Spaces:
Running
Running
Download data/lines/prometheus.json from michaelkimmel/mouseion: direct link, hf CLI and curl.
- Browser
- Download file 84.6 kB
-
https://huggingface.co/spaces/michaelkimmel/mouseion/resolve/main/data/lines/prometheus.json
- Command line
-
hf download hf://spaces/michaelkimmel/mouseion/data/lines/prometheus.json
-
curl -L -o prometheus.json https://huggingface.co/spaces/michaelkimmel/mouseion/resolve/main/data/lines/prometheus.json
84.6 kB
| [[["1","Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον,"],["2","Σκύθην ἐς οἷμον, ἄβατον εἰς ἐρημίαν."],["3","Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς"],["4","ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις"],["5","ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι"],["6","ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις."],["7","τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας,"],["8","θνητοῖσι κλέψας ὤπασεν. τοιᾶσδέ τοι"],["9","ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην,"],["10","ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα"],["11","στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου."],["12","Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸς"],["13","ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι·"],["14","ἐγὼ δʼ ἄτολμός εἰμι συγγενῆ θεὸν"],["15","δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ."],["16","πάντως δʼ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν·"],["17","ἐξωριάζειν γὰρ πατρὸς λόγους βαρύ."],["18","τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ,"],["19","ἄκοντά σʼ ἄκων δυσλύτοις χαλκεύμασι"],["20","προσπασσαλεύσω τῷδʼ ἀπανθρώπῳ πάγῳ"],["21","ἵνʼ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν"],["22","ὄψει, σταθευτὸς δʼ ἡλίου φοίβῃ φλογὶ"],["23","χροιᾶς ἀμείψεις ἄνθος. ἀσμένῳ δέ σοι"],["24","ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος,"],["25","πάχνην θʼ ἑῴαν ἥλιος σκεδᾷ πάλιν·"],["26","ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ"],["27","τρύσει σʼ· ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω."],["28","τοιαῦτʼ ἐπηύρω τοῦ φιλανθρώπου τρόπου."],["29","θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον"],["30","βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης."],["31","ἀνθʼ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν"],["32","ὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ·"],["33","πολλοὺς δʼ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς"],["34","φθέγξῃ· Διὸς γὰρ δυσπαραίτητοι φρένες."],["35","ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ."],["36","εἶεν, τί μέλλεις καὶ κατοικτίζῃ μάτην;"],["37","τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν,"],["38","ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας;"],["39","τὸ συγγενές τοι δεινὸν ἥ θʼ ὁμιλία."],["40","σύμφημʼ· ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων"],["41","οἷόν τε πῶς; οὐ τοῦτο δειμαίνεις πλέον;"],["42","αἰεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως."],["43","ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι. σὺ δὲ"],["44","τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην."],["45","ὦ πολλὰ μισηθεῖσα χειρωναξία."],["46","τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳ"],["47","τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη."],["48","ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν."],["49","ἅπαντʼ ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν·"],["50","ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός."],["51","ἔγνωκα τοῖσδε κοὐδὲν ἀντειπεῖν ἔχω."],["52","οὔκουν ἐπείξῃ τῷδε δεσμὰ περιβαλεῖν,"],["53","ὡς μή σʼ ἐλινύοντα προσδερχθῇ πατήρ;"],["54","καὶ δὴ πρόχειρα ψάλια δέρκεσθαι πάρα."],["55","βαλών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει"],["56","ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις."],["57","περαίνεται δὴ κοὐ ματᾷ τοὔργον τόδε."],["58","ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα."],["59","δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον."],["60","ἄραρεν ἥδε γʼ ὠλένη δυσεκλύτως."],["61","καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵνα"],["62","μάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος."],["63","πλὴν τοῦδʼ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι."],["64","ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον"],["65","στέρνων διαμπὰξ πασσάλευʼ ἐρρωμένως."],["66","αἰαῖ, Προμηθεῦ, σῶν ὑπερστένω πόνων."],["67","σὺ δʼ αὖ κατοκνεῖς τῶν Διός τʼ ἐχθρῶν ὕπερ"],["68","στένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε."],["69","ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν."],["70","ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων."],["71","ἀλλʼ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε."],["72","δρᾶν ταῦτʼ ἀνάγκη, μηδὲν ἐγκέλευʼ ἄγαν."],["73","ἦ μὴν κελεύσω κἀπιθωύξω γε πρός."],["74","χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ."],["75","καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῷ πόνῳ."],["76","ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας·"],["77","ὡς οὑπιτιμητής γε τῶν ἔργων βαρύς."],["78","ὅμοια μορφῇ γλῶσσά σου γηρύεται."],["79","σὺ μαλθακίζου, τὴν δʼ ἐμὴν αὐθαδίαν"],["80","ὀργῆς τε τραχύτητα μὴ ʼπίπλησσέ μοι."],["81","στείχωμεν, ὡς κώλοισιν ἀμφίβληστρʼ ἔχει."],["82","ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα"],["83","συλῶν ἐφημέροισι προστίθει. τί σοι"],["84","οἷοί τε θνητοὶ τῶνδʼ ἀπαντλῆσαι πόνων;"],["85","ψευδωνύμως σε δαίμονες Προμηθέα"],["86","καλοῦσιν· αὐτὸν γάρ σε δεῖ προμηθέως,"],["87","ὅτῳ τρόπῳ τῆσδʼ ἐκκυλισθήσῃ τέχνης."],["88","ὦ δῖος αἰθὴρ καὶ ταχύπτεροι πνοαί,"],["89","ποταμῶν τε πηγαί, ποντίων τε κυμάτων"],["90","ἀνήριθμον γέλασμα, παμμῆτόρ τε γῆ,"],["91","καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ."],["92","ἴδεσθέ μʼ οἷα πρὸς θεῶν πάσχω θεός."],["93","δέρχθηθʼ οἵαις αἰκείαισιν"],["94","διακναιόμενος τὸν μυριετῆ"],["95","χρόνον ἀθλεύσω."],["96","τοιόνδʼ ὁ νέος ταγὸς μακάρων"],["97","ἐξηῦρʼ ἐπʼ ἐμοὶ δεσμὸν ἀεικῆ."],["98","φεῦ φεῦ, τὸ παρὸν τό τʼ ἐπερχόμενον"],["99","πῆμα στενάχω, πῇ ποτε μόχθων"],["100","χρὴ τέρματα τῶνδʼ ἐπιτεῖλαι."],["101","καίτοι τί φημι; πάντα προυξεπίσταμαι"],["102","σκεθρῶς τὰ μέλλοντʼ, οὐδέ μοι ποταίνιον"],["103","πῆμʼ οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρὴ"],["104","αἶσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθʼ ὅτι"],["105","τὸ τῆς ἀνάγκης ἔστʼ ἀδήριτον σθένος."],["106","ἀλλʼ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας"],["107","οἷόν τέ μοι τάσδʼ ἐστί. θνητοῖς γὰρ γέρα"],["108","πορὼν ἀνάγκαις ταῖσδʼ ἐνέζευγμαι τάλας."],["109","ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς"],["110","πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης"],["111","πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος."],["112","τοιῶνδε ποινὰς ἀμπλακημάτων τίνω"],["113","ὑπαιθρίοις δεσμοῖς πεπασσαλευμένος."],["114","ἆ ἆ ἔα ἔα."],["115","τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μʼ ἀφεγγής,"],["116","θεόσυτος, ἢ βρότειος, ἢ κεκραμένη;"],["117","ἵκετο τερμόνιον ἐπὶ πάγον"],["118","πόνων ἐμῶν θεωρός, ἢ τί δὴ θέλων;"],["119","ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν"],["120","τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς"],["121","διʼ ἀπεχθείας ἐλθόνθʼ ὁπόσοι"],["122","τὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν,"],["123","διὰ τὴν λίαν φιλότητα βροτῶν."],["124","φεῦ φεῦ, τί ποτʼ αὖ κινάθισμα κλύω"],["125","πέλας οἰωνῶν; αἰθὴρ δʼ ἐλαφραῖς"],["126","πτερύγων ῥιπαῖς ὑποσυρίζει."],["127","πᾶν μοι φοβερὸν τὸ προσέρπον."],["128","μηδὲν φοβηθῇς· φιλία"],["128b","γὰρ ἅδε τάξις πτερύγων"],["129","θοαῖς ἁμίλλαις προσέβα"],["130","τόνδε πάγον, πατρῴας"],["131","μόγις παρειποῦσα φρένας."],["132","κραιπνοφόροι δέ μʼ ἔπεμψαν αὖραι·"],["133","κτύπου γὰρ ἀχὼ χάλυβος"],["130b","διῇξεν ἄντρων μυχόν, ἐκ"],["134","δʼ ἔπληξέ μου τὰν θεμερῶπιν αἰδῶ·"],["135","σύθην δʼ ἀπέδιλος ὄχῳ πτερωτῷ."],["136","αἰαῖ αἰαῖ,"],["137","τῆς πολυτέκνου Τηθύος ἔκγονα,"],["138","τοῦ περὶ πᾶσάν θʼ εἱλισσομένου"],["139","χθόνʼ ἀκοιμήτῳ ῥεύματι παῖδες"],["140","πατρὸς, Ὠκεανοῦ,"],["141","δέρχθητʼ, ἐσίδεσθʼ οἵῳ δεσμῷ,"],["142","προσπορπατὸς τῆσδε φάραγγος"],["143","σκοπέλοις ἐν ἄκροις"],["143b","φρουρὰν ἄζηλον ὀχήσω."],["144","λεύσσω, Προμηθεῦ· φοβερὰ"],["145","δʼ ἐμοῖσιν ὄσσοις ὀμίχλα"],["146","προσῇξε πλήρης δακρύων"],["147","σὸν δέμας εἰσιδούσᾳ"],["148","πέτραις προσαυαινόμενον"],["149","ταῖσδʼ ἀδαμαντοδέτοισι λύμαις."],["150","νέοι γὰρ οἰακονόμοι"],["151","κρατοῦσʼ, Ὀλύμπου· νεοχμοῖς"],["150a","δὲ δὴ νόμοις Ζεὺς ἀθέτως κρατύνει."],["151a","τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ."],["152","εἰ γάρ μʼ ὑπὸ γῆν νέρθεν θʼ Ἅιδου"],["153","τοῦ νεκροδέγμονος εἰς ἀπέρατον"],["154","Τάρταρον ἧκεν,"],["155","δεσμοῖς ἀλύτοις ἀγρίως πελάσας,"],["156","ὡς μήτε θεὸς μήτε τις ἄλλος"],["157","τοῖσδʼ ἐπεγήθει."],["158","νῦν δʼ αἰθέριον κίνυγμʼ ὁ τάλας"],["159","ἐχθροῖς ἐπίχαρτα πέπονθα."],["160","τίς ὧδε τλησικάρδιος"],["161","θεῶν, ὅτῳ τάδʼ ἐπιχαρῆ;"],["162","τίς οὐ ξυνασχαλᾷ κακοῖς"],["163","τεοῖσι, δίχα γε Διός; ὁ δʼ ἐπικότως ἀεὶ"],["164","θέμενος ἄγναμπτον νόον"],["165","δάμναται Οὐρανίαν"],["166","γένναν, οὐδὲ λήξει, πρὶν ἂν ἢ κορέσῃ κέαρ ἢ παλάμᾳ τινὶ"],["167","τὰν δυσάλωτον ἕλῃ τις ἀρχάν."],["168","ἦ μὴν ἔτʼ ἐμοῦ, καίπερ κρατεραῖς"],["169","ἐν γυιοπέδαις αἰκιζομένου,"],["170","χρείαν ἕξει μακάρων πρύτανις,"],["171","δεῖξαι τὸ νέον βούλευμʼ ὑφʼ ὅτου"],["172","σκῆπτρον τιμάς τʼ ἀποσυλᾶται."],["173","καί μʼ οὔτι μελιγλώσσοις πειθοῦς"],["174","ἐπαοιδαῖσιν θέλξει, στερεάς τʼ"],["175","οὔποτʼ ἀπειλὰς πτήξας τόδʼ ἐγὼ"],["176","καταμηνύσω,"],["177","πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσῃ"],["178","ποινάς τε τίνειν"],["179","τῆσδʼ αἰκείας ἐθελήσῃ."],["180","σὺ μὲν θρασύς τε καὶ πικραῖς"],["181","δύαισιν οὐδὲν ἐπιχαλᾷς,"],["182","ἄγαν δʼ ἐλευθεροστομεῖς."],["183","ἐμὰς δὲ φρένας ἐρέθισε διάτορος φόβος·"],["184","δέδια δʼ ἀμφὶ σαῖς τύχαις,"],["185","πᾷ ποτε τῶνδε πόνων"],["186","χρή σε τέρμα κέλ-"],["187","σαντʼ ἐσιδεῖν· ἀκίχητα γὰρ ἤθεα καὶ κέαρ"],["188","ἀπαράμυθον ἔχει Κρόνου παῖς."],["189","οἶδʼ ὅτι τραχὺς καὶ παρʼ ἑαυτῷ"],["190","τὸ δίκαιον ἔχων Ζεύς. ἀλλʼ ἔμπας ὀίω"],["191","μαλακογνώμων"],["192","ἔσται ποθʼ, ὅταν ταύτῃ ῥαισθῇ·"],["193","τὴν δʼ ἀτέραμνον στορέσας ὀργὴν"],["194","εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα"],["195","σπεύδων σπεύδοντί ποθʼ ἥξει."],["196","πάντʼ ἐκκάλυψον καὶ γέγωνʼ ἡμῖν λόγον,"],["197","ποίῳ λαβών σε Ζεὺς ἐπʼ αἰτιάματι,"],["198","οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται·"],["199","δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτει λόγῳ."],["200","ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε,"],["200b","ἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα."],["201","ἐπεὶ τάχιστʼ ἤρξαντο δαίμονες χόλου"],["202","στάσις τʼ ἐν ἀλλήλοισιν ὠροθύνετο,"],["203","οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον,"],["204","ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλιν"],["205","σπεύδοντες, ὡς Ζεὺς μήποτʼ ἄρξειεν θεῶν,"],["206","ἐνταῦθʼ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν"],["207","Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα,"],["208","οὐκ ἠδυνήθην. αἱμύλας δὲ μηχανὰς"],["209","ἀτιμάσαντες καρτεροῖς φρονήμασιν"],["210","ᾤοντʼ ἀμοχθεὶ πρὸς βίαν τε δεσπόσειν·"],["211","ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις,"],["212","καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία,"],["213","τὸ μέλλον ᾗ κραίνοιτο προυτεθεσπίκει,"],["214","ὡς οὐ κατʼ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερόν"],["215","χρείη, δόλῳ δὲ τοὺς ὑπερσχόντας κρατεῖν."],["216","τοιαῦτʼ ἐμοῦ λόγοισιν ἐξηγουμένου"],["217","οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν."],["218","κράτιστα δή μοι τῶν παρεστώτων τότε"],["219","ἐφαίνετʼ εἶναι προσλαβόντα μητέρα"],["220","ἑκόνθʼ ἑκόντι Ζηνὶ συμπαραστατεῖν."],["221","ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς"],["222","κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον"],["223","αὐτοῖσι συμμάχοισι. τοιάδʼ ἐξ ἐμοῦ"],["224","ὁ τῶν θεῶν τύραννος ὠφελημένος"],["225","κακαῖσι ποιναῖς ταῖσδὲ μʼ ἐξημείψατο."],["226","ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι"],["227","νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι."],["228","ὃ δʼ οὖν ἐρωτᾶτʼ, αἰτίαν καθʼ ἥντινα"],["229","αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ."],["230","ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον"],["231","καθέζετʼ, εὐθὺς δαίμοσιν νέμει γέρα"],["232","ἄλλοισιν ἄλλα καὶ διεστοιχίζετο"],["233","ἀρχήν· βροτῶν δὲ τῶν ταλαιπώρων λόγον"],["234","οὐκ ἔσχεν οὐδένʼ, ἀλλʼ ἀιστώσας γένος"],["235","τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον."],["236","καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ."],["237","ἐγὼ δʼ ἐτόλμησʼ· ἐξελυσάμην βροτοὺς"],["238","τὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν."],["239","τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,"],["240","πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δʼ ἰδεῖν·"],["241","θνητοὺς δʼ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν"],["242","οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς"],["243","ὧδʼ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα."],["244","σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος"],["245","ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ"],["246","μόχθοις· ἐγὼ γὰρ οὔτʼ ἂν εἰσιδεῖν τάδε"],["247","ἔχρῃζον εἰσιδοῦσά τʼ ἠλγύνθην κέαρ."],["248","καὶ μὴν φίλοις γʼ ἐλεινὸς εἰσορᾶν ἐγώ."],["249","μή πού τι προύβης τῶνδε καὶ περαιτέρω;"],["250","θνητούς γʼ ἔπαυσα μὴ προδέρκεσθαι μόρον."],["251","τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;"],["252","τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα."],["253","μέγʼ ὠφέλημα τοῦτʼ ἐδωρήσω βροτοῖς."],["254","πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα."],["255","καὶ νῦν φλογωπὸν πῦρ ἔχουσʼ ἐφήμεροι;"],["256","ἀφʼ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας."],["257","τοιοῖσδε δή σε Ζεὺς ἐπʼ αἰτιάμασιν—"],["258","αἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν."],["259","οὐδʼ ἔστιν ἄθλου τέρμα σοι προκείμενον;"],["260","οὐκ ἄλλο γʼ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ."],["261","δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτι"],["262","ἥμαρτες; ὡς δʼ ἥμαρτες οὔτʼ ἐμοὶ λέγειν"],["263","καθʼ ἡδονὴν σοί τʼ ἄλγος. ἀλλὰ ταῦτα μὲν"],["264","μεθῶμεν, ἄθλου δʼ ἔκλυσιν ζήτει τινά."],["265","ἐλαφρὸν ὅστις πημάτων ἔξω πόδα"],["266","ἔχει παραινεῖν νουθετεῖν τε τὸν κακῶς"],["267","πράσσοντʼ· ἐγὼ δὲ ταῦθʼ ἅπαντʼ ἠπιστάμην."],["268","ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι·"],["269","θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους."],["270","οὐ μήν τι ποιναῖς γʼ ᾠόμην τοίαισί με"],["271","κατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις,"],["272","τυχόντʼ ἐρήμου τοῦδʼ ἀγείτονος πάγου."],["273","καί μοι τὰ μὲν παρόντα μὴ δύρεσθʼ ἄχη,"],["274","πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχας"],["275","ἀκούσαθʼ, ὡς μάθητε διὰ τέλους τὸ πᾶν."],["276","πίθεσθέ μοι πίθεσθε, συμπονήσατε"],["277","τῷ νῦν μογοῦντι. ταὐτά τοι πλανωμένη"],["278","πρὸς ἄλλοτʼ ἄλλον πημονὴ προσιζάνει."],["279","οὐκ ἀκούσαις ἐπεθώυξας"],["280","τοῦτο, Προμηθεῦ."],["281","καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτον"],["282","θᾶκον προλιποῦσʼ, αἰθέρα θʼ ἁγνὸν"],["283","πόρον οἰωνῶν, ὀκριοέσσῃ"],["284","χθονὶ τῇδε πελῶ, τοὺς σοὺς δὲ πόνους"],["285","χρῄζω διὰ παντὸς ἀκοῦσαι."],["286","ἥκω δολιχῆς τέρμα κελεύθου"],["287","διαμειψάμενος πρὸς σέ, Προμηθεῦ,"],["288","τὸν πτερυγωκῆ τόνδʼ οἰωνὸν"],["289","γνώμῃ στομίων ἄτερ εὐθύνων·"],["290","ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ."],["291","τὸ τε γάρ με, δοκῶ, συγγενὲς οὕτως"],["292","ἐσαναγκάζει,"],["293","χωρίς τε γένους οὐκ ἔστιν ὅτῳ"],["294","μείζονα μοῖραν νείμαιμʼ ἢ σοί."],["295","γνώσῃ δὲ τάδʼ ὡς ἔτυμʼ, οὐδὲ μάτην"],["296","χαριτογλωσσεῖν ἔνι μοι· φέρε γὰρ"],["297","σήμαινʼ ὅ τι χρή σοι συμπράσσειν·"],["298","οὐ γάρ ποτʼ ἐρεῖς ὡς Ὠκεανοῦ"],["299","φίλος ἐστὶ βεβαιότερός σοι."],["300","ἔα· τί χρῆμα λεύσσω; καὶ σὺ δὴ πόνων ἐμῶν"],["301","ἥκεις ἐπόπτης; πῶς ἐτόλμησας, λιπὼν"],["302","ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ"],["303","αὐτόκτιτʼ ἄντρα, τὴν σιδηρομήτορα"],["304","ἐλθεῖν ἐς αἶαν; ἦ θεωρήσων τύχας"],["305","ἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς;"],["306","δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον,"],["307","τὸν συγκαταστήσαντα τὴν τυραννίδα,"],["308","οἵαις ὑπʼ αὐτοῦ πημοναῖσι κάμπτομαι."],["309","ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι"],["310","θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ."],["311","γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους"],["312","νέους· νέος γὰρ καὶ τύραννος ἐν θεοῖς."],["313","εἰ δʼ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους"],["314","ῥίψεις, τάχʼ ἄν σου καὶ μακρὰν ἀνωτέρω"],["315","θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλον"],["316","παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν."],["317","ἀλλʼ, ὦ ταλαίπωρʼ, ἃς ἔχεις ὀργὰς ἄφες,"],["318","ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς."],["319","ἀρχαῖʼ ἴσως σοι φαίνομαι λέγειν τάδε·"],["320","τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου"],["321","γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται."],["322","σὺ δʼ οὐδέπω ταπεινὸς οὐδʼ εἴκεις κακοῖς,"],["323","πρὸς τοῖς παροῦσι δʼ ἄλλα προσλαβεῖν θέλεις."],["324","οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ"],["325","πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι"],["326","τραχὺς μόναρχος οὐδʼ ὑπεύθυνος κρατεῖ."],["327","καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι"],["328","ἐὰν δύνωμαι τῶνδέ σʼ ἐκλῦσαι πόνων."],["329","σὺ δʼ ἡσύχαζε μηδʼ ἄγαν λαβροστόμει."],["330","ἢ οὐκ οἶσθʼ ἀκριβῶς ὢν περισσόφρων ὅτι"],["331","γλώσσῃ ματαίᾳ ζημία προστρίβεται;"],["332","ζηλῶ σʼ ὁθούνεκʼ ἐκτὸς αἰτίας κυρεῖς"],["333","τούτων μετασχεῖν καὶ τετολμηκὼς ἐμοί."],["334","καὶ νῦν ἔασον μηδέ σοι μελησάτω."],["335","πάντως γὰρ οὐ πείσεις νιν· οὐ γὰρ εὐπιθής."],["336","πάπταινε δʼ αὐτὸς μή τι πημανθῇς ὁδῷ."],["337","πολλῷ γʼ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς"],["338","ἢ σαυτόν· ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι."],["340","ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς."],["341","αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ"],["342","δώσειν Δίʼ, ὥστε τῶνδέ σʼ ἐκλῦσαι πόνων."],["343","τὰ μὲν σʼ ἐπαινῶ κοὐδαμῇ λήξω ποτέ·"],["343b","προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρ"],["344","μηδὲν πόνει. μάτην γὰρ οὐδὲν ὠφελῶν"],["345","ἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις."],["346","ἀλλʼ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων·"],["347","ἐγὼ γὰρ οὐκ, εἰ δυστυχῶ, τοῦδʼ εἵνεκα"],["348","θέλοιμʼ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν."],["349","οὐ δῆτʼ ἐπεί με καὶ κασιγνήτου τύχαι"],["350","τείρουσʼ Ἄτλαντος, ὃς πρὸς ἑσπέρους τόπους"],["351","ἕστηκε κίονʼ οὐρανοῦ τε καὶ χθονὸς"],["352","ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον."],["353","τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα"],["354","ἄντρων ἰδὼν ᾤκτιρα, δάιον τέρας"],["355","ἑκατογκάρανον πρὸς βίαν χειρούμενον"],["356","Τυφῶνα θοῦρον· πᾶσιν ὅς ἀντέστη θεοῖς,"],["357","σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον·"],["358","ἐξ ὀμμάτων δʼ ἤστραπτε γοργωπὸν σέλας,"],["359","ὡς τὴν Διὸς τυραννίδʼ ἐκπέρσων βίᾳ·"],["360","ἀλλʼ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος,"],["361","καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα,"],["362","ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων"],["363","κομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπεὶς"],["364","ἐφεψαλώθη κἀξεβροντήθη σθένος."],["365","καὶ νῦν ἀχρεῖον καὶ παράορον δέμας"],["366","κεῖται στενωποῦ πλησίον θαλασσίου"],["367","ἰπούμενος ῥίζαισιν Αἰτναίαις ὕπο·"],["368","κορυφαῖς δʼ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ"],["369","Ἥφαιστος· ἔνθεν ἐκραγήσονταί ποτε"],["370","ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις"],["371","τῆς καλλικάρπου Σικελίας λευροὺς γύας·"],["372","τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον"],["373","θερμοῖς ἀπλάτου βέλεσι πυρπνόου ζάλης,"],["374","καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος."],["375","σὺ δʼ οὐκ ἄπειρος, οὐδʼ ἐμοῦ διδασκάλου"],["376","χρῄζεις· σεαυτὸν σῷζʼ ὅπως ἐπίστασαι·"],["377","ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην,"],["378","ἔστʼ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου."],["379","οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι"],["380","ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι;"],["381","ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ"],["382","καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ βίᾳ."],["383","ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα"],["384","ὁρᾷς ἐνοῦσαν ζημίαν; δίδασκέ με."],["385","μόχθον περισσὸν κουφόνουν τʼ εὐηθίαν."],["386","ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ"],["387","κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν."],["388","ἐμὸν δοκήσει τἀμπλάκημʼ εἶναι τόδε."],["389","σαφῶς μʼ ἐς οἶκον σὸς λόγος στέλλει πάλιν."],["390","μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ."],["391","ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας;"],["392","τούτου φυλάσσου μή ποτʼ ἀχθεσθῇ κέαρ."],["393","ἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος."],["394","στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν."],["395","ὁρμωμένῳ μοι τόνδʼ ἐθώυξας λόγον."],["396","λευρὸν γὰρ οἷμον αἰθέρος ψαίρει πτεροῖς"],["397","τετρασκελὴς οἰωνός· ἄσμενος δέ τἂν"],["398","σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ."],["399","στένω σε τᾶς οὐλομένας τύχας, Προμηθεῦ·"],["400","δακρυσίστακτα δʼ ἀπʼ ὄσσων"],["401","ῥαδινὰν λειβομένα ῥέος παρειὰν"],["402","νοτίοις ἔτεγξα παγαῖς·"],["403","ἀμέγαρτα γὰρ τάδε Ζεὺς"],["404","ἰδίοις νόμοις κρατύνων"],["405","ὑπερήφανον θεοῖς τοῖς"],["406","πάρος ἐνδείκνυσιν αἰχμάν."],["407","πρόπασα δʼ ἤδη στονόεν λέλακε χώρα,"],["408","μεγαλοσχήμονά ἀρχαι-"],["409","οπρεπῆ στένουσι τὰν σὰν"],["410","ξυνομαιμόνων τε τιμάν,"],["411","ὁπόσοι τʼ ἔποικον ἁγνᾶς"],["412","Ἀσίας ἕδος νέμονται,"],["413","μεγαλοστόνοισι σοῖς πή-"],["414","μασι συγκάμνουσι θνατοί."],["415","Κολχίδος τε γᾶς ἔνοικοι"],["416","παρθένοι, μάχας ἄτρεστοι,"],["417","καὶ Σκύθης ὅμιλος, οἳ γᾶς"],["418","ἔσχατον τόπον ἀμφὶ Μαι-"],["419","ῶτιν ἔχουσι λίμναν,"],["420","Ἀραβίας τʼ ἄρειον ἄνθος,"],["421","ὑψίκρημνον οἳ πόλισμα"],["422","Καυκάσου πέλας νέμονται,"],["423","δάιος στρατός, ὀξυπρῴ-"],["424","ροισι βρέμων ἐν αἰχμαῖς."],["425","μόνον δὴ πρόσθεν ἄλλον ἐν πόνοις"],["426","δαμέντʼ ἀδαμαντοδέτοις"],["427","Τιτᾶνα λύμαις εἰσιδόμαν, θεόν,"],["428","Ἄτλαντος αἰὲν; ὑπέροχον σθένος κραταιόν,"],["429","ὃς οὐράνιόν τε πόλον"],["430","νώτοις στέγων ὑποστενάζει."],["431","βοᾷ δὲ πόντιος κλύδων"],["432","ξυμπίτνων, στένει βυθός,"],["433","κελαινὸς δʼ Ἄιδος ὑποβρέμει μυχὸς γᾶς,"],["434","παγαί θʼ ἁγνορύτων ποταμῶν"],["435","στένουσιν ἄλγος οἰκτρόν."],["436","μή τοι χλιδῇ δοκεῖτε μηδʼ αὐθαδίᾳ"],["437","σιγᾶν με· συννοίᾳ δὲ δάπτομαι κέαρ,"],["438","ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον."],["439","καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα"],["440","τίς ἄλλος ἢ ʼγὼ παντελῶς διώρισεν;"],["441","ἀλλʼ αὐτὰ σιγῶ· καὶ γὰρ εἰδυίαισιν ἂν"],["442","ὑμῖν λέγοιμι· τἀν βροτοῖς δὲ πήματα"],["443","ἀκούσαθʼ, ὥς σφας νηπίους ὄντας τὸ πρὶν"],["444","ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους."],["445","λέξω δέ, μέμψιν οὔτινʼ ἀνθρώποις ἔχων,"],["446","ἀλλʼ ὧν δέδωκʼ εὔνοιαν ἐξηγούμενος·"],["447","οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην,"],["448","κλύοντες οὐκ ἤκουον, ἀλλʼ ὀνειράτων"],["449","ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον"],["450","ἔφυρον εἰκῇ πάντα, κοὔτε πλινθυφεῖς"],["451","δόμους προσείλους, ᾖσαν, οὐ ξυλουργίαν·"],["452","κατώρυχες δʼ ἔναιον ὥστʼ ἀήσυροι"],["453","μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις."],["454","ἦν δʼ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ"],["455","οὔτʼ ἀνθεμώδους ἦρος οὔτε καρπίμου"],["456","θέρους βέβαιον, ἀλλʼ ἄτερ γνώμης τὸ πᾶν"],["457","ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼ"],["458","ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις."],["459","καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων,"],["460","ἐξηῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις,"],["461","μνήμην ἁπάντων, μουσομήτορʼ ἐργάνην."],["462","κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα"],["463","ζεύγλαισι δουλεύοντα σάγμασὶν θʼ, ὅπως"],["464","θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων"],["465","γένοινθʼ, ὑφʼ ἅρμα τʼ ἤγαγον φιληνίους"],["466","ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς."],["467","θαλασσόπλαγκτα δʼ οὔτις ἄλλος ἀντʼ ἐμοῦ"],["468","λινόπτερʼ ηὗρε ναυτίλων ὀχήματα."],["469","τοιαῦτα μηχανήματʼ ἐξευρὼν τάλας"],["470","βροτοῖσιν, αὐτὸς οὐκ ἔχω σόφισμʼ ὅτῳ"],["471","τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ."],["472","πέπονθας αἰκὲς πῆμʼ· ἀποσφαλεὶς φρενῶν"],["473","πλανᾷ, κακὸς δʼ ἰατρὸς ὥς τις ἐς νόσον"],["474","πεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις"],["475","εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος."],["476","τὰ λοιπά μου κλύουσα θαυμάσῃ πλέον,"],["477","οἵας τέχνας τε καὶ πόρους ἐμησάμην."],["478","τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι,"],["479","οὐκ ἦν ἀλέξημʼ οὐδέν, οὔτε βρώσιμον,"],["480","οὐ χριστόν, οὐδὲ πιστόν, ἀλλὰ φαρμάκων"],["481","χρείᾳ κατεσκέλλοντο, πρίν γʼ ἐγώ σφισιν"],["482","ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων,"],["483","αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους."],["484","τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα,"],["485","κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ"],["486","ὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτους"],["487","ἐγνώρισʼ αὐτοῖς ἐνοδίους τε συμβόλους·"],["488","γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶς"],["489","διώρισʼ, οἵτινές τε δεξιοὶ φύσιν"],["490","εὐωνύμους τε, καὶ δίαιταν ἥντινα"],["491","ἔχουσʼ ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνες"],["492","ἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι·"],["493","σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα"],["494","ἔχουσʼ ἂν εἴη δαίμοσιν πρὸς ἡδονὴν"],["495","χολή, λοβοῦ τε ποικίλην εὐμορφίαν."],["496","κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰν"],["497","ὀσφῦν πυρώσας δυστέκμαρτον ἐς τέχνην"],["498","ὥδωσα θνητούς, καὶ φλογωπὰ σήματα"],["499","ἐξωμμάτωσα, πρόσθεν ὄντʼ ἐπάργεμα."],["500","τοιαῦτα μὲν δὴ ταῦτʼ· ἔνερθε δὲ χθονὸς"],["501","κεκρυμμένʼ, ἀνθρώποισιν ὠφελήματα,"],["502","χαλκόν, σίδηρον, ἄργυρον, χρυσόν τε τίς"],["503","φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ;"],["504","οὐδείς, σάφʼ οἶδα, μὴ μάτην φλύσαι θέλων."],["505","βραχεῖ δὲ μύθῳ πάντα συλλήβδην μάθε,"],["506","πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως."],["507","μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα,"],["508","σαυτοῦ δʼ ἀκήδει δυστυχοῦντος. ὡς ἐγὼ"],["509","εὔελπίς εἰμι τῶνδέ σʼ ἐκ δεσμῶν ἔτι"],["510","λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός."],["511","οὐ ταῦτα ταύτῃ Μοῖρά πω τελεσφόρος"],["512","κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς"],["513","δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω·"],["514","τέχνη δʼ ἀνάγκης ἀσθενεστέρα μακρῷ."],["515","τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος;"],["516","Μοῖραι τρίμορφοι μνήμονές τʼ Ἐρινύες"],["517","τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος;"],["518","οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην."],["519","τί γὰρ πέπρωται Ζηνὶ πλὴν ἀεὶ κρατεῖν;"],["520","τοῦτʼ οὐκέτʼ ἂν πύθοιο μηδὲ λιπάρει."],["521","ἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις."],["522","ἄλλου λόγου μέμνησθε, τόνδε δʼ οὐδαμῶς"],["523","καιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέος"],["524","ὅσον μάλιστα· τόνδε γὰρ σῴζων ἐγὼ"],["525","δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω."],["526","μηδάμʼ ὁ πάντα νέμων"],["527","θεῖτʼ ἐμᾷ γνώμᾳ κράτος ἀντίπαλον Ζεύς,"],["530","μηδʼ ἐλινύσαιμι θεοὺς ὁσίαις θοίναις ποτινισομένα"],["531","βουφόνοις παρʼ Ὠκεανοῦ πατρὸς ἄσβεστον πόρον,"],["535","μηδʼ ἀλίτοιμι λόγοις·"],["536","ἀλλά μοι τόδʼ ἐμμένοι καὶ μήποτʼ ἐκτακείη·"],["537","ἁδύ τι θαρσαλέαις"],["538","τὸν μακρὸν τείνειν βίον ἐλπίσι, φαναῖς"],["539","θυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις. φρίσ-"],["540","σω δέ σε δερκομένα"],["541","μυρίοις μόχθοις διακναιόμενον."],["542","Ζῆνα γὰρ οὐ τρομέων"],["543","ἰδίᾳ γνώμᾳ σέβῃ θνατοὺς ἄγαν, Προμηθεῦ."],["545","φέρʼ, ὅπως ἄχαρις χάρις, ὦ φίλος·"],["546","εἰπὲ ποῦ τίς ἀλκά;"],["547","τίς ἐφαμερίων ἄρηξις; οὐδʼ ἐδέρχθης"],["548","ὀλιγοδρανίαν ἄκικυν,"],["549","ἰσόνειρον, ᾇ τὸ φωτῶν"],["550","ἀλαὸν γένος ἐμπεποδισμένον; οὔποτε"],["551","τὰν Διὸς ἁρμονίαν θνατῶν παρεξίασι βουλαί."],["552","ἔμαθον τάδε σὰς προσιδοῦσʼ ὀλο-"],["553","ὰς τύχας, Προμηθεῦ."],["554","τὸ διαμφίδιον δέ μοι μέλος προσέπτα"],["555","τόδʼ ἐκεῖνό θʼ, ὅ τʼ ἀμφὶ λουτρὰ"],["556","καὶ λέχος σὸν ὑμεναίουν"],["557","ἰότατι γάμων, ὅτε τὰν ὁμοπάτριον ἕδνοις"],["560","ἄγαγες Ἡσιόναν πείθὼν δάμαρτα κοινόλεκτρον."],["561","τίς γῆ; τί γένος; τίνα φῶ λεύσσειν"],["562","τόνδε χαλινοῖς ἐν πετρίνοισιν"],["563","χειμαζόμενον;"],["564","τίνος ἀμπλακίας ποινὰς ὀλέκῃ;"],["565","σήμηνον ὅποι γῆς ἡ μογερὰ πεπλάνημαι."],["566","ἆ ἆ, ἒ ἔ,"],["567","χρίει τις αὖ με τὰν τάλαιναν οἶστρος,"],["568","εἴδωλον Ἄργου γηγενοῦς, ἄλευʼ ἆ δᾶ· φοβοῦμαι"],["569","τὸν μυριωπὸν εἰσορῶσα βούταν."],["570","ὁ δὲ πορεύεται δόλιον ὄμμʼ ἔχων,"],["570a","ὃν οὐδὲ κατθανόντα γαῖα κεύθει."],["571","ἀλλʼ, ἐμὲ τὰν τάλαιναν"],["572","ἐξ ἐνέρων περῶν κυναγετεῖ, πλανᾷ"],["573","τε νῆστιν ἀνὰ τὰν παραλίαν ψάμμαν."],["574","ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ"],["575","ἀχέτας ὑπνοδόταν νόμον·"],["576","ἰὼ ἰὼ πόποι, ποῖ μʼ ἄγουσι τη-"],["577","λέπλαγκτοι πλάναι;"],["578","τί ποτέ μʼ, ὦ Κρόνιε παῖ, τί ποτε ταῖσδʼ"],["579","ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν"],["580","πημοναῖσιν; ἓ ἕ,"],["581","οἰστρηλάτῳ δὲ δείματι"],["582","δειλαίαν παράκοπον ὧδε τείρεις;"],["583","πυρί με φλέξον, ἢ χθονὶ κάλυψον, ἤ"],["584","ποντίοις δάκεσι δὸς βοράν,"],["585","μηδέ μοι φθονήσῃς"],["586","εὐγμάτων, ἄναξ."],["585a","ἄδην με πολύπλανοι πλάναι"],["586a","γεγυμνάκασιν, οὐδʼ ἔχω μαθεῖν ὅπα"],["587","πημονὰς ἀλύξω."],["588","κλύεις φθέγμα τᾶς βούκερω παρθένου;"],["589","πῶς δʼ οὐ κλύω τῆς οἰστροδινήτου κόρης,"],["590","τῆς Ἰναχείας; ἣ Διὸς θάλπει κέαρ"],["591","ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους"],["592","Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται."],["593","πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομʼ ἀπύεις;"],["594","εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν;"],["595","τίς ἄρα μʼ, ὦ τάλας, τὰν τάλαιναν ὧδʼ"],["596","ἔτυμα προσθροεῖς;"],["597","θεόσυτόν τε νόσον ὠνόμασας, ἃ"],["598","μαραίνει με χρίουσα κέντροις, ἰώ,"],["599","φοιταλέοισιν ἓ ἕ·"],["600","σκιρτημάτων δὲ νήστισιν"],["600a","αἰκείαις λαβρόσυτος ἦλθον, Ἥρας"],["601","ἐπικότοισι μήδεσι δαμεῖσα. δυσ-"],["602","δαιμόνων δὲ τίνες οἵ, ἓ ἕ,"],["603","οἷʼ ἐγὼ μογοῦσιν;"],["604","ἀλλά μοι τορῶς"],["605","τέκμηρον ὅ τι μʼ ἐπαμμένει"],["606","παθεῖν, τί μῆχαρ, ἢ τί φάρμακον νόσου,"],["607","δεῖξον, εἴπερ οἶσθα·"],["608","θρόει, φράζε τᾷ δυσπλάνῳ παρθένῳ."],["609","λέξω τορῶς σοι πᾶν ὅπερ χρῄζεις μαθεῖν,"],["610","οὐκ ἐμπλέκων αἰνίγματʼ, ἀλλʼ ἁπλῷ λόγῳ,"],["611","ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα."],["612","πυρὸς βροτοῖς δοτῆρʼ ὁρᾷς Προμηθέα."],["613","ὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς,"],["614","τλῆμον Προμηθεῦ, τοῦ δίκην πάσχεις τάδε;"],["615","ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους."],["616","οὔκουν πόροις ἂν τήνδε δωρεὰν ἐμοί;"],["617","λέγʼ ἥντινʼ αἰτῇ· πᾶν γὰρ ἂν πύθοιό μου."],["618","σήμηνον ὅστις ἐν φάραγγί σʼ ὤχμασεν."],["619","βούλευμα μὲν τὸ Δῖον, Ἡφαίστου δὲ χείρ."],["620","ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις;"],["621","τοσοῦτον ἀρκῶ σοι σαφηνίσας μόνον."],["622","καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνης"],["623","δεῖξον, τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος."],["624","τὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε."],["625","μήτοι με κρύψῃς τοῦθʼ ὅπερ μέλλω παθεῖν."],["626","ἀλλʼ οὐ μεγαίρω τοῦδέ σοι δωρήματος."],["627","τί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν;"],["628","φθόνος μὲν οὐδείς, σὰς δʼ ὀκνῶ θράξαι φρένας."],["629","μή μου προκήδου μᾶσσον ὡς ἐμοὶ γλυκύ."],["630","ἐπεὶ προθυμῇ, χρὴ λέγειν. ἄκουε δή."],["631","μήπω γε· μοῖραν δʼ ἡδονῆς κἀμοὶ πόρε."],["632","τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον,"],["633","αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας·"],["634","τὰ λοιπὰ δʼ ἄθλων σοῦ διδαχθήτω πάρα."],["635","σὸν ἔργον, Ἰοῖ, ταῖσδʼ ὑπουργῆσαι χάριν,"],["636","ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός."],["637","ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχας"],["638","ἐνταῦθʼ, ὅπου μέλλοι τις οἴσεσθαι δάκρυ"],["639","πρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει."],["640","οὐκ οἶδʼ ὅπως ὑμῖν ἀπιστῆσαί με χρή,"],["641","σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ προσχρῄζετε"],["642","πεύσεσθε· καίτοι καὶ λέγουσʼ αἰσχύνομαι"],["643","θεόσσυτον χειμῶνα καὶ διαφθορὰν"],["644","μορφῆς, ὅθεν μοι σχετλίᾳ προσέπτατο."],["645","αἰεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναι"],["646","ἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουν"],["647","λείοισι μύθοις ὦ μέγʼ εὔδαιμον κόρη,"],["648","τί παρθενεύει δαρόν, ἐξόν σοι γάμου"],["649","τυχεῖν μεγίστου; Ζεὺς γὰρ ἱμέρου βέλει"],["650","πρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπριν"],["651","θέλει· σὺ δʼ, ὦ παῖ, μὴ ʼπολακτίσῃς λέχος"],["652","τὸ Ζηνός, ἀλλʼ ἔξελθε πρὸς Λέρνης βαθὺν"],["653","λειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρός,"],["654","ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσῃ πόθου."],["655","τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασι"],["656","συνειχόμην δύστηνος, ἔστε δὴ πατρὶ"],["657","ἔτλην γεγωνεῖν νυκτίφοιτʼ ὀνείρατα."],["658","ὁ δʼ ἔς τε Πυθὼ κἀπὶ Δωδώνης πυκνοὺς"],["659","θεοπρόπους ἴαλλεν, ὡς μάθοι τί χρὴ"],["660","δρῶντʼ ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα."],["661","ἧκον δʼ ἀναγγέλλοντες αἰολοστόμους"],["662","χρησμοὺς ἀσήμους δυσκρίτως τʼ εἰρημένους."],["663","τέλος δʼ ἐναργὴς βάξις ἦλθεν Ἰνάχῳ"],["664","σαφῶς ἐπισκήπτουσα καὶ μυθουμένη"],["665","ἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμέ,"],["666","ἄφετον ἀλᾶσθαι γῆς ἐπʼ ἐσχάτοις ὅροις·"],["667","κεἰ μὴ θέλοι, πυρωπὸν ἐκ Διὸς μολεῖν"],["668","κεραυνόν, ὃς πᾶν ἐξαϊστώσοι γένος."],["669","τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν"],["670","ἐξήλασέν με κἀπέκλῃσε δωμάτων"],["671","ἄκουσαν ἄκων· ἀλλʼ ἐπηνάγκαζέ νιν"],["672","Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε."],["673","εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι"],["674","ἦσαν, κεραστὶς δʼ, ὡς ὁρᾶτʼ, ὀξυστόμῳ"],["675","μύωπι χρισθεῖσʼ ἐμμανεῖ σκιρτήματι"],["676","ᾖσσον πρὸς εὔποτόν τε Κερχνείας ῥέος"],["677","Λέρνης τε κρήνην· βουκόλος δὲ γηγενὴς"],["678","ἄκρατος ὀργὴν Ἄργος ὡμάρτει, πυκνοῖς"],["679","ὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους."],["680","ἀπροσδόκητος δʼ αὐτὸν ἀφνίδιος μόρος"],["681","τοῦ ζῆν ἀπεστέρησεν. οἰστροπλὴξ δʼ ἐγὼ"],["682","μάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι."],["683","κλύεις τὰ πραχθέντʼ· εἰ δʼ ἔχεις εἰπεῖν ὅ τι"],["684","λοιπὸν πόνων, σήμαινε· μηδέ μʼ οἰκτίσας"],["685","ξύνθαλπε μύθοις ψευδέσιν· νόσημα γὰρ"],["686","αἴσχιστον εἶναί φημι συνθέτους λόγους."],["687","ἔα ἔα, ἄπεχε, φεῦ·"],["688","οὔποτʼ οὔποτʼ ηὔχουν ὧδε ξένους"],["689","μολεῖσθαι λόγους εἰς ἀκοὰν ἐμάν,"],["690","οὐδʼ ὧδε δυσθέατα καὶ δύσοιστα"],["691","πήματα, λύματα, δείματα ἀμ-"],["692","φάκει κέντρῳ τύψειν ψυχὰν ἐμάν."],["693","ἰὼ ἰὼ μοῖρα μοῖρα,"],["695","πέφρικʼ εἰσιδοῦσα πρᾶξιν Ἰοῦς."],["696","πρῴ γε στενάζεις καὶ φόβου πλέα τις εἶ·"],["697","ἐπίσχες ἔστʼ ἂν καὶ τὰ λοιπὰ προσμάθῃς."],["698","λέγʼ, ἐκδίδασκε· τοῖς νοσοῦσί τοι γλυκὺ"],["699","τὸ λοιπὸν ἄλγος προυξεπίστασθαι τορῶς."],["700","τὴν πρίν γε χρείαν ἠνύσασθʼ ἐμοῦ πάρα"],["701","κούφως· μαθεῖν γὰρ τῆσδε πρῶτʼ ἐχρῄζετε"],["702","τὸν ἀμφʼ ἑαυτῆς ἆθλον ἐξηγουμένης·"],["703","τὰ λοιπὰ νῦν ἀκούσαθʼ, οἷα χρὴ πάθη"],["704","τλῆναι πρὸς Ἥρας τήνδε τὴν νεάνιδα."],["705","σύ τʼ Ἰνάχειον σπέρμα, τοὺς ἐμοὺς λόγους"],["706","θυμῷ βάλʼ, ὡς ἂν τέρματʼ ἐκμάθῃς ὁδοῦ."],["707","πρῶτον μὲν ἐνθένδʼ ἡλίου πρὸς ἀντολὰς"],["708","στρέψασα σαυτὴν στεῖχʼ ἀνηρότους γύας·"],["709","Σκύθας δʼ ἀφίξῃ νομάδας, οἳ πλεκτὰς στέγας"],["710","πεδάρσιοι ναίουσʼ ἐπʼ εὐκύκλοις ὄχοις"],["711","ἑκηβόλοις τόξοισιν ἐξηρτυμένοι·"],["712","οἷς μὴ πελάζειν, ἀλλʼ ἁλιστόνοις πόδας"],["713","χρίμπτουσα ῥαχίαισιν ἐκπερᾶν χθόνα."],["714","λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονες"],["715","οἰκοῦσι Χάλυβες, οὓς φυλάξασθαί σε χρή."],["716","ἀνήμεροι γὰρ οὐδὲ πρόσπλατοι ξένοις."],["717","ἥξεις δʼ Ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον,"],["718","ὃν μὴ περάσῃς, οὐ γὰρ εὔβατος περᾶν,"],["719","πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόλῃς, ὀρῶν"],["720","ὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾷ μένος"],["721","κροτάφων ἀπʼ αὐτῶν. ἀστρογείτονας δὲ χρὴ"],["722","κορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴν"],["723","βῆναι κέλευθον, ἔνθʼ, Ἀμαζόνων στρατὸν"],["724","ἥξεις στυγάνορʼ, αἳ Θεμίσκυράν ποτε"],["725","κατοικιοῦσιν ἀμφὶ Θερμώδονθʼ, ἵνα"],["726","τραχεῖα πόντου Σαλμυδησσία γνάθος"],["727","ἐχθρόξενος ναύταισι, μητρυιὰ νεῶν·"],["728","αὗταί σʼ ὁδηγήσουσι καὶ μάλʼ ἀσμένως."],["729","ἰσθμὸν δʼ ἐπʼ αὐταῖς στενοπόροις λίμνης πύλαις"],["730","Κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴ"],["731","λιποῦσαν αὐλῶνʼ ἐκπερᾶν Μαιωτικόν·"],["732","ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας"],["733","τῆς σῆς πορείας, Βόσπορος δʼ ἐπώνυμος"],["734","κεκλήσεται. λιποῦσα δʼ Εὐρώπης πέδον"],["735","ἤπειρον ἥξεις Ἀσιάδʼ·. ἆρʼ, ὑμῖν δοκεῖ"],["736","ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθʼ ὁμῶς"],["737","βίαιος εἶναι; τῇδε γὰρ θνητῇ θεὸς"],["738","χρῄζων μιγῆναι τάσδʼ ἐπέρριψεν πλάνας."],["739","πικροῦ δʼ ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμων"],["740","μνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους,"],["741","εἶναι δόκει σοι μηδέπω ʼν προοιμίοις."],["742","ἰώ μοί μοι, ἒ ἔ."],["743","σὺ δʼ αὖ κέκραγας κἀναμυχθίζῃ; τί που"],["744","δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά;"],["745","ἦ γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς;"],["746","δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης."],["747","τί δῆτʼ ἐμοὶ ζῆν κέρδος, ἀλλʼ οὐκ ἐν τάχει"],["748","ἔρριψʼ ἐμαυτὴν τῆσδʼ ἀπὸ στύφλου πέτρας,"],["749","ὅπως πέδοι σκήψασα τῶν πάντων πόνων"],["750","ἀπηλλάγην; κρεῖσσον γὰρ εἰσάπαξ θανεῖν"],["751","ἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς."],["752","ἦ δυσπετῶς ἂν τοὺς ἐμοὺς ἄθλους φέροις,"],["753","ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον·"],["754","αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή·"],["755","νῦν δʼ οὐδέν ἐστι τέρμα μοι προκείμενον"],["756","μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος."],["757","ἦ γάρ ποτʼ ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία;"],["758","ἥδοιʼ ἄν, οἶμαι, τήνδʼ ἰδοῦσα συμφοράν."],["759","πῶς δʼ οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς;"],["760","ὡς τοίνυν ὄντων τῶνδέ σοι μαθεῖν πάρα."],["761","πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται;"],["762","πρὸς αὐτὸς αὑτοῦ κενοφρόνων βουλευμάτων."],["763","ποίῳ τρόπῳ; σήμηνον, εἰ μή τις βλάβη."],["764","γαμεῖ γάμον τοιοῦτον ᾧ ποτʼ ἀσχαλᾷ."],["765","θέορτον, ἢ βρότειον; εἰ ῥητόν, φράσον."],["766","τί δʼ ὅντινʼ·; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε."],["767","ἦ πρὸς δάμαρτος ἐξανίσταται θρόνων;"],["768","ἣ τέξεταί γε παῖδα φέρτερον πατρός."],["769","οὐδʼ ἔστιν αὐτῷ τῆσδʼ ἀποστροφὴ τύχης;"],["770","οὐ δῆτα, πλὴν ἔγωγʼ ἂν ἐκ δεσμῶν λυθείς."],["771","τίς οὖν ὁ λύσων ἐστὶν ἄκοντος Διός;"],["772","τῶν σῶν τινʼ αὐτὸν ἐγγόνων εἶναι χρεών."],["773","πῶς εἶπας; ἦ ʼμὸς παῖς σʼ ἀπαλλάξει κακῶν;"],["774","τρίτος γε γένναν πρὸς δέκʼ ἄλλαισιν γοναῖς."],["775","ἥδʼ οὐκέτʼ εὐξύμβλητος ἡ χρησμῳδία."],["776","καὶ μηδὲ σαυτῆς ἐκμαθεῖν ζήτει πόνους."],["777","μή μοι προτείνων κέρδος εἶτʼ ἀποστέρει."],["778","δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι."],["779","ποίοιν; πρόδειξον, αἵρεσίν τʼ ἐμοὶ δίδου."],["780","δίδωμʼ· ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοι"],["781","φράσω σαφηνῶς, ἢ τὸν ἐκλύσοντʼ ἐμέ."],["782","τούτων σὺ τὴν μὲν τῇδε, τὴν δʼ ἐμοὶ χάριν"],["783","θέσθαι θέλησον, μηδʼ ἀτιμάσῃς λόγου·"],["784","καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην,"],["785","ἐμοὶ δὲ τὸν λύσοντα· τοῦτο γὰρ ποθῶ."],["786","ἐπεὶ προθυμεῖσθʼ, οὐκ ἐναντιώσομαι"],["787","τὸ μὴ οὐ γεγωνεῖν πᾶν ὅσον προσχρῄζετε."],["788","σοὶ πρῶτον, Ἰοῖ, πολύδονον πλάνην φράσω,"],["789","ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν."],["790","ὅταν περάσῃς ῥεῖθρον ἠπείροιν ὅρον,"],["791","πρὸς ἀντολὰς φλογῶπας ἡλιοστιβεῖς"],["793","πόντου περῶσα φλοῖσβον, ἔστʼ ἂν ἐξίκῃ"],["794","πρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνα"],["795","αἱ Φορκίδες ναίουσι δηναιαὶ κόραι"],["795a","τρεῖς κυκνόμορφοι, κοινὸν ὄμμʼ ἐκτημέναι,"],["796","μονόδοντες, ἃς οὔθʼ ἥλιος προσδέρκεται"],["797","ἀκτῖσιν οὔθʼ ἡ νύκτερος μήνη ποτέ."],["798","πέλας δʼ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι,"],["799","δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς,"],["800","ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς."],["801","τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω·"],["802","ἄλλην δʼ ἄκουσον δυσχερῆ θεωρίαν·"],["803","ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύνας"],["804","γρῦπας φύλαξαι, τόν τε μουνῶπα στρατὸν"],["805","Ἀριμασπὸν ἱπποβάμονʼ, οἳ χρυσόρρυτον"],["806","οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου·"],["807","τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆν"],["808","ἥξεις, κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου"],["809","ναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ."],["810","τούτου παρʼ ὄχθας ἕρφʼ, ἕως ἂν ἐξίκῃ"],["811","καταβασμόν, ἔνθα Βιβλίνων ὀρῶν ἄπο"],["812","ἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος."],["813","οὗτός σʼ ὁδώσει τὴν τρίγωνον ἐς χθόνα"],["814","Νειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν,"],["815","Ἰοῖ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι."],["816","τῶν δʼ εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον,"],["817","ἐπανδίπλαζε καὶ σαφῶς ἐκμάνθανε·"],["818","σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι."],["819","εἰ μέν τι τῇδε λοιπὸν ἢ παρειμένον"],["820","ἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης,"],["821","λέγʼ· εἰ δὲ πάντʼ εἴρηκας, ἡμῖν αὖ χάριν"],["822","δὸς ἥνπερ αἰτούμεσθα, μέμνησαι δέ που."],["823","τὸ πᾶν πορείας ἥδε τέρμʼ ἀκήκοεν."],["824","ὅπως δʼ ἂν εἰδῇ μὴ μάτην κλύουσά μου,"],["825","ἃ πρὶν μολεῖν δεῦρʼ ἐκμεμόχθηκεν φράσω,"],["826","τεκμήριον τοῦτʼ αὐτὸ δοὺς μύθων ἐμῶν."],["827","ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων,"],["828","πρὸς αὐτὸ δʼ εἶμι τέρμα σῶν πλανημάτων."],["829","ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα,"],["830","τὴν αἰπύνωτόν τʼ ἀμφὶ Δωδώνην, ἵνα"],["831","μαντεῖα θᾶκός τʼ ἐστὶ Θεσπρωτοῦ Διός,"],["832","τέρας τʼ ἄπιστον, αἱ προσήγοροι δρύες,"],["833","ὑφʼ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως"],["834","προσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρ"],["835","μέλλουσʼ ἔσεσθαι. τῶνδε προσσαίνει σέ τι;"],["836","ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίαν"],["837","κέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας,"],["838","ἀφʼ οὗ παλιμπλάγκτοισι χειμάζῃ δρόμοις·"],["839","χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός,"],["840","σαφῶς ἐπίστασʼ, Ἰόνιος κεκλήσεται,."],["841","τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς."],["842","σημεῖά σοι τάδʼ ἐστὶ τῆς ἐμῆς φρενός,"],["843","ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου."],["844","τὰ λοιπὰ δʼ ὑμῖν τῇδέ τʼ ἐς κοινὸν φράσω,"],["845","ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος."],["846","ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός,"],["847","Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι·"],["848","ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα"],["849","ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον."],["850","ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων"],["851","τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται"],["852","ὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα·"],["853","πέμπτη δʼ ἀπʼ αὐτοῦ γέννα πεντηκοντάπαις"],["854","πάλιν πρὸς Ἄργος οὐχ ἑκοῦσʼ ἐλεύσεται"],["855","θηλύσπορος, φεύγουσα συγγενῆ γάμον"],["856","ἀνεψιῶν· οἱ δʼ ἐπτοημένοι φρένας,"],["857","κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι,"],["858","ἥξουσι θηρεύοντες οὐ θηρασίμους"],["859","γάμους, φθόνον δὲ σωμάτων ἕξει θεός·"],["860","Πελασγία δὲ δέξεται θηλυκτόνῳ"],["861","Ἄρει, δαμέντων νυκτιφρουρήτῳ θράσει."],["862","γυνὴ γὰρ ἄνδρʼ ἕκαστον αἰῶνος στερεῖ,"],["863","δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος·"],["864","τοιάδʼ ἐπʼ ἐχθροὺς τοὺς ἐμοὺς ἔλθοι Κύπρις."],["865","μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴ"],["866","κτεῖναι σύνευνον, ἀλλʼ ἀπαμβλυνθήσεται"],["867","γνώμην· δυοῖν δὲ θάτερον βουλήσεται,"],["868","κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος·"],["869","αὕτη κατʼ Ἄργος βασιλικὸν τέξει γένος."],["870","μακροῦ λόγου δεῖ ταῦτʼ ἐπεξελθεῖν τορῶς."],["871","σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺς"],["872","τόξοισι κλεινός, ὃς πόνων ἐκ τῶνδʼ ἐμὲ"],["873","λύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴς"],["874","μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις·"],["875","ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ λόγου"],["876","εἰπεῖν, σύ τʼ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς."],["877","ἐλελεῦ ἐλελεῦ,"],["878","ὑπό μʼ αὖ σφάκελος καὶ φρενοπληγεῖς"],["879","μανίαι θάλπουσʼ, οἴστρου δʼ ἄρδις"],["880","χρίει μʼ ἄπυρος·"],["881","κραδία δὲ φόβῳ φρένα λακτίζει."],["882","τροχοδινεῖται δʼ ὄμμαθʼ ἑλίγδην,"],["883","ἔξω δὲ δρόμου φέρομαι λύσσης"],["884","πνεύματι μάργῳ, γλώσσης ἀκρατής·"],["885","θολεροὶ δὲ λόγοι παίουσʼ εἰκῆ"],["886","στυγνῆς πρὸς κύμασιν ἄτης."],["887","ἦ σοφὸς ἦ σοφὸς ἦν ὃς"],["888","πρῶτος ἐν γνώμᾳ τόδʼ ἐβάστασε καὶ γλώσ-"],["889","σᾳ διεμυθολόγησεν,"],["890","ὡς τὸ κηδεῦσαι καθʼ ἑαυτὸν ἀριστεύει μακρῷ,"],["891","καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένων"],["892","μήτε τῶν γέννᾳ μεγαλυνομένων"],["893","ὄντα χερνήταν ἐραστεῦσαι γάμων."],["894","μήποτε μήποτέ μʼ, ὦ"],["895","πότνιαι Μοῖραι, λεχέων Διὸς εὐνά-"],["896","τειραν ἴδοισθε πέλουσαν·"],["897","μηδὲ πλαθείην γαμέτᾳ τινὶ τῶν ἐξ οὐρανοῦ."],["898","ταρβῶ γὰρ ἀστεργάνορα παρθενίαν"],["899","εἰσορῶσʼ Ἰοῦς ἀμαλαπτομέναν"],["900","δυσπλάνοις Ἥρας ἀλατείαις πόνων."],["901","ἐμοὶ δʼ ὅτε μὲν ὁμαλὸς ὁ γάμος,"],["902","ἄφοβος· οὐ δέδια· μηδὲ κρεισσόνων θεῶν"],["903","ἔρως ἄφυκτον ὄμμα προσδράκοι με."],["904","ἀπόλεμος ὅδε γʼ ὁ πόλεμος, ἄπορα πόριμος·"],["905","οὐδʼ ἔχω τίς ἂν γενοίμαν."],["906","τὰν Διὸς γὰρ οὐχ ὁρῶ"],["906b","μῆτιν ὅπα φύγοιμʼ ἄν."],["907","ἦ μὴν ἔτι Ζεύς, καίπερ αὐθάδης φρενῶν,"],["908","ἔσται ταπεινός, οἷον ἐξαρτύεται"],["909","γάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδος"],["910","θρόνων τʼ ἄιστον ἐκβαλεῖ· πατρὸς δʼ ἀρὰ"],["911","Κρόνου τότʼ ἤδη παντελῶς κρανθήσεται,"],["912","ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν θρόνων."],["913","τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν"],["914","δύναιτʼ ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς."],["915","ἐγὼ τάδʼ οἶδα χᾦ τρόπῳ. πρὸς ταῦτά νυν"],["916","θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις"],["917","πιστός, τινάσσων τʼ ἐν χεροῖν πύρπνουν βέλος."],["918","οὐδὲν γὰρ αὐτῷ ταῦτʼ ἐπαρκέσει τὸ μὴ οὐ"],["919","πεσεῖν ἀτίμως πτώματʼ οὐκ ἀνασχετά·"],["920","τοῖον παλαιστὴν νῦν παρασκευάζεται"],["921","ἐπʼ αὐτὸς αὑτῷ, δυσμαχώτατον τέρας·"],["922","ὃς δὴ κεραυνοῦ κρείσσονʼ εὑρήσει φλόγα,"],["923","βροντῆς θʼ ὑπερβάλλοντα καρτερὸν κτύπον·"],["924","θαλασσίαν τε γῆς τινάκτειραν νόσον"],["925","τρίαιναν, αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ."],["926","πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεται"],["927","ὅσον τό τʼ ἄρχειν καὶ τὸ δουλεύειν δίχα."],["928","σύ θην ἃ χρῄζεις, ταῦτʼ ἐπιγλωσσᾷ Διός."],["929","ἅπερ τελεῖται, πρὸς δʼ ἃ βούλομαι λέγω."],["930","καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα;"],["931","καὶ τῶνδέ γʼ, ἕξει δυσλοφωτέρους πόνους."],["932","πῶς δʼ οὐχὶ ταρβεῖς τοιάδʼ ἐκρίπτων ἔπη;"],["933","τί δʼ ἂν φοβοίμην ᾧ θανεῖν οὐ μόρσιμον;"],["934","ἀλλʼ ἆθλον ἄν σοι τοῦδʼ ἔτʼ ἀλγίω πόροι."],["935","ὁ δʼ οὖν ποιείτω· πάντα προσδοκητά μοι."],["936","οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί."],["937","σέβου, προσεύχου, θῶπτε τὸν κρατοῦντʼ ἀεί."],["938","ἐμοὶ δʼ ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει."],["939","δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον,"],["940","ὅπως θέλει· δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς."],["941","ἀλλʼ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν,"],["942","τὸν τοῦ τυράννου τοῦ νέου διάκονον·"],["943","πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν."],["944","σὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον,"],["945","τὸν ἐξαμαρτόντʼ εἰς θεοὺς ἐφημέροις"],["946","πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω·"],["947","πατὴρ ἄνωγέ σʼ οὕστινας κομπεῖς γάμους"],["948","αὐδᾶν, πρὸς ὧν ἐκεῖνος ἐκπίπτει κράτους."],["949","καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως,"],["950","ἀλλʼ αὔθʼ ἕκαστα φράζε· μηδέ μοι διπλᾶς"],["951","ὁδούς, Προμηθεῦ, προσβάλῃς· ὁρᾷς δʼ ὅτι"],["952","Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται."],["953","σεμνόστομός γε καὶ φρονήματος πλέως"],["954","ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου."],["955","νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ"],["956","ναίειν ἀπενθῆ πέργαμʼ· οὐκ ἐκ τῶνδʼ ἐγὼ"],["957","δισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην;"],["958","τρίτον δὲ τὸν νῦν κοιρανοῦντʼ ἐπόψομαι"],["959","αἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶ"],["960","ταρβεῖν ὑποπτήσσειν τε τε τοὺς νέους θεούς;"],["961","πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲ"],["962","κέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν·"],["963","πεύσῃ γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ."],["964","τοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασιν"],["965","ἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας."],["966","τῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν,"],["967","σαφῶς ἐπίστασʼ, οὐκ ἂν ἀλλάξαιμʼ ἐγώ."],["968","κρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρᾳ"],["969","ἢ πατρὶ φῦναι Ζηνὶ πιστὸν ἄγγελον."],["970","οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών."],["971","χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασι."],["972","χλιδῶ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼ"],["973","ἐχθροὺς ἴδοιμι· καὶ σὲ δʼ ἐν τούτοις λέγω."],["974","ἦ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ;"],["975","ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς,"],["976","ὅσοι παθόντες εὖ κακοῦσί μʼ ἐκδίκως."],["977","κλύω σʼ ἐγὼ μεμηνότʼ οὐ σμικρὰν νόσον."],["978","νοσοῖμʼ ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν."],["979","εἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς."],["980","ὤμοι."],["980a","ὤμοι; τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται."],["981","ἀλλʼ ἐκδιδάσκει πάνθʼ ὁ γηράσκων χρόνος."],["982","καὶ μὴν σύ γʼ οὔπω σωφρονεῖν ἐπίστασαι."],["983","σὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθʼ ὑπηρέτην."],["984","ἐρεῖν ἔοικας οὐδὲν ὧν χρῄζει πατήρ."],["985","καὶ μὴν ὀφείλων γʼ ἂν τίνοιμʼ αὐτῷ χάριν."],["986","ἐκερτόμησας δῆθεν ὡς παῖδʼ ὄντα με."],["987","οὐ γὰρ σὺ παῖς τε κἄτι τοῦδʼ ἀνούστερος"],["988","εἰ προσδοκᾷς ἐμοῦ τι πεύσεσθαι πάρα;"],["989","οὐκ ἔστιν αἴκισμʼ οὐδὲ μηχάνημʼ ὅτῳ"],["990","προτρέψεταί με Ζεὺς γεγωνῆσαι τάδε,"],["991","πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια."],["992","πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα φλόξ,"],["993","λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασι"],["994","χθονίοις κυκάτω πάντα καὶ ταρασσέτω."],["995","γνάμψει γὰρ οὐδὲν τῶνδέ μʼ ὥστε καὶ φράσαι"],["996","πρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος."],["997","ὅρα νυν εἴ σοι ταῦτʼ ἀρωγὰ φαίνεται."],["998","ὦπται πάλαι δὴ καὶ βεβούλευται τάδε."],["999","τόλμησον, ὦ μάταιε, τόλμησόν ποτε"],["1000","πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν,"],["1001","ὀχλεῖς μάτην με κῦμʼ ὅπως παρηγορῶν."],["1002","εἰσελθέτω σε μήποθʼ ὡς ἐγὼ Διὸς"],["1003","γνώμην φοβηθεὶς θηλύνους γενήσομαι,"],["1004","καὶ λιπαρήσω τὸν μέγα στυγούμενον"],["1005","γυναικομίμοις ὑπτιάσμασιν χερῶν"],["1006","λῦσαί με δεσμῶν τῶνδε· τοῦ παντὸς δέω."],["1007","λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν·"],["1008","τέγγῃ γὰρ οὐδὲν οὐδὲ μαλθάσσῃ λιταῖς"],["1009","ἐμαῖς· δακὼν δὲ στόμιον ὡς νεοζυγὴς"],["1010","πῶλος βιάζῃ καὶ πρὸς ἡνίας μάχῃ."],["1011","ἀτὰρ σφοδρύνῃ γʼ ἀσθενεῖ σοφίσματι·"],["1012","αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς"],["1013","αὐτὴ καθʼ αὑτὴν οὐδενὸς μεῖζον σθένει."],["1014","σκέψαι δʼ, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις,"],["1015","οἷός σε χειμὼν καὶ κακῶν τρικυμία"],["1016","ἔπεισʼ ἄφυκτος· πρῶτα μὲν γὰρ ὀκρίδα"],["1017","φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶ"],["1018","πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας"],["1019","τὸ σόν, πετραία δʼ ἀγκάλη σε βαστάσει."],["1020","μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου"],["1021","ἄψορρον ἥξεις εἰς φάος· Διὸς δέ τοί"],["1022","πτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρως"],["1023","διαρταμήσει σώματος μέγα ῥάκος,"],["1024","ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος,"],["1025","κελαινόβρωτον δʼ ἧπαρ ἐκθοινήσεται."],["1026","τοιοῦδε μόχθου τέρμα μή τι προσδόκα,"],["1027","πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνων"],["1028","φανῇ, θελήσῃ τʼ εἰς ἀναύγητον μολεῖν"],["1029","Ἅιδην κνεφαῖά τʼ ἀμφὶ Ταρτάρου βάθη."],["1030","πρὸς ταῦτα βούλευʼ· ὡς ὅδʼ οὐ πεπλασμένος"],["1031","ὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος·"],["1032","ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα"],["1033","τὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ· σὺ δὲ"],["1034","πάπταινε καὶ φρόντιζε, μηδʼ αὐθαδίαν"],["1035","εὐβουλίας ἀμείνονʼ ἡγήσῃ ποτέ."],["1036","ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεται"],["1037","λέγειν. ἄνωγε γάρ σε τὴν αὐθαδίαν"],["1038","μεθέντʼ ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν."],["1039","πιθοῦ· σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν."],["1040","εἰδότι τοί μοι τάσδʼ ἀγγελίας"],["1041","ὅδʼ ἐθώυξεν· πάσχειν δὲ κακῶς"],["1042","ἐχθρὸν ὑπʼ ἐχθρῶν οὐδὲν ἀεικές."],["1043","πρὸς ταῦτʼ ἐπʼ ἐμοὶ ῥιπτέσθω μὲν"],["1044","πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δʼ"],["1045","ἐρεθιζέσθω βροντῇ σφακέλῳ τʼ"],["1046","ἀγρίων ἀνέμων· χθόνα δʼ ἐκ πυθμένων"],["1047","αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι,"],["1048","κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳ"],["1049","συγχώσειεν τῶν οὐρανίων"],["1050","ἄστρων διόδους· εἴς τε κελαινὸν"],["1051","Τάρταρον ἄρδην ῥίψειε δέμας"],["1052","τοὐμὸν ἀνάγκης στερραῖς δίναις·"],["1053","πάντως ἐμέ γʼ οὐ θανατώσει."],["1054","τοιάδε μέντοι τῶν φρενοπλήκτων"],["1055","βουλεύματʼ ἔπη τʼ ἔστιν ἀκοῦσαι."],["1056","τί γὰρ ἐλλείπει μὴ οὐ παραπαίειν"],["1057","ἡ τοῦδʼ εὐχή; τί χαλᾷ μανιῶν;"],["1058","ἀλλʼ οὖν ὑμεῖς γʼ αἱ πημοσύναις"],["1059","συγκάμνουσαι ταῖς τοῦδε τόπων"],["1060","μετά ποι χωρεῖτʼ ἐκ τῶνδε θοῶς,"],["1061","μὴ φρένας ὑμῶν ἠλιθιώσῃ"],["1062","βροντῆς μύκημʼ ἀτέραμνον."],["1063","ἄλλο τι φώνει καὶ παραμυθοῦ μʼ"],["1064","ὅ τι καὶ πείσεις· οὐ γὰρ δή που"],["1065","τοῦτό γε τλητὸν παρέσυρας ἔπος."],["1066","πῶς με κελεύεις κακότητʼ ἀσκεῖν;"],["1067","μετὰ τοῦδʼ ὅ τι χρὴ πάσχειν ἐθέλω·"],["1068","τοὺς προδότας γὰρ μισεῖν ἔμαθον,"],["1069","κοὐκ ἔστι νόσος"],["1070","τῆσδʼ ἥντινʼ ἀπέπτυσα μᾶλλον."],["1071","ἀλλʼ οὖν μέμνησθʼ ἁγὼ προλέγω"],["1072","μηδὲ πρὸς ἄτης θηραθεῖσαι"],["1073","μέμψησθε τύχην, μηδέ ποτʼ εἴπηθʼ"],["1074","ὡς Ζεὺς ὑμᾶς εἰς ἀπρόοπτον"],["1075","πῆμʼ εἰσέβαλεν· μὴ δῆτʼ αὐταὶ δʼ"],["1076","ὑμᾶς αὐτάς. εἰδυῖαι γὰρ"],["1077","κοὐκ ἐξαίφνης οὐδὲ λαθραίως"],["1078","εἰς ἀπέρατον δίκτυον ἄτης"],["1079","ἐμπλεχθήσεσθʼ ὑπʼ ἀνοίας."],["1080","καὶ μὴν ἔργῳ κοὐκέτι μύθῳ"],["1081","χθὼν σεσάλευται·"],["1082","βρυχία δʼ ἠχὼ παραμυκᾶται"],["1083","βροντῆς, ἕλικες δʼ ἐκλάμπουσι"],["1084","στεροπῆς ζάπυροι, στρόμβοι δὲ κόνιν"],["1085","εἱλίσσουσι· σκιρτᾷ δʼ ἀνέμων"],["1086","πνεύματα πάντων εἰς ἄλληλα"],["1087","στάσιν ἀντίπνουν ἀποδεικνύμενα·"],["1088","ξυντετάρακται δʼ αἰθὴρ πόντῳ."],["1089","τοιάδʼ ἐπʼ ἐμοὶ ῥιπὴ Διόθεν"],["1090","τεύχουσα φόβον στείχει φανερῶς."],["1091","ὦ μητρὸς ἐμῆς σέβας, ὦ πάντων"],["1092","αἰθὴρ κοινὸν φάος εἱλίσσων,"],["1093","ἐσορᾷς μʼ ὡς ἔκδικα πάσχω."]]] |