mouseion / data /lines /shield.json
michaelkimmel's picture
Mouseion prototype: 23 works, lemma search, phrases, quotations, Venetus A
df406e7 verified
Raw History Blame Contribute Delete
45.6 kB
[[["1","ἢ οἵη προλιποῦσα δόμους καὶ πατρίδα γαῖαν"],["2","ἤλυθεν ἐς Θήβας μετʼ ἀρήιον Ἀμφιτρύωνα"],["3","Ἀλκμήνη, θυγάτηρ λαοσσόου Ἠλεκτρύωνος·"],["4","ἥ ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων"],["5","εἴδεΐ τε μεγέθει τε· νόον γε μὲν οὔ τις ἔριζε"],["6","τάων, ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι."],["7","τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων τʼ ἄπο κυανεάων"],["8","τοῖον ἄηθʼ οἷόν τε πολυχρύσου Ἀφροδίτης."],["9","ἣ δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην,"],["10","ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων·"],["11","ἦ μέν οἱ πατέρʼ ἐσθλὸν ἀπέκτανε ἶφι δαμάσσας,"],["12","χωσάμενος περὶ βουσί· λιπὼν δʼ ὅ γε πατρίδα γαῖαν"],["13","ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους."],["14","ἔνθʼ ὅ γε δώματʼ ἔναιε σὺν αἰδοίῃ παρακοίτι"],["15","νόσφιν ἄτερ φιλότητος ἐφιμέρου, οὐδέ οἱ ἦεν"],["16","πρὶν λεχέων ἐπιβῆναι ἐυσφύρου Ἠλεκτρυώνης,"],["17","πρίν γε φόνον τίσαιτο κασιγνήτων μεγαθύμων"],["18","ἧς ἀλόχου, μαλερῷ δὲ καταφλέξαι πυρὶ κώμας"],["19","ἀνδρῶν ἡρώων Ταφίων ἰδὲ Τηλεβοάων."],["20","τὼς γάρ οἱ διέκειτο, θεοὶ δʼ ἐπὶ μάρτυροι ἦσαν·"],["21","τῶν ὅ γʼ ὀπίζετο μῆνιν, ἐπείγετο δʼ ὅττι τάχιστα"],["22","ἐκτελέσαι μέγα ἔργον, ὅ οἱ Διόθεν θέμις ἦεν."],["23","τῷ δʼ ἅμα ἱέμενοι πολέμοιό τε φυλόπιδός τε"],["24","Βοιωτοὶ πλήξιπποι, ὑπὲρ σακέων πνείοντες,"],["25","Λοκροί τʼ ἀγχέμαχοι καὶ Φωκῆες μεγάθυμοι"],["26","ἕσποντʼ· ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο"],["27","κυδιόων λαοῖσι. πατὴρ δʼ ἀνδρῶν τε θεῶν τε"],["28","ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσιν"],["29","ἀνδράσι τʼ ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι."],["30","ὦρτο δʼ ἀπʼ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων,"],["31","ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός,"],["32","ἐννύχιος· τάχα δʼ ἷξε Τυφαόνιον· τόθεν αὖτις"],["33","Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς."],["34","ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα·"],["35","αὐτῇ μὲν γὰρ νυκτὶ τανυσφύρου Ἠλεκτρυώνης"],["36","εὐνῇ καὶ φιλότητι μίγη, τέλεσεν δʼ ἄρʼ ἐέλδωρ·"],["37","αὐτῇ δʼ Ἀμφιτρύων λαοσσόος, ἀγλαὸς ἥρως,"],["38","ἐκτελέσας μέγα ἔργον ἀφίκετο ὅνδε δόμονδε."],["39","οὐδʼ ὅ γʼ ἐπὶ δμῶας καὶ ποιμένας ἀγροιώτας"],["40","ὦρτʼ ἰέναι, πρίν γʼ ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς·"],["41","τοῖος γὰρ κραδίην πόθος αἴνυτο ποιμένα λαῶν."],["42","ὡς δʼ ὅτʼ ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγῃ κακότητα"],["43","νούσου ὕπʼ ἀργαλέης ἢ καὶ κρατεροῦ ὑπὸ δεσμοῦ,"],["44","ὥς ῥα τότʼ Ἀμφιτρύων χαλεπὸν πόνον ἐκτολυπεύσας"],["45","ἀσπασίως τε φίλως τε ἑὸν δόμον εἰσαφίκανεν."],["46","παννύχιος δʼ ἄρʼ ἔλεκτο σὺν αἰδοίῃ παρακοίτι"],["47","τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης."],["48","ἣ δὲ θεῷ δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστῳ"],["49","Θήβῃ ἐν ἑπταπύλῳ διδυμάονε γείνατο παῖδε,"],["50","οὐ καθʼ ὁμὰ φρονέοντε· κασιγνήτω γε μὲν ἤστην·"],["51","τὸν μὲν χειρότερον, τὸν δʼ αὖ μέγʼ ἀμείνονα φῶτα,"],["52","δεινόν τε κρατερόν τε, βίην Ἡρακληείην·"],["53","τὸν μὲν ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι,"],["54","τὸν δʼ ἄρα Ἰφικλῆα δορυσσόῳ Ἀμφιτρύωνι,"],["55","κεκριμένην γενεήν· τὸν μὲν βροτῷ ἀνδρὶ μιγεῖσα,"],["56","τὸν δὲ Διὶ Κρονίωνι, θεῶν σημάντορι πάντων."],["57","ὃς καὶ Κύκνον ἔπεφνεν, Ἀρητιάδην μεγάθυμον."],["58","εὗρε γὰρ ἐν τεμένει ἑκατηβόλου Ἀπόλλωνος"],["59","αὐτὸν καὶ πατέρα ὃν Ἄρην, ἄατον πολέμοιο,"],["60","τεύχεσι λαμπομένους σέλας ὣς πυρὸς αἰθομένοιο,"],["61","ἑσταότʼ ἐν δίφρῳ· χθόνα δʼ ἔκτυπον ὠκέες ἵπποι"],["62","νύσσοντες χηλῇσι, κόνις δέ σφʼ ἀμφιδεδήει"],["63","κοπτομένη πλεκτοῖσιν ὑφʼ ἅρμασι καὶ ποσὶν ἵππων."],["64","ἅρματα δʼ εὐποίητα καὶ ἄντυγες ἀμφαράβιζον"],["65","ἵππων ἱεμένων· κεχάρητο δὲ Κύκνος ἀμύμων,"],["66","ἐλπόμενος Διὸς υἱὸν ἀρήιον ἡνίοχόν τε"],["67","χαλκῷ δηιώσειν καὶ ἀπὸ κλυτὰ τεύχεα δύσειν."],["68","ἀλλά οἱ εὐχωλέων οὐκ ἔκλυε Φοῖβος Ἀπόλλων·"],["69","αὐτὸς γάρ οἱ ἐπῶρσε βίην Ἡρακληείην."],["70","πᾶν δʼ ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου"],["71","λάμπεν ὑπὸ δεινοῖο θεοῦ τευχέων τε καὶ αὐτοῦ·"],["72","πῦρ δʼ ὣς ὀφθαλμῶν ἀπελάμπετο. τίς κεν ἐκείνου"],["73","ἔτλη θνητὸς ἐὼν κατεναντίον ὁρμηθῆναι"],["74","πλήν γʼ Ἡρακλῆος καὶ κυδαλίμου Ἰολάου;"],["75","κείνων γὰρ μεγάλη τε βίη καὶ χεῖρες ἄαπτοι"],["76","ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν."],["77","ὅς ῥα τόθʼ ἡνίοχον προσέφη κρατερὸν Ἰόλαον·"],["78","ἥρως ὦ Ἰόλαε, βροτῶν πολὺ φίλτατε πάντων,"],["79","ἦ τε μέγʼ ἀθανάτους μάκαρας, τοὶ Ὄλυμπον ἔχουσιν,"],["80","ἤλιτεν Ἀμφιτρύων, ὅτʼ ἐυστέφανον ποτὶ Θήβην"],["81","ἦλθε λιπὼν Τίρυνθα, ἐυκτίμενον πτολίεθρον,"],["82","κτείνας Ἠλεκτρύωνα βοῶν ἕνεκʼ εὐρυμετώπων·"],["83","ἵκετο δʼ ἐς Κρείοντα καὶ Ἠνιόχην τανύπεπλον,"],["84","οἵ ῥά μιν ἠσπάζοντο καὶ ἄρμενα πάντα παρεῖχον,"],["85","ἣ δίκη ἔσθʼ ἱκέτῃσι, τίον δέ ἑ κηρόθι μᾶλλον."],["86","ζῶε δʼ ἀγαλλόμενος σὺν ἐυσφύρῳ Ἠλεκτρυώνῃ,"],["87","ᾗ ἀλόχῳ· τάχα δʼ ἄμμες ἐπιπλομένων ἐνιαυτῶν"],["88","γεινόμεθʼ οὔτε φυὴν ἐναλίγκιοι οὔτε νόημα,"],["89","σός τε πατὴρ καὶ ἐγώ· τοῦ μὲν φρένας ἐξέλετο Ζεύς,"],["90","ὃς προλιπὼν σφέτερόν τε δόμον σφετέρους τε τοκῆας"],["91","ᾤχετο, τιμήσων ἀλιτήμενον Εὐρυσθῆα,"],["92","σχέτλιος· ἦ που πολλὰ μετεστεναχίζετʼ ὀπίσσω"],["93","ἣν ἄτην ὀχέων· ἣ δʼ οὐ παλινάγρετός ἐστιν."],["94","αὐτὰρ ἐμοὶ δαίμων χαλεποὺς ἐπετέλλετʼ ἀέθλους."],["95","ὦ φίλος, ἀλλὰ σὺ θᾶσσον ἔχʼ ἡνία φοινικόεντα"],["96","ἵππων ὠκυπόδων· μέγα δὲ φρεσὶ θάρσος ἀέξων"],["97","ἰθὺς ἔχειν θοὸν ἅρμα καὶ ὠκυπόδων σθένος ἵππων,"],["98","μηδὲν ὑποδδείσας κτύπον Ἄρεος ἀνδροφόνοιο,"],["99","ὃς νῦν κεκληγὼς περιμαίνεται ἱερὸν ἄλσος"],["100","Φοίβου Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος·"],["101","ἦ μὴν καὶ κρατερός περ ἐὼν ἄαται πολέμοιο."],["102","τὸν δʼ αὖτε προσέειπεν ἀμώμητος Ἰόλαος·"],["103","ἠθεῖʼ, ἦ μάλα δή τι πατὴρ ἀνδρῶν τε θεῶν τε"],["104","τιμᾷ σὴν κεφαλὴν καὶ ταύρεος Ἐννοσίγαιος,"],["105","ὃς Θήβης κρήδεμνον ἔχει ῥύεταί τε πόληα·"],["106","οἷον δὴ καὶ τόνδε βροτὸν κρατερόν τε μέγαν τε"],["107","σὰς ἐς χεῖρας ἄγουσιν, ἵνα κλέος ἐσθλὸν ἄρηαι."],["108","ἀλλʼ ἄγε δύσεο τεύχεʼ ἀρήια, ὄφρα τάχιστα"],["109","δίφρους ἐμπελάσαντες Ἄρηός θʼ ἡμέτερόν τε"],["110","μαρνώμεσθʼ, ἐπεὶ οὔ τοι ἀτάρβητον Διὸς υἱὸν"],["111","οὐδʼ Ἰφικλεΐδην δειδίξεται, ἀλλά μιν οἴω"],["112","φεύξεσθαι δύο παῖδας ἀμύμονος Ἀλκεΐδαο,"],["113","οἳ δή σφι σχεδόν εἰσι, λιλαιόμενοι πολέμοιο"],["114","φυλόπιδα στῆσαι, τά σφιν πολὺ φίλτερα θοίνης."],["115","ὣς φάτο· μείδησεν δὲ βίη Ἡρακληείη"],["116","θυμῷ γηθήσας· μάλα γάρ νύ οἱ ἄρμενα εἶπεν·"],["117","καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·"],["118","ἥρως ὦ Ἰόλαε, διοτρεφές, οὐκέτι τηλοῦ"],["119","ὑσμίνη τρηχεῖα· σὺ δʼ ὡς πάρος ἦσθα δαΐφρων,"],["120","ὣς καὶ νῦν μέγαν ἵππον Ἀρίονα κυανοχαίτην"],["121","πάντη ἀναστρωφᾶν καὶ ἀρηγέμεν, ὥς κε δύνηαι."],["122","ὣς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ,"],["123","Ἡφαίστου κλυτὰ δῶρα, περὶ κνήμῃσιν ἔθηκεν·"],["124","δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε"],["125","καλὸν χρύσειον πολυδαίδαλον, ὅν οἱ ἔδωκε"],["126","Παλλὰς Ἀθηναίη, κούρη Διός, ὁππότʼ ἔμελλε"],["127","τὸ πρῶτον στονόεντας ἐφορμήσεσθαι ἀέθλους."],["128","θήκατο δʼ ἀμφʼ ὤμοισιν ἀρῆς ἀλκτῆρα σίδηρον"],["129","δεινὸς ἀνήρ· κοΐλην δὲ περὶ στήθεσσι φαρέτρην"],["130","καββάλετʼ ἐξόπιθεν· πολλοὶ δʼ ἔντοσθεν ὀιστοὶ"],["131","ῥιγηλοί, θανάτοιο λαθιφθόγγοιο δοτῆρες."],["132","πρόσθεν μὲν θάνατόν τʼ εἶχον καὶ δάκρυσι μῦρον,"],["133","μέσσοι δὲ ξεστοί, περιμήκεες, αὐτὰρ ὄπισθε"],["134","μόρφνοιο φλεγύαο καλυπτόμενοι πτερύγεσσιν."],["135","εἵλετο δʼ ὄβριμον ἔγχος, ἀκαχμένον αἴθοπι χαλκῷ,"],["136","κρατὶ δʼ ἔπʼ ἰφθίμῳ κυνέην ἐύτυκτον ἔθηκε,"],["137","δαιδαλέην ἀδάμαντος, ἐπὶ κροτάφοις ἀραρυῖαν,"],["138","ἥτʼ εἴρυτο κάρη Ἡρακλῆος θείοιο."],["139","χερσί γε μὴν σάκος εἷλε παναίολον, οὐδέ τις αὐτὸ"],["140","οὔτʼ ἔρρηξε βαλὼν οὔτʼ ἔθλασε, θαῦμα ἰδέσθαι."],["141","πᾶν μὲν γὰρ κύκλῳ τιτάνῳ λευκῷ τʼ ἐλέφαντι"],["142","ἠλέκτρῳ θʼ ὑπολαμπὲς ἔην χρυσῷ τε φαεινῷ"],["143","λαμπόμενον, κυάνου δὲ διὰ πτύχες ἠλήλαντο."],["144","ἐν μέσσῳ δʼ ἀδάμαντος ἔην Φόβος οὔ τι φατειός,"],["145","ἔμπαλιν ὄσσοισιν πυρὶ λαμπομένοισι δεδορκώς·"],["146","τοῦ καὶ ὀδόντων μὲν πλῆτο στόμα λευκὰ θεόντων,"],["147","δεινῶν ἀπλήτων, ἐπὶ δὲ βλοσυροῖο μετώπου"],["148","δεινὴ Ἔρις πεπότητο κορύσσουσα κλόνον ἀνδρῶν,"],["149","σχετλίη, ἥ ῥα νόον τε καὶ ἐκ φρένας εἵλετο φωτῶν."],["150","οἵτινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν."],["151","τῶν καὶ ψυχαὶ μὲν χθόνα δύμεναι Ἄιδος εἴσω"],["152","κάκκιον, ὀστέα δέ σφι περὶ ῥινοῖο σαπείσης"],["153","Σειρίου ἀζαλέοιο μελαίνῃ πύθεται αἴῃ."],["154","ἐν δὲ Προΐωξίς τε Παλίωξίς τε τέτυκτο,"],["155","ἐν δʼ Ὅμαδός τε Φόβος τʼ Ἀνδροκτασίη τε δεδήει,"],["156","ἐν δʼ Ἔρις, ἐν δὲ Κυδοιμὸς ἐθύνεον, ἐν δʼ ὀλοὴ Κὴρ"],["157","ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,"],["158","ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν."],["159","εἷμα δʼ ἔχʼ ἄμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν,"],["160","δεινὸν δερκομένη καναχῇσί τε βεβρυχυῖα."],["161","ἐν δʼ ὀφίων κεφαλαὶ δεινῶν ἔσαν, οὔ τι φατειῶν,"],["162","δώδεκα, ταὶ φοβέεσκον ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων,"],["163","οἵ τινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν·"],["164","τῶν καὶ ὀδόντων μὲν καναχὴ πέλεν, εὖτε μάχοιτο"],["165","Ἀμφιτρυωνιάδης, τὰ δʼ ἐδαίετο θαυματὰ ἔργα."],["166","στίγματα δʼ ὣς ἐπέφαντο ἰδεῖν δεινοῖσι δράκουσιν·"],["167","κυάνεοι κατὰ νῶτα, μελάνθησαν δὲ γένεια."],["168","ἐν δὲ συῶν ἀγέλαι χλούνων· ἔσαν ἠδὲ λεόντων"],["169","ἐς σφέας δερκομένων, κοτεόντων θʼ ἱεμένων τε."],["170","τῶν καὶ ὁμιληδὸν στίχες ἤισαν· οὐδέ νυ τώ γε"],["171","οὐδέτεροι τρεέτην· φρῖσσόν γε μὲν αὐχένας ἄμφω."],["172","ἤδη γάρ σφιν ἔκειτο μέγας λῖς, ἀμφὶ δὲ κάπροι"],["173","δοιοί, ἀπουράμενοι ψυχάς, κατὰ δέ σφι κελαινὸν"],["174","αἷμʼ ἀπελείβετʼ ἔραζʼ· οἳ δʼ αὐχένας ἐξεριπόντες"],["175","κείατο τεθνηῶτες ὑπὸ βλοσυροῖσι λέουσιν."],["176","τοὶ δʼ ἔτι μᾶλλον ἐγειρέσθην κοτέοντε μάχεσθαι,"],["177","ἀμφότεροι, χλοῦναί τε σύες χαροποί τε λέοντες."],["178","ἐν δʼ ἦν ὑσμίνη Λαπιθάων αἰχμητάων"],["179","Καινέα τʼ ἀμφὶ ἄνακτα Δρύαντά τε Πειρίθοόν τε"],["180","Ὁπλέα τʼ Ἐξάδιόν τε Φάληρόν τε Πρόλοχόν τε"],["181","Μόψον τʼ Ἀμπυκίδην, Τιταρήσιον, ὄζον Ἄρηος,"],["182","Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·"],["183","ἀργύρεοι, χρύσεια περὶ χροῒ τεύχεʼ ἔχοντες."],["184","Κένταυροι δʼ ἑτέρωθεν ἐναντίοι ἠγερέθοντο"],["185","ἀμφὶ μέγαν Πετραῖον ἰδʼ Ἄσβολον οἰωνιστὴν"],["186","Ἄρκτον τʼ Οὔρειόν τε μελαγχαίτην τε Μίμαντα"],["187","καὶ δύο Πευκεΐδας, Περιμήδεά τε Δρύαλόν τε,"],["188","ἀργύρεοι, χρυσέας ἐλάτας ἐν χερσὶν ἔχοντες."],["189","καί τε συναΐγδην ὡς εἰ ζωοί περ ἐόντες"],["190","ἔγχεσιν ἠδʼ ἐλάτῃς αὐτοσχεδὸν ὠριγνῶντο."],["191","ἐν δʼ Ἄρεος βλοσυροῖο ποδώκεες ἕστασαν ἵπποι"],["192","χρύσεοι, ἐν δὲ καὶ αὐτὸς ἐναρσφόρος οὔλιος Ἄρης"],["193","αἰχμὴν ἐν χείρεσσιν ἔχων, πρυλέεσσι κελεύων,"],["194","αἵματι φοινικόεις, ὡς εἰ ζωοὺς ἐναρίζων"],["195","δίφρου ἐπεμβεβαώς· παρὰ δὲ Δεῖμός τε Φόβος τε"],["196","ἕστασαν ἱέμενοι πόλεμον καταδύμεναι ἀνδρῶν."],["197","ἐν δὲ Διὸς θυγάτηρ ἀγελείη Τριτογένεια,"],["198","τῇ ἰκέλη ὡς εἴ τε μάχην ἐθέλουσα κορύσσειν,"],["199","ἔγχος ἔχουσʼ ἐν χερσὶν ἰδὲ χρυσέην τρυφάλειαν"],["200","αἰγίδα τʼ ἀμφʼ ὤμοις· ἐπὶ δʼ ᾤχετο φύλοπιν αἰνήν."],["201","ἐν δʼ ἦν ἀθανάτων ἱερὸς χορός· ἐν δʼ ἄρα μέσσῳ"],["202","ἱμερόεν κιθάριζε Διὸς καὶ Λητοῦς υἱὸς"],["203","χρυσείῃ φόρμιγγι· θεῶν δʼ ἕδος ἁγνὸς Ὄλυμπος·"],["204","ἐν δʼ ἀγορή, περὶ δʼ ὄλβος ἀπείριτος ἐστεφάνωτο"],["205","ἀθανάτων ἐν ἀγῶνι· θεαὶ δʼ ἐξῆρχον ἀοιδῆς"],["206","Μοῦσαι Πιερίδες, λιγὺ μελπομένῃς ἐικυῖαι."],["207","ἐν δὲ λιμὴν ἐύορμος ἀμαιμακέτοιο θαλάσσης"],["208","κυκλοτερὴς ἐτέτυκτο πανέφθου κασσιτέροιο"],["209","κλυζομένῳ ἴκελος· πολλοί γε μὲν ἂμ μέσον αὐτοῦ"],["210","δελφῖνες τῇ καὶ τῇ ἐθύνεον ἰχθυάοντες"],["211","νηχομένοις ἴκελοι· δοιὼ δʼ ἀναφυσιόωντες"],["212","ἀργύρεοι δελφῖνες ἐθοινῶντʼ ἔλλοπας ἰχθῦς."],["213","τῶν δʼ ὕπο χάλκειοι τρέον ἰχθύες· αὐτὰρ ἐπʼ ἀκταῖς"],["214","ἧστο ἀνὴρ ἁλιεὺς δεδοκημένος· εἶχε δὲ χερσὶν"],["215","ἰχθύσιν ἀμφίβληστρον ἀπορρίψοντι ἐοικώς."],["216","ἐν δʼ ἦν ἠυκόμου Δανάης τέκος, ἱππότα Περσεύς,"],["217","οὔτʼ ἄρʼ ἐπιψαύων σάκεος ποσὶν οὔθʼ ἑκὰς αὐτοῦ,"],["218","θαῦμα μέγα φράσσασθʼ, ἐπεὶ οὐδαμῇ ἐστήρικτο."],["219","τὼς γάρ μιν παλάμαις τεῦξεν κλυτὸς Ἀμφιγυήεις"],["220","χρύσεον· ἀμφὶ δὲ ποσσὶν ἔχεν πτερόεντα πέδιλα."],["221","ὤμοισιν δέ μιν ἀμφὶ μελάνδετον ἆορ ἔκειτο"],["222","χαλκέου ἐκ τελαμῶνος· ὃ δʼ ὥς τε νόημʼ ἐποτᾶτο·"],["223","πᾶν δὲ μετάφρενον εἶχε κάρη δεινοῖο πελώρου,"],["224","Γοργοῦς· ἀμφὶ δέ μιν κίβισις θέε, θαῦμα ἰδέσθαι,"],["225","ἀργυρέη· θύσανοι δὲ κατῃωρεῦντο φαεινοὶ"],["226","χρύσειοι· δεινὴ δὲ περὶ κροτάφοισιν ἄνακτος"],["227","κεῖτʼ Ἄιδος κυνέη νυκτὸς ζόφον αἰνὸν ἔχουσα."],["228","αὐτὸς δὲ σπεύδοντι καὶ ἐρρίγοντι ἐοικὼς"],["229","Περσεὺς Δαναΐδης ἐτιταίνετο. ταὶ δὲ μετʼ αὐτὸν"],["230","Γοργόνες ἄπλητοί τε καὶ οὐ φαταὶ ἐρρώοντο"],["231","ἱέμεναι μαπέειν. ἐπὶ δὲ χλωροῦ ἀδάμαντος"],["232","βαινουσέων ἰάχεσκε σάκος μεγάλῳ ὀρυμαγδῷ"],["233","ὀξέα καὶ λιγέως· ἐπὶ δὲ ζώνῃσι δράκοντε"],["234","δοιὼ ἀπῃωρεῦντʼ ἐπικυρτώοντε κάρηνα."],["235","λίχμαζον δʼ ἄρα τώ γε· μένει δʼ ἐχάρασσον ὀδόντας"],["236","ἄγρια δερκομένω. ἐπὶ δὲ δεινοῖσι καρήνοις"],["237","Γοργείοις ἐδονεῖτο μέγας Φόβος. οἳ δʼ ὑπὲρ αὐτέων"],["238","ἄνδρες ἐμαρνάσθην πολεμήια τεύχεʼ ἔχοντες,"],["239","τοὶ μὲν ὑπὲρ σφετέρης πόλιος σφετέρων τε τοκήων"],["240","λοιγὸν ἀμύνοντες, τοὶ δὲ πραθέειν μεμαῶτες."],["241","πολλοὶ μὲν κέατο, πλέονες δʼ ἔτι δῆριν ἔχοντες"],["242","μάρνανθʼ· αἱ δὲ γυναῖκες ἐυδμήτων ἐπὶ πύργων"],["243","χαλκέων ὀξὺ βόων, κατὰ δʼ ἐδρύπτοντο παρειάς,"],["244","ζωῇσιν ἴκελαι, ἔργα κλυτοῦ Ἡφαίστοιο."],["245","ἄνδρες δʼ, οἳ πρεσβῆες ἔσαν γῆράς τε μέμαρπεν,"],["246","ἀθρόοι ἔκτοσθεν πυλέων ἔσαν, ἂν δὲ θεοῖσι"],["247","χεῖρας ἔχον μακάρεσσι, περὶ σφετέροισι τέκεσσι"],["248","δειδιότες· τοὶ δʼ αὖτε μάχην ἔχον. αἳ δὲ μετʼ αὐτοὺς"],["249","Κῆρες κυάνεαι, λευκοὺς ἀραβεῦσαι ὀδόντας,"],["250","δεινωπαὶ βλοσυραί τε δαφοιναί τʼ ἄπληταί τε"],["251","δῆριν ἔχον περὶ πιπτόντων· πᾶσαι δʼ ἄρʼ ἵεντο"],["252","αἷμα μέλαν πιέειν· ὃν δὲ πρῶτον μεμάποιεν"],["253","κείμενον ἢ πίπτοντα νεούτατον, ἀμφὶ μὲν αὐτῷ"],["254","βάλλʼ ὄνυχας μεγάλους, ψυχὴ δʼ Ἄιδόσδε κατῇεν"],["255","Τάρταρον ἐς κρυόενθʼ. αἳ δὲ φρένας εὖτʼ ἀρέσαντο"],["256","αἵματος ἀνδρομέου, τὸν μὲν ῥίπτασκον ὀπίσσω,"],["257","ἂψ δʼ ὅμαδον καὶ μῶλον ἐθύνεον αὖτις ἰοῦσαι."],["258","Κλωθὼ καὶ Λάχεσίς σφιν ἐφέστασαν· ἣ μὲν ὑφήσσων"],["259","Ἄτροπος οὔ τι πέλεν μεγάλη θεός, ἀλλʼ ἄρα ἥ γε"],["260","τῶν γε μὲν ἀλλάων προφερής τʼ ἦν πρεσβυτάτη τε."],["261","πᾶσαι δʼ ἀμφʼ ἑνὶ φωτὶ μάχην δριμεῖαν ἔθεντο."],["262","δεινὰ δʼ ἐς ἀλλήλας δράκον ὄμμασι θυμήνασαι,"],["263","ἐν δʼ ὄνυχας χεῖράς τε θρασείας ἰσώσαντο."],["264","πὰρ δʼ Ἀχλὺς εἱστήκει ἐπισμυγερή τε καὶ αἰνή,"],["265","χλωρὴ ἀυσταλέη λιμῷ καταπεπτηυῖα,"],["266","γουνοπαχής, μακροὶ δʼ ὄνυχες χείρεσσιν ὑπῆσαν."],["267","τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον, ἐκ δὲ παρειῶν"],["268","αἷμʼ ἀπελείβετʼ ἔραζʼ· ἣ δʼ ἄπλητον σεσαρυῖα"],["269","εἱστήκει, πολλὴ δὲ κόνις κατενήνοθεν ὤμους,"],["270","δάκρυσι μυδαλέη. παρὰ δʼ εὔπυργος πόλις ἀνδρῶν·"],["271","χρύσειαι δέ μιν εἶχον ὑπερθυρίοις ἀραρυῖαι"],["272","ἑπτὰ πύλαι· τοὶ δʼ ἄνδρες ἐν ἀγλαΐῃς τε χοροῖς τε"],["273","τέρψιν ἔχον· τοὶ μὲν γὰρ ἐυσσώτρου ἐπʼ ἀπήνης"],["274","ἤγοντʼ ἀνδρὶ γυναῖκα, πολὺς δʼ ὑμέναιος ὀρώρει·"],["275","τῆλε δʼ ἀπʼ αἰθομένων δαΐδων σέλας εἰλύφαζε"],["276","χερσὶν ἔνι δμῳῶν· ταὶ δʼ ἀγλαΐῃ τεθαλυῖαι"],["277","πρόσθʼ ἔκιον· τῇσιν δὲ χοροὶ παίζοντες ἕποντο."],["278","τοὶ μὲν ὑπὸ λιγυρῶν συρίγγων ἵεσαν αὐδὴν"],["279","ἐξ ἁπαλῶν στομάτων, περὶ δέ σφισιν ἄγνυτο ἠχώ."],["280","αἳ δʼ ὑπὸ φορμίγγων ἄναγον χορὸν ἱμερόεντα."],["281","ἔνθεν δʼ αὖθʼ ἑτέρωθε νέοι κώμαζον ὑπʼ αὐλοῦ,"],["282","τοί γε μὲν αὖ παίζοντες ὑπʼ ὀρχηθμῷ καὶ ἀοιδῇ"],["283","τοί γε μὲν αὖ γελόωντες ὑπʼ αὐλητῆρι ἕκαστος"],["284","πρόσθʼ ἔκιον· πᾶσαν δὲ πόλιν θαλίαι τε χοροί τε"],["285","ἀγλαΐαι τʼ εἶχον. τοὶ δʼ αὖ προπάροιθε πόληος"],["286","νῶθʼ ἵππων ἐπιβάντες ἐθύνεον. οἱ δʼ ἀροτῆρες"],["287","ἤρεικον χθόνα δῖαν, ἐπιστολάδην δὲ χιτῶνας"],["288","ἐστάλατʼ. αὐτὰρ ἔην βαθὺ λήιον· οἵ γε μὲν ἤμων"],["289","αἰχμῇς ὀξείῃσι κορωνιόωντα πέτηλα,"],["290","βριθόμενα σταχύων, ὡς εἰ Δημήτερος ἀκτήν·"],["291","οἳ δʼ ἄρʼ ἐν ἐλλεδανοῖσι δέον καὶ ἔπιτνον ἀλωήν,"],["292","οἳ δʼ ἐτρύγων οἴνας δρεπάνας ἐν χερσὶν ἔχοντες,"],["293","οἳ δʼ αὖτʼ ἐς ταλάρους ἐφόρευν ὑπὸ τρυγητήρων"],["294","λευκοὺς καὶ μέλανας βότρυας μεγάλων ἀπὸ ὄρχων,"],["295","βριθομένων φύλλοισι καὶ ἀργυρέῃς ἑλίκεσσιν."],["296","οἳ δʼ αὖτʼ ἐς ταλάρους ἐφόρευν. παρὰ δέ σφισιν ὄρχος"],["297","χρύσεος ἦν, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο,"],["299","σειόμενος φύλλοισι καὶ ἀργυρέῃσι κάμαξι,"],["300","βριθόμενος σταφυλῇσι· μελάνθησάν γε μὲν αἵδε."],["301","οἵ γε μὲν ἐτράπεον, τοὶ δʼ ἤρυον· οἳ δʼ ἐμάχοντο"],["302","πύξ τε καὶ ἑλκηδόν· τοὶ δʼ ὠκύποδας λαγὸς ᾕρευν"],["303","ἄνδρες θηρευταί, καὶ καρχαρόδοντε κύνε πρό,"],["304","ἱέμενοι μαπέειν, οἳ δʼ ἱέμενοι ὑπαλύξαι."],["305","πὰρ δʼ αὐτοῖς ἱππῆες ἔχον πόνον, ἀμφὶ δʼ ἀέθλῳ"],["306","δῆριν ἔχον καὶ μόχθον. ἐυπλεκέων δʼ ἐπὶ δίφρων"],["307","ἡνίοχοι βεβαῶτες ἐφίεσαν ὠκέας ἵππους"],["308","ῥυτὰ χαλαίνοντες, τὰ δʼ ἐπικροτέοντα πέτοντο"],["309","ἅρματα κολλήεντʼ, ἐπὶ δὲ πλῆμναι μέγʼ ἀύτευν."],["310","οἳ μὲν ἄρʼ ἀίδιον εἶχον πόνον οὐδέ ποτέ σφιν"],["311","νίκη ἐπηνύσθη, ἀλλʼ ἄκριτον εἶχον ἄεθλον."],["312","τοῖσιν δὲ προέκειτο μέγας τρίπος ἐντὸς ἀγῶνος,"],["313","χρύσειος, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο."],["314","ἀμφὶ δʼ ἴτυν ῥέεν Ὠκεανὸς πλήθοντι ἐοικώς,"],["315","πᾶν δὲ συνεῖχε σάκος πολυδαίδαλον, οἳ δὲ κατʼ αὐτὸν"],["316","κύκνοι ἀερσιπόται μεγάλʼ ἤπυον, οἵ ῥά τε πολλοὶ"],["317","νῆχον ἐπʼ ἄκρον ὕδωρ· παρὰ δʼ ἰχθύες ἐκλονέοντο."],["318","θαῦμα ἰδεῖν καὶ Ζηνὶ βαρυκτύπῳ, οὗ διὰ βουλὰς"],["319","Ἥφαιστος ποίησε σάκος μέγα τε στιβαρόν τε,"],["320","ἀρσάμενος παλάμῃσι. τὸ μὲν Διὸς ἄλκιμος υἱὸς"],["321","πάλλεν ἐπικρατέως· ἐπὶ δʼ ἱππείου θόρε δίφρου,"],["322","εἴκελος ἀστεροπῇ πατρὸς Διὸς αἰγιόχοιο,"],["323","κοῦφα βιβάς· τῷ δʼ ἡνίοχος κρατερὸς Ἰόλαος"],["324","δίφρου ἐπεμβεβαὼς ἰθύνετο καμπύλον ἅρμα."],["325","ἀγχίμολον δέ σφʼ ἦλθε θεὰ γλαυκῶπις Ἀθήνη,"],["326","καί σφεας θαρσύνουσα ἔπεα πτερόεντα προσηύδα·"],["327","χαίρετε, Λυγκῆος γενεὴ τηλεκλειτοῖο·"],["328","νῦν δὴ Ζεὺς κράτος ὔμμι διδοῖ μακάρεσσιν ἀνάσσων"],["329","Κύκνον τʼ ἐξεναρεῖν καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι."],["330","ἄλλο δέ τοί τι ἔπος ἐρέω, μέγα φέρτατε λαῶν·"],["331","εὖτʼ ἂν δὴ Κύκνον γλυκερῆς αἰῶνος ἀμέρσῃς,"],["332","τὸν μὲν ἔπειτʼ αὐτοῦ λιπέειν καὶ τεύχεα τοῖο,"],["333","αὐτὸς δὲ βροτολοιγὸν Ἄρην ἐπιόντα δοκεύσας,"],["334","ἔνθα κε γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο"],["335","ὀφθαλμοῖσιν ἴδῃς, ἔνθʼ οὐτάμεν ὀξέι χαλκῷ·"],["336","ἂψ δʼ ἀναχάσσασθαι· ἐπεὶ οὔ νύ τοι αἴσιμόν ἐστιν"],["337","οὔθʼ ἵππους ἑλέειν οὔτε κλυτὰ τεύχεα τοῖο."],["338","ὣς εἰποῦσʼ ἐς δίφρον ἐβήσατο δῖα θεάων,"],["339","νίκην ἀθανάτῃς χερσὶν καὶ κῦδος ἔχουσα,"],["340","ἐσσυμένως. τότε δή ῥα διόγνητος Ἰόλαος"],["341","σμερδαλέον ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς"],["342","ῥίμφʼ ἔφερον θοὸν ἅρμα κονίοντες πεδίοιο."],["343","ἐν γάρ σφιν μένος ἧκε θεὰ γλαυκῶπις Ἀθήνη"],["344","αἰγίδʼ ἀνασσείσασα· περιστονάχησε δὲ γαῖα."],["345","τοὶ δʼ ἄμυδις προγένοντʼ ἴκελοι πυρὶ ἠὲ θυέλλῃ,"],["346","Κύκνος θʼ ἱππόδαμος καὶ Ἄρης ἀκόρητος ἀυτῆς."],["347","τῶν ἵπποι μὲν ἔπειθʼ ὑπεναντίοι ἀλλήλοισιν"],["348","ὀξεῖα χρέμισαν, περὶ δέ σφισιν ἄγνυτο ἠχώ."],["349","τὸν πρότερος προσέειπε βίη Ἡρακληείη·"],["350","Κύκνε πέπον, τί νυ νῶιν ἐπίσχετον ὠκέας ἵππους"],["351","ἀνδράσιν, οἵ τε πόνου καὶ ὀιζύος ἴδριές εἰμεν;"],["352","ἀλλὰ παρὲξ ἔχε δίφρον ἐύξοον ἠδὲ κελεύθου"],["353","εἶκε παρὲξ ἰέναι. Τρηχῖνα δέ τοι παρελαύνω"],["354","ἐς Κήυκα ἄνακτα· ὃ γὰρ δυνάμι τε καὶ αἰδοῖ"],["355","Τρηχῖνος προβέβηκε, σὺ δʼ εὖ μάλα οἶσθα καὶ αὐτός·"],["356","τοῦ γὰρ ὀπυίεις παῖδα Θεμιστονόην κυανῶπιν."],["357","ὦ πέπον, οὐ μὲν γὰρ τοι Ἄρης θανάτοιο τελευτὴν"],["358","ἀρκέσει, εἰ δὴ νῶι συνοισόμεθα πτολεμίζειν."],["359","ἤδη μέν τέ ἕ φημι καὶ ἄλλοτε πειρηθῆναι"],["360","ἔγχεος ἡμετέρου, ὅθʼ ὑπὲρ Πύλου ἠμαθόεντος"],["361","ἀντίος ἔστη ἐμεῖο, μάχης ἄμοτον μενεαίνων."],["362","τρὶς μὲν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἠρείσατο γαίῃ"],["363","οὐταμένου σάκεος, τὸ δὲ τέτρατον ἤλασα μηρὸν"],["364","παντὶ μένει σπεύδων, διὰ δὲ μέγα σαρκὸς ἄραξα."],["365","πρηνὴς δʼ ἐν κονίῃσι χαμαὶ πέσεν ἔγχεος ὁρμῇ."],["366","ἔνθα κε δὴ λωβητὸς ἐν ἀθανάτοισιν ἐτύχθη"],["367","χερσὶν ὕφʼ ἡμετέρῃσι λιπὼν ἔναρα βροτόεντα."],["368","ὣς ἔφατʼ· οὐδʼ ἄρα Κύκνος ἐυμμελίης ἐμενοίνα"],["369","τῷ ἐπιπειθόμενος ἐχέμεν ἐρυσάρματας ἵππους."],["370","δὴ τότʼ ἀπʼ εὐπλεκέων δίφρων θόρον αἶψʼ ἐπὶ γαῖαν"],["371","παῖς τε Διὸς μεγάλου καὶ Ἐνυαλίοιο ἄνακτος."],["372","ἡνίοχοι δʼ ἔμπλην ἔλασαν καλλίτριχας ἵππους·"],["373","τῶν δʼ ὕπο σευομένων κανάχιζε πόσʼ εὐρεῖα χθών."],["374","ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο"],["375","πέτραι ἀποθρῴσκωσιν, ἐπʼ ἀλλήλῃς δὲ πέσωσι,"],["376","πολλαὶ δὲ δρῦς ὑψίκομοι, πολλαὶ δέ τε πεῦκαι"],["377","αἴγειροί τε τανύρριζοι ῥήγνυνται ὑπʼ αὐτέων"],["378","ῥίμφα κυλινδομένων, εἵως πεδίονδʼ ἀφίκωνται,"],["379","ὣς οἳ ἐπʼ ἀλλήλοισι πέσον μέγα κεκλήγοντες."],["380","πᾶσα δὲ Μυρμιδόνων τε πόλις κλειτή τʼ Ἰαωλκὸς"],["381","Ἄρνη τʼ ἠδʼ Ἑλίκη Ἄνθειά τε ποιήεσσα"],["382","φωνῇ ὕπʼ ἀμφοτέρων μεγάλʼ ἴαχον· οἳ δʼ ἀλαλητῷ"],["383","θεσπεσίῳ σύνισαν· μέγα δʼ ἔκτυπε μητίετα Ζεύς."],["384","κὰδ δʼ ἄρʼ ἀπʼ οὐρανόθεν ψιάδας βάλεν αἱματοέσσας,"],["385","σῆμα τιθεὶς πολέμοιο ἑῷ μεγαθαρσέι παιδί."],["386","οἷος δʼ ἐν βήσσῃς ὄρεος χαλεπὸς προϊδέσθαι"],["387","κάπρος χαυλιόδων φρονέει θυμῷ μαχέσασθαι"],["388","ἀνδράσι θηρευτῇς, θήγει δέ τε λευκὸν ὀδόντα"],["389","δοχμωθείς, ἀφρὸς δὲ περὶ στόμα μαστιχόωντι"],["390","λείβεται, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἔικτον,"],["391","ὀρθὰς δʼ ἐν λοφιῇ φρίσσει τρίχας ἀμφί τε δειρήν·"],["392","τῷ ἴκελος Διὸς υἱὸς ἀφʼ ἱππείου θόρε δίφρου."],["393","ἦμος δὲ χλοερῷ κυανόπτερος ἠχέτα τέττιξ"],["394","ὄζῳ ἐφεζόμενος θέρος ἀνθρώποισιν ἀείδειν"],["395","ἄρχεται, ᾧ τε πόσις καὶ βρῶσις θῆλυς ἐέρση,"],["396","καί τε πανημέριός τε καὶ ἠώιος χέει αὐδὴν"],["397","ἴδει ἐν αἰνοτάτῳ, ὅτε τε χρόα Σείριος ἄζει,"],["398","τῆμος δὴ κέγχροισι πέρι γλῶχες τελέθουσι"],["399","τούς τε θέρει σπείρουσιν, ὅτʼ ὄμφακες αἰόλλονται,"],["400","οἷα Διώνυσος δῶκʼ ἀνδράσι χάρμα καὶ ἄχθος·"],["401","τὴν ὥρην μάρναντο, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει."],["402","ὡς δὲ λέοντε δύω ἀμφὶ κταμένης ἐλάφοιο"],["403","ἀλλήλοις κοτέοντες ἐπὶ σφέας ὁρμήσωσι,"],["404","δεινὴ δέ σφʼ ἰαχὴ ἄραβός θʼ ἅμα γίγνετʼ ὀδόντων·"],["405","οἳ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες, ἀγκυλοχεῖλαι,"],["406","πέτρῃ ἔφʼ ὑψηλῇ μεγάλα κλάζοντε μάχονται"],["407","αἰγὸς ὀρεσσινόμου ἢ ἀγροτέρης ἐλάφοιο"],["408","πίονος, ἥν τʼ ἐδάμασσε βαλὼν αἰζήιος ἀνὴρ"],["409","ἰῷ ἀπὸ νευρῆς, αὐτὸς δʼ ἀπαλήσεται ἄλλῃ"],["410","χώρου ἄιδρις ἐών· οἳ δʼ ὀτραλέως ἐνόησαν,"],["411","ἐσσυμένως δέ οἱ ἀμφὶ μάχην δριμεῖαν ἔθεντο·"],["412","ὣς οἳ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν."],["413","ἔνθʼ ἦ τοι Κύκνος μὲν ὑπερμενέος Διὸς υἱὸν"],["414","κτεινέμεναι μεμαὼς σάκει ἔμβαλε χάλκεον ἔγχος,"],["415","οὐδʼ ἔρρηξεν χαλκόν· ἔρυτο δὲ δῶρα θεοῖο."],["416","Ἀμφιτρυωνιάδης δέ, βίη Ἡρακληείη,"],["417","μεσσηγὺς κόρυθός τε καὶ ἀσπίδος ἔγχεϊ μακρῷ"],["418","αὐχένα γυμνωθέντα θοῶς ὑπένερθε γενείου"],["419","ἤλασʼ ἐπικρατέως· ἀπὸ δʼ ἄμφω κέρσε τένοντε"],["420","ἀνδροφόνος μελίη· μέγα γὰρ σθένος ἔμπεσε φωτός."],["421","ἤριπε δʼ, ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ὅτε πεύκη"],["422","ἠλίβατος, πληγεῖσα Διὸς ψολόεντι κεραυνῷ·"],["423","ὣς ἔριπʼ· ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ."],["424","τὸν μὲν ἔπειτʼ εἴασε Διὸς ταλακάρδιος υἱός,"],["425","αὐτὸς δὲ βροτολοιγὸν Ἄρην προσιόντα δοκεύσας,"],["426","δεινὸν ὁρῶν ὄσσοισι, λέων ὣς σώματι κύρσας,"],["427","ὅς τε μάλʼ ἐνδυκέως ῥινὸν κρατεροῖς ὀνύχεσσι"],["428","σχίσσας ὅττι τάχιστα μελίφρονα θυμὸν ἀπηύρα·"],["429","ἐμ μένεος δʼ ἄρα τοῦ γε κελαινὸν πίμπλαται ἦτορ·"],["430","γλαυκιόων δʼ ὄσσοις δεινὸν πλευράς τε καὶ ὤμους"],["431","οὐρῇ μαστιόων ποσσὶν γλάφει, οὐδέ τις αὐτὸν"],["432","ἔτλη ἐς ἄντα ἰδὼν σχεδὸν ἐλθέμεν οὐδὲ μάχεσθαι·"],["433","τοῖος ἄρʼ Ἀμφιτρυωνιάδης, ἀκόρητος ἀυτῆς,"],["434","ἀντίος ἔστη Ἄρηος, ἐνὶ φρεσὶ θάρσος ἀέξων,"],["435","ἐσσυμένως· ὃ δέ οἱ σχεδὸν ἤλυθεν ἀχνύμενος κῆρ·"],["436","ἀμφότεροι δʼ ἰάχοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν."],["437","ὡς δʼ ὅτʼ ἀπὸ μεγάλου πέτρη πρηῶνος ὀρούσῃ,"],["438","μακρὰ δʼ ἐπιθρῴσκουσα κυλίνδεται, ἣ δέ τε ἠχῇ"],["439","ἔρχεται ἐμμεμαυῖα, πάγος δέ οἱ ἀντεβόλησεν"],["440","ὑψηλός· τῷ δὴ συνενείκεται, ἔνθα μιν ἴσχει·"],["441","τόσσῃ ὃ μὲν ἰαχῇ βρισάρματος οὔλιος Ἄρης"],["442","κεκληγὼς ἐπόρουσεν· ὃ δʼ ἐμμαπέως ὑπέδεκτο."],["443","αὐτὰρ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,"],["444","ἀντίη ἦλθεν Ἄρηος ἐρεμνὴν αἰγίδʼ ἔχουσα·"],["445","δεινὰ δʼ ὑπόδρα ἰδοῦσα ἔπεα πτερόεντα προσηύδα·"],["446","Ἆρες, ἔπισχε μένος κρατερὸν καὶ χεῖρας ἀάπτους·"],["447","οὐ γάρ τοι θέμις ἐστὶν ἀπὸ κλυτὰ τεύχεα δῦσαι"],["448","Ἡρακλέα κτείναντα, Διὸς θρασυκάρδιον υἱόν·"],["449","ἀλλʼ ἄγε παῦε μάχην, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο."],["450","ὣς ἔφατʼ· ἀλλʼ οὐ πεῖθʼ Ἄρεος μεγαλήτορα θυμόν,"],["451","ἀλλὰ μέγα ἰάχων φλογὶ εἴκελά τʼ ἔγχεα πάλλων"],["452","καρπαλίμως ἐπόρουσε βίῃ Ἡρακληείῃ"],["453","κακτάμεναι μεμαώς· καί ῥʼ ἔμβαλε χάλκεον ἔγχος,"],["454","σπερχνὸν παιδὸς ἑοῦ κοτέων πέρι τεθνηῶτος,"],["455","ἐν σάκεϊ μεγάλῳ. ἀπὸ δὲ γλαυκῶπις Ἀθήνη"],["456","ἔγχεος ὁρμὴν ἔτραπʼ ὀρεξαμένη ἀπὸ δίφρου."],["457","δριμὺ δʼ Ἄρην ἄχος εἷλε· ἐρυσσάμενος δʼ ἄορ ὀξὺ"],["458","ἔσσυτʼ ἐφʼ Ἡρακλέα κρατερόφρονα· τὸν δʼ ἐπιόντα"],["459","Ἀμφιτρυωνιάδης, δεινῆς ἀκόρητος ἀυτῆς,"],["460","μηρὸν γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο"],["461","οὔτασʼ ἐπικρατέως· διὰ δὲ μέγα σαρκὸς ἄραξε"],["462","δούρατι νωμήσας, ἐπὶ δὲ χθονὶ κάββαλε μέσσῃ."],["463","τῷ δὲ Φόβος καὶ Δεῖμος ἐύτροχον ἅρμα καὶ ἵππους"],["464","ἤλασαν αἶψʼ ἐγγύς, καὶ ἀπὸ χθονὸς εὐρυοδείης"],["465","ἐς δίφρον θῆκαν πολυδαίδαλον· αἶψα δʼ ἔπειτα"],["466","ἵππους μαστιέτην· ἵκοντο δὲ μακρὸν Ὄλυμπον."],["467","υἱὸς δʼ Ἀλκμήνης καὶ κυδάλιμος Ἰόλαος"],["468","Κύκνον σκυλεύσαντες ἀπʼ ὤμων τεύχεα καλὰ"],["469","νίσσοντʼ· αἶψα δʼ ἔπειτα πόλιν Τρηχῖνος ἵκοντο"],["470","ἵπποις ὠκυπόδεσσιν. ἀτὰρ γλαυκῶπις Ἀθήνη"],["471","ἐξίκετʼ Οὔλυμπόν τε μέγαν καὶ δώματα πατρός."],["472","Κύκνον δʼ αὖ Κῆυξ θάπτεν καὶ λαὸς ἀπείρων,"],["473","οἵ ῥʼ ἐγγὺς ναῖον πόλιας κλειτοῦ βασιλῆος"],["474","Ἄνθην Μυρμιδόνων τε πόλιν κλειτήν τʼ Ἰαωλκὸν"],["475","Ἄρνην τʼ ἠδʼ Ἑλίκην· πολλὸς δʼ ἠγείρετο λαός,"],["476","τιμῶντες Κήυκα, φίλον μακάρεσσι θεοῖσιν."],["477","τοῦ δὲ τάφον καὶ σῆμʼ ἀιδὲς ποίησεν Ἄναυρος"],["478","ὄμβρῳ χειμερίῳ πλήθων· τὼς γάρ μιν Ἀπόλλων"],["479","Λητοΐδης ἤνωξʼ, ὅτι ῥα κλειτὰς ἑκατόμβας"],["480","ὅστις ἄγοι Πυθοῖδε βίῃ σύλασκε δοκεύων."]]]