Spaces:
Running
Running
Download data/lines/electra.json from michaelkimmel/mouseion: direct link, hf CLI and curl.
- Browser
- Download file 116 kB
-
https://huggingface.co/spaces/michaelkimmel/mouseion/resolve/main/data/lines/electra.json
- Command line
-
hf download hf://spaces/michaelkimmel/mouseion/data/lines/electra.json
-
curl -L -o electra.json https://huggingface.co/spaces/michaelkimmel/mouseion/resolve/main/data/lines/electra.json
116 kB
| [[["1","ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲ"],["2","Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖνʼ ἔξεστί σοι"],["3","παρόντι λεύσσειν, ὧν πρόθυμος ἦσθʼ ἀεί."],["4","τὸ γὰρ παλαιὸν Ἄργος οὑπόθεις τόδε,"],["5","τῆς οἰστροπλῆγος ἄλσος Ἰνάχου κόρης·"],["6","αὕτη δʼ, Ὀρέστα, τοῦ λυκοκτόνου θεοῦ"],["7","ἀγορὰ Λύκειος· οὑξ ἀριστερᾶς δʼ ὅδε"],["8","Ἥρας ὁ κλεινὸς ναός· οἷ δʼ ἱκάνομεν,"],["9","φάσκειν Μυκήνας τὰς πολυχρύσους ὁρᾶν"],["10","πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε,"],["11","ὅθεν σε πατρὸς ἐκ φονῶν ἐγώ ποτε"],["12","πρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης λαβὼν"],["13","ἤνεγκα κἀξέσωσα κἀξεθρεψάμην"],["14","τοσόνδʼ ἐς ἥβης, πατρὶ τιμωρὸν φόνου."],["15","νῦν οὖν, Ὀρέστα καὶ σὺ φίλτατε ξένων"],["16","Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον·"],["17","ὡς ἡμὶν ἤδη λαμπρὸν ἡλίου σέλας"],["18","ἑῷα κινεῖ φθέγματʼ ὀρνίθων σαφῆ"],["19","μέλαινά τʼ ἄστρων ἐκλέλοιπεν εὐφρόνη."],["20","πρὶν οὖν τινʼ ἀνδρῶν ἐξοδοιπορεῖν στέγης,"],["21","ξυνάπτετον λόγοισιν· ὡς ἐνταῦθʼ ἐμέν,"],["22","ἵνʼ οὐκέτʼ ὀκνεῖν καιρός, ἀλλʼ ἔργων ἀκμή."],["23","ὦ φίλτατʼ ἀνδρῶν προσπόλων, ὥς μοι σαφῆ"],["24","σημεῖα φαίνεις ἐσθλὸς εἰς ἡμᾶς γεγώς."],["25","ὥσπερ γὰρ ἵππος εὐγενής, κἂν ᾖ γέρων,"],["26","ἐν τοῖσι δεινοῖς θυμὸν οὐκ ἀπώλεσεν,"],["27","ἀλλʼ ὀρθὸν οὖς ἵστησιν, ὡσαύτως δὲ σὺ"],["28","ἡμᾶς τʼ ὀτρύνεις καὐτὸς ἐν πρώτοις ἕπει."],["29","τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δὲ"],["30","ὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοις διδούς,"],["31","εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον."],["32","ἐγὼ γὰρ ἡνίχʼ ἱκόμην τὸ Πυθικὸν"],["33","μαντεῖον, ὡς μάθοιμʼ ὅτῳ τρόπῳ πατρὶ"],["34","δίκας ἀροίμην τῶν φονευσάντων πάρα,"],["35","χρῇ μοι τοιαῦθʼ ὁ Φοῖβος ὧν πεύσει τάχα·"],["36","ἄσκευον αὐτὸν ἀσπίδων τε καὶ στρατοῦ"],["37","δόλοισι κλέψαι χειρὸς ἐνδίκους σφαγάς."],["38","ὅτʼ οὖν τοιόνδε χρησμὸν εἰσηκούσαμεν,"],["39","σὺ μὲν μολών, ὅταν σε καιρὸς εἰσάγῃ,"],["40","δόμων ἔσω τῶνδʼ, ἴσθι πᾶν τὸ δρώμενον,"],["41","ὅπως ἂν εἰδὼς ἡμὶν ἀγγείλῃς σαφῆ."],["42","οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ μακρῷ"],["43","γνῶσʼ, οὐδʼ ὑποπτεύσουσιν ὧδʼ ἠνθισμένον."],["44","λόγῳ δὲ χρῶ τοιῷδʼ, ὅτι ξένος μὲν εἶ"],["45","Φωκέως παρʼ ἀνδρὸς Φανοτέως ἥκων· ὃ γὰρ"],["46","μέγιστος αὐτοῖς τυγχάνει δορυξένων."],["47","ἄγγελλε δʼ ὅρκον προστιθεὶς ὁθούνεκα"],["48","τέθνηκʼ Ὀρέστης ἐξ ἀναγκαίας τύχης,"],["49","ἄθλοισι Πυθικοῖσιν ἐκ τροχηλάτων"],["50","δίφρων κυλισθείς· ὧδʼ ὁ μῦθος ἑστάτω."],["51","ἡμεῖς δὲ πατρὸς τύμβον, ὡς ἐφίετο,"],["52","λοιβαῖσι πρῶτον καὶ καρατόμοις χλιδαῖς"],["53","στέψαντες εἶτʼ ἄψορρον ἥξομεν πάλιν,"],["54","τύπωμα χαλκόπλευρον ἠρμένοι χεροῖν,"],["55","ὃ καὶ σὺ θάμνοις οἶσθά που κεκρυμμένον,"],["56","ὅπως λόγῳ κλέπτοντες ἡδεῖαν φάτιν"],["57","φέρωμεν αὐτοῖς, τοὐμὸν ὡς ἔρρει δέμας"],["58","φλογιστὸν ἤδη καὶ κατηνθρακωμένον."],["59","τί γάρ με λυπεῖ τοῦθʼ, ὅταν λόγῳ θανὼν"],["60","ἔργοισι σωθῶ κἀξενέγκωμαι κλέος;"],["61","δοκῶ μέν, οὐδὲν ῥῆμα σὺν κέρδει κακόν."],["62","ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς"],["63","λόγῳ μάτην θνῄσκοντας· εἶθʼ, ὅταν δόμους"],["64","ἔλθωσιν αὖθις, ἐκτετίμηνται πλέον·"],["65","ὡς κἄμʼ ἐπαυχῶ τῆσδε τῆς φήμης ἄπο"],["66","δεδορκότʼ ἐχθροῖς ἄστρον ὣς λάμψειν ἔτι."],["67","ἀλλʼ, ὦ πατρῴα γῆ θεοί τʼ ἐγχώριοι,"],["68","δέξασθέ μʼ εὐτυχοῦντα ταῖσδε ταῖς ὁδοῖς,"],["69","σύ τʼ, ὦ πατρῷον δῶμα· σοῦ γὰρ ἔρχομαι"],["70","δίκῃ καθαρτὴς πρὸς θεῶν ὡρμημένος·"],["71","καὶ μή μʼ ἄτιμον τῆσδʼ ἀποστείλητε γῆς,"],["72","ἀλλʼ ἀρχέπλουτον καὶ καταστάτην δόμων."],["73","εἴρηκα μέν νυν ταῦτα· σοὶ δʼ ἤδη, γέρον,"],["74","τὸ σὸν μελέσθω βάντι φρουρῆσαι χρέος."],["75","νὼ δʼ ἔξιμεν· καιρὸς γάρ, ὅσπερ ἀνδράσιν"],["76","μέγιστος ἔργου παντός ἐστʼ ἐπιστάτης."],["77","ἰώ μοί μοι δύστηνος."],["78","καὶ μὴν θυρῶν ἔδοξα προσπόλων τινὸς"],["79","ὑποστενούσης ἔνδον αἰσθέσθαι, τέκνον."],["80","ἆρʼ ἐστὶν ἡ δύστηνος Ἠλέκτρα· θέλεις"],["81","μείνωμεν αὐτοῦ κἀπακούσωμεν γόων;"],["82","ἥκιστα· μηδὲν πρόσθεν ἢ τὰ Λοξίου"],["83","πειρώμεθʼ ἔρδειν κἀπὸ τῶνδʼ ἀρχηγετεῖν,"],["84","πατρὸς χέοντες λουτρά· ταῦτα γὰρ φέρει"],["85","νίκην τʼ ἐφʼ ἡμῖν καὶ κράτος τῶν δρωμένων."],["86","ὦ φάος ἁγνὸν"],["87","καὶ γῆς ἰσόμοιρʼ ἀήρ, ὥς μοι"],["88","πολλὰς μὲν θρήνων ᾠδάς,"],["89","πολλὰς δʼ ἀντήρεις ᾔσθου"],["90","στέρνων πληγὰς αἱμασσομένων,"],["91","ὁπόταν δνοφερὰ νὺξ ὑπολειφθῇ·"],["92","τὰ δὲ παννυχίδων ἤδη στυγεραὶ"],["93","ξυνίσασʼ εὐναὶ μογερῶν οἴκων,"],["94","ὅσα τὸν δύστηνον ἐμὸν θρηνῶ"],["95","πατέρʼ, ὃν κατὰ μὲν βάρβαρον αἶαν"],["96","φοίνιος Ἄρης οὐκ ἐξένισεν,"],["97","μήτηρ δʼ ἡμὴ χὠ κοινολεχὴς"],["98","Αἴγισθος ὅπως δρῦν ὑλοτόμοι"],["99","σχίζουσι κάρα φονίῳ πελέκει,"],["100","κοὐδεὶς τούτων οἶκτος ἀπʼ ἄλλης"],["101","ἢ ʼμοῦ φέρεται, σοῦ, πάτερ, οὕτως"],["102","αἰκῶς οἰκτρῶς τε θανόντος."],["103","ἀλλʼ οὐ μὲν δὴ"],["104","λήξω θρήνων στυγερῶν τε γόων,"],["105","ἔστʼ ἂν παμφεγγεῖς ἄστρων"],["106","ῥιπάς, λεύσσω δὲ τόδʼ ἦμαρ,"],["107","μὴ οὐ τεκνολέτειρʼ ὥς τις ἀηδὼν"],["108","ἐπὶ κωκυτῷ τῶνδε πατρῴων"],["109","πρὸ θυρῶν ἠχὼ πᾶσι προφωνεῖν."],["110","ὦ δῶμʼ Ἀΐδου καὶ Περσεφόνης,"],["111","ὦ χθόνιʼ Ἑρμῆ καὶ πότνιʼ Ἀρὰ"],["112","σεμναί τε θεῶν παῖδες Ἐρινύες,"],["113","αἳ τοὺς ἀδίκως θνῄσκοντας ὁρᾶθʼ,"],["114","αἳ τοὺς εὐνὰς ὑποκλεπτομένους,"],["115","ἔλθετʼ, ἀρήξατε, τίσασθε πατρὸς"],["116","φόνον ἡμετέρου,"],["117","καί μοι τὸν ἐμὸν πέμψατʼ ἀδελφόν·"],["118","μούνη γὰρ ἄγειν οὐκέτι σωκῶ"],["120","λύπης ἀντίρροπον ἄχθος."],["121","ὦ παῖ, παῖ δυστανοτάτας"],["122","Ἠλέκτρα ματρός, τίνʼ ἀεὶ"],["123","τάκεις ὧδʼ ἀκόρεστον οἰμωγὰν"],["124","τὸν πάλαι ἐκ δολερᾶς ἀθεώτατα"],["125","ματρὸς ἁλόντʼ ἀπάταις Ἀγαμέμνονα"],["126","κακᾷ τε χειρὶ πρόδοτον; ὡς ὁ τάδε πορὼν"],["127","ὄλοιτʼ, εἴ μοι θέμις τάδʼ αὐδᾶν."],["128","ὦ γενέθλα γενναίων,"],["130","ἥκετʼ ἐμῶν καμάτων παραμύθιον."],["131","οἶδά τε καὶ ξυνίημι τάδʼ, οὔ τί με"],["132","φυγγάνει, οὐδʼ ἐθέλω προλιπεῖν τόδε,"],["133","μὴ οὐ τὸν ἐμὸν στενάχειν πατέρʼ ἄθλιον."],["134","ἀλλʼ ὦ παντοίας φιλότητος ἀμειβόμεναι χάριν,"],["135","ἐᾶτέ μʼ ὧδʼ ἀλύειν,"],["136","αἰαῖ, ἱκνοῦμαι."],["137","ἀλλʼ οὔτοι τόν γʼ ἐξ Ἀΐδα"],["138","παγκοίνου λίμνας πατέρʼ ἀν-"],["139","στάσεις οὔτε γόοισιν οὔτʼ εὐχαῖς."],["140","ἀλλʼ ἀπὸ τῶν μετρίων ἐπʼ ἀμήχανον"],["141","ἄλγος ἀεὶ στενάχουσα διόλλυσαι,"],["142","ἐν οἷς ἀνάλυσίς ἐστιν οὐδεμία κακῶν."],["143","τί μοι τῶν δυσφόρων ἐφίει;"],["144","νήπιος ὃς τῶν οἰκτρῶς"],["145","οἰχομένων γονέων ἐπιλάθεται."],["146","ἀλλʼ ἐμέ γʼ ἁ στονόεσσʼ ἄραρεν φρένας,"],["147","ἃ Ἴτυν, αἰὲν Ἴτυν ὀλοφύρεται,"],["148","ὄρνις ἀτυζομένα, Διὸς ἄγγελος."],["150","ἰὼ παντλάμων Νιόβα, σὲ δʼ ἔγωγε νέμω θεόν,"],["151","ἅτʼ ἐν τάφῳ πετραίῳ"],["152","αἰεὶ δακρύεις."],["153","οὔτοι σοὶ μούνᾳ, τέκνον,"],["155","ἄχος ἐφάνη βροτῶν,"],["156","πρὸς ὅ τι σὺ τῶν ἔνδον εἶ περισσά,"],["157","οἷς ὁμόθεν εἶ καὶ γονᾷ ξύναιμος,"],["158","οἵα Χρυσόθεμις ζώει καὶ Ἰφιάνασσα,"],["159","κρυπτᾷ τʼ ἀχέων ἐν ἥβᾳ,"],["160","ὄλβιος, ὃν ἁ κλεινὰ"],["161","γᾶ ποτε Μυκηναίων"],["162","δέξεται εὐπατρίδαν, Διὸς εὔφρονι"],["163","βήματι μολόντα τάνδε γᾶν Ὀρέσταν."],["164","ὅν γʼ ἐγὼ ἀκάματα προσμένουσʼ, ἄτεκνος,"],["165","τάλαινʼ, ἀνύμφευτος αἰὲν οἰχνῶ,"],["166","δάκρυσι μυδαλέα, τὸν ἀνήνυτον"],["167","οἶτον ἔχουσα κακῶν· ὁ δὲ λάθεται"],["168","ὧν τʼ ἔπαθʼ ὧν τʼ ἐδάη. τί γὰρ οὐκ ἐμοὶ"],["170","ἔρχεται ἀγγελίας ἀπατώμενον;"],["171","ἀεὶ μὲν γὰρ ποθεῖ,"],["172","ποθῶν δʼ οὐκ ἀξιοῖ φανῆναι."],["173","θάρσει μοι, θάρσει, τέκνον."],["175","ἔτι μέγας οὐρανῷ"],["176","Ζεύς, ὃς ἐφορᾷ πάντα καὶ κρατύνει·"],["177","ᾧ τὸν ὑπεραλγῆ χόλον νέμουσα"],["178","μήθʼ οἷς ἐχθαίρεις ὑπεράχθεο μήτʼ ἐπιλάθου·"],["179","χρόνος γὰρ εὐμαρὴς θεός."],["180","οὔτε γὰρ ὁ τὰν Κρῖσαν"],["181","βούνομον ἔχων ἀκτὰν"],["182","παῖς Ἀγαμεμνονίδας ἀπερίτροπος"],["183","οὔθʼ ὁ παρὰ τὸν Ἀχέροντα θεὸς ἀνάσσων."],["185","ἀλλʼ ἐμὲ μὲν ὁ πολὺς ἀπολέλοιπεν ἤδη"],["186","βίοτος ἀνέλπιστος, οὐδʼ ἔτʼ ἀρκῶ·"],["187","ἅτις ἄνευ τεκέων κατατάκομαι,"],["188","ἇς φίλος οὔτις ἀνὴρ ὑπερίσταται,"],["189","ἀλλʼ ἁπερεί τις ἔποικος ἀναξία"],["190","οἰκονομῶ θαλάμους πατρός, ὧδε μὲν"],["191","ἀεικεῖ σὺν στολᾷ,"],["192","κεναῖς δʼ ἀμφίσταμαι τραπέζαις."],["193","οἰκτρὰ μὲν νόστοις αὐδά,"],["194","οἰκτρὰ δʼ ἐν κοίταις πατρῴαις"],["195","ὅτε οἱ παγχάλκων ἀνταία"],["196","γενύων ὡρμάθη πλαγά."],["197","δόλος ἦν ὁ φράσας, ἔρος ὁ κτείνας,"],["198","δεινὰν δεινῶς προφυτεύσαντες"],["199","μορφάν, εἴτʼ οὖν θεὸς εἴτε βροτῶν"],["200","ἦν ὁ ταῦτα πράσσων."],["201","ὦ πασᾶν κείνα πλέον ἁμέρα"],["202","ἐλθοῦσʼ ἐχθίστα δή μοι·"],["203","ὦ νύξ, ὦ δείπνων ἀρρήτων"],["204","ἔκπαγλʼ ἄχθη,"],["205","τοὺς ἐμὸς ἴδε πατὴρ"],["206","θανάτους αἰκεῖς διδύμαιν χειροῖν,"],["207","αἳ τὸν ἐμὸν εἷλον βίον πρόδοτον, αἵ μʼ ἀπώλεσαν·"],["208","οἷς θεὸς ὁ μέγας Ὀλύμπιος"],["210","ποίνιμα πάθεα παθεῖν πόροι,"],["211","μηδέ ποτʼ ἀγλαΐας ἀποναίατο"],["212","τοιάδʼ ἀνύσαντες ἔργα."],["213","φράζου μὴ πόρσω φωνεῖν."],["214","οὐ γνώμαν ἴσχεις ἐξ οἵων"],["215","τὰ παρόντʼ οἰκείας εἰς ἄτας"],["216","ἐμπίπτεις οὕτως αἰκῶς;"],["217","πολὺ γάρ τι κακῶν ὑπερεκτήσω,"],["218","σᾷ δυσθύμῳ τίκτουσʼ ἀεὶ"],["219","ψυχᾷ πολέμους· τὰ δὲ τοῖς δυνατοῖς"],["220","οὐκ ἐριστὰ πλάθειν."],["221","δεινοῖς ἠναγκάσθην, δεινοῖς·"],["222","ἔξοιδʼ, οὐ λάθει μʼ ὀργά."],["223","ἀλλʼ ἐν γὰρ δεινοῖς οὐ σχήσω"],["224","ταύτας ἄτας,"],["225","ὄφρα με βίος ἔχῃ."],["226","τίνι γάρ ποτʼ ἄν, ὦ φιλία γενέθλα,"],["227","πρόσφορον ἀκούσαιμʼ ἔπος, τίνι φρονοῦντι καίρια;"],["228","ἄνετέ μʼ ἄνετε, παράγοροι·"],["229","τάδε γὰρ ἄλυτα κεκλήσεται,"],["230","οὐδέ ποτʼ ἐκ καμάτων ἀποπαύσομαι"],["231","ἀνάριθμος ὧδε θρήνων."],["232","ἀλλʼ οὖν εὐνοίᾳ γʼ αὐδῶ,"],["233","μάτηρ ὡσεί τις πιστά,"],["235","μὴ τίκτειν σʼ ἄταν ἄταις."],["236","καὶ τί μέτρον κακότατος ἔφυ; φέρε,"],["237","πῶς ἐπὶ τοῖς φθιμένοις ἀμελεῖν καλόν;"],["238","ἐν τίνι τοῦτʼ ἔβλαστʼ ἀνθρώπων;"],["239","μήτʼ εἴην ἔντιμος τούτοις"],["240","μήτʼ, εἴ τῳ πρόσκειμαι χρηστῷ,"],["241","ξυνναίοιμʼ εὔκηλος, γονέων"],["242","ἐκτίμους ἴσχουσα πτέρυγας"],["243","ὀξυτόνων γόων."],["245","εἰ γὰρ ὁ μὲν θανὼν γᾶ τε καὶ οὐδὲν ὢν"],["246","κείσεται τάλας,"],["247","οἱ δὲ μὴ πάλιν"],["248","δώσουσʼ ἀντιφόνους δίκας,"],["249","ἔρροι τʼ ἂν αἰδὼς"],["250","ἁπάντων τʼ εὐσέβεια θνατῶν."],["251","ἐγὼ μέν, ὦ παῖ, καὶ τὸ σὸν σπεύδουσʼ ἅμα"],["252","καὶ τοὐμὸν αὐτῆς ἦλθον· εἰ δὲ μὴ καλῶς"],["253","λέγω, σὺ νίκα· σοὶ γὰρ ἑψόμεσθʼ ἅμα."],["254","αἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶ"],["255","πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν."],["256","ἀλλʼ ἡ βία γὰρ ταῦτʼ ἀναγκάζει με δρᾶν,"],["257","σύγγνωτε· πῶς γὰρ ἥτις εὐγενὴς γυνή,"],["258","πατρῷʼ ὁρῶσα πήματʼ, οὐ δρῴη τάδʼ ἄν;"],["259","ἁγὼ κατʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ἀεὶ"],["260","θάλλοντα μᾶλλον ἢ καταφθίνονθʼ ὁρῶ·"],["261","ᾗ πρῶτα μὲν τὰ μητρός, ἥ μʼ ἐγείνατο,"],["262","ἔχθιστα συμβέβηκεν· εἶτα δώμασιν"],["263","ἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς"],["264","ξύνειμι, κἀκ τῶνδʼ ἄρχομαι κἀκ τῶνδέ μοι"],["265","λαβεῖν θʼ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει."],["266","ἔπειτα ποίας ἡμέρας δοκεῖς μʼ ἄγειν,"],["267","ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντʼ ἴδω"],["268","τοῖσιν πατρῴοις, εἰσίδω δʼ ἐσθήματα"],["269","φοροῦντʼ ἐκείνῳ ταὐτὰ καὶ παρεστίους"],["270","σπένδοντα λοιβὰς ἔνθʼ ἐκεῖνον ὤλεσεν,"],["271","ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν,"],["272","τὸν αὐτοέντην ἡμὶν ἐν κοίτῃ πατρὸς"],["273","ξὺν τῇ ταλαίνῃ μητρί, μητέρʼ εἰ χρεὼν"],["274","ταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην·"],["275","ἡ δʼ ὧδε τλήμων ὥστε τῷ μιάστορι"],["276","ξύνεστʼ, ἐρινὺν οὔτινʼ ἐκφοβουμένη·"],["277","ἀλλʼ ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις,"],["278","εὑροῦσʼ ἐκείνην ἡμέραν, ἐν ᾗ τότε"],["279","πατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν,"],["280","ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ"],["281","θεοῖσιν ἔμμηνʼ ἱερὰ τοῖς σωτηρίοις."],["282","ἐγὼ δʼ ὁρῶσʼ ἡ δύσμορος κατὰ στέγας"],["283","κλαίω, τέτηκα, κἀπικωκύω πατρὸς"],["284","τὴν δυστάλαιναν δαῖτʼ ἐπωνομασμένην"],["285","αὐτὴ πρὸς αὑτήν. οὐδὲ γὰρ κλαῦσαι πάρα"],["286","τοσόνδʼ ὅσον μοι θυμὸς ἡδονὴν φέρει."],["287","αὕτη γὰρ ἡ λόγοισι γενναία γυνὴ"],["288","φωνοῦσα τοιάδʼ ἐξονειδίζει κακά·"],["289","ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ"],["290","τέθνηκεν; ἄλλος δʼ οὔτις ἐν πένθει βροτῶν;"],["291","κακῶς ὄλοιο, μηδέ σʼ ἐκ γόων ποτὲ"],["292","τῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί."],["293","τάδʼ ἐξυβρίζει· πλὴν ὅταν κλύῃ τινὸς"],["294","ἥξοντʼ Ὀρέστην· τηνικαῦτα δʼ ἐμμανὴς"],["295","βοᾷ παραστᾶσʼ· οὐ σύ μοι τῶνδʼ αἰτία;"],["296","οὐ σὸν τόδʼ ἐστὶ τοὔργον, ἥτις ἐκ χερῶν"],["297","κλέψασʼ Ὀρέστην τῶν ἐμῶν ὑπεξέθου;"],["298","ἀλλʼ ἴσθι τοι τίσουσά γʼ ἀξίαν δίκην."],["299","τοιαῦθʼ ὑλακτεῖ, σὺν δʼ ἐποτρύνει πέλας"],["300","ὁ κλεινὸς αὐτῇ ταὐτὰ νυμφίος παρών,"],["301","ὁ πάντʼ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη,"],["302","ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος."],["303","ἐγὼ δʼ Ὀρέστην τῶνδε προσμένουσʼ ἀεὶ"],["304","παυστῆρʼ ἐφήξειν ἡ τάλαινʼ ἀπόλλυμαι."],["305","μέλλων γὰρ ἀεὶ δρᾶν τι τὰς οὔσας τέ μου"],["306","καὶ τὰς ἀπούσας ἐλπίδας διέφθορεν."],["307","ἐν οὖν τοιούτοις οὔτε σωφρονεῖν, φίλαι,"],["308","οὔτʼ εὐσεβεῖν πάρεστιν· ἀλλʼ ἔν τοι κακοῖς"],["309","πολλή ʼστʼ ἀνάγκη κἀπιτηδεύειν κακά."],["310","φέρʼ εἰπέ, πότερον ὄντος Αἰγίσθου πέλας"],["311","λέγεις τάδʼ ἡμῖν ἢ βεβῶτος ἐκ δόμων;"],["312","ἦ κάρτα· μὴ δόκει μʼ ἄν, εἴπερ ἦν πέλας,"],["313","θυραῖον οἰχνεῖν· νῦν δʼ ἀγροῖσι τυγχάνει."],["314","ἦ κἂν ἐγὼ θαρσοῦσα μᾶλλον ἐς λόγους"],["315","τοὺς σοὺς ἱκοίμην, εἴπερ ὧδε ταῦτʼ ἔχει;"],["316","ὡς νῦν ἀπόντος ἱστόρει· τί σοι φίλον;"],["317","καὶ δή σʼ ἐρωτῶ· τοῦ κασιγνήτου τί φής,"],["318","ἥξοντος ἢ μέλλοντος; εἰδέναι θέλω."],["319","φησίν γε· φάσκων δʼ οὐδὲν ὧν λέγει ποεῖ."],["320","φιλεῖ γὰρ ὀκνεῖν πρᾶγμʼ ἀνὴρ πράσσων μέγα."],["321","καὶ μὴν ἔγωγʼ ἔσωσʼ ἐκεῖνον οὐκ ὄκνῳ."],["322","θάρσει· πέφυκεν ἐσθλός, ὥστʼ ἀρκεῖν φίλοις."],["323","πέποιθʼ, ἐπεί τἂν οὐ μακρὰν ἔζων ἐγώ."],["324","μὴ νῦν ἔτʼ εἴπῃς μηδέν· ὡς δόμων ὁρῶ"],["325","τὴν σὴν ὅμαιμον ἐκ πατρὸς ταὐτοῦ φύσιν,"],["326","Χρυσόθεμιν, ἔκ τε μητρός, ἐντάφια χεροῖν"],["327","φέρουσαν, οἷα τοῖς κάτω νομίζεται."],["328","τίνʼ αὖ σὺ τήνδε πρὸς θυρῶνος ἐξόδοις"],["329","ἐλθοῦσα φωνεῖς, ὦ κασιγνήτη, φάτιν,"],["330","κοὐδʼ ἐν χρόνῳ μακρῷ διδαχθῆναι θέλεις"],["331","θυμῷ ματαίῳ μὴ χαρίζεσθαι κενά;"],["332","καίτοι τοσοῦτόν γʼ οἶδα κἀμαυτήν, ὅτι"],["333","ἀλγῶ ʼπὶ τοῖς παροῦσιν· ὥστʼ ἄν, εἰ σθένος"],["334","λάβοιμι, δηλώσαιμʼ ἂν οἷʼ αὐτοῖς φρονῶ."],["335","νῦν δʼ ἐν κακοῖς μοι πλεῖν ὑφειμένῃ δοκεῖ,"],["336","καὶ μὴ δοκεῖν μὲν δρᾶν τι, πημαίνειν δὲ μή·"],["337","τοιαῦτα δʼ ἄλλα καὶ σὲ βούλομαι ποεῖν."],["338","καίτοι τὸ μὲν δίκαιον οὐχ ᾗ ʼγὼ λέγω,"],["339","ἀλλʼ ᾗ σὺ κρίνεις· εἰ δʼ ἐλευθέραν με δεῖ"],["340","ζῆν, τῶν κρατούντων ἐστὶ πάντʼ ἀκουστέα."],["341","δεινόν γέ σʼ οὖσαν πατρὸς οὗ σὺ παῖς ἔφυς,"],["342","κείνου λελῆσθαι, τῆς δὲ τικτούσης μέλειν."],["343","ἅπαντα γάρ σοι τἀμὰ νουθετήματα"],["344","κείνης διδακτά, κοὐδὲν ἐκ σαυτῆς λέγεις."],["345","ἔπειθʼ ἑλοῦ γε θάτερʼ, ἢ φρονεῖν κακῶς"],["346","ἢ τῶν φίλων φρονοῦσα μὴ μνήμην ἔχειν·"],["347","ἥτις λέγεις μὲν ἀρτίως ὡς, εἰ λάβοις"],["348","σθένος, τὸ τούτων μῖσος ἐκδείξειας ἄν,"],["349","ἐμοῦ δὲ πατρὶ πάντα τιμωρουμένης"],["350","οὔτε ξυνέρδεις τήν τε δρῶσαν ἐκτρέπεις."],["351","οὐ ταῦτα πρὸς κακοῖσι δειλίαν ἔχει;"],["352","ἐπεὶ δίδαξον, ἢ μάθʼ ἐξ ἐμοῦ, τί μοι"],["353","κέρδος γένοιτʼ ἂν τῶνδε ληξάσῃ γόων."],["354","οὐ ζῶ; κακῶς μέν, οἶδʼ, ἐπαρκούντως δʼ ἐμοί."],["355","λυπῶ δὲ τούτους, ὥστε τῷ τεθνηκότι"],["356","τιμὰς προσάπτειν, εἴ τις ἔστʼ ἐκεῖ χάρις."],["357","σὺ δʼ ἡμὶν ἡ μισοῦσα μισεῖς μὲν λόγῳ,"],["358","ἔργῳ δὲ τοῖς φονεῦσι τοῦ πατρὸς ξύνει."],["359","ἐγὼ μὲν οὖν οὐκ ἄν ποτʼ, οὐδʼ εἴ μοι τὰ σὰ"],["360","μέλλοι τις οἴσειν δῶρʼ, ἐφʼ οἷσι νῦν χλιδᾷς,"],["361","τούτοις ὑπεικάθοιμι· σοὶ δὲ πλουσία"],["362","τράπεζα κείσθω καὶ περιρρείτω βίος."],["363","ἐμοὶ γὰρ ἔστω τοὐμὲ μὴ λυπεῖν μόνον"],["364","βόσκημα· τῆς σῆς δʼ οὐκ ἐρῶ τιμῆς τυχεῖν,"],["365","οὐδʼ ἂν σύ, σώφρων γʼ οὖσα. νῦν δʼ ἐξὸν πατρὸς"],["366","πάντων ἀρίστου παῖδα κεκλῆσθαι, καλοῦ"],["367","τῆς μητρός· οὕτω γὰρ φανεῖ πλείστοις κακή,"],["368","θανόντα πατέρα καὶ φίλους προδοῦσα σούς."],["369","μηδὲν πρὸς ὀργήν, πρὸς θεῶν· ὡς τοῖς λόγοις"],["370","ἔνεστιν ἀμφοῖν κέρδος, εἰ σὺ μὲν μάθοις"],["371","τοῖς τῆσδε χρῆσθαι, τοῖς δὲ σοῖς αὕτη πάλιν."],["372","ἐγὼ μέν, ὦ γυναῖκες, ἠθάς εἰμί πως"],["373","τῶν τῆσδε μύθων· οὐδʼ ἂν ἐμνήσθην ποτέ,"],["374","εἰ μὴ κακὸν μέγιστον εἰς αὐτὴν ἰὸν"],["375","ἤκουσʼ, ὃ ταύτην τῶν μακρῶν σχήσει γόων."],["376","φέρʼ εἰπὲ δὴ τὸ δεινόν· εἰ γὰρ τῶνδέ μοι"],["377","μεῖζόν τι λέξεις, οὐκ ἂν ἀντείποιμʼ ἔτι."],["378","ἀλλʼ ἐξερῶ σοι πᾶν ὅσον κάτοιδʼ ἐγώ."],["379","μέλλουσι γάρ σʼ, εἰ τῶνδε μὴ λήξεις γόων,"],["380","ἐνταῦθα πέμψειν ἔνθα μή ποθʼ ἡλίου"],["381","φέγγος προσόψει, ζῶσα δʼ ἐν κατηρεφεῖ"],["382","στέγῃ χθονὸς τῆσδʼ ἐκτὸς ὑμνήσεις κακά."],["383","πρὸς ταῦτα φράζου καί με μή ποθʼ ὕστερον"],["384","παθοῦσα μέμψῃ· νῦν γὰρ ἐν καλῷ φρονεῖν."],["385","ἦ ταῦτα δή με καὶ βεβούλευνται ποεῖν;"],["386","μάλισθʼ· ὅταν περ οἴκαδʼ Αἴγισθος μόλῃ."],["387","ἀλλʼ ἐξίκοιτο τοῦδέ γʼ οὕνεκʼ ἐν τάχει."],["388","τίνʼ, ὦ τάλαινα, τόνδʼ ἐπηράσω λόγον;"],["389","ἐλθεῖν ἐκεῖνον, εἴ τι τῶνδε δρᾶν νοεῖ."],["390","ὅπως πάθῃς τί χρῆμα; ποῦ ποτʼ εἶ φρενῶν;"],["391","ὅπως ἀφʼ ὑμῶν ὡς προσωτάτω φύγω."],["392","βίου δὲ τοῦ παρόντος οὐ μνείαν ἔχεις;"],["393","καλὸς γὰρ οὑμὸς βίοτος ὥστε θαυμάσαι."],["394","ἀλλʼ ἦν ἄν, εἰ σύ γʼ εὖ φρονεῖν ἠπίστασο."],["395","μή μʼ ἐκδίδασκε τοῖς φίλοις εἶναι κακήν."],["396","ἀλλʼ οὐ διδάσκω· τοῖς κρατοῦσι δʼ εἰκαθεῖν."],["397","σὺ ταῦτα θώπευʼ· οὐκ ἐμοὺς τρόπους λέγεις."],["398","καλόν γε μέντοι μὴ ʼξ ἀβουλίας πεσεῖν."],["399","πεσούμεθʼ, εἰ χρή, πατρὶ τιμωρούμενοι."],["400","πατὴρ δὲ τούτων, οἶδα, συγγνώμην ἔχει."],["401","ταῦτʼ ἐστὶ τἄπη πρὸς κακῶν ἐπαινέσαι."],["402","σὺ δʼ οὐχὶ πείσει καὶ συναινέσεις ἐμοί;"],["403","οὐ δῆτα· μή πω νοῦ τοσόνδʼ εἴην κενή."],["404","χωρήσομαί τἄρʼ οἷπερ ἐστάλην ὁδοῦ."],["405","ποῖ δʼ ἐμπορεύει; τῷ φέρεις τάδʼ ἔμπυρα;"],["406","μήτηρ με πέμπει πατρὶ τυμβεῦσαι χοάς."],["407","πῶς εἶπας; ἦ τῷ δυσμενεστάτῳ βροτῶν;"],["408","ὃν ἔκτανʼ αὐτή· τοῦτο γὰρ λέξαι θέλεις."],["409","ἐκ τοῦ φίλων πεισθεῖσα; τῷ τοῦτʼ ἤρεσεν;"],["410","ἐκ δείματός του νυκτέρου, δοκεῖν ἐμοί;"],["411","ὦ θεοὶ πατρῷοι, συγγένεσθέ γʼ ἀλλὰ νῦν."],["412","ἔχεις τι θάρσος τοῦδε τοῦ τάρβους πέρι;"],["413","εἴ μοι λέγοις τὴν ὄψιν, εἴποιμʼ ἂν τότε."],["414","ἀλλʼ οὐ κάτοιδα πλὴν ἐπὶ σμικρὸν φράσαι."],["415","λέγʼ ἀλλὰ τοῦτο· πολλά τοι σμικροὶ λόγοι"],["416","ἔσφηλαν ἤδη καὶ κατώρθωσαν βροτούς."],["417","λόγος τις αὐτήν ἐστιν εἰσιδεῖν πατρὸς"],["418","τοῦ σοῦ τε κἀμοῦ δευτέραν ὁμιλίαν"],["419","ἐλθόντος ἐς φῶς· εἶτα τόνδʼ ἐφέστιον"],["420","πῆξαι λαβόντα σκῆπτρον οὑφόρει ποτὲ"],["421","αὐτός, τανῦν δʼ Αἴγισθος· ἐκ δὲ τοῦδʼ ἄνω"],["422","βλαστεῖν βρύοντα θαλλόν, ᾧ κατάσκιον"],["423","πᾶσαν γενέσθαι τὴν Μυκηναίων χθόνα."],["424","τοιαῦτά του παρόντος, ἡνίχʼ Ἡλίῳ"],["425","δείκνυσι τοὔναρ, ἔκλυον ἐξηγουμένου."],["426","πλείω δὲ τούτων οὐ κάτοιδα, πλὴν ὅτι"],["427","πέμπει με κείνη τοῦδε τοῦ φόβου χάριν."],["428","πρός νυν θεῶν σε λίσσομαι τῶν ἐγγενῶν"],["429","ἐμοὶ πιθέσθαι μηδʼ ἀβουλίᾳ πεσεῖν·"],["430","εἰ γάρ μʼ ἀπώσει, σὺν κακῷ μέτει πάλιν."],["431","ἀλλʼ, ὦ φίλη, τούτων μὲν ὧν ἔχεις χεροῖν"],["432","τύμβῳ προσάψῃς μηδέν· οὐ γάρ σοι θέμις"],["433","οὐδʼ ὅσιον ἐχθρᾶς ἀπὸ γυναικὸς ἱστάναι"],["434","κτερίσματʼ οὐδὲ λουτρὰ προσφέρειν πατρί·"],["435","ἀλλʼ ἢ πνοαῖσιν ἢ βαθυσκαφεῖ κόνει"],["436","κρύψον νιν, ἔνθα μή ποτʼ εἰς εὐνὴν πατρὸς"],["437","τούτων πρόσεισι μηδέν· ἀλλʼ ὅταν θάνῃ"],["438","κειμήλιʼ αὐτῇ ταῦτα σῳζέσθω κάτω."],["439","ἀρχὴν δʼ ἄν, εἰ μὴ τλημονεστάτη γυνὴ"],["440","πασῶν ἔβλαστε, τάσδε δυσμενεῖς χοὰς"],["441","οὐκ ἄν ποθʼ ὅν γʼ ἔκτεινε, τῷδʼ ἐπέστεφε."],["442","σκέψαι γὰρ εἴ σοι προσφιλῶς αὐτῇ δοκεῖ"],["443","γέρα τάδʼ οὑν τάφοισι δέξεσθαι νέκυς,"],["444","ὑφʼ ἧς θανὼν ἄτιμος, ὥστε δυσμενής,"],["445","ἐμασχαλίσθη, κἀπὶ λουτροῖσιν κάρᾳ"],["446","κηλῖδας ἐξέμαξεν. ἆρα μὴ δοκεῖς"],["447","λυτήριʼ αὐτῇ ταῦτα τοῦ φόνου φέρειν;"],["448","οὐχ ἔστιν. ἀλλὰ ταῦτα μὲν μέθες· σὺ δὲ"],["449","τεμοῦσα κρατὸς βοστρύχων ἄκρας φόβας"],["450","κἀμοῦ ταλαίνης, σμικρὰ μὲν τάδʼ, ἀλλʼ ὅμως"],["451","ἅχω, δὸς αὐτῷ, τήνδʼ ἀλιπαρῆ τρίχα"],["452","καὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον."],["453","αἰτοῦ δὲ προσπίτνουσα γῆθεν εὐμενῆ"],["454","ἡμῖν ἀρωγὸν αὐτὸν εἰς ἐχθροὺς μολεῖν,"],["455","καὶ παῖδʼ Ὀρέστην ἐξ ὑπερτέρας χερὸς"],["456","ἐχθροῖσιν αὐτοῦ ζῶντʼ ἐπεμβῆναι ποδί,"],["457","ὅπως τὸ λοιπὸν αὐτὸν ἀφνεωτέραις"],["458","χερσὶν στέφωμεν ἢ τανῦν δωρούμεθα."],["459","οἶμαι μὲν οὖν, οἶμαί τι κἀκείνῳ μέλον"],["460","πέμψαι τάδʼ αὐτῇ δυσπρόσοπτʼ ὀνείρατα·"],["461","ὅμως δʼ, ἀδελφή, σοί θʼ ὑπούργησον τάδε"],["462","ἐμοί τʼ ἀρωγὰ τῷ τε φιλτάτῳ βροτῶν"],["463","πάντων, ἐν Ἅιδου κειμένῳ κοινῷ πατρί."],["464","πρὸς εὐσέβειαν ἡ κόρη λέγει· σὺ δέ,"],["465","εἰ σωφρονήσεις, ὦ φίλη, δράσεις τάδε."],["466","δράσω· τὸ γὰρ δίκαιον οὐχ ἔχει λόγον"],["467","δυοῖν ἐρίζειν, ἀλλʼ ἐπισπεύδειν τὸ δρᾶν."],["468","πειρωμένῃ δὲ τῶνδε τῶν ἔργων ἐμοὶ"],["469","σιγὴ παρʼ ὑμῶν, πρὸς θεῶν, ἔστω, φίλαι·"],["470","ὡς εἰ τάδʼ ἡ τεκοῦσα πεύσεται, πικρὰν"],["471","δοκῶ με πεῖραν τήνδε τολμήσειν ἔτι."],["472","εἰ μὴ ʼγὼ παράφρων μάντις ἔφυν καὶ γνώμας"],["473","λειπομένα σοφᾶς,"],["474","εἶσιν ἁ πρόμαντις"],["475","Δίκα δίκαια φερομένα χεροῖν κράτη·"],["476","μέτεισιν, ὦ τέκνον, οὐ μακροῦ χρόνου."],["477","ὕπεστί μοι θάρσος,"],["480","ἁδυπνόων κλύουσαν"],["481","ἀρτίως ὀνειράτων."],["482","οὐ γάρ ποτʼ ἀμναστεῖ γʼ ὁ φύσας σʼ Ἑλλάνων ἄναξ,"],["485","οὐδʼ ἁ παλαιὰ χαλκόπλακτος ἀμφάκης γένυς,"],["486","ἅ νιν κατέπεφνεν αἰσχίσταις ἐν αἰκίαις."],["487","ἥξει καὶ πολύπους καὶ πολύχειρ ἁ δεινοῖς"],["490","κρυπτομένα λόχοις"],["491","χαλκόπους Ἐρινύς."],["492","ἄλεκτρʼ ἄνυμφα γὰρ ἐπέβα μιαιφόνων"],["493","γάμων ἁμιλλήμαθʼ οἷσιν οὐ θέμις."],["495","πρὸ τῶνδέ τοί μʼ ἔχει"],["496","μή ποτε μή ποθʼ ἡμῖν"],["497","ἀψεγὲς πελᾶν τέρας"],["500","τοῖς δρῶσι καὶ συνδρῶσιν. ἤ τοι μαντεῖαι βροτῶν"],["501","οὐκ εἰσὶν ἐν δεινοῖς ὀνείροις οὐδʼ ἐν θεσφάτοις,"],["502","εἰ μὴ τόδε φάσμα νυκτὸς εὖ κατασχήσει."],["503","ὦ Πέλοπος ἁ πρόσθεν"],["505","πολύπονος ἱππεία,"],["506","ὡς ἔμολες αἰανὴς"],["507","τᾷδε γᾷ."],["508","εὖτε γὰρ ὁ ποντισθεὶς"],["509","Μυρτίλος ἐκοιμάθη,"],["510","παγχρύσων δίφρων"],["511","δυστάνοις αἰκίαις"],["512","πρόρριζος ἐκριφθείς,"],["513","οὔ τί πω"],["514","ἔλειπεν ἐκ τοῦδʼ οἴκου"],["515","πολύπονος αἰκία."],["516","ἀνειμένη μέν, ὡς ἔοικας, αὖ στρέφει·"],["517","οὐ γὰρ πάρεστʼ Αἴγισθος, ὅς σʼ ἐπεῖχʼ ἀεὶ"],["518","μή τοι θυραίαν γʼ οὖσαν αἰσχύνειν φίλους·"],["519","νῦν δʼ ὡς ἄπεστʼ ἐκεῖνος, οὐδὲν ἐντρέπει"],["520","ἐμοῦ γε· καίτοι πολλὰ πρὸς πολλούς με δὴ"],["521","ἐξεῖπας ὡς θρασεῖα καὶ πέρα δίκης"],["522","ἄρχω, καθυβρίζουσα καὶ σὲ καὶ τὰ σά·"],["523","ἐγὼ δʼ ὕβριν μὲν οὐκ ἔχω, κακῶς δέ σε"],["524","λέγω κακῶς κλύουσα πρὸς σέθεν θαμά."],["525","πατὴρ γάρ, οὐδὲν ἄλλο, σοὶ πρόσχημʼ ἀεὶ"],["526","ὡς ἐξ ἐμοῦ τέθνηκεν. ἐξ ἐμοῦ· καλῶς"],["527","ἔξοιδα· τῶνδʼ ἄρνησις οὐκ ἔνεστί μοι·"],["528","ἡ γὰρ Δίκη νιν εἷλεν, οὐκ ἐγὼ μόνη,"],["529","ᾗ χρῆν σʼ ἀρήγειν, εἰ φρονοῦσʼ ἐτύγχανες·"],["530","ἐπεὶ πατὴρ σὸς οὗτος, ὃν θρηνεῖς ἀεί,"],["531","τὴν σὴν ὅμαιμον μοῦνος Ἑλλήνων ἔτλη"],["532","θῦσαι θεοῖσιν, οὐκ ἴσον καμὼν ἐμοὶ"],["533","λύπης, ὅς ἔσπειρʼ, ὥσπερ ἡ τίκτουσʼ ἐγώ."],["534","εἶεν, δίδαξον δή με τοῦ χάριν, τίνων"],["535","ἔθυσεν αὐτήν· πότερον Ἀργείων ἐρεῖς;"],["536","ἀλλʼ οὐ μετῆν αὐτοῖσι τήν γʼ ἐμὴν κτανεῖν."],["537","ἀλλʼ ἀντʼ ἀδελφοῦ δῆτα Μενέλεω κτανὼν"],["538","τἄμʼ, οὐκ ἔμελλε τῶνδέ μοι δώσειν δίκην;"],["539","πότερον ἐκείνῳ παῖδες οὐκ ἦσαν διπλοῖ,"],["540","οὓς τῆσδε μᾶλλον εἰκὸς ἦν θνῄσκειν, πατρὸς"],["541","καὶ μητρὸς ὄντας, ἧς ὁ πλοῦς ὅδʼ ἦν χάριν;"],["542","ἢ τῶν ἐμῶν Ἅιδης τινʼ ἵμερον τέκνων"],["543","ἢ τῶν ἐκείνης ἔσχε δαίσασθαι πλέον;"],["544","ἢ τῷ πανώλει πατρὶ τῶν μὲν ἐξ ἐμοῦ"],["545","παίδων πόθος παρεῖτο, Μενέλεω δʼ ἐνῆν;"],["546","οὐ ταῦτʼ ἀβούλου καὶ κακοῦ γνώμην πατρός;"],["547","δοκῶ μέν, εἰ καὶ σῆς δίχα γνώμης λέγω·"],["548","φαίη δʼ ἂν ἡ θανοῦσά γʼ, εἰ φωνὴν λάβοι."],["549","ἐγὼ μὲν οὖν οὐκ εἰμὶ τοῖς πεπραγμένοις"],["550","δύσθυμος· εἰ δὲ σοὶ δοκῶ φρονεῖν κακῶς,"],["551","γνώμην δικαίαν σχοῦσα τοὺς πέλας ψέγε."],["552","ἐρεῖς μὲν οὐχὶ νῦν γέ μʼ ὡς ἄρξασά τι"],["553","λυπηρὸν εἶτα σοῦ τάδʼ ἐξήκουσʼ ὕπο·"],["554","ἀλλʼ ἢν ἐφῇς μοι, τοῦ τεθνηκότος θʼ ὕπερ"],["555","λέξαιμʼ ἂν ὀρθῶς τῆς κασιγνήτης θʼ ὁμοῦ."],["556","καὶ μὴν ἐφίημʼ· εἰ δέ μʼ ὧδʼ ἀεὶ λόγους"],["557","ἐξῆρχες, οὐκ ἂν ἦσθα λυπηρὰ κλύειν."],["558","καὶ δὴ λέγω σοι. πατέρα φὴς κτεῖναι. τίς ἂν"],["559","τούτου λόγος γένοιτʼ ἂν αἰσχίων ἔτι,"],["560","εἴτʼ οὖν δικαίως εἴτε μή; λέξω δέ σοι"],["561","ὡς οὐ δίκῃ γʼ ἔκτεινας, ἀλλά σʼ ἔσπασεν"],["562","πειθὼ κακοῦ πρὸς ἀνδρός, ᾧ τανῦν ξύνει."],["563","ἐροῦ δὲ τὴν κυναγὸν Ἄρτεμιν, τίνος"],["564","ποινὰς τὰ πολλὰ πνεύματʼ ἔσχʼ ἐν Αὐλίδι·"],["565","ἢ ʼγὼ φράσω· κείνης γὰρ οὐ θέμις μαθεῖν."],["566","πατήρ ποθʼ οὑμός, ὡς ἐγὼ κλύω, θεᾶς"],["567","παίζων κατʼ ἄλσος ἐξεκίνησεν ποδοῖν"],["568","στικτὸν κεράστην ἔλαφον, οὗ κατὰ σφαγὰς"],["569","ἐκκομπάσας ἔπος τι τυγχάνει βαλών."],["570","κἀκ τοῦδε μηνίσασα Λητῴα κόρη"],["571","κατεῖχʼ Ἀχαιούς, ὡς πατὴρ ἀντίσταθμον"],["572","τοῦ θηρὸς ἐκθύσειε τὴν αὑτοῦ κόρην."],["573","ὧδʼ ἦν τὰ κείνης θύματʼ· οὐ γὰρ ἦν λύσις"],["574","ἄλλη στρατῷ πρὸς οἶκον οὐδʼ εἰς Ἴλιον."],["575","ἀνθʼ ὧν, βιασθεὶς πολλὰ κἀντιβάς, μόλις"],["576","ἔθυσεν αὐτήν, οὐχὶ Μενέλεω χάριν."],["577","εἰ δʼ οὖν, ἐρῶ γὰρ καὶ τὸ σόν, κεῖνον θέλων"],["578","ἐπωφελῆσαι ταῦτʼ ἔδρα, τούτου θανεῖν"],["579","χρῆν αὐτὸν οὕνεκʼ ἐκ σέθεν; ποίῳ νόμῳ;"],["580","ὅρα τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς"],["581","μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς."],["582","εἰ γὰρ κτενοῦμεν ἄλλον ἀντʼ ἄλλου, σύ τοι"],["583","πρώτη θάνοις ἄν, εἰ δίκης γε τυγχάνοις."],["584","ἀλλʼ εἰσόρα μὴ σκῆψιν οὐκ οὖσαν τίθης."],["585","εἰ γὰρ θέλεις, δίδαξον ἀνθʼ ὅτου τανῦν"],["586","αἴσχιστα πάντων ἔργα δρῶσα τυγχάνεις,"],["587","ἥτις ξυνεύδεις τῷ παλαμναίῳ, μεθʼ οὗ"],["588","πατέρα τὸν ἀμὸν πρόσθεν ἐξαπώλεσας,"],["589","καὶ παιδοποιεῖς, τοὺς δὲ πρόσθεν εὐσεβεῖς"],["590","κἀξ εὐσεβῶν βλαστόντας ἐκβαλοῦσʼ ἔχεις."],["591","πῶς ταῦτʼ ἐπαινέσαιμʼ ἄν; ἢ καὶ ταῦτʼ ἐρεῖς"],["592","ὡς τῆς θυγατρὸς ἀντίποινα λαμβάνεις;"],["593","αἰσχρῶς δʼ, ἐάν περ καὶ λέγῃς· οὐ γὰρ καλὸν"],["594","ἐχθροῖς γαμεῖσθαι τῆς θυγατρὸς οὕνεκα."],["595","ἀλλʼ οὐ γὰρ οὐδὲ νουθετεῖν ἔξεστί σε,"],["596","ἣ πᾶσαν ἵης γλῶσσαν ὡς τὴν μητέρα"],["597","κακοστομοῦμεν. καί σʼ ἔγωγε δεσπότιν"],["598","ἢ μητέρʼ οὐκ ἔλασσον εἰς ἡμᾶς νέμω,"],["599","ἣ ζῶ βίον μοχθηρόν, ἔκ τε σοῦ κακοῖς"],["600","πολλοῖς ἀεὶ ξυνοῦσα τοῦ τε συννόμου·"],["601","ὃ δʼ ἄλλος ἔξω, χεῖρα σὴν μόλις φυγών,"],["602","τλήμων Ὀρέστης δυστυχῆ τρίβει βίον·"],["603","ὃν πολλὰ δή με σοὶ τρέφειν μιάστορα"],["604","ἐπῃτιάσω· καὶ τόδʼ, εἴπερ ἔσθενον,"],["605","ἔδρων ἄν, εὖ τοῦτʼ ἴσθι· τοῦδέ γʼ οὕνεκα"],["606","κήρυσσέ μʼ εἰς ἅπαντας, εἴτε χρῇς κακὴν"],["607","εἴτε στόμαργον εἴτʼ ἀναιδείας πλέαν."],["608","εἰ γὰρ πέφυκα τῶνδε τῶν ἔργων ἴδρις,"],["609","σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν."],["610","ὁρῶ μένος πνέουσαν· εἰ δὲ σὺν δίκῃ"],["611","ξύνεστι, τοῦδε φροντίδʼ οὐκέτʼ εἰσορῶ."],["612","ποίας δʼ ἐμοὶ δεῖ πρός γε τήνδε φροντίδος,"],["613","ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν,"],["614","καὶ ταῦτα τηλικοῦτος; ἆρά σοι δοκεῖ"],["615","χωρεῖν ἂν εἰς πᾶν ἔργον αἰσχύνης ἄτερ;"],["616","εὖ νυν ἐπίστω τῶνδέ μʼ αἰσχύνην ἔχειν,"],["617","κεἰ μὴ δοκῶ σοι· μανθάνω δʼ ὁθούνεκα"],["618","ἔξωρα πράσσω κοὐκ ἐμοὶ προσεικότα."],["619","ἀλλʼ ἡ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰ"],["620","ἔργʼ ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ·"],["621","αἰσχροῖς γὰρ αἰσχρὰ πράγματʼ ἐκδιδάσκεται."],["622","ὦ θρέμμʼ ἀναιδές, ἦ σʼ ἐγὼ καὶ τἄμʼ ἔπη"],["623","καὶ τἄργα τἀμὰ πόλλʼ ἄγαν λέγειν ποεῖ."],["624","σύ τοι λέγεις νιν, οὐκ ἐγώ· σὺ γὰρ ποεῖς"],["625","τοὔργον· τὰ δʼ ἔργα τοὺς λόγους εὑρίσκεται."],["626","ἀλλʼ οὐ μὰ τὴν δέσποιναν Ἄρτεμιν θράσους"],["627","τοῦδʼ οὐκ ἀλύξεις, εὖτʼ ἂν Αἴγισθος μόλῃ."],["628","ὁρᾷς; πρὸς ὀργὴν ἐκφέρει, μεθεῖσά μοι"],["629","λέγειν ἃ χρῄζοιμʼ, οὐδʼ ἐπίστασαι κλύειν."],["630","οὔκουν ἐάσεις οὐδʼ ὑπʼ εὐφήμου βοῆς"],["631","θῦσαί μʼ, ἐπειδὴ σοί γʼ ἐφῆκα πᾶν λέγειν;"],["632","ἐῶ, κελεύω, θῦε· μηδʼ ἐπαιτιῶ"],["633","τοὐμὸν στόμʼ, ὡς οὐκ ἂν πέρα λέξαιμʼ ἔτι."],["634","ἔπαιρε δὴ σὺ θύμαθʼ ἡ παροῦσά μοι"],["635","πάγκαρπʼ, ἄνακτι τῷδʼ ὅπως λυτηρίους"],["636","εὐχὰς ἀνάσχω δειμάτων, ἃ νῦν ἔχω."],["637","κλύοις ἂν ἤδη, Φοῖβε προστατήριε,"],["638","κεκρυμμένην μου βάξιν· οὐ γὰρ ἐν φίλοις"],["639","ὁ μῦθος, οὐδὲ πᾶν ἀναπτύξαι πρέπει"],["640","πρὸς φῶς παρούσης τῆσδε πλησίας ἐμοί,"],["641","μὴ σὺν φθόνῳ τε καὶ πολυγλώσσῳ βοῇ"],["642","σπείρῃ ματαίαν βάξιν εἰς πᾶσαν πόλιν."],["643","ἀλλʼ ὧδʼ ἄκουε· τῇδε γὰρ κἀγὼ φράσω."],["644","ἃ γὰρ προσεῖδον νυκτὶ τῇδε φάσματα"],["645","δισσῶν ὀνείρων, ταῦτά μοι, Λύκειʼ ἄναξ,"],["646","εἰ μὲν πέφηνεν ἐσθλά, δὸς τελεσφόρα,"],["647","εἰ δʼ ἐχθρά, τοῖς ἐχθροῖσιν ἔμπαλιν μέθες·"],["648","καὶ μή με πλούτου τοῦ παρόντος εἴ τινες"],["649","δόλοισι βουλεύουσιν ἐκβαλεῖν, ἐφῇς,"],["650","ἀλλʼ ὧδέ μʼ αἰεὶ ζῶσαν ἀβλαβεῖ βίῳ"],["651","δόμους Ἀτρειδῶν σκῆπτρά τʼ ἀμφέπειν τάδε,"],["652","φίλοισί τε ξυνοῦσαν οἷς ξύνειμι νῦν"],["653","εὐημεροῦσαν καὶ τέκνων ὅσων ἐμοὶ"],["654","δύσνοια μὴ πρόσεστιν ἢ λύπη πικρά."],["655","ταῦτʼ, ὦ Λύκειʼ Ἄπολλον, ἵλεως κλύων"],["656","δὸς πᾶσιν ἡμῖν ὥσπερ ἐξαιτούμεθα."],["657","τὰ δʼ ἄλλα πάντα καὶ σιωπώσης ἐμοῦ"],["658","ἐπαξιῶ σε δαίμονʼ ὄντʼ ἐξειδέναι·"],["659","τοὺς ἐκ Διὸς γὰρ εἰκός ἐστι πάνθʼ ὁρᾶν."],["660","ξέναι γυναῖκες, πῶς ἂν εἰδείην σαφῶς"],["661","εἰ τοῦ τυράννου δώματʼ Αἰγίσθου τάδε;"],["662","τάδʼ ἐστίν, ὦ ξένʼ· αὐτὸς ᾔκασας καλῶς."],["663","ἦ καὶ δάμαρτα τήνδʼ ἐπεικάζων κυρῶ"],["664","κείνου; πρέπει γὰρ ὡς τύραννος εἰσορᾶν."],["665","μάλιστα πάντων· ἥδε σοι κείνη πάρα."],["666","ὦ χαῖρʼ, ἄνασσα· σοὶ φέρων ἥκω λόγους"],["667","ἡδεῖς φίλου παρʼ ἀνδρὸς Αἰγίσθῳ θʼ ὁμοῦ."],["668","ἐδεξάμην τὸ ῥηθέν· εἰδέναι δέ σου"],["669","πρώτιστα χρῄζω τίς σʼ ἀπέστειλεν βροτῶν."],["670","Φανοτεὺς ὁ Φωκεύς, πρᾶγμα πορσύνων μέγα."],["671","τὸ ποῖον, ὦ ξένʼ; εἰπέ· παρὰ φίλου γὰρ ὢν"],["672","ἀνδρός, σάφʼ οἶδα, προσφιλεῖς λέξεις λόγους."],["673","τέθνηκʼ Ὀρέστης· ἐν βραχεῖ ξυνθεὶς λέγω."],["674","οἲ ʼγὼ τάλαινʼ, ὄλωλα τῇδʼ ἐν ἡμέρᾳ."],["675","τί φής, τί φής, ὦ ξεῖνε; μὴ ταύτης κλύε."],["676","θανόντʼ Ὀρέστην νῦν τε καὶ πάλαι λέγω."],["677","ἀπωλόμην δύστηνος, οὐδέν εἰμʼ ἔτι."],["678","σὺ μὲν τὰ σαυτῆς πρᾶσσʼ, ἐμοὶ δὲ σύ, ξένε,"],["679","τἀληθὲς εἰπέ, τῷ τρόπῳ διόλλυται;"],["680","κἀπεμπόμην πρὸς ταῦτα καὶ τὸ πᾶν φράσω."],["681","κεῖνος γὰρ ἐλθὼν εἰς τὸ κλεινὸν Ἑλλάδος"],["682","πρόσχημʼ ἀγῶνος Δελφικῶν ἄθλων χάριν,"],["683","ὅτʼ ᾔσθετʼ ἀνδρὸς ὀρθίων κηρυγμάτων"],["684","δρόμον προκηρύξαντος, οὗ πρώτη κρίσις,"],["685","εἰσῆλθε λαμπρός, πᾶσι τοῖς ἐκεῖ σέβας·"],["686","δρόμου δʼ ἰσώσας τἀφέσει τὰ τέρματα"],["687","νίκης ἔχων ἐξῆλθε πάντιμον γέρας."],["688","χὤπως μὲν ἐν πολλοῖσι παῦρά σοι λέγω"],["689","οὐκ οἶδα τοιοῦδʼ ἀνδρὸς ἔργα καὶ κράτη·"],["690","ἓν δʼ ἴσθʼ· ὅσων γὰρ εἰσεκήρυξαν βραβῆς"],["691","δρόμων διαύλων πένταθλʼ ἃ νομίζεται,"],["692","τούτων ἐνεγκὼν πάντα τἀπινίκια"],["693","ὠλβίζετʼ, Ἀργεῖος μὲν ἀνακαλούμενος,"],["694","ὄνομα δʼ Ὀρέστης, τοῦ τὸ κλεινὸν Ἑλλάδος"],["695","Ἀγαμέμνονος στράτευμʼ ἀγείραντός ποτε."],["696","καὶ ταῦτα μὲν τοιαῦθʼ· ὅταν δέ τις θεῶν"],["697","βλάπτῃ, δύναιτʼ ἂν οὐδʼ ἂν ἰσχύων φυγεῖν."],["698","κεῖνος γὰρ ἄλλης ἡμέρας, ὅθʼ ἱππικῶν"],["699","ἦν ἡλίου τέλλοντος ὠκύπους ἀγών,"],["700","εἰσῆλθε πολλῶν ἁρματηλατῶν μέτα."],["701","εἷς ἦν Ἀχαιός, εἷς ἀπὸ Σπάρτης, δύο"],["702","Λίβυες ζυγωτῶν ἁρμάτων ἐπιστάται·"],["703","κἀκεῖνος ἐν τούτοισι, Θεσσαλὰς ἔχων"],["704","ἵππους, ὁ πέμπτος· ἕκτος ἐξ Αἰτωλίας"],["705","ξανθαῖσι πώλοις· ἕβδομος Μάγνης ἀνήρ·"],["706","ὁ δʼ ὄγδοος λεύκιππος, Αἰνιὰν γένος·"],["707","ἔνατος Ἀθηνῶν τῶν θεοδμήτων ἄπο·"],["708","Βοιωτὸς ἄλλος, δέκατον ἐκπληρῶν ὄχον."],["709","στάντες δʼ ἵνʼ αὐτοὺς οἱ τεταγμένοι βραβῆς"],["710","κλήροις ἔπηλαν καὶ κατέστησαν δίφρους,"],["711","χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν· οἱ δʼ ἅμα"],["712","ἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖν"],["713","ἔσεισαν· ἐν δὲ πᾶς ἐμεστώθη δρόμος"],["714","κτύπου κροτητῶν ἁρμάτων· κόνις δʼ ἄνω"],["715","φορεῖθʼ· ὁμοῦ δὲ πάντες ἀναμεμιγμένοι"],["716","φείδοντο κέντρων οὐδέν, ὡς ὑπερβάλοι"],["717","χνόας τις αὐτῶν καὶ φρυάγμαθʼ ἱππικά."],["718","ὁμοῦ γὰρ ἀμφὶ νῶτα καὶ τροχῶν βάσεις"],["719","ἤφριζον, εἰσέβαλλον ἱππικαὶ πνοαί."],["720","κεῖνος δʼ ὑπʼ αὐτὴν ἐσχάτην στήλην ἔχων"],["721","ἔχριμπτʼ ἀεὶ σύριγγα, δεξιὸν δʼ ἀνεὶς"],["722","σειραῖον ἵππον εἶργε τὸν προσκείμενον."],["723","καὶ πρὶν μὲν ὀρθοὶ πάντες ἕστασαν δίφροι·"],["724","ἔπειτα δʼ Αἰνιᾶνος ἀνδρὸς ἄστομοι"],["725","πῶλοι βίᾳ φέρουσιν· ἐκ δʼ ὑποστροφῆς"],["726","τελοῦντες ἕκτον ἕβδομόν τʼ ἤδη δρόμον"],["727","μέτωπα συμπαίουσι Βαρκαίοις ὄχοις·"],["728","κἀντεῦθεν ἄλλος ἄλλον ἐξ ἑνὸς κακοῦ"],["729","ἔθραυε κἀνέπιπτε, πᾶν δʼ ἐπίμπλατο"],["730","ναυαγίων Κρισαῖον ἱππικῶν πέδον."],["731","γνοὺς δʼ οὑξ Ἀθηνῶν δεινὸς ἡνιοστρόφος"],["732","ἔξω παρασπᾷ κἀνακωχεύει παρεὶς"],["733","κλύδωνʼ ἔφιππον ἐν μέσῳ κυκώμενον."],["734","ἤλαυνε δʼ ἔσχατος μέν, ὑστέρας δʼ ἔχων"],["735","πώλους Ὀρέστης, τῷ τέλει πίστιν φέρων·"],["736","ὅπως δʼ ὁρᾷ μόνον νιν ἐλλελειμμένον,"],["737","ὀξὺν διʼ ὤτων κέλαδον ἐνσείσας θοαῖς"],["738","πώλοις διώκει, κἀξισώσαντε ζυγὰ"],["739","ἠλαυνέτην, τότʼ ἄλλος, ἄλλοθʼ ἅτερος"],["740","κάρα προβάλλων ἱππικῶν ὀχημάτων."],["741","καὶ τοὺς μὲν ἄλλους πάντας ἀσφαλεῖς δρόμους"],["742","ὡρμᾶθʼ ὁ τλήμων ὀρθὸς ἐξ ὀρθῶν δίφρων·"],["743","ἔπειτα λύων ἡνίαν ἀριστερὰν"],["744","κάμπτοντος ἵππου λανθάνει στήλην ἄκραν"],["745","παίσας· ἔθραυσε δʼ ἄξονος μέσας χνόας"],["746","κἀξ ἀντύγων ὤλισθεν· ἐν δʼ ἑλίσσεται"],["747","τμητοῖς ἱμᾶσι· τοῦ δὲ πίπτοντος πέδῳ"],["748","πῶλοι διεσπάρησαν ἐς μέσον δρόμον."],["749","στρατὸς δʼ ὅπως ὁρᾷ νιν ἐκπεπτωκότα"],["750","δίφρων, ἀνωλόλυξε τὸν νεανίαν,"],["751","οἷʼ ἔργα δράσας οἷα λαγχάνει κακά,"],["752","φορούμενος πρὸς οὖδας, ἄλλοτʼ οὐρανῷ"],["753","σκέλη προφαίνων, ἔς τέ νιν διφρηλάται,"],["754","μόλις κατασχεθόντες ἱππικὸν δρόμον,"],["755","ἔλυσαν αἱματηρόν, ὥστε μηδένα"],["756","γνῶναι φίλων ἰδόντʼ ἂν ἄθλιον δέμας."],["757","καί νιν πυρᾷ κέαντες εὐθὺς ἐν βραχεῖ"],["758","χαλκῷ μέγιστον σῶμα δειλαίας σποδοῦ"],["759","φέρουσιν ἄνδρες Φωκέων τεταγμένοι,"],["760","ὅπως πατρῴας τύμβον ἐκλάχῃ χθονός."],["761","τοιαῦτά σοι ταῦτʼ ἐστίν, ὡς μὲν ἐν λόγῳ"],["762","ἀλγεινά, τοῖς δʼ ἰδοῦσιν, οἵπερ εἴδομεν,"],["763","μέγιστα πάντων ὧν ὄπωπʼ ἐγὼ κακῶν."],["764","φεῦ φεῦ· τὸ πᾶν δὴ δεσπόταισι τοῖς πάλαι"],["765","πρόρριζον, ὡς ἔοικεν, ἔφθαρται γένος."],["766","ὦ Ζεῦ, τί ταῦτα, πότερον εὐτυχῆ λέγω,"],["767","ἢ δεινὰ μέν, κέρδη δέ; λυπηρῶς δʼ ἔχει,"],["768","εἰ τοῖς ἐμαυτῆς τὸν βίον σῴζω κακοῖς."],["769","τί δʼ ὧδʼ ἀθυμεῖς, ὦ γύναι, τῷ νῦν λόγῳ;"],["770","δεινὸν τὸ τίκτειν ἐστίν· οὐδὲ γὰρ κακῶς"],["771","πάσχοντι μῖσος ὧν τέκῃ προσγίγνεται."],["772","μάτην ἄρʼ ἡμεῖς, ὡς ἔοικεν, ἥκομεν."],["773","οὔτοι μάτην γε· πῶς γὰρ ἂν μάτην λέγοις,"],["774","εἴ μοι θανόντος πίστʼ ἔχων τεκμήρια"],["775","προσῆλθες, ὅστις τῆς ἐμῆς ψυχῆς γεγώς,"],["776","μαστῶν ἀποστὰς καὶ τροφῆς ἐμῆς, φυγὰς"],["777","ἀπεξενοῦτο καί μʼ, ἐπεὶ τῆσδε χθονὸς"],["778","ἐξῆλθεν, οὐκέτʼ εἶδεν, ἐγκαλῶν δέ μοι"],["779","φόνους πατρῴους δείνʼ ἐπηπείλει τελεῖν;"],["780","ὥστʼ οὔτε νυκτὸς ὕπνον οὔτʼ ἐξ ἡμέρας"],["781","ἐμὲ στεγάζειν ἡδύν, ἀλλʼ ὁ προστατῶν"],["782","χρόνος διῆγέ μʼ αἰὲν ὡς θανουμένην."],["783","νῦν δʼ— ἡμέρᾳ γὰρ τῇδʼ ἀπήλλαγμαι φόβου"],["784","πρὸς τῆσδʼ ἐκείνου θʼ· ἥδε γὰρ μείζων βλάβη"],["785","ξύνοικος ἦν μοι, τοὐμὸν ἐκπίνουσʼ ἀεὶ"],["786","ψυχῆς ἄκρατον αἷμα— νῦν δʼ ἕκηλά που"],["787","τῶν τῆσδʼ ἀπειλῶν οὕνεχʼ ἡμερεύσομεν."],["788","οἴμοι τάλαινα· νῦν γὰρ οἰμῶξαι πάρα,"],["789","Ὀρέστα, τὴν σὴν ξυμφοράν, ὅθʼ ὧδʼ ἔχων"],["790","πρὸς τῆσδʼ ὑβρίζει μητρός. ἆρʼ ἔχει καλῶς;"],["791","οὔτοι σύ· κεῖνος δʼ ὡς ἔχει καλῶς ἔχει."],["792","ἄκουε, Νέμεσι τοῦ θανόντος ἀρτίως."],["793","ἤκουσεν ὧν δεῖ κἀπεκύρωσεν καλῶς."],["794","ὕβριζε· νῦν γὰρ εὐτυχοῦσα τυγχάνεις."],["795","οὔκουν Ὀρέστης καὶ σὺ παύσετον τάδε."],["796","πεπαύμεθʼ ἡμεῖς, οὐχ ὅπως σὲ παύσομεν."],["797","πολλῶν ἂν ἥκοις, ὦ ξένʼ, ἄξιος τυχεῖν,"],["798","εἰ τήνδʼ ἔπαυσας τῆς πολυγλώσσου βοῆς."],["799","οὐκοῦν ἀποστείχοιμʼ ἄν, εἰ τάδʼ εὖ κυρεῖ."],["800","ἥκιστʼ· ἐπείπερ οὔτʼ ἐμοῦ κατάξιʼ ἂν"],["801","πράξειας οὔτε τοῦ πορεύσαντος ξένου."],["802","ἀλλʼ εἴσιθʼ εἴσω· τήνδε δʼ ἔκτοθεν βοᾶν"],["803","ἔα τά θʼ αὑτῆς καὶ τὰ τῶν φίλων κακά."],["804","ἆρʼ ὑμὶν ὡς ἀλγοῦσα κὠδυνωμένη"],["805","δεινῶς δακρῦσαι κἀπικωκῦσαι δοκεῖ"],["806","τὸν υἱὸν ἡ δύστηνος ὧδʼ ὀλωλότα;"],["807","ἀλλʼ ἐγγελῶσα φροῦδος· ὦ τάλαινʼ ἐγώ."],["808","Ὀρέστα φίλταθʼ, ὥς μʼ ἀπώλεσας θανών."],["809","ἀποσπάσας γὰρ τῆς ἐμῆς οἴχει φρενὸς"],["810","αἵ μοι μόναι παρῆσαν ἐλπίδων ἔτι,"],["811","σὲ πατρὸς ἥξειν ζῶντα τιμωρόν ποτε"],["812","κἀμοῦ ταλαίνης. νῦν δὲ ποῖ με χρὴ μολεῖν;"],["813","μόνη γάρ εἰμι, σοῦ τʼ ἀπεστερημένη"],["814","καὶ πατρός. ἤδη δεῖ με δουλεύειν πάλιν"],["815","ἐν τοῖσιν ἐχθίστοισιν ἀνθρώπων ἐμοὶ"],["816","φονεῦσι πατρός. ἆρά μοι καλῶς ἔχει;"],["817","ἀλλʼ οὔ τι μὴν ἔγωγε τοῦ λοιποῦ χρόνου"],["818","ξύνοικος, εἴσειμʼ, ἀλλὰ τῇδε πρὸς πύλῃ"],["819","παρεῖσʼ ἐμαυτὴν ἄφιλος αὐανῶ βίον."],["820","πρὸς ταῦτα καινέτω τις, εἰ βαρύνεται,"],["821","τῶν ἔνδον ὄντων· ὡς χάρις μέν, ἢν κτάνῃ,"],["822","λύπη δʼ, ἐὰν ζῶ· τοῦ βίου δʼ οὐδεὶς πόθος."],["823","ποῦ ποτε κεραυνοὶ Διὸς ἢ ποῦ φαέθων"],["825","Ἅλιος, εἰ ταῦτʼ ἐφορῶντες κρύπτουσιν ἕκηλοι;"],["826","ἒ ἔ, αἰαῖ."],["827","ὦ παῖ, τί δακρύεις;"],["828","φεῦ."],["830","μηδὲν μέγʼ ἀΰσῃς."],["831","ἀπολεῖς."],["832","πῶς;"],["833","εἰ τῶν φανερῶς οἰχομένων"],["834","εἰς Ἀΐδαν ἐλπίδʼ ὑποίσεις, κατʼ ἐμοῦ τακομένας"],["835","μᾶλλον ἐπεμβάσει."],["836","οἶδα γὰρ ἄνακτʼ Ἀμφιάρεων χρυσοδέτοις"],["837","ἕρκεσι κρυφθέντα γυναικῶν· καὶ νῦν ὑπὸ γαίας"],["840","ἒ ἔ, ἰώ."],["841","πάμψυχος ἀνάσσει."],["842","φεῦ."],["843","φεῦ δῆτʼ· ὀλοὰ γὰρ"],["844","ἐδάμη."],["845","ναί."],["846","οἶδʼ οἶδʼ· ἐφάνη γὰρ μελέτωρ"],["847","ἀμφὶ τὸν ἐν πένθει· ἐμοὶ δʼ οὔτις ἔτʼ ἔσθʼ· ὃς γὰρ ἔτʼ ἦν,"],["848","φροῦδος ἀναρπασθείς."],["849","δειλαία δειλαίων κυρεῖς."],["850","κἀγὼ τοῦδʼ ἴστωρ, ὑπερίστωρ,"],["851","πανσύρτῳ παμμήνῳ πολλῶν"],["852","δεινῶν στυγνῶν τʼ αἰῶνι."],["853","εἴδομεν ἁθρήνεις."],["855","μή μέ νυν μηκέτι"],["856","παραγάγῃς, ἵνʼ οὐ"],["857","τί φής;"],["858","πάρεισιν ἐλπίδων ἔτι κοινοτόκων"],["859","εὐπατριδᾶν ἀρωγαί."],["860","πᾶσι θνατοῖς ἔφυ μόρος."],["861","ἦ καὶ χαλάργοις ἐν ἁμίλλαις"],["862","οὕτως, ὡς κείνῳ δυστάνῳ,"],["863","τμητοῖς ὁλκοῖς ἐγκῦρσαι;"],["864","ἄσκοπος ἁ λώβα."],["865","πῶς γὰρ οὔκ; εἰ ξένος"],["866","ἄτερ ἐμᾶν χερῶν"],["867","παπαῖ."],["868","κέκευθεν, οὔτε του τάφου ἀντιάσας"],["870","οὔτε γόων παρʼ ἡμῶν."],["871","ὑφʼ ἡδονῆς τοι, φιλτάτη, διώκομαι"],["872","τὸ κόσμιον μεθεῖσα σὺν τάχει μολεῖν·"],["873","φέρω γὰρ ἡδονάς τε κἀνάπαυλαν ὧν"],["874","πάροιθεν εἶχες καὶ κατέστενες κακῶν"],["875","πόθεν δʼ ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτων"],["876","ἄρηξιν, οἷς ἴασιν οὐκ ἔνεστʼ ἰδεῖν;"],["877","πάρεστʼ Ὀρέστης ἡμίν, ἴσθι τοῦτʼ ἐμοῦ"],["878","κλύουσʼ, ἐναργῶς, ὥσπερ εἰσορᾷς ἐμέ."],["879","ἀλλʼ ἦ μέμηνας, ὦ τάλαινα, κἀπὶ τοῖς"],["880","σαυτῆς κακοῖσι κἀπὶ τοῖς ἐμοῖς γελᾷς;"],["881","μὰ τὴν πατρῴαν ἑστίαν, ἀλλʼ οὐχ ὕβρει"],["882","λέγω τάδʼ, ἀλλʼ ἐκεῖνον ὡς παρόντα νῷν."],["883","οἴμοι τάλαινα· καὶ τίνος βροτῶν λόγον"],["884","τόνδʼ εἰσακούσασʼ ὧδε πιστεύεις ἄγαν;"],["885","ἐγὼ μὲν ἐξ ἐμοῦ τε κοὐκ ἄλλης, σαφῆ"],["886","σημεῖʼ ἰδοῦσα, τῷδε πιστεύω λόγῳ."],["887","τίνʼ, ὦ τάλαινʼ, ἔχουσα πίστιν; ἐς τί μοι"],["888","βλέψασα θάλπει τῷδʼ ἀνηκέστῳ πυρί;"],["889","πρός νυν θεῶν ἄκουσον, ὡς μαθοῦσά μου"],["890","τὸ λοιπὸν ἢ φρονοῦσαν ἢ μωρὰν λέγῃς."],["891","σὺ δʼ οὖν λέγʼ, εἴ σοι τῷ λόγῳ τις ἡδονή."],["892","καὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην."],["893","ἐπεὶ γὰρ ἦλθον πατρὸς ἀρχαῖον τάφον,"],["894","ὁρῶ κολώνης ἐξ ἄκρας νεορρύτους"],["895","πηγὰς γάλακτος καὶ περιστεφῆ κύκλῳ"],["896","πάντων ὅσʼ ἐστὶν ἀνθέων θήκην πατρός."],["897","ἰδοῦσα δʼ ἔσχον θαῦμα, καὶ περισκοπῶ"],["898","μή πού τις ἡμῖν ἐγγὺς ἐγχρίμπτῃ βροτῶν."],["899","ὡς δʼ ἐν γαλήνῃ πάντʼ ἐδερκόμην τόπον,"],["900","τύμβου προσεῖρπον ἆσσον· ἐσχάτης δʼ ὁρῶ"],["901","πυρᾶς νεώρη βόστρυχον τετμημένον·"],["902","κεὐθὺς τάλαινʼ ὡς εἶδον, ἐμπαίει τί μοι"],["903","ψυχῇ σύνηθες ὄμμα, φιλτάτου βροτῶν"],["904","πάντων Ὀρέστου τοῦθʼ ὁρᾶν τεκμήριον·"],["905","καὶ χερσὶ βαστάσασα δυσφημῶ μὲν οὔ,"],["906","χαρᾷ δὲ πίμπλημʼ εὐθὺς ὄμμα δακρύων."],["907","καὶ νῦν θʼ ὁμοίως καὶ τότʼ ἐξεπίσταμαι"],["908","μή του τόδʼ ἀγλάϊσμα πλὴν κείνου μολεῖν·"],["909","τῷ γὰρ προσήκει πλήν γʼ ἐμοῦ καὶ σοῦ τόδε;"],["910","κἀγὼ μὲν οὐκ ἔδρασα, τοῦτʼ ἐπίσταμαι,"],["911","οὐδʼ αὖ σύ· πῶς γάρ; ᾗ γε μηδὲ πρὸς θεοὺς"],["912","ἔξεστʼ ἀκλαύστῳ τῆσδʼ ἀποστῆναι στέγης."],["913","ἀλλʼ οὐδὲ μὲν δὴ μητρὸς οὔθʼ ὁ νοῦς φιλεῖ"],["914","τοιαῦτα πράσσειν οὔτε δρῶσʼ ἐλάνθανʼ ἄν·"],["915","ἀλλʼ ἔστʼ Ὀρέστου ταῦτα τἀπιτύμβια."],["916","ἀλλʼ, ὦ φίλη, θάρσυνε· τοῖς αὐτοῖσί τοι"],["917","οὐχ αὑτὸς αἰεὶ δαιμόνων παραστατεῖ."],["918","νῷν ἦν τὰ πρόσθεν στυγνός· ἡ δὲ νῦν ἴσως"],["919","πολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν."],["920","φεῦ, τῆς ἀνοίας ὥς σʼ ἐποικτίρω πάλαι."],["921","τί δʼ ἔστιν; οὐ πρὸς ἡδονὴν λέγω τάδε;"],["922","οὐκ οἶσθʼ ὅποι γῆς οὐδʼ ὅποι γνώμης φέρει."],["923","πῶς δʼ οὐκ ἐγὼ κάτοιδʼ ἅ γʼ εἶδον ἐμφανῶς;"],["924","τέθνηκεν, ὦ τάλαινα, τἀκείνου δέ σοι"],["925","σωτήριʼ ἔρρει· μηδὲν εἰς κεῖνόν γʼ ὅρα."],["926","οἴμοι τάλαινα· τοῦ τάδʼ ἤκουσας βροτῶν;"],["927","τοῦ πλησίον παρόντος, ἡνίκʼ ὤλλυτο."],["928","καὶ ποῦ ʼστιν οὗτος; θαῦμά τοί μʼ ὑπέρχεται."],["929","κατʼ οἶκον, ἡδὺς οὐδὲ μητρὶ δυσχερής."],["930","οἴμοι τάλαινα· τοῦ γὰρ ἀνθρώπων ποτʼ ἦν"],["931","τὰ πολλὰ πατρὸς πρὸς τάφον κτερίσματα;"],["932","οἶμαι μάλιστʼ ἔγωγε τοῦ τεθνηκότος"],["933","μνημεῖʼ Ὀρέστου ταῦτα προσθεῖναί τινα."],["934","ὦ δυστυχής· ἐγὼ δὲ σὺν χαρᾷ λόγους"],["935","τοιούσδʼ ἔχουσʼ ἔσπευδον, οὐκ εἰδυῖʼ ἄρα"],["936","ἵνʼ ἦμεν ἄτης· ἀλλὰ νῦν, ὅθʼ ἱκόμην,"],["937","τά τʼ ὄντα πρόσθεν ἄλλα θʼ εὑρίσκω κακά."],["938","οὕτως ἔχει σοι ταῦτʼ· ἐὰν δέ μοι πίθῃ,"],["939","τῆς νῦν παρούσης πημονῆς λύσεις βάρος."],["940","ἦ τοὺς θανόντας ἐξαναστήσω ποτέ;"],["941","οὐκ ἔσθʼ ὅ γʼ εἶπον· οὐ γὰρ ὧδʼ ἄφρων ἔφυν."],["942","τί γὰρ κελεύεις ὧν ἐγὼ φερέγγυος;"],["943","τλῆναί σε δρῶσαν ἃν ἐγὼ παραινέσω."],["944","ἀλλʼ εἴ τις ὠφέλειά γʼ, οὐκ ἀπώσομαι."],["945","ὅρα, πόνου τοι χωρὶς οὐδὲν εὐτυχεῖ."],["946","ὁρῶ. ξυνοίσω πᾶν ὅσονπερ ἂν σθένω."],["947","ἄκουε δή νυν ᾗ βεβούλευμαι ποεῖν."],["948","παρουσίαν μὲν οἶσθα καὶ σύ που φίλων"],["949","ὡς οὔτις ἡμῖν ἔστιν, ἀλλʼ Ἅιδης λαβὼν"],["950","ἀπεστέρηκε καὶ μόνα λελείμμεθον."],["951","ἐγὼ δʼ ἕως μὲν τὸν κασίγνητον βίῳ"],["952","θάλλοντʼ ἔτʼ εἰσήκουον, εἶχον ἐλπίδας"],["953","φόνου ποτʼ αὐτὸν πράκτορʼ ἵξεσθαι πατρός·"],["954","νῦν δʼ ἡνίκʼ οὐκέτʼ ἔστιν, εἰς σὲ δὴ βλέπω,"],["955","ὅπως τὸν αὐτόχειρα πατρῴου φόνου"],["956","ξὺν τῇδʼ ἀδελφῇ μὴ κατοκνήσεις κτανεῖν"],["957","Αἴγισθον· οὐδὲν γάρ σε δεῖ κρύπτειν μʼ ἔτι."],["958","ποῖ γὰρ μενεῖς ῥᾴθυμος, εἰς τίνʼ ἐλπίδων"],["959","βλέψασʼ ἔτʼ ὀρθήν; ᾗ πάρεστι μὲν στένειν"],["960","πλούτου πατρῴου κτῆσιν ἐστερημένῃ,"],["961","πάρεστι δʼ ἀλγεῖν ἐς τοσόνδε τοῦ χρόνου"],["962","ἄλεκτρα γηράσκουσαν ἀνυμέναιά τε."],["963","καὶ τῶνδε μέντοι μηκέτʼ ἐλπίσῃς ὅπως"],["964","τεύξει ποτʼ· οὐ γὰρ ὧδʼ ἄβουλός ἐστʼ ἀνὴρ"],["965","Αἴγισθος ὥστε σόν ποτʼ ἢ κἀμὸν γένος"],["966","βλαστεῖν ἐᾶσαι, πημονὴν αὑτῷ σαφῆ."],["967","ἀλλʼ ἢν ἐπίσπῃ τοῖς ἐμοῖς βουλεύμασιν,"],["968","πρῶτον μὲν εὐσέβειαν ἐκ πατρὸς κάτω"],["969","θανόντος οἴσει τοῦ κασιγνήτου θʼ ἅμα·"],["970","ἔπειτα δʼ, ὥσπερ ἐξέφυς, ἐλευθέρα"],["971","καλεῖ τὸ λοιπὸν καὶ γάμων ἐπαξίων"],["972","τεύξει· φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν."],["973","λόγων γε μὴν εὔκλειαν οὐχ ὁρᾷς ὅσην"],["974","σαυτῇ τε κἀμοὶ προσβαλεῖς πεισθεῖσʼ ἐμοί;"],["975","τίς γάρ ποτʼ ἀστῶν ἢ ξένων ἡμᾶς ἰδὼν"],["976","τοιοῖσδʼ ἐπαίνοις οὐχὶ δεξιώσεται·"],["977","ἴδεσθε τώδε τὼ κασιγνήτω, φίλοι,"],["978","ὣ τὸν πατρῷον οἶκον ἐξεσωσάτην,"],["979","ὣ τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτὲ"],["980","ψυχῆς ἀφειδήσαντε προὐστήτην φόνου·"],["981","τούτω φιλεῖν χρή, τώδε χρὴ πάντας σέβειν,"],["982","τώδʼ ἔν θʼ ἑορταῖς ἔν τε πανδήμῳ πόλει"],["983","τιμᾶν ἅπαντας οὕνεκʼ ἀνδρείας χρεών."],["984","τοιαῦτά τοι νὼ πᾶς τις ἐξερεῖ βροτῶν,"],["985","ζώσαιν θανούσαιν θʼ ὥστε μὴ ʼκλιπεῖν κλέος."],["986","ἀλλʼ, ὦ φίλη, πείσθητι, συμπόνει πατρί,"],["987","σύγκαμνʼ ἀδελφῷ, παῦσον ἐκ κακῶν ἐμέ,"],["988","παῦσον δὲ σαυτήν, τοῦτο γιγνώσκουσʼ ὅτι"],["989","ζῆν αἰσχρὸν αἰσχρῶς τοῖς καλῶς πεφυκόσιν."],["990","ἐν τοῖς τοιούτοις ἐστὶν ἡ προμηθία"],["991","καὶ τῷ λέγοντι καὶ κλύοντι σύμμαχος."],["992","καὶ πρίν γε φωνεῖν, ὦ γυναῖκες, εἰ φρενῶν"],["993","ἐτύγχανʼ αὕτη μὴ κακῶν, ἐσῴζετʼ ἂν"],["994","τὴν εὐλάβειαν, ὥσπερ οὐχὶ σῴζεται."],["995","ποῖ γάρ ποτʼ ἐμβλέψασα τοιοῦτον θράσος"],["996","αὐτή θʼ ὁπλίζει κἄμʼ ὑπηρετεῖν καλεῖς;"],["997","οὐκ εἰσορᾷς; γυνὴ μὲν οὐδʼ ἀνὴρ ἔφυς,"],["998","σθένεις δʼ ἔλασσον τῶν ἐναντίων χερί."],["999","δαίμων δὲ τοῖς μὲν εὐτυχεῖ καθʼ ἡμέραν,"],["1000","ἡμῖν δʼ ἀπορρεῖ κἀπὶ μηδὲν ἔρχεται."],["1001","τίς οὖν τοιοῦτον ἄνδρα βουλεύων ἑλεῖν"],["1002","ἄλυπος ἄτης ἐξαπαλλαχθήσεται;"],["1003","ὅρα κακῶς πράσσοντε μὴ μείζω κακὰ"],["1004","κτησώμεθʼ, εἴ τις τούσδʼ ἀκούσεται λόγους."],["1005","λύει γὰρ ἡμῖν οὐδὲν οὐδʼ ἐπωφελεῖ"],["1006","βάξιν καλὴν λαβόντε δυσκλεῶς θανεῖν."],["1007","οὐ γὰρ θανεῖν ἔχθιστον, ἀλλʼ ὅταν θανεῖν"],["1008","χρῄζων τις εἶτα μηδὲ τοῦτʼ ἔχῃ λαβεῖν."],["1009","ἀλλʼ ἀντιάζω, πρὶν πανωλέθρους τὸ πᾶν"],["1010","ἡμᾶς τʼ ὀλέσθαι κἀξερημῶσαι γένος,"],["1011","κατάσχες ὀργήν. καὶ τὰ μὲν λελεγμένα"],["1012","ἄρρητʼ ἐγώ σοι κἀτελῆ φυλάξομαι,"],["1013","αὐτὴ δὲ νοῦν σχὲς ἀλλὰ τῷ χρόνῳ ποτέ,"],["1014","σθένουσα μηδὲν τοῖς κρατοῦσιν εἰκαθεῖν."],["1015","πείθου· προνοίας οὐδὲν ἀνθρώποις ἔφυ"],["1016","κέρδος λαβεῖν ἄμεινον οὐδὲ νοῦ σοφοῦ."],["1017","ἀπροσδόκητον οὐδὲν εἴρηκας· καλῶς δʼ"],["1018","ᾔδη σʼ ἀπορρίψουσαν ἁπηγγελλόμην."],["1019","ἀλλʼ αὐτόχειρί μοι μόνῃ τε δραστέον"],["1020","τοὔργον τόδʼ· οὐ γὰρ δὴ κενόν γʼ ἀφήσομεν."],["1021","φεῦ·"],["1021a","εἴθʼ ὤφελες τοιάδε τὴν γνώμην πατρὸς"],["1022","θνῄσκοντος εἶναι· πᾶν γὰρ ἂν κατειργάσω."],["1023","ἀλλʼ ἦ φύσιν γε, τὸν δὲ νοῦν ἥσσων τότε."],["1024","ἄσκει τοιαύτη νοῦν διʼ αἰῶνος μένειν."],["1025","ὡς οὐχὶ συνδράσουσα νουθετεῖς τάδε."],["1026","εἰκὸς γὰρ ἐγχειροῦντα καὶ πράσσειν κακῶς."],["1027","ζηλῶ σε τοῦ νοῦ, τῆς δὲ δειλίας στυγῶ."],["1028","ἀνέξομαι κλύουσα χὤταν εὖ λέγῃς."],["1029","ἀλλʼ οὔ ποτʼ ἐξ ἐμοῦ γε μὴ πάθῃς τόδε."],["1030","μακρὸς τὸ κρῖναι ταῦτα χὠ λοιπὸς χρόνος."],["1031","ἄπελθε· σοὶ γὰρ ὠφέλησις οὐκ ἔνι."],["1032","ἔνεστιν· ἀλλὰ σοὶ μάθησις οὐ πάρα."],["1033","ἐλθοῦσα μητρὶ ταῦτα πάντʼ ἔξειπε σῇ."],["1034","οὐδʼ αὖ τοσοῦτον ἔχθος ἐχθαίρω σʼ ἐγώ."],["1035","ἀλλʼ οὖν ἐπίστω γʼ οἷ μʼ ἀτιμίας ἄγεις."],["1036","ἀτιμίας μὲν οὔ, προμηθίας δὲ σοῦ."],["1037","τῷ σῷ δικαίῳ δῆτʼ ἐπισπέσθαι με δεῖ;"],["1038","ὅταν γὰρ εὖ φρονῇς, τόθʼ ἡγήσει σὺ νῷν."],["1039","ἦ δεινὸν εὖ λέγουσαν ἐξαμαρτάνειν."],["1040","εἴρηκας ὀρθῶς ᾧ σὺ πρόσκεισαι κακῷ."],["1041","τί δʼ; οὐ δοκῶ σοι ταῦτα σὺν δίκῃ λέγειν;"],["1042","ἀλλʼ ἔστιν ἔνθα χἠ δίκη βλάβην φέρει."],["1043","τούτοις ἐγὼ ζῆν τοῖς νόμοις οὐ βούλομαι."],["1044","ἀλλʼ εἰ ποήσεις ταῦτʼ, ἐπαινέσεις ἐμέ."],["1045","καὶ μὴν ποήσω γʼ οὐδὲν ἐκπλαγεῖσά σε."],["1046","καὶ τοῦτʼ ἀληθές, οὐδὲ βουλεύσει πάλιν;"],["1047","βουλῆς γὰρ οὐδέν ἐστιν ἔχθιον κακῆς."],["1048","φρονεῖν ἔοικας οὐδὲν ὧν ἐγὼ λέγω."],["1049","πάλαι δέδοκται ταῦτα κοὐ νεωστί μοι."],["1050","ἄπειμι τοίνυν· οὔτε γὰρ σὺ τἄμʼ ἔπη"],["1051","τολμᾷς ἐπαινεῖν οὔτʼ ἐγὼ τοὺς σοὺς τρόπους."],["1052","ἀλλʼ εἴσιθʼ. οὔ σοι μὴ μεθέψομαί ποτε,"],["1053","οὐδʼ ἢν σφόδρʼ ἱμείρουσα τυγχάνῃς· ἐπεὶ"],["1054","πολλῆς ἀνοίας καὶ τὸ θηρᾶσθαι κενά."],["1055","ἀλλʼ εἰ σεαυτῇ τυγχάνεις δοκοῦσά τι"],["1056","φρονεῖν, φρόνει τοιαῦθʼ. ὅταν γὰρ ἐν κακοῖς"],["1057","ἤδη βεβήκῃς, τἄμʼ ἐπαινέσεις ἔπη."],["1060","τί τοὺς ἄνωθεν φρονιμωτάτους οἰωνοὺς ἐσορώμενοι τροφᾶς"],["1061","κηδομένους ἀφʼ ὧν τε βλάστωσιν ἀφʼ ὧν τʼ ὄνασιν εὕρ-"],["1062","ωσι, τάδʼ οὐκ ἐπʼ ἴσας τελοῦμεν;"],["1063","ἀλλʼ οὐ τὰν Διὸς ἀστραπὰν"],["1064","καὶ τὰν οὐρανίαν Θέμιν,"],["1065","δαρὸν οὐκ ἀπόνητοι."],["1066","ὦ χθονία βροτοῖσι φάμα, κατά μοι βόασον οἰκτρὰν"],["1067","ὄπα τοῖς ἔνερθʼ Ἀτρείδαις, ἀχόρευτα φέρουσʼ"],["1068","ὀνείδη·"],["1070","ὅτι σφὶν ἤδη τὰ μὲν ἐκ δόμων νοσεῖ δή, τὰ δὲ πρὸς τέκνων διπλῆ"],["1071","φύλοπις οὐκέτʼ ἐξισοῦται φιλοτασίῳ διαί-"],["1072","τᾳ· πρόδοτος δὲ μόνα σαλεύει"],["1075","Ἠλέκτρα, τὸν ἀεὶ πατρὸς"],["1076","δειλαία στενάχουσʼ, ὅπως"],["1077","ἁ πάνδυρτος ἀηδών,"],["1078","οὔτε τι τοῦ θανεῖν προμηθὴς τό τε μὴ βλέπειν ἑτοίμα,"],["1080","διδύμαν ἑλοῦσʼ Ἐρινύν· τίς ἂν εὔπατρις ὧδε βλάστοι;"],["1081","οὐδεὶς τῶν ἀγαθῶν γὰρ"],["1082","ζῶν κακῶς εὔκλειαν αἰσχῦναι θέλει"],["1083","νώνυμος, ὦ παῖ παῖ."],["1085","ὡς καὶ σὺ πάγκλαυτον αἰῶνα κοινὸν εἵλου,"],["1086","τὸ μὴ καλὸν καθοπλίσασα, δύο φέρειν ἐν ἑνὶ λόγῳ,"],["1087","σοφά τʼ ἀρίστα τε παῖς κεκλῆσθαι."],["1090","ζῴης μοι καθύπερθεν"],["1091","χειρὶ καὶ πλούτῳ τεῶν ἐχθρῶν ὅσον"],["1092","νῦν ὑπόχειρ ναίεις·"],["1093","ἐπεί σʼ ἐφηύρηκα μοίρᾳ μὲν οὐκ ἐν ἐσθλᾷ"],["1095","βεβῶσαν, ἃ δὲ μέγιστʼ ἔβλαστε νόμιμα, τῶνδε φερομέναν"],["1096","ἄριστα τᾷ Ζηνὸς εὐσεβείᾳ."],["1097","ἆρʼ, ὦ γυναῖκες, ὀρθά τʼ εἰσηκούσαμεν"],["1098","ὀρθῶς θʼ ὁδοιποροῦμεν ἔνθα χρῄζομεν;"],["1100","τί δʼ ἐξερευνᾷς καὶ τί βουληθεὶς πάρει;"],["1101","Αἴγισθον ἔνθʼ ᾤκηκεν ἱστορῶ πάλαι."],["1102","ἀλλʼ εὖ θʼ ἱκάνεις χὠ φράσας ἀζήμιος."],["1103","τίς οὖν ἂν ὑμῶν τοῖς ἔσω φράσειεν ἂν"],["1104","ἡμῶν ποθεινὴν κοινόπουν παρουσίαν;"],["1105","ἥδʼ, εἰ τὸν ἄγχιστόν γε κηρύσσειν χρεών."],["1106","ἴθʼ, ὦ γύναι, δήλωσον εἰσελθοῦσʼ ὅτι"],["1107","Φωκῆς ματεύουσʼ ἄνδρες Αἴγισθόν τινες,"],["1108","οἴμοι τάλαινʼ, οὐ δή ποθʼ ἧς ἠκούσαμεν"],["1109","φήμης φέροντες ἐμφανῆ τεκμήρια;"],["1110","οὐκ οἶδα τὴν σὴν κληδόνʼ· ἀλλά μοι γέρων"],["1111","ἐφεῖτʼ Ὀρέστου Στρόφιος ἀγγεῖλαι πέρι."],["1112","τί δʼ ἔστιν, ὦ ξένʼ; ὥς μʼ ὑπέρχεται φόβος."],["1113","φέροντες αὐτοῦ σμικρὰ λείψανʼ ἐν βραχεῖ"],["1114","τεύχει θανόντος, ὡς ὁρᾷς, κομίζομεν."],["1115","οἲ ʼγὼ τάλαινα, τοῦτʼ ἐκεῖνʼ ἤδη σαφὲς"],["1116","πρόχειρον ἄχθος, ὡς ἔοικε, δέρκομαι."],["1117","εἴπερ τι κλαίεις τῶν Ὀρεστείων κακῶν,"],["1118","τόδʼ ἄγγος ἴσθι σῶμα τοὐκείνου στέγον."],["1119","ὦ ξεῖνε, δός νυν, πρὸς θεῶν, εἴπερ τόδε"],["1120","κέκευθεν αὐτὸν τεῦχος, εἰς χεῖρας λαβεῖν,"],["1121","ὅπως ἐμαυτὴν καὶ γένος τὸ πᾶν ὁμοῦ"],["1122","ξὺν τῇδε κλαύσω κἀποδύρωμαι σποδῷ."],["1123","δόθʼ, ἥτις ἐστί, προσφέροντες· οὐ γὰρ ὡς"],["1124","ἐν δυσμενείᾳ γʼ οὖσʼ ἐπαιτεῖται τάδε,"],["1125","ἀλλʼ ἢ φίλων τις ἢ πρὸς αἵματος φύσιν."],["1126","ὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ"],["1127","ψυχῆς Ὀρέστου λοιπόν, ὥς σʼ ἀπʼ ἐλπίδων"],["1128","οὐχ ὧνπερ ἐξέπεμπον εἰσεδεξάμην."],["1129","νῦν μὲν γὰρ οὐδὲν ὄντα βαστάζω χεροῖν,"],["1130","δόμων δέ σʼ, ὦ παῖ, λαμπρὸν ἐξέπεμψʼ ἐγώ."],["1131","ὡς ὤφελον πάροιθεν ἐκλιπεῖν βίον,"],["1132","πρὶν ἐς ξένην σε γαῖαν ἐκπέμψαι χεροῖν"],["1133","κλέψασα ταῖνδε κἀνασώσασθαι φόνου,"],["1134","ὅπως θανὼν ἔκεισο τῇ τόθʼ ἡμέρᾳ,"],["1135","τύμβου πατρῴου κοινὸν εἰληχὼς μέρος."],["1136","νῦν δʼ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰς"],["1137","κακῶς ἀπώλου, σῆς κασιγνήτης δίχα,"],["1138","κοὔτʼ ἐν φίλαισι χερσὶν ἡ τάλαινʼ ἐγὼ"],["1139","λουτροῖς σʼ ἐκόσμησʼ οὔτε παμφλέκτου πυρὸς"],["1140","ἀνειλόμην, ὡς εἰκός, ἄθλιον βάρος,"],["1141","ἀλλʼ ἐν ξέναισι χερσὶ κηδευθεὶς τάλας"],["1142","σμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει."],["1143","οἴμοι τάλαινα τῆς ἐμῆς πάλαι τροφῆς"],["1144","ἀνωφελήτου, τὴν ἐγὼ θάμʼ ἀμφὶ σοὶ"],["1145","πόνῳ γλυκεῖ παρέσχον· οὔτε γάρ ποτε"],["1146","μητρὸς σύ γʼ ἦσθα μᾶλλον ἢ κἀμοῦ φίλος,"],["1147","οὔθʼ οἱ κατʼ οἶκον ἦσαν, ἀλλʼ ἐγὼ τροφός,"],["1148","ἐγὼ δʼ ἀδελφὴ σοὶ προσηυδώμην ἀεί."],["1149","νῦν δʼ ἐκλέλοιπε ταῦτʼ ἐν ἡμέρᾳ μιᾷ"],["1150","θανόντι σὺν σοί· πάντα γὰρ συναρπάσας"],["1151","θύελλʼ ὅπως βέβηκας. οἴχεται πατήρ·"],["1152","τέθνηκʼ ἐγὼ σοί· φροῦδος αὐτὸς εἶ θανών·"],["1153","γελῶσι δʼ ἐχθροί· μαίνεται δʼ ὑφʼ ἡδονῆς"],["1154","μήτηρ ἀμήτωρ, ἧς ἐμοὶ σὺ πολλάκις"],["1155","φήμας λάθρᾳ προύπεμπες ὡς φανούμενος"],["1156","τιμωρὸς αὐτός. ἀλλὰ ταῦθʼ ὁ δυστυχὴς"],["1157","δαίμων ὁ σός τε κἀμὸς ἐξαφείλετο,"],["1158","ὅς σʼ ὧδέ μοι προύπεμψεν ἀντὶ φιλτάτης"],["1159","μορφῆς σποδόν τε καὶ σκιὰν ἀνωφελῆ."],["1160","οἴμοι μοι."],["1161","ὦ δέμας οἰκτρόν. φεῦ φεῦ."],["1162","ὦ δεινοτάτας, οἴμοι μοι,"],["1163","πεμφθεὶς κελεύθους, φίλταθʼ, ὥς μʼ ἀπώλεσας·"],["1164","ἀπώλεσας δῆτʼ, ὦ κασίγνητον κάρα."],["1165","τοιγὰρ σὺ δέξαι μʼ ἐς τὸ σὸν τόδε στέγος,"],["1166","τὴν μηδὲν εἰς τὸ μηδέν, ὡς σὺν σοὶ κάτω"],["1167","ναίω τὸ λοιπόν· καὶ γὰρ ἡνίκʼ ἦσθʼ ἄνω,"],["1168","ξὺν σοὶ μετεῖχον τῶν ἴσων, καὶ νῦν ποθῶ"],["1169","τοῦ σοῦ θανοῦσα μὴ ἀπολείπεσθαι τάφου."],["1170","τοὺς γὰρ θανόντας οὐχ ὁρῶ λυπουμένους."],["1171","θνητοῦ πέφυκας πατρός, Ἠλέκτρα, φρόνει,"],["1172","θνητὸς δʼ Ὀρέστης. ὥστε μὴ λίαν στένε."],["1173","πᾶσιν γὰρ ἡμῖν τοῦτʼ ὀφείλεται παθεῖν."],["1174","φεῦ φεῦ. τί λέξω; ποῖ λόγων ἀμηχανῶν"],["1175","ἔλθω; κρατεῖν γὰρ οὐκέτι γλώσσης σθένω."],["1176","τί δʼ ἔσχες ἄλγος; πρὸς τί τοῦτʼ εἰπὼν κυρεῖς;"],["1177","ἦ σὸν τὸ κλεινὸν εἶδος Ἠλέκτρας τόδε;"],["1178","τόδʼ ἔστʼ ἐκεῖνο, καὶ μάλʼ ἀθλίως ἔχον."],["1179","οἴμοι ταλαίνης ἆρα τῆσδε συμφορᾶς."],["1180","οὐ δή ποτʼ, ὦ ξένʼ, ἀμφʼ ἐμοὶ στένεις τάδε;"],["1181","ὦ σῶμʼ ἀτίμως κἀθέως ἐφθαρμένον."],["1182","οὔτοι ποτʼ ἄλλην ἢ ʼμὲ δυσφημεῖς, ξένε."],["1183","φεῦ τῆς ἀνύμφου δυσμόρου τε σῆς τροφῆς,"],["1184","τί δή ποτʼ, ὦ ξένʼ, ὧδʼ ἐπισκοπῶν στένεις;"],["1185","ὡς οὐκ ἄρʼ ᾔδη τῶν ἐμῶν οὐδὲν κακῶν."],["1186","ἐν τῷ διέγνως τοῦτο τῶν εἰρημένων;"],["1187","ὁρῶν σε πολλοῖς ἐμπρέπουσαν ἄλγεσιν."],["1188","καὶ μὴν ὁρᾷς γε παῦρα τῶν ἐμῶν κακῶν."],["1189","καὶ πῶς γένοιτʼ ἂν τῶνδʼ ἔτʼ ἐχθίω βλέπειν;"],["1190","ὁθούνεκʼ εἰμὶ τοῖς φονεῦσι σύντροφος"],["1191","τοῖς τοῦ; πόθεν τοῦτʼ ἐξεσήμηνας κακόν;"],["1192","τοῖς πατρός· εἶτα τοῖσδε δουλεύω βίᾳ."],["1193","τίς γάρ σʼ ἀνάγκῃ τῇδε προτρέπει βροτῶν;"],["1194","μήτηρ καλεῖται, μητρὶ δʼ οὐδὲν ἐξισοῖ."],["1195","τί δρῶσα; πότερα χερσὶν ἢ λύμῃ βίου;"],["1196","καὶ χερσὶ καὶ λύμαισι καὶ πᾶσιν κακοῖς."],["1197","οὐδʼ οὑπαρήξων οὐδʼ ὁ κωλύσων πάρα;"],["1198","οὐ δῆθʼ. ὃς ἦν γάρ μοι σὺ προὔθηκας σποδόν."],["1199","ὦ δύσποτμʼ, ὡς ὁρῶν σʼ ἐποικτίρω πάλαι."],["1200","μόνος βροτῶν νυν ἴσθʼ ἐποικτίρας ποτέ."],["1201","μόνος γὰρ ἥκω τοῖς ἴσοις ἀλγῶν κακοῖς."],["1202","οὐ δή ποθʼ ἡμῖν ξυγγενὴς ἥκεις ποθέν;"],["1203","ἐγὼ φράσαιμʼ ἄν, εἰ τὸ τῶνδʼ εὔνουν πάρα."],["1204","ἀλλʼ ἐστὶν εὔνουν, ὥστε πρὸς πιστὰς ἐρεῖς."],["1205","μέθες τόδʼ ἄγγος νῦν, ὅπως τὸ πᾶν μάθῃς."],["1206","μὴ δῆτα πρὸς θεῶν τοῦτό μʼ ἐργάσῃ, ξένε."],["1207","πείθου λέγοντι κοὐχ ἁμαρτήσει ποτέ."],["1208","μή, πρὸς γενείου, μὴ ʼξέλῃ τὰ φίλτατα."],["1209","οὔ φημʼ ἐάσειν."],["1209a","ὦ τάλαινʼ ἐγὼ σέθεν,"],["1210","Ὀρέστα, τῆς σῆς εἰ στερήσομαι ταφῆς."],["1211","εὔφημα φώνει· πρὸς δίκης γὰρ οὐ στένεις."],["1212","πῶς τὸν θανόντʼ ἀδελφὸν οὐ δίκῃ στένω;"],["1213","οὔ σοι προσήκει τήνδε προσφωνεῖν φάτιν."],["1214","οὕτως ἄτιμός εἰμι τοῦ τεθνηκότος;"],["1215","ἄτιμος οὐδενὸς σύ· τοῦτο δʼ οὐχὶ σόν."],["1216","εἴπερ γʼ Ὀρέστου σῶμα βαστάζω τόδε;"],["1217","ἀλλʼ οὐκ Ὀρέστου, πλὴν λόγῳ γʼ ἠσκημένον."],["1218","ποῦ δʼ ἔστʼ ἐκείνου τοῦ ταλαιπώρου τάφος;"],["1219","οὐκ ἔστι· τοῦ γὰρ ζῶντος οὐκ ἔστιν τάφος."],["1220","πῶς εἶπας, ὦ παῖ;"],["1220a","ψεῦδος οὐδὲν ὧν λέγω."],["1221","ἦ ζῇ γὰρ ἁνήρ;"],["1221a","εἴπερ ἔμψυχός γʼ ἐγώ."],["1222","ἦ γὰρ σὺ κεῖνος;"],["1222a","τήνδε προσβλέψασά μου"],["1223","σφραγῖδα πατρὸς ἔκμαθʼ εἰ σαφῆ λέγω."],["1224","ὦ φίλτατον φῶς."],["1224a","φίλτατον, συμμαρτυρῶ."],["1225","ὦ φθέγμʼ, ἀφίκου;"],["1225a","μηκέτʼ ἄλλοθεν πύθῃ,"],["1226","ἔχω σε χερσίν;"],["1226a","ὡς τὰ λοίπʼ ἔχοις ἀεί."],["1227","ὦ φίλταται γυναῖκες, ὦ πολίτιδες,"],["1228","ὁρᾶτʼ Ὀρέστην τόνδε, μηχαναῖσι μὲν"],["1229","θανόντα, νῦν δὲ μηχαναῖς σεσωσμένον."],["1230","ὁρῶμεν, ὦ παῖ, κἀπὶ συμφοραῖσί μοι"],["1231","γεγηθὸς ἕρπει δάκρυον ὀμμάτων ἄπο."],["1232","ἰὼ γοναί,"],["1233","γοναὶ σωμάτων ἐμοὶ φιλτάτων,"],["1234","ἐμόλετʼ ἀρτίως,"],["1235","ἐφηύρετʼ, ἤλθετʼ, εἴδεθʼ οὓς ἐχρῄζετε."],["1236","πάρεσμεν· ἀλλὰ σῖγʼ ἔχουσα πρόσμενε."],["1237","τί δʼ ἔστιν;"],["1238","σιγᾶν ἄμεινον, μή τις ἔνδοθεν κλύῃ."],["1239","ἀλλʼ οὐ μὰ τὴν ἄδμητον αἰὲν Ἄρτεμιν,"],["1240","τόδε μὲν οὔ ποτʼ ἀξιώσω τρέσαι,"],["1241","περισσὸν ἄχθος ἔνδον"],["1242","γυναικῶν ὂν αἰεί."],["1243","ὅρα γε μὲν δὴ κἀν γυναιξὶν ὡς Ἄρης"],["1244","ἔνεστιν· εὖ δʼ ἔξοισθα πειραθεῖσά που."],["1245","ὀτοτοτοτοῖ τοτοῖ,"],["1246","ἀνέφελον ἐνέβαλες οὔ ποτε καταλύσιμον,"],["1247","οὐδέ ποτε λησόμενον ἁμέτερον"],["1250","οἷον ἔφυ κακόν."],["1251","ἔξοιδα, παῖ, ταῦτʼ· ἀλλʼ ὅταν παρουσία"],["1252","φράζῃ, τότʼ ἔργων τῶνδε μεμνῆσθαι χρεών."],["1253","ὁ πᾶς ἐμοί,"],["1254","ὁ πᾶς ἂν πρέποι παρὼν ἐννέπειν"],["1255","τάδε δίκᾳ χρόνος·"],["1256","μόλις γὰρ ἔσχον νῦν ἐλεύθερον στόμα."],["1257","ξύμφημι κἀγώ· τοιγαροῦν σῴζου τόδε."],["1258","τί δρῶσα;"],["1259","οὗ μή ʼστι καιρὸς μὴ μακρὰν βούλου λέγειν."],["1260","τίς οὖν ἂν ἀξίαν γε σοῦ πεφηνότος"],["1261","μεταβάλοιτʼ ἂν ὧδε σιγὰν λόγων;"],["1262","ἐπεί σε νῦν ἀφράστως"],["1263","ἀέλπτως τʼ ἐσεῖδον."],["1264","τότʼ εἶδες, εὖτε θεοί μʼ ἐπώτρυναν μολεῖν"],["1266","ἔφρασας ὑπερτέραν"],["1267","τᾶς πάρος ἔτι χάριτος, εἴ σε θεὸς ἐπόρισεν"],["1268","ἁμέτερα πρὸς μέλαθρα· δαιμόνιον"],["1270","αὐτὸ τίθημʼ ἐγώ."],["1271","τὰ μέν σʼ ὀκνῶ χαίρουσαν εἰργαθεῖν, τὰ δὲ"],["1272","δέδοικα λίαν ἡδονῇ νικωμένην."],["1273","ἰὼ χρόνῳ μακρῷ φιλτάταν ὁδὸν"],["1274","ἐπαξιώσας ὧδέ μοι φανῆναι,"],["1275","μή τί με, πολύπονον ὧδʼ ἰδὼν"],["1276","τί μὴ ποήσω;"],["1277","μή μʼ ἀποστερήσῃς"],["1278","τῶν σῶν προσώπων ἁδονὰν μεθέσθαι."],["1279","ἦ κάρτα κἂν ἄλλοισι θυμοίμην ἰδών."],["1280","ξυναινεῖς;"],["1281","τί μὴν οὔ;"],["1282","ὦ φίλαι, ἔκλυον ἃν ἐγὼ οὐδʼ ἂν ἤλπισʼ αὐδάν,"],["1283","οὐδʼ ἂν ἔσχον ὁρμὰν"],["1284","ἄναυδον οὐδὲ σὺν βοᾷ κλύουσα,"],["1285","τάλαινα. νῦν δʼ ἔχω σε· προυφάνης δὲ"],["1286","φιλτάταν ἔχων πρόσοψιν,"],["1287","ἇς ἐγὼ οὐδʼ ἂν ἐν κακοῖς λαθοίμαν."],["1288","τὰ μὲν περισσεύοντα τῶν λόγων ἄφες,"],["1289","καὶ μήτε μήτηρ ὡς κακὴ δίδασκέ με,"],["1290","μήθʼ ὡς πατρῴαν κτῆσιν Αἴγισθος δόμων"],["1291","ἀντλεῖ, τὰ δʼ ἐκχεῖ, τὰ δὲ διασπείρει μάτην·"],["1292","χρόνου γὰρ ἄν σοι καιρὸν ἐξείργοι λόγος."],["1293","ἃ δʼ ἁρμόσει μοι τῷ παρόντι νῦν χρόνῳ"],["1294","σήμαινʼ, ὅπου φανέντες ἢ κεκρυμμένοι"],["1295","γελῶντας ἐχθροὺς παύσομεν τῇ νῦν ὁδῷ."],["1296","οὕτω δʼ ὅπως μήτηρ σε μὴ ʼπιγνώσεται"],["1297","φαιδρῷ προσώπῳ νῷν ἐπελθόντοιν δόμους·"],["1298","ἀλλʼ ὡς ἐπʼ ἄτῃ τῇ μάτην λελεγμένῃ"],["1299","στέναζʼ· ὅταν γὰρ εὐτυχήσωμεν, τότε"],["1300","χαίρειν παρέσται καὶ γελᾶν ἐλευθέρως."],["1301","ἀλλʼ ὦ κασίγνηθʼ, ὧδʼ ὅπως καὶ σοὶ φίλον"],["1302","καὶ τοὐμὸν ἔσται τῇδʼ· ἐπεὶ τὰς ἡδονὰς"],["1303","πρὸς σοῦ λαβοῦσα κοὐκ ἐμὰς ἐκτησάμην,"],["1304","κοὐδʼ ἄν σε λυπήσασα δεξαίμην βραχὺ"],["1305","αὐτὴ μέγʼ εὑρεῖν κέρδος· οὐ γὰρ ἂν καλῶς"],["1306","ὑπηρετοίην τῷ παρόντι δαίμονι."],["1307","ἀλλʼ οἶσθα μὲν τἀνθένδε, πῶς γὰρ οὔ; κλύων"],["1308","ὁθούνεκʼ Αἴγισθος μὲν οὐ κατὰ στέγας,"],["1309","μήτηρ δʼ ἐν οἴκοις· ἣν σὺ μὴ δείσῃς ποθʼ ὡς"],["1310","γέλωτι τοὐμὸν φαιδρὸν ὄψεται κάρα."],["1311","μῖσός τε γὰρ παλαιὸν ἐντέτηκέ μοι,"],["1312","κἀπεί σʼ ἐσεῖδον, οὔ ποτʼ ἐκλήξω χαρᾷ"],["1313","δακρυρροοῦσα· πῶς γὰρ ἂν λήξαιμʼ ἐγώ,"],["1314","ἥτις μιᾷ σε τῇδʼ ὁδῷ θανόντα τε"],["1315","καὶ ζῶντʼ ἐσεῖδον; εἴργασαι δέ μʼ ἄσκοπα·"],["1316","ὥστʼ εἰ πατήρ μοι ζῶν ἵκοιτο, μηκέτʼ ἂν"],["1317","τέρας νομίζειν αὐτό, πιστεύειν δʼ ὁρᾶν."],["1318","ὅτʼ οὖν τοιαύτην ἡμὶν ἐξήκεις ὁδόν,"],["1319","ἄρχʼ αὐτὸς ὥς σοι θυμός· ὡς ἐγὼ μόνη"],["1320","οὐκ ἂν δυοῖν ἥμαρτον· ἢ γὰρ ἂν καλῶς"],["1321","ἔσωσʼ ἐμαυτὴν ἢ καλῶς ἀπωλόμην."],["1322","σιγᾶν ἐπῄνεσʼ ὡς ἐπʼ ἐξόδῳ κλύω τῶν ἔνδοθεν χωροῦντος."],["1323","εἴσιτʼ, ὦ ξένοι,"],["1324","ἄλλως τε καὶ φέροντες οἷʼ ἂν οὔτε τις"],["1325","δόμων ἀπώσαιτʼ οὔτʼ ἂν ἡσθείη λαβών."],["1326","ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι,"],["1327","πότερα παρʼ οὐδὲν τοῦ βίου κήδεσθʼ ἔτι"],["1328","ἢ νοῦς ἔνεστιν οὔτις ὑμὶν ἐγγενής,"],["1329","ὅτʼ οὐ παρʼ αὐτοῖς, ἀλλʼ ἐν αὐτοῖσιν κακοῖς"],["1330","τοῖσιν μεγίστοις ὄντες οὐ γιγνώσκετε;"],["1331","ἀλλʼ εἰ σταθμοῖσι τοῖσδε μὴ ʼκύρουν ἐγὼ"],["1332","πάλαι φυλάσσων, ἦν ἂν ὑμὶν ἐν δόμοις"],["1333","τὰ δρώμενʼ ὑμῶν πρόσθεν ἢ τὰ σώματα·"],["1334","νῦν δʼ εὐλάβειαν τῶνδε προυθέμην ἐγώ."],["1335","καὶ νῦν ἀπαλλαχθέντε τῶν μακρῶν λόγων"],["1336","καὶ τῆς ἀπλήστου τῆσδε σὺν χαρᾷ βοῆς"],["1337","εἴσω παρέλθεθʼ, ὡς τὸ μὲν μέλλειν κακὸν"],["1338","ἐν τοῖς τοιούτοις ἔστʼ, ἀπηλλάχθαι δʼ ἀκμή."],["1339","πῶς οὖν ἔχει τἀντεῦθεν εἰσιόντι μοι;"],["1340","καλῶς· ὑπάρχει γάρ σε μὴ γνῶναί τινα."],["1341","ἤγγειλας, ὡς ἔοικεν, ὡς τεθνηκότα."],["1342","εἷς τῶν ἐν Ἅιδου μάνθανʼ ἐνθάδʼ ὢν ἀνήρ."],["1343","χαίρουσιν οὖν τούτοισιν; ἢ τίνες λόγοι;"],["1344","τελουμένων εἴποιμʼ ἄν· ὡς δὲ νῦν ἔχει,"],["1345","καλῶς τὰ κείνων πάντα, καὶ τὰ μὴ καλῶς."],["1346","τίς οὗτός ἐστʼ, ἀδελφέ; πρὸς θεῶν φράσον."],["1347","οὐχὶ ξυνίης;"],["1347a","οὐδέ γʼ ἐς θυμὸν φέρω."],["1348","οὐκ οἶσθʼ ὅτῳ μʼ ἔδωκας εἰς χέρας ποτέ;"],["1349","ποίῳ; τί φωνεῖς;"],["1349a","οὗ τὸ Φωκέων πέδον"],["1350","ὑπεξεπέμφθην σῇ προμηθίᾳ χεροῖν."],["1351","ἦ κεῖνος οὗτος, ὅν ποτʼ ἐκ πολλῶν ἐγὼ"],["1352","μόνον προσηῦρον πιστὸν ἐν πατρὸς φόνῳ;"],["1353","ὅδʼ ἐστί· μή μʼ ἔλεγχε πλείοσιν λόγοις."],["1354","ὦ φίλτατον φῶς, ὦ μόνος σωτὴρ δόμων"],["1355","Ἀγαμέμνονος, πῶς ἦλθες; ἦ σὺ κεῖνος εἶ,"],["1356","ὃς τόνδε κἄμʼ ἔσωσας ἐκ πολλῶν πόνων;"],["1357","ὦ φίλταται μὲν χεῖρες, ἥδιστον δʼ ἔχων"],["1358","ποδῶν ὑπηρέτημα, πῶς οὕτω πάλαι"],["1359","ξυνών μʼ ἔληθες οὐδʼ ἔφαινες, ἀλλά με"],["1360","λόγοις ἀπώλλυς, ἔργʼ ἔχων ἥδιστʼ ἐμοί;"],["1361","χαῖρʼ, ὦ πάτερ· πατέρα γὰρ εἰσορᾶν δοκῶ·"],["1362","χαῖρʼ· ἴσθι δʼ ὡς μάλιστά σʼ ἀνθρώπων ἐγὼ"],["1363","ἤχθηρα κἀφίλησʼ ἐν ἡμέρᾳ μιᾷ."],["1364","ἀρκεῖν δοκεῖ μοι· τοὺς γὰρ ἐν μέσῳ λόγους"],["1365","πολλαὶ κυκλοῦνται νύκτες ἡμέραι τʼ ἴσαι,"],["1366","αἳ ταῦτά σοι δείξουσιν, Ἠλέκτρα, σαφῆ."],["1367","σφῷν δʼ ἐννέπω γε τοῖν παρεστώτοιν ὅτι"],["1368","νῦν καιρὸς ἔρδειν· νῦν Κλυταιμνήστρα μόνη,"],["1369","νῦν οὔτις ἀνδρῶν ἔνδον· εἰ δʼ ἐφέξετον,"],["1370","φροντίζεθʼ ὡς τούτοις τε καὶ σοφωτέροις"],["1371","ἄλλοισι τούτων πλείοσιν μαχούμενοι."],["1372","οὐκ ἂν μακρῶν ἔθʼ ἡμὶν οὐδὲν ἂν λόγων,"],["1373","Πυλάδη, τόδʼ εἴη τοὔργον, ἀλλʼ ὅσον τάχος"],["1374","χωρεῖν ἔσω, πατρῷα προσκύσανθʼ ἕδη"],["1375","θεῶν, ὅσοιπερ πρόπυλα ναίουσιν τάδε."],["1376","ἄναξ Ἄπολλον, ἵλεως αὐτοῖν κλύε"],["1377","ἐμοῦ τε πρὸς τούτοισιν, ἥ σε πολλὰ δὴ"],["1378","ἀφʼ ὧν ἔχοιμι λιπαρεῖ προύστην χερί."],["1379","νῦν δʼ, ὦ Λύκειʼ Ἄπολλον, ἐξ οἵων ἔχω"],["1380","αἰτῶ, προπίτνω, λίσσομαι, γενοῦ πρόφρων"],["1381","ἡμῖν ἀρωγὸς τῶνδε τῶν βουλευμάτων,"],["1382","καὶ δεῖξον ἀνθρώποισι τἀπιτίμια"],["1383","τῆς δυσσεβείας οἷα δωροῦνται θεοί."],["1384","ἴδεθʼ ὅποι προνέμεται"],["1385","τὸ δυσέριστον αἷμα φυσῶν Ἄρης."],["1386","βεβᾶσιν ἄρτι δωμάτων ὑπόστεγοι"],["1387","μετάδρομοι κακῶν πανουργημάτων ἄφυκτοι κύνες,"],["1388","ὥστʼ οὐ μακρὰν ἔτʼ ἀμμενεῖ"],["1390","τοὐμὸν φρενῶν ὄνειρον αἰωρούμενον."],["1391","παράγεται γὰρ ἐνέρων"],["1392","δολιόπους ἀρωγὸς εἴσω στέγας,"],["1393","ἀρχαιόπλουτα πατρὸς εἰς ἑδώλια,"],["1394","νεακόνητον αἷμα χειροῖν ἔχων· ὁ Μαίας δὲ παῖς"],["1395","Ἑρμῆς σφʼ ἄγει δόλον σκότῳ"],["1396","κρύψας πρὸς αὐτὸ τέρμα κοὐκέτʼ ἀμμένει."],["1397","ὦ φίλταται γυναῖκες, ἅνδρες αὐτίκα"],["1398","τελοῦσι τοὔργον· ἀλλὰ σῖγα πρόσμενε."],["1399","πῶς δή; τί νῦν πράσσουσιν;"],["1400","ἡ μὲν ἐς τάφον"],["1401","λέβητα κοσμεῖ, τὼ δʼ ἐφέστατον πέλας."],["1402","σὺ δʼ ἐκτὸς ᾖξας πρὸς τί;"],["1402a","φρουρήσουσʼ ὅπως"],["1403","Αἴγισθος ἡμᾶς μὴ λάθῃ μολὼν ἔσω."],["1404","αἰαῖ. ἰὼ στέγαι"],["1405","φίλων ἔρημοι, τῶν δʼ ἀπολλύντων πλέαι."],["1406","βοᾷ τις ἔνδον· οὐκ ἀκούετʼ, ὦ φίλαι;"],["1407","ἤκουσʼ ἀνήκουστα δύστανος, ὥστε φρῖξαι."],["1408","οἴμοι τάλαινʼ· Αἴγισθε, ποῦ ποτʼ ὢν κυρεῖς;"],["1409","ἰδοὺ μάλʼ αὖ θροεῖ τις."],["1410","ὦ τέκνον τέκνον, οἴκτιρε τὴν τεκοῦσαν."],["1411","ἀλλʼ οὐκ ἐκ σέθεν"],["1412","ᾠκτίρεθʼ οὗτος οὐδʼ ὁ γεννήσας πατήρ."],["1413","ὦ πόλις, ὦ γενεὰ τάλαινα, νῦν σοι"],["1414","μοῖρα καθαμερία φθίνει φθίνει."],["1415","ὤμοι πέπληγμαι."],["1416","παῖσον, εἰ σθένεις, διπλῆν."],["1417","ὤμοι μάλʼ αὖθις."],["1418","εἰ γὰρ Αἰγίσθῳ θʼ ὁμοῦ."],["1419","τελοῦσʼ ἀραί· ζῶσιν οἱ γᾶς ὑπαὶ κείμενοι."],["1420","παλίρρυτον γὰρ αἷμʼ ὑπεξαιροῦσι τῶν"],["1421","κτανόντων οἱ πάλαι θανόντες."],["1422","καὶ μὴν πάρεισιν οἵδε· φοινία δὲ χεὶρ"],["1423","στάζει θυηλῆς Ἄρεος, οὐδʼ ἔχω ψέγειν."],["1424","Ὀρέστα, πῶς κυρεῖτε;"],["1424a","τἀν δόμοισι μὲν"],["1425","καλῶς, Ἀπόλλων εἰ καλῶς ἐθέσπισεν."],["1426","τέθνηκεν ἡ τάλαινα;"],["1427","μηκέτʼ ἐκφοβοῦ"],["1428","μητρῷον ὥς σε λῆμʼ ἀτιμάσει ποτέ."],["1429","παύσασθε· λεύσσω γὰρ Αἴγισθον ἐκ προδήλου."],["1430","ὦ παῖδες, οὐκ ἄψορρον;"],["1431","εἰσορᾶτε ποῦ τὸν ἄνδρʼ;"],["1432","ἐφʼ ἡμῖν οὗτος ἐκ προαστίου"],["1433","χωρεῖ γεγηθὼς"],["1434","βᾶτε κατʼ ἀντιθύρων ὅσον τάχιστα,"],["1435","νῦν, τὰ πρὶν εὖ θέμενοι, τάδʼ ὡς πάλιν."],["1436","θάρσει· τελοῦμεν."],["1437","ᾗ νοεῖς ἔπειγέ νυν."],["1438","καὶ δὴ βέβηκα."],["1438a","τἀνθάδʼ ἂν μέλοιτʼ ἐμοί."],["1439","διʼ ὠτὸς ἂν παῦρά γʼ ὡς ἠπίως ἐννέπειν"],["1440","πρὸς ἄνδρα τόνδε συμφέροι, λαθραῖον ὡς"],["1441","ὀρούσῃ πρὸς δίκας ἀγῶνα."],["1442","τίς οἶδεν ὑμῶν ποῦ ποθʼ οἱ Φωκῆς ξένοι,"],["1443","οὕς φασʼ Ὀρέστην ἡμὶν ἀγγεῖλαι βίον"],["1444","λελοιπόθʼ ἱππικοῖσιν ἐν ναυαγίοις;"],["1445","σέ τοι, σὲ κρίνω, ναὶ σέ, τὴν ἐν τῷ πάρος"],["1446","χρόνῳ θρασεῖαν· ὡς μάλιστα σοὶ μέλειν"],["1447","οἶμαι, μάλιστα δʼ ἂν κατειδυῖαν φράσαι."],["1448","ἔξοιδα· πῶς γὰρ οὐχί; συμφορᾶς γὰρ ἂν"],["1449","ἔξωθεν εἴην τῶν ἐμῶν τῆς φιλτάτης."],["1450","ποῦ δῆτʼ ἂν εἶεν οἱ ξένοι; δίδασκέ με."],["1451","ἔνδον· φίλης γὰρ προξένου κατήνυσαν."],["1452","ἦ καὶ θανόντʼ ἤγγειλαν ὡς ἐτητύμως;"],["1453","οὔκ, ἀλλὰ κἀπέδειξαν, οὐ λόγῳ μόνον."],["1454","πάρεστʼ ἄρʼ ἡμῖν ὥστε κἀμφανῆ μαθεῖν;"],["1455","πάρεστι δῆτα, καὶ μάλʼ ἄζηλος θέα."],["1456","ἦ πολλὰ χαίρειν μʼ εἶπας οὐκ εἰωθότως."],["1457","χαίροις ἄν, εἴ σοι χαρτὰ τυγχάνοι τάδε."],["1458","σιγᾶν ἄνωγα κἀναδεικνύναι πύλας"],["1459","πᾶσιν Μυκηναίοισιν Ἀργείοις θʼ ὁρᾶν,"],["1460","ὡς εἴ τις αὐτῶν ἐλπίσιν κεναῖς πάρος"],["1461","ἐξῄρετʼ ἀνδρὸς τοῦδε, νῦν ὁρῶν νεκρὸν"],["1462","στόμια δέχηται τἀμὰ μηδὲ πρὸς βίαν"],["1463","ἐμοῦ κολαστοῦ προστυχὼν φύσῃ φρένας."],["1464","καὶ δὴ τελεῖται τἀπʼ ἐμοῦ· τῷ γὰρ χρόνῳ"],["1465","νοῦν ἔσχον, ὥστε συμφέρειν τοῖς κρείσσοσιν."],["1466","ὦ Ζεῦ, δέδορκα φάσμʼ ἄνευ φθόνου μὲν οὐ"],["1467","πεπτωκός· εἰ δʼ ἔπεστι νέμεσις, οὐ λέγω."],["1468","χαλᾶτε πᾶν κάλυμμʼ ἀπʼ ὀφθαλμῶν, ὅπως"],["1469","τὸ συγγενές τοι κἀπʼ ἐμοῦ θρήνων τύχῃ."],["1470","αὐτὸς σὺ βάσταζʼ· οὐκ ἐμὸν τόδʼ, ἀλλὰ σόν,"],["1471","τὸ ταῦθʼ ὁρᾶν τε καὶ προσηγορεῖν φίλως."],["1472","ἀλλʼ εὖ παραινεῖς κἀπιπείσομαι· σὺ δέ,"],["1473","εἴ που κατʼ οἶκόν μοι Κλυταιμνήστρα, κάλει."],["1474","αὕτη πέλας σοῦ· μηκέτʼ ἄλλοσε σκόπει."],["1475","οἴμοι, τί λεύσσω;"],["1476","τίνα φοβεῖ; τίνʼ ἀγνοεῖς;"],["1477","τίνων ποτʼ ἀνδρῶν ἐν μέσοις ἀρκυστάτοις πέπτωχʼ ὁ τλήμων;"],["1478","οὐ γὰρ αἰσθάνει πάλαι"],["1479","ζῶντας θανοῦσιν οὕνεκʼ ἀνταυδᾷς ἴσα;"],["1480","οἴμοι, ξυνῆκα τοὔπος· οὐ γὰρ ἔσθʼ ὅπως"],["1481","ὅδʼ οὐκ Ὀρέστης ἔσθʼ ὁ προσφωνῶν ἐμέ."],["1482","καὶ μάντις ὢν ἄριστος ἐσφάλλου πάλαι."],["1483","ὄλωλα δὴ δείλαιος. ἀλλά μοι πάρες"],["1484","κἂν σμικρὸν εἰπεῖν."],["1484a","μὴ πέρα λέγειν ἔα"],["1485","πρὸς θεῶν, ἀδελφέ, μηδὲ μηκύνειν λόγους."],["1486","τί γὰρ βροτῶν ἂν σὺν κακοῖς μεμιγμένων"],["1487","θνῄσκειν ὁ μέλλων οὐ χρόνου κέρδος φέροι;"],["1488","ἀλλʼ ὡς τάχιστα κτεῖνε καὶ κτανὼν πρόθες"],["1489","ταφεῦσιν, ὧν τόνδʼ εἰκός ἐστι τυγχάνειν,"],["1490","ἄποπτον ἡμῶν· ὡς ἐμοὶ τόδʼ ἂν κακῶν"],["1490a","μόνον γένοιτο τῶν πάλαι λυτήριον."],["1491","χωροῖς ἂν εἴσω σὺν τάχει· λόγων γὰρ οὐ"],["1492","νῦν ἐστιν ἁγών, ἀλλὰ σῆς ψυχῆς πέρι."],["1493","τί δʼ ἐς δόμους ἄγεις με; πῶς, τόδʼ εἰ καλὸν"],["1494","τοὔργον, σκότου δεῖ κοὐ πρόχειρος εἶ κτανεῖν;"],["1495","μὴ τάσσε· χώρει δʼ ἔνθαπερ κατέκτανες"],["1496","πατέρα τὸν ἀμόν, ὡς ἂν ἐν ταὐτῷ θάνῃς."],["1497","ἦ πᾶσʼ ἀνάγκη τήνδε τὴν στέγην ἰδεῖν"],["1498","τά τʼ ὄντα καὶ μέλλοντα Πελοπιδῶν κακά;"],["1499","τὰ γοῦν σʼ· ἐγώ σοι μάντις εἰμὶ τῶνδʼ ἄκρος."],["1500","ἀλλʼ οὐ πατρῴαν τὴν τέχνην ἐκόμπασας."],["1501","πόλλʼ ἀντιφωνεῖς, ἡ δʼ ὁδὸς βραδύνεται."],["1502","ἀλλʼ ἕρφʼ."],["1502a","ὑφηγοῦ."],["1502b","σοὶ βαδιστέον πάρος."],["1503","ἦ μὴ φύγω σε;"],["1503a","μὴ μὲν οὖν καθʼ ἡδονὴν"],["1504","θάνῃς· φυλάξαι δεῖ με τοῦτό σοι πικρόν."],["1505","χρῆν δʼ εὐθὺς εἶναι τήνδε τοῖς πᾶσιν δίκην,"],["1506","ὅστις πέρα πράσσειν τι τῶν νόμων θέλει,"],["1507","κτείνειν· τὸ γὰρ πανοῦργον οὐκ ἂν ἦν πολύ."],["1508","ὦ σπέρμʼ Ἀτρέως, ὡς πολλὰ παθὸν"],["1509","διʼ ἐλευθερίας μόλις ἐξῆλθες"],["1510","τῇ νῦν ὁρμῇ τελεωθέν."]]] |