michaelkimmel commited on
Commit
e5a58fa
·
verified ·
1 Parent(s): 99a9987

Origen, Plotinus, Porphyry, Julian; 465 idioms (part 6)

Browse files
lines/julian-letter-to-the-senate-and-people-o.json ADDED
@@ -0,0 +1 @@
 
 
1
+ [[["1","Πολλῶν εἰργασμένων τοῖς προγόνοις ὑμῶν, ἐφ’ οἷς οὐκ ἐκείνοις μόνον τότε ἐξῆν, ἀλλὰ καὶ ὑμῖν νῦν ἔξεστι φιλοτιμεῖσθαι, καὶ πολλῶν ἐγηγερμένων τροπαίων ὑπέρ τε ἁπάσης τῆς Ἑλλάδος κοινῇ καὶ κατ’ ἰδίαν ὑπὲρ αὐτῆς τῆς πόλεως, ἐν οἷς ἠγωνίσατο μόνη πρός τε τοὺς ἄλλους Ἕλληνας καὶ πρὸς τὸν βάρβαρον, οὐδέν ἐστι τηλικοῦτον ἔργον οὐδὲ ἀνδραγαθία τοσαύτη, πρὸς ἣν οὐκ ἔνεστι καὶ ταῖς ἄλλαις ἁμιλληθῆναι πόλεσι. τὰ μὲν γὰρ μεθ’ ὑμῶν καὶ αὗται, τὰ δὲ κατ’ ἰδίαν εἰργάσαντο. καὶ ἵνα μὴ μεμνημένος ἔπειτα ἀντιπαραβάλλων ἢ προτιμᾶν ἑτέρας ἑτέραν ἐν οἷς διαμφισβητοῦσι νομισθείην ἢ πρὸς τὸ λυσιτελοῦν, ὥσπερ οἱ ῥήτορες, ἐνδεέστερον ἐπαινεῖν τὰς ἐλαττουμένας, τοῦτο ἐθέλω φράσαι μόνον ὑπὲρ ὑμῶν, ᾧ μηδὲν ἀντίπαλον ἔχομεν ἐξευρεῖν παρὰ τοῖς ἄλλοις Ἕλλησιν, ἐκ τῆς παλαιᾶς φήμης εἰς ἡμᾶς παραδεδομένον. ἀρχόντων μὲν Λακεδαιμονίων οὐ βίᾳ τὴν ἀρχήν, ἀλλὰ δόξῃ δικαιοσύνης παρείλεσθε, καὶ τὸν Ἀριστείδην τὸν δίκαιον οἱ παρ’ ὑμῖν ἐθρέψαντο νόμοι. καίτοι γε ταῦτα οὕτως ὄντα λαμπρὰ τεκμήρια διὰ λαμπροτέρων οἶμαι τῶν ἔργων ὅμως ἐπιστώσασθε. τὸ μὲν γὰρ δόξαι δίκαιον ἴσως ἄν τῳ καὶ ψευδῶς συμβαίη, καὶ τυχὸν οὐ παράδοξον ἐν πολλοῖς φαύλοις ἕνα γενέσθαι σπουδαῖον. ἢ γὰρ οὐχὶ καὶ παρὰ Μήδοις ὑμνεῖταί τις Δηιόκης Ἄβαρίς τε ἐν Ὑπερβορέοις καὶ Ἀνάχαρσις ἐν Σκύθαις; ὑπὲρ ὧν τοῦτο ἦν θαυμαστόν, ὅτι παρὰ τοῖς ἀδικωτάτοις γεγονότες ἔθνεσι τὴν δίκην ὅμως ἐτίμησαν, τὼ μὲν ἀληθῶς, ὁ δὲ τῆς χρείας χάριν πλαττόμενος. δῆμον δὲ ὅλον καὶ πόλιν ἐραστὰς ἔργων καὶ λόγων δικαίων ἔξω τῆς παρ’ ὑμῖν οὐ ῥᾴδιον εὑρεῖν. βούλομαι δὲ ὑμᾶς ἑνὸς τῶν παρ’ ὑμῖν πολλῶν γε ὄντων ἔργων ὑπομνῆσαι. Θεμιστοκλέους γὰρ μετὰ τὰ Μηδικὰ γνώμην εἰσηγεῖσθαι διανοουμένου λάθρᾳ καταφλέξαι τὰ νεώρια τῶν Ἑλλήνων, εἶτα μὴ τολμῶντος εἰς τὸν δῆμον λέγειν, ἑνὶ δὲ ὁμολογοῦντος πιστεύσειν τὸ ἀπόρρητον, ὅνπερ ἂν ὁ δῆμος χειροτονήσας προέληται, προυβάλετο μὲν ὁ δῆμος τὸν Ἀριστείδην· ὁ δὲ ἀκούσας τῆς γνώμης ἔκρυψε μὲν τὸ ῥηθέν, ἐξήνεγκε δὲ εἰς τὸν δῆμον, ὡς οὔτε λυσιτελέστερον οὔτε ἀδικώτερον εἴη τι τοῦ βουλεύματος· καὶ ἡ πόλις ἀπεψηφίσατο παραχρῆμα καὶ παρῃτήσατο, πάνυ γε νὴ Δία μεγαλοψύχως καὶ ὃν ἐχρῆν τρόπον ἄνδρας ὑπὸ μάρτυρι τῇ φρονιμωτάτῃ θεῷ τρεφομένους."],["2","Οὐκοῦν εἰ ταῦτα παρ’ ὑμῖν μὲν ἦν πάλαι, σώζεται δὲ ἐξ ἐκείνου καὶ εἰς ὑμᾶς ἔτι τῆς τῶν προγόνων ἀρετῆς ὥσπερ ἐμπύρευμά τι σμικρόν, εἰκός ἐστιν ὑμᾶς οὐκ εἰς τὸ μέγεθος τῶν πραττομένων ἀφορᾶν οὐδὲ εἴ τις ὥσπερ δι’ ἀέρος ἱπτάμενος διὰ τῆς γῆς ἐβάδισεν ἀμηχάνῳ τάχει καὶ ἀτρύτῳ ῥώμῃ, σκοπεῖν δὲ ὅτῳ ταῦτα μετὰ τοῦ δικαίου κατείργασται, κᾆτα ἂν μὲν φαίνηται ξὺν δίκῃ πράττων, ἰδίᾳ τε αὐτὸν ἴσως καὶ δημοσίᾳ πάντες ἐπαινεῖτε, τῆς δίκης δὲ ὀλιγωρήσας ἀτιμάζοιτο ἂν παρ’ ὑμῶν εἰκότως. οὐδὲν γὰρ οὕτως ἐστὶν ὡς τὸ δίκαιον ἀδελφὸν φρονήσει. τοὺς οὖν ἀτιμάζοντας τοῦτο δικαίως ἂν καὶ ὡς εἰς τὴν παρ’ ὑμῖν θεὸν ἀσεβοῦντας ἐξελαύνοιτε. βούλομαι οὖν ὑμῖν τὰ κατ’ ἐμαυτὸν οὐκ ἀγνοοῦσι μὲν ἀπαγγεῖλαι δὲ ὅμως, ὅπως, εἴ τι λέληθεν· εἰκὸς δὲ ἔνια καὶ ὅσα μάλιστα τοῖς πᾶσι γνωσθῆναι προσήκει· ὑμῖν τε καὶ δι’ ὑμῶν τοῖς ἄλλοις Ἕλλησι γένοιτο γνώριμα. μηδεὶς οὖν ὑπολάβῃ με ληρεῖν ἢ φλυαρεῖν, εἰ περὶ τῶν πᾶσιν ὥσπερ ἐν ὀφθαλμοῖς γεγονότων οὐ πάλαι μόνον, ἀλλὰ καὶ μικρῷ πρότερον, ποιεῖσθαί τινας ἐπιχειρήσαιμι λόγους· οὐδένα γὰρ οὐδὲν ἀγνοεῖν βούλομαι τῶν ἐμαυτοῦ, λανθάνειν δὲ ἄλλον ἄλλα εἰκός· ἄρξομαι δὲ ἀπὸ τῶν προγόνων πρῶτον τῶν ἐμαυτοῦ."],["3","Καὶ ὅτι μὲν τὰ πρὸς πατρὸς ἡμῖν ἐντεῦθεν ὅθενπερ καὶ Κωνσταντίῳ τὰ πρὸς πατρὸς ὥρμηται, φανερόν. τὼ γὰρ ἡμετέρω πατέρε γεγόνατον ἀδελφὼ πατρόθεν. οὕτω δὲ πλησίον ἡμᾶς ὄντας συγγενεῖς ὁ φιλανθρωπότατος οὗτος βασιλεὺς οἷα εἰργάσατο, ἓξ μὲν ἀνεψιοὺς ἐμοῦ τε καὶ ἑαυτοῦ, πατέρα δὲ τὸν ἐμόν, ἑαυτοῦ δὲ θεῖον, καὶ προσέτι κοινὸν ἕτερον τὸν πρὸς πατρὸς θεῖον ἀδελφόν τε ἐμὸν τὸν πρεσβύτατον ἀκρίτους κτείνας, ἐμὲ δὲ καὶ ἕτερον ἀδελφὸν ἐμὸν ἐθελήσας μὲν κτεῖναι, τέλος δὲ ἐπιβαλὼν φυγήν, ἀφ’ ἧς ἐμὲ μὲν ἀφῆκεν, ἐκεῖνον δὲ ὀλίγῳ πρότερον τῆς σφαγῆς ἐξέδυσε τὸ τοῦ Καίσαρος ὄνομα, τί με δεῖ νῦν ὥσπερ ἐκ τραγῳδίας τὰ ἄρρητα ἀναμετρεῖσθαι; μετεμέλησε γὰρ αὐτῷ, φασί, καὶ ἐδήχθη δεινῶς, ἀπαιδίαν τε ἐντεῦθεν νομίζει δυστυχεῖν, τά τε ἐς τοὺς πολεμίους τοὺς Πέρσας οὐκ εὐτυχῶς πράττειν ἐκ τούτων ὑπολαμβάνει. ταῦτα ἐθρύλουν οἱ περὶ τὴν αὐλὴν τότε καὶ τὸν μακαρίτην ἀδελφὸν ἐμὸν Γάλλον, τοῦτο νῦν πρῶτον ἀκούοντα τὸ ὄνομα· κτείνας γὰρ αὐτὸν παρὰ τοὺς νόμους οὐδὲ τῶν πατρῴων μεταλαχεῖν εἴασε τάφων οὐδὲ τῆς εὐαγοῦς ἠξίωσε μνήμης. Ὅπερ οὖν ἔφην, ἔλεγον τοσαῦτα καὶ δὴ καὶ ἔπειθον ἡμᾶς, ὅτι τὰ μὲν ἀπατηθεὶς εἰργάσατο, τὰ δὲ βίᾳ καὶ ταραχαῖς εἴξας ἀτάκτου καὶ ταραχώδους στρατεύματος. τοσαῦτα ἡμῖν ἐπῇδον ἐν ἀγρῷ τινι τῶν ἐν Καππαδοκίᾳ κατακεκλεισμένοις, οὐδένα ἐῶντες προσελθεῖν, τὸν μὲν ἀπὸ τῆς ἐν Τράλλεσι φυγῆς ἀνακαλεσάμενοι, ἐμὲ δὲ κομιδῇ μειράκιον ἔτι τῶν διδασκαλείων ἀπαγαγόντες. πῶς ἂν ἐνταῦθα φράσαιμι περὶ τῶν ἓξ ἐνιαυτῶν, οὓς ἐν ἀλλοτρίῳ κτήματι διάγοντες, ὥσπερ οἱ παρὰ τοῖς Πέρσαις ἐν τοῖς φρουρίοις τηρούμενοι, μηδενὸς ἡμῖν προσιόντος ξένου μηδὲ τῶν πάλαι γνωρίμων ἐπιτρεπομένου τινὸς ὡς ἡμᾶς φοιτᾶν, διεζῶμεν ἀποκεκλεισμένοι παντὸς μὲν μαθήματος σπουδαίου, πάσης δὲ ἐλευθέρας ἐντεύξεως, ἐν ταῖς λαμπραῖς οἰκετείαις τρεφόμενοι καὶ τοῖς ἡμῶν αὐτῶν δούλοις ὥσπερ ἑταίροις συγγυμναζόμενοι; προσῄει γὰρ οὐδεὶς οὐδὲ ἐπετρέπετο τῶν ἡλικιωτῶν."],["4","Ἐντεῦθεν ἐγὼ μὲν μόγις ἀφείθην διὰ τοὺς θεοὺς εὐτυχῶς, ὁ δὲ ἀδελφὸς ὁ ἐμὸς εἰς τὴν αὐλὴν καθείρχθη δυστυ��ῶς, εἴπερ τις ἄλλος τῶν πώποτε. καὶ γὰρ εἴ τι περὶ τὸν τρόπον ἄγριον καὶ τραχὺ τὸν ἐκείνου κατεφάνη, τοῦτο ἐκ τῆς ὀρείου τροφῆς συνηυξήθη. δίκαιος οὖν οἶμαι καὶ ταύτην ἔχειν τὴν αἰτίαν ὁ ταύτης ἡμῖν πρὸς βίαν μεταδοὺς τῆς τροφῆς, ἧς ἐμὲ μὲν οἱ θεοὶ διὰ τῆς φιλοσοφίας καθαρὸν ἀπέφηναν καὶ ἐξάντη, τῷ δὲ οὐδεὶς ἐνέδωκεν. εὐθὺς γὰρ ἀπὸ τῶν ἀγρῶν ἐς τὰ βασίλεια παρελθόντι ἐπειδὴ πρῶτον αὐτῷ περιέθηκεν ἁλουργὲς ἱμάτιον, αὐτίκα φθονεῖν ἀρξάμενος οὐ πρότερον ἐπαύσατο πρὶν καθελεῖν αὐτόν, οὐδὲ τῷ περιελεῖν τὸ πορφυροῦν ἱμάτιον ἀρκεσθείς. καίτοι τοῦ ζῆν γοῦν ἄξιος, εἰ μὴ βασιλεύειν ἐφαίνετο ἐπιτήδειος. ἀλλ’ ἐχρῆν αὐτὸν καὶ τούτου στέρεσθαι. ξυγχωρῶ, λόγον γε πάντως ὑποσχόντα πρότερον, ὥσπερ τοὺς κακούργους. οὐ γὰρ δὴ τοὺς μὲν λῃστὰς ὁ νόμος ἀπαγορεύει τῷ δήσαντι κτείνειν, τοὺς ἀφαιρεθέντας δὲ τιμάς, ἃς εἶχον, καὶ γενομένους ἐξ ἀρχόντων ἰδιώτας ἀκρίτους φησὶ δεῖν ἀναιρεῖσθαι. τί γάρ, εἰ τῶν ἁμαρτημάτων εἶχεν ἀποφῆναι τοῦς αἰτίους; ἐδέδοντο γὰρ αὐτῷ τινων ἐπιστολαί, Ἡράκλεις, ὅσας ἔχουσαι κατ’ αὐτοῦ κατηγορίας, ἐφ’ αἷς ἐκεῖνος ἀγανακτήσας ἀκρατέστερον μὲν καὶ ἥκιστα βασιλικῶς ἐφῆκε τῷ θυμῷ, τοῦ μέντοι μηδὲ ζῆν ἄξιον οὐδὲν ἐπεπράχει. πῶς γάρ; οὐχ οὗτός ἐστιν ἀνθρώποις ἅπασι κοινὸς Ἕλλησιν ἅμα καὶ βαρβάροις ὁ νόμος, ἀμύνεσθαι τοὺς ἀδικίας ὑπάρχοντας; ἀλλ’ ἴσως μὲν ἠμύνατο πικρότερον. οὐ μὴν ἔξω πάντη τοῦ εἰκότος· τὸν γὰρ ἐχθρὸν ὑπ’ ὀργῆς εἰκός τι καὶ ποιεῖν, εἴρηται καὶ πρόσθεν. ἀλλ’ εἰς χάριν ἑνὸς ἀνδρογύνου, τοῦ κατακοιμιστοῦ, καὶ προσέτι τοῦ τῶν μαγείρων ἐπιτρόπου τὸν ἀνεψιόν, τὸν καίσαρα, τὸν τῆς ἀδελφῆς ἄνδρα γενόμενον, τὸν τῆς ἀδελφιδῆς πατέρα, οὗ καὶ αὐτὸς πρότερον ἦν ἀγαγόμενος τὴν ἀδελφήν, πρὸς ὃν αὐτῷ τοσαῦτα θεῶν ὁμογνίων ὑπῆρχε δίκαια, κτεῖναι παρέδωκε τοῖς ἐχθίστοις· ἐμὲ δὲ ἀφῆκε μόγις ἑπτὰ μηνῶν ὅλων ἑλκύσας τῇδε κἀκεῖσε καὶ ποιησάμενος ἔμφρουρον, ὥστε, εἰ μὴ θεῶν τις ἐθελήσας με σωθῆναι τὴν καλὴν καὶ ἀγαθὴν τὸ τηνικαῦτά μοι παρέσχεν εὐμενῆ Εὐσεβίαν, οὐδ’ ἂν ἐγὼ τὰς χεῖρας αὐτοῦ τότε διέφυγον. καίτοι μὰ τοὺς θεοὺς οὐδ’ ὄναρ μοι φανεὶς ἁδελφὸς ἐπεπράχει· καὶ γὰρ οὐδὲ συνῆν αὐτῷ οὐδὲ ἐφοίτων οὐδὲ ἐβάδιζον παρ’ αὐτόν, ὀλιγάκις δὲ ἔγραφον καὶ ὑπὲρ ὀλίγων. ὡς οὖν ἀποφυγὼν ἐκεῖθεν ἄσμενος ἐπορευόμην ἐπὶ τὴν τῆς μητρὸς ἑστίαν· πατρῷον γὰρ οὐδὲν ὑπῆρχέ μοι οὐδὲ ἐκεκτήμην ἐκ τοσούτων, ὅσων εἰκὸς ἦν πατέρα κεκτῆσθαι τὸν ἐμόν, οὐκ ἐλαχίστην βῶλον, οὐκ ἀνδράποδον, οὐκ οἰκίαν· ὁ γάρ τοι καλὸς Κωνστάντιος ἐκληρονόμησεν ἀντ’ ἐμοῦ τὴν πατρῴαν οὐσίαν ἅπασαν, ἐμοί τε, ὅπερ ἔφην, οὐδὲ γρὺ μετέδωκεν αὐτῆς· ἀλλὰ καὶ τῷ ἀδελφῷ τὠμῷ τῶν πατρῴων ἔδωκεν ὀλίγα, πάντων αὐτὸν ἀφελόμενος τῶν μητρῴων."],["5","Ὅσα μὲν οὖν ἔπραξε πρός με πρὶν ὀνόματος μὲν μεταδοῦναί μοι τοῦ σεμνοτ��του, ἔργῳ δὲ εἰς πικροτάτην καὶ χαλεπωτάτην ἐμβαλεῖν δουλείαν, εἰ καὶ μὴ πάντα, τὰ πλεῖστα γοῦν ὅμως ἀκηκόατε πορευομένου δὴ λοιπὸν ἐπὶ τὴν ἑστίαν, ἀγαπητῶς τε καὶ μόγις ἀποσωζομένου, συκοφάντης τις ἀνεφάνη περὶ τὸ Σίρμιον, ὃς τοῖς ἐκεῖ πράγματα ἔρραψεν ὡς νεώτερα διανοουμένοις· ἴστε δήπουθεν ἀκοῇ τὸν Ἀφρικανὸν καὶ τὸν Μαρῖνον· οὔκουν ὑμᾶς οὐδὲ ὁ Φῆλιξ ἔλαθεν οὐδὲ ὅσα ἐπράχθη περὶ τοὺς ἀνθρώπους. ἀλλ’ ὡς τοῦτο αὐτῷ κατεμηνύθη τὸ πρᾶγμα, καὶ Δυνάμιος ἐξαίφνης, ἄλλος συκοφάντης, ἐκ Κελτῶν ἤγγειλεν ὅσον οὔπω τὸν Σιλουανὸν αὐτῷ πολέμιον ἀναφανεῖσθαι, δείσας παντάπασι καὶ φοβηθεὶς αὐτίκα ἐπ’ ἐμὲ πέμπει, καὶ μικρὸν εἰς τὴν Ἑλλάδα κελεύσας ὑποχωρῆσαι πάλιν ἐκεῖθεν ἐκάλει παρ’ ἑαυτόν, οὔπω πρότερον τεθεαμένος πλὴν ἅπαξ μὲν ἐν Καππαδοκίᾳ, ἅπαξ δὲ ἐν Ἰταλίᾳ, ἀγωνισαμένης Εὐσεβίας, ὡς ἂν ὑπὲρ τῆς σωτηρίας τῆς ἐμαυτοῦ θαρρήσαιμι. καίτοι τὴν αὐτὴν αὐτῷ πόλιν ἓξ ᾤκησα μηνῶν, καὶ μέντοι καὶ ὑπέσχετό με θεάσεσθαι πάλιν. ἀλλ’ ὁ θεοῖς ἐχθρὸς ἀνδρόγυνος, ὁ πιστὸς αὐτοῦ κατακοιμιστής, ἔλαθέ μου καὶ ἄκων εὐεργέτης γενόμενος· οὐ γὰρ εἴασεν ἐντυχεῖν με πολλάκις αὐτῷ, τυχὸν μὲν οὐδὲ ἐθέλοντι, πλὴν ἀλλὰ τὸ κεφάλαιον ἐκεῖνος ἦν· ὤκνει γὰρ ὡς ἂν μή τινος συνηθείας ἐγγενομένης ἡμῖν πρὸς ἀλλήλους ἔπειτα ἀγαπηθείην καὶ πιστὸς ἀναφανεὶς ἐπιτραπείην τι. Παραγενόμενον δή με τότε πρῶτον ἀπὸ τῆς Ἑλλάδος αὐτίκα διὰ τῶν περὶ τὴν θεραπείαν εὐνούχων ἡ μακαρῖτις Εὐσεβία καὶ λίαν ἐφιλοφρονεῖτο. μικρὸν δὲ ὕστερον ἐπελθόντος τούτου· καὶ γάρ τοι καὶ τὰ περὶ Σιλουανὸν ἐπέπρακτο· λοιπὸν εἴσοδός τε εἰς τὴν αὐλὴν δίδοται, καὶ τὸ λεγόμενον ἡ Θετταλικὴ περιβάλλεται πειθανάγκη. ἀρνουμένου γάρ μου τὴν συνουσίαν στερεῶς ἐν τοῖς βασιλείοις, οἱ μὲν ὥσπερ ἐν κουρείῳ συνελθόντες ἀποκείρουσι τὸν πώγωνα, χλανίδα δὲ ἀμφιεννύουσι καὶ σχηματίζουσιν, ὡς τότε ὑπελάμβανον, πάνυ γελοῖον στρατιώτην· οὐδὲν γάρ μοι τοῦ καλλωπισμοῦ τῶν καθαρμάτων ἥρμοζεν· ἐβάδιζον δὲ οὐχ ὥσπερ ἐκεῖνοι περιβλέπων καὶ σοβῶν ἀλλ’ εἰς γῆν βλέπων, ὥσπερ εἰθίσμην ὑπὸ τοῦ θρέψαντός με παιδαγωγοῦ. τότε μὲν οὖν αὐτοῖς παρέσχον γέλωτα, μικρὸν δὲ ὕστερον ὑποψίαν, εἶτα ἀνέλαμψεν ὁ τοσοῦτος φθόνος. Ἀλλ’ ἐνταῦθα χρὴ μὴ παραλείπειν ἐκεῖνα, πῶς ἐγὼ συνεχώρησα, πῶς ἐδεχόμην ὁμωρόφιος ἐκείνοις γενέσθαι, οὓς ἠπιστάμην παντὶ μέν μου λυμηναμένους τῷ γένει, ὑπώπτευον δὲ οὐκ εἰς μακρὰν ἐπιβουλεύσοντας καὶ ἐμοί. πηγὰς μὲν οὖν ὁπόσας ἀφῆκα δακρύων καὶ θρήνους οἵους, ἀνατείνων εἰς τὴν ἀκρόπολιν τὴν παρ’ ὑμῖν τὰς χεῖρας, ὅτε ἐκαλούμην, καὶ τὴν Ἀθηνᾶν ἱκετεύων σώζειν τὸν ἱκέτην καὶ μὴ ἐκδιδόναι, πολλοὶ τῶν παρ’ ὑμῖν ἑορακότες εἰσί μοι μάρτυρες, αὐτὴ δὲ ἡ θεὸς πρὸ τῶν ἄλλων, ὅτι καὶ θάνατον ᾐτησάμην παρ’ αὐτῆς Ἀθήνησι πρὸ τῆς τότε ὁδοῦ. ὡς μὲν οὖν οὐ προύδωκεν ἡ θεὸς τὸν ��κέτην οὐδὲ ἐξέδωκεν, ἔργοις ἔδείξεν· γὰρ ἁπανταχοῦ μοι καὶ παρέστησεν ἁπανταχόθεν τοὺς φύλακας, ἐξ Ἡλίου καὶ Σελήνης ἀγγέλους λαβοῦσα."],["6","Συνέβη δέ τι καὶ τοιοῦτον. ἐλθὼν ἐς τὸ Μεδιόλανον ᾤκουν ἔν τινι προαστείῳ. ἐνταῦθα ἔπεμπεν Εὐσεβία πολλάκις πρός με φιλοφρονουμένη καὶ γράφειν κελεύουσα καὶ θαρρεῖν, ὑπὲρ ὅτου ἂν δέωμαι. γράψας ἐγὼ πρὸς αὐτὴν ἐπιστολήν, μᾶλλον δὲ ἱκετηρίαν ὅρκους ἔχουσαν τοιούτους· Οὕτω παισὶ χρήσαιο κληρονόμοις· οὕτω τὰ καὶ τὰ θεός σοι δοίη, πέμπε με οἴκαδε τὴν ταχίστην, ἐκεῖνο ὑπειδόμην ὡς οὐκ ἀσφαλὲς εἰς τὰ βασίλεια πρὸς αὐτοκράτορος γυναῖκα γράμματα εἰσπέμπειν. ἱκέτευσα δὴ τοὺς θεοὺς νύκτωρ δηλῶσαί μοι, εἰ χρὴ πέμπειν παρὰ τὴν βασιλίδα τὸ γραμματεῖον· οἱ δὲ ἐπηπείλησαν, εἰ πέμψαιμι, θάνατον αἴσχιστον. ὡς δὲ ἀληθῆ ταῦτα γράφω, καλῶ τοὺς θεοὺς ἅπαντας μάρτυρας. τὰ μὲν δὴ γράμματα διὰ τοῦτο ἐπέσχον εἰσπέμψαι. ἐξ ἐκείνης δέ μοι τῆς νυκτὸς λογισμὸς εἰσῆλθεν, οὗ καὶ ὑμᾶς ἴσως ἄξιον ἀκοῦσαι. Νῦν, ἔφην, ἐγὼ τοῖς θεοῖς ἀντιτάττεσθαι διανοοῦμαι, καὶ ὑπὲρ ἐμαυτοῦ βουλεύεσθαι κρεῖττον νενόμικα τῶν πάντα εἰδότων. καίτοι φρόνησις ἀνθρωπίνη πρὸς τὸ παρὸν ἀφορῶσα μόνον ἀγαπητῶς ἂν τύχοι καὶ μόγις τοῦ πρὸς ὀλίγον ἀναμαρτήτου. διόπερ οὐδεὶς οὔθ’ ὑπὲρ τῶν εἰς τριακοστὸν ἔτος βουλεύεται οὔτε ὑπὲρ τῶν ἤδη γεγονότων· τὸ μὲν γὰρ περιττόν, τὸ δὲ ἀδύνατον· ἀλλ’ ὑπὲρ τῶν ἐν χερσὶ καὶ ὧν ἀρχαί τινές εἰσιν ἤδη καὶ σπέρματα. φρόνησις δὲ ἡ παρὰ τοῖς θεοῖς ἐπὶ τὸ μήκιστον, μᾶλλον δὲ ἐπὶ πᾶν βλέπουσα μηνύει τε ὀρθῶς καὶ πράττει τὸ λῷον· αἴτιοι γάρ εἰσιν αὐτοὶ καθάπερ τῶν ὄντων, οὕτω δὲ καὶ τῶν ἐσομένων. οὐκοῦν εἰκὸς αὐτοὺς ὑπὲρ τῶν παρόντων ἐπίστασθαι. τέως μὲν οὖν ἐδόκει μοι κατὰ τοῦτο συνετωτέρα τῆς ἔμπροσθεν ἡ δευτέρα γνώμη. σκοπῶν δὲ εἰς τὸ δίκαιον εὐθέως ἔφην· Εἶτα σὺ μὲν ἀγανακτεῖς, εἴ τι τῶν σῶν κτημάτων ἀποστεροίη σε τῆς ἑαυτοῦ χρήσεως ἢ καὶ ἀποδιδράσκοι καλούμενον, κἂν ἵππος τύχῃ κἂν πρόβατον κἂν βοίδιον, ἄνθρωπος δὲ εἶναι βουλόμενος οὐδὲ τῶν ἀγελαίων οὐδὲ τῶν συρφετωδῶν, ἀλλὰ τῶν ἐπιεικῶν καὶ μετρίων ἀποστερεῖς σεαυτοῦ τοὺς θεοὺς καὶ οὐκ ἐπιτρέπεις ἐφ’ ὅ, τι ἂν ἐθέλωσι χρήσασθαί σοι; ὅρα μὴ πρὸς τῷ λίαν ἀφρόνως καὶ τῶν δικαίων τῶν πρὸς τοὺς θεοὺς ὀλιγώρως πράττῃς. ἡ δὲ ἀνδρεία ποῦ καὶ τίς; γελοῖον. ἕτοιμος γοῦν εἶ καὶ θωπεῦσαι καὶ κολακεῦσαι δέει τοῦ θανάτου, ἐξὸν ἅπαντα καταβαλεῖν καὶ τοῖς θεοῖς ἐπιτρέψαι πράττειν ὡς βούλονται, διελόμενον πρὸς αὐτοὺς τὴν ἐπιμέλειαν τὴν ἑαυτοῦ, καθάπερ καὶ ὁ Σωκράτης ἠξίου, καὶ τὰ μὲν ἐπὶ σοὶ πράττειν ὡς ἂν ἐνδέχηται, τὸ δὲ ὅλον ἐπ’ ἐκείνοις ποιεῖσθαι, κεκτῆσθαι δὲ μηδὲν μηδὲ ἁρπάζειν, τὰ διδόμενα δὲ παρ’ αὐτῶν ἀφελῶς δέχεσθαι."],["7","ταύτην ἐγὼ νομίσας οὐκ ἀσφαλῆ μόνον, ἀλλὰ πρέπουσαν ἀνδρὶ μετρίῳ γνώμην, ἐπεὶ καὶ τὰ τῶν θεῶν ἐσήμαινε ταύτῃ· τὸ γὰρ ἐπιβουλὰς εὐλαβούμενον τὰς μελλούσας εἰς αἰσχρὸν καὶ προὖπτον ἐμβαλεῖν ἑαυτὸν κίνδυνον δεινῶς ἐφαίνετό μοι θορυβῶδες· εἶξαι καὶ ὑπήκουσα. καὶ τὸ μὲν ὄνομά μοι ταχέως καὶ τὸ χλανίδιον περιεβλήθη τοῦ καίσαρος· ἡ δὲ ἐπὶ τούτῳ δουλεία καὶ τὸ καθ’ ἑκάστην ἡμέραν ὑπὲρ αὐτῆς τῆς ψυχῆς ἐπικρεμάμενον δέος Ἡράκλεις ὅσον καὶ οἷον· κλεῖθρα θυρῶν, θυρωροί, τῶν οἰκετῶν αἱ χεῖρες ἐρευνώμεναι, μή τίς μοι παρὰ τῶν φίλων γραμματίδιον κομίζῃ, θεραπεία ξένη· μόλις ἠδυνήθην οἰκέτας ἐμαυτοῦ τέτταρας, παιδάρια μὲν δύο κομιδῇ μικρά, δύο δὲ μείζονας, εἰς τὴν αὐλὴν οἰκειότερόν με θεραπεύσοντας εἰσαγαγεῖν, ὧν εἷς μοι μόνος καὶ τὰ πρὸς θεοὺς συνειδὼς καὶ ὡς ἐνεδέχετο λάθρᾳ συμπράττων· ἐπεπίστευτο δὲ τῶν βιβλίων μου τὴν φυλακήν, ὢν μόνος τῶν ἐμοὶ πολλῶν ἑταίρων καὶ φίλων πιστῶν, εἷς ἰατρός, ὃς καί, ὅτι φίλος ὢν ἐλελήθει, συναπεδήμησεν. οὕτω δὲ ἐδεδίειν ἐγὼ ταῦτα καὶ ψοφοδεῶς εἶχον πρὸς αὐτά, ὥστε καὶ βουλομένους εἰσιέναι τῶν φίλων πολλοὺς παρ’ ἐμὲ καὶ μάλ’ ἄκων ἐκώλυον, ἰδεῖν μὲν αὐτοὺς ἐπιθυμῶν, ὀκνῶν δὲ ἐκείνοις τε καὶ ἐμαυτῷ γενέσθαι συμφορῶν αἴτιος. ἀλλὰ ταῦτα μὲν ἔξωθέν ἐστι, τάδε δὲ ἐν αὐτοῖς τοῖς πράγμασι. Τριακοσίους ἑξήκοντά μοι δοὺς στρατιώτας εἰς τὸ τῶν Κελτῶν ἔθνος ἀνατετραμμένον ἔστειλε, μεσοῦντος ἤδη τοῦ χειμῶνος, οὐκ ἄρχοντα μᾶλλον τῶν ἐκεῖσε στρατοπέδων ἢ τοῖς ἐκεῖσε στρατηγοῖς ὑπακούοντα. ἐγέγραπτο γὰρ αὐτοῖς καὶ ἐνετέταλτο διαρρήδην οὐ τοὺς πολεμίους μᾶλλον ἢ ἐμὲ παραφυλάττειν, ὡς ἂν μὴ νεώτερόν τι πράξαιμι. τούτων δὲ ὃν ἔφην τρόπον γενομένων, περὶ τὰς τροπὰς τὰς θερινὰς ἐπιτρέπει μοι βαδίζειν εἰς τὰ στρατόπεδα τὸ σχῆμα καὶ τὴν εἰκόνα περιοίσοντι τὴν ἑαυτοῦ· καὶ γάρ τοι καὶ τοῦτο εἴρητο καὶ ἐγέγραπτο, ὅτι τοῖς Γάλλοις οὐ βασιλέα δίδωσιν, ἀλλὰ τὸν τὴν ἑαυτοῦ πρὸς ἐκείνους εἰκόνα κομιοῦντα. Οὐ κακῶς δέ, ὡς ἀκηκόατε, τοῦ πρώτου στρατηγηθέντος ἐνιαυτοῦ καὶ πραχθέντος σπουδαίου, πρὸς τὰ χειμάδια πάλιν ἐπανελθὼν εἰς τὸν ἔσχατον κατέστην κίνδυνον. οὔτε γὰρ ἀθροίζειν ἐξῆν μοι στρατόπεδον· ἕτερος γὰρ ἦν ὁ τούτου κύριος· αὐτός τε ξὺν ὀλίγοις ἀποκεκλεισμένος, εἶτα παρὰ τῶν πλησίον πόλεων αἰτηθεὶς ἐπικουρίαν, ὧν εἶχον τὸ πλεῖστον ἐκείνοις δούς, αὐτὸς ἀπελείφθην μόνος. ἐκεῖνα μὲν οὖν οὕτως ἐπράχθη τότε. ὡς δὲ καὶ ὁ τῶν στρατοπέδων ἄρχων ἐν ὑποψίᾳ γενόμενος αὐτῷ παρῃρέθη καὶ ἀπηλλάγη τῆς ἀρχῆς, οὐ σφόδρα ἐπιτήδειος δόξας, ἔγωγε ἐνομίσθην ἥκιστα σπουδαῖος καὶ δεινὸς στρατηγός, ἅτε πρᾷον ἐμαυτὸν παρασχὼν καὶ μέτριον. οὐ γὰρ ᾤμην δεῖν ζυγομαχεῖν οὐδὲ παραστρατηγεῖν, εἰ μή πού τι τῶν λίαν ἐπικινδύνων ἑώρων ἢ δέον γενέσθαι παρορώμενον ἢ καὶ τὴν ἀρχὴν μὴ δέον γενέσθαι γιγνόμενον. ἅπαξ δὲ καὶ δεύτερον οὐ καθηκόντως μοί τινων χρησαμένων, ἐμαυτὸν ᾠήθην χρῆναι τιμᾶν τῇ σιωπῇ, καὶ τοῦ λοιποῦ τὴν χλανίδα περιέφερον καὶ τὴν εἰκόνα· τούτων γὰρ τὸ τηνικαῦτα διενοούμην ἀποπεφάνθαι κύριος. Ἐξ ὧν ὁ Κωνστάντιος νομίσας ὀλίγον μὲν ἐπιδώσειν, οὐκ εἰς τοσοῦτον δὲ μεταβολῆς ἥξειν τὰ τῶν Κελτῶν πράγματα, δίδωσί μοι τῶν στρατοπέδων τὴν ἡγεμονίαν ἦρος ἀρχῇ. καὶ στρατεύω μὲν ἀκμάζοντος τοῦ σίτου, πολλῶν πάνυ Γερμανῶν περὶ τὰς πεπορθημένας ἐν Κελτοῖς πόλεις ἀδεῶς κατοικούντων. τὸ μὲν οὖν πλῆθος τῶν πόλεων πέντε που καὶ τεσσαράκοντά ἐστι, τείχη τὰ διηρπασμένα δίχα τῶν πύργων καὶ τῶν ἐλασσόνων φρουρίων. ἧς δ’ ἐνέμοντο γῆς ἐπὶ τάδε τοῦ Ῥήνου πάσης οἱ βάρβαροι τὸ μέγεθος ὁπόσον ἀπὸ τῶν πηγῶν αὐτῶν ἀρχόμενος ἄχρι τοῦ Ὠκεανοῦ περιλαμβάνει· τριακόσια δὲ ἀπεῖχον τῆς ᾐόνος τοῦ Ῥήνου στάδια οἱ πρὸς ἡμᾶς οἰκοῦντες ἔσχατοι, τριπλάσιον δὲ ἦν ἔτι τούτου πλάτος τὸ καταλειφθὲν ἔρημον ὑπὸ τῆς λεηλασίας, ἔνθα οὐδὲ νέμειν ἐξῆν τοῖς Κελτοῖς τὰ βοσκήματα, καὶ πόλεις τινὲς ἔρημοι τῶν ἐνοικούντων, αἷς οὔπω παρῴκουν οἱ βάρβαροι."],["8","ἐν τούτοις οὖσαν καταλαβὼν ἐγὼ τὴν Γαλατίαν πόλιν τε ἀνέλαβον τὴν Ἀγριππίναν ἐπὶ τῷ Ῥήνῳ, πρὸ μηνῶν ἑαλωκυῖάν που δέκα, καὶ τεῖχος Ἀργέντορα πλησίον πρὸς ταῖς ὑπωρείαις αὐτοῦ τοῦ Βοσέγου, καὶ ἐμαχεσάμην οὐκ ἀκλεῶς. ἴσως καὶ εἰς ὑμᾶς ἀφίκετο ἡ τοιαύτη μάχη. ἔνθα τῶν θεῶν δόντων μοι τὸν βασιλέα τῶν πολεμίων αἰχμάλωτον, οὐκ ἐφθόνησα τοῦ κατορθώματος Κωνσταντίῳ. καίτοι εἰ μὴ θριαμβεύειν ἐξῆν, ἀποσφάττειν τὸν πολέμιον κύριος ἦν, καὶ μέντοι διὰ πάσης αὐτὸν ἄγων τῆς Κελτίδος ταῖς πόλεσιν ἐπιδεικνύειν καὶ ὥσπερ ἐντρυφᾶν τοῦ Χνοδομαρίου ταῖς συμφοραῖς. τούτων οὐδὲν ᾠήθην δεῖν πράττειν, ἀλλὰ πρὸς τὸν Κωνστάντιον αὐτὸν εὐθέως ἀπέπεμψα, τότε ἀπὸ τῶν Κουάδων καὶ Σαυροματῶν ἐπανιόντα. συνέβη τοίνυν, ἐμοῦ μὲν ἀγωνισαμένου, ἐκείνου δὲ ὁδεύσαντος μόνον καὶ φιλίως ἐντυχόντος τοῖς παροικοῦσι τὸν Ἴστρον ἔθνεσιν, οὐχ ἡμᾶς, ἀλλ’ ἐκεῖνον θριαμβεῦσαι. Τὸ δὴ μετὰ τοῦτο δεύτερος ἐνιαυτὸς καὶ τρίτος, καὶ πάντες μὲν ἀπελήλαντο τῆς Γαλατίας οἱ βάρβαροι, πλεῖσται δὲ ἀνελήφθησαν τῶν πόλεων, παμπληθεῖς δὲ ἀπὸ τῆς Βρεττανίδος ναῦς ἀνήχθησαν. ἑξακοσίων νηῶν ἀνήγαγον στόλον, ὧν τὰς τετρακοσίας ἐν οὐδὲ ὅλοις μησὶ δέκα ναυπηγησάμενος πάσας εἰσήγαγον εἰς τὸν Ῥῆνον, ἔργον οὐ μικρὸν διὰ τοὺς ἐπικειμένους καὶ παροικοῦντας πλησίον βαρβάρους. ὁ γοῦν Φλωρέντιος οὕτως ᾤετο τοῦτο ἀδύνατον, ὥστε ἀργύρου δισχιλίας λίτρας ὑπέσχετο μισθὸν ἀποτίσειν τοῖς βαρβάροις ὑπὲρ τῆς παρόδου, καὶ ὁ Κωνστάντιος ὑπὲρ τούτου μαθών· ἐκοινώσατο γὰρ αὐτῷ περὶ τῆς δόσεως· ἐπέστειλε πρός με τὸ αὐτὸ πράττειν κελεύσας, εἰ μὴ παντάπασιν αἰσχρόν μοι φανείη. πῶς δὲ οὐκ ἦν αἰσχρόν, ὅπου Κωνσταντίῳ τοιοῦτον ἐφάνη, λίαν εἰωθότι θεραπεύειν τοὺς βαρβάρους; ἐδόθη μὴν αὐτοῖς οὐδέν· ἀλλ’ ἐπ’ αὐτοὺς στρατεύσας, ἀμυνόντων μοι καὶ παρεστώτων τῶν ��εῶν, ὑπεδεξάμην μὲν μοῖραν τοῦ Σαλίων ἔθνους, Χαμάβους δὲ ἐξήλασα, πολλὰς βοῦς καὶ γύναια μετὰ παιδαρίων συλλαβών. οὕτω δὲ πάντας ἐφόβησα καὶ παρεσκεύασα καταπτῆξαι τὴν ἐμὴν ἔφοδον, ὥστε παραχρῆμα λαβεῖν ὁμήρους καὶ τῇ σιτοπομπίᾳ παρασχεῖν ἀσφαλῆ κομιδήν. Μακρόν ἐστι πάντα ἀπαριθμεῖσθαι καὶ τὰ καθ’ ἕκαστον γράφειν, ὅσα ἐν ἐνιαυτοῖς ἔπραξα τέτταρσι· τὰ κεφάλαια δέ· τρίτον ἐπεραιώθην καῖσαρ ἔτι τὸν Ῥῆνον· δισμυρίους ἀπῄτησα παρὰ τῶν βαρβάρων ὑπὲρ τὸν Ῥῆνον ὄντας αἰχμαλώτους· ἐκ δυοῖν ἀγώνοιν καὶ μιᾶς πολιορκίας χιλίους ἐξελὼν ἐζώγρησα, οὐ τὴν ἄχρηστον ἡλικίαν, ἄνδρας δὲ ἡβῶντας· ἔπεμψα τῷ Κωνσταντίῳ τέτταρας ἀριθμοὺς τῶν κρατίστων πεζῶν, τρεῖς ἄλλους τῶν ἐλαττόνων, ἱππέων τάγματα δύο τὰ ἐντιμότατα· πόλεις ἀνέλαβον νῦν μὲν δὴ τῶν θεῶν ἐθελόντων πάσας, τότε δὲ ἀνειλήφειν ἐλάττους ὀλίγῳ τῶν τεσσαράκοντα. μάρτυρας καλῶ τὸν Δία καὶ πάντας θεοὺς πολιούχους τε καὶ ὁμογνίους ὑπὲρ τῆς ἐμῆς προαιρέσεως εἰς αὐτὸν καὶ πίστεως, ὅτι τοιοῦτος γέγονα περὶ αὐτόν, οἷον ἂν εἱλόμην ἐγὼ υἱὸν περὶ ἐμὲ γενέσθαι. τετίμηκα μὲν οὖν αὐτὸν ὡς οὐδεὶς καισάρων οὐδένα τῶν ἔμπροσθεν αὐτοκρατόρων. οὐδὲν γοῦν εἰς τὴν τήμερον ὑπὲρ ἐκείνων ἐγκαλεῖ μοι, καὶ ταῦτα παρρησιασαμένῳ πρὸς αὐτόν, ἀλλὰ γελοίους αἰτίας ὀργῆς ἀναπλάττει. Λουππικῖνον, φησί, καὶ τρεῖς ἄλλους ἀνθρώπους κατέσχες· οὓς εἰ καὶ κτείνας ἤμην ἐπιβουλεύσαντας ἔμοιγε φανερῶς, ἐχρῆν τὴν ὑπὲρ τῶν παθόντων ὀργὴν ἀφεῖναι τῆς ὁμονοίας ἕνεκα. τούτους δὲ οὐδὲν ἄχαρι διαθεὶς ὡς ταραχώδεις φύσει καὶ πολεμοποιοὺς κατέσχον, πολλὰ πάνυ δαπανῶν εἰς αὐτοὺς ἐκ τῶν δημοσίων, ἀφελόμενος δ’ οὐδὲν τῶν ὑπαρχόντων ἐκείνοις. ὁρᾶτε, πῶς ἐπεξιέναι τούτοις ὁ Κωνστάντιος νομοθετεῖ. ὁ γὰρ χαλεπαίνων ὑπὲρ τῶν προσηκόντων μηδὲν ἆρ’ οὐκ ὀνειδίζει μοι καὶ κατεγελᾷ τῆς μωρίας, ὅτι τὸν φονέα πατρός, ἀδελφῶν, ἀνεψιῶν, ἁπάσης ὡς ἔπος εἰπεῖν τῆς κοινῆς ἡμῶν ἑστίας καὶ συγγενείας τὸν δήμιον εἰς τοῦτο ἐθεράπευσα; σκοπεῖτε δὲ ὅπως καὶ γενόμενος αὐτοκράτωρ ἔτι θεραπευτικῶς αὐτῷ προσηνέχθην ἐξ ὧν ἐπέστειλα."],["9","Καὶ τὰ πρὸ τούτου δὲ ὁποῖός τις γέγονα περὶ αὐτὸν ἐντεῦθεν εἴσεσθε. αἰσθόμενος, ὅτι τῶν ἁμαρτανομένων κληρονομήσω μὲν αὐτὸς τὴν ἀδοξίαν καὶ τὸν κίνδυνον, ἐξεργασθήσεται δὲ ἑτέροις τὰ πλεῖστα, πρῶτον μὲν ἱκέτευον, εἰ ταῦτα πράττειν αὐτῷ φαίνοιτο καὶ πάντως ἐμὲ προσαγορεύειν καίσαρα δεδογμένον εἴη, ἄνδρας ἀγαθοὺς καὶ σπουδαίους δοῦναί μοι τοὺς ὑπουργοῦντας· ὁ δὲ πρότερον ἔδωκε τοὺς μοχθηροτάτους. ὡς δὲ ὁ μὲν εἷς ὁ πονηρότατος καὶ μάλα ἄσμενος ὑπήκουσεν, οὐδεὶς δὲ ἠξίου τῶν ἄλλων, ἄνδρα δίδωσιν ἄκων ἐμοὶ καὶ μάλα ἀγαθὸν Σαλούστιον, ὃς διὰ τὴν ἀρετὴν εὐθέως αὐτῷ γέγονεν ὕποπτος. οὐκ ἀρκεσθεὶς ἐγὼ τῷ τοιούτῳ, βλέπων δὲ πρὸς τὸ διάφορον τοῦ τρόπου καὶ κατανόησας τῷ μὲν ἄγαν αὐτὸν πιστεύοντα, τῷ δὲ οὐδ’ ὅλως προσέχοντα, τῆς δεξιᾶς αὐτοῦ καὶ τῶν γονάτων ἁψάμενος· Τούτων, ἔφην, οὐδείς ἐστί μοι συνήθης οὐδὲ γέγονεν ἔμπροσθεν· ἐπιστάμενος δὲ αὐτοὺς ἐκ φήμης, σοῦ κελεύσαντος, ἑταίρους ἐμαυτοῦ καὶ φίλους νομίζω, τοῖς πάλαι γνωρίμοις ἐπ’ ἴσης τιμῶν. οὐ μὴν δίκαιον ἢ τούτοις ἐπιτετράφθαι τὰ ἐμὰ ἢ τὰ τούτων ἡμῖν συγκινδυνεῦσαι. τί οὖν ἱκετεύω; γραπτοὺς ἡμῖν δὸς ὥσπερ νόμους, τίνων ἀπέχεσθαι χρὴ καὶ ὅσα πράττειν ἐπιτρέπεις. δῆλον γάρ, ὅτι τὸν μὲν πειθόμενον ἐπαινέσεις, τὸν δὲ ἀπειθοῦντα κολάσεις, εἰ καὶ ὅ, τι μάλιστα νομίζω μηδένα ἀπειθήσειν."],["10","Ὅσα μὲν οὖν ἐπεχείρησεν ὁ Πεντάδιος αὐτίκα καινοτομεῖν, οὐδὲν χρὴ λέγειν· ἀντέπραττον δὲ καινοτομεῖν καὶ γίνεταί μοι δυσμενὴς ἐκεῖθεν. εἶτ’ ἄλλον λαβὼν καὶ παρασκευάσας δεύτερον καὶ τρίτον, Παῦλον, Γαυδέντιον, τοὺς ὀνομαστοὺς ἐπ’ ἐμὲ μισθωσάμενος συκοφάντας, Σαλούστιον μὲν ὡς ἐμοὶ φίλον ἀποστῆναι παρασκευάζει, Λουκιλιανὸν δὲ δοθῆναι διάδοχον αὐτίκα. καὶ μικρὸν ὕστερον καὶ Φλωρέντιος ἦν ἐχθρὸς ἐμοὶ διὰ τὰς πλεονεξίας, αἷς ἠναντιούμην. πείθουσιν οὗτοι τὸν Κωνστάντιον ἀφελέσθαι με τῶν στρατοπέδων ἁπάντων, ἴσως τι καὶ ὑπὸ τῆς ζηλοτυπίας τῶν κατορθωμάτων κνιζόμενον, καὶ γράφει γράμματα πολλῆς μὲν ἀτιμίας εἰς ἐμὲ πλήρη, Κελτοῖς δὲ ἀνάστασιν ἀπειλοῦντα· μικροῦ γὰρ δέω φάναι τὸ στρατιωτικὸν ἅπαν ἀδιακρίτως τὸ μαχιμώτατον ἀπαγαγεῖν τῆς Γαλατίας ἐκέλευσεν, ἐπιτάξας τοῦτο τὸ ἔργον Λουππικίνῳ τε καὶ Γιντωνίῳ, ἐμοὶ δὲ ὡς ἂν πρὸς μηδὲν ἐναντιωθείην αὐτοῖς ἐπέστειλεν. Ἐνταῦθα μέντοι τίνα τρόπον τὰ τῶν θεῶν εἴποιμ’ ἂν ἔργα πρὸς ὑμᾶς; διενοούμην· μάρτυρες δὲ αὐτοί· πᾶσαν ἀπορρίψας τὴν βασιλικὴν πολυτέλειαν καὶ παρασκευὴν ἡσυχάζειν, πράττειν δὲ οὐδὲν ὅλως. ἀνέμενον δὲ Φλωρέντιον παραγενέσθαι καὶ τὸν Λουππικῖνον· ἦν γὰρ ὁ μὲν περὶ τὴν Βίενναν, ὁ δὲ ἐν ταῖς Βρεττανίαις. ἐν τούτῳ θόρυβος πολὺς ἦν περὶ πάντας τοὺς ἰδιώτας καὶ τοὺς στρατιώτας, καὶ γράφει τις ἀνώνυμον γραμματεῖον εἰς τὴν ἀστυγείτονά μοι πόλιν πρὸς τοὺς Πετουλάντας τουτουσὶ καὶ Κελτούς· ὀνομάζεται δὲ οὕτω τὰ τάγματα· ἐν ᾧ πολλὰ μὲν ἐγέγραπτο κατ’ ἐκείνου, πολλοὶ δὲ ὑπὲρ τῆς Γαλλιῶν προδοσίας ὀδυρμοί· καὶ μέντοι καὶ τὴν ἐμὴν ἀτιμίαν ὁ τὸ γραμματεῖον συγγράψας ἀπωδύρετο. τοῦτο κομισθὲν ἐκίνησε πάντας, οἳ τὰ Κωνσταντίου μάλιστα ἐφρόνουν, ἐπιθέσθαι μοι κατὰ τὸ καρτερώτατον, ὅπως ἤδη τοὺς στρατιώτας ἐκπέμψαιμι, πρὶν καὶ εἰς τοὺς ἄλλους ἀριθμοὺς ὅμοια ῥιφῆναι. καὶ γὰρ οὐδὲ ἄλλος τις παρῆν τῶν δοκούντων εὔνως ἔχειν ἐμοί, Νεβρίδιος δέ, Πεντάδιος, Δεκέντιος, ὁ παρ’ αὐτοῦ πεμφθεὶς ἐπ’ αὐτὸ τοῦτο Κωνσταντίου. λέγοντος δέ μου χρῆναι περιμένειν ἔτι Λουππικῖνον καὶ Φλωρέντιον, οὐδεὶς ἤκουσεν, ἀλλ’ ἔλεγον πάντες τοὐναντίον ὅτι δεῖ ποιεῖν, εἰ μὴ βούλομαι ταῖς προλαβούσαις ὑποψίαις ὥσπερ ἀπόδειξιν καὶ τεκμήριον τοῦτο προσθεῖναι. εἶτα προσέθεσαν ὡς Νῦν μὲν ἐκπεμφθέντων αὐτῶν σόν ἐστι τὸ ἔργον, ἀφικομένων δὲ τούτων οὐ σοὶ τοῦτο, ἀλλ’ ἐκείνοις λογιεῖται Κωνστάντιος, σὺ δὲ ἐν αἰτίᾳ γενήσῃ. γράψαι δή με ἔπεισαν αὐτῷ, μᾶλλον δὲ ἐβιάσαντο· πείθεται μὲν γὰρ ἐκεῖνος, ᾧπερ ἔξεστι καὶ μὴ πεισθῆναι, βιάζεσθαι δὲ οἷς ἂν ἐξῇ, τοῦ πείθειν οὐδὲν προσδέονται· οὔκουν οὐδὲ οἱ βιασθέντες τῶν πεπεισμένων εἰσίν, ἀλλὰ τῶν ἀναγκασθέντων. ἐσκοποῦμεν ἐνταῦθα, ποίαν ὁδὸν αὐτοὺς χρὴ βαδίζειν, διττῆς οὔσης. ἐγὼ μὲν ἠξίουν ἑτέραν τραπῆναι, οἱ δὲ αὖθις ἀναγκάζουσιν ἐκείνην ἰέναι, μὴ τοῦτο αὐτὸ γενόμενον ὥσπερ ἀφορμήν τινα στάσεως τοῖς στρατιώταις παράσχῃ καὶ ταραχῆς τινος αἴτιον γένηται, εἶτα στασιάζειν ἅπαξ ἀρξάμενοι πάντα ἀθρόως ταράξωσιν."],["11","ἐδόκει τὸ δέος οὐ παντάπασιν ἄλογον εἶναι τῶν ἀνθρώπων. Ἦλθε τὰ τάγματα, ὑπήντησα κατὰ τὸ νενομισμένον αὐτοῖς, ἔχεσθαι τῆς ὁδοῦ προύτρεψα· μίαν ἡμέραν ἐπέμεινεν, ἄχρις ἧς οὐδὲν ᾔδειν ἐγὼ τῶν βεβουλευμένων αὐτοῖς· ἴστω Ζεύς, Ἥλιος, Ἄρης, Ἀθηνᾶ καὶ πάντες θεοί, ὡς οὐδὲ ἐγγὺς ἀφίκετό μού τις τοιαύτη ὑπόνοια ἄχρι δείλης αὐτῆς· ὀψίας δὲ ἤδη περὶ ἡλίου δυσμὰς ἐμηνύθη μοι, καὶ αὐτίκα τὰ βασίλεια περιείληπτο, καὶ ἐβόων πάντες, ἔτι φροντίζοντός μου τί χρὴ ποιεῖν καὶ οὔπω σφόδρα πιστεύοντος· ἔτυχον γὰρ ἔτι τῆς γαμετῆς ζώσης μοι ἀναπαυσόμενος ἰδίᾳ πρὸς τὸ πλησίον ὑπερῷον ἀνελθών. εἶτα ἐκεῖθεν· ἀνεπέπτατο γὰρ ὁ τοῖχος· προσεκύνησα τὸν Δία. γενομένης δὲ ἔτι μείζονος τῆς βοῆς καὶ θορυβουμένων πάντων ἐν τοῖς βασιλείοις, ᾐτέομεν τὸν θεὸν δοῦναι τέρας. αὐτὰρ ὅ γ’ ἡμῖν δεῖξε καὶ ἠνώγει πεισθῆναι καὶ μὴ προσεναντιοῦσθαι τοῦ στρατοπέδου τῇ προθυμίᾳ. γενομένων ὅμως ἐμοὶ καὶ τούτων τῶν σημείων, οὐκ εἶξα ἑτοίμως, ἀλλ’ ἀντέσχον εἰς ὅσον ἠδυνάμην, καὶ οὔτε τὴν πρόσρησιν οὔτε τὸν στέφανον προσιέμην. ἐπεὶ δὲ οὔτε εἷς ὢν πολλῶν ἠδυνάμην κρατεῖν οἵ τε τοῦτο βουλόμενοι γενέσθαι θεοὶ τοὺς μὲν παρώξυνον, ἐμοὶ δὲ ἔθελγον τὴν γνώμην, ὥρᾳ που τρίτῃ σχεδὸν οὐκ οἶδα οὗτινός μοι στρατιώτου δόντος μανιάκην περιεθέμην καὶ ἦλθον εἰς τὰ βασίλεια, ἔνδοθεν ἀπ’ αὐτῆς, ὡς ἴσασιν οἱ θεοί, στένων τῆς καρδίας. καίτοι χρῆν δήπουθεν πιστεύοντα τῷ φήναντι θεῷ τὸ τέρας θαρρεῖν· ἀλλ’ ᾐσχυνόμην δεινῶς καὶ κατεδυόμην, εἰ δόξαιμι μὴ πιστῶς ἄχρι τέλους ὑπακοῦσαι Κωνσταντίῳ. Πολλῆς οὖν οὔσης περὶ τὰ βασίλεια κατηφείας, τοῦτον εὐθὺς οἱ Κωνσταντίου φίλοι τὸν καιρὸν ἁρπάσαι διανοηθέντες ἐπιβουλήν μοι ῥάπτουσιν αὐτίκα καὶ διένειμαν τοῖς στρατιώταις χρήματα, δυοῖν θάτερον προσδοκῶντες, ἢ διαστήσειν ἀλλήλους ἢ καὶ παντάπασιν ἐπιθήσεσθαι μοι φανερῶς. αἰσθόμενός τις τῶν ἐπιτεταγμένων τῇ προόδῳ τῆς ἐμῆς γαμετῆς λάθρᾳ πραττόμενον αὐτὸ ἐμοὶ μὲν πρῶτον ἐμήνυσεν, ὡς δὲ ἑώρα με μηδὲν προσέχοντα, παραφρονήσας ὥσπερ οἱ θεόληπτοι δημοσίᾳ βοᾶν ἤρξατο κατὰ τὴν ἀγοράν· Ἄνδρες στρατιῶται καὶ ξένοι καὶ πολῖται, μὴ προδῶτε τὸν αὐτοκράτορα. εἶτα ἐμπίπτει θυμὸς εἰς τοὺς στρατιώτας, καὶ πάντες εἰς τὰ βασίλεια μετὰ τῶν ὅπλων ἔθεον. καταλαβόντες δέ με ζῶντα καὶ χαρέντες ὥσπερ οἱ τοὺς ἐξ ἀνελπίστων ὀφθέντας φίλους ἄλλος ἄλλοθεν περιέβαλλον καὶ περιέπλεκον καὶ ἐπὶ τῶν ὤμων ἔφερον, καὶ ἦν πως τὸ πρᾶγμα θέας ἄξιον, ἐνθουσιασμῷ γὰρ ἐῴκει. ὡς δέ με ἁπανταχόθεν περιέσχον, ἐξῄτουν ἅπαντας τοὺς Κωνσταντίου φίλους ἐπὶ τιμωρίᾳ. πηλίκον ἠγωνισάμην ἀγῶνα σῶσαι βουλόμενος αὐτούς, ἴσασιν οἱ θεοὶ πάντες."],["12","Ἀλλὰ δὴ τὰ μετὰ τοῦτο πῶς πρὸς τὸν Κωνστάντιον διεπραξάμην; οὔπω καὶ τήμερον ἐν ταῖς πρὸς αὐτὸν ἐπιστολαῖς τῇ δοθείσῃ μοι παρὰ τῶν θεῶν ἐπωνυμίᾳ κεχρημαι, καίσαρα δὲ ἐμαυτὸν γέγραφα, καὶ πέπεικα τοὺς στρατιώτας ὀμόσαι μοι μηδενὸς ἐπιθυμήσειν, εἴπερ ἡμῖν ἐπιτρέψειεν ἀδεῶς οἰκεῖν τὰς Γαλλίας, τοῖς πεπραγμένοις συναινέσας. ἅπαντα τὰ παρ’ ἐμοὶ τάγματα πρὸς αὐτὸν ἔπεμψεν ἐπιστολάς, ἱκετεύοντα περὶ τῆς πρὸς ἀλλήλους ἡμῖν ὁμονοίας. ὁ δὲ ἀντὶ τούτων ἐπέβαλεν ἡμῖν τοὺς βαρβάρους, ἐχθρὸν δὲ ἀνηγόρευσέ με παρ’ ἐκείνοις, καὶ μισθοὺς ἐτέλεσεν, ὅπως τὸ Γαλλιῶν ἔθνος πορθηθείη, γράφων τε ἐν τοῖς ἐν Ἰταλίᾳ παραφυλάττειν τοὺς ἐκ τῶν Γαλλιῶν παρεκελεύετο, καὶ περὶ τοὺς Γαλλικοὺς ὅρους ἐν ταῖς πλησίον πόλεσιν εἰς τριακοσίας μυριάδας μεδίμνων πυροῦ κατειργασμένου ἐν τῇ Βριγαντίᾳ, τοσοῦτον ἕτερον περὶ τὰς Κοττίας Ἄλπεις ὡς ἐπ’ ἐμὲ στρατεύσων ἐκέλευσε παρασκευασθῆναι. καὶ ταῦτα οὐ λόγοι, σαφῆ δὲ ἔργα. καὶ γὰρ ἃς γέγραφεν ἐπιστολὰς ὑπὸ τῶν βαρβάρων κομισθείσας ἐδεξάμην, καὶ τὰς τροφὰς τὰς παρεσκευασμένας κατέλαβον καὶ τὰς ἐπιστολὰς Ταύρου. πρὸς τούτοις ἔτι νῦν μοι ὡς καίσαρι γράφει, καὶ οὐδὲ συνθήσεσθαι πώποτε πρός με ὑπέστη, ἀλλ’ Ἐπίκτητόν τινα τῶν Γαλλιῶν ἐπίσκοπον ἔπεμψεν ὡς πιστά μοι περὶ τῆς ἀσφαλείας τῆς ἐμαυτοῦ παρέξοντα, καὶ τοῦτο θρυλεῖ δι’ ὅλων αὐτοῦ τῶν ἐπιστολῶν, ὡς οὐκ ἀφαιρησόμενος τοῦ ζῆν, ὑπὲρ δὲ τῆς τιμῆς οὐδὲν μνημονεύει. ἐγὼ δὲ τοὺς μὲν ὅρκους αὐτοῦ τὸ τῆς παροιμίας οἶμαι δεῖν εἰς τέφραν γράφειν, οὕτως εἰσὶ πιστοί· τῆς τιμῆς δὲ οὐ τοῦ καλοῦ καὶ πρέποντος μόνον, ἀλλὰ καὶ τῆς τῶν φίλων ἕνεκα σωτηρίας ἀντέχομαι· καὶ οὔπω φημὶ τὴν πανταχοῦ γῆς γυμναζομένην πικρίαν."],["13","Ταῦτα ἔπεισέ με, ταῦτα ἐφάνη μοι δίκαια. καὶ πρῶτον μὲν αὐτὰ τοῖς πάντα ὁρῶσι καὶ ἀκούουσιν ἀνεθέμην θεοῖς. εἶτα θυσάμενος περὶ τῆς ἐξόδου καὶ γενομένων καλῶν τῶν ἱερῶν κατ’ αὐτὴν ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ τοῖς στρατιώταις περὶ τῆς ἐπὶ τάδε πορείας ἔμελλον διαλέγεσθαι, ὑπέρ τε τῆς ἐμαυτοῦ σωτηρίας καὶ πολὺ πλέον ὑπὲρ τῆς τῶν κοινῶν εὐπραγίας καὶ τῆς ἁπάντων ἀνθρώπων ἐλευθερίας αὐτοῦ τε τοῦ Κελτῶν ἔθνους, ὃ δὶς ἤδη τοῖς πολεμίοις ἐξ��δωκεν, οὐδὲ τῶν προγονικῶν φεισάμενος τάφων, ὁ τοὺς ἀλλοτρίους πάνυ θεραπεύων, ᾠήθην δεῖν ἔθνη τε προσλαβεῖν τὰ δυνατώτατα καὶ χρημάτων πόρους δικαιοτάτων ἐξ ἀργυρείων καὶ χρυσείων, καὶ εἰ μὲν ἀγαπήσειεν ἔτι νῦν γοῦν τὴν πρὸς ἡμᾶς ὁμόνοιαν, εἴσω τῶν νῦν ἐχομένων μένειν, εἰ δὲ πολεμεῖν διανοοῖτο καὶ μηδὲν ἀπὸ τῆς προτέρας γνώμης χαλάσειεν, ὅ, τι ἂν ᾖ τοῖς θεοῖς φίλον πάσχειν ἢ πράττειν, ὡς αἴσχιον ἀνανδρίᾳ ψυχῆς καὶ διανοίας ἀμαθίᾳ ἢ πλήθει δυνάμεως ἀσθενέστερον αὐτοῦ φανῆναι. νῦν μὲν γὰρ εἰ τῷ πλήθει κρατήσειεν, οὐκ ἐκείνου τὸ ἔργον, ἀλλὰ τῆς πολυχειρίας ἐστίν· εἰ δὲ ἐν ταῖς Γαλλίαις περιμένοντά με καὶ τὸ ζῆν ἀγαπῶντα καὶ διακλίνοντα τὸν κίνδυνον ἁπανταχόθεν περικόψας κατέλαβε, κύκλῳ μὲν ὑπὸ τῶν βαρβάρων, κατὰ στόμα δὲ ὑπὸ τῶν αὐτοῦ στρατοπέδων, τὸ παθεῖν τε οἶμαι τὰ ἔσχατα προσῆν καὶ ἔτι ἡ τῶν πραγμάτων αἰσχύνη οὐδεμιᾶς ἐλάττων ζημίας τοῖς γε σώφροσι. Ταῦτα διανοηθείς, ἄνδρες Ἀθηναῖοι, τοῖς τε συστρατιώταις τοῖς ἐμοῖς διῆλθον καὶ πρὸς κοινοὺς τῶν πάντων Ἑλλήνων πολίτας γράφω. θεοὶ δὲ οἱ πάντων κύριοι συμμαχίαν ἡμῖν τὴν ἑαυτῶν, ὥσπερ ὑπέστησαν, εἰς τέλος δοῖεν καὶ παράσχοιεν ταῖς Ἀθήναις ὑφ’ ἡμῶν τε εἰς ὅσον δύναμις εὖ παθεῖν καὶ τοιούτους σχεῖν ἐς ἀεὶ τοὺς αὐτοκράτορας, οἳ μάλιστα καὶ διαφερόντως αὐτὰς αἰδέσονται καὶ ἀγαπήσουσιν."]]]
lines/julian-letter-to-themistius.json ADDED
@@ -0,0 +1 @@
 
 
1
+ [[["1","Ἐγώ σοι βεβαιῶσαι μέν, ὥσπερ οὖν γράφεις, τὰς ἐλπίδας καὶ σφόδρα εὔχομαι, δέδοικα δὲ μὴ διαμάρτω, μείζονος οὔσης τῆς ὑποσχέσεως, ἣν ὑπὲρ ἐμοῦ πρός τε τοὺς ἄλλους ἅπαντας καὶ ἔτι μᾶλλον πρὸς σεαυτὸν ποιῇ· καί μοι πάλαι μὲν οἰομένῳ πρός τε τὸν Ἀλέξανδρον καὶ τὸν Μάρκον, καὶ εἴ τις ἄλλος γέγονεν ἀρετῇ διαφέρων, εἶναι τὴν ἅμιλλαν φρίκη τις προσῄει καὶ δέος θαυμαστόν, μὴ τοῦ μὲν ἀπολείπεσθαι παντελῶς τῆς ἀνδρείας δόξω, τοῦ δὲ τῆς τελείας ἀρετῆς οὐδὲ ἐπ’ ὀλίγον ἐφίκωμαι. εἰς ταῦτα ἀφορῶν ἀνεπειθόμην τὴν σχολὴν ἐπαινεῖν, καὶ τῶν Ἀττικῶν διαιτημάτων αὐτός τε ἡδέως ἐμεμνήμην καὶ τοῖς φίλοις ὑμῖν προσᾴδειν ἠξίουν, ὥσπερ οἱ τὰ βαρέα φορτία φέροντες ἐν ταῖς ᾠδαῖς ἐπικουφίζουσιν αὑτοῖς τὴν ταλαιπωρίαν. σὺ δέ μοι νῦν μεῖζον ἐποίησας διὰ τῆς ἔναγχος ἐπιστολῆς τὸ δέος καὶ τὸν ἀγῶνα τῷ παντὶ χαλεπώτερον ἔδειξας, ἐν ταύτῃ παρὰ τοῦ θεοῦ τετάχθαι με τῇ μερίδι λέγων, ἐν ᾗ πρότερον Ἡρακλῆς καὶ Διόνυσος ἐγενέσθην φιλοσοφοῦντες ὁμοῦ καὶ βασιλεύοντες καὶ πᾶσαν σχεδὸν τῆς ἐπιπολαζούσης κακίας ἀνακαθαιρόμενοι γῆν τε καὶ θάλατταν. κελεύεις δὲ πᾶσαν ἀποσεισάμενον σχολῆς ἔννοιαν καὶ ῥᾳστώνης σκοπεῖν, ὅπως τῆς ὑποθέσεως ἀξίως ἀγωνιούμεθα· εἶτα ἐπ’ αὐτοῖς τῶν νομοθετῶν μέμνησαι, Σόλωνος, Πιττακοῦ, Λυκούργου, καὶ τούτων ἁπάντων μείζονα χρῆναι παρ’ ἡμῶν λέγεις τοὺς ἀνθρώπους ἐν δίκῃ νῦν περιμένειν."],["2","τούτοις ἐγὼ τοῖς λόγοις ἐντυχὼν ἐξεπλάγην μικροῦ· σοὶ μὲν γὰρ ὑπελάμβανον οὐδαμῶς θεμιτὸν κολακεύειν ἢ ψεύδεσθαι, ἐμαυτῷ δὲ συνειδὼς φύσεως μὲν ἕνεκα διαφέρον οὐδὲν οὔτε ἐξ ἀρχῆς οὔτε νῦν ὑπάρξαν, φιλοσοφίας δὲ ἐρασθέντι μόνον· τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας, αἵ μοι τὸν ἔρωτα τοῦτον ἀτελῆ τέως ἐφύλαξαν· οὐκ εἶχον οὖν ὅ, τι χρὴ περὶ τῶν τοιούτων λόγων συμβαλεῖν, ἕως ἐπὶ νοῦν ἤγαγεν ὁ θεός, μή ποτε ἄρα προτρέπειν ἐθέλεις διὰ τῶν ἐπαίνων καὶ τῶν ἀγώνων δεῖξαι τὸ μέγεθος, οἷς ἀνάγκη πᾶσα τὸν ἐν πολιτείᾳ ζῶντα παραβεβλῆσθαι τὸν ἅπαντα χρόνον. Τοῦτο δὲ ἀποτρέποντός ἐστι πλέον ἢ πρὸς τὸν βίον παρορμῶντος. ὥσπερ γὰρ εἴ τις τὸν πορθμὸν τὸν παρ’ ὑμῖν πλέων καὶ οὐδὲ τοῦτον ῥᾳδίως οὐδὲ εὐκόλως ὑφιστάμενος ἀκούοι παρά του μαντικὴν ἐπαγγελλομένου τέχνην, ὡς χρεὼν αὐτὸν τὸν Αἰγαῖον ἀναμετρῆσαι καὶ τὸν Ἰόνιον καὶ τῆς ἔξω θαλάσσης ἅψασθαι, καὶ Νῦν μὲν ὁρᾷς ὁ προφήτης λέγοι τείχη καὶ λιμένας, ἐκεῖ δὲ γενόμενος οὐδὲ σκοπιὰν οὐδὲ πέτραν ὄψει, ἀλλ’ ἀγαπήσεις καὶ ναῦν πόρρωθεν κατιδὼν προσειπεῖν τοὺς ἐμπλέοντας, καὶ τῆς γῆς ὀψέ ποτε ἁψάμενος, τῷ θεῷ πολλάκις προσεύξῃ, πρὸς αὐτῷ γοῦν τῷ τέλει τοῦ βίου τυχεῖν ὅρμου καὶ τήν τε ναῦν σώαν παραδοῦναι καὶ τοὺς ἐμπλέοντας ἀπαθεῖς τοῖς οἰκείοις κακῶν παραστῆσαι καὶ τὸ σῶμα τῇ μητρὶ γῇ δοῦναι, τοῦτο δὲ ἐσόμενον ἴσως ἄδηλον ἔσται σοι μέχρι τῆς τελευταίας ἐκείνης ἡμέρας· ���ρ’ οἴει τούτων ἀκούσαντα τῶν λόγων ἐκεῖνον πόλιν γ’ ἂν οἰκεῖν ἑλέσθαι πλησίον θαλάσσης, οὐχὶ δὲ χαίρειν εἰπόντα πλούτῳ καὶ τοῖς ἐξ ἐμπορίας ἀγαθοῖς περιγιγνομένοις, γνωρίμων πολλῶν, ξενικῆς φιλίας, ἱστορίας ἐθνῶν καὶ πόλεων ὑπεριδόντα σοφὸν ἀποφαίνειν τὸν τοῦ Νεοκλέους, ὃς κελεύει λαθεῖν βιώσαντα; καὶ σὺ δὲ ἔοικας τοῦτο καταμαθὼν προκαταλαμβάνειν ἡμᾶς ταῖς εἰς τὸν Ἐπίκουρον λοιδορίαις καὶ προεξαιρεῖν τὴν τοιαύτην γνώμην. φὴς γάρ που σχολὴν ἐπαινεῖν ἀπράγμονα καὶ διαλέξεις ἐν περιπάτοις προσήκειν ἐκείνῳ· ἐγὼ δὲ ὅτι μὲν οὐ καλῶς Ἐπικούρῳ ταῦτα ἐδόκει, πάλαι καὶ σφόδρα πείθομαι· εἰ δὲ πάνθ’ ὁντινοῦν ἐπὶ πολιτείαν προτρέπειν ἄξιον, καὶ τὸν ἧττον πεφυκότα καὶ τὸν οὔπω τελέως δυνάμενον, ἐπὶ πλεῖστον ἴσως διαπορῆσαι χρή. λέγουσι γάρ τοι καὶ τὸν Σωκράτη πολλοὺς μὲν οὐ σφόδρα εὐφυῶς ἔχοντας ἀπαγαγεῖν τοῦ βήματος, καὶ Γλαύκωνα ἐκεῖνον, Ξενοφῶν λέγει· τὸν δὲ τοῦ Κλεινίου παῖδα πειραθῆναι μὲν ἐπισχεῖν, οὐ δυνηθῆναι δὲ περιγενέσθαι τοῦ νεανίσκου τῆς ὁρμῆς."],["3","ἡμεῖς δὲ καὶ ἄκοντας καὶ ξυνιέντας αὑτῶν προσαναγκάσομεν, θαρρεῖν ὑπὲρ τηλικούτων ἔργων κελεύοντες, ὧν οὐκ ἀρετὴ μόνον ἐστὶν οὐδὲ προαίρεσις ὀρθὴ κυρία, πολὺ δὲ πλέον ἡ τύχη κρατοῦσα πανταχοῦ καὶ βιαζομένη ῥέπειν ᾗπερ ἂν ἐθέλῃ τὰ πράγματα; Χρύσιππος δὲ δοκεῖ τὰ μὲν ἄλλα σοφὸς εἶναι καὶ νομισθῆναι δικαίως, ἀγνοήσας δὲ τὴν τύχην καὶ τὸ αὐτόματον καί τινας ἄλλας αἰτίας τοιαύτας ἔξωθεν τοῖς πρακτικοῖς παρεμπιπτούσας οὐ σφόδρα ὁμολογούμενα λέγειν οἷς ὁ χρόνος ἡμᾶς διὰ μυρίων ἐναργῶς διδάσκει παραδειγμάτων. ποῦ γὰρ εὐτυχῆ καὶ μακάριον Κάτωνα φήσομεν; ποῦ δὲ Δίωνα τὸν Σικελιώτην εὐδαίμονα; οἷς τοῦ μὲν ἀποθανεῖν ἔμελεν ἴσως οὐδέν, τοῦ δὲ μὴ λείπειν ἀτελεῖς τὰς πράξεις, ἐφ’ ἃς ἐξ ἀρχῆς ὥρμησαν, καὶ σφόδρα ἔμελε, καὶ πάντα ἂν εἵλοντο παθεῖν ὑπὲρ τούτου. σφαλέντες δὲ ἐν ἐκείνοις εἰ μὲν εὐσχημόνως ἔφερον, ὥσπερ οὖν λέγεται, τὴν τύχην παραμυθίαν ἔσχον ἐκ τῆς ἀρετῆς οὐ μικράν, εὐδαίμονες δὲ οὐκ ἂν λέγοιντο τῶν καλλίστων πράξεων διημαρτηκότες, πλὴν ἴσως διὰ τὴν Στωικὴν ἔνστασιν· πρὸς ἣν ῥητέον, ὡς οὐ ταὐτόν ἐστιν ἐπαινεῖσθαι καὶ μακαρίζεσθαι, καὶ εἰ φύσει τὸ ζῷον εὐδαιμονίας ὀρέγεται, κρεῖττον εἶναι τὸ κατ’ ἐκείνην μακαριστὸν τέλος τοῦ κατ’ ἀρετὴν ἐπαινετοῦ."],["4","ἥκιστα δὲ φιλεῖ τῆς εὐδαιμονίας ἡ βεβαιότης τῇ τύχῃ πιστεύειν. καὶ τοὺς ἐν πολιτείᾳ ζῶντας οὐκ ἔνεστιν ἄνευ ταύτης ἀναπνεῖν τὸ δὴ λεγόμενον ἀληθῶς θεωροῦντες εἴτε καὶ πεποιήκασι καὶ στρατηγὸν λόγῳ, καθάπερ οἱ τὰς ἰδέας εἴτε καὶ ψευδῶς ξυντιθέντες, ἐν τοῖς ἀσωμάτοις καὶ νοητοῖς ἱδρῦσθαί που τῶν τυχαίων ὑπεράνω πάντων, ἢ τὸν Διογένους ἐκεῖνον Ἄπολιν, ἄοικον, πατρίδος ἐστερημένον, οὐκ ἔχοντα μὲν εἰς ὅ, τι παρ’ αὐτῆς εὖ πάθῃ καὶ τοὐναντίον ἐν τίνι σφαλῇ· τοῦτον δὲ ὃν ἡ συνήθεια καλεῖν εἴωθε καὶ Ὅμηρος πρῶτος, Ὧι λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν, πῶς ἄν τις ἔξω τύχης ἀπαγαγὼν τὴν θέσιν φύλάσσοι; πάλιν δ’ ὁ αὑτὸν ὑποτιθεὶς ταύτῃ πόσης αὑτῷ δεῖν οἰήσεται παρασκευῆς καὶ φρονήσεως πηλίκης ὥστε τὰς ἐφ’ ἑκάτερα ῥοπάς, καθάπερ πνεύματος κυβερνήτην, εὐσχημόνως φέρειν; Οὐκ ἔστι θαυμαστὸν ἀντιτάξασθαι προσπολεμούσῃ μόνον αὐτῇ, πολὺ δὲ θαυμασιώτερον τῶν ὑπαρξάντων παρ’ αὐτῆς ἀγαθῶν ἄξιον φανῆναι. τούτοις ὁ μέγιστος ἑάλω βασιλεὺς ὁ τὴν Ἀσίαν καταστρεψάμενος Δαρείου καὶ Ξέρξου χαλεπώτερος καὶ μᾶλλον ἀλαζὼν φανείς, ἐπειδὴ τῆς ἐκείνων ἀρχῆς κατέστη κύριος, τούτοις ἁλόντες τοῖς βέλεσιν ἄρδην ἀπώλοντο Πέρσαι, Μακεδόνες, ὁ τῶν Ἀθηναίων δῆμος, Συρακούσιοι, τὰ Λακεδαιμωνίων τέλη, Ῥωμαίων στρατηγοὶ καὶ ἐπ’ αὐτοῖς αὐτοκράτορες μυρίοι. πολὺ μῆκος ἂν γένοιτο πάντας ἀπαριθμουμένῳ τοὺς διὰ πλοῦτον καὶ νίκας καὶ τρυφὴν ἀπολομένους· ὅσοι δὲ ὑπὸ τῶν δυσπραγιῶν ἐπικλυσθέντες δοῦλοι μὲν ἀντ’ ἐλευθέρων, ταπεινοὶ δὲ ἀντὶ γενναίων καὶ σφόδρα εὐτελεῖς ἀντὶ τῶν πρόσθεν σεμνῶν ἅπασιν ὤφθησαν, τί με χρὴ νῦν ὥσπερ ἐκ δέλτου μεταγράφοντα καταλέγειν; εἰ γὰρ ὤφελεν ὁ τῶν ἀνθρώπων βίος ἀπορεῖν παραδειγμάτων τοιούτων. ἀλλ’ οὔτε ἐστὶν οὔτ’ ἂν γένοιτό ποτε τῶν τοιούτων ἐνδεὴς παραδειγμάτων, ἕως ἂν τὸ τῶν ἀνθρώπων διαμένῃ γένος."],["5","Ὅτι δὲ οὐκ ἐγὼ μόνος τὴν τύχην ἐπὶ πλεῖστον ἐν τοῖς πρακτέοις κρατεῖν νενόμικα, λέγοιμ’ ἂν ἤδη σοι τὰ τοῦ Πλάτωνος ἐκ τῶν θαυμασίων Νόμων, εἰδότι μὲν καὶ διδάξαντί με, ἀπόδειξιν δὲ ὥσπερ τοῦ μὴ ῥᾳθυμεῖν ποιούμενος παραγέγραφά σοι τὴν ῥῆσιν ὧδέ πως ἔχουσαν. Θεὸς μὲν πάντα καὶ μετὰ θεοῦ τύχη καὶ καιρὸς τὰ ἀνθρώπινα διακυβερνῶσι ξύμπαντα. ἡμερώτερον μὴν τούτοις συγχωρῆσαι τρίτον δεῖν ἕπεσθαι τέχνην. εἶτα ὁποῖον εἶναι χρὴ τὸν τεχνίτην καὶ δημιουργὸν τῶν καλῶν πράξεων καὶ βασιλέα θεῖον ὑπογράφων· Γινώσκων ὁ Κρόνος ἄρα, καθάπερ ἡμεῖς, φησί, διεληλύθαμεν, ὡς ἀνθρωπεία φύσις οὐδαμῇ οὐδεμία ἱκανὴ τὰ ἀνθρώπινα διοικοῦσα αὐτοκράτωρ πάντα μὴ οὐχ ὕβρεώς τε καὶ ἀδικίας μεστοῦσθαι, ταῦτ’ οὖν διανοούμενος ἐφίστη τότε βασιλέας καὶ ἄρχοντας ταῖς πόλεσιν ἡμῶν οὐκ ἀνθρώπους, ἀλλὰ γένους θειοτέρου καὶ ἀμείνονος, δαίμονας, οἶον νῦν ἡμεῖς δρῶμεν τοῖς ποιμνίοις καὶ ὅσων ἡμεροί εἰσιν ἀγέλαι· οὐ βοῦς βοῶν οὐδὲ αἶγας αἰγῶν ἄρχοντας ποιοῦμεν αὐτοῖς τινας, ἀλλ’ ἡμεῖς αὐτῶν δεσπόζομεν, ἄμεινον ἐκείνων γένος. ταὐτὸν δὴ καὶ ὁ θεὸς φιλάνθρωπος ὢν γένος ἄμεινον ἡμῶν ἐφίστη τὸ τῶν δαιμόνων, ὃ διὰ πολλῆς μὲν αὐτοῖς ῥᾳστώνης, διὰ πολλῆς δ’ ἡμῖν, ἐπιμελόμενον ἡμῶν, εἰρήνην τε καὶ αἰδῶ καὶ δὴ ἀφθονίαν δίκης παρεχόμενον, ἀστασίαστα καὶ εὐδαίμονα τὰ τῶν ἀνθρώπων ἀπειργάζετο γένη. λέγει δὴ καὶ νῦν οὗτος ὁ λόγος ἀληθείᾳ χρώμενος, ὅσων πόλεων μὴ θεός, ἀλλά τις ἄρχει θνητός, οὐκ ἔστι κακῶν αὐτοῖς οὐδὲ πόνων ἀνάψυξις· ἀλλὰ μιμεῖσθαι δεῖν ἡμᾶς οἴεται πάσῃ μηχανῇ τὸν ἐπὶ τοῦ Κρόνου λεγόμενον βίον, καὶ ὅσον ἐν ἡμῖν ἀθανασίας ἔνεστι, τούτῳ πειθομένους δημοσίᾳ καὶ ἰδίᾳ τάς τε οἰκήσεις καὶ τὰς πόλεις διοικεῖν, τὴν τοῦ νοῦ διανομὴν ὀνομάζοντας νόμον. εἰ δὲ ἄνθρωπος εἷς ἢ ὀλιγαρχία τις ἢ δημοκρατία ψυχὴν ἔχουσα ἡδονῶν καὶ ἐπιθυμιῶν ὀρεγομένην καὶ πληροῦσθαι τούτων δεομένην ἄρξει δὴ πόλεώς τινος ἢ ἰδιώτου καταπατήσας τοὺς νόμους, οὐκ ἔστι σωτηρίας μηχανή. Ταύτην ἐγώ σοι τὴν ῥῆσιν ἐξεπίτηδες ὅλην παρέγραψα, μή με κλέπτειν ὑπολάβῃς καὶ κακουργεῖν μύθους ἀρχαίους προφέροντα, τυχὸν μὲν ἐμφερῶς, οὐ μὴν ἀληθῶς πάντη ξυγκειμένους. ἀλλ’ ὅ γε ἀληθὴς ὑπὲρ αὐτῶν λόγος τί φησιν; ἀκούεις ὅτι, κἂν ἄνθρωπός τις ᾖ τῇ φύσει, θεῖον εἶναι χρὴ τῇ προαιρέσει καὶ δαίμονα, πᾶν ἅπλως ἐκβαλόντα τὸ θνητὸν καὶ θηριῶδες τῆς ψυχῆς, πλὴν ὅσα ἀνάγκη διὰ τὴν τοῦ σώματος παραμένειν σωτηρίαν; ταῦτα εἴ τις ἐννοῶν δέδοικεν ἐπὶ τηλικοῦτον ἑλκόμενος βίον, ἆρά σοι φαίνεται τὴν Ἐπικούρειον θαυμάζειν ἀπραγμοσύνην καὶ τοὺς κήπους καὶ τὸ προάστειον τῶν Ἀθηνῶν καὶ τὰς μυρρίνας καὶ τὸ Σωκράτους δωμάτιον; ἀλλ’ οὐκ ἔστιν ὅπου γε ἐγὼ ταῦτα προτιμήσας τῶν πόνων ὤφθην."],["6","ἥδιστα ἄν σοι τοὺς ἐμαυτοῦ πόνους διεξῆλθον καὶ τὰ ἐπικρεμασθέντα παρὰ τῶν φίλων καὶ ξυγγενῶν, ὅτε τῆς παρ’ ὑμῖν ἠρχόμην παιδείας, δείματα, εἰ μὴ σφόδρα αὐτὸς ἠπίστασο. τὰ δὲ ἐν Ἰωνίᾳ πρὸς τὸν καὶ γένει προσήκοντα καὶ φιλίᾳ μᾶλλον οἰκεῖον ὄντα μοι πραχθέντα πρότερον ὑπὲρ ἀνδρὸς ξένου μικρὰ παντελῶς γνωρίμου μοι γενομένου, τοῦ σοφιστοῦ φημί, λέληθεν οὐδέν σε. ἀποδημίας δὲ οὐχ ὑπέστην τῶν φίλων ἕνεκα; καίτοι Καρτερίῳ μὲν οἶσθ’ ὅπως συνηράμην πρὸς τὸν ἑταῖρον ἡμῖν ἀφικόμενος Ἀράξιον ἄκλητος, ὑπὲρ αὐτοῦ δεησόμενος. ὑπὲρ δὲ τῶν τῆς θαυμασίας Ἀρετῆς κτημάτων καὶ ὧν ἐπεπόνθει παρὰ τῶν γειτόνων οὐκ εἰς τὴν Φρυγίαν τὸ δεύτερον ἀφικόμην ἐν οὐδὲ ὅλοις μησὶ δύο, ἀσθενοῦς ἤδη μοι παντελῶς ὄντος τοῦ σώματος διὰ τὴν ἐπιγενομένην ὑπὸ τῆς πρότερον κακοπαθείας ἀρρωστίαν; ἀλλὰ δὴ τὸ τελευταῖον πρὸ τῆς εἰς τὴν Ἑλλάδα γενομένης ἡμῖν ἀφίξεως, ὅτε περὶ τῶν ἐσχάτων, ὡς ἂν εἴποιεν οἱ πολλοί, κινδυνεύων ἐγὼ τῷ στρατοπέδῳ παρέμενον, ὁποίας ἔγραφον ἐπιστολὰς πρὸς σὲ νῦν ὑπομνήσθητι, μήποτε ὀδυρμῶν πλήρεις, μήτι μικρὸν ἢ ταπεινὸν ἢ λίαν ἀγεννὲς ἐχούσας. ἀπιὼν δὲ ἐπὶ τὴν Ἑλλάδα πάλιν, ὅτε με φεύγειν ἐνόμιζον πάντες, οὐχ ὡς ἐν ἑορτῇ τῇ μεγίστῃ τὴν τύχην ἐπαινῶν ἡδίστην ἔφην εἶναι τὴν ἀμοιβὴν ἐμοὶ καὶ τὸ δὴ λεγόμενον χρύσεα χαλκείων, ἑκατόμβοἰ ἐννεαβοίων ἔφην ἀντηλλάχθαι; οὕτως ἀντὶ τῆς ἐμαυτοῦ ἑστίας τὴν Ἑλλάδα λαχὼν ἐγανύμην, οὐκ ἀγρόν, οὐ κῆπον, οὐ δωμάτιον ἐκεῖ κεκτημένος. Ἀλλὰ ἴσως ἔοικα ἐγὼ τὰς μὲν δυσπραγίας οὐκ ἀγεννῶς φέρειν, πρὸς δὲ τὰς παρὰ τῆς τύχης δωρεὰς ἀγεννής τις εἶναι καὶ μικρός, ὅ γε ἀγαπῶν τὰς Ἀθήνας μᾶλλον τοῦ νῦν περὶ ἡμᾶς ὄγκου, τὴν σχολὴν δήπουθεν ἐκείνην ἐπαινῶν, διὰ δὲ τὸ πλῆθος τῶν πράξεων τοῦτον αἰτιώμενος τὸν βίον;"],["7","ἀλλὰ μή ποτε χρὴ περὶ ἡμῶν ἄμεινον κρίνειν, οὐκ εἰς ἀπραξίαν καὶ πρᾶξιν βλέποντας, μᾶλλον δὲ εἰς τὸ Γνῶθι σαυτὸν καὶ τὸ Ἔρδοι δ’ ἕκαστος ἥντιν’ εἰδείη τέχνην. Μεῖζον ἔμοιγε φαίνεται τὸ βασιλεύειν ἢ κατ’ ἄνθρωπον καὶ φύσεως δεῖσθαι δαιμονιωτέρας βασιλεύς, ὥσπερ οὖν καὶ Πλάτων ἔλεγε· καὶ νῦν Ἀριστοτέλους εἰς ταὐτὸ συντείνοντα παραγράψω λόγον, οὐ γλαῦκα Ἀθηναίοις ἄγων, ἀλλ’ ὅτι μὴ παντάπασιν ἀμελῶ τῶν ἐκείνου λόγων ἐπιδεικνύμενος. φησὶ δὲ ὁ ἀνὴρ ἐν τοῖς πολιτικοῖς συγγράμμασιν· Εἰ δὲ δή τις ἄριστον θείη τὸ βασιλεύεσθαι ταῖς πόλεσι, πῶς ἕξει τὰ περὶ τῶν τέκνων; πότερον καὶ τὸ γένος δεῖ βασιλεύειν; ἀλλὰ γιγνομένων ὁποῖοί τινες ἔτυχον, βλαβερόν. ἀλλὰ οὐ παραδώσει κύριος ὢν τοῖς τέκνοις; ἀλλ’ οὐκ ἔτι ῥᾴδιον τοῦτο πιστεῦσαι· χαλεπὸν γὰρ καὶ μείζονος ἀρετῆς ἢ κατ’ ἀνθρωπίνην φύσιν. ἑξῆς δὲ περὶ τοῦ κατὰ νόμον λεγομένου βασιλέως διεξελθών, ὡς ἐστὶν ὑπηρέτης καὶ φύλαξ τῶν νόμων, καὶ τοῦτον οὐδὲ βασιλέα καλῶν, οὐδὲ τὸν τοιοῦτον εἶδος πολιτείας οἰόμενος, προστίθησι· Περὶ δὲ τῆς παμβασιλείας καλουμένης, αὕτη δ’ ἐστὶ καθ’ ἣν ἄρχει πάντων κατὰ τὴν αὑτοῦ βούλησιν ὁ βασιλεύς, δοκεῖ τισιν οὐδὲ κατὰ φύσιν εἶναι τὸ κύριον ἕνα πάντων εἶναι τῶν πολιτῶν· τοῖς γὰρ ὁμοίοις φύσει τὸ αὐτὸ δίκαιον ἀναγκαῖον εἶναι. εἶτα μετ’ ὀλίγον φησίν· Ὁ μὲν οὖν τὸν νοῦν κελεύων ἄρχειν δοκεῖ κελεύειν ἄρχειν τὸν θεὸν καὶ τοὺς νόμους· ὁ δὲ ἄνθρωπον κελεύων προστίθησι καὶ θηρία· ἥ τε γὰρ ἐπιθυμία τοιοῦτον καὶ ὁ θυμὸς ὃς διαστρέφει καὶ τοὺς ἀρίστους ἄνδρας· διόπερ ἄνευ ὀρέξεως ὁ νοῦς νόμος ἐστίν. ὁρᾷς, ὁ φιλόσοφος ἔοικεν ἐνταῦθα σαφῶς ἀπιστοῦντι καὶ κατεγνωκότι τῆς ἀνθρωπίνης φύσεως. φησὶ γὰρ οὕτω ῥήματι τοῦτο λέγων· οὐδεμίαν ἀξιόχρεων εἶναι φύσιν ἀνθρωπίνην πρὸς τοσαύτην τύχης ὑπεροχήν· οὔτε γὰρ τῶν παίδων τὸ κοινῇ τοῖς πολίταις συμφέρον προτιμᾶν ἄνθρωπόν γε ὄντα ῥᾴδιον ὑπολαμβάνει, καὶ πολλῶν ὁμοίων ἄρχειν οὐ δίκαιον εἶναί φησι, καὶ τέλος ἐπιθεὶς τὸν κολοφῶνα τοῖς ἔμπροσθεν λόγοις νόμον μὲν εἶναί φησι τὸν νοῦν χωρὶς ὀρέξεως, ᾧ μόνῳ τὰς πολιτείας ἐπιτρέπειν χρῆναι, ἀνδρῶν δὲ οὐδενί. ὁ γὰρ ἐν αὐτοῖς νοῦς, κἂν ὦσιν ἀγαθοί, συμπέπλεκται θυμῷ καὶ ἐπιθυμίᾳ, θηρίοις χαλεπωτάτοις."],["8","ταῦτα ἐμοὶ δοκεῖ τοῖς τοῦ Πλάτωνος ἄκρως ὁμολογεῖν, πρῶτον μὲν ὅτι κρείττονα χρὴ τῶν ἀρχομένων εἶναι τὸν ἄρχοντα, οὐκ ἐπιτηδεύσει μόνον, ἀλλὰ καὶ φύσει διαφέροντα· ὅπερ εὑρεῖν ἐν ἀνθρώποις οὐ ῥᾴδιον·... καὶ τρίτον ὅτι πάσῃ μηχανῇ κατὰ δύναμιν νόμοις προσεκτέον οὐκ ἐκ τοῦ παραχρῆμα κειμένοις οὐδὲ ὡς ἔοικε νῦν τεθεῖσιν ὑπ’ ἀνδρῶν οὐ πάντη κατὰ νοῦν βεβιωκότων, ἀλλ’ ὅστις μᾶλλον τὸν νοῦν καθαρθεὶς καὶ τὴν ψυχὴν οὐκ εἰς τὰ παρόντα ἀφορῶν ἀδικήματα οὐδὲ εἰς τὰς παρεστώσας τύχας τίθησι τοὺς νόμους, ἀλλὰ τὴν τῆς πολιτείας φύσιν καταμαθὼν καὶ τὸ δίκαιον οἷόν ἐστι τῇ φύσει καὶ ποταπόν ἐστι τἀδίκημα τεθεαμένος τῇ φύσει, εἶθ’ ὅσα δυνατόν ἐστιν ἐκεῖθεν ἐνταῦθα μεταφέρων καὶ τιθεὶς νόμους τοῖς πολίταις κοινούς, οὔτε εἰς φιλίαν οὔτε εἰς ἔχθραν ἀφορῶν οὔτε εἰς γείτονα καὶ ξυγγενῆ· κρεῖσσον δέ, εἰ μηδὲ τοῖς καθ’ ἑαυτὸν ἀνθρώποις, ἀλλὰ τοῖς ὕστερον ἢ ξένοις γράψας ἀποπέμποι νόμους, ἔχων γε οὐδὲν οὐδὲ ἐλπίζων πρὸς αὐτοὺς ἕξειν ἰδιωτικὸν συνάλλαγμα. ἐπεὶ καὶ τὸν Σόλωνα τὸν σοφὸν ἀκούω μετὰ τῶν φίλων συμβουλευσάμενον ὑπὲρ τῆς τῶν χρεῶν ἀναιρέσεως τοῖς μὲν εὐπορίας ἀφορμήν, αὑτῷ δὲ αἰσχύνης αἰτίαν παρασχεῖν, καὶ ταῦτα τῷ πολιτεύματι τὸν δῆμον ἐλευθερώσαντα. οὕτως οὐ ῥᾴδιόν ἐστι τὰς τοιαύτας ἐκφυγεῖν κῆρας, κἂν τὸν αὑτοῦ νοῦν παράσχῃ τις ἀπαθῆ πρὸς τὴν πολιτείαν."],["9","Ἃ δεδιὼς ἐγὼ πολλάκις εἰκότως ἐπαινῶ τὸν ἔμπροσθεν βίον, καὶ σοὶ πειθόμενος μάλιστα ταῦτα ἐγὼ διανοοῦμαι, οὐχ ὅτι μοι τὸν ζῆλον πρὸς ἐκείνους μόνον ἔφης προκεῖσθαι τοὺς ἄνδρας, Σόλωνα καὶ Λυκοῦργον καὶ Πιττακόν, ἀλλὰ καὶ ὅτι μεταβῆναί με φὴς ἐκ τῆς ὑποστέγου φιλοσοφίας πρὸς τὴν ὑπαίθριον. ὥσπερ οὖν, εἰ τῷ χαλεπῶς καὶ μόλις ὑγιείας ἕνεκα τῆς αὑτοῦ γυμναζομένῳ μετρίως οἴκαδε προύλεγες, ὅτι Νῦν ἥκεις εἰς Ὀλυμπίαν καὶ μεταβέβηκας ἐκ τῆς ἐν τῷ δωματίῳ παλαίστρας ἐπὶ τὸ στάδιον τοῦ Διός, οὗ θεατὰς ἕξεις τούς τε ἁπανταχόθεν Ἕλληνας καὶ πρώτους γε τοὺς σαυτοῦ πολίτας, ὑπὲρ ὧν ἀγωνίζεσθαι χρή, τινὰς δὲ καὶ τῶν βαρβάρων, οὓς ἐκπλῆξαι χρεών, φοβερωτέραν αὐτοῖς τὴν πατρίδα τό γε εἰς σὲ νῦν ἧκον ἐπιδείξαντα, κατέβαλες ἂν εὐθέως καὶ τρέμειν ἐποίησας πρὸ τῆς ἀγωνίας· οὕτω κἀμὲ νῦν νόμιζε διατεθῆναι τοῖς τοιούτοις λόγοις. καὶ περὶ μὲν τούτων εἴτε ὀρθῶς ἔγνωκα νῦν εἴτε ἐν μέρει σφάλλομαι τοῦ προσήκοντος εἴτε καὶ τοῦ παντὸς διαμαρτάνω, διδάξεις αὐτίκα μάλα."],["10","Ὑπὲρ δὲ ὧν ἀπορῆσαί μοι πρὸς τὴν ἐπιστολὴν τὴν σὴν παρέστη, ὦ φίλη κεφαλὴ καὶ πάσης ἔμοιγε τιμῆς ἀξία, βούλομαι δηλῶσαι· σαφέστερον γάρ πως ὑπὲρ αὐτῶν ἐπιθυμῶ μαθεῖν. ἔφησθα ὅτι τὸν ἐν τῇ πράξει παρὰ τὸν φιλόσοφον ἐπαινεῖς βίον, καὶ τὸν Ἀριστοτέλη τὸν σοφὸν ἐκάλεις μάρτυρα, τὴν εὐδαιμονίαν ἐν τῷ πράττειν εὖ τιθέμενον, καὶ τὴν διαφορὰν σκοποῦντα τοῦ τε πολιτικοῦ βίου καὶ τῆς ἐν τῇ θεωρίᾳ ζωῆς, διαπορεῖν ἄττα περὶ αὐτῶν, καὶ τὴν μὲν θεωρίαν ἐν ἄλλοις προτιμᾶν, ἐπαινεῖν δὲ ἐνταῦθα τοὺς τῶν καλῶν πράξεων ἀρχιτέκτονας. τούτους δὲ αὐτὸς μὲν εἶναι φὴς τοὺς βασιλέας, Ἀριστοτέλης δὲ εἴρηκεν οὐδαμοῦ κατὰ τὴν ὑπὸ σοῦ προστεθεῖσαν λέξιν, πλέον δὲ θάτερον ἐξ ὧν παραγέγραφας ἄν τις νοήσειε. τὸ γὰρ Μάλιστα δὲ πράττειν λέγομεν κυρίως καὶ τῶν ἐξωτερικῶν πράξεων το���ς ταῖς διανοίαις ἀρχιτέκτονας εἰς τοὺς νομοθέτας καὶ τοὺς πολιτικοὺς φιλοσόφους καὶ πάντας ἁπλῶς τοὺς νῷ τε καὶ λόγῳ πράττοντας, οὐχὶ δὲ εἰς τοὺς αὐτουργοὺς καὶ τῶν πολιτικῶν πράξεων ἐργάτας εἰρῆσθαι νομιστέον· οἷς οὐκ ἀπόχρη μόνον ἐνθυμηθῆναι καὶ κατανοῆσαι καὶ τὸ πρακτέον τοῖς ἄλλοις φράσαι, προσήκει δὲ αὐτοῖς ἕκαστα μεταχειρίζεσθαι καὶ πράττειν ὧν οἱ νόμοι διαγορεύουσι καὶ πολλάκις οἱ καιροὶ προσαναγκάζουσι, πλὴν εἰ μὴ τὸν ἀρχιτέκτονα καλοῦμεν, καθάπερ Ὅμηρος τὸν Ἡρακλέα καλεῖν εἴωθεν ἐν τῇ ποιήσει μεγάλων ἐπιίστορα ἔργων, αὐτουργότατον ἁπάντων γενόμενον. Εἰ δὲ τοῦτ’ ἀληθὲς ὑπολαμβάνομεν ἢ καὶ μόνον ἐν τῷ πράττειν τὰ κοινά φαμεν εὐδαίμονας τοὺς κυρίους ὄντας καὶ βασιλεύοντας πολλῶν, τί ποτε περὶ Σωκράτους ἐροῦμεν; Πυθαγόραν δὲ καὶ Δημόκριτον καὶ τὸν Κλαζομένιον Ἀναξαγόραν ἴσως διὰ τὴν θεωρίαν κατ’ ἄλλο φήσεις εὐδαίμονας· Σωκράτης δὲ τὴν θεωρίαν παραιτησάμενος καὶ τὸν πρακτικὸν ἀγαπήσας βίον οὐδὲ τῆς γαμετῆς ἦν τῆς αὑτοῦ κύριος οὐδὲ τοῦ παιδός· ἦπού γε δυοῖν ἢ τριῶν πολιτῶν ἐκείνῳ κρατεῖν ὑπῆρχεν; ἆρ’ οὖν οὐκ ἦν ἐκεῖνος πρακτικός, ἐπεὶ μηδενὸς ἦν κύριος; ἐγὼ μὲν οὖν Ἀλεξάνδρου φημὶ μείζονα τὸν Σωφρονίσκου κατεργάσασθαι, τὴν Πλάτωνος αὐτῷ σοφίαν ἀνατιθείς, τὴν Ξενοφῶντος στρατηγίαν, τὴν Ἀντισθένους ἀνδρείαν, τὴν Ἐρετρικὴν φιλοσοφίαν, τὴν Μεγαρικήν, τὸν Κέβητα, τὸν Σιμμίαν, τὸν Φαίδωνα, μυρίους ἄλλους· καὶ οὔπω φημὶ τὰς γενομένας ἡμῖν ἐνθένδ’ ἀποικίας, τὸ Λύκειον, τὴν Στοάν, τὰς Ἀκαδημείας. τίς οὖν ἐσώθη διὰ τὴν Ἀλεξάνδρου νίκην; τίς πόλις ἄμεινον ᾠκήθη; τίς αὑτοῦ γέγονε βελτίων ἰδιώτης ἀνήρ; πλουσιωτέρους μὲν γὰρ πολλοὺς ἂν εὕροις, σοφώτερον δὲ οὐδένα οὐδὲ σωφρονέστερον αὐτὸν αὑτοῦ, εἰ μὴ καὶ μᾶλλον ἀλαζόνα καὶ ὑπερόπτην. ὅσοι δὲ σώζονται νῦν ἐκ φιλοσοφίας, διὰ τὸν Σωκράτη σώζονται. καὶ τοῦτο οὐκ ἐγὼ μόνος, Ἀριστοτέλης δὲ πρότερος ἔοικεν ἐννοήσας εἰπεῖν, ὅτι μὴ μεῖον αὐτῷ προσήκει φρονεῖν ἐπὶ τῇ θεολογικῇ συγγραφῇ τοῦ καθελόντος τὴν Περσῶν δύναμιν. καί μοι δοκεῖ τοῦτο ἐκεῖνος ὀρθῶς ξυννοῆσαι· νικᾶν μὲν γὰρ ἀνδρείας ἐστὶ μάλιστα καὶ τῆς τύχης, κείσθω δέ, εἰ βούλει, καὶ τῆς ἐντρεχοῦς ταύτης φρονήσεως, ἀληθεῖς δὲ ὑπὲρ τοῦ θεοῦ δόξας ἀναλαβεῖν οὐκ ἀρετῆς μόνον τῆς τελείας ἔργον ἐστίν, ἀλλ’ ἐπιστήσειεν ἄν τις εἰκότως, πότερον χρὴ τὸν τοιοῦτον ἄνδρα ἢ θεὸν καλεῖν. εἰ γὰρ ὀρθῶς ἔχει τὸ λεγόμενον, ὅτι πέφυκεν ἕκαστον ὑπὸ τῶν οἰκείων γνωρίζεσθαι, τὴν θείαν οὐσίαν ὁ γνωρίσας θεῖός τις ἂν εἰκότως νομίζοιτο."],["11","Ἀλλ’ ἐπειδὴ πάλιν ἐοίκαμεν εἰς τὸν θεωρηματικὸν ὁρμήσαντες βίον τούτῳ παραβάλλειν τὸν πρακτικόν, ἐξ ἀρχῆς παραιτησαμένου καὶ σοῦ τὴν σύγκρισιν, αὐτῶν ἐκείνων, ὧν ἐπεμνήσθης, Ἀρείου, Νικολάου, Θρασύλλου καὶ Μουσωνίου μνημονεύσω. τούτων γὰρ οὐχ ὅπως τις ἦν κύριος τῆς αὑτοῦ πόλ��ως, ἀλλ’ ὁ μὲν Ἄρειος, ὡς φασί, καὶ διδομένην αὐτῷ τὴν Αἴγυπτον ἐπιτροπεῦσαι παρῃτήσατο, Θράσυλλος δὲ Τιβερίῳ πικρῷ καὶ φύσει χαλεπῷ τυράννῳ ξυγγενόμενος, εἰ μὴ διὰ τῶν καταλειφθέντων ὑπ’ αὐτοῦ λόγων ἀπελογήσατο, δείξας ὅστις ἦν, ὦφλεν ἂν εἰς τέλος αἰσχύνην ἀναπάλλακτον, οὕτως αὐτὸν οὐδὲν ὤνησεν ἡ πολιτεία, Νικόλαος δὲ πράξεων μὲν οὐ μεγάλων αὐτουργὸς γέγονε, γνώριμος δέ ἐστι μᾶλλον διὰ τοὺς ὑπὲρ αὐτῶν λόγους, καὶ Μουσώνιος ἐξ ὧν ἔπαθεν ἀνδρείως καὶ νὴ Δί’ ἤνεγκεν ἐγκρατῶς τὴν τῶν τυράννων ὠμότητα γέγονε γνώριμος, ἴσως οὐκ ἔλαττον εὐδαιμονῶν ἐκείνων τῶν τὰς μεγάλας ἐπιτροπευσάντων βασιλείας. Ἄρειος δὲ ὁ τὴν ἐπιτροπὴν τῆς Αἰγύπτου παραιτησάμενος ἑκὼν αὑτὸν ἀπεστέρει τοῦ κρατίστου τέλους εἰ τοῦτ’ ᾤετο κυριώτατον. σὺ δὲ αὐτὸς ἡμῖν ἄπρακτος εἶ, μήτε στρατηγῶν μήτε δημηγορῶν μήτε ἔθνους ἢ πόλεως ἄρχων; ἀλλ’ οὐκ ἂν φαίη νοῦν ἔχων ἀνήρ. ἔξεστι γάρ σοι φιλοσόφους πολλοὺς ἀποφήναντι, εἰ δὲ μή, τρεῖς ἢ τέτταρας μείζονα τὸν βίον εὐεργετῆσαι τῶν ἀνθρώπων πολλῶν ὁμοῦ βασιλέων. οὐ μικρᾶς γὰρ μερίδος ὁ φιλόσοφος προέστηκεν, οὐδέ, καθάπερ ἔφης, συμβουλῆς ἐστι μόνης τῆς ὑπὲρ τῶν κοινῶν ἐκεῖνος κύριος, οὐδὲ ἡ πρᾶξις εἰς λόγον αὖθις αὐτῷ περιίσταται, ἔργῳ δὲ βεβαιῶν τοὺς λόγους καὶ φαινόμενος τοιοῦτος, ὁποίους βούλεται τοὺς ἄλλους εἶναι, πιθανώτερος ἂν εἴη καὶ πρὸς τὸ πράττειν ἀνυσιμώτερος τῶν ἐξ ἐπιτάγματος ἐπὶ τὰς καλὰς πράξεις παρορμώντων."],["12","Ἀλλ’ ἐπανιτέον εἰς ἀρχὴν καὶ συμπεραντέον τὴν ἐπιστολὴν μείζονα ἴσως οὖσαν τοῦ δέοντος. ἔστι δὲ ἐν αὐτῇ τὸ κεφάλαιον, ὅτι μήτε τὸν πόνον φεύγων μήτε τὴν ἡδονὴν θηρεύων μήτε ἀπραγμοσύνης καὶ ῥᾳστώνης ἐρῶν τὸν ἐν τῇ πολιτείᾳ δυσχεραίνω βίον· ἀλλ’, ὅπερ ἔφην ἐξ ἀρχῆς, οὔτε παιδείαν ἐμαυτῷ συνειδὼς τοσαύτην οὔτε φύσεως ὑπεροχήν, καὶ προσέτι δεδιώς, μὴ φιλοσφίαν, ἧς ἐρῶν οὐκ ἐφικόμην, εἰς τοὺς νῦν ἀνθρώπους οὐδὲ ἄλλως εὐδοκιμοῦσαν διαβάλλω, πάλαι τε ἔγραφον ἐκεῖνα καὶ νῦν τὰς παρ’ ὑμῶν ἐπιτιμήσεις ἀπελυσάμην εἰς δύναμιν."],["13","Διδοίη δὲ ὁ θεὸς τὴν ἀρίστην τύχην καὶ φρόνησιν ἀξίαν τῆς τύχης, ὡς ἐγὼ νῦν ἔκ τε τοῦ κρείττονος τό γε πλέον καὶ παρ’ ὑμῶν τῶν φιλοσοφούντων ἁπάσῃ μηχανῇ βοηθητέος εἶναί μοι δοκῶ, προτεταγμένος ὑμῶν καὶ προκινδυνεύων. εἰ δέ τι μεῖζον ἀγαθὸν τῆς ἡμετέρας παρασκευῆς καὶ ἧς ὑπὲρ ἐμαυτοῦ γνώμης ἔχω τοῖς ἀνθρώποις δι’ ἡμῶν ὁ θεὸς παράσχοι, χαλεπαίνειν οὐ χρὴ πρὸς τοὺς ἐμοὺς λόγους. ἐγὼ γὰρ οὐδὲν ἐμαυτῷ συνειδὼς ἀγαθὸν πλὴν τοῦτο μόνον, ὅτι μηδὲ οἴομαι τὰ μέγιστα ἔχειν ἔχων τε οὐδέν, ὡς ὁρᾷς αὐτός, εἰκότως βοῶ καὶ μαρτύρομαι μὴ μεγάλα παρ’ ἡμῶν ἀπαιτεῖν, ἀλλὰ τῷ θεῷ τὸ πᾶν ἐπιτρέπειν· οὕτω γὰρ ἐγὼ τῶν τε ἐλλειμμάτων εἴην ἂν ἀνεύθυνος καί, γενομένων ἁπάντων δεξιῶν, εὐγνώμων ἂν καὶ μέτριος εἴην, οὐκ ἀλλοτρίοις ἐμαυτὸν ἔργοις ἐπιγράφων, τῷ θεῷ δέ, ὥσπερ οὖν δίκαιον, προσανατεθεικὼς ἅπαντα αὐτός τε εἴσομαι καὶ ὑμᾶς προτρέπω τὴν χάριν εἰδέναι."]]]
lines/julian-misopogon.json ADDED
The diff for this file is too large to render. See raw diff
 
lines/julian-oration-1-panegyric-on-constantiu.json ADDED
The diff for this file is too large to render. See raw diff
 
lines/julian-oration-2-the-heroic-deeds-of-con.json ADDED
The diff for this file is too large to render. See raw diff
 
lines/julian-oration-3-panegyric-on-eusebia.json ADDED
@@ -0,0 +1 @@
 
 
1
+ [[["1","Τί ποτε ἄρα χρὴ διανοεῖσθαι περὶ τῶν ὀφειλόντων μεγάλα καὶ πέρα μεγάλων, οὔτι φημὶ χρυσίον οὐδὲ ἀργύριον, ἀλλὰ ἁπλῶς ὅ, τι ἂν τύχῃ τις παρὰ τοῦ πέλας εὖ παθών· εἶτα τοιαῦτα μὲν ἀποτίνειν οὔτε ἐπιχειρούντων οὔτε διανοουμένων, ῥᾳθύμως δὲ καὶ ὀλιγώρως ἐχόντων πρὸς τὸ τὰ δυνατὰ ποιεῖν καὶ διαλύεσθαι τὸ ὄφλημα; ἢ δῆλον ὅτι φαύλους καὶ μοχθηροὺς νομιστέον; οὐδενὸς γὰρ οἶμαι τῶν ἄλλων ἀδικημάτων ἔλαττον μισοῦμεν ἀχαριστίαν καὶ ὀνειδίζομεν τοῖς ἀνθρώποις, ὅταν εὖ παθόντες περὶ τοὺς εὐεργέτας ὦσιν ἀχάριστοι· ἔστι δὲ οὐχ οὗτος ἀχάριστος μόνον, ὅστις εὖ παθὼν δρᾷ κακῶς ἢ λέγει, ἀλλὰ καὶ ὅστις σιωπᾷ καὶ ἀποκρύπτει, λήθῃ παραδιδοὺς καὶ ἀφανίζων τὰς χάριτας. καὶ τῆς μὲν θηριώδους ἐκείνης καὶ ἀπανθρώπου μοχθηρίας σφόδρα ὀλίγα καὶ εὐαρίθμητα κομιδῇ τὰ παραδείγματα· πολλοὶ δὲ ἀποκρύπτουσι τὸ δοκεῖν εὖ παθεῖν, οὐκ οἶδα ὅ, τι βουλόμενοι· φασὶ δὲ ὅμως θωπείας τινὸς καὶ ἀγεννοῦς κολακείας τὴν δόξαν ἐκκλίνειν. ἐγὼ δὲ τούτους μὲν ὅτι μηδὲν ὑγιὲς λέγουσι σαφῶς εἰδὼς ὅμως ἀφίημι, καὶ κείσθω διαφεύγειν αὐτούς, καθάπερ οἴονται, κολακείας οὐκ ἀληθῆ δόξαν, πολλοῖς ἅμα πάθεσιν ἐνόχους φανέντας καὶ νοσήμασιν αἰσχίστοις πάνυ καὶ ἀνελευθέροις. ἢ γὰρ οὐ συνιέντες ἀναίσθητοι λίαν εἰσίν, ὧν οὐδαμῶς ἀναίσθητον εἶναι χρῆν, ἢ συνιέντες ἐπιλήσμονες ὧν ἐχρῆν εἰς ἅπαντα μεμνῆσθαι τὸν χρόνον· μεμνημένοι δὲ καὶ ἀποκνοῦντες διʼ ἁσδηποτοῦν αἰτίας δειλοὶ καὶ βάσκανοι φύσει καὶ ἁπλῶς ἅπασιν ἀνθρώποις δυσμενεῖς, οἵ γε οὐδὲ τοῖς εὐεργέταις πρᾷοι καὶ προσηνεῖς ἐθέλοντες εἶναι, εἶτα, ἂν μὲν δέῃ λοιδορῆσαί που καὶ δακεῖν, ὥσπερ τὰ θηρία ὀργίλον καὶ ὀξὺ βλέπουσιν· ὥσπερ δὲ ἀνάλωμα πολυτελὲς φεύγοντες τὸν ἀληθινὸν ἔπαινον, οὐκ οἶδʼ ὅπως, αἰτιῶνται τὰς ὑπὲρ τῶν καλῶν ἔργων εὐφημίας, ἐξὸν ἐκεῖνο ἐξετάζειν μόνον, εἰ τὴν ἀλήθειαν τιμῶσι καὶ περὶ πλείονος ποιοῦνται τοῦ δοκεῖν ἐν τοῖς ἐπαίνοις χαρίζεσθαι. οὐδὲ γὰρ τοῦτο ἔνεστιν εἰπεῖν, ὡς ἀνωφελὲς χρῆμα ἡ εὐφημία οὔτε τοῖς ὑπὲρ ὧν γέγονεν οὔτε αὖ τοῖς ἄλλοις, ὁπόσοι τὴν ἴσην ἐκείνοις κατὰ τὸν βίον τάξιν εἰληχότες τῆς ἐν ταῖς πράξεσιν ἀρετῆς ἀπελείφθησαν. τοῖς μὲν γὰρ ἄκουσμά τέ ἐστιν ἡδὺ καὶ προθυμοτέρους παρέχει περὶ τὰ καλὰ καὶ διαφέροντα τῶν ἔργων· τοὺς δὲ ἐπὶ τὸ ζηλοῦν ἐκεῖνα πειθοῖ καὶ βίᾳ παρώρμησεν ὁρῶντας ὅτι μηδὲ τῶν προλαβόντων τινὲς ἀπεστερήθησαν ὃ μόνον δοῦναί τε καὶ λαβεῖν ἐστι δημοσίᾳ καλόν. χρήματα μὲν γὰρ εἰς τὸ ἐμφανὲς διδόναι καὶ περιβλέπειν, ὅπως ὅτι πλεῖστοι τὸ δοθὲν εἴσονται, πρὸς ἀνδρὸς ἀπειροκάλου· ἀλλʼ οὐδὲ ὑποσχὼν τὼ χεῖρε ὑποδέξαιτ’ ἄν τις ἐν ὀφθαλμοῖς πάντων, μὴ παντάπασιν ἀποσεισάμενος αἰδῶ καὶ ἐπιείκειαν τοῦ τρόπου. Ἀρκεσίλαος δὲ καὶ διδοὺς τὸν λαβόντα ἐπειρᾶτο λαθεῖν· συνίει δὲ ἐκεῖνος ἐκ τῆς πράξεως τὸν δράσαντα. ἐπαίνων δὲ ζηλωτὸν μὲν ἀκροατὰς ὡς πλείστους εὑρεῖν, ἀγαπητὸν δὲ οἶμαι καὶ ὀλίγους. καὶ ἐπῄνει δὲ Σωκράτης πολλοὺς καὶ Πλάτων καὶ Ἀριστοτέλης· Ξενοφῶν δὲ καὶ Ἀγησίλαον τὸν βασιλέα καὶ Κῦρον τὸν Πέρσην, οὔτι τὸν ἀρχαῖον ἐκεῖνον μόνον, ἀλλὰ καὶ τὸν ᾧ συνεστράτευτο ἐπὶ βασιλέα καὶ τοὺς ἐπαίνους ξυγγράφων οὐκ ἀπεκρύπτετο."],["2","ἐμοὶ δὲ θαυμαστὸν εἶναι δοκεῖ, εἰ τοὺς ἄνδρας μὲν τοὺς καλούς τε κἀγαθοὺς προθύμως ἐπαινεσόμεθα, γυναῖκα δὲ ἀγαθὴν τῆς εὐφημίας οὐκ ἀξιώσομεν, ἀρετῆς οὐδὲν μεῖον αὐταῖς ἤπερ τοῖς ἀνδράσι προσήκειν ὑπολαμβάνοντες. ἢ γὰρ εἶναι σώφρονα καὶ συνετὴν καὶ οἵαν νέμειν ἑκάστῳ τὰ πρὸς τὴν ἀξίαν καὶ θαρραλέαν ἐν τοῖς δεινοῖς καὶ μεγαλόφρονα καὶ ἐλευθέριον καὶ πάντα ὡς ἔπος εἰπεῖν ὑπάρχειν ἐκείνῃ οἰόμενοι χρῆναι τὰ τοιαῦτα, εἶτα τῶν ἐπὶ τοῖς ἔργοις ἐγκωμίων ἀφαιρησόμεθα τὸν ἐκ τοῦ κολακεύειν δοκεῖν ψόγον δεδοικότες; Ὅμηρος δὲ οὐκ ᾐσχύνετο τὴν Πηνελόπην ἐπαινέσας οὐδὲ τὴν Ἀλκίνου γαμετήν, οὐδὲ εἴ τις ἄλλη διαφερόντως ἀγαθὴ γέγονεν ἢ καὶ ἐπὶ σμικρὸν ἀρετῆς μετεποιήθη. οὔκουν οὐδὲ ἐκείνη τῆς ἐπʼ αὐτῷ τούτῳ διήμαρτεν εὐφημίας. πρὸς δὲ αὖ τούτοις παθεῖν μὲν εὖ καὶ τυχεῖν τινος ἀγαθοῦ, σμικροῦ τε ὁμοίως καὶ μείζονος, οὐδὲν ἔλαττον παρὰ γυναικὸς ἢ παρὰ ἀνδρὸς δεξόμεθα, τὴν δὲ ἐπ’ αὐτῷ χάριν ἀποτίνειν ὀκνήσομεν; ἀλλὰ μή ποτε καὶ αὐτὸ τὸ δεῖσθαι καταγέλαστον εἶναι φῶσι καὶ οὐκ ἄξιον ἀνδρὸς ἐπιεικοῦς καὶ γενναίου, εἶναι δὲ καὶ τὸν Ὀδυσσέα τὸν σοφὸν ἀγεννῆ καὶ δειλόν, ὅτι τὴν τοῦ βασιλέως ἱκέτευε θυγατέρα παίζουσαν ἐπὶ τοῦ λειμῶνος ξὺν ταῖς ὁμήλιξι παρθένοις παρὰ τοῦ ποταμοῦ ταῖς ᾐόσι. μή ποτε οὖν οὐδὲ τῆς Ἀθηνᾶς τῆς τοῦ Διὸς ἀπόσχωνται παιδός, ἣν Ὅμηρός φησιν ἀπεικασθεῖσαν παρθένῳ καλῇ καὶ γενναίᾳ Ὀδυσσεῖ μὲν ἡγήσασθαι τῆς ἐπὶ τὰ βασίλεια φερούσης ὁδοῦ, σύμβουλον δὲ αὐτῷ καὶ διδάσκαλον γενομένην, ὧν ἐχρῆν εἴσω παρελθόντα δρᾶν καὶ λέγειν, καθάπερ τινὰ ῥήτορα ξὺν τέχνῃ τέλειον ᾆσαι βασιλίδος ἐγκώμιον, ἄνωθεν ἀπὸ τοῦ γένους ἀρξαμένην. ἔχει δὲ αὐτῷ τὰ ὑπὲρ τούτων ἔπη τὸν τρόπον τόνδε· Δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν, Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων Τῶν αὐτῶν, οἵπερ τέκον Ἀλκίνοον βασιλῆα. ἀναλαβὼν δὲ ἄνωθεν ἀπὸ τοῦ Ποσειδῶνος οἶμαι τὴν ἀρχὴν τοῦ γένους καὶ ὅσα ἔδρασάν τε καὶ ἔπαθον εἰπών, καὶ ὅπως αὐτὴν ὁ θεῖος, τοῦ πατρὸς ἀπολομένου νέου καὶ νυμφίου, ἔγημέ τε καὶ ἐτίμησεν, ὡς οὔτις ἐπὶ χθονὶ τίεται ἄλλη, καὶ ὅσων τυγχάνει Ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο, ἔτι δὲ οἶμαι τῆς γερουσίας καὶ τοῦ δήμου, οἳ καθάπερ θεὸν ὁρῶσι πορευομένην διὰ τοῦ ἄστεος, τέλος ἐπέθηκε ταῖς εὐφημίαις ζηλωτὸν ἀνδρὶ καὶ γυναικί, Οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ λέγων, καὶ ὡς κρίνειν εὖ ἠπίστατο, οἷσίν τʼ εὖ φρονέῃσι, καὶ διαλύειν τὰ πρὸς ἀλλήλους ἐγκ��ήματα τοῖς πολίταις ἀναφυόμενα ξὺν δίκῃ. ταύτην δὴ οὖν ἱκετεύσας εἰ τύχοις εὔνου, πρὸς αὐτὸν ἔφη, Ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι Οἶκον ἐς ὑψόροφον· ὁ δʼ ἐπείσθη τῇ ξυμβουλῇ. ἆρʼ οὖν ἔτι δεησόμεθα μειζόνων εἰκόνων καὶ ἀποδείξεων ἐναργεστέρων, ὥστε ἀποφυγεῖν τὴν ἐκ τοῦ κολακεύειν δοκεῖν ὑποψίαν; οὐχὶ δὲ ἤδη μιμούμενοι τὸν σοφὸν ἐκεῖνον καὶ θεῖον ποιητὴν ἐπαινέσομεν Εὐσεβίαν τὴν ἀρίστην, ἐπιθυμοῦντες μὲν ἔπαινον αὐτῆς ἄξιον διεξελθεῖν, ἀγαπῶντες δέ, εἰ καὶ μετρίως τυγχάνοιμεν οὕτω καλῶν καὶ πολλῶν ἐπιτηδευμάτων; καὶ τῶν ἀγαθῶν τῶν ὑπαρχόντων ἐκείνῃ, σωφροσύνης καὶ δικαιοσύνης ἢ πρᾳότητος καὶ ἐπιεικείας ἢ τῆς περὶ τὸν ἄνδρα φιλίας ἢ τῆς περὶ τὰ χρήματα μεγαλοψυχίας ἢ τῆς περὶ τοὺς οἰκείους καὶ ξυγγενεῖς τιμῆς. προσήκει δὲ οἶμαι καθάπερ ἴχνεσιν ἑπόμενον τοῖς ἤδη ῥηθεῖσιν οὕτω ποιεῖσθαι τὴν ξὺν εὐφημίᾳ τάξιν, ἀποδιδόντα τὴν αὐτὴν ἐκείνῃ, πατρίδος τε, ὡς εἰκός, καὶ πατέρων μνημονεύοντα, καὶ ὅπως ἐγήματο καὶ ᾧτινι, καὶ τἆλλα πάντα τὸν αὐτὸν ἐκείνοις τρόπον."],["3","Περὶ μὲν οὖν τῆς πατρίδος πολλὰ σεμνὰ λέγειν ἔχων, τὰ μὲν διὰ παλαιότητα παρήσειν μοι δοκῶ· φαίνεται γὰρ εἶναι τῶν μύθων οὐ πόρρω· ὁποῖον δή τι καὶ τὸ περὶ τῶν Μουσῶν λεγόμενον, ὡς εἶεν δήπουθεν ἐκ τῆς Πιερίας, οὐχὶ δὲ ἐξ Ἑλικῶνος εἰς τὸν Ὄλυμπον ἀφίκοιντο παρὰ τὸν πατέρα κληθεῖσαι. τοῦτο μὲν δὴ καὶ εἰ δή τι τοιοῦτον ἕτερον, μύθῳ μᾶλλον ἢ λόγῳ προσῆκον, ἀπολειπτέον· ὀλίγα δὲ εἰπεῖν τῶν οὐ πᾶσι γνωρίμων τυχὸν οὐκ ἄτοπον οὐδὲ ἀπὸ τοῦ παρόντος λόγου. Μακεδόνων γὰρ οἰκίσαι φασὶ τὴν χώραν τοὺς Ἡρακλέους ἐγγόνους, Τημένου παῖδας, οἳ τὴν Ἀργείαν λῆξιν νεμόμενοι καὶ στασιάζοντες τέλος ἐποιήσαντο τὴν ἀποικίαν τῆς πρὸς ἀλλήλους ἔριδος καὶ φιλοτιμίας· εἶτα ἑλόντες τὴν Μακεδονίαν καὶ γένος ὄλβιον ἀπολιπόντες βασιλεῖς ἐκ βασιλέων διετέλουν καθάπερ κλῆρον τὴν τιμὴν διαδεχόμενοι. πάντας μὲν οὖν αὐτοὺς ἐπαινεῖν οὔτε ἀληθὲς οὔτε οἶμαι ῥᾴδιον. πολλῶν δὲ ἀγαθῶν ἀνδρῶν γενομένων καὶ καταλιπόντων Ἑλληνικοῦ τρόπου μνημεῖα πάγκαλα, Φίλιππος καὶ ὁ τούτου παῖς ἀρετῇ διηνεγκάτην πάντων, ὅσοι πάλαι Μακεδονίας καὶ Θρᾴκης ἦρξαν, οἶμαι δὲ ἔγωγε καὶ ὅσοι Λυδῶν ἢ Μήδων καὶ Περσῶν καὶ Ἀσσυρίων, πλὴν μόνου τοῦ Καμβύσου παιδός, ὃς ἐκ τῶν Μήδων ἐς Πέρσας τὴν βασιλείαν μετέστησεν. ὁ μὲν γὰρ πρῶτος ἐπειράθη τὴν Μακεδόνων αὐξῆσαι δύναμιν, καὶ τῆς Εὐρώπης τὰ πλεῖστα καταστρεψάμενος ὅρον ἐποιήσατο πρὸς ἕω μὲν καὶ πρὸς μεσημβρίαν τὴν θάλατταν, ἀπ’ ἄρκτων δὲ οἶμαι τὸν Ἴστρον καὶ πρὸς ἑσπέραν τὸ Ὠρικὸν ἔθνος. ὁ τούτου δὲ αὖ παῖς ὑπὸ τῷ Σταγειρίτῃ σοφῷ τρεφόμενος τοσοῦτον μεγαλοψυχίᾳ τῶν ἄλλων ἁπάντων διήνεγκε καὶ προσέτι τὸν αὑτοῦ πατέρα τῇ στρατηγίᾳ καὶ τῇ θαρραλεότητι καὶ ταῖς ἄλλαις ἀρεταῖς ὑπερβαλλόμενος, ὥστ’ οὐκ ἄξιον αὑτῷ ζῆν ὑπελά��βανεν, εἰ μὴ ξυμπάντων μὲν ἀνθρώπων, πάντων δὲ ἐθνῶν κρατήσειεν. οὐκοῦν τὴν μὲν Ἀσίαν ἐπῆλθε σύμπασαν καταστρεφόμενος, καὶ ἀνίσχοντα πρῶτος ἀνθρώπων τὸν ἥλιον προσεκύνει, ὡρμημένον δὲ αὐτὸν ἐπὶ τὴν Εὐρώπην, ὅπως τὰ λειπόμενα περιβαλόμενος γῆς τε ἁπάσης καὶ θαλάττης κύριος γένοιτο, τὸ χρεὼν ἐν Βαβυλῶνι κατέλαβε. Μακεδόνες δὲ ἁπάντων ἦρχον, ὧν ὑπʼ ἐκείνῳ κτησάμενοι πόλεων καὶ ἐθνῶν ἔτυχον. ἆρʼ οὖν ἔτι χρὴ διὰ μειζόνων τεκμηρίων δηλοῦν, ὡς ἔνδοξος μὲν ἡ Μακεδονία καὶ μεγάλη τὸ πρόσθεν γένοιτο; ταύτης δὲ αὐτῆς τὸ κράτιστον ἡ πόλις ἐκείνη, ἣν ἀνέστησαν, πεσόντων, οἶμαι, Θετταλῶν, τῆς κατʼ ἐκείνων ἐπώνυμον νίκης."],["4","καὶ περὶ μὲν τούτων οὐδὲν ἔτι δέομαι μακρότερα λέγειν. Εὐγενείας γε μὴν τί ἂν ἔχοιμεν ἔτι πράγματα ἐπιζητοῦντες φανερώτερον καὶ ἐναργὲς μᾶλλον τεκμήριον; θυγάτηρ γάρ ἐστιν ἀνδρὸς ἀξίου νομισθέντος τὴν ἐπώνυμον τοῦ ἔτους ἀρχὴν ἄρχειν, πάλαι μὲν ἰσχυρὰν καὶ βασιλείαν ἀτεχνῶς ὀνομαζομένην, μεταβαλοῦσαν δὲ διὰ τοὺς οὐκ ὀρθῶς χρωμένους τῇ δυνάμει τὸ ὄνομα· νῦν δὲ ἤδη τῆς δυνάμεως ἐπιλειπούσης, ἐπειδὴ πρὸς μοναρχίαν τὰ τῆς πολιτείας μεθέστηκε, τιμὴ καθʼ αὑτὴν τῶν ἄλλων ἁπάντων στερομένη πρὸς πᾶσαν ἰσχὺν ἀντίρροπος εἶναι δοκεῖ, τοῖς μὲν ἰδιώταις οἷον ἆθλον ἀποκειμένη καὶ γέρας ἀρετῆς ἢ πίστεως ἢ τινος εὐνοίας καὶ ὑπηρεσίας περὶ τοὺς τῶν ὅλων ἄρχοντας ἢ πράξεως λαμπρᾶς, τοῖς βασιλεῦσι δὲ πρὸς οἷς ἔχουσιν ἀγαθοῖς οἷον ἄγαλμα καὶ κόσμος ἐπιτιθεμένη· τῶν μὲν γὰρ ἄλλων ὀνομάτων τε καὶ ἔργων, ὁπόσα τῆς παλαιᾶς ἐκείνης πολιτείας διασώζει τινὰ φαύλην καὶ ἀμυδρὰν εἰκόνα, ἢ παντάπασιν ὑπεριδόντες διὰ τὴν ἰσχὺν κατέγνωσαν, ἢ προσιέμενοί γε διὰ βίου καρποῦνται τὰς ἐπωνυμίας· μόνης δέ, οἶμαι, ταύτης οὔτε τὴν ἀρχὴν ὑπερεῖδον, χαίρουσί τε καὶ πρὸς ἐνιαυτὸν τυγχάνοντες· καὶ οὔτε ἰδιώτης οὐδεὶς οὔτε βασιλεύς ἐστιν ἢ γέγονεν, ὃς οὐ ζηλωτὸν ἐνόμισεν ὕπατος ἐπονομασθῆναι. εἰ δέ, ὅτι πρῶτος ἔτυχεν ἐκεῖνος καὶ γέγονεν ἀρχηγὸς τῷ γένει τῆς εὐδοξίας, ἔλαττόν τις ἔχειν αὐτὸν τῶν ἄλλων ὑπολαμβάνει, λίαν ἐξαπατώμενος οὐ μανθάνει· τῷ παντὶ γὰρ οἶμαι κρεῖττόν ἐστι καὶ σεμνότερον ἀρχὴν παρασχεῖν τοῖς ἐγγόνοις περιφανείας τοσαύτης ἢ λαβεῖν παρὰ τῶν προγόνων. ἐπεὶ καὶ πόλεως μεγίστης οἰκιστὴν γενέσθαι κρεῖττον ἢ πολίτην, καὶ λαβεῖν ὁτιοῦν ἀγαθὸν τοῦ δοῦναι τῷ παντὶ καταδεέστερον. λαμβάνειν δὲ ἐοίκασι παρὰ τῶν πατέρων οἱ παῖδες καὶ οἱ πολῖται παρὰ τῶν πόλεων οἷον ἀφορμάς τινας πρὸς εὐδοξίαν. ὅστις δὲ ἀποδίδωσι πάλιν ἐξ ἑαυτοῦ προγόνοις τε καὶ πατρίδι μείζονα τιμῆς ὑπόθεσιν, λαμπροτέραν μὲν ἐκείνην καὶ σεμνοτέραν, τοὺς πατέρας δὲ ἐνδοξοτέρους ἀποφαίνων, οὗτος οὐδενὶ δοκεῖ καταλιπεῖν πρὸς εὐγενείας λόγον ἅμιλλαν· οὐδὲ ἔστιν ὅστις ἐκείνου φήσει κρείττων γεγονέναι· ἐξ ἀγαθῶν μὲν γὰρ ἀγαθὸν φῦναι χρή. ὁ δὲ ἐξ ἐνδόξων ἐνδοξότερος γενόμενος, ἐς ταὐτὸν ἀρετῇ τῆς τύχης πνεούσης, οὗτος οὐδενὶ δίδωσιν ἀπορεῖν, εἰ τῆς εὐγενείας εἰκότως μεταποιεῖται."],["5","Εὐσεβία δέ, περὶ ἧς ὁ λόγος, παῖς μὲν ὑπάτου γέγονε, γαμετὴ δέ ἐστι βασιλέως ἀνδρείου, σώφρονος, συνετοῦ, δικαίου, χρηστοῦ καὶ πρᾴου καὶ μεγαλοψύχου, ὃς ἐπειδὴ πατρῴαν οὖσαν αὐτῷ τὴν ἀρχὴν ἀνεκτήσατο, ἀφελόμενος τοῦ βίᾳ λαβόντος, γάμου τε ἐδεῖτο πρὸς παίδων γένεσιν, οἳ κληρονομήσουσι τῆς τιμῆς καὶ τῆς ἐξουσίας, ταύτην ἀξίαν ἔκρινε τῆς κοινωνίας γεγονὼς ἤδη σχεδόν τι τῆς οἰκουμένης ἁπάσης κύριος. καίτοι πῶς ἄν τις μείζονα μαρτυρίαν ἐπιζητήσειε τῆσδε; οὐ μόνον περὶ τῆς εὐγενείας αὐτῆς, ὑπὲρ δὲ ἁπάντων ἁπλῶς, ὅσα χρῆν οἶμαι τὴν βασιλεῖ τοσούτῳ συνιοῦσαν, καθάπερ φερνὴν οἴκοθεν ἐπιφερομένην, κομίζειν ἀγαθά, παιδείαν ὀρθήν, σύνεσιν ἐμμελῆ, ἀκμὴν καὶ ὥραν σώματος καὶ κάλλος τοσοῦτον, ὥστε ἀποκρύπτεσθαι τὰς ἄλλας παρθένους, καθάπερ οἶμαι περὶ τῇ σελήνῃ πληθούσῃ οἱ διαφανεῖς ἀστέρες καταυγαζόμενοι κρύπτουσι τὴν μορφήν. ἓν μὲν γὰρ τούτων οὐδὲν ἐξαρκεῖν δοκεῖ πρὸς κοινωνίαν βασιλέως, πάντα δὲ ἅμα, ὥσπερ θεοῦ τινος ἀγαθῷ βασιλεῖ καλὴν καὶ σώφρονα πλάττοντος τὴν νύμφην, εἰς ταὐτὸ συνεληλυθότα πόρρωθεν καὶ οὐκ ἀπὸ τῶν ὀμμάτων ἐφελκυσάμενα μάλα ὄλβιον ἦγε τὸν νυμφίον. κάλλος μὲν γὰρ τῆς ἐκ τοῦ γένους βοηθείας καὶ τῶν ἄλλων ἀγαθῶν οἶμαι στερόμενον οὐδὲ ἰδιώτην ἀκόλαστον ἰσχύει πείθειν τὴν γαμήλιον ἀνάψαι λαμπάδα, ἄμφω δὲ ἅμα συνελθόντα γάμον μὲν ἥρμοσε πολλάκις, ἀπολειπόμενα δὲ τῆς ἐκ τῶν τρόπων ἁρμονίας καὶ χάριτος οὐ λίαν ἐφάνη ζηλωτά."],["6","Ταῦτα ἐπιστάμενον σαφῶς τὸν βασιλέα τὸν σώφρονα φαίην ἂν εἰκότως πολλάκις βουλευσάμενον ἑλέσθαι τὸν γάμον, τὰ μὲν οἶμαι πυνθανόμενον, ὅσα χρῆν διʼ ἀκοῆς περὶ αὐτῆς μαθεῖν, τεκμαιρόμενον δὲ ἀπὸ τῆς μητρὸς τὴν εὐταξίαν· ὑπὲρ ἧς τὰ μὲν ἄλλα τί δεῖ λέγοντας διατρίβειν, καθάπερ οὐκ ἔχοντας ἴδιον ἐγκώμιον τῆς, ὑπὲρ ἧς ὁ λόγος, διελθεῖν; τοσοῦτον δὲ ἴσως οὔτε εἰπεῖν οὔτε ἐπακοῦσαι πολὺ καὶ ἐργῶδες, ὅτι δὴ γένος μὲν αὐτῇ σφόδρα Ἑλληνικόν, Ἑλλήνων τῶν πάνυ, καὶ πόλις ἡ μητρόπολις τῆς Μακεδονίας, σωφροσύνη δὲ ὑπέρ τε Εὐάδνην τὴν Καπανέως καὶ τὴν Θετταλὴν ἐκείνην Λαοδάμειαν. αἱ μὲν γὰρ καλοὺς καὶ νέους καὶ ἔτι νυμφίους τοὺς ἄνδρας ἀφαιρεθεῖσαι δαιμόνων βίᾳ βασκάνων ἢ μοιρῶν νήμασι τοῦ ζῆν ὑπερεῖδον διὰ τὸν ἔρωτα, ἡ δέ, ἐπειδὴ τὸ χρεὼν τὸν κουρίδιον αὐτῆς ἄνδρα κατέλαβε, τοῖς παισὶ προσκαθημένη τοσοῦτον ἐπὶ σωφροσύνῃ κλέος αὑτῇ εἰργάσατο, ὥστε τῇ μὲν Πηνελόπῃ περιόντος ἔτι καὶ πλανωμένου τοῦ γήμαντος, προσῄει τὰ μειράκια μνηστευσόμενα ἔκ τε Ἰθάκης καὶ Σάμου καὶ Δουλιχίου, τῇ δὲ ἀνὴρ μὲν οὐδεὶς καλὸς καὶ μέγας ἢ ἰσχυρὸς καὶ πλούσιος ὑπὲρ τούτων εἰς λόγους ἐλθεῖν ὑπέμεινέ ποτε· τὴν θυγατέρα δὲ βασιλεὺς ἑαυτῷ συνοικεῖν ἀξίαν ���κρινε, καὶ ἔδρασε τὸν γάμον λαμπρῶς μετὰ τὰ τρόπαια, ἔθνη καὶ πόλεις καὶ δήμους ἑστιῶν."],["7","Εἰ δέ τις ἄρα ἐκείνων ἐπακούειν ποθεῖ, ὅπως μὲν ἐκ Μακεδονίας ἐκαλεῖτο μετὰ τῆς μητρὸς ἡ νύμφη, τίς δὲ ἦν ὁ τῆς πομπῆς τρόπος, ἁρμάτων καὶ ἵππων καὶ ὀχημάτων παντοδαπῶν χρυσῷ καὶ ἀργύρῳ καὶ ὀρειχάλκῳ μετὰ τῆς ἀρίστης τέχνης εἰργασμένων, ἴστω παιδικῶν σφόδρα ἀκουσμάτων ἐπιθυμῶν· καθάπερ γὰρ οἶμαι κιθαρῳδοῦ τινος δεξιοῦ τὴν τέχνην· ἔστω δέ, εἰ βούλει, Τέρπανδρος οὗτος ἢ ὁ Μηθυμναῖος ἐκεῖνος, ὃν δὴ λόγος ἔχει δαιμονίᾳ πομπῇ χρησάμενον φιλομουσοτέρου τοῦ δελφῖνος τυχεῖν ἢ τῶν ξυμπλεόντων, καὶ ἐπὶ τὴν Λακωνικὴν ἄκραν κομισθῆναι· ἔθελγε γὰρ οἶμαι τοὺς δυστυχεῖς ναύτας ὅσα ἐκεῖνος ἀπὸ τῆς τέχνης εἰργάσατο, αὐτῆς δὲ ἐκείνης ὑπερεώρων καὶ οὐδεμίαν ὤραν ἐποιοῦντο τῆς μουσικῆς· εἰ δὴ οὖν τις τοῖν ἀνδροῖν ἐκείνοιν τὸν κράτιστον ἐπιλεξάμενος καὶ ἀποδοὺς τὸν περὶ τὸ σῶμα κόσμον τῇ τέχνῃ πρέποντα εἶτα ἐς θέατρον παραγάγοι παντοδαπῶν ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων φύσει τε καὶ ἡλικίᾳ καὶ τοῖς ἄλλοις ἐπιτηδεύμασι διαφερόντων, οὐκ ἂν οἴεσθε τοὺς μὲν παῖδας καὶ τῶν ἀνδρῶν καὶ γυναικῶν ὁπόσοι τοιοῦτοι εἰς τὴν ἐσθῆτα καὶ τὴν κιθάραν ἀποβλέποντας ἐκπεπλῆχθαι δεινῶς πρὸς τὴν ὄψιν, τῶν ἀνδρῶν δὲ τοὺς ἀμαθεστέρους καὶ γυναικῶν πλὴν σφόδρα ὀλίγων ἅπαν τὸ πλῆθος ἡδονῇ καὶ λύπῃ κρίνειν τὰ κρούματα, μουσικὸν δὲ ἄνδρα, τοὺς νόμους ἐξεπιστάμενον τῆς τέχνης, οὔτε μιγνύμενα τὰ μέλη τῆς ἡδονῆς χάριν φαύλως ἀνέχεσθαι, δυσχεραίνειν τε καὶ εἰ τοὺς τρόπους τῆς μουσικῆς διαφθείροι καὶ εἰ ταῖς ἁρμονίαις μὴ δεόντως χρῷτο μηδὲ ἑπομένως τοῖς νόμοις τῆς ἀληθινῆς καὶ θείας μουσικῆς; ὁρῶν δὲ ἐμμένοντα τοῖς νομισθεῖσι καὶ οὐ κίβδηλον ἡδονήν, καθαρὰν δὲ καὶ ἀκήρατον τοῖς θεαταῖς ἐνεργασάμενον ἄπεισι τοῦτον ἐπαινῶν καὶ ἐκπληττόμενος, ὅτι δὴ σὺν τέχνῃ μηδὲν ἀδικῶν τὰς Μούσας τῷ θεάτρῳ ξυγγέγονε. τὸν δὲ τὴν ἁλουργίδα καὶ τὴν κιθάραν ἐπαινοῦντα ληρεῖν οἴεται καὶ ἀνοηταίνειν· καὶ εἰ διὰ πλείονων τὰ τοιαῦτα διηγεῖται, λέξει τε ἡδίστῃ κοσμῶν καὶ ἐπιλεαίνων τὸ φαῦλον καὶ ἀγεννὲς τῶν διηγημάτων, γελοιότερον νομίζει τῶν ἀποτορνεύειν τὰς κέγχρους ἐπιχειρούντων, καθάπερ οἶμαι φασὶ τὸν Μυρμηκίδην ἀντιταττόμενον τῇ Φειδίου τέχνῃ."],["8","οὔκουν οὐδὲ ἡμεῖς ἑκόντες αὑτοὺς ταύταις ὑποθήσομεν ταῖς αἰτίαις, ἱματίων πολυτελῶν καὶ δώρων παντοίων ὅρμων τε καὶ στεφάνων κατάλογον τῶν ἐκ βασιλέως μακρόν τινα τοῦτον ᾄδοντες, οὐδὲ ὡς ἀπήντων οἱ δῆμοι δεξιούμενοι καὶ χαίροντες, οὐδὲ ὅσα κατὰ τὴν ὁδὸν ἐκείνην λαμπρὰ καὶ ζηλωτὰ γέγονε καὶ ἐνομίσθη. ἀλλʼ ἐπειδὴ τῶν βασιλείων εἴσω παρῆλθε καὶ τῆς ἐπωνυμίας ταύτης ἠξιώθη, τί πρῶτον ἔργον ἐκείνης γέγονε, καὶ αὖθις δεύτερον, καὶ ἐπʼ αὐτῷ τρίτον, καὶ πολλὰ δὴ μάλα τὸ ἐντεῦθεν; οὐ γάρ, εἰ σφόδρα λέγειν ἐθέλοιμι καὶ μακρὰς ὑπὲρ τούτων βίβλους ξυντιθέναι, ἀρκέσειν ὑπολαμβάνω τῷ πλήθει τῶν ἔργων, ὅσα ἐκείνῃ φρόνησιν καὶ πρᾳότητα καὶ σωφροσύνην καὶ φιλανθρωπίαν ἐπιείκειάν τε καὶ ἐλευθεριότητα καὶ τὰς ἄλλας ἀρετὰς ἐξεμαρτύρησε λαμπρότερον, ἢ νῦν ὁ παρὼν περὶ αὐτῆς λόγος δηλοῦν ἐπιχειρεῖ καὶ ἐκδιδάσκειν τοὺς πάλαι διὰ τῶν ἔργων ἐγνωκότας. οὐ μὴν ἐπειδὴ ἐκεῖνο δυσχερές, μᾶλλον δὲ ἀδύνατον ἐφάνη, πάντελῶς ἄξιον ὑπὲρ ἁπάντων ἀποσιωπῆσαι, πειρᾶσθαι δὲ εἰς δύναμιν φράζειν ὑπὲρ αὐτῶν καὶ τῆς μὲν φρονήσεως ποιεῖσθαι σημεῖον καὶ τῆς ἄλλης ἀρετῆς πάσης, ὅτι τὸν γήμαντα διέθηκεν οὕτω περὶ αὑτήν, ὥσπερ οὖν ἄξιον γυναῖκα καλὴν καὶ γενναίαν. Ὥστε ἔγωγε τῆς Πηνελόπης πολλὰ καὶ ἄλλα νομίσας ἐπαίνων ἄξια τοῦτο ἐν τοῖς μάλιστα θαυμάζω, ὅτι δὴ τὸν ἄνδρα λίαν ἔπειθε στέργειν καὶ ἀγαπᾶν αὑτὴν ὑπερορῶντα μέν, ὡς φασί, δαιμονίων γάμων, ἀτιμάζοντα δὲ οὐ μεῖον τὴν τῶν Φαιάκων ξυγγένειαν. Καίτοι γε εἶχον αὐτοῦ πᾶσαι ἐρωτικῶς, Καλυψὼ καὶ Κίρκη καὶ Ναυσικάα· καὶ ἦν αὐταῖς τὰ βασίλεια πάγκαλα, κήπων τινῶν καὶ παραδείσων ἐν αὐτοῖς πεφυτευμένων μάλα ἀμφιλαφέσι καὶ κατασκίοις τοῖς δένδρεσι, λειμῶνές τε ἄνθεσι ποικίλοις καὶ μαλακῇ τῇ πόᾳ βρύοντες· Κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ· καὶ ἐτεθήλει περὶ τὴν οἰκίαν ἡμερὶς ἡβώωσα σταφυλῆς οἶμαι τῆς γενναίας, βριθομένη τοῖς βότρυσι· καὶ παρὰ τοῖς Φαίαξιν ἕτερα τοιαῦτα, πλὴν ὅσῳ πολυτελέστερα, ἅτε οἶμαι ποιητὰ ξὺν τέχνῃ, τῆς τῶν αὐτοφυῶν ἔλαττον μετεῖχε χάριτος καὶ ἧττον εἶναι ἐδόκει ἐκείνων ἐράσμια. τῆς τρυφῆς δὲ αὖ καὶ τοῦ πλούτου καὶ προσέτι τῆς περὶ τὰς νήσους ἐκείνας εἰρήνης καὶ ἡσυχίας τίνα οὐκ ἂν ἡττηθῆναι δοκεῖτε τοσούτους ἀνατλάντα πόνους καὶ κινδύνους καὶ ἔτι ὑφορώμενον δεινότερα πείσεσθαι, τὰ μὲν ἐν θαλάττῃ τὰ δὲ ἐπὶ τῆς οἰκίας αὐτῆς, πρὸς ἑκατὸν νεανίσκους ἡβῶντας εὖ μάλα μόνον ἀγωνίζεσθαι μέλλοντα, ὅπερ οὐδὲ ἐν Τροίᾳ ἐκείνῳ ποτὲ συνηνέχθη; εἴ τις οὖν ἔροιτο τὸν Ὀδυσσέα παίζων ὧδέ πως· τί ποτε, ὦ σοφώτατε ῥῆτορ ἢ στρατηγὲ ἢ ὅ τι χρή σε ὀνομάζειν, τοσούτους ἑκὼν ὑπέμεινας πόνους, ἐξὸν εἶναι ὄλβιον καὶ εὐδαίμονα, τυχὸν δὲ καὶ ἀθάνατον εἴ τι χρὴ ταῖς ἐπαγγελίαις Καλυψοῦς πιστεύειν, σὺ δὲ ἑλόμενος τὰ χείρω πρὸ τῶν βελτιόνων τοσούτους σαυτῷ προστέθεικας πόνους, οὐδὲ ἐν τῇ Σχερίᾳ καταμεῖναι ἐθελήσας, ἐξὸν ἐκεῖ που παυσάμενον τῆς πλάνης καὶ τῶν κινδύνων ἀπηλλάχθαι· σὺ δὲ ἡμῖν ἐπὶ τῆς οἰκίας ἔγνως στρατεύεσθαι καὶ ἄθλους δή τινας καὶ ἀποδημίαν ἑτέραν ἐκτελεῖν οὔτι τῆς πρόσθεν, ὥς γε τὸ εἰκὸς ἀπονωτέραν οὐδὲ κουφοτέραν. τί δὴ οὖν οἴεσθε πρὸς ταῦτα ἐκεῖνον εἰπεῖν ἔχειν; ἆρʼ οὐχ ὅτι τῇ Πηνελόπῃ συνεῖναι ἐθέλων τοὺς ἄθλους αὐτῇ καὶ τὰς στρατείας χαρίεντα διηγήματα φέρειν ὑπέλαβε; ταῦτά τοι καὶ τὴν μητέρα πεποίηκεν αὐτῷ παραινοῦσαν μεμνῆσθαι πάντων, ὧν τε εἶδε θεαμάτων καὶ ὧν ἤκουσεν ἀκουσμάτων, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί, φησίν. ὁ δὲ οὐδενὸς ἐπιλαθόμενος, ἐπειδὴ πρῶτον ἀφίκετο καὶ τῶν μειρακίων τῶν ἐπὶ τὰ βασίλεια κωμαζόντων ἐκράτει ξὺν δίκῃ, πάντα ἀθρόως αὐτῇ διηγεῖτο, ὅσα τε ἔδρασε καὶ ὅσα ἀνέτλη, καὶ εἰ δή τι ἄλλο ὑπὸ τῶν χρησμῶν ἀναπειθόμενος ἐκτελεῖν διενοεῖτο· ἀπόρρητον δὲ ἐποιεῖτο πρὸς αὐτὴν οὐδὲ ἕν, ἀλλʼ ἠξίου κοινωνὸν γίγνεσθαι τῶν βουλευμάτων καὶ ὅ, τι πρακτέον εἴη συννοεῖν καὶ συνεξευρίσκειν. ἆρα τοῦτο ὑμῖν τῆς Πηνελόπης ὀλίγον ἐγκώμιον δοκεῖ, ἢ ἤδη τις ἄλλη τὴν ἐκείνης ἀρετὴν ὑπερβαλλομένη γαμετή τε οὖσα βασιλέως ἀνδρείου καὶ μεγαλοψύχου καὶ σώφρονος τοσαύτην εὔνοιαν ἐνεποίησεν αὑτῆς τῷ γήμαντι, συγκερασαμένη τῇ παρὰ τῶν ἐρώτων ἐπιπνεομένῃ φιλίᾳ τὴν ἐκ τῆς ἀρετῆς καθάπερ ῥεῦμα θεῖον ἐπιφερομένην ταῖς ἀγαθαῖς καὶ γενναίαις ψυχαῖς; δύο γὰρ δὴ τώδε τινὲ πίθω φιλίας ἔστον, ὧν ἥδε κατʼ ἴσον ἀρυσαμένη βουλευμάτων τε αὐτῷ γέγονε κοινωνὸς καὶ πρᾷον ὄντα φύσει τὸν βασιλέα καὶ χρηστὸν καὶ εὐγνώμονα πρὸς ἃ πέφυκε παρακαλεῖ μᾶλλον πρεπόντως καὶ πρὸς συγγνώμην τὴν δίκην τρέπει. ὥστε οὐκ ἄν τις εἰπεῖν ἔχοι, ὅτῳ γέγονεν ἡ βασιλὶς ἥδε ἐν δίκῃ τυχὸν ἢ καὶ παρὰ δίκην αἰτία τιμωρίας καὶ κολάσεως μικρᾶς ἢ μείζονος."],["9","Ἀθήνησι μὲν οὖν φασιν, ὅτε τοῖς πατρίοις ἔθεσιν ἐχρῶντο καὶ ἔζων τοῖς οἰκείοις πειθόμενοι νόμοις μεγάλην καὶ πολυάνθρωπον οἰκοῦντες πόλιν, εἴ ποτε τῶν δικαζόντων αἱ ψῆφοι κατʼ ἴσον γένοιντο τοῖς φεύγουσι πρὸς τοὺς διώκοντας, τὴν τῆς Ἀθηνᾶς ἐπιτιθεμένην τῷ τὴν δίκην ὀφλήσειν μέλλοντι ἀπολύειν ἄμφω τῆς αἰτίας, τὸν μὲν ἐπάγοντα τὴν κατηγορίαν τοῦ δοκεῖν εἶναι συκοφάντην, τὸν δέ, ὡς εἰκός, τοῦ δοκεῖν ἔνοχον εἶναι τῷ πονηρεύματι. τοῦτον δὴ φιλάνθρωπον ὄντα καὶ χαρίεντα τὸν νόμον ἐπὶ τῶν δικῶν, ἃς βασιλεὺς κρίνει, σωζόμενον πρᾳότερον αὕτη καθίστησιν. οὗ γὰρ ἂν ὁ φεύγων παρʼ ὀλίγον ἔλθῃ τὴν ἴσην ἐν ταῖς ψήφοις λαχεῖν, πείθει, τὴν ὑπὲρ αὐτοῦ δέησιν προσθεῖσα καὶ ἱκετηρίαν, ἀφεῖναι πάντως τῆς αἰτίας. ὁ δὲ ἑκὼν ἑκόντι τῷ θυμῷ χαρίζεται τὰ τοιαῦτα, καὶ οὐ, καθάπερ Ὅμηρός φησι τὸν Δία ἐκβιαζόμενον παρὰ τῆς γαμετῆς ὁμολογεῖν ὅ, τι ξυγχωροίη, δίδωσιν ἑκὼν ἀέκοντί γε θυμῷ. καὶ τυχὸν οὐκ ἄτοπον χαλεπῶς καὶ μόλις τὰ τοιαῦτα ξυγχωρεῖν κατὰ ἀνδρῶν ὑβριστῶν καὶ ἀλαζόνων. ἀλλʼ οὐδὲ γὰρ εἰ σφόδρα ἐπιτήδειοί τινές εἰσι πάσχειν κακῶς καὶ κολάζεσθαι, τούτους ἐκ παντὸς ἀπολέσθαι χρεών· ὃ δὴ καὶ ἡ βασιλὶς ἥδε ξυννοοῦσα κακὸν μὲν οὐδὲν ἐκέλευσεν οὔτε ἄλλο ποτε οὔτε κόλασιν οὔτε τιμωρίαν ἐπαγαγεῖν οὐχ ὅπως βασιλείᾳ τινὸς ἢ πόλει, ἀλλʼ οὐδὲ οἰκίᾳ μιᾷ τῶν πολιτῶν. προσθείην δʼ ἂν ἔγωγε θαρρῶν εὖ μάλα, ὅτι μηδὲν ψεῦδός φημι, ὡς οὐδὲ ἐφʼ ἑνὸς ἀνδρὸς ἢ γυναικὸς μιᾶς ἔστιν αὐτὴν αἰτιᾶσθαι ξυμφορᾶς τῳ τῆς τυχούσης, ἀγαθὰ δὲ ὅσα καὶ οὕστινας δρᾷ καὶ ἔδρασεν, ἡδέως ἂν ὑμῖν τὰ πλεῖστα ἐξαριθμησαίμην καθʼ ἕκαστα ἀπαγγέλλων, ὡς ὅδε μὲν τὸν πατρῷον διʼ ἐκείνην νέμεται κλῆρον, ἐκεῖνος δὲ ἀπηλλάγη τιμωρίας, ὀφλήσας τοῖς νόμοις, ἄλλος συκοφαντίαν διέφυγε, παρʼ ὀλίγον ἐλθὼν κινδύνου, τιμῆς δὲ ἔτυχον καὶ ἀρχῆς μυρίοι. καὶ ταῦτα οὐκ ἔστιν ὅστις ἐμὲ ψεύδεσθαι τῶν ἁπάντων φήσει, εἰ καὶ ὀνομαστὶ τοὺς ἄνδρας μὴ καταλέγοιμι. ἀλλ’ ὀκνῶ, μή τισιν ἐξονειδίζειν δόξω τὰς συμφορὰς καὶ οὐκ ἔπαινον τῶν ταύτης ἀγαθῶν, κατάλογον δὲ τῶν ἀλλοτρίων συγγράφειν ἀτυχημάτων. τοσούτων δὲ ἔργων μηδὲν παρασχέσθαι μηδὲ εἰς τὸ ἐμφανὲς ἄγειν τεκμήριον κενόν πως εἶναι δοκεῖ καὶ ἐς ἀπιστίαν ἄγει τὸν ἔπαινον. οὐκοῦν ἐκεῖνα παραιτησάμενος, ὁπόσα γʼ ἐμοί τε εἰπεῖν ἀνεπίφθονον ταύτῃ τε ἀκούειν καλὰ λέγοιμʼ ἂν ἤδη."],["10","Ἐπειδὴ γὰρ τὴν τοῦ γήμαντος εὔνοιαν τηλαυγέστατον πρόσωπον, κατὰ τὸν σοφὸν Πίνδαρον, ἀρχομένη τῶν ἔργων ἔθετο, γένος τε ἅπαν καὶ ξυγγενεῖς εὐθὺς ἐνέπλησε τιμῆς, τοὺς μὲν ἤδη γνωρίμους καὶ πρεσβυτέρους ἐπὶ μειζόνων τάττουσα πράξεων καὶ ἀποφήνασα μακαρίους καὶ ζηλωτοὺς βασιλεῖ τʼ ἐποίησε φίλους καὶ τῆς εὐτυχίας τῆς παρούσης ἔδωκε τὴν ἀρχήν. καὶ γὰρ εἴ τῳ δοκοῦσιν, ὥσπερ οὖν ἀληθές, διʼ αὑτοὺς τίμιοι, ταύτῃ γε οἶμαι προσθήσει τὸν ἔπαινον· δῆλον γὰρ ὅτι μὴ τῇ τοῦ γένους κοινωνίᾳ μόνον, πολὺ δὲ πλέον ἀρετῇ φαίνεται νέμουσα· οὗ μεῖζον οὐκ οἶδα ὅπως τις ἐγκώμιον ἐρεῖ. περὶ μὲν τούσδε γέγονε τοιάδε. ὅσοι δὲ ἀγνῶτες ἔτι διὰ νεότητα τοῦ γνωρισθῆναι καὶ ὁπωσοῦν ἐδέοντο, τούτοις ἐλάττονας διένειμε τιμάς. ἀπέλιπε δὲ οὐδὲν εὐεργετοῦσα ξύμπαντας. καὶ οὐ τοὺς ξυγγενεῖς μόνον τοσαῦτα ἔδρασεν ἀγαθά, ξενίαν δὲ ὅτῳ πρὸς τοὺς ἐκείνης πατέρας ὑπάρξασαν ἔγνω, οὐκ ἀνόνητον ἀφῆκε τοῖς κτησαμένοις, τιμᾷ δὲ οἶμαι καὶ τούτους καθάπερ ξυγγενεῖς, καὶ ὅσους τοῦ πατρὸς ἐνόμισε φίλους, ἅπασιν ἔνειμε τῆς φιλίας ἔπαθλα θαυμαστά."],["11","Ἐγὼ δέ, ἐπειδή μοι τεκμηρίων καθάπερ ἐν δικαστηρίῳ τὸν λόγον ὁρῶ δεόμενον, αὐτὸς ὑμῖν ἐμαυτὸν τούτων ἐκείνῳ μάρτυρα καὶ ἐπαινέτην παρέξομαι· ἀλλʼ ὅπως μου μή ποτε ὑπιδόμενοι τὴν μαρτυρίαν πρὶν ἐπακοῦσαι τῶν λόγων διαταράττησθε, ὄμνυμι ὑμῖν, ὡς οὐδὲν ψεῦδος οὐδὲ πλάσμα ἐρῶ· ὑμεῖς δὲ κἂν ἀνωμότῳ ἐπιστεύσατε πάντα οὐ κολακείας ἕνεκα λέγειν. ἔχω γὰρ ἤδη τοῦ θεοῦ διδόντος καὶ τοῦ βασιλέως ἅπαντα τὰ ἀγαθά, αὐτῆς γε οἶμαι καὶ ταύτης ξυμπροθυμουμένης, ὑπὲρ ὧν ἄν τις κολακεύων ἅπαντα ἀφείη ῥήματα, ὥστε, εἰ μὲν πρὸ τούτων ἔλεγον, ἴσως ἐχρῆν ὀρρωδεῖν τὴν ἄδικον ὑποψίαν· νῦν δὲ ἐν ταύτῃ γεγονὼς τῇ τύχῃ καὶ ἀπομνημονεύων τῶν ἐκείνης εἰς ἐμαυτὸν ἔργων παρέξομαι ὑμῖν εὐγνωμοσύνης· μὲν ἐμαυτοῦ σημεῖον, μαρτύριον δὲ ἀληθὲς τῶν ἐκείνης ἔργων. πυνθάνομαι γὰρ δὴ καὶ Δαρεῖον, ἕως ἔτι δορυφόρος ἦν τοῦ Περσῶν μονάρχου, τῷ Σαμίῳ ξένῳ περὶ τὴν Αἴγυπτ��ν συμβαλεῖν φεύγοντι τὴν αὑτοῦ, καὶ λαβόντα φοινικίδα τινὰ δῶρον, οὗ σφόδρα ἐπεθύμει, τὴν Σαμίων ὕστερον ἀντιδοῦναι τυραννίδα, ὁπηνίκα, οἶμαι, τῆς Ἀσίας ἁπάσης κύριος κατέστη. εἰ δὴ οὖν καὶ αὐτὸς πολλὰ μὲν παρʼ αὐτῆς, ὅτε ἔτι ζῆν ἐξῆν ἐν ἡσυχίᾳ, τὰ μέγιστα δὲ διʼ αὐτὴν παρὰ τοῦ γενναίου καὶ μεγαλόφρονος βασιλέως λαβὼν ὁμολογοίην τοῦ μὲν ἀντιδοῦναι τὴν ἴσην λείπεσθαι· ἔχει γάρ, οἶμαι, ξύμπαντα παρʼ αὐτοῦ τοῦ καὶ ἡμῖν χαρισαμένου λαβοῦσα· τῷ βούλεσθαι δὲ τὴν μνήμην ἀθάνατον αὐτῇ τῶν ἔργων γενέσθαι καὶ ἐς ὑμᾶς ταῦτα ἀπαγγέλλειν τυχὸν οὐκ ἀγνωμονέστερος φανοῦμαι τοῦ Πέρσου, εἴπερ εἰς τὴν γνώμην ὁρῶντα χρὴ κρίνειν, ἀλλʼ οὐχ ὅτῳ παρέσχεν ἡ τύχη πολλαπλάσιον ἀποτῖσαι τὸ εὐεργέτημα. Τί ποτε οὖν ἐγὼ τοσοῦτον εὖ παθεῖν φημι καὶ ἀνθʼ ὅτου τὸν ἅπαντα χρόνον ὑπόχρεων ἐμαυτὸν εἶναι χάριτος ὁμολογῶ τῇδε, σφόδρα ὥρμησθε ἀκούειν. ἐγὼ δὲ οὐκ ἀποκρύψομαι·"],["12","ἐμοὶ γὰρ βασιλεὺς οὑτοσὶ σχεδὸν ἐκ παιδὸς νηπίου γεγονὼς ἤπιος πᾶσαν ὑπερεβάλλετο φιλοτιμίαν, κινδύνων τε ἐξαρπάσας τηλικούτων, οὓς οὐδ̓ ἂν ἡβῶν ἀνὴρ εὖ μάλα διαφύγοι, μὴ θείας τινὸς καὶ ἀμηχάνου σωτηρίας τυχών, εἶτα τὴν οἰκίαν καταληφθεῖσαν καθάπερ ἐπʼ ἐρημίας παρά του τῶν δυναστῶν ἀφείλετο ξὺν δίκῃ καὶ ἀπέφηνεν αὖθις πλούσιον. καὶ ἄλλα ἂν ἔχοιμι περὶ αὐτοῦ πρὸς ὑμᾶς εἰπεῖν εἰς ἐμαυτὸν ἔργα πολλῆς ἄξια χάριτος, ὑπὲρ ὧν τὸν ἅπαντα χρόνον εὔνουν ἐμαυτὸν ἐκείνῳ καὶ πιστὸν παρέχων οὐκ οἶδα ἐκ τίνος αἰτίας τραχυτέρως ἔχοντος ᾐσθόμην ἔναγχος. ἡ δὲ ἐπειδὴ τὸ πρῶτον ἤκουσεν ἀδικήματος μὲν οὐδενὸς ὄνομα, ματαίας δὲ ἄλλως ὑποψίας, ἠξίου διελέγχειν καὶ μὴ πρότερον προσέσθαι μηδὲ ἐνδέξασθαι ψευδῆ καὶ ἄδικον διαβολήν, καὶ οὐκ ἀνῆκε ταῦτα δεομένη πρὶν ἐμὲ ἤγαγεν ἐς ὄψιν τὴν βασιλέως καὶ τυχεῖν ἐποίησε λόγου· καὶ ἀπολυομένῳ πᾶσαν αἰτίαν ἄδικον συνήσθη, καὶ οἴκαδε ἐπιθυμοῦντι πάλιν ἀπιέναι πομπὴν ἀσφαλῆ παρέσχεν, ἐπιτρέψαι πρῶτον τὸν βασιλέα ξυμπείσασα. δαίμονος δέ, ὅσπερ οὖν ἐῴκει μοι τὰ πρόσθεν μηχανήσασθαι, ἤ τινος ξυντυχίας ἀλλοκότου τὴν ὁδὸν ταύτην ὑποτεμομένης, ἐποψόμενον πέμπει τὴν Ἑλλάδα, ταύτην αἰτήσασα παρὰ βασιλέως ὑπὲρ ἐμοῦ καὶ ἀποδημοῦντος ἤδη τὴν χάριν, ἐπειδή με λόγοις ἐπέπυστο χαίρειν καὶ παιδείᾳ τὸ χωρίον ἐπιτήδειον εἶναι ξυννοοῦσα. ἐγὼ δὲ τότε μὲν αὐτῇ καὶ πρώτῳ γε, ὡς εἰκός, βασιλεῖ πολλὰ καὶ ἀγαθὰ διδόναι τὸν θεὸν ηὐχόμην, ὅτι μοι τὴν ἀληθινὴν ποθοῦντι καὶ ἀγαπῶντι πατρίδα παρέσχον ἰδεῖν· ἐσμὲν γὰρ τῆς Ἑλλάδος οἱ περὶ τὴν Θρᾴκην καὶ τὴν Ἰωνίαν οἰκοῦντες ἔγγονοι, καὶ ὅστις ἡμῶν μὴ λίαν ἀγνώμων, ποθεῖ προσειπεῖν τοὺς πατέρας καὶ τὴν χώραν αὐτὴν ἀσπάσασθαι. ὃ δὴ καὶ ἐμοὶ πάλαι μὲν ἦν, ὡς εἰκός, ποθεινόν, καὶ ὑπάρξαι μοι τοῦτο ἐβουλόμην μᾶλλον ἢ πολὺ χρυσίον καὶ ἀργύριον. ἀνδρῶν γὰρ ἀγαθῶν φημι ξυντυχίαν πρὸς χρυσίου πλ���θος ὁσονδηοῦν ἐξεταζομένην καθέλκειν τὸν ζυγὸν καὶ οὐκ ἐπιτρέπειν τῷ σώφρονι κριτῇ οὐδὲ ἐπ’ ὀλίγον ῥοπῆς ἐπιστῆσαι. Παιδείας δὲ ἕνεκα καὶ φιλοσοφίας πέπονθεν οἶμαι νῦν τὰ τῆς Ἑλλάδος παραπλήσιόν τι τοῖς Αἰγυπτίοις μυθολογήμασι καὶ λόγοις. λέγουσι γὰρ δὴ καὶ Αἰγύπτιοι τὸν Νεῖλον παρʼ αὐτοῖς εἶναι τά τʼ ἄλλα σωτῆρα καὶ εὐεργέτην τῆς χώρας καὶ ἀπείργειν αὐτοῖς τὴν ὑπὸ τοῦ πυρὸς φθοράν, ὁπόταν ἥλιος διὰ μακρῶν τινων περιόδων ἄστροις γενναίοις συνελθὼν ἢ συγγενόμενος ἐμπλήσῃ τὸν ἀέρα πυρὸς καὶ ἐπιφλέγῃ τὰ σύμπαντα. οὐ γὰρ ἰσχύει, φασίν, ἀφανίσαι οὐδὲ ἐξαναλῶσαι τοῦ Νείλου τὰς πηγάς. οὔκουν οὐδὲ ἐξ Ἑλλήνων παντελῶς οἴχεται φιλοσοφία, οὐδὲ ἐπέλιπε τὰς Ἀθήνας οὐδὲ τὴν Σπάρτην οὐδὲ τὴν Κόρινθον· ἥκιστα δέ ἐστι τούτων τῶν πηγῶν ἕκητι τὸ Ἄργος πολυδίψιον· πολλαὶ μὲν γὰρ ἐν αὐτῷ τῷ ἄστει, πολλαὶ δὲ καὶ πρὸ τοῦ ἄστεος περὶ τὸν παλαιὸν ἐκεῖνον Μάσητα· τὴν Πειρήνην δὲ αὐτὴν ὁ Σικυὼν ἔχει καὶ οὐχ ἡ Κόρινθος. τῶν Ἀθηνῶν δὲ πολλὰ μὲν καὶ καθαρὰ καὶ ἐπιχώρια τὰ νάματα, πολλὰ δὲ ἔξωθεν ἐπιρρεῖ καὶ ἐπιφέρεται τίμια τῶν ἔνδον οὐ μεῖον· οἱ δὲ ἀγαπῶσι καὶ στέργουσι, πλουτεῖν ἐθέλοντες οὗ μόνου σχεδὸν ὁ πλοῦτος ζηλωτόν."],["13","Ἡμεῖς δὲ τί ποτε ἄρα πεπόνθαμεν; καὶ τίνα νῦν περαίνειν διανοούμεθα λόγον, εἰ μὴ τῆς φίλης Ἑλλάδος ἔπαινον, ἧς οὐκ ἔστι μνησθέντα μὴ πάντα θαυμάζειν; ἀλλʼ οὐ φήσει τις τυχὸν ὑπομνησθεὶς τῶν ἔμπροσθεν ταῦτα ἐθέλειν ἡμᾶς ἐξ ἀρχῆς διελθεῖν, καθάπερ δὲ τοὺς Κορυβαντιῶντας ὑπὸ τῶν αὐλῶν ἐπεγειρομένους χορεύειν καὶ πηδᾶν οὐδενὶ ξὺν λόγῳ, καὶ ἡμᾶς ὑπὸ τῆς μνήμης τῶν παιδικῶν ἀνακινηθέντας ᾆσαι τῆς χώρας καὶ τῶν ἀνδρῶν ἐγκώμιον. πρὸς δὴ τοῦτον ἀπολογεῖσθαι χρεὼν ὧδέ πως λέγοντα· ὦ δαιμόνιε, καὶ τέχνης ἀληθῶς γενναίας ἡγεμών, σοφὸν μὲν χρῆμα ἐπινοεῖς, οὐκ ἐφιεὶς οὐδὲ ἐπιτρέπων τῶν ἐπαινουμένων οὐδὲ ἐπὶ σμικρὸν μεθίεσθαι, ἅτε αὐτὸς οἶμαι ξὺν τέχνῃ τοῦτο δρῶν. ἡμῖν δὲ τὸν ἔρωτα τοῦτον, ὃν σὺ φὴς αἴτιον εἶναι τῆς ἐν τοῖς λόγοις ἀταξίας, ἐπειδὴ προσγέγονεν, οἶμαι, παρακελεύεσθαι μὴ σφόδρα ὀκνεῖν μηδὲ εὐλαβεῖσθαι τὰς αἰτίας. οὐ γὰρ ἀλλοτρίων ἁπτόμεθα λόγων δεῖξαι ἐθέλοντες, ὅσων ἡμῖν ἀγαθῶν αἰτία γέγονε τιμῶσα τὸ φιλοσοφίας ὄνομα. τοῦτο δὲ οὐκ οἶδα ὅντινά μοι τρόπον ἐπικείμενον ἀγαπήσαντι μὲν εὖ μάλα τὸ ἔργον καὶ ἐρασθέντι δεινῶς τοῦ πράγματος, ἀπολειφθέντι δὲ οὐκ οἶδα ὅντινα τρόπον ὄνομα ἐτύγχανε μόνον καὶ λόγος ἔργου στερόμενος. ἡ δὲ ἐτίμα καὶ τοὔνομα· αἰτίαν γὰρ δὴ ἄλλην οὔτε αὐτὸς εὑρίσκω οὔτε ἄλλου του πυθέσθαι δύναμαι, διʼ ἣν οὕτω μοι πρόθυμος γέγονε βοηθὸς καὶ ἀλεξίκακος καὶ σώτειρα, τὴν τοῦ γενναίου βασιλέως εὔνοιαν ἀκέραιον ἡμῖν καὶ ἀσινῆ μένειν ξὺν πολλῷ πόνῳ πραγματευσαμένη, ἧς μεῖζον ἀγαθὸν οὔποτε ἐγώ τι τῶν ἀνθρωπίνων νομίσας ἑάλων, οὐ τὸν ἐπὶ γῆς καὶ ὑπὸ ��ῆς χρυσὸν ἀντάξιον οὐδʼ ἀργύρου πλῆθος, ὁπόσος νῦν ἐστιν ὑπʼ αὐγὰς ἡλίου, καὶ εἴ ποτε ἄλλος προσγένοιτο, τῶν μεγίστων ὀρῶν αὐταῖς, οἶμαι, πέτραις καὶ δένδρεσι μεταβαλλόντων εἰς τήνδε τὴν φύσιν, οὐδὲ ἀρχὴν τὴν μεγίστην οὐδὲ ἄλλο τῶν πάντων οὐδέν· ἐκ μὲν γὰρ δὴ ἐκείνης ταῦτά μοι γέγονε πολλὰ καὶ ὅσα οὐδεὶς ἂν ἤλπισεν, οὐ σφόδρα πολλῶν δεομένῳ γε οὐδὲ ἐμαυτὸν ἐλπίσι τοιαύταις τρέφοντι. Εὔνοιαν δὲ ἀληθινὴν οὐκ ἔστι πρὸς χρυσίον ἀμείψασθαι, οὐδὲ ἄν τις αὐτὴν ἐντεῦθεν πρίαιτο, θείᾳ δέ τινι καὶ κρείττονι μοίρᾳ ἀνθρώπων ἀγαθῶν συμπροθυμουμένων παραγίγνεται. ὃ δὴ καὶ ἐμοὶ παρὰ βασιλέως παιδὶ μὲν ὑπῆρχε κατὰ θεόν, ὀλίγου δὲ οἴχεσθαι δεῆσαν ἀπεσώθη πάλιν τῆς βασιλίδος ἀμυνούσης καὶ ἀπειργούσης τὰς ψευδεῖς καὶ ἀλλοκότους ὑποψίας. ἃς ἐπειδὴ παντελῶς ἐκείνη διέλυσεν, ἐναργεῖ τεκμηρίῳ τῷ βίῳ τὠμῷ χρωμένη, καλοῦντός τε αὖθις τοῦ βασιλέως ἀπὸ τῆς Ἑλλάδος ὑπήκουον, ἆρα ἐνταῦθα κατέλιπεν, ὡς οὐκέτι πολλῆς βοηθείας, ἅτε οὐδενὸς ὄντος ἐν μέσῳ δυσχεροῦς οὐδὲ ὑπόπτου, δεόμενον; καὶ πῶς ἂν ὅσια δρῴην οὕτως ἐναργῆ καὶ σεμνὰ σιωπῶν καὶ ἀποκρύπτων; κυρουμένης τε γὰρ ἐπʼ ἐμοὶ τοῦ Βασιλέως ταυτησὶ τῆς γνώμης διαφερόντως ηὐφραίνετο καὶ συνεπήχει μουσικόν, θαρρεῖν κελεύουσα καὶ μήτε τὸ μέγεθος δείσαντα τῶν διδομένων ἀρνεῖσθαι τὸ λαβεῖν, μήτε ἀγροίκῳ καὶ αὐθάδει χρησάμενον παρρησίᾳ φαύλως ἀτιμάσαι τοῦ τοσαῦτα ἐργασαμένου ἀγαθὰ τὴν ἀναγκαίαν αἴτησιν. ἐγὼ δὲ ὑπήκουον οὔτι τοῦτό γε ἡδέως σφόδρα ὑπομένων, ἄλλως δὲ ἀπειθεῖν χαλεπὸν ὂν σφόδρα ἠπιστάμην. οἷς γὰρ ἂν ἐξῇ πράττειν ὅ, τι ἂν ἐθέλωσι σὺν βίᾳ, ἦ που δεόμενοι δυσωπεῖν καὶ πείθειν ἀρκοῦσιν."],["14","οὐκοῦν ἐπειδή μοι πεισθέντι γέγονε καὶ μεταβαλόντι ἐσθῆτα καὶ θεραπείαν καὶ διατριβὰς τὰς συνήθεις καὶ τὴν οἴκησιν δὲ αὐτὴν καὶ δίαιταν πάντα ὄγκου πλέα καὶ σεμνότητος ἐκ μικρῶν, ὡς εἰκός, καὶ φαύλων τῶν πρόσθεν, ἐμοὶ μὲν ὑπὸ ἀηθείας ἡ ψυχὴ διεταράττετο, οὔτι τὸ μέγεθος ἐκπληττομένῳ τῶν παρόντων ἀγαθῶν· σχεδὸν γὰρ ὑπὸ ἀμαθίας οὐδὲ μεγάλα ταῦτα ἐνόμιζον, ἀλλὰ δυνάμεις τινὰς χρωμένοις μὲν ὀρθῶς σφόδρα ὠφελίμους, ἁμαρτάνουσι δὲ περὶ τὴν χρῆσιν βλαβερὰς καὶ οἴκοις καὶ πόλεσι πολλαῖς μυρίων αἰτίας ξυμφορῶν. παραπλήσια δὲ ἐπεπονθειν ἀνδρὶ σφόδρα ἀπείρως ἡνιοχικῆς ἔχοντι καὶ οὐδὲ ἐθελήσαντι ταύτης μεταλαβεῖν τῆς τέχνης, κᾆτα ἀναγκαζομένῳ καλοῦ καὶ γενναίου κομίζειν ἅρμα ἡνιόχου, πολλὰς μὲν ξυνωρίδας, πολλὰ δέ, οἶμαι, τέτρωρα τρέφοντος καὶ ἅπασι μὲν ἐπιβεβηκότος, διὰ δὲ γενναιότητα φύσεως καὶ ῥώμην ὑπερβάλλουσαν ἔχοντος οἶμαι τὰς ἡνίας πάντων ἐγκρατῶς, εἰ καὶ ἐπὶ τῆς μιᾶς ἄντυγος βαίνοι, οὐ μὴν ἀεί γε ἐπ’ αὐτῆς μένοντος, μεταφερομένου δὲ πολλάκις ἐνθένδε ἐκεῖσε καὶ ἀμείβοντος δίφρον ἐκ δίφρου, εἴ ποτε τοὺς ἵππους πονουμένους ἢ καὶ ὑβρίσαντας αἴσθοιτο, ἐν δὲ δὴ τοῖς ἅρμασι τοῖσδε κεκτημένου τέτρωρον ὑπὸ ἀμαθίας καὶ θράσους ὑβρίζον, πιεζόμενον τῇ συνεχεῖ ταλαιπωρίᾳ καὶ τοῦ θράσους οὐδέν τι μᾶλλον ἐπιλαθόμενον, ἀγριαῖνον· δὲ ἀεὶ καὶ παροξυνόμενον ὑπὸ τῶν συμφορῶν ἐπὶ τὸ μᾶλλον ὑβρίζειν καὶ ἀπειθεῖν καὶ ἀντιτείνειν, οὐ δεχόμενον ἀμῶς γέ πη πορεύεσθαι, ἀλλʼ εἰ μὴ καὶ αὐτὸν ὁρῴη τὸν ἡνίοχον διὰ τέλους χαλεπαῖνον ἤ, τό γε ἔλαττον, στολὴν γοῦν ἡνιοχικὴν ἄνθρωπον φοροῦντα· οὕτως ἐστὶν ἀλόγιστον φύσει. ὁ δέ, οἶμαι, παραμυθούμενος αὐτοῦ τὴν ἄνοιαν ἄνδρα ἐπέσησε, δοὺς φορεῖν τοιαύτην ἐσθῆτα καὶ σχῆμα περιβαλὼν ἡνιόχου σεμνοῦ καὶ ἐπιστήμονος, ὃς εἰ μὲν ἄφρων εἴη παντελῶς καὶ ἀνόητος, χαίρει καὶ γέγηθε καὶ μετέωρος ὑπὸ τῶν ἱματίων καθάπερ πτερῶν ἐπαίρεται, συνέσεως δὲ εἰ καὶ ἐπὶ σμικρὸν μετέχοι καὶ σώφρονος νοῦ, σφόδρα εὐλαβεῖται, μήπως αὑτόν τε τρώσῃ σύν θʼ ἅρματα ἄξῃ, καὶ τῷ μὲν ἡνιόχῳ ζημίας, αὑτῷ δὲ αἰσχρᾶς καὶ ἀδόξου συμφορᾶς αἴτιος γένηται. ταῦτα ἐγὼ ἐλογιζόμην ἐν νυκτὶ βουλεύων καὶ διʼ ἡμέρας κατ’ ἐμαυτὸν ἐπισκοπούμενος, σύννους ὢν ἀεὶ καὶ σκυθρωπός. ὁ γενναῖος δὲ καὶ θεῖος ἀληθῶς αὐτοκράτωρ ἀφῄρει τι πάντως τῶν ἀλγεινῶν, ἔργοις καὶ λόγοις τιμῶν καὶ χαριζόμενος. τέλος δὲ τὴν βασιλίδα προσειπεῖν κελεύει, θάρσος τε ἡμῖν ἐνδιδοὺς καὶ τοῦ σφόδρα πιστεύειν γενναῖον εὖ μάλα παρέχων γνώρισμα. ἐγὼ δὲ ἐπειδὴ πρῶτον ἐς ὄψιν ἐκείνης ἦλθον, ἐδόκουν μὲν ὥσπερ ἐν ἱερῷ καθιδρυμένον ἄγαλμα σωφροσύνης ὁρᾶν· αἰδὼς δὲ ἐπεῖχε τὴν ψυχήν, καὶ ἐπέπηκτό μοι κατὰ γῆς τὰ ὄμματα συχνὸν ἐπιεικῶς χρόνον, ἕως ἐκείνη θαρρεῖν ἐκέλευε. καὶ Τὰ μέν, ἔφη, ἤδη παρʼ ἡμῶν ἔχεις, τὰ δὲ καὶ ἕξεις σὺν θεῷ, μόνον εἰ πιστὸς καὶ δίκαιος εἰς ἡμᾶς γένοιο. τοσαῦτα ἤκουσα σχεδόν· οὐδὲ γὰρ αὐτὴ πλεῖονα ἐφθέγξατο, καὶ ταῦτα ἐπισταμένη τῶν γενναίων ῥητόρων οὐδὲ ἓν φαυλοτέρους ἀπαγγέλλειν λόγους. ταύτης ἐγὼ τῆς ἐντεύξεως ἀπαλλαγεὶς σφόδρα ἐθαύμασα καὶ ἐξεπεπλήγμην, ἐναργῶς δοκῶν ἀκηκοέναι σωφροσύνης αὐτῆς φθεγγομένης· οὕτω πρᾷον ἦν αὐτῇ φθέγμα καὶ μείλιχον, ταῖς ἐμαῖς ἀκοαῖς ἐγκαθιδρυμένον."],["15","Βούλεσθε οὖν τὰ μετὰ ταῦτα πάλιν ἔργα καὶ ὅσα ἔδρασεν ἡμᾶς ἀγαθὰ καθʼ ἕκαστον λεπτουργοῦντες ἀπαγγέλλωμεν; ἢ τά γε ἐντεῦθεν ἀθρόως ἑλόντες, καθάπερ ἔδρασεν αὐτὴ, πάντα ὁμοῦ διηγησώμεθα; ὁπόσους μὲν εὖ ἐποίησε τῶν ἐμοὶ γνωρίμων, ὅπως δὲ ἐμοὶ μετὰ τοῦ βασιλέως τὸν γάμον ἥρμοσεν. ὑμεῖς δὲ ἴσως ποθεῖτε καὶ τὸν κατάλογον ἀκούειν τῶν δώρων, ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα καὶ λέβητας ἐείκοσιν. ἀλλʼ οὔ μοι σχολὴ περὶ τῶν τοιούτων ἀδολεσχεῖν· ἑνὸς δὲ ἴσως τῶν ἐκείνης δώρων τυχὸν οὐκ ἄχαρι καὶ εἰς ὑμᾶς ἀπομνημονεῦσαι, ᾧ μοι δοκῶ καὶ αὐτὸς ἡσθῆναι διαφερόντως· βίβλους γὰρ φιλοσόφων καὶ ξυγγραφέων ἀγαθῶν καὶ ῥητόρων πολλῶν καὶ ποιητῶν, ἐπειδὴ παντελῶς ὀλίγας οἴκοθεν ἔφερο��, ἐλπίδι καὶ πόθῳ τοῦ πάλιν οἴκαδε ἐπανελθεῖν τὴν ταχίστην ψυχαγωγούμενος, ἔδωκεν ἀθρόως τοσαύτας, ὥστε ἐμοῦ μὲν ἀποπλῆσαι τὴν ἐπιθυμίαν σφόδρα ἀκορέστως ἔχοντος τῆς πρὸς ἐκείνας συνουσίας, μουσεῖον δὲ Ἑλληνικὸν ἀποφῆναι βιβλίων ἕκητι τὴν Γαλατίαν καὶ τὴν Κελτίδα. τούτοις ἐγὼ προσκαθήμενος συνεχῶς τοῖς δώροις, εἴ ποτε σχολὴν ἄγοιμι, οὐκ ἔστιν ὅπως ἐπιλανθάνωμαι τῆς χαρισαμένης· ἀλλὰ καὶ στρατευομένῳ μοι ἕν γέ τι πάντως ἕπεται οἷον ἐφόδιον τῆς στρατείας πρὸς αὐτόπτου πάλαι ξυγκείμενον. πολλὰ γὰρ δὴ τῆς τῶν παλαιῶν ἐμπειρίας ὑπομνήματα ξὺν τέχνῃ γραφέντα τοῖς ἁμαρτοῦσι διὰ τὴν ἡλικίαν τῆς θέας ἐναργῆ καὶ λαμπρὰν εἰκόνα φέρει τῶν πάλαι πραχθέντων, ὑφʼ ἧς ἤδη καὶ νέοι πολλοὶ γερόντων μυρίων πολιὸν μᾶλλον ἐκτήσαντο τὸν νοῦν καὶ τὰς φρένας, καὶ τὸ δοκοῦν ἀγαθὸν ἐκ τοῦ γήρως ὑπάρχειν τοῖς ἀνθρώποις μόνον, τὴν ἐμπειρίαν, διʼ ἣν ὁ πρεσβύτης ἔχει τι λέξαι τῶν νέων σοφώτερον, τοῖς οὐ ῥᾳθύμοις τῶν νέων ἔδωκεν. ἔστι δὲ οἶμαί τις ἐν αὐτοῖς καὶ παιδαγωγία πρὸς ἦθος γενναῖον, εἴ τις ἐπίσταιτο τοὺς ἀρίστους ἄνδρας καὶ λόγους καὶ πράξεις, οἷον ἀρχέτυπα προτιθέμενος δημιουργός, πλάττειν ἤδη πρὸς ταῦτα τὴν αὑτοῦ διάνοιαν καὶ ἀφομοιοῦν τοὺς λόγους. ὧν εἰ μὴ παμπληθὲς ἀπολειφθείη, τυγχάνοι δὲ καὶ ἐπʼ ὀλίγον τῆς ὁμοιότητος, οὐ σμικρὰ ἂν ὄναιτο, εὖ ἴστε. ὃ δὴ καὶ αὐτὸς πολλάκις ξυννοῶν παιδιάν τε οὐκ ἄμουσον ἐν αὐτοῖς ποιοῦμαι καὶ στρατευόμενος καθάπερ σιτία φέρειν ἀναγκαῖα καὶ ταῦτα ἐθέλω· μέτρον δέ ἐστι τοῦ πλήθους τῶν φερομένων ὁ καιρός."],["16","Ἀλλὰ μή ποτε οὐκ ἐκείνων χρὴ νῦν τὸν ἔπαινον γράφειν οὐδὲ ὅσα ἡμῖν ἀγαθὰ γένοιτʼ ἂν ἐνθένδε, ὁπόσου δὲ τὸ δῶρον ἄξιον καταμαθόντας χάριν ἀποτίνειν τυχὸν οὐκ ἀλλοτρίαν τοῦ δοθέν τος τῇ χαρισαμένῃ. λόγων γὰρ ἀστείων καὶ παντοδαπῶν θησαυροὺς τὸν ἐν ταῖς βίβλοις δεξάμενον οὐκ ἄδικον διὰ σμικρῶν καὶ φαύλων ῥημάτων ἰδιωτικῶς καὶ ἀγροίκως ἄγαν ξυγκειμένων ᾄδειν εὐφημίαν. οὐδὲ γὰρ γεωργὸν φήσεις εὐγνώμονα, ὃς καταφυτεύειν μὲν τὴν φυταλιὰν ἀρχόμενος κλήματα ᾔτει παρὰ τῶν γειτόνων, εἶτα ἐκτρέφων τὰς ἀμπέλους δίκελλαν καὶ αὖθις σμινύην, καὶ τέλος ἤδη κάλαμον, ᾧ χρὴ προσδεδέσθαι καὶ ἐπικεῖσθαι τὴν ἄμπελον, ἵνα αὐτή τε ἀνέχηται καὶ οἱ βότρυες ἐξηρτημένοι μηδαμοῦ ψαύωσι τῆς βώλου, τυχόντα δὲ ὧν ἐδεῖτο μόνον ἐμπίπλασθαι τοῦ Διονύσου τῆς χάριτος οὔτε τῶν βοτρύων οὔτε τοῦ γλεύκους μεταδιδόντα τοῖς, ὧν πρὸς τὴν γεωργίαν ἔτυχε προθύμων. οὔκουν οὐδὲ νομέα ποιμνίων οὐδὲ βουκολίων οὐδὲ μὴν αἰπολίων ἐπιεικῆ καὶ ἀγαθὸν καὶ ἐυγνώμονα φήσει τις, ὃς τοῦ μὲν χειμῶνος, ὅτε αὐτῷ στέγης καὶ πόας ἐδεῖτο τὰ βοσκήματα, σφόδρα ἐτύγχανε προθύμων τῶν φίλων, πολλὰ μὲν αὐτῷ ξυμποριζόντων καὶ μεταδιδόντων τροφῆς ἀφθόνου καὶ καταγωγίων, ἦρος δὲ οἶμαι καὶ θέρους φανέντος μάλα γενναίως ἐπιλαθόμενον ὧν εὖ πάθοι, οὔτε τοῦ γάλακτος οὔτε τῶν τυρῶν οὔτε ἄλλου του μεταδιδόντα τοῖς ὑφʼ ὧν αὐτῷ διεσώθη ἀπολόμενα ἂν ἄλλως τὰ θρέμματα. Ὅστις οὖν λόγους ὁποιουσοῦν τρέφων νέος μὲν αὐτὸς καὶ ἡγεμόνων πολλῶν δεόμενος, τροφῆς δὲ πολλῆς καὶ καθαρᾶς τῆς ἐκ τῶν παλαιῶν γραμμάτων, εἶτα ἀθρόως πάντων στερηθείη ἆρα ὑμῖν μικρᾶς δεῖσθαι βοηθείας δοκεῖ ἢ μικρῶν αὐτῷ γεγονέναι ἄξιος ὁ πρὸς ταῦτα συλλαμβανόμενος; καὶ τυχὸν οὐ χρὴ πειρᾶσθαι χάριν ἀποτίνειν αὐτῷ τῆς προθυμίας καὶ τῶν ἔργων; ἀλλὰ μή ποτε τὸν Θαλῆν ἐκεῖνον, τῶν σοφῶν τὸ κεφάλαιον μιμητέον, οὗ τὰ ἐπαινούμενα ἀκηκόαμεν; ἐρομένου γάρ τινος ὑπὲρ ὧν ἔμαθεν ὁπόσον τινὰ χρὴ καταβαλεῖν μισθόν· ὁμολογῶν, ἔφη, τι παρʼ ἡμῶν μαθεῖν τὴν ἀξίαν ἡμῖν ἐκτίσεις. οὐκοῦν καὶ ὅστις διδάσκαλος μὲν αὐτὸς οὐ γέγονε, πρὸς τὸ μαθεῖν δὲ καὶ ὁτιοῦν συνηνέγκατο, ἀδικοῖτʼ ἄν, εἰ μὴ τυγχάνοι τῆς χάριτος καὶ τῆς ἐπὶ τοῖς δοθεῖσιν ὁμολογίας, ἣν δὴ καὶ ὁ σοφὸς ἀπαιτῶν φαίνεται. εἶεν. ἀλλὰ τοῦτο μὲν χαρίεν καὶ σεμνὸν τὸ δῶρον· χρυσίον δὲ καὶ ἀργύριον οὔτε ἐδεόμην ἐγὼ λαβεῖν οὔτε ὑμᾶς δὴ ὑπὲρ τούτων ἡδέως ἂν ἐνοχλήσαιμι."],["17","Λόγον δὲ ὑμῖν εἰπεῖν ἐθέλω μάλα δή τι ὑμῖν ἀκοῆς ἄξιον, εἰ μὴ τυγχάνομεν ἀπειρηκότες πρὸς τὸ μῆκος τῆς ἀδολεσχίας· τυχὸν δὲ οὐδὲ τῶν ῥηθέντων ἠκρόασθε ξὺν ἡδονῇ ἅτε ἀνδρὸς ἰδιώτου καὶ σφόδρα ἀμαθοῦς λόγων, πλάττειν μὲν οὐδὲν οὐδὲ τεχνάζειν εἰδότος, φράζοντος δὲ ὅπως ἂν ἐπίῃ τἀληθές· ὁ δὲ δὴ λόγος σχεδόν τι περὶ τῶν παρόντων ἐστί. φήσουσι γάρ, οἶμαι, πολλοὶ παρὰ τῶν μακαρίων σοφιστῶν ἀναπειθόμενοι, ὅτι ἄρα μικρὰ καὶ φαῦλα πράγματα ἀναλεξάμενος ὡς δή τι σεμνὸν ὑμῖν ἀπαγγέλλω. τοῦτο δὲ οὐ φιλονεικοῦντες πρὸς τοὺς ἐμοὺς λόγους οὐδὲ ἐμὲ τῆς ἐπʼ αὐτοῖς ἀφαιρεῖσθαι δόξης ἐθέλοντες ἴσως ἂν εἴποιεν· ἴσασι γὰρ σαφῶς, ὅτι μήτε ἀντίτεχνος εἶναι βούλομαι τοῖς ἐκείνων λόγοις τοὺς ἐμαυτοῦ παρατιθείς, μήτε ἄλλως ἀπεχθάνεσθαι ἐκείνοις ἐθέλω· ἀλλʼ οὐκ οἶδα ὅντινα τρόπον τοῦ μεγάλα λέγειν ἐκ παντὸς ὀρεγόμενοι χαλεπῶς ἔχουσι πρὸς τοὺς μὴ τἀκείνων ζηλοῦντας καὶ διʼ αἰτίας ἄγουσιν ὡς καθαιροῦντας τὴν τῶν λόγων ἰσχύν. μόνα γὰρ εἶναι τῶν ἔργων ζηλωτά φασι καὶ σπουδῆς ἄξια καὶ πολλῶν ἐπαίνων ὁπόσα διὰ μέγεθος ἤδη τισὶν ἄπιστα ἐφάνη, ὁποῖα δή τινα τὰ περὶ τῆς Ἀσσυρίας ἐκείνης γυναικός, ἣ μεταβαλοῦσα καθάπερ ῥεῖθρον εὐτελὲς τὸν διὰ τῆς Βαβυλῶνος ποταμὸν ῥέοντα βασίλειά τε ᾠκοδόμησεν ὑπὸ γῆς πάγκαλα καὶ μεθῆκεν ὑπὲρ τῶν χωμάτων αὖθις. ὑπὲρ γὰρ δὴ ταύτης πολὺς μὲν λόγος, ὡς ἐναυμάχει ναυσὶ τρισχιλίαις, καὶ πεζῇ παρετάττετο μυριάδας ὁπλιτῶν τριακοσίας ἄγουσα, τό τε ἐν Βαβυλῶνι τεῖχος ᾠκοδόμει πεντακοσίων σταδίων μικρὸν ἀποδέον, καὶ τὰ περὶ τὴν πόλιν ὀρύγματα καὶ ἄλλα πολυτελῆ καὶ δαπανηρὰ κατασκευάσματα ἐκείνης ἔργα γενέσθαι λέγουσι. Νίτωκρις δὲ ταύτης νεωτέρα καὶ Ῥοδογούνη καὶ Τώμυρις καὶ μυρίος δή τις ἐπιρρεῖ γυναικῶν ὄχλος ἀνδριζομένων οὐ λίαν εὐπρεπῶς. τινὰς δὲ ἤδη διὰ τὸ κάλλος περιβλέπτους καὶ ὀνομαστὰς γενομένας οὐ σφόδρα εὐτυχῶς, ἐπειδὴ ταραχῆς αἴτιαι καὶ πολέμων μακρῶν ἔθνεσι μυρίοις καὶ ἀνδράσιν, ὅσους ἦν εἰκὸς ἐκ τοσαύτης χώρας ἀθροίζεσθαι, γενέσθαι δοκοῦσιν, ὡς μεγάλων αἰτίας ὑμνοῦσι πράξεων. ὅστις δὲ τοιοῦτον οὐδὲν εἰπεῖν ἔχει, καταγέλαστος εἶναι δοκεῖ ἅτε οὐκ ἐκπλήττειν οὐδὲ θαυματοποιεῖν ἐν τοῖς λόγοις σφόδρα ἐπιχειρῶν. βούλεσθε οὖν ἐπανερωτῶμεν αὐτούς, εἴ τις αὐτῶν γαμετὴν ἢ θυγατέρα οἱ τοιαύτην εὔχεται γενέσθαι μᾶλλον ἢ τὴν Πηνελόπην; καίτοι ἐπὶ ταύτης οὐδὲν Ὅμηρος εἰπεῖν ἔσχε πλέον τῆς σωφροσύνης καὶ τῆς φιλανδρίας καὶ τῆς ἐς τὸν ἑκυρὸν ἐπιμελείας καὶ τὸν παῖδα· ἔμελε δὲ ἄρα οὔτε τῶν ἀγρῶν ἐκείνῃ οὔτε τῶν ποιμνίων· στρατηγίαν δὲ ἢ δημηγορίαν οὐδὲ ὄναρ εἰκὸς ἐκείνῃ παραστῆναί ποτε· ἀλλὰ καὶ ὁπότε λέγειν ἐχρῆν εἰς τὰ μειράκια, ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα πρᾴως ἐφθέγγετο. καὶ οὐκ ἀπορῶν Ὅμηρος οἶμαι τηλικούτων ἔργων οὐδὲ ὀνομαστῶν ἐπʼ αὐτοῖς γυναικῶν ταύτην ὕμνησε διαφερόντως· ἐξῆν γοῦν αὐτῷ τὴν τῆς Ἀμαζόνος φιλοτίμως πάνυ στρατείαν διηγησαμένῳ τὴν ποίησιν ἅπασαν ἐμπλῆσαι τοιούτων διηγημάτων τέρπειν εὖ μάλα καὶ ψυχαγωγεῖν δυναμένων. οὐ γὰρ δὴ τείχους μὲν αἵρεσιν, καὶ πολιορκίαν καὶ τρόπον τινὰ ναυμαχίαν εἶναι δοκοῦσαν, τὸν πρὸς τοῖς νεωρίοις πόλεμον, ἀνδρός τε ἐπʼ αὐτῇ καὶ ποταμοῦ μάχην ἐπεισάγειν οἴκοθεν διενοεῖτο τῇ ποιήσει καινόν τι λέγειν ἐπιθυμῶν· τοῦτο δὲ εἴπερ ἦν, ὥσπερ οὖν φασι, σεμνότατον, ὀλιγώρως οὕτω παρέλιπε. τί ποτε οὖν ἄν τις αἴτιον λέγοι τοῦ ’κείνην μὲν ἐπαινεῖν προθύμως, τούτων δʼ οὐδʼ ἐπὶ σμικρὸν μνημονεύειν; ὅτι διὰ μὲν τὴν ἐκείνης ἀρετὴν καὶ σωφροσύνην πολλὰ ἰδίᾳ τε τοῖς ἀνθρώποις καὶ εἰς τὸ κοινὸν ἀγαθὰ συμβαίνει, ἐκ δὲ δὴ τῆς τούτων φιλοτιμίας ὄφελος μὲν οὐδὲ ἕν, συμφοραὶ δὲ ἀνήκεστοι. ἅτε δὴ ὢν οἶμαι σοφὸς καὶ θεῖος ποιητὴς ταύτην ἔκρινεν ἀμείνω καὶ δικαιοτέραν τὴν εὐφημίαν. ἆρʼ οὖν ἔτι προσῆκον εὐλαβηθῆναι τοσοῦτον ἡγεμόνα ποιουμένοις, μή τις ἄρα μικροὺς ὑπολάβῃ καὶ φαύλους;"],["18","Ἐγὼ δὲ ὑμῖν καὶ τὸν γενναῖον ἐκεῖνον ῥήτορα Περικλέα τὸν πάνυ, τὸν Ὀλύμπιον, μάρτυρα ἀγαθὸν ἤδη παρέξομαι. κολάκων γὰρ δή, φασί, ποτὲ τὸν ἄνδρα περιεστὼς δῆμος διελάγχανον τοὺς ἐπαίνους, ὁ μὲν ὅτι τὴν Σάμον ἐξεῖλεν, ἄλλος δὲ ὅτι τὴν Εὔβοιαν, τινὲς δὲ ἤδη τὸ περιπλεῦσαι τὴν Πελοπόννησον, ἦσαν δὲ οἱ τῶν ψηφισμάτων μεμνημένοι, τινὲς δὲ τῆς πρὸς τὸν Κίμωνα φιλοτιμίας, σφόδρα ἀγαθὸν πολίτην καὶ στρατηγὸν εἶναι δόξαντα γενναῖον. ὁ δὲ τούτοις μὲν οὔτε ἀχθόμενος οὔτε γανύμενος δῆλος ἦν, ἐκεῖνο δὲ ἠξίου τῶν αὑτῷ πεπολιτευμένων ἐπαινεῖν, ὅτι τοσοῦτον χρόνον ἐπιτροπεύσας τὸν Ἀθηναίων δῆμον οὐδενὶ θανάτο�� γέγονεν αἴτιος, οὐδὲ ἱμάτιον μέλαν τῶν πολιτῶν τις περιβαλόμενος Περικλέα γενέσθαι ταύτης αἴτιον αὐτῷ τῆς συμφορᾶς ἔφη. ἄλλου του, πρὸς φιλίου Διός, δοκοῦμεν ὑμῖν μάρτυρος δεῖσθαι, ὅτι μέγιστον ἀρετῆς σημεῖον καὶ πάντων μάλιστα ἐπαίνων ἄξιον τὸ μηδένα κτεῖναι τῶν πολιτῶν μηδὲ ἀφελέσθαι τὰ χρήματα μηδὲ ἀδίκῳ φυγῇ περιβαλεῖν; ὅστις δὲ πρὸς τὰς τοιαύτας συμφορὰς αὑτὸν ἀντιτάξας καθάπερ ἰατρὸς γενναῖος οὐδαμῶς ἀποχρῆν ὑπέλαβεν αὑτῷ τὸ μηδενὶ νοσήματος αἰτίῳ γενέσθαι, ἀλλʼ εἰ μὴ πάντα εἰς δύναμιν ἰῷτο καὶ θεραπεύοι, οὐδὲν ἄξιον τῆς αὐτοῦ τέχνης ἔργον ὑπέλαβεν, ἆρα ὑμῖν δοκεῖ τῶν ἴσων ἐπαίνων ἐν δίκῃ τυγχάνειν; καὶ οὐδὲν προτιμήσομεν οὔτε τὸν τρόπον οὔτε τὴν δύναμιν, ὑφʼ ἧς ἔξεστι μὲν αὐτῇ δρᾶν ὅ, τι ἂν ἐθέλῃ, θέλει δὲ ἅπασι τἀγαθά; τοῦτο ἐγὼ κεφάλαιον τοῦ παντὸς ἐπαίνου ποιοῦμαι, οὐκ ἀπορῶν ἄλλων θαυμασίων εἶναι δοκούντων καὶ λαμπρῶν διηγημάτων."],["19","Εἰ γὰρ δή τις τὴν περὶ τῶν ἄλλων σιωπὴν ὑποπτεύσειεν ὡς ματαίαν οὖσαν προσποίησιν καὶ ἀλαζονείαν κενὴν καὶ αὐθάδη, οὔτι που καὶ τὴν ἔναγχος ἐπιδημίαν γενομένην αὐτῇ τὴν εἰς τὴν Ῥώμην, ὁπότε ἐστρατεύετο βασιλεὺς ζεύγμασι καὶ ναυσὶ τὸν Ῥῆνον διαβὰς ἄγχου τῶν Γαλατίας ὁρίων, ψευδῆ καὶ πεπλασμένην ἄλλως ὑποπτεύσει. ἐξῆν δὴ οὖν, ὡς εἰκός, διηγουμένῳ ταῦτα τοῦ δήμου μεμνῆσθαι καὶ τῆς γερουσίας, ὅπως αὐτὴν ὑπεδέχετο σὺν χαρμονῇ, προθύμως ὑπαντῶντες καὶ δεξιούμενοι καθάπερ νόμος βασιλίδα, καὶ τῶν ἀναλωμάτων τὸ μέγεθος, ὡς ἐλευθέριον καὶ μεγαλοπρεπές, καὶ τῆς παρασκευῆς τὴν πολυτέλειαν, ὁπόσα τε ἔνειμε τῶν φυλῶν τοῖς ἐπιστάταις καὶ ἑκατοντάρχαις τοῦ πλήθους ἀπαριθμήσασθαι. ἀλλʼ ἔμοιγε τῶν τοιούτων οὔτε ἔδοξέ ποτε ζηλωτὸν οὐδέν, οὔτε ἐπαινεῖν ἐθέλω πρὸ τῆς ἀρετῆς τὸν πλοῦτον. καίτοι με οὐ λέληθεν ἡ τῶν χρημάτων ἐλευθέριος δαπάνη μετέχουσά τινος ἀρετῆς· ἀλλʼ οἶμαι κρεῖττον ἐπιείκειαν καὶ σωφροσύνην καὶ φρόνησιν καὶ ὅσα δὴ ἄλλα περὶ αὐτῆς λέγων πολλοὺς μὲν καὶ ἄλλους, ἀτὰρ δὴ καὶ ἐμαυτὸν ὑμῖν καὶ τὰ ἐπʼ ἐμοὶ πραχθέντα παρεῖχον μάρτυρα. εἰ δὴ οὖν καὶ ἄλλοι τὴν ἐμὴν εὐγνωμοσύνην ζηλοῦν ἐπιχειρήσειαν, πολλοὺς ἔχει τε ἤδη καὶ ἕξει τοὺς ἐπαινέτας."]]]
lines/julian-oration-4-hymn-to-king-helios.json ADDED
@@ -0,0 +1 @@
 
 
1
+ [[["1","Προσήκειν ὑπολαμβάνω τοῦ λόγου τοῦδε μάλιστα μὲν ἅπασιν, ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει, καὶ τοῦ εἶναι καὶ λογικῆς ψυχῆς καὶ νοῦ μετείληφεν, οὐχ ἥκιστα δὲ τῶν ἄλλων ἁπάντων ἐμαυτῷ· καὶ γάρ εἰμι τοῦ βασιλέως ὀπαδὸς Ἡλίου. τούτου δὲ ἔχω μὲν οἴκοι παρ’ ἐμαυτῷ τὰς πίστεις ἀκριβεστέρας· ὃ δέ μοι θέμις εἰπεῖν καὶ ἀνεμέσητον, ἐντέτηκέ μοι δεινὸς ἐκ παίδων τῶν αὐγῶν τοῦ θεοῦ πόθος, καὶ πρὸς τὸ φῶς οὕτω δὴ τὸ αἰθέριον ἐκ παιδαρίου κομιδῇ τὴν διάνοιαν ἐξιστάμην, ὥστε οὐκ εἰς αὐτὸν μόνον ἀτενὲς ὁρᾶν ἐπεθύμουν, ἀλλὰ καί, εἴ ποτε νύκτωρ ἀνεφέλου καὶ καθαρᾶς αἰθρίας οὔσης προέλθοιμι, πάντα ἀθρόως ἀφεὶς τοῖς οὐρανίοις προσεῖχον κάλλεσιν, οὐκέτι ξυνιεὶς οὐδὲν εἴ τις λέγοι τι πρός με οὐδὲ αὐτὸς ὅ τι πράττοιμι προσέχων. ἐδόκουν τε περιεργότερον ἔχειν πρὸς αὐτὰ καὶ πολυπράγμων τις εἶναι, καί μέ τις ἤδη ἀστρόμαντιν ὑπέλαβεν ἄρτι γενειήτην. καίτοι μὰ τοὺς θεοὺς οὔποτε τοιαύτη βίβλος εἰς ἐμὰς ἀφῖκτο χεῖρας, οὐδὲ ἠπιστάμην ὅ τί ποτέ ἐστι τὸ χρῆμά πω τότε. ἀλλὰ τί ταῦτα ἐγώ φημι, μείζω ἔχων εἰπεῖν, εἰ φράσαιμι ὅπως ἐφρόνουν τὸ τηνικαῦτα περὶ θεῶν; λήθη δὲ ἔστω τοῦ σκότους ἐκείνου. τοῦ δὲ ὅτι με τὸ οὐράνιον πάντη περιήστραπτε φῶς ἤγειρέ τε καὶ παρώξυνεν ἐπὶ τὴν θέαν, ὥστε ἤδη καὶ τῆς σελήνης τὴν ἐναντίαν πρὸς τὸ πᾶν αὐτὸς ἀπ’ ἐμαυτοῦ κίνησιν ξυνεῖδον, οὐδενί πω ξυντυχὼν τῶν τὰ τοιαῦτα φιλοσοφούντων, ἔστω μοι τὰ ῥηθέντα σημεῖα."],["2","ζηλῶ μὲν οὖν ἔγωγε τῆς εὐποτμίας καὶ εἴ τῳ τὸ σῶμα παρέσχε θεὸς ἐξ ἱεροῦ καὶ προφητικοῦ συμπαγὲν σπέρματος ἀναλαβόντι σοφίας ἀνοῖξαι θησαυρούς· οὐκ ἀτιμάζω δὲ ταύτην, ἧς ἠξιώθην αὐτὸς παρὰ τοῦ θεοῦ τοῦδε μερίδος, ἐν τῷ κρατοῦντι καὶ βασιλεύοντι τῆς γῆς γένει τοῖς κατ’ ἐμαυτὸν χρόνοις γενόμενος, ἀλλ’ ἡγοῦμαι, εἴπερ χρὴ πείθεσθαι τοῖς σοφοῖς, ἁπάντων ἀνθρώπων εἶναι τοῦτον κοινὸν πατέρα. λέγεται γὰρ ὀρθῶς ἄνθρωπος ἄνθρωπον γεννᾶν καὶ ἥλιος, ψυχὰς οὐκ ἀφ’ ἑαυτοῦ μόνον, ἀλλὰ καὶ παρὰ τῶν ἄλλων θεῶν σπείρων εἰς γῆν, ἐφ’ ὅ τι δὲ χρῆμα δηλοῦσιν αὗται τοῖς βίοις, οὓς προαιροῦνται. κάλλιστον μὲν οὖν, εἴ τῳ ξυνηνέχθη καὶ πρὸ τριγονίας ἀπὸ πολλῶν πάνυ προπατόρων ἐφεξῆς τῷ θεῷ δουλεῦσαι, μεμπτὸν δὲ οὐδὲ ὅστις, ἐπεγνωκὼς ἑαυτὸν τοῦ θεοῦ τοῦδε θεράποντα φύσει, μόνος ἐξ ἁπάντων ἢ ξὺν ὀλίγοις αὑτὸν ἐπιδίδωσι τῇ θεραπείᾳ τοῦ δεσπότου."],["3","Φέρε οὖν, ὅπως ἂν οἷοί τε ὦμεν, ὑμνήσωμεν αὐτοῦ τὴν ἑορτήν, ἣν ἡ βασιλεύουσα πόλις ἐπετησίοις ἀγάλλει θυσίαις. ἔστι μὲν οὖν, εὖ οἶδα, χαλεπὸν καὶ τὸ ξυνεῖναι περὶ αὐτοῦ μόνον, ὁπόσος τίς ἐστιν ὁ ἀφανὴς ἐκ τοῦ φανεροῦ λογισαμένῳ, φράσαι δὲ ἴσως ἀδύνατον, εἰ καὶ τῆς ἀξίας ἔλαττον ἐθελήσειέ τις. ἐφικέσθαι μὲν γὰρ τοῦ πρὸς ἀξίαν εὖ οἶδα ὅτι τῶν ἁπάντων οὐδεὶς ἂν δύναιτο, τοῦ μετρίου δὲ μὴ διαμαρτεῖν ἐν τοῖς ἐπαίνοις τὸ κεφάλαιόν ἐστι τ��ς ἀνθρωπίνης ἐν τῷ δύνασθαι φράζειν δυνάμεως. ἀλλ’ ἔμοιγε τούτου παρασταίη βοηθὸς ὅ τε λόγιος Ἑρμῆς ξὺν ταῖς Μούσαις ὅ τε Μουσηγέτης Ἀπόλλων, ἐπεὶ καὶ αὐτῷ προσήκει τῶν λόγων, καὶ δοῖεν δὲ εἰπεῖν ὁπόσα τοῖς θεοῖς φίλα λέγεσθαί τε καὶ πιστεύεσθαι περὶ αὐτῶν."],["4","τίς οὖν ὁ τρόπος ἔσται τῶν ἐπαίνων; ἢ δῆλον ὅτι περὶ τῆς οὐσίας αὐτοῦ καὶ ὅθεν προῆλθε καὶ τῶν δυνάμεων καὶ τῶνἐνεργειῶν διελθόντες, ὁπόσαι φανεραὶ ὅσαι τ’ ἀφανεῖς, καὶ περὶ τῆς τῶν ἀγαθῶν δόσεως, ἣν κατὰ πάντας ποιεῖται τοὺς κόσμους, οὐ παντάπασιν ἀπᾴδοντα ποιησόμεθα τῷ θεῷ τὰ ἐγκώμια; ἀρκτέον δὲ ἐνθένδε."],["5","Ὁ θεῖος οὗτος καὶ πάγκαλος κόσμος ἀπ’ ἄκρας ἁψῖδος οὐρανοῦ μέχρι γῆς ἐσχάτης ὑπὸ τῆς ἀλύτου συνεχόμενος τοῦ θεοῦ προνοίας ἐξ ἀιδίου γέγονεν ἀγέννητος ἔς τε τὸν ἐπίλοιπον χρόνον ἀίδιος, οὐχ ὑπ’ ἄλλου του φρουρούμενος ἢ προσεχῶς μὲν ὑπὸ τοῦ πέμπτου σώματος, οὗ τὸ κεφάλαιόν ἐστιν ἀκτὶς ἀελίου, βαθμῷ δὲ ὥσπερ δευτέρῳ τοῦ νοητοῦ κόσμου, πρεσβυτέρως δὲ ἔτι διὰ τὸν πάντων βασιλέα, περὶ ὃν πάντα ἐστίν. οὗτος τοίνυν, εἴτε τὸ ἐπέκεινα τοῦ νοῦ καλεῖν αὐτὸν θέμις εἴτε ἰδέαν τῶν ὄντων, ὃ δή φημι τὸ νοητὸν ξύμπαν, εἴτε ἕν, ἐπειδὴ πάντων τὸ ἓν δοκεῖ πως πρεσβύτατον, εἴτε ὃ Πλάτων εἴωθεν ὀνομάζειν τἀγαθόν, αὕτη δὴ οὖν ἡ μονοειδὴς τῶν ὅλων αἰτία, πᾶσι τοῖς οὖσιν ἐξηγουμένη κάλλους τε καὶ τελειότητος ἑνώσεώς τε καὶ δυνάμεως ἀμηχάνου, κατὰ τὴν ἐν αὐτῇ μένουσαν πρωτουργὸν οὐσίαν μέσον ἐκ μέσων τῶν νοερῶν καὶ δημιουργικῶν αἰτιῶν Ἥλιον θεὸν μέγιστον ἀνέφηνεν ἐξ ἑαυτοῦ πάντα ὅμοιον ἑαυτῷ· καθάπερ καὶ ὁ δαιμόνιος οἴεται Πλάτων, Τοῦτον τοίνυν, λέγων, ἦν δ’ ἐγώ, φάναι με λέγειν τὸν τοῦ ἀγαθοῦ ἔκγονον, ὃν τἀγαθὸν ἐγέννησεν ἀνάλογον ἑαυτῷ, ὅτιπερ αὐτὸ ἐν τῷ νοητῷ τόπῳ πρός τε νοῦν καὶ τὰ νοούμενα, τοῦτο τοῦτον ἐν τῷ ὁρατῷ πρός τε ὄψιν καὶ τὰ ὁρώμενα."],["6","ἔχει μὲν δὴ τὸ φῶς αὐτοῦ ταύτην οἶμαι τὴν ἀναλογίαν πρὸς τὸ ὁρατόν, ἥνπερ πρὸς τὸ νοητὸν ἁλήθεια. αὐτὸς δὲ ὁ ξύμπας, ἅτε δὴ τοῦ πρώτου καὶ μεγίστου τῆς ἰδέας τἀγαθοῦ γεγονὼς ἔκγονος, ὑποστὰς αὐτοῦ περὶ τὴν μόνιμον οὐσίαν ἐξ ἀιδίου καὶ τὴν ἐν τοῖς νοεροῖς θεοῖς παρεδέξατο δυναστείαν, ὧν τἀγαθόν ἐστι τοῖς νοητοῖς αἴτιον, ταῦτα αὐτὸς τοῖς νοεροῖς νέμων. ἔστι δ’ αἴτιον οἶμαι τἀγαθὸν τοῖς νοητοῖς θεοῖς κάλλους, οὐσίας, τελειότητος, ἑνώσεως, συνέχον αὐτὰ καὶ περιλάμπον ἀγαθοειδεῖ δυνάμει· ταῦτα δὴ καὶ τοῖς νοεροῖς Ἥλιος δίδωσιν, ἄρχειν καὶ βασιλεύειν αὐτῶν ὑπὸ τἀγαθοῦ τεταγμένος, εἰ καὶ συμπροῆλθον αὐτῷ καὶ συνυπέστησαν, ὅπως οἶαμι καὶ τοῖς νοεροῖς θεοῖς ἀγαθοειδὴς αἰτία προκαθηγουμένη τῶν ἀγαθῶν πᾶσιν ἅπαντα κατὰ νοῦν εὐθύνῃ. Ἀλλὰ καὶ τρίτος ὁ φαινόμενος οὑτοσὶ δίσκος ἐναργῶς αἴτιός ἐστι τοῖς αἰσθητοῖς τῆς σωτηρίας, καὶ ὅσων ἔφαμεν τοῖς νοεροῖς θεοῖς τὸν μέγαν Ἥλιον, τοσούτων αἴτιος καὶ ὁ φαινόμενος ὅδε τοῖς φανεροῖς."],["7","τούτων δ’ ἐναργεῖς αἱ πίστεις ἐκ τῶν φαινομένων τὰ ἀφανῆ σκοποῦντι. φέρε δὴ πρῶτον αὐτὸ τὸ φῶς οὐκ εἶδός ἐστιν ἀσώματόν τι θεῖον τοῦ κατ’ ἐνέργειαν διαφανοῦς; αὐτὸ δὲ ὅ, τί ποτέ ἐστι τὸ διαφανές, πᾶσι μὲν ὡς ἔπος εἰπεῖν συνυποκείμενον τοῖς στοιχείοις καὶ ὂν αὐτῶν προσεχὲς εἶδος, οὐ σωματοειδὲς οὐδὲ συμμιγνύμενον οὐδὲ τὰς οἰκείας σώματι προσιέμενον ποιότητας. οὔκουν ἰδίαν αὐτοῦ θέρμην ἐρεῖς, οὐ τὴν ἐναντίαν αὐτῇ ψυχρότητα, οὐ τὸ σκληρόν, οὐ τὸ μαλακὸν ἀποδώσεις, οὐδ’ ἄλλην τινὰ τῶν κατὰ τὴν ἁφὴν διαφορῶν, οὔκουν οὐδὲ γεῦσιν οὐδὲ ὀδμήν, ὄψει δὲ μόνον ὑποπίπτει πρὸς ἐνέργειαν ὑπὸ τοῦ φωτὸς ἡ τοιαύτη φύσις ἀγομένη. τὸ δὲ φῶς εἶδός ἐστι ταύτης οἷον ὕλης ὑπεστρωμένης καὶ παρεκτεινομένης τοῖς σώμασιν. αὐτοῦ δὲ τοῦ φωτὸς ὄντος ἀσωμάτου ἀκρότης ἂν εἴη τις καὶ ὥσπερ ἄνθος ἀκτῖνες. ἡ μὲν οὖν τῶν Φοινίκων δόξα, σοφῶν τὰ θεῖα καὶ ἐπιστημόνων, ἄχραντον εἶναι ἐνέργειαν αὐτοῦ τοῦ καθαροῦ νοῦ τὴν ἁπανταχῇ προϊοῦσαν αὐγὴν ἔφη· οὐκ ἀπᾴδει δὲ οὐδὲ ὁ λόγος, εἴπερ αὐτὸ τὸ φῶς ἀσώματον, εἴ τις αὐτοῦ μηδὲ τὴν πηγὴν ὑπολάβοι σῶμα, νοῦ δὲ ἐνέργειαν ἄχραντον εἰς τὴν οἰκείαν ἕδραν ἐλλαμπομένην, ἣ τοῦ παντὸς οὐρανοῦ τὸ μέσον εἴληχεν, ὅθεν ἐπιλάμπουσα πάσης μὲν εὐτονίας πληροῖ τοὺς οὐρανίους κύκλους, πάντα δὲ περιλάμπει θείῳ καὶ ἀχράντῳ φωτί."],["8","τὰ μέντοι ἐν τοῖς θεοῖς ἔργα προϊόντα παρ’ αὐτοῦ μετρίως γε ἡμῖν ὀλίγῳ πρότερον εἴρηται καὶ ῥηθήσεται μετ’ ὀλίγον. ὅσα δὲ ὁρῶμεν αὐτῇ πρῶτον ὄψει ὄνομα μόνον ἐστὶν ἔργου τητώμενον, εἰ μὴ προσλάβοι τὴν τοῦ φωτὸς ἡγεμονικὴν βοήθειαν. ὁρατὸν δὲ ὅλως εἴη ἂν τί μὴ φωτὶ πρῶτον ὥσπερ ὕλη τεχνίτῃ προσαχθέν, ἵν’ οἶμαι τὸ εἶδος δέξηται; καὶ γὰρ τὸ χρυσίον ἁπλῶς οὑτωσὶ κεχυμένον ἔστι μὲν χρυσίον, οὐ μὴν ἄγαλμα οὐδὲ εἰκών, πρὶν ἂν ὁ τεχνίτης αὐτῷ περιθῇ τὴν μορφήν. οὐκοῦν καὶ ὅσα πέφυκεν ὁρᾶσθαι μὴ ξὺν φωτὶ τοῖς ὁρῶσι προσαγόμενα τοῦ ὁρατὰ εἶναι παντάπασιν ἐστέρηται. διδοὺς οὖν τοῖς τε ὁρῶσι τὸ ὁρᾶν τοῖς τε ὁρωμένοις τὸ ὁρᾶσθαι δύο φύσεις ἐνεργείᾳ μιᾷ τελειοῖ, ὄψιν καὶ ὁρατόν· αἱ δὲ τελειότητες εἴδη τέ εἰσι καὶ οὐσία."],["9","Ἀλλὰ τοῦτο μὲν ἴσως λεπτότερον· ᾧ δὲ παρακολουθοῦμεν ξύμπαντες, ἀμαθεῖς καὶ ἰδιῶται, φιλόσοφοι καὶ λόγιοι, τίνα ἐν τῷ παντὶ δύναμιν ἀνίσχων ἔχει καὶ καταδυόμενος ὁ θεός; νύκτα καὶ ἡμέραν ἐργάζεται καὶ μεθίστησι φανερῶς καὶ τρέπει τὸ πᾶν. καίτοι τίνι τοῦτο τῶν ἄλλων ἀστέρων ὑπάρχει; πῶς οὖν οὐκ ἐκ τούτων ἤδη καὶ περὶ τῶν θειοτέρων πιστεύομεν, ὡς ἄρα καὶ τὰ ὑπὲρ τὸν οὐρανὸν ἀφανῆ καὶ θεῖα νοερῶν θεῶν γένη τῆς ἀγαθοειδοῦς ἀποπληροῦται παρ’ αὐτοῦ δυνάμεως, ᾧ πᾶς μὲν ὑπείκει χορὸς ἀστέρων, ἕπεται δὲ ἡ γένεσις ὑπὸ τῆς τούτου κυβερνωμένη προμηθείας; οἱ μὲν γὰρ πλάνητες ὅτι περὶ αὐτὸν ὥσπερ βασιλέα ��ορεύοντες ἔν τισιν ὡρισμένοις πρὸς αὐτὸν διαστήμασιν ἁρμοδιώτατα φέρονται κύκλῳ, στηριγμούς τινας ποιούμενοι καὶ πρόσω καὶ ὀπίσω πορείαν, ὡς οἱ τῆς σφαιρικῆς ἐπιστήμονες θεωρίας ὀνομάζουσι τὰ περὶ αὐτοὺς φαινόμενα, καὶ ὡς τὸ τῆς σελήνης αὔξεται καὶ λήγει φῶς, πρὸς τὴν ἀπόστασιν ἡλίου πάσχον, πᾶσί που δῆλον. πῶς οὖν οὐκ εἰκότως καὶ τὴν πρεσβυτέραν τῶν σωμάτων ἐν τοῖς νοεροῖς θεοῖς διακόσμησιν ὑπολαμβάνομεν ἀνάλογον ἔχειν τῇ τοιαύτῃ τάξει; Λάβωμεν οὖν ἐξ ἁπάντων τὸ μὲν τελεσιουργὸν ἐκ τοῦ παντὸς ἀποφαίνειν ὁρᾶν τὰ ὁρατικά· τελειοῖ γὰρ αὐτὰ διὰ τοῦ φωτός· τὸ δὲ δημιουργικὸν καὶ γόνιμον ἀπὸ τῆς περὶ τὸ ξύμπαν μεταβολῆς, τὸ δὲ ἐν ἑνὶ πάντων συνεκτικὸν ἀπὸ τῆς περὶ τὰς κινήσεις πρὸς ἓν καὶ τὸ αὐτὸ συμφωνίας, τὸ δὲ μέσον ἐξ αὐτοῦ. μέσου, τὸ δὲ τοῖς νοεροῖς αὐτὸν ἐνιδρῦσθαι βασιλέα ἐκ τῆς ἐν τοῖς πλανωμένοις μέσης τάξεως."],["10","εἰ μὲν οὖν ταῦτα περί τινα τῶν ἄλλων ἐμφανῶν ὁρῶμεν θεῶν ἢ τοσαῦτα ἕτερα, μή τοι τούτῳ τὴν περὶ τοὺς θεοὺς ἡγεμονίαν προσνείμωμεν· εἰ δὲ οὐκ ἔστιν οὐδὲν αὐτῷ κοινὸν πρὸς τοὺς ἄλλους ἔξω τὴς ἀγαθοεργίας, ἧς καὶ αὐτῆς μεταδίδωσι τοῖς πᾶσι, μαρτυράμενοι τούς τε Κυπρίων ἱερέας, οἳ κοινοὺς ἀποφαίνουσι βωμοὺς Ἡλίῳ καὶ Διί, πρὸ τούτων δὲ ἔτι τὸν Ἀπόλλω συνεδρεύοντα τῷ θεῷ τῷδε παρακαλέσαντες μάρτυρα· φησὶ γὰρ ὁ θεὸς οὗτος Εἷς Ζεύς, εἷς Ἀίδης, εἷς Ἥλιός ἐστι Σάραπις· κοινὴν ὑπολάβωμεν, μᾶλλον δὲ μίαν Ἡλίου καὶ Διὸς ἐν τοῖς νοεροῖς θεοῖς δυναστείαν· ὅθεν μοι δοκεῖ καὶ Πλάτων οὐκ ἀπεικότως φρόνιμον θεὸν Ἅιδην ὀνομάσαι. καλοῦμεν δὲ τὸν αὐτὸν τοῦτον καὶ Σάραπιν, τὸν ἀιδῆ δηλονότι καὶ νοερόν, πρὸς ὅν φησιν ἄνω πορεύεσθαι τὰς ψυχὰς τῶν ἄριστα βιωσάντων καὶ δικαιότατα. μὴ γὰρ δή τις ὑπολάβῃ τοῦτον, ὃν οἱ μῦθοι πείθουσι φρίττειν, ἀλλὰ τὸν πρᾷον καὶ μείλιχον, ὃς ἀπολύει παντελῶς τῆς γενέσεως τὰς ψυχάς, οὐχὶ δὲ λυθείσας αὐτὰς σώμασιν ἑτέροις προσηλοῖ κολάζων καὶ πραττόμενος δίκας, ἀλλὰ πορεύων ἄνω καὶ ἀνατείνων τὰς ψυχὰς ἐπὶ τὸν νοητὸν κόσμον."],["11","ὅτι δὲ οὐδὲ νεαρὰ παντελῶς ἐστιν ἡ δόξα, προύλαβον δὲ αὐτὴν οἱ πρεσβύτατοι τῶν ποιητῶν, Ὅμηρός τε καὶ Ἡσίοδος, εἴτε καὶ νοοῦντες οὕτως εἴτε καὶ ἐπιπνοίᾳ θείᾳ καθάπερ οἱ μάντεις ἐνθουσιῶντες πρὸς τὴν ἀλήθειαν, ἐνθένδ’ ἂν γίγνοιτο γνώριμον. ὁ μὲν γενεαλογῶν αὐτὸν Ὑπερίονος ἔφη καὶ Θείας, μόνον οὐχὶ διὰ τούτων αἰνιττόμενος τοῦ πάντων ὑπερέχοντος αὐτὸν ἔκγονον γνήσιον φῦναι· ὁ γὰρ Ὑπερίων τίς ἂν ἕτερος εἴη παρὰ τοῦτον; ἡ Θεία δὲ αὐτὴ τρόπον ἕτερον οὐ τὸ θειότατον τῶν ὄντων λέγεται; μὴ δὲ συνδυασμὸν μηδὲ γάμους ὑπολαμβάνωμεν, ἄπιστα καὶ παράδοξα ποιητικῆς μούσης ἀθύρματα. πατέρα δὲ αὐτοῦ καὶ γεννήτορα νομίζωμεν τὸν θειότατον καὶ ὑπέρτατον· τοιοῦτος δὲ τίς ἂν ἄλλος εἴη τοῦ πάντων ἐπέκεινα καὶ περὶ ὃν πάντα καὶ οὗ ἕνεκα πάντα ἐστίν; Ὅμηρος δὲ αὐτὸν ἀπὸ τοῦ πατρὸς Ὑπερίονα καλεῖ, καὶ δείκνυσί γε αὐτοῦ τὸ αὐτεξούσιον καὶ πάσης ἀνάγκης κρεῖττον. ὁ γάρ τοι Ζεύς, ὡς ἐκεῖνός φησιν, ἁπάντων ὢν κύριος τοὺς ἄλλους προσαναγκάζει· ἐν δὲ τῷ μύθῳ τοῦ θεοῦ τοῦδε λέγοντος, ὅτι ἄρα διὰ τὴν ἀσέβειαν τῶν Ὀδυσσέως ἑταίρων ἀπολείψει τὸν Ὄλυμπον, οὐκέτι φησὶν Αὐτῇ κεν γαίῃ ἐρύσαιμ’ αὐτῇ τε θαλάσσῃ, οὐδὲ ἀπειλεῖ δεσμὸν οὐδὲ βίαν, ἀλλὰ τὴν δίκην φησὶν ἐπιθήσειν τοῖς ἡμαρτηκόσιν, αὐτὸν δὲ ἀξιοῖ φαίνειν ἐν τοῖς θεοῖς. ἆρ’ οὐχὶ διὰ τούτων πρὸς τῷ αὐτεξουσίῳ καὶ τελεσιουργὸν εἶναί φησι τὸν Ἥλιον; ἐπὶ τί γὰρ αὐτοῦ οἱ θεοὶ δέονται, πλὴν εἰ μὴ πρὸς τὴν οὐσίαν καὶ τὸ εἶναι ἀφανῶς ἐναστράπτων ὧν ἔφαμεν ἀγαθῶν ἀποπληρωτικὸς τυγχάνοι; τὸ γὰρ Ἠέλιόν τ’ ἀκάμαντα βοῶπις πότνια Ἥρη Πέμψεν ἐπ’ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι πρὸ τοῦ καιροῦ φησι νομισθῆναι τὴν νύκτα διά τινα χαλεπὴν ὁμίχλην. αὕτη γὰρ ἡ θεός που, καὶ ἄλλοθι τῆς ποιήσεώς φησιν, ἠέρα δ’ Ἥρη Πίτνα πρόσθε βαθεῖαν. ἀλλὰ τὰ μὲν τῶν ποιητῶν χαίρειν ἐάσωμεν· ἔχει γὰρ μετὰ τοῦ θείου πολὺ καὶ τἀνθρώπινον· ἃ δὲ ἡμᾶς ἔοικεν αὐτὸς ὁ θεὸς διδάσκειν ὑπέρ τε αὑτοῦ καὶ τῶν ἄλλων, ἐκεῖνα ἤδη διέλθωμεν."],["12","Ὁ περὶ γῆν τόπος ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει. τίς οὖν ἐστιν ὁ τὴν ἀιδιότητα δωρούμενος αὐτῷ; ἆρ’ οὐχ ὁ ταῦτα μέτροις ὡρισμένοις συνέχων; ἄπειρον μὲν γὰρ εἶναι φύσιν σώματος οὐχ οἷόν τ’ ἦν, ἐπεὶ μηδὲ ἀγέννητός ἐστι μηδὲ αὐθυπόστατος· ἐκ δὲ τῆς οὐσίας εἰ πάντως ἐγίνετό τι συνεχῶς, ἀνελύετο δὲ εἰς αὐτὴν μηδέν, ἐπέλειπεν ἂν τῶν γιγνομένων ἡ οὐσία. τὴν δὴ τοιαύτην φύσιν ὁ θεὸς ὅδε μέτρῳ κινούμενος προσιὼν μὲν ὀρθοῖ καὶ ἐγείρει, πόρρω δὲ ἀπιὼν ἐλαττοῖ καὶ φθείρει, μᾶλλον δὲ αὐτὸς ἀεὶ ζωοποιεῖ κινῶν καὶ ἐποχετεύων αὐτῇ τὴν ζωήν· ἡ δὲ ἀπόλειψις αὐτοῦ καὶ ἡ πρὸς θάτερα μετάστασις αἰτία γίνεται φθορᾶς τοῖς φθίνουσιν. ἀεὶ μὲν οὖν ἡ παρ’ αὐτοῦ τῶν ἀγαθῶν δόσις ἴση κάτεισιν ἐπὶ τὴν γῆν· ἄλλοτε γὰρ ἄλλη δέχεται τὰ τοιαῦτα χώρα πρὸς τὸ μήτε τὴν γένεσιν ἐπιλείπειν μήτε τοῦ συνήθους ποτὲ τὸν θεὸν ἔλαττον ἢ πλέον εὖ ποιῆσαι τὸν παθητὸν κόσμον. ἡ γὰρ ταυτότης ὥσπερ τῆς οὐσίας, οὕτω δὲ καὶ τῆς ἐνεργείας ἐν τοῖς θεοῖς καὶ πρό γε τῶν ἄλλων παρὰ τῷ βασιλεῖ τῶν ὅλων Ἡλίῳ, ὃς καὶ τὴν κίνησιν ἁπλουστάτην ὑπὲρ ἅπαντας ποιεῖται τοὺς τῷ παντὶ τὴν ἐναντίαν φερομένους· ὃ δὴ καὶ αὐτὸ τῆς πρὸς τοὺς ἄλλους ὑπεροχῆς αὐτοῦ σημεῖον ποιεῖται ὁ κλεινὸς Ἀριστοτέλης·"],["13","ἀλλὰ καὶ παρὰ τῶν ἄλλων νοερῶν θεῶν οὐκ ἀμυδραὶ καθήκουσιν εἰς τὸν κόσμον τόνδε δυνάμεις. εἶτα τί τοῦτο; μὴ γὰρ ἀποκλείομεν τοὺς ἄλλους τούτῳ τὴν ἡγεμονίαν ὁμολογοῦντες δεδόσθαι; πολὺ δὲ πλέον ἐκ τῶν ἐμφανῶν ἀξιοῦμεν ὑπὲρ τῶν ἀφανῶν πιστεύειν. ὥσπερ γὰρ τὰς ἐνδιδομένας ἅπασιν ἐκεῖθεν δυνάμεις εἰς τὴν γῆν οὗτος φαίνεται τελεσιουργῶν καὶ συ��αρμόζων πρός τε ἑαυτὸν καὶ τὸ πᾶν, οὕτω δὴ νομιστέον καὶ ἐν τοῖς ἀφανέσιν αὐτῶν τὰς συνουσίας ἔχειν πρὸς ἀλλήλας, ἡγεμόνα μὲν ἐκείνην, συμφωνούσας δὲ πρὸς αὐτὴν τὰς ἄλλας ἅμα. ἐπεὶ καί, εἰ μέσον ἔφαμεν ἐν μέσοις ἱδρῦσθαι τὸν θεὸν τοῖς νοεροῖς θεοῖς, ποταπή τις ἡ μεσότης ἐστὶν ὧν αὖ χρὴ μέσον αὐτὸν ὑπολαβεῖν, αὐτὸς ἡμῖν ὁ βασιλεὺς εἰπεῖν Ἥλιος δοίη. Μεσότητα μὲν δή φαμεν οὐ τὴν ἐν τοῖς ἐναντίοις θεωρουμένην ἴσον ἀφεστῶσαν τῶν ἄκρων, οἷον ἐπὶ χρωμάτων τὸ ξανθὸν ἢ φαιόν, ἐπὶ δὲ θερμοῦ καὶ ψυχροῦ τὸ χλιαρόν, καὶ ὅσα τοιαῦτα, ἀλλὰ τὴν ἑνωτικὴν καὶ συνάγουσαν τὰ διεστῶτα, ὁποίαν τινά φησιν Ἐμπεδοκλῆς τὴν ἁρμονίαν ἐξορίζων αὐτῆς παντελῶς τὸ νεῖκος. τίνα οὖν ἐστιν, ἃ συνάγει, καὶ τίνων ἐστὶ μέσος; φημὶ δὴ οὖν ὅτι τῶν τε ἐμφανῶν καὶ περικοσμίων θεῶν καὶ τῶν ἀύλων καὶ νοητῶν, οἳ περὶ τἀγαθόν εἰσιν, ὥσπερ πολυπλασιαζομένης ἀπαθῶς καὶ ἄνευ προσθήκης τῆς νοητῆς καὶ θείας οὐσίας."],["14","ὡς μὲν οὖν ἐστι μέση τις, οὐκ ἀπὸ τῶν ἄκρων κραθεῖσα, τελεία δὲ καὶ ἀμιγὴς ἀφ’ ὅλων τῶν θεῶν ἐμφανῶν τε καὶ ἀφανῶν καὶ αἰσθητῶν καὶ νοητῶν ἡ τοῦ βασιλέως Ἡλίου νοερὰ καὶ πάγκαλος οὐσία, καὶ ὁποίαν τινὰ χρὴ τὴν μεσότητα νομίζειν, εἴρηται. εἰ δὲ δεῖ καὶ τοῖς καθ’ ἕκαστον ἐπεξελθεῖν, ἵν’ αὐτοῦ καὶ κατ’ εἴδη τὸ μέσον τῆς οὐσίας, ὅπως ἔχει πρός τε τὰ πρῶτα καὶ τὰ τελευταῖα, τῷ νῷ κατίδωμεν, εἰ καὶ μὴ πάντα διελθεῖν ῥᾴδιον, ἀλλ’ οὖν τὰ δυνατὰ φράσαι πειραθῶμεν."],["15","Ἓν παντελῶς τὸ νοητὸν ἀεὶ προϋπάρχον, τὰ δὲ πάντα ὁμοῦ συνειληφὸς ἐν τῷ ἑνί. τί δέ; οὐχὶ καὶ ὁ σύμπας κόσμος ἕν ἐστι ζῷον ὅλον δι’ ὅλου ψυχῆς καὶ νοῦ πλῆρες, τέλειον ἐκ μερῶν τελείων; ταύτης οὖν τῆς διπλῆς ἑνοειδοῦς τελειότητος· φημὶ δὲ τῆς ἐν τῷ νοητῷ πάντα ἐν ἑνὶ συνεχούσης, καὶ τῆς περὶ τὸν κόσμον εἰς μίαν καὶ τὴν αὐτὴν φύσιν τελείαν συναγομένης ἑνώσεως· ἡ τοῦ βασιλέως Ἡλίου μέση τελειότης ἑνοειδής ἐστιν, ἐν τοῖς νοεροῖς ἱδρυμένη θεοῖς. ἀλλὰ δὴ τὸ μετὰ τοῦτο συνοχή τίς ἐστιν ἐν τῷ νοητῷ τῶν θεῶν κόσμῳ πάντα πρὸς τὸ ἓν συντάττουσα. τί δέ; οὐχὶ καὶ περὶ τὸν οὐρανὸν φαίνεται κύκλῳ πορευομένη τοῦ πέμπτου σώματος οὐσία, ἣ πάντα συνέχει τὰ μέρη καὶ σφίγγει πρὸς αὑτὰ συνέχουσα τὸ φύσει σκεδαστὸν αὐτῶν καὶ ἀπορρέον ἀπ’ ἀλλήλων; δύο δὴ ταύτας τὰς οὐσίας συνοχῆς αἰτίας, τὴν μὲν ἐν τοῖς νοητοῖς, τὴν δὲ ἐν τοῖς αἰσθητοῖς φαινομένην ὁ βασιλεὺς Ἥλιος εἰς ταὐτὸ συνάπτει, τῆς μὲν μιμούμενος τὴν συνεκτικὴν δύναμιν ἐν τοῖς νοεροῖς, ἅτε ἐξ αὐτῆς προελθών, τῆς δὲ τελευταίας προκατάρχων, ἣ περὶ τὸν ἐμφανῆ θεωρεῖται κόσμον. μή ποτε οὖν καὶ τὸ αὐθυπόστατον πρῶτον μὲν ἐν τοῖς νοητοῖς ὑπάρχον, τελευταῖον δ’ ἐν τοῖς κατ’ οὐρανὸν φαινομένοις μέσην ἔχει τὴν τοῦ βασιλέως οὐσίαν αὐθυπόστατον Ἡλίου, ἀφ’ ἧς κάτεισιν οὐσίας πρωτουργοῦ εἰς τὸν ἐμφανῆ κόσμον ἡ περιλάμπουσα ��ὰ σύμπαντα αὐγή;"],["16","πάλιν δὲ κατ’ ἄλλο σκοποῦντι εἷς μὲν ὁ τῶν ὅλων δημιουργός, πολλοὶ δὲ οἱ κατ’ οὐρανὸν περιπολοῦντες δημιουργικοὶ θεοί. μέσην ἄρα καὶ τούτων τὴν ἀφ’ Ἡλίου καθήκουσαν εἰς τὸν κόσμον δημιουργίαν θετέον. ἀλλὰ καὶ τὸ γόνιμον τῆς ζωῆς πολὺ μὲν καὶ ὑπέρπληρες ἐν τῷ νοητῷ, φαίνεται δὲ ζωῆς γονίμου καὶ ὁ κόσμος ὢν πλήρης. πρόδηλον οὖν ὅτι καὶ τὸ γόνιμον τοῦ βασιλέως Ἡλίου τῆς ζωῆς μέσον ἐστὶν ἀμφοῖν, ἐπεὶ τούτῳ μαρτυρεῖ καὶ τὰ φαινόμενα· τὰ μὲν γὰρ τελειοῖ τῶν εἰδῶν, τὰ δὲ ἐργάζεται, τὰ δὲ κοσμεῖ, τὰ δὲ ἀνεγείρει, καὶ ἓν οὐδέν ἐστιν, ὃ δίχα τῆς ἀφ’ Ἡλίου δημιουργικῆς δυνάμεως εἰς φῶς πρόεισι καὶ γένεσιν. ἔτι πρὸς τούτοις εἰ τὴν ἐν τοῖς νοητοῖς ἄχραντον καὶ καθαρὰν ἄυλον οὐσίαν νοήσαιμεν, οὐδενὸς ἔξωθεν αὐτῇ προσιόντος οὐδὲ ἐνυπάρχοντος ἀλλοτρίου, πλήρη δὲ τῆς οἰκείας ἀχράντου καθαρότητος, τήν τε ἐν τῷ κόσμῳ περὶ τὸ κύκλῳ φερόμενον σῶμα πρὸς πάντα ἀμιγῆ τὰ στοιχεῖα λίαν εἰλικρινῆ καὶ καθαρὰν φύσιν ἀχράντου καὶ δαιμονίου σώματος, εὑρήσομεν καὶ τὴν τοῦ βασιλέως Ἡλίου λαμπρὰν καὶ ἀκήρατον οὐσίαν ἀμφοῖν μέσην, τῆς τε ἐν τοῖς νοητοῖς ἀύλου καθαρότητος καὶ τῆς ἐν τοῖς αἰσθητοῖς ἀχράντου καὶ ἀμιγοῦς πρὸς γένεσιν καὶ φθορὰν καθαρᾶς εἰλικρινείας. μέγιστον δὲ τούτου τεκμήριον, ὅτι μηδὲ τὸ φῶς, ὃ μάλιστα ἐκεῖθεν ἐπὶ γῆν φέρεται, συμμίγνυταί τινι μηδὲ ἀναδέχεται ῥύπον καὶ μίασμα, μένει δὲ πάντως ἐν πᾶσι τοῖς οὖσιν ἄχραντον καὶ ἀμόλυντον καὶ ἀπαθές. Ἔτι δὲ προσεκτέον τοῖς ἀύλοις εἴδεσι καὶ νοητοῖς, ἀλλὰ καὶ τοῖς αἰσθητοῖς, ὅσα περὶ τὴν ὕλην ἐστὶν ἢ περὶ τὸ ὑποκείμενον. ἀναφανήσεται πάλιν ἐνταῦθα μέσον τὸ νοερὸν τῶν περὶ τὸν μέγαν Ἥλιον εἰδῶν, ὑφ’ ὧν καὶ τὰ περὶ τὴν ὕλην εἴδη βοηθεῖται μήποτε ἂν δυνηθέντα μήτε εἶναι μήτε σώζεσθαι μὴ παρ’ ἐκείνου πρὸς τὴν οὐσίαν συνεργούμενα. τί γάρ; οὐχ οὗτός ἐστι τῆς διακρίσεως τῶν εἰδῶν καὶ συγκρίσεως τῆς ὕλης αἴτιος, οὐ νοεῖν ἡμῖν αὑτὸν μόνον παρέχων, ἀλλὰ καὶ ὁρᾶν ὄμμασιν; ἡ γάρ τοι τῶν ἀκτίνων εἰς πάντα τὸν κόσμον διανομὴ καὶ ἡ τοῦ φωτὸς ἕνωσις τὴν δημιουργικὴν ἐνδείκνυται διάκρισιν τῆς ποιήσεως."],["17","Πολλῶν δὲ ὄντων ἔτι περὶ τὴν οὐσίαν τοῦ θεοῦ τῶν φαινομένων ἀγαθῶν, ἃ δὴ ὅτι μέσος ἐστὶ τῶν τε νοητῶν καὶ τῶν ἐγκοσμίων θεῶν παρίστησιν, ἐπὶ τὴν τελευταίαν αὐτοῦ μετίωμεν ἐμφανῆ λῆξιν. πρώτη μὲν οὖν ἐστιν αὐτοῦ τῶν περὶ τὸν τελευταῖον κόσμον ἡ τῶν ἡλιακῶν ἀγγέλων οἷον ἐν παραδείγματι τὴν ἰδέαν καὶ τὴν ὑπόστασιν ἔχουσα· μετὰ ταύτην δὲ ἡ τῶν αἰσθητῶν γεννητική, ἧς τὸ μὲν τιμιώτερον οὐρανοῦ καὶ ἀστέρων ἔχει τὴν αἰτίαν, τὸ δὲ ὑποδεέστερον ἐπιτροπεύει τὴν γένεσιν, ἐξ ἀιδίου περιέχον αὐτῆς ἐν ἑαυτῷ τὴν ἀγέννητον αἰτίαν. ἅπαντα μὲν οὖν τὰ περὶ τὴν οὐσίαν τοῦ θεοῦ τοῦδε διελθεῖν οὐδὲ εἴ τῳ δοίη νοῆσαι αὐτὰ ὁ θεὸς οὗτος δυνατόν, ὅπου ��αὶ τὰ πάντα περιλαβεῖν τῷ νῷ ἔμοιγε φαίνεται ἀδύνατον."],["18","Ἐπεὶ δὲ πολλὰ διεληλύθαμεν, ἐπιθετέον ὥσπερ σφραγῖδα τῷ λόγῳ τῷδε μέλλοντας ἐφ’ ἕτερα μεταβαίνειν οὐκ ἐλάττονος τῆς θεωρίας δεόμενα. τίς οὖν ἡ σφραγὶς καὶ οἷον ἐν κεφαλαίῳ τὰ πάντα περιλαμβάνουσα ἡ περὶ τῆς οὐσίας τοῦ θεοῦ νόησις, αὐτὸς ἡμῖν ἐπὶ νοῦν θείη βουλομένοις ἐν βραχεῖ συνελεῖν τήν τε αἰτίαν, ἀφ’ ἧς προῆλθε, καὶ αὐτὸς ὅστις ἐστί, τίνων τε ἀποπληροῖ τὸν ἐμφανῆ κόσμον. ῥητέον οὖν ὡς ἐξ ἑνὸς μὲν προῆλθε τοῦ θεοῦ εἷς ἀφ’ ἑνὸς τοῦ νοητοῦ κόσμου βασιλεὺς Ἥλιος, τῶν νοερῶν θεῶν μέσος ἐν μέσοις τεταγμένος κατὰ παντοίαν μεσότητα, τὴν ὁμόφρονα καὶ φίλην καὶ τὰ διεστῶτα συνάγουσαν, εἰς ἕνωσιν ἄγων τὰ τελευταῖα τοῖς πρώτοις, τελειότητος καὶ συνοχῆς καὶ γονίμου ζωῆς καὶ τῆς ἑνοειδοῦς οὐσίας τὰ μέσα ἔχων ἐν ἑαυτῷ, τῷ τε αἰσθητῷ κόσμῳ παντοίων ἀγαθῶν προηγούμενος, οὐ μόνον δι’ ἧς αὐτὸς αὐγῆς περιλάμπει κοσμῶν καὶ φαιδρύνων, ἀλλὰ καὶ τὴν οὐσίαν τῶν ἡλιακῶν ἀγγέλων ἑαυτῷ συνυποστήσας καὶ τὴν ἀγέννητον αἰτίαν τῶν γινομένων περιέχων, ἔτι τε πρὸ ταύτης τῶν ἀιδίων σωμάτων τὴν ἀγήρω καὶ μόνιμον τῆς ζωῆς αἰτίαν."],["19","Ἃ μὲν οὖν περὶ τῆς οὐσίας ἐχρῆν εἰπεῖν τοῦ θεοῦ τοῦδε, καίτοι τῶν πλείστων παραλειφθέντων, εἴρηται ὅμως οὐκ ὀλίγα· ἐπεὶ δὲ τὸ τῶν δυνάμεων αὐτοῦ πλῆθος καὶ τὸ τῶν ἐνεργειῶν κάλλος τοσοῦτόν ἐστιν, ὥστε εἶναι τῶν περὶ τὴν οὐσίαν αὐτοῦ θεωρουμένων ὑπερβολήν, ἐπεὶ καὶ πέφυκε τὰ θεῖα προϊόντα εἰς τὸ ἐμφανὲς πληθύνεσθαι διὰ τὸ περιὸν καὶ γόνιμον τῆς ζωῆς, ὅρα τί δράσομεν, οἳ πρὸς ἀχανὲς πέλαγος ἀποδυόμεθα, μόγις καὶ ἀγαπητῶς ἐκ πολλοῦ τοῦ πρόσθεν ἀναπαυόμενοι λόγου. τολμητέον δ’ ὅμως τῷ θεῷ θαρροῦντα καὶ πειρατέον ἅψασθαι τοῦ λόγου."],["20","Κοινῶς μὲν δὴ τὰ πρόσθεν ῥηθέντα περὶ τῆς οὐσίας αὐτοῦ ταῖς δυνάμεσι προσήκειν ὑποληπτέον. οὐ γὰρ ἄλλο μέν ἐστιν οὐσία θεοῦ, δύναμις δὲ ἄλλο, καὶ μὰ Δία τρίτον παρὰ ταῦτα ἐνέργεια. πάντα γὰρ ἅπερ βούλεται, ταῦτα ἔστι καὶ δύναται καὶ ἐνεργεῖ· οὔτε γὰρ ὃ μὴ ἔστι βούλεται, οὔτε ὃ βούλεται δρᾶν οὐ σθένει, οὔθ’ ὃ μὴ δύναται ἐνεργεῖν ἐθέλει. ταῦτα μὲν οὖν περὶ τὸν ἄνθρωπον οὐχ ὧδε ἔχει· διττὴ γάρ ἐστι μαχομένη φύσις εἰς ἓν κεκραμένη ψυχῆς καὶ σώματος, τῆς μὲν θείας, τοῦ δὲ σκοτεινοῦ τε καὶ ζοφώδους· ἔοικέ τε εἶναι μάχη τις καὶ στάσις. ἐπεὶ καὶ Ἀριστοτέλης φησὶ διὰ τὸ τοιοῦτο μήτε τὰς ἡδονὰς ὁμολογεῖν μήτε τὰς λύπας ἀλλήλαις ἐν ἡμῖν· τὸ γὰρ θατέρᾳ, φησί, τῶν ἐν ἡμῖν φύσεων ἡδὺ τῇ πρὸς ταύτην ἀντικειμένῃ πέφυκεν ἀλγεινόν· ἐν δὲ τοῖς θεοῖς οὐδέν ἐστι τοιοῦτον· οὐσίᾳ γὰρ αὐτοῖς ὑπάρχει τἀγαθὰ καὶ διηνεκῶς, οὐ ποτὲ μὲν, ποτὲ δ’ οὔ. πρῶτον οὖν ὅσαπερ ἔφαμεν, τὴν οὐσίαν αὐτοῦ παραστῆσαι βουλόμενοι, ταῦθ’ ἡμῖν εἰρῆσθαι καὶ περὶ τῶν δυνάμεων καὶ ἐνεργειῶν νομιστέον."],["21","ἐπεὶ δὲ ἐν τοῖς τοιο��τοις ὁ λόγος ἔοικεν ἀντιστρέφειν, ὅσα καὶ περὶ τῶν δυνάμεων αὐτοῦ καὶ ἐνεργειῶν ἐφεξῆς σκοποῦμεν, ταῦτα οὐκ ἔργα μόνον, ἀλλὰ καὶ οὐσίαν νομιστέον. εἰσὶ γάρ τοι θεοὶ συγγενεῖς Ἡλίῳ καὶ συμφυεῖς, τὴν ἄχραντον οὐσίαν τοῦ θεοῦ κορυφούμενοι, πληθυνόμενοι μὲν ἐν τῷ κόσμῳ, περὶ αὐτὸν δὲ ἑνοειδῶς ὄντες. ἄκουε δὴ πρῶτον ὅσα φασὶν οἱ τὸν οὐρανὸν οὐχ ὥσπερ ἵπποι καὶ βόες ὁρῶντες ἤ τι τῶν ἀλόγων καὶ ἀμαθῶν ζῴων, ἀλλ’ ἐξ αὐτοῦ τὴν ἀφανῆ πολυπραγμονοῦντες φύσιν· ἔτι δὲ πρὸ τούτων, εἴ σοι φίλον, περὶ τῶν ὑπερκοσμίων δυνάμεων αὐτοῦ καὶ ἐνεργειῶν, καὶ ἐκ μυρίων τὸ πλῆθος ὀλίγα θέασαι."],["22","Πρώτη δὴ τῶν δυνάμεών ἐστιν αὐτοῦ, δι’ ἧς ὅλην δι’ ὅλης τὴν νοερὰν οὐσίαν, τὰς ἀκρότητας αὐτῆς εἰς ἓν καὶ ταὐτὸ συνάγων, ἀποφαίνει μίαν. ὅσπερ γὰρ περὶ τὸν αἰσθητόν ἐστι κόσμον ἐναργῶς κατανοῆσαι, πυρὸς καὶ γῆς εἰλημμένον ἀέρα καὶ ὕδωρ ἐν μέσῳ, τῶν ἄκρων σύνδεσμον, τοῦτο οὐκ ἄν τις εἰκότως ἐπὶ τῆς πρὸ τῶν σωμάτων αἰτίας κεχωρισμένης, ἣ τῆς γενέσεως ἔχουσα τὴν ἀρχὴν οὐκ ἔστι γένεσις, οὕτω διατετάχθαι νομίσειεν, ὥστε καὶ ἐν ἐκείνοις τὰς ἄκρας αἰτίας κεχωρισμένας πάντη τῶν σωμάτων ὑπό τινων μεσοτήτων εἰς ταὐτὸ παρὰ τοῦ βασιλέως Ἡλίου συναγομένας ἑνοῦσθαι περὶ αὐτόν; συντρέχει δὲ αὐτῷ καὶ ἡ τοῦ Διὸς δημιουργικὴ δύναμις, δι’ ἣν ἔφαμεν καὶ πρότερον ἱδρῦσθαί τε αὐτοῖς ἐν Κύπρῳ καὶ ἀποδεδεῖχθαι κοινῇ τὰ τεμένη· καὶ τὸν Ἀπόλλω δὲ αὐτὸν ἐμαρτυρόμεθα τῶν λόγων, ὃν εἰκὸς δήπουθεν ὑπὲρ τῆς ἑαυτοῦ φύσεως ἄμεινον εἰδέναι· σύνεστι γὰρ καὶ οὗτος Ἡλίῳ καὶ ἐπικοινωνεῖ διὰ τὴν ἁπλότητα τῶν νοήσεων καὶ τὸ μόνιμον τῆς οὐσίας καὶ κατὰ ταὐτὰ ὂν τῆς ἐνεργείας. Ἀλλὰ καὶ τὴν Διονύσου μεριστὴν δημιουργίαν οὐδαμοῦ φαίνεται χωρίζων ὁ θεὸς Ἡλίου· τούτῳ δὲ αὐτὴν ὑποτάττων ἀεὶ καὶ ἀποφαίνων σύνθρονον ἐξηγητὴς ἡμῖν ἐστι τῶν ἐπὶ τοῦ θεοῦ καλλίστων διανοημάτων. πάσας δὲ ἐν αὑτῷ περιέχων ὁ θεὸς ὅδε τὰς ἀρχὰς τῆς καλλίστης νοερᾶς συγκράσεως Ἥλιος Ἀπόλλων ἐστὶ Μουσηγέτης. ἐπεὶ δὲ καὶ ὅλην ἡμῖν τὴν τῆς εὐταξίας ζωὴν συμπληροῖ, γεννᾷ μὲν ἐν κόσμῳ τὸν Ἀσκληπιόν, ἔχει δὲ αὐτὸν καὶ πρὸ τοῦ κόσμου παρ’ ἑαυτῷ."],["23","Ἀλλὰ πολλὰς μὲν ἄν τις καὶ ἄλλας περὶ τὸν θεὸν τόνδε δυνάμεις θεωρῶν οὔποτ’ ἂν ἐφίκοιτο πασῶν· ἀπόχρη δὲ τῆς μὲν χωριστῆς καὶ πρὸ τῶν σωμάτων ἐπ’ αὐτῶν οἶμαι τῶν αἰτιῶν, αἳ κεχωρισμέναι τῆς φανερᾶς προϋπάρχουσι δημιουργίας, ἴσην Ἡλίῳ καὶ Διὶ τὴν δυναστείαν καὶ μίαν ὑπάρχουσαν τεθεωρηκέναι, τὴν δὲ ἁπλότητα τῶν νοήσεων μετὰ τοῦ διαιωνίου καὶ κατὰ ταὐτὰ μονίμου ξὺν Ἀπόλλωνι τεθεαμένοις, τὸ δὲ μεριστὸν τῆς δημιουργίας μετὰ τοῦ τὴν μεριστὴν ἐπιτροπεύοντος οὐσίαν Διονύσου, τὸ δὲ τῆς καλλίστης συμμετρίας καὶ νοερᾶς κράσεως περὶ τὴν τοῦ Μουσηγέτου δύναμιν τεθεωρηκόσι, τὸ συμπληροῦν δὲ τὴν εὐταξίαν τῆς ὅλης ζωῆς ξὺν Ἀσκληπιῷ νοοῦσι."],["24","Τοσαῦτα μὲν ὑπὲρ τῶν προκοσμίων αὐτοῦ δυνάμεων, ἔργα δὲ ὁμοταγῆ ταύταις ὑπὲρ τὸν ἐμφανῆ κόσμον ἡ τῶν ἀγαθῶν ἀποπλήρωσις. ἐπειδὴ γάρ ἐστι γνήσιος ἔκγονος τἀγαθοῦ, παραδεξάμενος παρ’ αὐτοῦ τελείαν τὴν ἀγαθὴν μοῖραν, αὐτὸς ἅπασι τοῖς νοεροῖς διανέμει θεοῖς, ἀγαθοεργὸν καὶ τελείαν αὐτοῖς διδοὺς τὴν οὐσίαν. ἓν μὲν δὴ τουτί. δεύτερον δὲ ἔργον ἐστὶ τοῦ θεοῦ ἡ τοῦ νοητοῦ κάλλους ἐν τοῖς νοεροῖς καὶ ἀσωμάτοις εἴδεσι τελειοτάτη διανομή. τῆς γὰρ ἐν τῇ φύσει φαινομένης οὐσίας γονίμου γεννᾶν ἐφιεμένης ἐν τῷ καλῷ καὶ ὑπεκτίθεσθαι τὸν τόκον, ἔτι ἀνάγκη προηγεῖσθαι τὴν ἐν τῷ νοητῷ κάλλει τοῦτο αὐτὸ διαιωνίως καὶ ἀεὶ ποιοῦσαν, ἀλλ’ οὐχὶ νῦν μὲν, εἰσαῦθις δὲ οὔ, καὶ ποτὲ μὲν γεννῶσαν, αὖθις δὲ ἄγονον. ὅσα γὰρ ἐνταῦθα ποτὲ καλά, ταῦτα ἐν τοῖς νοητοῖς ἀεί. ῥητέον τοίνυν αὐτοῦ τῆς ἐν τοῖς φαινομένοις αἰτίας γονίμου προκαθηγεῖσθαι τὸν ἐν τῷ νοερῷ καὶ διαιωνίῳ κάλλει τόκον ἀγέννητον, ὃν ὁ θεὸς οὗτος ἔχει περὶ ἑαυτὸν ὑποστήσας, ᾧ καὶ τὸν τέλειον νοῦν διανέμει, καθάπερ ὄμμασιν ἐνδιδοὺς διὰ τοῦ φωτὸς τὴν ὄψιν, οὕτω δὲ καὶ ἐν τοῖς νοητοῖς διὰ τοῦ νοεροῦ παραδείγματος, ὃ προτείνει πολὺ φανότερον τῆς αἰθερίας αὐγῆς, πᾶσιν οἶμαι τοῖς νοεροῖς τὸ νοεῖν καὶ τὸ νοεῖσθαι παρέχει. ἑτέρα πρὸς ταύταις ἐνέργεια θαυμαστὴ φαίνεται περὶ τὸν βασιλέα τῶν ὅλων Ἥλιον ἡ τοῖς κρείττοσι γένεσιν ἐνδιδομένη μοῖρα βελτίων, ἀγγέλοις, δαίμοσιν, ἥρωσι ψυχαῖς τε μερισταῖς, ὁπόσαι μένουσιν ἐν παραδείγματος καὶ ἰδέας λόγῳ, μήποτε ἑαυτὰς διδοῦσαι σώματι."],["25","τὴν μὲν οὖν προκόσμιον οὐσίαν τοῦ θεοῦ δυνάμεις τε αὐτοῦ καὶ ἔργα τὸν βασιλέα τῶν ὅλων ὑμνοῦντες Ἥλιον, ἐφ’ ὅσον ἡμῖν οἷόν τε ἦν ἐφικέσθαι τῆς περὶ αὐτὸν εὐφημίας σπεύδοντες, διεληλύθαμεν. ἐπεὶ δὲ ὄμματα, φησίν, ἀκοῆς ἐστι πιστότερα, καίτοι τῆς νοήσεως ὄντα γε ἀπιστότερα καὶ ἀσθενέστερα, φέρε καὶ περὶ τῆς ἐμφανοῦς αὐτοῦ δημιουργίας αἰτησάμενοι παρ’ αὐτοῦ τὸ μετρίως εἰπεῖν πειραθῶμεν."],["26","Ὑπέστη μὲν οὖν περὶ αὐτὸν ὁ φαινόμενος ἐξ αἰῶνος κόσμος, ἕδραν δὲ ἔχει τὸ περικόσμιον φῶς ἐξ αἰῶνος, οὐχὶ νῦν μέν, τότε δὲ οὔ, οὐδὲ ἄλλοτε ἄλλως, ἀεὶ δὲ ὡσαύτως. ἀλλ’ εἴ τις ταύτην τὴν διαιώνιον φύσιν ἄχρις ἐπινοίας ἐθελήσειε χρονικῶς κατανοῆσαι, τὸν βασιλέα τῶν ὅλων Ἥλιον ἀθρόως καταλάμποντα ῥᾷστα ἂν γνοίη, πόσων αἴτιός ἐστι δι’ αἰῶνος ἀγαθῶν τῷ κόσμῳ. οἶδα μὲν οὖν καὶ Πλάτωνα τὸν μέγαν καὶ μετὰ τοῦτον ἄνδρα τοῖς χρόνοις, οὔτι μὴν τῇ φύσει καταδεέστερον· τὸν Χαλκιδέα φημί, τὸν Ἰάμβλιχον· ὃς ἡμᾶς τά τε ἄλλα περὶ τὴν φιλοσοφίαν καὶ δὴ καὶ ταῦτα διὰ τῶν λόγων ἐμύησεν, ἄχρις ὑποθέσεως τῷ γεννητῷ προσχρωμένους καὶ οἱονεὶ χρονικήν τινα τὴν ποίησιν ὑποτιθεμένους, ἵνα τὸ μέγεθος τῶν παρ’ αὐτοῦ γινομένων ἔργων ἐπινοηθείη. πλὴν ἀλλ’ ἔμοιγε τῆς ἐκείνων ἀπολειπομένῳ παντάπα��ι δυνάμεως οὐδαμῶς ἐστι παρακινδυνευτέον, ἐπείπερ ἀκίνδυνον οὐδὲ αὐτὸ τὸ μέχρι ψιλῆς ὑποθέσεως χρονικήν τινα περὶ τὸν κόσμον ὑποθέσθαι ποίησιν ὁ κλεινὸς ἥρως ἐνόμισεν Ἰάμβλιχος. πλὴν ἀλλ’ ἐπείπερ ὁ θεὸς ἐξ αἰωνίου προῆλθεν αἰτίας, μᾶλλον δὲ προήγαγε πάντα ἐξ αἰῶνος, ἀπὸ τῶν ἀφανῶν τὰ φανερὰ βουλήσει θείᾳ καὶ ἀρρήτῳ τάχει καὶ ἀνυπερβλήτῳ δυνάμει πάντα ἀθρόως ἐν τῷ νῦν ἀπογεννήσας χρόνῳ, ἀπεκληρώσατο μὲν οἷον οἰκειοτέραν ἕδραν τὸ μέσον οὐρανοῦ, ἵνα πανταχόθεν ἴσα διανέμῃ τἀγαθὰ τοῖς ὑπ’ αὐτοῦ καὶ σὺν αὐτῷ προελθοῦσι θεοῖς, ἐπιτροπεύῃ δὲ τὰς ἑπτὰ καὶ τὴν ὀγδόην οὐρανοῦ κυκλοφορίαν, ἐνάτην τε οἶμαι δημιουργίαν τὴν ἐν γενέσει καὶ φθορᾷ συνεχεῖ διαιωνίως ἀνακυκλουμένην γένεσιν. οἵ τε γὰρ πλάνητες εὔδηλον ὅτι περὶ αὐτὸν χορεύοντες μέτρον ἔχουσι τῆς κινήσεως τὴν πρὸς τὸν θεὸν τόνδε τοιάνδε περὶ τὰ σχήματα συμφωνίαν, ὅ τε ὅλος οὐρανὸς αὐτῷ κατὰ πάντα συναρμοζόμενος ἑαυτοῦ τὰ μέρη θεῶν ἐστιν ἐξ Ἡλίου πλήρης. ἔστι γὰρ ὁ θεὸς ὅδε πέντε μὲν κύκλων ἄρχων κατ’ οὐρανόν, τρεῖς δὲ ἐκ τούτων ἐπιὼν ἐν τρισὶ τρεῖς γεννᾷ τὰς χάριτας· οἱ λειπόμενοι δὲ μεγάλης ἀνάγκης εἰσὶ πλάστιγγες. ἀξύνετον ἴσως λέγω τοῖς Ἕλλησιν, ὥσπερ δέον μόνον τὰ συνήθη καὶ γνώριμα λέγειν· οὐ μὴν οὐδὲ τοῦτό ἐστιν, ὡς ἄν τις ὑπολάβοι, παντελῶς ξένον. οἱ Διόσκουροι τίνες ὑμῖν εἰσιν, ὦ σοφώτατοι καὶ ἀβασανίστως τὰ πολλὰ παραδεχόμενοι; οὐχ ἑτερήμεροι λέγονται, διότι μὴ θέμις ὁρᾶσθαι τῆς αὐτῆς ἡμέρας; ὑμεῖς ὅπως ἀκούετε εὔδηλον ὅτι τῆς χθὲς καὶ τήμερον. εἶτα τί νοεῖ τοῦτο, πρὸς αὐτῶν τῶν Διοσκούρων; ἐφαρμόσωμεν αὐτὸ φύσει τινὶ καὶ πράγματι, κενὸν ἵνα μηδὲν μηδὲ ἀνόητον λέγωμεν. ἀλλ’ οὐκ ἂν εὕροιμεν ἀκριβῶς ἐξετάζοντες· οὐδὲ γὰρ ὡς ὑπέλαβον εἰρῆσθαί τινες πρὸς τῶν θεολόγων ἡμισφαίρια τοῦ παντὸς τὰ δύο λόγον ἔχει τινά· πῶς γάρ ἐστιν ἑτερήμερον αὐτῶν ἕκαστον οὐδὲ ἐπινοῆσαι ῥᾴδιον, ἡμέρας ἑκάστης ἀνεπαισθήτου τῆς κατὰ τὸν φωτισμὸν αὐτῶν παραυξήσεως γινομένης. σκεψώμεθα δὲ νῦν ὑπὲρ ὧν αὐτοὶ καινοτομεῖν ἴσως τῳ δοκοῦμεν. τῆς αὐτῆς ἡμέρας ἐκεῖνοι μετέχειν ὀρθῶς ἂν ῥηθεῖεν, ὁπόσοις ἴσος ἐστὶν ὁ τῆς ὑπὲρ γῆν ἡλίου πορείας χρόνος ἐν ἑνὶ καὶ τῷ αὐτῷ μηνί. ὁράτω τις οὖν, εἰ μὴ τὸ ἑτερήμερον τοῖς κύκλοις ἐφαρμόζει τοῖς τε ἄλλοις καὶ τοῖς τροπικοῖς. ὑπολήψεταί τις· οὐκ ἴσον ἐστιν. οἱ μὲν γὰρ ἀεὶ φαίνονται, καὶ τοῖς τὴν ἀντίσκιον οἰκοῦσι γῆν ἀμφοτέροις ἀμφότεροι, τῶν δὲ οἱ θάτερον ὁρῶντες οὐδαμῶς ὁρῶσι θάτερον."],["27","Ἀλλ’ ἵνα μὴ πλείω περὶ τῶν αὐτῶν λέγων διατρίβω, τὰς τροπὰς ἐργαζόμενος, ὥσπερ ἴσμεν, πατὴρ ὡρῶν ἐστιν, οὐκ ἀπολείπων δὲ οὐδαμῶς τοὺς πόλους Ὠκεανὸς ἂν εἴη, διπλῆς ἡγεμὼν οὐσίας. μῶν ἀσαφές τι καὶ τοῦτο λέγομεν, ἐπείπερ πρὸ ἡμῶν αὐτὸ καὶ Ὅμηρος ἔφη· Ὠκεανοῦ, ὅσπερ γένεσις πάντεσσι τέτυκται, θνητῶν τε θεῶν θ’, ��ς ἂν αὐτὸς φαίη, μακάρων; ἀληθῶς. ἓν γὰρ τῶν πάντων οὐδέν ἐστιν, ὃ μὴ τῆς Ὠκεανοῦ πέφυκεν οὐσίας ἔκγονον. ἀλλὰ τί τοῦτο πρὸς τοὺς πόλους; βούλει σοι φράσω; καίτοι σιωπᾶσθαι κρεῖσσον ἦν· εἰρήσεται δὲ ὅμως."],["28","Λέγεται γοῦν, εἰ καὶ μὴ πάντες ἑτοίμως ἀποδέχονται, ὁ δίσκος ἐπὶ τῆς ἀνάστρου φέρεσθαι πολὺ τῆς ἀπλανοῦς ὑψηλότερος· καὶ οὕτω δὴ τῶν μὲν πλανωμένων οὐχ ἕξει τὸ μέσον, τριῶν δὲ τῶν κόσμων κατὰ τὰς τελεστικὰς ὑποθέσεις, εἰ χρὴ τὰ τοιαῦτα καλεῖν ὑποθέσεις, ἀλλὰ μὴ ταῦτα μὲν δόγματα, τὰ δὲ τῶν σφαιρικῶν ὑποθέσεις. οἱ μὲν γὰρ θεῶν ἢ δαιμόνων μεγάλων δή τινων ἀκούσαντές φασιν, οἱ δὲ ὑποτίθενται τὸ πιθανὸν ἐκ τῆς πρὸς τὰ φαινόμενα συμφωνίας. αἰνεῖν μὲν οὖν ἄξιον καὶ τούσδε, πιστεύειν δὲ ἐκείνοις ὅτῳ βέλτιον εἶναι δοκεῖ, τοῦτον ἐγὼ παίζων καὶ σπουδάζων ἄγαμαί τε καὶ τεθαύμακα. καὶ ταῦτα μὲν δὴ ταύτῃ, φασί."],["29","Πολὺ δὲ πρὸς οἷς ἔφην πλῆθός ἐστι περὶ τὸν οὐρανὸν θεῶν, οὓς κατενόησαν οἱ τὸν οὐρανὸν μὴ παρέργως μηδὲ ὥσπερ τὰ βοσκήματα θεωροῦντες. τοὺς τρεῖς γὰρ τετραχῇ τέμνων διὰ τῆς τοῦ ζῳοφόρου κύκλου πρὸς ἕκαστον αὐτῶν κοινωνίας τοῦτον αὖθις τὸν ζῳοφόρον εἰς δώδεκα θεῶν δυνάμεις διαιρεῖ, καὶ μέντοι τούτων ἕκαστον εἰς τρεῖς, ὥστε ποιεῖν ἓξ ἐπὶ τοῖς τριάκοντα. ἔνθεν οἶμαι καθήκει ἄνωθεν ἡμῖν ἐξ οὐρανῶν τριπλῆ χαρίτων δόσις, ἐκ τῶν κύκλων, οὓς ὁ θεὸς ὅδε τετραχῇ τέμνων τὴν τετραπλῆν ἐπιπέμπει τῶν ὡρῶν ἀγλαΐαν, αἳ δὴ τὰς τροπὰς ἔχουσι τῶν καιρῶν. κύκλον τοι καὶ αἱ Χάριτες ἐπὶ γῆς διὰ τῶν ἀγαλμάτων μιμοῦνται. χαριτοδότης δέ ἐστιν ὁ Διόνυσος ἐς ταὐτὸ λεγόμενος Ἡλίῳ συμβασιλεύειν."],["30","τί οὖν ἔτι σοι τὸν Ὧρον λέγω καὶ τἆλλα θεῶν ὀνόματα, τὰ πάντα Ἡλίῳ προσήκοντα; συνῆκαν γὰρ ἅνθρωποι τὸν θεὸν ἐξ ὧν ὁ θεὸς ὅδε ἐργάζεται, τὸν σύμπαντα οὐρανὸν τοῖς νοεροῖς ἀγαθοῖς τελειωσάμενος καὶ μεταδοὺς αὐτῷ τοῦ νοητοῦ κάλλους, ἀρξάμενοί τε ἐκεῖθεν ὅλον τε αὐτὸν καὶ τὰ μέρη τῇ τῶν ἀγαθῶν ἁδρᾷ δόσει. πᾶσαν γὰρ ἐπιτροπεύει κίνησιν ἄχρι τῆς τελευταίας τοῦ κόσμου λήξεως· φύσιν τε καὶ ψυχὴν καὶ πᾶν ὅ, τι ποτέ ἐστι, πάντα πανταχοῦ τελειοῦται."],["31","τὴν δὲ τοσαύτην στρατιὰν τῶν θεῶν εἰς μίαν ἡγεμονικὴν ἕνωσιν συντάξας Ἀθηνᾷ Προνοίᾳ παρέδωκεν, ἣν ὁ μὲν μῦθός φησιν ἐκ τῆς τοῦ Διὸς γενέσθαι κορυφῆς, ἡμεῖς δὲ ὅλην ἐξ ὅλου τοῦ βασιλέως Ἡλίου προβληθῆναι συνεχομένην ἐν αὐτῷ, ταύτῃ διαφέροντες τοῦ μύθου, ὅτι μὴ ἐκ τοῦ ἀκροτάτου μέρους, ὅλην δὲ ἐξ ὅλου· ἐπεὶ τἆλλά γε οὐδὲν διαφέρειν Ἡλίου Δία νομίζοντες ὁμολογοῦμεν τῇ παλαιᾷ φήμῃ. καὶ τοῦτο δὲ αὐτὸ Πρόνοιαν Ἀθηνᾶν λέγοντες οὐ καινοτομοῦμεν, εἴπερ ὀρθῶς ἀκούομεν· Ἵκετο δ’ ἐς Πυθῶνα καὶ ἐς Γλαυκῶπα Προνοίην. οὕτως ἄρα καὶ τοῖς παλαιοῖς ἐφαίνετο Ἀθηνᾶ Πρόνοια σύνθρονος Ἀπόλλωνι τῷ νομιζομένῳ μηδὲν Ἡλίου διαφέρειν. μή ποτε οὖν καὶ θείᾳ μοίρᾳ τοῦτο Ὅμηρος· ἦν γάρ, ὡς εἰκός, θεόληπτος· ἀπεμαντεύσατο πολλαχοῦ τῆς ποιήσεως· Τιοίμην δ’ ὡς τίετ’ Ἀθηναίη καὶ Ἀπόλλων, ὑπὸ Διὸς δήπουθεν, ὅσπερ ἐστὶν ὁ αὐτὸς Ἡλίῳ;"],["32","καθάπερ δ’ ὁ βασιλεὺς Ἀπόλλων ἐπικοινωνεῖ διὰ τῆς ἁπλότητος τῶν νοήσεων Ἡλίῳ, οὕτω δὲ καὶ τὴν Ἀθηνᾶν νομιστέον ἀπ’ αὐτοῦ παραδεξαμένην τὴν οὐσίαν οὖσάν τε αὐτοῦ τελείαν νόησιν συνάπτειν μὲν τοὺς περὶ τὸν Ἥλιον θεοὺς αὖ τῷ βασιλεῖ τῶν ὅλων Ἡλίῳ δίχα συγχύσεως εἰς ἕνωσιν, αὐτὴν δὲ τὴν ἄχραντον καὶ καθαρὰν ζωὴν ἀπ’ ἄκρας ἁψῖδος οὐρανοῦ διὰ τῶν ἑπτὰ κύκλων ἄχρι τῆς Σελήνης νέμουσαν ἐποχετεύειν, ἣν ἡ θεὸς ἥδε τῶν κυκλικῶν οὖσαν σωμάτων ἐσχάτην ἐπλήρωσε τῆς φρονήσεως, ὑφ’ ἧς ἡ Σελήνη τά τε ὑπὲρ τὸν οὐρανὸν θεωρεῖ νοητὰ καὶ τὰ ὑφ’ ἑαυτὴν κοσμοῦσα τὴν ὕλην τοῖς εἴδεσιν ἀναιρεῖ τὸ θηριῶδες αὐτῆς καὶ ταραχῶδες καὶ ἄτακτον. ἀνθρώποις δὲ ἀγαθὰ δίδωσιν Ἀθηνᾶ σοφίαν τό τε νοεῖν καὶ τὰς δημιουργικὰς τέχνας. κατοικεῖ δὲ τὰς ἀκροπόλεις αὕτη δήπουθεν καταστησαμένη τὴν πολιτικὴν διὰ σοφίας κοινωνίαν."],["33","ὀλίγα ἔτι περὶ Ἀφροδίτης, ἣν συνεφάπτεσθαι τῆς δημιουργίας τῷ θεῷ Φοινίκων ὁμολογοῦσιν οἱ λόγιοι, καὶ ἐγὼ πείθομαι. ἔστι δὴ οὖν αὕτη σύγκρασις τῶν οὐρανίων θεῶν, καὶ τῆς ἁρμονίας αὐτῶν ἔτι φιλία καὶ ἕνωσις. Ἡλίου γὰρ ἐγγὺς οὖσα καὶ συμπεριθέουσα καὶ πλησιάζουσα πληροῖ μὲν τὸν οὐρανὸν εὐκρασίας, ἐνδίδωσι δὲ τὸ γόνιμον τῇ γῇ, προμηθουμένη καὶ αὐτὴ τῆς ἀειγενεσίας τῶν ζῴων, ἧς ὁ μὲν βασιλεὺς Ἥλιος ἔχει τὴν πρωτουργὸν αἰτίαν, Ἀφροδίτη δὲ αὐτῷ συναίτιος, ἡ θέλγουσα μὲν τὰς ψυχὰς ἡμῶν σὺν εὐφροσύνῃ, καταπέμπουσα δὲ εἰς γῆν ἐξ αἰθέρος αὐγὰς ἡδίστας καὶ ἀκηράτους αὐτοῦ τοῦ χρυσίου στιλπνοτέρας."],["34","ἔτι ἐπιμετρῆσαι βούλομαι τῆς Φοινίκων θεολογίας· εἰ δὲ μὴ μάτην, ὁ λόγος προϊὼν δείξει. οἱ τὴν Ἔμεσαν οἰκοῦντες, ἱερὸν ἐξ αἰῶνος Ἡλίου χωρίον, Μόνιμον αὐτῷ καὶ Ἄζιζον συγκαθιδρύουσιν. αἰνίττεσθαί φησιν Ἰάμβλιχος, παρ’ οὗ καὶ τἆλλα πάντα ἐκ πολλῶν μικρὰ ἐλάβομεν, ὡς ὁ Μόνιμος μὲν Ἑρμῆς εἴη, Ἄζιζος δὲ Ἄρης, Ἡλίου πάρεδροι, πολλὰ καὶ ἀγαθὰ τῷ περὶ γῆν ἐποχετεύοντες τόπῳ."],["35","Τὰ μὲν οὖν περὶ τὸν οὐρανὸν ἔργα τοῦ θεοῦ τοιαῦτά ἐστι, καὶ διὰ τούτων ἐπιτελούμενα μέχρι τῶν τῆς γῆς προήκει τελευταίων ὅρων· ὅσα δὲ ὑπὸ τὴν Σελήνην ἐργάζεται, μακρὸν ἂν εἴη τὰ πάντα ἀπαριθμεῖσθαι. πλὴν ὡς ἐν κεφαλαίῳ καὶ ταῦτα ῥητέον. οἶδα μὲν οὖν ἔγωγε καὶ πρότερον μνημονεύσας, ὁπηνίκα ἠξίουν ἐκ τῶν φαινομένων τὰ ἀφανῆ περὶ τῆς τοῦ θεοῦ σκοπεῖν οὐσίας, ὁ λόγος δὲ ἀπαιτεῖ με καὶ νῦν ἐν τάξει περὶ αὐτῶν δηλῶσαι."],["36","Καθάπερ οὖν ἐν τοῖς νοεροῖς ἔχειν ἔφαμεν τὴν ἡγεμονίαν Ἥλιον, πολὺ περὶ τὴν ἀμέριστον οὐσίαν ἑαυτοῦ πλῆθος ἑνοειδῶς ἔχοντα τῶν θεῶν, ἔτι δὲ ἐν τοῖς αἰσθητοῖς, ἃ δὴ τὴν κύκλῳ διαιωνίαν πορεύεται μάλα εὐδαίμονα πορείαν, ἀπεδείκνυμεν ἀρχηγὸν καὶ κύριον, ἐνδιδ��ντα μὲν τὸ γόνιμον τῇ φύσει, πληροῦντα δὲ τὸν ὅλον οὐρανὸν ὥσπερ τῆς φαινομένης αὐγῆς οὕτω δὲ καὶ μυρίων ἀγαθῶν ἀφανῶν ἄλλων, τελειούμενα δὲ ἐξ αὐτοῦ καὶ τὰ παρὰ τῶν ἄλλων ἐμφανῶν θεῶν ἀγαθὰ χορηγούμενα, καὶ πρό γε τούτων αὐτοὺς ἐκείνους ὑπὸ τῆς ἀπορρήτου καὶ θείας αὐτοῦ τελειουμένους ἐνεργείας· οὕτω δὲ καὶ περὶ τὸν ἐν γενέσει τόπον θεούς τινας ἐπιβεβηκέναι νομιστέον ὑπὸ τοῦ βασιλέως Ἡλίου συνεχομένους, οἳ τὴν τετραπλῆν τῶν στοιχείων κυβερνῶντες φύσιν, περὶ ἃς ἐστήρικται ταῦτα ψυχὰς μετὰ τῶν τριῶν κρειττόνων ἐνοικοῦσι γενῶν. αὐταῖς δὲ ταῖς μερισταῖς ψυχαῖς ὅσων ἀγαθῶν ἐστιν αἴτιος, κρίσιν τε αὐταῖς προτείνων καὶ δίκῃ κατευθύνων καὶ ἀποκαθαίρων λαμπρότητι; τὴν ὅλην δὲ οὐχ οὗτος φύσιν, ἐνδιδοὺς ἄνωθεν αὐτῇ τὸ γόνιμον, κινεῖ καὶ ἀναζωπυρεῖ; ἀλλὰ καὶ ταῖς μερισταῖς φύσεσιν οὐ τῆς εἰς τέλος πορείας οὗτός ἐστιν ἀληθῶς αἴτιος; ἄνθρωπον γὰρ ὑπὸ ἀνθρώπου γεννᾶσθαί φησιν Ἀριστοτέλης καὶ ἡλίου. ταὐτὸν δὴ οὖν καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων, ὅσα τῶν μεριστῶν ἐστι φύσεων ἔργα, περὶ τοῦ βασιλέως Ἡλίου προσήκει διανοεῖσθαι. τί δέ; οὐχ ἡμῖν ὄμβρους καὶ ἀνέμους καὶ τὰ ἐν τοῖς μεταρσίοις γινόμενα τῷ διττῷ τῆς ἀναθυμιάσεως οἷον ὕλῃ χρώμενος ὁ θεὸς οὗτος ἐργάζεται; θερμαίνων γὰρ τὴν γῆν ἀτμίδα καὶ καπνὸν ἕλκει, γίνεται δὲ ἐκ τούτων οὐ τὰ μετάρσια μόνον, ἀλλὰ καὶ ὅσα ἐπὶ γῆς πάθη, σμικρὰ καὶ μεγάλα."],["37","Τί οὖν περὶ τῶν αὐτῶν ἐπέξειμι μακρότερα, ἐξὸν ἐπὶ τὸ πέρας ἤδη βαδίζειν ὑμνήσαντα πρότερον ὅσα ἔδωκεν ἀνθρώποις Ἥλιος ἀγαθά; γινόμενοι γὰρ ἐξ αὐτοῦ τρεφόμεθα παρ’ ἐκείνου. τὰ μὲν οὖν θειότερα καὶ ὅσα ταῖς ψυχαῖς δίδωσιν ἀπολύων αὐτὰς τοῦ σώματος, εἶτα ἐπανάγων ἐπὶ τὰς τοῦ θεοῦ συγγενεῖς οὐσίας, καὶ τὸ λεπτὸν καὶ εὔτονον τῆς θείας αὐγῆς οἷον ὄχημα τῆς εἰς τὴν γένεσιν ἀσφαλοῦς διδόμενον καθόδου ταῖς ψυχαῖς ὑμνείσθω τε ἄλλοις ἀξίως καὶ ὑφ’ ἡμῶν πιστευέσθω μᾶλλον ἢ δεικνύσθω· τὰ δὲ ὅσα γνώριμα πέφυκε τοῖς πᾶσιν οὐκ ὀκνητέον ἐπεξελθεῖν."],["38","οὐρανόν φησι Πλάτων ἡμῖν γενέσθαι σοφίας διδάσκαλον. ἐνθένδε γὰρ ἀριθμοῦ κατενοήσαμεν φύσιν, ἧς τὸ διαφέρον οὐκ ἄλλως ἢ διὰ τῆς ἡλίου περιόδου κατενοήσαμεν. φησί τοι καὶ αὐτὸς Πλάτων ἡμέραν καὶ νύκτα πρότερον. εἶτα ἐκ τοῦ φωτὸς τῆς σελήνης, ὃ δὴ δίδοται τῇ θεῷ ταύτῃ παρ’ ἡλίου, μετὰ τοῦτο προήλθομεν ἐπὶ πλέον τῆς τοιαύτης συνέσεως, ἁπανταχοῦ τῆς πρὸς τὸν θεὸν τοῦτον στοχαζόμενοι συμφωνίας. ὅπερ αὐτός πού φησιν, ὡς ἄρα τὸ γένος ἡμῶν ἐπίπονον ὂν φύσει θεοὶ ἐλεήσαντες ἔδωκαν ἡμῖν τὸν Διόνυσον καὶ τὰς Μούσας συγχορευτάς. ἐφάνη δὲ ἡμῖν Ἥλιος τούτων κοινὸς ἡγεμών, Διονύσου μὲν πατὴρ ὑμνούμενος, ἡγεμὼν δὲ Μουσῶν."],["39","ὁ δὲ αὐτῷ συμβασιλεύων Ἀπόλλων οὐ πανταχοῦ μὲν ἀνῆκε τῆς γῆς χρηστήρια, σοφίαν δὲ ἔδωκεν ἀνθρώποις ἔνθεον, ἐκόσμησε δὲ ἱεροῖς καὶ πολιτικοῖς τὰς π��λεις θεσμοῖς; οὗτος ἡμέρωσε μὲν διὰ τῶν Ἑλληνικῶν ἀποικιῶν τὰ πλεῖστα τῆς οἰκουμένης, παρεσκεύασε δὲ ῥᾷον ὑπακοῦσαι Ῥωμαίοις ἔχουσι καὶ αὐτοῖς οὐ γένος μόνον Ἑλληνικόν, ἀλλὰ καὶ θεσμοὺς ἱεροὺς καὶ τὴν περὶ τοὺς θεοὺς εὐπιστίαν ἐξ ἀρχῆς εἰς τέλος Ἑλληνικὴν καταστησαμένοις τε καὶ φυλάξασι, πρὸς δὲ τούτοις καὶ τὸν περὶ τὴν πόλιν κόσμον οὐδεμιᾶς τῶν ἄριστα πολιτευσαμένων πόλεων καταστησαμένοις φαυλότερον, εἰ μὴ καὶ τῶν ἄλλων ἁπασῶν, ὅσαι γε ἐν χρήσει γεγόνασι πολιτεῖαι, κρείσσονα· ἀνθ’ ὧν οἶμαι καὶ αὐτὸς ἔγνων τὴν πόλιν Ἑλληνίδα γένος τε καὶ πολιτείαν. Τί ἔτι σοι λέγω, πῶς τῆς ὑγιείας καὶ σωτηρίας πάντων προυνόησε τὸν σωτῆρα τῶν ὅλων ἀπογεννήσας Ἀσκληπιόν, ὅπως δὲ ἀρετὴν ἔδωκε παντοίαν Ἀφροδίτην Ἀθηνᾷ συγκαταπέμψας ἡμῖν, κηδεμόνα μόνον οὐχὶ νόμον θέμενος, πρὸς μηδὲν ἕτερον χρῆσθαι τῇ μίξει ἢ πρὸς τὴν γέννησιν τοῦ ὁμοίου; διά τοι τοῦτο καὶ κατὰ τὰς περιόδους αὐτοῦ πάντα τὰ φυόμενα καὶ τὰ παντοδαπῶν ζῴων φῦλα κινεῖται πρὸς ἀπογέννησιν τοῦ ὁμοίου. τί χρὴ τὰς ἀκτῖνας αὐτοῦ καὶ τὸ φῶς σεμνῦναι; νὺξ γοῦν ἀσέληνός τε καὶ ἄναστρος ὅπως ἐστὶ φοβερά, ἆρα ἐννοεῖ τις, ἵν’ ἐντεῦθεν, ὁπόσον ἔχομεν ἀγαθὸν ἐξ ἡλίου τὸ φῶς, τεκμήρηται; τοῦτο δὲ αὐτὸ συνεχὲς παρέχων καὶ ἀμεσολάβητον νυκτὶ ἐν οἷς χρὴ τόποις ἀπὸ τῆς σελήνης τοῖς ἄνω, ἐκεχειρίαν ἡμῖν διὰ τῆς νυκτὸς τῶν πόνων δίδωσιν. οὐδὲν ἂν γένοιτο πέρας τοῦ λόγου, εἰ πάντα ἐπεξιέναι τις ἐθελήσειε τὰ τοιαῦτα. ἓν γὰρ οὐδέν ἐστιν ἀγαθὸν κατὰ τὸν βίον, ὃ μὴ παρὰ τοῦ θεοῦ τοῦδε λαβόντες ἔχομεν, ἤτοι παρὰ μόνου τέλειον, ἢ διὰ τῶν ἄλλων θεῶν παρ’ αὐτοῦ τελειούμενον."],["40","Ἡμῖν δέ ἐστιν ἀρχηγὸς καὶ τῆς πόλεως. οἰκεῖ γοῦν αὐτῆς οὐ τὴν ἀκρόπολιν μόνον μετὰ τῆς Ἀθηνᾶς καὶ Ἀφροδίτης Ζεὺς ὁ πάντων πατὴρ ὑμνούμενος, ἀλλὰ καὶ Ἀπόλλων ἐπὶ τῷ Παλλαντίῳ λόφῳ καὶ Ἥλιος αὐτὸς τοῦτο τὸ κοινὸν ὄνομα πᾶσι καὶ γνώριμον. ὅπως δὲ αὐτῷ πάντη καὶ πάντα προσήκομεν οἱ Ῥωμυλίδαι τε καὶ Αἰνεάδαι, πολλὰ ἔχων εἰπεῖν ἐρῶ βραχέα τὰ γνωριμώτατα. γέγονε, φασίν, ἐξ Ἀφροδίτης Αἰνείας, ἥπερ ἐστὶν ὑπουργὸς Ἡλίῳ καὶ συγγενής. αὐτὸν δὲ τὸν κτίστην ἡμῶν τῆς πόλεως Ἄρεως ἡ φήμη παρέδωκε παῖδα, πιστουμένη τὸ παράδοξον τῶν λόγων διὰ τῶν ὕστερον ἐπακολουθησάντων σημείων. ὑπέσχε γὰρ αὐτῷ, φασί, μαζὸν θήλεια λύκος. ἐγὼ δὲ ὅτι μὲν Ἄρης Ἄζιζος λεγόμενος ὑπὸ τῶν οἰκούντων τὴν Ἔμεσαν Σύρων Ἡλίου προπομπεύει, καίπερ εἰδὼς καὶ προειπὼν ἀφήσειν μοι δοκῶ. τοῦ χάριν δὲ ὁ λύκος Ἄρει μᾶλλον, οὐχὶ δὲ Ἡλίῳ προσήκει; καίτοι λυκάβαντά φασιν ἀπὸ τοῦ λύκου τὸν ἐνιαύσιον χρόνον· ὀνομάζει δὲ αὐτὸν οὐχ Ὅμηρος μόνον οὐδὲ οἱ γνώριμοι τῶν Ἑλλήνων τοῦτο τὸ ὄνομα, πρὸς δὲ καὶ ὁ θεός· διανύων γάρ φησιν Ὀρχηθμῷ λυκάβαντα δυωδεκάμηνα κέλευθα. βούλει οὖν ἔτι σοι φράσω μεῖζον τεκμήριον, ὅτι ἄρα ὁ τῆς πόλεως ἡμῶν οἰκιστὴς οὐχ ὑπ’ Αρεως κατεπέμφθη μόνον, ἀλλ’ ἴσως αὐτῷ τῆς μὲν τοῦ σώματος κατασκευῆς συνεπελάβετο δαίμων ἀρήιος καὶ γενναῖος, ὁ λεγόμενος ἐπιφοιτῆσαι τῇ Σιλβίᾳ λουτρὰ τῇ θεῷ φερούσῃ, τὸ δὲ ὅλον ἐξ Ἡλίου κατῆλθεν ἡ ψυχὴ τοῦ θεοῦ Κυρίνου· πειστέον γὰρ οἶμαι τῇ φήμῃ. σύνοδος ἀκριβὴς τῶν τὴν ἐμφανῆ κατανειμαμένων βασιλείαν Ἡλίου τε καὶ Σελήνης ὥσπερ οὖν εἰς τὴν γῆν κατήγαγεν, οὕτω καὶ ἀνήγαγεν ὃν ἀπὸ τῆς γῆς ἐδέξατο, τὸ θνητὸν ἀφανίσασα πυρὶ κεραυνίῳ τοῦ σώματος. οὕτω προδήλως ἡ τῶν περιγείων δημιουργὸς ὑπὸ αὐτὸν ἄκρως γενομένη τὸν ἥλιον ἐδέξατο εἰς γῆν πεμπόμενον διὰ τῆς Ἀθηνᾶς τῆς Προνοίας τὸν Κυρῖνον, ἀνιπτάμενόν τε αὖθις ἀπὸ γῆς ἐπὶ τὸν βασιλέα τῶν ὅλων ἐπανήγαγεν αὐτίκα Ἥλιον."],["41","Ἔτι σοι βούλει περὶ τῶν αὐτῶν φράσω τεκμήριον τοῦ Νόμα τοῦ βασιλέως ἔργον; ἄσβεστον ἐξ ἡλίου φυλάττουσι φλόγα παρθένοι παρ’ ἡμῖν ἱεραὶ κατὰ τὰς διαφόρους ὥρας, αἳ δὴ τὸ γενόμενον περὶ τὴν γῆν ὑπὸ τοῦ θεοῦ πῦρ φυλάττουσιν. ἔτι τούτων μεῖζον ἔχω σοι φράσαι τοῦ θεοῦ τοῦδε τεκμήριον, αὐτοῦ τοῦ θειοτάτου βασιλέως ἔργον. οἱ μῆνες ἅπασι μὲν τοῖς ἄλλοις ὡς ἔπος εἰπεῖν ἀπὸ τῆς σελήνης ἀριθμοῦνται, μόνοι δὲ ἡμεῖς καὶ Αἰγύπτιοι πρὸς τὰς ἡλίου κινήσεις ἑκάστου μετροῦμεν ἐνιαυτοῦ τὰς ἡμέρας. εἴ σοι μετὰ τοῦτο φαίην, ὡς καὶ τὸν Μίθραν τιμῶμεν καὶ ἄγομεν Ἡλίῳ τετραετηρικοὺς ἀγῶνας, ἐρῶ νεώτερα· βέλτιον δὲ ἴσως ἕν τι τῶν παλαιοτέρων προθεῖναι."],["42","τοῦ γὰρ ἐνιαυσιαίου κύκλου τὴν ἀρχὴν ἄλλος ἄλλοθεν ποιούμενος, οἱ μὲν τὴν ἐαρινὴν ἰσημερίαν, οἱ δὲ τὴν ἀκμὴν τοῦ θέρους, οἱ πολλοὶ δὲ φθίνουσαν ἤδη τὴν ὀπώραν, Ἡλίου τὰς ἐμφανεστάτας ὑμνοῦσι δωρεάς, ὁ μέν τις τὴν τῆς ἐργασίας ἐνδιδομένην εὐκαιρίαν, ὅτε ἡ γῆ θάλλει καὶ γαυριᾷ, φυομένων ἄρτι τῶν καρπῶν ἁπάντων, γίνεται δὲ ἐπιτήδεια πλεῖσθαι τὰ πελάγη καὶ τὸ τοῦ χειμῶνος ἀηδὲς καὶ σκυθρωπὸν ἐπὶ τὸ φαιδρότερον μεθίσταται, οἱ δὲ τὴν τοῦ θέρους ἐτίμησαν ὥραν, ὡς ἀσφαλῶς τότε ὑπὲρ τῆς τῶν καρπῶν ἔχοντες θαρρῆσαι γενέσεως, τῶν μὲν σπερμάτων ἤδη συνειλεγμένων, ἀκμαίας δὲ οὔσης τῆς ὀπώρας ἤδη καὶ πεπαινομένων τῶν ἐπικειμένων καρπῶν τοῖς δένδροις. ἄλλοι δὲ τούτων ἔτι κομψότεροι τέλος ἐνιαυτοῦ ὑπέλαβον τὴν τελειοτάτην τῶν καρπῶν ἁπάντων ἀκμὴν καὶ φθίσιν· ταῦτά τοι καὶ φθινούσης ἤδη τῆς ὀπώρας ἄγουσι τὰς κατ’ ἐνιαυτὸν νουμηνίας. οἱ δὲ ἡμέτεροι προπάτορες ἀπ’ αὐτοῦ τοῦ θειοτάτου βασιλέως τοῦ Νόμα μειζόνως ἔτι τὸν θεὸν τοῦτον σεβόμενοι τὰ μὲν τῆς χρείας ἀπέλιπον, ἅτε οἶμαι φύσει θεῖοι καὶ περιττοὶ τὴν διάνοιαν, αὐτὸν δὲ εἶδον τούτων τὸν αἴτιον καὶ ἄγειν ἔταξαν συμφώνως ἐν τῇ παρούσῃ τῶν ὡρῶν τὴν νουμηνίαν, ὁπότε ὁ βασιλεὺς Ἥλιος αὖθις ἐπανάγει πρὸς ἡμᾶς ἀφεὶς τῆς μεσημβρίας τὰ ἔσχατα καὶ ὥσπερ περὶ νύσσαν τὸν αἰγοκέρωτα κάμψας ἀπὸ τοῦ νότου πρὸς τὸν βορρᾶν ἔρχεται μεταδώσων ἡμῖν τῶν ἐπετείων ἀγαθῶν. ὅτι δὲ τοῦτο ἀκριβῶς ἐκεῖνοι διανοηθέντες οὕτως ἐνεστήσαντο τὴν ἐπέτειον νουμηνίαν, ἐνθένδ’ ἄν τις κατανοήσειεν. οὐ γὰρ οἶμαι καθ’ ἣν ἡμέραν ὁ θεὸς τρέπεται, καθ’ ἣν δὲ τοῖς πᾶσιν ἐμφανὴς γίνεται χωρῶν ἀπὸ τῆς μεσημβρίας ἐς τὰς ἄρκτους ἔταξαν οὗτοι τὴν ἑορτήν. οὔπω μὲν γὰρ ἦν αὐτοῖς ἡ τῶν κανόνων λεπτότης γνώριμος, οὓς ἐξηῦρον μὲν Χαλδαῖοι καὶ Αἰγύπτιοι, Ἵππαρχος δὲ καὶ Πτολεμαῖος ἐτελειώσαντο, κρίνοντες δὲ αἰσθήσει τοῖς φαινομένοις ἠκολούθουν. Οὕτω δὲ ταῦτα καὶ παρὰ τῶν μεταγενεστέρων, ὡς ἔφην, ἔχοντα κατενοήθη. πρὸ τῆς νουμηνίας, εὐθέως μετὰ τὸν τελευταῖον τοῦ Κρόνου μῆνα, ποιοῦμεν Ἡλίῳ τὸν περιφανέστατον ἀγῶνα, τὴν ἑορτὴν Ἡλίῳ καταφημίσαντες ἀνικήτῳ, μεθ’ ὃν οὐδὲν θέμις ὧν ὁ τελευταῖος μὴν ἔχει σκυθρωπῶν μέν, ἀναγκαίων δ’ ὅμως, ἐπιτελεσθῆναι θεαμάτων, ἀλλὰ τοῖς Κρονίοις οὖσι τελευταίοις εὐθὺς συνάπτει κατὰ τὸν κύκλον τὰ Ἡλίαια,"],["43","ἃ δὴ πολλάκις μοι δοῖεν οἱ βασιλεῖς ὑμνῆσαι καὶ ἐπιτελέσαι θεοί, καὶ πρό γε τῶν ἄλλων αὐτὸς ὁ βασιλεὺς τῶν ὅλων Ἥλιος, ὁ περὶ τὴν τἀγαθοῦ γόνιμον οὐσίαν ἐξ ἀιδίου προελθὼν μέσος ἐν μέσοις τοῖς νοεροῖς θεοῖς, συνοχῆς τε αὐτοὺς πληρώσας καὶ κάλλους μυρίου καὶ περιουσίας γονίμου καὶ τελείου νοῦ καὶ πάντων ἀθρόως τῶν ἀγαθῶν ἀχρόνως, καὶ ἐν τῷ νῦν ἐλλάμπων εἰς τὴν ἐμφανῆ μέσην τοῦ παντὸς οὐρανοῦ φερομένην ἕδραν οἰκείαν ἐξ ἀιδίου, καὶ μεταδιδοὺς τῷ φαινομένῳ παντὶ τοῦ νοητοῦ κάλλους, τὸν δὲ οὐρανὸν σύμπαντα πληρώσας τοσούτων θεῶν ὁπόσων αὐτὸς ἐν ἑαυτῷ νοερῶς ἔχει, περὶ αὐτὸν ἀμερίστως πληθυνομένων καὶ ἑνοειδῶς αὐτῷ συνημμένων, οὐ μὴν ἀλλὰ καὶ τὸν ὑπὸ τὴν σελήνην τόπον διὰ τῆς ἀειγενεσίας συνέχων καὶ τῶν ἐνδιδομένων ἐκ τοῦ κυκλικοῦ σώματος ἀγαθῶν, ἐπιμελόμενος τοῦ τε κοινοῦ τῶν ἀνθρώπων γένους ἰδίᾳ τε τῆς ἡμετέρας πόλεως, ὥσπερ οὖν καὶ τὴν ἡμετέραν ἐξ ἀιδίου ψυχὴν ὑπέστησεν, ὀπαδὸν ἀποφήνας αὑτοῦ. ταῦτά τε οὖν, ὅσα μικρῷ πρόσθεν ηὐξάμην, δοίη, καὶ ἔτι κοινῇ μὲν τῇ πόλει τὴν ἐνδεχομένην ἀιδιότητα μετ’ εὐνοίας χορηγῶν φυλάττοι, ἡμῖν δὲ ἐπὶ τοσοῦτον εὖ πρᾶξαι τά τε ἀνθρώπινα καὶ τὰ θεῖα δοίη, ἐφ’ ὅσον βιῶναι συγχωρεῖ, ζῆν δὲ καὶ ἐμπολιτεύεσθαι τῷ βίῳ δοίη ἐφ’ ὅσον αὐτῷ τε ἐκείνῳ φίλον ἡμῖν τε λώιον καὶ τοῖς κοινοῖς συμφέρον Ῥωμαίων πράγμασιν."],["44","Ταῦτά σοι, ὦ φίλε Σαλούστιε, κατὰ τὴν τριπλῆν τοῦ θεοῦ δημιουργίαν ἐν τρισὶ μάλιστα νυξὶν ὡς οἷόν τε ἦν ἐπελθόντα μοι τῇ μνήμῃ καὶ γράψαι πρὸς σὲ ἐτόλμησα, ἐπεί σοι καὶ τὸ πρότερον εἰς τὰ Κρόνια γεγραμμένον ἡμῖν οὐ παντάπασιν ἀπόβλητον ἐφάνη. τελειοτέροις δ’ εἰ βούλει περὶ τῶν αὐτῶν καὶ μυστικωτέροις λόγοις ἐπιστῆσαι, ἐντυχὼν τοῖς παρὰ τοῦ θείου γενομένοις Ἰαμβλίχου περὶ τῶν αὐτῶν τούτων συγγράμμασι τὸ τέλος ἐκεῖσε τῆς ἀνθρωπίνης εὑρήσεις σοφίας. δοίη δ’ ὁ μέγας Ἥλιος μηδὲν ἔλαττόν με τὰ περὶ αὐτοῦ γνῶναι, καὶ διδάξαι κοινῇ τε ἅπαντας, ἰδίᾳ δὲ τοὺς μανθάνειν ἀξίους. ἕως δέ μοι τοῦτο δίδωσιν ὁ θεός, κοινῇ θεραπεύωμεν τὸν τῷ θεῷ φίλον Ἰάμβλιχον, ὅθεν καὶ νῦν ὀλίγα ἐκ πολλῶν ἐπὶ νοῦν ἐλθόντα διεληλύθαμεν. ἐκείνου δὲ εὖ οἶδα ὡς οὐδεὶς ἐρεῖ τι τελειότερον, οὐδὲ εἰ πολλὰ πάνυ προσταλαιπωρήσας καινοτομήσειεν· ἐκβήσεται γάρ, ὡς εἰκός, τῆς ἀληθεστάτης τοῦ θεοῦ νοήσεως. ἦν μὲν οὖν ἴσως μάταιον, εἰ διδασκαλίας χάριν ἐποιούμην τοὺς λόγους, αὐτὸν μετ’ ἐκεῖνόν τι συγγράφειν, ἐπεὶ δὲ ὕμνον ἐθέλων διελθεῖν τοῦ θεοῦ χαριστήριον ἐν τούτῳ τόπον ὑπελάμβανον τοῦ περὶ τῆς οὐσίας αὐτοῦ φράσαι κατὰ δύναμιν τὴν ἐμήν, οὐ μάτην οἶμαι πεποιῆσθαι τοὺς λόγους τούσδε, τὸ Κὰδ δύναμιν δ’ ἕρδειν ἱέρ’ ἀθανάτοισι θεοῖσιν οὐκ ἐπὶ τῶν θυσιῶν μόνον, ἀλλὰ καὶ τῶν εὐφημιῶν τῶν εἰς τοὺς θεοὺς ἀποδεχόμενος. εὔχομαι οὖν τρίτον ἀντὶ τῆς προθυμίας μοι ταύτης εὐμενῆ γενέσθαι τὸν βασιλέα τῶν ὅλων Ἥλιον, καὶ δοῦναι βίον ἀγαθὸν καὶ τελειοτέραν φρόνησιν καὶ θεῖον νοῦν ἀπαλλαγήν τε τὴν εἱμαρμένην ἐκ τοῦ βίου πρᾳοτάτην ἐν καιρῷ τῷ προσήκοντι, ἄνοδόν τε ἐπ’ αὐτὸν τὸ μετὰ τοῦτο καὶ μονὴν παρ’ αὐτῷ, μάλιστα μὲν ἀίδιον, εἶ δὲ τοῦτο μεῖζον εἴη τῶν ἐμοὶ βεβιωμένων, πολλὰς πάνυ καὶ πολυετεῖς περιόδους."]]]
lines/julian-oration-5-hymn-to-the-mother-of-t.json ADDED
@@ -0,0 +1 @@
 
 
1
+ [[["1","Ἆρά γε χρὴ φάναι καὶ ὑπὲρ τούτων; καὶ ὑπὲρ τῶν ἀρρήτων γράψομεν καὶ τὰ ἀνέξοιστα ἐξοίσομεν καὶ τὰ ἀνεκλάλητα ἐκλαλήσομεν; τίς μὲν ὁ Ἄττις ἤτοι Γάλλος, τίς δὲ ἡ τῶν θεῶν Μήτηρ, καὶ ὁ τῆς ἁγνείας ταυτησὶ τρόπος ὁποῖος, καὶ προσέτι τοῦ χάριν οὑτοσὶ τοιοῦτος ἡμῖν ἐξ ἀρχῆς κατεδείχθη, παραδοθεὶς μὲν ὑπὸ τῶν ἀρχαιοτάτων Φρυγῶν, παραδεχθεὶς δὲ πρῶτον ὑφ’ Ἑλλήνων, καὶ τούτων οὐ τῶν τυχόντων, ἀλλ’ Ἀθηναίων, ἔργοις διδαχθέντων, ὅτι μὴ καλῶς ἐτώθασαν ἐπὶ τῷ τελοῦντι τὰ ὄργια τῆς Μητρός; λέγονται γὰρ οὗτοι περιυβρίσαι καὶ ἀπελάσαι τὸν Γάλλον ὡς τὰ θεῖα καινοτομοῦντα, οὐ ξυνέντες ὁποῖόν τι τῆς θεοῦ τὸ χρῆμα καὶ ὡς ἡ παρ’ αὐτοῖς τιμωμένη Δηὼ καὶ Ῥέα καὶ Δημήτηρ. εἶτα μῆνις τὸ ἐντεῦθεν τῆς θεοῦ καὶ θεραπεία τῆς μήνιδος. ἡ γὰρ ἐν πᾶσι τοῖς καλοῖς ἡγεμὼν γενομένη τοῖς Ἕλλησιν, ἡ τοῦ Πυθίου πρόμαντις θεοῦ, τὴν τῆς Μητρὸς τῶν θεῶν μῆνιν ἐκέλευσεν ἱλάσκεσθαι· καὶ ἀνέστη, φασίν, ἐπὶ τούτῳ τὸ μητρῷον, οὗ τοῖς Ἀθηναίοις δημοσίᾳ πάντα ἐφυλάττετο τὰ γραμματεῖα. μετὰ δὴ τοὺς Ἕλληνας αὐτὰ Ῥωμαῖοι παρεδέξαντο, συμβουλεύσαντος καὶ αὐτοῖς τοῦ Πυθίου ἐπὶ τὸν πρὸς Καρχηδονίους πόλεμον ἄγειν ἐκ Φρυγίας τὴν θεὸν σύμμαχον. καὶ οὐδὲν ἴσως κωλύει προσθεῖναι μικρὰν ἱστορίαν ἐνταῦθα."],["2","μαθόντες γὰρ τὸν χρησμὸν στέλλουσιν οἱ τῆς θεοφιλοῦς οἰκήτορες Ῥώμης πρεσβείαν αἰτήσουσαν παρὰ τῶν Περγάμου βασιλέων, οἳ τότε ἐκράτουν τῆς Φρυγίας, καὶ παρ’ αὐτῶν δὲ τῶν Φρυγῶν τῆς θεοῦ τὸ ἁγιώτατον ἄγαλμα. λαβόντες δὲ ἦγον τὸν ἱερὸν φόρτον ἐνθέντες εὐρείᾳ φορτίδι πλεῖν εὐπετῶς δυναμένῃ τὰ τοσαῦτα πελάγη. περαιωθεῖσα δὲ Αἴγαιόν τε καὶ Ἰόνιον, εἶτα περιπλεύσασα Σικελίαν τε καὶ τὸ Τυρρηνὸν πέλαγος ἐπὶ τὰς ἐκβολὰς τοῦ Τύβριδος κατήγετο· καὶ δῆμος ἐξεχεῖτο τῆς πόλεως σὺν τῇ γερουσίᾳ, ὑπήντων γε μὴν πρὸ τῶν ἄλλων ἱερεῖς τε καὶ ἱέρειαι πᾶσαι καὶ πάντες ἐν κόσμῳ τῷ πρέποντι κατὰ τὰ πάτρια, μετέωροι πρὸς τὴν ναῦν οὐριοδρομοῦσαν ἀποβλέποντες, καὶ περὶ τὴν τρόπιν ἀπεσκόπουν τὸ ῥόθιον σχιζομένων τῶν κυμάτων· εἶτα εἰσπλέουσαν ἐδεξιοῦντο τὴν ναῦν προσκυνοῦντες ἕκαστος ὡς ἔτυχε προσεστὼς πόρρωθεν. ἡ δὲ ὥσπερ ἐνδείξασθαι τῷ Ῥωμαίων ἐθέλουσα δήμῳ, ὅτι μὴ ξόανον ἄγουσιν ἀπὸ τῆς Φρυγίας ἄψυχον, ἔχει δὲ ἄρα δύναμίν τινα μείζω καὶ θειοτέραν ὃ δὴ παρὰ τῶν Φρυγῶν λαβόντες ἔφερον, ἐπειδὴ τοῦ Τύβριδος ἥψατο, τὴν ναῦν ἵστησιν ὥσπερ ῥιζωθεῖσαν ἐξαίφνης κατὰ τοῦ Τύβριδος. εἷλκον δὴ οὖν πρὸς ἀντίον τὸν ῥοῦν, ἡ δὲ οὐχ εἵπετο. ὡς βραχέσι δὲ ἐντετυχηκότες ὠθεῖν ἐπειρῶντο τὴν ναῦν, ἡ δὲ οὐκ εἶκεν ὠθούντων. πᾶσα δὲ μηχανὴ προσήγετο τὸ ἐντεῦθεν, ἡ δὲ οὐχ ἧττον ἀμετακίνητος ἦν· ὥστε ἐμπίπτει κατὰ τῆς ἱερωμένης τὴν παναγεστάτην ἱερωσύνην παρθένου δεινὴ καὶ ἄδικος ὑποψία, καὶ τὴν Κλωδίαν ᾐτιῶντο· τοῦτο γὰρ ὄνομα ἦν τῇ σεμνῇ παρθένῳ· μὴ ��αντάπασιν ἄχραντον μηδὲ καθαρὰν φυλάττειν ἑαυτὴν τῇ θεῷ· ὀργίζεσθαι οὖν αὐτὴν καὶ μηνίειν ἐμφανῶς· ἐδόκει γὰρ ἤδη τοῖς πᾶσιν εἶναι τὸ χρῆμα δαιμονιώτερον. ἡ δὲ τὸ μὲν πρῶτον αἰδοῦς ὑπεπίμηπλατο πρός τε τὸ ὄνομα καὶ τὴν ὑποψίαν· οὕτω πάνυ πόρρω ἐτύγχανε τῆς αἰσχρᾶς καὶ παρανόμου πράξεως. ἐπεὶ δὲ ἑώρα τὴν αἰτίαν ἤδη καθ’ ἑαυτῆς ἐξισχύουσαν, περιελοῦσα τὴν ζώνην καὶ περιθεῖσα τῆς νεὼς τοῖς ἄκροις, ὥσπερ ἐξ ἐπιπνοίας τινὸς ἀποχωρεῖν ἐκέλευεν ἅπαντας, εἶτα ἐδεῖτο τῆς θεοῦ μὴ περιιδεῖν αὐτὴν ἀδίκοις ἐνεχομένην βλασφημίαις. βοῶσα δὲ ὥσπερ τι κέλευσμα, φασί, ναυτικόν, Δέσποινα Μῆτερ εἴπερ εἰμὶ σώφρων, ἕπου μοι, ἔφη. καὶ δὴ τὴν ναῦν οὐκ ἐκίνησε μόνον, ἀλλὰ καὶ εἵλκυσεν ἐπὶ πολὺ πρὸς τὸν ῥοῦν· καὶ δύο ταῦτα Ῥωμαίοις ἔδειξεν ἡ θεὸς οἶμαι κατ’ ἐκείνην τὴν ἡμέραν. ὡς οὔτε μικροῦ τινος τίμιον ἀπὸ τῆς Φρυγίας ἐπήγοντο φόρτον, ἀλλὰ τοῦ παντὸς ἄξιον, οὔτε ὡς ἀνθρώπινον τοῦτον, ἀλλὰ ὄντως θεῖον, οὔτε ἄψυχον γῆν, ἀλλὰ ἔμπνουν τι χρῆμα καὶ δαιμόνιον. ἓν μὲν δὴ τοιοῦτον ἔδειξεν αὐτοῖς ἡ θεός· ἕτερον δέ, ὡς τῶν πολιτῶν οὐδὲ εἷς λάθοι ἂν αὐτὴν χρηστὸς ἢ φαῦλος ὤν. κατωρθώθη μέντοι καὶ ὁ πόλεμος αὐτίκα Ῥωμαίοις πρὸς Καρχηδονίους, ὥστε τὸν τρίτον ὑπὲρ τῶν τειχῶν αὐτῆς μόνον Καρχηδόνος γενέσθαι. Τὰ μὲν οὖν τῆς ἱστορίας, εἰ καί τισιν ἀπίθανα δόξει καὶ φιλοσόφῳ προσήκειν οὐδὲν οὐδὲ θεολόγῳ, λεγέσθω μὴ μεῖον, κοινῇ μὲν ὑπὸ πλείστων ἱστοριογράφων ἀναγραφόμενα, σωζόμενα δὲ καὶ ἐπὶ χαλκῶν εἰκόνων ἐν τῇ κρατίστῃ καὶ θεοφιλεῖ Ῥώμῃ. καίτοι με οὐ λέληθεν ὅτι φήσουσιν αὐτά τινες τῶν λίαν σοφῶν ὕθλους εἶναι γρᾳδίων οὐκ ἀνεκτούς. ἐμοὶ δὲ δοκεῖ ταῖς πόλεσι πιστεύειν μᾶλλον τὰ τοιαῦτα ἢ τουτοισὶ τοῖς κομψοῖς, ὧν τὸ ψυχάριον δριμὺ μέν, ὑγιὲς δὲ οὐδὲ ἓν βλέπει."],["3","Ὑπὲρ δὲ ὧν εἰπεῖν ἐπῆλθέ μοι παρ’ αὐτὸν ἄρτι τὸν τῆς ἁγιστείας καιρόν, ἀκούω μὲν ἔγωγε καὶ Πορφυρίῳ τινὰ πεφιλοσοφῆσθαι περὶ αὐτῶν, οὐ μὴν οἶδά γε, οὐ γὰρ ἐνέτυχον, εἰ καὶ συνενεχθῆναί που συμβαίη τῷ λόγῳ. τὸν Γάλλον δὲ ἐγὼ τουτονὶ καὶ τὸν Ἄττιν αὐτὸς οἴκοθεν ἐπινοῶ τοῦ γονίμου καὶ δημιουργικοῦ νοῦ τὴν ἄχρι τῆς ἐσχάτης ὕλης ἅπαντα γεννῶσαν οὐσίαν εἶναι, ἔχουσάν τε ἐν ἑαυτῇ πάντας τοὺς λόγους καὶ τὰς αἰτίας τῶν ἐνύλων εἰδῶν· οὐ γὰρ δὴ πάντων ἐν πᾶσι τὰ εἴδη, οὐδὲ ἐν τοῖς ἀνωτάτω καὶ πρώτοις αἰτίοις τὰ τῶν ἐσχάτων καὶ τελευταίων, μεθ’ ἃ οὐδέν ἐστιν ἢ τὸ τῆς στερήσεως ὄνομα μετὰ ἀμυδρᾶς ἐπινοίας. οὐσῶν δὴ πολλῶν οὐσιῶν καὶ πολλῶν πάνυ δημιουργῶν τοῦ τρίτου δημιουργοῦ, ὃς τῶν ἐνύλων εἰδῶν τοὺς λόγους ἐξῃρημένους ἔχει καὶ συνεχεῖς τὰς αἰτίας, ἡ τελευταία καὶ μέχρι γῆς ὑπὸ περιουσίας τοῦ γονίμου διὰ τῆς ἄνωθεν παρὰ τῶν ἄστρων καθήκουσα φύσις ὁ ζητούμενός ἐστιν Αττις. ἴσως δὲ ὑπὲρ οὗ λέγω χρὴ διαλαβεῖν σαφέστερον. εἶναί τι λέγομεν ὕλην, ἀλλὰ ��αὶ ἔνυλον εἶδος. ἀλλὰ τούτων εἰ μή τις αἰτία προτέτακται, λανθάνοιμεν ἂν ἑαυτοὺς εἰσάγοντες τὴν Ἐπικούρειον δόξαν. ἀρχαῖν γὰρ δυοῖν εἰ μηδέν ἐστι πρεσβύτερον, αὐτόματός τις αὐτὰς φορὰ καὶ τύχη συνεκλήρωσεν. ἀλλ’ ὁρῶμεν, φησὶ Περιπατητικός τις ἀγχίνους ὥσπερ ὁ Ξέναρχος, τούτων αἴτιον ὂν τὸ πέμπτον καὶ κυκλικὸν σῶμα. γελοῖος δὲ καὶ Ἀριστοτέλης ὑπὲρ τούτων ζητῶν τε καὶ πολυπραγμονῶν, ὁμοίως δὲ καὶ Θεόφραστος· ἠγνόησε γοῦν τὴν ἑαυτοῦ φωνήν. ὥσπερ γὰρ εἰς τὴν ἀσώματον οὐσίαν ἐλθὼν καὶ νοητὴν ἔστη μὴ πολυπραγμονῶν τὴν αἰτίαν, ἀλλὰ φὰς οὕτω ταῦτα πεφυκέναι· χρῆν δὲ δήπουθεν καὶ ἐπὶ τοῦ πέμπτου σώματος τὸ πεφυκέναι ταύτῃ λαμβάνοντα μηκέτι ζητεῖν τὰς αἰτίας, ἵστασθαι δὲ ἐπὶ αὐτῶν καὶ μὴ πρὸς τὸ νοητὸν ἐκπίπτειν ὂν μὲν οὐδὲν φύσει καθ’ ἑαυτό, ἔχον δὲ ἄλλως κενὴν ὑπόνοιαν. τοιαῦτα γὰρ ἐγὼ μέμνημαι τοῦ Ξενάρχου λέγοντος ἀκηκοώς. εἰ μὲν οὖν. ὀρθῶς ἢ μὴ ταῦτα ἐκεῖνος ἔφη, τοῖς ἄγαν ἐφείσθω Περιπατητικοῖς ὀνυχίζειν, ὅτι δὲ οὐ προσηνῶς ἐμοὶ παντί που δῆλον, ὅπου γε καὶ τὰς Ἀριστοτελικὰς ὑποθέσεις ἐνδεεστέρως ἔχειν ὑπολαμβάνω, εἰ μή τις αὐτὰς ἐς ταὐτὸ τοῖς Πλάτωνος ἄγοι, μᾶλλον δὲ καὶ ταῦτα ταῖς ἐκ θεῶν δεδομέναις προφητείαις."],["4","Ἐκεῖνο δὲ ἴσως ἄξιον πυθέσθαι, πῶς τὸ κυκλικὸν σῶμα δύναται τὰς ἀσωμάτους ἔχειν αἰτίας τῶν ἐνύλων εἰδῶν. ὅτι μὲν γὰρ δίχα τούτων ὑποστῆναι τὴν γένεσιν οὐκ ἐνδέχεται, πρόδηλόν ἐστί που καὶ σαφές. τοῦ χάριν γάρ ἐστι τοσαῦτα τὰ γιγνόμενα; πόθεν δὲ ἄρρεν καὶ θῆλυ; πόθεν δὲ ἡ κατὰ γένος τῶν ὄντων ἐν ὡρισμένοις εἴδεσι διαφορά, εἰ μή τινες εἶεν προϋπάρχοντες καὶ προϋφεστῶτες λόγοι αἰτίαι τε ἐν παραδείγματος λόγῳ προϋφεστῶσαι; πρὸς ἃς εἴπερ ἀμβλυώττομεν, ἔτι καθαιρώμεθα τὰ ὄμματα τῆς ψυχῆς. κάθαρσις δὲ ὀρθὴ στραφῆναι πρὸς ἑαυτὸν καὶ κατανοῆσαι, πῶς μὲν ἡ ψυχὴ καὶ ὁ ἔνυλος νοῦς ὥσπερ ἐκμαγεῖόν τι τῶν ἐνύλων εἰδῶν καὶ εἰκών ἐστιν. ἓν γὰρ οὐδέν ἐστι τῶν σωμάτων ἢ τῶν περὶ τὰ σώματα γινομένων τε καὶ θεωρουμένων ἀσωμάτων, οὗ τὴν φαντασίαν ὁ νοῦς οὐ δύναται λαβεῖν ἀσωμάτως, ὅπερ οὔποτ’ ἂν ἐποίησεν, εἰ μή τι ξυγγενὲς εἶχεν αὐτοῖς φύσει. ταῦτά τοι καὶ Ἀριστοτέλης τὴν ψυχὴν τόπον εἰδῶν ἔφη, πλὴν οὐκ ἐνεργείᾳ, ἀλλὰ δυνάμει. τὴν μὲν οὖν τοιαύτην ψυχὴν καὶ τὴν ἐπεστραμμένην πρὸς τὸ σῶμα δυνάμει ταῦτα ἔχειν ἀναγκαῖον· εἰ δέ τις ἄσχετος εἴη καὶ ἀμιγὴς ταύτῃ, τοὺς λόγους οὐκέτι δυνάμει, πάντας δὲ ὑπάρχειν ἐνεργείᾳ νομιστέον. λάβωμεν δὲ αὐτὰ σαφέστερον διὰ τοῦ παραδείγματος, ᾧ καὶ Πλάτων ἐν τῷ Σοφιστῇ πρὸς ἕτερον μὲν λόγον, ἐχρήσατο δ’ οὖν ὅμως. τὸ παράδειγμα δὲ οὐκ εἰς ἀπόδειξιν φέρω τοῦ λόγου· καὶ γὰρ οὐδὲ ἀποδείξει χρὴ λαβεῖν αὐτόν, ἀλλ’ ἐπιβολῇ μόνῃ, περὶ γὰρ τῶν πρώτων αἰτιῶν ἐστιν ἢ τῶν γε ὁμοστοίχων τοῖς πρώτοις, εἴπερ ἡμῖν ἐστιν, ὥσπερ οὖν ἄξιον νομίζειν, καὶ ὁ Ἄττις θεός. τί δὲ καὶ ποῖόν ἐστι τὸ παράδειγμα; φησί που Πλάτων, τῶν περὶ τὴν μίμησιν διατριβόντων εἰ μὲν ἐθέλοι τις μιμεῖσθαι, ὥστε καθυφεστάναι τὰ μιμητά, ἐργώδη τε εἶναι καὶ χαλεπὴν καὶ νὴ Δία γε τοῦ ἀδυνάτου πλησίον μᾶλλον, εὔκολον δὲ καὶ ῥᾳδίαν καὶ σφόδρα δυνατὴν τὴν διὰ τοῦ δοκεῖν τὰ ὄντα μιμουμένην. ὅταν οὖν τὸ κάτοπτρον λαβόντες περιφέρωμεν ἐκ πάντων τῶν ὄντων ῥᾳδίως ἀπομαξάμενοι, δείκνυμεν ἑκάστου τοὺς τύπους. ἐκ τούτου τοῦ παραδείγματος ἐπὶ τὸ εἰρημένον μεταβιβάσωμεν τὸ ὁμοίωμα, ἵν’ ᾖ τὸ μὲν κάτοπτρον ὁ λεγόμενος ὑπὸ Ἀριστοτέλους δυνάμει τόπος εἰδῶν. Αὐτὰ δὲ χρὴ τὰ εἴδη πρότερον ὑφεστάναι πάντως ἐνεργείᾳ τοῦ δυνάμει. τῆς τοίνυν ἐν ἡμῖν ψυχῆς, ὡς καὶ Ἀριστοτέλει δοκεῖ, δυνάμει τῶν ὄντων ἐχούσης τὰ εἴδη, ποῦ πρῶτον ἐνεργείᾳ θησόμεθα ταῦτα; πότερον ἐν τοῖς ἐνύλοις; ἀλλ’ ἔστι γε ταῦτα φανερῶς τὰ τελευταῖα. λείπεται δὴ λοιπὸν ἀύλους αἰτίας ζητεῖν ἐνεργείᾳ προτεταγμένας τῶν ἐνύλων, αἷς παρυποστᾶσαν καὶ συμπροελθοῦσαν ἡμῶν τὴν ψυχὴν δέχεσθαι μὲν ἐκεῖθεν, ὥσπερ ἐξ ὄντων τινῶν τὰ ἔσοπτρα, τοὺς τῶν εἰδῶν ἀναγκαῖον λόγους, ἐνδιδόναι δὲ διὰ τῆς φύσεως τῇ τε ὕλῃ καὶ τοῖς ἐνύλοις τουτοισὶ σώμασιν. ὅτι μὲν γὰρ ἡ φύσις ἐστὶ δημιουργὸς τῶν σωμάτων ἴσμεν, ὡς ὅλη τις οὖσα τοῦ παντός, ἡ δὲ καθ’ ἕκαστον ἑνὸς ἑκάστου τῶν ἐν μέρει, πρόδηλόν ἐστί που καὶ σαφές, ἀλλ’ ἡ φύσις ἐνεργείᾳ δίχα φαντασίας ἐν ἡμῖν, ἡ δὲ ὑπὲρ ταύτης ψυχὴ καὶ τὴν φαντασίαν προσείληφεν. εἰ τοίνυν ἡ φύσις καὶ ὧν οὐκ ἔχει τὴν φαντασίαν ἔχειν ὅμως ὁμολογεῖται τὴν αἰτίαν, ἀνθ’ ὅτου πρὸς θεῶν οὐχὶ τοῦτο αὐτὸ μᾶλλον ἔτι καὶ πρεσβύτερον τῇ ψυχῇ δώσομεν, ὅπου καὶ φανταστικῶς αὐτὸ γιγνώσκομεν ἤδη καὶ λόγῳ καταλαμβάνομεν; εἶτα τίς οὕτως ἐστὶ φιλόνεικος, ὡς τῇ φύσει μὲν ὑπάρχειν ὁμολογεῖν τοὺς ἐνύλους λόγους, εἰ καὶ μὴ πάντας καὶ κατὰ τὸ αὐτὸ ἐνεργείᾳ, ἀλλὰ δυνάμει γε πάντας, τῇ ψυχῇ δὲ μὴ δοῦναι τοῦτο αὐτό; οὐκοῦν εἰ δυνάμει μὲν ἐν τῇ φύσει καὶ οὐκ ἐνεργείᾳ τὰ εἴδη, δυνάμει δὲ ἔτι καὶ ἐν τῇ ψυχῇ καθαρώτερον καὶ διακεκριμένως μᾶλλον, ὥστε δὴ καὶ καταλαμβάνεσθαι καὶ γινώσκεσθαι, ἐνεργείᾳ δὲ οὐδαμοῦ· πόθεν ἀναρτήσομεν τῆς ἀειγενεσίας τὰ πείσματα; ποῦ δὲ ἑδράσομεν τοὺς ὑπὲρ τῆς ἀιδιότητος κόσμου λόγους; τὸ γάρ τοι κυκλικὸν σῶμα ἐξ ὑποκειμένου καὶ εἴδους ἐστίν. ἀνάγκη δὴ οὖν, εἰ καὶ μήποτε ἐνεργείᾳ ταῦτα δίχα ἀλλήλων, ἀλλὰ ταῖς γε ἐπινοίαις ἐκεῖνα πρῶτα ὑπάρχοντα εἶναί τε καὶ νομίζεσθαι πρεσβύτερα."],["5","οὐκοῦν ἐπειδὴ δέδοταί τις καὶ τῶν ἐνύλων εἰδῶν αἰτία προηγουμένη παντελῶς ἄυλος ὑπὸ τὸν τρίτον δημιουργόν, ὃς ἡμῖν οὐ τούτων μόνον ἐστίν, ἀλλὰ καὶ τοῦ φαινομένου καὶ πέμπτου σώματος πατὴρ καὶ δεσπότης· ἀποδιελόντες ἐκείνου τὸν Ἄττιν, τὴν ἄχρι τῆς ὕλης καταβαίνουσαν αἰτίαν, καὶ θεὸν γόνιμον Ἄττιν εἶναι καὶ Γάλλον πεπιστεύκαμεν, ὃν δή φησιν ��� μῦθος ἀνθῆσαι μὲν ἐκτεθέντα παρὰ Γάλλου ποταμοῦ ταῖς δίναις, εἶτα καλὸν φανέντα καὶ μέγαν ἀγαπηθῆναι παρὰ τῆς Μητρὸς τῶν θεῶν. τὴν δὲ τά τε ἄλλα πάντα ἐπιτρέψαι αὐτῷ καὶ τὸν ἀστερωτὸν περιθεῖναι πῖλον. ἀλλ’ εἰ τὴν κορυφὴν σκέπει τοῦ Ἄττιδος ὁ φαινόμενος οὐρανὸς οὑτοσί, τὸν Γάλλον ποταμὸν ἄρα μή ποτε χρὴ τὸν γαλαξίαν αἰνίττεσθαι κύκλον; ἐνταῦθα γάρ φασι μίγνυσθαι τὸ παθητὸν σῶμα πρὸς τὴν ἀπαθῆ τοῦ πέμπτου κυκλοφορίαν. ἄχρι τοι τούτων ἐπέτρεψεν ἡ Μήτηρ τῶν θεῶν σκιρτᾶν τε καὶ χορεύειν τῷ καλῷ τούτῳ καὶ ταῖς ἡλιακαῖς ἀκτῖσιν ἐμφερεῖ τῷ νοερῷ θεῷ, τῷ Ἄττιδι. ὁ δὲ ἐπειδὴ προϊὼν ἦλθεν ἄχρι τῶν ἐσχάτων, ὁ μῦθος αὐτὸν εἰς τὸ ἄντρον κατελθεῖν ἔφη καὶ συγγενέσθαι τῇ νύμφῃ, τὸ δίυγρον αἰνιττόμενος τῆς ὕλης· καὶ οὐδὲ τὴν ὕλην αὐτὴν νῦν ἔφη, τὴν τελευταίαν δὲ αἰτίαν ἀσώματον, ἣ τῆς ὕλης προϋφέστηκε. λέγεταί τοι καὶ πρὸς Ἡρακλείτου ψυχῇσιν θάνατος ὑγρῇσι γενέσθαι· τοῦτον οὖν τὸν Γάλλον, τὸν νοερὸν θεόν, τὸν τῶν ἐνύλων καὶ ὑπὸ σελήνην εἰδῶν συνοχέα, τῇ προτεταγμένῃ τῆς ὕλης αἰτίᾳ συνιόντα, συνιόντα δὲ οὐχ ὡς ἄλλον ἄλλῃ, ἀλλ’ οἷον αὐτὸ εἰς ἑαυτὸ λέγομεν ὑποφερόμενον."],["6","Τίς οὖν ἡ Μήτηρ τῶν θεῶν; ἡ τῶν κυβερνώντων τοὺς ἐμφανεῖς νοερῶν καὶ δημιουργικῶν θεῶν πηγή, ἡ καὶ τεκοῦσα καὶ συνοικοῦσα τῷ μεγάλῳ Διὶ θεὸς ὑποστᾶσα μεγάλη μετὰ τὸν μέγαν καὶ σὺν τῷ μεγάλῳ δημιουργῷ, ἡ πάσης μὲν κυρία ζωῆς, πάσης δὲ γενέσεως αἰτία, ἡ ῥᾷστα μὲν ἐπιτελοῦσα τὰ ποιούμενα, γεννῶσα δὲ δίχα πάθους καὶ δημιουργοῦσα τὰ ὄντα μετὰ τοῦ πατρός· αὕτη καὶ παρθένος ἀμήτωρ καὶ Διὸς σύνθωκος καὶ μήτηρ θεῶν ὄντως οὖσα πάντων. τῶν γὰρ νοητῶν ὑπερκοσμίων τε θεῶν δεξαμένη πάντων τὰς αἰτίας ἐν ἑαυτῇ πηγὴ τοῖς νοεροῖς ἐγένετο. ταύτην δὲ τὴν θεὸν οὖσαν καὶ πρόνοιαν ἔρως μὲν ὑπῆλθεν ἀπαθὴς Ἄττιδος· ἐθελούσια γὰρ αὐτῇ καὶ κατὰ γνώμην ἐστὶν οὐ τὰ ἔνυλα μόνον εἴδη, πολὺ δὲ πλέον τὰ τούτων αἴτια. τὴν δὴ τὰ γινόμενα καὶ φθειρόμενα σώζουσαν προμήθειαν ἐρᾶν ὁ μῦθος ἔφη τῆς δημιουργικῆς τούτων αἰτίας καὶ γονίμου, καὶ κελεύειν μὲν αὐτὴν ἐν τῷ νοητῷ τίκτειν μᾶλλον καὶ βούλεσθαι μὲν πρὸς ἑαυτὴν ἐπεστράφθαι καὶ συνοικεῖν, ἐπίταγμα δὲ ποιεῖσθαι, μηδενὶ τῶν ἄλλων, ἅμα μὲν τὸ ἑνοειδὲς σωτήριον διώκουσαν, ἅμα δὲ φεύγουσαν τὸ πρὸς τὴν ὕλην νεῦσαν· πρὸς ἑαυτήν τε βλέπειν ἐκέλευσεν, οὖσαν πηγὴν μὲν τῶν δημιουργικῶν θεῶν, οὐ καθελκομένην δὲ εἰς τὴν γένεσιν οὐδὲ θελγομένην· οὕτω γὰρ ἔμελλεν ὁ μέγας Ἄττις καὶ κρείττων εἶναι δημιουργός, ἐπείπερ ἐν πᾶσιν ἡ πρὸς τὸ κρεῖττον ἐπιστροφὴ μᾶλλόν ἐστι δραστήριος τῆς πρὸς τὸ χεῖρον νεύσεως. ἐπεὶ καὶ τὸ πέμπτον σῶμα τούτῳ δημιουργικώτερόν ἐστι τῶν τῇδε καὶ θειότερον, τῷ μᾶλλον ἐστράφθαι πρὸς τοὺς θεούς, ἐπεί τοι τὸ σῶμα, κἂν αἰθέρος ᾖ τοῦ καθαρωτάτου, ψυχῆς ἀχράντου καὶ καθαρᾶς, ὁποίαν τὴν Ἡρακλέους ��� δημιουργὸς ἐξέπεμψεν, οὐδεὶς ἂν εἰπεῖν κρεῖττον τολμήσειε. τότε μέντοι ἦν τε καὶ ἐδόκει μᾶλλον δραστήριος, ἢ ὅτε αὑτὴν ἔδωκεν ἐκείνη σώματι. ἐπεὶ καὶ αὐτῷ νῦν Ἡρακλεῖ ὅλῳ πρὸς ὅλον κεχωρηκότι τὸν πατέρα ῥᾴων ἡ τούτων ἐπιμέλεια καθέστηκεν ἢ πρότερον ἦν, ὅτε ἐν τοῖς ἀνθρώποις σαρκία φορῶν ἐστρέφετο. οὕτως ἐν πᾶσι δραστήριος μᾶλλον ἡ πρὸς τὸ κρεῖττον ἀπόστασις τῆς ἐπὶ τὸ χεῖρον στροφῆς. ὃ δὴ βουλόμενος ὁ μῦθος διδάξαι παραινέσαι φησὶ τὴν Μητέρα τῶν θεῶν τῷ Ἄττιδι θεραπεύειν αὑτὴν καὶ μήτε ἀποχωρεῖν μήτε ἐρᾶν ἄλλης."],["7","ὁ δὲ προῆλθεν ἄχρι τῶν ἐσχάτων τῆς ὕλης κατελθών. ἐπεὶ δὲ ἐχρῆν παύσασθαί ποτε καὶ στῆναι τὴν ἀπειρίαν, Κορύβας μὲν ὁ μέγας Ἥλιος, ὁ σύνθρονος τῇ Μητρὶ καὶ συνδημιουργῶν αὐτῇ τὰ πάντα καὶ συμπρομηθούμενος καὶ οὐδὲν πράττων αὐτῆς δίχα, πείθει τὸν λέοντα μηνυτὴν γενέσθαι. τίς δὲ ὁ λέων; αἴθωνα δήπουθεν ἀκούομεν αὐτόν, αἰτίαν τοίνυν τὴν προϋφεστῶσαν τοῦ θερμοῦ καὶ πυρώδους, ἣ πολεμήσειν ἔμελλε τῇ νύμφῃ καὶ ζηλοτυπήσειν αὐτὴν τῆς πρὸς τὸν Ἄττιν κοινωνίας· εἴρηται δὲ ἡμῖν τίς ἡ νύμφη· τῇ δὲ δημιουργικῇ προμηθείᾳ τῶν ὄντων ὑπουργῆσαί φησιν ὁ μῦθος, δηλαδὴ τῇ Μητρὶ τῶν θεῶν· εἶτα φωράσαντα καὶ μηνυτὴν γενόμενον αἴτιον γενέσθαι τῷ νεανίσκῳ τῆς ἐκτομῆς. ἡ δὲ ἐκτομὴ τίς; ἐποχὴ τῆς ἀπειρίας· ἔστη γὰρ δὴ τὰ τῆς γενέσεως ἐν ὡρισμένοις τοῖς εἴδεσιν ὑπὸ τῆς δημιουργικῆς ἐπισχεθέντα προμηθείας, οὐκ ἄνευ τῆς τοῦ Ἄττιδος λεγομένης παραφροσύνης, ἣ τὸ μέτριον ἐξισταμένη καὶ ὑπερβαίνουσα καὶ διὰ τοῦτο ὥσπερ ἐξασθενοῦσα καὶ οὐκέθ’ αὑτῆς εἶναι δυναμένη· ὃ δὴ περὶ τὴν τελευταίαν ὑποστῆναι τῶν θεῶν αἰτίαν οὐκ ἄλογον. σκόπει οὖν ἀναλλοίωτον κατὰ πᾶσαν ἀλλοίωσιν τὸ πέμπτον θεώμενος σῶμα περὶ τοὺς φωτισμοὺς τῆς σελήνης, ἵνα λοιπὸν ὁ συνεχῶς γιγνόμενός τε καὶ ἀπολλύμενος κόσμος γειτνιᾷ τῷ πέμπτῳ σώματι. περὶ τοὺς φωτισμοὺς αὐτῆς ἀλλοίωσίν τινα καὶ πάθη συμπίπτοντα θεωροῦμεν."],["8","οὐκ ἄτοπον οὖν καὶ τὸν Ἄττιν τοῦτον ἡμίθεόν τινα εἶναι· βούλεται γὰρ δὴ καὶ ὁ μῦθος τοῦτο· μᾶλλον δὲ θεὸν μὲν τῷ παντί· πρόεισί τε γὰρ ἐκ τοῦ τρίτου δημιουργοῦ καὶ ἐπανάγεται πάλιν ἐπὶ τὴν Μητέρα τῶν θεῶν μετὰ τὴν ἐκτομήν· ἐπεὶ δὲ ὅλως ῥέπειν καὶ νεύειν εἰς τὴν ὕλην δοκεῖ, θεῶν μὲν ἔσχατον, ἔξαρχον δὲ τῶν θείων γενῶν ἁπάντων οὐκ ἂν ἁμάρτοι τις αὐτὸν ὑπολαβών. ἡμίθεον δὲ διὰ τοῦτο ὁ μῦθός φησι, τὴν πρὸς τοὺς ἀτρέπτους αὐτοῦ θεοὺς ἐνδεικνύμενος διαφοράν. δορυφοροῦσι γὰρ αὐτὸν παρὰ τῆς Μητρὸς δοθέντες οἱ Κορύβαντες, αἱ τρεῖς ἀρχικαὶ τῶν μετὰ θεοὺς κρεισσόνων γενῶν ὑποστάσεις. ἄρχει δὲ καὶ τῶν λεόντων, οἳ τὴν ἔνθερμον οὐσίαν καὶ πυρώδη κατανειμάμενοι μετὰ τοῦ σφῶν ἐξάρχου λέοντος αἴτιοι τῷ πυρὶ μὲν πρώτως, διὰ δὲ τῆς ἐνθένδε θερμότητος ἐνεργείας τε κινητικῆς αἴτιοι καὶ τοῖς ἄλλοις εἰσὶ σωτηρίας· περίκε��ται δὲ τὸν οὐρανὸν ἀντὶ τιάρας, ἐκεῖθεν ὥσπερ ἐπὶ γῆν ὁρμώμενος."],["9","Οὗτος ὁ μέγας ἡμῖν θεὸς Ἄττις ἐστίν· αὗται τοῦ βασιλέως Ἄττιδος αἱ θρηνούμεναι τέως φυγαὶ καὶ κρύψεις καὶ ἀφανισμοὶ καὶ αἱ δύσεις αἱ κατὰ τὸ ἄντρον. τεκμήρια δὲ ἔστω μοι τούτου ὁ χρόνος, ἐν ᾧ γίνεται. τέμνεσθαι γάρ φασι τὸ ἱερὸν δένδρον καθ’ ἣν ἡμέραν ὁ ἥλιος ἐπὶ τὸ ἄκρον τῆς ἰσημερινῆς ἁψῖδος ἔρχεται· εἶθ’ ἑξῆς περισαλπισμὸς παραλαμβάνεται· τῇ τρίτῃ δὲ τέμνεται τὸ ἱερὸν καὶ ἀπόρρητον θέρος τοῦ θεοῦ Γάλλου· ἐπὶ τούτοις Ἱλάρια, φασί, καὶ ἑορταί. ὅτι μὲν οὖν στάσις ἐστὶ τῆς ἀπειρίας ἡ θρυλουμένη παρὰ τοῖς πολλοῖς ἐκτομή, πρόδηλον ἐξ ὧν ἡνίκα ὁ μέγας Ἥλιος τοῦ ἰσημερινοῦ ψαύσας κύκλου, ἵνα τὸ μάλιστα ὡρισμένον ἐστί· τὸ μὲν γὰρ ἴσον ὡρισμένον ἐστί, τὸ δὲ ἄνισον ἄπειρόν τε καὶ ἀδιεξίτητον· κατὰ τὸν λόγον αὐτίκα τὸ δένδρον τέμνεται· εἶθ’ ἑξῆς γίνεται τὰ λοιπά, τὰ μὲν διὰ τοὺς μυστικοὺς καὶ κρυφίους θεσμούς, τὰ δὲ καὶ διὰ ῥηθῆναι πᾶσι δυναμένους. ἡ δὲ ἐκτομὴ τοῦ δένδρου, τοῦτο δὲ τῇ μὲν ἱστορίᾳ προσήκει τῇ περὶ τὸν Γάλλον, οὐδὲν δὲ τοῖς μυστηρίοις, οἷς παραλαμβάνεται, διδασκόντων ἡμᾶς οἶμαι τῶν θεῶν συμβολικῶς, ὅτι χρὴ τὸ κάλλιστον ἐκ γῆς δρεψαμένους, ἀρετὴν μετὰ εὐσεβείας, ἀπενεγκεῖν τῇ θεῷ, σύμβολον τῆς ἐνταῦθα χρηστῆς πολιτείας ἐσόμενον. τὸ γάρ τοι δένδρον ἐκ γῆς μὲν φύεται, σπεύδει δὲ ὥσπερ εἰς τὸν αἰθέρα καὶ ἰδεῖν τέ ἐστι καλὸν καὶ σκιὰν παρασχεῖν ἐν πνίγει, ἤδη δὲ καὶ καρπὸν ἐξ ἑαυτοῦ προβαλεῖν καὶ χαρίσασθαι· οὕτως αὐτῷ πολύ τί γε τοῦ γονίμου περίεστιν. ἡμῖν οὖν ὁ θεσμὸς παρακελεύεται, τοῖς φύσει μὲν οὐρανίοις, εἰς γῆν δὲ ἐνεχθεῖσιν, ἀρετὴν μετὰ εὐσεβείας ἀπὸ τῆς ἐν τῇ γῇ πολιτείας ἀμησαμένους παρὰ τὴν προγονικὴν καὶ ζωογόνον σπεύδειν θεόν. Εὐθὺς οὖν ἡ σάλπιγξ μετὰ τὴν ἐκτομὴν ἐνδίδωσι τὸ ἀνακλητικὸν τῷ Ἄττιδι καὶ τοῖς ὅσοι ποτὲ οὐρανόθεν ἔπτημεν εἰς τὴν γῆν καὶ ἐπέσομεν. μετὰ δὴ τὸ σύμβολον τοῦτο, ὅτε ὁ βασιλεὺς Ἄττις ἵστησι τὴν ἀπειρίαν διὰ τῆς ἐκτομῆς, ἡμῖν οἱ θεοὶ κελεύουσιν ἐκτέμνειν καὶ αὐτοῖς τὴν ἐν ἡμῖν αὐτοῖς ἀπειρίαν καὶ μιμεῖσθαι τοὺς ἡγεμόνας, ἐπὶ δὲ τὸ ὡρισμένον καὶ ἑνοειδὲς καί, εἴπερ οἷόν τέ ἐστιν, αὐτὸ τὸ ἓν ἀνατρέχειν· οὗπερ γενομένου πάντως ἕπεσθαι χρὴ τὰ Ἱλάρια. τί γὰρ εὐθυμότερον, τί δὲ ἱλαρώτερον γένοιτο ἂν ψυχῆς ἀπειρίαν μὲν καὶ γένεσιν καὶ τὸν ἐν αὐτῇ κλύδωνα διαφυγούσης, ἐπὶ δὲ τοὺς θεοὺς αὐτοὺς ἀναχθείσης; ὧν ἕνα καὶ τὸν Ἄττιν ὄντα περιεῖδεν οὐδαμῶς ἡ τῶν θεῶν Μήτηρ βαδίζοντα πρόσω πλέον ἢ χρῆν, πρὸς ἑαυτὴν δὲ ἐπέστρεψε, στῆσαι τὴν ἀπειρίαν προστάξασα."],["10","Καὶ μή τις ὑπολάβῃ με λέγειν, ὡς ταῦτα ἐπράχθη ποτὲ καὶ γέγονεν, ὥσπερ οὐκ εἰδότων τῶν θεῶν αὐτῶν, ὅ, τι ποιήσουσιν, ἢ τὰ σφῶν αὐτῶν ἁμαρτήματα διορθουμένων. ἀλλὰ οἱ παλαιοὶ τῶν ὄντων ἀεὶ τὰς αἰτίας, ἤτοι τῶν θεῶ�� ὑφηγουμένων ἢ κατὰ σφᾶς αὐτοὺς διερευνώμενοι, βέλτιον δὲ ἴσως εἰπεῖν ζητοῦντες ὑφ’ ἡγεμόσι τοῖς θεοῖς, ἔπειτα εὑρόντες ἐσκέπασαν αὐτὰς μύθοις παραδόξοις, ἵνα διὰ τοῦ παραδόξου καὶ ἀπεμφαίνοντος τὸ πλάσμα φωραθὲν ἐπὶ τὴν ζήτησιν ἡμᾶς τῆς ἀληθείας προτρέψῃ, τοῖς μὲν ἰδιώταις ἀρκούσης οἶμαι τῆς ἀλόγου καὶ διὰ τῶν συμβόλων μόνων ὠφελείας, τοῖς δὲ περιττοῖς κατὰ τὴν φρόνησιν οὕτως μόνως ἐσομένης ὠφελίμου τῆς περὶ θεῶν ἀληθείας, εἴ τις ἐξετάζων αὐτὴν ὑφ’ ἡγεμόσι τοῖς θεοῖς εὕροι καὶ λάβοι, διὰ μὲν τῶν αἰνιγμάτων ὑπομνησθείς, ὅτι χρή τι περὶ αὐτῶν ζητεῖν, ἐς τέλος δὲ καὶ ὥσπερ κορυφὴν τοῦ πράγματος διὰ τῆς σκέψεως εὑρὼν πορευθείη, οὐκ αἰδοῖ καὶ πίστει μᾶλλον ἀλλοτρίας δόξης ἢ τῇ σφετέρᾳ κατὰ νοῦν ἐνεργείᾳ."],["11","Τί οὖν εἶναί φαμεν, ὡς ἐν κεφαλαίῳ; κατανοήσαντες ἄχρι τοῦ πέμπτου σώματος οὐ τὸ νοητὸν μόνον, ἀλλὰ καὶ τὰ φαινόμενα ταῦτα σώματα τῆς ἀπαθοῦς ὄντα καὶ θείας μερίδος, ἄχρι τούτου θεοὺς ἐνόμισαν ἀκραιφνεῖς εἶναι· τῇ γονίμῳ δὲ τῶν θεῶν οὐσίᾳ τῶν τῇδε παρυποστάντων, ἐξ ἀιδίου συμπροελθούσης τῆς ὕλης τοῖς θεοῖς, παρ’ αὐτῶν δὲ καὶ δι’ αὐτῶν διὰ τὸ ὑπέρπληρες αὐτῶν τῆς γονίμου καὶ δημιουργικῆς αἰτίας ἡ τῶν ὄντων προμήθεια συνουσιωμένη τοῖς θεοῖς ἐξ ἀιδίου, καὶ σύνθωκος μὲν οὖσα τῷ βασιλεῖ Διί, πηγὴ δὲ τῶν νοερῶν θεῶν, καὶ τὸ δοκοῦν ἄζωον καὶ ἄγονον καὶ σκύβαλον καὶ τῶν ὄντων, οἷον ἂν εἴποι τις, ἀποκάθαρμα καὶ τρύγα καὶ ὑποσταθμὴν διὰ τῆς τελευταίας αἰτίας τῶν θεῶν, εἰς ἣν αἱ πάντων οὐσίαι τῶν θεῶν ἀποτελευτῶσιν, ἐκόσμησέ τε καὶ διωρθώσατο καὶ πρὸς τὸ κρεῖττον μετέστησεν. Ὁ γὰρ Ἄττις οὗτος ἔχων τὴν κατάστικτον τοῖς ἄστροις τιάραν εὔδηλον ὅτι τὰς πάντων τῶν θεῶν εἰς τὸν ἐμφανῆ κόσμον ὁρωμένας λήξεις ἀρχὰς ἐποιήσατο τῆς ἑαυτοῦ βασιλείας· ἐπ’ αὐτῷ τὸ μὲν ἀκραιφνὲς καὶ καθαρὸν ἦν ἄχρι γαλαξίου· περὶ τοῦτον δὲ ἤδη τὸν τόπον μιγνυμένου πρὸς τὸ ἀπαθὲς τοῦ παθητοῦ καὶ τῆς ὕλης παρυφισταμένης ἐκεῖθεν, ἡ πρὸς ταύτην κοινωνία κατάβασίς ἐστιν εἰς τὸ ἄντρον, οὐκ ἀκουσίως μὲν γενομένη τοῖς θεοῖς καὶ τῇ τούτων Μητρί, λεγομένη δὲ ἀκουσίως γενέσθαι. φύσει γὰρ ἐν κρείττονι τοὺς θεοὺς ὄντας οὐκ ἐκεῖθεν ἐπὶ τάδε καθέλκειν ἐθέλει τὰ βελτίω, ἀλλὰ διὰ τῆς τῶν κρειττόνων συγκαταβάσεως καὶ ταῦτα ἀνάγειν ἐπὶ τὴν ἀμείνονα καὶ θεοφιλεστέραν λῆξιν. οὕτω τοι καὶ τὸν Ἄττιν οὐ κατεχθραίνουσα μετὰ τὴν ἐκτομὴν ἡ Μήτηρ λέγεται, ἀλλὰ ἀγανακτεῖ μὲν οὐκέτι, ἀγανακτοῦσα δὲ λέγεται διὰ τὴν συγκατάβασιν, ὅτι κρείττων ὢν καὶ θεὸς ἔδωκεν ἑαυτὸν τῷ καταδεεστέρῳ· στήσαντα δὲ αὐτὸν τῆς ἀπειρίας τὴν πρόοδον καὶ τὸ ἀκόσμητον τοῦτο κοσμήσαντα διὰ τῆς πρὸς τὸν ἰσημερινὸν κύκλον συμπαθείας, ἵνα ὁ μέγας Ἥλιος τῆς ὡρισμένης κινήσεως τὸ τελειότατον κυβερνᾷ μέτρον, ἐπανάγει πρὸς ἑαυτὴν ἡ θεὸς ἀσμένως, μᾶλλον δὲ ἔχει παρ’ ἑαυτῇ. καὶ οὐδέποτε γέγονεν, ὅτε μὴ ταῦτα τοῦτον εἶχε τὸν τρόπον, ὅνπερ νῦν ἔχει, ἀλλ’ ἀεὶ μὲν Ἄττις ἐστὶν ὑπουργὸς τῇ Μητρὶ καὶ ἡνίοχος, ἀεὶ δὲ ὀργᾷ εἰς τὴν γένεσιν, ἀεὶ δὲ ἀποτέμνεται τὴν ἀπειρίαν διὰ τῆς ὡρισμένης τῶν εἰδῶν αἰτίας. ἐπαναγόμενος δὲ ὥσπερ ἐκ γῆς τῶν ἀρχαίων αὖθις λέγεται δυναστεύειν σκήπτρων, ἐκπεσὼν μὲν αὐτῶν οὐδαμῶς οὐδὲ ἐκπίπτων, ἐκπεσεῖν δὲ αὐτῶν λεγόμενος διὰ τὴν πρὸς τὸ παθητὸν σύμμιξιν."],["12","Ἀλλ’ ἐκεῖνο ἴσως ἄξιον προσαπορῆσαι· διττῆς γὰρ οὔσης τῆς ἰσημερίας, οὐ τὴν ἐν ταῖς χηλαῖς, τὴν δὲ ἐν τῷ κριῷ προτιμῶσι. τίς οὖν αἰτία τούτου, φανερὸν δήπουθεν. ἐπειδὴ γὰρ ἡμῖν ὁ ἥλιος ἄρχεται τότε πλησιάζειν ἀπὸ τῆς ἰσημερίας, αὐξομένης οἶμαι τῆς ἡμέρας, ἔδοξεν οὗτος ὁ καιρὸς ἁρμοδιώτερος. ἔξω γὰρ τῆς αἰτίας, ἥ φησι τοῖς θεοῖς εἶναι τὸ φῶς σύνδρομον, ἔχειν οἰκείως πιστευτέον τοῖς ἀφεθῆναι τῆς γενέσεως σπεύδουσι τὰς ἀναγωγοὺς ἀκτῖνας ἡλίου. σκόπει δὲ ἐναργῶς· ἕλκει μὲν ἀπὸ τῆς γῆς πάντα καὶ προκαλεῖται καὶ βλαστάνειν ποιεῖ τῇ ζωπυρίδι καὶ θαυμαστῇ θέρμῃ, διακρίνων οἶμαι πρὸς ἄκραν λεπτότητα τὰ σώματα, καὶ τὰ φύσει φερόμενα κάτω κουφίζει. τὰ δὴ τοιαῦτα τῶν ἀφανῶν αὐτοῦ δυνάμεων ποιητέον τεκμήρια. ὁ γὰρ ἐν τοῖς σώμασι διὰ τῆς σωματοειδοῦς θέρμης οὕτω τοῦτο ἀπεργαζόμενος πῶς οὐ διὰ τῆς ἀφανοῦς καὶ ἀσωμάτου πάντη καὶ θείας καὶ καθαρᾶς ἐν ταῖς ἀκτῖσιν ἱδρυμένης οὐσίας ἕλξει καὶ ἀνάξει τὰς εὐτυχεῖς ψυχάς; οὐκοῦν ἐπειδὴ πέφηνεν οἰκεῖον μὲν τοῖς θεοῖς τὸ φῶς τοῦτο καὶ τοῖς ἀναχθῆναι σπεύδουσιν, αὔξεται δὲ ἐν τῷ παρ’ ἡμῖν κόσμῳ τὸ τοιοῦτον, ὥστε εἶναι τὴν ἡμέραν μείζω τῆς νυκτός, Ἡλίου τοῦ βασιλέως ἐπιπορεύεσθαι τὸν κριὸν ἀρξαμένου· δέδεικται δὴ καὶ ἀναγωγὸν φύσει τὸ τῶν ἀκτίνων τοῦ θεοῦ διά τε τῆς φανερᾶς ἐνεργείας καὶ τῆς ἀφανοῦς, ὑφ’ ἧς παμπληθεῖς ἀνήχθησαν ψυχαὶ τῶν αἰσθήσεων ἀκολουθήσασαι τῇ φανοτάτῃ καὶ μάλιστα ἡλιοειδεῖ. τὴν γὰρ τοιαύτην τῶν ὀμμάτων αἴσθησιν οὐκ ἀγαπητὴν μόνον οὐδὲ χρήσιμον εἰς τὸν βίον, ἀλλὰ καὶ πρὸς σοφίαν ὁδηγὸν ὁ δαιμόνιος ἀνύμνησε Πλάτων. εἰ δὲ καὶ τῆς ἀρρήτου μυσταγωγίας ἁψαίμην, ἣν ὁ Χαλδαῖος περὶ τὸν ἑπτάκτινα θεὸν ἐβάκχευσεν, ἀνάγων δι’ αὐτοῦ τὰς ψυχάς, ἄγνωστα ἐρῶ, καὶ μάλα γε ἄγνωστα τῷ συρφετῷ, θεουργοῖς δὲ τοῖς μακαρίοις γνώριμα· διόπερ αὐτὰ σιωπήσω τανῦν."],["13","Ὅπερ δὲ ἔλεγον, ὅτι καὶ τὸν καιρὸν οὐκ ἀλόγως ὑποληπτέον, ἀλλ’ ὡς ἔνι μάλιστα μετὰ εἰκότος καὶ ἀληθοῦς λόγου παρὰ τῶν παλαιῶν τῷ θεσμῷ προστεθεῖσθαι, σημεῖον δὴ τούτου, ὅτι τὸν ἰσημερινὸν κύκλον ἡ θεὸς αὐτὴ κατενείματο. τελεῖται γὰρ περὶ τὸν ζυγὸν Δηοῖ καὶ Κόρῃ τὰ σεμνὰ καὶ ἀπόρρητα μυστήρια. καὶ τοῦτο εἰκότως γίνεται. χρὴ γὰρ καὶ ἀπιόντι τῷ θεῷ τελεσθῆναι πάλιν, ἵνα μηδὲν ὑπὸ τῆς ἀθέου καὶ σκοτεινῆς δυσχερὲς πάθωμεν ἐπικρατούσης δυνάμεως. δὶς γοῦν ���θηναῖοι τῇ Δηοῖ τελοῦσι τὰ μυστήρια, ἐν αὐτῷ μὲν τῷ κριῷ τὰ μικρὰ, φασί, μυστήρια, τὰ μεγάλα δὲ περὶ τὰς χηλὰς ὄντος ἡλίου, δι’ ἃς ἔναγχος ἔφην αἰτίας. μεγάλα δὲ ὠνομάσθαι καὶ μικρὰ νομίζω καὶ ἄλλων ἕνεκα, μάλιστα δέ, ὡς εἰκός, τούτου ἀποχωροῦντος τοῦ θεοῦ μᾶλλον ἤπερ προσιόντος· διόπερ ἐν τούτοις ὅσον εἰς ὑπόμνησιν μόνον. ἅτε δὴ καὶ παρόντος τοῦ σωτῆρος καὶ ἀναγωγοῦ θεοῦ, τὰ προτέλεια κατεβάλλοντο τῆς τελετῆς· εἶτα μικρὸν ὕστερον ἁγνεῖαι συνεχεῖς καὶ τῶν ἱερέων ἁγιστεῖαι. ἀπιόντος δὲ λοιπὸν τοῦ θεοῦ πρὸς τὴν ἀντίχθονα ζώνην, καὶ φυλακῆς ἕνεκα καὶ σωτηρίας αὐτὸ τὸ κεφάλαιον ἐπιτελεῖται τῶν μυστηρίων. ὅρα δέ· ὥσπερ ἐνταῦθα τὸ τῆς γενέσεως αἴτιον ἀποτέμνεται, οὕτω δὲ καὶ παρὰ Ἀθηναίοις οἱ τῶν ἀρρήτων ἁπτόμενοι παναγεῖς εἰσι, καὶ ὁ τούτων ἐξάρχων ἱεροφάντης ἀπέστραπται πᾶσαν τὴν γένεσιν, ὡς οὐ μετὸν αὐτῷ τῆς ἐπ’ ἄπειρον προόδου, τῆς ὡρισμένης δὲ καὶ ἀεὶ μενούσης καὶ ἐν τῷ ἑνὶ συνεχομένης οὐσίας ἀκηράτου τε καὶ καθαρᾶς. ὑπὲρ μὲν δὴ τούτων ἀπόχρη τοσαῦτα."],["14","Λείπεται δὴ λοιπόν, ὡς εἰκός, ὑπέρ τε τῆς ἁγιστείας αὐτῆς καὶ τῆς ἁγνείας διεξελθεῖν, ἵνα καὶ ἐντεῦθεν λάβωμεν εἰς τὴν ὑπόθεσιν εἴ τι συμβάλλεται. γελοῖον δὲ αὐτίκα τοῖς πᾶσιν ἐκεῖνο φαίνεται· κρεῶν μὲν ἅπτεσθαι δίδωσιν ὁ ἱερὸς νόμος, ἀπαγορεύει δὲ τῶν σπερμάτων. οὐκ ἄψυχα μὲν ἐκεῖνα, ταῦτα δὲ ἔμψυχα; οὐ καθαρὰ μὲν ἐκεῖνα, ταῦτα δὲ αἵματος καὶ πολλῶν ἄλλων οὐκ εὐχερῶν ὄψει τε καὶ ἀκοῇ πεπληρωμένα; οὐ, τὸ μέγιστον, ἐκείνοις μὲν πρόσεστι τὸ μηδένα ἐκ τῆς ἐδωδῆς ἀδικεῖσθαι, τούτοις δὲ τὸ καταθύεσθαι καὶ κατασφάττεσθαι τὰ ζῷα ἀλγοῦντά γε, ὡς εἰκός, καὶ τρυχόμενα; ταῦτα πολλοὶ καὶ τῶν περιττῶν εἴποιεν ἄν· ἐκεῖνα δὲ ἤδη κωμῳδοῦσι καὶ τῶν ἀνθρώπων οἱ δυσσεβέστατοι. τὰ μὲν ὄρμενά φασιν ἐσθίεσθαι τῶν λαχάνων, παραιτεῖσθαι δὲ τὰς ῥίζας, ὥσπερ γογγυλίδας. καὶ σῦκα μὲν ἐσθίεσθαί φασι, ῥοιὰς δὲ οὐκέτι καὶ μῆλα πρὸς τούτοις. ταῦτα ἀκηκοὼς μινυριζόντων πολλῶν πολλάκις, ἀλλὰ καὶ αὐτὸς εἰρηκὼς πρότερον ἔοικα ἐγὼ μόνος ἐκ πάντων πολλὴν εἴσεσθαι τοῖς δεσπόταις θεοῖς μάλιστα μὲν ἅπασι, πρὸ τῶν ἄλλων δὲ τῇ Μητρὶ τῶν θεῶν, ὥσπερ ἐν τοῖς ἄλλοις ἅπασιν, οὕτω δὲ καὶ ἐν τούτῳ χάριν, ὅτι με μὴ περιεῖδεν ὥσπερ ὲν σκότῳ πλανώμενον, ἀλλά μοι πρῶτον μὲν ἐκέλευσεν ἀποκόψασθαι οὔτι κατὰ τὸ σῶμα, κατὰ δὲ τὰς ψυχικὰς ἀλόγους ὁρμὰς καὶ κινήσεις τῇ νοερᾷ καὶ προϋφεστώσῃ τῶν ψυχῶν ἡμῶν αἰτίᾳ τὰ περιττὰ καὶ μάταια. ἐπὶ νοῦν δὲ ἔδωκεν αὕτη λόγους τινὰς ἴσως οὐκ ἀπᾴδοντας πάντη τῆς ὑπὲρ θεῶν ἀληθοῦς ἅμα καὶ εὐαγοῦς ἐπιστήμης. ἀλλ’ ἔοικα γάρ, ὥσπερ οὐκ ἔχων ὅ τι φῶ, κύκλῳ περιτρέχειν. ἐμοὶ δὲ πάρεστι μὲν καὶ καθ’ ἕκαστον ἐπιόντι σαφεῖς καὶ τηλαυγεῖς αἰτίας ἀποδοῦναι, τοῦ χάριν ἡμῖν οὐ θέμις ἐστὶ προσφέρεσθαι ταῦτα, ὧν ὁ θεῖος εἴργει θεσμός· καὶ ποιήσω δὲ αὐτὸ μικρὸν ὕστερον· ἄμεινον δὲ νῦν ὥσπερ τύπους τινὰς προθεῖναι καὶ κανόνας, οἶς ἑπόμενοι, κἄν τι πολλάκις ὑπὸ τῆς σπουδῆς παρέλθῃ τὸν λόγον, ἕξομεν ὑπὲρ τούτων κρῖναι."],["15","Προσήκει δὲ πρῶτον ὑπομνῆσαι διὰ βραχέων, τίνα τε ἔφαμεν εἶναι τὸν Ἄττιν καὶ τί τὴν ἐκτομήν, τίνος τε εἶναι σύμβολα τὰ μετὰ τὴν ἐκτομὴν ἄχρι τῶν Ἱλαρίων γινόμενα καὶ τί βούλεσθαι τὴν ἁγνείαν. ὁ μὲν οὖν Ἄττις ἐλέγετο αἰτία τις οὖσα καὶ θεός, ὁ προσεχῶς δημιουργῶν τὸν ἔνυλον κόσμον, ὃς μέχρι τῶν ἐσχάτων κατιὼν ἵσταται ὑπὸ τῆς ἡλίου δημιουργικῆς κινήσεως, ὅταν ἐπὶ τῆς ἄκρως ὡρισμένης τοῦ παντὸς ὁ θεὸς γένηται περιφερείας, ᾗ τῆς ἰσημερίας τοὔνομά ἐστι κατὰ τὸ ἔργον. ἐκτομὴν δὲ ἐλέγομεν εἶναι τῆς ἀπειρίας τὴν ἐποχήν, ἣν οὐκ ἄλλως ἢ διὰ τῆς ἐπὶ τὰς πρεσβυτέρας καὶ ἀρχηγικωτέρας αἰτίας ἀνακλήσεώς τε καὶ ἀναδύσεως συμβαίνειν. αὐτῆς δὲ τῆς ἁγνείας φαμὲν τὸν σκοπὸν ἄνοδον τῶν ψυχῶν."],["16","Οὐκοῦν οὐκ ἐᾷ πρῶτον σιτεῖσθαι τὰ κατὰ γῆς δυόμενα σπέρματα· ἔσχατον μὲν γὰρ τῶν ὄντων ἡ γῆ. ἐνταῦθα δέ φησιν ἀπελαθέντα καὶ Πλάτων τὰ κακὰ στρέφεσθαι, καὶ διὰ τῶν λογίων οἱ θεοὶ σκύβαλον αὐτὸ πολλαχοῦ καλοῦσι, καὶ φεύγειν ἐντεῦθεν παρακελεύονται. πρῶτον οὖν ἡ ζωογόνος καὶ προμηθὴς θεὸς οὐδὲ ἄχρι τῆς τῶν σωμάτων τροφῆς ἐπιτρέπει τοῖς κατὰ γῆς δυομένοις χρῆσθαι, παραινοῦσά γε πρὸς τὸν οὐρανόν, μᾶλλον δὲ καὶ ὑπὲρ τὸν οὐρανὸν βλέπειν. ἑνί τινες κέχρηνται σπέρματι, τοῖς λοβοῖς, οὐ σπέρμα μᾶλλον ἢ λάχανον αὐτὸ νομίζοντες εἶναι τῷ πεφυκέναι πως ἀνωφερὲς καὶ ὀρθὸν καὶ οὐδὲ ἐρριζῶσθαι κατὰ τῆς γῆς· ἐρρίζωται δὲ ὥσπερ ἐκ δένδρου κιττοῦ τινος ἢ καὶ ἀμπέλου καρπὸς ἤρτηται καὶ καλάμης. ἀπηγόρευται μὲν οὖν ἡμῖν σπέρματι χρῆσθαι διὰ τοῦτο φυτῶν, ἐπιτέτραπται δὲ χρῆσθαι καρποῖς καὶ λαχάνοις, οὐ τοῖς χαμαιζήλοις, ἀλλὰ τοῖς ἐκ γῆς αἰρομένοις ἄνω μετεώροις. ταύτῃ τοι καὶ τῆς γογγυλίδος τὸ μὲν γεωχαρὲς ὡς χθόνιον ἐπιτάττει παραιτεῖσθαι, τὸ δὲ ἀναδυόμενον ἄνω καὶ εἰς ὕψος αἰρόμενον ὡς αὐτῷ τούτῳ καθαρὸν τυγχάνον δίδωσι προσενέγκασθαι. τῶν γοῦν λαχάνων ὀρμένοις μὲν συγχωρεῖ χρῆσθαι, ῥίζαις δὲ ἀπαγορεύει καὶ μάλιστα ταῖς ἐντρεφομέναις καὶ συμπαθούσαις τῇ γῇ. καὶ μὴν καὶ τῶν δένδρων μῆλα μὲν ὡς ἱερὰ καὶ χρυσᾶ καὶ ἀρρήτων ἄθλων καὶ τελεστικῶν εἰκόνας καταφθείρειν οὐκ ἐπέτρεψε καὶ καταναλίσκειν, ἄξιά γε ὄντα τῶν ἀρχετύπων χάριν τοῦ σέβεσθαί τε καὶ θεραπεύεσθαι· ῥοιὰς δὲ ὡς φυτὸν χθόνιον παρῃτήσατο, καὶ τοῦ φοίνικος δὲ τὸν καρπὸν ἴσως μὲν ἄν τις εἴποι διὰ τὸ μὴ γίνεσθαι περὶ τὴν Φρυγίαν, ἔνθα πρῶτον ὁ θεσμὸς κατέστη· ἐμοὶ δὲ δοκεῖ μᾶλλον ὡς ἱερὸν ἡλίου τὸ φυτὸν ἀγήρων τε ὂν οὐ συγχωρῆσαι καταναλίσκειν ἐν ταῖς ἁγιστείαις εἰς τροφὴν σώματος. ἐπὶ τούτοις ἀπηγόρευται ἰχθύσιν ἅπασι χρῆσθαι. κοινὸν δέ ἐστι τοῦτο καὶ πρὸς Αἰγυπτίους τὸ πρόβλ��μα."],["17","δοκεῖ δὲ ἔμοιγε δυοῖν ἕνεκεν ἄν τις ἰχθύων μάλιστα μὲν ἀεί, πάντως δὲ ἐν ταῖς ἁγιστείαις ἀποσχέσθαι, ἑνὸς μέν, ὅτι τούτων, ἃ μὴ θύομεν τοῖς θεοῖς, οὐδὲ σιτεῖσθαι προσήκει. δέος δὲ ἴσως οὐδέν, μή πού τις ἐνταῦθα λίχνος καὶ γάστρις ἐπιλάβηταί μου, ὥς που καὶ πρότερον ἤδη παθὼν αὐτὸ διαμνημονεύω, Διὰ τί δέ; οὐχὶ καὶ θύομεν αὐτῶν πολλάκις τοῖς θεοῖς; εἰπόντος ἀκούσας. ἀλλ’ εἴχομέν τι καὶ πρὸς τοῦτο εἰπεῖν. καὶ θύομέν γε, ἔφην, ὦ μακάριε, ἔν τισι τελεστικαῖς θυσίαις, ὡς ἵππον Ῥωμαῖοι, ὡς πολλὰ καὶ ἄλλα θηρία καὶ ζῷα, κύνας ἴσως Ἕλληνες Ἑκάτῃ καὶ Ῥωμαῖοι δέ· καὶ πολλὰ παρ’ ἄλλοις ἐστὶ τῶν τελεστικῶν, καὶ δημοσίᾳ ταῖς πόλεσιν ἅπαξ τοῦ ἔτους ἢ δὶς τοιαῦτα θύματα, ἀλλ’ οὐκ ἐν ταῖς τιμητηρίοις, ὧν μόνων κοινωνεῖν ἄξιον καὶ τραπεζοῦν θεοῖς. τοὺς δὲ ἰχθύας ἐν ταῖς τιμητηρίοις οὐ θύομεν, ὅτι μήτε νέμομεν, μήτε τῆς γενέσεως αὐτῶν ἐπιμελούμεθα, μήτε ἡμῖν εἰσιν ἀγέλαι καθάπερ προβάτων καὶ βοῶν οὕτω δὲ καὶ τῶν ἰχθύων. ταῦτα μὲν γὰρ ὑφ’ ἡμῶν βοηθούμενα τὰ ζῷα καὶ πληθύνοντα διὰ τοῦτο δικαίως ἂν ἡμῖν εἴς τε τὰς ἄλλας χρείας ἐπικουροίη καὶ πρό γε τῶν ἄλλων ἐς τιμητηρίους θυσίας. εἷς μὲν δὴ λόγος οὗτος, δι’ ὃν οὐκ οἶμαι δεῖν ἰχθὺν ἐν ἁγνείας καιρῷ προσφέρεσθαι τροφήν. ἕτερος δέ, ὃν καὶ μᾶλλον ἡγοῦμαι τοῖς προειρημένοις ἁρμόζειν, ὅτι τρόπον τινὰ καὶ αὐτοὶ κατὰ τοῦ βυθοῦ δεδυκότες εἶεν ἂν χθονιώτεροι τῶν σπερμάτων, ὁ δὲ ἐπιθυμῶν ἀναπτῆναι καὶ μετέωρος ὑπὲρ τὸν ἀέρα πρὸς αὐτὰς οὐρανοῦ πτῆναι κορυφὰς δικαίως ἂν ἀποστρέφοιτο πάντα τὰ τοιαῦτα, μεταθέοι δὲ καὶ μετατρέχοι τὰ τεινόμενα πρὸς τὸν ἀέρα καὶ σπεύδοντα πρὸς τὸ ἄναντες καί, ἵνα ποιητικώτερον εἴπω, πρὸς τὸν οὐρανὸν ὁρῶντα. ὄρνισιν οὖν ἐπιτρέπει χρῆσθαι πλὴν ὀλίγων, οὓς ἱεροὺς εἶναι πάντῃ συμβέβηκε, καὶ τῶν τετραπόδων τοῖς συνήθεσιν ἔξω τοῦ χοίρου. τοῦτον δὲ ὡς χθόνιον πάντη μορφῇ τε καὶ τῷ βίῳ καὶ αὐτῷ τῷ τῆς οὐσίας λόγῳ. περιττωματικός τε γὰρ καὶ παχὺς τὴν σάρκα· τῆς ἱερᾶς ἀποκηρύττει τροφῆς. φίλον γὰρ εἶναι πεπίστευται θῦμα τοῖς χθονίοις θεοῖς οὐκ ἀπεικότως. ἀθέατον γάρ ἐστιν οὐρανοῦ τουτὶ τὸ ζῷον, οὐ μόνον οὐ βουλόμενον, ἀλλ’ οὐδὲ πεφυκὸς ἀναβλέψαι ποτέ. τοιαύτας μὲν δὴ αἰτίας ὑπὲρ τῆς ἀποχῆς ὧν ἀπέχεσθαι δεῖ εἴρηκεν ὁ θεῖος θεσμός· οἱ ξυνιέντες δὲ κοινούμεθα τοῖς ἐπισταμένοις θεούς."],["18","Ὑπὲρ δὲ ὧν ἐπιτρέπει χρῆσθαι λέγομεν τοσοῦτον, ὡς οὐ πᾶσιν ἅπαντα, τὸ δυνατὸν δὲ ὁ θεῖος νόμος τῇ ἀνθρωπίνῃ φύσει σκοπῶν ἐπέτρεψε χρῆσθαι τουτοισὶ τοῖς πολλοῖς, οὐχ ἵνα πᾶσι πάντες ἐξ ἀνάγκης χρησώμεθα· τοῦτο μὲν γὰρ ἴσως οὐκ εὔκολον· ἀλλ’ ὅπως ἐκείνῳ, ὅτῳ ἄρα πρῶτον μὲν ἡ τοῦ σώματος συγχωρεῖ δύναμις, εἶτά τις περιουσία συντρέχει καὶ τρίτον ἡ προαίρεσις, ἣν ἐν τοῖς ἱεροῖς οὕτως ἄξιον ἐπιτείνειν, ὥστε καὶ ὑπὲρ τὴν τοῦ σώματος δύναμιν ὁρμᾶν καὶ προ��υμεῖσθαι τοῖς θείοις ἀκολουθεῖν θεσμοῖς. ἔστι γὰρ δὴ τοῦτο μάλιστα μὲν ἀνυσιμώτερον αὐτῇ τῇ ψυχῇ πρὸς σωτηρίαν, εἰ μείζονα λόγον αὑτῆς, ἀλλὰ μὴ τοῦ σώματος τῆς ἀσφαλείας ποιήσαιτο, πρὸς δὲ καὶ αὐτὸ τὸ σῶμα μείζονος καὶ θαυμασιωτέρας φαίνεται λεληθότως τῆς ὠφελείας μεταλαγχάνον. ὅταν γὰρ ἡ ψυχὴ πᾶσαν ἑαυτὴν δῷ τοῖς θεοῖς, ὅλα τὰ καθ’ ἑαυτὴν ἐπιτρέψασα τοῖς κρείττοσιν, ἑπομένης οἶμαι τῆς ἁγιστείας καὶ πρό γε ταύτης τῶν θείων θεσμῶν ἡγουμένων, ὄντος οὐδενὸς λοιπὸν τοῦ ἀπείργοντος καὶ ἐμποδίζοντος· πάντα γάρ ἐστιν ἐν τοῖς θεοῖς καὶ πάντα περὶ αὐτοὺς ὑφέστηκε καὶ πάντα τῶν θεῶν ἐστι πλήρη· αὐτίκα μὲν αὐταῖς ἐλλάμπει τὸ θεῖον φῶς, θεωθεῖσαι δὲ αὗται τόνον τινὰ καὶ ῥώμην ἐπιτιθέασι τῷ συμφύτῳ πνεύματι, τοῦτο δὲ ὑπ’ αὐτῶν στομούμενον ὥσπερ καὶ κρατυνόμενον σωτηρίας ἐστὶν αἴτιον ὅλῳ τῷ σώματι. τὸ δὲ ὅτι μάλιστα μὲν πάσας τὰς νόσους, εἰ δὲ μή, ὅτι τὰς πλείστας καὶ μεγίστας ἐκ τῆς τοῦ πνεύματος εἶναι τροπῆς καὶ παραφορᾶς συμβέβηκεν, οὐδεὶς ὅστις οἶμαι τῶν Ἀσκληπιαδῶν οὐ φήσει. οἱ μὲν γὰρ καὶ πάσας φασίν, οἱ δὲ τὰς πλείστας καὶ μεγίστας καὶ ἰαθῆναι χαλεπωτάτας· μαρτυρεῖ δὲ τούτοις καὶ τὰ τῶν θεῶν λόγια, φημὶ δέ, ὅτι διὰ τῆς ἁγιστείας οὐχ ἡ ψυχὴ μόνον, ἀλλὰ καὶ τὰ σώματα βοηθείας πολλῆς καὶ σωτηρίας ἀξιοῦται· σώζεσθαι γάρ σφισι καὶ τὸ πικρᾶς ὕλης περίβλημα βρότειον οἱ θεοὶ τοῖς ὑπεράγνοις παρακελευόμενοι τῶν θεουργῶν κατεπαγγέλλονται."],["19","Τίς οὖν ἡμῖν ὑπολείπεται λόγος, ἄλλως τε καὶ ἐν βραχεῖ νυκτὸς μέρει ταῦτα ἀπνευστὶ ξυνεῖραι συγχωρηθεῖσιν, οὐδὲν οὔτε προανεγνωκόσιν οὔτε σκεψαμένοις περὶ αὐτῶν, ἀλλ’ οὐδὲ προελομένοις ὑπὲρ τούτων εἰπεῖν πρὶν ἢ τὰς δέλτους ταύτας αἰτῆσαι; μάρτυς δὲ ἡ θεός μοι τοῦ λόγου. ἀλλ’, ὅπερ ἔφην, τί τὸ λειπόμενον ἡμῖν ὑμνῆσαι τὴν θεὸν μετὰ τῆς Ἀθηνᾶς καὶ τοῦ Διονύσου, ὧν δὴ καὶ τὰς ἑορτὰς ἐν ταύταις ἔθετο ταῖς ἁγιστείαις ὁ νόμος; ὁρῶ μὲν τῆς Ἀθηνᾶς πρὸς τὴν Μητέρα τῶν θεῶν διὰ τῆς προνοητικῆς ἐν ἑκατέραις ταῖς οὐσίαις ὁμοιότητος τὴν συγγένειαν ἐπισκοπῶ δὲ καὶ τὴν Διονύσου μεριστὴν δημιουργίαν, ἣν ἐκ τῆς ἑνοειδοῦς καὶ μονίμου ζωῆς τοῦ μεγάλου Διὸς ὁ μέγας Διόνυσος παραδεξάμενος, ἅτε καὶ προελθὼν ἐξ ἐκείνου, τοῖς φαινομένοις ἅπασιν ἐγκατένειμεν, ἐπιτροπεύων καὶ βασιλεύων τῆς μεριστῆς συμπάσης δημιουργίας. προσήκει δὲ σὺν τούτοις ὑμνῆσαι καὶ τὸν Ἐπαφρόδιτον Ἑρμῆν· καλεῖται γὰρ οὕτως ὑπὸ τῶν μυστῶν ὁ θεὸς οὗτος, ὅσοι λαμπάδας φασὶν ἀνάπτειν Ἄττιδι τῷ σοφῷ. τίς οὖν οὕτω παχὺς τὴν ψυχήν, ὃς οὐ συνίησιν, ὅτι δι’ Ἑρμοῦ μὲν καὶ Ἀφροδίτης ἀνακαλεῖται πάντα πανταχοῦ τὰ τῆς γενέσεως ἔχοντα τὸ ἕνεκά του πάντη καὶ πάντως ὃ τοῦ λόγου μάλιστα ἴδιόν ἐστιν; Ἄττις δὲ οὐχ οὗτός ἐστιν ὁ μικρῷ πρόσθεν ἄφρων, νῦν δὲ ἀκούων διὰ τὴν ἐκτομὴν σοφός; ἄφρων μὲν ὅτι τὴν ὕλην εἵλετο καὶ τὴν γένεσιν ἐπιτροπεύει, σοφὸς δὲ ὅτι τὸ σκύβαλον τοῦτο εἰς κάλλος ἐκόσμησε τοσοῦτον καὶ μετέστησεν, ὅσον οὐδεμί’ ἂν μιμήσαιτο ἀνθρώπων τέχνη καὶ σύνεσις. ἀλλὰ τί πέρας ἔσται μοι τῶν λόγων; ἢ δῆλον ὡς ὁ τῆς μεγάλης ὕμνος θεοῦ;"],["20","Ὦ θεῶν καὶ ἀνθρώπων μῆτερ, ὦ τοῦ μεγάλου σύνθωκε καὶ σύνθρονε Διός, ὦ πηγὴ τῶν νοερῶν θεῶν, ὦ τῶν νοητῶν ταῖς ἀχράντοις οὐσίαις συνδραμοῦσα καὶ τὴν κοινὴν ἐκ πάντων αἰτίαν παραδεξαμένη καὶ τοῖς νοεροῖς ἐνδιδοῦσα ζωογόνε θεὰ καὶ μῆτις καὶ πρόνοια καὶ τῶν ἡμετέρων ψυχῶν δημιουργέ, ὦ τὸν μέγαν Διόνυσον ἀγαπῶσα καὶ τὸν Ἄττιν ἐκτεθέντα περισωσαμένη καὶ πάλιν αὐτὸν εἰς τὸ γῆς ἄντρον καταδυόμενον ἐπανάγουσα, ὦ πάντων μὲν ἀγαθῶν τοῖς νοεροῖς ἡγουμένη θεοῖς, πάντων δὲ ἀποπληροῦσα τὸν αἰσθητὸν κόσμον, πάντα δὲ ἡμῖν ἐν πᾶσιν ἀγαθὰ χαρισαμένη, δίδου πᾶσι μὲν ἀνθρώποις εὐδαιμονίαν, ἧς τὸ κεφάλαιον ἡ τῶν θεῶν γνῶσίς ἐστι, κοινῇ δὲ τῷ Ῥωμαίων δήμῳ, μάλιστα μὲν ἀποτρίψασθαι τῆς ἀθεότητος τὴν κηλῖδα, πρὸς δὲ καὶ τὴν τύχην εὐμενῆ συνδιακυβερνῶσαν αὐτῷ τὰ τῆς ἀρχῆς πολλὰς χιλιάδας ἐτῶν, ἐμοὶ δὲ καρπὸν γενέσθαι τῆς περὶ σὲ θεραπείας ἀλήθειαν ἐν τοῖς περὶ θεῶν δόγμασιν, ἐν θεουργίᾳ τελειότητα, πάντων ἔργων, οἷς προσερχόμεθα περὶ τὰς πολιτικὰς καὶ στρατιωτικὰς πράξεις, ἀρετὴν μετὰ τῆς ἀγαθῆς τύχης καὶ τὸ τοῦ βίου πέρας ἄλυπόν τε καὶ εὐδόκιμον μετὰ τῆς ἀγαθῆς ἐλπίδος τῆς ἐπὶ τῇ παρ’ ὑμᾶς πορείᾳ."]]]
lines/julian-oration-6-to-the-uneducated-cynic.json ADDED
@@ -0,0 +1 @@
 
 
1
+ [[["1","Ἄνω ποταμῶν, τοῦτο δὴ τὸ τῆς παροιμίας. ἀνὴρ Κυνικὸς Διογένη φησὶ κενόδοξον, καὶ ψυχρολουτεῖν οὐ βούλεται, σφόδρα ἐρρωμένος τὸ σῶμα καὶ σφριγῶν καὶ τὴν ἡλικίαν ἀκμάζων, ὡς ἂν μή τι κακὸν λάβῃ, καὶ ταῦτα τοῦ θεοῦ ταῖς θεριναῖς τροπαῖς ἤδη προσιόντος. ἀλλὰ καὶ τὴν ἐδωδὴν τοῦ πολύποδος κωμῳδεῖ καί φησι τὸν Διογένη τῆς ἀνοίας καὶ κενοδοξίας ἐκτετικέναι ἱκανὰς δίκας ὥσπερ ὑπὸ κωνείου τῆς τροφῆς διαφθαρέντα. οὕτω πόρρω που σοφίας ἐλαύνει, ὥστε ἐπίσταται σαφῶς ὅτι κακὸν ὁ θάνατος. τοῦτο δὲ ἀγνοεῖν ὑπελάμβανεν ὁ σοφὸς Σωκράτης, ἀλλὰ καὶ μετ’ ἐκεῖνον Διογένης. ἀρρωστοῦντι γοῦν, φασίν, Ἀντισθένει μακρὰν καὶ δυσανάληπτον ἀρρωστίαν ξιφίδιον ἐπέδωκεν ὁ Διογένης εἰπών· εἰ φίλου χρῄζεις ὑπουργίας. οὕτως οὐδὲν ᾤετο δεινὸν ἐκεῖνος οὐδὲ ἀλγεινὸν τὸν θάνατον. ἀλλ’ ἡμεῖς οἱ τὸ σκῆπτρον ἐκεῖθεν παραλαβόντες ὑπὸ μείζονος σοφίας ἴσμεν ὅτι χαλεπὸν ὁ θάνατος, καὶ τὸ νοσεῖν δεινότερον αὐτοῦ φαμεν τοῦ θανάτου, τὸ ῥιγοῦν δὲ χαλεπώτερον τοῦ νοσεῖν. ὁ μὲν γὰρ νοσῶν μαλακῶς ἔσθ’ ὅτε θεραπεύεται, ὥστε γίνεσθαι τρυφὴν αὐτόχρημα τὴν ἀρρωστίαν, ἄλλως τε κἂν ᾖ πλούσιος. ἐθεασάμην τοι καὶ αὐτὸς νὴ Δία τρυφῶντάς τινας ἐν ταῖς νόσοις μᾶλλον ἢ τούτους αὐτοὺς ὑγιαίνοντας· καίτοι γε καὶ τότε λαμπρῶς ἐτρύφων. ὅθεν μοι καὶ παρέστη πρός τινας τῶν ἑταίρων εἰπεῖν, ὡς τούτοις ἄμεινον ἦν οἰκέταις γενέσθαι μᾶλλον ἢ δεσπόταις, καὶ πένεσθαι τοῦ κρίνου γυμνοτέροις οὖσιν ἢ πλουτεῖν ὥσπερ νῦν. ἦ γὰρ ἂν ἐπαύσαντο νοσοῦντες ἅμα καὶ τρυφῶντες. τὸ μὲν δὴ νοσοτυφεῖν καὶ νοσηλεύεσθαι τρυφηλῶς οὑτωσί τινες ἐν καλῷ ποιοῦνται· ἀνὴρ δὲ τοῦ κρύους ἀνεχόμενος καὶ θάλπος καρτερῶν οὐχὶ καὶ τῶν νοσούντων ἀθλιώτερον πράττει; ἀλγεῖ γοῦν ἀπαραμύθητα."],["2","Δεῦρο οὖν ἡμεῖς ὑπὲρ τῶν Κυνικῶν ὁπόσα διδασκάλων ἠκούσαμεν ἐν κοινῷ καταθῶμεν σκοπεῖν τοῖς ἐπὶ τὸν βίον ἰοῦσι τοῦτον· οἷς εἰ μὲν πεισθεῖεν, εὖ οἶδα, οὐδὲν οἵ γε νῦν ἐπιχειροῦντες κυνίζειν ἔσονται χείρους· ἀπειθοῦντες δὲ εἰ μέν τι λαμπρὸν καὶ σεμνὸν ἐπιτηδεύσειαν, ὑπερφωνοῦντες τὸν λόγον τὸν ἡμέτερον, οὔτι τοῖς ῥήμασιν ἀλλὰ τοῖς ἔργοις, οὐδὲν ἐμπόδιον ὅ γε ἡμέτερος οἴσει λόγος· εἰ δὲ ὑπὸ λιχνείας ἢ μαλακίας ἤ, τὸ κεφάλαιον ἵν’ εἴπω ξυνελὼν ἐν βραχεῖ, τῆς σωματικῆς ἡδονῆς δεδουλωμένοι τῶν λόγων ὀλιγωρήσειαν προσκαταγελάσαντες, ὥσπερ ἐνίοτε τῶν παιδευτηρίων καὶ τῶν δικαστηρίων οἱ κύνες τοῖς προπυλαίοις προσουροῦσιν, οὐ φροντὶς Ἱπποκλείδῃ· καὶ γὰρ οὐδὲ τῶν κυνιδίων ἡμῖν μέλει τὰ τοιαῦτα πλημμελούντων. δεῦρο οὖν ἄνωθεν ἐν κεφαλαίοις διεξέλθωμεν ἐφεξῆς τὸν λόγον, ἵνα ὑπὲρ ἑκάστου τὸ προσῆκον ἀποδιδόντες αὐτοί τε εὐκολώτερον ἀπεργασώμεθα τοῦθ’ ὅπερ διενοήθημεν καὶ σοὶ ποιήσωμεν εὐπαρακολούθητον. οὐκοῦν ἐπειδὴ τὸν κυνισμὸν εἶδός τι φιλοσοφίας εἶναι συμβέβηκεν, οὔτι φαυλότατον οὐδὲ ἀτιμότατον, ἀλλὰ τοῖς κρατίστοις ἐνάμιλλον, ὀλίγα πρότερον ὑπὲρ αὐτῆς ῥητέον ἡμῖν ἐστι τῆς φιλοσοφίας."],["3","Ἡ τῶν θεῶν εἰς ἀνθρώπους δόσις ἅμα φανοτάτῳ πυρὶ διὰ Προμηθέως καταπεμφθεῖσα ἐξ ἡλίου μετὰ τῆς Ἑρμοῦ μερίδος οὐχ ἕτερόν ἐστι παρὰ τὴν τοῦ λόγου καὶ νοῦ διανομήν· ὁ γάρ τοι Προμηθεύς, ἡ πάντα ἐπιτροπεύουσα τὰ θνητὰ πρόνοια, πνεῦμα ἔνθερμον ὥσπερ ὄργανον ὑποβάλλουσα τῇ φύσει, ἅπασι μετέδωκεν ἀσωμάτου λόγου· μετέσχε δὲ ἕκαστον οὗπερ ἠδύνατο, τὰ μὲν ἄψυχα σώματα τῆς ἕξεως μόνον, τὰ φυτὰ δὲ ἤδη καὶ τῆς ζωῆς τὰ ζῷα δὲ ψυχῆς, ὁ δὲ ἄνθρωπος καὶ λογικῆς ψυχῆς. εἰσὶ μὲν οὖν οἳ μίαν οἴονται διὰ τούτων πάντων ἥκειν φύσιν, εἰσὶ δὲ οἳ καὶ κατ’ εἶδος ταῦτα διαφέρειν. ἀλλὰ μήπω τοῦτο, μᾶλλον δὲ μηδὲ ἐν τῷ νῦν λόγῳ τοῦτο ἐξεταζέσθω, πλὴν ἐκείνου χάριν, ὅτι, τὴν φιλοσοφίαν εἴθ’, ὥσπερ τινὲς ὑπολαμβάνουσι, τέχνην τεχνῶν καὶ ἐπιστήμην ἐπιστημῶν, εἴτε ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατόν, εἴθ’, ὅπερ ὁ Πύθιος ἔφη, τὸ Γνῶθι σαυτὸν ὑπολάβοι τις, οὐδὲν διοίσει πρὸς τὸν λόγον· ἅπαντα γὰρ ταῦτα φαίνεται πρὸς ἄλληλα καὶ μάλα οἰκείως ἔχοντα."],["4","Ἀρξώμεθα δὲ πρῶτον ἀπὸ τοῦ Γνῶθι σαυτόν, ἐπειδὴ καὶ θεῖόν ἐστι τοῦτο τὸ παρακέλευσμα. οὐκοῦν ὁ γιγνώσκων αὑτὸν εἴσεται μὲν περὶ ψυχῆς, εἴσεται δὲ καὶ περὶ σώματος. καὶ τοῦτο οὐκ ἀρκέσει μόνον, ὡς ἔστιν ἄνθρωπος ψυχὴ χρωμένη σώματι, μαθεῖν, ἀλλὰ καὶ αὐτῆς τῆς ψυχῆς ἐπελεύσεται τὴν οὐσίαν, ἔπειτα ἀνιχνεύσει τὰς δυνάμεις. καὶ οὐδὲ τοῦτο μόνον ἀρκέσει αὐτῷ, ἀλλὰ καί, εἴ τι τῆς ψυχῆς ἐν ἡμῖν ἐστι κρεῖττον καὶ θειότερον, ὅπερ δὴ πάντες ἀδιδάκτως πειθόμενοι θεῖόν τι εἶναι νομίζομεν, καὶ τοῦτο ἐνιδρῦσθαι πάντες οὐρανῷ κοινῶς ὑπολαμβάνομεν. ἐπιὼν δὲ αὖθις τὰς ἀρχὰς τοῦ σώματος σκέψεται, εἴτε σύνθετον εἴτε ἁπλοῦν ἐστιν· εἶτα ὁδῷ προβαίνων ὑπέρ τε ἁρμονίας αὐτοῦ καὶ πάθους καὶ δυνάμεως καὶ πάντων ἁπλῶς ὧν δεῖται πρὸς διαμονήν. ἐπιβλέψει δὲ τὸ μετὰ τοῦτο καὶ ἀρχαῖς τεχνῶν ἐνίων, ὑφ’ ὧν βοηθεῖται πρὸς διαμονὴν τὸ σῶμα, οἷον ἰατρικῆς, γεωργίας, ἑτέρων τοιούτων. οὐ μὴν οὐδὲ τῶν ἀχρήστων καὶ περιττῶν τι παντάπασιν ἀγνοήσει, ἐπεὶ καὶ ταῦτα πρὸς κολακείαν τοῦ παθητικοῦ τῆς ψυχῆς ἡμῶν ἐπινενόηται. προσλιπαρῆσαι μὲν γὰρ τούτοις ἀποκνήσει αἰσχρὸν οἰόμενος τὸ τοιοῦτον, τὸ δοκοῦν ἐργῶδες ἐν αὐτοῖς φεύγων· τὸ δ’ ὅλον ὁποῖα ἄττα δοκεῖ καὶ οἷστισιν ἁρμόττει τῆς ψυχῆς μέρεσιν, οὐκ ἀγνοήσει. σκόπει δή, εἰ μὴ τὸ ἑαυτὸν γνῶναι πάσης μὲν ἐπιστήμης, πάσης δὲ τέχνης ἡγεῖταί τε ἅμα καὶ τοὺς καθόλου λόγους συνείληφε. τά τε γὰρ θεῖα διὰ τῆς ἐνούσης ἡμῖν θείας μερίδος τά τε θνητὰ διὰ τῆς θνητοειδοῦς μοίρας πρὸς τούτοις, τῷ μὲν καθ’ ἕκαστον θνητόν, τῷ παντὶ δὲ ἀθάνατον, καὶ μέντοι καὶ τὸν ἕνα καὶ τὸν καθ’ ἕκαστον συγκεῖσθαι ἐκ θνητῆς καὶ ἀθανάτου μερίδος."],["5","Ὅτι μέντοι καὶ τὸ τῷ θεῷ κατ��� δύναμιν ὁμοιοῦσθαι οὐκ ἄλλο τί ἐστιν ἢ τὸ τὴν ἐφικτὴν ἀνθρώποις γνῶσιν τῶν ὄντων περιποιήσασθαι, πρόδηλον ἐντεῦθεν. οὐ γὰρ ἐπὶ πλούτῳ χρημάτων τὸ θεῖον μακαρίζομεν οὐδὲ ἐπ’ ἄλλῳ τινὶ τῶν νομιζομένων ἀγαθῶν, ἀλλ’ ὅπερ Ὅμηρός φησι θεοὶ δέ τε πάντα ἴσασι, καὶ μέντοι καὶ περὶ Διὸς Ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδει· ἐπιστήμῃ γὰρ ἡμῶν οἱ θεοὶ διαφέρουσιν. ἡγεῖται γὰρ ἴσως καὶ αὐτοῖς τῶν καλῶν τὸ αὑτοὺς γινώσκειν· ὅσῳ δὴ κρείττονες ἡμῶν εἰσι τὴν οὐσίαν, τοσούτῳ γνόντες ἑαυτοὺς ἴσχουσι βελτιόνων γνῶσιν. μηδεὶς οὖν ἡμῖν τὴν φιλοσοφίαν εἰς πολλὰ διαιρείτω μηδὲ εἰς πολλὰ τεμνέτω, μᾶλλον δὲ μὴ πολλὰς ἐκ μιᾶς ποιείτω. ὥσπερ γὰρ ἀλήθεια μία, οὕτω δὲ καὶ φιλοσοφία μία· θαυμαστὸν δὲ οὐδέν, εἰ κατ’ ἄλλας καὶ ἄλλας ὁδοὺς ἐπ’ αὐτὴν πορευόμεθα. ἐπεὶ κἄν, εἴ τις θέλοι τῶν ξένων ἢ ναὶ μὰ Δία τῶν πάλαι πολιτῶν ἐπανελθεῖν εἰς Ἀθήνας, δύναιτο μὲν καὶ πλεῖν καὶ βαδίζειν, ὁδεύων δὲ οἶμαι διὰ γῆς ἢ ταῖς πλατείαις χρῆσθαι λεωφόροις ἢ ταῖς ἀτραποῖς καὶ συντόμοις ὁδοῖς· καὶ πλεῖν μέντοι δυνατὸν παρὰ τοὺς αἰγιαλούς, καὶ δὴ καὶ κατὰ τὸν Πύλιον γέροντα τέμνοντα πέλαγος μέσον. μὴ δὲ τοῦτό τις ἡμῖν προφερέτω, εἴ τινες τῶν κατ’ αὐτὰς ἰόντων τὰς ὁδοὺς ἀπεπλανήθησαν καὶ ἀλλαχοῦ που γενόμενοι, καθάπερ ὑπὸ τῆς Κίρκης ἢ τῶν Λωτοφάγων ἡδονῆς ἢ δόξης ἤ τινος ἄλλου δελεασθέντες, ἀπελείφθησαν τοῦ πρόσω βαδίζειν καὶ ἐφικνεῖσθαι τοῦ τέλους, τοὺς πρωτεύσαντας δὲ ἐν ἑκάστῃ τῶν αἱρέσεων σκοπείτω, καὶ πάντα εὑρήσει σύμφωνα. Οὐκοῦν ὁ μὲν ἐν Δελφοῖς θεὸς τὸ Γνῶθι σαυτὸν προαγορεύει, Ἡράκλειτος δὲ ἐδιζησάμην ἐμεωυτόν, ἀλλὰ καὶ Πυθαγόρας οἵ τε ἀπ’ ἐκείνου μέχρι Θεοφράστου τὸ κατὰ δύναμιν ὁμοιοῦσθαι θεῷ φασι, καὶ γὰρ καὶ Ἀριστοτέλης. ὃ γὰρ ἡμεῖς ποτέ, τοῦτο ὁ θεὸς ἀεί. γελοῖον οὖν ἂν εἴη τὸν θεὸν ἑαυτὸν μὴ εἰδέναι· κομιδῇ γὰρ οὐδὲν εἴσεται τῶν ἄλλων, εἴπερ ἑαυτὸν ἀγνοοίη· πάντα γὰρ αὐτός ἐστιν, εἴπερ καὶ ἐν ἑαυτῷ καὶ παρ’ ἑαυτῷ ἔχει τῶν ὁπωσοῦν ὄντων τὰς αἰτίας, εἴτε ἀθανάτων ἀθανάτους, εἴτε ἐπικήρων οὐ θνητὰς οὐδὲ ἐπικήρους, ἀιδίους δὲ καὶ μενούσας ἀεὶ καὶ αἳ τούτοις εἰσὶν αἰτίαι τῆς ἀειγενεσίας. ἀλλ’ οὗτος μὲν ὁ λόγος ἐστὶ μείζων."],["6","Ὅτι δὲ μία τέ ἐστιν ἀλήθεια καὶ φιλοσοφία μία καὶ ταύτης εἰσὶν ἐρασταὶ ξύμπαντες ὧν τε ὑπεμνήσθην μικρῷ πρότερον ὧν τε ἐν δίκῃ νῦν εἴποιμι ἂν τοὔνομα, τοὺς τοῦ Κιτιέως ὁμιλητὰς λέγω, οἳ τὰς πόλεις ἰδόντες ἀποδιδρασκούσας τὸ λίαν ἀκραιφνὲς καὶ καθαρὸν τῆς ἐλευθερίας τοῦ κυνὸς ἐσκέπασαν αὐτὸν ὥσπερ οἶμαι παραπετάσμασιν οἰκονομίᾳ καὶ τῇ χρηματιστικῇ καὶ τῇ πρὸς τὴν γυναῖκα συνόδῳ καὶ παιδοτροφίᾳ, ἵν’ οἶμαι ταῖς πόλεσιν αὐτὸν ἐγγύθεν ἐπιστήσωσι φύλακα· ὅτι δὲ τὸ Γνῶθι σαυτὸν κεφάλαιον τίθενται φιλοσοφίας, οὐ μόνον ἐξ ὧν κατεβάλλοντο ξυγγραμμάτων ὑπὲρ αὐτοῦ τοῦτου πεισθείης ἄν, εἴπερ ἐθέλοις, ἀλλὰ πολὺ πλέον ἀπὸ τοῦ τῆς φιλοσοφίας τέλους· τὸ γὰρ ὁμολογουμένως ζῆν τῇ φύσει τέλος ἐποιήσαντο, οὗπερ οὐχ οἷόν τε τυχεῖν τὸν ἀγνοοῦντα, τίς καὶ ὁποῖος πέφυκεν· ὁ γὰρ ἀγνοῶν ὅστις ἐστίν, οὐκ εἴσεται δήπουθεν ὅ, τι πράττειν ἑαυτῷ προσήκει, ὥσπερ οὐδ’ ὁ τὸν σίδηρον ἀγνοῶν εἴσεται, εἴτε αὐτῷ τέμνειν εἴτε μὴ προσήκει, καὶ ὅτου δεῖ τῷ σιδήρῳ πρὸς τὸ δύνασθαι τὸ ἑαυτοῦ πράττειν· ἀλλ’ ὅτι μὲν ἡ φιλοσοφία μία τέ ἐστι καὶ πάντες ὡς ἔπος εἰπεῖν ἑνός τινος ἐφιέμενοι ὁδοῖς ἐπὶ τοῦτο διαφόροις ἦλθον, ἀπόχρη τοσαῦτα νῦν εἰπεῖν."],["7","ὑπὲρ δὲ τοῦ Κυνισμοῦ σκεπτέον ἔτι. Εἰ μὲν οὖν ἐπεποίητο τοῖς ἀνδράσι μετά τινος σπουδῆς, ἀλλὰ μὴ μετὰ παιδιᾶς τὰ συγγράμματα, τούτοις ἐχρῆν ἑπόμενον ἐπιχειρεῖν ἕκαστα ὧν διανοούμεθα περὶ τοῦ πράγματος ἐξετάζειν τὸν ἐναντίον καί, εἰ μὲν ἐφαίνετο τοῖς παλαιοῖς ὁμολογοῦντα, μήτοι ψευδομαρτυριῶν ἡμῖν ἐπισκήπτειν, εἰ δὲ μή, τότε ἐξορίζειν αὐτὰ τῆς ἀκοῆς ὥσπερ Ἀθηναῖοι τὰ ψευδῆ γράμματα τοῦ Μητρῴου. ἐπεὶ δὲ οὐδέν ἐστιν, ὡς ἔφην, τοιοῦτον· αἵ τε γὰρ θρυλούμεναι Διογένους τραγῳδίαι Φιλίσκου τινὸς Αἰγινήτου λέγονται εἶναι, καί, εἰ Διογένους δὴ εἶεν, οὐδὲν ἄτοπόν ἐστι τὸν σοφὸν παίζειν, ἐπεὶ καὶ τοῦτο πολλοὶ φαίνονται τῶν φιλοσόφων ποιήσαντες· ἐγέλα τοι, φασί, καὶ Δημόκριτος ὁρῶν σπουδάζοντας τοὺς ἀνθρώπους· μὴ δὴ πρὸς τὰς παιδιὰς αὐτῶν ἀποβλέπωμεν, ὥσπερ οἱ μανθάνειν τι σπουδαῖον ἥκιστα ἐρῶντες, πόλει παραβάλλοντες εὐδαίμονι, πολλῶν μὲν ἱερῶν, πολλῶν δὲ ἀπορρήτων τελετῶν πλήρει, καὶ μυρίων ἔνδον ἱερέων ἁγνῶν ἐν ἁγνοῖς μενόντων χωρίοις· αὐτοῦ δὲ ἕνεκα πολλάκις τούτου, λέγω δὲ τοῦ καθαρεύειν τὰ εἴσω πάντα, τὰ περιττὰ καὶ βδελυρὰ καὶ φαῦλα τῆς πόλεως ἀπεληλακόσι, λουτρὰ δημόσια καὶ χαμαιτυπεῖα καὶ καπηλεῖα καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα· εἶτα ἄχρι τούτου γενόμενοι εἴσω μὴ παρίασιν. ὁ μὲν γὰρ τοῖς τοιούτοις ἐντυχών, εἶτα τοῦτο οἰηθεὶς εἶναι τὴν πόλιν ἄθλιος μὲν ἀποφυγών, ἀθλιώτερος δὲ κάτω μείνας, ἐξὸν ὑπερβάντα μικρὸν ἰδεῖν τὸν Σωκράτη· χρήσομαι γὰρ ἐκείνοις ἐγὼ τοῖς ῥήμασιν, οἷς Ἀλκιβιάδης ἐπαινῶν Σωκράτη. φημὶ γὰρ δὴ τὴν Κυνικὴν φιλοσοφίαν ὁμοιοτάτην εἶναι τοῖς Σειληνοῖς τούτοις τοῖς ἐν τοῖς ἑρμογλυφείοις καθημένοις, οὕστινας ἐργάζονται οἱ δημιουργοὶ σύριγγας ἢ αὐλοὺς ἔχοντας· οἳ διχάδε διοιχθέντες ἔνδον φαίνονται ἀγάλματα ἔχοντες θεῶν. ὡς ἂν οὖν μὴ τοιοῦτόν τι πάθωμεν, ὅσα ἔπαιξε ταῦτα αὐτὸν ἐσπουδακέναι νομίσαντες· ἔστι μὲν γάρ τι καὶ ἐν ἐκείνοις οὐκ ἄχρηστον, ὁ Κυνισμὸς δέ ἐστιν ἕτερον, ὡς αὐτίκα μάλα δεῖξαι πειράσομαι· δεῦρο ἴδωμεν ἐφεξῆς ἀπὸ τῶν ἔργων, ὥσπερ αἱ ἐξιχνεύουσαι κύνες μεταθέουσι τὰ θηρία."],["8","Ἡγεμόνα μὲν οὖν οὐ ῥᾴδιον εὑρεῖν, ἐφ’ ὃν ἀνενέγκαι χρὴ πρῶτον αὐτό, εἰ καί τινες ὑπολαμβάνουσιν Ἀντισθένει τοῦτο καὶ Διογένει προσή��ειν. τοῦτο γοῦν ἔοικεν Οἰνόμαος οὐκ ἀτόπως λέγειν· ὁ Κυνισμὸς οὔτε Ἀντισθενισμός ἐστιν οὔτε Διογενισμός. λέγουσι μὲν γὰρ οἱ γενναιότεροι τῶν κυνῶν, ὅτι καὶ ὁ μέγας Ἡρακλῆς, ὥσπερ οὖν τῶν ἄλλων ἀγαθῶν ἡμῖν αἴτιος κατέστη, οὕτω δὲ καὶ τούτου τοῦ βίου παράδειγμα τὸ μέγιστον κατέλιπεν ἀνθρώποις. ἐγὼ δὲ ὑπὲρ τῶν θεῶν καὶ τῶν εἰς θείαν λῆξιν πορευθέντων εὐφημεῖν ἐθέλων πείθομαι μὲν καὶ πρὸ τούτου τινὰς οὐκ ἐν Ἕλλησι μόνον, ἀλλὰ καὶ βαρβάροις οὕτω φιλοσοφῆσαι· αὕτη γὰρ ἡ φιλοσοφία κοινή πως ἔοικεν εἶναι καὶ φυσικωτάτη καὶ δεῖσθαι οὐδ’ ἡστινοσοῦν πραγματείας· ἀλλὰ ἀπόχρη μόνον ἑλέσθαι τὰ σπουδαῖα ἀρετῆς ἐπιθυμίᾳ καὶ φυγῇ κακίας, καὶ οὔτε βίβλους ἀνελίξαι δεῖ μυρίας· πολυμαθία γάρ, φασί, νόον οὐ διδάσκει· οὔτε ἄλλο τι τῶν τοιούτων παθεῖν, ὅσα καὶ οἷα πάσχουσιν οἱ διὰ τῶν ἄλλων αἱρέσεων ἰόντες, ἀλλὰ ἀπόχρη μόνον δύο ταῦτα τοῦ Πυθίου παραινοῦντος ἀκοῦσαι, τὸ Γνῶθι σαυτὸν καὶ Παραχάραξον τὸ νόμισμα· πέφηνεν οὖν ἡμῖν ἀρχηγὸς τῆς φιλοσοφίας ὅσπερ οἶμαι τοῖς Ἕλλησι κατέστη τῶν καλῶν ἁπάντων αἴτιος, ὁ τῆς Ἑλλάδος κοινὸς ἡγεμὼν καὶ νομοθέτης καὶ βασιλεύς, ὁ ἐν Δελφοῖς θεός, ὃν ἐπειδὴ μὴ θέμις ἦν τι διαλαθεῖν, οὐδὲ ἡ Διογένους ἐπιτηδειότης ἔλαθε. προύτρεψε δὲ αὐτὸν οὐχ ὥσπερ τοὺς ἄλλους ἔπεσιν ἐντείνων τὴν παραίνεσιν, ἀλλ’ ἔργῳ διδάσκων ὅ, τι βούλεται συμβολικῶς διὰ δυοῖν ὀνομάτοιν, Παραχάραξον εἰπὼν τὸ νόμισμα. τὸ γάρ Γνῶθι σαυτὸν οὐκ ἐκείνῳ μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἔφη καὶ λέγει, πρόκειται γὰρ οἶμαι τοῦ τεμένους. ηὑρήκαμεν δὴ τὸν ἀρχηγέτην τῆς φιλοσοφίας, ὥς που καὶ ὁ δαιμόνιός φησιν Ἰάμβλιχος, ἀλλὰ καὶ τοὺς κορυφαίους ἐν αὐτῇ, Ἀντισθένη καὶ Διογένη καὶ Κράτητα, οἷς τοῦ βίου σκοπὸς ἦν καὶ τέλος αὑτοὺς οἶμαι γνῶναι καὶ τῶν κενῶν ὑπεριδεῖν δοξῶν, ἀληθείας δέ, ἣ πάντων μὲν ἀγαθῶν θεοῖς, πάντων δὲ ἀνθρώποις ἡγεῖται, ὅλῃ, φασίν, ἐπιδράξασθαι τῇ διανοίᾳ, ἧς οἶμαι καὶ Πλάτων καὶ Πυθαγόρας καὶ Σωκράτης οἵ τε ἐκ τοῦ Περιπάτου καὶ Ζήνων ἕνεκα πάντα ὑπέμειναν πόνον, αὑτούς τε ἐθέλοντες γνῶναι καὶ μὴ κεναῖς ἕπεσθαι δόξαις, ἀλλὰ τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν ἀνιχνεῦσαι."],["9","Φέρε οὖν, ἐπειδὴ πέφηνεν οὐκ ἄλλο μὲν ἐπιτηδεύσας Πλάτων, ἕτερον δὲ Διογένης, ἓν δέ τι καὶ ταὐτόν· εἰ γοῦν ἔροιτό τις τὸν σοφὸν Πλάτωνα τὸ Γνῶθι σαυτὸν πόσου νενόμικας ἄξιον; εὖ οἶδα ὅτι τοῦ παντὸς ἂν φήσειε, καὶ λέγει δὲ ἐν Ἀλκιβιάδῃ· δεῦρο δὴ τὸ μετὰ τοῦτο φράσον ἡμῖν, ὦ δαιμόνιε Πλάτων καὶ θεῶν ἔκγονε Τίνα τρόπον χρὴ πρὸς τὰς τῶν πολλῶν διακεῖσθαι δόξας, ταὐτά τε ἐρεῖ καὶ ἔτι πρὸς τούτοις ὅλον ἡμῖν ἐπιτάξει διαρρήδην ἀναγνῶναι τὸν Κρίτωνα διάλογον, οὗ φαίνεται παραινῶν Σωκράτης μηδὲν φροντίζειν ἡμᾶς τῶν τοιούτων· φησὶ γοῦν· Ἀλλὰ τί ἡμῖν, ὦ μακάριε Κρίτων, οὕτω τῆς τῶν πολλῶν δόξης μέλει; εἶτα ἡμεῖς τούτων ὑπεριδόντες ἀποτειχίζειν ἁπλῶς οὑτωσὶ καὶ ἀποσπᾶν ἄνδρας ἀλλήλων ἐθέλομεν, οὓς ὁ τῆς ἀληθείας συνήγαγεν ἔρως ἥ τε τῆς δόξης ὑπεροψία καὶ ἡ πρὸς τὸν ζῆλον τῆς ἀρετῆς ξύμπνοια; εἰ δὲ Πλάτωνι μὲν ἔδοξε καὶ διὰ τῶν λόγων αὐτὰ ἐργάζεσθαι, Διογένει δὲ ἀπέχρη τὰ ἔργα, διὰ τοῦτο ἄξιός ἐστιν ὑφ’ ὑμῶν ἀκούειν κακῶς; ὅρα δὲ μὴ καὶ τοῦτο αὐτὸ τῷ παντὶ κρεῖττόν ἐστιν, ἐπεὶ καὶ Πλάτων ἐξομνύμενος φαίνεται τὰ ξυγγράμματα. Οὐ γάρ ἐστι Πλάτωνος, φησί, ζύγγραμμα οὐδὲν οὐδ’ ἔσται, τὰ δὲ νῦν φερόμενά ἐστι Σωκράτους, ἀνδρὸς καλοῦ καὶ νέου. τί οὖν ἡμεῖς οὐκ ἐκ τῶν ἔργων τοῦ Διογένους σκοποῦμεν αὐτὸν τὸν Κυνισμόν, ὅστις ἐστιν;"],["10","Οὐκοῦν ἐπειδὴ σώματος μέρη μέν ἐστιν, οἷον ὀφθαλμοί, πόδες, χεῖρες, ἄλλα δὲ ἐπισυμβαίνει, τρίχες, ὄνυχες, ῥύπος, τοιούτων περιττωμάτων γένος, ὧν ἄνευ σῶμα ἀνθρώπινον ἀμήχανον εἶναι, πότερον οὐ γελοῖός ἐστιν ὁ μέρη νομίσας ὄνυχας ἢ τρίχας ἢ ῥύπον καὶ τὰ δυσώδη τῶν περιττωμάτων, ἀλλ’ οὐ τὰ τιμιώτατα καὶ σπουδαῖα, πρῶτον μὲν τὰ αἰσθητήρια καὶ τούτων αὐτῶν ἅττα συνέσεως ἡμῖν ἐστι μᾶλλον αἴτια, οἷον ὀφθαλμούς, ἀκοάς; ὑπουργεῖ γὰρ ταῦτα πρὸς φρόνησιν εἴτε ἐγκατορωρυγμένῃ τῇ ψυχῇ, ὡς ἂν θᾶττον καθαρθεῖσα δύναιτο τῇ καθαρᾷ χρῆσθαι καὶ ἀκινήτῳ τοῦ φρονεῖν δυνάμει, εἴτε, ὥσπερ τινὲς οἴονται, καθάπερ δι’ ὀχετῶν τοιούτων εἰσφερούσης τῆς ψυχῆς. συλλέγουσα γάρ, φασί, τὰ κατὰ μέρος αἰσθήματα καὶ συνέχουσα τῇ μνήμῃ γεννᾷ τὰς ἐπιστήμας. ἐγὼ δέ, εἰ μή τι τοιοῦτον ἦν ἐνθέον ἢ τέλειον ἐμποδιζόμενον δὲ ὑπ’ ἄλλων πολλῶν καὶ ποικίλων, ὃ τῶν ἐκτὸς ποιεῖται τὴν ἀντίληψιν, οὐδ’ ἂν δυνατὸν οἶμαι γενέσθαι τῶν αἰσθητῶν τὴν ἀντίληψιν. ἀλλ’ οὗτος μὲν ὁ λόγος οὐ τοῖς νῦν προσήκει. Διόπερ ἐπανακτέον ἐπὶ τὰ μέρη τῆς φιλοσοφίας τῆς κυνικῆς."],["11","φαίνονται μὲν δὴ καὶ οὗτοι διμερῆ τὴν φιλοσοφίαν νομίσαντες ὥσπερ ὁ Ἀριστοτέλης καὶ Πλάτων, θεωρηματικήν τε καὶ πρακτικήν, αὐτὸ τοῦτο συνέντες δηλονότι καὶ νοήσαντες, ὡς οἰκεῖόν ἐστιν ἄνθρωπος φύσει πράξει καὶ ἐπιστήμῃ. εἰ δὲ τῆς φυσικῆς τὴν θεωρίαν ἐξέκλιναν, οὐδὲν τοῦτο πρὸς τὸν λόγον. ἐπεὶ καὶ Σωκράτης καὶ πλείονες ἄλλοι θεωρίᾳ μὲν φαίνονται χρησάμενοι πολλῇ, ταύτῃ δὲ οὐκ ἄλλου χάριν, ἀλλὰ τῆς πράξεως· ἐπεὶ καὶ τὸ ἑαυτὸν γνῶναι τοῦτο ἐνόμισαν, τὸ μαθεῖν ἀκριβῶς, τί μὲν ἀποδοτέον ψυχῇ, τί δὲ σώματι· ἀπέδοσαν δὲ εἰκότως ἡγεμονίαν μὲν τῇ ψυχῇ, ὑπηρεσίαν δὲ τῷ σώματι. φαίνονται δὴ οὖν ἀρετὴν ἐπιτηδεύσαντες, ἐγκράτειαν, ἀτυφίαν, ἐλευθερίαν, ἔξω γενόμενοι παντὸς φθόνου, δειλίας, δεισιδαιμονίας. ἀλλ’ οὐχ ἡμεῖς ταῦτα ὑπὲρ αὐτῶν διανοούμεθα, παίζειν δὲ αὐτοὺς καὶ κυβεύειν περὶ τοῖς φιλτάτοις ὑπολαμβάνομεν, οὕτως ὑπεριδόντας τοῦ σώματος, ώς ὁ Σωκράτης ἔφη λέγων ὀρθῶς μελέτην εἶναι θανάτου τὴν φιλοσοφίαν. τοῦτο ἐκεῖνοι καθ’ ἑκάστην ἡμέραν ἐπιτηδεύοντες οὐ ζηλωτοὶ μᾶλλον ἡμῖν, ἄθλιοι δέ τινες κα�� παντελῶς ἀνόητοι δοκοῦσιν· ἀνθ’ ὅτου δὲ τοὺς πόνους ὑπέμειναν τούτους; οὐχ ὡς αὐτὸς εἶπας, κενοδοξίας ἕνεκα. καὶ γὰρ πῶς ὑπὸ τῶν ἄλλων ἐπῃνοῦντο ὠμὰ προσφερόμενοι σαρκία; καίτοι οὐδὲ αὐτὸς ἐπαινέτης εἶ. τοῦ γοῦν τοιούτου τρίβωνα καὶ τὴν κόμην, ὥσπερ αἱ γραφαὶ τῶν ἀνδρῶν, ἀπομιμούμενος εἶθ’ ὃ μηδὲ αὐτὸς ἀξιάγαστον ὑπολαμβάνεις, τοῦτο εὐδοκιμεῖν οἴει παρὰ τῷ πλήθει; καὶ εἷς μὲν ἢ δεύτερος ἐπῄνει τότε, πλεῖν δ’ οὖν ἢ δέκα μυριάδες ὑπὸ τῆς ναυτίας καὶ βδελυρίας διεστράφησαν τὸν στόμαχον καὶ ἀπόσιτοι γεγόνασιν, ἄχρις αὐτοὺς οἱ θεράποντες ἀνέλαβον ὀσμαῖς καὶ μύροις καὶ πέμμασιν. οὕτως ὁ κλεινὸς ἥρως ἔργῳ κατεπλήξατο γελοίῳ μὲν ἀνθρώποις τοιούτοις, Οἷοι νῦν βροτοί εἰσιν, οὐκ ἀγεννεῖ δέ, μὰ τοὺς θεούς, εἴ τις αὐτὸ κατὰ τὴν Διογένους ἐξηγήσαιτο σύνεσιν. ὅπερ γὰρ ὁ Σωκράτης ὑπὲρ αὑτοῦ φησιν, ὅτι τῷ θεῷ νομίζων λατρείαν ἐκτελεῖν ἐν τῷ τὸν δοθέντα χρησμὸν ὑπὲρ αὐτοῦ κατὰ πάντα σκοπῶν ἐξετάζειν τὸν ἐλεγκτικὸν ἠσπάσατο βίον, τοῦτο καὶ Διογένης οἶμαι συνειδὼς ἑαυτῷ, πυθόχρηστον οὖσαν τὴν φιλοσοφίαν, ἔργοις ᾤετο δεῖν ἐξελέγχειν πάντα καὶ μὴ δόξαις ἄλλων, τυχὸν μὲν ἀληθέσι, τυχὸν δὲ ψευδέσι προσπεπονθέναι. οὔκουν οὐδὲ εἴ τι Πυθαγόρας ἔφη, οὐδὲ εἴ τις ἄλλος τῷ Πυθαγόρᾳ παραπλήσιος, ἀξιόπιστος ἐδόκει τῷ Διογένει. τὸν γὰρ θεόν, ἀνθρώπων δὲ οὐδένα τῆς φιλοσοφίας ἀρχηγὸν ἐπεποίητο. τί δῆτα τοῦτο, ἐρεῖς, πρὸς τὴν τοῦ πολύποδος ἐδωδήν; ἐγώ σοι φράσω."],["12","Τὴν σαρκοφαγίαν οἱ μὲν ἀνθρώποις ὑπολαμβάνουσι κατὰ φύσιν, οἱ δὲ ἥκιστα τοῦτο ἐργάζεσθαι προσήκειν ἀνθρώπῳ διανοοῦνται, καὶ πολὺς ὁ περὶ τούτου ἀνάλωται λόγος. ἐθέλοντι οὖν σοι μὴ ῥᾳθυμεῖν ἑσμοὶ περὶ τοῦ τοιούτου βίβλων φανήσονται. τούτους Διογένης ἐξελέγχειν ᾤετο δεῖν. διενοήθη γοῦν οὕτως· εἰ μὲν ἀπραγματεύτως ἐσθίων τις σάρκας, ὥσπερ οἶμαι τῶν ἄλλων ἕκαστον θηρίων, οἷς τοῦτο ἔνειμεν ἡ φύσις, ἀβλαβῶς αὐτὸ καὶ ἀνεπαχθῶς, μᾶλλον δὲ καὶ μετὰ τῆς τοῦ σώματος ὠφελείας ἐργάζοιτο, κατὰ φύσιν εἶναι πάντως τὴν σαρκοφαγίαν ὑπέλαβεν· εἰ δέ τις ἐντεῦθεν γένοιτο βλάβη, οὐχὶ τοῦτο ἀνθρώπου τὸ ἔργον ἴσως ἐνόμισεν, ἀλλ’ ἀφεκτέον εἶναι κατὰ κράτος αὐτοῦ. εἷς μὲν οὖν ἂν εἴη τοιοῦτος ὑπὲρ τοῦ πράγματος ἴσως βιαιότερος λόγος, ἕτερος δὲ οἰκειότερος τῷ Κυνισμῷ, εἰ περὶ τοῦ τέλους αὐτοῦ πρότερον ἔτι σαφέστερον διέλθοιμι. Ἀπάθειαν γὰρ ποιοῦνται τὸ τέλος· τοῦτο δὲ ἴσον ἐστὶ τῷ θεὸν γενέσθαι. αἰσθανόμενος οὖν ἴσως αὑτοῦ Διογένης ἐν μὲν τοῖς ἄλλοις ἅπασιν ἀπαθοῦς, ὑπὸ δὲ τῆς τοιαύτης ἐδωδῆς μόνον θραττομένου καὶ ναυτιῶντος καὶ δόξῃ κενῇ μᾶλλον ἢ λόγῳ δεδουλωμένου· σάρκες γάρ εἰσιν οὐδὲν ἧττον, κἂν μυριάκις αὐτὰς ἑψήσῃ, κἂν ὑποτρίμμασι μυρίοις τις αὐτὰς καρυκεύσῃ· καὶ ταύτης αὑτὸν ἀφελέσθαι καὶ καταστῆσαι παντάπασιν ἐξάντη τῆς δειλίας ᾠήθη χρῆναι. δειλία γάρ ἐστιν, εὖ ἴσθι, τὸ γοῦν τοιοῦτον. ἐπεὶ πρὸς τῆς Θεσμοφόρου εἰ σαρκῶν ἡψημένων ἁπτόμεθα, τοῦ χάριν οὐχὶ καὶ ἁπλῶς αὐτὰς προσφερόμεθα, φράσον ἡμῖν. οὐ γὰρ ἔχεις ἕτερον εἰπεῖν ἢ ὅτι οὕτω νενόμισται καὶ οὕτω συνειθίσμεθα. οὐ γὰρ δὴ πρὶν μὲν ἑψηθῆναι βδελυρὰ πέφυκεν, ἑψηθέντα δὲ γέγονεν αὑτῶν ἁγνότερα. τί δῆτα ἐχρῆν πράττειν τόν γε παρὰ θεοῦ ταχθέντα καθάπερ στρατηγοῦ πᾶν μὲν ἐξελεῖν τὸ νόμισμα, λόγῳ δὲ καὶ ἀληθείᾳ κρῖναι τὰ πράγματα; περιιδεῖν αὑτὸν ὑπὸ ταύτης τῆς δόξης ἐνοχλούμενον, ὡς νομίζειν ὅτι κρέας μέν ἐστιν ἑψηθὲν ἁγνὸν καὶ ἐδώδιμον, μὴ κατεργασθὲν δὲ ὑπὸ τοῦ πυρὸς μυσαρόν πως καὶ βδελυρόν; οὕτως εἶ μνήμων; οὕτως εἶ σπουδαῖος; ὃς τοσοῦτον ὀνειδίζων τῷ κενοδόξῳ, κατὰ σὲ φάναι, Διογένει, κατ’ ἐμὲ δὲ τῷ σπουδαιοτάτῳ θεράποντι καὶ ὑπηρέτῃ τοῦ Πυθίου, τὴν τοῦ πολύποδος ἐδωδὴν κατεδήδοκας μυρίους ταρίχους, Ἰχθῦς ὄρνιθάς τε φίλας θ’ ὅτι χεῖρας ἵκοιτο, Αἰγύπτιός γε ὤν, οὐ τῶν ἱερέων, ἀλλὰ τῶν παμφάγων, οἷς πάντα ἐσθίειν νόμος ὡς λάχανα χόρτου· γνωρίζεις οἶμαι τῶν Γαλιλαίων τὰ ῥήματα. μικροῦ με παρῆλθεν εἰπεῖν, ὅτι καὶ πάντες ἄνθρωποι πλησίον οἰκοῦντες θαλάττης, ἤδη δέ τινες καὶ τῶν πόρρω, οὐδὲ θερμήναντες καταρροφοῦσιν ἐχίνους, ὄστρεα καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα· εἶτα ἐκείνους μὲν ὑπολαμβάνεις ζηλωτούς, ἄθλιον δὲ καὶ βδελυρὸν ἡγῇ Διογένη, καὶ οὐκ ἐννοεῖς, ὡς οὐδὲν μᾶλλον ταῦτα ἐκείνων ἐστὶ σαρκία· πλὴν ἴσως ταῦτα ἐκείνων διαφέρει τῷ τὰ μὲν εἶναι μαλθακά, τὰ δὲ σκληρότερα. ἄναιμος γοῦν ἐστι καὶ πολύπους ὥσπερ ἐκεῖνα, ἔμψυχα δέ ἐστι καὶ τὰ ὀστρακόδερμα καθάπερ καὶ οὗτος· ἥδεται γοῦν καὶ λυπεῖται, ὃ τῶν ἐμψύχων μάλιστά ἐστιν ἴδιον. ἐνοχλείτω δὲ μηδὲν ἡμᾶς ἡ Πλατωνικὴ τανῦν δόξα ἔμψυχα ὑπολαμβάνουσα καὶ τὰ φυτά. ἀλλ’ ὅτι μὲν οὔτι ἄλογον οὐδὲ παράνομον οὐδὲ ἀσύνηθες ὑμῖν ὁ γενναῖος εἰργάσατο Διογένης, εἰ μὴ τῷ σκληροτέρῳ καὶ μαλακωτέρῳ, ἡδονῇ τε λαιμοῦ καὶ ἀηδίᾳ τὰ τοιαῦτά τις ἐξετάζοι, πρόδηλον οἶμαι τοῖς ὁπωσοῦν ἕπεσθαι λόγῳ δυναμένοις. οὐκ ἄρα τὴν ὠμοφαγίαν βδελύττεσθε οἱ τὰ παραπλήσια δρῶντες, οὐκ ἐπὶ τῶν ἀναίμων μόνον ζῴων, ἀλλὰ καὶ ἐπὶ τῶν αἷμα ἐχόντων. καὶ τούτῳ δὲ ἴσως διαφέρεσθε πρὸς ἐκεῖνον, ὅτι ὁ μὲν ἁπλῶς ταῦτα καὶ κατὰ φύσιν ᾠήθη χρῆναι προσφέρεσθαι, ἁλσὶ δὲ ὑμεῖς καὶ πολλοῖς ἄλλοις ἀρτύσαντες ἡδονῆς ἕνεκα, τὴν φύσιν ὅπως βιάσησθε. καὶ δὴ τοῦτο μὲν ἐπὶ τοσοῦτον ἀπόχρη."],["13","Τῆς Κυνικῆς δὲ φιλοσοφίας σκοπὸς μέν ἐστι καὶ τέλος, ὥσπερ δὴ καὶ πάσης φιλοσοφίας, τὸ εὐδαιμονεῖν, τὸ δὲ εὐδαιμονεῖν ἐν τῷ ζῆν κατὰ φύσιν, ἀλλὰ μὴ πρὸς τὰς τῶν πολλῶν δόξας. ἐπεὶ καὶ τοῖς φυτοῖς εὖ πράττειν συμβαίνει καὶ μέντοι καὶ ζῴοις πᾶσιν, ὅταν τοῦ κατὰ φύσιν ἕκαστον ἀνεμποδίστως τυγχάνῃ τέλους· ἀλλὰ καὶ ἐν τοῖς θεοῖς τοῦτό ἐστιν εὐδαιμονίας ὅρος, τὸ ἔχειν αὐτοὺς ὥσπερ πεφύκασι καὶ ἑαυτῶν εἶναι. οὐκοῦν καὶ τοῖς ἀνθρώποις οὐχ ἑτέρωθί που τὴν εὐδαιμονίαν ἀποκεκρυμμένην προσήκει πολυπραγμονεῖν· οὐδὲ ἀετὸς οὐδὲ πλάτανος οὐδὲ ἄλλο τι τῶν ὄντων ζῴων ἢ φυτῶν χρυσᾶ περιεργάζεται πτερὰ καὶ φύλλα, οὐδὲ ὅπως ἀργυροῦς ἕξει τοὺς βλαστοὺς ἢ τὰ πλῆκτρα καὶ κέντρα σιδηρᾶ, μᾶλλον δὲ ἀδαμάντινα, ἀλλ’ οἷς αὐτὰ ἐξ ἀρχῆς ἡ φύσις ἐκόσμησε, ταῦτα εἰ ῥωμαλέα καὶ πρὸς τάχος αὐτοῖς ἢ πρὸς ἀλκὴν ὑπουργοῦντα προσγένοιτο, μάλιστα ἂν εὖ πράττειν νομίζοι καὶ εὐθηνεῖσθαι. πῶς οὖν οὐ γελοῖον, εἴ τις ἄνθρωπος γεγονὼς ἔξω που τὴν εὐδαιμονίαν περιεργάσαιτο, πλοῦτον καὶ γένος καὶ φίλων δύναμιν καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα τοῦ παντὸς ἄξια νομίζων; εἰ μὲν οὖν ἡμῖν ἡ φύσις ὥσπερ τοῖς ζῴοις αὐτὸ τοῦτο ἀπέδωκε μόνον, τὸ σώματα καὶ ψυχὰς ἔχειν ἐκείνοις παραπλησίας, ὥστε μηδὲν πλέον πολυπραγμονεῖν, ἤρκει λοιπόν, ὥσπερ τὰ λοιπὰ ζῷα, τοῖς σωματικοῖς ἀρκεῖσθαι πλεονεκτήμασιν, ἐνταῦθά που τὸ εὐδαιμονεῖν πολυπραγμονοῦσιν. ἐπεὶ δὲ ἡμῖν οὐδέν τι παραπλησία ψυχὴ τοῖς ἄλλοις ἐνέσπαρται ζῴοις, ἀλλ’ εἴτε κατ’ οὐσίαν διαφέρουσα εἴτε οὐσίᾳ μὲν ἀδιάφορος, ἐνεργείᾳ δὲ μόνῃ κρείττων, ὥσπερ οἶμαι τὸ καθαρὸν ἤδη χρυσίον τοῦ συμπεφυρμένου τῇ ψάμμῳ· λέγεται γὰρ καὶ οὗτος ὁ λόγος περὶ τῆς ψυχῆς ὡς ἀληθὴς ὑπό τινων· ἡμεῖς δὴ οὖν ἐπειδὴ σύνισμεν αὑτοῖς οὖσι τῶν ζῴων ξυνετωτέροις· κατὰ γὰρ τὸν Πρωταγόρου μῦθον ἐκείνοις μὲν ἡ φύσις ὥσπερ μήτηρ ἄγαν φιλοτίμως καὶ μεγαλοδώρως προσηνέχθη, ἡμῖν δὲ ἀντὶ πάντων ἐκ Διὸς ὁ νοῦς ἐδόθη· τὴν εὐδαιμονίαν ἐνταῦθα θετέον, ἐν τῷ κρατίστῳ καὶ σπουδαιοτάτῳ τῶν ἐν ἡμῖν."],["14","Σκόπει δή, ταύτης εἰ μὴ μάλιστα τῆς προαιρέσεως ἦν Διογένης, ὃς τὸ μὲν σῶμα τοῖς πόνοις ἀνέδην παρεῖχεν, ἵνα αὐτὸ τῆς φύσεως ῥωμαλεώτερον καταστήσῃ, πράττειν δὲ ἠξίου μόνον ὁπόσα ἂν φανῇ τῷ λόγῳ πρακτέα, τοὺς δὲ ἐκ τοῦ σώματος ἐμπίπτοντας τῇ θορύβους, οἷα πολλάκις ἡμᾶς ἀναγκάζει τουτὶ τὸ περικείμενον αὐτοῦ χάριν πολυπραγμονεῖν, οὐδὲ ἐν μέρει προσίετο. ὑπὸ δὲ ταύτης τῆς ἀσκήσεως ὁ ἀνὴρ οὕτω μὲν ἔσχεν ἀνδρεῖον τὸ σῶμα ὡς οὐδεὶς οἶμαι τῶν τοὺς στεφανίτας ἀγωνισαμένων, οὕτω δὲ διετέθη τὴν ψυχήν, ὥστε εὐδαιμονεῖν, ὥστε βασιλεύειν οὐδὲν ἔλαττον, εἰ μὴ καὶ πλέον, ὡς οἱ τότε εἰώθεσαν λέγειν Ἕλληνες, τοῦ μεγάλου βασιλέως, τὸν Πέρσην λέγοντες. ἆρά σοι μικρὰ φαίνεται ἀνὴρ Ἄπολις, ἄοικος, πατρίδος ἐστερημένος, οὐκ ὀβολόν, οὐ δραχμήν, ἔχων οὐδ’ οἰκέτην, ἀλλ’ οὐδὲ μᾶζαν, ἧς Ἐπίκουρος εὐπορῶν οὐδὲ τῶν θεῶν φησιν εἰς εὐδαιμονίας λόγον ἐλαττοῦσθαι, πρὸς μὲν τοὺς θεοὺς οὐκ ἐρίζων, τοῦ δοκοῦντος δὲ τοῖς ἀνθρώποις εὐδαιμονεστάτου εὐδαιμονέστερον ζῶν καὶ ἔλεγε ζῆν εὐδαιμονέστερον. εἰ δὲ ἀπιστεῖς, ἔργῳ πειραθεὶς ἐκείνου τοῦ βίου καὶ οὐ τῷ λόγῳ αἰσθήσῃ. Φέρε δὴ πρῶτον αὐτὸν διὰ τῶν λόγων ἐλέγξωμεν."],["15","ἆρά σοι δοκεῖ τῶν πάντων ἀγαθῶν ἀνθρώποις ἡγεῖσθαι, τούτων δὴ τῶν πολυθρυλήτων, ἐλευθερίαν; πῶς γὰρ οὐ φήσεις; ἐπεὶ καὶ τὰ χρήματα καὶ πλοῦτος καὶ γένος καὶ σώματος ἰσχὺς καὶ κάλλος καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα δίχα τῆς ἐλευθερίας οὐ τοῦ δοκοῦντος ηὐτυχηκέναι, τοῦ κτησαμένου δὲ αὐτόν ἐστιν ἀγαθά; τίνα οὖν ὑπολαμβάνομεν τὸν δοῦλον; ἆρα μή ποτε ἐκεῖνον, ὃν ἂν πριώμεθα δραχμῶν ἀργυρίου τόσων ἢ μναῖν δυοῖν ἢ χρυσίου στατήρων δέκα; ἐρεῖς δήπουθεν τοῦτον εἶναι ἀληθῶς δοῦλον. ἆρα δι’ αὐτὸ τοῦτο, ὅτι τὸ ἀργύριον ὑπὲρ αὐτοῦ τῷ πωλοῦντι καταβεβλήκαμεν; οὕτω μεντἂν εἶεν οἰκέται καὶ ὁπόσους τῶν αἰχμαλώτων λυτρούμεθα. καίτοι καὶ οἱ νόμοι τούτοις ἀποδεδώκασι τὴν ἐλευθερίαν σωθεῖσιν οἴκαδε, καὶ ἡμεῖς αὐτοὺς ἀπολυτρούμεθα, οὐχ ἵνα δουλεύσωσιν, ἀλλ’ ἵνα ὦσιν ἐλεύθεροι. ὁρᾷς ὡς οὐχ ἱκανόν ἐστιν ἀργύριον καταβαλεῖν ἐς τὸ ἀποφῆναι τὸν λυτρωθέντα δοῦλον, ἀλλ’ ἐκεῖνός ἐστιν ὡς ἀληθῶς δοῦλος, οὗ κύριός ἐστιν ἕτερος προσαναγκάσαι πράττειν ὅ, τι ἂν κελεύῃ, καὶ μὴ βουλόμενον κόλασαι καί, τὸ λεγόμενον ὑπὸ τοῦ ποιητοῦ, κακαῖς ὀδύνῃσι πελάζειν; ὅρα δὴ τὸ μετὰ τοῦτο, εἰ μὴ κύριοι πάντες ἡμῶν εἰσιν, οὓς ἀναγκαῖον ἡμῖν θεραπεύειν, ἵνα μηδὲν ἀλγῶμεν μηδὲ λυπώμεθα κολαζόμενοι παρ’ αὐτῶν. ἢ τοῦτο οἴει κόλασιν μόνον, εἴ τις ἐπανατεινόμενος τὴν βακτηρίαν καθίκοιτο τοῦ οἰκέτου; καίτοι γε τοιοῦτον οὐδὲ οἱ τραχύτατοι τῶν δεσποτῶν ἐπὶ πάντων ποιοῦσι τῶν οἰκετῶν, ἀλλὰ καὶ λόγος ἀρκεῖ πολλάκις καὶ ἀπειλή. μήποτε οὖν, ὦ φίλε, νομίσῃς εἶναι ἐλεύθερος, ἄχρις οὗ γαστὴρ ἄρχει σου καὶ τὰ ἔνερθεν γαστρὸς οἵ τε τοῦ παρασχεῖν τὰ πρὸς ἡδονὴν καὶ ταὐτὰ ἀποκωλῦσαι κύριοι, καὶ εἰ τούτων δὲ γένοιο κρείττων, ἕως ἂν δουλεύῃς ταῖς τῶν πολλῶν δόξαις, οὔπω τῆς ἐλευθερίας ἔθιγες οὐδὲ ἐγεύσω τοῦ νέκταρος, Οὐ μὰ τὸν ἐν στέρνοισιν ἐμοῖς παραδόντα τετρακτύν. καὶ οὐ τοῦτό φημι, ὡς ἀπερυθριᾶσαι χρὴ πρὸς πάντας καὶ πράττειν τὰ μὴ πρακτέα· ἀλλ’ ὧν ἀπεχόμεθα καὶ ὅσα πράττομεν, μὴ διὰ τὸ τοῖς πολλοῖς δοκεῖν σπουδαῖα πως ἢ φαῦλα, διὰ τοῦτο πράττωμεν καὶ ἀπεχώμεθα, ἀλλ’ ὅτι τῷ λόγῳ καὶ τῷ ἐν ἡμῖν θεῷ, τοῦτ’ ἐστὶ τῷ νῷ, ταῦτά ἐστιν ἀπόρρητα. τοὺς μὲν οὖν πολλοὺς οὐδὲν κωλύει ταῖς κοιναῖς ἕπεσθαι δόξαις· ἄμεινον γὰρ τοῦτο τοῦ παντάπασιν ἀπερυθριᾶν· ἔχουσι γὰρ ἅνθρωποι φύσει πρὸς ἀλήθειαν οἰκείως· ἀνδρὶ δὲ ἤδη κατὰ νοῦν ζῶντι καὶ τοὺς ὀρθοὺς εὑρεῖν τε δυναμένῳ καὶ κρῖναι λόγους προσήκει τὸ παράπαν οὐδὲν ἕπεσθαι τοῖς νομιζομένοις ὑπὸ τῶν πολλῶν εὖ τε καὶ χεῖρον πράττεσθαι. Οὐκοῦν ἐπειδὴ τὸ μέν ἐστι τῆς ψυχῆς ἡμῶν θειότερον, ὃ δὴ νοῦν καὶ φρόνησίν φαμεν καὶ λόγον τὸν σιγώμενον, οὗ κήρυξ ἐστὶν ὁ διὰ τῆς φωνῆς οὑτοσὶ λόγος προϊὼν ἐξ ὀνομάτων καὶ ῥημάτων, ἕτερον δέ τι τούτῳ συνέζευκται ποικίλον καὶ παντοδαπόν, ὀργῇ καὶ ἐπιθυμίᾳ ξυμμιγές τι καὶ πολυκέφαλον θηρίον, οὐ πρότερ��ν χρὴ πρὸς τὰς δόξας τῶν πολλῶν ἀτενῶς ὁρᾶν καὶ ἀδιατρέπτως, πρὶν ἂν τοῦτο δαμάσωμεν τὸ θηρίον καὶ πείσωμεν ὑπακοῦσαι τῷ παρ’ ἡμῖν θεῷ, μᾶλλον δὲ θείῳ. τοῦτο γὰρ πολλοὶ τοῦ Διογένους ζηλωταὶ ἐάσαντες ἐγένοντο παντορέκται καὶ μιαροὶ καὶ τῶν θηρίων οὐδὲ ἑνὸς κρείττους, ὅτι δὲ οὐκ ἐμὸς ὁ λόγος ἐστί, πρῶτον ἔργον ἐρῶ σοι Διογένους, ἐφ’ ᾧ γελάσονται μὲν οἱ πολλοί, ἐμοὶ δὲ εἶναι δοκεῖ σεμνότατον. ἐπειδὴ γάρ τις τῶν νέων ἐν ὄχλῳ, παρόντος καὶ τοῦ Διογένους, ἀπέπαρδεν, ἐπάταξεν ἐκεῖνος τῇ βακτηρίᾳ φάς· εἶτα, ὦ κάθαρμα, μηδὲν ἄξιον τοῦ δημοσίᾳ τὰ τοιαῦτα θαρσεῖν πράξας ἐντεῦθεν ἡμῖν ἄρχῃ δόξης καταφρονεῖν; οὕτως ᾤετο χρῆναι πρότερον ἡδονῆς καὶ θυμοῦ κρείττονα γενέσθαι, πρὶν ἐπὶ τὸ τελειότατον ἐλθεῖν τῶν παλαισμάτων, ἀποδυσάμενον πρὸς τὰς τῶν πολλῶν δόξας αἳ μυρίων κακῶν αἴτιαι γίνονται τοῖς πολλοῖς."],["16","Οὐκ οἶσθα ὅπως τοὺς μὲν νέους τῆς φιλοσοφίας ἀπάγουσιν, ἄλλα ἐπ’ ἄλλοις τῶν φιλοσόφων θρυλοῦντες; οἱ Πυθαγόρου καὶ Πλάτωνος καὶ Ἀριστοτέλους χορευταὶ γνήσιοι γόητες εἶναι λέγονται καὶ σοφισταὶ καὶ τετυφωμένοι καὶ φαρμακεῖς. τῶν Κυνικῶν εἴ πού τις γέγονε σπουδαῖος, ἐλεεινὸς δοκεῖ· μέμνημαι γοῦν ἐγώ ποτε τροφέως εἰπόντος πρός με, ἐπειδὴ τὸν ἑταῖρον εἶδεν Ἰφικλέα αὐχμηρὰν ἔχοντα τὴν κόμην καὶ κατερρωγότα τὰ στέρνα ἱμάτιόν τε παντάπασι φαῦλον ἐν δεινῷ χειμῶνι· τίς ἄρα δαίμων τοῦτον εἰς ταύτην περιέτρεψε τὴν συμφοράν, ὑφ’ ἧς αὐτὸς μὲν ἐλεεινός, ἐλεεινότεροι δὲ οἱ πατέρες αὐτοῦ, θρέψαντες σὺν ἐπιμελείᾳ καὶ παιδεύσαντες ὡς ἐνεδέχετο σπουδαίως, ὁ δὲ οὕτω νῦν περιέρχεται, πάντα ἀφείς, οὐδὲν τῶν προσαιτούντων κρείττων; ἐκείνου μὲν οὖν ἐγὼ οὐκ οἶδ’ ὅπως τότε κατειρωνευσάμην· εὖ μέντοι γε ἴσθι ταῦτα καὶ ὑπὲρ τῶν ἀληθῶς κυνῶν τοὺς πολλοὺς διανοουμένους. καὶ οὐ τοῦτο δεινόν ἐστιν, ἀλλ’ ὁρᾷς ὅτι καὶ πλοῦτον ἀγαπᾶν πείθουσι καὶ πενίαν μισεῖν καὶ τὴν γαστέρα θεραπεύειν καὶ τοῦ σώματος ἕνεκα πάντα ὑπομένειν πόνον καὶ πιαίνειν τὸν τῆς ψυχῆς δεσμὸν καὶ τράπεζαν παρατίθεσθαι πολυτελῆ καὶ μηδέποτε νύκτωρ καθεύδειν μόνον, ἀλλὰ τὰ τοιαῦτα πάντα δρᾶν ἐν τῷ σκότῳ λανθάνοντα; τοῦτο οὐκ ἔστι τοῦ Ταρτάρου χεῖρον; οὐ βέλτιόν ἐστιν ὑπὸ τὴν Χάρυβδιν καὶ τὸν Κωκυτὸν καὶ μυρίας ὀργυιὰς κατὰ γῆς δῦναι, ἢ πεσεῖν εἰς τοιοῦτον βίον αἰδοίοις καὶ γαστρὶ δουλεύοντα, καὶ οὐδὲ τούτοις ἁπλῶς ὥσπερ τὰ θηρία, πράγματα δὲ ἔχειν, ὡς ἂν καὶ λάθοιμεν ὑπὸ τῷ σκότῳ ταῦτα ἐξεργαζόμενοι; καίτοι πόσῳ κρεῖττον ἀπέχεσθαι παντάπασιν αὐτῶν; εἰ δὲ μὴ ῥᾴδιον, οἱ Διογένους νόμοι καὶ Κράτητος ὑπὲρ τούτων οὐκ ἀτιμαστέοι· ἔρωτα λύει λιμός, ἂν δὲ τούτῳ χρῆσθαι μὴ δύνῃ, βρόχος. οὐκ οἶσθα, ὅτι ταῦτα ἔπραξαν ἐκεῖνοι τῷ βίῳ διδόντες ὁδὸν εὐτελείας; οὐ γὰρ ἐκ τῶν μαζοφάγων, φησὶν ὁ Διογένης, οἱ τύραννοι, ἀλλ’ ἐκ τῶν δειπνούντων πολυτελῶς. καὶ ὁ Κράτ��ς μέντοι πεποίηκεν ὕμνον εἰς τὴν Εὐτέλειαν· Χαῖρε, θεὰ δέσποινα, σοφῶν ἀνδρῶν ἀγάπημα, Εὐτελίη, κλεινῆς ἔγγονε Σωφροσύνης."],["17","ἔστω δὴ μὴ κατὰ τὸν Οἰνόμαον ὁ κύων ἀναιδὴς μηδὲ ἀναίσχυντος μηδὲ ὑπερόπτης πάντων ὁμοῦ θείων τε καὶ ἀνθρωπίνων, ἀλλὰ εὐλαβὴς μὲν τὰ πρὸς τὸ θεῖον, ὥσπερ Διογένης· ἐπείσθη γοῦν ἐκεῖνος τῷ Πυθίῳ, καὶ οὐ μετεμέλησεν αὐτῷ πεισθέντι· εἰ δέ, ὅτι μὴ προσῄει μηδὲ ἐθεράπευε τοὺς νεὼς μηδὲ τὰ ἀγάλματα μηδὲ τοὺς βωμούς, οἴεταί τις ἀθεότητος εἶναι σημεῖον, οὐκ ὀρθῶς νομίζει· ἦν γὰρ οὐδὲν αὐτῷ τῶν τοιούτων, οὐ λιβανωτός, οὐ σπονδή, οὐκ ἀργύριον, ὅθεν αὐτὰ πρίαιτο. εἰ δὲ ἐνόει περὶ θεῶν ὀρθῶς, ἤρκει τοῦτο μόνον· αὐτῇ γὰρ αὐτοὺς ἐθεράπευε τῇ ψυχῇ, διδοὺς οἶμαι τὰ τιμιώτατα τῶν ἑαυτοῦ, τὸ καθοσιῶσαι τὴν ἑαυτοῦ ψυχὴν διὰ τῶν ἐννοιῶν. ἀπερυθριάτω δὲ μηδαμῶς, ἀλλ’ ἑπόμενος τῷ λόγῳ πρότερον μὲν αὑτῷ χειρόηθες καταστησάτω τὸ παθηματικὸν τῆς ψυχῆς μόριον, ὥστε παντάπασιν ἐξελεῖν αὐτὸ καὶ μηδὲ ὅτι κρατεῖ τῶν ἡδονῶν εἰδέναι. εἰς τοῦτο γὰρ ἄμεινον ἐλθεῖν, εἰς τὸ καί, εἰ πάσχει τις τὰ τοιαῦτα, ὅλως ἀγνοῆσαι· τοῦτο δὲ ἡμῖν οὐκ ἄλλως ἢ διὰ τῶν γυμνασιῶν προσγίνεται. ἵνα δὲ μή τις ὑπολάβῃ με ταῦτα ἄλλως λέγειν, ἐκ τῶν παιγνίων Κράτητος ὀλίγα σοι παραγράψω· Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα, Μοῦσαι Πιερίδες, κλῦτέ μοι εὐχομένῳ· Χόρτον ἀεὶ συνεχῶς δότε γαστέρι, ἥτε μοι αἰεὶ Χωρὶς δουλοσύνης λιτὸν ἔθηκε βίον. Ὠφέλιμον δὲ φίλοις, μὴ γλυκερὸν τίθετε. Χρήματα δ’ οὐκ ἐθέλω συνάγειν κλυτά, κανθάρου ὄλβον Μύρμηκός τ’ ἄφενος χρήματα μαιόμενος, Ἀλλὰ δικαιοσύνης μετέχειν καὶ πλοῦτον ἀγείρειν Εὔφορον, εὔκτητον, τίμιον εἰς ἀρετήν. Τῶν δὲ τυχὼν Ἑρμῆν καὶ Μούσας ἱλάσομ’ ἁγνάς. Οὐ δαπάναις τρυφεραῖς, ἀλλ’ ἀρεταῖς ὁσίαις. εἰ χρή σοι περὶ τούτων γράφειν, ἔχω πλείονα τοῦ ἀνδρός. ἐντυχὼν δὲ τῷ Χαιρωνεῖ Πλουτάρχῳ τὸν Κράτητος ἀναγράψαντι βίον οὐδὲν ἐκ παρέργου μανθάνειν δεήσει τὸν ἄνδρα."],["18","Ἀλλ’ ἐπανίωμεν ἐπ’ ἐκεῖνο πάλιν, ὅτι χρὴ τὸν ἀρχόμενον κυνίζειν αὑτῷ πρότερον ἐπιτιμᾶν πικρῶς καὶ ἐξελέγχειν καὶ μὴ κολακεύειν, ἀλλὰ ἐξετάζειν ὅ, τι μάλιστα αὑτὸν ἀκριβῶς, εἰ τῇ πολυτελείᾳ τῶν σιτίων χαίρει, εἰ στρωμνῆς δεῖται μαλακῆς, εἰ τιμῆς ἢ δόξης ἐστὶν ἥττων, εἰ τοῦτο ζηλοῖ τὸ περιβλέπεσθαι καί, εἰ καὶ κενὸν εἴη, τίμιον ὅμως νομίζει. μηδὲ εἰς συμπεριφορὰν ὄχλων καθυφείσθω, γευέσθω δὲ τρυφῆς μηδὲ ἄκρῳ, φασί, τῷ δακτύλῳ, ἕως ἂν αὐτὴν παντελῶς πατήσῃ. τότε ἤδη καὶ τῶν τοιούτων, ἂν προσπίπτῃ, θιγεῖν οὐδὲν κωλύει. ἐπεὶ καὶ τῶν ταύρων ἀκούω τοὺς ἀσθενεστέρους ἐξίστασθαι τῆς ἀγέλης καὶ καθ’ ἑαυτοὺς νεμομένους ἀγείρειν τὴν ἰσχὺν ἐν μέρει καὶ κατ’ ὀλίγον, εἶθ’ οὕτως ἐπιέναι καὶ προκαλεῖσθαι καὶ τῆς ἀγέλης ἀμφισβητεῖν τοῖς προκατέχουσιν, ὡς μᾶλλον ἀξιωτέρους προΐστασθαι. ὅστις οὖν κυνίζειν ἐθέλει μήτ�� τὸν τρίβωνα μήτε τὴν πήραν μήτε τὴν βακτηρίαν καὶ τὴν κόμην ἀγαπάτω μόνον, ἵν’ ὥσπερ ἐν κώμῃ βαδίζῃ κουρείων καὶ διδασκαλείων ἐνδεεῖ ἄκαρτος καὶ ἀγράμματος, ἀλλὰ τὸν λόγον ἀντὶ τοῦ σκήπτρου καὶ τὴν ἔνστασιν ἀντὶ τῆς πήρας τῆς κυνικῆς ὑπολαμβανέτω φιλοσοφίας γνωρίσματα. παρρησίᾳ δὲ χρηστέον αὐτῷ πρῶτον ὁπόσου πέφυκεν ἄξιος ἐπιδειξαμένῳ, ὥσπερ οἶμαι Κράτης καὶ Διογένης, οἳ πᾶσαν μὲν ἀπειλὴν τύχης καὶ εἴτε παιδιὰν εἴτε παροινίαν χρὴ φάναι τοσοῦτον ἀπέσχον τοῦ δυσκόλως ἐνεγκεῖν, ὥστε ἁλοὺς μὲν ὑπὸ τῶν καταποντιστῶν ὁ Διογένης ἔπαιζεν, ὁ Κράτης δὲ ἐδημοσίευε τὴν οὐσίαν, εἶτα τὸ σῶμα βλαβεὶς ἔσκωπτεν ἑαυτὸν εἰς τὴν χωλότητα τοῦ σκέλους καὶ τὸ κυρτὸν τῶν ὤμων, ἐπορεύετο δὲ ἐπὶ τὰς τῶν φίλων ἑστίας ἄκλητος καὶ κεκλημένος, διαλλάσσων τοὺς οἰκειοτάτους ἀλλήλοις, εἴποτε στασιάζοντας αἴσθοιτο, ἐπετίμα δὲ οὐ μετὰ πικρίας, ἀλλὰ μετὰ χάριτος, οὐχ ἵνα συκοφαντεῖν δοκῇ τοὺς σωφρονισθέντας, ὠφελεῖν δὲ ἐθέλων αὐτούς τε ἐκείνους καὶ τοὺς ἀκούοντας. Καὶ οὐ τοῦτο ἦν τὸ προηγούμενον αὐτοῖς τέλος· ἀλλ’, ὅπερ ἔφην, ἐσκόπουν ὅπως αὐτοὶ μὲν εὐδαιμονήσουσιν, ἔμελε δὲ αὐτοῖς τῶν ἄλλων τοσοῦτον ὅσον ξυνίεσαν οἶμαι φύσει κοινωνικὸν καὶ πολιτικὸν ζῷον τὸν ἄνθρωπον εἶναι, καὶ τοὺς συμπολιτευομένους ὠφέλησαν οὐ τοῖς παραδείγμασι μόνον, ἀλλὰ καὶ τοῖς λόγοις. ὅστις οὖν ἂν ἐθέλῃ Κυνικὸς εἶναι καὶ σπουδαῖος ἀνήρ, αὑτοῦ πρότερον ἐπιμεληθείς, ὥσπερ Διογένης καὶ Κράτης ἐξελαυνέτω μὲν τῆς ψυχῆς ἅπαντα ἐκ πάσης τὰ πάθη, ὀρθῷ δὲ ἐπιτρέψας τὰ καθ’ ἑαυτὸν λόγῳ καὶ νῷ κυβερνάσθω. κεφάλαιον γὰρ ἦν, ὡς ἐγὼ οἶμαι, τοῦτο τῆς Διογένους φιλοσοφίας."],["19","Εἰ δὲ ἑταίρᾳ ποτὲ προσῆλθεν ὁ ἀνήρ· καίτοι καὶ τοῦτο τυχὸν ἅπαξ ἢ οὐδὲ ἅπαξ ἐγένετο· ὅταν ἡμῖν τὰ ἄλλα κατὰ τὸν Διογένη γένηται σπουδαῖος, ἂν αὐτῷ φανῇ καὶ τοιοῦτόν τι δρᾶν φανερῶς ἐν ὀφθαλμοῖς πάντων, οὐ μεμψόμεθα οὐδὲ αἰτιασόμεθα. πρότερον μέντοι τὴν Διογένους ἡμῖν ἐπιδειξάμενος εὐμάθειαν καὶ τὴν ἀγχίνοιαν καὶ τὴν ἐν τοῖς ἄλλοις ἅπασιν ἐλευθερίαν, αὐτάρκειαν, δικαιοσύνην, σωφροσύνην, εὐλάβειαν, χάριν, προσοχήν, ὡς μηδὲν εἰκῇ μηδὲ μάτην μηδὲ ἀλόγως ποιεῖν· ἐπεὶ καὶ ταῦτα τῆς Διογένους ἐστὶ φιλοσοφίας οἰκεῖα· πατείτω τῦφον, καταπαιζέτω τῶν τὰ μὲν ἀναγκαῖα τῆς φύσεως ἔργα κρυπτόντων ἐν σκότῳ· φημὶ δὲ τῶν περιττωμάτων τὰς ἐκκρίσεις· ἐν μέσαις δὲ ταῖς ἀγοραῖς καὶ ταῖς πόλεσιν ἐπιτηδευόντων τὰ βιαιότατα καὶ μηδὲν ἡμῶν οἰκεῖα τῇ φύσει, χρημάτων ἁρπαγάς, συκοφαντίας, γραφὰς ἀδίκους, διώξεις ἄλλων τοιούτων συρφετωδῶν πραγμάτων. ἐπεὶ καὶ Διογένης εἴτε ἀπέπαρδεν εἴτε ἀπεπάτησεν εἴτε ἄλλο τι τοιοῦτον ἔπραξεν, ὥσπερ οὖν λέγουσιν, ἐν ἀγορᾷ, τὸν ἐκείνων πατῶν τῦφον ἐποίει, διδάσκων αὐτούς, ὅτι πολλῷ φαυλότερα καὶ χαλεπώτερα τούτων ἐπιτηδεύουσι. τὰ μὲν γάρ ἐστιν ἡμῖν πᾶσι κατὰ φύσιν, τὰ δὲ ὡς ἔπος εἰπεῖν οὐδενί, πάντα δὲ ἐκ διαστροφῆς ἐπιτηδεύεται. Ἀλλ’ οἱ νῦν τοῦ Διογένους ζηλωταὶ τὸ ῥᾷστον καὶ κουφότατον ἑλόμενοι τὸ κρεῖττον οὐκ εἶδον· σύ τε ἐκείνων εἶναι σεμνότερος ἐθέλων ἀπεπλανήθης τοσοῦτον τῆς Διογένους προαιρέσεως, ὥστε αὐτὸν ἐλεεινὸν ἐνόμισας."],["20","εἰ δὲ τούτοις μὲν ἠπίστεις ὑπὲρ ἀνδρὸς λεγομένοις, ὃν οἱ πάντες Ἕλληνες τότε ἐθαύμασαν μετὰ Σωκράτη καὶ Πυθαγόραν ἐπὶ Πλάτωνος καὶ Ἀριστοτέλους, οὗ γέγονεν ἀκροατὴς ὁ τοῦ σωφρονεστάτου καὶ συνετωτάτου Ζήνωνος καθηγεμών, οὓς οὐκ εἰκὸς ἦν ἅπαντας ἀπατηθῆναι περὶ ἀνδρὸς οὕτω φαύλου, ὁποῖον σὺ διακωμῳδεῖς, ὦ βέλτιστε, ἴσως ἄν τι πλέον ἐσκόπησας περὶ αὐτοῦ καὶ πορρωτέρω προῆλθες τῆς ἐμπειρίας τἀνδρός. τίνα γὰρ οὐκ ἐξέπληξε τῶν Ἑλλήνων ἡ Διογένους καρτερία, βασιλικῆς οὐκ ἔξω μεγαλοψυχίας οὖσα, καὶ φιλοπονία; ἐκάθευδεν ἁνὴρ ἐπὶ στιβάδος ἐν τῷ πίθῳ βέλτιον ἢ μέγας βασιλεὺς ὑπὸ τοῖς ἐπιχρύσοις ὀρόφοις ἐν τῇ μαλθακῇ κλίνῃ, ἤσθιε τὴν μᾶζαν ἥδιον ἢ σὺ νῦν τὰς Σικελικὰς ἐσθίεις τραπέζας, ἐλούετο ψυχρῷ τὸ σῶμα πρὸς ἀέρα ξηραίνων ἀντὶ τῶν ὀθονίων, οἷς σὺ ἀπομάττῃ, φιλοσοφώτατε. πάνυ σοι προσήκει κωμῳδεῖν ἐκεῖνον, ὅτι κατειργάσω τὸν Ξέρξην, ὡς ὁ Θεμιστοκλῆς, ἢ τὸν Δαρεῖον, ὡς ὁ Μακεδὼν Ἀλέξανδρος. εἰ σμικρὰ τὰς βίβλους ἀνελίττων ἐμελέτας ὥσπερ ἡμεῖς οἱ πολιτικοὶ καὶ πολυπράγμονες, ἔγνως ἄν, ὅπως Ἀλέξανδρος ἀγασθῆναι λέγεται τὴν Διογένους μεγαλοψυχίαν. ἀλλ’ οὐκ ἔστι σοι τούτων οὐδέν, ὡς ἐμοὶ δοκεῖ, σπουδαῖον· πόθεν; πολλοῦ γε καὶ δεῖ· γυναικῶν ἀθλίων τεθαύμακας φιλονεικῶν βίον. Εἰ μὲν οὖν ὁ λόγος τι πλέον ἐποίησεν, οὐκ ἐμὸν μᾶλλον ἢ σόν ἐστι κέρδος· εἰ δὲ οὐδὲν περαίνομεν ἐκ τοῦ παραχρῆμα περὶ τῶν τοιούτων ἀπνευστὶ τὸ δὴ λεγόμενον συνείραντες· ἔστι γὰρ πάρεργον ἡμέραιν δυοῖν, ὡς ἴσασιν αἱ Μοῦσαι, μᾶλλον δὲ καὶ σὺ αὐτός· παραμενέτω μέν σοι ὁπόσα πρόσθεν ἐγνώκεις, ἡμῖν δὲ οὐ μεταμελήσει τῆς εἰς τὸν ἄνδρα εὐφημίας."]]]
lines/julian-oration-7-to-the-cynic-heracleios.json ADDED
The diff for this file is too large to render. See raw diff
 
lines/julian-oration-8-consolation-on-the-depa.json ADDED
@@ -0,0 +1 @@
 
 
1
+ [[["1","Ἀλλ’ εἰ μὴ καὶ πρὸς σὲ διαλεχθείην ὅσα πρὸς ἐμαυτὸν διελέχθην, ἐπειδή σε βαδίζειν ἐπυθόμην χρῆναι παρ’ ἡμῶν, ἔλαττον ἔχειν οἰήσομαι πρὸς παραψυχήν, ὦ φίλε ἑταῖρε, μᾶλλον δὲ οὐδὲ τὴν ἀρχὴν πεπορίσθαι τινὰ ῥᾳστώνην ἐμαυτῷ νομιῶ, ἧς σοί γε οὐ μεταδέδωκα. κοινωνήσαντας γὰρ ἡμᾶς ἀλλήλοις πολλῶν, μὲν ἀλγεινῶν, πολλῶν δὲ ἡδέων ἔργων τε καὶ λόγων, ἐν πράγμασιν ἰδίοις τε καὶ δημοσίοις, οἴκοι καὶ ἐπὶ στρατοπέδου, κοινὸν εὑρίσκεσθαι χρὴ τῶν παρόντων, ὁποῖά ποτ’ ἂν ᾖ, παιώνιον ἄκος. ἀλλὰ τίς ἂν ἡμῖν ἢ τὴν Ὀρφέως μιμήσαιτο λύραν ἢ τοῖς Σειρήνων ἀντηχήσειε μέλεσιν ἢ τὸ νηπενθὲς ἐξεύροι φάρμακον; εἴτε λόγος ἦν ἐκεῖνο πλήρης Αἰγυπτίων διηγημάτων, εἴθ’ ὅπερ αὐτὸς ἐποίησεν, ἐν τοῖς ἑπομένοις ἐνυφήνας τὰ Τρωικὰ πάθη, τοῦτο τῆς Ἑλένης παρ’ Αἰγυπτίων μαθούσης, οὐχ ὅσα Ἕλληνες καὶ Τρῶες ἀλλήλους ἔδρασαν, ἀλλὰ ποταποὺς εἶναι χρὴ τοὺς λόγους, οἳ τὰς μὲν ἀλγηδόνας ἀφαιρήσουσι τῶν ψυχῶν, εὐφροσύνης δὲ καὶ γαλήνης αἴτιοι καταστήσονται. καὶ γάρ πως ἔοικεν ἡδονὴ καὶ λύπη τῆς αὐτῆς κορυφῆς ἐξῆφθαι καὶ παρὰ μέρος ἀλλήλαις ἀντιμεθίστασθαι. τῶν προσπιπτόντων δὲ καὶ τὰ λίαν ἐργώδη φασὶν οἱ σοφοὶ τῷ νοῦν ἔχοντι φέρειν οὐκ ἐλάττονα τῆς δυσκολίας τὴν εὐπάθειαν, ἐπεὶ καὶ τὴν μέλιτταν ἐκ τῆς δριμυτάτης πόας τῆς περὶ τὸν Ὑμηττὸν φυομένης γλυκεῖαν ἀνιμᾶσθαι δρόσον καὶ τοῦ μέλιτος εἶναι δημιουργόν. ἀλλὰ καὶ τῶν σωμάτων ὅσα μὲν ὑγιεινὰ καὶ ῥωμαλέα καθέστηκεν, ὑπὸ τῶν τυχόντων τρέφεται σιτίων, καὶ τὰ δυσχερῆ δοκοῦντα πολλάκις ἐκείνοις οὐκ ἀβλαβῆ μόνον, ἀλλὰ καὶ τῆς ἰσχύος αἴτια γέγονεν· ὅσοις δὲ πονηρῶς ἔχει φύσει καὶ τροφῇ καὶ ἐπιτηδεύσει τὸ σῶμα, τὸν πάντα βίον νοσηλευομένοις, τούτοις καὶ τὰ κουφότατα βαρυτάτας εἴωθε προστιθέναι βλάβας. οὐκοῦν καὶ τῆς διανοίας ὅσοι μὲν οὕτως ἐπεμελήθησαν, ὡς μὴ παμπονήρως ἔχειν, ἀλλ’ ὑγιαίνειν μετρίως, εἰ καὶ μὴ κατὰ τὴν Ἀντισθένους καὶ Σωκράτους ῥώμην μηδὲ τὴν Καλλισθένους ἀνδρείαν μηδὲ τὴν Πολέμωνος ἀπάθειαν, ἀλλ’ ὥστε δύνασθαι τὸ μέτριον ἐν τοῖς τοιούτοις αἱρεῖσθαι, τυχὸν ἂν καὶ ἐν δυσκολωτέροις εὐφραίνοιντο."],["2","Ἐγώ τοι καὶ αὐτὸς πεῖραν ἐμαυτοῦ λαμβάνων, ὅπως πρὸς τὴν σὴν πορείαν ἔχω τε καὶ ἕξω, τοσοῦτον ὠδυνήθην, ὅσον ὅτε πρῶτον τὸν ἐμαυτοῦ καθηγεμόνα κατέλιπον οἴκοι· πάντων γὰρ ἀθρόως εἰσῄει με μνήμη, τῆς τῶν πόνων κοινωνίας, ὧν ἀλλήλοις συνδιηνέγκαμεν, τῆς ἀπλάστου καὶ καθαρᾶς ἐντεύξεως, τῆς ἀδόλου καὶ δικαίας ὁμιλίας, τῆς ἐν ἅπασι τοῖς καλοῖς κοινοπραγίας, τῆς πρὸς τοὺς πονηροὺς ἰσορρόπου τε καὶ ἀμεταμελήτου προθυμίας τε καὶ ὁρμῆς, ὡς μετ’ ἀλλήλων ἔστημεν πολλάκις ἶσον θυμὸν ἔχοντες, ὁμότροποι καὶ ποθεινοὶ φίλοι. πρὸς δὲ αὖ τούτοις εἰσῄει με μνήμη τοῦ Οἰώθη δ’ Ὀδυσεύς· εἰμὶ γὰρ ἐγὼ νῦν ἐκείνῳ παραπλήσιος, ἐπεὶ σὲ μὲν κατὰ τὸν Ἕκτορα θεὸς ἐξήγαγεν ἔξω βελῶν, ὧν οἱ συκοφάνται πολλάκις ἀφῆκαν ἐπὶ σέ, μᾶλλον δὲ εἰς ἐμέ, διὰ σοῦ τρῶσαι βουλόμενοι, ταύτῃ με μόνον ἁλώσιμον ὑπολαμβάνοντες, εἰ τοῦ πιστοῦ φίλου καὶ προθύμου συνασπιστοῦ καὶ πρὸς τοὺς κινδύνους ἀπροφασίστου κοινωνοῦ τῆς συνουσίας στερήσειαν. οὐ μὴν ἔλαττον οἶμαί σε διὰ τοῦτο ἀλγεῖν ἢ ἐγὼ νῦν, ὅτι σοι τῶν πόνων καὶ τῶν κινδύνων ἔλαττον μέτεστιν, ἀλλὰ καὶ πλέον ὑπὲρ ἐμοῦ δεδιέναι καὶ τῆς ἐμῆς κεφαλῆς, μή τι πάθῃ. καὶ γάρ τοι καὶ αὐτὸς οὐκ ἐν δευτέρῳ τῶν ἐμὼν ἐθέμην τὰ σά, καὶ σοῦ δὲ ὁμοίως ἔχοντος πρὸς ἡμᾶς ᾐσθόμην. ὅθεν εἰκότως καὶ μάλα δάκνομαι, ὅτι σοι, τῶν ἄλλων ἕνεκα λέγειν δυναμένῳ Οὐδὲν μέλει μοι· τἀμὰ γὰρ καλῶς ἔχει, Μόνος εἰμὶ λύπης αἴτιος καὶ φροντίδος. ἀλλὰ τούτου μὲν ἐξ ἴσης, ὡς ἔοικε, κοινωνοῦμεν, σὺ μὲν ὑπὲρ ἡμῶν ἀλγῶν μόνον, ἐγὼ δὲ ἀεὶ ποθῶν τὴν σὴν συνουσίαν καὶ τῆς φιλίας μεμνημένος, ἣν ἐκ τῆς ἀρετῆς. μὲν μάλιστα καὶ προηγουμένως, ἔπειτα καὶ διὰ τὴν χρείαν, ἣν ἐγὼ μὲν σοί, σὺ δὲ ἐμοὶ συνεχῶς παρέσχες, ἀνακραθέντες ἀλλήλοις ὡμολογήσαμεν, οὐχ ὅρκοις οὐδὲ τοιαύταις ἀνάγκαις ταῦτα πιστούμενοι, ὥσπερ ὁ Θησεὺς καὶ ὁ Πειρίθους, ἀλλ’ ἐξ ὧν ἀεὶ ταὐτὰ νοοῦντες καὶ προαιρούμενοι κακὸν μὲν δοῦναι τῶν πολιτῶν τινι τοσοῦτον δέω λέγειν ἀπέσχομεν, ὥστε οὐδὲ ἐβουλευσάμεθά ποτε μετὰ ἀλλήλων· χρηστὸν δὲ εἴ τι γέγονεν ἢ βεβούλευται κοινῇ παρ’ ἡμῶν, τοῦτο ἄλλοις εἰπεῖν μελήσει."],["3","Ὡς μὲν οὖν εἰκότως ἀλγῶ τοῖς παροῦσιν, οὐ φίλου μόνον, ἀλλὰ καὶ συνεργοῦ πιστοῦ, δοίη δὲ ὁ δαίμων, καὶ πρὸς ὀλίγον ἀπαλλαττόμενος, οἶμαι καὶ Σωκράτη τὸν μέγαν τῆς ἀρετῆς κήρυκα καὶ διδάσκαλον ἔμοιγε συνομολογήσειν ἐξ ὧν ἐκεῖνον γνωρίζομεν, λέγω δὲ τῶν Πλάτωνος λόγων, τεκμαιρόμενος ὑπὲρ αὐτοῦ. φησὶ γοῦν ὅτι Χαλεπώτερον ἐφαίνετό μοι ὀρθῶς τὰ πολιτικὰ διοικεῖν· οὔτε γὰρ ἄνευ φίλων ἀνδρῶν καὶ ἑταίρων πιστῶν οἷόν τε εἶναι πράττειν, οὔτ’ εὐπορεῖν τούτων ξὺν πολλῇ ῥᾳστώνῃ. καίτοι τοῦτό γε εἰ Πλάτωνι μεῖζον ἐφαίνετο τοῦ διορύττειν τὸν Ἄθω, τί χρὴ προσδοκᾶν ἡμᾶς ὑπὲρ αὐτοῦ τοὺς πλέον ἀπολειπομένους τῆς ἐκείνου συνέσεώς τε καὶ γνώμης ἢ ’κεῖνος τοῦ θεοῦ; ἐμοὶ δὲ οὐδὲ τῆς χρείας μόνον ἕνεκα, ἣν ἀντιδιδόντες ἀλλήλοις ἐν τῇ πολιτείᾳ ῥᾷον εἴχομεν πρὸς τὰ παρὰ γνώμην ὑπὸ τῆς τύχης καὶ τῶν ἀντιταττομένων ἡμῖν πραττόμενα, ἀλλὰ καὶ τῆς μόνης ἀεί μοι θαλπωρῆς τε καὶ τέρψεως ἐνδεὴς οὐκ εἰς μακρὰν ἔσεσθαι μέλλων, εἰκότως δάκνομαί τε καὶ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν. ἐς τίνα γὰρ οὕτως ἔσται μοι λοιπὸν εὔνουν ἀποβλέψαι φίλον; τίνος δὲ ἀνασχέσθαι τῆς ἀδόλου καὶ καθαρᾶς παρρησίας; τίς δὲ ἡμῖν συμβουλεύσει μὲν ἐμφρόνως, ἐπιτιμήσει δὲ μετ’ εὐνοίας, ἐπιρρώσει δὲ πρὸς τὰ καλὰ χωρὶς αὐθαδείας καὶ τύφου, παρρησιάσεται δὲ τὸ πικρὸν ἀφελὼν τῶν λόγων, ὥσπερ οἱ τῶν φαρμάκων ἀφαιροῦντες μὲν τὸ λίαν δυσχερές, ἀπολείποντες δὲ αὐτὸ τὸ χρήσιμον; ἀλλὰ τοῦτο μὲν ἐκ τῆς σῆς φιλίας ὄφελος ἐκαρπωσάμην. τοσούτων δὲ ὁμοῦ ἐστερημένος, τίνων ἂν εὐπορήσαιμι λόγων, οἵ με, διὰ τὸν σὸν πόθον σά τε μήδεα σήν τε ἀγανοφροσύνην αὐτὴν προέσθαι τὴν ψυχὴν κινδυνεύοντα, πείσουσιν ἀτρεμεῖν καὶ φέρειν ὅσα δέδωκεν ὁ θεὸς γενναίως; εἰς ταὐτὸ γὰρ ἔοικεν αὐτῷ νοῶν ὁ μέγας αὐτοκράτωρ ταῦθ’ οὕτω νυνὶ βουλεύσασθαι. τί ποτε οὖν ἄρα χρὴ διανοηθέντα καὶ τίνας ἐπῳδὰς εὑρόντα πεῖσαι πρᾴως ἔχειν ὑπὸ τοῦ πάθους θορυβουμένην τὴν ψυχήν; ἆρα ἡμῖν οἱ Ζαμόλξιδός εἰσι μιμητέοι λόγοι, λέγω δὲ τὰς ἐκ Θρᾴκης ἐπῳδάς, ἃς Ἀθήναζε φέρων ὁ Σωκράτης πρὸ τοῦ τὴν ὀδύνην ἰᾶσθαι τῆς κεφαλῆς ἐπᾴδειν ἠξίου τῷ καλῷ Χαρμίδῃ; ἢ τούτους μὲν ἅτε δὴ μείζονας καὶ περὶ μειζόνων οὐ κινητέον, ὥσπερ ἐν θεάτρῳ μικρῷ μηχανὰς μεγάλας, ἀλλ’ ἐκ τῶν ἔμπροσθεν ἔργων, ὧν ἐπυθόμεθα τὰ κλέα, φησὶν ὁ ποιητης, ὥσπερ ἐκ λειμῶνος δρεψάμενοι ποικίλου καὶ πολυειδοῦς ἄνθη τὰ κάλλιστα ψυχαγωγήσομεν αὑτοὺς τοῖς διηγήμασι, μικρὰ τῶν ἐκ φιλοσοφίας αὐτοῖς προστιθέντες; ὥσπερ γὰρ οἶμαι τοῖς λίαν γλυκέσιν οἱ παρεγχέοντες οὐκ οἶδ’ ὁποἶ ἄττα φάρμακα τὸ προσκορὲς αὐτῶν ἀφαιροῦσιν, οὕτω τοῖς διηγήμασιν ἐκ φιλοσοφίας ἔνια προστιθέμενα τὸ δοκεῖν ἐξ ἱστορίας ἀρχαίας ὄχλον ἐπεισάγειν, οὐδὲν δέον, καὶ περιττὴν ἀδολεσχίαν ἀφαιρεῖται."],["4","Τί πρῶτον; τί δ’ ἔπειτα; τί δ’ ὑστάτιον καταλέξω; πότερον ὡς ὁ Σκηπίων ἐκεῖνος, ὁ τὸν Λαίλιον ἀγαπήσας καὶ φιληθεὶς τὸ λεγόμενον ἴσῳ ζυγῷ παρ’ ἐκείνου πάλιν, ἡδέως μὲν αὐτῷ συνῆν, ἔπραττε δὲ οὐδέν, ὧν μὴ πρότερον ἐκεῖνος πύθοιτο καὶ φήσειεν εἶναι πρακτέον; ὅθεν οἶμαι καὶ λόγον παρέσχε τοῖς ὑπὸ φθόνου τὸν Σκηπίωνα λοιδοροῦσιν, ὡς ποιητὴς μὲν ὁ Λαίλιος εἴη τῶν ἔργων, Ἀφρικανὸς δὲ ὁ τούτων ὑποκριτής. αὕτη τοι καὶ ἡμῖν ἡ φήμη πρόσκειται, καὶ οὐ μόνον οὐ δυχεραίνω χαίρω δὲ ἐπ’ αὐτῇ πλέον. τὸ γὰρ τοῖς ὀρθῶς ὑπ’ ἄλλου γνωσθεῖσι πεισθῆναι μείζονος ἀρετῆς ὁ Ζήνων ποιεῖται γνώρισμα τοῦ γνῶναί τινα αὐτὸν ἐξ αὑτοῦ τὰ δέοντα, τὴν Ἡσιόδου μεθαρμόττων ῥῆσιν, Οὗτος μὲν πανάριστος, ὃς εὖ εἰπόντι πίθηται λέγων ἀντὶ τοῦ νοήσῃ πάνθ’ ἑαυτῷ. ἐμοὶ δὲ οὐ διὰ τοῦτο χαρίεν εἶναι δοκεῖ· πείθομαι γὰρ ἀληθέστερον μὲν Ἡσίοδον λέγειν, ἀμφοῖν δὲ ἄμεινον Πυθαγόραν, ὃς καὶ τῇ παροιμίᾳ παρέσχε τὴν ἀρχὴν καὶ τὸ λέγεσθαι κοινὰ τὰ φίλων ἔδωκε τῷ βίῳ, οὐ δήπου τὰ χρήματα λέγων μόνον, ἀλλὰ καὶ τὴν τοῦ νοῦ καὶ τῆς φρονήσεως κοινωνίαν, ὥσθ’ ὅσα μὲν εὗρες αὐτός, οὐδὲν ἔλαττον ταῦτα τοῦ πεισθέντος ἐστίν, ὅσα δὲ τῶν σῶν ὑπεκρινάμην, τούτων αὐτῶν εἰκότως τὸ ἴσον μετέχεις. ἀλλὰ ταῦτα μὲν ὁποτέρου μᾶλλον ἂν φαίνηται, καὶ θατέρῳ προσήκει, καὶ τοῖς βασκάνοις οὐδὲν ἔσται πλέον ἐκ τῶν λόγων. Ἡμῖν δὲ ἐπανιτέον ἐπὶ τὸν Ἀφρικανὸν καὶ τὸν Λαίλιον. ἐπειδὴ γὰρ ἀνῄρητο μὲν ἡ Καρχηδὼν καὶ τὰ περὶ τὴν Λιβύην ἅπαντα τῆς Ῥώμ��ς ἐγεγόνει δοῦλα, πέμπει μὲν Ἀφρικανὸς τὸν Λαίλιον· ἀνήγετο δὲ ἐκεῖνος εὐαγγέλια τῇ πατρίδι φέρων· καὶ ὁ Σκηπίων ἤχθετο μὲν ἀπολειπόμενος τοῦ φίλου, οὐ μὴν ἀπαραμύθητον αὑτῷ τὸ πάθος ᾤετο. καὶ τὸν Λαίλιον δὲ δυσχεραίνειν εἰκός, ἐπειδὴ μόνος ἀνήγετο, οὐ μὴν ἀφόρητον ἐποιεῖτο τὴν συμφοράν. ἔπλει καὶ Κάτων ἀπολιπὼν οἴκοι τοὺς αὑτοῦ συνήθεις, καὶ Πυθαγόρας, καὶ Πλάτων καὶ Δημόκριτος οὐδένα παραλαβόντες κοινωνὸν τῆς ὁδοῦ, καίτοι πολλοὺς οἴκοι τῶν φιλτάτων ἀπολιμπάνοντες. ἐστρατεύσατο καὶ Περικλῆς ἐπὶ τὴν Σάμον οὐκ ἄγων τὸν Ἀναξαγόραν, καὶ τὴν Εὔβοιαν παρεστήσατο ταῖς μὲν ἐκείνου βουλαῖς, ἐπεπαίδευτο γὰρ ὑπ’ ἐκείνῳ, τὸ σῶμα δὲ οὐκ ἐφελκόμενος ὥσπερ ἄλλο τι τῶν ἀναγκαίων πρὸς τὰς μάχας. καίτοι καὶ τοῦτον ἄκοντα, φασίν, Ἀθηναῖοι τῆς πρὸς τὸν διδάσκαλον ἀπέστησαν συνουσίας. ἀλλ’ ἔφερεν ὡς ἀνὴρ ἔμφρων ὢν τὴν ἄνοιαν τῶν αὑτοῦ πολιτῶν ἐγκρατῶς καὶ πρᾴως. καὶ γὰρ ἀνάγκῃ τῇ πατρίδι καθάπερ μητρὶ δικαίως μὲν οὔ, χαλεπῶς δὲ ὅμως ἐχούσῃ πρὸς τὴν συνουσίαν αὐτῶν, εἴκειν ᾤετο χρῆναι, ταῦτα, ὡς εἰκός, λογιζόμενος· ἀκούειν δὲ χρὴ τῶν ἑξῆς ὡς τοῦ Περικλέους αὐτοῦ·"],["5","Ἐμοὶ πόλις μέν ἐστι καὶ πατρὶς ὁ κόσμος, καὶ φίλοι θεοὶ καὶ δαίμονες καὶ πάντες ὅσοι καὶ ὁπουοῦν σπουδαῖοι. χρὴ δὲ καὶ τὴν οὗ γεγόναμεν τιμᾶν, ἐπειδὴ τοῦτο θεῖός ἐστι νόμος, καὶ πείθεσθαί γε οἷς ἂν ἐπιτάττῃ καὶ μὴ βιάζεσθαι μηδέ, ὅ φησιν ἡ παροιμία, πρὸς κέντρα λακτίζειν· ἀπαραίτητον γάρ ἐστι τὸ λεγόμενον ζυγὸν τῆς ἀνάγκης. οὐ μὴν ὀδυρτέον οὐδὲ θρηνητέον ἐφ’ οἷς ἐπιτάττει τραχύτερον, ἀλλὰ τὸ πρᾶγμα λογιστέον αὐτό. νῦν ἀπαλλάττεσθαι τὸν Ἀναξαγόραν ἀφ’ ἡμῶν κελεύει, καὶ τὸν ἄριστον οὐκ ὀψόμεθα τῶν ἑταίρων, δι’ ὃν ἠχθόμην μὲν τῇ νυκτί, ὅτι μοι τὸν φίλον οὐκ ἐδείκνυεν, ἡμέρᾳ δὲ καὶ ἡλίῳ χάριν ἠπιστάμην, ὅτι μοι παρεῖχεν ὁρᾶν οὗ μάλιστα ἤρων. ἀλλ’ εἰ μὲν ὄμματά σοι δέδωκεν ἡ φύσις, ὦ Περίκλεις, μόνον ὥσπερ τοῖς θηρίοις, οὐδὲν ἀπεικός ἐστι σε διαφερόντως ἄχθεσθαι· εἰ δέ σοι ψυχὴν ἐνέπνευσε καὶ νοῦν ἐνῆκεν, ὑφ’ οὗ τὰ μὲν πολλὰ τῶν γεγενημένων καίπερ οὐ παρόντα νῦν ὁρᾷς διὰ τῆς μνήμης, πολλὰ δὲ καὶ τῶν ἐσομένων ὁ λογισμὸς ἀνευρίσκων ὥσπερ ὄμμασιν ὁρᾶν προσβάλλει τῷ νῷ, καὶ τῶν ἐνεστώτων οὐ τὰ πρὸ τῶν ὀμμάτων ἡ φαντασία μόνον ἀποτυπουμένη δίδωσιν αὐτῷ κρίνειν καὶ καθορᾶν, ἀλλὰ καὶ τὰ πόρρω καὶ μυριάσι σταδίων ἀπῳκισμένα τῶν γενομένων παρὰ πόδα καὶ πρὸ τῶν ὀφθαλμῶν δείκνυσιν ἐναργέστερον, τί χρὴ τοσοῦτον ἀνιᾶσθαι καὶ σχετλίως φέρειν; ὅτι δὲ οὐκ ἀμάρτυρος ὁ λόγος ἐστί μοι, Νοῦς ὁρῇ καὶ νοῦς ἀκούει φησὶν ὁ Σικελιώτης, οὕτως ὀξὺ χρῆμα καὶ τάχει χρώμενον ἀμηχάνῳ, ὥσθ’ ὅταν τινὰ τῶν δαιμόνων Ὅμηρος ἐθέλῃ κεχρημένον ἀπίστῳ πορείας ἐπιδεῖξαι τάχει, Ὡς δ’ ὅτ’ ἂν ἀΐξῃ νόος ἀνέρος φησί. τούτῳ τοι χρώμενος ῥᾷστα μὲν Ἀθήνηθεν ὄψει τὸν ἐν Ἰωνί���, ῥᾷστα δὲ ἐκ Κελτῶν τὸν ἐν Ἰλλυριοῖς καὶ Θρᾴκῃ, καὶ τὸν ἐν Κελτοῖς ἐκ Θρᾴκης καὶ Ἰλλυριῶν. καὶ γὰρ οὐδ’, ὥσπερ τοῖς φυτοῖς οὐκ ἔνι σώζεσθαι τὴν συνήθη χώραν μεταβάλλουσιν, ὅταν ἡ τῶν ὡρῶν ᾖ κράσις ἐναντία, καὶ τοῖς ἀνθρώποις συμβαίνει τόπον ἐκ τόπου μεταβάλλουσιν ἢ διαφθείρεσθαι παντελῶς ἢ τὸν τρόπον ἀμείβειν καὶ μετατίθεσθαι περὶ ὧν ὀρθῶς πρόσθεν ἐγνώκεσαν. οὔκουν οὐδὲ τὴν εὔνοιαν ἀμβλυτέραν ἔχειν εἰκός, εἰ μὴ καὶ μᾶλλον ἀγαπᾶν καὶ στέργειν· ἕπεται γὰρ ὕβρις μὲν κόρῳ, ἔρως δὲ ἐνδείᾳ. καὶ ταύτῃ τοίνυν ἕξομεν βέλτιον, ἐπιτεινομένης ἡμῖν τῆς πρὸς ἀλλήλους εὐνοίας, καθέξομέν τε ἀλλήλους ἐν ταῖς ἑαυτῶν διανοίαις ἱδρυμένους ὥσπερ ἀγάλματα. καὶ νῦν μὲν ἐγὼ τὸν Ἀναξαγόραν, αὖθις δὲ ἐκεῖνος ὄψεται ἐμέ· κωλύει δὲ οὐδὲν καὶ ἅμα βλέπειν ἀλλήλους, οὐχὶ σαρκία καὶ νεῦρα καὶ μορφῆς τύπωμα, στέρνα τε ἐξεικασμένα πρὸς ἀρχέτυπον σώματος· καίτοι καὶ τοῦτο κωλύει τυχὸν οὐδὲν ταῖς διανοίαις ἡμῶν ἐμφαίνεσθαι· ἀλλ’ εἰς τὴν ἀρετὴν καὶ τὰς πράξεις καὶ τοὺς λόγους καὶ τὰς ὁμιλίας καὶ τὰς ἐντεύξεις, ἃς πολλάκις ἐποιησάμεθα μετ’ ἀλλήλων, οὐκ ἀμούσως ὑμνοῦντες παιδείαν καὶ δικαιοσύνην καὶ τὸν ἐπιτροπεύοντα νοῦν τὰ θνητὰ καὶ τὰ ἀνθρώπινα, καὶ περὶ πολιτείας καὶ νόμων καὶ τρόπων ἀρετῆς καὶ χρηστῶν ἐπιτηδευμάτων διεξιόντες, ὅσα γε ἡμῖν ἐπῄει ἐν καιρῷ τούτων μεμνημένοις. ταῦτα ἐννοοῦντες, τούτοις τρεφόμενοι τοῖς εἰδώλοις τυχὸν οὐκ ὀνείρων νυκτέρων ἰνδάλμασι προσέξομεν οὐδὲ κενὰ καὶ μάταια προσβαλεῖ τῷ νῷ φαντάσματα πονηρῶς ὑπὸ τῆς τοῦ σώματος κράσεως αἴσθησις διακειμένη. οὐδὲ γὰρ αὐτὴν παραληψόμεθα τὴν αἴσθησιν ὑπουργεῖν ἡμῖν καὶ ὑπηρετεῖσθαι· ἀλλ’ ἀποφυγὼν αὐτὴν ὁ νοῦς ἐμμελετήσει τούτοις πρὸς κατανόησιν καὶ συνεθισμὸν τῶν ἀσωμάτων διεγειρόμενος· νῷ γὰρ δὴ καὶ τῷ κρείττονι σύνεσμεν, καὶ τὰ τὴν αἴσθησιν ἀποφυγόντα καὶ διεστηκότα τῷ τόπῳ, μᾶλλον δὲ οὐδὲ δεόμενα τόπου ὁρᾶν τε καὶ αἱρεῖν πεφύκαμεν, ὅσοις ἀξίως βεβίωται τῆς τοιαύτης θέας, ἐννοοῦντες αὐτὴν καὶ συναπτόμενοι."],["6","Ἀλλ’ ὁ μὲν Περικλῆς, ἅτε δὴ μεγαλόφρων ἀνὴρ καὶ τραφεὶς ἐλευθέρως ἐν ἐλευθέρᾳ τῇ πόλει, ὑψηλοτέροις ἐψυχαγώγει λόγοις αὑτόν· ἐγὼ δὲ γεγονὼς ἐκ τῶν οἷοι νῦν βροτοί εἰσιν ἀνθρωπικωτέροις ἐμαυτὸν θέλγω καὶ παράγω λόγοις, καὶ τὸ λίαν πικρὸν ἀφαιρῶ τῆς λύπης, πρὸς ἕκαστον τῶν ἀεί μοι προσπιπτόντων ἀπὸ τοῦ πράγματος δυσχερῶν τε καὶ ἀτόπων φαντασμάτων ἐφαρμόζειν τινὰ παραμυθίαν πειρώμενος, ὥσπερ ἐπῳδὴν θηρίου δήγματι δάκνοντος αὐτὴν ἔσω τὴν καρδίαν ἡμῶν καὶ τὰς φρένας. ἐκεῖνό τοι πρῶτόν ἐστί μοι τῶν φαινομένων δυσχερῶν. νῦν ἐγὼ μόνος ἀπολελείψομαι καθαρᾶς ἐνδεὴς ὁμιλίας καὶ ἐλευθέρας ἐντεύξεως· οὐ γὰρ ἔστι μοι τέως ὅτῳ διαλέξομαι θαρρῶν ὁμοίως. πότερον οὖν οὐδ’ ἐμαυτῷ διαλέγεσθαι ῥᾴδιόν ἐστί μοι; ἀλλ’ ἀφαιρήσεταί μέ τις καὶ τὴν ἔννοιαν καὶ προσαναγκάσει νοεῖν ἕτερα καὶ θαυμάζειν παρ’ ἃ βούλομαι; ἢ τοῦτο μέν ἐστι τέρας ἤδη καὶ προσόμοιον τῷ γράφειν ἐφ’ ὕδατος καὶ τῷ λίθον ἕψειν καὶ τῷ ἱπταμένων ὀρνίθων ἐρευνᾶν ἴχνη τῆς πτήσεως; οὐκοῦν ἐπειδὴ τούτων ἡμᾶς οὐδεὶς ἀφαιρεῖται, συνεσόμεθα δήπουθεν αὐτοί πως ἑαυτοῖς, ἴσως δὲ καὶ ὁ δαίμων ὑποθήσεταί τι χρηστόν· οὐ γὰρ εἰκὸς ἄνδρα ἑαυτὸν ἐπιτρέψαντα τῷ κρείττονι παντάπασιν ἀμεληθῆναι καὶ καταλειφθῆναι παντελῶς ἔρημον· ἀλλ’ αὐτοῦ καὶ ὁ θεὸς χεῖρα ἑὴν ὑπερέσχε καὶ θάρσος ἐνδίδωσι καὶ μένος ἐμπνεῖ καὶ τὰ πρακτέα τίθησιν ἐπὶ νοῦν καὶ τῶν μὴ πρακτέων ἀφίστησιν. εἵπετό τοι καὶ Σωκράτει δαιμονία φωνὴ κωλύουσα πράττειν ὅσα μὴ χρεὼν ἦν· φησὶ δὲ καὶ Ὅμηρος ὑπὲρ Ἀχιλλέως· τῷ γὰρ ἐπὶ φρεσὶ θῆκεν, ὡς τοῦ θεοῦ καὶ τὰς ἐννοίας ἡμῶν ἐγείροντος, ὅταν ἐπιστρέψας ὁ νοῦς εἰς ἑαυτὸν αὑτῷ τε πρότερον ξυγγένηται καὶ τῷ θεῷ δι’ ἑαυτοῦ μόνου, κωλυόμενος ὑπ’ οὐδενός. οὐ γὰρ ἀκοῆς ὁ νοῦς δεῖται πρὸς τὸ μαθεῖν οὐδὲ μὴν ὁ θεὸς φωνῆς πρὸς τὸ διδάξαι τὰ δέοντα· δέοντα· ἀλλ’ αἰσθήσεως ἔξω πάσης ἀπὸ τοῦ κρείττονος ἡ μετουσία γίνεται τῷ νῷ· τίνα μὲν τρόπον καὶ ὅπως οὐ σχολὴ νῦν ἐπεξιέναι, τὸ δ’ ὅτι γίνεται δῆλον καὶ σαφεῖς οἱ μάρτυρες, οὐκ ἄδοξοί τινες οὐδ’ ἐν τῇ Μεγαρέων ἄξιοι τάττεσθαι μερίδι, ἀλλὰ τῶν ἀπενεγκαμένων ἐπὶ σοφίᾳ τὰ πρωτεῖα. Οὐκοῦν ἐπειδὴ χρὴ προσδοκᾶν καὶ θεὸν ἡμῖν παρέσεσθαι πάντως καὶ ἡμᾶς αὐτοὺς αὑτοῖς συνέσεσθαι, τὸ λίαν δυσχερὲς ἀφαιρετέον ἐστὶ τῆς λύπης. ἐπεὶ καὶ τὸν Ὀδυσσέα μόνον ἐν τῇ νήσῳ καθειργμένον ἑπτὰ τοὺς πάντας ἐνιαυτούς, εἶτ’ ὀδυρόμενον, τῆς μὲν ἄλλης ἐπαινῶ καρτερίας, τῶν θρήνων δὲ οὐκ ἄγαμαι. τί γὰρ ὄφελος πόντον ἐπ’ ἰχθυόεντα δέρκεσθαι καὶ λείβειν δάκρυα; τὸ δὲ μὴ προέσθαι μηδ’ ἀπαγορεῦσαι πρὸς τὴν τύχην, ἀλλ’ ἄνδρα μέχρις ἐσχάτων γενέσθαι πόνων καὶ κινδύνων, τοῦτο ἔμοιγε φαίνεται μεῖζον ἢ κατὰ ἄνθρωπον. οὐ δὴ δίκαιον ἐπαινεῖν μὲν αὐτούς, μὴ μιμεῖσθαι δέ, οὐδὲ νομίζειν, ὡς ἐκείνοις μὲν ὁ θεὸς προθύμως συνελάμβανε, τοὺς δὲ νῦν περιόψεται τῆς ἀρετῆς ὁρῶν ἀντιποιουμένους, δι’ ἥνπερ ἄρα κἀκείνοις ἔχαιρεν· οὐ γὰρ διὰ τὸ κάλλος τοῦ σώματος, ἐπεί τοι τὸν Νιρέα μᾶλλον ἐχρῆν ἀγαπᾶσθαι, οὐδὲ διὰ τὴν ἰσχύν, ἀπείρῳ γὰρ ὅσῳ Λαιστρυγόνες καὶ Κύκλωπες ἦσαν αὐτοῦ κρείττους, οὐδὲ διὰ τὸν πλοῦτον, οὕτω γὰρ ἂν ἔμεινεν ἀπόρθητος Τροία. τί δὲ δεῖ πράγματα ἔχειν αὐτὸν ἐπιζητοῦντα τὴν αἰτίαν, δι’ ἣν Ὀδυσσέα φησὶν ὁ ποιητὴς θεοφιλῆ, αὐτοῦ γε ἐξὸν ἀκούειν; Οὕνεκ’ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων. δῆλον οὖν ὡς, εἴπερ ἡμῖν ταῦτα προσγένοιτο, τὸ κρεῖττον οὐκ ἐλλείψει τὰ παρ’ ἑαυτοῦ, ἀλλὰ καὶ κατὰ τὸν δοθέντα πάλαι ποτὲ Λακεδαιμονίοις χρησμὸν καλούμενός τε καὶ ἄκλητος ὁ θεὸς παρέσται."],["7","Τούτοις ἐμαυτὸν ψυχαγωγήσας ἐπ’ ἐκεῖνο τὸ μέρος ἄπειμι πάλιν, ὃ δοκεῖ τῇ μὲν ἀληθείᾳ μικρὸν εἶναι, πρὸς δόξαν δὲ ὅμως οὐκ ἀγεννές. Ὁμήρου τοί φασι δεῖσθαι καὶ τὸν Ἀλέξανδρον, οὐ δήπου συνόντος, ἀλλὰ κηρύττοντος ὥσπερ Ἀχιλλέα καὶ Πάτροκλον καὶ Αἴαντας ἄμφω καὶ τὸν Ἀντίλοχον. ἀλλ’ ὁ μὲν ὑπερορῶν ἀεὶ τῶν παρόντων, ἐφιέμενος δὲ τῶν ἀπόντων οὐκ ἠγάπα τοῖς καθ’ ἑαυτὸν οὐδὲ ἠρκεῖτο τοῖς δοθεῖσι· καὶ εἴπερ ἔτυχεν Ὁμήρου, τὴν Ἀπόλλωνος ἴσως ἂν ἐπόθησε λύραν, ᾗ τοῖς Πηλέως ἐκεῖνος ἐφύμνησε γάμοις, οὐ τῆς Ὁμήρου συνέσεως τοῦτο πλάσμα νομίσας, ἀλλ’ ἀληθὲς ἔργον ἐνυφανθὲν τοῖς ἔπεσιν, ὥσπερ οἶμαι τὸ Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν καὶ Ἠέλιος δ’ ἀνόρουσε καὶ Κρήτη τις γαῖ’ ἐστί, καὶ ὅσα τοιαῦτά φασιν οἱ ποιηταί, δῆλα καὶ ἐναργῆ τὰ μὲν ὄντα καὶ εἰς ἡμᾶς ἔτι, τὰ δὲ γιγνόμενα. Ἀλλὰ τῷ μὲν εἴτε μέγεθος ἀρετῆς ὑπερέχον καὶ τῶν προσόντων ἀγαθῶν οὐδαμῶς ἐλάττων σύνεσις εἰς τοσαύτην ἐπιθυμίαν τὴν ψυχὴν ἐξῆγεν, ὥστε μειζόνων ἢ κατὰ τοὺς ἄλλους ὀρέγεσθαι, εἴθ’ ὑπερβολή τις ἀνδρείας καὶ θάρσους εἰς ἀλαζονείαν ἄγουσα καὶ πρὸς αὐθάδειαν βλέπουσα, ἀφείσθω σκοπεῖν ἐν κοινῷ τοῖς βουλομένοις ἐπαινεῖν ἢ ψέγειν αὐτόν, εἴ τις ἄρα καὶ ταύτης ὑπολαμβάνει τῆς μερίδος προσήκειν ἐκείνῳ. ἡμεῖς δὲ τοῖς παροῦσιν ἀγαπῶντες ἀεὶ καὶ τῶν ἀπόντων ἥκιστα μεταποιούμενοι στέργομεν μέν, ὁπόταν ὁ κήρυξ ἐπαινῇ, θεατής τε καὶ συναγωνιστὴς πάντων ἡμῖν γεγονώς, μὴ τοὺς λόγους παραδεξάμενος εἰς χάριν καὶ ἀπέχθειαν εἰκῇ πεπλασμένους· ἀρκεῖ δὲ ἡμῖν καὶ φιλεῖν ὁμολογῶν μόνον, ἐς δὲ τὰ ἄλλα σιωπηλότερος ὢν καὶ τῶν Πυθαγόρᾳ τελεσθέντων."],["8","Ἐνταῦθα ὑπέρχεταί μοι καὶ τὸ θρυλούμενον, ὡς οὐκ εἰς Ἰλλυριοὺς μόνον, ἀλλὰ καὶ εἰς Θρᾷκας ἀφίξῃ καὶ τοὺς περὶ τὴν θάλατταν ἐκείνην οἰκοῦντας Ἕλληνας, ἐν οἷς γενομένῳ μοι καὶ τραφέντι πολὺς ἐντέτηκεν ἔρως ἀνδρῶν τε καὶ χωρίων καὶ πόλεων. ἴσως δὲ οὐ φαῦλος οὐδὲ ἐκείνων ἐναπολέλειπται ταῖς ψυχαῖς ἔρως ἡμῶν, οἷς εὖ οἶδ’ ὅτι τὸ λεγόμενον ἀσπάσιος ἐλθὼν ἂν γένοιο, δικαίαν ἀμοιβὴν ἀντιδιδοὺς αὐτοῖς ὑπὲρ ὧν ἡμᾶς ἀπολέλοιπας ἐνθάδε. καὶ τοῦτο μὲν οὐχ ὡς εὐχόμενος· ἐπεὶ τό γε ἰέναι πρὸς ἡμᾶς τὴν αὐτὴν ταχέως ἄμεινον· ἀλλ’ ὡς, εἰ γένοιτο, καὶ πρὸς τοῦθ’ ἕξων οὐκ ἀπαραμυθήτως οὐδὲ ἀψυχαγωγήτως ἐννοῶ, συγχαίρων ἐκείνοις, ὅτι σε παρ’ ἡμῶν ὄψονται. Κελτοῖς γὰρ ἐμαυτὸν ἤδη διὰ σὲ συντάττω, ἄνδρα εἰς τοὺς πρώτους τῶν Ἑλλήνων τελοῦντα καὶ κατ’ εὐνομίαν καὶ κατὰ ἀρετὴν τὴν ἄλλην, καὶ ῥητορείαν ἄκρον καὶ φιλοσοφίας οὐκ ἄπειρον, ἧς Ἕλληνες μόνοι τὰ κράτιστα μετεληλύθασι, λόγῳ τἀληθές, ὥσπερ οὖν πέφυκε, θηρεύσαντες, οὐκ ἀπίστοις μύθοις οὐδὲ παραδόξῳ τερατείᾳ προσέχειν ἡμᾶς, ὥσπερ οἱ πολλοὶ τῶν βαρβάρων, ἐάσαντες. Ἀλλὰ καὶ τοῦτο μὲν ὅπως ποτὲ ἔχει, τανῦν ἀφείσθω. σὲ δέ· προπέμπειν ἤδη γὰρ ἄξιον μετ’ εὐφημίας· ἄγοι μὲν θεὸς εὐμενής, ὅποι ποτ’ ��ν δέῃ πορεύεσθαι, Ξένιος δὲ ὑποδέχοιτο καὶ Φίλιος εὔνους, ἄγοι τε διὰ γῆς ἀσφαλῶς· κἂν πλεῖν δέῃ, στορεννύσθω τὰ κύματα· πᾶσι δὲ φανείης φίλος καὶ τίμιος, ἡδὺς μὲν προσιών, ἀλγεινὸς δὲ ἀπολείπων αὐτούς· στέργων δὲ ἡμᾶς ἥκιστα ποθήσειας ἀνδρὸς ἑταίρου καὶ φίλου πιστοῦ κοινωνίαν. εὐμενῆ δὲ καὶ τὸν αὐτοκράτορά σοι θεὸς ἀποφήνειε καὶ τὰ ἄλλα πάντα κατὰ νοῦν διδοίη, καὶ τὴν οἴκαδε παρ’ ἡμᾶς πορείαν ἀσφαλῆ παρασκευάζοι καὶ ταχεῖαν. Ταῦτά σοι μετὰ τῶν καλῶν κἀγαθῶν ἀνδρῶν συνεύχομαι, καὶ ἔτι πρὸς τούτοις Οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν, Νοστῆσαι οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν."]]]
lines/julian-the-caesars.json ADDED
@@ -0,0 +1 @@
 
 
1
+ [[["1","Ἐπειδὴ δίδωσιν ὁ θεὸς παίζειν· ἔστι γὰρ Κρόνια· γελοῖον δὲ οὐδὲν οὐδὲ τερπνὸν οἶδα ἐγώ, τὸ μὴ καταγέλαστα φράσαι φροντίδος ἔοικεν εἶναι ἄξιον, ὦ φιλότης. Εἶτα τίς οὕτω παχύς ἐστι καὶ ἀρχαῖος, ὦ Καῖσαρ, ὥστε καὶ παίζειν πεφροντισμένα; ἐγὼ ᾤμην τὴν παιδιὰν ἄνεσίν τε εἶναι ψυχῆς καὶ ἀπαλλαγὴν τῶν φροντίδων. Ὀρθῶς γε σὺ τοῦτο ὑπολαμβάνων, ἐμοὶ δὲ οὐ ταύτῃ ἔοικεν ἀπαντᾶν τὸ χρῆμα. πέφυκα γὰρ οὐδαμῶς ἐπιτήδειος οὔτε σκώπτειν οὔτε παρῳδεῖν οὔτε γελοιάζειν. ἐπεὶ δὲ χρὴ τῷ νόμῳ πείθεσθαι τοῦ θεοῦ, βούλει σοι ἐν παιδιᾶς μέρει μῦθον διεξέλθω πολλὰ ἴσως ἔχοντα ἀκοῆς ἄξια; Λέγοις ἂν καὶ μάλα ἀσμένῳ, ἐπεὶ καὶ αὐτὸς οὐκ ἀτιμάζω τοὺς μύθους οὐδὲ παντάπασιν ἐξελαύνω τοὺς ὀρθῶς ἔχοντας, ἀκόλουθά σοί τε καὶ φίλῳ τῷ σῷ, μᾶλλον δὲ τῷ κοινῷ, Πλάτωνι διανοούμενος, ἐπεὶ καὶ αὐτῷ πολλὰ ἐν μύθοις ἐσπούδασται. Λέγεις ναὶ μὰ Δία ταῦτα ἀληθῆ. Τίς δὲ καὶ ποταπὸς ὁ μῦθος; Οὐ τῶν παλαιῶν τις, ὁποίους Αἴσωπος ἐποίησεν, ἀλλ’ εἴτε πλάσμα λέγοις Ἑρμοῦ· πεπυσμένος γὰρ αὐτὸν ἐκεῖθέν σοι φράσω· εἴτε καὶ τἀληθὲς οὕτως ἔχει εἴτε μίξις τίς ἐστιν ἀμφοῖν, αὐτό, φασί, δείξει τὸ πρᾶγμα. Τουτὶ μὲν οὖν ἤδη μυθικῶς ἅμα καὶ ῥητορικῶς ἐξείργασταί σοι τὸ προοίμιον· ἀλλά μοι τὸν λόγον αὐτόν, ὁποῖός ποτέ ἐστιν, ἤδη διέξελθε."],["2","Μανθάνοις ἄν. Θύων ὁ Ῥωμύλος τὰ Κρόνια πάντας ἐκάλει τοὺς θεούς, καὶ δὴ καὶ αὐτοὺς τοὺς καίσαρας. κλῖναι δὲ ἐτύγχανον παρεσκευασμέναι τοῖς μὲν θεοῖς ἄνω κατ’ αὐτό, φασίν, οὐρανοῦ τὸ μετέωρον, Οὔλυμπόνδ’, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεί. λέγεται γὰρ μεθ’ Ἡρακλέα παρελθεῖν ἐκεῖσε καὶ ὁ Κυρῖνος, ᾧ δὴ χρὴ καλεῖν αὐτὸν ὀνόματι, τῇ θείᾳ πειθομένους φήμῃ. τοῖς μὲν οὖν θεοῖς ἐκεῖσε παρεσκεύαστο τὸ συμπόσιον· ὑπ’ αὐτὴν δὲ τὴν σελήνην ἐπὶ μετεώρου τοῦ ἀέρος ἐδέδοκτο τοὺς καίσαρας δειπνεῖν. ἀνεῖχε δὲ αὐτοὺς ἥ τε τῶν σωμάτων κουφότης, ἅπερ ἐτύγχανον ἠμφιεσμένοι, καὶ ἡ περιφορὰ τῆς σελήνης. κλῖναι μὲν οὖν ἔκειντο τέτταρες, εὐτρεπεῖς τοῖς μεγίστοις θεοῖς. ἐβένου μὲν ἦν ἡ τοῦ Κρόνου στιλβούσης καὶ πολλὴν ἐν τῷ μέλανι καὶ θείαν αὐγὴν κρυπτούσης, ὥστε οὐδεὶς οἶός τε ἦν ἀντιβλέπειν. ἔπασχε δὲ ταὐτὸ πρὸς τὴν ἔβενον ἐκείνην τὰ ὄμματα δι’ ὑπερβολὴν τῆς λαμπηδόνος, ὅπερ οἶμαι πρὸς ἥλιον, ὅταν αὐτοῦ τῷ δίσκῳ τις ἀτενέστερον προσβλέπῃ. ἡ δὲ τοῦ Διὸς ἦν ἀργύρου μὲν στιλπνοτέρα, χρυσίου δὲ λευκοτέρα. τοῦτο εἴτε ἤλεκτρον χρὴ καλεῖν εἴτε ἄλλο τι λέγειν, οὐ σφόδρα εἶχέ μοι γνωρίμως ὁ Ἑρμῆς φράσαι. χρυσοθρόνω δὲ παρ’ ἑκάτερον ἐκαθεζέσθην ἥ τε μήτηρ καὶ ἡ θυγάτηρ, Ἥρα μὲν παρὰ τὸν Δία, Ῥέα δὲ παρὰ τὸν Κρόνον. τὸ δὲ τῶν θεῶν κάλλος οὐδὲ ἐκεῖνος ἐπεξῄει τῷ λόγῳ, μεῖζον εἶναι λέγων αὐτὸ καὶ νῷ θεατόν, ἀκοῇ δὲ καὶ ῥήμασιν οὔτε προοισθῆναι ῥᾴδιον οὔτε παραδεχθῆναι δυνατόν. οὐχ οὕτω τις ἔσται καὶ φανεῖται μεγαλόφωνος, ὥσ��ε τὸ μέγεθος ἐκεῖνο φράσαι τοῦ κάλλους, ὁπόσον ἐπιπρέπει τῇ τῶν θεῶν ὄψει. Παρεσκεύαστο δὲ καὶ τοῖς ἄλλοις θεοῖς ἑκάστῳ θρόνος ἢ κλίνη κατὰ πρεσβείαν. ἤριζε δὲ οὐδείς, ἀλλ’ ὅπερ Ὅμηρος ὀρθῶς ποιῶν ἔφη, δοκεῖν μοι παρὰ τῶν Μουσῶν αὐτῶν ἀκηκοώς, ἔχειν ἕκαστον τῶν θεῶν θρόνον, ἐφ’ οὗ πάντως αὐτῷ θέμις καθῆσθαι στερεῶς καὶ ἀμετακινήτως· ἐπεὶ καὶ πρὸς τὴν παρουσίαν τοῦ πατρὸς ἐξανιστάμενοι ταράττουσιν οὐδαμῶς τὰς καθέδρας οὐδὲ μεταβαίνουσιν οὐδὲ ὑφαρπάζουσιν ἀλλήλων, γνωρίζει δὲ ἕκαστος τὸ προσῆκον αὑτῷ."],["3","πάντων οὖν κύκλῳ τῶν θεῶν καθημένων, ὁ Σειληνὸς ἐρωτικῶς ἔχειν μοι δοκῶν τοῦ Διονύσου καλοῦ καὶ νέου καὶ τῷ πατρὶ τῷ Διὶ παραπλησίου πλησίον αὐτοῦ, τροφεύς τις οἷα καὶ παιδαγωγός, καθῆστο, τά τε ἄλλα φιλοπαίγμονα καὶ φιλόγελων καὶ χαριτοδότην ὄντα τὸν θεὸν εὐφραίνων καὶ δὴ καὶ τῷ σκώπτειν τὰ πολλὰ καὶ γελοιάζειν."],["4","Ὡς δὲ καὶ τὸ τῶν καισάρων συνεκεκρότητο συμπόσιον, εἰσῄει πρῶτος Ἰούλιος Καῖσαρ, ὑπὸ φιλοτιμίας αὐτῷ βουλόμενος ἐρίσαι τῷ Διὶ περὶ τῆς μοναρχίας, εἰς ὃν ὁ Σειληνὸς βλέψας, Ὅρα, εἶπεν, ὦ Ζεῦ, μή σε ὁ ἀνὴρ οὗτος ὑπὸ φιλαρχίας ἀφελέσθαι καὶ τὴν βασιλείαν διανοηθῇ. καὶ γάρ, ὡς ὁρᾷς, ἐστὶ μέγας καὶ καλός· ἐμοὶ γοῦν, εἰ καὶ μηδὲν ἄλλο, τὰ γοῦν περὶ τὴν κεφαλήν ἐστι προσόμοιος. παίζοντος ἔτι τοιαῦτα τοῦ Σειληνοῦ καὶ τῶν θεῶν οὐ σφόδρα προσεχόντων αὐτῷ, Ὀκταβιανὸς ἐπεισέρχεται πολλὰ ἀμείβων, ὥσπερ οἱ χαμαιλέοντες, χρώματα καὶ νῦν μὲν ὠχριῶν, αὖθις δὲ ἐρυθρὸς γινόμενος, εἶτα μέλας καὶ ζοφώδης καὶ συννεφής· ἀνίετο δ’ αὖθις εἰς Ἀφροδίτην καὶ Χάριτας, εἶναί τε ἤθελε τὰς βολὰς τῶν ὀμμάτων ὁποῖός ἐστιν ὁ μέγας Ἥλιος· οὐδένα γάρ οἱ τῶν ἀπαντώντων ἀντιβλέπειν ἠξίου. καὶ ὁ Σειληνός, Βαβαί, ἔφη, τοῦ παντοδαποῦ τούτου θηρίου· τί ποτ’ ἄρα δεινὸν ἡμᾶς ἐργάσεται; Παῦσαι, εἶπε, ληρῶν, ὁ Ἀπόλλων· ἐγὼ γὰρ αὐτὸν τουτῳὶ Ζήνωνι παραδοὺς αὐτίκα ὑμῖν ἀποφανῶ χρυσὸν ἀκήρατον. ἀλλ’ ἴθι, εἶπεν, ὦ Ζήνων, ἐπιμελήθητι τοὐμοῦ θρέμματος. ὁ δὲ ὑπακούσας, εἶτα ἐπᾴσας αὐτῷ μικρὰ τῶν δογμάτων, ὥσπερ οἱ τὰς Ζαμόλξιδος ἐπῳδὰς θρυλοῦντες, ἀπέφηνεν ἄνδρα ἔμφρονα καὶ σώφρονα."],["5","Τρίτος ἐπεισέδραμεν αὐτοῖς Τιβέριος σεμνὸς τὰ πρόσωπα καὶ βλοσυρός, σῶφρόν τε ἅμα καὶ πολεμικὸν βλέπων. ἐπιστραφέντος δὲ πρὸς τὴν καθέδραν ὤφθησαν ὠτειλαὶ κατὰ τὸν νῶτον μυρίαι, καυτῆρές τινες καὶ ξέσματα καὶ πληγαὶ χαλεπαὶ καὶ μώλωπες ὑπό τε ἀκολασίας καὶ ὠμότητος ψῶραί τινες καὶ λειχῆνες οἷον ἐγκεκαυμέναι. εἶθ’ ὁ Σειληνὸς Ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἢ τὸ πάροιθεν εἰπὼν ἔδοξεν αὑτοῦ φαίνεσθαι σπουδαιότερος. καὶ ὁ Διόνυσος πρὸς αὐτόν, Τί δῆτα, εἶπεν, ὦ παππίδιον σπουδάζεις; καὶ ὅς, Ἐξέπληξέ με ὁ γέρων οὑτοσί, ὁ Σάτυρος, ἔφη, καὶ πεποίηκεν ἐκλαθόμενον ἐμαυτοῦ τὰς Ὁμηρικὰς προβαλέσθαι μούσας. ἀλλά σε, εἶπεν, ἕλξει τῶν ὤτων· λέγεται γ���ρ αὐτὸς καὶ γραμματιστήν τινα τοῦτο ἐργάσασθαι. οἰμώζων μὲν οὖν, εἶπεν, ἐν τῷ νησυδρίῳ· τὰς Καπρέας αἰνιττόμενος· τὸν ἄθλιον ἁλιέα ψηχέτω."],["6","ταῦτα ἔτι παιζόντων αὐτῶν, ἐπεισέρχεται θηρίον πονηρόν. εἶτα οἱ θεοὶ πάντες ἀπέστρεψαν τὰ ὄμματα, κᾆτα αὐτὸν δίδωσιν ἡ Δίκη ταῖς Ποιναῖς, αἱ δὲ ἔρριψαν εἰς Τάρταρον. οὐδὲν οὖν ἔσχεν ὁ Σειληνὸς ὑπὲρ αὐτοῦ φράσαι. τοῦ Κλαυδίου δὲ ἐπεισελθόντος, ὁ Σειληνὸς ἄρχεται τοὺς Ἀριστοφάνους Ἱππέας ᾄδειν, ἀντὶ τοῦ Δήμου κολακεύων δῆθεν τὸν Κλαύδιον. εἶτα πρὸς τὸν Κυρῖνον ἀπιδών, Ἀδικεῖς, εἶπεν, ὦ Κυρῖνε, τὸν ἀπόγονον ἄγων εἰς τὸ συμπόσιον δίχα τῶν ἀπελευθέρων Ναρκίσσου καὶ Πάλλαντος. ἀλλ’ ἴθι, εἶπε, πέμψον ἐπ’ ἐκείνους, εἰ βούλει δέ, καὶ ἐπὶ τὴν γαμετὴν Μεσσαλίναν. ἔστι γὰρ ἐκείνων δίχα τουτὶ τῆς τραγῳδίας τὸ δορυφόρημα, μικροῦ δέω φάναι, καὶ ἄψυχον. ἐπεισέρχεται λέγοντι τῷ Σειληνῷ Νέρων μετὰ τῆς κιθάρας καὶ τῆς δάφνης. εἶτα ἀποβλέψας ἐκεῖνος πρὸς τὸν Ἀπόλλωνα, Οὗτος, εἶπεν, ἐπὶ σὲ παρασκευάζεται. καὶ ὁ βασιλεὺς Ἀπόλλων, Ἀλλ’ ἔγωγε αὐτόν, εἶπεν, ἀποστεφανώσω, ὅτι με μὴ πάντα μιμεῖται μηδὲ ἐν οἷς με μιμεῖται γίγνεται μου μιμητὴς δίκαιος. ἀποστεφανωθέντα δὲ αὐτὸν ὁ Κωκυτὸς εὐθέως ἥρπασεν."],["7","Ἐπὶ τούτῳ πολλοὶ καὶ παντοδαποὶ συνέτρεχον, Βίνδικες, Γάλβαι, Ὄθωνες, Βιτέλλιοι. καὶ ὁ Σειληνός, Τούτων, εἶπε, τῶν μονάρχων τὸ σμῆνος πόθεν ἐξηυρήκατε, ὦ θεοί; τυφόμεθα γοῦν ὑπὸ τοῦ καπνοῦ· φείδεται γὰρ οὐδὲ τῶν ἀνακτόρων ταυτὶ τὰ θηρία. καὶ ὁ Ζεὺς ἀπιδὼν πρὸς τὸν ἀδελφὸν αὑτοῦ Σάραπιν καὶ τὸν Οὐεσπασιανὸν δείξας, Πέμπε, εἶπε, τὸν σμικρίνην τοῦτον ἀπὸ τῆς Αἰγύπτου ταχέως, ἵνα τὴν φλόγα ταύτην κατασβέσῃ· τῶν παίδων δὲ τὸν πρεσβύτερον μὲν παίζειν κέλευε μετὰ τῆς Ἀφροδίτης τῆς πανδήμου, τὸν νεώτερον δὲ τῷ Σικελικῷ θηρίῳ παραπλησίως κλοιῷ δῆσον."],["8","παρῆλθεν ἐπὶ τούτοις γέρων ὀφθῆναι καλός· λάμπει γὰρ ἔστιν ὅτε καὶ ἐν τῷ γήρᾳ τὸ κάλλος· ἐντυχεῖν πρᾳότατος, χρηματίσαι δικαιότατος. ᾐδέσθη τοῦτον ὁ Σειληνὸς καὶ ἀπεσιώπησεν. εἶτα ὁ Ἑρμῆς, Ὑπὲρ δὲ τούτου, εἶπεν, οὐδὲν ἡμῖν λέγεις; Ναὶ μὰ Δί’, ἔφη, μέμφομαί γε ὑμῖν τῆς ἀνισότητος. τῷ γὰρ φονικῷ θηρίῳ τρὶς πέντε νείμαντες ἐνιαυτοὺς ἕνα μόλις ἐδώκατε τούτῳ βασιλεῦσαι. Ἀλλὰ μὴ μέμφου, εἶπεν ὁ Ζεύς· εἰσάξω γὰρ ἐπὶ τούτῳ πολλοὺς κἀγαθούς. εὐθέως οὖν ὁ Τραϊανὸς εἰσήρχετο φέρων ἐπὶ τῶν ὤμων τὰ τρόπαια, τό τε Γετικὸν καὶ τὸ Παρθικόν. ἰδὼν δὲ αὐτὸν ὁ Σειληνὸς ἔφη, λανθάνειν τε ἅμα καὶ ἀκούεσθαι βουλόμενος, Ὥρα νῦν τῷ δεσπότῃ Διὶ σκοπεῖν, ὅπως ὁ Γανυμήδης αὐτῷ φρουρήσεται. Μετὰ τοῦτον ἐπεισέρχεται βαθεῖαν ἔχων τὴν ὑπήνην ἀνὴρ σοβαρὸς τά τε ἄλλα καὶ δὴ καὶ μουσικὴν ἐργαζόμενος, εἴς τε τὸν οὐρανὸν ἀφορῶν πολλάκις καὶ πολυπραγμονῶν τὰ ἀπόρρητα. τοῦτον δὲ ἰδὼν ὁ Σειληνὸς ἔφη, Τί δὲ ὑμῖν οὗτος ὁ σοφιστὴς δοκεῖ; μῶν Ἀντίνοον τῇδε περισκοπε���; φρασάτω τις αὐτῷ μὴ παρεῖναι τὸ μειράκιον ἐνθαδὶ καὶ παυσάτω τοῦ λήρου καὶ τῆς φλυαρίας αὐτόν."],["9","ἐπὶ τούτοις ἀνὴρ εἰσέρχεται σώφρων, οὐ τὰ ἐς Ἀφροδίτην, ἀλλὰ τὰ ἐς τὴν πολιτείαν. ἰδὼν αὐτὸν ὁ Σειληνὸς ἔφη, Βαβαὶ τῆς σμικρολογίας· εἷς εἶναί μοι δοκεῖ τῶν διαπριόντων τὸ κύμινον ὁ πρεσβύτης οὗτος. ἐπεισελθούσης δὲ αὐτῷ τῆς τῶν ἀδελφῶν ξυνωρίδος, Βήρου καὶ Λουκίου, δεινῶς ὁ Σειληνὸς συνεστάλη. παίζειν γὰρ οὐκ εἶχεν οὐδ’ ἐπισκώπτειν, μάλιστα τὸν Βῆρον, καίτοι καὶ τούτου τὰ περὶ τὸν υἱὸν καὶ τὴν γυναῖκα πολυπραγμονῶν ἁμαρτήματα, τὴν μὲν ὅτι πλέον ἢ προσῆκεν ἐπένθησεν, ἄλλως τε οὐδὲ κοσμίαν οὖσαν, τῷ δὲ ὅτι τὴν ἀρχὴν συναπολλυμένην περιεῖδεν, ἔχων καὶ ταῦτα σπουδαῖον κηδεστήν, ὃς τῶν τε κοινῶν ἂν προύστη κρεῖττον καὶ δὴ καὶ τοῦ παιδὸς αὐτοῦ βέλτιον ἂν ἐπεμελήθη ἢ αὐτὸς αὑτοῦ. καίπερ οὖν ταῦτα πολυπραγμονῶν ᾐδεῖτο τὸ μέγεθος αὐτοῦ τῆς ἀρετῆς· τόν γε μὴν υἱέα οὐδὲ τοῦ σκωφθῆναι νομίσας ἄξιον ἀφῆκεν· ἔπιπτε γὰρ καὶ αὐτὸς εἰς γῆν οὐ δυνάμενος ἵστασθαι καὶ παρομαρτεῖν τοῖς ἥρωσιν."],["10","Ἐπεισέρχεται Περτίναξ τῷ συμποσίῳ τὴν σφαγὴν ὀδυρόμενος. ἡ Δίκη δὲ αὐτὸν κατελεήσασα, Ἀλλ’ οὐ χαιρήσουσιν, εἶπεν, οἱ τούτων αἴτιοι· καὶ σὺ δέ, ὦ Περτίναξ, ἠδίκεις κοινωνῶν τῆς ἐπιβουλῆς, ὅσον ἐπὶ τοῖς σκέμμασιν, ἣν ὁ Μάρκου παῖς ἐπεβουλεύθη. μετὰ τοῦτον ὁ Σεβῆρος, ἀνὴρ πικρίας γέμων καὶ κολαστικός. Ὑπὲρ τούτου δέ, εἶπεν ὁ Σειληνός, οὐδὲν λέγω· φοβοῦμαι γὰρ αὐτοῦ τὸ λίαν ἀπηνὲς καὶ ἀπαραίτητον. ὡς δὲ ἔμελλεν αὐτῷ καὶ τὰ παιδάρια συνεισιέναι, πόρρωθεν αὐτὰ διεκώλυσεν ὁ Μίνως. ἐπιγνοὺς δὲ σαφῶς τὸν μὲν νεώτερον ἀφῆκε, τὸν δὲ πρεσβύτερον τιμωρίαν ἔπεμψε τίσοντα. Μακρῖνος ἐνταῦθα φυγὰς μιαιφόνος· εἶτα τὸ ἐκ τῆς Ἐμέσης παιδάριον πόρρω που τῶν ἱερῶν ἀπηλαύνετο περιβόλων. ὅ γε μὴν Σύρος Ἀλέξανδρος ἐν ἐσχάτοις που καθῆστο τὴν αὑτοῦ συμφορὰν ποτνιώμενος. καὶ ὁ Σειληνὸς ἐπισκώπτων αὐτὸν εἶπεν Ὦ μῶρε καὶ μέγα νήπιε, τηλικοῦτος ὢν οὐκ αὐτὸς ἦρχες τῶν σεαυτοῦ, τὰ χρήματα δὲ ἐδίδους τῇ μητρὶ καὶ οὐκ ἐπείσθης, ὅσῳ κρεῖττον ἀναλίσκειν ἦν αὐτὰ τοῖς φίλοις ἢ θησαυρίζειν. Ἀλλ’ ἔγωγε, εἶπεν ἡ Δίκη, πάντας αὐτούς, ὅσοι μεταίτιοι γεγόνασι τούτων, κολασθησομένους παραδώσω. καὶ οὕτως ἀνείθη τὸ μειράκιον."],["11","ἐπὶ τούτῳ παρῆλθεν εἴσω Γαλλιῆνος μετὰ τοῦ πατρός, ὁ μὲν τὰ δεσμὰ τῆς αἰχμαλωσίας ἔχων, ὁ δὲ στολῇ τε καὶ κινήσει χρώμενος μαλακωτέρᾳ ὥσπερ αἱ γυναῖκες. καὶ ὁ Σειληνὸς πρὸς μὲν ἐκεῖνον, Τίς οὗτος ὁ λευκολόφας, Πρόπαρ ὃς ἡγεῖται στρατοῦ; ἔφη, πρὸς δὲ τὸν Γαλλιῆνον, Ὃς καὶ χρυσὸν ἔχων πάντη τρυφᾷ ἠύτε κούρη· τούτω δὲ ὁ Ζεὺς εἶπε τῆς ἐκεῖσε θοίνης ἐκβῆναι."],["12","Τούτοις ἐπεισέρχεται Κλαύδιος, εἰς ὃν ἀπιδόντες οἱ θεοὶ πάντες ἠγάσθησάν τε αὐτὸν τῆς μεγαλοψυχίας καὶ ἐπένευσαν αὐτοῦ τῷ γένει τὴν ἀρχήν, δίκαιον εἶναι νομίσαντες οὕτω φιλοπάτριδος ἀνδρὸς ἐπὶ πλεῖστον εἶναι τὸ γένος ἐν ἡγεμονίᾳ. τούτοις ἐπεισέδραμεν Αὐρηλιανὸς ὥσπερ ἀποδιδράσκων τοὺς εἴργοντας αὐτὸν παρὰ τῷ Μίνωι· πολλαὶ γὰρ αὐτῷ συνίσταντο δίκαι τῶν ἀδίκων φόνων, καὶ ἔφευγε τὰς γραφὰς κακῶς ἀπολογούμενος. Ἥλιος δὲ οὑμὸς δεσπότης αὐτῷ πρός τε τὰ ἄλλα βοηθῶν, οὐχ ἥκιστα δὲ καὶ πρὸς τοῦτο αὐτὸ συνήρατο, φράσας ἐν τοῖς θεοῖς, Ἀλλ’ ἀπέτισε τὴν δίκην, ἢ λέληθεν ἡ δοθεῖσα Δελφοῖς μαντεία Αἴκε πάθῃ τά τ’ ἔρεξε, δίκη κ’ ἰθεῖα γένοιτο;"],["13","Τούτῳ συνεισέρχεται Πρόβος, ὃς ἑβδομήκοντα πόλεις ἀναστήσας ἐν οὐδὲ ὅλοις ἐνιαυτοῖς ἑπτὰ καὶ πολλὰ πάνυ σωφρόνως οἰκονομήσας, ἄδικα δὲ πεπονθὼς ὑπὸ τῶν ἀθέων, ἐτιμᾶτο τά τε ἄλλα καὶ τῷ τοὺς φονέας αὐτῷ τὴν δίκην ἐκτῖσαι. σκώπτειν δὲ αὐτὸν ὅμως ὁ Σειληνὸς ἐπειρᾶτο, καίτοι πολλῶν αὐτῷ σιωπᾶν παρακελευομένων· ἀλλ’, Ἐᾶτε, ἔφη, νῦν γοῦν δι’ αὐτοῦ τοὺς ἑξῆς φρενωθῆναι. οὐκ οἶσθα, ὦ Πρόβε, ὅτι τὰ πικρὰ φάρμακα μιγνύντες οἱ ἰατροὶ τῷ μελικράτῳ προσφέρουσι; σὺ δὲ αὐστηρὸς ἦσθα λίαν καὶ τραχὺς ἀεὶ εἴκων τε οὐδαμοῦ· πέπονθας οὖν ἄδικα μέν, εἰκότα δὲ ὅμως. οὐ γὰρ ἔστιν οὔτε ἵππων οὔτε βοῶν ἄρχειν οὔτε ἡμιόνων, ἥκιστα δὲ ἀνθρώπων, μή τι καὶ τῶν κεχαρισμένων αὐτοῖς ξυγχωροῦντα, ὥσπερ ἔσθ’ ὅτε τοῖς ἀσθενοῦσιν οἱ ἰατροὶ μικρὰ ἐνδιδόασιν, ἵν’ ἐν τοῖς μείζοσιν ἔχωσιν αὐτοὺς πειθομένους. Τί τοῦτο, εἶπεν ὁ Διόνυσος, ὦ παππία; φιλόσοφος ἡμῖν ἀνεφάνης; οὐ γάρ, ὦ παῖ, ἔφη, καὶ σὺ φιλόσοφος ὑπ’ ἐμοῦ γέγονας; οὐκ οἶσθα, ὅτι καὶ ὁ Σωκράτης, ἐοικὼς ἐμοί, τὰ πρωτεῖα κατὰ τὴν φιλοσοφίαν ἀπηνέγκατο τῶν καθ’ ἑαυτὸν ἀνθρώπων, εἰ τἀδελφῷ πιστεύεις ὅτι ἐστὶν ἀψευδής; ἔα τοίνυν ἡμᾶς μὴ πάντα γελοῖα λέγειν, ἀλλὰ καὶ σπουδαῖα."],["14","Ἔτι διαλεγομένων αὐτῶν πρὸς ἀλλήλους, ὅ τε Κᾶρος ἅμα τοῖς παισὶν εἰσφρῆσαι βουληθεὶς εἰς τὸ συμπόσιον ἀπελήλατο παρὰ τῆς Δίκης, καὶ ὁ Διοκλητιανός, ἄγων μεθ’ ἑαυτοῦ Μαξιμιανώ τε τὼ δύο καὶ τὸν ἐμὸν πάππον Κωνστάντιον, ἐν κόσμῳ προῆγεν. εἴχοντο δὲ ἀλλήλων τὼ χεῖρε, καὶ ἐβάδιζον οὐκ ἐξ ἴσης, ἀλλ’ οἷα χορός τις ἦν περὶ αὐτόν, τῶν μὲν ὥσπερ δορυφορούντων καὶ προθεῖν αὐτοῦ βουλομένων, τοῦ δὲ εἴργοντος· οὐδὲν γὰρ ἠξίου πλεονεκτεῖν. ὡς δὲ ξυνίει κάμνοντος ἑαυτοῦ, δοὺς αὐτοῖς ἅπαντα, ὅσα ἔφερεν ἐπὶ τῶν ὤμων, αὐτὸς εὔλυτος ἐβάδιζεν. ἠγάσθησαν οἱ θεοὶ τῶν ἀνδρῶν τὴν ὁμόνοιαν, καὶ ἐπέτρεψαν αὐτοῖς πρὸ πολλῶν πάνυ καθῆσθαι. δεινῶς δὲ ὄντα τὸν Μαξιμιανὸν ἀκόλαστον ὁ Σειληνὸς ἐπισκώπτειν μὲν οὐκ ἠξίου, τὸ δὲ τῶν βασιλέων οὐκ εἰσεδέχετο συσσίτιον. οὐ γὰρ μόνον τὰ εἰς Ἀφροδίτην ἦν παντοίαν ἀσέλγειαν ἀσελγής, ἀλλὰ καὶ φιλοπράγμων καὶ ἄπιστος καὶ οὐ τὰ πάντα τῷ τετραχόρδῳ συνῳδῶν. ἐξήλασεν οὖν αὐτὸν ἡ Δίκη ταχέως. εἶτα ἀπῆλθεν οὐκ οἶδα ὅποι γῆς· ἐπελαθόμην γὰρ αὐτὸ παρὰ τοῦ Ἑρμοῦ πολυπραγμονῆσαι."],["15","τούτῳ δὲ τῷ παναρμονίῳ τετραχόρδῳ παραφύεται δεινὸν καὶ τραχὺ καὶ ταραχῶδες σύστημα. τοὺς μὲν οὖν δύο οὐδὲ τῶν προθύρων ἅψασθαι τῆς τῶν ἡρώων ἀγορᾶς ἡ Δίκη συνεχώρησε, Λικίνιον δὲ μέχρι τῶν προθύρων ἐλθόντα, πολλὰ καὶ ἄτοπα πλημμελοῦντα ταχέως ὁ Μίνως ἐξήλασεν. ὁ Κωνσταντῖνος δὲ παρῆλθεν εἴσω καὶ πολὺν ἐκαθέσθη χρόνον, εἶτα μετ’ αὐτὸν τὰ παιδία. Μαγνεντίῳ γὰρ οὐκ ἦν εἴσοδος, ὅτι μηδὲν ὑγιὲς ἐπεπράχει, καίτοι πολλὰ ἐδόκει πεπρᾶχθαι τῷ ἀνδρὶ καλά· οἱ θεοὶ δὲ ὁρῶντες, ὅτι μὴ ταῦτα ἐκ καλῆς αὐτῷ πεποίηται διαθέσεως, εἴων αὐτὸν οἰμώζειν ἀποτρέχοντα."],["16","Οὔσης δὴ τοιαύτης τῆς ἀμφὶ τὸ δεῖπνον παρασκευῆς, ἐπόθουν μὲν οὐδὲν οἱ θεοί, πάντα γὰρ ἔχουσιν, αὐτῶν δὲ τῶν ἡρώων ἐδόκει τῷ Ἑρμῇ διαπειρᾶσθαι, καὶ τῷ Διὶ τοῦτο οὐκ ἀπὸ γνώμης ἦν. ἐδεῖτο δὲ καὶ ὁ Κυρῖνος ἤδη τινὰ μετάγειν ἐκεῖθεν παρ’ ἑαυτόν. Ἡρακλῆς δὲ εἶπεν, Οὐκ ἀνέξομαι, ὦ Κυρῖνε· διὰ τί γὰρ οὐχὶ καὶ τὸν ἐμὸν Ἀλέξανδρον ἐπὶ τὸ δεῖπνον παρεκάλεις; σοῦ τοίνυν, εἶπεν, ὦ Ζεῦ, δέομαι, εἴ τινα τούτων ἔγνωκας ἄγειν πρὸς ἡμᾶς, ἥκειν τὸν Ἀλέξανδρον κέλευε. τί γὰρ οὐχὶ κοινῇ τῶν ἀνδρῶν ἀποπειρώμενοι τῷ βελτίονι τιθέμεθα; δίκαια λέγειν ὁ τῆς Ἀλκμήνης ἐδόκει τῷ Διί. καὶ ἐπεισελθόντος αὐτοῦ τοῖς ἥρωσιν οὔτε ὁ Καῖσαρ οὔτε ἄλλος τις ὑπανίστατο· καταλαβὼν δὲ σχολάζουσαν καθέδραν, ἣν ὁ τοῦ Σεβήρου παῖς ἐπεποίητο ἑαυτῷ, ἐκεῖνος γὰρ ἀπελήλατο διὰ τὴν ἀδελφοκτονίαν, ἐνεκάθισε. καὶ ὁ Σειληνὸς ἐπισκώπτων τὸν Κυρῖνον, Ὅρα, εἶπε, μή ποτε οὗτοι ἑνός εἰσιν ἀντάξιοι τουτουὶ τοῦ Γραικοῦ. Μὰ Δία, εἶπεν ὁ Κυρῖνος, οἶμαι πολλοὺς εἶναι μὴ χείρονας. οὕτω δὲ αὐτὸν οἱ ἐμοὶ τεθαυμάκασιν ἔγγονοι, ὥστε μόνον αὐτὸν ἐκ πάντων, ὅσοι γεγόνασιν ἡγεμόνες ξένοι, ὀνομάζουσι καὶ νομίζουσι μέγαν. οὐ μὴν ἔτι καὶ τῶν παρ’ ἑαυτοῖς γεγονότων οἴονται μείζονα τοῦτον, ἴσως μὲν ὑπὸ φιλαυτίας τι παθόντες, ἴσως δὲ καὶ οὕτως ἔχον· εἰσόμεθα δὲ αὐτίκα μάλα τῶν ἀνδρῶν ἀποπειρώμενοι. ταῦτα μάλιστα λέγων ὁ Κυρῖνος ἠρυθρία, καὶ δῆλος ἦν ἀγωνιῶν ὑπὲρ τῶν ἀπογόνων τῶν ἑαυτοῦ, μή που τὰ δευτερεῖα λαβόντες οἴχωνται."],["17","Μετὰ τοῦτο ὁ Ζεὺς ἤρετο τοὺς θεούς, πότερον χρὴ πάντας ἐπὶ τὸν ἀγῶνα καλεῖν ἤ, καθάπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσι γίνεται, ὁ τοῦ πολλὰς ἀνελομένου νίκας κρατήσας, ἑνὸς περιγενόμενος, οὐδὲν ἔλαττον δοκεῖ κἀκείνων γεγονέναι κρείσσων, οἳ προσεπάλαισαν μὲν οὐδαμῶς αὐτῷ, τοῦ κρατηθέντος δὲ ἥττους ἐγένοντο. καὶ ἐδόκει πᾶσιν ἡ τοιαύτη σφόδρα ἐμμελῶς ἔχειν ἐξέτασις. ἐκήρυττεν οὖν ὁ Ἑρμῆς παριέναι Καίσαρα καὶ τὸν Ὀκταβιανὸν ἐπὶ τούτῳ, Τραϊανὸν δὲ ἐκ τρίτων, ὡς πολεμικωτάτους. εἶτα γενομένης σιωπῆς ὁ βασιλεὺς Κρόνος βλέψας εἰς τὸν Δία θαυμάζειν ἔφη, πολεμικοὺς μὲν αὐτοκράτορας ὁρῶν ἐπὶ τὸν ἀγῶνα τουτονὶ καλουμένους, οὐδένα μέντοι φιλόσοφον. Ἐμοὶ δέ, εἶπεν, οὐχ ἧττόν εἰσιν οἱ τοιοῦτοι φίλοι. καλεῖτε οὖν εἴσω καὶ τὸν Μάρκον. ἐπεὶ δὲ καὶ ὁ Μάρκος κληθεὶς παρῆλθε, σεμνὸς ἄγαν, ὑπὸ τῶν πόνων ἔχων τά τε ὄμματα καὶ τὸ πρόσωπον ὑπό τι συνεσταλμένον, κάλλος δὲ ἀμήχανον ἐν αὐτῷ τούτῳ δεικνύων, ἐν ᾧ παρεῖχεν ἑαυτὸν ἄκομψον καὶ ἀκαλλώπιστον· ἥ τε γὰρ ὑπήνη βαθεῖα παντάπασιν ἦν αὐτῷ καὶ τὰ ἱμάτια λιτὰ καὶ σώφρονα, καὶ ὑπὸ τῆς ἐνδείας τῶν τροφῶν ἦν αὐτῷ τὸ σῶμα διαυγέστατον καὶ διαφανέστατον ὥσπερ αὐτὸ οἶμαι τὸ καθαρώτατον καὶ εἰλικρινέστατον φῶς·"],["18","ἐπεὶ καὶ οὗτος ἦν εἴσω τῶν ἱερῶν περιβόλων, ὁ Διόνυσος εἶπεν, Ὦ βασιλεῦ Κρόνε καὶ Ζεῦ πάτερ, ἆρα ἄξιον ἐν θεοῖς ἀτελὲς εἶναί τι; τῶν δὲ οὐ φαμένων, Εἰσάγωμεν οὖν τινα καὶ ἀπολαύσεως ἐραστὴν ἐνθαδί. καὶ ὁ Ζεύς, Ἀλλ’ οὐ θεμιτὸν εἴσω φοιτᾶν, εἶπεν, ἀνδρὶ μὴ τὰ ἡμέτερα ζηλοῦντι. Γιγνέσθω τοίνυν, εἶπεν, ἐπὶ τῶν προθύρων, ὁ Διόνυσος, αὐτοῖς ἡ κρίσις. ἀλλ’, εἰ τοῦτο δοκεῖ ταύτῃ, καλῶμεν ἄνδρα οὐκ ἀπόλεμον μέν, ἡδονῇ δὲ καὶ ἀπολαύσει χειροηθέστερον. ἡκέτω οὖν ἄχρι τῶν προθύρων ὁ Κωνσταντῖνος. ἐπεὶ δὲ ἐδέδοκτο καὶ τοῦτο, τίνα χρὴ τρόπον αὐτοὺς ἁμιλλᾶσθαι, γνώμη προυτέθη. καὶ ὁ μὲν Ἑρμῆς ἠξίου λέγειν ἕκαστον ἐν μέρει περὶ τῶν ἑαυτοῦ, τίθεσθαι δὲ τοὺς θεοὺς τὴν ψῆφον. οὐ μὴν ἐδόκει ταῦτα τῷ Ἀπόλλωνι καλῶς ἔχειν· ἀληθείας γὰρ εἶναι, καὶ οὐ πιθανότητος οὐδ’ αἱμυλίας ἐν θεοῖς ἔλεγχον καὶ ἐξέτασιν. βουλόμενος δὲ ὁ Ζεὺς ἀμφοτέροις χαρίζεσθαι καὶ ἅμα προάγειν ἐπὶ πλέον αὐτοῖς τὴν συνουσίαν, Οὐδέν, εἶπε, κωλύει λέγειν μὲν αὐτοῖς ἐπιτρέψαι, μικρὰ τοῦ ὕδατος ἐπιμετρήσαντας, εἶτα ὕστερον ἀνερωτᾶν καὶ ἀποπειρᾶσθαι τῆς ἑκάστου διανοιας. καὶ ὁ Σειληνὸς ἐπισκώπτων, Ἀλλ’ ὅπως μή, νομίσαντες αὐτὸ νέκταρ εἶναι, Τραϊανός τε καὶ Ἀλέξανδρος ἅπαν ἐκροφήσουσι τὸ ὕδωρ, εἶτα ἀφελοῦνται τοὺς ἄλλους. καὶ ὁ Ποσειδῶν, Οὐ τοὐμοῦ ὕδατος, εἶπεν, ἀλλὰ τοῦ ὑμετέρου πώματος ἐρασταὶ τὼ ἄνδρε ἐγενέσθην. ὑπὲρ τῶν σεαυτοῦ τοιγαροῦν ἀμπέλων μᾶλλον ἢ τῶν ἐμῶν πηγῶν ἄξιόν ἐστί σοι δεδιέναι. καὶ ὁ Σειληνὸς δηχθεὶς ἐσιώπα, καὶ τοῖς ἀγωνιζομένοις ἐκ τούτου τὸν νοῦν προσεῖχεν."],["19","Ἑρμῆς δὲ ἐκήρυττεν· Ἄρχει μὲν ἀγὼν τῶν καλλίστων ἄθλων ταμίας, καιρὸς δὲ καλεῖ μηκέτι μέλλειν. ἀλλὰ κλύοντες τὰν ἁμετέραν κήρυκα βοὰν οἱ πρὶν βασιλῆς, ἔθνεα πολλὰ δουλωσάμενοι καὶ πολέμοισι δάιον ἔγχος θήξαντες, ὁμοῦ γνώμης τε μέγαν πινυτόφρονα νοῦν, ἴτ’, ἐς ἀντίπαλον ἵστασθε κρίσιν, οἷς τε φρόνησιν τέλος ὀλβίστης θέσθαι βιοτῆς, οἷς τ’ ἀντιβίους κακὰ πόλλ’ ἔρξαι καὶ χρηστὰ φίλους τέκμαρ βιότου νενόμιστο καλοῦ, οἷς θ’ ἡδίστην ἀπόλαυσιν ἔχειν τέρματα μόχθων δαῖτάς τε γάμους τ’, ὄμμασι τερπνά, μαλακάς τε φέρειν ἐσθῆτας ὁμοῦ λιθοκολλήτοις περὶ χεῖρας ἄκρας ψελίοισι φάνη μακαριστότατον. νίκης δὲ τέλος Ζηνὶ μελήσει."],["20","Τοιαῦτα τοῦ Ἑρμοῦ κηρύττοντος ἐκληροῦντο· καί πως συνέδραμε τῇ τοῦ Καίσαρος ὁ κλῆρος φιλοπρωτ��ᾳ. τοῦτο ἐκεῖνον μὲν ἐποίησε γαῦρον καὶ σοβαρώτερον· ἐδέησε δὲ διὰ τοῦτο μικροῦ καὶ φεύγειν τὴν κρίσιν ὁ Ἀλέξανδρος· ἀλλὰ παραθαρρύνων αὐτὸν ὁ μέγας Ἡρακλῆς ἐπέσχε. δεύτερος δὲ ἐπ’ ἐκείνῳ λέγειν ἔλαχεν Ἀλέξανδρος· ἐπὶ δὲ τῶν ἑξῆς οἱ κλῆροι τοῖς ἑκάστου χρόνοις συμπροῆλθον. ἤρξατο οὖν ὁ Καῖσαρ ὡδί· Ἐμοὶ μέν, ὦ Ζεῦ καὶ θεοί, γενέσθαι ἐν τηλικαύτῃ συνέβη πόλει μετὰ τοσούτους ἄνδρας, ὥστε τὴν μὲν ὅσων οὐ πώποτε ἄλλη πόλις ἐβασίλευσε βασιλεύειν, ταῖς δὲ ἀγαπητὸν τὸ καὶ τὰ δεύτερα κομίσασθαι. τίς γὰρ πόλις ἀπὸ τρισχιλίων ἀνδρῶν ἀρξαμένη ἐν οὐδὲ ὅλοις ἔτεσιν ἑξακοσίοις ἐπὶ γῆς ἦλθε πέρατα τοῖς ὅπλοις; ποῖα δὲ ἔθνη τοσούτους ἄνδρας ἀγαθούς τε καὶ πολεμικοὺς παρέσχετο καὶ νομοθετικούς; θεοὺς δὲ ἐτίμησαν οὕτω τίνες; ἐν δὴ τοσαύτῃ καὶ τηλικαύτῃ πόλει γενόμενος οὐ τοὺς κατ’ ἐμαυτὸν μόνον, ἀλλὰ καὶ τοὺς πώποτε παρῆλθον τοῖς ἔργοις. καὶ τῶν ἐμῶν μὲν πολιτῶν εὖ οἶδα ὡς οὐδεὶς ἀντιποιήσεταί μοι τῶν πρωτείων· εἰ δὲ Ἀλέξανδρος οὑτοσὶ τολμᾷ, τίνα τῶν ἔργων τῶν ἑαυτοῦ τοῖς ἐμοῖς ἀξιοῖ παραβαλεῖν; ἴσως τὰ Περσικά, ὥσπερ οὐχ ἑορακὼς ἐγηγερμένα μοι τοσαῦτα κατὰ Πομπηίου τρόπαια; καίτοι τίς δεινότερος στρατηγὸς γέγονε, Δαρεῖος ἢ Πομπήιος; ποτέρῳ δὲ ἀνδρειότερον ἠκολούθει στρατόπεδον; τὰ μὲν οὖν μαχιμώτατα τῶν Δαρείῳ πρότερον ὑπακουόντων ἐθνῶν ἐν τῇ Καρῶν μοίρᾳ Πομπήιος εἶχεν ἑπόμενα, τοὺς δὲ ἐκ τῆς Εὐρώπης, οἳ τὴν Ἀσίαν πολλάκις πόλεμον ἐπάγουσαν ἐτρέψαντο, καὶ τούτων αὐτῶν τοὺς ἀνδρειοτάτους, Ἰταλούς, Ἰλλυριούς, Κελτούς."],["21","ἀλλ’ ἐπειδὴ τῶν Κελτῶν ὑπεμνήσθην, ἆρα τοῖς Γετικοῖς ἔργοις Ἀλεξάνδρου τὴν τῆς Κελτικῆς ἀντιτάττομεν καθαίρεσιν; οὗτος ἅπαξ ἐπεραιώθη τὸν Ἴστρον, ἐγὼ δεύτερον τὸν Ῥῆνον· Γερμανικὸν αὖ τοῦτο τὸ ἐμὸν ἔργον. τούτῳ δὲ ἀντέστη μὲν οὐδὲ εἷς, ἐγὼ πρὸς Ἀριόβιστον ἠγωνισάμην. πρῶτος ἐτόλμησα Ῥωμαίων ἐπιβῆναι τῆς ἐκτὸς θαλάσσης. καὶ τοῦτο ἦν ἴσως τὸ ἔργον οὐ θαυμαστόν. καίτοι τὴν τόλμαν καὶ ταύτην ἄξιον θαυμάσαι· ἀλλὰ τὸ μεῖζόν μου, τὸ ἀποβῆναι τῆς νεὼς πρῶτον· καὶ τοὺς Ἑλβετίους σιωπῶ καὶ τὸ τῶν Ἰβήρων ἔθνος. οὐδενὸς ἔτι τῶν Γαλατικῶν ἐπεμνήσθην, πλεῖν ἢ τριακοσίας ὑπαγαγόμενος πόλεις, ἀνδρῶν δὲ οὐκ ἐλάσσους ἢ διακοσίας μυριάδας. ὄντων δὲ τούτων μοι τοιούτων ἔργων, ἐκεῖνο μεῖζον ἦν καὶ τολμηρότερον. ἐχρῆν γάρ με καὶ πρὸς αὐτοὺς διαγωνίζεσθαι τοὺς πολίτας καὶ κρατεῖν τῶν ἀμάχων καὶ ἀνικήτων Ῥωμαίων. εἴτε οὖν πλήθει τις κρίνει παρατάξεων, τρὶς τοσαυτάκις παρεταξάμην, ὁσάκις ὑπὲρ Ἀλεξάνδρου κομπάζουσιν οἱ τὰ περὶ αὐτοῦ σεμνοποιοῦντες, εἴτε πλήθει πόλεων αἰχμαλώτων, οὐ τῆς Ἀσίας μόνον, ἀλλὰ καὶ τῆς Εὐρώπης τὰ πλεῖστα κατεστρεψάμην. Ἀλέξανδρος Αἴγυπτον ἐπῆλθε θεωρῶν, ἐγὼ δὲ συμπόσια συγκροτῶν κατεπολέμησα. τὴν δὲ μετὰ τὸ κρατῆσαι πρᾳότητα βούλεσθε ἐξετάσαι τὴν παρ’ ἑκατέρῳ; ἐγὼ καὶ τοῖς πολεμίοις συνέγνων· ἔπαθον γοῦν ὑπ’ αὐτῶν ὅσα ἐμέλησε τῇ Δίκῃ· ὁ δὲ πρὸς τοῖς πολεμίοις οὐδὲ τῶν φίλων ἀπέσχετο."],["22","ἔτι οὖν μοι περὶ τῶν πρωτείων ἀμφισβητεῖν οἷός τε ἔσῃ; καὶ οὐκ αὐτόθεν καὶ σὺ παραχωρήσεις μετὰ τῶν ἄλλων, ἀλλὰ ἀναγκάσεις με λέγειν, ὅπως σὺ μὲν ἐχρήσω πικρῶς Θηβαίοις, ἐγὼ δὲ τοῖς Ἑλβετίοις φιλανθρώπως; σὺ μὲν γὰρ ἐκείνων κατέκαυσας τὰς πόλεις, ἐγὼ δὲ τὰς ὑπὸ τῶν οἰκείων πολιτῶν κεκαυμένας πόλεις ἀνέστησα. καίτοι οὔτι ταὐτὸν ἦν μυρίων Γραικῶν κρατῆσαι καὶ πεντεκαίδεκα μυριάδας ἐπιφερομένας ὑποστῆναι. πολλὰ εἰπεῖν ἔχων ἔτι περὶ ἐμαυτοῦ καὶ τοῦδε, τῷ μὴ σχολὴν ἄγειν ἥκιστα τὸ λέγειν ἐξεμελέτησα. διόπερ χρὴ συγγνώμην ὑμᾶς ἔχειν, ἐκ δὲ τῶν εἰρημένων καὶ περὶ τῶν μὴ ῥηθέντων τὴν ἴσην καὶ δικαίαν ἐξέτασιν ποιουμένους ἀποδιδόναι μοι τὸ πρωτεῖον."],["23","Τοιαῦτα εἰπόντος τοῦ Καίσαρος καὶ λέγειν ἔτι βουλομένου, μόγις καὶ πρότερον ὁ Ἀλέξανδρος καρτερῶν οὐκέτι κατέσχεν, ἀλλὰ μετά τινος ταραχῆς καὶ ἀγωνίας, Ἐγὼ δέ, εἶπεν, ὦ Ζεῦ καὶ θεοί, μέχρι τίνος ἀνέξομαι σιωπῇ τῆς θρασύτητος τῆς τούτου; πέρας γὰρ οὐδέν ἐστιν, ὡς ὁρᾶτε, οὔτε τῶν εἰς αὑτὸν ἐπαίνων οὔτε τῶν εἰς ἐμὲ βλασφημιῶν. ἐχρῆν δὲ ἴσως μάλιστα μὲν ἀμφοῖν φείδεσθαι· καὶ γὰρ εἶναί πως ἀμφότερα δοκεῖ παραπλησίως ἐπαχθῆ· πλέον δὲ τοῦ τἀμὰ διασύρειν ἄλλως τε καὶ μιμητὴν αὐτῶν γενόμενον. ὁ δὲ εἰς τοῦτο ἦλθεν ἀναισχυντίας, ὥστε τολμῆσαι τὰ ἀρχέτυπα κωμῳδεῖν τῶν ἑαυτοῦ ἔργων. ἐχρῆν δέ, ὦ Καῖσαρ, ὑπομνησθῆναί σε τῶν δακρύων ἐκείνων, ἃ τότε ἀφῆκας, ἀκροώμενος τῶν ὑπομνημάτων, ὅσα πεποίηται περὶ τῶν ἐμῶν πράξεων."],["24","ἀλλ’ ὁ Πομπήιος ἐπῆρέ σε μετὰ τοῦτο, κολακευθεὶς μὲν παρὰ τῶν πολιτῶν τῶν ἑαυτοῦ, γενόμενος δὲ οὐδεὶς οὐδαμοῦ. τὸ μὲν γὰρ ἀπὸ Λιβύης θριαμβεῦσαι, οὐ μέγα ἔργον, ὀνομαστότατον ἐποίησεν ἡ τῶν τότε ὑπάτων μαλακία. τὸν δουλικὸν δὲ ἐκεῖνον πόλεμον, οὐδὲ πρὸς ἄνδρας γενόμενον, ἀλλὰ πρὸς τοὺς χειρίστους τῶν οἰκετῶν, ἄλλοι μὲν κατειργάσαντο, Κράσσοι καὶ Λούκιοι, τοὔνομα δὲ καὶ τὴν ἐπιγραφὴν ἔσχε Πομπήιος. Ἀρμενίαν δὲ καὶ τὰ πρόσοικα ταύτης κατεπολέμησε Λούκουλλος, ἐθριάμβευσε δὲ ἀπὸ τούτων Πομπήιος. εἶτ’ ἐκολάκευσαν αὐτὸν οἱ πολῖται καὶ Μέγαν ὠνόμασαν, ὄντα τίνος τῶν πρὸ ἑαυτοῦ μείζονα; τί γὰρ ἐκείνῳ τοσοῦτον ἐπράχθη, ἡλίκον Μαρίῳ ἢ Σκηπίωσι τοῖς δύο ἢ τῷ παρὰ τὸν Κυρῖνον τουτονὶ Φουρίῳ, ὃς μικροῦ συμπεσοῦσαν τὴν τούτου πόλιν ἀνέστησεν; οὗτοι γὰρ οὐκ ἀλλοτρίοις ἔργοις, ὥσπερ ἐν πολιτικαῖς οἰκοδομίαις καὶ δαπανήμασιν ὑπ’ ἄλλων καταβληθείσαις καὶ ἐπιτελεσθείσαις ἕτερος ἄρχων ἐπεγράφη μικρὰ κονιάσας τὸν τοῖχον, οὕτω ταῖς ἀλλοτρίαις ἐπεγράφησαν πράξεσιν· ἀρχιτέκτονες δὲ αὐτοὶ καὶ δημιουργοὶ γενόμενοι τῶν καλλίστων ἠξιώθησαν ὀνομάτων. οὐδὲν οὖν θαυμαστόν, εἰ κεκράτηκας Πομπηίου δακτύλῳ κνωμένου καὶ τἆλλα ἀλώπεκος μᾶλλον ἢ λέοντος. ἐπειδὴ γὰρ αὐτὸν ἡ τύχη προύδωκεν, ἣ τὸν ἔμπροσθεν χρόνον αὐτῷ παρειστήκει, ταχέως ἐκράτησας μόνου. καὶ ὅτι δεινότητι μὲν οὐδεμιᾷ κρείττων ἐγένου, φανερόν· καὶ γὰρ ἐν ἐνδείᾳ γεγονὼς τῶν ἐπιτηδείων· ἔστι δὲ οὐ μικρόν, ὡς οἶσθα, τοῦτο ἁμάρτημα στρατηγοῦ· καὶ μάχῃ συμβαλὼν ἡττήθης. εἰ δὲ Πομπήιος ὑπ’ ἀφροσύνης τε καὶ ἀνοίας ἢ τοῦ μὴ δύνασθαι τῶν πολιτῶν ἄρχειν οὔτε, ἡνίκα ἔδει τρίβειν τὸν πόλεμον, ὑπερετίθετο τὴν μάχην οὔτε τῇ νίκῃ νικῶν ἐπεξῄει, ὑπὸ τοῖς οἰκείοις ἁμαρτήμασι καὶ οὐχ ὑπὸ τοῖς σοῖς ἐσφάλη στρατηγήμασι. Πέρσαι δὲ πανταχοῦ καλῶς καὶ φρονίμως παρεσκευασμένοι πρὸς τὴν ἡμετέραν ἀλκὴν ἐνέδοσαν."],["25","ἐπεὶ δὲ οὐ τοῦ πράττειν ἁπλῶς, ἀλλὰ καὶ τοῦ τὰ δίκαια πράττειν ἄνδρα ἄριστον καὶ βασιλέα προσήκει μεταποιεῖσθαι, ἐγὼ μὲν ὑπὲρ τῶν Ἑλλήνων τοὺς Πέρσας ἀπῄτησα δίκην, καὶ τοὺς Ἑλληνικοὺς πολέμους ἐπανειλόμην, οὐχὶ τὴν Ἑλλάδα λυπεῖν βουλόμενος, ἀλλὰ τοὺς κωλύοντάς με διαβαίνειν καὶ δίκας ἀπαιτεῖν τὸν Πέρσην ἐπικόπτων. σὺ δὲ τοὺς Γερμανοὺς καὶ Γαλάτας κατεπολέμησας, ἐπὶ τὴν πατρίδα τὴν σεαυτοῦ παρασκευαζόμενος, οὗ τί γένοιτ’ ἂν χεῖρον ἢ μιαρώτερον; ἐπεὶ δὲ ὥσπερ διασύρων τῶν μυρίων ἐμνημόνευσας Γραικῶν, ὅτι μὲν καὶ ὑμεῖς ἐντεῦθεν γεγόνατε καὶ τὰ πλεῖστα τῆς Ἰταλίας ὤκησαν οἱ Γραικοί, καίπερ εἰδὼς ὅμως οὐ παραδέχομαι. τούτων δὲ αὐτῶν ὀλίγον ἔθνος, Αἰτωλοὺς λέγω τοὺς παροικοῦντας ἡμῖν, οὐ φίλους μὲν ἔχειν καὶ συμμάχους ἐποιήσασθε περὶ πολλοῦ, πολεμωθέντας δὲ ὑμῖν ὕστερον δι’ ἁσδήποτε αἰτίας οὐκ ἀκινδύνως ὑπακούειν ὑμῖν ἠναγκάσατε; οἱ δὲ πρὸς τὸ γῆρας, ὡς ἂν εἴποι τις, τῆς Ἑλλάδος, καὶ οὐδὲ πάσης, ἀλλ’ ἔθνους μικροῦ, ἡνίκα ἤκμαζε τὸ Ἑλληνικόν, οὐδ’ ὅτι ἔστι γιγνωσκομένου, μικροῦ δέω φάναι, μόγις ἀρκέσαντες, τίνες ἂν ἐγένεσθε, εἰ πρὸς ἀκμάζοντας καὶ ὁμονοοῦντας τοὺς Ἕλληνας πολεμεῖν ὑμᾶς ἐδέησεν; ἐπεὶ καὶ Πύρρου διαβάντος ἐφ’ ὑμᾶς ἴστε ὅπως ἐπτήξατε. εἰ δὲ τὸ Περσῶν κρατῆσαι μικρὸν νομίζεις καὶ τὸ τηλικοῦτον ἔργον διασύρεις, ὀλίγης πάνυ τῆς ὑπὲρ τὸν Τίγρητα ποταμὸν ὑπὸ Παρθυαίων βασιλευομένης χώρας, ἔτη πλέον ἢ τριακόσια πολεμοῦντες, λέγε μοι, δι’ ἣν αἰτίαν οὐκ ἐκρατήσατε; βούλει σοι φράσω; τὰ Περσῶν ὑμᾶς εἶρξε βέλη. φρασάτω δέ σοι περὶ αὐτῶν Ἀντώνιος ὁ παιδοτριβηθεὶς ἐπὶ στρατηγίᾳ παρὰ σοῦ. ἐγὼ δὲ ἐν οὐδὲ ὅλοις ἐνιαυτοῖς δέκα πρὸς τούτοις καὶ Ἰνδῶν γέγονα κύριος. εἶτ’ ἐμοὶ τολμᾷς ἀμφισβητεῖν, ὃς ἐκ παιδαρίου στρατηγῶν ἔργα ἔπραξα τηλικαῦτα, ὥστε τὴν μνήμην, καίπερ οὐκ ἀξίως ὑπὸ τῶν συγγραφέων ὑμνηθέντων, ὅμως συμπαραμένειν τῷ βίῳ, καθάπερ τῶν τοῦ Καλλινίκου, τοὐμοῦ βασιλέως, οὗ θεράπων ἐγὼ καὶ ζηλωτὴς ἐγενόμην, Ἀχιλλεῖ μὲν ἁμιλλώμενος τῷ προγόνῳ, Ἡρακλέα δὲ θαυμάζων καὶ ἑπόμενος, ἅτε δὴ κατ’ ἴχνος θεοῦ ἄνθρωπος."],["26","Ὅσα μὲν οὖν ἐχρῆν, ὦ θεο��, πρὸς τοῦτον ἀπολογήσασθαι· καίτοι κρεῖττον ἦν ὑπεριδεῖν αὐτοῦ· εἴρηται. εἰ δέ τι πικρὸν ὑφ’ ἡμῶν ἐπράχθη, οὔτι παντάπασιν εἰς ἀναιτίους ἀνθρώπους, ἀλλὰ ἢ πολλάκις καὶ ἐπὶ πολλοῖς προσκρούσαντας ἢ τῷ καιρῷ μὴ καλῶς μηδὲ πρεπόντως χρησαμένους, ἠκολούθησε γοῦν ἐπὶ μὲν τοῖς διὰ τὸν καιρὸν ἐξαμαρτηθεῖσιν ἡ μεταμέλεια, σώφρων πάνυ καὶ τῶν ἐξημαρτηκότων σώτειρα δαίμων, τοὺς δὲ ὥσπερ φιλοτιμουμένους ἐπὶ τῷ πολλάκις ἀπεχθάνεσθαι καὶ προσκρούειν οὐδὲν ᾤμην ἄδικον ποιεῖν κολάζων."],["27","Ἐπεὶ δὲ εἴρητο καὶ τούτῳ στρατιωτικώτερον ὁ λόγος, ἐπὶ τὸν Ὀκταβιανὸν τὴν ὑδρίαν ἔφερεν ὁ τοῦ Ποσειδῶνος θεράπων, ἐπιμετρῶν αὐτῷ τοῦ ὕδατος ἔλασσον διὰ τὸν καιρόν, ἄλλως τε καὶ μνησικακῶν αὐτῷ τῆς εἰς τὸν θεὸν ὑπερηφανίας. καὶ ὃς ἐπειδὴ συνῆκεν ὑπὸ ἀγχινοίας, ἀφεὶς τὸ λέγειν τι περὶ τῶν ἀλλοτρίων, Ἐγὼ δέ, εἶπεν, ὦ Ζεῦ καὶ θεοί, τοῦ διασύρειν μὲν τὰ τῶν ἄλλων ἔργα καὶ μικρὰ ποιεῖν ἀφέξομαι, περὶ δὲ τῶν ἐμαυτοῦ τὸν πάντα ποιήσομαι λόγον. νέος προύστην τῆς ἐμαυτοῦ πόλεως ὥσπερ οὗτος ὁ γενναῖος Ἀλέξανδρος, κατώρθωσα δὲ Γερμανικοὺς πολέμους ὥσπερ ὁ ἐμὸς πατὴρ οὑτοσὶ Καῖσαρ. συμπλακεὶς δὲ τοῖς ἐμφυλίοις ἀγῶσιν Αἴγυπτον μὲν περὶ τὸ Ἄκτιον κατεναυμάχησα, Βροῦτον δὲ καὶ Κάσσιον περὶ τοὺς Φιλίππους κατεπολέμησα, καὶ τὸν Πομπηίου παῖδα Σέξτον πάρεργον ἐθέμην τῆς ἐμαυτοῦ στρατηγίας. οὕτω δὲ παρέσχον ἐμαυτὸν τῇ φιλοσοφίᾳ χειροήθη, ὥστε καὶ τῆς Ἀθηνοδώρου παρρησίας ἠνεσχόμην, οὐκ ἀγανακτῶν, ἀλλ’ εὐφραινόμενος ἐπ’ αὐτῇ, καὶ τὸν ἄνδρα καθάπερ παιδαγωγὸν ἢ πατέρα μᾶλλον αἰδούμενος. Ἄρειον δὲ καὶ φίλον καὶ συμβιωτὴν ἐπιγράφομαι, καὶ ὅλως οὐδέν ἐστιν ὑφ’ ἡμῶν εἰς τὴν φιλοσοφίαν ἁμαρτηθέν. ὑπὸ δὲ τῶν ἐμφυλίων στάσεων τὴν Ῥώμην ὁρῶν εἰς τὸν ἔσχατον ἐλαύνουσαν πολλάκις κίνδυνον οὕτω διεθέμην τὰ περὶ αὐτήν, ὥστε εἶναι, εἰ μὴ δι’ ὑμᾶς, ὦ θεοί, τὸ λοιπὸν ἀδαμαντίνην. οὐ γὰρ ταῖς ἀμέτροις ἐπιθυμίαις εἴκων ἐπικτᾶσθαι πάντως αὐτῇ διενοήθην, ὅρια δὲ διττά, ὥσπερ ὑπὸ τῆς φύσεως ἀποδεδειγμένα, Ἴστρον καὶ Εὐφράτην ποταμοὺς ἐθέμην. εἶτα ὑποτάξας τὸ Σκυθῶν καὶ Θρᾳκῶν ἔθνος, ἐπιμετρούντων ὑμῶν τῆς βασιλείας μοι τὸν χρόνον, οὐ πόλεμον ἄλλον ἐξ ἄλλου περιεσκόπουν, ἀλλὰ εἰς νομοθεσίαν καὶ τῶν ἐκ τοῦ πολέμου συμφορῶν ἐπανόρθωσιν τὴν σχολὴν διετιθέμην, οὐδενὸς νομίζων τῶν πρὸ ἐμαυτοῦ χεῖρον βεβουλεῦσθαι, μᾶλλον δέ, εἰ χρὴ θαρρήσαντα φάναι, κρεῖσσον τῶν πώποτε τηλικαύτας ἡγεμονίας ἐπιτροπευσάντων. οἱ μὲν γὰρ ταῖς στρατηγίαις ἐναπέθανον, ἐξὸν λοιπὸν ἡσυχάζειν καὶ μὴ στρατεύεσθαι, πολέμους ἐκ πολέμων ἑαυτοῖς, ὥσπερ οἱ φιλοπράγμονες δίκας κατασκευάζοντες· οἱ δὲ καὶ πολεμούμενοι τῇ τρυφῇ προσεῖχον, οὐ μόνον τῆς μετὰ ταῦτα εὐκλείας τὴν αἰσχρὰν τρυφὴν προτιμῶντες, ἀλλὰ καὶ τῆς σωτηρίας αὐτῆς. ἐγὼ μὲν οὖν ταῦτα διανοούμενος οὐκ ἀξιῶ τῆς χείρονος ἐμαυτὸν μερίδος· ὅ, τι δ’ ἂν ὑμῖν, ὦ θεοί, φαίνηται, τοῦτο εἰκός ἐστιν ἐμὲ δήπουθεν στέργειν."],["28","Δίδοται μετὰ τοῦτον τῷ Τραϊανῷ τοῦ λέγειν ἐξουσία. ὁ δέ, καίπερ δυνάμενος λέγειν, ὑπὸ ῥᾳθυμίας· ἐπιτρέπειν γὰρ εἰώθει τὰ πολλὰ τῷ Σούρᾳ γράφειν ὑπὲρ αὑτοῦ· φθεγγόμενος μᾶλλον ἢ λέγων, ἐπεδείκνυεν αὐτοῖς τό τε Γετικὸν καὶ τὸ Παρθικὸν τρόπαιον. ᾐτιᾶτο δὲ τὸ γῆρας ὡς οὐκ ἐπιτρέψαν αὐτῷ τοῖς Παρθικοῖς πράγμασιν ἐπεξελθεῖν. καὶ ὁ Σειληνός, Ἀλλ’, ὦ μάταιε, ἔφη, εἴκοσι βεβασίλευκας ἔτη, Ἀλέξανδρος δὲ οὑτοσὶ δώδεκα. τί οὖν ἀφεὶς αἰτιᾶσθαι τὴν σαυτοῦ τρυφὴν τὴν τοῦ χρόνου μέμφῃ στενότητα; παροξυνθεὶς οὖν ὑπὸ τοῦ σκώμματος, οὐδὲ γὰρ ἦν ἔξω τοῦ δύνασθαι ῥητορεύειν, ὑπὸ δὲ τῆς φιλοποσίας ἀμβλύτερος ἑαυτοῦ πολλάκις ἦν, Ἐγὼ δέ, εἶπεν, ὦ Ζεῦ καὶ θεοί, τὴν ἀρχὴν παραλαβὼν ναρκῶσαν ὥσπερ καὶ διαλελυμένην ὑπό τε τῆς οἴκοι πολὺν χρόνον ἐπικρατησάσης τυραννίδος καὶ τῆς τῶν Γετῶν ὕβρεως, μόνος ὑπὲρ τὸν Ἴστρον ἐτόλμησα προσλαβεῖν ἔθνη, καὶ τὸ Γετῶν ἔθνος ἐξεῖλον, οἳ τῶν πώποτε μαχιμώτατοι γεγόνασιν, οὐχ ὑπὸ ἀνδρείας μόνον τοῦ σώματος, ἀλλὰ καὶ ὧν ἔπεισεν αὐτοὺς ὁ τιμώμενος παρ’ αὐτοῖς Ζάμολξις. οὐ γὰρ ἀποθνήσκειν, ἀλλὰ μετοικίζεσθαι νομίζοντες ἑτοιμότερον αὐτὸ ποιοῦσιν ἢ ἄλλοι τὰς ἀποδημίας ὑπομένουσιν. ἐπράχθη δέ μοι τὸ ἔργον τοῦτο ἐν ἐνιαυτοῖς ἴσως που πέντε. πάντων δὲ ὅτι τῶν πρὸ ἐμαυτοῦ γεγονότων αὐτοκρατόρων ὤφθην τοῖς ὑπηκόοις πρᾳότατος καὶ οὔτε Καῖσαρ οὑτοσὶ περὶ τούτων ἀμφισβητήσειεν ἄν μοι οὔτ’ ἄλλος οὐδὲ εἷς, εὔδηλόν ἐστί που. πρὸς Παρθυαίους δέ, πρὶν μὲν ἀδικεῖσθαι παρ’ αὐτῶν, οὐκ ᾤμην δεῖν χρῆσθαι τοῖς ὅπλοις· ἀδικοῦσι δὲ ἐπεξῆλθον οὐδὲν ὑπὸ τῆς ἡλικίας κωλυθείς, καίτοι διδόντων μοι τῶν νόμων τὸ μὴ στρατεύεσθαι. τούτων δὴ τοιούτων ὄντων, ἆρ’ οὐχὶ καὶ τιμᾶσθαι πρὸ τῶν ἄλλων εἰμὶ δίκαιος, πρᾷος μὲν πρὸς τοὺς ὑπηκόους, φοβερὸς δὲ πρὸς τοὺς πολεμίους διαφερόντως γενόμενος, αἰδεσθεὶς δὲ καὶ τὴν ὑμετέραν ἔκγονον φιλοσοφίαν; τοιαῦτα ὁ Τραϊανὸς εἰπὼν ἐδόκει τῇ πρᾳότητι πάντων κρατεῖν, καὶ δῆλοί πως ἦσαν οἱ θεοὶ μάλιστα ἡσθέντες ἐπὶ τούτῳ."],["29","Τοῦ Μάρκου δὲ ἀρχομένου λέγειν, ὁ Σειληνὸς ἠρέμα πρὸς τὸν Διόνυσον, Ἀκούσωμεν, ἔφη, τοῦ Στωικοῦ τουτουί, τί ποτε ἄρα τῶν παραδόξων ἐκείνων ἐρεῖ καὶ τεραστίων δογμάτων. ὁ δὲ ἀποβλέψας πρὸς τὸν Δία καὶ τοὺς θεούς, Ἀλλ’ ἔμοιγε, εἶπεν, ὦ Ζεῦ καὶ θεοί, λόγων οὐδὲν δεῖ καὶ ἀγῶνος. εἰ μὲν γὰρ ἠγνοεῖτε τἀμά, προσῆκον ἦν ἐμοὶ διδάσκειν ὑμᾶς· ἐπεὶ δὲ ἴστε καὶ λέληθεν ὑμᾶς τῶν ἁπάντων οὐδέν, αὐτοί μοι τιμᾶτε τῆς ἀξίας. ἔδοξε δὴ οὖν ὁ Μάρκος τά τε ἄλλα θαυμάσιός τις εἶναι καὶ σοφὸς διαφερόντως ἅτε οἶμαι διαγινώσκων, Λέγειν θ’ ὅπου χρὴ καὶ σιγᾶν ὅπου καλόν."],["30","Τῷ Κωνσταντίνῳ μετὰ τοῦτον λέγειν ἐπέτρεπον. ὁ δὲ πρότερον μὲν ἐθάρρει τὴν ἀγωνίαν. ὡς δὲ ���πέβλεπεν εἰς τὰ τῶν ἄλλων ἔργα, μικρὰ παντάπασιν εἶδε τὰ ἑαυτοῦ. δύο γὰρ τυράννους, εἴ γε χρὴ τἀληθῆ φάναι, καθῃρήκει, τὸν μὲν ἀπόλεμόν τε καὶ μαλακόν, τὸν δὲ ἄθλιόν τε καὶ διὰ τὸ γῆρας ἀσθενῆ, ἀμφοτέρω δὲ θεοῖς τε καὶ ἀνθρώποις ἐχθίστω. τά γε μὴν εἰς τοὺς βαρβάρους ἦν γελοῖα αὐτῷ· φόρους γὰρ ὥσπερ ἐτετελέκει, καὶ πρὸς τὴν Τρυφὴν ἀφεώρα· πόρρω δὲ εἱστήκει τῶν θεῶν αὕτη περὶ τὰ πρόθυρα τῆς Σελήνης· ἐρωτικῶς τε οὖν εἶχεν αὐτῆς, καὶ ὅλος πρὸς ἐκείνην βλέπων οὐδὲν ἔμελεν αὐτῷ περὶ τῆς νίκης. ἐπεὶ δὲ ἐχρῆν καὶ αὐτὸν εἰπεῖν τι, Ταύτῃ τούτων κρείττων, ἔφη, εἰμί, τοῦ Μακεδόνος μέν, ὅτι πρὸς Ῥωμαίους καὶ τὰ Γερμανικὰ καὶ Σκυθικὰ γένη καὶ οὐχὶ πρὸς τοὺς Ἀσιανοὺς βαρβάρους ἠγωνισάμην, Καίσαρος δὲ καὶ Ὀκταβιανοῦ τῷ μή, καθάπερ οὗτοι, πρὸς καλοὺς κἀγαθοὺς πολίτας στασιάσαι, τοῖς μιαρωτάτοις δὲ καὶ πονηροτάτοις τῶν τυράννων ἐπεξελθεῖν. Τραϊανοῦ δὲ τοῖς μὲν κατὰ τῶν τυράννων ἀνδραγαθήμασιν εἰκότως ἂν προτιμηθείην, τῷ δὲ ἣν οὗτος προσεκτήσατο χώραν ἀναλαβεῖν ἴσος ἂν οὐκ ἀπεικότως νομιζοίμην, εἰ μὴ καὶ μεῖζόν ἐστι τὸ ἀνακτήσασθαι τοῦ κτήσασθαι. Μάρκος δὲ οὑτοσὶ σιωπῶν ὑπὲρ αὑτοῦ πᾶσιν ἡμῖν τῶν πρωτείων ἐξίσταται. καὶ ὁ Σειληνός, Ἀλλ’ ἦ τοὺς Ἀδώνιδος κήπους ὡς ἔργα ἡμῖν, ὦ Κωνσταντῖνε, σεαυτοῦ προφέρεις; τί δέ, εἶπεν, εἰσὶν οὓς λέγεις Ἀδώνιδος κήπους; οὓς αἱ γυναῖκες, ἔφη, τῷ τῆς Ἀφροδίτης ἀνδρὶ φυτεύουσιν ὀστρακίοις ἐπαμησάμεναι γῆν λαχανίαν· χλοήσαντα δὲ ταῦτα πρὸς ὀλίγον αὐτίκα ἀπομαραίνεται. καὶ ὁ Κωνσταντῖνος ἠρυθρίασεν, ἄντικρυς ἐπιγνοὺς τοιοῦτον τὸ ἑαυτοῦ ἔργον."],["31","Ἡσυχίας δὲ γενομένης οἱ μὲν ἐῴκεσαν περιμένειν, ὅτῳ θήσονται τὴν ὑπὲρ τῶν πρωτείων οἱ θεοὶ ψῆφον· οἱ δ’ ᾤοντο δεῖν τὰς προαιρέσεις εἰς τοὐμφανὲς τῶν ἀνδρῶν προάγειν καὶ οὐ κρίνειν ἐκ τῶν πεπραγμένων αὐτοῖς, ὧν ἡ Τύχη μετεποιεῖτο τὸ πλεῖστον καὶ πάντων αὐτῶν καταβοῶσα παρειστήκει πλὴν Ὀκταβιανοῦ μόνου. τοῦτον δὲ εὐγνώμονα πρὸς ἑαυτὴν εἶναι ἔλεγεν. ἔδοξεν οὖν τοῖς θεοῖς ἐπιτρέψαι καὶ τοῦτο τῷ Ἑρμῇ, καὶ ἔδοσαν αὐτῷ πρῶτον Ἀλεξάνδρου πυθέσθαι, τί νομίσειε κάλλιστον καὶ πρὸς τί βλέπων ἐργάσαιτο καὶ πάθοι πάντα ὅσαπερ δεδράκοι τε καὶ πεπόνθοι. ὁ δὲ ἔφη, Τὸ πάντα νικᾶν. εἶτα, εἶπεν ὁ Ἑρμῆς, οἴει σοι τοῦτο πεποιῆσθαι; καὶ μάλα, ἔφη ὁ Ἀλέξανδρος. ὁ δὲ Σειληνὸς τωθαστικῶς μάλα γελάσας, Ἀλλὰ ἐκράτουν γέ σου πολλάκις αἱ ἡμέτεραι θυγατέρες, αἰνιττόμενος τὰς ἀμπέλους, τὸν Ἀλέξανδρον οἷα δή τινα μέθυσον καὶ φίλοινον σκώπτων. καὶ ὁ Ἀλέξανδρος ἅτε δὴ γέμων Περιπατητικῶν παρακουσμάτων, Οὐ τὰ ἄψυχα, ἔφη, νικᾶν· οὐδὲ γὰρ ἀγὼν ἡμῖν ἐστι πρὸς ταῦτα· ἀλλὰ πᾶν μὲν ἀνθρώπων, πᾶν δὲ θηρίων γένος. καὶ ὁ Σειληνὸς ὥσπερ οἱ θαυμάζοντες εἰρωνικῶς μάλα, Ἰού, ἰού, ἔφη, τῶν διαλεκτικῶν κιγκλίδων. αὐτὸς δὲ ἡμῖν ἐν ποτέρῳ σαυτὸν θήσεις γένει, τῶν ἀψύχων �� τῶν ἐμψύχων τε καὶ ζώντων; καὶ ὃς ὥσπερ ἀγανακτήσας, Εὐφήμει, ἔφη· ὑπὸ γὰρ μεγαλοψυχίας, ὅτι δὴ καὶ θεὸς γενοίμην, μᾶλλον δ’ εἴην, ἐπεπείσμην. Αὐτὸς οὖν, εἶπεν, ἡττήθης σεαυτοῦ πολλάκις. Ἀλλ’ αὐτὸν ἑαυτοῦ, εἶπεν ὁ Ἀλέξανδρος, κρατεῖν καὶ ἡττᾶσθαι ὁμωνύμως λέγεται· ἐμοὶ δὲ ἦν ὑπὲρ τῶν πρὸς ἄλλους ὁ λόγος. Βαβαὶ τῆς διαλεκτικῆς, εἶπεν, ὅπως ἡμῶν τὰ σοφίσματα διελέγχεις. ἀλλ’ ἡνίκα, εἶπεν, ἐν Ἰνδοῖς ἐτρώθης καὶ ὁ Πευκέστης ἔκειτο παρὰ σέ, σὺ δὲ ἐξήγου ψυχορραγῶν τῆς πόλεως, ἆρα ἥττων ἦσθα τοῦ τρώσαντος, ἢ καὶ ἐκεῖνον ἐνίκας; Οὐκ ἐκεῖνον, ἔφη, μόνον, ἀλλὰ καὶ αὐτὴν ἐξεπόρθησα τὴν πόλιν. Οὐ σύ γε, εἶπεν, ὦ μακάριε· σὺ μὲν γὰρ ἔκεισο κατὰ τὸν Ὁμηρικὸν Ἕκτορα ὀλιγοδρανέων καὶ ψυχορραγῶν· οἱ δὲ ἠγωνίζοντο καὶ ἐνίκων. Ἡγουμένων γ’ ἡμῶν, εἶπεν ὁ Ἀλέξανδρος. καὶ ὁ Σειληνός, Πῶς; οἵ γε ἐφέρεσθε μικροῦ νεκροί; εἶτα ᾖδε τῶν ἐξ Εὐριπίδου Οἴμοι, καθ’ Ἑλλάδ’ ὡς κακῶς νομίζεται, Ὅταν τρόπαιον πολεμίων στήσῃ στρατός. καὶ ὁ Διόνυσος, Παῦσαι, εἶπεν, ὦ παππίδιον, τοιαῦτα λέγων, μή σε οὗτος ὁποῖα τὸν Κλεῖτον ἐργάσηται. καὶ ὁ Ἀλέξανδρος ἐρυθριάσας τε ἅμα καὶ ὥσπερ συγχυθεὶς ὑπὸ τῶν δακρύων τὰ ὄμματα ἐσιώπα. καὶ ὅδε μὲν ὧδε ἔληξεν ὁ λόγος."],["32","Ὁ δὲ Ἑρμῆς ἤρετο πάλιν τὸν Καίσαρα, Σοὶ δέ, εἶπεν, ὦ Καῖσαρ, τίς ἐγένετο σκοπὸς τοῦ βίου; Τὸ πρωτεύειν, ἔφη, τῆς ἐμαυτοῦ καὶ μηδενὸς μήτε εἶναι μήτε νομίζεσθαι δεύτερον. Τοῦτο, εἶπεν ὁ Ἑρμῆς, ἀσαφές ἐστι· πότερον γάρ, εἰπέ, κατὰ σοφίαν ἢ τὴν ἐν τοῖς λόγοις δεινότητα ἢ πολεμικὴν ἐμπειρίαν ἢ πολιτικὴν δύναμιν; Ἦν μὲν οὖν, ἔφη ὁ Καῖσαρ, ἡδύ μοι τῶν πάντων ἐν πᾶσιν εἶναι πρώτῳ· τούτου δὲ οὐ δυνάμενος ἐπιτυχεῖν τὸ δύνασθαι μέγιστον παρὰ τοῖς ἐμαυτοῦ πολίταις ἐζήλωσα. Σὺ δέ, εἶπεν, ἐδυνήθης μέγα; πρὸς αὐτὸν ὁ Σειληνός. καὶ ὅς, Πάνυ γε, ἔφη· κύριος γοῦν αὐτῶν ἐγενόμην. Ἀλλὰ τοῦτο μέν, εἶπεν, ἐδυνήθης· ἀγαπηθῆναι δὲ ὑπ’ αὐτῶν οὐχ οἷός τε ἐγένου, καὶ ταῦτα πολλὴν μὲν ὑποκρινάμενος ὥσπερ ἐν δράματι καὶ σκηνῇ φιλανθρωπίαν, αἰσχρῶς δὲ αὐτοὺς πάντας κολακεύων. Εἶτα οὖκ ἀγαπηθῆναι δοκῶ, εἶπεν, ὑπὸ τοῦ δήμου τοῦ διώξαντος Βροῦτον καὶ Κάσσιον; Οὐκ ἐπειδή σε ἀπέκτειναν, ἔφη· διὰ τοῦτο μὲν γὰρ αὐτοὺς ὁ δῆμος ἐψηφίσατο εἶναι ὑπάτους· ἀλλὰ διὰ τὸ ἀργύριον, ἐπειδὴ τῶν διαθηκῶν ἀκροασάμενοι μισθὸν ἑώρων τῆς ἀγανακτήσεως αὐτοῖς οὔτοι τὸν τυχόντα προσεγγεγραμμένον."],["33","Λήξαντος δὲ καὶ τοῦδε τοῦ λόγου, τὸν Ὀκταβιανὸν αὖθις ὁ Ἑρμῆς ἐκίνει. Σὺ δέ, εἶπεν, οὐκ ἐρεῖς ἡμῖν, τί κάλλιστον ἐνόμιζες εἶναι; καὶ ὅς, Βασιλεῦσαι, ἔφη, καλῶς. Τί δέ ἐστι τὸ καλῶς, ὦ Σεβαστέ, φράσον, ἐπεὶ τοῦτό γε ἔστι καὶ τοῖς πονηροτάτοις λέγειν. ᾤετο γοῦν καὶ Διονύσιος καλῶς βασιλεύειν καὶ ὁ τούτου μιαρώτερος Ἀγαθοκλῆς. Ἀλλ’ ἴστε, εἶπεν, ὦ θεοί, ὡς προπέμπων τὸν θυγατριδοῦν ηὐξάμην ὑμῖν τόλμαν μὲν αὐτῷ δοῦναι τὴν Καίσαρος, δεινότητα δὲ τὴν Πομπηίου, τύχην δὲ τὴν ἐμήν. Πολλά, εἶπεν ὁ Σειληνός, καὶ θεῶν ὄντως σωτήρων ἔργα δεόμενα συνεφόρησεν οὗτος ὁ κοροπλάθος. Εἶτα διὰ τί τοῦτο, ἔφη, τὸ ὄνομά μοι γελοῖον οὕτως ἔθου; Ἤ γὰρ οὐκ ἔπλαττες ἡμῖν, εἶπεν, ὥσπερ ἐκεῖνοι τὰς νύμφας, ὦ Σεβαστέ, θεούς, ὧν ἕνα καὶ πρῶτον τουτονὶ Καίσαρα; καὶ ὁ μὲν Ὀκταβιανὸς ὥσπερ δυσωπούμενος ἀπεσιώπησεν."],["34","Ὁ δὲ Ἑρμῆς πρὸς τὸν Τραϊανὸν βλέψας, Σὺ δέ, εἶπε, τί διανοούμενος ἔπραττες ὅσαπερ ἔπραξας; Τῶν αὐτῶν Ἀλεξάνδρῳ σωφρονέστερον, εἶπεν, ὠρέχθην. καὶ ὁ Σειληνός, Ἡττήθης μὲν οὖν, εἶπε, καὶ σὺ τῶν ἀγεννεστέρων. ὁ μὲν γὰρ θυμοῦ τὸ πλεῖστον ἥττων ἦν, σὺ δὲ αἰσχρᾶς ἡδονῆς καὶ ἐπονειδίστου. Βάλλ’ εἰς μακαρίαν, εἶπεν ὁ Διόνυσος, ἐπεὶ σκώπτεις σὺ πάντας αὐτοὺς καὶ ποιεῖς οὐδὲν ὑπὲρ ἑαυτῶν λέγειν. ἀλλ’ ἐπ’ ἐκείνων εἶχέ σοι χώραν τὰ σκώμματα· πρόσεχε δὲ νῦν, ὅπως ἀντιλήψῃ τοῦ Μάρκου δοκεῖ γὰρ εἶναί μοί πως ἀνὴρ κατὰ τὸν Σιμωνίδην τετράγωνος ἄνευ ψόγου τετυγμένος. ὁ Ἑρμῆς δὲ βλέψας εἰς τὸν Μάρκον, Σοὶ δέ, εἶπεν, ὦ Βῆρε, τί κάλλιστον ἐδόκει τοῦ βίου τέλος εἶναι; καὶ ὃς ἠρέμα καὶ σωφρόνως, Τὸ μιμεῖσθαι, ἔφη, τοὺς θεούς. ἔδοξε μὲν οὖν εὐθέως ἡ ἀπόκρισις οὐκ ἀγεννής, ἀλλὰ καὶ τοῦ παντὸς ἀξία. ἀλλὰ καὶ ὁ Ἑρμῆς οὐκ ἐβούλετο πολυπραγμονεῖν, πεπεισμένος ὅτι πάντα ὁ Μάρκος ἀκολούθως ἐρεῖ. τοῖς μὲν οὖν ἄλλοις θεοῖς ἐδόκει ταύτῃ· μόνος δὲ ὁ Σειληνός, Ἀλλ’ οὐ μὰ τὸν Διόνυσον ἀνέξομαι τούτου τοῦ σοφιστοῦ. τί δήποτε γὰρ ἤσθιες, εἰπέ, καὶ ἔπινες οὐχ ὥσπερ ἡμεῖς ἀμβροσίας τε καὶ νέκταρος, ἄρτου δὲ καὶ οἴνου; Ἀλλ’ ἔγωγε, εἶπεν, οὐχ ᾗπερ οὖν ᾤμην τοὺς θεοὺς μιμεῖσθαι, ταύτῃ προσεφερόμην σιτία καὶ ποτά· τὸ σῶμα δὲ ἔτρεφον, ἴσως μὲν ψευδῶς, πειθόμενος δέ, ὅτι καὶ τὰ ὑμέτερα σώματα δεῖται τῆς ἐκ τῶν ἀναθυμιάσεων τροφῆς. πλὴν οὐ κατὰ ταῦτά γε ὑμᾶς εἶναι μιμητέους, ἀλλὰ κατὰ τὴν διάνοιαν ὑπέλαβον. ὀλίγον ὁ Σειληνὸς διαπορήσας ὥσπερ ὑπὸ πύκτου δεξιοῦ πληγείς, Εἴρηται μέν σοι τοῦτο, εἶπε, τυχὸν οὐκ ἀτόπως, ἐμοὶ δέ, ἔφη, φράσον, τί ποτε ἐνόμιζες εἶναι τὴν τῶν θεῶν μίμησιν; καὶ ὅς, Δεῖσθαι μὲν ὡς ἐλαχίστων, εὖ ποιεῖν δὲ ὡς ὅ, τι μάλιστα πλείστους. Μῶν οὖν, εἶπεν, οὐδενὸς ἐδέου; καὶ ὁ Μάρκος, Ἐγὼ μὲν οὐδενός, ἴσως δὲ τὸ σωμάτιόν μου μικρῶν."],["35","δόξαντος οὖν καὶ τοῦτο ὀρθῶς εἰρηκέναι τοῦ Μάρκου, τὸ τέλος ἀπορούμενος ὁ Σειληνὸς ἐπιφύεται τοῖς περὶ τὸν παῖδα καὶ τὴν γαμετὴν αὐτῷ δοκοῦσιν οὐκ ὀρθῶς οὐδὲ κατὰ λόγον πεποιῆσθαι, τὴν μὲν ὅτι ταῖς ἡρωίναις ἐνέγραψε, τῷ δὲ ὅτι τὴν ἡγεμονίαν ἐπέτρεψεν. Ἐμιμησάμην, εἶπε, καὶ κατὰ τοῦτο τοὺς θεούς· Ὁμήρῳ μὲν γὰρ ἐπειθόμην λέγοντι περὶ τῆς γαμετῆς, ὅτι ἄρα, ὅστις ἀγαθὸς καὶ ἐχέφρων, τὴν αὑτοῦ φιλέει καὶ κήδεται· περὶ δὲ τοῦ παιδὸς αὐτοῦ τοῦ Διὸς ἀπόφασιν ἔχω· αἰτιώμενος γὰρ τὸν Ἄρεα, Πάλαι ἄν, εἶπεν, ἐβέβλησο τῷ κεραυνῷ, εἰ μὴ διὰ τ��� παῖδά σε εἶναι ἠγάπων. ἄλλως τε καὶ οὐδὲ ᾤμην ἐγὼ τὸν παῖδα πονηρὸν οὕτως ἔσεσθαι. εἰ δὲ ἡ νεότης ἐφ’ ἑκάτερα μεγάλας ποιουμένη ῥοπὰς ἐπὶ τὸ χεῖρον ἠνέχθη, οὐχὶ πονηρῷ τὴν ἡγεμονίαν ἐπέτρεψα, συνηνέχθη δὲ τὸν λαβόντα πονηρὸν γενέσθαι. τά τε οὖν περὶ τὴν γυναῖκα πεποίηταί μοι κατὰ ζῆλον Ἀχιλλέως τοῦ θείου, καὶ τὰ περὶ τὸν παῖδα κατὰ μίμησιν τοῦ μεγίστου Διός, ἄλλως τε καὶ οὐδὲν καινοτομήσαντι. παισί τε γὰρ νόμιμον ἐπιτρέπειν τὰς διαδοχάς, καὶ τοῦτο ἅπαντες εὔχονται, τήν τε γαμετὴν οὐκ ἐγὼ πρῶτος, ἀλλὰ μετὰ πολλοὺς ἄλλους ἐτίμησα. ἴσως δὲ τὸ μὲν ἄρξασθαι τῶν τοιούτων οὐκ ἔστιν εὔλογον, τὸ δὲ ἐπὶ πολλῶν γενόμενον τοὺς οἰκειοτάτους ἀποστερεῖν ἐγγὺς ἀδικίας. ἀλλ’ ἔλαθον ἐμαυτὸν ἐγὼ μακρότερα ἀπολογούμενος πρὸς εἰδότας ὑμᾶς, ὦ Ζεῦ καὶ θεοί· διόπερ μοι τῆς προπετείας ταυτησὶ συγγνώμονες γένοισθε."],["36","Παυσαμένου δὲ καὶ τοῦδε τοῦ λόγου, τὸν Κωνσταντῖνον ὁ Ἑρμῆς ἤρετο, Σὺ δὲ τί καλὸν ἐνόμισας; Πολλά, εἶπε, κτησάμενον πολλὰ χαρίσασθαι, ταῖς τ’ ἐπιθυμίαις ταῖς ἑαυτοῦ καὶ ταῖς τῶν φίλων ὑπουργοῦντα. ἀνακαγχάσας οὖν ὁ Σειληνὸς μέγα, Ἀλλ’ ἦ τραπεζίτης εἶναι, ἔφη, θέλων ἐλελήθεις σεαυτὸν ὀψοποιοῦ καὶ κομμωτρίας βίον ζῶν; ᾐνίττετο δ’ αὐτὰ πάλαι μὲν ἥ τε κόμη τό τε εἶδος, ἀτὰρ νῦν καὶ ἡ γνώμη σοῦ κατηγορεῖ. τούτου μὲν οὖν ὁ Σειληνὸς πικρότερόν πως καθήψατο."],["37","Σιωπῆς δὲ γενομένης ἔφερον οἱ θεοὶ λάθρᾳ τὰς ψήφους. εἶτα ἐγένοντο πολλαὶ τῷ Μάρκῳ. κοινολογησάμενος δὲ ὁ Ζεὺς ἰδίᾳ πρὸς τὸν πατέρα προσέταξε κηρῦξαι τῷ Ἑρμῇ. ὁ δὲ ἐκήρυττεν, Ἄνδρες οἱ παρελθόντες ἐπὶ τουτονὶ τὸν ἀγῶνα, νόμοι παρ’ ἡμῖν εἰσι καὶ κρίσεις τοιαῦται γίνονται, ὥστε καὶ τὸν νικῶντα χαίρειν καὶ τὸν ἡττώμενον μὴ μέμφεσθαι. πορεύεσθε οὖν, εἶπεν, ὅποι φίλον ἑκάστῳ, ὑπὸ θεοῖς ἡγεμόσι βιωσόμενοι τὸ ἐντεῦθεν· ἑλέσθω δ’ ἕκαστος ἑαυτῷ τὸν προστάτην τε καὶ ἡγεμόνα. μετὰ τὸ κήρυγμα τοῦτο ὁ μὲν Ἀλέξανδρος ἔθει πρὸς τὸν Ἡρακλέα, Ὀκταβιανὸς δὲ πρὸς τὸν Ἀπόλλωνα, ἀμφοῖν δὲ ἀπρὶξ εἴχετο τοῦ Διὸς καὶ Κρόνου Μάρκος. πλανώμενον δὲ πολλὰ καὶ περιτρέχοντα τὸν Καίσαρα κατελεήσας ὁ μέγας Ἄρης ἥ τε Ἀφροδίτη παρ’ ἑαυτοὺς ἐκαλεσάτην· Τραϊανὸς δὲ παρὰ τὸν Ἀλέξανδρον ἔθει ὡς ἐκείνῳ συγκαθεδούμενος."],["38","ὁ δὲ Κωνσταντῖνος, οὐχ εὑρίσκων ἐν θεοῖς τοῦ βίου τὸ ἀρχέτυπον, ἐγγύθεν τὴν Τρυφὴν κατιδὼν ἔδραμε πρὸς αὐτήν· ἡ δὲ ὑπολαβοῦσα μαλακῶς καὶ περιβαλοῦσα τοῖς πήχεσι πέπλοις τε αὐτὸν ποικίλοις ἀσκήσασα καὶ καλλωπίσασα πρὸς τὴν Ἀσωτίαν ἀπήγαγεν, ἵνα καὶ τὸν Ἰησοῦν εὑρὼν ἀναστρεφόμενον καὶ προαγορεύοντα πᾶσιν, Ὅστις φθορεύς, ὅστις μιαιφόνος, ὅστις ἐναγὴς καὶ βδελυρός, ἴτω θαρρῶν· ἀποφανῶ γὰρ αὐτὸν τουτῳὶ τῷ ὕδατι λούσας αὐτίκα καθαρόν, κἂν πάλιν ἔνοχος τοῖς αὐτοῖς γένηται, δώσω τὸ στῆθος πλήξαντι καὶ τὴν κεφαλὴν πατάξαντι καθαρῷ γενέσθαι, σφόδρα ἄσμενος ἐνέτυχεν αὐτῷ, συνεξαγαγὼν τῆς τῶν θεῶν ἀγορᾶς τοὺς παῖδας. ἐπέτριβον δ’ αὐτόν τε κἀκείνους οὐχ ἧττον τῆς ἀθεότητος οἱ παλαμναῖοι δαίμονες, αἱμάτων συγγενῶν τιννύμενοι δίκας, ἕως ὁ Ζεὺς διὰ τὸν Κλαύδιον καὶ Κωνστάντιον ἔδωκεν ἀναπνεῦσαι. Σοὶ δέ, πρὸς ἡμᾶς λέγων ὁ Ερμῆς, δέδωκα τὸν πατέρα Μίθραν ἐπιγνῶναι· σὺ δ’ αὐτοῦ τῶν ἐντολῶν ἔχου, πεῖσμα καὶ ὅρμον ἀσφαλῆ ζῶντί τε σεαυτῷ παρασκευάζων, καὶ ἡνίκα ἂν ἐνθένδε ἀπιέναι δέῃ, μετὰ τῆς ἀγαθῆς ἐλπίδος ἡγεμόνα θεὸν εὐμενῆ καθιστὰς σεαυτῷ."]]]