Spaces:
Running
Running
Download data/lines/libation.json from michaelkimmel/mouseion: direct link, hf CLI and curl.
- Browser
- Download file 78.8 kB
-
https://huggingface.co/spaces/michaelkimmel/mouseion/resolve/main/data/lines/libation.json
- Command line
-
hf download hf://spaces/michaelkimmel/mouseion/data/lines/libation.json
-
curl -L -o libation.json https://huggingface.co/spaces/michaelkimmel/mouseion/resolve/main/data/lines/libation.json
78.8 kB
| [[["1","Ἑρμῆ χθόνιε, πατρῷʼ ἐποπτεύων κράτη,"],["2","σωτὴρ γενοῦ μοι ξύμμαχός τʼ αἰτουμένῳ·"],["3","ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι."],["4","τύμβου δʼ ἐπʼ ὄχθῳ τῷδε κηρύσσω πατρὶ"],["5","κλύειν, ἀκοῦσαι"],["6","πλόκαμον Ἰνάχῳ θρεπτήριον."],["7","τὸν δεύτερον δὲ τόνδε πενθητήριον"],["8","οὐ γὰρ παρὼν ᾤμωξα σόν, πάτερ, μόρον"],["9","οὐδʼ ἐξέτεινα χεῖρʼ ἐπʼ ἐκφορᾷ νεκροῦ."],["10","τί χρῆμα λεύσσω; τίς ποθʼ ἥδʼ ὁμήγυρις"],["11","στείχει γυναικῶν φάρεσιν μελαγχίμοις"],["12","πρέπουσα; ποίᾳ ξυμφορᾷ προσεικάσω;"],["13","πότερα δόμοισι πῆμα προσκυρεῖ νέον;"],["14","ἢ πατρὶ τὠμῷ τάσδʼ ἐπεικάσας τύχω"],["15","χοὰς φερούσας νερτέροις μειλίγματα;"],["16","οὐδέν ποτʼ ἄλλο· καὶ γὰρ Ἠλέκτραν δοκῶ"],["17","στείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷ"],["18","πρέπουσαν. ὦ Ζεῦ, δός με τείσασθαι μόρον"],["19","πατρός, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί."],["20","Πυλάδη, σταθῶμεν ἐκποδών, ὡς ἂν σαφῶς"],["21","μάθω γυναικῶν ἥτις ἥδε προστροπή."],["22","ἰαλτὸς ἐκ δόμων ἔβαν"],["23","χοὰς προπομπὸς ὀξύχειρι σὺν κτύπῳ."],["24","πρέπει παρηὶς φοινίοις ἀμυγμοῖς"],["25","ὄνυχος ἄλοκι νεοτόμῳ·"],["26","διʼ αἰῶνος δʼ ἰυγμοῖσι βόσκεται κέαρ."],["27","λινοφθόροι δʼ ὑφασμάτων"],["28","λακίδες ἔφλαδον ὑπʼ ἄλγεσιν,"],["29","προστέρνῳ στολμῷ"],["30","πέπλων ἀγελάστοις"],["31","ξυμφοραῖς πεπληγμένων."],["32","τορὸς δὲ Φοῖβος ὀρθόθριξ"],["33","δόμων ὀνειρόμαντις, ἐξ ὕπνου κότον"],["34","πνέων, ἀωρόνυκτον ἀμβόαμα"],["35","μυχόθεν ἔλακε περὶ φόβῳ,"],["36","γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων."],["37","κριταί τε τῶνδʼ ὀνειράτων"],["38","θεόθεν ἔλακον ὑπέγγυοι"],["39","μέμφεσθαι τοὺς γᾶς"],["40","νέρθεν περιθύμως"],["41","τοῖς κτανοῦσί τʼ ἐγκοτεῖν."],["42","τοιάνδε χάριν ἀχάριτον ἀπότροπον κακῶν,"],["43","ἰὼ γαῖα μαῖα,"],["45","μωμένα μʼ ἰάλλει"],["46","δύσθεος γυνά. φοβοῦ-"],["47","μαι δʼ ἔπος τόδʼ ἐκβαλεῖν."],["48","τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι;"],["49","ἰὼ πάνοιζυς ἑστία,"],["50","ἰὼ κατασκαφαὶ δόμων."],["51","ἀνήλιοι βροτοστυγεῖς"],["52","δνόφοι καλύπτουσι δόμους"],["53","δεσποτῶν θανάτοισι."],["55","σέβας δʼ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶν"],["56","διʼ ὤτων φρενός τε"],["57","δαμίας περαῖνον"],["58","νῦν ἀφίσταται. φοβεῖ-"],["59","ται δέ τις. τὸ δʼ εὐτυχεῖν,"],["60","τόδʼ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον."],["61","ῥοπὴ δʼ ἐπισκοπεῖ δίκας"],["62","ταχεῖα τοὺς μὲν ἐν φάει,"],["63","τὰ δʼ ἐν μεταιχμίῳ σκότου"],["64","μένει χρονίζοντας ἄχη βρύει,"],["65","τοὺς δʼ ἄκραντος ἔχει νύξ."],["66","διʼ αἵματʼ ἐκποθένθʼ ὑπὸ χθονὸς τροφοῦ"],["67","τίτας φόνος πέπηγεν οὐ διαρρύδαν."],["68","διαλγὴς δʼ ἄτα διαφέρει"],["70","τὸν αἴτιον παναρκέτας νόσου βρύειν."],["71","θιγόντι δʼ οὔτι νυμφικῶν ἑδωλίων"],["72","ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ"],["73","προβαίνοντες τὸν χερομυσῆ"],["74","φόνον καθαίροντες ἴθυσαν μάταν."],["75","ἐμοὶ δʼ— ἀνάγκαν γὰρ ἀμφίπτολιν"],["76","θεοὶ προσήνεγκαν· ʽἐκ γὰρ οἴκων"],["77","πατρῴων δούλιόν μʼ ἐσᾶγον αἶσαν̓—"],["78","δίκαια καὶ μὴ δίκαια ἀρχὰς πρέπον"],["80","βίᾳ φρενῶν αἰνέσαι"],["81","πικρὸν στύγος κρατούσῃ."],["82","δακρύω δʼ ὑφʼ εἱμάτων"],["83","ματαίοισι δεσποτᾶν"],["83b","τύχαις, κρυφαίοις πένθεσιν παχνουμένη."],["84","δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες,"],["85","ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ"],["86","πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι·"],["87","τί φῶ χέουσα τάσδε κηδείους χοάς;"],["88","πῶς εὔφρονʼ εἴπω, πῶς κατεύξομαι πατρί;"],["89","πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν"],["90","γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα;"],["91","τῶνδʼ οὐ πάρεστι θάρσος, οὐδʼ ἔχω τί φῶ,"],["92","χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός."],["93","ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς,"],["94","ἔσθλʼ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε"],["95","στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν;"],["96","ἢ σῖγʼ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο"],["97","πατήρ, τάδʼ ἐκχέασα, γάποτον χύσιν,"],["98","στείχω καθάρμαθʼ ὥς τις ἐκπέμψας πάλιν"],["99","δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;"],["100","τῆσδʼ ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι·"],["101","κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν."],["102","μὴ κεύθετʼ ἔνδον καρδίας φόβῳ τινός."],["103","τὸ μόρσιμον γὰρ τόν τʼ ἐλεύθερον μένει"],["104","καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός."],["105","λέγοις ἄν, εἴ τι τῶνδʼ ἔχοις ὑπέρτερον."],["106","αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς"],["107","λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον."],["108","λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός."],["109","φθέγγου χέουσα κεδνὰ τοῖσιν εὔφροσιν."],["110","τίνας δὲ τούτους τῶν φίλων προσεννέπω;"],["111","πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ."],["112","ἐμοί τε καὶ σοί τἄρʼ ἐπεύξομαι τάδε;"],["113","αὐτὴ σὺ ταῦτα μανθάνουσʼ ἤδη φράσαι."],["114","τίνʼ οὖν ἔτʼ ἄλλον τῇδε προστιθῶ στάσει;"],["115","μέμνησʼ Ὀρέστου, κεἰ θυραῖός ἐσθʼ ὅμως."],["116","εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με."],["117","τοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη—"],["118","τί φῶ; δίδασκʼ ἄπειρον ἐξηγουμένη."],["119","ἐλθεῖν τινʼ αὐτοῖς δαίμονʼ ἢ βροτῶν τινα—"],["120","πότερα δικαστὴν ἢ δικηφόρον λέγεις;"],["121","ἅπλῶς τι φράζουσʼ, ὅστις ἀνταποκτενεῖ."],["122","καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα;"],["123","πῶς δʼ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;"],["124","κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω,"],["124a","ἄρηξον, Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶ"],["125","τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς"],["126","εὐχάς, πατρῴων δωμάτων ἐπισκόπους,"],["127","καὶ Γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται,"],["128","θρέψασά τʼ αὖθις τῶνδε κῦμα λαμβάνει·"],["129","κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖς"],["130","λέγω καλοῦσα πατέρʼ, ἐποίκτιρόν τʼ ἐμὲ"],["131","φίλον τʼ Ὀρέστην· πῶς ἀνάξομεν δόμοις;"],["132","πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθα"],["133","πρὸς τῆς τεκούσης, ἄνδρα δʼ ἀντηλλάξατο"],["134","Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος."],["135","κἀγὼ μὲν ἀντίδουλος· ἐκ δὲ χρημάτων"],["136","φεύγων Ὀρέστης ἐστίν, οἱ δʼ ὑπερκόπως"],["137","ἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα."],["138","ἐλθεῖν δʼ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ"],["139","κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ·"],["140","αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ"],["141","μητρὸς γενέσθαι χεῖρά τʼ εὐσεβεστέραν."],["142","ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δʼ ἐναντίοις"],["143","λέγω φανῆναί σου, πάτερ, τιμάορον,"],["144","καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ."],["145","ταῦτʼ ἐν μέσῳ τίθημι τῆς καλῆς ἀρᾶς,"],["146","κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν·"],["147","ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω,"],["148","σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ."],["149","τοιαῖσδʼ ἐπʼ εὐχαῖς τάσδʼ ἐπισπένδω χοάς."],["150","ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος,"],["151","παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας."],["152","ἵετε δάκρυ καναχὲς ὀλόμενον"],["153","ὀλομένῳ δεσπότᾳ"],["154","πρὸς ἔρυμα τόδε κακῶν, κεδνῶν τʼ"],["155","ἀπότροπον ἄγος ἀπεύχετον"],["156","κεχυμένων χοᾶν. κλύε δέ μοι, κλύε, σέ-"],["157","βας ὦ δέσποτʼ, ἐξ ἀμαυρᾶς φρενός."],["158","ὀτοτοτοτοτοτοτοῖ,"],["159","ἴτω τις δορυ-"],["160","σθενὴς ἀνήρ, ἀναλυτὴρ δόμων,"],["161","Σκυθικά τʼ ἐν χεροῖν παλίντονʼ"],["162","ἐν ἔργῳ βέλη ʼπιπάλλων Ἄρης"],["163","σχέδιά τʼ αὐτόκωπα νωμῶν ξίφη."],["164","ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ·"],["165","νέου δὲ μύθου τοῦδε κοινωνήσατε·"],["166","λέγοις ἄν· ὀρχεῖται δὲ καρδία φόβῳ."],["167","ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ."],["168","τίνος ποτʼ ἀνδρός, ἢ βαθυζώνου κόρης;"],["170","εὐξύμβολον τόδʼ ἐστὶ παντὶ δοξάσαι."],["171","πῶς οὖν; παλαιὰ παρὰ νεωτέρας μάθω."],["172","οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό νιν."],["173","ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί."],["174","καὶ μὴν ὅδʼ ἐστὶ κάρτʼ ἰδεῖν ὁμόπτερος—"],["175","ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν."],["176","αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν."],["177","μῶν οὖν Ὀρέστου κρύβδα δῶρον ἦν τόδε;"],["178","μάλιστʼ ἐκείνου βοστρύχοις προσείδεται."],["179","καὶ πῶς ἐκεῖνος δεῦρʼ ἐτόλμησεν μολεῖν;"],["180","ἔπεμψε χαίτην κουρίμην χάριν πατρός."],["181","οὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε,"],["182","εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί."],["183","κἀμοὶ προσέστη καρδίας κλυδώνιον"],["184","χολῆς, ἐπαίσθην δʼ ὡς διανταίῳ βέλει·"],["185","ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι"],["186","σταγόνες ἄφρακτοι δυσχίμου πλημμυρίδος,"],["187","πλόκαμον ἰδούσῃ τόνδε· πῶς γὰρ ἐλπίσω"],["188","ἀστῶν τινʼ ἄλλον τῆσδε δεσπόζειν φόβης;"],["189","ἀλλʼ οὐδὲ μήν νιν ἡ κτανοῦσʼ ἐκείρατο,"],["190","ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον"],["191","φρόνημα παισὶ δύσθεον πεπαμένη."],["192","ἐγὼ δʼ ὅπως μὲν ἄντικρυς τάδʼ αἰνέσω,"],["193","εἶναι τόδʼ ἀγλάισμά μοι τοῦ φιλτάτου"],["194","βροτῶν Ὀρέστου— σαίνομαι δʼ ὑπʼ ἐλπίδος."],["195","φεῦ."],["195b","εἴθʼ εἶχε φωνὴν εὔφρονʼ ἀγγέλου δίκην,"],["196","ὅπως δίφροντις οὖσα μὴ ʼκινυσσόμην,"],["197","ἀλλʼ εὖ ʼσαφήνει τόνδʼ ἀποπτύσαι πλόκον,"],["198","εἴπερ γʼ ἀπʼ ἐχθροῦ κρατὸς ἦν τετμημένος,"],["199","ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοὶ"],["200","ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός."],["201","ἀλλʼ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα,"],["202","οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην"],["203","στροβούμεθʼ· εἰ δὲ χρὴ τυχεῖν σωτηρίας,"],["204","σμικροῦ γένοιτʼ ἂν σπέρματος μέγας πυθμήν."],["205","καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον,"],["206","ποδῶν ὅμοιοι τοῖς τʼ ἐμοῖσιν ἐμφερεῖς—"],["207","καὶ γὰρ δύʼ ἐστὸν τώδε περιγραφὰ ποδοῖν,"],["208","αὐτοῦ τʼ ἐκείνου καὶ συνεμπόρου τινός."],["209","πτέρναι τενόντων θʼ ὑπογραφαὶ μετρούμεναι"],["210","εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις."],["211","πάρεστι δʼ ὠδὶς καὶ φρενῶν καταφθορά."],["212","εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρους"],["213","εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς."],["214","ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ;"],["215","εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι."],["216","καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν;"],["217","σύνοιδʼ Ὀρέστην πολλά σʼ ἐκπαγλουμένην."],["218","καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων;"],["219","ὅδʼ εἰμί· μὴ μάτευʼ ἐμοῦ μᾶλλον φίλον."],["220","ἀλλʼ ἦ δόλον τινʼ, ὦ ξένʼ, ἀμφί μοι πλέκεις;"],["221","αὐτὸς καθʼ αὑτοῦ τἄρα μηχανορραφῶ."],["222","ἀλλʼ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις."],["223","κἀν τοῖς ἐμοῖς ἄρʼ, εἴπερ ἔν γε τοῖσι σοῖς"],["224","ὡς ὄντʼ Ὀρέστην τάδε σʼ ἐγὼ προσεννέπω;"],["225","αὐτὸν μὲν οὖν ὁρῶσα δυσμαθεῖς ἐμέ·"],["226","κουρὰν δʼ ἰδοῦσα τήνδε κηδείου τριχὸς"],["228","ἰχνοσκοποῦσά τʼ ἐν στίβοισι τοῖς ἐμοῖς"],["227","ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ."],["230","σκέψαι τομῇ προσθεῖσα βόστρυχον τριχὸς"],["229","σαυτῆς ἀδελφοῦ σύμμετρον τὠμῷ κάρᾳ."],["231","ἰδοῦ δʼ ὕφασμα τοῦτο, σῆς ἔργον χερός,"],["232","σπάθης τε πληγὰς ἠδὲ θήρειον γραφήν."],["233","ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ ʼκπλαγῇς φρένας·"],["234","τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς."],["235","ὦ φίλτατον μέλημα δώμασιν πατρός,"],["236","δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου,"],["237","ἀλκῇ πεποιθὼς δῶμʼ ἀνακτήσῃ πατρός."],["238","ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον"],["239","ἐμοί· προσαυδᾶν δʼ ἐστʼ ἀναγκαίως ἔχον"],["240","πατέρα τε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει"],["241","στέργηθρον· ἡ δὲ πανδίκως ἐχθαίρεται·"],["242","καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου·"],["243","πιστὸς δʼ ἀδελφὸς ἦσθʼ, ἐμοὶ σέβας φέρων"],["244","μόνος· Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳ"],["245","πάντων μεγίστῳ Ζηνὶ συγγένοιτό σοι."],["246","Ζεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων γενοῦ·"],["247","ἰδοῦ δὲ γένναν εὖνιν αἰετοῦ πατρός,"],["248","θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασιν"],["249","δεινῆς ἐχίδνης. τοὺς δʼ ἀπωρφανισμένους"],["250","νῆστις πιέζει λιμός· οὐ γὰρ ἐντελεῖς"],["251","θήραν πατρῴαν προσφέρειν σκηνήμασιν."],["252","οὕτω δὲ κἀμὲ τήνδε τʼ, Ἠλέκτραν λέγω,"],["253","ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον,"],["254","ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων."],["255","καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα"],["256","πατρὸς νεοσσοὺς τούσδʼ ἀποφθείρας πόθεν"],["257","ἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας;"],["258","οὔτʼ αἰετοῦ γένεθλʼ ἀποφθείρας, πάλιν"],["259","πέμπειν ἔχοις ἂν σήματʼ εὐπιθῆ βροτοῖς·"],["260","οὔτʼ ἀρχικός σοι πᾶς ὅδʼ αὐανθεὶς πυθμὴν"],["261","βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν."],["262","κόμιζʼ, ἀπὸ σμικροῦ δʼ ἂν ἄρειας μέγαν"],["263","δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι."],["264","ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός,"],["265","σιγᾶθʼ, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα,"],["266","γλώσσης χάριν δὲ πάντʼ ἀπαγγείλῃ τάδε"],["267","πρὸς τοὺς κρατοῦντας· οὓς ἴδοιμʼ ἐγώ ποτε"],["268","θανόντας ἐν κηκῖδι πισσήρει φλογός."],["269","οὔτοι προδώσει Λοξίου μεγασθενὴς"],["270","χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν,"],["271","κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρους"],["272","ἄτας ὑφʼ ἧπαρ θερμὸν ἐξαυδώμενος,"],["273","εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους·"],["274","τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων,"],["275","ἀποχρημάτοισι ζημίαις ταυρούμενον·"],["276","αὐτὸν δʼ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε"],["277","τείσειν μʼ ἔχοντα πολλὰ δυστερπῆ κακά."],["278","τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα"],["279","βροτοῖς πιφαύσκων εἶπε, τὰς δʼ αἰνῶν νόσους,"],["280","σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις"],["281","λειχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν·"],["282","λευκὰς δὲ κόρσας τῇδʼ ἐπαντέλλειν νόσῳ·"],["283","ἄλλας τʼ ἐφώνει προσβολάς Ἐρινύων"],["284","ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας·"],["285","τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος"],["286","ἐκ προστροπαίων ἐν γένει πεπτωκότων,"],["287","καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος"],["288","ὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντʼ ὀφρὺν"],["289","κινεῖ, ταράσσει, καὶ διώκεσθαι πόλεως"],["290","χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας."],["291","καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέρος"],["292","εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός,"],["293","βωμῶν τʼ ἀπείργειν οὐχ ὁρωμένην πατρὸς"],["294","μῆνιν· δέχεσθαι δʼ οὔτε συλλύειν τινά."],["295","πάντων δʼ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳ"],["296","κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ."],["297","τοιοῖσδε χρησμοῖς ἆρα χρὴ πεποιθέναι;"],["298","κεἰ μὴ πέποιθα, τοὔργον ἔστʼ ἐργαστέον."],["299","πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν ἵμεροι,"],["300","θεοῦ τʼ ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα,"],["301","καὶ πρὸς πιέζει χρημάτων ἀχηνία,"],["302","τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν,"],["303","Τροίας ἀναστατῆρας εὐδόξῳ φρενί,"],["304","δυοῖν γυναικοῖν ὧδʼ ὑπηκόους πέλειν."],["305","θήλεια γὰρ φρήν· εἰ δὲ μή, τάχʼ εἴσεται."],["306","ἀλλʼ ὦ μεγάλαι Μοῖραι, Διόθεν"],["307","τῇδε τελευτᾶν,"],["308","τὸ δίκαιον μεταβαίνει."],["309","ἀντὶ μὲν ἐχθρᾶς γλώσσης ἐχθρὰ"],["310","γλῶσσα τελείσθω· τοὐφειλόμενον"],["311","πράσσουσα Δίκη μέγʼ ἀυτεῖ·"],["312","ἀντὶ δὲ πληγῆς φονίας φονίαν"],["313","πληγὴν τινέτω. δράσαντι παθεῖν,"],["314","τριγέρων μῦθος τάδε φωνεῖ."],["315","ὦ πάτερ αἰνόπατερ, τί σοι"],["316","φάμενος ἢ τί ῥέξας"],["317","τύχοιμʼ ἂν ἕκαθεν οὐρίσας,"],["318","ἔνθα σʼ ἔχουσιν εὐναί,"],["319","σκότῳ φάος ἀντίμοι-"],["320","ρον; χάριτες δʼ ὁμοίως"],["321","κέκληνται γόος εὐκλεὴς"],["322","προσθοδόμοις Ἀτρείδαις."],["323","τέκνον, φρόνημα τοῦ"],["324","θανόντος οὐ δαμάζει"],["325","πυρὸς ἡ μαλερὰ γνάθος,"],["326","φαίνει δʼ ὕστερον ὀργάς·"],["327","ὀτοτύζεται δʼ ὁ θνῄσκων,"],["328","ἀναφαίνεται δʼ ὁ βλάπτων."],["329","πατέρων τε καὶ τεκόντων"],["330","γόος ἔνδικος ματεύει"],["331","τὸ πᾶν ἀμφιλαφής ταραχθείς."],["332","κλῦθὶ νυν, ὦ πάτερ, ἐν μέρει"],["333","πολυδάκρυτα πένθη."],["334","δίπαις τοί σʼ ἐπιτύμβιος"],["335","θρῆνος ἀναστενάζει."],["336","τάφος δʼ ἱκέτας δέδεκται"],["337","φυγάδας θʼ ὁμοίως."],["338","τί τῶνδʼ εὖ, τί δʼ ἄτερ κακῶν;"],["339","οὐκ ἀτρίακτος ἄτα;"],["340","ἀλλʼ ἔτʼ ἂν ἐκ τῶνδε θεὸς χρῄζων"],["341","θείη κελάδους εὐφθογγοτέρους·"],["342","ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων"],["343","παιὰν μελάθροις ἐν βασιλείοις"],["344","νεοκρᾶτα φίλον κομίσειεν."],["345","εἰ γὰρ ὑπʼ Ἰλίῳ"],["346","πρός τινος Λυκίων, πάτερ,"],["347","δορίτμητος κατηναρίσθης·"],["348","λιπὼν ἂν εὔκλειαν ἐν δόμοισι"],["349","τέκνων τʼ ἐν κελεύθοις"],["350","ἐπιστρεπτὸν αἰῶ"],["351","κτίσας πολύχωστον ἂν εἶχες"],["352","τάφον διαποντίου γᾶς"],["353","δώμασιν εὐφόρητον,"],["354","φίλος φίλοισι τοῖς"],["355","ἐκεῖ καλῶς θανοῦσιν"],["356","κατὰ χθονὸς ἐμπρέπων"],["357","σεμνότιμος ἀνάκτωρ,"],["358","πρόπολός τε τῶν μεγίστων"],["359","χθονίων ἐκεῖ τυράννων·"],["360","βασιλεὺς γὰρ ἦσθʼ, ὄφρʼ ἔζης,"],["361","μόριμον λάχος πιπλάντων"],["362","χεροῖν πεισίβροτόν τε βάκτρον."],["363","μηδʼ ὑπὸ Τρωίας"],["364","τείχεσι φθίμενος, πάτερ,"],["365","μετʼ ἄλλῳ δουρικμῆτι λαῷ"],["366","παρὰ Σκαμάνδρου πόρον τεθάφθαι."],["367","πάρος δʼ οἱ κτανόντες"],["368","νιν οὕτως δαμῆναι"],["369","φίλοις, θανατηφόρον αἶσαν"],["370","πρόσω τινὰ πυνθάνεσθαι"],["371","τῶνδε πόνων ἄπειρον."],["372","ταῦτα μέν, ὦ παῖ, κρείσσονα χρυσοῦ,"],["373","μεγάλης δὲ τύχης καὶ ὑπερβορέου"],["374","μείζονα φωνεῖς· δύνασαι γάρ."],["375","ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνης"],["376","δοῦπος ἱκνεῖται· τῶν μὲν ἀρωγοὶ"],["377","κατὰ γῆς ἤδη, τῶν δὲ κρατούντων"],["378","χέρες οὐχ ὅσιαι στυγερῶν τούτων·"],["379","παισὶ δὲ μᾶλλον γεγένηται."],["380","τοῦτο διαμπερὲς οὖς"],["381","ἵκεθʼ ἅπερ τι βέλος."],["382","Ζεῦ Ζεῦ, κάτωθεν ἀμπέμπων"],["383","ὑστερόποινον ἄταν"],["384","βροτῶν τλάμονι καὶ πανούργῳ"],["385","χειρὶ— τοκεῦσι δʼ ὅμως τελεῖται."],["386","ἐφυμνῆσαι γένοιτό μοι πυκά-"],["387","εντʼ ὀλολυγμὸν ἀνδρὸς"],["388","θεινομένου, γυναικός τʼ"],["389","ὀλλυμένας· τί γὰρ κεύθω φρενὸς οἷον ἔμπας"],["390","ποτᾶται; πάροιθεν δὲ πρῴρας"],["391","δριμὺς ἄηται κραδίας"],["392","θυμὸς ἔγκοτον στύγος."],["394","καί πότʼ ἂν ἀμφιθαλὴς"],["395","Ζεὺς ἐπὶ χεῖρα βάλοι,"],["396","φεῦ φεῦ, κάρανα δαΐξας;"],["397","πιστὰ γένοιτο χώρᾳ."],["398","δίκαν δʼ ἐξ ἀδίκων ἀπαιτῶ."],["399","κλῦτε δὲ Γᾶ χθονίων τε τιμαί."],["400","ἀλλὰ νόμος μὲν φονίας σταγόνας"],["401","χυμένας ἐς πέδον ἄλλο προσαιτεῖν"],["402","αἷμα. βοᾷ γὰρ λοιγὸς Ἐρινὺν"],["403","παρὰ τῶν πρότερον φθιμένων ἄτην"],["404","ἑτέραν ἐπάγουσαν ἐπʼ ἄτῃ."],["405","πόποι δὴ νερτέρων τυραννίδες,"],["406","ἴδετε πολυκρατεῖς Ἀραὶ φθινομένων,"],["407","ἴδεσθʼ Ἀτρειδᾶν τὰ λοίπʼ ἀμηχάνως"],["408","ἔχοντα καὶ δωμάτων"],["409","ἄτιμα. πᾷ τις τράποιτʼ ἄν, ὦ Ζεῦ;"],["410","πέπαλται δαὖτὲ μοι φίλον κέαρ"],["411","τόνδε κλύουσαν οἶκτον"],["412","καὶ τότε μὲν δύσελπις,"],["413","σπλάγχνα δέ μοι κελαινοῦ-"],["414","ται πρὸς ἔπος κλυούσᾳ."],["415","ὅταν δʼ αὖτʼ ἐπʼ ἀλκῆς ἐπάρῃ μʼ"],["416","ἐλπὶς, ἀπέστασεν ἄχος"],["417","προσφανεῖσά μοι καλῶς."],["418","τί δʼ ἂν φάντες τύχοιμεν ἢ τά περ"],["419","πάθομεν ἄχεα πρός γε τῶν τεκομένων;"],["420","πάρεστι σαίνειν, τὰ δʼ οὔτι θέλγεται."],["421","λύκος γὰρ ὥστʼ ὠμόφρων"],["422","ἄσαντος ἐκ ματρός ἐστι θυμός."],["423","ἔκοψα κομμὸν Ἄριον ἔν τε Κισσίας"],["424","νόμοις ἰηλεμιστρίας,"],["425","ἀπριγδόπληκτα πολυπλάνητα δʼ ἦν ἰδεῖν"],["426","ἐπασσυτεροτριβῆ τὰ χερὸς ὀρέγματα"],["427","ἄνωθεν ἀνέκαθεν, κτύπῳ δʼ ἐπερρόθει"],["428","κροτητὸν ἀμὸν καὶ πανάθλιον κάρα."],["429","ἰὼ ἰὼ δαΐα"],["430","πάντολμε μᾶτερ, δαΐαις ἐν ἐκφοραῖς"],["431","ἄνευ πολιτᾶν ἄνακτʼ,"],["432","ἄνευ δὲ πενθημάτων"],["433","ἔτλας ἀνοίμωκτον ἄνδρα θάψαι."],["434","τὸ πᾶν ἀτίμως ἔλεξας, οἴμοι."],["435","πατρὸς δʼ ἀτίμωσιν ἆρα τείσει"],["436","ἕκατι μὲν δαιμόνων,"],["437","ἕκατι δʼ ἀμᾶν χερῶν;"],["438","ἔπειτʼ ἐγὼ νοσφίσας ὀλοίμαν."],["439","ἐμασχαλίσθη δέ γʼ, ὡς τόδʼ εἰδῇς·"],["440","ἔπρασσε δʼ, ᾇπέρ νιν ὧδε θάπτει,"],["441","μόρον κτίσαι μωμένα"],["442","ἄφερτον αἰῶνι σῷ."],["443","κλύεις πατρῴους δύας ἀτίμους."],["445","λέγεις πατρῷον μόρον· ἐγὼ δʼ ἀπεστάτουν"],["446","ἄτιμος, οὐδὲν ἀξία·"],["447","μυχῷ δʼ ἄφερκτος πολυσινοῦς κυνὸς δίκαν"],["448","ἑτοιμότερα γέλωτος ἀνέφερον λίβη,"],["449","χέουσα πολύδακρυν γόον κεκρυμμένα."],["450","τοιαῦτʼ ἀκούων ἐν φρεσὶν γράφου˘¯."],["451","διʼ ὤτων δὲ συν-"],["452","τέτραινε μῦθον ἡσύχῳ φρενῶν βάσει."],["453","τὰ μὲν γὰρ οὕτως ἔχει,"],["454","τὰ δʼ αὐτὸς ὄργα μαθεῖν."],["455","πρέπει δʼ ἀκάμπτῳ μένει καθήκειν."],["456","σὲ τοι λέγω, ξυγγενοῦ, πάτερ, φίλοις."],["457","ἐγὼ δʼ ἐπιφθέγγομαι κεκλαυμένα."],["458","στάσις δὲ πάγκοινος ἅδʼ ἐπιρροθεῖ·"],["459","ἄκουσον ἐς φάος μολών,"],["460","ξὺν δὲ γενοῦ πρὸς ἐχθρούς."],["461","Ἄρης Ἄρει ξυμβαλεῖ, Δίκᾳ Δίκα."],["462","ἰὼ θεοί, κραίνετʼ ἐνδίκως δίκας."],["463","τρόμος μʼ ὑφέρπει κλύουσαν εὐγμάτων."],["464","τὸ μόρσιμον μένει πάλαι,"],["465","εὐχομένοις δʼ ἂν ἔλθοι."],["466","ὦ πόνος ἐγγενὴς"],["467","καὶ παράμουσος Ἄτας"],["468","αἱματόεσσα πλαγά."],["469","ἰὼ δύστονʼ ἄφερτα κήδη·"],["470","ἰὼ δυσκατάπαυστον ἄλγος."],["471","δώμασιν ἔμμοτον"],["472","τῶνδʼ ἄκος, οὐδʼ ἀπʼ ἄλλων"],["473","ἔκτοθεν, ἀλλʼ ἀπʼ αὐτῶν,"],["474","διʼ ὠμὰν ἔριν αἱματηράν."],["475","θεῶν τῶν κατὰ γᾶς ὅδʼ ὕμνος."],["476","ἀλλὰ κλύοντες, μάκαρες χθόνιοι,"],["477","τῆσδε κατευχῆς πέμπετʼ ἀρωγὴν"],["478","παισὶν προφρόνως ἐπὶ νίκῃ."],["479","πάτερ, τρόποισιν οὐ τυραννικοῖς θανών,"],["480","αἰτουμένῳ μοι δὸς κράτος τῶν σῶν δόμων."],["481","κἀγώ, πάτερ, τοιάνδε σου χρείαν ἔχω,"],["482","φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ φθόρον."],["483","οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν"],["484","κτιζοίατʼ· εἰ δὲ μή, παρʼ εὐδείπνοις ἔσῃ"],["485","ἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός."],["486","κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας"],["487","οἴσω πατρῴων ἐκ δόμων γαμηλίους·"],["488","πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον."],["489","ὦ Γαῖʼ, ἄνες μοι πατέρʼ ἐποπτεῦσαι μάχην."],["490","ὦ Περσέφασσα, δὸς δʼ ἔτʼ εὔμορφον κράτος."],["491","μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ."],["492","μέμνησο δʼ ἀμφίβληστρον ὡς ἐκαίνισαν."],["493","πέδαις δʼ ἀχαλκεύτοις ἐθηρεύθης, πάτερ."],["494","αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν."],["495","ἆρʼ ἐξεγείρῃ τοῖσδʼ ὀνείδεσιν, πάτερ;"],["496","ἆρʼ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα;"],["497","ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις,"],["498","ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν,"],["499","εἴπερ κρατηθείς γʼ ἀντινικῆσαι θέλεις."],["500","καὶ τῆσδʼ ἄκουσον λοισθίου βοῆς, πάτερ,"],["501","ἰδὼν νεοσσοὺς τούσδʼ ἐφημένους τάφῳ·"],["502","οἴκτιρε θῆλυν ἄρσενός θʼ ὁμοῦ γόνον,"],["503","καὶ μὴ ʼξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε"],["504","οὕτω γὰρ οὐ τέθνηκας οὐδὲ περ θανών·"],["505","παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι"],["506","θανόντι· φελλοὶ δʼ ὣς ἄγουσι δίκτυον,"],["507","τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου."],["508","ἄκουʼ, ὑπὲρ σοῦ τοιάδʼ ἔστʼ ὀδύρματα."],["509","αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον."],["510","καὶ μὴν ἀμεμφῆ τόνδʼ ἐτείνατον λόγον,"],["511","τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης."],["512","τὰ δʼ ἄλλʼ, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί,"],["513","ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος."],["514","ἔσται· πυθέσθαι δʼ οὐδέν ἐστʼ ἔξω δρόμου,"],["515","πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου"],["516","μεθύστερον τιμῶσʼ ἀνήκεστον πάθος;"],["517","θανόντι δʼ οὐ φρονοῦντι δειλαία χάρις"],["518","ἐπέμπετʼ· οὐκ ἔχοιμʼ ἂν εἰκάσαι τόδε."],["519","τὰ δῶρα μείω δʼ ἐστὶ τῆς ἁμαρτίας."],["520","τὰ πάντα γάρ τις ἐκχέας ἀνθʼ αἵματος"],["521","ἑνός, μάτην ὁ μόχθος· ὧδʼ ἔχει λόγος."],["522","θέλοντι δʼ, εἴπερ οἶσθʼ, ἐμοὶ φράσον τάδε."],["523","οἶδʼ, ὦ τέκνον, παρῆ γάρ· ἔκ τʼ ὀνειράτων"],["524","καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη"],["525","χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή."],["526","ἦ καὶ πέπυσθε τοὔναρ, ὥστʼ ὀρθῶς φράσαι;"],["527","τεκεῖν δράκοντʼ ἔδοξεν, ὡς αὐτὴ λέγει."],["528","καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;"],["529","ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην."],["530","τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος;"],["531","αὐτὴ προσέσχε μαζὸν ἐν τὠνείρατι."],["532","καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους;"],["533","ὥστʼ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι."],["534","οὔτοι μάταιον· ἀνδρὸς ὄψανον πέλει."],["535","ἡ δʼ ἐξ ὕπνου κέκλαγγεν ἐπτοημένη."],["536","πολλοὶ δʼ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ,"],["537","λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν·"],["538","πέμπει τʼ ἔπειτα τάσδε κηδείους χοάς,"],["539","ἄκος τομαῖον ἐλπίσασα πημάτων."],["540","ἀλλʼ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ"],["541","τοὔνειρον εἶναι τοῦτʼ ἐμοὶ τελεσφόρον."],["542","κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν."],["543","εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ"],["544","οὕφις ἐμοῖσι σπαργάνοις ὡπλίζετο,"],["545","καὶ μαστὸν ἀμφέχασκʼ ἐμὸν θρεπτήριον,"],["546","θρόμβῳ δʼ ἔμειξεν αἵματος φίλον γάλα,"],["547","ἡ δʼ ἀμφὶ τάρβει τῷδʼ ἐπῴμωξεν πάθει,"],["548","δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας,"],["549","θανεῖν βιαίως· ἐκδρακοντωθεὶς δʼ ἐγὼ"],["550","κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε."],["551","τερασκόπον δὴ τῶνδέ σʼ αἱροῦμαι πέρι."],["552","γένοιτο δʼ οὕτως. τἄλλα δʼ ἐξηγοῦ φίλοις,"],["553","τοὺς μέν τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων."],["554","ἁπλοῦς ὁ μῦθος· τήνδε μὲν στείχειν ἔσω,"],["555","αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς,"],["556","ὡς ἂν δόλῳ κτείναντες ἄνδρα τίμιον"],["557","δόλοισι καὶ ληφθῶσιν ἐν ταὐτῷ βρόχῳ"],["558","θανόντες, καὶ Λοξίας ἐφήμισεν,"],["559","ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν."],["560","ξένῳ γὰρ εἰκώς, παντελῆ σαγὴν ἔχων,"],["561","ἥξω σὺν ἀνδρὶ τῷδʼ ἐφʼ ἑρκείους πύλας"],["562","Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων."],["563","ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησσίδα,"],["564","γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω."],["565","καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ"],["566","δέξαιτʼ, ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς·"],["567","μενοῦμεν οὕτως ὥστʼ ἐπεικάζειν τινὰ"],["568","δόμους παραστείχοντα καὶ τάδʼ ἐννέπειν·"],["569","τί δὴ πύλαισι τὸν ἱκέτην ἀπείργεται"],["570","Αἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών;"],["571","εἰ δʼ οὖν ἀμείψω βαλὸν ἑρκείων πυλῶν"],["572","κἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρός,"],["573","ἢ καὶ μολὼν ἔπειτά μοι κατὰ στόμα"],["574","ἀρεῖ, σάφʼ ἴσθι, καὶ κατʼ ὀφθαλμοὺς βαλεῖ,"],["575","πρὶν αὐτὸν εἰπεῖν ποδαπὸς ὁ ξένος; νεκρὸν"],["576","θήσω, ποδώκει περιβαλὼν χαλκεύματι."],["577","φόνου δʼ Ἐρινὺς οὐχ ὑπεσπανισμένη"],["578","ἄκρατον αἷμα πίεται τρίτην πόσιν."],["579","νῦν οὖν σὺ μὲν φύλασσε τἀν οἴκῳ καλῶς,"],["580","ὅπως ἂν ἀρτίκολλα συμβαίνῃ τάδε·"],["581","ὑμῖν δʼ ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν,"],["582","σιγᾶν θʼ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια."],["583","τὰ δʼ ἄλλα τούτῳ δεῦρʼ ἐποπτεῦσαι λέγω,"],["584","ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι."],["585","πολλὰ μὲν γᾶ τρέφει"],["586","δεινὰ καὶ δειμάτων ἄχη,"],["587","πόντιαί τʼ ἀγκάλαι κνωδάλων"],["588","ἀνταίων βρύουσι·"],["589","πλάθουσι βλαστοῦσι καὶ πεδαίχμιοι"],["590","λαμπάδες πεδάοροι,"],["591","πτανά τε καὶ πεδοβά-"],["592","μονα κἀνεμοέντʼ ἂν"],["593","αἰγίδων φράσαι κότον."],["594","ἀλλʼ ὑπέρτολμον ἀν-"],["595","δρὸς φρόνημα τίς λέγοι"],["596","καὶ γυναικῶν φρεσὶν τλαμόνων καὶ"],["597","παντόλμους ἔρωτας"],["598","ἄταισι συννόμους βροτῶν;"],["599","ξυζύγους δʼ ὁμαυλίας"],["599b","θηλυκρατὴς ἀπέρω-"],["600","τος ἔρως παρανικᾷ"],["601","κνωδάλων τε καὶ βροτῶν."],["602","ἴστω δʼ, ὅστις οὐχ ὑπόπτερος"],["603","φροντίσιν, δαεὶς"],["604","τὰν ἁ παιδολυ-"],["605","μὰς τάλαινα Θεστιὰς μήσατο"],["606","πυρδαῆτιν πρόνοιαν,"],["607","καταίθουσα παιδὸς δαφοινὸν"],["608","δαλὸν ἥλικʼ, ἐπεὶ μολὼν"],["609","ματρόθεν κελάδησε,"],["610","ξύμμετρόν τε διαὶ βίου"],["611","μοιρόκραντον ἐς ἆμαρ."],["612","ἄλλαν δεῖ τινʼ ἐν λόγοις στυγεῖν"],["613","φοινίαν κόραν,"],["615","ἅτʼ ἐχθρῶν ὑπαὶ"],["616","φῶτʼ ἀπώλεσεν φίλον Κρητικοῖς"],["617","χρυσοκμήτοισιν ὅρμοις"],["618","πιθήσασα δώροισι Μίνω,"],["619","Νῖσον ἀθανάτας τριχὸς"],["620","νοσφίσασʼ ἀπροβούλως"],["621","πνέονθʼ ἁ κυνόφρων ὕπνῳ."],["622","κιγχάνει δέ μιν Ἑρμῆς."],["623","ἐπεὶ δʼ ἐπεμνασάμαν ἀμειλίχων"],["624","πόνων, ὁ καιρὸς δὲ δυσφιλὲς γαμή-"],["625","λευμʼ ἀπεύχετον δόμοις"],["626","γυναικοβούλους τε μήτιδας φρενῶν"],["627","ἐπʼ ἀνδρὶ τευχεσφόρῳ,"],["628","ἐπʼ ἀνδρὶ δᾴοις ἐπεικότως σέβαι."],["629","τίω δʼ ἀθέρμαντον ἑστίαν δόμων"],["630","γυναικείαν τʼ ἄτολμον αἰχμάν."],["631","κακῶν δὲ πρεσβεύεται τὸ Λήμνιον"],["632","λόγῳ· γοᾶται δὲ δὴ πάθος κατά-"],["633","πτυστον· ᾔκασεν δέ τις"],["634","τὸ δεινὸν αὖ Λημνίοισι πήμασιν."],["635","θεοστυγήτῳ δʼ ἄχει"],["636","βροτῶν ἀτιμωθὲν οἴχεται γένος."],["637","σέβει γὰρ οὔτις τὸ δυσφιλὲς θεοῖς."],["638","τί τῶνδʼ οὐκ ἐνδίκως ἀγείρω;"],["639","τὸ δʼ ἄγχι πλευμόνων ξίφος"],["640","διανταίαν ὀξυπευκὲς οὐτᾷ"],["641","διαὶ Δίκας. τὸ μὴ θέμις γὰρ οὖν"],["642","λὰξ πέδοι πατούμενον, τὸ πᾶν Διὸς"],["645","σέβας παρεκβάντος οὐ θεμιστῶς."],["646","Δίκας δʼ ἐρείδεται πυθμήν·"],["647","προχαλκεύει δʼ Αἶσα φασγανουργός·"],["648","τέκνον δʼ ἐπεισφέρει δόμοισιν"],["650","αἱμάτων παλαιτέρων τίνειν μύσος"],["651","χρόνῳ κλυτὰ βυσσόφρων Ἐρινύς."],["653","παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον."],["654","τίς ἔνδον, ὦ παῖ, παῖ, μάλʼ αὖθις, ἐν δόμοις;"],["655","τρίτον τόδʼ ἐκπέραμα δωμάτων καλῶ,"],["656","εἴπερ φιλόξενʼ ἐστὶν Αἰγίσθου διαί."],["657","εἶεν, ἀκούω· ποδαπὸς ὁ ξένος; πόθεν;"],["658","ἄγγελλε τοῖσι κυρίοισι δωμάτων,"],["659","πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους."],["660","τάχυνε δʼ, ὡς καὶ νυκτὸς ἅρμʼ ἐπείγεται"],["661","σκοτεινόν, ὥρα δʼ ἐμπόρους καθιέναι"],["662","ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων."],["663","ἐξελθέτω τις δωμάτων τελεσφόρος"],["664","γυνὴ τόπαρχος, ἄνδρα δʼ εὐπρεπέστερον·"],["665","αἰδὼς γὰρ ἐν λεχθεῖσιν οὐκ ἐπαργέμους"],["666","λόγους τίθησιν· εἶπε θαρσήσας ἀνὴρ"],["667","πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ."],["668","ξένοι, λέγοιτʼ ἂν εἴ τι δεῖ· πάρεστι γὰρ"],["669","ὁποῖά περ δόμοισι τοῖσδʼ ἐπεικότα,"],["670","καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτηρία"],["671","στρωμνή, δικαίων τʼ ὀμμάτων παρουσία."],["672","εἰ δʼ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον,"],["673","ἀνδρῶν τόδʼ ἐστὶν ἔργον, οἷς κοινώσομεν"],["674","ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων·"],["675","στείχοντα δʼ αὐτόφορτον οἰκείᾳ σαγῇ"],["676","εἰς Ἄργος, ὥσπερ δεῦρʼ ἀπεζύγην πόδα,"],["677","ἀγνὼς πρὸς ἀγνῶτʼ εἶπε συμβαλὼν ἀνήρ,"],["678","ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν,"],["679","Στροφίος ὁ Φωκεύς· πεύθομαι γὰρ ἐν λόγῳ"],["680","ἐπείπερ ἄλλως, ὦ ξένʼ, εἰς Ἄργος κίεις,"],["681","πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος"],["682","τεθνεῶτʼ Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ."],["683","εἴτʼ οὖν κομίζειν δόξα νικήσει φίλων,"],["684","εἴτʼ οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον,"],["685","θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν."],["686","νῦν γὰρ λέβητος χαλκέου πλευρώματα"],["687","σποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου."],["688","τοσαῦτʼ ἀκούσας εἶπον. εἰ δὲ τυγχάνω"],["689","τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων"],["690","οὐκ οἶδα, τὸν τεκόντα δʼ εἰκὸς εἰδέναι."],["691","οἲ ʼγώ, κατʼ ἄκρας εἶπας ὡς πορθούμεθα."],["692","ὦ δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά,"],["693","ὡς πόλλʼ ἐπωπᾷς, κἀκποδὼν εὖ κείμενα"],["694","τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη,"],["695","φίλων ἀποψιλοῖς με τὴν παναθλίαν."],["696","καὶ νῦν Ὀρέστης— ἦν γὰρ εὐβούλως ἔχων,"],["697","ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα,—"],["698","νῦν δʼ ἥπερ ἐν δόμοισι βακχείας καλῆς"],["699","ἰατρὸς ἐλπὶς ἦν, προδοῦσαν ἔγγραφε."],["700","ἐγὼ μὲν οὖν ξένοισιν ὧδʼ εὐδαίμοσιν"],["701","κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον"],["702","γνωστὸς γενέσθαι καὶ ξενωθῆναι· τί γὰρ"],["703","ξένου ξένοισίν ἐστιν εὐμενέστερον;"],["704","πρὸς δυσσεβείας δʼ ἦν ἐμοὶ τόδʼ ἐν φρεσίν,"],["705","τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις,"],["706","καταινέσαντα καὶ κατεξενωμένον."],["707","οὔτοι κυρήσεις μεῖον ἀξίως σέθεν,"],["708","οὐδʼ ἧσσον ἂν γένοιο δώμασιν φίλος."],["709","ἄλλος δʼ ὁμοίως ἦλθεν ἂν τάδʼ ἀγγελῶν."],["710","ἀλλʼ ἔσθʼ ὁ καιρὸς ἡμερεύοντας ξένους"],["711","μακρᾶς κελεύθου τυγχάνειν τὰ πρόσφορα."],["712","ἄγʼ αὐτὸν εἰς ἀνδρῶνας εὐξένους δόμων,"],["713","ὀπισθόπους τε τούσδε καὶ ξυνέμπορον·"],["714","κἀκεῖ κυρούντων δώμασιν τὰ πρόσφορα."],["715","αἰνῶ δὲ πράσσειν ὡς ὑπευθύνῳ τάδε."],["716","ἡμεῖς δὲ ταῦτα τοῖς κρατοῦσι δωμάτων"],["717","κοινώσομέν τε κοὐ σπανίζοντες φίλων"],["718","βουλευσόμεσθα τῆσδε συμφορᾶς πέρι."],["719","εἶεν, φίλιαι δμωίδες οἴκων,"],["720","πότε δὴ στομάτων"],["721","δείξομεν ἰσχὺν ἐπʼ Ὀρέστῃ;"],["722","ὦ πότνια χθὼν καὶ πότνιʼ ἀκτὴ"],["723","χώματος, ἣ νῦν ἐπὶ ναυάρχῳ"],["724","σώματι κεῖσαι τῷ βασιλείῳ,"],["725","νῦν ἐπάκουσον, νῦν ἐπάρηξον·"],["726","νῦν γὰρ ἀκμάζει Πειθὼ δολίαν"],["727","ξυγκαταβῆναι, χθόνιον δʼ Ἑρμῆν"],["728","καὶ τὸν νύχιον τοῖσδʼ ἐφοδεῦσαι"],["729","ξιφοδηλήτοισιν ἀγῶσιν."],["730","ἔοικεν ἁνὴρ ὁ ξένος τεύχειν κακόν·"],["731","τροφὸν δʼ Ὀρέστου τήνδʼ ὁρῶ κεκλαυμένην."],["732","ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας;"],["733","λύπη δʼ ἄμισθός ἐστί σοι ξυνέμπορος;"],["734","Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις καλεῖν"],["735","ὅπως τάχιστʼ ἄνωγεν, ὡς σαφέστερον"],["736","ἀνὴρ ἀπʼ ἀνδρὸς τὴν νεάγγελτον φάτιν"],["737","ἐλθὼν πύθηται τήνδε, πρὸς μὲν οἰκέτας"],["738","θετοσκυθρωπῶν ἐντὸς ὀμμάτων γέλων"],["739","κεύθουσʼ ἐπʼ ἔργοις διαπεπραγμένοις καλῶς"],["740","κείνῃ, δόμοις δὲ τοῖσδε παγκάκως ἔχειν,"],["741","φήμης ὕφʼ ἧς ἤγγειλαν οἱ ξένοι τορῶς."],["742","ἦ δὴ κλύων ἐκεῖνος εὐφρανεῖ νόον,"],["743","εὖτʼ ἂν πύθηται μῦθον. ὦ τάλαινʼ ἐγώ·"],["744","ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα"],["745","ἄλγη δύσοιστα τοῖσδʼ ἐν Ἀτρέως δόμοις"],["746","τυχόντʼ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα."],["747","ἀλλʼ οὔτι πω τοιόνδε πῆμʼ ἀνεσχόμην·"],["748","τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά·"],["749","φίλον δʼ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν,"],["750","ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη,—"],["751","κἀκʼ νυκτιπλάγκτων ὀρθίων κελευμάτων"],["752","καὶ πολλὰ καὶ μοχθήρʼ ἀνωφέλητʼ ἐμοὶ"],["753","τλάσῃ·— τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν"],["754","τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός·"],["755","οὐ γάρ τι φωνεῖ παῖς ἔτʼ ὢν ἐν σπαργάνοις,"],["756","εἰ λιμός, ἢ δίψη τις, ἢ λιψουρία"],["757","ἔχει· νέα δὲ νηδὺς αὐτάρκης τέκνων."],["758","τούτων πρόμαντις οὖσα, πολλὰ δʼ, οἴομαι,"],["759","ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια,"],["760","γναφεὺς τροφεύς τε ταὐτὸν εἰχέτην τέλος."],["761","ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας"],["762","ἔχουσʼ Ὀρέστην ἐξεδεξάμην πατρί·"],["763","τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι."],["764","στείχω δʼ ἐπʼ ἄνδρα τῶνδε λυμαντήριον"],["765","οἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον."],["766","πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον;"],["767","ἦ πῶς; λέγʼ αὖθις, ὡς μάθω σαφέστερον."],["768","εἰ ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ."],["769","ἄγειν κελεύει δορυφόρους ὀπάονας."],["770","μή νυν σὺ ταῦτʼ ἄγγελλε δεσπότου στύγει·"],["771","ἀλλʼ αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντως κλύῃ,"],["772","ἄνωχθʼ ὅσον τάχιστα γηθούσῃ φρενί."],["773","ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται λόγος."],["774","ἀλλʼ ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις;"],["775","ἀλλʼ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ."],["776","καὶ πῶς; Ὀρέστης ἐλπὶς οἴχεται δόμων."],["777","οὔπω· κακός γε μάντις ἂν γνοίη τάδε."],["778","τί φής; ἔχεις τι τῶν λελεγμένων δίχα;"],["779","ἄγγελλʼ ἰοῦσα, πρᾶσσε τἀπεσταλμένα."],["780","μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ πέρι."],["781","ἀλλʼ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις."],["782","γένοιτο δʼ ὡς ἄριστα σὺν θεῶν δόσει."],["783","νῦν παραιτουμένᾳ μοι, πάτερ"],["784","Ζεῦ θεῶν Ὀλυμπίων,"],["785","δὸς τύχας τυχεῖν δόμου κυρίως"],["786","τὰ σώφρονʼ εὖ μαιομένοις ἰδεῖν."],["787","διὰ δίκας πᾶν ἔπος"],["788","ἔλακον· ὦ Ζεῦ, σύ νιν φυλάσσοις."],["789","ἓ ἕ, πρὸ δὲ δὴ ʼχθρῶν"],["790","τὸν ἔσωθεν μελάθρων, Ζεῦ,"],["791","θές, ἐπεί νιν μέγαν ἄρας,"],["792","δίδυμα καὶ τριπλᾶ"],["793","παλίμποινα θέλων ἀμείψει."],["794","ἴσθι δʼ ἀνδρὸς φίλου πῶλον εὖ-"],["795","νιν ζυγέντʼ ἐν ἅρμασιν"],["796","πημάτων. σὺ δʼ ἐν δρόμῳ προστιθεὶς"],["797","μέτρον κτίσον σῳζόμενον ῥυθμὸν"],["798","τοῦτʼ ἰδεῖν διὰ πέδον"],["799","ἀνομένων βημάτων ὄρεγμα;"],["800","οἵ τʼ ἔσω δωμάτων"],["801","πλουτογαθῆ μυχὸν νομίζετε,"],["802","κλῦτε, σύμφρονες θεοί·"],["803","ἄγετε τῶν πάλαι πεπραγμένων"],["804","λύσασθʼ αἷμα προσφάτοις δίκαις."],["805","γέρων φόνος μηκέτʼ ἐν δόμοις τέκοι."],["806","τὸ δὲ καλῶς κτίμενον ὦ μέγα ναίων"],["807","στόμιον, εὖ δὸς ἀνιδεῖν δόμον ἀνδρός,"],["808","καί νιν ἐλευθερίας φῶς"],["809","λαμπρὸν ἰδεῖν φιλίοις"],["810","ὄμμασιν ἐκ δνοφερᾶς καλύπτρας."],["811","ξυλλάβοι δʼ ἐνδίκως"],["812","παῖς ὁ Μαίας, ἐπεὶ φορώτατος"],["813","πρᾶξιν οὐρίαν θέλων·"],["815","πολλὰ δʼ ἄλλα φανεῖ χρηίζων κρυπτά."],["816","ἄσκοπον δʼ ἔπος λέγων"],["817","νύκτα πρό τʼ ὀμμάτων σκότον φέρει,"],["818","καθʼ ἡμέραν δʼ οὐδὲν ἐμφανέστερος."],["819","καὶ τότʼ ἤδη κλυτὸν"],["820","δωμάτων λυτήριον,"],["821","θῆλυν οὐριοστάταν οὐδʼ"],["822","ὀξύκρεκτον γοα-"],["823","τᾶν νόμον θήσομεν· πλεῖ τάδʼ εὖ·"],["825","ἐμὸν ἐμὸν κέρδος αὔξεται τόδʼ· ἄ-"],["826","τα δʼ ἀποστατεῖ φίλων."],["827","σὺ δὲ θαρσῶν, ὅταν ἥκῃ μέρος ἔργων,"],["828","ἐπαΰσας πατρὸς αὐδὰν"],["829","θροούσᾳ πρὸς σὲ τέκνον πατρὸς αὐδὰν"],["830","καὶ πέραινʼ ἀνεπίμομφον ἄταν."],["831","Περσέως τʼ ἐν φρεσὶν"],["832","καρδίαν ἀνασχεθών,"],["833","τοῖς θʼ ὑπὸ χθονὸς φίλοισιν,"],["834","τοῖς τʼ ἄνωθεν πρόπρασ-"],["835","σε χάριν ὀργᾶς λυγρᾶς, ἔνδοθεν"],["836","φόνιον ἄταν τιθείς, τὸν αἴτιον δʼ"],["837","ἐξαπολλύων μόρου."],["838","ἥκω μὲν οὐκ ἄκλητος, ἀλλʼ ὑπάγγελος·"],["839","νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς"],["840","ξένους μολόντας οὐδαμῶς ἐφίμερον,"],["841","μόρον δʼ Ὀρέστου. καὶ τόδʼ ἀμφέρειν δόμοις"],["842","γένοιτʼ ἂν ἄχθος δειματοσταγὲς φόνῳ"],["843","τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις."],["844","πῶς ταῦτʼ ἀληθῆ καὶ βλέποντα δοξάσω;"],["845","ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοι"],["846","πεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην;"],["847","τί τῶνδʼ ἂν εἴποις ὥστε δηλῶσαι φρενί;"],["848","ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων"],["849","ἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένος"],["850","ὡς αὐτὸν αὐτῶν ἄνδρα πεύθεσθαι πάρα."],["851","ἰδεῖν ἐλέγξαι τʼ αὖ θέλω τὸν ἄγγελον,"],["852","εἴτʼ αὐτὸς ἦν θνῄσκοντος ἐγγύθεν παρών,"],["853","εἴτʼ ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών."],["854","οὔτοι φρένʼ ἂν κλέψειεν ὠμματωμένην."],["855","Ζεῦ Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαι"],["856","τάδʼ ἐπευχομένη κἀπιθεάζουσʼ,"],["857","ὑπὸ δʼ εὐνοίας"],["858","πῶς ἴσον εἰποῦσʼ ἀνύσωμαι;"],["859","νῦν γὰρ μέλλουσι μιανθεῖσαι"],["860","πειραὶ κοπάνων ἀνδροδαΐκτων"],["861","ἢ πάνυ θήσειν Ἀγαμεμνονίων"],["862","οἴκων ὄλεθρον διὰ παντός,"],["863","ἢ πῦρ καὶ φῶς ἐπʼ ἐλευθερίᾳ"],["864","δαίων ἀρχάς τε πολισσονόμους"],["865","πατέρων θʼ ἕξει μέγαν ὄλβον."],["866","τοιάνδε πάλην μόνος ὢν ἔφεδρος"],["867","δισσοῖς μέλλει θεῖος Ὀρέστης"],["868","ἅψειν. εἴη δʼ ἐπὶ νίκῃ."],["869","ἒ ἔ, ὀτοτοτοῖ."],["870","ἔα ἔα μάλα·"],["871","πῶς ἔχει; πῶς κέκρανται δόμοις;"],["872","ἀποσταθῶμεν πράγματος τελουμένου,"],["873","ὅπως δοκῶμεν τῶνδʼ ἀναίτιαι κακῶν"],["874","εἶναι· μάχης γὰρ δὴ κεκύρωται τέλος."],["875","οἴμοι, πανοίμοι δεσπότου πεπληγμένου·"],["876","οἴμοι μάλʼ αὖθις ἐν τρίτοις προσφθέγμασιν."],["877","Αἴγισθος οὐκέτʼ ἔστιν. ἀλλʼ ἀνοίξατε"],["878","ὅπως τάχιστα, καὶ γυναικείους πύλας"],["879","μοχλοῖς χαλᾶτε· καὶ μάλʼ ἡβῶντος δὲ δεῖ,"],["880","οὐχ ὡς δʼ ἀρῆξαι διαπεπραγμένῳ· τί γάρ;"],["881","ἰοὺ ἰού."],["882","κωφοῖς ἀυτῶ καὶ καθεύδουσιν μάτην"],["883","ἄκραντα βάζω; ποῖ Κλυταιμήστρα; τί δρᾷ;"],["884","ἔοικε νῦν αὐτῆς ἐπὶ ξυροῦ πέλας"],["884b","αὐχὴν πεσεῖσθαι πρὸς δίκην πεπληγμένος."],["885","τί δʼ ἐστὶ χρῆμα; τίνα βοὴν ἵστης δόμοις;"],["886","τὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω."],["887","οἲ ʼγώ. ξυνῆκα τοὔπος ἐξ αἰνιγμάτων."],["888","δόλοις ὀλούμεθʼ, ὥσπερ οὖν ἐκτείναμεν."],["889","δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος·"],["890","εἰδῶμεν εἰ νικῶμεν, ἢ νικώμεθα·"],["891","ἐνταῦθα γὰρ δὴ τοῦδʼ ἀφικόμην κακοῦ."],["892","σὲ καὶ ματεύω· τῷδε δʼ ἀρκούντως ἔχει."],["893","οἲ ʼγώ. τέθνηκας, φίλτατʼ Αἰγίσθου βία."],["894","φιλεῖς τὸν ἄνδρα; τοιγὰρ ἐν ταὐτῷ τάφῳ"],["895","κείσῃ· θανόντα δʼ οὔτι μὴ προδῷς ποτε."],["896","ἐπίσχες, ὦ παῖ, τόνδε δʼ αἴδεσαι, τέκνον,"],["897","μαστόν, πρὸς ᾧ σὺ πολλὰ δὴ βρίζων ἅμα"],["898","οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα."],["899","Πυλάδη τί δράσω; μητέρʼ αἰδεσθῶ κτανεῖν;"],["900","ποῦ δὴ τὰ λοιπὰ Λοξίου μαντεύματα"],["901","τὰ πυθόχρηστα, πιστὰ δʼ εὐορκώματα;"],["902","ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον."],["903","κρίνω σὲ νικᾶν, καὶ παραινεῖς μοι καλῶς."],["904","ἕπου, πρὸς αὐτὸν τόνδε σὲ σφάξαι θέλω."],["905","καὶ ζῶντα γάρ νιν κρείσσονʼ ἡγήσω πατρός·"],["906","τούτῳ θανοῦσα ξυγκάθευδʼ, ἐπεὶ φιλεῖς"],["907","τὸν ἄνδρα τοῦτον, ὃν δʼ ἐχρῆν φιλεῖν στυγεῖς."],["908","ἐγώ σʼ ἔθρεψα, σὺν δὲ γηράναι θέλω."],["909","πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί;"],["910","ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία."],["911","καὶ τόνδε τοίνυν Μοῖρʼ ἐπόρσυνεν μόρον."],["912","οὐδὲν σεβίζῃ γενεθλίους ἀράς, τέκνον;"],["913","τεκοῦσα γάρ μʼ ἔρριψας ἐς τὸ δυστυχές."],["914","οὔτοι σʼ ἀπέρριψʼ εἰς δόμους δορυξένους."],["915","αἰκῶς ἐπράθην ὢν ἐλευθέρου πατρός."],["916","ποῦ δῆθʼ ὁ τῖμος, ὅντινʼ ἀντεδεξάμην;"],["917","αἰσχύνομαί σοι τοῦτʼ ὀνειδίσαι σαφῶς."],["918","μὴ ἀλλʼ εἴφʼ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας."],["919","μὴ ʼλεγχε τὸν πονοῦντʼ ἔσω καθημένη."],["920","ἄλγος γυναιξὶν ἀνδρὸς εἴργεσθαι, τέκνον."],["921","τρέφει δέ γʼ ἀνδρὸς μόχθος ἡμένας ἔσω."],["922","κτενεῖν ἔοικας, ὦ τέκνον, τὴν μητέρα."],["923","σύ τοι σεαυτήν, οὐκ ἐγώ, κατακτενεῖς."],["924","ὅρα, φύλαξαι μητρὸς ἐγκότους κύνας."],["925","τὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε;"],["926","ἔοικα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην."],["927","πατρὸς γὰρ αἶσα τόνδε σοὐρίζει μόρον."],["928","οἲ ʼγὼ τεκοῦσα τόνδʼ ὄφιν ἐθρεψάμην."],["929","ἦ κάρτα μάντις οὑξ ὀνειράτων φόβος."],["930","ἔκανες ὃν οὐ χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε."],["931","στένω μὲν οὖν καὶ τῶνδε συμφορὰν διπλῆν."],["932","ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισε"],["933","τλήμων Ὀρέστης, τοῦθʼ ὅμως αἱρούμεθα,"],["934","ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν."],["935","ἔμολε μὲν δίκα Πριαμίδαις χρόνῳ,"],["936","βαρύδικος ποινά·"],["937","ἔμολε δʼ ἐς δόμον τὸν Ἀγαμέμνονος"],["938","διπλοῦς λέων, διπλοῦς Ἄρης."],["939","ἔλασε δʼ ἐς τὸ πᾶν"],["940","ὁ πυθόχρηστος φυγὰς"],["941","θεόθεν εὖ φραδαῖσιν ὡρμημένος."],["942","ἐπολολύξατʼ ὦ δεσποσύνων δόμων"],["943","ἀναφυγᾶς κακῶν καὶ κτεάνων τριβᾶς"],["944","ὑπαὶ δυοῖν μιαστόροιν,"],["945","δυσοίμου τύχας."],["946","ἔμολε δʼ ᾧ μέλει κρυπταδίου μάχας"],["947","δολιόφρων ποινά·"],["948","ἔθιγε δʼ ἐν μάχᾳ χερὸς ἐτήτυμος"],["949","Διὸς κόρα— Δίκαν δέ νιν"],["950","προσαγορεύομεν βροτοὶ τυχόντες καλῶς—"],["951","ὀλέθριον πνέουσʼ ἐν ἐχθροῖς κότον."],["942a","ἐπολολύξατʼ ὦ δεσποσύνων δόμων"],["943a","ἀναφυγᾶς κακῶν καὶ κτεάνων τριβᾶς"],["944a","ὑπαὶ δυοῖν μιαστόροιν,"],["945a","δυσοίμου τύχας."],["953","τά περ ὁ Λοξίας ὁ Παρνασσίας"],["954","μέγαν ἔχων μυχὸν χθονὸς ἐπωρθία-"],["955","ξεν ἀδόλως δόλοις"],["956","βλάβαν ἐγχρονισθεῖσαν ἐποίχεται."],["957","κρατεῖταί πως τὸ θεῖον παρὰ τὸ μὴ"],["958","ὑπουργεῖν κακοῖς."],["960","ἄξια δʼ οὐρανοῦχον ἀρχὰν σέβειν."],["961","πάρα τε φῶς ἰδεῖν"],["962","μέγα τʼ ἀφῃρέθην ψάλιον οἰκέων."],["963","ἄναγε μὰν δόμοι· πολὺν ἄγαν χρόνον"],["964","χαμαιπετεῖς ἔκεισθʼ ἀεί."],["965","τάχα δὲ παντελὴς χρόνος ἀμείψεται"],["966","πρόθυρα δωμάτων, ὅταν ἀφʼ ἑστίας"],["967","πᾶν ἐλαθῇ μύσος"],["968","καθαρμοῖσιν ἀτᾶν ἐλατηρίοις."],["969","τύχαι δʼ εὐπροσωποκοῖται τὸ πᾶν"],["970","ἰδεῖν ἀκοῦσαι πρευμενεῖς"],["971","μετοίκοις δόμων πεσοῦνται πάλιν."],["972","πάρα τε φῶς ἰδεῖν"],["962a","μέγα τʼ ἀφῃρέθην ψάλιον οἰκέων."],["963a","ἄναγε μὰν δόμοι· πολὺν ἄγαν χρόνον"],["964a","χαμαιπετεῖς ἔκεισθʼ ἀεί."],["973","ἴδεσθε χώρας τὴν διπλῆν τυραννίδα"],["974","πατροκτόνους τε δωμάτων πορθήτορας."],["975","σεμνοὶ μὲν ἦσαν ἐν θρόνοις τόθʼ ἥμενοι,"],["976","φίλοι δὲ καὶ νῦν, ὡς ἐπεικάσαι πάθη"],["977","πάρεστιν, ὅρκος τʼ ἐμμένει πιστώμασι."],["978","ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ πατρὶ"],["979","καὶ ξυνθανεῖσθαι· καὶ τάδʼ εὐόρκως ἔχει."],["980","ἴδεσθε δʼ αὖτε, τῶνδʼ ἐπήκοοι κακῶν,"],["981","τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί,"],["982","πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδα."],["983","ἐκτείνατʼ αὐτὸ καὶ κύκλῳ παρασταδὸν"],["984","στέγαστρον ἀνδρὸς δείξαθʼ, ὡς ἴδῃ πατήρ,"],["985","οὐχ οὑμός, ἀλλʼ ὁ πάντʼ ἐποπτεύων τάδε"],["986","Ἥλιος, ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς,"],["987","ὡς ἂν παρῇ μοι μάρτυς ἐν δίκῃ ποτέ,"],["988","ὡς τόνδʼ ἐγὼ μετῆλθον ἐνδίκως μόρον"],["989","τὸν μητρός· Αἰγίσθου γὰρ οὐ λέγω μόρον·"],["990","ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, δίκην·"],["991","ἥτις δʼ ἐπʼ ἀνδρὶ τοῦτʼ ἐμήσατο στύγος,"],["992","ἐξ οὗ τέκνων ἤνεγχʼ ὑπὸ ζώνην βάρος,"],["993","φίλον τέως, νῦν δʼ ἐχθρόν, ὡς φαίνει, κακόν,"],["994","τί σοι δοκεῖ; μύραινά γʼ εἴτʼ ἔχιδνʼ ἔφυ"],["995","σήπειν θιγοῦσʼ ἂν ἄλλον οὐ δεδηγμένον"],["996","τόλμης ἕκατι κἀκδίκου φρονήματος."],["997","τί νιν προσείπω, κἂν τύχω μάλʼ εὐστομῶν;"],["998","ἄγρευμα θηρός, ἢ νεκροῦ ποδένδυτον"],["999","δροίτης κατασκήνωμα; δίκτυον μὲν οὖν,"],["1000","ἄρκυν τʼ ἂν εἴποις καὶ ποδιστῆρας πέπλους."],["1001","τοιοῦτον ἂν κτήσαιτο φηλήτης ἀνήρ,"],["1002","ξένων ἀπαιόλημα κἀργυροστερῆ"],["1003","βίον νομίζων, τῷδέ τʼ ἂν δολώματι"],["1004","πολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρένα."],["1005","τοιάδʼ ἐμοὶ ξύνοικος ἐν δόμοισι μὴ"],["1006","γένοιτʼ· ὀλοίμην πρόσθεν ἐκ θεῶν ἄπαις."],["1007","αἰαῖ αἰαῖ μελέων ἔργων·"],["1008","στυγερῷ θανάτῳ διεπράχθης."],["1008b","ἒ ἔ,"],["1009","μίμνοντι δὲ καὶ πάθος ἀνθεῖ."],["1010","ἔδρασεν ἢ οὐκ ἔδρασε; μαρτυρεῖ δέ μοι"],["1011","φᾶρος τόδʼ, ὡς ἔβαψεν Αἰγίσθου ξίφος."],["1012","φόνου δὲ κηκὶς ξὺν χρόνῳ ξυμβάλλεται,"],["1013","πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος."],["1014","νῦν αὐτὸν αἰνῶ, νῦν ἀποιμώζω παρών,"],["1015","πατροκτόνον θʼ ὕφασμα προσφωνῶν τόδε."],["1016","ἀλγῶ μὲν ἔργα καὶ πάθος γένος τε πᾶν,"],["1017","ἄζηλα νίκης τῆσδʼ ἔχων μιάσματα."],["1018","οὔτις μερόπων ἀσινὴς βίοτον"],["1019","διὰ παντὸς ἀπήμονʼ ἀμείψει."],["1020","ἒ ἔ,"],["1020b","μόχθος δʼ ὁ μὲν αὐτίχʼ, ὁ δʼ ἥξει."],["1021","ἀλλʼ, ὡς ἂν εἰδῆτʼ, οὐ γὰρ οἶδʼ ὅπη τελεῖ,"],["1022","ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ δρόμου"],["1023","ἐξωτέρω· φέρουσι γὰρ νικώμενον"],["1024","φρένες δύσαρκτοι· πρὸς δὲ καρδίᾳ φόβος"],["1025","ᾄδειν ἕτοιμος ἠδʼ ὑπορχεῖσθαι κότῳ."],["1026","ἕως δʼ ἔτʼ ἔμφρων εἰμί, κηρύσσω φίλοις"],["1027","κτανεῖν τέ φημι μητέρʼ οὐκ ἄνευ δίκης,"],["1028","πατροκτόνον μίασμα καὶ θεῶν στύγος."],["1029","καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαι"],["1030","τὸν πυθόμαντιν Λοξίαν, χρήσαντʼ ἐμοὶ"],["1031","πράξαντι μὲν ταῦτʼ ἐκτὸς αἰτίας κακῆς"],["1032","εἶναι, παρέντα δʼ— οὐκ ἐρῶ τὴν ζημίαν·"],["1033","τόξῳ γὰρ οὔτις πημάτων ἐφίξεται."],["1034","καὶ νῦν ὁρᾶτέ μʼ, ὡς παρεσκευασμένος"],["1035","ξὺν τῷδε θαλλῷ καὶ στέφει προσίξομαι"],["1036","μεσόμφαλόν θʼ ἵδρυμα, Λοξίου πέδον,"],["1037","πυρός τε φέγγος ἄφθιτον κεκλημένον,"],["1038","φεύγων τόδʼ αἷμα κοινόν· οὐδʼ ἐφʼ ἑστίαν"],["1039","ἄλλην τραπέσθαι Λοξίας ἐφίετο."],["1041","καὶ μαρτυρεῖν μὲν ὡς ἐπορσύνθη κακὰ"],["1040","τάδʼ ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω·"],["1042","ἐγὼ δʼ ἀλήτης τῆσδε γῆς ἀπόξενος,"],["1043","ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών."],["1044","ἀλλʼ εὖ γʼ ἔπραξας, μηδʼ ἐπιζευχθῇς στόμα"],["1045","φήμῃ πονηρᾷ μηδʼ ἐπιγλωσσῶ κακά,"],["1046","ἐλευθερώσας πᾶσαν Ἀργείων πόλιν,"],["1047","δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα."],["1048","ἆ, ἆ."],["1048b","δμωαὶ γυναῖκες, αἵδε Γοργόνων δίκην"],["1049","φαιοχίτωνες καὶ πεπλεκτανημέναι"],["1050","πυκνοῖς δράκουσιν· οὐκέτʼ ἂν μείναιμʼ ἐγώ."],["1051","τίνες σε δόξαι, φίλτατʼ ἀνθρώπων πατρί,"],["1052","στροβοῦσιν; ἴσχε, μὴ φόβου νικῶ πολύ."],["1053","οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί·"],["1054","σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες."],["1055","ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι·"],["1056","ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει."],["1057","ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή,"],["1058","κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές."],["1059","εἷς σοὶ καθαρμός· Λοξίας δὲ προσθιγὼν"],["1060","ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει."],["1061","ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδʼ, ἐγὼ δʼ ὁρῶ·"],["1062","ἐλαύνομαι δὲ κοὐκέτʼ ἂν μείναιμʼ ἐγὼ."],["1063","ἀλλʼ εὐτυχοίης, καί σʼ ἐποπτεύων πρόφρων"],["1064","θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς."],["1065","ὅδε τοι μελάθροις τοῖς βασιλείοις"],["1066","τρίτος αὖ χειμὼν"],["1067","πνεύσας γονίας ἐτελέσθη."],["1068","παιδοβόροι μὲν πρῶτον ὑπῆρξαν"],["1069","μόχθοι τάλανές τε Θυέστου·"],["1070","δεύτερον ἀνδρὸς βασίλεια πάθη·"],["1071","λουτροδάικτος δʼ ὤλετʼ Ἀχαιῶν"],["1072","πολέμαρχος ἀνήρ·"],["1073","νῦν δʼ αὖ τρίτος ἦλθέ ποθεν σωτήρ,"],["1074","ἢ μόρον εἴπω;"],["1075","ποῖ δῆτα κρανεῖ, ποῖ καταλήξει"],["1076","μετακοιμισθὲν μένος ἄτης;"]]] |