα εἶναι καὶ τὰ δέκα εἴκοσι καὶ τὸ ἀδιαίρετον κατὰ αὐτούς διαιρεῖσθαι. ἄτοπον ἄρα τὸ λέγειν ἀπὸ ὅλης τῆς δεκάδος ἀφαιρεῖσθαι τὴν μονάδα."],["12.92","ἀλλ’ οὐδὲ ἀπὸ τῆς ὑπολειπομένης ἐννεάδος ἀφαιρεῖται ἡ μονάς· τὸ μὲν γὰρ ἀφ’ οὗ τι ἀφαιρεῖται οὐ μένει ὁλόκληρον, ἡ δὲ ἐννεὰς μετὰ τὴν ἀφαίρεσιν ἐκείνης τῆς μονάδος ὁλόκληρος μένει. καὶ ἄλλως, ἐπεὶ ἡ ἐννεὰς οὐδέν ἐστι παρὰ τὰς ἐννέα μονάδας, εἰ μὲν ἀπὸ ὅλης αὐτῆς λέγοιτο ἀφαιρεῖσθαι ἡ μονάς, ἐννεάδος ἀφαίρεσις ἔσται, εἰ δὲ ἀπὸ μέρους τῶν ἐννέα, εἰ μὲν ἀπὸ τῶν ὀκτώ, τὰ αὐτὰ ἄτοπα ἀκολουθήσει, εἰ δὲ ἀπὸ τῆς ἐσχάτης μονάδος, διαιρετὴν εἶναι φήσουσι τὴν μονάδα, ὅπερ ἄτοπον."],["12.93","οὐκοῦν οὐδὲ ἀπὸ τῆς ἐννεάδος ἀφαιρεῖται ἡ μονάς. εἰ δὲ μήτε ἀπὸ ὅλης τῆς δεκάδος ἀφαιρεῖται μήτε ἀπὸ μέρους αὐτῆς, οὐδὲ μέρος ἀπὸ ὅλου ἢ μέρους ἀφαιρεῖσθαι δύναται. εἰ οὖν μήτε ὅλον ἀπὸ ὅλου τι ἀφαιρεῖται μήτε μέρος ἀπὸ ὅλου μήτε ὅλον ἀπὸ μέρους μήτε μέρος ἀπὸ μέρους, οὐδὲ ἀφαιρεῖταί τι ἀπό τινος."],["12.94","‘Αλλὰ καὶ ἡ πρόσθεσις τῶν ἀδυνάτων εἶναι παρ’ αὐτοῖς ὑείληπιαι. τὸ γὰρ προστιθέμενον, φασίν, ἤτοι ἑαυτῷ προστίθεται ἢ τῷ προυποκειμένῳ ἢ τῷ ἐξ ἀμφοῖν συνεστῶτι· συνεστῶτι· τούτων δὲ οὐδέν ἐστιν ὑγιές· οὐκοῦν οὐδὲ προστίθεταί τι τινί. οἷον γοῦν ἔστω τι τετρακοτυλιαῖον πλῆθος, καὶ προστιθέσθω κοτύλη. ζητῶ τίνι προστίθεται· ἑαυτῇ μὲν γὰρ οὐ δύναται, ἐπεὶ τὸ μὲν προστιθέμενον ἕτερόν ἐστι τοῦ ᾧ προστίθεται, οὐδὲν δὲ ἑαυτοῦ ἕτερόν ἐστιν."],["12.95","ἀλλ’ οὐδὲ τῷ ἐξ ἀμφοῖν, τοῦ τετρακοτυλιαίου καὶ τῆς κοτύλης· πῶς γὰρ ἂν προστεθείη τι τῷ μηδέπω ὄντι; καὶ ἄλλως, εἰ τῷ τετρακοτυλιαίῳ καὶ τῇ κοτύλῃ μίγνυται ἡ κοτύλη ἡ προστιθεμένη, ἑξακοτυλιαῖον ἔσται πλῆθος ἀπὸ τοῦ τετρακοτυλιαίου καὶ τῆς κοτύλης καὶ τῆς προστιθεμένης κοτύλης."],["12.96","εἰ δὲ μόνῳ τῷ τετρακοτυλιαίῳ προστίθεται ἡ κοτύλη, ἐπεὶ τὸ παρεκτεινόμενόν τινι ἴσον ἐστὶν ἐκείνῳ ᾧ παρεκτείνεται, τῷ τετρακοτυλιαίῳ πλήθει ἡ κοτύλη παρεκτεινομένη διπλασιάσει τὸ τετρακοτυλιαῖον ὧς γίνεσθαι τὸ πᾶν πλῆθος ὀκτὼ κοτυλῶν· ὅπερ οὐ θεωρεῖται. εἰ οὖν μήτε ἑαυτῷ προστίθεται τὸ προστίθεσθαι λεγόμενον μήτε τῷ προυποκειμένῳ μήτε τῷ ἐξ ἀμφοῖν τούτων, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, οὐδὲ προστίθεται οὐδὲν οὐδενί."],["13.97","Τῇ’ δὲ τῆς προσθέσεως καὶ τῆς ἀφαιρέσεως καὶ τῆς τοπικῆς κινήσεως ὑποστάσει συμπεριγράφεται καὶ ἡ μετάθεσις (αὕτη γὰρ ἀπό τινος μέν ἐστιν ἀφαίρεσις τινὶ δὲ πρόσθεσις μεταβατικῶς),"],["14.98","Καὶ τὸ ὅλον δὲ καὶ τὸ μέρος. κατὰ μὲν γὰρ συνέλευσιν καὶ πρόσθεσιν τῶν μερῶν τὸ ὅλον γίγνεσθαι δοκεῖ, κατ’ ἀφαίρεσιν δέ τινος ἤ τινων παύεσθαι τοῦ ὅλον εἶναι. καὶ ἄλλως δέ, εἰ ἔστι τι ὅλον, ἤτοι ἕτερόν ἐστι παρὰ τὰ μέρη αὐτοῦ ἢ αὐτὰ τὰ μέρη αὐτοῦ τὸ ὅλον ἐστίν."],["14.99","ἕτερον μὲν οὖν τῶν μερῶν οὐδὲν φαίνεται τὸ ὅλον εἶναι· ἀμέλει γοῦν ἀναιρουμένων τῶν μερῶν οὐδὲν ὑπολείπεται, ἴνα ἕτερόν τι παρὰ ταῦτα λογισώμεθα τὸ ὅλον. εἰ δὲ αὐτὰ τὰ μέρη τὸ ὅλον ἐστίν, ὄνομα ἔσται μόνον τὸ ὅλον καὶ προσηγορία κενή, ὑπόστασιν δὲ ἰδίαν οὐχ ἔξει, καθάπερ οὐδὲ διάστασίς ἐστί τι παρὰ τὰ διεστῶτα οὐδὲ δόκωσις παρὰ τὰ δεδοκωμένα. οὐκ ἄρα ἔστι τι ὅλον."],["14.100","ἀλλ’ οὐδὲ μέρη. εἰ γὰρ ἔστι μέρη, ἤτοι τοῦ ὅλου ταῦτά ἐστι μέρη ἢ ἀλλήλων ἢ ἑαυτοῦ ἕκαστον. οὔτε δὲ τοῦ ὃλου, ἐπεὶ μηδὲ ἔστι τι παρὰ τὰ μέρη (καὶ ἄλλως τὰ μέρη οὕτως ἔσται μέρη ἑαυτῶν, ἐπεὶ ἕκαστον τῶν μερῶν συμπληρωτι- κὸν εἶναι λέγεται τοῦ ὅλου), οὔτε ἀλλήλων, ἐπεὶ τὸ μέρος ἐμπεριέχεσθαι δοκεῖ ἐν ἐκείνῳ οὗ ἐστι μέρος, καὶ ἄτοπόν ἐστι λέγειν τὴν χεῖρα, εἰ τύχοι, ἐν τῷ ποδὶ περιέχεσθαι."],["14.101","ἀλλ’ οὐδὲ ἕκαστον ἑαυτοῦ μέρος ἔσται· διὰ γὰρ τὴν περιοχὴν ἔσται τι ἑαυτοῦ μεῖζον καὶ ἔλαττον. εἰ οὖν μήτε τοῦ ὅλου μήτε ἑαυτῶν μήτε ἀλλήλων μέρη ἐστὶ τὰ λεγόμενα εἶναι μέρη, οὐδενός ἐστι μέρη. εἰ δὲ μηδενός ἐστι μέρη, οὐδὲ ἔστι μέρη· τὰ γὰρ πρός τι ἀλλήλοις συναναιρεῖται. Ταῦτα μὲν οὖν ἄλλως εἰρήσθω κατὰ παρέκβασιν, ἐπειδὴ ἅπαξ ὅλου καὶ μέρους ἐπεμνήσθημεν."],["15.102","‘Ανυπόστατον δὲ εἶναι λέγουσί τινες καὶ τὴν καλουμένην φυσικὴν μεταβολήν, λόγοις ἐπιχειροῦντες τοιούτοις. εἰ εἰ μεταβάλλει τι, ἤτοι σῶμά ἐστι τὸ μεταβάλλον ἤ ἀσώματον· ἑκάτερον δὲ τούτων ἠπόρηται· ἄπορος ἄρα ἔσται καὶ ὁ περὶ τῆς μεταβολῆς λόγος."],["15.103","εἰ μεταβάλλει τι, κατά τινας ἐνεργείας αἰτίου καὶ πάσχον μεταβάλλει...... διατρέπεται γὰρ ἡ τοῦ αἰτίου ὑπόστασίς· ᾧ τὸ πάσχον συμπεριτρέπεται μὴ ἔχον ὑπὸ ὅτου πάθῃ. οὐδὲ μεταβάλλει τι ἄρα."],["15.104","εἰ μεταβάλλει τι, ἤτοι τὸ ὂν μεταβάλλει ἢ τὸ μὴ ὄν. τὸ μὲν οὖν μὴ ὂν ἀνυπόστατόν ἐστι καὶ οὔτε πάσχειν τι οὔτε δρᾶν δύναται, ὥστε οὐδὲ μεταβολὴν ἐπιδέχεται. εἰ δὲ τὸ ὂν μεταβάλλει, ἤτοι καθὸ ὄν ἐστι μεταβάλλει ἢ καθὸ μὴ ὄν ἐστιν."],["15.105","καθὸ μὲν οὖν μὴ ὄν ἐστιν, οὐ μεταβάλλει· ταβάλλει· οὐδὲ γὰρ οὐκ ὄν ἐστιν· εἰ δὲ καθὸ ὄν ἐστι μεταβάλλει, ἕτερον ἐστι τοῦ ὃν εἶναι, τουτέστιν οὐκ ὂν ἔσται. ἄτοπον δὲ τὸ λέγειν τὸ ὂν οὐκ ὂν γίνεσθαι· οὐκ ἄρα οὐδὲ τὸ ὂν μεταβάλλει. εἰ δὲ μήτε τὸ ὂν μεταβάλλει μήτε τὸ μὴ ὄν, παρὰ ταῦτα δὲ οὐδὲν ἔστι, λείπεται λέγειν ὅτι οὐδὲν μεταβάλλει. ἔτι καὶ ταῦτά φασί τινες."],["15.106","τὸ μεταβάλλον ἔν τινι χρόνῳ μεταβάλλειν ὀφείλει· οὔτε δὲ ἐν τῷ παρῳχηκότι Χρόνῳ μεταβάλλει τι οὔτε ἐν τῷ μέλλοντι, λοντι, ἀλλ' οὐδ' ἐν τῷ ἐνεστῶτι, ὡς δείξομεν· οὐκ ἄρα μεταβάλλει τι. ἐν μὲν οὖν τῷ παρεληλυθότι ἢ μέλλοντι χρόνῳ οὐδὲν μεταβάλλει· τούτων γὰρ οὐθέτερος ἐνέστηκεν, ἀδύνατον δέ ἐστι δρᾶν τι ἢ πάσχειν ἐν τῷ μὴ ὄντι καὶ ἐνεστηκότι χρόνῳ. ἀλλ’ οὐδὲ ἐν τῷ ἐνεστῶτι."],["15.107","ὁ γὰρ ἐνεστὼς χρόνος ἴσως μὲν καὶ ἀνύπαρκτός ἐστιν, ἵνα δὲ τοῦτο νῦν ὑπερθώμεθα, ἀμερής ἐστιν· ἀδύνατον δέ ἐρτιν ἐν ἀμερεῖ χρόνῳ νομίζειν τὸν σίδηρον, εἰ τύχοι, τῆς σκληρότητος εἰς μαλακότητα μεταβάλλειν ἢ τῶν ἄλλων μεταβολῶν ἑκάστην γίνεσθαι· παρατάσεως γὰρ αὗται φαίνονται χρῄζειν. εἰ οὖν μήτε ἐν τῷ παρεληλυθότι χρόνῳ μεταβάλλει τι μήτε ἐν τῷ μέλλοντι μήτε ἐν ἐνεστῶτι, οὐδὲ μεταβάλλειν τι ῥητέον."],["15.108","πρὸς τούτοις, εἰ ἔστι τις μεταβολή, ἤτοι x003E; αἰσθήσεις ἁπλοπαθεῖς εἰσιν, ἡ δὲ μεταβολὴ συμμνημόνευσιν ἔχειν δοκεῖ τοῦ τε ἐξ οὗ μεταβάλλει καὶ εἰς ὃ μεταβάλλειν λέγεται· εἰ δὲ νοητή ἐστιν, ἐπεὶ περὶ τῆς ὑπάρξεως τῶν νοητῶν ἀνεπίκριτος γέγονε παρὰ τοῖς παλαιοῖς διαφωνία, καθάπερ ἤδη πολλάκις ὑπεμνήσαμεν, οὐδὲν ἕξομεν λέγειν οὐδὲ περὶ τῆς ὑπάρξεως τῆς μεταβολῆς."],["16.109","Συμπεριτρέπεται μὲν οὖν καὶ ἡ γένεσις καὶ ἡ φθορὰ τῇ προσθέσει καὶ τῇ ἀφαιρέσει καὶ τῇ φυσικῇ μεταβολῇ χωρὶς γὰρ τούτων οὔτε γένοιτο ἄν τι οὔτε φθαρείη, οἷον γοῦν ἀπὸ τῆς δεκάδος φθειρομένης, ὧς φασίν, ἐννεάδα γίνεσθαι συμβαίνει κατὰ ἀφαίρεσιν μονάδος, καὶ τὴν δεκάδα ἀπὸ τῆς ἐννεάδος φθειρομένης κατὰ πρόσθεσιν τῆς μονάδος, καὶ τὸν ἰὸν ἀπὸ τοῦ χαλκοῦ φθειρομένου κατὰ μεταβολήν. ὥστε ἀναιρουμένων τῶν προειρημένων κανήσεων ἀναιρεῖσθαι καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν ἴσως ἀνάγκη. οὐδὲν δὲ ἧττόν τινες κἀκεῖνα φασίν."],["16.110","εἰ ἐγεννήθη Σωκράτης, ἤτοι ὅτε οὐκ ἦν Σωκράτης ἐγένετο ἢ ὅτε ἦν ἤδη Σωκράτης. ἀλλ’ εἰ μὲν ὅτε ἦν ἤδη γεγενῆσθαι λέγοιτο, δὶς ἂν εἴη γεγενημένος· εἰ δὲ ὅτε οὐκ ἦν, ἅμα καὶ ἦν Σωκράτης καὶ οὐκ ἦν. ἦν μὲν τῷ γεγονέναι, οὐκ ἦν δὲ κατὰ τὴν ὑπόθεσιν."],["16.111","καὶ εἰ ἀπέθανε Σωκράτης, ἤτοι ὅτε ἔζη ἀπέθανεν ἢ ὅτε ἀπέθανεν. καὶ ὅτε μὲν ἔζη, οὐκ ἀπέθανεν, ἐπεὶ ὁ αὐτὸς ἂν καὶ ἔζη καὶ ἐτεθνήκει· ἀλλ’ οὐδὲ ὅτε ἀπέθανεν, ἐπεὶ δὶς ἂν εἴη τεθνηκώς. οὐκ ἄρα ἀπέθανε Σωκράτης. τοῦτον δὲ τὸν λόγον οἷόν τέ ἐστιν ἐφ’ ἑκάστου τῶν γίνεσθαι ἢ φθείρεσθαι λεγομένων ἱστάντα ἀναιρεῖν τὴν γένεσιν καὶ τὴν φθοράν."],["16.112","ἔνιοι δὲ καὶ οὕτω συνερωτῶσιν. εἰ γίνεταί τι, ἤτοι τὸ ὂν γίνεται ἢ τὸ μὴ ὄν. οὔτε δὲ τὸ μὴ ὂν γίνεται· τῷ γὰρ μὴ ὄντι οὐδὲν συμβεβηκέναι δύναται, ὥστε οὐδὲ τὸ γίνεσθαι. ἀλλ’ οὐδὲ τὸ ὄν. εἰ γὰρ γίνεται τὸ ὄν, ἤτοι καθὸ ὄν ἐστι γίνεται ἢ καθὸ οὐκ ὄν ἐστιν. καθὸ μὲν οὖν οὐκ ὄν ἐστιν, οὐ γίνεται. εἰ δὲ καθὸ ὄν ἐστι γίνεται, ἐπεὶ τὸ γινόμενον ἕτερον ἐξ ἑτέρου φασὶ γίνεσθαι, ἕτερον ἔσται τοῦ ὄντος τὸ γινόμενον, ὅπερ ἐστὶν οὐκ ὄν. τὸ ἄρα γινόμενον οὐκ ὂν ἔσται, ὅπερ ἀπεμφαίνει."],["16.113","εἰ οὖν μήτε τὸ μὴ ὂν γίνεται μήτε τὸ ὄν, οὐδὲ γίνεταί τι. κατὰ τὰ αὐτὰ δὲ οὐδὲ φθείρεται. εἰ γὰρ φθείρεταί τι, ἤτοι τὸ ὂν φθείρεται ἢ τὸ μὴ ὄν. τὸ μὲν οὖν οὐκ ὂν οὐ φθείρεται· πάσχειν γάρ τι δεῖ τὸ φθειρόμεν· ον. ἀλλ’ οὐδὲ τὸ ὄν. ἤτοι γὰρ μένον ἐν τῷ ὂν εἶναι φθείρεται ἢ μὴ μένον. καὶ εἰ μὲν μένον ἐν τῷ ὂν εἶναι, ἔσται τὸ αὐτὸ ἄμα καὶ ὂν καὶ οὐκ ὄν·"],["16.114","ἐπεὶ γὰρ οὐ φθείρεται καθὸ μὴ ὄν ἐστιν, ἀλλὰ καθὸ ὄν ἐστιν, καθὸ μὲν ἐφθάρθαι λέγεται, ἕτερον ἔσται τοῦ ὄντος καὶ διὰ τοῦτο οὐκ ὄν, καθὸ δὲ μέ- νον ἐν τῷ εἶναι φθείρεσθαι λέγεται, ὂν ἔσται. ἄτοπον ’δε τὸ λέγειν τὸ αὐτὸ εἶναι καὶ ὂν καὶ οὐκ ὄν· οὐκ ἄρα μένον ἐν τῷ εἶναι φθείρεται τὸ ὄν. εἰ δὲ οὐ μένον ἐν τῷ εἶναι τὸ ὂν φθείρεται, ἀλλ’ εἰς τὸ μὴ εἶναι περιίσταται πρῶτον, εἶθ’ οὕτως φθείρεται, οὐκέτι τὸ ὄν, ἀλλὰ τὸ μὴ ὂν φθείρεται· ὅπερ ἀδύνατον εἶναι ὑπεμνήσαμεν. εἰ οὗν μήτε τὸ ὂν φθείρεται μήτε τὸ μὴ ὄν, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, οὐδὲ φθείρεταί τι. Ταῦτα μὲν οὖν ὡς ἐν ὑποτυπώσει καὶ περὶ τῶν κινήσεων ἀρκέσει λελέχθαι, οἶς ἕπεται τὸ ἀνύπαρκτον εἶναι καὶ ἀνεπινόητον τὴν κατὰ τοὺς δογματικοὺς φυσιολογίαν."],["17.115","Ἑπομένως δὲ καὶ περὶ τῆς ὡς πρὸς τὴν φύσιν μονῆς ἠπόρησάν τινες λέγοντες, ὅτι τὸ κινούμενον οὐ μένει, πᾶν δὲ σῶμα διαρκῶς κινεῖται κατὰ τἀς τῶν δογματικῶν ὑπολήψεις, ῥευστὴν εἶναι λεγόντων τὴν οὐσίαν καὶ ἀεὶ διαφορήσεις τε καὶ προσθέσεις ποίου μένην, ὧς τὸν μὲν Πλάτωνα (cf. ’ξ 54) μηδὲ ὄντα λέγειν τὰ σώματα ἀλλὰ γινόμενα μᾶλλον καλεῖν, τὸν δὲ Ἡράκλειτον ὀξείᾳ ποταμοῦ ῥύσει τὴν εὐκινησίαν τῆς ἡμετέρας ὕλης ἀπε ικάζε ἱν. οὐδὲν ἄρα σῶμα μένε."],["17.116","γε μὴν λεγόμενον μένειν συνέχεσθαι δοκεῖ ὑπὸ τῶν περὶ αὐτό, τὸ δὲ συνεχό- μένον πάσχει· οὐδὲν δὲ ἔστι πάσχον, ἐπεὶ μηδὲ αἴτιον, ὧς ὑπεμνήσαμεν· οὐδὲ μένει τι ἄρα. ἐρωτῶσι δέ τινες καὶ τοῦτον τὸν λόγον.. τὸ μένον πάσχει, τὸ δὲ πάσχον κινεῖται· τὸ ἄρα μένειν λεγόμενον κινεῖται· εἰ δὲ κινεῖται, οὐ μένει."],["17.117","ἐκ δὲ τούτων φανερόν ἐστιν, ὅτι οὐδὲ τὸ ἀσώματον ἐνδέχεται μένειν. εἰ γὰρ τὸ μένον πάσχει, τὸ δὲ πάσχειν σωμάτων ἐστὶν ἴδιον, εἶπερ ἄρα, καὶ οὐχὶ ἀσωμάτων, οὐδὲν δὲ ἀσώματον οὔτε πάσχειν δύναται οὔτε μένειν, οὐδὲν ἄρα μένει."],["17.118","Τοσαῦτα μὲν καὶ περὶ μονῆς εἰρήσθω. ἐπεὶ δὲ εκαστον τῶν προειρημένων οὐκ ἄνευ τόπου ἤ χρόνου ἐπινοεῖται, μετιτέον ἐπὶ τὴν περὶ τούτων σκέψιν· ἐὰν γὰρ ταῦτα δείξῃ τις ἀνυπόστατα, ἀνυπόστατον ἔσται καὶ διὰ ταῦτα ἐκείνων ἕκαστον. ἀρξώμεθα δὲ ἀπὸ τοῦ τόπου."],["18.119","Τόπος τοίνυν λέγεται διχῶς, κυρίως καὶ καταχρηστικῶς, καταχρηστικῶς μὲν ὡς] ὁ ἐν πλάτει, ὧς ἐμοῦ ἡ πόλις, κυρίως δὲ ὁ πρὸς ἀκρίβειαν κατέχων, ὑφ’ οὗ περιέχομαι πρὸς ἀκρίβειαν. ζητοῦμεν οὖν περὶ τοῦ τόπου τοῦ πρὸς ἀκρίβειαν. τοῦτον δὲ οἱ μὲν ἔθεσαν, οἱ δὲ ἀνεῖλον, οἱ δὲ ἐπέσχον περὶ αὐτοῦ."],["18.120","ὧν οἱ μὲν ὑπάρχειν αὐτὸν φάσκοντες ἐπὶ τὴν ἐνάργειαν καταφεύγουσιν. τίς γὰρ ἄν, φασί, λέξειε μὴ εἶναι τόπον ὁρῶν τὰ μέρη τοῦ τόπου, οἶον τὰ δεξιὰ τὰ ἀριστερά, τὰ ἄνω τὰ κάτω, ἔμπροσθεν ὀπίσω, καὶ ἄλλοτε ἀλλαχοῦ γιγνόμενος, βλέπων τε, ὅτι ἔνθα ὁ ὑφηγητὴς ὁ ἐμὸς δ’ διελέγετο, ἐνταῦθα ἐγὼ νῦν διαλέγομαι, ’μαι, τόπον τε διάφορον καταλαμβάνων τῶν κούφων φύσει καὶ τῶν φύσει βαρέων,"],["18.121","ἔτι καὶ τῶν ἀρχαίων ἀκούων λεγόντων ‘ἤτοι μὲν γὰρ πρῶτα χάος ἐγένετο’. εἶναι γάρ φασι χάος τὸν τόπον ἀπὸ τοῦ χωρητικὸν αὐτὸν εἷναι τῶν ἐν αὐτᾷ γινομένων. μένων. εἴγε μὴν ἔστι τι σῶμα, φασίν, ἔστι καὶ ὁ τόπος· ἄνευ γὰρ τούτου οὐκ ἂν εἴη τὸ σῶμα. καὶ εἰ ἔστι τὸ ὑφ’ οὗ καὶ τὸ ἐξ οὗ, ἔστι καὶ τὸ ἐν ᾧ, ὅπερ ἐστὶν ὁ τόπος· τὸ δὲ πρῶτον ἐν ἑκατέρῳ· τὸ ἄρα δεύτερον ἐν ἀμφοτέροις."],["18.122","οἱ δὲ ἀναιροῦντες τὸν τόπον οὔτε τὰ μέρη τοῦ τόπου διδόασιν εἶναι· μηδὲν γὰρ εἷναι τὸν τόπον παρὰ τὰ τούτου μέρη, καὶ τὸν συνάγειν πειρώμενον, ὅτι ἔστιν ὁ τόπος ἐκ τοῦ τὰ μέρη αὐτοῦ ὧς ὄντα λαμβάνειν, τὸ ζητούμενον δι’ ἑαυτοῦ κατ’ κατασκευάξειν βούλεσθαι. ὁμοίως δὲ ληρεῖν καὶ τοὺς ἔν τινι τόπῳ γίνεσθαί τι ἢ γεγονέναι φάσκοντας, ὅλως μὴ διδομένου τοῦ τόπου. συναρπάζειν 15 δὲ αὐτοὺς καὶ τὴν τοῦ σώματος ὕπαρξιν μὴ διδομένην αὐτόθεν· καὶ τὸ ἐξ οὗ καὶ τὸ ὑφ’ οὗ δείκνυσθαι ἀνύπαρκτα παραπλησίως τῷ τόπῳ."],["18.123","τόν τε Ἡσίοδον μὴ ἀξιόχρεων εἷναι κριτὴν τῶν κατὰ φιλοσοφίαν. καὶ οὕτω διακρουόμενοι τὰ εἰς κατασκευὴν φερόμενα τοῦ εἶναι τόπον, ἤδη καὶ ποικιλώτερον κατασκευάζουσιν, ὅτι ἀνύπαρκτός ἐστι, ταῖς ἐμβριθεστέραις εἶναι δοκούσαις τῶν δογματικῶν στάσεσι περὶ τοῦ τόπου προσχρώμενοι, τῇ τε τῶν Στωτκῶν καὶ τῇ τῶν Περιπατητικῶν, τὸν τρόπον τοῦτον."],["18.124","Οἱ Στνικοί (Stoic. fr. II 505 A.) φασι κενὸν μὲν εἶναι τὸ οἶόν τε ὑπὸ ὄντος κατέχεσθαι μὴ κατεχόμενον δέ, ἢ διάστημα ἔρημον σώματος, ἢ διάστημα ἀκαθεκτούμενον ὑπὸ σώματος, τόπον δὲ διάστημα ὑπὸ ὄντος κατεχόμενον καὶ ἐξισαζόμε- νον τῷ κατ’ ἔχοντι αὐτόν, νῦν ὂν καλοῦντες τὸ σῶμα, χώραν δὲ διάστημα κατὰ μέν τι κατεχόμενον ὑπὸ σώματος κατὰ δέ τι ἀκαθεκτούμενον, ἐνίων χώραν εἰπόντων εἶναι τὸν τόπον τοῦ μεγάλου λοῦ σώματος, ὡς ἐν μεγέθει τὴν δ’ διαφορὰν εἶναι τοῦ τε τόπου καὶ τῆς χώρας."],["18.125","λέγεται οὖν, ὅτι ἐπειδὴ διάστημα ὑπὸ σώματος κατεχόμενόν φασιν εἶναι τὸν τόπον, πῶς καὶ λέγουσιν αὐτὸν εἶναι διάστημα; πότερον τὸ μῆκος τοῦ σώματος ἢ τὸ πλάτος ἢ τὸ βάθος μόνον ἢ τὰς τρεῖς διαστάσεις; εἰ μὲν γὰρ μίαν διάστασιν, οὐκ ἐξισάζεται ὁ τόπος τῷ οὗ τόπος ἐστίν, πρὸς τῷ καὶ μέρος τοῦ περιεχομένου τὸ περιέχον εἶναι, ὃ παντάπασιν ἀπεμφαίνει."],["18.126","εἰ δὲ αἱ τρεῖς διαστάσεις, ἐπεὶ οὔτε κενὸν ὑπόκειται ἐν τῷ λεγομένῳ τόπῳ οὔτε ἄλλο σῶμα διάστασιν ἔχον, μόνον δὲ τὸ ἐν τόπῳ λεγόμενον εἶναι σῶμα οὐ συνέστηκεν ἐκ τῶν διαστάσεων ἔστι γὰρ τοῦτο μῆκος καὶ πλάτος καὶ βάθος καὶ ἀντιτυπία, ἣ δὴ συμβεβηκέναι λέ- γεται ταῖς διαστάσεσι ταῖς προειρημέναις), αὐτὸ τὸ σῶμα ἔσται ἑαυτοῦ τόπος, καὶ τὸ αὐτὸ περιέχον καὶ περιεχόμενον, ὅπερ ἀντ’ ὀπὸν. οὐκ ἄρα ἔστι τις διάστασις τόπου ὑποκειμένου. διὰ δὲ τοῦτο οὐδὲ ἔστι τι ὁ τόπος."],["18.127","ἐρωτᾶται δὲ καὶ οὗτος ὁ λόγος. ἐπεὶ διπλαῖ αἱ διαστάσεις οὐ θεωροῦνται καθ’ ἕκαστον τῶν ἐν τόπῳ εἶναι λεγομένων, ἀλλ’ ‘ὲν μῆκος καὶ ‘ὲν πλάτος καὶ ὲν βάθος, πότερον μόνου τοῦ σώματός εἰσιν αἱ διαστάσεις αὗται ἢ μόνου τοῦ τόπου ἢ ἀμφοτέρων; ἀλλ’ εἰ μὲν μόνου τοῦ τόπου, οὐχ ἔξει τὸ σῶμα ἴδιον μῆκος οὐδὲ πλάτος οὐδὲ βάθος οὐθέν, ὥστε οὐδὲ σῶμα ἔσται τὸ σῶμα, ὅπερ ἄτοπον."],["18.128","εἰ δὲ ἀμφοτέρων, ἐπεὶ τὸ κενὸν οὐδεμίαν ὑπόστασιν ἔχει παρὰ τἀς διαστάσεις, εἰ αἱ διαστάσεις αἱ τοῦ κενοῦ ὑπόκεινται ἐν τῷ σώματι συστατικαὶ οὖσαι αὐτοῦ τοῦ σώματος, τὰ τοῦ κενοῦ συστατικὰ καὶ τοῦ σώματος ἔσται συστατικά. περὶ μὲν γὰρ τῆς ὑπάρξεως τῆς ἀντιτυπίας οὐκ ἔστι διαβεβαιώσαμόνον δθσι, καθάπερ ἔμπροσθεν ὑπεμνήσαμεν (§ 45 sq.)· μόνων δὲ τῶν διαστάσεων φαινομένων κατὰ τὸ λεγόμενον σῶμα, αἴπερ εἰσὶ τοῦ κενοῦ καὶ αἱ αὐταὶ τῷ κε νῷ, κενὸν ἔσται τὸ σῶμα· ὅπερ ἄτοπον. εἰ δὲ μόνου τοῦ σώματός εἰσιν αἱ δια- στάσεις, οὐδεμία ἔσται διάστασις τόπου, διόπερ οὐδὲ ὁ τόπος. εἰ τοίνυν κατ’ οὐδένα τῶν προειρημένων τρόπων εὑρίσκεται τᾶι τόπου διάστασις, οὐδὲ ἔστιν ὁ τόπος."],["18.129","πρὸς τούτοις λέγεται, ὅτι ὅτε ἔπεισι τῷ κενῷ τὸ σῶμα καὶ γίνεται τόπος, ἤτοι ὑπομένει τὸ κενὸν ἢ ὑποχωρεῖ ἢ φθείρεται. ἀλλ’ εἰ μὲν ὑπομένει, τὸ αὐτὸ ἔσται καὶ πλῆρες καὶ κενόν· εἰ δὲ ὑποχωρεῖ κινούμενον μεταβατικῶς ἢ φθείρεται μεταβάλλον, σῶμα ἔσται τὸ κενόν· σώματος γὰρ ἴδιά ἐστι ταῦτα τὰ πάθη. ἄτοπον δὲ τὸ αὐτὸ λέγειν κενὸν καὶ πλῆρες, ἢ ὅτι σῶμά ἐστι τὸ κενόν. ἄτοπον ἄρα τὸ λέγειν οἷόν τε εἷναι τὸ κενὸν ὑπὸ σώματος κατασχεθῆναι καὶ γενέσθαι τόπον."],["18.130","διὰ δὲ ταῦτα καὶ τὸ κενὸν ἀνυπόστατον εὑρίσκεται, εἴγε μὴ δυνατόν ἐστιν αὐτὸ κατασχεθῆναι ὑπὸ σώματος καὶ γενέσθαι τόπον· ἐλέγετο γὰρ κενὸν εἶναι ὃ οἷόν τε ὑπὸ σώματος κατασχεθῆναι. συμπεριτρέπεται δὲ τούτοις καὶ ἡ χώρα· εἴτε γὰρ ὁ μέγας τόπος ἐστὶ χώρα, συμπεριγράφεται τῷ τόπῳ, εἴτε ἡ κατὰ μέν τι ὑπὸ σώματος κατεχομένη, κατὰ δέ τι κενὴ διάστασις, ἀμροτέροις συναναιρεῖται."],["18.131","Ταῦτα μὲν οὖν καὶ ἔτι πλείω πρὸς τὴν στάσιν τῶν Στωικῶν περὶ τοῦ τόπου λέγεται· οἱ δὲ Περιπατητικοί (cf. Aristot. ο Phys. 212 a6 φασιν εἷναι τόπον τὸ πέρας τοῦ περιέχοντος, καθὸ περιέχει, ὡς ἐμοῦ τόπον εἶναι τὴν ἐπιφάνειαν τοῦ ἀέρος τὴν περιτετυπωμένην τῷ ἐμῷ σώματι. ἀλλ’ εἵπερ τοῦτό ἐστιν ὁ τόπος, τὸ αὐτὸ καὶ ἔσται καὶ οὐκ ἔσται. ὅτε γὰρ μέλλει ἔν τινι τόπῳ γίνεσθαι τὸ σῶμα, καθὸ μὲν οὐδὲν δύναται γενέσθαι ἐν τῷ μὴ ὑπάρ- χοντι, δεῖ προυπάρχειν τὸν τόπον, ἵνα οὕτως ἐν αὐτῷ γένηται τὸ σῶμα, καὶ διὰ τοῦτο ἔσται ὁ τόπος πρὶν ἐν αὐτῷ γενέσθαι τὸ ἐν τῷ τόπῳ σῶμα. καθὸ δὲ περιτυπουμένης τῆς τοῦ περιέχοντος ἐπιφανείας τῷ περιεχομένῳ ἀποτελεῖται, οὐ δύναται ὑποστῆναι ὁ τόπος πρὸ τοῦ ἐν αὐτῷ γενέσθαι τὸ σῶμα, καὶ διὰ τοῦτο οὐκ ἔσται τότε. ἄτοπον δὲ τὸ αὐτὸ λέγειν καὶ εἶναί τι καὶ μὴ εἶναι· οὐκ ἄρα ἐστὶ τόπος τὸ πέρας τοῦ περιέχοντος, καθὸ περιέχει."],["18.132","πρὸς τούτοις, εἴ ἐστί τι ὁ τόπος, ἤτοι γεννητός ἐστιν ἢ ἀγέννητος. ἀγέννητος μὲν οὖν οὔκ ἐστιν· περιτυπούμενος γάρ, φασίν, τῷ ἐν αὐτῷ σώματι ἀποτελεῖται. ἀλλ’ οὐδὲ γεννητός· εἰ γάρ ἐστι γεννητός, ἤτοι ὅτε ἐν τόπω ἐστὶ τὸ σῶμα, τότε γίνεται ὁ τόπος ἐν ᾧ ἤδη λέγεται εἶναι τὸ ἐν τόπῳ, ἢ ὅτε οὔκ ἐστιν ἐν αὐτῷ."],["18.133","οὔτε δὲ ὅτε ἐν αὐτῷ ἐστιν ἔστι γὰρ ἤδη τοῦ ἐν αὐτῷ σώματος ὁ τόπος) οὔτε ὅτε οὔκ ἐστιν ἐν αὐτῷ, εἴγε περιτυποῦται μέν, ὡς φασίν, τῷ περιεχομένῳ τὸ περιέχον καὶ οὕτω γίνεται τόπος, τῷ δὲ μὴ ἐν αὐτῷ ὄντι οὐδὲν δύναται περιτυπωθῆναι. εἰ δὲ μήτε ὅτε ἐν τόπῳ ἐστὶ τὸ σῶμα, μήτε ὅτε οὔκ ἐστιν ἐν αὐτῷ, γίνεται ὁ τόπος, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν ἐπινοεῖν, οὐδὲ γεννητός ἐστιν ὁ τόπος. εἰ δὲ μήτε γεννητός ἐστι μήτε ἀγέννητος, οὐδὲ ἔστιν."],["18.134","κοινότερον δὲ καὶ ταῦτα δύναται λέγεσθαι. εἴ ἐστί τι ὁ τόπος, ἤτοι σῶμὰ ἐστιν ἢ ἀσώματον· ἑκάτερον δὲ τούτων ἀπορεῖται, ὡς ὑπεμνήσαμεν· καὶ ὁ τόπος ἄρα ἐστὶν ἄπο- ρος. ὁ τόπος πρὸς ἰῷ σώματι νοεῖται, οὗ ἐστι τόπος· ἄπορος δέ ἐστιν ὁ περὶ τῆς ὑπάρξεως τοῦ σώματος λόγος· καὶ ὁ περὶ τοῦ τόπου ἄρα. ὁ τόπος ἑκάστου ἀίδιος μὲν οὔκ ἐστιν, γίνεσθαι δὲ λεγόμενος ἀνυπόστατος εὑρίσκεται γενέσεως μὴ ὑπαρχούσης."],["18.135","Ἔνεστι δὲ καὶ ἄλλα πλείω λέγειν. ἀλλ’ ἵνα μὴ τὸν λόγον μηκύνωμεν, ἐκεῖνο ἐπακτέον, ὅτι τοὺς σκεπτικοὺς ἐντρέπουσι μὲν οἱ λόγοι, δυσωπεῖ δὲ καὶ ἡ ἐνάργεια. διόπερ οὐθετέρῳ προστιθέμεθα ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν, ἀλλ’ ἐπέχομεν περὶ τοῦ τόπου."],["19.136","Τὸ δὲ αὐτὸ πάσχομεν καὶ ἐν τῇ περὶ τοῦ χρόνου ζητήσει· ὅσον μὲν γὰρ ἐπὶ τοῖς φαινομένοις δοκεῖ τι εἶναι ὁ χρόνος, ὅσον δὲ ἐπὶ τοῖς περὶ αὐτοῦ λεγομένοις μένοις ἀνυπόστατος φαίνεται. χρόνον γὰρ εἶναί φασιν οἱ μὲν διάστημα τῆς τοῦ ὅλου κινήσεως ὅλον δὲ λέγω τὸν κόσμον), οἱ δὲ αὐτὴν τὴν κίνησιν τοῦ κόσμου, Ἀριστοτέλης δέ, ἤ ὥς τινες Πλάτων’, ἀριθμὸν τοῦ ἐν κινήσει προτέρου καὶ ὑστέρου, Στράτων δέ, ἤ ὥς τινες Ἀριστοτέλης,"],["19.137","μέτρον κινήσεως καὶ μονῆς, Ἐπίκουρος (p. 126, 12 Us.) δέ, καθὼς Δημήτριος ὁ Λάκων φησί, σύμπτωμα συμπτωμάτων, παρεπό μένον ἡμέραις τε καὶ νυξὶ καὶ ὥραις καὶ πάθεσι καὶ ἀπαθείαις καὶ κινήσεκαὶ καὶ μοναῖς."],["19.138","κατ’ οὐσίαν τε οἱ μὲν σῶμα αὐτὸν ἔφασαν εἶναι, ὡς οἱ περὶ τὸν Αἰνησίδημον μηδὲν γὰρ αὐτὸν διαφέρειν τοῦ ὄντος καὶ τοῦ πρώτου σώματος), οἱ δὲ ἀσώματον. ἤτοι οὖν πᾶσαι αἱ στάσεις αὗταί εἰσιν ἀληθεῖς, ἢ πᾶσαι ψευδεῖς, ἢ τινὲς μὲν ἀληθεῖς, τινὲς δ’ ἑ ψευδεῖς· οὔτε δὲ πᾶσαι ἀληθεῖς ὑπάρχειν δ’ δύνανται μάχονται γὰρ αἱ πλεῖσται) οὔτε πᾶσαι ψευδεῖς εἶναι δοθήσονται ὑπὸ τῶν δογματικῶν."],["19.139","καὶ ἄλλως· εἰ δοθείη ψεῦδος μὲν εἶναι τὸ σῶμα εἶναι τὸν χρόνον, ψεῦδος δὲ καὶ τὸ ὅτι ἀσώματός ἐστιν, αὐτόθεν δόθη ἔται ἡ τοῦ χρόνου ἀνυπαρξία· παρὰ γὰρ ταῦτα οὐδὲν εἶναι δύναται ἕτε- ρον. οὔτε τίνες μέν εἰσιν ἀληθεῖς, τίνες δὲ ψευδεῖς δυνατὸν καταλαβεῖν διά τε τὴν ἰσοσθενῆ διαφωνίαν καὶ τὴν ἀπορίαν τὴν κατὰ τὸ κριτήριόν τε καὶ τὴν ὥστε διὰ ταῦτα οὐδὲν ἕξομεν περὶ χρόνου διαβεβαιώσασθαι."],["19.140","εἶτα, ἐπεὶ οὐκ ἄνευ κινήσεως ἢ καὶ μονῆς ὁ χρόνος ὑφεστάναι δοκεῖ, τῆς κινήσεως ἀναιρουμένης, ὁμοίως δὲ καὶ τῆς μονῆς, ἀναιρεῖται ὁ χρόνος. οὐδὲν δέ ἧττον καὶ τάδε φασί τινες κατὰ τοῦ χρόνου. εἰ ἐστί τι"],["19.141","χρόνος, ἤτοι πεπέρασται ἢ ἄπειρός ἐστιν. ἀλλ’ εἰ μὲν πεπέρασται, ἀπό τινος χρόνου ἤρξατο καὶ εἰς τινα χρόνον λήξει· διὰ δὲ τοῦτο ἦν ποτε χρόνος, ὅτε οὐκ ἦν χρόνος πρὸ τοῦ ἄρξασθαι αὐτόν), καὶ ἔσται ποτὲ χρόνος ὅτε οὐκ ἔσται χρόνος μετὰ τὸ λῆξαι αὐτόν)· ὅπερ ἄτοπον. οὐ τοίνυν πεπέρασται ὁ χρόνος."],["19.142","εἰ δὲ ἄπειρός ἐστιν, ἐπεὶ τὸ μέν τι αὐτοῦ λέγεται παρῳχηκός, τὸ δὲ ἐνεστώς, τὸ δὲ μέλλον, ὁ μέλλων καὶ ὁ παρῳχηὼς ἤτοι εἰσὶν ἢ οὐκ εἰσίν. ἀλλ’ εἰ οὐκ εἰσίν, μόνου τοῦ ἐνεστῶτος ὑπολειπομένου, ὅς ἐστιν ἀκαριαῖος, πεπερασμένος ἔσται ὁ χρόνος καὶ ἀκολουθήσουσιν αἱ ἀρχῆθεν ἀπορίαι· εἰ δὲ ὁ παρῳχηκὼς ἔστι καὶ ὁ μέλλων ἔστιν, ἐνεστὼς ἔσται ἑκάτερος αὐτῶν. ἄτοπον δὲ τὸ λέγειν ἐνεστῶτα τὸν παρωχηκότα καὶ τὸν μέλλοντα χρόνον· οὐκοῦν οὐδὲ ἄπειρός ἐστιν ὁ χρόνος. εἰ δὲ μήτε ἄπειρος μήτε πεπερασμένος, οὐδὲ ἔστιν ὅλως χρόνος."],["19.143","πρὸς τούτοις, εἰ ἔστιν ὁ χρόνος, ἤτοι μεριστός ἐστιν ἢ ἀμέριστος· ἀμέριστος μὲν οὖν οὔκ ἐστιν· διαιριῖται γὰρ εἰς τε τὸν ἐνεστῶτα καὶ εἰς τὸν παρωχηκότα καὶ εἰς τὸν μέλλοντα, ὡς αὐτοί φασιν. ἀλλ’ οὐδὲ μεριστός. ἕκαστον γὰρ τῶν μεριστῶν καταμετρεῖται ὑπό τινος ἑαυτοῦ μέρους, καθ’ ἕκαστον μέρος τοῦ μετρουμένου γινομένου τοῦ μετροῦντος, ὡς ὅταν δακτύλῳ πῆχυν μετρῶμεν. ὁ δὲ χρόνος οὐ δύναται καταμετρεῖσθαι ὑπό τινος ἑαυτοῦ μέσους. εἰ γὰρ ὁ ἐνεστὼς λόγου χάριν καταμετρεῖ τὸν παρῳχημένον, ἔσται κατὰ τὸν παρωχηκότα καὶ διὰ τοῦτο παρῳχηκώς, καὶ ἐπὶ τοῦ μέλλοντος ὁμοίως μέλλων. καὶ ὁ μέλλων εἰ καταμετροίη τοὺς ἄλλους, ἐνεστὼς ἔσται καὶ παρῳχηκώς, καὶ ὁ παρῳχηκὼς παραπλησίως μέλλων ἔσται καὶ ἐνεστώς· ὅπερ ἀπεμφαίνει. οὐκοῦν οὐδὲ μεριστός ἐστιν. εἰ δὲ μήτε ἀμέριστος μήτε μεριστός, οὐδὲ ἔστιν."],["19.144","ὅ τε χρόνος λέγεται τριμερὴς εἷναι, καὶ τὸ μὲν παρῳχηκώς, τὸ δὲ ἐνεστώς, τὸ δὲ μέλλων. ὧν ὁ μὲν παρῳχηκὼς καὶ ὁ μέλλων οὐκ εἰσίν· εἰ γὰρ εἰσὶ νῦν ὅ τε παρῳχηκὼς καὶ ὁ μέλλων χρόνος, ἔσται ἐνεστὼς ἑκάτερος αὐτῶν. ἀλλ’ οὐδὲ ὁ ἐνεστώς· εἰ γὰρ ἔστιν ὁ ἐνεστὼς χρόνος, ἤτοι ἀμέριστός ἐστιν ἢ μεριστός. ἀμέριστος μὲν οὖν οὔκ ἐστιν· ἐν γὰρ τῷ ἐνεστῶτι χρόνῳ λέγεται τὰ μεταβάλλοντα μεταβάλλειν, οὐδὲν δὲ ἐν ἀμερεῖ χρόνῳ μεταβάλλει, οἷον ὁ σίδηρος εἰς μαλακότητα ἢ τῶν ἄλλων ἕκαστον. ὥστε οὔκ ἐστιν ἀμέριστος ὁ ἐνεστὼς χρόνος."],["19.145","ἀλλ’ οὐδὲ μεριστός· εἰς ἐνεστῶτας μὲν γὰρ οὐκ ἂν μερισθείη, ἐπεὶ διὰ τὴν ὀξεῖαν ῥύσιν τῶν ἐν κόσμῳ ἀνεπινοήτως ὁ ἐνεστὼς εἰς παρωχηκότα μεταβάλλειν λέγεται· ἀλλ’ οὐδ’ εἰς παρῳχηκότα καὶ μέλλοντα· ἔσται γὰρ οὕτως ἀνύπαρκτος, τὸ· μέν τι μηκέτι ὂν ἔχων μέρος ἑαυτοῦ, τὸ δὲ μηδέπω ὄν."],["19.146","ὅθεν οὐδὲ τέλος τοῦ παρῳχημένου καὶ ἀρχὴ τοῦ μέλλοντος εἷναι δύναται ὁ ἐνεστώς, ἐπεὶ καὶ ἔσται καὶ οὐκ ἔσται. ἔσται μὲν οὖν] ὡς ἐνεστώς, οὐκ ἔσται δὲ ἐπεὶ μὴ ἔστιν αὐτοῦ τὰ μέρη. οὐκοῦν οὐδὲ μεριστός ἐστιν. εἰ δὲ μήτε ἀμέριστός ἐστιν ὁ ἐνεστὼς μήτε μεριστός, οὐδὲ ἔστιν. μὴ ὄντος δὲ τοῦ ἐνεστῶτος μηδὲ τοῦ παρῳχημένου μηδὲ τοῦ μέλλοντος, οὐδέ ἐστί τι χρόνος· τὸ γὰρ ἐξ ἀνυπάρκτων συνεστὼς ἀνύπαρκτόν ἐστιν."],["19.147","Λέγεται κατὰ τοῦ χρόνου κἀκεῖνος ὁ λόγος. εἰ ἔστι χρόνος, ἤτοι γενητός ἐστι καὶ φθαρτὸς ἢ ἀγένητος καὶ ἄφθαρτος. ἀγένητος μὲν οὖν καὶ ἄφθαρτος οὔκ ἐστιν, εἴγε αὐτοῦ τὸ μὲν παρῳχηκέναι λέγεται καὶ μηκέτι εἶναι, τὸ δὲ μέλλειν καὶ μηδέπω εἶναι."],["19.148","ἀλλ' οὐδὲ γενητὸς καὶ φθαρτός. τὰ γὰρ γινόμενα ἔκ τινος ὄντος γίγνεσθαι δεῖ καὶ τὰ φθειρόμενα εἴς τι ὂν φθείρεσθαι κατὰ τὰς τῶν δογματικῶν αὐτῶν ὑποθέσεις. εἰ οὖν εἰς τὸν παρῳχημένον φθείρεται, εἰς οὐκ ὂν φθείρεται, καὶ εἰ ἐκ τοῦ μέλλοντος γίνεται, ἐξ οὐκ ὄντος γίνεται· οὐθέτερος γὰρ αὐτῶν ἔστιν. ἄτοπον δὲ τὸ λέγειν τι ἐξ οὐκ ὄντος γίνεσθαι ἤ εἰς τὸ μὴ ὂν φθείρεσθαι. οὐκ ἄρα γενητὸς καὶ φθαρ- τός ἐστιν ὁ χρόνος. εἰ δὲ μήτε ἀγένητος καὶ ἄφθαρτός ἐστι μήτε γενητὸς καὶ φθαρτός, οὐδὲ ὅλως ἔστιν."],["19.149","Πρὸς τούτοις, ἐπεὶ πᾶν τὸ γινόμενον ἐν χρόνῳ γίγνεσθαι δοκεῖ, εἰ γίνεται ὁ χρόνος, ἐν χρόνῳ γίνεται. ἤτοι οὖν αὐτὸς ἐν ἑαυτῷ γίνεται ἢ ἕτερος ἐν ἑτέρῳ. ἀλλ’ εἰ μὲν αὐτὸς ἐν ἑαυτῷ, τὸ αὐτὸ καὶ ἔσται καὶ οὐκ ἔσται. ἐπεὶ γὰρ τὸ ἐν ᾡ τι γίγνεται τοῦ ἐν αὐτῷ γιγνομένου ὀφείλει προυπάρχειν, ὁ γιγνόμενος ἐν ἑαυτῷ χρόνος, εἰ μὲν γίνεται, οὐδέπω ἔστιν, εἰ δὲ ἐν ἑαυτῷ γίνεται, ἤδη ἔστιν. ὥστε οὐδὲ γίνεται ἐν ἑαυτῷ."],["19.150","ἀλλ’ οὐδ’ ἐν ἑτέρῳ ἕτερος. εἰ γὰρ ὁ ἐνεστὼς ἐν τῷ μέλλοντι γίγνεται, μέλλων ἔσται ὁ ἐνεστώς, καὶ εἰ ἐν τῷ παρῳχηκότι, παρῳχηκώς. τὰ δὲ αὐτὰ λεκτέον καὶ περὶ τῶν ἄλλων χρόνων. ὥστε οὐδὲ ἕτερος χρόνος ἐν ἑτέρῳ γίνεται χρόνῳ. εἰ δὲ μήτε αὐτὸς ἐν ἑαυτῷ γίνεται μήτε ἕτερος ἐν ἑτέρῳ, οὐδὲ γενητός ἐστιν ὁ χρόνος. ἐδείκνυτο δέ, ὅτι οὐδὲ ἀγένητός ἐστιν. μήτε οὖν γενητὸς ὢν μήτε ἀγένητος οὐδ’ ὅλως ἔστιν· ἕκαστον γὰρ τῶν ὄντων ἤτοι γενητὸν ἤ ἀγένητον εἶναι προσήκει."],["20.151","Επεὶ δὲ ὁ χρόνος δοκεῖ μὴ ἄνευ ἀριθμοῦ θεωρεῖσθαι, οὐκ ἂν εἴη ἄτοπον καὶ περὶ ἀριθμοῦ βραχέα διεξελθεῖν. ὅσον μὲν γὰρ ἐπὶ τῇ συνηθείᾳ καὶ ἀδοξάστως ἀριθμεῖν τι φαμὲν καὶ ἀριθμὸν εἶναί τι ἀκούομεν· ἡ δὲ τῶν δογματικῶν περιεργία καὶ τὸν κατὰ τούτου κεκίνηκε λόγον."],["20.152","αὐτίκα γοῦν οἱ ἀπὸ τοῦ Πυθαγόρου καὶ στοιχεῖα τοῦ κόσμου τοὺς ἀριθμοὺς εἷναι λέγουσιν. φασὶ γοῦν, ὅτι τὰ φαινόμενα ἔκ τινος συνέστηκεν, ἁπλᾶ δὲ εἶναι δεῖ τὰ στοιχεῖα· ἄδηλα ἄρα ἐστὶ τὰ στοιχεῖα. τῶν δὲ ἀδήλων τὰ μέν ἐστι σώματα, ὡς οἱ ἀτμοὶ καὶ οἱ ὄγκοι, τὰ δὲ ἀσώματα, ματα, ὧς σχήματα καὶ ἰδέαι καὶ ἀριθμοί. ὧν τὰ μὲν σώματά ἐστι σύνθετα, συνεστῶτα ἔκ τε μήκους καὶ πλάτους καὶ βάθους καὶ ἀντιτυπίας ἢ καὶ βάρους (cf. Epic. 276 Us.). οὐ μόνον ἄρα ἄδηλα, ἀλλὰ καὶ ἀσώματά ἐστι τὰ στοιχεῖα."],["20.153","ἀλλὰ καὶ τῶν ἄσωμάτων ἕκαστον ἐπιθεωρούμενον ἔχει τὸν ἀριθμόν· ἢ γὰρ ἔν ἐστιν ἢ δύο ἢ πλείω. δι’ ὧν συνάγεται, ὅτι τὰ στοιχεῖα τῶν ὄντων εἰσὶν οἱ ἄδηλοι καὶ ἀσώματοι καὶ πᾶσιν ἐπιθεωρούμενοι ἀριθμοί. καὶ οὐχ ἁπλῶς, ἀλλ’ ἤ τε μονὰς καὶ ἡ κατὰ ἐπισύνθεσιν τῆς μονάδος γινομένη ἀόριστος δυάς, ἧς κατὰ μετουσίαν αἱ κατὰ μέρος γίγνονται δυάδες δυάδες."],["20.154","ἐκ τούτων γὰρ καὶ τοὺς ἄλλους γίνεσθαι ἀριθμούς, τούς ἐπιθεωρουμένους τοῖς ἀριθμητοῖς, καὶ τὸν κόσμον κατασκευάζεσθαι λέγουσιν. τὸ μὲν γὰρ σημεῖον τὸν τῆς μονάδος ἐπέχειν λόγον, τὴν δὲ γραμμὴν τὸν τῆς δυάδος δύο γὰρ σημείων μεταξὺ θεωρεῖσθαι ταύτην), τὴν δὲ ἐπιφάνειαν τὸν τῆς τριάδος ῥύσιν γὰρ εἶναί φασι τῆς γραμμῆς εἰς πλάτος ἐπ’ ἄλλο σημεῖον ἐκ πλαγίου κείμενον), τὸ δὲ σῶμα τὸν τῆς τετράδος· ἐπανάστασιν γὰρ γίγνεσθαι τῆς ἐπιφανείας ἐπί τι σημεῖον ὑπερκείμενον."],["20.155","καὶ οὕτω τά τε σώματα καὶ ὅλον τὸν κόσμον ἐνειδωλοποιοῦσιν, ὅντινα καὶ διοικεῖσθαί φασι κατὰ ἁρμονικοὺς λόγους, τόν τε διὰ τεσσάρων, ὅς ἐστιν ἐπίτριτος, ὡς ἔχει πρὸς τὰ ἕξ τὰ ὀκτώ, καὶ τὸν διὰ πέντε, ὅς ἐστιν ἡμιόλιος, ὧς ἔχει πρὸς τὰ ἕξ τὰ ἐννέα, καὶ τὸν διὰ πασῶν, ὅς ἐστι διπλάσιος, ὧς ἔχει πρὸς τὰ ἕξ τὰ δώδεκα."],["20.156","ταῦτά τε οὖν ὀνειροπολοῦσιν, καὶ ὅτι ἕτερόν τι ἐστὶν ὁ ἀριθμὸς παρὰ τὰ ἀριθμητὰ κατασκευάζουσι, λέγοντες ὅτι εἰ τὸ ζῷον κατὰ τὸν ἑαυτοῦ λόγον ἐστίν, εἰ τύχοι, ἔν, τὸ φυτόν, ἐπεὶ μή ἐστι ζῷον, οὐκ ἔσται ἕν· ἔστι δὲ καὶ τὸ φυτὸν ἔν· οὐκ ἄρα ζῷον, ὡς ζῷον, ἔν ἐστιν, ἀλλὰ κατά τι ἕτερον ἐπιθεωρούμενον ἔξωθεν αὐτῷ, οὗ μετέχει ἕκαστον καὶ γίνεται δι’ αὐτὸ ἔν. καὶ εἰ τὰ ἀριθμητά ἐστιν ὁ ἀριθμός, ἐπειδὴ ἄωθρωποί εἰσιν οἱ ἀριθμητοὶ καὶ βόες, εἰ τύχοι, καὶ ἵπποι, ἄνθρωποι καὶ βόες καὶ ἵπποι ἔσται ὁ ἀριθμός, καὶ λευκὸς ἀριθμὸς καὶ μέλας καὶ γενειήτης, εἰ τύχοιεν τοιοῦτοι ὄντες οἱ μετρούμενοι."],["20.157","ταῦτα δέ ἐστιν ἄτοπα· οὐκ ἄρα τὰ ἀριθμητά ἐστιν ὁ ἀριθμός, ἀλλ’ ἰδίαν ὑπόστασιν ἔχει παρὰ ταῦτα, καθ’ ἣν καὶ ἐπιθεωρεῖται τοῖς ἀριθμητοῖς καὶ ἔστι στοιχεῖον. Oὕτως οὖν ἐκείνων συναγαγόντων, ὅτι ἀριθμὸς οὔκ ἐστι τὰ ἀριθμητά, παρεισῆλθεν ἡ κατὰ τοῦ ἀριθμοῦ ἀπορία. λέγεται γάρ, ὅτι εἰ ἔστιν ἀριθμός, ἤτοι αὐτὰ τὰ ἀριθμητά ἐστιν ὁ ἀριθμὸς ἢ ἕτερόν τι παρὰ ταῦτα ἔξωθεν· οὔτε δὲ αὐτὰ τὰ ἀριθμητά ἐστιν ὁ ἀριθμός, ὧς ἀπέδειξαν οἱ Πυθαγορικοί, οὔτε ἕτερόν τι παρὰ ταῦτα, ὡς ὑπομνήσομεν· οὐδὲν ἄρα ἐστὶν ὁ ἀριθμός."],["20.158","ὅτι δὲ οὐδὲν ἔξωθέν ἐστι παρὰ τὰ ἀριθμητὰ ὁ ἀριθμός, παραστήσομεν ἐπὶ τῆς μονάδος τὸν λόγον στήσαντες εὐσήμου διδασκαλίας ἕνεκεν. εἰ γὰρ ἔστι τι καθ’ ἑαυτὴν ἡ μονάς, ἧς μετέχον ἕκαστον τῶν μετεχόντων αὐτῆς γίνεται ἔν, ἤτοι μία ἔσται αὐτὴ ἡ μονὰς ἢ τοσαῦται ὅσα τὰ μετέχοντα αὐτῆς ἐστιν. ἀλλ’ εἰ μὲν μία ἐστίν, πότερον ὅλης αὐτῆς μετέχει ἕκαστον τῶν μετέχειν αὐτῆς λεγομένων ἢ μέρους αὐτῆς; εἰ μὲν γὰρ πᾶσαν ἔχει τὴν μονάδα, εἰ τύχοι, ὁ εἰς ἄνθρωπος, οὐκέτι ἔσται μονὰς ἧς μεθέξει ὁ εἶς ἵππος ἢ ὁ εἷς κύων ἤ τῶν ἄλλων ἕκαστον ὃ λέγομεν εἶναι ἕν, ὧσπερ καὶ πολλῶν ὑποτεθέντων γυμνῶν ἀνθρώπων,"],["20.159","ἑνὸς δὲ ὄντος ἱματίου καὶ τοῦτο ἑνὸς ἀμφιασαμένου, γυμνοὶ μενοῦσιν οἱ λοιποὶ καὶ χωρὶς ἱματίου. εἰ δὲ μέρους αὐτῆς μετέχει ἕκαστον, πρῶτον μὲν ἕξει μέρος τι ἡ μονάς, καὶ ἄπειρά γε ἔξει μέρη, εἰς ἃ διαιρεῖται· ὅπερ ὅπερ εἶτα ὡς τὸ μέρος τῆς δεκάδος, οἷον ἡ δυάς, οὔκ ἐστι δεκάς, οὕτως οὐδὲ τὸ μέρος τῆς μονάδος ἔσται μονάς, διὰ δὲ τοῦτο οὐδὲ μεθέξει τι τῆς μονάδος. ὥστε οὔκ ἐστι μία ἡ μονὰς ἧς μετέχειν λέγεται τὰ κατὰ μέρος."],["20.160","εἰ δὲ ἰσάριθμοι τοῖς ἀριθμητοῖς, ἐφ’ ὧν λέγεται τὸ ἔν, αἱ μονάδες εἰσίν, ὧν κατὰ μετοχὴν ἕκαστον τῶν κατὰ μέρος λέγεται ἕν, ἄπειροι ἔσονται αἱ μετεχόμεναι μονάδες. καὶ αὗται ἤτοι μετέχουσιν ἔπαωαβεβηκυίας μονάδος ἢ μονάδων ἰσαρίθμων αὐταῖς καὶ διὰ τοῦτό εἰσι μονάδες) ἢ οὐ μετέχουσιν, ἀλλὰ χωρίς τινος μετοχῆς μονάδες εἰσίν."],["20.161","... εἰ μὲν γὰρ χωρὶς μετοχῆς μονάδες εἶναι δύνανται αὗται, δυνήσεται καὶ τῶν αἰσθητῶν ἕκαστον χωρὶς μονάδος μετοχῆς ‘ὲν εἶναι, καὶ αὐτόθεν περιτρέπεται ἡ καθ’ ἑαυτὴν θεωρεῖσθαι λεγομένη ὁ μονάς. εἰ δὲ ἀπὸ μετοχῆς κἀκεῖναι μονάδες εἰσίν, ἤτοι μιᾶς μετέχουσι πᾶσαι ἢ μία ἑκάστη ἰδίας. καὶ εἰ μὲν πᾶσαι μιᾶς, ἤτοι κατὰ μέρος ἑκάστη ἢ ὅλης λεχθήσεται μετέχειν, καὶ μένουσιν αἱ ἀρχῆθεν ἀτοπίαι·"],["20.162","εἰ δὲ ἑκάστη ἰδίας, καὶ ἐκείνων τῶν μονάδων ἑκάστῃ μονάδα ἐπιθεωρεῖσθαι δεῖ, καὶ ταῖς ἐπιθεωρουμέναις ἐκείναις ἄλλας, καὶ μέχρις ἀπείρου. εἰ οὖν ἵνα καταλάβωμεν, ὅτι εἰσί τινες καθ’ ἑαυτὰς μονάδες, ὧν κατὰ μετοχὴν ἕκαστον τῶν ὄντων ἐστὶν ἕν, δεῖ κατειληφέναι ἀπειράκις ἀπείρους νοητὰς μονάδας, ἀδύνατον δὲ καταλαβεῖν ἀπειράκις ἀπείρους μονάδας νοητάς, ἀδύνατον ἄρα ἐστὶν ἀποφήνασθαι, ὅτι εἰσί τινες νοηταὶ μονάδες καὶ ἕκαστον τῶν ὄντων ἐστὶν ‘ὲν κατὰ μετοχὴν ἰδίας μονάδος γινόμενον ἔν."],["20.163","ἄτοπον ἄρα τὸ λέγειν, ὅτι τοσαῦταί εἰσιν αἱ μονάδες ὅσα τὰ μετέχοντα αὐτῶν. εἰ δὲ μήτε μία ἐστὶν ἡ καθ’ ἑαυτὴν λεγομένη μονὰς μήτε τοσαῦται ὅσα τὰ μετέχοντα αὐτῆς ἐστιν, οὐδὲ ἔστιν ὅλως μονὰς καθ’ ἑαυτήν. ὁμοίως δὲ οὐδὲ τῶν ἄλλων ἀριθμῶν ἕκαστος καθ’ ἑαυτὸν ἔσται· χρῆσθαι γὰρ ἔνεστιν ἐπὶ πάντων τῶν ἀριθμῶν τῷ λόγῳ παραδειγματικῶς νῦν ἐπὶ τῆς μονάδος ἠρωτημένῳ. ἀλλ’ εἰ μήτε καθ’ ἑαυτόν ἐστιν ὁ ἀριθμός, ὧς ὑπεμνήσαμεν, μήτε αὐτὰ τὰ ἀριθμητὰ ὁ ἀριθμός ἐστιν, ὧς οἱ ἀπὸ Πυθαγόρου παρέστησαν, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι, λεκτέον μηδὲ εἷναι ἀριθμόν."],["20.164","Πῶς δὲ καὶ γίνεσθαί φασιν ἐκ τῆς μονάδος τὴν δυάδα οἱ ἔξωθέν τι δοκοῦντες εἶναι τὸν ἀριθμὸν παρὰ τὰ ἄρμ’ ὅτε γὰρ συντίθεμεν μονάδα ἑτέρᾳ μονάδι, ἤτοι προστίθεταί τι ταῖς μονάσιν ἔξωθεν, ἢ ἀφαιρεῖταί τι ἀπ’ αὐτῶν, ἢ οὔτε προστίθεταί τι οὔτε ἀφαιρεῖται. ἀλλ’ εἰ μὲν οὔτε προστίθεταί τι οὔτε ἀφαιρεῖται, οὐκ δυάς. οὔτε γὰρ χωρὶς ἀλλήλων οὖσαι αἱ μονάδες εἶχον τὴν δυάδα ἐπιθεωρουμένην αὐταῖς κατὰ τὸν ἴδιον αὐτῶν λόγον, οὔτε νῦν τι αὐταῖς ἔξωθεν προσγέγονεν,"],["20.165","ὥσπερ οὐδὲ ἀφῄρηται κατὰ τὴν ὑπόθεσιν. ὥστε οὐκ ἔσται δυὰς ἡ σύνθεσις τῆς μονάδος πρὸς τὴν μονάδα, μήτε ἀφαιρέσεως μήτε προσθέσεως ἔξωθέν τινος γινομένης. εἰ δὲ ἀφαίρεσις γίνεται, οὐ μόνον οὐκ ἔσται δυάς, ἀλλὰ καὶ μειωθήσονται αἱ μονάδες. εἰ δὲ προστίθεται αὐταῖς ἔξωθεν ἡ δυάς, ἴνα ἐκ τῶν μονάδων γένηται δυάς, τὰ δύο δοκοῦντα εἶναι τέσσαρα ἔσται· ὑπόκειται γὰρ μονὰς καὶ ἑτέρα μονάς, αἷς προστιθεμένης ἔξωθεν δυάδος ὁ τέσσαρα ἀριθμὸς ἀποτελοῖτο ἄν."],["20.166","ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων ἀριθμῶν τῶν κατὰ σύνθεσιν ἀποτελεῖσθαι λεγομένων. εἰ οὖν μήτε κατὰ ἀφαίρεσιν μήτε κατὰ πρόσθεσιν μήτε ἄνευ ἀφαιρέσεως καὶ προσθέσεως γίγνονται οἱ σύνθετοι λεγόμενοι εἶναι ἀριθμοὶ ἐκ τῶν ἐπαναβεβηκότων, ἀσύστατός ἐστιν ἡ γένεσις τοῦ κατ’ ἰδίαν καὶ παρὰ τὰ ἀριθμητὰ εἶναι λεγομένου ἀριθμοῦ. ὅτι δὲ οὐδὲ ἀγένητοι τυγχάνουσιν ὄντες οἱ κατὰ σύνθεσιν ἀριθμοί, δηλοῦσιν αὐτοὶ συντίθεσθαί τε αὐτοὺς καὶ γίγνεσθαι φάσκοντες ἐκ τῶν ἐπαναβεβηκότων,, οἷον τῆς τε μονάδος καὶ δυάδος τῆς ἀορίστου."],["20.167","οὐκοῦν οὐχ ὑφέστηκε κατ’ ἰδίαν ὁ ἀριθμός. εἰ δὲ μήτε κατ’ ἰδίαν ὁ ἀριθμὸς θεωρεῖται μήτε ἐν τοῖς ἀριθμητοῖς ἔχει τὴν ὑπόστασιν, οὐδὲ ἔστι τι ὁ ἀριθμὸς ὅσον ἐπὶ ταῖς περιεργίαις ταῖς ὑπὸ τῶν δογματικῶν εἰσενηνεγμέναις. τοσαῦτα μὲν καὶ περὶ τοῦ φυσικοῦ καλουμένου τῆς φιλοσοφίας μέρους ἀρκούντως ὧς ἐν ὑποτυπώσει λελέχθω."],["21.168","Λείπεται τὸ ἠθικόν, ὅπερ δοκεῖ τὴν διάκρισιν τῶν τε καλῶν καὶ κακῶν καὶ ἀδιαφόρων καταγίγνεσθαι. ἵνα οὖν κεφαλαιωδῶς καὶ περὶ τούτου διαλάβωμεν, περὶ τῆς ὑπάρξεως τῶν τε ἀγαθῶν καὶ κακῶν καὶ ἀδιαφόρων ζητή- σωμεν, τὴν ἔννοιαν ἑκάστου προεκθέμενοι."],["22.169","Φᾶσίν οὖν οἱ Στωικοὶ (Stoic. fr. III 75 A) ἀγαθὸν εἶναι ὠφέλειαν ἢ οὐχ ἕτερον ὠφελείας, ὠφέλειαν μὲν λέγοντες τὴν ἀρετὴν καὶ τὴν σπουδαίαν πρᾶξιν, ξιν, οὐχ ἕτερον δὲ ὠφελείας τὸν σπουδαῖον καὶ τὸν φίλον. ἡ μὲν γὰρ ἀρετή πως ἔχον ἡγεμονικὸν καθεστηκυῖα καὶ ἡ σπουδαία πρᾶξις ἐνέργειά τις οὖσα κατ’ ἀρετὴν ἄντικρύς ἐστιν ὠφέλεια, ὁ δὲ σπουδαῖος ἄνθρωπος καὶ ὁ φίλος οὐχ ἕτερος ὠφελείας."],["22.170","μέρος μὲν γὰρ τοῦ σπουδαίου ἐστὶν ὠφέλεια, τὸ ἡγεμονικὸν αὐτοῦ ὑπάρχουσα· τὰ δὲ ὅλα οὔτε τὰ αὐτὰ τοῖς μέρεσιν εἶναι λέγουσιν οὐ γάρ ἐστιν ὁ ἄνθρωπος χείρ), οὔτε ἕτερα παρὰ τὰ μέρη οὐκ ἄνευ γὰρ τῶν μερῶν ὑφέστηκεν). διόπερ οὐχ ἕτερα τῶν μερῶν τὰ ὅλα λέγουσιν. ὅθεν τὸν σπουδαῖον ὅλον ὄντα ὧς πρὸς τ’ ὁ ἡγεμονικὸν ἑαυτοῦ, ὅπερ ἔφασαν ὠφέλειαν, οὐχ ἕτερον ὠφελείας εἷναι λέγουσιν. ἐντεῦθεν καὶ τριχῶς τὸ ἀγαθόν φασι λέγεσθαι."],["22.171","καθ’ ἕνα μὲν γὰρ τρόπον φασὶν εἷναι ἀγαθὸν τὸ ὑφ' οὗ ἔστιν ὠφελεῖσθαι, ὃ δὴ ἀρχικώτατόν ἐστι καὶ ἀρετή, καθ’ ἕτερον δὲ καθ’ ὃ συμβαίνει ὠφελεῖσθαι, ὧς ἡ ἀρετὴ καὶ αἱ κατ’ ἀρετὴν πράξεις, κατὰ τρίτον δὲ τρόπον τὸ οἷόν τε ὠφελεῖν, τοῦτο δὲ καὶ ἀρετὴν εἶναι καὶ τὴν κατὰ ἀρετὴνν πρᾶξιν καὶ τὸν σπουδαῖον καὶ τὸν φίλον, θεούς τε καὶ σπουδαίους δαίμονας, ὧς τὸ μὲν δεύτερον σημαινόμενον τοῦ ἀγαθοῦ ἐμπεριληπτικὸν εἶναι τοῦ πρώτου σημαινομένου, τὸ δὲ τρίτον τοῦ δευτέρου καὶ τοῦ πρώτου."],["22.172","τινὲς δέ φασιν (Stoic. fr. III 73 Arn.) ἀγαθὸν εἶναι τὸ δι’ ἑαυτὸ αἱρετόν, ἄλλοι δὲ τὸ συλλαμβάνον πρὸς εὐδαιμονίαν ἢ τὸ συμπληρωτικόν· εὐδαιμονία δέ ἐστιν, ὡς οἱ Στωικοί φασιν, εὔροια βίου. Τοιαῦτα μέν τινα εἰς τὴν ἔννοιαν τοῦ ἀγαθοῦ λέγεται."],["22.173","εἴτε δὲ τὸ ὠφελοῦν εἴτε τὸ δι’ ἑαυτὸ αἱρετὸν εἴτε τὸ συνεργοῦν πρὸς εὐδαιμονίαν ἀγαθόν τις εἶναι λέγοι, οὐχὶ τί ἐστι τὸ ἀγαθὸν παρίστησιν, ἀλλά τι τῶν συμβεβηκότων αὐτῷ λέγει. ὅπερ ἐστὶ μάταιον. ἤτοι γὰρ μόνῳ τῷ ἀγαθῷ συμβέβηκε τὰ προειρημένα ἢ καὶ ἑτέροις. ἀλλ’ εἰ μὲν καὶ ἑτέροις, οὔκ ἐστι χαρακτηριστικὰ τοῦ ἀγαθοῦ κοινοποιούμενα· εἰ δὲ μόνῳ τῷ ἀγαθῷ, οὐκ ἐνδέχεται ἡμᾶς ἀπὸ τούτων νοεῖν τὸ ἀγαθόν·"],["22.174","ὧς γὰρ ὁ ἀνεννόητος ἵππου οὔτε τὸ χρεμετίζειν τί ἐστιν οἶδεν, οὔτε διὰ τούτου δύναται εἰς ἔννοιαν ἐλθεῖν ἵστιν εἰ μὴ πρότερον πρότερον χρεμετίζοντι ἐντύχοι, οὕτω καὶ ὁ διὰ τὸ μὴ εἰδέναι ἰδ’. ζητῶν τί ἐστιν ἀγαθόν, οὐ δύναται γινώσκειν τὸ ἰδίως αὐτῷ καὶ μόνῳ ὑπάρχον, ἴνα δι’ αὐτοῦ τὸ ἀγαθὸν αὐτὸ νοῆσαι δυνηθῇ. πρότερον γὰρ δεῖ μαθεῖν τὴν αὐτοῦ τοῦ ἀγαθοῦ φύσιν, εἶθ’ οὕτω συνεῖναι ὅτι ὠφελεῖ καὶ ὅτι δι’ αὑτὸ αἱρετόν ἐστι καὶ ὅτι εὐδαιμονίας ποιητικόν."],["22.175","ὅτι δὲ τὰ προειρημένα συμβεβηκότα οὔκ ἐστιν ἱκανὰ μηνῦσαι τὴν ἐπίνοιαν καὶ τὴν φύσιν τοῦ ἀγαθοῦ, δηλοῦσιν ἔργῳ οἱ δογματικοί. ὡς μὲν γὰρ ὠφελεῖ τὸ ἀγαθὸν καὶ ὅτι αἱρετόν ἐστι, παρὸ καὶ ἀγαθὸν εἴρηται τὸ οἱονεὶ ἀγαστόν (Plat. Cratyl. 412 C), καὶ ὅτι εὐδαιμονίας ἐστὶ ποιητικόν, πάντες ἴσως συγχωροῦσιν· ἐρωτώμενοι δί, τί ἐστιν ᾧ ταῦτα συμβίβηκεν, εἰς ἄσπειστον ἐμπίπτουσι πόλεμον, οἱ μὲν ἀρετὴν λέγοντες, οἱ δὲ ἡδονήν, οἱ δὲ ἀλυπίαν, οἱ δὲ ἄλλο τι. καίτοι εἰ ἐκ τῶν προειρημένων ὅρων ἐδείκνυτο τί ἐστι τὸ ἀγαθὸν αὐτό, οὐκ ἂν ἐστασίαζον ὡς ἀγνοουμένης τῆς τούτου φύσεως."],["22.176","Οὕτω μὲν οὖν διαφέρονται περὶ τῆς ἐννοίας τοῦ ἀγαθοῦ οἱ δοκιμώτατοι δοκοῦντες εἶναι τῶν δογματικῶν· ὁμοίως δὲ διηνέχθησαν καὶ περὶ τοῦ κακοῦ, λέγοντες (Stoic. fr. III 77 Arn.) κακὸν εἶναι βλάβην ἢ οὐχ ἕτερον βλάβης, οἱ δὲ τὸ δι’ ἑαυτὸ φευκτόν, οἱ δὲ τὸ κακοδαιμονίας ποιητικόν. δι’ ὧν οὐχὶ τὴν οὐσίαν τοῦ κακοῦ, ἀλλά τινα τῶν συμβεβηκότων ’ίσως αὐτῷ φάσκοντες εἰς τὴν προειρημένην ἐμπίπτουσιν ἀπορίαν."],["22.177","Τὸ δὲ ἀδιάφορόν φασι (Stoic. fr. III 122 Arn.) λέγεσθαι μὲν τριχῶς, καθ’ ἕνα μὲν τρόπον πρὸς ὃ μήτε ὁρμὴ μήτε ἀφορμὴ γίνεται, οἶόν ἐστι τὸ ἀρτίους εἶναι τούς ἀστέρας ἢ τὰς ἐπὶ τῆς κεφαλῆς τρίχας· καθ’ ἕτερον δὲ πρὸς ὃ ὁρμὴ μὲν ἢ ἀφορμὴ γίνεται, οὐ μᾶλλον δὲ πρὸς τόδε ἢ τόδε, οἶον ἐπὶ δυεῖν τετραδράχμων ἀπαραλλάκτων, ὅταν δέῃ τὸ ἕτερον αὐτῶν αἱρεῖσθαι· ὁρμὴ μὲν γὰρ γίνεται πρὸς τὸ αἱρεῖσθαι τὸ ἕτερον αὐτῶν, οὐ μᾶλλον δὲ πρὸς τόδε ἢ τόδε· κατὰ τρίτον δὲ τρόπον φασὶν ἀδιάφορον εἷναι τὸ μήτε πρὸς εὐδαιμονίαν μήτε πρὸς κακοδαιμονίαν συμβαλλόμενον, ὧς ὑγίειαν πλοῦτον· ᾧ γὰρ ἔστιν ὁτὲ μὲν εὖ, ὁτὲ δὲ κακῶς χρήσασθαι, τοῦτο ἀδιάφορον εἶναί φασιν, περὶ οὗ μάλιστα ἐν τοῖς ἠθικοῖς διαλαμβάνειν λέγουσιν."],["22.178","τίνα μέντοι καὶ περὶ ταύτης τῆς ἐννοίας δεῖ φρονεῖν, δῆλον ἐκ τῶν εἰρημένων ἡμῖν περί τε ἀγαθῶν καὶ κακῶν. Oὕτω μὲν οὖν σαφές ἐστιν, ὅτι οὐκ ἐπέστησαν ἡμᾶς τῇ ἐννοίᾳ τῶν προειρημένων ἑκάστου· οὐδὲν δὲ ἀπεικὸς πεπόνθασιν ἐν ἀνυποστάτοις τάχα πράγμασι σφαλλόμενοι. ὅτι γὰρ οὐδὲν τῇ φύσει ἐστὶν ἀγαθὸν ἢ κακὸν ἢ ἀδιάφορον, ἐντεῦθέν τινες ἐπιλογίζονται."],["23.179","Τὸ πῦρ φύσει ἀλεαῖνον πᾶσι φαίνεται ἀλεαντικόν, καὶ ἡ χιὼν φύσει ψύχουσα πᾶσι φαίνεται ψυκτική, καὶ πάντα τὰ φύσει κινοῦντα ὁμοίως πάντας κινεῖ τοὺς κατὰ φύσιν, ὧς φασίν, ἔχοντας. οὐδὲν δὲ τῶν λεγομένων ἀγαθῶν πάντας κινεῖ ὡς ἀγαθόν, ὡς ὑπομνήσομεν· οὐκ ἄρα ἔστι φύσει ἀγαθόν. ὅτι δὲ οὐδὲν τῶν λεγομένων ἀγαθῶν πάντας ὁμοίως κινεῖ, δῆλον, φασίν."],["23.180","ἵνα γὰρ τοὺς ἰδιώτας παρῶμεν, ὧν οἱ μὲν εὐεξίαν σώματος ἀγαθὸν εἷναι νομίζουσιν, οἱ δὲ τὸ λαγνεύειν, οἱ δὲ τὸ ἀδηφαγεῖν, οἱ δὲ οἰνοφλυγίαν, οἱ δὲ τὸ χρῆσθαι κύβοις, οἱ δὲ πλεονεξίαν, οἱ δὲ καὶ χείρωτινὰ τούτων, αὐτῶν τῶν φιλοσόφων τινὲς μὲν τρία γένη φασὶν εἷναι ἀγαθῶν, ὧς οἱ Περιπατητικοί (Div. Aristot. 1 [5])· τούτων γὰρ τὰ μὲν εἷναι ψυχὴν ὧς τἀς ἀρετάς, τὰ δὲ περὶ σῶμα ὧς ὑγίειαν καὶ τὰ ἐοικότα, τὰ δὲ ἐκτὸς ὧς φίλους, πλοῦτον,"],["23.181","τά παραπλήσια. οἱ δὲ ἀπὸ τῆς Στοᾶς τριγένειαν μὲν καὶ αὐτοί φασιν (III 96 Arn.) εἷναι ἀγαθῶν· τούτων γὰρ τὰ μὲν εἷναι περὶ ψυχὴν ὡς τὰς ἀρετάς, τὰ δὲ ἐκτὸς ὡς τὸν σπουδαῖον καὶ τὸν φίλον, τὰ δὲ οὔτε περὶ ψυχὴν οὔτε ἐκτός, οἷον τὸν σπουδαῖον ὧς πρὸς ἑαυτόν· τὰ μέντοι περὶ σῶμα [ἤ ἢ ἐκτός], ἅ φασιν οἱ ἐκ τοῦ Περιπάτου ἀγαθὰ εἶναι, οὔ φασιν ἀγαθά. ἔνιοι δὲ τὴν ἡδονὴν ἠσπάσαντο ὧς ἀγαθόν, τινὲς δὲ κακὸν αὐτὴν ἄντικρυς εἶναί φασιν, ὥστε καί τινα τῶν ἐκ φιλοσοφίας ἀναφθέγξασθαι' μανείην μᾶλλον ἢ ἡσθείην."],["23.182","εἰ τοίνυν τὰ μὲν φύσει κινοῦντα πάντας ὁμοίως κινεῖ, ἐπὶ δὲ τοῖς λεγομένοις ἀγαθοῖς οὐ πάντες ὁμοίως κινούμεθα, οὐδέν ἐστι φύσει ἀγαθόν. καὶ γὰρ οὔτε πάσαις ταῖς προεκκειμέναις στάσεσι πιστεύειν ἐνδέχεται διὰ τὴν μάχην οὔτε τινί. ὁ γὰρ λέγων, ὅτι τῇδε μὲν πιστευτέον τῇ στάσει, τῇδε δὲ οὐδαμῶς, ἐναντιουμένους τοὺς παρὰ τῶν ἀντιδοξούντων λόγους αὐτῷ ἔχων, μέρος γίνεται τῆς διαφωνίας, καὶ τοῦ κρινοῦντος αὐτὸς δεήσεται διὰ τοῦτο μετὰ τῶν ἄλλων, ἀλλ’ οὐχ ἑτέρους κρινεῖ. μήτε οὖν κριτηρίου ὄντος ὁμολογουμένου μήτε ἀποδείξεως διὰ τὴν ἀνεπίκριτον καὶ περὶ τούτων διαφωνίαν, εἰς τὴν ἐποχὴν καταντήσει, καὶ διὰ τοῦτο οὐχ ἔξει διαβεβαιοῦσθαι, τί ἐστι τὸ φύσει ἀγαθόν."],["23.183","Ἔτι κἀκεῖνο λέγουσί τινες, ὅτι ἀγαθόν ἐστιν ἤτοι τὸ αἱρεῖσθαι αὐτὸ ἢ ἐκεῖνο ὃ αἱρούμεθα. τὸ μὲν οὖν αἱρεῖσθαι οὐκ ἔστιν ἀγαθὸν κατὰ τὸν ἴδιον λόγον· οὐ γὰρ ἂν ἐσπεύδομεν τυχεῖν ἐκείνου ὃ αἱρούμεθα, ἵνα μὴ ἐκπέσωηεν τοῦ ἔτι αὐτὸ αἱρεῖσθαι, οἷον εἰ ἀγαθὸν ἦν τὸ ἀντιποιεῖσθαι ποτοῦ, οὐκ ἂν ἐσπεύδομεν ποτοῦ τυχεῖν· ἀπολαύσαντες γὰρ τούτου τῆς ἀντιποιήσεως αὐτοῦ ἀπαλλαττόμεθα. καὶ ἐπὶ τοῦ πεινῆν ὁμοίως καὶ ἐπὶ τοῦ ἐρᾶν καὶ τῶν ἄλλων. οὐκ ἄρα τὸ αἱρεῖσθαι δι’ αὐτὸ αἱρετόν ἐστιν, εἰ μή γε καὶ ὀχληρόν· καὶ γὰρ ὁ πεινῶν σπεύδει μετα- σχεῖν τροφῆς, ὅπως ἀπαλλαγῇ τῆς ἐκ τοῦ πεινῆν ὀχλήσεως, καὶ ὁ ἐρῶν ὁμοίως καὶ ὁ διψῶν."],["23.184","ἀλλ’ οὐδὲ τὸ αἱρετόν ἐστι τὸ ἀγαθόν. τοῦτο γὰρ ἤτοι ἔξωθέν ἐστιν ἡμῶν ἢ περὶ ἡμᾶς. ἀλλ’ εἰ μὲν ἔξωθεν ἡμῶν, ἤτοι ποιεῖ περὶ ἡμᾶς ἀστείαν κίνησιν καὶ ἀποδεκτὸν κατάστημα καὶ ἀγαστὸν πάθος, ἢ οὐδαμῶς ἡμᾶς διατίθησιν. καὶ εἰ μὲν οὔκ ἐστιν ἡμῖν ἀγαστόν, οὔτε ἀγαθὸν ἔσται οὔτε ἐπάξεται ἡμᾶς πρὸς τὸ αἱρεῖσθαι αὐτὸ οὔτε ὅλως αἱρετὸν ἔσται. εἰ δὲ γίνεταί τι περὶ ἡμᾶς ἀπὸ τοῦ ἐκτὸς προσηνὲς κατάστημα καὶ ἀσμενιστὸν πάθος, οὐχὶ δι’ ἑαυτὸ αἱρετὸν ἔσται τὸ ἐκτός, ἀλλὰ διὰ τὴν περὶ ἡμᾶς ἐπ’ αὐτῷ γινομένην διάθεσιν·"],["23.185","ὥστε οὐ δύναται τὸ δι’ αὑτὸ αἱρετὸν ἐκτὸς εἶναι. ἀλλ’ οὐδὲ περὶ ἡμᾶς. ἤτοι γὰρ περὶ σῶμα εἶναι λέγεται μόνον ἢ περὶ ψυχὴν μόνην ἢ περὶ ἀμφότερα. ἀλλ’ εἰ μὲν περὶ σῶμα μόνον, ἐκφεύξεται τὴν γνῶσιν ἡμῶν· ψυχῆς γὰρ αἱ γνώσεις εἶναι λέγονται, τὸ δὲ σῶμα ἄλογον εἶναί φασιν ὅσον ἐφ’ ἑαυτῷ. εἰ δὲ καὶ μέχρι τῆς ψυχῆς διατείνειν λέγοιτο, τῇ τῆς ψυχῆς ἀντιλήψει καὶ τῷ ταύτης ἀγαστῷ πάθει δοκοίη ἂν αἱρετὸν εἶναι· τὸ γὰρ κρινόμενον ὧς αἱρετὸν τῇ διανοίᾳ κρίνεται κατὰ αὐτοὺς καὶ οὐκ ἀλόγῳ σώματι."],["23.186","λείπεται λέγειν, ὅτι περὶ ψυχὴν μόνην τὸ ἀγαθόν ἐστιν. καὶ τοῦτο δὲ ἐξ ὧν οἱ δογματικοὶ λέγουσιν ἀδύνατόν ἐστιν. ἡ γὰρ ψυχὴ τάχα μὲν καὶ ἀνύπαρκτός ἐστιν· εἰ ’δε καὶ ὑπάρχει, ὅσον ἐφ’ οἷς λέγουσιν οὐ καταλαμβάνεται, καθὼς ἐπελογισάμην ἐν τῷ περὶ κριτηρίου λόγῳ (ΙΙ 31— 33). πῶς δ’ ἂν θαρροίη τις ἐν ἐκείνῳ τι γίνεσθαι λέγειν, ὃ μὴ καταλαμβάνει;"],["23.187","ἴνα δὲ καὶ ταῦτα παραλείπωμεν, πῶς ἄρα καὶ λέγουσιν ἐν τῇ ψυχῇ τὸ ἀγαθὸν γίνεσθαι; εἰ γοῦν ὁ Ἐπίκουρος ἐν ἡδονῇ τίθεται τὸ τέλος καί φησι τὴν ψυχήν, ἐπεὶ καὶ πάντα, ἐξ ἀτόμων συνεστάναι, πῶς ἐν ἀτόμων σωρῷ δυνατὸν ἡδονὴν γίγνεσθαι καὶ συγ- κατάθεσιν ἢ κρίσιν τοῦ τόδε μὲν αἱρετὸν εἶναι καὶ ἀγαθόν, τόδε δὲ φευκτὸν καὶ κακόν, ἀμήχανον εἰπεῖν."],["24.188","Πάλιν οἱ Στωικοὶ (Stoic. fr. II 96 Arn.) περὶ ψυχὴν ἀγαθά φασιν εἶναι τέχνας τινὰς, τὰς ἀρετάς· τέχνην δὲ εἶναί φασι (Stoic. fr. I 73 Arn.) σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων, τὰς δὲ καταλήψεις γίγνεσθαι περὶ τὸ ἡγεμονικόν. πῶς οὖν ἐν τῷ ἡγεμονικῷ, πνεύματι κατ’ αὐτοὺς ὑπάρχοντι, ἐναπόθεσις γίνεται καταλήψεων καὶ ἀθροισμὸς τοσούτων ὧς γενέσθαι τέχνην, οὐχ οἷόν τε ἐννοῆσαι, τῆς ἐπιγινομένης τυπώσεως ἀεὶ τὴν πρὸ αὐτῆς ἀπαλειφούσης, ἐπεὶ χυτόν τέ ἐστι τὸ πνεῦμα καὶ ἐξ ὅλου κινεῖσθαι λέγεται καθ’ ἑκάστην τύπωσιν."],["24.189","τὸ γὰρ τὴν Πλάτωνος ἀνειδωλοποίησιν λέγειν ἐπιδεκτικὴν εἶναι δύνασθαι τοῦ ἀγαθοῦ, φημὶ δὲ τὴν κρᾶσιν τῆς ἀμερίστου καὶ μεριστῆς οὐσίας καὶ τῆς θατέρου φύσεως καὶ ταὐτοῦ, ἢ τούς ἀριθμούς, τέλεον ληρῶδές ἐστιν. ὅθεν οὐδὲ περὶ ψυχὴν εἶναι δύναται τὸ ἀγαθόν."],["24.190","εἰ δὲ μήτε τὸ αἱρεῖσθαι αὐτὸ ἀγαθόν ἐστι, μήτε ἐκτὸς ὑπόκειται τὸ δι’ αὑτὸ αἱρετόν, μήτε περὶ σῶμά ἐστι μήτε περὶ ψυχήν, ὧς ἐπελογισάμην, οὐδ’ ὅλως ἔστι τι φύσει ἀγαθόν Διὰ δὲ τὰ προειρημένα οὐδὲ κακόν τι ἔστι φύσει. τὰ γὰρ ἑτέροις δοκοῦντα εἶναι κακά, ταῦτα ἕτεροι διώκου- σιν ὡς ἀγαθά, οἷον ἀσέλγειαν ἀδικίαν φιλαργυρίαν ἀκρα- σίαν, τὰ ἐοικότα. ὅθεν εἰ τὰ μὲν φύσει πάντας ὁμοίως πέφυκε κινεῖν, τὰ δὲ λεγόμενα εἶναι κακὰ οὐ πάντας ὁμοίως κινεῖ, οὐδέν ἐστι φύσει κακόν."],["24.191","Ὁμοίως δὲ οὐδ’ ἀδιάφορόν ἐστί τι φύσει διὰ τὴν περὶ τῶν ἀδιαφόρων διαφωνίαν. οἷον γοῦν οἱ μὲν Στωικοὶ (Stoic. fr. III 122 Arn.) τῶν ἀδιαφόρων φασὶ τὰ μὲν προηγμένα μένα εἷναι, τὰ δὲ ἀποπροηγμένα, τὰ δὲ οὔτε προηγμένα οὔτε ἀποπροηγμένα, ’π’ προηγμένα μὲν τὰ ἱκανὴν ἀξίαν ἔχοντα ὡς Ὑγίειαν πλοῦτον, ἀποπροηγμένα δὲ τὰ μὴ ἱκανὴν ἔχοντα ἀξίαν ὡς πενίαν νόσον, μήτε δὲ προηγμένα μήτε ἀποπροηγμένα ὡς τὸ ἐκτεῖναι ἢ συγκάμψαι τὸν δάκτυλον."],["24.192","τινὲς δὲ οὐδὲν τῶν ἀδιαφόρων φύσει προηγμένον ἢ ἀποπροηγμένον εἶναι λέγουσιν· ἕκαστον γὰρ τῶν ἀδιαφόρων παρὰ τὰς διαφόρους περιστάσεις ὁτὲ μὲν προηγμένον φαίνεσθαι, ὁτὲ δὲ ἀποπροηγμένον. εἰ γοῦν, φασίν, οἱ μὲν πλούσιοι ἐπιβουλεύοιντο ὑπὸ τυράννου οἱ δὲ πένητες εἰρηνεύοιντο, πᾶς ἄν ἕλοιτο εἶναι πένης μᾶλλον ἢ πλούσιος, ὡς ἀποπροηγμένον γίνεσθαι τὸν πλοῦτον."],["24.193","ὥστε ἐπεὶ ἕκαστον τῶν λεγομένων ἀδιαφόρων οἱ μὲν ἀγαθὸν εἶναί φασιν, οἱ δὲ κακόν, ἅπαντες δ’ ἂν ὁμοίως ἀδιάφορον αὐτὸ ἐνόμιζον εἶναι, εἴγε ἀδιάφορον ἦν φύσει, οὐδέν ἐστι φύσει ἀδιάφορον. Οὕτως καὶ εἴ τις φύσει αἱρετὴν εἶναι λέγοι τὴν ἀνδρείαν διὰ τὸ τοὺς λέοντας φυσικῶς τολμᾶν καὶ ἀνδρίζεσθαι δοκεῖν καὶ ταύρους, εἰ τύχοι, καὶ ἀνθρώπους τινὰς καὶ ἀλεκτρυόνας, λέγομεν, ὅτι ὅσον ἐπὶ τούτῳ καὶ ἡ δειλία τῶν φύσει αἱρετῶν ἐστιν, ἐπεὶ ἔλαφοι καὶ λαγῴ καὶ ἄλλα πλείονα ζῷα φυσικῶς ἐπ’ αὐτὴν ὁρμᾷ. καὶ οἱ πλεῖστοι δὲ τῶν ἀνθρώπων δειλοὶ θεωροῦνται· σπανίως μὲν γάρ τις ὑπὲρ πατρίδος ἑαυτὸν ἐπέδωκεν εἰς θάνατον βλακευσάμενος ἢ ἄλλως θερμόν τι τυφωθεὶς ἔδοξέ τις διαπράττεσθαι, ὁ δὲ πλεῖστος ὅμιλος τῶν ἀνθρώπων πάντα τὰ τοιαῦτα ἐκ- κλίνει."],["24.194","ὅθεν καὶ οἱ Ἐπικούρειοι (Epicurea p. 274, 25 Us.) δεικνύναι νομίζουσι φύσει αἱρετὴν εἶναι τὴν ἡδονήν· τὰ γὰρ ζῷά φασιν ἅμα τῷ γενέσθαι, ἀδιάστροφα ὄντα, ὁρμᾶν μὲν ἐπὶ τὴν ἡδονήν, ἐκκλίνειν δὲ ἀλγηδόνας."],["24.195","καὶ πρὸς τούτους δὲ ἔστι λέγειν, τι τὸ ποιητικὸν κακοῦ οὐκ ἂν εἴη φύσει ἀγαθόν· ἡ δέ ἡδονὴ κακῶν ἐστι ποιητική· πάσῃ γὰρ ἡδονῇ παραπέπηγεν ἀλγηδών, ἥ ἐστι κατ’ αὐτοὺς (Epicurea p. 276, 23 Us.) φύσει κακόν. οἷον γοῦν ἥδεται ὁ μέθυσος ἐμφορούμενος οἴνου καὶ ὁ γαστρίμαργος τροφῆς, καὶ ὁ λάγνος ἀφροδισίοις ἀμέτρως χρώμενος· ἀλλὰ ταῦτα καὶ πενίας καὶ νόσων ἐστὶ ποιητικά, ἅπερ ἀλγεινά ἐστι καὶ κακά, ὡς φασίν. οὐκ ἄρα φύσει ἀγαθόν ἐστιν ἡ ἡδονή."],["24.196","παραπλησίως δὲ καὶ τὸ ποιητικὸν ἀγαθοῦ οὔκ ἐστι φύσει κακόν, ἡδονὰς δὲ ἀποτελοῦσιν ἀλγηδόνες· καὶ γὰρ ἐπιστήμας ἀναλαμβάνομεν μὲν πονοῦντες, καὶ πλούτου καὶ ἐρωμένης οὕτως ἐγκρατὴς γίνεταί τις, καὶ ὑγίειαν περιποιοῦσιν αἱ ἀλγηδόνες. οὐκ ἄρα ὁ πόνος φύσει κακόν. καὶ γὰρ εἰ φύσει ἀγαθὸν μὲν ἦν ἡ ἡδονὴ, φαῦλον δὲ ὁ πόνος, πάντες ἂν ὁμοίως διέκειντο περὶ αὐτῶν, ὧς ἐλέγομεν· ὁρῶμεν δὲ πολλοὺς τῶν φιλοσόφων τὸν μὲν πόνον καὶ τὴν καρτερίαν αἱρουμένους, τῆς ἡδονῆς δὲ καταφρονοῦντας."],["24.197","ὁμοίως δ’ ἂν περιτρίποιντο καὶ οἱ τὸν ἐνάρετον βίον φύσει ἀγαθὸν εἶναι λέγοντες, ἐκ τοῦ τινὰς τῶν σοφῶν τὸν μεθ’ ἡδονῆς αἱρεῖσθαι βίον, ὡς ἐκ τῆς παρ’ αὐτοῖς ἐκείνοις διαφωνίας τὸ φύσει τι τοῖον ἢ τοῖον εἶναι διατρέπεσθαι."],["24.198","Οὐκ ἄτοπον δ’ ἂν ’ίσως εἴη πρὸς τούτοις καὶ εἰδικώτερον ἐπιστῆσαι διὰ βραχέων ταῖς ὑπολήψεσι ταῖς περὶ αἰσχρῶν καὶ οὐκ αἰσχρῶν, ἀθέσμων τε καὶ οὐ τοιούτων καὶ νόμων καὶ ἐθῶν καὶ τῆς εἰς θεοὺς εὐσεβείας καὶ τῆς περὶ τοὺς κατ’ οἰχομένους ὁσιότητος καὶ τῶν ἐοικότων· καὶ γὰρ οὕτω περὶ τῶν πρακτέων ἢ μὴ πολλὴν εὑρήσομεν ἀνωμα- λίαν."],["24.199","οἷον γοῦν παρ’ ἡμῖν μὲν αἰσχρόν, μᾶλλον δὲ καὶ παράνομον νενόμισται τὸ τῆς ἀρρενομιξίας, παρὰ Γερμανοῖς δέ, ὡς φασίν, οὐκ αἰσχρόν, ἀλλ’ ὡς ἔν τι τῶν συνήθων. λέγεται δὲ καὶ παρὰ Θηβαίοις τὸ παλαιὸν οὐκ αἰσχρὸν τοῦτο εἶναι δόξαι, καὶ τὸν Μηριόνην τὸν Κρῆτα οὕτω κεκλῆσθαί φασι δι’ ἔμφασιν τοῦ Κρητῶν ἔθους, καὶ τὴν Ἀχιλλέως πρὸς Πάτροκλον διάπυρον φιλίαν εἰς τοῦτο ἀνάγουσί τινες."],["24.200","καὶ τί θαυμαστόν, ὅπου γε καὶ οἱ ἀπὸ τῆς κυνικῆς φιλο σοφίας καὶ οἱ περὶ τὸν Κιτιέα Ζήνωνα καὶ Κλεάνθην καὶ Χρύσιππον (fr. Stoic. I, 256 Arn.) ἀδιάφορον τοῦτο εἶναί φασιν; καὶ τὸ δημοσίᾳ γυναικὶ μίγνυσθαι, καίτοι παρ’ ἡμῖν αἰσχρὸν εἶναι δοκοῦν, παρά τισι τῶν Ἰνδῶν οὐκ αἰσχρὸν εἶναι νομίζεται· μίγνυνται γοῦν ἀδιαφόρως δημοσίᾳ, καθάπερ καὶ περὶ τοῦ φιλοσόφου Κράτητος ἀκηκόαμεν."],["24.201","ἀλλὰ καὶ τὸ τὰς γυναῖκας ἑταιρεῖν παρ’ ἡμῖν μὲν αἰσχρόν ἐστι καὶ ἐπονείδιστον, παρὰ δὲ πολλοῖς τῶν Αἰγυπτίων εὐκλεές· φασὶ γοῦν, ὅτι αἱ πλείστοις συνιοῦσαι καὶ κόσμον ἔχουσι περισφύριον, σύνθημα τοῦ παρ’ αὐταῖς σεμνολογήματος. παρ’ ἐνίοις δὲ αὐτῶν αἱ κόραι πρὸ τῶν γάμων τὴν προῖκα ἐξ ἑταιρήσεως συνάγουσαι γαμοῦνται. καὶ τοὺς Στωικοὺς (Stoic. fr. III, 755 Arn.) δὲ ὁρῶμεν οὐκ ἄτοπον εἶναι λέγοντας τὸ ἑταίρᾳ συνοικεῖν ἢ τὸ ἐξ ἑταίρας ἐργασίας διαζῆν."],["24.202","ἀλλὰ καὶ τὸ ἐστίχθαι παρ’ ἡμῖν μὲν αἰσχρὸν καὶ ἄτιμον εἶναι δοκεῖ, πολλοὶ δὲ Αἰγυπτίων καὶ Σαρμάτων στίζουσι τὰ γεννώμενα."],["24.203","τό τε ἐλλόβια ἔχειν τούς ἄρρενας παρ’ ἡμῖν μὲν αἰσχρόν ἐστι, παρ’ ἐνίοις δὲ τῶν βαρβάρων, ὥσπερ καὶ Σύροις, εὐγενείας ἐστὶ σύνθημα. τινὲς δὲ ἐπιτείνοντες τὸ σύνθημα τῆς εὐγενείας, καὶ τὰς ῥῖνας τῶν παίδων τιτρώσκοντες κρίκους ἀπ’ αὐτῶν ἀργυρέους ἢ χρυσοῦς ἀπαρτῶσιν, ὃ παρ’ ἡμῖν οὐκ ἂν ποιήσειέ τις,"],["24.204","ὥσπερ οὐδὲ ἀνθοβαφῆ καὶ ποδήρη τις ἄρρην ἐνταῦθα ἂν ἀμφιέσαιτο ἐσθῆτα, καίτοι Πέρσαις εὐπρεπεστάτου τοῦ παρ’ ἡμῖν αἰσχροῦ τούτου δοκοῦντος εἶναι. καὶ παρὰ Διονυσίῳ δὲ τῷ τῆς Σικελίας τυράννῳ τοιαύτης ἐσθῆτος Πλάτωνι καὶ Ἀριστίππῳ τοῖς φιλοσόφοις προσενεχθείσης ὁ μὲν Πλάτων’ ἀπεπέμψατο, εἰπὼν (Eurip. Bacch. 836) οὖσ’ ἄν δυναίμην θῆλυν ενδῦναι στολήν ἄρρην πεφυκὼς, ὁ δὲ Ἀρίστιππος προσήκατο, φήσας (Bacch. 317) καὶ γὰρ ἐν βακχεύμασιν οὖσ' ἥ γε σώφρωνov οὐ διαφθαρήσεται. οὕτω καὶ τῶν σοφῶν ᾧ μὲν οὐκ αἰσχρόν, ᾧ δὲ αἰσχρὸν ἐδόκει τοῦτο εἶναι."],["24.205","ἄθεσμον τέ ἐστι παρ’ ἡμῖν μητέρα ἢ ἀδελφὴν ἰδίαν γαμεῖν· Πέρσαι δέ, καὶ μάλιστα αὐτῶν οἱ σοφίαν ἀσκεῖν δοκοῦντες, οἱ Μάγοι, γαμοῦσι τὰς μητέρας, καὶ Αἰγύπτιοι τὰς ἀδελφὰς ἄγονται πρὸς γάμον, καὶ ὧς ὁ ποιητής φησιν Σ 356), Ζεὺς Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε. ἀλλὰ καὶ ὁ Κιτιεὺς Ζήνων (Stoic. fr. I, 256 Arn.) φησὶ μὴ ἄτοπον εἶναι τὸ μόριον τῆς μητρὸς τῷ ἑαυτοῦ μορίῳ τρῖψαι, καθάπερ οὐδὲ ἄλλο τι μέρος τοῦ σώματος αὐτῆς τῇ χειρὶ τρῖψαι φαῦλον ἂν εἶποι τις εἶναι. καὶ ὁ Χρύσιππος δὲ ἐν τῇ πολιτείᾳ (fr. Stoic. III, 745 Arn.) δογματίζει τόν τε πατέρα ἐκ τῆς θυγατρὸς παιδοποιεῖσθαι καὶ τὴν μητέρα ἐκ τοῦ παιδὸς καὶ τὸν ἀδελφὸν ἐκ τῆς ἀδελφῆς. Πλάτων’ (Resp. IV 423 E sqq.) δὲ καὶ καθολικώτερον κοινὰς εἶναι τὰς γυναῖκας δείν’ ἀπεφήνατο."],["24.206","τό τε αἰσχρουργεῖν ἐπάρατον ὂν παρ’ ἡμὶν ὁ Ζήνων (Stoic. fr. I, 255 Arn.) οὐκ ἀποδοκιμάζει· καὶ ἄλλους δὲ ὧς ἀγαθῷ τινι τούτῳ χρῆσθαι τῷ κακῷ πυνθανόμεθα."],["24.207","ἀλλὰ καὶ τὸ ἀνθρωπείων γεύεσθαι σαρκῶν παρ’ ἡμῖν μὲν ἄθεσμον, παρ’ ὅλοις δὲ βαρβάροις ἔθνεσιν ἀδιάφορόν ἐστιν. καὶ τί δεῖ τοὺς βαρβάρους λέγειν, ὅπου καὶ ὁ Τυδεὺς τὸν ἐγκέφαλον τοῦ πολεμίου λέγεται φαγεῖν φαγεῖν, καὶ οἱ ἀπὸ τῆς Στοᾶς (Stoic. fr. I, 254 III, 748 Arn.) οὐκ ἄτοπον εἶναί φασι τὸ σάρκας τινὰ ἐσθίειν ἄλλων τε ἀν’ θρώπων καὶ ἑαυτοῦ;"],["24.208","τό τε ἀνθρωπείῳ μιαίνειν αἵματι βωμὸν θεοῦ παρ’ ἡμῖν μὲν τοῖς πολλοῖς ἄθεσμον, Λάκωνες δὲ ἐπὶ τοῦ βωμοῦ τῆς Ὀρθωσίας Ἀρτέμιδος μαστίζονται πικρῶς ὑπὲρ τοῦ πολλὴν αἵματος ἐπὶ τοῦ βωμοῦ τῆς θεοῦ γενέσθαι ῥύσιν. ἀλλὰ καὶ τῷ Κρόνῳ θύουσιν ἄνθρωπόν τινες, καθάπερ καὶ Σκύθαι τῇ Ἀρτέμιδι τοὺς ξένους· ἡμεῖς δὲ χραίνεσθαι τὰ ἱερὰ δοκοῦμεν ἀνθρώπου φόνῳ."],["24.209","τούς γε μὴν μοιχοὺς κολάζει παρ’ ἡμῖν νόμος, παρὰ δέ τισιν ἀδιάφορόν ἐστι ταῖς τῶν ἑτέρων γυναιξὶ μίγνυσθαι· καὶ φιλοσόφων δέ τινές φασιν ἀδιάφορον εἶναι τὸ ἀλλοτρίᾳ γυναικὶ μίγνυσθαι."],["24.210","τοὺς πατέρας τε ὑπὸ τῶν παίδων ἐπιμελείας ἀξιοῦσθαι κελεύει παρ’ ἡμῖν νόμος· οἱ Σκύθαι δὲ ὑπὲρ τὰ ἑξήκοντα ἔτη γενομένους αὐτοὺς ἀποσφάττουσιν. καὶ τί θαυμαστόν, εἴγε ὁ μὲν Κρόνος τῇ ἅρπῃ τὰ αἰδοία ἐξέτεμε τοῦ πατρός, ὁ δὲ Ζεὺς τὸν Κρόνον κατεταρτάρωσεν, ἡ δὲ Ἀθηνᾶ μετὰ Ἥρας καὶ Ποσειδῶνος τὸν πατέρα δεσμεύειν ἐπεχείρησεν; ἀλλὰ καὶ τοὺς ἑαυτοῦ παῖδας ὁ Κρόνος ἀναιρεῖν ἔκρινεν,"],["24.211","καὶ ὁ Σόλων Ἀθηναίοις τὸν περὶ τῶν ἀκρίτων νόμον ἔθετο, καθ’ ὃν φονεύειν ἑκάστῳ τὸν ἑαυτοῦ παῖδα ἐπέτρεψεν· παρ’ ἡμῖν δὲ τὸ τοὺς παῖδας φονεύειν ἀπαγορεύουσιν οἱ νόμοι. οἴ τε ωμαίων νομοθέται τούς παῖδας ὑποχειρίους καὶ δούλους τῶν πατέρων κελεύουσιν εἶναι, καὶ τῆς οὐσίας τῶν παίδων μὴ κυριεύειν τούς παῖδας ἀλλὰ τοὺς πατέρας, ἕως ἂν ἐλευθερίας οἱ παῖδες τύχωσι κατὰ τούς ἀργυρωνήτους· παρ’ ἑτέροις δὲ ὡς τυραννικὸν τοῦτο ἐκβέβληται."],["24.212","νόμος τέ ἐστι τοὺς ἀνδροφόνους κολάζεσθαι· οἱ μονομάχαι δὲ φονεύοντες πολλάκις καὶ τιμῆς τυγχάνουσιν. ἀλλὰ καὶ τὸ τύπτειν ἐλευθέρους οἱ νόμοι κωλύουσιν· οἱ ἀθληταὶ δὲ τύπτοντες ἐλευθέρους ἄνδρας, πολλάκις δὲ καὶ ἀναιροῦντες, τιμῶν καὶ στεφάνων ἀξιοῦνται."],["24.213","νόμος τε παρ’ ἡμὶν κελεύει μιᾷ συνοικεῖν ἕκαστον, Θρᾳκῶν δὲ καὶ Γαιτούλων Λιβύων δὲ ἔθνος τοῦτο) πολλαῖς ἕκαστος συνοικεῖ."],["24.214","τό τε λῃστεύειν παρ’ ἡμῖν μὲν παράνομον καὶ ἄδικόν ἐστι, παρὰ δὲ πολλοῖς τῶν βαρβάρων οὐκ ἄτοπον. φασὶ δέ, ὅτι καὶ εὐκλεὲς τοῦτο οἱ Κίλικες ἐνόμιζον εἶναι, ὧς καὶ τοὺς ἐν λῃστείᾳ τελευτήσαντας τιμῆς ἀξίους εἷναι δοκεῖν. καὶ ὁ Νέστωρ δὲ παρὰ τῷ ποιητῇ, μετὰ τὸ φιλοφρονήσασθαι τοὺς περὶ τὸν Τηλέμαχον, φησὶ πρὸς αὐτοὺς (γ 72) ἦ μαψιδίως ἀλάλησθε οἶά τε ληιστῆρες; καίτοι εἰ ἄτοπον ἦν τὸ λῃστεύειν, οὐκ ἂν οὕτως αὐτοὺς φιλοφρονησάμενος διὰ τὸ ὑποπτεύειν, μὴ ἄρα τοιοῦτοί τινες εἶεν."],["24.215","ἀλλὰ καὶ τὸ κλέπτειν παρ’ ἡμῖν μὲν ἄδικον καὶ παράνομόν ἐστιν· οἱ δὲ καὶ κλεπτίστατον εἶναι θεὸν λέγοντες τὸν Ἑρμῆν οὐκ ἄδικον τοῦτο νομίζεσθαι ποιοῦσιν πῶς γὰρ ἂν θεὸς εἴη κακός;). φασὶ δέ τινες, ὅτι καὶ οἱ Λάκωνες τοὺς κλέψαντας ἐκόλαζον οὐ διὰ τὸ κεκλοφέναι, ἀλλὰ διὰ τὸ πεφωρᾶσθαι."],["24.216","ἀλλὰ καὶ ὁ δειλὸς καὶ ὁ ῥίψασπις ἀνὴρ κολάζεται παρὰ πολλοῖς νόμῳ· διὸ καὶ ἡ τὴν ἀσπίδα τῷ παιδὶ ἐπὶ πόλεμον ἐξιόντι διδοῦσα Λάκαινα ‘σὺ ἔφη, ‘τέκνον, ἢ ταύταν ἢ ἐπὶ ταύταν'. Ἀρχίλοχος δέ, ὥσπερ σεμνυνόμενος ἡμῖν ἐπὶ τῷ τὴν ἀσπίδα ῥίψας φυ- γεῖν, ἐν τοῖς ποιήμασι περὶ ἑαυτοῦ φησὶν (fr. 58 B.) ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳ ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων, αὐτὸς δ’ ἐξέφυγον θανάτου τέλος."],["24.217","αἱ δὲ Ἀμαζόνες καὶ ἐχώλευον τὰ ἄρρενα τῶν ὑπ’ αὐτῶν γεννωμένων ὑπὲρ τοῦ μηδὲν ἀνδρεῖον αὐτὰ ποιῆσαι δύνασθαι, περὶ πόλεμον δὲ ἔσχον αὐταί, τοῦ ἐναντίου παρ’ ἡμῖν καλῶς ἔχειν νενομισμένου. καὶ ἡ μήτηρ δὲ τῶν θεῶν προσίεται τοὺς θηλυδρίας, οὐκ ἂν οὕτω κρίνασα ἡ θεός, εἴγε φύσει φαῦλον ἦν τὸ μὴ ἀνδρεῖον εἶναι."],["24.218","οὕτω καὶ τὰ περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ τοῦ κατὰ τὴν ἀνδρείαν καλοῦ πολλὴν ἀνωμαλίαν ἔχει. Καὶ τὰ περὶ εὐσεβείας δὲ καὶ θεῶν θεραπείας πεπλήρωται πολλῆς διαφωνίας. θεοὺς γὰρ οἱ μὲν πολλοί φασιν εἶναι, τινὲς δὲ οὐκ εἶναι, ὥσπερ οἱ περὶ Δ ιαγόραν τὸν Μήλιον καὶ Θεόδωρον καὶ Κριτίαν τὸν Ἀθηναῖον. καὶ τῶν εἶναι θεοὺς ἀποφηναμένων οἱ μὲν τοὺς πατρίους νομίζουσι θεούς, οἱ δὲ τοὺς ἐν ταῖς δογματικαῖς αἱρέσεσιν ἀναπλασσομένους, ὡς Ἀριστοτέλης (cf. fr. 26 Rose) μὲν ἀσώματον εἶπεν εἶναι τὸν θεὸν καὶ πέρας τοῦ οὐρανοῦ, Στωικοὶ (Stoic. fr. I 159 et II 103 Arn.) δὲ πνεῦμα διῆκον καὶ διὰ τῶν εἰδεχθῶν, Ἐπίκουρος (p. 355, 7 Us.) δὲ ἀνθρωπόμορφον, Ξενοθάνης (cf. A33 Diels) δὲ σφαῖραν ἀπαθῆ."],["24.219","καὶ οἱ μὲν προνοεῖν τῶν καθ’ ἡμᾶς, 24a οἱ δὲ μὴ προνοεῖν· τὸ γὰρ μακάριον καὶ ἄφθαρτον ὁ Ἐπίκουρός (p. 71, 3 Us.) φησί μήτε αὐτὸ πράγματα ἔχειν μήτε ἑτέροις παρέχειν. ὅθεν καὶ τῶν κατὰ τὸν βίον οἱ μὲν ἕνα φασὶν εἶναι θεόν, οἱ δὲ πολλοὺς καὶ διαφόρους ταῖς μορφαῖς, ὡς καὶ εἰς τὰς τῶν Αἰγυπτίων ὑπολήψεις ἐμπίπτειν, κυνοπροσώπους καὶ ἱερακομόρφους καὶ βόας καὶ κροκοδείλους καὶ τί γὰρ οὐχὶ νομιζόντων τοὺς θεούς."],["24.220","ὅθεν καὶ τὰ περὶ θυσιῶν καὶ τῆς περὶ τοὺς θεοὺς θρησκείας ὅλως πολλὴν ἀνωμαλίαν ἔχει· ἃ γὰρ ἔν τισιν ἱεροῖς νομίζεται ὅσια, ταῦτα ἐν ἑτέροις ἀνόσια. καίτοι εἰ φύσει τὸ ὅσιον καὶ τὸ ἀνόσιον ἦν, οὐκ ἂν τοῦτο ἐνομίσθη. οἷον γοῦν Σαράπιδι χοῖρον οὐκ ἂν θύσειέ τις, Ἡρακλεῖ δὲ καὶ Ἀσκληπιῷ θύουσιν. πρόβατον Ἴσιδι θύειν ἄθεσμον, τῇ μητρὶ μέντοι λεγομένῃ τῶν θεῶν καὶ θεοῖς ἄλλοις καλλιερεῖται."],["24.221","ται.... τῷ Κρόνῳ θύουσιν ἄνθρωπον, ὃ τοῖς πλείστοις ἀσεβὲς εἶναι νομίζεται. αἴλουρον ἐν Ἀλεξανδρείᾳ τῷ Ὥρῳ θύουσι, καὶ Θέτιδι σίλφην· ὃ παρ’ ἡμῖν οὐκ ἂν ποιήσειέ τις. ἵππον τῷ Ποσειδῶνι καλλιεροῦσιν· Ἀπόλλωνι δέ, ἐξαιρέτως τῷ Διδυμαίῳ, τὸ ζῷον ἀπεχθές. αἶγας Ἀρτέμιδι θύειν εὐσεβές, ἀλλ’ οὐκ Ἀσκληπιῷ."],["24.222","καὶ ἄλλα δὲ τούτοις ὅμοια παμπληθῆ λέγειν ἔχων ἐῶ, τῆς συντομίας στοχαζόμενος. εἰ μέντοι τι ἦν ὅσιον φύσει θῦμα καὶ ἀνόσιον, παρὰ πᾶσιν ἂν ὁμοίως ἐνομίζετο. Παραπλήσια δὲ τούτοις ἔστιν εὑρεῖν καὶ τὰ ἐν τῇ κατὰ τὴν δίαιταν τῶν ἀνθρώπων θρησκείᾳ περὶ τοὺς θεούς."],["24.223","Ἰουδαῖος μὲν γὰρ ἢ ἱερεὺς Αἰγύπτιος θᾶττον ἂν ἀποθάνοι ἤ χοίρειον φάγοι, Λίβυς δὲ προβατείου γεύσασθαι κρέως τῶν ἀθεσμοτάτων εἶναι δοκεῖ, Σύρων δέ τινες περιστερᾶς, ἄλλοι δὲ ἱερείων. ἰχθῦς τε ἐν τισὶ μὲν ἱεροῖς θέμις ἐσθίειν 5 ἐν ἄλλοις δὲ ἀσεβές. Αἰγυπτίων τε τῶν σοφῶν εἶναι νενομισμένων οἱ μὲν κεφαλὴν ζῴου φαγεῖν ἀνίερον εἶναι νομίζουσιν, οἱ δὲ ὠμοπλάτην, οἱ δὲ πόδα, οἱ δὲ κρόμμυον τι."],["24.224","κρόμμυον δὲ οὐκ ἄν τις προσενέγκαιτο τῶν καθιερουμένων τῷ κατὰ Πηλούσιον Κασίῳ Διί, ὥσπερ οὐδὲ ἱερεὺς τῆς κατὰ Λιβύην Ἀφροδίτης σκόρδου γεύσαιτο ἄν. ἀπέχονται δὲ ἐν οἷς μὲν ἱεροῖς μίνθης, ἐν οἶς ἡδυόσμου, ἐν οἶς δὲ σελίνου. ἔνιοι δὲ θᾶττον ἂν τἀς κεφαλὰς φαγεῖν φασι τῶν πατέρων ἢ κυάμους. ἀλλὰ παρ’ ἑτέροις ταῦτα ἀδιάφορα."],["24.225","κυνείων τε γεύσασθαι δοκοῦμεν ἡμεῖς ἀνίερον εἶναι, Θρᾳκῶν δὲ ἔνιοι κυνοφαγεῖν ἱστοροῦνται. ἴσως δὲ καὶ παρ’ Ἕλλησι τοῦτο ἦν σύνηθες· διόπερ καὶ Διοκλῆς ἀπὸ τῶν κατὰ τοὺς Ἀσκληπιάδας ὁρμώμενος τισὶ τῶν πασχόντων σκυλάκεια δίδοσθαι κελεύει κρέα. τινὲς δὲ καὶ ἀνθρώπων σάρκας, ὧς ἔφην, ἀδιαφόρως ἐσθίουσιν, ὅπερ ἀνίερον παρ’ ἡμῖν εἶναι νενόμι- ’σται."],["24.226","καίτοι εἴγε ἦν φύσει τὰ τῆς θρησκείας καὶ τῶν ἀθέσμων, παρὰ πᾶσιν ἂν ὁμοίως ἐνομίζετο. Παραπλήσια δὲ ἔστι λέγειν καὶ περὶ τῆς εἰς τοὺς κατοιχομένους ὁσιότητος. οἱ μὲν γὰρ ὁλοκλήρως περιστεί- λαντες τοὺς ἀποθανόντας γῇ καλύπτουσιν, ἀσεβὲς εἶναι νομίζοντες ἡλίῳ δεικνύειν αὐτούς· Αἰγύπτιοι δὲ τὰ ἔντερα ἐξελόντες ταριχεύουσιν αὐτοὺς καὶ σὺν ἑαυτοῖς ὑπὲρ γῆς ἔχουσιν."],["24.227","Αἰθιόπων δὲ οἱ ἰχθυοφάγοι εἰς τἀς λίμνας ἐμβάλλουσιν αὐτούς, ὑπὸ τῶν ἰχθύων βρωθησομένους· Υρκανοὶ δὲ κυσὶν αὐτοὺς ἐκτίθενται βοράν, Ἰνδῶν δὲ ἔνιοι γυψίν. Τρωγλοδύτας δέ φασιν ἐπί τινα γεώλοφον ἄγειν τὸν ἀποθανόντα, εἶτα δεσμεύσαντας αὐτοῦ τὴν κε- φαλὴν πρὸς τοὺς πόδας λίθοις βάλλειν μετὰ γέλωτος, εἷθ’ ὅταν χώσωσιν αὐτὸν τοῖς βαλλομένοις ἀπαλλάσσεσθαι."],["24.228","τινὲς δὲ βάρβαροι τοὺς μὲν ὑπὲρ ἑξήκοντα ἔτη γεγονότας θύσαντες ἐσθίουσιν, τοὺς δὲ ἐν νεότητι ἀποθανόντας γῇ κρύπτουσιν. ἔνιοι δὲ καίουσι τοὺς τετελευτηκότας· ὣν οἱ μὲν ἀναλαβόντες αὐτῶν τὰ ὀστέα κηδεύουσιν, οἱ δὲ ἀφροντίστως κατ’ καταλείπουσιν ἐρριμμένα. Πέρσας δέ φασιν ἀνασκολοπίζειν τοὺς ἀποθανόντας καὶ νίτρῳ ταριχεύειν, εἶθ’ οὕτω τελαμῶσι συνειλεῖν. ἄλλοι δὲ ὅσον πένθος ἐπὶ τοῖς τελευτήσασιν ὑπομένουσιν ὁρῶμεν."],["24.229","καὶ τὸν θάνατον δὲ αὐτὸν οἱ μὲν δεινὸν καὶ φευκτόν εἶναι νομίζουσιν, οἱ δὲ οὐ τοιοῦτον. ὁ γοῦν Εὐριπίδης φησὶν (fr. 638Nauck). τίς δ’ οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθανεῖν δὲ ζῆν κάτω νομίζεται; καὶ ὁ Ἐπίκουρος (p. 61, 6. 71, 6 Us.) δέ φησιν ‘ὁ θάνατος οὐδὲν πρὸς ἡμᾶς· τὸ γὰρ διαλυθὲν ἀναισθητεῖ, τὸ δὲ ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς.’ φασὶ δὲ καὶ ὧς εἴπερ συνεστήκαμεν ἐκ ψυχῆς καὶ σώματος, ὁ δὲ θάνατος διάλυσίς ἐστι ψυχῆς καὶ σώμα- τος, ὅτε μὲν ἡμεῖς ἐσμέν, οὐκ ἔστιν ὁ θάνατος οὐ γάρ διαλυόμεθα), ὅτε δὲ ὁ θάνατος ἔστιν, οὐκ ἐσμὲν ἡμεῖς· τῷ γὰρ μηκέτι τὴν σύστασιν εἶναι τῆς ψυχῆς καὶ τοῦ σώματος οὐδὲ ἡμεῖς ἐσμεν."],["24.230","ὁ δὲ Ἡράκλειτός (cf. B 88 Diels) φησιν, ὅτι καὶ τὸ ζῆν καὶ τὸ ἀποθανεῖν καὶ ἐν τῷ ζῆν ἡμᾶς ἐστι καὶ ἐν τῷ τεθνάναι· ὅτε μὲν γὰρ ἡμεῖς ζῶμεν, τὰς ψυχὰς ἡμῶν τεθνάναι καὶ ἐν ἡμῖν τεθάφθαι, ὅτε δὲ ἡμεῖς ἀποθνῂσκοθεν, τὰς ψυχὰς ἀναβιοῦν καὶ ζῆν. ἔνιοι δὲ καὶ βέλτιον εἶναι τὸ ἀποθανεῖν τοῦ ζῆν ἡμᾶς ὑπολαμβάνουσιν. ὁ γοῦν Εὐριπίδης φησὶν (fr. 449 Nauck) ἐχρῆν γὰρ ἡμᾶς σύλλογον ποιουμένους τὸν φύντα θρηνεῖν, εἰς ὅσ’ ἔρχεται κακά, τὸν δ’ αὖ θανόντα καὶ κακῶν πεπαυμένον χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων. ἀπὸ δὲ τῆς αὐτῆς ὑπολήψεως καὶ ταῦτα εἴρηται·"],["24.231","(Theogn. 425) ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον, μηδ’ ἐσιδεῖν αὐγὰς ὀξέος ἠελίου, φύντα δ’ ὅπως ὤκιστα πύλας Ἀί· δαο περῆσαι καὶ κεῖσθαι πολλὴν γαῖαν ἐφεσσάμενον. καὶ τὰ περὶ Κλέοβιν δὲ καὶ Βίτωνα ἴσμεν, ἅ φησιν ὁ Ἡρόδοτος ἐν τῷ περὶ τῆς Ἀργείας ἱερείας λόγῳ (I 31)."],["24.232","ἱστοροῦνται δὲ καὶ Θρᾳκῶν ἔνιοι περικαθεσθέντες τὸν γεννηθέντα θρηνεῖν. οὐδὲ ὁ θάνατος οὖν τῶν φύσει δεινῶν εἶναι νομίζοιτο ἄν, ὥσπερ οὐδὲ τὸ ζῆν τῶν φύσει καλῶν. οὐδὲ τῶν προειρημένων τι ἐστὶ φύσει τοῖον ἢ τοῖον, νομιστὰ δὲ πάντα καὶ πρός τι."],["24.233","Τὸν αὐτὸν δὲ τρόπον τῆς ἐπιχειρήσεως μεταφέρειν ἔστι καὶ ἐφ’ ἕκαστον τῶν ἄλλων, ἃ μὴ ἐξεθέμεθα νῦν διὰ τὴν συντομίαν τοῦ λόγου. εἰ δὲ καὶ περί τινων μὴ ἔχομεν εἰπεῖν αὐτόθεν ἀνωμαλίαν, λεκτέον, ὅτι ἔν τισιν ἔθνεσιν ἀγνοουμένοις ἡμῖν ἐνδέχεται καὶ περὶ τούτων εἶναι διαφωνίαν."],["24.234","ὧς οὖν εἰ μὴ ἐγιγνώσκομεν, εἰ τύχοι, τὸ περὶ τοῦ τἀς ἀδελφὰς γαμεῖν τῶν Αἰγυπτίων ἔθος, οὐκ ἂν ὀρθῶς διεβεβαιούμεθα ὁμολογούμενον παρὰ πᾶσιν εἶναι τὸ μὴ δεῖν ἀδελφάς γαμεῖν, οὕτως οὐδὲ περὶ τῶν πραγμάτων ἐκείνων, ἐν οἶς οὐχ ὑποπίπτουσιν ἡμῖν ἀνωμαλίαι, διαγὰρ βεβαιοῦσθαι προσήκει μὴ εἷναι διαφωνίαν ἐν αὐτοῖς, ἐνδεχομένου, καθάπερ ἔφην, τοῦ παρά τισιν ἔθνεσι τῶν ἡμῖν μὴ γινωσκομένων τὴν περὶ αὐτῶν εἶναι διαφωνίαν."],["24.235","Ὁ τοίνυν σκεπτικὸς τὴν τοσαύτην ἀνωμαλίαν τῶν πραγμάτων ὁρῶν ἐπέχει μὲν περὶ τοῦ φύσει τι ἀγαθὸν ἢ κακὸν ἢ ὅλως πρακτέον εἶναι, κἀν τούτῳ τῆς δογματικῆς ἀφιστάμενος προπετείας, ἕπεται δὲ ἀδοξάστως τῇ βιωτικῇ τηρήσει, καὶ διὰ τοῦτο ἐν μὲν τοῖς δοξαστοῖς ἀπαθὴς θὴς μένει, ἐν δὲ τοῖς κατηναγκασμένοις μετριοπαθεῖ·"],["24.236","ὧς μὲν γὰρ ἄνθρωπος αἰσθητικὸς πάσχει, μὴ προσδοξάζων δέ, ὅτι τοῦτο ὃ πάσχει κακόν ἐστι φύσει, μετριοπαθεῖ. τὸ γὰρ προσδοξάζειν τι τοιοῦτο χεῖρόν ἐστι καὶ αὐτοῦ τοῦ πάσχειν, ὡς ἐνίοτε τοὺς μὲν τεμνομένους ἢ ἄλλο τι τοιοῦτο πάσχοντας φέρειν, τοὺς δὲ παρεστῶτας διὰ τὴν περὶ τοῦ γινομένου δόξαν ὡς φαύλου λειποψυχεῖν."],["24.237","ὁ μέντοι γε ὑποθέμενος τὸ φύσει τι ἀγαθὸν ἢ κακὸν ἢ ὅλως πρακτέον ἢ μὴ πρακτέον εἶναι ταράσσεται ποικίλως. καὶ γὰρ παρόντων αὐτῷ τούτων ἃ νομίζει φύσει κακὰ εἶναι ποινηλατεῖσθαι δοκεῖ, καὶ τῶν φαινομένων ἀγαθῶν αὐτῷ γινόμενος ἐγκρατὴς ὑπό τε τοῦ τύφου καὶ τοῦ περὶ τὴν ἀποβολὴν αὐτῶν φόβου, καὶ] εὐλαβούμενος μὴ πάλιν ἐν τοῖς φύσει κακοῖς νομιζομένοις παρ’ αὐτῷ γένηται, ταραχαῖς οὐχὶ ταῖς τυχούσαις περιπίπτει·"],["24.238","τοὺς γὰρ ἀνα- πόβλητα εἶναι τὰ ἀγαθὰ λέγοντας ἐφέξομεν ἐκ τῆς ἀπορίας τῆς κατὰ τὴν διαφωνίαν. ὅθεν ἐπιλογιζόμεθα, ὅτι εἰ τὸ κακοῦ ποιητικὸν κακόν ἐστι καὶ φευκτόν, ἡ δὲ πεποίθησις τοῦ τάδε μὲν εἶναι φύσει ἀγαθά, τάδε δὲ κακὰ ταραχὰς ποιεῖ, κακόν ἐστι καὶ φευκτὸν τὸ ὑποτίθεσθαι καὶ πεποιθέναι φαῦλόν τι ἢ ἀγαθὸν ὧς πρὸς τὴν φύσιν εἶναι. Ταῦτα μὲν οὖν ἐπὶ τοῦ παρόντος ἀρκεῖ λελέχθαι περὶ ἀγαθῶν καὶ κακῶν καὶ ἀδιαφόρων·"],["25.239","Δῆλον δὲ ἐκ τῶν προειρημένων, ὅτι οὐδὲ τέχνη τις ἂν εἴη περὶ τὸν βίον. εἰ γὰρ ἔστι τοιαύτη τέχνη, περὶ τὴν θεωρίαν τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν καὶ τῶν ἀδιαφόρων ἔχει· διὸ τούτων ἀνυπάρκτων ὄντων ἀνύπαρκτός ἐστι καὶ ἡ περὶ τὸν βίον τέχνη. καὶ ἄλλως, ἐπεὶ μὴ ὁμοφώνως μίαν ἀπολείπουσι πάντες οἱ δογματικοὶ τέχνην περὶ βίον, ἀλλ’ ἄλλοι ἄλλην ὑποτίθενται, ὑποπίπτουσι τῇ διαφωνίᾳ καὶ τῷ ἀπὸ τῆς διαφωνίας λόγῳ, ὃν ἠρώτησα ἐν τοῖς περὶ τἀγαθοῦ λελεγμένοις ἡμῖν§ 169 sqq.)."],["25.240","εἰ μέντοι καὶ μίαν εἶναι πάντες λέγοιεν καθ’ ὑπόθεσιν τὴν περὶ τὸν βίον τέχνην, οἷον τὴν ἀοίδιμον φρόνησιν, ἥτις ὀνειροπολεἱται μὲν παρὰ Στωικοῖς, μᾶλλον δὲ πληκτικωτέρα τῶν ἄλλων εἶναι δοκεῖ, καὶ οὕτως οὐδὲν ἧττον ἀτοπίαι παρακολουθήσουσιν. ἐπεὶ γὰρ φρόνησίς ἐστιν ἀρετή, τὴν δὲ ἀρετὴν μόνος εἶχεν ὁ σοφός, οἱ Στωικοὶ μὴ ὄντες σοφοὶ οὐχ"],["25.241","ἕξουσι τὴν περὶ τὸν βίον τέχνην. ὅλως τε, ἐπεὶ μὴ δύναται κατ’ αὐτοὺς ὑποστῆναι τέχνη, οὐδὲ περὶ τὸν βίον ἔσται τέχνη τις ὅσον ἐφ’ οἶς λέγουσιν. οἷον γοῦν τέχνην εἶναί φασι (Stoic. fr. I 73 Arn.) σύστημα ἐκ καταλήψεων, κατάληψιν ἱν δὲ καταληπτικῇ φαντασίᾳ συγκατάθεσιν. ἀνεύρετος δέ ἐστιν ἡ καταληπ· τικὴ φαντασία· οὔτε γὰρ πᾶσα φαντασία καταληπτική ἐστιν, οὔτε ποία τίς ἐστιν ἀπὸ τῶν φαντασιῶν ἡ καταληπτικὴ φαντασία ἐπιγνωσθῆναι δύναται, ἐπεὶ μήτε πάσῃ φαντασίᾳ δυνάμεθα κρίνειν ἁπλῶς, τίς μέν ἐστι καταληπτική, τίς δὲ οὐ τοιαύτη, χρῂζοντές τε καταληπτικῆς φαντασίας εἰς τὴν ἐπίγνωσιν τοῦ ποία τίς ἐστιν ἡ καταληπτικὴ φαντασία εἰς ἄπειρον ἐκβαλλόμεθα, εἰς ἐπίγνωσιν τῆς λαμβανομένης ὡς καταληπτικῆς φαντασίας καταληπτικὴν φαντασίαν ἄλλην αἰτούμενοι."],["25.242","ταῦτά τοι καὶ οἱ Στωικοὶ (Stoic. fr. II 97 Arn.) ἐν τῇ τῆς καταληπτικῆς φαντασίας ἐννοίας ἀποδόσει οὐχ ὑγιῶς φέρονται· καταληπτικὴν μὲν μὶν γὰρ φαντασίαν λέγοντες τὴν ἀπὸ ὑπάρχοντος γινομένην, ὑπάρχον δὲ εἷναι λέγοντες ὃ οἶόν τε κινεῖν κατ’ καταληπτικὴν φαντασίαν εἰς τὸν διάλληλον ἐμπίπτουσι τῆς ἀπορίας τρόπον. εἰ τοίνυν, ἴνα μὲν περὶ τὸν βίον ᾖ τις τέχνη, δεῖ πρότερον εἶναι τέχνην, ἴνα δὲ ὑποστῇ τέχνη, κατάληψιν προυφεστάναι, ἴνα δὲ ὑποστῇ κατάληψις, καταληπτικῇ φαντασίᾳ συγκατάθεσιν κατειλῆφθαι, ἀνεύρετος δέ ἐστιν ἡ καταληπτικὴ φαντασία, ἀνεύρετός ἐστιν ἡ περὶ τὸν βίον τέχνη."],["25.243","Ἔτι κἀκεῖνο λέγεται. πᾶσα τέχνη ἐκ τῶν ἰδίως ὐπ’ αὐτῆς ἀποδιδομένων ἔργων καταλαμβάνεσθαι δοκεῖ, οὐδὲν δέ ἐστιν ἴδιον ἔργον τῆς περὶ τὸν βίον τέχνης· ὃ γὰρ ἂν ἔργον εἶναι ταύτης λέγῃ τις, τοῦτο κοινὸν εὑρίσκεται καὶ τῶν ἰδιωτῶν, οἷον τὸ τιμᾶν γονεῖς, τὸ παραθήκας ἀποδιδόναι, τὰ ἄλλα πάντα. οὐκ ἄρα ἔστι τις περὶ τὸν βίον τέχνη. οὔτε γὰρ ἐκ τοῦ ἀπὸ φρονίμης δ’ διαθέσεως φαίνεσθαι γινόμενόν τι ὑπὸ τοῦ φρονίμου ἢ ποιούμενον ὡς φασί τινες) ἐπιγνωσόμεθα, ὅτι τῆς φρονήσεως ἔργον ἐστίν."],["25.244","αὐτὴ γὰρ ἡ θρονίμη διάθεσις ἀκατάληπτός ἐστι, μήτε ἐξ αὑτῆς ἁπλῶς καὶ αὐτόθεν φαινομένη μήτε ἐκ τῶν ἔργων αὐτῆς· κοινὰ γάρ ἐστι ταῦτα καὶ τῶν ἰδιωτῶν. τό τε λέγειν, ὅτι τῷ διομαλισμῷ τῶν πράξεων καταλαμβάνομεν τὸν ἔχοντα τὴν περὶ τὸν βίον τέχνην, ὑπερφθεγγομένων ἐστὶ τὴν ἀνθρώπων φύσιν καὶ εὐχομένων μᾶλλον ἢ τἀληθῆ λεγόντων· (σ 136 sq.) τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων ἵρ’ οἷον ἐπ’ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε."],["25.245","Λείπεται λέγειν, ὅτι ἐξ ἐκείνων τῶν ἔργων καταλαμβάνεται ἡ περὶ τὸν βίον τέχνη, ἅπερ ἀναγράφουσιν ἐν ταῖς βίβλοις· ὧν πολλῶν καὶ παραπλησίων ἀλλήλοις ὄντων ὀλίγα ἐκθήσομαι παραδείγματος χάριν. οἷον γοῦν ὁ αἱρεσιάρχης αὐτῶν Ζήνων (Frgm. Stoic. I 250 Arn.) ἐν ταῖς διατριβαῖς φησι περὶ παίδων ἀγωγῆς ἄλλα τε ὅμοια καὶ τάδε ‘διαμηρίζειν μηδὲν μᾶλλον μηδὲ ἧσσον παιδικὰ ἢ μὴ παιδικά, μηδὲ θήλεα ἢ ἄρρενα· οὐ γὰρ διαφέρει ἐν παιδικοῖς ἢ μὴ παιδικοῖς, οὐδὲ θηλείαις ἢ ἄρρεσιν, ἀλλὰ ταὐτὰ πρέπει τε καὶ πρέποντά ἐστιν'."],["25.246","περὶ δὲ τῆς εἰς τοὺς γονεῖς ὁσιότητος ὁ αὐτὸς ἀνήρ φησιν εἰς τὰ περὶ τὴν Ἰοκάστην καὶ τὸν Οἰδίποδα, ὅτι οὐκ ἦν δεινὸν τρίβειν τὴν μητέρα (Ι 256 Arn.). ‘καὶ εἰ μὲν ἀσθενοῦσαν ἕτερόν τι μέρος τοῦ σώματος τρίψας ταῖς χερσὶν ὠφέλει, οὐδὲν αἰσχρόν· εἰ δὲ ἕτερα μέρη τρίψας εὔφραινεν, ὀδυνωμένην παύσας, καὶ παῖδας ἐκ τῆς μητρὸς γενναίους ἐποίησεν, αἰσχρόν;’ τούτοις δὲ ὁμογνωμονεῖ καὶ ὁ Χρύσιππος· ἐν γοῦν τῇ πολιτείᾳ φησὶ ΙΙΙ 745 Arn.) ‘δοκεῖ δέ μοι καὶ ταῦτα οὕτω διεξάγειν, καθάπερ καὶ νῦν οὐ κακῶς παρὰ πολλοῖς εἴθισται, ὥστε καὶ τὴν μητέρα ἐκ τοῦ υἱοῦ τεκνο- ποιεῖσθαι καὶ τὸν πατέρα ἐκ τῆς θυγατρὸς καὶ τὸν ὁμομήτριον ἐκ τῆς ὁμομητρίας'."],["25.247","καὶ συνεχῶς καὶ τὸ; ἀνθρωποφαγεῖν ἐν τοῖς αὐτοῖς a ἡμῖν ἐπεισάγει· φησὶ γοῦν (I254Arn.) ‘καὶ ἐὰν τῶν ζώντων ἀποκοπῇ τι μέρος πρὸς τροφὴν χρήσιμον, μήτε κατορύττειν αὐτὸ μήτε ἄλλως ῥίπτειν, ἀναλίσκειν δὲ αὐτό, ὅπως ἐκ τῶν ἡμετέρων ἕτερον μέρος γένηται'."],["25.248","ἐν δὲ τοῖς περὶ τοῦ καθήκοντος περὶ τῆς τῶν γονέων ταφῆς ῥητῶς φησιν (III 752 Arn.) ‘ἀπογενομένων δὲ τῶν γονέων ταφαῖς χρηστέον ταῖς ἁπλουστάταις, ὧς ἂν τοῦ σώματος, καθάπερ ὀνύχων ἢ ὀδόντων ἢ τριχῶν, οὐδὲν ὄντος πρὸς ἡμᾶς, καὶ οὐδὲ ἐπιστροφῆς ἢ πολυωρίας προσδεομένων ἡμῶν τοιαύτης τινός. διὸ καὶ χρησίμων μὲν ὄντων τῶν κρεῶν τροφῇ χρήσονται αὐτοῖς, καθάπερ καὶ τῶν ἰδίων μερῶν, οἷον ποδὸς ἀποκοπέντος, ἐπέβαλλε χρῆσθαι αὐτῷ καὶ τοῖς παραπλησίοις· ἀχρείων δὲ ὄντων ἢ κατορύξαντες ἐάσουσιν, ἢ κατακαύσαντες τὴν τέφραν ἀφήσουσιν, ἢ μακρότερον ῥίψαντες οὐδεμίαν αὐτῶν ἐπιστροφὴν ποιήσονται καθάπερ ὄνυχος ἢ τριχῶν.’"],["25.249","τοιαῦτα μὲν πλεῖστα ὅσα λέγουσιν οἱ φιλόσοφοι· ἅπερ οὐκ ἂν τολμήσειαν διαπράττεσθαι, εἴγε μὴ παρὰ Κύκλωψιν ἢ Λαιστρυγόσι πολιτεύοιντο. εἰ δὲ τούτων μὲν ἀνενέργητοι παντάπασίν εἶσιν, ἃ δὲ πράττουσι, κοινὰ καὶ τῶν ἰδιωτῶν ἐστιν, οὐδὲν ἴδιον ἔργον ἐστὶ τῶν ἔχειν ὑποπτευομένων τὴν περὶ τὸν βίον τέχνην. εἰ οὖν αἱ μὲν τέχναι πάντως ὀφείλουσιν ἐκ τῶν ἰδίων ἔργων καταλαμβάνεσθαι, οὐδὲν δὲ ἴδιον ἔργον ὁρᾶται τῆς περὶ τὸν βίον λεγομένης τέχνης, οὐ καταλαμβάνεται αὕτη. διόπερ οὐδὲ διαβεβαιοῦσθαι περὶ αὐτῆς δύναταί τις, ὅτι ἐστὶν ὑπαρκτή."],["26.250","Καὶ μὴν εἰ γίνεται ἐν ἀνθρώποις ἡ περὶ τὸν βίον τέχνη, ἤτοι φύσει ἐγγίνεται αὐτοῖς ἢ διὰ μαθήσεως καὶ διδασκαλίας. ἀλλ’ εἰ μὲν φύσει, ἤτοι καθό εἰσιν ἄνθρωποι ἐγγίνοιτο ἂν αὐτοῖς ἡ περὶ τὸν βίον τέχνη, ἢ καθὸ οὔκ εἰσιν ἄνθρωποι. καθὸ μὲν οὖν οὔκ εἰσιν ἄνθρωποι, οὐδαμῶς· οὐδὲ γὰρ οὔκ εἰσιν ἄνθρωποι. εἰ δὲ καθό εἰσιν ἄνθρωποί, πᾶσιν ἀνθρώποις ὑπῆρξεν ἂν ἡ φρόνησις, ὧς πάντας εἶναι γρονίμους τε καὶ ἐναρέτους καὶ σοφούς."],["26.251","φαύλους δὲ τοὺς πλείστους λέγουσιν. οὐκοῦν οὐδὲ καθό εἰσιν ἄνθρωποι ὑπάρξειεν ἂν αὐτοῖς ἡ περὶ τὸν βίον τέχνη. οὐδὲ φύσει ἄρα. καὶ ἄλλως, ἐπειδὴ (Stoic. fr. 173 Arn.) τὴν τέχνην σύστημα ἐκ καταλήψεων εἷναι βούλονται συγγεγυμνασμένων, διὰ πείρας τέ τινος καὶ μαθήσεως ἐμφαίνουσι μᾶλλον ἀναλαμβάνεσθαι τάς τε ἄλλας τέχνας καὶ ταύτην περὶ ἧς ὁ λόγος."],["27.252","Ἀλλ' οὐδὲ διδασκαλίᾳ καὶ μαθήσει ἀναλαμβάνεται. ἴνα γὰρ ὑπόστασιν ἔχῃ ταῦτα, δεῖ τρία προωμολογῆσθαι, τὸ διδασκόμενον πρᾶγμα, τὸν διδάσκοντα καὶ τὸν μανθάνοντα, τὸν τρόπον τῆς μαθήσεως. οὐδὲν δὲ τούτων ὑφέστηκεν· οὐδὲ ἡ διδασκαλία ἄρα."],["28.253","Οἶον γοῦν τὸ διδασκόμενον ἤτοι ἀληθές ἐστιν ἢ ψεῦδις· καὶ εἰ μὲν ψεῦδος, οὐκ ἂν διδάσκοιτο· ἀνύπαρκτον γάρ φασιν εἶναι τὸ ψεῦδος, ἀνυπάρκτων δὲ οὐκ ἂν εἴη διδασκαλία. ἀλλ’ οὐδ’ εἰ ἀληθὲς εἶναι λέγοιτο· ὅτι γὰρ ἀνύπαρκτόν ἐστι τὸ ἀληθές, ὑπεμνήσαμεν ἐν τοῖς περὶ κριτηρίου (II 80 sqq.). εἰ οὖν μήτε τὸ ψεῦδος μήτε τὸ ἀληθὲς διδάσκεται, παρὰ δὲ ταῦτα διδακτὸν οὐδέν ἐστιν οὐ γὰρ δὴ τούτων ἀδιδάκτων ὄντων τοὺς ἀπόρους μόνους διδάσκειν ἐρεῖ τις), οὐδὲν διδάσκεται."],["28.254","τό τε διδασκόμενον πρᾶγμα ἤτοι φαινόμενόν ἐστιν ἢ ἄδηλον. ἀλλ’ εἰ μὲν φαινόμενόν ἐστιν, οὐκ ἔσται διδασκαλίας δεόμενον· τὰ γὰρ φαινόμενα πᾶσιν ὁμοίως φαίνεται. εἰ δὲ ἄδηλον, ἐπεὶ τὰ ἄδηλα διὰ τὴν ἀνεπίκριτον περὶ αὐτῶν διαφωνίαν ἀκατά- ληπτά ἐστιν, ὡς πολλά. κις ὑπεμνήσαμεν, οὐκ ἔσται διδακτόν· ὃ γὰρ μὴ καταλαμβάνει τις, πῶς ἂν τοῦτο διδάσκειν ἢ μανθάνειν δύναιτο; εἰ δὲ μήτε τὸ φαινόμενον μήτε τὸ ἄδηλον διδάσκεται, οὐδὲν διδάσκεται."],["28.255","ἔτι τὸ διδασκόμενον ἤτοι σῶμά ἐστιν ἢ ἀσώματον, ἑκάτερον δὲ αὐτῶν ἤτοι φαινόμενον ἤ ἀδηλούμενον ἂν οὐ διδάσκεσθαι κατὰ τὸν μικρῷ πρόσθεν ἡμῖν εἰρημένον λόγον."],["28.256","οὐκ ἄρα διδάσκεταί τι. πρὸς τούτοις ἤτοι τὸ ὂν διδάσκεται ἢ τὸ μὴ ὄν. τὸ μὲν οὖν μὴ ὂν οὐ διδάσκεται· εἰ γὰρ διδάσκεται τὸ μὴ ὄν, ἐπεὶ τῶν ἀληθῶν δοκοῦσιν εἷναι αἱ διδασκαλίαι, ἀληθὲς ἔσται τὸ μὴ ὄν. ἀληθὲς δὲ ὂν καὶ ὑπάρξει· ἀληθὲς γὰρ εἶναί φασιν ὃ ὑπάρχει καὶ ἀντίκειταί τινι. ἄτοπον δέ ἐστι λέγειν ὑπάρχειν τὸ μὴ ὄν· οὐκ ἄρα διδάσκεται τὸ μὴ ὄν."],["28.257","ἀλλ’ οὐδὲ τὸ ὄν. εἰ γὰρ διδάσκεται τὸ ὄν, ἤτοι καθὸ ὄν ἐστι διδάσκεται ἢ κατ’ ἄλλο τι. ἀλλ’ εἰ μέν, καθό ἐστι ἔστι διδακτόν, τῶν ὄντων ἔσται, διὰ δὲ τοῦτο οὐδὲ διδακτόν· τἀς γὰρ διδασκαλίας ἐκ τινῶν ὁμολογουμένων καὶ ἀδιδάκτων γίνεσθαι προσήκει. οὐκ ἄρα τὸ ὂν καθὸ ὄν ἐστι διδακτόν ἐστιν. καὶ μὴν οὐδὲ κατ’ ἄλλο τι."],["28.258","τὸ γὰρ ὂν οὐκ ἔχει ἄλλο τι συμβεβηκὸς αὐτῷ ὃ μὴ ὄν ἐστιν, ὥστε εἰ τὸ ὂν καθὸ ὄν ἐστιν οὐ διδάσκεται, οὐδὲ κατ’ ἄλλο τι διδαχθήσεται· ἐκεῖνο γὰρ ὅ τι ποτέ ἐστι συμβεβηκὸς αὐτῷ, ὄν ἐστιν. καὶ ἄλλως, εἴτε φαινόμενον εἴη τὸ ὂν ὃ λέξουσι διδάσκεσθαι, εἴτε ἄδηλον, ταῖς εἰρημέναις ἀπορίαις ὑποπῖπτον ἀδίδακτον ἔσται. εἰ δὲ μήτε τὸ ὂν διδάσκεται μήτε τὸ μὴ ὄν, οὐδέν ἐστι τὸ διδασκόμενον."],["29.259","Συμπεριτρέπεται μὲν οὖν τούτῳ ὅ τε διδάσκων καὶ ὁ μανθάνων 5 οὐδὲν δὲ ἧττον καὶ κατὰ ἰδίαν ἀποροῦνται. ἤτ’ οἱ γὰρ ὁ τεχνίτης τὸν τεχνίτην διδάσκει ἢ ὁ ἄτεχνος τὸν ἄτεχνον ἢ ὁ ἄτεχνος τὸν τεχνίτην ἢ ὁ τεχνίτης τὸν ἄτεχνον. ὁ μὲν οὖν τεχνίτης τὸν τεχνίτην οὐ διδάσκει· οὐθέτερος γὰρ αὐτῶν, καθό ἐστι τεχνίτης, δεῖται μαθήσεως. ἀλλ’ οὐδὲ ὁ ἄτεχνος τὸν ἄτεχνον, ὥσπερ οὐδὲ τυφλὸν ὁδηγεῖν δύναται τυφλός. οὐδὲ ὁ ἄτεχνος τὸν τεχνίτην·"],["29.260","γελοῖον γάρ. λείπεται λέγειν ὅτι ὁ τεχνίτης τὸν ἄτεχνον· ὃ καὶ αὐτὸ τῶν ἀδυνάτων ἐστίν. ὅλως γὰρ ὑποστῆναι τεχνίτην ἀδύνατον εἶναι λέγεται, ἐπεὶ μήτε αὐτοφυῶς τις καὶ ἅμα τῷ γενέσθαι τεχνίτης ὑφιστάμενος βλέπεται μήτε ἐξ ἀτέχνου γίνεταί τις τεχνίτης. ἤτοι γὰρ ‘ὲν θεώρημα καὶ μία κατάληψις δύναται ποιῆσαι τὸν ἄτεχνον τεχνίτην ἢ οὐδαμῶς."],["29.261","ἀλλ’ εἰ μὲν κατάληψις μία τὸν ἄτεχνον τεχνίτην ἀπεργάζεται, πρῶτον μὲν ἐνέσται λέγειν, ὅτι οὔκ ἐστι σύστημα ἐκ καταλήψεων ἡ τέχνη· ὁ γὰρ μηδὲν ὅλως εἰδώς, εἰ θεώρημα διδαχθείη τέχνης, τεχνίτης ἂν οὕτω λέγοιτο εἶναι. εἶτα καὶ ἐὰν λέγῃ τις, ὧς ὁ τινὰ θεωρήματα τέχνης ἀνειληφὼς καὶ προσδεόμενος ἑνὸς ἔτι καὶ διὰ τοῦτο ὢν ἄτεχνος, ἂν τὸ ‘ὲν ἐκεῖνο προσλάβῃ, τεχνίτης ἐξ ἀτέχνου ἀποτελεῖται ἐκ καταλήψεως μιᾶς, ἀποκληρωτικὸν λέξει."],["29.262","ἐπὶ γὰρ τῶν κατὰ μέρος οὐκ ἂν δύναιτο δείξαί τινα ἄτεχνον μὲν ἔτι, τεχνίτην δὲ ἐσόμενον, ἐὰν ἔν τι θεώρημα προσλάβῃ· οὐ γὰρ δήπου τὴν ἐξαρίθμησιν τῶν θεωρημάτων ἑκάστης τέχνης ἐπίσταταί τις, ὥστε ἀπαρι- θμησάμενος τὰ ἐγνωσμένα θεωρήματα, πόσα λείπεται πρὸς τὸν πλήρη τῶν θεωρημάτων τῆς τέχνης ἀριθμὸν εἰπεῖν ἔχειν. οὐκοῦν ἑνὸς θεωρήματος γνῶσις οὐ ποιεῖ τὸν ἄτεχνον τεχνίτην."],["29.263","εἰ δὲ τοῦτό ἐστιν ἀληθές, ἐπεὶ μὴ πάντα ἀθρόως τὰ θεωρήματα τῶν τεχνῶν ἀναλαμβάνει τις, ἀλλ’ εἴπερ ἄρα, κατὰ ‘ὲν ἕκαστον, ἴνα τις καὶ τοῦτο καθ’ ὑπόθεσιν διδῷ, ὁ κατὰ ‘ὲν θεώρημα τῆς τέχνης ἀναλαμβάνειν λεγόμενος οὐκ ἂν τεχνίτης γένοιτο· ὑπεμιὥσπερ μνῂσκομεν γάρ, ὅτι οὐ δύναται θεωρήματος ἑνὸς γνῶσις τὸν ἄτεχνον ποιῆσαι τεχνίτην. οὐδὲ ἐξ ἀτέχνου τοίνυν γίνεταί τις τεχνίτης. ὥστε καὶ διὰ ταῦτα φαίνεται ἀνυπόστατος εἶναι ὁ τεχνίτης. διὰ δὲ τοῦτο καὶ ὁ διδάσκων."],["29.264","ἀλλ’ οὐδὲ ὁ μανθάνειν λεγόμενος, ἄτεχνος ὤν, δύναται τὰ τῆς τέχνης θεωρήματα, ἧς ἐστιν ἄτεχνος, μανθάνειν τε καὶ καταλαμβάνειν. ὡς γὰρ ὁ ἐκ γενετῆς πηρός, εἰς ὅσον ἐστὶ πηρός, οὐκ ἂν λάβοι χρωμάτων ἀντίληψιν, οὐδὲ ὁ ἐκ γενετῆς κωφὸς ὁμοίως φωνῆς, οὕτως οὐδὲ ὁ ἄτεχνος καταλάβοι ἂν τὰ τῆς τέχνης θ’ θεωρήματα ἧς ἐστιν ἄτεχνος. καὶ γὰρ ἂν οὕτως ὁ αὐτὸς εἴη τεχνίτης τε καὶ ἄτεχνος τῶν αὐτῶν, ἄτεχνος μὲν ἐπεὶ οὕτως ὑπόκειται, τεχνίτης δὲ ἐπεὶ κατάληψιν ἔχει τῶν τῆς τέχνης θεωρημάτων."],["29.265","ὥστε οὐδὲ ὁ τεχνίτης τὸν ἄτεχνον διδάσκει. εἰ δὲ μήτε ὁ τεχνίτης τὸν τεχνίτην διδάσκει μήτε ὁ ἄτεχνος τὸν ἄτεχνον μήτε ὁ ἄτεχνος τὸν τεχνίτην μήτε ὁ τεχνίτης τὸν ἄτεχνον, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, οὔτε ὁ διδάσκων ἔστιν οὔτε ὁ διδασκόμενος."],["30.265","Μὴ ὄντος δὲ μήτε τοῦ μανθάνοντος μήτε τοῦ διδάσκοντος καὶ ὁ τρόπος τῆς διδασκαλίας παρέλκει."],["30.266","Οὐδὲν δὲ ἧττον καὶ οὗτος διὰ τούτων ἀπορεῖται. ὁ γάρ τρόπος διδασκαλίας ἤτοι ἐναργείᾳ γίνεται ἢ λόγῳ· οὔτε δὲ ἐναργείᾳ γίνεται οὔτε λόγῳ, καθάπερ παραστήσομεν· οὐδὲ ὁ τρόπος ἄρα τῆς μαθήσεως ἐστιν εὔπορος. ἐναργείᾳ μὲν οὖν οὐ γίνεται διδασκαλία, ἐπεὶ τῶν δεικνυμένων ἐστὶν ἡ ἐνάργεια. τὸ δὲ δεικνύμενον πᾶσίν ἐστι φαινόμενον· τὸ δὲ φαινόμενον ᾑ ἡ φαίνεται, πᾶσίν ἐστι ληπτόν· τὸ δὲ κοινῶς πᾶσι ληπτὸν ἀδίδακτον· οὐκ ἄρα τι ἐναργείᾳ διδακτόν ἐστιν. καὶ μὴν οὐδὲ λόγῳ διδάσκεταί τι."],["30.267","οὗτος γὰρ ἤτοι σημαίνει τι ἢ οὐδὲν σημαίνει. ἀλλὰ μηδὲν μὲν σημαίνων οὐδὲ ἔσται τινὸς διδασκαλικός. εἰ δὲ σημαίνει τι, ἤτοι φύσει σημαίνει τι ἢ θέσει. καὶ φύσει μὲν οὐ σημαίνει διὰ τὸ μὴ πάντας πάντων ἀκούοντας συνιέναι, οἶον Ἕλληνας βαρβάρων καὶ βαρβάρους Ἑλλήνων."],["30.268","θέσει δὲ εἰ σημαίνει, δῆλον ὡς οἱ μὲν προκατειληφότες καθ’ ὧν αἱ λέξεις εἰσὶ τεταγμέναι ἀντιλήψονται τούτων, οὐκ ἐξ αὐτῶν διδασκόμενοι ἅπερ ἠγνόουν, ἀλλὰ ἀναμιμνῃσκόμενοι καὶ ἀνανεούμενοι ταῦτα ἅπερ ᾔδεσαν, οἱ δὲ χρῄζοντες τῆς τῶν ἀνανεούμενοι μαθήσεως καὶ μὴ εἰδότες, καθ’ ὧν εἰσιν αἱ λέξεις τεταγμέναι, οὐδενὸς ἀντίληψιν ἕξουσιν."],["30.269","διόπερ οὐδὲ ὁ τρόπος τῆς μαθήσεως ὑποστῆναι δύναιτο ἂν. καὶ γὰρ ὁ διδάσκων κατάληψιν τῶν θεωρημάτων τῆς διδασκαμένης τέχνης ἐμποιεῖν ὀφείλει τῷ μανθάνοντι, ἵνα οὕτως ἐκεῖνος τὸ σύστημα τούτων καταλαβὼν τεχνίτης γένηται. οὐδὲν δέ ἐστι κατάληψις, ὧς ἐν τοῖς ἔμπροσθεν ὑπεμνήσαμεν§ 264)· οὐκοῦν οὐδὲ ὁ τρόπος τῆς ὑφεστάναι δύναται. εἰ δὲ μήτε τὸ διδασκόμενον ἔστι μήτε ὁ διδάσκων καὶ ὁ μανθάνων μήτε ὁ τρόπος τῆς μαθήσεως, οὔτε μάθησις ἔστιν οὔτε διδασκαλία."],["30.270","Ταῦτα μὲν οὖν κοινότερον ἐπικεχείρηται περὶ μαθήσεως καὶ διδασκαλίας· ἔνεστι δὲ ἀπορεῖν οὕτω καὶ ἐπὶ τῆς λεγομένης περὶ βίον εἶναι τέχνης. οἶον γοῦν τὸ μὲν διδασκόμενον πρᾶγμα, τουτέστι τὴν φρόνησιν, ἀνυπόστατον ἐδείξαμεν ἐν τοῖς ἔμπροσθεν§ 240)· ἀνυπόστατος δέ καὶ ὁ διδάσκων καὶ ὁ μανθάνων. ἤτοι γὰρ ὁ φρόνιμος τὸν φρόνιμον διδάξει τὴν περὶ τὸν βίον τέχνην ἢ ὁ ἄφρων τὸν ἄφρονα ἢ ὁ ἄφρων τὸν φρόνιμον ἤ ὁ φρόνιμος τὸν ἄφρονα· οὐδεὶς δὲ τούτων οὐδένα διδάσκει· οὐκ ἄρα διδάσκεται ἡ περὶ τὸν βίον εἶναι λεγομένη τέχνη."],["30.271","καὶ περὶ μὲν τῶν ἄλλων ἴσως περιττὸν καὶ λέγειν· εἰ δὲ ὁ φρόνιμος τὸν ἄφρονα διδάσκει τὴν φρόνησιν, ἡ δὲ θρόν ἥσις ἐπιστήμη ἐστὶν ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων, ὁ ἄφρων μὴ ἔχων τὴν φρόνησιν ἄγνοιαν ἔχει τῶν ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων, ἄγνοιαν δὲ τούτων ἔχων πάντως διδάσκοντος αὐτὸν τοῦ φρονίμου τὰ ἀγαθὰ καὶ κακὰ καὶ οὐθέτερα ἀκούσεται μόνον τῶν λεγομένων, οὐ γνώσεται δὲ ταῦτα. εἰ γὰρ ἀντιλαμβάνοιτο αὐτῶν ἐν ἀφροσύνῃ καθεστώς, ἔσται καὶ ἡ ἀφροσύνη τῶν τε ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων θεωρητική."],["30.272","οὐχὶ δέ γε τούτων κατὰ αὐτοὺς ἡ ἀφροσύνη θεωρητικὴ καθέστηκεν, ἐπεὶ ὁ ἄφρων ἔσται φρόνιμος. ὁ ἄρα ἄφρων οὐκ ἀντιλαμβάνεται τῶν ὑπὸ τοῦ φρονίμου λεγομένων ἤ πραττομένων κατὰ τὸν τῆς φρονήσεως λόγον. μὴ ἀντιλαμβανόμενος δὲ οὐκ ἂν διδάσκοιτο ὐπ’ αὐτοῦ, ἄλλως τε καὶ ἐπεὶ μήτε ἐναργείᾳ μήτε διὰ λόγου δύναται διδάσκεσθαι, καθὰ προειρήκαμεν. πλὴν ἀλλ’ εἰ μήτε διὰ μαθήσεως καὶ διδασκαλίας ἐγγίνεταί τινι ἡ περὶ τὸν βίον λεγομένη τέχνη μήτε φύσει, ἀνεύρετός ἐστιν ἡ παρὰ τοῖς φιλοσόφοις θρυλουμένη τέχνη περὶ τὸν βίον."],["30.273","Εἰ μέντοι καὶ δοίη τις ἐκ πολλοῦ τοῦ περιόντος ἐγγένεσαί τινι τὴν ὀνειροπολουμένην τέχνην περὶ τὸν βίον, βλαβερὰ καὶ ταραχῆς αἰτία φανήσεται μᾶλλον τοῖς ἔχουσιν αὐτὴν ἢ ὠφέλιμος."],["31.273","Αὐτίκα γοῦν, ἴνα παραδείγματος ἕνεκεν ὀλίγα ἀπὸ πολλῶν εἴπωμεν, ὠφελεῖν ἂν δοκοίη τὸν σοφὸν ἡ περὶ τὸν βίον τέχνη ἐγκράτειαν αὐτῷ παρεχομένη ἐν ταῖς πρὸς τὸ καλὸν ὁρμαῖς καὶ ἐν ταῖς ἀπὸ τοῦ κακοῦ ἀφορμαῖς."],["31.274","ὁ οὖν λεγόμενος κατ’ αὐτοὺς ἐγκρατὴς σοφὸς ἤτοι κατὰ τοῦτο λέγεται ἐγκρατής, καθόσον ἐν οὐδεμιᾷ γίνεται ὁρμῇ τῇ πρὸς τὸ κακὸν καὶ ἀφορμῇ τῇ ἀπὸ τοῦ ἀγαθοῦ, ἢ καθόσον εἶχε μὲν φαύλας ὁρμὰς καὶ ἀφορμάς, περιεκράτει δὲ αὐτῶν τῷ γόγῳ."],["31.275","ἀλλὰ κατὰ μὲν τὸ μὴ γίνεσθαι ἐν φαύλαις κρίσεσιν οὐκ ἂν εἴη ἐγκρατής· οὐ γάρ κρατήσει οὗ οὐκ ἔχει. καὶ ὡς οὐκ ἂν εἴποι τις τὸν εὐνοῦχον ἐγκρατῆ πρὸς ἀφροδίσια καὶ τὸν κακοστομαχοῦντα πρὸς ἐδεσμάτων ἀπόλαυσιν οὐδ’ ὅλως γὰρ ἐπιζήτησις αὐτοῖς γίνεται τῶν τοιούτων, ἴνα καὶ ἐγκρατῶς κατεξαναστῶσι τῆς ἐπιζητήσεως), τῷ αὐτῷ τρόπῳ οὐδὲ τὸν σοφὸν ἐγκρατῆ ῥητέον διὰ τὸ μὴ φύεσθαι ἐν αὐτῷ πάθος οὗ ἔσται ἐγκρατής."],["31.276","εἰ δὲ κατὰ τοῦτο ἀξιώσουσιν αὐτὸν ὑπάρχειν ἐγκρατῆ καθόσον γίνεται μὲν ἐν φαύλαις κρίσεσιν, περιγίνεται δὲ αὐτῶν τῷ λόγῳ, πρῶτον μὲν δώσουσιν, ὅτι οὐδὲν ὠφέλησεν αὐτὸν ἡ φρόνησις, ἀκμὴν ἐν ταραχαῖς ὄντα καὶ βοηθείας δεόμενον, εἶτα καὶ κακοδαιμονέστερος τῶν φαύλων λεγομένων εὑρίσκεται. εἰ μὲν γὰρ ὁρμᾷ ἐπί τι, πάντως ταράσσεται, εἰ δὲ περικρατεῖ τῷ λόγῳ, συνέχει ἐν ἑαυτῷ τὸ κακόν, καὶ διὰ τοῦτο μᾶλλον ταράσσεται τοῦ φαύλου ἐκείνου μηκέτι τοῦτο πάσχοντος·"],["31.277","εἰ μὲν γὰρ ὁρμᾷ, ταράσσεται, εἰ δὲ τυγχάνει τῶν ἐπιθυμιῶν, παύεται τῆς ταραχῆς. οὐ τοίνυν ἐγκρατὴς γίνεται ὅσον ἐπὶ τῇ φρο- νήσει ὁ σοφός· ἢ εἴπερ γίνεται, πάντων ἀνθρώπων ἐστὶ κακοδαιμονέστατος, διόπερ οὐκ ὠφέλειαν, ἀλλὰ ταραχὴν αὐτῷ μεγίστην ἡ περὶ τὸν βίον παρέσχε τέχνη. ὅτι δὲ ὁ νομίζων ἔχειν τὴν περὶ τὸν βίον τέχνην καὶ δι’ αὐτῆς ἐπεγνωκέννι, τίνα τέ ἐστιν ἀγαθὰ ὧς πρὸς τὴν φύσιν καὶ τίνα φαῦλα, ταράσσεται σφόδρα καὶ τῶν ἀγαθῶν αὐτῷ παρόντων καὶ τῶν κακῶν, ἐν τοῖς ἔμπροσθεν ὑπεμνήσαμεν."],["31.278","λεκτέον οὖν, ὅτι εἰ μήτε ἡ τῶν ἀγαθῶν τε καὶ κακῶν καὶ ἀδιαφόρων ὑπόστασις ὁμολογεῖται, ἥ τε περὶ τὸν βίον τέχνη τάχα μὲν καὶ ἀνυπόστατός ἐστιν, εἰ δὲ καὶ ὑφεστάναι δοθείη καθ’ ὑπόθεσιν, οὐδεμίαν ὠφέλειαν τοῖς ἔχουσιν σιναὐτὴν παρέχει, τοὐναντίον δὲ ταραχὰς αὐτοῖς ἐμποιεῖ μεγίστας, μάτην ὠφρυπωσθαι δοκοῖεν ἂν οἱ δογματικοὶ κἀν τῷ λεγομένῳ ἠθικῷ μέρει τῆς καλουμένης φιλοσοφίας."],["31.279","Τοσαῦτα καὶ περὶ τοῦ ἠθικοῦ τόπου συμμέτρως ὧς ἐν ὑποτυπώσει διεξελθόντες, ἐνταῦθα περιγράφομεν καὶ τὸ τρίτον σύνταγμα καὶ τὸ πᾶν τῶν Πυρρωνείων ὑποτυπώσεων σπούδασμα, ἐκεῖνο ἐπειπόντες·"],["32.280","Ὁ σκεπτικὸς διὰ τὸ φιλάνθρωπος εἷναι τὴν τῶν δογματικῶν οἴησίν τε καὶ προπέτειαν κατὰ δύναμιν ἰᾶσθαι λόγῳ βούλεται. καθάπερ οὖν οἱ τῶν σωματικῶν παθῶν ἰατροὶ διάφορα κατὰ μέγεθος ἔχουσι βοηθήματα, καὶ τοῖς μὲν σφοδρῶς πεπονθόσι τὰ σφοδρὰ τούτων προσάγουσι, τοῖς δὲ κούφως τὰ κουφότερα, καὶ ὁ σκεπτικὸς οὕτως διαφόρους ἐρωτᾷ καὶ] κατὰ ἰσχύν λόγους,"],["32.281","καὶ τοῖς μὲν ἐμβριθέσι καὶ εὐτόνως ἀνασκευάζειν δυναμένοις τὸ τῆς οἰήσεως τῶν δογματικῶν πάθος ἐπὶ τῶν σφοδρᾷ τῇ προπετείᾳ κεκακωμένων χρῆται, τοῖς δὲ κουφοτέροις ἐπὶ τῶν ἐπιπόλαιον καὶ εὐίατον ἐχόντων τὸ τῆς οἰήσεως πάθος καὶ ὑπὸ κουφοτέρων πιθανοτήτων ανασκευάζεσθαι δυναμένων. διόπερ ὁτὲ μὲν ἐμβριθεῖς ταῖς πιθανότησιν, ὁτὲ δὲ καὶ ἀμαυροτέρους φαινομένους οὐκ ὀκνεῖ λόγους συνερωτᾶν ὁ ἀπὸ τῆς σκέψεως ὁρμώμενος, ἐπίτηδες, ὧς ἀρκοῦντας αὐτῷ πολλάκις πρὸς τὸ ἀνύειν τὸ προκείμενον."],["32.endnote","Ὦ Πυρρῶν μέγα θαῦμα πεφασμένον ὡς πλέον τῶν ἄλλων ἕτερον χρῆμά τι θαμβαλέον. εἰ μὲν ὑπερφιάλως κατ’ ἐναντίον ἐλθέμεν ἔτλης, συμπάντων γε σοφῶν φεῦ ὅσον ἦσθα τάλας· εἰ δὲ κὲν ἰδμοσύνης τῆς ἀνδρομέης κατεγνωκώς, τὰ πρώτιστα φέρεις ὣν σοφίης κατέγνως."]]] \ No newline at end of file